PG 64John Chrysostom
Suidas and Guglielmo da Pastrengo
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Vigilii Tapsensis Episc. contra Eutychetem Lib. 1 cap 15
PG 64:113[) Ιωάννης Αντιοχεὺς ὁ ἐπικληθεὶς Χρυσόστομος πρεσβύτερος μὲν ἐν πρώτοις Αντιοχείας, Εύσε βίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. Οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ᾽ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ τῇ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. Τούτοις εφάμιλλοι καὶ οἱ εἰς τοὺς Ψαλμοὺς τοῦ Δαυΐδ λόγοι, καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία, καὶ τὰ εἰς τὸν Ματθαῖον καὶ Μάρκον και Λουκᾶν ὑπομνήματα. Τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει. Απασαν γὰρ Ἰουδαϊκὴν Γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. Τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταῤῥεῖν ὑπὲρ τοὺς Νειλους και ταρράκτας. Οὐδεὶς οὖν τῶν ἀπ' αἰῶνος τοιαύτην λό γων ηὐπόρησεν εὕροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον ἐκληρονόμησεν όνομα. Τῶν δὲ συγγραμμάτων αὐτοῦ και ταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, Θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. Οὗτος ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἀσκητὴς ἦν ἄκρος καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν, καὶ διὰ ζῆλον σωφροσύνης εύ παῤῥησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον, ἢ αἰδοῖ ἐχαρίζετο, καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐνα τυγχάνοντας ἀμέτρως κέχρητο. Καὶ ἐν μὲν τῷ δι δάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. Διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. Ου τοίνυν, εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα νομιστέον εἶναι· οὐδ᾽ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννῆς, τοῦτον μετριόφρονα λεκτέον· ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ έλευ θέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα, μεγαλόψυχον μὲν εἶναι προσήκει, οὐχ ὑπερήφαγον, ἀνδρεῖον, οὐ θρασὺν, ἐπιεικῆ, οὐ δουλοπρεπή, μετριόφρονα, ού τα πεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον, οὐκ ἀνδραποδώδη· [] ώς καὶ αὐτὸς λέγει· Διὰ τοῦτο ποι κίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον ποικίλον δὲ λέγω, οὐχ ύπουλον οὐδὲ κόλακα καὶ ὑβριστὴν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρ ῥησίας ανάμεστον, εἰδότα καὶ συγκατιέναι χρησ σίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. Οὐ γὰρ ἐνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον· ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδέ κυβερνήτῃ μίαν ὁδὸν ἰέναι τῆς πρὸς τὰ πνεύ ματα μάχης. Εννόησον οὖν ὁποῖόν τινα είναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθ έξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα, πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. Καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυρον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρόν καὶ ἡμερον, ἵνα ταῦτα εὐκόλως δύνηται μάχεσθαι. Οὐκοῦν δεῖ τὸν ἐναργέστατον καὶ εχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ' ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμε τρίαν· καὶ ἐλεύθερον εἶναι, μήτε εἰς αυθάδεια ἀποκλίνοντα, μήτε· εἰς δουλοπρέπειαν καταπίπτοντα. Πρὸς μὲν γὰρ τοὺς χρηστούς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. Επείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οι δὲ ἀνδρείαν θρασύτητα· ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν, σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητες δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. Καιρὸς γὰρ τῷ παντὶ πρά γματι, φησὶ Σολομῶν· τουτέστι, ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδούς, παρ ῥησίας, χρηστότητος, ἀποτομίας, καὶ ἀπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν, καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν Κυριακὴν φωνήν ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἢν ἔδωκεν ὁ Χριστὸς εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν· καὶ ἐγ καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν· καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον και δίκαιον λογισμὸν ἀποφέρεσθαι. Λογισμοὶ γὰρ δικαίων κρίματα. Καὶ Ἰσίδωρος δέ Τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερὸν, ἵν' οἱ μὲν εὖ βιοῦντες θαῤῥοῖεν, οἱ δ' ἁμαρτάνοντες ἀκνοῖεν· θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλον ἐστιν, ἢ ἀρχή. Εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης εἰ δὲ φιλαμαρτήμονες, φόβου· ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοὶ, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ.
Page scan enlarged

Notebook

Full View