PG 63John Chrysostom
Selections from Various Homilies
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 63:725εδικάσαμεν πυρὶ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχὶ ἁπάσας ὑπὲρ αὐ-τοῦ θεῖναι ἐχρῆν; Εἴ τις ἡμῶν ἐπὶ θάνατον ἤγετο, εἶτα προύκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆ-ναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνόμισε· νῦν δὲ [τὴν] ἐπὶ γεέννης ἀγομένους ὁδὸν, παρὸν τὰ ἡμίση διδόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατ-έχειν εἰκῆ τὰ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι; καὶ ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα μετὰ ἀδείας καρπώσασθαι; Εἰ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν, καὶ οὐδὲ ἐνταῦθα πολὺν παραμένοντος χρό-νον· πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύ-την ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ’ ὅμως καὶ ταῦτα εἰ-δότες πάντα κινοῦσιν ὑπὲρ αὐτῆς· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσι, ὑπὲρ τῆς μενούσης ἐκείνης καὶ ἀναφαιρέτου τί γένοιτ’ ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων, ἃ καὶ μικρὸν ὕστερον ἄκοντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαι-ρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι, καὶ μεθ’ ἑαυ-τῶν λαβεῖν, μὴ βουληθῆναι; Ἀλλὰ οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέῤῥαια χρυσᾶ περιτίθεμεν· τὸν Δεσπότην δὲ γυμνὸν περιιόντα καὶ θυραυλοῦντα καὶ χεῖρα ἐκτείνοντα περιορῶμεν, καὶ πολλάκις ἀπ-ηνεῖ βλέπομεν ὀφθαλμῷ. Τί ταύτης τῆς μανίας χεῖ-ρον γένοιτ’ ἄν; Ὅταν γὰρ ὁ Θεὸς πρὸς ἡμᾶς ἀπο-στέλλῃ τοὺς πένητας, ἐκ τῶν ἐκείνου δοῦναι κελεύων αὐτοῖς, ἡμεῖς δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμπωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κε-ραυνῶν ἄξιον πρᾶγμα ποιοῦμεν. Εἰ γὰρ σὸς οἰκέτης, παρὰ σοῦ κελευσθεὶς εἰς ἕτερον ἀπελθεῖν οἰκέτην ἀρ-γύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθείς· τί οὐκ ἂν εἰργάσω τὸν ὑβρικότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος; Εἰ δὲ ἐπὶ ἀνθρώπων τοῦτο, ἐπὶ τοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν ἁπάντων Δεσπό-του πόσῳ μᾶλλον; Εἰ μηδὲν βούλει δοῦναι αἰτοῦντι τῷ πένητι, τί καὶ ὀνειδίζων πλήττεις τὴν ἐκείνου ψυχήν; μὴ γὰρ, εἰ προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθέ σοι ἄν; Ἀλλ’ ἀναίσχυντός ἐστι, φησὶ, καὶ ἐπιτρέχων βοᾷ. Τί λέγεις; ποσάκις τραπέζης παρα-κειμένης τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχο-λαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι γε σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς ἡδονῆς· καὶ σαυτὸν μὲν ὑπὲρ τοῦ μηδενὸς ἐκθηριούμενον, οὐ καλεῖς ἀναίσχυντον· τὸν δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελ-λήσεως, ἀλλὰ περὶ λιμοῦ ἅπας ὁ φόβος αὐτῷ), τοῦτον ἰταμὸν καλεῖς καὶ ἀναίσχυντον; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Εἰ σὺ μικράν τινα σταγόνα κατ-ενεχθεῖσαν ὁρῶν ἀπὸ τῆς στέγης, καὶ οἰκέτας καλεῖς καὶ τεχνίτας, καὶ πάντα ἀνατρέπεις τὸν οἶκον· πῶς τὸν πένητα ἐν ῥακίοις καὶ χόρτοις καὶ πηλῷ κείμε-
PG 63:726νον, καὶ ἅπαντα κρυμὸν ὑπομένοντα περιορᾷς; ποῖον θηρίον τούτοις οὐ κατακλασθείη τοῖς πράγμασι; τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τού-τοις ἥμερος; Ἀλλὰ γάρ εἰσί τινες οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκασιν, ὡς οὐ μόνον οὐκ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, ἀλλὰ καὶ ὑβρίζειν πολλάκις καὶ λέγειν, ἄξια πάσχειν αὐτούς. Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ μοι, ὅτι τρέφεσθαι βού-λονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ’ ὅτι ἀρ-γοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; οὐχὶ καὶ ἐργα-σίαν πολλάκις πάσης ἀργίας χαλεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν; Κρεῖττον ἦν, εἰ καὶ σὺ τοιαύτην ἤργεις ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν καὶ ἁρπάζειν τὸ οὕτως ἀργεῖν κατὰ πολὺ βέλτιον. Ὅταν οὖν ἴδῃς πένητα καὶ εἴπῃς, ὅτι Ἀποπνί-γομαι ὅτι νέος ὢν, οὕτως ὑγιὴς, μηδὲν ἔχων βούλεται τρέφεσθαι ἀργὸς ὤν· ταῦτα ἅπερ εἶπας εἰπὲ πρὸς ἑαυτόν· μᾶλλον δὲ ἐκείνῳ δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν πρὸς σὲ, ὅτι Ἀποπνίγομαι ὅτι ὑγιὴς ὢν ἀργεῖς, καὶ οὐδὲν πράττεις ὧν προσέταξεν ὁ Θεός. Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς, αὐτὸς δέ σοι καὶ ὑπὲρ ἔργων πονηρῶν, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς καὶ τὰς ἑτέ-
ρων ἀνατρέπεις οἰκίας. Ἀλλὰ ψεύδεται πολλὰ καὶ πλάττεται; Ἀλλὰ καὶ ἐντεῦθεν ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην ἐνέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναι-σχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλαβεν ἅπαξ καὶ δίς; λέγοντες. Τί οὖν; οὐ δεῖ τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; διὰ τί μὴ καὶ τῇ σαυτοῦ γαστρὶ τούτους τίθης τοὺς νόμους, καὶ λέγεις πρὸς αὐτὴν, Ἐνεπλήσθης χθὲς, μὴ ζήτει νῦν· ἀλλ’ ἐκείνην μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον δὲ καὶ τὰ σύμ-μετρα αἰτοῦντα ἀποστρέφῃ; καὶ πῶς αὐτὸς εἰσακου-σθῆναι βούλει παρακαλῶν; Ὁ γὰρ περιιδὼν τὸν θλι-βόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Ἆρα οὐχὶ κατηγορίας ἄξια ταῦτα, ὅτι παρασίτους μὲν τρέφων καὶ κόλακας, ζημίαν τὸ πρᾶγμα οὐχ ἡγούμεθα εἶναι· εἰ δὲ πένητα προσιόντα λιμῷ καὶ κρυμῷ κατατεινόμενον ἴδωμεν, οὐ μόνον περιορῶμεν αὐτὸν, ἀλλὰ καὶ κατεπεμβαί-νομεν εὐθέως; Τί γὰρ οὐκ ἐργάζεται, φησί· τί δὲ ἀργῶν τρέφεται; Σὺ δὲ ἐργαζόμενος ἔχεις ἃ ἔχεις; οὐχὶ κλῆρον πατρῷον λαβών; εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Ἀλλ’ ἐπιθέτης ἐστί. Τί λέ-γεις; ἄρτου τινὸς ἕνεκεν καὶ ἱματίου ἐπιθέτην κα-λεῖς; Ἀλλ’ εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δὲ, πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίου; οὐδεὶς ἀπὸ δικαστη-ρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ νόσου; οὐδεὶς ἀπὸ κινδύνων; οὐδεὶς ἀπὸ ἄλλης περιστάσεως; Ἀλλ’ ἂν ἀκούσωμέν τινος τοιαῦτα ἀποδυρομένου, καὶ με-γάλα βοῶντος, καὶ γυμνοῦ ἀναβλέποντος εἰς τὸν οὐ-ρανὸν, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦμεν. Οὐκ αἰσχύνῃ τινὰ ἐπιθέτην καλεῖν; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ πένητος. Ἀλλ’ ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠμοὺς ἔχων, πρὸς θηρία μᾶλλον ἢ πρὸς ἀνθρώπους, καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται
PG 63:727καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου τὴν ψυχὴν ἐπικλάσῃ. Ὢ τῆς ὠμότητος ὢ τῆς ἀπηνείας ὢ τῆς ἀπανθρωπίας ἐὰν ἴδωμεν πένητα ἐν ἐλευθερίῳ σχήματι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα ἀπὸ εὐγενῶν εἶναι δόξῃ, οὕτω πρόσεισιν· ἐὰν ἴδωμεν γυμνὸν ἢ ῥακοδυτοῦντα, καὶ τοῦτον κακίζο-μεν. Ὢ τῆς ἀναισχύντου ταύτης θηριωδίας Ἂν μὲν βούλῃ, δός· ἂν δὲ μὴ βούλῃ, ἀπόπεμψον. Διὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος; διὰ τί οὐδὲ αὐτὸς ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος ἀπατεὼν, ἐκεῖνος ὑπο-κριτὴς, οὐδὲ τούτοις δίδωσιν, οὔτε ἐκείνοις· πάντας γὰρ ὑποπτεύσει τοιούτους εἶναι. Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; Διὰ σέ· εἰ ἐλεήμονες ἦμεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν τεχνῶν· εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο. Τίς γάρ ἐστιν οὕτως ἄθλιος, ὡς θέλειν ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης καὶ τῶν παίδων; πόσης ταῦτα πενίας οὐ χείρονα; Καὶ οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ’ ἡμῶν ὡς ἀναίσχυντοι. Καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος, ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀπο-στραφῇς. Πῶς γὰρ οὐκ ἄτοπον, ὅτι σὺ μὲν γαστρι-ζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρασύρων, καὶ μαλακοῖς ἐνθαπτόμενος στρώμασι τὸν βίον διατελεῖς· τὸν δὲ πένητα γυμνὸν καὶ τρέμοντα καὶ λιμώττοντα περιορᾷς; Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον, ὅπου γε καὶ παῖδας ἠναγκά-σθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται; Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλι-κίας, οὔτε ἀπὸ τῆς συμφορᾶς τοὺς ἀνηλεεῖς ἐπεσπά-σαντο, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χα-λεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμόν· κουφό-τερον εἶναι νομίζοντες ἀποστερεῖσθαι τοῦ κοινοῦ τού-του φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ, καὶ τὸν οἴκτιστον ὑπομένειν θά-νατον. Ὄντως μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Ἐλεημοσύνη γάρ ἐστιν, ὅταν μετὰ προθυμίας γίνη-ται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλὺς, ἐπεὶ τοῦτο οὐδὲ χάρις· τὸν γὰρ ἕτερον ἐλεοῦντα χαίρειν, οὐ δυσχεραίνειν χρή. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν αὐτὸς ἀθυμεῖς; Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλα-ξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕ-τως ἀπαλλάττειν. Τί δὲ καὶ ὅλως ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γίνηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύ-την ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς, ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ’ ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν; Διὰ τί; ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι, καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ’ οὐχ οὕ-τως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων· οἱ δὲ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μι-σθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Μὴ τοίνυν λέγωμεν ὅτι Ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτε-λὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃσ
PG 63:728τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον· κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, οὕτω σοι ὁ Χριστὸς λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι’ ἐκείνου. Πέτρος καὶ Ἰωάννης ἀνέβαινόν ποτε εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ βα-σταζόμενος, ἔκειτο πρὸς τὴν θύραν τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεη-μοσύνην λαβεῖν παρ’ αὐτῶν. Τί οὖν ὁ Πέτρος; Βλέ-ψον εἰς ἡμᾶς, φησὶν, ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπό-δειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων οὐδὲ ἀπο-κρίσεως· ὁ στολισμὸς δείκνυσί σοι τὸν ἀκτήμονα. Τί οὖν; τοῦτο ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς πρὸς τὸν πένητα ἵνα μὴ διορθώσῃ τὴν πενίαν, ἵνα εἴπῃς αὐτῷ, Οὐκ ἔχω χρυσίον καὶ ἀργύριον; Ἀνάμεινον μικρὸν, καὶ ὄψει μείζονα πλοῦτον· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγει-ραι καὶ περιπάτει. Εἶδες πενίαν χρημάτων, καὶ πλοῦτον χαρισμάτων; Ὅρα λοιπὸν αὐτοῦ καὶ τὴν ἐπιείκειαν· Βλέψον εἰς ἡμᾶς, φησίν. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδόρησεν, οὐκ ἀπεκρούσατο, ὃ πολλάκις ποιοῦ-μεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας αὐτοὺς ἀπαιτοῦντες, πρὸς ἐργασίαν αὐτοὺς παρα-πέμποντες, ἐγκαλοῦντες αὐτοῖς ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπαιδεύθης, ἄνθρωπε; οὐκ ἐκελεύσθης ἀρ-γίαν ἐγκαλεῖν, οὐδὲ κακίαν κατηγορεῖν, οὐδὲ νω-θρείαν ὀνειδίζειν, ἀλλὰ πενίαν διορθοῦσθαι, καὶ συμ-φορὰν ἰᾶσθαι, καὶ χεῖρα τοῖς κειμένοις ὀρέγειν. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγμόνει, μέλλων ἐλεημοσύνην ποιεῖν· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπει-ροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι. Εἰ γὰρ ἀνδροφόνος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν ὁ προσαιτῶν ἐστιν, ἄρτου καὶ ἀργυ-ρίων ὀλίγων οὐ δοκεῖ σοι ἄξιος εἶναι; ἀλλ’ ὁ μὲν Δε-
σπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον κρίνεις; Οὐκ οἶσθα ὅτι καὶ ὁ Ἀβραὰμ ἐντεῦθεν μάλιστα μειζόνως θαυμάζεται, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύ-νησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· ἂν γὰρ ἀεὶ περιεργάζεσθαι μέλλῃς, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Μηδὲ τῶν οἰκείων μόνων τῆς πίστεως φροντίζωμεν, τῶν δὲ ἄλλων ἀμελῶμεν, ἀλλ’ ἐάν τινα ἴδωμεν πάσχοντα κακῶς, μηδὲν ἕτερον περιεργαζώ-μεθα· ἔχει γὰρ τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς πάσχειν αὐτόν. Ἀλλ’ οὐκ οἶδα πόθεν αὕτη κεκράτη-κεν ἡ συνήθεια· κἂν μὲν κοσμικὸν ἴδωμεν ἐν περι-στάσει, οὐκ ὀρέγομεν χεῖρα· πρὸς δὲ τοὺς ἐν ὄρεσι μόνον καθημένους ἐσμὲν σπουδαῖοι. Κἂν Ἕλληνα, κἂν Ἰουδαῖον, κἂν ἕτερόν τινα ἴδῃς ἐν περιστάσει, εὖ ποιεῖν δεῖ. Καὶ γὰρ τοὺς μονάζοντας μόνους ἐπι-ζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν ἐθέλων, κἀκείνους δὲ πάλιν περιεργαζόμενος, ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ ᾖ σημεῖα ποιῶν, καὶ οὐκ ὀρέγων χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλες· καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσεις. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόμενον ἐγείρεις, καὶ οὐ περιεργάζῃ τίνος ἐστὶ, πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί; Τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος,
PG 63:729ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιμοῦντα εἶδες, καλῶς ταῦτα ἔλεγες· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστι καὶ φαῦλος· ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ μεγίστης ἀλαζονείας τεκμήριον. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀξίοις καὶ τοῖς ἀνα-ξίοις παρέχωμεν. Ἂν γὰρ τοὺς ἀναξίους περιεργα-ζώμεθα καὶ πολυπραγμονῶμεν, οὐδὲ ἄξιοί ποτε ῥᾳ-δίως ἐμπεσοῦνται ἡμῖν· ἂν δὲ καὶ ἀναξίοις παρέχω-μεν, πάντως καὶ οἱ ἄξιοι καὶ πάντων ἐκείνων ἀντάξιοι εἰς τὰς ἡμετέρας ἥξουσι χεῖρας. Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ’ ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες τοῖς ὁμοδούλοις ἀπαιτῆσαι εὐθύνας, αὐτοὶ τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρω-πίας. Τὸν γὰρ φιλοφροσύνην ἐπιδεικνύμενον οὐκ εὐθύνας ἀπαιτῆσαι δεῖ βίου, ἀλλὰ πενίαν διορθοῦν καὶ τὴν χρείαν πληροῦν. Τοιγαροῦν, ὅταν ἴδῃς πέ-νητα, μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον τίς ἂν ᾖς, εἰ σὺ ἦς ἐκεῖνος· ἐννόησον ὅτι ὅμοιός σοι ἐλεύ-θερός ἐστι, καὶ τῆς αὐτῆς σοι κοινωνίας, καὶ πάντα σοι κοινὰ κέκτηται, καὶ οὐδὲ τῶν κυνῶν τῶν σῶν πολλάκις ἴσον ποιεῖς αὐτόν· ἀλλ’ οἱ μὲν κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιμήθη πεινῶν, καὶ τῶν δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ’ ἐκεῖ-νοί σοι χρείαν πληροῦσι καὶ δουλεύουσί σοι καλῶς; Ἐγὼ οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων· παραστήσεται γὰρ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοί σου ποιῆσαι δύνανται; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις, τὸν καὶ ἀπὸ μόνου τοῦ σχήματος καὶ τῆς ὄψεως ἱκανὸν ὄντα σε πρὸς ἔλεον ἐπικάμψαι; καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι, εἰ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ἀλγοῦντα καὶ κοπτόμενον καὶ βασανιζόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς; πῶς σὲ τὸν ἁμαρτόντα εἰς αὐτὸν ἀτιμώρητον ἀφήσει; Ὃς γὰρ ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Τοιοῦτοι τοίνυν περὶ τοὺς συνδούλους γινώμεθα, οἷον βουλό-μεθα περὶ ἡμᾶς τὸν Δεσπότην γενέσθαι. Ἐλεημοσύνη καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων μείζων ἐστὶ θυσία, μόνον ἂν ἐκ δικαίου γίνηται κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφο-ρὰς ὁ Θεός· τὰς δὲ ἑτέρας ἀποστρέφεται καὶ μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν· ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον ἢ ἐξιλεώσαιτο τὸν Θεόν. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο εἴρηται ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ’ ἐτιμω-ρήσατο μᾶλλον, καὶ ἀδικίαν οὐ τὴν τυχοῦσαν ἠδί-κησεν. Ὁ βουλόμενος πλουτεῖν, χρείαν ἔχει χρημά-των· ὁ μὴ βουλόμενος πλουτεῖν, ἀεί ἐστιν ἐν εὐπο-ρίᾳ. Οὐ γὰρ τὸ πλουτεῖν, ἀλλὰ τὸ μὴ βούλεσθαι πλουτεῖν, τοῦτό ἐστι πλοῦτος. Οἷόν τι λέγω· ἔστι πλούσιος τὰ πάντων ἁρπάζων· καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων· ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν, ὁ δὲ γεωργεῖ τὸν οὐρανόν. Ἀλλ’ ὅσον ὁ οὐ-ρανὸς τῆς γῆς βελτίων, τοσοῦτον τούτου ἡ εὐφορία
PG 63:730ἐκείνης ἀσθενεστέρα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἐπὶ μὲν τοῦ ἅρπαγος οὐ μόνον οἱ ἠδικημένοι, ἀλλὰ καὶ οἱ μηδὲν παθόντες κακὸν, μισοῦσιν ἐκεῖνον, συναλ-γοῦντες τοῖς κακῶς πεπονθόσιν. Εἰ δὲ καὶ πέσῃ, βοαὶ μυρίαι παρὰ πάντων, Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπό-νηρος· καὶ πάντες ἐπεμβαίνουσιν αὐτῷ. Ἐπὶ δὲ τοῦ ἐλεήμονος οὐ μόνον οἱ ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτὸν, τὴν εἰς ἐκείνους γενομέ-νην εὐποιίαν εἰς ἑαυτοὺς λογιζόμενοι. Εἰ δέ τι καὶ ἀηδὲς πάθῃ, εὔχονται πάντες, Ὁ Θεὸς αὐτὸν ἐλεήσει· ποιήσει αὐτῷ καλῶς, παραμείνειν αὐτῷ τὰ ἀγαθά. Εἶδες πῶς ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολε-μίους ἔχει, ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ ἐλεηθέντας ἐραστὰς κέκτηται; Πρῶτον τοίνυν ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε τὴν ἐλεημοσύνην ἐπίδειξαι· στῆ-σον τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς καὶ τοὺς πτωχοὺς ἀποδύωμεν, εἰ καὶ τοῖς ἐξ ἐκείνων διδομέ-νοις ἐνδύωμεν, ἀλλ’ οὐδὲ οὕτω τὴν κόλασιν διαφύγω-μεν· ἡ γὰρ ὑπόθεσις τοῦ ἱλασμοῦ πάσης πλημμε-λείας ὑπόθεσις γίνεται· τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Εἰ γὰρ τὰ ἐλάττω κομίσας ὁ Κάϊν τὸν Θεὸν παρώξυνεν, ὁ καὶ τὰ ἀλλότρια διδοὺς πῶς οὐ παροξυνεῖ; Ἡ ἐλεημοσύνη τέχνη τίς ἐστιν ἀρίστη καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τῷ Θεῷ ἐστιν, εἰ μὴ ἀδικεῖται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτὴν ἐργαζώμεθα· ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι παῤῥησίαν, καὶ ὑπὲρ προσκεκρουκότων δεῖται. Τος-αύτη γὰρ αὐτῆς ἡ ἰσχύς· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, καὶ ὁμοίους Θεῷ καθιστᾷ τοὺς ἐργαζομένους αὐτήν. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Μὴ δὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου, ἀλλ’ ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτως μὲν ὡς ζῶν-τας, ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν τὸν Θεὸν ἐγγράψῃς μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς κλήρου. Οὐκ ἔθρεψας
αὐτὸν ζῶν; κἂν ἀπελθὼν, ὅτε οὐκέτι κύριος εἶ, μετά-δος αὐτῷ τῶν σῶν. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτῷ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον ὅτι ὁ Πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε πεποίηκε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Ποίας γὰρ τεύξῃ συγγνώμης, ὅταν πρὸς τῷ μὴ θρέψαι αὐτὸν ζῶν, μηδὲ μέλλων ἀπιέναι πρὸς αὐτὸν, ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἶ κύριος λοιπὸν, βουληθῇς αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ’ οὕτως ἐχθρῶς διάκεισαι καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων σοι γενομένων αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλὰ ἁρπαγέντες ἀπῆλθον; σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν οἰκίαν ἅπαντα διαθεῖναι ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην παρ’ αὐτοῦ λαβὼν τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ μηδὲ ὑπὸ τῆς ἀνάγκης ἕλῃ γενέσθαι φιλάνθρωπος; Τὸ μὲν γὰρ ἄμεινον καὶ πολ-λὴν παρέχον τὴν παῤῥησίαν, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον· οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης, ἔστι δ’ οὖν ὅμως. Εἰ γὰρ μὴ τὴν προεδρίαν ἕξεις τὴν

Homily XXIVHomilia XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:731μετὰ τῶν ἀρνῶν, ἀλλ’ οὐ μικρὸν τὸ κἂν μετ’ ἐκεί-νους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων. Ἂν δὲ μηδὲ τοῦτο ποιῇς, τίς σε λοιπὸν ἐξαιρήσεται λόγος; Ὅταν γὰρ ἔζης, ὡς ἀθάνατος, οὕτως ἀντεί-χου τῶν ὄντων· νυνὶ δὲ, ἐπειδὴ ἔμαθες ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγμα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν σαυτοῦ βούλευσαι. Εἰ γὰρ καὶ φορτικὸν τὸ μέλλον ῥηθήσεσθαι καὶ φρίκης γέμον, ἀλλ’ ὅμως ἀναγκαῖον εἰπεῖν· ἀρίθμησον μετὰ τῶν δούλων σου τὸν Δεσπότην. Ἐλευθεροῖς τοὺς δούλους; ἐλευθέ-ρωσον τὸν Χριστὸν λιμοῦ καὶ ἀνάγκης καὶ δεσμωτη-ρίων καὶ γυμνότητος. Ἔφριξας ἀκούσας; Οὐκοῦν φρικωδέστερον, ὅταν μηδὲ τοῦτο αὐτὸ ποιῇς; Καὶ ἐνταῦθα μὲν τὸ ῥῆμά σε ναρκᾷν ἐποίησεν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα καλέσεις σύμμα-χον καὶ βοηθόν; τὸν Ἀβραάμ; ἀλλ’ οὐκ ἀκούσεται· ἀλλὰ τὸν πατέρα; ἀλλὰ τὸν πάππον; ἀλλ’ οὐδὲ τού-των οὐδεὶς ἔσται κύριος, κἂν σφόδρα ἅγιος ᾖ, λῦσαι τὴν ψῆφον ἐκείνην. Ἀλλ’ ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; αἰδέσθητι τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ’ οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; πρὸς τὴν συμφορὰν ἐπικάμφθητι. Ἀλλ’ οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; διὰ τὸ τῆς αἰτήσεως εὔκολον δός. Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι· οὐκοῦν διὰ τὸ μέγεθος τῶν ἐπηγγελμένων ἀγαθῶν πάρασχε τῷ δεομένῳ. Τίς γὰρ ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν τῶν δεομένων ὑπερ-ορῶσιν; Ἀκουέτωσαν οἱ μεμυημένοι· αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται τῆς ἑαυτοῦ· ὅταν δέῃ ποτίσαι, οὐδὲ τοῦ αἵματος φείδεται· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως οὐδὲ ποτηρίου; καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ τῶν εὐτελῶν φειδόμενος; Οὐδὲ γὰρ, ἂν διὰ τὸν Χριστὸν μὴ δῷς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ· οὐδὲ γὰρ, ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἐλοῦ παθεῖν δι’ ἐμέ· τοῦτο προκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ἆρά γε φορητὰ ταῦτα, ὅτι ὁ μὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκεν ὑπὲρ σοῦ, σὺ δὲ οὐδ’ ἄρτου μεταδίδως αὐτῷ τῷ διὰ σὲ ἐκδοθέντι, τῷ διὰ σὲ σφαγέντι; Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος· σὺ δὲ καὶ λιμῷ τηκόμενον περιορᾷς, καὶ ταῦτα ἀπὸ τῶν αὐτοῦ μέλ-
PG 63:732λων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν; καὶ τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ’ ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως, ἵνα αὐτὸς ὠφεληθῇς, καὶ οὐδὲ οὕτω δίδως; Καὶ ποίων οὐκ ἂν εἴης ἀναισθητότερος λίθων, τοσούτων σε ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολι-κῆς ταύτης μένων ὠμότητος; Εἰ γὰρ μὴ ἀμεί-βῃ με, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον, εἰ δὲ μὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάμφθητι, διὰ τὸ δεσμωτήριον ἐπικλά-σθητι· εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον· οὐδὲν γὰρ αἰτεῖ πολυτελὲς, ἀλλ’ ἄρτον καὶ στέγην καὶ ῥημάτων πα-ράκλησιν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἐπιμένεις ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων. Ἀλλ’ οὐδὲ ἐκείνης σοί ἐστί τις λόγος; κἂν πρὸς τὴν φύσιν αὐ-τὴν ἐπικλάσθητι γυμνὸν ὁρῶν, καὶ τῆς γυμνότητος ἀναμνήσθητι ἐκείνης, ἣν ἐγυμνώθην ἐπὶ τοῦ σταυροῦ διὰ σέ. Εἰ δὲ ἐκείνης οὐ βούλει, κἂν ταύτης, ἢν διὰ τῶν πενήτων γυμνοῦμαι. Οὐ λέγω, Λῦσόν μου τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, ἀλλ’ ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν· κἂν εἰς δεσμωτήριον ἐμπέσω, οὐκ ἀναγκάζω τὰ δεσμὰ λῦσαι καὶ ἐκβαλεῖν, ἀλλ’ ἓν ἐπιζητῶ μόνον, ἵνα ἴδῃς δε-δεμένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν. Δύνα-μαι μὲν γὰρ καὶ χωρὶς τούτων σε στεφανοῦν, βούλο-μαι δέ σοι καὶ ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καρ-πὸν καὶ παῤῥησίαν ὁ στέφανος. Διὰ τοῦτο καὶ δυνάμε-νος ἐμαυτὸν θρέψαι, περιέρχομαι προσαιτῶν, καὶ ταῖς θύραις σου παριστάμενος προτείνω χεῖρα, παρὰ σοῦ τραφῆναι ἐπιθυμῶν· καὶ ἐγκαλλωπίζομαι τούτῳ, ἵνα τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν. Καίτοι γε ὑμεῖς ὅταν παρὰ τινὸς τραφῆτε αἰσχύνεσθε τοῦτο καὶ συσκιάζετε· ἐγὼ δὲ ἐπειδὴ σφό-δρα ὑμᾶς φιλῶ, κἂν ὑμεῖς σιγᾶτε, ἀναγορεύω τὸ γεγενημένον μετὰ πολλῶν τῶν ἐγκωμίων, καὶ οὐκ αἰσχύνομαι εἰπεῖν, ὅτι γυμνὸν ὄντα με περιεβάλετε, καὶ πεινῶντα ἐθρέψατε, ἀλλὰ καὶ μᾶλλον ἐγκαλλω-πίζομαι τούτοις, ἵν’ ὑμεῖς κληρονόμοι τῆς βασιλείας ἀναδειχθῆτε τῶν οὐρανῶν. Ταῦτα τοίνυν ἐννοοῦντες, ἀγαπητοὶ, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 63:731ΛΟΓΟΣ ΚΔ. Περὶ ἁμαρτίας καὶ ἐξαγορεύσεως. Ἐπεδήμησέ τις ἐξ ὑμῶν, ἀγαπητοὶ, τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Τί οὖν; μαρτυρήσατε ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες. Ἔστιν ἐκεῖ χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν, νῦν γὰρ οὐκ ἔστιν· αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα. Καὶ ἑστήκασι μὲν δένδρα καὶ νῦν, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνησις· ἑστή-κασι μὲν γὰρ ῥοιαὶ, καὶ τὸ ξύλον λέγω, καὶ ὁ καρπὸς λαμπρὰν τὴν ἐπιφάνειαν ἔχων, καὶ τῷ ἀγνῶτι παρ-
PG 63:732έχων πολλὰς τὰς ἐλπίδας· εἰ δὲ ληφθεῖεν εἰς χεῖρας, διακλασθέντα καρπὸν μὲν οὐδένα, κόνιν δὲ καὶ τέ-φραν πολλὴν ἐπιδεικνύουσιν εἰς τὰ ἐναποκείμενα ἔνδον. Τοιαύτη πᾶσα ἡ γῆ ἐκείνη· καὶ τὰ ξύλα καὶ οἱ λίθοι καὶ ὁ ἀὴρ καὶ τὰ ὕδατα τῆς τοιαύτης μετ-
έσχηκε συμφορᾶς. Καὶ γὰρ γῆν ἔστιν ἰδεῖν, ἀλλ’ οὐδὲν γῆς ἔχουσαν· δένδρα καὶ καρποὺς, ἀλλ’ οὐδὲν δέν-δρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν· ἀέρα καὶ ὕδωρ, ἀλλ’ οὐδὲν ἀέρος καὶ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωνται τῇ δυνάμει τοῦ ταῦτα ποιήσαντος. Κα-θάπερ γὰρ σώματος ἐμπρησθέντος, τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, ἡ δὲ δύ-
PG 63:733ναμις οὐκέτι, οὕτω δὴ κἀκεῖνα. Μὴ καὶ ταῦτα ἀπει-λαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Ἀλλὰ φορτικὰ ταῦτα, ἐκεῖνα μὲν οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα; Σύ με ταῦτα ἀναγκά-ζεις λέγειν, ὁ διαπιστῶν, σύ με εἰς τούτους ἐξήγαγες τοὺς λόγους· εἰ γὰρ τοῖς ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἂν ἠναγκαζόμην τὴν ἀπὸ τῶν πραγμά-των ἐπιστήμην παραγαγεῖν. Ὁ δὲ ὑπὲρ ἑνὸς ἁμαρ-τήματος τοσαύτην ἐκχέων ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τοῦ Λὼτ, τοσούτων ὄντων τῶν παρ’ ἡμῶν γενομένων ἁμαρτη-μάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη διαβολικὴ καὶ ἀπάτη. Εἰ δὲ βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντος ὀρθοῦ, ἰδεῖν τιμωρουμένους, ἄκουσον Παύ-λου λέγοντος· Μηδὲ πορνεύωμεν, καθώς τινες ἐπόρ-νευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χι-λιάδες. Εἰ δὲ εἰς τοσοῦτον πορνεία ἴσχυσε, τί οὐκ ἐρ-γάσεται τὰ ἡμέτερα; Εἰ δὲ καὶ μὴ δῷς δίκην νῦν, μὴ θαυμάσῃς. Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις, σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν ὧδε δίκην δῷς, πάντα ἀποτίσεις ἐκεῖ. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκεί-νοις, μείζονός ἐσμεν ἐκείνων κολάσεως ἄξιοι. Διὰ τί; ὅτι πλείονος ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ πλείω καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησό-μεθα τιμωρίαν; Εἰ μὲν γὰρ ἁμαρτάνοντες καὶ μέ-νοντες ἀτιμώρητοι, μὴ ἐγενόμεθα χείρους, κἂν ἀφῆ-κεν ἡμῖν τὴν κόλασιν ὁ Θεός· ἀλλ’ οἶδε τοῦτο σα-φῶς, ὅτι τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλάπτει. Διὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ μόνον τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα διορθού-μενος. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωσῆς αὐτὸν κα-τεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαν-τας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐ-τοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ’ ἡμῶν πληγὰς δια-φυγεῖν. Τοιοῦτον καὶ ἐπὶ τοῦ Ἰωνᾶ γενόμενον ἔστιν ἰδεῖν. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρὸς Ἰω-νᾶν τὸν προφήτην, λέγων· Ἀνάστηθι καὶ πορεύ-θητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κή-ρυξον ἐν αὐτῇ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ κα-ταστραφήσεται. Ἀκούσας δὲ Ἰωνᾶς κατέβη εἰς Ἰόππην τοῦ φυγεῖν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; τὸν Δεσπότην φεύ-γεις, εἰπέ μοι; οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ δι’ αὐτῶν τῶν πραγμάτων μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάσσης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Οὐδὲ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διαν-έστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα. Καὶ καθάπερ θεράπαινά τις εὐγνώμων σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ πρότε-ρον ἀφίσταται μυρία τοῖς ὑποδεξαμένοις αὐτὸν παρ-
PG 63:734έχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕ-τω δὴ καὶ ἡ θάλασσα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυ-τῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγ-ματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλ-κουσα, ἀλλ’ αὔτανδρον ἀπειλοῦσα καταδύειν τὸ σκάφος, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ. Τούτων γινομένων, ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν· τὸ δὲ πλοῖον οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμει-νεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρ-τίας ἄχθος. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον ὡς ἁμαρτία καὶ παρακοή. Καὶ καθάπερ ἐν δικαστη-ρίῳ καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστη-κότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ κατα-δικάζοντες τὴν ψῆφον ἐκφέρουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς οἰκείας ἁμαρτίας γένηται· οὕτω δὴ καὶ ἐπὶ τῶν ναυτῶν καὶ τοῦ προφήτου ἔστιν ἰδεῖν. Ἔβαλον γὰρ, φησὶ, κλῆρον· καὶ παρέδωκεν ὁ κλῆρος λοιπὸν τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάς-σης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομέ-νης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγει-ρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλον-τες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο· καὶ οὐδὲ τῆς θαλάσσης καταβοώσης, οὐδὲ τοῦ κλήρου κατα-μαρτυρήσαντος, οὐδὲ ἑαυτοῦ καθομολογήσαντος τὸ ἁμάρτημα, τὴν ψῆφον ἐπάγουσι. Πόθεν οὖν ἡ τος-αύτη γέγονε πρόνοια; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονο-μίας. Ὁ γὰρ Θεὸς συνεχώρει ταῦτα γενέσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων, Μίμησαι τοὺς ναύτας, ἀνθρώπους βαρβάρους καὶ ἀνοήτους· αὐτοὶ μὲν γὰρ οὐδὲ μιᾶς καταφρο-νοῦσι ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν, τοσαύτας ἔχουσαν μυριάδας, ἐκδέδωκας, τό γε σὸν μέρος· καὶ οὗτοι μὲν τὸν αἴτιον τῶν γεγενημένων αὐτοῖς κακῶν εὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευίταις, κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας. Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων τῶν μὲν ἰδίων ἁμαρτημάτων συνήγοροι γίνονται, τῶν δὲ ἀλλο-τρίων κατήγοροι. Καὶ πολλοὶ πολλάκις κακῶς τὰ τῶν πραγμάτων καὶ τῆς πολιτείας διακεῖσθαί φασι, καὶ τὴν αἰτίαν ἐκ τῆς τῶν κρατούντων ἀβουλίας γίνεσθαι λέγουσιν· ἐγὼ δέ φημι, ὡς οὐχ ἡ τῶν κρατούντων ἀβου-λία, ἀλλ’ ἡ ἡμῶν ἁμαρτία, ἐκείνη τὰ ἄνω κάτω πε-ποίηκεν, ἐκείνη πάντα τὰ δεινὰ εἰσήγαγεν· οὐκ ἄλλο-θεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἐσμὸς ὑπερεχύθη. Ὥστε κἂν Ἀβραάμ τις ᾖ ὁ κρατῶν, κἂν Μωϋσῆς, κἂν Δαυὶ̈δ, κἂν Σολομὼν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότε-ρος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων, ἀδιάφορον ἔχει τὴν πρὸς τὰ κακὰ αἰτίαν. Τὸ γὰρ κατὰ τὰς καρ-δίας ἡμῶν λαμβάνειν ἄρχοντας, οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅτι προημαρτηκότες [ἦμεν, καὶ διὰ τοῦτο] τοιούτου τοῦ προεστηκότος ἐτύχομεν. Εἰ δὲ καὶ λίαν δίκαιος ᾖ, καὶ οὕτω δίκαιος, ὡς μέχρι τῆς Μωσέως ἀρετῆς ἐληλακέ-ναι, οὐχ ἡ αὐτοῦ μόνη δικαιοσύνη τὰ ἄμετρα τῶν
PG 63:735ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα. Μᾶλλον δὲ, εἰ βούλεσθε, δείξω ὑμῖν, πῶς καὶ ἡ τοῦ ἑνὸς πολ-λάκις ἁμαρτία τὴν τῶν καλῶς πολιτευομένων ὑπερ-ακοντίζει παῤῥησίαν. Ἰησοῦς ὁ τοῦ Ναυῆ προσέβαλέ ποτε τῇ Ἱεριχὼ, καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, φησὶ πρὸς τὸν λαόν· Ἔστιν ἀνάθεμα ἡ πόλις αὕτη,
καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ. Φυ-λάξασθε οὖν ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυ-μηθέντες ὑμεῖς λάβετε ἀπ’ αὐτοῦ, καὶ ἐκτρίψεται ἡμᾶς ὁ Θεός. Τί οὖν μετὰ ταῦτα; Κατέπεσον τὰ τείχη, καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆ-θος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Ἐπλημμέλησαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην. Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας ὁ Ἄχαρ· πῶς οὖν ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραήλ; Καὶ ἐθυμώθη, φησὶ, Κύριος τοῖς υἱοῖς Ἰσραήλ. Ἀπέστειλε δὲ Ἰησοῦς ἄνδρας ἀπὸ Ἰεριχὼ εἰς Γαί. Καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαὶ, καὶ ἀπέκτειναν ἀπ’ αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας. Ὅρα μίας ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον· εἷς ἐπλημμέλησε, καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσε. Τί οὖν τοῦτο, ὦ φιλάγαθε Δέσποτα; σὺ εἶ μόνος δί-καιος, καὶ εὐθεῖς αἱ κρίσεις σου· σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν· σὺ ἔφης, φιλάνθρω-πε, ἐν τῇ οἰκείᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ, καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου· τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ, καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμε-να· διὰ τί δὴ ὑπὲρ τῆς ἑτέρου ἁμαρτίας ἑτέροις τὴν τιμωρίαν ἐπήγαγες; Λύμη τίς ἐστι, φησὶν, ἡ ἁμαρτία· ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται. Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸς ἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν; Ὅρα λοιπὸν καὶ τὸν ἐπονείδιστον αὐτοῦ καὶ ὀλέθριον θάνατον. Καὶ ἀνήνεγκεν αὐτὸν, φησὶν, Ἰησοῦς εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ πάντα ὅσα ὑπῆρχεν αὐ-τῷ, καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λί-θοις. Μὴ τοίνυν, ἐπειδὴ μακροθύμως φέρει ὑβριζό-μενος ὁ Θεὸς, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μᾶλλον δακνώμεθα. Εἰ γὰρ ἐπ’ ἀνθρώ-πων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς μὴ μόνον ἀντιλοιδορή-σῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνε· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δε-δοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς καὶ οὐδὲν πάσχοντας δεινόν· καὶ γὰρ ἐπὶ κακῷ τῆς ἑαυ-τῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τιμωρία. Οὐ γὰρ τὸ κολάζεσθαι κακὸν τῷ πλημμελοῦντι, ἀλλὰ τὸ οὕτως ἔχοντα μὴ κολάζεσθαι· ὡσπεροῦν τὸ τὸν ἀῤῥωστοῦντα μὴ θεραπεύεσθαι. Ὅταν μὲν γὰρ μικρὰ καὶ εὐτελῆ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάσχωμεν δεινὸν, καὶ αὐτῆς τῆς τῶν ἀγαθῶν ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντεσ
PG 63:736ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν, ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τῶν ἀγαθῶν ἀπο-λαμβάνομεν τὴν ἀντίδοσιν. Μὴ δὴ τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνοντας μὴ κολάζεσθαι μᾶλλον χαλε-πὸν εἶναι νομίσωμεν. Εἰ γὰρ καὶ ὁ Θεὸς μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γεγενημένους. Εἴπω τι παράδοξον καὶ θαυμαστόν; μείζων ἐστὶ παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλ-άνθρωπον, ἐὰν νοῦν ἔχῃ καὶ φιλῇ τὸν Δεσπότην ὡς φι-λεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ. Ὁ γὰρ εἰς τὸν φίλτα-τον ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην καὶ πάθῃ κακῶς. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι δι’ αὐτὸ καὶ κόπτον-ται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅτε μηδὲν εἰργασάμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέ-ρει παραμυθίαν ἡμῖν τὸ κακῶς παθεῖν ὑπὲρ ὧν ἐκεῖ-νοι πεπόνθασιν, ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην διδόναι, καὶ τὸ μὴ κολάζεσθαι κολάσει; Παντί που δῆλον. Τοῖς γὰρ ὁτιοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ’ αὐτὸ πρὸ πάντων τὸ παροξῦναι τὸν ἀγαπώμενον. Κἂν ὀρ-γισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνιζε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ μᾶλλον παρεμυθήσα-το. Εἴ τις φιλεῖ τὸν Χριστὸν ὡς φιλεῖν χρὴ, οὐδὲ αὐ-τοῦ συγχωροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένει ὁ παροξύνας αὐτόν. Καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι, κἂν πατὴρ, κἂν μή-τηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπη-σεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Εἰ δὲ τὰς λύπας μοι λέγῃς καὶ τὰς ὀδύνας καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ’ ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ’, ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ τὰς μὲν συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα οὐχ ὁρῶμεν, ἃ καθ’ ἑκάστην προσκρούομεν τὴν ἡμέραν· καὶ διὰ τοῦτο ἀλύομεν· ὡς εἴ γε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κα-κῶν. Ἀλλὰ διὰ τοῦτο τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως· διὰ τοῦτο αἱ τάχισται μεταβο-λαὶ καὶ μεταπτώσεις· διὰ τοῦτο οἱ συνεχεῖς καὶ ἄωροι θάνατοι, ἐπειδὴ ὡς πρὸς αὐτὸν φθάνοντες τὸν οὐρανὸν, οὕτω διακείμεθα τῷ φρονήματι· καὶ ὡς οὐδέποτε τεθνηξόμενοι, οὕτως ἁρπάζομεν· καὶ ὡς οὐ-δέποτε λόγον δώσοντες, οὕτω πλεονεκτοῦμεν· καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγματα, ἀλλὰ πάντα μάτην, καὶ τῆς σκληρότητος ἡμῶν οὐδὲν καθικνεῖται. Οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ’ ὥσπερ οἱ χοῖροι κάτω νεύουσι πρὸς τὴν γαστέρα κύπτοντες, τῷ βορβόρῳ ἐγ-καλινδούμενοι, οὕτω καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων βορβόρῳ χαλεπωτάτῳ ἑαυτοὺς μολύνοντες οὐκ αἰσθά-νονται. Βέλτιον γὰρ πηλῷ μολύνεσθαι ἀκαθάρτῳ, ἢ
PG 63:737ἁμαρτήμασιν. Ὁ μὲν γὰρ ἐκεῖθεν μολυνθεὶς ἀπενί-ψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅμοιος τῷ μηδὲ ἐμπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλμα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁμαρτίας ἐμπεσὼν, ἐδέξατο μολυσμὸν οὐχ ὕδατι καθαιρόμενον, ἀλλὰ πολλοῦ δεό-μενον χρόνου καὶ μετανοίας ἀκριβοῦς, καὶ δακρύων καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερμοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις ἡμῶν θανοῦσιν ἐπιδεικνύμεθα. Ὥς-περ γὰρ οὐδὲν ὄφελος βασιλέως ἁλουργίδα μὲν περι-κειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτη-μένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν· οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος, πίστιν μὲν ἔχοντος καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι παίγνιον προκειμένου· ἀλλ’ ὥσπερ ἐκεῖνος οὐ μόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ ταύτης εἰς τὴν οἰκείαν τιμὴν, ἀλλὰ καὶ ἐκείνην καθυβρίσει διὰ τῆς οἰκείας αἰσχύ-νης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρμένον βιῶν, οὐ
μόνον οὐκ αἰδέσιμος ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως καταγέλαστος ἔσται. Μὴ τοίνυν καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωήν· μηδὲ μο-λύνωμεν τὸ σῶμα τῇ πορνείᾳ. Πῶς γὰρ εἰς ἐκκλησίαν εἰσελθεῖν δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι εὔξασθαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν εἰς τοῦτο βλεπόντων σε φίλων τοὺς σεμνοτέρους; Καὶ τί λέγω τοὺς φίλους; κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδελύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρ-τότερον σαυτὸν εἶναι νομίζεις; Τίνα οὖν τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; Εἰ μὲν οὖν σωματικὸς ὁ ῥύπος ἐστὶν, εἰκότως τοῖς τῶν βα-λανείων καθαρσίοις ἑαυτὸν ἀποσμήχεις· ἐπεὶ δὲ τὴν ψυχὴν καταῤῥυπάνας ἀκάθαρτον ὅλην ἐποίησας, τοι-οῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆ-ξαι δυνήσεται· ὡς ἐὰν μὴ τοῦτο ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυ-σοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβο-ρον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημ-μελήσαντι τοῦτο; Εἶτα κιβωτίων μὲν καὶ σκευῶν καὶ ἱματίων τοσαύτην ποιούμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πρὸ πάντων τούτων εὐτελεστέ-ραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευμα-τικὸν ἐξεχύθη, διαβολικὰς πομπὰς ἐμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα; καὶ πῶς ταῦτα οἴσει ὁ Θεὸς, εἰπέ μοι; Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς γενόμενος, ἐπανελθὼν ἴδῃς τὴν γυ-ναῖκα, ἀηδέστερον ὄψει πάντως οἵα ἂν ᾖ· ὑπὸ γὰρ τῆς ἀκολάστου θεωρίας ἁλοὺς, τὴν μὲν σώφρονα καὶ κο-σμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρί-
PG 63:738ζεις, μυρίοις περιβάλλεις ὀνείδεσι πρὸς δὲ τὴν μια-ρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ’ ἧς τὸ τραῦμα ἐδέξω, καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ’ ἡδονῆς λοιπὸν τῶν ἐπὶ τῆς οἰκίας ὁρᾷς. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχό-μενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον καὶ κρημνὸς, κἂν ὁτιοῦν ὑποκείμενον ᾖ, κατα-πίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρ-τίαν ὁρμήσαντες, καθάπερ μέθῃ δεινῇ τῇ τῆς ἁμαρ-τίας ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράτ-τουσιν, οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσιν. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ πραχθῆναι καὶ τελείως ἀπαρτισθῆναι, τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῶν νόμων τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Ἐν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέ-λος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον· καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκε τὸ συνειδὸς ἡμῶν κατήγορος. Τοιοῦτον τὸ τῶν ἁμαρτανόντων ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψό-φον δεδοίκασι, καὶ ἕκαστον ἐπ’ αὐτοὺς βαδίζειν νο-μίζουσι· πολλοὺς γὰρ πολλάκις εἶδον ἐφ’ ἑτέραν τρέ-χοντας διακονίαν, καὶ ἐνόμισαν ἐπ’ αὐτοὺς ἥκειν. Καὶ ἄλλα ἄλλων πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· οὐ-δενὸς ἐλέγχοντος προδίδωσιν, οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρ-τηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τοὐναντίον. Ἄκου-σον καὶ τούτου τὴν δειλίαν, καὶ τοῦ δικαίου τὴν παῤ-ῥησίαν· Φεύγει ὁ ἀσεβὴς, φησὶ, μηδενὸς διώκοντος. Πῶς οὐδενὸς διώκοντος φεύγει; Ἔνδον ἔχει τὸν ἐλαύ-νοντα, τὸν τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδον αὐτὸν ἐλαύ-νοντα. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ πῶς; Δίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδεν οὖν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον, καὶ εἰπόντος ἐκείνου, Ἵνα τί διαστρέφεις τὸν Ἰσραήλ; Οὐκ ἐγὼ, φησὶ, διαστρέφω, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε. Καθάπερ γὰρ λέων κυνιδίου τινὸς εὐτελοῦς, οὕτω κατεξανέστη τοῦ βασιλέως. Καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος· ἀλλ’ εἶχε μηλωτὴν οὗτος τῆς πορφυρίδος ἐκείνης σεμνοτέραν. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπόν· ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν, αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίαν ἐποίησεν. Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσιν οἱ τῇ πορνείᾳ ἐγκυλινδούμενοι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Τὸ μὲν οὖν ἄμεινον, μηδὲ πεῖραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας· εἰ δ’ ἄρα τις ὑποσκελισθῇ ποτε, τοιαῦτα
PG 63:739ἐπιτιθέτω τὰ φάρμακα πρότερον, ὑποσχόμενος, μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, οἷα τὴν τῆς ἁμαρτίας φύσιν ἐναποσμήχειν δύνανται· ὡς, ἐὰν ἁμαρτάνον-τες καταγινώσκωμεν τῶν ἤδη γεγενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ὄφελος ἡμῖν ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουόμενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, καὶ ὁ καθαιρῶν πά-λιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδομῶν πάλιν ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἀλλ’ ἢ τὸ περιττὰ πονεῖσθαι καὶ ταλαιπωρεῖν. Ἐὰν γὰρ καθ’ ἑκάστην ἡμέραν ἁμαρτάνωμεν καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύ-ματα λαμβάνοντες, εἶτα καταφρονοῦντες, πυρετοὺς καὶ θανάτους ἑαυτοῖς ἐπισπῶνται, οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπασώμεθα τὴν τιμωρίαν. Οὐδὲν γὰρ οὕτως ἀπ-όλλυσιν ἄνθρωπον, ὡς τὸ τοῦ φόβου ἐκπεσεῖν τοῦ Θεοῦ ὥσπερ οὐδὲ σώζει, ὡς τὸ διηνεκῶς βλέπειν ἐκεῖ. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν ὀκνη-ρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα πολλάκις, καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράτ-τομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαυσόμεθα ἀσφα-λείας τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Τὸ μὲν οὖν ἄμεινον τὸ μηδὲ ὅλως ἁμαρτάνειν· τὸ δὲ μετ’ ἐκεῖνο, ἁμαρτάνοντας αἰσθάνεσθαι καὶ διορθοῦσθαι. Εἰ δὲ μὴ τοῦτο ἔχοιμεν, πῶς δεησόμεθα τοῦ Θεοῦ, καὶ ἄφεσιν αἰτήσομεν ἁμαρτημάτων, οἱ μηδένα λόγον τούτων ποιούμενοι; Ὅταν γὰρ αὐτὸς ὁ πεπλημμεληκὼς, μηδὲ αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι θέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν Θεὸν πλημμελημάτων; ὑπὲρ ὧν οὐκ οἶδας; καὶ πῶς εἴσῃ τῆς εὐεργεσίας τὸ μέγε-
θος; Δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράτ-τοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν δέ τις καὶ ἐγκαλλωπίζηται τοῦτο, ὑπερβολὴ ἀναισθησίας ἐστίν. Ὁ μὲν γὰρ μετὰ τὸ πλημμελεῖν καταγινώ-σκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ δυνήσεται ἀνακτή-σασθαι· ὁ δὲ ἐπαινῶν τὴν πονηρίαν, τῆς ἐκ τοῦ μετα-νοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν. Ὥσπερ οὖν οὐχ οἱ τὰ φαῦλα πράττοντες μόνον, ἀλλὰ καὶ οἱ τού-τους ἐγκωμιάζοντες, τῆς αὐτῆς ἢ καὶ χαλεπωτέρας ἐκείνοις κοινωνοῦσι κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμμερισταὶ τῶν ἐκεί-νοις ἀποκειμένων στεφάνων εἰσί. Μὴ οὖν, διότι οὐκ ἀλγεῖς ἁμαρτάνων, καταφρόνει τῆς ἁμαρτίας, ἀλλὰ διὰ μὲν τοῦτο αὐτὸ μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς τῶν πλημμελημάτων ὀδύνης. Οὐ γὰρ παρὰ τὸ μὴ δάκνειν τὴν ἁμαρτίαν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὸ ἀναίσθητον εἶναι τὴν πλημμελοῦσαν ψυχήν. Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιός ἐστιν, ὁ ἐπὶ τοῖς ἑαυτοῦ ἀν-αλγήτως διακείμενος καὶ ἀμελῶν, ποίας ἂν εἴη συγ-γνώμης ἄξιος. Εἰ ὁ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέ-ρον, ἵνα τὸ τῶν ἄλλων εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ τῆς οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ’ ἡδέως μεθ’ ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑτέρους καὶ ἑαυτοὺς διασῶσαι. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα φύγῃ παγίδα· διὰ τοῦτο
PG 63:740λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσιν ἁμαρτήμα-τα. Ἀλλ’ ἀγνοεῖν λέγεις σὺ τὰ ἁμαρτήματα; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις καὶ τιμωρίας ὁρίζεις καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοίχευσας καὶ σὺ κἀκεῖνος· τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ μὲν γὰρ ᾔδεις κακὸν τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον, τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδό-ναι δίκας; Ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἐνέγκῃς καθ’ ἑτέρου, ἀπὸ ταύτης σε κρινεῖ ὁ Θεός. Καὶ ἄκουε Παύλου λέγοντος· Λογίζῃ τοῦτο, ἄνθρωπε, ὁ κρί-νων τοὺς κακῶς πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ; Τὸ σὸν οὐκ ἐξ-έφυγες κρίμα, καὶ τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Οὐ γάρ ἐστι ταὐτὸν ἁμαρτάνειν ἁπλῶς, καὶ ἕτερον ἁμαρτόντα καὶ κολάσαντα, τοῖς αὐτοῖς περιπεσεῖν πάλιν. Εἰ γὰρ σὺ τὸν ἐλάττονα ἁμαρτόντα κολάζεις, καίτοι γε μέλλων αἰσχύνειν σαυτὸν, πῶς ὁ Θεὸς τὸν μείζονα πλημμελήσαντά σε, καὶ ταῦτα οὐ μέλλων ἑαυτὸν αἰσχύνειν, οὐ κατα-δικάσει καὶ κατακρινεῖ μειζόνως, ἤδη κατακεκρι-μένον ἀπὸ τῶν οἰκείων λογισμῶν; Εἰ δὲ λέγεις ὅτι Οἶδα μὲν ὅτι ἄξιός εἰμι κολάσεως, διὰ δὲ τὴν μακρο-θυμίαν καταφρονεῖς, καὶ διὰ τὸ μὴ δοῦναι παρὰ πό-δας δίκην θαῤῥεῖς· δεδοικέναι μὲν οὖν καὶ τρέμειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ’ εἰς τὸ δοῦναι χαλεπωτέραν, εἰ μένοις ἀδιόρθω-τος ὢν, τὸ μήπου δοῦναι, συμβήσεταί σοι. Καὶ γὰρ, ἂν μέγα τις ἁμάρτῃ, λαθὼν δὲ τοῦτο ἐργάσηται, καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παῤῥησίας δὲ καὶ τοὺς πολλοὺς σκανδαλίσαντος. Ὁ μὲν γὰρ εὐτε-λὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ κατα-πέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει βλάβην· ὁ δὲ ὥς-περ ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι γνώριμος καὶ δῆ-λος ὢν, καὶ παρὰ πάντων θαυμαζόμενος, ὅταν ἐπηρεα-σθεὶς καταπέσῃ, μεγάλην τὴν πτῶσιν καὶ ζημίαν ἐργάζεται, οὐχ ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ’ ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν εἰς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι, μέλους μὲν ἑτέ-ρου διαφθαρέντος, οὐ πολλὴ ἡ βλάβη· τῶν δὲ ὀφθαλμῶν πηρωθέντων, ἢ τῆς κεφαλῆς βλαβείσης, ὅλον τὸ σῶμα ἄχρηστον γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν πολλὰ κατορθωκότων ἔστιν εἰπεῖν, ὅταν ἐκεῖνοι σβε-σθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι. Μὴ τοίνυν φοβηθῇς ἐπιβουλὴν δικαστοῦ, ἀλλὰ φοβή-θητι ἁμαρτίας δύναμιν. Ἅνθρωπός σε οὐ βλάπτει, ἐὰν μὴ σὺ σεαυτὸν βλάψῃς. Κἂν μὴ ἔχῃς ἁμαρτίαν, κἂν μυρία ξίφη ἐπίκεινται, ἐξελεῖταί σε ὁ Θεός· ἐὰν ἔχῃς ἁμαρτίαν, κἂν ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις. Ἐν πα-ραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἔπεσεν· ἐν κοπρίᾳ ἦν ὁ Ἰὼβ, καὶ ἐστεφανώθη. Τί ὠφέλησεν ἐκεῖνον ὁ παράδεισος τί ἔβλαψε τοῦτον ἡ κοπρία; Ἐκείνῳ οὐδεὶς ἐπεβού-λευσε, καὶ ὑπεσκελίσθη· τούτῳ ὁ διάβολος, καὶ ἐστεφα-νώθη. Οὐ τὰ χρήματα αὐτοῦ ἔλαβεν; ἀλλὰ τὴν εὐσέ-βειαν αὐτοῦ οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρ-
PG 63:741πασεν; ἀλλὰ τὴν πίστιν οὐκ ἐσάλευσεν. Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; ἀλλὰ τὸν θησαυρὸν οὐκ εὗρε. Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ καὶ γονάτων ὑμῶν ἅπτομαι, εἰ μὴ καὶ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω· τοῦτόν μοι τὸν νόμον τηρήσατε, καὶ οὐδεὶς ὑμᾶς οὐδέπω ἀδικῆσαι δυνήσεται. Εἴδετε τὸν προφήτην καὶ βασιλέα, τὸν Δαυὶ̈δ λέγω, πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον καὶ νικῶντα; εἴδετε τὴν ἁμαρ-τίαν ἐπικειμένην, καὶ σφαζομένην διὰ τῆς μετανοίας; Βλέπετε αὐτὸν καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα ἀνακηρύττοντα καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Εἶπες μέγα, εἰπὲ πόσον· ὅτι μέγα οἶδα, μετρῆσαι δὲ ἢ καταλαβεῖν οὐ δύναμαι· ἐπὶ τὸ πέλα-γος ἐμαυτὸν ἥπλωσα τῆς τοῦ Δεσπότου μου φιλανθρω-πίας. Καὶ τί λέγεις; εἰπέ μοι. Ἤκουσας τοῦ προφή-του λέγοντος, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί πλέον ζητεῖς; Οὐ τοῦτο ζητῶ μόνον, φη-σὶν, ἀλλὰ τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου. Ὁρᾷς τί ζητεῖ; καὶ ἔτι πλείονα ζητεῖ λαμπη-δόνα καὶ μείζονα καθαρότητα. Καὶ τί δίδως, ὦ Δαυὶ̈δ, ὅτι ταῦτα ζητεῖς; Τί δίδωμι; ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; καὶ τίς ἐστιν ἄνθρωπος μὴ ἐπιγινώσκων αὑτοῦ τὴν ἁμαρτίαν; Ναὶ, φησὶ, πόσοι εἰσὶν ἁμαρτάνοντες καὶ παῤῥησιαζόμενοι; πό-σοι θλίβουσι τοὺς πλησίον καὶ οὐ πενθοῦσιν; ἀλλ’ ἐγὼ τὴν ἀνομίαν μου γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐν-ώπιόν μού ἐστι διαπαντός. Ὢ εὐγένεια ψυχῆς· οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε καθάπερ ἐν εἰκόνι τῷ συνειδότι· καὶ βλέπε τί γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύει· ἐὰν δὲ σὺ ἐπιλάθῃς, ὁ Θεὸς αὐτῆς μέμνηται. Ἐποίησάς τι κακόν; μνήσθητι, ἵνα ὁ Δεσπότης σου αὐτοῦ ἐπιλά-θηται. Ἐποίησας ἀγαθόν τι; λάνθανε, ἵνα ὁ Δεσπότης σου αὐτὸ εἴπῃ· οὐ γὰρ οὕτω σὺ λέγεις τὰ κατορθώ-ματά σου, ὡς ἐκεῖνος· καὶ πῶς, ἄκουε, Ἐὰν δῷς πτωχῷ, ἐρωτώμενος λέγεις, Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν· ὁ δὲ Δεσπότης σου οὐχ οὕτως, ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἐπει-δὰν οὖν ἁμάρτῃς, μὴ τὴν παρ’ ἑτέρου κατηγορίαν ἀνάμενε, ἀλλὰ πρὶν ἢ κατηγορηθῇς σὺ, καταγίνωσκε τῶν δρωμένων· ὡς ἐὰν ἕτερος ἐλέγξῃ, λοιπὸν οὐκέτι
τῆς σῆς ἐξομολογήσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἐκείνου κατηγορίας ἡ διόρθωσις. Οὐ γὰρ τοῦτό ἐστιν ἐξομολογεῖσθαι, τὸ κατηγορεῖν ἑαυτοῦ μετὰ τοὺς ἐλέγχους, ἀλλὰ τὸ πρῶτον ἑαυτοῦ κατηγορεῖν, καὶ τὸ μὴ ἀναμένειν τοὺς παρ’ ἑτέρων ἐλέγχους. Καὶ γὰρ καὶ ὁ Πέτρος μετὰ τὴν ἄρνησιν ἐκείνην τὴν χα-λεπὴν, ἐπειδὴ ταχέως ἑαυτὸν ἀνέμνησε τῆς ἁμαρτίας, καὶ μηδενὸς κατηγοροῦντος, καὶ τὴν πλημμέλειαν ἔλεγε, καὶ πικρῶς ἔκλαυσεν, οὕτω τὴν ἄρνησιν ἀπ-ενίψατο, ὡς καὶ πρῶτος γενέσθαι τῶν ἀποστόλων, καὶ τὴν οἰκουμένην ἐγχειρισθῆναι ἅπασαν. Εἰ γὰρ τὰς εἰς τὸν Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν ὁ ἱερεὺς, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον γινομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων τοῦ βασιλέως σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖσ
PG 63:742τούτου χερσὶ φέροντες ὑπέταξαν· καὶ ὅταν τι δέοι χρηστὸν γενέσθαι ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθε. Διὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν κατ-αγαγὼν ὁ Θεὸς τῆς τῶν ἀνθρώπων φύσεως διδασκάλους ἐποίησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον καὶ τῆς ἀνθρωπίνης ἀσθενείας τὴν ἄγνοιαν ἀφειδέστερον ποιῶνται τὰς καθ’ ἡμῶν ἐπιτιμήσεις· ἀλλ’ ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵνα αὐτὸ τοῦτο τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας, χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ μὴ συγχω-ρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας. Τί-νος δὲ ἕνεκεν ταῦτα εἶπον; Ἵνα μὴ λέγητε. ὅτι Σὺ καθαρὸς ὢν ἁμαρτημάτων, ἀπηλλαγμένος τῆς ὀδύνης τῆς κατὰ τὴν ἐπιτίμησιν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐπιφέρεις ἡμῖν βαρυτέραν τὴν τομήν. Ἐγὼ γὰρ πρό-τερος αἰσθάνομαι τῆς ὀδύνης, ἐπειδὴ καὶ αὐτὸς ὑπεύ-θυνός εἰμι τοῖς ἁμαρτήμασι· Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις, καὶ οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν. Ὥστε οὐκ ἐν ἀλλοτρίοις φιλοσοφῶν κακοῖς, οὐδὲ ἐξ ἀπανθρωπίας τινὸς, ἀλλ’ ἀπὸ κηδε-μονίας πολλῆς τοὺς ἐλέγχους ποιοῦμαι. Ἐπὶ μὲν γὰρ τῶν τὰ σώματα ἰατρευόντων, ὁ μὲν ἐπάγων τὴν πλη-γὴν οὐδεμίαν λαμβάνει τῆς πληγῆς αἴσθησιν, ὁ δὲ τεμνόμενος οὗτός ἐστιν ὁ διασπώμενος ταῖς ἀλγηδόσι μόνος· ἐπὶ δὲ τῶν ψυχὰς θεραπευόντων οὐχ οὕτως· εἰ μήτι γε σφάλλομαι ἀπ’ ἐμαυτοῦ τὰ τῶν λοιπῶν δοκιμάζων· ἀλλ’ αὐτὸς πρότερος ὀδυνᾶται ὁ λέγων, ἡνίκα ἂν ἑτέροις ἐπιτιμᾷ. Οὐδὲ γὰρ οὕτως ἐλεγχό-μενοι παρ’ ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Βούλεσθε μαθεῖν ὅσον κατόρθωμα τὸ τῶν οἰκείων μεμνῆσθαι ἁμαρτημάτων; ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐ-θέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημο-σίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κα-κῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν ἴδωμεν ὀλίγον τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πρά-ξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτε-ρον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημά-των, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέ-ρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλ-μὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λόγος ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσω-μεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρός-οδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας. Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι μηδὲ θησαυρί-ζειν ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πε-νίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς παραπέμποντες κόλασιν. Πόσον τοίνυν βέλτιον, πρός-καιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Εἰ γὰρ Παῦλος, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπό-

Homily XXVHomilia XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:743πτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλε-γεν· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· τί
PG 63:744ἂν εἴποιμεν ἡμεῖς οἱ φορτίοις ἁμαρτημάτων βεβαρη-μένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπι-δεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι, ἐπεὶ μηδὲ ἔστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος ἡμῖν ἐπιθέσεως.
PG 63:743ΛΟΓΟΣ ΚΕ. Περὶ τῆς μελλούσης κρίσεως. Πολλοὶ τῶν παρ’ ἡμῖν ἀνθρώπων τῇ σαρκὶ προς-ηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι τὰ μετὰ ταῦτα νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι φιλάνθρωπον, μὴ εἶναι κόλασιν μηδὲ τιμωρίαν λέγουσιν. Εἰ οὖν φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ δίκαιος πάντως ἂν εἴη· εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολά-ζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον· καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ μὴ γενόμενον. Ὅταν μὲν γάρ τις τὸν οὐδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον πάντως δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέ-την, τὸν οὐδὲν προπαθόντα μὲν εὖ, ποιήσαντα δὲ μυ-ρία καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν λυπῇ δι’ ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος; Πῶς οὐ δέδοικας, εἰπέ μοι, τολμηρὰ φθεγγό-μενος, ὅταν λέγῃς, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς καὶ οὐ κολάζει. Εἰ δὲ κολάσει, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος; Διὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολά-ζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέν σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐβοήθησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; Εἰ οὖν οἱ πονηροὶ μὴ κολάζονται, ἐρεῖ πάλιν ἄλλος ἴσως, ὅτι οὔτε οἱ ἀγαθοὶ στεφανοῦνται· καὶ ποῦ ἡ φιλανθρωπία καὶ ἡ δικαιο-κρισία τοῦ Θεοῦ; Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς, ἄνθρωποι, τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γάρ εἰσι ταῦτα τὰ νοήματα. Εἰ γὰρ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονη-ροὺς κολάζουσι, πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τὰ ἐναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς ἀγαθοὺς καὶ τοὺς πονηρούς; πότε δὲ καὶ ἀπαλλαγή-σονται τῆς κακίας οἱ πονηροί; Εἰ γὰρ καὶ κόλασιν προσδοκῶντες οὐκ ἀφίστανται τῆς πονηρίας, ἂν καὶ τὸν φόβον τοῦτον ἀποθῶνται, καὶ μὴ μόνον εἰς γέεν-ναν μὴ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Ἀκήκοά τινων φιλ-αμαρτημόνων λεγόντων, ὅτι πρὸς φόβον τῶν ἀνθρώπων
ἠπείλησε τὴν γέενναν ὁ Θεός· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνω-κότων αὐτόν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, τίς τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργά-σατο, καὶ τὴν παντὸς τοῦ γένους ἡμῶν πανωλεθρίαν ἐποίησε; τίς τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρης-τῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατηνάλωσε; τίς τὴν συναγωγὴν Ἀβει-
PG 63:744ρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ Δαθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ Δαυί̈δ; τίς ὁ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ θανατώσας ἐπὶ τῆς προφητείας Ἡσαί̈ου; Τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς ὅσας φέρομεν ἁμαρτάνοντες; Πῶς ἂν ἔχοι λόγον, τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ οὐκ ἄδικος ὁ Θεὸς, ὡσπεροῦν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δίκην δώσεις ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάν-θρωπός ἐστιν ὁ Θεὸς, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵνα, ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πρά-γμασι πιστεύσητε τῆς τιμωρίας. Ἆρα πείθομεν τοὺς ἀντιλέγοντας, ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ τῆς γεέννης λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ ποιηταὶ καὶ φιλόσοφοι καὶ λογοποιοὶ περὶ τῆς μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθη-σαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρ’ ἀκουσμά-των τῶν παρ’ ἡμῖν, ἀλλ’ ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον. Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέ-θοντας ποταμοὺς καὶ Στυγὸς ὕδωρ καὶ Τάρταρον, τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὐτὴ τοῦ οὐ-ρανοῦ, καὶ πολλοὺς κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτήν· καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλη-μένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινάς· καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπιστῶμεν γέεν-ναν, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν· ὁ γὰρ ἀπιστῶν ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν εἰς αὐτὴν ἀπ-ελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιά-στως, καὶ διαλεγώμεθα συνεχῶς περὶ αὐτῆς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λόγων ἡ μνήμη καθάπερ τι φάρμακον πικρὸν πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ἡμῶν ἐνιζάνουσα τῇ ψυχῇ. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθει-σῶν, διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, Δήσατε αὐτοῦ χεῖ-ρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν· καὶ οὐ τυγ-χάνοντος τῆς αἰτήσεως· καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν
PG 63:745οἰχήσεται. Σκόπει δὲ, εἰ καὶ πῦρ μὴ ἦν, τὸ ἐκ τοῦ Θεοῦ ἀποστῆναι καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κό-λασις· οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος, οὐκ ἔστιν. Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι παντὸς πικροτέραν θανάτου ὑπομένουσι ζωὴν, τί παθεῖν εἰκὸς ἡμᾶς ἀποστερηθέντας τοῦ φω-τὸς ἐκείνου; Τί δὲ καὶ ζῶμεν καὶ ἀναπνέομεν καὶ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν Δεσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν τότε συγχωρήσῃ θεάσασθαι; Εἰ εἰς δεσμωτήριόν τις ἐμβληθεὶς ἐνταῦθα τῶν εὐγενῶς τεθραμμένων, τὴν δυσωδίαν μόνον, καὶ τὸ ἐν σκότῳ κεῖσθαι, καὶ τὸ μετὰ ἀνδροφόνων δεδέ-σθαι, παντὸς θανάτου χαλεπώτερον εἶναι δοκεῖ· ἐν-νόησον τί ἔσται, ὅταν μετὰ τῶν τῆς οἰκουμένης ἀνδρο-φόνων ἐκεῖ κατακαιώμεθα, μήτε ὁρῶντες, μήτε ὁρώ-μενοι, ἀλλ’ ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μό-νοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν, ἀλλ’ ὡς μόνος τοῦτο πάσχων ἕκαστος, οὕτω διακείσεται. Εἰ γὰρ καὶ πῦρ εἴρηται, ἀλλὰ σκοτεινόν ἐστι καὶ φῶς οὐκ ἔχον. Καὶ τοῦτό ἐστι τὸ μάλιστα θορυβοῦν ἡμᾶς καὶ ταράττον, ὅτι καὶ σφοδρῶς ἐκκαῖον οὔτε σβέννυται, καὶ φῶς οὐκ ἔχει. Εἰ δὲ σκότος μόνον οὕτω θλίβει καθ’ ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεῖ, τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρη-σμοί; Μὴ γὰρ, ἐπειδὴ πῦρ ἡ γέεννα λέγεται, τοιοῦτον εἶναι νομίσῃς τὸ πῦρ· τοῦτο μὲν γὰρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κα-τασχεθέντας καίει διαπαντὸς καὶ οὐδέποτε παύεται. Διά τοι τοῦτο καὶ ἄσβεστον εἴρηται· καὶ γὰρ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδῦσαι θέλει. οὐ πρὸς τι-μὴν, ἀλλ’ ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ γεέννῃ, καὶ τὰ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τος-αύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἀπέκειτο, αὐτὴν καθ’ ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττο-μεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλῖψιν, ὅταν ἡμεῖς αὐτοὶ ἀπα-γώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδε-μένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ’ ἀπὸ πυρός εἰσιν οὐδέ-ποτε σβεννυμένου· οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ’ ἄγ-γελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίσαμεν ὀργιζομένοις. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι καὶ χεῖρα ὀρέξαι· καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει.
PG 63:746Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν, δεῖ δὲ καθαρὰν αὐτοῖς εἶναι εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τούτους ἀπολαύον-τας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαί φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα πάντες ἐκεῖ, τῆς ἀκαίρου δαπάνης δίκην δώσοντες τὴν ἐσχάτην. Εἰ γὰρ ὁ χρήματα ἐμπορεύσασθαι λα-βὼν, εἶτα καταφαγὼν, ἀπαιτηθήσεται παρὰ τοῦ πι-στεύσαντος καὶ δώσει δίκην· ὁ ζωὴν ταύτην δαπα-
νήσας μάτην, πόσῳ μᾶλλον; Καὶ καθάπερ ἡμεῖς τοὺς οἰκέτας τοὺς ἡμετέρους, οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ποιουμένους τὸν λόγον ἐξετάζομεν, πόθεν καὶ πόσα καὶ παρὰ τίνων, καὶ πῶς ὑπεδέξαντο τὰ χρήματα· οὕτω δὴ καὶ ὁ Θεὸς καὶ τῆς δαπάνης καὶ τῆς κτήσεως ἀπαιτεῖ τὰς εὐθύ-νας, καὶ πλουσίῳ καὶ πένητι· τῷ μὲν πλουσίῳ, πό-τερον ἐκ δικαίων πόρων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεο-νεξίας τὸν πλοῦτον συνέλεξε· πότερον εἰς πορνείας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσε· πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπ-ηρεαζομένων βοήθειαν· τῷ δὲ πένητι, εἰ γενναίως καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέ-τησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἑαυτὸν μὲν ἐν ἐνδείᾳ ὑπάρχοντα ὁρῶν, ἕτερον δὲ τρυφῶντα, καὶ μὴ κατὰ τὴν οὐσίαν σπανί-ζοντα. Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ διέφθειραν τὸ δίκαιον, εἰ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ κο-λακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον. Ὅσῳ γὰρ ἕκαστος πρὸς μείζονα ὄγκον ἀρχῆς ἀναβέ-βηκε, τοσούτῳ καὶ πλείονα ἀπαιτηθήσεται λόγον. Καὶ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειρά-των διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσι· καὶ τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον. Διὰ δὴ τοῦτο περὶ γεέννης συνεχῶς ἡμῖν ὁ Θεὸς διαλέγεται, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προσεῖπε, ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτά-νοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μηδὲ ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε οὐκ ἀπηνείας τὸ πρᾶγμα, ἀλλ’ ἐλέου μᾶλλον καὶ φι-λανθρωπίας ἐστί. Καὶ γὰρ, εἰ μὴ ἠπειλήθη κατα-στροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν ὅτι καταστραφήσεται Νινευὶ, οὐκ ἂν ἔστη Νινευί· καὶ εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν. Εἰ γὰρ μηδὲν μέλει τῷ Θεῷ μήτε ἁμαρτανόντων ἡμῶν μήτε κατορθούντων, ἴσως ἔχει τινὰ λόγον τὸ λέγειν μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην σπουδὴν ποιεῖται, ὥστε μὴ ἁμαρτάνειν ἡμᾶς, καὶ τοσαῦτα πραγματεύεται, ὥστε κατορθοῦν
PG 63:747ἡμᾶς τὰς ἐντολὰς, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κο-λάζει, καὶ κατορθοῦντας στεφανοῖ. Ἀλλὰ σκόπει μοι τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκα-λοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, πλεονέκτας, μὴ διδόντας δίκην· ἐκεῖ πάλιν ἐὰν ἀπειλήσῃ κολάζειν αὐτοὺς, σφοδροὶ καὶ βαρεῖς εἰσιν αἰτιώμενοι. Καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι καὶ θαυμάζειν ἐχρῆν· ἀλλ’, ὢ τῆς ἀνοίας, ὢ τῆς φιλαμαρτήμονος καὶ φιλη-δόνου ψυχῆς, ὅτι τῆς ἀπὸ τῶν ῥημάτων καταφρο-νοῦντες ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστή-σονται κόλασιν. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ διαλυσα-μένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν· ἀλλ’ ὥσπερ οἱ ἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ τῶν ἁλύσεων προς-άγονται εἰς τὸ δικαστήριον, οὕτω καὶ οἱ ἐντεῦθεν ἀπερχόμενοι τὰς ποικίλας περικείμενοι σειρὰς τῶν ἁμαρτημάτων, ἐπὶ τὸ βῆμα ἄγονται τὸ φρικτόν. Εἴ ποτε οὖν ἐν βαλανείῳ γένοιο, σφοδρότερον κατεσκευα-σμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόη-σον πῦρ· καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχ-θείης χαλεποῦ, πρὸς ἐκείνην τὸν νοῦν τὴν φλόγα με-τάστησον, καὶ τότε δυνήσῃ διαναστῆναι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θορυβεῖ καὶ θλίβει, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα ἄρα; Καὶ ὁ μὲν μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ, ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βα-σανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνα ἐπάγων, οὐδὲ ἔστιν εἰπεῖν ὅσα πεί-σεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν. Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν· καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώ-της χώρας αὐτόν· ἂν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὥστε δυνηθῆναι στῆ-ναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν εἴη, παροφθήσεται ἐκεῖ πα-ρὰ τοῦ κριτοῦ. Εἰ γὰρ ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν τιμωρίας, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ κἂν μικρὰ, λογισθήσονται. Οὐ τοίνυν ἀρκεῖ κακίας ἀπαλλαγῆναι, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀγαθῶν ἐργασίας. Ἵνα μὲν γὰρ γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονη-ρίας· ἵνα δὲ βασιλείας ἐπιτύχωμεν, ἀντέχεσθαι τῆς ἀρετῆς. Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον στεφανοῦν· τοῦτο γὰρ αὐτῷ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας ἐπιδειξάμενον. Ἀλλὰ γὰρ μεταξύ με λογιζόμενον, ὅτι πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ἡ τῶν κακῶν ἡμῖν ἀναχώρησις ἀρκεῖ, ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐκλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς οὖν ἐστιν αὕτη; Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον· ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Τοὺς γὰρ μὴ μετα-δόντας τοῖς δεομένοις, ἐξ ὧν εἶχον αὐτοὶ, πιστεύομεν
PG 63:748μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρί. Παιδευό-μεθα τοίνυν, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται καλῶν· οἱ δὲ ἐγκληθῆναι μὲν οὐδὲν ἔχοντες κακὸν, ἐκλελοιπότες δέ τι τῶν ἀγα-θῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ τῆς γεέννης ἀπαχθήσονται πῦρ. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πολλῷ μᾶλλον ἀφορήτοις ἐκδοθήσεται βασά-νοις ὁ τοῦ ἐπουρανίου Δεσπότου ἀθετῶν τὰ προς-τάγματα. Οἶδα ὅτι φορτικὸν ὑμῖν τὸ περὶ γεέννης διαλέγεσθαι καταφαίνεται, καὶ πολλὴν ἐμποιεῖ τὴν ὀδύνην· ἀλλ’ ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν καθάπερ τῷ ἐπὶ τοῦ Λαζά-ρου πλουσίῳ, ὄντως θρηνεῖν ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκέτι ἡμῖν ὑπολέλει-πτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι δυνατὸν, καὶ τὰ ἡμαρτημένα ἀπονί-ψασθαι, καὶ πολλὴν κτήσασθαι τὴν παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μετα-βαλέσθαι, εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ τῆς ἑτέρων κολάσεως τὴν ἡμετέραν ἐγείραντι νωθείαν, καὶ ἀφυπνίζοντι καθεύδοντας ἡμᾶς. Καὶ τίνος ἕνεκεν οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Ὅτι, εἰ τοῦτο ἦν, πάντες ἂν ἀπω-λόμεθα· πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. Πάλιν, εἰ
μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι ἂν οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον, μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κο-λαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν· εἰ μηδὲν τοιοῦτον ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον μανίας; Διὰ τοῦτο ὁ Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει. Κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν ἐκεῖ ποιῶν τὴν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ· τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα, ἂν μὲν προς-έχωσιν ἑαυτοῖς μετανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ μα-κροθυμίαν αἰδεσθέντες καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι, καὶ τῆς ἐκεῖ τιμωρίας, ἂν δὲ ἐπιμείνωσι μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τιμωρίαν, διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα παρὰ τοῦ Θεοῦ, ἀνθ’ ὧν τιμωρεῖσθαι ὠφείλομεν, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται. Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν ἔχει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς μεγίστας ἔχῃ, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Ὥσπερ δὲ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων, χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω τὸ πολλῆς ἀνέσεως ἀπολαύειν ἁμαρτάνοντας καὶ εὐπορίας, ἐφόδιον τοῖς ἁμαρτάνουσι καὶ ὑπόθεσις κολάσεως μείζονος γίνεται. [Εἰ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ, τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος· ὁ κακοῦργον, καὶ βάσκανον, καὶ μυρία ἄλλα τοιαῦτα κατηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; τὸ γὰρ, Μωρὲ, τῶν εἰρημένων πολλῷ κουφότερον εἰς ὕβρεως λόγον ἐστί. Διόπερ ἐκεῖνα παρεὶς, τοῦτο ἔθηκεν ὁ Χριστὸς, ἵνα μάθῃς, ὅτι εἰ τὸ
PG 63:749φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατὰ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτατα καὶ ἀφορητό-τερα τοῦτο ἐργάσεται. Εἰ δέ τινες ὑπερβολὴν τοῦ λό-γου καταγινώσκοντες, ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν νομίζουσιν, ὥρα αὐτοὺς καὶ τοὺς μοιχοὺς καὶ εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλ-λάττειν κολάσεως. Εἰ γὰρ φόβου ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συν-αγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτω-σιν. Τί οὖν, φησὶν, ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκεῖνος, τῷ Παύλῳ πεί-θομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι ἐν αὐτῷ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἠνέχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, οὐκ ἂν ἀπώλετο καὶ τὴν γῆν εὔξατο αὐτῷ διαστῆναι μᾶλλον ἂν, ἢ τοσούτους μάρτυρας κακίας ἔχειν; Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν οὕτω θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ, καὶ τῶν γνωρίμων καὶ τῶν ἀγνώστων ἡμῖν ἅπαντα κατοπτευόντων; τίνος ἐσόμεθα, ὅταν δεθέντες εἰς τὸ ἐξώτερον ἀπαγώμεθα σκότος; μᾶλλον δὲ τί ποιήσομεν (ὃ πάντων ἐστὶ φοβερώτερον) ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ τις αἴσθησιν ἔχει καὶ νοῦν, ἤδη καὶ τὴν γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ’ ὅταν ἁμαρτάνωμεν· τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ τοῦ κολασθῆναι χαλεπώτερον. Νῦν δ’ οὕτως ἀθλίως διακείμεθα, ὡς, εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν. Διόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν εἴημεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Θεοῦ φοβούμενοι.] Οἱ γὰρ πολλὰ πταίοντες καὶ μὴ κολα-ζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας, διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Ὅταν οὖν ἴδῃς ἀδίκως πλουτοῦντα καὶ εὐημεροῦντά τινα, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον τὸν τοιοῦτον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτόντες, καὶ μὴ βου-λόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μηδὲ κολάζεσθαι καὶ εὐ-πραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συν-έσεως. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ’ ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ’ ὁ εὐπορώτερος χαλεπώτερα. Διὰ γὰρ τοῦτο οὐδὲ πάν-τας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάν-των ἐνταῦθα διδόντων λόγων· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντων νομίσῃς. Ἆρά γε οὐχὶ τὰ ὅμοια τοῖς πρὶν δι’ ἁμαρτήματα τιμωρηθεῖσι πράττουσι καὶ νῦν πολ-λοί; Καὶ πάνυ· ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευμα-τικὸν ἀνέλῃς ἀδελφὸν, ὡς ὁ Κάϊν, οὐ ταὐτὰ εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ’ ἑτέρῳ τρόπῳ; οὐδεὶς οὖν ἐφθόνησε νῦν τῷ αὐτοῦ ἀδελφῷ; οὐδεὶς περιέβαλε
PG 63:750κινδύνοις; Ἀλλ’ ἐνταῦθα οὐκ ἔδοσαν δίκην. Ἀλλὰ δώσουσιν. Εἰ γὰρ ὁ μήτε νόμων ἀκούσας γραπτῶν μήτε προφητῶν, μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι τιμωρίαν, ὁ ὑστέρως ταὐτὰ δε-δρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρο-νιζόμενος, ἀτιμώρητος ἔσται; καὶ ποῦ τοῦ Θεοῦ τὸ δίκαιον; Ἀλλὰ καὶ τοῦ Ἠλεὶ οἱ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν γέγονε πατὴρ ῥᾴθυμος περὶ παῖδας, οὔτε μοχθηροὶ παῖδες; ἀλλ’ οὐδεὶς ἔδωκε δίκην· πότε οὖν δώσουσιν ἐὰν μὴ γέεννα ᾖ; Τί δὲ ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, καὶ παραχρῆμα ἐτιμωρήθησαν; οὐδεὶς ἐξ ἐκείνου τοῦτο ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν γέενναν εἶναι, ἢ πλειόνων δεηθησόμεθα παραδειγμάτων; Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ δέδοικε ψυχῆς, ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑπέχω. Ὥστε μάλιστα πάντων ἐμὲ ταύτην διαφυγεῖν ἀδύνατον. Οὐ τοίνυν εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός. Καὶ γὰρ καὶ αἱ κολά-σεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέ-ρος εἰσίν· ἐπεὶ καὶ ἰατρὸς οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξάγῃ τὸν κάμνοντα μόνον, οὐδ’ ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, ὅταν τέμνῃ, ὅταν πικρὰ προσάγῃ φάρμακα, καὶ τότε ἰατρός ἐστιν ὁμοίως, καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυσι πλέον. Ὅταν οὖν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ ἐνταῦθα διαλυομένων πάντων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοι-μαζομένων ἐκεῖ τῶν μισθῶν. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον· οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι τοιοῦτον, πᾶσαν δὲ ἐκεῖ τὴν τιμω-ρίαν ἀπολαμβάνουσιν· οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε
τούτων; Πρώτους μὲν εὖ οἶδ’ ὅτι τοὺς ἐνταῦθα κολα-ζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα· δευτέ-ρους δὲ μετ’ ἐκείνους, τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ’ ἐκεῖ πᾶσαν ὑπομέ-νοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ τοὺς καὶ ἐνταῦθα καὶ ἐκεῖ κολαζομένους. Ὁ μὲν γὰρ ἐν-ταῦθα τιμωρίαν δοὺς, κουφοτέρας αἰσθήσεται ἐκεῖ τῆς κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς ἃ μέλλει δεινὰ ποιεῖν προλέγει; ἵνα μὴ ποιήσῃ ἃ προλέγει. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα μὴ ἀπάγῃ εἰς γέενναν. Φοβείτω γὰρ, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα. Καλαί σου, Δέσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία, καὶ γέεννα πάλιν ἀπειλουμένη· προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέεν-ναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ’ ἵνα γεέννης ἀπαλλάξῃ· εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι διαφύγω-μεν τὰ ἀπειλούμενα. Ἀπειλεῖ τὴν τιμωρίαν ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ, τῷ
PG 63:751λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρ-όντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελή-σεται, οὔτε κακίας ἀφέξεται, ἀλλ’ ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυμίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας· ὁ δὲ περὶ τῆς μελλούσης ἑαυτὸν πεπεικὼς κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσε-ται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν ἐκφυγεῖν. Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομι-εῖται στέφανον. Οἶδα ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης τῶν οὐρανῶν πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναί φημι. Εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυ-μαστὸν οὐδέν· οὐδὲ γὰρ ἴσμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα. ἵνα καὶ τὴν ἀθλιότητα τὴν ἀπὸ τῆς στερήσεως αὐτῶν σαφῶς ἴδωμεν· ἐπεὶ Παῦλος ὁ ταῦτα σαφῶς εἰδὼς, οἶδεν ὅτι τὸ ἐκπεσεῖν τῆς δόξης τοῦ Χριστοῦ, πάντων ἐστὶ χαλεπώτερον. Καὶ τοῦτο εἰσόμεθα τότε, ὅταν εἰς αὐτὴν τὴν πεῖραν ἐμπέσω-μεν. Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ὦ μονογενὲς τοῦ Θεοῦ Παῖ, μηδὲ λάβοιμέν ποτέ τινα πεῖραν τῆς ἀν-ηκέστου ταύτης κολάσεως· ἀφόρητος μὲν γὰρ καὶ ἡ γέεννα καὶ ἡ κόλασις ἐκείνη· πλὴν κἂν μυρίας τιθῇς γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖς, οἷον τὸ τῆς μακαρίας ἐκπεσεῖν δόξης ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χρι-στοῦ, τὸ ἀκοῦσαι ὅτι Οὐκ οἶδα ὑμᾶς, τὸ ἐγκληθῆναι, ὅτι πεινῶντα αὐτὸν ἰδόντες οὐκ ἐθρέψαμεν. Καὶ γὰρ βέλτιον μυρίους ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γλυκὺν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν. Εἰ γὰρ αὐτὸς ἐχθρὸν ὄντα με καὶ μι-σοῦντα αὐτὸν καὶ ἀποστρεφόμενον οὕτως ἐδίωξεν, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλὰ ἐκδοῦναι ἑαυτὸν εἰς θάνατον· ὅταν μετὰ πάντα ἐκεῖνα μήτε ἄρτου ἀξιώσω αὐτὸν λιμώττοντα, ποίοις λοιπὸν αὐτὸν ὀφθαλμοῖς ὄψομαι; Εἰπὲ δή μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευά-σειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑπο-θέσεως καὶ ποιῆσαι καὶ παθεῖν; τοῦ δὲ Χριστοῦ οὐχὶ ταῦτα, ἀλλὰ τὰ πολλῷ μείζονα τούτων ἐπαγγελομέ-νου, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν, πόσα οὐκ ἄξιον προέσθαι χρήματα; μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Ἀλλ’ ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπει-ρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ’ ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλωπιζομένων,
PG 63:752καὶ ὄχημα χρυσοκόλλητον καὶ πέταλα τούτῳ περι-σειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς· καὶ ταῦτα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετά-θες πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν ἐννόησον τὴν φοβερὰν καθ’ ἣν ὁ Χριστὸς παραγί-νεται. Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχή-ματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλὰ τὸν οὐρανὸν ἀνοιγόμενον μὲν ἅπαντα, κατερχόμενον δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, οὐκ εἴκοσιν οὐδὲ ἑκατὸν δορυφορούντων αὐτὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχαγγέλων· καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῶν πώποτε γενομένων ἀνθρώ-πων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων καὶ ἁρπαζομένων· καὶ αὐτοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς τῆς αὐγῆς ἐκείνην ὑπερλαμπόμενον, καὶ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλ’ οἱ πολλοὶ τῶν ἀλογώτερον δια-κειμένων παραμυθίαν τινὰ φέρειν νομίζουσι τὸ μετὰ πάντων ἐν τῇ γεέννῃ κολάζεσθαι· καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ λέγειν, Ὡς πάντες κἀγώ. Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ, ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυ-ρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδὲ εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα σχεῖν εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν. Μὴ τοί-νυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος καὶ ζάλης ᾖ μεστὰ πάντα τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν πα-ραμυθίαν καρπώσεται; Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στο-λὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν μόνων καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν; Νῦν δὲ οὐκ ἀπὸ τοιούτων, ἀλλ’ ἀπὸ τῶν οὐδὲ ἑρμηνευθῆναι δυνατῶν τοῦ ἐν οὐρανοῖς ἡμῖν συγκει-μένου θεάτρου (περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἔνι), ἵνα μὴ μικρὸν πονήσωμεν χρόνον, τοσούτων ἑαυτοὺς ἀποστερήσομεν ἀγαθῶν; Εἰ γὰρ μυρίους θα-νάτους καθ’ ἑκάστην ἡμέραν ὑπομένειν ἐχρῆν· εἰ καὶ τὴν γέενναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἰδεῖν ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ, καὶ εἰς τὸν τῶν ἁγίων καταλεγῆναι χορὸν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἀλλ’ οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι μόνον ἀγαπητὸν τίθεν-ται· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν
εἶναί φημι τὸ μὴ γενέσθαι ἐν τῇ τοῦ Χριστοῦ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακὰ, ὡς τὴν ἀπόπτωσιν [τὴν ἐκ] τοῦ Δεσπότου· τοῦτο γὰρ μόνον πάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν. Εἰ τὸν Χρι-στὸν ἐφιλοῦμεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωμεν ἄν τι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύ-της τὸ μέγεθος· καὶ τοῦτό ἐστιν ὃ μάλιστα ὀδύρομαι

Homily XXVIHomilia XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:753καὶ θρηνῶ. Εἰ γὰρ ἄνθρωπος ἦν ὁ οὕτω φιλῶν, βασι-λεὺς δὲ ὁ οὕτω φιλούμενος, οὐκ ἂν ᾐδέσθη τὸ τοῦ ἔρωτος μέγεθος; σφόδρα μὲν οὖν· ὅταν δὲ τοὐναντίον ᾖ, καὶ ἄφατον μὲν ἐκείνου τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐ-τέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν ἄξιοι κολάσεως οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ’ ὑπερβολῆς ἁπάσης, καὶ καταφρονοῦντες αὐτοῦ τῆς ἀγά-πης, τοῦ μηδὲν ἡμῶν προτιμῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι’ ἡμᾶς· ἡμεῖς δὲ αὐτοῦ τὰ τοῦ Σατανᾶ ἐπιτάγματα προτιμῶμεν. Ἆρ’ οὖν οὐκ εἰκότως γέεννα καὶ κόλα-σις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τος-αύτη; Μὴ δή μου καταγνῶτε τῆς θρηνῳδίας· οὐ γὰρ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν, οὐδὲ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ ὀδυρμῶν παραίτια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἐμβληθῇς εἰς γέενναν, καὶ οὐκ ὀδύρομαι. Βέλτιον γὰρ ἐν τούτοις ἡμᾶς δάκνεσθαι νῦν, ἢ κατ’ ἐκεῖνον τὸν καιρὸν τιμωρουμένους. Σὺ δὲ, ἂν μὲν τὸ σῶμά σου ἀσθενῇ, πάντας παρακαλεῖς συναλγεῖν σοι, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μοι μὴ πενθεῖν; Ἀλλ’ οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Εἴθε ἦν ἰδεῖν ὑμᾶς τῆς διανοίας μου τὴν πυρὰν, καὶ ἔγνωτε ἂν, ὅτι πάσης γυναικὸς χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτω γυνὴ πενθεῖ τὸν ἄνδρα τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆ-θος τοῦτο τὸ παρ’ ἡμῖν, ὅτε οὐδεμίαν ὁρῶ προκοπὴν ἐν ὑμῖν. Ἀλλὰ πάντες εἰς διαβολὰς καὶ κατηγορίας, καὶ ἅπας ἡμῖν ὁ καιρὸς εἰς τὸ κατηγορεῖν ἀναλίσκε-ται. Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον; ποίαν νομίζετε αὐτοῖς εἶναι τὴν ψυχὴν, τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; πόσων θανάτων οὐ χεί-ρονα; τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε
PG 63:754ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης καὶ τοῦ νέφους; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων, φιλανθρωπίᾳ βασι-λικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω κληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑωρῶμεν τοὺς ἀνθρώπους, τεθορυ-βημένης τῆς ψυχῆς καὶ ἐκπληττομένης καὶ ἐξεστη-κυίας. Εἰ τοίνυν σωματικὸς ὑμᾶς θάνατος οὕτω φο-βεῖ, ὅταν ὁ αἰώνιος παραγένηται, τί ποιήσομεν; ὅταν τὴν γῆν ἀποῤῥηγνυμένην ἴδωμεν, ὅταν τὸν οὐρανὸν συνελκόμενον, ὅταν αὐτὸν παραγενόμενον τὸν τῶν ἁπάντων βασιλέα, τίς ἄρα ἡμῖν ἔσται τότε ἡ ψυχή; Εἰ ἑτέρων ἀναιρουμένων τὸν θάνατον τοῦτον τὸν ὕπνου οὐδὲν διαφέροντα, οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται, ὡς καταπεπτωκυῖαν καὶ παρειμένην τὴν ψυχὴν ἔχειν ἀπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας· ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν ἀθάνατα κο-λαζόμενοι, τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι τῷ λόγῳ τὸ πάθος, οὐκ ἔστι. Ναὶ, φησὶν, ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τού-των ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται; Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν οὐ σωφρονῶμεν, ἀλλὰ μείνωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς. Ναὶ, φησί· τοῦτο γὰρ πρέπον ἐστὶ, καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως, ἀλλ’ ἀπειλῆς ἕνεκεν καὶ φόβου; Τί οὖν; ἤκουσας περὶ κατακλυσμοῦ; μὴ καὶ ἐκεῖνα ἕνεκεν ἀπειλῆς εἴρηται; οὐχὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τε-κταινομένης, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πι-στεύων ἦν· ἀλλ’ ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, ὑπέστησαν τὴν διὰ τῶν πρα-γμάτων τιμωρίαν· ἧς τὴν πεῖραν ἐκφυγεῖν σπουδά-σωμεν, ὅση δύναμις, ἵνα καὶ τὸν ἐνταῦθα βίον εὐ-μαρῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπι-τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 63:753ΛΟΓΟΣ Κ. Περὶ ἀρετῆς καὶ κακίας. Εἰσί τινες τῶν ἐνταῦθα τῆς ἀρετῆς ἐπιμελούμενοι, οἳ τὴν ἀπὸ τῆς πόλεως ἀναχώρησιν προτιμώμενοι, τὰ ὄρη καταλαμβάνουσι· κἂν ἔρηταί τις τῆς ἀναχω-ρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν· ἵνα γὰρ μὴ παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι, καὶ τοὺς ἄλ-λους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυ-μένους τοὺς ἀδελφούς; Ὅταν οὖν οἱ μὲν ἀρετῆς ἀμε-λῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πῶς αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη, ἢ τίς προσέσχεν ἡμῖν τῶν ἔξωθεν, τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πο-νηράν· βίος δὲ καθαρὸς καὶ αὐτοῦ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνή-σεται. Εἰ τοίνυν τὸ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται, ἔξεστι δὲ μὴ εἶναι ἐν τῇ γῇ τὸν βουλόμενον, ὡς τοὺς περὶ τὸν Παῦλον, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸν οὐρανὸν ἀνέλθωμεν. Οὐδὲν γάρ ἐστι τὸ κωλύον ἡμᾶς πάντας ὑπερβαλέσθαι,
PG 63:754εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου; Τί γὰρ, εἰπέ μοι, χαλεπώ-τερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι, καθάπερ ἐπὶ κλίνης καθήμενον; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον τοῦ κόντον ἐπὶ τοῦ μετώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον, μυρία ποιεῖν καὶ τέρπειν τοὺς θεατάς; οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι καὶ τρέμειν καὶ πρὸς τὴν ὄψιν αὐτήν; Ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν βου-λώμεθα καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἀναβῆναι. Καὶ μή μοι λέγε, Θέλω, ἀλλ’ οὐ δύναμαι. Εἰ γὰρ πράγματός τινος ἐντὸς γενέσθαι βουλόμενοι, οὐχὶ τῷ θελῆσαι μόνον ἀρκούμεθα, ἀλλὰ καὶ τοῦ πράγματος ἁπτό-μεθα, πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀνελθεῖν βουλό-μενοι τῆς πρακτικῆς ἀρετῆς δεησόμεθα. Εἰ δὲ βούλει μαθεῖν, ὡς οὐκ ἔστιν ἐπίπονος ἡ ἀρετὴ, οὐδὲ δυσκατ-όρθωτος, ἐννόησόν μοι τοὺς ἐν τοῖς ὄρεσιν ἡσυχά-ζοντας· οἳ καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖ-δας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιήσαντες, σάκκον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιῷ τὸν τράχηλον ἐξαρτήσαντες,
PG 63:755ἐν οἰκίσκῳ μικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλὰ νηστείαις καὶ λιμῷ δι-ηνεκεῖ κατατείνουσιν ἑαυτούς. Καὶ μή μοι εἴπῃς, ὅτι
ἐκεῖνοι ἠδυνήθησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Ἀλλὰ μέγας ἐκεῖνος ὁ ἀγὼν καὶ ὑψηλὸς ὁ σκόπελος καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κα-τωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε· οὐ δύνασαι νηστεῦ-σαι; κἂν μὴ εἰς τρυφὴν σαυτὸν ἐξαγάγῃς. Τοσαῦτα γὰρ παθόντος τοῦ Χριστοῦ δι’ ἡμᾶς ἐχθροὺς ὄντας, τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι’ αὐτὸν πεπόνθα-μεν οὐδέν. Πόθεν οὖν ἡμῖν ἡ παῤῥησία ἔσται κατ’ ἐκείνην τὴν ἡμέραν; Οὐκ ἴστε ὅτι καὶ ὁ στρατιώτης, ὅταν τραύματα καὶ ὠτειλὰς ἐπιδείκνυται, τότε δυ-νήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ· ἂν δὲ μὴ ἔχῃ δεῖξαι κατόρθωμα, κἂν μηδὲν ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις ταχθήσεται; Ἀλλ’ οὐκ ἔστι πολέμου καιρὸς, φησί. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα διέξεσε; τάχα οὐδείς. Ὅταν γὰρ ἴδω, ὅτι οὐδὲ χρημάτων καταφρο-νεῖς ἕνεκεν τοῦ Χριστοῦ, πῶς σοι πιστεύσω ὅτι πλη-γῶν καταφρονήσεις; Εἶπε, Φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε· καὶ τοῦτο οὐ ποιεῖς, ἀλλὰ παρακούεις· ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πλη-γὰς οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, λέ-γοντες, ὅτι Τέως μὲν ἀπολαύσωμεν τῶν ἡδονῶν τοῦ βίου, ὕστερον δὲ ὀλίγον χρόνον πονέσαντες, τοῦ παν-τὸς χρόνου ληψόμεθα τὸν μισθόν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παῤῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος; Ἔλαβες εὐγένειαν παρὰ τοῦ Θεοῦ· τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς, εἰπέ μοι; Ἕτεροι τέχνας ἔχουσι τὰ ἄλογα κατὰ τὸ ἐγχωροῦν εἰς ἀν-θρώπων εὐγένειαν μετατιθέναι, ψιττακοὺς καὶ κίσσας παιδεύοντες φωνὴν ἀνθρωπίνην φθέγγεσθαι· καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζονται· λέοντας ἡμέρους ἐργά-ζονται διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμερον ποιεῖς, καὶ σαυτὸν λύκων ἀγριώτερον καθιστᾷς; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο· οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ἄν-θρωπος, ἀλλὰ καὶ τὰς τῶν πολλῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Μή μοι οὖν δείξῃς ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ’ εἰ εἶ τὸ φρόνημα ἄνθρω-πος. Ἄρχων εἶ τῶν ἀλόγων, καὶ γέγονας τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος; πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα; Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσι παρατραπέντες, κατενεχθήσονται κάτω καὶ ἀπο-λοῦνται· οὕτω καὶ οἱ τὴν πνευματικὴν ὁδεύοντες ὁδὸν, ἂν μικρὸν ῥᾳθυμήσωσι, κατακρημνίζονται. Καὶ γὰρ ἐκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενοτέρα, καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι, καὶ ὑψηλοτέ-ρα πολλῷ· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανόν· καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ βήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ. Τοῖς γὰρ ἐφ’
PG 63:756ὕψους ἑστῶσι πολὺς ὁ τρόμος, καὶ μία μόνον ἀσφά-λεια λείπεται, τὸ μὴ κατακύψαι κάτω μηδὲ εἰς τὴν γῆν ἰδεῖν· καὶ γὰρ πολὺς ἐντεῦθεν καὶ χαλεπὸς ὁ σκοτόδινος γίνεται. Καὶ ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργά-σασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἷς εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάν-τας μετὰ ἀκριβείας φυλάττειν. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν τις εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὲν μὴ πλεονεκτῶν μηδὲ βιαζόμενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτι-μίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας, καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπερείδεται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων τῇ ψυχῇ, τὴν φιλαργυρίαν; Οὐκ ἔνι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε κατὰ ταὐτὸν ἅπαντας εἶναι, καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς ἀναμεμῖχθαι, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐκκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμ-προτέρα δείκνυται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, εἰ βούλονται, ἀπὸ τῆς τῶν σπουδαίων συν-ουσίας. Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι δυνάμενοι γενέσθαι καλοὶ, καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρ-δανον. Καὶ ὥσπερ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω καὶ τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μι-σοῦσιν. Ἀλλ’ οἱ πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν ἐχρῆν, ὅτι νομίζοντες ἑτέρους βλάπτειν καθ’ ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήτ-τοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλὰ ἕτερον δοκεῖν ἀδικεῖν ἐν τῷ κατασφάττειν ἑαυτόν. Οὐ γὰρ τὸ ἀδι-κεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν καὶ μὴ εἰδέναι φέρειν ἀδικούμενον. Πόσα γὰρ ἠδικεῖτο ὁ Δαυί̈δ; πόσα δὲ ἠδίκει ὁ Σαούλ; τίς οὖν γέγονεν ἀθλιώτερος καὶ ἐλε-εινότερος; τίς δὲ λαμπρότερος καὶ μακαριώτερος; οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος· ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε τοῖς τροπαίοις καὶ τῇ πρὸς Θεὸν εὐνοίᾳ; οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, ὁ δὲ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν, ἐπειδὴ ὁ μὲν ἀνελεῖν ἐπεχείρει πολλάκις, ὁ δὲ διωκόμενος τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων ἐφείδετο; Τίς ἀσθε-νέστερος, τίς δὲ ἀδυνατώτερος δείκνυται; οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην, τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν, εἶχε σύμμαχον καὶ βοηθόν. Ὅτε δὲ αὐτὸς αὗτος ὁ ἀδικηθεὶς καὶ ἰσχύ-σας ἠδίκησεν ὕστερον, ὅρα πῶς ἀσθενέστερος γίνεται. Ἠδίκησε τὸν Οὐρίαν, καὶ μετέστη πάλιν ἡ τάξις· καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὸν ἀδικηθέντα διέβη, καὶ νεκρὸς ὢν ἐπόρθει τὴν οἰκίαν τὴν ἐκείνου· καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν ἴσχυσεν· ἐκεῖνος δὲ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα τὰ ἐκείνου ἄνω καὶ κάτω πεποίηκεν. Ὅταν οὖν ἴδῃς τινὰ ὀρθῶς ζῶντα καὶ ἀεὶ πρὸς εὐσέ-
PG 63:757βειαν βλέποντα, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ διαπαντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν ἐξορύττηται, κἂν καίηται, κἂν κα-τὰ μικρὸν δαπανᾶται τὸ σῶμα, κἂν ὁτιοῦν ἄλλο πάσχῃ δεινὸν, μακάριζε τὸν τοιοῦτον καὶ ζηλωτὸν εἶναι νό-μιζε· ὅταν δὲ ἴδῃς ἕτερον ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ
καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύ-οντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περικείμενον καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δά-κρυσον διὰ τοῦτο τὸν τοιοῦτον καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν ἅπασαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλουτεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρα-τεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέ-σθαι μὴ δύνηται; Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ’ ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέ-ρους ἔχοντας ἀπελθεῖν, ὅταν μήτε ἑαυτοὺς μήτε ἑτέ-ρους διασώσωμεν, τί πεισόμεθα; πόθεν λοιπὸν ἐλπίδα σωτηρίας ἕξομεν; Εἰ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ ὅπως τοῦτο κατορθώ-σειεν ἀκοῦσαι θέλων, τί ἂν ἕτερον ἢ θηρίον εἴη; Ἐν-νόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀν-θρώπων εἰς θηρία μεταπεσεῖν. Τὸ γὰρ τῇ γαστρὶ δου-λεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώ-πων, ἀλλὰ θηρίων ἐστίν. Ὥσπερ οὖν εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα· οὕ-τως, ἐὰν βουλώμεθα νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τὴν σπουδὴν λυ-μήνασθαι δυνήσεται. Εἰ δὲ θέλεις μαθεῖν, ὅτι ἐν τῇ φύσει ἔπηξεν ὁ Θεὸς τοὺς νόμους, τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρὸν, αὐτὴν τὴν ἡμῶν ἀναστρο-φὴν ἐρώτησον· πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ, φεύγουσι τῶν κακῶν τὴν προσηγορίαν; ὁ μοιχὸς μοι-χεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμο-λογουμένῳ μοιχῷ, Μοιχὲ, καὶ ὃ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται· εἰπὲ τῷ ἐπιόρκῳ, Ἐπίορκε, καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. Εἰ οὖν καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; Ἀλλ’ εἰπὲ τῷ σώφρονι, Σῶφρον, καὶ οὗ τῷ ἔργῳ ἥδε-ται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται· κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται· κἂν γὰρ δι’ εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ’ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν. Καὶ οὐδεμίαν δὲ πάλιν εὑρήσει τις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς· καὶ πῶς ἄκουε. Ὁ ψευδόμενος οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ’ ἀλήθειαν ὑποκρι-νόμενος ἀπατᾷ· ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστή-ριον, οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, κἂν ἐν κακίαις ἐμφύ-ρηται, τὸ ὄνομα τὸ ἀγαθὸν ἀσπάζεται. Πολλοὶ γὰρ πολλάκις δυνάσται πλεονεξίαν πνέοντες, καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ ἁρπαγὴν καὶ ἀδικίαν, δυσωποῦν-ται παρά τινων, ἢ ἀνιέναι τῷ πένητι τὴν ἐπικειμέ-
PG 63:758νην ἀνάγκην, ἢ συγχωρῆσαί τι τοῦ χρέους, ἢ μὴ ἀμύνασθαι τοὺς λυπήσαντας, ἢ λυπεῖν νομισθέν-τας. Καὶ ὁ ἐλθὼν καλῶς πρεσβεῦσαι παρὰ ἀνδρὶ δυνάστῃ καὶ πονηρῷ, οὐκ εὐθέως ἀπὸ τῆς ἀλη-θείας ἄρχεται, καὶ λέγει αὐτῷ ὅ ἐστιν, ἀλλὰ προστί-θησιν αὐτῷ ὄνομα ἀρετῆς· Ἀνὴρ εἶ, φησὶν, ἀγαθός· διαβεβόηταί σου τὸ ὄνομα· πᾶντες σου τὰς εὐπρα-γίας ᾄδουσι· καὶ πολλὰ τοιαῦτα συνάπτει, ἵνα καμ-φθῇ τῇ εὐφημίᾳ, καὶ φύγῃ τὴν πονηρίαν. Ὅρα πῶς ἡ κακία νικᾶται ταῖς εὐφημίαις τῆς ἀρετῆς· οὐδεὶς κακὸς, κακῶς ἀκούειν βούλεται· ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τοὐναντίον αἱρεῖται. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός· εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γενήσεται ἀγαθός. Εἰ γὰρ μὴ ἐν τῇ προαι-ρέσει ἡμῶν ἔκειτο τὸ πονηροὺς εἶναι καὶ ἀγαθοὺς, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος κατεσκεύασεν, ἐχρῆν ἅπαντας εἶναι κακοὺς τοὺς τῆς φύσεως κοινωνοῦντας, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑπο-κειμένους, ἢ πάντας εἶναι ἐναρέτους· ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶν-τας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔ-δηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν· καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμία κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρή-μους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας; Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, ὡς πρὸς τοὺς τῆς ἀρετῆς πόνους αὐτὸν ἐμποδίζοντα, ἀλλὰ τῇ οἰ-κείᾳ ἀθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω· καὶ τί λέγω ἕτερον; μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ’ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται. Καὶ τοῦτο αὐτὴ τῶν πρα-γμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράτ-τειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύον-τος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Ἔστι μὲν οὖν καὶ καθ’ ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή· ὅταν δὲ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμα-στοτέραν ταύτην ἀποφαίνει. Οὐ γὰρ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ’ ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. Καὶ τῆς μὲν ἑνὸς ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορ-θῶν ἦ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται. Καὶ εἷς μὲν ἄνθρωπος ὀρθῶς ζῶν, δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ· πόλις δὲ ὁλόκληρος διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνήσεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάν-των γοῦν ἀπολλυμένων διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦ-τον παραιτήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον ἔχω τῆς φιλ-
PG 63:759ανθρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμέ-νους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τελευ-τήσαντας καταφεύγει, καὶ δι’ ἐκείνους φησὶν ἀφιέναι τὰ ἁμαρτήματα. Ὡσπεροῦν τῷ Ἐζεκίᾳ φησίν· Ὑπερ-ασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυὶ̈δ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Εἶδες πόση τῶν ἁγίων ἡ ἀρετή; οὐ γὰρ τὰ ῥήματα αὐτῶν μόνα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ τοῦ Ἠλίου μηλωτὴ τὸν Ἰορδάνην ἔσχισε· τὰ ὑποδήματα τῶν τριῶν παίδων τὸ πῦρ κατ-επάτησαν· τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετ-έβαλε, καὶ σίδηρον ὑπὲρ τῆς ἐμφανείας βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλατταν, τὴν πέτραν ἔῤῥηξε· τὰ ἱμάτια Παύλου δαίμονας ἤλασαν· αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγά-
δευσαν· ἡ τέφρα τῶν ἁγίων μαρτύρων πονηροὺς ἀπ-ελαύνει δαίμονας. Διὰ τοῦτο μετ’ ἐξουσίας ἅπαντα πράττουσι καθάπερ ὁ Ἠλίας. Οὐ γὰρ δὴ μόνον ἑώρα τὸ διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ’ ἑώρα καὶ τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ καταδίκου παντὸς ἀθλιώ-τερον διακειμένην· καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον, καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς· καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ’ οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν τὰ ἔνδον ἐν πενίᾳ τοσαύτῃ ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦ-τος ἀποκέηται θησαυρός; Τοιοῦτος λέων ἦν καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον, καὶ βοήσας μόνον, τὰ θεμέλια ἔσεισε, τὰ δεσμὰ κατ-έφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι. Διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυον πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας φυγαδεύει πάντοθεν. Ἀλλὰ τίς λόγος ἀρκεῖ τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν τούτου; Εἴτε γὰρ προ-φῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρ-χαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ’ ὅσης οὐδεὶς ἐκείνων ὅπερ ἕκαστος εἶχε καλὸν ἐκέκτητο. Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώ-ποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ’ ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων; πόσης οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειλοχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ καὶ ἄλλων κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰ-κείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώ-ρει πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως τῶν λυ-πούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ, καὶ ὁ Δαυὶ̈δ ἐπὶ τῇ πραότητι, καὶ ὁ Ἠλίας, ὅτι ὑπὲρ τοῦ Δεσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ’ ἂν ἴσον, ὃς πάντα
PG 63:760ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μεθ’ ὑπερβολῆς; Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ’ ἑαυτὸν μυριάκις κατ-έλυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρ-βαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτό-μενος. λιθαζόμενος, καὶ καθ’ ἑκάστην ἡμέραν ἀπο-θνήσκων· οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι καὶ ἁλύσεσι καὶ δεσμωτηρίοις καὶ ἐπιβουλαῖς καὶ κινδύ-νοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον· τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσεν; Εἰ δὲ τὸν ζῆλον ἴδοις αὐτοῦ, το-σοῦτον ὄψει κρατοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Ἀλλ’ ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον· ἀλλ’ οὗτος ἐν μέσῃ τῇ οἰκου-μένῃ καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ διέτριβεν, ἀκρί-δας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐ-τελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύ-γματος σπουδήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισῶσαι λοιπόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμαστὸν εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλωμεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος· καὶ νῦν ἕστηκεν ἐξ οὗ γέγονε, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαντας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπο-λογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς ὅτι ἀγ-γέλων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν ἑαυτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ’ ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νε-κρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκρι-βείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθε. Καθά-περ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν πρὸς τὸ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν, οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται· ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, τῆς ἐργασίας παράκλησίν τινα λαμβάνει καὶ παραί-νεσιν, ὥστε καὶ ἑτέρων πλειόνων ὁμοίως ἅψασθαι. Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἵνα πάντες. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀνατρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατορθώσαντες· ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι οὗτοι οἱ ὀλίγοι οἱ μὴ διορθώ-σαντες πολλοὺς διαφθεροῦσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος, ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας· καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου, ταχέως τὸ νόσημα ὁδῷ βαδίζον καὶ τοὺς ἄλ-λους ἐπιδραμεῖται πάντας. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι
PG 63:761μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα, καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι μᾶλλον βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράτ-τειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀνα-γκαῖον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐδὲ τὴν φύσιν αἰδούμεθα, πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ πονηροὺς ὄντας. Ἀλλὰ σκανδαλίζονται, φησὶ, καὶ κακῶς ὑποπτεύουσι. Καὶ τί τοῦτο; σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάζῃς, κἂν ἄπαντές σε τιμήσωσιν, οὐ τιμηθήσῃ ποτέ. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος οἷός ἐστιν· ἀλλ’ ὁ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δίδωσι δί-κην· ὁ δὲ πονηρὸς ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρῖμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦ-τος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπι-γνοίη τὰ ἁμαρτήματα ἑαυτοῦ· ὅταν δὲ λανθάνῃ, καὶ εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούν-των μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατα-νύττεσθαι· ὅταν μὴ μόνον κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε ἀναβλέψαι δυνήσονται; Ὥστε οὐ δυνατὸν τοὺς ἐν ἀρετῇ ὄντας παρὰ πάντων
ἀκούειν καλῶς, οὐδὲ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς· ἡ γὰρ παρὰ πάντων εὐ-φημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ τοιοῦτος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων; Πάλιν, εἰ βούλοιτο διορ-θοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορ-θοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Ὥστε τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρὰ τοῦ Θεοῦ μόνον δεχόμενον ἔπαινον, ἀδύνα-τον ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ καλῶς ἀκούειν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδεί-κνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ’ οὐ μόνον οὐ-δὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τῷ πολεμεῖν ἰσχυροτέραν ταύτην ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ ἐν τῷ πάσχειν τῶν τοιούτων περιγίνε-ται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνω-τέρα καθίσταται. Ἐννόησον γάρ μοι τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; ἀλλ’ ὁ μὲν ἀναιρεθεὶς ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται καὶ στεφανοῦ-ται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν καὶ περιγενόμενος καὶ τότε ζωὴν βαρυ-τέραν θανάτου ὑπέμεινε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παρα-στῆσαι δυνήσεται; Ἄκουσον δὲ καὶ τοῦ Χριστοῦ λέ-γοντος· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία. Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ’ ὀλίγοι οἱ δίκαιοι· καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ’ ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν μεθ-ίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω καὶ ἡ
PG 63:762δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ’ ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει· καὶ ὅπως, ἄκουε. Δώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; ἀλλ’ ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην εἰς ἑαυτοὺς ἐπέστρεψαν. Καὶ γὰρ καὶ ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ’ οὐ τῆς αὐτῆς ποιότητος. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν γνῶναι ὅσον δύναται πλέον παῤῥησία δικαίου δυναστείας τυ-ραννικῆς, τοῦ Ἰωάννου ἄκουσον λέγοντος τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυ-ναῖκα. Ὁ Ἡρώδης, βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων δυναστείαν βα-σιλικήν· ὁ Ἰωάννης, πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτή-μων, ἄσιτος, ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον. Ἀλλ’ οὗτος ὁ πτωχὸς, ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων ἐξ αὐθεντίας προστάττει, Οὐκ ἔξεστί σοι. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἀλλ’ ὑπὲρ τούτων ἐμβάλλεται εἰς δεσμωτήριον ὁ δίκαιος· γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, καὶ εἴσεισιν ὀρχούμενον τὸ κοράσιον ἐν μέσῳ τοῦ συμποσίου, καὶ ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις, ὥστε τὸν Ἡρώδην ὀμόσαι, Αἴτησαι ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως ἡμίσους τῆς βασιλείας μου. Ἄθλιε καὶ ταλαίπωρε, οὕτω προδιεφθάρης τῆς διανοίας τοὺς ὀφθαλμούς; τοσούτου κρίνεις τὴν βασιλείαν ἀξίαν; ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπεδίδοσο τὸ ἥμισυ· ἐὰν δὲ δεύτερον ὀρχήσηται, τί ποιήσεις; Εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν ὀρχη-σαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προς-αιτεῖν. Οἱ γὰρ πρὸς τὰ παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβε-βλημένοι πολλὴν, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν. Ἔστω γάρ τις βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστός· ἴδωμεν τίς τίνος κύ-ριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· καὶ τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσό-μεθα τοῦτο; Ἐπιτάττει τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονη-ρόν τι πρᾶγμα, καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάτ-τοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικὼς, ἢ ὁ παρὰ τοῦ ὑπηκόου κατα-φρονούμενος; Ὥσπερ γὰρ ὁ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, διὰ τοῦτο αὐτὸ μάλιστα πᾶσιν εὐάλωτός ἐστιν· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, κἂν αὐτὸ περικέηται τὸ διάδημα, ἀράχνης πάσης ἐστὶν εὐτελέστερος. Τί τοίνυν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δε-ξάμενοι, ταύτας προδεδώκασιν, ἑκόντες ὑποσυρέντες, καὶ πρὸς τὴν κακίαν αὐτομολήσαντες; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς πονηρὸς, ἐπεὶ μὴ ἐδιπλασίασεν, ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶσ

Homily XXVIIHomilia XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:763ἐξηνέχθη, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τι πεισόμεθα μυρίων ἡμᾶς ἑλκόντων ἐπ’ ἀρετὴν, ἀνα-δυόμενοι καὶ ὀκνοῦντες; οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου καὶ τὸ ἄδηλον τῆς ζωῆς, καὶ τὸν ἐν τοῖς παροῦσι πόνον; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐν-ταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν; Μὴ οὖν, ἐὰν ἱερέα ἴδῃς ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα δια-βάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ Ἰούδας προδότης ἐγένετο, ἀλλ’ οὐ κατηγορία τοῦτο τῆς ἀποστολῆς, ἀλλὰ τῆς ἐκείνου γνώμης· καὶ ἰατροὶ πολλοὶ δήμιοι ἐγένοντο, καὶ δηλητήρια δεδώ-κασιν ἀντὶ φαρμάκων· ἀλλ’ οὐ τὴν τέχνην διαβάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον· καὶ ναῦται πολλοὶ κατεπόντισαν πλοῖα, ἀλλ’ οὐχ ἡ ναυτιλία, ἀλλ’ ἡ κακὴ γνώμη ἐκείνων. Ἀνάγκη μὲν ἐλθεῖν τὰ σκάνδαλα, φησί· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ τὰ σκάνδαλα ἔρχεται. Τί οὖν; ἡ πρόῤ-ῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει; Οὐχ ἡ πρόῤῥησις αὐτοῦ, ἄπαγε, οὐδὲ ἐπειδὴ προεῖπεν, διὰ τοῦτο γίνε-ται, ἀλλ’ ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴ γε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ’ ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρ-χεσθαι, οὐδ’ ἂν προεῤῥήθη· ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον, καὶ προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψευδὴς ἀναλίσκεσθαι; Οὐδαμῶς· οὐ γὰρ ἂν ἐλέχθη· εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ’ ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε, φησίν; Ὅτι οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ’ ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας· εἰ δὲ παρὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει. Ὥστε ἂν νήφω-μεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ δι-ηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ καὶ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ, εἰ βούλει, τὸν πρῶ-
τον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυ-φῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεί̈αν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μηδεμιᾶς κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἔζη, τί οὐκ ἂν εἰργάσατο; Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Καὶ γὰρ ἀπὸ πολλῶν τοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι, ἀπό τε τοῦ προσδοκᾷν χείρονα πείσεσθαι, εἰ μὴ μεταβάλλοι-το· ὅταν δὲ μηδενὶ τούτων γένηται βελτίων, πῶς οὐ πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων κακῶν; Καὶ γὰρ ὁ Φαραὼ ἐκ πρώτης τῆς πληγῆς εἰ ἐπαιδεύ-
PG 63:764θη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη παντί. Ἀλλ’ ὁ ὑπὸ τοῦ δεσμοῦ γινόμενος καλὸς, οὐκ ἔσται ποτὲ καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς ἐπανήξει πάλιν. Μὴ οὖν τοῦτο ἐρωτῶντες λέγωμεν, Ὁ μηδὲν πεποιηκὼς κακὸν μηδὲ ἀγαθὸν, ποῖον δέξεται τόπον; τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κα-κόν. Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ’ οἰ-κέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώ-σεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι; καὶ μὴν οὐ-δὲν εἰργάσατο κακόν· αὐτὸ μὲν οὖν ἐστι κακὸν τοῦτο τὸ μὴ ποιεῖν ἀγαθόν. Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν τι αὐτῷ· ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο ἠδίκησε. Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέ-τω, καὶ τὴν παρ’ ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ’ ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ὥσπερ γὰρ μήτηρ ὁρῶσα παι-δίον πυρέττον, παρεστῶσα ἀχθομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπεν· Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ’ ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω κἀγὼ λέγω, Εἴθε δυνατὸν ἦν ἐμὲ πονέσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ὁ τοίνυν δυνάμενος καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελ-τίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ’ ἐκείνων δέχεσθαι λύμην· οὕτω γὰρ καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:763ΛΟΓΟΣ ΚΖ. Περὶ παίδων ἀνατροφῆς. Δέομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα πρόνοιαν, καὶ πανταχοῦ τὴν
PG 63:764σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐ-τοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίασ
PG 63:765ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν [ὑπὲρ] αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ [καὶ] ἐκεῖ-νος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ’ ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλα-κὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο. Καὶ ὁ Δαυὶ̈δ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονο-μίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας, καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης, καὶ τὰ ὄντα ἀπόλλυν-ται χρήματα μετὰ κινδύνου καὶ τῆς ἐσχάτης αἰσχύ-νης· ταύτης δὲ παρούσης, καὶ τὰ οὐκ ὄντα προσγίνε-ται. Δεῖ τοίνυν σκοπεῖν τοὺς γονεῖς, οὐχ ὅπως τοὺς παῖδας ἐν ἀργυρίῳ καὶ χρυσίῳ πλουσίους ποιήσω-σιν, ἀλλ’ ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ τῇ κτή-σει τῆς ἀρετῆς πάντων γένοιντ’ ἂν εὐπορώτεροι· ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους μετὰ ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότες, ὅτι τούτων ἀμελουμένων οὐδεμίαν ἕξουσι παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας· Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ ἑτέρου· πόσῳ μᾶλλον τῆς τῶν παίδων; Σὺ δὲ ὅπως μὲν ἵπ-πος γένοιτο καλὸς αὐτοῖς, καὶ οἰκία λαμπρὰ, καὶ πολυ-τελὴς ἀγρὸς, πάντα ποιεῖς καὶ πραγματεύῃ· ὅπως δὲ ψυχὴ καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχεις λόγον. Καίτοι τὰ μὲν κτήματα κἂν πολλὰ ᾖ καὶ πο-λυτελῆ, τοῦ δυναμένου μετὰ ἀρετῆς αὐτὰ οἰκονο-μεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰ-χήσεται μετ’ αὐτοῦ· ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας σχεῖν. Ἀλλὰ τοιοῦ-τόν τι πολλοὶ τῶν πατέρων περὶ τὰ τέκνα πάσχου-σιν· οὐ βουλόμενοι μαστίξαι οὐδὲ ἐπιτιμῆσαι ῥήμα-σιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀπο-τμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σω-φρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις ἑαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοὺς κοινοὺς ἄγεται νόμους, καὶ κολάζεται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούν-των τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Τί ταύ-της τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ, καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δεηθῇ διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ κατα-δύῃ; τολμᾷς ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν αὐτῷ φο-ρὰν οὐκ εἰσενεγκὼν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης δια-φθαρῆναι κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥα-
πίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, καὶ θηρίου χαλεπώτερον ἐπιπηδᾷς τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ’ ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρ-τήματα ἐνάγοντας, [καὶ] καθεύδεις, καὶ οὐκ ἀγανακ-
PG 63:766τεῖς οὐδὲ δυσχεραίνεις, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπω-τάτου θηρίου τὸν υἱόν; καὶ ποίας τεύξῃ φιλανθρωπίας; Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν μὲν ὑπὸ δαίμονος ἐνεργῆ-ταί σου ὁ υἱὸς, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐ-τὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλού-σης, οὐδὲν πλέον ποιεῖς; Καίτοι τὸ μὲν παρὰ δαίμο-νος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως· ἀλλ’ ἐὰν νή-φωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ’ ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθά-νατα πάλιν κολάζεσθαι. Τί δὲ καὶ ἀπολογήσῃ λοιπόν; Οὐ κατῴκησά σοι, φησὶν, ἐξ ἀρχῆς τὸν παῖδα; ἐπέ-στησα δὲ σὲ αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδε-μόνα καὶ ἄρχοντα· οὐ τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; οὐχ ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα καὶ ῥυθμίζειν; ποίαν οὖν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσήνιός ἐστι καὶ τραχύς; ἀλλ’ ἐξ ἀρχῆς ἔδει σε ταῦτα πάντα ὁρῶντα, ὅτε εὐήνιος ἦν καὶ κομιδῇ νέος, χαλινοῦν, μετὰ ἀκριβείας ἐθίζειν, πρὸς τὰ δέοντα ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ κινή-ματα τῆς ψυχῆς, ὅτε εὐκολωτέρα ἡ ἐργασία· τότε τὰς ἀκάνθας ἐκτεμεῖν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο· καὶ οὐκ ἂν ἀμελού-μενα τὰ πάθη καὶ αὐξανόμενα δυσκατέργαστα γέγονε. Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν ὁ Θεὸς μὲν, ἐπειδὰν παρ’ αὐτῶν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· Ὁ μὲν γὰρ κακολογῶν πα-τέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω· ἡμεῖς δὲ ὑβριζομένου αὐτοῦ παρ’ αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐ-τοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παρ-αιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Μὴ τοίνυν τῶν παίδων ἀμε-λῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακει-μένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκι-μοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπι-εικείᾳ, πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ· ὡσπεροῦν τὸν πονηρὸν ἀποστρέφονται καὶ μισοῦσι, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν· οἱ γὰρ τῶν παίδων ἀμελοῦντες, κἂν τὰ ἄλλα ὦσιν ἐπι-εικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην. Εἰ δὲ βούλεσθε γνῶναι σαφῶς, ὅτι κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα καλῶς ᾖ διῳκημένα, τῆς δὲ τῶν παίδων ἀμελῶμεν σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην, προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικής· Ἠλεὶ τούτῳ ὄνομα ἦν· οὗτος γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχεν οὐδὲ ἐκώλυεν, μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ πάσης δὲ ἐποίει τοῦτο σπουδῆς· τιμωρίαν μὲν οὐκ ἐπετίθει, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτούς· καὶ τοιαῦτα πρὸς αὐτοὺς συν-εχῶς ἔλεγε ῥήματα· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Καίτοι ἱκανὰ μὲν καὶ ταῦτα αὐτοὺς ἀνακτήσασθαι τὰ ῥήματα· ἀλλ’ ὅμως, ἐπειδὴ μὴ τὸ πᾶν ὡς ἐχρῆν ἐπ-εδείξατο, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν· καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Καί-
PG 63:767τοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ. Εἰ δὲ τὸν ἐλάττονα ἁμαρτόντα, οὕτω πανέστιον ἀνέτρεψεν ὁ Θεὸς, τοὺς χαλεπώτερα πεπλημμεληκότας, ἀτιμωρήτους ἀφήσει; Εἰ γὰρ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων ἔθνους, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ’ ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἀπ-έκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς καὶ τῆς ἀρετῆς ἀποδέοντας πολὺ τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ βαρ-βάρου παντὸς χαλεπώτερον περὶ τούτους διακειμέ-νους; Ὥσπερ γάρ τις ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην· οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων οἱ γεννήτορες· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύ-σεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις εἰς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν ἔχοι λόγον εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων πο-θούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Μὴ δὴ πλοῦτον τοῖς παισὶ καταλίπῃς, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας, ζῶντας μὲν μὴ ποιεῖν αὐτοὺς κυρίους πάντων τῶν ὄντων, τελευτήσαν-τας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐ-θύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ, ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους ἐκείνους. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως πλου-σίους αὐτοὺς καταλίπωμεν, ἀλλ’ ὅπως ἐναρέτους. Ἂν μὲν γὰρ τῷ πλούτῳ θαῤῥῶσιν, οὐδενὸς ἐπιμελή-σονται ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν, ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρή-μους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι. Μὴ οὖν πρότερον ἰδιωτικῶν ἢ δημοσίων ἁψώμεθα πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθωσώμεθα τὴν ἑαυτῶν. Ἐὰν ὑμεῖς τοὺς ἑαυτῶν υἱοὺς παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν παιδεύσουσι, καὶ πάλιν ἐκεῖνοι τοὺς ἑαυτῶν διδά-ξουσι· καὶ οὕτω μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὸ πρᾶγμα προβαῖνον τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τούτου τὸν μισθόν. Ἐὰν γὰρ ἀναθρέ-ψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βα-διεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Οἱ γὰρ τῆς τῶν παίδων κοσμιότητός τε καὶ σωφροσύνης ἀμελοῦντες πατέρες παιδοκτόνοι τυγχά-νουσι, καὶ χαλεπώτερον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πρὸς ψυ-χὴν ἡ ἀπώλεια καὶ ὁ θάνατος. Ὥσπερ οὖν, ἂν ἵππον ἴδῃς κατὰ κρημνοῦ φερόμενον, χαλινὸν ἐμβάλλεις τῷ στόματι, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις, καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ’ ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν· οὕτω καὶ ἐπὶ τῶν παίδων ποίει τῶν σῶν, ἁμαρτα-
νόντων αὐτῶν· δῆσον τὸν πλημμελήσαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· μὴ ἀφῇς λελυμένον, ἵνα μὴ πλέον
PG 63:768δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν γὰρ σὺ δήσῃς, ὁ Θεὸς οὐκ ἔτι δεσμεῖ· ἂν δὲ μὴ δήσῃς, τὰ ἄῤῥηκτα αὐτὸν περιμένει δεσμά. Ἀλλ’ ἱκανὸν ἔδωκε χρόνον τιμω-ρίαν, φησί. Πόσον, εἰπέ μοι; ἐνιαυτὸν καὶ ἔτη δύο καὶ τρία; Ἀλλ’ οὐ χρόνου πλῆθος ζητῶ, ἀλλὰ ψυχῆς διόρθωσιν· τοῦτο τοίνυν δεῖξον, εἰ κατενύγη, εἰ μετ-εβάλετο, καὶ τὸ πᾶν γέγονεν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου λοιπόν. Οὐδὲ γὰρ εἰ πολ-λάκις ἐπεδέθη τὸ τραῦμα ζητοῦμεν, ἀλλ’ εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέλησε καὶ ἐν χρόνῳ βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως τοῦ δεδεμένου, τὸ κέρδος. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεν-νῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεν-νῆσαι. Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλ-λον ἔνθα ἡ χάρις. Καὶ σὺ δὲ, ὦ παῖ, ὡς οἰκέτης δού-λευσον τοῖς γεννήσασί σε. Τί γὰρ ἀνταποδώσεις αὐ-τοῖς, οἷα αὐτοὶ σοί; ἀντιγεννῆσαι γὰρ αὐτοῖς οὐκ ἔνι. Ἀλλὰ καὶ ὅταν ὁ πατὴρ τὸν ἀδελφὸν ἐπιτιμήσῃ τὸν σὸν, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμε-νος, εἴτε ὡς πατρὶ συναγανακτῶν. Ἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ σοῦ, ῥᾳθυμότερος γίνεται. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θερα-πευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ μείζονα· οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Μὴ δὴ τῶν γεγεννηκότων καταφρονῶμεν· κἂν γὰρ αὐτῶν καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνων διαπτύ-σωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτι-μάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐπικείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται. Ὥσπερ γὰρ κολαζομένων τῶν πονηρῶν, ἕτεροι βελ-τίους γίνονται, οὕτω καί τινων κατορθούντων πολλοὶ πρὸς τὸν ἴσον ἐνάγονται ζῆλον. Καὶ γὰρ τὸ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, κἂν σωφρονῇ, κἂν μετ’ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύ-νην τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμε-νος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνό-τητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφρο-σύνην αὐτῷ πάντες λογίζονται. Διὰ τοῦτο διδασκά-λους μᾶλλον τῶν πατέρων ἐπιζητεῖν δεῖ καὶ ποθεῖν· διὰ τούτων μὲν γὰρ τὸ ζῇν, δι’ ἐκείνων δὲ τὸ καλῶς ζῇν γίνεται. Μηδὲ, ὅτι πατέρα ἅγιον ἔχεις, ἐγκαλλωπί-ζου· αὐτὸ μὲν οὖν τοῦτο καταδικάσεταί σε πλέον, ὅταν οἴκοθεν ἔχων τὸ παράδειγμα τῆς εὐγενείας, ἀνάξιον σαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς. Μέγα ἀγα-θὸν ἐν τοῖς κατορθώμασι τοῖς οἰκείοις τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· οὐδὲ γὰρ φίλος οὐδεὶς οὐδέπω παραστήσεται ἐκεῖ. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἱερεμίᾳ, Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ἐνταῦθα, ὅπου κύριοί ἐσμεν τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ. Τὰ γοῦν τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει· καὶ ὅπως, ἄκουε. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυὶ̈δ, νέος, ἀκό-
PG 63:769λαστος, διεφθαρμένος. Οὗτος ἐπανέστη ποτὲ τῷ πα-τρὶ, καὶ τῆς βασιλείας αὐτὸν καὶ τῆς οἰκίας καὶ τῆς πατρίδος ἐκβαλὼν, ἀντ’ ἐκείνου κατέσχεν ἅπαντα· ὃς οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὔτε τὴν ἡλι-κίαν, οὔτε τὰ προλαβόντα ᾐδεῖτο, ἀλλ’ οὕτως ἦν κα-θάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρω-πος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐ-τοῖς μετὰ ἀναισχυντίας ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Εἰ γὰρ ὡς πατέρα αἰδεσθῆναι μὴ ἐβούλετο, ὡς γε-γηρακότα ἐχρῆν· εἰ δὲ τῆς πολιᾶς κατημέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι ἔδει· εἰ δὲ μηδὲ οὕτως, ὡς οὐδὲν ἠδικηκότα. Ἀλλ’ ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδὼ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε. Καὶ ὁ μὲν μακάριος οὗτος ὁ γεννησάμενος καὶ ἀναθρεψάμενος, ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ τις μετανάστης τῇ ὑπερ-ορίᾳ, καὶ τοῖς ἐντεῦθεν κολαζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ’ ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τῷ Δαυὶ̈δ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ, καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσσατο τέφραν, ἐστέναξεν, ἀν-έκραξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύ-νατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν, Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο τῆς ἀρχῆς μεταπεσούσης, αὐτὸς τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυὶ̈δ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου, ὀνίνησι δὲ οὐδὲν ἡμᾶς· ἀλλὰ τί δεῖ βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθείη τὰ δεινὰ, καὶ διέξοδόν τινα εὕρω τῶν συμφορῶν; Ταῦτα εἰπὼν εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν, φησὶ, πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, δια-σκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ γὰρ Ἀχιτόφελ οὗτος καὶ τοῦ τυράννου τότε ἐκράτησεν, οἰκειωθεὶς αὐτῷ, καὶ δεινὸς μὲν ἦν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατη-γῆσαι πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ἐδεδοίκει ὁ Δαυί̈δ· οὕτως ἦν δεινὸς ὁ ἀνὴρ ἐν ταῖς γνώμαις. Ταῦτα ἀκούσας ὁ Χουσὶ ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶ-πεν, Τί δὲ, ἐὰν ἁλῶ; τί δὲ, ἐὰν γυμνωθῇ καὶ ἐλεγχθῇ μου τὸ προσωπεῖον; τί δὲ, ἐὰν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ, ἴσως καὶ τοῦτο ἐλέγξει καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐνεπήδησε, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ὡς δὲ ἐπέστη τῇ πόλει, ἰδὼν προσελαύνοντα τὸν τύραννον, προσῆλθεν· ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον καὶ τῇ φιλαρχίᾳ μεθύων, οὐκ ἐξήτασεν ἀκριβῶς τὰ κατ’ αὐτὸν, ἀλλ’ ἐπισκώπτων αὐτὸν καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου· οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν τοῦ πατρὸς ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς. Ὁ δὲ Χουσὶ οὐδὲν διαταραχθεὶς οὐδὲ θορυβηθεὶς, τί φησιν; Ὅτε ἦν ὁ Θεὸς μετ’ αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν, ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἕστηκεν, ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύραννον καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβῶς (κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ, τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς), εὐθέωσ
PG 63:770αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς πρώτους
ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέρων ἕτερα εἰσηγουμένων περὶ τοῦ πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλομένους, παρελθὼν ὁ Ἀχιτόφελ ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι καὶ γνώμην εἰσενεγ-κεῖν, ταύτην εἰσηγεῖτο τὴν συμβουλήν· Τεταλαιπωρη-μένῳ, φησὶ, νῦν καὶ τεθορυβημένῳ ἐπιθώμεθα τῷ πατρὶ τῷ σῷ, καὶ μὴ συγχωρήσαντες αὐτὸν μηδὲ μι-κρὸν, οὕτως ἀνέλωμεν· ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδεὶς ἔσται πόνος ἡμῖν. Ταῦτα ἀκούσας ὁ τύραννος καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτο-μολήσαντα τῇ ὑποκρίσει πρὸς αὐτὸν, καί φησι· Μεταδῶμεν καὶ τούτῳ τοῦ λόγου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸ ἀθρόον ἐλθόντα τοῦτον οὕτω τιμῆσαι καὶ νομίσαι ἀξιόπιστον εἶναι· ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμάτων ἕνεκεν τοιούτων· ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσι παῤῥησίας αὐτῷ ὁ τύραννος, καὶ ἀξιοῖ λέγειν τὰ παριστάμενα. Τί οὖν ὁ Χουσί; Οὐδέποτε, φησὶν, οὕτω διήμαρτεν Ἀχιτόφελ. Εἶδες σύνεσιν ἀνδρός; οὐκ εὐθέως αὐτῷ τὴν γνώμην ἐκβάλλει, ἀλλὰ μετ’ ἐγκωμίου. Θαυμάσας γὰρ αὐτὸν πρῶτον ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην· μονονουχὶ λέ-γων, Θαυμάζω, πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώ-μεθα, καθάπερ ἄρκτος τις παροιστρῶσα, θυμοῦ γέ-μων ὁ πατὴρ ὁ σὸς, καὶ ἀπεγνωκὼς τῆς ἑαυτοῦ ζωῆς, ἐν ἀκμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐδένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖ-ται τῆς σφοδρότητος ἡμῖν· εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς παρασκευῆς, καὶ μετὰ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ, καὶ μετὰ εὐκολίας ἁπάσης, ὥσπερ [ἐν] σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανήξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσα-λὼμ ταύτην, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ. Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ Δαυὶ̈δ, ὥστε στῆναι μικρὸν καὶ ἀναπνεῦσαι καὶ στρατεύματα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην διά τινων κεκρυμμένων πέμ-ψας ἀνδρῶν, ἀπήγγειλεν ἅπαντα τῷ Δαυὶ̈δ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος, τὴν φέρου-σαν τῷ Δαυὶ̈δ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ μικρὸν ἔδοσαν οἱ περὶ τὸν τύραννον, παρασκευασάμενος ὁ Δαυὶ̈δ ἐπέθετο, καὶ τὸ τρό-παιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβες-σαλὼμ αὕτη ἡ γνώμη, οὐκ ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν, βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε. Περὶ τοῦ Ἀχιτόφελ οὖν καὶ τοῦ Ἀβεσσαλὼμ εἴρηται τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ· ἀμφοτέ-ρων γὰρ εἰς κεφαλὴν ἡ τιμωρία κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυσεν· ὁ Ἀβεσσαλὼμ δὲ οὐκ ἀπήγξατο, ἀλλ’ ἄκων ἐκρέματο, καὶ οὐκ εὐθέως ἀνῄρητο, ἀλλ’ ὥσπερ ἐν δικαστηρίῳ πρότερον ἀνηρτήθη καὶ τῷ ξύλῳ προσηλώθη, καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέ-ματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστιζόμε-

Homily XXVIIIHomilia XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:771νος. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ’ ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρί-χες αὐτὸν καὶ ξύλον ἔδησαν, καὶ ζῶον ἄλογον παρ-έδωκε· καὶ ἀντὶ μὲν σχοίνων ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου ἡ ἡμίονος. Καὶ σκόπει τοῦ Θεοῦ τὴν μακροθυμίαν· καὶ γὰρ ἀφῆκεν αὐτὸν χρόνον πολὺν, εἰς μετάνοιαν ἐφελκό-μενος, καὶ πεῖραν λαβεῖν ἐποίησε τῆς τοῦ πατρὸς γλυκύτητος. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ ἦν ἐκεῖνα πάντα αὐτὸν ἀπαγαγεῖν τῆς ἀκαίρου μανίας· ἡ τράπεζα, καθ’ ἣν ἐκοινώνει τῷ πατρὶ τῶν ἁλῶν, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι πρὸς αὐτὸν ἐγίνοντο· τὰ ἄλλα πάντα, ἔνθα αὐτῷ κατηλλάγη φόνον τοιοῦτον πεποιηκότι. Μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν, ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας, πάντων ἀθλιώτερον ἂν ἔζη βίον, ἐναγὴς ὢν καὶ ἀκά-θαρτος ἀπὸ τοῦ τροπαίου; καὶ ταῦτα λοιπὸν, γέρον-τος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδο-κίας οὔσης, οὐκ ἀνέμενε χρόνον ἔτι μικρόν. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; πόσης ταῦτα πενίας χαλεπώτερα, πόσης νόσου, πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν ὁ δίκαιος οὗτος, οὐδὲ
PG 63:772ἀπεδυσπέτησε οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπο-λαμβάνω τὰς ἀμοιβάς· ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ πάντων γενόμενος ταπεινότερος, ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐκδίδομαι. Οὐδὲν τοιοῦ-τον οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ’ ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν μόνον ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ πεπεῖσθαι, ὅτι τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεται. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ὄντες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυ-νοῦμεν. Εἰ δέ τις εἶπε πρὸς αὐτοὺς, Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ; οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν προσδοκία· ἤκουσεν ἂν παρ’ αὐτῶν· ὅτι Αὕτη μεγίστη ἐστὶν ἡμῖν ἀντίδοσις, τὸ διὰ τὸν Θεὸν ἀποθανεῖν. Οὕτω καὶ οὗτος μεγίστην ταύτην ἡγεῖτο αὐτῷ εἶναι παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Εἰ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ’ ἐκείνης· πολλῷ μᾶλλον ἡμᾶς δεῖ μὴ βασιλείας προσδοκίᾳ, μὴ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι’ αὐτὸν τὸν Θεὸν ταῦτα πάσχειν· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:771ΛΟΓΟΣ ΚΗ. Περὶ ὅρκων. Μὴ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελῶμεν, ἀγαπητοί. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπη-κότι; ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μη-δένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ ἔριδος καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποῖος κάματος μὴ ὀμνύναι; Πολλάκις γὰρ ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλ-λάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθεί-σης βουληθέντες καταλλαγῆναι, ὑπὸ τῆς ἀνάγκης τῶν ὅρκων ὥσπερ τινὶ παγίδι κατεχόμενοι, τοῦτο ποιῆσαι οὐ βουλόμεθα· ὡς δυοῖν θάτερον πάθοιμεν, ἢ καταλ-λαγέντες ἐπιορκήσομεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς κα-ταστήσομεν. Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν; Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατ-όρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· οὐδὲ γὰρ οἱ ὀμνύοντες ἔχουσί τινα πρόφασιν προβαλέσθαι. ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς τῇ συνεχείᾳ τῆς παραινέ-
σεως δοκῶν ἐνοχλεῖν· ἀλλ’ ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀπο-στῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλη-σιν αἰδεσθεὶς, τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσεσθε· καὶ μάλιστα, ὅταν ὁ παρακα-λῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τοῦτο ποιοῖτο Μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυ-
PG 63:772τοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἐν χάριτος ᾐτησάμην μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν οὕτω κούφην οὕτως αἰτοῦντι χάριν; ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι’ ὑμᾶς τοὺς διδόντας, οὐ δι’ ἑαυτὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι; Παρακαλῶ οὖν ὑμᾶς, τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημέ-νην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν, φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν, Μισήσατε τὸν ἐμοῦ σφαγέα, τὸν ὅρκον. Πολλάκις γὰρ τεχνίτης διωμόσατο τῷ μαθητῇ, μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως τὸ δοθὲν ἔργον ἅπαν ἀνύσει. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα· καὶ ἀνάγκη τῆς ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύ-σαντας, ἢ ἐπιορκῆσαι πάντως τοὺς ὀμόσαντας. Πολ-λάκις καὶ ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτάνοντος, ὤμοσε μαστι-γώσειν ἡ γυνή· ἀντώμοσεν ὁ ἀνὴρ τὰ ἐναντία, καὶ ἀνέστη φιλονεικῶν καὶ οὐκ ἐπιτρέπων. Ἐνταῦθα κἂν ὁτιοῦν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆναι· ὅπερ γὰρ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται, μᾶλλον δὲ ἀμφότεροι πάντως· καὶ πῶς, ἐγὼ λέγω· τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ
PG 63:773ὤμοσε, καὶ τῷ κωλύσαντι πάλαι καὶ διακόψαντι τὴν εὐορκίαν, τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες, ὑπεύθυνοι τῶν αὐ-τῶν ἐγκλημάτων εἰσί. Πῶς γὰρ οὐκ ἄτοπον, οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸν δὲ τῶν ἀγγέ-λων Δεσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρο-νήσεως πανταχοῦ περιφέρειν; Βούλει μαθεῖν πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας τοῦ ὅρκου; ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν γὰρ ἴδῃς σαυτὸν ἢ καὶ ἑτέ-ρους τινὰς ἁλόντας τῷ κακῷ τούτῳ πάθει, καὶ συν-εχῶς ὑπομνησθέντας, καὶ οὐ διορθώσαντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι· καὶ ταύτην καὶ σαυ-τῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες· καταδίκην οὐ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Ἡ γὰρ γλῶσσα οὕτω βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνή-σκοντος, ἱκανὴν λαμβάνει παράκλησιν· καὶ κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεηθησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐνδελεχῶς ἐξεταζό-μενος, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται· οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς τὸ ὄνομα τοῦ Θεοῦ, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Πείσω-μεν τοίνυν ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν. Εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέ-χθην τῆς ὑποθέσεως, ἀλλ’ οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ’ ἐκείνην, ταῦτα συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον καὶ τὴν μετ’ ἐκείνην; ἕως ἂν ὑμᾶς ἴδω κατορθώσαντας, οὐκ ἀφ-έξομαι. Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνή-σκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνήθειά ἐστι τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος. Ὁ προ-λαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Καὶ μή μοι λεγέτω τις· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν οὖν, ὅπου παραβαίνεται νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή· μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ· πλὴν ἐκεῖνα λέγω τέως, τοὺς περιττοὺς περικόψωμεν ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· κἂν τούτους ἀνέλῃς, ἐν ἐκεί-νοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τοὺς ὅρκους, οὐδ’ ἂν μυριάκις ἀναγκάσῃ τις, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων· ἀλλ’ ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος κινούμενον. Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπί-θες αὐτῇ τὸν φόβον τῆς κολάσεως· καὶ περιέσῃ πάν-τως. Ἀμήχανον γὰρ, ἀμήχανον μεριμνῶντας καὶ σπουδάζοντας, καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί
PG 63:774ποτε. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται, τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν, τοῖς ἐπὶ τῶν ὅρκων κακοῖς ἐπιμένωμεν; πῶς οὖν αἰτησόμεθα ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντο-λὴν ἀνῦσαι μὴ δυνηθέντες; Πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ γλώττῃ τὸν Θεὸν καλέσομεν; Πῶς γὰρ οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος, καὶ τὰ χαλεπώτατα φέ-ρειν· Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, καταφρονεῖν, καὶ συνήθειαν πονηρὰν προ-βάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας· φοβηθῶμεν τὸν Θεὸν ὡς φοβούμεθα ἄνθρωπον. Ἄτοπον γὰρ τοὺς βασιλικοὺς νόμους μετὰ ἀκριβείας φυλάττειν, τοὺς δὲ θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας ἀλόγως καταφρονεῖν. Τίνος γὰρ ἕνεκεν ὁ Θεὸς οὐ τὸν ὀμό-σαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ τῇ δρεπάνῃ καταλύει; Ὅτι τῶν χαλεπωτάτων ἁμαρτημάτων τὰς τιμωρίας βούλεται μένειν ὁ Θεὸς διηνεκεῖς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Καὶ γὰρ τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι, καὶ τοῖς κόλ-ποις παραδοθῆναι τῆς γῆς. Ὥστε οὖν μὴ τῷ σώματι καὶ τὴν πονηρίαν αὐτῷ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτῶν, καὶ τὴν αἰτίαν μανθάνοντας τῆς καταστροφῆς, φεύγειν τὴν τῆς ἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ τῶν Σοδόμων ἐγένετο· ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξ-εκαύθη καὶ ἡ τῆς γῆς φύσις, καὶ φωνῆς ἁπάσης λαμ-πρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν κατα-θύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν
θύουσι· σὺ δὲ ἔμπροσθεν τῆς μητρὸς τὸν υἱὸν κατα-θύεις, ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν ἐπὶ τῆς ἐρημίας κατὰ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας κατὰ τὸν μέλλοντα θάνατον; Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; διὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν ἱερὰ, ἵνα ὁρκίζωμεν; διὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα ἡμῶν λύωμεν, οὐχ ἵνα δεσμῶμεν. Σὺ δὲ, εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βι-βλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγ-γέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀναπτύξας καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διακελεύεται, φρίξον καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦ-τον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως ὢ τῆς παρανομίας ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν κε-λεύει σφαγέα γενέσθαι. Καθάπερ οὖν μάχης γενομέ-νης, πολλάκις ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με ἐλύπησεν ὁ προστάτης ὁ σός· ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν· οὕτω καὶ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἔπεχε σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὅτι ὁ Θεὸς ἐκέλευσε μὴ ὀμνύειν, μήτε ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν τὴν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Δότε μοι
PG 63:775τοίνυν τοὺς ἐντεῦθεν ἀφικνουμένους λέγειν, ὅτι ὅπερ ἐστὶν ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν πόλεων ἔστιν ἰδεῖν. Ἕλοιντο γὰρ ἂν ἄνθρωποι οἱ τὴν πόλιν οἰκοῦν-τες ἐκείνην τὴν γλῶτταν ἀποκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι. Εἰ γὰρ ἕνα τις ἢ δύο κερδάνας, τοσοῦτον λήψεται παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, οἱ τὴν οἰκουμένην ἅπασαν παιδεύοντες, πόσας οὐ λήψονται τὰς ἀμοιβάς; Ἀλλ’ ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξα-σθαι ῥῆμα. Ἀλλ’ ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς· βέλτιον γὰρ αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ὕδατος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παρα-μυθίας τυχεῖν. Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφη-μῶν; Ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; Μὴ γὰρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πρᾶγμα ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ τὴν ὀδύνην. Διὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάρα-θρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα ὁ διάβολος, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζω ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· εἰ δὲ ἴδῃ γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχα-ριστοῦντα τῷ Θεῷ, εὐθέως ἀφίσταται, ὡς εἰκῆ καὶ μάτην ἐφεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τρα-πέζῃ παρεστηκὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρω-πον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι παρακειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν ῥίψῃς αὐτῷ καθάπερ κυνὶ ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἐὰν δὲ μείνῃς εὐχαριστῶν, ἀπ-έπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως αὐτὸν ἀπήγαγες καὶ ἀποπηδῆσαι ἐποίησας. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Ἐπελθόντων ποτὲ πολεμίων τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν (υἱὸς δὲ ἦν τοῦ Σαοὺλ οὗτος) τοὺς μὲν κατακόψαντος, τοὺς δὲ εἰς φυγὴν ἐμβαλόντος, βουλόμενος ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως κατὰ τῶν ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσωνται, τοὐ-ναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας μηδένα φα-γεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν αὐτοῦ. Ἄρα τί τούτου γένοιτ’ ἂν ἀνοητότερον; πεπονηκότας γὰρ καὶ κατακοπέντας στρατιώτας ὀφείλων διαναπαῦσαι, καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων αὐτῶν χαλεπώτερον ἀπειργάσατο, διὰ τῆς ἀνάγκης τοῦ ὅρκου λιμῷ παραδοὺς αὐτοὺς χαλε-πωτάτῳ. Σφαλερὸν μὲν οὖν καὶ τὸ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περι-στάσεως ἐμποδιζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώ-μην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι, πολλῷ σφαλερώτερον· ὅπερ ὁ Σαοὺλ τότε ἀπερισκέπτως ἐποίησε. Δρυμῶνα παρῄει τὸ στρατόπεδον, μελις-σῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ λαοῦ· καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ διεπορεύετο λαλῶν. Εἶδες οἷον τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προσκαλέσηται τῶν ὅρκων. Καὶ γὰρ ὁ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκή-
PG 63:776πτρου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα ὁ πονηρὸς πρὸς τὴν ἐπιορκίαν ὤθησεν· οὐχ ἕνα τῶν στρατιωτῶν, ἀλλ’ αὐτὸν τὸν υἱὸν τοῦ ὀμωμοκότος βασιλέως. Οὐδὲ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παι-δοκτονίαν κατεσκεύαζε, καὶ τὴν φύσιν αὐτὴν καθ’ ἑαυτῆς σχίσαι ἠπείγετο· καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπιζε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν τοῦ πολέμου νίκην κα-τασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ γὰρ θυγά-τριον πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε. Καὶ τί λέγω παιδοκτονίαν; ἐπενόησε γὰρ ὁ πονηρὸς καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γι-νόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος. Εἶτα ἰδὼν, φησὶ, τὶς τῶν στρατιωτῶν, λέγει· Ὁρκώσας ὥρκωσεν ὁ πατήρ σου τὸν λαὸν, ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν, Ἀπώλεσε καὶ διέφθειρεν ὁ πατήρ μου ἅπαντας. Παρα-βαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες καὶ περι-στέλλοντες κοινωνοῦσι τῶν ἐγκλημάτων. Καὶ εἶπεν ὁ ἱερεὺς, Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπ-ηρώτησε Σαοὺλ τὸν Θεὸν, Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, καὶ εἰ παραδώσεις αὐτοὺς εἰς χεῖράς μου; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλαν-θρώπου Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ’ ὅπερ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπει-δὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ Δεσπότης ἐποίησε. Καὶ εἶπε Σαούλ· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ,
ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος, τὴν κρίσιν πεποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε. Καὶ εἶπε Σαοὺλ, Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν, Ἀπάγγειλον δή μοι τί ἐποίησας, Καὶ εἶπεν Ἰωνάθαν, Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου μικροῦ μέλιτος, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἔκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥή-ματα· Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπ-έμεινε, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φερομένου. Καὶ οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀπο-θανῇ σήμερον. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θα-νάτῳ θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ· ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βα-

Homily XXIXHomilia XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:777σιλεῖ. Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον. Εἰ γὰρ ἠθέλησεν ὁ βασιλεὺς ἀντιστῆναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπω-τάτη· πάλιν εἰ ἠθέλησεν ὁ παῖς τῆς οἰκείας φειδό-μενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πα-τροκτόνος εὐθέως ἂν ἐγένετο. Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν καὶ πατροκτονίαν καὶ πόλεμον ἐμ-φύλιον καὶ μάχην καὶ σφαγὰς καὶ αἵματα καὶ μυρίους νεκροὺς ἀφ’ ἑνὸς ὅρκου κειμένους; εἶδες ὁποῖον ὅρ-
PG 63:778κος τῆς ἀπωλείας τὸ βάραθρον κατεσκεύασεν; Ἵν’ οὖν μὴ καὶ ἡμεῖς τὰ παραπλήσια ἐκείνοις πεισώ-μεθα, ἀποστῶμεν τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας, ὡς ἂν τοῦ Θεοῦ τὴν εὔνοιαν ἐντεῦθεν ἐπισπασάμε-νοι, καὶ τὸν παρόντα βίον ἀσφαλῶς διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλ-ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 63:777ΛΟΓΟΣ ΚΘ. Περὶ ἀκακίας καὶ ἀνεξικακίας καὶ μνησικακίας. Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιει-κείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μά-λιστα θαυμαστωθέντα; Εὗρον γὰρ, φησὶ, Δαυὶ̈δ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃς οὐ μόνον ἐψώμιζε καὶ ἐπότιζε τοὺς ἐχθροὺς, ἀλλὰ καὶ κινδυνεύοντας πολλάκις ἐξήρπαζε τοῦ θανάτου. Ὁ μὲν γὰρ Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο, μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρό-παια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνέχεσθαι τῆς ἐκείνου μεμνῆσθαι. Ἑορτῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παραγενόμενον, Ποῦ ἔστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; καὶ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπι-σκοτήσειν αὐτοῦ τὴν λαμπρότητα. Ὁ δὲ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κὶς, ἀλλὰ τῷ τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ τὸν χριστὸν τοῦ Κυρίου· οὕτω καθαρὸς ἦν ὀργῆς καὶ μνησικα-κίας ἁπάσης. Χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ’ ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, τριπλῷ κατεχόμενον δεσμῷ, καὶ τῇ τοῦ τό-που στενοχωρίᾳ, καὶ τῇ τῶν βοηθησόντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; ἀλλ’, Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου, λέγεις, ἐπὶ τὸν χριστὸν Κυρίου; Ναὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιός ἐστιν οὗτος, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαί μοι προσῆκεν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι’ ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκ-πλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. Ἤδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ’ αὐτοῦ στήσεται· ἀλλ’ εἵλετο μᾶλ-λον αὐτὸς κινδυνεύειν ἀπολύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ’ ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφα-γῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον, ἀλλ’ ὥσπερ εὐεργέτου τινὸς καὶ τὰ με-γάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ
PG 63:778λελυπηκότος ἐφείσατο, καὶ τὸ κράσπεδον ἀποκόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασω-θέντι ταῦτα ὑπέδειξεν· οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλο-τιμίαν ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην ὑπώπτευεν αὐτὸν ὡς ἐχθρὸν, καὶ διὰ τούτου αὐτὸν πρὸς φιλίαν ἐπισπά-σασθαι σπεύδων. Τὸ μὲν γὰρ ἁπλῶς ἐχθρὸν λυπή-σαντα μὴ ἀμύνασθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ἄν-θρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργε-σίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐ-εργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερ-βολήν; Τίνα δὲ ἔχοιεν ἂν πονηρίας ὑπερβολὴν τὰ παρὰ τοῦ Σαοὺλ εἰς τὸν Δαυὶ̈δ ἐνδεικνύμενα; ὅτι ἄρτι τῶν πολεμίων ἀπελαθέντων παρ’ αὐτοῦ, καὶ τῆς πό-λεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, αὐτὸς τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων ἁπάντων αἴτιον ἀνελεῖν ἐπεχείρησε. Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀν-ελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδί-δου τὰς ἀμοιβάς. Δαυὶ̈δ γὰρ ἔψαλλε τῇ χειρὶ αὐ-τοῦ, φησὶ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ τοῦ Σαοὺλ, καὶ ἦρε Σαοὺλ τὸ δόρυ, καὶ εἶπεν· Εἰ πατάξω ἐν Δαυί̈δ. Καὶ ἐξέκλινε Δαυὶ̈δ ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξε τὸ δόρυ ἐν τῷ τοίχῳ. Τίνα οὐκ ἂν καὶ τῶν σφόδρα φιλοσοφεῖν ἐπισταμέ-νων εἰς θυμὸν ταῦτα ἐξήνεγκεν; Ἀλλ’ οὗτος ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι καὶ δραπετεύειν, καὶ ταλαιπω-ρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυ-τὸν ἐκδικήσειεν, ἀλλ’ ὅπως ἐκεῖνον ἀπαλλάξῃ τοῦ πάθους ἐσκόπει. Διὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθή-σασθαι τὴν βασκανίαν. Βέλτιον γάρ με, φησὶ,
ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Τί τοίνυν γένοιτ’ ἂν ἴσον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαν-τίνης ψυχῆς, ὅτι πενίαν ἀντὶ πλούτου, καὶ ἐρη-μίαν ἀντὶ πατρίδος, καὶ πόνους καὶ κινδύνους ἀντὶ
PG 63:779τρυφῆς καὶ ἀδείας εἵλετο, ἵνα τὸν ἐχθρὸν ἀπαλλάξῃ τῆς πρὸς αὐτὸν ἀπεχθείας; Τίνα οὐκ ἂν ἔπεισε ταῦ-τα ἐκτεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν καὶ ἀπαλλαγῆναι τῆς βασκανίας; Ἀλλὰ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισε πρὸς φιλανθρωπίαν ἐπικαμφθῆναι, ἀλλ’ ἐδίωκε, καὶ παν-ταχοῦ περιῄει ζητῶν τὸν ἠδικηκότα μὲν οὐδὲν, ἀδι-κηθέντα δὲ τὰ ἔσχατα, καὶ μυρία αὐτὸν ἀντὶ τούτων ποιήσαντα ἀγαθά. Καὶ οὐκ εἰδὼς εἰς αὐτὰ λοιπὸν τοῦ Δαυὶ̈δ ἐμπίπτει τὰ δίκτυα· Ἦν γὰρ ἐκεῖ σπήλαιον, φησὶ, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· Δαυὶ̈δ δὲ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῷ ἐνδοτέρῳ σπηλαίῳ ἐκάθηντο. Καὶ εἶπον οἱ ἄνδρες Δαυὶ̈δ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα καθὼς εἶπεν ὁ Κύ-ριος, Δίδωμι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυὶ̈δ, καὶ ἀφείλετο τὸ πτερύγιον τῆς διπλοί̈δος Σαοὺλ λαθραίως. Καὶ μετὰ ταῦτα ἐπάταξε τὸν Δαυὶ̈δ ἡ καρδία αὐτοῦ, ὅτι ἀφείλετο τὸ πτερύγιον τῆς διπλοί̈δος· καὶ εἶπε πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου ποιῆ-σαι τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τοῦ ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ’ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν· ὡς ἂν εἰ ἔλεγεν, Ἵλεώς μοι Κύριος· εἰ γὰρ καὶ αὐτὸς βουληθείην, μὴ συγχωρήσαι μοι τοῦτό ποτε ἐργάσασθαι, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν τὴν ἁμαρτίαν. Τί ταύτης γένοιτ’ ἂν τῆς ψυχῆς ἡμερώτε-ρον; ἆρα ἄνθρωπον τοῦτον ἐροῦμεν τὸν ἐν ἀνθρω-πείᾳ φύσει ἀγγελικὴν πολιτείαν ἐπιδειξάμενον; ἀλλ’ οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι, ταχέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ· καὶ τί λέγω, εὔξασθαι; μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυπηκότος, τίς ἂν ῥᾳδίως ὑπέμεινεν; Εἶδες τοῦ Δαυὶ̈δ τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπει-λημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξίφος εἰς τὸ τοῦ πολε-μίου στῆθος; Θέα μοι λοιπὸν καὶ τὴν φιλοσοφίαν, θέα μοι τὴν πάλην, τὴν νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγένετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ Δαυὶ̈δ, ἐπύκτευε δὲ ὁ θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός. Οὐ γὰρ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε, καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα αὐτοὺς δυσχεραίνοντας λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρί-δος καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχερῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν ἀφεῖναι διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀνα-πνεύσωμεν; καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως τοὺς φίλους; καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυτοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέ-ρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα, οὐδὲ μέμνησαι τῶν κακῶν ὧν ἔπαθες παρ’ αὐτοῦ; κἂν διὰ τὰ μέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα ὑποστῶμεν κακά. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖ-νος ὑπελογίζετο, ἀλλ’ εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνήσηται στέφανον.
PG 63:780Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ’ ἑαυτὸν ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτὸ τοῦτο ἐποίησε· καὶ ἑταίρων οὐκ ἐπιεικῶν ἀνθρώπων καὶ μετρίων, ἀλλὰ στρατιωτῶν καὶ πολεμεῖν μεμαθηκότων, καὶ τοῖς πολλοῖς ἀπεγνωκότων πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμούντων, καὶ εἰδότων ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολεμίου σφαγῇ τότε ἔκειτο· οὐ μό-νον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγα-θῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθὺς διαβῆναι τὴν βασιλείαν. Ἀλλ’ ὅμως το-σούτων ὄντων τῶν παροξυνόντων, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φεί-σασθαι τοῦ πολεμίου. Μέγα μὲν οὖν τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτή-σασθαι γνώμην. Καίτοι πολλοὶ τῶν ἐχθρῶν καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, κἂν αὐτοὶ μὴ καταδέξωνται τοὺς ἐχθροὺς ἀνελεῖν, ὑφ’ ἑτέρων ἀναιρεῖσθαι μέλ-λοντας, οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ Δαυὶ̈δ οὐχ οὕ-τως· ἀλλ’ ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὕτως οὐ μόνον αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ τοὺς ἑταίρους αὐτοῦ βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν Δαυὶ̈δ μᾶλλον κινδύνῳ τότε περιπεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ. Οὐ γὰρ τὸν τυχόντα ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ’ ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ δικαιο-λογίαν τοιαύτην συνέθηκε, καὶ κατηγόρουν μὲν ἐκεῖ-νοι, κατηγορεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πο-λέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ Δαυὶ̈δ ψῆφον ἐκύρωσεν. Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ’ ἡ τοῦ Θεοῦ χάρις ἦν, ἡ τοῖς χείλεσιν ἐγκαθημένη τούτου, καὶ πειθώ τινα διδοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Ἆρα οὐχὶ καὶ ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειεν τῆς μεγαλοψυχίας, ὅτι τὸν ἐχθρὸν εἰς χεῖρας λαβὼν καθεύδοντα, καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνάμε-νον ἐργάσασθαι, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἑταίρους βουλομένους ἐκώλυσεν; Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ’ ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν; Εἰ γὰρ μυρίας ψυχὰς εἶχον λοιπὸν, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδω-καν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόντες ἐν τῇ πολε-μίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰκείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι; Ἆρ’ οὐκ ἄν τις εὐκαίρως ἐντεῦθεν ἀποδείξειεν, ὅτι μεῖζον ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ Δαυὶ̈δ, ἢ ὅτε τὸν Γολιὰθ κατ-ήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἐναπέτεμε; καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδόνης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατώρ-θωτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. Ἐπεὶ οὖν τὴν καλὴν ταύτην καὶ θαυμαστὴν νίκην ἐνίκησεν, ἀνέστη λοιπὸν τῶν ὕπνων ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν εἰς αὐτὸν γεγε-
PG 63:781νημένων εἰδὼς οὐδέν. Ἐξῄει δὲ καὶ ὁ Δαυὶ̈δ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέ-
πων· ἐξῄει, οὐ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον, καὶ ὀργὴν ἐκνενευρισμένην, καὶ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, καὶ τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς· ἐξῄει τὴν δεξιὰν μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην ἔχων· δεξιὰν ἐκείνην, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντι-στῆναι θυμοῦ ῥύμην· ἐξῄει μετὰ τοσαύτης περιφα-νείας, μεθ’ ὅσης οἱ τρεῖς παῖδες ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε· κἀκεί-νοις μὲν τὸ πῦρ ἔξωθεν ὁμιλοῦν, οὐδὲν ἐποίησεν· οὗ-τος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμι-νον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ’ ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος. Ἐξελθὼν τοίνυν ὁ Δαυὶ̈δ ὄπισθεν τοῦ Σαοὺλ, ἐβόησε λέγων, Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ καὶ ἔκυψε Δαυὶ̈δ ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύ-νησεν αὐτῷ. Ἆρά γε ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν ἐλάττονα φέρει τὸν ἔπαινον; ὅτι αὐτὸς σώσας αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ, καὶ δοῦ-λον ἑαυτὸν ὀνομάζει, καὶ πάντα ποιεῖ ὥστε ἐκείνου καταστεῖλαι τὸ φρόνημά τε καὶ φύσημα, καὶ τὸν θυ-μὸν παραμυθήσασθαι, καὶ τὴν βασκανίαν ἀνελεῖν. Ἀλλ’ ἀκούσωμεν καὶ τῆς ἀπολογίας αὐτῆς. Ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος, Ἰδοὺ Δαυὶ̈δ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἑωράκα-σιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστί· καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοί̈δος σου ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε. Οὐ γὰρ ἂν, εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς ἕστηκα τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱμα-τίου. Καὶ γὰρ, εἰ μὴ ἔκοψεν, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Πῶς γὰρ ὁ μετὰ το-σαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐδύ-νατο ὑποπτεῦσαι, ὅτι ἀδικηθεὶς ἕτερος τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας ἐφείσατο; νυνὶ δὲ ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὐτοῦ προνοίας παρέσχετο, καὶ αὐτὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰ-κείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σή-μερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐ-τήν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπά-σης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον· φησὶ γὰρ, Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· τοῦτο δὲ εἶπεν, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄν-δρα, οὐδὲ τιμωρίαν παρ’ αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· ὅτι οὐκ ἂν ἐτόλ-μησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ’ αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπει-
PG 63:782κὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρὸς καὶ ἀμέτοχος. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμά-σειε τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχὴν, ὅτι πολλὰς καὶ μεγάλας εὐεργεσίας ἔχων ἀριθμεῖν τῷ Σαούλ· καὶ γὰρ ἐδύνατο, εἴπερ ἐβούλετο, εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου καθάπερ κατακλυσμοῦ τινος ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτη-χότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχον-τος, οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον· καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστει-λα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι’ ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι· καὶ μετ’ ἐκεῖνο δὲ πάλιν ἑτέρους οὓς κατώρ-θωσε πολέμους οὐκ ἐλάττους ἐκείνου· καὶ ὅτι ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησι-κάκησε· καὶ ἕτερα πολλῷ πλείονα τούτων καὶ μεί-ζονα. Ἀλλ’ οὐδὲν τούτων εἶπεν, ἀλλ’ ἀπὸ τῶν κατ’ ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖ-ται, μόνον οὕτως εἰπών· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία οὐδὲ ἀθέτη-σις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Τίνα οὐκ ἂν τὰ τοιαῦτα κατακλάσειε ῥήμα-τα; ὅτι οὐχὶ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβού-λετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων καὶ κη-δομένων, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων ἐστί. Καὶ σὺ τοίνυν, ὅταν εἰς χεῖρας τὸν ἐχθρὸν λάβῃς τὸν σὸν, μὴ τοῦτο σκόπει ὅπως αὐτὸν ἀμυνό-μενος καὶ μυρίαις πλύνων λοιδορίαις ἐκπέμψῃς, ἀλλ’ ὅπως αὐτὸν θεραπεύσῃς, ὅπως αὐτὸν ἐπαναγάγῃς πρὸς ἐπιείκειαν, καὶ μὴ πρότερον ἀποστῇς πάντα ποιῶν καὶ λέγων, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ἐκείνου ὠμότητος. Ὅπερ οὖν καὶ ὁ Δαυὶ̈δ ἐποίησεν· ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζό-μενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρίανεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· καὶ ὅσῳ μείζονα ἐπεβούλευσε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυε, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν, ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δα-κρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἤκουσεν εἰπόντος αὐτοῦ, Κύριέ μου βασιλεῦ, οὐκ ἤνεγκεν ἀδακρυτὶ ταύτην ἀκούειν τὴν φωνὴν ὁ Σαοὺλ, ἀλλ’ ἀνῴμωξε, καὶ πικρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξε, καὶ εἶπεν· Δίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπ-έδωκας ἐμοὶ ἀγαθὰ, ἀντὶ τῆς ἐπιβουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν ἐκείνων· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά· καὶ οὐδὲ οὕτως ἐγενόμην βελτίων, ἀλλὰ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ. Καὶ οὐδὲ οὕτω μετεβάλου, ἀλλὰ διέμει-νας τὸν σαυτοῦ τηρῶν τρόπον, καὶ πάλιν ἡμᾶς ἐπι-βουλεύοντας εὐεργετῶν. Καὶ ἀπήγγειλάς μοι σή-μερον, ἃ ἐποίησάς μοι ἀγαθά· ὡς ἀπέκλεισέ με Κύριος εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Τί τοῦ Δαυὶ̈δ γένοιτ’ ἂν μακαριώτερον, ὃς ἐν βρα-χείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν, εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω τὸν Μωϋσέα θαυμάζω, ὅτι ἀπὸ πέτρας ἀκροτόμου ὑδάτων πηγὰς ἐξήγαγεν, ὡς θαυμάζω τοῦτον, ὅτι ἐξ
PG 63:783ὀφθαλμῶν τοιούτων πηγὰς δακρύων κατήγαγεν. Ἐκεῖ-νος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαι-ρέσεως περιεγένετο· ἐκεῖνος ἐπάταξεν ἐν τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα καθαρὰν ἐργάσηται καὶ προσηνῆ. Ὅσον οὖν αὐτὸν ἐπαινῶ διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαυμάζω διὰ τὴν τοῦ Σαοὺλ μεταβο-λήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν πολὺ
πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύ-την γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας, δακρύων ἐμπλῆσαι θερ-μῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ, εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγα-γεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δὲ ἐκτεθη-ριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπειγόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι πᾶσαν τὴν πικρίαν ἐμέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοημένων; Ἐπαίνου μὲν γὰρ ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· τὸ δὲ καὶ αὐτὴν αὐτοῦ μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μετ-αγαγεῖν, τίνα ἂν σχοίη λοιπὸν φιλοσοφίας ὑπερβολήν; Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον τῆς πρὸς τοὺς ἐχθροὺς ὁμιλίας ἀπείργουσιν ἑαυτοὺς, ἀλλ’ οὐδὲ τὴν ὄψιν ἰδεῖν ἀνέχονται τὴν ἐκείνων, οὐδὲ τῆς φωνῆς ἀκοῦσαι· ὁ δὲ Δαυὶ̈δ οὐχ οὕτως, ἀλλὰ καὶ τὸν ἐχθρὸν ἔσωσε, καὶ πρότερος ἐτίμησε προσειπὼν, Κύ-ριέ μου βασιλεῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πε-σὼν ἐπὶ πρόσωπον αὐτοῦ, προσεκύνησεν αὐτόν· καὶ τιμηθεὶς ἐν τῷ εἰπεῖν ἐκεῖνον, Τέκνον Δαυὶ̈δ, πάλιν μειζόνως ἀντετίμησεν εἰπών· Δοῦλός σου, κύριέ μου βασιλεῦ. Τίς ἂν σχοίη μείζονα ταύτης ἀνεξικακίαν εἰπεῖν; Ἐκεῖνος μέχρι τῆς ψυχῆς αὐτῆς εὐεργετηθεὶς εἰς συγγένειαν τὸν εὐεργέτην ἤγαγεν· οὗτος εὐερ-γετήσας δεσπότην τὸν εὐεργετηθέντα ὠνόμασε. Τέ-κνον με, φησὶν, ἐκάλεσεν, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμὲ πονηρὸν καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέ-μιον. Καὶ ὅρα ὅσον τὸ κέρδος εἰργάσατο. Ἐπειδὴ γὰρ εἶπε τοῦτο, οὐκ ἤνεγκεν ἐκεῖνος ἀδακρυτὶ λοιπὸν ταύτην ἀκούειν τὴν φωνὴν, ἀλλ’ ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ καὶ τὴν φιλοσοφίαν, ἢν ὁ Δαυὶ̈δ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν. Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ Δαυὶ̈δ, ὅτι οὕτω τῇ ἑαυτοῦ πραότητι καὶ ἐπιεικείᾳ τοῦ Σαοὺλ περιεγένετο, ὡς καὶ τῆς οἰκείας αὐτὸν πεῖσαι καταγνῶναι ὠμότητος, καὶ τὴν ἐκείνου ἀνυμνεῖν ἀρετήν; Εἰ γάρ τις εὕροι τὸν ἐχθρὸν αὐτοῦ, φησὶν, ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ μετ’ ἐμοῦ σήμερον. Καὶ ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύ-σεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν τῇ χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν ἔγνως, εἰπέ μοι, τοῦτο; παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασι-λικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις, ἄοικος, ἀνέστιος. Πόθεν οὖν ταῦτα
PG 63:784λέγεις, εἰπέ μοι; Ἀπ’ αὐτοῦ μὲν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄπολις καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περιβεβλημένου δύνα-μιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ’ ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ’ ἑαυτοῦ πάντων ἐστὶν ἰσχυρό-τερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονη-ρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελ-θεῖν; Ἄρα πόσων ἂν εἴη στεφάνων ἄξιος καθ’ ἕκαστον τῶν ῥημάτων τούτων ὁ Δαυί̈δ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτοῦ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ’ ἡ τοῦ Δαυὶ̈δ σοφία εἰς τὴν ἐκείνου ταῦτα ψυχὴν κατεφύτευσεν· φησὶ γοῦν ἐκεῖνος, Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πα-τρός μου. Δέησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει λοιπὸν, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περι-κείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα· καὶ ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ, ἀλλὰ ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσῃς τὸ σπέρμα μου ὀπί-σω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔγγονα· μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων αὐτῶν, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ Δαυί̈δ; ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς, ἀλλ’ εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε, καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον ὧν ὡμολόγησε, τότε παρέσχεν. Τὸν γὰρ ἔγγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία οὐδὲ ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχύ-νειν τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδὸς, ἀλλ’ ἐκαλ-λωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Τίς γὰρ τῶν συνδειπνούντων αὐτῷ ὁρῶν τὸν ἔκγονον τοῦ Σαοὺλ τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν Δαυὶ̈δ, τοσαύτης ἀπολαύοντα παρ’ αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, οὐχὶ πρὸς πάντας ἐσπένδετο τοὺς ἐχθροὺς αἰσχυνόμενος καὶ ἐρυθριῶν; Εἰ γὰρ καὶ ἑτέρωθι αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον, πολὺ μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐ-τὸν ἀγαγεῖν τὴν τράπεζαν, ὑπερβολὴν ἔχει φιλοσο-φίας. Καὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον ζῶντας ἠμύναντο τοὺς ἐχθροὺς, ἀλλὰ καὶ τελευτη-σάντων εἰς τοὺς ἐκείνων παῖδας τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ’ οὐχ ὁ Δαυὶ̈δ οὕτως, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκεί-νου τὴν περὶ ἐκεῖνον εὔνοιαν εἰς τοὺς παῖδας ἐπεδεί-ξατο. Τί τούτου μακαριώτερον γένοιτ’ ἄν; ὅτι οὐ μόνον τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας ἰδὼν τοὺς ἑαυτοῦ κείμενον αἰχμαλώτου χεῖρον ἐφείσατο, ἀλλὰ καὶ πά-λιν μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον εἰς χεῖρας λαβὼν, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκέ τε ὑγιῆ καὶ σῶον, καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμῶς λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγ-καίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ’ ὅτι καὶ πεσόντα ἀκούσα ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον.
PG 63:785καὶ σποδὸν κατεπάσατο, καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε παῖδα μονογενῆ καὶ γνήσιον ἀπο-βαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα Σαούλ· Ὄρη, φησὶ, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ’ ὑμᾶς μήτε δρόσος μήτε ὑετός· ὄρη θανάτου· ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυναστῶν. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί· μηκέτι τοίνυν βρα-χείητε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κα-κῶς τῷ τῶν φίλων μου αἵματι. Καὶ συνεχῶς δὲ αὐ-τῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ, Σαοὺλ, καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι,
οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θα-νάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν. Ἐπειδὴ γὰρ τὰ σώματα παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέ-κεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραύ̈νων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο· ἀλλ’ ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτε-ρος ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον τῇ διαστάσει θατέ-ρου ἐνόμισε. Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ὄντως γὰρ οὐδὲν οὕτως ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκ-δικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης κεντούμενος· ὁ δὲ φεισάμενος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν· κἂν εἴποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤ-ῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν Δαυὶ̈δ καὶ τὸν Σαοὺλ γενομένων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ βουληθεὶς ἀνελεῖν, γυμνὸς καὶ ἄνοπλος καὶ πάντων ἔρημος, [καὶ] καθάπερ αἰ-χμάλωτος παραδοθεὶς, οὕτως εἰς τὸ σπήλαιον ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν βουλόμενος, χωρὶς μηχανημάτων καὶ ὅπλων καὶ ἵππων καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ, ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο, καὶ μεγά-λας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν κηδεμονίας τὰς ἀμοιβὰς ἀπέλαβεν ὕστερον. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην ἁμαρτημάτων παρελθόντων μνη-μονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνόμενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος τοσαῦτα μὲν πεπονθὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ, ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας φαίνηται φειδό-μενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυ-ρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι δικαίως; Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν, πολλῷ δὲ μᾶλλον φιλο-σόφου ψυχῆς τὸ ἀδικηθέντα μὴ ἀμύνασθαι. Τοιοῦτος οὖν ὁ Δαυί̈δ. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχε τότε τὸ μέτρον, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ
PG 63:786ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν, καὶ οὐκ ἦν παρά-βασις τὸ γινόμενον· ἀλλ’ οὕτω φιλόσοφος ἦν ὁ Δαυὶ̈δ, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν αὐτῷ ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειεν τὰ προστάγματα. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον, τὸ μὴ ἀντ-αποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ποίαν οὖν σχοίημεν συγγνώμην λοιπὸν, τίνα δὲ ἀπολογίαν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευσαμένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περις-σεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὐδὲ ὁ ἐν τῇ χάριτι τῷ [πρὸ τοῦ νόμου, μᾶλλον δὲ τῷ] ἐν τῷ νόμῳ, ἀλλ’ ἀπὸ τοῦ και-ροῦ πολλὴ ἡ διαφορὰ γίνεται. Ὅταν ἐννοήσω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἀγαθότητα καὶ τὸ συμπαθὲς καὶ φιλόστοργον, ἰλιγγιῶ καὶ τρέμω καὶ ἐκπλήξει συνέχομαι, πῶς καὶ ἐν αὐτῷ τῷ σταυρῷ τῶν σταυρούντων ὑπερηύχετο· οὗ τί γένοιτ’ ἂν ἴσον; Καὶ οἱ λῃσταὶ δὲ ἀμφότεροι παρὰ τὴν ἀρχὴν ὠνεί-διζον αὐτὸν, ἀλλ’ ἡνίκα ὁ εὐγνώμων εἰς συναίσθησιν ἐλθὼν εἴρηκε, Μνήσθητί μου, Κύριε, τὸν παράδει-σον αὐτῷ πρὸ πάντων ἀνέῳξε. Καὶ δακρύει δὲ τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγ-χεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ’ ὅτι ἀπώλλυτο ἐκεῖνος. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην, τὴν κόλασιν τὴν μετὰ τὴν ἀγχόνην, καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἐθεράπευσε καὶ διεκρούετο. Ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην, τύπον ἡμῖν καὶ ὑπογραμμὸν ἀγαθωσύνης καὶ μακροθυμίας παρέχων ὁ ἀγαθὸς Δεσπότης. Ἰούδα γὰρ, φησὶ, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε, τίνα οὐκ ἂν ἔκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποίαν λιθώδη ψυχήν; ἀλλ’ οὐ τὸν δεί-λαιον ἐκεῖνον. Οὐδὲ γὰρ εἶπεν· Ὦ μιαρὲ καὶ παμπό-νηρε καὶ προδότα, ταύτας ἡμῖν ἀποδίδως τὰς ἀμοι-βὰς τῆς τοσαύτης εὐεργεσίας; ἀλλὰ πῶς; Ἰούδα· τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν, καὶ ἀνακαλοῦντος, οὐκ ὀργιζομένου. Καὶ οὐκ εἶπε, τὸν διδάσκαλόν σου, τὸν δεσπότην σου, τὸν εὐεργέτην· ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου φιλήματι παραδίδως; Εἰ γὰρ μὴ διδάσκαλος ἦν, μηδὲ δεσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, τοῦτον πα-ραδίδως; Καὶ πρὸς μὲν τὸν προδότην οὕτως, ὡς προ-είρηται· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ μαχαιρῶν καὶ ξύλων πῶς; Καὶ τί γένοιτο ἡμερώτερον τῶν ῥημά-των τῶν πρὸς ἐκείνους εἰρημένων; Δυνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίη-σεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε ὡς ἐπὶ λῃστὴν μετὰ μαχαιρῶν καὶ ξύλων; καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ταῖς ἁγίαις χερσὶν ὁρῶν, δυνάμενος πάντας κλονῆσαι καὶ ῥῖψαι κάτω. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μιμησώμεθα

Homily XXXHomilia XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:787καὶ ἡμεῖς, ἀδελφοὶ, τὴν ἀνεξικακίαν αὐτοῦ, τὴν πραό-τητα, τὴν ταπεινοφροσύνην. Μάθετε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Διὰ δὴ ταῦτα καὶ ὁ Παῦλος ταῦτα τίθησι καί φησιν· Εὐλο-γεῖτε τοὺς διώκοντας ὑμᾶς, οἱῳδήποτε τρόπῳ ἐπι-βουλεύοντας δηλονότι. Καὶ οὐκ εἶπε, Μὴ μνησικα-κεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτου ἐζήτησεν εἰπὼν, Εὐλογεῖτε. Ἐκεῖνο μὲν γὰρ, τὸ μὴ μνησικακεῖν, μηδὲ ἀμύνεσθαι, ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου. Λοιπὸν καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπ-ήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον· καὶ γὰρ μισθῶν ἡμῖν εἰσι πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ’ ἐκείνων κατασκευάσεις μισθόν· ἐκεῖ-νος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Χριστὸν ἀγάπης. Διὰ δὴ τοῦτο παντὶ τρόπῳ τοὺς ὑβρίζοντας καὶ διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας τοῖς ἐναντίοις ἀμείβεσθαι ἐκέλευσεν ὁ πνευματικὸς διδάσκαλος, καὶ
ἄνω μὲν αὐτοὺς εὐλογεῖν ἐπέταξε, προϊὼν δὲ καὶ ἔρ-γοις εὐεργετεῖν παραινεῖ· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν καὶ μὴ καταράσασθαι, μὴ μὴν ἐξ ἀγάπης τοῦτο ποιῆσαι, βούλεται καὶ διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. Διὸ καὶ ταῦτα ἐπήγαγεν, ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. Οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. Ἄκουσον τί φησιν ὁ Πέτρος πρὸς τὸν Χριστόν· Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτά-κις; Ὁμοῦ καὶ ἐπερωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν ἢ μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει πλέον, βουλόμενος ἀρέσαι τῷ διδασκάλῳ, φησίν· Ἕως ἑπτά-κις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τοῦ μαθητοῦ φιλοτιμία, ὅπουπερ ἂν ἀφ-
PG 63:788ίκηται, πρὸς τὴν εὐπορίαν τοῦ διδασκάλου συγκρινο-μένη, πενίας ἐστὶ πάσης εὐτελεστέρα· καὶ ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡ ἡμῶν ἀγα-θότης πρὸς τὴν ἐκείνου ἄφατον φιλανθρωπίαν· εἰπόν-τος αὐτοῦ. ἑπτάκις, καὶ νομίσαντος μεγάλα φιλοτι-μεῖσθαι καὶ δαψιλεύεσθαι, φησὶν ὁ Χριστός· Οὐ λέγω, ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά· ὅπερ ἐστὶ τετρακόσια καὶ ἐνενήκοντα. Καὶ μὴ νομίσῃς δύς-κολον εἶναι τὸ ἐπίταγμα· ἐὰν γὰρ ᾖς παρεσκευα-σμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ ἁμαρτη-μάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρή-σεως γυμνασθεὶς, οὐδὲ πόνον ἕξεις λοιπὸν τῆς τοιαύ-της φιλοσοφίας, καθάπαξ ἐμμελετήσας τῇ πυκνότητι τῆς συγχωρήσεως, μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ἀλλὰ καὶ εἴ τις ἁρπαγὴν ὑπο-στὰς ἄδικον, ὑπὲρ τῆς τοιαύτης ἀδικίας εὐχαριστήσει τῷ Θεῷ, μυρίους διὰ τῆς εὐχαριστίας ἐκείνης καρ-πώσεται τοὺς μισθούς. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐ-φραίνει, ὡς τὸ μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ. Εἰ δὲ λέγοι τις· Τί γὰρ ἠδυνάμην ἀμύνασθαι τὸν ἀδικήσαντα ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι ἠδύνασο πρᾶξαι, τῷ δυσχερᾶναι, τῷ ἀποδυσπετῆσαι, τῷ κατ-εύξασθαι τοῦ λελυπηκότος, τῷ καταράσασθαι αὐτῷ μυρία, τῷ πρὸς πάντας διαβαλεῖν· ταῦτα γὰρ ἐν ἐξουσίᾳ κεῖται τῇ ἡμετέρᾳ. Ὁ τοίνυν ταῦτα μὴ ποιή-σας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται· δῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν, οὐκ ἂν ἐποίησεν. Ὅταν οὖν ἴδῃς τὸν ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας ἐκεῖνον εἶναι τὸν καιρόν. Τότε γὰρ μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι· κἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀν-τιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι, καὶ ὃ πάντων μεῖ-ζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτε-λευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:787ΛΟΓΟΣ Λ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον, συντεθὲν παρὰ Θεοδώρου Μαγίστρου, ἀπὸ δια-φόρων λόγων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάν-νου τοῦ Χρυσοστόμου. Τῆς μὲν ἐπιγραφῆς τῶν ἀποστολικῶν Πράξεων ἅπαν ὑμῖν ἤδη τὸ χρέος καταβεβλήκαμεν. Ἀκόλουθον δὲ λοιπὸν ἦν, καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησιν ἡμᾶς χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκο-λουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς Δαμασκὸν εἰσαγόμενον, δεδεμένον, οὐκ ἐν ἀλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ Δεσποτικῇ· ἐπιθυμῶ δὲ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν
PG 63:788ἅπασαν ἀναβράσαντα τὴν θάλασσαν, τὸν μυρία κύ-ματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐχὶ ἀγκίστρῳ, ἀλλὰ λόγῳ Δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψη-λῆς καθήμενος, καὶ τὸν κάλαμον μετεωρίζων ἀφ’ ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ’ ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ἐκείνην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω τὸν ἰχθὺν τοῦτον τὸν μέγαν ἡλίευσε. Τίς γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον, καὶ διώκτην καὶ βλάσφημον, καὶ οὕτω τὴν Ἐκκλησίαν λυμαινόμενον, ὡς καὶ κατὰ τοὺς οἴκους πορευόμενον σύρειν ἄνδρασ
PG 63:789τε καὶ γυναῖκας, καὶ πάντα συγχέειν καὶ ταράττειν, ὑπέμεινεν, εἰ μὴ ἐξαίφνης ὁ Βασιλεὺς ὁ ἡμέτερος κα-λέσας μετέστησε, καὶ πρὸς ἑαυτὸν ἐπανήγαγε; Καὶ γὰρ καὶ οἱ μαθηταὶ, ὅπουπερ ἂν παραγενόμενον εἶδον, δεδοικότες ἔφριττον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλ-μων· καὶ ὅτε πάλιν τῶν φίλων ἐγένετο, τὸν αὐτὸν φόβον ἐδείκνυον. Εἰ οὖν καταλλαγέντα αὐτὸν ἐδεδοί-κεισαν, ἐχθρὸν ὄντα καὶ πολέμιον, τί οὐκ ἂν ἐποίουν; Ἐγὼ δὲ τί πάθω; ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρό-τητι χρησάμενον, μὴ πάλιν κατασχὼν ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ γὰρ ἴστε πολλάκις ἑτέρωθί με βα-δίζοντα καὶ τετραμμένον, ἀπαντήσας ἐν μέσῳ τῷ λό-γῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καὶ καταλῦσαι τὸν λόγον. Οὗτος τοίνυν ὁ μακάριος Παῦ-λος, ὁ τὴν οἰκουμένην φωτίσας πᾶσαν, ἐν καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ’ ἡ πήρωσις ἐκείνου φω-τισμὸς τῆς οἰκουμένης ἐγένετο. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέ-ψαι χρησίμως· καὶ ἐπειδὴ καθ’ ὑπερβολὴν ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ οὕτως σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδρότερον δέχεται τὸν χαλινόν· ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἐκείνης ἀγόμενος παρακούσῃ τῶν λε-γομένων, καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κο-λάζοντα, ἀλλὰ οὔτε εὐεργετοῦντα ἐνεγκεῖν δύναται. Οὐδὲ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ’ ὑπερβολὴ φω-τὸς αὐτὸν ἐσκότισεν. Εἰ πόλεμος ἡμῖν περιεστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυ-ρία παρεῖχον ἡμῖν πράγματα· εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγε-το· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν; Ἐπειδὴ δὲ καὶ νῦν πόλεμος συνέστηκεν Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλη-σίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κε-φάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ βα-σιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον ἤγαγεν· οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγ-γελοι ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον αὐτὸν εἶδον, ἀλλ’ ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ
τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγού-μενον ἐθεάσαντο, ἀλλ’ ἐπειδὴ ἐλογίζοντο ὅσους ἔμελ-λεν ἀπὸ τῆς γῆς χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ’ ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. Διὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Τίς λαλήσει τὰς δυναστείας σου, Κύ-ριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγε-λοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, καὶ ὅτε τὸν ἥλιον, ἀλλ’ οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰ-κουμένῃ πάσῃ. Διὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ
PG 63:790τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ’ ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἀνεπλήρωσεν, ἀλλ’ ἅμα τό τε στό-μα ἠνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημη-γορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης πε-ριέτρεχε συρόμενος, λιθαζόμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μα-χόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ’ ὡς ἐπὶ ἑτοί-μην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μη-χανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀλλ’ ἀπὸ τού-των ἐπ’ ἐκείνους, καὶ πάλιν ἀπ’ ἐκείνων ἐφ’ ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος καθ’ ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ’ ἑκά-στην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνον εἰς τὴν παρά-ταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι, τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ’ αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς αὐτὸν ἐπανήγα-γον. Ὅτε γὰρ τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξ-έβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθόντες τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλή-θειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προστρέχου-σιν, οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκ-βληθέντος πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥί-ψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰ-κουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ’ ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειό-μενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος. Θαυμάζεται Δαυὶ̈δ τὸν Γολιὰθ καταφέ-ρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ’ εἰ τὰ Παύλου κατ-ορθώματά τις ἐξετάσειεν, παιδὸς ἔργον ἐκεῖνο· καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τού-του κἀκείνου τὸ διάφορον· οὗτος γὰρ οὐ λίθον ῥίπτων τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μό-νον ἅπασαν κατέλυσε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος καὶ φλόγα ἀπὸ τῆς γλώτ-της ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιών· καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ’ ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπή-δησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιών· καὶ
PG 63:791καθάπερ μίαν οἰκίαν ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλ-κων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην ἐλαύ-νων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης καὶ κυβερνήτης καὶ πρωρεὺς καὶ ἱστίον καὶ πλοῖον, καὶ πάντα πάσχων ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς, αὐτὸς παλαίων, τρέχων, πυκτεύων· ἢ στρατιώτης τειχομα-χῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης· καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντείων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα, τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυ-ρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυ-άγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δε-σμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμει-νεν, οὐδὲν οἶμαι δεῖν λέγειν, ὧν ἕκαστον ἱκανὸν συν-ταράξαι σφοδρῶς, καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν· ὅταν δὲ λέγῃ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦ-μαι; τοῦτό ἐστιν ὃ πάντων μάλιστα διηνεκῆ καὶ ἀφό-ρητον παρεῖχε τὴν ἀθυμίαν αὐτῷ. Εἰ γὰρ καθ’ ἕκα-στον τῶν σκανδαλιζομένων αὐτὸς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυ-χῆς· οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Τὸ δὲ καὶ τοὺς Ἰου-δαίους ἀπιστοῦντας ὁρᾷν, τίνα ἂν ἀθυμίας καὶ ὀδύ-νης μικρὰν γοῦν ἀνακωχὴν ἔχειν ἠδύνατο; Ηὐχό-μην γὰρ, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ποθεινότερον ἦν μοι εἰς γέεν-ναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κο-λαζομένων διῆγε βαρύτερον. Βαβαὶ τοῦ διαπύρου ἔρωτος τῆς ἀγάπης· ὁ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ ἀκαμπὴς, ὁ λέγων, Τίς ἡμᾶς χωρίσει ἀπὸ τοῦ Χριστοῦ; θλῖ-ψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνό-της, ἢ κίνδυνος, ἢ μάχαιρα; ὁ γῆς καὶ θαλάττης κατατολμῶν, ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου πυλῶν καταγελῶν· οὗτος, ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ’ εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ὢ τοῦ θαύματος ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδά-των, καὶ μικρὰ δάκρυα συνέτριψε καὶ κατέκλασε. Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν
PG 63:792καρδίαν; Τί λέγεις, εἰπέ μοι; ἐκείνην τὴν ἀδαμαν-τίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πολλὴ γὰρ ἡ τῆς ἀγάπης ἰσχύς· αὕτη μου περιγί-νεται καὶ κρατεῖ· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης. Ἀκούσατε ὅσοι μηδὲ χρημάτων διὰ τὸν Χρι-στὸν καταφρονεῖτε, μᾶλλον δὲ δι’ ἑαυτοὺς, καὶ φρί-
ξατε τὸ περὶ τὸν Χριστὸν τοῦ Παύλου φίλτρον ἐν διανοίᾳ λαμβάνοντες· οὐδὲ γὰρ τὸν Χριστὸν οὗτος ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι’ αὐτὸν τὰ ἐκεί-νου, καὶ ἓν ἐδεδοίκει μόνον, τὸ μὴ τῆς ἀγάπης ἐκπεσεῖν τῆς πρὸς ἐκεῖνον· τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν, ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ βασιλείας ποθεινότερον. Ὅταν οὖν ἐκεῖνος μὲν διὰ τὸν τοῦ Χριστοῦ πόθον καὶ εἰς γέενναν καταδέ-χεται ἐμπεσεῖν, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀμφό-τερα ταῦτα προύκειτο, ἡμεῖς δὲ μηδὲ τοῦ παρόντος καταφρονῶμεν βίου· ἆρα ἄξιοι τῶν γοῦν ὑποδημά-των αὐτοῦ ἐσμεν λοιπὸν, τοσοῦτον ἀφεστηκότες αὐ-τοῦ τῇ μεγαλονοίᾳ; Εἰ γὰρ οἰκίας τις μιᾶς προνοού-μενος, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονό-μους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλι-κούτων πραγμάτων, καὶ τοσούτων ὄντων τῶν ἐπ-ηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος, ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμεινεν. Εἴ τις φιλεῖν ἐθέλει γνησίως, καὶ δύ-ναμιν ἀγάπης ἐπίστασθαι, ἐπὶ τὸν ταύτης τρόφιμον τὸν μακάριον Παῦλον δραμέτω, κἀκεῖνος αὐτὸν διδάξει, ἡλίκος ἐστὶν ἆθλος ἐνεγκεῖν χωρισμὸν φιλουμένου, καὶ ἡλίκης δεόμενος ψυχῆς. Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκου-μένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος· τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον, καὶ πᾶν κολάσεως εἶδος· μιᾶς δὲ ψυχῆς ἀγα-πωμένης παρ’ αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι. Τί τοῦτο, ὦ μακάριε Παῦλε; ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμέ-νας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ ἐμυ-σταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρῳάδα ἐλθὼν καὶ τὴν ἄρουραν εὑρὼν ἐκκεκα-θαρμένην, καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξα-σθαι, τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν χειρῶν κέρδος, καὶ ἀπεπήδησας εὐθέως; Ναὶ, φησί· πολλῇ γὰρ κατεσχέ-θην ἀθυμίας τυραννίδι, καὶ σφόδρα μου συνέσχε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο, ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι. Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράωσ
PG 63:793ἀγαπωμένου χωρισμόν; πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συν-δεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶν εἰς τὸ τοὺς ἀδελ-φοὺς ἐπισπᾶσθαι, κἂν ἄπιστοί τινες εἶεν, τὸ πρᾶον εἶναι καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον; ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπι-στον κριθησόμενος· Μακάριον ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κο-λακεύων αὐτόν· ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. Διὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμε-νος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμ-πρᾷ τῇ φωνῇ παρόντων ἁπάντων, λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τί οὖν ὁ Παῦ-λος; Εὐξαίμην ἂν ἔγωγε, μὴ μόνον σὲ, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι, ὅπερ ἐγώ. Πολλὰ μὲν οὖν πολλαχοῦ τῶν Παύλου θαυμάτων τὰ σημεῖα τυγχάνει, ἀλλ’ οὐχ οὕτως ἐστὶ ποθεινὰ ὡς τὰ στίγματα· καὶ οὐχ οὕτω με ἐν ταῖς Γραφαῖς εὐφραί-νει θαύματα ἐργαζόμενος, ὥσπερ πάσχων κακῶς, μα-στιζόμενος, συρόμενος, λιθαζόμενος· Λιθάσαντες γὰρ αὐτὸν, φησὶν, ἔσυρον ἔξω τῆς πόλεως· καὶ πάλιν, Δείραντες αὐτὸν, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν. Πόσον καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης, εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; Ἀλλ’ ὅρα τὸ θαυμαστόν· Καὶ ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύ-λου, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ἔξυπνος δὲ γενόμε-νος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύ-ρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σαυτῷ κακόν· πάν-τες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον, καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον; Οὐκ εἶπεν ὅτι Δι’ ἡμᾶς ταῦτα γέγονεν, ἀλλ’ ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημέ-νος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Εἶ-δες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν αὐτὸς, ἢ ἐκεῖ-νον ἰδεῖν ἀπολλύμενον. Καὶ καθάπερ τις στρατιώτης τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, καὶ ἐν μέσοις τοῖς τάγμασι τῶν πολεμίων στρεφόμενος, καὶ μηδὲν πάσχων δεινόν· οὕτω καὶ Παῦλος, μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θα-λάττης φαινόμενος. Καὶ ὥσπερ σπινθὴρ εἰς καλά-μην ἢ χόρτον ἐμπίπτων πρὸς τὴν αὐτοῦ φύσιν με-τατίθησι τὰ καιόμενα, οὕτω καὶ οὗτος ἅπασιν ἐπι-ὼν, πάντας μεθίστη πρὸς τὴν ἀλήθειαν. Τίνα οὐκ ἂν ἐκπλήξειεν ἡ τῶν περικειμένων τῷ μακαρίῳ Παύ-λῳ δεσμῶν δύναμις; ὅτι τοὺς δήσαντας εἰς τοὺς πό-δας ἦγε τοῦ δεδεμένου, καὶ ὑποχειρίους ἐκείνους τού-του ἐποίει. Προσέπεσε γὰρ, φησὶν, ὁ δεσμοφύλαξ τῷ Παύλῳ· καὶ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ
PG 63:794δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφα-λίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ· τί δακρύ-εις; τί τὸ ξίφος ἐπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι το-σαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέ-γεις; οὐρανοὺς ἔλαβεν ἐξουσίαν ἀνοίγειν, καὶ δεσμω-τήριον οὐκ ἔμελλεν ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδε-μένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσε-σθαι; Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τοῦ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι’ ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; Διὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδε-μένοι πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν· οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ. Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δε-δεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν βαλεῖν φυλακὴν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν; Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώ-
ματι δουλικῷ; ἀκούσατε τοῦ μακαρίου Παύλου τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκεί-ναις· τοῦτο τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶ-ναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότε-ρον καὶ σεμνότερον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ Δεσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν· ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Τὸ γὰρ καὶ τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ, τοῦτο λαμπρότερον, καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς χεῖρας ὁ Παῦλος ἐδέδετο, ἐκείνην ἂν ἐγὼ προ-ετίμησα· εἴ τις με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ’ ἐκείνων ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μα-καριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις, ἐν οἷς ἐκεῖνα τὰ δεσμὰ μένει, καὶ ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Εἰ τῶν ἐκκλησιαστικῶν φρον-τίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτή-ριον ἔνθα ὁ Παῦλος ἐδέδετο. Εἴ τίς μοι τὸν Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν, καὶ φω-νὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου· ἐκ τοῦ δεσμω-
PG 63:795τηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐ-τὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾖ. Ὢ μα-καρίων δεσμῶν, ὢ μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη ἡ περιτεθεῖσα τῷ Παύλῳ Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες αὐτοῦ, τὸν χωλὸν τὸν ἐν Λύ-στροις ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ’ ἐκείνους τοὺς χρόνους ἤμην ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἂν ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιω-θείσας ὑπὲρ τοῦ Δεσπότου δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη, καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς τὸ δε-σμωτήριον ἐνεβλήθη· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· καὶ γὰρ ταῦτα ἐκείνων κατὰ πολὺ μείζονα. Αἱρετώ-τερον γὰρ ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο καὶ Παῦλος ἐνθυμούμενος ἔλεγεν ὡς εἰκός· Εἰ αὐτὸς δι’ ἐμὲ γενό-μενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἐν δόξῃ εἶναι ἡγεῖτο, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ· τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Δόξασόν με, Πάτερ. Τί λέγεις; ἐπὶ σταυρὸν ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ εἰκότως αὐτὰ δόξαν ἡγοῦμαι. Εἰ οὖν ὁ Δεσπότης ὁ ἐμὸς τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ τοῦτο τῆς ἐν τῷ πατρικῷ θρόνῳ δόξης μᾶλλον προτίθησι, πολλῷ μᾶλλον ἐγὼ ὀφείλω ταῦτα δόξαν ἡγεῖσθαι. Ὡς οὐδὲν τῆς Παύλου ψυχῆς μακα-ριώτερον. Ἐν τίσι καυχᾶται; ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγμασι. Πορεύομαι γὰρ, φησὶν, εἰς Ἱεροσόλυμα, δεδεμένος τῷ Πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν διαμαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλῖψις μένουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμὰ καὶ θλίψεις σε μένουσι; Δι’ αὐτὸ τοῦτο, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι’ αὐτόν· οὐ γὰρ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου μου. Τί οὖν ἐστι τοῦτο; οὐκ αἰσχύνῃ, οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης περι-ιών; οὐ φοβῇ, μή τις ἀσθένειαν τοῦ Θεοῦ σου κατα-γνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦτά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμ-πειν· Ὥστε τοὺς δεσμούς μου, φησὶν, φανεροὺς γε-νέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον ἢ νεκρῶν ἀνα-στάσεως; ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ τοὺς πλείονας ἐπεσπάσατο· ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδε-μένος δημηγορῶν, τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· Ἔμφοβος γὰρ γενόμενος ἀπέλυσεν αὐτόν. Δεδεμένος ἔπλει καὶ τὸ ναυάγιον ἔλυσε, καὶ τὸν χειμῶνα ἐπέδησεν· ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θηρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυ-μηνάμενον ἐξέπεσε. Καὶ θέα πανταχοῦ τοῦτο γινό-μενον. Μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὐτῷ, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· Εἰς γὰρ τὴν ἐσω-τέραν φυλακὴν ἐνέβαλον αὐτὸν, καὶ μετὰ πλείονοσ
PG 63:796ἀσφαλείας· καὶ ἐν τοσούτοις ὢν, κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἀνειμένοι καθεύδουσιν, ᾖδε καὶ ὕμνει τὸν Κύριον. Τί ταύτης γένοιτ’ ἂν τῆς ψυχῆς ἀδαμαν-τινώτερον; Ἐνενόει ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ. Ἴσως ἐλογίζετο, ὅτι Οὐδὲν τοιοῦτον ἐγὼ πέπονθα. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος, εἰς ἑτέρους πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον. Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ’ οὐ δύναμαι· ἕτερον δεσμωτήριον εὗρον, ἐκείνου πολλῷ θαυμα-σιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανά-στητε ὡς νῦν ἀρχομένῳ τοῦ λόγου, καὶ ἀκμαζούσαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι τὸν λόγον, καὶ οὐκ ἀνέχεται· οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι σιγῆσαι, πολλά με περιῤῥέει· οὐκ οἶδα ποῖον πρῶτον εἴπω, ποῖον δεύτερον. Διὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ τῶν πρα-γμάτων συγγένεια. Μακρὰ ἡ τοῦ Παύλου γέγονεν ἅλυ-σις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· ἀλλ’ οὐ διὰ τοῦτο σιγήσομαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ οὐκ ἐσίγη-σεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθήμενος ἡμέρας οὔσης, καὶ μετὰ πολλῆς ἀνέσεως φθεγγόμενος; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; τίς γὰρ οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Μᾶλλον δὲ τίς κατ’ ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη τοῦ Παύλου ψυχὴν, ὅτι δεδε-μένος καὶ καθειργμένος ἀπὸ τοσούτου διαστήματος, Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης· ἀλλ’ οὔτε τῆς ὁδοῦ τὸ μῆ-κος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμά-των ὄχλος, οὔτε ὁ κίνδυνος καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ’ εἶχεν αὐτοὺς ἅπαντας ἐν δια-νοίᾳ, καὶ οὐχ οὕτως αὐτοῦ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συν-εδέδετο καὶ προσήλωτο. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς
βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχό-θεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν βασι-λικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο, καὶ ἔπεμπε συνεχῶς τὰ γράμ-ματα, τῶν πανταχόθεν ἐθνῶν, ἐπὶ τὴν ἐκείνου σο-φίαν ὑπὲρ τῶν καθ’ ἑαυτοὺς πραγμάτων ἀναφερόν-των ἅπαντα· καὶ τοσοῦτον πλείονα πράγματα τοῦ βασιλέως ὄντος ᾠκονόμει, ὅσον καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο. Ὢ τῆς τοῦ Παύλου δυνάμεως· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα Νέρωνα ἔβαλλε· ῥάκια περιέκειτο αὐχμῶντα, ἅτε τὸ δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ’ ὀχήματος χρυσοῦ ἀφέντες, ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ ἐν συνηθείᾳ θέαμα ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ’ ὅσης ἂν ὁ βασιλεὺς πρὸς ἀνδρά-ποδον οἰκτρὸν καὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύ-μαζον δὲ οὐ τὸν δεσπότην αὐτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην τὸν αὐτῶν. Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον ἀπὸ τῶν ἄλλων αὐτὸν ἐπαινεῖν. Τίνων τούτων; πῶς ἥξει μετὰ τοῦ
PG 63:797βασιλέως τῶν οὐρανῶν μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται κατηφὴς τότε καὶ στυγνός. Εἰ γὰρ οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπ-έλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθῃ, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ἦν, ξένος ἦν καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; τίνος οὐ μεθέξει; τίνος οὐκ ἐπιτεύξεται; Οὐδεὶς βασι-λεὺς γενόμενος τῆς Ῥώμης τοσαύτης ἀπέλαυσε τιμῆς ὅσης ὁ Παῦλος· ἀλλ’ ὁ μὲν βασιλεὺς ἔξω που κεῖται ἐῤῥιμμένος, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεύων καὶ ζῶν. Εἰ δὲ ἐνταῦθα, ἔνθα ἠλαύνετο καὶ ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς· ὅταν ἔλθῃ, τί ἔσται; εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρός· ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; εἰ μετὰ τοσαύτης εὐ-τελείας, τοσαύτης μεγαλοπρεπείας περιεγένετο· ὅταν ἔλθῃ, τί ἔσται; Μὴ ἔνι φυγεῖν τὰ πράγματα; Βού-λεσθε δείξω τὸν σκηνοποιὸν ἐντιμότερον γεγονότα τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Τί τοῦ Ἀλεξάνδρου ἐνδοξότερον κατὰ τὴν τοῦ κόσμου δόξαν; τί ὑψηλότερον; οὐχὶ πολλὰ καὶ μεγάλα κατώρθωσε ζῶν; οὐχὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν; οὐχὶ τρισκαιδέκατος ἐνομίσθη εἶναι θεὸς παρὰ τῇ συγκλήτῳ Ῥωμαίων; Ἀλλὰ τὸ μὲν ζῶντα κατορθοῦν πολέμους καὶ νίκας, βασιλέα ὄντα καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ θάνατον καὶ τάφον τοσαῦτα πανταχοῦ γῆς καὶ θαλάσσης καθ’ ἑκά-στην ἡμέραν ἐργάζεσθαι, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον. Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι καὶ εἰπὲ τὴν ἡμέραν, καθ’ ἣν ἐτελεύτησεν· ἀλλ’ οὐκ ἂν ἔχοις. Τοῦ δὲ Παύλου καὶ τὸ σῆμα λαμπρὸν ἴδοι τις ἂν τὴν βασιλικωτάτην Ῥώμην καταλαβὼν, καὶ ἡμέραν καταφανῆ, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαν. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπί-στανται· καὶ ὁ τάφος τοῦ δούλου τοῦ Χριστοῦ λαμπρό-τερος τῶν βασιλικῶν ἐστιν αὐλῶν. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὸ σῆμα τὸ ἐκεί-νου περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος, ἕστη-κε δεόμενος τοῦ νεκροῦ, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως καὶ τετελευτηκότος, ὡς προστάτου δεῖται ὁ τὸ διάδημα ἔχων. Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐν Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμι-σεν ὁ παῖς, εἰ πρὸς τοῖς προθύροις αὐτὸν τοῦ ἁλιέως κατάθοιτο. Καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι· καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὐλείαν αὐτοῖς ἀφορισθῆναι θύραν. Καὶ οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμε-νοι βασιλέων τὴν ἀξίαν περίκεινται. Εἰ δὲ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, ἐν τῷ μέλλοντι πόσῳ μᾶλλον; Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ
PG 63:798σώματος ἐκείνου, δι’ οὗ πανταχοῦ τῆς οἰκουμένης διέδραμε, τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάξαντος, τοῦ παν-ταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν τοῦ στόματος, δι’ οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς ὑψηλότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσιν; Οὐδὲ γὰρ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή· εἰ γὰρ τὰ ἱματία αὐτοῦ ἔφριττον, πολλῷ μᾶλλον τὴν φωνήν. Τούτου τοῦ στόματος ἐβου-λόμην τὴν κόνιν ἰδεῖν, δι’ οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι’ ἑαυτοῦ· δι’ οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων, Ηὐχό-μην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου· δι’ οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο· δι’ οὗ ἔφυγον δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος· δι’ οὗ τὰ ἐν τῇ γῇ μετεῤ-ῥύθμισεν ἅπαντα, καὶ τὰ ἐν οὐρανοῖς δὲ ὃν ἐβούλετο διεῖπε τρόπον, δεσμῶν οὓς ἐβούλετο καὶ λύων ἐκεῖ, κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Τίς ἄν μοι τὴν κόνιν τῆς τοῦ Παύλου καρδίας ὑπέδειξε, τῆς πυρου-μένης καθ’ ἕκαστον τῶν ἀπολλυμένων, καὶ ὠδινούσης ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων; Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καινὴν ζήσασαν ζωὴν, ἢ ταύτην τὴν ἡμετέραν· Ζῶ γὰρ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός (ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν καταξιωθεῖσαν Χριστὸν φιλῆσαι, ὡς οὐδεὶς ἄλλος ἐφίλησε· τὴν θανάτου καὶ γεέννης καταφρονοῦσαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην· Τί γὰρ ποιεῖτε κλαίοντες, φησὶ, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐβου-λόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν Παύλου τῶν ἐν ἁλύσει, δι’ ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι’ ὧν τὰ θεῖα γράμματα ἐγράφετο· Ἴδε γὰρ πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί· τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν πηρω-θέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν κατ-αξιωθέντων· ἐβουλόμην καὶ τῶν ποδῶν ἐκείνων ἰδεῖν τὴν κόνιν, τῶν περιδραμόντων τὴν οἰκουμένην, καὶ μὴ καμόντων· τῶν ἐν τῷ ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσειε, τῶν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; ἐβουλό-μην αὐτὸν ἐκεῖνον ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ
φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τινος ἐμβολὴ, εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγ-γας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν ὁ διάβολος, ἀλλ’ οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ καὶ σκιὰν ἴδοι καὶ φωνῆς ἀκούσειε πόῤῥωθεν, δρα-πετεύειν εὐθέως. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ
PG 63:799τῆς θήκης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ· οἷον ἀποστελεῖ τῷ Χριστῷ ἡ Ῥώμη δῶρον, οἵους στεφάνους περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμ-πρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς δύο ταύτας λαμπάδας ἀφεῖσα πανταχοῦ τῆς οἰκουμένης. Τίς ἄρα λόγος ἀρκέσει τοῖς Παύλου κατορθώμασιν, ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν τούτου; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, ταῦτα ὁμοῦ συλλαβὼν ἔχει, μετὰ τοσαύτης ὑπερβολῆς, μεθ’ ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέ-κτητο. Ὅταν οὖν ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ’ ὑπερβο-λῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων· πῶς περιεσόμεθα ἐκ τοῦ μεγέθους τῶν ἐγκωμίων; Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἐν ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος αὐτοῦ μιμεῖσθαι σπουδάζωμεν; Ἐκ πολλῶν μὲν γὰρ κατορθωμάτων ὁ πατριάρχης θαυμάζεται Ἀβραὰμ, μάλιστα δὲ ἐκ τοῦ τὸν υἱὸν καταθῦσαι τὸν ἑαυτοῦ· ὁ δὲ Ἰσαὰκ ἐπὶ τῇ ἀνεξικακίᾳ, ὅτι τῶν οἰκείων ἐλαυ-νόμενος ὅρων οὐκ ἐπεξῄει, ἀλλὰ παρεχώρει παντα-χοῦ τῶν οἰκείων κτημάτων, ἕως τῶν λυπούντων τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν· καὶ ὁ Ἰακὼβ δὲ ἐπὶ τῇ καρτερίᾳ καὶ τῇ ὑπομονῇ· καὶ ὁ Δαυὶ̈δ ἐπὶ τῇ πραό-τητι· καὶ ὁ Ἠλίας ὅτι ὑπὲρ τοῦ Δεσπότου ἐζήλωσεν. Ἀλλὰ τί Παύλου γένοιτ’ ἂν ἴσον, ὃς πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει, καὶ μεθ’ ὑπερβολῆς; Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ’ ἑαυτὸν μυριάκις κατέθυσε· καὶ οὐδὲ τῶν οἰκείων ὅρων ἠλαύνετο μόνον, ἀλλὰ καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς ὅσην ἥλιος ἐφορᾷ γῆν, ὥσπερ τις ὑπόπτερος περιῆλθε, συρόμενος, τυπτόμενος, λιθαζόμενος, καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκων. Οὐδὲ δὶς ἑπτὰ ἔτη ἐδούλευσε συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ τὸν ἅπαντα βίον ἐν λιμῷ καὶ γυμνότητι, καὶ ἁλύσεσι καὶ δε-σμωτηρίῳ, καὶ ἐπιβουλαῖς καὶ κινδύνοις διατελῶν. Ἐπιείκειαν δὲ καὶ πραότητα τίς μὲν μᾶλλον, τίς δὲ ἴσον τῆς Παύλου ψυχῆς, ἀμφότερα ταῦτα κατώρθω-σεν; Εἰ δὲ τὸν ζῆλον ἴδοις αὐτοῦ, τοσοῦτον ὄψει κρα-τοῦντα τοῦ Ἠλίου, ὅσον ἐκεῖνος τῶν ἄλλων προφη-τῶν περιῆν. Ἀλλ’ ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον. Ἀλλ’ οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπου-δήν. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξισάσαι λοι-πόν. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου. Εἰ γὰρ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, τί θαυμάζεις εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Καὶ γὰρ τί ποτέ ἐστιν ἄν-θρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγέ-νεια, καὶ ὅσης ἐστὶν ἀρετῆς δεκτικὸν τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος. Καὶ νῦν
PG 63:800ἕστηκεν ἐξ οὗ γέγονεν, λαμπρᾷ τῇ φωνῇ πρὸς ἅπαν-τας τοὺς ἐγκαλοῦντας ἡμῶν τῇ κατασκευῇ ἀπολογού-μενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς, ὅτι καὶ ἀγγέ-λων καὶ ἀνθρώπων οὐ πολὺ τὸ μέσον, ἐὰν αὐτοῖς προσέχειν ἐθέλωμεν. Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ’ ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον ἔπαθεν. Εἰ τοίνυν Παῦλος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ’ ἑκά-στην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπου-δὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρε-τῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύ-σεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περι-στρέφων οὐ παύομαι· καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρίας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ ἐκ-πλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγω-γὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυς-κολίᾳ γεγονότος, καὶ καθ’ ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἑλκομένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρίαν ἢν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ’ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον· οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ· παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ ὑφ’ ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι; μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγεν· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐν-ταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν· ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γε-γενημένον ὑπ’ αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις, ἀλλ’ ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκεί-

Homily XXXIHomilia XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:801νους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυ-τίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ’ αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παρ-ιστάμενον, καὶ οὐκ ἐμοὶ πρέπον· ἀλλ’ ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνω-τέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγο-μένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα,
καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχό-μενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες; Ἀλλ’ οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ’ εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρίας αὐτοῦ κατορθώμα-τα, καί φησιν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπομεῖναι; Ναὶ, φησίν· εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι διηνεκῶς τοιούτοις ἑαυτὸν κινδύνοις ἐξεδίδου διὰ τὸ κήρυγμα θάνατον αὐτῷ τίκτουσιν· ἀλλ’ ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλη-τὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ’ αὐτοῦ τὴν ὠφέλειαν· καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα ὡς εἰπεῖν τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθε-νῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία, πόση
PG 63:802ἡ ἀγρυπνία, πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω δια-κόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττον-τος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος; ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλ-λον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυ-ροῦτο. Σκόπει γάρ μοι λέξεως ἔμφασιν· οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι, ἀλλὰ, Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δη-λῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόν-των. Οἶδα ὅτι εἰς πολὺ μῆκος τὸν λόγον ἐξέτεινα· ἀλλ’ οὐκ οἶδα πῶς, ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατ-ορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περι-φέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως καὶ τοῖς αὐτοῖς πάθεσιν ὑπο-κείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκατα-φρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστη-ρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δα-ψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας· ἧς γέ-νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:801ΛΟΓΟΣ ΛΑ. Περὶ θανάτου. Πολλὰ μὲν ἐπείγεται μανθάνειν ἤδη καὶ κατα-λαμβάνειν ἡμῶν ἡ διάνοια, ἀγαπητοί· μάλιστα δὲ τὸν περὶ συντελείας καιρόν. Διὰ τοῦτο τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλ-λων ὁ Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα ἔτη, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστί; τί πολυ-πραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ με-ριμνῶμεν, καὶ πάντων φροντίζομεν μᾶλλον ἢ τῶν οἰ-κείων, οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν κατάλυσιν διδαχθῆναι βουλόμεθα. Εἰ δὲ μαθεῖν βούλεσθε διὰ τί ἡμῖν ἡ τε-λευτὴ ἀποκέκρυπται, καὶ διὰ τί ὡς κλέπτης ἐν νυ-κτὶ, οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκεῖ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ τὸ τέλος ᾔδει, ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, μυρία ἐργασάμενος πρότερον δεινὰ, καὶ τῇ μετανοίᾳ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατα-σείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν
PG 63:802βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῇ μετανοίᾳ διδόασιν ἑαυτοὺς, εἰ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Ἄλλως τε, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολ-μῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν τοὺς ἐχθροὺς ἀμύνων, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Πρὸς τούτῳ, οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον κατατολ-μῶντες τῶν δεινῶν, τὸ θαῤῥεῖν ἐκ τοῦ μήπω παρεῖ-ναι τὴν τελευτὴν ἔχοντες· καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφα-λείας. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνή-ξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευ-σάμενος, τεθνήξεται δὲ τοιαῦτα κατατολμῶν, τῆς αὐ-τοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ὁ γὰρ τῷ ὄντι φιλο-σοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον, ἀλλ’ ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν, τοὺς στεφάνους ἀναλογιζόμενος. Καὶ ὥσπερ ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ κα-ταπίπτει οὐδὲ κατηφὴς γίνεται· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ’ ἑκά-στην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει καθάπερ οἱ
PG 63:803πολλοὶ, οὐ θορυβεῖται καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρό-μος πρὸς τοὺς στεφάνους. Διὰ τοῦτο τάφοι πρὸ τῶν πόλεων, τάφοι πρὸ τῶν ἀγρῶν, καὶ πανταχοῦ τὸ διδασκάλιον τῆς ταπεινώσεως ἡμῶν πρόκειται, ἵνα συνεχῶς τῆς ἑαυτῶν ὑπομιμνησκώμεθα ἀσθενείας. Ἐπείγεταί τις εἰσελθεῖν εἰς πόλιν βασιλεύουσαν, καὶ κομῶσαν πλούτῳ καὶ δυναστείαις καὶ τοῖς ἄλλοις ἀξιώμασι, καὶ πρὶν ἴδῃ ὃ φαντάζεται, βλέπει πρῶ-τον ὃ γίνεται· καὶ παιδευόμεθα πρῶτον εἰς τί κατα-λήγομεν, καὶ τότε ὁρᾷν τὰ ἔσω φαντάσματα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀνὴρ πολλάκις ἐπειδὰν γυ-ναῖκα θέλῃ λαβεῖν, ὑπαγορεύει τῷ νόμῳ, γράφει τὰ προικῷα, καὶ οὐδέπω συνάφεια, καὶ θάνατος εὐθὺς ἀναγράφεται· οὐδέπω εἶδε τὴν γυναῖκα, καὶ θανάτου ψῆφος καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνης προϋποτίθεται, καὶ γράφει τοιαῦτα· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ πρὸ τῆς γυναικός· ἐὰν ἡ γυνὴ πρὸ τοῦ ἀνδρὸς, τὸ καὶ τὸ δια-τυποῦται. Καὶ οὐ μόνον περὶ τῶν ὄντων καὶ ζώντων αἱ τοῦ θανάτου τίθενται ψῆφοι, ἀλλὰ καὶ κατὰ τῶν οὐδέπω γεγονότων. Τί γάρ φησι; Ἐὰν δὲ τὸ τεχθὲν παιδίον ἀποθάνῃ. Οὔπω ὁ καρπὸς, καὶ ἡ ἀπόφασις ἔδραμεν. Εἶτα ἐν μὲν τοῖς γραμματείοις ἐπιγινώσκει τὴν φύσιν· εἰ δέ τι τῶν κατὰ ἄνθρωπον πάθῃ, ἢ τὸ γύναιον ἀποθάνῃ, ἐπιλανθάνεται ὧν ἔγραψε, καὶ ἕτε-ρα τραγῳδίας προφέρει ῥήματα. Καὶ ταῦτα, φησὶν, ἔδει με παθεῖν; ταῦτα ἐγὼ προσεδόκησα πάσχειν, καὶ ἀποστερεῖσθαι τῆς συζυγίας; Τί λέγεις, ἄνθρωπε; ἔξω ἦς τῶν πραγμάτων, καὶ ἐπεγίνωσκες τοὺς ὅρους τῆς φύσεως· ὅτε περιέπεσας τοῖς πάθεσιν, ἐπελάθου τῶν νόμων τῆς φύσεως; Ὅταν οὖν ἴδῃς τινὰ τῶν προς-ηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, πρὸς
ἑαυτὸν ἐπάνελθε, καὶ τὸ συνειδὸς ἐξέτασον· σκόπησον ὅτι μικρὸν ὕστερον καὶ σὲ μένει τοῦτο τὸ τέλος. Ἀλλ’ ὁ τελευτήσας σήπεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Διὰ τοῦτο μὲν οὖν μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦν-τας, οὕτω καταλύει τὴν οἰκίαν καὶ ἀνοικοδομεῖ λαμ-προτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινό-μενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαι-ρέσει προσέχουσι τῇ βλεπομένῃ ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ· μέλλων καταλύειν ἡμῶν τὸ σῶμα, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, κα-θάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκο-δομήσας, μετὰ πλείονος ταύτην δόξης εἰσαγάγῃ πά-λιν. Καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἐπλάττετο, οὐκ εἶδεν ὅτι ἀπὸ γῆς ἀνέστη· οὐ γὰρ προγενεστέραν ἐποίησε τὴν ψυχὴν τοῦ σώματος ὁ Θεὸς, ἵνα μὴ βλέπῃ τὴν δη-μιουργίαν· διὰ τοῦτο καὶ ἠγνόησεν αὐτοῦ τὴν εὐτέ-λειαν· ὅτε μέντοι ἐγείρεται ἐν τῇ ἀναστάσει, οἶδεν, ὅτι χοῦν ἀποδυσάμενος ἐγείρεται. Εἰ γὰρ καὶ ἑαυτὸν μὴ βλέπει ὁ νεκρὸς, ἀλλὰ τὸν πρὸ αὐτοῦ ὁρᾷ εἰς χοῦν ἀναλυθέντα, καὶ δι’ ὧν ὁρᾷ παιδεύεται. Οὐκ εἶδες θρασεῖς ἄνδρας καὶ ὑπερηφάνους, πῶς κατ-εσταλμένοι εἰσὶν ἐν τοῖς θανάτοις; ἀπαγγέλλεται θά-νατος, καὶ πάντων ἡ καρδία πτήσσει. Καὶ φιλοσο-φοῦμεν περὶ τὰ μνήματα, τί γινόμεθα, καὶ φλυα-ροῦμεν· ἐξήλθομεν τῶν τάφων, καὶ ἐπελαθόμεθα τῆς ταπεινώσεως. Ἐν τῷ τάφῳ πρὸς τὸν πλησίον ἕκα-στος ὧδέ πη φθέγγεται· Ὢ τῆς ταλαιπωρίας, ὢ τῆσ
PG 63:804οἰκτρᾶς ἡμῶν ζωῆς· ἄρα τί γινόμεθα; καὶ ὅλως φθεγγόμεθα, καὶ ἁρπάζομεν καὶ μνησικακοῦμεν; Καὶ ἕκαστος ἁπλῶς οὕτω φιλοσοφεῖ, ὡς μέλλων πάντῃ τῇ κακίᾳ εὐθὺς ἀποτάττεσθαι· καὶ ἔσω μὲν λόγοις φιλοσοφεῖ, ἔξω δὲ τοῖς ἔργοις θεομαχεῖ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τίνος ἕνεκεν, εἰπέ μοι, οὕτω δακρύεις τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς ἦν καὶ ἐπιεικής; καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ κακία ἀλλάξῃ τὴν σύνεσιν. Ἀλλὰ νέος ἦν; καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ’ εὐφημίας, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς δεῖ προπέμπειν τῆς εὐφημίας. Οὐ γὰρ λέγω μὴ λυπεῖσθαι ἐπὶ τοῖς ἀπελθοῦσιν ὑμᾶς, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἂν γὰρ ἐν-νοήσωμεν ὅτι θνητὸς ὁ ἀπελθὼν ἦν, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀφείλετο, οὐ τὴν τυχοῦσαν παραμυθίαν ληψό-μεθα. Τὸ γὰρ ἐν τούτοις ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; μὴ ἀλγεῖς, ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τρο-φῆς ζῇν; Οὕτω καὶ ἐπὶ τοῦ θανάτου· μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γεγονώς· ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται. Ἀλλ’ ὅταν ὁ Θεὸς καλῇ καὶ βού-ληταί τι λαβεῖν παρ’ ἡμῶν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν τὰ δεσποτικὰ νοσφιζώμεθα. Κἂν γὰρ χρήματα λάβῃ, κἂν τὴν τιμὴν καὶ δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν, τὰ ἑαυτοῦ ἔλαβε· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν; Εἰ γὰρ ἡ ψυχή σου οὐκ ἔστι σὴ, πῶς τὰ χρήματα σά; εἰ δὲ οὐκ ἔστι σὰ, πῶς εἰς οὐδὲν δέον ἀναλίσκεις τὰ μὴ σά; Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ· οὐ γὰρ ἀπὸ τῶν σαυτοῦ, ἀλλ’ ἀπὸ τῶν ἀλ-λοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται ὁ Θεὸς εἶναι τὰ ὑπὲρ τῶν πενήτων ἐγ-χειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἐὰν εἰς αὐτοὺς ἀναλώσῃς· ἂν δὲ εἰς ἑαυτὸν ἀναλώσῃς, ἀλλό-τρια γέγονε τὰ σά. Οὐχ ὁρᾷς ὅτι ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων χεῖρες διακονοῦσι, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστήρ· Ἐπειδὴ ἐδε-ξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; καὶ ὀφθαλμὸς δὲ πάλιν ἐπειδὴ τὸ πᾶν δέχεται φῶς, μὴ διὰ τοῦτο αὐτὸ κατέχει μόνος, ἀλλ’ οὐχὶ καὶ ὁλόκληρον φωτίζει τὸ σῶμα; καὶ οἱ πόδες ἐπειδὴ μόνοι βαδίζουσιν, ἆρα ἑαυτοὺς μετατιθέασι μόνον, ἀλλ’ οὐχὶ καὶ ὅλον με-τατιθέασι τὸ σῶμα; Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν, οὐχὶ τοὺς ἄλ-λους μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπόλλυσι. Καὶ γὰρ οἱ πένητες εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, ταχέως ἂν ὑμᾶς ἐποί-ησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν. Ἀλλὰ παιδίον ἀπώλεσα, φησὶ, μονογε-νὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον
PG 63:805χρηστὰς, αὐτό μοι μέλλον διαδέχεσθαι τὴν κλη-ρονομίαν. Καὶ τί τοῦτο; μὴ στενάξῃς, ἀλλ’ εὐχαρίστη-σον τῷ Θεῷ, καὶ δόξασον τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος ἔδωκε τῷ Θεῷ κελεύσαντι, οὕτω καὶ σὺ λα-βόντος αὐτοῦ οὐκ ἐστέναξας. Εἰ γὰρ τελευτῶντα ἰδὼν τὸν υἱὸν εὐχαριστήσῃς τῷ φιλανθρώπῳ Θεῷ, οὐκ ἔλαττον λήψῃ μισθὸν τούτου τοῦ τὸν υἱὸν ἀγαγόν-τος καὶ καταθύσαντος· κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας δι-εγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἐκεῖνον, φησὶ, παρ’ οὗ πατὴρ οὐκέτι καλοῦ-μαι λοιπόν; Τί λέγεις; μὴ γὰρ ἀπέβαλες τὸ παι-δίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω καὶ ἀσφαλέστερον ἔσχες. Οὐ γὰρ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου, ἀλλ’ ἀθανάτου λοιπὸν κλη-θήσῃ πατήρ. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπ-ολωλέναι αὐτὸν νόμιζε· οὐδὲ γὰρ, ἂν ἀποδημῶν ἐτύγ-χανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ’ ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς τὸν οὐρανόν. Ὅταν οὖν ἴδῃς τοὺς ὀφθαλμοὺς κα-θῃρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶ-μα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι Τοῦτο μὲν τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν· ἀλλ’ ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλμοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθα-νασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπο-λήψομαι. Ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε μὲν τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ’ ὃ πολ-λῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο· καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦ-τον· Διὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτό-νον ἐργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα, τοιούτῳ τρόπῳ πάλιν αὐτὸν ἀφελέσθαι. Βού-λει λαβεῖν; τίνος ἕνεκεν ἐμὲ κατασφάττειν κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπο-γόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως, τὴν ῥίζαν ἀναιρῶν; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν;
ἠπάτημαι καὶ παρελογίσθην. Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύοντι, οὐκ ἀπ-ῄτησεν εὐθύνας· ἀλλ’ ἀκούσας, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπι-ταχθέντων ποιῆσαι. Καὶ γὰρ καὶ τὸ γύναιον ἀπ-έκρυψε, καὶ τοὺς παῖδας ἔλαθε, κάτω μένειν ἀφείς. Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο· ποῖος λόγος παραστῆσαι δυνήσεται; Ἀνήγαγε τὸ παι-δίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ τίνι τρόπῳ οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παρα-στῆσαι δυνήσεται. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τῶν νευρῶν ὁ τόνος; πῶς οὐ συνέχεεν
PG 63:806αὐτὸν ἡ τοῦ ποθουμένου παιδίου ὄψις; Καὶ ἦν ὁμοῦ πατέρα ὁρᾷν καὶ ἱερέα γινόμενον τοῦτον, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρός. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε τῇ χειρὶ, ἀλλ’ ἔσφαξε τῇ προθυμίᾳ· ὥστε παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παιδίων καὶ φύσεως καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τὰ προστάγματα τοῦ Θεοῦ προτιμᾷν χρή. Ἐν-νόει γάρ μοι τοῦ ἀνδρὸς τὸ γενναῖον, ὅτε τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι τὸν μονογενῆ, τὸν ἀγαπητὸν, τὸν παρ’ ἐλπίδα πᾶσαν δεδομένον αὐτῷ, πόσους ἐπανιστα-μένους αὐτῷ εἶχε τοὺς λογισμούς· ἀλλ’ ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασι-λέα οἱ δορυφόροι· καὶ βλέμματι μόνῳ πάντας κατ-έστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ’ οὕτως εὐτάκτως εἱστήκεισαν, ὡς καὶ κοσμεῖν αὐτὸν μᾶλλον ἤπερ φοβεῖν. Καὶ θέα τὴν καρτερίαν· ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱ-στήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν· καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἄρα τί τούτου γένοιτ’ ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ’ ἄνωθεν αὐτὸν ὁ βασιλεὺς ἀνηγόρευσε τὸν ὀλυμπιονίκην, ἆρ’ οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπ-έστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ’ αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τοιούτῳ, ἀλλ’ ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν· ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ γὰρ φαύλων παίδων οὐκ ἂν εὐκόλως κατα-φρονήσειαν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ καὶ γνήσιος καὶ μονογενὴς καὶ ἀγα-πητὸς, καὶ ὑπ’ αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴποι τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας ὢ μαχαίρας θαυμαστῆς, οἵας κατηξιώθη δεξιᾶς ὢ μαχαίρας θαυ-μαστῆς εἰς ποίαν κατεσκευάσθη χρείαν, καὶ εἰς ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρετήσατο τύπῳ, πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη; οὐ γὰρ οἶδα τί εἴπω, οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέρης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ’ οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπη-ξεν αὐτὴν τῇ φάρυγγι τοῦ παιδὸς, ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μό-νον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ ἀνέστελλε διὰ τῆς φωνῆς. Σκόπει δέ· εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώμων φανῆναι· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὐτοῦ· καὶ μέχρι τῆς προθυμίας ἵστησι τὸ ἐπίταγμα. Καὶ μή μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ’ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ
PG 63:807παιδίου, καὶ λόγισαι ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογι-σμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος· Πάτερ, ποῦ τὸ πρόβατον; Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννή-σαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλ-λοντα αὐτὸν ἀναιρεῖν; Ἀλλ’ οὐδὲν τούτων τὸν ἀδά-μαντα ἐκεῖνον περιέτρεψεν, οὐδὲ διέσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα; τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; ἀλλὰ τί; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλο-κάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύ-σεως καλοῦσιν· ἐκεῖνος, πατέρα, καὶ τέκνον, οὗτος, καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διηγείρετο, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Ἆρα οὐ διεθερμάνθητε πάντες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ δια-νοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν; Καὶ γὰρ συμ-ποδιζόμενος καὶ τοῖς ξύλοις ἐπιτιθέμενος οὐκ ἐξ-επλήττετο, οὐκ ἀπεσκίρτα, οὐ κατεγίνωσκε τοῦ πα-τρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβά-ζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ καθάπερ τις ἀρνειός· μᾶλλον δὲ καθάπερ ὁ κοινὸς πάντων Δε-σπότης, οὗ καὶ τὴν ἐπιείκειαν ἐμιμεῖτο, καὶ τὸν τύπον ἐφύλαττεν. Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ μή μοι λεγέτω τις, ὅτι οὐκ ἤλγει ὁ Ἀβραὰμ, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κε-φάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομέ-νους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν γνήσιον, τὸν μο-νογενῆ, τὸν παρ’ ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος· πῶς οὐ πάσης τιμωρίας χαλεπωτέραν θλῖψιν καὶ ἀλγηδόνα ὑπέμεινεν; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς, πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυ-χῆς; Καὶ γὰρ ἤκουσεν ὅτι Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον, καὶ οὐδὲν περιειργάσατο πλέον· ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ’ αὐτοῦ φε-
ρομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ’ ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Διὰ τοῦτο δέομαι καὶ ἀντιβο-λῶ, ὅταν υἱὸν ἢ θυγατέρα ἀποβάλῃς, ἄνθρωπε, μὴ οὕτως ἀσχημόνως θρήνει καὶ κόπτε σεαυτὸν, ἀλλ’ ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυ-τοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλε. Καὶ ὁ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πα-
PG 63:808τέρα φιλόπαιδα· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶ-ναι, ἀλλ’ ἐχθρὸν καὶ πολέμιον. Ἀλλ’ οὐκ οἶδα ποῦ κε-χώρηκε, φησί. Διὰ τί γὰρ οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. Διὰ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπ-ῆλθε. Δι’ αὐτὸ μὲν οὖν τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν ὡς ἂν οἷόν τε ᾖ, οὐ δάκρυσιν, ἀλλ’ εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς τοῦτο ἐπινενόηται, οὐδὲ μάτην ὁ παρ-εστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν τελουμένων μυ-στηρίων βοᾷ, Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοι-μημένων, καὶ τῶν τὰς μνείας αὐτῶν ἐπιτελούν-των, ἀλλὰ Πνεύματος ἁγίου διατάξει ταῦτα γίνεται. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπ-ελθόντων προσφερόντων, γίνεταί τις αὐτοῖς παρα-μυθία; Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας κλαίωμεν ἁπλῶς, ἀλλὰ τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας· τοὺς λαβόντας ἐξουσίαν ἀπο-λούσασθαι αὐτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέν-τας· τούτους κλαίωμεν, καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, μὴ μίαν ἡμέραν μηδὲ δευτέραν, ἀλλὰ τὸν ἅπαντα βίον ἡμῶν, καὶ βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν· ἐπι-νοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθῶ-μεν δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Εὐχόμενοι καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος, Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυὶ̈δ τὸν δοῦλόν μου. Εἰ δὲ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐ-τοῦ, πόσον οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς κέρ-δος πολὺ γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ὁλόκληρος ἑστήκῃ λαὸς, χεῖρας ἀνατείνοντες, πλήρω-μα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν τὸν Θεὸν, ὑπὲρ τούτων παρα-καλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρ-ελθόντων· οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης κατ-αξιοῦνται τῆς παραμυθίας, ἀλλ’ ἀπεστέρηνται πάσης τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος. Ποίας δὴ ταύ-της; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι συνεχῶς, καὶ ποιεῖ τινα αὐτοῖς τὸ πρᾶγμα παραψυχήν. Ὥστε οὐ τὸ ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ ἀποθανεῖν κακῶς. Βούλεσθε δὲ εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς ὁ τῆς βασι-λείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πό-θος· ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων. Ὁ γὰρ διαπαντὸς γέενναν δεδοικὼς, οὐδέποτε θάνατον φοβηθήσεται. Δότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν, ἀδελφοὶ, Μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προς-ωπεῖα μὲν δέδοικε, πῦρ δὲ οὐ δέδοικεν, ἀλλ’ ἐὰν βα-σταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερι-σκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον προσωπεῖον φρίττει, τὸ δὲ ἀληθῶς οὐ δέδοικε φοβερὸν πῦρ. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν δι’ ἣν τὸν θάνατον δεδοίκαμεν; Οὐ ζῶ-μεν μετὰ ἀκριβείας, οὐδὲ ἔχομεν συνειδὸς ἀγαθόν·
PG 63:809ὡς, εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἂν ἐφόβησεν, οὐ θάνα-τος, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τῶν τοιούτων οὐ-δέν. Δός μοι τοίνυν θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ, εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με ταχέως πρὸς ἐκεῖνα πέμπεις τὰ ἀγαθά. Ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δέδοικα, φησί. Τί λέγεις, εἰπέ μοι; τὸ ἀδίκως ἀπο-θανεῖν δέδοικας; ἀλλὰ δικαίως ἐβούλου; καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς παρὸν ἀδίκως ἀποθανεῖν, δικαίως ἂν μᾶλλον ἕλοιτο; Εἰ γὰρ δεδοικέναι χρὴ θάνατον, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρή· ὡς ὅ γε ἀδίκως ἀποθανὼν, κατ’ αὐτὸ τοῦτο κοινωνεῖ τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐαρεστησάν-των τῷ Θεῷ, ἄδικον ὑπέστησαν τελευτήν· καὶ πρῶτος Ἄβελ. Οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν, οὐδὲ λυπήσας τὸν Κάϊν, ἀλλ’ ἐπειδὴ τὸν Θεὸν ἐτί-μησε, διὰ τοῦτο ἐσφάγη. Ὁ δὲ Θεὸς συνεχώρησεν· ἆρα φιλῶν αὐτὸν ἢ μισῶν; εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ ἀδικωτάτης ταύτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ ἀδίκως ἀποθανεῖν χρὴ δεδοικέναι, ἀλλὰ τὸ ἐν ταῖς ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως· ὁ Κάϊν ἔζη στένων καὶ τρέμων. Τίς οὖν, εἰπέ μοι, μα-καριώτερος ἦν; ὁ μετὰ δικαιοσύνης παυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀποθανὼν, ἢ ὁ δικαίως κολαζόμενος; Τί δὲ φόνου χαλεπώτερον, εἰπέ μοι; ἀλλ’ ἐδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ τοῦτον ποι-ήσαντι· καὶ ὅπως ἄκουε. Οἱ Μαδιηναῖοί ποτε βουλό-μενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύ-τῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσειαν τοῦ Δεσπότου, κόρας καλλω-πίσαντες, καὶ τῷ στρατοπέδῳ προστήσαντες, ἐδε-λέασαν αὐτοὺς, καὶ εἰς τὴν πορνείαν ἤγαγον. Τοῦτο ἰδὼν ὁ Φινεὲς, μεταχειρισάμενος ξίφος καὶ πορνεύον-τας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησεν, οὐ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων ἐγίνετο· ἀπέκτεινε δύο καὶ ἔσωσε μυριάδας ἀπείρους. Καὶ καθάπερ ἰατροὶ τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα· οὕτω κἀκεῖνος ἐποίησεν, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας ἁπλῶς κλαίωμεν, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις ἀποθνή-σκοντας· οὗτοι θρήνων ἄξιοι, οὗτοι κοπετῶν καὶ δα-κρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημά-των ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁμαρτήματα ἀποδύ-σασθαι; Ἕως μὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προς-δοκία πολλὴ, ὅτι μεταμελοῦνται, ὅτι βελτίους ἔσον-ται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι, ( Ἐν τῷ γὰρ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; ) πῶς οὖν οὐ θρήνων ἄξιοι; Κλαίωμεν οὖν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω· κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλον-τες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττον-τες, ἀλλὰ μᾶλλον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφέν-τες μικρόν· τοῦτο δὲ ἡμᾶς ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μη-
δέποτε τοῖς αὐτοῖς περιπεσεῖν. Πάλιν δὲ ὅταν ἴδῃς νεκρὸν ἐπ’ ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκο-λουθοῦντας, χήραν γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους κατηφιῶντας, λόγισαι τὸ οὐδα-
PG 63:810μινὸν τῶν παρόντων πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Σκόπει μοι τὰς τῶν με-γάλων καὶ περιφανῶν οἰκίας, καὶ νῦν εἰς ἔδαφος κατ-ενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλειπται. Πολλοὶ γὰρ τύραννοι ἐκάθισαν ἐπ’ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ἀλλ’ οὐκ ἀρκεῖ ταῦτα; ἐννόησον καὶ πρὸ θανάτου ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωύ̈φιον, ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου παρ-αίτιον γέγονε. Ταῦτα ἐννόει· καὶ μὴ τὸ τῆς ἀνθρω-πίνης ὄψεως ἄνθος θαύμαζε, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα, λογίζου. Ἐὰν δὲ τὰ φαινόμενα θαυμάζῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ’ ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες, ὅτι πηλός ἐστι τὸ πᾶν, οὕτω δὴ μηδὲ ταῦτα· καὶ γὰρ καὶ ταῦτα πηλὸς, μᾶλλον δὲ καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. Δεῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον, πυρέττοντα, ψυχοῤῥαγοῦν-τα, καὶ τότε σοι διαλέξομαι καὶ ἐρήσομαι· Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολουθούντων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; οἱ τὰ ση-ρικὰ ἐνδεδυμένοι, καὶ μύρων πνέοντες, καὶ παρασί-τους τρέφοντες, καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαν-τός; ποῦ ἡ τῶν δείπνων ἐκείνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυ-σις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός; Πάντα οἴχεται καὶ ἀπέπτη. Τί γέγονε τὸ τοσαύτης ἀπο-λαῦον θεραπείας καὶ καθαρότητος σῶμα; ἄπιθι πρὸς τὴν σορὸν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώ-ληκας, τοῦ τόπου τὸ εἰδεχθές· θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετ-άγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώ-ληκα, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὰς κολά-σεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας, τὰς εἰς ἀτε-λευτήτους αἰῶνας. Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσι· καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν. Τί τοίνυν γέγονε ὁ πολὺς κόσμος ἐκεῖ-νος; ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων καὶ τῶν κτημάτων; ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάν-τα; Τί δὲ βούλεται ἡ περιττὴ αὕτη καὶ ἀνόνητος περὶ τὴν κηδείαν δαπάνη, πολλὴν μὲν φέρουσα τοῖς κη-δεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι κέρδος οὐδέν; Ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ Δεσπότης ἀνέστη, παῦσαι τῆς περὶ τὴν κηδείαν μανίας. Οὐδὲ γὰρ εἰπὼν ὁ Χριστὸς ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε, προσέθετο ὅτι καὶ Τεθνεῶτα, καὶ ἐθάψατε· εἰ γὰρ ζῶντας κελεύει μηδὲν πλέον ἔχειν, ἀλλ’ ἢ σκέπασμα, πολλῷ μᾶλλον τελευ-τήσαντας. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲν

Homily XXXIIHomilia XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:811σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον καλ-λωπίζωμεν· τὸν δὲ Χριστὸν πεινῶντα, διψῶντα, γυ-μνὸν περιιόντα καὶ ξένον περιορῶμεν; Ἀλλὰ καὶ ἐπὶ τῆς κλίνης κείμενος, φησὶν, ὁ τεθνηκὼς, φέρει τοῦ τύφου καὶ τοῦ πλούτου τὰ σύμβολα· ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατά-γελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ὥσπερ ἄνθος διαῤῥέον ἐλέγχεται. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, Ποῦ πο-ρεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες, ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; Τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα; τὰ κραυγάζοντα καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς ἀθάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ’ ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μι-κρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαῤῥεῖν· οὐ-δεὶς ἀθάνατος. Εἰ μέν τίς σοι κατεσκεύασεν οἰκίας,
PG 63:812ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας πολλάκις μέλλεις ἀποδημεῖν. Ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν. Τὸ δὲ, Θάρσει, τῷ ἀδικουμένῳ. Ἀλλ’ εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοι-πὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ ἐκείνῳ νο-σοῦντες, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημά-των οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ’ ἐν τῷ καιρῷ ἐκεί-νῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγό-μενον, σωφρονιζέσθωσαν, παιδευέσθωσαν, ἐν-νοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἄξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἐνταῦθα κακῶς ἐπλημμέλησαν. Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ ἐκείνοις πεισώμεθα, μετα-βαλέσθαι καὶ γενέσθαι βελτίους σπουδάσωμεν, ὅση δύναμις, ὅπως καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:811ΛΟΓΟΣ ΛΒ. Περὶ ἀνδρείας καὶ ἰσχύος. Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφό-δρα ἦσαν δειλοὶ, πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα. Οὔ-τε τοίνυν παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμ-προτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελα-στοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστά-ναι, μὴ καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Τὸ μὲν γὰρ ἁπλῶς παῤῥησιά-ζεσθαι καὶ τῶν τυχόντων πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον καὶ ἐν καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρ-μοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυ-χῆς. Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Βούλει τοί-νυν μαθεῖν, ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου
τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρα-τοπέδων κυκλούμενος ᾖ; Ὁ Δαυὶ̈δ νέος ὢν κομιδῇ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ὑπὸ τοῦ πατρὸς ἀποστέλλεται ἐπισκέψασθαι τοὺς ἀδελφούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτη-χότα μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γε-
PG 63:812νέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; καὶ τί ἔσται τῷ ἀνθρώ-πῳ τῷ τὴν τούτου κεφαλὴν ἐκτεμόντι; Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον, τὸν τῆς ποι-μαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν, ἐξευτέλισεν. Εἶτα μαθὼν παρ’ αὐτοῦ ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος, οὐδὲ ταῦτα ἐνεγκεῖν ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα δειχθῇ γυμνὴ ἡ τοῦ Θεοῦ δύναμις ἡ δι’ αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποι-μαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σαρ-κικὸν πύργον ἐξῄει. Ἀλλ’ ὅρα πάλιν καὶ τὸν ἀλλόφυ-λον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦ-θεν ἐξευτελίζοντα τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς πρὸς αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μο-νονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλαι προ-βάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων αὐτῶν ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησά-μενος, ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ’ ὁ μὲν τῇ δυνά-μει τῶν ὅπλων πεποιθὼς, ἥπτετο τῆς μάχης· ὁ δὲ τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυ-τὸν, πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατήνεγκεν, εἰπὼν πρὸς αὐτόν· Σὺ ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ δυνάμει νομίζεις περιγενέσθαι, ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμαντικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ.
PG 63:813οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας, τὸν ἀλλόφυλον κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι’ ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι’ ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρετο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ πα-ράδοξα πράγματα· τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμαντικῆς πλέον εἰδότος οὐδέν. Τίνος ἕνε-κεν καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν συμμαχίαν εἶχε συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ὑψηλὸν μὲν οὖν ἐστι καὶ παράδοξον τὸ μηδὲ δέχεσθαι τὴν ἐπιθυμίαν ἐγ-γινομένην ἡμῖν, ἀλλ’ ἀποσοβοῦντας σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν, καὶ διαπαντὸς κατ-έχομεν· ἂν γὰρ παλαίοντες ἐξέλθωμεν, νενικήκα-μεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐκ ἐνίκησας· ἐν-ταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας καὶ κατέβα-λες· καὶ εἰκότως. Ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει· ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο, ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα. Οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ’ ὥστε συγκαταβαλεῖν ἐπεί-γεται· καὶ ἡ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ’ ἐν τῷ συναπολέσθαι ἐστίν. Εἰ δὲ καὶ βληθείης πολλάκις, μηδὲ οὕτως ἀποστῇς· τῶν γὰρ μὴ μαχο-μένων ἐστὶ τὸ μὴ τιτρώσκεσθαι· τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας, ἔστι καὶ βλη-θῆναί ποτε. Καὶ οὐκ ἄν τις στρατιώτην ἰδὼν ἐπαν-ήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὀνειδίσειεν· ὄνει-δος γὰρ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι. Ἕως ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχὺ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ τῶν πολεμικῶν ἄπειρος, ὡς ἐγκαλέσαι τούτῳ ποτέ. Ὅταν γάρ τις ἑαυτὸν ἀδικῆσαι μὴ βουληθῇ, ἕτερος τοῦτον οὐκ ἰσχύσει ποτέ. Καὶ γὰρ τὰς ἰσχυ-ρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανή-ματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρ-έδωκε τοῖς ἐχθροῖς. Ἂν τοίνυν μηδείς σε τῶν ἔνδον προδοίη λογισμῶν, κἂν μυρία προσάγῃ μηχανή-ματα ὁ πονηρὸς, προσάξει μάτην. Τί γὰρ ἂν περὶ τῆς τῶν Μακκαβαίων μητρὸς εἴποιμεν τῆς γενναίας ἐκείνης; οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκε παῖδας τῷ χορῷ τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθ’ ἕκαστον αὐτῶν μαρτυροῦσα; βασα-νιζομένων γὰρ ἐκείνων, αὕτη τὴν πληγὴν ἐδέχετο· μήτηρ γὰρ ἦν. Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν. Εἰστήκει ὁ τύραννος, καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγέ-νετο· ἐκεῖνος κάμινον ἀνῆψε, καὶ αὕτη τὴν τοῦ πνεύματος ἐπὶ πλεῖον ἐξέκαιεν· ἐκεῖνος στρατόπεδον ἐκίνει, καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο. Ἑώρα κάτω τὸν τύραννον, καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ ἄνω βρα-βεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν, καὶ τὴν μέλλου-σαν ἐνενόει ἀθανασίαν. Τί δὲ ὁ Ἡσαῦ; οὐχὶ μείζων ἦν τοῦ Ἰακώβ; οὐχὶ πρωτότοκος; οὐχὶ ἀγαπητὸς τῷ πατρί; ἀλλὰ προδοὺς ἑαυτὸν διὰ τῆς ἁμαρτίας, καὶ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τῷ ἐλάσσονι δουλεύειν
PG 63:814καταδικάζεται. Εἶπε γὰρ, φησὶ, Κύριος τῇ Ῥεβέκκα διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαὸν ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μη-νύουσαν τὰ μέλλοντα γενέσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας. Καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ οὐχ ὅτι μόνον δύο τέξεται παῖδας, ἀλλ’ ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυ-ριεύσει τοῦ μείζονος. Καὶ ὅτε λοιπὸν ἤγγισεν ὁ και-ρὸς τοῦ τόκου, ἐξῆλθε, φησὶν, ὁ πρωτότοκος πυῤ-ῥάκης, ὡσεὶ δορὰ δασύς· καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δεικνύντος τοῦ Θεοῦ, ὅτι περιέσται κατὰ τὰ ῥηθέντα ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ, φησὶ, τῇ χειρὶ τὴν πτέρ-ναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Ἀλλὰ καιροῦ καλοῦντος, ἐπὶ τὸν μακαριώτατον Παῦλον ἤδη τρέψω τὸν λόγον. Ἐκ-καίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι. Μηδεὶς οὖν
ἀποκνήσῃ πρὸς τὴν ἐγχείρησιν. Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχα-νήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δου-λείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν; Ἐπεὶ δὲ καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θο-ρυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων· ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλω-τον ἤγαγεν· οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδε-μένον καὶ εἰσαγόμενον ἐσκίρτων, οὐκ ἐπειδὴ δεδεμέ-νον εἶδον, ἀλλ’ ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγού-μενον ἐθεάσαντο, ἀλλ’ ἐπειδὴ ἐλογίζοντο, ὅσους ἔμελ-λεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ’ ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. Διὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύ-δω· Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης περι-έτρεχε συρόμενος, λιθαζόμενος, δεσμούμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ’ ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων, καθαιρῶν, κα-ταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαι-μόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ’ ἐκείνων εἰς ἑτέ-ρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄρι-στος, καθ’ ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον
PG 63:815δὲ καθ’ ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμ-πίπτουσαι τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ’ αὐ-τῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγον. Ὅτε γὰρ τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθ-ίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγίνετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προς-έτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ’ ὥσπερ τις ὑπό-πτερος ὢν πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μά-γον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργα-ζόμενος. Θαυμάζεται Δαυὶ̈δ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ’ εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειε, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων, τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετ-επήδα συνεχῶς· ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ’ ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους· ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν τὴν οἰκουμένην ἅπασαν κυβερνῶν· καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγ-γιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκο-πῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέ-χων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομα-χῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγ-γες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Καὶ καθάπερ στρατιώτης εἰς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέ-σοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάττης φαι-νόμενος, ἀχείρωτος ἔμενε· καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτοσ
PG 63:816ἅπασιν ἐπιὼν, πάντας μεθιστᾷ πρὸς τὴν ἀλήθειαν. Τί γὰρ τοῦ Νέρωνος ἐνδοξότερον, εἰπέ μοι, κατὰ τὴν τοῦ κόσμου δόξαν, ἢ τί ὑψηλότερον; τί δὲ Παύλου εὐτελέστερον, ἢ ἀτιμότερον; Ὁ μὲν γὰρ τύραννος ἦν πολλὰ κατωρθωκὼς, πλεῖστα τρόπαια στήσας, πλοῦ-τον ἔχων ἐπιῤῥέοντα πανταχόθεν, στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον ἔχων, τὴν βασιλίδα πόλιν ὑποκειμένην ἔχων, τὴν σύγκλη-τον ἅπασαν ὑποκύπτουσαν, ὃς καὶ ἐν τοῖς βασιλείοις αὐτοῖς μετὰ λαμπροῦ προῄει τοῦ σχήματος· καὶ, εἴτε ὁπλίζεσθαι ἔδει, ἐν χρυσοῖς καὶ λίθοις τιμίοις ὁπλιζό-μενος ἐξῄει, εἴτε ἐν εἰρήνῃ προϊέναι, ἁλουργίδα περικείμενος· καὶ πολλοὺς ἀεὶ τοὺς δορυφόρους, πολλοὺς τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν, ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρε-μον καὶ ἐδεδοίκεσαν. Καὶ ἄλλως γὰρ ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο οὗτος, καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Ἀλλ’ ἀντ-εξετάσωμεν αὐτῷ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄν-θρωπος ἦν, σκυτοτόμος, πένης, τῆς ἔξωθεν παιδείας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶσσαν δια-συρομένην παρὰ πολλῶν· ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας καὶ κοιμηθεὶς πεινῶν· ἄνθρωπος γυμνὸς οὐδὲν ἔχων περιβαλέσθαι· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς μετὰ λῃστῶν, μετὰ γοήτων, μετὰ τυμβωρύ-χων, μετὰ ἀνδροφόνων βαλλόμενος, αὐτοῦ ἐκείνου κελεύσει τοῦ Νέρωνος, καὶ ὡς κακοῦργος μαστιζό-μενος. Τίς οὖν [ἀρτίως] λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδ’ ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλλη-
νες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ’ ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος, ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ κατα-φρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, πάντως ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκη-σεν, ἀλλ’ ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκου-μένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ’ οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο φαιδροτέρα γέγο-νεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ’ ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίη-σιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ’ ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα-νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ τοίνυν Παῦ-λος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ’ ἑκάστην

Homily XXXIIIHomilia XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:817ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορ-θοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἀφορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπερ-οψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον· καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρω-πος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγο-νότος, καὶ καθ’ ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκο-μένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μα-καρίου τούτου κατορθώματα καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ’ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον. Οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, μηδενὸς καταναγ-κάζοντος, τὰ ὑφ’ ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασά-μενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀ-γώ; σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι; μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλ-μαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ’ αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐ-δὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ’ ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνοις ὑπερ-ακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐ-τὸν ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ’ αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμε-νον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ’ ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς, οἱ τοσαῦτα φορ-τία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ τα-μιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομ-
PG 63:818πεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοι-βῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ’ οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ’ εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορ-θώματα, καί φησιν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυ-πνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρ-εκτός. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν παρ-ανοιγόμενον· εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις καὶ τὰς συ-στροφὰς, ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλη-σιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἀνάγων τὴν κορυφὴν τῆς ἀρετῆς. Ἡ μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν· οὐχὶ μιᾶς καὶ δύο καὶ τριῶν, ἀλλὰ πα-σῶν τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην ὅσην ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιείς· τοσαύτην ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τού-του ἡ φιλοστοργία; πόση ἡ ἀγρυπνία; πόση ἡ μέ-ριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι· ἀλλὰ, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι, φησί· τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπο-μενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος τὸν λόγον ἐξ-έτεινα, ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης τινὸς ὑδάτων σφοδροτάτων, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον πα-ρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς,
ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐ-τοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐ-τελὲς καὶ εὐκαταφρόνητον καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέ-λησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φι-λοτιμίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 63:817ΛΟΓΟΣ ΛΓ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαί̈ων. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίασ
PG 63:818καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ’ αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρι-νοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ’ ἡμέρας πολλὰσ
PG 63:819καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμε-νοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλο-τρίᾳ οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μα-θήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικωτέρᾳ διακονίᾳ ὑπηρέτει· οὐ διηκόνει γὰρ ὡς κεκλημένῳ, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν, ἀλλ’ εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμὴν, καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ’ ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν· ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί. Ἀλλ’ ἐπετίμησεν Ἰούδας προσχήματι δῆ-θεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο, ὅπερ ὁ εὐαγγελιστὴς εἶ-πεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἠβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε, πολλάκις λέγων· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγ-ξαντο; Καὶ πάντες κἀκεῖνος· ἀλλ’ οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοιτο τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονόμον ἐποίησε φιλάργυρον ὄντα· ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν ἀπόῤῥητον λόγον ὁ Ἰησοῦς οἶδεν· εἰ δὲ χρή τι καὶ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρη-μάτων ἔρωτα τοῦτο ἐποίησε· καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν εἰ ἐβούλετο κατέχειν, τὸν εὐεργέτην οὐκ ἂν παρέδωκεν. Ὁ δὲ Χριστὸς πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος, ἠνεί-χετο αὐτοῦ μακροθυμῶν. Δι’ ὃ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων αὐτοῦ τὴν πονηρὰν ἐπιθυμίαν καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Διὸ καὶ ἔλεγεν, Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ’ οὐ καθικνεῖτο αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ ἐμάλασσε τὸ ῥῆμα, καίτοι ἱκανὸν ἦν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὥσπερ ἂν εἰ ἔλεγεν, Ἐπαχθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνά-μεινον μικρὸν καὶ ἀπελεύσομαι. Καὶ γὰρ καὶ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν, Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ’ οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινό-μενον ἐκεῖνον ἀπέκαμψε· καίτοι πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ’ αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκεν. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων, ὅτι εἰς Βηθανίαν ἐστὶν ὁ Ἰησοῦς, καὶ ἦλθον, οὐ δι’ αὐτὸν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ἐνταῦθα τὸ θαῦμα θεα-σάμενοι ἐπίστευον οἱ πολλοί. Οἱ δὲ ἄρχοντες οὐκ ἠρ-κοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λά-ζαρον ἀνελεῖν ἐπεχείρουν. Ἐβουλεύσαντο γὰρ οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἔστω, τὸν Χριστὸν
PG 63:820ἀνελεῖν ἠβούλοντο, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους, ὥς φασιν, ἵνα μὴ ἄρωσιν αὐτῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα τὸ καλῶς παθεῖν ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἦν ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο, ἀλλ’ οὐδὲν αὐτοὺς οὕτως ἐξεθηρίωσεν, οὐχ ὁ παράλυτος οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον, νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Ὢ ἀνοίας τῶν δῆθεν ἀρχιερέων καὶ γὰρ τῆς ἑορτῆς αὐτῶν ἦν κατόρθωμα φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ τῇ πλάνῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μη-δὲν εἶχον ψεύσασθαι, κατὰ τοῦ τεθεραπευμένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδὲ ὅτι Ἐναντιοῦται τῷ Πατρὶ, εἶχον εἰπεῖν· ἡ γὰρ εὐχὴ αὐ-τοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ· οὗτος δὲ ἐπισημότερος· καὶ δῆλον ἐκ τοῦ πολ-λοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάν-των ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας· διὰ τοῦτο πάντες ἔτρεχον ὀψόμε-νοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἐνεστώ-σης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ φαῦλον ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Διὰ τοῦτο δὲ ἀρχόμενος ὁ νόμος ἀπὸ τούτου ἄρχεται, Οὐ φονεύ-σεις, λέγων. Καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ λέγων· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαί̈α τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἔκραζον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰς-έρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν αὐτῶν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται· ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπά-σατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια, καὶ ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ’ αὐτῷ, καθώς ἐστι γεγραμμέ-νον, Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν πληρῶν, τὴν δὲ τυπῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγίνετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ
μὲν γὰρ, Μὴ φοβοῦ, θύγατερ Σιὼν, χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητεία πε-πληρωμένη ἦν· τὸ δὲ ἐπὶ ὄνον καθίσαι, μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ εὐ-αγγελισταί φασιν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπε, Λύ-σατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ’ ὅτι Ὀνάριον εὑρὼν ἐκάθισεν ἐπ’ αὐτῷ; Ὅτι ἀμφότερα εἰκὸς ἦν γενέσθαι, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον, ἐλθόντων τῶν μαθητῶν,

Homily XXXIVHomilia XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:821εὑρόντων αὐτῶν τὸν πῶλον, ἐπικαθίσαι. Τὰ δὲ βαί̈α τῶν φοινίκων καὶ τῶν ἐλαιῶν καὶ τὰ ἱμάτια ὑπ-έστρωσαν, δεικνύντες, ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἀπέπνιγε τὸ πεισθῆναι πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν. Τὸ δὲ, Μὴ φοβοῦ, χαῖρε σφόδρα, θύγατερ Σιὼν, φησὶν ὁ προ-φήτης, ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδω-καν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις. Θάρσει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιει-κής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου· οὐ γὰρ στρατόπεδα ἐπισυρόμενος εἰσῆλθεν· ἀλλ’ ὄνον ἔχων μόνον. Ταῦτα δὲ, φησὶν, οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὰ γε-γενημένα, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ὁρᾷς ὅτι τὸ πλεῖον ἀγνοοῦν-τες ἐποίουν; Ἀλλ’ ὅτε ἀνέστη ἐκ νεκρῶν, τότε ἐμνή-σθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἀπεκάλυψε. Καὶ γὰρ ὅτε εἶπε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τοῦτο ᾔδει-σαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι κεκρυμμένος ὁ λόγος ἦν ἀπ’ αὐτῶν, καὶ οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο· διὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ’ ἑκάστην ἀκούοντες περὶ τοῦ πάθους, ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο μὲν οὖν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ’ αὐτούς·
PG 63:822τὸ μέντοι τῆς ὄνου διὰ τί αὐτοῖς οὐκ ἀπεκαλύφθη; ὅτι καὶ τοῦτο μέγα ἦν. Ὅρα δὲ φιλοσοφίαν εὐαγ-γελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν ἄγνοιαν αὐτῶν ἐκπομπεύων· ὅτι μὲν γὰρ γέγρα-πται, ᾔδεισαν· ὅτι δὲ ἐπ’ αὐτῷ, οὐκ ᾔδεισαν· καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἰ βασιλεὺς τοιαῦτα μέλλει πάσχειν. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώ-ρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγον. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ τῆς βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο, φησὶν, ἐξαίφνης, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθε. Δοκεῖ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάζεσθαι. Καὶ περὶ τῆς ἀναστάσεως δὲ διαλεγόμενος ὁ Παῦλος, τοῦτον τὸν λόγον ἐκίνησε. Ποίαν οὖν ἕξουσιν ἀπολο-γίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; Διόπερ, ἀγα-πητοὶ, ἵνα μὴ ματαίως ὑμᾶς ἀπασχολήσωμεν, καὶ λαβύρινθον λόγον ἀναδείξωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν· Τῆς ἀκροάσεως τῶν θείων Γραφῶν ἔχεσθε, καὶ μὴ λογομαχεῖτε εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ Παῦλος γὰρ παρ-ῄνει Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμέ-νῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώ-μεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας λέγω καὶ φιλοξενίας, καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:821ΛΟΓΟΣ ΛΔ. Εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ γέννησιν. Ἡ πασῶν τῶν ἑορτῶν ἐπεδήμησεν ἑορτὴ, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσεν· ἑορτὴ ἡ τῶν καλῶν ἁπάντων ἀκρόπολις, ἡ πηγὴ καὶ ῥίζα τῶν παρ’ ἡμῖν ἀγαθῶν, δι’ ἧς ὁ οὐρανὸς ἀνεῴχθη, πνεῦμα κατεπέμφθη, τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ γῆς, γῆ τὸν ἐπὶ τῶν Χερουβὶμ καθήμενον· οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ υἱοὶ, οἱ ἀλλότριοι κληρονόμοι. Δι’ αὐτῆς ἡ χρονία ἔχθρα κατελύθη καὶ ὁ μακρὸς πόλεμος, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέ-λοις καὶ δικαίοις παραγέγονεν εἰρήνη. Καὶ βοᾷ Παῦ-λος λέγων· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιή-σας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φρα-γμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Δι’ αὐτῆς τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ βασιλέως ἡμῶν. Τί ποτ’ οὖν τῆς ἑορτῆς ταύτης ἴσον γένοιτ’ ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ, ἄγγελοι συγχο-ρεύουσιν ἀνθρώποις, ἄνθρωποι τοῖς ἀγγέλοις κοινω-νοῦσι καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· δαίμονες δραπετεύουσι, θάνατος λέλυται, παράδεισος ἀνέῳ-κται, κατάρα ἠφάνισται, ἁμαρτία ἐκποδὼν ἐγεγόνει, πλάνη ἀπελήλαται, ἀλήθεια ἐπανῆλθε· καὶ ἡ φύσις,
PG 63:822δι’ ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, τῷ Θεῷ ἥνωται σήμερον. Μὴ οὖν ἀπορίᾳ συνέχου ταῦτα ἀκούων· τὸ γὰρ ἐκπλήξεως γέμον, καὶ ὑπὲρ ἐλπίδα καὶ προσδοκίαν ἅπασαν, ἄνθρωπον γενέσθαι Θεόν· τούτου δὲ γενομένου, τὰ μετὰ ταῦτα ἅπαντα κατὰ λόγον καὶ ἀκολουθίαν ἕπεται. Οὐδὲ γὰρ εἰκῆ καὶ μάτην τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν, εἰ μὴ ἔμελλεν ἡμᾶς ἀνυψοῦν. Ἐγεννήθη τοίνυν κατὰ σάρκα, ἵνα γεννη-θῇς κατὰ πνεῦμα· ἐγεννήθη ἐκ γυναικὸς, ἵνα παύσῃ γυναικὸς ὢν υἱός· ἠνέσχετο πατέρα αὐτοῦ γενέσθαι δοῦλον, ἵνα σοὶ τῷ δούλῳ πατέρα ποιήσῃ τὸν Δεσπό-την. Οὐκοῦν ἀγαλλιασώμεθα καὶ σκιρτήσωμεν ἅπαν-τες, ἐν τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινόμενοι. Εἰ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν Κυρίου, καὶ εἶδε, καὶ ἐχάρη· πολλῷ μᾶλλον ἡμᾶς Θεὸν ἐν σπαργάνοις ὁρῶντας, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα, χαίρειν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς τοσαύτης αὐτοῦ εὐεργεσίας τὸ μέγεθος. Ἀλλὰ πῶς τοῦτο γέγονε τὸ θαυμαστὸν καὶ μέγα; πῶς ἡμεῖς οἱ προσκεκρου-κότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀνήχθη-μεν; πῶς ὁ πόλεμος κατελύθη; πῶς ἡ ὀργὴ ἀνῃρέθη; Πῶς; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, ὅτι οὐχ ἡμῶν τῶν προσκεκρουκότων προσδρα-μόντων, οὐ τῶν ἐχθρῶν καὶ πολεμίων καταβληθέν-
PG 63:823των, ἀλλ’ αὐτοῦ τοῦ δικαίως ἀγανακτοῦντος παρακα-λέσαντος ἡμᾶς, οὕτως εἰρήνη γέγονεν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Τί τοῦτο; αὐτὸς ὕβρισται, καὶ αὐτὸς παρα-
καλεῖ; Ναὶ, φησίν· ἀγαθὸς γάρ ἐστι, καὶ διὰ τοῦτο παρακαλεῖ· καὶ, εἰ βούλεσθε, ἀνωτέρω τὸν λόγον ἀγαγόντες πειρασόμεθα δεῖξαι, ὅτι καὶ μηδενὸς προϋπηργμένου τῷ ἀνθρώπῳ κατορθώματος, δι’ ἀγα-θότητα μόνην καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα αὐτῷ ἐδωρήσατο. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Πρὶν τοὺς ἀγγέλους γενέσθαι καὶ τὰς ἄλλας δυνάμεις τὰς ἐν τοῖς οὐρανοῖς, ἦν ὁ Θεὸς, ἀρχὴν οὐδέποτε τοῦ εἶναι λαβὼν, ἀνενδεὴς δὲ ὢν ἀεί· τοιοῦτον γὰρ τὸ Θεῖον. Ἐποίησεν ἀγγέλους, ἀρχαγγέλους, καὶ ἄλλας τῶν ἀσωμάτων οὐσίας· ἐποίησε δὲ δι’ ἕτερον μὲν οὐδὲν, δι’ ἀγαθότητα δὲ μόνην· ὧν γὰρ τῆς θεραπείας οὐκ ἔχρῃζε, τούτων οὐδὲ ἂν δημιουργὸς ἐγένετο, μὴ σφόδρα ὢν ἀγαθός. Μετὰ δὲ τὴν τούτων δημιουργίαν ποιεῖ καὶ τὸν ἄνθρωπον, διὰ τὴν αὐτὴν ταύτην πάλιν αἰτίαν, καὶ τὸν κόσμον ἅπαντα τοῦτον· καὶ μυρίων αὐτὸν ἐμπλήσας ἀγαθῶν, τὸν μικρὸν ἐκεῖνον καὶ εὐτελῆ τοῖς τοσούτοις ἔργοις ἐπέστησε, τοῦτο αὐτὸν ἀποφήνας ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶν αὐτὸς ἐν τοῖς οὐρανοῖς. Ποιήσας δὲ αὐτὸν, καὶ ἐν τοσαύτῃ κατα-στήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ, τὸ κάλλι-στον τῶν ἐπὶ τῆς γῆς ἀπέταξε τὸν παράδεισον. Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὑτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθα-νασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα. Τί οὖν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθά; Πιστότερον τοῦ ταῦτα δωρησαμένου τὸν Ἐχθρὸν ἐνόμισε, καὶ τῆς ἐντολῆς τοῦ ποιήσαντος ἀλο-γήσας, προετίμησε τὴν ἀπάτην τοῦ παντελῶς αὐτὸν ἀφανίσαι σπουδάσαντος. Ἆρ’ οὖν ἐξήλειψεν αὐτὸν ὁ Θεὸς, τοσαύτην ἀγνωμοσύνην ἐξ ἀρχῆς καὶ ἀπ’ αὐτῆς εἰπεῖν γραμμῆς ἐπιδειξάμενον, ὅπερ κατὰ τὸν τοῦ δικαίου λόγον ἀκόλουθον ἦν; Οὐδαμῶς, ἀλλὰ μᾶλλον τοῦ παραπεπτωκότος ἐφρόντισεν, ἢ πρότερον. Μετὰ ταῦτα τοῦ γένους ἡμῶν κακῶς πράττοντος, ὡς κινδυ-νεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν, οὐκ ἀπεβάλετο, ἀλλὰ τοσοῦτον τῶν προσκεκρουκότων ἐκήδετο, ὡς καὶ ἀπολογεῖσθαι τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλέγεσθαι καὶ λέγειν τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι. Εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, προφήτας ἔπεμψε, περὶ τῶν πρακτέων εἰσηγουμέ-νους· ὕστερον αὐτὸν ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθε-σίαν ἀπολάβωμεν. Ὅθεν καὶ ὁ προφήτης τὴν πολλὴν αὐτοῦ ὑπὲρ τῆς οἰκουμένης κηδεμονίαν ἐκπληττόμε-νος, ἀνεβόησε μέγα καὶ λαμπρὸν οὕτω λέγων· Ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συν[αν]εστράφη. Καὶ γὰρ σφόδρα παράδοξον ἀκοῦσαι, ὅτι Θεὸς ὁ ἀπόῤῥητος καὶ ἀνέκφραστος, καὶ ἀπερι-νόητος, καὶ τῷ Πατρὶ ἴσος, καὶ γνήσιος Υἱὸς τοῦ ἀνάρχου Θεοῦ, διὰ μήτρας ἦλθε παρθενικῆς, καὶ γεννηθῆναι ἐκ γυναικὸς κατεδέξατο· ὃς οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τοὺς πολεμίους ἡμᾶς καὶ ἐχθροὺς ἀνήγαγεν αὐτῷ τῷ Θεῷ καὶ φίλους ἐποίησε. Καὶ καθάπερ τις ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας ἑκατέρωθεν λαβὼν συνάψειεν·
PG 63:824οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν θείαν φύσιν τῇ ἀνθρω-πίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις. Εἶδες ἀγαθό-τητος ὑπερβολήν; αὐτὸς ὁ ὑβρισμένος καὶ παρεκά-λεσε, καθάπερ ἔφθην εἰπὼν, καὶ τὴν καταλλαγὴν εἰργάσατο. Ὅρα λοιπὸν πῶς καὶ τὸν τύραννον οἷα βασιλεὺς τὴν ἁλουργίδα ἀφεὶς καὶ τὸ διάδημα, στρα-τιώτου σχῆμα ὑπεδύετο πολλάκις, ἵνα μὴ γνώριμος γενόμενος, ἐφ’ ἑαυτὸν ἑλκύσῃ τοὺς πολεμίους. Ἐν-ταῦθα δὲ τοὐναντίον· ἐν τῷ ἡμετέρῳ σχήματι ἦλθεν ὁ Χριστὸς, ἵνα μὴ γνώριμος γενόμενος, φυγεῖν παρα-σκευάσῃ τὴν πρὸς αὐτὸν συμπλοκὴν τὸν πολέμιον, καὶ τοὺς οἰκείους διαταράξῃ πάντας· σῶσαι γὰρ, οὐκ ἐκπλῆξαι ἐσπούδασε. Καὶ τίνος ἕνεκεν ἡ τοιαύτη καταλλαγὴ, φησὶν, οὐχὶ διά τινος τῶν ἀσωμάτων δυνάμεων, ἢ δι’ ἀνθρώπου ψιλοῦ, ἀλλὰ διὰ τῆς τοῦ Λόγου κενώσεως γέγονεν; Ἐπειδὴ, εἰ δι’ ἑτέρου τινὸς ἐδικαίου τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἡμᾶς δέξασθαι, οὐκ ἂν τῆς περὶ ἡμᾶς αὐτοῦ προνοίας τὸ μέγεθος ἐγνωρίζομεν, ἀλλὰ καὶ τὸ παρὰ πάντα τὸν αἰῶνα θαυμαζόμενον, εἰς εὐτελῆ καὶ οὐδὲν ἀληθῶς θαῦμα παρεχομένην πρᾶξιν ἐξέπιπτεν ἄν. Κτίσεως γὰρ κτίσει συνούσης καὶ προσλαμβανούσης τὸ ὁμό-δουλον, οὐδὲν οὔτε τῶν ἀποῤῥήτων παρέπεται, οὔτε τῶν παραδόξων ἔχει τὴν ἔκπληξιν. Ἄλλως δὲ, Θεοῦ καὶ θεῖον ἔργον πῶς ἂν ἦν ἀνθρώπῳ δυνατὸν δια-πράξασθαι; εἰ δὲ καὶ ἐγένετο, ὅπερ οὐχ οἷόν τε, θᾶττον ἂν τὸ πτῶμα καὶ ῥᾳδίως ἢ πρὸς ἑαυτὸν ἐπαν-έστρεφεν, ἢ πρὸς τὸ χεῖρον ηὐξάνετο. Εἰ γὰρ Μωϋσέα, καθ’ οὗ πολλάκις ἐγόγγυζον, καὶ τὴν ἄνω-θεν δι’ αὐτοῦ κατιοῦσαν σωτηρίαν τῶν ἐν Αἰγύπτῳ κακῶν ἐποιοῦντο χείρονα, ὅμως θεὸν ἀνειπεῖν μετὰ θάνατον ἐμελέτησαν, ὡς διὰ ταύτην αὐτὴν τὴν αἰτίαν, καθώς φασί τινες, καὶ ὁ τούτου τάφος ὀφθαλμοῖς Ἰουδαίων μέχρι νῦν ἀθέατός τε καὶ ἀνεπίγνωστος ἔμεινε· πῶς οὐκ ἂν τὸν μείζονος ἀπαλλάξαντα τυραν-νίδος, εἰ καὶ τῆς αὐτῆς φύσεως ᾔδεισαν, οὐ θεὸν ἀν-ηγόρευσαν; Τοῦτο δὲ δῆλον, ὡς οὐκ ἦν τοῦ πτώματος ἔγερσις, ἀλλὰ χαλεπωτέρα καὶ ἀδιόρθωτος ἔκπτωσις. Μετὰ δὲ ταῦτα καὶ ἑτέραν αἰτίαν ἔστιν εἰπεῖν, δι’ ἣν μάλιστα, εἴπερ ἄγγελος ἢ ψιλὸς ἄνθρωπος ἀνασώ-σασθαι ἡμᾶς τοῦ πτώματος προεβέβλητο, οὐχὶ σωτη-ρίας μᾶλλον ἀπηλαύομεν, ἀλλὰ τοῦ καλλίστου καὶ τιμιωτάτου τῆς ἀνεκφράστου δόξης τὸ γένος κατ-έπιπτε. Ποίαν δὴ ταύτην; Ὅπερ οὐκ ἦν ἡμῖν δυνατὸν οὐδὲ ἐγγὺς τυχεῖν, οἷς νῦν, τοῦ Λόγου σαρκωθέντος, ἐντρυφῶμεν καὶ ἀπολαύομεν. Πῶς γὰρ ἂν τῷ ἡμετέρῳ γένει ἐκεχάριστο, ἀνθρωπίνης φύσεως ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ Πατρὸς ἱδρυνθῆναι, καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγ-γέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης, ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων καὶ ἐγγυτάτω Θεοῦ ἑστη-κότων, ἐπιθυμούντων μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μεί-ζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων, ταύτης δὲ τῆς μακαρίας λήξεως τοῦ ἀνθρωπίνου γέ-νους τὴν στέρησιν ὑπομένοντος, ἅτε δὴ μηδὲ τοῦ φυ-ράματος ἡμῶν δι’ ἀνθρωπίνης ἢ ἀγγελικῆς ἑνώσεως, τῆς δόξης, ἐν ᾖ νῦν ἐκλάμπει, τὴν ἀπόλαυσιν προ-εσχηκότος, μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόν-των ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον; τινα ἂν παρῆκεν ὁ ἐχθρὸς καθ’ ἡμῶν τόλμαν; τίνας δὲ οὐκ ἂν ἐκίνει μηχανὰς, δι’ ὧν πάλιν ἐλπίδας ἔτρε-
PG 63:825φεν ὑποχείριον λαβεῖν τὸ γένος, καὶ ὑπὸ τὴν ἀρχαίαν αὐτοῦ καθελκύσαι τυραννίδα; κατὰ τίνων δὲ τὸ κράτος ἀναλαβεῖν οὐκ ἐπήρθη, καὶ τὸ φρύαγμα τοῦ προτέρου μεῖζον οὐκ ἂν ἐπεδείκνυ, καὶ τὸν οὐρα-νὸν αὐτὸν πολυπραγμονεῖν οὐχ ἡγεῖτο τόλμαν; Διὰ γοῦν ταῦτα καὶ πολλὰ τοιαῦτα ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς καὶ Θεὸς ἀληθινὸς, καὶ οὐχ ἕτερός τις, τὴν ἡμε-τέραν ἀναλαβόμενος σάρκα, τὴν κοινὴν τοῦ γένους σωτηρίαν ἀπειργάσατο. Καὶ μηδεὶς ἐγκαλοῖτο ἡμῖν ἀνάξια τοῦ Θεοῦ λέγειν, ὅτι ἐπὶ σωτηρίᾳ τῆς οἰκου-μένης ἁπάσης ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς
ζῶντα ἐν τῇ παρθενικῇ μήτρᾳ, δι’ ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτε-ρον· ποία γὰρ ἂν καὶ βλάβη γένοιτο τῷ Θεῷ ἀπὸ τῆς οἰκονομίας ταύτης; Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον τὸν τῷ σώματι αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον κἂν Ἕλληνες ἀποπνίγωνται, βορβόροις προσομιλοῦντα, καὶ πολλοῖς ἄλλοις τοιούτοις πράγμασι, καὶ μηδὲ τὸ τυχὸν τῆς κακίας προσλαμβανόμενον; τοὐναντίον δὲ, καὶ τὴν δυσώδη καταξηραίνει ὀσμὴν τῇ τῆς ἀκτῖ-νος προσβολῇ. Ἢ οὐδὲ τῷ φθαρτῷ στοιχείῳ ἴσον δίδως ἐνεργῆσαι τὸν Μονογενῆ τοῦ Θεοῦ Παῖδα ἐπὶ τῆς ἡμετέρας σαρκὸς, ὡς μὴ μόνον ἐξ αὐτῆς μὴ μο-λυνθῆναι, ἀλλ’ αὐτὴν ταύτην καὶ καθαρωτέραν καὶ ἁγιωτέραν ἐργάσασθαι; Καὶ σὺ μὲν εἰς ξύλα καὶ λί-θους καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶν τὴν οὐσίαν, οὐ φρίττεις· ἡμῖν δὲ ἐγκαλεῖς καὶ λέγεις, ὅτι ἀπρεπὲς Θεῷ σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, καὶ δι’ αὐτοῦ τὴν οἰκουμένην διορθώσα-σθαι; Εἰ γὰρ αἰσχρὸν Θεῷ ἐνανθρωπῆσαι, ὡς σὺ φῂς, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου· εἰ μὴ ἄρα καὶ τῶν αἰσθητῶν τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν εἶναί σοι δοκεῖ. Ἀλλ’ ὁ μὲν περὶ τῶν τοιούτων λόγος εἰς ἕτε-ρον ἡμῖν ὑπερκείσθω καιρόν· ἀναγκαῖον δὲ ἐπ’ αὐ-τῶν τῶν τοῦ Εὐαγγελίου ῥημάτων τὸν λόγον ἀγαγεῖν· φησὶ γάρ· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕ-τως ἦν. Ποίαν μοι γέννησιν λέγεις; Τὴν ἔνσαρκον δηλονότι. Περὶ γὰρ τῆς ἀνάρχου γεννήσεως οὐδεὶς οἶδεν, εἰ μὴ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Πῶς οὖν ἐστιν ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις; Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συν-ελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Παρατηρητέον δὲ, ὅτι οὐκ εἶπε, Μνηστευθείσης τῆς παρθένου, ἀλλὰ ἁπλῶς, Μνηστευ-θείσης τῆς μητρὸς αὐτοῦ. Τοῦτο δὲ ἐποίει, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ μὴ καταπλῆξαι τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ λέγων, ὅτι Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Τίνος δὲ χάριν οὐ πρὸ τῆς μνηστείας οὖν ἔλαβε καὶ ἐκύησεν; Ἵνα συσκιάσῃ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονη-ρὰν διαφύγῃ ἡ Παρθένος ὑπόνοιαν. Τοῦ γὰρ ὀφείλον-τος ζηλοτυπεῖν μνηστῆρος, οὐ μόνον οὐ θριαμβεύον-τος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσι ποιεῖ, ὡς ὅτιπερ πει-σθέντος αὐτοῦ ἐκ Πνεύματος ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγεννημένου, κατέσχε καὶ ἐξυπηρέτησεν. Ὅπερ δὲ ἐπὶ τῶν παραδόξων πραγμάτων εἴωθε λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησιν, ὅτι Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἀκούσας δὲ, ὅτι ἐκ Πνεύματος ἁγίου, μηδὲν ἕτερον περιεργάζου. οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί; πῶς ὁ πάντα συν-έχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ Παρθέ-νος, καὶ μένει παρθένος; πῶς ἔπλασε τὸ Πνεῦμα τὸ
PG 63:826ἅγιον τὸν ναὸν ἐκεῖνον; καὶ ὅσα τοιαῦτα. Καὶ γὰρ δύ-ναμις Ὑψίστου ἦν ἡ ἐπισκιάσασα τῇ Παρθένῳ, καὶ Υἱὸς Θεοῦ τὸ γεννώμενον. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Τοσοῦτον γὰρ ἦν θαυμαστὸς ὁ ἀνὴρ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ’ οὐδὲ εἶπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ’ ἑαυτὸν ἐλογίζετο, οὐχὶ ἐκβαλεῖν, ἀλλὰ ἀπολῦσαι. Διὸ καὶ ὅτε εἰς ἀπορίαν τῶν τοιούτων λογισμῶν κατέστη, τότε ἐπέστη ὁ ἄγγελος λύων τὴν ἔριν τῶν λογισμῶν. Ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆ-λον· Ἐβουλήθη γὰρ, φησὶν, ἀπολῦσαι αὐτὴν λά-θρα· οὐκ ἂν οὔτε λάθρα, οὔτε ὅλως ἐκπέμψαι βου-ληθεὶς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο γαστρὸς, ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ, δίκαιος ὢν, μάλιστα ἄν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο, οὐδὲ ἐκεῖνο πάλιν, θείας ἐνεργείας εἶναι τὴν κύησιν· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρωπίνην τὸ ἔργον ἦν. Διὸ καὶ τοῖς λογισμοῖς ἐκυμαίνετο. Ὅτε οὖν ἐν τούτοις ἐκλονεῖτο τοῖς δια-λογισμοῖς, τότε ἐπέστη ὁ ἄγγελος, καί φησι· Μὴ φο-βηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἔδειξεν αὐτὸν δεδοικότα καὶ τρέμοντα μὴ προς-κρούσῃ τῷ Θεῷ διὰ τοῦ εἰπεῖν, Μὴ φοβηθῇς, ἔνδον δὲ κατέχειν· τοῦτο γάρ ἐστι, τὸ παραλαβεῖν, καὶ μὴ, ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν. Οὐ μόνον γὰρ, φησὶ, παρανόμου ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβε. Τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε, λέγων· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Μὴ νομίσῃς, φησὶν, ἐπειδήπερ εἶπον, ὅτι Ἐκ Πνεύματός ἐστιν ἁγίου, ἀλλότριόν σε τῆς δια-κονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν· σοὶ δίδωμι τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ. Εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ’ ὅμως σὺ αὐτοῦ καλέ-σεις τὸ ὄνομα. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, καὶ ἀπὸ τῆς τοῦ ὀνό-ματος θέσεως οἰκείωσαι τῷ τικτομένῳ. Οὐκ εἶπε δὲ, Τέξεταί σοι υἱὸν, ἀλλὰ, Τέξεται· οὐ γὰρ αὐτῷ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγεν, Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Εἰπὼν δὲ, Τὸν λαὸν αὐτοῦ, οὐ περὶ τῶν Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν· λαὸς γὰρ αὐτοῦ πάντες οἱ δεχόμενοι τὴν παρ’ αὐτοῦ γνῶσιν. καὶ ὅτι ἐν τούτῳ δείκνυται Υἱὸς Θεοῦ ὁ τικτό-μενος, ἐν τῷ ἀφιέναι ἁμαρτίας· οὐδὲ γὰρ ἀφιέναι ἁμαρτίας, ἑτέρας ἐστι δυνάμεως, εἰ μὴ τῆς οὐσίας τῆς θεϊκῆς μόνης. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προ-φήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Ἐβουλόμην ἐνταῦθα παρεῖναι Ἰου-δαίους καὶ Ἕλληνας ἅπαντας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὴν προφη-τείαν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ ἐν τοῖς δικα-στηρίοις καὶ πανταχοῦ τότε μάλιστα ἀνύποπτος ἡ μαρτυρία γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέ-ρηται. Οὐ γὰρ δήπου πεπλάσθαι παρ’ ἡμῶν αὐτὰ δυνήσονται λέγειν, οὐχ ἡμῶν, ἀλλὰ τῶν τὸν Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ οἰκονομίας διαλεγόμενα. Ἀλλ’ εἴ [τε] πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσομεν,
PG 63:827καὶ τῆς ἑρμηνείας ἁψόμεθα. Ἀλλ’, εἰ δοκεῖ, μικρὸν ἄνωθεν τὴν προφητείαν ἀναλαβώμεθα, ἵν’ εὐσύνοπτα ὑμῖν τὰ εἰρημένα γένηται. Καὶ προσέθετο Κύριος λαλῆσαι, φησὶ, τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἠσαί̈ας· Ἀκούσατε δὴ, οἶκος Ἰσραὴλ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρ-έχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶ-να; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν, Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸ σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν, Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω τὸν Κύ-
ριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγο-ρίαν. Διὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ· πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων· Ἀκούσατε, οἶκος Δαυὶ̈δ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου, βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησὶ, μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγο-ρία τὸ ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρὺ, πολλῷ μᾶλλον τῷ Θεῷ. Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλὰ ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον. Ἐπειδὴ γὰρ μετὰ πολλῆς τῆς ἐπιεικείας δι-ελέχθη αὐτῷ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαῤῥεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων, καὶ τεκμήρια τούτου παρέσχε τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευ-σάντων, καὶ τὴν προδοσίαν ἐλέγξαι, καὶ τὴν ἄλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον, καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι’ ὑπερβολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γὰρ τὸ καὶ τὸ ση-μεῖον, ἀλλ’, Ὅπου βούλει, φησί. Πλούσιος ὁ Δεσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία· ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλύον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστι τὸ, Εἰς βάθος, ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ’ ἔλεγχον ἐπαγαγὼν, καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος, καὶ τοῦ δεῖ-ξαι ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόῤῥητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκου-μένης ἐσομένην, ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάν-των· καί φησι, τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδο-σθαι λοιπὸν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπ-έτεινεν, ἐπειδὴ δὲ ἀνάξιον ἑαυτὸν ἐκεῖνος ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. Διὰ τοῦτο γὰρ, φησὶ, δώσει, οὐχὶ σοὶ, ἀλλ’ ὑμῖν σημεῖον. Ὑμῖν· τίσι; Τοῖς ἐν τῷ οἴκῳ Δαυί̈δ· καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ ση-μεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέ-σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται
PG 63:828λοιπὸν τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμὸς, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· Διὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι Οὐκ εἶπε παρθένον ὁ προφήτης, ἀλλὰ νεᾶνιν, καὶ οὕτω τὰ νικητήρια παρ’ ἡμῖν. Καὶ γὰρ καὶ τὸ τῆς νεάνιδος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ Γραφὴ τιθέναι, ὡς ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης λέγει Μωϋσῆς· Ἐβόησεν ἡ νεᾶνις, τουτέστιν, ἡ παρθένος. Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν, καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν, καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρών-των καὶ ἀκουόντων. Διὰ γὰρ τοῦτο καὶ σημεῖον λέγε-ται, διὰ τὸ ἐπίσημον· ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμά-των. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ’ ἑκά-στην γινόμενον τὴν ἡμέραν; Διὰ δὲ τοῦτο καὶ ἀρχό-μενος οὐχ ἁπλῶς εἶπεν, Ἰδοὺ παρθένος, ἀλλὰ, Ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος. Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνα-τὸν καὶ ἀπὸ τῶν Εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον, Σὺ εἶ Χριστός; ἀλλὰ, Σὺ εἶ ὁ Χριστός; οὐδὲ ἔλεγον, Εἰ σὺ εἶ προφήτης; ἀλλὰ, Σὺ εἶ ὁ προφήτης; ὧν ἕκαστον ἐξαίρετον ἦν. Διὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν, Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ’, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν, Ἰδοὺ παρθένος, ἀλλ’, Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος, τὸ Ἰδού· μονονουχὶ γὰρ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου, καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν ἐκεῖνοι σαφέστερον τὰ μὴ ὁρώμενα ἔβλεπον. Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι· ἡ δὲ τοῦ Πνεύματος χάρις ἀνεξαπάτητον παρείχετο τὴν ἀπόφασιν. Καὶ τίνος ἕνεκεν οὐ προς-έθηκε, φησὶν, ὅτι Ἐκ Πνεύματος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον, καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμο-σύνην, ἵνα μὴ σαφῶς ταῦτα μαθόντες, καὶ τὰ βιβλία πάντα κατακαύσωσιν. Εἰ γὰρ τῶν προφητῶν οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον τῶν γραμμάτων οὐκ ἂν ἀπέσχοντο. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἱερεμίου αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε, καὶ πυρὶ παρεδίδου. Εἶδες μανίαν ἀφόρητον; εἶδες ὀργὴν ἀλόγιστον; Οὐκ ἤρκεσεν αὐτῷ τὸ ἀφανίσαι τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον αὐτοῦ πάθος πληρῶσαι βουλόμενος. Ἀλλ’ ὅμως καὶ ἀσαφῶς εἰπὼν ὁ θαυμάσιος οὗτος προφήτης, τὸ πᾶν ἐνεδείξατο. Παρθένος γὰρ, ἕως ἂν μένῃ παρ-θένος, πόθεν ἂν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύ-ματος ἁγίου; τὸ γὰρ νόμον λῦσαι φύσεως, οὐδενὸς ἑτέρου ἦν, ἀλλ’ ἢ τοῦ δημιουργοῦ τῆς φύσεως. Ὥστε εἰπὼν, Τέξεται ἡ παρθένος, τὸ πᾶν ἐνέφηνεν. Εἰπὼν τοίνυν τὸν τόκον, λέγει καὶ τὸ ὄνομα τοῦ τικτομένου, καί φησι, Τέξεται δὲ υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πῶς, φησὶν, οὐκ ἐκλήθη
PG 63:829τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὡς ὁ προφήτης εἶπεν, ἀλλὰ Ἰησοῦς Χριστός; Ὅτι οὐκ εἶπε, Καλέσαις, ἀλλὰ, Καλέσουσιν οἱ ὄχλοι, τουτέστιν, ἡ τῶν πρα-γμάτων ἔκβασις. Ὥσπερ γὰρ τὴν Ἰερουσαλὴμ κα-λεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλ’ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν· οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)· τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε. Τότε γὰρ μάλιστα μεθ’ ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, καὶ τὴν πολλὴν ἐπιδεικνύμενος περὶ ἡμᾶς κηδεμονίαν. Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ
ἀρχάγγελος μεθ’ ἡμῶν, ἀλλ’ αὐτὸς καταβὰς ὁ Δεσπό-της τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλε-γόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιὼν, λῃσταῖς παῤῥησίαν διδοὺς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν. Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων, καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπει-ρον. Ὅταν γὰρ ὁ Θεὸς μετὰ ἀνθρώπων ᾖ, οὐδὲν δεῖ λοιπὸν δεδοικέναι οὐδὲ τρέμειν, ἀλλ’ ὑπὲρ ἁπάντων θαῤῥεῖν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ, καὶ ἡ κατὰ τοῦ κοι-νοῦ γένους ἀπόφασις ἀνῄρητο, καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκκέκοπτο, καὶ διαβόλου τυραννὶς κατελύετο, καὶ ὁ πᾶσιν ἄβατος παράδεισος, ἀνδροφόνῳ καὶ λῃ-στῇ πρῶτον ἠνοίγετο, καὶ οὐρανοῦ ἁψῖδες ἀνεπετάν-νυντο, καὶ ἀγγέλοις ἄνθρωποι ἀνεμίγνυντο, καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο, καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν, καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν ὂν, πράγματος ἀπεστερημένον, καὶ μαρτύρων χοροὶ, καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα. Ταῦτα οὖν πάντα προορῶν ὁ προφή-της, ἐσκίρτα καὶ ἐχόρευε, καὶ δι’ ἑνὸς ῥήματος ἡμῖν ταῦτα ἐνεδείκνυτο, προφητεύων ἡμῖν τὸν Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἐπει-δὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλὸς, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων, καὶ τὰ παράδοξα τιθεὶς, καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Εἰπὼν γὰρ, ὅτι Τέξεται [ἡ] παρ-θένος, ὅπερ ἦν ἀνώτερον φύσεως, καὶ ὅτι κληθήσε-ται Ἐμμανουὴλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν· ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ, καὶ νοσήσῃ τὰ Οὐαλεντίνου, διὰ τὴν οἰκονο-μίαν, διαῤῥήδην ἐπήγαγε καὶ τῆς οἰκονομίας τὴν σα-φεστάτην ἀπόδειξιν, ἀπὸ τῆς τραπέζης αὐτὴν πιστού-μενος. Τί γάρ φησι; Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. Διὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον ἁπλῶς πλάσας ἐνῴκησεν ἐν αὐτῷ, ἀλλὰ καὶ κυήσεως ἠνέσχε-το, καὶ ταύτης ἐννεαμηνιαίου, καὶ ὠδίνων καὶ σπαρ-γάνων, καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ πάντων ἐμφράξῃ τὰ στόματα τῶν ἀρνεῖσθαι τὴν οἰκο-νομίαν ἐπιχειρούντων. Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ
PG 63:830προφήτης, οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφὴν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά· τὸ μὲν γὰρ ἐκ γυναικὸς τεχθῆναι, κοινόν· τὸ δὲ ἀπὸ παρθένου, μεῖζον ἢ καθ’ ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ, καὶ τῷ αὐτῷ τοῖς πολλοῖς, κοινόν· τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μό-νου. Διὸ δὴ κἀκεῖνο καὶ τοῦτο τέθεικεν· εἰπὼν γὰρ, Βούτυρον καὶ μέλι φάγεται, ἐπήγαγε· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πο-νηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πάλιν ταῖς αὐ-ταῖς λέξεσι τὸ αὐτὸ νόημα αἰνίττεται, καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημέ-νον, τῇ συνεχείᾳ τῆς διηγήσεως αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω ἐδήλωσεν εἰπὼν, Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, τοῦτο προϊὼν ᾐνίξατο, τῷ εἰπεῖν· Πρὶν ἢ γνῶναι τὸ παιδίον, καὶ ἐπεξ-ηγήσει κέχρηται πάλιν λέγων, Ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τού-του γὰρ αὐτοῦ μόνον ἦν τὸ ἐξαίρετον. Διὸ καὶ ὁ Παῦ-λος αὐτὸ στρέφει συνεχῶς. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπο-θνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας λυτήριον ὄντα δείξῃ. Διὸ καὶ ἔλεγε· Χρι-στὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖ-νον τὸν θάνατον ὡς ὑπεύθυνος ὢν, φησὶ, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ’ ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ κατὰ τοῦτο ὑπεύθυνος οὐκ ἦν, ἐκ περιουσίας ἀποδέδεικται, ὅτι οὐκέτι ἀποθανεῖται. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρ-όδῳ εἴρηται· ὥρα δὲ πάλιν, τῶν τοῦ Εὐαγγελίου ἅψα-σθαι ῥημάτων· Καὶ ἐγερθεὶς, φησὶν, ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγ-γελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ. Ὅρα καὶ ἐνταῦθα τὸ φιλόσοφον τοῦ ἀνδρὸς καὶ ἐν πᾶσιν ἀδέκαστον. Οὔτε γὰρ, ἡνίκα ὑπώπτευεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκο-νομίᾳ πάσῃ. Τὸ τῆς γυναικὸς δὲ ὄνομα συνεχῶς τί-θησιν ὁ εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν ἀναιρῶν ὑποψίαν. Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν αὐ-τὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότο-κον. Τὸ, ἕως, ἐνταῦθα εἴρηκεν, οὐχ ἵνα ὑποπτεύσῃς, ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω, ἀλλ’ ἵνα μάθῃς ὅτι πρὸ τῶν ὠδίνων πάντως ἀνέπαφος ἦν ἡ παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, ἕως, τέθεικεν; Ὅτι ἔθος τῇ Γραφῇ πολλάκις τοῦτο ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην μὴ ἐπὶ διωρισμένον τιθέναι χρόνον· οἷον, ὅτε οὐκ ἀνέστρεψε πρὸς τὸν Νῶε ὁ κόραξ, ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοι γε οὐδὲ μετὰ ταῦτα ἀνέστρεψε. Λέγει δὲ καὶ ἐν τοῖς Ψαλμοῖς· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ ὁ Παῦλος δέ φησι· Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἀλλ’
PG 63:831οὔτε ἐκεῖ τὸ, ἕως, οὔτε ἐνταῦθα τὸ, μέχρις, χρόνων εἰσὶν ὅροι· ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία, ἥτις οὐ διαφθαρήσε-ται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Οὕτω δὴ καὶ ἐν-ταῦθα τὸ, ἕως, εἶπε, τὰ πρὸ ὠδίνων ἀσφαλιζόμενος· τὰ δὲ μετὰ ταῦτα σοὶ κατέλιπε συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον ἦν μαθεῖν σε παρ’ αὐτοῦ, τοῦτο αὐ-τὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐκ ἂν οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομέ-νην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιω-θεῖσαν λοχευμάτων, δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶ-ναι λοιπόν. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βα-σιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆ-
σαι αὐτόν. Ἐνταῦθά τινες τῶν τῆς ἀληθείας ἐχθρῶν ἐπιλαβόμενοι τοῦ ῥητοῦ, φασίν· Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος, ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ ση-μεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Τί οὖν πρὸς ταῦτα ἐροῦμεν; Ἀπ’ αὐτοῦ τοῦ ἀστέρος τῆς λύσεως τὴν ἀρχὴν ποιησώμεθα. Οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος, μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν, ἀλλὰ δύνα-μίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν. Δῆλον δὲ τοῦτο, ὅτι πρῶτον μὲν καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦν-τας· οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. Δεύτερον δὲ, ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι, καὶ κρύπτεσθαι. Ἕως μὲν γὰρ τῆς Παλαιστίνης ἐφαί-νετο χειραγωγῶν τοὺς μάγους· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν δεί-κνυσιν ἑαυτὸν, μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώ-δου· ὅπερ οὐκ ἔστιν ἴδιον ἀστέρος, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Τέταρτον, ἀπὸ τοῦ τόπου τῆς δείξεως· κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. Ἀδύ-νατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν, ἐπειδὴ ἄπειρον τὸ ὕψος, καὶ οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Ὁρᾷς δι’ ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γεννή-σεως δεικνὺς ἑαυτόν; Καὶ τίνος ἕνεκεν ἐφάνη, φησίν; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων ἀναισθησίας. Ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ’ αὐ-τοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας, καὶ παρὰ Περσικῆς φωνῆς μανθάνουσιν, ἃ οὐκ ἠνέσχοντο μα-θεῖν παρὰ τῶν προφητῶν· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἂν δὲ φιλο-νεικῶσιν, ἀπεστερημένοι λοιπὸν ὦσι πάσης ἀπολο-γίας. Ἑλκύει δὲ τοὺς μάγους δι’ ἀστέρος ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλῶν, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι’ ἀστέρος, ἀλλὰ δι’ ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται. Καὶ τούτους μὲν δι’ ἀστέρος καὶ δι’ ἀγγέλου, ἡμᾶς δὲ δι’ αὐτοῦ τοῦ Μονογενοῦς τὰ ὑψηλὰ καὶ ἀπόῤῥητα καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνοντα μαθεῖν κατηξίωσεν. Ἐννοοῦντες τοίνυν τῆς τοσαύτης συγκαταβάσεως τὸ
PG 63:832μέγεθος, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ παρ’ ἡμῶν οὐδεμία γένοιτ’ ἂν, ἀλλ’ ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια, καὶ ἡ πρὸς τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια. Καὶ γὰρ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ’ ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κή-δεσθαι, καὶ τὸ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκεί-νων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ τοῖς πολλοῖς. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σω-θῶσι. Ταῦτ’ οὖν εἰδότες, ἀγαπητοὶ, τὸν ἑαυτῶν βίον ῥυθμίζωμεν, καὶ πολλὴν τὴν φροντίδα τῶν ἀδελφῶν ἡμῶν ποιώμεθα, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐνάγει ἡ φοβερὰ ἐκείνη καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ’ ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν, ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς, ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τού-τῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ’ ἄνω πέτεσθαι δι-ηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν Ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι, οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οἱ ἀναξίως τὰ ἔσχατα πείσονται. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξαιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ’ ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών. Καί-τοι γε οὐδέν ἐστιν ἕτερον τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα καὶ σητῶν· εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὐτὴ νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ’ ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμι-λῆσαν, δι’ οὗ ἐσμὲν καὶ ζῶμεν, δι’ οὗ πύλαι θανάτου κατεκλάσθησαν, καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα; Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωμεν, ἵνα μὴ χαλεπωτέραν ὑπομείνωμεν τιμω-ρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, το-σούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Καὶ γὰρ τοῦτο δὴ τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι, καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμη-σώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐ-ρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόν-τες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες, οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ’ ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατ-έχουσαν, ἀλλ’ ἱερέα παρεστῶτα, καὶ πνεῦμα μετὰ πολ-λῆς τῆς δαψιλείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ’ οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν καὶ τὴν οἰκονομίαν ἅπα-σαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι’ αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. Διαναστή-σωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν

Homily XXXVHomilia XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:833βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλά-βειαν· ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ’ ἵνα μὴ ἁπλῶς προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίν-δυνος· οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή· μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύ-ρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς πεφραγμένοι πάν-τοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέ-τασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον, μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμε-νον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνό-τερον οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλι-
κὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους, οὐδὲ ἀρχαγ-γέλους, οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν, ἀλλ’ αὐτὸν τούτων σοι δείκνυμι Δεσπότην. Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μό-νον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τού-των ὑποδοχὴν τῶν μυστηρίων. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ
PG 63:834τοῦ διαδήματος ἐνεχειρίσθης φέρειν, πάντα ἂν ἔῤῥι-ψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασι-λικὸν, ἀλλ’ αὐτὸν τὸν Μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλω-πίζῃ μόνον ἐκείνῳ, ἀλλ’ ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς, καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ Δεσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δαὶ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι; καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον; Οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν, τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέχοντες, ζη-τοῦντες δὲ τὰς ἄνω μονὰς, καὶ πάντα τῦφον τὸν ἐν-ταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν, οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. Διὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, ἢν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:833ΛΟΓΟΣ ΛΕ. Περὶ μετανοίας. Ἡ μετάνοια δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρ-μακον τῶν πλημμελημάτων, δαπάνημα τῶν δα-κρύων, ἀνάλωμα τῶν παρανομιῶν, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀπο-τέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπο-γνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περι-γίνεται. Διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ ταύτης κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ· Ὁ δοκῶν γὰρ ἑστάναι, βλε-πέτω μὴ πέσῃ· ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκε-λίζεσθαι. Δίκαιος εἶ; μὴ πέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς. Οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων ὑμᾶς τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου, τὸ μὴ ἀπογινώσκειν ὑμᾶς. Ἂν ἔχῃς ἁμαρτήματα, μὴ ἀπογνῷς. Οὐ παύσομαι συν-εχῶς ταῦτα λέγων· κἂν καθ’ ἡμέραν ἁμαρτάνῃς, καθ’ ἡμέραν μετανόει. Ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις· ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσα-θρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολύομεν. Ἐὰν παλαιωθῇς σή-μερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σεαυτὸν αὔριον ἀπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαν-τα σωθῆναι; Ἔνι, καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίᾳ διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ Δεσπότου σου φιλανθρωπίας. Μὴ γὰρ τῇ μετανοίᾳ σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξα-σθαι; Εἰ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπειδὴ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤ-ῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι δύναται αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν
PG 63:834γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία, οἵα ἐὰν ᾖ, ἀνθρωπίνη ἐστὶ κακία· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος. Θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα, μὴ δύναται στῆναι ἢ φα-νῆναι; Ὅσον σπινθὴρ πρὸς πέλαγος, τοσοῦτον κακία πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· μᾶλλον δὲ οὐ το-σοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέ-ρους ἐργάσωμαι, ἀλλ’ ἵνα σπουδαιοτέρους ἀπεργάσω-μαι. Παρῄνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης; ἀνέβης εἰς τὸ θέατρον; παρ-ήκουσάς μου τοῦ λόγου; μὴ αἰσχυνθῇς πάλιν εἰσελ-θεῖν καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, φησί· πῶς δύναμαι εἰσελθεῖν καὶ ἀκοῦσαι; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυ-θριᾷς, τέως μηδενὸς ἐλέγχοντος τὸν χαλινὸν περιφέ-ρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου μου, ἡ διδασκαλία μου καθαιρεῖ σε. Οὐκ ἐτήρησας; κατέγνως σαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα. Ὁ γὰρ κα-ταγνοὺς ἑαυτοῦ ἐπὶ τοῦ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμ-άλωτος ἐγένου τῇ πόρνῃ; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν. Ἀλλὰ μὴ στῆθι μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι, καὶ μὴ καθαρίσῃ σε, τῇ ἄλλῃ ἡμέρᾳ οὐκ ἐπιτίθης αὐτὸ πάλιν; Ἔστω τις δρυ-
PG 63:835τόμος· θελέτω τέμνειν δρῦν· λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ δέν-δρον, οὐ δίδωσιν ἄλλην πληγήν; οὐ τὴν τρίτην; οὐ τὴν τετάρτην; οὐ τὴν πέμπτην; οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει. Δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλά-νους ἐκφέρουσα, χοίρων ἀλόγων τροφήν. Ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν κλάδων κατέβαλέ σου τὸ συνειδός. Ὁ λόγος μου ἀξίνη ἐστίν· ἤκουσας μίαν ἡμέραν. Πρὸς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν καὶ συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ. Οὕτως ἰσχυρὸν πρᾶγμα ἡ συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ; οὐ χάριν ἔχω; οὐ περιπτύσσομαί σε; μόνον μὴ ἀποκάμῃς, ἀλλ’ αἰσχύνου καὶ καταγίνωσκε. Πάλιν διελέχθην περὶ ἀγά-πης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας, οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν, ἀλλὰ ἁμαρτάνων. Πρός-εχε τί ἐποίησέ σοι ὁ διάβολος. Δύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια φάρμακον· ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία, ἐν τῇ μετανοίᾳ καθαρισμὸς τοῦ ἁμαρτή-
ματος. Προσέχετε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰ-σχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Ἀλλ’ ὁ Σατανᾶς τὴν τάξιν ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, τὴν δὲ αἰσχύνην τῇ με-τανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω. Ἔστι τραῦμα, καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φάρμακον τὸν καθαρισμὸν τῆς ση-πεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ ἡ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰ-κείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μετα-βῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Ἔλ-θωμεν καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων· ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν, τὴν δικαιοσύνην. Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ διάβολος, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον· ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετα-νοοῦντα· ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν, ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ αἰχμ-άλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνό-μενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράτ-τει τὴν ἁμαρτίαν. Οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐπιτιμία. Ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας· καὶ ἵνα μετανοήσῃ, αἰσχύνεται; Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ’ ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται εἰπεῖν ὅτι ἐπόρνευσε, καὶ ἐρυθριᾷ· τὸ πρᾶγμα πράττει, καὶ οὐκ ἐρυθριᾷ, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; Διαβόλου δέ ἐστιν ἡ κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίη-
PG 63:836σιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ ὅτι, ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· καὶ ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ ὅτι αἰ-σχυνόμενος οὐ μετανοεῖ. Δύο ποιεῖ κακὰ, καὶ τὴν μετάνοιαν ἐπέχει, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει. Τί αἰσχύνῃ λοιπόν; ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· καὶ ὅτε τὸ φάρμακον ἐπιτίθησιν, αἰσχύνῃ; ὅτε ἀπαλλάτ-τεις σαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰ-σχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες· ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου, καὶ ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε γὰρ τὰς ἀνομίας σου πρῶ-τος, ἵνα δικαιωθῇς. Ὢ φιλανθρωπία Δεσπότου οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ’, Ἵνα δικαιωθῇς. Οὐκ ἤρκει αὐτῷ, Ἵνα μὴ κολασθῇς, ἀλλὰ καὶ δίκαιον ποιεῖς· καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Δίκαιον αὐτὸν ποιεῖ. Καὶ ποῦ τοῦτο ἐποίη-σεν; Ἐπὶ τοῦ λῃστοῦ· ἵνα εἴποι μόνον ἐκεῖνος· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; τῷ ἑταίρῳ ἑαυτοῦ· καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· λέγει· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ’ εἰς τὸν παράδεισον εἰσάγει τὸν δίκαιον. Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὢ φιλανθρωπίας Δεσπότου Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δύναμαι σωθῆναι; Σὺ οὐ δύνασαι, ἀλλ’ ὁ Δεσπότης σου δύνα-ται· καὶ οὕτως ἐξαλείψει σου τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο· ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς, ὅταν ἐξαλείφῃ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι· ἀλλὰ μετὰ τῆς ὑγείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην ἐπιδίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Μή ἐστιν ἁμαρτία ἔχουσα ἀπόγνωσιν, ἢ νικῶσα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ; Καὶ πῶς ὁ Ἰούδας ἀπώλετο; Πῶς; ὅτι οὐκ ἔστιν ἀναγκαστικὴ ἡ μετάνοια. Καὶ μὴν ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ διδάσκαλος· Τί σοι ποιήσω, Ἰούδα; Οὐκ οἶδας τί ποιήσεις; Οἶδα, ἀλλ’ οὐ βούλομαι· ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἡ φύ-σις, καὶ κατέχει τῆς φιλανθρωπίας τὸ μέγεθος. Τί σοι ποιήσω; Φείσομαί σου; ἀλλὰ γίνῃ ῥᾳθυμότερος. Ἀλλ’ ἐπεξέλθω σοι; ἀλλ’ οὐκ ἀνέχεταί μου ἡ φιλ-ανθρωπία. Τί σοι ποιήσω; Ὡς Σόδομα θήσομαί σε, καὶ ὡς Γόμοῤῥα καταστρέψω σε; ἀλλὰ πατήρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ταύτην οὖν καὶ ἡμεῖς τὴν φιλανθρωπίαν εἰδότες, μὴ ἀπογινώσκωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμῶμεν ἁπλῶς· ἑκάτερα γὰρ ταῦτα ὀλέ-θρια. Ἡ μὲν γὰρ ἀπόγνωσις τὸν κείμενον οὐκ ἀφίη-σιν ἀναστῆναι· ἡ δὲ ῥᾳθυμία καὶ τὸν ἑστῶτα ποιεῖ καταπεσεῖν. Ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀπο-στερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν· καὶ ἡ μὲν καταφρόνησις ἐξ αὐτῶν καταφέρει τῶν οὐρανῶν, ἡ δὲ ἀπόγνωσις εἰς αὐτὴν κατάγει τῆς κακίας τὴν ἄβυσσον, ὥσπερ οὖν τὸ μὴ ἀπογνῶναι κἀκεῖθεν ταχέως ἀναδραμεῖν ποιεῖ. Σκόπει δὲ ἀμφοτέρων τὴν ἰσχύν· Ὁ διάβολος ἀγαθὸσ
PG 63:837ἦν πρὸ τούτου· ῥᾳθυμήσας δὲ καὶ ἀπογνοὺς ἔπεσεν εἰς τοσαύτην κακίαν, ὡς μηδὲ ἀναστῆναι λοιπόν. Ὅτι γὰρ ἀγαθὸς ἦν, ἄκουσον τί φησιν· Εἶδον τὸν Σατα-νᾶν, ὡς ἀστραπὴν, ἐκ τοῦ οὐρανοῦ πεσόντα· ἡ δὲ τῆς ἀστραπῆς παραβολὴ καὶ τὸ φαιδρὸν τῆς προ-τέρας δείκνυσιν ἀναστροφῆς, καὶ τὴν τῆς πτώσεως ὀξύτητα. Ὁ Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστής· ἐπειδὴ δὲ ἐσπούδασε καὶ οὐκ ἀπέγνω, καὶ ἀνέστη καὶ τῶν ἀγγέλων γέγονεν ἴσος. Ὁ Ἰούδας ἀπόστολος ἦν, ἀλλὰ ῥᾳθυμήσας γέγονε προδότης. Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν ἐπειδὴ μὴ ἀπ-έγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν. Ὁ Φαρισαῖος θαῤῥήσας, ἐξ αὐτοῦ τοῦ ὕψους τῆς ἀρετῆς κατέπεσεν· ὁ τελώνης μὴ ἀπογνοὺς οὕτως ὠρθώθη, ὡς κἀκεῖνον παραδραμεῖν. Βούλει σοι δείξω καὶ πόλιν ὁλόκληρον τοῦτο ποιήσασαν; Ἡ τῶν Νινευϊτῶν πόλις οὕτως ἐσώθη πᾶσα· καίτοι γε ἡ ἀπόφασις εἰς ἀπόγνωσιν αὐτοὺς ἐνέβαλλεν. Οὐ γὰρ εἶπεν, ὅτι ἐὰν μετανοήσωσι, σωθήσονται, ἀλλ’ ἁπλῶς, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ̈ καταστρα-φήσεται. Ἀλλ’ ὅμως ἀπειλοῦντος τοῦ Θεοῦ, καὶ τοῦ προφήτου βοῶντος, καὶ τῆς ἀποφάσεως οὐκ ἐχούσης μέλλησιν οὐδὲ διορισμὸν, οὐκ ἀνέπεσον, οὐδὲ τὰς χρηστὰς προέδωκαν ἐλπίδας. Διὰ γὰρ τοῦτο οὐ προς-έθηκε διορισμὸν, οὐδὲ εἶπεν, Ἐὰν δὲ μετανοήσωσι, σωθήσονται, ἵνα καὶ ἡμεῖς ὅταν ἀκούσωμεν ἀποφά-σεως τοῦ Θεοῦ φερομένης χωρὶς διορισμοῦ, μηδὲ οὕ-τως ἀπογνῶμεν, εἰς ἐκεῖνο τὸ ὑπόδειγμα βλέποντες. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν ὅπλον τῷ διαβόλῳ, ὡς ἀπό-γνωσις. Διὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες. Ἄκουσον γοῦν ἐπὶ τοῦ πεπορνευκότος, πῶς τῆς ἁμαρτίας μᾶλλον τὴν ἀπόγνωσιν δέδοικεν ὁ Παῦλος. Γράφων γὰρ Κο-ρινθίοις, οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς
ἔθνεσι τολμᾶται, ἀλλ’ οὐδὲ ὀνομάζεται. Ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔρ-γῳ τετόλμηται. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ’ ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ. Ἄλλως δὲ, καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες, μηδὲ ἐπιπλήττοντες. Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θε-ραπεία. Δεινὸν μὲν γὰρ τὸ ἁμαρτάνειν, πολλῷ δὲ χαλεπώτερον τὸ καὶ μέγα φρονεῖν ἐπὶ τοῖς ἁμαρτή-μασιν. Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστὶ, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημά ἐστι. Διὰ τοῦτό φησιν· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Εἰ δὲ οἱ πάντα ποιοῦντες ὀφείλουσι συνεστάλθαι, πολλῷ μᾶλλον τὸν ἡμαρτη-κότα καὶ θρηνεῖν καὶ ἐν τοῖς ἐσχάτοις ἑαυτὸν ἀρι-θμεῖν ἄξιον. Ὅπερ οὖν καὶ τότε δηλῶν ἔλεγε· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε; Τί λέγεις; ἕτερος ἥμαρτε, καὶ ἐγὼ πενθήσω; Ναὶ, φησί· σώματος γὰρ καὶ με-λῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι· ἐπὶ δὲ τοῦ σώματος, κἂν ὁ ποῦς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν· καίτοι τί ταύτης σεμνότερον; ἀλλ’ οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς· οὕτω καὶ σὺ ποίησον. Διὰ τοῦτο καὶ Παῦλος παραι-νεῖ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόν-των. Ἀλλ’ ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου.
PG 63:838Εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν, προεξ-αρπάσωμεν, πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς· πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης, καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος· οὕτω καὶ ψυχὴ, τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζο-μένης, ἀποπνίγεται ταχέως, εἰ μή τινα ἔχῃ τὸν χεῖρα ὀρέγοντα· καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη, ὀλέθριος ἐπὶ τῆς ἀμετρίας γίνεται. Εἰδὼς τοίνυν ὁ Παῦλος ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα γένηται τοῦτο. Τί δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν ὁ Ἰούδας· Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ, καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρω-πον, φησὶν, ἔχει Δεσπότην· ὅτε ἔμελλεν αὐτὸν προ-διδόναι, ἐδάκρυσεν αὐτὸν, καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπά-σεται; Διὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τί οὖν ἐποίησεν; ἐθορύβησεν αὐτῷ, ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν, ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπ-εξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γὰρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἂν, δῆλον ἐκ τῶν σταυρωσάντων. Εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν πατέρα, καὶ συγ-γνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος· εὔδηλον ὅτι καὶ τὸν προδότην, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο. Ἀλλ’ ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ πε-ρισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τί χρὴ λέ-γειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· ἡ πόρνη δάκρυσι τὸν Δεσπότην ἐξευμενίσα-το· Παῦλος ὁμολογῶν τὸ ἁμάρτημα, διδάσκαλος τῶν μετανοούντων ἐγένετο. Ταύτας τὰς ἐμπλάστρους λα-βόντες, τὰ τραύματα ἑαυτῶν θεραπεύσωμεν, λέγοντες· Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἀποδεξάμενος γὰρ ἡμᾶς ὁ ἰατρὸς λέξει· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι ἔτι. Ἴδε πόσα φάρ-μακα κατεσκεύασέ σοι ὁ ἰατρός· οἷον θέλεις αὐτὸς ἐπίλεξον. Ποικιλίαν σοι βοηθημάτων ἐπέδειξε πρὸς τὴν τῶν τραυμάτων διαφοράν. Εἰ μὴ δύνασαι νηστεῦ-σαι, ὡς οἱ Νινευῖται, κἂν, ὡς ἡ πόρνη, δάκρυσι τὰς ἁμαρτίας ἀπόπλυνον· εἰ μὴ δύνασαι ἐλεῆσαι, ἐξαγό-ρευσόν σου τὰς ἁμαρτίας· ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ κατάφυγε μετὰ τοῦ Δαυὶ̈δ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐ γάρ ἐστι δῆγμα ἐχίδνης, ἵνα πρὸς αὐτὸ ἐπιθῶ φάρμακον, οὐδὲ σπῖλος ἀπὸ βορβόρου γενόμενος, ἵνα ὕδατι αὐτὸν ἀποπλύνω· ἀλλὰ ἀπὸ δήγματος διαβόλου ἐστὶ τὸ τραῦμα, τοῦ ἐλέους τῆς σῆς φιλανθρωπίας δεόμενον. Μόνον πρός-ελθε αἰτῶν· ἐπιστάξει γὰρ τὸ ἔλαιον ὁ φιλάνθρωπος,

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:839ὁ εἰπὼν, ὅτι Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, οὐ μνησθήσομαι τῶν ἀνο-μιῶν αὐτοῦ ὧν ἐποίησεν. Ἐπιστρέψωμεν τοίνυν, παρακαλέσωμεν, ἀποπλύνωμεν διὰ τῶν δακρύων τὸν ῥύπον τῆς ἁμαρτίας, κρούσωμεν τὸ στῆθος, τύψωμεν
PG 63:840μέτωπον, εἰς αἴσθησιν ἔλθωμεν ὧν ἡμάρτομεν ἵνα καὶ ἡμεῖς παρὰ τοῦ Κυρίου ἀκούσωμεν τὸ, Σήμερον μετ’ ἐμοῦ ἔσεσθε ἐν τῷ παραδείσῳ. Ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς ἀτελευ-τήτους αἰῶνας. Ἀμήν.
PG 63:839ΛΟΓΟΣ Λ. Ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον. Τοὺς τῶν ἁγίων βίους καὶ τὴν πολιτείαν διὰ τοῦτο ἀναγράπτους ἡμῖν καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ὄντες ἡμῖν φύ-σεως ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, διαναστῶ-μεν περὶ τὴν ταύτης ἐργασίαν, καὶ σφοδρὸν τὸν ἔρωτα τῆς πρὸς αὐτοὺς ἀγάπης ἀνάψωμεν. Πῶς οὖν τοῦτο γενήσεται; Ἂν συνεχῶς ἐχώμεθα τῶν ἀνδρῶν ἐκεί-νων, καὶ ἐν διανοίᾳ αὐτοὺς περιφέροντες, τῆς αὐτῆς ἐκείνοις ἐχώμεθα πολιτείας. Ἐν τούτῳ γὰρ πλέον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις ὁ Θεὸς δοξασθήσεται. Εἰ γὰρ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐ φωνὴν ἀφιέντες, ἀλλ’ ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζον-τες, πολλῷ μᾶλλον οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν Θεὸν δοξάζουσιν, ἑτέρων δι’ αὐτοὺς τὸν Θεὸν δοξαζόντων. Οὐρανὸς μὲν γὰρ ἐπὶ τοσοῦτον ὁρώμενος, οὐ σφόδρα ἔπεισε θαυμάσαι τὸν τούτου δημιουργόν· οἱ μακάριοι δὲ ἀπόστολοι, ὀλίγον κηρύ-ξαντες χρόνον, τὴν οἰκουμένην ἐφειλκύσαντο πᾶσαν. Καὶ οὗτος μὲν ἕστηκε τὸν οἰκεῖον φυλάσσων ὅρον τε καὶ κανόνα. Τῆς δὲ ἐκείνων ψυχῆς τὸ ὕψος πάντας ὑπερέβη τοὺς οὐρανοὺς, καὶ τὸ κάλλος δὲ αὐτῆς τοιοῦτον ἦν, ὡς καὶ τὸν Θεὸν ἀνακηρύττειν αὐτό. Τὰ μὲν γὰρ ἄστρα οἱ ἄγγελοι ἐθαύμασαν, ὅτε ἐγένοντο· τῆς δὲ τῶν ἀποστόλων ψυχῆς τὸ κάλλος αὐτὸς ἐπῄνε-σεν, εἰπών· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νεφέλη πολλάκις ἐκάλυψε· τὴν δὲ τούτων ψυχὴν οὐδεὶς ἐκάλυψε πειρασμὸς, ἀλλὰ καὶ τότε μάλιστα ἐξέλαμπε. Διὸ καὶ Παῦλος ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν διωγμοῖς, ἐν θλίψεσι·
καὶ Φιλιππησίοις πάλιν· Διὰ τὸ ἔχειν με ἐν τῇ καρ-δίᾳ ὑμᾶς ἐν τοῖς δεσμοῖς μου· καὶ ἀλλαχοῦ· Ἵνα ὑμεῖς, φησὶν, ἀκούσητε, ἐγὼ δέδεμαι· πανταχοῦ τὸν δεσμὸν προτιθείς· οὗ σφόδρα ἐρῶ, ὃς διανίστησί μου τὴν καρδίαν καὶ εἰς ἐπιθυμίαν ἄγει τὸν Παῦλον εἰς μέσον ἀγαγεῖν, τὸν μᾶλλον τῶν ἄλλων κοπιάσαντα, περὶ οὗ ὁ Χριστός φησι· Σκεῦος οὗτος ἐκλογῆς μοι ἐστίν. Οὗτος γοῦν ἐν τῷ καιρῷ τοῦ κηρύγματος ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰς-πορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας· ἐν δὲ τῷ ἐγγίζειν αὐτὸν τῷ Δαμασκῷ, ἄφνω περιήστραψεν αὐτὸν φῶς, καὶ ἐπήρωσεν. Ἀλλ’ ἡ πήρωσις ἐκείνου φωτισμὸς γέγονε τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὡς ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν τρόπον διδά-σκων, ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύ-σαντα τοὺς ὀφθαλμοὺς, αὐτῷ πανταχοῦ ἕπεσθαι χρή. Διὸ καὶ αὐτὸς ἐβόα, τοῦτο αὐτὸ δηλῶν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, γενέσθω μωρὸς, ἵνα γένη-ται σοφός· ὡς οὐκ ἐνὸν ἀναβλέψαι καλῶς, μὴ πρότε-ρον πηρωθέντα καλῶς, καὶ τοὺς οἴκοθεν ταράττοντας αὐτὸν ἐκβαλόντα λογισμοὺς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα. Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων, ἠναγκα-σμένην νομιζέτω εἶναι ταύτην τὴν κλῆσιν· καὶ γὰρ ἠδύνατο πάλιν ἐπανελθεῖν, ὅθεν ἐξέβη. Πολλοὶ γοῦν
PG 63:840ἕτερα μείζονα θαύματα ἰδόντες, ὑπέστρεψαν πάλιν, καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ, οἷον ὁ Ἰούδας, ὁ Ναβουχοδονόσορ, ὁ Ἐλύμας ὁ μάγος, ὁ Σίμων, ὁ Ἀνανίας, ἡ Σάπφειρα, ὅλος τῶν Ἰουδαίων ὁ δῆμος. Ἀλλ’ οὐχ ὁ Παῦλος· ἀλλὰ διαβλέψας, πρὸς τὸ ἀκήρατον φῶς τὸν δρόμον ἐπέτεινε, καὶ πρὸς τὸν οὐρανὸν ἵπτατο. Εἰ δὲ ἐξετάζεις, τίνος ἕνεκεν ἐπηρώ-θη, ἄκουσον αὐτοῦ λέγοντος· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτὴν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γέ-νει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ἐπεὶ οὖν οὕτω σφο-δρὸς ἦν καὶ ἀπρόσιτος, σφοδροτέρου ἐδεῖτο χαλινοῦ, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἀγόμενος παρακούσῃ τῶν λεγομένων. Διὰ δὴ τοῦτο καταστέλλων αὐτοῦ τὴν μανίαν, πρῶτον κατευνάζει τὰ κύματα τῆς ῥαγδαίας ὀργῆς ἐκείνης διὰ τῆς πηρώσεως, καὶ τότε αὐτῷ δια-λέγεται, δεικνὺς τῆς σοφίας αὐτοῦ τὸ ἀπρόσιτον, καὶ τὸ τῆς γνώσεως ὑπερέχον· καὶ ἵνα μάθῃ τίνα πολε-μεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ’ οὐδὲ εὐεργετοῦντα δύναται ἐνεγκεῖν. Οὐ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ’ ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε· καὶ ὅμως το-σοῦτον ἦρεν, ὥστε τὰ ἱμάτια αὐτοῦ δεδοικέναι τοὺς δαίμονας. Ἀλλ’ οὐ θαυμάζω τοῦτο, ὥσπερ οὐδ’ ὅτι τὴν σκιὰν Πέτρου τὰ νοσήματα ἔφυγε. Τὸ δὲ θαυμα-στὸν τοῦτο, ὅτι καὶ πρὸ τῆς χάριτος μεγάλα ἀπὸ βαλ-βῖδος αὐτῆς καὶ προοιμίων αὐτῶν ἐφάνη ποιῶν. Οὐδὲ γὰρ δύναμιν τοσαύτην ἔχων, οὐδὲ χειροτονίαν δεξάμε-νος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς πάντα τῶν Ἰουδαίων τὸν δῆμον διεγεῖραι καθ’ ἑαυτοῦ· καὶ ἰδὼν ἑαυτὸν ἐν τοσούτοις ὄντα κινδύνοις, ὡς καὶ τὴν πόλιν πολιορκεῖσθαι, διὰ θυρίδος ἐχαλάσθη διὰ τοῦ τείχους· καὶ διαφυγὼν οὐδὲ οὕτως εἰς ὄκνον ἐνέπεσεν, οὐδὲ εἰς δειλίαν καὶ φόβον, ἀλλὰ πλείονα προθυμίαν ἐδέχετο, παραχωρῶν μὲν τοῖς κινδύνοις δι’ οἰκονο-μίαν, οὐ παραχωρῶν δὲ τῆς διδασκαλίας οὐδενὶ, ἀλλὰ τὸν σταυρὸν πάλιν ἁρπάσας ἠκολούθει· καίτοι γε παρὰ πόδας ἔχων ἔτι τὸ παράδειγμα τὸ κατὰ τὸν Στέφανον, καὶ ὁρῶν κατ’ αὐτοῦ μάλιστα πάντων φό-νου πνέοντας Ἰουδαίους, καὶ αὐτῶν ἐπιθυμοῦντας αὐτοῦ τῶν σαρκῶν ἀπογεύσασθαι. Πόθεν οὖν οὔτε ἀφειδῶς ἐνέπιπτε τοῖς κινδύνοις, οὐδὲ διαφεύγων μα-λακώτερος ἐγίνετο πάλιν; Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ ἐξ αὐτῆς· καὶ σφόδρα αὐ-τῆς ὑπερεώρα διὰ τὴν φιλοσοφίαν τὴν ὑπὲρ τῆς ὑπεροψίας γινομένην αὐτῷ, ἢ διὰ τὸ ἐπείγεσθαι πρὸς τὸν Ἰησοῦν ἀπελθεῖν. Ὅπερ γὰρ ἀεὶ λέγω περὶ αὐ-τοῦ, καὶ οὐδέποτε παύσομαι λέγων, οὐδεὶς οὕτως εἰς ἐναντία πράγματα ἐμπεσὼν, ἑκάτερα πρὸς ἀκρίβειαν ἤσκησεν· οὐδεὶς γοῦν οὕτω τῆς παρούσης ἐπεθύμησε ζωῆς, οὐδὲ τῶν σφόδρα φιλοψυχούντων· οὐδεὶς οὕτως αὐτὴν ὑπερεῖδεν οὐδὲ τῶν μεθ’ ὑπερβολῆς θανατών-των· οὕτω πάσης ἐπιθυμίας καθαρὸς ἦν ἐκεῖνος, καὶ οὐδενὶ προσέπασχε τῶν παρόντων, ἀλλὰ πανταχοῦ τῇ βουλῇ τοῦ Θεοῦ τὴν ἐπιθυμίαν ἐκίρνα τὴν ἑαυτοῦ.
PG 63:841Καὶ νῦν μὲν αὐτὴν καὶ τῆς μετὰ Χριστοῦ συνουσίας καὶ ὁμιλίας ἀναγκαιοτέραν εἶναί φησι, νῦν δὲ οὕτω βαρεῖαν καὶ ἐπαχθῆ, ὡς καὶ στενάζειν καὶ ἐπείγε-σθαι πρὸς τὴν ἀνάλυσιν. Ἐκείνων γὰρ ἐπεθύμει μόνον τῶν κατὰ Θεὸν κέρδος αὐτῷ φερόντων, εἰ καὶ ἐναντία ταῦτα εἶναι συνέβαινε τοῖς προτέροις. Καὶ γὰρ ποικίλος τις ἦν καὶ παντοδαπὸς, οὐχ ὑπο-κρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα γινόμενος, ἅπερ ἡ τοῦ κηρύγματος καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἀπῄτει χρεία, κἀν τούτῳ τὸν Δεσπότην μιμούμενος τὸν ἑαυτοῦ. Καὶ γὰρ καὶ ὁ Θεὸς ἄνθρωπος ἐφαίνετο, ὅτε ἔδει φανῆναι τοῦτο, καὶ ἐν πυρὶ πάλαι, ὅτε ὁ και-ρὸς τοῦτο ἀπῄτει, καὶ νῦν μὲν ἐν ὁπλίτου σχήματι καὶ στρατιώτου, νῦν δὲ ἐν εἰκόνι πρεσβύτου, νῦν δὲ ἐν αὔρᾳ λεπτῇ, νῦν δὲ ὡς ὁδοιπόρος, νῦν δὲ αὐτοάνθρω-πος, καὶ οὐδὲ ἀποθανεῖν οὕτω παρῃτήσατο. Τὸ δὲ, Ἔδει τοῦτο, ὅταν εἴπω, μηδεὶς ἀνάγκην εἶναι νομιζέτω τῶν λόγων, ἀλλὰ τῆς αὐτοῦ φιλανθρωπίας μόνον. Καὶ ποτὲ μὲν ἐν θρόνῳ, ποτὲ δὲ ἐπὶ τῶν Χερουβὶμ κάθηται. Πάντα δὲ ταῦτα πρὸς τὰς ὑποκειμένας οἰκονομίας ἔπραττε· διὸ καὶ διὰ τοῦ προφήτου ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὕτω καὶ Παῦλος τὸν ἑαυτοῦ μιμούμενος Δεσπότην, οὐκ ἂν κατεγνώσθη, νῦν μὲν Ἰουδαῖος γενόμενος, νῦν δὲ ὡς ἄνομος· καὶ νῦν μὲν νόμον ἐφύλαττε, νῦν δὲ ὑπερεώρα νόμου· καὶ ποτὲ μὲν ἀντ-είχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ αὐτῆς κατεφρό-νει· καὶ νῦν μὲν ᾔτει χρήματα, νῦν δὲ καὶ διδόμενα διεκρούετο, καὶ ἔθυε καὶ ἐξυρᾶτο, καὶ πάλιν ἀνεθε-μάτιζε τοὺς ποιοῦντας· καὶ νῦν μὲν περιέτεμε, νῦν δὲ περιτομὴν ἐξέβαλε. Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια, ἀφ’ ἧς ταῦτα ἐγίνετο, σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη· ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων τὴν σωτηρίαν. Διὰ δὴ τοῦτο νῦν μὲν ἐπαίρει νόμον, νῦν δὲ αὐτὸν καθαιρεῖ. Οὐ γὰρ δὴ μόνον ἐν οἷς ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος τις ἦν καὶ παντοδαπός· οὐχὶ μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν, καὶ τῶν εἰρη-μένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν. Διά τοι τοῦτο οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν· οὕτω πολλῇ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τὴν φιλοσοφίαν τῆς ψυχῆς. Ἐπειδὴ γὰρ σκεῦος ἐκλογῆς γέγονε, καὶ κα-λῶς ἑαυτὸν ἐξεκάθηρε, δαψιλὴς ἡ τοῦ Πνεύματος ἐξεχύθη εἰς αὐτὸν δωρεά· ὅθεν ἡμῖν καὶ τοὺς θαυμα-στοὺς ἔτεκε ποταμοὺς, οὐ κατὰ τὴν τοῦ παραδείσου πηγὴν, τέσσαρας μόνους, ἀλλὰ πολλῷ πλείους καθ’ ἑκάστην ῥέοντας τὴν ἡμέραν, οὐ τὴν γῆν ἄρδοντας,
ἀλλὰ τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς καρπογονίαν ἀρε-τῆς διεγείροντας. Ἀλλ’ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ κη-ρύγματος τῆς εὐσεβείας καθ’ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπά-την τὰ ἑαυτοῦ διηγεῖσθαι, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Διάκονοι Χριστοῦ εἰσι; παρα-φρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέ-ρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰου-δαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλα-
PG 63:842βον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύ-νοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσι, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θα-λάσσῃ· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ, ἐν νηστείαις πολλά-κις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρ-εκτός. Εἰπὼν δὲ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρη-μένων. Εἶτα πάλιν φησίν· Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Ὅσην γὰρ ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφ-ιεὶς, τοσαύτην καὶ ὁ μακάριος οὗτος εἶχε τὴν μέρι-μναν καὶ τὴν φροντίδα. Διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαί πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλο-στοργία πόση ἡ ἀγρυπνία πόση ἡ μέριμνα ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθε-νούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζο-μένων ἐπυροῦτο; Τίς οὖν ἀρκέσει λόγος τοῖς τούτου κατορθώμασιν; ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν ἐκείνου; Ὅταν γὰρ ἅπαντα τὰ ἐν ἀνθρώποις καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ μία, καὶ πάντα μεθ’ ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα τοῦ μεγέθους τῶν ἐγκωμίων; Οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐροῦμεν. Καὶ γὰρ καὶ τοῦτο ἐγκωμίου μέγιστον εἶδος, τὸ νικᾷν τῶν κατορθωμάτων τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων ἡμῖν ἐστι λαμπροτέρα τροπαίων. Πόθεν οὖν εὔκαιρον ἅψα-σθαι τῶν ἐγκωμίων; πόθεν δὲ ἄλλοθεν, ἢ ἀπ’ αὐτοῦ πρώτου δεῖξαι τὰ πάντων ἔχοντα ἀγαθά; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό τι γενναῖον, εἴτε πατριάρχαι, εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς, μεθ’ ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλὸν, ἐκέκτητο. Σκόπει δέ· Προσήνεγκεν Ἄβελ θυσίαν, καὶ ἐντεῦθεν ἀνακηρύττεται· ἀλλ’ ἐὰν τὴν Παύλου θυσίαν εἰς μέσον ἀγάγῃς, τοσοῦτον δείκνυται βελτίων ἐκεί-νης, ὅσον τῆς γῆς ὁ οὐρανός. Ποίαν οὖν βούλεσθε εἴπω; οὐδὲ γὰρ μία μόνον ἐστί. Καὶ γὰρ ἑαυτὸν καθ’ ἑκάστην κατέθυε τὴν ἡμέραν· καὶ ταύτην πάλιν δι-πλῆν ἐποίει τὴν προσφορὰν, τοῦτο μὲν, καθ’ ἑκάστην ἀποθνήσκων, τοῦτο δὲ, τὴν νέκρωσιν ἐν τῷ σώματι αὐτοῦ περιφέρων. Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγια-ζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ βοῦς καὶ πρόβατα προσέφε-ρεν, ἀλλὰ ἑαυτὸν διπλῇ καθ’ ἑκάστην ἐσφαγίαζε τὴν ἡμέραν. Διὸ καὶ ἐθάῤῥησεν εἰπεῖν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, σπονδὴν ἑαυτοῦ τὸ αἷμα καλέσας. Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ’ ἐπειδὴ κα-λῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ-
PG 63:843τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατα-σπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπ-ανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους. Διὸ καὶ μέλλων ἀπιέναι μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ τὰ πυκνὰ ταῦτα τρόπαια, παραμυθούμενος τοὺς μαθη-τὰς, ἔλεγεν· Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαί-ρω πᾶσιν ὑμῖν. Καὶ ὑμεῖς οὖν χαίρετε καὶ συγ-χαίρετέ μοι. Τί τοίνυν γένοιτ’ ἂν τῆς θυσίας ταύτης ἴσον, ἢν τὴν μάχαιραν τοῦ πνεύματος σπασάμενος ἔθυσεν; ἣν ἐν τῷ θυσιαστηρίῳ προσήγαγε τῷ ὑπεράνω τῶν οὐρανῶν; Ἀλλ’ ἀνῃρέθη δολοφονηθεὶς ὑπὸ τοῦ Κάϊν ὁ Ἄβελ, καὶ ταύτῃ λαμπρότερος γέγονεν; Ἀλλ’ ἐγώ σοι μυρίους ἠρίθμησα θανάτους, καὶ τοσούτους, ὅσας ἡμέρας κηρύττων ὁ μακάριος ἔζησεν οὗτος. Εἰ δὲ καὶ τὴν μέχρι τῆς πείρας αὐτῆς προελθοῦσαν βού-λει μαθεῖν σφαγὴν, ἐκεῖνος μὲν ὑπὸ τοῦ ἀδελφοῦ μήτε ἀδικηθέντος, μήτε εὐεργετηθέντος; κατέπεσεν· οὗτος δὲ ὑπὸ τούτων ἀνῄρητο, οὓς ἐξαρπάσαι τῶν μυρίων ἠπείγετο κακῶν, καὶ δι’ οὓς πάντα ἔπασχεν, ἅπερ ἔπαθεν. Ἀλλὰ Νῶε δίκαιος τέλειος ἐν τῇ γενεᾷ αὐ-τοῦ, καὶ μόνος ἐν ἅπασι τοιοῦτος ἦν; Καὶ γὰρ καὶ Παῦλος μόνος ἐν ἅπασι τοιοῦτος. Κἀκεῖνος μὲν ἑαυ-τὸν μετὰ τῶν παίδων διέσωσε μόνον· οὗτος δὲ, πολὺ χαλεπωτέρου τὴν οἰκουμένην κατακλυσμοῦ καταλα-βόντος, οὐ σανίδας πηξάμενος, καὶ κιβωτὸν ποιήσας, ἀλλὰ ἀντὶ σανίδων τὰς ἐπιστολὰς συνθεὶς, οὐ δύο καὶ τρεῖς καὶ πέντε συγγενεῖς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταποντίζεσθαι μέλλουσαν ἐκ μέσων ἥρπα-σε τῶν κυμάτων. Οὐδὲ γὰρ τοιαύτη ἦν ἡ κιβωτὸς, ὡς ἐν ἑνὶ περιφέρεσθαι τόπῳ, ἀλλὰ τὰ τέρματα τῆς οἰκουμένης κατέλαβε, καὶ πάντας εἰσάγει μέχρι τοῦ νῦν εἰς τὴν λάρνακα ταύτην, σύμμετρον τῷ πλήθει τῶν σωζομένων αὐτὴν κατασκευάζων, καὶ δεχόμενος ἀλόγων ἀνοητοτέρους, ταῖς ἄνω δυνάμεσιν ἐφαμίλλους ἐργάζεται, καὶ ταύτῃ νικῶν τὴν κιβωτὸν ἐκείνην. Ἐκεί-νη μὲν κόρακα λαβοῦσα, κόρακα πάλιν ἐξέπεμψε, καὶ λύκον ὑποδεξαμένη, τὴν θηριωδίαν οὐ μετέβαλεν· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ λαβὼν λύκους, πρόβατα εἰργάσα-το, καὶ λαβὼν κόρακας καὶ κολοιοὺς, περιστερὰς τού-τους ἀπετέλεσε, καὶ πᾶσαν ἀλογίαν καὶ θηριωδίαν τῆς τῶν ἀνθρώπων φύσεως ἐκβαλὼν, τὴν τοῦ πνεύματος ἐπεισήγαγεν ἡμερότητα. Καὶ μέχρι νῦν μένει πλέου-σα ἡ κιβωτὸς αὕτη, καὶ οὐ διαλύεται, οὐδὲ ἴσχυσεν αὐτῆς τὰς σανίδας χαυνῶσαι τῆς κακίας ὁ χειμὼν, ἀλλ’ αὕτη πλέουσα τοῦ χειμῶνος τὴν ζάλην κατέλυσε· καὶ μάλα εἰκότως· οὐ γὰρ ἀσφάλτῳ καὶ πίσσῃ, ἀλ-λὰ Πνεύματι ἁγίῳ κεχρισμέναι αἱ σανίδες αὗταί εἰ-σιν. Ἀλλὰ τὸν Ἀβραὰμ θαυμάζομεν, ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, ἀφῆκε πατρίδα καὶ οἰκίαν, καὶ φίλους καὶ συγγενεῖς, καὶ πάντα ἦν αὐτῷ τὸ ἐπίταγμα τοῦ Χριστοῦ; Καὶ γὰρ καὶ ἡμεῖς τοῦτο θαυμάζομεν. Ἀλλὰ τί Παύλου γένοιτ’ ἂν ἴσον, ὃς οὐ πατρίδα καὶ οἰκίαν καὶ συγγε-νεῖς ἀφῆκεν, ἀλλ’ αὐτὸν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα διὰ τὸν Ἰησοῦν, καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἓν μόνον ἐζήτει, τοῦ Ἰησοῦ τὴν ἀγάπην; Οὔτε γὰρ ἐνεστῶτα, φησὶν, οὔτε
μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ. Ἀλλ’ ἐκεῖνος εἰς κινδύνους ῥίψας ἑαυτὸν, τὸν ἀδελφιδοῦν ἐξήρπασε τῶν βαρβάρων; Ἀλλ’ οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ’ ἀπ’ αὐτῆς τῶν δαιμόνων ἥρπα-
PG 63:844σε τῆς χειρὸς, μυρίους καθ’ ἑκάστην ὑπομένων κιν-δύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφά-λειαν κτώμενος. Τὸ δὲ κεφάλαιον αὐτοῦ τῶν ἀγαθῶν ἐστι καὶ ἡ κορωνὶς τῆς φιλοσοφίας, τὸ τὸν υἱὸν κατα-θύσαι; Ἀλλὰ καὶ ἐνταῦθα τὰ πρωτεῖα παρὰ τῷ Παύλῳ ὄντα εὑρήσομεν, ὃς οὐχὶ υἱὸν, ἀλλ’ ἑαυτὸν μυριάκις κατέθυσεν, ὅπερ ἔφθην εἰπών. Τί ἄν τις θαυμάσειε τοῦ Ἰσαάκ; πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ αὐτοῦ τὴν ἀνεξικακίαν, ὅτι φρέατα ὀρύττων, καὶ τῶν οἰ-κείων ἐλαυνόμενος ὅρων, οὐκ ἐπεξῄει, ἀλλὰ κατα-χωννύμενα ὁρῶν ἠνείχετο, καὶ πρὸς ἕτερον ἀεὶ μεθ-ίστατο τόπον, οὐχ ὁμόσε ἀεὶ τοῖς λυποῦσι χωρῶν, ἀλλ’ ἐξιστάμενος καὶ παραχωρῶν πανταχοῦ τῶν οἰ-κείων κτημάτων, ἕως αὐτῶν τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Ἀλλ’ ὁ Παῦλος οὐ φρέατα λίθοις κατα-χωννύμενα ὁρῶν, ἀλλὰ τὸ ἑαυτοῦ σῶμα, οὐ παρ-εχώρει, καθάπερ ἐκεῖνος, μόνον, ἀλλ’ εἰσιὼν, τοῖς λί-θοις τοὺς βάλλοντας αὐτὸν εἰς τὸν οὐρανὸν εἰσάγειν ἐφιλονείκει. Ὅσῳ γὰρ κατεχώννυτο ἡ πηγὴ, τοσού-τῳ μᾶλλον ἐξεῤῥήγνυτο, καὶ πλείους ἐξέχεε ποτα-μοὺς εἰς ὑπομονήν. Τὸν παῖδα θαυμάζει τούτου τῆς καρτερίας ἡ Γραφή; Καὶ ποία ἀδαμαντίνη ψυχὴ τὴν Παύλου δύναιτ’ ἂν ἐπιδείξασθαι ὑπομονήν; Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεμνόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυ-κτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων. Ἀλλὰ σώφρων ὁ Ἰωσήφ; Ἀλλὰ δέδοικα μὴ γέλως ᾖ τὸν Παῦλον ἐντεῦθεν ἐγκωμιάζειν, ὃς ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ, καὶ οὐ τὰ λαμπρὰ ἐν τοῖς σώμασι μόνον, ἀλλὰ πάντα τὰ πράγματα οὕ-τως ἑώρα, ὡς ἡμεῖς τὴν κόνιν καὶ τὴν τέφραν· καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο, οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνά-ζων, οὐδὲν οὐδέποτε πρὸς ἀνθρώπινον πάθος ἔπαθεν. Ἐκπλήττονται τὸν Ἰὼβ πάντες ἄνθρωποι, καὶ μάλα εἰκότως· καὶ γὰρ μέγας ἀθλητὴς, καὶ πρὸς αὐτὸν τὸν Παῦλον ἀντιβλέψαι δυνάμενος διὰ τὴν ὑπομονὴν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρ-τυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην. Ἀλλὰ Παῦ-λος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ’ ἔτη πολλὰ, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶ-ρος ξέων, ἀλλ’ εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στεῤῥότερος ἦν· οὐχὶ παρὰ τριῶν φίλων ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων ὀνειδιζόμενος τῶν ἀπιστούντων ψευδαδέλφων, ἐμπτυόμενος, λοιδορού-μενος. Ἀλλ’ ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη, καὶ ἡ πρὸς τοὺς δεομένους φιλανθρωπία; Οὐδὲ ἡμεῖς ἀντεροῦ-μεν· ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑ-ρήσομεν, ὅσον ψυχῆς σῶμα ἀφέστηκεν. Ἃ γὰρ ἐκεῖ-νος περὶ τοὺς τὴν σάρκα πεπηρωμένους ἐπεδείκνυτο. ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχη-μονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ. Καὶ ἐν τοῖς σωματικοῖς δὲ τοσοῦτον αὐτοῦ περιῆν, ὅσῳ πολλῷ μεῖζον τὸ τὸν πενίᾳ συζῶντα καὶ λιμῷ βοηθεῖν τοῖς δεομένοις, τοῦ ἐκ περιουσίας τοῦτο ποιεῖν. Τοῦ
PG 63:845μὲν γὰρ ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, αὐτοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο λέγων· Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ ὁ μὲν προβάτων αὐτῷ καὶ βοῶν ὄντων ἀπείρων, φιλό-τιμος περὶ τοὺς δεομένους ἦν· οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ’ αὐτοῦ τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος. Ἀλλ’ οἱ σκώληκες καὶ τὰ τραύματα χαλεπὰς καὶ ἀκαρτερήτους παρεῖχον τῷ Ἰὼβ τὰς ὀδύνας; Ὁμολογῶ κἀγώ. Ἀλλ’ ἐὰν τὰς ἐν τοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβου-λὰς τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιτιθῇς, καὶ μετὰ τούτων τὰ πάντων πι-κρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν, ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στεῤῥοτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχὴ, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα· καὶ ἅπερ ἐκεῖνος ἔπασχεν ἐν τῷ σώματι, ταῦτα οὗτος ἐν τῇ ψυχῇ, καὶ σκώληκος παντὸς χαλεπώτερον ἡ καθ’ ἕκα-στον τῶν σκανδαλιζομένων ἀθυμία διέτρωγε τὴν ψυ-χήν. Ὅθεν καὶ πηγὰς δακρύων ἠφίει διηνεκῶς, οὐ τὰς ἡμέρας μόνον, ἀλλὰ καὶ τὰς νύκτας· καὶ πάσης γυ-ναικὸς ὠδινούσης δριμύτερον διεσπᾶτο καθ’ ἕκαστον αὐτῶν. Διὸ καὶ ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδί-νω. Τίνα ἄν τις μετὰ τὸν Ἰὼβ ἐκπλαγείη; τὸν Μωϋ-σέα πάντως. Ἀλλὰ καὶ τοῦτον ἐκ πολλοῦ περιόντος ὑπερηκόντισε. Μεγάλα μὲν γὰρ αὐτοῦ καὶ τὰ ἄλλα, τὸ δὲ κεφάλαιον καὶ ἡ κορωνὶς τῆς ἁγίας ψυχῆς ἐκεί-νης, ὅτι ἐξαλειφθῆναι εἵλετο τῆς βίβλου ὑπὲρ τῆς σω-τηρίας τῶν Ἰουδαίων. Ἀλλ’ οὗτος μὲν συναπολέσθαι ἑτέροις ᾑρεῖτο· ὁ δὲ Παῦλος οὐ συναπολέσθαι, ἀλλ’ ἑτέρων σωζομένων αὐτὸς ἐκπεσεῖν τῆς δόξης τῆς ἀπεράντου. Καὶ ὁ μὲν τῷ Φαραὼ, ὁ δὲ τῷ διαβόλῳ καθ’ ἡμέραν ἐπύκτευε· καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμνεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιῤῥεό-μενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοί-κητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον. Ἐνῆν καὶ τὸν Ἰησοῦν εἰς μέσον παραγαγεῖν, καὶ τὸν Σαμουὴλ, καὶ τοὺς ἄλλους προ-φήτας· ἀλλ’ ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐπὶ τοὺς κορυφαίους αὐτῶν βαδίσωμεν· ὅταν γὰρ τού-των φανῇ κρείττων, οὐδεμία περὶ τῶν ἄλλων ἀμφι-σβήτησις λείπεται. Τίνες δὲ οἱ κορυφαῖοι; Τίνες δὲ ἄλλοι μετὰ τούτους, ἢ ὁ Δαυὶ̈δ καὶ ὁ Ἠλίας καὶ ὁ Ἰωάννης; ὧν ὁ μὲν τῆς προτέρας παρουσίας, ὁ δὲ τῆς δευτέρας τοῦ Χριστοῦ πρόδρομος· διὸ καὶ τῆς προσηγορίας ἀλλήλοις ἐκοινώνησαν. Τί οὖν τὸ ἐξαίρετον τοῦ Δαυί̈δ; Ἡ ταπεινοφροσύνη καὶ ὁ πρὸς Θεὸν ἔρως. Καὶ τίς μὲν μᾶλλον, τίς δὲ οὐχ ἧττον τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσε; Τί δὲ τὸ θαυμαστὸν τοῦ Ἠλίου; ὅτι τὸν οὐρανὸν ἔκλεισε, καὶ λιμὸν ἐπήγαγε, καὶ πῦρ κατήγαγεν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ’ ὅτι ἐζήλωσεν ὑπὲρ τοῦ Δεσπότου, καὶ πυρὸς σφοδρότερος ἦν. Ἀλλ’ εἰ τὸν Παύλου ζῆλον ἴδοις, τοσοῦτον ὄψει κρατοῦντα, ὅσον ἐκεῖνος τῶν ἄλ-λων περιῆν. Τί γὰρ ἂν γένοιτο τῶν ῥημάτων ἐκείνων
ἴσον, ἅπερ ὑπὲρ τῆς τοῦ Δεσπότου δόξης ζηλῶν ἔλεγεν, ὅτι Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν
PG 63:846τῶν συγγενῶν μου κατὰ σάρκα; Διὰ τοῦτο τῶν οὐρανῶν αὐτῷ προκειμένων, καὶ τῶν στεφάνων, καὶ τῶν ἐπάθλων, ἔμελλε καὶ ἐβράδυνε λέγων· Τὸ ἐπι-μεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Διὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτῷ τὴν ὁρωμένην, ἀλλ’ οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἔπλασε τῷ λόγῳ, ὥστε ἐνδείξασθαι ὅπερ ἠθέλησε καὶ ἐπεθύμει. Ἀλλ’ ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; Ἀλλ’ οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον μὴ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέ-μενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παῤῥησίαν ἐπεδείξα-το; Ἀλλ’ οὗτος οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυ-ρίους κατ’ ἐκεῖνον ἐπεστόμισε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρους ἐκείνου τοῦ τυράννου. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξετάσαι λοιπόν· διόπερ ἀφέντες τὴν γῆν, πρὸς τὰς τῶν οὐρανῶν ἀναβησόμεθα ἁψῖδας. Ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου. Εἰ γὰρ τοὺς ἱερέας ἀγγέλους ἐκάλεσεν ἡ Γραφὴ, τί θαυ-μαστὸν, εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παρα-βάλλομεν ἐκείναις; Τί οὖν ἐστιν ἐκείνων τὸ μέγα; ὅτι μετὰ πάσης ἀκριβείας ὑπακούουσι τῷ Θεῷ. Ὅπερ καὶ ὁ Δαυὶ̈δ ἐκπληττόμενος ἔλεγε· Δυνατοὶ ἰσχύϊ, ποιοῦν-τες τὸν λόγον αὐτοῦ. Τούτου γὰρ ἴσον οὐδὲν, κἂν μυριάκις ὦσιν ἀσώματοι· τὸ γὰρ μάλιστα ποιοῦν τούτους μακαρίους, τοῦτό ἐστιν, ὅτι πείθονται τοῖς προστάγμασιν, ὅτι οὐδαμοῦ παρακούουσι. Τοῦτο τοί-νυν καὶ ὑπὸ τοῦ Παύλου μετὰ ἀκριβείας ἔστιν ἰδεῖν φυλαττόμενον. Οὐ γὰρ δὴ τὸν λόγον αὐτοῦ ἐποίησε μόνον, ἀλλὰ καὶ τὰ προστάγματα. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγε-λιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Τί ἕτερον θαυμάζων αὐτοὺς ὁ προφήτης ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον; Ἀλλὰ καὶ τοῦτο ἐπὶ Παύλου ἔστιν ἰδεῖν. Καθάπερ γὰρ πνεῦ-μα καὶ πῦρ, οὕτω τὴν οἰκουμένην διέδραμεν ἅπασαν, καὶ τὴν γῆν ἐξεκάθηρεν. Ἀλλ’ οὔπω τὸν οὐρανὸν ἔλαχε; Τὸ γὰρ θαυμαστὸν τοῦτο, ὅτι ἐν τῇ γῇ τοιοῦ-τος ἦν, καὶ σῶμα θνητὸν περικείμενος, πρὸς τὰς ἀσω-μάτους ἡμιλλᾶτο δυνάμεις. Διὰ τοῦτο καὶ ἐκεῖ ἀπελ-θὼν, ἐγγὺς ἵσταται τοῦ θρόνου τοῦ βασιλικοῦ, ἔνθα τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται. Ἐκεῖ οὖν καὶ ἡμεῖς ἀπελθόντες, Παῦλον ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ’ ὀψόμεθα πάντως μετὰ Πέτρου καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ προστάτην, καὶ τῆς ἀγάπης ἀπολαυσόμεθα τῆς γνη-σίας. Εἰ γὰρ ἐνταῦθα ὢν, οὕτως ἠγάπα τοὺς ἀνθρώ-πους, ὡς αἱρέσεως οὔσης ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἑλέσθαι ἐνταῦθα εἶναι, πολλῷ μᾶλλον ἐκεῖ θερμότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν αὐτοῖς διελέχθη, καὶ τὸν βίον ἐκεῖ κατέλυσε καὶ τὸ ἅγιον σῶμα κατ-έχουσι. Διὸ καὶ ἐπίσημος ἡ πόλις ἐντεῦθεν μᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶμα μέγα καὶ ἰσχυρὸν, ὀφθαλμοὺς ἔχει δύο λάμποντας, τῶν ἁγίων τούτων τὰ σώματα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥω-μαίων πόλις τὰς δύο ταύτας λαμπάδας πανταχοῦ τῆς οἰκουμένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν Πέτρος. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ

Homily XXXVIIHomilia XXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:847τῆς θήκης ἐκείνης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ· οἷον ἀποστέλλει τῷ Χριστῷ δῶρον ἡ Ῥώμη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας πηγάς. Διὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πο-λὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους. Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώ-ματος ἐκείνου, τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάσαντος, τοῦ παν-ταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν τοῦ στόματος, δι’ οὗ Χριστὸς ἐφθέγγετο, δι’ οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο, δι’ οὗ Παῦλον ἐμάθομεν, δι’ οὗ τὸν Παύλου Δεσπότην; Οὐχ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή. Ὥσπερ οὖν ἀστραπὴ ἐξ οὐρανοῦ φανεῖσα κατα-πλήττει τοὺς ὁρῶντας, οὕτως ἡ Παύλου φωνὴ κατ-έπληττε τὸν διάβολον, καὶ καθάπερ σκηπτοῦ τις ἐμ-βολὴ, εἰς τὰς τούτου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ’ οὕτως ἐδε-δοίκει καὶ ἔτρεμεν, ὡς εἰ καὶ σκιὰν ἴδοι καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ ἔφριττε, πολλῷ μᾶλλον τὴν φωνήν. Αὕτη δεδε-μένον αὐτὸν ἦγεν, αὕτη τὴν οἰκουμένην ἐξεκάθηρεν, αὕτη νοσήματα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸν εἶχεν ἐγκαθήμενον, καὶ μετ’ αὐτοῦ πανταχοῦ προῄει· καὶ ὅπερ τὰ Χερουβὶμ, τοῦτο ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν δυνά-μεων ἐκείνων ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο ἐκεῖνα φθεγγομένη, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη, καθάπερ τὰ Σερα-φίμ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρ-δίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυ-ρίων πηγὴν ἀγαθῶν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡμετέρας ζωῆς. Τὸ γὰρ πνεῦμα τῆς ζωῆς ἐκεῖθεν εἰς ἅπαντας ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ δι-εδίδοτο. Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰ-κουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυ-ρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καταξιωθεῖσαν φιλῆσαι Χριστὸν, ὡς οὐδεὶς ἄλλος ἐφί-λησεν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν τῶν ἐν
PG 63:848ἁλύσει, δι’ ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐχορηγεῖτο, δι’ ὧν τὰ θεῖα γράμματα ἐγράφετο· τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σω-τηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν ἀξιωθέντων, τῶν ὁρώντων τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις νυξὶν ἀγρυπνούντων, τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμῶν. Ἐβουλόμην καὶ τῶν ποδῶν ἐκείνων ἰδεῖν τὴν κόνιν, τῶν περιδραμόν-των τὴν οἰκουμένην καὶ μὴ καμόντων, τῶν ἐν τῷ ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσεισε, τῶν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων, τῶν ὁδοιπο-ρούντων πολλάκις. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; ἐβουλόμην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιο-σύνης ἀπόκειται, τὰ ὅπλα τὰ τοῦ φωτὸς, τὰ μέλη τὰ νῦν ζῶντα, νενεκρωμένα δὲ ὅτε ἔζη, τὰ τοῦ Χριστοῦ μέλη, τὰ ἐνδεδυμένα τὸν Χριστὸν, τὸν ναὸν τοῦ Πνεύ-ματος, τὴν οἰκοδομὴν τὴν ἁγίαν, τὰ δεδεμένα τῷ
Πνεύματι, τὰ καθηλωμένα τῷ φόβῳ τοῦ Χριστοῦ, τὰ ἔχοντα τὰ στίγματα Χριστοῦ. Τοῦτο τὸ σῶμα τειχί-ζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ μυρίων περιβόλων ἐστὶν ἀσφαλέστερον· καὶ μετὰ τούτου τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίμα· Ἀνέβην γὰρ εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Διὰ τοῦτο καὶ ἀπ-ελθόντα κατηξίωσεν ὁμόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις. Τοῦτον οὖν καὶ ἡμεῖς μιμώμεθα· καὶ γὰρ καὶ αὐτὸς ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡμῖν μετέχων, καὶ τὰ ἄλλα ἅπαντα ἔχων κοινά· ἀλλ’ ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπεδείξατο, τοὺς οὐρανοὺς ὑπερέβη, καὶ μετὰ τῶν ἀγγέλων ἔστη. Ὥστε, ἂν βου-ληθῶμεν καὶ ἡμεῖς διαναστῆναι μικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο ἀνάψαι ἐν ἡμῖν, δυνησόμεθα ζηλῶσαι τὸν ἅγιον ἐκεῖνον. Οὐδὲ γὰρ, εἴπερ ἀδύνατον ἦν τοῦτο, ἐβόα λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χρι-στοῦ. Μὴ τοίνυν θαυμάζωμεν αὐτὸν μηδὲ ἐκπληττώ-μεθα μόνον, ἀλλὰ καὶ μιμώμεθα, ἵνα καταξιωθῶμεν καὶ ἐντεῦθεν ἀπελθόντες αὐτὸν ἰδεῖν, καὶ τῆς ἀποῤ-ῥήτου δόξης μετασχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιω-θῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:847ΛΟΓΟΣ ΛΖ. Περὶ σιωπῆς καὶ ἀποῤῥήτων. Λόγος ἁπλῶς προσενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέδυσε. Καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθοῦσθαι πάλιν ἔνι· λόγον δὲ ἐκπηδήσαντα ἅπαξ, ἀνακτῆσαι πάλιν οὐκ ἔνι. Ἤκουσας λόγον, φησὶ, συναποθανέτω σοι. Σβέσον αὐτὸν, κατάχωσον, μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι παράπαν. Ἀπόκτεινον τὸ λεχθὲν, λήθῃ παράδος, ἵνα τοῖς μὴ ἀκούσασιν ὅμοιος γένῃ. Οἱ πολ-λοὶ τῶν ἀνθρώπων ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκούοντα, καὶ ὁρκοῦσι μηδενὶ λοι-πὸν εἰπεῖν ἑτέρῳ· αὐτόθεν δηλοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλεῖς, πολλῷ μᾶλλον σὲ πρότερον τούτων ταῦτα εἰπεῖν οὐκ ἐχρῆν. Εἰ γὰρ βούλει μὴ ἐξενεχθῆναι τὸν λόγον εἰς ἕτερον, μηδὲ αὐτὸς εἴ-πῃς· ὅτε δὲ προέδωκας ἑτέρῳ τοῦ λόγου τὴν φυλακὴν, περιττὰ ποιεῖς καὶ ἀνόνητα παραγγέλλων καὶ ὁρκῶν ὑπὲρ τῆς τῶν εἰρημένων φυλακῆς. Ἀλλ’ ἡδὺ τὸ κακη-
PG 63:848γορεῖν; Ἡδὺ μὲν οὖν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ λέγων κακῶς ἐναγώνιος λοιπόν ἐστι, ὑποπτεύει καὶ δέδοικε, μετανοεῖ καὶ κατεσθίει τὴν ἑαυτοῦ γλῶτταν, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς ἑτέρους ἐξενεχθὲν τὸ ῥῆμα, μέγαν ἐπαγάγῃ τὸν κίνδυνον· ὁ δὲ παρ’ ἑαυτῷ κατέχων ἐν ἀσφαλείᾳ πολλῇ, μετὰ πολλῆς βιώ-σεται τῆς ἡδονῆς. Οὐ γάρ ἐστιν ἄνθρωπον τοὺς ἀλλο-τρίους πολυπραγμονοῦντα βίους, τῆς οἰκείας ἐπιμε-ληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς αὐτῷ πάσης εἰς τὴν τῶν ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Ὁ δὲ καὶ πικρῶς τὰ ἀλλότρια ἐξετάζων πράγματα, ἐν τοῖς καθ’ ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσε-ται συγγνώμης ποτέ. Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρί-σεως τῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.

Homily XXXVIIIHomilia XXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:849ΛΟΓΟΣ ΛΗ. Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι’ αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χρι-στὸς, καὶ ὡς δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης. Τοῦτό ἐστιν, ἀδελφοί μου, τὸ σημεῖον, ὅπερ ὁ Δε-σπότης πᾶσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πο-νηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἑτέρως δη-λῶν τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, Ὅταν σταυρώσητέ με, φησὶ, καὶ νο-μίσητε περιγενέσθαι μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. [Καὶ καλῶς εἶπεν ὁ Χριστός.] Μετὰ γὰρ τὸ σταυρωθῆναι Χριστὸν, τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαν-το, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκου-μένης ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα, καὶ οἱ-κουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι· μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῶν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι’ ὃ καὶ ζῶμεν καὶ δι’ ὃ ἐσμέν· ἀλλ’ ὡς στέ-φανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι’ αὐτοῦ τελεῖται τὰ καθ’ ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τρα-φῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονη-θῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον. Διὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ Δεσπότου τοῦτό ἐστι τὸ ση-μεῖον· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπό-θεσιν, καὶ σβέσον τὸν θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη· ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως ποῖά ἐστι τὰ ἐλευθερίαν ἡμῖν παρέχοντα. Διὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθε-ρίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἀνήγαγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ Δεσποτι-κοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦ-λος· τιμὴν τὸ αἷμα λέγων τὸ διὰ σταυροῦ. Οὐ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρό-τερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως, καὶ οὕτως ἐντυποῦν αὐτὸν τῇ ὄψει. Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαι-ραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν· ὁρῶν τὸ ξίφος, ἐν ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες, ἐν οἷς τέμνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος τὸ ὅπλον ὁρῶν, δι’ οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέταμε κεφαλήν. Μὴ τοίνυν ἐπαισχυν-θῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χρι-στὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖ-να τοῦ ἡλίου. Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμέ-νην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων.
PG 63:850Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας· τοῦτο δηλητήρια ἔσβεσε φάρ-μακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυ-μαστὸν εἰ φαρμάκων δηλητηρίων καὶ θηρίων καὶ τῶν ἄλλων τῶν τοιούτων περιγίνεται; Τοῦτον τοίνυν ἐγκό-λαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι
τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκου-μένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλή-θειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ’ εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ’ ὕπνος· διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ, καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ καὶ γεγηθότι προσώπῳ· Καὶ προσκυ-νῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν· κἂν γελάση-ται, δάκρυσαι αὐτὸν, ὅτι μαίνεται. Εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐηργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ὁ ψυχικὸς [αὐ-τοῦ] ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια παιδίον ἀγά-γῃς, γελάσεται. Τούτοις δὴ καὶ οἱ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστε-ροι· διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ’ ἐν τελείᾳ τὰ τῶν παιδίων πάσχουσιν· ὅθεν οὐδὲ συγγνώμης ἄξιοί εἰσιν. Ἀλλ’ ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάν-των, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, ἀλλ’ οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. Διὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πα-τρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης, καὶ τῶν αἰωνίων ἀγαθῶν. Καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρα-νίου καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; ὅπου γὰρ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ γῆς βασιλεὺς οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς· ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ’ ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερου-βὶμ, καὶ ἐγγυτέρω οὗτος τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις πολλάκις περιφέρουσιν, ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα καὶ Κύριον τεταμένην εἶχεν. Ὥστε ἐὰν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν, Οὐ φοβηθή-
PG 63:851σομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. Καὶ αὐτὸς πάλιν ὁ Θεός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν. Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγό-νοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μήποτε καλέσειεν αὐτὴν τὰ παι-δία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, ἀλλ’ ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τίς ποτε καλέ-σειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. Διὰ τοῦτό φησιν, Ἔτι λα-λοῦντός σου. Οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούσω. Καλέσωμεν τοίνυν αὐτὸν, ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύν-δεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συν-αλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικάλεσαί με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι, φησί; Τίς δὲ οὐ δύ-ναται, εἰπέ μοι; τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπάσαντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς ὑποδεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι κάμνοντες, ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγε-νεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων· Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ· ἀλλὰ μετάδος τῆς οἰκίας, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως κείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι; Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια πάντα. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ ἰμάτια καὶ βραβεῖα τιθέασιν· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασι-λεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι· διὸ καὶ ἓν ἕκαστον ἑκά-στῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς τὸ μέσον· ὁ δὲ βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον πάντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔ-πορος καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα, ἄπειρα ἔσται, καὶ πολ-λῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπησον μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι δῶρον; ἀλλ’ οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα καὶ ἕτερα ἔπαθλα. Καὶ, εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι· μόνον μὴ ἀποκάμητε· καὶ πρῶτον μάθωμεν, τί ἐστι, Ῥαγήσεται. Τὸ ταχὺ καὶ δαψιλὸς ἡμῖν ἐμφαίνει, καὶ
PG 63:852πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι’ ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι Πρώϊμον; Τουτ-έστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ προφθάνει. Καθά-περ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λα-λοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς, καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ’ ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δεί-κνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερου-
βὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πό-λεις τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει καὶ ἀπαλλαγήσῃ γεέννης καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυ-γμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας καὶ τῆς θλίψεως καὶ τοῦ σκό-τους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ καὶ εἰρήνη καὶ ἀγάπη καὶ τρυφὴ καὶ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα τὰ παλάτια ὑπάρχει τοῦ Δεσπότου, καὶ τὰ ταμιεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπ-εδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσο-μεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές. Μὴ οὖν ἀνα-βαλλώμεθα, μηδὲ ὀκνῶμεν ἐλεεῖν τοὺς δεομένους· μὴ, παρακαλῶ· ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέ-ρωμεν εὐκόλως, ὥστε δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν παρ’ ἑαυτοῖς. Ἀλλὰ καὶ τὸν ἐγκεχειρισμένον τὴν ἐνέργειαν τῶν θείων μυστηρίων μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς· μεγάλη γὰρ ἡ τῶν ἱερέων ἀξία. Ὧν ἂν ἀφῆτε, φησὶν, ἀφέωνται αἱ ἁμαρτίαι. Διὸ καὶ Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, καὶ ὑπερεκπερισσοῦ ἡγεῖσθε αὐ-τοὺς ἐν τιμῇ. Σὺ μὲν γὰρ τὰ σαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος· ὁ δὲ ἱερεὺς κἂν τὸν οἰκεῖον οἰκονομήσῃ βίον καλῶς, τὸν δὲ σὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισι, καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ὑμετέρων ἀπόλλυται, κἂν μὴ πάντα τὰ ἥκοντα εἰς αὐτὸν ἀπαρτίσῃ καλῶς. Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέ-μετε αὐτῷ εὔνοιαν· ὃ καὶ Παῦλος ᾐνίξατο λέγων, ὅτι Ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Διὸ πολλῆς δεῖ θεραπείας ἀπολαύειν αὐτούς. Ἐὰν δὲ ἐπιβαίνητε μετὰ τῶν ἄλλων αὐτοῖς καὶ ὑμεῖς, οὐδὲ τὰ ὑμέτερα καλῶς διακείσεται. Ἕως μὲν γὰρ ἂν ἐν εὐθυμίᾳ διάγῃ ὁ κυβερνήτης, ἐν ἀσφα-λείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν· ἂν δὲ λοιδορουμένων ἐκείνων καὶ ἀπεχθῶς ἐχόντων πρὸς αὐτὸν, οὐ ταλαιπω-

Homily XXXIXHomilia XXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:853ρῆσαι οὐδὲ ἀγρυπνεῖν ὁμοίως δύναται, οὔτε τὴν τέχνην διασώζειν, καὶ ἄκων μυρίοις αὐτοὺς περιβαλεῖ κακοῖς. Οὕτω καὶ ὁ ἱερεὺς, ἂν μὲν ἀπολαύῃ τῆς παρ’ ὑμῶν θεραπείας, καὶ τὰ ὑμέτερα διαθεῖναι καλῶς δυνήσε-ται· ἂν δὲ ἀθυμίᾳ αὐτοὺς περιβάλητε, τὰς χεῖρας ἐκ-λύσαντες, εὐχειρώτους μεθ’ ὑμῶν αὐτοὺς ποιήσετε τοῖς κύμασι, κἂν σφόδρα γενναῖοι ὦσιν. Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Νῦν δὲ οὐκ ἔστιν εἰπεῖν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ ἱερεῖς, ἀλλ’, Ἐπὶ τῆς τοῦ Χριστοῦ· τὴν γὰρ ἐκείνου διεδέξαντο διδασκαλίαν. Διὸ καὶ Παῦλός φησιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Οὐχ ὁρᾷς ἐπὶ τῶν ἔξωθεν ἀρχόντων ἅπαντας ὑποκύπτοντας, καὶ γένει βελτίους ὄντας πολλάκις καὶ βίῳ καὶ συνέσει τῶν δι-καζόντων αὐτούς; ἀλλ’ ὅμως διὰ τὸν δεδωκότα οὐδὲν τούτων ἐννοοῦσιν, ἀλλ’ αἰδοῦνται τὴν ψῆφον τοῦ βα-σιλέως, κἂν ὁστισοῦν ὁ λαβὼν τὴν ἀρχὴν ᾖ. Εἶτα ἂν μὲν ἄνθρωπος χειροτονήσῃ, τοσοῦτος ὁ φόβος· τοῦ Χριστοῦ δὲ χειροτονοῦντος, καὶ ὑπερορῶμεν τὸν χειροτονούμενον καὶ λοιδορούμεθα καὶ μυρίοις ὀνείδεσι πλύνομεν; καὶ τοὺς ἀδελφοὺς ἡμῶν κωλυθέντες κρί-νειν, κατὰ τῶν ἱερέων τὴν γλῶσσαν ἀκονῶμεν; Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια, ὅταν τὴν μὲν ἐν τῷ ὀφθαλμῷ τῷ ἡμετέρῳ δοκὸν οὐ κατανοῶμεν, τὸ δὲ κάρφος τοῦ ἑτέρου πικρῶς περιεργαζώμεθα; οὐκ οἶσθα, ὅτι χαλε-πώτερον σαυτῷ ποιεῖς τὸ δικαστήριον οὕτω δικάζων; Καὶ ταῦτα λέγω, οὐκ ἀποδεχόμενος τοὺς ἀναξίως τὴν ἱερωσύνην διοικοῦντας, ἀλλ’ ἐλεῶν καὶ δακρύων. Οὐ μὴν διὰ τοῦτό φημι παρὰ τῶν ἀρχομένων κρίνεσθαι, κἂν ὁ βίος αὐτῶν σφόδρα διαβεβλημένος ᾖ. Σὺ δὲ ἂν
PG 63:854σαυτῷ προσέχῃς, οὐδὲν παραβλαβήσῃ εἰς τὰ ἐγκεχει-ρισμένα αὐτῷ παρὰ τοῦ Θεοῦ. Εἰ γὰρ δι’ ὄνου φωνὴν ἀφεθῆναι ἐποίησε, καὶ διὰ μάντεως εὐλογίας πνευ-ματικὰς ἐχαρίσατο, καὶ ἐν ἀλόγῳ στόματι καὶ ἐν ἀκαθάρτῳ γλώττῃ τοῦ Βαλαὰμ ἐνεργήσας διὰ τοὺς προσκεκρουκότας Ἰουδαίους, πολλῷ μᾶλλον δι’ ὑμᾶς τοὺς εὐγνώμονας, καὶ εἰ σφόδρα φαῦλοί εἰσιν οἱ ἱερεῖς, τὰ αὐτοῦ πάντα ἐργάσεται, καὶ πέμψει τὸ Πνεῦμα τὸ ἅγιον. Οὐδὲ γὰρ ὁ καθαρὸς ἀπὸ τῆς οἰκείας ἐπι-σπᾶται αὐτὸ καθαρότητος, ἀλλὰ χάρις ἐστὶν ἡ τὸ πᾶν ἐργαζομένη. Πάντα γὰρ, φησὶ, δι’ ὑμᾶς, εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς. Ἃ γὰρ ἐγκε-χείρισται ὁ ἱερεὺς, Θεοῦ μόνον ἐστὶ δωρεῖσθαι· καὶ ὅπουπερ ἂν ἡ ἀνθρωπίνη φθάσῃ φιλοσοφία, ἐλάττων τῆς χάριτος ἐκείνης φανεῖται. Καὶ ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθύμως τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἀλλ’ ἵνα μὴ, ῥᾳθυμούντων τινῶν τῶν προεστώτων, ὑμεῖς οἱ ἀρχόμενοι ἑαυτοῖς πολλάκις ἐπισωρεύητε τὰ κακά. Καὶ τί λέγω τοὺς ἱερεῖς; οὔτε ἄγγελος, οὔτε ἀρχάγ-γελος ἐργάσασθαί τι δύναται εἰς τὰ δεδομένα παρὰ Θεοῦ, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα πάντα οἰκονομεῖ· ὁ δὲ ἱερεὺς τὴν ἑαυτοῦ δανείζει γλῶτταν, καὶ τὴν ἑαυτοῦ παρέχει χεῖρα. Καὶ γὰρ οὐδὲ δίκαιον ἦν διὰ τὴν ἑτέρου κακίαν, εἰς τὰ σύμβολα τῆς σωτηρίας ἡμῶν τοὺς πίστει προσιόντας παραβλάπτεσθαι. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, καὶ τὸν Θεὸν φοβώμεθα, καὶ τοὺς ἱερέας αὐτοῦ ἐντίμως ἔχωμεν, πᾶσαν αὐτοῖς ἀπονέμον-τες τιμὴν, ἵνα καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων, καὶ ὑπὲρ τῆς εἰς ἐκείνους θεραπείας πολλὴν λάβωμεν παρὰ Θεοῦ τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:853ΛΟΓΟΣ ΛΘ. Περὶ τοῦ, ὅτι πολλὰς ὁδοὺς ἡμῖν ὁ Θεὸς ἔδωκε πρὸς τὸ μὴ ἁμαρτάνειν, ἐὰν θέλωμεν· καὶ ὅτι τὸν μέλλοντα ἐπιτυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· τὸν δὲ τινὰ μὲν κατορθοῦντα, τινὰ δὲ παραβαί-νοντα, ἐν τῇ γεέννῃ γνῶναί ἐστι τὴν διαφορὰν πρὸς τοὺς ἄλλους. Πάλιν ἀναγκάζομαι, ἀγαπητοὶ, κατηγορῆσαι τῶν παρόντων πραγμάτων. Καὶ τί πάθω; οὐκ ἐβουλό-μην, ἀλλ’ ἀναγκάζομαι. Εἰ μὲν γὰρ ἦν σιγήσαντα καὶ μηδὲν εἰπόντα τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται, ἡμῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία γάρ ἐστιν
οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ. Ἐπειδὴ γὰρ ὁ φόβος οὐκ ἤρκει ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτά-νειν· οἷον, τὸ κατηγορεῖσθαι ἄνθρωπον, τὸ δεδοικέναι νόμους τοὺς κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀν-τιποιεῖσθαι· πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ μὴ ἁμαρ-τάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι· πρότερον μὴ ἁμαρτάνειν μαθεῖν, εἶτα τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν.
PG 63:854Ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφα-λὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡμῖν. Πολλὰ φυσικὰ ἔχομεν ἀγαθὰ πρὸς τὴν ἀρε-τήν· οἷον, πρὸς τὸ ἐλεεῖν ἀπὸ φύσεως κινούμεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύ-σει ἡμῶν ἐστιν ἄλλο, ὡς τοῦτο. Ὅθεν ἄν τις εἰκό-τως ἐξετάσειε, διὰ τί τοῦτο μάλιστα τῇ φύσει ἡμῶν ἐνέσπαρται, τὸ κατακλᾶσθαι δάκρυσι, τὸ ἐπικάμπτε-σθαι, τὸ ἑτοίμους εἶναι. Οὐδεὶς φύσει ἐστὶν ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζή-λου κρείττων, ἀλλὰ τὸ ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠμός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυμαστόν· θηρία ἐλεοῦμεν· οὕτως ἐκ περιουσίας ἡμῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύμνον ἴδωμεν λέοντος, πάσχομέν τι· ἐπὶ δὲ ὁμοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνάπηροι· καὶ τοῦτο ἱκανὸν εἰς ἔλεον ἡμᾶς ἀγαγεῖν. Οὐδὲν οὕ-τως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεημοσύνη. Διὸ οἱ ἱερεῖς τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύμβολον τὸ ἔλαιον. Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν· ἐδήλου, ὅτι καὶ τὸ Πνεῦμα εἰς ἄνθρωπον δι’ ἔλεον μέλλει ἔρχεσθαι. Ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους καὶ φιλανθρωπεύεται, διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε· καὶ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Ἐλεεῖς γὰρ, φησὶ, πάν-τας, ὅτι πάντα δύνασαι. Κἂν ἄρχοντά τις ἐπαινῇ,
PG 63:855οὐδὲν οὔτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος· τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόησον ὅτι δι’ ἔλεον ὁ κό-σμος συνεστάθη, καὶ μίμησαι τὸν Δεσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυ-ρίου ἐπὶ πᾶσαν σάρκα. Κἂν ἁμαρτωλοὺς εἴπῃς, κἂν δικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ Θεοῦ δεό-μεθα, πάντες ἀπολαύομεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦ-λος, κἂν Πέτρος, κἂν Ἰωάννης. Καὶ ἄκουσον αὐτῶν λεγόντων· οὐδὲν δεῖ λόγων τῶν ἡμετέρων. Τί γάρ φησιν ὁ μακάριος οὗτος; Ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ποίησα. Τί οὖν; μετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; ἄκουσον τί φησι· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ περὶ Ἐπαφροδίτου φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ· καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπο-ρηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλ’ αὐτοὶ ἐν ἑαυ-τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος. Καὶ πανταχοῦ εὐρήσομεν τοῦτο αὐτὸν καυχώμενον, ὅτι ἐλέῳ ἐσώθη. Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν· ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος, ὅτι Ἠθέλη-σεν ὁ σατανᾶς σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐν ἐλέῳ τοιοῦτος ἦν· καὶ πάντες δὲ ἁπλῶς· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονη-ροὺς καὶ ἀγαθούς; Τί δὲ, εἰ μόνον ἐνιαυτὸν τὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντα ἀπώλεσε; τί δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ ὑπερέβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν; Ἀλλὰ τί λέγω; εἰ οὕτως ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· Ἂν ἀπει-λήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζύγου. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡμῶν, καὶ ὁρῶν ἡμᾶς καθ’ ἑκάστην ἁμαρτάνοντας, καὶ μὴ κο-λάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη, ἐλέῳ ἐστίν· Ἀνθρώπους γὰρ καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων. Διὰ τί; διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησε; δι’ ἀγαθότητα. Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον, καὶ ἐκεῖ φωτὸς αἴτιον. Καὶ ἀνατελεῖ, φησὶν ὁ προφή-της, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον. Καὶ ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς κατέχει· οὕτως ἡ ἐλεημοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν χαρίζεται καὶ θαυμάσιον. Πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ
PG 63:856ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν· Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι κα-λῶν ἔργων προί̈στασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος· Ἐλεημοσύνη ἐκ θα-νάτου ῥύεται. Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, τίς στήσεται; καὶ ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος ἐλεή-μων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο δι’ ἀγαθότητα μόνον· διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχω-μεν· βασιλείας δὲ τυγχάνομεν δι’ ἔλεον. Διὰ τί γὰρ μόνος ὢν τοσούτους ἐποίησεν; οὐ δι’ ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, Διὰ τί τόδε καὶ τόδε; πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Ἐλεήσω-μεν τοὺς πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί· οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλόξ· τὸ ἔλεον τοῦτο τοῦ πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον· οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθή-σεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνε-ται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεή-μονα εἶναι. Ὥσπερ δὲ αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ
πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη· ἢ ἐλεήμων μὲν ᾖ, πλεονεκτοίη δέ· ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδοίη· πάντα εἰκῆ γέγονεν. Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παρα-στῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς αὐτοῦ μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ πάλιν, Ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· τουτ-έστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀνα-στάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλά-χιστος κληθήσεται· ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλείπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα· Ἀπέλ-θετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐπεί-νασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς οὐδὲν ἕτερον ἐγκλη-θέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο μόνον ἐξεβλήθησαν τοῦ νυμφῶνος· καίτοι γε σωφροσύνην εἶχον. Εἰρήνην, φησὶ, μετὰ πάν-των διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔστιν ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ μετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολ-λάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν, ἂν πάντα κατορ-θώσωμεν, τὸν δὲ πλησίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον·
PG 63:857Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν· ἐκεῖ γὰρ ἡ ἀρετὴ πᾶσα ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο, ἀλλ’ ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέεν-ναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὐ-τοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινω-σκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Εἰ γὰρ ἐπ’ ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν ἕνα νόμον τῶν κειμέ-νων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατορθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται καὶ δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν δια-φθεῖραι· εἰ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπο-λαύουσι τῆς φυλακῆς. πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ. Ἀλλ’ ἀγαθός ἐστι, φησί. Μέχρι τίνος τὸν μωρὸν τοῦ-τον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ’ ὅτι τὴν ἀγαθότητα αὐτοῦ νομί-ζομεν εἰς ταῦτα χρησίμην ἡμῖν εἶναι, καίτοι μυρία πολλάκις διαλεχθέντων ἡμῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐ-τοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλά-σεται. Οὐχὶ κωλύει λέγειν ἡμᾶς, Ὁ οἰκτιρμὸς αὐ-τοῦ πολύς· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡμᾶς καὶ συνεχῶς λέγειν τοῦτο, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· μὴ ἐπὶ τούτῳ, φησὶ, θαύμαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁμαρ-τάνειν καὶ λέγειν, Τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξ-ιλάσεται. Διὰ γὰρ τοῦτο τοσαῦτα περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράτ-τωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ ἔσται τῆς ἡμετέρας σωτηρίας, ἀλλ’ ἵνα μὴ ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρ-τήμασιν, ἀλλὰ μετανοῶμεν. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν· εἰ δὲ μοχθηρὸς γένῃ διὰ τὴν χρηστότητα, σὺ διαβάλλεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις (πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς μακροθυμίας τοῦ Θεοῦ), ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ χρησάμενος. Φιλάνθρωπος ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος κριτής· συγ-χωρῶν ἁμαρτίας, ἀλλ’ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὑπερβαίνει ἀδικίας, ἐξαίρει ἀνο-μίας, ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ διέλω-μεν. Ἐξαίρει ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμέ-νων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν, κἂν ὦ μυρία, φησὶν, ἐργασάμενος κακὰ, καὶ δι’ ἓν ἐξ αὐτῶν ἐκβάλωμαι, καὶ τῆς βασιλείας ἐκπίπτω, τίνος ἕνεκεν οὐκ ἐργάζομαι πάντα τὰ κακά; Ἀγνώ-μονος οἰκέτου ὁ λόγος, ἀλλ’ ὅμως καὶ τοῦτον ἐπιλυ-σόμεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς. Βασιλείας μὲν γὰρ πάντες ὁμοίως ἐκπε-σούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν δίκην πάντες, ἀλλ’ ὁ μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀκεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ, καὶ ὁ τὰ ὀλίγα, ὀμοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχ ὁμοίως κατεφρονήσατε, ἀλλ’ ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν
PG 63:858εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ’ εἰς τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ-λοις αὐτοῦ; τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ἀλλὰ πάντων αὐτὸ προτίθησι τῶν δεινῶν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ· ὁ καὶ τοὺς φίλους διαφθείρων, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐνταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ δια-βόλου ἐποίησεν αὐτὸν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεη-μοσύνην μὴ ποιοῦντι. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ μᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκε-χώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέ-λεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας· πόσῳ μᾶλλον ἔνθα κελευόμεθα πάντα ῥῖ-ψαι; Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι; δεκάτας, καὶ πάλιν δεκάτας παρεῖχον, ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλά μοί τις θαυμάζων τινὰ, ἔλεγε, Δε-κάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν, εἰ κἀγὼ κἀ-κεῖνος ἐν τοῖς αὐτοῖς, οὐ μικρὰ παραμυθία. Τί οὖν; Μάλιστα μὲν οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσετε τιμωρίας· ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυ-θίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ, καὶ εἰς τὴν πυρὰν ἐμβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ’ οὐδὲ αἰσθήσεται τῆς παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπ-ώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; διὸ καὶ ἔλεγον, Ἀπολώλαμεν, ἐξολώλαμεν, παραν-ηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυ-τοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι· μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ
ἄσβεστον· ἐμπεσόντας δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέομαι καὶ παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ ταῦτα πράτ-τωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημά-των τούτων πόσην κόλασιν ὑποστῆναι ὑμᾶς ἐχρῆν, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς, προκειμένης τοσαύτης τιμῆς, ταῦτα λέγειν; Ὅταν δὲ ἐννοήσῃς τότε τοὺς κατωρθωκότας, οὐ τήκῃ πλέον; ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας ἐνταῦθα, καὶ τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ, οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντας, καίτοι οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον ὑπὸ τούτου μόνου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν καὶ δα-κρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι;

Homily XLHomilia XL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:859Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν. Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶ-μεν ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν· ἀλλὰ προσέχω-μεν καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρε-τῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν
PG 63:860ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι κράτος, δόξα, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:859ΛΟΓΟΣ Μ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγμα-τεύεσθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν. Οὐδὲν τῶν ἐπιτυγχανόντων τῆς βασιλείας τῶν οὐ-ρανῶν μακαριώτερον, ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀπο-τυγχανόντων ἀθλιώτερον. Εἰ γὰρ πατρίδος τις ἐκβε-βλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος. Ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυ-τὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἔσται ἄξιος· μᾶλλον δὲ καὶ τότε πένθους. Ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερου-σαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ’ ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἠδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερ-βαίνει ἁπλῶς, ἀλλ’ οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοί-μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοι-μαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐ-δενὸς παρ’ ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσα-το, παράδεισον, ὁμιλίαν τὴν μετ’ αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμέ-νον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι’ ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θά-νατον ἔδωκε δι’ ἡμᾶς ἐχθροὺς ὄντας τίνος οὐ καταξιώ-σει γενομένους φίλους; τίνος οὐ μεταδώσει, κατ-αλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα καὶ ἄπει-ρος, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φι-λίας τυχεῖν· ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγα-πητοὶ, ἐπιτυχεῖν. Καὶ τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον θέλει, δι’ οὗ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὁλίγου κα-ταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγά-πῃ τοῦ Θεοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτῷ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους αὐτοῦ καλεῖ. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα; Πένθους ὄν-
PG 63:860τως ἄξια τὰ ἡμέτερα, πένθους καὶ δακρύων καὶ ὀδυρ-μῶν καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετῶν. Τῆς ἐλ-πίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ. ἀγνώμονες καὶ μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν. Οἱ καταξιωθέντες εἶναι υἱοὶ καὶ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενη-νόχαμεν τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παρα-μυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανόν· ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἄρα καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ’ αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα· πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ, εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἂν ἑαυτοὺς, οὕτω φονῶντες καθ’ ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλα-βὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν ὑπὲρ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι. Διὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ’ ἐφ’ οἷς ἐχρῆν στένειν γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα δόγματα καὶ φοβερὰ, καὶ πεπάτηται, καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες. Τίς ἔσται πόρος ἡμῖν; πόθεν σωτηρίαν εὑρήσομεν; Ἀπολώ-λαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες καὶ κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν; Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε,
οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε· δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις καὶ τοῖς πε-ριφερομένοις. Μηδεὶς τοίνυν χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἒν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρε-τὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται, τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς παρεστήκει, οὐδενὶ εἴκει, οὐδὲ ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ.
PG 63:861Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυ-ρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ περιστοι-χίζεται· ἡμεῖς δὲ, ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζο-μεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν. Ἕκαστος ὅπως πλείονα ποιήσῃ τὰ ὄντα ἐσπούδακεν, οὐδεὶς ὅπως βοηθήσῃ τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώ-σῃ. Φόβος εἷς ἔχει πάντας, μὴ πενιχροὶ, φησὶ, γενώ-μεθα· μὴ εἰς γέενναν ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγορίας, ταῦτα διαβολῆς ἄξια. Ἀλλ’ οὐ ταῦτα ἐβουλόμην· λέγειν, ἀλλ’ ὑπὸ τῆς ὀδύνης βιάζομαι. Σύγγνωτε, ὑπὸ πέν-θους ἀναγκάζομαι· πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγ-γομαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλα-βόντα ἡμᾶς δεινά· ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν. στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ’ ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ οὐ τούτων καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ’ ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦν-τας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ’ οὐ δύναμαι· πατήρ εἰμι, καὶ δακρύω· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν αὐτὴν τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι· οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ’ ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπήν· πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέ-σκειν Θεῷ· Ἀλλὰ τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κακὰ κρίνομεν ἑτέρους; Οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτη-μάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρί-νει, φησί, τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Σὺ δὲ τί κρί-νεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁδεῖνα πονηρός ἐστι καὶ λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ μεταμελετήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Εἴ τι οὖν ἐν ἐκκλησίᾳ, ὥσπερ ἐν δικαίοις σταθμοῖς, τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσει, ἐν μυρίοις ταλάν-τοις λόγων βιωτικῶν μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν, ἢ μᾶλλον οὐδὲ ὀβολοὺς δέκα. Εἰ οὖν ὁ Θεὸς ταῦτα παρατηρήσει, τίς ὑποστήσεται; Ταῦτα ἐννοοῦντες, οἰκτίρμονες ὦμεν, συγγνωμονικοὶ περὶ τοὺς ἁμαρτάνοντας εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα, τὰ εἰς ἡμᾶς ἁμαρτήματα· τὰ δὲ εἰς τὸν Θεὸν παρ’ ἡμῶν, μυρία τάλαντα. Ἴστε γὰρ ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρί-νονται· οἷόν τι λέγω· ὁ τὸν ἰδιώτην ὑβρίσας ἥμαρ-τεν, ἀλλ’ οὐχ ὁμοίως, ὡς ὁ τὸν ἄρχοντα, καὶ μειζό-νως τούτου ὁ τὸν μείζονα ἄρχοντα, ἀλλ’ οὐχ ὁμοίως ὡς ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον·
PG 63:862καὶ ἡ μὲν ὕβρις ἐστὶν ἡ αὐτή· τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου μείζων γίνεται. Εἰ δὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν· ὁ τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύ-θυνος ταλάντων; Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁμαρτάνωμεν, ἅπερ εἰς τοὺς ἀνθρώπους, οὐδὲ οὕτω τὸ ἴσον ἐστίν· ἀλλ’ ὅσον μέσον Θεοῦ καὶ ἀνθρώπων, τοσοῦτον τῶν ἁμαρτημάτων ἐκείνων καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁμαρτήματα οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου μεγάλα γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ φρικτὸς μὲν ὁ λόγος καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα ἡμῶν τὴν διάνοιαν κατασείσῃ καὶ παρασαλεύσῃ· δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα, ἢ τὸν Θεὸν, καὶ τιμῶ-μεν ἀνθρώπους, ἢ τὸν Θεόν. Ἐννόησον· ὁ μοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου μὲν κατα-φρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυ-μίαν. Οὐχὶ προτιμᾷ ἀνθρώπους μόνον, οὐχὶ ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκεί-νους δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυμίας. Μᾶλλον δὲ ποίαν φλόγα; οὐκέτι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κεχρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν· νυνὶ δὲ ὕβρις καὶ στρῆνος. Ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς μανίας· τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον φροντίζει. Πάλιν, ἕτερος ὁ κλέ-πτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶ-ται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦν-τας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέ-ρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτοῦ δοῦναι, πάν-τες ἑτοίμως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, μηδὲ τὰ ἑτέρων λαμβάνειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ; Φορτικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ, ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανα-κτεῖτε; καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶ-ναι τὰ παρ’ ἐμοῦ· βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτι-μᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν καὶ παῖδας· οἱ μὲν εἰς γά-μον εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέ-σθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ, καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος· μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρ-τία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπί-
πτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πολλῷ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώ-πους. Εἰ καὶ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅτε καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψε-ται πάντα δι’ ἀνθρώπους ποιῶν. Σφόδρα ἦμεν μα-

Homily XLIHomilia XLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:863κάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα δι’ ἀνθρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον, καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημά-των οὐδὲ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ’ ἁπλῶς προαιρέσεως. Οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θε-λῆσαι μόνον. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρη-μάτων καταφρονῆσαι, οὐ δύνασαι τὰ ὄντα δαπανῆ-σαι εἰς τοὺς δεομένους; θελῆσαι οὐ δύνασαί τι ἀγα-θόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν οὐκ ἀφίης; καὶ ταῦτα δὲ, ἀφ’ ὧν ἔχεις αὐτοῦ ἀπαιτεῖ. Ἂν μὲν οὖν ἡμεῖς παρ’ ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δα-ψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος δια-λυόμενος, ἀλλ’ ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι, πόσης μὲν ἀπολαύο-μεν φιλανθρῳπίας; πόσην δὲ ἐπιδεικνύμεθα κα-κίαν; πόσον πόνον; πόσην νωθείαν; πῶς εὔκολον ἡ ἀρετή; Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλού-του χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενός· ἀλλ’ ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα, πολλὴν ἔχον ὠφέλειαν. Ἐλύπη-σεν ὁ δεῖνα, καὶ ὕβρισε καὶ ἔσκωψεν; ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν Δεσπότην· ἄνες καὶ συγχώρησον· ἐννόη-σον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· ἐννόησον, ὅτι εἰ μὴ ἀφῇς, οὐ δυνήσῃ μετὰ παῤῥησίας τοῦτο εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ
PG 63:864πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλαν-θρωπίαν. Καὶ ποῦ ἴσον, τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς τὸν Δεσπότην ἡμαρτηκότων τὴν ἄφεσιν λα-βεῖν, ἀλλ’ ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρω-πίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρ-δος· ἐννόησον πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς παν-ταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται. Ἀγαθὸς ἀνὴρ εὐμετάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα τίς οὐκ ἂν ἐλεήσῃ; τίς οὐ συγγνώ-σεται ἁμαρτάνοντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μό-νον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὁ Κύριος ὑμῶν ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφίωμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν (καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας· εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἐὰν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι, δυνησόμεθα πολλῆς φιλαν-θρωπίας τυχεῖν)· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτή-ματα καὶ καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμη-ξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύου-σαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές. Ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρ-τήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ πάν-τας ἡμᾶς ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:863ΛΟΓΟΣ ΜΑ. Περὶ τοῦ, ὅτι δεῖ μιμεῖσθαι ἡμᾶς κἂν τοὺς οἰκέτας ἡμῶν, ὁπόσα ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον πράττουσιν, ἵνα καὶ ἡμεῖς διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ αὐτὰ πράττωμεν· καὶ περὶ τῶν ἀνεκ-διηγήτων ἀγαθῶν τῶν τοῖς ἁγίοις ηὐτρεπι-σμένων. Εἰ τοῖς οἰκέταις ὁ Παῦλος, ἀγαπητοὶ, πολλῇ κε-χρῆσθαι τῇ ὑπακοῇ τοῖς κυρίοις, Τιμοθέῳ γράφων, ἐπέταττεν· ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν Δεσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ-αγαγόντα ἡμᾶς, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέ-τεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι, εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος βίος, τὸ τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ τὰ τοῦ
PG 63:864δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναν-τίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ Δεσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα, οὐ δεομένου τῶν ἡμε-τέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δε-σπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν Δεσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῶ κέρδος, ἐὰν ἐγὼ δί-καιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν. Οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν
PG 63:865παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Ποῖος δεσπότης ὑπὲρ οἱ-κέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; οὐδείς· ἀλλὰ πάν-τες ἂν ἕλοιντο τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ πάντων τῶν ἐχθρῶν τῶν μισούντων αὐτόν. Οἱ οἰκέ-ται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχε-ραίνουσι, καὶ μάλιστα, ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν μυρία. Τοῖς οἰκέταις οὐδεὶς ἐπαγ-γέλλεται τοιοῦτον, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; Ἐλευ-θερίαν, φησὶ, τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας
χαλεπωτέραν· πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πι-κροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκηρον, οὐδὲν φθαρτόν· ἀλλὰ τί; Οὐ λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε· Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς οἱ οἰκέται ἡμῖν δου-λεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ Δεσπότῃ· μᾶλλον δὲ οὐδὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δουλείαν ἡμεῖς ἐπιδεικνύμεθα. Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦ-σι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ ὑβρίζομεν εἰς τὴν τρυφήν. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ’ ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κα-νόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον, ὅταν τὴν μέλιτταν, ὅταν τοὺς μύρμηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν το-σαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρήσομεν πράττοντας ὑμᾶς. Ἐκεῖνοι διὰ τὸν φό-βον τὸν ἡμέτερον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ πα-ρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις· οὐδὲν πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον, στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πληρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν οὐδὲ δυσχεραίνουσιν. Ἐκεῖνοι διὰ τὸν παρ’ ἡμῶν φόβον ἐμπιστευόμενοι χρήματα πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθη-ροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπειλήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φι-λοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν. Ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέ-ταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν καὶ κατ-εσθίομεν, οὐ δεδοίκαμεν τὸν Δεσπότην· τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶν-τος αὐτοῦ. Τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου· κἂν ὑβρίζῃ μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται, καὶ αὐτοὶ μὲν οὐ-δέποτε εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα· τοὺς δὲ οἰκέτας τοὺς ἡμετέρους ἁμαρτάνοντας ἅπαντα ἐξ-ετάζομεν μετὰ ἀκριβείας καὶ τὰ μικρότατα. Ταῦτα
PG 63:866λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμε-νος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι· ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται· οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ’ ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ’ ἀξίας ἐστὶ καὶ περιστάσεως· ἀλλ’ ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ πολλο-στὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότε-ρον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυ-τοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς. Ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεής· ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέ-χει. Εἰ δὲ δεῖ φιλοσοφῆσαι καὶ περὶ τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν, ἀληθῶς ἐκείνη ἐστὶν ἡ ὄντως ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στενα-γμός· ἔνθα οὐδὲ φροντίδες, οὐδὲ πόνοι, οὔτε ἀγωνία, οὔ-τε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μό-νος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύ-παις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀπο-στροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα χαρὰ, εἰρήνη, εὐφροσύνη, ἡδονὴ, ἀγαθοσύνη, πραότης, ἀγά-πη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λα-βεῖν· ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστά-σεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ’ ὅμως, ὡς δυ-νατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα. Ἀναβλέ-ψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον ἐννοήσωμεν, ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γινόμενον κάλλιον, ὅσῳ τῶν πηλί-νων ὀρόφων ὁ χρυσοῦς· καὶ τὸν μετ’ ἐκεῖνον πάλιν, τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ’ οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν. Εἰ συμβαίη τὸν βασι-λεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν δορυφόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν ψυχὴν αὐτὸν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τι ἔσται· μᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται· εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἡρέμα, ἀλλ’ ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν

Homily XLIIHomilia XLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:867ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσμώτης μυ-ρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπα-γείη θρόνον. Ἀλλ’ οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τρίτην, χρόνου δὲ προϊόν-τος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ· ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ’ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύ-νου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην,
μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πε-δίον ἐξιόντες, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινό-μεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβαίη μέσον ἰδεῖν τρέχοντα, ἢ καὶ ἵππον ἐλαύνοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν
PG 63:868τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς, φησὶν, εἰς τὰς αἰω-νίους αὐτῶν σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλ-κοῦ καὶ σιδήρου, ἀλλ’ ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος ὀφθαλμὸς οὐ δύναται ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων. Τί δ’ ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτή-των, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλ-μὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρ-δίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὐκοῦν οὐδὲν οὔτε ἐλεεινότερον τῶν ἀποτυγχανόντων, οὔτε μακαριώτερον τῶν ἐπι-τυγχανόντων. Γενώμεθα δὲ τῶν μακαρίων καὶ ἡμεῖς, ἵνα ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰη-σοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:867ΛΟΓΟΣ ΜΒ. Περὶ τοῦ, ὅτι οὐ χρὴ θορυβεῖσθαι ὁρῶντας ἡμᾶς τοὺς μὲν ἀγαθοὺς δυσπραγοῦντας, τοὺς δὲ πο-νηροὺς ἐν ἀφθονίᾳ τυγχάνοντας· καὶ ὅτι οὐδὲν διαφέρει ὀδωδότος νεκροῦ ὁ ἐν ἁμαρτίαις ζῶν. Μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας, ἀγαπητοὶ, θορυβείσθω· οὐκ ἔστι γὰρ ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας, οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνε-ται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ’ οὐχὶ κατ’ ἀξίαν, ἀλλ’ ἁπλῶς, ὡσανεὶ γεῦμα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂν τοῖς ἐνταῦθα σω-φρονίζωνται. Ὅταν οὖν ἴδωμεν πονηρὸν πλουτοῦντα, μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πά-σχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ αἱ κολάσεις. Καὶ ἄλλως δὲ, οὐκ ἔστιν οὔτε κακὸν πάντη εἶναι κακὸν, ἀλλ’ ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε ἀγαθὸν πάντη εἶναι ἀγαθὸν, ἀλλ’ ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἐπὶ κακῷ τῆς αὐτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν ὀλί-γων ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοι-πὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαμ-βάνει. Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν, ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ὁ Παῦλος ἡμᾶς, φησί· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι καὶ ἀσθενεῖς, καὶ κοιμῶνται ἱκα-νοί· καὶ πάλιν, Παρέδωκα τὸν τοιοῦτον τῷ σατα-νᾷ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα· καὶ πάλιν ὁ Δαυὶ̈δ, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ μῖσος ἄδικον ἐμίσησάν με· καὶ, Ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν ἕτερος, Κύριε, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ τῶν ἁμαρτημάτων δίκας ἐνταῦθα ἀπολαμβάνοντας· ποῦ δὲ τὰ ἀγαθὰ πονηροὶ ἀπολαμβάνοντες ἐνταῦθα, ἐκεῖ τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰμ λέγοντος πρὸς τὸν πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά. Ποῖα ἀγαθά; Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ, ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους πα-θόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπρα-γίᾳ γενόμενον· καί φησι, Διὰ τοῦτο οὗτος ἐνταῦθα
PG 63:868παρακαλεῖται· ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁμαρτημά-των· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν ἀλύωμεν, ὅταν εὐπαθοῦντας ὁρῶμεν ἐνταῦθα τοὺς ἁμαρτωλοὺς, ἀλλ’ ὅταν κακῶς πάσχωμεν, αὐτοὶ χαίρωμεν· ἁμαρ-τιῶν γάρ ἐστι τὸ πρᾶγμα ἔκτισις. Μὴ ζητῶμεν ἄν-εσιν· θλῖψιν γὰρ ἐπηγγείλατο τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστός. Καί φησιν ὁ Παῦλος· Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ἀλλὰ βλακός. Ὁ γὰρ ἀθλητὴς μάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερμότητι, ἱδρῶτι πολλῷ, θλί-ψει καὶ στενοχωρίᾳ. Ἀγῶνος οὗτός ἐστι καὶ τοῦ πυ-κτεύειν ὁ καιρός· οὐκοῦν καὶ τοῦ τραύματα λαμβά-νειν καὶ αἱμάττεσθαι καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ μακάριος Παῦλος· Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Πάντα τὸν βίον ἐναγώνιον εἶναι νομίσωμεν, καὶ οὐδέποτε ἄνεσιν ζητήσομεν, οὐδέποτε θλιβόμενοι ξενοπαθήσομεν· εἴπερ μηδὲ πύκτης, ὅτε ἐν ἀγῶνί ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός. Διὰ θλίψεως ἡμᾶς τελειωθῆναι δεῖ. Εἰ καὶ μὴ διω-γμός ἐστι, μηδὲ θλῖψις, ἀλλ’ εἰσὶν ἕτεραι θλίψεις, αἱ καθ’ ἑκάστην ἡμέραν συμπίπτουσαι· εἰ δὲ ταύτας οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκαιμεν ἄν. Πειρα-σμὸς ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ ἀνθρώπινος. Εὐχώμεθα μὲν οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρα-σμόν· εἰσελθόντες δὲ φέρωμεν γενναίως. Ἐκεῖνο μὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ μὴ κινδύνοις ἐπιῤῥίπτειν ἑαυτοὺς, τοῦτο δὲ γενναίων καὶ φιλοσόφων. Μήτε οὖν ἐπιῤῥίπτωμεν ἑαυτοὺς ἁπλῶς, θρασύτητος γάρ· μήτε ἀγόμενοι καὶ τῶν πραγμάτων καλούντων ἐνδιδῶμεν, δειλίας γάρ· ἀλλ’ ἐὰν μὲν τὸ κήρυγμα καλῇ, μὴ παρ-αιτώμεθα· ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν· ἐπίδειξις γάρ ἐστι τὸ πρᾶγμα, καὶ φιλοτιμία περιττή· ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν πα-ραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θα-νάτους δέῃ, μὴ παραιτώμεθα μηδέν. Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ, ὡς ποθεῖς. Τί περιττοὺς ἐπισπᾶσαι κινδύ-νους οὐδὲν κέρδος ἔχοντας; Ταῦτα λέγω, βουλόμενοσ
PG 63:869ὑμᾶς φυλάττειν τοὺς νόμους τοῦ Χριστοῦ κελεύοντος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ κελεύοντος τὸν σταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα γὰρ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Σὺ μὲν γὰρ οὕτω παρεσκεύασο, ὡς στρατιώτης γενναῖος ἐν τοῖς ὅπλοις, ἔσο διηνεκῶς νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον προσδοκῶν. Πολέμους μέντοι μὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔμβηθι μετὰ πολ-λῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας· ῥῆξον τὴν φά-λαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ δια-βόλου, στῆσον τὸ τρόπαιον. Ἐὰν δὲ μηδὲν ἡ εὐσέβεια παραβλάπτηται, μήτε πορθῇ τις τὰ ἡμέτερα δόγμα-τα, κατὰ τὴν ψυχὴν λέγω, μηδὲ ἀναγκάζῃ τι ποιεῖν τῶν μὴ δοκούντων τῷ Θεῷ, μὴ περιττὸς ἔσο. Αἱμά-των δεῖ γέμειν τὸν τοῦ Χριστιανοῦ βίον· αἱμάτων, οὐκ ἐν τῷ τὰ ἀλλότρια ἐκχεῖν, ἀλλ’ ἐν τῷ ἕτοιμον εἶναι τὸ ἑαυτοῦ ἐκχεῖν. Μετὰ τοσαύτης τοίνυν προθυ-μίας τὸ αἷμα ἐκχέωμεν τὸ ἴδιον, ὅταν ὑπὲρ Χριστοῦ τοῦτο ᾖ, μεθ’ ὅσης ἂν ὕδωρ τις ἐκχέοι· καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷμα περιῤῥέον τὸ σῶμα· καὶ μετὰ
τοσαύτης εὐκολίας τὸ σῶμα ἀποδυώμεθα, μεθ’ ὅσης ἂν καὶ τὸ ἱμάτιον. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ χρήμασιν ὦμεν προσδεδεμένοι, ἐὰν μὴ οἰκίαις, ἐὰν μὴ προσπα-θείᾳ, ἂν μὴ πάντων ὦμεν ἀπηρτημένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάς-σονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνον-ται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπο-μένουσι· πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρα-τιώτας οὕτω παρασκευάζεσθαι χρὴ καὶ παρατάττε-σθαι πρὸς τὸν πόλεμον τῶν παθῶν. Οὐκ ἔστι διωγμὸς νῦν, μηδὲ γένοιτο γενέσθαι ποτέ· ἀλλ’ ἕτερος πόλε-μός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βα-σκανίας, ὁ τῶν παθῶν. Τοῦτον τὸν πόλεμον διηγού-μενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστη-κε· διὰ τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλε-ται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι’ ὀφθαλμῶν· τοῦτον τοίνυν κατέχωμεν· πολὺς ὁ τῶν ἐπιθυμιῶν. Διὰ τοῦτο ἐκεῖθεν ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ· Στῆτε γὰρ περιζωσά-μενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν, καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. Διὰ τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία· διό φησιν ὁ προφήτης· Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Τουτέστι, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσμιότητι. Διὰ τοῦτο ταῦτα παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας τὴν ἀτο-πίαν, καὶ βουλόμενος ἡμῶν πάντα τὰ μέλη περιπε-φράχθαι· Θυμὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθή-σεται· καὶ θώρακα ἡμᾶς περικεῖσθαι βούλεται, καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐμπηδῶν ὁ θυμὸς, καὶ μυρίων θριγκίων καὶ διαφραγμάτων ἡμῖν δεήσει πρὸς τὸ περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο ἡμῖν τοῦτο μάλιστα τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περι-θεὶς, ὥστε μὴ διαῤῥῆξάν ποτε, μήτε διατεμὸν, εὐκό-λως τὸ πᾶν λυμήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη· καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πνεύμονα τῇ καρδίᾳ,
PG 63:870ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ εἴς τινα σπόγ-γον ἐναλλομένην διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον κατα-βλάπτεσθαι τῇ ῥύμῃ τῶν ἁλμάτων. Δεῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ὅταν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, διὰ τοῦτό φησι, Καὶ περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος φύσει μέν ἐστιν ἁπα-λός· διὸ καὶ αὐτὸς, καθάπερ τινὶ ὀστράκῳ, τῷ βρέ-γματι καλύπτεται ἄνωθεν· πάντων δὲ ἡμῖν αἴτιος γί-νεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖ-ρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες, οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς, αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ, ἵνα πορεύωνται ἔνθα χρή. Πάντα τοίνυν, ἀγαπητοὶ, ὑπὲρ ἐκείνης πράττω-μεν τῆς μελλούσης ζωῆς· πάντα πρὸς ἐκείνην ὁρῶν-τες ἐργαζώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν· οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νε-κροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες· οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυ-κεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνη-τοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροί· ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθη-τοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται, οὐδὲ ἀμύνεται, ἀλλ’ ἔστιν ὥσπερ ξύλον αὖον· οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν ἀπο-βαλοῦσα τὴν ζωήν· μυρία καθ’ ἑκάστην ἡμέραν λαμ-βάνει τὰ τραύματα, καὶ οὐκ αἰσθάνεται, ἀλλ’ ἀνάλγη-τος πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαι-ρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Εἰπέ μοι, πόθεν ἡ κακία τῶν νοσημάτων, πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, τὰ προαιρετικὰ πολλῷ μᾶλλον. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ τῶν πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπρος-εξίας; Ὅταν γὰρ ἢ ἔνδειαν, ἢ πλεονεξίαν εἰς ἀμετρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἀναφθείσης ἐπιμένωμεν καταφρονοῦντες, καθ’ ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἢν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γί-νεται, ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐγκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς; δι’ ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐφεδρεύει καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν
PG 63:871Παρὰ τοῦτο οὐδὲν, παρ’ ἐκεῖνο οὐδέν· ὅθεν οὐ προς-εδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ τῆς κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς. Μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν, μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν· ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ τοὺς ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆ-σαι μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕ-τως οὐδὲ ἡμᾶς ῥᾳθυμεῖν δυνατόν. Στενὴν βαδίζομεν ὁδὸν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς τοιαύτας ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βά-θους ὁ ὀφθαλμὸς, τὸ πᾶν κατήνεγκεν. Ἀλλ’ ἑαυτῷ δεῖ προσέχειν καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι, μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος. Τῇ στενῇ πρόσχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν ἐπιφέρεταί τι τῶν πε-ριττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι δια-δραμεῖν. Οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ’ εὐλύτους ἀφίησιν· ἡμεῖς δὲ μυρίαις φροντίσιν
ἑαυτοὺς καταδεσμοῦντες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι κεχηνότες καὶ ἐκκεχυμένοι, πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν, ἀλλὰ μετὰ θαυμασμοῦ, Τί στενὴ ἡ ὁδός; Τουτέστι σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ τεθλιμ-μένη, φησὶν, ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε, Στενή· ὅταν γὰρ καὶ ῥημάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλωμεν εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες, καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ· ὡς ὅ γε κα-τατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ ἀνέσεως προσδο-κάτω τις τὸν οὐρανὸν ὄψεσθαι· οὐ γὰρ ἔνι· μηδεὶς μετὰ τρυφῆς ἐλπιζέτω τὴν στενὴν ὁδεύειν ὁδόν· οὐ γὰρ δυνατόν· μηδεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἑτέραις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχων τούτων, ἀλλὰ στέναξον ἐκεῖνον, ὅτι τὴν ἀπολλυμένην ὁδὸν ὁδεύει. Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖ-ψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ’ ἐκείνης τῆς στενο-χωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, καὶ διὰ στενωπῶν θλι-βερῶν καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος, διὰ μέσης τῆς ἀγορᾶς ἕλκοι-το· τίνα, εἰπέ μοι, μακαριοῦμεν; τίνα στενάξομεν; οὐχὶ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυ-φῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι
PG 63:872πρὸς τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ γελά-σονται τὰ παρ’ ἡμῶν λεγόμενα· ἐγὼ δὲ αὐτοὺς μά-λιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ’ οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν χρὴ μάλιστα πενθεῖν, ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ θορυβοῦσι. Διὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις γελᾷς; Ἀλλ’ ἐγώ σε θρηνῶ, τὰ μένοντά σε κακὰ ἐπιστάμε-νος, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρή-νησον μετ’ ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀποδημήσῃ ἐν Χριστῷ, οὐχὶ τοὺς μὲν γελῶντας ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας φιλεῖς· Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γέ-λωτα ἀποτρέψῃ· τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ· γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς ἡμᾶς διέθηκεν ὁ διάβολος ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶν, ἀνά-στασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις· Πῦρ ἐναντίον αὐτοῦ καυθή-σεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτη-τος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέ-ρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπα-τήσαντες ὑμᾶς αὐτοὶ διχοτομηθῶμεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος, ὁ προστησόμενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσωμεν, τίς ἡμᾶς ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι’ ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; οὐδαμῶς. Πολλῷ μᾶλ-λον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσω-μεν, τίς ἡμῶν φείσεται; οὐδείς. Ἐλεήσωμεν ἑαυτούς. Ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, τοῦτο λέγοντες πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο· ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ’ αὐτοῦ πράττωμεν, ἐλεήσει ἡμᾶς ὁ Θεὸς, ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρὰ τοῦ Θεοῦ. Πόσοι καθ’ ἑκάστην ἡμέραν προσέρχονται λέγοντες, ἐλέησόν με, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέους ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες, ἵν’ οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ ἐπι-τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν

Homily XLIIIHomilia XLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 63:873αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ
PG 63:874Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 63:873ΛΟΓΟΣ ΜΓ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων. Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χά-ρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ’ ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μη-δὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χά-ριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ’ αὐτῶν τι πρότερον λαβόν-τας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι, καὶ καυ-χώμεθα ἐπὶ τῇ λήψει μᾶλλον, ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ, Τόδε ἐλάβομεν παρ’ αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι (ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαὰκ), ἢ ὡς ἐν τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία, καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατρι-άρχῃ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται; ὅταν παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμέ-νην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηί̈νων πρα-γμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὔ, ἵνα μὴ τὸ λαβεῖν ἡμᾶς προσδεδεμένους ἔτι προσδήσῃ. Λύε, φησὶ, σαυτὸν τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ’ ὡς δεσπότης. Καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· κατα-φρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ’ ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον παιδικῶν ἀθυρμάτων, μετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτομεν, οἷον, σφαῖ-ραν, καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγ-καίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπι-θυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγ-
καίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυ-μοῦντας τῶν ἐνταῦθα λοιπὸν, ἀφίησιν αὐτοῖς κεχρῆ-σθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν ἄν-θρακα πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν ὅτι, ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίας, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι, ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· καὶ πά-λιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτοσ
PG 63:874ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν, τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἑαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν. Εὔπορός εἰμι καὶ εὐ-μήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πρα-γμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ’ ἐκείνων ἄγομαι· διὸ καὶ μεταπλάττειν καὶ μεταῤῥυθμίζειν αὐτὰ βού-λομαι. Καὶ τί θαυμάζεις ἐν τούτοις; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν ἀδικήσῃς, ἠδι-κήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης. Ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἠδικήθης, ἀλλ’ ἀδικεῖς; Διὰ τοῦτο καὶ Παῦ-λός φησι· Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρί-σθης· καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοὶ, ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. Διὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γενώμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω. Ἂν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· τοῦ γὰρ πλύνεσθαι ἄξιοι ἡγούμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρί-ζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ’ ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Κατὰ τὴν ἀξίαν αὐτῆς, τί ἐστιν; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς, εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, πα-ρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον συν-εκρότησας; οὐδαμῶς. Διὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυ-τὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται. Πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλου-τεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκία σου οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον; καὶ οὐ κατα-γνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπι-στραφῆναι ἐχρῆν; Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκου-μένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμά-ζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ὅσον αὐτὰ ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπάνεται, μᾶλλον δὲ
PG 63:875οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; Διατέμνωμεν τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον ἄρκος ἄρκον οὐ ταχέως ἀν-αιρεῖ, οὐδὲ ὄφις ὄφιν οὐκ ἀναιρεῖ, τὸ ὁμόφυλον αἰ-δούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς; Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις δι-ηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλ-λαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ δουλείας περιβάλλεις, ἀποδυσπετήσεσιν, ἁμαρτίαις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν ὡς μὴ μέλλοντας δώσειν δίκην. Φονεύων γὰρ, φησὶ, τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν. Κατάσχωμεν ἑαυτοῖς τὰς χεῖράς ποτε· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλὰ ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην. Μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημο-σύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκά-θαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσο-πάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησά-μενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν, εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκα-τακλινομένου; ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλα-σιν, ἀλλ’ οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς; οὐκ ἀπο-φεύγεις; οὐκ ἐπιτιμᾷς; ἀλλ’ ἐὰν ἐν δυναστείᾳ ᾖ, μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ τοιαῦτα σιτούμενος; Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶμα μολύνει καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)· ὡς δὴ τιμηθεὶς διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν; Καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλ-λήνων τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως συγχω-ροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομα-ζόμενος ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα
τὸν Θεόν. Ὥστε ὁ μὲν μοναχὸς ὢν, ἂν κατηχούμενος ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς εἴη, ἀδελ-
PG 63:876φός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος μονάζοντος τότε ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεο-νέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ’ οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλ’, Ἐάν τις ὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, φησὶ, μέθυσος. Βαβαὶ, πόση ἡ ἀκρίβεια Ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερ-χόμεθα πρὸς αὐτοὺς, μεθέξοντες τῶν παρ’ αὐτῶν. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσει σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα ἀκού-σειε παρὰ σοῦ, ὅτι, ἐπειδὴ ἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέμενα, οὐκ ἀνέξομαι μολύνειν τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυ-μάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναμεν δοῦλοι, εἰπέ μοι; Ἐπειδὴ πρότερον γαστρὸς γεγόναμεν δοῦλοι καὶ χρη-μάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώ-καμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται. Ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, φησὶ, μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει, τὸν τῆς ἁμαρ-τίας δοῦλον. Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι. Διὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ’ ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης. Ὥσπερ δὲ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρή-σιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεμεῖν, ἀλλὰ θορυ-βεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς τικτόμενος διαφθείρειν τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ’ εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας, πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχρὰ ἡ ὄψις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτά-νοντες, κἂν μὴ βλέπωσιν. Εἰπὲ γάρ μοι· παντὸς πυ-ρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρη-μάτων, ἢ τῶν σωμάτων ἀλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗ-τος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον· καὶ δουλοπρεπῆ πράγματα ὑπομένει κολα-
Page scan enlarged

Notebook

Full View