Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 64:501όταν καρποῦ ἔρημον ᾖ· οὕτω καὶ τὸν Χριστιανὸν οὐ δὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐάν τις κατὰ τὸν βίον ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς τοιούτους ἐμακάριζε λέγων· Μακάριος ὁ ποιήσας και διδάξας. Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβεστέρα καὶ ἀξιοπιστοτέρα πολλῷ· ὁ γὰρ τοιοῦτος καὶ σιγῶν καὶ ὁρώμενος παιδεύειν δύναται τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ καὶ διὰ τῆς ἀκοῆς· καὶ πολλῆς ἀπολαύσεται τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας· οὐ μόνον δὲ δι' ἑαυτοῦ· ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων· παρασκευάζων δοξάζεσθαι τὸν αὐτοῦ Δε σπότην· ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν καὶ διὰ πολλῷ πλειόνων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μό νον καὶ μάρτυρες ὄντες τοῦ βίου καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δεσπότην· ἀλλὰ καὶ οἱ β ἀγνοοῦντες, παρ' ἑτέρων ταῦτα μανθάνοντες· καὶ οἱ πόρρωθεν οἰκοῦντες καὶ οἱ μακρὰν ἀπῳκισμένοι· καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰδεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἰσχύς ὡς καὶ τῶν πολεμούντων αὐτὴν ἀποφράττειν τὰ στόματα καὶ τὴν γλῶτταν ἐπιστομίζειν· καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ἔψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν ἀρετὴν ἡ κακίᾳ ἀντιβλέψαι δυνήσεται ποτε ἀλλὰ παρα χωρήσει, καὶ τὰ νῶτα δώσει καὶ τὴν ἦταν ὁμολογήσει. "Ο δὴ καὶ πεπεισμένοι, ἀντεχώμεθα τῆς ἀρετῆς· καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν· καὶ τῶν μικρῶν καὶ εὐτελῶν εἶναι δο κούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις εἴτε ἐν πρά γμασιν ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημάτων, ἐὰν τῶν μικρῶν ἀπεχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα, καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες, τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. 19,: Σκόπει πότε τοῦτο ἐγένετο μετὰ τὴν παρακοήν. 121. Τοῦ ἁγίου Ἰωάννου ἐκ τοῦ εἰς τὰς Βασιλείας γ' λόγου Φέρει γηπόνοις ἡδονὴν τὸ ἐξ ὑπτίων τε καὶ βαθι γείων χωρίων πολύν τινα δρέπεσθαι τὸν καρπόν. Εἰ δῇ ποτε καὶ ἐκ πετρώδους γῆς καὶ λεπτῆς καὶ ὑπὸ ψάμμου δυνηθείη μετὰ πολλὴν ἐπιμέλειαν χρηστοῦ τινος ἀπολαῦσαι καρπού, μείζων ἐντεῦθεν ἡ ἡδονὴ τῷ γηπόνῳ, διότι πρὸς τὴν τῆς γῆς φύσιν ἀγωνισάμενος, καὶ τοὺς οἰκείους πόνους ἀντεισάξας τῇ στει ρώσει τῆς γῆς, νίκης τινὰ μαρτυρίαν ἀποφέρεται παρὰ τῶν τὸ γεώργιον θαυμαζόντων. ἐκ τοῦ εἰς β' Βασιλειῶν.
Continue reading PG 64: Commentarius in Job (Expositio) →≣ entire volume