PG 60John Chrysostom
Commentary on the Acts of the Apostles
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 60:170ε. Τί οὖν, ἄν τις πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πο-λὺ τῆς ἐλεημοσύνης οὐκ ἐκ τῶν διδομένων κρίνεται μόνον, ἀλλὰ καὶ ἐκ τῆς προαιρέσεως. Μόνον μὴ δῷς ἔλαττον τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶ, ἂν ἔρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ; Διὰ τί γὰρ μηδένα ἔχει; εἰπέ μοι. Τούτῳ αὐτῷ δίδωσι δί-κην, ὅτι μηδένα οὕτω φίλον, οὕτως ἐνάρετον ἔχει. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα καὶ υἱὸν, ὡς καρπούμενοί τι καὶ δι’ αὐτῶν· μικρὸν μὲν καρπούμενοι, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς, μὴ πλουτοῦσαν, ἀλλ’ εὐλαβῆ γυναῖκα ἀγα-γέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ὁμοίως ἂν σπουδάσῃς, μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ’ εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ οὕτω ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τὸ τοιούτους αἱρεῖσθαι καὶ φίλους, καὶ γυναῖκα, καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι’ ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βουλό-μενον. Ὅρα γάρ· Ὠφελεῖται ἐκεῖνος διὸ σοῦ, ὠφελῇ σὺ δι’ ἐκεῖνον· κατεφρόνησας χρημάτων, προαχθεὶς ἐργάσασθαί τι γενναῖον· καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτὸς σοὶ τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφί-βαλλε, ὅτι καρπώσεταί τι χρηστόν. Οὐχ ἁπλῶς ὁ διά-κονος βοᾷ· Ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελουμένων· οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· τὸ δὲ χάρισμα λέγω. Τί λέγεις; Ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα· πάρεισιν ἄγγελοι, ἀρχάγγελοι· πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες· παρεστήκασιν ἐκεῖνοι βοῶντες, πάντων σιγώντων· καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ γινόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προς-φερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος; Μὴ γένοιτο· ἀλλὰ πάντα μετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ μαρτύρων προσφέρεσθαι, τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ Δεσπότου παρόντος, τοῦ θανάτου ἐπιτελουμένου ἐκείνου, τῆς φρικτῆς θυσίας, τῶν ἀφά-των μυστηρίων. Καθάπερ γὰρ καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει· ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν πρόκειται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· Καταγγέλλεται τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουμένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· μετὰ τοῦ θαύματος ἐκείνου εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βα-σιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν οὐκ ἔτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα, τῶν ἐπινικίων οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλ-λετε. Μὴ δὴ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι οὐ τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ

Homilia XXXVIII

PG 60:171νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δα-κρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων, τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφορὰς, ἵνα κἀκεῖνοι καὶ ἡμεῖσ
PG 60:172τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:171ΟΜΙΛΙΑ ΚΒ. Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκατοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντὸς, εἶδεν ἐν ὁρά-
ματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενόμενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. α. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ ζῶν κατὰ τὸν νόμον, ἀλλ’ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν. Καὶ ὅρα δύο πιστεύοντας τέως, τόν τε εὐνοῦχον τὸν ἀπὸ τῆς Γάζης, καὶ τοῦτον, ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους καὶ πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. Ἀλλὰ μὴ νο-μίσῃς, ὅτι διὰ τὰ ἀξιώματα. Οὐ διὰ ταῦτα, μὴ γένοιτο· ἀλλὰ διὰ τὴν εὐλάβειαν. Διὰ γοῦν τοῦτο καὶ τὰ ἀξιώματα τέθειται, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ. Θαυμαστότερον καὶ γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ᾖ. Ἀλλὰ μέγα ἐκείνου ἐγκώμιον τὸ τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιπ-πον παρακαλεῖν, καὶ μυρία ἕτερα· μέγα καὶ τούτου, τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ εὐσεβῆ εἶναι ἐν ἀρ-χῇ τοιαύτῃ. Διὸ καὶ ἀπὸ ταύτης τὸν ἄνδρα ποιεῖ γνώρι-μον· εἰκότως, ἵνα μή τις εἴπῃ, ὅτι ψεύδεται τῶν Γρα-φῶν ἡ ἱστορία. Ἐκ σπείρας, φησὶ, τῆς καλουμένης Ἰταλικῆς. Σπεῖρά ἐστιν, ὃ καλοῦμεν νυνὶ νούμερον. Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ταῦτα λέγει, ἵνα μὴ νομίσῃς, ὅτι διὰ τὸ ἀξίωμα τὰ κατ’ αὐτὸν οὕτως οἰκονομεῖται. Ὅτε οὖν Παῦλον προσαχθῆναι ἔδει, οὐδαμοῦ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος φαίνεται· οὐδὲ πέμπει αὐτὸν πρὸς ἕνα τινὰ τῶν δώδεκα, ἀλλὰ πρὸς Ἀνανίαν. Ἐνταῦθα δὲ τοὐναντίον, τὸν κορυφαῖον ἄγει, ὡς Φίλιππον πρὸς τὸν εὐνοῦχον, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ διδάσκων, πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις· ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι’ ἑαυτῶν προσιέναι μὴ δυναμένους. Θέα δέ μοι κἀνταῦθα πάλιν ἐλεημοσύνης ἄλλο ἐγκώμιον, ὥσπερ ἐκεῖ διὰ τῆς Ταβηθᾶς. Ἀνὴρ, φησὶν, εὐσεβὴς καὶ φο-βούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ἀκού-σωμεν, ὅσοι τῶν οἰκείων ἀμελοῦμεν. Οὗτος δὲ καὶ στρα-τιωτῶν ἐπεμελεῖτο, ποιῶν τε ἐλεημοσύνας παντὶ τῷ λαῷ. Οὕτω καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διώρθωτο. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Διὰ τί βλέπει τὸν ἄγ-γελον; Καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων. Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει. Ἀτενίσας δὲ αὐτῷ καὶ ἔμ-φοβος γενόμενος, εἶπεν. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα, ἃ λέγει, ἀλλὰ πρότερον λύοντα τὸν φόβον, καὶ τὴν διάνοιαν αὐτοῦ μετεωρίζοντα. Καὶ γὰρ ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο· ἀλλὰ φόβος σύμμετρος, ὅσον
PG 60:172ἐπιστρέψαι μόνον. Εἶτα τὰ ῥήματα τὸν φόβον ἔλυσε· μᾶλλον δὲ ὁ δι’ αὐτῶν ἔπαινος τὸ τοῦ φόβου τραχὺ κατ-ελέανεν. Ἄκουε δὲ καὶ οἷα τὰ ῥήματα· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Νῦν οὖν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Ἵνα μὴ ἐπ’ ἄλλον ἔλθωσιν, οὐκ ἀπὸ τοῦ ἐπω-νύμου μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα. Καὶ αὐτός ἐστι ξενιζόμενος πρὸς Σίμωνά τινα βυρσέα, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. Εἶδες, πῶς τὰ ἀνακε-χωρημένα τῶν πόλεων ἐδίωκον οἱ ἀπόστολοι, ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας; Τί οὖν, εἰ συνέβη καὶ ἄλλον εἶναι Σίμωνα καὶ βυρσέα; Ἀλλ’ εἶχε καὶ ἄλλο σημεῖον, τὸ παρὰ θάλασσαν οἰκεῖν. Τὰ τρία οὐκ ἦν δυνατὸν συμ-πεσεῖν. Καὶ οὐκ εἶπε, διὰ τί, ἵνα μὴ ἐκλύσῃ αὐτόν· ἀλλὰ ἀφῆκεν, ὥστε ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς ταῦτα λέγει, ἀλλ’ ὅτι καὶ οἱ προσκαρτεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν, ἵνα δείξῃ; Καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε· Καλέσατέ μοι Πέτρον· ἀλλ’ ὥστε καὶ πεῖσαι, ἐξηγήσατο ἅπαντα· οὕτως οἰκονομίας ἦν. Οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμ-ψασθαι· διὰ τοῦτο ἐξηγεῖται λοιπόν. Τοσοῦτον ἦν μέτριος ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπο-ρούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. Ὅρα, πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα, καὶ οὔτε θᾶττον, οὔτε βραδύτερον ποιεῖ τοῦτο γενέσθαι. Ἀνέβη, φησὶν, ὁ Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην· τουτέστι, κατ’ ἰδίαν, καὶ ἐν ἡσυχίᾳ, ὡς ἂν ἐν ὑπερῴῳ. Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι. Παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ’ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγ-μένον. Τί ἐστιν ἔκστασις; Πνευματικὴ, φησὶ, θεωρία γέγονεν αὐτῷ· τοῦ σώματος, ὡς ἂν εἴποι τις, ἐξέστη ἡ ψυχή. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ κα-ταβαῖνον ἐπ’ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. β. Τί ποτε τοῦτό ἐστι; Σύμβολον τῆς οἰκουμένης ἁπάσης τὸ πρᾶγμα γίνεται. Ὁ ἄνθρωπος ἀκρόβυστος ἦν, καὶ οὐδὲν κοινὸν εἶχε πρὸς Ἰουδαίους. Ἐπεὶ οὖν ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου, καὶ τοῦτο
PG 60:173πάνυ αὐτοῖς προσίστατο, ἀναγκαίως οἰκονομεῖται εἰπεῖν, Οὐδέποτε ἔφαγον· οὐχὶ αὐτὸς δεδοικὼς, μὴ γένοιτο, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος, ὡς ἔφην, οἰκονομούμενος, ἵν’ ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι καὶ ἀντεῖ-πεν· πάνυ γὰρ αὐτοῖς ἔμελε τοῦ τὸν νόμον φυλάττεσθαι. Εἰς ἔθνη ἐπέμπετο. Ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατ-ηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονομεῖται· ἢ καὶ ἵνα μὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπι-τιμᾶται, πολλῷ μᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισμα δηλοῖ. Μηδαμῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα μή τις εἴπῃ, ὅτι ἐπείρα-ζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ, ὅτε ἐκε-λεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίπ-
που, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ μὴν ἐν τῷ νόμῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστεί-λατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅμως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄν-δρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτή-σαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Θαμβου-μένῳ καθ’ ἑαυτὸν καὶ διαποροῦντι τῷ Πέτρῳ, ἔρχονται οἱ ἄνδρες εὐκαίρως τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι, καὶ τότε τὸν ἀρχ-άγγελον πέμπει. Εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη. Οὔτε οὖν ἐπὶ πολὺ γίνεται αὐτῷ τὰ τῆς ἀπορίας, οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν τοῦ ἀρίστου. Τοῦ δὲ Πέτρου διενθυ-μουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσί σε. Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν, ὅτι καὶ δι-εκρίθη, καὶ ἐπαιδεύθη μηδὲν διακρίνεσθαι. Ὅτι ἐγὼ, φησὶν, αὐτοὺς ἀπέσταλκα. Ὅρα ὅση τοῦ Πνεύματος ἡ ἐξουσία. Ὃ δὲ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν. Ὁ μὲν οὖν ἄγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἰπὼν, Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου, τότε φησὶν, Ἀπόστειλον, ἵνα δείξῃ, ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα, ἐπεὶ Κύριον, Ἐγὼ αὐτοὺς ἀπέσταλκα. Καταβὰς δὲ ὁ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι’ ἣν πάρεστε; Οἱ δὲ εἶπον· Κορνήλιος ὁ ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐ-τοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Λέγουσι τὰ ἐγ-κώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ. Εἰς-καλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Ὁρᾷς, πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν; Ἀπὸ ἀνδρὸς εὐσεβοῦς, ἀξίου φανέντος ἀπὸ τῶν ἔργων. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον Ἰουδαῖοι; Εἰσκαλεσάμενος οὖν, φησὶν, αὐτοὺς ἐξέ-
PG 60:174νισε. Θέα πόση ἀσφάλεια. Ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινὸν, εἰσκαλεῖται, καὶ μετὰ παῤῥησίας λοιπὸν συν-διαιτᾶται. Τῇ δὲ ἐπαύριον ἀναστὰς ὁ Πέτρος, ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ, καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ἐπίσημος ἦν ὁ ἀνὴρ, ὡς ἐν ἐπισήμῳ πόλει τυγχάνων. Διὸ καὶ ἐπ’ αὐτῷ πάντα ὁμοῦ οἰκονο-μεῖται, καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγ-μα· οἷον τὸ μὴ ὑπνοῦντι ὀφθῆναι, ἀλλ’ ἐγρηγορότι, τὸ ἐν ἡμέρᾳ· περὶ ἐνάτην γὰρ ὥραν· οὕτως ἑαυτῷ προς-εῖχεν. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ εἶπεν ὁ ἄγγελος· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀν-έβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐντεῦθεν δῆλον, ὅτι διὰ φωνῆς ἐκάλεσεν ὁ ἄγγελος, καὶ οὕτως εἶδεν αὐτόν· ὡς εἰ μὴ ἐκάλεσεν, οὐδ’ ἂν εἶδεν· οὕτω συντεταμένος ἦν ἀπὸ τοῦ πράγματος, ἐν ᾧ ἦν. Καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον. Τέως, ὅτι ἐπὶ χρηστοῖς αὐτὸν μετακαλέσεται, ἐδήλωσε· ποίοις δὲ χρηστοῖς, οὐκ ἔτι. Οὕτως οὐδὲ Πέτρος λέγει τὸ πᾶν· ἀλλὰ πανταχοῦ ἐκ μέρους τὰ διηγήματα, ὥστε δι-εγείρειν τοὺς ἀκούοντας. Οὕτω καὶ Φίλιππον καλεῖ μόνον εἰς τὴν ἔρημον. Ἀνέβη δὲ Πέτρος ἐπὶ τὸ δῶμα προς-εύξασθαι περὶ ὥραν ἕκτην, καὶ ἔπεσεν ἐπ’ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ σκεῦός τι ὡς ὀθόνην. Σκόπει, ὅτι οὐδὲ ἡ πεῖνα ἠνάγκασεν αὐτὸν προσδραμεῖν τῇ σιν-δόνι. Ἵνα δὲ μὴ ἐν πλείονι ἀπορίᾳ ὁ Πέτρος ᾖ, ἀκούει λεγούσης φωνῆς· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δὲ δοκεῖ διὰ τὸ κήρυγμα ταύτην ἑωρακέναι. Ὅτι δὲ καὶ θεῖον ἦν τὸ γινόμενον, δῆλον ἔκ τε τοῦ ἄνωθεν ἰδεῖν καταβαῖνον, ἔκ τε τοῦ ἐν ἐκστάσει γενέσθαι. Τὸ δὲ καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι, καὶ τὸ τρὶς τοῦτο γενέσθαι, καὶ τὸ οὐρανὸν ἀνεῳχθῆναι, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀναρπασθῆναι πάλιν, μέγα δεῖγμα τοῦ θεῖον εἶναι τὸ πρᾶγμα. γ. Διὰ τί δὲ τοῦτο γίνεται; Διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤδη ἀκούσας ἦν, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ περιτομῆς ἐδεήθη καὶ θυσίας Παῦλος, πολλῷ μᾶλ-λον τότε ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν, τούτων ἔδει. Καὶ ἰδοὺ οἱ ἄνδρες, φησὶ, οἱ ἀπ-εσταλμένοι ἀπὸ τοῦ Κορνηλίου ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων. Τοῦ δὲ Πέτρου διενθυμουμένου, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἀναστὰς κατάβηθι, καὶ πορεύου μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Ὅρα· οὐκ εἶπε· Διὰ γὰρ τοῦτο τὸ ὅραμά σοι ὤφθη· ἀλλ’, Ἐγὼ αὐτοὺς ἀπέσταλκα· δεικνὺς, ὅτι οὕτω δεῖ πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα. Ἀρκεῖ γὰρ πρὸς πᾶσαν πλη-ροφορίαν τὸ ἀκοῦσαι παρ’ αὐτοῦ· Τόδε ποίησον, τόδε λάλησον, καὶ μηδὲν πλέον ζητεῖν. Καταβὰς δὲ Πέτρος εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τί δήποτε οὐκ εὐθέως αὐτοὺς ἐδέξατο, ἀλλὰ πυνθάνεται; Εἶδε στρα-τιώτας ὄντας τοὺς ἐπιστάντας. Διὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁμολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυν-θάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθά-νεται, ἵνα, ἂν μὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ. Τίνος δὲ ἕνεκεν ἐκεῖνοι λέγουσι,

Homily XXIIHomilia XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Homilia XXXIX

PG 60:175Μεταπέμπεταί σε εἰς τὸν οἶκον αὐτοῦ; Ὅτι τοῦτο αὐτοῖς ἐκέλευσε. Τάχα δὲ καὶ ὡς ἀπολογούμενοι ὑπὲρ αὐτοῦ μονονουχὶ λέγουσι· Μηδὲν καταγνῷς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ’ ἐκελεύσθη οὕτως. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, φησὶ, προσκαλε-σάμενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φίλους. Εἰκότως· οὐ γὰρ δίκαιον ἦν καὶ τοὺς συγγενεῖς καὶ τοὺς φίλους μὴ συνεπάγεσθαι· ἄλλως δὲ καὶ ἐκεῖ παρόντες μᾶλλον αὐτοῦ ἤκουσαν ἄν. Εἴδετε, πόση τῆς ἐλεημοσύνης ἡ δύναμις, καὶ ἐν τῇ προτέρᾳ διαλέξει καὶ ἐνταῦθα; Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· αὕτη καὶ θύρας ἀνέῳξεν οὐρανοῦ. Ὅρα δὲ, πῶς περὶ πολ-λοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγε-λον πεμφθῆναι, καὶ Πνεῦμα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον μεταπεμφθῆναι τῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ μηδὲν ὅλως ἐλλειφθῆναι. Πόσοι ἦσαν ἑκατόνταρχοι, καὶ χιλίαρχοι, καὶ βασιλεῖς, καὶ οὐδεὶς τούτων ἐπέτυχεν ὧν οὗτος; Ἀκούσατε πάντες, ὅσοι ἐν στρατείαις ἐστὲ, ὅσοι βασιλεῦσι παρεστήκατε. Εὐσεβὴς ἦν, φησὶ, καὶ φοβούμενος τὸν Θεόν· καὶ τὸ μεῖζον, ὅτι τοιοῦτος ἦν Μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. Οὕτως ἦν συγκεκροτημένος πρὸς τοῦτο καὶ διακείμε-νος, ὡς μὴ μόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐ γὰρ ὡς
ἡμεῖς, οἳ, ὅπως μὲν ἡμῖν φοβεροὶ οἱ ὑπηρετοῦντες ἔσον-ται, πάντα ποιοῦμεν, ὅπως δὲ εὐλαβεῖς, οὐκέτι. Ἀλλ’ οὗτος οὐχ οὕτως, ἀλλὰ μετὰ τῆς οἰκίας ἁπάσης τὸν Θεὸν ἐφοβεῖτο, οὐ μόνον ὥσπερ κοινὸς πατὴρ πάντων τῶν μετ’ αὐτοῦ ὢν, ἀλλὰ καὶ τῶν ὑπ’ αὐτὸν στρατιω-τῶν. Ἄκουε δὲ καὶ τί φασιν ἕτερον· ἀναγκαίως γὰρ προστέθειται τὸ, Μαρτυρούμενος ὑπὸ ὅλου τοῦ ἔθνους· ἵνα μηδεὶς εἴπῃ· Τί γὰρ, εἰ ἀκρόβυστος ἦν; Καὶ ἐκεῖνοι, φησὶ, μαρτυροῦσιν αὐτῷ. Ἄρα οὐδὲν ἐλεημο-σύνης ἴσον· μᾶλλον δὲ οὕτω μεγάλη τοῦ πράγματος ἡ ἰσχὺς, ὅταν ἐκ καθαρῶν προχέηται ταμείων, ὡς τά γε προχεόμενα ἐξ ἀδίκων βόρβορον ἔοικεν ἀφιείσῃ πηγῇ· τὰ δὲ ἐκ δικαίων κερδῶν, καθάπερ νᾶμα διειδές τε καὶ καθαρὸν ἐν παραδείσῳ, ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ ἅψασθαι, κοῦφόν τε καὶ ψυχρὸν ἐν μεσημβρίᾳ διδόμενον. Οὕτως ἐστὶν ἡ ἐλεημοσύνη. Παρὰ ταύτην τὴν πηγὴν οὐκ αἴ-γειροι καὶ πεῦκαι, οὐδὲ κυπάρισσοι, ἀλλ’ ἕτερα τούτων πολλῷ βελτίω φυτὰ εὐμήκη εἰσί· φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν, εὔνοια παρὰ πάντων, ἁμαρ-τημάτων ἀφανισμὸς, παῤῥησία πολλὴ, χρημάτων ὑπερ-οψία, ἐλεημοσύνη, δι’ ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφε-ται. Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήμονα εἶναί τινα. Αὕτη τοὺς κλάδους εἰς ὕψος αἴρε-σθαι ποιεῖ· αὕτη βελτίων ἡ πηγὴ τῆς ἐν τῷ παραδείσῳ, οὐκ εἰς τέσσαρας ἀρχὰς διαιρο[υ]μένη, ἀλλ’ εἰς τὸν οὐ-ρανὸν αὐτὸν ἀφικνουμένη· αὕτη τίκτει τὸν ποταμὸν ἐκεῖ-νον τὸν ἁλλόμενον εἰς ζωὴν αἰώνιον· εἰς ταύτην θάνατος ἐμπεσὼν, καθάπερ σπινθὴρ ἀναλίσκεται ἀπὸ τῆς πη-γῆς· οὕτως, ὅπουπερ ἂν ἐπιστάξῃ, μεγάλα ἐργάζεται ἀγαθά. Αὕτη τοῦ πυρὸς τὸν ποταμὸν σβέννυσιν ὡς σπινθῆρα· αὕτη τὸν σκώληκα οὕτως ἀποπνίγει, ὡς οὐδέν. Ὁ ταύτην ἔχων, οὐ βρύχει τοὺς ὀδόντας. Ἀπὸ τοῦ ὕδατος ταύτης ἂν ἐπιστάξῃ εἰς τὰ δεσμὰ, διαιρεῖ αὐτά· κἂν εἰς τὰς καμίνους ἐμπέσῃ, πάσας σβέννυσιν. δ. Ὥσπερ οὖν ἡ ἐν παραδείσῳ πηγὴ οὐ νῦν μὲν προ-χέει νάματα, νῦν δὲ ξηραίνεται (ἐπεὶ οὐκ ἂν εἴη λοι-πὸν πηγὴ), ἀλλ’ ἀεὶ ἀναβλύζει· οὕτω καὶ ἡ ἡμετέρα
PG 60:176ἀεὶ δαψιλέστερον προχείτω τὸ νᾶμα πρὸς τοὺς μά-λιστα ἐπιδεομένους ἐλέους, ἵνα μένῃ πηγή. Τοῦτο ἱλα-ρὸν ποιεῖ τὸν λαμβάνοντα· τοῦτο ἐλεημοσύνη, μὴ σφο-δρὸν μόνον προχεῖσθαι τὸ νᾶμα, ἀλλὰ καὶ διηνεκές. Εἰ βούλει, ὥσπερ ἐκ πηγῶν σοι ἐπομβρεῖν τοῦ Θεοῦ τὸν ἔλεον, καὶ σὺ πηγὴν ἔχε. Οὐδὲν ταύτης ἴσον. Ἂν σὺ ταύτης τῆς πηγῆς ἀνοίξῃς τὰ στόματα, τῆς πηγῆς τοῦ Θεοῦ τοιαῦτα ἔσται τὰ στόματα, ὥστε πᾶσαν ἄβυσσον νικῆσαι. Ἀφορμὴν ζητεῖ μόνον παρ’ ἡμῶν λαβεῖν ὁ Θεὸς, καὶ προχεῖται ἐκ τῶν ταμείων αὐτοῦ τὰ ἀγαθά. Ὅταν ἀναλίσκῃ, ὅταν δαπανᾷ, τότε πλουτεῖ, τότε εὐπο-ρεῖ. Μέγα ἐκείνης τὸ στόμα τῆς πηγῆς· καθαρὸν τὸ αὐ-τῆς νᾶμα καὶ διειδές. Ἂν μὴ ταύτην ἀποφράξῃς, οὐδὲ ἐκείνην. Μηδὲν ἄκαρπον στηκέτω παρ’ αὐτὴν δένδρον, ἵνα μὴ τὴν νοτίδα αὐτῆς καταναλώσῃ. Ἔχεις χρήματα; Μὴ φύτευε αἰγείρους ἐκεῖ· τοιοῦτον γὰρ ἡ τρυφή· πολλὰ ἀναλίσκει, καὶ οὐδὲν δείκνυσιν ἐν ἑαυτῇ, ἀλλὰ ἀπόλλυσι τὸν καρπόν. Μὴ φυτεύσῃς πεύκην, μὴ πίτυν, μηδὲ ἄλλο τι τῶν τοιούτων τῶν ἀναλισκόντων μὲν, οὐδαμοῦ δὲ χρησίμων· τοιοῦτο γὰρ ἡ τῶν ἱματίων τρυφὴ, ἰδεῖν μό-νον καλὸν, οὐδαμοῦ δὲ χρήσιμον. Ἀναδενδράδων πλή-ρωσον· πάντα τὰ κάρπιμα φύτευσον ἐν ταῖς τῶν πενή-των χερσὶν, ἅπερ ἂν θέλῃς. Οὐδὲν ταύτης λιπαρώτε-ρον τῆς γῆς· καίτοι μικρόν ἐστι τὸ διάστημα τῆς χειρὸς, ἀλλ’ ὅμως πρὸς αὐτὸν φθάνει τὸν οὐρανὸν τὸ φυτευόμενον δένδρον, καὶ βέβαιον ἕστηκε. Τοῦτό ἐστι φυτεῦσαι. Τὸ μὲν γὰρ φυτευόμενον ἐν τῇ γῇ, κἂν μὴ νῦν, μετὰ ἑκατὸν ἔτη ἀπολεῖται. Τί φυτεύεις δέν-δρα, ὧν οὐκ ἀπολαύσῃ, ἀλλὰ πρὶν ἢ ἀπολαύσεις, ὁ θά-νατος ἐπελθὼν προαρπάζει σε; Τοῦτο τὸ δένδρον, ὅταν ἀποθάνῃς, τότε σοι δίδωσι τὸν καρπόν. Εἰ φυτεύεις, μὴ ἐν τῇ τῆς γαστριμαργίας φυτεύσῃς κοιλίᾳ, ἵνα μὴ εἰς ἀφεδρῶνα ὁ καρπὸς ἐκβῇ· ἀλλὰ φύτευσον ἐν τεθλιμ-μένῃ νηδύϊ, ἵνα πηδήσῃ πρὸς τὸν οὐρανὸν ὁ καρπός. Ἀνάπαυσον τὴν στενοχωρουμένην ψυχὴν τὴν τοῦ πένη-τος, ἵνα μὴ τὴν εὐρύχωρον θλίψῃς τὴν σήν. Οὐχ ὁρᾷς, ὅτι τὰ ποτιζόμενα τῶν δένδρων ἀμέτρως, ἀπὸ τῆς ῥίζης σήπεται· τὰ δὲ μετὰ συμμετρίας, αὔξεται; Οὕτω δὴ καὶ σὺ μὴ τὴν σαυτοῦ ποτίσῃς ἀμέτρως γαστέρα, ἵνα μὴ σαπῇ ἡ ῥίζα τοῦ δένδρου· πότισον τὴν διψῶσαν, ἵνα καρπὸν ἐνέγκῃ. Τὰ συμμέτρως ποτιζόμενα οὐ σήπει ὁ ἥλιος, τὰ δὲ ἀμέτρως, σήπει· τοιαύτη γὰρ ἡ τοῦ ἡλίου φύσις. Πανταχοῦ ἡ ἀμετρία κακόν· διὸ περικόψω-μεν αὐτὴν, ἵνα καὶ ἡμεῖς τύχωμεν ὧν αἰτοῦμεν. Ἐν τοῖς ὑψηλοτάτοις χωρίοις αἱ πηγαὶ λέγονται τίκτεσθαι. Οὐκοῦν γενώμεθα ὑψηλοὶ καὶ ἡμεῖς τὴν ψυχὴν, καὶ τα-χέως ἡ ἐλεημοσύνη ῥεύσει· οὐ γὰρ ἔστι τὴν ὑψηλὴν ψυ-χὴν μὴ καὶ ἐλεήμονα εἶναι, καὶ τὴν ἐλεήμονα μὴ καὶ ὑψηλήν. Ὁ γοῦν χρημάτων ὑπερορῶν, τῆς ῥίζης ἀνώ-τερός ἐστι τῶν κακῶν. Αἱ πηγαὶ ἐν ἐρημίαις εἰσὶν ὡς τὰ πολλά· καὶ ἡμεῖς τὴν ψυχὴν τῆς πολυοχλίας ἐξαγά-γωμεν, καὶ πηγάσει παρ’ ἡμῖν ἡ ἐλεημοσύνη. Αἱ πηγαὶ, ὅσῳ ἂν καθαίρωνται, ἀφθονώτεραι γίνονται· οὕτω δὴ καὶ ἡμεῖς, ὅσῳ ἂν ἀναλώσωμεν, τοσούτῳ βλαστάνει τὰ καλά. Ὁ πηγὴν ἔχων, οὐ δέδοικεν· ἂν τοίνυν καὶ ἡμεῖς ἔχωμεν τὴν ἐλεημοσύνην πηγὴν, οὐ φοβηθησόμεθα. Καὶ γὰρ πρὸς ποτὸν, πρὸς ἀρδείαν, πρὸς οἰκοδομὴν, πρὸς πάντα ἡμῖν χρήσιμος αὕτη ἡ πηγή. Οὐδὲν τοῦ πόματος τούτου βέλτιον· οὐκ οἶδεν αὕτη μέθην ἐργάσασθαι· βέλ-τιον τοιαύτην ἔχειν πηγὴν, ἢ χρυσοῦ πηγὰς ἐπιῤῥεῖν. Πάσης χρυσίτιδος γῆς βελτίων ἡ τοῦτον φέρουσα τὸν χρυσὸν ψυχή. Οὐ γὰρ εἰς ταῦτα τὰ βασίλεια, ἀλλὰ τὰ ἄνω ἡμῖν συνεκχωρεῖ. Ὁ χρυσὸς, κόσμος γίνεται τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἀπὸ τούτου τοῦ χρυσοῦ ἡ μάχαιρα

Homily XXIIHomilia XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:177κατασκευάζεται τοῦ Πνεύματος, ἡ μάχαιρα δι’ ἧς ὁ δράκων ἀποτέμνεται. Ἀπὸ ταύτης τῆς πηγῆς οἱ λίθοι προέρχονται οἱ τίμιοι, οἱ περὶ τὴν κεφαλὴν τοῦ βασιλέως. Μὴ δὴ ἀμελῶμεν τοσούτου πλούτου, ἀλλ’ εἰσφέρωμεν
PG 60:178τὴν ἐλεημοσύνην μετὰ δαψιλείας, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μο-νογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:177ΟΜΙΛΙΑ ΚΓ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. α. Μετὰ τὸ ξενίσαι τοὺς ἄνδρας, ἐξέρχεται σὺν αὐτοῖς· καλῶς. Πρότερον φιλοφρονεῖται ἅτε ἀπὸ καμάτου ὄντας αὐτοὺς, καὶ οἰκειοῖ ἑαυτῷ, εἶτα λοιπὸν καὶ συν-έξεισι. Τῇ δὲ ἐπαύριον, φησὶν, ἀναστὰς ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν. Οὐ μόνος, ἀλλὰ καὶ ἄλλοι ἔρχονται μετ’ αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογεῖσθαι δέοι Πέτρον. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Τοῦτο φίλου, τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγαθοῖς πρὸ πάντων ποιεῖσθαι κοινω-νοὺς τοὺς ἀναγκαίους φίλους. Εἰκότως τούτους συγκαλεῖ, οἷς ἐθάῤῥει ἀεὶ περὶ τοιούτων διασκεπτόμενος μάλι-
στα, ἃ περιττὸν τέως ἦν πρὸς ἄλλους ἐξενεγκεῖν. Ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ’ αὐτοῦ δο-κοῦσιν ἐῤῥυθμίσθαι. Ὡς δὲ ἐγένετο τοῦ συνελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγει-ρεν αὐτὸν, λέγων· Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Τοῦτο ποιεῖ, τὸ ταπεινὸν αὐτοῦ δεικνὺς, καὶ παι-δεύων τοὺς ἄλλους, καὶ τῷ Θεῷ εὐχαριστῶν, καὶ δηλῶν ὡς, εἰ καὶ ἐκελεύσθη, ὅμως οἴκοθεν πολλὴν εἶχε τὴν εὐλάβειαν. Τί οὖν ὁ Πέτρος; Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Ὁρᾷς, πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι; Καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθε· καὶ εὑρίσκει συν-εληλυθότας πολλοὺς, ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε, ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολ-λᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Ὅρα, εὐθέως περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλέγεται, καὶ δείκνυσιν, ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ἀγαθά. Οὐ μόνον δὲ τοῦτο θαυμάζειν ἐνταῦθα ἔνι, ὅτι τοιαῦτα διαλέγεται· ἀλλ’ ὅτι πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει. Οὐ γὰρ εἶπεν· Ἄνθρωποι μηδενὶ καταξιοῦντες κολλᾶ-σθαι, ἤλθομεν πρὸς ὑμᾶς· ἀλλὰ τί; Ὑμεῖς ἐπίστασθε (ὁ Θεὸς τοῦτο ἐκέλευσε, φησί), παράνομον εἶναι κολ-λᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Εἶτα ἵνα μὴ ἐπ’ αὐτῷ τὴν χάριν θῇ, ἐπάγει· Καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Τοῦ-το προστίθησιν, ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. Διὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς. Ἵνα μὴ νομίσω-σιν, ὅτι, εἰ καὶ παρανομία ἦν τὸ πρᾶγμα, ἐπειδὴ ἄρχων ἦν, διὰ τοῦτο ἐπήκουσεν, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογίσωνται, οὐ μόνον οὐ κολλᾶσθαι, ἀλλ’ οὐδὲ προσέρ-χεσθαι ἐξὸν, φησίν. Πυνθάνομαι οὖν τίνι λόγῳ μετ-επέμψασθέ με. Οὐκ ἀγνοῶν πυνθάνεται· ᾔδει γὰρ τὸ πᾶν ὁ Πέτρος ἀπὸ τοῦ ὁράματος· ἤκουσε δὲ καὶ παρὰ τῶν στρατιωτῶν· ἀλλὰ βούλεται πρῶτον αὐτοὺς ὁμο-λογῆσαι, καὶ ὑπευθύνους ποιῆσαι τῇ πίστει. Τί οὖν ὁ Κορνήλιος; Οὐκ εἶπεν· Οὐ γὰρ εἶπόν σοι οἱ στρατιῶ-
PG 60:178ται; ἀλλ’ ὅρα, πῶς πράως καὶ ταπεινῶς· Ἀπὸ τετάρ-της ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Καὶ τὴν ἐνάτην ὥραν, φησὶ, προσευχόμενος. Τί ἐστι τοῦτο; Ἐμοὶ δοκεῖ καὶ καιροὺς ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου, καὶ ἔν τισιν ἡμέραις. Διὰ γὰρ τοῦτο εἶπεν· Ἀπὸ τε-τάρτης ἡμέρας. Ὅρα πόσον ἐστὶν εὐχή. Ὅτε ἐπέδω-κεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. Αὕτη μία ἡμέρα· καὶ ἢν ἀπῆλθον οἱ πεμφθέντες, μία· καὶ ἣν ἦλθον, πάλιν μία· καὶ τῇ τετάρτῃ ἐφάνη, ὡς εἶναι δευ-τέραν μεθ’ ἣν προσηύξατο. Καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐν-ώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ. Οὐ λέγει ἄγγελον, οὕ-τως ἐστὶν ἄτυφος. Καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθη-σαν ἐνώπιον τοῦ Θεοῦ. Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. Ἐξ αὐ-τῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος, Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. Διὰ τοῦτο εἶπε· Τίνι λόγῳ μετ-επέμψασθέ με; ἵνα ταῦτα οὕτως εἴπῃ τὰ ῥήματα. Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τουτ-έστιν, ἄν τε ἀκρόβυστός ἐστιν ἄν τε ἐμπερίτομος. Τοῦτο καὶ Παῦλος δηλῶν, Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, λέγει. Νῦν οὖν πάρεσμεν πάντες ἡμεῖς, φησὶν, ἐνώπιον τοῦ Θεοῦ. Ὅρα, ὅση ἡ πίστις, ὅση ἡ εὐλάβεια. Ἤδει, ὅτι οὐδὲν ἀνθρώπινον εἶπεν ὁ Πέτρος, Ὁ Θεὸς ἔδειξέ μοι, εἰπών. Διὸ καὶ τὸ, Πάρ-εσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ, λέγει. Τί οὖν; ἆρα δεκτὸς αὐτῷ ἐστι ὁ ἐν Περσίδι; Ἂν ᾖ ἄξιος, ταύτῃ δεκτὸς ἔσται τῷ καταξιω-θῆναι τῆς πίστεως. Ἐντεῦθεν καὶ τὸν ἐξ Αἰθιοπίας εὐν-οῦχον οὐ περιεῖδε. Καὶ τί, φησὶν, ἂν εἴποις περὶ τῶν θεοσεβῶν καὶ περιοφθέντων; Ἄπαγε· οὐδεὶς περιορᾶται θεοσεβής. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι περιοφθῆναί τινα τῶν τοιούτων ποτέ. Ἐν παντὶ ἔθνει, φησὶ, ὁ φοβούμενος τὸν Θεὸν καὶ ἐργαζόμενος δικαιοσύνην. Δικαιοσύνην, τὴν πᾶσαν ἀρετὴν καλεῖ. β. Ὁρᾷς, πῶς καταστέλλει αὐτοῦ τὸ φρόνημα τῷ εἰ-πεῖν· Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, δεκτὸς αὐτῷ ἐστιν; ὡσεὶ ἔλεγεν· Οὐδένα ἀπωθεῖται, πάν-τας προσίεται τοὺς πιστεύοντας. Εἶτα, ἵνα μὴ δόξωσιν ἐν τάξει ἀπεῤῥιμμένων εἶναι, ἐπάγει· Τὸν Λόγον, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ταῦτα λέγει διὰ τοὺς παρόντας, ἵνα καὶ ἐκείνους πείσῃ. Διὰ τοῦτο παρασκευάζει καὶ τὸν Κορνήλιον εἰπεῖν. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ.
PG 60:179Ὅρα, τούτοις δίδωσι τέως τὸ ἐξαίρετον. Εἶτα καὶ αὐτοὺς μάρτυρας ἐπάγεται, λέγων· Ὑμεῖς οἴδατε τὸ γενόμε-νον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Ὅτι οὕτως ἔχει, τοῦτο καὶ ἀπὸ τοῦ ἑξῆς βε-βαιοῖ· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς ἐν Πνεύματι ἁγίῳ καὶ δυνάμει. Οὐκ εἶπεν· Ἴστε Ἰησοῦν· οὐδὲ γὰρ ᾔδεσαν· ἀλλὰ τὰ ὑπ’ αὐτοῦ εἰργασμένα διέξεισιν· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς καὶ διαστροφὴν σώματος ὑπ’ ἐκείνου γενο-μένας. Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ. Πάλιν ταπεινὰ φθέγγεται, οὐχ ἁπλῶς, οἶμαι, ἀλλὰ διὰ τὸ ἀνθρώπινον. Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ. Καὶ ὑμεῖς, φησὶ, καὶ ἡμεῖς. Ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. Ἐνταῦθα τὸ πάθος κηρύττει. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προ-κεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν, οἵτινες συν-εφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Τοῦτο τεκμήριον τῆς ἀναστάσεως μέγιστον. Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Μέγα καὶ τοῦτο πρὸς τὸ δεῖξαι ἀξιοπίστους. Ὁ δὲ καὶ μαρτυρίαν ἐπάγει, λέγων· Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦ-σιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. Τοῦτο τοῦ μέλλοντος ἔσεσθαι μετὰ ταῦτα προαναφώνησις· ἣν δὴ καὶ βεβαιῶν, τοὺς προφήτας εὐκαίρως μάρτυρας παρ-άγει. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Κορνήλιον. Ἀπ-έστειλε, φησὶν, εἰς Ἰόππην μετακαλέσασθαι τὸν Πέτρον. Ἐπίστευσε, ὅτι πάντως ἥξει· διὸ καὶ ἀποστέλ-λει. Καὶ συνομιλῶν αὐτῷ, φησὶν, εἰσῆλθε. Τί ἄρα
ὁμιλῶν; Ταῦτα, οἶμαι, φθεγγόμενος, ἅπερ ἔμπροσθεν εἴρηται. Καὶ πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον πανταχοῦ, καὶ ταπεινότητος γέμοντα. Ἐντεῦθεν ἄξιος δείκνυται καὶ ἐκεῖνος ὁ εὐνοῦχος. Ἐκέλευσε γὰρ τῷ Φιλίππῳ ἀνα-βῆναι καὶ καθίσαι ἐπὶ τὸ ὄχημα· καίτοι οὐκ εἰδὼς, ὅστις ἐστὶν, ἢ ἀπὸ τῆς ἀπαγγελίας μόνον τῆς τοῦ προ-φήτου. Οὗτος δὲ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας. Εἶδες ἦθος ἄτυφον; Σὺ δέ μοι σκόπει, πῶς δείκνυσι Πέτρος θείαν αὐτοῦ τὴν παρουσίαν, τῷ λέγειν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστι. Καὶ διὰ τί μὴ εἶπε τὴν σινδόνα εὐθέως; Ὅτι ἀκενόδοξος ἦν σφόδρα. Ὅτι μὲν γὰρ ἀπέσταλται ὑπὸ Θεοῦ, λέγει· τὸ δὲ πῶς, οὐκ ἔτι· ἀλλ’ ὅτε ἀνάγκη γέγονεν, ὅτε καὶ εἶπεν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχε-σθαι ἀλλοφύλῳ· οὕτως ἦν πόῤῥω κενοδοξίας. Ὑμεῖς ἐπίστασθε. Τοῦτο λέγων καὶ τὴν ἐκείνων κατεγγυᾶται γνώμην. Τί δαὶ Κορνήλιος; Πάρεσμεν, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις. Εἴδετε διάνοιαν διεγηγερμένην; εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων; Ἀνοίξας δὲ, φησὶ, Πέ-τρος τὸ στόμα εἶπεν· Ἐπ’ ἀληθείας καταλαμβάνο-μαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός. Τοῦτο καὶ πρὸς τοὺς παρόντας Ἰουδαίους ἀπολογούμενος ἔλε-γε. Μέλλων γὰρ πρὸς αὐτοὺς μεταχειρίζειν τὸν λόγον, ὥσπερ ἀπολογίαν πρότερον τίθησι. Τί οὖν; πρὸ τούτου
PG 60:180προσωπολήπτης ἦν; Μὴ γένοιτο· ἐπεὶ καὶ πρὸ τούτου οὕτως ἦν. Πᾶς ὁ φοβούμενος καὶ ἐργαζόμενος, φησὶ, δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τοῦτο καὶ Παῦλος γράφων λέγει· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ. Καὶ δόγμα εἰσάγει καὶ πο-λιτείαν. Εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, οὐδὲ πόρνην· πολλῷ μᾶλλον τοὺς ἐργαζο-μένους δικαιοσύνην καὶ βουλομένους πάντως οὐ περι-όψεται. Τί οὖν, ὅτι εἰσὶν ἐπιεικεῖς καὶ ἥμεροι ἄνθρωποι, καὶ πιστεῦσαι οὐ βούλονται; Ἰδοὺ σὺ τὴν αἰτίαν εἶπες, ὅτι οὐ βούλονται. Ἄλλως δὲ ἐπιεικῆ ἐνταῦθα, οὐ τὸν πρᾶον λέγει, ἀλλὰ τὸν δικαιοσύνην ἐργαζόμενον· τουτ-έστι, τὸν ἐν πᾶσιν εὐάρεστον, ὃς τότε τοιοῦτός ἐστιν, ὅταν ἔχῃ τοῦ Θεοῦ τὸν φόβον ὡς χρή. Τὸν δὲ τοιοῦτον ὁ Θεὸς οἶδε μόνος. Ὅρα πῶς ἦν οὗτος δεκτός· ἅμα ἤκουσε, καὶ ἐπείσθη. Καὶ νῦν. εἰ ἄγγελος ἦλθε, φη-σὶν, ἐπείσθη ἂν ἕκαστος, ὅστις ἂν ἦν. Ἀλλὰ πολλῷ τὰ νῦν σημεῖα ἐκείνων ἐστὶ μείζονα, καὶ ὅμως ἀπιστοῦσι πολλοί. Εἶτα ἄρχεται τῆς διδασκαλίας, καὶ τηρεῖ τὴν εὐγένειαν τοῖς Ἰουδαίοις. Τὸν Λόγον, φησὶν, ὃν ἀπ-έστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενον εἰρήνην· οὗτός ἐστι Κύριος πάντων. Πρῶτον περὶ τῆς κυριό-τητος αὐτοῦ διαλέγεται, καὶ σφόδρα ὑψηλῶς, ὡς ἐνῆν, ἐπειδὴ καὶ πρὸς ψυχὴν εἶχεν ὑψηλὴν ἤδη γενομένην καὶ πάντα θερμῶς δεχομένην τὰ ὑπ’ αὐτοῦ παρεγ-γυώμενα· εἶτα κατασκευάζων πῶς Κύριος ἁπάντων, ἐπάγει καὶ λέγει· Ὃν ἀπέστειλεν εὐαγγελιζόμε-νον· τουτέστιν ἐπ’ ἀγαθοῖς καλοῦντα, οὐ κρίσιν ἐπ-άγοντα. γ. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὗτος ἀπὸ Θεοῦ Ἰουδαίοις πρῶτον ἀπέσταλται. Εἶτα ἀφ’ ὧν κατώρθωσε καθ’ ὅλης τῆς Ἰουδαίας τοῦτο συναποδείκνυσι, καὶ λέγει· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας· καὶ τὸ θαυμαστὸν, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Πρότερον εἶπεν αὐτοῦ τὸ κατόρθωμα, καὶ τότε θαῤῥεῖ περὶ τῆς αὐτοῦ πατρίδος εἰπεῖν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Οὕτως ᾔδει, ὅτι σκάνδαλον ἡ πατρίς. Ὡς ἔχρισεν αὐ-τὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Πάλιν κατα-σκευή. Ἵνα γὰρ μή τις εἴπῃ, Καὶ πόθεν τοῦτο δῆλον; ἐπάγει λέγων· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώ-μενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Εἶτα μετὰ τῶν ἀγαθῶν ὧν ἐποίησε, δείκνυσι καὶ τὴν δύναμιν, ὅτι πολλή· ὅταν γὰρ τοῦ διαβόλου πε-ριγίνηται, πολλή τίς ἐστι καὶ μεγάλη. Καὶ ἡ αἰτία, Ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ, φησίν. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὕτως ἔλεγον· Οἴδαμεν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἂν μὴ ᾖ ὁ Θεὸς μετ’ αὐτοῦ. Εἶτα, ὅτε ἔδειξεν, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει, ὅτι ἀνῃρέθη, ἵνα μή τι ἄτοπον φαντασθῇς. Ὁρᾷς αὐτοὺς οὐδαμοῦ κρύπτοντας τὸν σταυρὸν, ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας καὶ τὸν τρόπον; Ὃν καὶ ἀνεῖλον, φησὶ, κρε-μάσαντες ἐπὶ ξύλου. Καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προ-κεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν. Καίτοι γε αὐτὸς αὐτοὺς ἐξελέξατο, ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ. Τοῖς προκεχειροτονημένοις, φησίν. Ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· ἀπὸ τοῦ φαγεῖν. Διὰ τί δὲ μηδὲν ἀναστὰς, ἐποίησε σημεῖον, ἀλλ’ ἔφαγε καὶ ἔπιεν; Ὅτι καὶ αὐτὴ ἡ ἀνάστασις καθ’ ἑαυτὴν μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτως εἰς ἀπόδειξιν μεῖζον, ὡς τὸ

Homilia XL

Homily XXIIIHomilia XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:181φαγεῖν καὶ πιεῖν. Διαμαρτύρασθαι, φησίν. Ἐνταῦθα καὶ φοβερῶς εἶπεν, ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταφυ-γεῖν. Καὶ οὐκ εἶπεν, ὅτι Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ’ ὃ μάλιστα αὐτοὺς ἐφόβει, ὅτι Αὐτός ἐστιν ὁ ὡρι-σμένος ὑπὸ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Εἶτα ἡ κυρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ εἶχον δόξαν ἐκεῖνοι. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν. Ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ’ αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν. Καὶ τὸ μὲν φοβερὸν, παρ’ αὐτοῦ· τὸ ἥμερον δὲ, ἀπὸ τῶν προφητῶν. Ὅσοι τῆς ἀφέσεως ἐτύχετε ταύτης, ὅσοι τῆς πίστεως κατηξιώθητε, μα-θόντες τῆς δωρεᾶς τὸ μέγεθος, παρακαλῶ, σπουδάσατε μὴ ὑβρίσαι εἰς τὸν εὐεργέτην. Ἐτύχομεν γὰρ ἀφέσεως, οὐχ ἵνα χείρους γενώμεθα, ἀλλ’ ἵνα ἀμείνους πολλῷ καὶ βελτίους. Μηδεὶς τοίνυν εἴπῃ ὅτι ὁ Θεὸς ἡμῖν αἴτιος κακῶν, μὴ κολάσας μηδὲ τιμωρησάμενος. Εἰπὲ γάρ μοι, ἂν ἄρχων λαβὼν φονέα ἀφῇ, τῶν μετὰ ταῦτα φόνων αὐτὸς αἴτιος εἶναι κρίνεται; Οὐδαμῶς. Καὶ πῶς αὐτοὶ ταῖς ἀθέοις γλώσσαις διδόντες ὑβρίζεσθαι τὸν Θεὸν δι’ ὧν τολμῶμεν, οὐ δεδοίκαμεν οὐδὲ φρίττομεν; Τί γὰρ οὐκ ἐροῦσι; τί δαὶ οὐ φθέγξονται; Αὐτὸς αὐτοῖς ἐπέτρεψε, φησίν· ἐχρῆν γὰρ ἀξίους ὄντας κολάσαι, οὐ τιμᾷν, οὐδὲ στεφανοῦν, οὐ τῶν πρωτείων μεταδιδόναι, ἀλλὰ κολάζειν καὶ τιμωρεῖσθαι. Ὁ δὲ μηδέν τι τοιοῦτον αὐτοῖς ποιῶν, ἀλλ’ ἀντὶ τούτων καὶ τιμῶν, τοιούτους αὐτοὺς ἀπεργάζεται. Μὴ, δέομαι καὶ ἀντιβολῶ, μηδεὶς ταύτην περὶ ἡμῶν ἀφῇ τὴν φωνήν. Βέλτιον κατορυ-γῆναι μυριάκις, ἢ ταῦτα τὸν Θεὸν ἀκοῦσαι δι’ ἡμᾶς. Εἶπον αὐτῷ καὶ Ἰουδαῖοι· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, σῶσον σεαυ-τόν· καὶ πάλιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβα ἀπὸ τοῦ σταυροῦ. Ἀλλὰ ταῦτα ἐκείνων χαλεπώτερα. Ἵν’ οὖν μὴ ἐξῇ δι’ ἡμᾶς πονηρίας αὐτὸν διδάσκαλον λέγε-σθαι, μηδὲ αὐτῷ τούτῳ τῷ βλασφημεῖσθαι ὑπόδικοι τῇ κολάσει γενώμεθα ( Δι’ ὑμᾶς γὰρ, φησὶ, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι )· τἀναντία ποιήσωμεν λέγεσθαι, ἀξίως τοῦ καλοῦντος πολιτευόμενοι, καὶ τῷ
τῆς υἱοθεσίας προσιόντες βαπτίσματι. Ὄντως γὰρ μεγάλη τοῦ βαπτίσματος ἡ δύναμις· ἄλλους ἀντ’ ἄλλων ποιεῖ τοὺς μετασχόντας τῆς δωρεᾶς· οὐκ ἀφίησιν εἶναι ἀνθρώπους τοὺς ἀνθρώπους. Ποίησον τὸν Ἕλληνα πιστεῦσαι, ὅτι μεγάλη τοῦ Πνεύματος ἡ δύναμις, ὅτι μετέπλασεν, ὅτι μετεῤῥύθμισε. Τί τὰς ἐσχάτας ἀνα-πνοὰς ἀναμένεις, ὡς δραπέτης, ὡς κακοῦργος, ὡς οὐκ ὀφείλων τῷ Θεῷ ζῆσαι; τί ὡς πρὸς ἀπηνῆ τινα καὶ ὠμὸν ἔχων Δεσπότην οὕτω διάκεισαι; τί ψυχρότερον, τί ταλαιπωρότερον τῶν τότε λαβόντων τὸ φώτισμα; Φίλον σε ἐποίησεν ὁ Θεὸς, καὶ πάντων ἠξίωσε τῶν ἀγαθῶν, ἵνα καὶ αὐτὸς ἐπιδείξῃ τὰ τοῦ φίλου. Εἰπὲ δή μοι, εἰ τὰ μεγάλα ἠδίκησας εἴς τινα καὶ ὕβρισας, καὶ μυρίοις αὐτὸν ὀνείδεσι περιβαλὼν, εἰς τὰς χεῖρας ἐνέπεσες τοῦ ὑβρισθέντος, ὁ δὲ ἀντὶ τούτων ἐτίμησε, καὶ τῶν αὐτοῦ μετέδωκεν ἁπάντων, καὶ ἐν τοῖς φίλοις ἐφ’ ὧν ὑβρίσθη, ἐπὶ τούτων σε ἐστεφάνωσε, καὶ ἔφησεν ὡς υἱὸν ἔχειν γνήσιον, εἶτα εὐθέως ἀπέθανεν· οὐκ ἂν ζημίαν τὸ πρᾶγμα ἐνόμισας; οὐκ ἂν εἶπες· Ἐβουλόμην αὐτὸν ζῶντα εἶναι, ἵνα δυνηθῶ ἀποδοῦναι τὰς ἀμοιβὰς, ἵνα ἀμείψωμαι, ἵνα μὴ κακὸς φανῶ περὶ τὸν εὐεργέτην; Εἶτα ἐπ’ ἀνθρώπου μὲν οὕτως· ἐπὶ δὲ τοῦ Θεοῦ σπου-δάζεις ἀπελθεῖν, ἵνα μὴ ἀμείψῃ τὸν εὐεργέτην τῶν τοσούτων δωρεῶν; Καὶ μὴν τότε πρόσελθε, ὅτε αὐτὸν
PG 60:182δύνασαι τοῖς ἴσοις ἀμείψασθαι. Τί φεύγεις; Ναὶ, φη-σὶν, ἀλλ’ οὐ δύναμαι φυλάξαι. Οὐκοῦν τὰ ἀδύνατα ἐπ-έταξεν ὁ Θεός; Ἀπὸ τούτου πάντα ἀνατέτραπται, ἀπὸ τούτου τὰ τῆς οἰκουμένης διέφθαρται, ὅτι οὐδεὶς οὐδενὶ σκοπὸς κατὰ Θεὸν ζῇν. Οἱ μὲν οὖν κατηχούμενοι τοῦτο σπουδάζοντες, οὐδεμίαν ποιοῦνται ἐπιμέλειαν ὀρθοῦ βίου· οἱ δὲ ἤδη φωτισθέντες, οἱ μὲν ἐπεὶ παῖδες ὄντες τοῦτο ἔλαβον, οἱ δὲ ἐν ἀῤῥωστίᾳ, καὶ ἀνενεγκόντες, ἐπειδὴ μὴ εἶχον προθυμίαν τινὰ ζῆσαι διὰ Θεὸν, οὐδὲ οὗτοι σπουδὴν τίθενται· οἱ δὲ ἐν ὑγείᾳ λαβόντες, ὀλί-γην ταύτην καὶ αὐτοὶ ἐπιδείκνυνται, καὶ πρὸς τὸ παρὸν διατεθέντες θερμοὶ, μετὰ ταῦτα καὶ οὗτοι τὸ πῦρ ἔσβε-σαν. Μὴ γὰρ οὐκ ἔνι πράγμασι χρῆσθαι; μὴ γὰρ τῆς γυναικός σε διείργω; Πορνείας σε ἀπείργω. Μὴ γὰρ τῆς τῶν χρημάτων ἀπολαύσεως; Πλεονεξίας καὶ ἁρπαγῆς. Μὴ γὰρ ἀναγκάζω πάντα κενῶσαι; Ὀλίγα ἀπὸ τῶν ἐνόντων δοῦναι τοῖς δεομένοις ( Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα )· καὶ οὐδὲ οὕτω πεί-θομεν. Μὴ γὰρ νηστεύειν βιάζομεν; Μεθύειν κωλύομεν καὶ γαστρίζεσθαι. Ταῦτα περιαιροῦμεν, ἃ ἀσχημοσύνην σοι φέρει, ἃ καὶ πρὸς τῆς γεέννης ἐντεῦθεν ἤδη φευκτὰ καὶ μισητὰ καὶ αὐτὸς εἶναι συνομολογεῖς. Μὴ γὰρ ἥδεσθαι καὶ χαίρειν; Ἀλλὰ μὴ αἰσχρῶς, μηδὲ ἀναξίως. δ. Τί δέδοικας; τί φοβῇ; τί τρέμεις; Ἔνθα γάμος, ἔνθα χρημάτων ἀπόλαυσις, ἔνθα τροφὴ σύμμετρος, ποία ἁμαρτίας ὑπόθεσις; Καὶ μὴν οἱ ἔξωθεν τὰ ἐναντία ἐπιτάττουσι, καὶ ἀκούονται. Οὐ γὰρ ἀπὸ τῶν ἐνόντων ἀπαιτοῦσιν, ἀλλὰ λέγουσιν, ὅτι τοσόνδε δοῦναι δεῖ· κἂν προβάλλῃ πενίαν, οὐδὲ οὕτως ἀφίστανται. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλ’ Ἀφ’ ὧν ἔχεις δὸς, καὶ εἰς τὴν πρώτην σε καταλέξω τάξιν. Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιμεῖν, κατάλιπε πατέρα, μητέρα, συγγενεῖς, οἰκεί-ους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόμενος, ταλαι-πωρούμενος, δουλεύων, σπώμενος, μυρία πάσχων κακά· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ’, Ἔσο ἐν τῇ οἰκίᾳ μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθμιζε, τὸν ἀπράγμονα βίον ζῇν καὶ ἀκίνδυνον. Ναὶ, φησὶν, ἀλλ’ ἐκεῖνος χρήματα ἐπαγγέλλεται. Ἀλλ’ οὗτος βασιλείαν, μᾶλλον δὲ καὶ χρήματα μετὰ ταύτης· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ ἐκεῖνος μὲν οὐδὲ ἐν προσθήκης μέρει, οὗτος δὲ καὶ προηγου-μένως. Νεώτερος ἐγενόμην , φησί· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀρξώμεθα τοίνυν, τῆς ἀρετῆς θῶμεν προοίμιον· ἐπιλαβώμεθα αὐτῆς μόνον, καὶ ὄψει οἷα τὰ ἀγαθά. Μὴ γὰρ ἀπονητὶ ἐκεῖνα κατορθοῖς, ὅτι πρὸς ταῦτα μαλακίζῃ; Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ μετὰ πόνου. Ἄπαγε· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ’ εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα μᾶλλον πόνοις συνέζευκται καὶ μετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωμεν, ῥᾳδίως. Μὴ δὴ ἀποπηδῶμεν τῶν θείων μυστηρίων, παρακα-λῶ· μὴ τοῦτο ἴδῃς, ὅτι ὁ πρὸ σοῦ φωτισθεὶς, φαῦλος γέ-γονε, καὶ τῆς ἐλπίδος ἐξέπεσε τῆς αὐτοῦ, καὶ ὀκνηρό-τερος σαυτοῦ γένῃ· ἐπεὶ καὶ ἐν τοῖς στρατιώταις ὁρῶμεν τοὺς μὲν οὐκ εἰς δέον χρωμένους τῇ στρατείᾳ, τοὺς δὲ εὐδοκιμοῦντας· καὶ οὐ τοῖς ῥᾳθύμοις προσέχομεν, ἀλλὰ τούτους ζηλοῦμεν τοὺς κατορθοῦντας. Πρὸς τούτοις ἐννόησον, ὅσοι μετὰ τὸ φώτισμα ἄγγελοι ἀντὶ ἀνθρώπων

Homily XXIIIHomilia XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Homilia XLI

PG 60:183γεγόνασι. Φοβήθητι τὸ τοῦ μέλλοντος ἄδηλον. Ὡς κλέ-πτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος· οὐδὲ ἁπλῶς ὡς κλέπτης, ἀλλὰ καθευδόντων ἡμῶν ἐπιτίθεται, καὶ ῥᾳθυμοῦντας λαβὼν ἄπεισι. Διὰ τοῦτο ἄδηλον ἐποίησε τὸ μέλλον ὁ Θεὸς, ἵνα ἀεὶ τῷ τῆς προσδοκίας ἀδήλῳ ἐν ἀρετῇ διάγωμεν. Ἀλλὰ φιλάνθρωπός ἐστι, φησί. Μέχρι πότε τὸ ψυχρὸν τοῦτο ῥῆμα καὶ καταγέλαστον λέγο-μεν; Ἐγὼ οὐχ ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεὸς λέγω μόνον καὶ παύομαι· ἀλλ’ ὅτι οὐδὲν φιλανθρωπότερον αὐτοῦ, καὶ ὅτι χρησίμως ἅπαντα τὰ καθ’ ἡμᾶς οἰκονο-μεῖ. Πόσους ὁρᾷς ἐν ἡλικίᾳ πάσῃ ἐλέφαντι διάγοντας; πόσους ἀπὸ πρώτης ἡλικίας τυφλώττοντας μέχρι γήρως, ἄλλους ἐν πηρώσει μετὰ ταῦτα γενομένους, ἄλλους ἐν πενίᾳ, ἄλλους ἐν δεσμοῖς, ἑτέρους ἐν μετάλλοις, ἄλλους ὁμοῦ καταχωσθέντας, ἄλλους ἐν πολέμοις ἀναλωθέν-τας; Ταῦτα οὐκ ἔστι φιλανθρωπίας; εἰπέ μοι· ταῦτα οὐκ ἐδύνατο κωλῦσαι, εἰ ἠθέλησεν; ἀλλ’ ἀφίησι. Ναὶ, φησί. Σὺ δὲ εἰπέ μοι, διὰ τί οἱ ἐκ πρώτης ἡλικίας τυ-φλοί; Οὐκ ἐρῶ, ἕως ἂν ὑπόσχῃ μοι, ὅτι φωτίζῃ, ὅτι φωτισθεὶς βιοῖς ὀρθῶς. Οὐ θέμις σοι τὰ τοιαῦτα ἐπιλύεσθαι· οὐ γὰρ δὴ μέχρι τέρψεώς ἐστιν ὁ λόγος. Κἂν γὰρ τοῦτο λύσω, ἕτερον ἐπεισέρχεται ζήτημα· ἄβυσσος γάρ ἐστι ζητημάτων ἡ Γραφή. Ὥστε μὴ μόνον ἐθίζετε ἑαυτοὺς πρὸς τὸ λύσιν ζητεῖν, ἀλλὰ καὶ πρὸς τὸ μὴ ζητεῖν. Ἐπεὶ οὐδέποτε στησόμεθα ζητοῦντες. Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, μυρίας νιφάδας ἐπιδεικνύω ζητη-μάτων. Ὥστε μανθάνωμεν μᾶλλον τοῦτο ζητεῖν, ἢ τὰ ζητηθέντα λύειν. Οὔτε γὰρ, ἐὰν λύσωμεν, πάντως ἐλύ-σαμεν· ἀλλὰ κατὰ ἀνθρώπινον λογισμὸν οἰκεία τῶν τοιούτων λύσις ἡ πίστις ἐστὶ, τὸ εἰδέναι, ὅτι πάντα δικαίως καὶ φιλανθρώπως ὁ Θεὸς καὶ συμφερόντως ποιεῖ· ὅτι καταλαβεῖν αὐτῶν τὸν λόγον οὐκ ἔνι. Μία λύσις αὕτη, καὶ ταύτης ἀμείνων ἑτέρα οὐκ ἔστι. Τί γὰρ, εἰπέ μοι, τῆς λύσεως ἔργον; Πάντως μηκέτι ζητεῖν τὸ λυθέν. Κἂν τοῦτο πείσῃς σαυτὸν, ὅτι προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖται, τὰ μὲν συγχωροῦντος δι’ ὃν οἶδε λό-γον, τὰ δὲ ἐνεργοῦντος, ἀπηλλάγης τοῦ ζητεῖν, καὶ τῆς λύσεως τὸ κέρδος ἔλαβες. Ἀλλ’ ἐπανίωμεν εἰς τὸ προ-
PG 60:184κείμενον. Ἐπεὶ οὖν ὁρᾷς τοσούτους ἐν κολάσεσι, ταῦτα δὲ ὁ Θεὸς συγχωρεῖ πάντα, χρῆσαι τῇ ὑγιείᾳ τοῦ σώμα-τος εἰς τὴν ὑγιείαν τῆς ψυχῆς. Ἀλλ’ ἐρεῖς· Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσα-σθαι; Μάλιστα μὲν οὐδὲ δῆλον τοῦτό ἐστι. Συμβαίνει γὰρ οὐ μόνον ἀπονητὶ μὴ ἀπολύσασθαι, ἀλλὰ καὶ
ἀπελθεῖν πάντα ἔχοντα. Πλὴν εἰ καὶ τοῦτο δῆλον, οὐδὲ οὗτος ἀνεκτὸς ὁ λόγος. Εἰς ἀγῶνας εἵλκυσεν· ὅπλα κεῖται χρυσᾶ. Δέον λαβεῖν αὐτὰ καὶ μεταχειρίσασθαι, σὺ δὲ βούλει ἀδόξως σωθῆναι, καὶ μηδὲν ἀγαθὸν ἐργάσα-σθαι. Εἰπέ μοι, εἰ πόλεμος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς μὲν εἶδες εἰς μέσας τὰς φάλαγγας τῶν πολεμίων ἐμπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυ-ματίας ἐργαζομένους μυρίους, ἑτέρους μονομαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ’ ἵππων ὀρχουμένους καὶ ἐπαινουμένους ὑπὸ τοῦ βασιλέως, θαυμαζομένους, κρο-τουμένους, στεφανουμένους· ἑτέρους δὲ πάλιν ἀγαπητὸν ἡγουμένους, εἰ μηδὲν πάθοιεν κακὸν, καὶ τὴν ἐσχάτην τάξιν φυλάττοντας καὶ καθημένους· εἶτα μετὰ τὴν τοῦ πολέμου λύσιν, τοὺς μὲν καλουμένους, δεξιουμένους ταῖς μεγάλαις δωρεαῖς, ἀνακηρυττομένους· ἐκείνων δὲ οὐδὲ τοὔνομα δῆλον γενόμενον, ἀλλὰ μέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν· τίνων ἂν ἠθέλησας γενέσθαι; Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύμησας ἐκείνων γενέσθαι μυριάκις; Ναὶ, δέομαι καὶ ἀντιβολῶ. Εἰ γὰρ πεσεῖν πολεμοῦντα ἔδει, οὐκ ἐχρῆν προθύμως τοῦτο ἑλέσθαι; Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς πολέμοις τούτοις πίπτοντας, πῶς εἰσι λαμ-προὶ, πῶς ἔνδοξοι; καίτοι θάνατον ἀποθνήσκουσι, μεθ’ ὃν οὐκ ἔστι τιμηθῆναι παρὰ τοῦ βασιλέως. Ἐπὶ δὲ ἐκείνου τοῦ πολέμου οὐδὲν τοιοῦτον, ἀλλὰ πάντως παραστήσῃ τοὺς μώλωπας ἔχων· οὓς γέ-νοιτο πάντας ἡμᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τι-μὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:183ΟΜΙΛΙΑ ΚΔ. Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. α. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν. Οὐκ ἀφῆκεν ἀπαρτι-σθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέ-σθαι τὸ βάπτισμα· ἀλλ’ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. Τοῦτο δὲ γίνεται, προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ Πνεῦμα λαμβάνουσιν, ἀλλὰ γλώσσαις ἐλάλουν, ὅπερ καὶ ἐξέπληττε τοὺς συνελθόν-τας. Τί δήποτε δὲ οὕτως οἰκονομεῖται τὸ πρᾶγμα; Διὰ τοὺς Ἰουδαίους· καὶ γὰρ πάνυ ἀπεχθῶς εἶχον πρὸς αὐτό. Διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται. Καὶ ὁ Πέ-τρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόμενος, ὅτι δεῖ λοιπὸν
PG 60:184αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι’ αὐτῶν δεῖ γενέσθαι τοῦτο. Καὶ μὴ θαυμάσῃς. Ὅπου γὰρ μετὰ τοσαῦτα καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσολύμοις ἀμφις-βήτησις γίνεται, τί οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ταῦτα παρ-ηκολούθησε; Διὰ τοῦτο καὶ μεθ’ ὑπερβολῆς ταῦτα γίνε-ται. Ὅρα δὲ πῶς καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν ἀπολο-γεῖται. Ὅτι δὲ μετὰ τὴν ἀφορμὴν ἀποκρίνεται, ἄκουε τοῦ εὐαγγελιστοῦ διηγουμένου καὶ λέγοντος· Τότε ἀπεκρίθη Πέτρος· Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Εἶδες ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, καὶ πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο; Οὕτω πάλαι τῆς γνώμης ταύτης ἦν. Μήτι τὸ ὕδωρ, φησὶ, κωλῦσαι δύναταί τις; Σχεδὸν γὰρ ὥσπερ ἐπεμβαί-νοντός ἐστι τοῖς κωλύουσι καὶ λέγουσιν, ὅτι οὐ χρὴ τοῦτο γενέσθαι. Τὸ πᾶν γέγονε, φησὶ, τὸ ἀναγκαιότερον γέγονε, τὸ βάπτισμα ὃ καὶ ἡμεῖς ἐβαπτίσθημεν. Προς-έταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοῖς προς-
PG 60:185έταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμά-των· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι. Διὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων, καὶ τότε προσέταξε. Τότε ἐρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἐντεῦθεν εἰκότως καὶ θαῤῥεῖ λοιπὸν καὶ ἐπιμένει. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες, ὅτι Πρὸς ἄνδρας ἀκρο-βυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς. Μετὰ τ[ος]αῦτα Διεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ ἀπόστολοι. Τί ἐστι, Διεκρίνοντο; Ἐσκανδαλίζοντο, φησὶν, οὐ μικρῶς. Καὶ θέα, τί προβάλλονται. Οὐ λέ-γουσι, Διὰ τί κατήγγειλας; ἀλλὰ, Διὰ τί συνέφαγες; Ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρὸν (ψυχρὸν γὰρ ὄντως ἦν), ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα, λέγων, ὅτι Εἰ Πνεύματος μετέλαβον καὶ αὐτοὶ, πῶς τούτου μετα-δοῦναι οὐκ ἦν; Πῶς οὖν ἐπὶ τῶν Σαμαρειτῶν τοῦτο οὐ γέγονεν, ἀλλὰ τοὐναντίον; καὶ γὰρ οὐ μόνον πρὸ τοῦ βαπτίσματος οὐκ ἐγένετο, ἀλλ’ οὐδὲ μετὰ τὸ βάπτισμα. καὶ οὐκ ἠγανάκτησαν, ἀλλὰ μᾶλλον ἀκούσαντες ἔπεμ-ψεν ἐπὶ τοῦτο αὐτό. Ἀλλ’ οὐδὲ ἐνταῦθα τοῦτο ἐγκαλοῦ-σιν· ᾔδεισαν γὰρ ὅτι θείας χάριτος ἦν· ἀλλὰ, Διὰ τί, φασὶ, συνέφαγες; Ἄλλως δὲ πολὺ καὶ ἄπειρον τὸ διά-φορον Σαμαρειτῶν καὶ ἐθνῶν. Ἢ καὶ οἰκονομικῶς γίνεται τὸ ἐγκληθῆναι αὐτὸν, ἵν’ οὗτοι μάθωσιν· οὐ γὰρ ἂν ἁπλῶς Πέτρος εἶπεν. Ὅρα δὲ αὐτοῦ τὸ ἄτυφον καὶ ἀκενόδοξον. Ἀρξάμενος γὰρ, φησὶ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος. Καὶ οὐ λέγει διὰ τί, οὐδὲ ἐπὶ ποίᾳ προφάσει. Καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνόν τι σκεῦος ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ. Εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πε-τεινὰ τοῦ οὐρανοῦ, ἤκουσα δὲ φωνῆς λεγούσης μοι· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τί διὰ τού-των εἰπεῖν βούλεται; Ἱκανὸν ἦν, φησὶ, καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν ὀθόνην· πλὴν ἀλλὰ καὶ φωνὴ προς-ετέθη. Εἶπον δέ· Μηδαμῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ὁρᾷς; Τὸ ἐμὸν ἐποίησα, φησίν· εἶπον, ὅτι οὐδέποτε ἔφαγον. Τοῦτο πρὸς ὃ ἔλεγον ἐκεῖνοι, ὅτι Εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. Τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δέ μοι ἐκ δευτέ-ρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾖ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. Ἅπερ ἀναγκαῖα ἦν διηγεῖται, τὰ ἄλλα δὲ σιωπᾷ· μᾶλλον δὲ διὰ τούτων καὶ αὐτὰ κατασκευάζει. Καὶ ὅρα, πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ διδασκάλου ἀξιώματι κεχρῆσθαι· ᾔδει γὰρ ὅτι, ὅσῳ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται. Οὐδέ-ποτε εἰσῆλθε, φησὶν, εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον. Οὕτως οἰκονομίας πᾶσα ἦν ἡ ἀπολογία. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἤμην. Εἶπε δέ μοι τὸ Πνεῦμα συνελ-θεῖν αὐτοῖς μηδὲν διακρινόμενον.
β. Ὁρᾷς, ὅτι Πνεύματος ἡ νομοθεσία; Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι. Τί γένοιτ’ ἂν ταπεινότερον
PG 60:186Πέτρου, ὃς ἀπὸ ταύτης καὶ τῶν ἀδελφῶν τὴν μαρτυ-ρίαν προβάλλεται; Συνῆλθον δέ μοι ἓξ ἀδελφοὶ, καὶ εἰσήλθομεν εἰς τὴν οἰκίαν τοῦ ἀνδρός. Ἀπήγγειλε δὲ ἡμῖν, πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· Ἀπόστειλον εἰς Ἰόπ-πην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλού-μενον Πέτρον, ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Καὶ οὐκ εἶπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα τῷ Κορνηλίῳ· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημό-συνον ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ προσστῇ αὐτοῖς· ἀλλ’ ἅπερ οὐδὲν εἶχον μέγα· Λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ὁρᾷς, πῶς δι’ ὅπερ ἔφθην ἐπείγεται; Καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός. Τοῦ Πνεύματος τοίνυν πέμ-ψαντος, τοῦ Θεοῦ κελεύσαντος, διὰ τοῦ ἀγγέλου ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διαφορὰν τῶν πραγμάτων, τί ποιῆσαι ἔδει; Ἀλλ’ οὐ λέγει τούτων οὐδὲν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν μαρτύριον. Καὶ διὰ τί, φησὶ, μὴ τοῦτο γέγονε μόνον; Ἐκ περιουσίας παρὰ τοῦ Θεοῦ, ἵνα δειχθῇ καὶ ἡ ἀρχὴ οὐ παρὰ τοῦ Ἀποστόλου. Εἰ δὲ αὐτόματος ἀπῆλθεν, οὐδενὸς τούτων γενομένου, πάνυ ἂν ἐπλήγησαν· ὥστε ἄνωθεν αὐτῶν τὴν διάνοιαν οἰκειοῖ, λέγων πρὸς αὐτούς· Οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς. Καὶ πάλιν· Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. Καὶ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου· Ἐμνήσθην δὲ τοῦ ῥήματος Κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὥστε οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν. Ἀλλ’ οὐκ ἔδει βαπτίσαι, φησί· ἀπήρτιστο γὰρ τὸ βάπτισμα, τοῦ Πνεύματος αὐτοῖς ἐπιπεπτωκότος. Διὰ τοῦτο οὐ λέγει· Ἐκέλευσα πρότερον αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτι-σθῆναι τούτους; ἐκ τούτου δεικνὺς ἑαυτὸν οὐδὲν ποιή-σαντα. Ὅπερ τοίνυν ἐσχήκαμεν ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν, φησὶν, ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰη-σοῦν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Ἵνα ἐκ περιουσίας αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε· Τὴν ἴσην δωρεάν. Ὁρᾷς, πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν πιστεύσαντας ἅπαξ; Τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον· ὥστε αὐτὸς καθαίρει αὐτούς. Καὶ οὐ λέγει, Ὑμῖν· ἀλλ’, Ἡμῖν, λεαίνων καὶ ταύτῃ τὸν λόγον. Τί τοίνυν ἀναξιοπαθεῖτε, ὅταν ἡμεῖς αὐτοὺς κοινωνοὺς λέγωμεν; Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, λέγον-τες· Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετά-νοιαν ἔδωκεν εἰς ζωήν. Ὁρᾷς πῶς ἀπὸ τῆς δημηγο-ρίας τοῦ Πέτρου τὸ πᾶν γέγονε καλῶς ἀπαγγείλαν-τος τὰ γεγενημένα; Διὸ καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι τὴν μετάνοιαν καὶ αὐτοῖς ἔδωκεν· οὕτως ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων. Ἐντεῦθεν ἀνεῴχθη ἡ θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, ἄνωθεν τὰ εἰρη-μένα. Οὐκ εἶπεν, ὅτι Διεκρίθη Πέτρος, ἀλλ’, Οἱ ἐκ περιτομῆς· ἐπεὶ αὐτὸς ᾔδει τὸ κατασκευαζόμενον. Καὶ μὴν ἐκεῖνο ἐχρῆν θαυμάσαι, πῶς καὶ αὐτοὶ ἐπίστευσαν. ὅτε μὲν οὖν ἤκουσαν, ὅτι ἐπίστευσαν, οὐδὲν ἔπαθον·

Homily XXIVHomilia XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:187ἀλλ’ ὅτε ὁ Θεὸς ἐχαρίσατο τὸ Πνεῦμα, ὅτε ὁ Πέτρος ἐξετίθει τὴν ἑαυτοῦ ἔκστασιν, λέγων· Ὁ Θεὸς ἔδειξέ μοι μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Οὕ-τως ἄνωθεν ᾔδει τοῦτο. Διὸ καὶ προκατασκευάζει τὸν λόγον τὸν ὑπὲρ τῶν ἐθνῶν, δεικνὺς, ὅτι οὐδὲ ἔθνη λοιπὸν ἦν τῆς πίστεως παραγενομένης. Οὐδὲν θαυμαστὸν τοίνυν, εἰ πρὸ τοῦ βαπτίσματος τὸ Πνεῦμα ἔλαβον· καὶ ἐφ’ ἡμῶν τοῦτο γέγονεν. Ἐνταῦθα δείκνυσιν ὁ Πέτρος, ὅτι οὐδὲ ὡς οἱ λοιποὶ ἐβαπτίσθησαν, ἀλλὰ πολλῷ βέλτιον. Διὰ τοῦτο δὲ οὕτως ἐκ περιουσίας οἰκονομεῖται, ἵνα μηδὲν ἔχωσι λέγειν, ἀλλὰ κἂν οὕτως ἴσους αὐτοῖς νομίσωσι. Καὶ ἠρώτησαν αὐτὸν, φησὶν, ἐπιμεῖναι. Ὁρᾷς, πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο; εἶδες τὸν ζῆλον, οἷον εἶχον ὑπὲρ τοῦ νόμου; Οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν, οὐ τὰ γενόμενα σημεῖα, οὐ τὸ κατ-όρθωμα, ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ’ ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο. Εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα. Ἀλλ’ οὐκ ἀπολογεῖται οὕτω Πέτρος· συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα. Καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν. Καὶ μονονουχὶ πρὸς αὐτοὺς τοῦτο λέγει· Ἐν ἐκστάσει με γενέσθαι αὐτὸς ἐποίησεν· ἐγὼ γὰρ ἁπλῶς προσευχόμενος ἤμην· τὸ σκεῦος αὐτὸς ἔδειξεν· ἐγὼ ἀντεῖπον· πάλιν αὐτὸς εἶπεν, καὶ οὐδὲ οὕτως ἤκουσα· Τὸ Πνεῦμα ἐκέλευ-σεν ἀπελθεῖν· καὶ ὅμως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον, ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ μετὰ ταῦτα οὐδὲ οὕτως ἐβάπτισα, ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο. Ἄρα Θεὸς αὐτοὺς ἐβάπτισεν, οὐκ ἐγώ. Καὶ οὐκ εἶπε· Τούτων γεγονότων ἁπάντων, οὐκ ἔδει τὸ ὕδωρ προς-θεῖναι λοιπόν; ἀλλ’ ὡς οὐδενὸς λείποντος, Ἐγὼ τίς ἤμην, φησὶ, κωλῦσαι τὸν Θεόν; Βαβαὶ, οἵα ἡ ἀπολογία οὐ γὰρ εἶπε· Ταῦτα οὖν εἰδότες ἡσυχά-ζετε· ἀλλὰ τί; Δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκα-λοῦσιν ἀπολογεῖται· Τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; λέγων· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως χρησάμενος τῇ ἀπολογίᾳ· Οὐκ ἠδυνάμην κωλῦσαι. Ὅθεν λοιπὸν φοβηθέντες, ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν. γ. Οὕτω καὶ ἡμᾶς χρὴ ἐν τοῖς τῶν πλησίον ἀγαθοῖς δο-ξάζειν τὸν Θεὸν, ἀλλ’ οὐκ ἐπηρεάζειν, καθάπερ οἱ πολλοὶ τῶν νεοφωτίστων ἐπηρεάζουσιν, ὅταν ἄλλους ἴδωσι φω-τισθέντας καὶ εὐθὺς ἀπιόντας. Δοξάζειν δεῖ τὸν Θεὸν, καὶ ὅτι μένειν οὐ συγχωρεῖ. Ὥστε καὶ σὺ ἐὰν θέλῃς, μείζονα ἔλαβες δωρεάν· οὐ κατὰ τὸ φώτισμα λέγω (ἡ γὰρ αὐτή ἐστι κἀκείνου καὶ σοῦ), ἀλλὰ κατὰ τὸ λαβεῖν προθεσμίαν εὐδοκιμήσεως. Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐμπομπεῦσαι ἐν αὐτῇ· σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν. Ἐκεῖνος ἄπεισι τῆς πίστεως μόνον ἔχων τὸν μισθόν· σὺ ἕστηκας ἐν τῷ σταδίῳ τῶν ἔργων δυνάμενος λαβεῖν πολλὰς τὰς ἀμοιβὰς, καὶ τοσοῦτον ἐκείνου φανῆναι λαμπρότερος, ὅσον ὁ ἥλιος τοῦ μικροτάτου ἀστέρος, ὅσον ὁ στρατηγὸς τοῦ ἐσχάτου στρατιώτου, μᾶλλον δὲ ὅσον ὁ βασιλεύς. Σαυτὸν τοίνυν αἰτιῶ· μᾶλλον δὲ μὴ αἰτιῶ, ἀλλὰ διόρθου ἀεί· οὐ γὰρ ἀρκεῖ τὸ αἰτιάσασθαι· ἔξεστιν ἀναμαχέσασθαι. Κατ-εβλήθης; δεινὰ ἔπαθες; Ἀνάστηθι, ἀνάκτησαι σαυτόν· ἔτι ἐν τῷ σταδίῳ ἕστηκας, ἔτι τὸ θέατρον συνέστηκεν. Οὐχ ὁρᾷς πόσοι καταπαλαισθέντες, ὕστερον ἀνεμαχέ-

Homilia XLII

PG 60:188σαντο; Μόνον μὴ ἑκὼν καταπέσῃς. Μακαρίζεις τὸν ἀπελθόντα; Πολλῷ μᾶλλον μακάρισον σαυτόν. Ἀφέθη ἁμαρτημάτων ἐκεῖνος; Ἀλλ’, ἐὰν θέλῃς σὺ, οὐ μόνον τὰ ἁμαρτήματα ἀπονίψῃ, ἀλλὰ καὶ κατορθώματα ἕξεις,
ὅπερ ἐπ’ ἐκείνου οὐ δυνατόν. Ἔνεστιν ἡμᾶς ἀνακαλέ-σασθαι ἑαυτούς. Μεγάλα τῆς μετανοίας τὰ φάρμακα· μηδεὶς ἀπογι-νωσκέτω ἑαυτοῦ. Ἐκεῖνος ὄντως ἀπογνώσεως ἄξιος, ὁ ἀπογινώσκων ἑαυτοῦ· ἐκεῖνος οὐκ ἔτι σωτηρίας ἔχει ἐλπίδας. Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι μετὰ τὸ ἐλθεῖν· οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι μετὰ τὸ ἐλθεῖν. Δι’ ὃ ὀφείλεις μεριμνᾷν, εἰπέ μοι, μᾶλλον καταφρονεῖς; Τραύματα τοσαῦτα ἔχων, ἀνέπεσες; Οὐδέν ἐστι ψυχῆς ἀνίατον τραῦμα· ἀλλ’ ἐπὶ μὲν σώματος πολλὰ τοιαῦτα, ἐπὶ δὲ τῆς ψυχῆς οὐδέν· καὶ ὑπὲρ ἐκείνων μὲν οὐ δια-λιμπάνομεν κάμνοντες, ὑπὲρ δὲ τούτων ῥᾳθυμοῦμεν. Οὐχ ὁρᾷς τὸν λῃστὴν, πῶς ἐν βραχεῖ χρόνῳ κατώρθω-σεν; οὐχ ὁρᾷς τοὺς μάρτυρας, πῶς ἐν βραχεῖ τὸ πᾶν ἤνυσαν; Ἀλλ’ οὐκ ἔστιν ἄρτι μαρτυρίου καιρός; Ἀλλ’ ἀγώνων ἐστὶ καιρὸς, ὃ πολλάκις εἶπον, εἰ βουλοίμεθα. Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰη-σοῦ, διωχθήσονται. Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιμόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγμός. Καὶ πρῶτον ὑπ’ αὐτῆς μάλιστα τῆς ἀνέσεως τοῦτον ὑπομένουσιν οἱ μὴ νήφοντες. Ἢ μικρὸν οἴει διωγμὸν τὸ ἐν ἀνέσει εἶναι; Τοῦτο πάντων ἐστὶ βαρύτερον, τοῦτο καὶ διωγμοῦ χεῖρον. Καθάπερ γὰρ ῥεῦμα ἐπιῤῥέον ἡ ἄνεσις χαυνοῖ τὴν ψυχήν· καὶ ὅπερ ἐστὶ θέρος καὶ χειμὼν, τοῦτο διωγμὸς καὶ ἄνεσις. Ἵνα δὲ μάθῃς ἐκ περιουσίας, ὅτι χείρων οὗτος ὁ διωγ-μὸς, σκόπει ἐντεῦθεν. Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάν-τοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον. Ἀλλ’ ἐν διωγμῷ τούτων οὐδὲν ἐνοχλεῖν δύναται· ἀλλ’ ὁ φόβος ἐπεισελθὼν καθά-περ τινὶ μάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ. Τίς ἐν διωγμῷ κε-νοδοξῆσαι δύναται; τίς ἐν ἡδονῇ γενέσθαι; Οὐδείς· ἀλλὰ τρόμος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζό-μενος, εὔδιον τὸν λιμένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν. Ἤκουσά ποτε πατέρων τῶν ἡμετέρων λεγόντων (ἐφ’ ἡμῶν γὰρ μὴ γένοιτο· κελευόμεθα γὰρ μὴ αἰτεῖν πειρασμὸν), ὅτι κατὰ τὸν διωγμὸν τὸν παλαιὸν ἦν ἰδεῖν ὄντως Χριστιανοὺς ἄνδρας. Οὐδεὶς γὰρ χρημά-των ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος· μία πᾶσιν ἦν σπουδὴ, τὴν ψυ-χὴν περισῶσαι ἑαυτῶν. Οἱ μὲν ἐν μνήμασι καὶ τάφοις, οἱ δὲ ἐν ἐρημίαις ἐκρύπτοντο. Οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἁπαλαὶ καὶ τρυφεραὶ τότε ἐκρύ-πτοντο, διηνεκεῖ μαχόμεναι λιμῷ. Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτομένῃ καὶ περιμενούσῃ τὴν θεραπαινίδα, ὅπως ἔλθῃ κομίζουσα δεῖπνον, καὶ φοβου-μένῃ, μή πως ἁλῷ, καὶ καθάπερ ἐν καμίνῳ τῷ τάφῳ κειμένῃ· ἆρα γὰρ ἐνθυμήσεται, ὅτι γέγονέ ποτε τρυφὴ, ὅτι κόσμος ὅλως ἐστίν; Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν; Νῦν ἐστιν ὁ χαλεπὸς διωγμὸς, ταύτῃ τε, καὶ ὅτι οὐδὲ νομίζεται εἶναι διωγμός. Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεμος, ὃς εἰρήνη νομί-ζεται, ἵνα μὴ ὁπλιζώμεθα κατ’ αὐτοῦ, μηδὲ διαναστῶ-

Homily XXIVHomilia XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:189μεν· οὐδεὶς δέδοικεν, οὐδεὶς τρέμει. Εἰ δὲ ἀπιστεῖτε, τοὺς Ἕλληνας ἐρωτήσατε, τοὺς διώκοντας, πότε τὰ τῶν Χριστιανῶν ἀκριβέστερα, πότε δοκιμώτεροι πάντες; Εἰς ὀλίγον μὲν περιειστήκει τότε τὸ πλῆθος· εἰς πολὺν δὲ ἀρετῆς πλοῦτον ἦν. Τί γὰρ ὄφελος, εἰπέ μοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιμίους; Οὐκ ἐν τῷ πλήθει τοῦ ἀριθμοῦ, ἀλλ’ ἐν τῇ δοκιμότητι τῆς ἀρετῆς τὸ πλῆ-θός ἐστιν. Ὁ Ἠλίας εἷς ἦν· ἀλλ’ ὁ κόσμος οὐκ ἦν αὐτοῦ ἀντάξιος. Καὶ μὴν ὁ κόσμος μυριάδες εἰσίν· ἀλλ’ οὐκ εἰσὶ μυριάδες, ὅταν μηδὲ πρὸς τὸν ἕνα ἐξισῶνται. Κρείς-σων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παρά-νομοι. Τοῦτο καί τις σοφὸς αἰνιττόμενος οὕτω πώς φησι· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων. Οὗτοι καὶ βλασφημίαν προστρίβονται τῷ Θεῷ μᾶλλον, ἢ εἰ μὴ ἦσαν Χριστιανοί. Τί μοι δεῖ πλήθους; Τροφὴ πλείων τῷ πυρί. Τοῦτο καὶ ἐκ τοῦ σώματος γνοίης ἂν, ὅτι βελτίων σύμ-μετρος τροφὴ μετὰ ὑγιείας, ἢ τρυφὴ μετὰ κακώσεως. Αὕτη πλείων ἐκείνης ἡ τροφή· τοῦτο τροφὴ, ἐκεῖνο νό-σος. Τοῦτο καὶ ἐν πολέμῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐμπείρους καὶ γενναίους ἄνδρας, ἢ μυρίους ἀπεί-ρους. Οὗτοι πρὸς τῷ μηδὲν ἐργάσασθαι καὶ τοὺς ἐργα-ζομένους ἐγκόπτουσι. Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων· οὗτοι γὰρ τὸ πλοῖον καὶ καταδύσουσι. δ. Ταῦτα λέγω, οὐχὶ πρὸς τὸ πλῆθος ὑμῶν ἀπεχθῶς ἔχων, ἀλλὰ βουλόμενος πάντας εἶναι δοκίμους, καὶ μὴ τῷ πλήθει θαῤῥεῖν. Πολλῷ πλείους εἰσὶν οἱ εἰς τὴν γέενναν εἰσιόντες· ἀλλὰ μείζων αὐτῆς ἐστιν ἡ βασιλεία, κἂν ὀλίγους ἔχῃ. Ὡς ἡ ἄμμος τῆς θαλάσσης ἦν τὸ πλῆ-θος τοῦ λαοῦ, ἀλλ’ εἷς ἔσωσεν αὐτούς. Εἷς ἦν ὁ Μωϋσῆς, καὶ πάντων μείζονα ἴσχυσεν· εἷς ἦν ὁ Ἰησοῦς, καὶ τῶν ἑξακοσίων χιλιάδων πλέον ἠδυνήθη. Μὴ τοῦτο σπουδά-ζωμεν, ὅπως πολλοὶ γένοιντο μόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιμοι· ὅταν τοῦτο κατασκευασθῇ, τότε κἀκεῖνο. Οὐδεὶς οἰκίαν εὐρύχωρον πρῶτον βούλεται ποιῆσαι, ἀλλὰ πρῶτον ἰσχυρὰν καὶ δόκιμον, καὶ τότε εὐρύχωρον· οὐ-δεὶς βάλλει θεμέλια, ἵνα καταγελασθῇ. Πρῶτον τοῦτο ζητῶμεν, καὶ τότε ἐκεῖνο. Τούτου ὄντος, εὔκολον κἀ-κεῖνο ἔσται· ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος. Ὄντων μὲν γὰρ τῶν δυναμένων ἐν Ἐκκλησίᾳ λάμψαι, ταχέως ἔσται καὶ πλῆθος· τούτων δὲ οὐκ ὄντων, τὸ πλῆθος οὐδέποτε ἔσται δόκιμον. Πόσους οἴεσθε ἐν τῇ πόλει τῇ ἡμετέρᾳ εἶναι τοὺς σω-ζομένους; Ἐπαχθὲς μέν ἐστιν, ὃ μέλλω λέγειν· ἐρῶ δὲ ὅμως. Οὐκ ἔστιν ἐν τοσαύταις μυριάσιν ἑκατὸν εὑρεῖν τοὺς σωζομένους· ἀλλὰ καὶ ὑπὲρ τούτων ἀμφισβητῶ. Πόση γὰρ, εἰπέ μοι, κακία ἐν τοῖς νέοις; πόση ῥᾳθυμία ἐν τοῖς γεγηρακόσιν; Οὐδεὶς ὡς χρὴ ἐπιμέλειαν ἔχει τοῦ παιδὸς τοῦ ἑαυτοῦ· οὐδεὶς ἔχει ζῆλον πρὸς πρεσβύ-την ἰδὼν μιμήσασθαι. Τὰ ἀρχέτυπα ἠφάνισται· διὰ τοῦτο οὐδὲ οἱ νέοι γίνονται θαυμαστοί. Μή μοι ἐκεῖνο λέγε, ὅτι Πολυοχλοῦμεν. Τοῦτο ψυχρῶν ἀνθρώπων ἐστί· καὶ ἐπὶ μὲν ἀνθρώπων εἰκότως ἂν τοῦτο λέγοιτο, ἐπὶ δὲ Θεοῦ τοῦ οὐ δεομένου ἡμῶν, οὐκ ἔτι. Ὅτι δὲ καὶ ἐκεῖ ψυχρόν ἐστι τὸ ῥῆμα, ἄκουσον. Ὁ πολλοὺς ἔχων οἰκέ-τας, ἂν διεφθαρμένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά Καὶ ἐπὶ μὲν τοῦ μηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται· ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι μετ’ ἐκείνων, καὶ μείζων ἡ ζημία. Τοῦ γὰρ ἑαυτῷ διακονεῖν πολλῷ χαλε-πώτερον τὸ καὶ ἑτέροις πυκτεύειν καὶ πόλεμον ἀναδέ-
PG 60:190χεσθαι. Ταῦτα λέγω, ἵνα μή τις τὴν Ἐκκλησίαν θαυμά-ζῃ διὰ τὸ πλῆθος, ἀλλ’ ἵνα σπουδάζωμεν αὐτὸ δόκιμον ἐργάσασθαι· ἵνα ἕκαστος τοῦ οἰκείου προνοῇ μέλους, οὐχὶ τῶν φίλων, οὐδὲ τῶν συγγενῶν, ὅπερ ἀεὶ λέγω, οὐδὲ τῶν γειτόνων· ἀλλὰ καὶ ὥστε τοὺς ξένους ἐφέλ-κεσθαι. Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες· καθάρματα μᾶλλον ἢ νέοι, γελῶντες, ἀνα-καγχάζοντες, διαλεγόμενοι (καὶ γὰρ καὶ τοῦτο ἤκουσα
γινόμενον), καὶ ἀλλήλους σκώπτοντες ἐπὶ γόνατα κεί-μενοι· σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπλη-ξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόμενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰ σαυτοῦ ποίησον· καὶ ἐὰν τολμήσῃ τι εἰς σὲ ἐργάσασθαι, πάντως πολλοὺς ἕξεις τοὺς συναιρομένους. Τίς γὰρ οὕτως ἀλόγιστος, ὡς ἰδών σε ἐγκαλοῦντα ὑπὲρ τοιούτων κἀκείνους ἐγκα-λουμένους, μὴ τῆς σῆς γενέσθαι μερίδος; Ἄπελθε λα-βὼν τὸν μισθὸν ἀπὸ τῆς εὐχῆς. Ἐν οἰκίᾳ δεσποτικῇ τούτους εὐνουστέρους τῶν δούλων κρίνομεν, ὅσοιπερ ἂν μηδὲν παρορῶσιν ἀτάκτως κείμενον σκεῦος. Εἰπὲ δή μοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιμμέ-νον, κἂν μὴ ᾖς ἐπιτεταγμένος, ἆρ’ οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ; ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστε-ταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς; Οὕτω καὶ νῦν. Σκεύη ταῦτά ἐστιν· ἂν ἴδῃς ἀτάκτως κείμενα, μεταῤῥύθμισον· ἐμοὶ πρόσελθε, οὐ παραιτοῦμαι· ἐμοὶ εἰπὲ, δῆλον κατάστησον· οὐ δύναμαι πάντα ὁρᾷν, σύγγνωτε. Ὁρᾶτε, ὅση κακία τὴν οἰκου-μένην κατέχει. Μήτι ἁπλῶς ἔλεγον, ὅτι πλῆθός ἐσμεν χόρτου, πέλαγος ἄτακτον; Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ’ ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰς-ιόντων, ὥστε μηδὲ ταῦτα διορθοῦν. Πάλιν ἑτέρους ὁρῶ διαλεγομένους ἑστῶτας, τῆς εὐχῆς γινομένης· οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινομένης μόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως. Ὢ τῆς τόλμης πότε ἔσται σωτηρία; πῶς δυνησόμεθα τὸν Θεὸν ἐξιλεώ-σασθαι; Εἰς παιδιὰν ἂν ἀπέλθῃς, ὄψει πάντας εὐρύθμους χορεύοντας, καὶ οὐδὲν παρημελημένον. Ὡς οὖν ἐν λύρᾳ παναρμονίῳ καὶ ποικίλως ἐσκευασμένῃ μία τις εὔηχος συμφωνία ἀποτελεῖται ἐκ τῆς καθ’ ἕκαστον εὐταξίας τῶν συγκειμένων· οὕτω δὴ καὶ ἐνταῦθα μίαν ἐξ ἁπάν-των σύμφωνον ἁρμονίαν προσῆκεν ἀποτελεῖσθαι. Μία γὰρ γεγόναμεν Ἐκκλησία, μιᾶς κεφαλῆς συναρμολο-γούμενα μέλη τελοῦμεν, ἓν οἱ πάντες κατέστημεν σῶ-μα· ἂν ἀμεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠμέληται καὶ δι-έφθαρται. Οὕτω τῇ τῶν πολλῶν εὐταξίᾳ ἡ τοῦ ἑνὸς ἀταξία λυμαίνεται. Καὶ τὸ δὴ φοβερὸν, ὅτι ἐνταῦθα οὐχὶ παι-διὰν οὐδὲ χορείαν ἔρχῃ χορεύσων, καὶ ἕστηκας ἄτακτος. Οὐκ οἶδας ὅτι μετὰ ἀγγέλων ἕστηκας; μετ’ ἐκείνων ᾄδεις, μετ’ ἐκείνων ὑμνεῖς, καὶ ἕστηκας γελῶν; Ὅτι γὰρ σκηπτὸς οὐκ ἀφίεται, οὐκ ἐπ’ ἐκείνους μόνον, ἀλλὰ καὶ ἐφ’ ἡμᾶς, οὐ θαυμαστόν; ἄξια γὰρ σκηπτοῦ ταῦτα. Πάρεστιν ὁ βασιλεὺς, θεωρεῖ τὸ στρατόπεδον· σὺ δὲ ὑπὸ ταῖς ἐκείνων ὄψεσιν ἕστηκας γελῶν, ἢ τὸν γελῶντα πε-ριορῶν; ἀλλὰ μέχρι τίνος ἐγκαλοῦμεν; μέχρι τίνος μεμφόμεθα; Οὐ γὰρ ὡς λυμεῶνας, οὐ γὰρ ὡς φθορέας, οὐ γὰρ ὡς ἐξώλεις καὶ διεφθαρμένους τοὺς τοιούτους, καὶ μυρίων γέμοντας κακῶν τῆς Ἐκκλησίας ἐπελαύνε-σθαι ἔδει; Πότε οὗτοι φείσονται γέλωτος, οἱ ἐν ὥρᾳ φρίκης γελῶντες; πότε ἀφέξονται φλυαρίας, οἱ ἐν τῷ καιρῷ τῆς εὐλογίας διαλεγόμενοι; οὐ τοὺς παρόντας αἰ-δοῦνται; οὐ γὰρ τὸν Θεὸν δεδοίκασιν; οὐ γὰρ ἀρκεῖ ἡμῖν
PG 60:191ἡ κατὰ διάνοιαν ῥᾳθυμία, οὐδὲ ὅτι εὐχόμενοι ἀλλαχοῦ ῥεμβόμεθα· ἀλλὰ καὶ γέλωτα ἐπεισάγομεν καὶ πολὺν τὸν καγχασμόν. Μὴ γὰρ θέατρόν ἐστι τὰ ἐνταῦθα; Ἀλλ’, οἶμαι, τὰ θέατρα τοῦτο ποιεῖ· δυσηνίους τοὺς πολλοὺς ἡμῖν καθ-ίστησιν καὶ ἀῤῥύθμους. Ἅπερ οἰκοδομοῦμεν ἐνταῦθα, ἐκεῖ καταστρέφεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέ-ρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι. Καὶ ταυ-τὸν γίνεται, οἷον ἂν εἴ τις χωρίον ἐθέλοι καθᾶραι, πη-γῆς ἄνωθεν ὑπερκειμένης βόρβορον ἀφιείσης· ὅσον γὰρ ἂν καθάρῃς, πάλιν ἕτερον ἐπιῤῥεῖ. Τοῦτο καὶ ἐνταῦθα γίνε-ται. Ὅταν γὰρ καθάρωμεν ἀπὸ τῶν θεάτρων εἰσιόν-τας, ἀκαθαρσίαν ἐπιφέροντας, ἀπελθόντες πάλιν ἐκεῖ, μείζονα δέχονται τὴν ἀκαθαρσίαν, ὡς ἐπίτηδες διὰ τοῦ-το ζῶντες, ἵνα κόπους ἡμῖν παρέχωσι, καὶ ἔρχονται πάλιν πολλὴν κόπρον βαστάζοντες, ἐν τοῖς ἤθεσιν, ἐν
PG 60:192τοῖς κινήμασιν, ἐν τοῖς ῥήμασιν, ἐν τῷ γέλωτι, ἐν τῇ ῥᾳθυμίᾳ. Εἶτα πάλιν ἡμεῖς σκάπτομεν ἄνωθεν, ὡς ἐπί-τηδες διὰ τοῦτο σκάπτοντες, ἵνα καθαροὺς αὐτοὺς πέμ-ψαντες πάλιν ἴδωμεν συναγαγόντας τὸν βόρβορον. Διὰ τοῦτο παραδίδωμι ὑμᾶς τῷ Θεῷ. Ἐντεῦθεν ἤδη καὶ διαμαρτύρομαι ὑμῖν τοῖς ὑγιαίνουσιν, ὅτι κρῖμα ὑμῖν ἔσται καὶ κατάκριμα, εἴ τις ἰδὼν ἀτακτοῦντα, εἴ τις διαλεγόμενον μάλιστα ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ κατα-μηνύσει, μηδὲ ἐπιστρέψει· βέλτιον εὐχῆς τοῦτο. Ἄφες σου τὴν εὐχὴν, κἀκείνῳ ἐπιτίμησον· οὕτω κἀκεῖνον ὠφελήσεις, καὶ σὺ κερδανεῖς. Οὕτω καὶ δυνησόμεθα ἅπαντες σωθῆναι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:191ΟΜΙΛΙΑ ΚΕ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. α. Οὐ μικρὸν ὁ διωγμὸς κατώρθωσεν εἰς τὸν λόγον. Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ, φησὶν, εἰς ἀγαθόν. Οὐκ ἂν, εἴ γε ἐπίτηδες ἐσπούδασαν στῆ-σαι τὴν Ἐκκλησίαν, ἄλλο τι ἐποίησαν, ἢ τοῦτο· λέγω δὲ τὸ διασπεῖραι τοὺς διδασκάλους. Καὶ ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη. Διῆλθον, φησὶν, ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λό-γον, εἰ μὴ μόνον Ἰουδαίοις. Ὁρᾷς ὅτι οἰκονομικῶς πάντα γέγονε τὰ περὶ Κορνήλιον; Τοῦτο δὲ καὶ εἰς ἀπο-λογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων ἐστίν. Ὅτε γοῦν Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολ-λάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθη, τότε Σαμαρεῖται. Ὃ καὶ Παῦλος βοᾷ λέγων· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖ-σθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Περιῄεισαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύ-πριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιό-χειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελι-ζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρε-ψεν ἐπὶ τὸν Κύριον Ἰησοῦν. Ὅρα, Ἕλλησιν εὐαγγε-λίζονται. Εἰκὸς γὰρ αὐτούς τε λοιπὸν εἰδέναι Ἑλληνι-στὶ, καὶ ἐν Ἀντιοχείᾳ τοιούτους εἶναι πολλούς. Καὶ ἦν χεὶρ Κυρίου, φησὶ, μετ’ αὐτῶν· τουτέστι, ση-μεῖα εἰργάζοντο. Ὁρᾷς διὰ τί καὶ νῦν ἡ τῶν σημείων ἀνάγκη γέγονεν, ἵνα πιστεύσωσιν; Ἠκούσθη δὲ ὁ λό-γος εἰς τὰ ὦτα τῆς Ἐκκλησίας τῆς οὔσης ἐν Ἱε-ροσολύμοις τὰ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρ-νάβαν διελθεῖν ἕως Ἀντιοχείας. Τί δήποτε τοιαύτης πόλεως δεχομένης τὸν λόγον, οὐκ ἦλθον αὐτοὶ, ἀλλὰ Βαρνάβαν πέμπουσι; Διὰ τοὺς Ἰουδαίους. Πλὴν οὐ μικρὸν δή τι οἰκονομεῖται καὶ οὕτω τὸ τὸν Παῦλον ἐνταῦ-θα παραγενέσθαι· οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα οἰκονο-μικῶς αὐτὸν ἀποστρέφονται, ἵνα μὴ κατακλεισθῇ ἐν Ἱεροσολύμοις ἡ φωνὴ τοῦ κηρύγματος, ἡ σάλπιγξ τῶν οὐρανῶν. Εἶδες πῶς πανταχοῦ ταῖς κακίαις αὐτῶν εἰσ
PG 60:192δέον, καὶ ὥσπερ ἐβούλετο ἄνωθεν, ἀπεχρήσατο ὁ Χρι-
στὸς, καὶ τῷ μίσει τῷ πρὸς τὸν Παῦλον εἰς οἰκοδομὴν τῆς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας; Ἀλλ’ ἴδε καὶ τοῦτον τὸν ἅγιον, τὸν Βαρνάβαν λέγω, πῶς οὐ τὸ αὐτοῦ εἶδεν, ἀλλ’ ἔδραμεν εἰς Ταρσόν. Ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζη-τῆσαι Παῦλον, καὶ εὑρὼν ἤγαγεν αὐτὸν εἰς Ἀν-τιόχειαν. Πολὺ χρηστὸς ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ τοῦ Παύλου συνήθης. Διὸ καὶ ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μονομάχον, ἐπὶ τὸν λέοντα· οὐκ ἔχω τί εἴπω· ὅσα γὰρ ἂν εἴπω, ἐλάττονα τῆς ἀξίας τοῦ Παύλου ἐρῶ. Ἦλθεν ἐπὶ τὸν κύνα τὸν θη-ρατικὸν, τὸν λέοντας ἀναιροῦντα, ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρὸν, ἐπὶ τὴν λαμπάδα τὴν φαιδρὰν, ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. Ὄντως διὰ τοῦτο ἐν Ἀντιο-χείᾳ ἐχρηματίσθησαν καλεῖσθαι Χριστιανοὶ, ὅτι Παῦ-λος ἐν ταύτῃ τοσοῦτον διέτριψε χρόνον. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλη-σίᾳ, καὶ διδάξαι ὄχλον ἱκανὸν, χρηματίσαι τε πρῶ-τον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Οὐ μικρὸν τῆς πόλεως τὸ ἐγκώμιον. Τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπέλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· ὅθεν καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. Ὁρᾷς εἰς ὅσον ὕψος ἐπῆρε τὴν πόλιν καὶ περιφανεστέραν ἐποίησε; Τοῦτο Παύλου κατόρθωμα. Ἔνθα τρισχίλιοι, ἔνθα πεν-τακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν, ἀλλ’ ἔτι τῆς ὁδοῦ μόνον ἤκουον· ἐν-ταῦθα δὲ Χριστιανοὶ ὠνομάσθησαν. Ἐν ταύταις δὲ ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. Ἐπεὶ καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα καρπὸν φυτευθῆναι ἔδει, συμφερόντως οἰκονομεῖται τοὺς προφήτας κατελθεῖν. Σὺ δέ μοι παρατήρει πῶς οὐδεὶς τῶν περιφανῶν καὶ τούτοις γίνεται διδάσκαλος· Κυπρίους γὰρ ἔσχον διδασκάλους καὶ Κυρηναίους, καὶ Παῦλον (εἰ καὶ οὗτος ὑπερέβαινεν αὐτοὺς), ὥσπερ Παῦλος Βαρ-νάβαν καὶ Ἀνανίαν· ἀλλ’ οὐδὲν παρὰ τοῦτο ἠλάττωται· ἔσχε δὲ ὅμως καὶ τὸν Χριστόν. Ἀναστὰς δέ τισ
PG 60:193ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε, λιμὸν μέ-γαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμέ-νην. Ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Ἀναγκαίως ἐνταῦθα λιμὸν μέγαν μέλλοντα ἔσεσθαι σημαίνει, ὃς δὴ καὶ ἐγένετο, καθὰ περὶ αὐτοῦ προεῤῥή-θη. Ἵνα γὰρ μὴ νομίσωσί τινες διὰ τοῦτο τὸν λιμὸν γεγονέναι, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ ἅγιον ὃ μέλλει συμβαίνειν, ὥσπερ καὶ ὁ Χριστὸς προεῖπε πολλὰ, καὶ ἐξέβη. Οὐ τοίνυν διὰ τοῦτο, ἐπεὶ ἔδει ἐξ ἀρχῆς τοῦτο γενέ-σθαι, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς ἀποστόλους γενό-μενα· ὧν καὶ γενομένων, τέως ἐμακροθύμει ὁ Θεός· ὡς δὲ ἐνέκειντο, λιμὸς γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ ἐσόμενα κακά. Ἀλλ’ εἰ καὶ δι’ αὐτοὺς ἦν, διὰ τοὺς ἄλλους ἔδει καὶ ὄντα παύσασθαι. Τί γὰρ ἠδίκησαν Ἕλ-ληνες, ἵνα καὶ μηδὲν ἀδικήσαντες αὐτοὶ τῶν κακῶν με-τάσχωσιν; Εἰ δὲ μὴ διὰ τοὺς Ἰουδαίους, καὶ εὐδοκιμῆ-σαι δὴ αὐτοὺς μᾶλλον ἐχρῆν, ὅτι τὸ αὐτῶν ἐποίουν, ὅτι ἀνῄρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον. Καὶ θέα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσεδέχθησαν. β. Ἀλλὰ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑπεξαι-ρεθῆναι. Διὰ τί, εἰπέ μοι; οὐχὶ προλαβὼν εἶπεν αὐτοῖς ὁ Χριστός· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Σὺ δὲ ταῦτα λέγων, τάχα καὶ τοῦτο ἐρεῖς, ὅτι ἔδει μηδὲ μαστίζεσθαι. Ἀλλ’ ὅρα αὐτοῖς γινόμενον καὶ τὸν λιμὸν σωτηρίας αἴ-τιον, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὥστε καὶ ὑμῖν γέγονεν ἂν, εἴ γε ἐβούλεσθε, ἀλλ’ οὐκ ἠθελήσατε. Προλέγεται δὲ, ὥστε λοιπὸν προπαρα-σκευασθῆναι πρὸς τὴν ἐλεημοσύνην, ὅτι δεινὰ ἔπασχον οἱ ἐν Ἱερουσαλήμ· πρὸ δὲ τούτου οὐκ ἐν λιμῷ ἦσαν. Καὶ πέμπεται Βαρνάβας καὶ Παῦλος διακονήσοντες. Τῶν δὲ μαθητῶν, καθὼς ηὐπορεῖτό τις. Εἶδες ἅμα πιστεύον-τας, καὶ ἅμα καρποφοροῦντας, οὐ τοῖς αὐτῶν μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω; Τοῦτο δοκεῖ μοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, μόνον ἵνα τῶν πτωχῶν μνημονεύωμεν. Τοσοῦτον ὠφέλησεν ὁ λιμός. Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα κατα-πίπτοντας, καθάπερ ἡμεῖς, ἀλλ’ εἰς ἔργον μέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας· μετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον. Καὶ οὐκ εἶπον· Ἡμεῖς Κυρηναῖοι καὶ Κύπριοι ὄντες, τοιαύτῃ ἐπιθώμεθα πόλει λαμπρᾷ καὶ μεγάλῃ· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πιστεύοντες, καὶ ἐκεῖνοι ἐπεχείρησαν τῇ διδασκαλίᾳ, καὶ οὗτοι οὐκ ἀπηξίωσαν παρ’ ἐκείνων τι μαθεῖν. Ὅρα διὰ τῶν μι-κρῶν πάντα κατασκευαζόμενα, τὸ κήρυγμα αὐξανόμε-νον, τοὺς ἐν Ἱεροσολύμοις πάντων ὁμοίως φροντίζον-τας, ὡς μίαν οἰκίαν τὴν οἰκουμένην ἔχοντας. Ἤκουσαν, ὅτι Σαμάρεια δέδεκται τὸν λόγον, καὶ ἔπεμψαν Πέτρον καὶ Ἰωάννην· ἤκουσαν τὰ εἰς Ἀντιόχειαν, καὶ πέμπου-σι Βαρνάβαν. Πολὺ γὰρ τὸ διάστημα ἦν, καὶ οὐκ ἔδει τοὺς ἀποστόλους τέως χωρισθῆναι, ἵνα μὴ νομι-σθῶσιν εἶναι φυγάδες, καὶ τοὺς αὐτῶν πεφευγέναι. Τότε δὲ ἀναγκαίως χωρίζονται, ὅτε λοιπὸν ἀνίατα ἔχειν ἐδό-κει τὰ κατ’ αὐτούς· ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει· ὅτε ἡ ἀπόφασις ἐξηνέχθη· ἐπεὶ ἕως Παῦ-λος εἰς Ῥώμην μὴ ἀνέβαινεν, ἐκεῖ ἦσαν. Ἐξέρχονται
PG 60:194δὲ, οὐχὶ τὸν πόλεμον δεδοικότες· πῶς γὰρ, οἵ γε πρὸς τοὺς πολεμεῖν μέλλοντας ἀπῄεσαν; Καὶ ὁ πόλεμος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαμβάνει· Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅσῳ ἀσημότεροι οὖν ἦσαν, τοσούτῳ μᾶλλον ἔλαμπεν ἡ χάρις, διὰ μικρῶν ἐργαζομένη μεγά-λα. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Παρεκάλει πᾶντας, φησὶ, προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθός. Ἐμοὶ δοκεῖ ἀγαθὸν νῦν τὸν ἀφελῆ λέγειν, τὸν ἄπλαστον, τὸν σφόδρα τῆς τῶν πλησίον ἐπιθυμοῦντα σωτηρίας. Οὐ μόνον δὲ ἦν ἀνὴρ ἀγαθὸς, ἀλλὰ καὶ πλή-ρης Πνεύματος ἁγίου καὶ πίστεως. Διὸ καὶ τῇ προθέσει τῆς καρδίας παρεκάλει πάντας· τουτέστι, μετὰ ἐγκω-μίου καὶ ἐπαίνου. Καὶ σκόπει, πῶς καθάπερ γῆ λιπαρὰ τὸν λόγον ἐδέξατο ἡ πόλις αὕτη, καὶ πολὺν τὸν καρπὸν ἀπεδείξατο. Διὰ τί δὲ τῆς Ταρσοῦ αὐτὸν ἀπέστησεν ὁ Βαρνάβας καὶ ἐνταῦθα ἤγαγεν; Οὐχ ἁπλῶς· ἀλλ’ ὅτι ἐνταῦθα καὶ ἐλπίδες χρησταὶ, καὶ μείζων ἡ πόλις, καὶ πολὺ τὸ πλῆθος. Εἶδες πάντα τὴν χάριν ἐργαζομένην, οὐ Παῦλον· καὶ πῶς διὰ τῶν μικρῶν τὸ πρᾶγμα ἀρχὴν ἔλαβεν, ὅτε δὲ περιφανὲς γέγονε, τότε Βαρνάβαν πέμ-πουσι; Καὶ διὰ τί μὴ πρὸ τούτου ἔπεμψαν αὐτόν; Πολ-λὴν τῶν καθ’ ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβού-λοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάμβανον τὰ ἔθνη· καίτοι διὰ τὸ ἀπαραιτήτως αὐτοῖς ἐπιμίγνυ-σθαι, ἐπεὶ ἔμελλέ τις ἀμφισβήτησις γίνεσθαι παρ’ αὐτῶν, τὰ κατὰ Κορνήλιον προὔλαβε. Τότε γοῦν καὶ λέγουσιν· Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι-τομήν. Καὶ σκόπει, πῶς εὐκαίρως ἡ ἀνάγκη τοῦ λιμοῦ εἰσήγαγε τὴν κοινωνίαν τὴν ἀπὸ τῶν ἐθνῶν τὴν πρὸς
τοὺς ἐν Ἱεροσολύμοις πεμφθεῖσαν. Δέχονται γὰρ τὰ παρ’ αὐτῶν, οἳ καὶ οὐ, καθάπερ ἡμεῖς ἐν θρήνοις τὰς συμφο-ρὰς διάγομεν, οὕτω δήπου καὶ οὗτοι· ἀλλὰ μετὰ πλείο-νος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόν-των αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους· ὃ καὶ αὐτὸ συνεβάλλετο οὐ μικρόν. Ἀλλὰ καὶ εἰς Κύπρον ἀφίκοντο, ὅπου πολὺ μὲν τὸ ἀδεὲς, πλείων δὲ ἡ ἀμεριμνία. Οὐδενὶ δὲ τὸν λόγον, φησὶν, εἰ μὴ Ἰουδαίοις ἐλάλουν. Οὐ διὰ τὸν τῶν ἀνθρώπων φόβον, ὃν οὐδὲν ἡγοῦντο, τοῦτο ἐποίουν· ἀλλὰ τὸν νόμον τηροῦντες, καὶ αὐτοὺς ἔτι διαβαστάζοντες. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ Κύπριοι καὶ Κυρηναῖοι. Οὗτοι μάλιστα οὐκ ἐφρόντιζον Ἰουδαίων. Οἵτινες ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύ-ριον Ἰησοῦν. Ἴσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλλη-νας αὐτοὺς ἐκάλουν. Παραγενόμενος δὲ, φησὶ, Βαρνά-βας, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ (οὐχὶ τὴν σπουδὴν τῶν ἀνθρώπων), παρεκάλει αὐτοὺς προσμένειν τῷ Κυρίῳ. Τάχα τῷ ἐπαινεῖν τὸν ὄχλον καὶ ἀποδέχεσθαι, τούτῳ πλείους ἐπέστρεψε. Καὶ διὰ τί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; Οὔπω τοῦ ἀνδρὸς ᾔδεσαν τὴν ἀρετήν· διὸ καὶ μόνον οἰκονομεῖται Βαρνάβαν παραγενέσθαι. Ἐπεὶ δὲ καὶ πλῆθος ἦν, καὶ οὐδεὶς ὁ κω-λύων, εἰκότως ἐβλάστησεν ἡ πίστις, καὶ μάλιστα, ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ ὅτι Παῦλος κηρύττει, καὶ οὐκ ἔτι ἀναγκάζεται φεύγειν. Καλῶς δὲ οὐκ αὐτοὶ περὶ τοῦ λιμοῦ λέγουσιν, ἀλλ’ οἱ προφῆται, ἵνα μὴ φορτικοί τινες δόξωσι. Καὶ θαυμάζειν ἄξιον, πῶς οὐκ ἠγανάκτησαν ὡς ὑπεροφθέντες Ἀντιοχεῖς, ἀλλ’ ἀρκοῦνται τοῖς διδασκάλοις· οὕτω πάντες ἔζεον πρὸς τὸν λόγον. Οἳ καὶ οὐδὲ περιέμειναν γενέσθαι τὸν λιμὸν, ἀλλὰ πρὸ τούτου ἔπεμψαν, Καθὼς ηὐπορεῖ-τό τις.

Homily XXVHomilia XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:195γ. Καὶ ὅρα, ὅτι ἐν μὲν τοῖς ἀποστόλοις ἕτεροι τοῦ ἐπιτρέπονται· ἐνταῦθα δὲ Παῦλος καὶ Βαρνάβας. Οὐ μικρὰ δὲ καὶ τοῦτο οἰκονομία ἦν ἄλλως δὲ καὶ ἀρχὴ ἦν, καὶ τέως οὐκ ἔδει σκανδαλισθῆναι. Ἀλλὰ νῦν οὐ-δεὶς τοῦτο ποιεῖ, καίτοι λιμός ἐστι χαλεπώτερος ἐκεί-νου. Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συμφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιμῷ. Τότε μόνον λιμὸς ἦν, καὶ οἱ δεδωκότες πέ-νητες ( Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)· νῦν δὲ λιμὸς διπλοῦς, καθάπερ ἡ ἀφθονία διπλῆ, λιμὸς χα-λεπὸς, λιμὸς οὐ τοῦ λόγον ἀκοῦσαι Κυρίου, ἀλλὰ τοῦ τραφῆναι δι’ ἐλεημοσύνης. Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήματα, καὶ οὗτοι μᾶλλον ἐκείνων· νυνὶ δὲ καὶ ἡμεῖς καὶ οἱ πένητες ἐν λιμῷ· οἱ μὲν τῆς ἀναγκαίας ἀποροῦντες τροφῆς, ἡμεῖς δὲ ἐν σπάνει τοῦ ἐλέους ὄντες τοῦ Θεοῦ. Ταύτης δὲ τῆς τροφῆς οὐδὲν ἀναγκαιότερον γένοιτ’ ἄν. Οὐκ ἔστιν ὑποστῆναι τὰ ἀπὸ τῆς πλησμονῆς κακά· οὐκ ἔστιν εἰς ἀφεδρῶνα προχωρῆσαι τὸ πλέον ταύτης τῆς τροφῆς. Οὐδὲν ὡραιότερον, οὐδὲν ὑγιεινότε-ρον ψυχῆς οὕτω τρεφομένης· πάσης ἀνωτέρα ἕστηκε νόσου, παντὸς λιμοῦ, πάσης ἀνωμαλίας καὶ δυσκρασίας· οὐδεὶς αὐτὴν δυνήσεται ἑλεῖν· ἀλλὰ καθάπερ ἀδαμάντινον σῶμα οὐ σίδηρος πλῆξαι δύναται, οὐκ ἄλλο οὐδὲν, οὕτω καὶ ψυχὴν ἀπὸ ἐλεημοσύνης συμπεπηγυῖαν οὐδὲν ὅλως δυνήσεται ἑλεῖν. Τί γὰρ, εἰπέ μοι, ταύτην χειρώσεταί ποτε; πενία; Οὐκ ἔστιν· ἐν γὰρ τοῖς βασιλικοῖς ἀπό-κειται ταμείοις. Ἀλλὰ λῃστὴς καὶ τοιχωρύχος; Ἀλλ’ ἐκείνους οὐδεὶς διορύξαι τοὺς τοίχους οἷός τε. Ἀλλὰ σκώληξ; Ἀλλὰ καὶ ταύτης ἀνώτερος τῆς λύμης οὗτος ὁ θησαυρός. Ἀλλὰ βασκανία καὶ φθόνος; Ἀλλ’ οὐδὲ τού-τοις ἁλίσκεται. Ἀλλὰ συκοφαντίαι καὶ ἐπιβουλαί; Οὐδὲ τοῦτο· ἄσυλος γὰρ ὁ θησαυρός. Ἀλλ’ αἰσχρὸν εἰ ταῦτα ἐπιδείξω μόνα τῇ ἐλεημοσύνῃ προσόντα, οὐχὶ δὲ καὶ τἀναντία. Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων. Ὥσπερ γὰρ οἱ ὠμοὶ καὶ ἀπηνεῖς οὐ τοὺς ἠδικημένους ἔχουσιν ἐχθροὺς μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας συναλγοῦντας αὐτοῖς καὶ κατηγοροῦντας· οὕτως οἱ μεγάλα ἐργασάμενοι καλὰ οὐχὶ τοὺς εὖ πεπον-θότας μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχου-σιν ἐπαινέτας. Τί λέγω βασκανίας; Καὶ ἐπιβουλευόν-των ἀπήλλακται καὶ λῃστῶν καὶ τοιχωρύχων. Οὐ τοῦτο ἔχει μόνον τὸ καλὸν, ἀλλ’ ἔτι πρὸς τῷ μὴ ἐλαττοῦσθαι καὶ αὔξεται καὶ εἰς πλῆθος ἐπιδίδωσι. Τί τοῦ Ναβου-χοδονόσορ γέγονεν αἰσχρότερον; τί δυσειδέστερον; τί πα-ρανομώτερον; Ἀσεβὴς ὁ ἄνθρωπος ἦν, μυρία τεκμήρια καὶ σημεῖα εἶδε, καὶ οὐκ ἠθέλησεν ἀνενεγκεῖν, ἀλλὰ τοὺς τοῦ Θεοῦ δούλους εἰς κάμινον ἐνέβαλεν, εἰ καὶ μετὰ ταῦτα προσεκύνησε. Τί οὖν ὁ προφήτης; Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσον, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται συγγνώμη τοῖς πα-ραπτώμασί σου. Τοῦτο οὕτως εἶπεν, οὐκ ἀμφιβάλλων (σφόδρα γὰρ ἦν πεπεισμένος), ἀλλὰ βουλόμενος αὐτὸν εἰς μείζονα ἐμβαλεῖν φόβον, καὶ πλείονα ἀνάγκην τοῦ ταῦτα ποιῆσαι. Εἰ γὰρ εἶπεν ὡμολογημένως, ὑπτιώτε-ρος ἂν ἐγένετο ἐκεῖνος. Οὕτω καὶ ἡμεῖς τότε μάλιστα ὠθοῦμέν τινας, ὅταν λέγωμεν· Παρακάλεσον τὸν δεῖνα, καὶ μὴ ἐπαγάγωμεν, ὅτι πάντως ἀκούσεται, ἀλλ’, ὅτι ἴσως ἀκούσεται· ὑπὸ γὰρ τῆς ἀμφισβητήσεως μείζων ὁ φόβος γενόμενος, μᾶλλον αὐτὸν ὠθεῖ. Διὰ τοῦτο δῆλον

Homilia XLIV

PG 60:196αὐτὸ οὐκ ἐποίησε. Τί λέγεις; τοσούτοις ἀσεβήμασιν ἔσται συγγνώμη; Ναί. Οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται καθαρίσαι ἐλεημο-σύνη, ὃ μὴ δύναται σβέσαι· πᾶσα ἁμαρτία κατωτέρα ταύτης ἕστηκε· φάρμακόν ἐστι πρὸς πᾶν τραῦμα ἐπι-τήδειον. Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπό-θεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος. Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι’ ὧν ἐσπούδασε γλωσσόκομον ἔχειν, καὶ τὰ βαλλόμενα βαστάζειν. Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύω-μεν· καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πρά-γματος τούτου ὁ λόγος. Λύτρον ψυχῆς ἀνδρὸς, φησὶν, ὁ ἴδιος πλοῦτος· καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶ-ναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Τοῦτο τελειότης εἰκότως. Ἐλεημοσύνη δὲ οὐκ ἐν χρήμασι γίνεται μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν. Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρημάτων μειζόνως ἔσω-σεν ἡ διὰ πραγμάτων προστασία. δ. Οὐκοῦν φέρε πάντα κινήσωμεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεημοσύνης εἴδη. Δύνασαι διὰ χρημάτων; Μὴ ὄκνει. Δύνασαι διὰ προστασίας; Μὴ εἴπῃς, ἐπειδὴ χρή-ματα οὐκ ἔστι, τοῦτο οὐδέν ἐστι. Σφόδρα καὶ τοῦτο μέ-γα· ὥσπερ χρυσίον δεδωκὼς, οὕτω διάκεισο. Δύνασαι διὰ θεραπείας; Καὶ τοῦτο ποίησον. Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήμην; Ἐπιμελήθητι ἀῤῥωστούντων· καὶ τοῦτο μέγα. Δύνασαι διὰ συμβουλῆς; Πολλῷ τοῦτο πάντων μεῖζον· αὕτη βελτίων πάντων, ἢ καὶ πλείων, ὅσῳ καὶ μεῖζον ἔχει τὸ κέρδος· οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνα-τον χαλεπόν. Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐμπεπλησμένοι· διὰ τοῦτο τὴν τῶν χρημάτων δια-νομὴν τοῖς μετ’ αὐτοὺς ἐνεχείρισαν, αὐτοὶ τὴν διὰ τῶν λόγων ἐπιδεικνύμενοι. Ἢ μικρὰν ἐλεημοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουμένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχομένην, δυνηθῆναι
ἀπαλλάξαι τῆς νόσου; Οἷον, ὁρᾷς φίλον ὑπὸ φιλαργυρίας κατεχόμενον; Ἐλέησον τὸν ἄνθρωπον. Ἀποπνίγεται; Σβέσον αὐτοῦ τὸ πῦρ. Τί οὖν, ἂν μὴ πείθηται; Σὺ τὸ σαυτοῦ ποίησον, καὶ μὴ κατοκνήσῃς. Εἶδες αὐτὸν ἐν δεσμοῖς κατεχόμενον; (δεσμὰ γὰρ ὄντως τὰ χρήματα.) Ἄπελθε πρὸς αὐτὸν, ἐπίσκεψαι αὐτὸν, παραμύθησαι, πειράθητι τῶν δεσμῶν ἀπολῦσαι. Ἂν μὴ βούληται, τὴν αἰτίαν αὐτὸς ὑπομενεῖ. Εἶδες γυμνὸν καὶ ξένον; (γυμνὸς γὰρ ὄντως καὶ ξένος ἐστὶ τῶν οὐρανῶν ὁ βίου ὀρθοῦ μὴ ἐπιμελούμενος.) Λάβε εἰς τὸ καταγώ-γιον τὸ σὸν, περίβαλε ἱμάτια τὰ τῆς ἀρετῆς, δὸς πόλιν τὴν ἐν οὐρανῷ. Τί οὖν, ἂν ἐγὼ γυμνὸς ὦ, φησί; Καὶ σαυτὸν ἔνδυσον πρῶτον· εἰ οἶδας ὅτι γυμνὸς εἶ, πάντως καὶ ὅτι ἐνδυθῆναι ὀφείλεις οἶδας. Εἰ ταύτης μόνον τῆς γυ-μνότητος ἐπίστασαι τὸν τρόπον, δυνήσῃ γνῶναι ῥᾳδίως καὶ τὴν αὐτῆς καταστολήν. Πόσαι γυναῖκες σηρικὰ ἱμάτια φοροῦσι, γυμναὶ δὲ ὄντως εἰσὶ τῶν τῆς ἀρετῆς ἱματίων; Ταύτας οἱ ἄνδρες περιβαλέτωσαν. Ἀλλ’ οὐ προσίενται τὰ ἱμάτια ἐκεῖνα, ἀλλὰ ταῦτα βούλονται; Τοῦτο πρῶτον ποίησον· εἰς τὴν ἐπιθυμίαν αὐτὰς τῶν ἱματίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυμναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς μελλούσης· εἰπέ· Ἄλ-λων ἡμῖν ἐκεῖ δεῖ, οὐ τούτων. Εἰ δὲ ἀνέχοισθέ μου, καὶ ἐγὼ τὴν γυμνότητα δείξω. Ὁ γυμνὸς, ψύχους μὲν ὄντος, πέπηγε καὶ τρέμει, καὶ συνεσταλμένος ἕστηκε, συναγα-γὼν τοὺς βραχίονας· θέρους δὲ ὄντος, οὐκ ἔτι. Ἂν τοί-νυν δείξω καὶ τοὺς πλουτοῦντας καὶ τὰς πλουτούσασ

Homily XXVHomilia XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:197τοσούτῳ μάλιστα γυμνὰς, ὅσῳ μάλιστα ἂν περιβάλων-ται, μὴ ἀπεχθάνεσθε. Τί οὖν, εἰπέ μοι, ὅταν τοὺς περὶ γεέννης ἀνακινῶμεν λόγους, καὶ τῶν βασανιστηρίων ἐκείνων, οὐχὶ μᾶλλον τῶν γυμνῶν ἐκείνων πεπήγασιν οὗτοι καὶ τρέμουσιν; οὐχὶ πικρὰ στενάζουσι, καὶ κατα-δικάζουσιν ἑαυτούς; Τί δαὶ, ὅταν τῷ δεῖνι προσέρχων-ται καὶ λέγωσιν· Εὖξαι ὑπὲρ ἐμοῦ· οὐχὶ τὰ αὐτὰ ῥήματα φθέγγονται ἐκείνοις; Ἀλλὰ νῦν μὲν, ὅσα ἂν εἴπωμεν, οὔπω δήλη ἡ γυμνότης· ἔσται δὲ ἐκεῖ δήλη. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν τῶν σηρικῶν ἱματίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ μόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱματίων ἅπαντες φαίνωνται· ὅταν οἱ μὲν πένητες ὦσιν ἠμφιεσμένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυμνοὶ καὶ ἀσχημονοῦντες πρὸς τὰ κολα-στήρια σύρωνται. Τί ἁβρότερον ἦν τοῦ πλουσίου τοῦ τὴν πορφύραν ἐνδιδυσκομένου; τί δὲ πενέστερον τοῦ Λαζάρου; τίς οὖν τὰ τῶν ἐπαιτῶν ἐφθέγγετο ῥήματα; τίς δὲ ἐν ἀφθονίᾳ ἦν; Εἰπέ μοι, εἴ τις τὴν οἰκίαν περι-βάλλοι πολλοῖς τοῖς παραπετάσμασιν, αὐτὸς δὲ ἔνδον κάθηται γυμνὸς, τί τὸ κέρδος; Οὕτω καὶ ἐπὶ τῶν γυ-ναικῶν γίνεται. Τὴν μὲν γὰρ οἰκίαν τῆς ψυχῆς, τὸ σῶ-μα λέγω, πολλοῖς περιβάλλουσιν· ἡ δὲ οἰκοδέσποινα ἔνδον κάθηται γυμνή. Χρήσατέ μοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ ὑποδείξω ὑμῖν τῆς ψυχῆς τὴν γυμνό-
PG 60:198τητα. Τί γάρ ἐστιν ἱμάτιον ψυχῆς, Ἀρετὴ δηλον-ότι. Τί δὲ γυμνότης; Κακία. Καθάπερ γὰρ εἴ τις ἀπο-δύσειέ τινα τῶν ἐλευθέρων, αἰσχύνεται καὶ συστέλλεται καὶ φεύγει· οὕτω δὴ καὶ ψυχὴ, ἂν θέλωμεν εἰς αὐτὴν ἰδεῖν, ἡ μὴ ταῦτα ἔχουσα τὰ ἱμάτια, ἐρυθριᾷ. Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασμα καὶ προκάλυμμα ἐπιζητούσας, ἵνα τούτων μὴ ἀκούοιεν τῶν λόγων; Αἱ δὲ μηδὲν συνειδυῖαι ἑαυταῖς, γάννυνται, χαίρουσιν, ἐναβρύνονται καὶ ἐγκαλ-λωπίζονται τοῖς λεγομένοις. Ἄκουσον περὶ τῆς μακα-ρίας Θέκλης. Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς· σὺ δὲ ἵνα τὸν Χριστὸν ἴδῃς, οὐδὲ ὀβολὸν δίδως, ἀλλὰ θαυμάζεις μὲν τὰ γεγενημένα ὑπ’ ἐκείνης, οὐ ζηλοῖς δέ. Οὐκ ἀκούεις πῶς τοὺς ἐλεήμονας μακαρί-ζει ὁ Λόγος; Μακάριοι οἱ ἐλεήμονες, φησὶν, ὅτι αὐ-τοὶ ἐλεηθήσονται. Τί τὸ κέρδος ἀπὸ τῶν πολυτελῶν ἱματίων; μέχρι πότε πρὸς ταύτην κεχήναμεν τὴν στο-λήν; Ἀμφιασώμεθα τὴν δόξαν τοῦ Χριστοῦ, περιβα-λώμεθα τὸ κάλλος ἐκεῖνο, ἵνα καὶ ἐνταῦθα ἐπαινεθῶμεν, καὶ ἐκεῖ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:197ΟΜΙΛΙΑ Κ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων. α. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ’ ἐνταῦθα μὲν οὕτως, ἀλλαχοῦ δὲ ἑτέρως. Ὅταν γὰρ ὁ Ματθαῖος λέγῃ· Ἐν ταῖς ἡμέραις ἐκείναις παραγί-νεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ’ ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται. Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ὡς ἐφεξῆς ἀπαγγέλλειν. Καλῶς δὲ λέγει, ὅτι Ἡρώδης ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι’ ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται. Οὐκ ἔτι Ἰουδαῖοι, οὐδὲ τὸ συνέδριον· ἀλλ’ ὁ βασιλεὺς ἐπιβάλλει τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἁπλῶς καὶ ὡς ἔτυχεν. Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦμεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς μιαρίας τῆς πολλῆς Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ ἡμέρα τῶν Ἀζύμων. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπρατ-τον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺσ
PG 60:198τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυμοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναι-ροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προς-ευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγών. Καὶ τὸ ἐκεῖνον γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδε-μένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας
τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ’ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θά-νατον. Τὸ γοῦν πολλὰς ἡμέρας ἐκεῖ μείναντα μὴ σω-θῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐμπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρ-πασεν; Ὅτι ἐκεῖνο μὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνομίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε καὶ ἐν-ταῦθα; Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δεί-
PG 60:199κνυσιν, ὅτι οὐ κακουργίᾳ γέγονεν· οὐδεὶς γὰρ ἐπειγό-μενος καὶ διορύξαι βουλόμενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περι-βαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γινόμενον ὑπὸ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοί-χθη αὐτοῖς. Ἰδοὺ δεύτερον σημεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες προ-ῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ’ αὐ-τοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν ἔγνων, φησὶν, οὐ τότε. Διὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συν-ηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Εἰσδρα-μοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυ-ρίζετο οὕτως ἔχειν. β. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Ἡ μὲν, φησὶ, διισχυρίζετο οὕ-τως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Ἴδωμεν οὖν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων. Κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶν, ἐπέβαλε τὰς χεῖρας ὁ βασιλεὺς Ἡρώδης κα-κῶσαί τινας ἀπὸ τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλε-γεν ὁ Χριστός· Τὸ μὲν ποτήριον, ὃ μέλλω πίνειν, πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτι-σθήσεσθε. Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ πῶς, φησὶ, τὸν Πέτρον οὐκ εὐθέως ἀνεῖλεν; Εἶπε τὴν αἰτίαν ὁ συγγραφεύς· Ἡμέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύμων· καὶ μᾶλλον αὐτοῦ ἐμπομπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ μὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαμαλιήλου ἐπεῖχον λοιπὸν ἑαυτοὺς τῶν φόνων· ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον· δι’ ἑτέρων δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσημή-νατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, μάλιστα δὲ Πέτρου

Homilia XLV

PG 60:200καὶ Ἰακώβου; Τοῦτο μάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγμα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο. Δέον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρμήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν. Ἐφοβεῖτο, μὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόμενος ἔχειν αὐτὸν ἐν ἀσφαλεῖ, ἐνέβαλε τῷ δεσμωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις. Τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου, δοκιμωτέρου μᾶλλον ἐντεῦθεν γενο-μένου, καὶ τὴν ἀνδρείαν τὴν οἰκείαν ἐπιδεικνῦντος. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινομένη. Φιλοστορ-γίας δεῖγμα ἡ προσευχή. Πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινομένη ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ’ ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως συμμαχίαν τὴν ἄμαχον, ἐπ’ αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαμινὸς ὑπὲρ ἐκείνου εὔχομαι ἐπειδὴ γὰρ ἀγάπῃ ἐποίουν, οὐδὲν τούτων ἐλογίζοντο. Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιμωτέρους ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασμοὺς ἐπαγομένους, ἵνα δοκιμώ-τεροι φανῶσιν οὗτοι. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθ-εύδων. Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔμελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν. Οὐχ ἁπλῶς δὲ ἐκάθευδεν, ἀλλὰ μέσον στρατιωτῶν καὶ δεδε-μένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιμώμε-νος ἦν, δεδεμένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπ-έστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει. Συγκαθεύδοντες ἦσαν οἱ φύλακες· διὸ καὶ τῶν γινομένων οὐδὲν ἐπαισθά-νονται. Φῶς δὲ ἔλαμψεν, ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ μὴ ῥᾳθυμήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ ἁπλῶς ἀκούει· Ἀνάστα· ἀλλ’, Ἐν τάχει, μετὰ προς-θήκης· οὕτω βαθέως ἐκάθευδεν. Ἐδόκει δὲ ὅραμα βλέπειν, φησί. Διῆλθε δὲ πρώτην καὶ δευτέραν φυλακήν. Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν,
εἰπάτωσαν ἡμῖν· ἀλλ’ οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι. Διὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα ἐν τάχει, ἀκούει. Οὐ θορυβοῦντος δέ ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλ-λεσθαι. Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γι-νόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινομένων. γ. Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σημείου; πῶς ἐκπλήτ-τει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ

Homily XXVIHomilia XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:201γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος· τί ἕτερος μὴ ἔπαθεν ἄν; Διελθόντες δὲ, φησὶ, πρώτην φυλα-κὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σι-δηρᾶν· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. Τὰ μέν-τοι ἔνδον γενόμενα θαυμασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον. Ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος. Οὐ γὰρ ἂν προῆλθεν ὁ Πέτρος τοσούτων ὄν-των κωλυμάτων· ὄντως γὰρ, ὄντως ἔκπληξις ἦν. Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσμῷ ἤμην. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών; Λογισά-μενος ὅπου ἐστίν. Ἢ τοίνυν τοῦτο συνεῖδεν· ἢ ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ’ ἀμείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν. Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόμενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερμένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπ-εξιὼν ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς, μέγα δείκνυσιν τὸ Εὐαγγέλιον· ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκεί-νων πασχόντων δεινὸν, αὐτὰς καθ’ ἑαυτὰς τὰς θλίψεις δείκνυσι μέγα οὔσας, ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάν-τως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς χαρᾶς, φησὶν, οὐκ ἤνοιξε. Καλῶς καὶ τοῦτο γέγονε, ἵνα μὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ’ ἐγγυμνασθῇ αὐτῶν ἡ διάνοια. Καὶ ὅπερ ἔθος ἡμῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κομίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶ-πον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι ἕκαστος ἡμῶν ἄγγελον ἔχει. Καὶ πόθεν ἐπῆλθεν αὐτοῖς ἄγγελον εἶναι τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ καιροῦ τοῦτο ὑπώπτευσαν. Ὡς δὲ ἐπέμενε κρούων, φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν, ὥστε ἀκοῦσαι τὰ παρ’ αὐτοῦ. Ποθεινότερος πολλῷ λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· μανθάνουσι καὶ οἱ ἀλλό-τριοι, εἴ γε ἤθελον πιστεῦσαι· ἀλλ’ οὐκ ἠθέλησαν. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε, φησὶν, Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Ὅρα, πῶς οὐκ ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώ-ρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβα[λ]λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξου-σίαν ἀναχωρῆσαι. Καὶ τοῦτο δὲ γίνεται, ἵνα μάθωμεν ὅτι καὶ ἀνθρωπίνως πολλὰ ᾠκονόμηται, ὥστε μὴ περι-
PG 60:202πεσεῖν πάλιν αὐτόν. Ἵνα γὰρ μὴ εἴπωσιν, ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι μετὰ τὸ ἀπελθεῖν, πρότερον τοῦτο λέγουσι· καὶ τότε αὐτὸν ὁρῶσιν ἀνατρέποντα τὴν δόξαν ἐκείνην. Ὁ ἄγγελος εἰ ἦν, οὐκ ἂν ἔκρουσε τὴν θύραν, οὐκ ἂν ἀνεχώρησεν εἰς ἕτερον τόπον. Πιστοῦται δὲ αὐτοὺς καὶ τὸ μὴ ἐν ἡμέρᾳ γενέσθαι. Οἱ μὲν λελυμένοι ἐν εὐχαῖς ἦσαν· ὁ δὲ δεδεμένος ἐν ὕπνῳ, εἰ ἐνόμιζεν ἀληθὲς εἶναι τὸ γινόμενον, κἂν ἐξεπλάγη, κἂν οὐκ ἐμνημό-νευσε· νῦν δὲ ὡς ἐν ὀνείρῳ ὁρῶν, ἀτάραχος ἦν. Ἦλ-θον, φησὶν, ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Ὅρα καὶ πῶς ἰσχυρὰ ἦν. Διελθόντες δὲ, φησὶ, πρώτην φυλα-κὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδη-ρᾶν. Καὶ διὰ τί μὴ δι’ ἑαυτῶν, φησὶ, τοῦτο γίνεται; Διὰ τί; Ὅτι καὶ τούτῳ τιμᾷ αὐτοὺς ὁ Θεὸς, τῷ δι’ ἀγγέλων αὐτοὺς ἐξαρπάζειν. Τί οὖν; ἐπὶ Παύλου οὐχ οὕτω γέγονεν; Ἐκεῖ δικαίως, ὅτι πιστεῦσαι ἔδει τὸν δεσμοφύλακα, ἐνταῦθα δὲ ἀπαλλαγῆναι τὸν Ἀπόστολον μόνον· ἄλλως δὲ καὶ διαφόρως ἅπαντα ὁ Θεὸς οἰκονο-μεῖ. Ἐκεῖ μὲν Παῦλος ὑμνεῖ, ἐνταῦθα δὲ Πέτρος ἐκάθευδε. Μὴ τοίνυν κρύπτωμεν τὰ θαύματα τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας ταῦτα σπουδάζωμεν ἐκπομπεύειν, καὶ εἰς τὴν τῶν ἄλλων οἰκοδομήν. Ὥσπερ γάρ ἐστι θαυμαστὸς ἑλόμενος δε-σμευθῆναι, οὕτω θαυμαστότερος μὴ πρότερον ἀναχω-ρήσας, ἕως ὅτε τοῖς οἰκείοις πάντα ἀπήγγειλε. Καὶ εἶπε, φησίν· Εἴπατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς. Τί δήποτε κελεύει εἰπεῖν; Ἵνα χαρῶσιν, ἵνα μὴ με-ριμνῶσιν, ἵνα διὰ τούτων ἐκεῖνοι μανθάνωσιν, οὐκ αὐτοὶ δι’ ἐκείνων· οὕτω τοῦ ταπεινοτέρου μέρους ἐφρόντιζεν. Οὐδὲν ἄρα θλίψεως συμμέτρου βέλτιον. Ποίαν οἴει τὴν ἐκείνων εἶναι τότε ψυχήν; πόσης ἡδονῆς γέμειν; Ποῦ νῦν αἱ γυναῖκες αἱ διὰ πάσης καθεύδουσαι νυκτός; ποῦ δὲ οἱ ἄνδρες οἱ μηδὲ μεταστρεφόμενοι ἐπὶ τῆς κλί-νης; Ὁρᾷς νήφουσαν ψυχήν; Μετὰ γυναικῶν καὶ παί-δων καὶ παιδισκῶν τὸν Θεὸν ὕμνουν, καθαρώτεροι τοῦ οὐρανοῦ τῇ θλίψει γενόμενοι. Νῦν δὲ, ἂν μικρὸν ἴδωμεν κίνδυνον, ἀναπίπτομεν. Οὐδὲν τῆς ἐκκλησίας ἐκείνης λαμπρότερον ἦν. Μιμησώμεθα τούτους, ζηλώσωμεν. Οὐ διὰ τοῦτο γέγονεν ἡ νὺξ, ἵνα διαπαντὸς καθεύδωμεν καὶ ἀργῶμεν. Καὶ τοῦτο μαρτυροῦσιν οἱ χειροτέχναι, οἱ ὀνηλάται, οἱ ἔμποροι, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐκ μέσων ἀνισταμένη νυκτῶν. Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν ἄστρων τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν· ἐκπλάγηθι τοῦ Δεσπότου σου τὴν οἰκονο-μίαν. Καθαρωτέρα τότε ἐστὶν ἡ ψυχή· κουφοτέρα καὶ λεπτοτέρα μᾶλλόν ἐστι, μετέωρος καὶ κούφη· τὸ σκότος αὐτὸ, ἡ σιγὴ ἡ πολλὴ εἰς κατάνυξιν ἀγαγεῖν ἱκανά. Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ μυρίοις κατεστιγμένον ὀφθαλμοῖς, πᾶσαν ἡδονὴν καρπώσῃ, ἔν-νοιαν λαβὼν εὐθὺς τοῦ Δημιουργοῦ. Ἂν ἐννοήσῃς, ὅτι οἱ μεθ’ ἡμέραν κράζοντες, γελῶντες, σκιρτῶντες, πηδῶν-τες, ἀδικοῦντες, πλεονεκτοῦντες, ἀπειλοῦντες, μυρία ἐπανατεινόμενοι δεινὰ, οὗτοι νῦν τῶν νεκρῶν οὐδὲν δια-φέρουσι, καταγνώσῃ τῆς ἀνθρωπίνης αὐθαδείας ἁπάσης. Ὕπνος ἐπῆλθε, καὶ τὴν φύσιν ἤλεγξεν· εἰκών
ἐστι θανάτου, εἰκών ἐστι συντελείας. Ἂν διακύψῃς εἰς τὸν στενωπὸν, οὐκ ἀκούσῃ οὐδὲ φωνῆς· ἂν ἴδῃς εἰς τὴν οἰκίαν, πάντας ὄψει καθάπερ ἐν τάφῳ κειμένους. Ταῦτα πάντα ἱκανά ἐστι διαναστῆσαι ψυχὴν, καὶ εἰς ἔννοιαν συντελείας ἀγαγεῖν. δ. Οὗτος δή μοι καὶ πρὸς ἄνδρας καὶ πρὸς γυναῖκας ὁ

Homily XXVIHomilia XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:203λόγος. Κάμψον τὰ γόνατα, στέναξον, παρακάλεσόν σου τὸν Δεσπότην ἵλεων γενέσθαι· μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν. Ἀναμνήσθητι τοῦ βασιλέως οἷα ῥήματα ἔλεγεν· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δά-κρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου· ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ Δαυί̈δ. Καὶ πάλιν ὁ αὐτός φησι· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομο-λογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τότε οὐ κενοδοξία παρενοχλεῖ· πῶς γὰρ, πάντων καθευ-δόντων καὶ οὐχ ὁρώντων; τότε οὐ ῥᾳθυμία καὶ χάσμη ἐπιτίθεται· πῶς γὰρ ὑπὸ τοσούτων τῆς ψυχῆς διεγειρο-μένης; Μετὰ τὰς τοιαύτας παννυχίδας καὶ ὕπνοι ἡδεῖς καὶ ἀποκαλύψεις θαυμασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νο-μίσῃς κώλυμα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐμὸν ὄνομα, φησὶ, συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθός ἐστιν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀγγέλους εἶναι, ἀνάγκη καὶ ἀρχαγ-γέλους καὶ τὰς ἄλλας δυνάμεις. Οὐκ ἄρα μόνοι ἐστὲ τὸν πάντων ἔχοντες Δεσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφή-του λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Οὐδὲν ἀσθενέστερον πολλῶν πα-ρανόμων, οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόμον Θεοῦ ζῶν-τος. Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυ-κτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· μόνον δι-ανάστηθι, μόνον ἐν συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχο-μένου. Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέ-των εἰς σέ. Ἀλλὰ κέκμηκα, φησὶ, μεθ’ ἡμέραν πολλὰ, καὶ οὐ δύναμαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάμῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸν ὅλῳ δεχόμενος τῷ σώματι· καὶ ὅμως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀνα-λίσκει. Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέ-γονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον
PG 60:204ἔστω πνευματικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶ χρυσοχόου πολλῷ βελτίων. Τὴν παλαιὰν γενο-μένην τοῖς ἁμαρτήμασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξομολογήσεως· τὴν σφῦραν κατένεγκαι ἀπὸ πολ-λοῦ τοῦ ὕψους· τουτέστι, τῶν ῥημάτων τὴν κατάγνωσιν· ἄναψον τὸ πῦρ τοῦ Πνεύματος. Πολλῷ μείζονα τέχνην ἔχεις. Οὐ χρυσᾶ σκεύη ῥυθμίζεις, ἀλλὰ τὴν παντὸς χρυσίου τιμιωτέραν ψυχὴν, καθάπερ ὁ χαλκεὺς τὸ σκεῦος. Οὐ γὰρ σωματικὸν σκεῦος ῥυθμίζεις, ἀλλὰ τὴν ψυχὴν ἀπαλλάττεις τῆς φαντασίας πάσης τῆς βιωτικῆς. Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόμενος, ἀλλ’ ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκα-θαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτη-μάτων τῶν ἡμετέρων. Αἰδεσθῶμεν, εἰ μηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι’ ἀνθρώπινον νό-μον περιί̈ασιν ἐν κρυμῷ βοῶντες μεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόμενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρημά-των τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρημάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ μὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ μεγάλα βοᾷν καὶ διαῤ-ῥήγνυσθαι· ἀλλ’ ἐν αὐτῷ τῷ ταμείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάμψον τὰ γόνατα, παρακάλεσον τὸν Δεσπότην. Διὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡμῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ μάλιστα μᾶλλον ἐκείνων δρόσον δέχεται. Ἅπερ μεθ’ ἡμέραν ὁ ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ καταψύχεται. Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πά-σης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. Ἂν δὲ μὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, μεθ’ ἡμέραν κατακαυθήσεται. Ἀλλὰ μὴ γένοιτο μηδένα ὑμῶν ὑπέκκαυμα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homilia XLVI

PG 60:203ΟΜΙΛΙΑ ΚΖ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε. α. Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι’ αὐ-τὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρα-τιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸν ἦν αὐτῷ μετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι. Ἀλλ’ εἰ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνο-μίσθη ἂν φυγῆς εἶναι τὸ πρᾶγμα. Τί οὖν οὐχ ἑτέρως ᾠκονόμησε, φησί; ποία γὰρ βλάβη γέγονε νῦν; Ἂν ἴδω-μεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβη-σαν, οὐ ζητήσομεν ταῦτα. Διὰ τί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκ
PG 60:204ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ’ ἀξίαν ἀπονεῖμαι ἑκάστῳ. Ἀλλ’ οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἀπατηθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλα-στον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενομένης, φησὶν, ἡμέρας, ἦν τάρα-χος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑ-ρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆ-ναι. Καίτοι ἤκουσε παρ’ αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι μέχρι τῆς νυκτὸς ἐκείνης μετ’ αὐτῶν ἦν. Ἀλλὰ τί συν-έκρυψαν; διὰ τί οὖν μὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ μὴν αὐτὸν ἔδει θαυμάσαι, ἔδει καταπλαγῆναι τοῦτο. Λοιπὸν φανερὸν γίνεται πᾶσι διὰ τοῦ θανάτου τούτων, καὶ τοῦ
PG 60:205Θεοῦ τὸ θαῦμα ἤ τε ἐκείνου κακία κατάδηλος. Ἀλλ’ ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ μέμνηται
ἱστορίας ὥστε διδάξαι ἡμᾶς. Εἶτά φησι· Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν. Ἦν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦν-το εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐν-δυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· ὁ δὲ δῆμος ἐπε-φώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρω-τος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. Καὶ μὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν, ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας. Διὰ τού-του ἐκεῖνοι μάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ. Ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμωρίας, τοῦτον δὲ κολαζόμενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι, τούτου γενομένου. Εἶδες Θεοῦ οἰκονομίαν; Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκα-λοι, ὅ τε Βαρνάβας καὶ Σιμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρὸς, οὔπω σημεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦ-λον εἰς· τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων; Κηρυττόντων. Ἀφορίσατέ μοι, φησὶ, τὸν Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ μοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν ὑπὸ τίνων χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναῆ· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος. Ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ γυμνοτέρα ἡ τοῦ Θεοῦ φαίνεται χάρις. Χειροτο-νεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κη-ρύττειν. Πῶς οὖν αὐτός φησιν· Οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων; Τὸ μὲν, Οὐκ ἀπ’ ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ, Δι’ ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Διὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἡμέρας δὲ γενομένης, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος διὰ τὸν Πέτρον, καὶ ἀνακρίνας τοὺς φύ-λακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον. Τὰ δεσμὰ ἦν, οἱ φύλακες ἔνδον, τὸ δεσμωτήριον κεκλεισμένον, οὐδαμοῦ τοῖχος διορωρυγ-
PG 60:206μένος, πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπαστος ὁ ἄνθρωπος γέγονε, διὰ τί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον ἀπολῦ-σαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήματα ἔλαβον; Πόθεν ὁ μηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυμέναι ἦσαν. Ἔδει ἰδεῖν, ὅτι θεῖον τὸ πρᾶγμα ἦν καὶ οὐκ ἀνθρώπινον. Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην. Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιμὸς ἦν. Τακτῇ δὲ ἡμέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήματος ἐδημη-γόρει, φησί. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε. β. Τοῦτο καὶ Ἰώσηπος λέγει, ὅτι μακρᾷ περιέπεσε νόσῳ. Οἱ μὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστο-λος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει λογι-ζομένων αὐτῶν τῷ Ἰακώβου θανάτῳ καὶ τῷ τῶν στρα-τιωτῶν φόνῳ τὸ κατὰ τὸν Ἡρώδην συμβεβηκέναι. Ὅρα· ὅτε μὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργά-σατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόμενος κατῆλθεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν. Ἐμοὶ δοκεῖ καὶ ἐκείνους ἀπαγαγεῖν βουλόμενος, πρὸς ἀπολογίαν ἦλθε τούτων· ὠργίζετο γὰρ ἐκείνοις τούτους οὕτω θεραπεύων. Ὅρα πῶς κενό-δοξος ὁ ἄνθρωπός ἐστι. Μέλλων αὐτοῖς διδόναι τὴν δωρεὰν, ἐδημηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργύρου πεποιημένην περιέκειτο. Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνημα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐ-τῶν μεγάλη, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας. Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώ-που, καίτοι γε μηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ μᾶλλον ἂν ὁ Χριστὸς, εἰ μὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἔστιν ἐμὰ, καὶ, Οἱ ὑπη-ρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν καταλλαττόμενον, καὶ πανταχοῦ δοῦλον τῶν δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύματος. Λειτουρ-γούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτῆς ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; Τοῦτο δὲ γίνεται, ὥστε μὴ εἶναι αὐτοὺς κοινῇ μεθ’ ἑαυτῶν. Εἶδεν αὐτοὺς μείζονα δύναμιν ἔχοντας, καὶ πολλοῖς δυναμένους ἀρκέσαι. Πῶς δὲ αὐτοῖς εἶπεν; Διὰ προφητῶν ἴσως. Διὰ τοῦτο προλα-βὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα μάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν. Ἐν Ἀντιοχείᾳ χειροτονεῖται, ἔνθα κηρύττει. Διὰ τί μὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ Ἐμοί; Δείκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως. Ὁρᾷς ὅσον ἡ νηστεία μέγα; Δείκνυσιν, ὅτι πάντα τὸ Πνεῦμα ἐποίει. Μέγα τι ἡ νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιο-ρίζεται. Ὅτε χειροτονεῖν ἔδει, τότε νηστεύουσι· καὶ νη-στεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦμα. Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι. Τοσοῦτον ἐπιτάττω μόνον ἐγώ· μὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶμεν, μὴ διαφθο-

Homily XXVIIHomilia XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:207ράν· τροφὰς ζητῶμεν, μὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωματικῶν· τροφὴν ζητῶμεν ἡδονὴν ἔχου-σαν, μὴ τρυφὴν ἀηδίας γέμουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύμη· τοῦτο ἡδονὴ, ἐκεῖνο πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο παρὰ φύσιν. Εἰπὲ γάρ μοι, εἴ τις ἔδωκέ σοι κώ-νειον πιεῖν, οὐχὶ παρὰ φύσιν ἦν; εἴ τις ξύλα καὶ λίθους,
οὐκ ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι. Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει πολιορ-κίας γενομένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεμίων ἐπεισελθόντων· οὕτως ἐν τῇ ψυχῇ γίνεται, οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι θόρυ-βοι, τίνι ἀηδίαι καὶ λέσχαι, τίνι κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν ἐν οἴνοις; Τίνος πελιδινοὶ οἱ ὀφθαλ-μοί; Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωμεν, οὐκ ἀποστήσομεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχολημένους, ἂν μὴ πρὸς ἕτερον ἀντιστήσωμεν τὸ πάθος. Καὶ πρῶτον μὲν πρὸς τὰς γυναῖκας ἡμῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον μεθυούσης· ἀμαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται τὸ γαληνὸν καὶ ἥμερον τῶν ὀφθαλμῶν, οἱονεὶ νεφέλης τινὸς ἀκτῖνας ὑποδραμούσης ἡλιακάς. Ἀνελεύθερον τὸ πρᾶγμα καὶ δουλικὸν, καὶ πάσης δυσγενείας ἀνάμεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγομένη κρεῶν διεφθορότων χυμὸν, βεβαρημένη καὶ διαναστῆναι μὴ δυναμένη, ἐρυθρὰ οὖσα τοῦ δέοντος πλέον, χάσμης γέμουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ’ οὐκ ἐκείνη ἡ τρυφῆς ἀπεχομένη τοιαύτη· ἀλλὰ σεμνὴ καὶ σώφρων καὶ εὔμορφος. Καὶ γὰρ τῷ σώματι πολὺ πε-ριτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νομίσῃς ἀπὸ τῶν σωματικῶν τύπων τοῦτο γίνεσθαι μό-νον. Δὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυ-θριᾷν μανθάνοι, εἰ δὲ φθέγγεσθαι συμμέτρως, εἰ δὲ νη-στείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέμουσα καὶ κοσμιό-τητος. Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν εἴπωμεν; Τί τοῦ μεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, κατα-γέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, μυρίας κατα-γνώσεως ἄξιος, θηρίον ἐστὶ μᾶλλον ἢ ἄνθρωπος· τὸ γὰρ πολλὰ σιτεῖσθαι, παρδάλεως, καὶ λέοντος, καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν ἐκεῖνα ψυχὴν λογικήν. Καὶ μὴν κἀκεῖνα πλέον τοῦ δέοντος καὶ τοῦ μέτρου τοῦ παρὰ τῆς φύσεως αὐτοῖς ὡρισμένου σιτισθέντα, διέφθειρε τὸ πᾶν σῶμα· πόσῳ οὖν μᾶλλον ἡμεῖς; Διὰ τοῦτο ἡμῖν εἰς μικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον μέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ ψυχῆς ἐπι-μελεῖσθαι. γ. Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέρ-γειαν. Τὸ στόμα γὰρ ἡμῶν καὶ ἡ γλῶττα πρὸς ὕμνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν. Διὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡμᾶς ἐγκατέδησεν, ἵνα μηδὲ ἄκοντες ἐμ-πίπτωμεν εἰς πολλὴν πραγματείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα μηδὲ βουλόμενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν ζητεῖς, ἀγαπητέ; Τοῦτο παρὰ τῆς αὐταρκείας εὑρήσεις. Οὐχ ὑγείαν; καὶ τοῦτο· οὐχὶ ἀμεριμνίαν; καὶ τοῦτο· οὐχὶ ἐλευθερίαν; οὐχὶ ῥῶσιν σώματος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν

Homilia XLVII

PG 60:208ἐκείνῃ δὲ τὰ ἐναντία, ἀηδία, καχεξία, νόσος, ἀνελευθερία, δαπάνη. Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχομεν ἅπαν-τες; Ἀπὸ νόσου. Εἰπὲ γάρ μοι, διὰ τί τὸ βλάπτον ὁ νο-σῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σημεῖόν ἐστι; Διὰ τί ὁ χωλὸς μὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυμίας καὶ τοῦ μὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγμάτων τὰ μὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν· τὰ δὲ τοὐναντίον, τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυμος, ὥστε μὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν μελλόντων, ταχέως ἁλίσκε-ται. Εἰπέ μοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦ-σαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς; Ἀπὸ χαυνότητος καὶ μαλακίας. Τοῦτο δὲ αὐτὸ πόθεν, φησίν; Ἐξ ἡμῶν αὐτῶν· καὶ δῆλον ἐκεῖθεν. Ὅταν γὰρ θέλωμεν, διανιστῶμεν ἑαυτοὺς, καὶ καρτερικοὶ γινόμεθα Ἐὰν γοῦν ἀνάγκη ποτὲ ἐπέλθοι, πολλάκις δὲ καὶ φιλονεική-σαντες μόνον, τὸ χρήσιμον συνείδομεν. Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νό-σους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθμήσω κακὰ παθόντας ἀπὸ τῆς τρυφῆς; Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιμαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρμησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Διὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρημνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐμπεσόντες. Ἡ χήρα, φη-σὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάν-θη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· καὶ πά-λιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ’ ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον· καθάπερ γὰρ χείμαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν; Δὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ μετὰ τὸ τὴν τρά-πεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν μὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις. Βούλει τρυφῆσαι; Θρέψον τὴν ψυχὴν, μετάδος αὐτῇ σι-τίων ὧν ἔθος ἔχει· μὴ λιμοκτονήσῃς αὐτήν. Καιρὸς πολέμου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν; Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισμένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς ζῶντας; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν μέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυμένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ’ οὐχ ἅπασιν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιμοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριμαργίας διασπᾷς σαυτόν· δύο ἀμετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνομα τοῦτο ἔχει· ἀλλ’ ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πε-νία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα. Μὴ γὰρ τυθῆναι ἔχομεν, ὅτι λιπαίνομεν ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαμπρὰν τὴν τράπεζαν; τί πλείονας ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατα-σκευάζεις; Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλμόν; Τὸ σῶμα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ μὲν

Homily XXVIIHomilia XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:209παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς μελῳδίας· ἡ δὲ πάντοθεν ἐπεξεσμένη εὔτονός ἐστι καὶ παναρμό-νιος. Τί καταχωννύεις τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι; Εἰ καὶ μηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶμα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσο-φοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε. Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦν-τας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιό-χῳ πράγματα παρέχοντας. Ἀγαπητὸν εὐήνιον ἵππον
ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν. Ὅταν
PG 60:210δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόν-τα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται. Μὴ δὴ περιί̈δω-μεν ἡμῶν τὴν ψυχὴν ἐπηρεαζομένην διὰ τὸ σῶμα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώμεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωμεν, χαυνότερα τὰ δεσμά· λόγοις αὐτὴν τρέφωμεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν μόνον τὸ σῶμα, ὅσον εὔρωστον εἶναι, ὅσον χαίρειν καὶ μὴ ἀλγεῖν· ἵνα οὕτω τὰ καθ’ ἑαυτοὺς εὖ διαθέντες δυνηθῶμεν τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ-ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homilia XLVIII

PG 60:209ΟΜΙΛΙΑ ΚΗ. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. α. Ἅμα χειροτονηθέντες ἐξῆλθον, καὶ εἰς Κύπρον ἀπέ-πλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη. Ἐν Ἀντιοχείᾳ μὲν γὰρ ἦσαν ἱκα-νοί· καὶ ἡ Φοινίκη δὲ πλησίον τῆς Παλαιστίνης ἦν, Κύ-προς δὲ οὐχί. Λοιπὸν μὴ ζήτει, διά τί; ὅταν Πνεύματι κινῶνται· οὐ γὰρ δὴ ἐχειροτονήθησαν Πνεύματι μόνον, ἀλλὰ καὶ ἐξεπέμφθησαν. Καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγω-γαῖς τῶν Ἰουδαίων. Ὁρᾷς πᾶσαν σπουδὴν ποιουμέ-νους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται; Καὶ ἐκεῖνοι οὐκ ἐλάλουν εἰ μὴ Ἰουδαίοις μόνοις, καὶ οὗτοι εἰς τὰς συν-αγωγὰς ἀπῄεσαν. Διελθόντες δὲ τὴν νῆσον ὅλην ἄχρι Πάφου, εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφή-την Ἰουδαῖον, ᾧ ὄνομα Βὰρ Ἰησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ· ὃς προς-καλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνο-μα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Πάλιν μάγος Ἰουδαῖος, καθάπερ Σίμων. Καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προς-ῄεσαν, τότε. Τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος τῇ μαγείᾳ ἐκείνου, ἤθελεν ἀκοῦσαι τῶν ἀποστόλων. Οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, καὶ ἀπὸ συγκρίσεως ἡ νίκη φαίνεται, τῆς μαγείας ἁλισκομέ-νης. Πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἴτιαι τῶν κακῶν. Σαῦλος δὲ ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύ-ματος ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυ-ρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας, ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Καὶ ὅρα, οὐχ ὕβρις τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κατάπλη-ξις. Τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ κατα-πλήττεσθαι. Ὢ πλήρης παντὸς δόλου, φησὶ, καὶ πάσης ῥᾳδιουργίας. υἱὲ διαβόλου, ἐχθρὲ πάσης δι-καιοσύνης. Ἐνταῦθα αὐτοῦ ἀποκαλύπτει τὰ ἐν τῇ δια-
PG 60:210νοίᾳ, προσχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Οὐ παύσῃ, φησὶ, διαστρέφων τὰς ὁδοὺς Κυρίου; Καὶ ἀξιοπίστως, Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλὰ τὰς ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας, καὶ μετ’ ἐγκωμίου. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλός· Ὧ αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Καὶ τὸ, Ἄχρι και-ροῦ δὲ, οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ’ ἐπιστρέφοντος. Εἰ γὰρ κολάζοντος ἦν, διαπαντὸς ἂν αὐτὸν ἐποίησε τυ-φλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύ-πατον κερδάνῃ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγω-γούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς, ἐπίστευ-σεν, ἐκπληττόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. Εἰκότως· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ ταύτῃ τῇ τιμωρίᾳ παιδεῦσαι ἐχρῆν. Οὕτω καὶ οἱ ἐν Αἰγύπτῳ μάγοι ὑπὸ τῶν φλυκτίδων τὸ πρὶν ἐπαιδεύοντο. Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρμῶντας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. Πάλιν εἰς τὰς συν-αγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσῄεσαν, ὥστε μὴ πολε-μεῖσθαι μηδὲ ἐλαύνεσθαι, καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφη-τῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέ-γοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Λοιπὸν ἐντεῦ-θεν τὰ κατὰ Παῦλον μανθάνομεν, οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις. Ἀλλ’ ἴδω-μεν ἄνωθεν τὰ εἰρημένα. Καὶ γενόμενοι, φησὶν, ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ τῇ μη-τροπόλει τῆς Κύπρου. Ἐποίησαν ἐνιαυτὸν ἐν Ἀντιο-χείᾳ. Ἔδει κἀκεῖ ἀπελθεῖν, καὶ μὴ διαπαντὸς ἐνθάδε καθῆσθαι· ἔδει μειζόνων αὐτοῖς διδασκάλων. Ὅρα πῶς καὶ ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες, ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν, ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσι καὶ ἐκεῖ. Πρὸς γὰρ τὴν μητρόπολιν ἐλθόντες τῆς νήσου, τὸν ἀνθύπατον ἔσπευδον διορθῶσαι. Ὅτι δὲ οὐ κολα-κείας ἦν τὸ λέγειν, Συνῆν τῷ ἀνθυπάτῳ, ἀνδρὶ συν-ετῷ, ἀπὸ τοῦ πράγματος μάνθανε, πῶς οὐκ ἐδεήθη λό-
PG 60:211γων πολλῶν, πῶς ἠθέλησεν αὐτῶν ἀκοῦσαι. Καὶ τὰ ὀνόματα δὲ καταλέγει τῶν πόλεων· δεικνὺς, ὅτι ἐπειδὴ προσφάτως τὸν λόγον ἐδέξαντο, χρεία ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐμμένειν· διὸ καὶ συνεχῶς αὐταῖς ἐφίσταντο. Ὅρα ὅτι οὐδὲν πρὸς τὸν μάγον εἶπεν, ἕως ἐκεῖνος ἀφορμὴν ἔδωκεν· ἀλλὰ τὸν λόγον τοῦ Κυρίου μόνον κα-τήγγελλον. Ἐπειδὴ γὰρ τοὺς ἄλλους ἑώρα προσέχοντας, αὐτὸς πρὸς ἓν τοῦτο ἐσκόπει, ὥστε ἐκεῖνον μὴ πεισθῆ-ναι. Καὶ διὰ τί μὴ ἕτερον σημεῖον ἐποίησεν; Ὅτι οὐκ ἦν τούτου ἴσον, τοῦ τὸν ἐχθρὸν ἑλεῖν. β. Καὶ ὅρα, πρότερον ἐγκαλεῖ, καὶ τότε τιμωρεῖται. Δείκνυσι δὲ δικαίως αὐτὸν παθόντα τῷ λέγειν· Ὢ πλή-ρης παντὸς δόλου. Τουτέστιν, οὐδὲν ἔχων ἐλλιπὲς, φησί. Καὶ καλῶς εἶπε, Παντὸς δόλου· ὑπεκρίνετο γάρ. Υἱὲ διαβόλου· τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν. Ἐχθρὲ πάσης δικαιοσύνης· ἡ γὰρ πᾶσα δικαιοσύνη ὄντως αὕτη ἦν. Ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ, ταῦτα λέγων. Καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἦν θυ-μοῦ τὰ ῥήματα, διὰ τοῦτο προλαβὼν εἶπε, Πλησθεὶς Πνεύματος ἁγίου· τουτέστιν, ἐνεργείας. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Οὐκ ἄρα τιμωρία ἦν, ἀλλ’ ἴασις.
Μονονουχὶ γὰρ ἔλεγεν· Οὐκ ἐγὼ ποιῶ, ἀλλ’ ἡ τοῦ Θεοῦ χείρ. Ὅρα τὸ ἄτυφον. Ἔσῃ τυφλὸς, μὴ βλέ-πων τὸν ἥλιον ἄχρι καιροῦ. Τοῦτο λέγει, ἵνα δῷ αὐ-τῷ μετανοῆσαι. Οὐδαμοῦ γὰρ ἐβούλοντο ἀπὸ τῶν σκυ-θρωποτέρων φαίνεσθαι, εἰ καὶ εἰς ἐχθροὺς ταῦτα ἐγέ-νετο. Ἀλλ’ ἐπὶ μὲν τῶν οἰκείων εἰκότως· ἐπὶ δὲ τῶν ἀλλοτρίων οὐχὶ, ἵνα μὴ νομισθῇ τὸ πρᾶγμα ἀνάγκης εἶναι λοιπὸν καὶ δέους. Τεκμήριον δὲ τῆς τυφλότητος, τὸ χειραγωγοὺς ζητεῖν. Εἶτα ὁρᾷ τὴν πήρωσιν ὁ ἀν-θύπατος, καὶ εὐθὺς πιστεύει· καὶ οὐχ ἁπλῶς, ἀλλ’ Ἐκπληττόμενος· εἶδε γὰρ, ὅτι οὐ λόγοι οὐδὲ ἀπάτη ταῦτα. Ὅρα πόσον ἔρωτα εἶχε διδασκαλίας ἐν ἀρχῇ ὢν τοσαύτῃ. Οὐκ εἶπε πρὸς αὐτὸν, Οὐ παύσῃ διαστρέ-φων τὸν ἀνθύπατον· ἀλλὰ, Τὰς ὁδοὺς Κυρίου, ὃ πλέον ἦν· ἵνα μὴ δόξῃ κολακεύειν. Τί δήποτε δὲ ὁ Ἰωάννης ἀναχωρεῖ ἀπ’ αὐτῶν; Ἰωάννης γὰρ, φησὶν, ἀποχω-ρήσας ἀπ’ αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυμα· ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἐκεῖνος ἦν, αὐτοὶ δὲ τὸν κίνδυνον εἶχον. Πά-λιν ἐλθόντες εἰς Πέργην, παρατρέχουσι τὰς ἄλλας πό-λεις· ἐπὶ τὴν μητρόπολιν γὰρ ἠπείγοντο τὴν Ἀντιό-χειαν. Καὶ ὅρα πῶς ὑποτέμνεται ὁ συγγραφεύς. Ἐκά-θισαν ἐν τῇ συναγωγῇ, φησὶ, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων· ὥστε προοδοποιῆσαι τῷ λόγῳ. Καὶ οὐ πρῶ-τοι λέγουσιν, ἀλλ’ ἐπιτραπέντες, ἅτε ὡς ξένους προσεκαλοῦντο. Εἰ μὴ περιέμειναν δὲ, οὐκ ἂν ἐγένετο λόγος. Ἐνταῦθα πρῶτον κηρύττει Παῦλος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λό-γος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, ἐνδιατρίβει καθὼς καὶ αὐτός φησι γράφων· Οὕτω δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός. Ἀν-δρείας δὲ ἦν καὶ τοῦτο πολλῆς. Ὄντως ἐκ προοιμίων θαυμαστὸς ὁ ἀνήρ· ἐσταυρωμένος, παρατεταγμένος, ᾔδει πόσης ἀπέλαυσε χάριτος· ἀντίῤῥοπον εἰσήγαγε τὴν σπουδήν. Οὐκ ὠργίσθη πρὸς Ἰωάννην· οὐ γὰρ τούτου ἦν· ἀλλὰ τοῦ ἔργου εἴχετο· οὐκ ἐδειλίασεν, οὐκ ἐφοβήθη ἐν μέσῳ πλήθους ἀπειλημμένος. Ὅρα πῶς οἰκονομεῖται Παῦλον μὴ κηρύττειν ἐν Ἱεροσολύμοις· ἀρκεῖ καὶ τοῦτο μόνον τὸ ἀκοῦσαι, ὅτι ἐπίστευσε· κηρύττοντος δὲ οὐκ ἂν ἠνέσχοντο διὰ τὸ μῖσος· καὶ πόῤῥω ἄπεισιν, ἔνθα γνώριμος οὐκ ἦν. Πρότερον ἤλεγξε τὸν μάγον ὅστις ἦν·
PG 60:212καὶ ὅτι τοιοῦτος ἦν, τὸ σημεῖον ἐδείκνυ. Τῆς ἐν τῇ ψυ-χῇ τυφλότητος τοῦτο σημεῖον ἦν· Ἄχρι δὲ καιροῦ πά-σχει, ὥστε μετανοῆσαι. Καλῶς δὲ τῷ σαββάτῳ εἰσῆλθον εἰς τὴν συναγωγὴν, ὅτε πάντες ἦσαν συνειλεγμένοι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφη-τῶν, φησὶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι, λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλή-σεως πρὸς τὸν λαὸν, λέγετε. Ὅρα αὐτοὺς ἀφθόνως τότε τοῦτο ποιοῦντας, μετὰ δὲ τοῦτο οὐκ ἔτι. Εἰ τοῦτο ἐβούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι. Ἀλλ’ ὢ τῆς φι-λαρχίας, ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι· κατὰ τῆς οἰκείας, κατὰ τῆς ἀλλήλων σωτη-ρίας ἑστάναι παρασκευάζει· πηροὺς οὕτω καὶ τυφλοὺς ἐργάζεται, ὥστε καὶ χειραγωγοὺς ζητεῖν. Εἴθε κἂν τοῦτο, εἴθε κἂν χειραγωγοὺς ἐζήτουν· ἀλλ’ οὐκ ἔτι τού-του ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν. Οὐδέ-να ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται καὶ ζόφος, οὐκ ἀφιεὶς διαβλέψαι. Ποίαν ἕξομεν ἀπολογίαν διὰ πάθος πάθους κρατοῦν-τες, διὰ δὲ τὸν τοῦ Θεοῦ φόβον οὐκ ἔτι; Οἷον, πολλοὶ ἀσελγεῖς ὄντες καὶ φιλοχρήματοι, διὰ τὴν τῶν χρημά-των φειδωλίαν ἐχαλίνωσαν τὴν ἡδονήν· ἄλλοι τοὐναντίον, διὰ τὴν ἡδονὴν ὑπερεῖδον χρημάτων. Πάλιν οἱ ἡττώμε-νοι δόξης κενῆς ἀμφοτέρων περιγεγόνασι, χρήματα ἀνα-λίσκοντες ἀφειδῶς, καὶ σωφρονοῦντες εἰκῆ· ἄλλοι πάλιν κενόδοξοι σφόδρα ὄντες, κατεφρόνησαν τοῦ πάθους, πολ-λὰ ὑπομείναντες αἰσχρὰ, καὶ δι’ ἔρωτας καὶ διὰ χρήμα-τα· ἕτεροι πάλιν, ἵνα τὸν θυμὸν ἐμπλήσωσι τὸν αὐτῶν, εἵλοντο ζημιωθῆναι μυρία, καὶ οὐδενὸς αὐτοῖς τούτων ἐμέλησεν, ἵνα μόνον τὸ θέλημα ποιήσωσι τὸ αὐτῶν. Καὶ ὅπερ ἰσχύει πάθος, οὐκ ἴσχυσε παρ’ ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Καὶ τί λέγω πάθος; Ὅπερ αἰδὼς ἀνθρώπων ἰσχύει, οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος. Πολλὰ καὶ κατορθοῦμεν, καὶ ἁμαρτάνομεν ἀνθρώπους αἰδούμενοι· τὸν δὲ Θεὸν οὐ δεδοίκαμεν. Πόσοι δι’ αἰσχύνην προήκαντο χρήματα; πόσοι ἐφιλοτιμήσαντο εἰκῆ ὑπηρετούμενοι τοῖς αὐτῶν φίλοις ἐπὶ κακῷ; πόσοι φιλίας αἰδεσθέντες μυρία ἥμαρ-τον; γ. Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη δύ-ναται ἐμβαλεῖν ἡμᾶς καὶ εἰς ἁμαρτήματα καὶ εἰς κατορ-θώματα, εἰκῆ λέγομεν, ὅτι οὐ δυνάμεθα· δυνάμεθα γὰρ ἂν θέλωμεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρα-τοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυμεῖς, τῆς ὄντως δόξης ἐπιθύμει. Ποία δόξα ὅταν ἀτιμίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιμῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, μᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν ἐρασθεὶς ἐκείνης, ταύτης καταφρονήσῃς, ὄψει ταύ-την ἄτιμον· ἕως ἂν ἐκείνην μὴ ἴδης, οὐδὲ ταύτην ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσεί-δειαν ἰδεῖν, τοῦ πάθους ἐπισκοτοῦντος τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώμεθα τῷ πάθει, οὐ δυνάμε-

Homily XXVIIIHomilia XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:213θα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείημεν ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήματα ἀναλώσαντας μυρία, καὶ οὐδὲν ἀπ’ αὐτῶν καρπωσαμένους· ἐννόει τοὺς ἀπο-θανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαμοῦ αὕτη βε-βαία, ἀλλ’ ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ μοι· δὸς ὅρον τινά. Τὸ θαυμάζεσθαι παρὰ πάντων, φη-σί. Δικαίως, ἢ καὶ ἀδίκως; Εἰ μὲν γὰρ ἀδίκως, οὐκ ἂν εἴη τοῦτο θαῦμα, ἀλλὰ κατηγορία, καὶ κολακεία, καὶ διαβολή· εἰ δικαίως, τοῦτο οὐ δυνατόν· οὐ γὰρ ἔχει κρί-σεις ὀρθὰς ὁ δῆμος, ἀλλὰ τοὺς ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντας τούτους θαυμάζουσι. Καὶ εἰ βούλεσθε, καταμάθετε τοὺς ταῖς πόρναις τὰ αὐτῶν δωρουμένους, τοὺς τοῖς ἡνιόχοις, τοὺς τοῖς ὀρχησταῖς. Ἀλλ’ οὐ τού-τους, φησὶ, φαμὲν, ἀλλὰ τοὺς δικαίους, καὶ τοὺς ὀρ-θοὺς, καὶ μεγάλα δυναμένους ποιεῖν καλά. Εἴθε ἠβού-λοντο, καὶ ταχέως ἐποίουν ἂν τὰ ἀγαθά· νῦν δὲ οὐδὲν τούτων ποιοῦσι Τίς, εἰπέ μοι, τὸν δίκαιον ἐπαινεῖ νῦν καὶ τὸν ὀρθόν; Τοὐναντίον μὲν οὖν. Τί δὲ ψυχρότερον δικαίου, εἰ πρᾶγμα τοιοῦτον κατορθῶν τῆς παρὰ τῶν πολλῶν δόξης ἐφίεται; Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ

Homilia XLIX

PG 60:214τις ζωγράφος ἄριστος ὢν καὶ εἰκόνα γράφων βασιλι-κὴν, τῶν οὐκ ἐμπείρων ἀποδέχοιτο τοὺς ἐπαίνους. Ἄλ-λως δὲ ταχέως ἀποστήσεται ἄνθρωπος ὁ πρὸς δόξαν ὁρῶν ἀνθρωπίνην τῶν κατ’ ἀρετὴν πραγμάτων. Εἰ γὰρ μέλλοι πρὸς ἐπαίνους κεχηνέναι, ἅπερ ἂν ἐκεῖνοι θέ-λωσι, ταῦτα ἐργάζεται, οὐχ ἅπερ ἂν αὐτός. Τί οὖν ἂν ὑμῖν συμβουλεύσαιμι λοιπὸν ποιεῖν; Τῷ Θεῷ προς-έχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ’ αὐτοῦ, πάντα
τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράτ-τειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι· τοῦτο γὰρ καὶ νηστείαν καὶ εὐχὴν καὶ ἐλεημοσύνην λυ-μαίνεται, καὶ πάντα τὰ ἡμέτερα ἀγαθὰ κενοῖ. Ὅπερ ἵνα μὴ πάθωμεν, φύγωμεν τουτὶ τὸ πάθος. Πρὸς ἓν μόνον ὁρῶμεν, τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον, τὴν ἐκεῖθεν ἀποδοχὴν, τὴν παρὰ τοῦ κοινοῦ Δεσπότου εὐφημίαν· ἵνα μετὰ ἀρετῆς τὸν παρόντα βίον διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν σὺν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύ-χωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:213ΟΜΙΛΙΑ ΚΘ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. α. Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ Δαμασκοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωμιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεμονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούμενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφο-ρᾶς ὄνομα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν τῶν ἀνθρώπων Θεὸν αὐτῶν ἰδίως καλεῖ, καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύ-σωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν ἐν τῷ ἀμπελῶνι, οὕτω καὶ αὐτός φησιν. Ὕψωσεν ἐν τῇ πα-ροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ μὴν τοὐναντίον γέγο-νεν· ἀλλ’ εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύματα δι’ αὐ-τοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται μνημονεύουσιν ἀεὶ τῶν κατ’ Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συμφορῶν παρατρέχει, καὶ οὐδαμοῦ τὰ ἐγκλήματα παράγει εἰς μέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐκεῖνα αὐτοῖς ἀφεὶς λογίζεσθαι. Καὶ ὡς τεσσαράκοντα ἔτη χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Εἶτα τὴν κατοικίαν λέγει· Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐ-τῶν. Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα ἔτη· Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν-
PG 60:214τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Ἐνταῦθα ὅτι διαφόρως ᾠκονόμει τὰ κατ’ αὐτοὺς ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ παντα-χοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐ-τοῖς τὸν Δαυὶ̈δ εἰς βασιλέα· ᾧ καὶ εἶπε μαρτυρή-σας· Εὗρον Δαυὶ̈δ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Οὐ μικρὸν τοῦτο τὸ ἀπὸ Δαυὶ̈δ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει μαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα [Ἰησοῦν], προκηρύξαντος Ἰωάν-νου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόμενος, καίτοι πάντων ἐπ’ αὐτὸν ταύτην ἀγόντων. Οὐκ ἔστι δὲ ἴσον μηδενὸς διδόντος καὶ πολλῶν παρεχόντων ταύτην τὴν τιμὴν διωθεῖσθαι, καὶ μηδὲ ἁπλῶς, ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος τῆς σωτη-ρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες Ἱε-ρουσαλὴμ, καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοή-σαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπου-δάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες· ὥστε ἀγνοίας ἦν τὸ ἁμάρτημα. Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολο-γεῖται ἠρέμα. Καὶ οὐ τοῦτο μόνον· ἀλλ’ ὅτι καὶ οὕτως ἔδει γενέσθαι προστίθησι. Καὶ ἵνα μή τις εἴπῃ. Πόθεν

Homily XXVIIIHomilia XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:215δῆλον, ὅτι ἀνέστη; φησὶ τὸ, Καὶ μάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν ἀπὸ τῶν Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, κα-θελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέ-ρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλι-λαίας εἰς Ἱερουσαλὴμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σὺ, ἐγὼ σή-μερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑπο-στρέφειν, οὕτως εἴρηκεν, ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶ̈δ τὰ πιστά. Διὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δαυὶ̈δ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθο-ράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον. Τοῦτο οὐ-δαμοῦ Πέτρος εἶπεν. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄν-δρες ἀδελφοὶ, ὅτι διὰ τούτου ἡμῖν ἄφεσις ἁμαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πι-στεύων δικαιοῦται. Εἶτα καὶ τὸ φοβερόν· Βλέ-πετε οὖν, μὴ ἐπέλθῃ ἐφ’ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐμβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργά-ζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. β. Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν προφητῶν, ἀπὸ τοῦ σπέρματος τοῦ κατ’ ἐπαγγε-λίαν. Ἀλλ’ ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἄνδρες ἀδελ-φοὶ, υἱοὶ γένους Ἀβραάμ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐ-τοὺς καλεῖ. Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπε-στάλη. Ἐνταῦθα τὸ, Ὑμῖν, οὐκ Ἰουδαίοις ἀφωρισμέ-νως λέγει, ἀλλὰ δίδωσιν αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τοῦτο ἀπὸ τοῦ ἐπα-γομένου δῆλον. Οἱ γὰρ κατοικοῦντες, φησὶν, Ἱερου-σαλὴμ, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πάντα σάββατον ἀναγινωσκο-μένας, κρίναντες ἐπλήρωσαν. Μεγάλη ἡ κατηγορία, εἰ συνεχῶς ἀκούοντες οὐ προσεῖχον. Ἀλλ’ οὐδὲν θαυ-
μαστόν· τὰ γὰρ εἰρημένα ἐκεῖνα τὰ κατ’ Αἴγυπτον καὶ τὴν ἔρημον ἱκανὰ δεῖξαι αὐτῶν τὴν ἀγνωμοσύνην. Καὶ πῶς ἠγνόησαν, φησὶν, Ἰωάννου λέγοντος; Τί θαυμα-στὸν, ὅπου γε καὶ τῶν προφητῶν συνεχῶς βοώντων; Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ μηδεμίαν αἰτίαν θανά-του εὑρόντες· ὅπερ οὐκ ἦν ἀγνοίας. Θῶμεν γὰρ, ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον· τίνος ἕνεκεν καὶ ἀνῄρουν; Καὶ ᾐτήσαντο, φησὶ, Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνη-μεῖον. Ὅρα πῶς αὐτοῖς περισπούδαστον ἦν τοῦτο. Τὸν τρόπον εἶπε τὸν τοῦ θανάτου, καὶ Πιλᾶτον εἰς μέσον φέρει, ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγορῶνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ. Καὶ οὐκ εἶπεν, Ἐνέτυχον· ἀλλ’ Ἠτήσαντο, μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον ὁ Πέτρος λέγει,
PG 60:216Κρίναντος ἐκείνου ἀπολύειν. Πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος. Καὶ ὅρα, οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόβον. Ὁ μὲν γὰρ Στέφανος εἰκότως τοῦτο ποιεῖ, ἅτε ἀναιρεῖσθαι μέλ-λων, καὶ οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόμος ἤδη καταλύεται· οὗτος δὲ οὐκ ἔτι, ἀλλ’ ἀπειλεῖ καὶ φοβεῖ μόνον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη, φησὶν, ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ Ἱερουσαλήμ. Ὅρα γὰρ τοῦτον ἅτε ἀπ’ αὐτοῦ κεκινημένον τοῦ Πνεύματος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα, φησὶ, τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην· τουτέστι, τὴν μὲν ἐπαγγελίαν οἱ πατέρες ἐδέξαντο, τὸ δὲ ἔργον ὑμεῖς. Εἶτα μάρτυρα τὸν Ἰωάννην ἐπαγαγὼν ὅτε ἔλεγεν, ὅτι Ἀπὸ τοῦ σπέρματος τούτου κατ’ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ Σωτῆρα, προκηρύξαντος Ἰωάν-νου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραὴλ, ἑξῆς ἐπάγει πάλιν αὐτὸν λέ-γων· Τίνα με ὑπονοεῖτε; οὐκ εἰμὶ ἐγώ. Εἶτα παρά-γει καὶ τοὺς ἀποστόλους μάρτυρας τῆς ἀναστάσεως, λέγων· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν· εἶτα τὸν Δαυὶ̈δ τοῦτο αὐτὸ μαρτυροῦντα, τῷ λέγειν, Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὔτε γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι οὕτως, οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον. Πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ ὄνομα τοῦ Δαυί̈δ· διὸ καὶ τίθησιν αὐτὸ, ἵνα κἂν οὕτως αὐτὸν δέξωνται, ὡσεὶ ἔλεγεν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι· οὐκοῦν ἀπ’ αὐτοῦ μὴ ἀφηνιάζετε. Τί ἐστι, Δώσω ὑμῖν τὰ ὅσια Δαυὶ̈δ τὰ πιστά; Τὰ βέβαια, φησὶ, τὰ οὐδέποτε ἀπολλύμενα. Καὶ οὐκ ἐγ-χρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος· ἀλλ’ ἐπιτείνει τὴν κόλασιν, καὶ μετέρχεται τὸ αὐτοῖς ποθεινὸν, δεικνὺς τὸν νόμον ἐκβαλλόμενον, καὶ τῷ συμφέροντι ἐνδιατρίβει, ὅτι τε μεγάλα ἀγαθὰ ὑπακούουσι, καὶ ὅτι μεγάλα κακὰ παρακούουσιν ἔσται. Εἶτα περὶ τοῦ Δαυὶ̈δ πάλιν λέγει, καὶ τοῦτο μετ’ ἐγκωμίου. Δαυὶ̈δ μὲν γὰρ, φησὶν, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καθὼς καὶ Πέτρος αὐτοῦ μνημονεύων ἔλεγεν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου Δαυί̈δ. Καὶ οὐ λέγει, ὅτι ἐτελεύτησεν, ἀλλὰ, Προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, ὅπερ ἦν εὐφημότερον. Καὶ ὅρα πῶς οὐδαμοῦ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ’ ἅπερ ἔχει κατηγορίαν. Τὸ γὰρ, Ἠτήσαντο καὶ ἔλαβον, μεγίστη κατηγορία αὐτῶν. Εἶτα τὰς εὐεργεσίας τοῦ Θεοῦ κατα-λέγει, Ἐξελέξατο εἰπὼν, Ὕψωσεν, Ἐτροποφόρησε. Ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια, ἀλλὰ τοῦ Θεοῦ. Τὸν δὲ Δαυὶ̈δ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης καλεῖ λέγων, Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης τὸ Εὐαγ-γέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει μαρτυρίαν.

Homily XXIXHomilia XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:217γ. Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὅν; Ἀλλ’ ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπει-σαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτά-φη παρ’ αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον; Διὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ’ Ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νό-μου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ. Διὰ τοῦτο ὕστερον τί-θησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ μεῖζον συνάγων, καὶ δει-κνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόμος ποιεῖν, τοῦτο ἐργασάμενος διὰ τοῦ θανάτου ὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα φησὶν, οὐκ ἂν ὄντες, εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φο-νῶντας τοιαῦτα ἐμαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήμερον γεγέννηκά σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται. Καὶ διὰ τί μὴ ἐπήγαγε μαρτυρίαν, δι’ ἧς ἔμελλον πείθεσθαι, ὅτι ἄφεσις ἁμαρτιῶν δι’ αὐτοῦ γίνεται; Ὅτι τὸ σπου-δαζόμενον τοῦτο ἦν, δεῖξαι τέως, ὅτι ἀνέστη· τούτου δὲ ὡμολογημένου, ἐκεῖνο ἀναμφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ’ αὐτοῦ ἄφεσις ἁμαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ μεγάλου τού-του. Οὐκ ἄρα ἐγκατάλειψις ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναμιμνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες μυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέμνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον, ὅτι ἔργον ἐγὼ ἐργάζομαι, ὃ οὐ μὴ πιστεύ-σητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Μὴ θαυμάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ κατα-φρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων. Καὶ γὰρ σφόδρα κακῶς τὰ τῆς Ἐκκλησίας διάκειται, καίτοι γε νομίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγματα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ’ ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχομεν, τὰ κτήματα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται, καθ’ ἑκάστην ἡμέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦμεν; Ἀλλ’ οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις δοκιμάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες ἀνα-χωροῦμεν οἴκαδε καθ’ ἑκάστην ἡμέραν, εἰ καρπούμενοι μέγα τι ἢ μικρὸν, εἰ μὴ νόμον ἁπλῶς πληροῦντες καὶ ἀφοσιούμενοι. Τίς βελτίων γέγονεν ὁλοκλήρῳ μηνὶ συλ-λεγόμενος· Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ
τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται. Εἴθε μὲν οὖν μηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦ-σθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυ-νάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστών-των ὑμῖν. Ὁ στρατιώτης ἐπὶ τὸ γυμνάσιον ἰὼν, ἀκρι-βέστερος γίνεται περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς πα-
PG 60:218λαίστραν βαδίζων, ἐμπειρότερος γίνεται περὶ τὴν πάλην· ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόμενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους. Ἢ τοῦτο νομίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν μή τι καρπωσώμεθα· ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν. Καὶ γὰρ οἱ πρόγονοι τὰς ἐκκλησίας ἡμῖν ᾠκοδόμησαν, οὐχ ἵνα ἐκ τῶν ἰδίων οἴκων συναγαγόντες ἡμᾶς ἀλλήλοις δεικνύωσι· τοῦτο γὰρ καὶ ἐν ἀγορᾷ καὶ ἐν βαλανείοις καὶ ἐν πομπῇ γένοιτο ἄν· ἀλλ’ ἵνα μαθητὰς ὁμοῦ καὶ διδασκάλους συν-αγαγόντες, βελτίους τούτους δι’ ἐκείνων ἐργάσωνται. Νόμος ἁπλῶς καὶ ἀφοσίωσις γέγονε τὰ ἡμέτερα· συν-ήθεια τὸ πρᾶγμα λοιπόν ἐστιν. Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή· οὐ γὰρ ἂν εἴποιμι πολλοὶ οἱ ἄνθρωποι· τοῦτο γὰρ οὐκ ἀνθρώπων. Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ μὲν θόρυβος ὑποτέμνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος. Παννυχίδες πόσαι καὶ ὑμνῳδίαι ἱεραί; Καὶ τί τὸ πλέον; Χεῖρον μὲν οὖν· πολλοὶ καὶ διὰ κενοδοξίαν τοῦτο ἐργά-ζονται. Πῶς οἴεσθε κόπτομαι τὰ σπλάγχνα, καθάπερ εἰς πίθον τετρημένον πάντα προχωροῦντα ὁρῶν; Ἀλλὰ πάντως ἐρεῖτέ μοι, ὅτε τὰς Γραφὰς ἴσμεν. Καὶ τί τοῦτο; Ἂν διὰ τῶν ἔργων αὐτὰς ἐπιδεικνύητε, τοῦτό ἐστι τὸ κέρδος, αὕτη ἡ ὠφέλεια. Βαφεῖον ἡ ἐκκλησία ἐστίν· ἂν διαπαντὸς ἀπίητε μηδεμίαν δεχόμενοι βαφὴν, τί τὸ ὄφε-λος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι; Μείζων μὲν γὰρ ἡ βλάβη. Τίς τοῖς νόμοις προσέθηκεν, οἷς ἀπὸ τῶν πατέ-ρων ἐδέξατο; Οἷόν τι λέγω· ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάμνησιν τῆς μητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παι-δίου· τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε μὴ ἀκούῃ παρ’ ἡμῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόμενος. Διὰ τοῦτο οὖν ἀγανακτεῖς, φησί; Μὴ γένοιτο, ἀλλὰ καὶ πάνυ χαίρω· ἐβουλόμην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡμε-τέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ’ ἡμῶν γενέσθαι, καὶ ἑτέραν ἐπεισαχθῆναι συνήθειαν· ἐπεὶ τί κόπτομαι εἰκῆ καὶ ληρῶ, εἰ μέλλοιτε ἐπὶ τῶν αὐτῶν μένειν, εἰ μηδὲν αἱ συνάξεις εἰς ὑμᾶς ἐργάζονται ἀγαθόν; δ. Ναὶ, φησὶν, εὐχόμεθα. Καὶ τί τοῦτο, ἂν ᾖ χωρὶς ἔργων; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐ πᾶς ὁ λέ-γων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασι-λείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πα-τρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, μηδεμίαν ἀπὸ τῶν ἡμετέρων λόγων προσθή-κην ὑμῖν ἐγγινομένην ὁρῶν· ἢ τάχα γίνεται μὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυμίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήματα μαινομένοις. Καθάπερ γὰρ ἐκεῖ-νοι, ὅσα ἂν περιβάλωνται, οὐδὲν ἡγοῦνται ἔχειν· οὕτω καὶ αὐτὸς, ἐπειδὴ σφόδρα τῆς ὑμετέρας ἐφίεμαι σωτη-ρίας, ἕως ἂν ἴδω προκεκοφότας ὑμᾶς, οὐδὲν ἡγοῦμαι εἰργάσθαι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν πρὸς αὐτὴν τὴν κορυφὴν ὑμᾶς ἐλθεῖν. Βουλοίμην ἂν τοῦτο εἶναι, καὶ τοῦ ἐμοῦ πάθους εἶναι τοῦτο, ἀλλὰ μὴ τῆς ὑμετέρας ῥᾳθυμίας· δέδοικα δὲ μήποτε καλῶς στοχάζωμαι. Πε-πεῖσθαι γὰρ ὀφείλετε, ὅτι εἴ τις ἐγένετο ὠφέλεια ἐν τοσούτῳ χρόνῳ, παύσασθαι λοιπὸν ἡμᾶς λέγοντας ἔδει. Οὕτως οὐκ ἔδει ῥημάτων ὑμῖν, τῶν ἤδη λεχθέντων οὕ-τως ἱκανῶς εἰρημένων, ὡς καὶ ἄλλους δύνασθαι ῥυθμί-ζειν, εἴ γε ἀπόντων ὠφέλειά τις ὑμῖν προσεγίνετο. Τὸ δὲ ἀνάγκην ἡμᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸσ

Homily XXIXHomilia XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:219ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ τὰ ὑμέτερα μὴ σφόδρα διακεῖσθαι ἀκριβῶς. Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον. Παρα-καλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλη-σίαν ἐμβάλλητε, ἀλλ’ ὅπως τι καὶ λαβόντες οἴκαδε ἀνα-χωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ’ ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα. Οἷον, ἔστι τις θυμικός; Προσεχέτω ταῖς τῶν Γραφῶν ἀναγνώσεσι, καὶ πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει μὲν, ὅταν λέγηται, Ἡ ῥο-πὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυ-μώδης οὐκ εὐσχήμων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χρι-στὸς πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς ἐμ-πεπλησμένον ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυμένους. Πάλιν ἔστι τις ἡττώμενος χρημάτων; ἀκουέτω, ὅτι Φιλαργύρου οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ψυχὴν αὐτοῦ ἔκπρακτον ποιεῖ· καὶ τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦ-τος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραμματέων, καὶ ὅτι Δῶρα ἐκτυ-φλοῖ ὀφθαλμοὺς σοφῶν. Ἄλλος ἐστὶν ὑπερήφανος; Ἀκουέτω, ὅτι Ὑπερηφάνοις ἀντιτάσσεται ὁ Θεός· καὶ, Ἀρχὴ ὑπερηφανίας ἁμαρτία· καὶ, Πᾶς ὑψηλο-κάρδιος ἀκάθαρτος παρὰ Κυρίῳ. Καὶ ἐν ἱστορίαις τὸν διάβολον, καὶ τοὺς ἄλλους ἅπαντας. Καὶ ὅλως (οὐ γὰρ ἔνι πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυμάτων τὰ φάρμακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω· κἂν μὴ τὸ ὅλον, μέρος γοῦν τήμερον, καὶ μέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε. Καὶ περὶ μετανοίας δὲ, καὶ περὶ ἐξο-μολογήσεως, καὶ περὶ ἐλεημοσύνης, καὶ περὶ ἐπιει-κείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑ-ρήσει πολλὰ παραδείγματα. Ταῦτα γὰρ πάντα ἐγρά-φη πρὸς νουθεσίαν ἡμῶν, φησίν. Εἰ τοίνυν πρὸς νου-θεσίαν ἡμῶν περὶ πάντων διαλέγεται, προσέχωμεν ὡς δεῖ προσέχειν. Τί μάτην ἑαυτοὺς ἀπατῶμεν; Φοβοῦ-μαι, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις, ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, καὶ τὰ ἔτη ἡμῶν μετὰ σπουδῆς. Τίς ἀκούων ἡμῶν ἀπέστη θεάτρων; τίς ἀπέ-στη πλεονεξίας; τίς προθυμότερος γέγονε περὶ ἐλεημοσύ-νην; Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ’ ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν. Νῦν δὲ πῶς ἅψομαι τῆς ἐργασίας, το-σούτους μὲν ὑετοὺς ὁρῶν καταφερομένους τῆς διδασκα-λίας, τὰ δὲ λήϊα ἡμῖν ἐπὶ τοῦ αὐτοῦ μέτρου μένοντα, καὶ οὐδὲν ὑψηλότερον τὰ γεννήματα γενόμενα; Λοιπὸν ὁ τῆς ἅλω καιρὸς ἐφέστηκεν, ὁ τὸ πτύον ἔχων. Δέδοικα, μὴ τὸ πᾶν χόρτος ᾖ· δέδοικα, μὴ πρὸς τὴν κάμινον ἀπενεχθῶμεν ἅπαντες. Παρῆλθε θέρος, ἦλθε χειμών· καθήμεθα καὶ νέοι καὶ γέροντες τοῖς οἰκείοις ἁλισκόμενοι πάθεσι. Μή μοι εἴπῃς, ὅτι Οὐ πορνεύω. Τί γὰρ ὄφε-
λος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς; Ὁ στρουθὸς κἂν μὴ ἐκ παντὸς μέρους, ἀλλ’ ἀπὸ τοῦ ποδὸς κατέχηται μόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν πτερῶν ὄφελος οὐδὲν, τοῦ ποδὸς κατε-χομένου. Οὕτω καὶ σὺ, οὐχ ἑάλως διὰ πορνείας, ἀλλ’
PG 60:220ἑάλως διὰ φιλαργυρίας· ἑάλως μέντοι· τὸ δὲ ζητούμε-νον, οὐ πῶς ἑάλως, ἀλλ’ ὅτι ἑάλως. Μὴ λεγέτω ὁ νέος, ὅτι Οὐκ εἰμὶ φιλοχρήματος· ἀλλ’ ἴσως πορνεύεις. Καὶ τί τὸ ὄφελος πάλιν; οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε μὴ ἀθρόως ἐπιτε-θέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡμῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι. Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ διῃρημένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ’ ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν ἐπὶ τού-τοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ’ ἐξ αὐτῆς τῆς ἡλικίας κοιμιζομένοις; Οὐχ ὁρᾶτε τοὺς ἡνιόχους, πόσῃ ἀκριβείᾳ καὶ γυμνασίᾳ καὶ πόνοις κέχρηνται, καὶ σιτίοις, καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστε μὴ καταβληθέντας ἀπὸ τῶν ἁρμάτων σύρεσθαι; Ὅρα ὅσον ἐστὶ τέχνη. Ἀνὴρ μὲν γὰρ ἀνδρεῖος οὐκ ἂν ἑνὸς ἵππου πολλάκις περιγένοιτο· μειρακίσκος δὲ τῇ τέχνῃ πολλάκις τοὺς δύο ἀναδεξά-μενος, ἄγει εὐκόλως καὶ φέρει. Καὶ ἐν Ἰνδοῖς δὲ τὸ μέγα θηρίον καὶ φοβερὸν τῶν ἐλεφάντων λέγεται καὶ δεκα-πενταέτει παιδὶ γεγονότι μετὰ πολλῆς εἴκειν τῆς προθυ-μίας. Τί δὴ ταῦτά μοι εἴρηται; Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχομεν σπουδάζοντες, πολλῷ μᾶλλον τὰ πάθη τὰ ἐν ἡμῖν. Πόθεν ἐκλυόμεθα διαπαντὸς τοῦ βίου; Οὐδέποτε τὴν τέχνην ἐμελετήσαμεν ταύτην· οὐ-δέποτε ἐν καιρῷ σχολῆς οὐκ ὄντος τοῦ ἀγῶνος διελέχθη-μεν πρὸς ἑαυτούς τι τῶν χρησίμων. Τότε ἡμᾶς ἐπὶ τοῦ ἅρματος ἑστῶτας ἴδοι τις ἂν, ὅτε ὁ ἀγὼν παραγένη-ται. Διά τοι τοῦτο καταγέλαστοί ἐσμεν. Οὐκ εἶπον πολ-λάκις, γυμναζώμεθα πρὸς τοὺς οἰκείους πρὸ τοῦ πειρα-σμοῦ; Πρὸς τοὺς παῖδας ἐπὶ τῆς οἰκίας πολλάκις παρο-ξυνόμεθα· κατέχωμεν ἐκεῖ τὸν θυμὸν, ἵνα εὐκόλως αὐτῷ ἐπὶ τῶν φίλων κεχρημένοι φαινώμεθα. Καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰ ἐγυμναζόμεθα, οὐκ ἂν ἐν τοῖς ἀγῶσιν ἦμεν καταγέλαστοι. Νῦν δὲ ὅπλα μὲν τῶν ἄλλων καὶ γυμνάσια καὶ μελέται εἰσὶ, καὶ τεχνῶν καὶ παλαισμά-των· ἀρετῆς δὲ οὐδαμοῦ. Οὐκ ἂν τολμήσειεν ὁ γεωργὸς ἀμπέλου ἅψασθαι, μὴ πρότερον καλῶς γυμνασθεὶς τὰ γεωργικά· οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, μὴ πρότερον ἐγγυμνασάμενος καλῶς· ἡμεῖς δὲ ἀμελέ-τητοι πάντῃ τυγχάνοντες, τὰ πρωτεῖα ἔχειν βουλόμεθα. Ἐχρῆν σιγᾷν, ἐχρῆν μηδενὶ κοινωνεῖν πραγμάτων μηδὲ ῥημάτων, ἕως ἂν ἠδυνήθημεν τὸ θηρίον ἡμερῶσαι τὸ ἐν ἡμῖν. Ἢ οὐχὶ θηρίου παντὸς χαλεπώτερον ἐπιστρα-τεύεται ἡμῖν καὶ θυμὸς καὶ ἐπιθυμία; Μὴ ἐμβάλῃς εἰς ἀγορὰν μετὰ τούτων τῶν θηρίων, ἕως ἂν αὐτοῖς περιθῇς καλῶς τὸν χαλινὸν, ἕως ἂν αὐτὰ τιθασσεύσῃς, καὶ χει-ροήθη κατασκευάσῃς. Οὐχ ὁρᾷς τούτους τοὺς περιάγον-τας τοὺς ἡμέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυμάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτην ἡμερότητα κατώρθωσαν; ἂν δὲ ἐξαίφνης ἀγρι-ωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος. Καὶ σὺ τοίνυν τὸν λέοντα πρότερον ἡμέρωσον, καὶ τότε περίαγε, οὐχ ὥστε ἀργύριον λαβεῖν, ἀλλ’ ὥστε κερδάναι κέρδος, οὗ μηδέν ἐστιν ἴσον. Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτη-μένοις, καὶ τοῖς χρωμένοις σφόδρα ἐστὶ χρησίμη. Ταύ-την οὖν διώκωμεν, ἵνα δυνηθῶμεν τῆς ἀρετῆς τὴν ὁδὸν μετὰ ἀκριβείας διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπι-τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.

Homilia LI

PG 60:221ΟΜΙΛΙΑ Λ. Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. α. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως, εἰπών τινα σπέρματα, καὶ μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥῖψαι ψυχάς. Εἶπεν, ὅτι Ἄφεσις ἁμαρτιῶν διὰ τούτου ὑμῖν καταγγέλλεται· τὸ δὲ πῶς, οὐκ ἐδήλωσε. Μετὰ ταῦτα λοιπὸν αὐτὸς ἑαυ-τοῦ μνημονεύει πρώτου. Ὁρᾷς τὴν προθυμίαν, ὅση· Ἠκολούθουν αὐτοῖς, φησί. Διὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμ-μένειν. Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προς-ηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλα-λοῦντες αὐτοῖς, ἔπειθον προσμένειν αὐτοὺς τῇ χά-ριτι τοῦ Θεοῦ. Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλή-σθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. Ὅρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους. Τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους. Τὸ μὲν οὖν πρῶτον αὐτόματοι παρεκάλεσαν. Ἀντιλέ-γοντες, φησὶ, καὶ βλασφημοῦντες. Ὢ τῆς ἰταμότητος ἐφ’ οἷς αὐτοὺς ἀποδέχεσθαι ἔδει, οἱ δὲ ἀντιλέγουσι. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὁρᾷς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέ-τειναν τὸ κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη, ἀπολογησάμενοι καὶ ἀνευθύνους ἑαυτοὺς ἐγκλη-μάτων ποιήσαντες παρὰ τοῖς οἰκείοις; Καὶ οὐκ εἶπεν, ἀνάξιοί ἐστε· ἀλλ’ Ἐκρίνατε ἑαυτοὺς ἀναξίους, ἀνεπαχθῆ τὸν λόγον ποιῶν. Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἵνα γὰρ μὴ ἀκούοντα τὰ ἔθνη λυ-πῆται, ὡς ἐκ τῆς ἐκείνων σπουδῆς μὴ τυγχάνοντα τῶν ἀγαθῶν, ἐπάγει τὴν προφητείαν λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυμοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀ-κείνους μᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· τουτέστιν, ἀφωρισμένοι τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας· τουτέστι, διεκομίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν. Ὅρα πάλιν πῶς διωκόμενοι ἕτερα κατα-σκευάζουσι μεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον πρῶ-
PG 60:222τον λαληθῆναι τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ἄρα ἔμελλον
λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ’ ὅρα καὶ τὴν παῤῥησίαν μέτρῳ γινομένην· καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπε-λογεῖτο, πολλῷ μᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑμῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ’ ὅτι Στρεφό-μεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει; Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιού-μενοι τῷ κηρύγματι; εἰς ὅσην ἀσχημοσύνην αὐτὰς ἤγα-γον; Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ’ αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐν-ταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χρι-στὸς, λέγων· Καὶ ἐὰν μή τις ὑμᾶς δέξηται, ἐξερχό-μενοι ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. Αὐτοὶ δὲ οὐδὲ ἁπλῶς τοῦτο ἐποίησαν, ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Πλὴν οὐδὲ τοῦτο τοὺς μαθη-τὰς ἔβλαψεν, ἀλλὰ μᾶλλον ἐπέμενον τῷ λόγῳ. Διὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χα-ρᾶς καὶ Πνεύματος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυμότερον ποιεῖ τὸν μαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελ-θεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται. Ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόν-τες ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Ἐκ πολλῆς τῆς πε-ριουσίας ὅμως ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν. Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελ-φῶν. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ’ ἐπολεμοῦντο μόνον. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· μᾶλλον δὲ τὴν μὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυμία. Διὰ γὰρ τοῦτο μέχρι πολλοῦ οὐδαμῶς σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦ-σαι τοὺς ἀκούοντας, τῶν σημείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ μικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστός· Οὐ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλεις τῆς Λυκαονίας,
PG 60:223Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. β. Πάλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κή-ρυγμα, μετὰ τὸ αὐξηθῆναι, πάλιν αὐτοὺς ἐξάγουσιν. Ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς μὲν διώκοντας ἡττωμένους, τοὺς δὲ διωκομένους λαμπροὺς ἀποφαίνοντας. Ἐλθὼν γὰρ ἐν Λύστροις, ποιεῖται θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ μεγάλῃ τῇ φωνῇ· καὶ πῶς, ἄκουε. Καί τις, φησὶν, ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέ-ποτε περιπεπατήκει. Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιε-πάτει. Διὰ τί μεγάλῃ τῇ φωνῇ; Ὥστε τοὺς ὄχλους πι-στεῦσαι. Ὅρα δὲ, προσεῖχεν ἀκριβῶς τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· τοῦτο γάρ ἐστι τὸ Ἤκουσεν. Εἶδες φιλοσοφίαν; Οὐδὲν ὑπὸ τῆς χωλείας πρὸς τὴν σπουδὴν τῆς ἀκροάσεως παρεβλάβη. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι. Ἤδη ᾠκείωτο τὴν προαίρεσιν· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον ἐγίνετο. Πρότερον γὰρ ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. Ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν ἰδεῖν τὴν αὐτοῦ τὸν Παῦλον. Καὶ ἥλατο, φησὶ, καὶ περιεπάτει. Τεκμήριον τῆς ὑγείας τῆς ἀκριβοῦς τὸ ἅλλεσθαι. Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν αὐτῶν τὴν φωνὴν, λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὅ τε ἱερεὺς τοῦ Διὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Ἀλλ’ οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ φωνῇ ἐφθέγγοντο, λέγοντες, ὅτι Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέ-βησαν πρὸς ἡμᾶς· διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον. Ἐπειδὴ δὲ εἶδον τὰ στέμματα, τότε ἐξελθόντες, διέῤῥη-ξαν τὰ ἱμάτια αὐτῶν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί τοῦτο ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαροὺς, οὐ μόνον οὐκ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην διακρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ οὗτοι τὸ αὐτό φασι. Καὶ Ἰωσὴφ δὲ ἔλεγεν ἐπὶ τῶν ἐνυπνίων· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ Δανιὴλ ὁμοίως· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Καὶ Παῦλος πανταχοῦ τοῦτό φησι, ὡς ὅταν λέγῃ· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Καὶ πάλιν, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκα-νότης ἡμῶν ἐκ τοῦ Θεοῦ. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰ-ρημένα. Οὐχ ἁπλῶς αὐτοῖς προσετέθησαν οἱ ὄχλοι· ἀλλὰ πῶς; Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν. Ὅρα πανταχοῦ παρακαλοῦντας, οὐκ ἀποδεχομένους ἁπλῶς, οὐδὲ κολα-κεύοντας. Διὰ τοῦτο ἔλεγεν· Οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. Διὰ τί πρὸ τούτου μὴ ἀντέλεγον; Ὅτι τέως οἱ ἀναπεί-θοντες ἡσύχαζον. Ὁρᾷς ὅτι πανταχοῦ πάθει ἐκινοῦντο; Καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβλασφήμουν· καὶ
PG 60:224γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Ἀλλ’ ὅρα παῤῥησίαν. Ὑμῖν ἦν, φησὶν, ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτόν. Οὐδὲν ὑβριστικόν. Ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιᾷ. Ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτὸν, φη-σὶν, οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ’ ὑμῶν. Ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ τὸ, Οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν· Ἀπωθεῖσθε αὐτόν· καὶ τότε, Στρεφόμεθα εἰς τὰ ἔθνη. Πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα. Οὐκ εἶπεν, Ἐγκαταλιμπάνο-μεν ὑμᾶς, δεικνὺς, ὅτι δυνατὸν καὶ ἐνταῦθα πάλιν στρα-φῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν·
οὕτω γὰρ ἐντέταλται ἡμῖν. Ἔδει μὲν οὖν ἀκοῦσαι τὰ ἔθνη· πλὴν τοῦτο οὐ παρ’ ἡμῶν, παρ’ ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν ὀφεῖλον. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν· τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ· καὶ οὐχ ἁπλῶς ἐθνῶν, ἀλλὰ πάντων. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλα-βέσθαι. Τεταγμένοι δὲ, εἶπεν, ἵνα δείξῃ, ὡς οὐ κατ’ ἀνάγκην. Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν. Οὐκ ἔτι ἐν τῇ πόλει διεσπάρησαν, ἀλλὰ καὶ ἐν τῇ χώρᾳ. Ἀκούσαντες γὰρ οἱ ἐξ ἐθνῶν, καὶ αὐτοὶ μετ’ ὀλίγον προσῄεσαν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας, καὶ ἐπήγειραν διωγμόν. Ὅρα, καὶ τῶν παρὰ τῶν γυναικῶν γινομένων αὐτοὶ λοιπὸν αἴτιοι καθίσταν-ται. Καὶ ἐξέβαλον αὐτοὺς, φησὶν, ἀπὸ τῶν ὁρίων αὐ-τῶν· οὐχὶ τῆς πόλεως μόνης, ἀλλὰ τῆς χώρας ἁπάσης. Εἶτα τὸ φοβερώτερον· Οἱ δὲ μαθηταὶ, φησὶν, ἐπλη-ροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον. Εἶδες φύσιν Εὐαγγελίου δύναμιν ἔχοντος πολλήν; Ἐκάκωσαν, φησὶ, τὰς ψυ-χὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τουτέστι, διέβαλον τοὺς ἀποστόλους, μυρία αὐτῶν κατηγόρησαν, ἀπλάστους ὄντας κακούργως διέθηκαν. γ. Καὶ ὅρα, πῶς πανταχοῦ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἱκανὸν χρόνον, φησὶ, διέτριψαν, παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ. Μὴ τοῦτο ἐλαττώσεως εἶναι νομίσῃς. Ὅτε γὰρ ἔλεγον, Τοῦ μαρτυρήσαντος, φησὶν, ἐπὶ Ποντίου Πι-λάτου, τότε ἡ παῤῥησία ἐδείκνυτο· ἐνταῦθα δὲ περὶ τοῦ λαοῦ φησιν. Οὐ περιέμειναν τοίνυν, ἀλλ’ εἶδον τὴν ὁρμήν. Καὶ κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον. Ἔνθα οὐ-δαμοῦ τὸν θυμὸν αὐτῶν ἐκκαίειν ἦν· ὥστε καὶ ἐν ταῖς χώραις ἀπῄεσαν, οὐκ ἐν πόλεσι μόνον. Ὅρα καὶ τῶν ἐθ-νῶν τὴν ἀφέλειαν, καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν. Δι’ ἔργων ἐπεδείκνυντο, ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνον. Οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον· καὶ οἱ μὲν οὐ μόνον οὐ προσέκοπτον τῷ κηρύγματι, ἀλλὰ καὶ ἔλεγον· Οἱ θεοὶ, ἀνθρώποις ὁμοιωθέντες, κατέβησαν πρὸς ἡμᾶς. Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο. Ἐκάλουν τε, φησὶ, τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν. Ἐμοὶ δοκεῖ καὶ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπὴς εἶναι ὁ Βαρνάβας. Οὐ μικρὸς καὶ οὗτος πειρασμὸς ἐξ ἀμετρίας ἐφύη πολ-λῆς· ἀλλὰ καὶ ἐντεῦθεν τῶν ἀποστόλων ἡ ἀρετὴ δείκνυ-ται. Καὶ ὅρα πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῷ Θεῷ. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν· μηδὲν ἡμέτερον εἶναι νομίζωμεν, ὅπου γε καὶ αὐτὴ ἡ πίστις οὐχ ἡμέτερον.

Homily XXXHomilia XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:225Ὅτι δὲ οὐχ ἡμέτερον, ἀλλὰ τὸ πλέον τοῦ Θεοῦ, ἄκουε Παύλου λέγοντος· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον. Μὴ τοίνυν μέγα φρονῶμεν, μηδὲ φυσιώμεθα, ἄνθρωποι, γῆ καὶ σποδὸς ὄντες, καπνὸς καὶ σκιά. Εἰπὲ γάρ μοι, διὰ τί μέγα φρονεῖς; Ἐλεημοσύνην ἔδωκας καὶ τὰ χρήματα ἐκένωσας; Καὶ τί τοῦτο; Ἐννόησον, εἰ μὴ ἠθέλησέ σε ποιῆσαι ὁ Θεὸς πλούσιον· ἐννόησον τοὺς πε-νομένους, μᾶλλον δὲ ἐννόησον ὅσοι καὶ τὰ σώματα ἐπέ-δωκαν, καὶ μετὰ τὸ ἐπιδοῦναι μυρία, ἑαυτοὺς ἐταλάνι-σαν. Σὺ διὰ σαυτὸν ἔδωκας, ὁ Χριστὸς διὰ σέ· σὺ ἀπέ-δωκας τὸ ὀφειλόμενον, ὁ Χριστὸς οὐκ ὤφειλέ σοι. Ὅρα τοῦ μέλλοντος τὸ ἄδηλον, καὶ μὴ ὑψηλοφρόνει, ἀλλὰ φο-βοῦ· μὴ ἐλαττώσῃς τὴν ἀρετὴν τῇ ἀλαζονείᾳ. Βούλει ὄντως μέγα τι ἐργάσασθαι; Μηδέποτε ὑποπτεύσῃς ὡς περὶ μεγάλων τῶν κατορθωμάτων. Ἀλλὰ παρθένος εἶ; Ἀλλὰ κἀκεῖναι παρθένοι ἦσαν, ἀλλ’ οὐδὲν ἀπώναντο τῆς παρθενίας διὰ τὴν ὠμότητα καὶ τὴν ἀπανθρω-πίαν. Οὐδὲν ταπεινοφροσύνης ἴσον· αὕτη μήτηρ καὶ ῥίζα καὶ τροφὸς καὶ ὑπόθεσις καὶ σύνδεσμος τῶν ἀγαθῶν· ταύτης ἄνευ βδελυκτοὶ καὶ μιαροὶ καὶ ἀκάθαρτοί ἐσμεν. Ἔστω γάρ τις, εἰ βούλει, νεκροὺς ἀνιστῶν, καὶ χωλοὺς ἰώμενος, καὶ λεπροὺς καθαίρων μετὰ ἀπονοίας· οὐδὲν τούτου μιαρώτερον, οὐδὲν ἀσεβέστερον, οὐδὲν ἀναγέστε-ρον. Μηδὲν εἶναι νομίσῃς σαυτοῦ. Λόγον ἔχεις καὶ διδα-σκαλικὴν χάριν; Μὴ διὰ τοῦτο νομίσῃς πλεόν τι τῶν ἄλλων ἔχειν. Διὰ τοῦτο μάλιστα ταπεινοῦσθαι ὀφείλεις, ὅτι πλειόνων ἠξιώθης δωρεῶν. Ὧ γὰρ πλεῖον ἀφέθη, πλεῖον ἀγαπήσει. Οὐκοῦν καὶ ταπεινοῦσθαι χρὴ, ὅτι τοὺς ἄλλους παρελθὼν, εἰς σὲ ἐπένευσεν ὁ Θεός. Φοβοῦ διὰ τοῦτο· πολλάκις γάρ σοι καὶ ἀπωλείας τοῦτο γίνεται αἴτιον, ἂν μὴ νήφῃς. Τί μέγα φρονεῖς; ὅτι διδάσκεις διὰ λόγων; Ἀλλ’ εὔκολον τοῦτο τὸ φιλοσοφεῖν ἐν ῥήμασι· δίδαξόν με διὰ τοῦ βίου τοῦ σοῦ· αὕτη ἡ διδασκαλία ἀρίστη. Λέγεις, ὅτι δεῖ μετριάζειν, καὶ μακρὸν ὑπὲρ τούτου λόγον ἀπο-τείνεις, καὶ ῥητορεύεις ῥέων ἀκωλύτως; Ἀλλὰ σοῦ βελ-τίων ἐκεῖνος, φησὶν, ὁ δι’ ἔργων τοῦτο παιδεύων ἐμέ. Οὐ γὰρ οὕτως εἴωθεν ἐντίθεσθαι τῇ ψυχῇ τὰ μαθήματα ἀπὸ ῥημάτων, ὡς ἀπὸ πραγμάτων· ἐπεὶ ἐὰν μὴ τὸ ἔρ-γον ἔχῃς, οὐ μόνον οὐκ ὠφέλησας εἰπὼν, ἀλλὰ καὶ μει-ζόνως ἔβλαψας. Βέλτιον σιγᾷν. Διὰ τί; Ὅτι ἀδύνατόν μοι τὸ πρᾶγμα καθιστᾷς. Ἐννοῶ γὰρ, ὅτι εἰ σὺ ὁ τοσαῦτα λέγων οὐ κατορθοῖς, πολλῷ μᾶλλον ἐγὼ συγγνώμης ἄξιος, λέγων μηδένα. Διὰ τοῦτό φησιν ὁ προφήτης· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δι-καιώματά μου; Μείζων γὰρ αὕτη ἡ βλάβη, ὅταν καλῶς διδάσκων τις διὰ ῥημάτων, διὰ τῶν ἔργων πολεμῇ τῇ διδασκαλίᾳ. Τοῦτο πολλῶν αἴτιον γέγονε κακῶν ἐν ταῖς Ἐκκλησίαις Διὰ τοῦτο καὶ σύγγνωτε, παρακαλῶ, τοῦ λόγου χρονίζοντος ἡμῖν ἐν τούτῳ τῷ πάθει. Πολλὰ πολ-λοὶ πράττουσιν ὑπὲρ τοῦ εἰς μέσον στάντες μακρὸν ἀπο-τείνειν λόγον· κἂν μὲν κρότων τύχωσι τῶν ἀπὸ τοῦ πλή-θους, γέγονεν αὐτοῖς τοῦτο βασιλείας ἴσον· ἂν δὲ μετὰ σιγῆς τὸν λόγον καταπαύσωσι, γεέννης δή που μᾶλλον αὐτοῖς χαλεπωτέρα κατέστη τῆς σιγῆς ἡ ἀθυμία. Τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψεν, ὅτι καὶ ὑμεῖς οὐ ζητεῖτε λό-γον ἀκοῦσαι κατανυκτικὸν, ἀλλὰ τέρψαι δυνάμενον καὶ τῷ ψόφῳ καὶ τῇ συνθέσει τῶν ῥημάτων, καθάπερ μελῳ-δῶν καὶ κιθαριστῶν ἀκούοντες· καὶ ἡμεῖς ψυχρῶς καὶ ταλαιπώρως ποιοῦντες, ὅτι ταῖς ὑμετέραις ἐπιθυμίαις ἑπόμεθα, δέον ἐκκόπτειν ταύτας.
PG 60:226δ. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλα-κοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει μόνον, τῶν δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο· εἶτα ἐγκαλού-μενος παρὰ τῶν ἰατρῶν, ἀπολογοῖτο λέγων· Τί πάθω; οὐκ ἀνέχομαι κλαῖον τὸ παιδίον ἰδεῖν. Ἄθλιε καὶ ταλαί-πωρε καὶ προδότα· οὐ γὰρ ἂν πατέρα τὸν τοιοῦτον εἴ-ποιμι· καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαν-τὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι; Τοῦτο πάσχο-μεν καὶ ἡμεῖς, κάλλη λέξεων περιεργαζόμενοι καὶ συν-θήκας καὶ ἁρμονίαν ὅπως ἥσωμεν, οὐχ ὅπως ὠφε-λήσωμεν· ὅπως θαυμασθῶμεν, οὐχ ὅπως διδάξωμεν· ὅπως τέρψωμεν, οὐχ ὅπως κατανύξωμεν· ὅπως κροτηθῶ-μεν καὶ ἐπαίνου τυχόντες ἀπέλθωμεν, οὐχ ὅπως τὰ ἤθη ῥυθμίσωμεν. Πιστεύσατέ μοι, οὐκ ἄλλως λέγω, ἐπειδὰν λέγων κρο-τῶμαι, παρ’ αὐτὸν μὲν τὸν καιρὸν ἀνθρώπινόν τι πάσχω (τί γὰρ οὐκ ἄν τις εἴποι τὸ ἀληθές); καὶ γάννυμαι, καὶ
διαχέομαι· ἐπειδὰν δὲ ἀπελθὼν οἴκαδε ἐννοήσω τοὺς κροτήσαντας οὐδὲν ὠφεληθέντας, ἀλλ’ εἴ τι καὶ ὠφελη-θῆναι ἔδει, ὑπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων ἀπολωλε-κότας, ὀδυνῶμαι καὶ στένω καὶ δακρύω, καὶ ὡς εἰκῆ πάντα εἰρηκὼς, οὕτω διάκειμαι, καὶ πρὸς ἐμαυτὸν λέγω· Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθε-λόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ’ ἡμῶν; καὶ πολλάκις ἐνενόησα θεῖναι νόμον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα μετὰ σιγῆς ὑμᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας. Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ μοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωμεν τὸν νόμον ἤδη, μηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν μεταξὺ λέγοντός τινος, ἀλλ’ εἰ βούλοιτο θαυμάζειν, θαυμαζέτω σιγῇ· οὐδεὶς ὁ κωλύων, πᾶσα δὲ ἡ σπουδὴ καὶ ἡ προθυμία περὶ τὸ δέχεσθαι τὰ λεγόμενα γινέσθω. Διὰ τί ἐκροτή-σατε; Περὶ τούτου τὸν νόμον τίθημι· ὑμεῖς δὲ οὐδὲ ἀκοῦσαι ἀνέχεσθε. Πολλῶν τοῦτο ἀγαθῶν αἴτιον ἔσται, καὶ διδασκάλειον φιλοσοφίας. Καὶ οἱ τῶν ἔξω φιλόσοφοι διελέγοντο, καὶ οὐδεὶς οὐδαμοῦ κρότος αὐτοῖς εἵπετο· καὶ οἱ ἀπόστολοι ἐδημηγόρουν, καὶ οὐδαμοῦ τοῦτο πρόσκειται, ὅτι μεταξὺ λεγόντων ἐκείνων τοῖς κρότοις διέκοπτον οἱ ἀκούοντες τὸν λέγοντα. Μέγα τοῦτο κέρδος ἡμῖν. Ἀλλὰ κυρώσωμεν τοῦτο· μεθ’ ἡσυχίας πάντες ἀκούωμεν, καὶ λέγωμεν ἅπαντα. Εἰ μὲν γὰρ μετὰ τοὺς κρότους ἀπῄει-μεν ἔχοντες ἅπερ ἠκούσαμεν, μάλιστα μὲν οὐδὲ οὕτω χρήσιμος ὁ ἔπαινος (ἀλλ’ οὐκ ἂν ἠκριβολογησάμην· μὴ μέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ δὲ μηδὲν τὸ πλέον, ἀλλὰ καὶ βλάβη, λύσωμεν τὸ κώλυμα, ἀνέλωμεν τὰ σκιρτήματα, ἐκκόψωμεν τὰ πηδήματα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδημηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ’ οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλομένους κροτεῖσθαι, ἀλλὰ μᾶλλον θαυμάζεσθαι ποιῶ. Πολλῷ βέλτιον μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέ-λαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νομισθή-σεται μᾶλλον, ὅτι μὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαι-νόμενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ μέλους ἐπίδειξίς ἐστιν οὐδὲ φωνῆς,

Homily XXXHomilia XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:227ἀλλὰ νοημάτων καὶ φιλοσοφίας δύναμις, καὶ παντὶ ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι, πῶς οὐκ ἄξιος κατηγορίας ὁ μὴ δυνηθεὶς εἰπεῖν τὴν αἰτίαν, δι’ ἢν ἐπῄνεσε τὸν λέγοντα; Οὐδὲν οὕτω πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐ-ταξία. Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ πομπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων δογμάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει. Ταῦτα δέομαι καὶ ἀντιβολῶ πάντας εἰδέναι. Περίειμι γὰρ καὶ αὐτὸς τρόπους παν-τοίους ἐπιζητῶν, δι’ ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέ-ρας ψυχάς. Οὐ μικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί μοι δο-κεῖ· οὐχ ὑμᾶς ὠφελήσει μόνους, ἀλλὰ καὶ ἡμᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα· οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοημάτων δύνα-μιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον, καὶ ὄψει πολλὴν ἐκεῖ τὴν σιγήν. Οὐκοῦν καὶ ἐνταῦθα· καὶ γὰρ καὶ ἐνταῦθα εἰκόνας γράφομεν βασιλικὰς, καὶ οὐδεμίαν ἰδιωτικὴν, διὰ τῶν χρωμάτων τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ

Homilia LII

PG 60:228πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι. Γραφὶς τοίνυν ἐστὶν ἡμῖν γλῶττα, τεχνίτης δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος; μή τις ταραχή; Ὅταν βαπτιζώμεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶμεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κα-τέχει; Τοῦτο ἐν τῷ οὐρανῷ κατέσπαρται τὸ κάλλος. Διὰ τοῦτο διαβεβλήμεθα καὶ παρ’ Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιμίαν. Ἀλλ’ ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθή-σεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν ἀκρόα-σιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ. Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:227ΟΜΙΛΙΑ ΛΑ. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. α. Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς ἀποστόλους ποιοῦντας. Διέῤῥηξαν τὰ ἱμάτια, ἐπήδησαν, ἔκραξαν, πάντα ἀπὸ διαθέσεως ψυχῆς, ἀποστρεφόμενοι τὰ γενό-μενα, καὶ πένθους σημεῖα ποιοῦντες. Πένθος γὰρ ἦν, ὄντως πένθος ἀπαραμύθητον, εἴ γε ἔμελλον θεοὶ νομί-ζεσθαι, καὶ εἰδωλολατρείαν εἰσάγειν, ἣν ἦλθον καταλύ-σοντες. Καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα. Οἱ δὲ οὐχ ἡσυχάζουσιν, ἀλλὰ τί; Καὶ ἡμεῖς ὁμοιοπα-θεῖς ὑμῖν ἐσμεν, φασὶν, ἄνθρωποι. Εὐθέως ἐκ προοι-μίων ἀνέτρεψαν τὸ κακόν. Οὐκ εἶπον ἁπλῶς, Ἄνθρω-ποι, ἀλλὰ, Καθ’ ὑμᾶς. Εἶτα ἵνα μὴ δόξωσι τιμᾷν τοὺς θεοὺς, ἄκουσον τί ἐπάγουσιν· Εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὅρα οὐδαμοῦ τῶν προφητῶν μνημονεύοντας αὐτοὺς, οὐδὲ λέγοντας, τίνος ἕνεκεν, πάντων δημιουργὸς ὢν, τὰ ἔθνη ἀφῆκεν αὐτόνομα; Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. Ὅτι μὲν εἴασε λέγει, διὰ τί δὲ εἴασεν, οὐκ ἔτι· τέως πρὸς τὸ κατεπεῖγον ἵσταται, οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς. Καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν, ἀγαθοποιῶν οὐρανόθεν, ἡμῖν ὑετοὺς δι-δοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ὅρα, οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγειν αὐτοὺς παιδεύει. Ἔμαθον γὰρ, ὅτι οὐχ οὕτω σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. Ὅρα πῶς λανθανόντως τὴν κατηγορίαν τίθησι. Καὶ μὴν εἰ τοῦτο ἐποίει, ἔδει κολα-
PG 60:228σθῆναι αὐτοὺς τοσούτων ἀπολαύοντας ἀγαθῶν, καὶ μηδὲ ὡς τροφέα γνωρίσαντας· ἀλλ’ οὐ λέγει φανερῶς, ἀλλ’ αἰνίττεται, Οὐρανόθεν ἡμῖν, λέγων, ὑετοὺς διδούς. Οὕτω καὶ ὁ Δαυὶ̈δ ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν· καὶ πολλα-χοῦ περὶ δημιουργίας διαλεγόμενος, ταῦτα τίθησιν εἰς μέσον. Καὶ ὁ Ἱερεμίας δὲ τὴν δημιουργίαν πρώτην, εἶτα τὴν πρόνοιαν τὴν διὰ τῶν ὑετῶν φησιν· ὥστε ἐκεῖθεν πεπαιδευμένος διαλέγεται· Ἐμπιπλῶν, φησὶ, τροφῆς καὶ εὐφροσύνης. Μετὰ φιλοτιμίας ἡ τροφὴ,
οὐ μόνον πρὸς αὐτάρκειαν, οὐδὲ πρὸς τὴν χρείαν. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. Καὶ τούτῳ μάλιστα ἐθαυμά-σθησαν. Ὁρᾷς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνατρέψαι τὴν μανίαν ἐκείνην; Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλε-ως, νομίσαντες αὐτὸν τεθνάναι. Ὄντως διαβόλου τέκνα· οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ ἀπόστολοι στῆσαι ἐπειγόμενοι. Καὶ πείσαντες, φησὶ, τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως. Ἐνταῦθα πληροῦται τὸ, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι. Οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον πείσαντες τοὺς ὄχλους· οὐδὲ γὰρ πάντας εἰκὸς ἦν θαυμάζειν αὐτούς. Καὶ ὅρα, ἐν αὐτῇ τῇ πόλει, ἐν ᾗ οὕτως ἐθαυμάσθησαν, ἐν αὐτῇ τὰ δεινὰ πάσχουσι. Καὶ τοῦτο δὲ τοὺς ὁρῶντας ὠφέλει. Ὅτι δὲ καὶ διὰ τοῦτο συνεχωρεῖτο πάσχειν, ἄκουε τοῦτο αὐτὸ δηλοῦντος καὶ λέγοντος· Ἵνα μὴ εἰς ἐμὲ λογίσηταί τις ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Ὁρᾷς προθυμίαν; ὁρᾷς πόθον ζέοντα καὶ πεπυρωμένον; Εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν, ὥστε δειχθῆναι, ὅτι εἴ που καὶ ὑπεχώ-
PG 60:229ρει, διὰ τὸ τὸν λόγον βούλεσθαι σπεῖραι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμόν. Ταῦτα τῶν σημείων οὐχ ἧττον καὶ λαμπροτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. Οὐδαμοῦ δὲ λέγει, ὅτι ὑπέστρεψαν χαίροντες, ὅτι σημεῖα ἐποίησαν, ἀλλ’ ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ τοῦτο γὰρ παρὰ τοῦ Χριστοῦ ἐδιδάχθησαν λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται. Ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ, τὸ πάσχειν τι διὰ Χριστόν. Εἶτα τὰς πόλεις πάσας ἐπῄεσαν, ἐν αἷς ἐκιν-δύνευσαν. Καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην, εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκεί-νην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, ἐπι-στηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακα-λοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. β. Τοῦτο ἔλεγον, τοῦτο ἐδείκνυον. Ἐπιστηρίζοντες, φησὶ, τὰς ψυχὰς τῶν μαθητῶν. Ὥστε ἐστηριγμένοι ἦσαν· μᾶλλον δὲ προσετίθεντο. Προὔλεγον τοίνυν, ἵνα μὴ σκανδαλισθῶσιν. Ὥσπερ ἐπίτηδες δὲ τὸ αὐτὸ γίνε-ται, οὐ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν· ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς δεῖ τοι-αῦτα πάσχειν, καὶ ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε· Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε. Διωγμοὶ διωγμοὺς διεδέχοντο· πανταχοῦ πόλεμοι, μά-χαι, λιθοβολίαι. Ποία προτροπή; πῶς ἔπειθον ἐν προ-οιμίοις θλίψεις λέγοντες; Εἶτα καὶ ἄλλη παραμυθία. Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ’ Ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρ-έθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Εἶδες θερμότητα Παύλου; Προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Ὅρα, μετὰ νηστειῶν αἱ χειροτονίαι. Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατήντησαν εἰς Ἀττάλειαν. Ἵνα γὰρ μὴ καταπέσῃ τὰ φρονήματα τῶν μαθη-τῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλ-θον πρὸς αὐτοὺς, καὶ διελέχθησαν. Καὶ ὅρα· πρῶτον εἰς Δέρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ, καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος. Ὁρᾷς, ὅτι οὐ πάντα χάριτι, ἀλλὰ καὶ οἰκείᾳ σπουδῇ διῴκουν; Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν. Διὰ τί πάλιν ἔρχονται εἰς Ἀντιόχειαν; Ἵνα ἀπαγγείλωσι τὰ ἐκεῖ γε-νόμενα. Ἄλλως δὲ καὶ οἰκονομεῖται μέγα πρᾶγμα ἐν-τεῦθεν· ἔδει γὰρ λοιπὸν μετὰ παῤῥησίας τοῖς ἔθνεσι κηρύττειν. Ἔρχονται οὖν ταῦτα ἀπαγγέλλοντες, ἵνα εἰδέναι ἔχωσι. Καὶ οἰκονομεῖται τότε κατελθεῖν τοὺς κωλύοντας τοῖς ἔθνεσιν ὁμιλεῖν, ἵνα λοιπὸν ἀπὸ Ἱερο-σολύμων πολλὴν λαβόντες ἄδειαν, μετὰ παῤῥησίας ἀπί-ωσιν. Ἢ καὶ ἄλλως, δείκνυσιν αὐτῶν τὸ ἦθος οὐκ αὔ-θαδες. Ἔρχονται γὰρ τήν τε παῤῥησίαν ἐνδεικνύμενοι, ὅτι καὶ χωρὶς ἐκείνων τοῖς ἔθνεσιν ἐκήρυξαν, καὶ τὴν
PG 60:230ὑπακοὴν, ὅτι αὐτοῖς ἀναφέρουσιν· οὐ γὰρ ὡς τοσαῦτα κατορθωκότες ἀπενοήθησαν. Ὅθεν ἦσαν παραδεδο-μένοι, φησὶ, τῇ χάριτι τοῦ Θεοῦ. Καὶ μὴν τὸ Πνεῦμα εἶπεν· ἀλλὰ τὰ τοῦ Πνεύματος οἶδεν ὄντα τοῦ Υἱοῦ· μία γὰρ ἐξουσία, ὥσπερ ἡ φύσις καὶ Υἱοῦ καὶ Πνεύ-ματος μία. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ’ αὐτῶν, καὶ ὅτι ἤνοιξεν ὁ Θεὸς τοῖς ἔθνεσι θύραν πίστεως. Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Εἰκότως· μεγάλη γὰρ οὖσα ἡ πόλις, ἐδεῖτο διδασκάλων. Ἴδωμεν λοιπὸν ἄνωθεν τὰ εἰρημένα. Αὐτῇ τῇ ὄψει κατέπληξαν αὐτοὺς διαῤῥήξαντες τὰ ἱμά-τια. Τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐποίει ἐπὶ τῇ ἥττῃ τοῦ λαοῦ. Μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι τοῦτο, καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν γὰρ ἄλλως ἐπέσχον τὴν τοσαύτην ὁρμὴν, οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. Ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲ ἡμεῖς παραιτώμεθα. Εἰ τοίνυν καὶ μετὰ ταῦτα μόλις ἔπεισαν, εἰ μὴ οὕτως εἰργάσαντο, τί οὐκ ἂν ἐγένετο; Εἰ γὰρ μὴ οὕτως ἐποίησαν, ἐνομίσθησαν ἄν πως ὑψηλοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς. Καὶ ὅρα τὸν λόγον με-μετρημένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύματος ὁμοῦ γέ-μοντα καὶ ἐπιπλήξεως. Τοῦτο μάλιστα αὐτοὺς ἐκώλυσε, τὸ εἰπεῖν, Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρω-ποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων τούτων ἐπιστρέφειν ἐπὶ τὸν Θεόν. Ὡσεὶ ἔλεγον· Ἄνθρωποι μέν ἐσμεν, φησὶ, τούτων δὲ μείζους· ταῦτα γὰρ νεκρά. Ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδά-σκοντας, καὶ οὐδὲν περὶ ἀοράτων φθεγγομένους. Ὃς ἐποίησε, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυτούς. Ὢ τῆς μανίας τῆς Ἰουδαϊκῆς εἰς δῆμον οὕτω τιμήσαντα τοὺς ἀποστόλους ἐτόλμησαν ἐμβῆναι καὶ λιθάσαι Παῦλον. Ἔξω δὲ τῆς πόλεως ἔσυ-ραν, τάχα δεδοικότες ἐκεῖνον. Καὶ προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Καὶ νηστεύειν ἐδίδασκον ἐν τοῖς πειρασμοῖς. Οὐκ εἶπαν ὅσα αὐτοὶ ἐποίησαν, ἀλλ’ ὅσα ὁ Θεὸς μετ’ αὐτῶν, Ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν. Οὐχ ἁπλῶς ἦλθον ἐν-ταῦθα, οὐδὲ διαναπαυσόμενοι, ἀλλ’ οἰκονομικῶς ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι, ὥστε τὸ κήρυγμα τῶν ἐθνῶν βεβαιωθῆναι. Καὶ διὰ τί, φησὶν, ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους οὐδὲ ἐν Σαμαρείᾳ; Ὅτι ἐκείνη
μὲν ἐγγὺς ἦν τῶν ἀποστόλων, αὕτη δὲ τῆς Ἀντιοχείας, καὶ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παρα-μυθίας, καὶ μάλιστα οἱ ἐξ ἐθνῶν, ὀφείλοντες πολλὰ διδάσκεσθαι. Ἦλθον διδάσκοντες, ὅτι εἰκότως ἐχειροτο-νήθησαν ὑπὸ τοῦ Πνεύματος. Καὶ ὅρα τὸ θερμὸν Παύ-λου. Οὐ πυνθάνεται εἰ δεῖ λαλῆσαι ἔθνεσιν, ἀλλ’ εὐθέως λαλεῖ· διὰ τοῦτο ἔλεγεν. Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. γ. Μέγα ὄντως ἀγαθὸν ἡ θλῖψις, καὶ μεγάλης ψυχῆς ἐστι, καὶ γενναίας κατόρθωμα. Πόσοι μετὰ τοῦτο ἐπί-στευσαν, καὶ οὐδεὶς οὕτως ἔλαμψεν; Οὕτω προθυμίας ἡμῖν δεῖ πανταχοῦ, πυρώσεως πολλῆς, ψυχῆς πρὸς θάνατον παρατεταγμένης· ἄλλως γὰρ οὐκ ἔνι τῆς βασιλείας τυχεῖν, μὴ σταυρωθέντα. Μὴ ἀπατῶμεν ἑαυτούς. Εἰ γὰρ ἐν πολέμῳ σωθῆναι οὐ δυνατὸν τρυ-φῶντα καὶ χρηματιζόμενον καὶ καπηλεύοντα καὶ ῥᾳθυ-μοῦντα· πολλῷ μᾶλλον ἐν τῷ πολέμῳ τούτῳ. Ἢ οὐκ οἴεσθε πόλεμον εἶναι νῦν πάντων πολέμων χαλεπώτα-

Homily XXXIHomilia XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:231τον; Οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Καὶ ἀριστῶσι, καὶ βαδίζουσι, καὶ λουο-μένοις πάρεστιν ὁ ἐχθρός. Οὐ γὰρ οἶδε καιρὸν ἀνα-κωχῆς, εἰ μὴ τὸν τοῦ ὕπνου μόνον· πολλάκις δὲ καὶ τότε πολεμεῖ, καὶ λογισμοὺς ἐμβάλλων ἀκαθάρτους, καὶ ἀσελγεστέρους ἀπὸ τῶν ὀνειράτων ἐργαζόμενος. Ἡμεῖς δὲ ὡς περὶ μικροῦ τοῦ πράγματος ὄντος, ὑπὲρ οὗ ἐκεῖνος πολεμεῖ, οὐ νήφομεν, οὐδὲ διανιστάμεθα, οὐδὲ βλέπομεν εἰς τὸ πλῆθος τῶν ἀντικειμένων ἡμῖν δυνάμεων· οὐκ ἐννοοῦμεν, ὅτι τοῦτο αὐτὸ τῆς μεγί-στης δυσπραγίας ἐστίν· ἀλλ’ ὑπὸ τοσούτων κυκλούμε-νοι πολέμων, ὡς ἐν εἰρήνῃ τρυφῶμεν. Πιστεύσατέ μοι, ὧν Παῦλος ἔπαθε χαλεπώτερα ἔστι παθεῖν νῦν. Ἔβαλ-λον αὐτὸν τότε λίθοις ἐκεῖνοι· ἔστι ῥήμασι βάλλεσθαι καὶ νῦν λίθων χαλεπωτέροις. Τί οὖν δεῖ ποιεῖν; Ὅπερ ἐκεῖνος ἐποίησε· τοὺς βάλλοντας γὰρ οὐκ ἐμί-σησεν, ἀλλὰ συράντων αὐτὸν εἰσῆλθε πάλιν εἰς τὴν πόλιν, εὐεργετήσων τοὺς τὰ τοιαῦτα ἠδικηκότας. Ἂν ἐνέγκῃς καὶ σὺ τὸν ὑβριστὴν τὸν τραχὺν, τὸν ἀδίκως σε ἐργασάμενον ταῦτα, ἐλιθάσθης καὶ σύ. Μὴ γὰρ εἴ-πῃς, ὅτι Οὐδὲν ἠδίκησα. Τί γὰρ Παῦλος ἠδίκησεν ἵνα λιθασθῇ; Βασιλείαν κατήγγελλε, πλάνης ἀπῆγε, τῷ Θεῷ προσῆγε· ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακη-ρύξεως, ταῦτα μυρίων ἀγαθῶν, οὐ λίθων· ἀλλ’ ὅμως τἀναντία ἔπασχεν. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη. Καὶ ἔσυ-ραν αὐτὸν, φησί. Καί σε πολλάκις σύρουσιν· ἀλλὰ μὴ ὀργισθῇς, ἀλλὰ κήρυξον τὸν λόγον διὰ τῆς ἐπιεικείας. Ὕβρισέ σε; Σίγησον, καὶ εὐλόγησον εἰ δύνασαι, καὶ οὕτως ἐκήρυξας καὶ σὺ τὸν λόγον, ἐπαίδευσας ἐπιεί-κειαν, ἐπαίδευσας πραότητα. Οἶδα πολλοὺς οὐχ οὕτω τραύμασιν ἀλγοῦντας, ὡς πληγῇ τῇ διὰ ῥημάτων· τοῦτο μὲν γὰρ τὸ τραῦμα τὸ σῶμα δέχεται, ἐκεῖνο δὲ ἡ ψυχή. Ἀλλὰ μὴ ἀλγήσωμεν, μᾶλλον δὲ ἀλγήσαντες ἐνέγκωμεν. Οὐχ ὁρᾶτε τοὺς πυκτεύοντας, οἳ διατε-τρωμένοι τὰς κεφαλὰς, τοὺς ὀδόντας ἐνδακόντες, οὕτως ἡμέρως φέρουσι τὰς ἀλγηδόνας; Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν. Ἀναμνήσθητι τοῦ Δεσπότου τοῦ σοῦ, καὶ τὸ φάρμακον εὐθέως ἐπέ-θηκας τῇ μνήμῃ· ἀναμνήσθητι Παύλου· ἐννόησον ὅτι σὺ ἐνίκησας ὁ πληττόμενος, ἐκεῖνος δὲ ἥττηται ὁ πλή-ξας, καὶ τὸ πᾶν ἰάσω διὰ τούτου. Ῥοπή ἐστι, μὴ συν-αρπαγῇς, καὶ τὸ πᾶν κατώρθωσας εὐθέως· μὴ κινη-θῇς, καὶ τὸ πᾶν ἔσβεσας. Μεγάλη παραμυθία τὸ διὰ Χριστόν τι παθεῖν· οὐ κηρύττεις τὸν λόγον τῆς πίστεως, ἀλλὰ κηρύττεις τὸν λόγον τῆς φιλοσοφίας. Ἀλλ’ ὅσῳ ἂν ἴδῃ τὴν ἐπιείκειαν, φησὶ, τοσούτῳ μᾶλλον ἐπιτίθε-ται. Διὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι μᾶλλόν σοι τοὺς μισθοὺς αὔξει; Ἀλλ’ ἄχρηστος γίνεται, φησί. Τοῦτο σκῆψις τῆς ἰδίας μικροψυχίας· ἑτέρως ἄχρηστος γίνεται, ἂν ἀμύνῃ. Εἰ ᾔδει ὁ Θεὸς, ὅτι διὰ τοῦ μὴ ἀμύνεσθαι ἄχρηστοι ἐγίνοντο οἱ ἄδικοι, οὐκ ἂν τοῦτο ἐπέταξεν, ἀλλ’ εἶπεν ἂν, Ἄμυνον σαυτῷ· ἀλλ’ οἶδεν ὅτι οὕτω μᾶλλον ὠφε-λεῖται. Μὴ ἀντινομοθέτει τῷ Θεῷ· ἐκείνῳ πείθου. Οὐκ εἶ σὺ ἀγαθώτερος τοῦ ποιήσαντος ἡμᾶς. Εἶπεν, Ὑβριζόμε-νος φέρε· σὺ λέγεις. Ἀνθυβρίζω, ἵνα μὴ ἄχρηστος γένηται. Σὺ οὖν μᾶλλον αὐτοῦ φροντίζεις; Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήματα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινομοθετεῖν τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐβλάπτετο, οὐχὶ πείθεσθαι ἐχρῆν; Ὅταν ὁ Θεός τι προστάττῃ, μὴ ἀντι-νομοθετῶμεν ἡμεῖς. Ἀπόκρισις, φησὶν, ὑποπίπτουσα

Homilia LIII

PG 60:232ἀποστρέφει ὀργάς. Ἄρα τοῦτο ποιεῖ ὑποπίπτουσα, οὐκ ἐναντιουμένη. Εἰ σὲ ὠφελεῖ, κἀκεῖνον ὠφελεῖ· εἰ δέ σε βλάπτει τὸν μέλλοντα διορθοῦσθαι ἐκεῖνον, πολλῷ μᾶλλον ἐκεῖνον. Ἰατρὲ, θεράπευσον σεαυτόν. Εἶπε κακῶς; Ἐπαίνεσον σύ· ἐλοιδόρησεν; Ἐγκωμίασον· ἐπεβούλευσεν; Εὐεργέτησον· τοῖς ἐναντίοις αὐτὸν ἀμεί-βου, εἴ γε ὅλως τῆς ἐκείνου σωτηρίας προνοεῖς, καὶ μὴ σαυτοῦ τὸ πάθος ἐκδικεῖν θέλε. Καὶ μὴν πολλάκις, φησὶν, ἀπολαύσας μακροθυμίας χείρων γέγονε. Τοῦτο οὐ παρὰ σὲ, ἀλλὰ παρ’ αὐτόν. Βούλει μαθεῖν οἷα ἔπαθεν ὁ Θεός; Τὰ θυσιαστήρια αὐτοῦ κατέσκαψαν, τοὺς προ-φήτας ἀπέκτειναν, καὶ πάντα ἔφερεν. Οὐκ ἠδύνατο σκηπτὸν ἄνωθεν καταγαγεῖν; Ἀλλ’ ὅτε τοὺς προφήτας ἀπέστειλε, καὶ ἀνεῖλον αὐτοὺς, τότε τὸν Υἱὸν ἔπεμψεν· ὅτε μείζονα ἠσέβησαν, τότε μειζόνως εὐηργέτησε; Καὶ σὺ ἂν ἴδῃς τραχυνόμενον, τότε μειζόνως εἶξον· μείζονος γὰρ ἡ μανία αὕτη δεῖται παραμυθίας. Ὅσῳ ἂν χαλεπώ-τερα ὑβρίζῃ, τοσούτῳ πλείονος ἐπιεικείας δεῖται· καὶ καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος· οὕτω καὶ ὁ θυμούμενος. Τὸ θηρίον ὅταν μά-λιστα ἀγριαίνῃ, τότε φεύγομεν ἅπαντες· οὕτω καὶ τὸν ὀργιζόμενον. Μὴ νομίσῃς τοῦτο τιμὴν εἶναι· ἐπεὶ καὶ τὸ θηρίον τιμῶμεν, καὶ τοὺς μαινομένους γοῦν τιμῶ-μεν, ὅταν ἐκκλίνωμεν; Οὐδαμῶς· ἀτιμία τοῦτό ἐστι καὶ ὕβρις· μᾶλλον δὲ οὐκ ἀτιμία καὶ ὕβρις, ἀλλ’ ἔλεος καὶ φιλανθρωπία. Οὐχ ὁρᾷς τοὺς ναύτας, ὅταν σφοδρὸν ἐμπνεύσῃ τὸ πνεῦμα, καθαιροῦντας τὰ ἱστία, ὥστε μὴ καταδῦσαι τὸ σκάφος; τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα μὴ αὐτομάτως κενώσῃ τὴν δύναμιν; δ. Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυμὸς, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ’ ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; Εἰ ἐν συμποσίῳ τις γενόμενος τινὰ ἐν προ-θύροις ἴδοι μεθύοντα καὶ ἀσχημονοῦντα, εἶτα καὶ αὐτὸς τοῖς ὁμοίοις περιπέσῃ, οὐ πολλῷ μᾶλλον μετ’ ἐκεῖνον μεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κα-τῆρξα· τοῦτο καθ’ ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος. Διὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν. Εἰ ἴδοις ἐμοῦντα τὸν μεθύοντα, διασπώμενον, διαῤ-ῥηγνύμενον, τοὺς ὀφθαλμοὺς ἔχοντα διατεταμένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάντας αὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ μᾶλλον ἔσῃ μισητός; Τοιοῦτός ἐστι καὶ ὁ ὀργιζόμενος· μᾶλ-λον τοῦ ἐμοῦντος διατείνει τὰς φλέβας, πυροῖ τοὺς
ὀφθαλμοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐμεῖ πολλῷ ῥή-ματα τῆς τροφῆς ἐκείνης ἀκαθαρτότερα, ἀδιαμάσητα πάντα φθέγγεται, οὐδὲν κατειργασμένον (οὐ γὰρ ἀφίη-σιν ὁ θυμός)· ἀλλ’ ὥσπερ ἐκεῖ πολλάκις ἀμετρία χυ-μῶν διενοχλήσασα τὸν στόμαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ’ ἑαυ-τὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐμούντων φεύγο-μεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζομένων. Τί ποιοῦντες;

Homily XXXIHomilia XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:233Κόνιν ἐπιβάλωμεν αὐτῶν τῷ ἐμέτῳ, σιγῶντες τοὺς κύνας καλῶμεν, ὥστε αὐτὰ καταφαγεῖν τὰ ἐμεθέντα. Οἶδα ὅτι ναυτιᾶτε ἀκούοντες· ἀλλ’ ὅταν ὁρᾶτε ταῦτα γινόμενα, βούλομαι τοῦτο παθεῖν ὑμᾶς, ἀλλὰ μὴ ἥδεσθαι τῷ πρά-γματι. Ἀκαθαρτότερος ὁ ὑβριστὴς τοῦ κυνὸς τοῦ ἐπι-στρέφοντος ἐπὶ τὸν ἑαυτοῦ ἔμετον. Εἰ μὲν γὰρ ἅπαξ ἐμέσας ἐπαύετο, οὐκ ἦν κατ’ ἐκεῖνον· εἰ δὲ πάλιν τὰ αὐτὰ ἐμεῖ, δῆλον ὅτι τὰ αὐτὰ φαγών. Τί οὖν βδελυκτό-τερον τοῦ τοιούτου; τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόματος, τοῦ τοιαύτας διαμασωμένου τροφάς; καίτοι γε τοῦτο φύσεως ἔργον ἐστὶν, ἐκεῖνο δὲ οὐχί· μᾶλλον δὲ καὶ τοῦτο παρὰ φύσιν κἀκεῖνο. Πῶς; Οὐ γὰρ κατὰ φύσιν τὸ ὑβρίζειν εἰκῆ, ἀλλὰ παρὰ φύσιν· οὐδὲν γοῦν ὡς ἄνθρωπος φθέγγεται, ἀλλὰ τὰ μὲν ὡς θηρίον, τὰ δὲ ὡς μαινόμενος. Ὥσπερ οὖν ἡ τῶν σωμάτων νόσος παρὰ φύσιν, οὕτω καὶ τοῦτο. Καὶ ὅτι παρὰ φύσιν ἐστὶν, εἰ ἐγχρονίσει ἐν αὐτῷ, ἀπολεῖται κατὰ μικρόν· ἐν δὲ τῷ κατὰ φύσιν ἐγχρονίζων, οὐκ ἀπολεῖται. Ἑλοίμην ἂν ἀνθρώπῳ βόρβορον σιτουμένῳ κοινωνῆσαι τραπέζης, ἢ φθεγγομένῳ τοιαῦτα. Οὐχ ὁρᾶτε τοὺς χοίρους κόπρον διαμασωμένους; Οὕτω καὶ οὗτοι. Τί γὰρ δυσωδέστερον τῶν ῥημάτων ὧν οἱ ὑβρισταὶ φθέγγονται; Σπουδὴ τού-τοις ἐστὶ μηδὲν εἰπεῖν ὑγιὲς, μηδὲν καθαρὸν, ἀλλ’ εἴ τι αἰσχρὸν, εἴ τι ἄσχημον, τοῦτο καὶ ποιῆσαι καὶ φθέγξα-σθαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἑαυτοὺς μᾶλλον αἰσχύνοντες, ἑτέρους αἰσχύνειν οἴονται. Ὅτι γὰρ ἑαυ-τοὺς αἰσχύνουσι, δῆλον ἐκεῖθεν. Μὴ γάρ μοι τοὺς ψευδῆ λέγοντας εἴπῃς, ἀλλὰ ἔστω τις πόρνη περιφανὴς, ἢ καὶ ἀπὸ τῆς σκηνῆς ἕτερος, καὶ ποιείτω μετά τινος μάχην· εἶτα ἐκεῖνος αὐτῷ ταῦτα προφερέτω, κἀκεῖνος πάλιν ὁμοίως· τίς μᾶλλόν ἐστιν ὁ ὑβρισθεὶς τοῖς ῥήμασιν; Ἐκεῖνος μὲν γὰρ ἅπερ εἶχεν ἤκουσεν, οὗτος δὲ, ἅπερ οὐκ εἶχεν· ὥστε ἐκείνῳ μὲν οὐδὲν πλέον γέγονεν εἰς αἰσχύνης λόγον, τούτῳ δὲ πολλὴ τῆς ἀσχημοσύνης ἡ προσθήκη. Ἀλλ’ ἔστω τινὰ πάλιν εἰργασμένα πρά-γματα, καὶ μόνος ὁ ὑβρίζων αὐτὰ γινωσκέτω· εἶτα πρὸ τούτου σιγῶν, ἐκπομπευέτω τὴν ὕβριν· καὶ οὕτως οὗτος ὕβρισται μᾶλλον. Πῶς; Κήρυξ γενόμενος κακίας,
PG 60:234ἀσυνειδησίας ἀπίστου δόξαν λαβών· καὶ πάντας εὐθέως ἐγκαλοῦντας ὄψει, καὶ τοιαῦτα πανταχοῦ λέγοντας· εἰ γὰρ δὴ φόνον συνῄδει, φησὶ, πάντα κενῶσαι ἐχρῆν· καὶ τὸν μὲν ὡς οὐδὲ ἄνθρωπον ὄντα ἀποστρέφονται, μισοῦσι, θηρίον εἶναί φασιν ὠμὸν καὶ ἀπηνές· τούτῳ δὲ συγγι-νώσκουσι μᾶλλον ἢ ἐκείνῳ. Οὐχ οὕτω γὰρ τοὺς τραύματα ἔχοντας μισοῦμεν, ὡς τοὺς ἐκκαλύπτειν αὐτὰ βιαζομέ-νους καὶ δεικνύναι. Οὕτω καὶ οὗτος ὕβρισεν οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἑαυτὸν καὶ τοὺς ἀκούοντας καὶ τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων· ἔπληξε τὸν ἀκροατὴν, οὐδὲν ἀγαθὸν εἰργάσατο. Διὰ τοῦτό φησιν ὁ Παῦλος· Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομὴν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Εὔφημον κτησώμεθα γλῶτταν, ἵνα ὦμεν ποθεινοὶ καὶ ἐπέραστοι. Ἀλλὰ γὰρ εἰς τοῦτο προῆλθε κακίας ἅπαντα, ὥστε ἐφ’ οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐπὶ τούτοις πολλοὺς γαυριᾷν. Ἃ γὰρ ἀπειλοῦσιν οἱ πολλοὶ τοιαῦτά ἐστιν· Οὐ δύναται ἐνεγκεῖν τὴν γλῶσσάν μου, φησί. Γυναικὸς τὰ ῥήματα, γραὸς μεθυούσης, ἀσχημονούσης, τῶν ἐπ’ ἀγορᾶς συρομένων, προαγωγοῦ. Οὐδὲν αἰσχρότερον τούτων τῶν ῥημάτων, οὐδὲν ἀνανδρότε-ρον, οὐδὲν γυναικωδέστερον, ἐν τῇ γλώττῃ τὴν ἰσχὺν ἔχειν, ἐπὶ τῷ λοιδορεῖν μέγα φρονεῖν, καθάπερ οἱ ἐν πομπαῖς, καθάπερ οἱ μῖμοι, καὶ παράσιτοι, καὶ κόλα-κες. Χοῖροι μᾶλλόν εἰσιν ἢ ἄνθρωποι, ὅσοι ἐπὶ τούτῳ σεμνύνονται. Δέον κατορύξαι σαυτὸν, δέον εἰ καί τις ἕτερός σοι ταῦτα ἐμαρτύρει, φεύγειν τὴν μαρτυρίαν ὡς ἐχθρὰν, καὶ ἄνανδρον· σὺ δὲ κήρυξ ὕβρεων γέγονας. Ἀλλ’ οὐδὲν τὸν κακῶς ἀκούοντα βλάψαι δυνήσῃ. Διὸ παρακαλῶ, ἐννοήσαντες ὅση ἡ κακία, ὅτι καὶ ἐγκαυ-χῶνται πολλοὶ, ἀνανήψωμεν, διορθωσώμεθα τοὺς οὕτω μαινομένους, ἀνέλωμεν ταῦτα ἐκ τῆς πόλεως τὰ συνέδρια, καλλωπίσωμεν ἡμῶν τὴν γλῶτταν, πάσης κακηγορίας ἀπαλλάξωμεν, ἵνα δυνηθῶμεν καθα-ρεύοντες τῶν ἁμαρτημάτων, τὴν ἄνωθεν εὔνοιαν ἐπι-σπάσασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:233ΟΜΙΛΙΑ ΛΒ. Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι. α. Ὅρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη μεταβάσεως ἀναγ-καίαν τὴν ἀρχὴν ἀπ’ αὐτῶν εἰσαγομένην. Πρὸ τούτου ἐγκαλούμενος ἀπελογήσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθεν εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν φερομένην, οὕτως ἵστησι τὸν νόμον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων. Καὶ οὐκ ἐδίδασκον ἁπλῶς περιτομὴν, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δύνασθε. Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεμνόμενοι σω-θῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδο-θεν, ἔξωθεν; Καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου πα-ρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ’ ἐπείσθη δι’
PG 60:234ἐκείνους. Καὶ ὅρα μανθάνουσι λοιπὸν πάντες τὰ εἰς τὰ ἔθνη γεγενημένα καὶ Σαμαρεῖται, καὶ ἔχαιρον. Γενο-μένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀνα-βαίνειν τὸν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλ-λους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυ-τέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς Ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγού-μενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ, ἀπεδέχθησαν ὑπὸ τῆς Ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγ-γειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν. Ὅρα πόση οἰκονομία γίνεται. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι Δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ

Homilia LIV

PG 60:235λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε, ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Ὅρα
τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος, καὶ μέχρι τοῦ νῦν ἰουδαί̈ζοντα. Ὑμεῖς ἐπίστασθε, φησί. Παρῆσαν ἴσως καὶ οἱ ἐγκαλέσαντες αὐτῷ ἐπὶ Κορ-νηλίου πάλαι, καὶ εἰσελθόντες μετ’ αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας. Ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ὁ Θεὸς ἐξελέξατο. Τί ἐστιν, Ἐν ὑμῖν; Ἤτοι ἐν Παλαιστίνῃ, φησὶν, ἢ παρόντων ὑμῶν. Διὰ τοῦ στό-ματός μου. Ὅρα πῶς δείκνυσι τὸν Θεὸν δι’ αὐτοῦ φθεγ-γόμενον, καὶ οὐδὲν ἀνθρώπινον. Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Ἐπὶ τὴν πνευματικὴν ἀνά-γει μαρτυρίαν αὐτούς. Δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν. Ὅρα πῶς πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Ἀπὸ τῆς πίστεως μόνης, φησὶ, τῶν αὐτῶν ἔτυχον. Κἀκείνων ταῦτα ἐντρεπτικά· μᾶλλον δὲ καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης, καὶ οὐκ ἔργων οὐδὲ περιτομῆς. Οὐ γὰρ δὴ ὑπὲρ τῶν ἐθνῶν ἀπολο-γούμενοι ταῦτα λέγουσι μόνον, ἀλλὰ κἀκείνους παι-δεύοντες ἀποστῆναι τοῦ νόμου. Ἀλλὰ τέως οὔπω λέ-γουσι τοῦτο. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖ-ναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι, Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύο-μεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι. Τί ἐστι, Πειράζετε τὸν Θεόν; Τί ἀπιστεῖτε, φησὶ, τῷ Θεῷ; τί πειράζετε αὐτὸν ὡς οὐκ ἰσχύοντα σῶσαι τῇ πίστει; Ἄρα ἀπιστίας ἐστὶ τὸ τὸν νόμον εἰσφέρειν. Εἶτα δείκνυσι καὶ αὐτοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ ἐπ’ αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνε-ται. Ὃν οὐκ ἰσχύσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, φησὶ, βαστάσαι· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥήματα Ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε, ταῦτα καὶ οὗτος. Εἰ γὰρ Ἀβραὰμ, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. Ὁρᾷς, ὅτι τούτων μᾶλλόν ἐστι τοῦτο παιδευτικὸν, ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν; Ἀλλ’ εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλε-γεν, ἴσως οὐδαμῶς ὕποπτος ἦν· ἀρχῆς δὲ λαβόμενος ἐντεῦθεν, λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν μετ’ αὐτῶν γινόμενα. Εἰ μὴ γὰρ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδ’ ἂν τὰ μετὰ ταῦτα. Ἐντεῦθεν μανθάνουσιν, ὅτι εἰ καὶ μὴ προς-άγεσθαι ἤθελον τὰ ἔθνη, οὐ δεῖ αὐτοὺς παρορᾷν. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν ὑμῖν, φησὶν, ἐξελέ-ξατο, καὶ ἀφ’ ἡμερῶν ἀρχαίων. Τοῦτο εἶπε, δεικνὺς ὅτι πάλαι, οὐ νῦν. Οὐ μικρὸν δὲ τὸ καὶ Ἰουδαίων πι-στευόντων τοῦτο ἀποστραφῆναι. Δύο τούτοις ὃ λέγει πι-στοῦται, τῷ καιρῷ καὶ τῷ τόπῳ. Καὶ τὸ, Ἐξελέξατο, καλῶς· ὥσπερ ἐπ’ αὐτῶν οὐκ εἶπεν, Ἠθέλησεν, ἀλλ’, Ἐξελέξατο. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ Πνεύματος, φησίν. Εἶτα δείκνυσιν οὐχὶ χάριτος ἁπλῶς, ἀλλ’ ἀρετῆς μαρτύριον αὐτοῖς τοῦτο γινόμενον, καὶ οὐδὲν ἔλαττον αὐτοῖς παρασχόν. Οὐδὲν γὰρ, φησὶ, διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν. Ἄρα καρδίας δεῖ πανταχοῦ ζητεῖν. Καὶ εὐκαίρως εἶπεν· Ὁ καρδιογνώστης Θεὸς ἐμαρ-
PG 60:236τύρησεν αὐτοῖς· ὡς καὶ ἐκεῖ, Σὺ, Κύριε, καρδιογνῶ-στα πάντων, ἀνάδειξον. Ὅτι γὰρ τοῦτο βούλεται, ὅρα τί ἐπάγει· ὅτι Οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν. Ὅτε εἶπεν αὐτῶν τὴν μαρτυρίαν, τότε τὸ μέγα τοῦτο ἐφθέγξατο, ὅπερ Παῦλός φησιν· Οὔτε περι-τομή τι ἰσχύει, οὔτε ἀκροβυστία· καὶ, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Πάντων τούτων τὰ σπέρματα ἐν τῇ Πέτρου δημηγορίᾳ κεῖται. Καὶ οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Μεταξὺ ἡμῶν, τουτέστι, τῶν ἀπο-στόλων. Εἶτα, ἵνα μὴ δόξῃ ὕβρις εἶναι τὸ Οὐδὲν, ἐπ-άγει· Πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἀναιρεῖ τὴν ὑπόνοιαν διὰ τούτου. Ἐξεκάθαρε πρότερον τὸν λόγον, καὶ τότε δείκνυσιν οὐχὶ πονηρὸν τὸν νόμον, ἀλλ’ αὐτοὺς ἀσθενεῖς. β. Ὅρα πῶς εἰς φοβερὸν κατέληξεν. Οὐδὲν ἀπὸ τῶν. προφητῶν αὐτοῖς διαλέγεται, ἀλλ’ ἀπὸ τῶν παρόντων πραγμάτων, ὧν αὐτοὶ μάρτυρες ἦσαν. Εἰκότως καὶ αὐτοὶ λοιπὸν ἐπιμαρτυροῦσι, καὶ τὸν λόγον ἰσχυρότερον ποιοῦσι τοῖς ἤδη γενομένοις. Καὶ ὅρα, ἐν τῇ Ἐκκλησίᾳ συγχωρεῖ πρῶτον ζήτησιν γενέσθαι, καὶ τότε λέγει. Ἐπεὶ οὖν οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Τῶν ἐθνῶν (τοῦτο γὰρ κατὰ μικρὸν ἐπαγόμενον ἐγίνετο ἰσχυρότερον, ἐκεῖνο δὲ ἦν πειράζοντος, εἰ δύναται καὶ μετὰ νόμον σῶσαι), ὅρα τί ποιεῖ· δείκνυσιν αὐτοὺς ἐν κινδύνῳ, εἴ γε ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος, ἴσχυσεν ἡ πίστις· ταύτης δὲ ἐκπιπτούσης, ἀνάγκη αὐτοὺς ἐν ἀπωλείᾳ εἶναι. Καὶ οὐκ εἶπεν, Ἀπιστεῖτε, ὅπερ ἦν φορτικώτερον, καὶ ταῦτα ἐληλεγμένου τοῦ πράγματος. Ἐν μὲν οὖν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι. Διὰ τοῦτο καὶ ἀπέρ-χονται, καὶ διατρίβουσι χρόνον οὐκ ὀλίγον ἐκεῖ. Ἐξαν-έστησαν δέ τινες τῶν Φαρισαίων, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι πρὸς αὐτοὺς ἔχειν τοὺς ἐξ ἐθνῶν. Καίτοι καὶ Παῦλος νομομαθὴς ἦν, ἀλλ’ οὐκ ἔπασχε τοῦτο· ἐπειδὴ δὲ ἐκεῖθεν ἦλθε, καὶ τὸ δόγμα ἀκριβέστερον ἐγένετο. Εἰ γὰρ οἱ ἐν Ἱεροσολύμοις ὄντες οὐδὲν τοιοῦτον ἐπιτάττουσι, πολλῷ μᾶλλον οὗτοι. Ὁρᾷς ὅσοι μὴ φιλαρχοῦσι, χαίρουσιν ἐν τῇ πίστει; Οὐ φιλο-τιμίας τοίνυν τὰ διηγήματα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγματος· διὸ καὶ οὐδὲν λέγουσι τῶν εἰς τοὺς Ἰουδαίους συμβεβηκότων. Πολλὴ ἡ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων, καὶ οὐ πειθομένων τοῖς ἀποστόλοις. Ἀλλ’ ὅρα ἐκείνους, πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεν-τείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ, καὶ πέπηγε μᾶλλον. Ὁρᾷς οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος; Ἀλλ’ ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια, ἔτι ἐπιεικῶς δια-λέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ’ ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν. Οὕτως ἐμελέτων τὸ φιλαρχεῖν, οἳ καὶ οὐκ εἰδότων τῶν ἀποστόλων ἐμέμφθησαν. Ἀλλ’ ὅμως οὐδὲν τούτων οὗτοι προήνεγκαν· ἀλλ’ ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια πανταχοῦ καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ’ ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόμενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ ὀργῆς διελέχθημεν· οὐδὲν δὲ κωλύει καὶ τή-μερον· ἡ γὰρ συνέχεια ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρμακον τὸ δύναμιν ἔχον ἀφανίσαι τραῦμα, ἂν μὴ

Homily XXXIIHomilia XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:237συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε. Μὴ δὴ νομίζετε, κατάγνωσιν ὑμῶν εἶναι, τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειμεν, οὐκ ἂν διελέχθη-μεν· νῦν δὲ ἐλπίζοντες μεγάλα ἡμᾶς κερδαίνειν, ταῦτα φθεγγόμεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ’ ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέ-ρων Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέ-ζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν
πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ’ ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώ-τας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰ-κείους ἐν εἰρήνῃ καταστήσωσιν· ἡμᾶς δὲ μηδὲ ὄναρ θέλειν τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ’ ὅπως μὲν ἀγρὸν ὠνησώμεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω τὴν οὐσίαν ποιήσωμεν, καθ’ ἑκάστην ἡμέραν διαλεγόμενοι οὐ λαμβάνομεν κόρον· περὶ δὲ τῶν ἐν ἡμῖν πραγμάτων καὶ τῶν ὄντως ἡμῶν οὔτε αὐτοὶ λέγειν βουλόμεθα, οὐδὲ ἑτέρων λεγόντων ἀνεχόμεθα ἀκούειν; Περὶ τίνος οὖν, εἰπέ μοι, διαλέγεσθαι βούλει; περὶ ἀρίστου; Ἀλλὰ ταῦτα μαγείρων τὰ ῥήματα. Ἀλλὰ περὶ χρημάτων; Ἀλλὰ ταῦτα καπήλων καὶ ἐμπόρων. Ἀλλὰ περὶ κτι-σμάτων; Ἀλλὰ ταῦτα τεκτόνων καὶ οἰκοδόμων. Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα γεωργῶν. Ἡμῶν δὲ οὐδὲν ἕτε-ρόν ἐστιν ἔργον, ἀλλ’ ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω. Διὰ τί γὰρ μηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλε-γομένῳ, μηδὲ τοῖς ἄλλοις τοῖς δημιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν λέγουσιν; Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνή-σεως, εἰκότως ἄν τις ἡμῖν ἐνεκάλεσε φιλοτιμίαν καὶ ἐπί-δειξιν· μᾶλλον δὲ οὐδὲ οὕτως. Εἰ γὰρ καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε μὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγον-ται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγματείας, τοῖς μὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖς δὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν. Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατη-ρηθῆναι τὴν ὑγείαν ἡμῖν. γ. Ὅταν δὲ καὶ νοσῶμεν, διπλῆ τῶν λόγων ἡ ἀνάγκη· μία μὲν, ἀπαλλαγῆναι τῆς νόσου· δευτέρα δὲ, ἀπαλ-λαγέντας μὴ περιπεσεῖν πάλιν. Οὐκοῦν θεραπευτικῇ μεθόδῳ διαλεγόμεθα νῦν, οὐχ ὑγιεινῇ πραγματείᾳ. Πῶς οὖν ἄν τις τὸ κακὸν τοῦτο ἐκκόψειε πάθος; πῶς τὸν σφοδρὸν ὑποστείλειε πυρετόν; Ἴδωμεν πόθεν ἐτέχθη, καὶ τὴν αἰτίαν ἀνέλωμεν. Πόθεν τίκτεσθαι εἴωθεν; Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς. Ταύτην οὖν ἀνέλωμεν τὴν αἰτίαν, καὶ συνανῄρηται καὶ τὸ νόσημα. Τί δὲ ἡ ἀλα-ζονεία; πόθεν τίκτεται; τάχα γὰρ πάλιν ἐφ’ ἑτέραν ἀρχὴν κινδυνεύομεν ἀνελθεῖν. Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωμεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν. Πόθεν οὖν ἡ ἀλαζονεία; Ἐκ τοῦ μὴ ἐπισκέπτεσθαι τὰ ἡμέτερα, ἀλλ’ ὑπὲρ μὲν φύσεως γῆς, καίτοι οὐκ ὄντας γεωργοὺς, πολυπραγμο-νεῖν, καὶ ὑπὲρ φύσεως φυτῶν, καὶ ὑπὲρ φύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐμπόρους, καὶ ὑπὲρ ἱματίων, καὶ ὑπὲρ
PG 60:238πάντων· ὑπὲρ δὲ ἡμῶν καὶ τῆς ἡμετέρας φύσεως μηδέποτε ἀνέχεσθαι τοῦτο ποιεῖν. Καὶ τίς ἀγνοεῖ, φησὶ, τὴν οἰ-κείαν φύσιν; Πολλοί· τάχα δὲ πάντες πλὴν ὀλίγων· καὶ εἰ βούλεσθε, ἐντεῦθεν ποιήσω τὸν ἔλεγχον. Εἰπὲ γάρ μοι, τί ποτέ ἐστιν ἄνθρωπος; Εἴ τις ἐρωτηθείη, Τίνι τῶν ἀλόγων διέστηκε, πῶς συγγενής ἐστι τῶν ἐν οὐρανῷ, τί δύναται ἐξ ἀνθρώπου γενέσθαι; μὴ δυνήσεται ἐξ εὐ-θείας ἀποκριθῆναι; Οὐκ ἔγωγε οἶμαι. Καθάπερ γὰρ ἐπὶ ὕλης τινὸς, οὕτω καὶ ἐπὶ ἀνθρώπου τὸ μὲν ὑποκεί-μενον ἄνθρωπος· δύναται δὲ γενέσθαι καὶ ἄγγελος καὶ θηρίον. Ἆρα οὐ δοκεῖ ξένος εἶναι ὁ λόγος οὗτος; Καίτοι πολλάκις αὐτὸν ἐν ταῖς Γραφαῖς ἠκούσατε. Περὶ μὲν γάρ τινων ἀνθρώπων ἐλέγετο, ὅτι Ἄγγελος Κυρίου ἐστί· καὶ ἐκ χειλέων, φησὶ, αὐτοῦ, ζητήσουσι κρίσιν· καὶ πάλιν· Ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προς-ώπου σου· περὶ δέ τινων, Ὄφεις, γεννήματα ἐχι-δνῶν. Λοιπὸν δὴ παρὰ τοὺς χρωμένους τὸ πᾶν δύναται γενέσθαι καὶ ἄγγελος, καὶ ἄνθρωπος. Τί λέγω, ἄγγε-λος; Καὶ Θεοῦ τέκνον· Ἐγὼ γὰρ εἶπα, φησὶ, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ τὸ δὴ μεῖζον, ὅτι τοῦ γενέσθαι καὶ θεὸς καὶ ἄγγελος καὶ Θεοῦ τέκνον τὴν ἐξουσίαν αὐτὸς ἐγκεχείρισται. Καὶ ἔστιν ἄνθρωπος ἀγ-γέλου δημιουργός. Τάχα ὑμᾶς ἐθορύβησε τὸ ῥῆμα; Ἀλλ’ ἀκούετε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῇ ἀναστά-σει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν χωρείτω. Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ· ταύτης δὲ ἡμεῖς κύριοι· ἄρα ἀγγέλους δυνάμεθα δημιουργεῖν, κἂν μὴ τῇ φύσει, ἀλλὰ τῇ προαιρέσει. Ταύτης μὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον εἶναι τὴν φύσιν· καὶ δηλοῖ ὁ διά-βολος τοῦτο ὢν πρὸ τούτου· ταύτης δὲ παρούσης, οὐδὲν βλάβος ἄνθρωπον εἶναι τὴν φύσιν· καὶ δηλοῖ Ἰωάννης ἄνθρωπος ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ πάντες οἱ μέλλοντες ἀπιέναι ἐκεῖ. Οὗτοι μὲν γὰρ μετὰ σώματος οὐκ ἐκωλύθησαν τὸν οὐρανὸν οἰκεῖν· ἐκεῖνοι δὲ ἀσώματοι ὄντες, οὐκ ἠδυνήθησαν μεῖναι ἐν οὐρανῷ. Μη-δεὶς τοίνυν ἀλγείτω μηδὲ ἀγανακτείτω πρὸς τὴν φύ-σιν ὡς ἐμποδίζουσαν, ἀλλὰ πρὸς τὴν προαίρεσιν. Λέων ἐκεῖνος ἐγένετο ἐξ ἀσωμάτου· Ἰδοὺ γὰρ, φησὶ, Ὁ ἐχ-θρὸς ἡμῶν ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ἡμεῖς ἄγγελοι ἀπὸ σωμάτων. Καθάπερ γὰρ εἴ τις ὕλην εὑρὼν πολύτιμον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, μεγάλως ζημιωθήσεται, οἷον ἢ μαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόν τι τοιοῦτον· οὕτω δὴ καὶ ἡμεῖς ἐὰν ἀγνοήσωμεν τὴν ἡμετέραν φύσιν, σφόδρα αὐτῆς καταφρονήσομεν· ἂν δὲ γνῶμεν, πολλὴν ἐπιδει-ξόμεθα σπουδὴν, καὶ τὰ μέγιστα καρπωσόμεθα. Ἀπὸ γὰρ ταύτης ἱμάτιον γίνεται βασιλικὸν, ἀπὸ ταύτης οἰκία γίνεται βασιλικὴ, ἀπὸ ταύτης μέλη γίνεται βασιλικά· πάντα βασιλικά. Μὴ δὴ καταχρησώμεθα εἰς βλάβην τῇ οἰκείᾳ φύσει. Βραχύ τι παρ’ ἀγγέλους ἡμᾶς ἠλάττωσε, τῷ θανάτῳ λέγω· ἀλλὰ καὶ τοῦτο ἀπειλήφαμεν τὸ βραχύ. Οὐδὲν οὖν τὸ κωλύον ἡμᾶς ἀγγέλων γενέσθαι ἐγγὺς, ἂν θέλωμεν. Θελήσωμεν τοίνυν, θελήσωμεν, καὶ ἐξασκήσαν-τες ἑαυτοὺς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXXIIHomilia XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:239ΟΜΙΛΙΑ ΛΓ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν. α. Ἐπίσκοπος ἦν τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας οὗ-τος· διὸ καὶ ὕστερος λέγει· καὶ τὸ, Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐν-ταῦθα πληροῦται. Ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων, ἀπό τε παλαιῶν βεβαιουμένου τῶν προφητῶν τὸν λόγον. Οὐ γὰρ εἶχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέ-τρος, καθάπερ Παῦλος. Καὶ καλῶς οἰκονομεῖται δι’ ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐπιχωριά-ζειν τοῖς Ἱεροσολύμοις, τοῦτόν τε τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώ-μης. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο. Τινὲς τοῦτον εἶναί φασι τὸν ὑπὸ τοῦ Λουκᾶ εἰρημένον· ἄλλοι δὲ ἕτερον ὁμώνυμον τούτῳ. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνός ἐστιν, οὐκ ἀκριβολογεῖσθαι χρὴ, ἀλλὰ μόνον ὡς ἀναγκαῖα δέχεσθαι, ἃ ἐξηγήσατο. Ἄνδρες, φησὶν, ἀδελφοί. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀν-δρὸς, καὶ τελειοτέρα αὕτη ἡ δημηγορία, ὅπου γε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασι. Καθὼς πρῶτον ὁ Θεὸς

Homilia LV

ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐ-τοῦ. Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν. Ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν, τὸ δὲ ἀξιόπιστον οὐκ εἶχε διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, λέγων· Καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶ̈δ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμ-μένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτοὺς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. Τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα, ἀλλ’ οὐχὶ κατεσκάφη μᾶλλον; Ἀλλ’ οὐ περὶ τούτων αὐτῷ εἴρηται ταῦτα. Καὶ ποίαν, φησὶ, λέγει ἔγερσιν; Τὴν μετὰ Βαβυλῶνα. Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου, ὅτι οὐδὲν καινὸν, ἀλλ’ ἐξ ἀρχῆς ταῦτα προτετύπωτο. Καὶ τὸ ἀξίωμα πάλιν. Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἀποστρέφουσιν ἐπὶ τὸν Θεὸν, ἀλλ’ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Μωϋσῆς γὰρ ἐκ γε-νεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐ-τὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ἐπειδὴ οὐκ ἦσαν ἀκηκοότες τοῦ νόμου, εἰκότως ταῦτα ἐπιτάττει ἀπὸ τοῦ νόμου, ἵνα μὴ δόξῃ ἀκυροῦν αὐτόν. Καὶ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς ἀπὸ τοῦ νόμου ταῦτα ἀκούειν, ἀλλὰ παρ’ ἑαυτοῦ, εἰπών· Κρίνω ἐγὼ, τουτέστιν, ἐξ ἐμαυτοῦ, οὐχὶ παρὰ τοῦ νόμου ἀκούσας. Εἶτα λοιπὸν κοινὸν τὸ δόγμα γίνεται. Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαβᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε. Ὅρα αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθετοῦντας· ὥστε δὲ ἀξιόπιστον γενέσθαι τὸ δόγμα,
PG 60:240πέμπουσι τοὺς παρ’ αὐτῶν, καὶ ἵνα ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον λοιπόν. Καὶ ὅρα πῶς φορτικῶς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνειν αὐτοὺς τὰ τέκνα, καὶ τη-ρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν μακρότερον εἰρηκότων. Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνδράσι παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥστε δεῖξαι, ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι μετὰ ἐπισκέψεως ταῦτα γρά-φουσιν. Ἐκλεξάμενοι, εἶπεν, ἄνδρας ἐξ ἡμῶν. Εἶτα ἵνα μὴ δόξῃ διαβολὴ εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα τὰ ἐγκώμια αὐτῶν· Ἀνθρώποις, φησὶ, παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπ-εστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν. Ἄρα οὐδὲν ἀνθρώπινον, εἰ Πνεύματι ταῦτα δοκεῖ. Μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος. Πάλιν βάρος τὸν νόμον καλεῖ. Εἶτα καὶ ὑπὲρ αὐτῶν τούτων ἀπολογεῖται. Πλὴν τῶν ἐπάναγ-κες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵματος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ταῦτα ἡ Καινὴ οὐ διετάττετο· οὐδαμοῦ γὰρ περὶ τούτων διελέχθη ὁ Χριστός· ἀλλ’ ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι. Καὶ πνικτοῦ, φησίν. Ἐνταῦθα τὸν φόνον ἀνείργει. Οἱ μὲν οὖν ἀπολυθέντες, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέ-δωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Εἶτα δηλῶν, ὅτι κἀκεῖνοι αὐτοὺς παρεκάλεσαν, ἐπήγαγεν· Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκά-λεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ποιήσαν-τες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης ὑπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους. β. Οὐκέτι στάσεις καὶ μάχαι· διὸ καὶ βεβαιώσαντες αὐτοὺς ἀπῆλθον μετ’ εἰρήνης· πρὸς γὰρ Παῦλον φιλο-νεικότερον διέκειντο· καὶ λοιπὸν Παῦλος διδάσκει. Οὕ-τως οὐδεὶς τῦφος ἦν ἐν τῇ Ἐκκλησίᾳ, ἀλλὰ πολλὴ ἡ εὐ-ταξία. Καὶ ὅρα, μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, καὶ οὐκ ἀποπη-δᾷ· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος. Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται, ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, φησὶν, ἀπεκρίθη Ἰάκω-βος, λέγων· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ἐπεσκέψατο ὁ Θεός· ἐξ ἀρχῆς σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡμερώτερον. Οὕτως ἀεὶ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ ποιεῖν, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων διαλέγε-σθαι. Καλῶς εἶπε, Συμεὼν ἐξηγήσατο, ὡς κἀκεῖνον
PG 60:241ἑτέρων λέγειν γνώμην. Ὅρα πῶς δείκνυσι παλαιὸν ὂν τοῦτο. Λαβεῖν ἐξ ἐθνῶν λαὸν, φησὶ, τῷ ὀνόματι αὐ-τοῦ. Οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ· τουτέστι, τῇ δόξῃ αὐτοῦ. Οὐκ αἰσχύνεται τὸ ὄνομα αὐ-τοῦ τῇ προλήψει τῶν ἐθνῶν δόξαν καλῶν. Τοῦτο γὰρ μείζων δόξα. Ἐνταῦθά τι καὶ μέγα αἰνίττεται. Ποῖον τοῦτο; Ὅτι, φησὶ, πρὸ πάντων οὗτοι. Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω, φησὶ, τὴν σκηνὴν Δαυὶ̈δ τὴν πεπτωκυῖαν. Εἴ τις ἀκριβῶς σκοποίη, νῦν τὴν βασιλείαν ἱσταμένην τοῦ Δαυὶ̈δ εὕροι. Τοῦ ἐκγόνου γὰρ αὐτοῦ βασιλεύοντος, πανταχοῦ ἕστηκεν αὕτη. Τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπ-ακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαι-ρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι; Ὥστε οὐ μόνον ἕστηκεν, ἀλλὰ καὶ λαμπρο-τέρα πάντων γέγονε· πανταχοῦ γὰρ νῦν τῆς οἰκουμέ-νης ᾄδεται. Ἐκεῖνο ἐξέβη· οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ. Εἰπὼν δὲ, Καὶ ἀνοικοδομήσω, ἐπάγει καὶ τὴν αἰτίαν τοῦ διὰ τί, λέγων· Ὅπως ἐκζητήσωσιν οἱ κατά-λοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Εἰ τοίνυν διὰ τοῦτο ἐξανέστη ἡ πόλις διὰ τὸν ἐξ αὐτῶν, δῆλον ὅτι τῆς οἰκοδομῆς τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι. Τίνες εἰσὶν Οἱ κατάλοιποι; Οἱ ὑπολειπόμενοι τότε. Ἀλλ’ ὅρα αὐτὸν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα. Λέγει Κύριος, ὁ ποιῶν, φησὶ, ταῦτα πάντα. Οὐ λέγει μόνον, ἀλλὰ καὶ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἡ κλῆσις τῶν ἐθνῶν. Ἄλλο ἦν τὸ ζητού-μενον, ὅπερ σαφέστερον καὶ Πέτρος ἔλεγεν· οὐ δεῖ αὐτοὺς περιτέμνεσθαι. Τί τοίνυν ταῦτα δημηγορεῖς; Οὐ γὰρ δὴ τοῦτο ἔλεγον, ὅτι οὐ δεῖ αὐτοὺς δέχεσθαι πιστεύοντας, ἀλλ’ ὅτι μετὰ νόμου. Καὶ τοῦτο ὁ Πέτρος καλῶς ἐδημηγόρησεν· ἀλλ’ ἐπειδὴ τοῦτο ἐθορύβει μά-λιστα πάντων τοὺς ἀκροατὰς, καὶ τοῦτο θεραπεύει πάλιν. Καὶ ὅρα, ὅπερ ἐχρῆν νομοθετηθῆναι, ὅτι οὐ δεῖ φυλάττειν τὸν νόμον, ὁ Πέτρος εἰσήγαγε· τὸ δὲ ἡμέτερον, καὶ
πάλαι παραδεχθὲν, τοῦτο οὗτός φησι, καὶ ἐνδιατρίβει ἐκείνῳ, ὑπὲρ οὗ οὐδὲν γέγραπται, ἵνα αὐτῶν θεραπεύ-σας τὴν διάνοιαν τῷ συγκεχωρημένῳ, εὐκαίρως εἰς-αγάγῃ καὶ τοῦτο. Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι· τουτέστι, μὴ ἀνατρέ-πειν. Εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρή-σεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν. Καὶ καλῶς εἶπε, Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, δηλῶν καὶ τοῦ Θεοῦ τὴν ἄνωθεν περὶ αὐτοὺς οἰκονομίαν, καὶ τὸ τούτων καταπειθὲς καὶ ἕτοιμον εἰς τὴν κλῆσιν. Τί ἐστι, Κρίνω ἐγώ; Ἀντὶ τοῦ, μετ’ ἐξουσίας λέγω τοῦτο εἶναι. Ἀλλ’ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνεί-ας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ’ ἀναγκαῖαι φυλάττεσθαι, ἐπειδὴ μεγάλα εἰργάζοντο κακά. Καὶ ἵνα μή τις ἀνθυπενέγκῃ, Διὰ τί μὴ καὶ Ἰουδαίοις τὰ αὐτὰ ἐπιστέλλομεν; ἐπήγα-γε λέγων· Μωϋσῆς ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας ἑαυτὸν ἔχει; τουτέστι, Μωϋσῆς αὐτοῖς διαλέγεται συνεχῶς. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ὅρα πόση ἡ συγκα-τάβασις. Ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτοῖς διδά-σκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπι-τρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ κατὰ πάντα, καὶ ἀπ-άγων τοὺς ἐξ ἐθνῶν· εἶτα δι’ ὧν ἔδοξεν αὐτὸν τιμᾷν, καὶ ἐφιστάναι τοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἔθνη ἐξ αὐτοῦ. Διὰ τί οὖν μὴ παρ’ αὐτοῦ μανθάνουσι; Διὰ
PG 60:242τὴν οἰκείαν ἀπείθειαν. Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν. Εἰ δὲ οὐκ ἐπιστέλλομεν, οὐχ ὡς ὀφειλόντων αὐτῶν πλέον τι φυλάττειν, ἀλλ’ ὡς ἐχόν-των τὸν λέγοντα. Καὶ οὐκ εἶπε, Μὴ σκανδαλίζειν αὐτοὺς μηδὲ καταστρέφειν, ὅπερ Παῦλος λέγει Γαλάταις, ἀλλὰ, Μὴ παρενοχλεῖν· ὅπερ οὐδὲν δείκνυσιν ὃν τὸ κατόρθωμα, ἀλλ’ ἢ μόνον ἐνόχλησιν. Οὕτως ἐξέλυσε τὸ πᾶν. Καὶ δο-κεῖ μὲν καὶ τὸν νόμον τηρεῖν τῷ ἐξ αὐτοῦ ταῦτα λαβεῖν, ἔλυσε δὲ αὐτὸν τῷ μόνα λαβεῖν. Καίτοι γε πολλάκις αὐ-τοῖς ὑπὲρ τούτων διελέχθη· ἀλλ’ ἵνα δόξῃ καὶ τὸν νόμον τιμᾷν, καὶ ταῦτα οὐχ ὡς ἀπὸ Μωϋσέως λέγων, ἀλλ’ ὡς ἀπὸ τῶν ἀποστόλων, καὶ ἵνα πολλὰς ποιήσῃ τὰς ἐντολὰς, τὴν μίαν διεῖλε. Τοῦτο μάλιστα αὐτοὺς ἀνέπαυσεν. Οἰκο-νομικῶς δὲ γέγονε καὶ ἡ ἀντιλογία, ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ἦ τὸ δόγμα. Τότε ἔδοξε τοῖς ἀποστόλοις, φησὶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς πέμψαι. Οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς ἡγου-μένους πέμπουσιν ἐκλεξάμενοι· Τοῖς κατὰ Ἀντιόχειαν, φησὶ, καὶ Συρίαν καὶ Κιλικίαν, ἔνθα τὸ νόσημα ἐτέχθη. γ. Ὅρα μηδὲν φορτικὸν κατ’ ἐκείνων λέγοντας, ἀλλ’ εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενη-μένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες, οἱ λυμεῶνες, καὶ ὅσα τοιαῦτα· καίτοι ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθω-θέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν· ἀλλ’, Ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυ-ριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως εἶπε. Τὰς ἤδη βε-βαιωθείσας ψυχὰς, φησὶν, ἀνασκευάζοντες, καθάπερ ἐπὶ οἰκοδομῆς τὰ ὑπ’ ἐκείνων γεγενημένα τιθέντες. Οἷς, φησὶν, οὐ διεστειλάμεθα. Ἔδοξεν οὖν ἡμῖν γενομέ-νοις ὁμοθυμαδὸν σὺν τοῖς ἀγαπητοῖς. Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαμεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλ-λοντας τὰ αὐτά. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον, ἵνα μὴ λέγωσιν, ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ’ ἄλλων εἶπαν. Τὸ ἐγκώμιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα. Διὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται μόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλη-σίας, ἵνα μὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαμβάνετο τοῦ δόγματος, οὔτε οἱ ἀπὸ Ἱεροσολύμων μόνοι. Δείκνυσι πῶς ἀξιόπιστοί εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω μαίνονται. Διά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος ἕνεκεν εἶπεν, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύματι; Τὸ μὲν, Τῷ ἁγίῳ Πνεύματι, ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶ-ναι· τὸ δὲ, Ἡμῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτομῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑμῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους ἀσθενεῖς ἔτι ὁ λόγος ἦν, καὶ πεφοβη-μένους αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται. Δεί-κνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ ἐπειδὴ ἐφείδοντο αὐτῶν οὐδὲ ὡς ἀσθενῶν· ἀλλὰ τοὐναντίον· πολλὴ γὰρ καὶ τῶν διδασκάλων αἰδὼς ἦν· ἐκεῖνο γὰρ περιττὸν βάρος ἦν. Ὅρα βραχεῖαν ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισμοὺς, ἀλλ’ ἐπί-ταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία. Ἄνω καὶ κάτω

Homily XXXIIIHomilia XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:243βάρος καλοῦσι. Καὶ πάλιν συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Μετὰ τὴν ἐπιστολὴν καὶ αὐτοὶ παρακαλοῦσι τῷ λόγῳ· ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι. Καὶ αὐτοὶ, φησὶ, προφῆ-ται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς. Τὸ ἀξιόπιστον ἐνταῦθα δείκνυσιν. Ἐδύνατο μὲν γὰρ καὶ Παῦλος· ἀλλὰ τούτους ἔδει. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης. Οὐκ ἔτι στάσις, οὐκ ἔτι ἀποστροφή. Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐ-τοὺς εἰληφέναι, καθὼς αὐτός φησι, Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶτα λέγει, ὅτι Οὐδέν μοι προς-ανέθεντο. Τὴν γὰρ αὐτοῦ γνώμην ἐκύρωσαν· ἐπῄνεσαν αὐτὴν καὶ ἐθαύμασαν. Δείκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύμα-τος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆ-ναι· τὰ γὰρ τοιαῦτα οὐ Πνεύματος δεῖται. Δείκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα. Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε. Δείκνυσιν, ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ’ ἀρκεῖ τοῦτο. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ’ ὥστε νόμον εἶναι ἔγγραφον, ἐπιστέλλουσι. Καὶ πάλιν, ὥστε πεισθῆναι τῷ νόμῳ, καὶ ἐκείνοις ἔλεγον, καὶ ἐκεῖ-νοι τοῦτο ἐποίουν, καὶ μετ’ εἰρήνης. Μὴ δὴ σκανδαλιζώ-μεθα ἐπὶ τοῖς αἱρετικοῖς. Ὅρα γὰρ ἐν προοιμίοις τοῦ κηρύγματος πόσα σκάνδαλα· οὐ λέγω τὰ παρὰ τῶν ἔξω-θεν· ταῦτα γὰρ οὐδὲν ἦν· ἀλλὰ τὰ ἔνδον. Οἷον πρῶτον, ὁ Ἀνανίας, ἔπειτα ὁ γογγυσμὸς, ἔπειτα Σίμων ὁ Μάγος, ἔπειτα οἱ ἐγκαλοῦντες Πέτρῳ διὰ Κορνήλιον, ἔπειτα ὁ λιμὸς, ἔπειτα αὐτὸ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν. Οὐδὲ γὰρ ἔνι καλοῦ τινος γινομένου μὴ συνυφεστάναι καὶ πονηρόν. Μὴ δὴ θορυβώμεθα, εἴ τινες σκανδαλίζον-ται, ἀλλὰ καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι εὐδοκιμωτέρους ἡμᾶς ποιεῖ. Οὐ γὰρ δὴ αἱ θλίψεις μό-νον, ἀλλὰ καὶ αὐτοὶ οἱ πειρασμοὶ λαμπροτέρους ἡμᾶς ἐργάζονται. Ὁ μὲν γὰρ, μηδενὸς ὄντος τοῦ πλανῶντος, τῆς ἀληθείας ἐχόμενος, οὐκ ἂν εἴη σφοδρὸς ἐραστὴς τῆς ἀληθείας· ὁ δὲ πολλῶν ἀφελκόντων, οὗτος εὐδόκιμος. Τί
οὖν; διὰ τοῦτο γίνεται τὰ σκάνδαλα; Οὐ λέγω, ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος· μὴ γένοιτο· ἀλλὰ καὶ ὡς ἀπὸ τῆς ἐκείνων πονηρίας εὐεργετοῦντος ἡμᾶς· ἐπεὶ αὐτὸς οὐδέποτε ἐβού-λετο γενέσθαι. Δὸς αὐτοῖς, φησὶν, ἵνα ἓν ὦσιν· ἐπειδὴ δὲ γίνεται τὰ σκάνδαλα, οὐδὲν τούτους βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ὥσπερ οὖν καὶ τοὺς μάρτυρας ἄκοντες ὠφελοῦ-σιν οἱ ἐπὶ τὸ μαρτύριον ἕλκοντες, οὐ μὴν ὑπὸ τοῦ Θεοῦ ὠθοῦνται πρὸς τοῦτο· οὕτω δὴ καὶ ἐνταῦθα, μὴ ἴδωμεν ὅτι σκανδαλίζονται. Τοῦτο αὐτὸ τεκμήριον τοῦ σπουδαῖον εἶναι τὸ δόγμα, τὸ πολλοὺς ὑποκρίνεσθαι καὶ μιμεῖσθαι· οὐ γὰρ ἂν, εἰ μὴ καλὸν ἦν, ὑπεκρίνοντο. Καὶ τοῦτο ἤδη ποιήσω ὑμῖν φανερόν. δ. Τὰ μύρα τὰ εὐώδη ταῦτα ἔχει τοὺς νοθεύοντας αὐτὰ, οἷον φύλλον ἄμωμον. Ἐπειδὴ γὰρ σπάνιά ἐστι καὶ ἀν-αγκαῖα, πολλὰ καὶ νόθα γίνεται. Οὐδεὶς οὖν ἂν ἕλοιτο ἄλλο τι τῶν εὐτελῶν νοθεῦσαι. Ὁ βίος ὁ καθα-ρὸς πολλοὺς ἔχει τοὺς νοθεύοντας· οὐδεὶς δὲ ἂν ἕλοιτο ὑποκρίνεσθαι τὸν ἐν φαυλότητι, ἀλλὰ τὸν ἐν μοναδικῷ βίῳ. Τί οὖν ἂν εἴποιμεν πρὸς τοὺς Ἕλληνας; Ἔρχεται Ἕλλην καὶ λέγει, ὅτι Βούλομαι γενέσθαι Χριστιανὸς, ἀλλ’ οὐκ οἶδα τίνι προσθῶμαι· μάχη παρ’ ὑμῖν πολλὴ καὶ στάσις, πολὺς θόρυβος· ποῖον ἕλωμαι δόγμα; τί αἱρήσομαι; Ἕκαστος λέγει, ὅτι Ἐγὼ ἀληθεύω. Τίνι πεισθῶ, μηδὲν ὅλως εἰδὼς ἐν ταῖς Γραφαῖς; Κἀκεῖνοι τὸ αὐτὸ προβάλλονται. Πάνυ γε τοῦτο ὑπὲρ ἡμῶν. Εἰ μὲν
PG 60:244γὰρ λογισμοῖς ἐλέγομεν πείθεσθαι, εἰκότως ἐθορύβου· εἰ δὲ ταῖς Γραφαῖς λέγομεν πιστεύειν, αὗται δὲ ἁπλαῖ καὶ ἀληθεῖς, εὔκολόν σοι τὸ κρινόμενον. Εἴ τις ἐκείναις συμφωνεῖ, οὗτος Χριστιανός· εἴ τις μάχεται, οὗτος πόῤῥω τοῦ κανόνος τούτου. Τί οὖν, ἂν ἐκεῖνος ἐλθὼν εἴπῃ, τοῦτο ἔχειν τὴν Γραφὴν, σὺ δὲ ἕτερον λέγῃς, καὶ ἄλλως παρεξηγῆσθε τὰς Γραφὰς, τὰς διανοίας αὐτῶν ἕλκοντες; Σὺ οὖν, εἰπέ μοι, νοῦν οὐκ ἔχεις οὐδὲ κρίσιν; Καὶ πῶς ἂν δυναίμην, φησὶ, μηδὲ εἰδὼς κρίνειν τὰ ὑμέ-τερα; μαθητὴς βούλομαι γενέσθαι, σὺ δέ με ἤδη διδά-σκαλον ποιεῖς. Ἂν ταῦτα λέγῃ, τί, φησὶν, ἀποκρινώ-μεθα; πῶς αὐτὸν πείσομεν; Ἐρωτήσωμεν, εἰ μὴ σκῆ-ψις ταῦτα καὶ πρόφασις· ἐρωτήσωμεν, εἰ κατέγνω τῶν Ἑλλήνων. Πάντως τι ἐρεῖ· οὐ γὰρ δὴ μὴ καταγνοὺς, ἐπὶ τὰ ἡμέτερα ἥξει. Ἐρωτήσωμεν τὰς αἰτίας, δι’ ἃς κατέγνω· οὐ γὰρ δὴ ἁπλῶς κατέγνω. Εὔδηλον ὅτι ἐρεῖ διὰ τὸ κτίσμα-τα εἶναι καὶ μὴ εἶναι ἄκτιστον Θεόν. Καλῶς. Ἂν οὖν τοῦτο μὲν εὕρῃ παρὰ ταῖς ἄλλαις αἱρέσεσι, τὸ δὲ ἐναν-τίον παρ’ ἡμῖν, ποίου λόγου χρεία; Πάντες ὁμολογοῦμεν, ὅτι ὁ Χριστὸς Θεός. Ἀλλ’ ἴδωμεν τίνες μάχονται, καὶ τίνες οὐ μάχονται. Ἡμεῖς λέγοντες Θεὸν, ἄξια Θεοῦ καὶ φθεγγόμεθα, ὅτι ἐξουσίαν ἔχει, ὅτι οὐκ ἔστι δοῦλος, ὅτι ἐλεύθερος, ὅτι ἀφ’ ἑαυτοῦ πάντα ποιεῖ· ἐκεῖνος δὲ τοὐ-ναντίον. Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς μέλλοις μανθάνειν, ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ μοι, τὰ λεγόμενα καταδέχῃ; καίτοι πολλὰ παρ’ ἐκείνοις δόγματα. Εἰ μὲν οὖν ἁπλῶς, ἅπερ ἂν ἀκούσῃς, καταδέχῃ, οὐκ ἔστι τοῦτο ἀνδρός· εἰ δὲ κρίσιν ἔχεις καὶ νοῦν, πάντως εἴσῃ τὸ καλόν. Υἱὸν λέγομεν ἡμεῖς, ἐπαληθεύομεν ὃ λέγομεν· ἐκεῖνοι δὲ λέγουσι μὲν, οὐχ ὁμολογοῦσι δέ. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ἐκεῖνοι ἔχουσί τινας ἀφ’ ὧν καλοῦνται, αὐτοῦ τοῦ αἱρεσιάρχου δηλονότι τὸ ὄνομα, καὶ ἑκάστη αἵρεσις ὁμοίως· παρ’ ἡμῖν ἀνὴρ μὲν οὐδεὶς ἔδωκεν ἡμῖν ὄνομα, ἡ δὲ πίστις αὐτή. Ἀλλὰ σκῆψις τοῦτο καὶ πρόφασις. Διὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι· ἀλλὰ πάντα ποιεῖς ὥστε μαθεῖν; Κἂν ἄλλο ὁτιοῦν βουληθῇς ὠνήσασθαι, πάντα ποιεῖς πολυπραγμονῶν· ἐνταῦθα δὲ ταῦτα λέγεις. Ὥστε ἐπὶ τῷ λόγῳ τούτῳ οὐδὲν ὅλως καταδέξῃ. Ἔστω γάρ τις μηδὲν ὅλως δόγμα ἔχων, ἂν κἀκεῖνος λέγῃ ὃ περὶ τῶν Χριστιανῶν σὺ, Τοσοῦτον πλῆ-θος ἀνθρώπων ἐστὶ, καὶ δόγματα ἔχουσι διάφορα· ὁ μὲν Ἕλλην ἐστὶν, ὁ δὲ Ἰουδαῖος, ὁ δὲ Χριστιανός· οὐδὲ ἓν δεῖ δόγμα καταδέξασθαι· ἀλλήλοις γὰρ πολεμοῦσιν· ἐγὼ δὲ μαθητής εἰμι, καὶ κριτὴς οὐ βούλομαι εἶναι, οὐδὲ ἕξω καταγινώσκειν ἑνὸς δόγματος· οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει. Καθάπερ γὰρ ἴσχυσαν τὸ νόθον ἐκβαλεῖν, οὕτως ἰσχύσεις καὶ ἐνταῦθα ἐλθὼν δοκιμάσαι τὸ λυσιτελές. Ὁ μὲν γὰρ μηδενὸς ὅλως δόγ-ματος καταγνοὺς, εὐκόλως ταῦτα ἐρεῖ· ὁ δὲ καταγνοὺς, κἂν μηδὲν ᾑρημένος ᾖ, ὁδῷ προβαίνων δυνήσεται συν-ιδεῖν τὸ δέον. Μὴ δὴ σκηπτώμεθα μηδὲ προφασιζώμε-θα· πάντα γὰρ ῥᾴδια. Βούλει σοι δείξω, ὅτι πρόφασίς ἐστι ταῦτα; Τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα οἶδας; διὰ τί οὖν τὰ πρακτέα μὴ πράττεις, ἀλλὰ τὰ μὴ πρακτέα; Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισμῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως ἀποκαλύψει. Οὐκ ἔστι προς-ωπολήπτης, φησὶν, ὁ Θεός· ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Οὐκ ἔστι τὸν χωρὶς προλήψεως ἀκούοντα μὴ πείθεσθαι. Ὥσπερ γὰρ εἰ κανών τις ἦν, πρὸς ὃν

Homily XXXIIIHomilia XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:245πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραμετροῦντα εὔκολον ἦν λαβεῖν· οὕτως καὶ νῦν. Πῶς οὖν οὐ συνορῶσι; Πολλὰ ποιεῖ, καὶ πρόληψις καὶ ἀνθρώπιναι αἰτίαι. Τοῦτο καὶ περὶ ἡμῶν, φησὶ, καὶ ἐκεῖνοι λέγουσι. Πῶς; Μὴ γὰρ ἀπεσχίσμεθα τῆς Ἐκ-κλησίας; μὴ γὰρ αἱρεσιάρχας ἔχομεν; μὴ γὰρ ἀπ’ ἀν-θρώπων καλούμεθα; μὴ γὰρ προηγούμενος ἡμῶν τίς ἐστιν, ὥσπερ τῷ μὲν Μαρκίων, τῷ δὲ Μανιχαῖος, τῷ δὲ Ἄρειος, τῷ δὲ ἄλλος τις αἱρέσεως ἀρχηγός; Εἰ δὲ καὶ ἡμεῖς προσηγορίαν τινὸς ἔχομεν, ἀλλ’ οὐ τοὺς τῆς αἱρέ-σεως ἄρξαντας, ἀλλὰ τοὺς προστάντας ἡμῶν καὶ κυβερ-νήσαντας τὴν Ἐκκλησίαν. Οὐκ ἔχομεν διδασκάλους ἐπὶ τῆς γῆς· μὴ γένοιτο· ἕνα ἔχομεν τὸν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνοι, φησὶ, τὰ αὐτὰ προβάλλονται. Ἀλλ’ ἐφέστηκε τὸ ὄνομα κατηγοροῦν αὐτῶν, καὶ ἐμφράττον τὰ στό-ματα. Πολλοὶ γεγόνασιν Ἕλληνες, καὶ οὐδεὶς ταῦτα
PG 60:246ἠρώτησε, καὶ παρὰ φιλοσόφοις ἦν ταῦτα, καὶ οὐδεὶς ἐκωλύθη τῶν τὴν ὀρθὴν αἵρεσιν ἐχόντων. Διὰ τί μὴ εἶ-πον ὅτε ταῦτα ἐκίνουν, ὅτι καὶ οὗτοι κἀκεῖνοι Ἰουδαῖοι· τίνι δεῖ ἡμᾶς πείθεσθαι; Ἀλλ’ ἐπείσθησαν ὡς ἔδει. Οὐ-κοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα πράττωμεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρ-όντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ πα-ναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:245ΟΜΙΛΙΑ ΛΔ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν. α. Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις με-
ταδιδόασι τοῦ λόγου. Καὶ ἤδη μὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡμῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ μὲν ἁπαλώτερος ἦν καὶ μᾶλλον συγγνωμονικὸς, οὗτος δὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσματα· ὅτι δὲ καὶ τοῦτο χάρισμα, δῆλον. Ἀλλ’ ἐκεῖνο μὲν ἑτέροις ἤθεσιν ἀνθρώπων ἁρμόζει, τοῦτο δὲ ἑτέροις· κἂν μετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ μὲν εἶναί τις παροξυσμὸς, τὸ δὲ πᾶν οἰκονομία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν. Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκεῖνοι μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλω-τέρου, οὗτοι δὲ τούτου. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρ-κον· Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παρ-οξυσμὸς, ὥστε χωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον, ἐκπλεῦ-σαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Οὕτω καὶ ἐν τοῖς προφήταις εὑρίσκομεν διαφόρους γνώμας καὶ διάφορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, ὁ Μωϋσῆς πρᾶος. Καὶ ἐνταῦθα τοίνυν σφο-δρότερός ἐστιν ὁ Παῦλος. Ἀλλ’ ὅρα καὶ οὕτω τὸ ἐπιεικὲς αὐτοῦ. Ἠξίου, φησὶ, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας μὴ συμπαραλαβεῖν. Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο τὸν σκευοφόρον ἔχειν ἀεὶ βάναυσον· οὕτως οὐδὲ ὁ ἀπόστολος. Τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευε, καὶ αὐτὸν ἐῤῥύθμιζεν ἐκεῖνον. Οὐκοῦν, φησὶ, κακὸς ὁ Βαρνάβας; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ἄτοπον τὸ νομίζειν τοῦτο. Πῶς δὲ οὐκ ἄτοπον ὑπὲρ οὕτω πράγματος μικροῦ τοῦτον λέγειν γενέσθαι κακόν; Ἀλλ’ ὅρα, ὅτι πρῶτον μὲν κακὸν οὐδὲν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες, ἀπεσχίσθησαν ἀπ’ ἀλλήλων, ἀλλὰ καὶ μέγα ἀγαθόν· ἔπειτα ὅτι εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν εἵλοντο εὐκόλως ἀφεῖναι ἀλλήλους. Σὺ δέ μοι θαύμασον
PG 60:246τοῦτον μηδὲ τοῦτο κρύψαντα. Ἀλλ’ εἰ καὶ χωρισθῆναι ἔδει, φησὶ, χωρὶς παροξυσμοῦ. Μάλιστα μὲν οὖν καὶ ἐν-τεῦθεν δείκνυται τὰ ἀνθρώπινα. Εἰ γὰρ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἔδει γενέσθαι, πολλῷ μᾶλλον ἐνταῦθα. Ἄλλως δὲ ὁ παροξυσμὸς οὐκ ἂν εἴη φαῦλος, ὅταν ὑπὲρ τοιού-των ἕκαστος ἀμφισβητῇ, καὶ μετὰ δικαίου λόγου. Εἰ μὲν οὖν τις αὐτῶν τὸ ἑαυτοῦ ζητῶν παρωξύνετο, καὶ τὴν εἰς αὐτὸν τιμὴν, καλῶς· εἰ δὲ παιδεῦσαι καὶ διδά-ξαι ἑκάτερος βουλόμενος, ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκλημα; Πολλὰ καὶ ἀνθρωπίνῃ διανοίᾳ ἐποίουν· οὐ γὰρ ἦσαν λίθοι ἢ ξύλα. Καὶ ὅρα Παῦλον κατηγοροῦντα, καὶ τὴν αἰτίαν λέγοντα. Ἠδεῖτο γὰρ τὸν Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἅτε κεκοινωνηκότα ἐν τοσούτοις αὐτῷ καὶ μετ’ αὐτοῦ ὄντα· ἀλλ’ οὐχ οὕτως ᾐδεῖτο, ὥστε καὶ παριδεῖν τὸ δέον. Τίς μὲν οὖν ἄμεινον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ, ὅτι μεγάλη γέγονεν οἰκονομία, εἴ γε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Οὐχ ἁπλῶς διέτριβον ἐν Ἀντιοχείᾳ, ἀλλ’ ἐδίδα-σκον. Τί ἐδίδασκον; τί δὲ εὐηγγελίζοντο; Τούς τε ἤδη πιστοὺς, τούς τε οὐδέπω. Ἐπειδὴ γὰρ μυρία σκάνδαλα ἦν, ἔδει τῆς αὐτῶν παρουσίας. Τὸ ζητούμενον, οὐχ ὅτι διηνέχθησαν ἐν ταῖς γνώμαις, ἀλλ’ ὅτι συγκατέβησαν ἀλλήλοις ἰδεῖν. Οὕτω μεῖζον ἀγαθὸν γέγονε τὸ χωρι-σθῆναι, καὶ πρόφασιν ἐκ τούτου τὸ πρᾶγμα ἔλαβε. Τί οὖν; ἐχθροὶ ἀνεχώρησαν; Μὴ γένοιτο. Ὁρᾷς γὰρ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς Ἐπιστολαῖς. Παροξυσμὸς, φησὶν, ἐγέ-νετο, οὐκ ἔχθρα οὐδὲ φιλονεικία. Τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς, ὥστε χωρίσαι· καὶ εἰκότως. Ὅπερ γὰρ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προσήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. β. Ἐμοὶ δοκεῖ καὶ κατὰ σύνεσιν γεγενῆσθαι τὸν χωρι-σμὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βού-λομαι σὺ δὲ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους. Ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁμοίως τὸ ἐκεί-νου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ. Εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι Παῦλος δὲ, φησὶν, ἐπιλεξάμενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Θαυμαστός ἐστιν οὗτος ὁ ἀνὴρ,
PG 60:247καὶ σφόδρα μέγας. Πάνυ δὲ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη. Τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν αὐτὸν, τὸ δὲ Βαρνάβα χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ ἂν αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ μὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιμὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι’ ἓν φιλονεικοῦσιν ὥστε δεῖξαι τὸν τιμήσαντα. αὐτὸν καλῶς βεβουλευμένον, τί ἄτοπον; γ. Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ’ ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπισκέ-ψασθαι. Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστη-ρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους πρῶτον παι-δεύωμεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γίνωνται τοῖς μετὰ ταῦτα. Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελ-φοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, με-ριμνῶντα, οὐκ ἀνεχόμενον καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀν-τιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνον-τας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν. Ἐπιλεξάμενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν. Καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος· εἰκότως. Ὅτε μὲν γὰρ ἔσπευ-δον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πι-στῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκωνίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν· καὶ λαβὼν περιέτε-μεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Ἤδεσαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς, ὁ πάντα κινήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ὅτε κατώρθωσε, τοῦ δόγματος κυρωθέντος, περιτέμνει τὸν μαθητήν. Οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται. Οὐδὲν Παύ-
λου συνετώτερον· ὥστε πάντα πρὸς τὸ συμφέρον ἑώρα· οὐδὲν ἁπλῶς ἐποίει προλήψει. Τοῦτον ἠθέλησε, φησὶν, ἐξελθεῖν σὺν αὐτῷ. Τὸ θαυμαστὸν τοῦτο, ὅτι καὶ ἐπ-ήγετο αὐτόν. Διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Αὕτη ἡ αἰτία τοῦ περιτεμεῖν· οὐ γὰρ ἂν ἠνέσχοντο παρὰ ἀκροβύστου τὸν λόγον ἀκοῦ-σαι. Καὶ τί; Ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περι-τομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν ἀπο-στόλων. Ὁρᾷς μάχην, καὶ διὰ μάχης οἰκοδομήν; Οὐ παρ’ ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόμουν. Δόγμα εἰς-ήνεγκαν μὴ περιτέμνειν, καὶ περιτέμνει. Καὶ ἐπερίς-σευον, φησὶ, τῷ ἀριθμῷ καθ’ ἡμέραν. Εἶδες τὸ κέρδος τῆς περιτομῆς; Εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθών· ἀλλὰ τί; Πόῤῥω πρόεισιν.
PG 60:248Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀπο-στόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν Ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν. Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυ-θέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴν Γαλατίαν ἀφέντες, εἰς τὴν μεσόγαιον ἔσπευδον. Ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα. Διὰ τί μὲν οὖν ἐκω-λύθησαν, οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον καὶ μὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Παρελθόν-τες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρωάδα. Καὶ ὅρα-μα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. Διὰ τί ὅρα-μα, καὶ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐκέλευσεν; Ἐβούλετο αὐτοὺς καὶ οὕτως ἐφέλκεσθαι· ἐπεὶ καὶ τοῖς ἁγίοις ὄναρ ἐφάνη· καὶ ἐξ ἀρχῆς αὐτὸς ὅραμα εἶδεν, ἄνδρα εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας. Εἶτα καὶ διὰ τοῦτο αὐτὸν ἐκεῖ ἕλκει, ἵνα ἐκτείνηται τὸ κήρυγμα. Ἄλλως δὲ καὶ διὰ τοῦτο κωλύεται ἐνδιατρῖψαι ταῖς ἄλλαις πόλεσιν, ἐπεί-γοντος αὐτὸν τοῦ Χριστοῦ. Οὗτοι μὲν γὰρ ἔμελλον ἀπο-λαύσεσθαι Ἰωάννου καὶ χρόνον πολὺν, καὶ ἴσως οὐδὲ πάνυ ἐδέοντο· ἐκεῖ δὲ ἀπελθεῖν ἔδει. Καὶ ἀντιπεράσας λοι-πὸν ἔξεισιν. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προς-κέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες δὲ ἀπὸ Τρωάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς Μακεδονίας πόλις, κολώνεια. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρί-βοντες ἡμέρας τινάς. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαί-νεται λέγων, ὅτι Καίσαρί σε δεῖ παραστῆναι. Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε· καὶ δείκνυσιν, ὅτι ἐν ταῖς μεί-ζοσι, τὰς δὲ ἄλλας παρῄει. Ἀξίωμά ἐστι πόλεως ἡ κο-λώνεια. Ἀλλ’ ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἀνάγκην πε-ριτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδημίας λέγων· Ἐπισκε-ψώμεθα τὰς πόλεις, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν μέλλοντα κατηγο-ρεῖν μετὰ ταῦτα. δ. Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ γίνεται καὶ τοῦ Μωϋσέως· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται. Οἷον ὡς ὅταν λέγῃ· Εἰ ὁ πα-τὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς· καὶ πάλιν, Ἄφες με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον· καὶ ὁ Σαμουὴλ, ὅταν πενθῇ τὸν Σαούλ· δι’ ἑκα-τέρων γὰρ μεγάλα γίνεται ἀγαθά. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκ ἔτι. Τοῦτο καὶ ἐφ’ ἡμῶν γίνε-ται. Καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Οὐ γὰρ ἂν ὁ παν-ταχοῦ εἴκων, ἐνταῦθα οὐκ εἶξεν, ὁ οὕτω Παῦλον φιλῶν, ὥστε καὶ πρὸ τούτου ζητῆσαι αὐτὸν ἐν Ταρσῷ, καὶ πρὸς τοὺς ἀποστόλους αὐτὸν ἀπενεγκεῖν, καὶ τὴν ἐλεημοσύνην κοινὴν ἐργάσασθαι, καὶ τὰ κατὰ τὸ δόγμα κοινῇ κατα-δέξασθαι. Οὐκ ἂν οὖν διὰ τοιοῦτον πρᾶγμα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ’ ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ’ αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέ-

Homily XXXIVHomilia XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:249γων· Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιμᾷ μὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας. Τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ποιοῦμεν. Ἐν-ταῦθά μοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ’ ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁμόνοια δύναται, πολ-λὰ ἡ ἀγάπη· κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ. Διήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν μαθητὴς ὀνόματι Τι-μόθεος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιμοθέου, ὅτι ὑπὸ πάντων μαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεμνη-μένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωί̈δι, καὶ τῇ μητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεμεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέ-γων· Διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Διὰ τοῦτο τοίνυν περιτέμνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔμενεν ὤν. Ἄρα οὐκ ἦν ἐμπερίτο-μος. Ὅρα ἤδη τὸν νόμον λυόμενον. Τισὶ δὲ δοκεῖ μετὰ τὸ κήρυγμα αὐτὸν τεχθῆναι· ἀλλ’ οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράμματα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν εἰπεῖν, ἢ εἰ μὴ τοῦτο, ὅτι ἔμελλεν αὐτὸν ἐπίσκοπον ποιεῖν, καὶ οὐκ ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη μηδὲν τοιοῦτον φυλάττειν. Οὐ μικρὸν καὶ τοῦτο ἦν, ὅπου γε μετὰ τοσοῦτον χρόνον καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν. Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη μὴ τηρεῖν ταῦτα, καὶ μηδὲν βλάπτεσθαι, μηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς μητρός· ἀλλ’ ὅμως ἐπειδὴ μέγα ἦν ἐκεῖνο τὸ κατόρθωμα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε τούτου· τὸν γὰρ λόγον ἔδει κατα-σπαρῆναι· διὰ τοῦτο καὶ αὐτὸς αὐτὸν περιέτεμεν. Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως μέγα τι γενόμενον ἀγα-θόν. Καὶ ἐπερίσσευον τῷ ἀριθμῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβά-ζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι’ ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί; Δι’ ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον, οὐκέτι θειότερον. Ἔνθα μὲν γὰρ εὐκο-λώτερον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· ἔνθα δὲ πολλὴ ἡ βία, θειότερον. Ὅπου μὲν γὰρ κηρῦξαι ἠπείγετο μό-νον, εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· ὅπου δὲ μὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦμα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ’ ἤρκει καὶ
ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθομένῳ ὄναρ φαίνεται, τοῖς δὲ ἄλλοις ὕπαρ. Οὕτω καὶ Κορνηλίῳ, καὶ αὐτῷ τούτῳ. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεομένων τῆς θεραπείας. Τί ἐστι, Συμβιβάζοντες; Στοχαζόμενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον, καὶ
PG 60:250τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν· οὐ γὰρ ἐγέ-νετο χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μα-κεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσμὸς συμφερόντως οἰκονομεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσμὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος. ε. Ταῦτα εἰδότες, μὴ ἁπλῶς δὴ αὐτὰ ἐκλέγωμεν, ἀλλὰ μανθάνωμεν καὶ παιδευώμεθα· οὐ γὰρ εἰκῇ γέγραπται. Μέγα κακὸν ἀγνοεῖν Γραφάς· ἀφ’ ὧν ὠφελεῖσθαι δεῖ, ἀπὸ τούτων βλαπτόμεθα. Οὕτω καὶ φάρμακα πολλάκις φύσιν ἔχοντα θεραπευτικὴν, οὐκ εἰδότων τῶν χρωμένων καλῶς χρῆσθαι αὐτοῖς, διαφθείρει καὶ ἀπόλλυσι· καὶ ὅπλα δυνάμενα φυλάξαι, ἂν μηδεὶς αὐτὰ εἰδῇ περι-θέσθαι, ὑπ’ αὐτῶν διαφθείρεται. Τὸ δὲ αἴτιον, ὅτι πάντα μᾶλλον ζητοῦμεν, ἢ τὸ τῆς ψυχῆς ὄφελος, καὶ τὰ ἀλλότρια μᾶλλον σκοποῦμεν, ἢ τὸ ἡμέτερον συμφέρον. Καὶ οἰκίας μὲν σύστασιν πολλάκις ζητοῦμεν, καὶ οὐκ ἂν ἀνασχοίμεθα παλαιουμένην αὐτὴν ἰδεῖν οὐδὲ καταπίπτουσαν οὐδὲ ὑπὸ χειμώνων ἐπηρεαζομένην· περὶ δὲ τῆς ψυχῆς οὐδεμία φροντὶς, ἀλλὰ κἂν τοὺς θεμελίους αὐτῆς ἴδωμεν ση-πομένους, κἂν τὴν οἰκοδομὴν καὶ τὸν ὄροφον, οὐδεὶς ἡμῖν ὁ λόγος ἐστί. Πάλιν ἄλογα ἂν ἔχωμεν, τὸ συμφέρον αὐτῶν ζητοῦμεν, καὶ ἱπποφορβοὺς καὶ ἱππιατροὺς, καὶ πάντα κάλων κινοῦμεν· καὶ οἰκίας ἐπιμελούμεθα, καὶ τοῖς ἐμπεπιστευμένοις παραινοῦμεν, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐλαύνειν, μηδὲ βάρος ἐπιτιθέναι, μηδὲ ἀωρὶ τῶν νυκτῶν ἐξάγειν, μηδὲ τὰς τροφὰς ἀπεμπολεῖν, καὶ πολλοὶ νόμοι περὶ τοῦ συμφέροντος τῶν ἀλόγων κεῖνται παρ’ ἡμῖν· τῆς δὲ ψυχῆς λόγος οὐδείς. Πάλιν τί λέγω περὶ ἀλόγων τῶν χρησίμων ἡμῖν; Εἰσὶ πολλοὶ οἳ στρουθοὺς ἔχουσιν οὐδὲν ἔχοντας χρήσιμον, ἀλλ’ ἢ ἁπλῶς τέρποντας, καὶ πολλοὶ καὶ περὶ ἐκείνων νόμοι, καὶ οὐ-δὲν ἠμελημένον οὐδὲ ἄτακτόν ἐστι, καὶ πάντων μᾶλλον ἐπιμελούμεθα, ἢ ἡμῶν αὐτῶν. Οὕτω πάντων ἐσμὲν ἀτιμότεροι. Κἂν μέν τις ἡμᾶς ὑβρίζων εἴπῃ, κύων, ἀλγοῦμεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς ὑβρίζοντες οὐ λόγῳ, ἀλλ’ ἔργῳ, καὶ μηδὲ τοσαύτης μεταδιδόντες ἐπιμελείας τῇ ψυχῇ ὅσης τοῖς κυσὶν, οὐδὲν ἡγούμεθα πάσχειν δεινόν. Ὁρᾶτε ὅσου σκότους τὰ πάντα ἐμπέπλησται; Πόσοι φροντίζουσι τῶν κυνῶν, ὥστε μὴ πλέον τοῦ δέοντος ἐμπλησθῆναι, ὥστε ὀξεῖς εἶναι καὶ θηρατικοὺς ὑπὸ τοῦ λιμοῦ καὶ τῆς πείνης ὠθουμένους· ἑαυτῶν δὲ οὐκ ἐπι-μελοῦνται οὐδὲ ἐπιτάττουσιν ὥστε μὴ τρυφᾷν· καὶ τὰ μὲν ἄλογα φιλοσοφεῖν διδάσκουσιν, αὐτοὶ δὲ εἰς τὴν τῶν ἀλόγων θηριωδίαν ἀνέχονται καταγόμενοι. Αἴνιγμα τὸ πρᾶγμά ἐστι. Καὶ ποῦ τὰ ἄλογα φιλό-σοφα, φησίν; Ἢ οὐ δοκεῖ σοι φιλοσοφίας εἶναι μεγάλης, ὅταν κύων δακνόμενος ὑπὸ τοῦ λιμοῦ, μετὰ τὸ λαβεῖν καὶ θηρεῦσαι, παρούσης ἀπέχηται τῆς τροφῆς, καὶ τρά-πεζαν ὁρῶν παρακειμένην, καὶ τοῦ λιμοῦ κατεπείγον-τος ἀναμένοι τὸν δεσπότην; Αἰσχύνθητε ἑαυτούς· παι-δεύσατε τὰς ὑμετέρας γαστέρας οὕτως εἶναι φιλοσόφους.

Homily XXXIVHomilia XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:251Οὐκ ἔστιν ὑμῖν ἀπολογία. Ἀλόγῳ φύσει δυνηθεὶς ἐνθεῖ-ναι οὔτε φθεγγομένῃ οὔτε λογισμὸν ἐχούσῃ τοσαύτην φιλοσοφίαν, πολλῷ μᾶλλον δυνήσῃ σαυτῷ. Ὅτι γὰρ ἐπιμελείας ἀνθρωπίνης ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν ἅπαντας τοῦτο τοὺς κύνας ἔχειν. Γένεσθε οὖν κατὰ τοὺς κύνας. Ὑμεῖς με ἀναγκάζετε ἐκεῖθεν τὰ παραδείγματα φέρειν· ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων· ἐπειδὴ δὲ, ἂν εἴπω τι τοιοῦτον, λέγετε ὅτι ἐκεῖνα μεγάλα εἰσὶ, διὰ τοῦτο οὐδὲν λέγω τῶν οὐρανίων. Κἂν εἴπω τὸν Παῦλον, λέγετε ὅτι ἐκεῖνος ἀπόστολος ἦν· διὰ τοῦτο οὐδὲ Παῦλον λέγω. Ἂν εἴπω ἄνθρωπον, λέγετε ὅτι ἐκεῖνος ἠδύνατο· διὰ τοῦτο οὐδὲ ἄνθρωπον λέγω, ἀλλὰ θηρίον, καὶ θηρίον οὐ φύσει τοῦτο ἔχον, ἵνα μὴ εἴπητε ὅτι φύσει, καὶ οὐ προαιρέσει τοῦτο κατώρθωσε· καὶ τὸ δὴ θαυμαστὸν, προαιρέσει οὐκ οἰκείᾳ, ἀλλὰ τῇ σῇ ἐπιμελείᾳ. Οὐχ ὅτι κατεκόπη, οὐχ ὅτι διεσπάσθη τῷ δρόμῳ, οὐχ ὅτι τοῖς οἰκείοις αὐτοῦ πόνοις ἔλαβεν, ἐννοεῖ· ἀλλὰ πάντα ταῦτα ῥίψας ἔξω, τὸ τοῦ δεσπότου πρόσταγμα φυλάττει καὶ γαστρὸς ἀνώτερον γίνεται. Ναὶ, φησί· προσδοκᾷ γὰρ ἐπαινεθήσεσθαι, προσδοκᾷ πλείονος ἀπολαύσεσθαι τρα-πέζης. Εἰπὲ οὖν καὶ σαυτῷ, ὅτι ὁ κύων ἐλπίδι μελλούσης ἡδονῆς, τῆς παρούσης καταφρονεῖ· σὺ δὲ οὐ βούλει ἐλ-πίδι τῶν μελλόντων ἀγαθῶν τῶν παρόντων καταφρονεῖν· ἀλλ’ ἐκεῖνος μὲν οἶδεν ὅτι, ἂν ἀκαίρως καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν τῆς τροφῆς ἀπογεύσηται, κἀκείνης ἀπο-στερηθήσεται, καὶ οὐδὲ τὴν ὡρισμένην ἕξει, πληγὰς λαβὼν ἀντὶ τῆς τροφῆς· σὺ δὲ οὐδὲ τοῦτο δύνασαι ἰδεῖν, καὶ ὅπερ ἀπὸ τῆς συνηθείας ἔμαθεν ἐκεῖνος, τοῦτο σὺ ἀπὸ λόγου οὐ κατορθοῖς. Μιμησώμεθα τοὺς κύνας. Τοῦτο λέγονται καὶ ἱέρακες ποιεῖν καὶ ἀετοί. Ὅπερ ἐπὶ τῶν ἀλόγων καὶ τῶν δορκάδων ἐκεῖνοι, τοῦτο ἐπὶ τῶν ὀρνίθων οὗτοι· καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης. Ταῦτα ἡμᾶς καταδικάσαι ἔχει, ταῦτα ἡμᾶς ἑλεῖν. Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀν-ημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον τῷ τῆς βαδίσεως εὐτάκτῳ· τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιμελεῖται, ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει καὶ σύρεται χαμαὶ καθάπερ παιδίον, καὶ ἀσχημονεῖ μυρία, καὶ οὐδεὶς αὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ’ ἐπικα-θίζει τὸν ἔμπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω. Διά τοι τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ γα-στρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δα-μάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώματα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη; Οὐκ ἔστιν ἡμῖν, οὐκ ἔστι συγγνώμη. Πάντες ἡμῶν κατηγορήσουσιν οἱ κατωρθωκότες, καὶ πιστοὶ καὶ ἄπιστοι· καὶ γὰρ καὶ ἄπιστοι κατώρθωσαν, καὶ θηρία καὶ κύνες, οὐκ ἄνθρωποι μόνον· καὶ ἡμεῖς ἡμῶν αὐτῶν
PG 60:252κατηγορήσομεν, ὅταν μὲν βουλώμεθα, κατορθοῦντες, ὅταν δὲ ῥᾳθυμῶμεν, ὑποσυρόμενοι. Καὶ γὰρ τῶν ἐν σφοδρᾷ κακίᾳ ὄντων πολλοὶ πολλάκις θελήσαντες μετ-εβάλοντο. Τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ὅτι περιερχόμεθα τὰ ἑτέρων συμφέροντα ζητοῦντες, οὐ τὰ ἡμέτερα. Ἂν οἰκίαν οἰκοδομήσῃς λαμπρὰν, τὸ τῆς οἰκίας συμφέρον εἶδες, οὐ τὸ σόν· ἂν ἱμάτιον λάβῃς καλὸν, τὸ τοῦ σώμα-τος, οὐ τὸ σόν· ἂν ἵππον καλὸν, ὡσαύτως. Οὐδεὶς ὅπως ἔσται ψυχὴ καλὴ σκοπεῖ· καίτοι ταύτης οὔσης καλῆς, οὐδενὸς ἐκείνων δεῖ· οὐκ οὔσης δὲ, οὐδὲν ἐξ ἐκείνων ὄφελος. Καθάπερ γὰρ ἐπὶ νύμφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασμάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν
εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέμματα, κἂν ὁ νυμφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀμορφίας ᾖ, μεστὴ, ὄφελος οὐδέν· ὥσπερ οὖν οὐδὲ καλῆς οὔσης βλά-βος τι γένοιτ’ ἂν ἀπὸ τούτων, ἀλλὰ καὶ τοὐναντίον. Ἀπὸ μὲν γὰρ ἐκείνων ἀμόρφου οὔσης, ἀμορφοτέρα ἂν φανείη· ἀπὸ δὲ τούτων ὡραιοτέρα ἂν γένοιτο. Οὕτω δὴ καὶ ψυχὴ, ὅταν ᾖ καλὴ, οὐ μόνον οὐδενὸς δεῖται τούτων, ἀλλὰ καὶ συσκιάζει τὸ κάλλος αὐτῆς. Τὸν γὰρ φιλόσοφον οὐχ οὕτως ἐν πλούτῳ, ὡς ἐν πενίᾳ ὀψόμεθα λάμποντα. Ἐκεῖ μὲν γὰρ τοῖς χρήμασι τοῦτο πολλοὶ λογιοῦνται, καὶ τῷ μὴ ἐνδεᾶ χρημάτων εἶναι· ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάμπῃ, καὶ μηδὲν αἰσχρὸν ἀναγκάζηται ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέμεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον. Ταύτην οὖν καλλωπίζωμεν, εἴ γε βουλοίμεθα πλου-τεῖν. Τί τὸ ὄφελος, ὅταν αἱ μὲν ἡμίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωματοῦσαι, σὺ δὲ ὁ καθήμενος λεπτὸς καὶ ψωραλέος καὶ δυσειδής; τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά; τί τὸ κέρδος, ὅταν ὁ μὲν ἵππος εὔτακτα βαδίζῃ, καὶ χορεύοντι μᾶλλον ἐοικὼς ἢ βαδίζοντι, καὶ μετὰ τῆς χορείας κόσμῳ κεκοσμημένος ᾖ νυμφικῷ· ὁ δὲ ἐπικαθήμενος τῶν χωλῶν μᾶλλον ἀσκω-λιάζῃ, καὶ τῶν μεθυόντων καὶ τῶν μαινομένων μᾶλλον διεστραμμένος ᾖ καὶ χεῖρας καὶ πόδας; Εἰπὲ δή μοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶμα διέστρεφε, τί τὸ ὄφελος; Νῦν ψυχὴν διεστραμμένην ἔχεις, καὶ οὐδέν σοι μέλει; Φροντίσωμεν ἡμῶν αὐτῶν ποτε, παρα-καλῶ. Μὴ δὴ πάντων ἀτιμοτέρους ἡμᾶς αὐτοὺς κατα-στήσομεν. Κἂν μὲν ῥήμασί τις ὑβρίζῃ, δακνόμεθα καὶ ἀλγοῦμεν· πράγμασι δὲ ἑαυτοὺς ὑβρίζοντες, οὐκ ἐπι-στρεφόμεθα. Ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, ἵνα δυνηθῶ-μεν, καὶ τῆς ψυχῆς πολλὴν τὴν ἐπιμέλειαν ποιούμενοι, καὶ τῆς ἀρετῆς ἐπιλαβόμενοι, τῶν αἰωνίων τυχεῖν ἀγα-θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:251ΟΜΙΛΙΑ ΛΕ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου.
PG 60:252α. Ὅρα πάλιν ἰουδαί̈ζοντα τὸν Παῦλον, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τρόπου. Οὗ ἐνομίζετο, φησὶ, προσευχὴ εἶναι. Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι. Τῇ ἡμέρᾳ δὲ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς ἦν συνελθεῖν. Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
PG 60:253Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λα-λουμένοις ὑπὸ τοῦ Παύλου. Ὅρα τὸ ἄτυφον πάλιν. Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης· ἀλλ’ ὅρα τὸ φιλόσοφον αὐτῆς. Πρῶτον μὲν γὰρ αὐτῇ ἐμαρ-τύρησε τοῦτο, τὸ σέβεσθαι τὸν Θεὸν, ἔπειτα τὸ καλέσαι τοὺς ἀποστόλους αὐτήν. Ὡς δὲ ἐβαπτίσθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Κύριοί μου, εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς. Ὡς δὲ ἐβαπτίσθη, φησὶν, αὐτὴ καὶ ἡ οἰκία αὐτῆς. Σκόπει πῶς ἅπαντας ἔπεισε· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς ἀποστόλους, πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας. Εἰ κεκρίκατέ με, φησὶ, πιστὴν τῷ Κυρίῳ. Οὐδὲν ἐντρεπτικώτερον. Τίνα οὐκ ἂν ἐμάλαξε ταῦτα τὰ ῥήματα; Οὐκ ἠξίωσεν, οὐ παρ-εκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ καὶ ἠνάγκασε σφοδρῶς· τοῦτο γάρ ἐστι τὸ, Παρεβιάσατο ἡμᾶς· τουτέστι, τούτοις τοῖς ῥήμασιν. Ὅρα πῶς εὐθέως καρποφορεῖ, καὶ κέρδος ἡγεῖται μέγα τὴν κλῆσιν. Ὅτι δὲ πιστὴν ἐκρίνατε, δῆλον ἐκ τοῦ ἐγχειρίσαι μοι τοιαῦτα μυστήρια, οὐκ ἂν ἐγχειρίσαντες, εἰ μὴ τοιαύτην ἐκρί-νατε. Καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι, ἀλλ’ ὅτε ἐβαπτίσθη· δῆλον ἐντεῦθεν ποιοῦσα, ὅτι οὐκ ἂν ἄλλως ἔπεισε. Διὰ τί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ἀλλ’ ἀνένευον ὥστε καὶ βιασθῆναι αὐτούς; Ἤτοι ἐκείνην ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἢ ἐπειδὴ εἶπεν ὁ Χριστὸς, Εἰς ἣν ἂν πόλιν εἰσέλθητε, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ ἐκεῖ μείνατε. Ὥστε πάντα δι’ οἰκονομίαν ἐποίουν. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατ-ακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰ-σὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώ-λυσε; Κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο γὰρ μὴ ἀξιόπιστον αὐτὸν ποιεῖν. Εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἂν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ’ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται τὰ καθ’ ἑαυτοὺς εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ αὐτοῦ, καὶ αὐτὸς συγκαταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. Τὸ μὲν οὖν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν ἁπλῶς τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν ἐπὶ πολλὰς ἡμέρας, καὶ τὸ ἔργον ἐδείκνυ, Οὗτοι οἱ ἄνθρω-ποι, λέγων, δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτι-νες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας· τότε ἐκέ-λευσεν αὐτῷ ἐξελθεῖν. Διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ’ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς ἐργασίας αὐτῶν, ἐπι-λαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγα-γόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξ-εστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. Ὢ τῆσ
PG 60:254ὠμότητος τῆς Ἑλληνικῆς ἐβούλοντο δαιμονᾷν τὸ κορά-σιον, ὥστε χρηματίζεσθαι. Ἐπιλαβόμενοι, φησὶ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν μὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες· οὕτω τὸ ὄνομα διεβέβλητο. Καὶ καταγ-γέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶ-γμα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν. Ὢ τῆς ἀλογίας οὐκ ἐξήτασαν, οὐ μετέδωκαν λόγου· καίτοι τοιούτου θαύματος γενομένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήματα ἐβούλεσθε, διὰ τί τοιοῦτον πλοῦτον εὑρόντες, μὴ ἐπε-δράμετε; Τοῦτο λαμπροτέρους ποιεῖ, τὸ δύνασθαι δαίμο-
νας ἀπελαύνειν, ἢ τὸ αὐτοῖς πείθεσθαι. Ἰδοὺ καὶ ση-μεῖα, καὶ ἡ φιλοχρηματία πλέον ἴσχυσε. Καὶ οἱ στρατη-γοὶ, περιῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐκέλευον ῥαβδί-ζειν· πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Τί ἐστι, Διαπονηθεὶς δὲ ὁ Παῦλος; Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαί-μονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Διὰ τί μὴ εἶπον, ὅτι Τὸν δαίμονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ’ ἐπὶ καθ-οσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν βασιλέα, ἀντιλέγει τῷ Καί-σαρι. Καὶ ἔβαλον αὐτοὺς, φησὶν, εἰς φυλακήν. Πολὺς ὁ θυμός. Ὃς παραγγελίαν τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πά-λιν εἰς τὴν ἐσωτέραν φυλακὴν αὐτοὺς ἐνέβαλε, καὶ τοῦτο οἰκονομικῶς. Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα καταλέγειν ὁ τὴν ἱστορίαν γράφων. Ἅτε δὴ καὶ ἀργίας οὔσης, μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη με-γάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα. Παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόμεθα, ὥστε ἀνοίξαι καρδίαν· ὁ Θεὸς δὲ ἀν-οίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ καὶ πεπηρωμέ-νας ἰδεῖν. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρ-δίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τὸ μὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ· τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν. Ὡς δὲ ἐβαπτίσθη, φησὶ, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με. Ὅρα, καὶ βαπτίζεται, καὶ δέχεται τοὺς ἀποστόλους μετὰ τος-αύτης ἱκετηρίας, μετὰ πλείονος ἢ ὁ Ἀβραάμ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ’ ἐκεῖνο, ἀφ’ οὗ ἐσώθη· οὐκ εἶπεν, εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με· ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλλον ὑμῖν, εἰ μὴ ἀμφισβητεῖτε. Καὶ οὐκ εἶπε, Παρ’ ἐμοὶ, ἀλλ’ Εἰς τὸν οἶκόν μου μείνατε, ὥστε δεῖξαι, ὅτι μετὰ πολλῆς τοῦτο ἐποίει προθυμίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή μοι, τίς οὗτός ἐστιν ὁ δαίμων; Θεὸς, φησὶ, πύθων· ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτι

Homily XXXVHomilia XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:255καὶ ὁ Ἀπόλλων δαίμων ἐστί; Καὶ ἐπεὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε μᾶλλον παροξῦναι, παρώρμησε λέγειν. β. Ὦ μιαρὲ καὶ παμμίαρε· εἰ τοίνυν οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἑκών; Ἀλλ’ ὅπερ Σίμων ἐβούλετο λέγων· Δότε μοι, ἵνα ᾧ ἐὰν ἐπι-θῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον· τοῦτο καὶ οὗτος ἐποίει· ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας, καὶ ὧδε ὑπο-κρίνεται, ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώματι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολ-λῷ μᾶλλον παρὰ δαίμονος· εἰ παρὰ ἀνθρώπων τὴν μαρτυρίαν οὐ λαμβάνει ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου, πολλῷ μᾶλλον παρὰ δαίμονος. Τὸ γὰρ κηρύττειν οὐκ ἀν-θρώπων, ἀλλὰ Πνεύματος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόμισαν, λέ-γοντες· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι Δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψί-στου· σὺ λέγεις, ὅτι Ἐκταράσσουσιν ἡμῶν τὴν πό-λιν· ἐκεῖνος λέγει, ὅτι Καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, Παραδιδόασιν ἡμῖν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ τῷ δαίμονι αὐτοὺς προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας, τὴν φιλαργυρίαν. Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυμασθῆναι αὐτοὺς ἐχρῆν. Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον. Ἴσως τὴν σύστασιν ἐκκόψαι βουλόμενοι τοῦτο ἐποίουν ἐκεῖνοι. Ἐπειδὴ εἶδον τὸν ὄχλον ἐφεστῶτα, ταῖς μὲν πληγαῖς τὸν θυμὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσμωτήριον ἐμβαλεῖν καὶ παραγγεῖλαι ἀσφαλῶς τηρεῖν, ἀκοῦσαι ἤθελον τοῦ πράγματος. Καὶ ἠσφαλί-σατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι μὲν ἔπα-θον ὅσα καὶ ἔπαθον, ἡμεῖς δὲ ἐν τρυφῇ, ἡμεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύμεθα, καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ μέχρις ὀνειδισμοῦ διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου. Τούτοις συνεχῶς ἀναμιμνήσκωμεν ἑαυτοὺς, πα-ρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέμειναν, πῶς οὐκ ἐθορυ-βοῦντο, πῶς οὐκ ἐσκανδαλίζοντο. Τὸ τοῦ Θεοῦ ἔργον ἐποίουν, καὶ ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κη-ρύττομεν, καὶ οὐ προί̈σταται ἡμῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑπομονὴν κατ-εργάζεται. Μὴ δὴ τὸν ὑγρὸν καὶ διακεχυμένον ζητῶμεν βίον. Ὥσπερ γὰρ ἐνταῦθα διπλοῦν τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται καὶ ὅτι μεγάλοι οἱ μισθοὶ, οὕτως ἐκεῖ διπλοῦν τὸ κακὸν, ὅτι τε μαλακώτεροι καθίστανται καὶ ὅτι ἐπ’ οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Οὐδὲν γὰρ ἀχρηστό-τερον ἀνθρώπου γένοιτ’ ἂν ἐν ἀνέσει καὶ τρυφῇ τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπεί-ραστος, καὶ ἀδόκιμος· ἀδόκιμος, οὐκ ἐν τοῖς ἀγῶσι τού-
PG 60:256τοις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἄχρηστον πρᾶγμα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπι-τήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ ἐστιν. Οὔτε σιτίων ἡδονὴ τοσαύτη, οὔτε ἀνέσεως, ἀλλὰ πάντα ἐξί-τηλα γίνεται καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶμεν. Εἰ γὰρ σκοπεῖν θελήσομεν τίς ἥδιον διάγει, ὁ πονούμε-νος καὶ ταλαιπωρούμενος ἢ ὁ τρυφῶν· τοῦτον μᾶλλον εὑρήσομεν. Πρῶτον μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ αἱ τοῦ σώματος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ μαλακαί· τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν ἢ ὁ γυμναζόμενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα· ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούμενος ἢ ὁ μὴ ἐργαζόμενος; οὐχ ὁ μὲν ἀπολάμπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς· ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαμπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσμήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ· αὗται χρήσιμον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν
πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς ἀκμῆς ἀμβλυνθείσης, καὶ μολύβδου δίκην ἐπανακαμπτομένης; πῶς τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης δίκην συρόμενος; γ. Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμ-πρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλ-κοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δημιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖα ὄργανα μεταχειριζόμενον· ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσματα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωὶ̈ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυ-τελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ μόνον ἀπὸ πρωὶ̈ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐρ-γασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει κατα-ναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχημοσύνης θέ-ατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρω-πομόρφου· οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κά-θηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπ-αγγελθῇ, παντὸς κορασίου μαλακώτερος γίνεται· ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος· χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποι-εῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θε-ραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν

Homily XXXVHomilia XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:257ψυχήν· καὶ καθ’ ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαμβάνων. Ἂν εἰς πραγμάτων ἐμπέσῃ περί-στασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱμάτια συμβάλλεται. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπι-τήδειον, πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρού-ρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος· μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδω-μεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ’ ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι δια-παντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παρ-ιόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαν-τὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζε-σθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας· Διὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ
PG 60:258Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν μελῶν, εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προς-ήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόν-τας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐ-τοὺς αἱμωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζη-ται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζω-μεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις τὴν ἀργίαν μεταδιώκω-μεν, ἵνα τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:257ΟΜΙΛΙΑ Λ. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. α. Τί τούτων ἴσον γένοιτ’ ἂν τῶν ψυχῶν; Ἐμαστίχθησαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν· καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ’ ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ’ αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον ἦν τὰ διεγείροντα αὐτοὺς, καὶ ἡδονῆς πληροῦντα πολλῆς. Κατὰ δὲ τὸ μεσονύκτιον ὕμνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα πᾶσαι αἱ θύραι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Σεισμὸς ἐγένετο, ὥστε ἀφ-υπνισθῆναι ἐκεῖνον, καὶ αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός. Ταῦτα οἱ δεσμῶται οὐχ ἑώρων· ἦ γὰρ ἂν ἔφυγον ἅπαντες. Ἔξυπνος δὲ γενόμενος ὁ δε-σμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυ-λακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναι-ρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος, λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ἐθαύμασε μᾶλλον τὴν φιλανθρωπίαν Παύλου· ἐξεπλάγη τὴν ἀνδρείαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγε, καὶ ὅτι αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἶδες πῶς αὐτὸν εἷλε τὸ θαῦμα; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν
PG 60:258Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐκ τοῦ εὐθέως λα-λῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυ-κτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν. Καὶ ἐβαπτίσθη αὐ-τὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκε τράπεζαν, καὶ ἠγαλ-
λιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἔλουσεν αὐτοὺς, ὥσπερ ἀμειβόμενος τὴν χάριν, καὶ τιμῶν αὐτοὺς δι’ ὧν ἐποίει. Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατη-γοὶ τοὺς ῥαβδούχους, λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἔγνωσαν ἴσως τὸ γεγονὸς οἱ στρατηγοὶ, καὶ οὐκ ἐτόλμων ἀφ’ ἑαυτῶν ἀφεῖναι. Ἀπήγ-γειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον φήσας, ὅτι Ἀπεστάλκασιν οἱ στρατη-γοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραν-τες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥω-μαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν. Καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσι; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφο-βήθησαν ἀκούσαντες, ὅτι Ῥωμαῖοί εἰσι. Καὶ ἐξελ-θόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώ-των ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς, καὶ ἐξῆλθον. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦλος οὐκ ἐξέρχε-ται· τάχα διὰ τὴν Λυδίαν, καὶ τοὺς ἄλλους ἀδελφούς· ἢ καὶ φοβῶν αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι, καὶ ἵνα καὶ τοὺς ἄλλους ἐν παῤῥησίᾳ καταστήσωσι. Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν. Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Ἐξετάσωμεν πρὸς ἐκείνην τὴν νύκτα ταύτασ
PG 60:259τὰς νύκτας, ἔνθα κῶμοι καὶ μέθαι καὶ ἀσέλγειαι, ἔνθα ὕπνος θανάτου οὐδὲν διεστηκὼς, ἔνθα ἀγρυπνίαι ὕπνου χαλεπώτεραι. Οἱ μὲν γὰρ καθεύδουσιν ἀνεπαισθήτως, οἱ δὲ ἐγρηγόρασιν ἐλεεινῶς καὶ ἀθλίως, δόλους ῥάπτοντες, ὑπὲρ χρημάτων φροντίζοντες, ὅπως ἀμύνωνται τοὺς ἀδικοῦντας σπουδάζοντες, ἔχθραν μελετῶντες, ῥήματα ὑβριστικὰ μεθ’ ἡμέραν ἀναλεγόμενοι· οὕτω τὸ πῦρ σκα-λεύουσι τῆς ὀργῆς, τὰ ἀφόρητα ἐργαζόμενοι. Σκόπει πῶς Πέτρος ἐκάθευδεν. Οἰκονομικῶς ἐκεῖνο γέγονεν· ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενό-μενον· καὶ τοῦτο πάλιν καλῶς, ἵνα κωλυθῇ ὁ δεσμοφύ-λαξ ἀνελεῖν ἑαυτόν. Καὶ διὰ τί μὴ ἄλλο σημεῖον γέγονεν; Ὅτι τοῦτο μάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν ἂν, εἰ μὴ γέγονεν· οὐ γὰρ οὕτω τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς σωτηρίαν ἡμετέραν ἥκοντα. Ἵνα μὴ δόξῃ ἀπὸ ταὐτο-μάτου γεγενῆσθαι ὁ σεισμὸς, ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτυροῦν. Καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν. Οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ· ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, παραγγελίαν τοιαύτην λαβὼν, οὐκ ἀφ’ ἑαυτοῦ. Καὶ διὰ τί μὴ πρὸ τούτου ἐβόησεν ὁ Παῦλος; Θορύβου μεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρ-εδέξατο. Διὰ τοῦτο, ὅτε εἶδεν ἑαυτὸν μέλλοντα ἀναιρεῖν, προκαταλαμβάνει καὶ βοᾷ, λέγων· Πάντες ἐσμὲν ἐνθάδε. Διὰ τοῦτο καὶ Αἰτήσας φῶτα εἰσεπήδησε, καὶ προς-έπεσε τῷ Παύλῳ, φησὶ, καὶ τῷ Σίλᾳ. Εἰς τοὺς πόδας προσπίπτει τοῦ δεσμώτου ὁ φύλαξ. Καὶ προάγει αὐτοὺς ἔξω καὶ λέγει· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ, Τί γὰρ εἶπον; Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ στέργοντα, ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα. β. Εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα; Ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμωτήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα μόνον ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξεν αὐτοῦ τῆς καρδίας τὰς θύρας, ἔλυσε δεσμὰ διπλᾶ, ἧψεν ἐκεῖνο τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε. Καὶ εἰσεπήδησε καὶ προσέπεσε, καὶ οὐκ ἐρωτᾷ, Πῶς τοῦτο γέγονε; Τί γέγονεν; ἀλλ’ εὐθέως φησί· Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί οὖν ὁ Παῦλος· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ, φησὶ, σὺ καὶ ὁ οἶκός σου. Μάλιστα τοῦτο τοὺς ἀνθρώπους ἐφέλκεται τὸ καὶ τὸν οἶκον αὐτοῦ σωθῆναι. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἔλου-σεν αὐτοὺς, καὶ ἐλούθη· ἐκείνους μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη· ἔθρεψε καὶ ἐτράφη. Καὶ ἠγαλλιᾶτο, φησί· καίτοι οὐδὲν ἦν, ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί. Τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι αὐτὸν, ὅτι πάντων ἀφέθη. Τί δες-μοφύλακος χεῖρον; τί δὲ ὠμότερον; τί δὲ ἀγριώτερον; Ἀλλ’ ὅμως μετὰ πολλῆς αὐτοὺς ὑπεδέξατο τῆς τιμῆς. Οὐκ ἐπειδὴ ἐσώθη, εὐφράνθη, ἀλλὰ Πεπιστευκὼς τῷ Θεῷ. Πίστευσον, φησὶν, ἐπὶ τὸν Κύριον. Διὰ τοῦτο εἶπε, Πεπιστευκὼς τῷ Θεῷ, ἵνα μὴ δόξῃ ὡς κατάδικος ἀπο-λύεσθαι, καὶ ὡς ἡμαρτηκώς. Διὰ τοῦτο λέγουσι· Δείραν-τες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, ἔβαλον εἰς φυλακὴν, ἵνα μὴ μόνον τῆς χάριτος, ἀλλὰ καὶ αὐ-τῶν ᾖ τὸ πρᾶγμα. Ὅρα διάφορα τὴν χάριν οἰκονομοῦ-σαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀμφότεροι ἀπόστολοι. Ἐφοβήθησαν, φησί. Φοβοῦνται, ὅτι Ῥω-μαῖοί εἰσιν, οὐχ ὅτι ἀδίκως ἐνέβαλον. Καὶ ἠρώτων αὐ-τοὺς ἐξελθεῖν ἀπὸ τῆς πόλεως. Χάριν ᾔτησαν ταύτην. Οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντεσ
PG 60:260αὐτὴν, οὕτως ἐξῆλθον. Οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖ-ναι ἐν ἀγῶνι καὶ μερίμνῃ. Ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθό-μενοι, ἀλλὰ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πό-λεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παραμένειν λοιπόν. Τὸ γὰρ θαῦμα μεῖζον φαίνεται, τῶν ἐργασαμένων ἀποδημησάντων αὐτὸ μᾶλλον βοῶν· ἡ γὰρ τοῦ δεσμοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τού-του ἴσον; Δεσμεῖται καὶ λύει δεδεμένος, λύει διπλοῦν δεσμόν· τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες, πο-ρεύεσθε ἐν εἰρήνῃ· τουτέστι, μετὰ ἀσφαλείας, μηδὲν δεδοικότες. Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βού-λονται γενέσθαι, ἵνα μὴ μετὰ ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι, Δείραντες ἡμᾶς ἔβαλον εἰς φυλακὴν, θαύματα ἐργασαμένους· οὐδὲ γὰρ τούτοις προσεῖχον· ἀλλ’ ὃ μά-λιστα αὐτῶν σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρί-τους, φησὶ, καὶ Ῥωμαίους ὑπάρχοντας. Τούτου μνημονεύωμεν τοῦ δεσμώτου διαπαντὸς, μὴ τοῦ θαύ-ματος. Τί ἐροῦσιν Ἕλληνες, πῶς δεσμώτης ὢν τὸν δεσμοφύλακα ἔπεισε; Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον; Ἔτι καὶ ταῦτα προφέρουσι· Τίς γὰρ, ἢ βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσμοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώμασι παρ-αγάγωμεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου μέχρι τοῦ νῦν, αὐτοὺς τοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου μεῖζον· αὐτοὺς τοὺς εὐτελεῖς ἴδωμεν. Καὶ ποῦ τὸ θαυμαστὸν, φησί; Τοῦτο μὲν οὖν θαυμαστόν· ἂν μὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων, οὐδὲν θαυμαστόν· ὅταν δὲ περὶ ἀναστά-σεως, περὶ βασιλείας οὐρανῶν, περὶ βίου φιλοσόφου ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυμαστότε-ρον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ μὴ ᾖ κίνδυ-νος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς μέσον φέρουσιν· ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐμοὶ, κινδυνεύεις, πάντας ἕξεις πολεμίους, δεῖ σε ἀποθανεῖν,
μυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴν ψυχὴν ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ μὲν γὰρ τὰ δόγματα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν· εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι μαθεῖν, τοῦτο ὁ δοῦλος μανθάνει μεῖζον τὸ θαῦμα. Καὶ εἰ βούλεσθε, τὸν βυρσοδέψην αὐτὸν εἰς μέσον ἐνέγ-κωμεν, καὶ ἴδωμεν τί αὐτῷ διελέγετο ὁ Πέτρος· ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσμοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία· καὶ ἔπεισεν εὐκόλως εὐπαρ-άγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σω-φρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ καὶ τὸ ταῦτα πεισθῆναι ἀνοίας ἦν, ἀλλὰ καὶ μεγάλης ψυχῆς. Ἔστω γὰρ τὰ δόγματα ὑπὸ ἀνοίας μᾶλλον αὐτοὺς παραδέχε-σθαι· τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρημάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρημάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περι-

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:261ποιησάμενος· ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν τῆς παρὰ τῶν πολλῶν, Σωκράτης αὐτοῖς, κἂν μυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι· πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ’ αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς αὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράμματα τὴν ὑπόθεσιν ἔχει. Ἀλλ’ ἐκείνους ἀφέντες, πρὸς ἡμᾶς αὐτοὺς διαλεχ-θῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ μετὰ κινδύνων ταῦτα ἐπείθοντο. Μὴ οὖν ἀναισχύντει, ἀλλ’ ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ’ οὐρανόν. Ἂν εὐχώμεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνη-σόμεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν οὐρανῷ δεσμωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Εὐχώμεθα κατὰ νύκτα, καὶ λύσομεν ταῦτα τὰ δεσμά. Ὅτι γὰρ εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκ-τῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ· πειθέτω ἡμᾶς Παῦλος, λέγων· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθε-νοῦς γυναικὸς, πολλῷ μᾶλλον περὶ ἀνδρῶν. Καὶ ἤδη διελέχθην ὑμῖν, καὶ νῦν ἐρῶ· Διεγειρώμεθα τὴν νύκτα· κἂν μὴ πολλὰς εὐχὰς ποιῇς, μίαν ποίησον με-τὰ νήψεως, καὶ ἀρκεῖ· οὐδὲν πλέον ἀπαιτῶ· κἂν μὴ με-σονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον. Δεῖξον, ὅτι οὐ τοῦ σώματος μόνον ἐστὶν ἡ νὺξ, ἀλλὰ καὶ τῆς ψυχῆς· μὴ ἀνάσχῃ παρελθεῖν αὐτὴν ἀργῶς, ἀλλ’ ἄμειψαι τὸν Δεσπότην ἀμοιβὴν ταύτην· μᾶλλον δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή μοι, εἰ πράγματι περιπέσοιμεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦμεν; κἂν ταχέως τῆς αἰτήσεως τύχωμεν, ἀναπνέομεν. Τίς σοι δῷ ἕτοιμον εἶναι τὸν ἀξιούμενον χάριν σοι ἔχειν ὅτι ἀξιοῖς; τίς σοι δῷ μὴ περιιέναι καὶ ζητεῖν τίνα ἀξιώσεις, ἀλλ’ εὑρεῖν ἕτοιμον; μὴ ἑτέρων δεῖσθαι, ἵνα δι’ ἐκείνων ἀξιώσῃς; Τί τούτου μεῖζον; Οὗτος γὰρ τότε μάλιστα ποιεῖ, ὅταν μὴ ἑτέρων δεηθῶμεν· καθάπερ φίλος γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶμεν τῶν ἀξιούντων. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν ἡμᾶς ἀξιούντων· τότε μάλιστα αὐτοῖς χαριζόμεθα, ὅταν δι’ ἑαυτῶν ἡμῖν, καὶ οὐ δι’ ἑτέρων προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ μόνον, ὅτι Προσέκρουσα· εἰπὲ ἐκ ψυχῆς καὶ γνη-σίας διανοίας, καὶ πάντα λέλυται. Οὐκ ἐπιθυμεῖς οὕ-
PG 60:262τως ἀφεθῆναι σὺ τὰς ἁμαρτίας σου, ὡς αὐτὸς ἐπιθυμεῖ ἀφεῖναί σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ οὐκ ἐπιθυμεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήματα προί̈εσαι· αὐτὸς δὲ, ἵνα ἀφῇ ἡμῶν τὰς ἁμαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συν-θρόνου. Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ’ ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡμετέρων μυρία πλάττομεν καὶ συντίθεμεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο-λογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ’ ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄν-τως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προς-εδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης· μὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις· εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; Διὰ τί οὐ θέλεις προσελ-θεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον· καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωμεν μετὰ πίστεως, προσίωμεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀμνησικακίαν, χρηστότητα, πραότητα· Κἂν ἁμαρτωλὸς ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γε-γενημένον· ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνη-σικακεῖν, οὐδὲν ὤνησας. Οὐκ ἔστιν ἄνθρωπον ἀφέντα τῷ πλησίον, μὴ ἀκριβοῦς τυχεῖν τῆς ἀφέσεως· φιλανθρωπό-τερος γὰρ ἡμῶν ἀσυγκρίτως ἐστὶν ὁ Θεός· τοῦτο παντὶ δῆλον. Τί λέγεις; Ἐὰν εἴπῃς, Ἠδικήθην, ὀργῆς ἐκρά-τησα, θυμοῦ ἐπήρειαν ἔπαθον διὰ τὸ σὸν πρόσταγμα, οὐκ ἀφήσει καὶ αὐτός; Πάντως γοῦν ἀφήσει. Ὥστε κα-θαρίσωμεν τὴν ψυχὴν τῆς μνησικακίας. Ἀρκεῖ τοῦτο ἡμῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ μετὰ νήψεως προσευχώ-μεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀπολαύσαντες, καταξιω-θῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:261ΟΜΙΛΙΑ ΛΖ. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ
PG 60:262ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. α. Πάλιν τὰς μὲν μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται, ἐκεῖθεν καθάπερ ἔκ τι-νος πηγῆς μέλλοντος τοῦ λόγου διαῤῥέειν εἰς τὰς πλη-

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:263σίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν εἰς τὴν συν-αγωγὴν τῶν Ἰουδαίων. Καίτοι εἰπὼν, ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη, οὐκ ἠφίει τούτους· πολὺν γὰρ πρὸς αὐ-τοὺς εἶχε πόθον. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· καὶ, Εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ τὴν δόξαν, καὶ ἵνα μὴ σκάνδαλον ᾖ τοῦτο τοῖς Ἕλλησι. Καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν ἐγὼ καταγ-γέλλω ὑμῖν. Ὁρᾷς, ὅτι πρὸ πάντων τὸ πάθος κηρύτ-τει· οὕτως οὐκ ᾐσχύνοντο, ἀλλ’ ᾔδεσαν τοῦτο σωτήριον ὄν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκλη-ρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως· οὕτως ἀπέριττός ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονη-ροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυ-ραν τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτ-άρχας, βοῶντες, ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώ-σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέ-δεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέ-γοντες εἶναι Ἰησοῦν. Ὢ τῆς κατηγορίας πάλιν εἰς καθοσίωσιν διέβαλλον αὐτοὺς, λέγοντες εἶναι, φησὶν, ἕτερον βασιλέα Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον, καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα· καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπ-έλυσαν αὐτούς. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Εὐγενέστεροι, φησί· τουτέστιν, ἐπιεικέστεροι. Καὶ ὅρα, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας ἀνηρεύνων τὰς Γραφὰς (τοῦτο γάρ ἐστι τὸ, Ἀνέκρινον ), βουλόμε-νοι ἀπ’ αὐτῶν πληροφορίαν μᾶλλον περὶ τοῦ πάθους λαβεῖν· ἤδη γὰρ ἦσαν πιστεύσαντες. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναι-κῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπ-έμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα καὶ ἐνιστάμενον, καὶ πολλὰ ἀνθρωπί-νως ποιοῦντα. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγα-γον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ
PG 60:264τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν Γραφῶν διαλεγό-μενος, καὶ οὐ πανταχοῦ ἀπὸ τῶν σημείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως εἶχον, καὶ ὡς πλάνον καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέ-γεται. Ὁ μὲν γὰρ ἀπὸ τῶν σημείων ἐπιχειρῶν μόνων πείθειν, εἰκότως ὑποπτεύεται· ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ εὑρίσκομεν ἀπὸ διδασκαλίας αὐτὸν πείσαντα· καὶ ἐν Ἀντιοχείᾳ δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις· οὕτω μέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ μικρὸν σημεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ μέγα τοῦτο. Καὶ ἵνα μὴ νομίσω-σιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι. Δύο γὰρ ἐκ τούτου συνέβαινεν· οὔτε μέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι· οὕτως οἰκονομίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβομένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων ἐπί-στευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναν-τίον. Πῶς δὲ λέγων, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ πε-ριουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν· Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτομὴν, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡμίλησαν, καίτοι γε εἰς τὴν περιτομὴν ἀφωρισμένοι· οὕτω καὶ οὗτος. Τὸ μὲν οὖν πλέον ἐν αὐτοῖς· πλὴν οὐδὲ ἐκείνων ἠμέλησεν, ἵνα μὴ δόξωσι διεσχίσθαι. β. Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ’ Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξ ὧν Ἰουδαίοις διελέγετο. Ἤδει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν. Διὰ τοῦτο ἔλεγεν, Ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπι-στολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχό-μεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ πα-θεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προς-λαβόμενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰου-δαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμέ-νοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ’ ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς παντα-χοῦ τὸ κήρυγμα ἐκτείνοντας. Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ· τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες· ἀλλ’ οἱ μὲν ἐπείσθησαν, οὗ-τοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολ-λοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλλη-
νίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δει-λιῶντες· ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν. Ἀλλ’ ἐκ τούτου δύο ἐγένετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας αὐτῶν εἶπεν· ὅτι ἦλθον κἀκεῖ

Homily XXXVIIHomilia XXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:265σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον μανίαν αὐτῶν αἰνιττόμενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλας-σαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ’ εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐ-τοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐ-τὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μα-κεδονίαν ὑπὸ τοῦ Θεοῦ· λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν· ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς δι-έταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβά-πτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λα-βόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ· τουτ-έστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, φησὶ, τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέ-γονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι. Διὰ τοῦτο καὶ Παῦ-λος ἔλεγε· Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί μὴ ἐνέμειναν, φησὶν, ἐνταῦθα; διὰ τί μὴ ση-μεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔμενεν ἱκανὸν χρόνον, πολλῷ μᾶλλον ἐνταῦθα. Διὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός· τοῦ γὰρ ση-μεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέ-σθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦ-τα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγματος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σημείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξ-απέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατά-ληψιν. Οὕτω γὰρ καθ’ ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ’ ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο. γ. Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυ-φαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ’ οὐχ ὥσπερ νῦν κεχω-ρίσμεθα, διῃρήμεθα μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπ-αιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο κἀκεῖνοι φθονοῦ-σιν, ὅτι ἡμεῖς τετυφώμεθα, οὐκ ἀνεχόμεθα ἰσηγορεῖσθαι
PG 60:266μετ’ αὐτῶν. Διὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθ-έστηκε· καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡμῖν τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόμεθα· ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου ἀγά-πην εἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν τῶν ἔξω διαβαλλόντων ἡμᾶς, ὅταν λέγωσιν· αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέον-ται ἡμῶν· ἡμεῖς δὲ πάλιν δι’ αὐτούς ἐσμεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, μὴ τῶν διδασκομένων ὄντων καὶ τῶν ἀρχομένων, οὐδ’ ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ· οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς· οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας; ποῖον δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης; Ὥστε ὁμοίως ἀλλήλων χρῄζομεν πάλιν, καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγούμενος ὑπ-ηκόων· ἄρχοντες μὲν γὰρ πολλῶν ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ’ ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γί-νονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαμβανόντων πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυ-σμὸν ἀγάπης, καὶ καλῶν ἔργων. Διὰ τοῦτο μείζονα δύναται τὸ κοινὸν τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ’ ἑαυ-τὸν οὐ δύναταί τις, μετὰ τῶν ἄλλων γινόμενος ἰσχύει. Διὰ τοῦτο μάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς Ἐκκλησίας τῆς ἐπὶ πε-ράτων, ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶν ἐν συμφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων· Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα ἐν πολλῷ προσώπῳ διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς χαρίσηται. Καὶ πολλάκις αὐτῶν τὰς εὐχὰς ἐπιζητεῖ. Ὅρα καὶ ἐπὶ τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, φησὶν, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ δύο μέγα ἰσχύουσι, πόσῳ μᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ’ οὐχ ὁμοίως. Διὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν; Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώ-μιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κα-κοὺς, μᾶλλον παροξύνει τὸν Θεόν· οὕτω καὶ τὸ ἐν ὁμο-νοίᾳ εἶναι ἀγαθοὺς, μᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, μετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκείων, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ· ὁ καὶ φίλους κατασκευάζων, πόσῳ μᾶλλον; εἰ ὁ καταλ-λάττων μόνον, υἱὸς Θεοῦ καλεῖται· ὁ τοὺς καταλλατ-τομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώμεθα τὴν ἐμπορίαν, φίλους ποιῶμεν ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς μὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωμεν, καὶ πρὸ πάντων ἡμᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων, ἀλλ’ ἀκούσεται· Ἰατρὲ, Θερά-πευσον σεαυτόν· οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς
οὖν ἐστιν ἡμῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωμεν, τοῦτον ἀνέλωμεν τὸν πόλεμον, καὶ τότε μετ’ εἰρήνης καὶ τοῖς ἄλλοις διαλεξόμεθα μετὰ πολλῆς τῆς παῤῥη-σίας, οὐ κατηγοροῦντος ἡμῶν τοῦ συνειδότος. Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ

Homily XXXVIIHomilia XXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:267χρημάτων, μάχεται βασκανία χρηστότητι. Τοῦτον λύσω-μεν τὸν πόλεμον, τούτους κατενέγκωμεν τοὺς ἐχ-θροὺς, ταῦτα στήσωμεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡμε-τέρᾳ κατασκευάσωμεν εἰρήνην. Πόλις γὰρ ἡμῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί· ἀλλὰ ξενηλασίαν ποιήσωμεν, ὥστε μὴ τοὺς οἰκείους φθείρεσθαι. Μηδὲν ἀλλότριον μηδὲ νόθον ἐπεισίτω δόγμα, μηδὲν φρόνημα σαρκικόν. Οὐχ ὁρῶμεν, ὅτι τῶν πολεμίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξεν-ηλασίαν ποιώμεθα· μᾶλλον δὲ μὴ ξενηλασίαν μόνον, ἀλλὰ καὶ τοὺς πολεμίους ἀπελαύνωμεν. Ἂν ἴδωμέν τινα, παρα-δῶμεν τῷ ἄρχοντι τῷ νῷ, τὸν λογισμὸν ἐκεῖνον, τὸν βεβαρβαρωμένον μὲν, κατεσκευασμένον δὲ ἐσθῆτι πο-λιτικῇ. Πολλοὶ παρ’ ἡμῖν λογισμοὶ τοιοῦτοι, φύσει μὲν ἐχθροὶ, περιβεβλημένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡμῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχή-ματι τὸν πόλεμον· ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόμενον ἔδειξας· οὕτω καὶ ἐνταῦθα, βασάνισον μυριάκις τὸν τοιοῦτον λογισμὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν φρόνημα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος ὑμῖν δείξω τοὺς τοιούτους κατασκόπους, οὓς προκαθ-ίησιν ὁ διάβολος ἰδεῖν τὰ ἐν ἡμῖν, φέρε ἕνα ἀποδύσωμεν,
PG 60:268καὶ ἐπὶ τοῦ δικαστηρίου ἐξετάσωμεν μετὰ ἀκριβείας· καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων τινὰς παραγάγωμεν. Ἅτινά ἐστι, φησὶ, λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμο-νὴν τῆς σαρκός. Οἷον, ἐβούλετο Ἰουδαϊσμὸν εἰσαγαγεῖν ὁ διάβολος· εἰ μὲν οὖν αὐτόθεν αὐτὸν εἰσήγαγεν, οὐκ ἂν ἔπεισεν. Ὅρα τοίνυν πῶς αὐτὸν κατεσκεύασε. Δεῖ τοῦ σώματος ἀφειδεῖν, φησί. Φιλοσοφία τοῦτό ἐστι, τὸ μὴ προσίεσθαι βρῶμα, ἀλλὰ παρατηρεῖν· ταπεινοφροσύνη τοῦτό ἐστι. Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβού-λετο ἡμᾶς εἰς τὴν κτίσιν καταγαγεῖν. Ὅρα γοῦν πῶς κατεσκεύασε τὸν δόλον· Εἰ εἶπεν, ὅτι Κτίσιν προσκύνει, ἑάλω ἄν· ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, κτιστός ἐστιν. Ἀλλὰ ἀποδύσωμεν παρὰ τῇ ψήφῳ τῶν δικαζόντων τὸν νοῦν τῶν Γραφῶν τῶν ἀποστολικῶν· ἐκεῖ αὐτὸν ἀγάγωμεν· αὐτοὶ ἐπιγνώσονται καὶ τὸ κήρυγμα καὶ τὴν λαλιάν. Πολλοὶ κέρδη κερδαίνουσιν, ἵνα ἔχωσι διδόναι πένησι, κέρδη ἄδικα· καὶ οὗτος χαλεπὸς ὁ λογισμός. Ἀλλ’ ἀπο-σκευασώμεθα αὐτὸν, ἐλέγξωμεν, ἵνα μὴ ἁλῶμεν, ἀλλὰ πάσας διαφυγόντες τὰς μηχανὰς τοῦ διαβόλου δυνη-θῶμεν μετὰ ἀκριβείας τὰ ὑγιῆ δόγματα κατέχοντες, μετὰ ἀσφαλείας καὶ τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:267ΟΜΙΛΙΑ ΛΗ. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. α. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ Ἰου-δαίοις, ἢ παρ’ Ἕλλησιν. Ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχει τοιοῦτον, ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προὐχώ-ρησε, καίτοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι μᾶλλον. Διὸ καί φησιν· Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Εἰκότως παροξύνεται· οὐ γὰρ ἦν ἀλλαχοῦ τοσαῦτα ἰδεῖν εἴδωλα. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Ὅρα, πάλιν Ἰουδαίοις διαλέγεται, πανταχόθεν ἐπιστομίζων τοὺς καταλιπεῖν αὐτοὺς λέγοντας διὰ τὸ πρὸς τὰ ἔθνη ἐπι-στραφῆναι. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου, ὑβριστικῶς εὐθέως, οὐδὲ ἀπ-επήδησαν ἀπὸ τοῦ κηρύγματος, εἰπόντες· Μακρὸν τοῦτο φιλοσοφίας. Ὅτι οὐδένα τῦφον εἶχεν· ἄλλως δὲ, ὅτι οὐκ ἐνόουν οὐδὲ συνίεσάν τι τῶν λεγομένων. Πῶς γὰρ οἱ μὲν σῶμα τὸν Θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν μακαριότητα; Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φι-λοσόφων συνέβαλον αὐτῷ, καί τινες ἔλεγον; Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. Καὶ γὰρ τὴν ἀνά-στασιν Θεόν τινα εἶναι ἐνόμιζον, ἅτε εἰωθότες καὶ θη-λείας σέβειν. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή, ξενί-
PG 60:268ζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βου-λόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. Ἦγον αὐτὸν ἐπὶ τὸν Ἄρειον πάγον, οὐχ ὥστε μαθεῖν, ἀλλ’ ὥστε κολάσαι, ἔνθα αἱ φονικαὶ δίκαι. Ὅρα γοῦν πῶς καὶ ἐν ἐλπίδι τοῦ μαθεῖν καὶ πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι. Λάλων πόλις ἡ πόλις ἐκείνων ἦν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς ἕτερον οὐδὲν εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου, ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαι-μονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀνα-θεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὥσπερ ἐγκωμιάζων αὐτοὺς, δοκεῖ οὐδὲν λέγειν βαρύ. Ὡς δεισι-δαιμονεστέρους ὑμᾶς, φησὶ, θεωρῶ· τουτέστιν εὐλα-βεστέρους. Ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τί ἐστι τοῦτο; Οἱ Ἀθηναῖοι, ἐπειδὴ κατὰ καιροὺς πολλοὺς ἐδέξαντο θεοὺς καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, τὸν Πᾶνα, καὶ ἄλλους ἀλλαχόθεν, δεδοικό-τες, μή ποτε καὶ ἄλλος τις ᾖ αὐτοῖς μὲν οὐδέπω γνώρι-μος, θεραπευόμενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ Θεὸς, ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι Παῦλος λέγει, μᾶλλον δὲ τῶν πάντων Θεόν. Ὃν οὖν ἀγνοοῦντες, φησὶν, εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὅρα πῶς δείκνυσι προειληφότας αὐτόν. Οὐδὲν ξένον, φησὶν, οὐδὲν καινὸν εἰσφέρω. Ἄνω καὶ κάτω τοῦτο ἔλεγον ἐκεῖνοι· Τίς ἡ καινὴ αὕτη ἡ λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενί-ζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εὐθέως οὖν ἀναιρεῖ αὐτῶν τὴν ὑπόληψιν, καί φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ,
PG 60:269οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων. Εἶτα, ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι, διορθοῦται λοιπὸν ἐπάγων· Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός
τινος. Ὁρᾷς ὅπως κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν; πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης; Δοὺς ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρός-ωπον τῆς γῆς. Τοῦτο Θεοῦ ἴδιον. Ὅρα τοίνυν εἰ μὴ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα λέγεσθαι δύναται. Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων, ἅπερ ἐνόμιζον εἶναι θεούς. Καὶ τὴν δημιουργίαν ἐδήλωσε καὶ τοὺς ἀνθρώπους. Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίτοι γε οὐ μα-κρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γέ-νος ἐσμέν. Τοῦτο Ἄρατος εἶπεν ὁ ποιητής. Ὅρα καὶ ἀπὸ τῶν ὑπ’ αὐτῶν γινομένων, καὶ ἀπὸ τῶν εἰρημένων τὰς ἀποδείξεις παρέχοντα. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώ-που τὸ Θεῖον εἶναι ὅμοιον. Καὶ μὴν διὰ τοῦτο, φησὶν, ὀφείλομεν. Οὐδαμῶς· οὐ γὰρ δὴ ἡμεῖς ὅμοιοι, οὐδὲ αἱ ψυχαὶ αἱ ἡμέτεραι. Τί δήποτε οὐκ ἔστη πρὸς φιλοσοφίαν εὐθὺς, καὶ εἶπεν· Ὁ Θεὸς ἀσώματος φύσει, ἀόρατος καὶ ἀσχημάτιστος; Ὅτι περιττὸν τέως ἐδόκει ταῦτα λέγειν πρὸς ἀνθρώπους μήπω μαθόντας, ὅτι ἔστι μόνος Θεός. Διὰ τοῦτο ἐκεῖνα εἰπεῖν ἀφεὶς, πρὸς τὸ ζητούμενον ἵσταται, καί φησι· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώ-ποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέ-ραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιο-σύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα, κατασείσας αὐτῶν τὴν διάνοιαν τῷ εἰπεῖν, Ἔστησεν ἡμέραν, καὶ φοβή-σας, τότε εὐκαίρως ἐπάγει τοῦτο τὸ, Ἀναστήσας αὐ-τὸν ἐκ νεκρῶν. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο, φησὶ, τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ. Οὐκ ὀργὴν ἐνταῦθα οὐδὲ ἀγανάκτησιν ὁ παροξυσμὸς, ἀλλὰ διέγερσιν καὶ ζῆλον δηλοῖ, καθάπερ καὶ ἀλλαχοῦ· Ἐγένετο, φησὶ, παροξυσμὸς μεταξὺ αὐτῶν. β. Ὅρα δὲ πῶς οἰκονομεῖται, καὶ ἄκοντα μεῖναι ἐκεῖ ἐκδεχόμενον ἐκείνους. Τί οὖν ἐστι, Παρωξύνετο; Ἀντὶ τοῦ, Διηγείρετο· ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόῤῥω τὸ χάρισμα. Οὐκ ἔφερεν, ἀλλ’ ἐτήκετο. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, φησὶ, καὶ τοῖς σεβομένοις. Ὅρα πάλιν αὐτὸν πρὸς Ἰουδαίους διαλεγό-μενον. Σεβομένους δὲ τοὺς προσηλύτους λέγει. Διεσπά-ρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅμα μὲν ἐξ ἐκείνου τοῦ νόμου λυομένου, ἅμα δὲ διδάσκοντες εὐσέβειαν τοὺς ἀνθρώπους. Ἀλλ’ οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλ’ ἢ μόνον μαρτυρίας ἔσχον τῶν οἰκείων συμφορῶν. Τινὲς δὲ, φησὶ, τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόμοις ἐχρῶντο, ἅτε ὑπο-πεσόντες ἤδη τοῖς Ῥωμαίοις. Καὶ πόθεν ἠθέλησαν οὗτοι συμβαλεῖν; Ἐπεὶ καὶ ἄλλους ἑώρων διαλεγομένους,
PG 60:270καὶ δόξαν ἔχοντα τὸν ἄνθρωπον. Καὶ ὅρα, εὐθέως ὑβρι-στικῶς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ξένων δαιμονίων, φησὶ, δοκεῖ καταγγε-λεὺς εἶναι· δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες. Διὰ τί εἰς Ἄρειον πάγον αὐτὸν εἷλκον; Ὡς καταπλήξοντες, ἔνθα τὰς φονικὰς δίκας ἐδίκαζον. Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ἐνταῦθα ἐκεῖνο ἐπισημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμο-νεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀνα-θεωρῶν τὰ σεβάσματα ὑμῶν. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ. Διὰ τοῦτο εἶπε· Δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, διὰ τὸν βωμόν. Ὁ Θεὸς, φησὶν, ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ἐφθέγξατο φωνὴν μίαν, δι’ ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. Οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματά φασιν εἶναι τὰ πάντα, καὶ ἀπὸ ἀτόμων συν-εστάναι· οἱ δὲ Στωϊκοὶ, σῶμα καὶ ἐκπύρωσιν· ὁ δὲ ἔργον Θεοῦ λέγει τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ὁρᾷς συντομίαν, καὶ ἐν συντομίᾳ σαφήνειαν; Καὶ σκόπει τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν. Ἃ καὶ τῶν τυχόντων ἴσασί τινες νῦν, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ σοφοί. Εἰ γὰρ ἐποίησε, δῆλον ὅτι καὶ Κύριος. Ὅρα τί φησι θεότητος εἶναι γνώρισμα, τὸ δημιουργικόν· ὅπερ ἔχει καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο λέ-γουσι, Θεοῦ εἶναι τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖ-νοι, ἄλλον μὲν εἶναι τὸν ποιητὴν, οὐ κύριον δὲ, τὴν δὲ ἀγένητον ὕλην ὑποτιθέντες. Ἐνταῦθα λοιπὸν αἰνιγματω-δῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων. Οὐκ ἐν χειροποιήτοις, φησὶ, κατοικεῖ. Οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ’ οὐκ ἐν τοιούτοις, ἀλλ’ ἐν ἀνθρωπίνῃ ψυχῇ. Ὅρα, τὴν σωματικὴν ἀνεῖλε λατρείαν. Τί οὖν; οὐ κατ-ῴκει ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύμοις; Οὐ δῆτα, ἀλλ’ ἐν-ήργει. Πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; Οὐχ ὑπὸ χειρῶν, ἀλλ’ ὑπὸ διανοίας, ἐπεὶ ἐκεῖνά γε οὐκ ἐζήτει οὕτως, ὡς προσδεόμενος. Μὴ φάγο-μαι, γὰρ, φησὶ, κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Εἶτα εἰπὼν, Οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος· ἐπεὶ οὐδὲ τοῦτο ἤρκει, τὸ μηδ-ενὸς δεῖσθαι, ὅπερ ἀπεφήνατο· θεῖον μὲν γὰρ καὶ τοῦτο, ἀλλὰ δεῖ καὶ ἕτερον προσεῖναι· ἐπάγει τὸ, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα. Δύο τεκμήρια θεότητος δείκνυσι, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. Πάραγε ἐνταῦθα ὅσα περὶ Θεοῦ Πλάτων ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ τὰ πάντα λῆρος πρὸς ταῦτα. Διδοὺς, φησὶ, ζωὴν καὶ πνοήν. Ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννή-τορα. Ὅρα πάλιν πῶς καθαιρεῖ τὸν περὶ τῆς ὕλης λόγον, Ἐποίησέ τε, εἰπὼν, ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀν-

Homily XXXVIIIHomilia XXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:271θρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ταῦτα βελτίω ἐκείνων, καὶ κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅπερ δὲ ἐκεῖνοί φασιν, οὐκ ἔστι τοῦτο δημιουργὸν εἶναι. Λέγων δὲ μὴ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεσθαι τὸν Θεὸν, αἰνίττεται, ὅτι δια-νοίᾳ καὶ νῷ θεραπεύεται. Οὗτος, φησὶν, οὐρανοῦ καὶ γῆς Κύριος. Οὐκοῦν οὐχ οἱ μερικοὶ δαίμονες. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Πῶς οὐρανὸς γέγονε, πρότερον δείξας, τότε ἀπεφήνατο, ὅτι οὐκ ἐν χειροποιήτοις κατοικεῖ, ὡσεὶ ἔλεγεν· Εἰ Θεὸς, πάντα ἐποίησε δηλόνοτι· εἰ δὲ μὴ ἐποίησεν, οὐ Θεός. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν, φησὶν, οὐκ ἐποίη-
σαν, ἀπολέσθωσαν. Πολλῷ μείζονα ἐκείνων δόγματα εἰσάγει (καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν· οὔπω γὰρ καιρός· ἀλλ’ ὡς παισὶ διελέγετο), τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδεές. γ. Εἰπὼν δὲ, ὅτι πᾶν ἔθνος ἀνθρώπων ἐξ ἑνὸς αἵματος ἐποίησε, τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἐδήλωσε. Τί τού-του τοῦ ὑψηλοῦ ἴσον; Θαυμαστὸν μὲν γὰρ καὶ τὸ ἐξ ἑνὸς ποιῆσαι τοσούτους· τὸ δὲ πάντας αὐτὸν συγκρα-τεῖν, ἔτι πολλῷ θαυμαστότερον. Διδοὺς γὰρ, φησὶ, πᾶσι πνοὴν καὶ ζωήν. Τί ἐστιν, Ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν; Ὅτι οὐκ ἠναγκάζετό τις, φησὶ, περιιέναι καὶ ζητεῖν τὸν Θεόν· ἢ εἰ μὴ τοῦτο, ὅτι ὥρισε ζητῆσαι τὸν Θεόν. Ἀλλ’ οὐ διαπαντὸς τοῦτο ὥρισεν, ἀλλὰ Προστεταγμένους καιρούς. Τοῦτο δὲ λέγει, δεικνὺς ὅτι οὐδὲ νῦν ζητήσαντες εὗρον, καίτοι οὕτως ἦν φανερὸς πρὸς τὸ εὑρίσκεσθαι, ὥσπερ ἂν εἰς μέσον τι ψηλαφώμε-νον. Οὐδὲ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὔ· οὐδὲ ἐν τούτῳ τῷ χρόνῳ ἦν, ἐν ἄλλῳ δὲ οὔ. Ὥστε καὶ κατὰ πάντα καιρὸν, καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν. Οὕτως ᾠκονόμησε τὸ ζητεῖσθαι, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ. Καὶ αὐτὸ δὴ τοῦτο μάλιστα αὐτοῖς συνεβάλλετο, εἴ γε ἠβούλοντο, τὸ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τὸ ἐν παντὶ χρόνῳ ἑστάναι. Διὸ καὶ οὕτως εἶπε· Καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, ἀλλ’ ἐγγὺς ὄντα πᾶσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον τὴν ζωὴν ἔδωκε καὶ τὴν πνοὴν καὶ τὰ πάντα· ἀλλὰ καὶ τὸ κεφάλαιον ἁπάντων, εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι’ ὧν δυνάμεθα εὑ-ρεῖν αὐτὸν καὶ καταλαβεῖν. Ἀλλ’ οὐκ ἠθελήσαμεν ζητῆ-σαι, καίτοι πρὸ ποδῶν ὄντα. Οὐ μακρὰν, φησὶν, ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Βαβαί πᾶσιν ἐγγὺς εἶναι λέγει τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι. Τί τούτου μεῖζον; Ὅρα πῶς καὶ καθαιρεῖ τοὺς μερικούς. Τί λέγω μακράν; Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῇν. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς ἐν σωματικῷ ὑποδείγματι τοιοῦτόν τι λέγει· Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον, καὶ οὐ μακρὰν ἀφ’ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· οὕτω δὴ καὶ τὸν τῶν ὅλων δημιουρ-γόν. Ὅρα πῶς πάντα αὐτοῦ λέγει εἶναι· τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ’ αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι. Καὶ οὐκ εἶπε, Δι’ αὐτοῦ,
PG 60:272ἀλλ’ ὃ ἐγγύτερον ἦν, Ἐν αὐτῷ. Οὐδὲν ἴσον εἶπεν ὁ ποιη-τὴς ἐκεῖνος, Τοῦ γὰρ καὶ γένος, εἰπὼν, ἐσμέν· ἀλλ’ ἐκεῖνος μὲν περὶ τοῦ Διὸς εἶπε, οὗτος δὲ περὶ Δημιουρ-γοῦ αὐτὸ λαμβάνει, οὐ τὸν αὐτὸν ἐκείνῳ λέγων, μὴ γέ-νοιτο, ἀλλὰ τὰ κυρίως ἐπ’ αὐτῷ εἰρημένα ἁρμόζων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου, ὃν ἐσέβοντο. Εἴρηται μὲν γάρ τινα καὶ πράττεται εἰς τοῦτον, ἀλλ’ οὐκ ἴσασιν Ἕλληνες ὅτι εἰς αὐτὸν, ἀλλ’ εἰς ἕτερον αὐτὰ νενοήκασιν. Εἰπὲ γάρ μοι περὶ τίνος ἂν λεχθείη κυρίως, Ἀγνώ-στῳ Θεῷ, περὶ τοῦ Δημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος; Δῆλον ὅτι περὶ τοῦ Δημιουργοῦ, εἰ καὶ τὸν μὲν ἠγνόουν, τὸν δὲ ᾔδεσαν. Ὁμοίως καὶ ὅτι πάντα πεποίηκε, περὶ τοῦ Θεοῦ ἂν εἰρῆσθαι κυρίως ἁρμόσειεν, ἢ τοῦ Διὸς, μιαροῦ τινος ἀνθρώπου καὶ καταπτύστου καὶ γόητος. Οὕτως οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε, μὴ γένοιτο, καὶ τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμέν· ἀλλ’ ἑτέρῳ νῷ. Γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι· τουτέστιν, οἰκείους, ἐγγυτάτους· ἢ ὡς ἄν τις εἴποι, παροίκους καὶ γείτονας. Ἵνα γὰρ μὴ πάλιν λέγωσι, Ξενίζοντα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν (οὐδὲν γὰρ οὕτως ἀνθρώποις ἐναντίον), ἄγει τὸν ποιητὴν εἰς μέσον. Καὶ οὐκ εἶπεν· Οὐκ ὀφείλετε νομίζειν χρυσῷ ἢ ἀργύρῳ τὸ Θεῖον εἶναι ὅμοιον, ὢ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ ταπεινότερον, Τοῦτο οὐκ ὀφείλομεν νομίζειν, φησὶν, ἀλλ’ ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ’ οὐδὲ τοῦτο (ἐνεργείας γάρ ἐστιν ὄνομα), ἀλλὰ τέως τοῦτο· πλὴν οὐ λέγομεν τούτῳ τὸ Θεῖον εἶναι ὅμοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον. Ἀλλ’ εἴποι ἄν τις· Οὐ τοῦτο νομίζομεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ’ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε. Διὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶμεν, οὐχ εὑ-ρίσκομεν αὐτόν; Διπλοῦν τὸ ἔγκλημα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον. Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ’ ἑαυτήν. Ἀλλ’ ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους, ὅρα τί ἐπάγει· Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν, τανῦν παραγ-γέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν. Τί οὖν; οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων μετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων, ἀλλ’ οἷς παραγγέλλει. Οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς, φησίν. Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ’ Ὑμεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε, ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξε, Πανταχοῦ μετανοεῖν, εἰπών. Ἐνταῦθα πᾶ-σαν τὴν οἰκουμένην αἰνίττεται.

Homily XXXVIIIHomilia XXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:273δ. Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν. Διότι ἔστη-σεν ἡμέραν, φησὶν, ἐν ᾖ μέλλει κρίνειν τὴν οἰκου-μένην ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν τὴν οἰκουμένην εἶπεν, οὕτω τοὺς ἀνθρώπους καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρι-σεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως μνημονεύσας. Ὅτι δὲ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατα-σκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην παρεῖχον πίστιν, τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ τοῦτο λοιπὸν δῆλον. Ταῦτα εἴρηται μὲν πρὸς Ἀθηναίους· καιρὸν δ’ ἂν ἔχοι καὶ πρὸς ἡμᾶς λέγεσθαι, ὅτι πάντας πανταχοῦ μετα-νοεῖν δεῖ, ὅτι ὥρισεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰ-κουμένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προ-νοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον καὶ συγγνωμο-νικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάντα ἁπλῶς Δημιουρ-γοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τὰ εἰρημένα. Μετανοήσωμεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ μὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόμεθα· εἰ δὲ ἀνέστη, πάντως κρινόμεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, φησί· καὶ πάλιν· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νομίσητε ῥήματα μόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰς-
ήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουμένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώματός ἐστιν εἰρημένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέ-πτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρή-ματα, καὶ μεθυόντων ἀνθρώπων ἐστίν. Ἀλλ’ ἡμεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωμέν τι τῶν χρησί-μων, καὶ σπουδάζωμεν οἰκειωθῆναι τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνομεν πρὸς αὐτόν; μέχρι πότε πρὸς αὐτὸν ἀηδῶς ἔχομεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόμην ταῦτα λέγειν, εἰ μὴ ταῦτα ἐπράττετε ὑμεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων σιγῆς, τῶν πραγμά-των οὕτω βοώντων μετὰ πάσης περιφανείας; Πῶς οὖν αὐτὸν φιλήσομεν; Εἶπον μὲν μυριάκις μυρία, ἐροῦμεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι μοι δοκῶ, πολὺ μέγαν καὶ θαυμαστόν· μετὰ τοῦ τὰ κοινῇ γινόμενα λογίζεσθαι ὑπὸ τοῦ Θεοῦ τοσαῦτα ὄντα, ὅσα οὐδὲ ἀριθμεῖν τις δύνα-ται, καὶ ὑπὲρ τούτων ἁπάντων χάριτας εἰδέναι αὐτῷ, καὶ τὰ ἑκάστῳ ἡμῶν γεγενημένα ἐννοῶμεν πάντες, καὶ καθ’ ἑκάστην ἀναλογιζώμεθα τὴν ἡμέραν. Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡ-μῶν ἀναλογιζέσθω παρ’ ἑαυτῷ, καὶ μετὰ ἀκρι-βείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν δι-έφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ· οἷον, εἴ ποτε ἐξελθὼν εἰς ὁδὸν ἀωρίᾳ, διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συμβαλὼν, ἀνώτερος αὐτῶν γέγο-νεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων ἀν-ήνεγκε· μέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος τὰ ὑπ’ αὐτοῦ γεγενημένα ἀγαθὰ ἔργα εἰς μνήμην ἐλθόντα τοῦ βασι-λέως, οὕτως ἔσχε προϊστάμενα, ὡς πάλιν ἐπὶ τὴν λαμπρό-τητα ἐκείνην ἐλθεῖν· πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἀναμνη-σθῶμεν, καὶ δύο τούτων ἀκριβῆ ποιησώμεθα ἐξέτασιν τῶν πραγμάτων, τί μὲν ἡμάρτομεν ἡμεῖς εἰς Θεὸν, τί δὲ αὐτὸς εἰς ἡμᾶς ἀγαθὸν εἴργασται· οὕτω καὶ εὐχά-
PG 60:274ριστοι ἐσόμεθα, καὶ πάντα προησόμεθα. Ἀλλ’ οὐδεὶς τούτων οὐδενὸς ποιεῖται μνήμην· ἀλλ’ ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ’ εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ’ εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ’ ἀπὸ τοῦ νῦν πολλὴν ποιησώμεθα τὴν ἀκρίβειαν. Εἰ μὲν γάρ τις καὶ τὰ πάλαι ἀναλαβεῖν δύναται, πάντα ἀναλογιζέσθω ἀκριβῶς, ὡς μέγαν εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ μὴ ἀπογινώσκειν χρήσιμον ἡμῖν. Ὅταν γὰρ ἴδωμεν, ὅτι προέστη πολλάκις ἡμῶν, οὐκ ἀπογνωσόμεθα οὐδὲ ἡγησόμεθα ἀπεῤῥῖφθαι· ἀλλ’ ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμο-νίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν. ε. Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ μετὰ τῆς μητρὸς, οὔπω πεντεκαιδεκαέτη γεγονότα. Τότε δὴ χαλεποῦ τινος ἀέρος συμβάντος, πυρετὸς ἐπέπεσεν ἀμφοτέροις· καὶ γὰρ τὸ μετόπωρον ἦν. Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων μένειν, καὶ τοῦ πυρετοῦ καίοντος, ἀνακογχυλίζειν ἤρξατο δῆθεν φιλοσοφῶν, μᾶλλον τὸ πῦρ σβεννύναι οἰόμενος, εἰ μηδ’ ὁτιοῦν λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας ἀκαίρου οὐ προσήκατο. Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος· ἀλλὰ ἀνεγίνωσκε μὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσημα. Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ μήτηρ μεστή· καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα. Διηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευ-τῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ μύγματος τὸ θηρίον ἐκεῖνο τῇ ῥύμῃ τοῦ πνεύματος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέ-λυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦμα κατὰ τῶν ὀφθαλμῶν δριμὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήμας καὶ οὕτω παχείας, ὡς ἀντὶ διαφράγ-ματος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐμελέτα, καὶ πάντες ἔλεγον τοῦτο συμβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα μὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταμαι, ἐρῶ πρὸς ὑμᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡμετέρᾳ (τότε δὲ ἔτι μειράκιον ἤμην)· καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθημένων τῶν στρατιω-τῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ μα-γικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν, ἑάλω, καὶ ἀπαιτούμενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν ἅπασαν δέσμιος· ὡς δὲ τῶν ἐλέγχων ἐπιτεινομένων δέδωκε δίκην, τότε ἐγὼ εἰς μαρ-τύριον ἀπιέναι βουλόμενος, ἐπανῄειν διὰ τῶν κήπων παρὰ ποταμὸν μετὰ καὶ ἑτέρου τινός. Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο. Ἐγὼ δὲ ἐφιλονείκουν, ὥστε κοινὴν
PG 60:275εἶναι τὴν εὕρεσιν, καὶ ἐγέλων. Ἀλλ’ ἴδωμεν, φησὶν, ὅ τί ποτε καὶ ἔστιν. Ἀνακλᾷ μέρος τῆς σελίδος, καὶ εὑρί-σκει ἐγγεγραμμένα μαγικά. Συνέβη δὲ κατὰ ταυτὸν στρατιώτην παριέναι. Εἶτα ἔνδοθεν λαβὼν ἀπῄει, καὶ ἐπεπήγει τῷ δέει. Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταμοῦ λαβόντες ἀνειλόμεθα, πάντων τότε καὶ τῶν ἀνυπόπτων κατεχομένων; Καὶ ῥῖψαι οὐκ ἐτολμῶμεν, μὴ ὀφθῶμεν, καὶ καταμερίσαι αὐτὸ πάλιν ὅμοιον δέος ἦν. Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλ-λάγημεν τότε τῶν κινδύνων. Καὶ μυρία ἂν ἔχοιμι λέ-γειν, εἰ πάντα καταλέγειν ἐθέλοιμι. Καὶ ταῦτα δὲ ὑμῶν ἕνεκεν εἶπον, ὥστε εἴ τις κἂν μὴ τοιαῦτα, ἀλλ’ ἕτερά τινα ἔχοι, ταῦτα μεμνήσθω διηνεκῶς· οἷον, εἴ ποτε λίθος τις ἐνεχθεὶς, μέλλων ἐπὶ σὲ ἔρχεσθαι, καὶ οὐκ ἐπὶ σὲ ἦλθε, τοῦτο ἀείμνηστον ἔχε· μεγάλην ταῦτα ποιεῖ πρὸς Θεὸν φιλίαν ἡμῖν. Εἰ γὰρ ἀνθρώπων ἀναμνησθέντες τῶν διασωσάντων ἡμᾶς, πάνυ δακνόμεθα, ὅταν αὐτοὺς ἀμεί-ψασθαι μὴ δυνηθῶμεν· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Τοῦτο καὶ ἀλλαχοῦ χρήσιμον. Ὅταν οὖν βουλώμεθα μὴ ἀλύειν, λέγωμεν δή· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου,
PG 60:276τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ Παῦλος διὰ τοῦτο ἔλε-γεν ὅθεν ἐῤῥύσθη, ἵνα κἀκείνους ἀναμνήσῃ. Ὅρα καὶ ὁ Ἰακὼβ πῶς πάντα ταῦτα ἐν νῷ εἶχε· διὸ καὶ ἔλεγεν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ μὴ μόνον, ὅτι ἐῤῥύσατο, ἀλλὰ πῶς καὶ ἐπὶ τίνι ἐννοῶμεν. Ὅρα γοῦν κἀκεῖνον ἰδικῶς μνημονεύοντα τῶν εὐεργε-σιῶν. Ἐν τῇ ῥάβδῳ μου, φησὶ, διῆλθον τὸν Ἰορδά-νην. Οἱ δὲ Ἰουδαῖοι καὶ τῶν ἐπὶ προγόνων μέμνηνται ἀεὶ, τὰ κατὰ τὴν Αἴγυπτον στρέφοντες. Οὐκοῦν πολλῷ μᾶλλον ἡμεῖς τῶν οἰκείων καὶ εἰς ἡμᾶς συμβεβηκότων,
ποσάκις εἰς ἐπηρείας καὶ συμφορὰς ἐμπεπτώκαμεν· καὶ εἰ μὴ ὁ Θεὸς χεῖρα ὑπερέσχε, πάλαι ἂν ἀπολώλειμεν. Ταῦτα ἐννοοῦντες ἅπαντες, καὶ ἀναλεγόμενοι καθ’ ἑκά-στην, χάριν εἰδῶμεν διηνεκῶς τῷ Θεῷ, καὶ πάντες κοι-νῇ δόξαν αὐτῷ ἀναπέμψωμεν, καὶ δοξάζοντες αὐτὸν μὴ διαλιμπάνωμεν, ἵνα τῆς εὐγνωμοσύνης πολλὴν τὴν ἀμοι-βὴν κομισώμεθα, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά-τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:275ΟΜΙΛΙΑ ΛΘ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. α. Τί δήποτε πείσαντος οὕτως αὐτοῦ ὡς καὶ εἰπεῖν Ἀθηναίους, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου, καὶ κινδύνων οὐκ ὄντων, ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος; Ἴσως ᾔδει οὐ μέγα ὀνήσων· ἄλλως τε καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ Διονύ-σιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦ-λος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑ-ρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης), προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμεινε παρ’ αὐτοῖς, καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. Εἰκότως εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύματος ἤγετο, ἐν ᾗ μένειν ἔδει. Οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον, ἀλλ’ ὥστε ἀεί τι ἔχειν εἰπεῖν· ὅπερ αὐτοὺς καὶ ἀποσχέσθαι ἐποίησεν. Εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν, ὅτι Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι; Ἀλλὰ ταῦτα σφόδρα ἦν ἄπορα. Ἀλλ’ ὅμως ἔπεισε τὸν Διονύσιον τὸν Ἀρεοπαγίτην καὶ ἑτέρους τινάς. Οἱ μὲν γὰρ ἐπι-μελούμενοι βίου, ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκ ἔτι. Ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τέως τὰ σπέρματα· τὸ γὰρ πλέον αὐτοῦ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη, ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸσ
PG 60:276Ἰουδαίους πόλεμος, μακρόθεν μὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂν οὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἐλαύνοντο. Διὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ’ ὡς ὑπὸ τῇ τάξει πράττων καὶ φυλάττηται ἐκεῖ. Καὶ ἔμεινε, φησὶ, παρ’ αὐτοῖς. Βαβαὶ, ποῖον δικαίωμα τοῦ συνοικῆ-σαι εὗρεν Ἐπειδὴ γὰρ ἐνταῦθα μάλιστα ἔδει αὐτὸν μὴ λαβεῖν, καθώς φησιν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς, οἰκονομεῖται αὐτὸν μένειν ἐκεῖ. Δι-ελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἐπηρέαζον αὐτῷ, ἐφίσταντο αὐτῷ. Ἀλλ’ οἱ μὲν οὕτω· τί δὲ ὁ Παῦλος; Ἀφίσταται αὐτῶν, καὶ μετὰ πολλοῦ τοῦ φόβου. Οὐκ ἔτι γὰρ ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον λαλη-θῆναι τὸν λόγον· ἀλλὰ καὶ αἰνίττεται αὐτούς. Ἀντιτας-σομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξά-μενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Καθαρὸς ἐγὼ, ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου σεβομένου τὸν Θεὸν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. Ὅρα πῶς πά-λιν εἰπὼν, Ἀπὸ τοῦ νῦν, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ· ὥστε τοῦ διεγεῖραι ἕνεκεν εἶπε τοῦτο. Καὶ λοιπὸν ἦλθε πρὸς Ἰοῦστον, οὗ ἦν ἡ οἰκία ὁμοροῦσα τῇ συναγωγῇ. Ἐγει-τνίαζεν ὥστε καὶ ζῆλον ἔχειν ἀπὸ τῆς γειτνιάσεως,
PG 60:277εἴπερ ἤθελον. Κρίσπος δὲ, φησὶν, ὁ ἀρχισυν-άγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ τοῦτο μάλιστα ἱκανὸν πρὸς τὸ ἐπαγαγέσθαι. Εἶπε δὲ ὁ Κύριος δι’ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶ-σαί σε, διότι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ὅρα διὰ πόσων αὐτὸν πείθει, καὶ πῶς ὃ μάλιστα αὐτὸν ᾕρει, τοῦτο ὕστερον αὐτῷ λέγει· Ὅτι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Πῶς οὖν συνεπέθεντο αὐτῷ, εἴποι τις ἄν; Καὶ μὴν οὐδὲν ἴσχυσαν, ἀλλ’ ἤγαγον αὐ-τὸν μόνον πρὸς τὸν ἀνθύπατον. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαί̈ας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβε-σθαι τὸν Θεόν. Ὁρᾷς διὰ τί ἐκεῖνοι ἀεὶ δημοσίᾳ ἔπλε-κον κατηγορήματα; Ὅρα γοῦν ἐνταῦθα εἰπόντων τού-των, ὅτι παρὰ τὸν νόμον ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεὸν, οὐδὲν τούτων ἐμέλησε τῷ ἀνθυπάτῳ, ἀλλ’ ὑπὲρ Παύλου μᾶλλον ἀπολογεῖται. Καὶ ἄκουε πῶς ἀποκρίνεται· Εἰ μὲν ἦν τῶν τῆς πόλεως ἁπτόμενον ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν. Ἐπιεικής τις ἄν-θρωπος οὗτος εἶναί μοι δοκεῖ· καὶ δῆλον ἐξ ὧν ἀποκρί-νεται συνετῶς. Μέλλοντος δὲ τοῦ Παύλου, φησὶν, ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰου-δαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονη-ρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νό-μου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλ-ληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμ-προσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελε. Καὶ ἐντεῦθεν πάλιν τὸ ἐπιεικὲς τοῦ ἀνδρὸς δείκνυται. Τυπτομένου γὰρ αὐτοῦ, οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι· οὕτως ἦσαν ἰταμοὶ οἱ Ἰουδαῖοι. β. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν. Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες, οὐδὲ προσεῖχον, ἀλλ’ ἐχλεύαζον Τὴν ἀνά-στασιν δὲ ἐχλεύαζον· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχε-ται τὰ τοῦ Πνεύματος. Καὶ οὕτω, φησὶν, ἐξῆλθεν ὁ Παῦλος ἐκ μέσου αὐτῶν. Οὕτω· πῶς; Τοὺς μὲν πεί-σας, ὑπὸ δὲ τῶν γελώμενος. Χωρισθεὶς δὲ ἀπὸ Ἀθη-νῶν, φησὶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔμεινε παρ’ αὐτοῖς καὶ εἰργάζετο. Ὅρα, πῶς ὁ νόμος ἄρχεται κα-ταλύεσθαι λοιπόν. Κειράμενος γὰρ, Ἰουδαῖος ὢν, οὗτος ἐν Κεγχρεαῖς μετὰ ταῦτα, εἰς Συρίαν συναπέρχεται Παύλῳ. Ποντικὸς ὢν, οὐκ ἐν Ἱεροσολύμοις οὐδὲ πλη-σίον ἔσπευδεν ἐλθεῖν, ἀλλὰ μακροτέρω. Παρ’ αὐτῷ
γοῦν μένει, καὶ οὐκ αἰσχύνεται μένων, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον· πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν. Καὶ μὴ γελάσῃς ἀκούων, ἀγαπητέ. Καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον· οὕτω καὶ τῷ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ’ οὐ τὸ χρυσοῦν. Καὶ εἰργάζετο κηρύττων. Αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες. Δι-
PG 60:278ελέγετο δὲ ἐν τῇ συναγωγῇ, φησὶ, κατὰ πᾶν σάββα-τον, ἔπειθέ τε Ἰουδαίους τε καὶ Ἕλληνας. Ἀντι-τασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἀπέστη. Ταύτῃ προσδοκῶν αὐτοὺς ἕλξειν μᾶλλον, ἀφίσταται. Διὰ τί γὰρ ἀφεὶς ἐκείνην τὴν οἰκίαν, ἦλθε πλησίον τῆς συναγωγῆς; ἆρ’ οὐχὶ διὰ τοῦτο; οὐδὲ γὰρ κίνδυνον ἑώρα ἐνταῦθα. Διαμαρτυρόμενος αὐτοῖς, φησίν. Οὐκ ἔτι δι-δάσκει, ἀλλὰ διαμαρτύρεται. Ἀντιτασσομένων δὲ αὐτῶν, φησὶ, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Τοῦτο ποιεῖ, ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καθαρός εἰμι, φησὶν, ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Ἄρα καὶ ἡμεῖς ὑπεύθυ-νοί ἐσμεν τοῦ αἵματος τῶν ἡμῖν ἐγκεχειρισμένων, ἀμε-λοῦντες αὐτῶν. Ὥστε καὶ ὅταν λέγῃ, Τὸ λοιπὸν κόπους μοι μηδεὶς παρεχέτω, φοβῶν φησιν· οὐ γὰρ οὕτως αὐτοὺς ἐφόβει ἡ τιμωρία, ὡς ἔδακνε τοῦτο. Καὶ μετα-βὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν Ἰούστου. Μεταβαίνει βουλόμενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, φησὶν, ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ὅρα τοὺς πιστοὺς τότε μετὰ τῆς οἰκίας τοῦτο ποιοῦντας ὁλοκλήρου. Τούτου δὲ γενομένου, εὐθέως καὶ ἕτεροι πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Τοῦτον Κρίσπον λέγει τὸν ἀρχισυνάγω-γον, περὶ οὗ φησι γράφων· Οὐδένα ἄλλον ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον. Οἶμαι δὲ τοῦτον καὶ Σω-σθένην λέγεσθαι, ὃς τοσοῦτον ἀνὴρ πιστὸς ἦν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ. Εἶπε δὲ, φησὶ, ὁ Κύριος δι’ ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει. Διὰ τοῦτο πολὺν χρόνον μένει ἐκεῖ· ἔπειθε μὲν γὰρ αὐτὸν καὶ τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον. Μείζων γὰρ ὁ κίνδυνος ἐγένετο λοιπὸν καὶ τῶν πλειόνων πιστευόντων καὶ τοῦ ἀρχισυναγώγου. Μὴ φοβοῦ, φησί. Τοῦτο ἱκανὸν αὐτὸν διαναστῆσαι, ὅτι ἠλέγχθη φοβούμενος ἢ οὐκ ἠλέγχθη μὲν, ἀλλ’ ὥστε μηδὲ τοῦτο παθεῖν, παραθαῤῥύνεται. Οὐ γὰρ ἀεὶ αὐτοὺς πά-σχειν εἴα κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι. Οὐδὲν γὰρ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀν-τιτασσόμενοι. Τοῦτο καὶ τῶν κινδύνων αὐτῷ χαλεπώτερον ἦν. Καὶ μὴ σιωπήσῃς, φησὶ, διότι λαὸς πολὺς ἔστι μοι ἐν τῇ πόλει ταύτῃ. Τάχα διὰ τοῦτο αὐτῷ καὶ φαίνεται ὁ Χριστός. Γαλλίωνος δὲ, φησὶν, ἀνθυπατεύοντος τῆς Ἀχαί̈ας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ. Ὅρα, μετὰ τὸν ἐνιαυτὸν καὶ τοὺς ἓξ μῆνας ἐπιτίθενται, ὅτε οὐκ ἔτι ἴσχυον νόμοις χρῆσθαι ἰδίοις. Τοῦτο μάλιστα ἐπῆρε Κορινθίους, τὸ μάλιστα πεισθῆ-ναι, ὅτι οὐδὲ καθίησιν ἑαυτὸν ὁ ἄρχων. Οὐ γὰρ ἦν ἴσον ἐξ ἀντιλογίας νικῆσαι, καὶ μαθεῖν ἐκείνους, ὅτι οὐδὲν μέλει αὐτῷ τὰ τοῦ πράγματος. Καὶ σκόπει ἐκεῖ-νος πῶς ἦν συνετός. Οὐ γὰρ εἶπεν εὐθέως ἀποκρινόμε-νος· Οὐ μέλει μοι· ἀλλὰ τί; Εἰ μὲν ἦν τι ἀδίκημα ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων, καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Ἀπετεί-χισεν αὐτοῖς τὸ δικαστήριον. Λαμπρὰ γέγονεν ἡ νίκη. Ἐπιλαβόμενοι δὲ Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. Ὢ τῆς αἰσχύνης, ἣν ᾐσχύνθη-σαν. Καὶ οὐδὲν τούτων, φησὶ, τῷ Γαλλίωνι ἔμελε·

Homily XXXIXHomilia XXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:279καίτοι εἰς τὴν ἑαυτοῦ ὕβριν τὸ πᾶν ἦν· ἀλλ’ ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυμοῦ διὰ τὴν αἰσχύνην ποιοῦντες. Καὶ διὰ τί μὴ ἐκεῖ-νος ἀντετύπτησε, καίτοι καὶ αὐτὸς ἐξουσίαν εἶχεν; Ἀλλ’ ἐπαιδεύοντο φιλοσοφεῖν. Οὐκ ἀντιτύπτει δὲ, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέστερος. Οὐ μικρὰ τοῦτο ὤνησε τοὺς παρόντας· ἐδίδαξε γὰρ ἥ τε τούτων ἐπιείκεια καὶ ἡ ἐκείνων θρασύτης, ὅτι τὰ τοιαῦ-τα δικαστικῆς ψήφου δεῖται. Ἀλλ’ οὗτοι πάντα ἀτάκτως ποιοῦσι. Καὶ οὐκ εἶπεν, Οὐ δεῖ, ἵνα μὴ πάλιν κόπτωσιν αὐτόν· ἀλλ’, Οὐ θέλω. Κριτὴς γὰρ, φησὶν, ἐγὼ τούτων εἶναι οὐ βούλομαι· οὕτως ἐπιεικὴς ἦν ὁ ἀνήρ. Τοῦτο καὶ Πιλᾶτος ἔλεγεν ἐπὶ τοῦ Χριστοῦ· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Ὁ μὲν κατὰ τὸν νόμον ἠξίου κρίνειν αὐτοὺς, οἱ δὲ, ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, οὕτω διέκειντο. Διὰ τοῦτο ἐχωρίζετο τῶν Ἀθηνῶν, Ἐπειδὴ λαὸς ἦν ἐκεῖ πολύς. Ἐτύπτετο, καὶ οὐδὲν ἔλεγε. γ. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα· ἀντιτυπτήσωμεν τοὺς τύπτοντας τῇ ἐπιεικείᾳ, τῇ σιγῇ, τῇ μακροθυμίᾳ. Χαλεπώτερα ταῦτα τὰ τραύματα, μείζων ἡ πληγὴ καὶ φορτικωτέρα· οὐ γὰρ τὸ πλήττεσθαι τὸ σῶμα, ἀλλὰ τὸ τὴν διάνοιαν, χαλεπόν. Πολλοὺς πλήττομεν, ἀλλὰ ἐπειδὴ ἐν τάξει φιλίας, καὶ ἥδονται· ἂν δὲ τὸν τυχόντα πλήξῃς ὑβριστικῶς, ἐπειδὴ τῆς καρδίας ἥψω, σφόδρα ἐλύπησας· οὕτω μᾶλλον τὴν καρδίαν αὐτῶν πλήττομεν. Ὅτι δὲ μειζόνως ἐπιείκεια πλήττει θρασύτητος, φέρε ἀποδείξω-μεν ὡς δυνατὸν τῷ λόγῳ. Ἡ μὲν γὰρ σαφὴς ἀπόδειξις διὰ τῶν ἔργων καὶ τῆς πείρας ἐστίν· εἰ δὲ δοκεῖ, καὶ τῷ λόγῳ τὴν ἐξέτασιν ποιησώμεθα, καίτοι πολλάκις ἤδη ἐποιησάμεθα. Ἐν γὰρ ταῖς ὕβρεσιν οὐδὲν οὕτως ἡμᾶς λυπεῖ, ὡς ἡ παρὰ τῶν ὁρώντων ψῆφος· οὐ γὰρ ἴσον δημοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ’ ἐκείνας μὲν καὶ φέρομεν εὐκόλως τὰς ὕβρεις, ὅταν ἐπ’ ἐρημίας, ὅταν μηδενὸς ὄντος τοῦ μαρτυροῦντος τοῦτο πάθωμεν, μηδὲ τοῦ συνειδότος. Οὕτως οὐχ ἡ τῆς ὕβρεως φύσις ἐστὶν ἡ δάκνουσα, ἀλλὰ τὸ ἐπὶ πάντων τοῦτο παθεῖν· ὡς εἴ γέ τις τιμῶν ἐπὶ πάντων, ὑβρίζοι κατ’ ἰδίαν, καὶ χάριν εἰσόμεθα. Οὐκοῦν οὐκ ἐν τῇ τῆς ὕβρεως φύσει τὸ λυπη-ρόν ἐστιν, ἀλλ’ ἐν τῇ ψήφῳ τῶν ὁρώντων, ὥστε μὴ δόξαι εὐκαταφρόνητον εἶναι. Τί οὖν, ἂν αὕτη ὑπὲρ ἡμῶν ᾖ; οὐχὶ μᾶλλον ὁ ὑβρίζων ὕβρισται, ὅταν ὑπὲρ ἡμῶν τὰς ψήφους φέρωσιν; Εἰπέ μοι, τίνος καταφρονοῦσιν οἱ παρόντες; τοῦ ὑβρίζοντος, ἢ τοῦ ὑβρισθέντος καὶ σιγῶν-τος; Ὁ μὲν γὰρ θυμὸς ὑποβάλλει, ὅτι τοῦ ὑβριζομένου· νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσμὲν, ἴδωμεν, ἵνα μὴ τότε συναρπασθῶμεν. Τίνος οὖν καταγινώσκομεν ἅπαντες; Εὔδηλον ὅτι τοῦ ὑβρίζοντος· κἂν μὲν ἐλάττων ᾖ, καὶ μαί-νεσθαι αὐτὸν φήσομεν, ἂν δὲ ὁμότιμος, ἀνοηταίνειν, ἂν δὲ μείζων, οὐδ’ οὕτως ἀποδεξόμεθα. Τίς γὰρ, εἰπέ μοι, ἀποδοχῆς ἄξιος; ὁ ταραττόμενος, ὁ χειμαζόμενος, ὁ ἐκ-θηριούμενος, ὁ πρὸς τὴν κοινὴν φύσιν οὕτω διακείμενος, ἢ ὁ ἐν γαλήνῃ καὶ λιμένι καὶ φιλοσοφίᾳ πολλῇ; οὐχ ὁ μὲν ἀγγέλῳ προσέοικεν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ; Ὁ μὲν γὰρ οὐδὲ τὰ οἰκεῖα δύναται βαστάσαι κακὰ, ἐκεῖνος δὲ καὶ τὰ ἀλλότρια· οὗτος οὐδὲ ἑαυτὸν ἐνεγκεῖν ἐδυ-νήθη, ἐκεῖνος δὲ καὶ ἕτερον· ὁ μὲν ἐν ναυαγίῳ ἐστὶν,
οὗτος δὲ ἐν ἀσφαλείᾳ πλεῖ, ἐξ οὐρίων αὐτῷ τῆς νηὸς φερομένης· οὐ γὰρ εἴασε τὸ τοῦ θυμοῦ πνεῦμα τοῖς ἱστίοις ἐμπεσὸν ἀνατρέψαι τῆς διανοίας τὸ σκάφος· ἀλλὰ λεπτή τις αὔρα καὶ ἡδεῖα προσπνεύσασα, τῆς ἀνεξικα-κίας ἡ πνοὴ, μετὰ πολλῆς αὐτῷ τῆς ἡσυχίας ἐπὶ τὸν
PG 60:280τῆς φιλοσοφίας ἄγει λιμένα. Καὶ καθάπερ ἐν πλοίῳ ναυαγοῦντι οἱ ναῦται οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων ἄν τε τῶν ἀλλοτρίων λάβωσι παρακαταθήκας, ἀλλὰ πάντων ὁμοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειμένων, τῶν τε τιμίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειμὼν παύσηται, τότε ἀναλογιζόμενοι ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζημίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυμὸς πνεύσῃ, καὶ ὁ χειμὼν αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι’ ὧν κατ-ῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυμός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυμουμένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυμούμε-νος· Οὐκ ἔστι Θεός. Κατὰ γὰρ τὸ πλῆθος, φησὶ, τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισμὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους. Εἰ μὴ σὺ μᾶλλον ἀλγεῖς τοῦ ὑβρισθέντος, ὕβριζε, κἂν μηδεὶς ὁ ἐγκαλῶν· εἰ μὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν μαστίζει μυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόμενος οὐδὲν ἐξέβαλε ῥῆμα πικρὸν, οὐχὶ ταύτῃ μᾶλλον ἀλγεῖς; Εἰπέ μοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ μυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγομεν συνεχῶς, οὐχ ὁρῶμεν δὲ ἐπιδεικνύμενα διὰ τῶν ἔργων. Ἄνθρω-πος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁμόδουλον; Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί; δ. Τοῦτο πρὸς ὑμᾶς ἔστω παραμυθία τοὺς ὑβριζομέ-νους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνει-δίζεται καὶ Θεός. Διαπτύεσθε; καὶ γὰρ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος. Ἐν μὲν οὖν τούτοις ἡμῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· μὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡ-μεῖς ἐσμεν οἱ κοινωνοῦντες, οὐχ ὑμεῖς. Τὸ μὲν γὰρ ὑβρι-ζόμενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος. Ἴδετε τὰς δύο μερίδας. Δαιμόνιον ἔχεις, ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου τοῦ ἀρχιερέως. Οἱ ὑβρίζοντες τοίνυν ἀδίκως, μετ’ ἐκείνων ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι’ ἓν ῥῆ-μα, πολλῷ μᾶλλον οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλου τέκνα, ἐπει-δὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ μοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς μάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λε-γόντων ἡμῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων σου, διὰ πάντων ἀκούειν ἔστι. Καὶ μὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ’ ἐπειδὴ ἡμεῖς κακῶς ἐρωτῶμεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡμεῖς αἴτιοι. Ὡς μεγάλων γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγομεν· Ὡς τίς ὑβρίζεις; Διὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο μᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπί-νην φύσιν. Τοῦτο εὐγένεια, τοῦτο ἐλευθερία, μηδὲν ἀν-ελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή μοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ’ ὅμως οὐ

Homily XXXIXHomilia XXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:281ποιεῖ τοῦτο δι’ ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ’ ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι’ ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσομεν αὐτῶν, ὡς τῷ διδα-χθῆναι, ὅτι ὑβρίσαμεν ἑαυτούς. Τοὺς μὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι’ ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπη-ρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς μέ-σον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόμενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θη-ρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν δεσποτῶν μα-χομένων ἐν οἰκίᾳ, λείπεται τοὺς οἰκέτας καταλλάττειν (τοῦτο γὰρ ἡ τοῦ πράγματος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα μὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκό-τως· οὐδὲ γὰρ ἄνθρωπος εἶ. Διὰ τοῦτο ἔδοξε μέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς μεγάλοις προσήκειν· τὸ δὲ ἀνδραπόδοις μᾶλλον προσήκει, ὥσπερ τὸ εὐφημεῖν ἐλευ-θέροις ἐμπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκεί-νων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθά-
PG 60:282περ ὁ κλέπτης σπουδῇ εἰσιὼν πανταχοῦ περιβλέπεται ὑφελέσθαι τι σπουδάζων· οὕτω καὶ οὗτος πάντα περισκο-πεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν. Ὥσπερ γὰρ εἴ τις σκεύη ἀκάθαρτα κλέπτων ἐξ οἰκίας, καὶ ἐξάγων πάντων ἔμπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόμενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔμπροσθεν πάντων ἀκάθαρτα ῥήματα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ’ ἑαυτὸν διὰ τῶν ῥημάτων, προ-αγαγὼν τοιαῦτα καὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτ-ταν καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς μαχώμεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι μολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦ τὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόμενοι, φεύγωμεν τὴν ἐν-τεῦθεν βλάβην, καὶ εὔφημον ἔχωμεν γλῶτταν, ἵνα κα-θαρεύοντες πάσης ὕβρεως, δυνηθῶμεν μετὰ ἀκρι-βείας τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελ-μένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά-τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:281ΟΜΙΛΙΑ Μ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. α. Ὅρα πῶς ὁ νόμος καταλέλυται, ὅρα πῶς τῷ συνει-δότι κατείχοντο. Τοῦτο Ἰουδαϊκὸν ἦν τὸ κείρασθαι τὰς κε-φαλὰς κατ’ εὐχήν. Πλὴν ἔδει καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγένετο μετὰ τὸ τυπτηθῆναι τὸν Σωσθένην. Ἔδει ἀπελθεῖν αὐτόν. Διὸ καὶ ἐπείγεται. Καὶ παρακαλούμενος μεῖναι παρ’ αὐτοῖς ἐν Ἐφέσῳ, οὐκ ἀνέχεται. Τίνος οὖν ἕνεκεν πάλιν τὴν Ἀντιόχειαν καταλαμβάνει; Ἀναβὰς γὰρ, φησὶ, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. Ἐπιθυμίαν εἶχε τῆς πόλεως, παθών τι
ἀνθρώπινον πρὸς αὐτήν· ἐνταῦθα γὰρ ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοὶ, ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ, ἐνταῦθα ἤνυσε πράγματα τὰ κατὰ τὸ δόγμα. Καὶ ὁ μὲν εἰς Συρίαν ἐξέπλει· τούτους δὲ ἀφ-ῆκεν εἰς Ἔφεσον, εἰκότως, ὡς διδάξοντας. Τοσοῦτον αὐ-τῷ συγγενόμενοι χρόνον, πολλὰ ἔμαθον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς. Ἰδοὺ καὶ γυνὴ τὸ ἴσον ἀνδράσι ποιοῦσα καὶ διδάσκουσα. Διὰ τοῦτο ἐκωλύετο εἰς τὴν Ἀσίαν ἐλθεῖν, πρὸς τὰ κατ-επείγοντα, οἶμαι, ἐλαυνόμενος. Ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι, καὶ οὐκ ἀνεχόμενον, ἐπειδὴ ἠπείγετο ἀπελθεῖν. Οὐ μὴν ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· καὶ ὅπως, ἄκουε· Κατήντησε δὲ, φησὶν, εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συν-αγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ’ αὐτοῖς, οὐκ ἐπένευσεν, ἀλλ’ ἀπετάξατο αὐτοῖς, εἰπών· Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱε-ροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελ-
PG 60:282θὼν εἰς Καισάρειαν, ἀναβὰς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γα-λατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Καὶ ὅρα, ἐκείνους τοὺς τόπους κατ-ελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Ἰδοὺ καὶ λόγιοι ἠπείγοντο κηρύττειν, καὶ ἀποδημοῦσι λοιπὸν οἱ μαθηταί. Ὁρᾷς ἐπίδοσιν τοῦ κηρύγματος; Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. Οὗτός τε ἤρξατο παῤῥησιάζε-σθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύ-λας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Εἰ τὸ βάπτισμα Ἰωάννου μόνον ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζει; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο. Εἰ δὲ καὶ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ· πολλῷ μᾶλλον οὗτος ἐδεήθη ἄν. Τί οὖν ἔστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα ὁ συγγραφεύς. Ἐμοὶ δοκεῖ εἷς οὗτος εἶναι τῶν ἑκατὸν εἴκοσι τῶν μετὰ τῶν ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτου. Ἀλλ’ οὐ βαπτίζεται, ἀλλ’ ὅτε ἀκριβέστερον αὐτῷ ἐξέθεντο. Τοῦτο δὲ εἶναί μοι ἀληθὲς φαίνεται, ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει· ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς, οὐδὲ τὰ περὶ τοῦ Ἰησοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι. Πλὴν εἰ καὶ αὐτοὶ οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μα-θητὰς τοῦτο ποιῆσαι. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαί̈αν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν
PG 60:283τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Ὃς παραγενόμε-νος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγ-χετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολ-λὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτε-ρικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλά-βετε πιστεύσαντες; Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάν-νης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέ-γων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι· τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς· ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Πολλῷ οὗτοι ἐκείνου διεστήκασιν, οἱ μη-δὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν εἰδότες. Οὗτοι οὖν, οἳ καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου, καὶ προπέμπουσι, καὶ γράμματα ἐπιδιδόασιν. Ἐβούλετο μὲν οὖν καὶ αὐτὸς ἀπελθεῖν εἰς Ἀχαί̈αν· πρὸ δὲ τοῦ προτρέψαι, καὶ γράμματα δοῦναι αὐτῷ τοὺς ἀδελφοὺς, οὐκ ἀναχωρεῖ. Ὃς παραγενόμενος συνεβάλετο, φησὶ, τοῖς πεπιστευκόσιν· εὐτόνως γὰρ διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνύων διὰ τῶν Γραφῶν εἶναι τὸν Χρι-στὸν Ἰησοῦν. Ἐντεῦθεν πῶς ἦν δυνατὸς ἐν ταῖς Γρα-φαῖς Ἀπολλὼς δείκνυσι. Τοὺς μὲν γὰρ Ἰουδαίους σφό-δρα ἐπεστόμιζε (τοῦτο γάρ ἐστι τὸ, Διακατηλέγχετο ), τοὺς δὲ πιστεύοντας θαῤῥεῖν μᾶλλον ἐποίει, καὶ ἵστα-σθαι πρὸς τὴν πίστιν. Ἐγένετο δὲ, φησὶ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον. Ταῦτα δὴ τὰ κατὰ Καισάρειαν καὶ τὰ λοιπά. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Ὅτι οὐδὲ εἰς Χριστὸν ἐπί-στευον οὗτοι, δῆλον ἐκ τοῦ εἰπεῖν· Εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν, ἵνα πιστεύσωσι. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου· ἀλλ’ ὅτι ἀτελές. Καὶ οὐδὲ τοῦτο προσέθηκεν ἁπλῶς, ἀλλ’ ἵνα διδάξῃ καὶ πείσῃ αὐ-τοὺς εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ βαπτισθῆναι· ὃ καὶ ποιοῦ-σι, καὶ τὸ Πνεῦμα λαμβάνουσι τῇ ἐπιθέσει τῶν χειρῶν Παύλου. Ἐπιθέντος γὰρ, φησὶν, αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς. Ὥστε οἷς ἐπετίθει τὰς χεῖρας, τὸ Πνεῦμα ἐλάμβανον. Εἰκὸς τοίνυν ἦν Πνεῦμα μὲν αὐτοὺς ἔχειν, μὴ φαίνε-σθαι δέ· ἀλλ’ ἐκ τῆς ἐνεργείας καὶ ἀφ’ ὧν γλώσσαις ἐλά-λουν, τοῦτο ἐνέφαινον. β. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Ὁ δὲ Παῦ-λος ἐξέπλει εἰς τὴν Συρίαν, φησὶ, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, οὓς καὶ καταντήσας εἰς Ἔφε-σον κατέλιπεν αὐτοῦ. Ἢ ὅτι οὐκ ἐβούλετο περιάγειν αὐ-τοὺς, καὶ διὰ τοῦτο κατέλιπεν· ἢ μᾶλλον ἵνα διδάσκα-λοι μένωσι τοῖς ἐν Ἐφέσῳ. Αὐτοὶ δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν, οἷς καὶ μεγάλα μαρτυρεῖ, καὶ Ῥω-μαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς. Ὅθεν μοι δο-κεῖ μετὰ ταῦτα αὐτοὺς εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφι-λοχωροῦντας τοῖς τόποις ἐκείνοις, ὅθεν ἐξέπεσον ἐπὶ Νέρωνος. Καὶ καταβὰς, φησὶν, εἰς Καισάρειαν, ἀνα-βὰς καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερ-
PG 60:284χόμενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυ-γίαν. Ἐμοὶ δοκοῦσι καὶ οἱ πιστοὶ ἔτι ἐκεῖ συνάγεσθαι· οὐ γὰρ εὐθέως αὐτοὺς ἀπέσπων. Ὅρα δὲ πῶς αὐτοὺς ἐπείγεται. Καὶ ταύτας τὰς χώρας πάλιν διέρχεται, ὥστε τῇ παρουσίᾳ βεβαιῶσαι τοὺς μαθητάς. Ἰουδαῖος δέ τις, φησὶν, Ἀπολλὼς ὀνόματι, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Διεγηγερ-μένος ἦν ὁ ἄνθρωπος· διὸ καὶ ἀποδημίας στέλλεται ὑπὲρ τούτου αὐτοῦ. Ὃς παραγενόμενος, φησὶν, εἰς Ἀχαί̈αν, εὐτόνως διακατηλέγχετο τοῖς Ἰουδαίοις δημοσίᾳ. Περὶ τούτου γράφων ἔλεγε· Περὶ δὲ Ἀπολ-λὼ τοῦ ἀδελφοῦ. Τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν, ἡ παῤῥησία ἐδείκνυτο· τῷ δὲ εὐτόνως, ἡ δύναμις ἐδηλοῦτο· τῷ δὲ ἐκ τῶν θείων Γραφῶν ἐπιδεικνύειν, ἡ ἐμπειρία.
Οὔτε γὰρ ἡ παῤῥησία τι συντελεῖ καθ’ ἑαυτὴν, οὐκ οὔσης δυνάμεως, οὔτε ἡ δύναμις, οὐκ οὔσης παῤῥησίας. Ἄρα οὐκ εἰκῆ Ἀκύλαν κατέλιπεν εἰς Ἔφεσον, ἀλλὰ διὰ τὸν Ἀπολλὼ τάχα τὸ Πνεῦμα τοῦτο ᾠκονόμησεν, ὥστε ἰσχυρότερον ἐπιβῆναι τῇ Κορίνθῳ. Καὶ τί δήποτε τούτῳ μὲν οὐδὲν ἐποίησαν, Παύλῳ δὲ ἐπιτίθενται; Ἤδε-σαν, ὅτι ἐκεῖνος ὁ κορυφαῖος ἦν· ἢ καὶ ὅτι πολὺ τὸ ὄνο-μα τοῦ ἀνδρὸς ἦν· Προλαβόμενοι δὲ, φησὶν, αὐτὸν Ἀκύλας καὶ Πρίσκιλλα, ἀκριβέστερον αὐτῷ ἐξέθεν-το τὴν τοῦ Θεοῦ ὁδόν. Ὅρα πῶς πάντα πίστει ἐγίνε-το, καὶ οὐδαμοῦ φθόνος, οὐδαμοῦ βασκανία· Ἀκύλας διδάσκει, μᾶλλον δὲ καὶ οὗτος διδάσκεται. Καὶ γὰρ χρό-νον αὐτῷ συγγενόμενοι οὕτως ἐδιδάχθησαν, ὡς καὶ ἄλ-λους ἱκανοὺς εἶναι διδάσκειν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν, φησὶν, εἰς τὴν Ἀχαί̈αν, ἔγραψαν τοῖς μαθη-ταῖς ἀποδέξασθαι αὐτόν. Τίνος ἕνεκεν γράμματα πέμ-πουσιν, ἑρμηνεύει· Ἵνα, φησὶν, αὐτὸν ἀποδέξων-ται. Καὶ πόθεν δῆλον ἐκείνους ἐν Ἐφέσῳ ὄντας τὸ βάπτισμα ἔχειν Ἰωάννου; Ὅτι ἐρωτώμενοι, Εἰς τί ἐβαπτίσθητε; Εἰς τὸ Ἰωάννου, λέγουσι, βάπτισμα. Ἴσως ἐπεδήμησαν τοῖς Ἱεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ ἐβαπτίσαντο· ἀλλὰ καὶ βαπτισθέντες, τὸν Ἰησοῦν οὐκ ἠπίσταντο. Καὶ οὐ λέγει αὐτοῖς· Πιστεύετε εἰς τὸν Ἰησοῦν; ἀλλὰ τί; Εἰ Πνεῦμα ἅγιον ἐλάβετε; ᾔδει γὰρ, ὅτι οὐκ εἶχον. Καὶ βούλεται αὐτοὺς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέ-ρηνται, αἰτήσωσι. Καὶ ἐπιθέντος αὐτοῖς, φησὶ, τὰς χεῖρας τοῦ Παύλου, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς, καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Ἀπ’ αὐτοῦ τοῦ βαπτίσματος προφητεύουσι. Τοῦτο δὲ τὸ Ἰωάννου βάπτισμα οὐκ εἶχε· διὸ καὶ ἀτελὲς ἦν. Ἵνα δὲ τῶν τοιούτων ἀξιωθῶσι, προπαρεσκεύαζε μᾶλλον αὐ-τούς. Ὥστε τοῦτο ἐβούλετο Ἰωάννης βαπτίζων, πιστεῦ-σαι εἰς τὸν ἐρχόμενον μετ’ αὐτόν. Ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι τελείως καθαίρονται τῶν ἁμαρτημά-των οἱ βαπτιζόμενοι. Εἰ μὴ γὰρ ἐκαθαίροντο, οὐκ ἂν τὸ Πνεῦμα ἐδέχοντο οὗτοι, οὐκ ἂν χαρισμάτων εὐθὺς ἠξιοῦντο. Καὶ ὅρα, ὅτι διπλοῦν τὸ χάρισμα ἦν, καὶ γλῶσσαι καὶ προφητεῖαι. Καλῶς δὲ εἶπε βάπτισμα με-τανοίας τὸ Ἰωάννου, καὶ οὐκ ἀφέσεως, ἀνάγων αὐτοὺς καὶ πείθων, ὅτι τούτου ἔρημον ἦν ἐκεῖνο· τοῦ γὰρ ὕστε-ρον δοθέντος ἔργον ἡ ἄφεσις γέγονε. Καὶ πῶς οἱ λαβόν-τες τὸ Πνεῦμα οὐκ ἐδίδασκον, ἀλλ’ Ἀπολλὼς μήπω τὸ Πνεῦμα λαβών; Ὅτι οὐκ ἦσαν οὕτω ζέοντες, οὐδὲ κατ-ηχημένοι· ἐκεῖνος δὲ καὶ κατηχημένος ἦν, καὶ σφόδρα ζέων.

Homily XLHomilia XL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:285Ἐμοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ’ εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅμως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦ-σιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισμα. Ἀλλὰ πολλοὶ ἂν ἠμέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνομίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρα-νῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιμοι σφόδρα ἐφάνησαν, οὐδ’ ἂν ἐμακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάμενοι. Ὥσπερ οὖν Οἱ μὴ ἰδόντες καὶ πι-στεύσαντες μακάριοι, οὕτως οἱ χωρὶς σημείων πι-στεύοντες. Εἰπὲ δή μοι, οὐκ ὀνειδίζων Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύση-τε; Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχομεν τῶν ἀγαθῶν διὰ τοῦ βα-πτίσματος· ἄφεσιν ἁμαρτημάτων ἐλάβομεν, ἁγιασμὸν, Πνεύματος μετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σημεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ μένοντα· ταῦτα ζήτει, ταῦτα σημείων μείζω. Οὐδὲν ἀγάπης ἴσον· Μείζων πάντων ἡ ἀγάπη, φησί. Νῦν δὲ ἡ ἀγάπη κινδυνεύει· ὄνομα γὰρ αὐτῆς ὑπολέλειπται μόνον, τὸ δὲ ἔργον οὐδαμοῦ, ἀλλὰ διῃρήμεθα ἀπ’ ἀλλήλων. γ. Τί οὖν ἄν τις ἐργάσαιτο ὥστε συνάψαι; τὸ μὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥμισύ ἐστιν. Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόμενον, πῶς τὰ μέλη τὰ διεσπασμένα συν-αγάγωμεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον ἁπλῶς, εἰ μίαν Ἐκκλησίαν ἔχομεν, ἢ ἓν δόγμα· ἀλλὰ τὸ δει-νὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες ἀλ-λήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦμεν, καὶ μετὰ πάντων εἰρηνεύοντες, ἐν ἀλλήλοις στασιάζομεν. Μὴ γὰρ, εἰ μὴ μάχας καθ’ ἑκάστην ποιοῦμεν, σκόπει, ἀλλ’ ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχομεν καὶ ἀκλινῆ. Ἐπιδέ-σμων χρεία καὶ ἐλαίου. Ἐννοήσωμεν, ὅτι γνώρισμά ἐστιν ἡ ἀγάπη τῶν μαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγμα, ἐὰν θέλωμεν. Ναὶ, φησὶν, οἴδαμεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται; πῶς, ἵνα φιλῶμεν ἀλλήλους; Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλω-μεν, καὶ τότε στήσομεν ταύτην. Μηδεὶς ἔστω μνησίκα-κος, μηδεὶς ἔστω βάσκανος, μηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ ποιητικὰ ἕτερα. Οὐκ ἀρκεῖ τὰ κωλύοντα ἀνελεῖν, ἀλλὰ καὶ τὰ ἱστῶντα χρὴ ὑπο-δεικνύναι. Ὁ μὲν οὖν Σιρὰχ λέγει τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισμὸν φάσκων καὶ μυστηρίου ἀποκάλυψιν καὶ πληγὴν δολίαν. Ἀλλ’ ἐπ’ ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ’ ἡμῶν δὲ μὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑμᾶς ἐνάγομεν, ἀλλ’ ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡμῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆμα τούτου κάλλιον καὶ ἐν τοῖς βιωτικοῖς πράγμασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων οὐδὲν χαλεπώτερον. Ἀγάπη κα-λύπτει πλῆθος ἁμαρτημάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ μὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας, καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵνα
PG 60:286γενώμεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ μοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαμένετε; Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο μικρόν· μηδεὶς φθονείτω· οὐκ ἔνι τὸν μὴ φθονοῦντα κατηγορεῖν. Μίαν οἰκοῦμεν οἰκουμένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόμεθα καρποῖς. Ἀλλὰ ταῦτα μικρά· τοῖς αὐτοῖς μυστηρίοις, τῆς αὐτῆς πνευματικῆς τροφῆς ἀπολαύομεν. Ταῦτα δήπου ἐστὶ δικαιώματα τοῦ φιλεῖν. Πῶς οὖν θερμῶς διακεισόμεθα, φησί; Τί ποιεῖ σωμάτων ἔρωτα; Λαμ-πρότης σώματος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργα-σώμεθα, καὶ ἐσόμεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν δεῖ μόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατ-ορθώσωμεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται. Πῶς οὖν ἔσται ἵνα φιλώμεθα; Γενώμεθα καλοὶ, καὶ τοῦτο ἐργαζώμεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδα-ζέτω μὴ χρήματα κτᾶσθαι, μὴ ἀνδράποδα, μὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι, ὡς ὄνομα χρηστὸν ἔχειν. Κρεῖττον ὄνομα, ἢ πλοῦτος πολύς. Τὸ μὲν γὰρ μένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ μὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ μὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόματος ἔσται πλούσιος. Ἔστω τις μυρία τάλαντα ἔχων, ὁ δὲ φί-
λους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶμεν, ἀλλ’ ἐργαζώμεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς δυνάμεθα, φησί; Λάρυγξ γλυκὺς πλη-θύνει φίλους αὐτοῦ, καὶ γλῶσσα εὐχάριστος. Στόμα εὔφημον κτησώμεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω διακείμενον. δ. Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ’ ἡμῖν μείζονα· ἡ τράπεζα αὕτη αἰδεσιμωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσμεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαμῶς, ἀλλ’ ἡ ἡμετέρα νωθεία. Τρις-χίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ πάντες εἶχον ψυχὴν μίαν· νῦν δὲ ἕκαστος τὸν ἀδελφὸν ἀγνοεῖ, καὶ οὐκ αἰ-σχύνεται τὸ πλῆθος αἰτιώμενος. Ὁ μέντοι πολλοὺς φί-λους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυ-λάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαμπρότερος οὗτος ἐκείνου. Ὁ μὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττε-ται, ὁ δὲ παρὰ τῶν ὁμοτίμων· καὶ ὁ μὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικό-των· καὶ ἔστιν ἰδεῖν πρᾶγμα θαυμαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι μὲν οἱ φθόγγοι, μία δὲ ἡ συμφωνία, εἷς δὲ ὁ μουσικὸς ὁ τὴν κιθάραν μεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα μὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι’ ἀγάπης προφερόμενα ῥήματα φιλικὰ, μίαν καὶ τὴν αὐτὴν ἅπαν-τες ἀφιέντες ἁρμονίαν καὶ συμφωνίαν· ὁ δὲ μουσικὸς ἡ τῆς ἀγάπης δύναμις· αὕτη κρούει τὸ μέλος τὸ ἡδύ. Ἐβουλόμην ὑμᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυ-νατὸν, ἔνθα μία ψυχὴ, ἦν, καὶ εἶδες ἂν ὅπως πάσης κιθάρας καὶ παντὸς αὐλοῦ ἁρμοδιωτέρα ἡ ἐκεῖ συμφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα μέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων Δεσπότην Θεὸν εὐφραίνει τὸ μέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς. Τοῦτο τὸ μέ-λος οὐ μόνον πάθη κηλεῖ, ἀλλ’ οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεά-

Homily XLHomilia XL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:287τρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα τὰ ἐναντία. Ἀλλὰ μηδὲν περὶ ἔχθρας τέως εἴπωμεν· περὶ φιλίας λέγωμεν μόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαμβανόμενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώμη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπε-σεῖν τὸν φίλους κεκτημένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυμηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι μνησικακίας ἀφορμήν. Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευ-ματικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα μετ’ εὐκολίας. Τί δὴ οὖν τούτου ἴσον γένοιτ’ ἄν; Ὥσπερ πόλις τετειχισμένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δημιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλή-θεια πόση τις ἂν εἴη; Κατασκευάσωμεν τοίνυν ὑμῖν φί-λους, παρακαλῶ, καὶ ταύτην ἕκαστος ἐχέτω τὴν τέχνην. Ἀλλ’ ἰδοὺ, φησὶν, ἐγὼ σπουδάζω, ἐκεῖνος δὲ οὐ σπουδά-ζει. Πλείων ὁ μισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγμα δυσκολώτερον. Πῶς, εἰπέ μοι; Ἰδοὺ διαμαρ-τύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς, καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ
PG 60:288κηρύττειν, καθάπερ οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας. Βασιλι-κὰς εἰκόνας ἡμῖν αὐτοῖς κατασκευάζωμεν· τοῦτο γνώ-ρισμα μαθητῶν. Καὶ πῶς οὐ μεῖζον ἐργαζόμεθα, ἢ εἰ δύναμιν αὐτοῖς ἐνετίθεμεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδημα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱμάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισμα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούμενος θελήσει μισεῖν. Μάθωμεν τὰ χρώματα, δι’ ὧν κεράννυν-ται, δι’ ὧν αὕτη συντίθεται ἡ εἰκών· εὐπροσήγοροι ὦμεν· μὴ περιμένωμεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιμένοντα, χείρων αὐτοῦ γίνομαι· ἀλλὰ μᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κά-μνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο μάλιστα πρὸ πάντων κατορθώσωμεν, τὸ προηγεῖσθαι τῇ τιμῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, μὴ νομίσῃς ἐλαττοῦσθαι. Ἂν ἄρα προηγήσῃ τῇ τιμῇ, σαυ-τὸν ἐτίμησας πλέον, εἰς τὸ πλέον τιμηθῆναι ἐπισπώμε-νος. Πανταχοῦ τῶν πρωτείων ἑτέροις παραχωρῶμεν. Μηδὲν τῶν εἰς ἡμᾶς εἰργασμένων δεινῶν μνημονεύω-μεν, ἀλλ’ εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κε-νοδοξίας ὑπεροψία, τιμῆς καταφρόνησις. Ἂν ταῦτα κατ-ορθώσωμεν, δυνησόμεθα γενέσθαι ἀχείρωτοι ταῖς πα-γίσι τοῦ διαβόλου, καὶ μετὰ ἀκριβείας τὴν ἀρετὴν δι-ανύσαντες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:287ΟΜΙΛΙΑ ΜΑ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. α. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγω-γὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ γὰρ παρ’ αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύμως ἀπεδέχοντο αὐ-τὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχομένων, μετενό-ουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ’ αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει. Διὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέ-γετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τι-νες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁδὸν τὸ κήρυγμα εἰκότως ἐκάλουν. Ὄντως γὰρ αὕτη ἡ ὁδὸς ἦν ἡ ἀπάγουσα εἰς τὴν βασι-λείαν τῶν οὐρανῶν. Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁρᾷς πόσον ἤνυσεν ἡ ἐπιστασία; Καὶ Ἰου-δαῖοι καὶ Ἕλληνες ἤκουον. Δυνάμεις τε οὐ τὰς τυχού-
PG 60:288σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ’ αὐτῶν. Οὐχὶ φοροῦντες ἥπτοντο μόνον,
ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. Διὰ τοῦτο οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶμαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνο-μάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες· Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει. Οὕτω πάντα ἐποίουν πραγματείας ἕνεκεν. Ὅρα· πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαί-μονας. Βαβαί τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πο-νηρὸν, εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; Καὶ ἐφαλ-λόμενος ἐπ’ αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κατακυριεῦσαν αὐτῶν, ἴσχυσε κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυ-γεῖν ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Οὐκοῦν λανθανόντως ἐποίουν, εἶτα ἐκπομ-πεύεται αὐτῶν ἡ ἀσθένεια. Καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πολλοί τε τῶν πεπιστευκότων ἤρ-
PG 60:289χοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πρά-ξεις αὐτῶν. Ἐπειδὴ γὰρ τοσαύτην ἰσχὺν ἔσχον, ὥστε διὰ τῶν δαιμονίων τοιαῦτα ποιεῖν, εἰκότως ταῦτα γίνε-ται. Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συνεν-έγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυ-ρίου μυριάδας πέντε. Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους· ὅτε καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιοῦσιν. Οὐκ ἄρα τὸ ὄνομά τι ποιεῖ, ἂν μὴ μετὰ πίστεως λέγηται. Καλῶς ἄρα ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει, τοῦτο τὸ τῶν σκιῶν αἰνιττόμενος. Ὅρα πῶς τοῖς ὅπλοις καθ’ ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυ-ράννου τινὸς ἐπὶ ἔτη δύο. Ἔνθα πιστοὶ ἦσαν, καὶ σφόδρα πιστοί. Οὕτως οὐδὲν μέγα ἐνόμιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ μέγα τι νομίζοντες εἶναι. Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραξεν ἐκεῖνος τῇ τῶν ἐξορκιστῶν πλάνῃ, ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίησεν. Ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴ τις περὶ τῶν ἐσχάτων κινδυνεύων, ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν. Ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τοῦτο ἔλαβεν ἐξουσίαν. Ὅτι γὰρ οὐ τοῦ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διὰ τί μὴ ταῦτα γεγένηται; Καὶ ἐφαλλόμενος, φησὶν, ὁ ἄνθρωπος ἐπ’ αὐτούς. Ἴσως διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια, καὶ προσήραξεν αὐτῶν τὰς κεφαλάς· τοῦτο γὰρ ἐδήλωσε τῷ εἰπεῖν, Ἐφαλλόμενος· τουτέστι μετὰ ῥύμης ἐπιπη-δήσας, ὥστε ἱκανὸν ἦν τοῦτο ἐργάσασθαι. Τί ἐστιν, Ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισε τοὺς μαθητάς; Ἐνέκο-ψεν αὐτῶν, φησὶ, τὴν κακολογίαν. Τοῦτο δὲ ποιεῖ καὶ ἀφίσταται, ἐπεὶ οὐκ ἠβούλετο ἐκκαῦσαι αὐτῶν τὸν φθό-νον, οὐδὲ εἰς ἔριν ἐμβαλεῖν πλείονα. Τὸ δὲ, Ἐπαῤῥησιά-ζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατε-ταγμένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγματα. Ἐντεῦθεν μανθάνομεν, μὴ ὁμόσε χω-ρεῖν τοῖς κακολογοῦσιν, ἀλλ’ ἀφίστασθαι αὐτῶν. Οὐκ ἐκακολόγησε κακῶς ἀκούων καὶ αὐτὸς, ἀλλὰ μᾶλ-λον διελέγετο καθ’ ἡμέραν, καὶ ταύτῃ μάλιστα οἰ-κειούμενος τοὺς πολλοὺς τῷ κακῶς καίτοι ἀκούσας μὴ ἀποπηδῆσαι μηδὲ χωρισθῆναι. Καὶ σκόπει, ἐπει-δὴ ὁ τῶν ἔξω πειρασμὸς ἐπαύσατο, ἀπὸ τῶν δαιμόνων ἤρξατο. Ὁρᾷς πώρωσιν Ἰουδαϊκήν; Τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖχον. Τί τούτου μεῖζον ἂν γένοιτο; Τοῖς δὲ μᾶλλον εἰς τοὐναντίον περιέστη. Εἴ τις Ἑλλή-νων ἀπιστεῖ, τὴν σκιὰν ὁρῶν ταῦτα ἐργαζομένην πι-στευέτω. Οὕτω τῷ ἐξ αὐτῶν ἀποστῆναι οἱ μὲν κακολο-γοῦντες καὶ διαβάλλοντες τὸ δόγμα ἡττῶνται (τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)· αὐτὸς δὲ ἀφίσταται, ὡς μήτε τοὺς μαθητὰς ἀναχωρῆσαι, μήτε ἐκείνους εἰς θυμὸν ἐγεῖραι, δεικνὺς πανταχοῦ διωθουμένους τὴν σωτηρίαν. Καὶ λοιπὸν ἐνταῦθα οὐδὲ ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ τῶν ἐθνῶν πιστευσάντων. Καὶ διαλέγεται, οὐχ ἁπλῶς τὸν τόπον ζητήσας, ἀλλ’ ἔνθα σχολὴ ἦν, ὡς ἐπιτηδειότε-ρον διὰ τὸ ἐκεῖ συνάγεσθαι.
PG 60:290β. Βαβαί πόση τῶν πιστευσάντων ἡ δύναμις, ὅτι καὶ ἑτέροις τοῦ τὰ αὐτὰ ποιεῖν γίνεται πόση δὲ πώρωσις τῶν καὶ μετὰ τὴν ἀπόδειξιν τῆς δυνάμεως ἔτι μενόντων τῇ ἀπιστίᾳ Ὥσπερ οὖν Σίμων ἐμπορίας ἕνεκεν ἐζήτει τοῦ Πνεύματος τὴν χάριν, οὕτω καὶ οὗτοι τοῦ αὐτοῦ τούτου ἕνεκεν τοῦτο ἐποίουν. Πόση πώρωσις Καὶ τί δήποτε ὁ Παῦλος οὐκ ἐπιτιμᾷ; Ὅτι ἔδοξεν ἂν βασκανίας εἶναι τὸ πρᾶγμα· διὰ τοῦτο οἰκονομεῖται οὕτω. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἀλλὰ τότε μὲν οὐ κωλύεται (ἀρχὴ γὰρ τῶν πραγμάτων ἦν)· ἐπεὶ καὶ Ἰούδας κλέπτων οὐκ ἐκωλύετο· Ἀνανίας δὲ καὶ Σάπφειρα καὶ ἀνῃρέθησαν· καὶ πολλοὶ Ἰουδαῖοι μὲν καὶ ἀνθιστάμενοι οὐδὲν ἔπασχον, Ἐλύμας δὲ ἐτυφλώθη. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος. Ὅρα μιαρίαν Ἰουδαῖοι μένοντες ἔτι, ἀπὸ τοῦ ὀνόματος χρηματίζειν ἤθελον· ὥστε πάντα πρὸς δόξαν ἐποίουν καὶ πορισμόν. Θέα πανταχοῦ οὐχ οὕτω τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν, ὡς ἀπὸ τῶν φοβερῶν. Ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν Ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμικίνθια ἐλάμβανον καὶ ἰῶντο, καὶ μετὰ τοῦτο τότε ἦλθον ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἀπὸ τοῦ ἐφάλλεσθαι δείκνυται τῶν δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Καὶ διὰ τί μὴ εἶπε, τίς ἐστιν ὁ Ἰησοῦς, τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ’ εἶπε μᾶλλον τὰ ἀνόνητα ῥήματα; Ἐφοβεῖτο, μὴ καὶ αὐτὸς δίκην δῷ· ᾔδει γὰρ, ὅτι τὸ συγχωρηθῆναι αὐτῷ ἐκείνους ἀμύνασθαι τοὺς καταπαίζοντας αὐτοῦ τοῦτο τὸ ὄνομα πεποίηκε. Διὰ τί δὲ καὶ οἱ ἄθλιοι μὴ εἶ-πον αὐτῷ, Πιστεύομεν; Ἐδεδοίκεσαν Παῦλον· καίτοι πόσῳ μᾶλλον λαμπρότεροι ἂν ἦσαν τοῦτο εἰπόντες, εἴ γε ᾠκειώσαντο αὐτοῦ τὴν δεσποτείαν; Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόμενον καὶ τούτους ἐσωφρόνισε. Σὺ δέ μοι σκόπει τοῦ συγγραφέως ἐνταῦθα τὸ ἀνεπ-αχθὲς, καὶ πῶς ἱστορίαν μόνον γράφει, καὶ οὐ διαβάλλει. Τοῦτο τοὺς ἀποστόλους ἐποίει θαυμαστούς. Ἀλλὰ τίνος ἦσαν υἱοὶ, τὸ ὄνομα λέγει καὶ τὸν ἀριθμόν· δι-δοὺς τοῖς τότε τεκμήριον ἀξιόπιστον ὧν ἔγραφε. Τίνος δὲ ἕνεκεν καὶ περιήρχοντο; Ἐμπορίας χάριν· οὐ γὰρ δὴ τὸν λόγον καταγγέλλοντες· πῶς γάρ; Καλῶς δὲ ἔτρεχον λοιπὸν, κηρύττοντες δι’ ὧν ἔπασχον. Ὅθεν τοῦτο δηλῶν, Καὶ ἐγένετο, φησὶ, γνωστὸν πᾶσιν Ἰου-δαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Τοῦτο οὐχὶ καὶ τοὺς σκληρυνομένους ἐπιστρέψαι ὤφει-λεν, εἰπέ μοι; Ἀλλ’ οὐκ ἐπέστρεψε. Καὶ μὴ θαυμά-σῃς· τὴν γὰρ κακίαν οὐδὲν πείθει. Φέρε δὲ καὶ αὐτὸ τὸ τῶν ἐξορκιστῶν ἴδωμεν ὅσης ἐστὶ κακίας. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο μὴ γέγονεν, ἑτέρου
καιροῦ, καὶ οὐ τοῦ παρόντος ζητῆσαι· πλὴν ὅτι καλῶς τοῦτο ἐνταῦθα γέγονε καὶ χρησίμως. Ἐμοὶ δὲ δοκεῖ χλευάζοντας αὐτοὺς τοῦτο ποιεῖν· ὅθεν τιμωροῦνται, ὥστε καὶ ἀπὸ τούτου μηδένα τολμᾷν μηδὲ ὡς ἔτυχε τὸ ὄνομα ὀνομάζειν λοιπόν. Τοῦτο πολλοὺς τῶν πιστευσάν-των εἰς ἐξομολόγησιν ἤγαγε· τοῦτο καὶ φόβον αὐτοῖς ἐνέβαλε, καὶ τοῦ πάντα εἰδέναι τὸν Θεὸν μέγιστον τοῦτο τεκμήριον γέγονε. Πρὶν ἢ ὑπὸ τῶν δαιμόνων ἐλεγχθῆναι, ἑαυτῶν κατηγόρουν, φοβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν· εἰκότως. Ὅταν γὰρ οἱ βοηθοῦντες δαίμονες κατήγοροι αὐτῶν ὦσι, καὶ οὐ σύμμαχοι, ποία λοιπὸν ἐλπὶς, ἢ διὰ τῶν ἔργων ἐξομολόγησις; Ὅρα δὲ οἷα μετὰ μικρὸν γίνεται κακὰ, τοιούτων σημείων γενομένων. Τοιαύτη

Homily XLIHomilia XLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:291γὰρ ἡ ἀνθρωπίνη φύσις· ταχέως ἐπιλανθάνεται ὧν εὐεργετεῖται. Ἢ οὐ μέμνησθε, ὅτι καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς γενομέ-νων τὸ αὐτὸ τοῦτο γέγονεν; Εἰπὲ γάρ μοι, οὐ πέρυσιν ἐτίναξεν ὁ Θεὸς τὴν πόλιν πᾶσαν; Τί δαί; οὐχὶ πάντες ἐπὶ τὸ φώτισμα ἔδραμον; οὐχὶ πόρνοι καὶ μαλακοὶ καὶ διεφθαρμένοι, οἰκήματα ἀφέντες καὶ τοὺς τόπους ἐν οἷς διέτριβον, μετετέθησαν, καὶ γεγόνασιν εὐλαβεῖς; Ἐπειδὴ δὲ τρεῖς ἡμέραι παρῆλθον, πάλιν ἐπὶ τὴν οἰκείαν ἐπανῆλθον κακίαν. Πόθεν δὲ τοῦτο γίνεται; Ἀπὸ τῆς πολλῆς νωθείας. Καὶ τί θαυμαστὸν, εἰ τῶν πραγμάτων παρελθόντων, ὅπου γε τῶν εἰκόνων διηνε-κῶς μενουσῶν τὸ αὐτὸ γίνεται; Τὰ ἐν Σοδόμοις, εἰπέ μοι, οὐχὶ διηνεκῆ τυγχάνει; Τί οὖν; οἱ προσοικοῦντες ἀπὸ τούτων γεγόνασι βελτίους; Οὐδαμῶς. Τί δαὶ ὁ τοῦ Νῶε υἱός; οὐχὶ τοιοῦτος ἦν; οὐχὶ ἐν ὄψεσι βλέπων ἐρημίαν τοσαύτην κακὸς ἦν; Μὴ δὴ θαυμάζωμεν πῶς οὐκ ἐπίστευσαν τούτων γενομένων, ὅπου γε αὐτὴ ἡ πίστις πολλάκις εἰς τοὐναντίον αὐτοῖς περιτρέπεται, εἰς κακίαν· οἷον ὡς ὅταν δαιμονῶντα λέγωσι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἢ οὐχ ὁρᾶτε καὶ νῦν ταῦτα γινόμενα, καὶ ὀφιώδεις ἀνθρώπους ὄντας πολλοὺς, ἀπίστους τε καὶ ἀγνώμονας, οἳ καὶ κατὰ τὰς ἔχεις, ὅταν ἀπολαύσωσιν εὐεργεσίας, καὶ θαλφθῶσιν ὑπό τινων, τότε λυποῦσι τοὺς εὐεργέτας; Ταῦτα ἡμῖν εἴρηται, ἵνα μή τις θαυ-μάζῃ πῶς τοιούτων σημείων γενομένων οὐ πάντες ἐπέστρεψαν. γ. Ἰδοὺ γὰρ ἐπὶ τῶν καιρῶν τῶν ἡμετέρων τὰ κατὰ τὸν μακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυμα, τὰ κατὰ τὴν καθαίρεσιν τῶν ἱερῶν, καὶ οὐ πάντες ἐπ-έστρεψαν. Τί δεῖ τὰ παλαιὰ λέγειν; Πέρυσιν εἶπον ὑμῖν οἷον γέγονε, καὶ οὐδεὶς προσέσχεν, ἀλλὰ πάλιν κατὰ μικρὸν ὑπεῤῥύησαν καὶ κατέπεσον. Ἕστηκε διηνεκῶς ὁ οὐρα-νὸς βοῶν, ὅτι δεσπότην ἔχει, καὶ τεχνίτου τινός ἐστι τόδε τὸ πᾶν (τὸν κόσμον λέγω), καὶ λέγουσί τινες, ὅτι οὐχί. Τὰ κατὰ Θεόδωρον ἐκεῖνον γεγενημένα πέρυσι, τίνα οὐκ ἐξέπληξε; Καὶ ὅμως οὐδὲν πλέον γέγονεν, ἀλλὰ πρὸς καιρὸν γενόμενοι εὐλαβεῖς, πάλιν ἐπανῆλθον ὅθεν γεγόνασιν εὐλαβεῖς. Τοῦτο καὶ ἐπὶ τῶν Ἑβραίων τότε συνέβη· διὸ καὶ ἔλεγεν ὁ προφήτης· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τί δεῖ λέγειν τὰ καθ-ολικά; πόσοι νόσοις περιέπεσον; πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν μεταβολὴν ἐργάσασθαι, καὶ πά-λιν οἱ αὐτοὶ γεγόνασι; Τοῦτο μάλιστα δείκνυσιν ἡμῖν τὴν προαίρεσιν, καὶ τὴν ἐλευθερίαν τῆς ἡμετέρας φύσεως, ἡ ἀθρόα μεταβολή. Εἰ γὰρ φυσικὰ ἦν τὰ κακὰ, οὐδ’ ἂν αὕτη γέγονε· τῶν γὰρ κατὰ φύσιν καὶ ἀνάγκην οὐ δυνάμεθα μεθίστασθαι. Καὶ μὴν μεθιστάμεθα, φησί. Οὐ βλέπομεν γάρ τινας φύσει μὲν ἔχοντας βλέπειν, ὑπὸ τοῦ φόβου δὲ τυφλουμένους; Ἐπειδὴ καὶ τοῦτο φύσεώς ἐστι συστέλλεσθαι, ὅταν φύσις ἑτέρα προσέλθῃ· ὥστε κατὰ φύσιν ἡμῖν ἐστι τὸ πεφοβημένοις μὴ βλέπειν, κατὰ φύσιν δὲ καὶ τὸ, μείζονος παραγενομένου φόβου, τὸν ἕτερον ὑπεξίστασθαι. Τί οὖν, ἂν καὶ ἡ σωφροσύνη, φησὶ, κατὰ μὲν φύσιν ᾖ, ὁ δὲ φόβος κρατήσας ταύτην
PG 60:292ἐκβάλῃ; Τί οὖν, ἂν δείξω τινὰς μηδὲ τότε σωφρονιζο-μένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταμούς, οὐ φυσικὸν τοῦτό ἐστιν. Εἴπω τὰ παλαιά; ἀλλὰ τὰ νέα; Πόσοι δὴ ἐν αὐτοῖς ἐκείνοις τοῖς φόβοις ἐναπ-έμειναν γελῶντες, χλευάζοντες, καὶ οὐδὲν ἔπαθον τοιοῦ-τον; Εἰπέ μοι, ὁ Φαραὼ οὐκ εὐθέως μεθίστατο, καὶ ἐπὶ τὴν προτέραν κακίαν ἀνέτρεχε; Ἐνταῦθα δὲ, ἐπὶ τῶν τὰ δαιμόνια ἐχόντων, καίτοι οὐκ ἀγνοούντων αὐτῶν, προσετίθεσαν ἁπλῶς οἱ λέγοντες. Τὸν Ἰησοῦν ὁρκίζο-μεν ὑμᾶς, ὃν Παῦλος κηρύσσει· δι’ ὧν γὰρ ἀπολο-γοῦνται, δείκνυται, ὅτι ἴσασι. Τὸν Ἰησοῦν δὲ λέγουσιν ἐκεῖνοι ἁπλῶς, δέον εἰπεῖν τὸν τῆς οἰκουμένης Σωτῆρα, τὸν ἀναστάντα· ἀλλ’ οὐκ ἤθελον ὁμολογῆσαι τὴν δόξαν αὐτοῦ. Διὸ καὶ ἐλέγχει αὐτοὺς ὁ δαίμων ἐπιπηδήσας αὐτοῖς, καὶ εἰπών· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς οὐ πιστεύετε, ἀλλ’ ἀποκεχρημένοι τῷ ὀνόματι ταῦτά φατε. Οὐκοῦν ἔρημος ὁ ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος· ὥστε οὐκ ἐστὲ κήρυκες, ἀλλ’ ἐμοὶ, φησὶν, ἐστέ. Πολὺς ὁ θυμὸς τοῦ δαίμονος. Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ’ οὐκ ἐποίουν τέως. Οἱ γὰρ τῶν ἐργαζο-μένων αὐτοὺς ταῦτα κρατοῦντες, πολλῷ μᾶλλον αὐτῶν. Ὅρα πῶς δείκνυται αὐτῶν ἡ ἐπιείκεια, ὅτι οἱ μὲν ἐλαυνόμενοι τοιαῦτα ποιοῦσιν, οἱ δὲ θεραπευόμενοι δαί-μονες τἀναντία. Τὸν Ἰησοῦν, φησὶ, γινώσκω. Οὐκοῦν αἰσχύνθητε οἱ ἀγνοοῦντες ὑμεῖς. Καὶ τὸν Παῦλον ἐπίσταμαι. Καλῶς καὶ τοῦτο· ᾔδει γὰρ Θεοῦ ὄντα κήρυκα. Εἶτα ἐφάλλεται ἐπ’ αὐτοὺς, καὶ διαῤῥήγνυσι τὰ ἱμάτια· δι’ ὧν ἐποίει αὐτοῖς, τοῦτο μονονουχὶ λέγων· Μὴ νομίσητε, ὅτι καταφρονῶν ἐκείνων ταῦτα ποιῶ. Πολὺς ὁ φόβος τοῦ δαίμονος. Καὶ διὰ τί χωρὶς τῶν ῥημάτων τούτων οὐ διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια; οὕτω γὰρ ἂν καὶ τὸν θυμὸν ἐπλήρωσε, καὶ τὴν πλάνην ἔστη-σεν. Ἐφοβεῖτο, ὅπερ ἔφην, τὴν ἀπρόσιτον δύναμιν, καὶ οὐκ ἂν τοσοῦτον ἴσχυσεν, εἰ μὴ τοῦτο εἶπεν. Ὅρα δὲ πανταχοῦ τοὺς δαίμονας εὐγνωμονεστέρους τῶν Ἰου-δαίων, καὶ οὐ τολμῶντας ἀντειπεῖν, οὐδὲ κατηγορῆσαι τῶν ἀποστόλων, οὐδὲ τοῦ Χριστοῦ. Ἐκεῖ λέγουσιν, Οἴδαμέν σε τίς εἶ· καὶ, Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ πάλιν, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· ἐνταῦθα δὲ, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί· καὶ πάλιν, Τὸν μὲν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Πάνυ γὰρ ἐδεδοίκεσαν καὶ ἔτρεμον τοὺς ἁγίους ἐκείνους. Τάχα τις ὑμῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξου-σίας, ὥστε μὴ δύνασθαι δαίμονας ἀντιβλέπειν αὐτῷ, καὶ μακαρίζει τοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τος-αύτην εἶχον ἰσχύν. Ἀλλ’ ἀκουέτω τοῦ Χριστοῦ λέγον-τος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· ἐπειδὴ ᾔδει πάντας ἀνθρώπους μάλιστα τούτῳ χαίρον-τας διὰ κενοδοξίαν. Εἰ γὰρ τὸ τῷ Θεῷ δοκοῦν ζητεῖς καὶ τὸ κοινῇ συμφέρον, ἑτέρα μείζων ἐστὶν ὁδός. Οὐκ ἔστιν οὕτω μέγα δαίμονος ἀπαλλάξαι, ὡς ἁμαρτίας ἐξελέσθαι. Δαίμων οὐ κωλύει βασιλείας οὐρανῶν ἐπιτυ-χεῖν, ἀλλὰ καὶ συμπράττει, ἄκων μὲν, συμπράττει δὲ, σωφρονέστερον τὸν ἔχοντα ποιῶν· ἁμαρτία δὲ ἐκβάλ-λει.

Homily XLIHomilia XLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:293δ. Ἀλλ’ ἴσως ἐρεῖ τις· Μὴ γένοιτό μοι τοιούτου τυχεῖν σωφρονισμοῦ. Οὐδὲ ἐγὼ βούλομαι, ἀλλ’ ἑτέρου, ἀπὸ τοῦ πόθου τοῦ Χριστοῦ πάντα ποιεῖν. Εἰ δὲ, ὃ μὴ γένοιτο, συμβαίη καὶ ὑπὲρ τούτου παρακαλεῖν. Εἰ τοίνυν οὗτος
μὲν οὐκ ἐκβάλλει, ἐκείνη δὲ ἐκβάλλει, τὸ ἐκείνης ἀπαλ-λάξαι μείζονος εὐεργεσίας. Οὐκοῦν ταύτης σπουδάζωμεν ἀπαλλάττειν τοὺς πλησίον καὶ πρὸ τῶν πλησίον ἡμᾶς αὐ-τούς. Ἴδωμεν, μὴ δαίμονα ἔχωμεν· ἐξετάσωμεν ἑαυτοὺς ἀκριβῶς. Δαίμονος χαλεπώτερον ἁμαρτία· ἐκεῖνος μὲν γὰρ ταπεινοὺς ποιεῖ. Ἢ οὐχ ὁρᾶτε τοὺς δαιμονῶντας, ὅταν ἀνενέγκωσιν ἀπὸ τῆς νόσου, πῶς εἰσι κατηφεῖς, πῶς σκυθρωποί; πῶς αἰσχύνης τὰ πρόσωπα αὐτῶν γέμει; πῶς οὐδὲ ἀντιβλέψαι τολμῶσιν; Ὅρα τὴν ἀτοπίαν· ἐκεῖνοι μὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡμεῖς δὲ ὑπὲρ ὧν πράττομεν οὐκ αἰσχυνόμεθα· ἐκεῖνοι ἀδικούμε-νοι αἰδοῦνται, ἡμεῖς ἀδικοῦντες οὐκ αἰδούμεθα· καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ’ ἐλέου καὶ φιλαν-θρωπίας καὶ συγγνώμης, καὶ πολλοῦ τοῦ θαύματος καὶ μυρίων τῶν ἐπαίνων, ὅταν καὶ τοιούτῳ προσπαλαίον-τες δαίμονι, πάντα εὐχαρίστως φέρωσι· τὰ δὲ ἡμέ-τερα γέλωτος ὄντως, αἰσχύνης, κατηγορίας, κολάσεως, τιμωρίας, τῶν ἐσχάτων κακῶν καὶ γεέννης, ἀλλ’ οὐδε-μιᾶς ἄξια συγγνώμης. Ὁρᾷς, ὅτι χαλεπώτερον δαίμονος ἁμαρτία; Καὶ ἐκεῖνοι μὲν ἐξ ὧν πάσχουσι κακῶς, κερδαίνουσι κέρδος διπλοῦν· ἓν μὲν τὸ σωφρο-νίζεσθαι καὶ φιλοσοφώτεροι εἶναι, δεύτερον δὲ τὸ τὴν κόλασιν ἐνταῦθα τῶν οἰκείων ἁμαρτημάτων δόντες, καθαροὶ πρὸς τὸν Δεσπότην ἀπελθεῖν. Καὶ γὰρ ὑπὲρ τούτου διελέχθημεν πολλάκις, καὶ ἐδείξαμεν, ὅτι τοὺς ἐνταῦθα κολαζομένους, ἂν εὐγνωμόνως φέρωσι, πολλὰ τῶν ἁμαρτημάτων ἀποτίθεσθαι εἰκός. Ἀπὸ δὲ τῶν ἁμαρτημάτων διπλᾶ τὰ δεινὰ, ἓν μὲν ὅτι προς-κρούομεν, ἕτερον δὲ ὅτι χείρους γινόμεθα. Προσέχετε ᾧ λέγω. Οὐ τοῦτο μόνον ἀδικούμεθα ἀπὸ τῆς ἁμαρ-τίας, ὅτι ἁμαρτάνομεν, ἀλλὰ καὶ ἕτερον, ὅτι ἕξιν δέ-χεται ἡ ψυχὴ, οἷον ὡς ἐπὶ σώματος· σαφέστερον γὰρ ἔσται ἐπὶ ὑποδείγματος λεγόμενον. Καθάπερ γὰρ ὁ πυρέξας οὐ τοῦτο μόνον ἠδίκηται, ὅτι νοσεῖ, ἀλλ’ ὅτι μετὰ τὴν νόσον ἀσθενέστερος γίνεται λοιπὸν, κἂν εἰς ὑγείαν ἐπανέλθοι ἀπὸ νόσου μακρᾶς· οὕτω δὴ καὶ ἐπὶ τῆς ἁμαρτίας, κἂν ὑγιαίνωμεν, ἔτι πολλῆς δεόμεθα τῆς ἰσχύος. Ἴδε γάρ μοι ὑβρίσαντά τινα, καὶ μὴ τι-μωρηθέντα· οὐ διὰ τοῦτο μόνον δακρύειν, ὅτι οὐ τῆς ὕβρεως δίκην δίδωσιν, ἀλλὰ καὶ δι’ ἕτερον πενθεῖν ἄξιον. Ποῖον δὴ τοῦτο; Ὅτι ἀναισχυντοτέρα γέγονε λοιπὸν ἡ ψυχή. Ἑκάστου γὰρ τῶν ἁμαρτημάτων, καὶ τῆς ἁμαρτίας ἐργασθείσης καὶ παυσαμένης, ἐναποτί-θεταί τις ἡμῶν ἰὸς τῇ ψυχῇ. Οὐκ ἀκούεις λεγόντων τινῶν, ὅταν ἐκ νόσου ὑγιάνωσιν, ὅτι Οὐκ ἔτι τολμῶ ὕδωρ πιεῖν; καίτοι γε ὑγίανεν· ἀλλ’ ἡ νόσος καὶ τοῦ-το ἠδίκησε. Κἀκεῖνοι μὲν κακῶς πάσχοντες, εὐχα-ριστοῦσιν· ἡμεῖς δὲ εὖ πράττοντες, βλασφημοῦμεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦμεν· πλείονας γὰρ εὕροις ἂν ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίμων ὡς δήμιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱμάντα ἀνατείνων, καὶ οὐδαμόθεν ἀναχυθῆναι ἀφιείς. Εἰ δέ τινες μηδ’ οὕτω νήφοιεν, ἀλλ’ οὖν ἐκεῖ-νοι διδύασι δίκην. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ
PG 60:294παῖδες οὐκ ἀπαιτοῦνται εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττομένων οὐδεὶς οὕτως ὠμὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιμονώντων χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες. Ἀλλ’ ὅτι οὐκ ἀφρίζομεν, οὐδὲ διαστρέφομεν τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώματι τοῦτο ἐπράττομεν, καὶ μὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκά-θαρτον, καὶ διαστροφὴν ὀμμάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήματα; Ὄντως ὥσπερ δυσώδη σίελον ἀποβλύζουσι. Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτι-σθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων τῶν ὀφθαλμῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιμον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάντας ἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέμοντας καθάπερ ἐκείνους; Ἀλλ’ οὐ πίπτουσι χαμαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβλη-μένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλε-κυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι μεθύοντες τῷ θυμῷ; Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον. Ποῖον δὴ τοῦτο; Ὅταν μηδὲ ἀφεῖναι τὴν ὀργὴν ἀνέχων-ται, ἀλλὰ τρέφωσι παρ’ ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήμιον τὴν μνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ μνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ μέλλοντα παρῶ. Πόσην γὰρ οἴει βάσανον εἶναι ἀνθρώπῳ πεπληγμένῳ τὴν ψυχὴν, καθ’ ἑκάστην ἡμέραν σκοποῦντι ὅπως ἀμύ-νηται τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν κολάζει ὁ τοιοῦτος, καὶ τιμωρεῖται οἰδαίνων, πρὸς ἑαυτὸν μαχόμενος, ἐμπυ-ριζόμενος. Ἀνάγκη γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων, οὐκ ἀφίης παρακμάσαι, καὶ νομίζεις ἐκείνῳ διδόναι τι κα-κὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴν φλόγα ἀκμάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ’ ἐκθηριούμενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χει-μῶνι τὸν λογισμὸν ἔχων. ε. Τί ταύτης χαλεπώτερον τῆς μανίας, διαπαντὸς λυ-πεῖσθαι καὶ οἰδεῖν καὶ φλεγμαίνειν; Τοιαῦται γὰρ αἱ τῶν μνησικάκων ψυχαί· ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀμύνασθαι, εὐθέως ἐπλήγησαν· ἂν φωνῆς ἀκούσωσι, κατέπεσον, τρέμουσιν· ἂν ἐπὶ κλίνης ὦσι, μυρίας ἑαυ-τοῖς ὑπογράφουσι τιμωρίας, ἀναρτῶντες, βασανίζοντες ἐκεῖνον τὸν ἐχθρόν· πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκι-μοῦντα ἴδωσι, βαβαὶ τῆς τιμωρίας Ἄφες αὐτῷ τὸ ἁμάρτημα, καὶ ἀπάλλαξον σαυτὸν τῆς βασάνου. Τί μέ-νεις διαπαντὸς κολαζόμενος, ἵνα ἐκεῖνον ἅπαξ κολάσῃς καὶ τιμωρήσῃ; τί κατασκευάζεις ἑκτικὸν σαυτῷ νόση-μα; τί βουλόμενον ἀπαλλαγῆναί σου τὸν θυμὸν κατ-έχεις; Μηδὲ μέχρις ἑσπέρας μενέτω, φησὶν ὁ Παῦλος. Καθάπερ γὰρ τηκεδών τις καὶ σὴς, οὕτω τὴν ῥίζαν τῆς ἡμετέρας διατρώγει διανοίας. Τί θηρίον ἐναπο-κλείεις εἰς τὰ σπλάγχνα τὰ σά; Βέλτιον ὄφιν ἢ ἔχιν ἐγ-κεῖσθαι τῇ καρδίᾳ, ἢ θυμὸν καὶ μνησικακίαν· ἐκεῖνα μὲν γὰρ εὐθέως ἂν ἡμᾶς ἀπήλλαξεν, οὗτος δὲ μένει δια-παντὸς, τοὺς ὀδόντας ἐμπηγνὺς, τὸν ἰὸν ἐντιθεὶς, τοὺς χαλεποὺς ἐπιστρατεύων λογισμούς. Ἀλλὰ ταῦτα ποιῶ, φησὶν, ἵνα μὴ καταγελάσῃ, ἵνα μὴ καταφρονήσῃ. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐ βούλει καταγελασθῆναι πα-ρὰ τοῦ συνδούλου, ἀλλὰ μισηθῆναι παρὰ τοῦ σοῦ Δε-
PG 60:295σπότου; οὐ βούλει καταφρονηθῆναι παρὰ τοῦ ὁμοδού-λου, ἀλλὰ καταφρονεῖς τοῦ Δεσπότου; καταφρονηθῆναι παρ’ αὐτοῦ οὐκ ἀνέχῃ, τὸν δὲ Θεὸν ἀγανακτεῖν οὐκ οἴει, ὅτι αὐτοῦ καταγελᾷς, ὅτι αὐτοῦ καταφρονεῖς, οὐ βουλό-μενος αὐτῷ πείθεσθαι; Ὅτι δὲ οὐδὲ καταγελάσεταί σου, δῆλον ἐκεῖθεν. Ἂν μὲν οὖν ἐπεξέλθῃς, πολὺς ὁ γέλως, πολλὴ ἡ καταφρόνησις· μικροψυχίας γὰρ τὸ πρᾶγμα· ἂν δὲ ἀφῇς, πολὺ τὸ θαῦμα· μεγαλοψυχίας γὰρ τοῦτο. Ἀλλ’ ἐκεῖνος οὐκ οἶδε, φησίν. Ἴστω ὁ Θεὸς, ἵνα μεί-ζονα ἔχῃς τὸν μισθόν. Δανείζετε γὰρ, φησὶ, παρ’ ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Οὕτω καὶ εὐεργετῶμεν τοὺς μηδὲ αἰσθανομένους, ὅτι εὐεργετοῦνται, ἵνα μὴ ἀντιδιδόντες ἡμῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσω-σιν ἡμῖν τὸν μισθόν. Ὅταν γὰρ μηδὲν παρὰ ἀνθρώ-πων λάβωμεν, τότε μείζονα παρὰ τοῦ Θεοῦ ληψόμεθα.
Τί δὲ καταγελαστότερον, τί δὲ ψυχρότερον ψυχῆς ὀργι-ζομένης διαπαντὸς, καὶ βουλομένης ἐπεξελθεῖν; Γυναι-κώδης αὕτη ἡ προαίρεσις καὶ παιδική. Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν μὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν· οὕτω δὴ καὶ οὗτοι τοὺς λυπήσαντας ἀμύνασθαι βούλονται. Ἄρα αὐτοὶ γέλωτος ἄξιοι· τὸ γὰρ ὑπὸ θυμοῦ κρατεῖσθαι, παιδικῆς διανοίας· τὸ δὲ κρατεῖν, ἀνδρειότητος. Ἄρα οὐχ ἡμεῖς καταγελώ-μεθα, ὅταν φιλοσοφῶμεν, ἀλλ’ ἐκεῖνοι. Οὐκ ἔστι τοῦτο εὐκαταφρονήτων ἀνθρώπων, τὸ μὴ ἡττᾶσθαι πάθει· εὐκαταφρονήτων δέ ἐστι τὸ οὕτω τρέμειν τὸν ἔξωθεν γέλωτα, ὡς διὰ τοῦτον αἱρεῖσθαι καὶ πάθει ὑποπίπτειν οἰκείῳ, καὶ Θεῷ προσκρούειν, καὶ ἑαυτὸν ἀμύνασθαι. Ταῦτα ὄντως γέλωτος ἄξια. Οὐκοῦν ταῦτα φεύγωμεν· λεγέτω, ὅτι μυρία ἡμᾶς ἐργασάμενος κακὰ, οὐδὲν αὐτὸς ἔπαθε· λεγέτω, ὅτι καὶ πάλιν ἡμῖν εἰ ἐπικωμάσειεν, οὐδὲν πείσεται. Οὐκ ἂν ἑτέρως ἡμῶν ἐκήρυξε τὴν ἀρε-τὴν, οὐκ ἂν ἄλλα ἐζήτησε ῥήματα, εἰ ἐπαινέσαι ἡμᾶς ἐβούλετο, ἀλλ’ ἢ ταῦτα, ἃ δοκεῖ κακίζων λέγειν. Εἴθε πάντες περὶ ἐμοῦ ταῦτα ἔλεγον, ὅτι Ψυχρὸς ἄνθρωπος, καὶ ταλαίπωρός ἐστι· πάντες εἰς αὐτὸν ὑβρίζουσιν, αὐ-τὸς δὲ φέρει· πάντες ἐνάλλονται, αὐτὸς δὲ οὐκ ἀμύνε-ται. Εἴθε προσετίθεσαν, ὅτι Οὐδὲ ἐὰν θέλῃ δύναται, ἵνα μοι ἔπαινος ἦν ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἀνθρώπων. Λε-γέτω, ὅτι παρὰ ψυχρότητα οὐκ ἀμυνόμεθα. Οὐδὲν ἡμᾶς βλάπτει τοῦτο, ὅταν ὁ Θεὸς εἰδῇ, ἀλλ’ ἐν μείζονι καθίστη-σιν ἡμῶν τὸν θησαυρὸν φυλακῇ. Εἰ μέλλοιμεν πρὸς ἐκεί-νους ὁρᾷν, πάντων ἀποπεσούμεθα. Μὴ τί λέγουσιν, ἀλλὰ
PG 60:296τί ἡμῖν πρέπει, ἴδωμεν. Οἱ δὲ, Μὴ γάρ μου καταγελάσῃ, φασὶ, καὶ καυχῶνταί τινες. Ὢ τῆς ἀνοίας Οὐδείς με ἀδική-σας κατεγέλασέ μου, φησί· τουτέστιν, Ἐπεξῆλθον. Καὶ μὴν τούτῳ καταγελᾶσθαι ὀφείλεις, ὅτι ἐπεξῆλθες. Πόθεν ταῦτα τὰ ῥήματα ἐπεισῆλθεν, αἰσχύνη καὶ ὄλεθρος ὄντα, καὶ ἀνατροπὴ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τῆς πολι-τείας; ἆρα οὐκ ἀπὸ τοῦ ἀπεναντίας τῷ Θεῷ φθέγγε-σθαι; Ὃ γὰρ ποιεῖ Θεοῦ ἴσον, τὸ μὴ ἀμύνασθαι, τοῦτο γέλωτα νομίζεις. Οὐ διὰ ταῦτα γελᾶσθαί ἐσμεν ἄξιοι καὶ παρ’ ἡμῶν αὐτῶν, καὶ παρ’ Ἑλλήνων, οὕτως ἀντι-φθεγγόμενοι τῷ Θεῷ; Βούλομαί τι διηγήσασθαι γενόμενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρημάτων· Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπό-του· τοῦτο ἐκεῖνος τὸ χωρίον ἀπέδοτο. Ὁ πριάμενος δια-σκάπτων ὥστε φυτεῦσαι καὶ ἐπιμελήσασθαι, εὗρε τὸν θησαυρὸν ἐναποκείμενον. Μαθὼν ὁ ἀποδόμενος τοῦτο, ἐλθὼν ἐβιάζετο τὸν ἠγορακότα ἀπολαβεῖν τὸν θησαυρόν· χωρίον γὰρ ἔλεγε πεπρακέναι, οὐ θησαυρόν. Πάλιν ἐκεῖνος διωθεῖτο αὐτὸν, λέγων, τὸ χωρίον ἠγορακέναι μετὰ τοῦ θησαυροῦ, καὶ οὐδένα λόγον ποιεῖν ὑπὲρ τούτου. Εἰς ἀμφισβήτησιν κατέστησαν ἀμφό-τεροι, ὁ μὲν λαβεῖν βουλόμενος, ὁ δὲ φιλονει-κῶν μὴ δοῦναι. Καὶ ἐπιτυχόντες ἀνθρώπου τινὸς διελέγοντο· εἶτα ἠρώτων αὐτὸν, τίνι δεῖ προσγενέσθαι τὸν θησαυρόν. Ὁ δὲ οὐκ ἀπεφήνατο, ἔφη δὲ καταλῦσαι αὐτῶν τὴν ἀμφισβήτησιν· αὐτὸς γὰρ ἔσεσθαι κύριος. Καὶ λαβὼν τὸν θησαυρὸν ἑκόντων παραχωρησάντων ἐκείνων, μυρία ὕστερον ὑπέστη κακὰ, καὶ ἔργῳ ἐμάνθα-νεν, ὅτι εἰκότως ἐκεῖνοι τούτου ἀπέστησαν. Τοῦτο καὶ περὶ τῆς ὀργῆς δεῖ γενέσθαι, καὶ ἡμᾶς φιλονεικεῖν μὴ ἀμύνασθαι, καὶ τοὺς λελυπηκότας φιλονεικεῖν δοῦναι δίκην. Ἀλλὰ τάχα ταῦτα καὶ γέλως τις εἶναι δοκεῖ· ὅταν γὰρ ἐπιπλέον ἡ μανία κατάσχῃ, οἱ σωφρονοῦντες γελῶνται, καὶ ἐν πολλοῖς μαινομένοις ὁ μὴ μαινόμενος δοκεῖ μαίνεσθαι. Διὸ παρακαλῶ ἀνενεγκεῖν, καὶ ἡμῶν αὐτῶν γενέσθαι, ἵνα δυνηθῶμεν τοῦ ὀλεθρίου τούτου πάθους καθαρεύοντες, τῆς τῶν οὐρανῶν βασιλείας ἀξιω-θῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:295ΟΜΙΛΙΑ ΜΒ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαί̈αν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. α. Ἱκανῶς ἐνδιατρίψας τῇ πόλει βούλεται μεταστῆναι πάλιν. Διὸ καὶ πέμπει τὸν Τιμόθεον καὶ τὸν Ἔραστον εἰς Μακεδονίαν, αὐτὸς δὲ μένει εἰς Ἔφεσον. Πῶς δὲ ἐξ ἀρχῆς ἑλόμενος εἰς Συρίαν ἀπελθεῖν, πάλιν εἰς Μα-κεδονίαν ὑποστρέφει; Δεικνὺς, ὅτι πάντα οὐκ οἰκείᾳ δυνάμει ἔπραττεν. Ἤδη προφητεύει λέγων, Δεῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦτο δὲ εἶπεν, ἴσως παραμυθούμενοσ
PG 60:296αὐτοὺς, ὡς οὐκ ἀπομένων, ἀλλ’ ὡς πάλιν ἐγγυτέρω γι-νόμενος αὐτῶν, καὶ διανιστῶν τὰς ψυχὰς τῶν μαθητῶν τῇ προφητείᾳ. Ἐντεῦθέν μοι δοκεῖ γράφειν Κορινθίοις ἀπὸ Ἐφέσου, καὶ λέγειν, ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπο-λογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασμὸν λοιπὸν, τὰ κατὰ Δημήτριον διηγούμενος. Τοῦτον γὰρ αἰνίττεται, τά-ραχον οὐκ ὀλίγον εἰπὼν περὶ τῆς ὁδοῦ γεγενῆσθαι. Πάλιν κίνδυνος, πάλιν τάραχος. Ὁρᾷς τὴν εὐδοκίμησιν; Ἐγένε-το σημεῖα διπλᾶ· οἱ δὲ ἀντέλεγον. Οὕτω διὰ πάντων ὑφαίνεται τὰ πράγματα. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην. Οὓς καὶ συναθροίσας, καὶ ἐπισυναγαγὼν τοὺσ
PG 60:297περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστα-σθε, ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι· καὶ θεωρεῖτε καὶ ἀκούετε, ὅτι οὐ μόνον Ἐφέ-σου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόμενοι. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελε-γμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος εἰς οὐδὲν λογισθῆναι, μέλλειν δὲ καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Ποιῶν, φησὶ, ναοὺς ἀργυροῦς Ἀρτέμιδος. Καὶ πῶς ἔνι ναοὺς ἀργυροῦς γενέσθαι; Ἴσως ὡς κιβώρια μικρά· πολλὴ γὰρ ταύτης ἦν ἡ τιμὴ ἐν Ἐφέσῳ, ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἐμπρη-σθὲν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κε-λεύειν μηδὲ ὀνόματι λέγεσθαι. Ὅρα πανταχοῦ τὴν εἰδω-λολατρείαν ἀπὸ χρημάτων γινομένην. Κἀκεῖνοι διὰ χρή-ματα, καὶ οὗτος διὰ χρήματα· οὐχ ὡς τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ’ ὡς τοῦ πορισμοῦ τὴν ὑπόθε-σιν οὐκ ἔχοντος. Καὶ σκόπει κακίαν ἀνδρός· Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ μὲν οὐ τοσαύτη ἔμελλε βλάβη γε-νέσθαι ἐκ τούτου· ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ’ ἡμέραν ἐργασίας τρεφομένοις. Καὶ ὅμως οὗτοι μὲν οὐδὲν λέγουσιν, αὐτὸς δέ· κοινωνοὺς δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς λαμβάνει καὶ τοῦ θορύβου. Εἶτα καὶ τὸν κίνδυνον ηὔξησεν, ἐπαγαγὼν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν. Καίτοι
τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ, ἐπισυνίστανται μᾶλ-λον, καὶ οὐκ ἐννοοῦσιν, ὅτι Εἰ ὁ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, ἡλίκος ὁ τούτου Θεός καὶ ὅτι Πολλῷ μᾶλλον ἐκεῖνα ἡμῖν δώσει, ὑπὲρ ὧν φοβούμεθα. Ἤδη προκατ-έλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι. Ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες· ἐπειδὴ εἶπεν, ὅτι Οἱ ὑπὸ ἀν-θρώπων γινόμενοι, οὐκ εἰσὶ θεοί. Πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον. Εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησι, λέγων· Οὐ μόνον δὲ τοῦτο τὸ μέρος κινδυνεύει· τουτέστι, Τῶν μὲν ἄλλων οὐδεὶς λόγος, ἀλλ’ ὅτι καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος κινδυ-νεύει καθαιρεῖσθαι. Εἶτα ἵνα μὴ δόξῃ χρηματισμοῦ ἕνεκεν λέγειν ταῦτα, ὅρα τί προστίθησιν· Ἣν ἡ οἰκου-μένη σέβεται. Ὁρᾷς πῶς ἔδειξε μείζω τὴν τοῦ Παύλου δύναμιν, πάντας ἀθλίους καὶ ταλαιπώρους αὐτοὺς ἀπο-φαίνων, εἴ γε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς τος-αῦτα δύναται; Ὅρα παρ’ ἐχθρῶν τὰς μαρτυρίας τοῖς ἀποστόλοις γινομένας. Ἐκεῖ μὲν ἔλεγον, Ἰδοὺ πεπλη-ρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· ἐνταῦθα, ὅτι Μέλλει καθαιρεῖσθαι τῆς Ἀρτέμιδος ἡ μεγαλειό-της· τότε, Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες ἤκουον, ὅτι Οὗτοι καὶ ἐνθάδε πάρεισι· νῦν, ὅτι Κιν-δυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Οὕτω καὶ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Ὁρᾶτε, ὅτι ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὴν πόλιν. Ἀκούσαν-τες δὲ ταῦτα ἐπλήσθησαν θυμοῦ. Πότε ὁ θυμὸς γέ-γονεν; Ὅτε περὶ τῆς Ἀρτέμιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ. Τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη, ἀπὸ τοῦ τυχόντος συναρπάζεσθαι καὶ ἐκκαίεσθαι. Διὰ ταῦτα μετ’ ἐξετάσεως δεῖ ποιεῖν πάντα. Ὅρα δὲ πῶς καὶ
PG 60:298ἦσαν εὐκαταφρόνητοι, ὡς πᾶσι προκεῖσθαι. Ἀκούσαν-τες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, φησὶν, ἔκρα-ζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον. Συναρπάσαντες δὲ Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου, εἵλκυσαν αὐτούς. β. Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶ πανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον κόμπου γέμον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλομένου εἰς-ελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαν-τες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Παρακαλοῦσιν, ὅτι ἄτακτος ἦσαν δῆμος ἀλογίστῳ ῥύμῃ πάντα τολμῶντες. Καὶ ὁ Παῦλος πείθε-ται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιμος. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυ-μένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς ἕπεται καθάπερ πῦρ εἰς ὕλην ἐμπεσόν. Καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Προεβάλοντο Ἰουδαῖοι οἰκονομικῶς, ἵνα μη-δὲν ἔχωσιν ὕστερον ἀντιλέγειν. Οὗτος καὶ προβάλλεται, καὶ φθέγγεται, καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατα-σείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγά-λη ἡ Ἄρτεμις Ἐφεσίων. Παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ φοβούμενοι, μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συν-εχῶς ἐβόων. Δύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄν-θρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεω-κόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; Τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγματος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο Διοπε-τές· ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέμιδος Διοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ Διὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον· ἢ ἕτερον ἄγαλμα παρ’ αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων οὖν ὄν-των τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπ-άρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. Ἠγάγε-τε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆμον, ὥστε κἀ-κείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννομον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγί-νοντο κατὰ νόμον καθ’ ἕκαστον μῆνα· αὕτη δὲ ἦν παρά-νομος. Εἶτα καὶ ἐφόβησεν αὐτοὺς εἰπών· Κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρη-μένα. Ὡς δὲ ἐπληρώθη ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ

Homily XLIIHomilia XLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:299Ἀχαί̈αν, πορεύεσθαι εἰς Ἱεροσόλυμα. Οὐκ ἔτι ἀν-θρωπίνως ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύματι, ᾧ καὶ προεί-λετο διελθεῖν. Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιμό-θεον καὶ Ἔραστον, οὐ λέγει· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύματι. Διὸ μηκέτι στέγον-τες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυμοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισι-δαιμονία. Δημήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόμενον· Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας μετέστησεν ἱκανὸν ὄχλον. Ὥστε οὐ βιαίως, εἰ ἔπεισεν· οὕτω δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην τὴν ἡμετέραν. Καὶ ἵνα μὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι μόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχί-ζειν τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν περιγί-νεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς τοσαύτης ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος. Ὡς δή τί ποτε μεῖζον λέ-γων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόμενοι
πλήρεις θυμοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεμις Ἐφε-σίων. Κατὰ πόλιν γὰρ αὐτοῖς ἦσαν θεοί. Καὶ οὕτω δι-έκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες. γ. Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βου-λομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δημηγο-ρῆσαι· τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκα-λίαν· ἀλλ’ οἱ μαθηταὶ οὐκ εἴων αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώμην ἰδεῖν· ὅμως κωλύουσιν. Οἰκονομικῶς δὲ προαγορεύει, ἵνα μὴ τῷ γενομένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, μὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυμίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξαν-δρος ἐβούλετο ἀπολογεῖσθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκ-καῦσαι τοῦ δήμου τὸν θυμόν. Εἶδες θυμὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεὺς, Τίς ἔστι, φη-σὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡμετέραν· θερα-πεύων αὐτούς. Ἀναντιῤῥήτων οὖν τούτων ὄντων,
PG 60:300δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν. Ταῦτα δῆθεν ἐγκαλεῖ, μονονουχὶ λέγων· Τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; φανερὸν, ὡς ἡ ὕβρις εἰς τὴν θεὸν δια-βαίνει. Πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον. Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν. Δεικνὺς, ὅτι προπετῶς ἔπραξαν, τοῦτο εἶ-πεν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ ἔχουσι πρός τινα λόγον, ἀνθύπατοί εἰσι. Καὶ τοῦτο λέγει ἐγκαλῶν, καὶ δεικνὺς ὅτι οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι. Καὶ γὰρ κινδυνεύ-ομεν, φησὶν, ἐγκαλεῖσθαι. Τούτῳ σφόδρα αὐτοὺς δι-ηπόρησεν. Οὐδενὸς αἰτίου, φησὶν, ὑπάρχοντος, περὶ οὗ δυνησόμεθα λόγον δοῦναι τῆς συστροφῆς ταύ-της. Ὅρα πῶς οἱ ἄπιστοι φρονίμως ἀπολογοῦνται, πῶς συνετῶς. Οὕτως ἔσβεσε τὸν θυμόν. Ὥσπερ γὰρ ῥᾳδίως ἐξάπτεται, οὕτω καὶ ῥᾳδίως σβέννυται. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν, φησίν. Ὁρᾷς τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς, καὶ διεγεί-ροντα καὶ ἀφυπνίζοντα τοὺς μαθητὰς τούτοις καὶ σφοδρο-τέρους ἐργαζόμενον; Μὴ δὴ καταπίπτωμεν τοῖς πειρα-σμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲν οὕτω φίλους ποιεῖ καὶ συγκροτεῖ, ὡς θλῖψις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις οὕτως ἐπιτήδειον πρὸς τὸ τὰ παρ’ ἡμῶν λεγόμενα ἀκούεσθαι. Ἐν μὲν γὰρ ἀνέσει τυγ-χάνων ἀκροατὴς, χαῦνός τέ ἐστι καὶ ῥᾴθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει. Στενοχωρούμενος γὰρ τὴν ψυχὴν, πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει λόγος παραμυθίαν. Τί οὖν, φησὶν, οἱ Ἰουδαῖοι; πῶς θλιβόμενοι ἀπὸ τῆς ὀλιγοψυχίας οὐκ ἤκουον; Ὅτι Ἰου-δαῖοι ἦσαν, οἱ ἀεὶ ἀσθενεῖς καὶ ταλαίπωροι· ἄλλως τε καὶ ὅτι καὶ ἐκεῖ πολλὴ ἡ θλῖψις ἦν, ἡμῖν δὲ περὶ συμ-μέτρου ὁ λόγος. Ὅρα γάρ· προσεδόκησαν ἀπαλλάττεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν ἐκεῖνοι, καὶ μυρίοις πε-ριέπεσον μᾶλλον δεινοῖς· τοῦτο δὲ οὐχ ὡς ἔτυχεν ἀπο-ρεῖ ψυχήν. Αἱ θλίψεις ἀποσχίζουσιν ἡμᾶς τῆς συμπα-θείας τῆς πρὸς τὸν παρόντα κόσμον· εὐθέως γοῦν τὸν θάνατον αἰτοῦμεν, καὶ οὐκ ἐσμὲν φιλοσώματοι· ὅπερ μέγιστον φιλοσοφίας μέρος ἐστὶ, μὴ κεχηνέναι μηδὲ προσδεδέσθαι τῇ παρούσῃ ζωῇ. Ἡ θλιβομένη ψυχὴ οὐ βούλεται περὶ πολλὰ εἶναι, ἀλλ’ ἀναπαύσεώς τινος μόνον καὶ ἡσυχίας ἐρᾷ· ἀγαπητὸν αὐτῇ τῶν παρόντων ἀπαλλαγῆναι, κἂν μηδὲν ἕτερον ᾖ. Καθάπερ σῶμα πεπονηκὸς καὶ ταλαιπωρηθὲν οὐκ ἐρᾷν βούλεται, οὐ γαστρίζεσθαι, ἀλλ’ ἀναπαύεσθαι καὶ ἡσυχῇ κεῖσθαι· οὕτω καὶ ψυχὴ μυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν ἐπείγεται εἶναι. Ἡ ἐν ἀνέσει οὖσα ἐπτόηται, τεθορύβηται, μετέωρός ἐστιν· αὕτη δὲ οὐδὲν κεχηνὸς ἔχουσα οὐδὲ διαῤῥέον, ὅλη συνέσφιγκται καὶ μένει ἀμετεώριστος· καὶ ἡ μὲν ἀνδρειοτέρα, ἡ δὲ παιδικωτέρα ἐστί· καὶ ἡ μὲν βαρυτέρα, ἡ δὲ κουφοτέρα. Καὶ καθάπερ ἐν πολλῷ ὕδατι ἐμπεσόν τι κοῦφον σα-λεύεται· οὕτω καὶ εἰς πολλὴν χαρὰν ἐμπεσοῦσα ψυχή. Καὶ τὰ μέγιστα δὲ ἡμῖν ἁμαρτήματα ἀπὸ πολλῆς ἡδο-νῆς γεγενημένα ἴδοι τις ἄν. Καὶ εἰ βούλεσθε, οἰκίας ὑπογράψωμεν δύο, τὴν μὲν γαμούντων, τὴν δὲ πενθούν-των· εἰσέλθωμεν τῷ λόγῳ πρὸς ἑκατέρους· ἴδωμεν τίς τίνος βελτίων. Εὑρεθήσεται γὰρ ἡ τοῦ πενθοῦντος φιλο-σοφίας γέμουσα, ἡ δὲ τοῦ γαμοῦντος ἀσχημοσύνης,

Homily XLIIHomilia XLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:301Ὅρα γάρ· αἰσχρὰ ἐκεῖ ῥήματα, γέλως ἄτακτος, βήματα ἀτακτότερα, στολὴ καὶ βάδισις ἀσχημοσύνης γέμουσα, σχήματα πολλῆς ἀνοίας καὶ μωρίας· καὶ ὅλως οὐδὲν ἕτερον ἢ πάντα γέλως καὶ κατάγελως τὰ ἐκεῖ. Οὐχ ὁ γάμος, λέγω, μὴ γένοιτο· ἀλλὰ τὰ περὶ τὸν γάμον. Ἐκβακχεύεται τότε ἡ φύσις, ἄλογα ἀντὶ ἀνθρώπων οἱ παρόντες γίνονται, οἱ μὲν ὡς ἵπποι χρε-μετίζουσιν, οἱ δὲ ὡς ὄνοι λακτίζουσι· πολλὴ ἡ διάχυσις, πολλὴ ἡ διάλυσις, οὐδὲν σπουδαῖον, οὐδὲν γενναῖον· πολλὴ ἐκεῖ τοῦ διαβόλου ἡ πομπὴ, κύμβαλα, αὐλοὶ, καὶ ᾄσματα πορνείας γέμοντα καὶ μοιχείας. Ἀλλ’ οὐκ ἐκεῖ, ἔνθα τὸ πένθος, ἀλλὰ πάντα εὔτακτα· πολλὴ γὰρ ἡ σιγὴ, πολλὴ ἡ ἡσυχία, πολλὴ ἡ καταστολὴ, οὐδὲν ἄτακτον, οὐδὲν ἄῤῥυθμον· εἴ τίς τι καὶ ἐφθέγξατο, πάντα φιλο-σοφίας γέμοντα ῥήματα ἐφθέγξατο· καὶ τὸ δὴ θαυμα-στὸν, ὅτι παρ’ ἐκεῖνον τὸν καιρὸν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ οἰκεῖοι καὶ γυναῖκες φιλοσοφοῦσι. Τοιαύτη γὰρ ἡ τοῦ πένθους φύσις. Καὶ δοκοῦσι μὲν παρακαλεῖν τὸν πενθοῦντα, μυρία δὲ φθέγγονται δόγματα φιλοσοφίας μεστά· εὐχαὶ εὐθέως ὥστε μέχρι τούτου στῆναι, καὶ ἱκανοὶ οἱ τὸν πεπονηκότα παραμυθούμενοι, καὶ ἀπ-αριθμήσεις τῶν τοιαῦτα πενθούντων μυρίαι. Τί γάρ ἐστιν ἄνθρωπος; Τῆς φύσεως ἐξέτασις τῆς ἡμετέρας. δ. Τί τοίνυν ἐστὶν ἄνθρωπος; Τοῦ βίου καὶ τῆς εὐτελείας αὐτοῦ κατηγορία, ἀνάμνησις τῶν ἐν τῷ μέλλοντι πραγμάτων, τῆς κρίσεως. Ἕκαστος οἴκαδε ἀναχωρεῖ, ἀπὸ μὲν γάμου λυπούμενος, ὅτι δὴ αὐτὸς μὴ ἐν εὐ-πραγίᾳ ἐστίν· ἀπὸ δὲ πένθους ἀνειμένος, ὅτι δὴ μὴ τοιαῦτα ἔπαθε, καὶ τὴν φλεγμονὴν σβέσας ἅπασαν ἀπῆλθεν. Ἀλλὰ τί; θέλεις τὰ δεσμωτήρια, καὶ τὰ θέατρα ἀντεξετάσωμεν; Ὁ μὲν γὰρ θλίψεως, ὁ δὲ ἡδονῆς τόπος. Φέρε οὖν, ἴδωμεν τὰ ἐξ ἑκατέρων συμ-βαίνοντα. Ἐκεῖ φιλοσοφία πολλή· ἔνθα γὰρ ἀθυμία, καὶ φιλοσοφία πάντως. Ὁ πρὸ τούτου πλουτῶν, ὁ μεγάλα φυσῶν, καὶ τοῦ τυχόντος ἀνέξεται διαλεγομένου πρὸς αὐτὸν, τοῦ φόβου καὶ τῆς ἀθυμίας καθάπερ τινὸς πυρὸς σφοδροτέρου ἐπιπεσόντος αὐτοῦ τῇ ψυχῇ, καὶ μαλάτ-τοντος τὸ σκληρόν· τότε ταπεινὸς γίνεται, τότε σκυθρω-πὸς, τότε τῆς μεταβολῆς αἰσθάνεται τῆς βιωτικῆς, τότε καρτερεῖ πρὸς πάντα. Ἐν δὲ θεάτρῳ πάντα τὰ ἐναντία, γέλως, αἰσχρότης, πομπὴ διαβολικὴ, διάχυσις,
ἀνάλωμα χρόνου, καὶ δαπάνη ἡμερῶν περιττὴ, ἐπιθυ-μίας ἀτόπου κατασκευὴ, μοιχείας μελέτη, πορνείας γυ-μνάσιον, ἀκολασίας διδασκαλεῖον, προτροπὴ αἰσχρότητος, γέλωτος ὑπόθεσις, ἀσχημοσύνης παραδείγματα. Ἀλλ’ οὐ τὸ δεσμωτήριον τοιοῦτον· ἀλλ’ ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιω-τικῶν· πάντα πεπάτηται καὶ καταπεφρόνηται, καὶ καθάπερ παιδίῳ παιδαγωγὸς ὁ φόβος ἐφέστηκε, πρὸς πάντα τὰ δέοντα ῥυθμίζων αὐτόν. Ἀλλ’ εἰ βούλει, πάλιν ἑτέρως ἐξετάσωμεν τοὺς αὐτοὺς τόπους. Ἐβουλόμην συντυχεῖν ἀνθρώπῳ ἀπὸ θεάτρου κατιόντι, καὶ ἄλλῳ ἀπὸ δεσμωτηρίου ἐξιόντι, καὶ εἶδες ἂν τοῦ μὲν τὴν ψυχὴν ἐπτοημένην, τεθορυβημένην, δεδεμένην ὄντως, τοῦ δὲ ἀνειμένην, λελυμένην, ἐπτερωμένην. Ὁ μὲν γὰρ ἀπὸ τοῦ θεάτρου ἀναχωρεῖ, ταῖς ὄψεσι τῶν ἐκεῖ γυναι-κῶν προσδεθεὶς, παντὸς σιδήρου χαλεπώτερα φέρων δεσμὰ, τοὺς τόπους τοὺς ἐκεῖ, τὰ ῥήματα, τὰ σχήματα· ὁ δὲ ἀπὸ δεσμωτηρίου, πάντων ἀνεθεὶς, οὐκ ἔτι ἡγήσε-ται πάσχειν τι δεινὸν, τοῖς τῶν ἑτέρων τὰ αὐτοῦ παρα-βάλλων. Ὅτι οὐ δέδεται, χάριν εἴσεται λοιπὸν, κατα-φρονήσει τῶν ἀνθρωπίνων πραγμάτων, πολλοὺς πλου-
PG 60:302τοῦντας ὁρῶν ἐν συμφοραῖς, πολλὰ καὶ μεγάλα δυναμέ-νους καὶ δεδεμένους ἐκεῖ· κἂν ἀδίκως τι πάθῃ, καὶ πρὸς τοῦτο καρτερήσει· καὶ γὰρ καὶ τούτου πολλὰ ἐκεῖ τὰ ὑποδείγματα· εἰς ἔννοιαν ἐλεύσεται τῆς μελλούσης κρί-σεως, καὶ φρίξει τοὺς τόπους ἐνταῦθα ὁρῶν. Καθάπερ γὰρ ἐνταῦθα ἐν δεσμωτηρίῳ συγκεκλεισμένος, ἐπιεικὴς πρὸς πάντας ἐστίν· οὕτω κἀκεῖνοι πρὸ τῆς κρίσεως, πρὸ τῆς μελλούσης ἡμέρας, πρὸς γυναῖκα, πρὸς παιδία, πρὸς τοὺς οἰκέτας ἔσονται ἐπιεικέστεροι. Ἀλλ’ ἀπὸ τοῦ θεάτρου οὐχ οὕτως, ἀλλ’ ἀηδέστερον ὄψεται τὴν γυναῖκα, καὶ δυσχερὴς πρὸς τοὺς οἰκείους ἔσται, παροξυνθήσεται πρὸς τὰ παιδία, ἐκθηριωθήσεται πρὸς πάντας. Μεγάλα κακὰ τὰ θέατρα παρασκευάζει ταῖς πόλεσι, μεγάλα, καὶ οὐδὲ τοῦτο ἴσμεν ὅτι μεγάλα. Εἰ δὲ οὐκ ἀπεκάμετε, ἐξετάσωμεν καὶ τοὺς τοῦ γέλωτος τόπους, τὰ συμ-πόσια λέγω, ἔνθα παράσιτοι καὶ κόλακες καὶ πολλὴ ἡ τρυφὴ, καὶ τόπους ἑτέρους, ἔνθα χωλοὶ καὶ ἀνάπηροι. Πάλιν ἐκεῖ μὲν μέθη καὶ τρυφὴ καὶ διάχυσις, ἐνταῦθα δὲ τοὐναντίον. Ὅρα καὶ ἐπὶ τοῦ σώματος, ὅταν φλεγμαίνῃ, ὅταν εὐπαθῇ, ταχίστην ἔχει πρὸς νόσον μετάπτωσιν· ὅταν δὲ κατεσταλμένον ᾖ, οὐχ οὕτως. Ἵνα δὲ σαφέστε-ρον ὑμῖν ὃ λέγω ποιήσω, ἔστω σῶμα ἔχον πολὺ αἷμα καὶ σάρκας πολλὰς καὶ σφριγῶν· τοῦτο καὶ ἀπὸ τῆς τυχούσης τροφῆς πυρετὸν δυνήσεται τεκεῖν, ἂν ἁπλῶς ἀργήσῃ. Ἔστω δὲ ἕτερον λιμῷ μᾶλλον παλαῖον καὶ θλίψει· τοῦτο δυσάλωτον καὶ δυσκαταγώνιστον πρὸς ἀῤῥωστίαν. Αἷμα κἂν ὑγιὲς ᾖ ἐν ἡμῖν, τῷ πλήθει πολ-λάκις νόσον ἔτεκεν· ἂν δὲ ὀλίγον ᾖ, κἂν μὴ ὑγιὲς, εὐκόλως κατεργασθῆναι δύναται. Οὕτω δὴ καὶ ἐπὶ ψυχῆς, ἡ μὲν ἐν ἀνέσει καὶ τρυφῇ ὀξυῤῥόπους ἔχει πρὸς ἁμαρ-τίαν τὰς ὁρμάς· καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν· ἀλλ’ οὐχ ἡ ἐν θλίψει καὶ αὐταρκείᾳ, ἀλλὰ πάντων τούτων ἀπήλλακται. Ἰδοὺ ἡλίκη πόλις ἡμῖν ἐστιν ἡ μεγάλη αὕτη. Πόθεν οὖν τίκτεται τὰ κακά; οὐκ ἀπὸ τῶν πλουτούντων; οὐκ ἀπὸ τῶν χαιρόντων; Τίνες εἰς δικαστήρια ἕλκουσι; τίνες οὐσίας διασπαθῶ-σιν; οἱ ταλαίπωροι καὶ ἀπεῤῥιμμένοι, ἢ οἱ μεγάλα φυσῶντες καὶ χαίροντες; Οὐκ ἔστιν ἀπὸ ψυχῆς τεθλιμ-μένης γενέσθαι τι κακόν. Οἶδεν αὐτῆς τὸ κέρδος ὁ Παῦλος· διὰ τοῦτό φησιν· Ἡ θλῖψις ὑπομονὴν κατ-εργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ δὴ καταπί-πτωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ’ ἐν ἅπασιν εὐχαριστῶμεν, ἵνα τι κερδάνωμεν μέγα, ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις συγχωροῦντι. Μέγα θλῖψις ἀγαθόν· καὶ τοῦτο ἀπὸ τῶν παίδων τῶν ἡμετέρων μανθάνομεν· χωρὶς γὰρ θλίψεως οὐδὲν ἂν μάθοι χρήσιμον. Ἡμεῖς δὲ μᾶλλον αὐτῶν δεόμεθα θλίψεως. Εἰ γὰρ ἐκεῖνα τῶν παθῶν ἠρεμούντων αὐτοῖς θάλλει, πολλῷ μᾶλλον ἡμεῖς, καὶ μάλιστα τοσούτοις συνεχόμενοι. Ἀλλ’ ἡμᾶς μᾶλλον παιδαγωγοὺς ἔχειν ἐχρῆν· παρὰ μὲν γὰρ τῶν παίδων τὰ ἁμαρτήματα οὐκ ἂν μεγάλα γένοιτο, παρὰ δὲ ἡμῶν σφόδρα μεγάλα. Παιδαγωγὸς δὲ ἡμῶν ἡ θλῖψις· Μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν, καὶ τῶν ἀπο-κειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:303ΟΜΙΛΙΑ ΜΓ. Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν. α. Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκεί-νης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μα-θητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι σφόδρα αὐτοὺς παρεκάλεσεν, ἄκουε. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰου-δαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θες-σαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι προελθόντες, ἔμενον ἡμᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει· ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ. Ἡμεῖς δὲ ἐξεπλεύσα-μεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Καὶ γὰρ τὰς ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσμωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μα-κεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππη-σίοις· διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι· παρ-έτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. Ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγματος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν· ὁ δὲ καὶ μέχρι μεσονυκτίου τὴν δι-δασκαλίαν ἐκτείνει· οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης. Ὅρα πῶς καὶ πολλὰ δι-ελέγετο, καὶ παρ’ αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ ὅπως συμβαίνει, ἡρμήνευσεν ἐπαγαγών· Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ’ αὐτῷ, καὶ συμ-περιλαβὼν αὐτὸν, εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλά-σας ἄρτον καὶ γευσάμενος, ἐφ’ ἱκανόν τε ὁμιλήσας
ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον· Συνηγμένων γὰρ τῶν μαθητῶν, φησί· καὶ τὸ σημεῖον, οἷον· Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶμεν ἡμεῖς μηδὲ ἐν ἡμέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος δια-λέγεται, μᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ’ ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ
PG 60:304στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καίτοι νεανίας ἐκεῖνος ὢν οὐκ ἦν ῥᾴθυμος, καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον μὴ κατενεχθῇ. Εἰ δὲ καὶ νυστάξας κατέπεσε, μὴ θαυμάσῃς· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἐνύστα-ξεν, ἀλλ’ ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστή-σεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλά-σας, φησὶν, ἄρτον καὶ γευσάμενος. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψεν. Ὁρᾷς τοῦ δείπνου τὸ ἀπέριτ-τον; Καὶ γευσάμενος, φησὶν, ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέ-ρευον; Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτη-δείους. Τί κυνῶν διαφέρομεν ἡμεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρ-εκλήθησαν οὐ μετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σημεῖον γέγονεν. Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦ-λον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην. Πολλα-χοῦ τῶν μαθητῶν ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πά-λιν, αὐτὸς μὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται· τὸ μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώ-τερον αὐτὸς αἱρούμενος. Ἐπέζευεν, ἅμα καὶ πολλὰ οἰ-κονομῶν, ἅμα καὶ παιδεύων μηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπαύριον, κατ-ηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλο-μεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχο-μένῃ ἤλθομεν εἰς Μίλητον. Ὅρα πῶς ἐπειγομένου τοῦ Παύλου ἀνάγονται, καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ παρέρχονται τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παρα-πλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνα-τὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. β. Τίς ἡ ἔπειξις αὕτη; Οὐ διὰ τὴν ἑορτὴν, ἀλλὰ διὰ τὸ πλῆθος. Ἅμα καὶ τούτῳ Ἰουδαίους ἐπήγετο, ὡς δὴ τιμῶν τὰς ἑορτάς· καὶ τοὺς ἐχθροὺς ἑλεῖν βουλόμενος, ἅμα ἔσπευδε τὸν λόγον καθεῖναι. Ὅρα γοῦν οἷον γέγονε κέρδος, πάντων παρόντων. Ἄλλως δὲ, ἵνα μὴ διὰ τοῦτο ἀμεληθῇ τὰ κατὰ τὴν Ἔφεσον, ᾠκονόμησεν ἑτέρως. Ἀλλ’ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ ἀσπασάμενος, φησὶ, τοὺς μαθητὰς, ἐξῆλθε πορευθῆναι εἰς Μακε-δονίαν, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν. Ὅρα πανταχοῦ διὰ λόγων τὸ πᾶν κατορθοῦντα, οὐ διὰ σημείων. Μέλλοντα δὲ, φησὶν, ἀνάγεσθαι εἰς τὴν Συρίαν. Συνεχῶς ἡμῖν αὐτὸν δείκνυσι ἐπειγόμενον εἰς τὴν Συρίαν. Τὸ δὲ αἴτιον ἡ Ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. Καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡμερῶν ἀριθμὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡμέρας δὲ διατρίψασ
PG 60:305ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκα-λίαν· οὕτω δυσαποσπάστως καὶ αὐτὸς αὐτῶν εἶχε, καὶ αὐτοὶ αὐτοῦ. Συνηγμένων δὲ, φησὶν, ἡμῶν κλάσαι ἄρτον. Πρὸς αὐτὸν τὸν καιρὸν, ᾧ ἐνεδείκνυτο πεινῇν (καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη· ὥστε οὐ προηγουμένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον μὲν κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου, παρ-έτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐμοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήμενον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον καὶ τῆς σάλπιγγος ἀκοῦσαι ἐκείνης, καὶ τὸ πρόσωπον τὸ χάριεν θεάσασθαι· τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔμελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν· ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκεί-νης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη μᾶλλον· ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔμελλεν ἐκεῖνος ἐπιτιμᾷν τοῖς ῥᾳθύμοις, ὁ διὰ τοῦτο ἀποθανὼν, ἵνα Παῦλον ἀκούσῃ. Καὶ τίνος ἕνεκεν, φησὶ, καταλέγει ἕκαστα, καὶ ποῦ ἦλθον, καὶ ποῦ ἀπῆλθον, καὶ ποῦ μὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε μέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα μὴ γένηται αὐτῷ, φησὶ, χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Καλῶς· οὐ γὰρ ἠδύνατο γενόμενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς μένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύμοις. Ὥστε καὶ διὰ τοῦτο μένειν οὐκ ἦν δυνατόν. Ὅρα καὶ ἀνθρωπίνως αὐτὸν κινούμενον, καὶ ἐπιθυμοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα πολλάκις. Διὰ τοῦτο δὲ ταῦτα γίνεται, ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην. Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ’ ἑαυτῶν οἰκονομοῦσι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις· καὶ πάλιν, Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ ἡ συγκατάβασις· Τοῦτο οἰκονομία λέγεται, τὸ εἰς ἀκρότητα εἶναι καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκα-ταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλ-ματα τοῦ Χριστοῦ, οὗτος πάλιν πάντων ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους ἑαυτὸν ἐνέβαλε, καθὼς ἑτέ-ρωθί φησιν· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλα-καῖς. Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονο-μίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμέ-νου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκαν-
δαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; γ. Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥή-
PG 60:306ματα, καὶ εἰς κινδύνους ῥίπτωμεν ἑαυτοὺς διὰ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ μέλος ἐξέλῃς· ῥῖψον, μὴ φοβηθῇς. Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελ-φοὺς τὴν ψυχὴν θέντος· συμμαθητὴς Παύλου, τοῦ μυρία ἑλομένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πο-λεμοῦντας αὐτῷ· ἐμπλήσθητι ζήλου, μίμησαι τὸν Μωσέα. Εἶδεν ἀδικούμενον καὶ ἤμυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουμέ-νους φυγὰς, πλανήτης, ἔρημος συγγενῶν καὶ οἰκίας· ἐν ἀλλοτρίᾳ διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐμέμψατο ἑαυτῷ οὐδὲ εἶπε· Τί τοῦτο; βασιλείας κατεφρόνησα, τι-μῆς τοσαύτης καὶ δόξης· εἱλόμην ἀμῦναι τοῖς ἀδικου-μένοις, καὶ περιεῖδεν ὁ Θεὸς, καὶ οὐ μόνον οὐκ ἐπανή-γαγέ με ἐπὶ τὴν προτέραν τιμὴν, ἀλλὰ καὶ τεσσαράκοντα ἔτη ἐν ἀλλοτρίᾳ διάγω. Καλῶς γε· οὐ γὰρ τοὺς μισθοὺς ἀπέλαβον. Ἀλλ’ οὐδὲν τούτων εἶπεν οὐδὲ ἐνενόησεν. Οὕτω καὶ σύ· κἂν κακόν τι πάθῃς ἀγαθοποιῶν, κἂν ἐπὶ πολὺν χρόνον, μὴ σκανδαλίζου μηδὲ θορυβοῦ· πάν-τως ἀποδώσει σοι τὴν ἀμοιβὴν ὁ Θεός. Ὅσῳ ἂν χρονίζῃ ἡ ἀντίδοσις, τοσούτῳ οἱ τόκοι ἐπιτείνονται. Οὐκοῦν ἔχωμεν ψυχὴν συμπαθητικὴν, ἔχωμεν διάνοιαν εἰδυῖαν συναλγεῖν· μηδὲν ἔστω παρ’ ἡμῖν ὠμὸν, μηδὲν ἀπάν-θρωπον. Κἂν μηδὲν δυνηθῇς εἰσενεγκεῖν, δάκρυσον, στέναξον, ἄλγησον ἐπὶ τοῖς γινομένοις· οὐδὲ ταῦτά σοι ἔσται εἰκῆ. Εἰ τοῖς ὑπὸ τοῦ Θεοῦ κολαζομένοις δικαίως συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς ὑπὸ ἀνθρώπων ἀδίκως πάσχουσιν. Οὐκ ἐξῆλθον, φησὶν, Αἰνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήψονται ὀδύνην ἀνθ’ ὧν ᾠκοδόμησαν εἰς καταγέλωτα. Τοῦτο ἐγκαλεῖ ὁ Ἰεζε-κιὴλ, ὅτι οὐ συνήλγησαν. Τί λέγεις, ὦ προφῆτα; ὁ Θεὸς κολάζει, κἀγὼ συναλγήσω τοῖς κολαζομένοις; Ναί· τοῦτο γὰρ αὐτὸς ὁ κολάζων βούλεται· οὐδὲ γὰρ αὐτὸς ἥδεται κολάζων, ἀλλὰ μάλιστα καὶ ἀλγεῖ. Ἐπεὶ οὖν οὐδὲ αὐτὸς εὐφραίνεται ὁ κολάζων, μὴ τοίνυν μηδὲ σὺ εὐφραίνου. Ἀλλ’ εἰ δικαίως, φησὶ, κολάζονται, οὐ δεῖ ἀλγεῖν. Καὶ μὴν διὰ τοῦτο δεῖ ἀλγεῖν, ὅτι ἄξιοι κολά-σεως ἐφάνησαν. Εἰπὲ δή μοι, ὅταν ἴδῃς τὸν υἱὸν τὸν σὸν καιόμενον ἢ τεμνόμενον, μὴ οὐκ ἀλγεῖς; Εὔδηλον ὅτι, καὶ οὐ λέγεις πρὸς σεαυτόν· Τί τοῦτο; Πρὸς ὑγίειαν ἡ τομὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς ἐστιν ἡ καῦσις· ἀλλ’ ὅμως ὅταν ἀκούσῃς ὀλολύζοντος, οὐ φέροντος τὰς ὀδύ-νας, ἀλγεῖς, καὶ οὐχ ἱκανὴ ἡ τῆς ὑγιείας ἐλπὶς ἀφελεῖν τὴν σύγχυσιν τῆς φύσεως. Οὕτω καὶ ἐπὶ τούτων, κἂν εἰς ὑγείαν κολάζωνται, ὅμως ἀδελφικὴν ἐπιδεικνύωμεν ἡμεῖς προαίρεσιν ἐπ’ αὐτοὺς, [καὶ] πατρικὴν διάθεσιν. Τομαὶ καὶ καύσεις εἰσὶν αἱ τιμωρίαι τοῦ Θεοῦ· ἀλλὰ διὰ τοῦτο ὀφείλομεν κλαίειν, ὅτι ἐνόσησαν, ὅτι τοιαύτης ἐδεήθησαν ἰατρείας. Ἐάν τις ἐπὶ στεφάνοις ταῦτα πάσχῃ, τότε μὴ ἄλγει, οἷον ὡς Παῦλος, ὡς Πέτρος· ὅταν δὲ ἐπὶ τιμωρίᾳ τίνῃ δίκην, τότε δάκρυσον, τότε στένα-ξον. Τοιοῦτοι ἦσαν οἱ προφῆται. Διὸ καί τις αὐτῶν ἔλε-γεν· Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; Ἀνδροφόνους ὁρῶμεν, μιαροὺς ἄνδρας, κολαζομένους πολλάκις, καὶ δακνόμεθα καὶ ἀλγοῦμεν. Μὴ ὑπὲρ τὸ μέτρον φιλόσοφοι ὦμεν· ἐλεήμονες γενώ-μεθα, ἵνα ἐλεηθῶμεν· οὐδὲν ἴσον τούτου τοῦ καλοῦ· οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡμῖν ὑποδείκνυσι χαρακτῆρα ὡς τὸ ἐλεεῖν, ὡς τὸ φιλάνθρωπον εἶναι. Διὰ τοῦτο καὶ

Homily XLIIIHomilia XLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:307οἱ νόμοι τοῖς δημίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν μέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιμωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον. Οὕτω, κἂν δικαίως γέ-νηται, οὐχὶ ψυχῆς φιλοσόφου τὸ κολάζειν, ἀλλά τινος ἑτέρου δεῖται τοῦτο· ἐπεὶ καὶ ὁ Θεὸς οὐ δι’ ἑαυτοῦ κο-λάζει, ἀλλὰ διὰ τῶν ἀγγέλων. Δήμιοι οὖν εἰσιν οἱ ἄγ-γελοι; Μὴ γένοιτο· οὐ τοῦτό φημι, ἀλλὰ τιμωρητικαὶ δυνάμεις εἰσίν. Ὅτε τὰ Σόδομα κατεστρέφετο, δι’ ἐκεί-νων ἅπαντα ἐγίνετο· ὅτε τὰ κατ’ Αἴγυπτον, δι’ ἐκείνων. Ἀποστολὴν γὰρ, φησὶ, δι’ ἀγγέλων πονηρῶν. Ὅτε μέντοι σῶσαι χρὴ, δι’ ἑαυτοῦ τοῦτο ποιεῖ· οὕτω τὸν Υἱὸν ἔπεμψεν ἐπὶ σωτηρίᾳ τοῦ γένους. Καὶ πάλιν· Τότε, φησὶν, ἐρῶ τοῖς ἀγγέλοις· Συλλέξατε τοὺς ποι-οῦντας τὴν ἀνομίαν, καὶ βάλετε εἰς τὴν κάμινον. Περὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλ’, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ πάλιν· Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ὅρα ἐκεῖ τοὺς δούλους διακονουμένους· ὅταν δὲ εὐεργε-τεῖν δέῃ, αὐτὸν εὐεργετοῦντα, αὐτὸν καλοῦντα· Δεῦτε,
PG 60:308οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ὅταν διαλέγεσθαι δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται· ὅταν εἰς Σόδομα ἀπελθεῖν, τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δα-κρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ πολ-λοὶ καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φι-λανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:307ΟΜΙΛΙΑ ΜΔ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ’ ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ’ ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ’ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. α. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχον-τας μεταπεμψάμενος, ἐπ’ αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ’ αὐτῶν λέγει· Μή τι παρ’ ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ Δαυὶ̈δ ἀπι-στηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἦλθεν ἡ ἄρκτος, ταῖς χερσὶν αὐτὴν ἀπεσόβουν· καὶ αὐτὸς δὲ ὁ Παῦλος πρὸς Κορινθίους φησίν· Ἄφρων γέγονα· ὑμεῖς με ἠναγκάσατε. Καὶ ὁ Θεὸς δὲ αὐτὸ τοῦτο ποιεῖ, οὐχ ἁπλῶς περὶ ἑαυτοῦ λέγων· ἀλλ’ ὅταν ἀπιστῆται, καὶ τὰς εὐεργεσίας προφέρει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· πρῶτον αὐτῶν τὴν μαρτυρίαν παράγει, ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ ῥήματα, καὶ τοὺς ἀκροατὰς αὐτοὺς μάρτυρας καλεῖ τῶν λεγομένων, ὡς οὐκ ἂν
ψευσάμενος ἐπ’ αὐτῶν. Αὕτη διδασκάλου ἀρετὴ, ὅταν τῶν οἰκείων κατορθωμάτων μάρτυρας ἔχῃ τοὺς μαθη-τευομένους. Καὶ τὸ θαυμαστὸν, ὅτι οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν τοῦτο ποιῶν διετέλεσεν, ἀλλὰ πλῆθος ἐτῶν. Ὑμεῖς γὰρ, φησὶν, ἐπίστασθε, πῶς μεθ’ ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην. Βούλεται τοίνυν αὐτοὺς παρακαλέσαι, ὥστε γενναίως φέρειν ἅπαντα, καὶ τὸν αὐτοῦ χωρισμὸν καὶ τοὺς πειρασμοὺς τοὺς μέλλοντας συμβαίνειν, καθάπερ οὖν καὶ ἐπὶ Μωϋσέως καὶ Ἰησοῦ γέγονε. Καὶ ὅρα, τί ἐπήγαγεν εἰπών· Πῶς μεθ’ ὑμῶν ἐγενόμην πάντα τὸν χρόνον, δουλεύων τῷ Κυρίῳ
PG 60:308μετὰ πάσης ταπεινοφροσύνης. Ὅρα, τί μάλιστα ἄρ-χουσι πρέπει· Μισοῦντας, φησὶν, ὑπερηφανίαν· ὃ μάλιστα ἄρχουσιν ἁρμόζει διὰ τὸ ἀνάγκην εἶναι πρὸς ἀπόνοιαν αὐτοὺς αἴρεσθαι. Τοῦτο ἡ ὑπόθεσις τῶν ἀγα-θῶν, ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνης εἶπεν, ἀλλὰ, Μετὰ πάσης. Πολλὰ γὰρ εἴδη τῆς τα-πεινοφροσύνης, καὶ ἔστι ταπεινοφροσύνην ἰδεῖν ἐν λόγῳ, ἐν ἔργῳ, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους. Βούλεσθε ὑμῖν τρόπους εἴπω ταπεινοφροσύνης; Εἰσί τινες οἳ πρὸς μὲν τοὺς ταπεινοὺς ταπεινοὶ τυγχάνοντες ὦσι, πρὸς δὲ τοὺς ὑψηλοὺς ὑψηλοί· τοῦτο δὲ οὐ ταπει-νοφροσύνης. Εἰσὶ δὲ πάλιν ἕτεροι οὐ τοιοῦτοι, ἀλλ’ ἐφ’ ἑκατέρων τῶν προσώπων εἰς καιρὸν καὶ τὸ ταπεινὸν τηροῦντες, καὶ τὸ ὑψηλόν· ὃ καὶ μάλιστά ἐστι ταπεινοφροσύνης. Μέλλων τοίνυν διδάσκειν αὐ-τοὺς τὰ τοιαῦτα, ἵνα μὴ δόξῃ ἀπονοεῖσθαι, προκατα-βάλλει θεμέλιον τὴν ὑποψίαν ἀναιρῶν. Εἰ γὰρ μετὰ πάσης ταπεινοφροσύνης γέγονα, φησὶν, οὐκ ἐξ ἀπο-νοίας λέγω ἃ λέγω. Εἶτα τὸ ἥμερον· Μεθ’ ὑμῶν, φησὶν, ἐγενόμην, δουλεύων τῷ Κυρίῳ, κοινωνοὺς τοῦ κατορθώματος δεικνύων αὐτούς. Οὕτω πανταχοῦ ἡ κοινωνία καλόν. Κοινὰ ποιεῖται τοίνυν τὰ κατορθώ-ματα, καὶ οὐδὲν αὐτοῦ τίθησιν ἐξαίρετον. Τί γὰρ, φησί; κατὰ τοῦ Θεοῦ ἀπονοηθῆναι εἶχε; Καὶ μὴν πολλοί εἰσιν οἳ ἀπονοοῦνται κατ’ αὐτοῦ· οὗτος δὲ οὐδὲ κατὰ τῶν μαθητῶν ἑαυτοῦ ἀπενοήθη. Τοῦτο κατόρ-θωμα διδασκάλου, ἀπὸ τῶν οἰκείων κατορθωμάτων τοὺς μαθητὰς ῥυθμίζειν. Εἶτα τὴν ἀνδρείαν, φησὶν, ἣν καὶ αὐτὴν ὑποτέμνεται. Μετὰ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβου-λαῖς τῶν Ἰουδαίων. Ὁρᾷς, ὅτι ἀλγεῖ τοῖς γινομένοις; Ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν εἰς αὐτὸν καὶ ἔχαιρεν· ἐκείνου γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος, ὅτι κατηξιώ-θησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλα-φρὸν τῆς θλίψεως, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν

Homily XLIIIHomilia XLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:309αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Ἀλλὰ ταῦτα λέγει μετριάζων. Ἐνταῦθα δὲ δείκνυσιν αὐτοῦ τὴν ἀνδρείαν, καὶ οὐ τοσοῦτον τὴν ἀνδρείαν, ὅσον τὴν ὑπομονήν· ὡσεὶ ἔλεγεν· Ἔπασχον ἐγὼ κακῶς, ἀλλὰ μεθ’ ὑμῶν· καὶ τὸ δεινὸν, ὅτι ὑπὸ Ἰουδαίων. Θέα μοι ἐνταῦθα χαρακτῆρα διδασκαλίας· καὶ τὴν ἀγάπην τίθησι καὶ τὴν ἀνδρείαν. Ὡς οὐδὲν ὑπεστειλάμην, φησί. Τὸ ἄφθονον δείκνυσι διὰ τούτων ὁμοῦ, καὶ τὸ ἄοκνον. Καὶ τῶν συμφερόντων. Καλῶς οὕτως εἶπεν· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν. Ὥσπερ δὲ τὸ τινὰ ἀποκρύ-πτεσθαι, φθόνου· οὕτω τὸ πάντα λέγειν, ἀνοίας. Διὰ τοῦτο προσέθηκε, Τῶν συμφερόντων, δηλῶν, ὅτι Οὐκ εἶπον μόνον, ἀλλὰ καὶ ἐδίδαξα· οὐχ ὡς αὐτὸ τοῦτο ἀφοσιούμενος, φησίν. Ὅτι δὲ τοῦτο δηλοῖ, ἄκουε τὸ ἑξῆς· ἐπήγαγε γάρ· Δημοσίᾳ καὶ κατ’ οἴκους· τὴν μακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύμενος. Διαμαρτυρόμενος Ἰου-δαίοις τε καὶ Ἕλλησιν. Οὐχὶ πρὸς ὑμᾶς, φησὶ, μό-νον, ἀλλὰ καὶ πρὸς Ἕλληνας. Ἐνταῦθα ἡ παῤῥησία· καὶ ὅτι, Κἂν μηδὲν ὠφελῶμεν, λέγειν δεῖ· τὸ γὰρ διαμαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προς-έχοντας λέγωμεν· τὸ γὰρ διαμαρτύρασθαι, ὡς ἐπὶ τὸ πολὺ τοῦτό ἐστι. Διαμαρτύρομαι, φησὶν ὁ Μωϋσῆς, τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ νῦν αὐτὸς, Διαμαρτυ-ρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν. β. Τί διαμαρτύρῃ; Ὥστε βίου ἐπιμεληθῆναι· ὥστε με-τανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν μὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑπομιμνήσκεις; τί γέγονε; μή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. Ἀλλ’ οὐδ-ενὸς λόγον ποιοῦμαι· οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰη-σοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Διὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. Δείκνυσι δὲ, ὅτι ἐπὶ μεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦμά μοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλα-βον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυρο-μένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύον-τος ἐκείνους καὶ συμπάσχοντος τοῖς γινομένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν· ἀλλ’ οὐδὲ, Ἡγοῦμαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ’ ἐκείνους διδάσκων, διὰ μὲν τῶν προτέρων τὴν ταπεινο-φροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιμότερον ἡγοῦμαι τὸ τελέσαι τὸν δρόμον, τὸ διαμαρτύρασθαι. Καὶ οὐκ εἶπε, Κηρῦξαι, Διδάξαι· ἀλλὰ τί; Διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Μέλλει τι φορ-
PG 60:310τικώτερον λέγειν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς ἐπιτιθέ-ναι τὸ βάρος ἅπαν καὶ τὸ φορτίον, πρότερον κατεμάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου. Εἶτα τότε ἐπ-ήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Διπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψε-σθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς δι-ῆλθον κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως δια-μαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὁρᾷς πῶς φοβεῖ, καὶ πεπονη-μένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιμμένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ μὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵματος·
τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον. Δεί-κνυσιν, ὅτι κἀκεῖνοι, ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος. Καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος ( Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γέ-νωμαι ), οὔτε τὸ ἑαυτοῦ μόνον ἐπιμελεῖσθαι. Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ’ ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνει. Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι. Παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε, φησί· τοῦτο γάρ ἐστι τὸ, Ἔθετο. Μία αὕτη ἀνάγκη· εἶτα, Ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἰδοὺ καὶ δευτέρα· καὶ τρίτη, Ἥν φησιν ὅτι περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Πολὺ δείκνυσι δι’ ὧν εἶπε τίμιον τὸ πρᾶγμα, καὶ ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος, εἴ γε ὁ Δεσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵματος ἐφείσατο τοῦ ἑαυτοῦ, ἡμεῖς δὲ τῆς τῶν ἀδελ-φῶν σωτηρίας καταφρονοῦμεν. Καὶ ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φί-λους γενομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς. Διπλοῦν τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦμά με ἕλ-κει, φησί. γ. Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστή-σεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐμφύ-λιος ὁ πόλεμος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγμα (Ἐκκλησία γάρ

Homily XLIVHomilia XLIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:311ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ πόλεμος καὶ διπλοῦς. Ταῦτα τοίνυν ἐδήλωσεν, εἰπών· Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Εἶτα ἐπει-δὴ σφόδρα αὐτοὺς ἐφόβησε τῷ εἰπεῖν Λύκους βαρεῖς, καὶ ἐξ αὐτῶν ἀναστῆναι τοὺς τὰ διεστραμμένα λαλοῦν-τας, ὥσπερ ὑπό τινος διαπορηθεὶς, πῶς οὖν; εἰπόντος, καὶ τίς ἔσται φυλακή; ἐπάγει, λέγων· Γρηγορεῖτε, μνημονεύοντες, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκα-στον. Ὅρα πόσαι ὑπερβολαί· μετὰ δακρύων, καὶ νύκτα καὶ ἡμέραν, καὶ ἕνα ἕκαστον. Οὐ γὰρ εἰ πολλοὺς εἶδε, τότε ἐφείδετο, ἀλλ’ ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ συνεκρότησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀρκεῖ τὰ παρ’ ἐμοῦ· τριετίαν ἔμεινα, ἱκανῶς ἐστερεώθησαν, ἱκανῶς ἐῤῥιζώθησαν. Μετὰ δακρύων, φησίν. Ὁρᾷς ὅτι τὰ δάκρυα διὰ τοῦτο; Ταῦτα ποιῶμεν καὶ ἡμεῖς. Οὐκ ἀλγεῖ ὁ κακός· ἄλγησον σὺ, ἴσως ἀλγή-σει κἀκεῖνος. Καθάπερ ὅταν ἴδῃ ὁ κάμνων τὸν ἰατρὸν λαμβάνοντα σιτίου, καὶ αὐτὸς προτρέπεται· οὕτω δὴ καὶ ἐνταῦθα ἔσται· ἂν ἴδῃ σε ὀδυρόμενον, μαλα-χθήσεται, χρηστὸς ἀνὴρ καὶ πρᾶος γενήσεται. Οὐκ εἰδὼς, φησὶ, τὰ συναντήσοντά μοι. Τί οὖν; διὰ τοῦτο ἀπέρχῃ; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα γινώσκω, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. Ὅτι μὲν οὖν πειρασμοὶ ἐκδέχονταί με, οἶδα, ὁποῖοι δὲ, οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον. Μὴ τοίνυν νομίσητέ με ἀποδυρόμενον ταῦτα λέγειν· οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχήν. Ἵνα ἀναστήσῃ αὐτῶν τὴν διάνοιαν, ταῦτά φησι, καὶ πείσῃ μὴ μόνον μὴ φεύ-γειν, ἀλλὰ καὶ γενναίως φέρειν. Διὰ τοῦτο δρόμον καὶ διακονίαν τὸ πρᾶγμα καλεῖ· τὸ μὲν, δεικνὺς τὸ λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ, τὸ ὀφειλόμενον ἀπὸ τῆς διακο-νίας. Διάκονός εἰμι, φησίν· οὐδὲν πλέον ἔχω. Παραμυ-θησάμενος δὲ αὐτοὺς, ἵνα μὴ ἀλγῶσιν ἐφ’ οἷς πάσχει κακῶς, καὶ εἰπὼν, ὅτι μετὰ χαρᾶς ταῦτα ὑπομένει, καὶ τὸν καρπὸν δείξας, τότε τὸ λυπηρὸν ἐπάγει. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὴν διάνοιαν. Ποῖον δὲ τοῦτό ἐστι; Τὸ, Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τί οὖν, εἴποι τις ἂν, τοσοῦτον σαυτὸν ἡγῇ, καὶ, ἂν ἀπέλθῃς, ἀποθνήσκο-μεν; Οὐ τοῦτο λέγω, φησὶν, ὅτι ἡ ἐμὴ ἀπουσία τοῦτο ποιεῖ· ἀλλὰ τί; Ὅτι ἐπαναστήσονταί τινες ὑμῖν. Οὐκ εἶπε, Διὰ τὴν ἄφιξίν μου· ἀλλὰ, Μετὰ τὴν ἄφιξίν μου· τουτέστι, τὴν ἀποδημίαν· καίτοι καὶ ἤδη γέγονε τοῦτο· εἰ δὲ γέγονε, πολλῷ μᾶλλον μετὰ ταῦτα γενήσεται. Εἶτα καὶ ἡ αἰτία, Τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ὥστε δι’ οὐδὲν ἕτερον αἱ αἱρέσεις, ἢ διὰ τοῦτο. Εἶτα καὶ παραμυθία· Ἣν περιεποιήσατο, φησὶ, διὰ τοῦ ἰδίου αἵματος. Εἰ δὲ τῷ ἰδίῳ αἵματι περιεποιήσατο, προστήσεται πάντως. Νύκτα, φησὶ, καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν. Ταῦτα πρὸς ἡμᾶς εἰκότως ἂν λέγοιτο· καὶ δοκεῖ μὲν εἶναι ἰδικῶς πρὸς τοὺς διδασκάλους ὁ λόγος, ἔστι δὲ κοινὸς καὶ πρὸς τοὺς μαθητάς. Τί γὰρ, ἂν ἐγὼ μὲν λέγω καὶ παρακαλῶ καὶ δακρύω νύκτα καὶ ἡμέραν, ὁ δὲ μαθητὴς μὴ πεί-θηται; Ἵνα γὰρ μὴ νομίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολο-γίαν, τὸ εἶναι μαθητὴν, καὶ μὴ ὑπείκειν, διὰ τοῦτο, Διαμαρτύρομαι, εἰπὼν, ἐπήγαγεν· Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν. Ἄρα τοῦτο διδασκάλου μόνον, ἀναγγεῖλαι, κηρῦξαι, διδάξαι, μὴ ὑποστείλασθαι, νύκτα καὶ ἡμέραν παρακαλεῖν· ὅταν δὲ τούτων γινομένων
PG 60:312μηδὲν πλέον γένηται, ἴστε τὸ λειπόμενον. Εἶτα καὶ ἑτέ-ρα ἀπολογία· ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Μὴ δὴ νομίσητε πρὸς ἡμᾶς ταῦτα λέγεσθαι μόνον· καὶ γὰρ καὶ πρὸς ὑμᾶς ὁ λόγος οὗτός ἐστιν, ὥστε προς-έχειν τοῖς λεγομένοις, ὥστε μὴ ἀποπηδᾷν τῆς ἀκρο-άσεως. Τί ποιήσω; Ἰδοὺ καθ’ ἑκάστην ἡμέραν διαῤῥήγνυμαι βοῶν· ἀπόστητε τῶν θεάτρων· καὶ πολλοὶ γελῶσιν ἡμᾶς· ἀπόστητε τοῦ ὀμνύειν, τοῦ πλεονεκτεῖν· μυρία παραινοῦμεν, καὶ οὐδεὶς ὁ ἀκούων. Ἀλλ’ ἐν νυκτὶ οὐ διαλέγομαι; Ἐβουλόμην καὶ ἐν νυκτὶ τοῦτο ποιεῖν, καὶ ἐν ταῖς τραπέζαις ταῖς ὑμετέραις, εἴ γε ἐνῆν καὶ εἰς μυρία σχισθέντα παραγίνεσθαι ὑμῖν καὶ διαλέγεσθαι· ἀλλ’ εἰ τῆς ἑβδομάδος ἅπαξ καλοῦμεν ὑμᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ μὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόμενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε· τί οὐκ ἂν ἐποιήσατε, εἰ συν-εχῶς τοῦτο ἐπράττομεν; Τί ποιήσομεν; Πολλοὶ οἶδ’ ὅτι καὶ διασύρουσιν ἡμᾶς, διὰ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διαλέ-γεσθαι· οὕτω γεγόναμεν προσκορεῖς. Αἴτιοι δὲ τούτου οὐχ ὑμεῖς, ἀλλ’ αὐτοὶ οἱ ἀκούοντες. Ὁ μὲν γὰρ κατορ-θῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωμίων αὐτοῦ λεγομένων· ὁ δὲ μὴ βουλόμενος κατορθοῦν, καὶ ἐν-οχλεῖσθαι δοκεῖ, κἂν δεύτερον ἀκούσῃ μόνον, πολλάκις
δοκεῖ ἀκούειν. Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάν-των, φησί. δ. Τοῦτο Παύλῳ μὲν ἥρμοττεν εἰπεῖν, ἡμεῖς δὲ οὐ τολμῶ-μεν τοῦτο εἰπεῖν, μυρία συνειδότες ἑαυτοῖς. Διόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν μαθητευομένων ὑπομέ-νοντι, ἥρμοττε λέγειν· ἡμεῖς δὲ τὸ Μωσέως ἐροῦμεν, ὅτι Ὠργίσθη μοι Κύριος δι’ ὑμᾶς, ὅτι εἰς πολλὰ ἁμαρ-τήματα προάγετε καὶ ἡμᾶς. Ὅταν γὰρ ἀθυμῶμεν ὁρῶντες ὑμᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡμῖν τῆς ἰσχύος καταπίπτει; Τί γὰρ, εἰπέ μοι, γέγονεν; Ἰδοὺ τῇ χάριτι τοῦ Θεοῦ καὶ ἡμεῖς λοιπὸν τριετίαν ἔχομεν, νύ-κτα μὲν καὶ ἡμέραν οὐ παρακαλοῦντες, διὰ τριῶν δὲ πολλάκις ἡμερῶν ἢ δι’ ἑπτὰ τοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦμεν, ἐπιτιμῶμεν, δακρύομεν, ὀδυνώ-μεθα, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων τὰ δάκρυα κουφότερα· ταῦτα μὲν γὰρ φέρει τινὰ τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυμίᾳ τις ᾖ, καὶ μὴ δύνηται ἐξενεγκεῖν τὴν ἀλγηδόνα, ὥστε μὴ δόξαι κενόδοξος εἶναι, μείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶ-δες ἂν καθ’ ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία. Πιστεύ-σατε γάρ μοι, τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν· οὕτω μοι πάντα ὑμεῖς ἐστε. Κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυ-μίας πάλιν παραπέμπομαι τὰ ἐμά· φαιδρὸς μὲν ὢν ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς, κἂν μυρία ἔχω δεινὰ, σκυ-θρωπὸς δὲ ἐπὶ τοῖς ὑμετέροις λυπηροῖς, κἂν μυρία μοι κατορθώματα ᾖ. Τίς γὰρ ἐλπὶς διδασκάλῳ, τοῦ ποιμνίου διεφθαρμένου; ποία ζωὴ, ποία προσδοκία; μετὰ ποίας στήσεται παῤῥησίας πρὸς τὸν Θεόν; τί ἐρεῖ; Θῶμεν γὰρ, ὅτι οὐδὲ ἐγκαλεῖται, οὐδὲ δίδωσι δίκην, ἀλλ’ ἔστι καθαρὸς ἀπὸ τοῦ αἵματος πάντων· καὶ οὕτως ἀνίατα πείσεται· ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ μέλλοντες ἐγκαλεῖσθαι, ὅμως ἀλγοῦσι καὶ δάκνονται.

Homily XLIVHomilia XLIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:313Καὶ οὐδὲν αὐτοὺς τοῦτο, φησὶν, ὠφελεῖ οὐδὲ προί̈στα-ται, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν; Ἀλλ’ ἀγρυπνοῦσιν ὡς λόγον ἀποδώσοντες· καὶ δοκεῖ μέν τισι τοῦτο εἶναι φοβερὸν, ἐμοὶ δὲ οὐδεὶς τούτου λόγος μετὰ τὴν ὑμετέραν ἀπώλειαν. Ἄν τε γὰρ δῶ λόγον, ἄν τε μὴ δῶ, οὐδέν μοι τὸ ὄφελος. Γένοιτο σωθῆναι ὑμᾶς, καὶ δοῦναι λόγον ἐμὲ δι’ ὑμᾶς· ὑμᾶς σωθῆναι, καὶ ἐμὲ ἐγκαλεῖσθαι ὡς μὴ πληρώσαντα τὰ παρ’ ἐμαυτοῦ. Οὐ γὰρ τοῦ δι’ ἐμοῦ σωθῆναι ὑμᾶς φροντίζω, ἀλλὰ τοῦ σω-θῆναι μόνον δι’ ὁτουδήποτε. Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευματικῶν, πῶς μυριάκις ἕλοιτο ἂν κατα-κοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕνα ἀπολλύμενον ἰδεῖν καὶ διεφθαρμένον; Πόθεν ὑμᾶς πεί-σομεν; ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων τὰ καθ’ ὑμᾶς πάντα ἀπολυσόμεθα. Δυνάμεθα καὶ ἡμεῖς λέγειν, ὅτι οὐδὲν ὑπεστειλάμεθα· ἀλλ’ ὅμως ἀλγοῦμεν· καὶ ὅτι ἀλγοῦμεν, δῆλον ἐξ ὧν μυρία κατασκευάζομεν, καὶ μηχανώμεθα. Καίτοι γε ἐνῆν πρὸς ὑμᾶς αὐτοὺς εἰ-πεῖν· Τί μοι μέλει; ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, ἐγὼ καθαρός εἰμι ἀπὸ τοῦ αἵματος· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν. Εἴ γε ἐνῆν τὴν καρδίαν ἡμῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν μετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑμᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοῦ οὐρανοῦ εὐρυχωτέραν ποιεῖ τὴν ψυχήν. Χωρήσατε ἡμᾶς, ἔλεγεν ὁ Παῦλος· οὐδένα ἠδικήσαμεν, οὐ στενοχωρεῖσθε ἐν
PG 60:314ἡμῖν. Τοῦτο λέγομεν νῦν καὶ ἡμεῖς· Χωρήσατε ἡμᾶς· Πᾶσαν τὴν Κόρινθον εἶχεν ἐκεῖνος ἐν τῇ καρδίᾳ ἑαυτοῦ, καὶ ἔλεγε· Πλατύνθητε καὶ ὑμεῖς· οὐ στενοχω-ρεῖσθε. Ἀλλ’ αὐτὸς οὐκ ἂν ἔχοιμι τοῦτο λέγειν· εὖ γὰρ οἶδα, ὅτι καὶ ὑμεῖς ἡμᾶς ἀγαπᾶτε καὶ χωρεῖτε. Ἀλλὰ τί τὸ κέρδος ἢ τῆς ἐμῆς ἀγάπης ἢ τῆς ὑμῶν, ὅταν τὸ κατὰ Θεὸν ἡμῖν μὴ προχωρῇ; Μείζονος ἀθυμίας ὑπόθεσις, πλείονος λύμης ἀφορμή. Οὐδὲν ἔχω ἐγκαλεῖν ὑμῖν· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ἱμειρόμεθα οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς δοῦναι ὑμῖν. Φιλούμεθα καὶ φιλοῦμεν· ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον. Φιλήσωμεν οὖν τὸν Χριστὸν πρῶτον· πρώτη γὰρ ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· δευτέρα δὲ ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τὴν δευτέραν ἔχομεν, τῆς πρώτης ἡμῖν δεῖ· τῆς πρώτης δεῖ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ ἐμοὶ καὶ ὑμῖν. Ἔχομεν αὐτὴν, ἀλλ’ οὐχ ὡς χρή. Φιλή-σωμεν αὐτόν· ἴστε πόσος ἀπόκειται μισθὸς τοῖς φιλή-σασι τὸν Χριστόν· φιλήσωμεν αὐτὸν θερμότητι ψυχῆς, ἵνα, τῆς παρ’ αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωμεν τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:313ΟΜΙΛΙΑ ΜΕ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις. α. Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συμβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ. Ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε, λέγων, ὅτι Λύκοι βαρεῖς εἰς ὑμᾶς εἰσελεύσονται· ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπο-λέσῃ, ὅρα τὴν παραμυθίαν. Καὶ τανῦν, φησίν. Οὕτως εἶπε, δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἀεί. Παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι, τῇ χάριτι αὐτοῦ. Καὶ καλῶς οὕτως εἶπεν· οἶδε γὰρ, ὅτι ἡ χάρις σώζει. Συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπουδαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πείθων θαῤῥεῖν. Τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι. Οὐκ εἶπεν, Οἰκοδομῆσαι, ἀλλ’, Ἐποι-κοδομῆσαι, δεικνὺς ὅτι ἤδη ᾠκοδομήθησαν, Εἶτα τῆς ἐλπίδος ἀνέμνησε τῆς μελλούσης, εἰπών· Καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν πᾶσι τοῖς ἡγιασμένοις. Εἶτα πάλιν παραίνεσις· Ἀργυρίου, φησὶν, ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν. Ἀργυρίου, φησὶν, ἢ χρυσίου. Οὐκ εἶπεν, Οὐκ ἔλαβον· ἀλλ’, Οὐδὲ ἐπεθύ-μησα. Οὔπω μέγα τοῦτο, τὸ δὲ μετὰ τοῦτο μέγα. Ὑμεῖς ἐπίστασθε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβά-νεσθαι τῶν ἀσθενούντων. Ὅρα αὐτὸν τῷ ἔργῳ κε-χρημένον, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κοπιῶντα. Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τοῦτο ἐντρεπτικῶς. Καὶ ὅρα, πῶς ἀξίως. Οὐ γὰρ εἶπε Χρημάτων γενέσθαι κρείττους ἀλλὰ τί; Ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Οὐχ ἁπλῶσ
PG 60:314πάντων, ἀλλὰ τῶν ἀσθενῶν. Μνημονεύειν τε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπε, ὅτι Μακάριόν ἐστι μᾶλλον δι-δόναι ἢ λαμβάνειν. Ἵνα μή τις νομίσῃ πρὸς ἐκείνους εἰρῆσθαι, καὶ τύπον διδόναι αὐτὸν, ὅπερ ἀλλαχοῦ φησι,
Τύπον διδόντες ὑμῖν, ἐπήγαγε τὴν ἀπόφασιν τοῦ Χρι-στοῦ, λέγοντος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Ἐπηύξατο αὐτοῖς παραινῶν· δείκνυσιν αὐτὸ καὶ ἔργῳ. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς, προσηύξατο· οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς κατανύξεως. Πολλὴ ἡ παράκλη-σις· καὶ τῷ εἰπεῖν δὲ, Παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ, παρακαλεῖ. Ἐγένετο δὲ κλαυθμὸς ἱκανὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτὸν, ὀδυνώμενοι, μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. Εἶπεν, ὅτι Εἰσελεύσονται λύκοι βαρεῖς· εἶπεν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· ταῦτα ἑκά-τερα φοβερὰ καὶ ἱκανὰ λυπῆσαι· μάλιστα δὲ πλέον πάντων τοῦτο αὐτοὺς ὠδίνησε, τὸ μηκέτι ὁρᾷν ἀκοῦσαι αὐτόν· καὶ τοῦτο ἐποίει τὸν πόλεμον χαλεπόν. Προέ-πεμπον δὲ, φησὶν, αὐτὸν εἰς τὸ πλοῖον. Οὕτως ἐφί-λουν αὐτὸν, οὕτω διέκειντο περὶ αὐτόν. Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυ-δρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. Ἀνα-φανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον. Ὅρα, ἦλθεν εἰς Λυκίαν, καὶ διαπερῶν εἰς Φοινίκην, τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. Τοῦτο αἰτία τοῦ ἀπελθεῖν εἰς Τύρον. Καὶ εὑρόντες μα-θητὰς ἐπεμείναμεν πρὸς αὐτοὺς ἡμέρας ἑπτά· οἵ-
PG 60:315τινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀνα-βαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Ὅρα, προφητεύουσι κἀκεῖνοι τὰς θλίψεις. Οἰκονομεῖται καὶ δι’ ἐκείνων λεχθῆναι, ἵνα μή τις νομίσῃ ἁπλῶς ταῦτα λέγειν τὸν Παῦλον καὶ κομπάζειν, Πάλιν δὲ ἐκεῖ προσευχόμενοι διαλύονται ἀπ’ ἀλλήλων. Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρ-τίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμ-πόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν, προσηυξάμεθα. Καὶ ἀσπασάμενοι ἀλλή-λους, ἐνέβημεν εἰς τὸ πλοῖον· ἐκεῖνοι δὲ ὑπέστρε-ψαν εἰς τὰ ἴδια. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαί̈δα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς, ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ. Εἰς Καισάρειαν, φησὶν, ἐλθόντες, παρὰ Φιλίππῳ τῷ ἐκ τῶν ἑπτὰ ἐμείναμεν. Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες προφητεύουσαι. Ἀλλ’ οὐχ αὗται προλέγουσι τῷ Παύλῳ, καίτοι προφη-τεύουσαι, ἀλλ’ Ἄγαβος· καὶ ὅπως, ἄκουε. Ἐπιμενόν-των δὲ ἡμῶν ἡμέρας πλείους, ἦλθεν ἀπὸ τῆς Ἰου-δαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ χεῖρας καὶ πόδας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὁ πάλαι τὸν λιμὸν μηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν. Ὅπερ οἱ προφῆ-ται ἐποίουν, ὄψει τὰ γενόμενα ἀπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζεκιὴλ, τοῦτο καὶ οὗτος ἐποίησε. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι Εἰς χεῖρας ἐθνῶν παραδώσουσιν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκα-λοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ πολλοὶ παρεκάλουν μὴ ἀπελθεῖν, καὶ οὐδὲ οὕτως ὑπήκουσεν. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. β. Ὁρᾷς; ἵνα μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ, Δεδεμένος τῷ Πνεύματι πορεύομαι, μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ’ οἱ μὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων. Τί ποιεῖτε γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Οὐδὲν Παύλου φι-λοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει ὁ μὴ πά-σχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς. Ἐμὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες· μὴ γὰρ ἐγὼ ἀλγῶ; Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές μου τὴν καρ-δίαν; Ἐφ’ ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμα-σιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱμα-τισμοῦ, φησὶν, οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώ-σκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο μόνον οἱ διαφθείροντες τοὺς μαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαμοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων. Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰσ
PG 60:316ἀνάγκην. Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχημά μου ἐν τοῖς κλίμασι τῆς Ἀχαί̈ας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ μοι· ἀλλ’, Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐκ ἐπεθύμησα, ἵνα μὴ δόξῃ ἐκείνων εἶναι τὸ μὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύμησα τῶν ἀναγκαίων, ἵνα μὴ δόξῃ πάλιν κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλα-βεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμε-νος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν. Πάντα ὑπ-έδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο εἰπὼν, πάλιν ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυ-γεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν. Μνημονεύειν τε τὸν λόγον, φησὶ, τοῦ Κυρίου, ὃν εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ποῦ εἶπεν; Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφρο-σύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ καὶ ἀκτημοσύνης μεῖζον. Εἰ γὰρ ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ ὑπάρ-χοντα, εἰ θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθμὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαμβάνειν μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι· τὸ δὲ ἐκ τῶν ἀλλοτρίων, οὐ μόνον οὐ καλὸν, ἀλλὰ καὶ ἐπισφαλές. Καὶ ἐπιπεσόντες τῷ τραχήλῳ, φησὶν, αὐτοῦ ἔκλαιον. Τοῦτο τὴν διάθεσιν τὴν πρὸς αὐτὸν δείκνυσιν. Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχη-λον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι, καὶ πολ-λὴν ἀπὸ τῆς δημηγορίας λαβόντες τὴν ἀγάπην καὶ τὸ
φίλτρον. Εἰ γὰρ ἁπλῶς ἡμεῖς ἀπ’ ἀλλήλων διαλυόμενοι στένομεν, καίτοι εἰδότες, ὅτι ἀποληψόμεθα ἀλλήλους, πῶς ἂν ἐκεῖνοι τότε Παύλου ἀπαθῶς ἀπεσπάσθησαν; Ἐγὼ καὶ τὸν Παῦλον οἶμαι κλαίειν. Ἀποσπασθέντες, φησί. Δείκνυσι καὶ τὴν βίαν τῷ εἰπεῖν, Ἀποσπασθέν-τες ἀπ’ αὐτῶν. Καὶ εἰκότως· εἰς γὰρ τὴν θάλασσαν λοιπὸν ἐμβῆναι αὐτοὺς οὐκ ἐνῆν. Τί ἐστιν, Εὐθυδρο-μήσαντες ἤλθομεν εἰς τὴν Κῶν; Ἀντὶ τοῦ, Οὐ πε-ριήλθομεν οὐδὲ διετρίψαμεν ἐν ἑτέροις τόποις. Τῇ δὲ ἑξῆς, φησὶν, εἰς Ῥόδον. Ὅρα αὐτὸν ἐπειγόμενον. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην. Ἴσως ἐκεῖνο αὐτόθι διέτριβε· διὸ ἐν αὐτῷ ἐπιβαίνουσιν, οὐχ εὑρόντες ἄλλο εἰς Καισάρειαν ἀπερχόμενον. Ἀναφά-ναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον. Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέον-τες τῆς Συρίας· οὕτως ἔσπευδεν. Εἶτα καὶ κατήχθη-μεν εἰς Τύρον, φησὶ, καὶ εὑρόντες μαθητὰς, ἐμείνα-μεν πρὸς αὐτούς. Ὅτε πλησίον ἦσαν Ἱεροσολύμων, οὐκ ἔτι τρέχουσιν, ἀλλὰ καὶ μένουσι παρὰ τοῖς ἀδελφοῖς ἑπτὰ ἡμέρας. Ἴδε μοι λοιπὸν καὶ τὰς ἡμέρας. Μετὰ τὰ Ἄζυμα εἰς Τρωάδα ἦλθον δι’ ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἑπτά· τὰς πάσας δώδεκα· εἶτα εἰς τὴν Ἄσσον,

Homily XLVHomilia XLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:317εἰς Μυτιλήνην, ἀντικρὺ Χίου, εἰς Τρωγύλιον, εἰς Σάμον καὶ εἰς Μίλητον· δεκαοκτὼ ἡμέραι αἱ πᾶσαι. Εἶτα εἰς Κῶν, εἰς Ῥόδον, εἰς Πάταρα, εἴκοσι καὶ μία· εἶτα ἐκεῖθεν δι’ ἡμερῶν πέντε εἰς Τύρον, ἓξ καὶ εἴκοσι· λοιπὸν ἐκεῖ ἑπτὰ τριάκοντα καὶ τρεῖς· εἶτα εἰς Πτολε-μαί̈δα μίαν, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν πλείους μένει τῶν ἄλλων· καὶ τότε λοιπὸν ἐκεῖθεν αὐ-τοὺς ἀνάγει ὁ προφήτης. Οὕτως ἡ Πεντηκοστὴ πληροῦ-ται, καὶ ἐκεῖ αὐτὴν ποιεῖ. Ὅρα αὐτὸν ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυε πειθόμενον. Εἶπον· Μὴ δῷς σαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον, καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε· καὶ νῦν ὡς εἰπεῖν μυρίων παρακαλούντων, καὶ τῶν ἐν Τύρῳ καὶ τῶν ἐν Καισαρείᾳ, καὶ κλαιόντων καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται. Καὶ μὴν οὐχ ἁπλῶς τὰ δεινὰ προέλεγον, ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευσε, διὰ τί ἀντεῖπον; Ὅτι οὐκ ᾔδεσαν ἅπερ ἐδόκει τῷ Πνεύματι. Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο. Οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ’ ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Μετὰ δὲ τὸ ἐξαρτίσαι τὰς ἡμέρας, φησί· τουτέστι, πληρῶσαι· ἡμέρας δὲ λέγει τὰς τεταγμένας· προ-πεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις. γ. Ὅρα πόση ἡ παράκλησις ἦν· καὶ πάλιν εὐχό-μενοι διαλύονται. Καὶ ἐν Πτολεμαί̈δι μίαν μένουσιν ἡμέ-ραν, ἐν δὲ Καισαρείᾳ πλείους. Καὶ ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ’ ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι, φησὶν, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα· τουτέστι, τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόν-τες. Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ· γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. Καὶ ὅρα, οὐκ εἶπεν Ἄγαβος, ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν· ἀλλὰ, Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Ἄρα καὶ ζώνην εἶχεν. Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον, εἶτα ἡσύχα-σαν. Ὁρᾷς φιλοσοφίαν; ὁρᾷς φιλοστοργίαν; Ἡσυχά-σαμεν, φησὶν, εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Ἄγοντες, φησὶ, παρ’ ᾧ ξενισθῶμεν. Ἄρα οὐκ εἰς τὴν ἐκκλησίαν. Τότε μὲν γὰρ, ὅτε ὑπὲρ δο-γμάτων ἀνῄεσαν, ἐν τῇ ἐκκλησίᾳ ξενίζονται· νῦν δὲ παρὰ μαθητῇ τινι ἀρχαίῳ. Δείκνυσι πολὺν τοῦ κη-ρύγματος τὸν χρόνον λοιπόν· ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν ἐν ταῖς Πράξεσιν οὗτος, τὰ κατεπεί-γοντα μόνον λέγων. Τί ἐστι, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω; Κύριος, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Ἡσυχάζουσι δὲ ἐκεῖνοι, καὶ οὐκ ἀναγ-κάζουσιν. Ἴσως συνεῖδον, ὅτι τὸ θέλημα ἦν Θεοῦ, ἀπὸ τῆς Παύλου προθυμίας τοῦτο στοχασάμενοι· οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυμήθη, οὔτε Θεὸς ἂν εἴα-σεν ὁ ἀεὶ κινδύνων ἐξαρπάζων αὐτόν. Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτοὺς, οὐδὲ ἀξίωμα ἀπῄτουν. Ἀσμένως ἡμᾶς, φησὶν, ἀπεδέξαντο οἱ ἀδελφοί. Λοιπὸν εἰρήνης ἦν μεστὰ τὰ πράγματα τὰ ἐν Ἰουδαίοις, καὶ οὐχ ὡς πρότερον πόλεμος ἦν. Ἄγοντες ἡμᾶς, φησὶ, παρ’ ᾧ ξενισθῶμεν. Παῦλον ἐξένισεν ἐκεῖνος.
PG 60:318Τάχα τις ὑμῶν ἐρεῖ· Εἴ τις κἀμοὶ Παῦλον ἔδωκε ξενίσαι, ἑτοίμως ἂν καὶ μετὰ πολλῆς τῆς προθυμίας τοῦτο ἐποίησα. Ἰδοὺ τὸν Παύλου Δεσπότην ἔξεστί σοι ξενίσαι, καὶ οὐ βούλει· Ὁ γὰρ δεχόμενος, φησὶν, ἕνα τῶν ἐλαχίστων, ἐμὲ δέχεται. Ὅσῳ ἂν ἐλάχιστος ᾖ ὁ ἀδελφὸς, τοσούτῳ μᾶλλον ὁ Χριστὸς δι’ αὐτοῦ παραγίνε-ται. Ὁ μὲν γὰρ τὸν μέγαν δεχόμενος, πολλάκις καὶ διὰ κενοδοξίαν ποιεῖ· ὁ δὲ τὸν μικρὸν, καθαρῶς διὰ τὸν Χριστόν. Ἔξεστί σοι καὶ τὸν Πατέρα ξενίσαι τοῦ Χρι-στοῦ, καὶ οὐ βούλει· Ξένος γὰρ ἤμην, φησὶ, καὶ συν-ηγάγετέ με· καὶ πάλιν, Ἐφ’ ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Κἂν μὴ Παῦ-λος ᾖ, πιστὸς δὲ ᾖ καὶ ἀδελφὸς, κἂν ἐλάχιστος ᾖ, ὁ Χριστὸς δι’ αὐτοῦ παραγίνεται. Ἄνοιξον τὴν οἰκίαν, ὑπόδεξαι. Ὁ δεχόμενος προφήτην, φησὶ, μισθὸν προ-φήτου λήψεται. Οὐκοῦν καὶ ὁ Χριστὸν δεχόμενος, λή-ψεται μισθὸν τοῦ τὸν Χριστὸν ξενίζοντος. Μὴ ἀπίστει τοῖς ῥήμασιν αὐτοῦ, ἀλλὰ γενοῦ πιστός· αὐτὸς εἶπεν, ὅτι Δι’ αὐτῶν ἐγὼ παραγίνομαι· καὶ ἵνα μὴ ἀπι-στῇς, καὶ τιμωρίας ὁρίζει τοῖς μὴ δεχομένοις, καὶ τιμὰς τοῖς δεχομένοις, οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ καὶ ὁ τιμηθεὶς καὶ ὁ ὑβρισθεὶς αὐτὸς ἦν. Ἐδέξω με, φησὶν, εἰς τὸ σὸν καταγώγιον, δέξομαί σε εἰς τὴν βασιλείαν τοῦ Πατρός μου· ἔλυσάς μοι τὸν λιμὸν, λύσω σοι τὰ ἁμαρτήματα· εἶδές με δεδεμένον, ὁρᾶσθαί σε ποιῶ λελυμένον· εἶδές με ξένον, ποιῶ σε πολίτην τῶν οὐ-ρανῶν· ἔδωκάς μοι ἄρτον, δίδωμί σοι βασιλείαν ὁλό-κληρον, ὥστε κληρονομῆσαι καὶ κατασχεῖν. Δεῦτε γὰρ, φησὶ, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα-σιλείαν. Οὐκ εἶπε, Λάβετε, ἀλλὰ, Κληρονομήσατε, ὅπερ ἐπὶ τῶν κυρίως κτωμένων λέγεται, ὡς ὅταν λέγωμεν· Τόδε ἐκληρονόμησα. Ἐποίησας εἰς ἐμὲ ἐν κρυπτῷ, ἐγὼ κηρύξω ἐν φανερῷ· καὶ τὰ μὲν σὰ λέγω, ὅτι χάριτος ἦν, τὰ δὲ ἐμὰ, ὀφειλῆς. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ἤρξω, ἐγὼ ἕπομαι καὶ ἀκολουθῶ· οὐκ αἰσχύ-νομαι ὁμολογῆσαι τὰς εἰς ἐμὲ γενομένας εὐεργεσίας, οὐδὲ τίνων με ἀπήλλαξας, λιμοῦ καὶ γυμνότητος καὶ πλάνης. Εἶδές με δεδεμένον, οὐκ ὄψει τὸ τῆς γεέννης πῦρ· εἶδές με ἀῤῥωστοῦντα, οὐκ ὄψει τὰ βασανιστή-ρια οὐδὲ τὰς τιμωρίας. Ὢ χεῖρες ὄντως εὐλογημέναι, αἱ τοιαύταις οἰκονομίαις διακονούμεναι, αἱ καταξιού-μεναι ὑπηρετεῖν τῷ Χριστῷ. Πόδες εἰς δεσμωτή-ρια βαδίζοντες διὰ τὸν Χριστὸν, εὐκόλως κατατολ-μῶσι τοῦ πυρός· οὐ λαμβάνουσι πεῖραν τῶν δεσμῶν χεῖρες αἱ δεδεμένον αὐτὸν ἰδοῦσαι. Ἐνέδυσας ἱμά-τιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου· ἐγένου ἐν δεσμω-
τηρίῳ μετ’ αὐτοῦ, καὶ γίνῃ ἐν βασιλείᾳ μετ’ αὐτοῦ. Ταῦτα ὁμολογεῖ οὐκ αἰσχυνόμενος, ἀλλ’ εἰδὼς ὅτι αὐτὸν ἐπεσκέψω. Οὐκ ᾔδει ἀγγέλους ξενίζων ὁ πατρι-άρχης, καὶ ἐξένιζεν. Αἰσχυνθῶμεν, παρακαλῶ· ἐν μεσημβρίᾳ ἐκάθητο ἐπ’ ἀλλοτρίας ὢν, ὅπου οὐδὲ βῆμα ποδὸς εἶχε ξένος ἦν, καὶ ξένους ἐξένιζεν ὁ ξένος· πο-λίτης γὰρ ἦν τῶν οὐρανῶν. Διὰ τοῦτο οὐδὲ ἐπὶ γῆς ὢν, ξένος ἦν. Ἡμεῖς ἐκείνου τοῦ ξένου μᾶλλον ξένοι, μὴ δεχόμενοι ξένους. Οὐκ εἶχεν οἰκίαν, καὶ καταγώγιον ἦν αὐτῷ ἡ σκηνή. Καὶ ὅρα τὸ δαψιλές· μόσχον ἔθυε, καὶ ἄλευρα ἔφυρεν. Ἄκουε καὶ τὸ πρόθυμον· δι’ ἑαυτοῦ καὶ τῆς γυναικὸς τοῦτο ποιεῖ. Σκόπει καὶ τὸ ἄτυφον· προς-κυνεῖ καὶ παρακαλεῖ.

Homily XLVHomilia XLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 60:319δ. Πάντα γὰρ ταῦτα δεῖ τὸν ξενίζοντα ἔχειν· τὸ πρόθυ-μον, τὸ φαιδρὸν, τὸ ἄφθονον. Ἡ γὰρ τοῦ ξένου ψυχὴ ἐρυθριᾷ καὶ αἰσχύνεται· κἂν μὴ μεθ’ ὑπερβολῆς ἐπιδείξῃ χαρὰν, ὡς ἀλογηθεὶς ἀπαλλάσσεται, καὶ λοιπὸν χεῖρον γέγονε τοῦ μὴ ὑποδέξασθαι τὸ οὕτως ὑποδεχθῆναι. Διὰ τοῦτο προσκυνεῖ, διὰ τοῦτο τῷ λόγῳ δέχεται, διὰ τοῦτο τῇ καθέδρᾳ. Τίς γὰρ ἂν ἠπορήθη, εἰδὼς ὅτι τοῦτο ἔργον αὐτῷ ἦν; Ἀλλ’ οὐκ ἐπὶ ξένης ἐσμὲν ἡμεῖς; Ἀλλ’ ἐὰν θέλωμεν, δυνησόμεθα αὐτὸν μιμήσασθαι. Πόσοι ξένοι εἰσὶ τῶν ἀδελφῶν; Ἔστιν οἴκημα κοινὸν ἡ ἐκκλησία, ὃν ξενῶνα καλοῦμεν· περιεργάζεσθε καὶ ὑμεῖς, καθέζεσθε παρὰ τὰς θύρας, τοὺς ἐρχομένους ὑποδέχεσθε· κἂν μὴ εἰς τὰς οἰκίας ὑμῶν βούλησθε, ἀλλ’ ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες. Τί γάρ; ἡ Ἐκκλησία οὐκ ἔχει; φησίν. Ἔχει· ἀλλὰ τί τοῦτο πρὸς ὑμᾶς; μὴ τὸ ἀπὸ τῶν κοινῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων αὐτοὺς, τοῦτο ὑμᾶς ὠφελῆσαι δύναται; μὴ γὰρ, ἂν ἕτερος εὔχηται, σὺ οὐκ ὀφείλεις εὔχεσθαι; διὰ τί μὴ λέ-γεις· τί γάρ; οὐκ εὔχονται οἱ ἱερεῖς; ἐγὼ τί εὔχομαι; Ἀλλ’ ἐγὼ, φησὶ, δίδωμι τῷ μὴ δυναμένῳ καταχθῆναι ἐκεῖ. Δὸς κἂν ἐκείνῳ· τὸ γὰρ σπουδαζόμενον ἡμῖν τοῦτό ἐστι, τὸ ὅλως δοῦναι. Ἄκουσον, τί φησιν ὁ Παῦλος· Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, καὶ μὴ βαρῆται ἡ Ἐκκλησία. Ὅπως βούλει ποίησον, μόνον ποίησον. Ἐγὼ δὲ οὐ λέγω, Ἵνα μὴ βαρῆται ἡ Ἐκκλησία, ἀλλ’, Ἵνα μὴ σὺ βαρῇ· τῷ γὰρ λογισμῷ τούτῳ οὐδὲν ἐργάσῃ, πάντα ἐπιτρέπων αὐτῇ. Διὰ τοῦτο κοινὸν οἴκημά ἐστιν ὑπὸ τῆς Ἐκκλησίας ἀφωρισμένον, ἵνα μὴ ταῦτα λέγῃς. Ἀλλ’ ἔχει δαπανήματα ἡ Ἐκκλησία, φησὶ, χρήματα ἔχει καὶ προσόδους. Εἰπέ μοι, ἀναλώματα δὲ οὐκ ἔχει; δαπάνην δὲ οὐκ ἔχει καθημερινήν; Ναὶ, φησί. Τί οὖν οὐ βοηθεῖς τῇ μετρίᾳ; Αἰσχύνομαι μὲν ταῦτα λέγων· πλὴν ἀλλ’ οὐδὲν ἀναγκάζω. Εἴ τις νομίζει χρηματισμὸν εἶναι τὰ λεγόμενα, ποιήσει ἑαυτῷ ξενοδοχεῖον ἐπὶ τῆς οἰκίας· στῆσον ἐκεῖ κλίνην, στῆσον ἐκεῖ τράπεζαν καὶ λυχνίαν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν στρατιῶται ἔλ-θοιεν, ἔχειν ὑμᾶς ἀποτεταγμένα οἰκήματα, καὶ πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάντα παρέχειν αὐτοῖς, ἐπειδὴ τὸν πόλεμον ὑμῖν ἀμύνουσι τοῦτον τὸν αἰσθητόν· τοὺς δὲ ξένους μὴ ἔχειν ὅπου καταμείνειεν; Νίκησον τὴν Ἐκκλησίαν. Βούλει ἐντρέψαι ἡμᾶς; Τοῦτο ποίησον· ὑπερβαλοῦ τῇ φιλοτιμίᾳ· ἔχε οἴκημα, ἔνθα Χριστὸς παραγίνεται· εἰπέ· Τοῦτο τὸ κελλίον τοῦ Χριστοῦ· ἡ οἰκία αὕτη αὐτῷ ἀφώρισται. Κἂν καταγώγιον ᾖ καὶ εὐ-τελὲς, οὐκ ἀπαξιοῖ Γυμνὸς καὶ ξένος ὁ Χριστὸς περίεισι, μόνον σκέπης δεόμενος· κἂν τούτῳ πάρεχε· μὴ ὠμὸς ἔσο μηδὲ ἀπάνθρωπος, μηδὲ ἐν μὲν τοῖς βιωτικοῖς οὕτω σφοδρὸς ἔσο, ἐν δὲ τοῖς πνευματικοῖς ψυχρός. Ἔστω καὶ τῶν οἰκετῶν ὁ πιστότερος τοῦτο ἐγκεχειρισμένος, καὶ τοὺς ἀναπήρους, τοὺς πτωχοὺς, τοὺς ἀστέγους εἰσαγέτω. Ταῦτα λέγω πρὸς ἐντροπήν. Ἔδει μὲν γὰρ ἄνω ἐπὶ τῆς οἰκίας αὐτοὺς δέχεσθαι· εἰ δὲ μὴ βούλει, κἂν κάτω, κἂν ἔνθα αἱ ἡμίονοι, κἂν ἔνθα οἱ οἰκέται, δέξαι τὸν Χριστόν. Τάχα φρίττετε ἀκούοντες. Τί οὖν, ὅταν μηδὲ ταῦτα ποιῆτε; Ἰδοὺ παραινῶ, ἰδοὺ λέγω· Ἔστω ὑμῖν τοῦτο περισπούδαστον. Ἀλλ’ οὐ βούλεσθε οὕτως; Οὐκοῦν
PG 60:320ἑτέρως ποιήσατε. Εἰσὶ πολλοὶ πένητες καὶ πενιχραί· ἀφορίσατε δι’ ὅλου μένειν ἐκεῖ τινα· ἔστω κἂν φύλαξ τῆς οἰκίας ὁ πένης· ἔστω σοι τειχίον καὶ περίφραγμα, ἀσπὶς καὶ δόρυ. Ἔνθα ἐλεημοσύνη, οὐ τολμᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν. Μὴ δὴ περιίδωμεν τοσοῦτον κέρδος. Νῦν δὲ ὀχήματος μὲν τόπος ἐστὶν ἀφ-ωρισμένος, καὶ βαστερνίοις ἕτερος· τῷ δὲ Χριστῷ πλα-νωμένῳ οὐδὲ εἷς. Ὁ Ἀβραὰμ ἔνθα αὐτὸς ἔμενε τοὺς ξένους ὑπεδέχετο· καὶ ἡ μὲν γυνὴ ἐν τάξει θεραπαινίδος εἱστήκει, ἐκεῖνοι δὲ ἐν τάξει δεσποτῶν. Οὐκ ᾔδει, ὅτι τὸν Χριστὸν ἐδέχετο· οὐκ ᾔδει, ὅτι ἀγγέλους· ὡς εἴ γε ᾔδει, πάντα ἂν ἐκένωσεν. Ἡμεῖς δὲ καίπερ εἰδότες, ὅτι τὸν Χριστὸν δεχόμεθα, οὐδὲ τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδὴν, ὅσην ἐκεῖνος ὁ νομίζων ἀνθρώπους δέχε-σθαι. Ἀλλ’ ἐπιθέται εἰσὶ, φησὶ, πολλοὶ καὶ ἀγνώμονες. Καὶ τούτου σοι μείζων ὁ μισθὸς, ὅταν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ δέχῃ. Εἰ μὲν γὰρ οἶδας ὄντας ἐπιθέτας, μὴ δέχου εἰς τὴν οἰκίαν· εἰ δὲ οὐκ οἶδας, τί ἁπλῶς κατηγο-ρεῖς; Διὰ τοῦτο λέγω εἰς τὸ ξενοδοχεῖον ἀπιέναι. Ποία δὲ ἀπολογία, ὅταν μηδὲ οὓς ἴσμεν, μηδὲ τούτους δεχώ-μεθα, ἀλλ’ ἀποκλείωμεν πᾶσι τὰς θύρας; Ἔστω τὸ τοῦ Χριστοῦ πανδοχεῖον ἡμῶν ἡ οἰκία· ἀπαιτῶμεν αὐτοὺς τὸν μισθὸν, μὴ ἀργύριον, ἀλλὰ τὸ ποιῆσαι ἡμῖν δοχεῖον τοῦ Χριστοῦ τὴν οἰκίαν· περιτρέχωμεν πανταχοῦ, ἕλ-κωμεν, ἁρπάζωμεν τὴν θήραν· μείζονα εὐεργετούμεθα ἢ εὐεργετοῦμεν. Οὐ κελεύω καταθῦσαι μόσχον· ἄρτον δὸς πεινῶντι, ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ μὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκημα κοινὸν τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινομένων ἐκεῖνος εἶχε τὸν μισθόν. Οὕτως ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡμέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεμον εἷλκε, καὶ οὐκ ἐγόγ-γυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁμοίως ἐπεμελεῖτο ὥσπερ ἑαυτοῦ· μονονουχὶ γὰρ κατὰ τὸν Ἰὼβ ἔλεγεν, ὅτι Ὁμοίως ἐπλάσθημεν ἐν τῇ αὐτῇ γαστρί. Τοίνυν καὶ ἡμεῖς φροντίζωμεν ἑαυτῶν τῆς σωτηρίας, καὶ πολλὴν ποιώμεθα τῶν οἰκετῶν τὴν ἐπιμέλειαν, ὅπως ἔσονται χρηστοὶ καὶ ἐπιμελεῖς· καὶ ἔστω καὶ ὁ οἰκέτης ἡμῶν πεπαιδευμένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν. Καθ-άπερ ἐν πολέμῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατ-ηγὸς ῥᾳδίως πολεμεῖ, τοὐναντίον δὲ γίνεται, ὅταν μὴ τοῦτο ᾖ· καὶ ναυτῶν δὲ ὁμονοούντων, ὁ κυβερνήτης εὐ-κόλως τοὺς οἴακας μεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευμένοι οἱ οἰκέται, οὐ παροξυν-θήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυμαστοὶ, καὶ συναντιλήψονταί σοι, καὶ παραι-νέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττό-μενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 60:321ΟΜΙΛΙΑ Μ. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. α. Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ μέγας καὶ θαυμαστός. Πρὸς τοῦ-τον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκω-βον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρε-σβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλ-ανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν. Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύμαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόν-τες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ μεθ’ ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκο-πος αὐθεντικῶς διαλέγεται, ἀλλ’ αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης· ὥσπερ ἂν εἰ εὐθέως καὶ ἀπὸ προοιμίων ἀπολογούμενοι, ὅτι Οὐκ ἐβουλόμεθα. Ὁρᾷς τοῦ πράγματος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας μυριάδας κατηχήσαμεν, ἀλλ’ Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρ-χουσι. Δύο αἰτίαι, καὶ τὸ πλῆθος, καὶ ἡ γνώμη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολ-λοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία· Καὶ αὐτοὶ πάντες κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν δι-δάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Οὐκ εἶπον, Ἤκουσαν· ἀλλὰ, Κατηχήθησαν, τουτέστιν, ἐδιδάχθησαν καὶ ἐπί-στευσαν, ὅτι ἀποστασίαν ἀπὸ Μωϋσέως διδάσκεις, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Τοῦτο εἰπὼν, ἐπήγαγε· Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ, ὅτι ἐλήλυθας. Τοῦτο οὖν ποίησον ὅ σοι λέγο-μεν. Ὡς συμβουλεύοντες ταῦτα λέγουσιν, οὐχ ὡς ἐπι-τάττοντες. Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχον-τες ἐφ’ ἑαυτῶν. Τούτους παραλαβὼν ἁγνί-σθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ’ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ στοι-χεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι αὐτῷ συμβουλεύουσιν, οὐ λόγῳ. Ἵνα ξυρήσωνται, φησὶ, καὶ γνῶσι πάντες, ὅτι ὧν κατ-ήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Οὐκ εἶπον, ὅτι Δι-δάσκεις, ἀλλὰ Κατήχηνται, πάλιν τὸ ἐδιδάχθησαν διὰ
PG 60:322τούτου δηλῶν, καὶ ὅτι Στοιχεῖς, τουτέστιν, ἐκ περιου-σίας καὶ αὐτὸς φυλάττεις. Οὐ γὰρ δὴ τοῦτο μόνον ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλ’ ὅτι καὶ αὐ-τὸς τηρεῖ. Τί οὖν, ἂν τὰ ἔθνη μάθωσιν, οὐ σκανδαλισθή-σονται, φησί; Πῶς; ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς. Περὶ δὲ τῶν πεπι-στευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν καὶ πορνείαν. Ἐνταῦθα ἐντρεπτικῶς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡμεῖς ἐκείνοις ἐπετάξαμεν, καίτοι γε Ἰουδαίοις κηρύττοντες, οὕτω καὶ σὺ, καίτοι ἔθνεσι κη-ρύττων, σύμπραξον ἡμῖν. Ὅρα τὸν Παῦλον· οὐ λέγει, Καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ’ ἐπείσθη αὐτοῖς, καὶ πάντα ἐποίησε· καὶ γὰρ οὕτω συνέφερεν. Οὐ γὰρ ἦν ἴσον εἰς ἀπολογίαν καταστῆναι, καὶ οὐδενὸς εἰδότος ποιῆ-σαι ταῦτα. Ἀνύποπτον ἦν τὸ καὶ δαπανᾶσθαι. Τότε παραλαβὼν ὁ Παῦλος τοὺς ἄνδρας, καὶ τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερὸν, διαγ-γέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. Διαγγέλλων, τουτέστι, καταγγέλλων ὥστε αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι. β. Ὅρα πῶς μάλιστα δὴ αὐτοῖς ἐγχρονίζει. Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συν-έχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ δι-δάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱε-ρὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες, καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ. Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβό-μενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ἄνδρες Ἰσραη-λῖται, βοηθεῖτε, φησίν. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τού-του. Ἃ μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος, ταῦτα προφέρουσι ἐκεῖνοι. Καὶ οὐδὲν ἐνεκάλεσε τοῖς ἀπο-στόλοις ὁ Παῦλος παθὼν καίτοι τοσαῦτα, ὅτι αὐτοὶ αἴτιοι τούτων γεγόνασιν αὐτῷ· οὕτως ἦν μεγαλόψυχος. Καὶ εἷλκον αὐτὸν, φησὶν, ἔξω τοῦ ἱεροῦ· καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποι-ῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας, ὅτι ὅλη συγκέχυται Ἱερου-σαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ’ αὐτούς. Οἱ δὲ ἰδόν-τες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο, τίς ἂν εἴη καὶ τί ἐστι πεποι-ηκώς. Ἄλλοι δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ. Καὶ τίνος ἕνεκεν μέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύ-σεσι δυσί; Παραμυθούμενος τὸν θυμὸν τοῦ δήμου. Μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυ-
PG 60:323βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βα-στάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ’ ὧν ἂν ἀπεφαίνοντο τοῦτο λέγειν, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ φαίνονται ποιοῦντες καὶ λέγον-τες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν ζώντων ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ’ ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊ-κὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεμβολὴν
Page scan enlarged

Notebook

Full View