PG 80Theodoretus of Cyrrhus (Cyrus)
Commentary on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 80:1312καὶ ταῦτα ἀκηκοότες παρεγγυῶντος αὐτοῦ δοῦναι τὰ τοῦ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἀραῖς δὲ πολλαῖς αὐτὸν καὶ λοιδορίαις ἔβαλον. Δι’ ἐκείνας ἔφη τὰς ἀρὰς, καὶ τὰς συκοφαντίας, καὶ τὴν ἁμαρτίαν τοῦ στόματος, ταύτην αὐτοὺς ὑπομεμενηκέναι τὴν συντέλειαν. Συντέλειαν δὲ οὐ τὴν πανωλεθρίαν καλεῖ, ἀλλὰ τὸ μηκέτι αὐτοὺς λαὸν χρηματίζειν Θεοῦ. Ἐσκεδασμένοι γὰρ κατὰ τὴν οἰκουμένην, καὶ Ῥωμαίοις δουλεύειν ἠναγκασμένοι, τῆς νομικῆς λατρείας ἐστέρηνται· πόῤῥω τῆς πολυθρυλλήτου διάγουσι μητροπόλεως, τῆς βασιλικῆς ἔρημοι κηδεμονίας γεγένηνται· ἱερατικῆς ἐπιμελείας οὐκ ἀπολαύουσι, τῆς προφητικῆς ἐγυμνώθησαν χάριτος. Τὸ τοίνυν, οὐχ ὑπάρξουσιν , ἀντὶ τοῦ, Εἰς λαὸν οὐκέτι, φησὶ, καθ’ ἑαυτοὺς πολιτεύσονται, μόνην οἰκοῦντες τὴν Παλαιστίνην, καὶ λαὸς Θεοῦ χρηματίζοντες. Συντελείας δὲ τὰς παντοδαπὰς καλεῖ τιμωρίας. Καὶ γὰρ ἐπὶ Γαί̈ου τοῦ τετάρτου Καίσαρος κινδύνους μεγίστους ὑπέμειναν· καὶ μέντοι καὶ ἐπὶ Νέρωνος πολλαῖς περιέπεσον συμφοραῖς. Καὶ Οὐεσπασιανὸς τὰς πλείστας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις·
PG 80:1313καὶ Τῖτος προσεδρεύσας τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἐξεπόρθησε, καὶ τοὺς τὸν θάνατον διαφυγόντας ἐξανδραποδίσας, δορυαλώτους ἀπήγαγε. Καὶ ἄλλοις δὲ παντοδαποῖς μετὰ ταῦτα περιέπεσον ἀλγεινοῖς· καὶ νῦν δὲ ὡσαύτως ἐν αἷς παροικοῦσι πόλεσιν, ἀφορμῆς τινος γινομένης, πολλάκις τὰ ἀνήκεστα πάσχουσι, τῆς ἀρᾶς, καὶ τοῦ ψεύδους, καὶ τῆς ἁμαρτίας τοῦ στόματος ἀπαιτούμενοι δίκας· καὶ δι’ αὐτῶν μανθάνουσι τῶν πραγμάτων, ὅτι τῶν ἁπάντων ἐστὶ Κύριος καὶ Δεσπότης ὁ σταυρωθείς. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη· »Καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς.« Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι πρὸ τοῦ σταυροῦ, καὶ ὑπ’ αὐτῶν ἠπιστεῖτο τῶν Ἰουδαίων· μετὰ δὲ τὸ ἐπονείδιστον ἐκεῖνο πάθος, πάσης ὁ σταυρωθεὶς δεσπόζει τῆς οἰκουμένης· τῶν μὲν ἑκόντων προσκυνούντων, τῶν δέ γε ἀπιστούντων φόβῳ δουλεύειν ἠναγκασμένων. ιε. »Ἐπιστρέψουσιν εἰς ἑσπέραν· καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.« Ἐπειδὴ γὰρ εἶπεν·
»Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν·« ἵνα μή τις ἐναντίως εἰρηκέναι νομίσῃ τὸν προφήτην τὸ, »Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου,« εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο, καί φησιν, αὐτοὺς κυνῶν δίκην λιμῷ τηκομένων, καὶ νύκτωρ τὴν πόλιν περινοστούντων, διάξειν οὐδεμιᾶς πνευματικῆς τροφῆς ἀπολαύοντας. Ἐναλλαγὴ γὰρ πραγμάτων ἐγένετο. Καὶ Ἰουδαῖοι μὲν, οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τὴν τῶν κυνῶν ἔλαχον τάξιν· τὰ δὲ ἔθνη, πάλαι κυσὶν ἐοικότα, τῆς τῶν υἱῶν ἠξιώθησαν τιμῆς. 2. »Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσωσιν.« Τοῦτο ὁ Σύμμαχος τῷ προτέρῳ ἀποδέδωκεν. Ἔφη δὲ οὕτως· Ἀνακαμπτέτωσαν ἑσπέρας, θορυβείτωσαν ὡς κύνες περιερχόμενοι πόλιν, ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. [Τούτου γὰρ, φησὶ, χάριν οἱ κύνες περινοστοῦσι νύκτωρ τροφήν τινα ζητοῦντες, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι· πᾶσα γὰρ αὐτοῖς ἡμέρα οὐ μόνον ἑσπέρα, ἀλλὰ καὶ νὺξ, τοῦ νέφους τῆς ἀπιστίας ἐπικειμένου αὐτοῖς.] Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· ὅτι κυνῶν δίκην καὶ οὗτοι κατὰ τὴν οἰκουμένην ἐσκεδασμένοι, τὴν πνευματικὴν ἐπιζητοῦσι τροφήν·
οὐχ εὑρίσκοντες δὲ ταύτην, διὰ τὸ μὴ πιστεύειν τῷ ὑπὸ πάντων προκεκηρυγμένῳ τῶν προφητῶν, θορυβάζουσι καὶ γογγύζουσι, τὴν ἀχάριστον καὶ ἐν τούτῳ γνώμην ἐπιδεικνύντες. ιζ. »Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ̈ τὸ ἔλεός σου.« Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶντες, τοσαῦτα πείσονται· ἐγὼ δὲ τὸν σὸν ἔλεον ἀνυμνήσω· καὶ τοῦ νοεροῦ σου φωτὸς ἀνατείλαντος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω. »Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. [ιη] Βοηθός μου εἶ, σοὶ ψαλῶ· ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ. Ὁ Θεός μου τὸ ἔλεός μου.« Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεί· καὶ διὰ τὴν σὴν πρόνοιαν τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καί σε πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ὁ μακάριος Δαβὶδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων.
PG 80:1316[Ὥσπερ γὰρ μετὰ τὴν νύκτα ἐν ὄρθρῳ ἀνατείλαντος τοῦ ἡλίου φωτίζεται πᾶσα ἡ ὑπ’ οὐρανόν· οὕτω ἡ παρουσία τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ μὲν σκότος τῆς ἁμαρτίας ἠφάνισεν, τὸ δὲ φῶς τῆς θεογνωσίας τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐχαρίσατο, καὶ παρέχων ὁσημέραι οὐ παύεται.] ΕΡΜΗΝ. ΤΟΥ ΝΘ ΨΑΛΜΟΥ. α, β. »Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν, τῷ Δαβὶδ εἰς διδαχήν. Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τῶν ἁλῶν, δώδεκα χιλιάδας.« Ταῦτα μὲν ἤδη καὶ γεγένηται, καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἀναγέγραπται. Ἡ δὲ εἰς τὸ τέλος ἐπιγραφὴ διδάσκει νοεῖν, ὡς τῇ ἱστορίᾳ καὶ προφητείᾳ τις ἀνακέκραται· καὶ πρόσκειται τῇ ἐπιγραφῇ καὶ, »Τοῖς ἀλλοιωθησομένοις.« Ἡ δὲ ἀλλοίωσις μεταβολήν τινα αἰνίττεται, καὶ μεταβολὴν οὐ γεγενημένων, ἀλλ’ ἐσομένων πραγμάτων. Οὐ γὰρ εἶπεν· Τοῖς ἀλλοιωθεῖσιν, ἀλλὰ Τοῖς ἀλλοιωθησομένοις . Καὶ ἡ στηλογραφία δὲ τῆς νίκης σημαντική· ἐν κεφαλαίῳ δὲ τῆς προφητείας τὴν ὑπόθεσιν ἀναγκαῖον εἰπεῖν.
PG 80:1317Τὰς προειρημένας νίκας νενικηκὼς ὁ μακάριος Δαβὶδ, προεῖδε τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν, καὶ τὴν δι’ αὐτὴν συμβησομένην αἰχμαλωσίαν. Προεῖδε δὲ καὶ τὴν ἐκεῖθεν θείᾳ χάριτι γενησομένην ἐπάνοδον, καὶ ἀναγκαῖον ᾠήθη καὶ τὰ λυπηρὰ καὶ τὰ θυμήρη προγράψαι, εἰς ὠφέλειαν τῶν ἐπ’ ἐκείνων τῶν πραγμάτων ἐσομένων ἀνθρώπων. γ. »Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς.« Ἐνταῦθα τὴν αἰχμαλωσίαν προλέγει· εἶτα τοῦ Θεοῦ τὸ δίκαιον καὶ φιλάνθρωπον. »Ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.« Διὰ μὲν γὰρ τὰς παρανομίας ὠργίσθης, μετὰ δὲ τὴν τιμωρίαν ἠλέησας. δ. »Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν.« Τὰς τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἐφόδους διὰ τούτων ἐδήλωσε· σεισμοῦ γὰρ δίκην ἄρδην ἠφάνισαν ἅπαντα. Εἶτα τὴν φιλανθρωπίαν αἰτεῖ. »Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.« Πάλιν τὰ γεγενημένα διέξεισι. ε. »Ἔδειξας τῷ λαῷ σου σκληρά.« Ποῖα ταῦτα; »Ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.« Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κάρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐπότισας ἡμᾶς οἶνον καρώσεως . 2.

Interpretation of Psalm LIXInterpretatio in Psalmum LIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
»Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.« Τοῦτο σαφέστερον ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης διδάσκει. Ἑωρακέναι γὰρ ἄγγελον ἔφη, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προστεταγμένον ἅπασαν τὴν πόλιν περινοστῆσαι, καὶ ἐπιθεῖναι τοῖς μετώποις σημεῖον τῶν καταστενόντων ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Ἀλλ’ ἐκεῖνα τύπος τῶν ἡμετέρων· τὸ γὰρ ἀληθὲς σημεῖον ἡμεῖς παρὰ τῆς θείας ἐλάβομεν χάριτος· ᾧ κεχρημένοι κρείττους τῶν τοῦ δυσμενοῦς γινόμεθα τοξευμάτων. ζ. »Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.« Τούτῳ δὲ, φησὶ, τῷ σημείῳ τοὺς ἀνακειμένους σοι διαφυλάττεις, οἳ διὰ τὴν οἰκείαν ἀρετὴν τῆς φιλοστοργίας ἠξίωνται, [ἀπαθανατιζόμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Καλῶς οὖν ἐπήγαγεν ὁ προφήτης·] »Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.« Μετάβαλλε, φησὶ, τὰς ἐπικειμένας τῷ λαῷ σου συμφοράς· καὶ οἷόν τινι δεξιᾷ, τῇ σῇ κηδεμονίᾳ κειμένους ἀνάστησον [ὅτι δὲ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς αὐτοῦ Υἱὸς ὀνομάζεται, οὐκ ἀμφιβάλοι τις τῶν πιστευόντων εἰς αὐτόν].
PG 80:1320Οὕτω προσενεγκὼν τὴν δέησιν [ὁ προφητικὸς νοῦς,] δέχεται τὴν ἀπόκρισιν, καὶ ταύτην οὐκ ἀνέχεται κρύψαι, ἀλλὰ πάντας διδάσκει. η. »Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.« Τουτέστι, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὀργάνῳ τῇ τοῦ προφήτου χρησαμένης γλώττῃ. »Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.« Σίκιμμα, ἡ τοῦ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖσα πόλις. Ἐν ταύτῃ δὲ ὁ Ἐφραὶ̈μ, μετὰ τὴν διαίρεσιν τῶν φυλῶν, ἐπήξατο βασιλείαν· Κοιλάδα δὲ σκηνῶν τὴν τῶν Ἰσραηλιτῶν λέγει χώραν, ὡς ἔρημον γεγενημένην, καὶ ποιμενικὰς τηνικαῦτα σκηνὰς δεξαμένην. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἐπανάγειν τοὺς γεγενημένους δορυαλώτους, καὶ τὴν πατρῴαν αὐτοῖς διανέμειν γῆν· καὶ οὕτως αὐτὴν οἰκητόρων πληρώσειν, ὡς καὶ περὶ μέτρων τοὺς ἐνοικοῦντας φιλονεικεῖν· καὶ τούτῳ κεχρημένους, τὴν τῆς γῆς ποιεῖσθαι διανομήν. θ. »Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μαναςσὴς, καὶ Ἐφραὶ̈μ κραταίωσις τῆς κεφαλῆς μου.« Γαλαὰδ οὐ φυλῆς [ὄνομα], ἀλλὰ τόπου· ὁ Μαναςσὴς δὲ φυλῆς ἐπώνυμος. Τὴν δὲ Γαλααδῖτιν ἄνωθεν ἐκληρώσατο γῆν.
Οἰκείαν τοίνυν λέγει καὶ τὴν φυλὴν, καὶ τὴν τούτου γῆν, καὶ τὴν ἐπάνοδον προμηνύων, καὶ τῶν χωρίων ἐκείνων τὴν οἴκησιν· καὶ τῷ Ἐφραὶ̈μ δὲ ὑπισχνεῖται τὴν προτέραν ἀποδώσειν ἰσχύν. Ἀντὶ δὲ τῆς κεφαλῆς μου, ὁ Σύμμαχος ἀρχῆς μου τέθεικε· ἀντὶ τοῦ, πρόμαχον αὐτὸν ὡς πάλαι καταστήσω. »Ἰούδας βασιλεύς μου.« Ἐπειδὴ γὰρ μετὰ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· μόνον δὲ τὸν ἐξ Ἰούδα Ζοροβάβελ εἶχον ἡγεμόνα καὶ βασιλέα· εἰκότως τὸν μὲν Ἐφραὶ̈μ κραταίωσιν κεφαλῆς, ἢ τῆς ἀρχῆς προσηγόρευσε, τὸν δὲ Ἰούδαν βασιλέα. Τὸ δὲ βασιλεύς μου , ἀντὶ τοῦ, ὑπ’ ἐμοῦ χειροτονούμενος βασιλεὺς, καὶ τοῦ ἐμοῦ βασιλεύων λαοῦ. Οὕτω καὶ παρὰ τῷ Ἡσαί̈ᾳ· »Τάδε λέγει Κύριος· Τῷ χριστῷ μου Κύρῳ,« τουτέστι, τῷ ὑπ’ ἐμοῦ κεχρισμένῳ [καὶ κεχειροτονημένῳ]. ι. »Μωὰβ λέβης τῆς ἐλπίδος μου.« Τοῦτο ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· Μωὰβ λέβης τοῦ λουτροῦ μου . Ὁ δὲ Σύρος, κάδος τῆς πλύσεώς μου . Ἐπειδὴ γὰρ ἐν τοῖς τοιούτοις σκεύεσι, καὶ τοὺς πόδας ἀπονίπτειν, καὶ τὴν τοῖς ποσὶν ἐῤῥυπωμένην ἐσθῆτα ἀποῤῥύπτειν εἰώθαμεν, τὴν ὑποταγὴν τοῦ Μωὰβ διὰ τοῦ κάδου τῆς πλύσεως παρεδήλωσε.
PG 80:1321Καὶ ὁ λέβης δὲ ἐπὶ τιμωρίᾳ κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Οὕτω καὶ ὁ μακάριος Ἰεζεκιὴλ διδάσκει, λέβητα προσταχθεὶς καλέσαι τὴν Ἱερουσαλὴμ, κρέας δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυλώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν τροφήν. Οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα. Οὕτω καὶ ὁ μακάριος Ἱερεμίας λέβητα ὑποκαιόμενον εἶδεν· καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ. Λέγει τοίνυν, ὅτι καὶ Μανασσὴς τὴν οἰκείαν ἀπολήψεται γῆν· καὶ ὁ Ἐφραὶ̈μ τὴν προτέραν ἀνακτήσεται δύναμιν· καὶ ὁ Ἰούδας πάντων ἀναγορευθήσεται βασιλεύς· Μωαβῖται δὲ αὐτοῖς ὑποταγήσονται, τὴν ἄμαχον αὐτῶν θεώμενοι ῥώμην. Οὐ μόνον δὲ ἐκεῖνοι, ἀλλὰ καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι. »Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.« [Οὐκ ἂν δὲ διαμάρτοι τις θεωρήσας λέβητα μὲν τὴν θείαν κολυμβήθραν τιμωροῦσαν μὲν καὶ καταφλέγουσαν καὶ ἐξαφανίζουσαν τὴν ἁμαρτίαν, ἀναζωπυροῦσαν δὲ τῷ θείῳ Πνεύματι καὶ ἀναπλάττουσαν καὶ ἀποτρίβουσαν τὸν βρότον, εἴ τ’ οὖν τὸν ῥύπον τῶν πλημμελειῶν τῶν δι’ αὐτῆς ἀνακαινιζομένων.
Καὶ τὸ, »Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,« Οὐ μόνον βαδίσω, φησὶ ὁ ἐκ Δαβὶδ Κύριος τῆς δόξης, ἐπὶ τὴν Ἰδουμαίαν, ἀλλ’ ὡσανεὶ δι’ ὑποδημάτων ἐμῶν διὰ τῶν θείων ἀποστόλων τὸ τῆς χάριτος Εὐαγγέλιον κηρύξω· οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν.] Πρὸς γὰρ τοῖς Μωαβίταις, καὶ τοὺς Ἰδουμαίους δουλώσομαι, καὶ τοὺς ἀλλοφύλους ὑποταγῆναι καταναγκάσω. Ἀλλοφύλους μέντοι καλεῖ τοὺς Παλαιστινοὺς ἡ θεία Γραφὴ, οὐχ ὡς τῶν ἄλλων ἐθνῶν ὁμοφύλων ὄντων, ἀλλ’ ὡς τῶν ἄλλων μὲν ἀφεστηκότων, τούτων δὲ οὐ μόνον ὁμόρων ὄντων, ἀλλὰ καὶ μεταξὺ κατοικούντων. Οὕτως Ἰεβουσαῖοι τὴν Ἱερουσαλὴμ ᾤκησαν ἐπὶ πλεῖστον· οὕτως Γαβαωνῖται τὴν Γαβαώ· καὶ Γαζαῖοι δὲ, καὶ Ἀσκαλωνῖται, καὶ οἱ ἄλλοι πλησίον ᾤκουν. Καὶ ταῦτα σαφέστερον αἱ ἱστορίαι διδάσκουσιν. Οὕτω ταῦτα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς ὁ προφήτης, ἰδεῖν ἐφίεται τοῦ λαοῦ τὴν μετὰ τὴν ἐπάνοδον εὐκληρίαν· καί φησιν· ια, ιβ. »Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;« [Οὐδὲ γὰρ ἦν ἑτέρου τῆς τοιαύτης ἡμᾶς ἀξιῶσαι προμηθείας.] Πόλιν περιοχῆς τὴν Ἱερουσαλὴμ καλεῖ.
Ταύτην ὁ Σύμμαχος πεφραγμένην ἡρμήνευσεν. Ἐπειδὴ γὰρ ἀνάστατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους. Ταῦτα δὲ, φησὶ, σὺ δράσον, Κύριε, ὁ ἀπωσάμενος ἡμᾶς, καὶ τῇ τῶν Βαβυλωνίων παραδοὺς δυναστείᾳ· οὕτως τὰ ἀγαθὰ προθεσπίσας, ὑπὲρ τῶν ἀνιαρῶν ἱκετεύει. »Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν.« Ὁρᾷς ἡμᾶς, φησὶν, οὕτω πικρῶς πολεμουμένους, καὶ οὐ στρατηγεῖς, οὐδὲ ἀριστεύεις συνήθως. [Διὰ δὴ ταῦτα] ιγ. »Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.« Τὸν καί σύνδεσμον ἀναλλάξας ὁ Σύμμαχος, σαφέστερον τὴν ἑρμηνείαν εἰργάσατο. Ἔφη δὲ οὕτως· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· ματαία γὰρ σωτηρία ἀνθρώπου . Ἐπάμυνον, φησὶν, διακειμένοις κακῶς· σοὶ γὰρ μόνῳ δυνατὸν διαλῦσαι τὰς συμφοράς· αἱ δὲ τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ ὄντος, μάταιοι. Διὸ εἰκότως ἐπήγαγεν· ιδ.
PG 80:1324»Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν.« [Ἀντὶ τοῦ, ἐπ’ αὐτὸν ἐπιστρέψωμεν, καὶ αὐτῷ λατρεύσαντες κηδεμόνα αὐτὸν ὁρισώμεθα.] »Καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.« Τὴν αὐτοῦ, φησὶν, ἐπικαλεσώμεθα πρόνοιαν, καὶ ταύτῃ θαῤῥήσωμεν· αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν. ΕΡΜΗΝ. ΤΟΥ Ξ ΨΑΛΜΟΥ. α. »Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαβίδ.« Τῷ τέλει τοῦ προγεγραμμένου ψαλμοῦ ἀκολουθεῖ τοῦδε τοῦ ψαλμοῦ τὸ προοίμιον. Εἰρηκὼς γὰρ, »Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς,« διδάσκει τὸν ἐν τῇ αἰχμαλωσίᾳ λαὸν, ὁποίαν προσήκει προσενεγκεῖν τῷ Θεῷ προςευχήν. [Προλέγει δὲ καὶ τοῦ Δεσπότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὴν δι’ ἡμᾶς οἰκονομίαν καὶ τὴν ἐπιστροφὴν τοῦ ἐξ ἐθνῶν λαοῦ.] β. »Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου· πρόσχες τῇ προσευχῇ μου.« Δέξαι μου, φησὶν, τὴν ἱκετείαν, ὦ Δέσποτα, καὶ εὐμενῶς ἄκουσον τῶν τῆς προσευχῆς μου ῥημάτων. [Ταῦτα δὲ δικαίως εἴποι καὶ πᾶς ὅστις ἂν τῶν ἀνθρώπων περιστάσει περιπέσοι·
διὰ τούτων ἀντιβολῶν δεκτὴν γενέσθαι τὴν ἱκετείαν καὶ τῆς ἐκεῖθεν προμηθείας ἀξιοῦσθαι.] Εἶτα διδάσκει τίνες οἱ εὐχόμενοι. γ. »Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.« Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυλὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδισθέντες, κἀκείνην ἠναγκασμένοι τὴν γῆν οἰκεῖν. »Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με.« Ἱκετεύω δέ σε τῆς παρὰ σοῦ ψυχαγωγίας τυχεῖν. Ὀδυνώμενος γὰρ, καὶ τὰς ἐπικειμένας ὀλοφυρόμενος συμφορὰς, τῆς σῆς ἐπικουρίας ἀπήλαυσα, καὶ τῶν πολεμίων ὑπέρτερος ἐγενόμην. [Εἴρηται δὲ τοῦτο ἐκ προσώπου μὲν τῶν ἀνδραποδισθέντων ἀπὸ τῆς Ἱερουσαλὴμ ἐν τῇ Βαβυλῶνι καὶ τυχόντων τῆς ἀνακλήσεως· ἁρμόττει δὲ καὶ ἑκάστῳ τῷ διὰ μετανοίας τὴν ἑαυτοῦ πραγματευομένῳ σωτηρίαν, καὶ μηκέτι περὶ τῆς ἀτραποῦ βαδίζοντι, ἀλλὰ τὴν μόνην καὶ ἀκλινῆ βαδίζοντι ὁδόν· καὶ δῆλον διὰ τῶν ἑξῆς.] »Ὡδήγησάς με. [δ.] Ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος, ἀπὸ προσώπου ἐχθροῦ.« Τῆς σῆς προνοίας μετασχεῖν ἐλπίσας, οὐ διήμαρτον τῆς ἐλπίδος· ἐγένου γάρ μου καὶ ποδηγὸς, καὶ πύργος ἰσχυρός.
PG 80:1325Διὰ γὰρ τῆς σῆς κηδεμονίας τὰς τῶν ἐχθρῶν ἐπιβουλὰς διαδρὰς, τεύξομαι τῆς ἐπανόδου. ε. »Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.« Σκήνωμα τοῦ Θεοῦ τὴν Ἱερουσαλὴμ ὀνομάζει. Ἐν ἐκείνῃ γὰρ ἐποιεῖτο τὴν πρὸς αὐτοὺς ἐπιφάνειαν. Λέγει τοίνυν, ὅτι Τῆς ἐπανόδου τετυχηκὼς, ἐνδελεχῶς τῷ σῷ προσεδρεύσω νεῷ, καὶ τῆς παρὰ σοῦ προνοίας ἀπολαύσω. Πτέρυγας γὰρ τὴν τοῦ Θεοῦ κηδεμονίαν καλεῖ. Τὸ δὲ εἰς τοὺς αἰῶνας , ἀντὶ τοῦ διηνεκῶς τέθεικεν. 2. »Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου· ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.« Ὑμνῶ δέ σε διαπαντὸς, ἐπειδὴ τὰς ἐμὰς δεξάμενος ἱκετείας, τὴν ἐπαγγελθεῖσαν τοῖς προγόνοις ἡμῶν κληρονομίαν ἡμῖν τοῖς ἐκείνων ἐκγόνοις ἀπέδωκας. Ταῦτα δὲ λέγουσιν εὐθὺς ἁψάμενοι τῆς ὁδοῦ. Ἰστέον μέντοι, ὅτι καὶ τῆς ἀληθοῦς κληρονομίας αἰνίγματα ἔχει τὰ προκείμενα ῥήματα· κληρονομία δὲ ἀληθὴς, ἡ αἰώνιος ζωὴ, περὶ ἧς ἔφη ὁ Δεσπότης Χριστὸς τοῖς ἐκ δεξιῶν ἀμνοῖς· »Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου·

Interpretation of Psalm LXInterpretatio in Psalmum LX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.« Ταύτην τὴν κληρονομίαν τοῖς φοβουμένοις αὐτὸν δώσειν ὁ Δεσπότης ὑπέσχετο· καὶ τούτοις δὲ ὡς ἐν τύπῳ τὴν ἐπηγγελμένην ἀπέδωκε γῆν. ζ, η. »Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.« Οὕτως ἱκετεύσαντες, καὶ τὰς αἰτήσεις δεξάμενοι, καὶ χάριν ὑπὲρ τούτων ὁμολογήσαντες, ἀντιβολοῦσι τὸν Θεὸν, τὸν δοθέντα αὐτοῖς ἐπὶ πλεῖστον διαφυλάξαι βασιλέα. Τηνικαῦτα δὲ αὐτῶν ἐβασίλευε Ζοροβάβελ· ἀλλ’ οὐχ ἁρμόττει αὐτῷ πάντα τὰ τῆς προφητείας ῥητά. Τὸ μὲν γὰρ, »Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις,« ἁρμόττει κἀκείνῳ· τὰ δὲ λοιπὰ, οὐκ ἔτι· ἀλλὰ τῷ ἐξ ἐκείνου κατὰ σάρκα διὰ πολλὴν φιλανθρωπίαν γενομένῳ, ὡς οἶδεν αὐτός. Ἐπ’ ἐκείνου γὰρ ἀληθεύει τῆς προφητείας τὰ ῥήματα· »Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς· διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.« [Οὐδὲ γὰρ ἀρχὴν ἡμερῶν ἐδέξατο, οὐδὲ τέλος ὑπομενεῖ. Εἰ γὰρ καὶ ἄνθρωπος γενόμενος ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἀλλὰ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
PG 80:1328Ἐν ἀρχῇ γὰρ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τὸ δὲ ἐνώπιον τοῦ Θεοῦ , ἀντὶ τοῦ, σὺν Πατρὶ ἀεὶ συνυπάρχων.] Πρὸς ἐκεῖνον γὰρ ὁ αὐτὸς προφήτης ἐν τῷ ἑκατοστῷ καὶ πρώτῳ ψαλμῷ ἔφη· »Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.« [Ὁρᾷς, ὅτι ὡς συνυπάρχων ἔχει καὶ ἀτελεύτητον τὴν βασιλείαν ὁ ὑπὲρ ἡμῶν σταυρὸν καὶ θάνατον καταδεξάμενος.] Τύπος μέντοι καὶ Ζοροβάβελ τοῦ Δεσπότου Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπασαν τῶν ἀνθρώπων φύσιν γεγενημένην αἰχμάλωτον [διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου] εἰς τὴν προτέραν εὐγένειαν ἐπανήγαγε [καταργήσας γὰρ ἐπὶ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον], καὶ καταλύσας τοῦ θανάτου τὸ κράτος, τοῖς ὑπ’ ἐκείνῳ τελοῦσι τὴν ζωὴν ἀπέδωκεν. [Αὐτοῦ γάρ ἐστι φωνή· »Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.«Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;» Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή. θ.
«Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ἀεί σε γὰρ ὑμνήσω· καθ’ ἑκάστην τὰς σὰς διηγήσομαι χάριτας· καὶ τὰς ὑποσχέσεις οὐ ψεύσομαι· εὐχὰς γὰρ τὰς ὑποσχέσεις καλεῖ. ΕΡΜΗΝ. ΤΟΥ ΞΑ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ.» Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐπινίκιος διὰ Ἰδιθοὺμ, ᾠδὴ εἰς Δαβίδ . Δηλοῖ τοίνυν, ὡς τοῦ μακαρίου μὲν Δαβὶδ ὁ ψαλμὸς, ᾔδετο δὲ ὑπὸ τοῦ Ἰδιθούμ. Ὡς γὰρ χοροῦ προστατῶν ἐν τῷ θείῳ ναῷ ὕμνει τὸν τῶν ὅλων Θεὸν, ᾗ φησι τῶν Παραλειπομένων ἡ βίβλος. Προθεσπίζει δὲ ὁ ψαλμὸς τὰς Μακεδονικὰς ἐπαναστάσεις, καὶ τὰς Ἀντιόχου τοῦ Ἐπιφανοῦς κατὰ τῶν Μακκαβαίων ἐπιβουλάς· καὶ διδάσκει τοὺς εὐσεβείας ἀθλητὰς, ὁποίοις προσήκει χρήσασθαι λογισμοῖς ἐν τῷ τῶν ἐναντίων καιρῷ. β. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λογισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παραθήγουσι ζῆλον. Οὐ προτιμᾷς, φησὶν, ἁπάντων, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν; Εἶτα τὸ ἐντεῦθεν διδάσκουσι κέρδος.
PG 80:1329«Παρ’ αὐτῷ γὰρ τὸ σωτήριόν μου. [γ.] Καὶ γὰρ αὐτὸς Θεός μου, καὶ σωτήρ μου· ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Αὕτη σοι, ὦ ψυχὴ, ἡ δουλεία παρέχει τὴν σωτηρίαν. Αὐτὸς γάρ ἐστι Θεὸς καὶ τῶν ἀγαθῶν χορηγὸς, καὶ τοὺς κλονουμένους ἐρεῖσαι δυνάμενος. Τὴν αὐτοῦ τοίνυν ἐπικουρίαν καλέσας, τῶν καταβαλεῖν πειρωμένων ἀπαλλαγήσομαι. Οὕτω τοὺς οἰκείους εἰς εὐσέβειαν πυρεύσαντες λογισμοὺς, μεταφέρουσι πρὸς τοὺς ἐναντίους τὴν γλῶτταν. δ. «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ;» Μεθυπέρβατος δὲ ἡ τοῦ στίχου διάνοια. Ἔστι δὲ αὕτη· Μέχρι τίνος ὠμότητι καθ’ ἡμῶν κέχρησθε, τὸ κοινὸν τῆς φύσεως οὐ σκοπούμενοι, ἀλλὰ καθάπερ τοῖχόν τινα κεκλιμένον, καὶ φραγμὸν ὑπ’ ἀνέμου πεσεῖν κινδυνεύοντα, ὦσαι καὶ καταβαλεῖν ἐπείγεσθε, μιαιφόνον ἔχοντες γνώμην; Ἀντὶ τοῦ, Μὴ σφόδρα ἡμῶν, ὡς ἀσθενῶν, κατεπαίρεσθε. Ἔχομεν γὰρ ἐπίκουρον τὸν τῶν ὅλων Θεόν. ε. «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.» Ἕνα, φησι, σκοπὸν ἔχουσι, τῆς τοῦ Θεοῦ με γυμνῶσαι προνοίας, ἀφ’ ἧς πᾶσαν ἔχω τιμήν τε καὶ εὔκλειαν.
PG 80:1332Τιμὴ γὰρ τῶν εὐσεβῶν, τὸ δουλεύειν Θεῷ· διόπερ καὶ ὁ θεσπέσιος Παῦλος πανταχοῦ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστοῦ. «Ἔδραμον ἐν δίψῃ.» Οὐ πάρεργον δὲ ταύτην ἔχουσι τὴν ἐπιβουλήν· ἀλλὰ σὺν πάσῃ προθυμίᾳ τοῦτο ποιοῦσιν, εἰς τὸν τῆς ἀσεβείας με βόθρον καταβαλεῖν διψῶντες. Ποίαις δὲ κέχρηνται μηχαναῖς, λέγει· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ καρδίᾳ αὐτῶν κατηρῶντο» Κωτίλοις μὲν κέχρηνται λόγοις, φενακῖσαι πειρώμενοι· ἀλλ’ ὄλεθρον ἔνδον ἔχουσι κεκρυμμένον. Οὕτως τὰς ἐκείνων δείξαντες ἐπιβουλὰς, πάλιν ἑαυτοῖς ἐγκελεύονται καρτερεῖν, καὶ τὴν θείαν ἀναμένειν ῥοπήν. 2. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου.» Μὴ καταλίπῃς, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν, ἀλλὰ τῇ παρ’ αὐτοῦ χορηγουμένῃ ῥωσθεῖσα ῥοπῇ, φέρε τὰς τῶν δεινῶν προσβολάς. ζ. «Ὅτι αὐτὸς Θεός μου, καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» Αὐτὸν γὰρ εἰδὼς καὶ ἀληθινὸν Θεὸν, καὶ σωτηρίας πηγὴν, οὐκ ἀνέξομαι τὴν δουλείαν ἀμεῖψαι, καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ, μεταναστεύσω , ἀντὶ τοῦ μεταθήσομαι τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης, καὶ δοῦλος τῆς ἀσεβείας. η.
«Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.» [Ἰδοὺ πάλιν ὁ προφητικὸς νοῦς τῆς ἀδιαιρέτου καὶ φωτοφόρου καὶ ἀεὶ οὔσης Τριάδος σαφέστερον ἡμῖν ὑπέδειξε τὰς ὑποστάσεις· οὐ τρεῖς θεοὺς λέγων, ἄπαγε· τὸ γὰρ Θεὸς, ὡς πολλάκις ἡμῖν εἴρηται, καὶ τὸ Κύριος καὶ Βασιλεὺς καὶ Δημιουργὸς καὶ Παντοκράτωρ ἐπὶ τῶν ὑποστάσεων κεῖται. Διὸ δὴ] τοῖς αὐτοῖς πολλάκις κέχρηνται λόγοις, Θεὸν καὶ Σωτῆρα, καὶ δόξαν, καὶ βοηθὸν, τὸν τῶν ὅλων καλοῦντες Θεόν· ἵνα τῆς δυσσεβείας τὰς προσβολὰς ἀποκρούσωνται. Οὗ δὴ χάριν καὶ τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικηφόροι καλεῖσθαι. θ. «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν.» Πάντων, ὦ ὁμόφυλοι, τῶν ἀνθρώπων καταφρονήσαντες, τὴν εἰς αὐτὸν ἐλπίδα βεβαίαν ἐργάσασθε· καὶ πᾶσαν αὐτῷ ἀνάθεσθε τὴν διάνοιαν, ἀναμφιβόλως τὴν παρ’ αὐτοῦ βοήθειαν ἀναμένοντες.
PG 80:1333Τὸ γὰρ, «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν,» τοῦτο δηλοῖ, ἀντὶ τοῦ, Πάντας αὐτῷ τοὺς λογισμοὺς ἀφιερώσατε, καὶ μηδεμίαν διχόνοιαν εἰσδέξησθε. [Εὖ μάλα ἐπιστάμενοι, ὡς ἄνθρωπος δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ τὸ, δυσὶ κυρίοις οὐδεὶς δύναται δουλεύειν.] ι. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.» Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· «Πλὴν ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ.» Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλ’ ἀτμῷ ἔοικεν ἀναπεμπομένῳ, καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ, ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ, καὶ σταθηρὸν οὐδὲν ἐχούσῃ καὶ μόνιμον. Καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν οὕτω νοητέον· Μάταια μὲν τὰ ἀνθρώπινα πάντα· ἀλλ’ ὅμως οἱ πλεῖστοι θαῤῥοῦσιν, ὡς διαρκέσι, τοῖς ῥέουσι· καὶ ἰσότητος ἀμελοῦσιν, ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγά· καὶ τοῦ μὲν δικαίου καταφρονοῦσιν, ἀδικίᾳ δὲ χαίρουσιν. «Αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἀλλ’ ὅμως οὐδὲν ἐντεῦθεν ἀποφέρονται κέρδος· μάταια γὰρ ἅπαντα, καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα.
Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· «Αὐτοὶ ματαιοῦνται ὁμοῦ.» Ἐντεῦθεν παραίνεσιν τοῖς ἐναντίοις ἐπὶ πλούτῳ γαυριῶσι προσφέρουσιν. ια. «Μὴ ἐλπίζετε ἐπ’ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε.» Μὴ ἀξιέραστον, φησὶν, ἡγεῖσθε τὴν ἀνθρωπίνην ἐφημερίαν, ἐξ ἀδικίας συνισταμένην. «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Ποταμοῦ δὲ δίκην ὁρῶντες τὸν πλοῦτον εἰς τὰς ὑμετέρας φερόμενον οἰκίας, μὴ καταδουλώσητε τούτῳ τὸν ὑμέτερον λογισμόν. Καὶ τί δήποτε ταῦτα συμβουλεύεις καὶ παραινεῖς; ιβ, ιγ. «Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ. Καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἤκουσα, φησὶν, ἀποφηναμένου τοῦ Θεοῦ τῶν ὅλων, ὅτι κρίσις ἔσται, καὶ ἀνταπόδοσις ἀγαθῶν καὶ κακῶν. Τὸ δὲ ἅπαξ , οὐκ ἐπ’ ἀριθμοῦ τέθεικεν, ἀλλ’ ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀπεφήνατο, φησὶν, ἅπαξ ὁ Θεὸς, καὶ τοῦτο μὴ γενέσθαι τῶν ἀδυνάτων. Δύο δὲ λέγει· τὴν κατὰ τῶν παρανόμων τιμωρίαν, καὶ τὴν τοῖς εὐσεβέσι χορηγουμένην φιλανθρωπίαν. Ταῦτα μέν τοι νομοθετῶν ὁ Θεὸς ἐπηγγείλατο.

Interpretation of Psalm LXIInterpretatio in Psalmum LXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1336«Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίαν πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου. [Ταὐτὰ δὲ τούτοις καὶ ἐν Εὐαγγελίοις ἀκούομεν, πῶς ὁ Κύριος τῆς δόξης ἐν τῇ δευτέρᾳ αὑτοῦ ἐξ οὐρανῶν παρουσίᾳ ἀφοριεῖ ὥσπερ ὁ ποιμὴν, καὶ τὰ πρόβατα μὲν στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων. Τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν, »Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου·« εἶτα τοῖς ἐξ εὐωνύμων· »Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον ὅπου ὁ βρυγμὸς καὶ ὁ ὀλολυγμὸς τῶν ὀδόντων.« Διὰ δὴ τὴν ἀπόφασιν ταύτην σπουδασάτω ἕκαστος διὰ βίου καθαρότητος καὶ τῆς μόνης ἀληθοῦς πίστεως, καὶ διὰ τὴν πρὸς τὸν πέλας ἀγάπησιν ἀπολαβεῖν ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.] ΕΡΜΗΝ. ΤΟΥ ΞΒ ΨΑΛΜΟΥ. α.
»Ψαλμὸς τῷ Δαβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.« Φυγὼν τὸν Σαοὺλ ὁ θεῖος Δαβὶδ, ἦλθε πρὸς τὸν Ἀβιμέλεχ κἀκεῖθεν πρὸς τὸν Ἀγχοῦς, ὃς τῆς Γὲθ ἐβασίλευεν. Εἶτα πάλιν κινδύνῳ περιπεσὼν, καὶ τοῦτον διαφυγὼν, καταλαμβάνει τὴν ἔρημον. Ἐν ᾗ τόνδε συνέγραψε τὸν ψαλμόν· καὶ ὃν εἶχε περὶ τὸν Θεὸν ἐκκαλύπτων ἔρωτα, καὶ τοῦ Σαοὺλ προαγορεύων τὸν ὄλεθρον. [Καὶ πᾶσι δὲ ἀνθρώποις δέδωκε ἀφορμὴν, δι’ ὧν ὀφείλουσιν ἐκλιπαρεῖν τὸν Θεὸν καὶ τὴν παρ’ αὐτοῦ ἀναμένειν βοήθειαν.] β. »Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου.« Ἐξελαύνει, φησὶ, καὶ τὸν ὕπνον ὁ περὶ σὲ, Δέσποτα, πόθος, καὶ εἰς τὴν σήν με διεγείρει προσκύνησιν. »Ποσαπλῶς σοι ἡ σάρξ μου.« Ὁ Θεοδοτίων, ποσαχῶς ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, ἐπετάθη · ὁ δὲ Σύμμαχος, ἱμείρεται . Πάσας δὲ τέθεικα τὰς ἑρμηνείας, διδάσκων ὡς οὐ δύο μέρη ἐστὶ τὸ ποσαπλῶς · διαιρουμένου τοῦ πῶς ἀπὸ τοῦ ἁπλῶς · ἀλλ’ ὅτι ἕν ἐστι μέρος λόγου, τὴν ἐπίτασιν τοῦ πόθου σημαῖνον. Συμφωνεῖ γὰρ, φησὶ, τῷ ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ, καὶ τοῖς ἐκείνης οὐκ ἀντιτείνει βουλεύμασιν.
PG 80:1337Βούλεται δὲ εἰπεῖν, ὅτι Καὶ ἡ ψυχή μου, καὶ τὸ σῶμά μου, ἱμείρεταί σου καὶ ποθεῖ σε, καθάπερ ὁ διψῶν ὕδωρ ἥδιστόν τε καὶ διειδέστατον. »Ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ. [γ.] Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.« Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην· ἀλλ’ ὡς παρ’ αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, οὕτως σοι τὴν ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ ἐν τῷ ἁγίῳ τὴν σκηνὴν λέγει. Οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. »Τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου.« Παρίσταμαι δέ σοι, τὴν ἄῤῥητον φανταζόμενος δύναμιν. Ἐπειδὴ γὰρ ἡ σὴ φύσις ἀνέφικτος, ἀπὸ τῶν ὑπὸ σοῦ γινομένων λαμβάνω τῆς δοξολογίας τὰς ἀφορμάς. [Ὁ δὲ ἐξ ἐθνῶν πεπιστευκὼς λαὸς διηνεκῶς ἂν εἴποι· Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι · τουτέστιν ἐν τῷ ναῷ· ἐν ᾧ θύῃ ἀθύτως καὶ μερίζῃ ἀμερίστως καὶ ἐκδαπανᾷ μένων ἀδαπάνητος.] δ. »Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.« Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ. ε. »Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου·
ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.« Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν· ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. 2. »Ὡς ἐκ στέατος καὶ πιότητος, ἐμπλησθείη ἡ ψυχή μου.« Τὴν δὲ σὴν ὑμνῳδίαν πιότητα ὑπολαμβάνω ψυχῆς· καὶ πιμελῆ καὶ εὐτραφῆ ταύτην οἶμαι γίνεσθαι. Χλιδὴ γὰρ μόνιμος, καὶ τρυφὴ, τῶν σῶν λογίων ἡ μελέτη. »Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.« Οὗ δὴ χάριν μετὰ πάσης σοι προθυμίας προσοίσω τὸν ὕμνον, τὸ ἐντεῦθεν ἐπιστάμενος κέρδος. ζ, η. »Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.« Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἀναμιμνήσκομαί σου ἐπὶ τῆς στρωμνῆς μου· καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε· καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου, εὐφήμουν . Φυλακὰς δὲ λέγει τὰς νυκτερινάς· διαιρούμενοι γὰρ τὸν νυκτερινὸν καιρὸν οἱ φυλάττειν πεπιστευμένοι, τοῦτο δρῶσι σφᾶς αὐτοὺς διαδεχόμενοι. Καὶ οἱ μὲν τριχῆ διαιροῦσιν, οἱ δὲ τετραχῆ. Καὶ ὁ Κύριος τετάρτῃ φυλακῇ τῆς νυκτὸς πρὸς τοὺς ἱεροὺς ἀποστόλους ἐλήλυθε.
PG 80:1340Λέγει τοίνυν ὁ θεῖος Δαβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ’ ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην· καὶ ὕμνοις τὰς εἰς ἐμὲ γεγενημένας ἠμειβόμην εὐεργεσίας. Οἷον γάρ τινι πτερύγων σκέπῃ, τῇ ἀμάχῳ με προμηθείᾳ φυλάττεις. [Καὶ τοῦτο δὲ αὐτὸ ὁ ἐξ ἐθνῶν λαὸς πεπιστευκὼς μνημονεύει πάντως ἐπὶ τῆς στρωμνῆς, ἐν τῷ ὄρθρῳ ἀνυμνῶν τὸν τῶν ὅλων Σωτῆρα. »Ὅτι ἐγενήθης αὐτὸς βοηθὸς, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.« Πτέρυγας δὲ δικαίως ἂν εἴποι ὁ αὐτὸς παλαιάν τε καὶ νέαν διαθήκην, δι’ ἧς σκεπόμενος καὶ τρεφόμενος καὶ ἀγαλλιώμενος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας προήχθη εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.] θ. »Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.« Οὐδὲ πρὸς βραχὺ, φησὶ, τὸν ἐμὸν λογισμὸν τῆς σῆς ἀποστῆσαι δύναμαι μνήμης· ἀλλὰ φίλτρῳ θερμῷ πυρευόμενος, οἷόν τινι κόλλῃ τῇ μνήμῃ τῷ σῷ πόθῳ προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. »Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.« Οὕτω γάρ με διακείμενον ὁρῶν, τῆς σῆς ἀξιοῖς προμηθείας. ι. »Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.« Οὐδὲν ἠδικηκότα με σπουδάζουσιν ἀνελεῖν.
»Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.« Ἀλλ’ οἶδα ὡς θανάτῳ παραδοθήσονται. Εἶτα καὶ τὸν τρόπον προθεσπίζει τῆς τελευτῆς. ια. »Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας.« Ὑπὸ πολεμικῆς τοῦτο πείσονται δεξιᾶς. »Μερίδες ἀλωπέκων ἔσονται.« Καὶ τοῦτο, φησὶν, οὐχ ὑπὸ δυνατῶν τινων ὑποστήσονται πολεμίων· ἀλλ’ ὑπὸ τῶν προσοίκων ἀλλοφύλων· οἳ δίκην ἀλωπέκων, ποτὲ μὲν ἐπίασι, θαμὰ δὲ καὶ συνεχῶς ἐξελαυνόμενοι φεύγουσιν. Αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, ὡς τῶν ἐν τῷ πολέμῳ πεσόντων οἱ πλείους οὐδὲ ταφῆς ἀξιωθήσονται, ἀλλὰ προκείσονται τοῖς θηρίοις βορά. ιβ. »Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.« Ἐγὼ δὲ, φησὶ, παρὰ σοῦ τὴν βασιλείαν δεξάμενος, οὐκ ἐπὶ τῷ ἐκείνων ἡσθήσομαι θανάτῳ, ἀλλ’ ἐπὶ τῇ σῇ προμηθείᾳ, δι’ ἧς ἐξέφυγον τὰς παντοδαπὰς τῶν πολεμίων ἐπιβουλάς. »Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.« Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται· οὐκ ἔτι δεδιότες τοὺς συκοφάντας, ὧν ἐνεφράγη τῷ θανάτῳ τὸ στόμα. Τοῦ μὲν γὰρ Σαοὺλ περιόντος, ἐδεδίεισαν τὴν πρὸς τὸν Δαβὶδ διάλεξιν·

Interpretation of Psalm LXIIInterpretatio in Psalmum LXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1341τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΞΓ ΨΑΛΜΟΥ. α. »Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.« Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ὑπόθεσιν ἔχει. Διηγεῖται δὲ τὰς ὑπὸ Σαοὺλ γεγενημένας ἐπιβουλάς· καὶ προλέγει τὴν τούτων ἀπαλλαγήν. [Προλέγει δὲ δι’ ὧν ὀφείλει προσευχῶν ὁ ἐξ ἐθνῶν λαὸς ἐπιστρέφων δυσωπεῖν τὸν Σωτῆρα.] β. »Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ· ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.« Δέξαι μου, φησὶ, Δέσποτα, τὴν ἱκετείαν· καὶ ῥῶσόν μου τὴν διάνοιαν· ὥστε μὴ δεδιέναι τῶν πολεμίων τὰς προσβολάς. γ. »Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.« Συστροφὴν καλεῖ τὴν ὁμόνοιαν, καὶ τὴν ἐν κακῷ συμφωνίαν, ἧς ἀντιβολεῖ κρείττων ἀποφανθῆναι, οἷόν τινι τειχίῳ τῇ θείᾳ κηδεμονίᾳ περιφραττόμενος. Εἶτα διηγεῖται αὐτῶν τὰ παντοδαπὰ μηχανήματα. δ, ε. »Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώςσας αὐτῶν· ἐνέτειναν τόξον αὐτῶν, πρᾶγμα πικρόν.
Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.« Συκοφαντίας, φησὶ, ῥάπτουσιν εἰς τὸν κατ’ ἐμοῦ τυρευόμενον πόλεμον· καὶ ταῦτα μηδεμίαν ἐμοῦ παρεσχηκότος αἰτίαν. Ἄμωμον γὰρ ἐντεῦθεν, τὸν ἀναίτιον λέγει. Τὸ δὲ πρᾶγμα πικρὸν , ὁ Ἀκύλας ῥῆμα πικρὸν εἴρηκε· καὶ ὁ Θεοδοτίων, λόγον πικρόν · καὶ ὁ Σύμμαχος, Ἐπλήρωσαν τόξον ἑαυτῶν, λόγον πικρόν . Τὸ δὲ ἐν ἀποκρύφοις, κρυφῇ ὁ Σύμμαχος εἴρηκεν· τουτέστιν, ἐνέδραις καὶ λόχοις κεχρημένοι. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα διδάσκει. 2. »Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.« Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δειμαίνοντες τὸν ἐφορῶντα Θεόν. »Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας.« Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἐκράτυναν λόγον πονηρὸν, εἰσηγήσαντο κρύψαι παγίδας . Τὸν γὰρ ἐμὸν καττύοντες θάνατον, εἰσηγήσαντο καὶ συνεβουλεύσαντο, ποίαις δεῖ χρήσασθαι κατ’ ἐμοῦ μηχαναῖς, καὶ τῷ ἔργῳ τοὺς λόγους ἐκράτυναν· ταῦτα δὲ τολμῶσιν, οὐδένα προμηθεῖσθαι τῶν ἀνθρωπίνων ἡγούμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· »Εἶπαν· Τίς ὄψεται αὐτούς;« Ἡγοῦνται, φησὶ, μηδένα εἶναι τῶν γινομένων κριτήν.
PG 80:1344[Τοῦτο μὲν οἱ περὶ τὸν Ἀβεςσαλὼμ καὶ τὸν Σαοὺλ καὶ τοὺς λοιπούς· τοῦτο δὲ καὶ οἱ παράνομοι οἱ κατὰ καιρὸν μηχανὰς καὶ πάγας κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ συστησάμενοι. Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] ζ. »Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.« Πάντα, φησὶν, ἐκίνησαν λογισμόν· πᾶσαν ἐπενόησαν κατ’ ἐμοῦ μηχανήν· οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκόποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ]. »Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα. [η.] Καὶ ὑψωθήσεται ὁ Θεός.« Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· λέγει δὲ οὕτως· Καὶ διάνοιαν ἀνδρὸς, καὶ καρδίαν βαθεῖαν κατατοξεύσει ὁ Θεός . Κἂν γὰρ μυριάκις αὐτῶν κατακρύψωσι τὰ ἐπιτηδεύματα, δῆλα ταῦτά ἐστι τῷ πάντ’ ἐφορῶντι Θεῷ· ὃς τὸ οἰκεῖον ὑποδείκνυσιν ὕψος, δίκας τοὺς τοιούτους εἰσπραττόμενος. »Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.
[θ.] Καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.« Ἀλλ’ ὅμως καὶ τοσαύτῃ δεινότητι χρώμενοι, διήμαρτον τοῦ σκοποῦ. Καθάπερ γὰρ τὰ παρὰ τῶν κομιδῆ νέων ἀφιέμενα βέλη βλάβην οὐδεμίαν ἐπιφέρει τοῖς δεχομένοις, οὕτως αἱ τούτων γλῶσσαι, τοὺς μὲν βληθέντας οὐκ ἔβλαψαν· κατὰ δὲ τῶν τιναξάντων ἡ λώβη κεχώρηκεν. »Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.« Οἱ δὲ θεασάμενοι αὐτοὺς τῶν ἐγχειρημάτων διαμαρτόντας, θορύβου καὶ δέους πλησθήσονται, ἢ ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύμασαν πρόνοιαν. Τοῦτο γὰρ τὰ μετὰ ταῦτα δηλοῖ. ι. »Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος, καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.« Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν. ια. »Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν.« Διαφερόντως δὲ οἱ τῶν θείων νόμων [παλαιᾶς τε καὶ νέας διαθήκης] ἐπιμελούμενοι, θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα· βεβαίαν ἐργάσονται.

Interpretation of Psalm LXIIIInterpretatio in Psalmum LXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1345»Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.« Καὶ τὴν παρὰ ἀνθρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι. [Τοῦτο δὲ εὕροι ἄν τις κατωρθωκότας τὸν Δαβὶδ καὶ τοὺς κατ’ αὐτὸν καὶ τοὺς μετ’ ἐκείνους· λέγω δὴ τοὺς ἀθλοφόρους μάρτυρας καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας.] ΕΡΜΗΝ. ΤΟΥ ΞΔ ΨΑΛΜΟΥ. α. »Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ· ᾠδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.« Ἐν ἐνίοις δὲ ἀντιγράφοις πρόσκειται, »Ὠδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.« Ταῦτα οὔτε τὸ Ἑβραϊκὸν ἔχει, οὔτε οἱ ἄλλοι ἑρμηνευταὶ, οὔτε οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλά τις, ὡς ἔοικε, ταύτην προστέθεικε τὴν ἐπιγραφὴν, οὔτε τῇ τοῦ ψαλμοῦ διανοίᾳ προσεσχηκὼς, οὔτε τὴν ἱστορίαν μεμαθηκώς. Πρῶτον μὲν γὰρ ὁ Ἱερεμίας αἰχμαλωσίας οὐκ ἐκοινώνησεν· ἀλλ’ αἵρεσιν λαβὼν διάγειν ὅπου βούλεται, τὴν ἐν τῇ πατρίδι διαγωγὴν εἵλετο. Ὅθεν οὐδαμῶς τοῖς ἐκπορευομένοις εἰς τὴν αἰχμαλωσίαν ἁρμόττει· ἀλλὰ τοῖς ἐν τῇ αἰχμαλωσίᾳ διάγουσι.
Πόῤῥω γὰρ ὄντες τῆς πατρίδος, καὶ ὑμνεῖν μὲν τὸν Θεὸν ποθοῦντες, τῷ νόμῳ δὲ τοῦτο ποιεῖν κωλυόμενοι· αὐτῶν γάρ ἐστι φωνὴ, »Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;« ἔλεγον ἐν Βαβυλῶνι τὸν Θεὸν ἱκετεύοντες. β, γ. »Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.« Καὶ πάντα δὲ τοῦ ψαλμοῦ τὰ ῥητὰ, τοῖς ἐν Βαβυλῶνι διάγουσι πρόσφορα. Οὗτοι γὰρ τῆς ἐπανόδου γλιχόμενοι, ταύτην τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφερον. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προφητεία. »Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.« Ἐν ἐκείνῃ, φησὶ, τῇ πόλει προσφέρειν σοι τὸν ὕμνον προσέταξας· ἐκεῖ τοίνυν ἀποδοῦναί σοι τοῦτον ἀντιβολῶ. [Περὶ δὲ ταύτης ὁ μακάριος Παῦλος ἔφη τοῖς ἔθνεσι· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Ταῦτα δὲ εἴρηται τῷ Ἀποστόλῳ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.] Εἰσάκουσον προσευχῆς μου.» Δέξαι μου, φησὶ, τὴν δέησιν, καὶ τῶν τῆς αἰχμαλωσίας με δεσμῶν ἐλευθέρωσον.
PG 80:1348[Τοῦτο μὲν ὁ ἀνδραποδισθεὶς ἐκ τῆς Ἱερουσαλὴμ λαὸς προσευχόμενος βοᾷ· τοῦτο δὲ καὶ ὁ ἐκ τῆς τῶν εἰδώλων ἀποδράσει ἐπειγόμενος αἰχμαλωσίας ἀντιβολεῖ· καὶ σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔφησεν ἐν τῷ εἰπεῖν·] «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Τῆς τῶν ἐθνῶν θεογνωσίας σαφῆ τοῦτο πρόῤῥησιν ἔχει. Νῦν γὰρ, φησὶν, ἡμεῖς ἱκετεύομεν τῆς ἐπανόδου τυχεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὸν ὕμνον προσενεγκεῖν· μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλαγεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν δραμεῖται Θεόν. δ. «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς.» Ὁ δὲ Σύμμαχος οὕτως· Λόγοι ἀνόμων κατεδυνάστευσάν με . Δυσσεβέσι, φησὶ, καὶ ἀνομίᾳ συζῶσιν ἀνθρώποις δουλεύειν ἠνάγκασμαι. Εἶτα τῆς δουλείας τὴν αἰτίαν διδάσκει. «Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Οὐκ ἀδίκως, φησὶ, κατεκρίθην δουλεύειν, ἀλλὰ διὰ τὴν ὑπ’ ἐμοῦ πάλαι τολμηθεῖσαν ἀσέβειαν· ἧς ἀπαλλαγῆναι διὰ τῆς σῆς φιλανθρωπίας ἀντιβολῶ. Ἐντεῦθεν μακαρίζουσι τὴν τῆς πατρίδος διαγωγὴν, ὡς διδάσκαλον καὶ πρόξενον εὐσεβείας. ε. «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου, πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.
PG 80:1349Ζηλωτὸς, φησὶ, καὶ μακάριος ὁ τῶν ἄλλων ἐθνῶν ὑπὸ σοῦ προτετιμημένος λαός. Ταῖς γὰρ ἱεραῖς σου προσεδρεύων αὐλαῖς, τὴν ἐκεῖθεν ὠφέλειαν καὶ εὐλογίαν καρποῦται. »Ἅγιος ὁ ναός σου. [.] Θαυμαστὸς ἐν δικαιοσύνῃ.« Ἁγιασμοῦ γὰρ πλήρης ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων διδάσκει τοὺς προσιόντας. »Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.« Πάλιν ἐνταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγει, καὶ τῆς τοῦ πατριάρχου Ἰακὼβ ἀναμιμνήσκει προῤῥήσεως· ἐκείνου γάρ ἐστι φωνὴ, »Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.« Τοῦτον καὶ ἐνταῦθα »ἐλπίδα« ἐκάλεσε »πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.« Σημαίνει δὲ διὰ τούτων τούς τε ἐν ταῖς νήσοις οἰκοῦντας, καὶ τοὺς ἐν ταῖς ἀντίπερα ἠπείροις ἀνθρώπους, καὶ τοὺς τὰ τέρματα τῆς οἰκουμένης κληρωθέντας οἰκεῖν. Ἐπάκουσον ἡμῶν, φησὶν, ὁ μικρὸν ὕστερον πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν τῷ τῆς θεογνωσίας καταυγάζων φωτί. Εἶτα τὴν δύναμιν, ὡς ἔνεστι, τοῦ Θεοῦ διηγεῖται. ζ, η.

Interpretation of Psalm LXIVInterpretatio in Psalmum LXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1352»Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ· περιεζωσμένος ἐν δυναστείᾳ. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται;« Τὸ ἑτοιμάζων, ἑδράζων ὁ Σύμμαχος εἴρηκε. Τὸ δὲ συνταράσσων , ὁ Θεοδοτίων καταπραύ̈νων . Λέγει δὲ, ὅτι τὰ μὲν ὄρη ἑδραῖα ποιεῖς, καὶ ἀκίνητα· τὴν δὲ θάλασσαν κινεῖς ὅτε βούλει, καὶ πάλιν κατευνάζεις, ἧς οὐδὲ ἦχος τίς ἐστι τοῖς ἀκούουσιν· ἐπιτελεῖς δὲ τούτων ἕκαστον, δυνάμει χρώμενος ἀῤῥήτῳ καὶ ἀμετρήτῳ· ἣν ὥσπερ τινὰ περίκεισαι ζώνην. [Ζωὴ γὰρ ὑπάρχων μεταδίδως τοῖς εἰς σὲ πιστεύουσι καὶ τοῖς ἀκινήτοις τὸ πεπῆχθαι παρέχεις.] Ἐπειδὴ γὰρ ὁ ἐζωσμένος εὐσταλέστερός ἐστι περὶ τὸ πράττειν ὃ βούλεται, ζώνην τροπικῶς τοῦ Θεοῦ τὴν δύναμιν προσηγόρευσεν. Ἐντεῦθεν λοιπὸν ἐφεξῆς τῆς καινῆς διαθήκης ὑφηγεῖται τὰ κατορθώματα. »Ταραχθήσονται τὰ ἔθνη« τὰ τῶν ἀποστόλων κηρύγματα παρεδήλωσεν, ἃ ταραχὴν καὶ ζάλην εὐθὺς τοῖς ἀνθρώποις ἐκίνησε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. »Ἦλθον γὰρ, ἔφη, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς. [Καὶ ὁ Ἀμβακοὺμ δὲ προλέγων ταῦτά φησι.
PG 80:1353«Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.» Τοὺς ἀποστόλους, ὧν λέγει τὴν ἱππασίαν ἀντὶ τοῦ διδαχὴν σωτηρίαν γενήσεσθαι.] Μετὰ ταῦτα δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσε, [φήσας, «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»] θ. «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα, ἀπὸ τῶν σημείων σου.» Ἡγήσατο μὲν γὰρ ἡ ταραχή· ἠκολούθησε δὲ ὁ φόβος, τῷ μεγέθει τῶν θαυμάτων γενόμενος, καὶ τὴν εὐσέβειαν ἐξεπαίδευσεν. «Ἐξόδους πρωί̈ας καὶ ἑσπέρας τέρψεις.» Τῷ γὰρ φόβῳ τῶν θαυμάτων καταπλαγέντες οἱ ἄνθρωποι, τὴν προτέραν πλάνην καταλιπόντες, καὶ τὸν ὄντα γνόντες Θεὸν, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν τερπνὴν καὶ ἀρεστὴν τῷ Θεῷ προσφέρουσιν ὑμνῳδίαν. Τοῦτο γὰρ ὁ Σύμμαχος παρεδήλωσε, Τὰς προελεύσεις τοῦ ὄρθρου, καὶ τὴν ἑσπέραν ὑμνολογοῦσιν . ι. «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκε, Πολυκαρπίᾳ πλουτίσεις αὐτήν . Οὐκ ἔτι γὰρ μόνοις ἡμῖν τὴν πνευματικὴν ἀρδείαν προσφέρεις· ἀλλὰ πᾶσαν εἰς κόρον ἀρδεύεις τὴν οἰκουμένην· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.
«Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Ὁ δὲ Σύμμαχος εὐκτικῶς τὰ τρία τέθεικεν· Ἐπίσκεψαι τὴν γῆν, καὶ ποτιεῖς αὐτὴν, πολυκαρπίᾳ πλουτίσεις αὐτὴν, ὀχετοῖς Θεοῦ μεστοῖς ὑδάτων · Τὴν δὲ πάλαι ἄκαρπον οἰκουμένην, εὔκαρπον ὁμοῦ καὶ πολύκαρπον ἀνέδειξεν ὁ Δεσπότης, τοῖς θείοις ὀχετοῖς τὴν ἀρδείαν προσενεγκών. Ὀχετοὶ δὲ Θεοῦ πλήρεις ὑδάτων τίνες ἂν εἶεν ἕτεροι, ἢ οἱ θεῖοι ἀπόστολοι; περὶ ὧν ὁ Δεσπότης ἔφη Χριστός· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκτῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» καὶ πάλιν, «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλ’ ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ ποταμὸς δὲ τοῦ Θεοῦ , κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα. «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Ὁ δὲ Σύμμαχος οὕτως, Τελεσφορήσεις τὴν πανσπερμίαν αὐτῆς, οὕτως ἥδρασας αὐτήν .
PG 80:1356Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρετῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς· οἵ σε μὲν εὐφρανοῦσι, τοὺς δὲ βλαστάνοντας διαθρέψουσι. Κατὰ γὰρ τοὺς Ἑβδομήκοντα, ὁ φυόμενος καρπὸς, αὐτῶν ἐστι τῶν φυόντων τροφή· «Ἡτοίμασας γὰρ, φησὶ, τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.» Ἐπὶ τούτῳ, φησὶ, φέρειν αὐτοὺς τὸν καρπὸν παρεσκεύασας, ὥστε διὰ τούτου τρέφεσθαι. ια. «Τὰς αὔλακας αὐτῆς μέθυσον.» Ἐντεῦθεν δῆλον, ὅτι πρόῤῥησίς ἐστι μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. «Πλήθυνον τὰ γεννήματα αὐτῆς.» Ἐπίμεινον, φησὶ, Δέσποτα, καθάπερ τινὰς αὔλακας, τοὺς λογισμοὺς αὐτῶν ἄρδων, καὶ εἰς καρποφορίαν διεγείρων. «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Εὐφρανοῦσι δὲ αὐτὴν, καὶ ἀνθῆσαι παρασκευάσουσιν, αἱ κατὰ καιρὸν παρὰ τῶν διδασκάλων φερόμεναι ψεκάδες. ιβ. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ἐνιαυτὸς χρηστότητος , ὁ παρὰ Ἡσαί̈ᾳ κληθεὶς ἐνιαυτὸς Κυρίου δεκτός· «Πνεῦμα γὰρ, φησὶ, Κυρίου ἐπ’ ἐμέ·
PG 80:1357οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτόν.» Ἐνιαυτὸν τοίνυν χρηστότητος , τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσφέροντα τὴν εὐσέβειαν. Τούτῳ τὴν εὐλογίαν ὁ προφητικὸς ἐπεύχεται λόγος. «Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. [ιγ] Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου· καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.» Ταύτης δὲ τῆς χρηστότητος ἐπιφαινομένης, ἡ πάλαι ἔρημος ὥριμον δώσει καρπόν. Καὶ οἱ ταῖς τῶν δαιμόνων θυσίαις μιαινόμενοι βουνοὶ, τοὺς τὸν Θεὸν διηνεκῶς ὑμνοῦντας, καὶ τὸν ἀγγελικὸν ἀσπαζομένους βίον ὑποδεξάμενοι, λαμπροί τινες ἔσονται καὶ περίβλεπτοι. Τοῖς δὲ λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ. Ὁρῶμεν γὰρ συντρέχοντας ἅπαντας πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας, καὶ τὴν ἀκροτάτην ἀρετὴν μετιόντας. ιδ. «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων.» Κριοὺς προβάτων καὶ Ἰεζεκιὴλ ὁ προφήτης τοὺς δυνατοὺς ὀνομάζει. Ἀλλ’ ἐκεῖνος κατηγορεῖ, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὴν λοιπὴν τοῖς ποσὶ κατεπάτουν·
PG 80:1360καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ συνετάραττον. Ἐνταῦθα δὲ, ἀγαθὰ καὶ τούτοις θεσπίζεται. Λέγει γὰρ αὐτοὺς ἐνδύεσθαι καὶ ἀμφιέννυσθαι· τὴν δὲ τοῦ ἐνδύματος φύσιν ὁ θεσπέσιος λέγει Παῦλος. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ Δεσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ δυναστευόντων τὴν σωτηρίαν. Διό φησιν· «Ἐνεδύσαντο οἱ κριοὶ, τῶν προβάτων·» οὐ γὰρ μόνον τὰ ἄλλα πρόβατα, ἀλλὰ καὶ αὐτοὶ οἱ κριοὶ προσίασι τῷ σωτηρίῳ βαπτίςματι. «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.» Καὶ οἱ πενίᾳ δὲ συγκληρωθέντες, καὶ εὐσεβεῖν προαιρούμενοι, τὸν οἰκεῖον καρπὸν προσοίσουσι τῷ Θεῷ, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.» Ἅπαντες δὲ οἱ προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμνήσουσι, τὸν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει.
Οἴδαμεν οὖν, ὥς τινες τῶν συγγραφέων, ἐξ ἐπιπολῆς νενοηκότες τὰ εἰρημένα, τούτων ἕκαστον ἔφασαν γεγενῆσθαι μετὰ τὴν τῆς αἰχμαλωσίας ἐπάνοδον, εὐετηρίας αὐτοῖς πρὸς τῇ ἐλευθερίᾳ παρασχεθείσης, καὶ ὑετῶν ἀφθόνων, ὡς καὶ τὸν Ἰορδάνην πλημμυρεῖν. Αὐτὸν γὰρ ἔφασαν κεκλῆσθαι τοῦ Θεοῦ Ποταμόν . Ἐγὼ δὲ μηδὲν τοιοῦτον παρὰ τῆς ἱστορίας γεγενῆσθαι μεμαθηκώς· ἐν πολλῇ γὰρ διήγαγον ἐπὶ πλεῖστον πενίᾳ, ὡς ὁ Ἔσδρας ἐδίδαξεν· εὑρὼν δὲ καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν πρόῤῥησιν ἐν τῷ ψαλμῷ προφανῆ· «Πρὸς σὲ γὰρ, ἔφη, πᾶσα σὰρξ ἥξει,» καί· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ταύτην ἀκόλουθον τοῖς ῥητοῖς ἐκείνοις ὑπέλαβον τὴν διάνοιαν. Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ’ ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦτον προστεθεικότες τὸν μῦθον. Οὓς ληρεῖν καταλιπόντες, τῶν θείων λογίων ἁψώμεθα, μετὰ τοῦ Δαβὶδ βοῶντες.
PG 80:1361«Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» ΕΡΜΗΝ. ΤΟΥ ΞΕ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, Ὠδὴ ψαλμοῦ ἀναστάσεως.» Οὐδὲ ταύτην τὴν προσθήκην τὸ Ἑβραϊκὸν ἔχει, οὐδὲ οἱ ἄλλοι ἑρμηνευταὶ, οὐδὲ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλὰ καὶ ταύτην τινὲς, ὡς ἔοικε, προστεθείκασι. Καὶ τοῦτον δὲ τὸν ψαλμὸν ὁ θεῖος Δαβὶδ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις συνέγραψεν· οὐκ ἔτι μὲν τῆς ἐπανόδου τυχεῖν ἱκετεύουσιν, ἀλλ’ ἤδη ταύτης τετυχηκόσι, καὶ τῆς πορείας ἁψαμένοις. Προλέγει δὲ κατὰ ταὐτὸν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν. β. «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε δὲ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.» Ἅπαντες ἡμῖν, φησὶν, ἄνθρωποι, τῆς ὑμνῳδίας κοινωνήσατε, καὶ τῷ Θεῷ τὸ προσῆκον μεθ’ ἡμῶν ἀναπέμψατε σέβας· εἰκότως δὲ εἰς τὴν τοιαύτην κοινωνίαν καλοῦσιν ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν. Ἐν αὐτοῖς γὰρ τὰ τῆς ἁπάντων προδιεγράφετο σωτηρίας. Καθάπερ γὰρ αὐτοὶ τῆς τῶν Βαβυλωνίων ἀπηλλάγησαν δουλείας· οὕτως ἅπαντες ἄνθρωποι [μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος] τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθησαν. Εἶτα διδάσκουσι τῆς ὑμνῳδίας τὸν τρόπον. γ. «Εἴπατε τῷ Θεῷ·
Ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλήθει τῆς δυνάμεως σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Θαυμάσατε, φησὶν, εἰς δύναμιν τὰ ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Τοσαῦτα γάρ εἰσι καὶ τοιαῦτα, ὡς τὴν ὑπερβολὴν τῶν γινομένων, ἀπιστεῖσθαι παρὰ τῶν δυσσεβῶν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν ὑπὸ τῆς ἀληθείας μαρτυρουμένην, τὸ, «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου, ψεύσονταί σε οἱ ἐχθροί σου.» Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεογνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέβειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν. Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον. Πολλοὶ γὰρ τῇ Ἑλληνικῇ πλάνῃ δουλεύοντες, ὁμολογῆσαι τοῦτο προφανῶς οὐ τολμῶσι. Καὶ Ἰουδαῖοι δὲ στενοχωρούμενοι, τοῦ σταυροῦ τὴν νίκην ὑμνοῦσι, καὶ πανταχόθεν τῆς προφητείας ἡ ἀλήθεια δείκνυται. δ. «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσαν. Ψαλάτωσαν δὲ τῷ ὀνόματί σου, Ὕψιστε.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε· Πάντες οἱ ἐπὶ γῆς προσκυνήσουσί σε μελῳδοῦντες, ᾄσουσι τὸ ὄνομά σου .
PG 80:1364Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεός· καὶ ὁ Δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. ε. «Δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· ὡς φοβερὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι’ ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων νενόηκε. «Φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» ὁ δὲ Σύμμαχος, Φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων . Φοβεραῖς γὰρ, φησὶ, καὶ θαυμασταῖς μηχαναῖς, ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Εἶτα διηγεῖται τὰ πάλαι γινόμενα. 2. «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Ὁ χρόνος ἐνταῦθα ἐνήλλακται· τὰ γὰρ παρεληλυθότα ὡς ἐσόμενα εἶπεν. Οἱ δὲ ἄλλοι τὸν χρόνον ἐφύλαξαν. Καί φησιν ὁ Σύμμαχος οὕτως, Μετέβαλε θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί . Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς, ὁ καὶ ἡμῖν τὴν σωτηρίαν δωρούμενος.
PG 80:1365ὁ πάλαι καὶ θάλασσαν καὶ ποταμὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως διαβῆναι κελεύσας. [Καὶ τοῖς ἔθνεσι χαρισάμενος τὴν πάροδον· ἣν ποιούμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀναπλάττονται· Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς χειρὸς τοῦ μεγάλου Μωϋσέως διέσχισεν ἔνθα καὶ ἔνθα τὴν Ἐρυθρὰν, οὕτω καὶ ἐνταῦθα διὰ τῆς χειρὸς τοῦ ἱερέως τὸν μὲν πιστεύοντα Χριστῷ λαὸν ἀνακαινίζει, τὸν δὲ νοητὸν Φαραὼ μετὰ τῶν ἁρμάτων, τουτέστι τὸν διάβολον μετὰ τῶν ἐπιθυμιῶν, βυθίζει. Ἴστε οἱ μεμυημένοι τί λέγω.] «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ.» Τουτέστι παρὰ τὸν Ἰορδάνην· [Ὡς καὶ οἱ ἐξ ἐθνῶν παρὰ τὴν θείαν κολυμβήθραν· καὶ γὰρ τότε ὁ Ἰορδάνης διέστη τῷ λαῷ, καὶ νῦν ὁ Ἰορδάνης ὑποδεξάμενος τὸν τοῦ παντὸς Ποιητήν τε καὶ Δημιουργὸν τὴν τῶν ἀνθρώπων σωτηρίαν περιποιεῖται· τὸ γὰρ ὑπὲρ ἡμῶν ὑπεισελθὸν λουτρὸν, ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἅπαντας ἡμᾶς ἀνεγέννησε δι’ ὕδατος καὶ Πνεύματος.] Τούτου γὰρ μνημονεύσαντες, καὶ διδάξαντες ὅπως αὐτὸν παρῆλθον οἱ πρόγονοι, ἐπήγαγον· «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ.» ζ.
«Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὑτοῦ τοῦ αἰῶνος.» Ἀνώλεθρον ἔχει, φησὶ, τὸ κράτος, καὶ τὴν βασιλείαν ἀπέραντον. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Οὐ μόνον δὲ ἡμῶν κήδεται· ἀλλὰ καὶ πάσης προμηθεῖται τῆς οἰκουμένης, καὶ πᾶσι μικρὸν ὕστερον παρέξει τὴν οἰκείαν ἐπίγνωσιν. Οὕτω τοῦτο σαφῶς ὁ Προφήτης θεσπίσας, εἶτα τοῖς πνευματικοῖς ὀφθαλμοῖς τοὺς ἀντιλέγοντας τῷ κηρύγματι θεασάμενος, ἐναργῶς κομιδῆ καὶ τὴν ἐκείνων ἀπιστίαν τε καὶ ἀλαζονείαν προλέγει. «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Τούτους ὁ μὲν Θεοδοτίων ἐκκλίνοντας κέκληκεν· ἀφισταμένους δὲ ὁ Ἀκύλας. Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Οἱ ἀπειθεῖς μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς . Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς προφητείας τὸ τέλος. Αὐτοὶ γὰρ οἱ τρεῖς ἣ τέτταρες, οἱ τῇ ἀσεβείᾳ προσμείναντες Ἕλληνες, μέγα παρ’ ἑαυτοῖς φρονοῦσιν, ὡς μὴ συναπαχθέντες τῷ πλήθει. Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παραπικραίνουσι γὰρ καθ’ ἑαυτῶν τὸν δίκαιον κριτὴν, καὶ τὴν δικαίαν κόλασιν ἐπισπῶνται.
PG 80:1368[Εἶτα τούτοις τὴν ἐπικειμένην τιμωρίαν δήλην ποιήσας ὁ προφητικὸς νοῦς ἐφ’ ἕτερον μετατίθησι τὸν λόγον, πρόσωπον.] η. «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Τὸ ἀκουτίσατε, ἀκουτιστὴν ποιήσατε ὁ Σύμμαχος εἴρηκε. Μένουσι δὲ τὰ ἔθνη παρακαλοῦντες ἀποστῆναι μὲν τῶν πατρῴων ἐθνῶν, τὸν δὲ αὐτῶν ὑμνῆσαι Θεὸν, καὶ τὴν τούτου δύναμιν τοὺς ἀγνοοῦντας διδάξαι. Τοῦτο γὰρ εἶπεν, «Ἀκουτίσατε,» ἀντὶ τοῦ, Καὶ τοὺς ἄλλους διδάξατε. θ. «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν· καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Παραδοὺς γὰρ δυσσεβέσιν ἀνθρώποις, οὐκ εἴασέ με παρατραπῆναι καὶ καταλιπεῖν τὴν εὐθεῖαν ὁδόν· ἐπισημήνασθαι δὲ προσήκει, ὡς ταῦτα ἅπαντα τῶν εὐσεβεστέρων χορὸς διεξέρχεται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέβειαν. Τοιοῦτος ἦν ὁ Δανιὴλ, τοιοῦτος ὁ Ἰεζεκιὴλ, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαήλ. Τούτοις δὲ καὶ τοῖς τοιούτοις ἥρμοττε τὰ προκείμενα λέγειν· ἐκ προσώπου γὰρ αὐτῶν ἡ τοῦ Πνεύματος αὐτὰ συνέγραψε χάρις. ι.
«Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός· ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον» Ταῦτα γὰρ, φησὶ, παθεῖν ἡμᾶς συνεχώρησας· δεῖξαι πᾶσι τὸ τῆς εὐσεβείας ἡμῶν ἀκίβδηλον βουλόμενος. [Τάδ’ αὐτὰ εἴρηται καὶ ἐκ προσώπου τῶν ἀθλοφόρων, τῶν κατὰ καιρὸν ὑπὲρ Χριστοῦ πεπονθότων ἢ καὶ πασχόντων.] ια, ιβ. «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Τοιαύτη ἦν ἡ κάμινος, ἐν ᾗ πνεῦμα διασυρίζον ἐψυχαγώγει τοὺς ἀθλητάς. Παγὶς , ὁ τῶν λεόντων λάκκος, καὶ παγὶς ἀφύλακτος· ἀλλ’ ὅμως διὰ τῆς θείας χάριτος ταύτην ὁ Προφήτης διέφυγεν. Εἰκὸς δὴ ἦν, αὐτοὺς καὶ τύπτεσθαι καὶ αἰκίζεσθαι, ὡς αἰχμαλώτους καὶ δούλους, παρὰ τῶν ἀνδραποδισάντων. Διὸ καὶ τοῦτο εἰρήκασιν, «Ἔθου θλῖψιν ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους, ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Δοῦλοι ἀντ’ ἐλευθέρων κατέστημεν. Ἀλλ’ ὅμως τούτων ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἐπανόδου τετυχηκότες, τὰς νενομοθετημένας σοι θυσίας προσοίσομεν. Καὶ τοῦτο γὰρ ἐπήγαγεν. ιγ, ιδ. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν·
PG 80:1369ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.« Ὅσα, φησὶν, ὑπεσχόμην ὀδυνώμενος καὶ προσευχόμενος, εὐγνωμόνως ἐκτίσω. ιε. »Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος, καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων.« Ὁπόσα σοι χρὴ προσφέρειν, ἱερεύσω προθύμως. Μεμυαλωμένα κέκληκε τὰ εὐτραφῆ καὶ πίονα. Οὕτω γὰρ καὶ ὁ νόμος προςφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσφέρουσιν. Αὕτη καὶ τῷ Κάϊν ἐγένετο τῶν κακῶν ἐκείνων ἀρχή· διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιωτέροις ὧν ἔχομεν τὸ Θεῖον γεραίρειν. ι. »Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.« Οὐ μάτην, φησὶ, ταῦτα προσφέρειν ὑπισχνοῦμαι τὰ δῶρα· ἀλλὰ μεγάλων παρ’ αὐτοῦ δωρεῶν ἀπολαύσας, ἃς καὶ ὑμᾶς μαθεῖν ἀξιῶ, τοὺς τὸ Θεῖον ἔχοντας σέβας. Οὕτω καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ἔφη ψαλμῷ· »Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.« Διὰ τούτων δὲ παιδευόμεθα τούτους κοινωνοὺς ἔχειν, καὶ τούτοις διαφερόντως διηγεῖσθαι τὰ θεῖα.
»Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.« Καὶ, »Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς. ιζ. «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸν τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου . Εὐθὺς γὰρ προσενεγκὼν τὴν δέησιν, ἐδεξάμην τὴν αἴτησιν, καὶ εὐφροσύνης πλησθεὶς, εἰς χαριστήριον ὕμνον τὴν γλῶσσαν ἐκίνησα. ιη. «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος.» Ὁ δὲ Σύμμαχος, οὕτως· Ἀδικίαν εἰ προεῖδον ἐν τῇ καρδίᾳ μου, μὴ εἰσακούσῃ Κύριος . Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, τὰ πράγματα μαρτυρεῖ. ιθ. «Διὰ τοῦτο γὰρ εἰσήκουσέ μου ὁ Θεός· προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καθαρεύοντα γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτίμως τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα διηγησάμενος τῶν εὐσεβῶν ὁ χορὸς, εἰς ὕμνον συμπεραίνει τοὺς λόγους. κ.
PG 80:1372«Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ.» Ὕμνοις, φησὶ, τὸν εὐεργέτην ἀμείβομαι, καὶ τὴν προσευχήν μου δεξάμενον, καὶ τὸν ἔλεον δωρησάμενον. [Αὐτὸν γὰρ ἀνυμνεῖν διηνεκῶς τοῖς εἰς αὐτὸν πιστεύουσι παρακελευόμενος οὐ παύεται.] ΕΡΜΗΝ. ΤΟΥ Ξ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ἐν ὕμνοις. ψαλμὸς ᾠδῆς τῷ Δαβίδ.» Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει, καὶ πολλῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται· προκηρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. β. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· [λέγει δὲ ὅτι «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς,» καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ εὐλογήσαι ἡμᾶς· τῷ ὄντι γὰρ, οὐ μόνον εὐλόγησεν, ἀλλὰ καὶ ἠλέησεν· σώσας ἡμᾶς διὰ τῆς ἐκ Παρθένου παρουσίας. Τοῦτο γὰρ λέγει, Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ’ ἡμᾶς.

Interpretation of Psalm LXVInterpretatio in Psalmum LXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἴδομεν γὰρ αὐτὸν πρόσωπον πρὸς πρόσωπον· ἀλλ’ ὅμως ἄνθρωπον γενόμενον· οὐχ ἕτερόν τινα φορέσαντα, ἀλλ’ αὐτὸν Θεὸν Λόγον ἀτρέπτως ἐκ Παρθένου γενόμενον εἴδομεν.] Εἶτα διὰ τῶν ἐπαγομένων ταύτην ἡμᾶς διδάσκει σαφέστερον. γ. «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Ὥστε, φησὶ, καὶ τοὺς τὴν γῆν οἰκοῦντας τὴν πρὸς σὲ φέρουσαν ὁδὸν διδαχθῆναι, καὶ πρὸς αὐτὴν ποδηγηθῆναι. Καὶ ἵνα μή τις ὑπολάβῃ περὶ τῆς Ἰουδαίων ταῦτα λέγεσθαι γῆς, εἰκότως προστέθεικε, «Ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.» Ἱκετεύω, φησὶ, τὸ σὸν ἐπιφανῆναι πρόσωπον· ὥστε καταυγάσαι καὶ τὰ ἐν σκότῳ καθήμενα ἔθνη, καὶ πρὸς σωτηρίαν ἑλκῦσαι. δ, ε. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη· ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.» Διά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνωσαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον· ἀλλὰ πάντων ὑπάρχεις κριτὴς, δικαίας ἐκφέρων τὰς ψήφους·
PG 80:1373καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πείθεσθαι μὴ βουλομένους κολάζων. 2. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν· ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος, [καὶ δεικνὺς, ὅτι αὐτός ἐστι Θεὸς καὶ Σωτὴρ ἁπάντων.] ζ. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.« Οὐκ ἔτι γὰρ ἀγνοοῦσιν οἱ ἐξ αὐτῆς τὸν ἐπὶ πάντων Θεόν· ὃς, κατὰ τὸν Προφήτην, »ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη·« οὗ δὴ χάριν, τὸν ἥδιστον αὐτῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν. »Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν. [η.] Εὐλογήσαι ἡμᾶς.« Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν. Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.
»Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.« Ὁ μὲν γὰρ εὐλαβῶς περὶ τοὺς θείους διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κριτήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει· ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προσφέρει. Καὶ αὐτὸ τοίνυν τὸ τέλος οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσιν ἀνθρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον· καὶ παιδεύει ὡς αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν πιστευόντων πραγματευσάμενος. Αἰσχυνέσθωσαν οἱ δυσσεβοῦντες αἱρετικοὶ, καὶ μὴ ὁμολογοῦντες αὐτὸν Θεὸν ἐκ Θεοῦ, τὸν μονογενῆ τῷ Πατρὶ Υἱὸν προαιώνιον, τὸν αὐτὸν ἐπ’ ἐσχάτων ἡμερῶν Υἱὸν ἀνθρώπου γενόμενον ἀτρέπτως, ὥς φαμεν, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν. ΕΡΜΗΝ. ΤΟΥ ΞΖ ΨΑΛΜΟΥ α. »Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός.« Ὁρῶν ὁ θεῖος Δαβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, διδαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν. Καὶ δέχεται παραυτίκα τῶν γενησομένων τὴν ἀποκάλυψιν·
PG 80:1376καὶ διδάσκεται κατὰ ταυτὸν, καὶ διδάσκει τῆς τε ἀνθρωπείας φύσεως τὴν σωτηρίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ ἁπαξαπλῶς, τὴν παράδοξον τῶν πραγμάτων μεταβολήν. β. »Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.« Καιρὸς, φησὶν, ἀναστῆναί σε, Δέσποτα, καὶ τὴν τῶν ἀνθρώπων πραγματεύσασθαι σωτηρίαν· παραυτίκα γὰρ ἅπαν εἰς φυγὴν τραπήσεται τῶν πολεμίων τὸ στίφος, τῇ τῆς σῆς ἐπιφανείας σκεδαννύμενον αἴγλῃ. Ἀνάστασιν δὲ, ὡς πολλάκις εἰρήκαμεν, οὐ μόνον τὴν τῆς μακροθυμίας παῦλαν καλεῖ, ἀλλὰ καὶ τὸ ἀναστῆναι τὸν Σωτῆρα τοῦ κόσμου διὰ τριῶν ἡμερῶν, ὅτε τὸν ὑπὲρ ἡμῶν ἑκούσιον κατεδέξατο θάνατον· Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς ἐπιεικείᾳ χρωμένους δικαστὰς εἰς τὴν τῶν ἀδικουμένων ἐπικουρίαν διεγείρειν εἰώθαμεν, διαναστῆναι παρακαλοῦντες, καὶ τῶν ἀδικούντων καταπαῦσαι τὸ θράσος· γ. »Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν·
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.« Καθάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπελάζων, οὕτω, Δέσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς. Οὓς γὰρ ἁμαρτωλοὺς οἱ Ἑβδομήκοντα εἰρήκασιν, ἀσεβεῖς ὠνόμασαν οἱ ἄλλοι πάντες ἑρμηνευταί· οὕτω δὲ αὐτοὺς καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος καλεῖ. δ. »Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.« Τούτου δὲ, φησὶ, γινομένου, θυμηδίας ἐμφορηθήσεται ἅπας ὁ τῶν δικαίων χορός. »Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ.« Ἔδειξε διὰ τούτων, ὡς οὐ κατὰ ἀνθρώπων ἐκείνην τὴν ἱκετείαν προσήνεγκεν, ἀλλὰ κατὰ τῶν τοὺς ἀνθρώπους πολεμούντων δαιμόνων. Ὧν σκεδαννυμένων καὶ φρούδων γενομένων, ἀγάλλεται τὰ ἔθνη, καὶ τὸν σεσωκότα Θεὸν ἀνυμνεῖ. ε. »Ἄσατε γὰρ, φησὶ, τῷ Θεῷ· ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.
PG 80:1377Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.« Ἐνταῦθα ὁ προφητικὸς λόγος τοῖς ἱεροῖς ἀποστόλοις παρεγγυᾷ μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ »Κυρίου πρὸς αὐτοὺς εἰρημένοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Διὰ δὲ τῆς τοιαύτης μαθητείας, καὶ τῆς τοῦ βαπτίσματος παλιγγενεσίας, λεῖα ἐγένετο ἡ τραχεῖα ὁδὸς, καὶ εὐτρεπίζετο τῷ ἐνοικῆσαι ἐν αὐτοῖς, καὶ ἐμπεριπατῆσαι κατὰ τὸν Προφήτην, βουλομένῳ Θεῷ. Ἐπὶ δυσμῶν δὲ αὐτὸν ἐπιβεβηκέναι φησὶ, τὸ κατακεχυμένον τῶν ἀνθρωπίνων ψυχῶν σκότος τηνικαῦτα παραδηλῶν. Τοῦτο μέντοι ὁ Σύμμαχος ἡρμήνευσε, Καταστρώσατε ὁδὸν τῷ ἐποχουμένῳ ἐν γῇ ἀοικήτῳ . Ἀοίκητος δέ ἐστιν ἡ ἔρημος, ἔρημον δὲ τὰ ἔθνη πολλάκις ἡ θεία Γραφὴ προςηγόρευσεν· «Εὐφράνθητι γὰρ, φησὶν, ἔρημος διψῶσα.» Καὶ πάλιν·
ὅτι «Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ταύτης τῆς ἐρήμου, καὶ ἀοικήτου, καὶ τοῦ φωτὸς ἐστερημένης, καὶ τούτου χάριν δύσεως ὠνομασμένης, ἐπέβη τῆς δικαιοσύνης ὁ Ἥλιος, καὶ τὸν ζόφον ἐξήλασε, καὶ ναὸν οἰκεῖον εἰργάσατο τὴν ἀοίκητον. «Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. [.] Τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν.» Οὐ φέρουσι γὰρ αὐτοῦ τὴν ἐπιφάνειαν, δίκαιον αὐτὸν κριτὴν ἐπιστάμενοι. Διὰ γὰρ τῆς τῶν χηρῶν κηδεμονίας, καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας, τὸ δίκαιον αὐτοῦ τῆς προνοίας ἐδήλωσε. Ταύτην τῶν δαιμόνων τὴν ταραχὴν καὶ τὸ δέος, καὶ τῶν θείων Εὐαγγελίων ἡμᾶς ἡ ἱστορία διδάσκει· Ἀκούομεν γὰρ αὐτῶν λεγόντων· «Τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶςὉ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.» Ἐπειδὴ εἶπεν· «Ἀναστήτω ὁ Θεὸς,» καί· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,» εἰκότως τοῦτο προστέθεικε, μονονουχὶ λέγων, Μηδεὶς ἡγείσθω τὸν τῶν ὅλων Θεὸν μεταβάσει χρώμενον τὰς οἰκονομίας ποιεῖσθαι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον·
«Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Καὶ διὰ τούτων γὰρ τὸ τῆς θείας φύσεως ἀπερίγραφον ἔδειξε· καὶ ἐδίδαξεν, ὡς κατελήλυθε, καὶ κάτω διάγων, καὶ τοῖς ἀνθρώποις συμπολιτευόμενος, καὶ ἐν οὐρανῷ ἦν, καὶ τοῦ Πατρὸς οὐκ ἐκεχώριστο. ζ. «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ· ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.» Μονοτρόπους καλεῖ, τοὺς ἕνα σκοπὸν ἔχοντας, καὶ τῆς ἀρετῆς μόνης ἐπιμελεῖσθαι προαιρουμένους, καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένους. Τούτους ἐν τῷ οἴκῳ τῷ θείῳ κατοικίζεσθαι λέγει. Πεπεδημένους δὲ, τοὺς τὰ τῆς ἁμαρτίας περικειμένους δεσμά· οὓς λυομένους ἀνδρείους ἀποτελεῖσθαι προείρηκε. Τοιοῦτος ἦν ὁ Ματθαῖος, τοιοῦτος ὁ Ἰάκωβος ὁ Ἀλφαίου, τοιοῦτος ὁ Ζακχαῖος· οἳ τῶν τῆς ἀδικίας ἀπαλλαγέντες δεσμῶν, ἀνδρικῶς μάλα τὸν κατὰ τοῦ πεδήσαντος ἀνεδέξαντο πόλεμον. Οὐ μόνον δὲ, φησὶ, τοὺς πεπεδημένους ἀνδρείους ἐργάζεται· ἀλλὰ καὶ τοὺς εἰς ἄκρον δυσσεβείας ἐληλακότας, καὶ ὡς ἐν τάφοις δυσώδεσι, τοῖς οἰκείοις σώμασι κατοικοῦντας.
PG 80:1380Καὶ τούτους γὰρ μετ’ ἐκείνων ἀξιώσει τῆς σωτηρίας. η, θ. «Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ τῆς ἀοικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξε . Μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην καὶ ἀοίκητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησας μὲν τὴν γῆν, καὶ συνέσεισας· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ἐπέσταξας Γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ· τότε γὰρ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν· [καὶ τὸ πᾶν τῆς γῆς ἐκλονεῖτο, τὸν Δημιουργὸν τοῦ παντὸς αἰσθήσει τινὶ θεώμενον, ἐπὶ σταυροῦ κρεμάμενον·] τὸ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον. Τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμουμένη, τοῖς ἀποστόλοις. Εἶτα σαφέστερον Ἰουδαίους διδάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν. «Ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ·
ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.» Ὁ γὰρ ἐν τῷ Σινᾶ ὄρει, φησὶ, τοῖς ἡμετέροις προγόνοις φανεὶς, οὗτος καὶ τὴν γῆν ἔσεισε παρὰ τὸν τοῦ πάθους καιρὸν, τὴν ὑμετέραν διελέγχων μανίαν, καὶ τὴν τοῦ Πνεύματος ἐδωρήσατο χάριν. ι. «Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου.» Ἅσπερ ἄνω ψεκάδας ἐκάλεσεν, ἐνταῦθα ὑετὸν προσηγόρευσε. Πρὸς γὰρ τὴν χρείαν τῶν μανθανόντων ἐχορηγεῖτο τοῖς διδασκάλοις ἡ χάρις. Ὑετὸν γὰρ τῆς διδασκαλίας τὴν ἀρδείαν καλεῖ· ἑκούσιον δὲ αὐτὴν προσηγόρευσε, διὰ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἀνάγκῃ τις ἄρδεται, ἀλλὰ τῇ διδασκαλίᾳ πειθόμενος, ἀπολαύει τῆς χάριτος. «Καὶ ἠσθένησε· σὺ δὲ κατηρτίσω αὐτήν.» Ἠσθενηκέναι οὐ [βροχὴν, ἀλλὰ] τὴν κληρονομίαν ἔφη ἀσθένειαν δὲ τὰς τῶν δυσσεβῶν ἐπαναστάσεις ἐκάλεσεν. Οὕτως καὶ ὁ Κύριος πρὸς τὸν Παῦλον ἔφη· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλὰ καὶ ἐν τῷ τῆς ἐπαναστάσεως καιρῷ, σὺ βεβαιοῖς καὶ στηρίζεις τοὺς ἀθλητάς. Τούτους γὰρ ἔχεις κληρονομίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν·

Interpretation of Psalm LXVIInterpretatio in Psalmum LXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1381»Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου, τὰ πέρατα τῆς γῆς.« Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἣν ἐξεποίησας καὶ ἥδρασας · Ὁ δὲ Ἀκύλας σαφέστερον, Καὶ μεμοχθηκυῖαν σὺ ἥδρασας . Καμοῦσαν γὰρ ἐν τοῖς διωγμοῖς ἀτρεμῆ διεφύλαξας. ια. »Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ.« Ζῶα Θεοῦ τοὺς ἱεροὺς ἀποστόλους καλεῖ· ὧν ἐπιβὰς τὴν πλάνην ἐξήλασε, καὶ τοὺς ἀνθρώπους εἰς θεογνωσίαν ἐπέστρεψεν. Οὕτω καὶ περὶ τοῦ Παύλου φησίν· »Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.« Τούτου χάριν ἵππους αὐτοὺς ὁ θεῖος ὠνόμασεν Ἀβακούμ· »Ἐπεβίβασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.« Τούτους οἰκεῖν ἐν τῇ τοῦ Θεοῦ κληρονομίᾳ, τουτέστιν ἐν τοῖς ἔθνεσιν, ὁ προφητικὸς ἐθέσπισε λόγος. Οἰκοῦσι δὲ μέχρι καὶ τήμερον, οὐ μόνον ταῖς θήκαις τῶν σωμάτων ἁγιάζοντες τοὺς πελάζοντας· ἀλλὰ καὶ τῇ διδαχῇ τῶν συγγραμμάτων τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπιστρέφοντες. »Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός.« Ταῦτα δὲ, φησὶ, τῇ πτωχῇ τῶν ἀνθρώπων φύσει διὰ τὴν σὴν ἐδωρήσω χρηστότητα.
ιβ. »Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.« Οὓς ἄνω ζῶα προσηγόρευσεν, εὐαγγελιστὰς ἐνταῦθα καλεῖ. Καὶ ἐπειδὴ ἁλιεῖς ἦσαν, καὶ τελῶναι, καὶ σκυτοτόμοι, ἐχειροτονήθησαν δὲ φιλοσόφων, καὶ σοφιστῶν, καὶ ῥητόρων, καὶ τῶν ἐπὶ εὐγλωττίᾳ βρενθυομένων διδάσκαλοι, εἰκότως διδάσκει πόθεν ἀρυόμενοι τῆς διδασκαλίας τὰ νάματα, τὴν ἀρδείαν προσφέρουσιν. ιγ. »Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σου διελέσθαι σκῦλα.« Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἔδωκε ῥήσεις τοῖς εὐαγγελιζομένοις στρατιᾷ πολλῇ. Βασιλεῖς τῶν στρατιῶν ἠγαπήθησαν· ἀγαπητοὶ ἐγένοντο, καὶ ἡ δίαιτα τοῦ οἴκου διανεμεῖ λάφυρα . Καλεῖ δὲ στρατιὰν πολλὴν , τοὺς πεπιστευκότας· οὕτω δὴ καὶ ὁ Ἀπόστολος Τιμοθέῳ γράφων λέγει· »Στρατεύου τὴν καλὴν στρατείαν.« Καί· »Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.« Βασιλεῖς δὲ στρατιῶν , τοὺς τούτων διδασκάλους ὠνόμασεν· οὓς ἠγαπῆσθαι, καὶ ἀγαπητοὺς ὀνομάζεσθαί φησιν. Οὕτω δὲ αὐτοὺς καὶ ὁ Κύριος καλεῖ· »Ὑμεῖς φίλοι μού ἐστε. Οὐκ ἔτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φίλους.« Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει·
PG 80:1384»Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς.« Καί· »Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;« Λάφυρα δὲ καλεῖ, τοὺς πάλαι μέλη τὰ οἰκεῖα δοῦλα τῆς ἁμαρτίας πεποιηκότας, καὶ τῷ διαβόλῳ ταῦτα εἰς δουλείαν ἐκδεδωκότας. Τούτους δὲ τοῖς ἱεροῖς διένειμεν ἀποστόλοις· τὸν μὲν Ῥωμαίων, τὸν δὲ Ἑλλήνων διδάσκαλον προστησάμενος· καὶ τοὺς μὲν Ἰνδῶν, τοὺς δὲ Αἰγυπτίων κήρυκας ἀποφήνας. Ταῦτα τοῖς ἱεροῖς ἀποστόλοις τὰ λάφυρα ἡ τοῦ οἴκου ὡραιότης διένειμεν. Οἶκος δὲ τοῦ Θεοῦ , κατὰ τὸν θεῖον Ἀπόστολον, οἱ πεπιστευκότες. Ὡραιότης δὲ τοῦ οἴκου , ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡ τοῦτον ὡραί̈ζουσά τε καὶ λαμπρύνουσα τῇ παντοδαπῇ φιλοτιμίᾳ τῶν δωρεῶν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. ιδ. »Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς, ἐν χλωρότητι χρυσίου.« Πτέρυγας δὲ καλεῖ περιστερᾶς , τὴν χάριν τοῦ Πνεύματος. Ἐν εἴδει γὰρ περιστερᾶς παρὰ τὰ Ἰορδάνεια ἐπεφοίτησε ῥεῖθρα. Ταύτης δὲ τὰς μὲν πτέρυγας, περιηργυρῶσθαί φησι· τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυσίῳ. Τὰ μὲν γὰρ ἁπλούστερα, καὶ εὐκολώτερα, τοῖς ἁπλουστέροις προσφέρει·
τοῖς δὲ τελειοτέροις, τὰ βαθύτερα. »Τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς ἐμοῖς.« Καὶ τοὺς μὲν, ὡς ἀτελεῖς, γάλα ποτίζει· τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ καλεῖ τὰς δύο διαθήκας. Λέγει τοίνυν ἐν ἑκατέρᾳ διδασκαλίᾳ, Προσέλθετε καὶ ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προςέταξε. Τοῦτο γὰρ ἐκάλεσε κοιμηθῆναι · ὡς τοῦ καθεύδοντος ἀκινήτου μένοντος. ιε. »Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.« Καὶ ἄνω βασιλεῖς τοὺς ἀποστόλους ἐκάλεσεν, ὡς κληρονόμους τῆς βασιλείας τῶν οὐρανῶν· ὡς καὶ ἐν τῷ μδ ψαλμῷ ἄρχοντας προσηγόρευσε· Καταστήσεις γὰρ αὐτοὺς, φησὶν, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Προλέγει δὲ τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενομένην, καθ’ ἣν αὐτοὶ τῆς τῶν γλωσσῶν διαφορᾶς τὴν χάριν ἐδέξαντο. Λέγει τοίνυν, ὡς κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ τὴν τῆς οἰκουμένης αὐτοῖς διαιρεῖ βασιλείαν, καὶ τῷ μὲν τούτων τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων προστάττειν κελεύει, λαμπρυνεῖ αὐτοὺς, καὶ χιόνι δείξει παραπλησίους·

Interpretation of Psalm LXVIIInterpretatio in Psalmum LXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1385προλέγει δὲ καὶ τὸν τόπον, ἐν ᾧ ταῦτα γενήσεται. Σελμὼν γὰρ τὴν Ἱερουσαλὴμ ὠνόμασεν· ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπήλαυσε χάριτος. ι. »Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.« Οὓς ἐκάλεσε ζῶα , καὶ εὐαγγελιστὰς, καὶ βασιλεῖς, καὶ ὄρος ὀνομάζει. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· »Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·« οὕτω καὶ ὁ Ἡσαί̈ας βοᾷ· »Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.« Πῖον δὲ αὐτὸ καὶ τετυρωμένον καλεῖ, ὡς πολλὴν τροφὴν ταῖς ἐν αὐτῷ νεμομέναις ἀγέλαις παρέχον, καὶ πολλὴν ὑπὸ τῆς θείας χάριτος δεξάμενον τὴν πιότητα. ιζ. »Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ.« Ὁ δὲ Ἀκύλας οὕτως· Εἰς τί ἐρίζετε, ὄρη ὠφρυωμένα, τὸ ὄρος ὃ ἐπεθύμησε ὁ Θεὸς τοῦ καθίσαι ἐπ’ αὐτό; Πρὸς Ἰουδαίους ὁ προφητικὸς ἀποτείνεται λόγος, καὶ πρὸς τοὺς παρανόμους τῶν αἱρετῶν συλλόγους· οἳ Ἐκκλησίας σφᾶς ἑαυτοὺς ὀνομάζουσι·
καί φησι, Τί ποτε ἐρίζειν καὶ παρισοῦσθαι ἀλαζονεύεσθε τῷ ὄρει, ὃ οἰκητήριον ἀπέφηνεν ὁ Θεός, »Καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.« Οὐ γὰρ ὡς παρ’ ὑμῖν, ὦ Ἰουδαῖοι, ῥητόν τινα ᾤκησε χρόνον, οὕτως καὶ ἐν τούτῳ διάξει· ἀλλ’ αἰώνιον ἐν τούτῳ σχήσει τὴν οἴκησιν. Τοῦτο γὰρ δηλοῖ τὸ, εἰς τέλος . ιη. »Τὸ ἅρμα τοῦ Θεοῦ, μυριοπλάσιον χιλιάδες εὐθηνούντων.« Οὐ γὰρ ὡς παρ’ ὑμῖν, ὦ Ἰουδαῖοι, ὀλίγους ἔσχεν ἁγίους, ὧν ἐπέβη, καὶ οἷς ἐκοινώνησεν, οὕτω καὶ νῦν σχήσει. Μυριοπλάσιοι γὰρ ἐκείνων, οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι. Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιουμένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγομένας. »Κύριος ἐν αὐτοῖς, ἐν Σιναὶ̈, ἐν τῷ ἁγίῳ« Ὁ ἐν τῷ Σινᾷ, φησὶ, τοῖς ἡμετέροις προγόνοις ἐπιφανεὶς, αὐτὸς καὶ τούτους ἡνιοχεῖ. Οὐ γὰρ ἄλλος ἐκεῖνος, καὶ ἄλλος οὗτος.
PG 80:1388»Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.« Οὕτω δείξας ὁ προφητικὸς λόγος καταβεβηκότα, καὶ καταλύσαντα τῶν πολεμίων τὸ στίφος, δείκνυσιν αὐτὸν ἀνιόντα, καὶ τοῖς πάλαι αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον. ιθ. »Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.« Ἡ ἀνάβασις δηλοῖ τὴν κατάβασιν· καὶ μάρτυς ὁ Ἀπόστολος λέγων· »Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν.« Ἠχμαλώτευσε δὲ αἰχμαλωσίαν, τοὺς πάλαι γεγενημένους αἰχμαλώτους ἀπολαβών· καὶ οἱονεὶ ἀνταιχμαλωτίσας, καὶ τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενος. »Ἔλαβες δόματα ἐν ἀνθρώποις.« Ὁ Ἀπόστολος ἔδωκεν εἴρηκεν· ἀμφότερα δὲ γεγένηνται. Λαμβάνων γὰρ παρὰ τῶν προσιόντων τὴν πίστιν, δωρεῖται τὴν χάριν. [Οὕτω γὰρ ὁ τῶν ἀποστόλων πιστεύσας χορὸς, ὅτι Θεὸς ἐκ Θεοῦ ὑπάρχει, τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος ἀνεδείχθη·
οὕτω μυριάδες τῶν ἀθλοφόρων καὶ τῶν ἐπὶ πολιτείᾳ σεμνῶς βιοτευσάντων ὑπὲρ Θεοῦ ποιούμενοι τοὺς λόγους ἐδοξάσθησαν.] »Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.« Τοῦτο σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, καίπερ ἀπειθεῖς τοῦ κατασκηνῶσαι. Οὐκ ἀπέβλεψας, φησὶν, εἰς τὴν προτέραν αὐτῶν ἀπείθειαν· ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν, ἐπέμεινας εὐεργετῶν, ἕως αὐτοὺς οἰκητήριον οἰκεῖον ἀπέφῃνας. κ. »Κύριος ὁ Θεὸς εὐλογητός· εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν.« Εἰκότως ὁ Προφήτης εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. Ἀεὶ, φησὶν, ὑμνεῖσθαι δίκαιος εἶ, τοσαύτῃ φιλανθρωπίᾳ χρησάμενος. »Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.« Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν. κα. »Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν.« Παρέξει δὲ τοῦτο σωτηρίας ὑπάρχων πηγή. »Καὶ τοῦ Κυρίου Κυρίου, αἱ διέξοδοι τοῦ θανάτου.« Αὐτὸς γὰρ διήνοιξεν ἡμῖν καὶ τὴν ἀδιεξόδευτον τοῦ θανάτου φρουρὰν, καὶ συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Καὶ τοῦτο διὰ τῶν ἐπαγομένων ἐδήλωσε· κβ. »Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑτοῦ·
PG 80:1389κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὑτῶν.« Ἤνοιξεν ἡμῖν, φησὶ, τοῦ θανάτου τὰς θύρας, συνθλάσας τὰς τῶν ἐχθρῶν κεφαλὰς, τῶν διερευνωμένων τῶν ἀνθρώπων τὰς πλημμελείας, καὶ μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀνερευνήτους ἀνεχομένων καταλιπεῖν. Λέγει δὲ διὰ τῆς τριχὸς , τὸ σμικρότατον πλημμέλημα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῖς ἁμαρτάνουσιν ὁ Θεὸς ὥρισε τὸν θάνατον ἐπιτίμιον. Διερευνῶν δὲ ὁ διάβολος, οἷόν τις πικρὸς δήμιος, τῶν ἀνθρώπων τὸν βίον, οὐδὲ τὸ σμικρότατον ἀνέχεται παριδεῖν, ἀλλὰ τῷ θανάτῳ παραπέμπει τὴν φύσιν. Τὴν αὐτὴν τοίνυν περικείμενον φύσιν θεασάμενος τὸν Δεσπότην Χριστὸν, προσῆλθεν ἐπιζητῶν τοῦ θανάτου τὰ αἴτια. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· »Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.« Ἀλλ’ ὅμως καὶ μηδὲν εὑρὼν, ἀδίκως τῷ θανάτῳ παρέδωκε. Τοῦτο τὸ ἀδίκημα ἐκείνου μὲν τὸ κράτος κατέλυσε, τοῖς δὲ ἀνθρώποις τὸν ᾅδην ἠνέῳξεν· ἅπερ ἐν τοῖς Περὶ τῆς Προνοίας λόγοις διὰ πλειόνων ἐῤῥήθη. Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τὸν διάβολον ἔχειν ἔφη τοῦ θανάτου τὸ κράτος. κγ. »Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω·
ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.« Ὁ δὲ Σύμμαχος οὕτως· Εἶπε Κύριος, Ἀπὸ Βασὰν ἐπιστρέψω, ἀπὸ βυθῶν θαλάσσης . Ἡ Βασὰν δὲ ἑρμηνευομένη τὴν αἰσχύνην δηλοῖ. Αἰσχύνη δὲ τῆς ἁμαρτίας καρπός. Ἀπὸ ταύτης τοίνυν ἡμᾶς ὁ τῶν ὅλων Θεὸς ἐπιστρέψει· καὶ ἀπὸ τῶν τῆς θαλάσσης βυθῶν. Τίς δὲ ὁ τῆς θαλάσσης βυθὸς, αὐτὸς διδάσκει ὁ Προφήτης. βοῶν, »Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.« [Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.] κδ. »Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι· ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.« Ὁ δὲ Σύμμαχος οὕτως· Ὅπως ἂν συγκατεάξῃ ὁ πούς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου . Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Οὕτω καὶ διὰ Ἡσαί̈ου βοᾷ· »Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ’ ἐμοῦ·
PG 80:1392συνεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, [καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,] καὶ κατήγαγον εἰς γῆν τὸ αἷμα αὐτῶν· καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου.« κε. »Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός· αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ.« Πορείας τοῦ ἁγίου τὰς οἰκονομίας καλεῖ, ἅγιον δὲ, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνειλημμένον ναόν. Δήλη, φησὶ, πᾶσιν ἀνθρώποις ἡ σὴ γέγονε προμήθεια, καὶ τὰς διαφόρους σου οἰκονομίας διέγνωσαν ἅπαντες. κ. »Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.« Ἐντεῦθεν λοιπὸν τῶν Ἐκκλησιῶν τὴν εὐφροσύνην διδάσκει. Ἄρχοντας δὲ καλεῖ τοὺς ἱεροὺς ἀποστόλους, ὡς τούτων ἀρχιτέκτονας γενομένους, νεανίδας δὲ τυμπανιστρίας , τὰς τὴν παρθενίαν ἀσκούσας, καὶ τὴν θείαν μελῳδίαν τῷ Θεῷ προσφερούσας Εἶτα σαφέστερα τὰ εἰρημένα ποιεῖ. κζ. »Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.« Ἔδειξε τῆς παλαιᾶς διαθήκης τὴν παῦλαν· εἶς γὰρ ἦν ὁ τῶν Ἰουδαίων ναός· ἐνταῦθα δὲ τῶν ἐκκλησιῶν προθεσπίζει τὸ πλῆθος· ἐν αἷς ἐκ τῶν Ἰσραηλιτικῶν πηγῶν ὑμνεῖσθαι κελεύει τὸν τῶν ὅλων Κύριον.
Πηγαὶ δὲ Ἰσραὴλ εἰκότως ἂν κληθεῖεν αἱ προφητικαὶ βίβλοι, ἐξ ὧν τῷ Θεῷ τὴν μελῳδίαν προσφέρομεν. Ἐπειδὴ δὲ πρὸς ταῖς προφητικαῖς καὶ τὰς ἀποστολικὰς ἡμῖν πηγὰς ἐδωρήσατο, εἰκότως ἐπάγει· κη. »Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.« Ὁ δὲ Ἀκύλας, Ἐκεῖ Βενιαμὶν βραχὺς, ἐπικρατῶν αὐτῶν · κατὰ δὲ τὸν Θεοδοτίωνα, παιδευτὴς αὐτῶν. Βενιαμὶν δὲ νεώτερος , ὁ μακάριος Παῦλος, ὁ ἐκ τῆς Βενιαμίτιδος βλαστήσας φυλῆς· νεώτερος , ὡς μετὰ πάντας κληθεὶς καὶ προσαγορευόμενος· ἄλλως τε καὶ νεανίαν αὐτὸν ἡ τῶν Πράξεων ἱστορία καλεῖ. Οὗτος ἐπικρατεῖ τῆς Ἐκκλησίας, καὶ παιδεύει τὰ θεῖα, καὶ ποδηγεῖ πρὸς σωτηρίαν τοὺς βουλομένους. Ἐγένετο δὲ καὶ ἐν ἐκστάσει μαθὼν ἐν οὐρανοῖς εἶναι τὸν ὑπ’ αὐτοῦ διωκόμενον, καὶ νεκρὸν νομιζόμενον. Ἐπειδὴ δὲ οὐ μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαιδεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημόνευσε λόγος. »Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.« Ἐκ γὰρ τούτων τῶν φυλῶν τὸ γένος οἱ λοιποὶ κατῆγον ἀπόστολοι.
PG 80:1393Καὶ οἱ μὲν καλούμενοι ἀδελφοὶ τοῦ Κυρίου, τὴν Ἰούδα φυλὴν πάντως εἶχον πηγήν. Πέτρος δὲ, καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Φίλιππος, ἀπὸ Βεθσαϊδᾶ τῆς κώμης ἐτύγχανον ὄντες. Ματθαῖος δὲ καὶ Ἰάκωβος ἐν τῇ Καπερναὺμ διάγειν ἱστόρηνται. Σίμων ὁ ζηλωτὴς Χανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα χωρία τῆς Γαλιλαίας ἐστί. Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον εἶχον τὸν κλῆρον. Καὶ τούτου μάρτυρες δύο· ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων. Φασὶ δὲ οὕτως· »Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα.« κθ, λ. »Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ.« Ὁ δὲ Σύμμαχος οὕτως· Πρόσταξον, ὁ Θεὸς, περὶ ἰσχύος σου· ἐνίσχυσον, ὁ Θεὸς, τοῦτο ὃ ἐποίησας ἡμῖν, διὰ τὸν ναόν σου τὸν ἐπάνω τῆς Ἱερουσαλήμ . Βεβαίωσον, φησὶν, ἣν ἐδωρήσω, Δέσποτα, χάριν, διὰ τὸν ναόν σου, ὃν ἐξ ἡμῶν ἀνείληφας·
PG 80:1396ὃν ἐκάθισας ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἱερουσαλὴμ γὰρ τὴν ἄνω πόλιν καλεῖ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· »Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.« Αἰτοῦσι τοίνυν διὰ τὴν πρὸς τὸν ναὸν συγγένειαν, τὴν δεδομένην βεβαιωθῆναι χάριν· καὶ διὰ τὴν ἀπαρχὴν, τῆς παρασχεθείσης δωρεᾶς ἀπολαῦσαι τὸ φύραμα. Ἐντεῦθεν προλέγει καὶ τὴν τῶν βασιλέων μεταβολήν. »Σοὶ οἴσουσι βασιλεῖς δῶρα.« Τοῦ γὰρ διώκειν παυσάμενοι, τὸ πρέπον ὡς Θεῷ προσοίσουσι σέβας· καὶ ὥσπερ αὐτοὶ δασμὸν παρὰ τῶν ὑπηκόων λαμβάνουσιν, οὕτως αὐτοὶ, καθάπερ δοῦλοι καὶ ὑπήκοοι, δῶρά σοι προςκομιοῦσι. Καὶ τούτου μάρτυρες οἱ ὀφθαλμοὶ θεωροῦντες τὴν τῆς προφητείας ἀλήθειαν. λα. »Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.« Ἔνια δὲ τῶν ἀντιγράφων δρυμοῦ ἔχει. Εἴτε δὲ δρυμὸς , εἴτε κάλαμος , ἡ ἀκαρπία διὰ τούτων σημαίνεται. Ταῦτα δὲ οἰκητήριον ἔχει τὰ ἀνόητα θηρία, ἃ καὶ διὰ τῆς θείας ἐπικλήσεως ὁ Προφήτης [ἡμᾶς] ἐξελαύνειν ἐδίδαξεν.
»Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ.« Ταύρους καλεῖ τὴν τῶν Ἰουδαίων πληθὺν, διὰ τὴν συνήθη θρασύτητα· δαμάλεις δὲ λαῶν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ὠνόμασε, διὰ τὸ νέον τῆς κλήσεως. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος, τὰς ἐν ἀρχῇ τοῦ κηρύγματος κατὰ τῶν εὐσεβῶν γεγενημένας τῶν Ἰουδαίων ἐπαναστάσεις. Τοῦτο δὲ, φησὶ, δρῶσιν, ἐκκλεῖσαι αὐτοὺς βουλόμενοι, καὶ τῆς δεδομένης εὐκληρίας στερῆσαι· οἵ τινες δίκην ἀργυρίου πυρωθέντες, ἀπεφάνθησαν δόκιμοι. Τοῦτο περὶ αὐτῶν καὶ ὁ μακάριος ἔφη Παῦλος· »Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς· ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν.« Ἐπειδὴ δὲ καὶ ἐν τοῖς ἔθνεσιν ἦσαν οἱ ἀντιλέγοντες, καὶ παντοδαπὰς ἁγίων σφαγὰς ἐργαζόμενοι, εἰκότως καὶ περὶ τούτων φησί· »Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.« Οὕτω περὶ τῶν ἀντιλεγόντων θεσπίσας, μεταφέρει τὸν λόγον εἰς τοὺς πιστεύσαντας. λβ. »Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.« Τῆς Αἰγύπτου δὲ προτέρας ἐμνημόνευσεν, ὡς τῆς ἀσεβείας ἀναδησαμένης πάλαι τὸ κράτος.
PG 80:1397Μέμνηται δὲ αὐτῶν καὶ ἡ τῶν Πράξεων ἱστορία, διηγουμένη τοὺς συνειλεγμένους κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, ἐν ᾗ τοῦ παναγίου Πνεύματος τοῖς ἀποστόλοις ἐπεφοίτησεν ἡ χάρις. »Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.« Τέλους καὶ τοῦτο τετύχηκε. Καὶ μάρτυς ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὃν ὁ Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Εἶτα πάσης τῆς οἰκουμένης τὰς βασιλείας καλεῖ. λγ. »Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ· ψάλατε τῷ Κυρίῳ.« Ἅπαντες, φησὶν, οἱ κατὰ τὴν οἰκουμένην, δέξασθε τῆς θεογνωσίας τὸ φῶς· καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας προσενέγκατε ὑμνῳδίαν. λδ. »Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς.« Ὁ γὰρ Δεσπότης Χριστὸς οὐ μόνον εἰς τὸν ὁρώμενον οὐρανὸν ἀνελήλυθεν, ἀλλὰ καὶ εἰς τὸν ὑπέρτερον, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ ὑπερῴῳ τῆς οἰκείας ἀνατολῆς, τὰς ἀκτῖνας πᾶσι καταπέμπων ἀνθρώποις.» Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.« Σημαίνει δὲ διὰ τούτων, τὴν μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν γενομένην τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν. Δύναμιν γὰρ ταύτην καὶ ὁ Κύριος προσηγόρευσε.
»Μείνατε γὰρ, φησὶν, ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους.« Ταύτης δὲ τῆς φωνῆς καὶ ὁ μακάριος μέμνηται Λουκᾶς λέγων· »Ἐγένετο δὲ φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι.« λε. »Δότε δόξαν τῷ Θεῷ.« Ἔοικε τοῦτο τῇ τοῦ Ἀποστόλου νομοθεσίᾳ. »Δοξάσατε γὰρ, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν αὐτοῦ.« Τοὺς γὰρ τοσούτων ἀπολαύοντας δίκαιον διὰ πάντων τὸν εὐεργέτην δοξάζειν. »Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ· καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.« Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι’ ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν· καὶ οἱ μετ’ ἐκείνους δὲ τὸ διδασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προςφέρουσι. λ. »Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑτοῦ.« Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν·
PG 80:1400»Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν οὐρανοῖς.«Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὑτοῦ.» Οὐχ ἁπλῶς δὲ ἐνταῦθα τοῦ Ἰσραὴλ ἐμνημόνευσεν· ἀλλ’ ἐπειδὴ δείσας ὁ Ἰακὼβ τὸν Ἠσαῦ, εἶτα τῆς θείας ἐπιφανείας ἀξιωθεὶς, ἀνεῤῥώσθη, καὶ τὸ δέος τῆς διανοίας ἐξέβαλε. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι ὁ ἐκεῖνον ἰσχυρὸν ἀποφήνας, καὶ κρείττονα δείξας τῶν δυσμενῶν, αὐτὸς τὸν νέον αὑτοῦ κραταιώσει λαὸν, καὶ ἄμαχον ἐργάσεται καὶ ἀήττητον. «Εὐλογητὸς ὁ Θεός.» [Ἀλλ’ ἀκούων, φιλομαθέστατε, Θεὸν καὶ Θεὸν πολλάκις εἰρημένον καὶ Κύριον καὶ Σωτῆρα, μὴ ἄλλον ὑπολάβῃς. Οὐδὲ γάρ ἐστιν, οὐκ ἔστιν εἰ μὴ μόνος Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἀλλ’ οὐ τριθεί̈ᾳ, ἄπαγε· ὡς πολλάκις ἡμῖν εἴρηται. Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ Δημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέλος. Ἔδει γὰρ τῶν τοσούτων ἀγαθῶν τὴν διήγησιν ὕμνῳ θείῳ συμπερανθῆναι. ΕΡΜΗΝ. ΤΟΥ ΞΗ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων·
ψαλμὸς τῷ Δαβίδ.» Ἀλλοίωσίν τινων πραγμάτων ὁ ψαλμὸς προσημαίνει. Εἴρηται μὲν γὰρ εἰς τοὺς εἰς Βαβυλῶνα μετανάστας Ἰουδαίους· καὶ ὡς ἐξ ἐκείνων προσευχομένων, καὶ τὴν ἀπαλλαγὴν αἰτούντων, ἐσχημάτισται. Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημερίαν. Ἔχει δὲ καὶ προφητείαν τῶν δεσποτικῶν [τοῦ Θεοῦ λέγω καὶ Σωτῆρος ἡμῶν] παθημάτων, καὶ τῆς διὰ ταῦτα καταληψομένης Ἰουδαίους πανωλεθρίας. Ἐπειδὴ γὰρ ἃ παρὰ τῶν δυσμενῶν ὑπέμειναν, ταῦτα κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος ἐτόλμησαν, ἃ τοῖς ἐχθροῖς ἐπηράσαντο, ταῦτα κατ’ αὐτῶν ὁ δίκαιος κριτὴς ἐψηφίσατο. β. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Ἡ τῶν εὐσεβεστέρων συμμορία προςφέρει τὴν ἱκετείαν. Ὕδατα δὲ καλεῖ τῶν συμφορῶν τὸ πλῆθος. Πάντοθεν, φησὶ, τοῖς ἀνιαροῖς περικλύζομαι. γ. «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.» Ὁ δὲ Σύμμαχος· Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις ·
PG 80:1401ἐκ μεταφορᾶς τῶν εἰς τὸν τῆς θαλάσσης ἐμπιπτόντων βυθὸν, καὶ ἐπιπλεῖστον καταφερομένων, καὶ μόγις τῆς ἕδρας ἐφικνουμένων. Δηλοῖ δὲ διὰ τούτων τὸ μέγεθος τῶν συμβεβηκότων τοῖς ἀνδραποδισθεῖσι κακῶν. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ποικίλλει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν. δ. «Ἐκοπίασα κράζων· ἐβραγχίασεν ὁ λάρυγξ μου.» Διηνεκῶς, φησὶ, ποτνιώμενος βοῶ, ὡς καὶ αὐτὰ καμεῖν τὰ ὄργανα τῆς φωνῆς. Κραυγὴν δὲ τὴν ἐπίτασιν λέγει τῆς κατὰ διάνοιαν προσευχῆς. «Ἐξέλιπον οἱ ὀφθαλμοί μου, ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων. Ἀπέκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν. Εἶτα ἃ τροπικῶς ἄνω τέθεικε, διδάσκει σαφέστερον. ε. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως.» Ἀλλὰ μηδεὶς ὑπολάβοι τῶν φιλομαθεστέρων, εἰρῆσθαι ἐκ προσώπου τοῦ Θεοῦ καὶ Σωτῆρος ταῦτα.
Οὐδὲ γὰρ εἴρηται, οὐκ εἴρηται, εἰ μὴ ἐκ προσώπου, ὡς ἀνωτέρω ἡμῖν ἐσχεδίασται, τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὴν Βαβυλῶνα. Λέγει δὲ ὅτι Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος. «Ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.» Ὧν οὐκ ἠδίκησα, δίκας εἰςπράττομαι. Οὐ γὰρ ὡς ἅρπαξ, ἢ ἀδικήσας, φησὶν ὁ λαὸς, ταῦτα ἐξηνδραπόδισμαι παρ’ αὐτῶν. 2. «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου· καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Πάντα, Δέσποτα, σὺ γινώσκεις, καὶ λέληθέ σε γινομένων οὐδέν. Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν οὐδὲν ἐπλημμέλησα· τοὺς δὲ σοὺς παραβέβηκα νόμους. Τούτῳ ἔοικε τὸ, «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» ζ. «Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν ἐπ’ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ.» Μὴ γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προςμείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου.
PG 80:1404Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρχεις καρπός. η. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Αἰσχύνης ἀναπίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος· ἐπικερτομοῦσι γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θ. «Ἀλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν φιλάνθρωπον Θεόν. Καὶ πρότερον μὲν τέθεικε τῶν δυςσεβῶν τὰ ὀνείδη, εἶτα τῶν συγγενῶν καὶ συνήθων τὸν χωρισμόν. Ὡς δωρυάλωτοι γὰρ, καὶ δουλεύειν ἠναγκασμένοι, κατὰ συγγενείας οὐ συνεχωροῦντο διάγειν. ι. «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με· καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἔπεσον ἐπ’ ἐμέ.» Οὐχ ἥκιστα δέ με ἀνιᾷ καὶ ἀλγύνει τοῦ ἁγίου σου οἴκου ἡ ἐρημία, καὶ τῶν δυσσεβούντων ὁ γέλως. Οὐ γὰρ τῇ ἐμῇ πλημμελείᾳ, τῇ δὲ σῇ ἀσθενείᾳ, τὰ εἰς ἐκεῖνον γεγενημένα λογίζονται. Διόπερ ταῖς κατὰ σοῦ βλαςφημίαις κεντοῦμαι, ὡς τούτων γενόμενος πρόξενος.
Τὸ μέν τοι κατέφαγέ με, κατηνάλωσέ με , εἴρηκεν ὁ Σύμμαχος. ια, ιβ. «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» Ἐπὶ τούτοις ἀνιῶμαι, καὶ νηστείᾳ κατατήκω τὸ σῶμα. Ἀλλὰ καὶ τοῦτο πρόφασις ἐκείνοις ἐγένετο γέλωτος. Τρύχω δὲ ἐμαυτὸν, καὶ τῇ τοῦ σάκκου περιβολῇ τὸ πένθιμον περικείμενος σχῆμα. Καὶ τοῦτο μέν τοι κωμῳδίας ἔλαβον ἀφορμὴν οἱ παράνομοι.« ιγ. »Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.« Καὶ ἐν συλλόγοις, φησὶ, καὶ ἐν συμποσίοις, τὰ ἐμὰ θρυλλοῦσι καὶ κωμῳδοῦσι κακά. Πάλαι γὰρ παρὰ τὰς πύλας τοῖς συνεδρίοις ἐχρῶντο. ιδ. »Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε.« Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ ἡ προςευχή σοι, Κύριε . Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. »Καιρὸς εὐδοκίας, ὁ Θεός.« Ὁ δὲ Σύμμαχος οὕτως, Καιρὸς διαλλαγῆς ὁ Θεός . Ἱκανὴ, φησὶ, ἡ ἐπενεχθεῖσά μοι τιμωρία. Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι. Εὐδοκίαν γὰρ τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καλεῖ.
PG 80:1405»Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου· ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.« Μὴ τοῖς ἐμοῖς πλημμελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμετρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ. Χρῆσαι δὲ τῇ ἀληθῇ καὶ δικαίᾳ σου ψήφῳ κατὰ τῶν εἰς ἐμὲ τοσαῦτα δρώντων κακά. Εἶτα τροπικῶς πάλιν ἀπαριθμεῖται τὰς συμφορὰς, ἀνακινεῖν πειρώμενος τῇ διηγήσει τὸν ἔλεον. ιε. »Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.« Ἔοικα τοῖς εἰς βόθρον τελματώδη πίπτουσι, καὶ θάνατον ὑπομένουσι· διὸ παρὰ σοῦ τὴν σωτηρίαν αἰτῶ. »Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.« Αἰτῶ δὲ ἀπαλλαγῆναι καὶ τῶν πολεμίων, καὶ τῶν ὑπὸ τούτων ἐναγομένων κακῶν. Βάθος γὰρ ὑδάτων τὰς ὑπ’ ἐκείνων ἐπαγομένας ἐκάλεσε τιμωρίας. ι. »Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.« Μὴ γένωμαι, φησὶ, τῷ πλήθει καὶ τῷ μεγέθει τῶν κακῶν ὑποβρύχιος. »Μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ.« Μὴ ἀπαγορεύσῃς, φησὶ, Δέσποτα, τὴν ἐμὴν σωτηρίαν· μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν. Οἱ γὰρ εἰς φρέαρ ἐμπίπτοντες, ἀνεῳγότος μὲν ἔχουσι τοῦ στόματός τινα μικρὰν ἐλπίδα τῆς ἐκεῖθεν ἀπαλλαγῆς·
ἐμφραγέντος δὲ καὶ τούτου, τὴν σωτηρίαν ἀπαγορεύουσιν. ιζ. »Εἰσάκουσόν μου, Κύριε· ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ.« Διὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλλαγὴν ἐπάγαγε. Βλέπε με τοίνυν περικλυζόμενον τοῖς κακοῖς, καὶ λῦσον τὰς συμφοράς. Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν. ιη. »Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.« Τοῦτο γὰρ ἔθος τοῖς ὀργιζομένοις ποιεῖν, ἀποσειομένοις τῶν ἡμαρτηκότων τὰς ἱκετείας. »Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.« Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν ταχεῖαν μοι παράσχου παραψυχήν. ιθ. »Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.« Ἀρκεῖς γὰρ καὶ μόνῃ τῇ θέᾳ διαλῦσαι τὰ σκυθρωπά. »Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.« Ὑπερβαίνει μὲν συγγνώμην τὰ ἐμὰ πλημμελήματα· ἀλλὰ δυσσεβεῖς οἱ πολέμιοι, καὶ πονηρίᾳ δουλεύοντες. Διὰ γοῦν τὰ παρ’ ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, Δέσποτα, φιλανθρωπίας. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. κ, κα. »Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.
Ἐναντίον σου πάντες οἱ θλίβοντές με« Οὐδέν σε λέληθε τῶν γινομένων, ἀλλὰ πάντα ὁρᾷς· καὶ τὰ ἐκείνων ὀνείδη, καὶ τὴν ἐμὴν αἰσχύνην· καταδύομαι γὰρ καὶ ἀνιῶμαι ἅμα παρ’ ἐκείνων ὀνειδιζόμενος. »Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Τοσαύταις γὰρ πανταχόθεν ὀδύναις βαλλόμενος, καὶ ἕτερα δὲ προςμένων ἀνιαρώτερα, οὐδεμίαν ἔχω παραψυχήν. Ἀλλ’ οἱ μὲν ἀνιῶντες νικῶσι τὸν ἀριθμόν· ὁ δὲ ψυχαγωγῶν, καὶ τῇ κοινωνίᾳ τῆς λύπης κουφοτέραν τὴν ἀθυμίαν ποιῶν, οὐκ ἔστι. κβ. «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν πικρὰν καὶ ἀνιαρὰν κατεσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ’ ὀδύνης ἐσθίουσι καὶ ἡδίστη τροφή. κγ. «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον.» Καὶ τὴν αὐτῶν τοίνυν εὐφροσύνην εἰς συμφορὰς μετέβαλε, Δέσποτα· καὶ οἷς ἔδρασαν περιπέσοιεν. Τράπεζαν γὰρ τὴν εὐφροσύνην ἐκάλεσε· τὰς δὲ τιμωρίας, παγίδα . Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε·
PG 80:1408Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα, καὶ εἰς τιμωρίαν, ὥστε συλληφθῆναι . κδ. «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν.» Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν συμφορῶν. «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Δουλείαν αὐτῶν καταψήφισαι, Δέσποτα· ἵνα οἷς ποιοῦσι περιπέσωσιν, εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. κε. «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου· καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Πᾶσαν αὐτοῖς, φησὶν, ἐπάφες τὴν τῆς τιμωρίας ὀργὴν, καὶ ταχεῖαν καὶ διαρκῆ ἐπάγαγε συμφοράν. Διὰ γὰρ τοῦ θυμοῦ τὸ ταχὺ δεδήλωκε· τοιοῦτος γὰρ ὁ θυμός· διὰ δὲ τῆς ὀργῆς , τὸ ἐπίμονον· τοιαύτη γὰρ ἡ τῆς ὀργῆς φύσις. Ὁ γὰρ θυμὸς ὀξύς ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ ὀργὴ, βραδυτέρα μὲν, μονιμωτέρα δέ. Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίμονον ἐκάλεσε τιμωρίαν. κ. «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Διὰ πάντων δὲ τὴν δικαίαν ψῆφον αἰτεῖ· καὶ οἷς δεδράκασιν ὑποβληθῆναι αὐτοὺς ἱκετεύει.
Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπέφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν αὐτῶν ἱκετεύει πατρίδα· καὶ τετύχηκε τῆς αἰτήσεως. Ἔρημος γὰρ καὶ γέγονε καὶ μεμένηκεν ἡ Βαβυλὼν, μέχρι καὶ τήμερον· εἰδέναι μέν τοι προςήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ’ αὐτῶν κεχρημένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος λυττήσαντες. Βαβυλώνιοι μὲν γὰρ αὐτοῖς πικρὰν εἰργάσαντο τὴν τροφήν· οὐ τοιαύτην αὐτοῖς δεδωκότες τροφήν· ἀλλὰ τῇ ἐπιπόνῳ δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι. Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐεργεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος. Οὗ δὴ χάριν ταῖς αὐταῖς ὑπεβλήθησαν τιμωρίαις, καὶ ἐγένετο ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Ἀντὶ γὰρ τῆς προτέρας εὐκληρίας δουλείαν κατεψηφίσθησαν·
PG 80:1409καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον· καὶ ἡ ἔπαυλις αὐτῶν ἐγένετο ἔρημος, καὶ ἐν τοῖς τῆς Ἱερουσαλὴμ σκηνώμασιν οὐδεὶς αὐτῶν κατοικεῖ. Ταῖς οἰκείαις τοίνυν ἀραῖς ὑπεβλήθησαν· καὶ ἃ τοῖς Βαβυλωνίοις ἐπηράσαντο ἀδικούμενοι, ταῦτα πεπόνθασιν ἀδικήσαντες, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενόμενοι. Τούτου χάριν καὶ οἱ θεῖοι ἀπόστολοι ταῖς ἐντεῦθεν ἐχρήσαντο μαρτυρίαις, τῆς προφητείας τὸ διπλοῦν ἐπιστάμενοι. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κζ. «Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν· καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰςπραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις· οὗτοι δὲ πλείοσί με, ἢ προσέταξας, κακοῖς περιέβαλον· καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατηγορεῖ τὴν ὠμότητα, καί φησιν, «Ἐγὼ αὐτοὺς παρέδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεον·

Interpretation of Psalm LXVIIIInterpretatio in Psalmum LXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» κη. «Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ.» Τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν ἀνομίαν ἐκάλεσεν· ἀντὶ τοῦ, Ἐπίθες αὐτοῖς ἀνόμως ζῶσι τιμωρίαν ἀξίαν· καὶ μὴ τύχωσιν ἀγαθῶν ἃ τοῖς δικαίοις εἴωθας ἀπονέμειν. κθ. «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Τούτοις ἔοικε τὸ, «Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Τούτων μέν τοι τῶν βίβλων μέμνηται Δανιήλ. Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὧν τοῖς ἀνακειμένοις σοι δίδως, μὴ μεταλάχοιεν οὗτοι· μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα. λ. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία τοῦ προσώπου σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει· καὶ τὴν τῆς δουλείας λύσιν, καὶ τὴν τῶν δορυαλώτων ἐπάνοδον. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται τοῖς ἀλλοιωθησομένοις . Δύο γὰρ ἐδέξαντο ἐναντίας μεταβολάς.
PG 80:1412Μεταμελείᾳ γὰρ ἐν Βαβυλῶνι χρησάμενοι τὴν προτέραν ἐλευθερίαν ἀπέλαβον· μετὰ δὲ ταῦτα κατὰ τοῦ Δεσπότου λυττήσαντες, παντελεῖ δουλείᾳ κατεδικάσθησαν. Ἀμφότερα τοίνυν προλέγει ὁ παρὼν ψαλμός· τὸ δὲ «πτωχὸς καὶ ἀλγῶν εἰμι,» τοῦτο σημαίνει· Ἐν πτωχείᾳ με, φησὶν, ἰδὼν, καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας· τούτου δὴ χάριν, λα. «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει.» Οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων· ἀλλ’ ἀμείψομαι τοῖς ὕμνοις τὰς χάριτας, τῇ διηγήσει τῶν εὐεργεσιῶν τὸ μέγεθος αὐτοῦ τοῖς ἀγνοοῦσι δεικνύς. λβ. «Καὶ ἀρέσει τῷ Θεῷ μου, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα, καὶ ὁπλάς.» Θυμηρεστέρα δὲ αὐτῷ ἔσται τῆς αἰνέσεως ἡ θυσία μόσχου νέου καὶ πίονος, ἄρτι μὲν τὰς χηλὰς, ἄρτι δὲ προβαλλομένου τὰ κέρατα. Θρηνῆσαι ἄξιον τὴν Ἰουδαίων παρανομίαν συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες· καί τοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων, οὐ θυσίας ἱερατεύειν, ὡς τῆς ὑμνῳδίας θυμηρεστέρας οὔσης Θεῷ. Ἀλλὰ τὴν μὲν τούτων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἐάσωμεν·
ἐπὶ δὲ τὴν ἑρμηνείαν βαδίσωμεν. λγ. «Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν.» Ἅπαντες, φησὶν, οἱ τοῖς ὁμοίοις κακοῖς περιπίπτοντες, ἐλπίδος ἀγαθῆς παρ’ ἡμῶν λαβέτωσαν πρόφασιν. «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν. λδ. «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος· καὶ τοὺς πεπεδημένους αὑτοῦ οὐκ ἐξουδένωσεν.» Ἐδέξατο γὰρ ἡμῶν τὴν δέησιν, τὴν πενίαν ἰδών· καὶ ἔλυσε τὰ τῆς δουλείας δεσμά. Πεπεδημένους δὲ αὐτοὺς κέκληκεν, ἐπειδὴ αὐτὸς αὐτοὺς εἰς δουλείαν ἐξέδωκεν. λε. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ· θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἅπασαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ· οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία γλῶττα τὰς θείας διηγάσασθαι χάριτας. λ. «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας. Οὕτω τὴν νεουργίαν τῶν πόλεων προθεσπίσας, προαγορεύει καὶ τῶν οἰκητόρων τὸ πλῆθος.
PG 80:1413«Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν.» Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν ἐν αὐταῖς· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι. Τοῦτο γὰρ ἐπήγαγε· λζ. «Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν.» Ἐπειδὴ δὲ τῆς κατὰ τοῦ Σωτῆρος ἕνεκα μανίας τὴν παντελῆ πανωλεθρίαν ἔμελλον ὑπομένειν, εἰκότως τὸ ἀκροτελεύτιον τῷ ψαλμῷ τοιοῦτον ἐπιτέθεικε. «Καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.»Οὐ γὰρ πάντες [κατὰ τὸν θεῖον Ἀπόστολον] οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.« Συμφωνεῖ δὲ τούτοις καὶ τὰ προφητικὰ ῥήματα· »Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.« Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· »Καί οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.« Μετὰ γὰρ τὸν σταυρὸν, καὶ τὴν λύτταν ἐκείνην ἐξηλάθησαν μὲν οἱ κύνες ἐκεῖνοι· οἱ δὲ ἀγαπῶντες αὐτὸν, ἐν τῇ Σιὼν κατεσκήνωσαν, τὴν τῆς αἰνέσεως αὐτῷ θυσίαν προσφέροντες. ΕΡΜΗΝ. ΤΟΥ ΞΘ ΨΑΛΜΟΥ. α.
»Εἰς τὸ τέλος, τῷ Δαβὶδ, εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον.« Τοῦτο δὲ ἐν ἐνίοις ἀντιγράφοις εὗρον· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Συμβαίνει δὲ ὅμως τῇ τοῦ ψαλμοῦ διανοίᾳ· σωτηρίαν γὰρ ὁ προφήτης αἰτεῖ, καὶ τῶν πολεμούντων ἀπαλλαγήν. Εἴρηκε δὲ τὸν ψαλμὸν ὁ μακάριος Δαβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος· εἰκότως δὲ καὶ τὸ εἰς ἀνάμνησιν τῇ ἐπιγραφῇ πρόσκειται· ἡ γὰρ μνήμη τῆς ἁμαρτίας αὐτὸν ἐκέντει τῶν πολεμίων σφοδρότερον· διόπερ βοᾷ· β. »Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.« Πολλαῖς, φησὶ, καὶ παντοδαπαῖς περικλύζομαι συμφοραῖς· οὗ δὴ χάριν ταχεῖαν αἰτῶ παρασχεθῆναί μοι τὴν βοήθειαν. γ. »Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.« Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. »Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω· καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.« [Ἀντὶ τοῦ, οὐ μόνον τῇ γῇ παραδοθήσονται, ἀλλὰ καὶ μετ’ αἰσχύνης τόνδε τὸν βίον ὑπεξέλθωσιν οἱ κατατυρεύσαντες κατὰ τῶν εὐσεβῶς βιοτευόντων τὰ δεινά· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς λέγει.] δ.
PG 80:1416»Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.« Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν· ε. »Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.« Τὸ Κύριος οὐ κεῖται ἐν τῷ Ἑξαπλῷ. Θυμηδίας ἁπάσης, φησὶ, τοὺς σοὺς ἔμπλησον ἐραστάς· ἵνα σου τὰς εὐεργεσίας ὑμνοῦντες χορεύσωσιν. 2. »Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.« Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχείᾳ συζῶν τῆς ἀρετῆς οὐκ ἔχω τὸν πλοῦτον.» Βοηθός μου καὶ ῥύστης μου εἶ σύ.« Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. »Κύριε, μὴ χρονίσῃς.« Ἐπάρκεσον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. [Περὶ τούτου γὰρ οὐ μόνον ὁ Δαβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.] ΕΡΜΗΝ. ΤΟΥ Ο ΨΑΛΜΟΥ. »Τῷ Δαβὶδ ψαλμός· τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρῶτον αἰχμαλωτισθέντων· ἀνεπίγραφος παρ’ Ἑβραίοις.« Ὡμολόγησε καὶ αὐτὸς ὁ τὴν ἐπιγραφὴν ποιησάμενος, μὴ εὑρηκέναι ταύτην παρὰ τῷ Ἑβραίῳ, ἀλλ’ αὐτὸς αὐτὴν τεθεικέναι.
PG 80:1417Ἰστέον μέν τοι, ὡς οὐ τοῦ Ἰωναδὰβ υἱοὶ οἱ πρῶτοι ᾐχμαλωτίσθησαν· ὁ γὰρ μακάριος Ἱερεμίας οἶνον αὐτοῖς προσενέγκαι ὑπὸ τοῦ Θεοῦ προσετάχθη εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑποθήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας ὁ προφήτης· ὡς ἐκείνων ἀνθρωπίνας ἐντολὰς φυλαττόντων, τούτων δὲ τὰς θείας παραβαινόντων νομοθεσίας. Εἴρηται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν εἰς Βαβυλῶνα μεταναστάντων, τῆς ἐπανόδου γλιχομένων, καὶ τὴν τῆς δουλείας ποθούντων ἀπαλλαγήν· γέγραφε δὲ αὐτὸν ὁ μακάριος Δαβὶδ, τῷ τῶν εὐσεβεστέρων τάγματι προσαρμόσας τοὺς λόγους. [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ’ αὐτοῦ δεχομένοις προμήθειαν.] α. »Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.« Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν· μηδὲ ἐπὶ πλεῖστον ἐπονείδιστος γένωμαι. [Ἐκεῖνοι μὲν περὶ τῶν ἀνδραποδισάντων αὐτοὺς, οὗτοι δὲ περὶ τῶν πονηρῶν δαιμόνων ταύτην τὴν ἱκετείαν προσφέρουσιν.] β.
»Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.« Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ’ ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν· οὕτω γὰρ κἀγὼ τῆς ἐκείνων δουλείας ἀπαλλαγήσομαι. »Κλῖνον πρός με τὸ οὖς σου, καὶ σῶσόν με. [γ] Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.« Σὲ πρόμαχον ἔχω, καὶ περίβολον ὀχυρὸν, καὶ ἔρυμα ἀσφαλές· εὐμενῶς μου τοίνυν δέξαι τὴν ἱκετείαν. [Καθάπερ δὲ ἀνωτέρω εἰρήκαμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμένων· τοῦτο γὰρ θέλει εἰπεῖν διὰ τῶν ἑξῆς.] δ. »Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.« Ἱκετεύω σε, Δέσποτα, τῆς τῶν πονηρίᾳ καὶ δυσσεβείᾳ συζώντων ἐλευθερῶσαί με δυναστείας. ε. »Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.« [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον.
PG 80:1420Ἐξ ἐκείνου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν. [Ὁ δὲ νέος λαὸς νεότητα λέγει ἧς τετύχηκε νεουργίας διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.] 2. »Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σὺ εἶ μου σκεπαστής.« Γέννησιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Τοῦτο δὲ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ θειοτάτου Ἰεζεκιὴλ διδάσκει. Διελέγχων γὰρ τῆς Ἱερουσαλὴμ τὴν ἀσέβειαν, εἶτα εἰρηκώς· »Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία,« ἐπήγαγεν· »Ἧ ἡμέρᾳ ἐτέχθης, ὁ ὀμφαλός σου οὐ περιετμήθη, καὶ ἁλὶ οὐχ ἡλίσθης, καὶ ὕδατι οὐκ ἐλούσω εἰς σωτηρίαν.« Ἐπειδὴ γὰρ ὁ ὀμφαλὸς οἷόν τις ῥίζα βρέφους ἐστί· δι’ ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται· ὁ δὲ Ἰσραὴλ, καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἔμφυτον ἔσχε τὴν Αἰγυπτίων ἀσέβειαν, εἰκότως ἔφη· »Ὁ ὀμφαλός σου οὐ περιετμήθη·« ὅτι, φησὶν, ἐκ τῆς μητρῴας νηδύος τὴν τροφὴν ἕλκεις, καὶ τοῖς προτέροις ἐπιμένεις ἐπιτηδεύμασιν. Ἡ τῶν εὐσεβεστέρων τοίνυν συμμορία τὸν Θεὸν ἱκετεύουσα λέγει· Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα·
»Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.« Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περίβλεπτος. ζ. »Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.« Ἀλλὰ μετ’ ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν· ὡς τέρας τι καὶ σημεῖον τοῖς πολλοῖς νομισθῆναι τὰ κατ’ ἐμέ. »Καὶ σὺ βοηθός μου κραταιός.« Ἀλλ’ ὅμως ἐγὼ τὴν σὴν προσμένω βοήθειαν. η. »Πληρωθήτω τὸ στόμα μου αἰνέσεως· ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.« Μεταβαλὼν τοίνυν τὴν ἐπικειμένην μοι δυσκληρίαν, κίνησον εἰς ὑμνῳδίαν τὴν γλῶτταν· ὅπως ἂν ἀεί σοι τὸν ὕμνον προσφέροιμι. Τὸ γὰρ ὅλην τὴν ἡμέραν , καθ’ ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκε. θ. »Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλίπῃς με.« Ἧς ἐν νεότητι προνοίας ἀπέλαβον, ἀπολαῦσαι καὶ νῦν ἱκετεύω· καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδεμονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ. Ἐπειδὴ γὰρ νεότητα τὴν ἐξ Αἰγύπτου προσηγόρευσεν ἔξοδον, γῆρας ἐκάλεσε τὸν τῆς αἰχμαλωσίας καιρόν· ὡς πλείστου χρόνου διαδραμόντος ἐν μέσῳ. ι, ια.
PG 80:1421»Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου, ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ, λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.« Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας. Οὗ δὴ χάριν ἀντιβολῶ· ιβ. »Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.« Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν· καὶ μή με πόῤῥω τῆς σῆς καταστήσῃς κηδεμονίας. Μακρυνθῆναι δὲ αὐτοῦ, οὐ τὴν οὐσίαν λέγει τοῦ Θεοῦ· πανταχοῦ γὰρ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· ἀλλὰ τὴν πρόνοιαν, καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. ιγ. »Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου.« Ὁ δὲ Σύμμαχος οὕτως· Καταισχυνθήτωσαν καὶ ἀναλωθήτωσαν οἱ ἀντικείμενοι τῇ ψυχῇ μου . Διαμάρτοιεν τῶν οἰκείων ἐγχειρημάτων, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο· καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τεκταίνοντες ὄλεθρον.
PG 80:1424»Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.« Ἐπονείδιστοι γένοιντο καὶ καταγέλαστοι οἱ παντοδαποῖς με κακοῖς περιβάλλοντες. ιδ. »Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σέ.« Ταῦτα γὰρ ὁρῶν γινόμενα, τῇ εἰς σὲ ἐλπίδι βεβαιωθήσομαι. »Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.« Καὶ πολλαπλασίαν σοι προσοίσω τὴν ὑμνῳδίαν. ιε. »Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.« Οὐ παύσομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας. »Ὅτι οὐκ ἔγνων γραμματείας, [ι] εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου.« Ὁ δὲ Σύμμαχος οὕτως· Οὐ γὰρ οἶδα ἐξαριθμῆσαι· ἐλεύσομαι ἐν δυναστείᾳ Κυρίου . Ἐπειδὴ ὑπέσχετο διηγεῖσθαι τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν εἰς αὐτὸν γεγενημένην σωτηρίαν, μείζων δὲ ἢ κατὰ ἄνθρωπον ὑπόσχεσις, εἰκότως ἐπήγαγεν· »Ὅτι οὐκ οἶδα ἐξαριθμῆσαι.« Τοῦτο καὶ ἐν τῷ λθ ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ. Εἰρηκὼς γάρ· »Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι,« ἐπήγαγεν·
»Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.« Τοῦτο καὶ ἐνταῦθά φησιν· »Ὅτι οὐκ οἶδα ἀριθμῆσαι.« Τὰς γὰρ τοιαύτας γραφάς τε καὶ μαθήσεις ἡ ἐμὴ οὐκ ἐδέξατο φύσις· εἰσελεύσομαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι. »Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. [ιζ] Ὁ Θεός μου, ἐδίδαξάς με ἐκ νεότητός μου.« Ὑμνῶ δέ σε, Δέσποτα· καὶ τὴν εἰς ἐμὲ γενομένην δικαιοσύνην ὁρῶν, καὶ τῶν σῶν ἐντολῶν μεμνημένος. Ταῦτα γάρ με παιδόθεν ἐδίδαξας. Καὶ ἐντεῦθεν δῆλον ὡς νεότητα τὸν ἐπὶ τοῦ μεγάλου Μωσοῦ χρόνον καλεῖ. Δι’ ἐκείνου γὰρ ὁ νόμος ἐδόθη. [Ὡς καὶ διὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἡ χάρις ἡμῖν τοῖς ἐξ ἐθνῶν ἐπεφοίτησεν.] »Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. [ιη] Καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.« Ἐγὼ μὲν τὰς σὰς θαυματουργίας τοὺς ἀγνοοῦντας διδάξω. Σὺ δὲ, ὡς ἄνωθέν μου κληθεὶς Θεὸς, ἀεί με τῆς σῆς ἀξίου κηδεμονίας. »Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.« Προφητικῶς ὁ Δαβὶδ τὰ ἐσόμενα προλέγει· καὶ γῆρας καλεῖ τοῦ νόμου τὸ τέλος.
PG 80:1425Τοῦτο δὲ μετὰ τὴν τοῦ Δεσπότου Χριστοῦ γέγονε παρουσίαν. Σαφέστερον δὲ ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, περὶ τῆς Καινῆς διαλεγόμενος Διαθήκης. Φησὶ δὲ οὕτως· »Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Καὶ ἐνταῦθα τοίνυν προφητικῶς τοὺς ἐν Βαβυλῶνι διδάσκει λέγειν· «Ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.» Εἶτα δεικνὺς ποῖον γῆρας καλεῖ, ἐπήγαγεν· «Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. Τὴν δυναστείαν σου, [ιθ] καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός.» Γενεὰ δὲ ἡ ἐρχομένη, ἡ μετὰ τὴν ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· μεθ’ ἣν ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, ἐξ Ἰουδαίων κήρυκας δεξαμένη τοὺς ἱεροὺς ἀποστόλους. Περὶ ταύτης τῆς γενεᾶς καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ψαλμῷ λέγει· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν. Λέγει τοίνυν καὶ ἐνταῦθα·
«Μή με ἐγκαταλίπῃς, ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.» Ἔοικε δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκίᾳ ἐθνῶν.»Ὁ Θεὸς, ἕως τῶν ὑψίστων ἃ ἐποίησάς μοι μεγαλεῖα.« Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἕως ὕψους ἃ ἐποίησας μεγαλεῖα , ἀντὶ τοῦ, ὑψηλὰ καὶ μεγάλα τὰ ὑπὸ σοῦ γινόμενα, Δέσποτα. καὶ ἱκανὰ πεῖσαι πάντας Ὕψιστον ὀνομάζειν σε. »Ὁ Θεὸς, τίς ὅμοιός σοι;« Οὐδένα γὰρ, φησὶ, συγκρῖναί σοι καὶ παραβαλεῖν δυνατόν. Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς· ἐντεῦθεν τὴν ἐπάνοδον προθεσπίζει. κ. »Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· καὶ ἐπιστρέψας ἐζωοποίησάς με.« Παραδούς με, φησὶ, παντοδαπαῖς συμφοραῖς διὰ τὰς ὑπ’ ἐμοῦ γεγενημένας παρανομίας, πάλιν με εἰς ζωὴν ἐπανήγαγες. »Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλαι ἀνήγαγές με.« Ἀναβιώσεως, φησὶ, τινὸς ὑπολαμβάνω τετυχηκέναι· παρὰ δόξαν ἀνθρωπίνην τοςούτων ἀπαλλαγεὶς συμφορῶν.

Interpretation of Psalm LXIXInterpretatio in Psalmum LXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1428[Εἴποι δ’ ἄν τις ταῦτα καὶ ἐκ προσώπου τῆς ἀνθρωπείας εἰρῆσθαι φύσεως. Ἐκ γὰρ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγε ταύτην ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, τουτέστιν ὁ ἐκ Θεοῦ Θεὸς, ὁ διὰ ταύτην ἑλόμενος καὶ ἄνθρωπος γενέσθαι.] Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὁ Θεὸς ἔφη· »Ὅτι ἀνοίξω τοὺς τάφους ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ Βαβυλῶνος·« τουτέστι, τὴν ἀνθρωπίνην ἀπόγνωσιν λύσω, καὶ παρὰ τὰς τῶν πολεμίων ἐλπίδας τὴν ἐπάνοδον ὑμῖν δωρήσομαι. κα. »Ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην σου· καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.« Ὁ δὲ Σύμμαχος οὕτως· Αὐξήσεις τὴν μεγαλειότητά μου, καὶ παρακυκλώσεις με παραμυθίᾳ . Καὶ τἄλλα δὲ ὁμοίως προείρηκε. Τῇ γὰρ περὶ ἐμὲ κηδεμονίᾳ δειχθήσεταί σου τὸ ἀγαθόν. κβ. »Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε.« Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα λαῶν πολλῶν ἐμνημόνευσεν, οἳ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν, διὰ τῶν ἐξ Ἰουδαίων κηρύκων, τῆς σωτηρίας ἀπήλαυσαν.
»Ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.« Χρήσομαι δὲ καὶ τοῖς συνήθεσιν ὀργάνοις τὴν ὑμνῳδίαν ὑφαίνων. κγ, κδ. »Ἀγαλλιάσεται τὰ χείλη μου, ὅτ’ ἂν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου· ὅτ’ ἂν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.« Προλέγει κατὰ ταυτὸν τῶν Βαβυλωνίων τὸν ὄλεθρον ὑπὸ Κύρου τοῦ Πέρσου γεγενημένον, καὶ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν. Ἐκείνων γὰρ, φησὶ, καταλυθέντων, ἐγὼ τῆς ἐπανόδου τεύξομαι· ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐεργεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν μελέτην ποιούμενος. ΕΡΜΗΝ. ΤΟΥ ΟΑ ΨΑΛΜΟΥ. α. »Εἰς Σολομών.« Ὅτι τῷ Σολομῶντι οὐδαμῶς ὁ προκείμενος ἁρμόττει ψαλμὸς, οἶμαι καὶ Ἰουδαίους ἂν ὁμολογῆσαι τ’ ἀληθῆ λέγειν ἐθέλοντας, ἤπου γε τῆς πίστεως τοὺς τροφίμους. Πρῶτον μὲν γὰρ οὔτε τῶν περάτων τῆς γῆς ἐκράτησε Σολομών· οὔτε παρὰ τῶν ἑσπερίων καὶ ἑῴων ἐδέξατο φόρον. Ἔπειτα ἄνθρωπος ὢν, τὸν τῇ φύσει σύμμετρον διαβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο, καὶ τοῦτο οὐκ εὐκλεές.
PG 80:1429Ὁ δὲ ψαλμὸς ἡλίου καὶ σελήνης ἀρχαιότερον δείκνυσι τὸν προφητευόμενον. Ἀκριβέστερον δὲ ταῦτα ἡ τῶν ῥητῶν ἑρμηνεία διδάξει. Καὶ ἡ ἐπιγραφὴ δὲ, οὐκ ἀνάρμοστος, ἀτεχνῶς δὲ τῷ Σωτῆρι συμβαίνουσα. Σολομὼν γὰρ εἰρηνικὸς ἑρμηνεύεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Φησὶ γὰρ πρὸς τὸν Δαβὶδ διὰ τοῦ Νάθαν ὁ Θεός· »Ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην δώσω ἐν ταῖς ἡμέραις αὐτοῦ.« Ταύτην δὲ τὴν προσηγορίαν καὶ ὁ Δεσπότης ἔχει Χριστός. Καὶ βοᾷ Παῦλος, ὁ μέγας κήρυξ τῆς ἀληθείας· »Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.« Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς ἱεροῖς ἀποστόλοις φησί· »Τὴν ἐμὴν εἰρήνην δίδωμι ὑμῖν, τὴν ἐμὴν εἰρήνην ἀφίημι ὑμῖν.« Τὴν αὐτοῦ τοίνυν βασιλείαν, καὶ τὴν ὑπ’ αὐτοῦ κατορθωθεῖσαν εἰρήνην, καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Καὶ ἐπειδὴ καὶ Θεός ἐστι, καὶ ἄνθρωπος, τὸ μὲν ὢν ἀεὶ, τὸ δὲ δι’ ἡμᾶς προσλαβὼν, ἀμφότερα ἡ προφητεία διδάσκει· καί φησιν, αὐτὸν μὲν ἔχειν, ὡς Θεὸν, ἁπάντων τὴν ἐξουσίαν· λαμβάνειν δὲ ταύτην, καὶ ὡς ἄνθρωπον, παρὰ τοῦ οἰκείου Πατρός.
»Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.« Καὶ βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως ὁ Δεσπότης Χριστός. Διὸ καὶ βασιλέα αὐτὸν, καὶ υἱὸν βασιλέως ἡ προφητεία καλεῖ· οὕτω καὶ λέοντα αὐτὸν ὁ πατριάρχης Ἰακὼβ καὶ σκύμνον λέοντος ὀνομάζει· »Σκύμνος γὰρ λέοντος, φησὶν, Ἰούδα, ἐκ βλαστοῦ μου, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;« Οὐ γὰρ μόνον βασιλεύς ἐστιν, ἀλλὰ καὶ βασιλέως υἱός. Καὶ γὰρ ὡς Θεὸς ἐκ τοῦ παμβασιλέως ἐγεννήθη Θεοῦ, καὶ ὡς ἄνθρωπος, πρόγονον ἔχει τὸν βασιλέα Δαβίδ. Τούτῳ ὁ προφητικὸς λόγος, ὡς ἀνθρώπῳ, δοθῆναι παρὰ τοῦ Θεοῦ τὴν δικαιοσύνην παρακαλεῖ. Εἶτα τὴν αἰτίαν διδάσκει. β. »Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.« Τοὺς γὰρ πτωχείᾳ τῆς ἁμαρτίας κατεχομένους τῆς τοῦ πονηροῦ τυράννου δουλείας ἐλευθερώσει· δικαίως αὐτῷ καὶ τοῖς ὑπ’ αὐτοῦ κατεχομένοις δικάσας. γ. »Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.« Προσωποποιία ἐστὶ τὴν πάντων δεικνῦσα μεταβολήν. Οὕτω τοῦ λαοῦ τὴν ἔξοδον διηγούμενος ἔφη·

Interpretation of Psalm LXXInterpretatio in Psalmum LXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1432»Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.« Ὁρῶμεν δὲ ὅμως καὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τὴν μεταβολήν· ἀντὶ γὰρ τῆς πάλαι πολιτευσαμένης ἐν αὐτοῖς ἀσεβείας, οἱ τὸν ἀγγελικὸν ἀσπασάμενοι βίον τὴν εὐαγγελικὴν ἐν αὐτοῖς δικαιοσύνην καρποῦνται· καὶ τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας ποιούμενοι, τὰς θείας καταλλαγὰς πραγματεύονται. δ. »Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην.« Εἰκότως ὁ διάβολος κέκληται συκοφάντης · τόν τε γὰρ Θεὸν ἐσυκοφάντησε, διὰ φθόνον φήσας κεκωλυκέναι τὴν τοῦ ξύλου μετάληψιν· καὶ κατὰ τοῦ Ἰὼβ ταῖς αὐταῖς ψευδολογίαις ἐχρήσατο, φήσας· »Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἅψαι γὰρ, φησὶ, πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.« Τοῦτον ἐν τῷ ὀγδόῳ ψαλμῷ ἐχθρὸν καὶ ἐκδικητὴν ὠνόμασεν, ἐνταῦθα δὲ συκοφάντην. Ἀλλὰ τοῦτον μὲν ὁ Δεσπότης ἐταπείνωσε καὶ κατέλυσε· τοὺς δὲ ὑπ’ αὐτοῦ τυραννουμένους ἐλευθερίας καὶ σωτηρίας ἠξίωσε. ε. »Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.« Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰπεῖν, οὔτε ζωῆς τέλος ἔχει.
Ἐγεννήθη μὲν γὰρ ἐκ τοῦ Πατρὸς πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, τουτέστιν, ἀπείροις τισὶ γενεαῖς προϋπάρχων τῆς κτίσεως. Ἀλλὰ καὶ »συμπαραμενεῖ τῷ ἡλίῳ·« ἀντὶ τοῦ, διαρκὲς ἕξει τὸ εἶναι· οὐκ ἐπειδὴ ὁ ἥλιος διαρκὲς ἔχει τὸ εἶναι· ἀλλ’ εἰκόνα διαρκεστέραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ χρόνων καὶ ἡμερῶν Δημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν. Ἐπειδὴ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς ἥλιος δικαιοσύνης ὠνόμασται. 2. »Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.« Διὰ τούτων σαφῶς ἡμῖν τὴν ἀνθρωπείαν ὑπέδειξε γέννησιν ἀψοφητὶ γεγενημένην, καὶ λίαν ἡσύχως καὶ μυστικῶς. Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φερόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν· οὕτως ἡ δεσποτικὴ γεγένηται σύλληψις· οὐδὲ τοῦ συνοικοῦντος αἰσθομένου μνηστῆρος. Ὕστερον γὰρ, μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· ἀλλὰ δι’ ἀγγέλου μεμάθηκεν ὡς πνευματικὸς ὁ τόκος, καὶ οὐκ ἀνθρώπινος. ζ.
PG 80:1433»Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη.« Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώπων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν. Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ’ οὖν εἰσι μυριάδες ἀριθμοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι. »Καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.« Πάλαι μὲν γὰρ αἱ τοπαρχίαι, καὶ αἱ καθ’ ἕκαστον ἔθνος διῃρημέναι βασιλεῖαι συχνοῖς πολέμοις ταλαιπωρούμεναι, τοῦ δώρου τῆς εἰρήνης ἀπολαύειν οὐκ εἶχον. Διηνεκῶς γὰρ τὸν ὁπλιτικὸν μετῄεσαν βίον· καὶ τούτους τοὺς πολέμους πολλοὶ καὶ Ῥωμαίων καὶ Ἑλλήνων συνέγραψαν. Διδάσκουσι δὲ ἡμᾶς καὶ αἱ τῶν Βασιλέων, καὶ αἱ τῶν Μακκαβαίων ἱστορίαι, ὅσα προὐξένουν αἱ τοπαρχίαι κακά. Μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, πέπαυται μὲν ἐκεῖνα, μία δὲ βασιλεία τῆς καθ’ ἡμᾶς οἰκουμένης κρατεῖ, δι’ ἣν εἰρήνη πολιτευομένη, τῷ θείῳ κηρύγματι δέδωκε τὴν ἰσχύν. Τὸ δὲ, »ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη,« ἀντὶ τοῦ, πάντα τοῦ παρόντος βίου τὸν χρόνον.
Περιττὸν γὰρ περὶ τοῦ μέλλοντος λέγειν, καθ’ ὃν εἰρήνη ἀληθὴς πολιτεύσεται. η. »Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάςσης.« Ἀντὶ τοῦ, πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα ἐστὶ καὶ ἄπλωτα πελάγη, ἅ τινες Ἀτλαντικὰ καλοῦσιν, ἢ ὠκεανὸν ἑσπέριον καὶ ἑῷον, εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλοῦσθαι θαλάσσαις ἐδήλωσε. Καὶ τοῦτο σαφέστερον ὁ μετὰ τοῦτον πεποίηκε στίχος. »Καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.« Ποταμὸν λέγει τὸν Ἰορδάνην, ἐν ᾧ βαπτισθεὶς ὁ Δεσπότης ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρήθη, ὡς αὐτός ἐστιν ὁ ἀγαπητὸς Υἱὸς, ἐν ᾧ ηὐδόκησεν. Ἀπὸ τότε δὲ, φησὶν ὁ εὐαγγελιστὴς, ἤρξατο κηρύττειν καὶ λέγειν, »Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.« Οὗ δὴ χάριν καὶ ἡ προφητεία φησὶν, ὅτι »Κρατήσει ἀπὸ τοῦ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης.« Εἶτα καὶ ἑτέρωθεν τοῦτο ποιεῖ φανερόν. θ, ι. »Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·
PG 80:1436βασιλεῖς Ἀράβων καὶ Σαββὰ δῶρα προσάξουσι.« Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, καὶ ὁ μακάριος Ἡσαί̈ας καὶ ὁ θαυμάσιος Ἰεζεκιὴλ ὀνομάζουσι. Σαββὰ δὲ Αἰθιοπικὸν ἔθνος· ἀλλὰ Λίβυες μὲν οἱ καὶ Ἀφροὶ προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι τμήματα· Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια· Ἄραβες δὲ τὴν μέσην ἤπειρον· οἱ δὲ νησιῶται τῆς θαλάσσης τὰ μέσα. Τούτους δὲ ἔφη προπεσεῖσθαι ἐνώπιον αὐτοῦ, καὶ προσοίσειν ὡς Θεῷ τὴν προσκύνησιν, καὶ δῶρα προσκομιεῖν ὡς βασιλεῖ· τοὺς δὲ ἐχθροὺς ὑποβληθήσεσθαι ταῖς κατὰ τοῦ ὄφεως γεγενημέναις ἀραῖς· »Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.« Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οἱ παμπόνηροι δαίμονες, καθ’ ὧν ἔδωκε τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἐπειδὴ δὲ τριῶν ἢ τεττάρων ἐθνῶν ἐμνημόνευσε, καὶ αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν ἁπάντων μεταβολὴν παρεδήλωσε, σαφέστερον τὸν λόγον ποιεῖ. ια. »Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.« Οἱ μὲν κατὰ τὸν παρόντα βίον ἑκόντες· οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες.
»Οὐδέπω γὰρ,« ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, »ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα,« ἀλλὰ τότε »κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.«Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Συμβαίνει ταῦτα τῇ τοῦ πατριάρχου Ἰακὼβ προφητείᾳ, «Ὅτι αὐτὸς προσδοκία ἐθνῶν.» Ὁρῶμεν δὲ καὶ τὸ τῆς προῤῥήσεως τέλος· οὐδὲ γάρ ἐστιν ἔθνος τῶν εὐαγγελικῶν κηρυγμάτων ἀνήκοον· ἀλλ’ εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι. ιβ, ιγ. «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Προςκυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες. Δυνάστην γὰρ αὐτὸν ὠνόμασε, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυναστεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήττει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων ποιεῖσθαι. Τοῦτο γὰρ καὶ ἐπήγαγεν. ιδ. «Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν.» Τόκον δὲ τὴν πλεονεξίαν ἐκάλεσεν·
PG 80:1437οὕτω γὰρ αὐτὸν καὶ ὁ παλαιὸς προσαγορεύει νόμος, «Τόκον καὶ πλεονασμὸν οὐ λήψῃ·» πείσει τοίνυν, φησὶ, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. «Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.» Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι, καὶ ἔνδοξος. ιε. «Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ τῆς Ἀραβίας, Σαββὰ τεθείκασιν οἱ λοιποὶ ἑρμηνευταί. Καὶ τοῦτο μέντοι κἀκεῖνο τὰ ἀναθήματα προθεσπίζει τὰ παρὰ πάντων αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομιζόμενα. Τὸ δὲ ζήσεται , ἀντὶ τοῦ διαμενεῖ τέθεικεν. «Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.» Ὑμνήσουσι δὲ αὐτὸν διηνεκῶς· ὑμνήσουσι δὲ καὶ τὸν αὐτοῦ Πατέρα, δι’ αὐτοῦ λαβόντες τῆς ὑμνῳδίας τὰς ἀφορμάς. Τὸ γὰρ, «Προσεύξονται περὶ αὐτοῦ,» ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα.» Διὰ τούτου προσεύξονται τοίνυν ἅπαντες τῷ Πατρὶ, καὶ ὑμνήσουσιν αὐτὸν, ἐπὶ τοῖς παρὰ τοῦ Υἱοῦ εἰς αὐτοὺς γεγενημένοις ἀγαθοῖς. Ὑμνήσουσι δὲ καὶ αὐτὸν, ὡς παρ’ αὐτοῦ ταῦτα δεξάμενοι. ι.
«Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρων τῶν ὀρέων.» Αὐτὸς, φησὶ, στηρίξει, καὶ ἐρείσει τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ ὑψηλοὺς δείξει καὶ μετεώρους, ὡς ἐν αὐταῖς ἑστῶτας ταῖς τῶν ὀρῶν κορυφαῖς. Τοῦτο δὴ καὶ ὁ Κύριος ἔφη τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.»Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτῶν.« Ἐπειδὴ τῶν ὑψηλῶν ὀρῶν ἐμνημόνευσεν, εἰκότως καὶ τοῦ Λιβάνου τὴν μνήμην παρήγαγεν, ὡς τῶν κατὰ τὴν Παλαιστίνην ὀρῶν ὑψηλοτάτου· καί φησι, τὴν διδασκαλίαν αὐτοῦ, καὶ τοὺς ταύτης ὑποφήτας καὶ κήρυκας, ὑψηλοτέρους καὶ περιφανεστέρους τοῦ Λιβάνου γενήσεσθαι. »Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.« Οἱ μὲν οὖν πεπιστευκότες αὐτῷ τοιοῦτον βλαστήσουσι καρπόν. Οἱ δὲ ἀπιστήσαντες Ἰουδαῖοι χόρτῳ φυομένῳ, καὶ παραυτίκα φθειρομένῳ, ἀπεικασθήσονται. ιζ. »Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ.« Τὸ εὐλογημένον παρ’ οὐδενὶ κεῖται. οὔτε ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ’ Ἑβραίοις.
PG 80:1440Δείκνυσιν αὐτὸν διὰ τῆς πρὸ , τοῦ ἡλίου καὶ τῆς σελήνης πρεσβύτερον· οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν. [Τὸ δὲ γενεᾶς γενεῶν ] καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης τέθεικεν. Ἥλιος γὰρ καὶ σελήνη ὁμόχρονοι, κατὰ ταυτὸν γὰρ ἐγένοντο. »Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους.« Εἰ τοίνυν πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, καὶ πρὸ τοῦ ἡλίου. »Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.« Ἐνταῦθα τῆς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἐπαγγελίας ἐμνημόνευσε. Τοῖς γὰρ τρισὶ πατριάρχαις ὑπέσχετο ὁ Θεὸς εὐλογηθήσεσθαι, ποτὲ μὲν πάντα τὰ ἔθνη τῆς γῆς, ποτὲ δὲ τὰς φυλὰς τῆς γῆς. Διαφόρως δὲ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ὀνομάζει. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος ἑρμηνεύων ἔφη· »Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ.« Οὐ λέγει. καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Καὶ μέντοι καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ·
»Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται.« Περὶ τούτου καὶ ὁ προκείμενος προθεσπίζει ψαλμὸς, δι’ αὐτοῦ λέγων πάσας εὐλογηθήσεσθαι τὰς φυλάς. »Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.« Τὰ μὲν ὡς περὶ ἀνθρώπου, τὰ δὲ ὡς περὶ Θεοῦ, ὁ προφητικὸς διεξήλυθε λόγος. Εὑρίσκομεν τὸ μακάριος καὶ ἐπὶ τοῦ Θεοῦ κείμενον· »Ὁ μακάριος, φησὶ, καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.« Πάντα γὰρ, φησὶ, τὰ ἔθνη μακάριον αὐτὸν, καὶ ὕμνων ἄξιον ὀνομάζει. Εἶτα σαφέστερον ὁ προφήτης τὴν κεκρυμμένην αὐτοῦ διδάσκων θεότητα ἐπήγαγεν· ιη. »Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.« Οὗτος γὰρ, φησὶν, αὐτὸς ὁ προφητευόμενος, καὶ τὰς προειρημένας θαυματουργίας ἐπιτελέσων, αὐτός ἐστι καὶ τοῦ Ἰσραὴλ Θεὸς, καὶ τῶν ἁπάντων Δεσπότης. ιθ. »Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.« Διὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. »Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.

Interpretation of Psalm LXXIInterpretatio in Psalmum LXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1441Γένοιτο, γένοιτο.« Ἃ πολλάκις διὰ παντὸς προηγόρευσε τοῦ ψαλμοῦ, ταῦτα καὶ πληρώσας τὴν προφητείαν τέθηκε, βεβαιοτέραν τὴν πρόῤῥησιν ἐργαζόμενος. Λέγει δὲ ὅτι καὶ ἐν πάσῃ τῇ γῇ δῆλος ἔσται, καὶ γνώριμος ὡς Θεός ἐστι καὶ τῶν ὅλων Δεσπότης, καὶ τὸ παρὰ πάντων δέξεται σέβας, ταῖς τῆς θεογνωσίας αὐτοῦ καταυγάσας ἀκτῖσιν. Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμαθηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γενέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν. Διὸ καὶ ἐπιλέγει, Γένοιτο, γένοιτο · ἢ κατὰ τὸν Ἀκύλαν Πεπιστωμένως , [ πεπιστωμένως ,] ἀντὶ τοῦ, ἀψευδῆ καὶ ἀληθῆ τὰ εἰρημένα, καὶ δέξεται πάντως τὸ τέλος. Ἐξέλιπον οἱ ὕμνοι Δαβὶδ υἱοῦ Ἰεσαί. ΕΡΜΗΝ. ΤΟΥ ΟΒ ΨΑΛΜΟΥ. α. »Ψαλμὸς τῷ Ἀσάφ.« Καὶ ἤδη προειρήκαμεν, ὅτι καὶ τοῦτόν τινες ψαλμογράφον ἔφασαν, τινὲς δὲ μελοποιὸν, καὶ τῶν ᾀδόντων χοροδιδάσκαλον. Ἄλλοι δὲ τὸν μὲν Δαβὶδ εἶπον καὶ τοὺς δὲ τοὺς ψαλμοὺς εἰρηκέναι, τὸν δὲ Ἀσὰφ γεγραφέναι. [Ἡμεῖς δὲ, ὡς πολλάκις εἰρήκαμεν, τοὺς πάντας τὸν μακάριον Δαβὶδ γεγραφέναι νενοήκαμεν· καὶ γὰρ οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος.] Ἀλλὰ ταῦτα μὲν ὡς βούλεταί τις δεχέσθω·
οὐδὲ μία γὰρ ἐντεῦθεν βλάβη τοῖς οὕτως ἢ ἐκείνως δεχομένοις φυήσεται. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν διάνοιαν τῆς χάριτος φωταγωγούσης ποιησόμεθα δήλην. Ἀπαχθεὶς ὁ λαὸς δορυάλωτος εἰς Βαβυλῶνα, πολλαῖς καὶ παντοδαπαῖς περιεκλύζετο συμφοραῖς. Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερόμενοι. Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέρουσα. Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις· ἐσχημάτισται δὲ ὅμως, ὡς ἐξ ἐκείνων ἐπανεληλυθότων μὲν, διηγουμένων δὲ τῆς διανοίας τὸ πάθος. »Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ.
PG 80:1444«Τὸ ὡς οὐ παραβολικῶς τέθεικεν, ἀλλὰ τῆς ἀγαθότητος δεικνὺς τὴν ὑπερβολήν. Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδεμονίαν. »Τοῖς εὐθέσι τῇ καρδίᾳ.« Ἀλλὰ τοῦτο οὐ πάντες ἴσασιν, ἀλλ’ οἱ ὀρθοῖς καὶ ὑγιέσι χρώμενοι λογισμοῖς. Οὕτως ἐκείνους ἐπαινέσας, τῶν οἰκείων λογισμῶν δημοσιεύει τὴν ζάλην. β. »Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.« Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ. »Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.« Ὁ δὲ Σύμμαχος οὕτως· Παρ’ οὐδὲν ἐλύθη τὰ ὑπορθοῦντά με . Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον. Τοῦτο γὰρ τὸ ἐξεχύθη δηλοῖ, ὡς τοῦ ἐκχεομένου, διαλυομένου, καὶ ὑποῤῥέοντος· πόδας δὲ καὶ διαβήματα τοὺς λογισμοὺς καλεῖ τροπικῶς. Εἶτα καὶ τὴν αἰτίαν λέγει. γ. »Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.« Ἐπυρπολούμην γὰρ, βλέπων τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας ἐν εἰρήνῃ καὶ εὐποτμίᾳ πολλῇ. [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόντων.] δ.
»Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν.« Ὁ δὲ Ἀκύλας οὕτως· Οὐκ εἰσὶ δυσπάθειαι τῷ θανάτῳ αὐτῶν · ὁ δὲ Σύμμαχος· Οὐκ ἐνεθυμοῦντο περὶ θανάτου αὐτῶν . Οὐδὲ γὰρ, φησὶν, ἐν κινδύνοις ἐξεταζόμενοι σφᾶς αὐτοὺς ἀπηγόρευον. Καὶ ἡ ἀνάνευσις δὲ τὴν ἀπαγόρευσιν δηλοῖ· ἀπαγορεύειν γάρ τι βουλόμενοι ἀνάνευσιν εἰώθαμεν. »Καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν.« Πρὸς ὀλίγον αὐτοῖς, φησὶ, πελάζει τὰ λυπηρά. ε. »Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.« Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως. 2. »Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.« Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδωκότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξώκειλαν. Τὸ γὰρ περιεβάλοντο τὸ πλῆθος τῆς ἀδικίας ἐδήλωσεν, ὡς πανταχόθεν αὐτοὺς κυκλούσης. ζ. »Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν.« Στέαρ · ὡς πολλάκις ἔφαμεν, τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν δηλοῖ.
PG 80:1445Ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ, μεθ’ ἁπάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμησαν. »Διήλθοσαν εἰς διάθεσιν καρδίας. [η, θ.] Διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.« Οὐκ ἀπέχρησε δὲ αὐτοῖς ἡ κατὰ τῶν ἀνθρώπων ἀδικία. ἀλλὰ καὶ τὸν οὐρανὸν ἐτόξευσαν καὶ λόγοις καὶ λογισμοῖς. Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας. Τοῦτο δὲ σαφέστερον εἴρηκεν ἐν τῷ μα ψαλμῷ· »Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;« ι. »Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.« Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφητικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν. Ἐκείνων γὰρ, φησὶ, βλασφημίαις κατὰ τοῦ Θεοῦ χρησαμένων, καὶ κακοπαθείαις ἡμᾶς ὑποβαλόντων, χρηστὰ περὶ ἡμῶν ὁ τῶν ὅλων Θεὸς ἐψηφίσατο, τὴν ἐπάνοδον ὑποσχόμενος, καὶ ζωὴν τὴν ὡρισμένην τῇ φύσει.
Καὶ ἐντεῦθεν δῆλον, ὡς τοῖς ἐπανελθοῦσιν ἤδη, καὶ τὰ ἐν Βαβυλῶνι συμβεβηκότα διηγουμένοις, ἁρμόδιος ὁ ψαλμός. Ἔφη γάρ· »Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα,« τουτέστιν εἰς τὴν Ἰουδαίαν. Ἐκεὶ τοίνυν διάγοντες, τὸ ἐνταῦθα λέγουσι. Τοῖς ἐν Βαβυλῶνι γὰρ οὐδαμῶς τοῦτο κατάλληλον. »Ἡμέρας δὲ πλήρεις« τὸ γῆρας ἐκάλεσεν. Ἀντὶ τοῦ, Καὶ ἐπανήξουσι, καὶ μέχρι γήρως βιώσονται. Οὕτω τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείξας, πάλιν εἰς τὴν διήγησιν ἐπανῆλθε τῆς τῶν Βαβυλωνίων βλασφημίας, καὶ τῆς τῶν λογισμῶν ταραχῆς. ια. »Καὶ εἶπον· Πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;« Ὁ δὲ Σύμμαχος σαφέστερον· Οἱ δὲ ἔλεγον, Πῶς ἔγνω ὁ Θεός; εἰ ἔστιν ἐπίγνωσις τῷ Ὑψίστῳ ; Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ’ ἑαυτοῖς ἐλογίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινομένων εἰδέναι. Εἶτα δείξας διὰ τούτων τὴν ἐκείνων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. ιβ. »Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλοῦτον.« Παρανομίᾳ συζῶντες ἀφθόνως ἀπολαύουσι τῶν ἀγαθῶν, καὶ ἄτρεπτον ἔχουσι τὴν εὐκληρίαν· τὸ γὰρ εἰς τὸν αἰῶνα κατὰ τὸν παρόντα βίον λέγει·
PG 80:1448πολλάκις γὰρ καὶ τὴν τοῦ ἀνθρώπου ζωὴν αἰῶνα καλεῖ· »Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.« ιγ. »Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου;« Ἐγὼ δὲ ὁρῶν αὐτοὺς εὐωχουμένους, καὶ ἐπὶ πλούτῳ βρενθυομένους, ἐνεθυμούμην, Μὴ ἀκερδὴς ἄρα τῆς δικαιοσύνης ἡ κτῆσις; »Καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου.« Τοιγαροῦν ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γενόμενος· τὸ γὰρ, »Ἐνιψάμην ἐν ἀθώοις,« ἀντὶ τοῦ, Ἀθῶον ἐμαυτὸν ἐφύλαξα, καὶ οὐ κεκοινώνηκα τοῖς κακοῖς. ιδ. »Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωί̈ας.« Ἐπιμεληθεὶς δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι, καὶ παροινοῦμαι καθ’ ἑκάστην ἡμέραν. ιε. »Εἰ ἔλεγον· Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκας.« Τοὺς ἄλλους, φησὶ, καταλιπὼν λογισμοὺς, τοῦτο παρ’ ἐμαυτῷ ἐνεθυμούμην· Μὴ ἄρα τὰς πρὸς ἡμᾶς συνθήκας διέλυσεν ὁ Θεός; τὸ γὰρ ἠσυνθέτηκας , ἀντὶ τοῦ, ἢ παρέβης τὰς συγκειμένας συνθήκας; Υἱοὺς δὲ καλοῦσιν ἑαυτοὺς, ὡς τοῦ Θεοῦ τοῦτο αὐτοὺς ὀνομάσαντος· »Υἱὸς πρωτότοκός μου Ἰσραήλ.« Καὶ, »Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.« ι, ιζ.
»Καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.« Ἀλλ’ ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπωρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημένων εἰσπραττόμενος· ἐπανήξω δὲ ὅμως, καὶ τὸν ἡγιασμένον αὐτοῦ νεὼν ὄψομαι, καὶ τὸ κακὸν τούτων θεωρήσω τέλος. Εἶτα διὰ τῆς θείας τοῦτο προδιδάσκεται χάριτος. ιηκ. »Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.« Ταῦτα πάντα ἐπὶ τοῦ Κύρου Βαβυλωνίοις συνέβη· ἐκείνους μὲν γὰρ ἐξανδραποδίσας κατεδουλώσατο, Ἰουδαίοις δὲ τὴν ἐπάνοδον ἐδωρήσατο. Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν· οὐδὲν γὰρ ἐνυπνίου διενήνοχεν ἡ τοῦ παρόντος βίου σκηνή. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν Βαβυλωνίων ῥᾴδιον κατιδεῖν. Οἱ γὰρ πρὸ βραχέος ἀλαζονευόμενοι, καὶ βρενθυόμενοι, ὡς τῆς οἰκουμένης ἁπάσης κεκρατηκότες, τὴν μὲν δυναστείαν ἐξαίφνης ἀπέβαλον, εἰς ἐσχάτην δὲ δουλείαν μετέπεσον.
PG 80:1449»Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.« Ἡ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. Εἰκόνι τοίνυν ἀπεικάζει τῶν Βαβυλωνίων τὴν δυναστείαν, εἰς ὀλίγον ἀρκέσασαν χρόνον· ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας. κα. »Ὅτι ἐξεκαύθη ἡ καρδία μου.« Ταῦτα, φησὶν, ἐλογιζόμην, ὑπὸ τῆς ἐκείνων παρανομίας πυρποληθείς· ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκάλεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν . »Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν.« Νεφροὺς , ὡς πολλάκις ἔφην, τοὺς λογισμοὺς ὀνομάζει. Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν. κβ. »Κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων.« Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἤμην δὲ ἀνεπιστήμων, καὶ μὴ εἰδώς . Τοῦτο τὸ πάθος ἔπαθον ἐξ ἀγνοίας, οὐκ εἰδώς σου τὰ κρίματα. »Κτηνώδης ἐγενήθην παρὰ σοί. [κγ] Κἀγὼ διὰ παντὸς μετὰ σοῦ.« Ἀλλ’ οὐκ ἔτι τοῦτο πείσομαι, οὐδὲ ζητῆσαί τι ἢ περιεργάσασθαι τῶν ὑπὸ τῆς σῆς σοφίας οἰκονομουμένων ἀνέξομαι· ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν.
Οὕτω γὰρ τῆς σῆς προνοίας οὐ χωρισθήσομαι. Καθάπερ γὰρ τὸ κτῆνος ἀκολουθεῖ τῷ ἄγοντι, μὴ περιεργαζόμενον ᾗπερ ἂν ἄγηται, οὕτως ὑπὸ τῆς σῆς κυβερνώμενος χάριτος, ἀκολουθήσω κἀγὼ, μὴ πολυπραγμονῶν σου τὴν πρόνοιαν. »Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. [κδ] Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με.« Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανημένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει· οὕτω με εἰς τὴν πατρῴαν ἐπανήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐκλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας. κε. »Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;« Ὁ δὲ Ἀκύλας, σαφέστερον· Τίς μοι ἐν τῷ οὐρανῷ; καὶ μετὰ σοῦ οὐκ ἠβουλήθην ἐν τῇ γῇ . Ἐρωτηματικῶς τέθεικεν ἀντὶ τοῦ, Ὑπάρχει μοι ἐλπὶς ἐν τῷ οὐρανῷ. Προσεδόκησα, φησὶ, καὶ προσδοκῶ εὐμενῆ σέ μοι γενέσθαι ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδεμόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν.
PG 80:1452[Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προςώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι· λέγει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν. κ. »Ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου.« Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν. Ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.» Σὲ γὰρ ἔχω καὶ μερίδα καὶ κλῆρον, καὶ ἀπόλαυσιν ἀγαθῶν. κζ. «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» Οἱ δὲ πόῤῥω σφᾶς αὐτοὺς τῆς σῆς ποιοῦντες κηδεμονίας, καὶ εἰδώλοις λατρεύειν αἱρούμενοι, καρπὸν ἕξουσι τῆς ἀποστάσεως ὄλεθρον. Πορνείαν γὰρ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ. Οὕτω καὶ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· «Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ· καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Καὶ πάλιν· «Καὶ ἐμοίχευσε τὸ ξύλον, καὶ τὸν λίθον·» ἀντὶ τοῦ· Ἐμὲ τὸν νυμφίον καταλιποῦσα, ἐλάτρευσε τοῖς μὴ οὖσι θεοῖς. Καὶ ἐνταῦθα τοίνυν πορνείαν τὴν τῶν εἰδώλων λατρείαν ἐκάλεσε.
Τοῦτο μέντοι οὐ περὶ Βαβυλωνίων εἴρηκεν, ἀλλὰ περὶ τῶν διὰ τὴν ἀσέβειαν αἰχμαλώτων γεγενημένων. Οὗτοι γὰρ τὸν Θεὸν ἐσχηκότες νυμφίον, ἐξεπόρνευσαν, τῶν δαιμόνων ἀσπασάμενοι τὴν δουλείαν· ἀλλὰ τῇ πείρᾳ σωφρονεῖν διδαχθέντες βοῶσιν· κη. «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου.» Δι’ αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. «Τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου, ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.» Διὰ ταύτης γὰρ τῆς ἐλπίδος τῆς ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι θαυματουργίας. Ταύτην γὰρ ὠνόμασε θυγατέρα Σιών . Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτω θυγατέρα Σιὼν τὴν Σιὼν ὀνομάζει. Διώνυμος δὲ ἦν ἡ πόλις· ἡ γὰρ αὐτὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. ΕΡΜΗΝ. ΤΟΥ ΟΓ ΨΑΛΜΟΥ. α. «Συνέσεως τῷ Ἀσάφ.» Τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ πανωλεθρίαν ὁ προφητικὸς προθεσπίζων λόγος, ἐπιστῆναι καὶ συνιέναι κελεύει τοῖς ἐντυγχάνουσι τοῦ ψαλμοῦ τὴν διάνοιαν.
PG 80:1453Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προςήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκότες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νενοηκότες. Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ· ταῦτα δὲ ὑπὸ Ἀντιόχου γεγενῆσθαι παρὰ τῆς ἱστορίας οὐ μεμαθήκαμεν. Οὔτε μὴν τῇ Βαβυλωνίων ἁρμόττει πολιορκίᾳ· προφήτας γὰρ εἶχον τηνικαῦτα πολλοὺς, τὸν Ἱερεμίαν, Οὐρίαν τὸν Σαμαίου, τὸν Ἰεζεκιὴλ, Δανιήλ. Ὁ δὲ ψαλμός φησιν· «Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.» Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδόσιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ’ ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σωτῆρος ἀσεβείας τίνοντες δίκας. Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ Δεσπότου· ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προφητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσεβείας πειρᾶται. Δηλοῖ δὲ ὅμως καὶ αὐτὸ τοῦ Ψαλμοῦ τὸ προοίμιον, ὡς ταύτην ἡ πρόῤῥησις τὴν ὑπόθεσιν ἔχει.
«Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Οὔτε γὰρ, ὡς ἐπὶ Βαβυλωνίων, τῇ δουλείᾳ τὸν ἑβδομηκοντούτην ὥρισας χρόνον, οὔτε ὡς ἐπὶ Ἀντιόχου, τὰ ἑπτὰ ἥμισυ ἔτη, κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἀλλ’ εἰς τέλος ἀπώσω, καὶ πανωλεθρίαν κατεψηφίσω. «Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου.» Ἐπίμονον ἔσχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν. β. «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡμέτερος ἐπεκλήθης Θεὸς, καὶ σὸς ἐχρηματίσαμεν, Δέσποτα, λαός. «Ἐλυτρώσω ῥάβδον κληρονομίας σου.» Τῆς σῆς γὰρ ἀπολαύσαντες βοηθείας, τῆς Αἰγυπτίων ἀπηλλάγημεν δουλείας· κληρονομίαν δὲ αὐτοὺς καὶ ὁ μακάριος ἐκάλεσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ῥάβδον δὲ τὸ βασιλικὸν ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτελέσαμεν βασιλείαν. Οὕτω καὶ ἐν τῷ μδ ψαλμῷ τὸ βασιλικὸν σκῆπτρον προσηγόρευσε ῥάβδον . Ἔφη γάρ·

Interpretation of Psalm LXXIIInterpretatio in Psalmum LXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1456«Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.»Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.« Τῆς δὲ Αἰγυπτίων ἡμᾶς δουλείας ἐλευθερώσας, εἰς τὴν ἐπηγγελμένην τοῖς πατράσιν εἰσήγαγες γῆν, καὶ σαυτῷ τὸ Σιὼν ἀφιέρωσας ὄρος, ἵνα ὡς ἐν βασιλείοις τισὶν οἰκῶν, τὸν σὸν ἰθύνῃς λαόν. Ταῦτα δὲ προελέγετο, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἰκοδομηθέντος νεώ. Μετὰ γὰρ τὸν Δαβὶδ, καὶ τὸν Ἀσὰφ, ὁ Σολομὼν τοῦτον ἐδείματο. γ. »Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος.« Ἀπαίτησον αὐτοὺς τῆς ἀλαζονείας εὐθύνας· τὸ δὲ »Ἔπαρον τὰς χεῖράς σου,« ἐκ μεταφορᾶς τέθεικε τῶν ταῖς χερσὶ τοὺς ἁμαρτάνοντας μαστιγούντων. Τοῦτο δὲ ἡ προφητικὴ εἴρηκε χάρις, εἰδυῖα τοὺς πολεμίους δυσσεβείᾳ συζῶντας· οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζηλώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι. Ἐχρῆτο δὲ αὐτοῖς ὅμως ὁ Θεὸς, ὡς δημίοις, δι’ αὐτῶν τοὺς ἠσεβηκότας κολάζων. »Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου.« Οὔτε ὁ Ἑβραῖος, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, οὔτε μὲν οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ πληθυντικῶς ἐν τοῖς ἁγίοις τεθείκασιν, ἀλλ’ ἑνικῶς, ἐν τῷ ἁγίῳ σου ·
ὡς εἶναι δῆλον, ὅτι περὶ τοῦ ναοῦ ταῦτα οἱ λέγοντες λέγουσιν, ὀλοφυρόμενοι καὶ θρηνοῦντες τὰ ὑπ’ ἐκείνων εἰς τοῦτον γεγενημένα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα συμφωνεῖ. δ. »Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.« Ἐν τῇ τοῦ Πάσχα γὰρ ἑορτῇ, παντὸς τοῦ λαοῦ κατὰ τὸν νόμον συναθροισθέντος, τὴν στρατιὰν ὁ Τῖτος παρακαθίσας, ἐπολιόρκησε τὴν ἐκείνων μητρόπολιν. Ἐπειδὴ γὰρ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν, κατὰ τὸν αὐτὸν καιρὸν τίνουσι τῆς ἀσεβείας ποινήν. »Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. [ε.] Καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω.« Τὰ τρόπαια, φησὶν, ἅπερ ἔστι σημεῖα καὶ σύμβολα νίκης, ἤγειραν ἐπάνω τῶν ἡμετέρων πυλῶν, γνώριμον ἅπασι τοῖς μετὰ ταῦτα καθιστῶντες τὴν νίκην· καὶ Πιλάτος δὲ τὰ βασιλικὰ σημεῖα παρὰ τὸν νόμον εἰς τὴν πόλιν εἰσήγαγε, καὶ χοίρου δὲ προτομὴν οἱ Ῥωμαίων βασιλεῖς τοῖς τῆς πύλης ἐνεκόλαψαν λίθοις. Διὰ τούτων δὲ πάντων ἐμάνθανον, ὡς ἔρημοι τῆς θείας κηδεμονίας ἐγένοντο. Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις προεῖπεν·
PG 80:1457»Ὅτ’ ἂν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.«Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν. [.] Τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν.» Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες. ζ. «Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» Οὐκ ἀπέχρησεν αὐτοῖς τῶν ἄλλων οἰκιῶν ἡ πόρθησις, ἀλλὰ καὶ κατὰ τοῦ ἀφιερωμένου σοι νεὼ τὴν μανίαν ἐξέτειναν· καὶ τὰ μὲν πυρὶ παρέδοσαν, τὰ δὲ κατέλυσαν ταῖς χερσὶν, ὡς κοινοῖς τοῖς ἁγίοις χρησάμενοι. η, θ. «Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ, Δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.» Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν ἔσχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε.
Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς διελεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πολλοὺς γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχαρίαν, τὸν Μαλαχίαν, καὶ οἱ τούτων πρεσβύτεροι προφῆται, καὶ τῷ λαῷ, καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν· καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμαθεῖν εὐπετές. ι. «Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;» Μέχρι πότε ταῖς τούτων ἡμᾶς ἐκδίδως παρανομίαις, καὶ τὰς βλασφήμους αὐτῶν μακροθύμως φέρεις φωνάς; ια. «Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;» Κόλπος Θεοῦ , ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ, ἡ ἐνέργεια. Τί δήποτε συνήθως οὐ χορηγεῖς τὰ ἀγαθὰ, ἀλλ’ αἴρεις ἀπὸ τοῦ κόλπου τὴν χεῖρα; Τέθεικε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν πεπληρωμένον ἐχόντων τὸν κόλπον, καὶ αἰτουμένων μὲν, δοῦναι δὲ μὴ βουλομένων, ἀλλ’ ἐπιστρεφόντων εἰς τοὐπίσω τὴν χεῖρα. ιβ.
PG 80:1460«Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος.» Καίτοι σε ἴσμεν ἄνωθεν καὶ ἐξ ἀρχῆς βασιλέα, καὶ ὡς παρὰ βασιλέως ἀεὶ τῶν δωρεῶν ἀπολαύομεν. «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Ἀμέλει δήλην ἅπασι τὴν περὶ ἡμᾶς γενομένην κηδεμονίαν πεποίηκας. Τὸ γὰρ ἐν μέσῳ τῆς γῆς , ἀντὶ τοῦ, πάντων ὁρώντων. ιγ. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.» Φευγόντων γὰρ τοὺς Αἰγυπτίους, καὶ ὑπὸ τῆς θαλάσσης κωλυομένων διαβῆναι, σὺ τὴν παράδοξον ἐκείνην ἐδωρήσω πορείαν, τὴν ῥοώδη φύσιν στεγανὴν ἐργασάμενος, καὶ διὰ τῶν κυμάτων τὰ ἑκατέρωθεν δομησάμενος τείχη. «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [ιδ.] Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Δράκοντας μὲν τοὺς Αἰγυπτίους καλεῖ, κεφαλὰς δὲ δρακόντων , τοὺς ἐκείνων στρατηγοὺς, καὶ ταξιάρχας, καὶ λοχαγούς. Τὸν δὲ ἑνικῶς ὀνομασθέντα δράκοντα , τὸν Φαραὼ λέγει, τὸν πολλοῖς ἄρχουσιν ἐφεστῶτα. [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] Διὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς.
Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους ἐποίησας, καὶ ἢν ἐφ’ ἡμῶν ἐκραταίωσας θάλασσαν, ἐπ’ ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν. «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.» Ὅμοροι τῶν Αἰγυπτίων οἱ Αἰθίοπες ὄντες, πόλεμον εἶχον πρὸς ἐκείνους συχνόν· ἀλλὰ τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέντος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι· καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλίσκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνίζοντο. Διό φησιν ὁ προφητικὸς λόγος· «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν,» ἀντὶ τοῦ, εὐαλώτους αὐτοὺς ἀπέφηνας, εὐμαρῶς ὑπὸ τῶν Αἰθιόπων παρασκευάσας ἀναλίσκεσθαι. ιε. «Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους.» Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι. Κἄν τε πηγὴν εἴπωμεν, κἄν τε πηγὰς , οὐχ ἁμαρτησόμεθα τῆς ἀληθείας. Πηγὴν γὰρ τὸ ἀπὸ τῆς πέτρας ῥυὲν ὕδωρ ὁ προφητικὸς λόγος καλεῖ· ἀλλὰ τοῦτο διαιρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολλὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος. Εὑρίσκομεν δὲ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γεγενημένον. Καὶ τὸ μὲν ἡ Ἔξοδος διδάσκει, τὸ δὲ ἡ βίβλος τῶν Ἀριθμῶν.
PG 80:1461Πηγὴν δὲ εἰκότως ὠνόμασε τὴν ἀναβλύσασαν πέτραν τὰ τοῦ ὕδατος ῥεύματα. Χειμάῤῥους δὲ πάλιν αὐτὰ προσηγόρευσεν, ὡς μὴ κατὰ φύσιν ῥεύσαντα, ἀλλὰ τότε πρῶτον ἀναδοθέντα. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ’ ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται· οὕτω τοῖς θείοις ἐκεῖνο νεύμασιν ἀνεδόθη τὸ ὕδωρ. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ . Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους . Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρήμῳ προσέταξας. Τοὺς δὲ πάλαι γεγονότας, καὶ ἀρχαίαν ἐσχηκότας πορείαν, τοῦ τρέχειν ἔπαυσας ἐθελήσας. Τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν· γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησεν ἐκεῖ πεινῶντας.» Τοὺς μὲν γὰρ Σοδόμων καὶ Γομόῤῥων, καὶ τῶν ἄλλων περιοίκων κατεξήρανε ποταμοὺς, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Τῇ δὲ ἀνύδρῳ γῇ τοὺς ἀπὸ τῆς πέτρας ἔδωκεν ὀχετοὺς, τῷ διψῶντι λαῷ προσφέρων τὰ νάματα. Ῥᾴδιον γὰρ αὐτῷ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν φύσιν.
Διὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ, ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρανομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δὲ ἔθνη, τὰ πάλαι ἔρημα, τοῖς ὑπὸ τῆς πέτρας ἀρδεύσει κρουνοῖς· ἡ δὲ πέτρα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἐστὶν ὁ Χριστός. Καὶ ἅπαντα τάδε τὰ εἰρημένα ἀπὸ τοῦ· «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς,» τῶν ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. Καὶ γὰρ ἐκεῖ δι’ ὑδάτων ἡ τῆς δουλείας ἀπαλλαγὴ, καὶ ἐνταῦθα δι’ ὑδάτων ἐλευθερίας ἀρχή. Ἐκεῖ δρακόντων κεφαλαὶ τοῖς ὕδασι συντριβόμεναι, καὶ ἐνταῦθα δυναστεῖαι δαιμόνων καταλυόμεναι τῇ τοῦ βαπτίσματος χάριτι. Ἐκεῖνοι εὐχείρωτοι μετὰ τὴν θάλασσαν ἐγένοντο τοῖς Αἰθίοψι, καὶ οἱ ἡμέτεροι πολέμιοι μετὰ τὴν ἁγίαν κολυμβήθραν εὐκαταγώνιστοι ἐγένοντο τοῖς πάλαι μελαίνας τὰς ψυχὰς ἐσχηκόσι. Καὶ τἄλλα δὲ τούτοις ὁμοίως ῥᾴδιον συνιδεῖν τοῖς προσέχειν ἐθέλουσιν. [Ἐκεῖ ῥάβδος, ἐνταῦθα σταυρός· ἐκεῖ Μωϋσῆς, ἐνταῦθα ἀρχιερεῖς· ἐκεῖ θάλαττα, ἐνταῦθα κολυμβήθρα· ἐκεῖ δώδεκα πηγαὶ, ἐνταῦθα δώδεκα ἀπόστολοι· ἐκεῖ ἑβδομήκοντα στέλεχοι, ἐνταῦθα ἑβδομήκοντα βίβλοι.] Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ι, ιζ.
PG 80:1464Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά.« Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν. Διὰ γὰρ τοῦ ἔαρος καὶ τοῦ θέρους , ἐδήλωσε τὰς τροπάς· ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς , ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐστήλωσας , ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε. Δηλοῖ δὲ ὁ λόγος, ὡς αὐτὸς αὐτῇ τὸ εἶναι δέδωκε, καὶ τὰ μὲν αὐτῆς εἰς πεδία, τὰ δὲ εἰς ὄρη καὶ νάπας ἀπένειμε· τὰ δὲ ἐκοίλανεν εἰς ὑποδοχὴν λιμναίων καὶ θαλαττίων ὑδάτων. ιη. »Μνήσθητι ταύτης.« Ταῦτα, φησὶν, ἅπαντα πεποιηκὼς, ὁ τῶν τοσούτων καὶ τηλικούτων δημιουργὸς, μνήσθητι ταύτης, τουτέστι τῆς Συναγωγῆς, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Πρὸς ἐκεῖνο γὰρ ἀποδέδωκε τοῦτο. »Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.« Μὴ εἰς ἡμᾶς, φησὶν, ἀπίδῃς, ἀλλ’ εἰς τὰς τῶν δυσμενῶν βλασφημίας. ιθ.
»Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.« Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν ἐπεύχεται λόγος· ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ὁμοούσιον]. Θηρία δὲ καλεῖ, [οὐ μόνον] τὴν τῶν πολεμίων ὠμότητα [ἀλλὰ καὶ τῶν ἀθετούντων τὸν σταυρωθέντα καὶ μὴ ὁμολογούντων ὡς εἴρηται Θεόν]. »Τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.« Καὶ πένητες δὲ εἶεν ἂν οἱ τὸ φρόνημα ταπεινοί. »Μακάριοι γὰρ [ὡς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ] οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. κ. «Ἐπίβλεψον εἰς τὴν διαθήκην τῶν δούλων σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.» Οἱ γὰρ τῆς σῆς αἴγλης οὐκ ἀπολαύσαντες, ἀλλ’ [ἄνθρωπόν σε μετὰ τῶν Ἰουδαίων βλασφημοῦντες, καὶ μὴ ὁμολογοῦντές σε ἥλιον δικαιοσύνης, καὶ] τὸ τῆς ἀγνοίας ἀγαπήσαντες σκότος, ἀνομίας καὶ τῆς ἐντεῦθεν φυείσης τιμωρίας μεστὰς ἔχουσιν οἰκίας, ἀντὶ τοῦ, Παντοδαποῖς κακοῖς παρεδόθησαν, διὸ προείλοντο σκότος. κα.
PG 80:1465«Μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος.» Ἱκετεύομεν μὴ διαμαρτεῖν τῆς δεήσεως, μηδὲ μετ’ αἰσχύνης ἀποπεμφθῆναι. «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.» Οἱ δὲ τῆς σῆς δεόμενοι βοηθείας, καὶ ταύτης τυχόντες, προσφέρειν σοι τὸν ὕμνον εἰώθασιν. κβ. «Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.» Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντωνυμίαν ἐνήλλαξεν· οὐκ εἶπε τὴν δίκην μου , ἀλλὰ τὴν δίκην σου . Ἐγὼ μὲν γὰρ, φησὶν, ἐνδίκως ὑπέμεινα ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες]. κγ. «Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.» Καὶ ἐνταῦθα τῷ ἑαυτῶν προσώπῳ τὴν τῶν πολεμίων ἀλαζονείαν συνέζευξαν, οὐ δι’ ἑαυτοὺς, ἀλλὰ δι’ ἐκείνους, φειδοῦς τινος ἀξιωθῆναι παρακαλοῦντες. ΕΡΜΗΝ. ΤΟΥ ΟΔ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Ἀσὰφ ψαλμὸς ᾠδῆς.» Ὁ δὲ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τῷ Ἀσάφ . Ἐπειδὴ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῆς δικαίας τοῦ Θεοῦ κρίσεως.
PG 80:1468καὶ προαγορεύει καὶ τῶν ἐργατῶν τῆς πονηρίας τὸν ὄλεθρον, καὶ τῶν τῆς ἀρετῆς ἐραστῶν τὰς ἀγαθὰς ἀντιδόσεις· εἰκότως διὰ τῆς ἐπιγραφῆς ὁ λόγος παρακελεύεται, μὴ διαφθεῖραι τοὺς εὐσεβεῖς λογισμοὺς, ἀλλ’ ὑγιεῖς αὐτοὺς φυλάξαι, καὶ τὴν ἀφθαρσίαν κληρονομῆσαι. Εἴρηται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ἐὰν τῆς θείας χάριτος ἀπολαύσωσιν. β. «Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐδέπω τῆς ἐπανόδου τετυχηκότες ταῦτα διεξίασιν. Ὑπισχνοῦνται δὲ τὸν Θεὸν ὑμνεῖν, καὶ τῷ σεβασμίῳ αὐτοῦ ὀνόματι λαμπρυνθήσεσθαι. Τὸ γὰρ, Ἐπικαλεσόμεθα τὸ ὄνομά σου τοῦτο δηλοῖ, ὅτι Πάλιν τῷ σῷ ὀνόματι προσαγορευθησόμεθα, καὶ λαὸς χρηματίσομεν σός. «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. [γ] Ὅτ’ ἂν λάβω καιρόν.» Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος οὕτως· Ὅτ’ ἂν λάβω τὴν Συναγωγήν . Ὅτ’ ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνήσομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει.

Interpretation of Psalm LXXIIIInterpretatio in Psalmum LXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Νῦν γὰρ βοῶμεν· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Οὕτως ὁ προφητικὸς λόγος, ἃ ἐχρῆν εἰπεῖν τοὺς ἐν Βαβυλῶνι δορυαλώτους διδάξας [καὶ τοὺς διὰ μετανοίας ἐπιστρέφοντας πρὸς τὸν Σωτῆρα τοῦ παντὸς παιδαγωγήσας], ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρινόμενον, καὶ λέγοντα· «Ἐγὼ εὐθύτητας κρινῶ.» Ἐνδίκως, φησὶν, ὑμῖν καὶ Βαβυλωνίοις δικάσω. δ. «Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Πάσης γάρ εἰμι τῆς οἰκουμένης κριτὴς, καὶ ἅπασι τὰς ἀξίας ἐποίσω τιμωρίας. «Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.» Ἐγκρατὴς δὲ πάντων εἰμὶ, ὡς ἁπάντων ὑπάρχων δημιουργός. Ἐγὼ γὰρ τὴν γῆν πεποίηκά τε καὶ ἥδρασα, οἷον στύλοις τισὶ τοῖς ἐμοῖς αὐτὴν ὅροις ἐρείδων. Πρόσταγμα γὰρ ἐθέμην, καὶ οὐ παρελεύσεται. Διὰ τοῦτο καὶ δικαστὴς ὢν, κολάζειν μὲν οὐ βούλομαι, ἀλλὰ προλέγω τὰς τιμωρίας, ἵνα τῇ ἀπειλῇ σωφρονεστέρους τοὺς πλημμελοῦντας ἐργάσωμαι· καὶ παραινῶ, καὶ συμβουλεύω, πᾶν μὲν εἶδος ἀνομίας μυσάττεσθαι, ἐπιμελεῖσθαι δὲ τοῦ δικαίου καὶ τοῦ μετρίου φρονήματος· ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. ε. «Εἶπον τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε·
PG 80:1469καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας.» Τοῦτο γὰρ πάντων χαλεπώτατον πάθος, τὸ μὴ μόνον ἁμαρτάνειν, ἀλλὰ καὶ γαυριᾷν ἐπὶ τούτῳ. 2. «Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν.» Εἶτα δείκνυσι ποῖον ὕψος καλεῖ. «Καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.» Καὶ γὰρ τὰ κεραςφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος, μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. ζ, η. «Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. Ὅτι ὁ Θεὸς κριτής ἐστιν.» Ἐξόδους τὰς ἀνατολὰς εἴρηκεν· οὕτω δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἔρημα δὲ ὄρη , τὰ βόρεια καὶ τὰ νότια τμήματα. Ταῦτα γὰρ δι’ ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. Διδάσκει τοίνυν, ὅτι τῶν ἀδυνάτων ἐστὶ τοῦ Θεοῦ τὴν κρίσιν διαφυγεῖν. Κἂν γὰρ τὰ ἑῷα καταλάβῃ, κἂν τὰ ἑσπέρια, κἂν εἰς τὰ νότια, κἂν εἰς τὰ βόρεια πειραθῇ διαδράναι, τῇ θείᾳ ὑπόκειται ψήφῳ. Εἶτα διδάσκει τὰς τοῦ βίου μεταβολὰς, γνώμῃ Θεοῦ γινομένας. «Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ.
[θ] Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο.» Περὶ δὲ τοῦ ποτηρίου καὶ ἡ τοῦ θεσπεσίου Ἱερεμίου προφητεία διδάσκει. Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσαλὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη. Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας. Λέγει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν· καὶ νῦν μὲν τοῦτον ὑψοῖ, ἐκεῖνον δὲ ταπεινοῖ, καὶ πάλιν τὸ ὕψος μετατίθησιν εἰς ἑτέρους, καὶ συμφορὰς ἐναλλάττει, καὶ εὐημερίας μεταβάλλει. Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν. Οὐκ εἰς μακρὰν γὰρ ὁ Κῦρος ἐκείνων μὲν τὴν δύναμιν κατέλυσε, τούτοις δὲ τὴν προτέραν ἐλευθερίαν ἀπέδωκε. «Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τὴν χαλεπωτέραν τιμωρίαν τρυγίαν ἐκάλεσεν.
PG 80:1472Ἐγὼ μὲν, φησὶ, τὸ διειδέστερον ἔπιον, τοῦτ’ ἔστιν, ἐλάττοσιν ὑπεβλήθην κακοῖς· αὐτὴν δὲ τὴν ὑποσταθμὴν Βαβυλώνιοι πίονται, ἀντὶ τοῦ, χαλεπώτερα ὧν εἰργάσαντο πείσονται· ἐγὼ μὲν γὰρ ἑβδομήκοντα ἔτη δουλεύσας τῆς ἐπανόδου τετύχηκα, ἐκεῖνοι δὲ διηνεκεῖ δουλείᾳ παραδοθήσονται. ι. «Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ.» Ὥσπερ γὰρ ἡμῶν πιόντων ἐκεῖνοι τοῖς ἡμετέροις κακοῖς ἐπετώθαζον· οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν· οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ’ εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι. ια. «Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.» Διὰ τούτων δὲ τῶν λόγων προεδιδάχθησαν, ὡς καὶ τοὺς ἐπιστρατεύσαντας αὐτοῖς μετὰ τὴν ἐπάνοδον καταλύσουσι πολεμίους. Διά τοι τοῦτο καὶ «πάντα εἶπε τὰ κέρατα τῶν ἁμαρτωλῶν,» ἐπειδὴ ἐκ διαφόρων συλλεγέντες τῶν ἐθνῶν, τὸν κατ’ αὐτῶν ἀνεδέξαντο πόλεμον. Μέμνηται δὲ τούτων καὶ ἡ τοῦ Ἰεζεκιὴλ προφητεία, καὶ μέντοι καὶ ἡ τοῦ Μιχαίου, καὶ ἡ τοῦ Ζαχαρίου· ὧν καταλυθέντων λαμπροὶ ἐγένοντο καὶ περίβλεπτοι, ἅτε δὴ τοιαύτην κατορθώσαντες νίκην.
Κέρας δὲ δικαίου τὸ εὐσεβὲς ἐκάλεσε φρόνημα. Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρησάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργάσατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. ΕΡΜΗΝ. ΤΟΥ ΟΕ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.» Τὴν τοῦ Ἀσσυρίου προσθήκην οὐχ εὗρον ἐν τῷ Ἑξαπλῷ, ἀλλ’ ἐν ἐνίοις ἀντιγράφοις. Ταύτην μέντοι ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός· τὰ γὰρ κατὰ τὸν Σενναχηρεὶμ προθεσπίζει, καὶ τὴν ἐπενεχθεῖσαν τῇ στρατιᾷ τιμωρίαν. β. «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Ἐν μιᾷ γὰρ νυκτὶ τῶν τοσούτων μυριάδων δι’ ἀγγέλου τὴν θανατηφόρον δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. γ. «Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.» Τοῦ γὰρ πλήθους ἀναιρεθέντος, οἱ ὑπολειφθέντες διέδρασαν, ἄγγελοι τῆς θείας γεγενημένοι δυνάμεως. Τούτου χάριν σὺν τοῖς ἄλλοις οὐκ ἀνῃρέθησαν.
PG 80:1473Ἐντεῦθεν ἡ πόλις τῆς εἰρήνης ἀπήλαυσε, καὶ ὑπέλαβον ἅπαντες, ὡς ἀληθῶς ἐν τῇ Σιὼν κατοικεῖν ηὐδόκησεν ὁ Θεός. Εἶτα διδάσκει, πῶς γνωστός ἐστιν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. δ. «Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον.» Πρὸ τῶν τῆς πόλεως, φησὶ, περιβόλων, ὁπλίτας κατὰ ταὐτὸν, καὶ τοξότας, καὶ πελταστὰς ἀνελὼν, ἄχρηστα παντελῶς τὰ τούτων ἀπέφηνεν ὅπλα. ε. «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐπιφανὴς εἶ, ὑπερμεγέθης ἀπὸ ὀρέων θήρας . Ἐν γὰρ τοῖς ἡμετέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης. Φωτίζεις γὰρ τῷ θαύματι τοὺς ἀγνοοῦντας, καὶ διδάσκεις ὅστις ὑπάρχεις. 2. «Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.» Μείζονι γὰρ φρονήματι χρησάμενοι κατὰ σοῦ, ἀθρόαν ὑπέμειναν ταραχὴν, διὰ τὴν τῆς ψυχῆς ἀφροσύνην, καὶ ἀδεῶς καθεύδειν ὑπολαβόντες, τῆς ἐλπίδος ἐψεύσθησαν. Τὸν γὰρ ὕπνον θάνατος διεδέξατο. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι ἀναστάντες εὗρον ἅπαντα τὰ σώματα νεκρά.
«Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν . Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι’ ἧς τὸν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· ζ. «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην. Διὰ δὲ τοῦ ἐνύσταξαν τὴν τοῦ θανάτου ἐδήλωσεν εὐκολίαν. Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας. η. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;» Τίς γὰρ ἱκανὸς ἀντιστῆναί σοι, καὶ διαφυγεῖν τὴν ἐπαγομένην παρὰ σοῦ τιμωρίαν; «Ἀπὸ τότε ἡ ὀργή σου.» Εὐθὺς τῆς βλασφημίας ἀκούσας, ἠδύνασο τοὺς ἀλιτηρίους κολάσαι, ἀλλ’ ἐμακροθύμησας προσμένων τὴν μεταβολήν. θ. «Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν.» Ἄνωθεν, φησὶν, ἐκφέρεις τὰς ψήφους καθ’ ὧν ἐθέλεις. Τὸ μέντοι «ἠκούτισας,» ἀκουστὴν ποιήσεις ὁ Σύμμαχος εἴρηκεν.
PG 80:1476«Γῆ ἐφοβήθη, καὶ ἡσύχασεν, [ι] ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» Δέους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ’ ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ’ ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογισμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγείλαντας, τῆς σωτηρίας τετυχηκότας. ια. «Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.» Τούτων ἀπολαύσαντες τῶν ἀγαθῶν, εἰς ὑμνῳδίαν ἀφιεροῦμεν τοὺς λογισμοὺς, οὐδὲ βραχὺ αὐτῶν μόριον εἰς ἑτέραν ἀσχολοῦντες φροντίδα. ιβ. «Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Ἀλλήλοις ἐγκελεύονται καὶ ὑποσχέσθαι δῶρα, καὶ πληρῶσαι τὰς ὑποσχέσεις. Αἰσχρὸν γὰρ καὶ ἀγνωμοσύνης μεστὸν, τοὺς μὲν ὁμόρους ἅπαντας τοῦτο δράσαι διὰ τὸ δέος, τοὺς δὲ τῆς εὐεργεσίας τετυχηκότας ἀχαριστίᾳ νοσῆσαι. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε.
«Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ, [ιγ] καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυμάτων, καὶ διὰ τῶν πραγμάτων μεμαθηκότες, ὡς οὗτος ἀληθῶς ὑπάρχει Θεὸς, ὁ καὶ τοῖς δυναστεύουσι, καὶ τῆς γῆς βασιλεύειν ὑπειληφόσι, θάνατον ἐπάγων. ΕΡΜΗΝ. ΤΟΥ Ο ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Ἀσάφ.» Ὁ δὲ Σύμμαχος, διὰ Ἰδιθούμ . Χορὸν δὲ καὶ αὐτὸς ἐπεπίστευτο τὸν Θεὸν ἀνυμνούντων· τοῦτον τοίνυν ὁ Ἀσὰφ, ἢ αὐτὸς εἰρηκὼς, ἢ τῇ τοῦ Δαβὶδ ὑπουργῶν προφητείᾳ. Ἀποφήνασθαι γὰρ περὶ τῶν ἀμφιβαλλομένων οὐκ ἀκίνδυνον. Προλέγει δὲ τῶν ἐν Βαβυλῶνι δουλεύειν ἠναγκασμένων Ἰσραηλιτῶν, καὶ τὰς τῶν λογισμῶν διχονοίας, καὶ τὰς ἐντεῦθεν φυομένας ὀδύνας. Διδάσκει δὲ καὶ ποίαν αὐτοὺς προσήκει τῷ Θεῷ προσενεγκεῖν προσευχὴν, τὴν τῶν κακῶν αἰτοῦντας ἀπαλλαγήν. Ἐσχημάτισε δὲ τὸν ψαλμὸν, ὡς μετὰ τὴν ἐπάνοδον ταῦτα αὐτὰ διηγουμένων, καὶ τὸν Θεὸν ἀνυμνούντων. β.
PG 80:1477«Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.» Σπουδαίως, φησὶ, τὴν προσευχὴν προσενήνοχα, καὶ συντόμως τὴν αἴτησιν ἔλαβον. Εἶτα τὸν τούτων διδάσκει καιρόν. γ. «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.» Ὀδύναις γὰρ βαλλόμενος ἐπιμελῶς τὴν θείαν ἐπικουρίαν ἐξεζήτησα· τὸ γὰρ ἐξεζήτησα τὴν σπουδαίαν αἰνίττεται προσευχήν. Ἔπειτα δείκνυσι τῆς ἱκετείας τὸν τρόπον. «Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς. Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξέτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Τοῦτο γὰρ σημαίνει τὸ, «Οὐκ ἠπατήθην,» ἀντὶ τοῦ, Οὐ μάτην ἠγρύπνησα, ἀλλ’ ἐδρεψάμην τῆς εὐχῆς τὸν καρπόν. «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. [δ.] Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.» Πᾶσαν μὲν ἀπεσεισάμην παραψυχῆς ἀφορμὴν, ψυχαγωγίαν δὲ μόνην εἶχον τοῦ Θεοῦ τὴν μνήμην. «Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Διελάλουν ἐμαυτῷ, καὶ ἐλειποθύμουν.
Συνεχῶς ἐμαυτῷ προσδιαλεγόμενος, καὶ τὰ συνέχοντά με κακὰ λογιζόμενος, ἀπηγόρευον τὴν τούτων ἀπαλλαγὴν, καὶ πικρὰς ἐδεχόμην τῆς ἀθυμίας τὰς ἀκίδας. ε. «Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου.» Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, καθ’ ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρίζουσι· δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν. «Ἐταράχθην, καὶ οὐκ ἐλάλησα.» Ταῦτα οἱ αὐτοὶ καὶ ἐν τῷ μα ψαλμῷ· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.« Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς ἐμοὺς λογισμοὺς ἐκφῆναι. 2, ζ. »Διελογισάμην ἡμέρας ἀρχαίας· καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα.« Τῶν προτέρων σου, φησὶν, εὐεργεσιῶν ἀνενεούμην τὴν μνήμην, καὶ ἐνεθυμούμην, ὅσων παρὰ σοῦ τετυχήκασιν εὐεργεσιῶν οἱ ἡμέτεροι πρόγονοι· ὅπως τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, ὅπως τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, ὅπως τὴν ἐπηγγελμένην τοῖς πατράσιν ἀπέλαβον γῆν. »Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου.« Τὸ δὲ ἔσκαλλεν , ὁ μὲν Θεοδοτίων, ἐξηρεύνησεν , ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε.
Ταῦτα δὲ, φησὶ, νύκτωρ πρὸς ἐμαυτὸν διαλογιζόμενος, ἀνηρεύνων, τί δήποτε τῶν μὲν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν, ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; Ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· η, θ. »Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὑτοῦ ἀποκόψει;« Ἄρα μὴ παντελῶς τὰ καθ’ ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε; »Συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν.« Ὁ δὲ Σύμμαχος οὕτως· Συνετέλεσε ῥῆσιν περὶ γενεᾶς ἑκάστης. Ἐδεδίειν δὲ καὶ τοῦτο, φησὶν, ὅτι ἄνωθεν τὰ καθ’ ἑκάστην γενεὰν προγινώσκων, τοὺς καθ’ ἑκάστην γενεὰν ὅρους ἐκφέρει. ι. »Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὑτοῦ τοὺς οἰκτιρμοὺς αὑτοῦ;« Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζόμενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ’ ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς. ια. »Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.« Ἐγὼ, φησὶ, πρόξενος ἐγενόμην ἐμαυτῷ τῆς τοιαύτης μεταβολῆς· ἐγὼ διὰ τῆς ἁμαρτίας τὴν τιμωρίαν ἐγέννησα·
PG 80:1480ἀρχὴν τοίνυν ἔχω τῶν κακῶν. Νῦν ἠρξάμην παιδεύεσθαι ὑπὸ τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἀντὶ τῶν προτέρων εὐεργεσιῶν τὰς εὐωνύμους τιμωρίας ἐπιφερούσης. Ἀλλοίωσιν γὰρ τῆς τοῦ Θεοῦ δεξιᾶς τὴν τιμωρίαν ἐκάλεσεν, ὡς τῆς δεξιᾶς τοῦ Ὑψίστου εἰωθυίας τὰ ἀγαθὰ χορηγεῖν. Ἀλλ’ οὐδὲ τούτοις ἠρκέσθην τοῖς λογισμοῖς. Ἀνέμνησα δὲ ἐμαυτὸν καὶ τῆς ἀγαθότητος τοῦ Δεσπότου. Τοῦτο γὰρ λέγει· ιβ, ιγ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.» Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤῥίψω. ιδ. «Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἐν ἁγιασμῷ ἡ ὁδός σου · ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ . Ἅγιος εἶ, φησὶ, καὶ ἐν ἁγίῳ ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοικεῖς καὶ ἐμπεριπατεῖς. «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; [ιε.] Σὺ εἰ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος.» Πάντων ὑπερέχεις, Δέσποτα· μόνος γὰρ ἅπερ ἐθέλεις θαυματουργεῖς. «Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Interpretation of Psalm LXXIVInterpretatio in Psalmum LXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1481[ι.] Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ.» Ἅπασιν ἀνθρώποις τὸ σὸν δεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας τὸν χρηματίσαντά σου λαόν· οἳ πρόγονον μὲν ἔσχον τὸν Ἰακὼβ, περιφανεῖς δὲ ἐκ τῆς τοῦ Ἰωσὴφ ἀπεφάνθησαν συγγενείας. ιζ, ιη. «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆθος ἤχους ὑδάτων.» Διὰ πάντων, Δέσποτα, τὴν σὴν ἔδειξας δύναμιν. Αἰγυπτίους ἐμαστίγωσας, τὸν σὸν λαὸν ἠλευθέρωσας, ἐπεφάνης τῇ θαλάσσῃ, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ῥοώδης ἑκατέρωθεν ἔστη φύσις. «Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. [ιθ.] Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ.» Ὁ δὲ Σύμμαχος, Ἦχον ἔδωκεν αἰθήρ. Νότου γὰρ, ὡς φησὶν ἡ ἱστορία, βιαίου πνέοντος, διῃρέθη τὸ πέλαγος· τοῦ δὲ ἀέρος συστρεφομένου, καὶ τῶν νεφῶν συνισταμένων, ὁ ἄνεμος τίκτεται. Αἱ δὲ τιμωρίαι σου, φησὶ, δίκην βελῶν κατὰ τῶν πολεμίων ἐχώρουν· τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων ἁρμάτων τροχοὺς συνεπόδισας. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει·
«Ἐγενήθη γὰρ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ εἰσέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἦγεν αὐτοὺς μετὰ βίας.»Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ.« Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστραπῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν. »Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.« Δέους ἐπλήσθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν. Τοῦτο καὶ Ῥαὰβ ἡ πόρνη πρὸς τοὺς κατασκόπους ἔφη· »Ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν, ἔπεσεν ἐφ’ ἡμᾶς· ἠκούσαμεν γὰρ, ὅπως καταδιεῖλε Κύριος ὁ Θεὸς ὑμῶν τὴν Ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν.« κ. »Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.« Ῥᾴδιόν σοι καὶ θάλασσαν διατεμεῖν, καὶ ἐπὶ ὑδάτων ἐποχεῖσθαι πολλῶν, καὶ μηδὲ ἴχνος καταλιμπάνειν· ἀσώματον γὰρ ἔχεις τὴν φύσιν. Ταῦτα δὲ τοῖς ἄνω προστέθεικεν. Ἀοράτως γὰρ, φησὶν, ἡγούμενος τοῦ λαοῦ, οὐδὲ ἴχνος ἡμῖν τῆς σῆς πορείας ἔδειξας. κα.
»Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών.« Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι’ ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον. Τούτων δὲ ἁπάντων ἐποιήσαντο μνήμην, εἰς ἔλεον τὸν τῶν ὅλων Θεὸν διεγείροντες, καὶ παρακαλοῦντες τῆς αὐτῆς ἀπολαῦσαι κηδεμονίας. ΕΡΜΗΝ. ΤΟΥ ΟΖ ΨΑΛΜΟΥ. α. »Συνέσεως τῷ Ἀσάφ.« Τὸν παλαιὸν δεδωκὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν· καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰτίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον. »Διδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται.« Τοῦτο πεποίηκεν ἡ προφητικὴ χάρις, καὶ διὰ τοῦ προκειμένου ψαλμοῦ· ἀναμιμνήσκει γὰρ τὸν λαὸν, καὶ τοὺς τούτων ἐκγόνους, τῶν τε ὑπὸ Θεοῦ γεγενημένων, καὶ τῶν παρασχεθέντων ἀγαθῶν, καὶ τῶν ταῦτα δεξαμένων τὴν ἀχάριστον γνώμην. »Προσέχετε, λαός μου, τὸν νόμον μου.« Ἐπιμελῶς ὑμᾶς ἀκοῦσαι τῶν λεγομένων παρεγγυῶ·
PG 80:1484οἷον γάρ τινα νόμον ὑμῖν τὴν προκειμένην προσφέρω παραίνεσιν. »Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.« Προθύμως τῶν παρ’ ἐμοῦ λεγομένων ἀκούσατε. β. »Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς.« Ἐπειδὴ γὰρ τὴν τῶν πατέρων ἐποιεῖτο κατηγορίαν εἰς ὠφέλειαν τῶν παίδων, παραβολὴν ἐκάλεσε τὴν τοιαύτην διήγησιν, αἰνιγματώδη οὖσαν, καὶ κεκρυμμένην τὴν ὠφέλειαν προσφέρουσαν. Προστέθεικε δὲ, ὅτι καὶ ἀρχαῖα προσφέρει προβλήματα. Καὶ διδάσκων πόθεν ταῦτα μεμάθηκεν, ἐπήγαγεν· γ. »Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά.« Εἶτα τοὺς τούτων διδασκάλους ὑπέδειξε. »Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. [δ.] Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε.« Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν παρέπεμψαν. Τοῦτο δὲ, φησὶν, ἐποίουν τῷ θείῳ πειθόμενοι νόμῳ. Τοῦτο γὰρ ἐπήγαγε· ε.
PG 80:1485»Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ.« Μαρτύριον καλεῖ τὴν ἐν τῇ ἐρήμῳ παγεῖσαν σκηνὴν, ὡς ἔχουσαν τὰς πλάκας τοῦ μαρτυρίου. Τὸν γὰρ νόμον , ὡς ἤδη προειρήκαμεν, καὶ ἐντολὰς καλεῖ, καὶ μαρτύρια, καὶ κρίματα, καὶ δικαιώματα· καὶ τοῦτο σαφέστερον ἡμῖν εἴρηται ἐν τῷ ιη ψαλμῷ. »Ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν.« Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων διήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκγόνους. 2. »Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν.« Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων διεφυλάττετο μνήμη· καὶ τίς ὁ τῆς διδασκαλίας καρπός; ζ. »Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι.« Μανθάνοντες γὰρ τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ὅπως αὐτῷ τὰ ἀγαθὰ ποιεῖν ἅπαντα ῥᾴδιον, βεβαίαν κτήσονται τὴν εἰς αὐτὸν ἐλπίδα·
καὶ τοῖς ὑπ’ αὐτοῦ τεθεῖσιν ἀκολουθήσουσι νόμοις. η. »Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα.« Μανθάνοντες γὰρ τῶν πατέρων τὴν ἀχάριστον γνώμην, καὶ ὅπως τῇ παραβάσει τοῦ νόμου τὸν Θεὸν πολλάκις ἐκίνησαν εἰς ὀργὴν, τὴν ἐκείνων φυλάξονται μίμησιν. »Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὑτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.« Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θεσμοῖς. θ. »Υἱοὶ Ἐφραὶ̈μ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.« Τῆς τοῦ Ἐφραὶ̈μ φυλῆς διαφερόντως κατηγορεῖ, ὡς περὶ πολλοῦ ποιησαμένης τῶν εἰδώλων τὴν θεραπείαν· τοῦτο γὰρ καὶ ἡ τῶν Κριτῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ἡ τρίτη τῶν Βασιλειῶν. Αὐτοὶ γὰρ ἔστησαν τὰς δαμάλεις· καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν τὰς ἐννέα φυλάς· καὶ οὕτω τῆς ἀποστάσεως ἐγένοντο πρόξενοι. Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατηγορεῖ· τὴν ἁρμόττουσαν αὐτοῖς προσφέρουσα συμβουλήν·

Interpretation of Psalm LXXVInterpretatio in Psalmum LXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰδυῖα μὲν, ὡς οὐ δέξονται τὴν παραίνεσιν, τὴν προσήκουσαν δὲ ὅμως ὠφέλειαν προσφέρουσα. Διδάξασα δὲ αὐτῶν τὴν ῥώμην, καὶ τὴν τοξικὴν ἐπιστήμην, ἐλέγχει καὶ τὴν δειλίαν. Ἐστράφησαν γὰρ ἐν ἡμέρᾳ πολέμου· μεγάλα γὰρ ἐπὶ τῇ πολεμικῇ ἐμπειρίᾳ φρονοῦντες, πολέμου φανέντος ἐτρέποντο εἰς φυγήν. ι. »Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐβουλήθησαν πορεύεσθαι.« Καλῶς ἐνέφηνε τὸ τῆς γνώμης αὐθαίρετον. Οὐκ ἐβουλήθησαν γὰρ, φησὶ, κατὰ νόμον βιῶναι, οὐδὲ τὴν ἔννομον ἀσπάσασθαι πολιτείαν. ια. »Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς.« Καὶ δεικνὺς πότε ταῦτα εἰργάσατο, ἐπήγαγεν· ιβ. »Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια.« Εἶτα τὸν χρόνον καὶ τὸν τόπον διδάσκει· »Ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.« Ταύτας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτόπται γεγένηνται, τῆς μνήμης ἐξέβαλον. ιγ. »Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν.« Συντόμως ποιεῖται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν.
PG 80:1488Ὑπερφυὲς γάρ ἐστι τῆς θαλάσσης τὸ θαῦμα, καὶ ἡ διὰ ταύτης παρασχεθεῖσα πορεία. Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ. Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκριβῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν. ιδ. »Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.« Ἡ γὰρ αὐτὴ νεφέλη μεθ’ ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν χρείαν. ιε. »Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ.« Οὐ γὰρ βραχεῖαν ἀνεξήγαγε λιβάδα, ἀλλὰ ταῖς πολλαῖς ἐκείναις μυριάσιν ἀρκοῦσαν πηγήν. Καὶ τοῦτο σαφέστερον, διὰ τῶν ἐπαγομένων ἐδίδαξε. ι. »Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.« Τὸ γὰρ ἀναβλυσθὲν ὕδωρ εἰς πολλοὺς ὀχετοὺς διῃρέθη, εὐμαρῆ καὶ φιλότιμον παρέχον τοῖς διψῶσι τὴν χάριν. ιζ, ιη. »Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ.
Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν.« Ἀλλ’ ὅμως οὐδὲ τοῦτο τῆς γνώμης αὐτῶν τὴν πονηρίαν ἐξέβαλεν, ἀλλ’ ἐπέμειναν τὴν τῆς ἀχαριστίας περικείμενοι νόσον· καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ’ ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν. ιθ, κ. »Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐκεῖ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;« Εὐπετὲς, φησὶ, τὸ τῶν ὑδάτων, καὶ ῥᾴδιον· τὸ γὰρ ἐν ταῖς λαγόσι κεκρυμμένον τῆς γῆς εἰς τὴν ἐπιφάνειαν ἀνεδόθη. Τὴν δὲ τοῦ ἄρτου τροφὴν, τὴν σπειρομένην, καὶ χρόνῳ φυομένην, πῶς ἂν ἡμῖν ἀθρόως παράσχοι, καὶ τὸν ἐπικείμενον ἐξελάσοι λιμόν; κα. »Διὰ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο·
PG 80:1489καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ.« Οὗ δὴ χάριν ἀγανακτήσας ὁ τῶν ὅλων Κύριος, φησὶν, ἀνεβάλετο μὲν αὐτοῖς δοῦναι τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταῖς δὲ παντοδαπαῖς τιμωρίαις ἐξέδωκεν. Οὐκ ἐπήγαγε δὲ αὐτοῖς τὸν ὄλεθρον σύντομον, τοὺς ἐκείνων παῖδας αὐξηθῆναι προσμένων. Μέμνηται δὲ τῆς διὰ τοῦ πυρὸς τιμωρίας τοῦ μακαρίου Μωσοῦ τὰ συγγράμματα. Ταύτην δὲ, φησὶν, ὑπέμειναν τὴν πληγήν, κβ. »Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.« Ἀλλ’ ὅμως καὶ τοιούτοις οὖσι τὴν ἀγεώργητον παρέσχε τροφήν· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα. κγ, κδ. »Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν.« Οὐ γὰρ τὰς συνήθεις ὠδῖνας αἱ νεφέλαι παρέσχον, ἀλλ’ ἀντὶ τοῦ ὑετοῦ τοῦ ἄρδειν πεφυκότος τὰ καταβαλλόμενα σπέρματα, τὴν θαυμασίαν τροφὴν ἀπεκύησαν. Θύρας δὲ οὐρανοῦ ἀνοιγείσας τὴν ἄνωθεν χορηγίαν ἐκάλεσε.

Interpretation of Psalm LXXVIInterpretatio in Psalmum LXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπειδὴ γὰρ τοῖς ταμιείοις ἐπιτιθέναι θύρας εἰώθαμεν, καὶ ταύτας ἀνοίγομεν ἐκφέρειν τι βουλόμενοι, δείκνυσιν ὁ προφητικὸς λόγος τὸν τῶν ὅλων Θεὸν, ὥσπερ ἀπό τινων ταμιείων, χορηγοῦντα τὸ μάννα. »Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. [κε.] Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.« Ἄρτον ἀγγέλων καλεῖ, ὡς δι’ ἀγγέλων χορηγηθέντα· ἄγγελοι γὰρ, ὡς ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τοῖς θείοις νεύμασιν ὑπουργοῦσι. Λέγει δὲ οὕτως ὁ θεῖος Ἀπόστολος· »Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;« Καὶ πάλιν· »Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος,« καὶ τὰ ἑξῆς. Ἄρτον δὲ οὐρανοῦ ὡς ἄνωθεν ἐνεχθέντα καλεῖ. Καὶ τοὺς ἀεροπόρους γὰρ ὄρνιθας πετεινὰ οὐρανοῦ ἡ θεία προσαγορεύει Γραφή. »Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς, εἰς πλησμονήν.« Εἰς κόρον, φησὶ, ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς. Εἶτα καὶ τὴν τῶν κρεῶν διέξεισι χορηγίαν. κ, κζ. »Ἀπῆρε νότον ἐξ οὐρανοῦ· καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὑτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας·
PG 80:1492καὶ ὡσεὶ ἄμμον θαλασσῶν, πετεινὰ πτερωτά.« Διὰ γὰρ τῶν ἀνέμων συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν. κηλ. Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς. Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.» Ἀπήλαυσαν, φησὶν, ὧν ὠρέχθησαν, καὶ τὴν γαστριμαργίαν ἐνέπλησαν· ἀλλ’ ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας. «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, [λα] Καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.» Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Ἀλλ’ ὅμως, οὐδὲν ἧττον ἐπέμειναν πλημμελοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· λβ, λγ. «Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν·
καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.» Ἁμαρτάνοντες, φησὶ, καὶ πλημμελοῦντες, καὶ τῶν μὲν ὠφελεῖν δυναμένων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τοῖς δὲ ματαίοις καὶ ἀκερδέσι προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξῆλθον. λδ, λε. «Ὅτ’ ἂν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι.» Οὐ μάτην δὲ αὐτοῖς ὁ φιλάνθρωπος Δεσπότης τὰς πέδας ἐπήγαγεν· ὠφέλειαν γὰρ ἐντεῦθεν οὐ σμικρὰν ἐκαρποῦντο. Ἀπολαύοντες μὲν γὰρ τῶν ἀγαθῶν, οὐκ ᾐσθάνοντο· κολαζόμενοι δὲ, τὴν θείαν προσῄεσαν αἰτοῦντες φιλανθρωπίαν. λ, λζ. «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν· καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.» Ἀγαπᾷν δὲ αὐτὸν ὑπισχνοῦντο ψευδέσι χρώμενοι λόγοις. Ἀντεφθέγγετο γὰρ τοῖς λόγοις ὁ λογισμὸς, ἐναντία τοῖς θείοις βουλευόμενος νόμοις, καὶ πιστεύειν τοῖς θείοις λογίοις οὐκ ἀνεχόμενος. λη. «Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ.
PG 80:1493»Ἀλλ’ ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ.« Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὑτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἐπὶ πολὺ ἀπέστρεψε τὴν ὀργὴν αὑτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὑτοῦ . Οὐκ ἀξίαν αὐτοῖς, φησὶ, τῶν πεπλημμελημένων τιμωρίαν ἐπήγαγεν. λθ. «Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» Ἤδει γὰρ αὐτῶν τῆς φύσεως τὴν ἀσθένειαν· καὶ ὅτι οὐκ εἰς μακρὰν δέξονται τοῦ βίου τὸ πέρας. μ, μα. «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ. Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.» Διὰ τούτων ἁπάντων τὴν θείαν διδάσκει μακροθυμίαν. Ἀκριβέστερον δὲ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν δυνατόν. Ποτὲ μὲν γὰρ τὸν μόσχον ἐθεοποίησαν· ποτὲ δὲ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ἄλλοτε τὴν κατὰ τοῦ μεγάλου Μωσοῦ ἐμελέτησαν τυραννίδα· τῆς τοῦ μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν· ἀπολαβεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο·
καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργάσαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν. μβ. «Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,» Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐεργεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι’ ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας. Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας. μγ. «Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως.» Ἡ Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια. Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας ὁ μέγας ἐπήγαγε Μωσῆς. μδ. «Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν.» Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέγοντας. με, μ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Κυνομυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησάμενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν.
PG 80:1496Ἐρυσίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς. μζ. «Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ.» Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε. Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν. μη. «Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.» Ὁ δὲ Σύμμαχος οὕτως· Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς . Ἀθρόαν γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνίθων ἐγένετο. μθ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» Θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν· ἀγγέλους δὲ πονηροὺς , τῆς τιμωρίας τοὺς ὑπουργούς· οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν. Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. Τοῦτο δὲ καὶ ὁ Σύμμαχος παρεδήλωσεν· ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν. ν.
«Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ.» Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν ἡ φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ’ ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. «Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. [να.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. ἐν τοῖς σκηνώμασι Χάμ.» Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε· πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον. Σκηνώματα δὲ Χὰμ , τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ τοῦ Χὰμ υἱὸς ὁ Μεσρὲμ, Μεσρὲμ δὲ ἡ Αἴγυπτος. νβ. «Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ.» Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν· ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον. νγ. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι προσέταξε. Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων ἐγένετο· ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο.
PG 80:1497«Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.» Ἡ γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρέσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε. νδ. «Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ.» Ἐκεῖθεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγγείλατο γῆν· διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε. «Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας.» Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑποσχέσεις τὴν ταύτης δέδωκε δεσποτείαν. Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας. Τὴν γὰρ οἰκείαν εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν· τοὺς δὲ κλήρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἡ συγγραφή. νε. «Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.» Κατὰ [φυλὰς] γὰρ τὴν γῆν διενείμαντο· οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας. ν.
«Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο.» Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμειναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς. νζ. «Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν.» Τὴν τῶν πατέρων ἐμιμήσαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμωρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο. «Μετεστράφησαν εἰς τόξον στρεβλόν.» Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη· διαστροφὴν δέ τινα δεξάμενον, τὰ πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται. Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς. νη. «Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.» Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον. νθ. «Ἤκουσεν ὁ Θεὸς, καὶ ὑπερεῖδε.» Δεομένους, φησὶ, τῆς οἰκείας οὐκ ἠξίου προνοίας. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Κριτῶν ἱστορία διδάσκει.
Παρέδωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις· ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. «Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.» Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν ἡ θάλασσα εἶδε καὶ ἔφυγε, καὶ ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο. ξ. «Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.» Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρανομίας. ξα. «Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν· καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν.» Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει· ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας· τὴν δὲ κιβωτὸν οἱ ἀλλόφυλοι λαβόντες ἀνέθεσαν οἷόν τι ἀκροθίνιον τῷ Δαγών· εἴδωλον δὲ τοῦτο ἦν, ὑπ’ ἐκείνων θεραπευόμενον. ξβ. «Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε.» Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν.
PG 80:1500Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλείστης παρ’ αὐτοῦ τετυχηκότας ἀεί. Οὕτω δὲ αὐτοὺς καὶ ὁ μέγας προσηγόρευσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη. ξγ, ξδ. «Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ· καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.» Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε· τῶν δὲ ὁ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά. Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι’ αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδεμονίᾳ. ξε. «Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος.» Ἀλλ’ ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενημένων αἰτίας. «Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου.

Interpretation of Psalm LXXVIIInterpretatio in Psalmum LXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[ξ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.» Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι’ ἣν ἐπονείδιστοι παρὰ πᾶσιν ἐγένοντο. Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἡ ἱστορία διδάσκει. Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν· ἔφη γάρ· «Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω·» σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν. Ὕπνον δὲ τὴν μακροθυμίαν ἐκάλεσεν· ἐξ οἴνου δὲ κραιπάλην , τὴν ἀγανάκτησιν. Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη. ξζ. «Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραὶ̈μ οὐκ ἐξελέξατο.» Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραί̈μ, τὴν ἐσομένην προορῶν τυραννίδα. Ἐκ ταύτης γὰρ Ἱεροβοὰμ ὁρμώμενος, τὰς δέκα φυλὰς ἐκ τῆς Δαβιτικῆς ἀπέῤῥηξε βασιλείας· Ἰωσὴφ δὲ καὶ Ἐφραὶ̈μ τὴν αὐτὴν λέγει φυλήν· υἱὸς γὰρ τοῦ Ἰωσὴφ ὁ Ἐφραί̈μ. Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ διαμεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ’ ἐν τῇ Ἱερουσαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν ᾗ καὶ ὁ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδείματο. ξη.
PG 80:1501«Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα· τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν.» Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προςδοκωμένην. Ταύτην δὲ τὴν βλάστην καὶ ὁ πατριάρχης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν· μέμνηται δὲ αὐτῆς καὶ ὁ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων· «Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.» Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο· ἐπειδὴ δὲ τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε· «Τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν,» ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μονονουχὶ λέγων· Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε. Διὰ γὰρ τὸ Σιὼν ὄρος ἐξελέξατο τὴν Ἰούδα φυλήν. Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ. ξθ. «Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ.» Κέρατι τὸν μονόκερων ἑνὶ καθωπλίσθαι φασίν· ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ ὁ νόμος ἐδίδαξεν. Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ. «Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσας εἰς τὸν αἰῶνα .
Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι. Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε. ο. «Καὶ ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὑτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων.» Κατὰ ταυτὸν διὰ τούτων ἐδήλωσε, καὶ τοῦ Δαβὶδ τὴν ἀρετὴν, δοῦλον αὐτὸν ὀνομάσας Θεοῦ, καὶ τοῦ Θεοῦ τὴν φιλοτιμίαν, ὅτι τὸν προβατέα βασιλέα πεποίηκεν. οα. «Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀκολουθοῦντα ἐγκύμοσιν ἤγαγεν αὐτόν . Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο· οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ’ ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος. «Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ· καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς.» Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβολήν· οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ’ ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν ἡ τοῦ Κυρίου νομοθεσία·
PG 80:1504«Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν. Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ Δαβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μείζοσι· μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρίσθημεν· ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν. ΕΡΜΗΝ. ΤΟΥ ΟΗ ΨΑΛΜΟΥ. α. «Ψαλμὸς τῷ Ἀσάφ.» Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων μανίαν ὁ προφητικὸς προθεσπίζει λόγος. Τὴν δὲ χρησμολογίαν εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφοραῖς. «Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου.» Σοφῶς ἡ τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας. Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη· ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμελήσαντος νόμον.
Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν. Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμησαν. Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια. β. «Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.» Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομένης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ. «Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.» Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην. γ. «Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.» Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς εὐσεβείᾳ συζῶντας· αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦσθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν. δ. «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.» Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο· διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν.
PG 80:1505Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδουμαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ πολέμια ἦν ἀεί. ε. «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Νομοθετῶν ὁ Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, «Ὅτι ἐγὼ, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ καταναλίσκον.» [Ἀλλ’ ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι· τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, Θεὸν ὀνομάζει· ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφιβάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος· «Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου.» Μὴ ἐπιπλεῖστον Δέσποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ’ ἡμῶν ζῆλον ἐξάψῃς. 2.
«Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Ἐπειδὴ δίκας ἁμαρτημάτων τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ’ ἐκείνων ἱκετεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυςσεβείᾳ δουλεύουσιν. ζ. «Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.» Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον· οὐδὲν γὰρ παρ’ ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν. Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ , Σύμμαχος δὲ καλλονὴν αὐτοῦ , ὁ δὲ Θεοδοτίων, εὐπρέπειαν αὐτοῦ ἡρμήνευσαν· δι’ ὧν μᾶλλον ὁ θεῖος οἶκος δεδήλωται. Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προςηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων. η. «Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων.» Εὐσεβεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον. Ἀοίδιμος γὰρ ἡ τῶν Μακκαβαίων ἀρετή. Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύνας τὸν λαὸν εἰσπραχθῆναι.
PG 80:1508Ἀλλὰ τοῦτο μὲν τεθείκασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατιδεῖν. Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυσιν ἀρετήν· τὸ τῶν μὲν προτέρων ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν. «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. [θ] Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν.» Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν· πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν· σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σωτῆρα. «Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.» Οὐδαμοῦ τῆς σφετέρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν· ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος ἡ βλασφημία χωρεῖ. Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα· μεταβαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑποδεῖξαι τοῖς ἀγνοοῦσι. ι. «Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενημένον τοῦτο εἰρήκασιν· Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν ;
Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν ὁ Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ’ ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλλητα; «Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου.» Ἀντιβολοῦμεν τοίνυν, τούτους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν. ια. «Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.» Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόντας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου καταψηφίσασθαι γένους· ἀλλὰ τῶν ἀνῃρημένων περισῶσαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν καταστῆσαι. ιβ.
PG 80:1509«Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε.» Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε. Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξῄτησε. Τοιοῦτο καὶ τὸ, «Στεῖρα ἔτεκεν ἑπτὰ,» ἀντὶ τοῦ πολλά. Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συνεχόντων, ὥστε μηδὲν ἐκπεσεῖν· ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς. ιγ. «Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς σου· ἀνθομολογησόμεθά σοι, ὁ Θεὸς, εἰς τὸν αἰῶνα· εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.» Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν· καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας ὁμολογήσομεν χάριτας· καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν· τὸ μέντοι ἀνθομολογησόμεθα , ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε· τὴν εὐχαριστίαν δὲ τὸ ὄνομα δηλοῖ. ΕΡΜΗΝ. ΤΟΥ ΟΘ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ἐν ὕμνοις· ὑπὲρ τῶν ἀλλοιωθησομένων. Μαρτύριον τῷ Ἀσάφ.
Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.» Μεταβολήν τινων πραγμάτων ὁ παρὼν προλέγει ψαλμός· ἡ γὰρ ἀλλοίωσις τοῦτο δηλοῖ, καὶ μαρτύρεται· διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται. Προθεσπίζει δὲ ἡ χάρις τοῦ Πνεύματος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ὁ ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ’ αὐτῶν ἐκείνων προσφερομένην. Διδάσκει γὰρ αὐτοὺς ἡ προφητικὴ χάρις, ὁποίοις δεῖ τὸν Θεὸν ἱλεώσασθαι ῥήμασι, καὶ εἰς ἔλεον διεγεῖραι. Προλέγει δὲ καὶ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις διὰ τοῦ Δεσπότου Χριστοῦ σωτηρίαν. β. «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες.» Σὲ, Δέσποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Οἷόν τισι λύκοις περιπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας. Οὕτω τὴν εἰς αὐτοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν γενικωτέραν ἐξουσίαν μετέβη.
PG 80:1512«Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι.» Ἐπειδὴ γὰρ τούτων μόνων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλαστήριον τέθεικε, δι’ ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπικαθήμενον ἐπιφανῆναι ἱκέτευσεν. γ. «Ἐναντίον Ἐφραὶ̈μ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ.» Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ. Διὰ γὰρ τῶν εἰρημένων φυλῶν πάντα δεδήλωκε τὸν λαόν. Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην. Τοῦ δὲ Ἰωσὴφ ὁ μὲν Ἐφραὶ̈μ καὶ ὁ Μανασσῆς παῖδες· ὁ δὲ Βενιαμὶν ἀδελφὸς ὁμομήτριος. «Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ὡς μακροθυμοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστησιν. Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. [Τοῦτο μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ὁ ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν· τοῦτο γὰρ θέλει εἰπεῖν ὁ προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] δ.
«Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς.» Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χάρισαι. [Ὁ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, ὁ δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν. «Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς. ε. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;» Μέχρι πότε, Δέσποτα, τὰς ἐμὰς παραπέμπῃ λιτὰς, ἐπὶ τοῖς ἐμοῖς πλημμελήμασιν ὀργιζόμενος; Δοῦλον δὲ αὐτοῦ τὸν λαὸν ὀνομάζει. Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου , ἀντὶ τοῦ, δούλου σου , τεθείκασιν. 2. «Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων· καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Ὁ χρόνος ἐνταῦθα ἐνήλλακται· καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν· «Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ.» Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι συνεκέρασας· ὀδυρόμενοι γὰρ καὶ στένοντες μεταλαγχάνομεν τῆς ἀναγκαίας τροφῆς. Τοῦτο δὲ πεποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμωρίαν. Τοῦτο καὶ ὁ Κύριος·
«Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Τοῦτο καὶ Ζαχαρίας εἶδεν ὁ προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προθεσπίζων τὸν ὄλεθρον. Δύο γὰρ ἔφησε θεᾶσθαι γυναῖκας, ἔποπος μὲν ἐχούσας πτερὰ, τὸ δὲ μέτρον φερούσας, καὶ τοῦτο προσταχθείσας εἰς Βαβυλῶνα κομίσαι. Διὰ τούτων δὲ διδασκόμεθα τῆς θείας ψήφου τὸ δίκαιον. ζ. «Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.» Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν· [ἀλλ’ ὅμως οὐκ ἀπέστημέν σου· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη]. η. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι· [τοῦτο μὲν ὁ λαὸς ἀντιβολῶν· τοῦτο δὲ καὶ τὰ ἔθνη· ἐπιφάνειαν λέγων τὴν ἔνσαρκον παρουσίαν.] Δυνατὸς γὰρ εἶ, καὶ τῶν δυνάμεων Κύριος. [Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακαλούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησάμενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν. θ, ι.
PG 80:1513«Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν αὐτῆς· καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν.» Σὺ, Δέσποτα, τὴν ἄδικον τῶν Αἰγυπτίων κατέλυσας δυναστείαν· σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύτευσας γῇ. ια, ιβ. «Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.» Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ· καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ, καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι.
Ὁ μὲν γὰρ [μέγας] Δαβὶδ οὐ μόνον παρὰ τῶν Ἀλλοφύλων, καὶ Ἰδουμαίων, καὶ Ἀμμανιτῶν, καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων, δασμὸν ἐκομίζετο· πρὸς δὲ τὸν Σολομῶντα καὶ ἡ Αἰθιόπων ἔδραμε βασιλίς· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ τῆς ἀμπέλου , τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους, τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προτέραν εὐκληρίαν ἐδήλωσε τοῦ λαοῦ. ιγ. «Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;» Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύμνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐχείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν. Ὃ γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο ἡ τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις. «Παραπορευομένους δὲ ὁδὸν,» τοὺς πολεμίους. Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν· οὕτως ὁ τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται. ιδ. «Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ·
PG 80:1516καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε. Σαλμανασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις· ὁ δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πολιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδραποδίσατο. Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον· διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον. Μονιὸν δὲ ἄγριον καλεῖ, τὸν καθ’ ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀποστρεφόμενος. Ἐπειδὴ τοίνυν καὶ ὁ Ναβουχοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον. ιε, ι. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν Δεσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. Δεξιὰν δὲ καλεῖ τὴν Πρόνοιαν.
«Καὶ ἐπὶ Υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ.» Ἐνταῦθα τὴν ἐκεῖθεν βλάστησιν τοῦ Δεσπότου διδάσκει Χριστοῦ. Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀνθρώπου σαφῶς προσηγόρευσεν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, τοὺς δορυαλώτους γεγενημένους ἱκετεῦσαι τὸν τῶν ὅλων Θεὸν, φειδώ τινα τῆς ἀμπέλου ποιήσασθαι διὰ τὴν ἐκεῖθεν φυομένην σωτήριον ῥίζαν. Οὕτω γὰρ ἑαυτὸν καὶ ὁ Κύριος ὀνομάζει λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν· ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ. Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενημένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προςενεγκούσης, αὐτὸς ἀληθινὴ γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πεπιστευκότων τὸ πλῆθος. Τούτων ἀληθῶς ἡ σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους.

Interpretation of Psalm LXXVIIIInterpretatio in Psalmum LXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1517Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. [Οὐδὲ γάρ ἐστι τόπος, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ οὐχ ἵδρυνται τῆς ἀμπέλου ταύτης αἱ θεῖαι ληνοί.] Διὰ ταύτην ἱκετεύουσι κἀκείνην ἀπολαῦσαι φειδοῦς, τὰ παντοδαπὰ αὐτῆς διηγούμενοι πάθη. ιζ. «Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη.» Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυλώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει. Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν. «Ἀπὸ ἐπιτιμήσεως τοῦ προςώπου σου ἀπολοῦνται.» [Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιη. «Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.» [Ἀπολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦσθαι· Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνομάζει· περὶ οὗ Παῦλος·
«Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»] ιθ. «Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ.» [Ἀψευδὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνήσει. «Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.» Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν. κ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.» Διὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι’ ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον· εἰ γὰρ μόνον φανῇς, τῆς σωτηρίας τευξόμεθα. ΕΡΜΗΝ. ΤΟΥ Π ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ.» Τὴν Ἰουδαίων οὗτος ὁ ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλλοτρίωσιν· μεθ’ ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος.
PG 80:1520Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν. β. «Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν.» Ὁ δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν· ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε . Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας. «Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ.» Ἐπινίκιος ὁ ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν. Παρακελεύονται τοίνυν ἀλλήλοις τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ τὴν ὑμνῳδίαν ὑφῆναι. γ. «Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον· ψαλτήριον τερπνὸν μετὰ κιθάρας.» Διαφόροις ὀργάνοις κεχρημένοι τὴν θείαν ἀνεκρούοντο μελῳδίαν· καὶ τοῦτο τῶν Παραλειπομένων ἡ ἱστορία διδάσκει. Παρεγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκείνων ἠχήν· καὶ τούτους μὲν λύραις, ἐκείνους δὲ τυμπάνοις, ἄλλους δὲ κιθάραις τὸν Θεὸν ἀνυμνῆσαι. Τὸ δὲ ψαλτήριον ὁ Σύμμαχος λύραν ἐκάλεσεν. δ, ε. «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν·
PG 80:1521καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.» Ταῖς σάλπιγξιν ἐκέλευσεν ὁ Θεὸς τοὺς ἱερέας κεχρῆσθαι. Ἀνεμίμνησκον δὲ αὗται τὸν λαὸν τῶν ἐν τῷ ὄρει γενομένων σαλπίγγων. Τοῦ Θεοῦ γὰρ τῶν ὄλων ἐν τῷ Σινᾷ ὄρει διαλεγομένου, φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Ἐκείνης τοίνυν τῆς ἐπιφανείας ἀνεμίμνησκον τὸν λαὸν ταῖς σάλπιγξιν οἱ ἱερεῖς κεχρημένοι. Καὶ οὗτοι τοίνυν τοὺς τῆς ἐπανόδου τετυχηκότας, καὶ τῆς θείας ἐπικουρίας ἀπολαύσαντας, εἰκότως μετὰ τῶν ἄλλων ὀργάνων, καὶ ταῖς σάλπιγξι παρεκελεύοντο χρήσασθαι. 2. «Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου.» Ἰωσὴφ ἐνταῦθα πάντα καλεῖ τὸν λαόν· ἐπειδὴ γὰρ τῆς εἰς Αἴγυπτον εἰσόδου ὁ Ἰωσὴφ αὐτοῖς ἐγένετο πρόξενος, ἐξ αὐτοῦ τὸν λαὸν προσηγόρευσε. Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύπτου τοῦτον ἐλευθερώσας. Εἶτα τὰς γεγενημένας εὐεργεσίας διέξεισιν. «Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν.» Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπολαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος. ζ. «Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ·
αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.» Τοὺς ἐν Αἰγύπτῳ πόνους, καὶ τὴν πικρὰν δουλείαν, καὶ τὴν πλινθουργίαν διὰ τούτων ἐδήλωσε. Τοῖς ὤμοις γὰρ, ὡς εἰκὸς, φέρειν ἠναγκάζοντο τὸν πηλόν· τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνεται πόνων. Ἐντεῦθεν τὸ τοῦ Θεοῦ πρόσωπον εἰςάγει διαλεγόμενον. Καὶ πρῶτον μὲν τῶν εὐεργεσιῶν τῶν γεγενημένων ἀναμιμνήσκει, εἶτα παραίνεσιν εἰσφέρει καὶ συμβουλήν· μετὰ ταῦτα προλέγει τὴν ἀπείθειαν, καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν. η. «Ἐν θλίψει ἐπεκαλέσω με· καὶ ἐρυσάμην σε.» Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπωρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. «Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν.»Ἐπήκουσά σε ἐν ἀποκρύφῳ καταιγίδος.« Ὁ δὲ Σύμμαχος οὕτως· Ἐπήκουσά σε διὰ κρυφαίας βροντῆς · καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι. Δηλοῖ δὲ διὰ τούτου ὅτι μὴ φαινόμενος, ἀλλ’ ἀόρατον ἔχων τὴν φύσιν, κατάδηλον πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν πεποίηκα, οἷόν τινα βροντὴν, ταῖς κατὰ τῶν Αἰγυπτίων πληγαῖς σημάνας ἅπασιν ὅσην ποιοῦμαί σου πρόνοιαν.
PG 80:1524»Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.« Εἰς Μεῤῥὰν ἐλθόντες, καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ, καὶ Μωσοῦ κατεβόησαν, καὶ τοῦ Θεοῦ κατελάλησαν. Ἀπὸ τοῦ πράγματος τοίνυν ὁ τόπος τὴν προσηγορίαν ἐδέξατο. Λέγει τοίνυν, ὅτι Διήλεγξά σε παρ’ ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην· ῥᾳδίως δὲ αὐτοῦ μετέβαλον τὴν ποιότητα, καὶ γλυκεῖαν ἀπέφηνα τὴν πικράν. θ. »Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σου.« Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ’ ἐμοῦ σοι προσφερομένας νομοθεσίας. Διαμαρτυρία γάρ ἐστι, προλέγουσά σοι τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. »Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, [ι.] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.« [Καὶ σαφέστερον αὐτοῖς ἑαυτὸν φανεροῖ τῷ εἰπεῖν·] ια. »Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου.« Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει. »Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.« Καὶ ἐνταῦθα τοίνυν παρακελεύεται ἀλλότριον καὶ νέον μὴ προςκυνῆσαι δεὸν, ἀλλὰ τὸν τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενον.

Interpretation of Psalm LXXIXInterpretatio in Psalmum LXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐνομίου παραπληξίαν ἐλέγχει. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ Μονογενὴς, ἀλλότριος ἄρα καλοῖτο ἂν εἰκότως· καὶ εἰ ἦν ὅτε οὐκ ἦν, πρόσφατος καὶ οὐκ ἀί̈διος. Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστορίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προςκυνοῦντες Θεόν. Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν· ἀπόχρη δὲ ὅμως καὶ ταῦτα εἰς ἔλεγχον τῆς αὐτῶν παρανομίας. »Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.« Εὐπειθῆ, φησὶν, ἑαυτὸν διὰ τῆς εὐπειθείας κατάστησον, καὶ δέξαι τὴν ἀφθονίαν τῶν ἀγαθῶν· ἐντεῦθεν ἐπὶ τὴν κατηγορίαν μεταφέρει τὸν λόγον. ιβ. »Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι.« Ἐγὼ μὲν οὖν ταύτην αὐτῷ τὴν συμβουλὴν προσενήνοχα· αὐτὸς δὲ οὔτε ἀκοῦσαι, οὔτε προσέχειν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις ὑπέσχετο. ιγ. »Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. «Ὁ δὲ Σύμμαχος οὕτως· Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν.
PG 80:1525Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βουλεύμασιν αὐτῶν . Ἀπειθῆ γὰρ αὐτὸν θεασάμενος, τῆς μὲν ἐμαυτοῦ κηδεμονίας αὐτὸν ἐγύμνωσα. Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος· πρόκειται δὲ εἰς θεωρίαν τοῖς βουλομένοις ἡ τῆς προφητείας ἀλήθεια. Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ’ ἐλευθέρων ἐγένοντο. Δυσσεβείᾳ δὲ πάσῃ συζῶσι, γοητείαις καὶ δαιμόνων ἐπῳδαῖς κεχρημένοι, τὸν δὲ σεσωκότα Θεὸν προσκυνεῖν οὐκ ἐθέλοντες. ιδ, ιε. »Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.« Εἰ δὲ τῶν ἐμῶν ἠνέσχετο παραινέσεων, καὶ ταῖς ἐμαῖς ἠκολούθησεν ἐντολαῖς, ῥᾳδίως ἂν αὐτῶν κατέλυσα τοὺς ἐχθρούς. Τὸ γὰρ, ἐν τῷ μηδενὶ , τὴν εὐκολίαν δηλοῖ, ἀντὶ τοῦ, Ἀκονητὶ καὶ ἀπόνως, καὶ ἐν ἀκαρεῖ τὸν ἐκείνων ὄλεθρον ἐπενεγκεῖν ἠδυνάμην. ι.
»Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ.« Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνήσονται . Τῇ γὰρ ἀρνήσει τοῦ Δεσπότου Χριστοῦ τὸ καθ’ ἑαυτῶν κατεσκεύασαν μῖσος, καὶ ἐχθροὺς ἑαυτοὺς τοῦ Κυρίου κατέστησαν ψευσάμενοι αὐτῷ, καὶ τὰς γεγενημένας παραβάντες συνθήκας. Μετὰ γὰρ τὴν νομοθεσίαν ἀπεκρίνατο, φησὶν, ὁ λαός· »Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.« Καὶ αἱ μὲν ὑποσχέσεις τοιαῦται, τὰ δὲ ῥήματα ἄντικρυς ἐναντία. Φανέντα γὰρ τὸν οἰκεῖον Δεσπότην ἐσταύρωσαν, ἀλλ’ ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλεθρον. [Οὐκ αὐτοὶ δὲ μόνον, ἀλλὰ καὶ Ἄρειος καὶ Εὐνόμιος καὶ Νεστόριος καὶ οἱ τὰ ἐκείνων θρησκεύοντες.] Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν. »Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.« Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· εἰρηκὼς γὰρ, Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγαγεν, Ἀλλ’ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καιρὸν δὲ καλεῖ τὰς συμφοράς. Οὕτω γὰρ καὶ οἱ Σύροι, καὶ οἱ Ἑβραῖοι [ταύτας] ὀνομάζειν εἰώθασι· πολλοὶ δὲ καὶ παρ’ ἡμῖν οὕτω ταύτας ἀποκαλοῦσι.
PG 80:1528Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ’ εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμονίας. Ἔοικε δὲ τοῦτο τοῦ ογ ψαλμοῦ τῷ προοιμίῳ, »Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;« Καὶ γὰρ ἐκεῖ τὴν παντελῆ τῶν Ἰουδαίων ἀποβολὴν προηγόρευσεν. ιζ. »Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ· καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.« Πολλὴν δὲ, φησὶν, ἀχαριστίαν νενοσηκότες, οὐκ ἐμνήσθησαν τῶν ἤδη παρασχεθέντων αὐτοῖς ἀγαθῶν. Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖσθαι γλυκύτητα μέλιτος· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας τοὺς ἀπὸ τῆς γῆς αὐτοῖς ἀφθόνως ἐδωρήσατο καρπούς. Ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν παρεδήλωσε, καὶ διὰ τοῦ σίτου καὶ τῶν ἄλλων καρπῶν τὴν χορηγίαν ἐσήμανεν. ΕΡΜΗΝ. ΤΟΥ ΠΑ ΨΑΛΜΟΥ. α. »Ψαλμὸς τῷ Ἀσάφ.« Τὴν ἀποβολὴν εἰπὼν τῶν Ἰουδαίων ἐν τῷ πρὸ τούτου ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκτίθησι, δι’ ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλλετο· διδάσκων πάντως, ὡς εἴγε ἐκείνους μιμησόμεθα, τοῖς αὐτοῖς ἢ χείροσι περιπέσομεν.
»Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.« Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν. Οὕτως αὐτοὺς καὶ ὁ νόμος ἀποκαλεῖ. »Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.« Ἐπειδὴ γὰρ ἀληθῶς κριτὴς ὁ Θεός ἐστιν, ἐνεχειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγορεύθησαν οἱ ταῦτα πεπιστευμένοι θεοὶ, ἅτε δὴ Θεὸν ἐν τούτῳ μιμούμενοι. Ἀλλὰ τοὺς οὐκ ἐνδίκως δικάζοντας, οὐδὲ ἀκλινῶς κατέχοντας τὰ τῆς δίκης ζυγὰ, ὁ δίκαιος ἐνταῦθα διελέγχει κριτὴς, καὶ τὴν ἐσομένην ὑπ’ αὐτοῦ δικαίαν κρίσιν προαγορεύει. β. »Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;« Μέχρι τίνος, φησὶν, ἀδέκαστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ παρορᾶτε τοὺς πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους; γ. »Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.« Ἑκάτερος δὲ τούτων ἐνδεὴς βοηθείας. δ. »Ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσασθε αὐτόν.« Μὴ γένηται τοῖς ἀδικοῦσιν ὁ πένης εὐχείρωτος ὑμῶν προστατευόντων, καὶ τὸ δικάζειν πεπιστευμένων. ε.
PG 80:1529»Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται.« Ἀλλὰ τούτων οὐδὲν ἠθέλησαν συνιδεῖν, οὐδὲ τῷ τῶν ἐμῶν λόγων καταυγασθῆναι φωτί· διά τοι τοῦτο, ὡς ἐν νυκτὶ καὶ ζόφῳ διάγοντες πολιτεύονται. »Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.« Ταύτης ἕνεκα τῆς ἀληθείας ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς. 2. »Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πάντες.« Ἐγὼ μὲν οὖν ὑμᾶς τετίμηκα· καὶ τῆς ἐμαυτοῦ προσηγορίας μετέδωκα, καὶ υἱοὺς ἐμοὺς προσηγόρευσα. ζ. »Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.« Ὁ δὲ Σύμμαχος οὕτως· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθανεῖσθε, καὶ ὡς εἷς τῶν ἀρχόντων πεσεῖσθε . Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ’ ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς· τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες. Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιήσασθαι. η.
»Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.« Ταῦτα δὲ ἄντικρυς τοῦ Δεσπότου Χριστοῦ τὴν κρίσιν δηλοῖ. Πρὸς αὐτὸν γὰρ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν ὁ Πατήρ· »Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.« Τοιγάρτοι τοῦτον ὁ προφήτης ἀντιβολεῖ ἐπιφανῆναι ταχέως, καὶ κρῖναι δικαίως, καὶ τοὺς ἀδίκους παῦσαι κριτὰς, καὶ τὴν μὲν Ἰουδαίων κληρονομίαν καταλιπεῖν, ἀντιλαβεῖν δὲ τὴν τῶν ἐθνῶν, [μᾶλλον δὲ ταύτην περιηγήσασθαι] καὶ πᾶσιν ἀνθρώποις ὀρέξαι τὴν σωτηρίαν [διὰ τῆς ἀκαταλήπτου αὐτοῦ οἰκονομίας.] ΕΡΜΗΝ. ΤΟΥ ΠΒ ΨΑΛΜΟΥ. α. »Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.« Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον. Καὶ ταῦτα προλέγουσι μὲν οἱ θειότατοι Ἰωὴλ, καὶ Ἐζεκιὴλ, προλέγει δὲ Μιχαίας, καὶ Ζαχαρίας, οἱ θαυμάσιοι προφῆται.
PG 80:1532Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος. Ταῦτα οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι. β. »Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;« Οὐδὲ πᾶσα, φησὶ, κατὰ ταυτὸν συναθροισθεῖσα τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων ἡ φύσις παραβληθῆναι τῇ σῇ δυνάμει δυνήσεται· ἀσύγκριτον γὰρ ἔχεις τὸ κράτος. Τὸ δὲ τίς , ἀντὶ τοῦ οὐδεὶς τέθεικεν. »Μὴ σιγήσῃς μηδὲ καταπραύ̈νῃς, ὁ Θεός.« Ἱκετεύομέν σε, Δέσποτα, μὴ χρήσασθαι τῇ συνήθει μακροθυμίᾳ. Τὸ γὰρ Μὴ καταπραύ̈νῃς τοῦτο δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Μὴ ἠρεμήσῃς . Εἶτα διδάσκει τῆς ἐντεύξεως τὴν αἰτίαν. γ. »Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν.« Δίκην, φησὶ, θαλάττης ἠχοῦσι, καὶ κυμαίνουσι, καθ’ ἡμῶν ἀλαζονείᾳ καὶ θρασύτητι κεχρημένοι, οἱ διὰ τὴν πρός σε δυσμένειαν τὸν καθ’ ἡμῶν ἀναδεξάμενοι πόλεμον. Πρός σε γὰρ ἀπεχθανόμενοι τὸν ἀνακείμενόν σοι πολιορκοῦσι λαόν.
δ »Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου.« Ὁ δὲ Σύμμαχος οὕτως· ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου . Ὁ δὲ Ἀκύλας· Κατὰ τοῦ συγκεκρυμμένου σου . Οὕτω καὶ ὁ Θεοδοτίων. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ σάρκα βλαστήσειν ὁ Δεσπότης Χριστὸς, συνεληλύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ’ ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε. Τῆς γὰρ ῥίζης ἐκτεμνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Τοῦτο δὲ καὶ διὰ Ἡσαί̈ου δεδήλωκεν ὁ τῶν ὅλων Θεός. »Ὃν τρόπον, φησὶν, ὅτ’ ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· διὰ τοῦτον οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ τότε, φησὶ, τοὺς λοιποὺς πανωλεθρίᾳ παραδώσω.« Διὰ τὴν ῥῶγα τοίνυν τὴν μίαν ἅπας ὁ βότρυς κηδεμονίας ἀπήλαυσε, μᾶλλον δὲ ἅπας ὁ ἀμπελών·
PG 80:1533ἐκείνης δὲ ληφθείσης, καὶ μετ’ ἐκείνου συλλεγέντος τοῦ ἄλλου καρποῦ, ὁ λοιπὸς ἀμπελὼν παρεδόθη θηρίοις, καὶ λυμαίνεται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανέμεται, καὶ πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν συμπατοῦσιν ὡς βούλονται. Τοῦτο δὲ καὶ ἐνταῦθα προσευχόμενοι λέγουσιν, ὅτι, Οὐ καθ’ ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκεκρυμμένου σου τολμῶσι λυττᾷν. [Τὸ γὰρ, Ἆρον, ἆρον, σταύρωσον , δήλους αὐτοὺς πεποίηκε ὡσανεὶ κυνῶν δίκην λυττῶντας. Τούτοις δὲ σύμφωνα καὶ τὰ ἐπαγόμενα.] ε. Εἶπον, Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους· καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.» Πανωλεθρίαν ἡμῖν ἐπάγειν βούλονται, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα καταλέγει τοὺς ὁμόρους, ὑφ’ ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. 2. «Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο.» Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον συμφώνως ἀναδεξάμενοι, εἰσί. ζ. «Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ Ἰσμαηλῖται.» Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατῆγον. Ἐδὼμ γὰρ ὁ Ἠσαῦ ὠνομάσθη· Ἰσμαηλῖται δὲ, τοῦ Ἰσμαὴλ ἀπόγονοι.
«Μωὰβ, καὶ οἱ Ἀγαρηνοί.» Μωὰβ τοῦ Λὼτ υἱὸς, ἔθνος δὲ καὶ ἐκ τούτου συνέστη Ἀγαρηνοὶ , ἄλλη φυλὴ τοῦ Ἰσμαὴλ, ἀπὸ τῆς Ἄγαρ ὠνομασμένη· μήτηρ δὲ αὕτη τοῦ Ἰσμαήλ. η. «Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ.» Ὁ δὲ Ἀμαλὴκ , ἔκγονος καὶ αὐτὸς τοῦ Ἠσαῦ· ἔθνος μέντοι καὶ ἀπὸ τούτου συνέστη· Ἀμμὼν τοῦ Λὼτ υἱός· τμῆμα δέ εἰσι καὶ οὗτοι τῆς Ἀραβίας· καὶ Γεβαληνοὶ δὲ τῆς Ἰδουμαίας περίοικοι. «Ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.» Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί· οὓς ἡμεῖς ὀνομάζομεν Παλαιστινούς· οὗτοι γὰρ μόνοι καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόντως ἐκλήθησαν. θ. «Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν.» Ἀσσύριοι κατ’ ἐκεῖνον οὐκ ἐβασίλευον τὸν καιρόν· αἰνίττεται τοίνυν ὁ λόγος τοὺς Σαμαρείτας, ἀποίκους Ἀσσυρίων ὄντας, μετὰ τὴν αἰχμαλωσίαν τῶν δέκα φυλῶν ἐν ταῖς ἐκείνων οἰκήσαντας πόλεσιν. «Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ.» Δηλοῖ δὲ ὁ λόγος, Μωαβίτας καὶ Ἀμμανίτας διαφερόντως κατὰ τοῦ λαοῦ θρασυνθέντας, καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη. ι, ια. «Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ·

Interpretation of Psalm LXXXInterpretatio in Psalmum LXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1536ὡς τῷ Ἰαβὶν ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ.» Τῶν προτέρων εὐεργεσιῶν μνημονεύουσιν εὐγνώμονες, τὴν αὐτὴν αἰτοῦντες ἐπικουρίαν· τούτους μέν τοι τοὺς στρατηγοὺς Βαραὰκ καὶ ἡ προφῆτις Δεβόῤῥα κατέλυσεν. «Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.» Ἄταφοι γὰρ διαμείναντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν. ιβ, ιγ. «Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανᾶν. Πάντας τοὺς ἄρχοντας αὐτῶν.» Καὶ τούτων ἡ τῶν Κριτῶν ἱστορία μέμνηται· ἀνεῖλε δὲ αὐτοὺς Γεδεὼν ὑπὸ τῆς θείας χάριτος στρατηγούμενος. Τούτοις παραπλησίως, καὶ τοὺς σφετέρους πολεμίους ἀντιβολοῦσι καταλυθῆναι, καὶ τὴν αἰτίαν διδάσκουσιν. «Οἵ τινες εἶπον· Κληρονομήσωμεν, ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.» Νεανιεύονται γὰρ, καὶ θρασύνονται καὶ τοῦ ἀνακειμένου σοι κρατήσειν ναοῦ. Ἁγιαστήριον γὰρ τοῦ Θεοῦ τὸν ναὸν προσηγόρευσεν. Ὁ δὲ Σύμμαχος τὸ ἁγιαστήριον δίαιταν εἴρηκεν. Ἐντεῦθεν δήλη γέγονε πᾶσα τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀνῳκοδόμησαν τὸν νεὼν, πᾶσα δὲ ἡ νομικὴ λατρεία διὰ τούτου ἐπετελεῖτο· τούτου γὰρ δίχα λατρεύειν οὐκ ἦν κατὰ νόμον·
διὰ δὲ τὴν κατὰ νόμον πολιτείαν ἀπηχθάνοντο πρὸς Ἰουδαίους οἱ ἀστυγείτονες· κατὰ τοῦ ναοῦ πᾶσαν ἐποιήσαντο τὴν ὁρμὴν, ὥστε σὺν τούτῳ καὶ τὸ ἔθνος, καὶ τὴν κατὰ νόμον καταπαῦσαι λατρείαν. ιδ. «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν.» Ἀντὶ τοῦ, Ἐν συμφοραῖς αὐτοὺς παντοδαπαῖς περιστρέφεσθαι κέλευσον, καὶ κακοῖς ἐπαλλήλοις περίβαλλε. «Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.» Σκέδασον αὐτοὺς δίκην καλάμης ὑπὸ ἀνέμου ῥιπιζομένης. ιε ι. «Ὡς πῦρ, ὃ διαφλέξει δρυμὸν ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σοῦ ταράξεις αὐτούς.» Ἐν τοῖς δρυμοῖς αὐτομάτως ἐξάπτεται φλὸξ, τῶν δένδρων ὑπὸ σφοδροτέρου πνεύματος κινουμένων, καὶ ἀλλήλοις συντριβομένων, καὶ τῇ τρίψει τὸ θάλπος ἐργαζομένων, καὶ κατὰ μικρὸν δι’ ἀλλήλων ἐξαπτομένων. Παραπλησίως τοίνυν καὶ τούτους ἱκετεύουσιν ὑπ’ ἀλλήλων ἀναλωθῆναι, καὶ ταῖς οἰκείαις ἐκδοθῆναι παρανομίαις, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» ιζ. «Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας·
PG 80:1537καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.» Διαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν. ιη, ιθ. «Αἰσχυνθήτωσαν, καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Ἀγαθὰ τοῖς ἐχθροῖς αἰτοῦσι καὶ πολεμούμενοι. Ἱκετεύουσι γὰρ αὐτοὺς, ἀντὶ μὲν τῆς θρασύτητος αἰσχύνῃ περιβληθῆναι· διὰ δὲ τῆς αἰσχύνης καρπώσασθαι τὴν θείαν ἐπίγνωσιν· καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ Δεσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.] ΕΡΜΗΝ. ΤΟΥ ΠΓ ΨΑΛΜΟΥ. α. «Ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ.» Διπλῆ τοῦ ψαλμοῦ ἡ προφητεία. Προαγορεύει γὰρ οὐ μόνον τὴν Ἰουδαίων ἀνάκλησιν ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. Ληνοὺς δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς Ἐκκλησίας καλεῖ.
Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας. β, γ. «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Ταῦτα καὶ οἱ ἐν Βαβυλῶνι διάγοντες ἐδιδάχθησαν λέγειν, ἵνα ποθήσωσι τὴν ἐπάνοδον, καὶ τῆς κατὰ νόμον ὀρεχθῶσιν λατρείας. Καὶ μέντοι καὶ ἡμεῖς, οἱ τῆς σωτηρίας τετυχηκότες, καὶ ἐκ τῶν θείων σηκῶν τὴν ὠφέλειαν καρπούμενοι. Διαφερόντως δὲ ἡμῖν ἡ προφητεία προσήκει. Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσιαστηρίων ὡσαύτως μνημονεύει πολλῶν. Ἰουδαῖοι δὲ ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον. Ἑκάστη μὲν τῶν εἰρημένων λέξις εἰς ἔρωτα θεῖον πυρσεύει τὴν γνώμην. Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Σύμφωνα δὲ τούτοις καὶ τὰ μετὰ ταῦτα.
PG 80:1540«Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.» Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλωνίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν. [Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.»] δ. «Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς.» Ὁ δὲ Ἀκύλας οὕτω· Καί γε ὄρνεον εὗρεν ἑαυτῷ οἶκον, καὶ στρουθίον νοσσιὰν αὐτῷ, οὗ ἔθετο νεοσσοὺς αὐτοῦ . Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰκείους ἑαυτῶν τρέφουσι νεοττούς·
οὕτως ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα, νῦν δὲ ὑπὸ τῆς σῆς χάριτος προκληθέντες, καὶ τὰς σὰς εὑρόντες σκηνὰς, παρὰ τὰ θυσιαστήριά σου τοὺς οἰκείους ἐκπαιδεύομεν νεοττοὺς, μετὰ τῶν ἡμετέρων σοι προσεδρεύοντες παίδων, καὶ τὴν πνευματικὴν τροφὴν παρὰ σοῦ κομιζόμενοι. «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου, καὶ ὁ Θεός μου.» Ἡμῶν γὰρ καλιὰ, καὶ νοττιὰ, καὶ ἀπόλαυσις ἀγαθῶν, τὰ ἅγιά σου θυσιαστήρια. Παρ’ ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον. ε. «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε.» Τούτων δὲ ἕκαστον τυπικῶς μὲν τοῖς ἐν Βαβυλῶνι συμβαίνει· ἡμῖν δὲ προσήκει κατ’ αὐτὴν τὴν ἀλήθειαν. Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας· καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυκύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς ἐντρυφῶντας. 2.
PG 80:1541«Μακάριος ἀνὴρ οὗ ἐστὶν ἀντίληψις αὐτῷ παρά σου, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ.» Μακαρίζει ὁ λόγος τὸν τῆς θείας ἀεὶ κηδεμονίας τυγχάνοντα, καὶ τῇ θείᾳ χάριτι τὸν νοῦν φωτιζόμενον, καὶ ἀεὶ τοὺς εὐσεβεῖς ἐν αὐτῷ στρέφοντα λογισμούς. Θεοῦ γὰρ ἀναβάσεις εἰς καρδίαν γινομένας, τοὺς εὐσεβεῖς περὶ Θεοῦ λογισμοὺς ὁ προφητικὸς ὠνόμασε λόγος. ζ. Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν.« Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλογίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος. Ἤκουσε γὰρ τοῦ Θεοῦ λέγοντος· »Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται« καὶ, »Μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται.« Ταύτας τοίνυν τὰς συνθήκας ποιησάμενος, προσμένει τοῦ νομοθέτου τὴν εὐλογίαν. Κοιλὰς δὲ κλαυθμῶνος τυπικῶς μὲν ὁ τόπος, ἐν ᾧ φανεὶς ἄγγελος, τὴν τοῦ λαοῦ παρανομίαν διήλεγξε, καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησεν. Οὕτω γὰρ ἐκεῖνο τὸ χωρίον ἐξ ἐκείνου προσηγορεύθη.
Κυρίως δὲ καὶ ἀληθῶς κλαυθμῶνος κοιλὰς ὁ παρὼν βίος, ἐν ᾧ καὶ ὁ ἀδὰμ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίει τὸν ἄρτον, καὶ ἡ Εὖα ἐν λύπαις τίκτει τέκνα· καὶ οὐ μόνον οἱ ἁμαρτάνοντες, ἀλλὰ καὶ οἱ ἅγιοι στένουσι, καὶ ὁ μὲν, φησὶν, ἕως θανάτου λυπεῖται, ὁ δὲ βοᾷ, »Λάβε τὴν ψυχήν μου, καὶ ὅτι καλόν μοι τὸ ἀποθανεῖν, ἢ ζῇν με.« Καὶ ὁ μέγας δὲ κῆρυξ τῆς ἀληθείας φησὶ, »Καὶ ἡμεῖς τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἐν αὐτοῖς στενάζομεν.« Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομιζομένους. Ἐν ταύτῃ τοίνυν τῇ κοιλάδι τοῦ κλαυθμῶνος οἱ τὰς ἀναβάσεις δεξάμενοι, καὶ τὰ δάκρυα προχέουσι, καὶ τὸν ἐπίπονον ἀσπάζονται βίον, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν προσμένουσιν. η. »Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.« Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην. Οὕτως οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον, ἀπὸ προσευχῆς εἰς ὑμνῳδίαν βαδίζουσιν· ἀπὸ τῆς ὑμνῳδίας ἐπὶ τὴν ἱκετείαν· ἐξ ἐκείνης ἐπὶ τὴν τῶν θείων λογίων ἀνάγνωσιν·

Interpretation of Psalm LXXXIInterpretatio in Psalmum LXXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1544ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παραίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν μεταβαίνοντες καθ’ ἑκάστην ἡμέραν τὸν οἰκεῖον αὔξουσι πλοῦτον. »Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.« Ταύτην δὲ, φησὶ, τῶν πραγμάτων εἰργάσατο τὴν μεταβολὴν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ διὰ σαρκὸς τοῖς ἀνθρώποις ἐπιφανεὶς, καὶ πρῶτον ἐν τῇ Σιὼν τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. θ, ι. »Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου.« Ταῦτα ὁ προφήτης ἐπεύχεται, πόῤῥωθεν τῶν ἀνθρώπων τὴν σωτηρίαν ἰδὼν, καὶ ἀντιβολῶν τὸν τῶν ὅλων Θεὸν, τὴν ἱκετείαν δεξάμενον, ἀεὶ τῆς οἰκείας κηδεμονίας τὸν σεσωσμένον ἀξιῶσαι λαόν. Τοῦτον γὰρ ἐπεκάλεσε πρόσωπον τοῦ Χριστοῦ · οὕτω γὰρ αὐτὸν καὶ ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. »Ὑμεῖς γὰρ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους.« Καὶ πάλιν, »Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ἡμῶν οὐκ ἔχω.« ια.
»Ὅτι κρείσσων ἡ ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας.« Τῆς σῆς γὰρ κηδεμονίας ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ· πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖθεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν. »Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.« Οὕτω δέ μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἱρεῖσθαι παρὰ τοῦτον ἐπ’ ἐδάφους ἐῤῥίφθαι, καὶ πρὸ τῶν τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι. Ὡσαύτως καὶ ταῦτα καὶ τοῖς ἐν Βαβυλῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους οἴκους ποθεῖν ἀεί·
PG 80:1545[ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβ. »Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός.« [Οὐδὲν γὰρ οὕτως Θεῷ προσφιλὲς ὡς ἡ ἐλεημοσύνη καὶ ἡ ταύτης σύντροφος ἀλήθεια.] »Χάριν καὶ δόξαν δώσει Κύριος. [ιγ] Οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.« Οἱ γὰρ ταύτην ἔχοντες περὶ τὸν Θεὸν τὴν διάθεσιν, τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν· καὶ πολλὴ ἐκεῖθεν καὶ ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα. Καὶ μέντοι καὶ περίβλεπτοι γινόμεθα ἐντεῦθεν, καὶ λίαν περιφανεῖς· καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμενοι, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι. »Κύριε ὁ Θεὸς τῶν δυνάμεων· μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.« Κατάλληλον παντὶ τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον. Μακαρίζει γὰρ, καὶ ζηλωτὸν ὀνομάζει, τὸν πάσης βιωτικῆς εὐκληρίας καταφρονοῦντα·
μόνῃ δὲ τῇ ἐπὶ τὸν Θεὸν ἐλπίδι θαῤῥοῦντα, καὶ τὴν ἐντεῦθεν φυομένην σωτηρίαν τρυγῶντα. ΕΡΜΗΝ. ΤΟΥ ΠΔ ΨΑΛΜΟΥ. α. »Εἰς τὸ τέλος, Τοῖς υἱοῖς Κορὲ ψαλμός.« Καὶ τὴν σκιὰν κατὰ ταυτὸν καὶ τὴν ἀλήθειαν ὁ ψαλμὸς προθεσπίζει. Ἐσκιαγράφησε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς κατὰ τὸν Ἰσραὴλ πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας. Καὶ πάντων ἀνθρώπων τὴν φύσιν ἐῤῥύσατο τῆς ἐπικρατούσης διαβόλου τυραννίδος καὶ φθορᾶς. Προλέγει τοίνυν ὁ ψαλμὸς, τήν τε Ἰουδαίων ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. β. »Εὐδόκησας, Κύριε, τὴν γῆν σου.« Εὐδοκῆσαί ἐστι τὸ ἀγαθόν τι θελῆσαι. Ἐπειδὴ τοίνυν καὶ τῆς Ἰουδαίας διὰ τὴν τῶν οἰκητόρων παρανομίαν ἐρημίαν κατεψηφίσατο· καὶ τῷ Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν τιμωρίαν ἐπήγαγε τῆς γῆς ἀράν. »Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλους[, ἀνατελεῖ σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδοκίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς φύσεως ἁπάσης τὴν ἀνανέωσιν.] «Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
PG 80:1548[γ] Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ἔλυσας τὰ λυπηρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθελήσας· ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὴν ἐλευθερίαν ἐδέξατο, μάρτυς αὐτὸς διὰ Ἡσαί̈ου βοῶν· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ταύτην γὰρ ἐν τῇ Συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ Δεσπότης ἔφη πρὸς Ἰουδαίους· «Σήμερον ἡ γραφὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν. δ. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.» Ἔλυσας τὴν καθ’ ἡμῶν ἀγανάκτησιν, καὶ τὴν εὐμένειαν ἔδειξας. ε «Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς, τῶν σωτηρίων ἡμῶν· καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.» Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι, μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας. 2.

Interpretation of Psalm LXXXIIInterpretatio in Psalmum LXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν.» Πρέπει καὶ τοῖς ἀπαλλαγεῖσι τῶν συμφορῶν τούτοις κεχρῆσθαι τοῖς ῥήμασι, καὶ μὴ θαῤῥεῖν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, ἀλλὰ δεδιέναι καὶ τὸν κριτὴν ἐκμειλίσσεσθαι. Ἱκετεύουσι τοίνυν καὶ οὗτοι, μὴ ἐπιταθῆναι τὴν αὐτὴν ὀργὴν ὥστε εἰς ἑτέραν γενεὰν διαρκέσαι, ἀλλὰ λυθῆναι ταχέως. ζ «Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.» Ἴσμεν σου, Δέσποτα, τὸ φιλάνθρωπον, καὶ πεποίθαμεν, ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, μετ’ εὐφροσύνης σοι τὸν ὕμνον προσοίσομεν. η. «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» Κύρου τοῦ Περσῶν βασιλεύσαντος κατὰ τὴν Ἡσαί̈ου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν δὲ, ὦ Δέσποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς.
PG 80:1549Οὕτω τὴν ἱκετείαν ὁ Προφήτης ὡς ἐξ ἐκείνων προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν, καὶ φησί· θ. «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ· καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ’ αὐτόν.» Ἤκουσε, φησὶ, τῆς ἱκετείας ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς εἰρήνης τὴν ψῆφον ἐξήνεγκε, καὶ δεδώρηται ταύτην τοῖς μεταμελείᾳ χρησαμένοις, καὶ πρὸς τὸν Θεὸν νεύειν τὸν λογισμὸν ἐκπαιδεύσασιν. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῆς καρδίας ἐπιστροφὴ, τοῦ πταίειν ἀπαλλαγὴ, καὶ τῆς δικαιοσύνης ἀρχή. [Εἴρηται δὲ καὶ ἐκ προςώπου τοῦτο μὲν τῶν μακαρίων ἀποστόλων, τοῦτο δὲ καὶ τῶν πιστευόντων δι’ αὐτῶν τῷ Σωτῆρι. Καὶ φησίν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἣν διὰ τῶν ἀποστόλων ἐχαρίσατο τοῖς τροφίμοις τῆς χάριτος. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς· καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας τὴν καρδίαν ἐπ’ αὐτόν. Καὶ πότε ταύτην ἐδωρήσατο; Ὅτε ἐκ τοῦ ὄρους τῶν ἐλαιῶν ὁ ἁπανταχοῦ καὶ τοῦ πατρὸς ἀχώριστος ἀνελαμβάνετο, ὅθεν καὶ καταβάς.
«Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Αὕτη γὰρ τῆς δικαιοσύνης ἡ ἀρχή.] Τούτοις καὶ τὰ ἐπιφερόμενα συμφωνεῖ. ι. «Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ· τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.» Πελάζει γὰρ τοῖς τὸν Θεὸν φοβουμένοις ἡ σωτηρία, καὶ ταύτης ἀπολαύουσιν οἱ τοὺς θείους πληροῦν προαιρούμενοι νόμους. Ἡ τοιαύτη μεταβολὴ καὶ ἡμῖν κεχάρισται τὴν ἐπάνοδον, ἣν μετ’ εὐκλείας ποιησόμεθα, καὶ τὴν προτέραν τῆς πατρίδος ὀψόμεθα περιφάνειαν. ια. «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα. Διὰ τοῦτο ἔφη, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν.» Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνωσιν· ἀντέδωκε δὲ τὸν ἔλεον ὁ φιλάνθρωπος. Οὕτω πάλιν τὴν δικαιοσύνην τούτων προσενεγκάντων, τὴν εἰρήνην αὐτοῖς ἐδωρήσατο, καὶ τὰς καταλλαγὰς ἐχαρίσατο, καὶ κατέλυσε τὴν προτέραν δυσμένειαν.
PG 80:1552Καὶ προσέδραμεν, ἡ μὲν εἰρήνη τῇ δικαιοσύνῃ, τῇ δὲ ἀληθείᾳ ὁ ἔλεος. [Θεωρεῖτε δὲ τὸ, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν.» Ὁ γὰρ ἐλεήμων ὁ φέρων τὰ πάντα ἐφέρετο ὑπὸ τῆς παρθένου καὶ μητρός· καὶ ὁ δίκαιος Ἰωάννης ἐσκίρτα ἐν τῇ μήτρᾳ τῆς Ἐλισάβετ. Ἥ γ’ οὖν φέρουσα τὴν δικαιοσύνην, τουτέστι τὸν Ἰωάννην, κατεφίλει τὴν φέρουσαν τὴν εἰρήνην. «Αὐτὸς γάρ ἐστιν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.»] Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσε. ιβ. «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·» [Καὶ μυριάκις ἐστὶ καθαρὰ ἡ Θεοτόκος· ἀλλ’ ὅμως ἐκ τοῦ Ἀδὰμ, ἐκ τοῦ Ἀβραὰμ, ἐκ τοῦ Δαβὶδ, ἐξ αὐτῆς γ’ οὖν ἀνέτειλεν ἡ ὄντως ἀλήθεια.] «Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.» [Ἡ δικαία ἐπὶ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς μαρτυρία· ἡ φάσκουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.»] Ἀσπασαμένων γὰρ τὴν ἀλήθειαν τῶν ἀνθρώπων, τούτων δικαίαν ἐποιήσατο πρόνοιαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, [καὶ τοῦ θανάτου τὰ κέντρα συνέτριψε. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ιγ. «Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα·
καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς» Τῇ αὐτῇ πάλιν ἐχρήσατο συζυγίᾳ· ἔφη γὰρ, τὸν μὲν Θεὸν οἴκτῳ καὶ φιλανθρωπίᾳ χρήσασθαι, αὐτοὺς δὲ τῷ Θεῷ τὸν προσφυᾶ προσοίσειν καρπόν. Οὐ γὰρ εὐετηρίαν διὰ τούτων ἐδήλωσεν, ἀλλὰ τὴν καρπογονίαν τῆς ἀρετῆς. ιδ. «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται.» [Ὁ Ἰωάννης δηλαδή. Περὶ γὰρ τούτου Ἀμβακοὺμ ὁ προφήτης φησὶ, «Πρὸ προσώπου αὐτοῦ, λέγων, πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.» Ὁμοίως καὶ Ζαχαρίας πρὸς τὸν ἑαυτοῦ παῖδα· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάζων ὁδοὺς αὐτῷ.» Καλῶς οὖν ἔχει ὁ προφητικὸς νοῦς (περὶ τοῦ Ἰωάννου ἔφη, «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ,» ἀντὶ τοῦ, Κύριος εἶ ὁ ἐνανθρωπήσας Θεὸς Λόγος) τῶν ἀμφοτέρων τὴν πρόῤῥησιν.
Ἰωάννου γάρ ἐστι φωνὴ τὸ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μοῦ ἦν.« Καὶ ἵνα συνελὼν εἴπω, »Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.«Καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.» Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία. Λέγει γὰρ, ὅτι δικαιοσύνῃ χρώμενος ὁ Δεσπότης, οἷόν τις ξεναγὸς τῆς ἡμετέρας ἡγεῖται πορείας, τρίβων τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τοῖς οἰκείοις ἴχνεσι δήλην ταύτην ἡμῖν ἐργαζόμενος. Βεβαιοῖ δὲ τὸν λόγον αὐτὸς ὁ Δεσπότης, νῦν μὲν πρὸς τὸν Ἰωάννην, «Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πληρωθῆναι πᾶσαν δικαιοσύνην·» νῦν δὲ πρὸς τοὺς οἰκείους μαθητάς· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἄλλοτε δὲ νίψας αὐτῶν τοὺς πόδας, μεθ’ ἕτερα καὶ ταῦτα ἔφη· «Ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας·

Interpretation of Psalm LXXXIIIInterpretatio in Psalmum LXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1553ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ποιῶ, καὶ ὑμεῖς ποιῆτε.» Αὐτὸς τοίνυν πρότερος ὥδευσεν τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ μετέβαλε τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τὴν τραχεῖαν εἰς ὁδοὺς λείας, καὶ γέγονεν ἡμῖν ὁδὸς, ᾗ φησὶν αὐτὸς ὁ Δεσπότης· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» ΕΡΜΗΝ. ΤΟΥ ΠΕ ΨΑΛΜΟΥ. «Προσευχὴ τῷ Δαβίδ.» Ὁ μὲν μακάριος Δαβὶδ, κατὰ τὴν ἐπιγραφὴν, προσενήνοχε τὴν προσευχὴν τῷ Δεσπότῃ Θεῷ, ἐπικουρίας τινὸς ἀπολαῦσαι δεόμενος. Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα. Προαγορεύει δὲ καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν, καὶ σωτηρίαν. α. «Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.» Ταπεινοῦ φρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, καὶ ὁ θεσπέσιος Δαβὶδ, καὶ ὁ θαυμάσιος Ἐζεκίας, τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἐπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλουν οἰκτεῖραι ταύτην πτωχείᾳ συνεζευγμένην.
Τὸ δὲ, «Κλῖνον, Κύριε, τὸ οὖς σου,» ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώστου τινὸς ὑπ’ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. β. «Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι.» Οὐκ ἐναντία ὁ Προφήτης ἐφθέγξατο, πτωχὸν ὁμοῦ καὶ ὅσιον ὀνομάσας· ἀλλ’ ἐπειδὴ καὶ οὗτος κἀκεῖνος πολεμίους εἶχον ἀδίκους καὶ παρανόμους, οὐδὲν μὲν παρ’ αὐτῶν ἠδικημένους, ἀδίκου δὲ σφαγῆς ἐφιεμένους. Ὅσιον δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἐζεκίαν ὠνόμασεν, οὐδεμίαν αἰτίαν δεδωκότας τοῖς πολεμίοις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πτωχός εἰμι καὶ πένης κατ’ ἐμαυτὸν κρινόμενος, καὶ οὐδεμίαν ἀρετῆς ἔχω περιουσίαν· τοῖς μέντοι πολεμίοις παραβαλλόμενος, ὅσιος ἀποφανθήσομαι. Οἱ μὲν γὰρ δυςσεβεῖς καὶ παράνομοι· ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν ἔχω· καὶ οἱ μὲν ἀδίκως ἐπίασιν· ἐγὼ δὲ τὴν ἄδικον προσδέχομαι προσβολήν. [Ταῦτα δ’ ἂν εἴποι καὶ μέχρι τοῦ παρόντος καὶ παντὸς βίου ὁ παρὰ τὸ δοκοῦν αὐτῷ τῷ δικαίῳ πολεμούμενος ὑπὸ τῶν ἀδικεῖν ἐθελόντων. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] «Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.» Ἐγὼ ἤλπισά σοι, Δέσποτα, σῶσον·
PG 80:1556δὸς τῇ ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. γ. «Ἐλέησόν με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τὴν ἡμέραν.» Τὴν σήν μοι, Δέσποτα, φιλανθρωπίαν παράσχου· διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν Σύμμαχος καθ’ ἑκάστην ἡμέραν εἴρηκεν. δ. «Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· [Καὶ τίνος ἕνεκεν λέγει.] »Ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.« Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζομένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ]. ε. »Ὅτι σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.« Πέφυκας ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ χορηγεῖς τοῖς δεομένοις τὰς τοῦ ἐλέου πηγάς. Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι. Καὶ ἡ ἐπιείκεια τοίνυν τὴν μακροθυμίαν αἰνίττεται. 2. »Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου· καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.« Τοσαύτῃ τοίνυν ἀγαθότητι χρώμενος, εὐμενῶς μου δέξαι τὴν δέησιν. [Ὁμοῦ δὲ καὶ τὸν καιρὸν ἐσήμανε διὰ τῶν ἑξῆς, ἐν ᾧ ἠντιβόλει τὴν ἱκετείαν δεκτὴν γενέσθαι]. ζ.
»Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι ἐπήκουσάς μου.« Πεῖραν ἔχων τῆς σῆς ἡμερότητος, προσφέρω τὴν ἱκετείαν· καὶ ἤδη γὰρ ἀντιβολήσαντί μοι τὴν αἴτησιν ἔδωκας. η. »Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.« Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις· »Μὴ ἠδυνήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος ῥύσασθαι τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;« διδάσκει τοίνυν Ἐζεκίαν ἡ προφητεία βοᾷν· »Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.« Ἐκεῖνοι μὲν γὰρ πράγματος ἔρημον ἔχουσιν ὄνομα, καὶ τοῦτο δὲ συλήσαντες ἔλαβον· σὺ δὲ συμβαίνουσαν ἔχεις προσηγορίαν τῷ πράγματι. Μάλα γὰρ προσφυῶς τὰ ἔργα τῇ θείᾳ προσηγορίᾳ συνέζευξεν· »Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.« Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνάμενοι· ἡ δὲ σὴ μεγαλοπρέπεια τὰς τῶν ἀνθρώπων γλώττας νικᾷ. θ. »Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.« Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου Δαβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν·
PG 80:1557ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προςδραμεῖν. Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδειξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός· μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπεστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός. Ἔφη γὰρ πρὸς αὐτοὺς ὁ Δεσπότης· »Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.« Ἐμαθήτευσαν δὲ ὡς προσετάχθησαν· καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν. Τοῦτο καὶ τὰ ἐπιφερόμενα διδάσκει. »Καὶ δοξάσουσι τὸ ὄνομά σου. [ι.] Ὅτι μέγας εἶ σύ· καὶ ποιῶν θαυμάσια σὺ, ὁ Θεὸς μόνος.« Προσοίσουσι δέ σοι τὸν ὕμνον, σὲ μόνον μεμαθηκότες εἶναι Θεόν· ἡ γὰρ τῶν σῶν θαυμάτων μεγαλουργία ταύτην αὐτοῖς παρέξει τὴν γνῶσιν. [Καὶ ὅρα πῶς σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔθηκεν ἐν τῷ εἰπεῖν·] ια. »Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.« Προθεσπίσας τοῖς ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκετεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι.
PG 80:1560[Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] »Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.« Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν· μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ Προφήτης τῷ φόβῳ τῷ θείῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ἱκέτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· »Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.« Καὶ πάλιν· »Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.« ιβ, ιγ. »Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ.« Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρωπίας προσενεγκεῖν. »Καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.« Τὸ μέγεθος τῶν κινδύνων διὰ τούτων ἐδήλωσε· καὶ γὰρ ὁ θεῖος Δαβὶδ τοιούτους πολλάκις ὑπέμεινε, καὶ ὑπὸ τοῦ Σαοὺλ πολεμούμενος, καὶ ὑπὸ τοῦ Ἀβεσαλὼμ διωκόμενος. Καὶ τῶν Ἀσσυρίων δὲ ἡ προσβολὴ προῦπτος ἦν ὄλεθρος. Οὗ δὴ χάριν θάνατον ἔσχατον, καὶ ᾅδην κατώτατον, τοὺς τοιούτους κινδύνους ὠνόμασεν.
[Ἀλλ’ ὅτι καὶ ὁ τοῦ παντὸς δημιουργὸς, τουτέστιν ὁ Θεὸς Λόγος σαρκωθεὶς ἐκ Παρθένου καὶ σταυρὸν καὶ θάνατον ἑλόμενος εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατέβη, ἵνα τοὺς ἀπ’ αἰώνων κρατηθέντας ὑπὸ τῆς φθορᾶς μὴ μόνον ἐγείρῃ, ἀλλὰ καὶ τῆς ἀθανασίας ἐμπλήσῃ. Εἶτά φησι·] ιδ. »Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ· καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου.« Καὶ οἱ τοῦ Δαβὶδ πολέμιοι παρανομίᾳ συνέζων, καὶ οἱ Ἀσσύριοι δυσσεβείας ἦσαν καὶ πονηρίας ἐργάται. [Τοὺς γὰρ ἀμφοτέρους συνάψας συναγωγὴν κραταιὰν πρὸς τὴν τότε κρατοῦσαν κατάστασιν ὠνόμασεν.] Καὶ οὗτοι μέντοι κἀκεῖνοι δύναμιν εἶχον τῇ πονηρᾷ γνώμῃ συμπράττουσαν· διπλοῦν δὲ ἐντεῦθεν τοῖς ἀδικουμένοις τὸ δέος ἐφύετο. Διὸ πρὸς τὸν Θεὸν καταφεύγουσι, καὶ τὴν ἐκεῖθεν αἰτοῦσιν ἐπικουρίαν. »Καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.« Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν. ιε, ι. »Καὶ σὺ, Κύριε, ὁ Θεός μου οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός.
Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.« Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴκτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συζῶντας· τῶν τῆς ἀγαθότητος μετάδος ψεκάδων, καὶ κρείττονα δεῖξον τῶν πολεμούντων. »Δὸς τὸ κράτος σου τῷ παιδί σου· καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.« Δοῦλός τε γάρ εἰμι σὸς, καὶ σῆς θεραπαίνης υἱός· ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ· διόπερ ὡς δοῦλος παρὰ Δεσπότου τὴν σωτηρίαν αἰτῶ. ιζ. »Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν.« Τῶν σημείων τὰ μέν ἐστι τιμωρίας, ὡς ἐπὶ τῶν Αἰγυπτίων· τὰ δὲ σωτηρίας, ὡς ἐπὶ τῶν Ἑβραίων. Διάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρήσατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ’ ἀγαθὸν σημεῖον ἐξῄτησεν· ἀντὶ τοῦ, Ποίησον σημεῖον ἐμοὶ φέρον τὴν σωτηρίαν, καὶ τῇ θαυματουργίᾳ ἐμοὶ πραγματευόμενον τῶν ἀγαθῶν τὴν φοράν. [Λέγει καὶ τίνος ἕνεκεν ἀντιβολεῖ δοθήσεσθαι αὐτῷ τὸ σημεῖον τοῦτο.] »Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν·

Interpretation of Psalm LXXXIVInterpretatio in Psalmum LXXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1561ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.« Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι’ οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ Π ΨΑΛΜΟΥ. α. »Τοῖς υἱοῖς Κορὲ, Ψαλμὸς ᾠδῆς.« Τῶν ἐθνῶν καὶ οὗτος ὁ ψαλμὸς προαγορεύει τὴν σωτηρίαν, καὶ τὴν εὐσεβῆ πολιτείαν προλέγει, ἣν ὁ Δεσπότης Χριστὸς ἐνανθρωπήσας ἐδίδαξεν. »Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.« Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα· Ὄρη δὲ ἅγια , ἐφ’ ὧν ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι. Περὶ τούτων γὰρ ὁ μακάριος ἔφη Παῦλος· »Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.« Καὶ πάλιν· »Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι.« Καὶ ὁ Κύριος τῷ Πέτρῳ, μετὰ τὴν ἀληθῆ καὶ θείαν ἐκείνην ὁμολογίαν· »Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.« Καὶ αὖθις·
»Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.« Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ Δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θεμέλια. β. »Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.« Τίς δὲ αὕτη ἡ Σιὼν, ὁ θεσπέσιος Παῦλος ἑρμηνευέτω· »Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.« Καὶ πάλιν· »Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥ τίς ἐστι μήτηρ ἡμῶν.« Καὶ περὶ τοῦ πατριάρχου Ἀβραὰμ ἐν τῇ πρὸς Ἑβραίους διαλεγόμενος, καὶ ταῦτα προστέθεικεν· »Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.« Καὶ αὖθις περὶ τῶν ἄλλων ἁγίων· »Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν, ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
PG 80:1564νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.« Διδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύργους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυγαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνομένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην. Ταύτης τῆς πόλεως οὐκ ἄν τις ἁμάρτοι πύλας προςαγορεύσας τὰς ἐπὶ γῆς Ἐκκλησίας· διὰ τούτων γὰρ εἰσελθεῖν εἰς ἐκείνην δυνατόν. Ἐν ταύταις γὰρ παιδευόμενοι καὶ προγυμναζόμενοι, ἐκείνης τῆς πόλεως διδασκόμεθα πολιτείαν. Ταύτας ἔφη τὰς πύλας ὁ προφητικὸς λόγος ἐπεράστους εἶναι τῷ τῶν ὅλων Θεῷ, καὶ τῶν Ἰουδαικῶν σκηνωμάτων προτετιμῆσθαι. γ. »Δεδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ.« Θαυμαστά τινα καὶ παράδοξα τὰ περὶ σοῦ θεσπιζόμενα, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνοντα προσδοκίαν· ὅτι δὲ οὐδαμῶς τῇ κάτω Σιὼν ἁρμόττει τὰ εἰρημένα, τὰ ἐπαγόμενα μαρτυρεῖ. δ. »Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.« Ταῦτα, φησὶν, ὦ θεία πόλις, λελάληται περὶ σοῦ·
ὥστε τοὺς πάλαι δυσσεβείᾳ συζῶντας, καὶ τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, τῆς ἐν σοὶ κατοικίας ἀξιωθῆναι, καὶ τῆς σῆς πολιτείας μεταλαχεῖν. Διά τοι τοῦτο τῶν προειρημένων ἐθνῶν ἀνέμνησεν, ὡς παρανομωτάτων, καὶ τῆς ἀσεβείας ἀναδησαμένων τὸ κράτος, ἵνα διὰ τούτων καὶ τοὺς ἄλλους δηλώσῃ. Ῥαὰβ μὲν γὰρ καὶ Χαναναία καὶ πόρνη· Βαβυλὼν δὲ, θηριώδης καὶ δυσσεβής· οἱ δὲ ἀλλόφυλοι ἤ τοι Φυλιστιαῖοι· δεδηλώκαμεν δὲ ἤδη τίνες οὗτοι· καὶ δεισιδαίμονες καὶ παράνομοι. Τῆς δὲ Τύρου καὶ τὴν ἀσέβειαν καὶ τὴν ἀσέλγειαν, ὁ προφήτης Ἰεζεκιὴλ ἐτραγῴδησε· λαὸν δὲ τῶν Αἰθιόπων, οὐ μόνον αὐτοὺς Αἰθίοπας, ὧν αἱ ψυχαὶ τὴν τοῦ σώματος ἐμιμήσαντο χροὰν, ἀλλὰ καὶ πάντας τοὺς μέλανας τῇ ψυχῇ, ὁ προφητικὸς ἐκάλεσε λόγος. Καὶ γὰρ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ Νύμφη βοᾷ· »Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ.« [ Μέλαινα μὲν ἐξηπατημένη, τῇ κνίσῃ τῶν ἀλόγων κατεσπιλωμένη· καλὴ δὲ περιμένουσά σε τὸν ἐξ οὐρανῶν ἥξοντα Δεσπότην διὰ τὴν ἐμὴν σωτηρίαν.] Καὶ δεδήλωκε κατὰ ταυτὸν τῆς τε δυσσεβείας τὸν ζόφον, καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος ὥραν.
PG 80:1565Ταῦτα μέντοι τὰ ἔθνη, ἐπὶ μὲν τῶν Ἰουδαίων, εἰς τὴν Ἱερουσαλὴμ οὐ συνῆλθεν, οὐδὲ τὴν νομικὴν πολιτείαν ἠγάπησεν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μεταβαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει. [Ἐκ ποίων γὰρ ἐθνῶν οὐκ ἐπίστευσαν τῷ Σωτῆρι; Τίνες δὲ τούτων οἱ μὴ καταλαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆσαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] ε. »Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος.« Μητέρα δὲ ἕκαστος τὴν Σιὼν ὀνομάσει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ὅτι μήτηρ ἡ Σιών. [Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· »Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.«Καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ.» Τῷ Ἐρεῖ ἄνθρωπος καὶ τοῦτο συνῆπται. Ὁ γὰρ τὴν Σιὼν ὀνομάζων μητέρα, ὁμολογήσει καὶ τοῦ ἐν αὐτῇ τεχθέντος ἀνθρώπου τὴν γέννησιν· καὶ ἵνα μή τις ἄνθρωπον τοῦτον ὑπολάβοι ψιλὸν, εὐθὺς ἐπήγαγεν·
«Καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Οὗτος γὰρ ὁ ἐν αὐτῇ τεχθεὶς ἄνθρωπος, καὶ ποιητής ἐστι, καὶ δημιουργὸς, ὕψιστος ὢν, καὶ Θεός. 2. «Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων γεγενημένων ἐν αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ . Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ’ αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ κατὰ τὸ ἀνθρώπινον ἐγεννήθη Κύριος ὢν καὶ Θεός. Ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἡμῶν ἐδίδαξε πρὸς τοὺς ἱεροὺς εἰρηκὼς ἀποστόλους· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί.» Καὶ τὴν ἀναγραφὴν δὲ τοῖς οἰκείοις μαθηταῖς ἐδήλωσε λέγων· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» ζ. «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.» Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφροσύνην ἔχει, καὶ θυμηδίαν. Ταύτην δὲ οὐ παροικοῦσιν, ἀλλ’ εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι. ΕΡΜΗΝ. ΤΟΥ ΠΖ ΨΑΛΜΟΥ. α. «Ὠδὴ ψαλμοῦ, Τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι·
PG 80:1568συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ.» Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ · καὶ ὁ Αἰμὰν δὲ χοροῦ τινὸς ἐξῆρχεν ᾀδόντων, καὶ τὸν Θεὸν ἀνυμνούντων. Ἡ δὲ ἀπόκρισις αἰνίττεται τὰ ἀντιφθεγγόμενα τάγματα τῶν χορῶν. Ἡ μέντοι προφητεία προθεσπίζει τὰς Ἰουδαίων συμφορὰς, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Διδάσκει δὲ κατὰ ταυτὸν καὶ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύσεως τὰς μετὰ τὴν ἁμαρτίαν ὀδύνας. Ἐσχημάτισται δὲ εἰς ἱκετείαν ἡ τοῦ ψαλμοῦ προφητεία, ὑπό τε τούτων, ὑπό τε κοινῇ πάντων προσφερομένη τῷ φιλανθρώπῳ Θεῷ· ἁρμόττει δὲ τοῖς εὐσεβεστέροις ἡ προσευχή. β, γ. «Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου.» Σὲ, Δέσποτα, Κύριον οἶδα τῆς ἐμῆς σωτηρίας· διά τοι τοῦτο νύκτωρ καὶ μεθ’ ἡμέραν ἀντιβολῶ τὴν ἐμὴν ἱκετείαν δεχθῆναι. [Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] «Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.» [Καὶ τίνος ἕνεκεν ἀντιβολεῖ διὰ τῶν ἑξῆς καὶ λέγει·] δ.
PG 80:1569«Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν.» Τὸ πλῆθος ἀντιβολῶ σε τῶν περιστοιχιζόντων με θεωρήσας κακῶν [ἀποσόβησον·] παρ’ αὐτὸν γάρ εἰμι τὸν θάνατον, καὶ τῆς σῆς δέομαι βοηθείας, [ἧς γεγυμνωμένος δεδούλωμαι τῇ ἁμαρτίᾳ. Τοῦτο γὰρ λέγει·] ε. «Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.» Ἀφύκτοις τισὶ περιπέπτωκα συμφοραῖς, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω, ἀλλ’ ἔοικα τοῖς εἰς λάκκον ἐμπεπτωκόσι, καὶ ἀναβῆναι μὴ δυναμένοις. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος.» Πάσης προνοίας καὶ κηδεμονίας γεγύμνωμαι. 2. «Ἐν νεκροῖς ἐλεύθερος.» Καὶ μηδέπω τὴν τελευτὴν ὑπομείνας, μηδὲ τοῦ θανάτου τὴν δουλείαν δεξάμενος, ἐμαυτὸν συναριθμῶ τοῖς ἐν νεκροῖς. «Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.» Τῷ Ἐγενήθην καὶ ταῦτα συντέτακται. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, καὶ μηδέπω τοῦ θανάτου τὴν δουλείαν δεξάμενος. Ἐγενήθην ὡς τραυματίας ἐν πολέμῳ τετρωμένος, καὶ ταφῇ παραδεδομένος. Τοῦτο γὰρ οὕτως ὁ Σύμμαχος εἴρηκεν·
Ὡς οἱ τετρωμένοι οἱ κείμενοι ἐν τάφῳ, ὧν οὐ μνημονεύσῃ οὐκ ἔτι, οἵ τινες ὑπὸ τῆς χεῖρός σου ἐξεκόπησαν . [Ἐκεῖνοι γὰρ, φησὶν, ὑπὸ τῆς προνοίας τῆς σῆς ἐξεκόπησαν· φθάσει δὲ ἡ σὴ ῥοπὴ, ἵνα μὴ τῷ αὐτῷ βόθρῳ κἀγὼ περιπέσω.] ζ. «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου.» Καὶ ταῦτα τοῖς ἐν Βαβυλῶνι διάγειν ἠναγκασμένοις ἁρμόττει τὰ ῥήματα, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει. Ἐκεῖνοί τε γὰρ πονηροῖς ἀνθρώποις δουλεύοντες ὀδυνηρὸν βίον ἔζων· καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς. Μετὰ γὰρ τὴν παράβασιν τῆς ἐντολῆς θάνατος, καὶ πένθος, καὶ δάκρυα, οἰμωγαί τε, καὶ ὀλοφύρσεις, χηρεῖαι, καὶ ὀρφανίαι, καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ τ’ ἄλλα μυρία καὶ δυσδιήγητα σκότον καὶ τοῖς ζῶσιν ἐπάγοντα. [Ὁρᾶτε πηλίκον κακὸν ἡ παρακοή· ὥστε μὴ μόνον Θεὸν χωρίσαι, ἀλλὰ καὶ τοσούτων κακῶν περιστοιχίζειν.] η. «Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοὶ ἐπείσφρησεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσι σου ἐκάκωσάς με .

Interpretation of Psalm LXXXVInterpretatio in Psalmum LXXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπιμένεις, φησὶ, τιμωρούμενος, καὶ παντοδαπάς μοι συμφορῶν προσβολὰς ἐπιφέρων. Ἐκ μεταφορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων. θ. «Ἐμάκρυνας τοὺς γνωστούς μου.» Ἔρημός εἰμι, καὶ συνήθων, καὶ συγγενῶν· οἱ μὲν γὰρ ἐν Βαβυλῶνι δορυάλωτοι, τῆς δουλείας δεξάμενοι τὸν ζυγὸν, ἐσκεδασμένοι, καὶ τῆς τῶν φίλων συγγενείας καὶ συνουσίας ἐστερημένοι, τὴν ἐντεῦθεν οὐκ εἶχον παραψυχήν. Πάντες δὲ ἄνθρωποι δυσσεβείᾳ συζῶντες τῆς παρὰ τῶν ἀγγέλων κηδεμονίας οὐ μετελάγχανον. «Ἔθεντό με βδέλυγμα ἑαυτοῖς·» τουτέστιν οἱ πολέμιοι. «Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην.» Τῶν ἐπικειμένων μοι κακῶν ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω. ι. «Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως . Εἰς δάκρυα γὰρ τοὺς ὀφθαλμούς μου κατεδαπάνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης καταναγκαζόμενος. «Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.» Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμήθειαν· ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε.
PG 80:1572Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος σπουδαιότερόν τις οὕτως ἱκετεύει τὸν δοῦναι δυνάμενον. ια. «Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;» Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀποθανὼν γὰρ ταύτην οὐκ ὄψομαι. Οὐ γάρ ἐστιν ἰατρὸς ἀπαλλάξαι θανάτου δυνάμενος· ποῖον γὰρ φάρμακον ταύτην ἔχει τὴν δύναμιν; ιβ. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου, ἐν τῇ ἀπωλείᾳ;» [τουτέστιν, οὐδεὶς διηγήσεται οὐδὲ ἐξομολογήσεται μετὰ τὴν ἐνθένδε ἐκδημίαν.] ιγ. «Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι; ιδ. «Κἀγὼ πρὸς σὲ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ̈ ἡ προσευχή μου προφθάσει σε.» [Ὁ δὲ Σύμμαχος οὕτως·
PG 80:1573Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰμωγὴ, καὶ κατ’ ὄρθρον ἡ προσευχή μου προφθάσει σε .] Ἐπιθυμῶν γὰρ ἐν τῇ ζωῇ τῶν ἐπικειμένων ἀπαλλαγῆναι κακῶν, ὀδυνώμενος ποτνιῶμαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον. ιε. «Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;» Τί δήποτε τοίνυν ἀποπέμπεις με, Δέσποτα· καὶ τῆς εὐμενείας οὐ μεταδίδως τῆς σῆς; ι. «Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου.» Νεότης τοῦ μὲν Ἰσραὴλ, ἡ ἐξ Αἰγύπτου ἔξοδος· πάντων δὲ ἀνθρώπων ἡ μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἔξω τοῦ παραδείσου ζωή. Καὶ οὗτοι δὲ κἀκεῖνοι πάντα τὸν ἐν μέσῳ χρόνον ταλαιπωρούμενοι διετέλεσαν. «Ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην.» Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ· καὶ τῶν ἀνθρώπων ἡ φύσις, κατ’ εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπιθυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν. ιζ, ιη. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.
Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ.« Πᾶσαν, φησὶν, ἐκίνησας κατ’ ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύχιόν με πεποίηκας. »Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.« Ὑπὸ τούτων καθ’ ἑκάστην περικλύζομαι τὴν ἡμέραν. ιθ. »Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.« Τοσαύταις δὲ συμφοραῖς προσπαλαίων οὐδὲ τὴν ἀπὸ τῶν συνήθων ἔχω παραψυχὴν, ἔρημος τῆς τούτων συνουσίας διὰ τῆς δουλείας ταλαιπωρίαν γενόμενος· ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἥρμοττε λέγειν, οὐδὲ πᾶσιν ἀνθρώποις πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἀλλὰ καὶ νῦν τοῖς τὰ ὅμοια πάσχουσιν ἡ ἱκετεία προσφυὴς καὶ κατάλληλος· »Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.« ΕΡΜΗΝ. ΤΟΥ ΠΗ ΨΑΛΜΟΥ. α. »Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ,« Ὁ μακάριος Δαβὶδ σηκοῖς τετιμημένους ὁρῶν τοὺς ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κιβωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών.
PG 80:1576Ταύτην αὐτοῦ τὴν γνώμην ἀποδεξάμενος ὁ Θεὸς, τὴν καλὴν ἐπαγγελίαν ἀμείβεται, καὶ ὑπισχνεῖται ἐκ τῆς ὀσφύος αὐτοῦ λογικὸν ἑαυτῷ κατασκευάσαι νεὼν, καὶ διὰ τούτου τὴν ἁπάντων ἀνθρώπων πραγματεύεσθαι σωτηρίαν, καὶ ἀτελεύτητον αὐτῷ παρέξειν τὴν βασιλείαν. Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ τοῦ προφήτου Νάθαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ τοῦτο σαφῶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει.» Καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Βασιλειῶν Νάθαν πρὸς αὐτὸν ἔφη, «Καὶ ἀπαγγελεῖ σοι, Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ.» Μέμνηται δὲ τούτων καὶ ἡ τῶν πράξεων ἱστορία. Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξελήλυθεν· «Προφήτης οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·» [ὁ δίχα ἁμαρτίας·
οὐκ ἔστι δὲ ἐν ἀνθρώποις τις δίχα ἁμαρτίας, εἰ μὴ Ἰησοῦς ὁ ἐκ Δαβὶδ σαρκωθεὶς Θεὸς Λόγος.] Ταύτας τὰς ὑποσχέσεις καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἐποιήσατο. Ἔφη γὰρ πρὸς αὐτόν· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Ἑρμηνεύων δὲ τοῦτο ὁ θεσπέσιος Παῦλος οὕτως ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός.» Εἰς ταύτας ἀφορῶντες τὰς ἐπαγγελίας οἱ τούτων ἀπόγονοι, καὶ βλέποντες σφᾶς αὐτοὺς αἰχμαλώτους γεγενημένους καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένους, καὶ τὴν μὲν βασιλίδα πόλιν ἔρημον γεγενημένην, ἐσβεσμένην δὲ τὴν βασιλείαν, ἀναμιμνήσκουσι τῶν ὑποσχέσεων τὸν τῶν ὅλων Θεόν. Καὶ ποτὲ μὲν τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθηκῶν ἀναμιμνήσκοντες τὸν Θεόν· ποτὲ δὲ τὸν μακάριον Δαβὶδ, καὶ τὰς πρὸς αὐτὸν γεγενημένας ἐπαγγελίας. Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην.
PG 80:1577Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ συνέγραψε χάρις· διδάσκουσα πῶς δεῖ τὸν Θεὸν ἐκμειλίξασθαι, καὶ τὴν παρ’ αὐτοῦ φιλανθρωπίαν καρπώσασθαι Διὰ τοῦτο καὶ Συνέσεως ἐπιγέγραπται· ταύτης γὰρ δεῖ τοῖς παιδευομένοις διαφερόντως, ἵνα μηδὲν ἀπηχὲς εἴπωσι σχετλιάζοντες, ἀλλὰ τὸν θεῖον προσμείνωσιν ἔλεον. Ὁ δὲ Αἰθὰμ χορὸν καὶ αὐτὸς ἐμπεπίστευτο ᾀδόντων ἐν τῷ ναῷ, καὶ τὸν Θεὸν ἀνυμνούντων. [Οὐ γὰρ, ὥς τινες ἔφασαν εἶναι τὸν ψαλμὸν τοῦ Αἰμάν· ἀλλ’ ὡς ἔφαμεν, ἐξῆρχε χοροῦ τῶν ᾀδόντων καὶ αὐτὸς οὗτος· παραλαμβάνων παρὰ τοῦ θειοτάτου Δαβὶδ καὶ ᾄδειν μετὰ καὶ τῶν λοιπῶν.] β. «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.» Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν Δαβὶδ ὑποσχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην γενεὰν ὑπισχνοῦνται διδάξειν. γ. «Ὅτι εἶπας, Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.» Τοῦ Θεοῦ ἐστι λόγος πρὸς τὸν Δαβὶδ εἰρημένος, ὡς φυλάξει τὸν ἔλεον εἰς τὸν αἰῶνα τῷ σπέρματι.
Τῆς ἐπαγγελίας τοίνυν ἀναμιμνήσκουσι ταύτης. Σὺ, φησὶν, εἶπας αὐξήσειν, ἀλλ’ οὐ μειώσειν τὸν ἔλεον. Τὸ γὰρ οἰκοδομηθήσεται , ἀντὶ τοῦ αὐξηθήσεται [καὶ προσθήκην λήψεται τέθεικεν.] Ἑδρασθήσεται , ὁ Σύμμαχος εἴρηκεν. Ὑπέσχου, φησὶν, ἔργῳ βεβαιοῦν τὴν τῶν λόγων ἀλήθειαν. δ, ε. «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου.» [Ἐκ προσώπου Θεοῦ καὶ Πατρὸς εἴρηται ταῦτα, ὁμοῦ δὲ καὶ τὰ ἑξῆς·] «Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Τῷ εἶπας καὶ ταῦτα συνῆπται· ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας. Ἐκλεκτοὺς δὲ καλεῖ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραήλ. Πρὸς δὲ τούτοις ἔφη ὀμωμοκέναι καὶ τῷ Δαβὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Οὕτω τοῦ Θεοῦ τὰς ὑποσχέσεις διεξελθόντες, καὶ τῶν πραγμάτων τὸ τέλος οὐ βλέποντες, ἀπηχὲς μὲν οὐδὲν ὑπὸ τῶν συμφορῶν εἰπεῖν ἀναγκάζονται, ὕμνοις δὲ γεραίρουσι τὸν τῶν ὅλων πρύτανιν. 2. «Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε·

Interpretation of Psalm LXXXVIInterpretatio in Psalmum LXXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1580καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.» Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων · [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλάξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι· οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον τὰ σὰ καθορώντων θαυμάσια, καὶ τῶν ἐπαγγελιῶν ἐπισταμένων τὸ βέβαιον· τῆς ἐπουρανίου ταύτης ἐκκλησίας καὶ ὁ μακάριος μέμνηται Παῦλος· «Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» ζ. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;« Ὁ δὲ Σύμμαχος οὕτως· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ, ἐξισάσει τῷ Κυρίῳ ἐν υἱοῖς θεῶν · Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους. Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ’ ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους. Λέγει τοίνυν, ὅτι Καὶ τῶν ἐπουρανίων ὑπέρκεισαι, καὶ πάντων ἀσυγκρίτως ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἐλέγχεται γὰρ τῶν ὑπὸ τῶν ἀνθρώπων θεοποιουμένων τὸ ψεῦδος·
ἡ δὲ σὴ δύναμις διαρκὴς καὶ ἀνώλεθρος. Τοιούτοις καὶ ἀλλαχοῦ κέχρηται λόγοις φάσκων· »Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.« Ταύτην δὲ ποιοῦνται τὴν παρεξέτασιν, οὐκ ἀγνοοῦντες οἱ προφῆται τῆς διαφορᾶς τὴν ὑπερβολὴν, ἀλλὰ τῇ τῶν ἀπίστων ἀσθενείᾳ σύμμετρον διδασκαλίαν προσφέροντες. η. »Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων· μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.« Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ’ ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν. Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν ἁγίων τὸν σύλλογον. θ. »Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.« Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν τὸ τῶν ὑποσχέσεων ἀψευδές· καί φασι πρὸς αὐτόν, Τίς σοι, Δέσποτα, τῶν ὄντων δύναται συγκριθῆναι; Τῶν δυνάμεων εἶ Κύριος καὶ Θεὸς, δύναμιν ἔχεις σύνδρομον τῇ βουλήσει· ἀληθῆ πάντα καὶ βέβαια παρὰ σοί. Εἶτα διέξεισι τῆς δυνάμεως τὰ τεκμήρια. ι, ια.
PG 80:1581»Σὺ δεσπόζεις τὸ κράτος τῆς θαλάςσης· τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύ̈νεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.« Σὺ εἶ, φησὶ, τῶν ἁπάντων δημιουργὸς καὶ δεσπότης· καὶ ῥᾴδιόν σοι καὶ διεγεῖραι τὴν θάλασσαν, καὶ γαλήνην ἐργάσασθαι. Τῆς δὲ θαλάσσης μνημονεύσας, καὶ τῶν ἐν ταύτῃ γεγενημένων ἀναμιμνήσκει. Ὑπερήφανον γὰρ τὸν Φαραὼ καλεῖ, καὶ ἐχθροὺς τοὺς Αἰγυπτίους, οὓς τῇ θαλάττῃ παρέδωκε, καὶ διέσωσε τὸν οἰκεῖον λαόν. Προλέγει δὲ κατὰ ταυτὸν καὶ τῶν τῆς ἀλαζονείας διδασκάλων τὸν ὄλεθρον· καὶ τούτους γὰρ σὺν τῇ πονηρᾷ στρατιᾷ ἐν τῷ παναγίῳ καταλύει βαπτίσματι· [καθάπερ ἐκεῖ διὰ Μωϋσοῦ, ἐνταῦθα διὰ τοῦ ἱερέως.] ιβ. »Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.« Οὐ γὰρ μόνον τῆς θαλάττης καὶ τῆς γῆς ἁπάσης, ἀλλὰ καὶ τῶν ὑπερκειμένων οὐρανῶν σὺ εἶ ποιητὴς καὶ δημιουργός. Σὸν γὰρ ἔργον οὐ μόνον ὁ ὁρώμενος οὐρανὸς, ἀλλὰ καὶ ὁ τούτου ὑπέρτερος. ιγ. »Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας.« Ὁ δὲ Θεοδοτίων οὕτως· Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας .
[Τὸν δὲ νότον θάλασσαν καλεῖ, ἐπειδὴ αὐτὸς μάλιστα τὸ κύτος αὐτῆς συνταράσσει.] Καὶ οἱ ἄνεμοι, φησὶ, καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τμήματα, σοῦ ὑπάρχει δημιουργήματα. Οὐχ ἁπλῶς δὲ τῶν δύο τμημάτων ἐμνημόνευσε τούτων· ἀλλ’ ἐπειδὴ τῆς Ἰερουσαλὴμ κατὰ νότον μέν εἰσιν οἱ Αἰγύπτιοι, κατὰ βοῤῥᾶν δὲ οἱ Ἀσσύριοι· καταλύσας δὲ Αἰγυπτίων τὸ θράσος, τὴν ἐλευθερίαν αὐτοῖς ἐδωρήσατο. Ῥᾴδιόν σοι, φησὶ, καταλῦσαι καὶ τούτους ὡς ἐκείνους. Οὗ γενομένου, »Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.« Διὰ τούτων δὲ πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας παρεδήλωσε. Ταῦτα γὰρ ἐκείνης εἰσὶ τὰ ὄρη τῆς γῆς. Τὸ δὲ ἀγαλλιάσονται ὁ μὲν Ἀκύλας αἰνέσουσιν , ὁ δὲ Σύμμαχος εὐφημήσουσιν εἴρηκεν. Οὐ μὴν τὰ ὄρη τοῦτο δράσειν εἴρηκεν, ἀλλὰ τοὺς τὰ ὄρη, ἢ παρὰ τὰ ὄρη, οἰκοῦντας ἀνθρώπους. ιδ. »Σὸς ὁ βραχίων μετὰ δυναστείας.« Ἴδιόν σου τὸ δυνατῶς ἅπαντα ἐνεργεῖν. Τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας, τὴν δὲ δυναστείαν ἐπὶ τῆς δυνάμεως ἔλαβε· καὶ γὰρ ὁ Ἀκύλας ἀντὶ δυναστείας, δύναμιν τέθεικεν. »Κραταιωθήτω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου.« Ὁ δὲ Σύμμαχος οὕτως· Ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου .
PG 80:1584Πολλάκις εἰρήκαμεν, ὡς διὰ τῆς χειρὸς τὴν ἐνέργειαν δηλοῖ· διὰ δὲ τῆς δεξιᾶς , τὴν ἀγαθὴν ἐνέργειαν· διπλῆς τοίνυν ἐνεργείας δεόμενοι, ἀμφοτέρων ἐμνήσθησαν. Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν. Οὗ δὴ χάριν ἀήττητον μὲν τὴν χεῖρα, ὑψηλὴν δὲ καλοῦσι τὴν δεξιὰν, ὡς δυναμένην κἀκείνους κολάσαι, καὶ αὐτοὺς ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων δηλοῦσι. ιε. »Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.« Αὐτοῖς γὰρ καὶ Βαβυλωνίοις δικάσαι τὸν Θεὸν ἱκετεύοντες, ἀντιβολοῦσι κατ’ ἐκείνων μὲν δικαίαν τὴν ψῆφον ἐξενεγκεῖν, αὐτοῖς δὲ τὸν ἔλεον παρασχεῖν, καὶ τῆς ὑποσχέσεως τὴν ἀλήθειαν δεῖξαι. Διά τοι τοῦτο τῇ μὲν δικαιοσύνῃ καὶ τῷ κρίματι τὸν δικαστικὸν ἔφασαν κεκοσμῆσθαι θρόνον, ἔλεον δὲ καὶ ἀλήθειαν τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης. ι. »Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.« Ἀλαλαγμὸς , ὡς πολλάκις εἰρήκαμεν, νενικηκότων ἐστὶ φωνή. Ἐπειδὴ τοίνυν ἡττηθέντες ἠνδραποδίσθησαν, μακαρίζουσι τοὺς νικήσαντας·
προθεσπίζει δὲ ὁ λόγος καὶ τὸν λαὸν, τὸν ἐν πάσῃ γῇ καὶ θαλάττῃ τὸν μυστικὸν ἀλαλαγμὸν προσφέροντα τῷ Θεῷ, καὶ τὸν ἐπινίκιον ὕμνον ᾄδοντα. Ταύτῃ δὲ διανοίᾳ καὶ ἐπαγόμενα συμφωνεῖ. »Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. [ιζ.] Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.« Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παιανίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν γινόμενοι. ιη. »Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.« Μέγα, φησὶν, ἐπὶ τῇ σῇ δυνάμει φρονοῦσι· παρὰ σοῦ γὰρ ταύτην ἐδέξαντο. »Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.« Καὶ ἡμεῖς δὲ, φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικουρίαν προσμένομεν· διὰ ταύτην γὰρ κρείττους τῶν πολεμίων ἐσόμεθα·

Interpretation of Psalm LXXXVIIInterpretatio in Psalmum LXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1585κέρας γὰρ τὴν ἰσχὺν καὶ τὸ κράτος ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τοῖς κέρασι καθωπλισμένα, τούτοις κέχρηνται κατὰ τῶν ἐπιόντων. ιθ. »Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.« Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες. κ. »Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου.« Ὁ δὲ Σύμμαχος οὕτως· Τότε ἐλάλησας δι’ ὁράσεως τοῖς υἱοῖς σου . Οἴδαμεν γάρ σου τὰς διὰ τῶν προφητῶν γεγενημένας ἐπαγγελίας. Τούτους γὰρ καὶ ὁρῶντας καὶ βλέποντας ὠνόμαζον. »Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν·« ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. [κα.] Εὗρον Δαβὶδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.» Σὺ, φησὶ, τῷ θεράποντί σου Δαβὶδ ἐμαρτύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας. κβ. «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.» Εἶπας δὲ αὐτῷ παρέξειν ἰσχὺν, καὶ τῆς σῆς αὐτῷ μεταδώσειν κηδεμονίας. κγ. «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ.
Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Ὑπέσχου δὲ καὶ τὰς τῶν ἐχθρῶν αὐτοῦ ματαίας δείξειν ἐπιβουλὰς, καὶ τῶν λωβᾶσθαι πειρωμένων κρείττονα καταστήσειν κδ, κε. «Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.» Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ καταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον. κ. «Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.» Δώσω δὲ αὐτῷ κατὰ θάλασσαν καὶ κατ’ ἤπειρον κράτος· διὰ γὰρ τῶν ποταμῶν, τὴν ἤπειρον παρεδήλωσεν. κζ. «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ. Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·» [ἐν τῷ λέγειν τὸν Χριστὸν, «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο.» Καὶ ἐν τῷ λέγειν αὐτὸν πάλιν τοῖς ἀποστόλοις· «Πορεύομαι εἰς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.»] κη. «Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν·
PG 80:1588ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Ταῦτα μέντοι οὔτε ἐπὶ τοῦ Δαβὶδ, οὔτε ἐπὶ τοῦ πολυθρυλλήτου Σολομῶντος τετύχηκε πέρατος. Οὔτε γὰρ τῆς θαλάττης ἐκράτησε Σολομὼν, ἢ Δαβὶδ, οὔτε πρωτότοκος ὠνομάσθη Θεοῦ, οὔτε τῶν βασιλέων ἁπάντων τὴν ἐξουσίαν ἐδέξατο. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς γῆς · καὶ ὁ Σύμμαχος, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς . Εἰ δὲ μήτε τῷ Δαβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ Δαβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος· τοὺς μὲν ἑκόντας ἔχων προσκυνητὰς, τῶν δὲ ἀντιλέγειν τολμώντων τὴν ἀσθένειαν διελέγχων. Μυρίαις γὰρ χρώμενοι μηχαναῖς, τῶν ὑπ’ αὐτῶν τεθέντων περιγενέσθαι νόμων οὐ δύνανται. Πρωτότοκον δὲ αὐτὸν καὶ ὁ μακάριος ὀνομάζει Παῦλος, «Εἰς τὸ εἶναι [αὐτὸν] πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Καὶ, «Πρωτότοκος ἐκ τῶν νεκρῶν·» καὶ, «Πρωτότοκος πάσης κτίσεως.» Καὶ αὐτὸς δὲ ὁ Δεσπότης τῇ Μαρίᾳ μετὰ τὴν ἀνάστασιν ἔφη· «Πορευθεῖσα εἰπὲ τοῖς ἀδελφοῖς μου·
Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὥσπερ γὰρ μονογενής ἐστιν ὡς Θεὸς (μόνος γὰρ ἐκ Πατρὸς ἐγεννήθη), πρωτότοκος δὲ ὡς ἄνθρωπος (ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας ὡς ἄνθρωπος)· οὕτω Πατέρα αὑτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεὸς, Θεὸν δὲ αὑτοῦ ὀνομάζει ὡς ἄνθρωπος. Ἐπ’ αὐτοῦ τοίνυν ἡ προφητεία τὸ τέλος ἐδέξατο. Μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθ. »Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. [ Διαθήκην δὲ λέγει ἣν διέθετο τοῖς πατράσιν ὁ Θεὸς Πατὴρ, ἀναστήσειν, ὥς φαμεν, ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Κύριον.] λ. «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» [ Σπέρμα αὐτοῦ οἱ τῆς χάριτος τρόφιμοι, καὶ ἡ βασιλεία, ἣν αὐτὸς ἐδωρήσατο αὐτοῖς· περὶ ἧς αὐτὸς ὁ Κύριος πρὸς τοὺς πιστεύοντας εἰς αὐτὸν ἔφη· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»] Δειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ Δαβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο.
PG 80:1589Δειξάτωσαν δὲ καὶ τὸ σπέρμα τὸ ἐκείνου τῇ βασιλείᾳ κοσμούμενον. Εἰ δὲ τούτων οὐδέτερον δύναιντο ἂν ἀποδεῖξαι, καὶ ταῦτα λίαν ἀναισχυντοῦντες· λείπεται δυοῖν θάτερον, ἢ ψευδῆ καλεῖν τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἢ ἀληθῆ τὴν ἐπαγγελίαν ὁμολογοῦντας δέχεσθαι τῶν πραγμάτων τὴν μαρτυρίαν. Ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα Χριστὸς, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» Περὶ τούτου ὁ μακάριος Δαβὶδ ἔφη, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοιγαροῦν διὰ τοῦ Δεσπότου Χριστοῦ τὸ σπέρμα τοῦ Δαβὶδ εἰς αἰῶνα διέμεινε, καὶ ὁ θρόνος αὐτοῦ ἔχει τὸ διαρκές. Οὕτω γὰρ καὶ ὁ μακάριος ἐθέσπισεν Ἡσαί̈ας. Εἰρηκὼς γὰρ, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·
[ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄνθρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] »Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐπήγαγε μετ’ ὀλίγον· Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Οὕτω τὰ περὶ τοῦ Δεσπότου Χριστοῦ προθεσπίσας ὁ λόγος, περὶ τῶν ἐν μέσῳ γενομένων διεξέρχεται βασιλέων. λαλδ. «Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν. Ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν· καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, οὐδ’ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.» Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ Δαβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβαλῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, τουτέστι τοῦ Δαβὶδ, οὐδ’ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Τὸ ἀδικήσω, παραβήσομαι ὁ Σύμμαχος εἴρηκεν·
PG 80:1592ὁ δὲ Ἀκύλας, οὐ ψεύσομαι . [ Οὐδ’ οὐ μὴ ἀδικήσω , ἀντὶ τοῦ, Οὐ μὴ παραβιβάσω, οὐδ’ οὐ μὴ ψεύσομαί μου τὰς ἐπαγγελίας.] λε. «Οὐδ’ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.» Οὐ ψεύσομαί μου τὰς ἐπαγγελίας, οὐ παραβήσομαι τὰς συνθήκας, ἀλλὰ δείξω τῶν ὑποσχέσεων τὴν ἀλήθειαν. [ὅτε ὁ ἐμὸς υἱὸς ὁ συνάναρχός μοι καὶ συναί̈διος ἐκ Δαβὶδ σαρκωθῇ· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς]. λ. «Ἅπαξ ὤμοσα τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι.» Βεβαίαν γὰρ πρὸς αὐτὸν ποιησάμενος τὴν ὑπόσχεσιν, ἐπιθήσω ταύτῃ τὸ πέρας· τὸ γὰρ ὤμοσα ἐπὶ τοῦ βεβαίου τέθεικεν, ὡς τῶν ἐπαγγελλομένων ὅρκῳ βεβαιούντων τὰς ὑποσχέσεις. λζ, λη. «Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Ἀντὶ τοῦ ὁ μάρτυς , ὁ Σύμμαχος ὁ διαμαρτυράμενος τέθεικε. Καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ πρώτῳ ψαλμῷ ὁ μακάριος Δαβὶδ περὶ τοῦ Δεσπότου Χριστοῦ προηγόρευσε·

Interpretation of Psalm LXXXVIIIInterpretatio in Psalmum LXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.» Ἐπειδὴ γὰρ ὁ ἥλιος τὸν χρόνον μετρεῖσθαι ποιεῖ ἀνίσχων τε καὶ δυόμενος, καὶ ἡμέραν καὶ νύκτα ποιῶν, διὰ τοῦ ἡλίου, τοῦ θρόνου τὸ ἀκατάλυτον ἠβουλήθη δηλῶσαι, τὸ δὲ σπέρμα εἰς αἰῶνα διαθήσειν ὑπέσχετο. [ Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρανῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λόγοις, ὡς μόνος ὑπάρχων ἀψευδής. Οὕτω τὰς πρὸς τὸν Δαβὶδ γεγενημένας ὑποσχέσεις εἰρηκότες, τὰς συμβάσας αὐτοῖς ὀλοφύρονται συμφοράς. λθ, μ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας· ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου.» Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ δὲ αὐτὸς ἀπεβάλου καὶ ἀπεδοκίμασας, ἐχολώθης πρὸς τὸν Χριστόν σου, εἰς κατάραν ἔδωκας τὴν συνθήκην τοῦ δούλου σου . Σὺ δὲ αὐτὸς, ὁ ἐκεῖνα παρέξειν ὑποσχόμενος, ἀπώσω μὲν τοὺς τοῦ Δαβὶδ ἀπογόνους, καὶ εὐτελεῖς ἔδειξας, καὶ εἰς δουλείαν παρέδωκας, κατέλυσας δὲ τὴν τούτου βασιλείαν, καὶ τὰς γεγενημένας πρὸς τὸν σὸν θεράποντα συνθήκας διέλυσας.
PG 80:1593Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν καλεῖ. Αἰχμάλωτοι δὲ ἀπηνέχθησαν οἱ δύο τοῦ Δαβὶδ ἀπόγονοι, Ἰεχωνίας καὶ Σεδεκίας· εἰς τούτους δὲ κατέληξεν ἡ τοῦ Δαβὶδ βασιλεία. Ζοροβάβελ γὰρ, ὁ μετὰ τὴν αἰχμαλωσίαν ἡγεμονεύσας, δημαγωγὸς ἦν, οὐ βασιλεύς. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.» Ἁγίασμα τὸν ναὸν καλεῖ, ὃν ἠβουλήθη μὲν ὁ Δαβὶδ οἰκοδομῆσαι, ἐδείματο δὲ Σολομὼν μετὰ τὸν Δαβίδ· τοῦτον λέγει βεβηλωθῆναι τῇ τῶν Βαβυλωνίων ἐφόδῳ, καὶ γενέσθαι προσόμοιον βοτάνῃ ἀνθούσῃ. Καταλυθεὶς γὰρ εἰς χῶμα κατέπεσε, καὶ χέρσῳ παραπλήσιος ἦν. μα. «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.» Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας. «Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.» Τοῖς γὰρ τῶν πόλεων περιβόλοις πάλαι θαῤῥῶν, ἐξέπεσε τοῦ θάρσους, καὶ δειλίαν περίκειται. μβ. «Διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν.» Μωαβῖται, Ἀμμανῖται, Ἀλλόφυλοι, Ἰδουμαῖοι, Σύροι, Ἀσσύριοι, Βαβυλώνιοι. «Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ.» Ἐπίχαρτος ἐγένετο καὶ ἐπονείδιστος τοῖς ὁμόροις. μγ. «Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν.» Ἰσχυροτέρους αὐτοῦ τοὺς πολεμίους ἀπέφηνας.
PG 80:1596«Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καταγέλαστον αὐτὸν τοῖς δυσμενέσι πεποίηκας. μδ. «Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.» Ἄχρηστα αὐτῷ τὰ ὅπλα γεγένηται, τῆς σῆς γυμνωθέντι κηδεμονίας. με. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἀπέπαυσας τὴν καθαρότητα αὐτοῦ . Οὐ γὰρ δύναται περιῤῥαντηρίοις καθαίρεσθαι αἰχμάλωτος ὢν, καὶ πόῤῥω τοῦ σοῦ διάγων νεώ. «Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.» Πάμπαν αὐτοῦ τὴν βασιλείαν κατέλυσας. μ. «Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ.» Εἰς αἰῶνα φυλάξειν τὴν βασιλείαν ἐπαγγειλάμενος, ὀλίγῳ ταύτην περιώρισας χρόνῳ «Κατέχεας αὐτῷ αἰσχύνην.» Ἐπονείδιστος γεγένηται, καὶ αἰσχύνης ἐμπίπλαται. Σεδεκίας μὲν γὰρ, ἐκκοπέντων τῶν ὀφθαλμῶν, μύλωνι παρεδόθη πάντα τὸν λειπόμενον χρόνον. Ἰεχωνίας δὲ καὶ αὐτὸς ἐδούλευσεν. Αἰσχύνης δὲ καὶ ὀνειδισμοῦ ταῦτα μεστά. Οὕτω τὰς συμφορὰς ὁ προφητικὸς διηγησάμενος λόγος, ποτνιᾶσθαι καὶ ἱκετεύειν παρεγγυᾷ. μζ.
«Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;» Ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου ; Μέχρι τίνος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμετέρων ἁμαρτάδων ἐκκαίεις; μη. «Μνήσθητι, τίς μου ἡ ὑπόστασις.» Ποιητὴς εἶ καὶ πλάστης, καὶ τῆς ἐμῆς δυνάμεως τὰ μέτρα γινώσκεις. «Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;» Οὐκ εἰκῆ, οὐδὲ μάτην τοὺς ἀνθρώπους διέπλασας, ἀλλ’ ἀγαθότης τῆς δημιουργίας ἡγήσατο. Δι’ ἀγαθότητα γὰρ μόνην ἡμᾶς ἐδημιούργησας. Μὴ παρίδῃς τοίνυν τοσούτοις συγκληρωθέντας κακοῖς. μθ. «Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου;» Παντὸς ἀνθρώπου τέλος ἡ τελευτή· περιγενέσθαι γὰρ αὐτοῦ τοῦ θανάτου τῶν ἀδυνάτων· ζῶσι τοίνυν μετάδος φιλανθρωπίας. Εἶτα πάλιν ἀναμιμνήσκει τῶν ὑποσχέσεων. ν.
«Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καλῶς δὲ πανταχοῦ τῆς ἀληθείας προσφέρει τὴν μαρτυρίαν, εἰς τὴν βεβαίωσιν τῶν ἐπαγγελιῶν διεγείρων τὸν ὑποσχόμενον· καὶ τὸ προοίμιον δὲ ἀπὸ τοῦ ἐλέου ἐξύφηνε, καὶ ἐν τῷ τέλει τοῦ ἐλέου πάλιν ἀναμιμνήσκει· τοῦτο γὰρ ἐδέοντο μάλιστα. να. «Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.» Ὁ δὲ Σύμμαχος οὕτως, Καὶ ἐβάστασα ἐν τῷ κόλπῳ μου παμπόλλων ἐθνῶν . Μὴ παρίδῃς με, φησὶν, ὀνειδιζόμενον, οὐχ ὑφ’ ἑνὸς ἔθνους, ἀλλ’ ὑπὸ μυρίων. Οὐ γὰρ μόνον Ἀσσύριοί μοι ἐπικερτομοῦσι, καὶ Βαβυλώνιοι, ἀλλὰ καὶ οἱ πλησιόχωροι πάντες, οἱ τὴν πρὸς ἐμὲ δυσμένειαν ἐσχηκότες ἀεί. Οὐκ ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· νβ. «Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε· οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.» Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· Ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου·
PG 80:1597Ἴχνη δὲ Χριστοῦ προσηγόρευσε τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν βασιλέας, δι’ ὧν ὥδευσεν ὁ περὶ τῆς Χριστοῦ βασιλείας λόγος. Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐτοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγενημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας. Διὰ τὸν Χριστόν σου τοίνυν, οὗ ἴχνη οὗτοι τυγχάνουσι, καὶ ἀντάλλαγμα, παῦσον ἡμῶν, Δέσποτα, τὰ ὀνείδη. νγ. «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ἀγαθῆς ἐλπίδος ἡ ὑμνῳδία. Πιστεύσαντες γὰρ αἰτήσεις δέξασθαι, τόνδε τὸν ὕμνον προςενηνόχασι τῷ Θεῷ. Ταύτην δὲ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴν ἑρμηνεύσας· ἔφη γὰρ Πεπιστωμένος καὶ πεπιστευμένος , ἀντὶ τοῦ, Ἀληθὴς εἶ, καὶ λίαν ἀληθής. Εὐλογητὸς τοίνυν εἰς τὸν αἰῶνα· βεβαιοῖς γάρ σου τοῖς ἔργοις τὰς ὑποσχέσεις. ΕΡΜΗΝ. ΤΟΥ ΠΘ ΨΑΛΜΟΥ. α. «Προσευχὴ τῷ Μωσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ.» Τινὲς μὲν τῶν συγγραφέων τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν· τινὲς δὲ συγγραφέα αὐτῆς εἶπον τὸν μακάριον Δαβὶδ εἶναι, προςαρμόσαι δὲ αὐτὴν Μωσῇ τῷ θεσπεσίῳ· διπλῆν δὲ ὅμως ὁ ψαλμὸς χρησμολογίαν ἔχει.
PG 80:1600Προθεσπίζει γὰρ, οὐ μόνας τῶν Ἰουδαίων τὰς συμφορὰς, ἀλλὰ καὶ πάσης τῆς ἀνθρωπείας φύσεως διδάσκει τὸ φθαρτὸν καὶ ἐπίκηρον. Προλέγει δὲ τὴν ἐπὶ τὸ κρεῖττον καὶ τούτων κἀκείνων μεταβολήν. [Ἀκριβῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου Δαβὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.« Ἰουδαίων μὲν γὰρ ἐγένετο καταφυγὴ, οὐκ ἐν Αἰγύπτῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπὶ Γεδεὼν, Βαράκ τε καὶ Ἰεφθάε, καὶ Σαμψὼν, καὶ Σαμουὴλ, καὶ Δαβίδ· καὶ διὰ τῶν προφητῶν αὐτοὺς πάσης κηδεμονίας ἠξίωσε, καὶ βασιλευομένοις πάσης ἐπικουρίας μετέδωκε. Πᾶσα δὲ τῶν ἀνθρώπων ἡ φύσις τούτοις κέχρηται τοῖς λόγοις, τῶν παντοδαπῶν εὐεργεσιῶν ἀναμιμνήσκουσα τὸν Θεὸν, ὅπως τὸν Ἐνὼχ μετέθηκεν, ὅπως ἁπάντων τὸν θηριώδη βίον ἀσπασαμένων, σπινθῆρα τῷ γένει τὸν θεσπέσιον διεφύλαξε Νῶε, ὅπως τὸν πατριάρχην Ἀβραὰμ ἐκλεξάμενος, πᾶσιν ὑπέσχετο τὴν εὐλογίαν τοῖς ἔθνεσιν.
Οὐ γὰρ, ὥς τινες τῶν ἀπίστων τολμῶσι λέγειν, ἐκ μεταμελείας εἰς τὴν τῶν ἐθνῶν ἦλθεν εὐεργεσίαν τῶν ὅλων ὁ Κύριος, ἀλλὰ ἀεὶ πάντων ἀνθρώπων προμηθούμενος διετέλεσε [τῶν ὅλων ὁ Κύριος, καὶ πρὸ τῆς ἀκαταλήπτου αὐτοῦ ἐνανθρωπήσεως]. Καὶ τοῦτο ἡμᾶς ἡ προφητεία ἐδίδαξε λέγειν· »Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.« Ἀεὶ γὰρ τῆς σῆς ἐλπίδος ἀπηλαύσαμεν, Δέσποτα. β. »Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ.« Τῶν γενητῶν γὰρ προϋπάρχεις ἁπάντων, καὶ τῶν ὀρῶν, καὶ τῆς γῆς, καὶ τῆς οἰκουμένης ἁπάσης· αἰώνιος γὰρ εἶ, ἄναρχός τε καὶ ἀτελεύτητος, οὐδενὶ περιοριζόμενος πέρατι. Τῷ γὰρ, »Πρὸ τοῦ ὄρη γενηθῆναι,« τὸ, Σὺ εἶ , συναπτέον. γ. »Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν.« Ἱκετεύω σε τοίνυν τὸν ἀί̈διον, τὸν αἰώνιον, τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς.
Ἐπειδὴ γὰρ αὐτὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο εἰρηκὼς, »Ἐν ἱδρῶτι τοῦ προσώπου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·« ἁρμοδίως ὁ προφητικὸς λόγος ἱκετεύειν διδάσκει, μὴ ἀποστραφῆναι παντάπασιν εἰς ταπείνωσιν καὶ εἰς τὴν συγκληρωθεῖσαν ταλαιπωρίαν. Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγκασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδραποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι. »Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.« Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ἐρεῖς, Ἐπιστράφητε, υἱοὶ τῶν ἀνθρώπων . Οὐ μάτην, φησὶν, ἀντιβολοῦμεν, ἀλλ’ εἰδότες σαφῶς, ὡς δέξῃ τὰς ἡμετέρας ἱκετείας, καὶ μεταβολὴν ἡμῖν τῶν παρόντων ἐργάσῃ κακῶν· παραινῶν ἐπιστρέψαι, καὶ τῆς προτέρας πονηρίας ἀπαλλαγῆναι. δ. »Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε· ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.« Μεθυπέρβατός ἐστι τῶν ῥημάτων ἡ διάνοια.
PG 80:1601Τοῦτο γὰρ τῷ προτέρῳ συνήρμοσται, »Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.« Διὰ μέσου δὲ πρόσκειται τὸ, »Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.« Λέγει δὲ, ὅτι Σμικρά τίς ἐστι καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή· σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρείκασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός. Φυλακὴν γὰρ νυκτερινὴν, τὸ τέταρτον μόριον ἐκάλεσε τῆς νυκτός· τετραχῆ γὰρ οἱ ταύτην φυλάττειν πεπιστευμένοι διῄρουν· τετάρτῃ δὲ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους ἀφίκετο. ε. »Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.« Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπωρίᾳ συνέζευξας· σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀποβολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ’ ὀλίγον χρόνον, ἀλλ’ ἐπὶ πλεῖστον ἐσομένην. »Τὸ πρωὶ̈ ὡσεὶ χλόη παρέλθοι. [.] Τὸ πρωὶ̈ ἀνθήσαι, καὶ παρέλθοι·
τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη.« Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν. Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουληθέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς ἐξηράνθησαν· τῆς γὰρ προτέρας ἀρδείας οὐκ ἔτι μετέλαχον. Πρωὶ̈ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας· Ἑσπέραν δὲ, τῆς θείας κηδεμονίας τὴν παῦλαν. Ταύτης δὲ μετὰ τὸν σταυρὸν ἐγυμνώθησαν, [ὅτι τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἀνέστησαν σταυρόν· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ζ. »Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.« Καὶ Ἰουδαίοις ταῦτα καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν. »Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.«] η.
PG 80:1604»Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.« Ὁ δὲ Σύμμαχος οὕτως· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου . Ταύταις ἡμᾶς ταῖς τιμωρίαις ἐξέδωκας, θεασάμενος ἡμᾶς τῶν μὲν σῶν ἀμελήσαντας νόμων, ἀνομίᾳ δὲ προελομένους συζῇν. θ. »Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.« Ἡ ἁμαρτία, φησὶν, ὀργὴν ἐκίνησε καθ’ ἡμῶν, ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν, ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν· ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. ι. »Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.« Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει. Δίκην ἀράχνης διασπᾶται ῥᾳδίως. »Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.« Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· »Αἱ ἡμέραι μου σμικραὶ καὶ πονηραὶ, οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου.« Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον, ἀλλ’ ἐκεῖνο ἐπ’ ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει.
Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω καὶ τῶν σφόδρα γηρώντων τὸ μακρόβιον καταλέλοιπεν. Ἀλλ’ ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται· [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ὁ τῶν ο ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγένετο.] »Ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα.« Ἰδοὺ γὰρ πόσοις περικλυζόμεθα κακοῖς διὰ τὴν σμικρὰν ὀργήν σου. Πραότητα γὰρ ἐπελθοῦσαν αὐτοῖς τὴν μετρίαν τιμωρίαν ἐκάλεσεν. ια. »Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;« Ὁ δὲ Σύμμαχος οὕτως· Τίς οἶδε τὴν ἰσχὺν τοῦ θυμοῦ σου, καὶ κατὰ τὸν φόβον σου τὴν ὀργήν σου ; Εἰ ἡ μετρία σου, φησὶν, ἀγανάκτησις τοσαύτην ἡμῖν παιδείαν ἐπήγαγε, τίς ἱκανὸς συνιδεῖν τὴν ἀπὸ τῆς ὀργῆς σου τιμωρίαν προσφερομένην; Αἰνίττεται δὲ ὁ λόγος τὴν αἰώνιον κόλασιν. ιβ.
PG 80:1605»Ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.« Ἀπολαῦσαι, φησὶ, τῆς σῆς εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν. ιγ. »Ἐπίστρεψον. Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου.« Μὴ ἐπὶ πλεῖστον, Δέσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκετείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους. ιδ. »Ἐνεπλήσθημεν τὸ πρωὶ̈ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν.« Ὁ χρόνος ἐνήλλακται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γὰρ Ἀκύλας καὶ οἱ ἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωί̈ᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφρανθησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν. Πρωί̈αν καὶ ὄρθρον καλοῦσι τῶν συμφορῶν τὴν μεταβολήν· καὶ ἱκετεύουσιν ἐκεῖνο μὲν σκεδασθῆναι τὸ σκότος, ἀνατεῖλαι δὲ αὐτοῖς φῶς, οὐ διὰ τὴν οἰκείαν ἀρετὴν, ἀλλὰ διὰ τὸν θεῖον ἔλεον. Τούτου γὰρ, φησὶν, ἐσομένου, πάσης θυμηδίας ἐμφορηθέντες, τὴν προσήκουσαν ὑμνῳδίαν προσοίσομεν. ιε.
»Εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά.« Καὶ ἐνταῦθα ὁμοίως ὁ χρόνος ἐνήλλακται. Ὁ Σύμμαχος γὰρ καὶ οἱ λοιποὶ, Εὔφρανον ἡμᾶς , εἰρήκασι. Παράσχου, φησὶν, εὐθυμίαν ἀντὶ τῆς ἀθυμίας, καὶ χάρισαι τῆς ἐπικειμένης ἡμῖν δυσκληρίας μεταβολήν. ι. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου. Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐχ ὡς γεγενημένα ταῦτα εἰρήκασιν, ἀλλ’ ὡς ἐσόμενα. Οὐ γὰρ εἶπον, »Εἶδες ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου.« Σὰ γὰρ, φησὶν, ἡμεῖς ποιήματα, καὶ τῆς σῆς ὑπάρχομεν δεσποτείας οἰκέται· διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.» Τουτέστι τοὺς δούλους σου· οἵ τε γὰρ ἐν Βαβυλῶνι τὴν ἱκετείαν προσφέροντες ἀντιβολοῦσι τὸν Θεὸν τῶν τετελευτηκότων αὐτοῦ δούλων ἐπαναγαγεῖν τοὺς υἱοὺς, καὶ ἡ ἀνθρωπεία φύσις ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν παρακαλεῖ τοὺς εὑρισκομένους ἀνθρώπους ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ. ιζ. «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.» [ Λαμπρότητα τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καλεῖ· τότε γὰρ] καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς.
PG 80:1608[Περὶ γὰρ τούτου ὁ τῆς βροντῆς υἱὸς ἔφησε· «Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει.»] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. «Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς· καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.» Καλὴ τοῦ, ἐφ’ ἡμᾶς , ἡ προςθήκη. Ἡμέτερον γὰρ τῆς δικαιοσύνης τὸ κέρδος· καὶ ὁ μὲν Θεὸς συνεργεῖ τοῖς τῆς ἀρετῆς ἐρασταῖς, καὶ τὰ ταύτης συγκατορθοῖ, τὸν δὲ τούτων καρπὸν οἱ σπείροντες δρέπονται. Ὁ γὰρ Θεὸς ἀνενδεής· χαίρει δὲ ὅμως τῇ τῶν ἀνθρώπων εὐκληρίᾳ τε καὶ εὐπραξίᾳ, [ὅτ’ ἂν ὅλους ἑαυτοὺς αὐτῷ θυσίαν προσκομίζωσι· καθάπερ Παῦλος ἐκπαιδεύει· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ 1. ΨΑΛΜΟΥ. »Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.« Ἀνεπίγραφος μὲν ὁ ψαλμὸς, διδάσκει δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον.
Ὁ γὰρ μακάριος Δαβὶδ πνευματικοῖς ὀφθαλμοῖς τὰ κατὰ τὸν μακάριον Ἐζεκίαν πόῤῥωθεν θεασάμενος, καὶ ἰδὼν ὅπως εἰς Θεὸν ἐλπίσας τὴν Ἀσσυρίων κατέλυσε στρατείαν, τοῦτον εἴρηκε τὸν ψαλμὸν, πάντας διδάσκων ἀνθρώπους, ὅσην ἀγαθῶν ἔχει φορὰν τὸ πεποιθέναι Θεῷ, [ἣν ἕκαστος διὰ ταύτης ποδηγούμενος τῆς ᾠδῆς τὸν ἑαυτοῦ βίον ἀσφαλιζόμενος καὶ τὴν ἑαυτοῦ πεποίθησιν ἔχων πρὸς τὸν Σωτῆρα ἀντιβολεῖ]. α. »Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.« Ὁ τῇ θείᾳ, φησὶ, κηδεμονίᾳ θαῤῥῶν, τῆς παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ φυλακῆς ἀπολαύσεται, καὶ τοῦτον ἕξει περίβολον ὀχυρὸν, καὶ ἀσφάλειαν ἄσυλον. [Ὅτε δὲ φορέσειε τὸν θυρεὸν τοῦτον καὶ ὑπ’ αὐτοῦ βοηθούμενος ἄτρωτος φυλαχθείη, τότε ἐρεῖ.] β. »Ἐρεῖ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν.« Βεβαίαν γὰρ ἔχων τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ προστάτην καλέσει, καὶ κηδεμόνα, καὶ περίβολον ἀκατάλυτον. γ.
PG 80:1609»Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.« Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προφανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ λάθρα τυρευόντων τὴν ἐπιβουλήν. Διὰ μὲν γὰρ τῆς παγίδος τὰς λαθραίας ἐπιβουλὰς παρεδήλωσε. Τὸν δὲ ταραχώδη λόγον, ἐπηρείας λόγον ὁ Σύμμαχος εἴρηκε. Τοιοῦτοι δὲ οἱ ψεῦδος καὶ συκοφαντίας ῥάπτοντες. Ἀλλ’ ὅμως καὶ τούτων κρείττους ἐγένοντο διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος πολλοί. Οὕτως ὁ μέγας Ἰωσὴφ, μοιχείας ὑπομείνας συκοφαντίαν, τοὺς ταύτης παγίδας ἀπέφυγεν· οὕτως ἡ θαυμασία Σουσάννα τῆς ἄνωθεν ἐπικουρίας ἀπήλαυσεν. [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δ. »Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.« Πρόμαχος γάρ σου γενήσεται, καὶ καλύψει σε πολεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας δὲ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας.
Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσιν. Οὕτως ὁ μακάριος Μωσῆς τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐκάλεσε. Διεφύλαξεν αὐτοὺς, φησὶν, ὡς κόρην ὀφθαλμοῦ, ὡς ἀετὸς, σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Τοῦτο καὶ ὁ Δεσπότης πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· »Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;« ε. »Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.« Ἐπειδὴ λόγου ταραχώδους καὶ ψεύδους ἐμνημόνευσεν ἄνω, εἰκότως ἐνταῦθα ὑπέσχετο πανοπλίαν αὐτοῦ γενέσθαι τὴν ἀλήθειαν.
»Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, [] Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.« Οὐ μόνων δὲ τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῶν νοητῶν περιγενήσῃ δυσμενῶν διὰ τῆς θείας ἐλπίδος, καὶ διαφεύξῃ καὶ τὰς νύκτωρ ἐπιούσας ἐπιβουλὰς, καὶ τὰς μεθ’ ἡμέραν γενομένας παρὰ τῶν ἐχθρῶν προσβολὰς, καὶ θάρσος ἔχων, ἅτε δὴ ὑπὸ τοῦ Θεοῦ φρουρούμενος, ἐξελάσεις τὸ δέος, καὶ οὔτε μεσούσης ἡμέρας ἀγωνιάσεις, ἀλλὰ τὰς τῶν δαιμόνων ἐπιβουλὰς διαδράσεις, τῆς ἄνωθεν ἐπικουρίας μεταλαγχάνων. Δαιμόνιον δὲ μεσημβρινὸν κατὰ τὴν παρὰ τοῖς πολλοῖς κατέχουσαν τέθεικε δόξαν. Εἰκὸς δὲ καὶ τοὺς τῶν ἀνθρώπων ἐπιβούλους, μετὰ τροφὴν καὶ τὸν κόρον, ὡς ἐφ’ ἕτοιμον θήραμα τρέχειν, καὶ τοὺς ἐρήμους τῆς ἄνωθεν κηδεμονίας καταδουλοῦσθαι ῥᾳδίως. ζ, η. »Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς· καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.« Ἀντὶ τοῦ κλίτους σου , ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκασιν.
PG 80:1612Λέγει δὲ, ὅτι Κἂν ἐκ δεξιῶν σου, κἂν ἐξ εὐωνύμων σου, πλῆθος ἄπειρον ἐξέλθῃ, σοὶ μὲν οὐδεμία προσγίνεται λώβη, ὄψῃ δὲ ἐκείνους θείᾳ καταβαλλομένους πληγῇ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γεγένηται· ὀκτωκαίδεκα γὰρ μυριάδες, καὶ πέντε χιλιάδες τῶν Ἀσσυρίων κατηκοντίσθησαν πολεμικῶν ὀργάνων χωρίς. Οὕτως ἐπὶ τοῦ Γεδεὼν, οὕτως ἐπὶ τοῦ Ἰωνάθαν, καὶ μέντοι καὶ ἐπὶ τοῦ Ἰωσαφὰτ, καὶ ἐπὶ τοῦ προφήτου Ἐλισσαίου αὐτὸ τοῦτο γεγένηται. θ. »Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.« Ταύτης δὲ, φησὶ, τῆς προμηθείας ἀπολαύσαις, τῇ εἰς Θεὸν ἐλπίδι χρησάμενος, καὶ τοῦτον καταφυγὴν ποιησάμενος. Ἐλλείπει γὰρ τῇ συνθήκῃ τοῦ λόγου τὸ εἶπας , σὺ, Κύριε, ἡ ἐλπίς μου. Ἰδίωμα γὰρ τοῦτο τῆς προφητικῆς συγγραφῆς, διαφερόντως δὲ τῶν ψαλμῶν. Ἀλλ’ ὅμως ἡ ἀκολουθία δῆλον ποιεῖ τὸ ἀμφίβολον. Ἐπειδὴ γὰρ, φησὶν, ἐλπίζεις εἰς τὸν Θεὸν, καὶ εἰς ἐπικουρίαν αὐτὸν καλεῖς, τῆς παρ’ αὐτοῦ κηδεμονίας τυγχάνεις. ι. »Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.« Κρείττων ἔσῃ τῶν διαβολικῶν προσβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ.
Οὕτως ἡ θεία χάρις τὴν τοῦ Ἰὼβ περιέφραττεν οἰκίαν· καὶ μάρτυς ὁ πολέμιος βοῶν· »Οὐ σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας αὐτοῦ;« Ἐπειδὴ δὲ συνεχώρησε, κἀκεῖνος τὴν οἰκείαν ἔδειξε πονηρίαν, καὶ ὁ δίκαιος κριτὴς τὸν νικηφόρον ἐστεφάνωσεν ἀθλητήν. ια. »Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.« Τοῦτο καὶ ἐν τῷ λγ ἔφη ψαλμῷ· »Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.« Ἠκούσαμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· »Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν.« Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαῤῥύνων ἔφη, »Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν.« Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς δι’ ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. ιβ. »Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.« Τῆς παντοδαπῆς παρ’ αὐτῶν ἀπολαύσεις προνοίας, ἵνα μηδὲ βραχεῖά σου ποθὲν προσγένηται βλάβη· τὸ σμικρὸν γὰρ τῆς βλάβης, διὰ τοῦ προσπταῖσαι τῷ λίθῳ δεδήλωκε. Τὸ δέ·
PG 80:1613»Ἐπὶ χειρῶν ἀροῦσί σε,« ἀντὶ τοῦ χειραγωγήσουσι, ποδηγήσουσι, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. ιγ. »Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.« Τῶν δυνατωτάτων καὶ πικροτάτων ἐμνήσθη θηρίων, τὴν κατὰ παντὸς εἴδους πονηρίας ἐπικράτειαν δηλῶσαι θελήσας. Διὰ μὲν γὰρ τοῦ λέοντος καὶ τοῦ δράκοντος τὴν ἰσχὺν ἐσήμανε· δυνατὰ γὰρ ταῦτα κομιδῆ τὰ θηρία. Διὰ δὲ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου, τὴν ἄκραν πονηρίαν ᾐνίξατο. Ἡ μὲν γὰρ ἐνίησι θανατηφόρον ἰὸν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται. Καὶ αὐτῶν μέντοι τῶν θηρίων κρείττους ἐγένοντο πολλοὶ πεπιστευκότες Θεῷ. Οὕτως ὁ θαυμάσιος Δανιὴλ τὰ τῶν λεόντων ἐπέδησε στόματα· οὕτως ὁ θεσπέσιος Παῦλος τὴν ἀπὸ τῆς ἐχίδνης οὐκ ἐδέξατο βλάβην· [καὶ ἵνα συντόμως εἴπω, ἐπὶ τὰ παλαιὰ ἀναδράμωμεν·] οὕτως, ὁ Νῶε, τοῖς θηρίοις συνδιαιτώμενος ἀλύμαντος διεσώθη. Οὕτω μυρίοι τὸν ἐρημικὸν ἀσπασάμενοι βίον, καὶ θηρίοις συμβιοτεύοντες διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος τῆς τούτων περιγίνονται λύμης. ιδ, ιε. »Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ.« Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός· Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενον· διὰ τοῦτο αὐτὸν φρουρήσω τε καὶ σκεπάσω, καὶ λαλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. »Μετ’ αὐτοῦ εἰμι ἐν θλίψει.« Κἄν τινι πειρασμῷ περιπέσῃ, συνέσομαι, καὶ τὴν ἀρκοῦσαν προσοίσω παραψυχήν. »Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.« Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι. ι. »Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.« Παρέξω δὲ αὐτῷ καὶ τὸ εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ τὴν ἐσομένην αὐτῷ κατὰ τὸν μέλλοντα βίον σωτηρίαν προδείξω. Τούτων καὶ ὁ μακάριος ἀπήλαυσεν Ἐζεκίας. Προςθήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν· πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν· καὶ λίαν αὐτῷ ἁρμόττει τό· »Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.« Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντοδαπῶν ἀπολαύσουσιν ἀγαθῶν·
PG 80:1616ὡς καὶ αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι, καὶ τὰ νῦν ὁρώμενα μαρτυρεῖ. ΕΡΜΗΝ. ΤΟΥ Α ΨΑΛΜΟΥ. α. »Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου.« Τὸ Σάββατον ἀργίαν ἐνομοθέτει, ἀλλ’ οὐ πᾶσαν ἀργίαν· τὴν γὰρ πνευματικὴν ἐργασίαν πολλαπλασίαν ἐποίει· εὐχαῖς γὰρ καὶ ὕμνοις προσεδρεύειν ἐκέλευσε, καὶ τῷ Θεῷ διπλᾶς ἱερεύειν θυσίας· τῶν σωματικῶν τοίνυν πόνων παῦλαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου διηγόρευσε νόμος. Ἐπεὶ τοίνυν καὶ ὁ μέλλων βίος τῶν τοιούτων ἐστὶ φροντίδων ἐλεύθερος, εἰκότως κατάπαυσις προσηγόρευται· διάτοι τοῦτο καὶ ὁ μακάριος Παῦλος βοᾷ· »Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ.« Καὶ πάλιν· »Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.« Ἐπειδὴ τοίνυν ὁ ψαλμὸς τῶν δικαίων τὴν τιμὴν, καὶ τῶν ἀδίκων προλέγει τὴν τιμωρίαν, ἐν ἐκείνῃ δὲ τῇ καταπαύσει ταῦτα γενήσεται, εἰκότως ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. β, γ. »Ἀγαθὸν ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
PG 80:1617Τοῦ ἀναγγέλλειν τὸ πρωὶ̈ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.« Ἐπωφελὲς, φησὶ, καὶ κερδαλέον τὸ νύκτωρ καὶ μεθ’ ἡμέραν σὲ τὸν εὐεργέτην ὑμνεῖν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, τὴν περὶ ἡμᾶς φιλανθρωπίαν, τὴν κατὰ τῶν ἀδικούντων ἀλήθειαν. Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς. δ. »Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ.« Τοιούτοις ὀργάνοις εἰώθασι τὸν Θεὸν ἀνυμνεῖν· λέγει τοίνυν ὅτι, Καὶ ἐν τοῖς νενομισμένοις ἀνακρουομένους ὀργάνοις, καὶ τῇ τῆς γλώττης μελῳδία χρωμένους, δίκαιόν σοι προσφέρειν τὸν χαριστήριον ὕμνον. ε. »Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.« Ὁρῶν γάρ σου τὰς δημιουργίας, καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαί τε καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. 2. »Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε σφόδρα ἐβαθύνθησαν οἱ λογισμοί σου.« Ὁ δὲ Σύμμαχος οὕτως· Σφόδρα βαθεῖς οἱ διαλογισμοί σου · Ἀκύλας δὲ καὶ Θεοδοτίων· Ἐβαθύνθησαν . Τὰ μὲν γὰρ ἔργα σου, φησὶ, μεγάλα καὶ θαυμαστά· τὸ γὰρ ὡς ἐπιτατικῶς τέθεικεν·

Interpretation of Psalm LXXXIXInterpretatio in Psalmum LXXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἡ δὲ σοφία σου ἀνέφικτον ἔχει τὸ βάθος. Ποῖος γὰρ νοῦς ἱκανὸς ἐξετάσαι τῆς σῆς προνοίας τοὺς λόγους; Ἀλλ’ ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Οἱ δὲ φρενῶν ἐστερημένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν ἐθέλουσιν, οὔτε μαθεῖν παρ’ ἑτέρων ἀνέχονται. Ταῦτα γὰρ ἐπιφέρει. ζ. »Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.« Διαφόρως ταῦτα εἴρηκεν· ὅτι ὁ τὰς φρένας νοσῶν, καὶ συνέσεως ἔρημος, τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκοῦσαι βούλεταί τι περὶ τούτων. η. »Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.« Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν· οὕτω δὲ καὶ ὁ Σύμμαχος. Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται. Ζηλωτοὺς δὲ αὐτοὺς, καὶ μακαρίους καλέσαντες ὄψονται συντόμως ἑαυτῶν τὸ τρισάθλιον τέλος. θ, ι. »Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται·
PG 80:1620καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.« Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται· σὺ δὲ κατὰ πάντων ἔχεις τὸ κράτος, πάντων ὑπέρτερος ὢν, καὶ τιμωρίαις ὑποβάλλων τοὺς παραπληξίᾳ κατεχομένους. ια. »Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου.« Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μονόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνοῦσι θεότητα. »Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι.« Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ παλαίωσίς μου, ὡς ἐλαία εὐθαλής . Ἀνθήσω γὰρ, καὶ τὸ γῆρας ἀποθήσομαι, ἐλαίαν τεθηλυῖαν μιμήσομαι, καὶ, κατὰ τοὺς Ἑβδομήκοντα, οἷόν τινι ἐλαίῳ πιανθήσομαι τῇ θυμηδίᾳ. ιβ. »Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου·
καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.« Τὸ ἐπεῖδε καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, καὶ αὐτὸς ὁ Ἑβραῖος ἐπόψεται εἴρηκε. Μελλόντων γὰρ προῤῥήσεις τὰ λεγόμενα· ἀλλὰ συνήθως οἱ ἑβδομήκοντα, ὡς γεγενημένα τὰ ἐσόμενα ἡρμήνευσαν· τὸ ἀναντίῤῥητον τῆς προῤῥήσεως καὶ ἐν τούτῳ δηλοῦντες. Ὥςπερ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέραντον διαμεῖναι· λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον. Οὕτω μέν τοι διαιρεῖται· »Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις·« ἐνταῦθα δεῖ ὑποστίξαι, εἶτα ἐπαγαγεῖν, »ἀκούσεται τὸ οὖς μου.« Τῶν παρανομίᾳ συζώντων, καὶ μυρία μοι τυρευόντων κακὰ τὸν ὄλεθρον πολλῶν διηγουμένων ἀκούσομαι. ιγ. »Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.« Οἱ μὲν οὖν ἁμαρτωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως ἀπέσβησάν τε καὶ διεφθάρησαν·
PG 80:1621ὁ δὲ δίκαιος τῆς μὲν κέδρου τὸ δασὺ, καὶ θερμὸν, καὶ θρέψιμον, τοῦ δὲ φοίνικος μιμήσεται τὸ ὑψίκομόν τε καὶ κάρπιμον. Διαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται. Τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρόνῳ φυομένη, ἀλλ’ εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα. [Ὡς ἐν θείῳ παραδείσῳ καταφυτεύεται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς σαφέστερον λέγει τῷ εἰπεῖν·] ιδ. »Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου· ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.« Οὗτοι δὲ, φησὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς δένδροις φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. ιε, ι. »Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται. Τοῦ ἀναγγεῖλαι ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.« Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι καρποφορήσουσι γηρῶντες, πίονες καὶ εὐθαλεῖς ἔσονται, ἀπαγγέλλοντες ὅτι ὀρθὸς Κύριος ὁ περιφράσσων με· καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ .
Ἐν τῷ μέλλοντι γὰρ βίῳ τὴν ἐπηγγελμένην ἀπολαμβάνοντες τελειότητα, πλείονά τε καὶ πίονα προςοίσουσι τῷ Θεῷ τὸν καρπὸν, τὴν δικαίαν αὐτοῦ ψῆφον ὑμνοῦντες. Τὴν γὰρ νῦν κεκρυμμένην οἰκονομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι. Γῆρας μέντοι τὴν τελειότητα κέκληκε. Τέλειον γὰρ καὶ ἡμεῖς τὸν γεγηρακότα καλοῦμεν, ἀτελῆ δὲ τὸν νέον. Διὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρεδήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον δῆλον πᾶσι γενήσεται. ΕΡΜΗΝ. ΤΟΥ Β ΨΑΛΜΟΥ. »Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.« Τὸ Ἀνεπίγραφος παρ’ Ἑβραίοις οὐκ ἔστιν ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ’ Εὐσεβίῳ. Τὴν τῶν ἀνθρώπων μεταβολὴν ὁ ψαλμὸς προθεσπίζει. Ὁ Θεὸς γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων. Οὐ γὰρ νῦν μὲν βασιλεύει, νῦν δὲ βασιλείαν οὐκ ἔχει· ἀλλὰ φύσει μέν ἐστιν ἀεὶ βασιλεὺς, οὐκ ἀεὶ δὲ τοῦτο δῆλον τοῖς ἀνθρώποις γεγένηται. Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θεραπείαν τοῖς εἰδώλοις προσήνεγκαν·
PG 80:1624μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δίκην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία διέδραμεν. [Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Διὰ δὴ ταῦτά φησιν ὁ προφητικὸς νοῦς προθεωρῶν·] α. »Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.« Ἐπειδὴ γὰρ τὸ πάθος σκυθρωπὸν ὤφθη τοῖς τὸν ἐντεῦθεν φυόμενον καρπὸν ἐπισταμένοις, ὡς βοᾷν τὸν προφήτην, »Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ, τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·« μετὰ δὲ τὴν [ἐκ Παρθένου γέννησιν καὶ τὸν ἑκούσιον σταυρὸν καὶ τὴν] εἰς οὐρανοὺς ἄνοδον, τὰς θεοπρεπεῖς ἀφῆκεν ἀκτῖνας· εἰκότως ὁ προφήτης βοᾷ, »Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.« Οὐ γὰρ ἃ μὴ εἶχεν ἔλαβεν, ἀλλ’ ἅπερ εἶχεν ὑπέδειξεν. Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, »Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι. [Οὐκ ἄδοξος μετὰ τὴν ἐνανθρώπησιν·
ἀλλ’ ἵνα μαρτυρηθῇ τὸ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.] «Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.» Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο· σχηματίζει δὲ αὐτὸν ὁ προφητικὸς λόγος, οἷόν τινα βασιλέα βασιλικὴν πανοπλίαν περιβαλλόμενον, καὶ ζώνῃ χρώμενον, καὶ κατὰ τῶν πολεμίων ἀγωνιζόμενον. Εἶτα δείκνυσι τὰ ἐντεῦθεν γινόμενα κατορθώματα. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται.« Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην. Οὐκέτι γὰρ οἱ ἄνθρωποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν. β. »Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.« Οὐ νῦν, φησὶ, τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ’ ἀί̈διον ἔχεις τὸ κράτος, καὶ τὴν βασιλείαν αἰώνιον· καὶ περὶ μὲν τῆς βασιλείας, καὶ ἐν τῷ μ καὶ δ ἔφη ψαλμῷ·
PG 80:1625»Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.« Τὸ δὲ ἀναλλοίωτον αὐτοῦ, καὶ ἄτρεπτον, ἐν τῷ ρα ψαλμῷ, πάλιν ἡμᾶς ἐδίδαξε· »Σὺ γὰρ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγένου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης· μία γὰρ οὐσία τῆς ἀχράντου Τριάδος· μία βασιλεία, μία κυριότης.] Ἀμφοτέρας μέντοι τὰς μαρτυρίας ὁ μακάριος Παῦλος προσήρμοσε τῷ Δεσπότῃ Χριστῷ. γ. «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.» Ποταμοὺς τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς μετ’ ἐκείνους δεξαμένους τὸ κήρυγμα. Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώποις τὴν ἀρδείαν προσήνεγκαν. Οὕτως αὐτοὺς καὶ ὁ μακάριος προσηγόρευσεν Ἀββακούμ· «Ποταμῶν ῥαγήσεται γῆ,» τουτέστι διαιρεθήσεται, καὶ τὴν ἀρδείαν δέξεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Οὗτοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πορείας ποιούμενοι. Τρίψεις γὰρ τὰς τρίβους ἐκάλεσεν.
Ἐπειδὴ γὰρ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρίβειν τὴν ὑποκειμένην γῆν, καὶ πορείαν ἐργάζεσθαι, εἰκότως τρίψιν τῶν ποταμῶν τὴν πορείαν ἐκάλεσεν· οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀταλαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο. δ. »Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης.« Καθάπερ τῶν μεγάλων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπεχόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων· οὕτω καὶ τῆς γλυκείας καὶ ποτίμου τῶν ἀποστόλων διδασκαλίας τῇ ἁλμυρᾷ καὶ πικρᾷ τῆς οἰκουμένης θαλάττῃ προσφερομένης, ζάλη τις ἐγένετο, καὶ κύματα ἐπάλληλα διανίστατο. Τοῦτο καὶ ὁ μακάριος προείρηκεν Ἀββακούμ. Εἰρηκὼς γὰρ, »Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ,« σκορπίζων ὕδατα πορείας, ἐπήγαγεν· »Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. Τῆς τοιαύτης ἅπασα πόλις ἐπέπληστο ζάλης·
PG 80:1628αὐτοῦ γάρ ἐστι τοῦ Κυρίου φωνὴ, «Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰκουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Ἀλλ’ ἡ μὲν ἀρχὴ τοῦ κηρύγματος εἶχε τὴν ζάλην· νῦν δὲ ὁ τῆς θαλάττης δεσπότης ἐπετίμησε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, καὶ ἐγένετο γαλήνη μεγάλη. «Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.» Ὁ δὲ Ἀκύλας οὕτως· Ὑπερμεγέθης ἐν ὕψει Κύριος . Μάλα δὲ ἀκολούθως τοῦτο τοῖς εἰρημένοις προστέθεικε, τοῦ κατορθοῦντος δεικνὺς τὴν ἰσχύν. Ὑπερμεγέθης γάρ ἐστι, καὶ ὕψιστος, καὶ Κύριος, καὶ δύναμιν ἔχων, οὔτε γλώττῃ μετρητὴν, οὔτε διανοίᾳ καταληπτήν. [ Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πατριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ’ ἐκείνους ἅπαντας.] ε. «Τὰ μαρτύριά σου Κύριε, ἐπιστώθησαν σφόδρα.» Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας. Τῇ δὲ μαρτυρίᾳ τῶν πραγμάτων δέδεικται ἀληθῆ· καλὴ δὲ καὶ ἡ τοῦ σφόδρα προσθήκη.

Interpretation of Psalm XCInterpretatio in Psalmum XC

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεωρῆσαι ψεῦδος, ἀλλ’ ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη. «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.» Τὸ δὲ πάντων μέγιστόν τε καὶ κάλλιστον τῶν ἀγαθῶν, ὅτι οὐ πρόσκαιρος ἡ τῶν δεδωρημένων ἀπόλαυσις, οὐδὲ χρόνοις τισὶ περιωρισμένη, κατὰ τὴν Ἰουδαίων λατρείαν· ἀλλὰ διαρκὴς, καὶ μόνιμος, καὶ αἰώνιος· τῷ νέῳ γάρ σου οἴκῳ ταῦτα πρόσφορά τε καὶ πρέποντα. Οἶκον δὲ τοῦ Θεοῦ τὸν τῶν πιστῶν προσηγόρευσε σύλλογον ὁ θεσπέσιος Παῦλος, ᾧ τὸν ἁγιασμὸν ἐπιπρέπειν εἴρηκεν ὁ προφήτης. Προσήκει τοίνυν ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, καθαίρειν μὲν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· ἵνα ἄξιον τὸν οἶκον τοῦ Θεοῦ κατασκευάσαντες, τὸν αἰώνιον ἔνοικον εἰσδεξώμεθα. ΕΡΜΗΝ. ΤΟΥ Γ ΨΑΛΜΟΥ. «Ψαλμὸς τῷ Δαβίδ· τετράδι Σαββάτου· ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Δῆλον, ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες. Τοῦ δὲ ψαλμοῦ ἡ ὑπόθεσις αὕτη.
PG 80:1629Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικάζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ αἷμα. Τούτων δὲ καὶ ὁ μακάριος κατηγόρησεν Ἡσαί̈ας, «Ἀκούσατε, λέγων· ἄρχοντες Σοδόμων.» Καὶ πάλιν· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.» Οὐ μόνον δὲ κατηγόρησεν, ἀλλὰ καὶ παρῄνεσε· «Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν.» Ταύτην καὶ ὁ μακάριος Ἀββακοὺμ τὴν κατηγορίαν ἐποιήσατο, καὶ τῷ Θεῷ προσφέρων τὴν ἔντευξιν ἔλεγε· «Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ καταφάγεται ὁ ἀσεβὴς τὸν δίκαιον.» Οὕτω καὶ ὁ θαυμάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες. Ταῦτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ θεῖος Δαβὶδ, τοῦτον ἔγραψε τὸν ψαλμόν· ἵνα διὰ τῆς μελῳδίας, τῆς ἐν τῷ θείῳ ναῷ γινομένης, τὴν ὠφέλειαν οἱ τηνικαῦτα καρπώσωνται· διδάσκει δὲ τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ τὴν ἐντεῦθεν τιμωρίαν τῶν πονηρίᾳ συζώντων.
Σχηματίζει δὲ τὸν ψαλμὸν ἐκ προσώπου τῶν εὐσεβείᾳ συντεθραμμένων, ταῦτα παρ’ ἐκείνων ὑπομενόντων. α. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.« Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο , ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν· οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων Θεὸν καὶ Δεσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦσαι, καὶ τὴν ἔντευξιν δέξασθαι. β. »Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.« Δεῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλαζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτής. γ, δ. »Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται, καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.« Οὐκ ὄλεθρον ὑπομεῖναι τοὺς παρανόμους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξουσίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν. ε, 2. »Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν· καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν.« Πᾶν εἶδος ἀδικίας, Δέσποτα, παρ’ αὐτῶν τολμᾶται.
PG 80:1632Ἐπὶ τῇ δυναστείᾳ βρενθύονται, ἀδίκοις δὲ κέχρηνται λόγοις· τὰ πράγματα τῶν λόγων ἐστὶ χαλεπώτερα. Αἱ τῶν ὁμοζύγων ἐστερημέναι, καὶ οἱ πατέρων ἐρημίαν ὀλοφυρόμενοι πρόκεινται τούτοις, ὡς ἕτοιμον θήραμα. Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ’ αὐτῶν σφαγὴν ὑπομένουσι· Προσηλύτους γὰρ τούτους ὠνόμασε. ζ »Καὶ εἶπαν· Οὐκ ὄψεται ἄνθρωπος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.« Αὕτη τῆς ἀσεβείας ἐπίτασις. Ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοί σε ἐφορᾷν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρωπείων πραγμάτων· οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ , ἀλλ’ εἰς αὔξησιν τῆς κατηγορίας. Πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ, οὐ δειμαίνουσιν ὡς ἐφορῶντα τὸν τῶν ὅλων Θεόν. Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβουλὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] η.
»Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.« Ὀψέ γ’ οὖν ποτε, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε, καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν· [ὅτι ἀράχνῃ ἔοικεν ἡ τοῦ παρόντος βίου κατάστασις.] θ. »Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ,« Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡςαύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται; ι. »Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;« Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν; »Ὁ διδάσκων ἄνθρωπον γνῶσιν.« Καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, καὶ καθ’ ἑκάστην γιγνομένων ἡμέραν, πλείονα τὴν γνῶσιν ἐργάζεται. ια. »Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.« Ἀλλὰ γὰρ οὐ μόνον ὁρᾷ καὶ ἀκούει·
PG 80:1633ἀλλὰ καὶ τοὺς ἡμετέρους ἐπίσταται λογισμοὺς, τοὺς ψευδῆ περὶ τῆς αὐτοῦ προνοίας τοπάζοντας· οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμενος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶσαν ψυχαγωγίαν· πιθανωτέραν δὲ αὐτὴν ἐργαζόμενος ποιεῖται τοὺς λόγους. ιβ. »Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.« Πολλοὶ μὲν γὰρ ἀθλίους εἰώθασιν ἀποκαλεῖν τοὺς τὴν εὐσέβειαν ἀσπαζομένους [καὶ ἀδικίαν ὑφισταμένους· ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν. ιγ. »Τοῦ πραύ̈ναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν.« Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον· ἡμέραν γὰρ πονηρὰν , τὴν αἰώνιον ἐκάλεσε κόλασιν. »Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.« Οἱ γὰρ τὴν παρανομίαν ἀσπαζόμενοι τῇ διηνεκεῖ τιμωρίᾳ παραδοθήσονται. Ὥσπερ γὰρ τὸν εἰς βαθὺ ἐμπεσόντα βόθρον ἀναβῆναι τῶν ἀδυνάτων, μηδενὸς ἐπαμύνοντος· οὕτω διαφυγεῖν τὴν αἰώνιον ἀδύνατον κόλασιν, μὴ τῆς θείας τοῦτο βουλομένης φιλανθρωπίας. ιδ. »Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ·
καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει.« [ Κληρονομίαν οὐ τὸν Ἰσραὴλ ὠνόμασε μόνον, ἀλλὰ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ μάλιστα τοῦτον. Περὶ μὲν γὰρ ἐκείνου ὁ μακάριος ἔφη Μωϋσῆς· »Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.« Περὶ δὲ τοῦ νέου λαοῦ, ὃν ὁ ἐκ Θεοῦ Θεὸς τῷ ἑκουσίῳ θανάτῳ περιεποιήσατο, συγκληρονόμους ὀνομάζει ὁ θεῖος Ἀπόστολος· αὐτὸς γὰρ τὴν νέαν διαθήκην καὶ ἀληθινὴν μερίδα ὁρίζεται· οὓς διὰ λουτροῦ παλιγγενεσίας ἀνέπλασεν.] Καὶ κατὰ τὸν παρόντα δὲ βίον τῆς προσηκούσης ἀπολαύσεται προμηθείας ὁ θεῖος λαὸς, ἅτε δὴ κληρονομία καὶ λαὸς αὐτοῦ χρηματίσας. ιε. »Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν;« Ταύτης μέντοι τεύξεται τῆς προνοίας, ἕως ἂν ἡ τοῦ Θεοῦ δικαιοσύνη φανῇ, πάντων ἀνθρώπων ποιουμένη τὴν κρίσιν. Αἰνίττεται δὲ ὁ λόγος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν, καὶ τῶν Ἰουδαίων τὴν ἄρνησιν. Δικαιοσύνην γὰρ αὐτὸν ἐκάλεσε τὸν Δεσπότην Χριστόν. Αὐτὸς γὰρ καὶ Ἥλιος δικαιοσύνης ὠνόμασται, καὶ περὶ αὐτοῦ ἔφη ὁ μακάριος Παῦλος·
PG 80:1636»Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.« Τῆς τοῦ Θεοῦ τοίνυν μνημονεύσας προνοίας, καὶ εἰρηκὼς, ὅτι »Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει,« καὶ τὴν ἐσομένην αὐτῶν προθεασάμενος ἄρνησιν, εἰκότως ἐπήγαγεν, »Ἕως οὗ ἐπιστρέψῃ δικαιοσύνη εἰς κρίσιν.« Ἕως γὰρ ἂν μὴ ἀρνηθῶσι τῆς δικαιοσύνης τὴν ἐπιφάνειαν, τῆς ἄνωθεν τεύξονται προμηθείας. »Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ« Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ . Τούτῳ γὰρ, φησὶ, τῷ σωτηρίῳ, ὃ δικαιοσύνην ἐκάλεσεν, ἀκολουθήσουσιν οἱ καθαρὰν ἀπιστίας διάνοιαν ἔχοντες, καὶ εὐθέσι χρώμενοι λογισμοῖς. Συμβαίνει δὲ τοῖς εἰρημένοις καὶ τοῦ Κυρίου τὰ ῥήματα. Ἰδὼν γὰρ τὸν Πέτρον καὶ τὸν Ἀνδρέαν βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, εἶπεν αὐτοῖς· »Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.« Καὶ τῷ εἰρηκότι. »Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου,« εἶπεν ὁ Κύριος.

Interpretation of Psalm XCIInterpretatio in Psalmum XCI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
»Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκροὺς, σὺ δὲ ἐλθὼν ἀκολούθει μοι.« Ἰουδαίων μὲν οὖν, φησὶ, μέχρι τῆς ἀρνήσεως ποιήσεται πρόνοιαν, τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ ἀκολούθους ἕξει, ἐχομένους αὐτοῦ, καὶ ἀντεχομένους, καὶ καταλιπεῖν οὐδ’ ὅλως ἀνεχομένους. ι. »Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;« Σαφέστερον δὲ ὁ Σύμμαχος· Τίς ἀναστήσεται ὑπὲρ ἐμοῦ πρὸς κακούργους; τίς ἐνστήσεται ὑπὲρ ἐμοῦ πρὸς ἐργαζομένους ἀδικίας ; Πάσης ἀνθρωπίνης εἰμὶ, φησὶν, ἔρημος βοηθείας, ἀλλ’ ἔχω τὸν μέγαν ἐπίκουρον, τὸν σκεδάσαι ῥᾳδίως δυνάμενον τῶν ἐναντίων τὸ στίφος· Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ιζ. »Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.« Εἰ μὴ γὰρ τῆς παρ’ αὐτοῦ προνοίας ἀπήλαυσα, πάντως ἄν με θανάτῳ παρέδωκαν. ιη. »Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι.« Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον. ιθ.
PG 80:1637»Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.« Ἀναλογοῦσαν δὲ ταῖς ὀδύναις τὴν παρὰ τῆς σῆς ἀγαθότητος ἐδεχόμην παραψυχήν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· »Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.« Καὶ πάλιν Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.» κ. «Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα.» Σαφέστερον δὲ ὁ Σύμμαχος· Μὴ συναφθήσεταί σοι θρόνος ἐπηρείας, ὁ πλάσσων ταλαιπωρίαν κατὰ προστάγματος ; Οὐκ ἀνέξῃ, φησὶ, κοινωνῆσαι τῆς ἀδικίας τοῖς παρανόμως δικάζουσιν· οἳ ἐναντίαν τοῖς ὑπὸ σοῦ προστεταγμένοις τὴν ψῆφον ἐκφέροντες, τὴν ἐντεῦθεν φυομένην ἐπισπῶνται ταλαιπωρίαν. «Θρόνον γὰρ ἐπηρείας καὶ ἀνομίας» τοὺς ἀδίκους ἐκάλεσε δικαστὰς, οἳ κόπον καὶ ταλαιπωρίαν δρέπονται τῆς ἀδικίας καρπόν. κα.
«Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.» Ἔργον γὰρ τοῖς παρανόμοις τούτοις δικασταῖς, πάσῃ μηχανῇ κατὰ τῶν δικαίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον, [καὶ τὰς ἄλλας τιμωρίας· δημεύσεις λέγω καὶ ἐξορίας, καὶ τὰ ὅμοια τούτοις.] κβ. «Καὶ ἐγένετό μοι Κύριος καταφυγή· καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου.» Ἐγὼ δὲ τῆς παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔσχον περίβολον ἰσχυρόν. κγ. «Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.» Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται. Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη. Πάντων γὰρ ἀνθρώπων ὁ τῶν ὅλων Θεὸς προμηθούμενος, πᾶσι τὴν πρόσφορον προσφέρει θεραπείαν. ΕΡΜΗΝ. ΤΟΥ Δ ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβίδ.» Ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ἰωσίας ὁ βασιλεὺς κομιδῇ γέγονεν εὐσεβής. Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι·
PG 80:1640τῶν δὲ τετελευτηκότων ἱερέων ἀνορύξας τοὺς τάφους, τὰ τούτων ὀστᾶ κατέκαυσεν ἐν αὐτοῖς τοῖς τῶν δαιμόνων βωμοῖς. Εἶτα τὸν λαὸν ἅπαντα συναθροίσας, μεταμελείᾳ χρήσασθαι παραινεῖ, καὶ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τούτῳ διαφυγεῖν τῷ τρόπῳ τὴν ἠπειλημένην πανωλεθρίαν. Ὀλδὰ γὰρ ἡ προφῆτις δεινὰ καὶ χαλεπὰ παντὶ προεθέσπισε τῷ λαῷ. Ταῦτα τοίνυν πόῤῥωθεν ὁ μακάριος Δαβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων. Ἐσχημάτισται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τοῦ Ἰωσίου, καὶ τῶν τοῦ Θεοῦ ἱερέων. α. «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Χορευόντων ἐστὶ τὸ προοίμιον, καὶ ἡδομένων ἐπὶ τῇ τῆς ἀσεβείας ἀπαλλαγῇ. Κοινῇ, φησὶ, τῷ Θεῷ τὸν ἐπινίκιον ἀναπέμψωμεν ὕμνον. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων ἐστὶ φωνή. Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στίφος τῶν δυσσεβῶν. Εἰκότως τοίνυν τὴν ἐπινίκιον ᾠδὴν προσφέρουσι τῷ Θεῷ· [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός. Ἄλλως δ’ ἂν νοήσειαν καὶ ἅπαντες οἱ κατ’ αὐτούς·
«Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν,» τῷ τὴν ἡμετέραν σωτηρίαν διὰ παθημάτων πραγματευσαμένῳ· ἵνα πάντας ἡμᾶς ἀπαθείας ἀξιώσειε· τῷ ἑλομένῳ κατελθεῖν μέχρι τοῦ ᾅδου ἵνα ἡμᾶς εἰς τοὺς οὐρανοὺς ἀναγάγῃ.] β. «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.» Πρὸ τοῦ καιροῦ τῆς τιμωρίας τῇ μεταμελείᾳ χρησώμεθα, καὶ πρὶν τὴν καθ’ ἡμῶν ἐξενεχθῆναι ψῆφον, τὸν Δεσπότην ἐκμειλιξώμεθα· προσενέγκωμεν δὲ αὐτῷ καὶ τὴν πρέπουσαν ὑμνῳδίαν. Εἶτα διδάσκει τοῦ Θεοῦ τὴν νίκην, καὶ τῶν εἰδώλων τὴν ἧτταν. γ. «Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Ἄῤῥητος γὰρ ἡ τοῦ ἡμετέρου Δεσπότου δύναμις. Οὗτος Θεὸς ἀληθὴς, οὗτος κατὰ πάντων ἔχει τὸ κράτος, καὶ τὴν ψευδῆ προσηγορίαν ἐλέγχει τῶν καλουμένων θεῶν. Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια δείκνυσιν. δ, ε. «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Πάντων ἐστὶ ποιητὴς, πάντων Δεσπότης, αὐτὸς τὰ πάντα κυβερνᾷ·
PG 80:1641ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ· αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐτοῖς τὰ τεμένη πηγνύναι. 2. «Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ, κλαύσωμεν ἐναντίον [Κυρίου] τοῦ ποιήσαντος ἡμᾶς.» Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλοφυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν· αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ Δεσπότης. Διδάσκει δὲ καὶ ἡ ἱστορία καὶ τοῦ Ἰωσίου, καὶ τοῦ λαοῦ τὰ δάκρυα, ἃ μετὰ τὴν ἀνάγνωσιν τοῦ Δευτερονομίου προέχεαν. ζ. «Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. »Καὶ φύσει Δεσπότης ἡμῶν ἐστι, καὶ διαφερόντως ἡμῶν ὑπάρχει Θεός. Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν. [Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Καὶ πάλιν·
«Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχὴν τίθημι ὑπὲρ τῶν προβάτων,» καὶ τὰ ἑξῆς.] Εἶτα λοιπὸν ἀπειλοῦσι τοῖς μὴ πειθομένοις τὴν τιμωρίαν, καὶ τῇ τῶν πατέρων δεδιττόμενοι μνήμῃ, καὶ διὰ τῆς ἐκείνης κατηγορίας τὴν ὠφέλειαν πραγματευόμενοι. η, θ. «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Ὡς ἐν τῷ παραπικρασμῷ.» Ἐπειδὴ τὴν προτέραν ὑμῶν ἀσέβειαν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ Δεσπότης παρεῖδε, νῦν γοῦν αὐτοῦ παραινοῦντος ἀκούσατε, καὶ τὴν σωτήριον διδασκαλίαν προσφέροντος, καὶ μὴ μιμήσησθε τῶν πατέρων τὴν ἀτέρμονα καὶ ἀντίτυπον γνώμην. Παραπικρασμὸν γὰρ κέκληκε τὴν ἐν τῇ ἐρήμῳ πολλάκις γεγενημένην ἀντιλογίαν. Οὕτω καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ.» Ἔδειξε δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἁπλῶς εἶπε· Μὴ σκληρυνθῆτε, ἀλλὰ «Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,» διδάσκων ὡς αὐτοί εἰσι τῆς τοιαύτης καρδίας δημιουργοί· εἶτα σαφέστερον τῆς τῶν πατέρων ἀπειθείας ἀναμιμνήσκει. «Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου.
PG 80:1644[ι] Τεσσαράκοντα ἔτη.» Ἐπειδὴ γὰρ εἰς τὴν ἐπηγγελμένην εἰσελθεῖν οὐκ ἠβουλήθησαν γῆν, [ἀλλ’ ἀντεῖπον κελεύοντι τῷ Θεῷ,] δέος ἄλογον προβαλλόμενοι, καὶ δειλίαν φάσκοντες, ὡς αὐτοὶ μὲν ἀναιρεθήσονται, δορυάλωτα δὲ τὰ παιδία γενηθήσεται, τὸν τεσσαρακοντούτην αὐτοὺς ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασε χρόνον, ἕως αὐτοὶ κατηναλώθησαν. «Προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ.» Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ Προσώχθισα, Δυσηρεστήθην εἰρήκασι· τούτου, φησὶν, ἕνεκα τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. ια. «Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Οἱ δὲ ταῖς ὠμοσμέναις ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν. Οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς.
Τὴν γῆν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς ἀνάπαυσιν, Ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ μεταβάσεις ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης, ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας, καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν. Ὁδοὺς δὲ Θεοῦ τὰς οἰκονομίας ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ Ε. ΨΑΛΜΟΥ. «Ὠδὴ τῷ Δαβὶδ, ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Οὐδὲ ταύτην ὁ μακάριος Δαβὶδ ἔγραψε τὴν ἐπιγραφὴν, οὔτε μὴν οἱ ἐξ ἀρχῆς τὴν προφητείαν ἡρμηνευκότες· ἄλλος δέ τις ὡς ἔοικεν τὴν ἐξ ἐπιπολῆς διάνοιαν τοῦ ψαλμοῦ κατιδὼν, ταύτην τέθεικε τὴν ἐπιγραφήν· ἁρμόττει δὲ καὶ τοῖς ἐκ Βαβυλῶνος ἐπανελθοῦσι, καὶ τὸν θεῖον δειμαμένοις νεὼν ἡ τοῦ γράμματος ἐπιφάνεια· ἐπειδήπερ ἐν αὐτοῖς ἐσκιαγραφήθη πάντων ἀνθρώπων ἡ σωτηρία. Προθεσπίζει δὲ ὅμως ἡ προφητεία καὶ τὴν προτέραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν παρασχεθεῖσαν ἤδη τοῖς ἔθνεσι σωτηρίαν.

Interpretation of Psalm XCIIInterpretatio in Psalmum XCII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1645«Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ἐπὶ καινοῖς γὰρ πράγμασι, καινῆς χρεία καὶ τῆς ὑμνῳδίας. «Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Πῶς ταῦτα Ἰουδαίοις ἁρμόττει παρὰ πάντων πολεμουμένοις ἀνθρώπων; Οὐ γὰρ ἥσθησαν οἱ τὴν ἐκείνων ἰδόντες ἐλευθερίαν· ἀλλὰ τοὐναντίον ἠχθέσθησαν, καὶ παντοδαποῖς αὐτοὺς κακοῖς περιβαλεῖν ἐπειράθησαν. Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τὴν οἰκουμένην εἰς χορείαν καλεῖ. β. «Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αἰτοῦ.» Καθ’ ἑκάστην, φησὶν, ἡμέραν ἐξηγεῖσθε τὴν γεγενημένην εὐεργεσίαν. Εἶτα διδάσκει καί τισι χρὴ προσενεγκεῖν τὴν τοιαύτην ὑφήγησιν. γ. «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· ἐν πᾶσι λαοῖς τὰ θαυμάσια αὐτοῦ.» Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας. δ. Ὅτι μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα· φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.« Ἄῤῥητον γὰρ ἔχει τὸ μέγεθος τῶν ὅλων ὁ Κύριος, καὶ κατὰ τῶν ψευδωνύμων θεῶν τὴν οἰκείαν ἔδειξε δύναμιν, καὶ τὴν ἐκείνων ἀπάτην ἐξήλεγξε. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ε.
»Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.« [Περὶ γὰρ αὐτοῦ καὶ ὁ μακάριος Παῦλος φάσκει· »Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.«] Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πονηροί· ὁ δὲ ἡμέτερος τῶν οὐρανῶν ποιητὴς ἀπεφάνθη. [Ἐπὶ γὰρ τοῦ ἑκουσίου πάθους οὐ μόνον ἥλιος ἐσκοτίσθη καὶ πέτραι διεῤῥάγησαν, καὶ τὸ τοῦ ναοῦ καταπέτασμα κατεσχίζετο· ἀλλὰ καὶ οἱ τῶν οὐρανῶν δυνάμεις ἐσαλεύοντο, καὶ συντόμως εἰπεῖν τὸ πᾶν ἀνυπαρξίαν ἠπείλει βλέπον τὸν φέροντα τὰ πάντα ἐπὶ σταυροῦ κρεμάμενον.] 2. »Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.« Καὶ γὰρ ἀνθρωπείαν φύσιν ἀναλαβὼν, καὶ διὰ ταύτης τοῖς ἀνθρώποις ἐπιφανεὶς, τὰς τῆς οἰκείας μεγαλοπρεπείας ἐκπέμπει μαρμαρυγὰς, καὶ πάντας εἰς προσκύνησιν ἕλκει· Ἁγίασμα γὰρ αὐτοῦ τὸν ναὸν προσηγόρευσεν, ὃν ἀνείληφε. Τῆς δὲ ὡραιότητος ἐμνημόνευσεν ἤδη καὶ ἐν τῷ μδ ψαλμῷ· »Ὡραῖος γὰρ ἔφη κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.« ζ, η. »Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.
PG 80:1648Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.« Προςδράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ Δεσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προςενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε. »Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. [θ] Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·« Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας. Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ. Ἄλλως τε οὐδὲ Ἰουδαίοις τοῦτο προσέταξεν, ἵνα τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, αἳ τὰς τῆς καινῆς διαθήκης θυσίας ἐν ταῖς ἐκκλησίαις προςφέρουσι. Περὶ τούτων καὶ δι’ ἑτέρου προφήτου προηγόρευσεν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· »Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ τὸ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.«Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ .
Οὕτω δὴ καὶ ὁ Σύμμαχος. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ προφήτου Ἡσαί̈ου λεχθεῖσι, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις. ι. «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Κηρύξατε τοίνυν τοῦ Θεοῦ τῶν ὅλων τὴν βασιλείαν· ἢ τὴν οἰκουμένην πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερομένην βεβαίαν ἀπέφηνεν. Οὕτω δὲ καὶ ὁ Σύμμαχος, Κύριος ἐβασίλευσε, καὶ ἔδρασε τὴν οἰκουμένην ἀπερίτρεπτον . Δῆλον μέντοι, ὡς αἰώνιος ἡ τοῦ Θεοῦ βασιλεία· ἐδείχθη δὲ τηνικαῦτα διὰ τῆς τῶν πραγμάτων μεταβολῆς. «Κρινεῖ λαοὺς εὐθύτητι.» Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύττων, καὶ δίκαιον. ια.
PG 80:1649«Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ.» Πᾶσα, φησὶν, ἡ κτίσις κοινωνείτω τοῖς ἀνθρώποις τῆς εὐφροσύνης, καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια θυμηδίας ἐμφορηθήτω. Εἰ γὰρ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, μείζονα δήπουθεν ἔχουσιν εὐφροσύνην ἐπὶ τῇ πάντων ἀνθρώπων μεταβολῇ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς.» Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα σὺν πληρώματι αὐτῆς . Ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος, ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κηρυγμάτων δέξεται τὴν ἠχήν. Προλέγει δὲ κατὰ ταυτὸν, καὶ τὰς γεγενημένας τῶν ἀπίστων ἐπαναστάσεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέροις ψαλμοῖς ἀπεδείξαμεν. ιβ. «Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ὁ δὲ Σύμμαχος οὕτως· Γαυριάσει ἀγρὸς, καὶ πάντα τὰ ἐν αὐτῷ Ἑρμηνεύων δὲ καὶ ὁ Κύριος τὴν τῶν ζιζανίων παραβολὴν, ἀγρὸν τὸν κόσμον ὠνόμασε· λέγει τοίνυν, ὅτι ἅπαντα χαρᾶς καὶ θυμηδίας πλησθήσονται. «Τότε ἀγαλλιάσεται πάντα τὰ ξύλα τοῦ δρυμοῦ.» Ὁ δὲ Ἀκύλας· Τότε αἰνέσουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ . Ἐκεῖνα διαφερόντως τῷ Θεῷ προξενήσει τὸν ὕμνον.
Ἐξ αὐτῶν γὰρ τὸ σωτήριον ξύλον, ἐν ᾧ τοῦ Σωτῆρος προσηλώθη τὸ σῶμα, δι’ οὗ τοῖς ἀνθρώποις ἀναβλαστάνει τὰ ἀγαθά. Εἰδέναι μέντοι προσήκει, ὡς προσωποποιί̈ᾳ ὁ προφητικὸς ἐχρήσατο λόγος. Οὔτε γὰρ οὐρανὸς, οὔτε γῆ, οὔτε θάλασσα, οὔτε πεδία, οὔτε τὰ ξύλα, λογικά τε καὶ ἔμψυχα, ἀλλ’ οἱ ἐν τούτοις ὄντες τὴν ὑμνῳδίαν τῷ Θεῷ προσφέρουσι. Τὴν γὰρ θάλασσαν οἰκοῦσιν οἱ νησιῶται, τὴν δὲ γῆν ἠπειρῶται, τὸν δὲ οὐρανὸν ἄγγελοι. Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλλαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν· οὕτω καὶ τῶν υἱῶν Ἰσραὴλ τὴν ἐξ Αἰγύπτου πορείαν διδάσκων ὁ Προφήτης, τῇ προσωποποιί̈ᾳ πάλιν ἐχρήσατο· «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Καὶ προςφέρει τὴν πεῦσιν, καὶ τὴν ἀπόκρισιν δέχεται, τῶν σεσωσμένων τὴν εὐθυμίαν διὰ τούτων δηλῶν. ιγ. «Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Καλῶς τὰ δύο τέθεικε, «Καὶ ὅτι ἥκει, καὶ ὅτι ἔρχεται·» ἡ πρώτη μὲν γὰρ ἐπιφάνεια δέδωκε τοῖς ἀνθρώποις τὴν θείαν ἐπίγνωσιν·

Interpretation of Psalm XCIIIInterpretatio in Psalmum XCIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1652ἡ δὲ δευτέρα ποιήσεται τὴν τῶν πραγμάτων διάκρισιν. «Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὑτοῦ.» Τότε γὰρ, φησὶ, τότε τὴν δικαίαν κρίσιν ποιήσεται, οὐκ ἔτι τῇ προτέρᾳ μακροθυμίᾳ χρώμενος, ἀλλὰ τὴν τῶν πραγμάτων ἐξετάζων ἀλήθειαν, καὶ ὀρθὴν ἐκφέρων κατὰ πάντων τὴν ψῆφον. ΕΡΜΗΝ. ΤΟΥ 12 ΨΑΛΜΟΥ. «Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστατο. Ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Ὡμολόγησε καὶ ὁ ταύτην τεθεικὼς τὴν ἐπιγραφὴν, μὴ εὑρηκέναι αὐτὴν παρ’ Ἑβραίοις, ἀλλ’ αὐτὸς τεθεικέναι. Οὐκοῦν οὐδὲ αὐτὴ ἡ προφητική· οὐδὲ γὰρ ἁρμόττει τῇ τοῦ ψαλμοῦ διανοίᾳ· ἁπάσης γὰρ τῆς γῆς, ἀλλ’ οὐ τῆς Ἰουδαϊκῆς μόνης, τὴν κατάστασιν ὁ προφήτης λέγει. Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώπων. Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ μέλλον κριτήριον. α. «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.» Διὰ τούτων τὴν προτέραν τοῦ Σωτῆρος ἐπιφάνειαν προλέγει.
Οὗ δὴ χάριν, καὶ ἠπειρώτας, καὶ νησιώτας εἰς χορείαν διήγειρεν καὶ θυμηδίαν. Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται. Βασιλεῦσαι δὲ τὸν Κύριον ἔφη, οὐχ ὡς τὸ τηνικαῦτα τὴν βασιλείαν δεξάμενον, ἀλλ’ ὡς τότε τοῖς ἀνθρώποις τὴν οἰκείαν δείξαντα βασιλείαν. Καὶ ἵνα μὴ ταυτολογῶμεν, τοῖς ἤδη παρ’ ἡμῶν ἑρμηνευθεῖσιν ἐντυχεῖν παρακαλοῦμεν τοὺς τοῦτο μαθεῖν ἀκριβέστερον βουλομένους. β. «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.» Διὰ τοῦ γνόφου , καὶ τῆς νεφέλης , τὸ ἀθέατον τῆς θείας ἐδίδαξε φύσεως· ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν· οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύσιν. Ἀναμιμνήσκει δὲ ὅμως, ὡς αὐτός ἐστιν ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν· καὶ διδάσκει, ὅτι εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεωρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι·
PG 80:1653ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσεν. γ. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.» Ταῦτα τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα. Ταῦτα καὶ ὁ θεῖος ἐθεάσατο Δανιήλ· «Ὁ θρόνος αὐτοῦ, φησὶ, φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς ἐκπορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» δ. «Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.» Δύο τοῦ πυρὸς αἱ ἐνέργειαι· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει. Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συζήσαντες. Ἀστραπῇ δὲ αὑτοῦ τὴν παρουσίαν καὶ ὁ Δεσπότης ἀπείκασεν. Ἔφη δὲ οὕτω· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.»Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.« Τίς γὰρ οὐ δειμαίνει τὸ φοβερὸν ἐκεῖνο δικαστήριον; ε.
»Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.« Οὐ μόνοι γὰρ οἱ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτοὶ οἱ δυναστεύοντες καὶ βασιλεύοντες, κηροῦ δίκην πυρὶ πελάζοντος, τῷ φόβῳ διαλυθήσονται. Ὅσῳ γὰρ πλειόνων πραγμάτων οἰκονομίαν ἐνεχειρίσθησαν, τοσούτῳ πλείοσιν εὐθύναις ὑπόκεινται. Ὅσῳ δὲ πλέον τὸ χρέος, τοσούτῳ πλέον τὸ δέος. 2. »Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.« Τοῦτο καὶ γέγονε, καὶ γενήσεται. Ἡνίκα μὲν γὰρ ὁ Δεσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προςενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες· »Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.« Οὐρανοὺς τοίνυν ἐκάλεσε τὰς οὐρανίας δυνάμεις, ὥσπερ αὖ καὶ γῆν πολλάκις τοὺς τὴν γῆν οἰκοῦντας καλεῖ. Εἶδον δὲ καὶ οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, διὰ τῆς οἰκείας μεταβολῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν δύναμιν· ἡ δευτέρα μέντοι παρουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ Δεσπότου τὴν βασιλείαν· τότε καὶ τῆς ἀγγέλων ὑμνῳδίας ἀκουσόμεθα πάντες. ζ.
PG 80:1656»Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν.« Τοῦ ἀληθινοῦ τοίνυν φωτὸς ἀνατείλαντος, ὑποχωρείτω τὸ σκότος, καὶ καταδυέσθωσαν οἱ τῇ πλάνῃ δουλεύοντες, ἐγκαλυπτέσθωσαν οἱ τοῖς εἰδώλοις λατρεύοντες. »Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ.« Καὶ ταύτην ὁ μακάριος Παῦλος τὴν προφητείαν τῷ Σωτῆρι προσήρμοσε. Φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· »Ὅτ’ ἂν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.« Εἰς καιρὸν δὲ τοῦτο καὶ ἐνταῦθα τέθεικεν ὁ Προφήτης. Δείξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομένους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν. η. »Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε.« Καὶ ἐνταῦθα Σιὼν τὴν εὐσεβῆ πολιτείαν καλεῖ· θυγατέρας δὲ τῆς Ἰουδαίας , τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας. Ἐξ Ἰουδαίων γὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες.
Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος Κορινθίοις ἐπιστέλλων, καὶ διαῤῥήδην λέγων· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐπειδὴ τοίνυν καὶ μία ἡ τοῦ Σωτῆρος Ἐκκλησία· εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες· καὶ αὖ πάλιν πολλαί· πολλὰ γὰρ τὰ μέλη τοῦ σώματος· διὰ μὲν τῆς Σιὼν τὸ κοινὸν ἐκάλεσε σύστημα τῶν εὐσεβῶν· διὰ δὲ τῶν θυγατέρων τῆς Ἰουδαίας , τοὺς ἐν πόλεσι καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς τῶν πεπιστευκότων συλλόγους. Λέγει δὲ καὶ τούτους κἀκείνους εὐφροσύνης ἀναπεπλῆσθαι τὰ δίκαια κρίματα τοῦ κριτοῦ. θ. »Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.« Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀληθοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνωσιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεασάμενοι. Τῶν μὲν γὰρ ἐλέγχθη τὸ μάταιον, σοῦ δὲ τὸ ὕψος ἐδείχθη. Ἐπειδὴ δὲ οὐ μόνης ἡμῖν δεῖ πίστεως, ἀλλὰ καὶ πράξεως ἀγαθῆς, ἀναγκαίως καὶ ταύτην ὁ προφήτης προσφέρει τὴν συμβουλήν. ι. »Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά.« Εἰ τὸ ἀγαθὸν ὑμῖν ἐπέραστον, τὸ ἐναντίον βδελύξασθε.
PG 80:1657»Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;« Διὰ μέντοι τῆς πονηρίας ἀπηγόρευσε ἅπαντα τῆς κακίας τὰ εἴδη. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὑτοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς.» Ἀποστρεφόμενοι τὴν πονηρίαν, καὶ τῆς ὀρθῆς καὶ δικαίας ἐπιμελούμενοι πολιτείας, ἕξετε κηδεμόνα, καὶ φύλακα, τῶν ὅλων τὸν Κύριον, καὶ κρείττους τῶν ἐπανισταμένων ὑμῖν γενήσεσθε δυσμενῶν. ια. «Φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.» Οὐ γὰρ πάντες ἠβουλήθησαν ἄνθρωποι τοῦ φωτὸς ἀπολαῦσαι, οὐδὲ πάντες τὴν ἀπὸ τῆς πίστεως εὐφροσύνην ἐδέξαντο. Αὐτὸς γὰρ ὁ τῆς δικαιοσύνης Ἥλιος πᾶσι τῆς σωτηρίας τὰς ἀκτῖνας κατέπεμψεν· ἀλλ’ εἰσὶν οἳ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθησαν. ιβ. «Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ· καὶ ἐξομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ.» Ἅπαντες τοίνυν οἱ τοῦ φωτὸς ἀπολαύσαντες, καὶ τὸν τῆς ἀρετῆς ἀσπασάμενοι κλῆρον, ἀγαλλιᾶσθε, καὶ τὸν Θεὸν ἀνυμνεῖτε, τὸ τῶν εὐεργεσιῶν ἐξηγούμενοι πλῆθος. Ἐξομολόγησιν γὰρ ἐνταῦθα τὴν εὐχαριστίαν ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ Ζ ΨΑΛΜΟΥ. α. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν·
ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει· ἀλλὰ τὰ πλείονα περὶ τῆς προτέρας διέξεισιν. «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ἐπειδὴ τῶν παλαιῶν πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινήν τινα πολιτείαν προαγορεύει, εἰκότως καὶ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ. «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. «Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ ὁ ἅγιος.» Πολλάκις εἰρήκαμεν, ὅτι χεῖρα τὴν ἐνέργειαν λέγει, δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Λέγει δὲ, ὅτι τῆς αὐτοῦ δυνάμεως ἔργον, τῶν ἀνθρώπων ἡ σωτηρία. Ἀμέτρῳ δὲ φιλανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν τῶν ἀνθρώπων ζωήν. Διά τοι τοῦτο οὐκ εἶπεν· Ἔσωσεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, ἀλλ’ «Ἔσωσεν αὐτῷ.» Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. β. «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ ἐναντίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ.» Πᾶσιν ἀνθρώποις τὰ σωτήρια προσενήνοχε νάματα, καὶ τὴν δικαίαν αὑτοῦ βασιλείαν τοῖς ἔθνεσιν ἔδειξεν. γ.
PG 80:1660«Ἐμνήσθη τοῦ ἐλέου αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Κομιδῆ ταῦτα ἔοικε τοῖς Ἡσαί̈ου τοῦ προφήτου θεσπίσμασι. Δι’ ἐκείνου γὰρ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Δεσπότην ἔφη Χριστόν· «Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Ἐπειδὴ γὰρ καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ Δαβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις παρέξειν. Διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γεγενημένην ἐπαγγελίαν. Τὴν γὰρ διαθήκην οἱ ἄλλοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Γένος δὲ αὐτοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος. Δέδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους· τουτέστιν ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ’ εἰς φῶς , οὐκ ἔτι Ἰουδαίων, ἀλλ’ ἐθνῶν . Οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον·
[ὁμολογήσαντες αὐτὸν καὶ ὁμολογοῦντες Θεὸν ἐκ Θεοῦ.] Ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπιστίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μακάριος ἔφη Δαβίδ· «Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραὴλ·» τὰς γὰρ πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσεν. Εἶδον μέντοι πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐ γὰρ Ἰουδαίοις μόνοις ἀνέτειλεν, ἀλλὰ πᾶσιν ἀνθρώποις τῆς ἀληθείας τὸ φῶς. δ. «Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε.» Ἐπειδὴ τοίνυν ἅπαντες τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθητε, τὸν ἐπινίκιον ὕμνον τῷ σεσωκότι Θεῷ προσενέγκατε. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων φωνή. Διὸ πληροῦμεν τὸ κελευσθέν. Τοῦτον γὰρ τὸν ὕμνον ἀλαλάζοντες καὶ βοῶντες κατὰ τὸν μυστικὸν καιρὸν προσφέρειν εἰώθαμεν τῷ Θεῷ, ᾄδοντες, καὶ ψάλλοντες, καὶ μετὰ πάσης εὐθυμίας χορεύοντες. ε. «Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ ψαλμοῦ.» Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν.

Interpretation of Psalm XCIVInterpretatio in Psalmum XCIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1661Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα, ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι, πλήκτρου δὲ παντὸς ὀξύτερον ἡ γλῶττα κινουμένη τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν. Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ’ ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν· αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου πρὸς Ἰουδαίους βοῶν· «Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργάνων σου οὐκ ἀκούσομαι.»Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης.« Σάλπιγγα πολλάκις τὴν βοὴν ἡ θεία καλεῖ Γραφή. Οὕτως ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· »Ὅτ’ ἂν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν· ἀντὶ τοῦ, Μὴ κηρύξῃς, μηδὲ δήλην ἅπασι καταστήσῃς· ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν. Καὶ ἐνταῦθα τοίνυν σάλπιγγα τὴν διδασκαλίαν καλεῖ, δι’ ἧς καὶ τὰς εἰς ἡμᾶς γεγενημένας εὐεργεσίας μανθάνομεν, καὶ τοὺς ὀνησιφόρους παιδευόμεθα νόμους. Ἐλατὰς δὲ σάλπιγγας τὰς χαλκᾶς λέγει· κερατίνας δὲ, τὰς ἐκ κεράτων γεγενημένας.
Ταύταις δὲ Ἰουδαίους χρῆσθαι σύνηθες ἦν. Σκιὰ δὲ τῶν ἡμετέρων παρ’ ἐκείνοις ἐπολιτεύετο. Ὥσπερ τοίνυν ἐκεῖνοι τὸν ἄλογον ἔθυον ἀμνὸν, ἡμεῖς δὲ τὸν σωτήριον, [τὸν ἐκ Θεοῦ Θεὸν,] τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτως ἐκεῖνοι ταῖς ἀψύχοις ἐκέχρηντο σάλπιγξιν, ἡμεῖς δὲ ταῖς ἐμψύχοις καὶ λογικαῖς. Σάλπιγγες τοίνυν ἡμῶν οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ θεσπέσιοι προφῆται, καὶ οἱ μετ’ ἐκείνους τοῦ διδασκαλικοῦ τετυχηκότες χαρίσματος. «Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου.» Τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ βασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων. ζ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἠχείτω ἡ θάλασσα σὺν πληρώματι αὐτῆς· ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν . Διαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος. Θάλατταν γὰρ κυμαίνουσαν τῶν εὐσεβῶν λαῶν ἐν ταῖς ἐκκλησίαις μιμεῖται τὸ πλῆθος. Τοιαύτη δὲ καὶ ἡ τῶν ψαλλόντων ἠχή. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, τῶν τὴν θάλασσαν καὶ γῆν οἰκούντων ὁ προφητικὸς λόγος τὴν κίνησιν ἐδήλωσε, καὶ μεταβολήν. Σαλεύεται γὰρ τὸ κινούμενον·
PG 80:1664κινεῖται δὲ τὸ μεταβαλλόμενον. η. «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.» Πάλιν ποταμοὺς τοὺς τῆς διδασκαλικῆς μεταλαγχάνοντας ὠνόμασε χάριτος, καὶ ποταμῶν δίκην τὰ θεῖα προχέοντας νάματα· οὓς κροτεῖν ἔφη, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Νενικηκότων γὰρ πάλιν ὁ κρότος. «Τὰ ὄρη ἀγαλλιάσονται [θ] Ἀπὸ προςώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἥκει κρῖναι τὴν γῆν.» Ἐνταῦθα ὄρη προσηγόρευσε τοὺς ὑψηλὸν καὶ μετάρσιον ἔχοντας φρόνημα, ἐφ’ ὧν ἡ τοῦ Θεοῦ ᾠκοδόμηται πόλις. «Οὐ δύναται γὰρ, φησὶ πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Καί· «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» Τούτους ἔφη ἀγάλλεσθαι καὶ εὐφραίνεσθαι, τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν μανθάνοντας ἐπιφάνειαν. Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ τὸ δίκαιον ἐπιστάμενοι. «Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.» Προτέρα μὲν γὰρ ἐπιφάνεια πολὺν ἔσχε τὸν ἔλεον· ἡ δὲ δευτέρα ἕξει τὸ δίκαιον. «Πάντες γὰρ, φησὶν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Τοῦτο δὲ καὶ ὁ προφήτης ἔφη·
«Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» ΕΡΜΗΝ. ΤΟΥ Η ΨΑΛΜΟΥ. α. «Ψαλμὸς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Οὗτος ὁ ψαλμὸς προθεσπίζει μὲν καὶ τὴν ἀπὸ Βαβυλῶνος Ἰουδαίων ἐπάνοδον, προαγορεύει δὲ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.» Καὶ Ἰουδαῖοι γὰρ, καὶ Ἕλληνες, μεμήνασι καὶ λυττῶσι τοῦ Δεσπότου Χριστοῦ τὴν βασιλείαν ἀκούοντες. Καὶ ἡνίκα δὲ τῆς ἐλευθερίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασάμενοι. Ἐδήλου δὲ τοῦτο τοῦ ὑπ’ αὐτῶν προςκυνουμένου τὴν δύναμιν. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.» Οὗτος δὲ, φησὶν, ὁ παρ’ ἡμῶν κηρυττόμενος, καὶ τῶν ἄνω δυνάμεων Θεὸς ὑπάρχει καὶ Κύριος· τὸ δὲ, καθήμενος , ὡς πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώματος φύσις, ἡ ἀπερίληπτος, καὶ ἀπερίγραπτος, κατέχουσα τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, ποίας δεῖται καθέδρας;
PG 80:1665Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήττοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας. β. «Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.» Καὶ τῶν Ἰουδαίων ἐπανελθόντων, καὶ τὸν θεῖον δειμαμένων νεὼν, ἡ τοῦ Θεοῦ δύναμις ἅπασιν ἀπεδείχθη. Διαφερόντως γὰρ ὁ τὸν σταυρὸν ὑπομείνας οἰκουμένης ἁπάσης ἀπεφάνθη Δεσπότης, τῶν ἱερῶν ἀποστόλων τὸ σωτήριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσιν. γ. «Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.» Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύσιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ. Ἁγιάζει μὲν γὰρ τοὺς πιστεύοντας, ἐκδειματοῖ δὲ τοὺς ἀπιστοῦντας. δ. «Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Προςήκει δὲ ἡμᾶς δεδιέναι ὡς βασιλέα, καὶ δικαιοσύνῃ χρώμενον· ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δικαίως ἰθύνειν τοὺς ὑπηκόους. Τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέργειν τὸ δίκαιον. Τοῦτο δὲ δηλοῖ καὶ τὸ ἐπαγόμενον· «Σὺ ἡτοίμασας εὐθύτητας·
κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ὡς γὰρ δίκαιος βασιλεὺς, ὀρθὴν καὶ δικαίαν τὴν ψῆφον ἐξήνεγκας, καὶ τὸν Ἰσραὴλ τῆς τῶν καταδουλωσαμένων ἠλευθέρωσας δυναστείας, [καὶ τὰ ἔθνη τῆς τοῦ διαβόλου δουλείας.] Κατὰ δὲ τὴν ἑτέραν προφητείαν οὕτω νοητέον· Ἔδειξας τῆς ἐπαγγελίας σου τὴν ἀλήθειαν, τὰς πρὸς τοὺς προγόνους τοῦ Ἰσραὴλ γεγενημένας ὑποσχέσεις πληρώσας, καὶ τὴν διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ δωρησάμενος σωτηρίαν. ε. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προςκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.» Ἀμείψασθε τοίνυν τὸν εὐεργέτην, οἷς δύνασθε, καὶ τὸ πρόσφορον αὐτῷ προσενέγκατε σέβας· τὸ δὲ ὑψοῦτε , ἀντὶ Τὸ ὑψηλὸν αὐτοῦ κηρύττετε. Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ , πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παναγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν. 2. «Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ.» Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰουδαίων λύτταν καὶ τυραννίδα διδάσκων.

Interpretation of Psalm XCVInterpretatio in Psalmum XCV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ γὰρ ἐπὶ Μωσοῦ καὶ Ἀαρὼν ἁρπάσαι τὴν ἱερωσύνην ἐπειράθησαν· καὶ ἐπὶ Σαμουὴλ τὴν θείαν ἀτιμάσαντες βασιλείαν, τὴν ἀνθρωπείαν ἠγάπησαν. Διδάσκει τοίνυν ὁ λόγος, ὅτι καινὸν οὐδὲν δρῶσι κατὰ τοῦ Σωτῆρος λυττῶντες, καὶ τὴν σωτήριον οὐ δεχόμενοι βασιλείαν· ἄνωθεν γὰρ αὐτοῖς ἡ μανία συνήθης. «Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. [ζ] Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς.» Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤῥησίαν. Οἱ μὲν γὰρ παρεκάλουν, ὁ δὲ ὑπήκουε, καὶ τὰς αἰτήσεις παρεῖχε, καὶ πάντων ὁρώντων τὴν πρὸς αὐτοὺς ἐποιεῖτο διάλεξιν, διὰ τῆς νεφέλης τὴν οἰκείαν δεικνὺς ἐπιφάνειαν. Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος. «Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς.» Ἐννόμως γὰρ πολιτευομένοις, καὶ κατὰ τὰς ἐντολὰς αὐτοῦ βιοτεύουσι, ταύτην ἐδωρεῖτο τὴν χάριν. η. «Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς σὺ εὐί̈λατος ἐγένου αὐτοῖς.» Σὺ εἶ, Δέσποτα, φησὶν, ὁ ὑφ’ ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας.
PG 80:1668«Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἔκδικος ἐπὶ ταῖς ἐπηρείαις αὐτῶν . Τοὺς μὲν γὰρ κατὰ τοῦ μεγάλου Μωσοῦ τυραννήσαντας πυρὶ παραδέδωκε, καὶ τοὺς τὴν φλόγα διαφυγόντας ζῶντας τῷ τάφῳ παρέπεμψε, χάναι κελεύσας τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον τῆς τυραννίδος τὸ χωρίον ἀπέφηνε, καὶ τοὺς διὰ θαλάσσης ὁδεύσαντας, καὶ τὸν βυθὸν ἐκεῖνον πεζεύσαντας, πεποίηκεν ὑποβρυχίους ἐν γῇ, παραδόξοις χρησάμενος κύμασι· τοὺς δὲ κατὰ τοῦ προφήτου Σαμουὴλ στασιάσαντας τῇ τοῦ Σαοὺλ δυναστείᾳ παρέδωκε, καὶ παντοδαπαῖς περιέβαλε συμφοραῖς. θ. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προςκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.» Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀνδρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε. Ὄρος δὲ ἅγιον , πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος. Οὕτω γὰρ καὶ Ἡσαί̈ας, καὶ Μιχαίας ἐθέσπισαν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου,» τουτέστιν, ἡ τοῦ Θεοῦ γνῶσις δήλη πᾶσι γενήσεται. Οἶδε καὶ ὁ θεῖος Ἀπόστολος νοητὸν ὄρος Σιών·
«Προσεληλύθατε γὰρ Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ τοῦ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ τὴν προσκύνησιν, [καὶ Θεὸν ἐκ Θεοῦ ὁμολογεῖν καὶ μονογενῆ τῷ Πατρὶ Υἱὸν, τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ Θ ΨΑΛΜΟΥ. α. «Ψαλμὸς τῷ Δαβὶδ, Εἰς ἐξομολόγησιν· ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Ὁ προφήτης ἐνταῦθα πάντας ἀνθρώπους εἰς ὑμνῳδίαν καλεῖ, παρεγγυῶν διὰ πάντων θεραπεῦσαι τὸν Σωτῆρα Θεόν. β. «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Ἅπαντες ἄνθρωποι τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ Θεῷ· γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. «Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.» Οὐ γάρ ἐστι κατὰ τὴν πικρὰν τοῦ διαβόλου τυραννίδα, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, ἀλλ’ ἥμερος αὐτοῦ καὶ φιλάνθρωπος ἡ δεσποτεία. Γεγηθότες τοίνυν τῇ δουλείᾳ προσέλθετε. «Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.» Ὁ δὲ Σύμμαχος, μετ’ εὐφημίας εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐν αἰνέσει , ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος. γ. «Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν.» [Εἰ γὰρ καὶ ἄνθρωπος εἵλετο ὁ φιλάνθρωπος γενέσθαι, ἀλλὰ τὸ εἶναι Θεὸς ἔμεινεν ἔχων ἀεί·
PG 80:1669λέγει δὲ ὅτι] δι’ αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ὁ ἡμέτερος Δεσπότης αὐτός ἐστιν τῶν ὅλων Θεός. Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει. «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Οὐ γὰρ ἡμεῖς ἡμῶν αὐτοὶ δημιουργοὶ καθεστήκαμεν, ἀλλ’ ὑπ’ αὐτοῦ ἐπλάσθημεν. Οὕτως ὁ μακάριος Παῦλος Ἀθηναίους ἐδίδασκεν· «Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος κατοικεῖν ἐπὶ πᾶν τὸ πρόςωπον τῆς γῆς.» Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης διδάσκει· «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας . «Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ.» Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐδήλωσεν. Οὐ μόνον γὰρ ἡμῶν Δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῖν προσφέρων νομήν· ἡμεῖς δὲ αὐτοῦ καὶ λαὸς ὡς βασιλέως, καὶ πρόβατα ὡς ποιμένος. δ.
«Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.» Πύλας αὐτοῦ , καὶ αὐλὰς αὐτοῦ , τὰς ἐκκλησίας καλεῖ. Αὗται γὰρ ἡμῶν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴςοδον, ἐν αἷς προσήκει τὰς θείας αὐτοῦ καὶ σωτηρίους ἐργασίας διεξιέναι, καὶ τὸν χαριστήριον ὕμνον οἷόν τι δῶρον προσφέρειν. «Ἐξομολογεῖσθε αὐτῷ· αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. [ε] Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.» Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας; Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκεν, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο, [διὰ σταυροῦ καὶ θανάτου τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος. Ἀμήν]. ΕΡΜΗΝ. ΤΟΥ Ρ ΨΑΛΜΟΥ. α. «Τῷ Δαβὶδ ψαλμός.» Ἔνια τῶν ἀντιγράφων ἔχει· «Τετράδι Σαββάτων.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν προσθήκην. Ὑπόθεσιν δὲ ὁ ψαλμὸς ταύτην ἔχει· Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς·
PG 80:1672τοὺς δὲ τούτων κατηκόντισεν ἱερέας· εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδήγησε τὸν λαόν. Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμελήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κολάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελούμενος. Ταῦτα πόῤῥωθεν ὁ μακάριος Δαβὶδ θεασάμενος, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ τὴν ἐκείνου διεξιὼν ἀρετὴν, καὶ πᾶσιν ἀνθρώποις τελειότητος προστιθεὶς χαρακτῆρα. «Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.» Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατεψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε. β. «Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.» Ὁ δὲ Σύμμαχος οὕτως· Μελῳδήσω, ἐννοήσω ὁδὸν ἄμωμον Ἣν διὰ τῆς τοῦ Πνεύματος χάριτος ἐθεασάμην ἄμωμον ὁδὸν, καὶ θυμήρη Θεῷ, ταύτην νῦν διὰ τῆς μελῳδίας προσθήσω. «Πότε ἥξεις πρός με;» τοσαύτην γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεὸν,« Πότε ἥξεις πρός με;

Interpretation of Psalm XCVIInterpretatio in Psalmum XCVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου [τὴν παρουσίαν, ὦ Δέσποτα· ἱμείρομαί σου] τῆς ἐπιφανείας, ἀλλὰ δὸς τὸ ποθούμενον. »Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.« Ἁπλότητι συζῶν διετέλεσα· οὐκ ἐχρώμην διπλόῃ, οὐδὲ ἄλλος μὲν τοῖς ἐκτὸς ἐφαινόμην, ἐν δὲ τῇ οἰκίᾳ τἀναντία δρᾷν ἠνειχόμην, ἀλλὰ συνέβαινε τοῖς φαινομένοις τὰ κεκρυμμένα. γ. »Οὐ προσετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.« Οὐ μόνον τὰς παρανόμους πράξεις ἐβδελυττόμην, ἀλλὰ καὶ τὰς περὶ τούτων ἐνθυμήσεις ἀπεσειόμην, τὸν λογισμὸν πρὸ τῶν ἄλλων ἁπάντων ῥυθμίζων καὶ διευθύνων. »Ποιοῦντας παραβάσεις ἐμίσησα.« Ἀπεστρεφόμην δὲ καὶ τοὺς τῶν θείων καταφρονοῦντας θεσμῶν. δ. »Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.« Συνήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον· τοὺς δὲ τὰ ἐναντία προαιρουμένους, καὶ τὸν ὀρθὸν λογισμὸν οὐκ ἐθέλοντας ἔχειν, πόῤῥω τῶν ἐμῶν ἐποιούμην συλλόγων. »Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.« Εἰ δέ τις τῶν συνόντων πονηρίᾳ χρώμενος ἀποστῆναι τῆς ἐμῆς ἠθέλησε συνουσίας, οὐδὲ χωρισμὸν ὑπελάμβανον τὸν τοιοῦτον χωρισμόν.
PG 80:1673Οὕτως εὐκαταφρόνητος ἦν μοι λίαν ὁ τὴν κακίαν αἱρούμενος. ε. »Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.« Τὰς δὲ λάθρα γινομένας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. »Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.« Οὔτε τοὺς ἀλαζονείᾳ [καὶ πλεονεξίᾳ] χρωμένους ἐποιούμην συσσίτους. 2. »Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ.« Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. »Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.« Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα. Ὑπηρέταις γὰρ ἐχρώμην ἀρετῆς ἐπιμελομένοις, καὶ κακίας ἀπηλλαγμένοις. ζ. »Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν.« Οὐδένα δὲ τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην. »Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.« Εἰ δέ τις συνεβούλευσεν, ἢ ἐξῄτησεν ἄδικα, διαμαρτὼν ἀπελήλυθεν· [σπουδὴ γάρ μοι ἀποκλείειν τὰς ἀκοὰς τοῖς διαβάλλειν ἐθέλουσιν.] η.
»Εἰς τὰς πρωί̈ας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.« Τοῦτο σαφῶς παρὰ τῆς ἱστορίας ἐμάθομεν. Ἅπαντας γὰρ τοὺς δυσσεβεῖς ἱερέας τῷ θανάτῳ παρέπεμψε, καὶ τὴν ἱερὰν ἐξεκάθηρε πόλιν. [Πρωί̈αν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας· ὡς ὄρθρος γὰρ αὐτὸς ἀνέτειλε μετὰ τῆς πρεπούσης καὶ φωτιζούσης δικαιοσύνης.] Ὁ δὲ βουλόμενος τὴν τοῦ ἀνδρὸς ἀρετὴν καταμαθεῖν ἀκριβέστερον, εὑρήσεται ταύτην ἔκ τε τῆς δευτέρας τῶν Παραλειπομένων, καὶ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν ἱστορίας. [Σπουδασάτω τοίνυν ἕκαστος μιμητὴς τοῦδε τοῦ ἀνδρὸς γενέσθαι· ἵνα τῆς ἴσης αὐτῷ κοινωνήσῃ παρὰ Χριστῷ παῤῥησίας. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ΡΑ ΨΑΛΜΟΥ. α. »Προσευχὴ τῷ πτωχῷ· ὅταν ἀκηδιάσῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὑτοῦ.« Πρόῤῥησιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας, καὶ τῆς ἐκεῖθεν ἐπανόδου. Προαγορεύει δὲ κατ’ αὐτὸν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν. Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ, τὸν θείας ἐνδεῆ προμηθείας. β.
PG 80:1676»Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ [ἐλθέτω]. Δέξαι μου τὴν ἱκετηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, οἰμωγὴν ὁ Σύμμαχος εἴρηκεν. γ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.» Εὐμενής μοι γενοῦ, καὶ λῦσον τὴν ἀγανάκτησιν. «Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.» Δηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ, καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου Δαβὶδ βασιλείᾳ· εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κεχρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. δ. «Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου· καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.» Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.
Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη . ε. «Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου.» Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην· καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. «Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. [] Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.» Πάσης μὲν γὰρ τροφῆς ἀπεβαλόμην ὄρεξιν· τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην. Τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθην τὸ σῶμα. Γυμνοῖς δὲ τοῖς ὀστοῖς ἐπίκειμαι τὸ δέρμα. [Ἄρτος οὖν ἡμῶν τῆς ψυχῆς ὁ τοῦ Θεοῦ λόγος· ὥσπερ γὰρ ὁ ἄποιος ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν τῆς ψυχῆς. Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι· τοῦ γὰρ νοητοῦ ἄρτου βρῶσιν ἐργασία καθέστηκεν· δηλοῖ δὲ οὗ εἶπεν τοῖς ἀποστόλοις ὁ Κύριος, «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον·» τούτου ἡ καρδία δίκην χόρτου πληγεῖσα ξηραίνεται. Πῶς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται;
PG 80:1677ὅταν ὑετὸς ἐπ’ αὐτὸν ἐπανήσῃ. Ὥσπερ καὶ ἡ καρδία, ὅταν ἐνδείᾳ νοσήσῃ τοῦ λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα.] ζ, η. «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι.» Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι’ ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ, καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ’ ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελειμμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, ἐρείπια ὁ Σύμμαχος εἴρηκεν· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. θ. «Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον.» Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι· καὶ ὁ ποτὲ ζηλωτὸς, καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασιν. ι, ια. «Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

Interpretation of Psalm XCVIIInterpretatio in Psalmum XCVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπὸ προςώπου τῆς ὀργῆς σου, καὶ τοῦ θυμοῦ σου.» Ταῦτα καὶ ὁ ο καὶ θ ἔφη ψαλμός. «Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν. Τούτοις δέ φησι περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, Δέσποτα, κατ’ ἐμοῦ κεκίνηκας τὴν ὀργήν. «Ὅτι ἐπάρας κατέῤῥαξάς με.» Ὑψηλὸν γάρ με δείξας, καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ κατέῤῥαξας ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. ιβ. «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.» Παρ’ αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμάς· καὶ ἔοικα σκιᾷ κλινάσῃ, καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μεμίμημαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλουμένου τὰς χεῖρας. ιγ. «Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.» Ἀλλ’ ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ, ἀί̈διος ὢν καὶ αἰώνιος, μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· ιδ.
PG 80:1680«Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών· ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.» Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσιν περιωρισμένης τιμωρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ, ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει καὶ τὴν ἱκετηρίαν. Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· «Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. [ιε.] Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.» Τριπόθητος γὰρ ἡμῖν Σιὼν, καὶ λίαν ἔρημος γενομένη· ἀξιέραστοι δὲ καὶ οἱ καταλελυμένοι λίθοι, καὶ τῶν ἐκ τῆς πορθήσεως γεγενημένων χωμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθησιν. ι. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου.» Ὁρῶντες γὰρ ἡμῶν τὴν ἐπάνοδον, καὶ τὴν οἰκοδομίαν τῆς πόλεως, οἱ τὰς προτέρας ἡμῶν θεασάμενοι συμφορὰς, καὶ βασιλεῖς, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, θαυμάσονταί σου τὴν δύναμιν, καὶ δείσαντές σε Θεὸν εἶναι μόνον πιστεύσουσιν.
Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονε. Μετὰ γὰρ τὴν Ἰουδαίων ἀνάκλησιν, ἐθαύμασαν μὲν τὸ γεγονὸς οἱ περίοικοι· τοσοῦτον δὲ ἀπέσχον τοῦ πιστεῦσαι τῷ τῶν ὅλων Θεῷ, ὅτι τὸν πρὸς αὐτοὺς κατὰ ταυτὸν ἤραντο πόλεμον. Ἐνταῦθα δὲ ὁ λόγος καὶ τῶν ἐθνῶν ἁπάντων, καὶ τῶν βασιλέων μεταβολὴν προθεσπίζει. Ὧν τὰ μὲν ὁρῶμεν γεγενημένα, τὰ δὲ ἐλπίζομεν ἔσεσθαι. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· «Οὔπω γὰρ ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Ἀλλ’ ὅμως ἐδίδαξεν, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων ιζ. «Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὑτοῦ.» Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως δόξαν ἐκάλεσε τοῦ Θεοῦ, τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, Πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. ιη. «Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.» Οὐ κατεφρόνησε γὰρ, ὡς αἰχμαλώτων καὶ δούλων· ἀλλ’ ἐδέξατο τὴν ἱκετείαν, καὶ δέδωκε τὴν ἐλευθερίαν.
PG 80:1681ιθ. «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Ταύτην δὲ τὴν εὐεργεσίαν ἀνάγραπτον εἰς ἀεὶ ποιήσομεν· ὥστε καὶ τοὺς ἐσομένους τὴν σὴν φιλανθρωπίαν μαθεῖν. Λαὸν δὲ κτιζόμενον τὸν ἐξ ἐθνῶν συλλεγέντα καλεῖ, περὶ οὗ καὶ ὁ μακάριος λέγει Παῦλος· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος Δαβὶδ ἐν τῷ κ καὶ α ἔφη ψαλμῷ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Οὗτος ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι Θεῷ. κκβ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὑτοῦ Κύριος, ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.
Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ.« Πάντα γὰρ ἐφορῶν καὶ πρυτανεύων ὁ τῶν ὅλων Θεὸς τῶν ἐφορωμένων ἐπήκουσε, καὶ τὴν τῆς ἐλευθερίας ἐξενήνοχε ψῆφον, ὥστε τοὺς πεπεδημένους ἀντὶ τῶν ἀνῃρημένων ἐπανελθεῖν, καὶ τὴν πόλιν τὴν πατρῴαν οἰκοδομῆσαι, καὶ συνήθως ἐν ἐκείνῃ τὴν κατὰ τὸν νόμον λατρείαν προσενεγκεῖν τῷ Θεῷ. κγκε. »Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς, τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὑτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.« Ὅταν, φησὶ, τῆς ἐπανόδου τύχωμεν, ἀθροίσονται λαοὶ καὶ βασιλεῖς, τὴν σὴν θαυμάζοντες δύναμιν. Τηνικαῦτα τοίνυν τοσαύτην ἕξομεν εὐφροσύνην, ὡς καὶ δεηθῆναί σου τῆς ἀγαθότητος, προσθήκην ἡμῖν ἐτῶν χαρίσασθαι, καὶ μὴ μεσοῦντος ἡμῶν τοῦ χρόνου τῷ θανάτῳ παραδοῦναι· ὁδὸν δὲ ἰσχύος καλεῖ τὴν διὰ τὴν ἰσχὺν τοῦ Θεοῦ παρασχεθείσαν ἐπάνοδον. »Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.« Σὺ γὰρ ἀπέραντον ἔχεις τὸ εἶναι, καὶ ῥᾴδιόν σοι καὶ τοὺς ἄλλους μακροβίους ἐργάσασθαι. κ, κζ.
PG 80:1684»Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.« Τί γὰρ ἀδύνατον τῷ τῶν ὅλων Δημιουργῷ; τῇ γῇ τὸ εἶναι σὺ δέδωκας, τοὺς οὐρανοὺς μὴ ὄντας ἐποίησας, καὶ τούτων μεταβολὴν δεχομένων, σὺ τὸ ἄτρεπτον ἔχεις. Ἀπὸ δὲ τῶν περιεκτικῶν στοιχείων, καὶ τῶν ἄλλων αὐτὸν ἁπάντων ἔδειξε ποιητήν. »Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται.« Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς, καὶ ἀλλαγήσονται . Ἅπαντα γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίων μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις, καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεσπέσιος Ἀπόστολος ἔφη· »Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.« κη. »Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.« Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς ἐθέλεις, ὦ Δέσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν, καὶ ἀλλοιώσεως κρείττονα.
Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ’ ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ· καὶ τὸ ταυτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται· μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν. κθ. »Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.« Ὁ δὲ Σύμμαχος διαμενεῖ τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες τὴν Ἱερουσαλὴμ οἰκήσουσι, τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Περὶ τούτου δὲ τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· »Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται.« Καὶ, »Τῷ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός·« Τοῦτο τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεῷ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ Κυρίου φωνήν· »Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα.« ΕΡΜΗΝ. ΤΟΥ ΡΒ ΨΑΛΜΟΥ. α.

Interpretation of Psalm XCVIIIInterpretatio in Psalmum XCVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1685»Ψαλμὸς τῷ Δαβίδ.« Δοκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτεταγμένῳ, καὶ κατ’ αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν ἐλευθερίας. Δηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὐτὴ μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα· »Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.« Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμειβόμενοι. Δυνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. β.
»Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.« Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Τὰς μέντοι ἀνταποδόσεις, εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. γ. »Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.« Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ κατὰ ταυτὸν, »Ἀφέωνται αἱ ἁμαρτίαι σου·« καὶ, »Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.« Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. δ. »Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.« Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς. Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα.
»Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.«Χάριτί ἐστε σεσωσμένοι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται.» Καὶ πάλιν, «Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Χάριτος τοίνυν καὶ φιλανθρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαί̈ας ἐκ προσώπου τῆς νύμφης βοᾷ· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ἐνέδυσέ με· ὡς νυμφίῳ περιέβαλέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.» Καὶ μετ’ ὀλίγα, «Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. ε. «Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.» Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ ἐν ἀγαθοῖς προστέθεικε. Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ Δεσπότης πληροῖ·
PG 80:1688«Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.»Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν.«Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταύτην πάλιν τὴν νεουργίαν ἡμῖν ὁ Δεσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τούτοις διὰ Ἡσαί̈ου τοῦ προφήτου φησὶν ὁ Θεός· «Οἱ δὲ ὑπομένοντές με, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί.» Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφθείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. Διδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον. 2.
«Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.»Οὐ γὰρ διὰ τὰς δικαιοσύνας, ἃς ἐποιήσαμεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου.« Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀληθείας ἐχθροῦ, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ’ ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. ζ. »Ἐγνώρισε τὰς ὁδοὺς αὑτοῦ τῷ Μωσῇ· τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ.« Οὐκ ἐκ μεταμελείας δὲ ταύτην ἡμῶν ἐπραγματεύσατο τὴν σωτηρίαν· ἀλλ’ ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωσοῦ τὴν ἡμετέραν ἐσκιογράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βαπτίσματος ἡ θάλασσα τύπον ἐδέξατο· ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιά· τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα. Καὶ τ’ ἄλλα δὲ, ἵνα μὴ καθ’ ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ’ ἐκείνοις ἐσκιογραφημένα. η. »Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.« Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. θ, ι.
PG 80:1689»Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.« Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρτίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ’ ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. ια, ιβ. »Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὑτοῦ, ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν Ἀνατολαὶ ἀπὸ Δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.« Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος· ἀλλ’ οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς, οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον. ιγ. »Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.« Δημιουργὸς ὢν καὶ ποιητὴς, ἐμιμήσατο πατρὸς ἀγαθότητα, καὶ τὴν αὐτὴν περὶ τοὺς οἰκέτας, ἣν πατὴρ περὶ τοὺς παῖδας, φιλοστοργίαν ἐπέδειξεν. ιδ. »Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.« Οἶδε γὰρ ὁ δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν, οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν.

Interpretation of Psalm XCIXInterpretatio in Psalmum XCIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ιε. »Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει.« Οὐδὲν χόρτου καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἦρι μὲν τέθηλε μετὰ βραχὺ δὲ μαραίνεται καὶ διαῤῥεῖ. ι. »Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὑτοῦ.« Ὁ δὲ Σύμμαχος οὕτως· Ὅτι πνεῦμα διέρχεται αὐτὸν, εἶτα οὐχ ὑπάρχει. Πνεῦμα τὴν ψυχὴν λέγει· ἧς παρούσης καὶ ζῇ τὸ σῶμα, καὶ ἐνεργεῖ· ἀποπτάσης δὲ κατασβέννυται καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ γινώσκεσθαι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον διακύψας εἰς τάφον· πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει. ιζ, ιη. »Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.« Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος·
PG 80:1692ἡ δὲ θεία φιλανθρωπία τὸν μακρὸν αἰῶνα χαρίζεται βιοῦν, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν. Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ’ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ Δαβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Καὶ οὐχ ἁπλῶς μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ’ ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. ιθ. »Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὑτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει« Τοῦτο ἔοικε τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· »Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.« Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τῇ κτίσει, ἅτε δὴ πάντων ὢν δημιουργὸς, καὶ βασιλεὺς, καὶ δεσπότης. κ.

Interpretation of Psalm CInterpretatio in Psalmum C

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
»Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.« Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνεῖν σε τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ αἱ ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. κα. »Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.« Πολλὰ καὶ διάφορα τῶν οὐρανίων τὰ τάγματα· Ἀρχαὶ γὰρ καὶ Ἐξουσίαι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Σεραφὶμ, καὶ Χερουβὶμ, καὶ ἕτερα ἡμῖν ὀνόματα ἄγνωστα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· ἀλλὰ πάντα διὰ τῶν δύο τούτων ὀνομάτων ὁ προφητικὸς συμπεριέλαβε λόγος. Ἀγγέλους μὲν γὰρ ἐκάλεσεν, ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγμασι, καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· Δυνάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας. κβ. »Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.« Οὐδὲ τοῦτο τοῖς Ἰουδαίοις ἁρμόττει.
PG 80:1693Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, »Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;« Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ, ἐν παντὶ τόπῳ προσευχομένους αἴρειν ὁσίας χεῖρας. Τοῦτο καὶ ὁ Δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, »Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.«Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Σύμφωνον τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον. ΕΡΜΗΝ. ΤΟΥ ΡΓ ΨΑΛΜΟΥ α. «Ψαλμὸς τῷ Δαβίδ.» Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαιδεύει. Διάτοι τοῦτο τόνδε συγγέγραφε τὸν ψαλμὸν, τῷ μακαρίῳ Δαβὶδ ὑπουργῷ χρησαμένη·
ὡς ἂν μάθοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ, καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν διδάσκει τὸν εὐεργέτην Θεόν. «Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα » Ἐπιτάσεως καὶ ἐνταῦθα τὸ ὡς . Τὸ δὲ ἐμεγαλύνθης , οὐκ αὐξήσεως δηλωτικὸν, ἀλλὰ τοῦ· ἀμετρήτου μεγέθους σημαντικόν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Καὶ ὁ Θεός μου μέγας εἶ σφόδρα . Οὐ γὰρ μικρὸς ὢν ἐμεγαλύνθη, ἀλλὰ φύσει μέγας ὢν τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθη· οὐχ ἅπαν τὸ μέγεθος, ἀλλ’ ὅσον ἡ φύσις τῶν ἀνθρώπων ἐχώρει. «Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω.» Ὁ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω . Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. β. «Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.» Συνῳδὰ τούτοις καὶ ὁ Ἀπόστολος ἔφη· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν·
ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινόν· ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν μὴ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταυτόν ἐστιν. Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν. Καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κήτη, λόγῳ μόνῳ χρησάμενος. γ. «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ.» Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωσῆς. Ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι, «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος,» καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος.

Interpretation of Psalm CIInterpretatio in Psalmum CI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1696«Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.» Διὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ, φησὶ, καὶ ἀνέμοις καὶ νέφεσιν· καὶ αὐτὸς ἰθύνει ταῦτα, καὶ κυβερνᾷ· καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. Διδάσκει δὲ κατὰ ταυτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσιν ἐφίπταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις· ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν· οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύτητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεόν· καὶ ἐν τῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαινίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ Δεσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον νεφέλη φωτεινὴ ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. δ. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα·
καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον.» Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν· τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι’ ἑκατέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις, ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐεργετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. Διὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν σημαίνων ἐνέργειαν. ε. «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὑτῆς.» Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἐπὶ τῆς ἕδρας αὐτῆς . «Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Αὐτὴν γὰρ ἐφ’ ἑαυτὴν ἑδράσας, δέδωκεν αὐτῇ τὸ ἀκίνητον, καὶ τοῦτον διαμενεῖ τὸν τρόπον, ἐφ’ ὅσον ἂν αὐτὸς ἐθελήσει. Οὕτω καὶ ἀλλαχοῦ φησι, Κρεμνῶν γῆν ἐπ’ οὐδενός. 2. «Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ.» Τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυςσον δὲ καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία Γραφή. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωσῆς·
PG 80:1697«Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου.» Ἐπειδὴ τοίνυν πανταχόθεν ὕδασιν ἡ γῆ περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρμα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα ἄττα πλείονα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. «Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. [ζ, η.] Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται· ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία, εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς.» Διὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφεστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη τοῖς κύμασιν, οὐκ ἐπικλύζει τὴν ἤπειρον· ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, «Ἐπὶ τῶν ὁρέων στήσονται ὕδατα,» ἀντὶ τοῦ, Ὡς ὄρος ἕστηκε· τὸ δὲ, «Ἀναβαίνουσιν ὄρη,» ἀντὶ τοῦ, Ὡς ὄρη. θ. «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται· οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.» Αἰσχύνεται μὲν τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυττῶσα, καθάπερ χαλινῷ τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν, καὶ εἰς τοὐπίσω χωρεῖ. ι.
«Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.» Εἶτα τὴν τούτων ὑποδείκνυσι χρείαν. ια, ιβ. «Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προςδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.» Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πληροῦν. Διὰ τοῦτο ὄρη τέμνων παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο· ὥστε μὴ μόνον ἀνθρώπους ἔχειν ἀφθόνως τὰ νάματα τῶν πηγῶν· ἀλλὰ καὶ τῶν χερσαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, «Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν αὑτοῦ . ιγ. «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.» Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζει, καὶ παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν· ἀλλ’ ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν. ιδ. «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι·
PG 80:1700καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.» Φύεται γὰρ ἡ πόα, καὶ διατρέφει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα· τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἀλλ’ ὅμως διὰ τὴν τῶν ἀνθρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας. ιε. «Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.» Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν . Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς διηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρποὺς, καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν· οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωήν· ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα. ι.
«Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου.» Ὁ δὲ Ἑβραῖος, καὶ οἱ λοιποὶ, τοῦ Κυρίου τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν· ὡς αὐτοφυᾶ, καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Διὸ καὶ ἐπήγαγεν· «Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Οὔτε γὰρ ἀλσοκόμοι τινὲς τούτων γεγένηντο φυτουργοί· ἀλλ’ ὁ θεῖος Λόγος ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν κορυφὰς εἰργάσατο. Τοῦ μέντοι Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. ιζ. «Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.» Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ . Ὁ δὲ Σύμμαχος, Ὅπου στρουθία ἐννοσσεύσει, τῷ ἴκτινι βόρατον οἴκησις . Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει· ἀνθρώποις μὲν γὰρ εἰς κατασκευὴν οἰκιῶν ἐπιτήδεια· τῶν δὲ ὀρνέων αὐτὰ δέχεται τὰς οἰκήσεις. ιη. «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις·
PG 80:1701πέτρα καταφυγὴ τοῖς λαγωοῖς.» Οὐ παρορᾷ σου, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκας ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφάς· τοῖς δὲ σμικροτέροις τῶν ζώων, τὰς τῶν πετρῶν καταδύσεις ιθ. «Ἐποίησε σελήνην εἰς καιρούς.» Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν· αἱ γὰρ αὐτῆς ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὐτὴ ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔξουσά τε καὶ φθίνουσα. «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ.» Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος· ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτως ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυπτόμενος· καὶ τὸν αὐτὸν δρόμον ἔχει ἀεὶ, καὶ τὰ μέτρα φυλάττει. κ. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ.» Ἀναγκαία καὶ ταύτης ἡ χρεία· τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη· ἀνάπαυσιν δὲ τοῖς ἀνθρώποις παρεχομένη. «Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
[κα.] Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.» Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, «Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς,» ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων· ἀλλ’ ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρέχει τροφήν. κβ, κγ. «Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ· καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Ἡλίου δὲ ἀνίσχοντος, τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημερεύουσιν. κδ. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.» Ἕκαστον τῶν εἰρημένων λογισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε· θαυμαστὰ, καὶ λίαν ἀξιάγαστα, καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα.
PG 80:1704Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα· καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. «Ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου.» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν· ἀντὶ τοῦ, Παντοδαπῶν αὐτὴν ἐνέπλησας ἀγαθῶν. Ἀπὸ μέντοι τῆς γῆς, καὶ πρὸς τὴν γείτονα θάλασσαν μεταβαίνει, καί φησιν· κε. «Αὕτη ἡ θάλασσα, ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων.» Καὶ τοῦτο δὲ τῆς θείας Κηδεμονίας τεκμήριον· τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλίσκεσθαι. κ. «Ἐκεῖ πλοῖα διαπορεύονται.» Χρεία καὶ αὐτὴ τῶν ἀνθρώπων μεγίστη. Διὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ’ ἀλλήλων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ’ ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ’ ἐκείνοις γινόμενον. «Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Διὰ τοῦ δράκοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγάλοις πελάγεσιν ἐμφιλοχωρεῖ. Τὸ δὲ, «ἐμπαίζειν αὐτῷ,» ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ ·
ἀῤῥενικῶς γὰρ αὐτὴν ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα , διὰ τὸ καὶ ἐν τῷ Ἡσαί̈ᾳ· «Τὴν μάχαιραν τὴν μεγάλην, καὶ τὴν ἁγίαν, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα χωρεῖν· τὸν ὄφιν τὸν σκολιὸν, τὸν ἐν τῇ θαλάττῃ·» οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑρίσκομεν τοῦτο τὸ ζῶον ἀπὸ τῶν θείων ἀγγέλων καταπαιζόμενον. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. κζ. «Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.» Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφήν· ἀγνοεῖ δὲ τὸν χορηγόν· δέχεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. κη. «Δόντος σου αὐτοῖς, συλλέξουσιν.» Σοῦ παρέχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. «Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.» Τὴν εὐκολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδήλωσεν.

Interpretation of Psalm CIIInterpretatio in Psalmum CII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1705Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν φοράν. κθ. «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.» Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμηδίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σου, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίπλαται. «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι.» Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ ὁ τοῦ σώματος γίνεται χωρισμός· μεθ’ ὃν τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. λ. «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἡλίας ὁ πάνυ τῆς χήρας τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, καὶ διὰ τῆς ἐνοικούσης πνευματικῆς χάριτος ἐπαναγαγὼν ζωήν· οὕτω καὶ Ἑλισσαῖος τὸν τῆς Σουμανίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ πνεύματι πραγματευσάμενος τὴν ζωήν.
Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. λα. «Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας.» Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.« Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπίγνωσιν, εὐφρανθήσεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. λβ. »Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.« Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύσεως. Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος· ἀλλ’ ὡς σώζειν βουλόμενος, τὴν ἀλήθειαν δείκνυσι· καὶ κολάζειν δυνάμενος, οὐκ ἐπιφέρει τὴν κόλασιν· καί τοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. λγ. »Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.« Καὶ ταῦτα εἰκότως προςτέθεικεν.
»Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται αὐτῷ;« Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδοφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησάσαις. λδ. »Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.« Τὴν διαλογὴν, διάλεξιν ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, ὁμιλίαν . Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. »Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.« Τούτου γὰρ, φησὶν, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. λε. »Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς· καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.« Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥητὰ, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν.
PG 80:1708Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· »Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.« Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. »Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.« Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγαθῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει Δημιουργὸν καὶ Σωτῆρα. ΕΡΜΗΝ. ΤΟΥ ΡΔ. ΨΑΛΜΟΥ. Ἀλληλούϊα . Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν· δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι’ ἐκείνους ὑπ’ αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι. Διδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς·
διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώπους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένηνται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ’ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν. α. »Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.« Τὸ δὲ ἐπικαλεῖσθε, κηρύσσητε ὁ Σύμμαχος εἴρηκε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. »Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ.« Δῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ, καὶ τοῖς ἔθνεσιν ἅπασιν πραγματεύεται. β. »Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.« Ὕμνοις αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε· καὶ τοὺς ἀγνοοῦντας διδάξατε τὰ παρ’ αὐτοῦ γεγενημένα θαύματα. γ. »Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.« Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ.
PG 80:1709Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος· »Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω.« Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι, »Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὑτοῦ.« Καὶ, »Μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὑτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.«Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. δ. «Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε.» Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· «Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.» Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρποῦσθαι. Ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται, καὶ ἀήττητοι. Τοῦτο καὶ ὁ Κύριος νομοθετῶν ὑπηγγείλατο· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» ε.
«Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.» Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυματουργίας, ἃς τῇ δικαίᾳ ψήφῳ κοσμήσας ὁ Δεσπότης εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγόρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. 2. «Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.» Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρηματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν ὡς παρὰ πάντα τὰ ἔθνη λαὸς κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ζ. «Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.» Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκουμένης, τούτους ἴδιον λαὸν προσηγόρευσεν. η. «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.» Τὸ διαρκὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος· ἀλλ’ ἀληθὴς καὶ θεῖος.
PG 80:1712Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Σπέρμα δὲ αὐτοῦ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα· ὃς αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίττεται. θ, ι. «Ὅ τι διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον.» Τούτων τῶν ὅρκων καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωσῆς· «Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραὰμ, Κατ’ ἐμαυτοῦ ὤμοσα, ἦ μὴν εὐλογῶν εὐλογήσω, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνήσκει· βεβαιοῖ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας· καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς· τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ Δεσπότου συμπεράνας Χριστοῦ. ια.

Interpretation of Psalm CIIIInterpretatio in Psalmum CIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.» Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον μέτρῳ τὴν γῆν ὑποβάλλειν. ιβ. «Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ.» Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι, καὶ σφόδρα εὐαριθμήτοις· δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνουμένου τὴν δύναμιν· ὅτι καί τοι οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρέχειν ἠδύνατο. ιγ. «Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.» Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ’ ἑνὸς ἱδρύμενοι τόπου· ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ τὰς σκηνὰς μεταφέροντες. ιδ. «Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς.» Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικιῶν πειραθέντων ἀπέφηνεν. «Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς.» ιε. «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύσεσθε.» Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί.
PG 80:1713Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· «Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ.» Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ’ ὡς ἐκλεκτοὺς γενομένους. Προφήτην δὲ καὶ αὐτὸς ὁ Θεὸς τὸν Ἀβραὰμ προσηγόρευσεν· «Ἀπόδος γὰρ, ἔφη, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ.» ι. «Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.» Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ’ ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. «Πᾶν στήριγμα ἄρτου συνέτριψεν.» Ἀντὶ τοῦ, Πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν· οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς, καὶ ὄσπρια, καὶ τ’ ἄλλα δι’ ὧν βιοτεύουσιν ἄνθρωποι. ιζ. «Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ.» Ἀμφότερα κατὰ ταυτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὑτοῦ σοφίαν· τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ.
Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν τῇ ἐκείνων ἐνδέδωκεν. Αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατέλαμψεν. ιη. «Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Τοῦτο μέντοι ὁ Σύμμαχος οὕτως εἴρηκεν, Εἰς σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, Μέχρι σφαγῆς ἐκινδύνευσεν. ιθ. «Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν.» Ταῦτα δὲ ὑπέμεινεν ἅπαντα χρυσοῦ δίκην δοκιμαζόμενος· οὐχ ἵνα τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ’ ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ.
PG 80:1716κ, κα. «Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ.» Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς, ἐπήγαγε· κβ. «Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.» Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. κγ. «Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ.» Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον, ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσρὲμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. «Χὰμ γὰρ, φησὶν, ἐγέννησεν τὸν Χοὺς πρωτότοκον, καὶ Μεσρὲμ τὸν ἀδελφὸν αὐτοῦ.» Χοὺς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσρὲμ δὲ τὴν Αἴγυπτον, Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. κδ.
«Καὶ ηὔξησε τὸν λαὸν αὑτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.» Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. κε. «Μετέστρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ.» Οὐκ αὐτὸς μεταβαλὼν τῶν Αἰγυπτίων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρῶν· καὶ τὰς μὲν ἐπιβουλὰς μὴ κωλύων, κρείττους δὲ τῶν ἐπιβουλευόντων τοὺς ἐπιβουλευομένους δεικνύς. «Τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.» Ποτὲ μὲν ταῖς μαίαις ἐπέταξαν οἱ Αἰγύπτιοι διαφθείρειν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμπειν ἐκέλευσαν. Ἄλλ’ ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. κ, κζ. «Ἀπέστειλε Μωσῆν τὸν δοῦλον αὑτοῦ, καὶ Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὑτοῦ, καὶ τῶν τεράτων αὑτοῦ ἐν γῇ Χάμ.» Προβαλλόμενος γὰρ αὐτοὺς τῆς τῶν ὁμοφύλων ἐλευθερίας ὑπουργούς τε καὶ διακόνους, τὴν τῆς θαυματουργίας αὐτοῖς ἐνεχείρισε δύναμιν. κη.
PG 80:1717«Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.» Οὐκ ἀντεῖπον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προςτάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. κθ. «Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.» Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. λ. «Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν.» Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. λα. «Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.» Ἠκολούθει γὰρ τοῖς λεγομένοις τὰ ἔργα·
καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνίπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, «Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν·» ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. λβ, λγ. «Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.» Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ ὄμβρων χάλαζαν ἀπεκύησε· κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παιδείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον· ὅτι ἄνθρωποι ὄντες οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον.
PG 80:1720Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ’ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ’ αὐτῶν διεφθείρετο. λδ, λε. «Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν [καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν].» Διὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε, διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας τὰ λήϊα· οὐ γὰρ μόνον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατηνάλωσεν. λ. «Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.» Ταύτην Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγήν· μεθ’ ἢν ἐξελθεῖν τοὺς Ἰουδαίους κατέπειξεν· ἅπασα ἡ οἰκία θρήνων καὶ ὀλοφύρσεων ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκῖσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. λζ.
«Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ.» Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον· οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. «Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.» Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. λη. «Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς.» Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς καὶ εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. λθ. «Διεπέτασε νεφέλην εἰς σκέπην αὐτῶν, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα.» Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ’ ἡμέραν ἐγένετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχορήγει τὴν χρείαν. μ.
«Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς.» Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς καὶ θήραν ὀρνίθων αὐτόματον, καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε τούτους, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ’ αὐτὴν δωρησάμενος τὴν τροφήν. μα. «Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.» Ἐθεράπευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας. Ἐν ἀνύδρῳ γὰρ γῇ, καὶ νοτίδος ἐστερημένῃ, ποταμοὺς ἀναβλῦσαι προσέταξε· ποταμοὺς δὲ καλεῖ τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. μβ, μγ. «Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὑτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὑτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὑτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὑτοῦ ἐν εὐφροσύνῃ.» Τούτων δὲ πάντων αὐτοῖς μετέδωκε, τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ὑπ’ αὐτοῦ ἐπαγγελίας πληρῶν. μδ. «Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν.» Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χαναναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε· καὶ ἐκείνους κολάσας ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας.
PG 80:1721Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι’ ὧν Ἰουδαίοις ἐνομοθέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν. Διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροικεῖν ἐπὶ πλεῖστον ἐᾷ. «Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν·» ἀντὶ τοῦ, Οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθμῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ’ ἐμοί. Διὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμένω περίοδον. Οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις ἐπαγγελίας ἀπέδωκεν. με. «Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.» Δέδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας. ΕΡΜΗΝ. ΤΟΥ ΡΕ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἐν μὲν τῷ ρ καὶ δ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας·
ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τὰς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβεστέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. α. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ ἐπὶ ταῖς προτέραις εὐεργεσίαις τὸν Δεσπότην ὑμνήσατε, καὶ τὰς χρηστοτέρας ἐλπίδας προσμείνατε. Ἀγαθὸς γὰρ καὶ φιλάνθρωπος ὁ Δεσπότης, καὶ ἀεὶ τῷ ἐλέῳ διατελεῖ χρώμενος. Εἶτα διδάσκει ὡς ὑπερβάλλει τῶν ἀνθρώπων τὴν φύσιν ἡ τῶν θείων θαυμάτων διήγησις. β. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Οὐδεὶς ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ τῶν ὅλων Θεοῦ. γ. «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρίζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας.
PG 80:1724Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. δ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου.« Ἐνταῦθα τὸν νέον λαὸν αἰνίττεται, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Συμφωνεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπιφερόμενα. ε. »Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.« Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος. 2. »Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν· ἠνομήσαμεν, ἠδικήσαμεν.« Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον, παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν· πατέρας δὲ καλεῖ, οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ’ ἐκείνους γενομένους. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ζ.
»Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.« Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι’ αὐτοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν. »Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.« Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπέχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν· ἀλλὰ τοῦ μεγάλου Μωσοῦ κατεβόων, λέγοντες· »Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ταύτῃ.« Ἀλλ’ ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ ἐπήγαγεν· ηι. »Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ. Καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ.« Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυςσον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον.
PG 80:1725Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκολία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παραβολῇ. ια. »Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.« Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε· καὶ ἡ αὐτὴ θάλασσα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε. ιβ. »Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.« Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. ιγ, ιδ. »Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.« Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ’ εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ιε. »Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.« Αἴτημα τὴν ἐπιθυμίαν ἐκάλεσεν· οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν·

Interpretation of Psalm CIVInterpretatio in Psalmum CIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστόν τε καὶ ἄφθονον. ι. »Καὶ παρώργισαν τὸν Μωσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου.« Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερωσύνην ἁρπάσαι. Δαθὰν δὲ καὶ Ἀβειρὼν ἑτέραν ἐμελέτησαν τυραννίδα. ιζ, ιη. »Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς.« Δαθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεποντίσθησαν· Κορὲ δὲ, καὶ οἱ σὺν αὐτῷ, θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρονεῖν ἀναγκάζων· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν· καὶ τοῦτο δηλοῖ ἡ τῶν τετολμημένων ἐξήγησις. ιθ. »Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ.« Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος· ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτύπων βρονταῖς, καὶ μετὰ τοςούτου δέους τὴν νομοθεσίαν προσφέρων. Ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν.
PG 80:1728»Καὶ προσεκύνησαν τῷ γλυπτῷ.« Ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία· ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. κ. »Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.« Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές· τροφὴ καὶ τῷ μόσχῳ, οὐκ ἄρτος, ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ. Οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλὰ ὅμως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. κα, κβ. »Καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ. Θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς.« Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτηρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος, ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. κγ.
»Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.« Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, »Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·« εἶπεν ὁ μακάριος Μωσῆς, »Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας.«κδ, κε. »Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὑτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.« Ἑτέρας ἀπειθείας ἀναμιμνήσκει· τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενοι, ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέγοντες, σφᾶς δὲ αὐτοὺς δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον· τοὺς γὰρ τοσούτων καὶ τοιούτων θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς πάντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. κ, κζ. »Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
PG 80:1729Καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.« Ἐβουλήθη δὲ τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταυτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον, ἀλλ’ ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος, μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν. κη, κθ. »Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ· καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.« Εἰς ἀκολασίαν ἐξοκείλαντες πάλιν, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν εἴδωλον παρ’ ἐκείνοις τιμώμενον. καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος, Βάαλ δὲ τὸ εἴδωλον. Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς καλουμένας παρ’ Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προςφέρειν εἰώθασι· καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. »Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.« Πάλιν γὰρ ἕτερον αὐτοῖς ἐπήγαγε θάνατον. λ, λα. »Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.« Τὴν θραῦσιν ὁ Σύμμαχος πληγὴν εἴρηκε.
Διδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία· τὸν γὰρ Ζαμβρὴν μιχθῆναι τῇ Μαδιανίτιδί τινι προφανῶς ἀνασχόμενον δόρατι χρησάμενος συνανεῖλε τῇ γυναικί. Τὸν τούτου ζῆλον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν. λβ, λγ. »Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωσῆς δι’ αὐτούς. Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ.« Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς, οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνησεν· ἀλλ’ ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ »Διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ,« ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως λόγοις ἐχρήσατο. Εἶπε γάρ· »Φησὶ Μωσῆς πρὸς αὐτοὺς, Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;« Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐδ’ αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν· ἀλλὰ τὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος·
PG 80:1732δι’ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δοκεῖ μὲν ταύτην αὐτῷ τιμωρίαν ἐπιτεθεικέναι τῶν ὅλων ὁ πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ, τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι’ αὐτοῦ πᾶσαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων ὑπουργῷ γενομένῳ; Διά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός· πρὸς δὲ τοῦτο, καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν ἐλέγχει παρανομίαν. λδλ. »Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.
Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον.« Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προαναστέλλων. Ἀλλ’ ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. λζλθ. »Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.« Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπον· ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείπει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προςενεγκεῖν; Τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προςέφερον· τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. »Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.« Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ.
Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσεν. μμβ. »Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὑτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.« Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε δὲ Ἀμαλακίταις, καὶ Μαδιηναίοις, καὶ Ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν καρπούμενος. μγ. »Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὑτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὑτῶν.« Ἐπάγων γὰρ τὴν παιδείαν πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο. μδ. »Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν.« Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι· καὶ ὅτι ἐδεήθησαν τοῦ Θεοῦ ἀπὸ τῆς ἀνάγκης ὠθούμενοι· καὶ ὅτι δεηθέντες ἠκούσθησαν. με.
PG 80:1733»Καὶ ἐμνήσθη τῆς διαθήκης αὑτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέου αὑτοῦ.« Διὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται· ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει, καὶ φιλανθρωπίαν ὀρέγει. μ. »Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς, ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.« Οὕτω τὸν Κύρον κατέθελξεν, καὶ εἰς ἔλεον ἔκαμψε, καὶ δοῦναι τοῖς δορυαλώτοις τὴν ἐλευθερίαν πεποίηκε. μζ. »Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.« Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐτοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ’ αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέσιος δὲ Ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν διὰ Ἠλιοῦ τοῦ Θεσβίτου προηγόρευσεν· »Ἥξει ἐκ Σιὼν, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·
καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.« Οὐ μὲν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ, κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λατρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ πανάγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων παραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν Δεσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν. μη. »Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.« Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, γένοιτο, Ἀμὴν καὶ ἀμὴν , ὁ Ἑβραῖος καλεῖ. Ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς Ἐκκλησίαις μεμένηκε τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθεσθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν. ΕΡΜΗΝ. ΤΟΥ Ρ ΨΑΛΜΟΥ. Ἀλληλούϊα . Πολλάκις ἀπεδείξαμεν, ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ διαθήκη·
PG 80:1736οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει. Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν ἔχει τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐκγόνοις παρασχεθεισῶν δωρεῶν. Ὁ δὲ μετὰ ἐκεῖνον, πρὸς ταῖς εὐεργεσίαις, καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι’ ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέτερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα· μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. α. »Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.« Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησιν. β.
»Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.« Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δουλείας· καὶ ἡμᾶς ἀεὶ προσήκει τοῦτο ποιεῖν, τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντας. γ. »Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.« Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν. Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι. Τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε· καὶ τοὺς τοιούτους συλλόγους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται· τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ’ ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, καὶ τῶν πλησιοχώρων ἐθνῶν. δ. »Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ.« Καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος· ἔρημος γὰρ ὑπῆρχε τοῦ Θεοῦ· καὶ τῆς πνευματικῆς ἀρδείας, δουλεῦον ἐκείνῃ, ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος·
PG 80:1737καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ὄντες, φησὶν ὁ θεῖος Ἀπόστολος. »Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον.« Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν· οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες, πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν· ε. »Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν.« Θείας διδασκαλίας λιμὸς καὶ τούτους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο. Τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέδεκτο, οὔτε πνευματικῆς διδασκαλίας ἀπήλαυε, δι’ ὧν αἱ ψυχαὶ πεφύκασι τρέφεσθαι. Τοῦτον μέν τοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· »Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.«Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς.» Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν·
καὶ τοῦτο ἡμᾶς καὶ ἡ τοῦ Δανιὴλ προφητεία διδάσκει. Καὶ αὐτὸς γὰρ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ὑπὲρ πάντων ποτνιώμενοι, τὸν θεῖον ἐζήτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθήτοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλπίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν. Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξεν. ζ. «Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.» Ἰουδαίοις μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀποστόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. η. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων . Τὸν μέν τοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέρει, οὔτε μὲν τὰ θαυμάσια, ἀλλ’ οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες.

Interpretation of Psalm CVInterpretatio in Psalmum CV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1740Θαυμαστὴ μὲν γὰρ καὶ ἀξιάγαστος καὶ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάντων ὁ θεῖος πρόξενος ἔλεος. «Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως.» θ, ι. «Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.» Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους, καὶ λιμῷ τηκομένους, τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε· καὶ ἅπασαν ἀνθρώπων τὴν φύσιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά. «Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται.» Καί·
«Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν.» ια, ιβ. «Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Τούτων δὲ πάντων αἴτιον τῶν ἀλγεινῶν, καὶ Ἰουδαίοις, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, ἡ ἁμαρτία· κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ· καὶ πάντες ἄνθρωποι, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεβλήθησαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδὰμ, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τοσαύταις περιστοιχιζόμενοι συμφοραῖς λύσιν οὐδεμίαν εὕροντο τῶν ἐπικειμένων κακῶν, ἀλλ’ ὁ ταύταις αὐτοὺς συγκληρώσας, αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο. Φησὶ γάρ· ιγ, ιδ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς.
Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.» Οἰκτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤῥηξε τὰ δεσμά. ιε, ι. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.» Πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς, τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν· καθάπερ γὰρ τὸν εἴσω τοιούτων καθειργμένον θυρῶν τε καὶ μοχλῶν, διαφεύγειν τῶν ἀδυνάτων· οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκείνων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνιαρῶν τὴν λύσιν χαρίσασθαι. ιζ. «Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὑτῶν ἐταπεινώθησαν.» Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν.
PG 80:1741Ἀλλ’ ὅμως, καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδουμένους κακοῖς σωτηρίας ἠξίωσεν. ιη. «Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν· καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.» Ἰουδαῖοι μὲν γὰρ, τῷ πλήθει συνεχόμενοι τῶν κακῶν, καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· «Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.» Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν, οἱ μὲν Σωκράτους κατεψηφίσαντο θάνατον· οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίᾳ· οἱ δὲ ἄλλοι τοῦ Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ’ ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. ιθ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς.» Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον. κ.
«Ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας, καὶ ἀποσταλεὶς, ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραφος, καὶ πανταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παντοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς διαφθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρτωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρεγγύησεν· οὕτω τὸν παρειμένον ἐστήριξεν εἰρηκὼς, «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον, οὕτω τοὺς τελώνας διδασκάλους τῆς οἰκουμένης ἀπέφηνεν, οὕτω τοὺς παναγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. κα, κβ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.» Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν.
PG 80:1744Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημήνασθαι μέν τοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρεγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας θυσίαν εὐχαριστίας προσηγόρευσεν. κγ, κδ. «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμασία αὐτοῦ ἐν τῷ βυθῷ.» Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν.
Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προτέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. κε, κ. «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.» Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος, καὶ τὰ λυπηρὰ γίγνεται, καὶ τὰ θυμήρη προσγίνεται. «Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. [κζ] Ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὡς ὁ μεθύων· καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.» Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν· αἰνίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς φύσεως συμφοράς· ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται, τῇδε κἀκεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅτ’ ἂν ὑπάρχῃ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. κηλ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς.
PG 80:1745Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν.» Κἀκείνοις δὲ τοῖς πλέουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει· καὶ παραχρῆμα εἰς αὖραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὑτοῦ.» Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη· καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν, ἢ ἐκείνοις ἁρμόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος αὑτοῦ λιμένα καθώρμισεν, τὴν θείαν αὑτοῦ δωρησάμενος γνῶσιν. λα, λβ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.» Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών. λγ, λδ.
«Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν. Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προςφέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύουσιν, ἀλλ’ ἔρημοι πάμπαν διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται. λε. «Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.» Τὰ δὲ πάλαι ἔρημα ἔθνη, καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. λ. «Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας.» Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν. λζ. «Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος.» Καὶ ταῦτα ἅπαντα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος παραβολαῖς τοιαύταις ἐχρήσατο·
καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ αὐτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Καὶ πάλιν· «Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε.» Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν· καὶ ἅπαντες δὲ οἱ μετ’ ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν. λη. «Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.» Ὁ γὰρ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Κτήνη δὲ καλεῖ τοὺς ὑπ’ αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησεν τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· «Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ’ ἡμέραν τῇ Ἐκκλησίᾳ.» Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πιστεύοντας·
PG 80:1748«Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἐνταῦθα πάλιν τὰ Ἰουδαίοις συμβησόμενα προθεσπίζει κακά. λθ. «Καὶ ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.» Τοῦτο μὲν οὖν φησιν· Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες ἀπήλαυσαν. Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν ποταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. μ. «Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν.» Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου· ἀλλ’ οἱ πάλαι περιφανεῖς καὶ περίβλεπτοι, ἄσημοι παντελῶς εἰσι, καὶ ὑπ’ αὐτῶν ἐκείνων καταφρονούμενοι. «Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ.» Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας .
Ὁ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλ’ ἀπαγορεύει τὴν πλάνην· τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀνερμάτιστοι περιφερόμενοι τῇδε κἀκεῖσε περιπλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν θείαν γὰρ καταλιπόντες ὁδὸν, τοῖς οἰκείοις ἕπονται λογισμοῖς. μα. «Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας.» Τὰ γὰρ πάλαι πτωχεύσαντα ἔθνη τῆς θείας ἐπικουρίας ἀπήλαυσαν, καὶ τὸν πνευματικὸν ἐκτήσαντο πλοῦτον. «Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς.» Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ὑπερεπαρεῖ πτωχὸν ἐκ πενίας, καὶ θήσει ὡς ποίμνιον συγγενείας . Ὡς προβάτων γὰρ τῶν ἰδίων ἐπιμελεῖται, καὶ ὡς συγγενῶν κατὰ σάρκα προμηθεῖται καὶ κήδεται. μβ. «Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῶν.» Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν, καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. μγ. «Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;» Οὔτε γὰρ τὸ συνιέναι καὶ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε φυλάξαι τὰς θείας νομοθεσίας παντός·
PG 80:1749ἀλλὰ τοῦ σοφίᾳ καὶ συνέσει χρωμένου, καὶ βοῶντος πρὸς τὸν Δεσπότην· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» ΕΡΜΗΝ. ΤΟΥ ΡΖ ΨΑΛΜΟΥ. α. «Ὠδὴ ψαλμοῦ τῷ Δαβίδ.» Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς καὶ τὴν Ἰουδαίων ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν· πολλὴν δ’ ἔχει τὴν συγγένειαν πρός τε τὸν ν καὶ πρὸς τὸν νθ ψαλμόν. β. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.» Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προφήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προφητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ Δεσπότῃ, ὡς εὐρεῖαν ἔχω τὴν καρδίαν μου, καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. γ, δ. «Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.» Ψαλτήριον καὶ κιθάραν ἑαυτὸν ὁ προφήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μουσικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀνεκρούετο μελῳδίαν. Διεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ Δεσπότου, ἀποκρίνεται πάλιν, καὶ ὑπισχνεῖται ὄρθρου τοῦτο ποιήσειν.
Ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιησάμενος· ὄρθρον δὲ καλεῖ, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ μακάριος ᾄδει Δαβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. ε. «Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.» Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν, ὡς νεφέλας τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους, καὶ τοὺς διδασκαλικῆς χάριτος τετυχηκότας καλεῖ. Διὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφελῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει· δι’ αὐτῶν τὰ ἀληθῆ μεμαθήκαμεν δόγματα. 2. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀββακούμ· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐν τῷ ὀγδόῳ ἔφη ψαλμῷ· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ·
PG 80:1752ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Τὸ οὖν, ὑψώθητι , ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν. ζ. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Δείξει δέ σου πᾶσιν ἀνθρώποις τὴν δύναμιν τῶν τῆς σῆς οἰκειώσεως ἀξιωθέντων ἡ σωτηρία· δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν. Δεξιὰν δὲ καλεῖ τὴν ἀγαθὴν ἐνέργειαν. η. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.» Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος. «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπήλαυσεν· ἐπειδὴ εἶπεν· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς,» ἀποκρίνεται λέγων ὁ Δεσπότης, Ὑψωθήσομαι . Εἶτα δείκνυσι καὶ τὸν τρόπον. «Διαμεριῶ Σίκιμα.» Πόλις δὲ αὕτη κατ’ ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοιλάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμένην σκηνὰς, ἄνωθεν οἰκητόρων πληρώσω, καὶ διανεμηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. θ.

Interpretation of Psalm CVIInterpretatio in Psalmum CVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μαναςσῆς, καὶ Ἐφραὶ̈μ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου.» Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ, ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραὶ̈μ τὴν προτέραν ἀποδώσω δύναμιν· τὸν μέν τοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω, Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί. Ὁ δὲ Ζοροβάβελ, καὶ τούτων κἀκείνων ἡγεῖτο. Κυρίως δὲ καὶ ἀληθῶς ὁ Δεσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως. ι. «Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.» Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ ν καὶ θ ψαλμῷ ἡρμηνεύσαμεν. ια, ιβ. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
PG 80:1753Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;» Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας. Ταῦτα δὲ, φησὶν, οὐδεὶς ἕτερος παρασχεῖν ἱκανὸς, ἢ σὺ μόνος, ὁ νῦν ἡμᾶς ἀπωσάμενος, καὶ δουλεύειν κελεύσας. «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ μὴ προελθὼν, Θεὲ, ἐν τοῖς στρατεύμασιν ἡμῶν . Οὐ γὰρ ἡττήθημεν πώποτε, σοῦ στρατηγοῦντος, καὶ τῆς φάλαγγος ἡγουμένου. «γ. »Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.« Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον. Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρ’ ἀνθρώπων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ιδ. »Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.« Διά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν· διὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα. ΕΡΜΗΝ. ΤΟΥ ΡΗ ΨΑΛΜΟΥ. α. »Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ.« Τὸ σωτήριον πάθος, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὴν Ἰούδα προδοσίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει.
Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγορῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος. Μηδεὶς δὲ, ἀκούων τοῦ Κυρίου νομοθετοῦντος εὐλογεῖν τοὺς διώκοντας, ἐναντίαν ἡγείσθω τοῦ νομοθέτου τὴν προφητείαν. Οὐδὲ γὰρ ἐνταῦθα ἐπαρώμενος ὁ προφητικὸς διέξεισι λόγος, ἀλλὰ τὰς ἐσομένας, καὶ Ἰουδαίοις, καὶ τῷ Ἰούδᾳ, τιμωρίας προλέγων. Ἐσχημάτισται δὲ ὡς εὐκτικὸν τὸ προαγορευτικὸν τοῦτο, ὡς ἐπὶ τὸ πολὺ σύνηθες πανταχοῦ τῇ θείᾳ Γραφῇ. β. »Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη.« Ἀνθρωπίνως ὁ Δεσπότης ταῦτα λέγει Χριστός. Ὡς ἄνθρωπος γὰρ εὔχεται, τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα πληρῶν· ὡς δὲ Θεὸς, τῶν εὐχομένων γνησίως προσδέχεται τὰς εὐχάς. Ὕμνον δὲ τὸ πάθος καλεῖ. Καὶ γὰρ ἐν τοῖς θείοις Εὐαγγελίοις δόξαν αὐτὸ προσαγορεύει. »Ἐλήλυθε γὰρ, φησὶν, ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.« Στόμα δὲ ἁμαρτωλοῦ , καὶ στόμα δολίου , τὸν Ἰούδαν ὠνόμασεν· οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας. γ. »Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ·
PG 80:1756καὶ λόγοις μίσους ἐκύκλωσάν με.« Ἀπὸ τοῦ Ἰούδα μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον. Οὗτοι γὰρ τῷ φθόνῳ δουλεύοντες τὸν ἄδικον ἐτύρευσαν θάνατον. »Καὶ ἐπολέμησάν με δωρεάν. [δ.] Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με.« Οὐ γὰρ μόνον κακοῦ τινος οὐκ ἐπειράθησαν παρ’ ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν· ὑπὲρ ὧν ἀγαπᾷν ὀφείλοντες, τὰ δυσμενῶν ἔδρασαν. »Ἐγὼ δὲ προσηυχόμην.« Καὶ τούτου μάρτυς τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Τῷ ἰκρίῳ γὰρ σταυροῦ προσηλωμένος ἐβόα· »Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.« ε. »Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ ἀγαπήσεώς μου.« Ἐγὼ μὲν οὖν αὐτοὺς εὐεργεσίαις ἐπέκλυσα· αὐτοὶ δέ με τοῖς ἐναντίοις ἠμείψαντο. 2. »Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.« Τὸ κατάστησον , ἀντὶ τοῦ καταστήσεις · καὶ στήτω, ἀντὶ τοῦ σταθήσεται · καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος ἐδίδαξεν εὐαγγελιστής. Ὁ μὲν γὰρ θεσπέσιος ἤρετο Ἰωάννης, τίς εἴη ὁ προδότης· ὁ δὲ Κύριος εἶπεν· »Ὧ ἐὰν ἐμβάψας τὸ ψωμίον ἐπιδώσω, αὐτός ἐστι· καὶ βάψας, φησὶν, ἀπέδωκεν αὐτὸ Ἰούδᾳ·
καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς,« εὐτρεπεῖς εὑρὼν τὰς εἰσόδους. Αὐθαίρετος γὰρ πρὸς Ἰουδαίους ἀπελθὼν, τῆς προδοσίας ἐποιήσατο τὰς συνθήκας, καὶ πολλαῖς μετὰ ταῦτα εὐεργεσίαις ἐπικλυσθεὶς ἀγνώμων μεμένηκεν. Ἑκὼν τοιγαροῦν σύνοικον ἐδέξατο τὸν πολέμιον. ζ. »Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος [ἀντὶ τοῦ, ἐξελεύσεται ]. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν [ἀντὶ τοῦ, γενήσεται ].« Πάσης γὰρ ἀπολογίας ἔρημος ὁ προδότης. Διὸ κρινόμενος κατακρίνεται, καὶ ἡ προσφερομένη ὑπ’ αὐτοῦ προσευχὴ τὴν κατηγορίαν αὔξει. Οὐ γὰρ ἠγνόει τὸν εὐεργέτην, ἀλλὰ καὶ τῶν θείων ἀπήλαυσε λόγων, καὶ θαυμάτων μεγίστων οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτουργὸς ἐγένετο, παρ’ αὐτοῦ τὴν ἐξουσίαν λαβών. η. »Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.« Καὶ αὕτη ἡ πρόῤῥησις τὸ τέλος ἐδέξατο· αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν. θ. »Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα.« Ταῦτα οὐ τῷ Ἰούδᾳ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἀπίστοις συνέβη Ἰουδαίοις.
PG 80:1757Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν. Τοῦτο μὲν καὶ ὁ προφητικὸς ηὔξατο λόγος. ι. »Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὑτῶν.« Ἢ κατὰ τοὺς ἄλλους, ἐκ τῶν ἐρειπίων αὑτῶν . Καυθεισῶν γὰρ τῶν οἰκιῶν, καὶ οἰκοπέδων, ἢ ἐρειπίων γενομένων, οἱ μὲν ἀνῃρέθησαν τῶν οἰκητόρων, οἱ δὲ ἀπηνέχθησαν δορυάλωτοι. ια. »Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ.« Ὁ δὲ Σύμμαχος οὕτως· Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ . Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς, τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι. »Καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. [ιβ.] Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ.« Τούτων δὲ γινομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προςήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. ιγ.
»Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ.« Τεσσαράκοντα γὰρ οὐ διελθόντων ἐνιαυτῶν, πανωλεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαὸς, καὶ οὐκ ἔτι καθ’ ἑαυτοὺς πολιτεύονται, οὐδὲ οἰκείους ἔχουσι βασιλεῖς τε καὶ ἄρχοντας, οὐδὲ πολυθρύλλητον ἐκείνην μητρόπολιν, οὐδὲ τὴν κατὰ νόμον ἐπιτελοῦσι λατρείαν, ἀλλὰ φροῦδα πάντα ἐκεῖνα, καὶ ἡ κιβωτὸς, καὶ αἱ πλάκες, καὶ τὰ τῶν Χερουβὶμ ἐκτυπώματα, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ τὸ θυσιαστήριον, καὶ ἡ ἀρχιερατικὴ στολὴ, καὶ τὰ ἄλλα πάντα ὅσα θεόσδοτα παρ’ αὐτοῖς καὶ περίβλεπτα. ιδ. »Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.« Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαβὶδ ἡ εὐσέβεια. Πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή. Τοῦτο τοίνυν καὶ ὁ προφητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι.
PG 80:1760Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν Κριτῶν, τοὺς ἐπὶ τῶν Βασιλέων, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον παρανομίᾳ συζήσαντας· μητέρα δὲ τὴν Ἱερουσαλὴμ ἔφη· ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μύσος. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· »Ὅπως ἂν ἐπέλθῃ ἐπὶ τὴν γενεὰν ταύτην πᾶν αἷμα ἀθῶον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου, οὗ ἐφόνευσαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.« Πάντων γὰρ κατὰ ταυτὸν τίσουσι δίκας. ιε. »Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.« Πάντα γὰρ, φησὶ, τὰ ὑπ’ αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανωλεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων ἠπιστηκότων ταῦτα διῆλθεν. Ἀπὸ γὰρ ἑνικοῦ προσώπου, ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν. Οὐκέτι γὰρ εἶπεν αὐτοῦ , ἀλλ’ αὐτῶν . ι, ιζ. »Ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος.
Καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.« Ταῦτα δὲ, φησὶ, πείσονται, ἀπηνῶς καὶ θηριωδῶς τῇ μιαιφονίᾳ χρησάμενοι, καὶ τὸν πάσῃ χρησάμενον μετριότητι καὶ πραότητι μέχρι θανάτου διώξαντες. Τούτοις καὶ Ἀπόστολος μαρτυρεῖ λόγοις, καὶ αὐτὸς ὁ Δεσπότης· ὁ μὲν Ἀπόστολος βοῶν· »Ὃς δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν·« καὶ πάλιν· »Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·« ὁ δὲ Κύριος νῦν μέν φησι· »Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·« νῦν δέ· »Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.« ιη. »Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.« Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται.
PG 80:1761»Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον.« Ἀντὶ τοῦ, ταύτῃ πανταχόθεν περιεστοίχισται. »Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ.« Οὐ γὰρ μόνον ἔξωθεν, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ, καὶ ὑπὸ τούτων δίκην ὕδατος περικλύζονται. Εἶτα ἐπειδὴ τὸ ὕδωρ ἀρδεύει μὲν τὸ σῶμα καὶ βρέχει, οὐκ ἔχει δὲ μόνιμον τὴν ὑγρότητα, ἐπήγαγεν· »Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ.« Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπενεχθήσεται φορὰ κακῶν, τοῦ μὲν ὕδατος τὴν σφοδρότητα, τοῦ δὲ ἐλαίου μιμουμένη τὸ μόνιμον. ιθ. »Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται· καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται.« Πανταχόθεν, φησὶ, τοῖς προειρημένοις κακοῖς, καὶ ὡς ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω. κ. »Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.« Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων , ἡρμήνευσαν. »Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.« Τούτους τρυγήσουσι τοὺς καρποὺς, καὶ οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδειξάμενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· »Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.« κα.
»Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετὰ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.« Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χριστός· πάντα γὰρ τὰ ἀνθρώπεια πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ καὶ κατὰ τὸν νόμον φύσεως, καὶ ὑπὲρ τὸν νόμον τῆς φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, τὸ ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν, καὶ θυσίας προςήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνασεν, ἐδίψησε, καὶ ἐκοπίασεν. Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα τοίνυν ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. κβ. »Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.« Τοῦτο καὶ ὑπ’ αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένον εὑρίσκομεν. Μέλλων γὰρ προσιέναι τῷ πάθει, εἶπε· »Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.« κγ. »Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.« Διὰ τούτων τὸν θάνατον παρεδήλωσε.
PG 80:1764Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπ’ ἀνέμων ῥιπιζομένων, καὶ τῇδε κἀκεῖσε περιφερομένων, διετέλεσα· οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν· ἀλλὰ ποτὲ μὲν εἰς ταύτην, ποτὲ δὲ εἰς ἐκείνην, ἄλλοτε δὲ εἰς ὄρη μεταβαίνων, καὶ εἰς τὴν ἔρημον τρέχων. κδ. »Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον.« Οὐ γὰρ ἀνειμένον καὶ ἁβροδίαιτον ἐβιότευσα βίον, ἀλλ’ ἀπέριττον, καὶ κατεσκληκότα, καὶ αὐχμηρόν. Καὶ μάρτυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην. Τὸ δὲ, »Ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον,« Ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Καὶ ἡ σάρξ μου ἠλλοιώθη ἀπὸ ἀναλειφίας . κε. »Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν.« Καὶ τοῦτο τέλους τετύχηκεν. Ὁρῶντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον, »Οὐὰ, ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.« Ἄλλοι δὲ ἔλεγον· »Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.« κ, κζ.
»Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν.« Μαθέτωσαν, φησὶν, ὡς οὐκ ἄκοντά με παρέδοσαν τῷ σταυρῷ, ἀλλὰ τῆς σῆς τοῦτο ἔργον οἰκονομίας. Διὰ γὰρ τοῦ ἐμοῦ πάθους ἐβουλήθης τοῖς ἀνθρώποις τὴν ἀπάθειαν δωρήσασθαι· χεῖρα δὲ καλεῖ τοῦ Θεοῦ τὴν ἐνέργειαν. κη. »Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.« Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλαςφημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. »Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.« Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει. Ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι »Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.« Καὶ αὐτὸς δὲ διὰ Ἡσαί̈ου βοῶν οὕτως λέγει· »Ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ·« καὶ μετ’ ὀλίγα·» Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.« Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτως ἔφη·
»Ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν.« Ὁ δοῦλος τοίνυν τῆς ληφθείσης φύσεως ὄνομα· οὐκ ἐπειδὴ δουλεύει ἐκείνῃ (πῶς γὰρ ἥγε τῷ Θεῷ συνημμένη Λόγῳ, καὶ τῶν ἁπάντων δεξαμένη τὴν δεσποτείαν;), ἀλλ’ ἵνα δειχθῇ τῆς φύσεως αὐτῆς τὸ ἴδιον. Οὐκ ἀξιώματος τοίνυν ἐνταῦθα τὸ, δοῦλος, ἀλλὰ φύσεως δηλωτικόν. κθ. »Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοί̈δα αἰσχύνην αὑτῶν.« Πάλιν τοὺς ἐνδιαβάλλοντας οἱ λοιποὶ ἀντικειμένους ἡρμήνευσαν. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ τὰ πράγματα. Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι διηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβόλαιον. λ. »Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν.« Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Δεσπότης καλεῖται Χριστὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας ὁ σύλλογος· οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ. λα. »Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.« Τοῦτο καὶ ἐν τῷ ιε εἴρηκε ψαλμῷ·

Interpretation of Psalm CVIIInterpretatio in Psalmum CVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 80:1765»Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.« Ἀχώριστον γὰρ ἡ θεία φύσις ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρωπείᾳ φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ, ἀθάνατον αὐτὴν ἣν ἀνέλαβεν ἀπεργάσασθαι φύσιν. Ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ κόσμου τὸ πάθος, συνεχώρησε γενέσθαι τὸ πάθος, μετὰ τὸ πάθος τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε. Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ. Ἡνίκα δὲ φθαρτὴν εἶχεν αὐτὴν τὴν φύσιν, ἀνθρωπίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι. ΕΡΜΗΝ. ΤΟΥ ΡΘ ΨΑΛΜΟΥ. α. »Ψαλμὸς τῷ Δαβίδ.« Τὸ περὶ τοῦ σωτηρίου πάθους ἐν τῷ προτεταγμένῳ προθεσπίσας ψαλμῷ, προαγορεύει τὴν μετὰ τὸ πάθος ἀνάληψιν τοῦ Σωτῆρος. Μέμνηται δὲ τοῦ προοιμίου τοῦ ψαλμοῦ καὶ ὁ θειότατος Πέτρος ἐν ταῖς Πράξεσι. Λέγει δὲ οὕτως· »Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός·
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.« Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ Χριστοῦ δόξας ἔχοντας, πεῦσιν αὐτοῖς τοιάνδε προσήνεγκε· »Τί ὑμῖν δοκεῖ περὶ Χριστοῦ; τίνος ἐστὶν υἱός;« Εἰρηκότων δὲ ἐκείνων, Τοῦ Δαβὶδ, ἀπεκρίνατο, »Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου;« Εἶτα ἐπισυλλογίζεται· »Εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν ἐν πνεύματι Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;« Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. Τὸ μὲν γὰρ υἱὸν εἶναι τοῦ Δαβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι· ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. Τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς ὁ αὐτὸς καὶ υἱὸς αὐτοῦ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. Σαφῶς τοίνυν ὁ μακάριος Δαβὶδ τὴν τοῦ Δεσπότου Χριστοῦ κηρύττει θεότητα, καί φησιν·
PG 80:1768»Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.« Εἰ Δαβὶδ ὁ βασιλεὺς, καὶ εὐσεβὴς βασιλεὺς ὁ καὶ προφητικῆς χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν Δεσπότην Χριστόν· οὐκ ἄρα μόνον ἄνθρωπος κατὰ τὴν Ἰουδαίων ἄνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ. Κύριος γὰρ Κυρίῳ λέγει, καὶ οὐ Κύριος κτίσματι, οὐδὲ Κύριος ποιήματι· »Κάθου ἐκ δεξιῶν μου.« Μέγα μὲν οὖν καὶ τοῦτο· καὶ οὐ μόνον ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν τὴν κτίσιν. Πλὴν ἀνθρωπίνως καὶ αὐτὸ εἴρηται. Ὡς γὰρ Θεὸς, ὁ Υἱὸς αἰώνιον ἔχει τὸν θρόνον· »Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.« Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη· ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. Οὐ γὰρ ταπεινὸς ὢν ὑψώθη, ἀλλ’ ὕψιστος ὢν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Διὸ καὶ ὁ εὐαγγελιστὴς βοᾷ· »Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.« Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· »Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.« Καὶ ἀλλαχοῦ·
»Δόξασόν με, σὺ Πάτερ, τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.« Ὡς ἄνθρωπος τοίνυν ἀκούει· Κάθου ἐκ δεξιῶν μου·» ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸ κράτος. «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως, οὐ χρόνου σημαντικὸν, ἀλλ’ ἰδίωμα τῆς θείας Γραφῆς. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεὸς, «Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι.» Δῆλον δὲ ὅτι οὐ συμπεριορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρει τῶν ἀνθρώπων. Εἰ γὰρ περὶ οὐρανοῦ καὶ γῆς φησιν ὁ προφήτης, «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·» καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι·» πολλῷ μᾶλλον, ἀνθρώπων καὶ γηρώντων καὶ τελευτώντων, διαμένει τῶν ὅλων ὁ Δεσπότης. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ· «Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρις οὗ χρόνου δηλωτικόν·
PG 80:1769ποῖον γὰρ ἂν ἔχοι λόγον, ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; Καὶ μὲν Δανιὴλ ὁ προφήτης, μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν, αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἢ τίνι συμβασιλεύουσι, τοῦ τὴν βασιλείαν ὑποσχομένου ἀποτιθεμένου τὴν βασιλείαν; Οὐκ οὖν τὸ ἕως οὗ χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς. β. «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.» Ἡ μὲν ἐξ Ἰεσσαὶ ῥάβδος ἐκ Βηθλεέμ· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα Θεοῦ.» Καὶ τὰ ἑξῆς δὲ τοῦ σωτηρίου σταυροῦ τῆς ῥάβδου τὸ κράτος δηλοῖ. Δι’ ἐκείνου γὰρ πᾶσαν ὑπέταξε τῶν ἀντιπάλων τὴν φάλαγγα· ἐν δὲ τῇ Σιὼν οὗτος ἐπάγη.
«Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.» Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγγελίων οἱ κήρυκες, ἀλλ’ ὑπὸ Ἑλλήνων καὶ βαρβάρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχμαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον. γ. «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.» Ἀνώλεθρον ἔχεις τὸ κράτος· διαφερόντως δὲ τοῦτο δεικνύσεις ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καθ’ ἣν λαμπροὺς καὶ περιφανεῖς τοὺς ἁγίους ἀποφανεῖς. Ἡμέραν γὰρ δυνάμεως τὴν δευτέραν τοῦ Σωτῆρος ἐκάλεσεν ἐπιφάνειαν, καθ’ ἣν ἥξει μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρός. Τότε δὲ καὶ οἱ ἅγιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Ἐνταῦθα καὶ τῆς θεότητος αὑτοῦ τὸ μεγαλοπρεπὲς ἀπεκάλυψε. Καὶ ὁ εἰρηκὼς αὐτῷ Κύριος· «Κάθου ἐκ δεξιῶν μου,» τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυτὸν κηρύττει τῆς φύσεως. Τὸ μὲν γάρ· «Πρὸ ἑωσφόρου,» τὸ πρὸ χρόνων αὐτὸν καὶ πρὸ αἰώνων εἶναι δηλοῖ. Τὸ δέ·
PG 80:1772«Ἐκ γαστρὸς,» τὸ ταυτὸν τῆς οὐσίας διδάσκει. Οὐ γὰρ ἑτέρωθεν, φησὶν, ἀλλ’ ἐκ τῆς ἐμῆς γεγένησαι φύσεως· τῆς γαστρὸς δηλονότι παραβολικῶς νοουμένης. Καθάπερ γὰρ ἐκ γαστρὸς τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννήσασι τὴν αὐτὴν ἔχει φύσιν· οὕτως ἐξ ἐμοῦ γεγένησαι, καὶ τοῦ γεγεννηκότος ἐν σεαυτῷ τὴν οὐσίαν δεικνύεις. δ. «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερωσύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊτικὴν ἱερωσύνην οὐ μεθ’ ὅρκου τὰς ἐπαγγελίας δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι. Τούτου δὴ χάριν καὶ τὸ «οὐ μεταμεληθήσεται» προστέθεικεν· ἐπειδὴ πολλὰ πολλάκις οἰκονομήσας ὁ τῶν ὅλων Θεὸς, μεταβολαῖς ταῦτα περιπεσεῖν συνεχώρησεν. Οὕτω τὴν Ἰουδαίων ἱερωσύνην καὶ πεποίηκε, καὶ κατέπαυσεν. Οὕτω τὴν βασιλείαν ἐκείνην καὶ κατέστησε, καὶ κατέλυσεν· οὕτω τὴν Ἀσσυρίων, καὶ Βαβυλωνίων, καὶ Μακεδόνων βασιλείαν καὶ γενέσθαι συνεχώρησε, καὶ λυθῆναι προσέταξε.

Interpretation of Psalm CVIIIInterpretatio in Psalmum CVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταύτην μέντοι τὴν ἱερωσύνην αἰώνιον εἶναι βουλόμενος, ὠμωμοκέναι φησὶν, ὡς οὐ μεταμεληθήσεται. Ἀνθρωπίνως δὲ ταῦτα εἴρηκε· τοῦ πάθους γὰρ τὸ Θεῖον ἀμύητον, πάθος δὲ καὶ ἡ μεταμέλεια. Ὁ δὲ Μελχισεδὲκ, οὐκ Ἰουδαίων, ἀλλ’ ἐθνῶν ἱερεύς. Οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀνθρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ. Ἄρχεται δὲ τῆς ἱερωσύνης ἐν τῇ νυκτὶ, μεθ’ ἣν τὸ πάθος ὑπέμεινεν· ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· «Λάβετε, φάγετε ἐξ αὐτοῦ· τοῦτό ἐστι τὸ σῶμά μου.» Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας, ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Εὑρίσκομεν δὲ τὸν Μελχισεδὲκ, καὶ ἱερέα ὄντα, καὶ βασιλέα· τύπος γὰρ ἦν τοῦ ἀληθινοῦ ἱερέως καὶ βασιλέως· καὶ προσφέροντα τῷ Θεῷ οὐκ ἄλογα θύματα, ἀλλὰ ἄρτους καὶ οἶνον. Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρχου ὀσφύϊ πνευματικῶς προορῶν.
Εἰ τοίνυν ἐκ Δαβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ Δαβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός· πέπαυται μὲν ἡ Λευϊτικὴ ἱερωσύνη εἰς δὲ τὴν Ἰούδα φυλὴν ἡ τῆς μείζονος ἱερωσύνης εὐλογία μετέβη. Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προςφέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρηματίζων. Σῶμα γὰρ αὑτοῦ τὴν Ἐκκλησίαν καλεῖ, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος, δέχεται δὲ τὰ προσφερόμενα ὡς Θεός. Προσφέρει δὲ ἡ Ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιάζουσα. ε. «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὑτοῦ βασιλεῖς.» Τοὺς δὲ νῦν ἀντιτείνοντας, καὶ θρασυνομένους ἄρχοντάς τε καὶ βασιλέας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ παραδώσει κολάσει. Τὸ δὲ, «Κύριος ἐκ δεξιῶν σου,» ἔοικε τῷ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ψαλμῷ, «Προωρώμην γὰρ τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως τοῦτο εἴρηκε, καὶ δεδήλωκε τῆς ἑνωθείσης φύσεως τὸ ἀχώριστον· καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέγει, καὶ τὰ ἀνθρώπινα.
PG 80:1773Τὸ μὲν γὰρ, «Κάθου ἐκ δεξιῶν μου,» τῇ ἀνθρωπείᾳ φύσει πρόσφορον· τὸ δὲ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» δηλωτικὸν τῆς θεότητος· τὸ δὲ, «Σὺ εἶ ἱερεὺς εἰς αἰῶνα,» πάλιν ὡς πρὸς ἄνθρωπον εἴρηται. Ὡσαύτως δὲ καὶ τὸ, «Κύριος ἐκ δεξιῶν σου,» ἀντὶ τοῦ, ἀχώριστον ἔχεις τὴν ἑνωθεῖσαν θεότητα. 2. «Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.» Σαφέστερον ἐνταῦθα τὴν κρίσιν ἐδήλωσε καὶ ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν παντοδαπαῖς παραδώσει τιμωρίαις τοὺς δυσσεβείᾳ συνεζηκότας· καὶ κατὰ τὸν παρόντα μέντοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας διδάσκων. ζ. «Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.» Πολλῇ, φησὶν, ἐνανθρωπήσας εὐτελείᾳ χρήσεται, ὥστε καὶ τοῖς κατὰ τὴν ὁδὸν εὑρισκομένοις ὕδασι θεραπεύειν τὸ δίψος. Δοκεῖ δέ μοι καὶ ἑτέραν βαθυτέραν ἔχειν ἡ προφητεία διάνοιαν. Ποτήριον ἔθος αὐτῷ τὸ πάθος καλεῖν· «Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ·» χειμάῤῥουν δὲ τοὺς Ἰουδαίους καλεῖ, θείας μὲν χάριτος τετυχηκότας, οὐκ ἀεὶ δὲ ταύτης ἀπολαύσαντας.
Page scan enlarged

Notebook

Full View