Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
By the Blessed Theodoret, Bishop of Cyrrhus: Heretical FablesΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:807ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΖΕΚΙΗΛ.
HypothesisΥΠΟΘΕΣΙΣ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΥΠΟΘΕΣΙΣ. Οἱ μὲν τοῦ σώματος ὀφθαλμοὶ, σχημάτων καὶ χρωμάτων ἐδημιουργήθησαν δικασταί· καὶ δικάζουσιν ὑγιαίνοντες μὲν, ὀρθῶς καὶ μάλα δικαίως· ἀσθενῶς δὲ διατεθέντες, ἁμαρτάνουσι τοῦ προσήκοντος, καὶ σφόδρα τῷ δικαίῳ λυμαίνονται· ἢ γὰρ παντελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ’ ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν. Τὸ δὲ τῆς ψυχῆς ὀπτικὸν, χορηγεῖ μὲν καὶ τούτοις ταύτην αὐτὴν τὴν ἐνέργειαν· ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι’ ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρίνει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρίνει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παραβολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ διακείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον·
ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ’ ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος. Ταύτῃ περιπεσόντες τῇ νόσῳ τινὲς τῆς θείας Γραφῆς κατηγορεῖν ἐπεχείρησαν, διαφερόντως δὲ τῶν προφητικῶν θεσπισμάτων, ὡς ἀσαφείᾳ κεκαλυμμένων. Πρὸς οὓς ἂν εἰκότως ὁ θεσπέσιος εἴποι Παῦλος· «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμμένον· σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις.» Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ὑπὸ τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους ἀποστόλους εἰρημένα· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται·» καὶ τὴν αἰτίαν διδάσκων εὐθὺς ἐπάγει, ὅτι «Βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιοῦσιν.» Αὐτοὶ γὰρ, φησὶν, ἑκόντες ἐπισπῶνται τῆς ἀγνοίας τὸ νέφος· ἐὰν γὰρ ἐπιστρέψωσι πρὸς Κύριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, περιαιρεῖται τὸ κάλυμμα. Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθελουσίως τυφλώττουσιν· οὓς ἐχρῆν σκοπῆσαι, καὶ συνιδεῖν, ὅτι τῶν τιμίων οὐδὲν πρόχειρον τοῖς ἀνθρώποις.
PG 81:809Τὸν μὲν γὰρ μαργαρίτην ὁ θαλάσσιος κατακρύπτει βυθὸς, ὡσαύτως δὲ καὶ τῆς βασιλικῆς ἁλουργίδος τὸ ἄνθος· αἱ δὲ χρυσίτιδες καὶ ἀργυρίτιδες φλέβες οὐκ ἐπιπολάζουσι τῇ γῇ, ἀλλ’ ὑπὸ τῶν ταύτης συγκαλύπτονται κόλπων· καὶ ἐν ταῖς οἰκίαις δὲ τὰ τιμιώτερα τῶν χρημάτων ἔνδον ἐν ταμείοις φυλάττομεν, δεσμὰ, καὶ κλεῖθρα, καὶ σήμαντρα ταῖς θύραις περιτιθέντες· καὶ τῶν βουλευμάτων τὰ σπουδαιότερα τοῖς γνησιωτέροις τῶν φίλων, ἀλλ’ οὐ πᾶσιν ἁπλῶς ἐκφαίνειν εἰώθαμεν. Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα. Πλείονος τοίνυν προσήκει ταῦτα φυλακῆς ἀξιοῦσθαι, καὶ Δεσποτικῶς εἰπεῖν, μὴ ῥίπτεσθαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· καὶ γὰρ εὐκαταφρόνητος τῷ ὄντι τῶν προχείρων ἡ κτῆσις· τὰ δὲ σὺν πόνῳ κτώμενα τριπόθητα, καὶ λίαν ἐράσμια. Πρὸς δὲ τούτοις καὶ ἕτερον δεῖ προσθεῖναι τοῖς εἰρημένοις, ὅτι τῶν θείων προφητῶν οἱ χρησμοὶ κατηγορίαν μὲν ἔχουσι τῆς Ἰουδαίων παρανομίας, ἀγαθῶν δὲ τοῖς ἔθνεσιν ἐπαγγελίαν προσφέρουσι·
καὶ ἀναγκαίως ἔδει συνεσκιᾶσθαι τὴν προφητείαν, ἵνα μὴ τῷ φθόνῳ συνήθως δουλεύοντες Ἰουδαῖοι, καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπιβουλεύειν τολμῶντες, τὰς ταῦτα σημαινούσας ἀφανίσωσι βίβλους. Ὅτι δὲ καὶ τοῦτο τῆς δοκούσης αἴτιον ἀσαφείας, τὰ πράγματα μαρτυρεῖ. Πάλαι γὰρ ἄδηλα ταῦτα τοῖς Ἰουδαίοις ὄντα ἐτύγχανεν, ἵνα φυλάττηται τῆς περὶ τῶν ἐθνῶν εὐλογίας ἀνάγραπτος ἡ μνήμη. Ἐπειδὴ δὲ τέλος ἡ πρόῤῥησις ἔλαβε, καὶ τὰ πράγματα τοῖς γράμμασιν ἠκολούθησε, τηνικαῦτα λοιπὸν σαφῆ καὶ δῆλα γέγονε τῶν προφητῶν τὰ θεσπίσματα· οἱ γὰρ τὰς προφητικὰς ἀναγινώσκοντες βίβλους, ἐκ τῶν πραγμάτων τὴν ἑρμηνείαν λαμβάνουσι· Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τροφίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος· ἀλλὰ νοῆσαι τοὺς ἱεροὺς ἐφιέμενος λόγους μετὰ τοῦ θεσπεσίου βοάτω Δαβίδ· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Τεύξεται γὰρ πάντως τῆς αἰτήσεως, ἐπ’ ὠφελείᾳ τὴν γνῶσιν ἐπαγγείλας.
PG 81:811Ταύτην γὰρ καὶ ἡμεῖς τὴν ἱκετείαν τῷ Δεσπότῃ προσφέροντες, ὃς σοφίζει τοὺς τυφλοὺς, κατὰ τὸν θεῖον Δαβὶδ, καὶ τοὺς ἐν σκότει καὶ τῇ ὁμίχλῃ, κατὰ τὸν μακάριον Ἡσαί̈αν, τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ κατατολμήσωμεν ἑρμηνείας, καὶ τῆς προφητείας τὸ βάθος, ὡς ἡμῖν ἐφικτὸν, ἐρευνῆσαι πειρασώμεθα, καὶ κοινὸν ἅπασι προθῆναι τοῖς εὐσεβέσι τὸ ἐντεῦθεν συναγόμενον κέρδος. Φέρε τοίνυν πρὸ τῆς ἑρμηνείας ἐν κεφαλαίῳ τὴν ὑπόθεσιν διεξέλθωμεν. Οὗτος ὁ προφήτης ἤρξατο τῆς προφητείας ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ καὶ Ἰεχονίου· αὕτη δὲ ἡ αἰχμαλωσία οὐ πρώτη γεγένηται, καθά τισιν ἔδοξεν, ἀλλὰ τῆς μὲν Ἱερουσαλὴμ τρίτη, τοῦ δὲ Ἰούδα τετάρτη, παντὸς δὲ τοῦ Ἰσραὴλ ἕκτη. Πρῶτος μὲν γὰρ ὁ Θεγλαθφαλασὰρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον· δεύτερος δὲ ὁ Σαλμανασὰρ τὴν Σαμάρειαν, καὶ τὰς περὶ αὐτὴν ἐξανδραποδίσας πόλεις ἀπῆλθεν· τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις, καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους·
ἐπιστρατεῦσαι δὲ τοῖς Ἱεροσολύμοις μετὰ πολλῆς δυσσεβείας ἐπιχειρήσας, ἐκομίσατο τῆς βλασφημίας τὰ ἐπίχειρα, καὶ θεηλάτῳ πληγῇ τὴν στρατείαν ἀπολέσας μετ’ ὀλίγων τὴν ἐνεγκοῦσαν κατέλαβε. Μετὰ τοῦτον τέταρτος ὁ Ναβουχοδονόσορ, ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου βασιλεύσας, μετὰ πολλῆς στρατείας εἰς τὴν Ἰουδαίαν ἀφίκετο· καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ. Χρόνου δὲ ὀλίγου διαδραμόντος, ὁ μὲν Ἰωακεὶμ τελέσαι τὸν συγκείμενον οὐκ ἠθέλησε φόρον· ὁ δὲ Ναβουχοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις· καὶ τὸν μὲν Ἰωακεὶμ ἀναιρεῖ, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι ἐκέλευσε, καὶ ἄταφον ἐπὶ πλεῖστον καταλείπει χρόνον· τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν, καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰωακείμ, τὸν καὶ Ἰεχονίαν (υἱὸς δὲ οὗτος ἦν Ἰωακεὶμ), ἀπῆρεν εἰς Βαβυλῶνα. Τριῶν δὲ μηνῶν πρὸς ὀλίγαις ἡμέραις διελθόντων, στασιάσαντα τοῦτον μαθὼν, πάλιν ἀφικνεῖται·
PG 81:813καὶ τοῦτον μὲν πεδήσας μετὰ πλήθους οὐκ ὀλίγου δορυάλωτον ἀπάγει, καθίστησι δὲ βασιλέα τὸν τούτου μὲν θεῖον, τοῦ δὲ προτέρου Ἰωακεὶμ ἀδελφὸν, Ἰωσίου δὲ υἱὸν, Μαθανίαν, τὸν καὶ Σεδεκίαν, ὅρκους παρ’ αὐτοῦ λαβὼν, ὡς καὶ τὴν περὶ αὐτὸν εὔνοιαν φυλάξει, καὶ τὸν δασμὸν κατὰ καιρὸν ἀποδώσει. Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν εὔνοιαν φυλάξαντος, ἀλλ’ Αἰγυπτίοις προσπεφευγότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν· τοὺς δὲ τὴν τοῦ λιμοῦ φθορὰν, καὶ τὴν πολεμικὴν διαφυγόντας σφαγὴν, ἅπαντας αἰχμαλώτους ἀπήγαγεν· καὶ τὰ σκεύη δὲ ἅπαντα, οὐ μόνον ὅσα ἐξ ὕλης ἀργύρου καὶ χρυσοῦ ἐπεποίητο, ἀλλὰ καὶ τοὺς ἐκ χαλκοῦ κατεσκευασμένους κίονας, καὶ τ’ ἄλλα πάντα μετεκόμισεν εἰς Βαβυλῶνα. Ἡ Ἰεχονίου τοίνυν αἰχμαλωσία οὐ πρώτη ἦν, ὥς τισιν ἔδοξεν, ἀλλὰ τῶν Ἱεροσολύμων τρίτη· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, καὶ τῶν Παραλειπομένων ἡ βίβλος, καὶ ὁ θεῖος Δανιὴλ ὁ προφήτης· οὕτω γὰρ καὶ τῆς προφητείας ἄρχεται·
«Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν, καὶ ἔδωκε Κύριος ἐν τῇ χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ·» καὶ μετ’ ὀλίγα· «Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς Ἀσφανὲζ, τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. Πρώτη τοίνυν τῶν Ἱεροσολύμων αἰχμαλωσία ἐν τῷ τρίτῳ ἔτει γεγένηται τῆς βασιλείας Ἰωακείμ· τοῦτο δὲ πρῶτον ἔτος τῆς τοῦ Ναβουχοδονόσορ βασιλείας. Καὶ τοῦτο ὁ αὐτὸς ἡμᾶς διδάσκει προφήτης λέγων οὑτωσί· «Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας τοῦ Ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον.» Δευτέρα δὲ αἰχμαλωσία, ὡς ἔφην, γεγένηται ἐν τῷ ἑνδεκάτῳ μὲν ἔτει τῆς τοῦ Ἰωακεὶμ βασιλείας, ὀγδόῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας· τρίτη δὲ ἐν τῷ πρώτῳ ἔτει τῆς Ἰεχονίου τοῦ Ἰωακεὶμ βασιλείας, ἐννάτῳ δὲ τῆς τοῦ Ναβουχοδονόσορ ἡγεμονίας.
Διδάσκει δὲ ἡμᾶς ταῦτα σαφῶς καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοὺς χρόνους συναγαγεῖν, καὶ ἐξ ἐκείνου τοῦ προφήτου σαφῶς ταῦτα καταμαθεῖν. Οὐκοῦν Ἰεζεκιὴλ τῆς προφητείας ἤρξατο ἐν τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου· πέμπτον δὲ ἦν ἔτος καὶ τῆς Σεδεκίου βασιλείας ὃς ἀντὶ τοῦ Ἰεχονίου τῶν Ἰουδαίων ἐκεχειροτόνητο βασιλεύς. Ἔτεσι δὲ δυοκαίδεκα πρότερος ὁ Δανιὴλ τῆς προφητείας ἤρξατο· κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, οὗτοι μὲν ἐν Βαβυλῶνι προεφήτευον· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἱερεμίας, καὶ Σοφονίας, καὶ Οὐρίας ὁ Σαμαίου. Ἀλλὰ πάλιν κἀκεῖνοι πρεσβύτεροι οὐ μόνον τοῦ Ἰεζεκιὴλ, ἀλλὰ καὶ τοῦ Δανιήλ· ἐν γὰρ τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας ἤρξατο τῆς προφητείας ὁ μακάριος Ἱερεμίας, καὶ ὁ Σοφονίας δὲ ἐπὶ Ἰωσίου τοῦ βασιλέως πεποιῆσθαι τὴν προφητείαν φησίν. Οὐρίας δὲ ὁ Σαμαίου ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν. Τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προφητευσάντων καιρὸν, ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ.
PG 81:815Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν· ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης μεστάς· προθεσπίζει δὲ οὐ μόνον τὴν Ἰουδαίων πανωλεθρίαν, ἀλλὰ καὶ τὴν Τυρίων, καὶ Σιδωνίων, καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμμανιτῶν, καὶ Ἰδουμαίων, καὶ πρὸς τούτοις Αἰγυπτίων. Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν. Αὐτὸν τοίνυν τὸν τοῦ προφήτου Θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος, φέρε τῆς ἑρμηνείας ἁψώμεθα.
Volume IΤΟΜΟΣ Α
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΜΟΣ Α. ΚΕΦΑΛΑΙΟΝ Α. α. Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός . Τισὶν ἔδοξε τὸ τριακοστὸν ἔτος τοῦ Ἰωβηλαίου εἶναι· Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν. Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀριθμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντήκοντα. Τούτων τῶν πεντήκοντα ἐτῶν τριακοστὸν ἐνιαυτὸν ἔφασάν τινες εἶναι τῆς προφητείας τὸν χρόνον.
Ἐγὼ δὲ πρῶτον μὲν ἐν τοῖς χρονικοῖς ἐπιζητήσας τὸν χρόνον, εὗρον τῆς αἰχμαλωσίας Ἰεχονίου τὸν πέμπτον ἐνιαυτὸν, οὐ τῷ τριακοστῷ τοῦ Ἰωβηλαίου, ἀλλὰ τῷ πέμπτῳ ἔτει καὶ εἰκοστῷ σύγχρονον. Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν. Μετ’ ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττεται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης. Σκοπήσας οὖν, ὡς ἔτεσιν ἑβδομήκοντα τὴν αἰχμαλωσίαν Ἰούδα περιώρισεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ὅτι τεσσαράκοντα τοῖς ἑβδομήκοντα ὑπολέλειπται ἔτη, συνεῖδον ὅτι τὸ τριακοστὸν ἔτος ὁ προφήτης τῆς αἰχμαλωσίας εἶναί φησιν. Ἀναποδίζων δὲ, καὶ τὸν χρόνον ἀναζητῶν, εὑρίσκω τὴν αἰχμαλωσίαν οὐ πρὸ τριάκοντα γεγενημένην ἐτῶν, ἀλλὰ πρὸ τριῶν καὶ δέκα ἐτῶν. Ἀλλ’ ἀγαθὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεὸς, ἐκ τῆς οἰκείας ἀποφάσεως, οὐκ ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὸν τῆς παιδείας χρόνον εἴωθεν ἀριθμεῖν. Οὕτω καὶ ἐπὶ τοῦ πατριάρχου πεποίηκεν Ἀβραάμ.
PG 81:817Εἰρηκὼς γὰρ, ὅτι «Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν αὐτὸ ἔτη τετρακόσια, οὐκ εἴασεν παρ’ Αἰγυπτίοις τοῦτον ἅπαντα διατελέσαι τὸν χρόνον, ἀλλ’ ἐκ τῆς ἀποφάσεως ἀριθμεῖ τὸν τῶν τετρακοσίων ἐτῶν ἀριθμόν· καὶ ἐπὶ τοῦ Νῶε δὲ εἴκοσι καὶ ἑκατὸν ἐνιαυτῶν προθεσμίαν εἰς μεταμέλειαν δεδωκὼς, τῆς παρανομίας τὴν ἐπίδοσιν θεασάμενος, οὐκ ἀνέμεινε τὸ τῆς ἀποφάσεως τέλος, ἵνα παύσῃ τῆς ἁμαρτίας τὸν δρόμον. Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι. Κατεψηφίσατο δὲ ὁ Θεὸς Ἰουδαίων αἰχμαλωσίαν καὶ δουλείαν ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας.
Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰουδαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀναγνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικνεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων· ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν· «Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, πάντας τοὺς λόγους τοῦ βιβλίου οὗ ἀνέγνω ὁ βασιλεὺς Ἰούδα· ἀνθ’ ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίασαν θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὑτῶν· καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται· πρὸς δὲ τὸν βασιλέα Ἰούδα, τὸν καὶ ἀποστείλαντα ὑμᾶς τοῦ ἐκζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε πρὸς αὐτόν· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ·
PG 81:819Ἀνθ’ ὧν ἤκουσας τοὺς λόγους μου, καὶ μετεμελήθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος· οὐχ οὕτως; Ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ ἐπαχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν.» Ταῦτα δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος διδάσκει. Ἐπράχθη δὲ ταῦτα καὶ ἐῤῥέθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου· ἓν δὲ καὶ τριάκοντα ἐβασίλευσεν ἔτη. Ἀπὸ τοίνυν τοῦ ὀκτωκαιδεκάτου ἕως τοῦ τριακοστοῦ πρώτου γίνονται ἔτη τεσσαρακαίδεκα· μετὰ δὲ τοῦτον Ἰωάχας τρεῖς μῆνας ἐβασίλευσεν, οὓς δεῖ τούτοις αὐτοὺς συνάψαι τοῖς ἔτεσι, διὰ τὸ τῷ ὀγδόῳ μηνὶ τοῦ ὀκτωκαιδεκάτου ἔτους γεγενῆσθαι τὴν προφητείαν· εἶτα τοῦ Ἰωακεὶμ ἕνδεκα τοῖς προτέροις συνάψαντες ἔτεσιν, εὑρήσομεν πέντε καὶ εἴκοσι.
Τοὺς δὲ τρεῖς μῆνας τοῦ Ἰεχονίου καὶ τὰς ὀλίγας ἡμέρας, πάλιν ἀντὶ τῶν ὑπολοίπων μηνῶν τοῦ ὀκτωκαιδεκάτου ἔτους ἀντεισάξομεν. Τοῖς δὲ πέντε καὶ εἴκοσι τὰ πέντε τῆς αἰχμαλωσίας τοῦ Ἰεχονίου προστεθεικότες τὸν τῶν τριάκοντα ἐτῶν εὑρήσομεν ἀριθμόν· οὕτω καὶ τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν τὸ ἀψευδὲς καταλαβεῖν δυνησόμεθα. Ἀπὸ γὰρ τοῦ ὀκτωκαιδεκάτου τῆς Ἰωσίου βασιλείας μέχρι πρώτου Κύρου τῶν Περσῶν βασιλέως, ἐφ’ οὗ ἡ πρώτη ἀνάκλησις γέγονεν, ὁ ἑβδομηκοντούτης συμπληροῦται χρόνος. Τῆς δὲ τοῦ ναοῦ ἐρημίας τὰ ἑβδομήκοντα ἔτη ὁ βουλόμενος ἀριθμῆσαι, ἀρξάσθω μὲν ἀπὸ ἑνδεκάτου ἔτους Σεδεκίου· τηνικαῦτα γὰρ ὁ θεῖος ἐνεπρήσθη νεώς· καταλήξῃ δὲ εἰς τὸ δεύτερον ἔτος Δαρείου τοῦ Ὑστάσπου, ἐφ’ οὗ μετὰ σπουδῆς ἁπάσης τὸν θεῖον ἀνεδείμαντο νεὼν, καὶ τέλους τὸ ἔργον τετύχηκεν· λέγει τοίνυν ὁ προφήτης, ὅτι. Τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον ὅρασιν Θεοῦ. (β.) Πέμπτῃ τοῦ μηνός· τοῦτο πέμπτον ἔτος τῆς αἰχμαλωσίας Ἰωακεὶμ τοῦ βασιλέως .
PG 81:821Σαφῶς δὲ καὶ ἡμᾶς αὐτὸς ἐδίδαξεν, ὅτι οὐ τῆς αἰχμαλωσίας ἁπλῶς πέμπτον ἔτος, ἀλλὰ τῆς Ἰωακεὶμ τοῦ βασιλέως αἰχμαλωσίας· οὗτος δὲ, ὡς ἔφην, Ἰεχονίας ἦν τρεῖς μῆνας βασιλεύσας, καὶ ὀλίγας ἡμέρας· ὁ γὰρ τούτου πατὴρ Ἰωακεὶμ ἑνδεκάτῳ ἔτει τῆς αὑτοῦ βασιλείας ἐν Ἱεροσολύμοις ἐσφάγη. Ἀνεῳχθῆναι δὲ τοὺς οὐρανοὺς ἔφη, οὐκ ἀληθείᾳ καὶ πράγματι, ἀλλὰ πνευματικῇ θεωρίᾳ· «Καὶ ἴδον, φησὶν, ὅρασιν Θεοῦ.» Οὐκ οὐσίαν Θεοῦ, ἀλλ’ «ὅρασιν·» ἀποκάλυψίν τινα, καὶ οἱονεὶ ἀνατύπωσιν, τὴν ἐφικτὴν ἀνθρωπείᾳ φύσει. «Καὶ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας.» Ὁ εὐσεβὴς μετὰ τῶν δυσσεβῶν, μετὰ τῶν παρανόμων ὁ δίκαιος. Τοσαύτη γὰρ ἡ τοῦ Δεσπότου φιλανθρωπία, ὡς τῶν ἁμαρτωλῶν ἕνεκεν ἀνιαροῖς ἐκδιδόναι καὶ συμφοραῖς τοὺς οἰκείους θεράποντας. γ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. Διπλοῖς κομᾷ χαρίσμασιν, ἱερωσύνῃ, καὶ προφητείᾳ· ἀμφότερα δὲ δῶρα τοῦ Πνεύματος· λέγει δὲ καὶ τὴν χώραν, καὶ τὸν τόπον, ἔνθα τῆς θείας ἀποκαλύψεως ἠξιώθη, πολλὰ διὰ τούτων παραδηλῶν·
πρῶτον μὲν, ὅτι τὸ Θεῖον ἀπερίγραφον, οὐκ ἐν μόνοις Ἱεροσολύμοις ἔχον τὴν ἐξουσίαν οὐδὲ μόνων Ἰουδαίων δεσπόζον, ἀλλὰ πάντων ὑπάρχον καὶ ποιητὴς, καὶ πρύτανις· δηλοῖ δὲ τοῦτο καὶ τὴν ἄῤῥητον ἀγαθότητα, ὅτι καὶ αἰχμαλωσίᾳ παραδοὺς ἀτημελήτους οὐκ ἐᾷ, ἀλλὰ προμηθείας ἁπάσης καὶ τῆς προσηκούσης ἀξιοῖ κηδεμονίας. Παρ’ ὕδατα δὲ τῆς θεωρίας αὐτὸν ἀξιοῖ, προσημαίνων ἁπάντων ἀνθρώπων τὴν σωτηρίαν, καὶ τὴν διὰ τῆς τοῦ ὕδατος παλιγγενεσίας ἐσομένην τοῖς εὐσεβέσι θεογνωσίαν προδηλῶν. Οὕτω καὶ ὁ θεσπέσιος Δανιὴλ παρ’ ὕδατα τὰς θείας ἐκείνας ἐθεώρησεν ὀπτασίας, καὶ ὁ νομοθέτης Μωσῆς παρὰ τὴν ὄχθην ῥιφεὶς δι’ ὑδάτων τῆς σωτηρίας τετύχηκεν· οὕτω πάλιν αὐτὸ τὸ φρέαρ καὶ τὸ ὕδωρ τὸν γάμον προὐξένησεν· τοῦτο δὲ καὶ τοῖς πρὸ αὐτοῦ πατριάρχαις, οὐ τῷ Ἰακὼβ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ συνέβη Ἀλλ’ ἐπὶ τὴν ἑρμηνείαν ἐπανέλθωμεν· οὔτε γὰρ ἐπὶ ταῦτα τὴν ὁρμὴν ἐπὶ τοῦ παρόντος ὁ λόγος ἔχει. «Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου.» Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἀντιτείνοντι τῷ Ἐλύμᾳ παιδείαν ἐπιφέρων, οὕτως ἔφη·
«Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. «Ἐγένετο ἐπ’ ἐμὲ, φησὶ, χεὶρ τοῦ Κυρίου.» δ. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πῦρ ἐξαστράπτον . Ἀναγκαῖον πρότερον τὴν τῆς ἀποκαλύψεως αἰτίαν εἰπεῖν, εἶθ’ οὕτω κατὰ μέρος τὴν ἑρμηνείαν ἐπαγαγεῖν. Πολλοὶ κατὰ τὸν καιρὸν τοῦτον ψευδοπροφῆται τοῖς προφήταις ἀντέλεγον· καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει. Τοῦ γὰρ Θεοῦ κλοιοφορεῖν αὐτὸν κελεύσαντος, καὶ προλέγειν τὴν αἰχμαλωσίαν, τοῦ τε βασιλέως, καὶ παντὸς τοῦ λαοῦ, Ἀνανίας τις ψευδοπροφήτης ταῦτα συντρίψας, ἀντέλεγεν τοῖς ὑπὸ τοῦ προφήτου λεγομένοις, ἄντικρυς ψευδόμενος, καὶ βοῶν, ὅτι οὐ μόνον ἡ πόλις ἀνάστατος οὐ γενήσεται, ἀλλὰ καὶ οἱ ἤδη πρότερον αἰχμάλωτοι γεγονότες, οὐκ εἰς μακρὰν ἐπανήξουσι.
PG 81:823Διὸ πλέον ὁ Δεσπότης ἀγανακτήσας Θεὸς σιδηρᾶ δεσμὰ ἐπιθῆναι ἑαυτῷ ἀντὶ τῶν ξυλίνων παρακελεύεται, καὶ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ τὴν πολιορκίαν καὶ τὸν ἀνδραποδισμὸν προαγορεῦσαι, γράψαι δὲ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ ἀμπελῶνας φυτεῦσαι· ὡς τῆς τῶν ἑβδομήκοντα ἐτῶν ἀποφάσεως ἀψευδοῦς ὑπαρχούσης. Ἔδει τοίνυν μὴ μόνον ἐν τῇ Ἰουδαίᾳ τὸν Ἱερεμίαν ταῦτα λέγειν καὶ γράφειν, ἀλλὰ καὶ τοὺς ἐν τῇ αἰχμαλωσίᾳ διὰ τῶν παρ’ αὐτοῖς προφητῶν ταῦτα μανθάνειν· ὁρᾷ μέντοι ὁ προφήτης τῶν Ἱεροσολύμων γενησομένην τὴν πανωλεθρίαν. Τοῦτο γὰρ σημαίνει τὸ, «Πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βοῤῥᾶ,» ἢ, ὡς Σύμμαχος ἔφη, «καταιγίζον·» σημαίνει δὲ ἡ τοῦ πνεύματος σφοδρότης τοῦ Βαβυλωνίου τὴν ἔφοδον· ἡ δὲ «μεγίστη νεφέλη,» τῶν δοράτων, καὶ τῶν ἀκοντίων, καὶ τῶν παντοδαπῶν βελῶν τὸν κατακλυσμόν· τὸ δὲ «ἐξαστράπτον πῦρ,» οὐ μόνον τὸ ἐπαγόμενον δέος, ἀλλὰ καὶ τὸν διὰ τοῦ πυρὸς γενόμενον τῆς πόλεως ἀφανισμόν· τὸ δὲ «φέγγος τὸ κύκλῳ,» τὴν ἐπιφαινομένην διὰ τῆς τιμωρίας τοῦ Θεοῦ δόξαν.
Ἐπειδὴ γὰρ τῶν εὐεργεσιῶν οὐκ ἀπώναντο, οὐδὲ συνιδεῖν ἐξ ἐκείνων τὸν εὐεργέτην ἠθέλησαν, διὰ τῆς τιμωρίας εἰσδέχονται τὴν ἐπίγνωσιν· διὸ καὶ βοῶσιν· «Ὕστερον αἰχμαλωσίας μου μετενόησα.» «Καὶ ἐν τῷ μέσῳ αὐτοῦ, ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς, καὶ φέγγος ἐν αὐτῷ.» Μέχρι μὲν οὖν τούτου τὴν ἀποκάλυψιν ἡμῖν ὁμοῦ πᾶσαν ἐδήλωσεν· ἐντεῦθεν δὲ ἐπὶ τὴν κατὰ μέρος ἐξήγησιν ἔρχεται. ε. Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζώων. Ζῶον καλεῖται λογικὸν, καὶ ὁ ἄνθρωπος, καὶ ὁ ἄγγελος· ἀλλ’ ὁ μὲν λογικὸν θνητὸν, ὁ δὲ λογικὸν ἀθάνατον. Τίς δ’ ἂν δυνηθείη σαφῶς ἑρμηνεῦσαι τὴν ἀποκάλυψιν, αὐτοῦ τοῦ προφήτου περὶ τὴν διήγησιν ἀτονήσαντος; Οὐ γὰρ ἁπλῶς ἔφη τέσσαρα τεθεᾶσθαι ζῶα, οὔτε μὴν ὁμοίωμα ζώων, ἀλλ’ «ὡς ὁμοίωμα τεσσάρων ζώων·» ὡς εἶναι δῆλον, ὅτι οὐκ αὐτὰς ἐθεώρουν τῶν ἀοράτων τὰς φύσεις οἱ θεσπέσιοι προφῆται, ἀλλ’ εἰκάσματά τινα καὶ ἐκτυπώματα εἰς χρείαν ἑκάστην ὑπὸ τοῦ μεγαλοδώρου δεικνύμενα· λέγει τοίνυν ἡμῖν καὶ τῶν ὀφθέντων αὐτῷ ζώων τὰ σχήματα. Αὕτη γὰρ , φησὶν, ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐν αὐτοῖς . (2.) Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί.
Καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἀστράπτων χαλκὸς, καὶ κοῦφαι αἱ πτέρυγες αὐτῶν. Καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν . Τὸ μὲν οὖν εἶδος τῶν ὀφθέντων ὄρθιον εἶναί φησι, καὶ ἀνθρώπῳ ἐοικός· τετραπρόσωπον δὲ ἕκαστον, καὶ τετραπτέρυγον, ἰσαρίθμους δὲ ταῖς πτέρυξι καὶ χεῖρας ἔχειν ἔφη, πλήρεις δὲ πτερῶν καὶ τοὺς πόδας εἶναι. Παραδηλοῖ δὲ διὰ τοῦ ἀριθμοῦ τῶν τε προσώπων, καὶ τῶν πτερύγων, τῶν τὸ θεῖον σχῆμα φερουσῶν δυνάμεων, τοῦ παμβασιλέως Θεοῦ τὴν πάντοτε διήκουσαν ἐποψίαν. Τὸ δὲ ὑπόπτερον σημαίνει τῆς φύσεως αὐτῶν τὴν ὀξύτητα· οἱ δὲ τῷ λαμπροτάτῳ χαλκῷ ἐοικότες σπινθῆρες, τὴν φαιδρότητα καὶ τὴν τοῦ φρονήματος σημαίνουσι καθαρότητα· αἱ δὲ ὑπὸ τὰς πτέρυγας κεκρυμμέναι χεῖρες, τὴν ἀόρατον καὶ ποικίλην ἐνέργειαν. Τούτοις ἐπάγει· θ. Οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτὰ, ἕκαστον κατέναντι τοῦ προσώπου αὑτῶν ἐπορεύετο . Ἄνθρωπος μὲν γὰρ ἐπὶ τὸ βόρειον μέρος ὁδεύων, εἶτα ἐθέλων ἐπὶ τὸ νότιον μεταβῆναι, ἀναγκαίως ἐπιστρέφεται ἓν πρόσωπον ἔχειν λαχών·
PG 81:827οἷς δὲ τὰ πρόσωπα τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων ἰσάριθμα, οὐκ ἔστι νότιον οὐδὲν, ἀλλὰ πανταχοῦ πρόσωπον πάντα ἐφορᾷ, καὶ οὗ ἂν ἐθέλει βαδίζον, καὶ μεταθέσεως οὐ δεόμενον. ι. Καὶ ὁμοίωσις , φησὶ, τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος, ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι· ταῦτα τὰ πρόσωπα αὐτῶν . Ἀλλὰ μηδεὶς οἰέσθω θηρίων καὶ ζώων ἀλόγων εἰκόνας ἔχειν τὰς ἀοράτους δυνάμεις· ἕτερα γὰρ διὰ τούτων αἰνίττεται· διὰ μὲν τοῦ λέοντος , βασιλείαν· βασιλικὸν γὰρ τὸ ζῶον· διὰ δὲ τοῦ μόσχου , τὴν ἱερωσύνην· ὑπὲρ γὰρ τοῦ ἀρχιερέως εἷς προσεφέρετο μόσχος· διὰ δὲ τοῦ ἀετοῦ, τὴν προφητείαν· ὑψιπετὲς γὰρ τὸ ζῶον, καὶ λίαν ὀξυδερκές· τοιαύτη δὲ ἡ προφητεία, ὑψηλὴν ἔχουσα τὴν θεωρίαν, καὶ πόῤῥωθεν τὰ ἐσόμενα προορῶσα. Διδάσκει τοίνυν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, μετὰ τῶν οἰκείων ἡγεμόνων, τῷ παμβασιλεῖ τῶν ὅλων ὑπόκειται, καὶ ὅτι τοσούτοις χαρίσμασι τὸ ἀνθρώπινον κατεκόσμησε γένος. ια.
PG 81:829Καὶ αἱ πτέρυγες , φησὶν, ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκάστῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν . Δηλοῖ δὲ διὰ τούτων, ὡς οὐδὲ ταῖς θείαις δυνάμεσι πάντα καταληπτὰ, ἀλλὰ τὰ μὲν δῆλα, τὰ δὲ κεκρυμμένα· καὶ ὅτι τοὺς κειμένους οὐχ ὑπερβαίνουσιν ὅρους· ἀλλὰ τὰς μὲν δύο πτέρυγας ἐκτείνουσι, τῇ δεδωρημένῃ ἐντρυφῶντες θεωρίᾳ· ταῖς δὲ δύο τὸ σῶμα συγκαλύπτουσι, στέργοντες τῶν κεκρυμμένων τὴν ἄγνοιαν, καὶ οὐ φιλονεικοῦντες μαθεῖν, ἃ μὴ θέμις μαθεῖν. β. Καὶ ἕκαστον κατὰ πρόσωπον αὑτῶν ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον . Τὴν ἐν ἅπασιν εὐπείθειαν τῶν ἀοράτων δυνάμεων σημαίνει, καὶ ὅτι τὴν τεταγμένην ὁδὸν οὐ κατελίμπανον. Ταυτὸ δὲ τοῦτο καὶ ὁ θεῖος Δαβὶδ διδάσκει, λέγων· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.» ιγ, ιδ. Καὶ ἐν μέσῳ τῶν ζώων, ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή.
Καὶ τὰ ζῶα ἔτρεχον, καὶ ἀνέκαμπτον, ὡς εἶδος τοῦ βεζέκ. Τοῦτο δὲ ὁ Σύμμαχος ἡρμήνευσεν, «ὡς εἶδος ἀκτῖνος ἀστραπῆς.» Φοβερὰ ἡ θεωρία, καὶ φρίκης μεστὴ, καὶ τιμωρίας ἀπειλὴν προσημαίνουσα· οἱ γὰρ τοῦ πυρὸς ἄνθρακες, καὶ αἱ συστρεφόμεναι λαμπάδες, καὶ ἡ ἐκεῖθεν ἀφιεμένη ἀστραπὴ, καὶ ὁ τῇδε κἀκεῖσε τῶν ζώων δρόμος, καὶ ἐκ τῶν δρόμων ἐκπεμπομένη αἴγλη, τῶν ἐσομένων κακῶν ὑπάρχει δηλωτικά· ἐν γὰρ τιμωρίαις τοῦτο καὶ ὁ μακάριος τάττει Δαβὶδ, νῦν μὲν λέγων, «Χάλαζα καὶ ἄνθρακες πυρός·» νῦν δὲ, «Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες πυρός·» ἑτέρωθι δὲ, «Ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς·» καὶ ἀλλαχοῦ, «Ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» ιε, ι. Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι. Καὶ τὸ εἶδος τῶν τροχῶν, καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος Θαρσεῖς. Κατὰ δὲ τὸν Σύμμαχον, «ὡς ὅρασις ὑακίνθου.» «Καὶ ὁμοίωμα ἐν τοῖς τέςσαρσι, καὶ ἡ ὅρασις αὐτῶν, καὶ τὸ ἔργον αὐτῶν ἕν.» Ἐν ἑκάστῳ τῶν ζώων ἕνα τροχὸν ἑπόμενον ἐθεώρει εἶδος ὑακίνθου ἔχοντα·
οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ’ ἀκριβῶς ἀλλήλοις ἐοικέναι τοὺς τέσσαρας. Ἡ ὅρασις γὰρ αὐτῶν, φησὶ, καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. ιζ, ιη. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτοὺς, οὐδὲ οἱ νῶτοι αὐτῶν. Καὶ ὕψος ἦν αὐτοῖς, καὶ φοβεροὶ ἦσαν . Ὥσπερ τὰ ζῶα τετραπρόσωπα λέγει, τὴν πάντοσε διήκουσαν ἐποψίαν τοῦ Θεοῦ διὰ τούτων τοῦ λόγου παραδηλοῦντος· οὕτως καὶ τῶν τροχῶν ἑρμηνεύει τὸ εἶδος, ὡς ἂν εἴη, φησὶ, τροχὸς ἐν τροχῷ· τοῦτο δ’ ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ ἑτέρῳ σταυροειδῶς ἐνείρας· τὸ γὰρ τοιοῦτον σχῆμα, καὶ ἐπὶ τῆς αὐτῆς κείμενον ἕδρας, τὴν ἐπὶ τὰ τέςσαρα μέρη κίνησιν ἐπιδέχεται, ἑῷον, φημὶ, καὶ τὸ ἑσπέριον, τό τε βόρειον καὶ τὸ νότιον. Τοῦτο τοίνυν ὁ μακάριος προφήτης φησὶ, Καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτούς· τὸ γὰρ τοιοῦτον σχῆμα οὐ δεῖται μεταστροφῆς· εἰς ἕκαστον γὰρ τῶν κλιμάτων ἀπὸ τῆς αὐτῆς ἕδρας κινούμενον ῥᾳδίως ὁρμᾷ.
Καὶ τοῦτο δὲ ὡσαύτως τὴν πανταχοῦ τοῦ Θεοῦ παρουσίαν σημαίνει, παχύτερον καὶ σωματικώτερον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν τούτων θεωρηθέντων· «Καὶ ἴδον αὐτοὺς, καὶ ἰδοὺ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι.» ιθκα. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ὥρμα τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς . Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, τῶν ἀοράτων φύσεων καταλέγων τὰ τάγματα καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ Θρόνους τινὰς συγκατατάττων. «Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα· τουτέστι, ἐν τῷ Χριστῷ· εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἐξουσίαι, εἴτε Ἄγγελοι, εἴτε Δυνάμεις· πάντα ἐν αὐτῷ καὶ εἰς αὐτὸν ἔκτισται.» Οὐκοῦν καὶ οἱ Θρόνοι λογικόν ἐστι καὶ ἀσώματον σύστημα·
PG 81:831διὸ καὶ ὁ προφήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος· οὔτε γὰρ ῥυμός τις καὶ ζυγὸς τοῖς ζώοις ἐπέκειτο· ἀλλ’ ἡγεῖτο μὲν ἡ νεφέλη, τὸ δὲ βίαιον ἐκεῖνο καὶ σφοδρὸν ἠκολούθει πνεῦμα. Τὸ θεῖον ὄχημα αὐτόματον ἔθει, τῶν μὲν ζώων προηγουμένων, τῶν δὲ τροχῶν αὐτομάτως κινουμένων, καὶ ἐπὶ τὰ τέσσαρα μέρη ἀμεταστρεπτὶ φερομένων. Οἱ γὰρ νῶτοι αὐτῶν, φησὶ, πλήρεις ὑπῆρχον ὀφθαλμῶν, τουτέστι, γνώσεως ἦσαν ἀνάπλεοι· τοῦτο δὲ καὶ ἡ τῶν Χερουβὶμ ἑρμηνεία δηλοῖ· εἰς γὰρ τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον πλῆθος γνώσεως ἑρμηνεύει τὸ ὄνομα. κβκε. Καὶ ὁμοίωμα , φησὶν, ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβεροῦ, ἐκτεταμένου ὑπὲρ κεφαλῆς αὐτῶν ὑπεράνωθεν. Καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυςσόμεναι ἑκατέρα πρὸς τὴν ἑκατέραν· ἑκάστῳ δύο ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. Καὶ ἤκουσα τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πτερύσσεσθαι αὐτὰ, ὡς φωνὴν ὑδάτων πολλῶν, ὡς φωνὴν Θεοῦ Σαδαί̈·
καὶ ἐν τῷ πορεύεσθαι αὐτὰ, φωνὴν τοῦ λόγου, ὡς φωνὴν παρεμβολῆς, καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. Καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐν τῷ ἑστάναι αὐτὰ ἀνίεντο αἱ πτέρυγες αὐτῶν . Πανταχοῦ ὁ θεῖος προφήτης τὸ ὁμοίωμα τίθησι, διδάσκων ἡμᾶς σκιαγραφίαν τινὰ τῶν θείων τεθεᾶσθαι, καὶ οὐκ αὐτὴν τῶν ἀοράτων τὴν φύσιν· εἰρηκὼς γὰρ ἄνω τεθεωρηκέναι διανοιχθέντας τοὺς οὐρανοὺς, νῦν ἐπάνω τῶν ζώων ὡς ὁμοίωμα στερεώματος θεωρεῖ, καὶ τὰ ζῶα ὑποκείμενα, καὶ κινοῦντα τὰς πτέρυγας, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν ἄνωθεν φερομένην φωνήν· ἐκείνῃ γὰρ πειθόμενα, καὶ ἐκίνουν ταύτας, καὶ πάλιν ἀκινήτους ἐφύλαττον. Διδάσκει δὲ ἡμᾶς καὶ τὸν ἐκεῖθεν φερόμενον κτύπον, νῦν μὲν πλήθει ὑδάτων ἀπεικάζων, νῦν δὲ φωνῇ παρεμβολῆς· καὶ τὸ τελευταῖον ἀπορήσας παραβολὴν ἐπήγαγεν, ὡς φωνὴν «Θεοῦ Σαδαὶ̈,» ὅπερ Ἀκύλας καὶ Σύμμαχος ἱκανοῦ ἡρμήνευσαν. Τί γὰρ, φησὶ, κάμνω ζητῶν εἰκόνας τοῦ πράγματος ἀξίας, καὶ μηδαμῶς εὑρίσκων; Ἀρκεῖ δεῖξαι τὸν ἐνεργοῦντα, καὶ δι’ ἐκείνου παραδηλῶσαι τοῦ κτύπου τὸ μέγεθος·
PG 81:833ἱκανὸς γὰρ ὢν καὶ παντοδύναμος ποιεῖ πάντα ῥᾳδίως, ὡς βούλεται. κ. Καὶ ὑπεράνω, φησὶ, τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ . Καὶ τοῦτο δὲ τὸ εἶδος, τὸ βαθὺ καὶ ἀόρατον τῆς θείας αἰνίττεται φύσεως. «Νεφέλη γὰρ, φησὶ, καὶ γνόφος κύκλῳ αὐτοῦ.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης, «Ἔθετο, φησὶ, σκότος ἀποκρυφὴν αὑτοῦ.» Τὸ δὲ σκότος, καὶ ἡ νεφέλη, καὶ ὁ γνόφος, τῆς θείας ἀορασίας ὑπάρχει δηλωτικά· τὸ γὰρ ἄκρατον ἐκεῖνο καὶ ἀπρόσιτον φῶς, ἡμῖν ἐστι σκότος, ἐνατενίζειν οὐ δυναμένοις διὰ τὴν τῆς φύσεως ἀσθένειαν. Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέπεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός; Καὶ ἐπὶ τοῦ ὁμοιώματος , φησὶ, τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ’ αὐτοῦ ἐπάνωθεν . (κζ, κη.) Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως ἐπάνω· καὶ ἴδον, καὶ ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω· εἶδον ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ.
Ὡς ὅρασις τόξου, ὅτ’ ἂν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους κυκλόθεν . Πανταχοῦ καὶ τὸ ὁμοίωμα , καὶ τὸ ὡς προστίθησι, διδάσκων ἡμᾶς μὴ μέχρι τούτου ἑστάναι, ἀλλ’ εἰδέναι ὡς τῶν ὀπτάσεων ἑκάστη πρὸς τὴν χρείαν ἁρμόζεται. Τῷ μὲν γὰρ πατριάρχῃ Ἀβραὰμ, ὡς ἄνθρωπος ἐπεφάνη τῶν ὅλων ὁ Δεσπότης, καὶ οὐδὲν αὐτῷ φοβερὸν ἔδειξεν, ἀγαθὰς μέλλων παρέχειν ἐπαγγελίας, καὶ αὐτῷ, καὶ δι’ αὐτοῦ πάσῃ τῇ οἰκουμένῃ. Ἡ γὰρ τοῦ Ἰσαὰκ ὑπόσχεσις, καὶ τὴν κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ περιέχει γέννησιν· διὸ καὶ ἡ τῶν ἐθνῶν εὐλογία τῇ τοῦ Ἰσαὰκ ἐπαγγελίᾳ συνήφθη. «Ἐν τῷ σπέρματι γάρ σου, φησὶν, εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν προύλεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλίβανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων. Οὕτω τὸν Ἰακὼβ δειμαίνοντα τὸν Ἡσαῦ ψυχαγωγῆσαι θελήσας, ὡς ἄνθρωπος ἐπεφάνη. Τῷ δὲ Μωσῇ κατ’ ἀρχὰς μὲν ἔδειξε τὰ φρικώδη, τὸ πῦρ ἐν τῇ βάτῳ, καὶ τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην·
μετὰ δὲ ταῦτα ἡμέρως προσδιαλέγεται, οὐδὲν ὑποδεικνὺς τῶν φρίκην ἐμποιεῖν δυναμένων. Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πολὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ’ αὐτὸν τὰ θεῖα διαπορθμεύειν. Ταύτην τῶν ὀπτασιῶν τὴν διαφορὰν καὶ τῷ μεγάλῳ Ἡλίᾳ ὑπέδειξε· πρῶτον μὲν συσσεισμὸν, εἶτα πῦρ, εἶτα πνεῦμα συντρίβον ὄρη, καὶ λεπτύνον πέτρας, καὶ μετὰ ταῦτα πνοὴν αὔρας λεπτῆς, καὶ ἐν αὐτῇ Κύριον· χαίρει γὰρ αὐτὸς ἀγαθότητι, καὶ μακροθύμως καὶ ἠπίως βούλεται τὰ κατὰ τοὺς ἀνθρώπους οἰκονομεῖν· ἡ δὲ πολλὴ ἀσέβεια καὶ παρανομία παρασκευάζει κἀκείνοις κεχρῆσθαι. Διὸ ἐν ἐκείνοις οὐκ ἔφη εἶναι, ἀλλ’ ἐν τῇ αὔρᾳ τῇ λεπτῇ· ἐπειδὴ οὐ τῆς αὐτοῦ γνώμης, ἀλλὰ τῆς τῶν ἀνθρώπων χρείας ἐκεῖνα· ἀγαθότης δὲ καὶ φιλανθρωπία τῆς αὐτοῦ φύσεως ἴδια. Ὅταν τοίνυν διαφόρους ὀπτασίας ἀκούσῃς Θεοῦ, μὴ πολύμορφον ὑπολάβῃς τὸ Θεῖον·
ἀσώματον γὰρ καὶ ἀνείδεον παντελῶς, ἁπλοῦν τε καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον, ἀόρατόν τε καὶ ἀθέατον, καὶ οὐδενὶ περιγραφόμενον ὅρῳ· δείκνυσι δὲ τὰς ὄψεις, πρὸς τὴν χρείαν ταύτας ἀνατυπῶν· καὶ ἐνταῦθα τοίνυν ἔδειξε μὲν ἐκεῖνα τὰ φοβερά· ἔδειξε δὲ καὶ τὴν ἐσομένην πάντων ἀνθρώπων εὐεργεσίαν, τὴν τοῦ Θεοῦ φημι καὶ Σωτῆρος ἡμῶν ἔνσαρκον οἰκονομίαν. Διὰ τοῦτο τὸ μὲν εἶδος ἀνθρώπινον λέγει, τὰς δὲ φύσεις δύο· τὴν μὲν ἠλέκτρου, τὴν δὲ πυρὸς, καὶ τὴν μὲν φέρουσαν, τὴν δὲ φερομένην· ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν περιέκειτο· διὸ τὸ μὲν ἄνω λέγει τεθεᾶσθαι ὡς εἶδος ἠλέκτρου· τὸ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, ὡς εἶδος πυρός· τοῦ μὲν πυρὸς τὴν θείαν φύσιν αἰνιττομένου (Ὁ γὰρ Θεός σου, φησὶ, πῦρ καταναλίσκον»)· τοῦ δὲ ἠλέκτρου τὴν ἀνθρωπείαν. Τοιοῦτο γὰρ τὸ ἤλεκτρον, οἱονεὶ μικτὸν τὸ εἶδος ἔχον, καὶ οὔτε χρυσῷ οὔτε ἀργύρῳ παρεοικὸς, ἀλλ’ ὥσπερ ἑκατέρου κρᾶμα τυγχάνον. Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώπινον σῶμα· οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ’ αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται·
PG 81:835μᾶλλον δὲ τοιαύτη τοῦ ἀνθρώπου ἡ φύσις, οὔτε ψυχὴ λογικὴ μόνον, οὔτε σῶμα θνητὸν, ἀλλ’ ἀμφότερα κατ’ αὐτόν. Διὰ τοῦτο ὁ προφήτης ὁρᾷ ἀπὸ ὀσφύος καὶ ἄνω, ὡς εἶδος ἠλέκτρου, ἀλλὰ καὶ ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ. Καὶ γὰρ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου φαιδρὸν, καὶ λαμπρὸν, καὶ ἔνδοξον, ἀθάνατόν τε καὶ ἄφθαρτον ὑπὸ τῆς ἐνοικούσης ἐγένετο φύσεως· διὸ ἁρμοδίως ἔφη· «Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός.» Ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν ἔφερεν. «Καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγου, κυκλόθεν.» Καὶ ταῦτα δὲ τῶν θείων δωρεῶν ὑπάρχει σημαντικά· δίκην γὰρ αἴγλης ἐκεῖθεν ἐξιοῦσαι τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι. Οὕτως ἅπαντα διηγησάμενος ὁ προφήτης ἐπήγαγεν·
Chapter II. aΚΕΦΑΛ. Β. α
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:837ΚΕΦΑΛ. Β. α. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Καὶ οὐκ εἶπεν, Αὕτη ἡ φύσις Κυρίου, οὐδὲ ἡ δόξα Κυρίου, ἀλλ’ «ὅρασις ὁμοιώματος δόξης Κυρίου.» Ὡς γὰρ ἠθέλησε, φησὶ, σχηματίσας τὴν ὄψιν, ἠξίωσέ με τῆς θεωρίας.
PG 81:839«Καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.» Καὶ μάλα εἰκότως· εἰ γὰρ τὰ Σεραφὶμ ὑμνοῦντα συγκαλύπτει τὰ πρόσωπα, τί οὐκ ἂν ἔπαθεν ἄνθρωπος σῶμα θνητὸν περικείμενος, καὶ ὀπτασίας ἀληθοῦς ἐν θεωρίᾳ γενόμενος; Ἀλλ’ ἐκβάλλει τὸ δέος ὁ φιλάνθρωπος Δεσπότης. «Ἤκουσα γὰρ, φησὶ, λαλοῦντος πρός με, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.» Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν· μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγγυῶντος θαῤῥεῖν, ἀλλ’ ἑστὼς ἄκουε τῶν παρ’ ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει σημαίνων τὸ βέβαιον. Καὶ οὐ μόνον ταῦτα ὁ ἀγαθὸς ἔλεγε Δεσπότης, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐξῄρει τὸν φόβον. β. Ἦλθε γὰρ, φησὶν, ἐπ’ ἐμὲ πνεῦμα, καὶ ἀνέλαβέ με, καὶ ἐξῆρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με . Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων. γ. Καὶ εἶπε πρός με·
Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν, καὶ ἠθέτησαν ἐν ἐμοὶ ἕως τῆς σήμερον ἡμέρας. Τίς ἂν λόγῳ μετρήσειε τὴν θείαν φιλανθρωπίαν; ποῖος δ’ ἂν ἐξίκοιτο νοῦς τοῦ πελάγους τῆς ἀγαθότητος; Μετὰ τὰς μυρίας ἀσεβείας καὶ παρανομίας οὐκ ἀπαγορεύει τὴν σωτηρίαν, ἀλλὰ κατηγορεῖ μὲν καὶ αὐτῶν, καὶ τῶν πατέρων, ὡς ἀθετησάντων, καὶ παραβεβηκότων τὰς συγκειμένας συνθήκας, καὶ μέχρι καὶ τήμερον τῇ πονηρίᾳ προσμεινάντων· ἀνακαλεῖται δὲ, καὶ πρὸς ὑγίειαν τοὺς ἀνήκεστα νοσοῦντας καλεῖ, καὶ ταῦτα εἰδῶς αὐτῶν τὸ δυσπειθὲς καὶ δυσήκοον· διὸ καὶ ἐπάγει· δ. Καὶ υἱοὶ σκληροπρόσωποι, καὶ θρασυκάρδιοι, πρὸς οὓς ἀποστελῶ σε ἐγὼ πρὸς αὐτούς . Τουτέστιν ἰταμοὶ, ἐρυθριᾷν οὐκ εἰδότες, μαλάττεσθαι οὐκ ἐθέλοντες· οὔτε συμβουλευτικοῖς πειθόμενοι λόγοις, οὔτε τῇ τῶν τιμωριῶν ἀνάγκῃ μεταβαλλόμενοι. «Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος.» Τὸ δὲ Ἀδωναὶ̈ καὶ αὐτὸ τὸ Κύριος σημαίνει· ἔχει δὲ καὶ σμικράν τινα ἑτέραν ἔμφασιν· Τάδε λέγει, φησὶ, Κύριος, ὁ Κύριός μου. ε.
Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν . Τὸ, ἐὰν ἄρα , οὐκ ἀγνοίας ὑπάρχει σημαντικόν. Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· διὸ καὶ ὁ μακάριος Δαβὶδ βοᾷ πρὸς αὐτὸν, «Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προί̈δες· ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ ἀρχαῖα.» Εἰδὼς τοίνυν ἀκριβῶς αὐτῶν τὸ ἀνένδοτον, τίθησι τὸ ἐὰν ἄρα , τὸ τῆς γνώμης αὐθαίρετον διὰ τούτων διδάσκων, ὅτι ἐνδέχεται αὐτοὺς μεταβληθῆναι ἐὰν ἐθελήσωσι· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον ἐκ προςώπου τοῦ πατρός· Ἀποστελῶ τὸν υἱόν μου πρὸς τοὺς γεωργοὺς, ἴσως ἐντραπήσονται τοῦτον·» οὐδὲ γὰρ ἐκεῖ ἀμφιβολίας τὸ ἴσως · ᾔδει γὰρ ὡς οὐκ ἐντραπήσονται· τὰ δὲ ἁρμόττοντα τῇ ἑαυτοῦ δικαιοσύνῃ ποιεῖ.
Ἵνα γὰρ μή τις αὐτοῦ τὴν πρόγνωσιν αἰτίαν ὑπολάβῃ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἀναγκαίως τὰ τῆς ἀμφιβολίας τίθησι ῥήματα, δεικνὺς τῆς γνώμης τὸ αὐτεξούσιον, καὶ ἀπολογίαν ἑαυτῷ φυλάττων ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. Τούτου χάριν καὶ προειδὼς τὸ δυσπειθὲς καὶ ἀνήκοον, πᾶσαν κινεῖ μηχανὴν εἰς τὴν ἐκ πονηρίας μεταβολήν. Διὸ καὶ διὰ Ἡσαί̈ου τοῦ προφήτου βοᾷ· «Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου τούτῳ, καὶ οὐκ ἐποίησα;» καὶ διὰ Ὠσηὲ πάλιν· «Τί σοι ποιήσω, Ἐφραί̈μ; τί σοι ποιήσω, Ἰούδα;» Ἀλλ’ ὅμως καὶ ἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκφερομένην κατ’ αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆφον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομένων. Οὗ χάριν καὶ ὁ μακάριος Δαβὶδ βοᾷ· «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε·» παρεξεταζομένη γὰρ ἡ ἡμετέρα παρανομία ταῖς θείαις εὐεργεσίαις ἐνδίκως ἡμᾶς ὑποβάλλει ταῖς τιμωρίαις· αὐτὸς δὲ ὁ δίκαιος κριτὴς, καὶ παρ’ αὐτῶν τῶν κολαζομένων δέχεται τὴν νικῶσαν, ὡς πᾶν εἶδος φιλανθρωπίας παραστήσας, καὶ μηδένα πόρον ἀκίνητον εὐεργεσίας καταλιπών.
PG 81:841Τὸ τοίνυν, «Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν,» οὐ Θεοῦ σημαίνει τὴν ἄγνοιαν, ἀλλ’ ἐκείνοις χώραν δίδωσι μεταμελείας· ἐπεὶ καὶ τοῦ Φαραὼ τὴν ἀπείθειαν εἰδὼς ὁ Θεὸς, «Οἶδα γὰρ, φησὶν, ἐγὼ, ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ,» μακροθυμῶν διετέλεσεν. Εἰ γὰρ ἀπὸ τῆς προγνώσεως τὰς τιμωρίας ἐπῆγεν ὁ Δεσπότης, πόθεν ἂν ἐγνώσθη τοῦ Θεοῦ τὸ δίκαιον τοῖς οὐχ ὁρῶσι τὸ τῆς προγνώσεως τέλος; διὰ τοῦτο ἀναμένει τὸ τέλος, καὶ τηνικαῦτα τὴν τιμωρίαν ἐπάγει. Κἀμὲ τοίνυν, φησὶν, ὦ προφῆτα, καὶ τὰ παρ’ ἐμοῦ τοῖς ὁμοφυέσι διαπόρθμευσον, ἵνα αὐτοῖς γένῃ πρόξενος ὠφελείας, καὶ μάθωσιν ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν τῶν θείων λόγων διάκονος. 2. Καὶ σὺ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι, καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν σὺ μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν . Ἀρκοῦσα εἰς καταφρόνησιν ἀφορμὴ ἡ τῶν ἐπιβουλεύειν ἐπιχειρούντων πονηρία· παράνομοι γάρ εἰσι, καὶ τῆς θείας ἔρημοι βοηθείας·
οὐ δεῖ τοίνυν, φησὶ, τοὺς τοιούτους δεδιέναι, κἂν δίκην σκορπίων ᾄττωσι, κἂν θρασεῖς προσφέρωσι λόγους, κἂν μετὰ πολλῆς λύττης ἐπιφέρωνται καὶ μανίας· τοῦτο γὰρ διὰ τοῦ παροιστρήσουσι ᾐνίξατο, ἐκ μεταφορᾶς τῶν βοῶν, οὓς ὁ οἶστρος νεμομένους ἐλαύνει, καὶ φέρεσθαι κατὰ κρημνῶν ἀναγκάζει πολλάκις· μυίας δέ ἐστιν εἶδος, κέντρου παντὸς σφοδρότερον τοὺς βόας ἐλαῦνον. Οὕτω τοίνυν τὴν μανίαν τροπικῶς προσηγόρευσεν. ζ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λαλήσεις τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν. Πάλιν τὴν ἀμφιβολίαν προστέθεικε, τὴν μεταμέλειαν μηχανώμενος· εἰκὸς γὰρ, αὐτοὺς, φησὶ, τῇ τῆς τιμωρίας ἀπειλῇ πτοηθῆναι, καὶ δεῖσαι τῆς ἀπειλῆς τὸ τέλος, ἐπειδὴ τοῖς χρηστοτέροις εἴκειν οὐκ ἐθέλουσι λόγοις. η. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σὲ, καὶ μὴ γίνου παραπικραίνων, καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου, καὶ κατάφαγε ἃ ἐγὼ δίδωμί σοι. Μὴ ἀντείπῃς, φησὶ, τοῖς ὑπ’ ἐμοῦ σοι κελευομένοις· μηδὲ ζηλώσῃς τοὺς ἀντιλέγοντας, ἀλλὰ τὰ προσταττόμενα πλήρου. θ, ι.
Καὶ ἴδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου. Καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἐν αὐτῇ ἦν γεγραμμένα τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος, καὶ μέλος, καὶ οὐαί.
Chapter III. aΚΕΦΑΛ. Γ. α
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Γ. α. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι, καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ . Εἰκότως ἔφη ἄνω, «Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι·» φρίκης γὰρ μεστὰ τὰ τῷ προφήτῃ προσφερόμενα, «θρῆνος, καὶ μέλος, καὶ οὐαὶ,» ὅλῃ τῇ κεφαλίδι ἐγγεγραμμένα, ἔνδοθέν τε καὶ ἔξωθεν. Κεφαλίδα δὲ καλεῖ τὰ εἰλητὰ βιβλία. Οὕτω γὰρ οἱ πάλαι τὴν τῶν συγγραμμάτων ἐφύλαττον μνήμην. Ἰουδαῖοι δὲ καὶ μέχρι τοῦ παρόντος ἐν τοιούτοις εἰλήμασι τὰς θείας ἔχουσι Γραφάς. β, γ. Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον. «Ὡς γλυκέα,» φησὶν ὁ θεῖος Δαβὶδ, «τῷ λάρυγγί μου τὰ λόγιά σου·
PG 81:843ὑπὲρ μέλι τῷ στόματί μου.» Γλυκὺς δὲ, καὶ λίαν ἡδὺς, καὶ τῶν ἁμαρτημάτων ὁ θρῆνος· «Ἀθυμία γὰρ, φησὶ, κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου·» καὶ, «Ἴδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.» Καὶ ὁ τούτου δὲ υἱὸς παραινεῖ λέγων· «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος.» Οὕτως ἐγένετο τῷ προφήτῃ μέλιτι ἐμφερὴς τῆς κεφαλίδος ἡ βρῶσις, οὐδὲν μὲν ἐχούσης τερπνὸν ἢ θυμῆρες, θρῆνον δὲ, καὶ μέλος, καὶ οὐαί. Μηδεὶς δὲ αἰσθητὴν καὶ σωματικὴν ὑπολάβῃ τῆς κεφαλίδος τὴν βρῶσιν. Ὥσπερ γὰρ ἐκείνην τὴν θεωρίαν πνευματικῶς ἐθεάσατο, οὕτως καὶ ταύτης πνευματικῶς μεταλαμβάνει τῆς γεύσεως. δ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς. Διότι οὐ πρὸς λαὸν βαθύχειλον ἢ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ, ἀλλὰ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐχὶ ἀκούσῃ τοὺς λόγους . Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον.
Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες· οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθησαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, οἳ μυρίας εἶχον καὶ διαφόρους γλώττας, ἤθη δὲ ποικίλα, καὶ νόμους ἐναντίους· ἀλλ’ ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον· οἱ δὲ τὸν δυσήνιον ἐκεῖνον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς· αἰτία δὲ οὐχ ἡ τῶν γεωργῶν ῥᾳθυμία, ἀλλὰ τῶν γεωργουμένων ἡ δυστροπία. Οὗ χάριν καὶ αὐτὸς ὁ Δεσπότης φησίν· Εἰ καὶ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου . (ζ.) Ὁ δὲ οἶκος Ἰςραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι . Διὰ δὲ τούτων ἔδειξε, τῶν μὲν ἐθνῶν τὸ εὐπειθὲς, τοῦ δὲ Ἰςραὴλ τὸ δυσήκοον·
PG 81:845ἡρμήνευσε δὲ καὶ τὸ, «Ἐὰν ἄρα ἀκούσωσι,» σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ’ ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν· σημαίνει δὲ κατὰ ταυτὸν, ὡς ἀπὸ γνώμης, ἀλλ’ οὐκ ἐκ φύσεως αὕτη· «Ὁ γὰρ οἶκος, φησὶν, Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου·» ἀντὶ τοῦ, Μὴ ἀλγήσῃς παρακουόμενος· ἐμοὶ γὰρ ἀντιλέγοντες τοῖς ὑπὸ σοῦ προσφερομένοις ἀντιπίπτουσι λόγοις· αἰτία δὲ τῆς ἀντιλογίας ἡ φιλόνεικος γνώμη, καὶ ἡ τῆς καρδίας ἀντιτυπία, καὶ τοῦ φρονήματος ἡ θρασύτης· ἀλλὰ μὴ δείσῃς πρὸς τοιούτους ἀποστελλόμενος. η, θ. Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν. Καὶ ἔσται διαπαντὸς, κραταιότερον πέτρας δέδωκα τὸ πρόσωπόν σου, μὴ φοβηθῇς ἀπ’ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί . Εἰδὼς, φησὶν, αὐτῶν τὴν πονηρίαν τῆς γνώμης, πάντα φόβον ἐκ τῆς διανοίας ἐξόρισον·
δώσω γάρ σοι ἰσχὺν ἀναλογοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κραταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς. ι, ια. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε. Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν . Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακόνησον λόγοις, καὶ τὰ παρ’ ἐμοῦ σοι κελευόμενα πρόςφερε· εἰκὸς γὰρ αὐτοὺς τοὺς σοὺς αἰδεσθῆναι πόνους, καὶ τὰς ἐμὰς ἀπειλὰς φοβηθῆναι. Ἡ δὲ ἀμφιβολία πάλιν, ὡς ἔφην, οὐ τὴν ἄγνοιαν σημαίνει, ἀλλὰ τοῦ αὐτεξουσίου τὴν ὁρμὴν διεγείρει. ιβ. Καὶ ἔλαβέ με Πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ .
PG 81:847Ταύτας γὰρ, φησὶ, δεξάμενος τὰς ἐντολὰς, κατηπειγόμην τὴν διακονίαν πληροῦν, καὶ οὐδὲ τοῖς ποσὶ κεχρῆσθαι συνεχωρούμην, ἀλλ’ ὑπὸ θείας συνεργείας πρὸς οὓς ἀπεστάλην μετεφερόμην. Ἀναγκαίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ. Λέγει δὲ καὶ τὴν ὑμνῳδίαν, ἣν ἀνέπεμψεν αἰσθόμενος τοῦ σεισμοῦ· «Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ.» Τοῦτο δὲ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ διδαχθεὶς ἔφη· τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτήσαντι τὸν Θεὸν, ἔφη, «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.» Εἶτα ἐπάγει· «Ἰδοὺ τόπος παρ’ ἐμοὶ, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω σε τῇ χειρί μου, καὶ ὄψῃ τὰ ὀπίσθιά μου, τὸ δὲ πρόσωπόν μου οὐ μὴ ἴδῃς.» Οὐκ ἐπειδὴ εἰς πρόςωπον καὶ ὀπίσθια τὸ Θεῖον διῄρηται· ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί. Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι’ ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χωρητός. ιγ.
PG 81:849Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑκατέραν πρὸς τὴν ἑκατέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ μεγάλη . Τούτων γὰρ πρός με εἰρημένων, ἐκινεῖτο μὲν τὰ ζῶα ταῖς πτέρυξι χρώμενα, ἐπηκολούθουν δὲ οἱ τροχοί· σεισμὸς δὲ μέγιστος τούτων κινουμένων ἀπετελεῖτο· πολὺς γὰρ ἦν ὁ κτύπος ὁ πανταχόθεν φερόμενος. ιδ. Καὶ τὸ Πνεῦμα ἐξῆρέ με, καὶ ἔλαβέ με, καὶ ἐπορεύθην μετέωρος ἐν ὁρμῇ τοῦ Πνεύματός μου . Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα. «Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ’ ἐμὲ κραταιά.» Πάλιν αὐτὴν σημαίνει τὴν χάριν τοῦ Πνεύματος. ιε. Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος · τουτέστιν, οὐ βαδίζων, ἀλλὰ δι’ ἀέρος φερόμενος. «Καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, τοὺς ὄντας ἐκεῖ, καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.» Καταλαβὼν γὰρ, φησὶν, οὓς προσετάχθην, ἡμέρας ἑπτὰ σιγῶν διετέλεσα, ἀναμένων τὴν θείαν ἐνέργειαν. ι, ιζ.
Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε ἐν τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ . Τύπον ἔπεχε, φησὶ, κατασκόπου, ὃν ἐπὶ γεωλόφου τινὸς ἱστᾶσιν οἱ ἄνθρωποι, προμηνύειν αὐτοῖς τὰς ἐσομένας τῶν βαρβάρων ἐφόδους κελεύοντες. Καὶ σὺ τοίνυν οἷον ἐπί τινος σκοπιᾶς καὶ περιωπῆς τῆς προφητείας ἑστὼς, ἃ προορᾷς τῷ λαῷ προαγόρευε, καὶ τοὺς ἐμοὺς αὐτοῖς διαπόρθμευε λόγους. ιη. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω . Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους· ἄῤῥητος δὲ καὶ ἡ διὰ τῆς ἀπειλῆς προφαινομένη ἀγαθότης· ἀπειλεῖ γὰρ τῷ δικαίῳ τῶν εὐθυνῶν τὴν εἴσπραξιν, εἰ μὴ σημήνειε τῷ ἀνόμῳ τοῦ θανάτου τὴν ἀπειλὴν, καὶ διδάξειε, τί μὲν ζωῆς αἴτιον, τί δὲ θανάτου πρόξενον;
Οὕτω ποθεῖ τῶν ἁπάντων ὁ ποιητὴς καὶ Δεσπότης τὴν τῶν ἁμαρτωλῶν μεταμέλειαν, ὅτι κἂν ἅπασάν τις συλλέξῃ τὴν ἀρετὴν, ἀμελεῖ δὲ τῶν ἐγκεχειρισμένων ψυχῶν, οὐδὲν ἐκ τῶν οἰκείων κατορθωμάτων ὠφεληθήσεται, δίκας δὲ ὑπὲρ τῆς περὶ ἐκείνας εἰσπραττόμενος ἀμελείας. Ἐπειδὴ δὲ εἰκὸς τὸν μὲν πᾶν εἶδος θεραπείας προςφέρειν, τοὺς δὲ ἀνηκέστως νοσεῖν, καὶ τὴν προςφερομένην μὴ προσδέχεσθαι ἰατρείαν, ἀναγκαίως ἐπιφέρει· ιθ. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Ἀθῶος, φησὶν, ἔσῃ τὰ προσήκοντα ποιῶν, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέρων· κἂν γὰρ ἡ ἐκείνου νόσος ἀνίατος διαμείνῃ, αὐτὸς μόνος τίσει τῆς ἀπειθείας τὴν τιμωρίαν. Προσήκει δὲ συνιδεῖν, ὅτι τὸν ἄνομον καὶ ἀνωτέρω κἀνταῦθα τιμωρηθήσεσθαι ἔφη τῇ παρανομίᾳ προσμένοντα· ἐάν τε ἔχῃ τὸν διαστέλλοντα , τουτέστι τὸν διδάσκοντα, ἐάν τε καὶ μή· ἀρκεῖ γὰρ ἡ φύσις εἰς τὴν τοῦ πρακτέου διάκρισιν· ἐκ περιουσίας δὲ ἡ διδασκαλία προσφέρεται, τῆς θείας ἀγαθότητος πάντα πόρον εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν μηχανωμένης. κ.
PG 81:851Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ· αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· ἐν ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ’, Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐθεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ. Ἐπεὶ καὶ ὁ μακάριος Δαβὶδ ἥμαρτε, καὶ μέγιστα ἁμαρτήματα ἐπλημμέλησεν· ἀλλ’ οὐ κατέλιπεν ἣν ὥδευεν ὁδὸν, ἀλλὰ προσπταίσας καὶ πεσὼν ἀνέστη, καὶ τῆς αὐτῆς ἐχόμενος διετέλεσε πορείας. Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προτέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον· εἰς ἑτέραν γὰρ ἦλθεν ὁδὸν, ἐναντία δὲ τὰ τέλη, καὶ ταῖς ὁδοῖς πρόσφορα· τῆς μὲν γὰρ τέλος ζωὴ, τῆς δὲ θάνατος·
οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ κέρδος, πεσὼν εἰς τὸ τῆς πονηρᾶς ὁδοῦ τέλος· τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας. κα. Ἐὰν δὲ σὺ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ . Διπλῆν γὰρ ἐργάζῃ ζωὴν, καὶ σαυτῷ, καὶ ἐκείνῳ. Ὁ μὲν γὰρ διὰ τῶν σῶν εἰσηγήσεων τῆς ἀπωλείας διαφεύγει τὸ βάραθρον, καὶ τῆς ὁδοῦ τῆς δικαίας ἄξιον εὑρίσκει τὸ τέλος· σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον διαφεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτηρίας. Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγοντας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume IIΤΟΜΟΣ Β
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΜΟΣ Β. κβ. Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με·
Ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ . Ἡ γὰρ ἡσυχία τῇ θεωρίᾳ τῶν θείων ἁρμόδιος· ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ’ εἰς ἑαυτὸν νεύων, ἀκριβέστερον δύναται τὰ θεῖα κατανοεῖν. κγ, κδ. Καὶ ἀνέστην, καὶ ἐξῆλθον εἰς τὸ πεδίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἰστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα, ἢν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ ἦλθεν ἐπ’ ἐμὲ Πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου . Συχνότερον ἀπολαύει τῆς θεωρίας, ἵνα γένηται σπουδαιότερος περὶ τὴν τοῦ λόγου διακονίαν. Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν· ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει. «Καὶ ἐλάλησε πρός με, καὶ εἶπέ μοι. Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Διὰ τῶν πραγμάτων κελεύει γενέσθαι τὴν προφητείαν, καὶ προδηλωθῆναι δι’ ὧν ὁ προφήτης ποιεῖν ἐκελεύετο τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν. κε, κ.
PG 81:853Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν. Καὶ τὴν γλῶσσάν σου συνδήσω πρὸς τὸν λάρυγγά σου, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί . Παιδοτρίβου δίκην ὁ Δεσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσόμενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευόμενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν· πανταχοῦ δὲ προστίθησι, διότι οἶκος παραπικραίνων ἐστὶ, διδάσκων μὴ δεδιέναι τοὺς τὸν Θεὸν «ἀδεῶς» παροξύνοντας· εὐκαταφρόνητοι γὰρ οἱ παράνομοι. κζ. Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθὼν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ ταῦτα σαφῶς δηλοῖ τὸ τῆς γνώμης αὐθαίρετον. Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν. Διδάσκων δὲ τὸ τῆς εὐπειθείας ἑκούσιον, προστίθησι τοῖς λόγοις, ὅτι ὁ βουλόμενος ὑπακουέτω, καὶ ὁ ἀπειθῶν ὁ τἀναντία φρονῶν ἀντιλεγέτω·
ἕκαστος γὰρ πρὸς τὴν αἵρεσιν τῆς γνώμης τὰ ἐπίχειρα δέξεται.
Chapter IVΚΕΦΑΛ. Δ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Δ. α, β. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἴσως ἐπ’ αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ· καὶ δώσεις περὶ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπ’ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ’ αὐτὴν χάρακα, καὶ δώσεις ἐπ’ αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ . Τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαγράψαι κελεύεται· ἐν πλίνθῳ δὲ ἡ διαγραφὴ γίνεται, διὰ τὸ τῶν ἐνοικούντων σαθρόν· οὐ γὰρ ᾠκοδόμησαν αὑτῶν τὴν οἰκίαν κατὰ τὸν φρόνιμον ἐκεῖνον, ἐπὶ τῆς πέτρας, ἀλλ’ ἐπὶ τῆς ψάμμου· διὸ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν αὐτῶν τῇ οἰκίᾳ, καὶ ἔπεσε, καὶ ἐγένετο ἡ πτῶσις αὐτῆς μεγάλη. γ. Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τεῖχος σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόςωπόν σου ἐπ’ αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ . Τοῦ Θεοῦ τὸν τύπον ἐπέχειν ὁ προφήτης κελεύεται·
PG 81:855διὸ καὶ τήγανον σιδηροῦν μεταξὺ αὑτοῦ καὶ τῆς ἐν τῇ πλίνθῳ διαγραφομένης πόλεως θεῖναι προστάττεται, διδασκόμενος, ὅτι καὶ παρὼν ὁ Θεὸς, καὶ ἐφορῶν τὰ κατὰ τῶν Ἱεροσολύμων γινόμενα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει προνοίας· ἀλλ’ ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται. Ταῦτα δὲ, φησὶ, ποίησον, σημεῖον διδοὺς τὴν διὰ τῶν πραγμάτων προφητείαν τοῖς νῦν ἀπειθοῦσι καὶ ἀντιλέγουσι. δ, ε. Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ’ αὐτοῦ, κατ’ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν, ἃς κοιμηθήσῃ ἐπ’ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. Καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας· καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ, καὶ συντελέσεις αὐτάς . Μετὰ τὸν Σολομῶντα ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ δώδεκα φυλαὶ, καὶ αἱ μὲν δέκα ἐχρημάτιζον ποτὲ μὲν Ἐφραὶ̈μ, ποτὲ δὲ Ἰσραὴλ, ὁ δὲ Ἰούδα καὶ Βενιαμὶν ἐκαλοῦντο Ἰούδα· ἀλλ’ ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος·
PG 81:857διὸ ὡς ἐφ’ ἑνὸς λαοῦ, ἃ κατὰ διαίρεσιν εἶπε, ταῦτα πάλιν συνῆψεν· ἀπονείμας γὰρ τὰς ἑκατὸν πεντήκοντα ἡμέρας τῷ Ἰσραὴλ, καὶ τῷ Ἰούδᾳ τὰς τεσσαράκοντα, πάλιν συνῆψεν, ὡς ἐφ’ ἑνὸς σώματος καὶ μιᾶς συγγενείας, τὰς ἑκατὸν ἐννενήκοντα ἡμέρας· συνάψας δὲ διεῖλεν αὖθις, καί φησι· 2. Καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν ἐκ δευτέρου, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν ἔθηκά σοι αὐτάς. Πλείων γὰρ ἡ παρανομία τοῦ καλουμένου Ἰσραήλ· παντελῶς γὰρ ἀποστάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν. Διὰ τοῦτο ἐκείνῳ μὲν ἑκατὸν πεντήκοντα ἀφορίζει ἡμέρας, τῷ δὲ Ἰούδᾳ τεσσαράκοντα, ἑκάστης ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης. Σημαίνουσι δὲ αἱ τεσσαράκοντα ἡμέραι τοῦ Ἰούδᾳ τὰ λειπόμενα τοῖς ἐβδομήκοντα ἔτεσι τεσσαράκοντα ἔτη. Ἀπεφήνατο γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου, ἑβδομήκοντα ἔτη διατελέσειν αὐτοὺς ἐν Βαβυλῶνι· ἀλλὰ τριάκοντα ἤδη παρεληλύθει ἔτη·
ἐν γὰρ τῷ τριακοστῷ ἔτει τῆς αἰχμαλωσίας ἤρξατο τῆς προφητείας ὁ θεῖος Ἰεζεκιήλ, ἀπὸ δὲ τοῦ πέμπτου ἔτους τῆς Ἰεχονίου αἰχμαλωσίας, μέχρι πρώτου τῆς Κύρου τοῦ Πέρσου βασιλείας, τὰ λοιπὰ τεσσαράκοντα συμπληροῦνται ἔτη· καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συναγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμαθεῖν· καὶ γὰρ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ἡ τῶν παραλειπομένων βίβλος διδάσκει, ὡς ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου, ὕψωσε τὴν κεφαλὴν αὐτοῦ Εὐϊλαδμαρωδὰχ, καὶ ἐξέβαλεν αὐτὸν ἐξ οἴκου φυλακῆς ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ· μετὰ δὲ τοῦτον ἐβασίλευσε Βαβυλωνίων ὁ Βαλτάσαρ οὐ μακρὸν χρόνον· δυσσεβήσας γὰρ ἀνῃρέθη· περὶ δὲ τὰ τρία ἐκράτησεν ἔτη· καὶ γὰρ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὑτοῦ τὴν μίαν ὀπτασίαν ὁ Δανιὴλ ἐθεάσατο· μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος ὑπάρχων τῶν Μήδων, ἐδέξατο τὴν βασιλείαν· ὀλίγον δὲ καὶ αὐτὸς ἡγήσατο χρόνον. Καὶ τοῦτο ἡμᾶς ὁ μακάριος διδάσκει Δανιὴλ εἰρηκὼς, ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου.
«Ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἐβδομήκοντα ἔτη.» Οὐκοῦν αἱ μὲν τῷ Ἰούδᾳ ἀφορισθεῖσαι τεσσαράκοντα ἡμέραι τῶν λειπομένων τεςσαράκοντα ἐτῶν σημαίνουσι τὸν ἀριθμὸν, αἱ δὲ ἑκατὸν πεντήκοντα τῷ Ἰσραὴλ, ἑκατὸν πεντήκοντα ἐτῶν ἀριθμὸν, μεθ’ ὃν ἥ τε πόλις ᾠκοδομήθη, καὶ οἰκητόρων πλήρης ἐγένετο, τειχισθεῖσα, καὶ ἀπολαβοῦσα τοὺς περιβόλους, καὶ αἱ ἄλλαι τοῦ τε Ἰσραὴλ καὶ Ἰούδα πόλεις ἀνεῤῥώσθησαν πολλοὺς ἐνοίκους δεξάμεναι. Τοῦτο δὲ ἐγένετο τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ’ οὗ Νεεμίας οἰνοχόος αὐτῷ γεγονὼς, καὶ χάριν αἰτήσας τὸν βασιλέα, σὺν πολλῇ προθυμίᾳ τὴν Ἰουδαίαν κατέλαβε, καὶ τὰ προειρημένα πάντα πεποίηκε. Καὶ τοῦτο σαφῶς ἡ τοῦ Ἔσδρα διδάσκει συγγραφή. Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου. Ἐξ ἐκείνου γὰρ καὶ τὰ τεσσαράκοντα ἠριθμήσαμεν·
εὑρήσεις γὰρ τεσσαράκοντα μὲν ἕως πρώτου ἔτους Κύρου τοῦ Πέρσου, ἐκεῖθεν ὑπόλοιπα Κύρου εἴκοσι καὶ ἐννέα, εἶτα Καμβύσου ἑπτὰ, ἔπειτα Δαρείου τοῦ Ὑστάσπου τριάκοντα καὶ πέντε· πρὸς τούτοις Ξέρξου εἴκοσι, καὶ Ἀρταξέρξου ἐννεακαίδεκα· τῷ γὰρ εἰκοστῷ ἔτει προσέταξεν ἀνοικοδομηθῆναι τὰ τείχη τῆς πόλεως. Καὶ μηδεὶς λεγέτω, ὅτι τῷ Ἰσραὴλ ἡ τῆς Ἱερουσαλὴμ οἰκοδομία οὐδαμῶς διέφερεν πάλαι διαιρεθέντι τῆς Ἰούδα φυλῆς· μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ’ ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες. ζ. Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ , φησὶν, ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ’ αὐτήν. «Προσώπου ἑτοιμασία» τὴν ἀγανάκτησιν σημαίνει, «βραχίονος δὲ στερέωσις» τὴν ἐπαγομένην παιδείαν η. Καὶ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ οὐ μὴ στραφήσῃ ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου . Δεῖ γὰρ αὐτοὺς μαθεῖν δι’ ὧν ἐπιτηδεύεις, ὡς πρὸ τοῦ ὡρισμένου καιροῦ οὐδεμιᾶς ἀνακλήσεως τεύξονται.
PG 81:859Διὸ προσήκει σε τὸν ὡρισμένον χρόνον ἐφ’ ἑκατέρου διατελέσαι πλευροῦ, μὴ μετακινούμενον, ὥστε τὴν ἐπενεχθεῖσαν κατ’ αὐτῶν μαθεῖν αὐτοὺς ψῆφον. θ, ι. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πυροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ ἑαυτῷ εἰς ἄρτους, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου· ἐννενήκοντα καὶ ἑκατὸν ἡμέραις φάγεσαι αὐτά. Καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμένων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι’ ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν. Διὸ καὶ οὐκ ἐκ πυρῶν μόνον κατασκευάζειν τὸν ἄρτον προστάττεται, ἀλλὰ καὶ κέγχρου, καὶ ὀλύρας, καὶ κυάμου· ἡ δὲ τοιαύτη βρῶσις, ἐνδείας σημεῖον· καὶ ὁ σταθμὸς δὲ πάλιν τὴν σπάνιν σημαίνει. Ἅπαξ γὰρ, φησὶ, τῆς ἡμέρας φάγεσαι εἴκοσι σίκλους, οἳ ποιοῦσι τρεῖς ὀγκίας, καὶ μικρόν τι πρὸς, ὥς φασιν οἱ τὰ στάθμια ταῦτα καὶ τὰ μέτρα ἠκριβωκότες. ια.
PG 81:861Καὶ ὕδωρ μέτρῳ πίεσαι, τὸ ἔκτον τοῦ ἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι . Καὶ τοῦτο πάλιν τὴν ἐπίτασιν τῆς ἐνδείας ἢν ἡ πολιορκία πεποίηκε, παραδηλοῖ· τὸ δὲ ἳν , μέτρον ἦν παρ’ αὐτοῖς· οὗ τὸ ἕκτον κατὰ τὸν Σύρον ἥμισυ ξέστου ἐχώρει· τοῦτο δὲ τὸ μέτρον πίνειν ὁ προφήτης ἐκελεύετο, ἵνα προσημήνῃ τὴν ἀπὸ τῆς πολιορκίας αὐτοῖς γενησομένην τῶν ἀναγκαίων σπάνιν. ιβ. Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ’ ὀφθαλμοὺς αὐτῶν . Ἀρτοποιήσεις δὲ, φησὶ, τὰ παντοδαπὰ ταῦτα σπέρματα, ὡς εἰώθασι τοὺς κριθίνους ἄρτους κατασκευάζειν· ὕλη δὲ τοῦ τῆς ἀρτοποιί̈ας πυρὸς ἡ ἀνθρωπίνη κόπρος γενέσθω, εἰς ἔνδειξιν τῶν ἐσομένων αὐτοῖς ἐν τοῖς ἔθνεσι μιασμάτων. Διὸ ἐπάγει· ιγ. Οὕτως φάγονται οἱ υἱοὶ Ἰσραὴλ τὸν ἄρτον αὐτῶν ἀκάθαρτον ἐν τοῖς ἔθνεσιν, οὗ διασκορπιῶ αὐτούς . Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώτους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπιμιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν. ιδ. Καὶ εἶπον, Μηδαμῶς Κύριε ὁ Θεὸς Ἰσραήλ·
ἰδοὺ ἡ ψυχή μου οὐ μεμίαται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον καὶ βέβηλον . Ἀναγκασθεὶς ὁ προφήτης τὴν ἔννομον αὑτοῦ πολιτείαν γυμνοῖ, ἱκετεύων τὸν φιλάνθρωπον Δεσπότην προστάγματι ἑτέρῳ λῦσαι τὰ κελευσθέντα· καὶ παραυτίκα πέπεικεν· ἀγαθὸς γὰρ καὶ ῥᾳδίως τοῖς ἱκέταις ἐπικαμπτόμενος, ὥσπερ ἀμέλει καὶ τότε, βολβίτοις χρήσασθαι βοῶν εἰς τὴν ἀρτοποιί̈αν ἐκέλευσε. Τούτοις ἐπάγει· ι, ιζ. Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται. Ὅπως ἐνδεεῖς ἄρτου καὶ ὕδατος γένωνται· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν . Δύο δὲ διὰ τῆς ἀρτοποιί̈ας ἐκείνης σημαίνεται πράγματα, διὰ μὲν τοῦ σταθμοῦ ὁ ἐν Ἱεροσολύμοις λιμὸς, διὰ δὲ τῆς ἀκαθάρτου κατασκευῆς ἡ ἐν τοῖς παρανόμοις ἔθνεσι διαγωγή. Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει. «Ἐντακήσονται γὰρ, φησὶν, ἐν ταῖς ἀδικίαις αὑτῶν·» δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν.
Chapter VΚΕΦΑΛ. Ε
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Ε.
α. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν, ὥσπερ ξυρὸν κουρέως, καὶ κτῆσαι αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου, καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς . Ἡ ῥομφαία τὴν τιμωρητικὴν αἰνίττεται δύναμιν· ἡ δὲ τῶν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀφαίρεσις , τῆς εὐπρεπείας τὴν στέρησιν· τὰ δὲ ζυγὰ καὶ σταθμία , τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον· οὐδὲν γὰρ ἀστάθμητον παρὰ τοῖς ἀνεξερευνήτοις αὐτοῦ κρίμασι. β. Τὸ τέταρτον ἐν πυρὶ κατακαύσεις ἐν μέσῃ τῇ πόλει, κατὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ σου, καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν . Ταῦτα αὐτὸς ἑρμηνεύει μετὰ βραχέα, καὶ καλεῖ πῦρ, καὶ τὸν λιμὸν, καὶ τὸν θάνατον· διὸ τὰ δύο τέταρτα προσέταξε τῷ πυρὶ παραδοθῆναι, ὡς καὶ τούτου κἀκείνου δίκην πυρὸς ἐπινεμομένου τοὺς ἀνθρώπους· διὰ δὲ τῆς ῥομφαίας τὴν τῶν πολεμίων ἔφοδον ἐσήμανε, καὶ τὰς ὑπ’ ἐκείνων ἐσομένας σφαγάς·
PG 81:863τὸν δὲ διασκορπισμὸν τὴν αἰχμαλωσίαν καὶ τὴν ἐσομένην διασπορὰν, περὶ ὧν ἐπήγαγε· «Καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν·» καὶ γὰρ μετὰ τὸ γενέσθαι δορυάλωτοι μυρία θανάτων ὑπέμειναν εἴδη. γ, δ. Καὶ λήψῃ , φησὶν, ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς ἐν μέσῳ τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτοῦ ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραήλ . Σημαίνει δὲ διὰ τούτων τοὺς ὑπολειφθέντας, οὓς Ναβουζαρδᾶν ὁ ἀρχιμάγειρος κατέλιπε μετὰ Γοδολίου, οἳ πάλιν διαφόρως κατηναλώθησαν· νῦν μὲν ὑπ’ ἀλλήλων ἀναιρούμενοι, νῦν δὲ εἰς Αἴγυπτον ἀποδιδράσκοντες, καὶ τῆς ἀσεβείας οὐκ ἀφιστάμενοι. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Ἱερεμίου προφητεία διδάσκει. Τὸ δὲ, «Ἐξ αὐτῆς ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραὴλ,» αἰνίττεται μὲν καὶ τὴν τότε γενομένην ἀγανάκτησιν τοῦ Βαβυλωνίου, καὶ τὸν ἐπενεχθέντα αὐτοῖς ἐν Αἰγύπτῳ ὄλεθρον· προσημαίνει δὲ καὶ τὰς μετὰ τὴν ἐπάνοδον ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γενομένας στάσεις, δι’ ἃς ταῖς μυρίαις ἐκείναις περιέπεσον συμφοραῖς.
Διαφερόντως δὲ προαγορεύει τὴν κατὰ τοῦ Δεσπότου Χριστοῦ μανίαν, καὶ τὴν μετὰ τὸν σταυρὸν γενομένην αὐτῶν πανωλεθρίαν, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασποράν. Ταῦτα, φησὶ, ποιήσας, εἰπὲ καὶ τῆς τιμωρίας τὰς αἰτίας. ε, 2. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Αὕτη Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας· καὶ ἐρεῖς, ἤλλαξε τὰ δικαιώματά μου εἰς ἀνομίαν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῆς. Διότι τὰ δικαιώματά μου ἀπώσαντο αὐτὰ, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς . Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀνθρώπους εὐεργετῆσαι βουλόμενος· διὸ καὶ νόμον αὐτοῖς ἀπὸ πάντων αὐτοὺς διορίζοντα δέδωκεν, ἵνα κἀντεῦθεν τὸ ἐπίσημον ἔχωσιν· ἔδωκε δὲ αὐτοῖς καὶ τόπον εἰς οἰκητήριον τῆς οἰκουμένης τὰ μέσα· πρὸς ἕω μὲν γὰρ καὶ ἄρκτον τὴν Ἀσίαν εἶχον, πρὸς ἑσπέραν δὲ τὴν Εὐρώπην διὰ τῆς θαλάσσης συναπτομένην· ἀπὸ δὲ νότου τὴν Λιβύην. Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διείλοντο.
«Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν’ ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ’ αὐτοῖς μεταμάθωσιν· αὕτη δὲ πᾶν τοὐναντίον πεποίηκεν· οὐ γὰρ μόνον αὐτοῖς τῆς παρ’ ἐμοῦ δοθείσης εὐνομίας οὐ μετέδωκεν, ἀλλὰ καὶ τῆς ἐκείνων δυσσεβείας μετέλαβε. ζ, η. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἡ μορφὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ’ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐκ ἐποιήσατε. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν . Ἐπειδὴ γὰρ τὸν τῶν ἐθνῶν ἀνεμάξασθε χαρακτῆρα, καὶ τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐνεφύρητε, καὶ τὰ ἐμὰ δικαιώματά τε καὶ νόμιμα διεπτύσατε, ὑπερβολῇ δὲ παρανομίας χρώμενοι ὑπερηκοντίσατε τῇ δυσσεβείᾳ τὰ ἔθνη, παρ’ ὧν ταύτην ἐμάθετε· τούτου χάριν προφανῶς σοι δικάσω, τῶν ἐθνῶν θεωρούντων τὸ δικαστήριον, καὶ τῆς δίκης ἀκροωμένων· ἵν’ ἐπειδὴ διὰ τῆς σῆς οὐκ ὠφελήθησαν εὐνομίας, διὰ γοῦν τῆς τιμωρίας ἑλκύσωσιν ὠφέλειαν. θ.
PG 81:865Καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτοῖς ἔτι διὰ πάντα τὰ βδελύγματά σου . Εἶτα διδάσκει, τίνα τὰ ἠπειλημένα. ι. Διὰ τοῦτο πατέρες φάγονται τέκνα ἀναμέσον σου, καὶ τέκνα φάγονται πατέρας . Τοῦτο δὲ καὶ ἐν τῇ Βαβυλωνίων, καὶ ἐν τῇ Ῥωμαίων πολιορκίᾳ γεγένηται, τῆς ὑπερβολῆς τοῦ λιμοῦ τὴν ἀνοσιουργίαν ἐργασαμένης. «Καὶ ποιήσω ἐν σοὶ κρίματα.» Τουτέστι, δικαίως σοι δικάσω. «Καὶ διασπερῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.» Οὐ δεῖται ἑρμηνείας λόγος, τῶν πραγμάτων βοώντων. ια. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, ἦ μὴν ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσοχθίσμασί σου, καὶ ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε . Ἅγια καλεῖ οὐ μόνον τὰ νόμιμα, ἀλλὰ καὶ τὸν ἀφορισθέντα αὐτῷ ναὸν, ὃν τῇ τῶν εἰδώλων ἐβεβήλωσαν στάσει· προσοχθίσματα δὲ καὶ βδελύγματα , τὰ εἴδωλα ὀνομάζει, βδελύγματα μὲν ὡς βδελυγμίας μεστὰ, προσοχθίσματα τὰ ἀηδίας πάσης ἀνάμεστα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τῆς Ῥεβέκκας λεγόμενον·
PG 81:867«Προσώχθικα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων, εἰ λήψεται Ἰακὼβ ὁ υἱός μου ἐξ αὐτῶν γυναῖκα, ἱνατί μοι ζῇν;» τουτέστι, Βδελύττομαι σφόδρα τὰς θυγατέρας τῶν Χαναναίων. Καὶ πάλιν ὁ Θεὸς διὰ τοῦ Δαβὶδ, «Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· τουτέστιν, Ἐβδελυξάμην. Καὶ πάλιν περὶ τοῦ παρανόμου, φησὶν ὁ αὐτὸς προφήτης «Κακίᾳ δὲ οὐ προσώχθισε», τουτέστιν, οὐκ ἐβδελύξατο τὴν κακίαν. «Οὐ φείσεται ὀφθαλμός μου, καὶ οὐκ ἐλεήσω ἐγώ.» Τοσαύτη ἡ τῆς παρανομίας ὑπερβολὴ, ὅτι ὁ ἐλεήμων ἐλεεῖν οὐκ ἀνέχεται, καὶ ὁ φιλάνθρωπος τῶν κολαζομένων οὐ φείδεται. Εἶτα διηγεῖται τὰ ἤδη ἡρμηνευμένα, ὅπως λιμῷ μὲν παραδώσει τὸ τέταρτον, καὶ θανάτῳ πάλιν τὴν ἄλλην μοῖραν· εἶτα τὴν ἄλλην τῇ διὰ τοῦ πολέμου σφαγῇ, καὶ τὸ λειπόμενον τέταρτον αἰχμαλωσίᾳ, τῆς τιμωρίας πάλιν καὶ τούτοις ἀκολουθούσης. Καὶ ἐπάγει· ιγ. Καὶ συντελεσθήσεται ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπ’ αὐτοὺς, καὶ παρακληθήσομαι, καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος λελάληκα ἐν τῷ ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ’ αὐτούς .
Ἀπαθὲς τὸ Θεῖον, καὶ παντελῶς ἀόργητον, τοῖς δὲ ἀνθρωπίνοις ὀνόμασι κέχρηται, τὰς τιμωρητικὰς ἐνεργείας οὕτω προσαγορεύων. Τὸ δὲ, «Συντελεσθήσεται ἡ ὀργή μου ἐπ’ αὐτοὺς», ἀντὶ τοῦ, πέρας λήψεται. Μαθόντων δὲ αὐτῶν διὰ τῆς πείρας, ὅτι Θεός εἰμι, καὶ Δεσπότης, ὅτι τὴν παρανομίαν αὐτῶν βδελυξάμενος τὴν τιμωρίαν ἐπήγαγον, παρακληθήσομαι· ἐπὶ τοῦτο γὰρ καὶ τὰς κολάσεις ἐπήγαγον. ιδ. Καὶ θήσομαί σε εἰς ἔρημον, καὶ εἰς ὄνειδος τοῖς κύκλῳ σου . Ἱκανὸν καὶ τοῦτο πικρῶς ἀνιᾶσαι, τὸ τοὺς ἐκ γειτόνων οἰκοῦντας, καὶ διηνεκῶς ἐκπεπολεμωμένους, ἐπιγελᾷν, καὶ τῇ ἐρημίᾳ ἐπεντρυφᾷν. «Καὶ τὰς θυγατέρας τὰς κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος.» Θυγατέρας καλεῖ τὰς ὑποκειμένας πόλεις καὶ κώμας. ιε. Καὶ ἔσῃ στενακτὴ, καὶ δήλη παιδείᾳ καὶ ἀφανισμοῖς, καὶ αἱ θυγατέρες σου κύκλῳ σου ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου . Ἐπίσημόν σε, φησὶν, ἐν τοῖς κακοῖς ποιήσω, ὥστε πάντας τοὺς ἀκούοντας τὸν ἀφανισμόν σου, καὶ τῶν ὑποκειμένων σοι πόλεων καὶ κωμῶν, στένειν καὶ ὀδύρεσθαι. «Ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ὀργῇ καὶ ἐν θυμῷ, ἐν ἐκδικήσει θυμοῦ, καὶ ἐλέγχοις.» Εἶτα τὸ ἀψευδὲς δεικνὺς τῶν εἰρημένων, ι.
Ἐγὼ Κύριος, φησὶ, λελάληκα. Ἱκανὴ γὰρ ἡ τοῦ προσώπου δήλωσις τὴν ἀλήθειαν δεῖξαι. Ἐν τῷ ἐξαποστεῖλαι με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ’ αὐτοὺς, καὶ ἔσονται εἰς ἔκλειψιν· καὶ ἀποστελῶ αὐτὰς διαφθεῖραι ὑμᾶς, καὶ λιμὸν συντάξω, καὶ συντρίψω στήριγμα ἄρτου σου . (ιζ) Καὶ ἐξαποστελῶ ἐπὶ σὲ ῥομφαίαν, καὶ θηρία πονηρὰ, καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσεται ἐπὶ σὲ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα . Τὰ αὐτὰ πολλάκις λέγει, δεδίξασθαι βουλόμενος τοὺς ἀκούοντας, ἵνα τῷ φόβῳ τῶν ἀλγεινῶν εἰς εὐσέβειαν μεταβάλῃ, καὶ τῆς ἀπειλῆς μὴ ἐπαγάγῃ τὴν πεῖραν. Θηρία δὲ πονηρὰ τοὺς ὠμοτάτους Χαλδαίους ὠνόμασεν, δίκην θηρίων ὠμοβόρων ἐπιόντας, καὶ τοὺς μὲν κατασφάττοντας, τοὺς δὲ ζωγροῦντας καὶ δορυαλώτους λαμβάνοντας.
Chapter 2ΚΕΦΑΛ. 2
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:869ΚΕΦΑΛ. 2. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπ’ αὐτὰ, καὶ ἐρεῖς. Οὐ λογικὰ τὰ ὄρη, οὔτε μὴν ἔμψυχα, ἀλλὰ καὶ ἀναίσθητα· εἰς ἔλεγχον δὲ τῶν λογικῶν τοῖς ἀψύχοις προσδιαλέγεται·
οὕτω καὶ ἐπὶ τοῦ Ἱεροβοὰμ πρὸς τὸ θυσιαστήριον ὁ ἄνθρωπος τοῦ Θεοῦ τοὺς λόγους ἐποιήσατο. γ, δ. Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε τὸν λόγον Ἀδωναὶ̈ Κυρίου· τάδε λέγει Ἀδωναὶ̈ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν. Καὶ ἀφανισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν. Ἐπειδὴ γὰρ ἐν τούτοις πᾶσι τοῖς χωρίοις βωμοὺς τοῖς εἰδώλοις ἀνήγειραν, ἀναγκαίως προλέγει τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον, καὶ τὰς πανταχοῦ γενησομένας σφαγὰς, καὶ τῶν εἰδωλικῶν τεμενῶν τὴν ἐκπόρθησιν. ε, 2. Καὶ δώσω τὰ πτώματα υἱῶν Ἰσραὴλ κατὰ πρόσωπον εἰδώλων αὐτῶν, καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν .
Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ’ ἐκείνων ἀπήλαυσαν. «Καὶ αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσονται, ὅπως ἐξολοθρευθῇ τε καὶ πλημμελήσῃ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται.» Τὸ δὲ πλημμελήσῃ, ἐρημωθήσῃ ὁ Σύμμαχος ἡρμήνευσε. «Καὶ καταπαύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν.» Ἔδειξε τῆς τιμωρίας τὰς αἰτίας· ἰατρικῶς γὰρ ὁ φιλάνθρωπος κολάζει Δεσπότης, ἵνα παύσῃ τῆς ἀσεβείας τὸν δρόμον· ταῦτα γὰρ πάντα, φησὶ, ποιῶ, καὶ τὴν ἐρημίαν ἐπάξω, ἵνα σβέσω τὴν περὶ τὰ εἴδωλα μανίαν τε καὶ λύτταν. ζ. Καὶ πεσοῦνται τραυματίαι ὑμῶν ἐν μέσῳ ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος . Ὥστε ἡ τιμωρία διδάσκαλος θεογνωσίας· διὸ καὶ ὁ μακάριος ἔλεγε Δαβὶδ, «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» η.
PG 81:871Καὶ ὑπολείψομαι, τοῦ γενέσθαι ἐξ ὑμῶν ἀνασωζόμενον ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις . Ἐπειδὴ γὰρ εἶπε, «Γνώσεσθε ὅτι ἐγὼ Κύριος,» ἀναγκαίως δείκνυσι τοὺς ὠφεληθησομένους· οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας διασπαρέντες, ἐκ τῆς τιμωρίας τὴν ὠφέλειαν καρπώσονται. Διὸ ἐπάγει· θ. Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ . Χρήσιμος τοίνυν ἡ ὑπὸ Θεοῦ ἐπιφερομένη παιδεία· μεταμελείας γὰρ μήτηρ. Ὀμώμοκα γὰρ τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ, τῇ ἀποστάσῃ ἀπ’ ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, ὅτι κλαύσονται κατὰ πρόσωπον ἑαυτῶν περὶ τῶν κακῶν, ὧν ἐποίησαν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν. (ι.) Καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος οὐκ εἰς δωρεὰν λελάληκα τοῦ ποιῆσαι ἅπαντα τὰ κακὰ ταῦτα . Ἀναντίῤῥητος, φησὶν, ἔσται αὐτοῖς μεταμέλεια, ἐφ’ οἷς ἐμὲ μὲν ἐγκατέλιπον, τὴν δὲ τῶν εἰδώλων ἠγάπησαν θεραπείαν· τοῦτο γὰρ ἐνταῦθα πορνείαν ἐκάλεσε· καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις·
τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια. ια. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Κρότησον τῇ χειρί σου, καὶ ψόφησον τῷ ποδί σου, καὶ εἰπὸν, Εὖγε, εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασι τῶν κακῶν οἴκου Ἰσραὴλ, ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ πεσοῦνται . Ἐμοῦ, φησὶν, ἀποφαινομένου, καὶ καταψηφιζομένου τὰς παντοδαπὰς τιμωρίας, σὺ κρότει, καὶ θαύμαζε τῆς ψήφου τὸ δίκαιον. Εἶτα πάλιν τὰ αὐτὰ προαγορεύσας, ὅπως καὶ λιμῷ, καὶ θανάτῳ, καὶ σφαγῇ πολεμίων, καὶ αἰχμαλωσίᾳ παραδοθήσονται, καὶ ὅτι κύκλῳ τῶν εἰδωλικῶν θυσιαστηρίων σφαγήσονται, καὶ ἐν τοῖς ἄλσεσι τοῖς ὑπ’ αὐτῶν τιμηθεῖσι. «Καὶ ὑποκάτω δρυὸς δασείας ἔδωκαν, φησὶν, ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὑτῶν.» Ὑποδείκνυσι καὶ τῆς ἐρημίας τοὺς ὅρους. ιδ. Θήσομαι γὰρ, φησὶ, τὴν γῆν εἰς ἀφανισμὸν καὶ ὄλεθρον ἀπὸ τῆς ἐρήμου τῆς Δεβλαθὰ ἐν πάσαις ταῖς κατοικίαις αὐτῶν, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος .
Chapter 7ΚΕΦΑΛ. ζ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ζ. Καὶ εἰδὼς τὴν συνέχειαν τῶν ἀνιαρῶν προῤῥήσεων, καὶ τοὺς λίαν ἀντιτύπους ἀποχρῶσαν μαλάξαι, πάλιν ἑτέρως προλέγει τὰ λυπηρά. α, γ. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρός με λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου·
PG 81:873Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. Ἥκει τὸ πέρας νῦν, καὶ ἥξει τὸ πέρας ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Τέσσαρας δὲ πτέρυγας τῆς γῆς οὐ τῆς οἰκουμένης λέγει, ἀλλὰ τῆς τοῦ Ἰσραήλ· ἀντὶ τοῦ, Τέλος τὰ καθ’ ὑμᾶς ἔλαβε· μὴ γὰρ δὴ νομίσητε διαφεύξεσθαι τὰ ἠπειλημένα κακὰ, μετανοίᾳ μὴ χρώμενοι· κατὰ πάντων γὰρ ὑμῶν ὄλεθρος χωρήσει. «Καὶ ἐπαποστελῶ ἐγὼ τὸν θυμόν μου ἐπὶ σὲ, καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου.» Νῦν καιρὸς εἰπεῖν μετὰ τοῦ μακαρίου Παύλου· «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· «Καὶ κρινῶ σε κατὰ τὰς ὁδούς σου. Καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,» ἀντὶ τοῦ, Θερίσεις ἃ ἔσπαρκας, καὶ ἀξίας τῶν ἔργων λήψῃ τὰς ἀντιδόσεις. δ. Οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σὲ, οὐδὲ μὴ ἐλεήσω . Ὅταν γὰρ ἀμετρίᾳ περιπέσωμεν παρανομίας, καὶ εἰς ἀνήκεστον ἐλάσωμεν νόσον, ἀποκλείομεν τοῦ Θεοῦ τὸν ἔλεον.
«Διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐπὶ σὲ ἔσται, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.» Μεγίστη τοῖς κολαζομένοις παραψυχὴ τοῦ κολάζοντος Θεοῦ ἡ ἐπίγνωσις. εζ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Κακία μία, κακία ἰδοὺ ἔρχεται. Τὸ πέρας ἥκει, ἥκει τὸ πέρας· ἐξηγέρθη πρὸς σὲ, ἰδοὺ ἥκει τὸ πέρας. Ἥκει ἡ πλοκὴ ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν . Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία ἀπειλεῖ τὰς τιμωρίας, ἵνα μὴ ἐπαγάγῃ τὰς τιμωρίας· ὅταν δὲ μὴ φοβηθῶμεν τὰς ἀπειλὰς, τῇ πείρᾳ δεχόμεθα ταύτας· ὅπερ καὶ οὗτοι πεπόνθασιν, ἀκούσαντες μὲν, ὅτι ἥκει τὸ πέρας, οὐ φοβηθέντες δὲ τὸ πέρας· καλεῖ δὲ κακίαν μίαν τὴν ἐπενεχθεῖσαν πανωλεθρίαν, πλοκὴν δὲ τὰ τῆς ἁμαρτίας δεσμά· «Ταῖς γὰρ σειραῖς, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται.» Καὶ ὁ Ἡσαί̈ας λέγει· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὑτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν. Ἐνέστηκε , φησὶν, ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων . (η.) Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σέ . Οὐκ ἔσται, φησὶν, ἀναβολὴ τῆς τιμωρίας, ἀλλὰ πάρεστι καὶ ἐφέστηκεν ὁ ταύτης καιρός.
PG 81:875Εἶτα πάλιν διηγεῖται, ὅπως τῶν οἰκείων ἀδικημάτων τίσουσι τὰς δίκας. Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ἡ ῥάβδος ἤνθησε, καὶ ἡ ὕβρις ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου.» Ῥάβδον δὲ τὴν τιμωρίαν ἐκάλεσεν ὑπὸ τῆς παρανομίας ἀρδευθεῖσάν τε καὶ ἀνθήσασαν· ὕβριν δὲ τὴν κατὰ τοῦ Θεοῦ ἀσέβειαν προσηγόρευσεν, ᾗ ἐπὶ πλεῖστον χρώμενοι διετέλεσαν τῆς θείας καταφρονοῦντες μακροθυμίας· Ἀλλ’ αὕτη, φησὶν, ἐπὶ τοῦ παρόντος «ἐξανέστη, καὶ συντρίψει στήριγμα ἀνόμου.» Διὸ ἐπάγει· ιβιγ. Ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· διότι ὀργὴ εἰς πᾶν τὸ πλῆθος αὐτῆς. Καὶ ὁ κτώμενος πρὸς πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει . Ἀντὶ τοῦ, ἀνατρέψαι βουλόμενος τὸ συμβόλαιον· ἴσοις γὰρ ἅπαντες περιπεσοῦνται κακοῖς, ὁμοίως ὀλοφυρόμενοι καὶ στένοντες· ἀλλ’ ὅμως φησίν· «Ἔτι ἐν ζωῇ τὸ ζῇν αὐτῶν, ὅτι ὅρασις εἰς πᾶν τὸ πλῆθος αὐτῆς οὐκ ἀνακάμψει.» Τοσούτων γὰρ αὐτοῖς ἐπικειμένων κακῶν οὐκ ἀπαγορεύουσι, φησὶ, τὴν ζωὴν, οὐδὲ ἡ προφητικὴ ὅρασις πιστὴ πᾶσιν αὐτοῖς εἶναι δοκεῖ·
ἔδει δὲ, φησὶν, αὐτοὺς γνῶναι, ὅτι «Ἄνθρωπος ἐν ὀφθαλμοῖς ζωῆς αὐτοῦ οὐ κρατήσει.» Τουτέστιν, οὐ πάντως ταῖς ἀνθρωπίναις ἐλπίσιν ἀκολουθεῖ τὰ πράγματα, ἀλλ’ ἐλπίσας τις πολλάκις ζήσεσθαι, ἐναντίον εὕρατο τὸ τέλος. ιδ. Σαλπίσατε σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα, καὶ οὐκ ἔστι πορευόμενος εἰς πόλεμον, ὅτι ἡ ὀργή μου εἰς πᾶν τὸ πλῆθος αὐτῆς . Ἐπειδὴ νομίζετε, φησὶ, ψευδῆ εἶναι τὰ παρ’ ἐμοῦ προλεγόμενα, χρήσασθε ταῖς σάλπιγξι ταῖς ὑμετέραις, νομίσατε πάντων εἶναι κρείττους· ἀλλ’ οὐδὲν ἐντεῦθεν ὠφεληθήσεσθε· οὐχ ἕξετε γὰρ τοὺς πολεμῆσαι δυναμένους· κοινῇ γὰρ πᾶσι τὴν παντοδαπὴν ἐπιφέρω τιμωρίαν. ιε. Ὁ πόλεμος, καὶ ἡ ῥομφαία ἔξωθεν, καὶ ὁ λιμὸς, καὶ ὁ θάνατος ἔσωθεν. Ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει . Πῶς τοίνυν, φησὶ, δυνήσεσθε πολεμεῖν, ὑπὸ τοσούτων καὶ τηλικούτων κακῶν περιστοιχιζόμενοι; ι. Καὶ ἀνασωθήσονται , φησὶν, οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων, ὡς περιστεραὶ μελετητικαί . Ὀδυρόμενοι γὰρ καὶ θρηνοῦντες περιστεραῖς μελετώσαις ἀπεικασθήσονται· στένουσι γὰρ ἔοικε τῶν περιστερῶν ἡ φωνή.
«Πάντας, φησὶν, ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὑτοῦ.» Οὐκ ἀδίκως ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ τὰς ἀξίας ἕκαστον ἀπαιτήσω δίκας. ιζ. Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ . Ἑκάτερον τῆς δειλίας σημεῖον. ιη. Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα . Ὅταν γὰρ, φησὶν, ἴδωσι τῶν ἐπιφερομένων κακῶν τὸ νέφος, καὶ οὐδεμίαν οὐδαμόθεν ἀναφαινομένην βοήθειαν, τότε ἀπαγορεύοντες ῥίψουσι μὲν τὰ πολεμικὰ ὅπλα, τὸ δὲ πένθιμον ἀναλήψονται σχῆμα· διὸ καὶ σάκκου ἐμνημόνευσε, καὶ κεφαλῆς ἐξυρημένης· ταῦτα γὰρ εἰώθασιν οἱ τηνικάδε πενθοῦντες ἐπιτηδεύειν. ιθ. Καὶ τὸ ἀργύριον αὐτῶν ἐν ταῖς πλατείαις ῥιφήσεται, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται . Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν χρημάτων ὑπεροψίας διδάσκει. «Τὸ γὰρ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον, οὐ δύναται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.» Ὁρῶντες γὰρ ἀνόνητον τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τὴν κτῆσιν, περιόψονται αὐτὰ ἐῤῥιμμένα, οὐκέτι τὴν προτέραν ποιούμενοι φυλακήν. «Αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ πληρωθῶσι·
PG 81:877διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι’ ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται; Εἶτα διδάσκει πάλιν τὰς αἰτίας τῆς τιμωρίας. κ. Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν καὶ προσοχθισμάτων ἐποίησαν ἐξ αὐτῶν . Τὸν γὰρ χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους λίθους, ὕλην ἔσχον ἀλαζονείας ὁμοῦ καὶ ἀσεβείας, πολυτελῆ μὲν κόσμον ἑαυτοῖς ἐκεῖθεν κατασκευάζοντες, εἰς εἰδώλων δὲ ἐργασίαν τὰ πλεῖστα δαπανῶντες. Ἕνεκεν τούτου, φησὶ, δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. (κα, κβ.) Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν. Λοιμοὺς δὲ τῆς γῆς τοὺς Βαβυλωνίους ἐκάλεσεν, ὠμοτάτους ὄντας καὶ παρανομωτάτους, καὶ δυσσεβείᾳ πάσῃ συντεθραμμένους· Τούτοις, φησὶ, παραδώσω ἃ κατεσκευάσατε χρυσᾶ εἴδωλα καὶ ἀργυρᾶ, καὶ ὃν ἐποιήσατε ὑμῖν αὐτοῖς πολυτελῆ κόσμον.
Καὶ βεβηλώσουσιν αὐτά· τουτέστι, Τοῖς τιμίοις ὑμῶν εἰδώλοις εἰς ἑτέραν χρήσονται κατασκευήν. Καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰςελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά. (κγ.) Καὶ ποιήσουσι φυρμόν. Ἐπισκοπὴν αὑτοῦ τὸν ἀφιερωμένον αὐτῷ προσαγορεύει νεὼν, ὅθεν ἐπισκοπεῖν ἐδόκει τὸν Ἰσραὴλ, καὶ προνοίας αὐτὸν ἀξιοῦν. Παραδώσω δὲ, φησὶν, οὐ μόνον τὰ εἴδωλα αὐτῶν τοῖς Βαβυλωνίοις, ἀλλὰ καὶ τὸν ἀφιερωμένον μοι νεὼν, ὅθεν ἐπισκοπὴν ἐποιούμην ὑμῶν. «Καὶ εἰσελεύσονται εἰς αὐτὸν ἀφυλάκτως·» ἀντὶ τοῦ, οὐχ ἡγνισμένοι, οὐδὲ κεκαθαρμένοι κατὰ τὸν νόμον, οὐδὲ περιτομὴν δεχόμενοι πρότερον, ἀλλὰ μετὰ τῆς ὑφαίμου σκευῆς, τὴν πολεμικὴν περικείμενοι πανοπλίαν, ἔνδον ἀναιροῦντες, καὶ αὐτῶν τῶν ἀδύτων κατατολμῶντες· τοῦτο γὰρ παρεδήλωσεν, εἰπὼν, «Καὶ βεβηλώσουσιν αὐτὰ, καὶ ποιήσουσι φυρμόν.» Εἶτα καὶ τὴν αἰτίαν· «Διότι πλήρης ἡ γῆ λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομιῶν.» Ἀπεικάζεται γὰρ, φησὶ, τῆς τούτων παρανομίας τὸ πλῆθος τῷ πλήθει τῶν κατὰ τὴν οἰκουμένην ἀνθρώπων. κδ.
PG 81:879Καὶ ἄξω πονηροὺς ἐθνῶν, καὶ κατακληρονομήσουσι τοὺς οἴκους αὐτῶν, καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσονται τὰ ἅγια αὐτῶν . Καὶ οὐκ εἶπε, Τὰ ἅγιά μου, ἀλλὰ Τὰ ἅγια αὐτῶν · τουτέστι, Τὰ ὑπ’ αὐτῶν ἀφιερωθέντα μοι, ὧν ἐγὼ μὲν οὐκ ἐδεόμην· διὰ δὲ τὴν αὐτῶν ἐπιμέλειαν κατεδεξάμην. Ἀλλὰ πάλιν ταῦτα διὰ τὴν αὐτῶν παρανομίαν μιαινόμενα καὶ πατούμενα περιόψομαι. κε. Ἐξιλασμὸς ἥξει, καὶ ζητήσεις εἰρήνην, καὶ οὐκ ἔσται . Δεηθήσονται δὲ, φησὶν, ἐν τῇ ἀκμῇ τῶν κακῶν τυχεῖν εὐμενείας καὶ ἀπαλλαγῆς, καὶ οὐ τεύξονται. κ. Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν . Κακὰ δὲ ἐκ κακῶν αὐτοῖς διαδέξεται, καὶ φήμη πονηρὰ, πονηρὰν διαδέξεται φήμην. «Καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων» Ταῦτα καὶ νῦν ἐστιν ἔτι καὶ σήμερον παρ’ αὐτοῖς κρατοῦντα· οὔτε γὰρ ἱερωσύνη κατὰ νόμους παρ’ αὐτοῖς πολιτεύεται, καὶ τῆς προφητείας ἡ χάρις ἀπέσβη. κζ. Ὁ βασιλεὺς πενθήσει, καὶ ὁ ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται .
Τοῦτο σαφέστερον ἡμᾶς ὁ Ἱερεμίας διδάσκει, τὰ κατὰ τὸν Σεδεκίαν ἐξηγούμενος, καὶ τὴν ἐκείνου φυγήν. «Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ κρίμασιν αὐτῶν ἐκδικήσω ἐπ’ αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος» Ταύτας, φησὶν, αὐτοὺς εἰσπράξομαι τὰς δίκας, ὑπὲρ ὧν ἐπλημμέλησαν ἀπαιτῶν τὰς εὐθύνας. Διὸ προςήκει πάντας ἡμᾶς, ἐξ ἑκάστου τῶν εἰρημένων ὄνησιν δρεπομένους, μὴ κινεῖν πονηρίᾳ τὴν καθ’ ἡμῶν τιμωρίαν, ἀλλὰ τοῖς τῆς μετανοίας δακρύοις θεραπεύειν τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ὑπέραντλον τὸ σκάφος γενόμενον ὑποβρυχίους ἡμᾶς ἀπεργάσηται, κατὰ δίκαια τοῦ Θεοῦ κρίματα· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume IIIΤΟΜΟΣ Γ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:881ΤΟΜΟΣ Γ. ΚΕΦΑΛ. Η. α Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου . Δῆλός ἐστιν ὁ προφήτης σὺν τῷ Ἰεχονίᾳ τῇ αἰχμαλωσίᾳ περιπεσών· διὸ πανταχοῦ αὐτὸν ἐπισημαίνεται τὸν χρόνον. Διετέλει δὲ οἷόν τις παιδονόμος τοὺς ἐν τῇ αἰχμαλωσίᾳ ῥυθμίζων, καὶ πρὸς τὸ θεῖον βούλημα ποδηγῶν· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, «Οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου.» Εἶτα ἐπάγει·
«Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Ἀδωναὶ̈ Κυρίου.» Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει. β. Καὶ ἴδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω, ὡς ὅρασις φέγγους, ὡς εἶδος ἠλέκτρου . Ὃν ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο, τοῦτον ὁρᾷ δίχα τῶν Χερουβίμ· ποτὲ μὲν γὰρ αὐτῷ φοβερῶς, ποτὲ δὲ ἡμέρως ἐπιφαίνεται, πάντα πρὸς τὴν χρείαν οἰκονομῶν· αὐτοῦ γάρ ἐστι φωνὴ, «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,» Οὐ κατ’ οὐσίαν ὤφθην· διὸ καὶ ὁ προφήτης ὁμοίωμα λέγει ἑωρακέναι. γ. Καὶ ἐξέτεινε , φησὶν, ὁμοίωμα χειρὸς ἀνθρώπου, καὶ ἀνέλαβέ με τῆς κορυφῆς τῆς κεφαλῆς μου, καὶ ἀνέλαβέ με Πνεῦμα ἀναμέσον τῆς γῆς, καὶ ἀναμέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ, ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, οὗ ἦν ἡ στήλη τῆς εἰκόνος τοῦ ζήλου τοῦ κτωμένου . Ἐπιστῆσαι δεῖ, ὅτι ἐν ὁράσει Θεοῦ ταῦτα ὁ προφήτης ἔφη ἑωρακέναι.
PG 81:883Οὐ τοίνυν σωματικὴ ἦν μετάθεσις, οὐδὲ τῶν τῆς σαρκὸς ὀφθαλμῶν ἡ θεωρία, ἀλλ’ ἐν τῷ οἴκῳ καθήμενος μεταξὺ τῶν πρεσβυτέρων Ἰούδα, ταύτην ἅπασαν τὴν ὀπτασίαν ἑώρα· καὶ τοῦτο μετὰ τὴν ταύτης διήγησιν δῆλον ποιεῖ· «Ἀνέβην γὰρ, φησὶν, ἀπὸ τῆς ὁράσεώς μου,» τουτέστιν, Εἰς ἐμαυτὸν ἐπανῆλθον. Ἐπειδὴ γὰρ τὰς χαλεπὰς τιμωρίας προλέγει, ἀναγκαίως καὶ τὰς τούτων αἰτίας διδάσκει, καὶ βλέπει ἐν τῷ θείῳ νεῷ τὴν στήλην τῆς εἰκόνος τοῦ ζήλου· εἴδωλον δὲ ἦν ἐκεῖ παρανόμως ἱδρυμένον· ζῆλον δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγουσῶν. Τοῦτο δὲ καὶ διὰ τοῦ μεγάλου Μωσέως αὐτὸς ὁ Θεὸς ἔφη· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ·» καὶ ἑρμηνεύων αὐτὸ ἐπήγαγε, Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. δ, ε. Καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου Θεοῦ Ἰςραὴλ, κατὰ τὴν ὅρασιν, ἣν ἴδον ἐν τῷ πεδίῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς τοῦ θυσιαστηρίου, οὗ ἡ εἰκὼν τοῦ ζήλου τούτου ἐν τῷ εἰσπορεύεσθαι αὐτήν .
Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται· οὗ χάριν αὐτῷ πάντα ὑποδείκνυσιν ὁ δίκαιος κριτὴς τὰ ὑπ’ ἐκείνων τολμώμενα. 2. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν, ἀνομίας μεγάλας, ἃς ὁ οἶκος Ἰσραὴλ ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου ; Ὁρᾷς, φησὶν, ὡς αὐτοὶ ταῖς οἰκείαις πονηρίαις ἐπισπῶνται τὰς τιμωρίας; Ἀσεβοῦντες γὰρ, καὶ τῆς ἐμῆς θεραπείας καταφρονοῦντες, πόῤῥω τῶν ἁγίων μου γενήσονται τόπων, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν, ὅτι οἱ μακρύναντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ζθ. Καὶ ἐπήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ ἴδον, καὶ ἰδοὺ ὀπὴ ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε . Δείξας αὐτῷ ὁ Δεσπότης τὴν προφανῶς ὑπ’ αὐτῶν τολμωμένην ἀσέβειαν, ὑποδείκνυσι καὶ τὰ κρύβδην γιγνόμενα. ι, ια. Εἰσῆλθον γὰρ , φησὶ, καὶ ἴδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα τοῦ οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐν τῷ τοίχῳ κύκλῳ διόλου.
PG 81:885Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ καὶ Ἰεζονίας υἱὸς Σαφὰν εἱστήκει ἐν τῷ μέσῳ αὐτῶν, καὶ ἕκαστος τὸ θυμιατήριον εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε . Πολλὴ πρὸς τῇ ἀσεβείᾳ ἡ τῆς ἀνοίας ὑπερβολή· τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν; Τὰ μὲν γὰρ ἀναιρεῖν εἰώθαμεν, ὡς λυμαντικὰ καὶ ἐπίβουλα· τὰ δὲ εἰς ἡμετέραν δουλείαν καὶ θεραπείαν ὁ Δεσπότης ἀπένειμεν. «Τῷ γὰρ, φησὶν, ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Σκοπήσωμεν τοίνυν, πόσης ἐστὶν ἀλογίας μεστὸν, τὸ τῶν οἰκετῶν καὶ δούλων προσκυνεῖν τὰς εἰκόνας. Ὅθεν εἰκότως ὁ Δεσπότης ἀγανακτῶν, πρὸς τὸν προφήτην φησίν· ιβ. Ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος ἐν τῷ κοιτῶνι αὑτοῦ τῷ κρυπτῷ, διότι εἶπον· Οὐχ ὁρᾷ Κύριος, ἐγκαταλέλοιπε τὴν γῆν . Αἰτία γὰρ τῆς ἀσεβείας ἡ τοῦ Θεοῦ λήθη, καὶ πείσαντες σφᾶς αὐτοὺς, ὡς οὐδὲν τῶν ὑπ’ αὐτῶν γιγνομένων ὁ Θεὸς ἐφορᾷ, ἐπ’ ἐκείνην τὴν παρανομίαν ἐχώρησαν. Ὑπὸ δὲ τοῦ μακαρίου Δαβὶδ τοὐναντίον καὶ φρονεῖν διδασκόμεθα καὶ λέγειν·
«Προωρόμην γὰρ, φησὶ, τὸν Κύριον ἐνώπιόν, μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» ιγ, ιδ. Καὶ εἶπε πρός με· Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου, τῆς βλεπούσης πρὸς βοῤῥᾶν· καὶ ἰδοὺ γυναῖκες καθεζόμεναι καὶ θρηνοῦσαι τὸν Θαμμούζ . Τούτων δὲ οὐ μόνον ἀσέβειαν, ἀλλὰ καὶ ἀκολασίαν κατηγορεῖ. Ὁ γὰρ Θαμμοὺζ ὁ Ἄδωνίς ἐστι κατὰ τὴν Ἑλλάδα φωνήν. Ἀφροδισίων τοίνυν ὀργίων ὁ θρῆνος, ἀκολάστου δαίμονος, καὶ δι’ ἀκολασίαν δεχομένου τὴν θεραπείαν. ιε, ι. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. Καὶ εἰςήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν· καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι πέντε ἄνδρες· τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν κατέναντι πρὸς ἀνατολὴν, καὶ αὐτοὶ προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. Μεγίστη καὶ αὕτη δυσσεβείας ἐγχείρησις· τὸ γὰρ τῷ Δεσπότῃ τὰ νῶτα διδόντας προσκυνεῖν τὸν ὁμόδουλον ἥλιον, ποίαν μανίας ὑπερβολὴν καταλείπει;
Αἰλὰμ δὲ τὸ προπύλαιον ἐκάλεσε τοῦ θείου νεώ· πρὸ αὐτοῦ γὰρ ἵδρυτο τὸ χαλκοῦν θυσιαστήριον· ἔφη δὲ, ὅτι μεταξὺ τοῦ αἰλὰμ καὶ τοῦ θυσιαστηρίου ἑστῶτες, τὴν ἀσέβειαν ἐκείνην ἐτόλμων· καλῶς δὲ καθ’ ἕκαστον τῶν δεικνυμένων, ὥσπερ ἀπολογούμενος ὁ Δεσπότης ὑπὲρ τῆς Ἰουδαίων τιμωρίας τῷ οἰκείῳ θεράποντι, φησὶ πρὸς αὐτόν· ιζ. Ἑώρακας, υἱὲ ἀνθρώπου· μὴ μικρὸν τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἀπεστράφησαν τοῦ παροργίσαι με· καὶ ἰδοὺ αὐτοὶ ἐκτείνουσι τὸ κλῆμα, ὡς μυκτηρίζοντές με . Ἐγὼ γὰρ, φησὶν, ἐξελεξάμην αὐτοὺς, καὶ τοὺς ἄλλους διὰ τούτων ἀποστῆσαι τῆς ἀσεβείας βουλόμενος· αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδωκαν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι· ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ. Διό φησι· ιη. Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, καὶ οὐ μὴ ἐλεήσω· κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν .
Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην· οὕτως ἀφειδῶς ἐγὼ τὴν ἰατρικὴν αὐτοῖς ἐπάξω τομὴν, οὐκ ἀνεχόμενος αὐτῶν παρακαλούντων, οὐδὲ ἀκούων βοώντων· οὐκ ἔστι γὰρ ἔλεος ἡ περὶ τοὺς τοιούτους φειδώ· προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προςέχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης.
Chapter 9.1ΚΕΦΑΛ. Θ. α
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Θ. α. Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ . Εἶτα διδάσκει καὶ οἷα τὰ σκεύη. β. Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς ὑψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστῳ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ . Ἐπειδὴ γὰρ ἀπὸ βοῤῥᾶ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ αἱ γυναῖκες τὸν Θαμμοὺζ ἐθρήνουν, ἀναγκαίως ἐκεῖθεν καὶ ἡ τιμωρία λαμβάνει τὴν εἴσοδον· ἀναμνησθῆναι δὲ προσήκει τῶν ἄνω εἰρημένων, ὅτι τὸ τέταρτον τῆς πόλεως ἔφη θανάτῳ παραδοθήσεσθαι· ὅρα τοίνυν τὰς τιμωρητικὰς δυνάμεις εἰς τὴν τεταγμένην κόλασιν εὐτρεπεῖς·
καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη· ἐνταῦθα δὲ ἓξ τῶν Ἰουδαίων ἐνεχειρίσθησαν τὴν τιμωρίαν, διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν. «Καὶ ἀνὴρ, φησὶν, εἷς ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ.» Τοῦ ἑβδόμου τὸ σχῆμα ἱερατικόν· οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους· ἐπειδὴ γὰρ ἑβδόμην ἡμέραν τιμᾶσθαι διηγόρευσεν, ἀναγκαίως τὸν ἕβδομον ἐντιμότατον δείκνυσι. «Καὶ εἰσῆλθον, καὶ ἐστάθησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.» Τοῦτο δὲ ἐν τῇ αὐλῇ ἵδρυτο πρὸ τῶν τοῦ νεὼ προπυλαίων. γ. Καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ, ἡ οὖσα ἐπ’ αὐτῶν, εἰς τὸν αἴθριον τοῦ οἴκου . Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ· σωτηρίας γὰρ, ἀλλ’ οὐ τιμωρίας ἐκεῖνοι παρεκτικοί. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὑτοῦ τὴν ζώνην. (δ.) Καὶ εἶπε Κύριος πρὸς αὐτόν·
PG 81:887Δίελθε μέσην τὴν πόλιν, μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις γινομέναις ἐν μέσῳ αὐτῶν . Ἀγαθὸν μὲν γὰρ τὸ παραινεῖν καὶ συμβουλεύειν τοῖς ἁμαρτάνουσιν· ὅταν δὲ ἀντιλέγωσι, καὶ μὴ πείθωνται, ἀναγκαῖος ὁ θρῆνος καὶ χρήσιμος. Διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦλος· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Καὶ πάλιν· «Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων.» Εὐσεβεῖς τοίνυν ὑπῆρχον καὶ οὗτοι ὀλοφυρόμενοι, καὶ στένοντες τὴν τοῦ λαοῦ παρανομίαν· διὸ ἐπίσημοι γίνονται, ἵνα μὴ κοινωνήσωσι τῆς τιμωρίας. Οὕτω, φησὶν, ἐκείνῳ ταῦτα ἐντειλάμενος, παρακελεύεται τοῖς λοιποῖς. ε, 2. Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε . Πάλιν λέγω·
PG 81:889«Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· προστίθημι δὲ καὶ τὴν τοῦ θεσπεσίου Δαβίδ· «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ· ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτοὺς ὁ Κύριος.» Ἀμφότερα γὰρ ταῦτα ἐν τοῖς ἀρτίως εἰρημένοις εὑρίσκομεν, τοὺς μὲν ἀφειδῶς παγγενῆ κοπτομένους, καὶ κατὰ πάσης ἡλικίας χωροῦσαν τὴν τιμωρίαν· τοὺς δὲ δικαίως σωζομένους, καὶ τῆς ἐκείνων κοινωνίας μένοντας ἐλευθέρους. Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομάζων, ἀλλ’ ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων· καὶ τοῦτο δῆλον τὰ ἑξῆς τῆς προφητείας ποιεῖ. Εὐθὺς γὰρ ἐπάγει· «Καὶ ἤρξατο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.» Οὓς παρεγγυᾷ ἔνδον ἀναιρεθῆναι· δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας. ζ. Εἶπε γὰρ , φησὶ, πρὸς αὐτούς· Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν·
ἐκπορεύεσθε καὶ κόπτετε . Ἐπειδὴ γὰρ αὐτοὶ εἰδώλοις τὸν οἶκον ἐμίαναν, ὁ δίκαιος κριτὴς τῇ τῶν παρανόμων σφαγῇ τοῦτο γενέσθαι παρακελεύεται. Καὶ ἐξελθόντες ἔτυπτον τὴν πόλιν. (η.) Καὶ ἐγένετο ἐν τῷ κόπτειν, ὑπελείφθην ἐγὼ μόνος, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα, καὶ εἶπον· Οἴμοι, Ἀδωναὶ̈ Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραὴλ ἐν τῷ ἐκχέαι τὸν θυμόν σου ἐπὶ Ἰερουσαλήμ ; Φιλάνθρωπος ὁ προφήτης, καὶ πρὸς ἔλεον καμπτόμενος· τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ Ἰουδαίων εὐχόμενος. Ἀλλ’ ὁ Δεσπότης καὶ τὸν εὐνούστατον οἰκέτην θεραπεύει, καὶ τῆς τιμωρίας διδάσκει τὸ δίκαιον. θ. Ἀδικία γὰρ , φησὶ, τοῦ οἴκου Ἰσραὴλ καὶ Ἰούδα μεμεγάλυνται σφόδρα, σφόδρα . Καὶ τῷ διπλασιασμῷ τὴν τῆς ἐπιτάσεως παρεδήλωσεν ὑπερβολήν. «Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας, ὅτι εἶπον, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ Κύριος.» Ταῦτα, φησὶ, τολμῶσι, πείσαντες ἑαυτοὺς μὴ ἐποπτεύειν με, μηδὲ ὁρᾷν τὰ γινόμενα.
Chapter 10.1ΚΕΦΑΛ. Ι. α
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. Ι. α. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ, ὡς λίθος σαπφείρου·
PG 81:891ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ . Ἐνταῦθα σαφῶς λοιπὸν ἃ ἐθεάσατο ζῶα, Χερουβὶμ ὀνομάζει· σημαίνει δὲ, ὡς ἔφην, τὸ ὄνομα πλήρης γνώσεως. β. Καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ . Ἐπισημήνασθαι χρὴ, ὅτι οὐδενὶ τῶν ἓξ τοῖς Χερουβὶμ πελάσαι προσέταξεν, ἀλλὰ τῷ τὴν στολὴν ἐνδεδυμένῳ· ὡς αὐτῶν δηλονότι μὴ ἀξίων ὄντων πλησιάζειν θείαις δυνάμεσι, τοῖς Χερουβίμ. «Καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἐκ μέσου τῶν Χερουβὶμ, καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν.» Φρίκης δὲ μεστὰ τὰ θεωρούμενα· πυρὸς ἄνθρακες σκεδαννύμενοι· τιμωρητικαὶ δυνάμεις, δηλαδὴ τὴν πόλιν περινοστοῦσαι. δ. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ προςέταξε ληφθῆναι τοὺς ἄνθρακας, καὶ σκεδασθῆναι κατὰ τῆς πόλεως, ὑποχωρεῖν πως δοκεῖ, χώραν διδοὺς τῷ προσταχθέντι ποιῆσαι τὸ κελευσθέν· ἐδεδίει γὰρ πάντως πελάσαι τῆς θείας δόξης ἐποχουμένης τῶν Χερουβίμ· μέγιστος δὲ ἦχος ἀπετελεῖτο τῶν πτερύγων κινουμένων τῶν Χερουβὶμ, ὡς ὑπολαμβάνειν βροντὴν εἶναι, ἢ θείαν φωνήν·
τὸ γὰρ, «Ὡς φωνὴ Θεοῦ Σαδαὶ̈ἱκανοῦ Θεοῦ βροντὴν» ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· τουτέστιν, Εἰκάσαις ἂν τὸν ἦχον τῇ τοῦ ἱκανοῦ καὶ δυνατοῦ Θεοῦ φωνῇ· ἀντὶ τοῦ, τῇ κατὰ θείαν ἐνέργειαν ἀποτελουμένῃ βροντῇ. Καὶ ἦλθε , φησὶν, καὶ ἔστη ἐχόμενος τῶν τροχῶν. (ζ.) Καὶ ἐξέτεινε, φησὶν, ὁ Χεροὺβ τὴν χεῖρα αὑτοῦ ἐκ τῶν ἀναμέσον τῶν Χερουβὶμ, εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβίμ· καὶ ἔλαβε, καὶ ἔδωκεν εἰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε, καὶ ἐξῆλθε . Τὴν τῶν ἀοράτων ταγμάτων διαφορὰν καὶ ἐντεῦθεν ἔστι μαθεῖν· οἱ μὲν γὰρ ἓξ οὐδὲ πελάσαι τοῖς Χερουβὶμ προσετάχθησαν· ὁ δὲ πελάζει μὲν, οὐ κατατολμᾷ δὲ τοῦ μέσου τῶν Χερουβὶμ, ἀλλ’ αὐτὰ τὰ Χερουβὶμ ὀρέγει τοὺς ἄνθρακας. η. Καὶ ἴδον , φησὶ, τὰ Χερουβὶμ ὅμοια χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν . Ἐνεργείας δὲ αἱ χεῖρες σημαντικαί· εἶτα ἐξηγεῖται πάλιν τὰ κατὰ τοὺς τροχοὺς, πάντα μὲν εἰρηκὼς ἃ καὶ ἤδη προειρήκαμεν· τὸ δὲ εἶδος τῆς χρόας μόνον ἐνηλλαγμένον ἑωρακέναι φησίν· ἐκεῖ μὲν γὰρ, κατὰ τὸν Σύμμαχον, ὡς εἶδος ὑακίνθου ἔφη τεθεᾶσθαι·
PG 81:893ἐνταῦθα δὲ, κατὰ τοὺς Ἑβδομήκοντα, ὡς εἶδος ἄνθρακος· ὥστε κἀντεῦθεν ἡμᾶς μαθεῖν, ὡς οὐκ αὐτὰς εἶδε τῶν ἀοράτων τὰς φύσεις, ἀλλ’ ὁμοιώματά τινα καὶ εἰκάσματα· διὸ καὶ ἐνηλλαγμένα θεωρεῖ. Ταύτην δὲ τὴν ἐναλλαγὴν καὶ ἐπὶ τῶν Χερουβὶμ ἐθεάσατο· ἐκεῖ μὲν γὰρ τὸ πρῶτον πρόσωπον ἀνθρώπῳ ἐοικέναι ἔφη, τὸ δὲ δεύτερον λέοντι, τὸ δὲ τρίτον μόσχῳ, τὸ δὲ τέταρτον ἀετῷ· ἐνταῦθα δὲ ἀντεστραμμένην τὴν τάξιν, καὶ τὸ τοῦ Χερουβὶμ πρόσωπον, ὅπερ ἐστὶ μόσχου, πρῶτον ἔφη τεθεᾶσθαι, δεύτερον δὲ τὸ τοῦ ἀνθρώπου, εἶτα τοῦ λέοντος, καὶ τὸ τοῦ ἀετοῦ. Οὐ τοίνυν τοιαύτη τῶν ἀοράτων δυνάμεων ἡ φύσις, ἀλλὰ πρὸς τὴν χρείαν ὁ Δεσπότης τὰς τοιαύτας οἰκονομεῖ θεωρίας. Καὶ ἡγοῦμαι, ἐπειδὴ ἐν τῷ ναῷ ταύτην ἑώρα τὴν ὀπτασίαν, διὰ τοῦτο προτεταγμένον εἶδε τοῦ μόσχου τὸ πρόσωπον, ἐπειδὴ εἰς τύπον ἱερωσύνης τοῦτο παρείληπται. Διδάσκει δὲ, ὅτι καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν, καὶ αἱ πτέρυγες, καὶ οἱ τροχοὶ, πλήρεις ἦσαν ὀφθαλμῶν, τῆς γνώσεως αὐτῶν τὸ πλῆθος διδασκόμενος· ὅπερ καὶ σημαίνει τὸ ὄνομα γελγέλ . ιγ. Τοῖς δὲ τροχοῖς τούτοις, φησὶν, ἐπεκλήθη γελγὲλ ἀκούοντός μου .
PG 81:895Τουτέστιν, ἀνακυκλεῖσθαι καὶ ἀνακινεῖσθαι προσετάχθησαν. ιε. Καὶ ἐπήρθη , φησὶ, τὰ Χερουβίμ . Εἶτα διδάσκων ἡμᾶς, ὡς ταῦτα καὶ ἤδη πρότερον ἐθεάσατο, φησίν· «Τοῦτο τὸ ζῶον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ Χοβάρ.» Ἀλλὰ τότε τῆς μὲν θεωρίας ἀπήλαυσε, τὴν δὲ προσηγορίαν ἠγνόησε· νῦν δὲ καὶ τοῦτο μεμάθηκεν. ι, ιζ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοὶ, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς, οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν, καί γε αὐτοὶ ἀπὸ τῶν ἐχομένων ἀπ’ αὐτῶν. Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ’ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς. Εἵποντο, φησὶ, κατὰ πάντα τοῖς Χερουβὶμ οἱ τροχοὶ, καὶ κινουμένοις συνεκινοῦντο, καὶ πετομένοις ἠκολούθουν, καὶ ἑστώτων εἱστήκεισαν, οὐχ ὑπό τινος βίας συρόμενοι, ἀλλ’ αὐτόματοι τούτων ἕκαστον ἐνεργοῦντες· πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον. ιη, ιθ. Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ.
Καὶ ἀνέλαβε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξαίρειν αὐτὰ, καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτῶν ὑπεράνωθεν . Ἡνίκα μὲν γὰρ τοὺς ἄνθρακας ληφθῆναι προσέταξεν, ἔδοξέ πως ἀφίστασθαι, ἵνα καταθαῤῥήσῃ προσελθεῖν ὁ προστεταγμένος· ἐκείνου δὲ γινομένου, πάλιν ἐπανιέναι δοκεῖ, καὶ ἐποχεῖσθαι· τὰ δὲ Χερουβίμ φησι μετέωρα, καὶ ῥᾷον διὰ τοῦ ἀέρος ἐφέρετο, τῇ κινήσει τῶν πτερύγων ἀντὶ ποδῶν χρώμενα· εἵποντο δὲ οἱ τροχοὶ οὐδὲ βραχὺ χωριζόμενοι· ἐπωχεῖτο δὲ ἡ τοῦ Θεοῦ δόξα, οὐκ αὐτὸς ὁ Θεός· ἀπερίγραπτος γὰρ, καὶ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν· ἀλλ’ ἡ τούτου δόξα ἡ πρὸς τὰς οἰκονομίας ἐπιφαινομένη. κ. Τοῦτο , φησὶ, τὸ ζῶόν ἐστιν ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ, ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι . Τῆς μὲν γὰρ θεωρίας καὶ ἤδη πρότερον ἀπήλαυσα· τὴν δὲ προσηγορίαν ἐπὶ τοῦ παρόντος μεμάθηκα. Καὶ ἐντεῦθεν δὲ σαφῶς ἔστι μαθεῖν, ὡς οὐκ αὐτὴν εἶδε τῶν ἀοράτων φύσεων τὴν οὐσίαν, ἀλλ’ εἰκάσματά τινα καὶ ἰνδάλματα·
ἐν μὲν γὰρ τῇ προτέρᾳ ὀπτασίᾳ τέσσαρας πτέρυγας ἔφη ἔχειν τὸ ἓν Χερουβὶμ, ἐνταῦθα δὲ ὀκτώ· οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη· ἐπειδὴ γὰρ πλείονα γνῶσιν ὁ προφήτης ἐκ τῆς θείας διαλέξεως ἔλαβεν, αἱ δὲ πτέρυγες γνώσεως παραδηλοῦσιν ὀξύτητα, τὴν γενομένην αὐτῷ τῆς γνώσεως προσθήκην σημαίνων, διπλᾶς αὐτῷ δείκνυσι τῶν Χερουβὶμ τὰς πτέρυγας· καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως.
Chapter 11ΚΕΦΑΛ. ΙΑ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΙΑ. α, γ. Καὶ ἀνέλαβέ με, φησὶ, Πνεῦμα, καὶ ἐξήγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης, ὡς εἰκοσιπέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν Ἰεζονίαν τὸν τοῦ Ἰεζὲκ, καὶ Φαλτίαν τὸν Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ. Καὶ εἶπε. Κύριος πρός με· Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια, καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, οἱ λέγοντες· Οὐχὶ προσφάτως ᾠκοδόμηνται οἰκίαι; Αὕτη ἐστὶν ὁ λέβης, ὑμεῖς δὲ τὰ κρέα .
Κατηγορεῖ καὶ τῶν ἡγουμένων, καὶ τῶν ὑπηκόων, ὡς ἐναντία τῷ Θεῷ βουλευομένων, καὶ τοῖς προφήταις ἀντιλεγόντων, καὶ πείθεσθαι μὴ θελόντων ὅτι τοῖς πολεμίοις παραδοθήσονται, ἀλλὰ τὴν πόλιν οἰκήσουσι, κἀκεῖ δέξονται τοῦ βίου τὸ τέλος. Νεόδμητοι γὰρ, φησὶν, αἱ οἰκίαι, καὶ ἐν ταύταις κατοικήσομεν, καὶ τοῦ βίου τὸ πέρας δεξόμεθα· τούτου χάριν ἀγανακτῶν ὁ Θεὸς τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον διὰ τοῦ προφήτου προλέγει. ε. Ἐπέπεσε γὰρ , φησὶν, ἐπ’ ἐμὲ Πνεῦμα Κυρίου, καὶ εἶπε πρός με· Τάδε λέγει Κύριος . Τουτέστι, τῆς τοῦ Θεοῦ Πνεύματος ἐνεργείας ἀναπλησθεὶς τάδε εἰπεῖν ἐκ προσώπου τοῦ Θεοῦ προσετάχθην. Οὕτως εἴπατε, οἶκος Ἰσραὴλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. (2, η.) Ἐπληθύνατε νεκροὺς ἐν τῇ πόλει ταύτῃ, καὶ ἐπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. Διὰ τοῦτο τάδε λέγει Κύριος· Τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δέ ἐστιν ὁ λέβης, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. Ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ’ ὑμᾶς, λέγει Ἀδωναὶ̈ Κύριος . Ὑμεῖς μὲν, φησὶ, λέβητα τὴν πόλιν ἀπεφήνατε, νεκρῶν αὐτὴν μυρίων ἐμπλήσαντες·
τούτου χάριν οὐ τεύξεσθε ὧν ἐλπίζετε, οὐδὲ ἄλυπον δέξεσθε τοῦ βίου τὸ πέρας, ἀλλὰ τοῖς πολεμίοις, οὓς δεδοίκατε, παραυτίκα παραδοθήσεσθε, καὶ τῆς ἐκείνων ῥομφαίας γενήσεσθε παρανάλωμα. θ. Καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς, καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων, καὶ ποιήσω ἐν ὑμῖν κρῖμα . Δικαίως, φησὶν, ὑμᾶς τιμωρήσομαι· ἐπειδὴ γὰρ ὑμεῖς τοὺς ὁμοφύλους ἀνείλετε, ἀλλοτρίοις καὶ πολεμίοις ἐνδίκως παραδοθήσεσθε. ι. Ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος . Ἔξω, φησὶ, τῆς πόλεως τίσετε δίκας ὧν ἠσεβήσατε, καὶ διὰ τῆς πείρας μαθήσεσθέ με Δεσπότην. ια, ιβ. Αὕτη ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς. Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος . Οὐκ ἀποθανεῖσθε, φησὶν, ἐν τῇ πόλει, οὐδὲ ταφῆς ἀξιωθήσεσθε ἐν αὐτῇ, κατὰ τὰς ὑμετέρας ἐλπίδας, ἀλλὰ πόῤῥω ταύτης ἀναιρεθήσεσθε· καὶ τὰς αἰτίας διδάσκων, «Ὅτι ἐν τοῖς δικαιώμασί μου, φησὶν, οὐκ ἐπορεύθητε, καὶ τὰ κρίματά μου οὐκ ἐποιήσατε·
PG 81:897ἀλλὰ οὐδὲ κατὰ τὰ κρίματα τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν οὐκ ἐποιήσατε.» Παρανομίας ὑπερβολὴ, καὶ δυσσεβείας μέγιστος ἔλεγχος, τὸ μὴ μόνον τὸν θεῖον παραβῆναι νόμον, ἀλλὰ καὶ τῶν ἀσεβείᾳ συζώντων ἐθνῶν δυσσεβέστερα δρᾷν. ιγ. Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με, καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανεν· καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἀνεβόησα φωνῇ μεγάλῃ, καὶ εἶπα· Οἴμοι, οἴμοι, Ἀδωναὶ̈ Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ ; Ὁρᾷ τὴν ἐνέργειαν ὁ προφήτης ἐκείνων, οἳ κόπτειν ἀφειδῶς προσετάχθησαν τὴν πόλιν, καὶ δείσας μὴ τὴν πανωλεθρίαν ὑπομείνῃ, πάντων ἀναιρουμένων· ἐπελάθετο γὰρ ἐκ τῆς ἀθυμίας ὡς πολλοὶ τὰ τῆς σωτηρίας ἐδέξαντο σημεῖα· τὸν φιλάνθρωπον ἱκετεύει Δεσπότην ἐλέῳ κεράσαι τὸ δίκαιον· διδάσκεται δὲ, ὡς οὗτοι μὲν τοῖς πολεμίοις παραδοθήσονται διὰ τὴν πολλὴν πονηρίαν· οἱ δὲ ἤδη αἰχμάλωτοι ἀπαχθέντες, κἀν τῇ ξένῃ παραψυχῆς ἀπολαύσουσι, καὶ ἐπανόδου τεύξονται. ιε. Υἱὲ γὰρ , φησὶν, ἀνθρώπου, οἱ ἀδελφοί σου, καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου, καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ συντετέλεσται .
Ἐνίους φησὶ δορυαλώτους γεγενημένους, καὶ δίκας ὧν ἐτόλμησαν δεδωκότας, φυλάξω μοι εἰς λαόν. «Οἷς εἶπον αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλὴμ, Μακρὰν ἀπέχετε ἀπὸ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.» Ἐπιτωθάζοντες ἐκείνοις οἱ νῦν τὴν Ἱερουσαλὴμ οἰκοῦντες λέγειν ἐτόλμων, ὡς Ὑμᾶς μὲν πόῤῥω ἑαυτοῦ πεποίηκεν ὁ Δεσπότης, ἡμῖν δὲ τὴν τῆς ἐπαγγελίας ἀπεκλήρωσε γῆν· διὰ τοῦτο, φησὶ, πᾶν τοὐναντίον γενήσεται, καὶ ὑμᾶς μὲν παραδώσω σφαγῇ, ἐκείνων δὲ ποιήσομαι πρόνοιαν. ι. Διὰ τοῦτο εἶπε· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ . Τέως μὲν γὰρ αὐτοὺς αἰχμαλώτους, καὶ μετοίκους, καὶ σποράδας πεποίηκα· ἀλλ’ ὅμως ἐν τῇ μετοικίᾳ, τῇ προσδοκίᾳ τῆς τῶν συμφορῶν μεταβολῆς, καὶ τῇ ἐλπίδι τῶν ἀγαθῶν, παραψυχὴν αὐτοῖς παρέξομαι· καὶ τοῦτο παρεδήλωσεν εἰπών· «Ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρόν.» Οὐκ εἰς μακρὰν δὲ πάλιν αὐτοὺς ἀποκαταστήσω, καὶ εἰς τὴν πατρῴαν ἐπανάξω γῆν. ιζ, ιη.
PG 81:899Συνάξω γὰρ , φησὶν, αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς· καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰσελεύσονται ἐκεῖ, καὶ ἐξάξουσι πάντα τὰ βδελύγματα αὐτῆς, καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς . Τοῦτο δὲ ἡ τοῦ Ἔσδρα ἱστορία διδάσκει, καὶ τῶν Μακκαβαίων ἡ συγγραφή. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τῆς τῶν εἰδώλων ἀποστάντες λατρείας, ἐπιμελῶς τὸν τῶν ὅλων Θεὸν θεραπεύοντες διετέλουν. ιθ. Καὶ δώσω αὐτοῖς , φησὶ, καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς . Διὰ τούτων δὲ οὐ τοῦ αὐτεξουσίου τὴν ἀναίρεσιν παρεδήλωσεν, ἀλλὰ τὴν ἐσομένην ἀντίληψιν παρ’ αὐτοῦ, καὶ συμμαχίαν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· πνεῦμα δὲ καινὸν ἐκάλεσε τὴν ἐπὶ τὰ καλὰ τῆς ψυχῆς ὁρμήν· ἐπειδὴ γὰρ εἰς τἀναντία ἔῤῥεπον, τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καινὸν προσηγόρευσε πνεῦμα· ὥσπερ γὰρ εἰρηκὼς ἑτέραν καρδίαν , οὐ φύσεως μεταβολὴν ἐσήμανεν, ἀλλὰ τῆς γνώμης τὴν ἐπὶ τὸ κρεῖττον ῥοπήν· οὕτω καὶ διὰ τοῦ πνεύματος τοῦ καινοῦ ταυτὸ τοῦτο ἐδήλωσε· μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα·
«Καὶ ἐκσπάσω γὰρ, φησὶ, τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην.» Καὶ οὐδεὶς ἂν τῶν ἐχεφρόνων φύσιν λίθου τὴν λιθίνην ὑπολάβοι καρδίαν , ἀλλὰ τὴν ἀπειθῆ, καὶ ἀτεράμονα, καὶ εἴκειν Θεῷ μὴ βουλομένην· σαρκίνην δὲ πάλιν, τὴν εὐπειθῆ καὶ εὐήκοον. κ. Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται, καὶ ποιήσωσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν . Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι. Ταῦτα εἰρηκὼς περὶ τῶν ἤδη δορυαλώτων γενομένων, πάλιν ἐπανάγει τὸν λόγον περὶ τῶν τὴν Ἱερουσαλὴμ τηνικαῦτα οἰκούντων. κα. Αὐτῶν δὲ , φησὶν, εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναὶ̈ Κύριος . Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρονίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας. κβ, κγ.
PG 81:901Καὶ ἐξῆραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ’ αὐτὰ ὑπεράνω αὐτῶν. Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως . Τούτων, φησὶν, οὕτως εἰρημένων, ἀπέστη ἐκ τῆς πόλεως τὰ Χερουβὶμ, φέροντα τοῦ Θεοῦ τὴν δόξαν ἐποχουμένην· ἔστη δὲ ἐπὶ τοῦ ὄρους κατέναντι Ἱερουσαλήμ· ἔστι δὲ τοῦτο τὸ ὄρος τὸ τῶν Ἐλαιῶν καλούμενον, ὅθεν καὶ ἡ κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν ἀνάληψις ἐγένετο· εἰκότως τοίνυν καὶ τηνικαῦτα ἐν ἀνθρωπείῳ φανεὶς σχήματι, καὶ τὰς δύο φύσεις ἑνὶ δείξας προσώπῳ, καὶ τὴν μὲν θείαν διὰ τοῦ πυρὸς αἰνιξάμενος, διὰ τοῦ ἠλέκτρου δὲ τὴν ἀνθρωπείαν παραδηλώσας, κατὰ τῆς Ἱερουσαλὴμ τὴν ψῆφον ἐξενεγκὼν εἰς τὸ ὄρος τοῦτο χωρεῖ, κἀκεῖθεν ποιεῖται τὴν εἰς οὐρανοὺς ἄνοδον· καὶ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸν θάνατον, τὴν κατὰ τῆς Ἱερουσαλὴμ ψῆφον πάλιν ἐξενεγκὼν, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ, εἰς τὸ ὄρος ἐκεῖνο μετὰ τῶν μαθητῶν ἀνελθὼν, ὑπὸ νοερῶν καὶ ἀοράτων φερόμενος δυνάμεων εἰς τοὺς οὐρανοὺς ἀνελήφθη. Τύπος τοίνυν τῶν ἐσομένων καὶ τὰ τῷ προφήτῃ δειχθέντα·
οὕτω δὲ ταῦτα θεασάμενος, φησίν· κδ. Πνεῦμα ἀνέλαβέ με, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει ἐν Πνεύματι Θεοῦ . Οὐ γὰρ κατὰ ἀλήθειαν, φησὶ, σωματικῶς, νῦν μὲν εἰς τὴν Ἰουδαίαν, νῦν δὲ εἰς γῆν Χαλδαίων μετεφερόμην, ἀλλ’ ὁράσει , τουτέστιν ἐν ὀπτασίᾳ· καὶ ἐν Πνεύματι Θεοῦ , ἀντὶ τοῦ, Διὰ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν διάνοιαν φωτιζόμενος, καὶ προφητικοὺς δεχόμενος ὀφθαλμοὺς, τούτων ἕκαστον ἐθεώρουν. Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον . (κε.) Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι . Εἰς ἐμαυτὸν, φησὶν, ἐπανῆλθον, τῆς πνευματικῆς θεωρίας τέλος λαβούσης· καὶ ἐκεῖνα μὲν οὐκέτι ἑώρων, μόνους δὲ τοὺς συμπαρόντας πρεσβυτέρους, οἷς καὶ διηγησάμην ἕκαστον, ὧν τε εἶδον, ὧν τε ἀκήκοα· ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἱκανῶς γὰρ τοῦτο ἡμᾶς καὶ τὰ εἰρημένα ἐδίδαξε· πολλῶν γὰρ κατὰ ταυτὸν καθημένων, μόνος ὁ προφήτης τῆς πνευματικῆς ἐκείνης ἀπήλαυσε θεωρίας.
PG 81:903Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιωθῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume IVΤΟΜΟΣ Δ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΜΟΣ Δ. ΚΕΦΑΛ. ΙΒ. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ οἴκου παραπικραίνοντος σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ τὰ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί . Τὴν ἐπ’ ἄμφω τῆς ψυχῆς ῥοπὴν ὁ λόγος ἐδήλωσεν· «Ἔχουσι γὰρ, φησὶν, ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι.» Καὶ διδάσκων ὡς οὐκ ἐκ φύσεως αὐτοῖς τὰ πάθη ταῦτα γέγονεν, ἐπήγαγε, «Διότι οἶκος παραπικραίνων ἐστί.» Τὸ δὲ παραπικραίνων ὁ Σύμμαχος προσεριστὴς ἡρμήνευσε, τουτέστι φιλόνεικος, ἀπειθὴς καὶ ἀνήκοος.
Ταῦτα δὲ τῷ προφήτῃ προεῖπεν ὁ Δεσπότης, μέλλων αὐτὸν προστάττειν τὴν διὰ τῶν πραγμάτων ποιήσασθαι προφητείαν, καὶ οἱονεὶ ἀπολογούμενος, ὅτι διὰ τὴν τοῦ λαοῦ σκληρότητα καὶ ἀπείθειαν τοιαῦτα ἐπιτάττειν ἀναγκάζεται. γ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας, καὶ αἰχμαλωτεύθητι ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἀπὸ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί . Καὶ σαφέστερα τὰ εἰρημένα ποιῶν ἐπάγει· δ. Καὶ ἐξοίσεις τὰ σκεύη σου, ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, κατ’ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ἐνώπιον αὐτῶν, ὡς ἐκπορεύεται αἰχμάλωτος. Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ ἐξελεύσῃ δι’ αὐτοῦ ἐνώπιον αὐτῶν. Ἐπ’ ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ . Μίμησαι, φησὶ, πολιορκούμενόν τινα, εἶτα τῆς πόλεως ἁλισκομένης, καὶ φεύγειν ἀναγκαζόμενον, καὶ διορύττοντα τοῖχον, καὶ ἔξοδον ἐπινοοῦντα, καὶ τὸ πρόσωπον συγκαλύπτοντα, ἵνα μὴ γνώριμος τοῖς ὁρῶσι γένηται·
διὰ σοῦ γὰρ βούλομαι ταῦτα ποιοῦντος προσημῆναι τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι τὴν ἐσομένην αἰχμαλωσίαν. Τούτων δὲ ἕκαστον σαφέστερον ἡμᾶς ὁ θεσπέσιος Ἱερεμίας διδάσκει, διηγούμενος ὅπως ὁ Σεδεκίας, τῆς πόλεως ἁλούσης, μετὰ τῶν οἰκείων καὶ τῶν δορυφόρων ἐδραπέτευσε νύκτωρ, ἔξοδόν τινα μηχανησάμενος διὰ τοῦ κήπου τῶν βασιλείων. Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα. Τούτων δὲ, φησὶν, οὕτω παρ’ ἐμοῦ γενομένων, ηια. Ἐγένετο λόγος Κυρίου τοπρωὶ̈ πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οὐκ εἶπε πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, ὁ οἶκος ὁ παραπικραίνων· Τί σὺ ποιεῖς; Εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τῷ ἄρχοντι καὶ ἀφηγουμένῳ ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν. Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται .
PG 81:905Ἐρωτώμενος, φησὶ, παρὰ τῶν ἀπειθῶν τούτων καὶ ἀντιτύπων, τῶν ὑπὸ σοῦ γινομένων τὴν αἰτίαν, σαφῶς αὐτοῖς εἰπὲ, ὅτι Τέρας ὑμῖν ἐγώ εἰμι καὶ σημεῖον, διὰ τῶν πραγμάτων προφητεύων, καὶ ἐν ἐμαυτῷ σκιογραφῶν, τά τε τῷ βασιλεῖ τῆς Ἱερουσαλὴμ, καὶ πᾶσι τοῖς ἄρχουσι συμβησόμενα. ιβ. Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ’ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι’ αὐτοῦ· τὸ πρόσωπον αὑτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμοῖς, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται . Ἀλλ’ ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων. ιγ. Καὶ ἐκπετάσω , φησὶ, τὸ δίκτυόν μου ἐπ’ αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει . Διὰ πάντων ἐδίδαξε τῶν εἰρημένων, ὡς ὀργάνοις κεχρημένος τοῖς πολεμίοις, δίκας ἀπαιτήσει τῆς ἀσεβείας, καὶ τὸν βασιλέα, καὶ τοὺς ἄρχοντας, καὶ ἅπαν τὸ ὑπήκοον. Δίκτυον γὰρ αὑτοῦ τοὺς πολεμίους ἐκάλεσε, καὶ περιοχὴν αὑτοῦ τὴν πολιορκίαν.
PG 81:907Ταῦτα δὲ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν, καὶ ὁ μακάριος Ἱερεμίας σαφῶς διδάσκει. Ἱππικὸν γὰρ σύνταγμα πέμψας ὁ Ναβουχοδονόσορ εἰς τὴν καθ’ Ἱεριχὼ ἔρημον, καὶ τὸν Σεδεκίαν καὶ τοὺς σὺν αὐτῷ δραπετεύσαντας συλλαβὼν, ἤγαγεν εἰς Δεβλαθὰ, κἀκεῖ τοῦ Σεδεκίου τοὺς παῖδας πρότερον ἀνελὼν, καὶ θεατὴν αὐτὸν ποιήσας τῆς τῶν παίδων σφαγῆς, οὕτως αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξώρυξε, καὶ δεσμὰ περιθεὶς ἐκ χαλκοῦ πεποιημένα, εἰς τὴν Βαβυλῶνα ἀπήγαγε, μύλωνα οἰκεῖν ἀναγκάσας. Διὸ καὶ ἡ προφητεία φησὶν, ὅτι «Εἰς Βαβυλῶνα ἀχθήσεται, καὶ αὐτὴν οὐκ ὄψεται.» ιδ, ιε. Καὶ πάντας , φησὶ, τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις . Ὅσοι δ’ ἂν διαφύγωσι τὴν ἐν τῷ πολέμῳ σφαγὴν, αἰχμαλώτους ἀπαχθῆναι παρασκευάσω, καὶ μετοίκους ἀποφανῶ καὶ σποράδας, ἵνα δι’ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὡς κωφὰ μὲν τὰ εἴδωλα, καὶ παντελῶς μὲν ἀδρανῆ, ἐγὼ δὲ Κύριος καὶ Δεσπότης. ι.
Καὶ ὑπολήψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὑτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος . Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λείψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι. ιζ, ιη. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ’ ὀδύνης φαγῇ, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πιεῖ . Καὶ τοῦτο πάλιν σημεῖον τοῦ κατὰ τὴν πολιορκίαν γενησομένου λιμοῦ. ιθ, κ. Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ· Τοὺς ἄρτους αὑτῶν μετ’ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὑτῶν μετ’ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὑτῆς, ἐν ἀσεβείᾳ πάντων τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος .
PG 81:909Ἐπειδὴ γὰρ ἀπολαύοντες τῶν παρ’ ἐμοῦ ἀγαθῶν, καὶ τοῖς ἀπὸ γῆς ἐντρυφῶντες καρποῖς, ἠγνοεῖτε τὸν δοτῆρα, καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην ἐγένεσθε, ἐν τῇ στερήσει τῶν ἀγαθῶν καὶ τῇ τῶν πόλεων ἐρημίᾳ τὴν ἐμὴν μαθήσεσθε δεσποτείαν. Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς· καὶ τοὺς ἔτι τὴν Ἱερουσαλὴμ οἰκοῦντας, φόβῳ τῆς τῶν κακῶν προφητείας, πεῖσαι θέλων παύσασθαι τῆς πονηρίας. Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι’ ἀλλήλων βεβαιοῦσι σύμφωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους. Εἰ μὲν γὰρ πλησίον ᾤκουν ἀλλήλων, ἔσχε γοῦν χώραν κατὰ τῆς τῶν λόγων συμφωνίας ἡ ὑποψία· ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγκαίως θεῖα δείκνυται τὰ λεγόμενα.
Τούτου χάριν, Ἱερεμίας μὲν τοῖς ἐν τῇ Χαλδαίᾳ ἐπιστέλλει, Ἰεζεκιὴλ δὲ τοῖς ἐν τῇ Ἰουδαίᾳ, τοῦ Θεοῦ τῶν ὅλων καὶ τούτοις κἀκείνοις ὠφελείας πάντα πόρον μηχανωμένου. κα, κβ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων· Μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις ; Τί δήποτε, φησὶν, οἱ τὴν Ἰουδαίαν οἰκοῦντες λέγειν εἰώθασι τοῖς προφήταις, ὅτι Τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἐσόμενα προαγορεύετε, ψεῦδος ἀναμιγνύντες τοῖς λόγοις, καὶ οὐδὲν ἀληθὲς προθεσπίζοντες; κγ. Διὰ τοῦτο εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσι τὴν παραβολὴν ταύτην ὁ οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, λέγων· Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως . Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται. κδ. Διότι οὐκ ἔτι ἔσται πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ .
PG 81:911Καταπαύσω γὰρ, φησὶ, τοὺς ψευδοπροφήτας ὑμῶν, τοὺς τἀναντία τοῖς ἐμοῖς προφήταις προλέγειν ἐπιχειροῦντας, καὶ ἀγαθῶν παρουσίαν ψευδῶς ὑμῖν προμηνύοντας. κε. Ὅτι ἐγὼ λαλήσω τοὺς λόγους μου, καὶ ποιήσω, καὶ οὐ μὴ μηκυνῶ ἔτι, διότι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος Ἰσραὴλ ὁ παραπικραίνων. Λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναὶ̈ Κύριος . Μὴ προσέχετε, φησὶ, τοῖς ἐμοῖς προφήταις, ὡς τηνάλλως διαλεγομένοις· ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λόγων. Οὕτω πάλιν δι’ ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν προφητευομένων ἀλήθειαν· κη. Οὐ γὰρ μὴ μηκύνωσι , φησὶν, ἔτι πάντες οἱ λόγοι μου, οὓς ἐὰν λαλήσω, ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναὶ̈ Κύριος ,
Chapter 13ΚΕΦΑΛΑΙΟΝ ΙΓ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ. Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον. β. Υἱὲ γὰρ , φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, τοὺς προφητεύοντας .
Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώποις ἀπεργάσηται ( προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε· «Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν.» Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις. Καὶ προφητεύσεις , φησὶ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου . (γ.) Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν, τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὑτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι . Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους. Τὴν γὰρ προαίρεσιν τῆς ψυχῆς πνεῦμα αὑτῶν προςηγόρευσεν. δ, ε. Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ. Οὐκ ἔστησαν ἐν στερεώματι, καὶ οὐ συνήγαγον ποίμνιον ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐκ ἀνέστησαν ὡς ἐν πολέμῳ, οἱ λέγοντες ὡς ἐν ἡμέρᾳ Κυρίου . Ταῦτα δὲ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν· «Ὡς ἀλώπεκες ἐν ἐρειπίοις οἱ προφῆταί σου, Ἰσραήλ·
οὐκ ἀνέβητε εἰς τὰς διακοπὰς, οὐδὲ περιεφράξατε φραγμὸν περὶ τοὺς υἱοὺς Ἰσραὴλ, ὑπὲρ τοῦ στῆναι, ὡς ἐν πολέμῳ ἐν ἡμέρᾳ Κυρίου.» Ἀλώπεξι γὰρ, φησὶν, ἐοίκασιν οἱ προφῆταί σου, ὦ Ἰσραὴλ, ἐν ἐρειπίοις οἰκούσαις. Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀποφράττουσιν ἐξόδους, ἀλλ’ ἔξεστι τῷ βουλομένῳ ἀνιέναι διὰ τούτων, καὶ εἰσιέναι· οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐσεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι· ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος. 2, ζ. Βλέποντες , φησὶ, ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. Οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίους εἰρήκατε, καὶ ἐλέγετε· Φησὶ Κύριος, Κύριος, καὶ ἐγὼ οὐκ ἐλάλησα ; Τῷ ὀνόματι, φησὶ, τῷ ἐμῷ κατεχρήσασθε ψευδεῖς μαντείας τῷ λαῷ προσφέροντες· ἐγὼ δὲ οὐδὲν ὑμῖν τούτων ἐνέπνευσα. η, θ. Διὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
PG 81:913Ἀνθ’ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς, λέγει Ἀδωναὶ̈ Κύριος. Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας τὰ ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος . Τὸν μὲν ἐμὸν, φησὶ, παιδεύσω λαόν· οὗτοι δὲ πανωλεθρίᾳ παραδοθήσονται, καὶ ἀνάγραπτον τὴν μνήμην οὐχ ἕξουσιν, οὐδὲ συναριθμηθήσονται τῷ λαῷ μου. Καὶ τὴν αἰτίαν δεικνὺς, ι. Ἀνθ’ ὧν , φησὶν, ἐπλάνησαν τὸν λαόν μου, λέγοντες· Εἰρήνη, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη . Ἐγὼ μὲν γὰρ τῷ λαῷ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν προηγόρευον, τῇ ἀπειλῇ τῶν κακῶν σωφρονίσαι βουλόμενος· οὗτοι δὲ τἀναντία μοι δρῶντες, εἰρήνην αὐτοῖς ἐπηγγέλλοντο μάτην. Καὶ αὐτὸς , φησὶν, οἰκοδομεῖ τοῖχον, ὡς στερεὸν, καὶ αὐτοὶ ἐπαλείφουσιν αὐτόν. Εἰ πεσεῖται ; (ια.) Εἰπὲ πρὸς τοὺς ἀλείφοντας αὐτὸν, Πεσεῖται . Ὁ μὲν γὰρ, φησὶ, λαὸς οἰκοδομεῖ τοῖχον σαθρὸν, διὰ τῆς πονηρίας καὶ ἀσεβείας·
οὗτοι δὲ τὰς χρηστὰς προῤῥήσεις, καὶ τὰς ἀγαθὰς ὑποσχέσεις, οἷόν τινα ἀλοιφὴν καὶ χρίσμα τῷ τοίχῳ προσφέρουσι, δέον καταλύειν τὴν σφαλερὰν οἰκοδομίαν, καὶ παρασκευάζειν στερεὰν αὐτὴν γενέσθαι. Ἐπαλείφοντες δὲ τοῖχον, ἐνόμιζον αὐτὸν ἀσφαλῆ διὰ τῆς ἀλοιφῆς ἀπεργάζεσθαι. Εἰπὲ τοίνυν αὐτοῖς ὅτι πεσεῖται καὶ διαλυθήσεται. ιβ. Ἔσται γὰρ , φησὶν, ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὑτῶν, καὶ πεσεῖται, καὶ πνεῦμα ἐξαῖρον ἥξει, καὶ ῥαγήσεται. Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος . Τροπικῶς ἅπαντα ὡς ἐπὶ τοίχου εἴρηκε, διὰ πάντων δὲ τὴν τῶν πολεμίων παρεδήλωσεν ἔφοδον. Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγόρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συνέσφιγγον τὸν λαόν. Καὶ ὑετὸν τοίνυν κατακλύζοντα , καὶ λίθους πετροβόλους , καὶ πνεῦμα ἐξαῖρον , τοὺς Χαλδαίους ὠνόμασε. Πεσόντος τοίνυν, φησὶ, τοῦ τοίχου, «Ἆρα οὐκ ἐροῦσι πρὸς ὑμᾶς· Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;» Ὅταν διὰ τῶν πραγμάτων μάθωσι ψευδεῖς τὰς ὑμετέρας προῤῥήσεις, καὶ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν ἀντὶ τῆς ἐλπισθείσης εἰρήνης, οὐκ ἐροῦσι ὑμῖν·
Ποῦ οἱ χρηστοὶ ὑμῶν, λόγοι, καὶ αἱ τῆς εἰρήνης ἐπαγγελίαι; Οὕτω πάλιν διὰ πλατυτέρων τὰ αὐτὰ εἰρηκὼς, καὶ ἀπειλήσας τῶν πολεμικῶν βελῶν τὸν κατακλυσμὸν, καὶ τὰς τῶν λίθων νιφάδας, καὶ τοῦ κακῶς οἰκοδομηθέντος τοίχου τὴν μέχρι θεμελίων κατάλυσιν, καὶ τῆς ψευδολογίας τῶν τὰ ἀγαθὰ προειρηκότων τὸν ἔλεγχον, σαφέστερον ποιεῖ τὸν λόγον. Εἶπα γὰρ , φησὶ, πρὸς ὑμᾶς· Οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτόν . (ι.) Οἱ προφῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναὶ̈ Κύριος . Φροῦδα, φησὶ, πάντα γενήσεται, καὶ ἡ ἀλοιφὴ, καὶ ὁ τοῖχος, καὶ οἱ τὴν ἀλοιφὴν προσενεγκόντες προφῆται. Πολιορκία γὰρ, φησὶ, καὶ αἰχμαλωσία, ἀντὶ τῆς ἐπαγγελθείσης εἰρήνης τὴν Ἱερουσαλὴμ καταλήψεται. Ταῦτα περὶ τῶν ψευδοπροφητῶν εἰρηκὼς, τρέπει τὸν λόγον ἐπὶ τὰς ψευδοπροφήτιδας. Ὄργανα γὰρ καὶ ταύτας ὁ τῆς ἀνθρωπείας φύσεως ἀλάστωρ εὑρὼν, καὶ διὰ τούτων τὴν ψευδολογίαν ἐνήργει· καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντέταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας.
PG 81:915Προλέγει τοίνυν καὶ ταύταις τὰ συμβησόμενα. ιζ, ιη. Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὑτῶν, καὶ προφήτευσον ἐπ’ αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προςκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέψαι ψυχάς. Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο . Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν, οὕτως εἰπών· «Οὐαὶ ταῖς συῤῥαπτούσαις ὑπαγκώνια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ὑπαυχένια πρὸς κεφαλῆς πάσης ἡλικίας εἰς τὸ θηρεύειν ψυχάς.» Τροπικῶς δὲ διὰ τούτων τοὺς ἁπαλωτέρους καὶ χρηστοτέρους ᾐνίξατο λόγους· τά τε γὰρ ὑπαυχένια καὶ τὰ ὑπαγκώνια ἀνάπαυλάν τινα καὶ θεραπείαν προσφέρει τοῖς μέλεσιν, οἷς ὑποτίθενται· καὶ οἱ χρηστότεροι λόγοι, καὶ ψευδεῖς ὄντες, πρὸς καιρὸν μὲν τὴν ἀκοὴν γαργαλίζουσι, διαστροφὰς δὲ παντοδαπὰς προσφέρουσι ταῖς ψυχαῖς. Οὕτω καὶ αἱ ψευδοπροφήτιδες τῷ μὲν λαῷ τὴν κατὰ ψυχὴν βλάβην, ἑαυταῖς δὲ χρηματικὸν περιεποιοῦντο κέρδος, τὰ δοκοῦντα χρηστὰ προφητεύουσαι.
Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· «Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο.» Διαστρέφοντες γὰρ τὸν λαὸν, καὶ τοῦ Θεοῦ ἀφιστῶντες, αὐταῖς προςέχειν παρεσκεύαζον. Εἶτα κέρδους τὸ εὐτελές. ιθ. Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου . Τί γὰρ τούτων εὐτελέστερον; Τί δὲ χαλεπώτερον τῆς ἐντεῦθεν ἐπαγομένης λώβης; «Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.» Σμικροῦ γὰρ ἕνεκεν κέρδους, τοὺς μὲν ἐπῃνεῖτε μάτην ἐπὶ τοῦ λαοῦ, τοὺς δὲ τιμωρίας εἶναι ἀξίους ἐλέγετε, τῇ τοῦ λαοῦ κουφότητι καὶ εὐκολίᾳ κακῶς ἀποκεχρημέναι. Πειθόμενοι γὰρ τοῖς ὑφ’ ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον. Οὕτω τὴν ἀσέβειαν ἐλέγξας, ἀπειλεῖ τιμωρίαν. κ, κα. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ’ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχὰς, καὶ διαῤῥήξω αὐτὰ ἐπὶ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς, ἃς ὑμεῖς ἐξεστρέψατε, τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν.
PG 81:917Καὶ ῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκ ἔτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφὴν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος . Ἐλέγξω, φησὶ, τοὺς ὑμετέρους λόγους, καὶ δείξω ψευδεῖς, καὶ ἀντὶ τῶν χρηστῶν ἐκείνων ἐπαγγελιῶν, αἳ ἐοίκασιν ὑπαυχενίοις μαλακοῖς καὶ ὑπαγκωνίοις, ἐπάξω τὰ ἀλγεινὰ τῷ πεισθέντι ὑμῖν λαῷ, καὶ διασκορπιῶ αὐτοὺς, τῇ πείρᾳ διδάσκων τὸ ὑμέτερον ψεῦδος. Ἐλευθερώσω δὲ αὐτοὺς ὅμως ἀπὸ τῆς ὑμετέρας ψευδολογίας, πείθων αὐτοὺς, δι’ ὧν ὑπομένουσι, μηκέτι τοῖς ὑμετέροις προσέχειν λόγοις, ἀλλ’ ἐμὲ Κύριον ἐπιγράφεσθαι καὶ Δεσπότην. κβ, κγ. Ἀνθ’ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν. Διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος .
Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε (οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν· τούτου χάριν, παντελεῖ ὑμᾶς παραδώσω ὀλέθρῳ, καὶ τὴν ψευδῆ μαντείαν ὑμῶν καταπαύσω, καὶ τῆς δι’ ὑμῶν ἀπωλείας τὸν ἐμὸν ἐλευθερώσω λαόν. Οὕτω τὰ περὶ τούτων προθεσπίσας, ἐφ’ ἕτερον μεταφέρει τὸν λόγον.
Chapter 14ΚΕΦΑΛΑΙΟΝ ΙΔ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΙΔ. αγ. Καὶ ἦλθον , φησὶ, πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὑτῶν ἐπὶ τὰς καρδίας αὑτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὑτῶν ἔθηκαν πρὸ προσώπου αὑτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς; Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν·
PG 81:919«Οἱ ἄνδρες οὗτοι ἀνήνεγκαν τὰ εἴδωλα αὑτῶν ἐπὶ καρδίας αὑτῶν, καὶ σκάνδαλον ἀνομίας αὑτῶν ἔδωκαν ἀπέναντι τοῦ προσώπου αὑτῶν.» Ἃ γὰρ κακῶς, φησὶ, διανοηθέντες ἐπιτελοῦσι, καὶ ἠπειλημένης τοῖς ἀδίκοις κολάσεως ἀναίδην καταφρονήσαντες, παρεγένοντο πρὸς σὲ, πυθέσθαι τι βουλόμενοι, καὶ ἀποκρίσεως ἀξιωθῆναι προςδοκῶντες. δ, ε. Διὰ τοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἐὰν θῇ τὰ διανοήματα αὑτοῦ ἐπὶ καρδίας αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προςώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν τούτοις, ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν . Ἐπειδὴ τοῖς προφήταις καὶ τοῖς ψευδοπροφήταις ὁμοίως ἐκέχρηντο οἱ τῇ ἀσεβείᾳ δουλεύοντες, καὶ ἐπυνθάνοντο, οὐχ ἵνα πάντως τὰ ὑπὸ τοῦ Θεοῦ κελευόμενα περάνωσιν, ἀλλὰ βουλόμενοι μανθάνειν εἰ συμβαίνουσι τοῖς λογισμοῖς αἱ προῤῥήσεις·
τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τιμωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ. Ἐπειδὴ οὐκ εὐθείᾳ κέχρηται διανοίᾳ, συγχωρήσω τῷ ψευδοπροφήτῃ τοὺς λογισμοὺς αὐτοῦ βεβαιῶσαι· ὀλέθρου γάρ ἐστι καὶ ἀπωλείας ἄξιος. Διὰ τοῦτο, φησὶν, «Ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.» Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀχαὰβ γεγενημένον ἔστιν εὑρεῖν. Σεδεκίας γὰρ ὁ ψευδοπροφήτης, κέρατα σιδηρᾶ ἑαυτῷ ποιήσας, ἔλεγε τῷ Ἀχαάβ·
«Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν.» Τοῦ δὲ Ἰωσαφὰτ οὐ δεχομένου τὰ παρὰ τῶν ψευδοπροφητῶν λεγόμενα, ἀλλὰ θεῖον ἐπιζητοῦντος προφήτην, μετεπέμφθη μὲν ὁ Μιχαίας· ἐναντία δὲ τῷ Σεδεκίᾳ προφητεύσας, οὐκ ἔπεισε τὸν Ἀχαάβ. Οὔτε γὰρ ἐκεῖνα ποιῆσαι βουλόμενος, ἃ ὁ Θεὸς προηγόρευσε, τὸν προφήτην ἠρώτα, ἀλλ’ ἐκ παντὸς τρόπου τὸν ἴδιον ἤθελε κυρῶσαι σκοπόν. Διὸ τοῦ Θεοῦ συγχωρήσαντος, προὔλεγον μὲν οἱ ψευδοπροφῆται τὰ ψευδῆ· πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας. 2. Διὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰςραήλ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν . Παραίνεσιν προςφέρει πρόξενον σωτηρίας, καὶ τὸ ἀπὸ ταύτης ἐσόμενον ἀποδείκνυσι κέρδος. ζ.
Διότι ἄνθρωπος, ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ οἴκῳ Ἰσραὴλ, ὃς ἀπαλλοτριωθῇ ἀπ’ ἐμοῦ, καὶ θῇ τὰ ἐνθυμήματα αὑτοῦ ἐπὶ τὴν διάνοιαν αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἐν αὐτοῖς . Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογισμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ’ ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι. Εἶτα τὴν ἀξίαν ἀπειλεῖ τιμωρίαν· η. Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον, καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος .
Καὶ δεικνὺς ὡς οὐ περὶ τῶν θείων ταῦτα λέγει προφητῶν, ἀλλὰ περὶ τῶν τὸ μὲν ὄνομα ἐχόντων, τοῦ δὲ πράγματος ὄντων ἐρήμων, ἐπήγαγε· θ, ι. Καὶ ὁ προφήτης ἐὰν πλανηθῇ, καὶ λαλήσῃ λόγον, ἐγὼ Κύριος πεπλάνηκα αὐτὸν τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ. Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν . Ἀλλ’ οὐκ ἔστιν ἴδιον τοῦ δικαίου κριτοῦ, καὶ πλανᾷν τὸν προφήτην, καὶ πλανηθέντα κολάζειν. Οὐ τοίνυν κατ’ ἐνέργειαν λέγει τὸν προφήτην πλανᾷν, ἀλλὰ κατὰ συγχώρησιν· τουτέστι, Δυνάμενος αὐτοῦ παραυτίκα ἐλέγχειν τὸ ψεῦδος, ἀνέχομαι, καὶ μακροθυμῶ, καὶ συγχωρῶ κεχρῆσθαι τῇ ἐξαπάτῃ· γνώμῃ γὰρ, καὶ οὐκ ἀνάγκῃ ταύτην ἐπιτηδεύει. Διὸ καὶ τὴν ἴσην τιμωρίαν ἀπειλεῖ, καὶ τῷ κακῶς ἐρωτῶντι, καὶ τῷ κακῶς ἀποκρινομένῳ. Κατὰ τὸ ἀδίκημα γὰρ , φησὶ, τοῦ ἐπερωτῶντος, ὡσαύτως καὶ τὸ ἀδίκημα τοῦ προφήτου ἔσται , (ια.) ὅπως μὴ πλανῶνται ἔτι οἶκος τοῦ Ἰςραὴλ ἀπ’ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὑτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγε, Ἀδωναὶ̈ Κύριος .
PG 81:925Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν. Βούλομαι γὰρ αὐτὸν ἔχειν λαὸν, καὶ εἶναι αὐτῶν θέλω Θεὸς, πᾶσαν αὑτῶν κηδεμονίαν ποιούμενος. ιβιδ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι, τοῦ παραπεσεῖν παραπτώματι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπ’ αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὑτῶν σωθήσονται, λέγει Ἀδωναὶ̈ Κύριος . Ἐὰν, φησὶν, ἁμαρτῆσαν ἔθνος κολάσαι βουληθῶ, καὶ λιμῷ παραδοῦναι, μετανοίᾳ δὲ χρήσασθαι μὴ βουληθῶσιν οἱ κολαζόμενοι, οὐδεμιᾶς τεύξονται συγγνώμης, οὐδὲ εἰ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ εὑρεθεῖεν ἐν αὐτοῖς. Ἀλλ’ οὗτοι μὲν τῆς οἰκείας δικαιοσύνης τρυγήσουσι τοὺς καρποὺς, καὶ τῆς σωτηρίας ἀπολαύσονται, ἐκείνους δὲ τῆς ἐπαγομένης οὐκ ἀπαλλάξουσι τιμωρίας. Τούτων δὲ τῶν ἀνδρῶν ἐμνημόνευσεν, ὡς τοῖς εἰρημένοις τῶν κατὰ τοὺς χρόνους αὐτῶν γεγονότων λίαν συμβαινόντων.
Ὅ τε γὰρ Νῶε ἐν ἀσεβῶν εὑρεθεὶς γενεᾷ, οὐκ ἴσχυσε τῆς τοῦ κατακλυσμοῦ πανωλεθρίας ἀπαλλάξαι τοὺς μετανοίᾳ χρήσασθαι μὴ θελήσαντας. Καὶ ὁ Δανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέντων κακῶν· αὐτὸς δὲ, καὶ δορυάλωτος γενόμενος, τῶν πολεμίων ἐκράτησε, καὶ τοὺς ἀνδραποδίσαντας ἔλαβεν ὑπηκόους. Οὐδὲ οἱ τοῦ Ἰὼβ δὲ παῖδες τῆς τοῦ πατρὸς δικαιοσύνης ἀπώναντο, μόνος δὲ κρείττων τῆς τοῦ πολεμήσαντος ἐπιβουλῆς ἀπεφάνθη. Διὰ πλειόνων δὲ πάλιν ἑτέρων ταῦτά φησι· Κἂν γὰρ θάνατον ἐπαγάγω τῇ γῇ ἐκείνῃ, κἂν θηρίων ἐπανάστασιν, κἂν πολεμίων ἔφοδον, εὑρεθήσονται δὲ οἱ τρεῖς ἄνδρες μέσοι αὐτῶν, οὐδὲ τοὺς ἑαυτῶν υἱοὺς ἢ θυγατέρας διασῶσαι δυνήσονται, ἀλλὰ μόνοι, τεύξονται τῆς σωτηρίας. Δῆλον δὲ ὅτι οἱ μετανοίας ὑπάρχοντες ἔρημοι, οὐδεμίαν ὠφέλειαν ἐκ τῶν δικαίων καρποῦνται· ὅτι γὰρ ἀκολουθεῖ τῇ μετανοίᾳ ἡ σωτηρία, μάρτυς ἡ θεία Γραφὴ, πανταχοῦ τοῦτο διδάσκουσα.
Νινευῖ̈ται γὰρ, οὔτε τὸν Νῶε, οὔτε τὸν Ἰὼβ, οὔτε τὸν Δανιὴλ ἔχοντες, ἀλλὰ τὸν Ἰωνᾶν, οὐχ ὑπερευχόμενον, ἀλλ’ ἀληθεῦσαι βουλόμενον, διὰ μετανοίας εὕραντο τὴν σωτηρίαν. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς οὐδεμίαν ἕξουσι συγγνώμην οἱ παρανομίᾳ συζῶντες, μεταμελείᾳ χρῆσθαι μὴ βουλόμενοι, καὶ δικαίοις συνοικεῖν σεμνυνόμενοι. Πρὸς δὲ τούτοις, βούλεται δεῖξαι ὁ τῶν ὅλων Θεὸς ὅτι ὅπερ ἐπ’ ἄλλου ἔθνους οὐ πεποίηκε, τοῦτο ἐπὶ τοῦ Ἰσραὴλ πεποίηκε. κα, κβ. Τάδε λέγει γὰρ, φησὶν, Ἀδωναὶ̈ Κύριος· Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς (πονηρὰς δὲ τὰς χαλεπὰς λέγει), ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος. Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασωζόμενοι ἐξ αὐτῆς, οἵτινες ἐξάξουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν. Θάνατον μὲν καλεῖ τὴν αἰφνίδιον τελευτὴν, ῥομφαίαν δὲ τὴν σφαγὴν, λιμὸν δὲ δῆλον ὅτι τὴν ἔνδειαν, θηρία πονηρὰ τοὺς ὠμῶς ἐξανδραποδίζοντας, πονηρὰς ἐκδικήσεις τὰς χαλεπὰς καὶ πικράς.
Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, καταλιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον. Καὶ ὑμεῖς δὲ, οἱ ἐκείνων ὁμόφυλοι, οὐ κατηγορήσετε τῆς τιμωρίας ὠμότητα, τὴν τούτων θεασάμενοι πονηρίαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγον ἐπ’ αὐτήν . (κγ.) Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε ὅτι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Ἀδωναὶ̈ Κύριος . Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι’ ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον.
Chapter 15ΚΕΦΑΛΑΙΟΝ ΙΕ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΙΕ. αδ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων, τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; Εἰ λήψονται ἐξ αὐτῆς ξύλον, τοῦ ποιῆσαι εἰς ἐργασίαν;
PG 81:927εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον, τοῦ κρεμάσαι ἐπ’ αὐτὸν πᾶν σκεῦος; Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ’ ἐνιαυτὸν αὐτῆς κάθαρσιν ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος . Ἐπειδὴ ἄμπελον ἀεὶ διὰ τῶν προφητῶν τὸν Ἰσραὴλ ὠνόμασε· διὰ μὲν γὰρ τοῦ Δαβὶδ, φησὶν, «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·» ὁ δὲ Ἡσαί̈ας· «Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ·» ὁ δὲ Ἱερεμίας· «Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀληθινή;» τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐργασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον· οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατασκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ’ ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται· οὕτως οὗτος ὁ λαὸς εἰς ἕτερον οὐδὲν ἐπιτήδειος, ἢ εἰς ὄλεθρον καὶ τιμωρίαν. Τὴν κατ’ ἐνιαυτὸν αὐτῆς κάθαρσιν, φησὶν, ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Εἰ ποιηθήσεται εἰς ἐργασίαν ; (ε.) Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. Μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν ;
Εἰ γὰρ, πρὶν ἢ τῷ πυρὶ παραδοθῆναι, εἰς οὐδεμίαν ἐστὶν ἐπιτήδειον ἐργασίαν, σχολῇ γε ἂν χρήσιμον ἔσται μετὰ τὸ πυρὸς γενέσθαι δαπάνην· οὕτω τὴν παραβολὴν εἰρηκὼς, ἐπάγει τὴν ἑρμηνείαν. 2, ζ. Διὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτω δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ. Καὶ δώσω τὸ πρόσωπόν μου ἐπ’ αὐτούς . Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηκε τῶν, ὀργίλον ὑποδεικνύντων καὶ βλοσυρὸν τὸ πρόσωπον. «Ἐκ τοῦ πυρὸς ἐξελεύσονται, φησὶ, καὶ πῦρ καταφάγεται αὐτούς.» Ἀπαλλαγέντες γὰρ τοῦ λιμοῦ, παραδοθήσονται τῇ σφαγῇ καὶ τῇ αἰχμαλωσίᾳ. Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος, ἐν τῷ στηρίσαι τὸ πρόσωπόν μου ἐπ’ αὐτούς . (η.) Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθ’ ὧν παρέπεσον παραπτώματι, λέγει Ἀδωναὶ̈ Κύριος . Αὐτοὺς μὲν γὰρ αἰχμαλωσίᾳ καὶ σφαγῇ παραδώσω, τὴν δὲ ὑπ’ αὐτῶν γεωργουμένην γῆν ἔρημον καταστήσω τῶν γεωργούντων οὐκ ὄντων. Ταῦτα δὲ πείσονται, δίκας ὧν ἐπλημμέλησαν τίνοντες.
Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος, καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδήματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume VΤΟΜΟΣ Ε
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΜΟΣ Ε. ΚΕΦΑΛΑΙΟΝ Ι. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἁμαρτίας αὐτῆς . Ἀγαθὸς τῶν ἁμαρτημάτων ὁ ἔλεγχος, καὶ ἐπ’ ὠφελείᾳ γινόμενος. Τοῖς γὰρ ἀναλγησίᾳ νοσοῦσιν ἐντίθησιν αἴσθησιν, καὶ εἰς μνήμην φέρει τῶν οἰκείων πλημμελημάτων. Ἀνιαρὸν μὲν γὰρ, καὶ λίαν χαλεπὸν, τὸ νοσεῖν χαλεπώτερον δὲ πολλῷ τὸ καὶ αὐτὴν ἀγνοεῖν τὴν νόσον· οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξασθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις.
PG 81:929Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῶν παρανομούντων καὶ ἀναισθήτως διακειμένων διατελεῖ ποιῶν· τῷ μὲν γὰρ ἁμαρτωλῷ διὰ τοῦ Δαβὶδ λέγει· «Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου·» τῇ δὲ Ἱερουσαλὴμ διὰ Ἱερεμίου· «Γνῶθι, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας·» καὶ πάλιν· «Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας·» καὶ μυρία δὲ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν. Τοῦτο τοίνυν κἀνταῦθα τῷ προφήτῃ Ἰεζεκιὴλ ποιῆσαι παρακελεύεται· «Διαμάρτυραι γὰρ, φησὶ, τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς.» Δεῖξον, φησὶ, τὰ τραύματα, ὑπόδειξον αὐτῆς τᾲ ἕλκη, ἵνα μὴ ἀποτομίαν νομίσῃ τὴν τιμωρίαν, ἀλλὰ μαθοῦσα ἰατρικὴν τὴν τομὴν, χάριν ὁμολογήσῃ τῷ ἰατρῷ. Εἶτα κατὰ μέρος αὐτὸς διηγεῖται τὰ πλημμελήματα. γ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τῇ Ἱερουσαλήμ . Πανταχοῦ ὁ διπλασιασμὸς τὸ ἀληθὲς διδάσκει τῆς δεσποτείας. «Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.» Μέγα ἐφρόνουν Ἰουδαῖοι ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραάμ· διὸ καὶ τῷ Κυρίῳ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγον·
PG 81:931«Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε.» Ταύτην τὴν ἀλαζονείαν καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς καταλύει, λέγων· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· ἀμὴν γὰρ λέγω ὑμῖν· Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Ὥσπερ τοίνυν ὁ θεσπέσιος οὗτος ἀνὴρ, θηριώδεις ὄντας αὐτοὺς καὶ πονηρίᾳ συζῶντας, τοῖς ἰοβόλοις θηρίοις ἀπείκασεν, οὕτω κἀνταῦθα ὁ Δεσπότης Θεὸς διὰ τοῦ προφήτου Χαναναίαν αὐτῶν τὴν ῥίζαν καλεῖ, τὸν δὲ πατέρα Ἀμοῤῥαῖον, καὶ τὴν μητέρα Χετταίαν, καὶ ἁπαξαπλῶς τὴν γένεσιν ἀλλόφυλον· ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων εἰκότως ἐδέξαντο τὴν συγγένειαν, ἀπὸ τοῦ τρόπου τῷ γένει τούτῳ συγκληρωθέντες. Ἱκανὸν δὲ ἦν λίαν αὐτοὺς πλῆξαι, οὐ μόνον διὰ τὴν τηνικαῦτα παρανομίαν τούτων αὐτῶν τῶν ἐθνῶν, ἀλλὰ καὶ διὰ τὴν ἄνωθεν δυσγένειαν. Ἀραῖς γὰρ ὁ Χαναὰν ὑπεβλήθη, καὶ δουλείαν ὑπὸ τοῦ προπάτορος Νῶε κατεδικάσθη. Τούτου, φησὶν, ὑπάρχεις ἀπόγονος, καὶ οὐδεμίαν ἔχεις πρὸς τὸν Ἀβραὰμ καὶ τὸν Σὴμ συγγένειαν·
ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τούτων ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης. Οὕτω πλήξας αὐτοὺς τῇ τοῦ Χαναὰν δυσγενείᾳ, κατὰ μέρος καὶ τὴν αὐτῶν παρανομίαν, καὶ τὴν οἰκείαν διηγεῖται εὐεργεσίαν. δ. Οὐκ ἐτμήθη , φησὶν, ὁ ὀμφαλός σου . Τουτέστιν, Ἔτι τὴν Αἰγυπτιακὴν ἕλκεις τροφήν. «Γέννησιν δὲ αὐτῆς» καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Φασὶ δὲ ἰατρῶν παῖδες τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οἷόν τινα ῥίζαν ἔχειν τὸν ὀμφαλὸν, καὶ δι’ ἐκείνου τρέφεσθαί τε καὶ αὐξάνεσθαι· ἐπειδὴ τοίνυν αἱ μαῖαι κόπτειν εἰώθασι τοῦ βρέφους τὸ προκύπτον τοῦ ὀμφαλοῦ, τροπικῶς ἐκ μεταφορᾶς φησιν· «Ὁ ὀμφαλός σου οὐ περιετμήθη·» ἀντὶ τοῦ, Ἔτι καὶ σήμερον ἕλκεις ἀπὸ τῆς μητρῴας μήτρας, τουτέστι τῆς Αἰγύπτου, τὴν τῆς ἀσεβείας τροφήν. «Καὶ ἐν ὕδατι οὐκ ἐλούσθης εἰς σωτηρίαν.» Καὶ τοῦτο ἴσως, ἐκ μεταφορᾶς τῶν βρεφῶν, τῶν μετὰ τὸν τόκον λουομένων, καὶ ἀποῤῥυπτομένων, καὶ τοῦ μητρῴου αἵματος ἀπαλλαττομένων. Σὺ οὖν, φησὶ, τούτων οὐκ ἀπηλλάγης, ἀλλ’ ἔτι καὶ σήμερον φέρεις τῆς μητρῴας νηδύος τὰ σημεῖα.
«Οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης.» Οὐκ ἐδέξω, φησὶ, τῆς διδασκαλίας τοὺς ἅλας, οὐ τὰ προσενεχθέντα σοι διὰ τοῦ νόμου σπάργανα, ἃ τοῖς βρέφεσι προσφέρεται, ἵνα, εἴ τι ἂν τῶν μελῶν ἐν ταῖς ὠδῖσι τοῦ εὐθέος παρατραπῇ, διευθύνηται, καὶ τὸ προςῆκον ἀπολαμβάνῃ σχῆμα. ε. Οὐδὲ ἐφείσατο ἐπὶ σοὶ ὁ ὀφθαλμός μου τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἀπὸ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης . Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ’ ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα. Πεδίον γὰρ ἐνταῦθα τὴν ἰσότητα προηγόρευσεν. Ἐγὼ δὲ, φησὶν, ἐν μὲν τῇ Αἰγύπτῳ, οὐδένα σοι προςήνεγκα νόμον, οὐδὲ τῶν ἐντολῶν τοὺς ἅλας, οὐδὲ τὴν τοῦ ὀμφαλοῦ περιτομὴν, οὐδὲ τὴν διὰ τῶν σπαργάνων διάρθρωσιν τῶν μελῶν· μετὰ δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, παντοδαπῆς σε ἐπιμελείας ἠξίωσα. Διὸ ἐπάγει· 2, ζ. Καὶ διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματι· καὶ εἶπόν σοι, Ἐν τῷ αἵματι ζώσῃ, καὶ εἶπόν σοι· Σὺν τῷ αἵματί σου ζωή·
PG 81:933Πληθύνου ἀθώως, καθὼς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε . Θεασάμενος γάρ σε τῷ τῆς εἰδωλολατρείας αἵματι πεφυρμένην, καὶ τὰ αἵματα τῶν θυσιῶν ἀσπαζομένην, συνεχώρησά σοι θύειν, οὐκ εἰδώλοις, ἀλλ’ ἐμοί. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Σὺν τῷ αἵματί σου ζωή· πληθύνου ἀθώως·» τουτέστι, Μὴ παρανόμως, ἀλλ’ ἐννόμως· μὴ δαίμοσιν, ἀλλὰ Θεῷ θύουσα· τοῦτο γὰρ ποιοῦσα δίκην ἀρούρας εὐθαλοῦς βλαστήσεις, καὶ παντοδαποῖς κοσμηθήσῃ καρποῖς. «Καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων.» Ἠκολούθησε, φησὶ, τῇ ἐμῇ εὐλογίᾳ τὸ ἔργον· ἐγὼ μὲν γὰρ εἶπον· Ὡς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε· σὺ δὲ δεξαμένη τὴν εὐλογίαν, καὶ πλῆθος ἐκτήσω, καὶ μέγεθος· ἐπίσημός τε καὶ περιφανὴς ἀπεφάνθης, καὶ τὰς μεγίστας τῶν πόλεων ἔσχες ὑποχειρίους. Οὕτω συντόμως δείξας αὐτὴν τὴν γένεσιν καὶ τὴν ἐπίδοσιν, πάλιν ἐξηγεῖται τὴν κατὰ μέρος αὔξησιν. «Οἱ μαστοί σου, φησὶν, ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε.» Τροπικῶς ἅπαντα ἐκ μεταφορᾶς τῶν παιδίων λέγει, τὴν πλείονα διάθεσιν διὰ τούτων ἐπιδεικνύς.
Μαστοὺς δὲ καλεῖ τοῦ λογικοῦ τὴν διάκρισιν (τὴν γὰρ καρδίαν οἱ μαστοὶ συγκαλύπτουσι), τρίχας δὲ τὸν ἀπὸ τελειότητος γινόμενον κόσμον. «Σὺ δὲ ἦσθα, φησὶ, γυμνὴ, καὶ ἀσχημονοῦσα.» Οὐδέπω γὰρ ἐδέξω τοῦ νόμου τὸ κάλυμμα η. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ ὁ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναὶ̈ Κύριος . Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξέτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντολῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνομίας γυμνότητα· τῷ δὲ συνοικεσίῳ καὶ προικῷον παρηκολούθησε γραμματεῖον. «Εἰσῆλθον γὰρ, φησὶν, ἐν διαθήκῃ μετὰ σοῦ.» Ἐπειδὴ δὲ ἔδει καὶ ὅρκον ἐντεθῆναι τῷ γραμματείῳ, οὐδὲ τοῦτο ποιῆσαι παρῃτησάμην· ἀλλ’ ἀξιόχρεως ὢν καὶ λόγῳ μόνον ὑπισχνούμενος, καὶ ὅρκον τῷ λόγῳ προστέθεικα. Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν τῷ βουλομένῳ τοῖς τοῦ νόμου γράμμασιν ἐντυχεῖν· εὑρήσει γὰρ καὶ ἐν τῇ τοῦ μακαρίου Μωσέως ᾠδῇ αὐτὸν τὸν τῶν ὅλων Θεὸν λέγοντα·
PG 81:935«Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα.» «Καὶ ἐγένου μοι,» φησί. Τουτέστι, Συνήφθης μοι, καὶ ὁ γάμος ἀπετελέσθη. θ, ι. Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἔπλυνα τὸ αἷμά σου, καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχάπτῳ . Κατὰ μέρος τὰς οἰκείας διῆλθεν εὐεργεσίας· πρῶτον μὲν γὰρ, φησὶ, τῷ τῆς διδασκαλίας ἀπέπλυνα ὕδατι καὶ ἁγνισμοὺς δὲ καὶ περιῤῥαντήρια προσενήνοχα. Ἔπειτα «ἔχρισά σε ἐλαίῳ.» Τὰ τῆς ἱερωσύνης λοιπὸν ἐνταῦθα διεξέρχεται εἴδη. Οἱ ἱερεῖς γὰρ τῷ ἐλαίῳ τῷ ἁγίῳ ἐχρίοντο· αὐτοὶ δὲ καὶ τὴν βυσσίνην καὶ τὴν ὑακινθίνην ἐσθῆτα περιεβάλοντο. Αἰνίττεται δὲ καὶ τὸν αὐτῷ τῷ λαῷ γενόμενον πλοῦτον, καὶ σωματικὸν, καὶ πνευματικὸν, διὰ τῆς αὑτοῦ κηδεμονίας. «Καὶ περιέβαλόν σε τριχάπτῳ.» Πλέγμα ἐστὶ τοῦτο ἀπὸ τριχῶν κατεσκευασμένον, ταῖς τῶν γυναικῶν περιτιθέμενον κεφαλαῖς. Τροπικῶς τοίνυν τὴν ἐπιτεθεῖσαν αὐτοῖς εὐπρέπειαν διὰ τῆς παντοδαπῆς παρεδήλωσεν ἐπιμελείας.
PG 81:937Αἰνίττεται δὲ, ὡς οἶμαι, καὶ τὴν σκηνὴν ἀπὸ δέῤῥεων τριχίνων κατεσκευασμένην, ἐν ᾗ καὶ αἱ περὶ ἁμαρτίας προσεφέροντο θυσίαι, καὶ αἱ περὶ τελειώσεως, ἀποκαλύψεις τε θεῖαι ἐγίνοντο ἐκ τοῦ ἱλαστηρίου, τῷ ἀρχιερεῖ τοῦ Θεοῦ προςδιαλεγομένου. ια, ιβ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα ἐπὶ τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον ἐπὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὠτία σου, καὶ στέφανον καυχήσεως ἐπὶ τῆς κεφαλῆς σου . Ἕκαστον δὲ τούτων τροπικῶς προσήκει νοεῖν. «Ψέλλια μὲν ταῖς χερσὶ περιτιθέμενα,» τὴν πρακτικὴν ἀρετήν· περιδέῤῥαιον δὲ τῷ τραχήλῳ περιτιθέμενον, τὸν τοῦ νόμου ζυγόν· ἐνώτιον δὲ τῷ μυκτῆρι ἐμβαλόμενον, τὴν διὰ τῶν ἐντολῶν τῆς κακίας ἀνατροπὴν, χαλινοῦ δίκην προσφερομένην ἐκ μεταφορᾶς τῶν ταύρων, οἳ τὸν σιδηροῦν χαλινὸν ταῖς ῥισὶ δέχονται, καὶ δι’ ἐκείνου τῇδε κἀκεῖσε περιάγονται. Ὅτι δὲ καὶ βουσὶν ἀπείκασεν αὐτῶν τὴν θρασύτητα, μάρτυς ὁ προφήτης Ὠσηὲ ἐκ προσώπου τοῦ Θεοῦ λέγων·
«Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραί̈μ.» Ἐνώτια δὲ τοῖς ὠσὶ προσφερόμενα τὴν ἀγαθὴν λέγει διδασκαλίαν, κόσμον ταῖς ἀκοαῖς διὰ τῆς εὐπειθείας προσφέρουσαν· στέφανον δὲ τῇ κεφαλῇ ἐπιτιθέμενον, τὴν ἐκ τῆς εὐσεβείας, καὶ τῆς εὐνομίας, καὶ ἐξ ἁπάντων τῶν ἀγαθῶν προσφερομένην εὐφημίαν. ιγ. Καὶ ἐκοσμήθης χρυσίῳ, καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα . Καὶ τούτων δὲ ἕκαστον δυνατὸν οὕτω νοῆσαι· κἀκεῖνο δὲ προσήκει προσθεῖναι τοῖς εἰρημένοις, ὅτι οὐ πνευματικὰ μόνον διὰ τῶν εἰρημένων αἰνίττεται, ἀλλὰ καὶ τὴν σωματικὴν εὐπραξίαν σημαίνει. Εὐθὺς μὲν γὰρ ἐξελθόντες ἐξ Αἰγύπτου ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ, καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους, τῆς βιαίας ἐργασίας δίκαιον ἀπαιτοῦντες μισθόν. Καὶ μέντοι καὶ τῶν τὴν Παλαιστίνην οἰκούντων ἐθνῶν πάντα τὸν πλοῦτον ἐληί̈σαντο. Σημαίνει τοίνυν, πρὸς τοῖς πνευματικοῖς, καὶ τὴν σωματικὴν περιουσίαν Διὸ ἐπάγει· «Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες.» Πάντων, φησὶ, τῶν ἐκ γῆς ἀπήλαυσας ἀγαθῶν. Καὶ ἐγένου καλὴ σφόδρα, σφόδρα. Εἶχες τὸν νόμον πληροῦσα τὴν ἀπὸ τῆς εὐνομίας εὐπρέπειαν.
«Καὶ κατευθύνθης εἰς βασιλείαν.» Οὕτω, φησὶν, ηὐξήθης, ὡς φοβερὰ γενέσθαι πᾶσι τοῖς ἐκ γειτόνων, καὶ βασιλικῆς ἀπολαύειν τιμῆς. Τοῦτο γὰρ ᾐνίξατο, δι’ ὧν ἐπήγαγεν, ιδ. Καὶ ἐξῆλθέ σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου . Ἐπίσημος γὰρ ἐγένου, καὶ πολυθρύλλητος πανταχοῦ. Εἶτα καὶ τὴν τούτου αἰτίαν φησί· «Διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ, ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Ἀδωναὶ̈ Κύριος.» Ἐγὼ γάρ σοι τῆς εὐπρεπείας ταύτης ἐγενόμην αἴτιος, ἐντολαῖς καὶ νόμοις ἰδίοις κατακοσμήσας. ιε. Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου . Αὕτη τῶν κακῶν ἡ ἀρχὴ, τὸ καταλιπεῖν μὲν τὴν θείαν ἐλπίδα, τοῖς δὲ οἰκείοις ἐναβρύνεσθαι κατορθώμασι. «Καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον· αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται.» Ὀνομαστοτάτη, φησὶ, γενομένη, καὶ μέγα διὰ τοῦτο φρονήσασα, ἐμοῦ μὲν ἀπέστης, εἰς ἐσχάτην δὲ ἀκολασίαν ἐξώκειλας, οὐχ ἕνα ἐραστὴν, οὐδὲ δύο δεχομένη, ἀλλὰ πάντα τὸν διὰ σοῦ παρελθεῖν ἐθελήσαντα· καὶ συνεγίνου ἑκάστῳ παρανόμως δεχομένη τὴν συνουσίαν. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς·
PG 81:939«Αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται·» τουτέστι, Συνήπτου ἑτέροις, οὐδαμόθεν αὐτοῖς ἁρμόττουσα· ἐμοὶ γὰρ σαυτὴν ἐξ ἀρχῆς ἀνατέθεικας. Πορνείαν δὲ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ· πάντα δὲ πάροδον , τὰς διαφοροὺς τῶν δαιμόνων ἐπιβουλάς. ι. Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπ’ αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς, ἃ οὐκ ἔσται, οὐδὲ μὴ γένηται . Καινὰ, φησὶ, καὶ παράδοξά σου τὰ τῆς εἰδωλολατρείας ἐπιτηδεύματα. Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόησας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος. ιζ. Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ ἀργυρίου μου καὶ ἐκ τοῦ χρυσίου μου, ἐξ ὧν δέδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀῤῥενικὰς, καὶ ἐπόρνευσας ἐν αὐταῖς . Παρ’ ἐμοῦ, φησὶ, τὸν ἄργυρον, καὶ τὸν χρυσὸν λαμβάνουσα, θεοὺς ἐκ τῶν ἐμῶν κατασκευάζεις δωρεῶν, καὶ τούτους τῆς ἐμῆς προείλου θεραπείας. Εἰκόνας δὲ ἀῤῥενικὰς ὠνόμασεν, ἐπειδὴ πορνείαν τὴν εἰδωλολατρείαν τροπικῶς ὀνομάζει. ιη, ιθ.
PG 81:941Καὶ ἔλαβες , φησὶ, τὸν ἱματισμόν σου τὸν ποικίλον, καὶ περιέβαλες αὐτὰ, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν. Καὶ τοὺς ἄρτους, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ μέλι, καὶ ἔλαιον ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας . Ἃ παρ’ ἐμοῦ, φησὶν, ἐλάμβανες ἀγαθὰ, ταῦτα τοῖς μοιχοῖς ἐκείνοις προσέφερες δαίμοσι, τοῖς μὲν αὐτοὺς κατακοσμοῦσα, καὶ καταποικίλλουσα, τοῖς δὲ τὰς θυσίας καὶ τὰς σπονδὰς ἐπιτελοῦσα. Καὶ ἐγένετο, λέγει Ἀδωναὶ̈ Κύριος . (κ) Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν . Εἶτα κατ’ εἰρωνείαν ὁ ἔλεγχος. «Ὡς μικρὰ ἐξεπόρνευσας,» Ἐξ ὧν δῆλον, καὶ λίαν σαφὲς, ὅτι πορνείαν ἐνταῦθα τὴν τῶν εἰδώλων θεραπείαν καλεῖ. κα, κβ. Καὶ ἔσφαξας , φησὶ, τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς. Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν καὶ τὰ βδελύγματά σου . Πάντων γὰρ τῷ ὄντι καὶ μυσαρώτατον, καὶ μιαρώτατον, ἡ ἄδικος τῶν παίδων σφαγὴ, ἣν ἐπετέλουν οἱ μεμηνότες ἀποτροπιαζόμενοι, καὶ κακῶν ἀπαλλαγὴν, ὡς ἀνοήτως ὑπελάμβανον, σφίσιν αὐτοῖς μηχανώμενοι.
«Καὶ οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ, καὶ ἀσχημονοῦσα, καὶ πεφυρμένη ἐν τῷ αἵματί σου, καὶ ἔζησας. Οὐκ ἔλαβες, φησὶν, εἰς νοῦν τὰ πρότερα, ὅπως σε γυμνὴν οὖσαν, καὶ πάσης προνοίας ἐστερημένην καὶ τῷ εἰδωλικῷ αἵματι πεφοινιγμένην, λαβὼν ἀπέλουσά τε καὶ ζωῆς καὶ πάσης κηδεμονίας ἀπολαῦσαι πεποίηκα. κγ. Καὶ ἐγένετο μετὰ πάσας τὰς ἀδικίας σου, Οὐαὶ, οὐαί σοι, λέγει Ἀδωναὶ̈ Κύριος . Καρπὸν δέ φησι τῆς ἀγνώμονος γνώμης ταύτης δρέπῃ θρῆνον καὶ ὀδυρμόν. Εἶτα πλατύτερον αὐτῆς διέξεισι τὴν ἀσέβειαν. κδ, κε. Καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ. Καὶ ἐπ’ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ. Ταῦτα σαφέστερον ἄν τις καταμάθοι, καὶ ἐκ τῆς τῶν Κριτῶν ἱστορίας, καὶ ἐκ τῆς τῶν Βασιλειῶν συγγραφῆς· πανταχοῦ γὰρ καὶ ἐν ταῖς οἰκίαις, καὶ ἐν ταῖς ἀγοραῖς, ἔστησαν τὰ τῶν εἰδώλων ἱδρύματα·
καὶ τὰ σώματα δὲ ταύτης τῆς ἀσεβείας ἐπλήρωσαν, καὶ ἐν αὐτῷ δὲ τῷ νεῷ τοῦ Θεοῦ τοῖς ἀλιτηρίοις δαίμοσιν ᾠκοδόμησαν βωμοὺς, ἰνδάλματά τε καὶ ἀπεικάσματα δαιμόνων ἱδρύσαντο. Τοῦτο δὲ κἀνταῦθα ὁ Δεσπότης κατηγορεῖ, «οἴκημα πορνικὸν» τὰ εἰδωλικὰ τεμένη προσαγορεύων. Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι’ ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλατείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμήνατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνήσασα θεούς. Καὶ τοῦτο διδάσκων ἐπήγαγε· Καὶ ἐπλήθυνας τὴν πορνείαν σου . (κ.) Καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. Τροπικῶς δὲ πάλιν μεγαλοσάρκους, τοὺς μεθ’ ὑπερβολῆς τῇ τῶν εἰδώλων θεραπείᾳ προστετηκότας ὠνόμασεν. Οὗτοι γὰρ καὶ τράγους, καὶ βόας, καὶ πρόβατα, κύνας τε καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ ἴβεις, καὶ ἱέρακας προσεκύνησαν. κζ.
Καὶ ἰδοὺ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων, τὰς ἐκκλινούσας ἀπὸ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. Κινήσω, φησὶν, εἰς παιδείαν τὴν χεῖρά μου, καὶ γυμνώσω σε τῆς τοῦ νόμου λαμπρότητος, καὶ ἐπίχαρτόν σε τοῖς ἐχθροῖς καταστήσω, καὶ τὰς ἐκ γειτόνων πόλεις ἐπιγελᾷν σοι ποιήσω, αἳ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν οὐκ ἐζήλωσαν. κη, κθ. Καὶ ἐξεπόρνευσας , φησὶν, ἐπὶ τοὺς υἱοὺς Ἀσσοὺρ, καὶ οὐδὲ οὕτως ἐνεπλήσθης, καὶ ἐξεπόρνευσας, καὶ οὐκ ἐνεπίμπλω. Καὶ ἐπλήθυνας τὰ πορνεῖά σου πρὸς γῆν Χαναὰν, καὶ εἰς τοὺς Χαλδαίους, καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης . Ἕκαστον, φησὶν, ἔθνος ἰδίοις εἰδώλοις ἐδούλευσε· σὺ δὲ τοὺς ἁπάντων προσκυνήσασα θεοὺς, καὶ τῶν πανταχοῦ εἰδώλων τὴν θεραπείαν ἀσπαζομένη, κόρον τῆς ἀσεβείας οὐδέπω καὶ τήμερον ἔλαβες. λ. Τίνι καθαριῶ τὴν καρδίαν σου, λέγει Ἀδωναὶ̈ Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης παῤῥησιαζομένης ; Ποίαν, φησὶν, ἀξίαν τῆς ἀσεβείας ἐπαγάγω σοι τιμωρίαν; ποίῳ φαρμάκῳ χρησάμενος ποιήσομαι τῶν δυσωδῶν ἑλκῶν σου τὴν κάθαρσιν;
τετόλμηκας γὰρ ἔργα γυναικὸς τὴν μὲν αἰδὼ τῶν μετώπων ἀποξυσάσης, ἀναισχύντως δὲ καὶ προφανῶς τὴν ἀκολασίαν μετερχομένης. «Καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου.» Τῶν ὑπηκόων σου, φησὶ, πόλεων ἡ σὴ παρανομία τριπλασίων ἐστὶ, καὶ ἣν ἔδει διδάσκαλον τῆς εὐσεβείας γενέσθαι, αὕτη πάσης ἀσεβείας ἀρχέτυπον ἀπεφάνθη. λα. Ἐν τῷ οἰκοδομῆσαί σε , φησὶ, τὸ πορνεῖόν σου ἐν ἀρχῇ πάσης ὁδοῦ, καὶ τὸ ἔκθεμά σου ἐποίησας ἐν πάσῃ τῇ πλατείᾳ, καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα . Οὔτε γὰρ ἡ τῶν ἀναγκαίων χρεία ἐπὶ ταύτην σε ἤγαγε τὴν ἀκολασίαν· πάντων γὰρ ἀπολαύουσα τῶν ἀγαθῶν, καὶ τοῖς ἐμοῖς ἐντρυφῶσα δώροις, τὰ παρ’ ἐμοῦ σοι διδόμενα προσέφερες ἐκείνοις. Διὸ γυναικὶ ἔοικας, ἀνδρὶ μὲν συνεζευγμένῃ, μοιχοῖς δὲ τὴν ὥραν προϊεμένῃ, καὶ τὰ τοῦ ἀνδρὸς ἐκφερούσῃ, καὶ τοῖς ἐρασταῖς χορηγούσῃ. λβ. Ἡ γυνὴ γὰρ , φησὶ, καὶ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὑτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι, ἡ παρὰ τοῦ ἀνδρὸς αὑτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορνεύουσιν εἰς αὐτὴν προςδιδοῦσα μισθώματα . Καὶ τὸ αὐτὸ πλατύτερον διεξιὼν, ἵνα σαφῶς διελέγξῃ τὴν ἀτοπίαν. λγ.
Πάσαις γὰρ , φησὶ, πόρναις δίδοται μισθώματα, σὺ δὲ προσέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου . Οὐδεὶς γὰρ οὐδὲν ἀγαθὸν παρὰ τῶν ἀλαστόρων δαιμόνων ἐδέξατο πώποτε· οἱ δὲ τούτοις δουλεύειν αἱρούμενοι, τὰ παρὰ τοῦ Θεοῦ χορηγούμενα τούτοις προσφέροντες, τὴν τούτων δεσποτείαν ἐφέλκονται. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· «Καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου.» Δι’ ὧν γὰρ, φησὶ, προσέφερες, προέτρεπες αὐτοὺς προσθέειν σοι, καὶ προστρέχειν, καὶ διηνεκῶς συνεῖναι. λδ. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σὲ οὐ πορνεύσουσιν· ἐν τῷ γὰρ προσδιδόναι σε μισθώματα, καὶ μισθώματα μὴ δίδοσθαί σοι, γέγονεν ἐν σοὶ διεστραμμένα . Ἔοικας μὲν γὰρ, φησὶ, ταῖς ἀκολάστοις γυναιξὶ, ταῖς ἅπασι προκειμέναις κατὰ τὴν πρὸς τοὺς πολλοὺς ἐραστὰς κοινωνίαν· τὸ δὲ μισθὸν ὀρέγειν, ἀλλὰ μὴ λαμβάνειν, ἐναντία πάλιν ἐκείναις δρῶσα διατελεῖς· διὸ καὶ τὰς πρὸ σοῦ, καὶ τὰς μετὰ σὲ, κατὰ τοῦτο τῆς ἀκολασίας τὸ εἶδος νενίκηκας.
PG 81:943Οὕτως αὐτῆς τὴν παρανομίαν γυμνώσας, ἐκ τῶν ἔργων τὴν προσηγορίαν ἐπιτίθησι, καί φησιν· λε, λ. Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν δέδωκας αὐτοῖς . Ὑπόχαλκον καλεῖται νόμισμα τὸ ἀδόκιμον, καὶ ὑλῶν ἑτέρων ἐπιμιξίαν δεξάμενον. Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ’ ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι. λζ. Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας, σὺν πᾶσιν οὓς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν . Δι’ αὐτῶν, φησὶ, τῶν ἐραστῶν σου τιμωρήσομαί σε·
PG 81:947ἐζήλωσας Χαλδαίων καὶ Ἀσσυρίων, Χαναναίων τε καὶ Αἰγυπτίων τὴν ἀσέβειαν· τούτοις ὀργάνοις χρήσομαι κατὰ σοῦ, τὰς ἀξίας σοι ἐπιφέρων τιμωρίας· συνάψω δὲ τοῖς ἐρασταῖς σου καὶ τοὺς ὑπὸ σοῦ μισουμένους, ἵνα καὶ οὗτοι κἀκεῖνοι τὴν πολλήν σου παρανομίαν θεάσωνται. «Ἀποκαλύψω γὰρ, φησὶ, τὰς κακίας σου πρὸς αὐτοὺς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου.» λη. Καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδων καὶ ἐκχεουσῶν αἷμα, καὶ θήσω σε ἐν αἵματι θυμοῦ μου καὶ ζήλου. Ἀνδροφόνων γὰρ καὶ μοιχευτριῶν γυναικῶν τίσεις δίκας· ὧν γὰρ ἐμιμήσω τὴν παρανομίαν, τούτων δέξῃ τὴν τιμωρίαν. λθ. Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου . Τουτέστι, τὰ τῶν δαιμόνων τεμένη. «Καὶ καθελοῦσι τὴν βάσιν σου.» Τὸν θεῖον νεὼν διὰ τούτων ᾐνίξατο· βάσις γὰρ αὐτῶν, καὶ κρηπὶς, καὶ ὑποβάθρα, ἡ ἐν ἐκείνῳ ἐπιτελουμένη λατρεία. «Καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν.» Τὴν πόρθησιν καὶ τὸν ἀνδραποδισμὸν διὰ τούτων ἐδήλωσε. μ, μα.
Καὶ ἄξουσιν ὑπὲρ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὑτῶν· καὶ ἐμπρήσουσι τοὺς οἴκους σου ἐν πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν . Ταῦτα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν· τροπικῶς δὲ αὐτὰ, ὡς ἐπὶ γυναικὸς διεξῆλθε μοιχευτρίας, καταλευομένης, καὶ σφαττομένης, καὶ ἐμπιπραμένης· οὗ χάριν ἐπιμείνας τῇ τροπῇ ἐπήγαγε· «Καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν·» οὐ γυναῖκας δὲ τὰς γυναῖκας ὀνομάζει, ἀλλὰ τροπικῶς τὰς πόλεις οὕτω καλεῖ, ἐπειδὴ καὶ αὐτὴν πόλιν οὖσαν δίκην γυναικὸς εἰς τὸ δικαστήριον εἰσάγει. Εἶτα τὴν ἀπὸ τῆς τιμωρίας ὠφέλειαν αἰνίττεται. «Καὶ ἀποστρέψω σε ἀπὸ πορνείας, καὶ μισθώματα οὐ μὴ προςδῷς ἔτι.» Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος. μβ. Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι . Τροπικῶς πάλιν, ὡς ἐπὶ ἀνδρὸς ζηλοτυποῦντος τῆς γυναικὸς τὴν μοιχείαν, καὶ ταῦτα ἔφη.
Τῇ γὰρ τιμωρίᾳ, φησὶ, χρησάμενος καταπαύσω σου τὴν ἀκολασίαν, καὶ τῆς ἐπὶ σοὶ φροντίδος ἀπαλλαγήσομαι· οὐκέτι γάρ με εἰς ζηλοτυπίαν οἱ ἐρασταί σου κινήσουσι. Ταύτην δέ σοι τὴν τιμωρίαν ἐπάξω· μγ. Ἀνθ’ ὧν οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Ἀδωναὶ̈ Κύριος. Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ’ οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ. «Καὶ οὕτως οὐκ ἐποίησα κατὰ πᾶσαν τὴν ἀσέβειάν σου ἐν πάσαις ταῖς ἀνομίαις σου.» Οὐδὲν, φησὶ, τῶν ἁμαρτημάτων ἄξιον ὑπομένεις· σμικρὰ γὰρ ἡ τιμωρία τῇ ἀσεβείᾳ συγκρινομένη. μδ. Ταῦτά ἐστι πάντα, ὅσα εἶπον κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες· Καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ. Ἁρμόττει σοι, φησὶν, ἡ περιφερομένη παροιμία, ὅτι μητρὶ ἔοικεν ἡ θυγάτηρ· μητέρα δὲ αὐτῆς ἄνω τὴν Χετταίαν ὠνόμασε. με.
PG 81:955Θυγάτηρ τῆς μητρός σου σὺ εἶ, τῆς ἀπωσαμένης τὸν ἄνδρα αὑτῆς καὶ τὰ τέκνα αὑτῆς, καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου, τῶν ἀπωσαμένων τὸν ἄνδρα αὑτῶν καὶ τὰ τέκνα αὑτῶν . Δείκνυσι διὰ τούτων, ὡς οὐκ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· καὶ γὰρ ἐκείνων πάλαι Θεὸς ἐχρημάτισε, πρὶν αὐτοὺς δέξασθαι τῆς εἰδωλολατρείας τὴν λώβην· διὸ κἀκείνους ἔφη, καὶ τὸν ἄνδρα ἀπώσασθαι, καὶ τὰ τέκνα, τὸν μὲν Θεὸν ἀρνηθέντας, τὰ δὲ τέκνα τοῖς δαίμοσι καταθύσαντας. Εἶτα σαφέστερον τὸν λόγον ποιεῖ· Ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμοῤῥαῖος. (μ.) Ἡ ἀδελφή σου ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, καὶ ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου, καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς. Πρεσβυτέραν ἀδελφὴν τὴν Σαμάρειάν φησιν, οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν τῆς ἀσεβείας διδασκαλίαν ὠνόμασε· κατὰ γὰρ τὸν χρόνον, ἡ Σόδομα πρεσβυτέρα· ἀλλ’ ἐπειδὴ τὰ τῆς Σαμαρείας πρότερον ἐζήλωσεν ἐπιτηδεύματα, εἶτα κατὰ μέρος τὴν παρανομίαν ἐξέτεινεν, ὡς καὶ Σοδόμοις ἀπεικασθῆναι.
Νεωτέραν δὲ ἀδελφὴν προςαγορεύει τὴν Σόδομα, ὡς ὕστερον τὴν πρὸς αὐτὴν ἀσπασαμένην συγγένειαν · τὴν γὰρ τῆς ἀσεβείας κοινωνίαν συγγένειαν προσηγόρευσε. Τὸ δὲ, «ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων,» διὰ τὴν θέσιν τῶν τόπων τέθεικε· τοῖς γὰρ ἐν Ἱεροσολύμοις πρὸς ἀνατολὰς τετραμμένοις, ἐκ δεξιῶν μὲν τὰ Σόδομα κεῖται· νοτιώτερα γάρ· ἐξ εὐωνύμων δὲ ἡ Σαμάρεια, βορειοτέρα διακειμένη. Θυγατέρας δὲ καὶ ταύτης κἀκείνης τὰς ὑποκειμένας καὶ πόλεις καὶ κώμας ὀνομάζει. Δεῖξαι δὲ βουλόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἐπήγαγεν· μζ. Καὶ οὐδ’ ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου . Ηὔξησας, φησὶν, ἐπινοίαις τὰ πονηρὰ ἐκείνων ἐπιτηδεύματα, καὶ κινδυνεύεις τὰ νικητήρια τῆς ἀσεβείας λαβεῖν. μη. Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, εἰ ἐποίησε Σόδομα ἡ ἀδελφή σου αὕτη, καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ, καὶ αἱ θυγατέρες σου . Εἶτα δείκνυσι τὸ διάφορον. μθ, ν. Πλὴν τὸ ἀνόμημα Σοδόμων ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων καὶ εὐθηνίαις ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς·
τοῦτο ὑπῆρχεν ἐν αὐτῇ, καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς· καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο, καὶ ἐμεγαλαύχουν. Καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτὰς, καθὼς εἶδον . Ὑπερμαζήσαντες, φησὶ, τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ εἰς ὑπερηφανίαν καὶ ἀλαζονείαν ἐξώκειλαν, καὶ ὑπερεώρων τοὺς ἐν ἐνδείᾳ οἱ πάσης χλιδῆς ἀπολαύοντες· ὅθεν εἰς τὴν ἐσχάτην ἀκολασίαν ἐξέπεσαν, καὶ δίκας ὑπέμειναν τῶν ἀσεβημάτων ἀξίας. να. Καὶ Σαμάρεια κατὰ ἡμίση τῶν ἁμαρτημάτων σου οὐχ ἥμαρτεν, καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας . Ταύτην δὲ τὴν παρεξέτασιν οὐ κατὰ μόνην ποιεῖται τὴν τῆς ἁμαρτίας ποιότητα, ἀλλὰ κατὰ τὴν τῆς κηδεμονίας. Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμάρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ’ ἕτερον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη. Καὶ τὰ Σόδομα δὲ οὔτε προφήτην εἶχεν, οὔτε νομοθέτην, μόνης δὲ τῆς τοῦ φυσικοῦ νόμου διδασκαλίας ἀπήλαυε.
Σὺ δὲ καὶ νόμον ἔχουσα, καὶ ἱερέας, καὶ προφήτας, καὶ τὸν θεῖον νεὼν, καὶ τὴν ἔννομον λατρείαν, τὴν ἐκείνων ἀσέβειαν ἐπετήδευσας· διὸ συγγνώμης ἐκείνας ἀποφαίνεις ἀξίας. νβ. Καὶ σὺ κόμισαι τὴν βάσανόν σου ὑπερβάλλουσαν, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν . Οὐχ ἁπλῶς εἶπεν, ἐδικαίωσας , ἀλλ’ ὑπὲρ σεαυτήν . Σὺ μὲν γὰρ, τὴν ἐκείνων παρανομίαν μιμησαμένη, οὐκ ἔχεις ἀπολογίαν ὑπὸ νόμου καὶ προφητῶν βοηθουμένη· ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν τυχεῖν συγγνώμης ἐθέλουσι. Δέξαι τοίνυν τῶν σῶν ἐπιτηδευμάτων τὴν τιμωρίαν, δι’ ὧν κἀκείναις ἐπιβλαβὴς ἐγένου. «Καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου, ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.» Ὅταν τις ἐν τιμῇ ὢν μὴ συνίῃ, ἀτιμίᾳ περιβληθεὶς εἰς αἴσθησιν ἔρχεται τῆς προτέρας τιμῆς. Καὶ Ἱερουσαλὴμ τοίνυν, τὴν ὑπὸ τοῦ Θεοῦ δοθεῖσαν αὐτῇ μὴ γνωρίσασα τιμὴν, διὰ τῆς πολιορκίας καὶ αἰχμαλωσίας τὸν ἑαυτῆς ἐπέγνω Θεόν· διὸ βοᾷ ὑπὸ τοῦ μακαρίου διδαχθεῖσα Δαβίδ·
«Ἡ αἰςχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» νγ. Καὶ ἀποστρέψω , φησὶν, ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων, καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας, καὶ τῶν θυγατέρων αὐτῆς . Προςήκει τὰ τῆς Γραφῆς ἰδιώματα εἰδέναι· οὔτε γὰρ δυνατὸν ἑτέρως αὐτῆς τὸν σκοπὸν διαγνῶναι. Ἔχει τοίνυν πρὸς ἄλλοις πολλοῖς καὶ τοῦτο ἰδίωμα, τὸ καὶ τὰ γεγενημένα, ὡς ἐσόμενα λέγειν, καὶ τὰ ἐσόμενα ὡς γεγενημένα. Οὕτω τοίνυν κἀνταῦθα τὰ ἤδη γεγενημένα, ὡς ἐσόμενα λέγει· Ἀπεστράφη με Σόδομα, καὶ αἱ ὑπ’ αὐτὴν πόλεις· ὡσαύτως δὲ καὶ ἡ Σαμάρεια σὺν τοῖς ὑπηκόοις. Ἀλλὰ κἀγὼ ἀπεστράφην καὶ δίκας ὧν ἥμαρτεν ἐπραξάμην. Καὶ σοῦ δὲ πάλιν ὡσαύτως ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν · (νδ.) ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με. Ταὐτὰ, φησὶν, ἐκείναις πείσῃ καὶ σὺ, καὶ ὧν εἰς ἐμὲ πεπλημμέληκας δώσεις τὰς δίκας. νε. Καὶ ἡ ἀδελφή σου Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται, καθὼς ἦσαν ἀπ’ ἀρχῆς·
καὶ σὺ, καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε, καθὼς ἦτε ἀπ’ ἀρχῆς. Ἀποκατάστασιν ἐνταῦθα οὐ τὴν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ὠνόμασε· τὸ γὰρ μελετητικὸν ἐπὶ Σοδόμων πάλιν τὸ ἰδίωμα τῆς Γραφῆς πρόςκειται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὰ Σόδομα, λαμπρὰ ὄντα καὶ ὑπὸ πλείστων οἰκούμενα, εἰς τὸ ἀρχαῖον μετέθηκα σχῆμα, καὶ πεποίηκα παντελῶς ἀοίκητα, ὁποῖα ἦν πρὶν οἰκισθῆναι· οὕτω καὶ σοῦ πᾶσαν ἀφελόμενος τὴν εὐπρέπειαν, εἰς τὸ πρότερον εἶδος ἐπανελθεῖν παρασκευάσω. ν, νζ. Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου, ἐν ταῖς ἡμέραις ὑπερηφανείας σου. Πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ σὺ θυγατέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ σου, καὶ θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ . Εἰ μὴ ἐμεμαθήκεις τῶν Σοδόμων, φησὶ, τὴν τιμωρίαν, καὶ περιεφέρετο ἐν τῷ στόματί σου ἡ ἐκείνων πανωλεθρία, ὃν τρόπον νῦν ἡ σὴ πολιορκία ἐν ταῖς τῆς Συρίας καὶ Παλαιστίνης πόλεσι, τί πλέον ἂν εἰργάσω κακόν;
Οὐδὲ γὰρ τὸ ἐκείνων ὤνησέ σε παράδειγμα, ἀλλ’ εἰδυῖα τά τε ὑπ’ αὐτῶν τολμηθέντα, τά τε ἐπενεχθέντα αὐτοῖς κακὰ, οὐδὲν ἧττον ἐπέμεινας παρανομοῦσα. Διὰ τοῦτο νη, νθ. Τὰς ἀσεβείας σου, καὶ τὰς ἀνομίας σου σὺ κόμισαι αὐτὰς, λέγει Κύριος. Τάδε λέγει Ἀδωναῖ Κύριος· Καὶ ποιήσω ἐν σοὶ, καθὼς ἐποίησας, ὡς ἠτίμωσας τὴν ἀρὰν, τοῦ παραβῆναι τὴν διαθήκην μου . Εἶχεν ὁ νόμος ἀρὰν τοῖς παραβαίνουσιν αὐτὸν ἑπομένην· ἐκέλευσε δὲ ταύτην τὰς ἓξ φυλὰς ἐν τῷ ὄρει τῷ Γηβὰλ ἑστῶσας διεξιέναι, καὶ πάντα τὸν λαὸν ἐπάγειν Ἀμὴν, οἷον ὑπογράφοντας, καὶ συντιθεμένους τῇ τοῦ νόμου ἀρᾷ. Ἐπειδὴ τοίνυν, φησὶν, οὐδὲ τὴν ἀρὰν ἐφοβήθης, ἀλλ’ ἀδεῶς τὴν ἐμὴν παρέβης διαθήκην, δέξαι τῶν σπερμάτων τὰ δράγματα. Εἶτα ὑπισχνεῖται καὶ τὰ μετὰ τὴν τιμωρίαν ἀγαθά. ξ. Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου· καὶ στήσω σοι τὴν διαθήκην μου αἰώνιον . Σὺ μὲν γὰρ, φησὶ, τὰς πρὸς ἐμὲ συνθήκας ἐπάτησας, ἐμὲ δὲ οὐδὲ τοῦτο πείσει παντελῶς σε καταλιπεῖν, ἀλλὰ τῇ παιδείᾳ σε σωφρονίσας, καὶ διδάξας εὐγνωμοσύνην, τῶν συνθηκῶν ἐκείνων ἀναμνησθήσομαι, ἃς πρὸς σὲ πάλαι ἐποιησάμην ἔτι νηπίαν οὖσαν·
οὕτω δὲ καλεῖ τὸν χρόνον τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς. «Καὶ στήσω τὴν διαθήκην μου, διαθήκην αἰώνιον.» Οὐ τὴν τοῦ νόμου, ἀλλὰ τὴν τῆς χάριτος· οὐ τὴν διὰ τοῦ Μωσέως, ἀλλὰ τὴν διὰ τῶν ἀποστόλων· ἡ μὲν γὰρ ἔχει τὸ πρόσκαιρον, ἡ δὲ τὸ αἰώνιον. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ποιήσειν ὑπέσχετο. Διαθήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ καὶ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἀπωσάμην αὐτούς· ἀλλὰ διαθήσομαι αὐτοῖς διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω αὐτούς.» Ταύτην κἀνταῦθα ὑπισχνεῖται τὴν διαθήκην. ξα. Καὶ μνησθήσῃ , φησὶ, τῶν ὁδῶν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαμβάνειν σε τὰς ἀδελφάς σου, τὰς πρεσβυτέρας σου, σὺν ταῖς νεωτέραις σου . Διὰ γὰρ τῆς τιμωρίας εἰς αἴσθησιν ἐρχομένη τῶν οἰκείων ὁδῶν, καὶ τὴν περικειμένην σοι ἀτιμίαν ὁρῶσα, τὸν οἰκεῖον ἐπιγνώσῃ Δεσπότην·
ὄψῃ δὲ καὶ ταύτας τὰς ἀδελφάς σου, σὺν σοὶ ταύτης ἀπολαυούσας τῆς διαθήκης, μᾶλλον δὲ σαυτὴν μετ’ ἐκείνων τυγχάνουσαν. «Δώσω γὰρ, φησὶν, αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου.» Οὐ γὰρ ἐκεῖναι διὰ σοῦ, ἀλλὰ σὺ ἐξ αὐτῶν καρπώσῃ τὴν ὠφέλειαν, οὐ ταύτης τῆς διαθήκης, καθ’ ἣν νῦν πολιτεύῃ, τὴν κοινωνίαν ταύτην ἐργαζομένης, ἀλλὰ τῆς αἰωνίου τῆς ὕστερον δοθησομένης· αἰνίττεται διὰ τῶν Σοδόμων, καὶ τῆς Σαμαρείας, τὴν τῶν ἐθνῶν ἁπάντων καὶ τῶν Ἰουδαίων κατὰ ταυτὸν ἐσομένην εὐσέβειαν, καὶ τὴν εἰς ἕνα Θεὸν πίστιν ἐκ τῆς Νέας πρυτανευομένην Διαθήκης. ξβ. Καὶ ἀναστήσω, φησὶν, ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος . Πρῶτον μὲν γὰρ Ἰουδαίοις ἐκηρύχθη τὸ Εὐαγγέλιον, εἶτα πᾶσι τοῖς ἔθνεσιν· ἀλλὰ καὶ αὖθις κηρυχθήσεται διὰ τοῦ μεγάλου Ἠλία πρὸ τῆς τοῦ κόσμου συντελείας. Ἐγὼ οὖν, φησὶ, πάντα ποιήσω τὴν σὴν πραγματευόμενος ὠφέλειαν· γνώσῃ γὰρ ἐκ τούτων, οἷα μὲν τὰ παρὰ σοῦ εἰς ἐμὲ γεγενημένα, ὁποῖα δὲ τὰ παρ’ ἐμοῦ ὑπαρχθέντα σοι ἀγαθά. Διὰ τοῦτο ἐπήγαγεν· ξγ.
Ὅπως μνησθῇς, καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι στόμα ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί σε κατὰ πάντα ὅσα ἐποίησας, λέγει Ἀδωναὶ̈ Κύριος . Τούτοις ἐν τῇ καμίνῳ καὶ οἱ τρεῖς παῖδες τοῖς λόγοις ἐχρήσαντο. Οἰκειούμενοι γὰρ τὰς τοῦ λαοῦ παρανομίας ἔλεγον προσευχόμενοι· «Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε.» Καὶ ὁ θεσπέσιος Δανιὴλ ὡσαύτως ἐν τῇ αἰχμαλωσίᾳ ἐβόα προσευχόμενος «Σοὶ Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν.» Καὶ τὴν αἰτίαν δεικνύντες ἐπήγαγον εἰκότως· «Διότι ἡμάρτομέν σοι.» Πέρας τοίνυν καὶ αὕτη εἴληφεν ἡ προφητεία· ἀψευδὴς γὰρ ὁ τοῖς προφήταις ἐμπνέων.
PG 81:957Δεῖ τοίνυν καὶ ἡμᾶς τὰ καθ’ ἡμᾶς αὐτοὺς ἐξετάζοντας, καὶ βάσανον ἀκριβῆ ποιουμένους τῶν πεπολιτευμένων, παρεξετάζοντας δὲ ταῖς ἡμετέραις πλημμελείαις τὰς θείας εὐεργεσίας, τούτοις κεχρῆσθαι προσευχομένους τοῖς λόγοις, καὶ τῇ αἰσχύνῃ τῶν προειργασμένων ἁμαρτημάτων φεύγειν τὴν τῆς αἰσχύνης ποιητικὴν ἐργασίαν, καὶ τῇ θείᾳ μνήμῃ τὴν ψυχὴν καταυγάζειν. Οὕτω γὰρ δυνησόμεθα πόῤῥω μὲν τῶν τῆς ἁμαρτίας γενέσθαι μηχανημάτων, τῷ δὲ Θεῷ προσεδρεύειν, καὶ τῆς παρ’ αὐτοῦ χάριτος ἀπολαύειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ 2.
Chapter 17ΚΕΦΑΛΑΙΟΝ ΙΖ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΙΖ. αγ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν ἐπὶ τὸν οἶκον Ἰσραήλ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος . Αἰνιγματωδῶς ποιήσασθαι αὐτῷ τὴν προφητείαν παρακελεύεται, ἵν’ ἀγνοοῦντες οἱ ἀκούοντες τὰ λεγόμενα σπουδαιότεροι περὶ τὴν τούτων γένωνται ζήτησιν, καὶ δι’ ἐρωτήσεως παρὰ τοῦ προφήτου δέξωνται τὴν ἑρμηνείαν.
«Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων.» Τὸν Ναβουχοδονόσορ διὰ τούτων ᾐνίξατο, μέγαν μὲν ὀνομάσας διὰ τὸ πολυθρύλλητον γενέσθαι, «μεγαλοπτέρυγον δὲ,» ὡς ἐπὶ πλεῖστον τὴν ἡγεμονίαν ἐκτείναντα, «μακρὸν δὲ τῇ ἐκτάσει,» ὡς μεγαλόφρονα καὶ ἀλαζόνα· «πλήρη δὲ αὐτὸν ὀνύχων» ἐκάλεσεν, ὡς πολλὴν στρατείαν ἔχοντα, ἱππικήν τε καὶ πεζικὴν, ψιλήν τε καὶ ὁπλιτικήν. Ὄνυχες γὰρ βασιλέως οἱ στρατιῶται, καὶ τὸ ἔσχατον τοῦ σώματος ἔχοντες, διὰ τὸ τοῖς ἡγεμόσιν ὑποκεῖσθαι, καὶ τὸ ὀξὺ καὶ δυνατὸν, εἰς τὸ πλήττειν καὶ σπαράττειν θηρίου δίκην τοὺς ἀντιλέγειν ἐπιχειροῦντας. «Ὃς ἔχει, φησὶ, τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον.» Ἐνταῦθα σαφῶς ἐδίδαξεν, ὅτι οὐκ αὐτομάτως εἰς τὴν Ἱερουσαλὴμ ἐλήλυθεν, ἀλλ’ ἀοράτως τοῦ Θεοῦ τῶν ὅλων παρακινήσαντός τε καὶ ἀγαγόντος· Λίβανον γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν, οὐχ ὡς ἐπίσημον μόνον, ἀλλὰ καὶ ὡς κομῶσαν τηνικαῦτα, καὶ οἰκητόρων πλήθει, καὶ τῶν κατὰ νόμον ἱερέων, καὶ προφητῶν τὰ θεῖα προθεσπιζόντων. Καὶ εἰσῆλθε , φησὶ, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου . (δ.) Τὸ ἄκρον τῆς ἁπαλότητος ἀπέκνισε . Τὸν Ἰεχονίαν διὰ τούτων ᾐνίξατο·
PG 81:959ἐπίλεκτα δὲ ἔφη τῆς κέδρου διὰ τὴν βασιλείαν, «ἄκρον δὲ τῆς ἁπαλότητος,» οὐ μόνον διὰ τὸ ὑψηλὸν, ἀλλὰ καὶ διὰ τὸ νέον τῆς ἡλικίας· νέος γὰρ ὢν ἔτι, καὶ τὴν βασιλείαν ἐδέξατο, καὶ τὴν αἰχμαλωσίαν ὑπέμεινεν· ἁρμοδίως δὲ καὶ τὸ ἀπέκνισε τέθεικεν, ἐπειδὴ ἀετὸν προσηγόρευσε πλείστοις ὄνυξι κεχρημένον. «Καὶ εἰσήγαγεν αὐτὰ, φησὶν, εἰς πόλιν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.» Τὴν Βαβυλῶνα διὰ τούτων ἐσήμανε· «πόλιν δὲ αὐτὴν Χαναὰν» ὠνόμασε, διὰ τὴν τῶν τρόπων συγγένειαν. ε. Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς πεδίον σπόριμον, λαβεῖν ῥίζωσιν φυτῶν· ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό . Τὸν Σεδεκίαν διὰ τούτου παρεδήλωσε· τοῦτον γὰρ ἀντὶ Ἰεχονίου χειροτονήσας βασιλέα, ἀπῆλθεν· οὐκέτι δὲ τὴν Ἱερουσαλὴμ Λίβανον ὀνομάζει, ἀλλὰ «πεδίον σπόριμον,» διὰ τὸ ταπεινοτέραν γενέσθαι τὴν βασιλείαν. Τὸ δὲ, «ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτὸ,» τὴν ὑποταγὴν σημαίνει, καὶ τὸν ἐπιτεθέντα αὐτῷ δασμόν. 2.
Ἀνέτειλε , φησὶ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, τοῦ ἐπιφαίνεσθαι τὰ κλήματα αὑτῆς ἐπ’ αὐτὴν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον μεγάλην, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς . Ἀσθενεστέρα λίαν ἐγένετο ἡ τελευταία τῶν Ἰουδαίων βασιλεία· τρὶς γὰρ ἤδη πολιορκίαν καὶ ἀνδραποδισμὸν ὑπομείναντες, καὶ εἰς πενίαν ἤλασαν, καὶ τοῦ πλήθους ἀπεστερήθησαν. Διὰ τοῦτο λέγει, ὅτι «Ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, καὶ τὰ κλήματα αὐτῆς ἐπ’ αὐτήν.» Οὐκέτι, φησὶν, ἐξετείνετο, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν, ἕως θαλάσσης καὶ ἕως ποταμῶν, οὐδὲ ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ· τὸ δὲ, «Ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς,» οὐ τὸ μέγεθος σημαίνει, ἀλλὰ τὴν πρὸς τὸν Αἰγύπτιον φιλίαν. Διὸ ἐπήγαγεν· ζ. η. Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, καὶ πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ’ αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὑτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ ἀπὸ τοῦ πρέμνου τῆς φυτείας αὑτῆς.
Εἰς πεδίον καλὸν, ἐφ’ ὕδατι πολλῷ αὕτη πίεται, τοῦ ποιῆσαι βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην . Ἀετοὺς καλεῖ τοὺς βασιλέας διὰ τὴν ἡγεμονίαν· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τὴν κατὰ τῶν ὀρνέων ἡγεμονίαν λαχόν· διὰ δὲ τούτων τὸν τῶν Αἰγυπτίων ᾐνίξατο βασιλέα. Οὐάφρης δὲ οὗτος ἦν, καὶ μέμνηται αὐτοῦ Ἱερεμίας ὁ προφήτης· πρὸς γὰρ τοῦτον ὁ Σεδεκίας ἐσπείσατο τοὺς ὅρκους παραβὰς, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Ναβουχοδονόσορ ἐποιήσατο. Τὸ δὲ, «Ἐξαπέστειλεν αὐτῷ τὰ κλήματα αὑτῆς,» τὰ χρήματα σημαίνει τὰ παρὰ τοῦ Σεδεκίου τῷ βασιλεῖ τῶν Αἰγυπτίων πεμφθέντα. Ἔπεμψε δὲ, φησὶ, «τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ,» ἵνα, φησὶ, καὶ τοῦ βασιλέως καὶ τῶν ὑπηκόων ὑπερμαχήσῃ· βῶλον γὰρ προσηγόρευσε τὸν λαὸν, ἐπιμείνας τῇ τροπῇ, ἐπειδὴ καὶ τὸν βασιλέα ἄμπελον ὠνόμασεν. Ἡ δὲ ἄμπελος ἐν τῇ γῇ πεφυτευμένη, καὶ τὰς οἰκείας αὐτῇ δίδωσι ῥίζας, καὶ τὴν νοτίδα παρὰ ταύτης ἀρύεται.
PG 81:961Ἔπεμψε τοίνυν, φησὶ, χρήματα τῶν Αἰγυπτίων τῷ βασιλεῖ ὁ Σεδεκίας, ὥστε διὰ τῆς ἐκείνου βοηθείας, καὶ αὐτὸν καὶ τὸν λαὸν ἀπολαῦσαι κηδεμονίας, «ἵνα ποιήσῃ βλαστοὺς, καὶ φέρῃ καρπόν·» ἄμπελος δὲ μείνασα, ἀντὶ τοῦ, μὴ ἀποβαλοῦσα τὴν ἀξίαν, ἣν ἔλαβε. θ. Διὰ τοῦτο εἰπὲ Τάδε, λέγει Ἀδωναὶ̈ Κύριος, Εἰ κατευθυνεῖ; Οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς αὐτῆς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς ; Ψευσθήσεται, φησὶ, τῆς ἐλπίδος, καὶ οὐ τεύξεται ὧν προσδοκᾷ· ἡ γὰρ τοῦ Αἰγυπτίου ἀρδεία, οὐ μόνον οὐδεμίαν ὠφέλειαν αὐτῇ προσοίσει, ἀλλὰ καὶ σηπεδόνα ταῖς ῥίζαις ἐργάσεται, καὶ τοὺς ἐκεῖθεν φυομένους ξηρανεῖ βλαστούς· τοῦτο δὲ καὶ δι’ αὐτῶν συνέβη τῶν πραγμάτων. Θαῤῥήσας γὰρ ὁ Σεδεκίας τῇ τοῦ Αἰγυπτίου ἐπικουρίᾳ, παρέβη τὰς πρὸς τὸν Ναβουχοδονόσορ συνθήκας. Ὁ δὲ ἐπιστρατεύσας, καὶ αὐτὸν αἰχμάλωτον ἔλαβε, καὶ τὸν λαὸν ἐξηνδραπόδισε, καὶ τὴν πόλιν ἐνέπρησε.
«Καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.» Οὐδὲ γὰρ πολλὴν, φησὶν, ὁ Αἰγύπτιος πέμψει αὐτῷ στρατείαν, καὶ αὐτὴ δὲ αὕτη οὐ μόνον αὐτὸν οὐδὲν ὀνήσει, ἀλλὰ καὶ ἐκ ῥιζῶν ἀνασπάσει. ι. Καὶ ἰδοὺ πίεται, μὴ κατευθυνεῖ; Καὶ τέως, φησὶ, θαῤῥεῖ τῇ βοηθείᾳ, ἀλλ’ οὐκ εἰς τέλος ἀπολαύσεται. «Οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον καύσωνα ξηρανθήσεται ξηρασίᾳ, σὺν τῷ βώλῳ τῆς ἀνατολῆς αὑτῆς ξηρανθήσεται;» Παραχρῆμα γὰρ, φησίν, ἀφικομένου τοῦ Βαβυλωνίου βασιλέως, καὶ ὁ βασιλεὺς, καὶ τὸ ὑπήκοον ἅπαν ἐξανδραποδισθήσεται. Πάλιν γὰρ ἐνταῦθα βῶλον τὸν λαὸν προσηγόρευσεν· ἄνεμον δὲ καύσωνα τοῦ Βαβυλωνίου τὴν στρατείαν· ὥσπερ γὰρ ἄμπελον τὸν βασιλέα, καὶ βῶλον τὸν λαὸν (ἐν αὐτῷ γὰρ ἐπεφύτευτο)· οὕτω τροπικῶς ἀρδείαν , τοῦ Αἰγυπτίου τὴν βοήθειαν· ἄνεμον δὲ καύσωνα , τοῦ Βαβυλωνίου τὴν ἔφοδον λέγει. ια, ιβ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε, τί ἐστι ταῦτα; Εἰπὲ αὐτοῖς·
Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὑτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα . Τὸ «Ἰδοὺ ἔρχεται,» ἀντὶ τοῦ, Ἰδοὺ ἦλθεν· τέως γὰρ τὰ ἤδη γενόμενα διηγεῖται καὶ περὶ τοῦ Ἰεχονίου ταῦτα διεξελήλυθε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰ παρεληλυθότα, ὡς μηδέπω γενόμενα λέγει· ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει. ιγ, ιδ. Καὶ λήψεται , φησὶν, ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται, τοῦ γενέσθαι εἰς βασιλέα ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, ἀλλὰ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστᾷν αὐτήν . Ταῦτα περὶ τοῦ Σεδεκίου ἔφη, καὶ αὐτὰ δὲ πρὸ ἓξ ἐτῶν ἐγεγόνει. Τὸ τοίνυν «λήψεται, καὶ διαθήσεται, καὶ εἰσάξει» ἀντὶ τοῦ ἔλαβεν, καὶ διέθετο, καὶ εἰσήγαγε. Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα· ὁ δὲ παραυτίκα τοὺς ὅρκους ἐπάτησε.
Χειροτονῶν δὲ, φησὶν, αὐτὸν βασιλέα πάντας τοὺς πλούτῳ κομῶντας αἰχμαλώτους λήψεται. Τοῦτο δὲ ἡμᾶς καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ δευτέρα τῶν Παραλειπομένων ἐδίδαξεν· ὡσαύτως δὲ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης· πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν’ ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ. ιε. Καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀνθρώπους εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους, καὶ λαὸν πολύν . Ἅπερ ἄνω συνεσκιασμένως καὶ παραβολικῶς ἔφη, ἐνταῦθα σαφῶς ἐδίδαξεν. Εἶτα κατ’ ἐρώτησιν ἐπάγει· «Εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία, καὶ παραβαίνων διαθήκην; εἰ ἐκφεύξεται;» Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν· ἐπειδὴ δὲ οὐδὲν ἀποκρίνεσθε, ἐγὼ τὴν ψῆφον ἐκφέρω. ι, ιζ. Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος· ἐὰν μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου μετ’ αὐτοῦ, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει· καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ .
Ὁ ἀγνοῶν με, φησὶ τῶν Βαβυλωνίων ὁ βασιλεὺς, κατ’ ἐμὲ τοὺς ὅρκους τοῦτον ἀπῄτησεν· οὗτος δὲ ὑπὸ τοὺς ἐμοὺς πολιτευόμενος νόμους παραβάτης τῶν ὅρκων ἐγένετο. Διὸ τῷ χειροτονήσαντι αὐτὸν βασιλεῖ παραδοθήσεται, καὶ ἐν Βαβυλῶνι δέξεται τοῦ βίου τὸ τέλος. «Ποιήσει δὲ Φαραὼ πόλεμον ἐν χαρακοβολίᾳ, καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι πολλὰς ψυχάς.» Καὶ τοῦτο δὲ πάλιν ὁ μακάριος ἡμᾶς Ἱερεμίας ὁ προφήτης διδάσκει· τῶν γὰρ Χαλδαίων τὴν Ἱερουσαλὴμ πολιορκούντων, ὁ Αἰγυπτίων βασιλεὺς εἰς ἐπικουρίαν τῶν Ἰουδαίων ἀφίκετο· δείσαντες δὲ ταύτην οἱ Χαλδαῖοι τὴν ἔφοδον, ἀνεχώρησαν· ἀλλὰ τῷ Σεδεκίᾳ διὰ Ἱερεμίου τοῦ προφήτου παραινεῖ ὁ τῶν ὅλων Θεὸς, μὴ θαῤῥήσῃ, τῇ τοῦ Αἰγυπτίου βοηθείᾳ. «Παραυτίκα γὰρ, φησὶν, ἥξει βασιλεὺς Βαβυλῶνος, καὶ λήψεται τὴν πόλιν.» Ταῦτα δὲ κἀνταῦθα διὰ τοῦ Ἰεζεκιήλ φησιν ὁ Θεός. ιη. Καὶ ἠτίμωσε τὴν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὑτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται ; Οὐδεμίαν, φησὶν, ὄνησιν ἐκ τῆς τοῦ Αἰγυπτίου συμμαχίας καρπώσεται, ἀλλὰ τῆς παραβάσεως τίσει δίκας. ιθκα.
PG 81:965Διὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὴν ἐπὶ κεφαλὴν αὐτοῦ. Καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα, καὶ διακριθήσομαι μετ’ αὐτοῦ ἐκεῖ περὶ τῆς ἀδικίας αὐτοῦ, ἧς ἠδίκησεν ἐν ἐμοὶ ἐν πάσαις ταῖς φυγαδείαις αὐτοῦ. Καὶ πάντες οἱ ἐκλεκτοὶ αὐτοῦ σὺν πάσαις ταῖς παρατάξεσιν αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ πάντας τοὺς καταλοίπους αὐτῶν εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα . Τῇ Αἰγυπτίων, φησὶ, βοηθείᾳ θαῤῥήσας τοὺς ἐμοὺς ὅρκους ἐπάτησεν· ἀλλ’ ἐγὼ οἷόν τινι δικτύῳ τῇ τῶν Χαλδαίων χρησάμενος στρατείας ζωγρήσω αὐτὸν, καὶ ἐν τῇ Βαβυλῶνι παραπέμψω, καὶ τοὺς λογάδας αὐτοῦ, καὶ τῆς στρατείας τοὺς ἀρίστους παραδώσω σφαγῇ· τοὺς δὲ ἐκ τοῦ πολέμου διαφυγόντας θάνατον παραδώσω δορυαλώτους, καὶ δι’ αὐτῆς μαθήσεσθε τῆς πείρας, ὡς ἀψευδῆ μου τὰ ῥήματα. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· Καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα . (κβ, κγ.) Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
PG 81:967Λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς, καὶ δώσω ἀπὸ κεφαλῆς παραφυάδων αὐτῆς, ἐκ καρδίας κορυφῆς αὐτῆς ἀποκνιῶ, καὶ καταφυτεύσω ἐπ’ ὄρους ὑψηλοῦ ἐγώ. Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ ἅπαν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται . Ἀληθῶς οἶκος· παραπικραίνων ὁ Ἰσραὴλ, καὶ ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι. Εἰ δὲ οὐχ οὕτω ταῦτ’ ἔχει, δειξάτωσαν ἡμῖν, τίς οὗτος ὁ ληφθεὶς ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ καρδίας κορυφῆς, καὶ καταφυτευθεὶς μὲν πρότερον ἐν ὄρει ὑψηλῷ, εἶτα κρεμασθεὶς ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ μετὰ τὸ κρεμασθῆναι ἐξοίσας βλαστὸν, καὶ ποιήσας καρπὸν, καὶ γενόμενος εἰς κέδρον μεγάλην, ὥστε πᾶν ὄρνεον καὶ πᾶν πτηνὸν, οὐ τετράποδον, οὔτε ἑρπετὸν, ἀλλὰ πᾶν ὄρνεον καὶ πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύεσθαι.
Εἰ γὰρ περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι φήσαιεν, δειξάτωσαν ἐν ποίῳ ὄρει ὁ Ζοροβάβελ ἐκρεμάσθη, ἢ ὅτι πάντα τὰ ὄρνεα καὶ πετεινὰ ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνεπαύσατο· μόνον γὰρ ὁ Ζοροβάβελ τοῦ ἀπὸ τῆς αἰχμαλωσίας συνανελθόντος λαοῦ ἄρξας διετέλεσε, τὰ δὲ ἄλλα ἔθνη οὐ μόνον αὐτοῦ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ διηνεκῶς ἐπολέμει. Οὗ χάριν οὐδὲ ἡ οἰκοδομὴ τοῦ θείου νεὼ σύντομον ἐδέξατο πέρας. Εἰ δὲ οὐδαμῶς ἁρμόττει τῷ Ζοροβάβελ τὰ εἰρημένα, σχολῇ γ’ ἂν ἑτέρῳ τινὶ ἁρμόσειεν. Εἰ δὲ εἰς τοὺς Μακκαβαίους τὴν προφητείαν ἑλκύσαι ἐπιχειρήσαιεν, ῥᾳδίως αὐτῶν τὸ ψεῦδος διελεγχθήσεται. Οὐδὲ γὰρ ἐκ τῆς βασιλικῆς, ἀλλ’ ἐκ τῆς ἱερατικῆς ὑπῆρχον ἐκεῖνοι φυλῆς· ἐνταῦθα δὲ κέδρον τὸ βασιλικὸν προσαγορεύει γένος. Καὶ γὰρ περὶ τοῦ Ἰεχονίου οὕτως ἔφη· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, τὰ ἁπαλὰ τῆς κέδρου ἀπέκνισεν, καὶ εἰς Βαβυλῶνα ἀπήγαγεν,» ἀντὶ τοῦ, βασιλικὸν γένος.
Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ’ ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς. Καὶ τοῦτο ἀκριβῶς ἡμᾶς ὁ μακάριος διδάσκει Ματθαῖος· τοῦ γὰρ Δαβὶδ τὸν Σολομῶντα εἰρηκὼς υἱὸν, κἀκείνου τὸν Ῥοβοὰμ, εἶτα ἑξῆς ἁπάσας τὰς γενεαλογίας διεξελθὼν μέχρι τῆς μετοικεσίας Βαβυλῶνος, ἐπάγει· «Καὶ μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ·» οὗτος αὐτὸς ὁ αἰχμάλωτος γεγονώς· ὁ Σαλαθιὴλ δὲ τὸν Ζοροβάβελ· οὗτος δέ ἐστιν ὁ μετὰ τὴν ἐπάνοδον ἡγησάμενος τοῦ λαοῦ· ἐκ τούτων ὁ Δεσπότης Χριστὸς κατάγει τὸ γένος τὸ κατὰ σάρκα· διό φησι· «Λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς,» τουτέστιν ἐξ αὐτῆς τῆς βασιλικῆς ῥίζης· καὶ πάλιν τὸ αὐτὸ σημαίνων, «Καὶ δώσω ἀπὸ κεφαλῆς παραφυάδων αὐτῆς, ἐκ καρδίας κορυφῆς ἀποκνιῶ.» Τοὺς μὲν οὖν αἰχμαλώτους ὁ Βαβυλώνιος ἀπέκνισεν, ἣν δὲ ἀνέλαβε σάρκα αὐτὸς ἀπέκνισεν ὁ Δεσπότης, ὡς προειρήκαμεν·
PG 81:969ἑαυτῷ γὰρ τὸν ἀνθρώπινον ᾠκοδόμησε ναόν. «Καὶ καταφυτεύσω ἐπ’ ὄρους ὑψηλοῦ ἐγὼ,» οὐχ ὁ Βαβυλώνιος· ὅρος δὲ ὑψηλὸν τὸ περιφανὲς τῆς Ἐκκλησίας καλεῖ· οὕτω γὰρ καὶ Ἡσαί̈ας καὶ Μιχαίας προεφήτευσαν· «Καὶ ἔσται, φησὶν, ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων,» καὶ τὰ ἑξῆς. Οὕτω δείξας τὸ ἐπίσημον αὐτοῦ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν κηρυγμάτων, προλέγει καὶ τὸ πάθος· «Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει Ἰσραήλ.» Αὐτοῦ γὰρ συγχωρήσαντος, καὶ τὸ πάθος ἀπετελέσθη. Τοῦτο δὲ αὐτὸς ὁ Κύριος δῆλον πεποίηκε τῷ Πιλάτῳ διαλεγόμενος· σεμνυνομένου γὰρ ἐκείνου, ὡς ἐξουσίαν ἔχοντος καὶ κολάσαι καὶ ἀπολῦσαι, ἔφησεν ὁ Κύριος· «Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.» Ὡς ἐνέργειαν τοίνυν τὴν συγχώρησιν προςηγόρευσε. «Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ.» Ὑψηλὸς δὲ ὁ Γολγοθᾶ, ἔνθα ὁ σωτήριος ἐπάγη σταυρός. Εἶτα τὴν μετὰ τὸ πάθος ἀνάστασιν, καὶ τὴν τοῦ κηρύγματος βλάστησιν. «Καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν,» ὃν ἡ οἰκουμένη τρυγῶσα καὶ σιτουμένη τὴν αἰώνιον ἐλπίζει ζωήν.
«Καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον.» Εἶτα σαφέστερον, «Καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται.» Οὐδὲν κτηνῶδες, οὐδὲ ἑρπετὸν καὶ χαμαίζηλον, ἀλλ’ εἴ τι ὑπόπτερον, καὶ ἀεροπόρον, καὶ ἐπὶ τὰ ἄνω τὴν ὁρμὴν ἔχον. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως τρόφιμοι, ἄνω τὴν διάνοιαν πέμποντες, καὶ τὰ οὐράνια φανταζόμενοι, καὶ ὑπὸ τὴν σκιὰν τῆς μεγίστης καθήμενοι κέδρου. Κέδρον δὲ αὐτὸν προσηγόρευσε κατὰ τὸ ἀνθρώπινον, ἐπειδὴ καὶ τὴν Δαβιτικὴν βασιλείαν κέδρον ὠνόμασεν· ἔχει δὲ καὶ ἄσηπτον ἡ κέδρος, ὥσπερ καὶ ὁ Δεσπότης, καὶ κατὰ τὸ ἀνθρώπειον, τὸ ἀναμάρτητον ἔσχηκε. «Καὶ τὰ κλήματα αὐτοῦ, φησὶν, ἀποκατασταθήσεται.» Τοῦτο διὰ τὴν τηνικαῦτα τῆς Ἱερουσαλὴμ ἐρημίαν ἐπήγαγεν· ἀντὶ τοῦ, Μὴ ἀποβλέψητε εἰς τὴν ἐσομένην μετὰ τὴν αἰχμαλωσίαν τῆς πόλεως ἐρημίαν· οὗτος γὰρ ὁ αἰώνιος βασιλεὺς ἐκεῖθεν ὁρμώμενος βασιλεύσει, καὶ ἐξ αὐτῆς λήψεται κλήματα· σημαίνει δὲ τὸν ἀποστολικὸν χορόν· ἀποκατασταθήσεται τοίνυν, φησὶ, τῇ Δαβιτικῇ φυλῇ ἡ βασιλεία, κατὰ τὰς πρὸς τὸν Δαβὶδ ὑπὸ τοῦ Θεοῦ γενομένας συνθήκας. Εἶτα ἐπάγει· κδ.
Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω . Γνώσονται, φησὶ, πάντες ἄνθρωποι, ὅτι ῥᾴδιόν μοι καὶ τὰ ὑψηλὰ ταπεινοῦν, καὶ ἀνυψοῦν τὰ ταπεινὰ, καὶ τὰ ὑγρὰ ξηραίνειν, καὶ τὰ ξηρὰ τεθηλότα δεικνύναι. Ὅταν γὰρ ἴδωσι μετὰ τὴν τῆς πόλεως ἐρημίαν βλαστὸν ἐξ αὐτῆς φύσαντα κατὰ τὴν Ἡσαί̈ου προφητείαν· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται·» καὶ τοῦτον πάσης τῆς οἰκουμένης ἀναδεικνύμενον βασιλέα, γνώσονται πάντες, ὅτι ἐγὼ Κύριος προλέγων, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπάγων.
Chapter 18ΚΕΦΑΛΑΙΟΝ ΙΗ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΙΗ. αδ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων, Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, ἐὰν γένηται ἔτι ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ· πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι, καὶ ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται .
PG 81:971Τισὶ δοκεῖ ἐπ’ ἄλλο κεφάλαιον μεταβῆναι τὴν προφητείαν· ἔστι δὲ ἰδεῖν τοῖς προλεχθεῖσι τὰ εἰρημένα συμβαίνοντα. Ἐπειδὴ γὰρ τῆς τοῦ Σεδεκίου παρανομίας μνημονεύσας, τὴν ἐκ τοῦ βασιλικοῦ σπέρματος προεθέσπισεν ἐσομένην τῆς οἰκουμένης ἡγεμονίαν, ἀναγκαίως διδάσκει τὸν λαὸν μὴ κεχρῆσθαι τῇ ἀδικίαν τοῦ Θεοῦ κατηγορούσῃ παροιμίᾳ, ὅτι τῶν πατέρων φαγόντων ὄμφακα οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν, ἢ, κατὰ τὸν Σύμμαχον, ἐγομφίασαν. Ἰδοὺ γὰρ, φησὶ, παρανόμων ὄντων τῶν τηνικαῦτα βασιλέων τὸ ἐξ αὐτῶν σπέρμα τῆς οἰκουμένης κρατήσει. Οὔτε γὰρ ἀνέξομαι, ὧν οἱ πατέρες ἐπλημμέλησαν, τὰς εὐθύνας ἀπαιτῆσαι τοὺς παῖδας· καὶ τούτων γὰρ κἀκείνων Δεσπότης εἰμὶ, καὶ τὴν αὐτὴν ἁπάντων τὴν ἐπιμέλειαν ποιοῦμαι· πᾶσαι γὰρ αἱ ψυχαὶ ἐμαί εἰσιν, ἡ δὲ ἁμαρτάνουσα ψυχὴ, αὕτη τίσει τὰς δίκας. Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιοσύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦσαι, καὶ τιμωρίας ἀπαλλαγῆναι. ε. Ὁ δὲ ἄνθρωπος ὅς ἐστι δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην . Τουτέστιν, ὁ ἶσα κατέχων τὰ τῆς δίκης ζυγά. 2. Ἐπὶ τῶν ὀρέων οὐ φάγεται . Ὁ τῆς τῶν εἰδώλων, φησὶ, θεραπείας πόῤῥω γινόμενος·
ἐν γὰρ τοῖς ὄρεσι τὰ τούτων ἵδρυτο τεμένη. «Καὶ τοὺς ὀφθαλμοὺς αὑτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐπιθυμήματα τοῦ οἴκου Ἰσραήλ.» Ἀντὶ τοῦ, Ἐὰν μὴ ἀκολουθήσῃ τοῖς κακοῖς Ἰσραὴλ ἐνθυμήμασι· καὶ διὰ τούτων δὲ ὡσαύτως, καὶ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν ἐδήλωσε. «Καὶ τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ.» Προσήκει δὲ αὐτὸν, φησὶ, μήτε ἀλλοτρίαν συλῆσαι εὐνὴν, μήτε τῇ ἐν ῥύσει αἵματος οὔσῃ πλησιάσαι· καὶ τοῦτο γὰρ ἀπηγόρευτο τῷ νόμῳ. ζ. Καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσῃ, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται . Πάσης, φησὶ, πλεονεξίας εἰ ὀφθείη ἐλεύθερος. Εἶτα ἡ ἐπίτασις τῆς ἀρετῆς· «Τὸν ἄρτον αὑτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ ἱμάτιον.» Οὐκ ἀρκεῖ γὰρ τὸ μὴ ἁρπάσαι, ἀλλὰ δεῖ καὶ κοινωνοὺς τῶν ὄντων τοὺς δεομένους λαβεῖν. η. Τὸ ἀργύριον αὑτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται . Καὶ γὰρ καὶ ταῦτα πλεονεξίας εἴδη. «Ἀπὸ ἀδικίας ἀποστρέψει χεῖρα αὑτοῦ.» Συντόμως τὴν παρανομίαν ἀπηγόρευσεν.
PG 81:973«Καὶ κρῖμα ποιήσει ἀναμέσον ἀνδρὸς καὶ τοῦ πλησίον αὑτοῦ.» Εἰ δίκαιος ἀναφανείη κριτὴς, μὴ πρὸς χάριν ἢ ἀπέχθειαν ἐκφέρων τὴν ψῆφον· εἶτα συντόμως· θ. Καὶ ἐν τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Ἀδωναὶ̈ Κύριος. Ὁ τὰ εἰρημένα, φησὶ, πάντα πεποιηκὼς, καὶ τῶν ἀπειρημένων πάντων ἐλεύθερος, καὶ τῇ τοῦ δικαίου προσηγορίᾳ τιμηθήσεται, καὶ τοὺς τῆς ζωῆς τρυγήσει καρπούς. ι. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα, καὶ ποιοῦντα ἁμαρτήματα . Εἶτα συντόμως· «Ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὑτοῦ τοῦ δικαίου οὐ πορεύεται.» Ἀλλ’ ἕκαστον τῶν ἤδη ἀπηγορευμένων εἰργάσατο, καὶ τὴν ἐναντίαν ὁδὸν ὥδευσεν· ἀνομίαν, φησὶ, πεποίηκεν οὗτος. ιγ. Ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται . Οὐδὲν, φησὶν, ὁ παράνομος ἐκ τῆς πατρῴας ἀρετῆς ὠφεληθήσεται, ἐναντίον ἐκείνῳ προαιρούμενος βίον, ἀλλὰ τῶν οἰκείων σπερμάτων δρέψεται τοὺς καρπούς. ιδ. Ὅταν δὲ , φησὶ, γεννήσῃ υἱὸν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὑτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατὰ ταύτας .
Εἶτα ἐφεξῆς λέγει· Ὅτι τῆς τῶν εἰδώλων ἑαυτὸν λατρείας ἀπήλλαξε, καὶ τῆς τοῦ οἴκου Ἰσραὴλ παρανομίας οὐ κεκοινώνηκε, γάμοις τε ἀλλοτρίοις οὐκ ἐπεβούλευσε, πᾶν εἶδος πλεονεξίας ἐμίσησε, τὴν δὲ δυνατὴν θεραπείαν τοῖς δεομένοις προσήνεγκεν, τῶν μὲν λιμὸν ἐξελαύνων, τοὺς δὲ περιβάλλων καὶ γυμνότητος ἀπαλλάττων, καὶ πάσας ὁμοῦ τᾶς ἐντολὰς διεφύλαξεν. ιζ. Οὐ τελευτήσει οὗτος , φησὶν, ἐν ταῖς ἀδικίαις τοῦ πατρὸς αὑτοῦ, ἀλλὰ ζωῇ ζήσεται . Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας. ιη, ιθ. Ὁ δὲ πατὴρ αὐτοῦ , φησὶν, ἐπειδὴ θλίψει ἔθλιψε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ἀπέθανεν ἐν τῇ ἀδικίᾳ αὑτοῦ. Καὶ εἴπατε, Τί οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς αὑτοῦ ; Ὑμεῖς δέ φησιν ἀδίκως κρίνοντες βούλεσθε τοῦ παρανόμου τὸν υἱὸν τιμωρίαν ὑπὲρ τοῦ πατρὸς ὑπομεῖναι, καὶ ἀλλήλων πυνθάνεσθε, Τί δήποτε τὰς τοῦ πατρὸς παρανομίας οὐκ ἔτισεν;
PG 81:975Ἐγὼ δὲ ὑμῖν φημι, «Ὅτι ὁ υἱὸς κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον ἐποίησε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται.» Ἐπειδὴ οὐ τὴν αὐτὴν ὥδευσε τῷ πατρὶ, ἀλλὰ τὴν ἐμὴν ὁδὸν τῆς τοῦ πατρὸς προετίμησεν, ἄξιον εὕρατο τῆς ὁδοῦ τὸ τέλος. κ. Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται, ὁ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὑτοῦ, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὑτοῦ . Τὰ αὐτὰ πάλιν σαφέστερον καὶ συντόμως παρεδήλωσε· «Δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται.» Πολλάκις τὰ αὐτὰ λέγει, βεβαίαν αὐτῶν τὴν μνήμην ἐν τοῖς ἀκούουσι γενέσθαι βουλόμενος. κα, κβ. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὑτοῦ ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα δὲ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσεται αὐτῷ ἐν τῇ δικαιοσύνῃ αὑτοῦ, ᾗ ἐποίησε, ζήσεται .
Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰςπράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω· εἶτα τὴν οἰκείαν ἀγαθότητα παραδηλοῖ. κγ. Οὐ μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Ἀδωναὶ̈ Κύριος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν ; Οὐ τὸν θάνατον, φησὶ, τοῦ ἀνόμου ἀλλὰ τὴν μετάνοιαν ποθῶ· οὐδὲ γὰρ ἵνα κολάσω, τῶν ἀνθρώπων τὴν φύσιν ἐδημιούργησα, ἀλλ’ ἵνα ζωῆς μεταδῶ· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα· οὐ γὰρ ἂν προφήταις ἐνέπνευσε, καὶ ἀποστόλους ἀπέστειλε, καὶ ἐγγράφους ἔδωκε νόμους, καὶ ἀγαθὰ ὑπισχνεῖται, καὶ γέενναν ἀπειλεῖ, κολάζειν βουλόμενος· ἀλλ’ εἴασεν ἂν τοὺς ἀνθρώπους, ὡς ἂν θέλωσι, φέρεσθαι· νῦν δὲ ταῦτα πάντα διατελεῖ ποιῶν, ἵνα τῶν ἠπειλημένων ἐλευθερώσῃ δεινῶν· ὅτι δὲ οὐ λόγοι μόνον τὰ εἰρημένα, ἀλλὰ τὰ πράγματα, καὶ γενόμενα, καὶ γιγνόμενα, μάρτυς ἡ θεία Γραφή.
PG 81:977Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο. Ὁ δέ γε πανόλβιος Μανασσῆς, ἐκ διαμέτρου ἐναντίαν ὁδεύσας τῷ φύσαντι, οὐδὲν τῆς πατρῴας εὐσεβείας ἀπώνατο· μεταμελείᾳ δὲ χρησάμενος τῆς σωτηρίας ἀπήλαυσεν. Ἀμὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν πατρῴαν πονηρίαν ζηλώσας, τὴν δὲ μετάνοιαν οὐκέτι, κακῶς τὸν βίον κατέλυσεν· ὁ δὲ τούτου παῖς Ἰωσίας, τοῦ πατρὸς τὴν ἀσέβειαν βδελυξάμενος, καὶ πᾶσι τοῖς τῆς ἀρετῆς εἴδεσι τὴν ψυχὴν κατακοσμήσας, τῷ τῶν ἁγίων συνηρίθμηται καταλόγῳ, οὐδεμίαν ἐκ τῆς τοῦ πατρὸς παρανομίας λώβην ἑλκύσας· οἱ δὲ τούτου παῖδες, τοῦτον μὲν οὐ ζηλώσαντες, δυςσεβείᾳ δὲ πάσῃ συζήσαντες, δίκας τῶν οἰκείων πλημμελημάτων ἐξέτισαν, ἐκ τῆς τοῦ πατρὸς φιλοθεί̈ας οὐδὲν ὄφελος καρπωσάμενοι. Καὶ ἐξ αὐτῆς τοίνυν τῆς τῶν ἁγίων Γραφῶν ἱστορίας, ἀληθῆ πέφηνε τοῦ Δεσπότου τὰ λόγια. Φέρε τοίνυν ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν. κδ.
PG 81:979Καὶ ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀδικίας ἃς ἐποίησεν ὁ ἄνομος, ἐὰν ποιήσῃ, οὐ μὴ ζήσεται· πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὑτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται . Ὥσπερ, φησὶν, εἴ τις τῶν παρανόμων, τὸν πρότερον βδελυξάμενος βίον, τὸν ἐναντίον προέλοιτο, δέξομαι τὴν μετάνοιαν, καὶ ζωῆς αὐτὸν ἀξιώσω· οὕτως, εἴ τις τῶν δικαίων, παντελῶς τὴν τῆς δικαιοσύνης καταλιπὼν ὁδὸν, εἰς τὴν ἑτέραν τράπηται, πάντα μὲν τὸν πρότερον ἀπολέσει δρόμον, πρόσφορον δὲ τῇ ὁδῷ εὑρήσει τὸ τέλος· ἐν γὰρ ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται. Ἐπιστῆσαι δὲ χρὴ, ὡς οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ’ «Ἐὰν ἀποστραφῇ ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀδικίας, ἃς ἐποίησεν ὁ ἄνομος·» ἐπεὶ προσπταίουσι καὶ τῶν εὐσεβῶν τινες, ἀλλ’ ἀνιστάμενοι πάλιν αὐτὴν ὁδεύουσι τὴν ὁδὸν, καὶ τῇ μετανοίᾳ χρώμενοι, τῆς σωτηρίας τυγχάνουσιν· οἱ δὲ παντελῶς ταύτης ἀφιστάμενοι, τοὺς τῆς ἐναντίας ὁδοῦ τρυγῶσι καρπούς. κε. Καὶ εἴπατε , φησὶν, Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου·
ἀκούσατε δὴ οἶκος Ἰσραὴλ, Μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει ; Ταύτην μου, φησὶ, τὴν δικαίαν ψῆφον ὁρῶντες ἀδικίαν τολμᾶτε κατηγορεῖν; καὶ μὴν ἔδει ὑμᾶς καθ’ ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαιρεῖσθε τὴν ἀδικίαν. εἶτα τὰ αὐτὰ πάλιν συντόμως διέξεισι καὶ ὁ δίκαιος εἰς τὴν ἐναντίαν τρεπόμενος τῷ τῆς ἁμαρτίας θανάτῳ παραδοθήσεται, καὶ ὁ ἁμαρτωλὸς πάλιν μετανοίᾳ χρώμενος, καὶ διὰ πάσης ὁδεύειν τῆς ἀρετῆς προαιρούμενος ζωὴν ἐκ τῆς μεταμελείας καρπώσεται. κθ. Ταῦτα δὲ , φησὶν, ὁρῶν ὁ οἶκος Ἰσραὴλ λέγει· Οὐ κατορθοῖ, ἡ ὁδὸς Κυρίου· μὴ ἡ ὁδὸς Κυρίου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ ; Αὐτὰ, φησὶ, βοᾷ τὰ πράγματα, ὅτι αἱ μὲν ἐμαὶ κρίσεις ὀρθαὶ καὶ δίκαιαι, ἡ δὲ ὑμετέρα προαίρεσις παρανομίας μεστή. λ. Διὰ τοῦτο ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος . Οὕτως ἀπειλήσας, καὶ τὴν δικαίαν ψῆφον ἐξενεγκὼν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον. λα. Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.
Ἀποῤῥίψατε ἀφ’ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ . Καταλείψατε, φησὶ, τὴν τῆς ἀσεβείας ὁδὸν, καὶ ἑτέραν ἀναδέξασθε γνώμην, καὶ εἰς τοὺς ἐμοὺς ῥέψατε νόμους, ἵνα μὴ θάνατον ἐκ τῆς πονηρίας καρπώσησθε. Καρδίαν γὰρ καινὴν καὶ πνεῦμα καινὸν , τὴν ἐπὶ τὰ ἀμείνω τῆς ψυχῆς τροπὴν προςηγόρευσεν· εἶτα καὶ τὴν οἰκείαν ἀγαθότητα γυμνοῖ. λβ. Διότι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Ἀδωναὶ̈ Κύριος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ, καὶ ζῇν τὴν ψυχὴν αὐτοῦ, λέγει Ἀδωναὶ̈ Κύριος· ἐπιστρέψασθε καὶ ζήσεσθε . Εἰδότες, φησὶν, ὡς οὐ τὴν κόλασιν, ἀλλὰ τὴν μεταμέλειαν τοῦ ἁμαρτωλοῦ ποθῶ, χρήσασθε τῇ μετανοίᾳ καὶ δέξασθε τῆς ζωῆς τοὺς καρπούς. Τοῦτο καὶ ὑμῖν ἁρμόττει τὸ φάρμακον.
«Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν καὶ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Καταλίπωμεν τοίνυν τὴν τῆς κακίας ὁδὸν, ἧς τὸ τέλος ὄλεθρος καὶ ἀπώλεια, καὶ μεταμάθωμεν τὴν θείαν πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάγουσαν, καὶ τὴν πρὸς Θεὸν ἡμῖν παῤῥησίαν παρέχουσαν· ἧς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume VIIΤΟΜΟΣ Ζ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:981ΤΟΜΟΣ Ζ. ΚΕΦΑΛΑΙΟΝ ΙΘ. α, β. Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ. Καὶ ἐρεῖς· Τί ἡ μήτηρ σου λέαινα ; Τὰ συμβησόμενα, φησὶ, τῷ τοῦ Ἰσραὴλ βασιλεῖ, δι’ ὧν αὐτὸν θρηνεῖς, προαγόρευσον. Βασιλέα δὲ Ἰσραὴλ οὐ τὸν ἐν Σαμαρείᾳ καθήμενον λέγει· πάλαι γὰρ ἐκείνη κατελύθη ἡ βασιλεία· ἀλλὰ τὸν ἐν τῇ Ἱερουσαλήμ. Πάντων γὰρ τῶν τηνικαῦτα ὑπολειφθέντων ὁ τοῦ Ἰούδα βασιλεὺς ἐβασίλευε· καὶ τοῦτο ἡμᾶς ἡ τετάρτη διδάσκει τῶν Βασιλειῶν, καὶ τῶν Παραλειπομένων ἡ δευτέρα. Μητέρα δὲ τοῦ βασιλέως τὴν Ἱερουσαλὴμ προσηγόρευσεν· ἐκεῖθεν γὰρ οἱ βασιλεῖς ὡρμῶντο· λέαιναν δὲ αὐτὴν καλεῖ, οὐ διὰ τὸ βασιλικὸν μόνον τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὴν τοῦ ἤθους θρασύτητα.
PG 81:983«Ἐν μέσῳ λεόντων ἐνεμήθη.» Τῶν κύκλῳ, φησὶ, βασιλέων ἐζήλωσε τὸν τρόπον. «Τῶν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὑτοῦ.» Σημαίνει δὲ τὰ μετὰ τὸν Ἰωσίαν συμβάντα· τέτταρες γὰρ βασιλεῖς ἐν ὀλίγῳ τῆς Ἱερουσαλὴμ ἡγήσαντο, Ἰωάχαζ, Ἰωακεὶμ, Ἰεχονίας, Σεδεκίας. γ, δ. Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν. Καὶ ἤκουσε περὶ αὐτοῦ ἔθνη, καὶ συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου . Τὸν Ἰωάχαζ λέγει, ὃς Ἰωσίαν τὸν πατέρα διαδεξάμενος, καὶ περὶ τὸ Θεῖον ἐγένετο δυσσεβὴς, καὶ περὶ τοὺς ὑπηκόους παράνομος· ἀλλὰ τοῦτον Φαραὼ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς δορυάλωτον λαβὼν, πεπεδημένον εἰσήγαγεν εἰς τὴν Αἴγυπτον, καὶ ἐκεῖ τῆς παρανομίας τὰς δίκας ἐξέτισε· καὶ τοῦτο ἐσήμανεν εἰρηκὼς, «Συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ.» Εἶτα ἐπάγει· εζ. Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ’ αὐτῆς, καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὑτῆς· λέοντα ἔταξεν αὐτόν. Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, καὶ ἀνθρώπους ἔφαγε.
Καὶ ἐνέμετο ἐν τῷ θράσει αὑτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξερήμωσε, καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὑτοῦ . Τὸν Ἰεχονίαν διὰ τούτων παρεδήλωκε, τὸν τοῦ Ἰωακεὶμ υἱόν· περὶ γὰρ τῶν γενομένων αἰχμαλώτων, καὶ ἐν τῇ ξένῃ δεξαμένων τοῦ βίου τὸ πέρας, ποιεῖται τὸν λόγον· διὸ τοῦ Ἰωακεὶμ ἐπὶ τοῦ παρόντος τὴν μνήμην κατέλιπεν· ἐν τῇ γὰρ Ἱερουσαλὴμ οὗτος ἐδέξατο τὴν σφαγήν. Ἐν συντόμῳ τοίνυν διεξῆλθε τὴν τοῦ Ἰεχονίου παρανομίαν, ὃς τρεῖς μῆνας πρὸς ὀλίγαις βασιλεύσας ἡμέραις, φόνων ἀδίκων τὴν πόλιν ἐπλήρωσεν. Ὅτι δὲ οὐ τὸν Ἰωακεὶμ, ἀλλὰ τὸν Ἰεχονίαν διὰ τούτων αἰνίττεται, τὰ ἐπαγόμενα μαρτυρεῖ. Φησὶ γάρ· η, θ. Καὶ ἐπέθετο ἐπ’ αὐτῷ ἔθνη κυκλόθεν ἐκ τῶν χωρῶν, καὶ ἐξεπέτασαν ἐπ’ αὐτὸν δίκτυα αὑτῶν, καὶ ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη. Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ, καὶ ἐν γαλεάγρᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγον αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ μηκέτι ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ . Ὁ δὲ Ἰωακεὶμ οὐκ αἰχμάλωτος ἀπήχθη, ἀλλ’ ἐν τῇ Ἱερουσαλὴμ ἀνῃρέθη· ὁ δὲ Ἰεχονίας τὰ προειρημένα πέπονθεν ἅπαντα·
εἰκότως δὲ ὡς ἐπὶ λέοντος τὴν μὲν τῆς στρατείας προσβολὴν ὠνόμασε δίκτυα, κημὸν δὲ καὶ γαλεάγραν τὰ περιτεθέντα αὐτῷ δεσμά· ἐπειδὴ γὰρ τροπικῶς αὐτὸν ἐκάλεσε λέοντα , ἀκολούθως καὶ τὰ συμβάντα αὐτῷ τροπικῶς ὀνομάζει· τῷ γὰρ λέοντι καὶ τὰ δίκτυα καὶ ἡ γαλεάγρα ἁρμόττει· οὕτω ταῦτα διηγησάμενος ἐφ’ ἕτερον εἶδος πάλιν μεταβαίνει παραβολῆς καί φησιν· ι, ια. Ἡ μήτηρ σου ἄμπελος, ὡς ἄνθος ῥοιᾶς ἐν ὕδατι πεφυτευμένης· ὁ καρπὸς αὐτῆς, καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. Καὶ ἐγένετο ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη ἐν τῷ μεγέθει αὑτῆς ἐν μέσῳ στελεχῶν, καὶ εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς . Ἀμπέλῳ, φησὶν, ἔοικεν ἡ μήτηρ σου, καὶ ῥοιᾷ πεφυτευμένῃ παρ’ ὄχθην ὕδατος, καὶ διὰ τὴν ἐκεῖθεν ἀρδείαν τεθηλυίᾳ τε καὶ ἄνθεσι κεκοσμημένῃ καὶ πολὺν βρυούσῃ καρπόν. Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐ καλὸν τὸν καρπὸν προσηγόρευσε. Διὰ δὲ τοῦ ὕδατος τὰς παντοδαπὰς τοῦ Θεοῦ ἐδήλωσε δωρεὰς, «ῥάβδον δὲ ἰσχύος» αὐτὴν τὴν βασιλείαν ἐκάλεσε. Παιδευτικὴ γὰρ ἡ ῥάβδος.
Τὸ δὲ «ἐπὶ φυλὴν ἡγουμένων» προστέθεικεν, ἐπειδὴ οὐ παντὸς ἡγήσατο τοῦ Ἰσραὴλ, ἀλλὰ τῆς ἡγεμονικῆς τοῦ Ἰούδα φυλῆς. Τὸ δὲ «Εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς,» τὴν ἐκ τῆς εὐημερίας αὐτῇ προσγενομένην ἀλαζονείαν δηλοῖ. Ὅθεν ἐπάγει· ιβ. Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξερημώθησαν αἱ ῥάβδοι τῆς ἰσχύος αὐτῆς· πῦρ ἐξήρανεν αὐτὴν, πῦρ ἀνάλωσεν αὐτήν . Τροπικῶς ἅπαντα καὶ παραβολικῶς, ὡς ἐπὶ ἀμπέλου καὶ ῥοιᾶς· ἄνεμον δὲ καύσωνα τὴν τῶν πολεμίων ἐκάλεσεν ἔφοδον, πῦρ δὲ, τὴν ἐκ τῆς θείας ὀργῆς καταλαβοῦσαν αὐτοὺς τιμωρίαν. Ἔφη δὲ ξηρανθῆναι τὰς ῥάβδους τῆς ἰσχύος , διὰ τὸ σβεσθῆναι τὴν βασιλείαν. Εἶτα πάλιν διδάσκει τὰ μετὰ τὴν τοῦ Σεδεκίου αἰχμαλωσίαν συμβησόμενα κακά. ιγ. Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ καὶ διψώσῃ . Μετὰ τὸν ἐμπρησμὸν τῆς πόλεως καὶ τοῦ θείου νεὼ, τῶν ἐν τέλει πάντων τῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δορυαλώτων ἀπαχθέντων, τοῖς ὑπολειφθεῖσιν ἐκεῖ πένησιν ἐπέστησεν ἄρχοντα τὸν Γοδολίαν ὁ Ναβουζαρδάν·
ἔρημος δὲ ἦν παντελῶς ἡ πόλις, μᾶλλον δὲ ἅπασα ἡ Ἰουδαία, καὶ τῶν τειχῶν περιῃρημένων, καὶ τῶν οἰκιῶν ἐμπεπρησμένων, καὶ τῶν πλείστων οἰκητόρων σφαγῇ καὶ αἰχμαλωσίᾳ παραδοθέντων. Διό φησι· «Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ.» Ἀλλ’ οὐδὲ οὕτω, φησὶ, διαμενεῖ, φθορὰν δὲ καὶ τὰ λείψανα δέξεται. ιδ. Ἐξελεύσεται γὰρ , φησὶ, πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς, καὶ καταφάγεται αὐτήν . Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ· δείσας δὲ τὸ γεγονὸς δραπετεύει· οἱ δὲ λοιποὶ ἅπαντες, τὴν τῶν Χαλδαίων φοβηθέντες ὀργὴν, τὴν Αἴγυπτον σὺν Ἱερεμίᾳ τῷ προφήτῃ κατέλαβον· τοῦτο δὲ ἐδήλωσεν εἰπὼν, «Καὶ ἐξελεύσεται πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς καὶ καταφάγεται αὐτήν. Καὶ οὐκ ἔσται ἐν αὐτῇ ῥάβδος ἰσχύος φυλῆς, σκῆπτρον εἰς τὸ ἐξουσιάζειν· εἰς παραβολὴν θρήνων ἐστὶ, καὶ ἔσται εἰς θρῆνον.» Δῆλον δὲ, ὅτι τὰ πρὸ τῆς ἐπανόδου λέγει· τηνικαῦτα γὰρ ὑπὸ μὲν τῶν οἰκείων ἐθρηνεῖτο, τοῖς δὲ ἀλλοτρίοις παροιμία ἐγένετο θρήνου·
εἰώθασι γὰρ οἱ ἄνθρωποι ἐπὶ τῶν μεγίσταις συμφοραῖς περιπιπτόντων λέγειν· Μὴ πάθοιμι οἷα ὁ δεῖνα πέπονθε. Τοῦτο τοίνυν «παραβολὴν» ἐκάλεσε «θρήνου·» προστέθεικε δὲ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ῥάβδος ἰσχύος, ἢ φυλὴ, ἢ σκῆπτρον. Οὐδένα γὰρ ἔσχεν ἄρχοντα, ἢ σύστημά τι φυλὴν ποιῆσαι δυνάμενον πρὸ τῆς ἐπανόδου· μετὰ γὰρ τὴν ἐπάνοδον πάλιν ἀπέλαβε τὴν προτέραν λαμπρότητα. Ταῦτα οὕτω προθεσπίσας, τίθησι μὲν ἐν μέσῳ τῆς προφητείας μικρόν τι διήγημα, συνάπτει δὲ τῷ διηγήματι παραυτίκα τὴν προφητείαν.
Chapter 20ΚΕΦΑΛΑΙΟΝ Κ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:985ΚΕΦΑΛΑΙΟΝ Κ. αδ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προςώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε, ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος. Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς . Λίαν ἁρμόττει τουτοισὶ τοῖς λόγοις τὸ ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εἰρημένον·
«Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καὶ οὗτοι γὰρ πονηρίᾳ συζῶντες, καὶ τοῖς τῆς μεταμελείας φαρμάκοις ἰαθῆναι μὴ βουληθέντες, ἐρωτᾷν ἐπειράθησαν τὸν Δεσπότην, οὐχ ἵνα πάντως τὰ κεκελευσμένα πράξωσιν, ἀλλ’ ἵνα μάθωσιν εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς οἱ θεῖοι χρησμοί. Τοῦτο καὶ ὁ Σεδεκίας πολλάκις πεποίηκε, καὶ ὁρκώσας τὸν Ἱερεμίαν τὰ τῷ Θεῷ δοκοῦντα σαφῶς αὐτῷ προμηνύσαι, μαθὼν τὰ κελευσθέντα, τἀναντία τούτων εἰργάσατο· καὶ οἱ εἰς Αἴγυπτον δὲ μετὰ τὴν αἰχμαλωσίαν εἰσελθόντες ταυτὸ τοῦτο τετολμήκασι. Τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀποκρίνασθαι τούτοις οὐ βούλεται· αὐτὸς γὰρ οἶδε, κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων διδασκαλίαν, τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. Διὸ καὶ τῷ προφήτῃ παρακελεύεται καταφρονῆσαι αὐτῶν, καὶ μηδεμίαν ὑπὲρ αὐτῶν προσενεγκεῖν ἱκετείαν. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς·» ἀντὶ τοῦ, Μὴ φροντίσῃς αὐτῶν, οἷα δὴ κηδεμὼν αὐτῶν ὑπάρχων, μὴ δέξῃ αὐτῶν τὴν ἐρώτησιν. ε, 2.
PG 81:987Τὰς δὲ ἀνομίας , φησὶ, τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Ἀφ’ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνώσθην τῷ σπέρματι οἴκου Ἰακὼβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῆς χειρὸς αὐτῶν, λέγων, Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀντελαβόμην αὐτῶν τῇ χειρί μου, τοῦ ἐξάγειν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν . Τούτοις, φησὶν, ὦ προφῆτα, τοῖς πρὸς σὲ παραγενομένοις, καὶ τὰς ἐμὰς ὑπόδειξον εὐεργεσίας, καὶ τὰς τῶν πατέρων αὐτῶν ἀπαρίθμησαι παρανομίας· διήγησαι δὲ, ὅπως ἐπεφάνην ἐν Αἰγύπτῳ τοῖς πατράσιν αὐτῶν ἀσεβοῦσιν ἔτι, καὶ τὰ τῶν Αἰγυπτίων εἴδωλα θεραπεύουσι, καὶ ἐδίδαξα αὐτοὺς, ὅτι ἐγὼ καὶ Θεός εἰμι, καὶ Δεσπότης· καὶ τούτοις ἐχρώμην τοῖς λόγοις, ἐκείνους ἀπαλλάξαι τῆς δουλείας βουλόμενος, τὰς δὲ ὑποσχέσεις πληρῶσαι, καὶ τὴν ἐπηγγελμένην ἀποδοῦναι γῆν, μυρίων ἀγαθῶν οὖσαν μητέρα, καὶ παντοδαποὺς καρποὺς τοῖς ἐνοικοῦσι τίκτουσαν·
καὶ οὐκ ἄν τις ἁμάρτοι πάσης μὲν τῆς γῆς ἀποφαίνων κρείττονα, μελιττῶν δὲ αὐτὴν ἐργασίαν ἀποκαλῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.» Οὕτω προσηγόρευσε τὰ τοῦ μέλιτος πεπληρωμένα κηρία. ζ. Καὶ εἶπε , φησὶ, πρὸς αὐτούς· Ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ ἀποῤῥίψατε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν . Παρῄνεσα δὲ αὐτοὺς, φησὶ, τῆς μὲν τῶν Αἰγυπτίων ἀσεβείας τὴν κοινωνίαν φυγεῖν, τὴν δὲ ἐμὴν ἐπιγνῶναι δεσποτείαν, ταύτην αὐτοὺς διὰ σημείων καὶ θαυμάτων διδάξας· οἱ δὲ οὐδαμῶς προσέχειν ἠθέλησαν ταῖς ἐμαῖς εἰσηγήσεσι. Καὶ τοῦτο σημαίνων ἐπήγαγε· η. Καὶ ἀπέστησαν ἀπ’ ἐμοῦ, καὶ οὐκ ἠθέλησαν ὑπακοῦσαί μου· ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ οὐκ ἀπέῤῥιψε, καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐ κατέλιπον . Εἶτα διδάσκει τῆς ὀργῆς τὸ δίκαιον. «Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου.» Ἔπειτα τὴν φιλανθρωπίαν καὶ τὴν μακροθυμίαν διδάσκει, ᾗ κεχρημένος οἰκονομεῖ τῶν ἀνθρώπων τὴν φύσιν. θ.
PG 81:989Καὶ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐφ’ ὧν ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου . Ἐβουλήθην, φησὶν, ἀπειθήσαντας παραυτίκα κολάσαι· ἐπειδὴ δὲ λαὸς ἐμὸς ἐχρημάτιζε, δίκας αὐτοὺς ἐπὶ τῶν δυσμενῶν οὐκ ἐπραξάμην, ἵνα τὸ παράπαν τὸ ὄνομά μου μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, οἷς οὗτοι συνῴκουν· ἵνα μὴ πρόφασις, φησὶ, τῆς κατ’ ἐμοῦ βλασφημίας ἡ τούτων γένηται τιμωρία· ἤθελον γὰρ διὰ τῆς περὶ τούτους εὐεργεσίας κἀκείνων μεταβαλεῖν τὰ φρονήματα· ταῦτα δὲ ἡμᾶς ἐναργέστερον διδάσκει τὸ τῆς Ἐξόδου βιβλίον. Διηγεῖται γὰρ ὁ μακάριος Μωσῆς, ὅπως αὐτῷ πᾶς ὁ λαὸς ἀπένεμε τοὺς θείους λόγους διαπορθμεύοντι τῷ Φαραῷ· ταύτῃ τοίνυν, φησὶ, τῇ μακροθυμίᾳ χρησάμενος· ιιβ. Τοῦτον ἐξήγαγον ἐκ γῆς Αἰγύπτου. Καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον. Καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὃς ἐὰν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.
Καὶ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς . Ἐλευθερώσας αὐτοὺς, φησὶ, τῆς πικρᾶς ἐκείνης δουλείας, ὡς ἐν παλαίστρᾳ τινὶ, ἐν τῇ ἐρήμῳ τοῖς ἀγαθοῖς καὶ ὠφελίμοις νόμοις ἐπαιδοτρίβουν, ζωὴν αὐτοῖς διὰ τῆς τούτων φυλακῆς μηχανώμενος· ζωῆς γὰρ ὑπῆρχον οἱ νόμοι παρεκτικοί. Προστάγματα δὲ αὐτὰ καὶ δικαιώματα προσηγόρευσεν. Οὐ γὰρ ἕτερα τὰ προςτάγματα, καὶ ἄλλα τὰ δικαιώματα, ἀλλὰ τὰ αὐτὰ διαφόροις ὀνόμασι κέκληται. Προστάγματα μὲν γάρ ἐστιν, ὡς παρὰ Θεοῦ καὶ Δεσπότου γραφέντα, καὶ φυλάττεσθαι κελευσθέντα· δικαιώματα δὲ, οὐ μόνον ὡς ἐνδίκως γραφέντα, καὶ τὸ δίκαιον ἔχοντα, ἀλλὰ καὶ ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενα. Ἀναγκαῖον δὲ ἐπιστῆσαι, ὅτι τῶν προσταγμάτων τούτων, καὶ τῶν δικαιωμάτων τῶν ζωὴν τοῖς φυλάττουσι παρέχειν δυναμένων, τὰ Σάββατα διεχώρισεν. Εἰρηκὼς γὰρ, «Ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς,» καὶ τὸ ἐκ τούτων δηλώσας κέρδος· «Ὃς ἂν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·» τότε ἐπήγαγε·
PG 81:991«Καὶ τὰ Σάββατά μου δέδωκα αὐτοῖς.» Καὶ οὐκ εἶπεν, Ἵνα φυλάξαντες ζήσωσιν ἐν αὐτοῖς· ἀλλ’ «Ἵνα ᾖ εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, καὶ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Τὴν γὰρ τῶν Σαββάτων αὐτοῖς ἀργίαν ἐνομοθέτησα, οὐχ ὡς ζωὴν αὐτοῖς παρέχειν δυναμένην, ἀλλ’ ἵνα τὸ ἰδιάζον τῆς πολιτείας χωρίζῃ μὲν αὐτοὺς τῶν ἐθνικῶν ἐπιτηδευμάτων, τῶν δὲ ἐμῶν εὐεργεσιῶν εἰς μνήμην ἄγῃ· τῇ γὰρ ἀργίᾳ τῶν σαρκικῶν, καὶ τῇ τοῦ Θεοῦ προσεδρίᾳ καὶ τῇ τῶν θείων λογίων ἀκροάσει, τὸ κέρδος ἐλάμβανον, μανθάνοντες ἐκ τῶν θείων λογίων, καὶ ποιητὴν εἶναι τὸν Θεὸν, καὶ εὐεργέτην· οὐ τοίνυν ἁπλῶς ἡ ἀργία ζωοποιός· ἀλλ’ ἡ τοῦ Θεοῦ προσεδρία. «Καὶ εἶπον, φησὶ, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς προστάγμασί μου πορεύεσθε.» ιγ. Καὶ παρεπίκρανάν με ὁ οἶκος τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβήλωσαν σφόδρα . Πάλιν κἀνταῦθα κεχωρισμένως ἐμνήσθη τῶν Σαββάτων, οὐ συνάψας αὐτὰ τοῖς ἄλλοις δικαιώμασιν·
οὔτε γὰρ ζωοποιὰ ταῦτα ὡς ἐκεῖνα, ἀλλὰ πολιτείας ἰδιάζοντά τινα περιέχοντα χαρακτῆρα. Τὸ μὲν γὰρ, «Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις,» καὶ τὰ ἄλλα τὰ τούτοις συνημμένα, καὶ τοὺς ἄλλους ἀνθρώπους ὁ τῆς φύσεως ἐδίδασκε νόμος· τῆς δὲ τοῦ Σαββάτου φυλακῆς οὐχ ἡ φύσις διδάσκαλος, ἀλλ’ ἡ θέσις τοῦ νόμου· κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦντες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πολιτείαν ἔχειν ἐδόκουν. Οὐδὲν γὰρ τῶν ἄλλων ἐθνῶν ταύτην ἐφύλαττε τὴν ἀργείαν. Οὐδὲ ἡ περιτομὴ οὕτως αὐτοὺς τῶν ἄλλων ἐχώριζεν, ὡς τὸ Σάββατον· τὴν γὰρ περιτομὴν καὶ Ἰδουμαῖοι πάντες εἶχον, ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες· καὶ Ἰσμαηλῖται ὡσαύτως, καὶ Αἰγύπτιοι δὲ παρὰ Ἰουδαίων ταύτην μαθόντες φυλάττειν ἐσπούδαζον. Καὶ τοῦτο ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου δεδήλωκεν, εἰπών· «Καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίαν αὐτῶν, ἐπ’ Αἴγυπτον, καὶ ἐπὶ Ἐδὼμ,» καὶ τὰ ἑξῆς. Τὴν δὲ τοῦ Σαββάτου φυλακὴν μόνον τὸ Ἰουδαίων ἐφύλαττεν ἔθνος. Διὸ ἔφη ὁ Θεὸς ὅτι·
«Τὰ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Διηγησάμενος τοίνυν τὴν ἐν Αἰγύπτῳ γενομένην ἐκείνων μὲν ἀπείθειαν, αὐτοῦ δὲ μακροθυμίαν, πάλιν τῶν κατὰ τὴν ἔρημον ἀνέμνησε νομοθεσιῶν, καὶ παραινέσεων, καὶ τῆς ἐκείνων ἀντιλογίας καὶ παραβάσεως. Εἶτα διδάσκει μὲν τὴν δικαίαν ὀργὴν, διδάσκει δὲ καὶ τὴν ἄῤῥητον ἀγαθότητα. ιδ. Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς. Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν . Καὶ ταῦτα δὲ ὁ θεσπέσιος διδάσκει Μωσῆς, λέγων εἰρηκέναι τὸν Θεόν· «Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα.» Εἶτα τὴν οἰκείαν ἱκετείαν διέξεισι, καὶ τῷ τέλει προστίθησιν, ὅτι· «Ἐὰν πατάξῃς αὐτοὺς, ἀκούσεται Αἴγυπτος, καὶ ἐρεῖ· Παρὰ τὸ μὴ δυνηθῆναι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἐπηγγείλατο τοῖς πατράσιν αὐτῶν, κατηνάλωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.» Τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰπών·
PG 81:995«Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν.» Εἶτα διηγεῖται πλατύτερον, ὅτι βουληθεὶς πανωλεθρίᾳ πάντας αὐτοὺς ὑποβαλεῖν ἐν τῇ ἐρήμῳ, ὡς καὶ τὰ ζωῆς χορηγὰ δικαιώματα πατήσαντας, καὶ τὰ Σάββατα βεβηλώσαντας. Καὶ πάλιν τῶν Σαββάτων χωρὶς μνημονεύσας, ἐπάγει· ιζ. Καὶ ἐφείσατο αὐτῶν ὁ ὀφθαλμός μου, τοῦ μὴ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. Τοὺς γὰρ παρανόμους ἐκείνους διαφόροις παραδοὺς τιμωρίαις, τὰ τέκνα αὐτῶν οὐδὲν ἄμεινον ἐκείνων διατεθήσεσθαι μέλλοντα διεφύλαξε, καὶ εἰς τὴν ἐπηγγελμένην τοῖς προγόνοις εἰσήγαγε γῆν. ιηκ. Καὶ εἶπον , φησὶ, πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάττεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίγνυσθε. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάττεσθε, καὶ ποιεῖτε αὐτά. Καὶ τὰ Σάββατά μου ἁγιάζετε αὐτὰ, καὶ ἔσται εἰς σημεῖον ἐμοῦ καὶ ἀναμέσον ὑμῶν, τοῦ γινώσκειν ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν .
Καὶ τοῖς τέκνοις δὲ αὐτῶν, φησὶ, τῆς τῶν πατέρων χωρισθεῖσι διδασκαλίας, παρῄνουν ἐν τῇ ἐρήμῳ, καὶ συνεβούλευον ἀπαλλαγῆναι μὲν τῶν πατρῴων ἠθῶν, τὴν δὲ ἐμὴν δεσποτείαν ἐπιγνῶναι, καὶ τοῖς ἐμοῖς προστάγμασιν ἕπεσθαι, καὶ τὰ δοθέντα πληροῦν δικαιώματα, καὶ τῇ τῶν Σαββάτων φυλακῇ τὸ τῆς πολιτείας ἰδιάζον γνωρίζειν, καὶ ποδηγεῖσθαι πρὸς τὸν νομοθέτην διὰ τὸν νόμον· ἀλλὰ καὶ οὗτοι, φησὶ, τῶν νόμων τούτων καταφρονοῦντες διετέλεσαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγε· κα. Καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιῆσαι αὐτὰ, ἃ ποιήσει ἄνθρωπος αὐτὰ, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβήλωσαν . Εἶτα προστίθησιν, ὅτι καὶ τούτους πάλιν δίκας ἐβουλήθην εἰσπράξασθαι τῆς ἀσεβείας, καὶ τοὺς μὲν αἰχμαλωσίᾳ, τοὺς δὲ σφαγῇ παραδοῦναι. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· κγ. Καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις . Ἵνα δὲ μή τις ἐντεῦθεν βλάβη καὶ Αἰγυπτίοις γένηται, καὶ Χαναναίοις, τοῦτο μὲν, φησὶν, οὐκ ἐποίησα, ἀλλὰ, κε.
Καὶ δέδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς . Τινὲς οὖν ταῦτα εἰς τὴν τῶν εἰδώλων ἔλαβον θεραπείαν, τὸ ἔδωκα ἀντὶ τοῦ συνεχώρησα νενοηκότες· δῆλοι δέ εἰσιν οὐδαμῶς τὴν τῶν εἰρημένων κατειληφότες διάνοιαν. Τὴν γὰρ ἀσεβῆ τῶν εἰδώλων θρησκείαν οὐδεὶς ἂν εὖ φρονῶν εἴποι οὐ καλὴν, ἀλλὰ λίαν κακήν. Οὐ τοίνυν ἡ τῆς σοφίας πηγὴ, τῆς εὐσεβείας ὁ νομοθέτης, ὁ τῆς ἀσεβείας κατήγορος, τὴν ἐσχάτην ἀσέβειαν οὐ καλὴν προσηγόρευσεν· ὅρον γὰρ αὐτὴν ὀνομάζει κακίας. Ἄλλα τοιγαροῦν ὁ λόγος αἰνίττεται. Ἐπειδὴ γὰρ, φησὶν, ἔδωκα αὐτοῖς δικαιώματα «ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·» λέγει δὲ διὰ τούτων τοὺς δέκα λόγους τοῦ νόμου· παρέβησαν δὲ ταῦτα, καὶ πατοῦντες ἀδεῶς διετέλεσαν, ἑτέροις αὐτοὺς προστάγμασι προσέδησα καὶ προσήλωσα, ζωὴν μὲν αὐτοῖς οὐδεμίαν δυναμένοις παρέχειν, τῇ δὲ περὶ αὐτὰ φυλακῇ τε καὶ ἀσχολίᾳ τὴν τῶν ἀναγκαίων νόμων ἐκείνων παράβασιν παύονται.
Αἰνίττεται δὲ διὰ τούτων τὰς περὶ λέπρας, καὶ ὀστέου νεκροῦ, καὶ θνησιμαίου, καὶ γονοῤῥυοῦς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐντολὰς, καὶ τὰ συχνὰ διὰ ταῦτα περιῤῥαντήρια, καὶ τὰς ὑπὲρ τούτων προσφερομένας θυσίας· περὶ γὰρ τῶν τοιούτων εἱλούμενοι φυλακὴν, οὐκ ἔθ’ ὁμοίως τῶν ἀναγκαίων ἐκείνων καὶ ὠφελίμων καταφρονεῖν ἠδύναντο νόμων· διὰ τοῦτο οὐκ ἔφη δεδωκέναι αὐτοῖς προστάγματα κακὰ, ἀλλ’ οὐ καλά. Οὔτε γὰρ κακίαν ἐδίδασκεν, οὔτε ἀρετῆς αὐτὰ καθ’ ἑαυτὰ ποιητικὰ ὄντα ἐτύγχανεν, ἀλλὰ συχνῶς φοιτᾷν εἰς τὸν θεῖον νεὼν, καὶ τῷ Θεῷ προσεδρεύειν ἠνάγκαζεν. Ὁ γὰρ μεμιάνθαι πιστεύων ἐπὶ τὴν κάθαρσιν ἔτρεχεν, ἀφικνούμενος δὲ μνήμην ἐλάμβανε τοῦ Θεοῦ. Αὕτη δὲ ἡ μνήμη τὴν δυσσεβῆ γνώμην ἐξώριζε, καὶ τοὺς θείους νόμους φυλάττειν ἀνέπειθεν· αὐτὰ τοίνυν καθ’ ἑαυτὰ, οὐ καλά· οὐ γὰρ τῷ θείῳ συνέβαινε σκοπῷ, ἀλλὰ τῇ τῶν νομοθετουμένων ἥρμοττεν ἀσθενείᾳ· οὐ καλὰ δὲ ὅμως αὐτὰ, οὐδὲ ἀναγκαῖα, ἦγεν δὲ ἐπὶ τὰ καλὰ καὶ ἀναγκαῖα. Τούτοις ἐπάγει· κ. Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτοὺς, ἵνα γνῶσιν ὅτι ἐγὼ Κύριος .
Τοῦτο ἔοικε τῷ διὰ τοῦ μακαρίου Δαβὶδ ὑπὸ τοῦ Θεοῦ εἰρημένῳ· «Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Ἐπειδὴ γὰρ εἶδον αὐτοὺς οὐδεμίαν ὠφέλειαν ἐκ τῶν ἐμῶν παραινέσεων δεχομένους, εἴασα λοιπὸν αὐτοὺς τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς, κυβερνᾷν αὐτοὺς οὐκ ἀνεχόμενος· τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰρηκώς· «Μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν.» Σαφέστερον δὲ τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν εἰρηκώς· «Καὶ ἐμίανα αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν,» ἐν τῷ παραγαγεῖν πᾶν διανοῖγον μήτραν· συνεχώρησα γὰρ αὐτοῖς μιαίνεσθαι τοῖς σφῶν ἐπιτηδεύμασιν ἐν τῷ διὰ πυρὸς παράγειν τὰ παιδία, καὶ τὰ πρωτότοκα τῶν παίδων προσφέρειν τοῖς δαίμοσι, τὰς ἀξίας αὐτοῖς λοιπὸν προσφέρων τιμωρίας. κζ, κη. Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἕως καὶ τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ.
PG 81:997Καὶ εἰσήγαγον αὐτοὺς εἰς γῆν εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναί με αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὑτῶν, καὶ ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν, καὶ ἔθεντο ἐκεῖ ὀσμὴν εὐωδίας αὑτῶν, καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὑτῶν . Οὐκ ἠρκέσθησαν, φησὶ, τῇ ἐν Αἰγύπτῳ ἀντιλογίᾳ, καὶ ταῖς ἐν τῇ ἐρήμῳ παρανομίαις, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελθεῖσαν αὐτοῖς εἰσελθόντες γῆν πολλῆς αὐτὴν ἀσεβείας ἐνέπλησαν, ἐν ἅπασι τοῖς βουνοῖς καὶ ἐν τοῖς ἄλσεσι βωμοὺς δειμάμενοι, καὶ εἴδωλα ἱδρυσάμενοι, καὶ σπονδὰς αὐτοῖς καὶ θυσίας διαφόρους προσενεγκόντες. Τὸ δὲ, «Ἔταξαν ἐκεῖ θυμὸν δώρων αὑτῶν·» ἀντὶ τοῦ Τοῖς παρανόμοις αὑτῶν ἐκείνοις δώροις τὸν ἐμὸν διήγειραν θυμόν. κθ. Καὶ εἶπον πρὸς αὐτοὺς, Τί ἐστιν Ἀβαμὰ (ἢ ὡς Σύμμαχος ἔφη, τί ἐστι Βαμά), ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Βαμὰ ἕως τῆς σήμερον ἡμέρας . Τόπος οὗτος ἐπίσημος ἐκ τῆς περὶ τὰ εἴδωλα δυσσεβείας γεγενημένος. Εἶπεν τοίνυν αὐτοῖς, Ποῖον ἐκεῖθεν λαμβάνετε κέρδος;
τίς ὑμῖν ἀπὸ τῆς Βαμὰ ὠφέλεια γενήσεται, ὅτι καὶ οὕτως αὐτὴν ἐπίσημον ἐποιήσατε, ὡς καὶ τὴν προσηγορίαν μέχρι τοῦ παρόντος βεβαίαν διαμεῖναι; λ, λα. Διὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰςραὴλ, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορεύεσθε· καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν πόνων ὑμῶν, καὶ ἐν τοῖς ἀφορισμοῖς ὑμῶν ἐν τῷ διάγειν τὰ τέκνα ὑμῶν ἐν πυρὶ ὑμεῖς μιαίνεσθε, καὶ ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος Ἰσραὴλ, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο . Ἐλπίζετε, φησὶ, τῆς πατρῴας παρανομίας καὶ τῆς δυσσεβείας ἐν ὑμῖν πολιτευομένης, καὶ τούτων ἁπάντων ὧν διεξῆλθον ὑφ’ ὑμῶν τολμωμένων, ἀποκρίσεώς τινος παρ’ ἐμοῦ τυχεῖν. Μὴ ἐξαπατᾶτε ὑμᾶς αὐτούς· τῶν γὰρ ἀδυνάτων ἐμὲ πρὸς τὰς ὑμετέρας ἀποκρίνασθαι πεύσεις, τῆς ἀσεβείας παρ’ ὑμῶν τολμωμένης. Πείθω δὲ ὑμᾶς διὰ τῶν πραγμάτων καὶ τὴν τοιαύτην ἀποῤῥίψαι ἐλπίδα· τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, «Καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.» λβ.
PG 81:999Καὶ οὐκ ἔσται, ὃν τρόπον ὑμεῖς λέγετε, Ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις . Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο ὑμῶν πέρας λήψεται, ὅτι πᾶσι παραπλησίως τοῖς ἔθνεσι τὰ ξύλα καὶ τοὺς λίθους θεοποιοῦντες, τῷ Θεῷ πρέπον αὐτοῖς προσοίσετε γέρας. Κέχρηται πάλιν τῷ συνήθει ὅρκῳ· κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον, ἐπειδὴ κατ’ οὐδενὸς ἔχει μείζονος ὀμόσαι, φησί· λγ. Διὰ τοῦτο, ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, εἰ μὴ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ’ ὑμᾶς . Οὐκ ἔτι γὰρ, φησὶ, τῇ συνήθει χρήσομαι μακροθυμίᾳ, ἀλλὰ τὴν βασιλείαν μου καὶ τὴν ἐξουσίαν διὰ παιδείας γυμνώσω· διὰ γὰρ τῆς «χειρὸς τῆς κραταιᾶς καὶ τοῦ ὑψηλοῦ βραχίονος,» τὸ δυνατὸν ὁμοῦ καὶ τὸ τιμωρητικὸν παρεδήλωσεν· εἶτα καὶ τὸν τρόπον τῆς παιδείας διδάσκει. λδ. Καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰςδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, ὧν διεσπάρητε ἐν αὐτοῖς, ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν θυμῷ καιομένῳ . Πρῶτον μὲν γὰρ, φησὶ, τῆς νῦν κατεχούσης αἰχμαλωσίας ἐλευθερώσω, καὶ εἰς τὴν προτέραν ἐπανάξω γῆν. λε, λ.
Ἔπειτα ἐξάξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτω κρινῶ ὑμᾶς, λέγει Ἀδωναὶ̈ Κύριος. Ἔρημον δὲ καλεῖ λαῶν τὰ ἔθνη πάλαι ἔρημα ὄντα Θεοῦ· προεσήμανε δὲ διὰ τούτου, ὅτι τῆς εὐσεβείας εἰς τὰ ἔθνη ἀχθείσης καὶ οὗτοι τῆς τῶν εἰδώλων ἀποστήσονται θεραπείας, τὴν τῶν πάλαι δυσσεβῶν ἐθνῶν μεταβολὴν αἰσχυνόμενοι. Τὸ δὲ, «Διακριθήσομαι πρὸς ὑμᾶς πρόσωπον κατὰ πρόσωπον,» τὸν διὰ τῶν πραγμάτων γινόμενον ἔλεγχον παραδηλοῖ· Αὐτὰ γὰρ, φησὶ, τότε τὰ πράγματα μονονουχὶ βοῶντα διελέγχει ὑμῶν τὴν ἀπειθῆ καὶ παράνομον γνώμην, τὴν τῶν πάλαι ἐστερημένων λαῶν εὐπείθειαν δεικνύντα· ὥσπερ τοίνυν πρὸς τοὺς ὑμετέρους πατέρας ἐν τῇ ἐρήμῳ διακριθεὶς, ὀλέθρῳ αὐτοὺς παντελεῖ παραδέδωκα· οὕτω καὶ ὑμῖν ἐπάξω τὴν τιμωρίαν· καὶ τοῦτο διὰ τῶν ἐπαγομένων σαφέστερον πεποίηκεν, εἰρηκώς· λζ, λη. Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης· Καὶ ἐκλέξομαι ἐξ ὑμῶν τοὺς ἀσεβεῖς, καὶ τοὺς ἀφεστηκότας .
PG 81:1001Τοὺς μὲν γὰρ ἀσεβεῖς, καὶ τοὺς τὴν ἐμὴν νομοθεσίαν καταλιπόντας τῇ ῥάβδῳ χρησάμενος διασπερῶ, τοὺς δὲ ἀριθμοῦ ἀξίους, καὶ τῆς ἐμῆς διαθήκης φύλακας γενομένους εἰσάξω, καὶ τῆς ἐμῆς ἀξιώσω προνοίας. Ἐσήμανε δὲ διὰ τούτων τόν τε ἀποστολικὸν χορὸν, καὶ τοὺς δι’ ἐκείνου τῷ θείῳ πεπιστευκότας κηρύγματι· εἶτα τῇ κατὰ τῶν πονηρῶν ἐπιμένων ἀπειλῇ, ἐπιφέρει· «Διότι ἐκ τῆς γῆς τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.» Ἀπὸ γὰρ τῆς αἰχμαλωσίας, φησὶν, ἐπαναγαγὼν, τούτους αὐτοὺς τοὺς τρόπῳ δυσσεβεῖ κεχρημένους πάλιν εἰς ἅπαντα διασκεδάσω τὰ ἔθνη. Τοῦτο δὲ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν τὸ πέρας ἐδέξατο· Ῥωμαῖοι γὰρ αὐτοὺς ἐξανδραποδίσαντες εἰς τὴν οἰκουμένην κατέσπειραν, καὶ τῆς βασιλικῆς αὐτῶν ἐξήλασαν πόλεως· οὕτω προαγορεύσας τὰ λυπηρὰ, παραίνεσιν αὐτοῖς πάλιν καὶ συμβουλὴν ὁ φιλάνθρωπος προσφέρει· τῶν οἰκείων γὰρ ὑποσχέσεων μέμνηται· ἔφη δὲ μὴ θέλειν τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν. Φησὶ τοίνυν· λθ, μ. Καὶ ὑμεῖς οἶκος τοῦ Ἰσραὴλ, τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἕκαστος δὲ ἐπιτηδεύματα αὑτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα, ἐὰν ὑμεῖς εἰςακούσητέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσητε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ τοῖς ἐπιτηδεύμασιν ὑμῶν. Διότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ’ ὄρους ὑψηλοῦ Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος· ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος ἐπὶ τῆς γῆς, καὶ ἐκεῖ προςδέξομαι αὐτοὺς, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν . Ἐὰν γὰρ πεισθῆναι, φησὶν, ἐθελήσητε, καὶ παύσησθε βεβηλοῦντες τὸ ὄνομά μου τὸ ἅγιον (ἐξ ἐμοῦ γὰρ προσαγορευόμενοι, καὶ παρανόμως ζῶντες, καὶ δῶρα τοῖς εἰδώλοις προσφέροντες, ἐμοὶ τὴν τῆς ἀσεβείας βλασφημίαν προστρίβετε)· εἰς τὴν πατρῴαν ἐπανήξετε γῆν, καὶ τῆς συνήθους ἀπολαύσεσθε προμηθείας, προσφέροντες μὲν εὐγνωμόνως, ὧν δέχεσθε ἀγαθῶν τὰς ἀπαρχὰς, ὁρῶντες δὲ κἀμὲ εὐμενῶς προσδεχόμενον. μα, μβ. Ἐν ὀσμῇ γὰρ , φησὶν, εὐωδίας προςδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς τῶν λαῶν·
PG 81:1003Καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ἐπῆρα τὴν χεῖρά μου, τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν . Τὸ δὲ ἁγιασθήσομαι ἀντὶ τοῦ δοξασθήσομαι τέθεικεν· ὁρῶντες γὰρ ἅπαντες καὶ τὰς ἐμὰς εὐεργεσίας, καὶ τὴν ὑμετέραν εὐγνωμοσύνην, πολλὴν ὠφέλειαν καρπώσονται, τῶν μὲν καλουμένων αὐτῶν θεῶν βλέποντες τὴν ἀσθένειαν, τὴν δὲ ἐμὴν διὰ τῆς περὶ ὑμᾶς εὐεργεσίας δύναμιν θεωροῦντες. μγ. Καὶ μνησθήσεσθε ἐκεῖ τῶν ὁδῶν ὑμῶν, καὶ τῶν ἐπιτηδευμάτων ὑμῶν πάντων, ἐν οἷς ἐμιάνθητε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόςωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν, ἃς ἐποιήσατε . Ἐπίγνωσις γὰρ ἁμαρτίας αἰσχύνης ἀρχή· διὰ τοῦτο τοῦ συνειδότος κεντοῦντος τὰ μέτωπα τύπτειν εἰώθαμεν· τοῦτο καὶ ἐνταῦθα ἐσήμανεν. Ἀποστάντες γὰρ, φησὶ, τῆς προτέρας παρανομίας, καὶ τὴν ἐμὴν ἀσπασάμενοι θεραπείαν, καὶ τῆς παρ’ ἐμοῦ προμηθείας τυγχάνοντες, ἐν αἰσθήσει γενήσεσθε τῶν προτέρων ἀσεβημάτων, καὶ τὰ πρόςωπα τύψετε, ἡλίκοις ἐνεφύρητε κακοῖς λογιζόμενοι. μδ.
Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ, οὐ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, οὐδὲ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος . Ταύτης δὲ, φησὶν, ἀξιώσω τῆς κηδεμονίας ὑμᾶς, καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους διὰ τῆς εἰς ὑμᾶς εὐεργεσίας εἰς τὴν ἐμὴν ἐπίγνωσιν τρέψαι βουλόμενος· οὔτε γὰρ ὑμεῖς φιλανθρωπίας ἄξιοι, ἢ συγγνώμης, παρανόμοις ἐπιτηδεύμασιν ἐντραφέντες· μαθόντες τοίνυν, ὅπως ἐστὶ δυσσεβὲς, τὸ θεῖον ὄνομα βεβηλοῦν, φύγωμεν τὸ βλασφημίαν τῷ Δεσπότῃ προσάπτειν. Οἱ γὰρ τῆς αὐτοῦ προσηγορίας ἠξιωμένοι, ἀναξίως δὲ ταύτης πολιτευόμενοι, εἰς τὴν κατ’ αὐτοῦ βλασφημίαν τῶν ἀνοήτων παρακινοῦσι τὰς γλώττας· τοῦτο καὶ περὶ τῶν Ἰουδαίων ὁ Θεὸς ἔλεγε· «Καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, ἐν τῷ λέγεσθαι ὑμῖν, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.» Ἡμεῖς δὲ καὶ αὐτὴν ἐσχήκαμεν τοῦ Δεσπότου τὴν προσηγορίαν· ἀπὸ Χριστοῦ γὰρ ὀνομαζόμεθα·
διὸ προσήκει πάντας ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, «εἴτε ἐσθίομεν, εἴτε πίνομεν, εἴτε τι ποιοῦμεν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, καὶ ἀπροσκόπους εἶναι Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ,» ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume VIIIΤΟΜΟΣ Η
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1005ΤΟΜΟΣ Η. με, μ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαροὺμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγέβ. Θαιμὰν μεσημβρία ἐστὶ τῇ Ἑλλάδι φωνῇ, Δαροὺμ δὲ τὸν λίβα σημαίνει, τὸ δὲ Ναγὲβ τὸν νότον· οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· «Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὸν νότον ὁδὸν λιβὸς, καὶ προφήτευσον περὶ τοῦ δρυμοῦ τῆς χώρας τῆς μεσημβρινῆς.» Διὰ πάντων δὲ τούτων τὴν Ἱερουσαλὴμ ᾐνίξατο· κατὰ νότον γὰρ, καὶ μεσημβρίαν, καὶ λίβα τῆς Βαβυλῶνος ἔχει τὴν θέσιν ἡ Ἱερουσαλήμ. Καὶ ἐπειδὴ οὐ κατ’ εὐθεῖαν μεσημβρίαν κεῖται, ἀλλὰ βραχύ τι πρὸς δύσιν ἀποκλίνει, ἀναγκαίως καὶ τὸν λίβα προστέθεικε, τοιαύτην ἔχοντα τὴν θέσιν. Δρυμὸν δὲ ἡγούμενον προσηγόρευσε τὴν Ἱερουσαλὴμ διὰ τὴν ἀκαρπίαν· τοιοῦτος γὰρ ὁ δρυμός· καὶ διὰ τὸ σκληρὸν τῆς διανοίας·
τοιαύτη γὰρ τῆς δρυὸς ἡ φύσις· καὶ πρὸς τούτοις διὰ τὸ μὴ κατὰ τάξιν πεφυτεῦσθαι τὰ ἐν τῷ δρυμῷ ξύλα, ἀλλὰ πολλὴν εἶναι ἐν τούτοις ἀταξίαν· καὶ μέντοι καὶ διὰ τὸ θηρίων οἰκητήριον εἶναι τὸν δρυμόν. Ταῦτα δὲ ἅπαντα τηνικαῦτα εὕρειεν ἄν τις ἐν τῇ Ἱερουσαλήμ. μζ. Καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· Ἄκουε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν, καὶ πᾶν ξύλον ξηρόν· οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα . Ἐπέμεινε τῇ τροπῇ. καὶ ἐπειδὴ δρυμὸν τὴν Ἱερουσαλὴμ ἐκάλεσεν, εἰκότως καὶ πῦρ ὀνομάζει τῶν πολεμίων τὴν στρατείαν, καὶ ξύλα καιόμενα τοὺς ὑπὸ τούτων ἀναιρουμένους· ξύλον δὲ χλωρὸν , καὶ ξύλον ξηρὸν , τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας. Εἶτα διδάσκει, ὅτι καὶ μεταξὺ διακείμενα ἔθνη κοινωνήσει τῆς συμφορᾶς· φησὶ γάρ· μη. Καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόςωπον ἀπὸ ἀπηλιώτου ἕως βοῤῥᾶ· Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὰ, καὶ οὐ σβεσθήσεται . Τὸ δὲ ἀπὸ ἀπηλιώτου πάλιν ὁ Σύμμαχος ἀπὸ μεσημβρίας ἡρμήνευσε.
PG 81:1007Διδάσκει δὲ, ὅτι ἀπὸ τῆς Χαλδαίων γῆς μέχρι τῶν Ἱεροσολύμων τῷ τῆς στρατείας χρήσεται πυρὶ, καὶ δαπανήσει τὰ ἐν μέσῳ διακείμενα ἔθνη, ἵνα διὰ γοῦν τῆς συμφορᾶς μάθωσιν ἅπαντες, ὡς αὐτὸς δεσπόζει τῆς οἰκουμένης. μθ. Καὶ εἶπον· Μηδαμῶς Ἀδωναὶ̈ Κύριε αὐτοὶ λέγουσι πρὸς μὲ, Οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη ; Τούτων, φησὶν, οὕτως εἰρημένων, ἐγὼ μὲν τοῦ λαοῦ τὴν ἀπιστίαν ἐγνώρισα τῷ Δεσπότῃ, εἰρηκὼς, ὅτι παραβολὴν, ἀλλ’ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ λεγόμενα· αὐτὸς δὲ λοιπὸν ὁ Δεσπότης τὰ παραβολικῶς εἰρημένα σαφέστερον εἰπεῖν με προσέταξε. Φησὶ δὲ οὑτωσί·
Chapter 21ΚΕΦΑΛ. ΚΑ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΚΑ. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν, καὶ προφήτευσον περὶ τῆς γῆς τοῦ Ἰσραήλ . Ἐπειδὴ, φησὶ, παραβολὴν ἁπλῶς, καὶ οὐκ ἀλήθειαν ὑπολαμβάνουσιν εἶναι τὰ εἰρημένα, ὑπόδειξον αὐτοῖς σαφῶς, ὅτι δρυμὸς ὁ Ναγὲβ, τουτέστιν, ὁ μεσημβρινὸς καὶ ὁ νότιος, αὕτη ἐστὶν ἡ Ἱερουσαλήμ. γ. Καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ·
Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον . Δῆλον δὲ, ὅτι ἐγχειρίδιον τὴν τιμωρίαν καλεῖ· κολεὸν δὲ, τουτέστι, τὴν θήκην τοῦ ἐγχειριδίου, τὴν μακροθυμίαν ὀνομάζει, ἧς παυομένης γυμνὴ λοιπὸν τοῖς ἀξίοις ἐπιφέρεται ἡ τιμωρία. Καὶ τὸ δίκαιον δὲ τῆς τιμωρίας δεικνὺς, καλῶς προστέθεικε τὸ, «Ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον.» Εἶτα διδάσκει καὶ τὰ τοῖς ἄλλοις ἔθνεσι τοῖς ἐν μέσῳ διακειμένοις κατ’ ἐκεῖνο τοῦ καιροῦ συμβησόμενα. δ. Ἀνθ’ ὧν , φησὶν, ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι . Τῶν γὰρ ἐν σοὶ, φησὶ, παρανομιῶν ἕνεκεν, οἷόν τι ἐγχειρίδιον ἀπὸ θήκης ἐκφέρων τῶν Χαλδαίων τὴν στρατείαν, τῇ αὐτῇ παραδώσω τιμωρίᾳ καὶ τοὺς ἐν μέσῳ σοῦ τε καὶ τῶν Χαλδαίων διακειμένους, καὶ παρασκευάσω γνῶναι πάντας διὰ τῆς πείρας, ὡς ἐγὼ πάντων ἔχω τὴν ἐξουσίαν, καὶ τῇδε αὐτοὺς ἐνδίκως περιέβαλον τῇ συμφορᾷ. 2. Καὶ σὺ, υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατ’ ὀφθαλμοὺς αὐτῶν .
Ἀκολουθείτω, φησὶ, τοῖς λεγομένοις καὶ ἡ παρὰ σοῦ συμπάθεια, καὶ δίδαξον αὐτοὺς δι’ ὧν στένεις, ὡς ἀληθῆ τὰ λεγόμενα. ζ. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σέ· Ἕνεκεν τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, Ἐπὶ τὴν ἀγγελίαν, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ παραλυθήσονται πᾶσαι χεῖρες, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, καὶ ἔσται, λέγει Ἀδωναὶ̈ Κύριος . Σοῦ, φησὶ, στενάζοντος ἀναγκαίως ἐρήσονται, μαθεῖν ἐθέλοντες τὴν τοῦ πάθους αἰτίαν· ἐρομένοις τοίνυν ἀπόκριναι, ὅτι Τὰ ἐσόμενα προθεωρῶν κακὰ, καὶ τὰς χαλεπὰς ἀγγελίας, καὶ τὸ ἐντεῦθεν πᾶσιν ἐπιγενόμενον δέος, στένω, καὶ ὀλοφύρομαι τῶν ὁμοφύλων τὰς συμφοράς. ηι. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Εἰπὸν ῥομφαίᾳ· Ῥομφαία ὀξύνου, καὶ θυμώθητι· Ὅπως σφάξῃς σφάγια ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουθένει, ἀπόθου πᾶν ξύλον. Ῥομφαίαν πάλιν τροπικῶς τὴν τιμωρίαν καλεῖ διὰ τῶν Βαβυλωνίων, καὶ Ἰουδαίοις, καὶ τοῖς ἄλλοις τοῖς ἐν μέσῳ ἔθνεσιν ἐπενεχθεῖσαν.
PG 81:1011Δοκεῖ δέ μοι αὐτὸς παρεγγυᾷν θήγεσθαι, καὶ στιλβοῦσθαι, καὶ σφάττειν, καὶ πᾶν ξύλον πρόῤῥιζον ἀνασπᾷν, διδάσκων ὡς αὐτοῦ συγχωροῦντος ταῦτα γενήσεται, καὶ οὐ τῇ τοῦ Βαβυλωνίου δυνάμει, ἀλλὰ τῇ αὐτοῦ ἐνεργείᾳ τούτων ἕκαστον ἐπιτελεῖται. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Δευτερονομίῳ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ εἰρημένον, «Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἐκδικήσω, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα.» Καὶ ἐν τούτοις γὰρ μάχαιραν , καὶ βέλη , τὴν τιμωρητικὴν ἐνέργειαν προσηγόρευσε, τὰς ἀξίας δίκας παρὰ τῶν ὑπευθύνων εἰσπραττόμενος. Εἶτα ἐπάγει· ια. Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν τὴν χεῖρα αὐτῆς, ἐξηκονήθη, ῥομφαία ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρας ἀποκεντούντων . Ταύτην γὰρ, φησὶ, «τὴν μάχαιραν εὐτρεπῆ» γενομένην ἐνεχείρισε τοῖς εἰς τὸ κολάζειν ἐπιτηδείοις· σημαίνει δὲ τοὺς Χαλδαίους. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαί̈ᾳ ὑπὸ τοῦ Θεοῦ εἰρημένον εἰς τὸν Βαβυλώνιον, ἢ γοῦν Ἀσσύριον· «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ;
ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον, ἢ ξύλον.» Καὶ πάλιν, «Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν.» Ἣν τοίνυν ῥάβδον παιδευτικὴν, καὶ ἀξίνην, καὶ πρίονα, ὄργανα φυτῶν δαπανητικὰ, ἐκεῖ προσηγόρευσεν, ἐνταῦθα ῥομφαίαν ὠνόμασε, θηγομένην μὲν, καὶ στιλβουμένην ὑπὸ τῆς τῶν κολαζομένων τιμωρίας, καθάπερ δέ τισι δημίοις τοῖς Βαβυλωνίοις ἐγχειριζομένην. Ταύτην δὲ τὴν τιμωρίαν καὶ πῦρ ἄνω κέκληκε, ταῖς πολλαῖς προσηγορίαις δεδίσσεσθαι βουλόμενος, καὶ εἰς μεταμέλειαν ἀγαγεῖν τοὺς τῇ δυσσεβείᾳ προστετηκότας. Τούτοις ἐπάγει· ιβ. Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι ἐγένετο ἐν τῷ λαῷ αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραὴλ, οἱ παροικοῦντές μοι εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου . Τί ταύτης ἐφάμιλλον ἀγαθότητος; κολάζει δικαίως, καὶ θρηνεῖν τῷ προφήτῃ παρακελεύεται· οὐ γὰρ ἑκὼν κολάζει, ἀλλ’ ὑπὸ τῆς τοῦ λαοῦ παρανομίας ἀναγκαζόμενος.
γυναικὶ δὲ παραπλησίως θαυμάζειν τῷ προφήτῃ παρεγγυᾷ, ὅτι οὐχ ὁ λαὸς μόνος, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες παρεδόθησαν τῇ ῥομφαίᾳ, καὶ τὸ πάντων ἀνιαρώτατον, «Οἱ παροικοῦντές μοι, φησὶν, εἰς ῥομφαίαν ἐγένοντο σὺν τῷ λαῷ μου.» Κοινωνήσαντες γὰρ τῷ λαῷ τῆς παρανομίας οἱ ἱερεῖς, ἐκοινώνησαν καὶ τῆς τιμωρίας. Τούτους γὰρ ὠνόμασε παροικοῦντας , ἅ τε δὴ ἔνδον ἐν τῷ θείῳ νεῷ διάγοντας, καὶ τὰς ἱερατικὰς λειτουργίας πεπιστευμένους. ιγ. Διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου, ὅτι δεδικαίωται, καὶ τί, εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται . λέγει Ἀδωναὶ̈ Κύριος. Διὰ τοῦ κρότου, φησὶ, τῶν χειρῶν σήμανον τῆς συμφορᾶς τὴν ὑπερβολὴν, καὶ θαύμασον τῆς τιμωρίας τὸ δίκαιον. Οὔτε γὰρ μικρὰ διὰ τῆς τιμωρίας τοῖς ὑπολειφθεῖσιν ἡ ὠφέλεια γενήσεται· ἀρχὴ γὰρ αὐτῆς δικαιώσεως αὕτη κατασταθήσεται· εἰ γὰρ καὶ νῦν ἀπωσθῇ ἡ τῶν ἄλλων ἐθνῶν κεχωρισμένη φυλὴ (πάντα δὲ τὸν Ἰουδαϊκὸν διὰ τούτου σημαίνει λαὸν), ἀλλ’ ἔσται πάλιν, καὶ ἀνακλήσεως τεύξεται· ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λεγομένων τὸ αὐτὸν ταῦτα λέγειν τὸν Δεσπότην καὶ Κύριον. ιδ.
Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν, ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη . Τρίτην ῥομφαίαν καλεῖ τὴν ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου γενομένην κατὰ τῆς Ἱερουσαλὴμ στρατείαν· ἀλλὰ τῷ μὲν ἀριθμῷ τετάρτη ἐστίν· ἐπειδὴ δὲ ἡ ἐπὶ Ἰεχονίου γενομένη ἀναιμωτὶ ἐγεγένητο (αὐτόματος γὰρ ἐξῆλθεν ὁ βασιλεὺς πρὸς τὸν Ναβουχοδονόσορ σὺν τῇ μητρὶ, καὶ τῇ γυναικὶ, καὶ τοῖ ἄρχουσι, καὶ οὕτως ἀπήχθη δορυάλωτος εἰς Βαβυλῶνα), εἰκότως τρίτην καλεῖ ῥομφαίαν τὴν ἐπὶ Σεδεκίου γενομένην, τὰς συμπλοκὰς ἀριθμῶν, καὶ τὰς παρατάξεις, ἀλλ’ οὐχ ἁπλῶς τὰς ἐφόδους· διὸ καὶ λέγει· «Ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστιν ἡ μεγάλη.» Εἶτα διδάσκει, τί δήποτε αὐτῷ παρακελεύεται κροτῆσαι τὰς χεῖρας. ιε. Καὶ ἐκστήσεις αὐτοὺς, ὅπως θραυσθῇ ἡ καρδία αὐτῶν, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ῥομφαίας . Καὶ πρᾶττε, φησὶ, καὶ λέγε τὰ δεδίξασθαι αὐτοὺς δυνάμενα, ὅπως θραυσθῶσιν αἱ καρδίαι αὐτῶν, ἀντὶ τοῦ, ἵνα μαλαχθῇ καὶ οἱονεὶ συντριβῇ τὸ ἀντίτυπον τῆς καρδίας αὐτῶν τῇ προῤῥήσει τῶν ἀλγεινῶν.
PG 81:1013Ἱκανὸν δὲ αὐτοὺς ἐκδειματῶσαι, ὅτι σφαγῇ παραδοθήσονται, καὶ ὅτι πλήρεις πᾶσαι αἱ πύλαι τῶν ἀναιρουμένων γενήσονται. Εἶτα μετὰ προσωποποιί̈ας τινὸς σημαίνει τὴν παρ’ αὐτοῦ γενομένην συγχώρησιν. Εὖγε ὀξεῖα γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν, ὡς ἀστραπὴ διαπορεύου . (ι.) Ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται . Ἄμφηκές φησι τὸ ξίφος, ἑκατέρωθεν τεθηγμένον· εὖ μάλα εἰς ἀκμὴν ἠκονημένον, ἀστραπῆς δίκην ἀφιὲν λαμπηδόνας. Διό φησιν εἰς ὁπότερον βούλῃ χώρισον μέρος, εἴτε τὸ δεξιὸν, εἴτε τὸ εὐώνυμον· ἕξεις γὰρ κἀμὲ συνεργοῦντα. Τοῦτο γὰρ παρεδήλωσεν ἐπαγαγών· ιζ. Καὶ ἐγὼ δὲ κροτήσω μου χεῖρα πρὸς χεῖρα, καὶ ἐπαφήσω τὸν θυμόν μου, ἐγὼ Κύριος λελάληκά σοι . Διὰ τοῦτο καὶ ὁ μακάριος Ἱερεμίας ἔλεγεν· «Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ πορεύσεται ἄνθρωπος, καὶ κατευθυνεῖ ὁδὸν αὑτοῦ·» διδάσκων, ὡς τῶν τοιούτων οὐδὲν δίχα τῆς ἄνωθεν ἐνεργείας ἢ συγχωρήσεως γίγνεται·
ἐνεργεῖ μὲν τὰ πρέποντα, συγχωρεῖ δὲ τ’ ἄλλα καθ’ ἕτερον τρόπον οἰκονομίας, καὶ τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, καὶ τῷ τρόπῳ τούτω δίκας τῶν ἁμαρτημάτων πραττόμενος. ιηκ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο ἀρχαὶ, ἑτοίμασαι χεῖρα κεντοῦσαν ἐν ἀρχῇ ὁδοῦ ἑκάστης πόλεως. Κεντοῦσαν ἐπ’ ἀρχῆς ὁδοῦ διατάξεις, τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὸν Ἰούδαν ἐν Ἱερουσαλήμ . Ὡς ἐν εἰκόνι, φησὶ, διάγραψον μίαν ὁδὸν διχῆ μεριζομένην, καὶ τὴν μὲν κατ’ εὐθὺ τῆς Ἱερουσαλὴμ φερομένην, τὴν δὲ εἰς τὴν Ῥαββὰθ υἱῶν Ἀμμὼν διατεινομένην· ἐπειδὴ γὰρ ὁ Ναβουχοδονόσορ ἀπὸ Βαβυλῶνος ὁρμώμενος, καὶ κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἀμμανιτῶν ἐπεστράτευσε, προλέγει ταῦτα ὁ Θεὸς διὰ τοῦ προφήτου. Ῥαββὰθ δὲ υἱῶν Ἀμμὼν εἶπεν, ἐπειδὴ ἔστι καὶ ἑτέρα ὁμώνυμος, ἡ τοῦ Ἀμμάν· ταύτην δὲ τὴν τοῦ Ἀμμάν φασί τινες εἶναι τὴν νῦν ἐν τῇ Ἀραβίᾳ Φιλαδελφίαν καλουμένην, ἥτις μέχρι νῦν Ἀμμὰν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορεύεται. Τούτοις ἐπιφέρει· κα.
PG 81:1015Διὸ στήσεται ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν, ἐπ’ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν τοῦ ἀναβράσαι ῥάβδους, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ ἡπατοσκοπήσασθαι . Τὴν γὰρ διχῆ, φησὶ, μεριζομένην καταλαβὼν ὁδὸν, ἧς τὸ μὲν εἰς τὴν Ἰουδαίαν, τὸ δὲ εἰς τὴν Ῥαββὰθ ἀπάγει, τῇ διὰ τῶν ῥάβδων χρήσεται μαντείᾳ, ὡσαύτως δὲ καὶ τῇ τῶν σφαγίων σπλαγχνοσκοπείᾳ, μαθεῖν βουλόμενος, ποῖ δεῖ στρατεῦσαι πρότερον· τούτων δὲ, φησὶν, ὑπ’ αὐτοῦ γιγνομένων· κβ. Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ περιβαλεῖν χάρακα, καὶ τοῦ διανοῖξαι στόμα ἐν βοῇ, καὶ ὑψῶσαι φωνὴν μετὰ κραυγῆς σάλπιγγος, τοῦ βαλεῖν χάρακας ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις . Προσήκει δὲ εἰδέναι, ὅτι τῶν ἐσομένων οὐδὲν οἱ δαίμονες ἴσασι· καταστοχαζόμενοι δὲ τῶν πραγμάτων, προλέγειν ἐπιχειροῦσι· καὶ ἔστι μὲν ὅτε κατευθὺ φέρονται, πολλάκις δὲ καὶ διαμαρτάνουσι· καὶ τοῦτο οὐ μόνον ἀπὸ τῶν πραγμάτων ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ τῆς θείας διδαχθῆναι Γραφῆς. Εἰπόντες γὰρ διὰ Σεδεκίου τοῦ ψευδοπροφήτου νίκην τοῦ Ἀχαὰβ, τῆς ἀληθείας ἐξέπεσαν·
οὐ γὰρ μόνον ἡττήθη παραταξάμενος, ἀλλὰ καὶ ἀνῃρέθη· καὶ ἐνταῦθα δὲ καὶ τὸν δεδομένον τῷ Ἰσραὴλ ἐπιστάμενοι νόμον, καὶ τὴν ἔξω τῶν τούτων διαγορεύσεων πολιτείαν ὁρῶντες, καὶ μέντοι καὶ τῶν προφητικῶν προῤῥήσεων ἐπαί̈οντες, πανταχόθεν τὴν θείαν ἀγανάκτησιν ἐδιδάσκοντο· ταύτην τοίνυν καὶ διὰ τῶν μαντείων τῷ δυσσεβεῖ προεσήμαινον βασιλεῖ, ὅτι δεῖ πρῶτον τῇ Ἱερουσαλὴμ ἐπιστρατεῦσαι, καὶ χαρακώμασι καὶ χώμασι χρήσασθαι, καὶ τοῖς ἄλλοις ἅπασι πολεμικοῖς μηχανήμασιν. Ἀλλὰ τούτων, φησὶν, ὑπὸ τούτου γιγνομένων, καταφρονοῦσιν οἱ πολιορκούμενοι, οὐκ ἀρετῇ θαῤῥοῦντες, ἀλλ’ ἀναλγησίᾳ νοσοῦντες. Καὶ τοῦτο διδάσκων ἔφη· κγ. Καὶ αὐτὸς αὐτοῖς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, ἑβδομάζοντες ἑβδομάδας αὐτοῖς . Οὕτω, φησὶ, διάκεινται, ὡς χρηστὰ τῶν μαντείων αὐτοῖς σημαινόντων· τοῦτο γὰρ ᾐνίξατο διὰ τοῦ ἐνώπιον αὐτῶν τουτέστιν, ὡς ὑπὲρ αὐτῶν τῶν μαντείων γεγενημένων, καὶ ὡς ἑβδομάδα ἑβδομάδων ἑορτάζοντες οὕτω διάγουσι· μία δὲ ἦν αὕτη τῶν τριῶν τῶν μεγίστων ἑορτή· ἀλλ’ οὐκ ἀκολουθήσει, φησὶ, ταῖς αὐτῶν δόξαις τὰ πράγματα.
PG 81:1017«Καὶ αὐτὸς γὰρ, φησὶν, ἀναμιμνήσκων ἀδικίαν αὐτῶν τοῦ συλληφθῆναι.» Ἡ γὰρ μνήμη τῆς παρανομίας αὐτῶν αἰτία τῆς ἁλώσεως αὐτῶν ἔσται. κδ. Διὰ τοῦτο, τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Ἀνθ’ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι τὰς ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐν πᾶσι τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ’ ὧν ἀνεμνήσατε ἐν τούτοις, ἁλώσεσθε ἐν αὐτοῖς. Ὑμεῖς, φησὶν, αἴτιοι, καὶ τῆς τῶν πολεμίων θρασύτητος, καὶ τῆς τῶν δαιμόνων ἀληθείας ἐγένεσθε· τῶν γὰρ ὑμετέρων ἐπιτηδευμάτων ἡ πονηρία, καὶ ἡ τῆς ἀσεβείας ὑπερβολὴ, καὶ τῆς ἐμῆς ὑμᾶς ἐγύμνωσε χάριτος, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι πεποίηκεν, οἳ διὰ μαντείαν τὰς καθ’ ὑμῶν ἐφόδους ποιούμενοι, ὁρῶσιν ἀκολουθοῦντα ταῖς μαντείαις τὰ πράγματα· ἐπειδὴ τοίνυν καὶ τῆς ἐκείνων ἀληθείας ἐγένεσθε πρόξενοι, εἰκότως ἁλώσεσθε, καὶ τιμωρίᾳ παραδοθήσεσθε. Ἐντεῦθεν ἐπὶ τοὺς ἄρχοντας μεταβαίνει, τόν τε βασιλέα, καὶ τοὺς ἱερέας, καί φησιν· κε, κ. Καὶ σὺ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας πέρας· τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἀφελοῦ τὴν κίδαριν, καὶ ἀπόθου τὸν στέφανον, αὕτη οὐ τοιαύτη ἔσται. Σὺ μὲν, φησὶν, ὁ ἱερεὺς, διὰ τὴν παρανομίαν τῆς ἱερατικῆς ἐγυμνώθης κιδάρεως· σὺ δὲ, ὁ βασιλεὺς, δυσσεβείᾳ συζήσας, σεαυτὸν ἀπεστέρησας τοῦ στεφάνου. Ἑκατέρα τοίνυν ἡγεμονία τὰ ἑαυτῆς ἀποθέσθω σύμβολα· αὕτη γὰρ, φησὶν, ἡ πολιορκία οὐκ ἔοικε ταῖς πάλαι· τέλος γὰρ ἔλαβεν ἡ καθ’ ὑμᾶς βασιλεία. Καὶ τὴν αἰτίαν διδάσκων· «Ἐταπείνωσας, φησὶ, τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινὸν ἀδικίᾳ.» Ἀδικίᾳ γὰρ χρησάμενος συνεργῷ, τὸ μὲν ὑψηλὸν δι’ ἀρετὴν ἐταπείνωσας, τὸ δὲ ταπεινὸν δι’ ἀδικίαν τοῖς λόγοις ἐπῆρας, παραφθείρας τὸ δίκαιον. Διό φησιν· κζ. Ἀδικίαν, ἀδικίαν θήσομαι αὐτήν. Τούτου χάριν σε, φησὶ, ταύτης τῆς ἀδικίας πράξομαι δίκας. Εἶτα ἐπάγει· «Οὐδ’ αὕτη τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Τῶν μὲν γὰρ προτέρων, φησὶ, πολιορκιῶν αὕτη χαλεπωτέρα· οὐ μὴν, φησὶ, παντελῶς κατασβέσω τὸν τῆς βασιλικῆς συγγενείας σπινθῆρα, ἕως ἂν ἔλθῃ ᾧ καθήκει, καὶ ᾧ ἁρμόττει, καὶ αὐτῷ παραδώσω τὴν βασιλείαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλός φησιν·
«Ἕως ἂν ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ Μεσίτου.» Καὶ Ἰακὼβ ὁ πατριάρχης τὸν Ἰούδαν εὐλογῶν ἔφη· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Καὶ ἐνταῦθα τοίνυν τὴν τοῦ Δεσπότου Χριστοῦ βασιλείαν ᾐνίξατο, εἰρηκώς· «Οὐδ’ αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Εἰ γὰρ καὶ ὑπέμεινε πολιορκίαν καὶ πόρθησιν ἡ Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀλλ’ οὐ τοιαύτην, οἵαν ὑπὸ τῶν Ῥωμαίων μετὰ τὸν σωτήριον σταυρόν. Μετὰ μὲν γὰρ τὴν προτέραν ἅλωσιν ἑβδομήκοντα διελθόντων ἐτῶν πάλιν ἀνῳκοδομήθη, καὶ τὴν προτέραν εὐπραξίαν ἔλαβε· μετὰ δὲ τὸν σωτήριον σταυρὸν ἐσχάτην ἐρημίαν ὑπέμεινεν· αὐτοὶ δὲ οἱ Ἰουδαῖοι οὐδὲ ἐπιβῆναι τῶν ὅρων ἐκείνων τολμῶσιν ἀπειργόμενοι νόμῳ· διὰ τοῦτο ἔφη· «Οὐδ’ αὕτη τοιαύτη ἔσται,» ἀντὶ τοῦ, οἵα ἡ ἐσομένη· φυλάξω γὰρ τὸ γένος, «ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.» Ὅταν γὰρ, φησὶν, ἀναφανῇ ἐκεῖνος, εἰς ὃν αἱ ἐπαγγελίαι φέρονται, τότε παραδοὺς αὐτῷ τὴν βασιλείαν, τούτους ἐκδώσω πανωλεθρίᾳ. Ἐντεῦθεν κατὰ Ἀμμανιτῶν τρέπει τὴν προφητείαν·
PG 81:1019ἀπεχθῶς γὰρ περὶ τοὺς Ἰουδαίους διακείμενοι ταῖς τούτων ἐφήδοντο συμφοραῖς. κη, κθ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς· Ῥομφαία, ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν· ἐγείρου, ὅπως στίλβῃς ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαι ψευδῆ . Ἐμαντεύσατο δὲ οὐχὶ ἡ ῥομφαία, ἀλλ’ οἱ ταύτῃ χρησάμενοι. Ψευδῆ δὲ τὴν μαντείαν καὶ τὴν ὅρασιν προσηγόρευσεν, ὡς ἀλλοτρίαν τῆς ἀληθείας ὑπάρχουσαν. Εἰ γὰρ καὶ τότε ἀληθῆ προεσήμαινεν, ἀλλὰ τῶν θείων προφητῶν προαγορευόντων τὴν θείαν ἀπόφασιν, ἃ παρ’ ἐκείνων ἤκουσε προμηνύειν ἔδοξε· πονηρίᾳ γὰρ συζῶντες οἱ ἀλιτήριοι δαίμονες, τῷ μὲν Ναβουχοδονόσορ διὰ τῶν μαντειῶν τὰ παρὰ τῶν προφητῶν διεπόρθμευον, τοῖς δὲ Ἰουδαίοις διὰ τῶν ψευδοπροφητῶν τἀναντία προηγόρευον, εἰρήνην αὐτοῖς ὑπισχνούμενοι, καὶ τῶν πολεμίων φυγήν· ἵν’ ἀπειθοῦντες τῷ Θεῷ, καὶ ἀντιλέγοντες, καὶ γυμνοὶ τῆς συνήθους προμηθείας γενόμενοι, παραδοθῶσιν ὑπὸ τῆς δίκης τοῖς πολεμίοις, καὶ ἀληθεῖς ἀποφανθῶσιν αὐτῶν οἱ χρησμοί.
Οὕτως ἐντειλάμενος τῇ ῥομφαίᾳ τοῖς τραχήλοις ἐπιτεθῆναι τῶν ἀνόμως καὶ παρανόμως βεβιωκότων, ὡς τοῦ πέρατος αὐτῶν καὶ τοῦ τέλους ἐφθακότος, παρακελεύεται λέγων· λ. Ἀπόστρεφε εἰς τὸν κολεόν σου, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγένησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε. Ὑμᾶς δὲ, φησὶν, ὦ Βαβυλώνιοι, οὓς ῥομφαίαν ὀνομάζω, ταῦτα πεποιηκότας, ἃ παρηγγύησα, οὐκ ἐνταῦθα, ἀλλ’ ἐν τῇ οἰκείᾳ γῇ δίκας ἀπαιτήσω τῆς ἀσεβείας. λα. Καὶ ἐκχεῶ ἐπὶ σὲ τὴν ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ . Τὸ εὔκολον τῆς θείας δυνάμεως διὰ τούτων ἐδήλωσε. Ὥσπερ γὰρ, φησὶ, τὸ ἐμφυσῆσαι ῥᾴδιον, οὕτως εὐπετὲς καὶ λίαν εὐμαρὲς, παραδοῦναί σε παντοδαπῇ τιμωρίᾳ. Καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν . (λβ.) Ἐν πυρὶ ἔσῃ κατάβρωμα· τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.
Τὴν Μήδων καὶ Περσῶν ἐπανάστασιν κατὰ τῆς Βαβυλῶνος διὰ τούτων ᾐνίξατο, οἳ πᾶν εἶδος μηχανημάτων τοῖς περιβόλοις πολιορκοῦντες προσήνεγκαν, καὶ νύκτωρ ἐν ἑορτῇ εἴσω τοῦ ἄστεως γεγονότες, ἅπασαν μὲν ἐχειρώσαντο τὴν πόλιν, ἐνέπρησαν δὲ τὸ πλεῖστον, αἱμάτων δὲ καὶ τὰς οἰκίας καὶ τὰς ἀγυιὰς ἁπάσας ἐπλήρωσαν.
Chapter 22.3ΚΕΦΑΛ. ΚΒ αγ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1021ΚΕΦΑΛ. ΚΒ αγ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Εἰ κρίνεις τὴν πόλιν τῶν αἱμάτων; Καὶ παραδείξεις αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς; καὶ ἐρεῖς, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος . Μετήγαγε πάλιν τὸν λόγον ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ τῷ προφήτῃ παρακελεύεται κριτοῦ δίκην διελέγξαι τὰ παρανόμως ὑπ’ αὐτῆς τολμώμενα· καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφαγάς· οὗ χάριν πάλιν τὰς αὐτὰς ὀνομάζει προσηγορίας, καὶ βοᾷ λέγων· Ὦ πόλις ἐκχέουσα αἷμα ἐν μέσῳ αὑτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθ’ ἑαυτῆς, τοῦ μιαίνειν ἑαυτήν. Σὺ, φησὶν, ἐφέλκῃ τὰς συμφορὰς, ὦ πόλις, λογισμοῖς τε πονηροῖς κεχρημένη, καὶ τούτους εἰς ἔργον ἄγουσα, καὶ διὰ τούτων μαινομένη, καὶ αἱμάτων ἀδίκων πληρουμένη· καιρὸν δὲ τὴν συμφορὰν ὠνόμασεν. δ.
Ἐν τοῖς αἵμασί σου οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς πεποίηκας ἐμιαίνου, καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου . Τὴν γὰρ κατὰ θείαν μακροθυμίαν ἐπιμετρουμένην προθεσμίαν συντέμνει πλείων ἡ ἀνομία γιγνομένη· τοῦτο καὶ ἐπὶ τοῦ Νῶε γεγενημένον ἔστιν ἰδεῖν· εἴκοσι γὰρ καὶ ἑκατὸν ἐτῶν δεδωκὼς προθεσμίαν τοῖς τηνικάδε ἀνθρώποις εἰς μεταμέλειαν, θεασάμενος αὐξανομένην τὴν ἀσέβειαν, συνέτεμε τὴν προθεσμίαν, καὶ ἐν τῷ ἑκατοστῷ ἔτει τὴν διὰ τοῦ κατακλυσμοῦ τιμωρίαν ἐπήγαγε· τοῦτο καὶ ἐνταῦθα ᾐνίξατο εἰπών· «Καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου.» Εἶτα διηγεῖται τοὺς τῆς παρανομίας καρπούς. Διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις (ε.) ταῖς ἐγγιζούσαις ἐπὶ σὲ, καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ . Τούτου χάριν σε, φησὶν, ἐπίχαρτον ποιήσω, καὶ καταγέλαστον πᾶσι τοῖς ἀστυγείτοσι καὶ πλησιοχώροις, οὐ μὴν δὲ ἀλλὰ καὶ τοῖς πόῤῥω οἰκοῦσι.
«Καὶ ἐμπαίξονταί σοι, καὶ βοήσουσιν ἐπὶ σὲ, ἀκάθαρτος ἡ ὀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις σου.» Ἐφηδόμενοι γὰρ τοῖς σοῖς κακοῖς, ἀκάθαρτόν σε καὶ παράνομον, καὶ ἐν πονηρίᾳ ἐπίσημον ὀνομάσουσιν. Εἶτα τῆς κακίας ἀπαριθμεῖται τὰ εἴδη. 2. Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραὴλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὑτοῦ συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα . Ἀπὸ δὲ τῶν ἀρχόντων ἥψατο τῆς κατηγορίας, ὡς τῶν ὑπηκόων ἑπομένων τοῖς ἄρχουσι· κεφαλῆς γὰρ κακῶς διακειμένης, μεταλαγχάνειν ἀνάγκη τὸ σῶμα τῆς ἀσθενείας· λέγει τοίνυν, ὡς οὐδὲν τῶν συγγενῶν ἀπείχοντο, ἀλλὰ καὶ τὰ τῆς συγγενείας συνέχεον δίκαια, ἀδίκους σφαγὰς ἐργαζόμενοι. Ἀλλὰ καὶ, ζ. Πατέρα , φησὶ, καὶ μητέρα ἐκακολόγουν ἐν σοί . Ἓν δὲ καὶ τοῦτο τῶν ἀπηγορευμένων τῷ νόμῳ. «Καὶ πρὸς τὸν προσήλυτον, φησὶν, ἀνεστρέφοντο ἐν ἀδικίᾳ, ἐν σοί.» Καὶ τοῦτο δὲ ἀπηγορεύκει ὁ νόμος οὑτωσὶ λέγων· «Καὶ προσήλυτον οὐ κακώσετε, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.» Ἀφ’ ὧν ἐπάθετε, φησὶ, μάθετε φιλανθρωπίαν· ἀλλὰ καὶ τοῦτον ἀδεῶς τὸν νόμον παρέβαινον. Εἶτα καὶ ἕτερον·
PG 81:1023«Ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί.» Πᾶν δὲ τοὐναντίον ὁ ἀγαθὸς νομοθετεῖ Θεός· «Κρίνατε γὰρ, φησὶν, ὀρφανὸν, καὶ δικαιώσατε χήραν.» Καὶ ἐν τῷ νόμῳ· «Οὐκ ἐπανατρυγήσεις, φησὶ, τὴν ἄμπελόν σου, καὶ ἔσται τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ, καὶ τῷ προσηλύτῳ.» Οὗτοι δὲ οὐ μόνον ἀγαθοῦ τινος οὐ μετεδίδοσαν αὐτοῖς, ἀλλὰ καὶ κακῶς διετίθεσαν. Καὶ τὰ τούτου χαλεπώτερα· η. Καὶ τὰ ἅγιά μου ἐξουθένουν, καὶ τὰ Σάββατά μου ἐβεβήλουν ἐν σοί . Τοὺς γὰρ ἐμοὺς, φησὶν, ἐπάτουν νόμους, καὶ τὴν ἀργίᾳ τετιμημένην ἡμέραν ἐργασίᾳ παρανόμῳ καθύβριζον. Καὶ τὰ τούτων δυςσεβέστερα. θ. Ἄνδρες λῃσταὶ ἦσαν ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα· ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί . Τούς τε γὰρ παρανομίᾳ συζῶντας, ἀνδροφόνους καὶ μιαιφόνους ὄντας, καὶ τοὺς ἐν τοῖς ὄρεσι τοὺς δαίμονας τιμῶντας, καὶ τοῖς εἰδωλικοῖς τεμένεσιν ἐντρυφῶντας, εἶχες ἐνδιαιτωμένους.» Καὶ ἀνόσια, φησὶν, ἐποίουν ἐν μέσῳ σου.» Ἔπειτα τούτων ἕκαστον διηγεῖται. ι. Καὶ αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ, καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί . Μητρυιαῖς, φησὶ, συνεγίνοντο· τοῦτο γὰρ ἀποκάλυψιν αἰσχύνης πατρὸς ὠνόμασεν·
οὕτω γὰρ αὐτὸ καὶ ἐν τῷ νόμῳ προσηγόρευσεν. «Ἀσχημοσύνην γὰρ, φησὶ, γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις, ἀσχημοσύνη γὰρ πατρός σού ἐστιν.» Λαγνίστατοι, γὰρ, φησὶν, ὄντες, καὶ λίαν ἀκόλαστοι, οὐδὲ τῶν τὸ τῆς ῥύσεως πάθος ὑπομενουσῶν γυναικῶν ἀπείχοντο· ὃ οὐ μόνον παράνομόν ἐστιν, ἀλλὰ καὶ λίαν ἀκάθαρτον. Εἶτα ἐπιμένει τῆς λαγνείας κατηγορῶν. ια. Ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἠνόμουν, καὶ ἕκαστος τὴν νύμφην αὑτοῦ ἐμίαινον ἐν ἀσεβεία . Ἐπίτασις δὲ τοῦτο παρανομίας· οὔτε γὰρ ἴσον ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι, καὶ τῷ τοῦ ἰδίου παιδὸς ἐπιβουλεῦσαι γάμῳ· ἀλλ’ ὅσῳ πορνείας ἡ μοιχεία χαλεπωτέρα, τοσούτῳ τῆς μοιχείας ἡ πρὸς τὴν νύμφην κοινωνία δυσσεβεστέρα. «Καὶ ἕκαστος τὴν ἀδελφὴν αὑτοῦ θυγατέρα τοῦ πατρὸς αὑτοῦ ἐταπείνουν ἐν σοί.» Καὶ ἐνταῦθα δὲ σαφῶς ἔδειξε τὴν τοῦ μύσους ὑπερβολὴν, ἑνὸς πατρὸς ὑποδείξας φυτὰ, τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἐντεῦθεν ἐπὶ τὴν τῆς πλεονεξίας κατηγορίαν χωρεῖ. ιβ. Δῶρα ἐλάμβανον ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα . Ἀπεμπωλοῦντες, φησὶ, διετέλουν τὸ δίκαιον, καὶ χρημάτων ἀπεδίδοντο τὰς ἀθώας σφαγάς· εἶτα τελευταῖον οἷόν τινα κολοφῶνα ἐπιτίθησι τῶν κακῶν.
PG 81:1025«Τόκον καὶ πλεονασμὸν ἐλάμβανον ἐν σοί.» Εἰ δὲ μὴ τελευταῖον ὡς χαλεπώτερον ἔκειτο, συνετέτακτο δὲ ὅμως τοῖς εἰρημένοις, ἱκανὸν ἦν δεδίξασθαι τοὺς χρωμένους, καὶ πεῖσαι φυγεῖν τῆς ἀπληστίας ταύτης τὸ εἶδος, ὡς τοῖς ἄγαν δυσσεβέσι καὶ παρανόμοις συνεζευγμένον· ἀνδροφόνοις γὰρ καὶ εἰδωλολάτραις, καὶ τοῖς λαγνιστάτοις, καὶ ἀκολαστοτάτοις συνηριθμήθη. Οὕτω διηγησάμενος τῆς κακίας τὰ εἴδη, διδάσκει λοιπὸν καὶ τὴν ἐσομένην τιμωρίαν Καὶ συντελέσω συντέλειαν κακίας σου, τοῖς ἐν καταδυναστείᾳ· ἐμοῦ δὲ ἐπελάθου, λέγει Ἀδωναὶ̈ Κύριος . (ιγ, ιδ.) Ἰδοὺ οὖν πατάξω χεῖρά μου πρὸς χεῖρα ἐφ’ οἷς συντετέλεσαι, καὶ οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου. Εἰ ὑποστήσεται ἡ καρδία σου, ἢ κρατήσουσιν αἱ χεῖρές σου, ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί; Δεσποτικῶς καὶ δικαστικῶς λέγει πατάσσειν τὰς χεῖρας, ὑποδεικνὺς τὴν ὀργήν· ἐπειδὴ γὰρ, φησὶν, ἐπελάθου μου, καὶ οὐδὲ τῶν εὐεργεσιῶν μου, οὐδὲ τῶν νόμων λαβεῖν ἠθέλησας μνήμην, τοιαῦτά σοι, φησὶν, ἐπάξω δεινὰ, ὥστε τὰς μὲν χεῖρας διαλυθῆναι, τὴν δὲ καρδίαν θορύβου παντὸς ἀναπλησθεῖσαν ἀπογνῶναι τὴν σωτηρίαν.
Εἶτα τῶν εἰρημένων τὸ ἀψευδές· «Ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω.» Βεβαιοῖ, φησὶ, τὰ εἰρημένα τὸ τοῦ εἰρηκότος ἀξίωμα· ἀρκεῖ γὰρ ὑμᾶς, μαθόντας τίς ὁ φθεγξάμενος, πιστεῦσαι τοῖς εἰρημένοις. ιε. Καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ σε ἐν ταῖς χώραις . Εἶτα ἡ ἐντεῦθεν ὠφέλεια. Καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ · (ι.) Καὶ κατακληρονομήσω ἐν σοὶ κατ’ ὀφθαλμοὺς τῶν ἐθνῶν, διότι ἐγὼ Κύριος . Ὅταν γὰρ, φησὶν, αἰχμάλωτοι γένησθε, καὶ μέτοικοι, τηνικαῦτα τῇ πείρᾳ διδαχθήσεσθε σωφρονεῖν, καὶ τῆς προτέρας παυσάμενοι παρανομίας, μαθήσεσθέ με Θεὸν ὑμῶν ὄντα καὶ Κύριον, καὶ κληρονομία ἐμὴ χρηματίσετε, καὶ μαθήσεται δι’ ὑμῶν τὰ ἔθνη, ἐν οἷς παροικεῖτε, τὴν ἐμὴν ἀξίαν καὶ δύναμιν. ιζ, ιη. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ καὶ μολύβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσίν . Ἔοικε, φησὶν, ὁ λαὸς οὗτος, ὦ προφῆτα, ἀργύρῳ κιβδήλῳ, καὶ πολλὴν ἐπιμιξίαν ἔχοντι χαλκοῦ, καὶ σιδήρου, καὶ κασσιτέρου, καὶ μολύβδου. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός·
PG 81:1027«Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός·» διὰ δὲ τῶν εἰρημένων ὑλῶν τὰ παντοδαπὰ τῆς κακίας παρεδήλωσεν εἴδη· καὶ τοῦτο πάλιν διὰ Ἱερεμίου τοῦ προφήτου μαθεῖν δυνατόν· ταύτην γὰρ τῶν Ἰουδαίων τὴν κατηγορίαν ποιούμενος ἔφη καὶ αὐτός· «Ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλυβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.» Ὅθεν ἐπήγαγεν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός.» Φυσητῆρα δὲ τὴν θείαν ἐνέργειαν ἀπεκάλεσε· πῦρ δὲ νῦν μὲν τὸν παιδευτικὸν καὶ καθαρτήριον λόγον, νῦν δὲ τὴν δι’ ἔργων τιμωρίαν. Δι’ ἀμφοτέρων δὲ ἡ θεία δύναμις ἐνεργεῖ. Ἀργυροκόπον δὲ πάλιν τὴν προφητικὴν διδασκαλίαν ὠνόμασε, μόλυβδον δὲ τὴν τιμωρίαν· ὅτι γὰρ μόλυβδος ἐμβάλλεται τῷ ἀργύρῳ χωνευομένῳ, ὡς ἂν τὸ ἐν τούτῳ κίβδηλον δαπανήσειεν, καὶ ἡ τιμωρία τοῖς ἀξίοις ἐπιφέρεται, ἵνα καθαροὶ τῆς ἁμαρτίας ἀναφανῶσι. Τοῦτο καὶ ἐνταῦθα ποιήσειν ἀπειλεῖ. ιθκβ. Διὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἰδοὺ ἐγὼ εἰσδέξομαι ὑμᾶς ἐν μέσῳ Ἱερουσαλήμ. Καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς, καὶ σίδηρος, καὶ μόλυβδος, καὶ καςσίτερος ἐν μέσῳ καμίνου, τοῦ ἐμφυσῆσαι εἰς αὐτὴν πῦρ εἰς τὸ χωνευθῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν τῇ ὀργῇ μου, καὶ ἐν τῷ θυμῷ μου, καὶ εἰσάξω, καὶ ἐπαφήσω· Καὶ χωνεύσω ὑμᾶς, καὶ ἐμφυσήσω ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ’ ὑμᾶς . Ἐπειδὴ, φησὶ, τὴν τῆς κακίας ἐπιμιξίαν ἐδέξασθε, καὶ ἀργύρῳ ἀδοκίμῳ ἐοικότες, διὰ τῆς παντοδαπῆς πονηρίας ἀνεφάνητε κίβδηλοι, χωνευτήριον μὲν ὑμῖν καταστήσω τὴν Ἱερουσαλὴμ, ἀνθράκων δὲ δίκην ἐμβαλῶ τοὺς πολεμίους· τὴν δὲ ἐμὴν ἐνέργειαν καὶ βούλησιν, οἷόν τινα φυσητῆρα κινήσω, καὶ κατὰ ταυτὸν ὑμᾶς χωνεύσω, ἵνα τοὺς μὲν ἀνήκεστα νενοσηκότας, ταῖς ἄλλαις ὕλαις παραπλησίως δαπανήσω, τοὺς δὲ ἴασιν ἐπιδεχομένους, οἷόν τινα κεκαθαρμένον ἄργυρον ἀποφήνω. κγ, κδ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ αὐτῇ·
PG 81:1029Σὺ εἶ γῆ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς . Καὶ ἐκ πολέμου χερσεύουσα, καὶ μήτε ὑετὸν, μήτε ἄροτρον δεξαμένη· καὶ μὴν τὸν τῆς διδασκαλίας ὑετὸν διὰ τῶν ἁγίων αὐτῇ προσέφερε προφητῶν· ἀλλ’ ἐπειδὴ τοῦτον οὐκ ἐδέχοντο, ἀλλ’ ἀπωθοῦντο, καθάπερ τις πέτρα παρείσδυσιν οὐ παρέχουσα τῇ τοῦ ὑετοῦ φορᾷ, εἰκότως αὐτὴν οὐ βρεχομένην ὠνόμασε γῆν. Εἶτα πάλιν τῶν ἀρχόντων κατηγορεῖ. κε. Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, πλοῦτον καὶ τιμὰς λαμβάνοντες, τὰς χήρας αὐτῆς ἐπλήθυναν ἐν μέσῳ αὐτῆς . Τῶν γὰρ ἀνδρῶν ἀναιρουμένων. δῆλον ὅτι ἡ χηρεία χώραν ἐλάμβανεν· ἐντεῦθεν ἐπὶ τοὺς ἱερέας τὸν κατηγορικὸν μεταφέρει λόγον. κ. Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν τὸν νόμον μου . Μεγίστη δὲ αὕτη παρανομία· οὓς γὰρ ποδηγεῖν τοὺς ἄλλους ἐχρῆν, οὗτοι διετέλουν τυφλώττοντες. «Καὶ ἐβεβήλουν τὰ ἅγιά μου.» Παρανόμως, φησὶν, ἐπετέλουν τὰς λειτουργίας· εἶτα τῆς παρανομίας τὰ εἴδη.
«Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου οὐ διέστελλον.» Οὐ διέκρινον, φησὶ, καὶ ἐδίδασκον, τί μὲν ἅγιον καὶ θεῖον, τί δὲ βέβηλον καὶ ἀνθρώπειον· βέβηλον γὰρ ἐνταῦθα οὐ τὸ ἐναγὲς καλεῖ, ἀλλὰ τὸ κοινὸν καὶ τῶν θείων κεχωρισμένον. Καθαρὸν καὶ ἀκάθαρτον, τὰ κατὰ τὸν νόμον κεχωρισμένα, καὶ τὰ κατὰ νόμον αὖ πάλιν ἀπηγορευμένα, οὐ περὶ βρωμάτων μόνον καὶ θυμάτων, ἀλλὰ καὶ περὶ ἐνδυμάτων, καὶ τῶν ἄλλων τῶν τε κατὰ γνώμην, καὶ παρὰ γνώμην συμβαινόντων, γονοῤῥοίας τε καὶ ἀποκαθημένης, καὶ ἁφῆς λέπρας, καὶ ἁφῆς νεκροῦ, καὶ θνησιμαίου, καὶ θηριαλώτου, καὶ τὰ ἄλλα ὅσα ὁ νόμος διαγορεύει. Τούτοις προστίθησι, «Καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὑτῶν, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν.» Ὁρῶντες γὰρ ὑβριζομένην προφανῶς τὴν τῶν σαββάτων ἡμέραν, καὶ ἐργασίαν παράνομον ἐπιτελουμένην ἐν τῇ ἀργῇ ἡμέρᾳ, ἐλέγχειν οὐκ ἤθελον τοὺς παρανομεῖν τολμῶντας, ἀλλ’ οἱονεὶ μύοντες τοὺς ὀφθαλμοὺς, οὐκ ἐδόκουν ὁρᾷν, ἃ διετέλουν ὁρῶντες. Πάλιν ἐπὶ τοὺς ἄρχοντας ἐπανελθὼν, φησίν· κζ.
Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς, ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, τοῦ ἀπολέσαι ψυχὰς, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν . Ἀφορμὴν, φησὶ, κέρδους ἐποιοῦντο οἱ ἄρχειν λαχόντες τὰς ἀδίκους σφαγὰς, καὶ οὓς ἔδει τῶν ἀδικουμένων εἶναι προμάχους, οὗτοι τῆς τῶν ἀδικούντων ἐγένοντο μοίρας. Ἐντεῦθεν ἐπὶ τοὺς προφήτας μεταβαίνει, λέγων· κη. Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς . Τοῦτο καὶ ἄνω ἔφη, τὸν κακῶς οἰκοδομηθέντα τοῖχον ὑπὸ τοῦ λαοῦ κάκιον ὑπὸ τῶν ψευδοπροφητῶν ἀλειφθέντα· διδάξας· ἐβεβαίουν, φησὶν, οἱ καλούμενοι προφῆται, τὰ κακῶς ὑπὸ τῶν ἀρχόντων γινόμενα, κολακευτικοῖς κεχρημένοι λόγοις, καὶ τὰς ἀρχὰς θεραπεύειν δεδιδαγμένοι. Εἶτα τὴν τούτων τιμωρίαν διδάσκει· «Πεσοῦνται ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, καὶ Κύριος οὐ λελάληκε.» Μιμούμενοι γὰρ τοὺς ἀληθεῖς προφήτας, τῷ τοῦ Θεοῦ προσώπῳ τὰς ψευδεῖς αὑτῶν χρησμολογίας περιετίθεσαν, καὶ τῇ πηγῇ τῆς ἀληθείας περιῆπτον τὸ ψεῦδος. Ταῦτα δὲ, φησὶν, ἔλεγον· κθ.
PG 81:1031Τὸν λαὸν τῆς γῆς ἐκπιέζοντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος . Τῇ ψευδολογίᾳ, φησὶν, ἐχρῶντο, καὶ πρὸς χάριν τοῖς ἄρχουσιν ἐμαντεύοντο, ἄδειαν λαμβάνειν κατὰ τῶν πενήτων ἐθέλοντες, καὶ ἀφορμὴν κέρδους τὸ ψεῦδος ποιούμενοι. λ. Καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτὴν, καὶ οὐχ εὗρον. Ταῦτα καὶ διὰ Ἱερεμίου διδάσκει, λέγων· «διέλθετε εἰς τὰς διόδους Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ ζητήσετε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὑρήσητε ἕνα ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ.» Καὶ ἐνταῦθα τοίνυν φησὶν, ὅτι ἔκ τε τῶν ἀρχόντων ἔκ τε τῶν ἱερέων, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἐπεζήτουν ἕνα γοῦν ἄνδρα, στῆναι ἐν διακοπῇ φραγμοῦ δυνάμενον, τουτέστιν, ἐπισχεῖν τὰς ἐπιφερομένας τιμωρίας διὰ δικαιοσύνης ἰσχύοντα, καὶ τὴν γεγενημένην ἐκ τῆς παρανομίας διακοπὴν, καὶ πάροδον τῆς τιμωρίας ἀποφράξαι καὶ ἀποτειχίσαι δυνάμενον, καὶ οὐχ εὗρον. Διό φησιν· λα.
Ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτὴν ἐν πυρὶ ὀργῆς μου, τοῦ συντελέσαι αὐτούς . Καὶ δεικνὺς τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε· Τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναὶ̈ Κύριος . Κακῶς γὰρ, φησὶ, καὶ παρανόμως ὁδεύσαντες, ἀκόλουθον εὗρον τῆς οἰκείας ὁδοῦ τὸ τέλος· ἐντεῦθεν ἔστι μαθεῖν οὐ μόνον τῆς θείας ἀγαθότητος τὴν ὑπερβολὴν, ἀλλὰ καὶ τὴν Ἰουδαίων ἀσέβειαν· ἐπὶ μὲν γὰρ Σοδόμων ὑπέσχετο, εἰ πέντε εὕροι δικαίους, πᾶσαν τὴν πόλιν ἀνέπαφον τῆς τιμωρίας φυλάξειν· ἐνταῦθα δὲ ἕνα ζητήσας οὐχ εὗρε. Διὸ καὶ τοῖς δυσμενέσι παραδοὺς αὐτὴν ἀνάστατον γενέσθαι πεποίηκε· προσήκει τοίνυν ἡμᾶς, εἰδότας ὡς ὁ θεῖος ἔλεος τῇ κρίσει συνέζευκται «Ἔλεον γὰρ, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι Κύριε», μὴ ἐπιμένειν τοῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, μηδὲ τῆς τοῦ Θεοῦ μακροθυμίας καταφρονεῖν, μηδὲ θησαυρίζειν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume IXΤΟΜΟΣ Θ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1033ΤΟΜΟΣ Θ. ΚΕΦΑΛΑΙΟΝ ΚΓ. αγ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυγατέρες μητρὸς μιᾶς.
Καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ . Ἐν μὲν τοῖς ἡρμηνευμένοις ἅπαντα τὸν λαὸν μίαν ὠνόμασε πόρνην· εἷς γὰρ καὶ τὴν ἀρχὴν λαὸς ἐχρημάτισεν· ἐπειδὴ δὲ ἐπὶ τοῦ Ῥοβοὰμ ἡ διαίρεσις ἐγένετο, καὶ οἱ μὲν Ἐφραὶ̈μ καὶ Ἰσραὴλ ὠνομάζοντο, οἱ δὲ Ἰούδας, εἰκότως καὶ τῷ παραβολικῷ καὶ τροπικῷ εἴδει κατὰ διαίρεσιν κέχρηται· καλεῖ δὲ αὐτοὺς ἀπὸ τῶν μητροπόλεων, τὰς μὲν δέκα φυλὰς ἀπὸ Σαμαρείας, τὸν δὲ Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπὸ τῆς Ἱερουσαλήμ· λέγει δὲ αὐτὰς μητρὸς μιᾶς, οὐ μόνον διὰ τὴν μίαν ῥίζαν τοῦ γένους, ἀλλ’ ὅτι καὶ κατὰ τὴν ἀσέβειαν, μίαν ἔσχον μητέρα τὴν Αἴγυπτον· καὶ γὰρ ἀνωτέρω τροπικῶς τὴν μὲν μητέρα αὐτῶν Χετταίαν, Ἀμοῤῥαῖον δὲ τὸν πατέρα προςηγόρευσεν. Αὗται τοίνυν, φησὶν, ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ· εἶτα καὶ τὸν χρόνον δηλοῖ. «Ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, καὶ ἐκεῖ διεπαρθενεύθησαν.» Οἱ μὲν γὰρ πατέρες αὐτῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν εὐσεβείᾳ διέλαμψαν, καὶ τοῦ Ἰακὼβ δὲ οἱ παῖδες διέμειναν εἰδωλολατρείας ἀμύητοι· οἱ δὲ ἐξ ἐκείνων φύντες ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς μετέμαθον τὴν ἀσέβειαν·
νεότητα δὲ αὐτῶν καλεῖ τῆς εἰς πλῆθος ἐπιδόσεως τὴν ἀρχήν· διαφθορὰν δὲ καὶ μαστῶν πτῶσιν, τῶν δυσσεβῶν δογμάτων τὴν μάθησιν. Καθάπερ γὰρ ἀκολουθεῖ τῇ τῆς παρθενίας ἀφαιρέσει τῶν μαστῶν ἡ χαυνότης· οὕτω τῇ ἐκ Θεοῦ ἀποστάσει ἕπεται τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ ἡ κατάπτωσις· τούτου γὰρ οἱονεὶ καλύμματα καὶ προβλήματά εἰσιν οἱ μαστοί. Εἶτα ἐπειδὴ παραβολικῶς γυναῖκας αὐτὰς ὠνόμασε, καὶ ὀνόματα αὐταῖς ἐπιτίθησι γυναικῶν τινων Αἰγυπτίων, ἐπισήμων ἐν ἀκολασίᾳ γεγενημένων, φησὶ δέ· δ. Καὶ τὰ ὀνόματα αὐτῶν Ὀολλὰ ἡ πρεσβυτέρα, καὶ Ὀολιβὰ νεωτέρα ἡ ἀδελφὴ αὐτῆς . Αἰνιγματωδῶς τὰ πρότερα εἰπὼν, ἐπὶ τὸ σαφέστερον ἤγαγε τὸν λόγον, καὶ τῶν ἑταιρῶν ἐκείνων γυναικῶν ἐμνημόνευσε, τὴν κατηγορίαν αὔξων, αἴσθησιν αὐτοῖς τῆς ἀσεβείας διὰ τοῦ παραδείγματος ἐνθεῖναι βουλόμενος. Εἶτα τὴν εἰς αὐτοὺς παρ’ αὐτοῦ γενομένην εὐεργεσίαν διέξεισι. «Καὶ ἐγενοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Ὀολλὰ, καὶ Ἱερουσαλὴμ ἡ Ὀολιβά.» Συνάφειαν δὲ καὶ κοινωνίαν καλεῖ τὴν διὰ τοῦ νόμου γεγενημένην αὐτοῖς συμφωνίαν· ὁ μὲν γὰρ ἐνομοθέτει, οἱ δὲ ὡμολόγουν τὴν νομοθεσίαν φυλάττειν·
PG 81:1035τὸ δὲ, «ἔτεκόν μοι υἱοὺς καὶ θυγατέρας,» δηλοῖ, ὅτι ὑπὸ τῷ νόμῳ τελοῦντες μετ’ εὐσεβείας τέως τοὺς παῖδας ἀνέτρεφον. Μέχρι μὲν οὖν τούτων κοινὴν ἀμφοτέρων ἐποιεῖτο κατηγορίαν· ἐντεῦθεν δὲ λοιπὸν, τῆς τῶν φυλῶν διαιρέσεως γενομένης, πρώτην ποιεῖται τῆς Σαμαρείας κατηγορίαν, ἣν Ὀολλὰν ὠνόμασε· καὶ γὰρ προτέρα εἰς τὴν τῶν δαμάλεων ἐξώκειλεν ἀσέβειαν, διχῆ τῆς βασιλείας διαιρεθείσης. ε. Καὶ ἐξεπόρνευσε, φησὶν, ἡ Ὀολλὰ ἀπ’ ἐμοῦ, καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὑτῆς . Ὡς ἐπὶ γυναικὸς δὲ τὸ τῶν ἐραστῶν ὄνομα τέθεικεν· αἰνίττεται δὲ καὶ παραδηλοῖ τοὺς δαίμονας, οἷς λατρεύουσα διετέλεσεν. Εἶτα καὶ τὰ εἴδη τῆς ἀσεβείας διδάσκει. Καὶ τοὺς Ἀσσυρίους , φησὶ, τοὺς ἐγγίζοντας αὐτῇ . (2, ζ.) Ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους, καὶ στρατηγοὺς, νεανίσκους ἐπιλέκτους πάντας, ἱππαζομένους ἐφ’ ἵππων. Καὶ ἔδωκε τὴν πορνείαν αὑτῆς ἐπ’ αὐτοὺς, ἐπὶ τοὺς ἐπιλέκτους υἱοὺς Ἀσσυρίων πάντας ἐφ’ οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὑτῆς ἐμιαίνετο . Λέγει μὲν αἰνιγματωδῶς «νεανίσκους ἐπιλέκτους ἐνδεδυκότας ὑακίνθινα,» τὰ οὕτως ὑπ’ αὐτῶν γραφόμενά τε καὶ σχηματιζόμενα εἴδωλα·
καὶ γὰρ εἰώθεισαν ἅπαντες οἱ πάλαι ἀσεβοῦντες τὰ πολιτευόμενα παρ’ αὐτοῖς σχήματα τοῖς ἑαυτῶν περιτιθέναι θεοῖς. Ἕλληνες μὲν γὰρ, καὶ Ῥωμαῖοι, τὸν Ἄρηα κατὰ τὸ ἴδιον αὑτῶν τῆς σκευῆς ἐξοπλίζουσι σχῆμα· Πέρσαι δὲ κατὰ τὸ σφέτερον· καὶ ἄλλως Ἰνδοὶ καὶ ἑτέρως Αἰθίοπες, ὡσαύτως δὲ καὶ ἕκαστον τῶν ὀνομαζομένων ἐθνῶν. Διδάσκει δὲ ὅμως, καὶ ὅτι αὐτοὶ πρότεροι τοὺς Ἀσσυρίους ἐκάλεσαν εἰς βοήθειαν, τῆς τοῦ Θεοῦ συμμαχίας καταφρονήσαντες· τὸν γὰρ Φοὺλ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, εἰς ἐπικουρίαν κατὰ τῶν Σύρων παρακαλέσαντες, δασμὸν αὐτῷ καὶ φόρον φέρειν ὑπέσχοντο· ἐντεῦθεν λοιπὸν ἡ ἐπιμιξία εἰσήγαγε τὴν ἀσέβειαν. Εἶτα ἐπάγει· η. Καὶ τὴν πορνείαν αὑτῆς τὴν ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ’ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν, καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ’ αὐτήν . Συναφθεῖσα, φησὶ, τοῖς Ἀσσυρίοις, καὶ τὴν τούτων δεισιδαιμονίαν ἐκμαξαμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἠμέλησε μαθημάτων, ἀλλὰ κἀκεῖνα λίαν ἐπιμελῶς φυλάττουσα διετέλεσεν. Οὕτω διηγησάμενος τῆς ἀσεβείας τὰ εἴδη, καὶ τῆς τιμωρίας τὸ δίκαιον ὑποδείκνυσι. θ.
PG 81:1037Διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ’ οὓς ἐπετίθετο . Ἐπειδὴ γὰρ τῶν μὲν ἐμῶν οὐκ ἠνείχετο νόμων, ἐμοὶ δὲ ἀνακειμένη ἑτέρων ἠράσθη, τῆς μὲν ἐμῆς αὐτὴν ἐγύμνωσα προνοίας, παρέδωκα δὲ αὐτὴν ἐκείνοις, οὓς τῆς ἐμῆς προείλετο κοινωνίας. ι. Αὐτοὶ , φησὶν, ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῶν ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν, καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας . Οὕτω, φησὶν, ὑπ’ ἐμοῦ προεθεῖσα τῇ πείρᾳ μεμάθηκε, τίς μὲν ἡ ἐμὴ κοινωνία, τίς δὲ ἡ τῶν ἐραστῶν αὐτῆς πονηρία. Παραυτίκα γὰρ ὑποχείριον αὐτὴν λαβόντες, πρῶτον μὲν αὐτῆς τῇ τιμωρίᾳ τὴν πορνείαν ἐγύμνωσαν, ἔπειτα δὲ λίαν ὠμῶς καὶ ἀνηλεῶς κατέσφαξαν· τοὺς δὲ υἱοὺς αὐτῆς, καὶ τὰς θυγατέρας δορυαλώτους ἀπήγαγον, πᾶσα δὲ πόλις τὰ κατ’ αὐτὴν θρυλλεῖ. Γυναῖκας γὰρ πάλιν τροπικῶς τὰς πόλεις ὠνόμασε. Οὐ μόνον δὲ εἰς αὐτὴν ταύτην ἔδειξαν τὴν ὠμότητα· ἀλλὰ καὶ εἰς ταύτης θυγατέρας· λέγει δὲ τὰς ὑπηκόους πόλεις καὶ κώμας. Ταῦτα δὲ ὑπέμειναν αἱ δέκα φυλαί· πρῶτον μὲν ὑπὸ Θεγλαθφαλάσαρ· ἔπειτα δὲ ὑπὸ τοῦ Σαλμανάσαρ·
Ἀσσυρίων δὲ οὗτοι βασιλεῖς. Οὕτω διηγησάμενος τὰ κατὰ τὴν Σαμάρειαν, ἐπὶ τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον, καί φησι· ια, ιβ. Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ἡ Ὀολιβὰ, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὑτῆς ὑπὲρ αὐτὴν (ὁ δὲ Ἀκύλας τὴν ἐπίθεσιν, ἐπιπόθησιν ἡρμήνευσε), καὶ τὴν πορνείαν αὑτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὑτῆς ἐπλήθυνεν. Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, καὶ ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ’ ἵππων, νεανίσκους ἐπιλέκτους πάντας. Ταὐτὰ, φησὶ, καὶ ἡ Ἱερουσαλὴμ τῇ Σαμαρείᾳ δέδρακε· καὶ ὁμοίως τὰς πρὸς ἐμὲ συνθήκας πατήσασα, τοὺς Σύρων θεοὺς προτετίμηκε· τῇ γὰρ τούτων συμμαχίᾳ θαῤῥήσασα, καὶ τῆς ἐμῆς ἐπικουρίας καταφρονήσασα. Διὰ γὰρ τῶν ἡγεμόνων καὶ στρατηγῶν τὴν γενομένην αὐτοῖς συμμαχίαν ᾐνίξατο. ιγ. Καὶ εἶδον , φησὶν, ἐγὼ, ὅτι μεμίανται ὁδὸς μία τῶν δύο . Παραπλήσια, φησὶν, αὐτῶν, καὶ ἐφάμιλλα τὰ ἐπιτηδεύματα. ιδι. Καὶ προσέθετο ἐπὶ τὴν πορνείαν αὑτῆς, καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν χρώμασιν ἐν γραφίδι.
PG 81:1039Διεζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν· ὄψις τρισσὴ πάντων, ὁμοία υἱῶν Βαβυλῶνος Χαλδαίων γῆς πατρίδος αὐτῶν. Καὶ ἐπέθετο ἐπ’ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῶν . Καλῶς καὶ λίαν ἁρμοδίως τὸ τῶν εἰδώλων ἀδρανὲς ἐκωμῴδησε, διδάξας, οὐδὲν ἕτερον ὄντα ἢ χρώματα, καὶ σχήματα, καὶ τέχνης ἀποτελέσματα. Τὸ δὲ «ὄψις πάντων τρισσὴ» τὸ πολύμορφον αὐτῶν σημαίνει· ὁ δὲ Σύμμαχος, «ὄψις σκυλευτῶν πάντων» ἡρμήνευσεν. Τούτους, φησὶ, θεασαμένη, καὶ οὐδὲν ἕτερον ὁρῶσα ἢ γραφικῆς τέχνης ἰνδάλματα, τῆς τούτων ἠράσθη συνουσίας· πανταχοῦ δὲ τὴν εἰδωλολατρείαν αἰνίττεται. Καὶ ἐξαπέστειλεν ἀγγέλους , φησὶ, πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων . ιζ. Καὶ ἦλθον πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ πορνείᾳ αὑτῶν· καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ’ αὐτῶν . Αὕτη γὰρ, φησὶν, εἰς ἐπικουρίαν αὐτοὺς μεταπεμψαμένη, καὶ διὰ τῆς πρὸς αὐτοὺς ἐπιμιξίας τὴν ἀσέβειαν δεξαμένη, πάλιν αὐτῶν ἀπέστη· ἀπόστασιν δὲ ἐνταῦθα οὐ τὴν ἀπὸ τῶν δαιμόνων λέγει, ἀλλὰ τὴν ἀπ’ αὐτῶν τῶν Βαβυλωνίων·
καὶ γὰρ Ἰωακεὶμ, καὶ Ἰεχονίας, καὶ Σεδεκίας τὰς γενομένας αὐτοῖς πρὸς τοὺς Βαβυλωνίους συνθήκας παρέβησαν. ιη. Καὶ ἀπεκάλυψε τὴν πορνείαν αὑτῆς, καὶ ἀπεκάλυψε τὴν ἀσχημοσύνην αὑτῆς, καὶ ἀπέστη ἡ ψυχή· μου ἀπ’ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς . Θεασάμενος, φησὶ, τὴν τῆς ἀσεβείας αὐτῆς ὑπερβολὴν, τῆς ἐμῆς αὐτὴν προνοίας ἐγύμνωσα· πάλιν γὰρ κατὰ τὸ τῆς ἀλληγορίας εἶδος τὴν ψυχὴν τέθεικεν· οὐκ ἐπειδὴ εἰς ψυχὴν καὶ σῶμα τὸ Θεῖον διῄρηται· ἀσώματον γὰρ καὶ ἀσύνθετον· ἀνθρωπίνως δὲ καὶ τοῖς ἀνθρωπίνοις συνήθως ποιεῖται τὴν διάλεξιν, τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ συγκαταβαίνων. Μέχρι μὲν οὖν τούτων πρὸς τὸν προφήτην ἐδόκει ποιεῖσθαι τοὺς λόγους· ἐντεῦθεν δὲ λοιπὸν, ὥσπερ εἰς μνήμην ἐλθὼν διὰ τῆς διηγήσεως τῶν ὑπ’ αὐτῆς τετολμημένων, πρὸς αὐτὴν μεταφέρει τὸν λόγον. ιθ. Καὶ ἐπλήθυνας , φησὶ, τὴν πορνείαν σου, τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ . Λήθῃ, φησὶν, παρεδεδώκειν τὰς ἐν Αἰγύπτῳ σου πλημμελείας· ἀλλὰ τούτων τὴν μνήμην διὰ τῶν δευτέρων ἐπιτηδευμάτων ἀνθῆσαι πεποίηκας.
Οἶδε γὰρ πολλάκις προτέρων ἀναμιμνήσκειν ἁμαρτημάτων ἡ τῆς παρανομίας ταυτότης. Εἶτα πάλιν ἀλληγορικῶς καὶ τροπικῶς τὴν τῆς εἰδωλολατρείας ποιεῖται κατηγορίαν. κ, κα. Καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς σάρκες ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. Καὶ ἐπεσκέψω τὴν ἀνομίαν τῆς νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ μαστοὶ τῆς νεότητός σου ἔπεσον . Καὶ τοῖς Χαλδαίοις, φησὶ, μιγνυμένη, οὐδὲ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων ἠμέλεις· ἀλλὰ καὶ τοὺς τούτων, καὶ τοὺς ἐκείνων θεοὺς ἐθεράπευες. Τὴν δὲ πολλὴν αὐτῶν ἀθεί̈αν τε καὶ πολυθεί̈αν αἰδοίοις ἵππων καὶ ὄνων ἀπείκασεν· ἐπειδὴ καὶ πορνείαν τὴν εἰδωλολατρείαν καλεῖ· αἱ γὰρ Θεῷ συνημμέναι καὶ ἀνακείμεναι ψυχαὶ, εἶτα τοῦτον καταλιμπάνουσαι, καὶ τὴν τῶν δαιμόνων ἀσπαζόμεναι συνουσίαν, εἰκότως μοιχεύτριαι χρηματίζουσι. κβκδ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν.
PG 81:1041Τοὺς υἱοὺς Βαβυλῶνος, καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺμ, καὶ Σοὺδ, καὶ Κοὺδ, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ’ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγουμένους καὶ στρατηγούς· πάντας τριστάτας καὶ ὀνομαστοὺς, ἱππεύοντας ἐφ’ ἵππων. Καὶ ἥξουσιν ἐπὶ σὲ πάντες ἀπὸ βοῤῥᾷ μεθ’ ὅπλων, καὶ ἁρμάτων, καὶ τροχῶν, καὶ πλήθους λαῶν· καὶ θώρακας, καὶ ἀσπίδας, καὶ περικεφαλαίας περιθήσονται ἐπὶ σὲ, καὶ βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ. Δι’ αὐτῶν, φησὶ, μαθήσῃ τῶν πραγμάτων, τίς μὲν ἐγὼ, τίνες δὲ οἱ ἐρασταί σου· ἐγὼ μὲν γὰρ καταφρονηθεὶς ὑπὸ σοῦ μακροθυμῶν διετέλεσα· οὗτοι δὲ παραυτίκα τὴν σὴν ἀπόστασιν μαθόντες, μετὰ παντοδαπῆς ἀφίξονται πανοπλίας, ἵπποις καὶ ἅρμασι κεχρημένοι, καὶ τοὺς ὑπηκόους ἅπαντας ἐπαγόμενοι, καὶ χαρακώμασι τὰς σὰς ἀποτειχίσουσιν εἰσόδους. Τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς· «Βαλοῦσιν ἐπὶ σὲ φυλακὴν κύκλῳ.» Εἶτα ἐπιφέρει· Καὶ δώσω πρὸ προσώπου αὐτῶν κρῖμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὑτῶν . (κε.) Καὶ δώσω τὸν ζῆλόν μου ἐν σοὶ, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μου .
Ἐπειδὴ γὰρ ἐκείνους τῆς ἐμῆς προετίμησας προμηθείας, δι’ αὐτῶν ἐκείνων πράξομαί σε δίκας τῆς εἰς ἐμὲ παρανομίας, καὶ τοῖς ἐκείνων σε παραδώσω κολαστηρίοις. Διηγεῖται δὲ καὶ τῆς τιμωρίας τὰ εἴδη. Τοὺς μυκτῆράς σου, καὶ τὰ ὦτά σου ἀφελοῦσι, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν· αὐτοὶ τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου καταφάγεται πῦρ . (κ.) Καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου . Τοὺς μὲν γὰρ, φησὶ, δορυαλώτους ἀποίσουσι, τοὺς δὲ ἐν τῇ παρατάξει κατακοντίσουσι, τοὺς δὲ ἀκροτηριάσουσιν ἀπηνίᾳ καὶ ὠμότητι χρώμενοι· τὰ δὲ προσήκοντά σοι πάντα ληί̈σονται, καὶ πυρὶ τὰ πλεῖστά σου παραδώσουσι. Δείκνυσι δὲ καὶ τὴν ἐκ τῆς τιμωρίας ἐσομένην ὠφέλειαν. κζ. Καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ, καὶ τὴν πορνείαν σου τὴν ἐκ γῆς Αἰγύπτου οὐ μὴ μνησθῇς ἔτι . Ἐν γὰρ ἐκείνοις γενομένη τοῖς κακοῖς, ἐν αἰσθήσει γενήσῃ τῆς οἰκείας παρανομίας, καὶ βδελύξῃ λίαν ἐκεῖνα τὰ τῆς συμφορᾶς σοι ταύτης γενόμενα πρόξενα. κη, κθ. Διότι τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
PG 81:1043Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν . κθ. Καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα· καὶ ἀποκαλυφθήσεται ἡ ἀσχημοσύνη τῆς πορνείας σου καὶ τῆς ἀσεβείας σου. Ἐρασθεῖσα, φησὶ, τῶν Χαλδαίων, πάλιν αὐτοὺς ἐμίσησας, ἀλλ’ ἐγὼ τούτοις σε παραδώσω, καὶ διὰ τούτων σὲ δίκας τῆς τιμωρίας εἰσπράξομαι, καὶ διὰ τῆς τιμωρίας γυμνὴν ἅπασαν ὑποδείξω σου τὴν ἀσέβειαν· μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν. Διὸ εἰκότως ἐπήγαγεν· λ. Ἡ πορνεία σου· ἐποίησέ σοι ταῦτα ἐν τῷ ἐκπορεύεσθαί σε ὀπίσω τῶν ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν . Ἠκολούθησας, φησὶ, τοῖς τῶν ἐθνῶν ἐπιτηδεύμασιν, ἃ τοῖς οἰκείοις χρώμενα λογισμοῖς ἐπενόησε τὴν ἀσέβειαν· οὐ μόνον δὲ, φησὶ, τῶν ἄλλων ἐθνῶν ἐμιμήσω τὴν ἀσέβειαν, ἀλλὰ καί· λα. Ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω ἐγὼ τὸ ποτήριον αὐτῆς εἰς τὰς χεῖράς σου . Ἃ πέπονθε, φησὶν, ἡ Σαμάρεια, ταῦτα καὶ σὺ πείσῃ·
ποτήριον γὰρ τὴν τιμωρίαν ἐκάλεσεν, ὡς κάρον καὶ μέθην τοῖς πίνουσιν ἐμποιοῦσαν. λβλδ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ, καὶ τὸ πλατὺ, καὶ ἔσται εἰς γέλωτα καὶ εἰς μυκτηρισμὸν τὸ πλεονάζον. Τοῦ συντελέσαι μέθην, καὶ ἐκλύσεως πλησθήσῃ, ποτήριον ἀφανείας καὶ ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας. Καὶ πιῇ αὐτὸ, καὶ ἐκστραγγιεῖς, καὶ τὰ ὄστρακα αὐτοῦ κατατρώξεις, καὶ τοὺς μαστούς σου κατατιλεῖς . Βαθὺ τὸ ποτήριον ἐκάλεσε, διὰ τὸ μέγεθος τῆς συμφορᾶς· πλατὺ δὲ, διὰ τὸν τῶν ἑβδομήκοντα ἐτῶν χρόνον· ἀφανισμοῦ δὲ ποτήριον ὠνόμασε, διὰ τὴν γενομένην ἐρημίαν τῇ πόλει· τὸ δὲ «ἐκστραγγιεῖς» προστέθεικεν, ἐπειδὴ τελευταίαν τὴν πολιορκίαν ὑπέμεινε, καὶ τὰ ὄστρακα δὲ αὐτὴν ἔφη κατατρώξειν, διὰ τὸ ἐσχάτοις περιπεσεῖσθαι κακοῖς· τοὺς δὲ μαστοὺς κατατιλεῖν, διὰ τὴν ἐκ τῶν κακῶν γενομένην μεταμέλειαν. «Καὶ τὰς ἑορτάς σου, φησὶ, καὶ νουμηνίας σου ἀποστρέψω, διότι ἐγὼ λελάληκα, λέγει Ἀδωναὶ̈ Κύριος.» Πᾶσάν σου πανήγυριν, καὶ πᾶσαν θυμηδίαν κατασβέσω, καὶ ἐπιθήσω τοῖς λόγοις τὸ τέλος· ἀληθὴς γάρ εἰμι, καὶ ἀψευδὴς Δεσπότης. λε.
PG 81:1045Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος, Ἀνθ’ ὧν ἐπελάθου μου, καὶ ἀπέῤῥιψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου, καὶ τὴν πορνείαν σου . Ἐπειδὴ προετίμησας τῆς ἐμῆς θεραπείας τὰς τοῦ σώματος ἡδονὰς, δέξαι, φησὶ, τῆς ἀκολασίας τὰ ἐπίχειρα. Αἰνίττεται δὲ διὰ τούτων, ὡς ὑποβάθρα τῆς ἀσεβείας ἡ παρανομία γεγένηται· ταῖς γὰρ ἡδοναῖς δουλεύοντες εἰς τὴν τῶν εἰδώλων λατρείαν ἐξεκυλίσθησαν. λ. Καὶ εἶπε Κύριος πρὸς μὲ, Υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν Ὀολλὰν καὶ τὴν Ὀολιβὰν, καὶ ἐπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν τοῖς ἐνθυμήμασιν αὑτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὑτῶν, ἃ ἐγέννησάν μοι, διῆγον αὐτὰ αὐτοῖς διὰ πυρός . Τὸ εἰ κρινεῖς ; οἱ ἄλλοι ἑρμηνευταὶ κρίθητι ἡρμήνευσαν· τὸ ἐμὸν, φησὶν, ἀναλαβὼν πρόσωπον, ὦ προφῆτα, ποίησαι τὴν κρίσιν πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ διέλεγξον αὐτῶν τὰς παρανομίας, ὅπως μὲν ἐμὲ καταλιμπάνουσαι τοῖς εἰδώλοις ἐμίγνυντο· ὅπως δὲ τὰ ὑπ’ ἐμοῦ αὐτοῖς παρεχόμενα τέκνα, θυσίαν ἐκείνοις προσέφερον, τῶν ἐμῶν νόμων καταφρονοῦντες, καὶ τὰ Σάββατά μου βεβηλοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν·
λη. Ἕως καὶ ταῦτα ἐποίησάν μοι, ἐμίαινον τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ Σάββατά μου ἐβεβήλουν. Εἶτα διδάσκει τῆς βεβηλώσεως τρόπον. λθ. Καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὑτῶν τοῖς εἰδώλοις αὑτῶν, καὶ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὰ ἅγιά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐβεβήλουν αὐτά . Πολλὴ δὲ ἡ τῆς ἀσεβείας ὑπερβολή. Πρῶτον μὲν γὰρ αὐτῶν τὸ σφάζειν τοὺς παῖδας ὅρος ἔσχατος ἀσεβείας· τὸ δὲ καὶ τοῖς δαίμοσι τὰ τοιαῦτα προσφέρειν σφάγια, πάλιν ἐπίτασις τοῦ κακοῦ· τὸ δὲ καὶ ἐν Σαββάτῳ ταῦτα τολμᾷν, ἐν ᾧ καὶ ἡ ἀναγκαία ἀπείρητο ἐργασία, μείζονα πολλῷ δείκνυσι τὴν ἀσέβειαν· τὸ δὲ καὶ μετὰ τὴν τοιαύτην ἐργασίαν τῶν θείων ἐπιβαίνειν προθύρων, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; Διὸ καὶ τελευταῖον αὐτὸ τέθεικεν, καὶ προστέθεικε πάλιν· «Καὶ ἰδοὺ οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.» Ταύτην, φησὶ, τὴν ἀσέβειαν ἐν τῷ ἀφιερωμένῳ τετολμήκασιν οἴκῳ. μ. Καὶ ἔπεμπον τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν· οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτοὺς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου, καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου, καὶ ἐκόσμου κόσμῳ.
Καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη ἔμπροσθεν αὐτῆς . Πάντα τὰ εἰρημένα ὡς ἐπὶ γυναικὸς ἑταίρας διέγραψε· σημαίνει δὲ τήν τε γενομένην πρὸς τοὺς Ἀσσυρίους καὶ Χαλδαίους αὐτοῖς συμμαχίαν, καὶ τὴν ἐκεῖθεν ἐπεισαχθεῖσαν ἀσέβειαν. Παραδηλοῖ δὲ καὶ τοὺς ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπισμοὺς, χλιδὰς, καὶ ἱματίων ἐναλλαγὰς, καὶ τ’ ἄλλα πάντα ὅσα ἐν ταῖς τοιαύταις ποιεῖν εἰώθεισαν πανηγύρεσι. Τοῦτο δὲ σημαίνει καὶ τὰ ἐπιφερόμενα· «Καὶ τὸ θυμίαμά μου, καὶ τὸ ἔλαιόν μου ἐτίθης ἔμπροσθεν αὐτῶν. Τουτέστι, τῶν εἰδώλων. μβ. Καὶ ηὐφραίνοντο ἐν αὐτοῖς. Εὐφροσύνη γὰρ τῶν δαιμόνων ἡ τῶν ἀνθρώπων ἀπώλεια. Πρὸς δὲ τούτοις φησίν· «Καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο πρὸς ἄνδρας ἐκ πλήθους ἥκοντας ἀνθρώπων οἰνωμένους ἐκ τῆς ἐρήμου.» Τί γὰρ ἐρημότερον τῶν τὰ εἴδωλα προσκυνούντων; Ἐξ ἐκείνων, φησὶ, τῶν ἐρήμων ψυχῶν τὰς τῆς ἀσεβείας ἐκομίζετό σοι διδάγματα, καὶ ἐδέχου αὐτὰ ἐν μουσικοῖς ὀργάνοις ἀνακρουομένοις τὴν ἡδεῖαν ἠχήν.
PG 81:1047«Καὶ ἐδίδους αὐτοῖς ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν, καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.» Οὐδὲν γὰρ παρὰ τῶν εἰδώλων λαμβάνουσιν οἱ τούτοις λατρεύειν αἱρούμενοι, ἀλλὰ τὰ θεόσδοτα δῶρα τούτοις προσφέρουσι, παντοδαπὸν αὐτοῖς κόσμον περιτιθέντες. μγ. Καὶ εἶπον, Οὐκ ἐν τούτοις μοιχεύουσι, καὶ ἔργα πόρνης ταῦτα, καὶ αὐτὴ ἐξεπόρνευσεν ; Ἔλεγον γὰρ, φησὶν, ὀργάνοις χρώμενος τοῖς προφήταις, ὅτι ἐν τοῖς ἀψύχοις ἡ μοιχεία ὑμῶν τολμᾶται, καὶ πορνικὰ ὑμῖν τὰ τοιαῦτα ἐπιτηδεύματα. μδ. Καὶ αὐτοὶ εἰσεπορεύοντο πρὸς αὐτὴν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολλὰν καὶ πρὸς Ὀολιβὰν, τὰς γυναῖκας τὰς ἀνόμους, τοῦ ποιῆσαι ἀνομίαν . Ἄδειαν γὰρ λοιπὸν λαβόντες ἐκ τῆς τούτων παρανομίας, ὡς πρὸς γυναῖκας ἑταίρας καὶ πᾶσι προκειμένας, οὕτω πρὸς τὴν Σαμάρειαν καὶ τὴν Ἱερουσαλὴμ εἰσίεσαν, καὶ οἱ τῶν ψυχῶν ἀλάστορες δαίμονες, καὶ οἱ τὴν τούτων λατρείαν δεδιδαγμένοι Χαλδαῖοι. Μεταφέρει γοῦν λοιπὸν πρὸς τούτους τὸν λόγον, καί φησι· με. Καὶ ἄνδρες δίκαιοι οὗτοι. Τὸ δίκαιοι τέθεικεν, οὐ δικαιοσύνην αὐτοῖς μαρτυρῶν·
ἀδικώτατοι γὰρ καὶ παρανομώτατοι, καὶ λίαν ὑπῆρχον δυςσεβέστατοι· ἀλλ’ ἐκ παραθέσεως τῶν ταύτης ἀσεβημάτων τὸ δίκαιοι τέθεικεν, ἀντὶ τοῦ, σοὶ παρεξεταζόμενοι δίκαιοι ὑπάρχουσι. Τοῦτο καὶ ἀνωτέρω πεποίηκε πρὸς τὴν Ἱερουσαλὴμ διαλεγόμενος· ἔφη γὰρ, «Καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.» Καὶ ἐνταῦθά φησιν, «Ἄνδρες δίκαιοι οὗτοι,» τουτέστιν, ὑπὲρ σέ. «Καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδων, καὶ κρίσει ἐκχεουσῶν αἷμα, ὅτι μοιχαλίδες εἰσὶ, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν.» Μιαιφονίας, φησὶ, καὶ μοιχείας τίσουσι δίκας, τοὺς ἐραστὰς αὑτῶν λαμβάνουσαι δικαστὰς, καὶ ταῦτα πείσονται, ἅπερ αἱ μοιχεύτριαι γυναῖκες καὶ ἀνδροφόνοι· οὕτω πληρώσας τὸ αἰνιγματῶδες διήγημα, τὴν κατ’ αὐτῶν ψῆφον ἐκφέρει. μ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνάγαγε ἐπ’ αὐτὰς πλήθη, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν. μζ. Καὶ λιθοβοληθήτωσαν λίθοις ὄχλων, καὶ κατακεντείτωσαν αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν ἐν πυρί . Εἶτα τὴν ἐντεῦθεν ἐσομένην ἐπιδείκνυσιν ὠφέλειαν. μη.
PG 81:1049Καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες, καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν . Τούτων γὰρ, φησὶ, ταῦτα ὑπομενουσῶν, καὶ λίθοις, καὶ ξίφεσι, καὶ πυρὶ παραδιδομένων, πᾶσα πόλις ὠφέλειαν καρπώσεται, μανθάνουσα, οἷα τῆς ἀσεβείας τὰ ἐπίχειρα. Γυναῖκας δὲ πάλιν ἐνταῦθα τὰς πόλεις ὠνόμασε. μθ. Καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ’ ὑμᾶς, καὶ πάσας τὰς ἁμαρτίας τῶν ἐπιθυμημάτων λήψεσθε, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Τοὺς τῆς ἀσεβείας ὑμῶν, φησὶ, κομιεῖσθε καρπούς· οὐ γὰρ ἀνάγκῃ ταύτην ἐδέξασθε, ἀλλὰ γνώμῃ καὶ πόθῳ· ἐκ δὲ τῆς τιμωρίας ὠφέλειαν μεγίστην τρυγήσετε τὴν τῆς ἐμῆς δεσποτείας ἐπίγνωσιν. Ἧς ἀπολαύειν ἡμᾶς γένοιτο, μὴ τῇ πείρᾳ τῶν κακῶν διδασκομένους, ἀλλὰ τῶν θείων εὐεργεσιῶν αἰσθανομένους, καὶ τὴν ἀγνώμονα γνώμην μυσαττομένους, καὶ τῇ θείᾳ μνήμῃ καθ’ ἑκάστην ἀνανεουμένους ἡμέραν, καὶ τῇ τοῦ παναγίου Πνεύματος ἐνεργείᾳ εἰς τὴν τοῦ Θεοῦ ἀγάπην πυρπολουμένους, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐπιφάνειαν ἀναμένοντας, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume XΤΟΜΟΣ Ι
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1046ΤΟΜΟΣ Ι. ΚΕΦΑΛΑΙΟΝ ΚΔ. α, β.
PG 81:1049Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ ἐν τῷ ἔτει τῷ ἐννάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων· Υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ τὸ ὄνομα τῆς ἡμέρας ταύτης, ἀφ’ ἧς ἀπηρείσατο ὁ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ ἀπὸ τῆς ἡμέρας τῆς σήμερον . Ἐδίδαξεν ἡμᾶς τὸν χρόνον, καθ’ ὃν τῇ Ἱερουσαλὴμ ὁ Βαβυλώνιος ἐπεστράτευσεν. Ἐκείνου δὲ τὴν πόλιν πολιορκοῦντος, ὁ προφήτης τοῖς ἤδη δορυαλώτοις γεγενημένοις προσημαίνει τὰ καταληψόμενα κακά. Διὸ καὶ τὸ ἀψευδὲς τῆς προφητείας ὑποδεικνὺς ὁ Δεσπότης, ἐπισημήνασθαι κελεύει τὴν ἡμέραν, καθ’ ἣν ὁ πολέμιος τῇ πόλει προσβάλλειν ἤρξατο, ἵνα καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τοῦ τέλους τῶν πραγμάτων μάθωσι, καὶ οἱ ἤδη αἰχμάλωτοι γενόμενοι, καὶ οἱ πολιορκούμενοι, ὡς ἄνωθεν ταῦτα περὶ αὐτῶν προεῖπεν ὁ Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν τῶν πολεμίων ἡττήθησαν ἰσχὺν, ἀλλὰ τῶν οἰκείων ἁμαρτημάτων τίνοντες δίκας. γ. Καὶ εἰπὲ ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα, παραβολήν .
Μετὰ τὸ ἐπισημήνασθαι τὸν χρόνον, προστάττεται ὁ προφήτης παραβολικῶς καὶ αἰνιγματωδῶς τὰ συμβησόμενα τῇ πόλει διδάξαι, ἵνα διὰ τὴν ἀσάφειαν τῶν λεγομένων σπουδαιότεροι περὶ τὴν ἐρώτησιν οἱ ἀκροαταὶ γενόμενοι, ἀκριβέστερον μάθωσι τὰ θεῖα θεσπίσματα. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος · (δ, ε) Ἐπίστησον τὸν λέβητα, ἐπίστησον, ἔκχεε εἰς αὐτὸν ὕδωρ, καὶ ἔμβαλε εἰς αὐτὸν διχοτομήματα, πᾶν διχοτόμημα καλὸν, σκέλος καὶ ὦμον ἐκσεσαρκωμένα ἀπὸ τῶν ὀστῶν. Ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων, καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν. Λέβητα προσαγορεύει τὴν πόλιν· ὕδωρ δὲ ἐκχεόμενον τὰς παντοδαπὰς συμφοράς· καὶ διχοτομήματα δὲ, καὶ σκέλη καὶ ὤμους ἐξ ἐπιλέκτων κτηνῶν , τοὺς ἐν εὐπορίᾳ, καὶ πλούτῳ, καὶ δυνάμει ἄρχοντάς τε καὶ ἡγουμένους, καὶ ἱερέας, κατὰ ταὐτὸν παραδεδομένους ταῖς συμφοραῖς· ὀστᾶ δὲ ὑποκαιόμενα, τοὺς πενίᾳ συζῶντας προτέρους τῷ λιμῷ παραδοθέντας· πῦρ δὲ, τὸν Βαβυλώνιον καὶ τὴν τούτου παράταξιν. Τούτοις ἐπάγει· «Ἐξέζεσεν, ἐξέζεσε, καί γε ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.» Τοῦ γὰρ πυρὸς, φησὶν, ἐμβληθέντος, τά τε ὑποκαιόμενα ὀστᾶ τῷ πυρὶ κατεδαπανήθη·
PG 81:1051τοῦ γὰρ λιμοῦ γεγένηται παρανάλωμα, καὶ οἱ διαφυγόντες τὴν τοῦ λιμοῦ προσβολὴν ἐν ἀκμῇ γεγένηνται τῶν κακῶν, τὰς τῶν πολιορκούντων δεχόμενοι προσβολάς. 2. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν· οὐκ ἔπεσεν ἐπ’ αὐτὴν κλῆρος . Ἐδίδαξεν ἡμᾶς ἐνταῦθα, ὅτι καὶ ἄνω λέβητα τὴν πόλιν ὠνόμασεν, ἰὸν δὲ τοῦ λέβητος τὴν ἁμαρτίαν καλεῖ. Μεγίστη δὲ κατηγορία, ὅτι οὐδὲ τοσοῦτο πῦρ τῶν συμφορῶν τὸν τοῦ λέβητος ἰὸν ἐδαπάνησε. Τὸ δὲ «Κατὰ μέλος ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ’ αὐτὴν κλῆρος,» δηλοῖ ὅτι οὐδεὶς τὰς ἐπενεχθείσας διέφυγε συμφορὰς, οὐδὲ ἐκληρώθησαν οἱ μὲν εἰς ὄλεθρον, οἱ δὲ εἰς σωτηρίαν, καθάπερ ἐν ταῖς ἤδη πρότερον γεγενημέναις πολιορκίαις συνέβη, ἀλλὰ πάντες ἁπαξαπλῶς, οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ παρεδόθησαν· οἱ δὲ ταῦτα διαβάντες, ἢ πολεμοῦντες ἀνῃρέθησαν, ἢ πολιορκηθέντες ἐξηνδραποδίσθησαν· διδάσκει δὲ καὶ τῶν κακῶν τὴν αἰτίαν. ζ. Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐγένετο . Ταῦτα δὲ, φησὶν, ὑπομένουσι τῆς ἄγαν μιαιφονίας τίνοντες δίκας.
PG 81:1053Ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ, οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι αὐτὸν τὴν γῆν . (η) Τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν, ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς, ἐπὶ λεωπετρίαν τέταχα αὐτὸ τοῦ μὴ καλύψαι αὐτό. Οὐ κατακαλύψω, φησὶ, τὰς ὑπ’ αὐτῶν τολμηθείσας παρανομίας, ἀλλὰ γυμνὰς αὐτὰς καταστήσω, καὶ πᾶσιν ὑποδείξω, καθάπερ τι αἷμα, οὐκ ἐπὶ γῆς ἐκχεόμενον καὶ καταποθούμενον, ἀλλ’ ἐπὶ λείας βαλλόμενον πέτρας, καὶ εἰς τὸ διηνεκὲς φυλαττόμενον, εἰς κατηγορίαν τῶν ἐκχέαι τοῦτο τετολμηκότων. θιβ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὦ πόλις τῶν αἱμάτων, καί γε ἐγὼ μεγαλυνῶ τὸν δαλόν. Καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, καὶ τὰ ὀστᾶ συμφρυγῇ. Καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας αὐτῆς κενή· ἐξήφθη ὅπως προσκαυθῇ, καὶ θερμανθῇ, καὶ ἐκφρυγῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ αὐτῆς ἡ ἀκαθαρσία αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς. Ταπεινωθῇ ὁ ἰὸς αὐτῆς, καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς . «Μεγαλυνῶ, φησὶ, τὸν δαλὸν,» τουτέστιν, αὐξήσω τὴν ἀρχὴν τῶν κακῶν.
«Καὶ πληθυνῶ τὰ ξύλα,» ἀντὶ τοῦ, πολλὰς ἀφορμὰς παρέξω, καὶ ὕλας τῷ πυρὶ τῶν κακῶν, ἵνα τοῦτο μὲν ἀνακαύσω, «τὰ δὲ ἑψόμενα κρέα,» τουτέστι, τοὺς ἐν τῇ πόλει ἀνθρώπους, κατατακῆναι παρασκευάσω· καὶ οἱ μὲν ὑπὸ λιμοῦ δαπανηθῶσι, δίκην ὀστῶν συμφρυγόμενοι, οἱ δὲ ταῖς παντοδαπαῖς κατακαυθῶσι συμφοραῖς, καθάπερ κρέα ἑψόμενα· τῇ δὲ πολλῇ τοῦ πυρὸς προςβολῇ καὶ ὁ ζωμὸς δαπανηθήσηται, καὶ ἅπασα ἀναγκαία χρεία καὶ πρόφασις παραψυχῆς, ὥστε λοιπὸν αὐτὸν καθ’ ἑαυτὸν τὸν χαλκὸν τῷ πυρὶ προςομιλοῦντα κατατακῆναι, καὶ σὺν τῷ ἰῷ δαπανηθῆναι. Τῶν γὰρ ὑπερμαχούντων τῆς πόλεως ἡττηθέντων, ἁλοῦσα λοιπὸν ἀνάστατος ἐγένετο, καὶ πυρὶ παρεδόθη· ἀλλ’ ὅμως, φησὶ, καὶ τοσούτων αὐτῇ προσπεσόντων κακῶν οὐκ ἀπηλλάγη τοῦ ἰοῦ, ἀλλ’ ἔμεινεν ἐν αὐτῇ ἡ περὶ τὸ ἁμαρτάνειν ῥοπή. Διὸ ἐπάγει· Πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς . (ιγ.) Ἐν τῇ ἀκαθαρσίᾳ σου ζέμα . Σὺ, φησὶν, ἐν τῇ παρανομίᾳ σου τὴν ζέσιν ταύτην καὶ τοῦ πυρὸς ἐξῆψας τὴν φλόγα· πολὺν γὰρ ἔσχες ἁμαρτημάτων ἰὸν, ὃς ἐπὶ τοῦ παρόντος γυμνωθεὶς αἰσχύνης ἀναπλησθήσεται.
PG 81:1055«Ἀνθ’ ὧν ἐμιαίνου σὺ, καὶ οὐκ ἐκαθάρθης ἀπὸ ἀκαθαρσίας σου, καὶ οὐ μὴ καθαρθῇς οὐκ ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου ἐν σοί.» Μὴ βουληθεὶς γὰρ διὰ μετανοίας ἀκέσασθαί σου τὰ τραύματα, οὐ μὴ τύχῃς συγγνώμης, οὐδὲ μὴ καθάρσεως ἀπολαύσῃς, ἕως ἂν δῷς δίκας, ὑπὲρ ὧν παρηνόμησας· εἶτα τὸ ἀψευδὲς τῶν εἰρημένων δείκνυσι τῇ τοῦ προσώπου ποιότητι. ιδ. Ἐγὼ Κύριος λελάληκα . Καὶ τὸ ἀναντίῤῥητον τῶν ἐσομένων· «Καὶ ἥξει, καὶ ποιήσω· οὐ διαστελῶ, οὐ φείσομαι, καὶ οὐ μὴ παρακληθῶ.» Οὐ γὰρ τοὺς μὲν ἐάσω, τοὺς δὲ παραδώσω, ἀλλὰ πάντας τοῖς ἠπειλημένοις ἐκδώσω κακοῖς. Ὑποδείκνυσι δὲ καὶ τὸ δίκαιον τῆς τιμωρίας. «Κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Ἀδωναὶ̈ Κύριος.» Καὶ τὸ αὐτὸ πλατύτερον· «Διὰ τοῦτο ἰδοὺ ἐγὼ κρινῶ σε κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν.» Ἐπίσημος, φησὶν, ἐπὶ κακίᾳ γεγένησαι· αἴτιον δέ σοι τῆς παρανομίας, τὸ τοῖς πονηροῖς ἀκολουθεῖν λογισμοῖς· καὶ τοῦτο παρεδήλωσεν εἰρηκώς·
«Κατὰ τὰ ἐνθυμήματά σου, καὶ κατὰ τὰ αἵματά σου κρινῶ σε.» Πρότερον γὰρ λογιζόμενοι, εἴτε ἀγαθὰ, εἴτε κακὰ, καὶ τότε τὸ ἔργον τοῖς λογισμοῖς ἐπιφέρομεν. Ἐντεῦθεν ἐφ’ ἕτερον εἶδος μεταφέρει τὴν προφητείαν, καί φησιν· ιειζ. Ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου· οὐ μὴ κόψῃ, οὐδὲ μὴ κλαύσῃς, οὐδ’ οὐ μὴ ἔλθῃ σοι δάκρυα. Στέναξαι σιγῶν, στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστίν. Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν , οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρεσθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος. Διὰ γὰρ τῆς ὀσφύος τὴν τῆς παιδοποιί̈ας ἐπιθυμίαν ἐδήλωσεν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Λευὶ̈ τὸν λόγον ποιούμενος ἔφη· «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντηκεν αὐτῷ Μελχισεδὲκ, καὶ ηὐλόγησεν αὐτόν.» Διὸ καὶ ζωννύναι τὰς ὀσφύας κελευόμεθα, ἵνα τῆς ἐπιθυμίας ἀναστέλλωμέν τε καὶ ἀναχαιτίζωμεν τὰς ὁρμάς. Δεῖξαι τοίνυν τὴν τοῦ πάθους ὑπερβολὴν βουλόμενος, εἰκότως ἔφη·
Στεναγμὸς αἵματος πένθος ὀσφύος ἐστί·» τουτέστι, τοῦ θανάτου ὁ στεναγμὸς καὶ τὸ πένθος περὶ τὴν ὀσφύν ἐστιν. Ἀλλ’ ὅμως καὶ τοιαύτης οὔσης συμφορᾶς παρακελεύεται αὐτῷ μὴ θρηνεῖν· «Ἀνθρώπινον γὰρ πένθος οὐ ποιήσῃ.» Εἶτα καὶ τὸν τρόπον διδάσκει· «Ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ, καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, καὶ οὐ μὴ παρακληθῇς ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ ἄρτον ἀνδρῶν οὐ φαγῇ.» Μηδὲν, φησὶν, ὧν εἰώθασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι’ αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς τινος ἀπολαῦσαι. Ἔοικε δὲ ὁ προφήτης καὶ Ναζιραῖος εἶναι· «Ἔσται γὰρ, φησὶ, τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σέ.» Καὶ ἄνω δὲ οὐκ οἶνον, ἀλλ’ ὕδωρ πίνειν προσετάχθη· ἀμφότερα δὲ τῶν Ναζιραίων ἴδια. ιη. Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ̈, ὃν τρόπον ἐνετείλατό μοι· καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ̈ ὃν τρόπον ἐπετάγη μοι . Τύπον δέ τινα τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης πληροῖ.
PG 81:1057Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ Δεσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύσαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν· «Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν, καὶ ζῇν.» Οὗ χάριν καὶ τῷ προφήτῃ σιγῇ στένειν παρακελεύεται· διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολλὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρανομίας ὑπερβολὴν βιαζόμενος. ιθκδ. Καὶ εἶπε , φησὶ, πρός με ὁ λαός μου· Οὐκ ἀπαγγέλλεις ἡμῖν, τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; Καὶ εἶπον πρὸς αὐτούς· Λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων· Εἰπὲ πρὸς τὸν οἶκον Ἰσραήλ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε. Καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε, οὔτε μὴ κλαύσητε· καὶ ἐντακήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ. Καὶ ἔσται ὑμῖν Ἰεζεκιὴλ εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησε, ποίησετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος . Διὰ τῶν πραγμάτων ὑμῖν, φησὶ, τὴν προφητείαν ὑπέδειξα, καὶ ἐν ἐμαυτῷ τὰ ἐσόμενα ὑμῖν ἐσκιαγράφησα. Ὥσπερ γὰρ ἐγὼ, τῆς ὁμόζυγος δεξαμένης τοῦ βίου τὸ τέλος, οὐδὲν ἐποίησα τῶν εἰωθότων ἐπὶ νεκροῖς ἐπιτελεῖσθαι, οὐ θρῆνον, οὐ δάκρυον, οὐ πένθιμον σχῆμα·
PG 81:1059οὕτω καὶ ὑμεῖς, τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων σφαττομένων, καὶ τοῦ ἁγίου νεὼ βεβηλουμένου τῇ τῶν ἀνοσίων βαρβάρων εἰσόδῳ, ἐφ’ ᾧ μέχρι τοῦ παρόντος ἐκομπάζετε καὶ μεγαλαυχούμενοι διετελεῖτε, καὶ πρὸς τούτοις μυρίοις ἑτέροις περιπειρόμενοι κακοῖς, οὐδὲ θρήνων ἄδειαν ἕξετε, οὐδὲ ποιῆσαι τὰ συνήθη συγχωρηθήσεσθε, οὐ κεφαλὴν ἀποκεῖραι, οὐχ ὑποδημάτων γυμνῶσαι τοὺς πόδας, οὐ ταῖς λιβάσι τῶν δακρύων τὸ βαρὺ τῆς λύπης ἀποφορτίσασθαι, οὐ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, οὐκ ἄλλο τι τῶν συνήθων ἐπιτελέσαι. Καὶ ἀναμνησθήσεσθε τῶν ὑπὸ τοῦ προφήτου γεγενημένων, καὶ μαθήσεσθε διὰ τοῦ τέλους τῶν πραγμάτων, ὅτι καθάπερ τι τέρας ὑμῖν καὶ σημεῖον ὁ προφήτης ἐγένετο, διὰ τῶν πραγμάτων ὑμῖν προσενεγκὼν τῶν ἐσομένων πρόῤῥησιν. κεκζ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω παρ’ αὐτῶν τὴν ἰσχὺν αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, καὶ τὴν ἔπαρσιν τῆς ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν, καὶ θυγατέρας αὐτῶν; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασωζόμενος πρὸς σὲ, τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασωζόμενον, καὶ λαλήσεις, καὶ οὐ μὴ κωφωθῇς οὐκ ἔτι, καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος . Μὴ μόνον ἐπὶ τοῦ παρόντος ταῦτα αὐτοὺς διδάξεις· ἀλλὰ καὶ ὅταν τέλος ἡ πρόῤῥησις λάβῃ, καὶ τά γε ἅγια τοῖς ἀνοσίοις βαρβάροις παραδοθῇ, οἵ τε υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες παραδοθῶσι σφαγῇ, καὶ ἀφίκηταί τις ἐκεῖθεν τὰ γεγενημένα διδάσκων, ἀναμνήσων αὐτοὺς τῆς προῤῥήσεως, καὶ μὴ ἀνάσχῃ σιγῆσαι, ἵνα μάθωσιν ὡς ἐμοῦ βουληθέντος καὶ συγχωρήσαντος ταῦτα γεγένηται, καὶ δίκας τίσουσι τῶν ἀσεβημάτων· καὶ οὐ διὰ τὴν τῶν πολεμίων ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐμὴν δικαίαν ὀργὴν πεπόνθασιν. Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦντας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών.
Chapter 25ΚΕΦΑΛΑΙΟΝ ΚΕ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΚΕ. αε. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπ’ αὐτούς. Καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· Ἀκούσατε λόγον Ἀδωναὶ̈ Κυρίου· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἀνθ’ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθη ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὑτῶν ἐν σοὶ, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὑτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὰς προβάτων, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος. Υἱοὺς Κεδὲμ οἱ ἄλλοι ἑρμηνευταὶ υἱοὺς Ἀνατολῶν ἡρμήνευσαν· εἰσὶ δὲ οὗτοι ἀπὸ Ἰσμαὴλ τὸ γένος κατάγοντες. Λέγει τοίνυν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου πρὸς υἱοὺς Ἀμμών·
PG 81:1061Ἐπειδὴ ἐφήσθητε θεασάμενοι τὸν ἀφιερωθέντα μοι νεὼν ὑπὸ μιαρῶν καὶ ἀνοσίων ἀνθρώπων πατηθέντα, καὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἀφανισθεῖσαν, καὶ τὴν Ἰούδα φυλὴν αἰχμάλωτον γενομένην, ὑποχειρίους ὑμᾶς ποιήσω τοῖς πολλῷ τῶν Βαβυλωνίων ὑποδεεστέροις τε καὶ ἀσθενεστέροις, οἳ πολλαῖς σε περιβαλοῦσι συμφοραῖς, τὰς μὲν σκηνὰς ἐν ταῖς σαῖς πόλεσι καταπηγνύντες, τὰς δὲ τῶν καμήλων ἀγέλας ἐν τῇ σῇ καταβόσκοντες χώρᾳ, ὑμᾶς δὲ αὐτοὺς καθιστάντες νομέας προβάτων. Τούτων τοίνυν εἰς ὑμᾶς γιγνομένων, μαθήσεσθε ὡς οὐ διὰ τὴν ἐμὴν ἀσθένειαν πέπονθεν ὁ ἐμὸς λαὸς ἃ πέπονθεν, ἀλλὰ διὰ τὴν αὑτοῦ παρανομίαν. 2, ζ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἐκρότησας τῇ χειρί σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπεχάρης τῇ ψυχῇ σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ· διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος .
Ἐπειδὴ γὰρ, φησὶν, ἐφηδόμενος καὶ ἐπευφραινόμενος τοῖς τοῦ λαοῦ μου κακοῖς, καὶ ταῖς χερσὶν ἐκρότεις, καὶ ψόφον διὰ τῶν ποδῶν ἀπετέλεις σκιρτῶν καὶ χορεύων, τούτου χάριν χαλεπώτερα πείσῃ, καὶ δι’ αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν ἐμὴν δεσποτείαν. Ἐντεῦθεν ἐπὶ τὸν Μωὰβ, ἀδελφὸν ὄντα τοῦ Ἀμμὼν, καὶ ἀστυγείτονα, μεταφέρει τὴν προφητείαν. ηια. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ὅτι εἶπε Μωὰβ καὶ Σηεὶρ, Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα· διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων αὐτοῦ, ἀπὸ τῶν ἀκροτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν οἶκον Βαιθιασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας τὴν Βαελμὼν καὶ τὴν Καριαθέμ. Τοὺς υἱοὺς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, καὶ δώσω αὐτὴν εἰς ἔξαρσιν, ὅπως μὴ γένηται μνεία υἱῶν Ἀμμὼν ἐν τοῖς ἔθνεσι. Καὶ ἐν Μωὰβ ποιήσω ἐκδικήσεις, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος . Τὸν Σηεὶρ τῷ Μωὰβ συνῆψεν, ἐπειδὴ καὶ αὐτὸς τῶν γειτονευόντων ὑπῆρχε· Σηεὶρ δὲ καλεῖ τοὺς ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατάγοντας· ἐχρημάτιζε δὲ καὶ Ἐδὼμ, τὸ πυῤῥὸν ἢ τὸ ἐρυθρόν· τὸ Σηεὶρ δὲ, τὸ δασὺ καὶ τετριχωμένον.
PG 81:1063Ἀμφότερα δὲ ταῦτα εἶχεν Ἠσαῦ ὁ τοῦ Ἰακὼβ ἀδελφός. «Ἐξῆλθε γὰρ, φησὶν, ὁ πρῶτος πυῤῥός· ὅλος ὡσεὶ δορὰ, δασύς·» καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ περὶ αὐτοῦ πρὸς τὴν μητέρα. «Ἔστιν Ἠσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος.» Ἐπειδὴ τοίνυν, φησὶ, Σηεὶρ καὶ Μωὰβ ἐντρυφῶντες τοῖς τοῦ λαοῦ μου κακοῖς ἐτόλμησαν εἰπεῖν, ὅτι οὐδεμίαν ἔχει διαφορὰν ὁ ἐμὸς λαὸς πρὸς τὰ λοιπὰ ἔθνη, εἰς ἐμὲ δὲ αὕτη ἡ βλασφημία κεχώρηκεν, εἴπερ τοῖς τῶν ἄλλων ἐθνῶν εἰδώλοις παραπλησίως ἀσθενῶν οὐκ ἠδυνήθην ἐπαμῦναί μου τῷ λαῷ· τούτου χάριν «Παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ τῶν πόλεων αὐτοῦ·» τουτέστι, τὴν ἰσχὺν αὐτῶν καταλύσω· οὐ μόνον δὲ τὰς ἐν ταῖς ἀκρωρείαις διακειμένας, ἀλλὰ καὶ τὰς παραλίας αὐτοῦ πόλεις ἀναστάτους ποιήσω. Παραλίας δὲ λέγει τὰς παρὰ τὴν νεκρὰν θάλασσαν διακειμένας· τῆς γὰρ ἄλλης θαλάσσης πόῤῥωθεν ᾤκουν οἱ Μωαβῖται. Λέγει δὲ καὶ τὰ τῶν πόλεων ὀνόματα, ὧν μέχρι τοῦ παρόντος ὀλίγον μεμένηκε λείψανον· καὶ τὰ μέν ἐστι ταύτης τῆς Ἀραβίας, τὰ δὲ ἐκείνης.
Προστίθησι δὲ, ὅτι καὶ τούτους τοῖς αὐτοῖς παραδώσει πολεμίοις, οἷς καὶ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἀμμὼν, καὶ ὅτι τῇ πείρᾳ μαθήσονται, ὡς δυνατός ἐστι Δεσπότης, ἐπαμῦναι μὲν δυνάμενος, διὰ δὲ τὴν τοῦ λαοῦ παρανομίαν τοῦτο ποιεῖν οὐκ ἀνεχόμενος. Διὸ ἐπήγαγε· «Καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Κύριος.» Οὕτω τὰ συμβησόμενα τῷ Μωὰβ προαγορεύσας, ἐπὶ τὸν Σηεὶρ, τὸν καὶ Ἐδὼμ, μεταφέρει τὸν λόγον ιβιδ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν ἐν μήνιδι ἐν τῷ οἴκῳ Ἰούδα, καὶ ἐμνησικάκησαν, καὶ ἐξεδίκησαν δίκην ἀπ’ αὐτῶν· διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν, καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν καὶ Δαιδὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ δώσω τὴν ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραὴλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου, καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Ἀδωναὶ̈ Κύριος .
Ἐπειδὴ γὰρ οὐ μόνον παραπλησίως Μωαβίταις καὶ Ἀμμανίταις ἐφήσθησαν, ἀλλὰ καὶ ἔργοις τὴν οἰκείαν ἐπεδείξαντο πονηρίαν, τὴν προτέραν ἐκείνην μῆνιν φυλάξαντες· «Ἐνεκότει γὰρ, φησὶν, Ἠσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ·» τούτου χάριν οὐχ ἑτέροις αὐτοὺς πολεμίοις παραδώσω, ἀλλ’ αὐτῷ τῷ ὑπ’ αὐτῶν ἠδικημένῳ λαῷ μου, ὥστε διὰ τῆς παντελοῦς ἐρημίας μαθεῖν αὐτοὺς τῆς ἐμῆς δεσποτείας τὴν δύναμιν. Θαιμὰν δὲ πόλις τῆς Ἰδουμαίας, καὶ Δαιδὰν ὡσαύτως, τῶν ἀπὸ Χεττούρας γενομένων τῷ πατριάρχῃ Ἀβραὰμ, ἐπώνυμοι δὲ ἦσαν τῶν οἰκιστῶν. Ἐπλησίαζε δὲ ἡ Δαιδὰν τῇ Ἰδουμαίᾳ, καὶ συνεφώνει. Οὕτω τὰ κατὰ τούτους προαγορεύσας, ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν πρόῤῥησιν. Ἰδουμαῖοι γὰρ οὐκ ἀλλόφυλοι, τοῦ Ἰσαὰκ ὄντες ἀπόγονοι· οὔτε μὴν Ἀμμανῖται καὶ Μωαβῖται, ἐκ τοῦ Λὼτ τὸ γένος κατάγοντες. Ἦσαν μὲν οὖν ἀλλόφυλοι καὶ Τύριοι καὶ Σιδώνιοι, καὶ οἱ ἄλλοι πάντες οἱ τούτων πλησιόχωροι·
PG 81:1065διαφερόντως δὲ ἀλλοφύλους ἡ θεία καλεῖ Γραφὴ Ἀσκαλωνίτας καὶ Γαζαίους, Γετθαίους τε καὶ Ἀκαρωνίτας, καὶ Ἀζωτίους, ἐπειδὴ τῇ τοῦ Ἰούδα φυλῇ συνημμένην εἶχον τὴν γῆν, καὶ λίαν ἦσαν ὅμοροι, καὶ πλησιόχωροι. Λέγει τοίνυν καὶ τὰ τούτοις συμβησόμενα. ιειζ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν μήνιδι, καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐξ ὅλης ψυχῆς, τοῦ διαφθεῖραι κατ’ ἔχθραν αἰώνιον. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐκτενῶ τὰς χεῖράς μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω τοὺς Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν. Καὶ ποιήσω εἰς αὐτοὺς ἐκδικήσεις μεγάλας ἐν ἐλεγμοῖς θυμοῦ μου, καὶ ἐπιγνώσονται, ὅτι ἐγὼ Ἀδωναὶ̈ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ’ αὐτούς . Καὶ τούτοις ὁμοίως τοῖς Ἰδουμαίοις μῆνιν ἐγκαλεῖ. Μνησικακήσαντες γὰρ, φησὶ, τῷ λαῷ μου, ὡς νενικηκότι καὶ τὴν οἰκείαν βασιλείαν κρατύναντι, τὸν τῆς συμφορᾶς καιρὸν τιμωρίας καιρὸν ἐποιήσαντο, καὶ ἐπαναστάντες μυρία διέθεσαν αὐτοῖς κακά·
τούτου χάριν ἐγὼ δίκας αὐτοὺς τῆς μήνιδος πράξομαι, καὶ θεηλάτοις αὐτοὺς παραδώσω πληγαῖς, καὶ σὺν τοῖς ἄρχουσι τοὺς ὑπηκόους διαφθερῶ, καὶ ἀφύκτοις αὐτοὺς ἐκδώσω κακοῖς· ἵνα δι’ ὧν ὑπομένουσι τῆς ἐμῆς δεσποτείας ἐπιγνῶσι τὴν δύναμιν. Ἡμεῖς δὲ μὴ ἀναμένωμεν διὰ τῆς τῶν κακῶν πείρας τὸν ἡμέτερον ἐπιγνῶναι Δεσπότην· ἀλλὰ διὰ τῶν ἀεννάων αὐτοῦ δωρεῶν δεξάμενοι τὴν ἐπίγνωσιν, εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενώμεθα, καὶ φύγωμεν τῆς μήνιδος τὸ πάθος, τοὺς ὀλεθρίους τούτου μαθόντες καρπούς· καὶ τὴν ἀποστολικὴν φυλάξωμεν ἐντολὴν, μὴ ἀναμένοντες τῇ λύπῃ τῇ κατ’ ἀλλήλων ἐπιδῦναι τὸν ἥλιον· ἀλλὰ πρὸ τῶν ἐκείνου δυσμῶν τὴν ὀργὴν κατασβέσωμεν. Οὕτω γὰρ καὶ τὴν καθ’ ἡμῶν ὀργὴν τοῦ δικαίου κριτοῦ παύσομεν, καὶ τὴν ἐράσμιον ἐκείνην καὶ τριπόθητον εὐμένειαν καρπωσόμεθα· ἧς εἴη πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Volume XIΤΟΜΟΣ ΙΑ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1067ΤΟΜΟΣ ΙΑ ΚΕΦΑΛ. Κ. α, β. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων·
Ἀνθ’ ὧν εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, Εὖγε, συνετρίβη, ἀπόλωλε, τὰ ἔθνη ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται . Ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς Ἰεχονίου μὲν αἰχμαλωσίας, Σεδεκίου δὲ βασιλείας ἐν τῷ τετάρτῳ μηνὶ, ἐννάτῃ τοῦ μηνὸς, ἑάλω ὑπὸ τῶν Βαβυλωνίων ἡ Ἱερουσαλήμ. Πρὸ ὀλίγων τοίνυν ἡμερῶν τῆς ἁλώσεως, κελεύεται ὁ προφήτης κατὰ τῆς Τύρου τοὺς προφητικοὺς ποιήσασθαι λόγους. Ἡ γὰρ Τύρος Σὸρ τῇ ἐπιχωρίῳ προσαγορεύεται φωνῇ. Ἐφήσθη δὲ καὶ αὐτὴ τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ, καὶ ὑπέλαβεν, ὅτι τῆς περιφανεστάτης ἐκείνης καταλυθείσης πόλεως, αὐτὴ τὸ κράτος κατὰ πάντων τῶν πλησιοχώρων ἐθνῶν ἀναδύσεται. γ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὑτῆς, καὶ καταβαλοῦσι τὰ τείχη σου· Καὶ καθελοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ’ αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ τῆς θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναὶ̈ Κύριος, καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι Καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος .
Τὴν τῶν Βαβυλωνίων αὐτῇ στρατείαν ἀπειλεῖ διὰ τούτων· λέγει δὲ, καὶ τοὺς περιβόλους αὐτῆς καταλυθήσεσθαι, καὶ ἔρημον αὐτὴν γενήσεσθαι, ὥστε ἐοικέναι πέτραις τισὶ λείαις, αἷς τὰς σαγήνας ἐξαπλοῦν εἰώθασιν οἱ ἁλιεῖς. Λέγει δὲ καὶ τὰς ὑπηκόους αὐτῇ πόλεις καὶ κώμας ἀναστάτους ἔσεσθαι· ταύτας γὰρ θυγατέρας αὐτῆς ὀνομάζει. Σημαίνει δὲ καὶ τὸ ἀπὸ τῶν συμφορῶν κέρδος· ζ, η. Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγὼ Κύριος. Ὅτι τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἄγω ἐπὶ σὲ, Σὸρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βοῤῥᾶ· βασιλεὺς βασιλέων ἐστὶ, μεθ’ ἵππων καὶ ἁρμάτων, καὶ ἱππέων, καὶ ἀγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει σε, καὶ βαλεῖ σοι τάφρον, καὶ περιοικοδομήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὑτοῦ ἀπέναντί σου δώσει. Προφυλακὴν καλεῖ τὰ ὁρμητήρια, ἃ οἰκοδομεῖν εἰώθασιν οἱ ἐπιόντες πολέμιοι, ὥστε καὶ τὰ ἔξω ληί̈- ζεσθαι, καὶ σπάνει τῶν ἀναγκαίων τοὺς πολιορκουμένους φθείρεσθαι· περιοικοδομεῖν δὲ τὰ οἰκοδομούμενα ἔξωθεν ὑπὸ τῶν πολεμίων τείχη καλεῖ.
PG 81:1069Προσθήσει δὲ, φησὶ, τῇ περιτειχίσει ταύτῃ χαρακώματα, καὶ τάφρους, καὶ χώματα, ὥστε μηδένα μὲν ἐξιέναι τολμᾷν, ῥᾳδίως δὲ παντοδαπὰ ἀκοντίζεσθαι βέλη. Εἶτα ἐπάγει· θιδ. Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις ἑαυτοῦ. Ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ, καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ, σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευομένου εἰς πόλιν ἐκ πεδίου. Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὑτοῦ καταπατήσουσι πάσας τὰς πλατείας σου· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. Καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ. Καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. Καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, καὶ οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναὶ̈ Κύριος .
Ἀληθῆ, φησὶ, πάντα τὰ ὑπ’ ἐμοῦ προαγορευόμενα. Ὡς ἀψευδῆ τοίνυν δέξαι τὴν πρόῤῥησιν, ὅτι καὶ τὰ τείχη σου καθελοῦσιν οἱ Βαβυλώνιοι, καὶ τὰς οἰκίας σου καταλύσαντες τὰς πλησιαζούσας, αὐτὰς ἐκ τῶν λίθων ἐμπλήσουσι· τοσοῦτος δὲ ἔσται τῶν ἵππων καὶ τῶν ἁρμάτων ὁ κτύπος, ὡς δοκεῖν σεισμῷ τινι κατασείεσθαι τὴν πόλιν. Καὶ τὰ ὑπάρχοντά σου ληί̈σονται, τοὺς δὲ οἰκήτοράς σου ἐξανδραποδίσουσι· τοσαύτη δὲ καταλήψεται ἐρημία, ὡς ἐν σοὶ τοὺς ἁλιέας ξηραίνειν τὰς βραχείσας σαγήνας, καὶ ἅπερ ποιεῖν εἰώθασιν ἐν ταῖς λείαις πέτραις, ταῖς τῇ θαλάττῃ πλησιαζούσαις, τοῦτο ἐν σοὶ διὰ τὴν πολλὴν ἐρημίαν ποιήσουσι. Τὸ δὲ, «Οὐκ ἔτι οὐ μὴ οἰκοδομηθήσῃ,» ἐκ τῆς τοῦ μακαρίου Ἡσαί̈ου τοῦ προφήτου μαθησόμεθα προφητείας. Κἀκεῖνος γὰρ ὁ προφήτης λυπηρὰ τῇ Τύρῳ προεθέσπισεν, ἀλλὰ χρόνῳ τινὶ ῥητῷ τὰ λυπηρὰ περιώρισε· «Καταλειφθήσεται γὰρ, φησὶ, Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνον βασιλέως ἑνὸς, ὡς χρόνον ἀνθρώπου·
καὶ ἔσται, μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἔσται ἡ ἐμπορία αὐτῆς ἁγία τῷ Κυρίῳ,» καὶ τὰ ἑξῆς. Τὸ τοίνυν, «Οὐ μὴ οἰκοδομηθήσεται,» τὴν τῶν τρόπων μεταβολὴν αἰνίττεται· ὅτι κατὰ τὴν προτέραν ἀσέβειαν οὐκ οἰκοδομηθήσεται, ἀλλ’ ἑτέραν καὶ ἄντικρυς ἐναντίαν οἰκοδομὴν λήψεται, ἥτις, κατὰ τὸν προφήτην Ἡσαί̈αν, ἁγία ἔσται τῷ Κυρίῳ. Καὶ μαρτυρεῖ τὰ πράγματα, καὶ ἡ νῦν κρατοῦσα εὐσέβεια. Ἀπὸ γὰρ τῆς προτέρας δεισιδαιμονίας καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης, πρὸς τὸν Θεὸν ἐπιστρέψασα, τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς ιε, ι. Ὅτι τάδε λέγει Κύριος τῇ Σόρ· Μὴ οὐχὶ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ στενάξαι τραυματίας σου, ἐν τῷ ἀναιρεθῆναι μαχαίραις ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι, Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὑτῶν πάντες ἄρχοντες τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὑτῶν, καὶ τὸν ἱματισμὸν αὑτῶν τὸν ποικίλον ἐκδύσονται;
PG 81:1071ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθιοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν, καὶ στενάξουσιν ἐπὶ σέ; Ἐπίσημος ἦν ἡ Τύρος ἀνέκαθεν, οὐκ ἐν τῇ Ἀσίᾳ μόνον, ἀλλὰ καὶ ἐν Εὐρώπῃ· ἀναγκαίως τοίνυν καὶ ἡ προσπεσοῦσα αὐτῇ συμφορὰ γνώριμος ἐγένετο. Ταύτην δὲ, φησὶ, μαθόντες οἱ τὰς νήσους οἰκοῦντες ἐκδειματωθήσονται, καὶ οἱ τούτων δὲ βασιλεῖς ἐξ ἀθυμίας καὶ ἀχθηδόνος, καὶ τῶν διαδημάτων τὰς κεφαλὰς γυμνώσουσι· ταῦτα γὰρ μίτρας ἐκάλεσε· καὶ τὴν πολυτελῆ ἐσθῆτα ἐκδύσονται, καὶ πένθιμον ἀναλήψονται σχῆμα, τὰ αὐτὰ πείσεσθαι προσδοκῶντες. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὑτῶν.» Οὕτω δὲ αὐτοὺς ἀνιάσει ἡ τῶν σῶν κακῶν ἀγγελία, ὅτι καὶ θρῆνον ἐπὶ σοὶ λήψονται, καὶ ἐροῦσι· ιζ, ιη. Πῶς ἀπώλου, καὶ κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετὴ, ἥτις ἐγενήθη ἰσχυρὰ ἐν τῇ θαλάσσῃ, αὐτὴ, καὶ οἱ κατοικοῦντες αὐτήν; ἡ δοῦσα τὸν φόβον αὑτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ’ ἡμέρας πτώσεώς σου, καὶ ταραχθήσονται αἱ νῆσοι ἀπὸ τῆς ἐξουσίας σου ἐν τῇ θαλάσσῃ.
Λογιζόμενοι, φησὶ, τὴν προτέραν ἐξουσίαν σου, καὶ τὴν ἐπὶ τοῦ παρόντος καταλαβοῦσάν σε συμφορὰν θεωροῦντες, σὲ μὲν θρηνήσουσι τὴν πάλαι πολυθρύλλητον καὶ περιβόητον· τὰ δὲ κατὰ σφᾶς αὐτοὺς μεριμνήσουσι, δεδοικότες μὴ τοῖς αὐτοῖς περιπέσωσιν. ιθ, κ. Ὅτι τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὅταν δῶ σε πόλιν ἠρημωμένην, ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ καλύψει σε ὕδωρ πολύ. Καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον, πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς, ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆν ζωῆς. Ἄβυσσον ἐκάλεσε τοῦ Βαβυλωνίου τὴν στρατείαν διὰ τὸ πλῆθος. Ἐπειδὴ γὰρ καὶ αὐτὴ περίῤῥητός ἐστι, καὶ νῆσος ἐμφερὴς, πᾶσα μὲν ἔνδον ἐν τῇ θαλάττῃ κειμένη, μίαν δὲ ἀπὸ γῆς εἴσοδον ἔχουσα, ἁρμοδίως ἐχρήσατο τῇ τροπῇ, ὕδωρ πολὺ καὶ ἄβυσσον καλέσας τῶν πολεμίων τὸ πλῆθος. Τὸ δὲ, «Καταβιβάσω πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος·» τὸν θάνατον σημαίνει, ὑφ’ ὃν τελοῦσιν ἅπαντες τὸν παρόντα αἰῶνα οἱ τὸν βίον ἐπεξιόντες. Λαὸν τοίνυν αἰῶνος τοὺς νεκροὺς ὠνόμασε.
PG 81:1073Τὸ δὲ, «Μὴ ἀναστῇς ἐπὶ γῆν ζωῆς,» τὸ ψαλμικὸν ἐκεῖνο δηλοῖ. «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Ἀσεβεῖς δὲ ὄντες καὶ οἱ τηνικάδε Τύρον οἰκήσαντες, εἰς γῆν ζωῆς οὐκ ἀναστήσονται· ταύτην δὲ ὁ μακάριος Δαβὶδ χώραν ζώντων ὀνομάζει. «Ὅτι ἐῤῥύσατο γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν. «Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Ἀπειλεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλωνίου τὴν ἔφοδον, καὶ τὸν δι’ ἐκείνου γενόμενον ὄλεθρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά. Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει· κα. Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναὶ̈ Κύριος. Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύματος ἠξιώθησαν·
οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγονται· πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα. Κἂν εὕρωμεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαί̈ᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ· «Ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναὶ̈ Κύριος·» οὐ διαφωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ’ ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν. Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν ἡ θεία Γραφή. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον· «Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προςώπου σου.» Καὶ μὴν ὁ αὐτός φησιν· «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.» Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε. Τὸ οὖν, «Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα,» τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα· ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαί̈ου τοῦ προφήτου.
Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν. Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν· ἐκείνη μὲν γὰρ ἦν δυσσεβής· ἡ δὲ μετ’ ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί. Εἴτε οὖν κατὰ τὸ ῥητὸν βούλεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον· εἴτε εἰς τὸ βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ’ ἄντικρυς ἐναντίαν ἐκείνῃ.
Chapter 27.3ΚΕΦΑΛ. ΚΖ. αγ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1075ΚΕΦΑΛ. ΚΖ. αγ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε ἐπὶ Σὸρ θρῆνον. Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν . Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερβολὴν σημαίνει τὰ εἰρημένα. Διδάσκει δὲ καὶ ἡμᾶς ὁ λόγος, παιδείαν τινὰ τοῖς ἁμαρτάνουσιν ἐπιφέροντας, μὴ δυσμενείᾳ τινὶ καὶ ἀπεχθείᾳ κεχρημένους τοῦτο ποιεῖν, ἀλλὰ συμπάσχοντας καὶ λίαν ὀδυνωμένους. Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρακελεύεται πόλιν·
παραδηλῶν τὴν διάθεσιν, ᾗ κεχρημένος ἐκόλαζε. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τῇ Σόρ· Σὺ εἶπας· Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου . (δ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ . Τὸ ἀγνῶμον αὐτῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον· παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο· τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προςγενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν· ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ· οὕτω δὲ τὰ εἴδωλα ἡ θεία προσαγορεύει Γραφή. Διπλῆ τοίνυν ἡ ἀσέβεια· οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περιθεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τούτων τὴν χορηγίαν τετόλμηκεν. Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί. ε, 2. Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος. Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν. Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου . Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά.
Ἀπαριθμεῖται τοίνυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες· τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος· τὰς δὲ οἰκοδομίας ἀπὸ τοῦ Σανείρ. Τούτοις ἐπάγει· «Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ.» Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου , οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν· τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ. Εἰ δὲ καὶ περὶ τῶν. εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός. Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ «οἴκους ἀλσώδεις,» τουτέστι, σανίσι κεκαλυμμένους· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε. Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους· «Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χεττιείμ.» Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους. Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· «Διέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.» Καὶ διὰ μὲν τοῦ Κηδὰρ τὰ πρὸς ἕω ἔθνη διακείμενα δηλοῖ· διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς.
PG 81:1077Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέχρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, ὃ δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν· ἡ δὲ Κύπρος ἐκράτει κατ’ ἐκεῖνον τὸν καιρὸν τῶν νήσων. Διὸ τὰς νήσους τὰς Ἑλληνικὰς Χεττιεὶμ ὀνομάζει. Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο. Τούτοις ἐπιφέρει· ζ. Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε· ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου . Ἡ Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς· δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα. Ἡ δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακινθίνην περικείμενα χροιάν· Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ. η. Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου . Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου , ἀλλ’ οἱ γείτονές σου . Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως·
Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στόλον, τὰς σὰς ἐρέττοντες ναῦς· οἱ δὲ παρὰ σοὶ ἐπιστήμονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν. Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου . (θ.) Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗτοι ἐνίσχυον τὴν βουλήν σου . Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον. «Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.» Πανταχόθεν, φησὶ, συνέῤῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνούμενοι· τοῦτο γὰρ σημαίνει τὸ «ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου·» καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες. Τὸ γὰρ, ἐπὶ δυσμὰς δυσμῶν , τοῦτο σημαίνει· οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτικώτεροι. ι, ια.
PG 81:1079Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί· οὗτοι ἔδωκαν τὴν δόξαν σου. Υἱοὶ Ἀραδίων, καὶ ἡ δύναμίς σου, ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν. Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες· τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος . Διηγησάμενος τὰς τῶν ξύλων διαφορὰς, τῆς ἐσθῆτος τὰς ποικιλίας, τοὺς ναύτας καὶ κυβερνήτας, τοὺς τὸ πρακτέον ὑποδεικνύντας συμβούλους, τοὺς πανταχόθεν ἀφικνουμένους ἐμπόρους, ἀπαριθμεῖται καὶ τὸν στρατιωτικὸν κατάλογον, ἐξ ἐθνῶν μὲν διαφόρων καὶ τὰ πολιτικὰ δεδιδαγμένων ὁρμώμενον, Περσῶν, καὶ Λυδῶν, καὶ Λιβύων, Ἀραδίων τε, καὶ Μήδων. Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας. Πέλτη δέ ἐστιν ἡ μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέμοις ἐπιφέρονται· ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες. ιβ. Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου .
Τὴν Καρχηδόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος Θαρσὶς ὀνομάζει· διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλλευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν. ιγ. Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου . Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι. ιδ. Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου . Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, ἡ Φρυγία σοι ἔπεμπεν· οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιε. Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόντας ἐλεφαντίνους . Τὰ κέρατα ὁ Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ’ ὧν τὰ ἐβένια καλούμενα γίνεται. Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν. Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου · (ι.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου .
Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κομίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους· τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρουμένους. «Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου.» Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποικίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα. Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον· Χὼθ δὲ τὸν ὄνυχα· Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα. ιζ. Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας· καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου . Τοσαύτη γὰρ, φησὶν, ἡ ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδωδὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυφήν. ιη. Δαμασκὸς ἐμπορία σου ἐν πλήθει ἔργων σου, ἐκ πλήθους δυνάμεώς σου πάσης .
Τὰ παρὰ σοὶ, φησὶ, γινόμενα ἡ Δαμασκὸς ὠνεῖτο· ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ περιττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα. Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου. (ιθ.) Καὶ οἶνον Δαιδὰν, καὶ Ἰωανὰν, καὶ Μεωζὲλ εἰς τὴν ἀγοράν σου ἔδωκαν . Ἰωανὰν τὴν Ἰωνίαν καλεῖ· Δαιδὰν δὲ πόλιν τῆς Ἰδουμαίας· ἡ δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος. Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά· οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου· πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας· τὸ δὲ Χελβὼν Χαλβάνην ὁ Σύμμαχος ἡρμήνευσε. Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι . (κ, κα.) Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. Ἡ Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου· καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύονταί σοι . Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ. Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ·
PG 81:1081Δαιδὰν δὲ τῆς Ἰδουμαίας πόλιν, ὡς καὶ ἤδη προειρήκαμεν. Οὕτω γὰρ καὶ παρὰ τῷ Ἱερεμίᾳ, καὶ παρ’ αὐτῷ τῷ Ἰεζεκιὴλ ἐν τῇ κατὰ τῆς Ἰδουμαίας ὁράσει εὑρήκαμεν τὴν Θαιμὰν τῇ Δαιδὰν συνημένην· Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατασκευάζουσαν. κβ. Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου . Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατάγουσι· πρωτότοκος δὲ τοῦ Χὰμ ὁ Χούζ. Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη· δηλοῖ δὲ καὶ τὰ ἐκεῖθεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύσματα. κγ. Χαῤῥὰν, καὶ Χαλὰν, καὶ Δαιδὰν, οὗτοι ἔμποροί σου . Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ ἡ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Τὸ δὲ Δαιδὰν πολλάκις ἡρμηνεύσαμεν. Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου · (κδ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά· ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπαρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἡ ἐμπορία σου . Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει·
PG 81:1083εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα· Ἀσσοὺρ δὲ τὸν Ἀσσύριον· Χαρμὰν δὲ τὴν λεγομένην Καρμαήνην. Τὸ δὲ, «Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους,» ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· «Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικιλίας, καὶ ἐν μαγώζοις συγκειμένοις.» Τὸ δὲ «ἐν μαγώζοις» ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει· σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν· οὕτω γὰρ καὶ ὁ Σύρος νοήσας ἡρμήνευσεν· ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποικίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι. κε. Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου . Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσακτον. Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίαις θαλασσῶν. (κ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου . Ὁ κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας. Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο.
PG 81:1085«Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.» Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν διδάξω. Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.» Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν· ἐπειδὴ ὁ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον. Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβωμεν, ὅτι· Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβούλους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται· τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν.» Προστίθησι δὲ, ὅτι τῆς πολιορκίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν διάγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται· ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν καταλήψονται·
καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ’ αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖθεν ἐκματτόμενοι κόνιν· γυμνώσουσι δὲ τὰς κεφαλὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέσουσιν. Εἶτα λέγει καὶ τὸν ὑπ’ αὐτῶν γινόμενον θρῆνον. «Τίς ὥσπερ Τύρος κατασιγηθεῖσα ἐν μέσῳ τῆς θαλάσσης;» Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον· οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος. λγ. Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης ; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώπους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν· τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί· Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι· Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς . (λδλ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου. Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν.
PG 81:1087Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα . Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε ὁ περὶ τὴν ἐμπορίαν πόνος, ἡ τῶν ἐθνῶν ἁπάντων ἄφιξις. Δίκην γὰρ σκάφους ὑποβρύχιος γενομένη συνεκαλύφθης τῇ τῶν κακῶν ἀωρίᾳ, οἷόν τινα κύματα δεξαμένη τὰς τῶν πολεμικῶν ταγμάτων νιφάδας. Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφανεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενημένην· θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπληξιν σημανοῦσι. Τὸ δὲ, «οὐκέτι ἔση εἰς τὸν αἰῶνα,» κατὰ τὴν ἤδη γενομένην ὑφ’ ἡμῶν ἑρμηνείαν νοήσομεν. Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημένοις, οὐκ ἀποκνήσομεν. Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· «Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν· κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι·
κἂν ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.» Οὐκοῦν καὶ ἀποφαίνεται ὁ Δεσπότης, καὶ λύει τὰς ἀποφάσεις, καὶ ἡ ἀλήθεια οὐ ψεύδεται. Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων· ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρμακα δεξαμένων ἡ τῆς τιμωρίας ψῆφος ἀργεῖ. Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο· κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ̈ καταστραφήσεται.» Ἀλλὰ μετανοήσαντας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν. Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον ἡ τῶν ἀπογόνων μεταβολή.
Chapter 28ΚΕΦΑΛ. ΚΗ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΚΗ. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάςσης· σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ . Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάντων ἡ ὑπερηφανία· «Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέλυγμα ἔναντι Κυρίου·» καί·
«Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται·» καὶ ὁ θεῖος Ἀπόστολος· «Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Ταύτην ἔσχε τὴν νόσον καὶ ὁ τῆς Τύρου ἄρχων, ὅ τε ὁρώμενος, ὅ τε ἀόρατος. Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων. Καὶ ἡ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ’ αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους. Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον· εἶχε δὲ καὶ ὁρώμενον ἄρχοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ δυσσεβείᾳ δεδουλωμένον. Πρὸς ἀμφοτέρους τοίνυν ὁ λόγος, ἀλλ’ οὔτε τούτῳ, οὔτ’ ἐκείνῳ πάντα ἁρμόττει· ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ· τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ. Ὅ τε γὰρ διάβολος εἰς ἐκείνην τὴν μανίαν ἐξώκειλε, καὶ λυττήσας Θεὸν ἑαυτὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε·
PG 81:1089καὶ ὁ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός. Διὸ πρὸς αὐτὸν ὁ Θεός φησι· «Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» Καὶ κατὰ σύγκρισιν· γ. Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὑτῶν . Τοςοῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω. Ὁ μὲν γὰρ Δανιὴλ καὶ τὴν θείαν εἶχε σοφίαν, καὶ τὴν Χαλδαίαν προσέλαβεν ἐπιστήμην· σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀνθρώπων οὐ προσέλαβες ἐπιστήμην. Εἶτα ἀπὸ τῶν πραγμάτων ὁ ἔλεγχος· δ, ε. Μὴ ἐν τῇ ἐπιστήμῃ σου, ἢ ἐν τῇ φρονήσει σου, ἐποίησας σεαυτῷ δύναμιν, καὶ περιεποιήσω ἀργύριον καὶ χρυσίον ἐν τοῖς θησαυροῖς σου; Ἣ ἐν τῇ πολλῇ σου ἐπιστήμῃ καὶ τῇ ἐμπορίᾳ σου, ἐπλήθυνας δύναμίν σου, καὶ ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου; Δι’ αὐτῶν, φησὶ, μάθε τῶν πραγμάτων, ὡς οὐκ ἐκ τῆς σῆς σοφίας, ἀλλ’ ἐκ τῆς ἐμῆς χορηγίας, ταύτην ἔσχες τὴν ἐμπορίαν, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν.
Βουληθεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυμνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπιστήσω τὴν πεῖραν. Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω· γυμνούμενος δὲ, καὶ ἔρημος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον. Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς. ι. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ· Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. Μὴ λέγων ἐρεῖς· Θεός εἰμι, ἐνώπιον τῶν ἀναιρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε. Θανάτοις ἀπεριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναὶ̈ Κύριος .
PG 81:1091Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ’ ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυόμενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνομάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προςηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι· ἡ γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παραπλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμενος. Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἡ ἀπόφασις· τοῦτο γὰρ ἐσήμανεν· «Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναὶ̈ Κύριος.» Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμένῳ Τυρίων ἄρχοντι· διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν. Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι.
Διὸ καὶ ὁ θεῖος Ἀπόστολος λέγει «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Καὶ αὐτὸς δὲ ὁ Θεὸς διὰ τοῦ μεγάλου Μωσέως· «Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Διὰ τούτων τοίνυν τῶν πάλαι ἀσυνέτων, καὶ ἀνοήτων, καὶ πλανωμένων, καὶ στυγητῶν, καὶ λοιμῶν, καὶ ἀλλοτρίων, καὶ ἐθνικῶν, τὴν τοῦ διαβόλου κατάλυσιν ὁ προφητικὸς προαγορεύει λόγος. Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν·
«Ὑμεῖς γὰρ, φησὶν, οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε.» Τούτους λέγει ταῖς ἑαυτῶν μαχαίραις τῆς τοῦ διαβόλου ἐπιστήμης τὸ κάλλος ἀφανίζειν καὶ φροῦδον ποιεῖν, ἀντὶ τοῦ, τὰς σὰς καταλύσουσι μηχανὰς, καὶ τὰς κατὰ τῶν ἀνθρώπων παύσουσιν ἐπιβουλὰς, καὶ τὰ ὑπ’ αὐτῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν.» Καὶ δι’ αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ. Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος. ιαιγ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους.
PG 81:1093Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύχιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ’ ἧς ἡμέρας ἐκτίσθης . Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου· κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτηρίῳ δαίμονι· εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν· «Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως.» Κατ’ εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας· καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους· πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων. «Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης.» Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν.
Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομένην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφητείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά. Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους· καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν. Τὸ δέ· «Πάντα λίθον τίμιον ἐνδέδεσαι,» δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον. Μυρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυλίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρονῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιουσίᾳ τε καὶ εὐπρεπείᾳ. Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό· «Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως,» εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος·
«Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι’ ἀλαζονείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείκνυται. «Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης.» Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται. «Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρχεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν. Διὰ δὲ τῶν εἰρημένων λίθων, τὴν παντοδαπὴν αὐτοῦ σοφίαν καὶ ἐπιστήμην σημαίνει. Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τούτους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει· τὸ δὲ στῆθος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτήριον. Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει. ιδ. Κατεσκευάσθης γὰρ , φησὶ, μετὰ τοῦ Χεροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκηνοῦντος .
PG 81:1095Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβασμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρίσεως ἠξιώθης· χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν καλεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον. «Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ· ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.» Ὄρος ἅγιον Θεοῦ καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνάμεις· καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν· οἶδεν δὲ πολλάκις ἡ θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν. «Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Ἀλλ’ οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ. Περὶ δὲ τῶν ἄνω δυνάμεων ἀκούωμεν τοῦ θείου Δαβὶδ λέγοντος· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.» Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρχοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐριστικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν· οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι. Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα·
οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες· τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λίθους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους. Ἀλλ’ οὐδὲ τό· «Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ,» τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν. Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι· καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν. ιε. Ἐπορεύθης γὰρ , φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου· ἀφ’ ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως ὁ διάβολος. Περὶ δὲ τῶν ἀνθρώπων ἠκούομεν· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν· ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ διαμέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη. ι. Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης .
PG 81:1097Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα. Ταῦτα ὁ προφήτης Ἡσαί̈ας περὶ αὐτοῦ φησι· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωςφόρος ὁ πρωὶ̈ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;» Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυραννίδος ἐξέπεσεν. Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς. Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν· «Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς.» Τοῦτο καὶ ὁ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται.
«Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων.» Τότε μὲν οὖν αὐτὸν τὸ Χεροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι· νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν. ιζ. Ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου. Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ’ ἐμοῦ σοι χορηγηθέντα θεασάμενος ἀγαθά. «Διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου.» Πάντων, φησὶν, ἐγυμνώθης, τὴν δοθεῖσάν σοι τάξιν καταλιπών. «Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε· ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆναι.» Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόντων τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπισταμένων παθῶν. ιη. Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσας τὸν ἁγιασμόν σου .
Εἰπάτωσαν οἱ ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν ὁ δυσσεβὴς τῆς Τύρου βασιλεύς· ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι. Οὗτος δὲ, περὶ οὗ νῦν ὁ λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης· ἀλλ’ αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε. Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε. Κατ’ εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε. «Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου.» Τοῦτο ἀμφοτέροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ· ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορμάς. Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαί̈ου πρὸς Ἰουδαίους εἰρημένον· «Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Καὶ ἐνταῦθα τοίνυν λέγει· «Ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο καταφάγεταί σε.» Τουτέστι, ταῖς σαῖς παρανομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας.
PG 81:1099«Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε.» Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει. Καὶ γὰρ ὁ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ ὁ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται. ιθ. Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σοί. Οἱ γὰρ ἔτι προσμένοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦλαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες. «Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.» Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν. Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμορον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει. κκγ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ’ αὐτήν. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
PG 81:1101Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ περικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος . Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, ὦ Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κακοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν. Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας. κδ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναὶ̈ Κύριος . Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύλοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνεκῶς ἀνιῶντας. Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προθεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά· δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν. κεκ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Καὶ συνάξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ. Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ’ ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ’ ἐλπίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν . Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας ὁ τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους. Διὸ καὶ ὁ προφήτης προσευχόμενος ἔλεγε· «Παίδευσον ἡμᾶς Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Ταυτὸ δὴ τοῦτο καὶ ὁ μακάριος ᾔτει Δαβίδ· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν. Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο·
τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰκοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν. Τούτων γὰρ, φησὶ, γενομένων, «γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν.» Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν’ ἐξ ὅλης αὐτὸν καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλτρον, ἀλλ’ ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν’ αὐτὸν ἀναπνέωμεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοιταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ· οὕτω γὰρ καὶ τῆς παρ’ αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume XIIΤΟΜΟΣ ΙΒ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1103ΤΟΜΟΣ ΙΒ. ΚΕΦΑΛΑΙΟΝ ΚΘ. α, β. Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ’ αὐτὸν, καὶ ἐπ’ Αἴγυπτον ὅλην λάλησον .
Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον. γ. Καὶ εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποταμῶν, καὶ λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς . Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς· ἀληθῆ δὲ ἀμφότερα· εἷς μὲν γὰρ ὁ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται. Ἐλέγχει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυσιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ’ αὐτοῦ γεγενημένοις. Δράκοντα δὲ αὐτὸν καλεῖ, διὰ τὸ τυραννικὸν καὶ ἀντίθεον. Οὕτω γὰρ καὶ τὸν διάβολον ἡ θεία προσαγορεύει Γραφή· «Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν,» καὶ τὰ ἑξῆς. δ. Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται.
PG 81:1105Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρημόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς· τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα. Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος . Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά· οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπείλησε παραδοῦναι σφαγῇ· ἰχθύας γὰρ προσκολλωμένους τοὺς ὑπηκόους προσηγόρευκε. Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ ἡ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ. Λεπίδας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασιλέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας. Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρτήματα. Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν. Ἐπάγει δὲ καὶ τὴν αἰτίαν· Ἀνθ’ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ .
(ζ.) Ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, καὶ ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ’ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν . Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύλοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ· τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ’ αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας. Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι’ ἀσθένειαν, καὶ συνθλασθείσης. Οὕτω καὶ ὁ Σενναχηρεὶμ παρὰ τῷ Ἡσαί̈ᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε· «Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ’ Αἴγυπτον· ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ’ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.» Τοῦτο καὶ ἐνταῦθα ἔφη·
«Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ’ αὐτοὺς πᾶσα ἡ χείρ.» Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης. η, θ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη. Καὶ ἔσται ἡ Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος . Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος· ἐπιγνώσεται δὲ ὁ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν. Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥημάτων, «Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς·» ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ’ ἢ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά. ιιβ. Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον, καὶ ῥομφαίαν, καὶ ἀπώλειαν, ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, καὶ ἕως ὁρίων Αἰθιόπων.
Οὐ μὴ διέλθῃ αὐτὴν , φησὶ, ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ’ αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη. Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεςσαράκοντα ἔτεσι· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώραις . Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα· αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι.» Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰγυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ’ ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Τεσσαράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα ἡ Αἴγυπτος, ἀλλ’ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνάκλησιν. ιγ, ιδ. Μετὰ τεσσαράκοντα γὰρ , φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ. Καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν .
Οὕτως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα. ιε. Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι . Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν. Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων ἡ βασιλεία ἀνήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν. Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης ὁ Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν· ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων. ι. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος . Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ’ ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμήθειαν ἐπιζητεῖν· μαθήσονται γάρ μου τὴν δεσποτείαν. ιζ, ιη.
PG 81:1107Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δουλείᾳ ᾗ ἐδούλευσεν ἐπ’ αὐτῇ. Ἐκεῖνα τῷ δεκάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, ἢ τῷ δωδεκάτῳ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος λέγει, καὶ ὁ Σύρος· ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι’ ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέσθαι, καὶ πάντα ὦμον μαδῶντα. Ἡ γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλάκις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα. Ὑπισχνεῖται δὲ τῷ Ναβουχοδονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημένων·
PG 81:1109οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλήματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται. «Δύο γὰρ, φησὶ, στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται παρεκτὸς τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.» Οὐδὲν γὰρ αὐτὸν λέληθε τῶν γιγνομένων· ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι’ ἑτέρων κολάζεσθαι συγχωρῶν. Δεῖξαι τοίνυν βουλόμενος, ὡς αὐτοῦ συγχωρήσαντος ταύτην ἔλαβεν ὁ Ναβουχοδονόσορ τὴν δύναμιν, ὑπισχνεῖται καὶ μισθὸν αὐτῷ δώσειν ὑπὲρ τῆς Τυρίων πολιορκίας τῶν Αἰγυπτίων τὴν δούλωσιν. ιθ, κ. Τάδε, λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται ὁ μισθὸς τῇ δυνάμει αὐτοῦ. Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ’ ὧν ὅσα εἰργάσατο .
Πάλιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος · (κα.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος . Κέρας ἡ θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν· τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν. Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ὁ ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον· ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν·» διὰ γὰρ τοῦ Ἰεζεκιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν.
Chapter 40ΚΕΦΑΛΑΙΟΝ Μ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ Μ. αγ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὀλολύξατε, ὢ ὢ ἡ ἡμέρα. Ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡ ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται .
PG 81:1111Διὰ πάντων τῶν εἰρημένων δεδίττεται, θρηνεῖν καὶ ὀδύρεσθαι παρακελευόμενος. Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν· νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος· καιρὸν δὲ ἐθνῶν ἐκάλεσε τὴν τοῖς ἔθνεσιν ἐπιφερομένην τιμωρίαν. Οὐ γὰρ μόνον, φησὶν, ὁ ἐμὸς λαὸς τούτοις περιπεσεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας. δ, ε. Καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα ἡ Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μαχαίρᾳ πεσοῦνται μετ’ αὐτῆς . Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρέξει· ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ. Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰγυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας. Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυπτίων συμμαχίαν.
Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσίδος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει· πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους; ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰγύπτῳ γεγενημένους. Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γενέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων. Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες. Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκοπὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν Αἴγυπτον. Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου εἴρηται· «Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κατάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύπτου, λόγος τίνος ἐμμενεῖ, ὁ ἐμὸς, ἢ ὁ αὐτῶν· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος·
PG 81:1113Ἰδοὺ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζητοῦντος ψυχὴν αὐτοῦ.» Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα· ἑνὸς γὰρ Πνεύματος ῥήματα. Οὕτω πάλιν προειρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βασιλέα, ἐπάγει· θ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα· καὶ ἔσται ταραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν· τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ. Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τούτοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐτοὺς καταληψομένας συμφορὰς δι’ ἀγγέλων τινῶν ὑπ’ ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα. ιιβ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ’ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν· καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ’ Αἰγύπτου, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα . Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων· τὸ δὲ, «Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν,» ἀντὶ τοῦ παραδώσω τέθεικεν. Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις· μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου. Εἶτα προλέγει, ὅτι βδελύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγμίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται. ιγ. Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες . Τηνικαῦτα τῆς Αἰγύπτου τὰς ἡνίας πεπιστευμένοι.
PG 81:1115Καὶ φόβος ἅπασιν ἐπιπεσεῖται τοῖς Αἰγυπτίοις, τῆς Τάνεως μὲν ἐμπιπραμένης, Διοσπόλεως δὲ πανωλεθρίαν ὑπομενούσης· τῆς δὲ δυνατωτάτης Σαϊτῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς· καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θόρυβον. Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκανῶς παρεδήλωσεν, εἰρηκώς· «Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί»· ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ ἡ διαμάχη γενήσεται. Τὸ δὲ, «Ἐν Διοσπόλει ἔσται ἔκρηγμα, καὶ διαχυθήσεται ὕδατα,» τῶν τειχῶν ᾐνίξατο τὴν κατάλυσιν, καὶ τῶν πολεμίων τὴν εἴσοδον, δίκην ὑδάτων εἰσρεόντων, καὶ διαχεομένων εἰς ἁπάσας αὐτῆς τὰς ἀγυιάς τε καὶ οἰκίας. Τούτοις προστέθεικεν· ιζ. Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται . Δῆλον δὲ ὅτι καὶ ἐπὶ τούτοις μέγα ἐφρόνουν, ὡς ἀριστεῦσι καὶ δυνατοῖς· ἀλλὰ καὶ «Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλωσίᾳ πορεύσονται.» Εἶτα προστίθησιν· ιη. Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡ ἡμέρα. Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμενον σκότος. Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς·
«Καὶ αὐτὴν νεφέλη καλύψει.» Οἱ γὰρ κακοῖς περιπίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν. Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν. ιθ. Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώσονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος . Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν. κ. Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων . Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται· καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκείνου τὴν βασιλείαν ἐπρυτάνευσεν. Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας. Ἀναγκαίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου. Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει. διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δίκαιον.
PG 81:1117Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύριος πρός με· (κα.) Υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι, καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας . Μετρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας. κβκδ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμένους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ. Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. Καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος . Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐτὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμικοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον· διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν·
ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνεργεῖσθαι, «Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπάξει αὐτὴν ἐπ’ Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς.» Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι· ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν. Διὸ ὡς σαφῆ καὶ ἐκ τῶν προερμηνευθέντων δῆλα γεγενημένα, κατέλιπον ἀνερμήνευτα.
Chapter 31ΚΕΦΑΛΑΙΟΝ ΛΑ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΛΑ. α, β. Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ· Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου ; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ’ ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους. Εἰπὲ, φησὶν, ὦ τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπεικάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει· γ.
Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ μεγέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ . Τῷ τροπικῷ πάλιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυκνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν· παραφυάδας γὰρ τούτους ἐκάλεσε. Τὸ δὲ, «Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ,» οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέγειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν· αὐτοῦ γάρ ἐστι φωνή· «Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου·» καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς. Ὁ μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι «Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου·» ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαντας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν. Κἀνταῦθα τοίνυν τὴν ὑπερήφανον αὐτοῦ γνώμην δι’ αἰνιγμάτων ἐδήλωσε.
PG 81:1119Τούτοις ἐπάγει· δ. Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψωσεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου . Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ’ αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρεσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρατιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέσθαι. ε. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ’ ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν . Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο· παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη. 2. Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόςσευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ . Διὰ τούτου τοὺς λογικωτέρους τῶν ἀνθρώπων, καὶ οἱονεὶ πτηνοὺς παρεδήλωσε.
«Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου.» Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θηριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα· τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς· «Ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πλῆθος ἐθνῶν.» Καὶ ὅπερ ἄνω διῃρημένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε. Σκιὰν δὲ αὐτοῦ, καὶ παραφυάδας , καὶ κλάδους , οὐ μόνον ὑπάρχους καὶ στρατηγοὺς, ἀλλὰ καὶ τοὺς τῶν ἐθνῶν ἡγεμονεύοντας σατράπας ἐκάλεσεν, οἷς διετέλουν δουλεύοντες οἱ ὑπήκοοι. Ταῦτα καὶ αὐτὸς ὁ Ναβουχοδονόσορ ὄναρ εἶδε, καὶ ὁ μακάριος ἡρμήνευσε Δανιὴλ τὸ τοῦ δένδρου ἐνύπνιον. ζ. Καὶ ἐγένετο , φησὶ, κάλλος ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ , Διδάσκει δὲ ἡμᾶς τὸ τοῦ πλήθους καὶ ὁ μακάριος Δανιὴλ, ἑκατὸν εἴκοσι σατράπας εἰρηκὼς ἐσχηκέναι τὸν Δαρεῖον, τὴν τοῦ Βαλτάσαρ διαδεξάμενον βασιλείαν. Εἶτα καὶ τοῦ πλήθους τὴν αἰτίαν διδάσκει· «Ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ ὕδωρ πολύ.» Πανταχοῦ γὰρ, φησὶν, ἐκτείνας τὰς ῥίζας, καὶ πολλὴν ἀρδείαν δεξάμενος, τοὺς κλάδους τούτους ἐξέθρεψε. Καὶ ἐπιμένων τῇ τροπῇ, η.
PG 81:1121Κυπαρίσσῳ , φησὶν, οὐχ ὑπερῆραν αὐτὸν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ . Οὐδεὶς γὰρ, φησὶ, τῶν κατὰ τὴν οἰκουμένην τηνικαῦτα βασιλευόντων περιφανέστερος ἐκείνου ἐγένετο· παράδεισον γὰρ ἐνταῦθα τὴν οἰκουμένην ἐκάλεσε· τροπικῶς γὰρ τέως ἅπαντα λέγει. «Καὶ πίτυες, φησὶν, οὐχ ὅμοιαι τοῖς κλάδοις αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ.» Οὐ μόνον δὲ αὐτὸς, φησὶ, περιφανέστερος τῶν ἄλλων ἐγένετο βασιλέων, ἀλλὰ καὶ οἱ τούτου κλάδοι καὶ παραφυάδες, πολλῷ τῷ μέτρῳ νενικήκασι, καὶ τῷ ὕψει, καὶ τῇ πυκνότητι, τοὺς τῶν ἄλλων ἐθνῶν βασιλέας. Πίτυς δὲ καὶ ἐλάτας τροπικῶς ἐκάλεσε τοὺς ἐλαττόνων ἐθνῶν βασιλέας, οἷς τοὺς σατράπας ἐπέστησεν, οἳ ὑπακούειν τούτους ἠνάγκαζον. Λέγει τοίνυν, ὅτι τῶν μὲν μεγίστων βασιλέων μείζων ἐγένετο· τῶν δὲ ἐλαττόνων οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ οἱ τούτου ἄρχοντες δυνατώτεροι γεγένηνται καὶ περιφανέστεροι. Εἶτα συντόμως· Πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ , (θ.) διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ.
Κάλλος δὲ τὸ ὁρώμενον λέγει, τὸ περὶ τὸ σῶμα, ἁλουργίδα, στεφάνους, θρόνους λιθοκολλήτους, δορυφόρους, ἀσπιδοφόρους, καὶ τὰ ἄλλα ὅσα λαμπρύνειν οἶδε κατὰ τὸ ὁρώμενον τοὺς βασιλέας· λέγει τοίνυν, ὅτι οὐδεὶς ἐξισώθη αὐτῷ τῶν τηνικάδε τῆς γῆς βεβασιλευκότων· προστίθησι δὲ ὅτι καὶ ζηλωτὸς ἐγένετο πᾶσιν ἐκείνοις. «Ἐζήλωσε γὰρ αὐτὸν, φησὶ, πάντα τὰ ξύλα τῆς τρυφῆς τοῦ παραδείσου τοῦ Θεοῦ.» Εἶτα τὸν τῆς ψυχῆς αὐτοῦ τῦφον παραγυμνοῖ· ι, ια. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφελῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν. Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ . Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἠρκέσθη τῇ κατὰ τῶν ἀνθρώπων ἡγεμονίᾳ, ἀλλὰ καὶ κατ’ ἐμοῦ τῇ ἀλαζονείᾳ ἐχρήσατο, «παρέδωκα αὐτὸν, φησὶν, εἰς χεῖρας ἄρχοντος ἐθνῶν.» Λέγει δὲ τὸν Κῦρον· οὗτος γὰρ μητρόθεν μὲν Μῆδος, πατρόθεν δὲ Πέρσης ὑπάρχων, καὶ ἐκ δύο ἐθνῶν ὁρμώμενος, τὴν τῶν Ἀςσυρίων καὶ Βαβυλωνίων κατέλυσε βασιλείαν.
PG 81:1123«Καὶ ἐποίησε, φησὶν, τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ·» Ἄξια γὰρ, φησὶν, ὑπέμεινεν ὧν ἠνόμησε. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, ταῦτα τῷ Ναβουχοδονόσορ συνέβη, τοσαύτην ὠμότητα καὶ ἀλαζονείαν σὺν ἀσεβείᾳ νενοσηκότι. Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀνθρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέμιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρχων περιφανέστερος ( παράδεισον γὰρ τρυφῆς , καὶ τὰ ἐν τούτῳ ξύλα , κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύναμιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε. Τοῦτο δὲ καὶ ὁ μακάριος αἰνίττεται Παῦλος, «Μὴ νεόφυτον, λέγων, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Οὐκ εἰδὼς γὰρ εἰς δέον χρήσασθαι τῇ τιμῇ παραπλήσια πείσεται τῷ διαβόλῳ, ὃς ἀφορμὴν ἀλαζονείας καὶ τύφου τὴν δοθεῖσαν αὐτῷ τιμὴν ἐποιήσατο.
Τοῦτον λέγει «παραδοθήσεσθαι ἄρχοντι ἐθνῶν.» Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ Δεσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί· «Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν;» Καὶ ὁ μακάριος Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ταῦτα καὶ Ἡσαί̈ας βοᾷ· «Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ ὁ Πατὴρ πρὸς αὐτόν· «Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ὁ αὐτὸς δὲ προφήτης πάλιν πρὸς αὐτόν· «Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαὶ̈ν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ ἀναβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ,» καὶ τὰ ἑξῆς. Καὶ αὐτὸς δὲ διὰ τοῦ μακαρίου λέγει Δαβίδ· «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι.» Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν μαρτυρίας ταὐτὸ τοῦτο διδασκούσας.
PG 81:1125Τούτῳ τοίνυν παραδεδόσθαι λέγει τὸν κοινὸν ἀλάστορα καὶ πολέμιον, καὶ ὑπὸ τούτου γενέσθαι τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Τούτοις ἐπάγει· Καὶ ἐξέβαλον αὐτὸν ἐγώ . (ιβ.) Καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων . Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγματι πεπιστευκότες, παντελῶς αὐτὸν ἐξωλόθρευσαν, καὶ πρόῤῥιζον αὐτοῦ τὴν τυραννίδα ἀνέσπασαν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἔνθα πρότερον εἶχε τὰ τεμένη καὶ τοὺς βωμοὺς, τὰς τῆς φιλοσοφίας ἱδρυσάμενοι στήλας. «Καὶ ἐν πάσαις ταῖς φάραγξιν ἔπεσον οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς.» Κλάδους δὲ αὐτοῦ καὶ στελέχη τὰ παντοδαπὰ εἰδωλεῖα προσηγόρευσεν, ἐξ αὐτοῦ δεξάμενα τὰς τῆς ἱδρύσεως ἀφορμὰς, ἃ καὶ ἀπὸ τῶν ὀρέων καὶ ἀπὸ τῶν πεδίων φροῦδα παντελῶς διὰ τῶν πάλαι μὲν λοιμῶν, μετὰ δὲ ταῦτα πιστῶν ἐθνῶν, ἀπεφάνθη.
«Καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτοῦ πάντες οἱ λαοὶ τῆς γῆς, καὶ ἠδάφισαν αὐτόν.» Γνόντες γὰρ αὐτοῦ τὴν ἐξαπάτην, οὐ μόνον ἔφυγον αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ ἐδάφους κατήνεγκαν, τὴν Δεσποτικὴν ἐντολὴν πληροῦντες τὴν λέγουσαν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» ιγ. Ἐπὶ τῇ πτώσει αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένετο πάντα τὰ θηρία τοῦ ἀγροῦ . Εἴ τις γὰρ, φησὶ, πτηνὸς, καὶ εἰς οὐρανὸν ἔχων τῆς διανοίας τὸ ὄμμα, εὐφραίνεται θεωρῶν αὐτοῦ τὴν κατάλυσιν, καὶ τῆς ἀσεβείας τὴν γύμνωσιν. Καὶ οἱ πρότερον δὲ θηριώδεις κατὰ τῶν τούτου κλάδων ὁρμήσουσι, καὶ τὰ τῶν εἰδώλων οἰκείαις χερσὶν ἀνασπάσουσι τεμένη· ταῦτα γὰρ στελέχη ὠνόμασεν. ιδ. Ὅπως ἂν μὴ ὑψωθῶσι τῷ μεγέθει αὑτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι, καὶ οὐ μὴ δῶσι τὴν ἀρχὴν αὑτῶν ἐν μέσῳ τῶν νεφελῶν, καὶ μὴ ἱστῶνται ἐν τῷ ὕψει αὑτῶν πρὸς αὐτὸν οἱ πίνοντες ὕδωρ . Ὁ τούτου, φησὶν, ὄλεθρος, καὶ ἡ τῆς δυναστείας αὐτοῦ κατάλυσις, ὄνησις ἔσται τοῖς ἄλλοις, καὶ ἀφορμὴ ἀσφαλείας·
ὁρῶντες γὰρ τὰ τούτῳ συμβάντα, οὐκ ἀνέξονται ὑπὲρ τὴν ἀξίαν φρονήματι χρήσασθαι· οὐδὲ πειραθήσονται ἁρπάσαι ἀρχὴν τὴν μηδαμόθεν προσήκουσαν· ἐφόδιον εἰς τυραννίδα λαμβάνοντες, καθάπερ τινὰ ἀρδείαν, τὴν παρ’ ἐμοῦ χορηγηθεῖσαν αὐτοῖς τιμήν. «Ὅτι πάντες ἐδόθησαν εἰς θάνατον.» Οὐ γὰρ μόνον αὐτὸς ὁ διάβολος, ἀλλὰ καὶ οἱ τῆς τυραννίδος αὐτῷ κοινωνήσαντες δαίμονες, τὴν πανωλεθρίαν ὑπέμειναν. Ἀλλὰ καιρὸς πάλιν ἐπὶ τὴν ἱστορίαν ἐπανελθεῖν· ἱκανὰ γὰρ καὶ τὰ εἰρημένα διδάξαι, ὡς οὐ μόνον περὶ τοῦ Ναβουχοδονόσορ ἐῤῥέθη τὰ εἰρημένα, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος, καὶ τὴν οἰκείαν αὐτὸν ἀλαζονείαν διδάξαντος. Λέγει τοίνυν ὅτι αὐτὸς ὁ Ναβουχοδονόσορ, καὶ οἱ σὺν αὐτῷ θανάτῳ παραδοθήσονται, ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις πεισόμενοι. «Εἰς γῆν βάθους, φησὶν, ἐν μέσῳ υἱῶν ἀνθρώπων ἐπαγομένων εἰς βόθρον.» Τούτοις ἐπάγει· ιε. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐν ᾖ ἡμέρᾳ κατήχθη εἰς ᾅδου, ἐθρήνησεν αὐτὸν ἡ ἄβυςσος, ἐκάλυψε καὶ ἐπέστησε τοὺς ποταμοὺς αὐτῆς, ἐκώλυσε πλῆθος ὕδατος.
PG 81:1127Ἄβυσσον δὲ ἐκάλεσε τὰ ὑπήκοα ἔθνη, συστρατεύοντα μὲν αὐτῷ, θρηνοῦντα δὲ οὐ τὴν ἐκείνου σφαγὴν, ἀλλὰ τὴν οἰκείαν ἧττάν τε καὶ ἀναίρεσιν. Ὅτι γὰρ οὐκ ἐκεῖνον ἐθρήνουν, ἀποχρώντως ἐδήλωσεν εἰρηκώς· Ἐκώλυσε πλῆθος ὕδατος·» τουτέστιν, Οὐκέτι σοι πέμπειν τοὺς φόρους ἀνέξεται. «Ἐσκότασεν ἐπ’ αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ’ αὐτὸν ἐξελύθη.» Λίβανον δὲ οὐ τὸ ὄρος καλεῖ, ἀλλὰ τὴν τῆς βασιλείας πυκνότητα, καὶ ξύλα τοῦ πεδίου, τοὺς ὑπ’ αὐτὸν ἄρχοντας, τοὺς τῶν ὑπάρχων ἐλάττους, καὶ οἷον ἐν πεδίῳ τινὶ πεφυτευμένους. Λέγει δὲ τοὺς σατράπας, τοὺς τοῖς ὑπάρχοις καὶ στρατηγοῖς ὑποκειμένους· τοὺς δὲ ἐν τῷ Λιβάνῳ πεφυτευμένους, τοὺς μείζους ἄρχοντας. Ὥσπερ τοίνυν οὐ Λίβανον τὸν Λίβανον, οὐδὲ πεδίον τὸ πεδίον, οὐδὲ ξύλα τὰ ξύλα νοοῦμεν ἐνταῦθα, οὕτως οὐδὲ παράδεισον τρυφῆς τὸν κληθέντα Θεοῦ παράδεισον, ἀλλ’ ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ, τὰς τῆς οἰκουμένης βασιλείας, ἐπὶ δὲ τοῦ διαβόλου, τὰς νοητὰς καὶ ἀσωμάτους δυνάμεις. ι. Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ, φησὶν, ἐσείσθη τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον . Ἐπ’ ἀμφοτέρων δὲ τοῦτο γεγένηται.
Καὶ γὰρ τοῦ Βαβυλωνίων βασιλέως ἀναιρεθέντος, ἡ φήμη πάντοσε περιδραμοῦσα τὰ ὑπήκοα διετάραξεν ἔθνη· καὶ τοῦ διαβόλου καταλυθέντος ἐσείσθη τὰ ἔθνη, καὶ μετέστη ἐκ τῆς προτέρας ἐξαπάτης, εἰς τὴν τῶν σωτηρίων δογμάτων ἀλήθειαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος σεισμὸν τὴν μετάστασιν προσαγορεύει. Καὶ παρεκάλουν αὐτὸν , φησὶν, ἐν γῇ κατωτάτῃ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλεκτὰ, καὶ τὰ κάλλιστα τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ . (ιζ.) Καὶ γὰρ καὶ αὐτὰ κατηνέχθη μετ’ αὐτοῦ εἰς ᾅδου, σὺν τοῖς τραυματίαις ἀπὸ μαχαίρας. Κατωτάτην δὲ γῆν , καὶ λάκκον , καὶ βόθρον , ἐπὶ μὲν τοῦ Ναβουχοδονόσορ τὸν θάνατον προσαγορεύει· ἐπὶ δὲ τοῦ διαβόλου, τὴν εἰς ἔσχατον ταπείνωσιν. Λέγει τοίνυν, ὅτι τούτων κἀκείνων κοινωνήσουσιν οἱ παραδυναστεύοντες τῆς ἀπωλείας· βασιλείας γὰρ καταλυομένης, ἀνάγκη καὶ τὰς ὑπὸ ταύτῃ τελούσας ἡγεμονίας δέξασθαι τὴν μεταβολήν· τὸ δὲ, «Παρακαλέσουσιν αὐτὸν,» ἀπὸ τῶν παρ’ ἡμῖν συμβαινόντων εἴρηται· πέφυκε γάρ πως ἡ κοινωνία τῶν συμφορῶν προσφέρειν τινὰ τοῖς ἀθυμοῦσι παραψυχήν.
PG 81:1129Οὐ μόνον δὲ, φησὶν, οἱ ὑπ’ αὐτοῦ, οἱ χειροτονηθέντες ἄρχοντες καταλυθήσονται, ἀλλὰ καὶ «Τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὑτῶν ἀπώλοντο.» Ὁ γὰρ Βαλτάσαρ, σπέρμα ὢν καὶ υἱὸς τοῦ Ναβουχοδονόσορ, οὐκ εἰάθη διὰ τὴν πολλὴν ἀσέβειαν εἰς γῆρας ἐλάσαι, ἀλλὰ μεσοῦντος ἤδη τοῦ τοῖς ἀνθρώποις ὡρισμένου χρόνου παρεδόθη σφαγῇ. Ἐπὶ δὲ τοῦ διαβόλου, σπέρμα προσήκει νοεῖν τὴν ὑπ’ αὐτοῦ κατασπαρεῖσαν τῆς ἀσεβείας διδασκαλίαν· ὅτι καὶ αὐτὴ ἄρδην ἀφανισθήσεται, καὶ οἱ ταύτης ὑπερμαχεῖν φιλονεικοῦντες. Εἶτα πρὸς αὐτὸν τρέπει τὸν λόγον. ιη. Τίνι ὡμοιώθης ἐν δυνάμει, καὶ ἐν δόξῃ, καὶ ἐν μεγέθει, ἐν τοῖς ξύλοις τῆς τρυφῆς; Κατάβηθι, καὶ καταβιβάσθητι μετὰ ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος . Ἐπειδὴ γὰρ, φησὶν, οὐκ ἐβουλήθης ὁμοιωθῆναι τοῖς ἅμα σοι φυτευθεῖσι ξύλοις, ἀλλὰ τῷ φυτουργῷ, μετὰ τούτων τῶν ξύλων, τῶν ταὐτά σοι πεφρονηκότων, προστάττω σε ἀποῤῥιφῆναι, καὶ εἰς τὸ τῆς γῆς ἀποῤῥιφῆναι βάθος. Καὶ τοῦτο τοίνυν ἀμφοτέροις ἁρμόττει. Τούτοις ἐπάγει·
«Ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας.» Τὸ δὲ ἀπεριτμήτων , οὐ περὶ τοῦ σώματος, ἀλλὰ περὶ τῆς καρδίας λέγει· οἶδε γὰρ οὐ μόνον ἡ Καινὴ, ἀλλὰ καὶ ἡ Παλαιὰ Γραφὴ, περιτομὴν καρδίας· καὶ τοῦτο διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· «Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίᾳ αὑτῶν.» Ἐπειδὴ τοίνυν τὴν ἀλαζονείαν περιτεμεῖν οὐκ ἠθέλησας, ἀλλ’ ἐναπέμεινέ σοι τὸ τῆς ἀλαζονείας περίττωμα, ταὐτὰ πείσῃ τοῖς ταῦτα δεδρακόσιν. Εἶτα συμπληροῖ τὸ νόημα· «Οὕτω Φαραὼ, καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Ἀδωναὶ̈ Κύριος.» Εἰρηκὼς γὰρ ἄνω· «Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;» καὶ διηγησάμενος τὰ κατὰ τὸν Ἀσσύριον, εἶτ’ οὖν Βαβυλώνιον, ἐπήγαγε τό· «Οὕτω Φαραὼ καὶ πᾶν τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ.» Εἰ γὰρ ἐκεῖνος, φησὶν, ὁ πολλῷ σου μείζων καὶ περιφανέστερος ταῦτα πείσεται, ἀνάμεινον καὶ σὺ τὴν αὐτὴν τιμωρίαν, τὴν αὐτὴν ἔχων ἀσέβειαν.
Chapter 32ΚΕΦΑΛΑΙΟΝ ΛΒ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΛΒ. α, β. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ·
Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες αὐτοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου . Καὶ τούτου πάλιν τὴν ἀλαζονείαν κατηγορεῖ καὶ τύφον, καὶ λέγει αὐτὸν ἐζηλωκέναι τοῦ ἐν τῇ θαλάσσῃ δράκοντος τὴν ὑπερηφανίαν. Ἐδιδάχθημεν δὲ τοῦτον εἶναι τὸν διάβολον, τὸν πάλαι ποτὲ τῶν ἐθνῶν πικρῷ καὶ ἁλμυρῷ ἐνδιαιτηθέντα φρονήματι. Φησὶ δὲ καὶ ὁ Ἡσαί̈ας ἐπάξειν τὸν Θεὸν τὴν μάχαιραν τὴν ἁγίαν ἐπὶ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· λέγει δὲ αὐτὸν ἐπιχειρῆσαι καὶ λέοντι ὁμοιωθῆναι· λέοντα δὲ τῶν ἐθνῶν βασιλεύοντα τὸν Κύριον μεμαθήκαμεν· «Ἀνακλιθεὶς γὰρ, φησὶν, ἀνεπαύσατο, ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; Λέγει τοίνυν· Ὅτι ἐπειράθης ὁμοιωθῆναι τῷ τῶν ἐθνῶν λέοντι, παραπλησίως τῷ δράκοντι τῷ ἐν τῇ θαλάσσῃ, καὶ ἀλαζονικὸν κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἀνεδέξω φρόνημα, θαῤῥῶν τῷ ποταμῷ καὶ ταῖς τούτου διώρυξιν, ὡς μὴ δεόμενος μὴ νέφων, μηδὲ ὑετοῦ, μηδὲ τῆς ἄνωθεν προνοίας καὶ κηδεμονίας, ἀλλὰ τοῖς ποσὶ χρώμενος, καὶ ταράσσων τὸ ὕδωρ, καὶ ὀχετηγῶν εἰς ἀρδείαν· τούτου χάριν, φησί· γ.
PG 81:1131Περιβαλῶ ἐπὶ σὲ δίκτυά μου ἐν ἐκκλησίᾳ λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου . Ἁρμοδίως καὶ μάλα προσφόρως τῷ ποταμῷ ἀγκίστρου καὶ δικτύων ἐμνημόνευσεν· ἡρμήνευσε δὲ καὶ ταῦτα εἰρηκώς· «Ἐν ἐκκλησίᾳ λαῶν πολλῶν.» Οἷον γάρ τινι δικτύῳ, τῇ στρατείᾳ τῶν πολεμίων, καὶ καθάπερ τινὶ ἀγκίστρῳ, τῷ ἐμῷ βουλήματι ἀγρεύσω σε καὶ θηρεύσω σε, δίκην ἰχθύος. δ. Καὶ ἐκτενῶ σε , φησὶν, ἐπὶ τὴν γῆν, καὶ πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω ἐκ μέσου σου πάντα τὰ θηρία τῆς γῆς. Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου τὰ πεδία. Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἐπὶ τῶν ὀρέων, καὶ φάραγγας ἐμπλήσω ἀπὸ σοῦ . Ὅταν, φησὶν, ὑπὸ τῶν πολεμίων ἀγρευθῇς καὶ ἀναιρεθῇς, ἄταφος μενεῖς, καὶ ἐμπλήσεις τὰς τῶν θηρίων καὶ τὰς τῶν ὀρνέων γαστέρας· οἱ δὲ τοῦ αἵματος ὀχετοὶ, καὶ τῆς σηπεδόνος οἱ ἰχῶρες, τούτους γὰρ ἐκάλεσε προχωρήματα, καὶ τὰ πεδία, καὶ τὰ ὄρη πληρώσει. ζ, η. Καὶ κατακαλύψω τὸν οὐρανὸν ἐν τῷ σβεσθῆναί σε, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ· ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φανῇ τὸ φῶς αὑτῆς.
PG 81:1133Πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ συσκοτάσω ἐπὶ σοὶ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Ἀδωναὶ̈ Κύριος. Οὐ φύσει ταῦτα λέγει γεγενῆσθαι, ἀλλὰ τῇ τῶν ἀνιωμένων διαθέσει· οἱ γὰρ ἐν συμφοραῖς ὄντες νυκτὸς ἀφεγγεστέραν τὴν ἡμέραν ὑπολαμβάνουσι· καὶ τοῦτο διδάσκων ἔφη· «Καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου·» οὐκ ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ δέ τις λέγει, καὶ σκότος τῷ ὄντι ἐν τῇ Αἰγύπτῳ γεγενῆσθαι κατὰ τὸν πολέμου καιρὸν, τοῦ Θεοῦ δεικνύντος, ὡς αὐτὸς τοῖς Βαβυλωνίοις εἰς τιμωρίαν τῶν Αἰγυπτίων ἐχρήσατο, τῆς εὐσεβοῦς διανοίας οὐχ ἁμαρτήσεται. θ, ι. Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἀνάγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως. Καὶ στυγνάσει ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ ἐκσπάσαι με ῥομφαίαν μου κατὰ πρόσωπον αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὑτῶν ἀφ’ ἡμέρας πτώσεώς σου . Τῆς αἰχμαλωσίας σου, φησὶ, γινομένης, οἱ μὲν τῆς προτέρας σου μεμνημένοι θρασύτητος ἀνηλεεῖς περὶ σὲ φανήσονται· οἱ δὲ θρηνήσουσι, καὶ ἀνιαθήσονται, ἐκ τῶν συμβεβηκότων σοὶ τὰ καταληψόμενα αὐτοὺς κακὰ τεκμαιρόμενοι.
Εἶτα διδάσκει, ὡς ἥξει μὲν τῶν Βαβυλωνίων ἡ στρατεία ἔχουσα προμάχους ἀριστέας τινάς· τούτους γὰρ ἐκάλεσε γίγαντας . Καὶ ἅτε δὴ τῶν ἐθνῶν ἁπάντων ὄντες ὠμότεροι, δίκας σε, φησὶν, ὦ Αἴγυπτε, τῆς ὑπερηφανίας εἰςπράξονται· ταύτην γὰρ ἐκάλεσεν ὕβριν · ὑβριστὴς γὰρ ὁ ἀλαζών. Λέγει δὲ, ὅτι τὴν μὲν ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληί̈σονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθόλωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶσαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν· καὶ ὅτι παυσάμενοι τοῦ τῇδε κἀκεῖσε μετοχετεύεσθαι αἱ διώρυγες, ὡς ἔλαιον, φησὶ, πορεύσονται, τουτέστιν ἡσύχως καὶ ἡμέρως, οὐδενὸς ἐμποδὼν γινομένου. Ταῦτα δὲ, φησὶν, ἔσται ἐρημίας αὐτὴν καταλαβούσης, καὶ τῶν οἰκητόρων αὐτῆς ἀπαχθέντων δορυαλώτων. «Καὶ γνώσονται, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος.» Τῇ γὰρ πείρᾳ τῶν κακῶν καὶ τὴν οἰκείαν εὐτέλειαν διδαχθήσονται, καὶ τὴν ἐμὴν ἐπιγνώσονται δεσποτείαν. Εἶτα λέγει, ὅτι καὶ ι.
Αἱ θυγατέρες τῶν ἐθνῶν [λέγει δὲ τὰς πόλεις καὶ τὰς κώμας] θρηνήσουσιν αὐτὸν, ἐπ’ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς, θρηνήσουσιν αὐτὸν, λέγει Ἀδωναὶ̈ Κύριος . Οὐ μόνον, φησὶ, τὸ τῶν Αἰγυπτίων ἔθνος, ἀλλὰ καὶ τὸν τούτων θρηνήσουσι βασιλέα αἱ τῶν ἄλλων ἐθνῶν πόλεις, τὴν προτέραν εὐπραξίαν λογιζόμεναι, καὶ τὴν ἐξαπιναίως γενομένην ὁρῶσαι μεταβολήν. ιζ, ιη. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ κλίνων πάρελκε αὐτόν . Τῷ λόγῳ, φησὶ, τῆς προφητείας ἀπὸ τῆς στάσεως αὐτὸν παρακλίνων, καὶ ἀπὸ τῶν βασιλείων θρόνων παράσυρον αὐτὸν, καὶ καταβίβασον. «Καὶ καταβιβάσουσι τὰς θυγατέρας αὐτῆς, τὰ ἔθνη, νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον.» Θυγατέρας πάλιν τὰς πόλεις καὶ τὰς κώμας καλεῖ, ἃς λέγει θανάτῳ παραδοθήσεσθαι· βόθρον γὰρ τὸν θάνατον ὠνόμασεν, ἀπὸ τοῦ τάφου τεθεικὼς τὴν προσηγορίαν. ιθ. Ἐξ ὑδάτων εὐπρεπῶν κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων .
PG 81:1137Ἡ πάλαι, φησὶ, τοῖς ποταμίοις ὕδασιν ἐντρυφήσασα, καὶ ἐκ τῶν ἐκείνοις φυομένων καρπῶν εὐπρέπειαν δεξαμένη, μὴ περιτεμοῦσα δὲ τὴν τῆς καρδίας ἀσέβειαν, τοῖς παραπλησίοις σοι κοινώνησον τῆς σφαγῆς. Εἶτα πάλιν τὰ αὐτὰ εἰρηκὼς ἐπήγαγεν· κα. Καὶ ἐροῦσί σοι οἱ γίγαντες οἱ ἐν βάθει βόθρου· Γίνου· τίνος γὰρ κρείττων εἶ; Κατάβηθι, κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας . Ταῦτα καὶ ὁ μακάριος Ἡσαί̈ας περὶ τοῦ Βαβυλωνίου φησί· «Καὶ ἐροῦσί σοι οἱ ἄρχοντες οἱ ἀπ’ αἰῶνος· Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾄδου ἡ δόξα σου, καὶ ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.» Καὶ ἐνταῦθα δέ φησιν· Ἐροῦσί σοι οἱ ἐν δυνάμει περιφανεῖς γεγενημένοι, καὶ πάλαι τεθνεῶτες· τούτους γὰρ ἐκάλεσε γίγαντας· Γίνου, τουτέστιν, ὁμοίως ἡμῖν νεκρός· τίνος γὰρ κρείττων εἶ, ὅτι πειρᾶσαι εἶναι ἀθάνατος; Κατάβηθι τοίνυν, καὶ δέξαι τοῦ βίου τὸ τέλος, καὶ τοῖς ὅμοιά σοι τετολμηκόσιν ὁμοίαν δέξαι τὴν σφαγήν· εἶτα λέγει τοὺς ἐπισήμους ἐν δυνάμει γεγενημένους. κβ, κγ.
Ἐκεῖ Ἀσσοὺρ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν. Καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ . Τίς, φησὶν, ἐγένετο πολυθρύλλητος, ὡς τῶν Ἀσσυρίων ὁ βασιλεύς; Ἀλλ’ ὅμως, φησὶ, καὶ οὗτος ἐδέξατο τοῦ βίου τὸ τέλος, καὶ πᾶσα αὐτοῦ ἡ στρατεία τῆς τελευτῆς αὐτοῦ κεκοινώνηκε. «Πάντες οἱ τραυματίαι πεπτωκότες μαχαίρᾳ, οἳ ἔδωκαν τὰς ταφὰς αὑτῶν ἐν μηροῖς λάκκου.» Τὸ εἶδος τῶν τάφων οὕτως ὠνόμασε· προμήκεις γὰρ οἱ τάφοι, καὶ μηροῖς ἐοικότες. «Καὶ ἐγενήθη ἐκκλησία περικύκλῳ τῆς ταφῆς αὐτοῦ, πάντες οἱ τραυματίαι πίπτοντες μαχαίρᾳ.» Τῷ βασιλεῖ γὰρ αὐτῶν καὶ αὐτοὶ ὁμοίως ἐδέξαντο τὴν σφαγὴν, καὶ παρὰ τὸ ἐκείνου σῆμα σφαγῇ παρεδόθησαν. Καὶ ταῦτα, φησὶν, ἔπαθον ἄνδρες, «Ἰδόντες τὸν φόβον αὑτῶν ἐπὶ γῆς ζωῆς.» Ἀλλ’ ὅμως ἐκεῖνοι πάντες ἐκδειματοῦντες καὶ δεδιττόμενοι λήψονται, φησὶ, τὸν καταισχυμμὸν αὑτῶν σὺν τοῖς καταγομένοις εἰς βόθρον· γυμνωθέντες γὰρ ἐκείνης τῆς δόξης μετ’ αἰσχύνης καταλύσουσι τὸν βίον, τοῖς ὑπ’ αὐτῶν σφαγεῖσιν ὁμοίως δεχόμενοι τὴν σφαγήν. Εἶτα λέγει κατὰ τὸ ἔθνος τὰ μνήματα. κδ.
Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβεβηκότες ἀπερίτμητοι εἰς γῆς βάθος . Ἔθος ἦν ἐν τοῖς πολέμοις κατὰ τὰ ἔθνη τὰ μνήματα γίγνεσθαι· τοὺς γὰρ οἰκείους συνάγοντες οἱ ὁμόφυλοι μιᾷ παρεδίδοσαν ταφῇ· τοῦτο τοίνυν καὶ ἐνταῦθα δεδήλωκε τὸ Αἰλὰμ ἔθνος πεποιηκέναι· Ἀσσυρίοις δὲ τοῦτο πελάζει. Διδάσκει δὲ ὅτι καὶ ἀπερίτμητοι τὸν θάνατον ἐδέξαντο, οὐδαμῶς τῆς ἀσεβείας ἀπαλλαγέντες. Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν· κε. Ἑκάστῳ περικύκλῳ ἡ ταφὴ αὐτοῦ, πάντων ἀπεριτμήτων τραυματιῶν μαχαίρᾳ . Λέγει δὲ τὰ ἄλλα ἔθνη τὰ ταύτην δεξάμενα τὴν σφαγήν. κ. Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβέλ. Θοβὲλ δὲ καλοῦνται οἱ Ἴβηρες, Μοσὸχ δὲ Καππαδόκαι. Πάλιν δὲ ταὐτὰ εἰρηκὼς, ἃ καὶ περὶ τῶν Αἰλαμιτῶν εἴρηκεν, ἐπήγαγε· κζ. Καὶ ἔθηκαν τὰς μαχαίρας αὑτῶν ὑπὸ τὰς κεφαλὰς αὑτῶν . Περιττὰ γὰρ τὰ ὅπλα, τῶν τούτοις κεχρημένων, ἀνῃρημένων. Λέγει δὲ καὶ τῆς σφαγῆς τὴν αἰτίαν·
«Καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν.» Δίκας, φησὶ, τῆς ἀσεβείας ἐξέτισαν. Εἶτα καὶ τῆς ἀσεβείας τὸ εἶδος παραδηλοῖ· «Ὅτι ἐξεφόβησαν γίγαντες ἐν τῇ ζωῇ αὑτῶν, καὶ φόβος δυναστευόντων ἐγένοντο ἐν τῇ γῆ τῶν ζώντων.» Τοσαύτῃ γὰρ, φησὶν, ἐχρήσαντο ὠμότητι καὶ θρασύτητι, ὡς πᾶσιν ἐπιθεῖναι φόβον, οὐ μόνον τοῖς εὐτελέσιν, ἀλλὰ καὶ τοῖς ἐπὶ ἰσχύϊ καὶ δυναστείᾳ μεγαλοφρονοῦσι. Διὸ, φησὶ, τοῖς ἀναιρεθεῖσιν ὑπὸ σοῦ καὶ τὴν σφαγὴν ἐδέξω παραπλησίαν. Ταῦτα δ’ ὑπέμειναν καὶ τὰ ἄλλα ἔθνη. κθ. Ἐκεῖ γὰρ Ἐδὼμ, καὶ βασιλεῖς αὐτῆς, καὶ πάντες οἱ ἄρχοντες αὐτῆς, οἱ δόντες τὴν ἰσχὺν αὑτῶν εἰς τραύματα μαχαίρας . Τουτέστιν, οἱ τῇ ἰσχύϊ εἰς μιαιφονίαν χρησάμενοι. Καὶ τούτους δὲ δείξας ὁμοίως ἀναιρεθέντας, ὁμοίως ἐπήγαγε· λ. Ἐκεῖ οἱ ἄρχοντες τοῦ βοῤῥᾶ πάντες αὐτοὶ, πάντες οἱ στρατηγοὶ τοῦ Ἀσσοὺρ, οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὑτῶν . «Ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ, ὥς φησιν ὁ θεῖος Δαβίδ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» Τοῦτο καὶ ἐνταῦθα ὁ Θεὸς ἔφη·
PG 81:1139«Οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὐτῶν·» τῷ γὰρ θανάτῳ καὶ ὁ τῆς δυναστείας συγκατελύθη φόβος. «Ἡττηθέντες, φησὶν, ἀπὸ τῆς ἰσχύος αὐτῶν,» τουτέστι, γυμνοὶ καὶ ἔρημοι τῆς ἰσχύος ἐγένοντο. «Αἰσχυνόμενοι ἐκοιμήθησαν ἀπερίτμητοι.» Οὐδὲν γὰρ οὕτως αἰσχύνης ἀναπίμπλησιν, ὡς πονηροῦ συνειδότος κατηγορία. Ἀπεριτμὴτους δὲ πάλιν ἐκάλεσε τοὺς τῆς ἁμαρτίας μὴ περιτέμνοντας τὰ περιττώματα. Εἶτα εἰρηκὼς, ὅτι ἔλαβον τὴν βάσανον αὑτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον, τουτέστι τὴν τιμωρίαν, ἐπήγαγεν· λα, λβ. Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, τραυματίαι μαχαίρας Φαραὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, λέγει Ἀδωναὶ̈ Κύριος· Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Ἀδωναὶ̈ Κύριος . Εἰς ἐκείνους γὰρ, φησὶν, ἀφορῶν ὁ Φαραὼ μείζους γεγενημένους, καὶ λίαν δυνατωτέρους, παραψυχήν τινα λήψεται, καὶ σὺν αὐτῷ οἱ ὑπήκοοι·
δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ’ εἴασε τὴν ψυχὴν ἀπερίτμητον. Οὗ χάριν μετὰ τῶν τοιούτων καὶ αὐτὸς, καὶ οἱ τὰ αὐτὰ αὐτῷ πεφρονηκότες, τῶν ὁμοίως αὐτῷ βεβιωκότων δέξονται τὴν σφαγήν. Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.» Περιτομὴν δὲ καρδίας ἐδιδάχθημεν εἶναι τὴν τῆς ἁμαρτίας ἀφαίρεσιν, καὶ τῶν τῆς διανοίας κακῶν κινημάτων τὴν ἐκτομήν. Καὶ τοῦτο διδάσκων ὁ Δεσπότης ἔλεγεν· «Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ.» Καὶ περὶ χειρὸς δὲ καὶ ποδὸς τὸ αὐτὸ εἴρηκε καὶ προστέθεικε·
«Συμφέρει σοι, ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.» Μέλη δὲ ἐνταῦθα τὰς τῶν μελῶν ἐκάλεσεν ἐνεργείας, ἃς προσήκει περιτέμνειν, καὶ ἐκκόπτειν, καὶ τὸ λογικὸν ἀποκαθαίρειν, καὶ ὅλον τοῖς θείοις νόμοις ἀφιεροῦν τε καὶ καθοσιοῦν. Οὕτω γὰρ τῆς μὲν τοῦ ἐναντίου κοινωνίας ἀλλότριοι γενησόμεθα, τὸν δὲ ἡμέτερον καὶ Δεσπότην καὶ εὐεργέτην ἔνοικον ληψόμεθα, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume XIIIΤΟΜΟΣ ΙΓ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1141ΤΟΜΟΣ ΙΓ. ΚΕΦΑΛΑΙΟΝ ΛΓ. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου . Εὐμενὴς ὢν ὁ Θεὸς, ἑαυτοῦ λαὸν καλεῖ τὸν λαόν· διὰ δὲ τὰς παρανομίας ἀποστρεφόμενος, οὐκέτι τῷ οἰκειώσεως ὀνόματι κέχρηται· τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν. Πρὸ μὲν γὰρ τῆς παρανομίας ἔφη τῷ Φαραώ· «Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ·» μετὰ δὲ τὴν τοῦ μόσχου λατρείαν, λέγει τῷ Μωσεῖ· «Σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησεν ὁ λαός σου.» Οὕτω τοίνυν κἀνταῦθα οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ προφήτου λαὸν καλεῖ τὸν λαόν. Καὶ ἐρεῖς πρὸς αὐτούς·
Γῆ, ἐφ’ ἣν ἂν ἐγὼ ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δώσῃ αὐτὸν ἑαυτοῖς εἰς σκοπόν · (γε.) καὶ ἴδῃ ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ· καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. Ὅτι τῆς φωνῆς τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται. Ῥομφαίαν λέγει τὸν πόλεμον, σκοπὸν δὲ τὸν κατάσκοπον· διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι’ ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελκομένων τὰ λυπηρά. Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γηλόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πεπληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται.
PG 81:1143Διό φησι· «Τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται·» ἑαυτῷ, φησὶ, τὰς αἰτίας τῆς σφαγῆς ἀνατιθέτω. «Οὗτος δὲ, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν ἑαυτοῦ ἐξείλετο.» Ἐὰν δὲ, φησὶ, φυλάξηται, αἴτιος ἑαυτῷ σωτηρίας γενήσεται. 2. Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ μὴ σημάνῃ τῷ λαῷ, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὐτὴ μὲν διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω . Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονηθεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέλησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας· ταῦτα δὲ ἔφη σπουδαιότερον τὸν προφήτην περὶ τὴν τοῦ λόγου διακονίαν ποιῇ. Διὸ ἐπάγει· ζ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξῃς αὐτὸν παρ’ ἐμοῦ . Ὅπερ ἐν τοῖς πολεμίοις, φησὶν, εἴωθε ποιεῖν ὁ κατάσκοπος, τοῦτό σε δρᾷν, ὦ προφῆτα, προσήκει, καὶ τὰ παρ’ ἐμοῦ λεγόμενα μετὰ πάσης προθυμίας διαπορθμεύειν. η. Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ·
Ἁμαρτωλὲ, θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὑτοῦ ἀποθανεῖται· τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω . Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ’ αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπωλείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας· ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ’ ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν. ι. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ οἴκῳ Ἰςραήλ· Οὕτως ἐλαλήσατε λέγοντες· Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα ;
Ἐμοῦ, φησὶ, πάντα ὑπὲρ τῆς τοῦ Ἰσραὴλ σωτηρίας πραγματευομένου, καὶ ἀπαγορεῦσαι αὐτοὺς μὴ βουλομένου, ἀπαγορευτικοῖς αὐτοὶ κέχρηνται λόγοις, καὶ ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ μετανοίας σωτηρίαν, βαρύτατον ἁμαρτημάτων περικεῖσθαι φορτίον λέγοντες, καὶ ἔτι καὶ τήμερον καὶ τῇ πλάνῃ καὶ τῇ παρανομίᾳ κεχρῆσθαι· καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν. ια. Εἰπὲ τοίνυν αὐτοῖς· Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν . Τίς ἂν ἀξίως θαυμάσηται τοῦ Δεσπότου τὴν ἀγαθότητα; ἀγνωμονούμενος γὰρ, καὶ λίαν ἀχαριστούμενος, κήδεται τῶν ἀχαρίστων, καὶ πᾶσαν αὐτῶν ποιεῖται πρόνοιαν, ἰδεῖν αὐτῶν βουλόμενος τὴν μεταβολήν. Διὸ ἐπάγει πατρικὴν καὶ φιλοστοργίας πεπληρωμένην παραίνεσιν· «Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;» Ὁ δὲ διπλασιασμὸς τῆς Ἑβραίων γλώττης ἰδίωμα, δηλοῖ δὲ τῆς ἐπιστροφῆς τὸ γνήσιον. ιβ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου·
PG 81:1145Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ . Πεῖσαι βουλόμενος, ὡς δέχεται τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, ἀπὸ τοῦ ἐναντίου τοῦτο δείκνυσιν. Ὥσπερ γὰρ, φησὶν, εἴ τις τῶν ἐν ἀρετῇ βεβιωκότων ταύτην μὲν καταλείποι τὴν ὁδὸν, τὴν δὲ τῆς κακίας προέλοιτο, ἀνάγκη αὐτὸν εὑρεῖν ἄξιον τῆς ὁδοῦ τὸ τέλος· οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης. ιγιε. Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, ὅτι ζωῇ ζήσει, καὶ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὑτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὑτοῦ ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην· καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ .
Οὔτε, φησὶ, τὸν δίκαιον ὀνήσει ἡ παρ’ ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας· οὔτε τὸν ἁμαρτωλὸν ἡ τῆς τιμωρίας ἀπόφασις καταβλάψει τοῖς τῆς μετανοίας φαρμάκοις βουλόμενον χρήσασθαι, καὶ πάσης μὲν ἀδικίας ἀπαλλαττόμενον, φιλανθρωπίᾳ δὲ πρὸς τὸν πέλας χρώμενον, καὶ ἁπαξαπλῶς τὰ παρ’ ἐμοῦ διηγορευμένα φυλάττειν προαιρούμενον· λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται. Καὶ τὸ πάντων ἐρασμιώτατον ι. Πᾶσαι , φησὶν, αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μνημονευθήσονται αὐτῷ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται . Οὕτω τὴν οἰκείαν ἀγαθότητα δείξας, τοῦ λαοῦ διελέγχει τὸ ἄγνωμον. ιζ Καὶ λέγουσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου, καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. Τοσαύτης, φησὶ, παρ’ ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλλειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς. Καὶ μὴν ἔδει συνιδεῖν αὐτοὺς ἀπὸ τῶν πραγμάτων, ὅτι τὰ μὲν ἐμὰ ἅπαντα καὶ ὀρθὰ καὶ δίκαια, τὰ δὲ σφῶν αὐτῶν διεστραμμένα. Εἶτα τὸ αὐτὸ σαφέστερον κατ’ ἐρώτησιν λέγει· ιη.
PG 81:1147Ἀκούσατε δὲ, οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐκ εὐθεῖα; οὐχὶ αἱ ὁδοὶ ὑμῶν οὐκ εὐθεῖαι; Εἶτα ἐπαναλαμβάνει τὰ εἰρημένα, καί φησιν, ὅτι ὁ δίκαιος τὴν κακίαν προαιρούμενος κολασθήσεται, καὶ ὁ ἁμαρτωλὸς εἰς τὴν δικαιοσύνην ἐπανιὼν σωτηρίας τεύξεται· ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον. Διὸ ἐπήγαγεν· κ. Καὶ τοῦτό ἐστιν ὃ εἴπατε· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου . Ἔπειτα ἀποφαντικῶς· «Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.» Ἱκανὸν δὲ τοῦτο πεῖσαι καὶ τοὺς λίαν ἀδαμαντίνους τὴν τῆς κακίας ἀγαπῆσαι μεταβολήν. κα, κβ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ἱερουσαλὴμ λέγων· Ἑάλω ἡ πόλις. Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ’ ἐμὲ ἑσπέρας πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τοπρωὶ̈, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι . Ὁ Σύρος, «Τῷ ἑνδεκάτῳ ἔτει καὶ τῷ δωδεκάτῳ μηνὶ,» καὶ μᾶλλον ἀκολούθως· τῷ γὰρ ἑνδεκάτῳ ἔτει ἥλω ἡ πόλις.
Λέγει δὲ, ὅτι κατὰ τὸν εἰρημένον χρόνον ἧκέ τις ἀπαγγέλλων τῆς Ἱερουσαλὴμ τὴν ἅλωσιν, προλαβὼν δὲ ὁ Δεσπότης ἀφ’ ἑσπέρας τὸν τῆς προφητείας ἐνέθηκε λόγον· ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομίσαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ’ ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε· πάντων γὰρ μάλιστα τῆς σιγῆς καὶ τῆς λαλιᾶς καιρὸν ὁ Δεσπότης ἐπίσταται. κγ, κδ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ταύτας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγοντες λέγουσιν· Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν . Ἀναλγησίας νοσοῦσιν ὑπερβολήν· μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμωρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν· Εἰ μόνος ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι. Ἔδει δὲ συνιδεῖν καὶ τοῦ Ἀβραὰμ τὴν ἀρετὴν καὶ τὴν οἰκείαν κακίαν, καὶ μὴ πλήθει θαῤῥεῖν, ἀλλὰ δικαιοσύνην ἐπιζητεῖν. Ὅθεν καὶ ὁ Δεσπότης τοῦτον αὐτοῖς προσφέρει τὸν ἔλεγχον· κε, κ.
PG 81:1149Διὰ τοῦτο εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε, καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν αἴρετε εἰς τὰ εἴδωλα ὑμῶν, καὶ αἷμα ἐκχέετε, καὶ τὴν γῆν κληρονομήσετε; Ἔστητε ἐπὶ τῆς ῥομφαίας ὑμῶν, ἐποιήσατε βδελύγματα, καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐμιάνατε, καὶ τὴν γῆν κατακληρονομήσετε ; Τοῖς οἰκείοις, φησὶ, θαῤῥοῦντες ἔργοις ἐλπίζετε τῆς πατρῴας κρατήσειν γῆς· καὶ μὴν παράνομος ὑμῶν ὁ βίος, τὰ γὰρ ἀπηγορευμένα τῷ νόμῳ δρᾶτε· αἷμα μὲν γὰρ ἐσθίετε, ὃ καὶ τῷ Νῶε νομοθετῶν ἀπηγόρευσα, καὶ διὰ Μωσέως ἐκχεῖσθαι ἐπὶ τὴν γῆν προσέταξα· τὴν δὲ τῶν εἰδώλων θεραπείαν περὶ πολλοῦ ποιεῖσθε, μιαιφονίαις τε καὶ μοιχείαις κεχρημένοι διατελεῖτε. Τοιαῦτα τοίνυν τολμῶντες μὴ ἐλπίζετε κληρονομῆσαι τὴν γῆν. κζ, κη. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ζῶ ἐγὼ, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις πεσοῦνται μαχαίρᾳ, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. Καὶ δώσω τὴν γῆν εἰς ἔρημον . Τῶν εἰρημένων ἡ σφαγὶς τὸ, Ζῶ ἐγώ·
λέγει ὅτι καὶ οἱ τὰς τετειχισμένας πόλεις οἰκοῦντες, καὶ οἱ τὰ σπήλαια, καὶ οἱ τοὺς ἐρήμους τόπους, τὰς προειρημένας τίσουσι τιμωρίας. Καὶ τὴν αἰτίαν δεικνὺς ἐπάγει· Καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ παρὰ τὸ μὴ εἶναι διαπορευόμενον . (κθ) Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν . Διὰ πάντων κἀκεῖνοι καὶ ἡμεῖς ἐδιδάχθημεν, παρανομίᾳ συζῶντες, μηδὲ πολλαῖς καὶ ἀριθμοῦ κρείττοσι μυριάσι θαῤῥεῖν· μόνοις δὲ τοῖς τῆς μετανοίας φαρμάκοις, ἃ προλαβὼν ἔδειξεν ὁ Δεσπότης. λ, λα. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λαλήσουσι περὶ σοῦ παρὰ τοὺς τοίχους, καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλήσουσιν ἕκαστος τῷ πλησίον αὑτοῦ, καὶ ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ, λέγοντες· Συνέλθωμεν, καὶ ἀκούσωμεν τί τὸ ῥῆμα τὸ ἐκπορευόμενον παρὰ Κυρίου. Καὶ ἔρχονται πρὸς σὲ, ὡς ἐκπορεύεται λαὸς, καὶ κάθηται ἐνώπιόν σου ὁ λαός μου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ οὐ μὴ ποιήσουσιν αὐτά . Τὰ μὲν οὖν προειρημένα πάντα περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ ἐῤῥέθη·
PG 81:1151ταῦτα δὲ περὶ τῶν αἰχμαλώτων ἤδη γεγενημένων, καὶ τὴν Βαβυλῶνα οἰκούντων, οἳ ἀκούειν μὲν ἐβούλοντο τῶν προφητικῶν λογίων, πείθεσθαι δὲ τοῖς λεγομένοις οὐκ ἔτι, ἀλλ’ ἐν τοῖς ἑαυτῶν συλλόγοις ἀλλήλοις παρακελευόμενοι πρὸς τὸν προφήτην δραμεῖν, καὶ μαθεῖν τὰ ὑπὸ τοῦ Θεοῦ διηγορευμένα, ἀντιλέγοντες διετέλουν· διό φησι «Καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν.» Οὐ συνομολογεῖ, φησὶν, ἡ καρδία τῇ γλώττῃ. «Ὀπίσω γὰρ τῶν μιασμάτων ἡ καρδία αὐτῶν πορεύεται.» Τέρψεως γὰρ μόνης, ἀλλ’ οὐκ ὠφελείας, τὸν λόγον ἀκούουσιν. Ὅθεν ἁρμοδίως ἐπήγαγε· λβ. Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου . Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρουμάτων τὴν μάθησιν· οὕτω καὶ οἱ λόγοι σου, ὦ προφῆτα, τὴν ἀκοὴν αὐτῶν μόνην τέρπουσι, τὴν δὲ ψυχὴν οὐ καταθέλγουσι πονηρίᾳ συζῶσαν. Τοῦτο γὰρ ἐπήγαγεν· «Καὶ ἀκούσονταί σου τοὺς λόγους, καὶ οὐ μὴ ποιήσουσιν αὐτοὺς, διότι ψεῦδος ἐν τῷ στόματι αὐτῶν.» Ἀλλὰ νῦν, φησὶ, μὴ πιστεύοντες, ὅταν ἴδωσι τὴν ἔκβασιν, διὰ τῆς πείρας πιστεύσουσιν. λγ.
Ἡνίκα γὰρ , φησὶν, ἔλθωσιν, ἐροῦσιν· Ἰδοὺ ἥκει, καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὑτῶν . Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πραγμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφητικὴν μαθήσονται δύναμιν. Ἐντεῦθεν ἐπὶ τοὺς ποιμένας μεταφέρει τὸν λόγον· καλεῖ δὲ ποιμένας οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· κατηγορεῖ δὲ αὐτῶν ἀναίδειαν, καὶ ῥᾳθυμίαν, καὶ τὴν τῶν προβάτων προδοσίαν.
Chapter 34ΚΕΦΑΛΑΙΟΝ ΛΔ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ΛΔ. β. Υἱὲ γὰρ , φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· προφήτευσον, καὶ εἰπὲ τοῖς ποιμέσι· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες ; Εἴπατε, φησὶν, ὑμεῖς, τί τοῦ ποιμένος ἴδιον, τὸ ἑαυτὸν νέμειν, ἢ τὰ πρόβατα βόσκειν; γ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε . Τροπικῶς ἅπαντα λέγει. Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρποῦσθε·
ὑμεῖς δὲ, οἱ βασιλεῖς, τὸν δασμὸν λαμβάνοντες καὶ τὸν φόρον, οὐκ ἠρκεῖσθε τούτοις, ἀλλὰ καὶ τοὺς εὐπόρους κατασφάζοντες τὸν τούτων ἐκαρποῦσθε πλοῦτον· οὔτε δὲ οἱ ἱερεῖς ὑμῶν, οὔτε ὑμεῖς τῆς τῶν προβάτων ἐπεμελεῖσθε θεραπείας. Εἶτα κατὰ μέρος αὐτῶν τὴν ἀτοπίαν διηγεῖται. δ. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἀῤῥωστοῦν οὐκ ἰάσασθε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητήσατε (καὶ τὸ πάντων χαλεπώτατον), τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ, καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ. Οὐ γὰρ μόνον τοῖς ἀσθενοῦσι τὴν προσήκουσαν οὐ προσενηνέγκατε θεραπείαν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι πόνους πολλοὺς ἐπεθήκατε. Καὶ τοῦτο διὰ τῶν ἱστοριῶν ῥᾴδιον κατιδεῖν.
PG 81:1153Τοὺς μὲν γὰρ τὰ εἴδωλα προσκυνοῦντας καὶ παρανομίᾳ συζῶντας, ἰατρεύειν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέφειν οὐκ ἠθέλησαν οἱ κακοὶ ποιμένες, τοὺς δὲ θείους προφήτας τὴν ἰσχὺν τῆς ἀρετῆς κεκτημένους αἰκιζόμενοι καὶ καθείργοντες, καὶ μυρίοις ἀλγεινοῖς ὑποβάλλοντες διετέλεσαν καὶ ταῦτα ποιοῦντες ἐπετώθαζον αὐτοῖς, κωμῳδοῦντες τὰ παρ’ αὐτῶν λεγόμενα. Διό φησι· «Καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ·» δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα. ε. Διὰ τούτους , φησὶ, τοὺς κακοὺς ποιμένας διέσπειρα τὰ πρόβατά μου, καὶ ἐγένετο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. Τροπικῶς πάλιν ἐκάλεσε τὰ θηρία , ἐπειδὴ κατὰ ταὐτὸν τὸν λόγον καὶ τὰ πρόβατα προσηγόρευσε. Καλεῖ δὲ θηρία νοητὰ μὲν τοὺς δαίμονας, τῶν ψυχῶν τοὺς ἀλάστορας, αἰσθητὰ δὲ τοὺς πανταχόθεν ἐπελθόντας αὐτοῖς πολεμίους. 2. Καὶ διεσπάρη καὶ ἐπλανήθη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ παντὶ βουνῷ ὑψηλῷ, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη τὰ πρόβατά μου, καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ἐπιστρέφων.
Ὄρη καὶ βουνοὺς καὶ τὰ ἄλλα ὅσα εἴρηκε, τὴν ἐν αὐτοῖς γενομένην τῶν εἰδώλων λατρείαν ἐκάλεσεν· ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων. Οὗ χάριν ἔφη· «Καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀποστρέφων.» Οὕτω τὴν κατηγορίαν ποιησάμενος, ἀπειλεῖ τοῖς ποιμέσι τὴν τιμωρίαν, καί φησιν· Ἐπεὶ διὰ ῥᾳστώνην τε καὶ ἀμέλειαν θηριάλωτα τὰ πρόβατά μου γέγονε, καὶ οὐδεμιᾶς παρ’ ὑμῶν ἐπιμελείας ἢ προνοίας ἀπήλαυσε· μόνης γὰρ τῆς οἰκείας τρυφῆς, καὶ σωματικῆς ἐφροντίσατε θεραπείας· θ, ι. Τούτου χάριν, ὦ ποιμένες, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ καταπαύσω αὐτοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ μὴ ποιμανοῦσιν αὐτὰ ἔτι οἱ ποιμένες· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκέτι ἔσται αὐτοῖς εἰς κατάβρωμα. Διὰ τούτων προεδήλωσε τῶν λόγων, καὶ τῆς βασιλείας τῆς τῶν Ἰουδαίων, καὶ τῆς ἀρχιερωσύνης τὴν παῦλαν.
PG 81:1155Ἐλευθερώσω γὰρ, φησὶ, τὰ πρόβατά μου τῆς κακῆς τούτων ἐπιστασίας, οἳ προνοίας μὲν οὐδεμιᾶς ἠξίωσαν αὐτὰ πώποτε, μόνον δὲ κατεσθίοντες αὐτὰ διετέλουν. Εἶτα διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ὑπισχνεῖται σωτηρίαν. ια, ιβ. Διότι τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά. Ὥσπερ ἐπισκέπτεται ὁ ποιμὴν τὸ ποίμνιον αὑτοῦ ἐν ἡμέρᾳ ὅταν ᾗ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων αὐτοῦ διακεχωρισμένων· οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ῥύσομαι αὐτὰ ἐκ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. Νεφέλην δὲ καὶ γνόφον ἐνταῦθα τὸν τῆς ἀγνοίας ἐκάλεσε ζόφον, ὃς κατὰ τῆς οἰκουμένης ἐκέχυτο πρὸ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως. Λέγει τοίνυν, ὅτι Δίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπισθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω· τοιαύτη δέ ἐστιν ἡ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συναχθεῖσα Ἐκκλησία. Εἶτα διπλῆν ποιεῖται τὴν προφητείαν.
Τὸ μὲν γὰρ φαινόμενον αὐτοῖς μόνοις Ἰουδαίοις ἁρμόττει· τὸ δὲ μυστικόν τε καὶ κεκρυμμένον, πᾶσιν ἀνθρώποις, ἄλλως τε καὶ τύπος τῶν ἡμετέρων τὰ εἰς Ἰουδαίους γεγενημένα· συμβαίνει γὰρ τῇ ἐκείνων ἀνακλήσει, καὶ τῇ τῆς αἰχμαλωσίας ἀπαλλαγῇ, καὶ ἡ ἡμετέρα ἀπὸ τοῦ διαβόλου πρὸς Θεὸν ἐπάνοδος, καὶ τῆς τυραννικῆς ἐκείνης δουλείας ἡ ἐλευθερία. ιγ, ιδ. Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ ποιμανῶ αὐτοὺς ἐπὶ τῶν ὀρέων Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς. Ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς. Καὶ μὴν ἀγαθὸς ὁ νόμος, καὶ ἡ ἐντολὴ κατὰ τὸν Ἀπόστολον ἁγία, καὶ δικαία, καὶ ἀγαθὴ, ἀλλ’ ἑτέραν αὐτοῖς ὑπισχνεῖται νομήν· τὴν γὰρ νομικὴν εἶχον. Τίς δὲ αὕτη ἡ ὑπὲρ τὴν νομικὴν ἀγαθὴ νομή; ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει; Καὶ τοῦτο σαφέστερον δηλῶν·
PG 81:1157«Ἐν τῷ ὄρει, φησὶ, τῷ ὑψηλῷ τοῦ Ἰσραὴλ ἔσται εὐπρέπεια αὐτῶν.» Καὶ μὴν ἐμνημόνευσεν ὀρέων πολλῶν, καὶ φαράγγων, καὶ διαφερόντως ὄρους τινὸς ὑψηλοῦ μνημονεύει, ἐν ᾧ προλέγει τῶν βοσκομένων τὴν ἐσομένην εὐπρέπειαν. Τούτου τοῦ ὄρους καὶ ὁ μακάριος Δαβὶδ μέμνηται, λέγων· «Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.» Εἶτα τοῖς Ἰσραηλιτικοῖς ὄρεσι τούτῳ τῷ ὄρει διαφθονουμένοις φησίν· «Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μάτην, φησὶ, ζηλοτυπεῖτε τοῦτο τὸ ὄρος, ἐπειδὴ ἐν αὐτῷ κατασκηνοῦν ὁ Θεὸς εὐδόκησεν· εἰς τέλος γὰρ τοῦτο ποιήσει. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰρηκώς· Ἱνατί ἐρίζετε ὄρη τετυρωμένα; ὁ δὲ Θεοδοτίων· Ἱνατί δικάζεσθε περὶ τούτου τοῦ ὄρους; καὶ Ἡσαί̈ας βοᾷ, καὶ Μιχαίας ὡσαύτως· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος Κυρίου ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ἥξουσιν ἐπ’ αὐτὸν πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις·
«Οὐ δύναται, φησὶ, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Τὸ ὑψηλὸν τοίνυν καὶ περιφανὲς τῆς εὐαγγελικῆς διδασκαλίας ὄρος κἀνταῦθα ὠνόμασεν, ἐν ᾧ γενήσεσθαι τὴν τῶν προβάτων εὐπρέπειαν ἐπηγγείλατο. Εἶτα ἐπάγει· «Καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ.» Καὶ τοῦτο δὲ ἀντικρὺς ἡμῖν, ἀλλ’ οὐκ Ἰουδαίοις ἁρμόττει· ἐκεῖνοι μὲν γὰρ μίαν ἔσχον μάνδραν, τὸν ἐν Ἱεροσολύμοις ναόν· ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας. Καὶ κοιμηθήσονται, καὶ ἀναπαύσονται ἐκεῖ καὶ ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ . (ιε.) Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει· «Κατατρύφησον γὰρ, φησὶ, τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου· ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ’ ὧν πάλιν νεμόμεθα, ἐπίβασίν τινα δι’ ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος· διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγγελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ’ ἐκείνων μαρτυρουμένην· ἔχομεν δὲ ποιμένα αὐτὸν τὸν Δεσπότην καὶ Κύριον βοῶντα· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Τοῦτο καὶ ἐνταῦθα προαγορεύων ἔφη· «Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου.
Καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος.» Ὑπ’ αὐτοῦ γὰρ ποιμαινόμενοι, καὶ τῆς αὐτοῦ διδασκαλίας οἷον ἐπί τινος χλόης διαναπαυόμενοι, ἐπιγιγνώσκομεν αὐτοῦ τὴν δεσποτείαν. ι. Τάδε λέγει Ἀδωναῖ Κύριος· Τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω · ὡς Παῦλον, καὶ τοὺς κατ’ ἐκεῖνον· «Καὶ τὸ συντετριμμένον καταδήσω·» ὡς τὸν τελώνην, καὶ τὴν πόρνην, καὶ τὸν λῃστὴν, καὶ τοὺς κατ’ ἐκείνους· «Καὶ τὸ ἠσθενηκὸς ἐνισχύσω·» ὡς τὸν Πέτρον ἀρνησάμενον· «Καὶ τὸ πῖον καὶ ἰσχυρὸν φυλάξω·» ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον· «Καὶ ποιμανῶ αὐτὰ μετὰ κρίσεως·» χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ. Οὕτως συμπεράνας τόν τε κατὰ τῶν κακῶν ποιμένων λόγον, καὶ τῆς παρ’ αὐτοῦ γενησομένης ἐπιμελείας τὴν πρόῤῥησιν, ἐπὶ τὰ πρόβατα μεταφέρει τὸν λόγον, διδάσκων, ὡς ἡ τῶν ποιμένων ἀτοπία τοῖς προβάτοις ἀπολογίαν οὐ δίδωσι· λογικὰ γὰρ τὰ πρόβατα, καὶ διάκρισιν ἔχοντα, καὶ τά τε κακὰ φυγεῖν, καὶ προελέσθαι τὰ ἀγαθὰ δυνάμενα. Διό φησι· ιζ. Καὶ ὑμεῖς πρόβατά μου, τάδε λέγει Ἀδωναὶ̈ Κύριος.
PG 81:1159Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων . Ὥςπερ γὰρ, φησὶ, ποιμέσι καὶ προβάτοις δικάζω, οὕτω καὶ τῶν προβάτων ἔσομαι κριτὴς, καὶ τοὺς ἀδικοῦντας κολάσω. ιη, ιθ. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ κατάλοιπον ἐν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου καὶ τὰ καταπατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον ; Πρὸς τοὺς εὐπόρους ὁ λόγος εἰς ἀσωτίαν κατακεχρημένους τῷ πλούτῳ, καὶ μὴ μόνον τὴν χρείαν ἐξ αὐτοῦ καρπουμένους, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ παρόντος ὑπ’ ἐνίων γιγνόμενον. Μαρτυρεῖ δὲ καὶ ἡ τοῦ Λαζάρου παραβολὴ, δείξασα τὸν πλούσιον ἐκεῖνον μηδὲ τῶν ἐκπιπτόντων ἀπὸ τῆς τραπέζης ψιχίων μεταδεδωκότα τῷ πένητι. Τὸ δὲ «Κατεπατεῖτε τὰ κατάλοιπα τοῖς ποσὶ,» τροπικῶς ὡς ἐπὶ προβάτων ἐῤῥέθη, ἐσθιόντων τὴν πόαν, καὶ τὴν λοιπὴν πατούντων, καὶ πρῶτον τὸ ὕδωρ πινόντων, εἶτα τοῖς ποσὶν αὑτῶν καταθολούντων. κ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἰδοὺ ἐγὼ πρὸς ὑμᾶς, καὶ κρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς . Εἶτα λέγει τῶν ἰσχυρῶν τὴν θρασύτητα. κα. Ἐπειδὴ ταῖς πλευραῖς ὑμῶν, καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, πάντα δὲ τὰ ἐκλείποντα ἐξεθλίβετε, ἕως οὗ ἐξώσατε αὐτὰ ἔξω, καὶ διεσπάρη τὰ πρόβατά μου παντὶ παραπορευομένῳ. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐκέτι ἔσται εἰς προνομήν . Πάντα ὡς ἐπὶ προβάτων εἴρηκεν, ὤμους, καὶ κέρατα, καὶ πλευράς· διὰ πάντων δὲ τῶν ἐν δυνάμει τὴν ἄδικον δυναστείαν διήλεγξεν· ὑπισχνεῖται δὲ ὅμως ἀσφάλειαν τοῖς προβάτοις. «Καὶ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ ἀναμέσον κριοῦ πρὸς κριόν.» Δικάσω, φησὶ, καὶ οὐ περιόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι. Εἶτα τῆς κοινῆς πάντων σωτηρίας ἡ ὑπόσχεσις. κγ. Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα, ὃς ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαβὶδ, αὐτὸς ποιμανεῖ αὐτοὺς, καὶ αὐτὸς ἀναπαύσει αὐτοὺς, καὶ ἔσται αὐτῶν ποιμήν . Ἄνω εἰρηκὼς, «Ἐγὼ ποιμανῶ,» ἐνταῦθα τὸν Δαβὶδ αὐτῶν ἔσεσθαι ποιμένα λέγει, ὃν καὶ δοῦλον προσαγορεύει· τίς δὲ οὗτός ἐστιν;
PG 81:1161Ἢ δῆλον, ὡς ὁ Δεσπότης Χριστὸς, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γενόμενος; Διὸ καὶ δοῦλος, ὡς ἄνθρωπος· καὶ τοῦτο δὲ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν ἀξίαν· εἰ γὰρ οἱ εἰς αὐτὸν πεπιστευκότες οὐ δοῦλοι, ἀλλ’ υἱοὶ, πολλῷ μᾶλλον αὐτὸς, δι’ ὃν οἱ δοῦλοι τῆς ἐλευθερίας ἀπήλαυσαν, οὐ δοῦλος, ἀλλ’ υἱός. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ Ἡσαί̈ας δὲ ἐκ προσώπου αὐτοῦ βοᾷ λέγων· «Οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας, δοῦλον ἑαυτῷ συναγαγεῖν τὸν Ἰακώβ· καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ τό· «Ἰακὼβ δὲ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ.» Παρὰ τῷ Ἑβραίῳ, «Ὁ δοῦλός μου» κεῖται. Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ θεῖος εὐαγγελιστὴς εἰς τὸν Κύριον ἡμῶν ἔλαβε Ἰησοῦν. Δοῦλος τοίνυν κέκληται, ὡς ἄνθρωπος, καὶ τοῦτο δὲ, ὡς ἔφην, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν· δούλου γὰρ ἔλαβε μορφήν. Περὶ δὲ τοῦ ἕνα εἶναι τὸν τῶν προβάτων ποιμένα καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη·
«Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Εἶτα ἐπάγει· κδ. Καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν . Καὶ τὸ ἀψευδὲς τῶν εἰρημένων τοῖς ἐπαγομένοις δείκνυσιν. «Ἐγὼ Κύριος ἐλάλησα.» Ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λόγων ἡ τοῦ εἰρηκότος ἀξία. κε. Καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης . Τούτου ὁ Παῦλος ἑρμηνευτής· βοᾷ γὰρ περὶ τοῦ Χριστοῦ· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Τοῦτο δὲ καὶ ἄνω ἔφη· «Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα,» Εἷς γὰρ καὶ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας ποιμαίνει. «Καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.» Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μεταβαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους. «Καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.» Ἀμφότερα ἄκαρπα·
PG 81:1163λέγει δὲ, ὅτι καὶ τὴν ἔρημον τῶν ἐθνῶν καθέξουσί τε καὶ γεωργήσουσι, καὶ ἐν τῷ δρυμῷ τῶν Ἰουδαίων ἀνάπαυσιν ἕξουσι, καὶ θεραπείαν. Καὶ ἄνω δὲ τὴν ἀκαρπίαν τῆς Ἱερουσαλὴμ δεῖξαι θελήσας· «Προφήτευσον γὰρ, υἱὲ ἀνθρώπου, ἐπὶ τὸν δρυμὸν τὸν Ναγέβ·» δηλοῖ δὲ τὸν νότον, ὡς προειρήκαμεν. κ. Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται . Τοιαῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρδείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πιστευόντων ψυχαῖς. Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαί̈ας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι «Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.» κζ. Καὶ τὰ ξύλα τὰ ἐν τῷ ἀγρῷ δώσει τὸν καρπὸν αὑτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὑτῆς . Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν.
«Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν ἐπ’ ἐλπίδι εἰρήνης.» Καὶ οὐκ εἶπεν ἐν εἰρήνῃ , ἀλλ’ ἐν ἐλπίδι εἰρήνης · τούτοις γὰρ εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος ἔφη· «Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ὁ θεῖος δὲ Ἀπόστολός φησιν· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.» Καὶ πάλιν· «Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Εἶτα τὸ πάντων κερδαλεώτατον· Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τοὺς κλοιοὺς τοῦ ζυγοῦ αὐτῶν, καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς . (κη.) Καὶ οὐκ ἔσονται ἔτι εἰς προνομὴν τοῖς ἔθνεσι· καὶ τὰ θηρία τῆς γῆς οὐκ ἔτι οὐ μὴ φάγῃ αὐτούς . Καὶ ἤδη ἔφην, ὅτι διπλῆ ἡ προφητεία· τὸ μὲν γὰρ αὐτοῖς Ἰουδαίοις, τὸ δὲ πᾶσιν ἀνθρώποις ἁρμόττει· καὶ γὰρ Ἰουδαίους ἀπὸ τῆς Βαβυλωνίων ἠλευθέρωσεν αἰχμαλωσίας, καὶ πάντας ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε.
PG 81:1165Κλοιοὺς δὲ ζυγοῦ τὴν τῆς δουλείας ἀνάγκην ἐκάλεσεν· ἔθνη δὲ καὶ θηρία , ἐπὶ μὲν Ἰουδαίων τοὺς θηριώδεις πολεμίους, ἐφ’ ἡμῶν δὲ τὰ διάφορα τῶν δαιμόνων τάγματα, οἳ δίκην θηρίων ἀγρίων ἐπιᾶσι τοῖς ἀνθρώποις. Εἶτα καὶ τὸ ἄμαχον δείκνυσιν ὅπλον, τὴν εἰς αὐτὸν ἐλπίδα φημί. «Καὶ κατοικήσουσιν ἐπ’ ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.» Ἀγαθὸν γὰρ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον· ὁ γὰρ ταύτην ἔχων τὴν ἐλπίδα βοᾷ· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. κθ. Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα . Τοῦτο καὶ ὁ προφήτης Ἡσαί̈ας λέγει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Τοῦτο ἑρμηνεύων ὁ Κύριος ἔφη· «Ἐγώ εἰμι ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα.» Καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων εὑρίσκομεν τὴν νύμφην λέγουσαν· «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν.» Καὶ ἐνταῦθα τοίνυν φησίν·
«Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα·» τουτέστιν ὀνομαστότατον, ἔνδοξον, πολυθρύλλητον. Ἴσως δὲ καὶ ἕτερον ὁ λόγος αἰνίττεται, ὅτι ἐκ τοῦ φυτοῦ τὸ ὄνομα λήψονται· ἀπὸ γὰρ Χριστοῦ Χριστιανοὶ πάντες οἱ εὐσεβεῖς· «Καὶ οὐκέτι ἔσονται ὀλίγοι ἐν ἀριθμῷ ἐν τῇ γῇ.» Τουτέστιν οἱ εὐσεβεῖς· ὀλίγοι γὰρ λίαν ἦσαν πρὸ τῆς Χριστοῦ παρουσίας. «Καὶ οὐκ ἔτι ἔσονται λιμῷ ἀπολλύμενοι ἐπὶ τῆς γῆς.» Πάσης, φησὶ, πνευματικῆς ἀπολαύσονται τροφῆς· λιμὸν γὰρ ἐνταῦθα τοῦ λόγου τὴν στέρησιν ὀνομάζει, ὃν διὰ τῶν προφητῶν ἠπείλησεν ὁ Θεός· «Ἐπάξω γὰρ, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» «Καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν.» Καὶ τοῦτο δὲ πάλιν καὶ ἡμῖν καὶ Ἰουδαίοις ἁρμόττει· ἡμεῖς τε γὰρ εἰς πλῆθος αὐξηθέντες, καὶ τὴν οἰκουμένην ἐμπλήσαντες, οὐκ ἔτι ὑπὸ τῶν ἐν τῇ ἀσεβείᾳ διαμεινάντων ὀνειδιζόμεθα, ἀλλὰ μᾶλλον διαφθονούμεθα, καὶ ζηλοτυπούμεθα· καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτήσαντο φρόνημα. λ. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος .
PG 81:1167Ἀναγκαῖον μνημονεῦσαι τῶν τοῦ Ἀποστόλου ῥημάτων, ὅτι «Οὐ πάντες οἱ ἐξ Ἱερουσαλὴμ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.» Προσθεῖναι δὲ τούτοις προσήκει τοῦ θεσπεσίου Ἰωάννου τοῦ Βαπτιστοῦ τὰ πρὸς τοὺς Φαρισαίους εἰρημένα, ὅτι «Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρηματίζουσι· τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα· καὶ ἐπ’ ἐκείνων δὲ τοῦτο συνέβη μετὰ τὴν ἐπάνοδον, καὶ ἡμῖν κυριώτερον καὶ ἀληθέστερον ἁρμόττει ἡ προφητεία, ὅσῳ οὐ τύπος τὰ ἡμέτερα, ἀλλὰ ἀλήθεια. λα. Καὶ ὑμεῖς πρόβατά μου , φησὶ, καὶ πρόβατα νομῆς μου . Καὶ δεικνὺς, ὅτι οὐ μόνον πρὸς τὸν Ἰσραὴλ ὁ λόγος, ἀλλὰ πρὸς πᾶσαν τῶν ἀνθρώπων φύσιν, ἀναγκαίως προστέθεικεν· «Ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Ἀδωναὶ̈ Κύριος.» Ὑμεῖς μὲν γὰρ τῆς θηριωδίας ἀπαλλαγέντες, τὸ προσῆκον τῶν ἀνθρώπων τῇ φύσει κτήσασθε φρόνημα· ἐγὼ δὲ ὑμῶν ἔσομαι Θεὸς καὶ Κύριος, πᾶσαν ὑμῶν πρόνοιαν καὶ κηδεμονίαν ποιούμενος. Ἡ μὲν οὖν προφητεία ταύτην ἔχει τὴν διάνοιαν.
Ἐγὼ δὲ τὸ μὲν Ἰουδαίους συνήθως ἀνοηταίνειν οὐδὲν ἡγοῦμαι καινὸν, θαυμάζω δὲ τῶν ἡ μετέρων ἐνίους τολμῶντας ἅπαντα εἰς τὸν Ζοροβάβελ λαμβάνειν, καὶ μὴ συνιέντας, ὅτι τῶν εἰρημένων τὰ πλεῖστα ἀντικρύς ἐστιν ἐναντία τῶν ὑπ’ ἐκείνου γεγενημένων· τὸ γάρ· «Διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.» Καί· «Κατοικήσουσιν ἐπ’ ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς, καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα, καὶ οὐκ ἔτι ἔσονται ἀπολλύμενοι ἐν λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν οὐκ ἔτι ὀνειδισμὸν ἐθνῶν·» παντελῶς ἐναντία τῇ περὶ ἐκείνου ἱστορίᾳ ὄντα τυγχάνει. Ἐκεῖνος γὰρ ἐκ τῆς Βαβυλῶνος ἐπανελθὼν, καὶ ἀνοικοδομεῖν ἀρξάμενος τὸν θεῖον νεὼν, ὑπὸ τῶν πλησιοχώρων ἐθνῶν διεκωλύθη τέλος ἐπιθεῖναι τῷ ἔργῳ. Διὸ ἓξ καὶ τεσσαράκοντα διαδραμόντων ἐτῶν, καὶ κατὰ τὴν παλαιὰν ἱστορίαν, καὶ κατὰ τὴν τῶν Εὐαγγελίων μαρτυρίαν, μόνος ὁ νεὼς ἐνεουργήθη·
μετὰ δὲ ἄλλα δύο καὶ ὀγδοήκοντα ἔτη τοὺς περιβόλους ἡ πόλις ἀπέλαβε, Νεεμίου τούτους ἀναστήσαντος ἐν τῷ δευτέρῳ καὶ τριακοστῷ τῆς Ἀρταξέρξου βασιλείας. Διδάσκει δὲ ἡμᾶς ἡ τοῦ Ἔσδρα συγγραφὴ, ὅτι τοσοῦτο δέος τοῖς οἰκοδομοῦσιν ἐπέκειτο, ὡς ἀναγκάζεσθαι σιδηροφοροῦντας οἰκοδομεῖν, καὶ κατὰ ταυτὸν τούς τε λίθους προσφέρειν, καὶ κατὰ τῶν πολεμίων ἀφιέναι τὰ βέλη. Πῶς τοίνυν ἁρμόττει τοῖς τοιούτοις τὸ, «Οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς,» ἢ τὸ, «Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης,» ἢ τὸ, «Οὐκ ἔσονται ὀλίγοι ἐν ἀριθμῶ;» Διδάσκει δὲ ἡμᾶς πάλιν ὁ Ἔσδρας, ὅτι πόνῳ πολλῷ χρησάμενος ὁ Νεεμίας μόγις τοὺς ἱερέας ἀνέπεισε τὴν ἐν τοῖς χωρίοις καταλιπεῖν δίαιταν καὶ τὴν πόλιν οἰκῆσαι· καὶ τὰ ἄλλα δὲ ὁμοίως ῥᾴδιον τοῖς φιλομαθέσι παραθεῖναι τῇ ἱστορίᾳ, καὶ τὴν διαφωνίαν καταμαθεῖν. Οὐκοῦν ἔνια μὲν ἐκείνοις ἁρμόττει, τὰ δὲ πλεῖστα τῇ τῆς οἰκουμένης σωτηρίᾳ.
PG 81:1169Καταλιπόντες τοίνυν Ἰουδαίους ληρεῖν, οἳ εἰς τὴν ψυχὴν μετέθεσαν τῶν τοῦ σώματος ὀφθαλμῶν τῆς οἰκείας μητρὸς, τῆς Λείας, φημὶ, τὴν ἀσθένειαν, καὶ βλέπειν οὐκ ἐθέλουσι τὴν ἀλήθειαν, τοὺς ὁμοπίστους παρακαλοῦμεν, πάντα μὲν δοκιμάζειν, τὸ δὲ καλὸν κατέχειν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ὅπερ ἐπὶ τῶν σιτίων ποιεῖν εἰώθαμεν, τοῦ ἀηδοῦς τὸ ἡδὺ προτιμῶντες, καὶ μέντοι καὶ τοῦ ἡδέος τὸ ἥδιον προαιρούμενοι, τοῦτο καὶ ἐπὶ τῶν θείων λογίων ποιεῖν· νοῦς μὲν γὰρ, ᾗ φησιν ὁ Ἰὼβ, ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται, καὶ ἐν πολλῷ χρόνῳ σοφία εὑρίσκεται, ἐν δὲ μακρῷ καὶ πολλῷ βίῳ ἐπιστήμη· ἀκριβὴς γὰρ ἡ πεῖρα διδάσκαλος, συνεργὸν λαβοῦσα τὴν ἄνωθεν ἀποκάλυψιν· ἧς ἀπολαύοντες, καὶ ὑπὸ τῆς αἴγλης αὐτῆς φωτιζόμενοι, οὔποτε τῆς ἀληθείας διαμάρτοιμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume XIVΤΟΜΟΣ ΙΔ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΜΟΣ ΙΔ. ΚΕΦΑΛΑΙΟΝ ΛΕ. αδ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ’ ὄρους Σηεὶρ, καὶ προφήτευσον ἐπ’ αὐτὸ, καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος·
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε ἔρημον, καὶ ἐρημωθήσῃ. Καὶ ἐν ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ εἰς ἔρημον ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος . Τὸ Σηεὶρ ὄρος τῆς Ἰδουμαίας ἐστὶν, ὡς καὶ ἤδη προειρήκαμεν· οἱ δὲ Ἰδουμαῖοι ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, ἀπεχθῶς λίαν καὶ δυσμενῶς περὶ τοὺς Ἰουδαίους διέκειντο, οὗ χάριν καὶ ταῖς ἐπενεχθείσαις αὐτοῖς ἐφήσθησαν συμφοραῖς· τούτοις ἀπειλεῖ τῶν ὅλων ὁ Θεὸς ἐρημίαν ἐσχάτην. Τὸ δὲ, «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ,» ἐκ μεταφορᾶς τῶν ταῖς χερσὶ παιόντων τέθεικε, τῆς ὀργῆς δεικνὺς τὸ σφοδρόν. Ἴσμεν δὲ ὅμως ἀπαθῆ τὴν θείαν φύσιν, καὶ τοὺς τοιούτους λόγους τῇ τῶν ἀκουόντων δυνάμει μετρουμένους. Οὕτως ἀπειλήσας τὴν τιμωρίαν, ἐπάγει καὶ τὴν αἰτίαν· ε. Ἀντὶ τοῦ γενέσθαι ἐν σοὶ ἔχθραν αἰώνιον, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ, ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ ἐν καιρῷ ἀδικίας ἐπ’ ἐσχάτῳ . Ἐγκαλεῖ τοὺς Ἰδουμαίους μνησικακίαν, καὶ ἐπιβουλὰς κρύβδην κατὰ τοῦ Ἰσραὴλ γεγενημένας. Ταῦτα γὰρ παρεδήλωσεν, εἰρηκώς·
PG 81:1171«Ἐνεκάθισας τῷ οἴκῳ Ἰςραὴλ ἐν δόλῳ ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, τουτέστι, τῶν πολεμίων αὐτοῖς ἐπελθόντων, λόχοις καὶ ἐνέδραις τὰς ὁδοὺς αὐτοῖς ἐπετείχιζες, οὐδὲ φυγεῖν αὐτοῖς ἐπιτρέπων. Οὕτω γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμήνευσαν· «Καὶ συνέκλεισας, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ χεῖρα ῥομφαίας, ἐν καιρῷ θλίψεως αὐτῶν, ἐν καιρῷ ἀνομίας ἔμπροσθέν μου.» Τῆς γὰρ ἀνομίας, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀδικίας τῆς εἰς ἐμὲ γενομένης, τίνοντες, φησὶ, δίκας οἱ τοῦ οἴκου Ἰσραὴλ, ἐπίτασιν ἔσχον τῶν συμφορῶν, τοὺς σοὺς δόλους, καὶ τὰς μετὰ τῶν πολεμίων ἐπιβουλάς. Διδάσκει τοίνυν ἡμᾶς ὁ προφητικὸς λόγος, μηδὲ τοῖς ἁμαρτιῶν ἕνεκεν κολαζομένοις ἐπεμβαίνειν, ἀλλὰ κλαίειν μετὰ κλαιόντων, κατὰ τὴν ἀποστολικὴν νουθεσίαν. 2. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος· ἦ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε· αἷμα γάρ σου ἐμίσησας, τὸ αἷμά σου διώξει σε. Αἷμα δὲ ἐνταῦθα οὐ τὸν πόλεμον, ἀλλὰ τὴν συγγένειαν ὀνομάζει. Ἐπειδὴ γὰρ, φησὶ, τῷ γένει σου πεπολέμηκας, εἰκότως ὑπὸ τούτου πολεμηθήσῃ, καὶ τοὺς συγγενεῖς, οὓς ἐμίσησας, ἐπαναστήσω σοι πολεμίους. Συγγενεῖς δὲ Ἰδουμαίων οἱ Ἰουδαῖοι·
ἐκ δύο γὰρ ἀδελφῶν τὸ γένος κατάγουσιν· οἱ μὲν ἐξ Ἐδὼμ, τοῦ καὶ Ἡσαῦ· οἱ δὲ ἐξ Ἰακὼβ, τοῦ καὶ Ἰσραήλ. ζ. Καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον. Εἶτα λέγει καὶ τῆς ἐρημίας τὸν τρόπον. «Καὶ ἀπολῶ ἀπ’ αὐτοῦ ἄνθρωπον καὶ κτήνη, καὶ παραπορευόμενον καὶ ἀναστρέφοντα.» Ταῦτα δὲ δηλοῖ ἐρημίας ὑπερβολὴν, ὅτι οὐ μόνον οἰκητόρων αὐτὸ γυμνώσει, ἀλλὰ καὶ ὁδιτῶν παριόντων· προλέγει δὲ καὶ τίνι τρόπῳ δαπανήσει τοὺς ἐνοικοῦντας. η, θ. Καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνούς σου, καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου· τετραυματισμένοι γὰρ μαχαίρᾳ πεσοῦνται ἐν σοί. Καὶ ἔρημον αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ, ὅτι ἐγώ εἰμι Κύριος . Πάλιν τὸ «ἔρημον αἰώνιον,» καὶ «οὐ μὴ κατοικηθῶσιν ἔτι,» κατὰ τὸ γραφικὸν ἰδίωμα τέθεικεν. Ἀπὸ τῶν ἤδη τοίνυν ἑρμηνευθέντων ἡμῖν ἐν τῇ ἐρήμῳ τῆς Τύρου καὶ ταῦτα νοήσομεν. Οὕτω τὴν τιμωρίαν ἀπειλήσας, πάλιν τὴν πονηρίαν γυμνοῖ. ι. Διὰ τὸ εἰπεῖν σε· Τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστιν.
PG 81:1173Ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, «Καὶ Κύριος ἐκεῖ εἶ.» Τοῦτο δὲ οὐ μόνον τὴν ἀπληστίαν καὶ τὴν πλεονεξίαν ἐλέγχει, ἀλλὰ καὶ τὴν τῆς ἀσεβείας δείκνυσιν ὑπερβολὴν, καὶ τοῖς τοῦ Σενναχηρεὶμ ἀλαζονικοῖς ἔοικε λόγοις· καὶ γὰρ ἐκεῖνος ἔλεγεν, ὅτι «Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Καὶ οἱ Ἰδουμαῖοι ὡσαύτως ἔλεγον θρασυνόμενοι, ὅτι, «Κἂν ᾖ Κύριος ἐν τῇ Ἱερουσαλὴμ, ἡμεῖς τὰς δύο καθέξομεν χώρας.» Καὶ μὴν ὁ τῶν ὅλων Θεὸς ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, οὐκ εἴασεν αὐτὸν πολεμῆσαι τοῖς Ἰδουμαίοις· «Οὐ πολεμήσεις γὰρ, ἔφη πρὸς αὐτοὺς, ὅτι ἀδελφοί σού εἰσιν.» Διὸ καὶ τῆς ὁδοῦ κωλυθέντες τὸ ὄρος ἐκύκλωσαν, καὶ τὴν ἔρημον, ὡς προςετάχθησαν· καὶ περὶ τῆς γῆς δὲ ἐκείνης ἁπάσης ἔφη τῷ Ἰσραὴλ ὁ Θεός· «Οὐ δώσω σοι αὐτήν· τοῖς γὰρ υἱοῖς Ἡσαῦ δέδωκα αὐτὴν ἐν κλήρῳ.» Ἀλλ’ ὅμως οὐκ ἀρκεσθέντες Ἰδουμαῖοι τοῖς θεοσδότοις ἀγαθοῖς, ἤλπισαν καὶ τὴν Ἰουδαίων κληρονομῆσαι γῆν· ὅθεν εἰκότως ὁ τῶν ὅλων Θεὸς καὶ ἀπειλεῖ τὰς τιμωρίας, καὶ ὅρκῳ βεβαιοῖ τὴν ἀπόφασιν. ια.
Διὰ τοῦτο γὰρ, φησὶ, Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ κατὰ τὸν ζῆλόν σου, ὃν ἐποίησας, ἐκ τοῦ μεμισηκέναι σε ἐν αὐτοῖς . Τοῦ φθόνου, φησὶ, καὶ τῆς δυσμενείας ἄξια πείσῃ. Καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε . (ιβ.) Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος . Τὰς τιμωρίας, φησὶν, ἐπαγαγών σοι δῆλον ἐμαυτόν σοι καταστήσω, ἵνα μὴ νομίσῃς ἑτέρωθέν ποθεν συμβῆναί σοι τὰ λυπηρὰ, μαθὼν δὲ τὴν ἐμὴν δεσποτείαν, ὄνησιν ἀπὸ τῆς γνώσεως λάβῃς. Ἤκουσα τὴν φωνὴν πασῶν τῶν βλασφημιῶν σου, ὧν ἔλεγες περὶ τῶν ὀρέων Ἰσραὴλ, λέγων· Τὰ ὄρη Ἰσραὴλ, τὰ ὑψηλὰ, τὰ αἰώνια, ἔρημα ἡμῖν δέδοται εἰς κατάσχεσιν. (ιγ.) Καὶ ἐμεγαλοῤῥημόνησας ἐπ’ ἐμὲ τῷ στόματί σου, καὶ ἐπλήθυνας ἐπ’ ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα . Τοὺς βλασφήμους λόγους οὐδὲ ἀπομνημονεύειν ἀνέχεται· διδάσκων ἡμᾶς, μηδὲ ἐν διηγήσει τὰς τῶν ἄλλων βλασφημίας διὰ τῆς γλώττης προφέρειν, μεμνῆσθαι δὲ τῆς προφητικῆς φωνῆς, λεγούσης·
PG 81:1175«Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.» Διὰ πάντων δὲ οὐ μόνον αὐτῶν τὴν δυσμένειαν, καὶ τὴν μνησικακίαν ἔδειξεν, ἀλλὰ καὶ τὴν ἀλαζονείαν, καὶ τὴν κατὰ Θεοῦ λύτταν καὶ μανίαν. Ὠφελίμως δὲ λίαν προστέθεικε τὸ, «Ἐπλήθυνας ἐπ’ ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα·» διδάσκων ἡμᾶς, ὡς οὐδέν ἐστι τῶν ὑφ’ ἡμῶν ἢ λεγομένων ἢ πραττομένων, λαθεῖν δυνάμενον τὴν ὀπτικὴν ἢ τὴν ἀκουστικὴν αὐτοῦ δύναμιν. ιδ, ιε. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημόν σε ποιήσω αἰώνιον. Καθὼς ἐπηυφράνθης τῇ κληρονομίᾳ οἴκου Ἰσραὴλ, ὅτι ἠφανίσθη, οὕτω ποιήσω σοι· εἰς ἔρημον ἔσῃ, ὄρος Σηεὶρ, καὶ πᾶσα Ἰδουμαία ἐξαναλωθήσεται, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν. Ἀπαραμύθητον αὐτοῖς ἠπείλησε τιμωρίαν. Πάντων γὰρ, φησὶν, ἐν εἰρήνῃ καὶ θυμηδίᾳ διαγαγόντων, σὲ περιβαλῶ συμφοραῖς, ἵνα μηδὲ ἀπὸ τῆς τῶν κακῶν κοινωνίας ἔχῃς παραψυχήν· ταύτην γὰρ τὴν ψυχαγωγίαν ἔσχεν ὁ Ἰςραὴλ, τοῦ Ναβουχοδονόσορ οὐ μόνον αὐτοῖς ἐπελθόντος, ἀλλὰ καὶ Τυρίοις, καὶ Σιδωνίοις, καὶ Παλαιστινοῖς, καὶ Αἰγυπτίοις· ἀλλ’ ὅμως πρὸς τούτοις ὑπισχνεῖται διὰ τῆς τιμωρίας εὐεργεσίαν·
«Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.» Ὀνησιφόρος τοίνυν ἡ παιδεία, «ἀνοίγουσα, ἡμῶν,» κατὰ τὸν προφήτην Ἡσαί̈αν, «τὰ ὦτα,» καὶ παρασκευάζουσα τὸν οἰκεῖον ἐπιγινώσκειν Δεσπότην, τὸν τύπτοντα καὶ ἰώμενον.
Chapter 30ΚΕΦΑΛΑΙΟΝ Λ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ Λ. αγ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, Ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· ἀνθ’ ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ’ ὑμᾶς· Εὖγε, ἔρημα αἰώνια εἰς κατάσχεσιν ἐγενήθη ἡμῖν· διὰ τοῦτο προφήτευσον, καὶ εἰπέ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀντὶ τοῦ γενέσθαι ὑμᾶς εἰς ἀφανισμὸν πᾶσι τοῖς ἔθνεσι, καὶ ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς ἀπὸ πάντων τῶν κύκλῳ ὑμῶν, τοῦ γενέσθαι ὑμᾶς εἰς κατάσχεσιν πᾶσι τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώττης ἐπὶ χειλέων, καὶ εἰς ὀνειδισμὸν ἔθνεσι . Τὰ σκυθρωπὰ καὶ κατηφῆ τοῖς Ἰδουμαίοις προαγορεύσας, μεταφέρει τὸν λόγον πρὸς τὰ τοῦ Ἰσραὴλ ὄρη, καὶ ἀγαθῶν αὐτοῖς ἐπαγγελίαν προσφέρει, καὶ θαῤῥεῖν παρακελεύεται, ὡς τῶν ὑπὸ τῶν δυσμενῶν εἰρημένων λόγων ψευδῶν ὄντων καὶ ματαίων.
Οὐ γὰρ ἐπὶ πλεῖστον, φησὶν, ἡ ἐρημία μενεῖ, ἀλλ’ ἐλέγξω τῶν γειτνιαζόντων ὑμῖν ἐθνῶν τὰ ὀνείδη, καὶ τὴν καθ’ ὑμῶν αὐτῶν καταπαύσω θρασύτητα, καὶ οὐκέτι τὰς ὑμετέρας διηγήσονται συμφορὰς, τὰ ὑμέτερα θρυλλοῦντες κακά. Τούτοις ἐπάγει· δ. Διὰ τοῦτο ὄρη Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, καὶ ταῖς ἐξηρημωμέναις καὶ ἐξηφανισμέναις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι τοῖς περικύκλῳ αὐτῶν . Ῥᾴδιον ἦν καὶ λίαν εὐπετὲς, πάσῃ τῇ γῇ τοῦ Ἰσραὴλ συντόμως ἐπαγγείλασθαι τὰ ἀγαθὰ, ἀλλὰ κατ’ εἶδος καὶ ὀρῶν, καὶ φαράγγων, καὶ βουνῶν, καὶ πόλεων, καὶ τῶν ἄλλων ἁπάντων μέμνηται, τοὺς διὰ τὴν ἐρημίαν ἀθυμοῦντας ψυχαγωγῶν. ε. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἦ μὴν ἐν πυρὶ ζήλου μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν ἅπασαν, ὅτι ἔδωκαν τὴν κατάσχεσίν μου ἑαυτοῖς εἰς κληρονομίαν μετ’ εὐφροσύνης, ἐξ ὅλης καρδίας ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ .
PG 81:1179Λίαν με, φησὶ, παρώξυνεν ἥ τε τῆς Ἰδουμαίας, καὶ ἡ τῶν ἄλλων ἐθνῶν θρασύτης, ᾗ κατὰ τῆς ἐμῆς ἐχρήσαντο γῆς, τῇ ταύτης εὐφραινόμενοι ἐρημίᾳ, καὶ προσδοκήσαντες ταύτης κρατήσειν, καὶ τὰς ἐν αὐτῇ κατοικούσας αἰχμαλωτεύσειν ψυχάς. Τούτου χάριν τὰς κατ’ αὐτῶν ἐξήνεγκα ψήφους. 2. Προφήτευσον τοίνυν, ὦ προφῆτα, πάλιν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὲ τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξι· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς . ζ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ αἴρω τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν· οὗτοι τὴν ἀτιμίαν αὑτῶν λήψονται . Ὁ καθ’ ὑμῶν, φησὶ, γενόμενος ὀνειδισμὸς παρεσκεύασε τὴν κατὰ τῶν ὀνειδισάντων ἐξενεχθῆναι ψῆφον, καὶ ἐκεῖνοι μὲν τῆς κατ’ ἐμοῦ ἀσεβείας, καὶ τῆς καθ’ ὑμῶν μνησικακίας τε καὶ θρασύτητος δρέψονται τοὺς καρπούς. η. Ὑμῶν δὲ, ὄρη Ἰσραὴλ, τὴν σταφυλὴν, καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου Ἰσραὴλ, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν .
Βεβαιώσω, φησὶ, τοῦ λαοῦ τὴν ἐλπίδα, καὶ ἐμπεδώσω αὐτοῦ τὴν ἀγαθὴν προσδοκίαν, καὶ ἐπανήξει, καὶ τῶν παρ’ ὑμῖν φυομένων ἀπολαύσεται καρπῶν. Τοῖς δὲ ὄρεσι δῆλον ὅτι οὐχ ὡς ἐμψύχοις διαλέγεται· ἄλογα γὰρ καὶ ἄψυχα· τῇ δὲ πρὸς τὰ ἄψυχα διαλέξει παραμυθεῖται τοὺς τούτων οἰκήτορας, τὰ ἀγαθὰ τούτοις ἐπαγγελλόμενος. θια. Ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφ’ ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε. Καὶ πληθυνῶ ἐφ’ ὑμᾶς ἀνθρώπους, πάντα οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ αἱ ἔρημοι οἰκοδομηθήσονται. Καὶ πληθυνῶ ἀνθρώπους ἐφ’ ὑμᾶς, καὶ κτήνη, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται, καὶ κατοικιῶ ἐφ’ ὑμᾶς, ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔτη τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος . Οὐ τὰ ὄρη γνώσονται, ἀλλ’ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες. Ταῦτα δὲ πέρας ἔλαβε μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον· καὶ μαρτυρεῖ τὰ πράγματα· πλήρεις γὰρ τῆς Παλαιστίνης αἱ πόλεις τῶν ἐνοικούντων, ἀνῳκοδόμηνταί τε πᾶσαι, καὶ λαμπρότητι διαπρέπουσιν·
ἐκείνη δὲ μόνη μεμένηκεν ἔρημος, ἐν ᾗ κατὰ τοῦ Δεσπότου καὶ Σωτῆρος λυττήσαντες Ἰουδαῖοι, τὸ κατὰ τὸν σταυρὸν δεδράκασι τόλμημα, πᾶσι μὲν ἀνθρώποις σωτηρίαν, σφίσι δὲ αὐτοῖς ὄλεθρον τεκτηνάμενοι. Τὸ δὲ πάντα τὸν Ἰσραὴλ τῆς ἐπανόδου τυχεῖν, καὶ ὑπέσχετο ὁ Δεσπότης, καὶ τὸν οἰκεῖον πεπλήρωκε λόγον. Παρεσκεύασε γὰρ τὸν Κύρον ἅπασι τὴν ἐπάνοδον ἐπιτρέψαι· οἱ δὲ τὴν συνήθη νοσοῦντες ἀπείθειαν, τοῖς προσταχθεῖσιν ἀντεῖπον, καὶ τῆς οἰκείας τὴν ἀλλοτρίαν προείλοντο. ιγιε. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἀνθ’ ὧν εἶπόν σοι· Γῆ κατεσθίουσα ἀνθρώπους σὺ εἶ, καὶ ἠτεκνωμένη ἀπὸ τοῦ ἔθνους σου ἐγένου. Διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἐφ’ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς δὲ οὐ μὴ ἐνέγκητε ἔτι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνωθήσεται ἔτι, λέγει Ἀδωναὶ̈ Κύριος . Ἐδέξατο ἂν καὶ ταῦτα πέρας, εἰ ἐβουλήθησαν Ἰουδαῖοι· ἐπειδὴ δὲ καθάπερ κύνες λυττῶντες ἐπεμάνησαν τῷ Δεσπότῃ, αὐτοὶ τὴν προφητείαν ἀτέλεστον πεποιήκασι, καὶ οὕτως δὲ τὸ ἀψευδὲς ἡ πρόῤῥησις ἔχει. Προλαβὼν γὰρ ὁ τῶν ὅλων ἔφη Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου·
PG 81:1181«Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν μου τῆς φωνῆς, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.» Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέντων ἀγαθῶν. ιιη. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὑτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὑτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὑτῶν, κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγένετο ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. Καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ’ αὐτούς . Αὐτὰ, φησὶ, τὰ πράγματα μαρτυρεῖ τῷ δικαίῳ τῆς τιμωρίας· οὐ γὰρ μόνα τὰ παντοδαπὰ εἴδωλα θεραπεύοντες διετέλεσαν, ἀλλὰ καὶ πᾶν εἶδος ἐπετήδευσαν παρανομίας, ὡς πάσης βδελυγμίας καὶ μίσους ἀναπλησθῆναι· καὶ ἐπειδὴ κατὰ τὸν νόμον λίαν ἀκάθαρτος ἡ ἀποκαθημένη ἐδόκει, τουτέστιν, ἡ ἐν ῥύσει αἵματος, ἐκείνῳ τῷ περιττώματι τῆς παρανομίας ἀπεικάζει τὴν βδελυγμίαν. Εἶτα πάλιν ἐπιμένων τῇ κατηγορίᾳ·
Ἀνθ’ ὧν ἐξέχεαν , φησὶν, αἷμα ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν ἐμίαναν αὐτήν . (ιθ.) Καὶ διεσκόρπισα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας . Καὶ πάλιν τῆς τιμωρίας τὸ δίκαιον δείκνυσι. «Κατὰ τὴν ὁδὸν αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτῶν ἔκρινα αὐτούς.» Ἐτρύγησαν, φησὶν, ὧν ἐφύτευσαν τοὺς καρπούς. Αἷμα ἐνταῦθα κέκληκεν οὐ μόνον τὰς ἄλλας μιαιφονίας, ἀλλὰ καὶ τὰς τῶν τέκνων θυσίας, ἃς τοῖς ὠμοβόροις καὶ πονηροῖς προσέφερον δαίμοσιν· οὐκ ἠρκέσθησαν γὰρ, φησὶ, ταῖς πρὸ τῆς αἰχμαλωσίας παρανομίαις, ἀλλὰ καὶ δορυάλωτοι γενόμενοι καὶ μέτοικοι, τοῖς αὐτοῖς ἐπέμειναν κακοῖς. κ. Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, εἰς οὓς εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον, ἐν τῷ λέγεσθαι αὐτοῖς, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι . Πονηρίᾳ, φησὶ, συζῶντες βλασφημίας μοι γεγένηνται πρόξενοι. Πρῶτον μὲν γὰρ ὑπέλαβε τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν τούτους ἡττηθῆναι, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι·
ἔπειτα πείρᾳ τὴν πονηρίαν αὐτῶν μεμαθηκότες, κατ’ ἐμοῦ τὴν βλασφημίαν ἐκίνησαν, ὡς τοιούτοις ἐπιτηδεύμασι χαίροντος, καὶ τοὺς οὕτω πονηροὺς ἀνθρώπους οἰκεῖον λαὸν ὀνομάσαντος· ἀλλ’ ὅμως ἐκείνων αὐτῶν προμηθούμενος· κα. Καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσεν ὁ οἶκος Ἰσραὴλ, οὗ εἰσῆλθον ἐκεῖ . Διδάξαι, φησὶν, ἐκείνους βουλόμενος τὴν ἐμὴν ἰσχὺν, τούτους ἀπαλλάξω τῶν ἐπικειμένων κακῶν. κβ, κγ. Διὰ τοῦτο εἰπὲ τῷ οἴκῳ Ἰσραήλ· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, λέγει Ἀδωναὶ̈ Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν . Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῆς σωτηρίας, ἀλλὰ τὰ ἔθνη προσήκει θεραπείας τυχεῖν, ἀφορμὴν τῆς κατ’ ἐμοῦ βλασφημίας παρ’ ὑμῶν εἰληφότα· λυθήσεται δὲ ἡ βλασφημία διὰ τῆς ὑμετέρας σωτηρίας τῆς ἐμῆς δεικνυμένης δυνάμεως.
PG 81:1183Μαθόντες γὰρ, πῶς μου μέγα τὸ ὄνομα, καὶ ἀρκοῦν εἰς τὴν τῶν οἰκειουμένων ἐπικουρίαν, δοξάσουσί μου τὴν δεσποτείαν καὶ ὑμνήσουσι. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ’ ὀφθαλμοὺς αὐτῶν . (κδ.) Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γενεῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν . Τοῦτο πᾶσι τοῖς ἐπανελθοῦσιν ἁρμόττει· οἱ γὰρ ἐπανελθεῖν βουληθέντες ἔτυχον τῆς ἐπανόδου· τὰ δὲ ἐπαγόμενα οὐκ ἔτι πᾶσιν, ἀλλὰ μόνοις τοῖς τῷ εὐαγγελικῷ κηρύγματι πιστεῦσαι προελομένοις. Φησὶ γάρ· κε. Καὶ ῥανῶ εἰς ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθαριῶ ὑμᾶς. Ὕδωρ δὲ καθαρὸν τὸ τῆς παλιγγενεσίας ὠνόμασεν ὕδωρ, ἐν ᾧ βαπτισθέντες τὴν ἄφεσιν τῶν ἁμαρτημάτων ἐλάβομεν. Καὶ τὰ ἐπιφερόμενα δὲ βεβαιοῖ τὰ εἰρημένα. κ. Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν . Διὰ τούτων τὴν τοῦ φρονήματος ἐναλλαγὴν ἐσήμανεν· ἐπὶ γὰρ τὰ ἀμείνω, φησὶ, ῥέψει ὑμῶν ἡ καρδία, οὐκέτι κατὰ τὴν προτέραν συνήθειαν τὴν ἐπὶ τὰ χείρω ῥοπὴν ἔχουσα·
τὸ δὲ δώσω, οὐδαμῶς τῷ αὐτεξουσίῳ λυμαίνεται· λόγοις γὰρ, καὶ ἔργοις, καὶ τοῖς μυρίοις χρησάμενος θαύμασιν, οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντα τὰ ἔθνη τῇ εὐσεβείᾳ προσελθεῖν ἔπεισεν, οὐκ ἠνάγκασεν· ἀλλ’ ὅμως καὶ μὴ ἀναγκάσας, ἀλλὰ πείσας, αὐτὸς λέγει δεδωκέναι ταῖς ψυχαῖς τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν, ὡς αὐτὸς αἴτιος τούτου, δι’ ὧν εἶπέ τε καὶ ἔδρασε, γεγονώς. Καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην . (κζ.) Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν . Οὐδὲ ταῦτα πρὸ τῆς τοῦ Δεσπότου Χριστοῦ παρουσίας ἐγένετο· τρεῖς γὰρ μόνον μετὰ τὴν ἐπάνοδον κατὰ ταυτὸν ἐσχηκότες προφήτας, Ἀγγαῖον, καὶ Ζαχαρίαν, καὶ Μαλαχίαν, μετ’ αὐτοὺς εὐθὺς τῆς προφητικῆς ἐγυμνώθησαν χάριτος· μετὰ δὲ τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπεφοίτησεν ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον, ἐχορηγήθη δὲ δι’ ἐκείνων ἡ χάρις, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς τῶν ἐθνῶν προσελθοῦσι τῇ πίστει.
PG 81:1185Λιθίνην δὲ καρδίαν καλεῖ τὴν ἀντίτυπόν τε καὶ ἀπειθῆ, σαρκίνην δὲ τὴν εὐπειθῆ τε καὶ εὐήκοον, καὶ τῶν θείων γραμμάτων δέξασθαι δυναμένην τοὺς τύπους. «Καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάσσησθε, καὶ ποιῆτε αὐτά.» Τοῦτο δὲ τῆς τοῦ Πνεύματος χάριτος ἴδιον· αὐτὴ γὰρ συνεργοῦσα τῷ ἡμετέρῳ αὐτεξουσίῳ κατορθοῦσθαι παρασκευάζει τὰ εἰρημένα. κη. Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν . Πάλιν ἐπὶ τὸ κοινὸν μετάγει τὸν λόγον, καὶ ἀπὸ τῶν πνευματικῶν ἐπὶ τὰ σωματικὰ μεταφέρει. Καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν . (κθ, λ.) Καὶ καθαριῶ ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφ’ ὑμᾶς λιμόν. Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ἔτι ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν . Οἶδα μὲν οὖν, ὅτι καὶ πνευματικῶς τούτων ἕκαστον ἐκλαβεῖν δυνατόν· ἀλλ’ ὅμως ἡγοῦμαι τὸν προφητικὸν λόγον τὰ σωματικὰ νῦν τοῖς Ἰουδαίοις ὑπισχνεῖσθαι.
Ἐπειδὴ γὰρ ἐρημία πολλὴ κατεῖχε τὸ τηνικαῦτα τὴν γῆν, ὑπισχνεῖται αὐτοῖς τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν ἐντεῦθεν δὲ ἐσομένην ὠφέλειαν προαγορεύει. λα. Καὶ μνησθήσεσθε , φησὶ, τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν περὶ τῶν ἀνομιῶν ὑμῶν, καὶ περὶ τῶν βδελυγμάτων ὑμῶν . Τούτων, φησὶν, ἀπολαύοντες τῶν ἀγαθῶν, καὶ μανθάνοντες, ἡλίκους ἡ δικαιοσύνη φέρει καρποὺς, τῆς προτέρας ἀναμνησθήσεσθε πονηρίας, καὶ τῆς δι’ ἐκείνην ὑμῖν τιμωρίας ἐπενεχθείσης, καὶ μισήσετε σφόδρα τὴν προτέραν παρανομίαν. Τὸ γὰρ Προσοχθιεῖτε ἀντὶ τοῦ βδελύξεσθε τέθεικε. Τοιοῦτόν ἐστι τὸ περὶ τοῦ παρανόμου παρὰ τοῦ Δαβὶδ εἰρημένον· «Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε,» τουτέστι, τὴν κακίαν οὐκ ἐβδελύξατο. Οὕτως ὑποσχόμενος αὐτοῖς τὰ ἀγαθὰ, πάλιν αὐτῶν τὸ φρόνημα ταπεινοῖ, λέγων· λβ. Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος· γνωστὸν ἔστω ὑμῖν, οἶκος Ἰσραήλ . Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ’ ἐγὼ τῇ ἐμῇ φύσει πρέποντα ποιῶ. Εἶτα παραινετικῶς ὁμοῦ καὶ ἐντρεπτικῶς·
«Αἰσχύνθητε, καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ.» Μὴ ἀναλγήτως, φησὶ, μηδὲ ἀναισθήτως φέρετε τὰς παντοδαπὰς ὑμῶν τιμωρίας· ἀλλ’ ὀψὲ γοῦν ποτε εἰς νοῦν λαβόντες τῶν ὑμετέρων ἐπιτηδευμάτων τὴν πονηρίαν, ἐπὶ τοῖς τετολμημένοις ἐρυθριάσατε. λγ, λδ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐν ᾗ ἂν ἡμέρᾳ καθαρίσω ὑμᾶς ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι. Καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀνθ’ ὧν ὅτι ἠφανισμένη ἐγένετο κατ’ ὀφθαλμοὺς παντὸς διοδεύοντος . Ὅταν, φησὶν, ἄφεσιν ὑμῖν τῶν ἁμαρτημάτων χαρίσωμαι, καὶ καθαροὺς ὑμᾶς ἀποφήνω τῇ συγχωρήσει, τηνικαῦτα καὶ ταῖς πόλεσι τὰς οἰκοδομὰς, καὶ τῇ γῇ τὰς φυτουργίας παρέξομαι, καὶ ἀντὶ τῆς προτέρας ἐρημίας, ἣν ἅπαντες ἑώρων οἱ παριόντες, οἰκεῖσθαι παρασκευάσω. λε. Καὶ ἐροῦσιν· Ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγένετο ὡς παράδεισος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι, καὶ ἠφανισμέναι, καὶ κατεσκαμμέναι, ἐν τείχεσιν ὠχυρωμέναι ἐκάθισαν .
PG 81:1187Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στόμασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβόλοις τειχιζομένων. λ. Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῇ κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς κατηρημωμένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. Μαθήσεται δὲ τὰ ἐκ γειτόνων ἔθνη, ὅτι ἐγὼ καὶ τὰ σκυθρωπὰ πρότερον, καὶ νῦν τὰ θυμήρη παρέχω, καὶ τῶν εἰρημένων τὸ βέβαιον ἐκ τῆς τοῦ εἰρηκότος ἀξιοπιστίας. «Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω.» Δεσπότης γὰρ ὢν, καὶ ποιῆσαι δυνάμενος, οἷς εἶπον ἐπιθήσω τὸ πέρας. λζ Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτοῖς. Τὸ ζητηθήσομαι ὁ Σύμμαχος εὑρεθήσομαι ἔφη. Πρὸς ταῖς προτέραις, φησὶν, εὐεργεσίαις, καὶ ταύτην προσθήσω, καὶ τῆς ἀνακλήσεως αὐτοὺς ἀξιώσω. «Καὶ πληθυνῶ αὐτοὺς, ὡς πρόβατα ἅγια.» Ἐπειδὴ γὰρ αὐτοὺς δίκην προβάτων ὑπὸ τὴν ἐμὴν ἀφώρισα κηδεμονίαν, ποιμενικῆς αὐτοῖς ἐπιμελείας μεταδώσω. λη.
Ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων καὶ ἀνθρώπων, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος . Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγενημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερουσαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι’ αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος. Εἰδότες τοίνυν τοῦ ἡμετέρου Δεσπότου καὶ τὴν ἀγαθότητα, καὶ τὴν δύναμιν, ἀγαπήσωμεν δι’ ἐκείνην, φόβον δὲ λάβωμεν διὰ ταύτην ἵνα καὶ ἀγαπῶντες, καὶ δεδιότες, φύλακες αὐτοῦ γενώμεθα τῶν ἐντολῶν, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Volume XVΤΟΜΟΣ ΙΕ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 81:1189ΤΟΜΟΣ ΙΕ. ΚΕΦΑΛΑΙΟΝ ΛΖ. α. Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ Κυρίου . Πάλιν χεῖρα τὴν θείαν ἐνέργειαν ἀποκαλεῖ. «Καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου·» Πνευματικὴ πάλιν ἡ θεωρία·
οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἑώρα τὰ ὑποδεικνύμενα, ἀλλὰ τοῦ παναγίου πνεύματος ἐδέχετο τὴν ἀποκάλυψιν. Καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων· (β.) Καὶ περιήγαγέ με ἐπ’ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου . Τοῖς πράγμασι συμβαινούσας τὰς ἀποκαλύψεις λαμβάνει· ἐπειδὴ γὰρ δι’ ἣν ἐνόσουν ἀπιστίαν τὰς χρηστοτέρας ἀπηγόρευσαν ἐλπίδας οἱ ἐκ τῆς Ἰουδαίας αἰχμάλωτοι γενόμενοι, τὴν οἰκείαν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς ἐπιδείκνυσι δύναμιν, καὶ τὴν πολλῷ τῆς ἀνακλήσεως ἐκείνης δυσκολωτέραν τῶν νεκρῶν σωμάτων ἀνάστασιν ἐπιδείκνυσι τῷ προφήτῃ, καὶ δι’ ἐκείνου πάντα διδάσκει τὸν λαὸν, ὡς πάντα αὐτῷ ῥᾴδια βουλομένῳ. Ἰουδαίους μὲν οὖν καὶ τοὺς ἄλλους Ἰσραηλίτας ἐδίδαξε διὰ τούτου, ὡς εὐπετὲς λίαν τῷ Θεῷ βουλομένῳ εἰς τὴν προτέραν ἐπαναγαγεῖν ἐλευθερίαν τοὺς αἰχμαλώτους γεγενημένους· ἡμῖν δὲ καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς εὐαγγελικὸν κήρυγμα μετὰ πίστεως δεξαμένοις, τῆς τῶν σωμάτων ἡμῶν ἀναστάσεως ἐπιδείκνυσι τὴν εὐκολίαν, καὶ ὅτι τῷ θείῳ λόγῳ καὶ νεύματι τῶν πραγμάτων ἡ φύσις ἀκολουθεῖ. Καὶ εἶπε πρός με · (γ.) Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπον·
PG 81:1191Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα . Οὐκ ἀμφέβαλεν ὁ προφήτης, ἀλλὰ τῆς ἀκριβεστέρας γνώσεως τῷ Θεῷ παρεχώρησεν· εἰδὼς μὲν ἀκριβῶς τοῦ Θεοῦ τὸ δυνατὸν, ἀγνοῶν δὲ τὸ βούλημα. δ. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτά· Τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάξω εἰς ὑμᾶς πνεῦμα ζωῆς. Καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ’ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου ἐφ’ ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος . Ὑπουργῷ τῷ προφήτῃ, καὶ οἷόν τινι ὀργάνῳ τῆς κατὰ τὴν ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νεκροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα. Καὶ ἐγένετο ταῦτα οὐ μόνον τῆς τῶν Ἰουδαίων ἀνακλήσεως, ἀλλὰ καὶ τῆς ἁπάντων ἀναστάσεως τύπος. «Σαλπίσει γὰρ, φησὶν, ὁ θεῖος Ἀπόστολος, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι.» ζ.
Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος, καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγον τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὑτοῦ . Ὁ μὲν προφήτης τῷ θείῳ διακονῶν προστάγματι, τοὺς λόγους οὓς προσετάχθη προςήνεγκεν, ἠκολούθει δὲ τοῖς λόγοις τὸ ἔργον· καὶ ὁ μὲν σεισμὸς τὴν θείαν ἐπιφάνειαν ἐδήλου, ἡ δὲ φωνὴ, τῶν ὑπουργούντων ἀγγέλων τῷ θείῳ βουλήματι τὴν ἐνέργειαν. Τὰ δὲ ὀστᾶ, φησὶν, ἑώρων θέοντα, καὶ τὴν οἰκείαν ἁρμονίαν ἀπολαμβάνοντα, καὶ ἣν ἐξ ἀρχῆς ἔλαβε συνθήκην δεχόμενα. η. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ’ αὐτὰ, καὶ περιεστάθη αὐτοῖς δέρμα ἐπάνωθεν, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς . Ἀκολουθεῖ τῇ προτέρᾳ δημιουργίᾳ ἡ δευτέρα ἀνάκτισις· ὥσπερ γὰρ τοῦ προπάτορος Ἀδὰμ τὸ σῶμα πρότερον διεπλάσθη, εἶθ’ οὕτως ἐνεπνεύσθη αὐτῷ ἡ ψυχή· οὕτω κἀνταῦθα συνῆλθεν ἀμφότερα πρὸς τὴν οἰκείαν ἁρμονίαν. Ἔφυσε δὲ σάρκας καὶ νεῦρα, καὶ ἐκαλύφθη τῷ δέρματι· ἔκειτο δὲ ἄπνοά τινα καὶ ἀκίνητα· ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος. θ. Καὶ εἶπε πρός με·
Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν . Διδάσκει ἡμᾶς ὁ λόγος τῆς θείας δυνάμεως τὴν εὐκολίαν, καὶ ὅτι πάντα ἐν τῇ χειρὶ αὐτοῦ. «Ἐν χειρὶ γὰρ αὐτοῦ, φησὶ, ψυχὴ πάντων τῶν ζώντων.» Διὸ τῷ προφήτῃ παρακελεύεται παρεγγυῆσαι ταῖς ὁπουδήποτε οὔσαις ἐπανελθεῖν ψυχαῖς, καὶ τῶν οἰκείων σωμάτων ἀπολαβεῖν τὴν ἐνοίκησιν. ι. Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὑτῶν, συναγωγὴ πολλὴ σφόδρα . Ἐμοῦ, φησὶ, τὸ θεῖον διαπορθμεύσαντος πρόσταγμα, καὶ ἐζωοποιήθη τὰ συνδεθέντα σώματα, καὶ ἀναστάσεως ἔτυχε, καὶ ἦν, φησὶ, πλῆθος οὐκ ὀλίγον τῶν ἀναστάντων. Οὕτω θεασάμενος τὴν ἀποκάλυψιν, διδάσκεται τὴν ἑρμηνείαν. ια. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Τύπος, φησὶ, τοῦ Ἰσραὴλ ταῦτα, ὦ προφῆτα·
PG 81:1193ἀλλ’ ἐκεῖνοι μὲν τὰ κατὰ σφᾶς αὐτοὺς ἀπηγόρευσαν, ὁ δὲ τύπος ἔδειξε τῶν ἀγαθῶν τὴν ἐλπίδα. ιβιδ. Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἀνοίξω τὰ μνήματα ὑμῶν, λαός μου, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, τὸν λαόν μου. Καὶ δώσω τὸ πνεῦμά μου ἐφ’ ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Ἀδωναὶ̈ Κύριος . Εἰ τὸ πολλῷ, φησὶ, παρ’ ὑμῖν δυσκολώτερον φαινόμενον, εὐπετῶς ὑπ’ ἐμοῦ μάλα γινόμενον ἔδειξα, εὔδηλον, ὡς καὶ τοῦτο ῥᾷον μετὰ πολλῆς ποιήσω τῆς εὐμαρείας, καὶ οἷον ἀπό τινων τάφων τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἐξαγαγὼν ὑμᾶς, εἰς τὴν οἰκείαν ἐπανάξω πατρίδα· τὸ γὰρ ψεῦδος, τῆς ἀληθείας ἀλλότριον. Οὕτω τὴν ἐπάνοδον ὑποσχόμενος, τὴν μετὰ τὴν ἐπάνοδον τῶν φυλῶν προλέγει συμφωνίαν. ιειζ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον μίαν, καὶ γράψον ἐπ’ αὐτὴν τὸν Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ, τοὺς προσκειμένους πρὸς αὐτὸν, καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ ῥάβδον Ἐφραὶ̈μ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτούς. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας ἑαυτῷ εἰς ῥάβδον μίαν, τοῦ δῆσαι αὐτὰς, καὶ ἔσονται ὁμοῦ ἐν τῇ χειρί σου . Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα καθ’ ἑαυτὰς ἐγένοντο, ἐν μιᾷ τῶν τοῦ Ἐφραὶ̈μ πόλεων τῇ Σαμαρείᾳ καταστησάμεναι τὰ βασίλεια, ἡ δὲ τοῦ Ἰούδα ἑαυτῆς ἦρχεν καὶ τῆς τοῦ Βενιαμίν. Ἀλλὰ μετὰ τὴν ἐπάνοδον ὑπὸ μίαν ἐτέλεσαν ἅπαντες ἡγεμονίαν. Διὰ τοῦτο δύο ῥάβδους προσέταξεν ὁ Θεὸς τῷ προφήτῃ λαβεῖν, καὶ τὴν μὲν ἐπιγράψαι τοῦ Ἐφραὶ̈μ, προσθεῖναι δὲ καὶ τὰς ὑπηκόους φυλάς· τὴν δὲ τοῦ Ἰούδα, καὶ τῶν ἐκείνῳ συμφωνούντων. εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέσεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης. Εἶτα παρακελεύεται τῷ προφήτῃ, πυνθανομένῳ τῷ λαῷ, καὶ γνῶναι βουλομένῳ τὴν ἑρμηνείαν, διαῤῥήδην εἰπεῖν·
PG 81:1195«Ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφραὶ̈μ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτὰς ὑπὸ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ἰούδα.» Τοὺς πάλαι, φησὶν, ἀποσχοινίσαντας ἑαυτοὺς τῆς τοῦ Ἰούδα βασιλείας παρασκευάσω πάλιν τὴν ἐκείνου ἐπιγνῶναι ἡγεμονίαν, καὶ παύσω μὲν τὴν γενομένην διαίρεσιν, συμφώνως δὲ ἁπάσας τὰς φυλὰς ὑπακούειν τῷ Ἰούδᾳ ποιήσω. Καὶ τὸ αὐτὸ πάλιν ἑρμηνεύει σαφέστερον. Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ . (β.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐτῶν εἰς βασιλέα . Ταῦτα πέρατος τετύχηκε, τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ, ἀκριβῶς δὲ καὶ ἀληθῶς ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· οὐδὲ γὰρ βασιλεὺς ὁ Ζοροβάβελ, ἀλλὰ δημαγωγὸς καὶ στρατηγὸς ἐγένετο. Καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν ἔτι εἰς δύο βασιλεῖς . (κγ, κδ.) Ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν τοῖς προσοχθίσμασιν αὑτῶν, καὶ ἐν πάσαις ταῖς ἀσεβείαις αὑτῶν·
καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πᾶσιν αὐτοῖς . Τούτοις ἁρμόττει καὶ τὰ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὑπὸ τοῦ Δεσπότου Χριστοῦ εἰρημένα· «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Δαβὶδ δὲ λέγει τὸν Δεσπότην Χριστὸν, ὡς ἐκ Δαβὶδ κατὰ σάρκα τὸ γένος κατάγοντα· δοῦλον δὲ, διὰ τὴν ἀνθρωπείαν φύσιν· ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν. Ἵνα τοίνυν τὴν ληφθεῖσαν δείξῃ φύσιν, δοῦλον προσηγόρευσε, τουτέστιν, ἐκ δουλικῆς κατὰ σάρκα γεγένηται φύσεως. Οὐ γὰρ δοῦλος ὁ Μονογενὴς, ὁ τῶν ἁπάντων Δεσπότης· οὔτε γὰρ ᾗ Θεὸς Δαβὶδ ὀνομάζεται· ἀλλ’ ᾗ ἐκ Δαβὶδ, Δαβὶδ προςαγορεύεται, κατὰ τὴν πρόσληψιν δὲ δοῦλος. Εἰ δὲ καὶ ἐκ δούλου ταύτην ἀνέλαβε τὴν φύσιν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, οὐκ ἀποβαλὼν ὃ ἦν, ἀλλὰ τῇ πρὸς τὴν θείαν φύσιν ἑνώσει τὸ ἡμέτερον δοξάσας.
Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς σβεσθήσεται μὲν ἡ ἀσέβεια καὶ ἡ περὶ τὰ εἴδωλα πλάνη, τέλος δὲ λήψεται τῶν βασιλειῶν ἡ διαίρεσις, καὶ εἰς μίαν τελοῦντες ἡγεμονίαν, καὶ ὑφ’ ἑνὸς ποιμαινόμενοι ποιμένος, τὸν ἑαυτῶν ἐπιγνώσονται Θεόν τε καὶ Δεσπότην. Καὶ ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά. (κε) Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἣν ἔδωκα τῷ δούλῳ μου Ἰακὼβ, ἐν ᾗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν ἕως αἰῶνος· καὶ Δαβὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα . Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίς ὁ αἰώνιος αὐτῶν βασιλεὺς Δαβὶδ προσαγορευόμενος. Ὅτι μὲν γὰρ οὐδαμῶς τῷ Ζοροβάβελ ἁρμόττουσιν αἱ τοιαῦται προςηγορίαι, καὶ αὐτοὶ ἂν συμφαίησαν· πρῶτον μὲν γὰρ οὐδὲ βασιλεύων, ἀλλὰ δημαγωγῶν διετέλεσε· ἔπειτα δὲ καὶ αὐτὴ ἐκείνη ἡ ἡγεμονία τῷ θανάτῳ διελύθη. Εἰ δὲ εἰς τὸ Δαβιδικὸν γένος τὸν αἰώνιον τοῦτον λαμβάνουσι Δαβὶδ, δειξάτωσαν τοῦ Δαβὶδ βασιλεῦον τὸ γένος·
PG 81:1197εἰ δὲ πρὸς τῇ βασιλείᾳ καὶ αὐτὸ τοῦ Δαβὶδ τὸ γένος ἄδηλον, ἐπὶ τοῦ παρόντος δυοῖν θάτερον ἀνάγκη, ἢ ψευδῆ τὴν προφητείαν ὑπολαβεῖν, ἢ τοῦ Δεσπότου Χριστοῦ τοῦ ἐκ Δαβὶδ κατὰ σάρκα προσκυνῆσαι τὴν βασιλείαν. Ὅτι δὲ ἀψευδὴς ἡ προφητεία, καὶ αὐτοὶ συνομολογήσαιεν· εἰ δὲ ἀψευδὴς, ὡσπεροῦν ἀψευδὴς, καὶ οὐχ ὁρῶμεν ἑτέραν Ἰουδαίων βασιλείαν, οὔτε μὴν αὐτὸ τοῦ Δαβὶδ τὸ γένος δῆλον ὑπάρχει καὶ γνώριμον· κρατεῖ δὲ, ὡς ἐκ Δαβὶδ μὲν κατὰ σάρκα, Υἱὸς δὲ Θεοῦ κατὰ τὴν θεότητα, καὶ αἰώνιον ἔχει τὸ κράτος· δήλη καὶ σαφὴς καὶ ἡ ἐκείνων ἐμβροντησία καὶ ἀπιστία, καὶ ἡ ἡμετέρα θεογνωσία. Βεβαιοῖ γὰρ τὰ εἰρημένα καὶ τὰ ἐπαγόμενα. Φησὶ γάρ· κ. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰώνιος ἔσται μετ’ αὐτῶν . Δειξάτωσαν τοίνυν ἡμῖν ἢ τὴν τῆς εἰρήνης διαθήκην, ἢ τὴν αἰώνιον· ἀλλ’ οὐκ ἂν ἔχοιεν· ἐστέρηνται γὰρ ἑκατέρας, ἡμῖν δὲ ἀμφοτέρας ἔδωκεν ὁ Δεσπότης· τά τε γὰρ αἰώνια ἡμῖν ὑπέσχετο ἀγαθὰ, καὶ τὰς πρὸς αὐτὸν ἡμῖν καταλλαγὰς ἐχαρίσατο. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν «Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.
Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν συμβαίνει τοῖς εἰρημένοις. Καὶ τάξω αὐτοὺς , φησὶ, καὶ πληθυνῶ αὐτοὺς, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. (κζ.) Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός . Καὶ μὴν ἔρημος ὁ νεὼς, καὶ τὰ πάλαι ἅγια. Πῶς τοίνυν ὑπέσχετο θήσειν τὰ ἅγια αὑτοῦ ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα καὶ τὴν κατασκήνωσιν αὑτοῦ ἐν αὐτοῖς; Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολούθως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν· ἔχομεν γὰρ καὶ τῶν πραγμάτων συνομολογοῦσαν τὴν μαρτυρίαν. Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι, ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη· οὐ μόνον δὲ τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσι, καὶ εἷς καὶ ὁ αὐτὸς καὶ τούτων κἀκείνων χρηματίζει Θεός· «Ὁ γὰρ αὐτὸς, φησὶ, Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Εἰκότως ἐπήγαγε· κη. Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα .
PG 81:1199Τῷ ὄντι γὰρ διὰ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων καὶ τὰ ἔθνη τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς· ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ πρῶτοι τῶν ἀποστόλων μαθηταὶ, καὶ ἐκ τῶν παρὰ Ἰουδαίοις φυλαττομένων προφητικῶν βίβλων τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ μανθάνοντα τὰ ἔθνη, πεπίστευκε τῷ θείῳ κηρύγματι. Οὗ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἐγκεντρίζεσθαι ἔφη τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐν τῇ τῶν Ἰουδαίων εὐσεβεῖ ῥίζῃ, καὶ ἀποκλᾶσθαι, καὶ τῆς ῥίζης ταύτης χωρίζεσθαι τοὺς ἐξ Ἰουδαίων ἀπιστοῦντας. Τῆς σωτηρίας τοίνυν, φησὶ, πρώτοις Ἰουδαίοις χορηγουμένης γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς· ἐξ Ἰουδαίων γὰρ ὁ Δεσπότης Χριστὸς κατὰ τὴν σάρκα, παρὰ Ἰουδαίοις ὁ σταυρὸς, ὁ τάφος, ἡ ἀνάστασις· ἐξ Ἰουδαίων οἱ ἀπόστολοι, καὶ οἱ πρῶτοι κήρυκες. Εἰκότως τοίνυν τὰ ἔθνη διὰ τούτων ἀπολαύει τῆς σωτηρίας.
Chapter 38ΚΕΦΑΛ. ΛΗ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΛΗ. α, β. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ, καὶ Θοβέλ. Γὼγ καὶ Μαγὼγ Σκυθικὰ ἔθνη· Μοσὸχ δὲ Καππαδόκας εἶναί φασι, καὶ Θοβὲλ Ἴβηρας·
τὸ δὲ Ῥὼς ἡ Ἑβραίων φωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ ὁ Ἀκύλας δὲ κεφαλὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε. γ, δ. Καὶ εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβέλ. Καὶ περιστρέψω σε κυκλόθεν, καὶ δώσω χαλινὸν εἰς τὴν σιαγόνα σου, καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή· πέλτας καὶ περικεφαλαίας, καὶ μαχαίρας, καὶ ἀσπίδας πάντες αὐτοὶ ἔχοντες . Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνεται, ἀλλ’ ἢ οἰκονομοῦντος ἐπ’ ἀγαθῷ, ἢ συγχωροῦντος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας ἁμαρτίας. Τὸ τοίνυν, «Δώσω χαλινὸν εἰς τὰς σιαγόνας σου, καὶ συνάξω σε,» οὐ χαλινὸν αἰσθητὸν νοοῦμεν ἐμβαλλόμενον, ἀλλὰ τῷ θείῳ νεύματι ἀγόμενον τόν τε Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν αὐτῷ πάντας, ὧν καταλέγει τὰ γένη. ε. Πέρσαι γὰρ , φησὶ, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ Φοὺτ μετ’ αὐτῶν . Εἶς δὲ καὶ οὗτος τῶν τοῦ Χὰμ υἱέων, τῶν ἑσπερίων Λιβύων προπάτωρ γενόμενος.
PG 81:1201«Πάντες περικεφαλαίαις καὶ πέλταις.» Πάντες οὗτοι ἀσπίδας, καὶ περικεφαλαίας, καὶ πέλτας ἔχοντες. 2. Γομὲρ, καὶ πάντες οὗτοι περὶ αὐτόν . Τοὺς Γαλάτας οὕτω καλεῖ. Οἶκος τοῦ Θογαρμά. Φρύγας τούτους εἶναί φησιν· «Ἀπ’ ἐσχάτου βοῤῥᾶ, καὶ πάντα τὰ ὑποστηρίγματα αὐτοῦ, καὶ ἔθνη πολλὰ μετ’ αὐτοῦ.» Ὑποστηρίγματα λέγει τοὺς ὑπηκόους, τοὺς τὴν βασιλείαν ὑπερείδοντάς τε καὶ ἀνορθοῦντας. ζ, η. Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν, σὺ καὶ πᾶσα ἡ συναγωγή σου, ἡ ἐπισυνηγμένη πρὸς σὲ, καὶ ἔσῃ μοι εἰς προφυλακήν. Ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἐπ’ ἐσχάτου τῶν ἐτῶν ἥξεις εἰς τὴν γῆν, τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένη ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου . Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, φασὶν οἱ κατὰ καιρὸν γενόμενοι τῆς Ἐκκλησίας διδάσκαλοι, ταῦτα τὰ ἔθνη ἐπιστρατεῦσαι τῇ Ἰουδαίᾳ· καὶ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία. Λέγει γάρ· «Ἥξεις εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας,» τουτέστι, τὴν τῶν πολεμίων ἀπαλλαγεῖσαν, καὶ τῆς αἰχμαλωσίας ἐλευθερωθεῖσαν. Καὶ ἐπάγει·
«Ἠθροισμένη ἀπὸ λαῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου.» Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι. Οὐδὲ γὰρ ηὐπόρουν χρημάτων ἄνδρες πένητες καὶ αἰχμάλωτοι· εἰκὸς δὲ καὶ τοὺς πλησιοχώρους, τῇ τῶν Ἰουδαίων εὐπραξίᾳ φθονοῦντας, ταῦτα κατ’ αὐτῶν μισθώσασθαι τὰ ἔθνη· ὅτι γὰρ διεκώλυσαν τὴν οἰκοδομίαν, ποτὲ μὲν τοὺς ὑπάρχους, ποτὲ δὲ τοὺς Περσῶν βασιλέας ἐξαπατῶντες, μάρτυς ἡ τοῦ Ἔσδρα συγγραφή. Τούτοις ἐπάγει· «Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ’ εἰρήνης πάντες αὐτοί.» Καὶ ἐκ τούτων δῆλον, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τῶν ἐθνῶν τούτων ἐγένετο ἔφοδος· λέγει γὰρ, ὅτι· Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ’ εἰρήνης . (θ.) Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς καταιγὶς καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν· καὶ πεσῇ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ . Ἕτερα, φησὶ προσδοκῶν, ἕτερα πείσῃ, καὶ ἐλπίζων νίκην ὀλέθρῳ παραδοθείσῃ. Εἶτα αὐτοῦ καὶ τοὺς διαλογισμοὺς διαγράφει. ιιβ.
PG 81:1203Ἀναβήσονται , φησὶ, λογισμοὶ ἐπὶ τὴν καρδίαν σου, καὶ συλλογιῇ πονηροὺς λογισμοὺς, καὶ ἐρεῖς· Ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην. Ἥξω ἐπὶ ἡσυχάζοντας λαοὺς ἐν ἡσυχίᾳ κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ θύραι. Οὐδὲ μοχλοὶ τοῦ σκυλεῦσαι σκῦλα, καὶ προνομεῦσαι προνομὴν αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά μου ἐπὶ γῆν ἠρημωμένην. ἣ κατῳκίσθη, ἐπὶ ἔθνος συνηγμένον ἀπὸ λαῶν πολλῶν, πεποιηκότες κτῆσιν καὶ ὕπαρξιν κατοικούντων ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς . Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰουδαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφητείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προειρημένα ἔθνη· ἐπίσημος δὲ ἐγεγόνει μετὰ τὴν ἐπάνοδον ὁ Ἰσραηλίτης λαὸς, ἐκ θείας ἐνεργείας τῆς ἐπανόδου τυχών· καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν· οὗ χάριν καὶ ἐπιστρατεῦσαι αὐτοῖς ταῦτα τετόλμηκε τὰ ἔθνη. Καὶ μηδεὶς οἰέσθω ἀπίθανον τὴν προφητείαν, λογιζόμενος τὸ μεταξὺ διάστημα τῶν Σκυθικῶν ἐθνῶν, καὶ τῆς Ἰουδαίας.
Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε. Φρύγας δὲ καὶ Γαλάτας, Ἴβηράς τε καὶ Πέρσας, καὶ Αἰθίοπας, οὐχ ὡς ὑπακούοντας αὐτῷ λέγει συστρατεύεσθαι, ἀλλ’ ὡς διαφόρως ἀναμιγέντας αὐτῷ, καὶ τοὺς μὲν αὐτομολήσαντας καὶ ἑκοντὶ στρατευσαμένους, τοὺς δὲ δορυαλώτους γενομένους, καὶ συμπολεμεῖν ἀναγκαζομένους. Τούτοις ὁ θεῖος λόγος καὶ ἠθοποιίαν προςτίθησιν ἐκ προσώπου τῶν ἄλλων ἐθνῶν. ιγ. Σαβὰ γὰρ , φησὶ, καὶ Δαιδὰν, οἱ ἔμποροι Θαρσεῖς, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσι σοι· Ἆρα εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα; Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυλεῦσαι σκῦλα μεγάλα. Σαβὰ δὲ, ὡς ἤδη ἔφην, ἔθνος ἐστὶν Αἰθιοπικὸν καὶ Ἰνδικόν· ἡ δὲ Δαιδὰν πλησιόχωρος τῆς Ἰδουμαίας· ἔστι δὲ καὶ ἄλλη Αἰθιοπική· Θαρσεῖς δὲ ἡ Καρχηδών. Ταῦτα, φησὶν, ἅπαντα τὰ ἔθνη, ὁρῶντά σου τὴν ἐπανάστασιν, γνώσονται ὅτι χρημάτων ἐρῶν τὴν στρατείαν ἐποιήσω ταύτην. ιδι. Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ Γώγ·
PG 81:1205Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Οὐχὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου τὸν Ἰσραὴλ ἐπ’ εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ; Καὶ ἥξεις ἀπὸ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βοῤῥᾶ, σὺ καὶ πολλὰ ἔθνη μετὰ σοῦ· ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη, καὶ δύναμις πολλή. Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, ὡς νεφέλη, καλύψαι γῆν; Ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται · τουτέστι, μετὰ τὴν ἐπάνοδον τοῦ Ἰσραήλ· τοῦτο γὰρ καὶ ἄνω ἔφη· «Ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπ’ εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ.» Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ μακαρίου Μωσέως εἰρημένον· «Δείξω αὐτοῖς, τί ἔσται ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν.» Καὶ καλεῖ τὸ ἔσχατον τῶν ἡμερῶν , οὐ τὴν συντέλειαν, ἀλλὰ τὸν καιρὸν, ἐν ᾧ γέγονεν αὐτῶν ἡ διασπορά. «Καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῷ με πάντα τὰ ἔθνη ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν, ὦ Γώγ.» Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ γὰρ τοῦ Δεσπότου Χριστοῦ τὴν ἐπίγνωσιν ταύτην ἐδέξατο. Πάλαι δὲ, πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, τῶν τοιούτων ἐδεῖτο θαυμάτων.
Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν. Διὸ καὶ ὁ μακάριος βοᾷ Δαβίδ· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν. Διό φησιν· «Ἵνα γνῷ με πάντα τὰ ἔθνη, ἐν τῷ ἁγιασθῆναί με ἐν σοί.» Τουτέστιν, Ἐν τῷ δοξασθῆναί με δήλης μου τῆς δυνάμεως γενομένης. ιζ. Τάδε λέγει Ἀδωναὶ̈ Κύριος τῷ Γώγ· Σὺ εἶ, περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, τῶν προφητευσάντων ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ’ αὐτούς . Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπισαν. Ὠσηὲ μὲν γὰρ λέγει· «Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς·
PG 81:1207καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπ’ ἐλπίδι.» Καὶ Ἰωὴλ δὲ, «Ἰδοὺ, φησὶν, ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρονομίας μου Ἰσραήλ.» Μιχαίας δὲ οὕτω φησίν· «Ὤδινε καὶ ἀνδρίζου, θύγατερ Σιὼν, ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου. Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ, οἱ λέγοντες· Ἐπιχαρούμεθα, καὶ ἐπόψονται οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σιὼν, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς, ὡς δράγματα ἅλωνος. Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατάξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.» Καὶ Ζαχαρίας δέ φησιν·
«Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προςώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι;» Ἐξ ὧν δῆλον, ὡς μετὰ τὴν ἐπάνοδον ἐπεστράτευσε τὰ ἔθνη ταῦτα, καὶ κατελύθη θείᾳ χειρί. ιη, ιθ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾖ ἂν ἡμέρᾳ ἔλθῃ ὁ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος, ἀναβήσεται ὁ θυμός μου ἐν ὀργῇ μου. Καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου· ἐλάλησα ὑμῖν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ. Σεισμὸν καλεῖ τὸ τοῦ πράγματος μέγεθος. Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχόμεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν. Οὐδὲν δὲ ἀπεικὸς, καὶ σεισμὸν γενέσθαι τῆς τιμωρίας τοῖς δυσσεβέσι καὶ θηριώδεσιν ἐπαγομένης. Τὸν δὲ θυμὸν , καὶ τὴν ὀργὴν , καὶ τὸν ζῆλον , καὶ τὸ πῦρ τῆς ὀργῆς , θεοπρεπῶς νοήσομεν. Ἀνθρωπίνως γὰρ αὐτὰ τέθεικε τὴν τιμωρίαν παραδηλῶν. Λέγει δὲ σεισθήσεσθαι ἀπὸ τοῦ φόβου τῶν γεγονότων οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἰχθύας, καὶ τὰ πετεινὰ, καὶ τὰ ἑρπετὰ, καὶ τὰ θηρία·
τά τε ὄρη ῥαγήσεσθαι, καὶ τὰς φάραγγας συγχωσθήσεσθαι, καὶ τὰ τείχη διαλυθήσεσθαι. Ἐξ ὧν δῆλον, ὅτι σεισμὸν τῷ ὄντι τὸν σεισμὸν ἐκάλεσεν. Οὐ γὰρ μόνον τοῖς λογικοῖς, ἀλλὰ καὶ τοῖς ἀλόγοις δέος ἐπιτίθησιν ὁ σεισμὸς, καὶ ὄρη διαῤῥήγνυσιν, ὡς ἐκ τῶν ἀποσχιζομένων τμημάτων ἀποφράττεσθαι τὰς φάραγγας. Καὶ τείχη καταλύει, καὶ πόλεις συγχώννυσι, καὶ ἁπαξαπλῶς τούτου διδάσκαλος ἡ πεῖρα. κα. Καὶ συγκαλέσω ἐπ’ αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναὶ̈ Κύριος . Τοῦ σεισμοῦ, φησὶν, ἡγησαμένου δειλίαν αὐτοῖς ἐμβαλῶ, καὶ πολεμίων φόβον, ὡς φυγῇ χρωμένους καὶ ἀλλήλους ἀγνοεῖν, καὶ ἐπ’ ἀλλήλων ἀναιρεῖσθαι. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται . (κβ.) Καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ καὶ αἵματι . Οὐ μόνον δὲ ὑπ’ ἀλλήλων ἀναλωθήσονται, ἀλλὰ καὶ ἄνωθεν αὐτοὺς ἐγὼ πολεμήσω. Ἐν ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ· καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος .
PG 81:1209Τούτων γὰρ ὀλέθρῳ παραδοθέντων, οἱ τέως ἀγνοοῦντές με ἐπιγνώσονται τὴν δύναμιν, καὶ τὴν ἐμὴν προσκυνήσουσι δεσποτείαν.
Chapter 39ΚΕΦΑΛ. ΛΘ
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛ. ΛΘ. Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦσαι ἐπ’ αὐτὸν, καὶ ἐπὶ τὰ σὺν αὐτῷ ἔθνη, ὅτι δι’ αὐτοῦ συγχωροῦντος ἥξουσιν ἀπ’ ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας. Ἐπιλέγει δὲ καὶ τὴν ἐσομένην αὐτοῖς ἀσθένειαν. γ, δ. Ἀποτινάξω γὰρ , φησὶν, τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ βέλη σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς. Καὶ καταβαλῶ σε ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ πολλὰ ἔθνη τὰ μετὰ σοῦ. Διαλύσω σου, φησὶ, τὴν δύναμιν, ὥστε ἐκπεσεῖν τὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενα ὅπλα. Τούτοις προστίθησιν, ὅτι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ὠμοβόροις θηρίοις δοθήσεται βορά. Τὸ δὲ, 2. Ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικισθήσονται αἱ νῆσοι ἐπ’ εἰρήνης, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος , δηλοῖ, ὡς τοῦ Γὼγ τὴν πανωλεθρίαν ἐκείνην ὑπομείναντος, οὐ μόνον οἱ ἠπειρῶται, ἀλλὰ καὶ οἱ νησιῶται θαῤῥήσουσιν· ἐδεδοίκεισαν γὰρ τὴν ἐκείνων στρατείαν ἀκούσαντες. ζ.
Καὶ τὸ ὄνομά μου , φησὶ, τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι . Καὶ τὴν αἰτίαν διδάσκει· «Καὶ γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν μέσῳ τοῦ Ἰσραήλ.» Μαθόντα γὰρ τὰ ἔθνη τῆς ἐμῆς προνοίας τὴν δύναμιν, καὶ ὅπως ὑπερασπίζω τοῦ χρηματίζοντός μου λαοῦ, οὐκ ἔτι ἀσθένειάν μου κατηγορήσουσιν, οὐδὲ νομιοῦσι διὰ τὴν ἐμὴν ἀδυναμίαν τὴν προτέραν αἰχμαλωσίαν τοῦ λαοῦ μου γενέσθαι. Εἶτα τῶν εἰρημένων τὸ βέβαιον δείκνυσιν. η. Ἰδοὺ ἥκει, καὶ γνώσῃ, ὅτι ἔσται, λέγει Ἀδωναὶ̈ Κύριος. Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πίστιν· πάντως γὰρ γενήσεται τὰ ὑπ’ ἐμοῦ προῤῥηθέντα. «Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐλάλησα.» Περὶ ταύτης, φησὶ, τῆς ἡμέρας πολλάκις προηγόρευσα. Καλεῖ δὲ ἡμέραν τῆς τοῦ Γὼγ τιμωρίας τὸν καιρόν. Εἶτα διδάσκει, ὡς ἅπας Ἰσραὴλ ἀντὶ ξύλων τοῖς ἐκείνων χρήσονται ὅπλοις, δόρασί τε καὶ τόξοις, καὶ βέλεσι, θυρεοῖς τε καὶ πέλταις, καὶ βακτηρίαις· καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ’ ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα.
PG 81:1211Καὶ διὰ τούτων δὲ τὸ πλῆθος αὐτῶν παραδηλοῖ· προλέγει δὲ καὶ τὸ ἐσόμενον μνῆμα τοῦ Γώγ. ια. Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν μνημεῖον Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ἐξ ἀνατολῆς τῆς θαλάσσης . Ἔνθα, φησὶν, ἔθαψαν τοὺς ἐκ τῶν ἑῴων ἐπελθόντας αὐτοῖς μερῶν, ἐκεῖ καὶ τοῦτον θάψουσιν. Ἀναμιμνήσκει δὲ αὐτοὺς διὰ τούτου τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ γενομένης τῶν Ἀσσυρίων σφαγῆς· ὅτι καὶ τότε τῆς αὐτοῦ ἐπικουρίας ἀπήλαυσαν, καὶ μετὰ ταῦτα τῆς αὐτοῦ τεύξονται προμηθείας. Διὰ δὲ τὸ πλῆθος, φησὶ, τῶν νεκρῶν, «Οἰκοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος, καὶ θάψουσιν ἐκεῖ τὸν Γὼγ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.» Τοσοῦτον γὰρ, φησὶν, ἔσται τῶν ἀναιρουμένων τὸ πλῆθος, ὡς μηδὲν ὄρυγμα χειροποίητον αὐτοὺς δέξασθαι, ἀλλὰ τὴν βαθυτάτην φάραγγα τάφον αὐτοῖς γενέσθαι, ἑκατέρωθεν μὲν περιοικοδομουμένην, ἄνωθεν δὲ χωννυμένην. Ἑπτὰ δὲ μηνῶν, φησὶ, δαπανηθήσεται χρόνος εἰς ταύτην τὴν ταφήν· καὶ τὴν ἡμέραν δὲ τῆς ἐκείνου πανωλεθρίας ἐπίσημον ποιήσονται.
«Ἔσται γὰρ αὐτοῖς, φησὶν, εἰς ὄνομα ἡ ἡμέρα, ἐν ᾗ δοξασθήσομαι, λέγει Ἀδωναὶ̈ Κύριος.» Ἀλλὰ καὶ ἄνδρας, φησὶν, ἀφορίσουσιν, ὥστε περινοστῆσαι τὴν γῆν, καὶ παραδοῦναι ταφῇ τοὺς ἐν τῷ φεύγειν, τὸν θάνατον δεξαμένους. ιε. Καὶ ζητήσουσι πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ὁ ἰδὼν ὀστοῦν ἀνθρώπου, οἰκοδομήσει παρ’ αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πολυανδρίου τοῦ Γώγ . Ἐπὶ χρόνῳ πολλῷ, φησὶ, περινοστήσουσι τοὺς ἀτάφους παραδιδόντες ταφῇ· καὶ οἱ ὁδῖται δὲ, εἴ που ὀστοῦν εὕροιεν, λίθους κατ’ αὐτὸ ἀθροίζοντες, δῆλον ποιήσουσι τοῖς τὸ θάπτειν ἐγκεχειρισμένοις, ὥστε κἀκεῖνα συναγαγεῖν, καὶ τῶν νομιζομένων ἀξιῶσαι. ι. Καὶ τὸ ὄνομα δὲ τοῦ τόπου κληθήσεται διάπτωσις καὶ πολυάνδριον, καὶ καθαρισθήσεται ἡ γῆ . Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤῥιμμένων σωμάτων· οὐχ ὡς λογικοῖς δὲ τούτοις παρεγγυᾷ, ἀλλὰ πείθων τοὺς λογικοὺς, ὡς καὶ ταῦτα αὐτοῦ συγχωροῦντος γίνεται.
PG 81:1213Τὸ δὲ, «Φάγεσθε κρέα μόσχων, καὶ κριῶν, καὶ ἀρνῶν, καὶ τράγων, καὶ ταύρων ἐστεατωμένων πάντων,» τροπικῶς ἔφη, τοὺς βασιλέας αὐτῶν καὶ ἄρχοντας, καὶ ἀριστέας, διὰ τῶν μόσχων, καὶ κριῶν, καὶ τράγων, καὶ ταύρων ὀνομάσας. Διὰ δὲ τῶν ἀρνῶν τοὺς ὑπηκόους. Θυσίαν δὲ αὑτοῦ κέκληκε τὴν γνώμῃ αὐτοῦ γενομένην ἐκείνων ἀναίρεσιν κ. Καὶ ἐμπλησθήσεσθε , φησὶν, ἐπὶ τῆς τραπέζης μου , τουτέστιν, ἐπὶ τῆς παρ’ ἐμοῦ προςενεχθείσης ὑμῖν τροφῆς. Καὶ δεικνὺς τίς αὕτη, ἐπήγαγεν· «Ἵππον, καὶ ἀναβάτην, καὶ γίγαντα, καὶ πάντα ἄνδρα πολεμιστὴν, λέγει Ἀδωναὶ̈ Κύριος.» Διὰ τούτων ἡρμήνευσε τοὺς κριοὺς, καὶ τοὺς ταύρους, καὶ τοὺς τράγους. κα. Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψεται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ’ αὐτούς . Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύτης ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον. Ἀλλὰ καὶ ὁ οἶκος, φησὶ, τοῦ Ἰσραὴλ δι’ αὐτῶν μαθήσεται τῶν πραγμάτων, ὅτι καὶ Κύριος αὐτῶν εἰμι καὶ Δεσπότης.
Τὸ δὲ, «Ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα,» τῆς προτέρας ἀγνοίας κατηγορεῖ. κγ, κδ. Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν ὁ οἶκος Ἰσραὴλ, ἀνθ’ ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐθνῶν αὐτῶν, καὶ ἔπεσον πάντες μαχαίρᾳ. Κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν . Θεώμενα, φησὶ, τὰ ἔθνη τὸν ἐπενεχθέντα τῷ Γὼγ ὄλεθρον, γνώσεται ὡς καὶ Βαβυλωνίοις ταύτην ἠδυνάμην ἐπενεγκεῖν τὴν τιμωρίαν· ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανομίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας. Καὶ τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τούτων τῶν ἐθνῶν ἐγένετο ἐπανάστασις. «Γνώσεται γὰρ, φησὶ, πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν πᾶς οἶκος Ἰσραήλ.» Θεωροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τίνοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν. Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ ἐπαγόμενα· κεκζ.
PG 81:1215Διὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Νῦν ἀναστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομά μου τὸ ἅγιον. Καὶ λήψονται τὴν ἀτιμίαν ἑαυτῶν, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς αὑτῶν ἐπ’ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. Ἐν τῷ ἐπιστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῶν χωρῶν αὐτῶν . Τὸ, «Λήψονται τὴν ἀνομίαν αὑτῶν, καὶ πάσας τὰς ἀδικίας αὑτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ,» ἀντὶ τοῦ, Εἰς διάνοιαν λήψονται, δι’ ὧν ὑπέμειναν ἀνιαρῶν, ὡς αὐτοὶ τούτων ἑαυτοῖς ἐγένοντο πρόξενοι, καὶ τῆς ἀτιμίας αἰτία ἡ ἀδικία. Τούτοις δὲ, φησὶ, χρήσονται τοῖς λογισμοῖς εἰς τὴν οἰκείαν ἐπανελθόντες γῆν, καὶ τῶν χαλεπῶν τούτων τῶν πολεμίων ἀπαλλαγέντες· τότε γὰρ, «Καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν.» Ἀντὶ τοῦ· Δήλης μου τῆς δυνάμεως γενομένης, τὴν παρὰ πάντων δέξομαι προςκύνησιν, διὰ τῆς περὶ τούτους ὑπ’ ἐμοῦ γενομένης προνοίας. κη. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι .
Διὰ γὰρ τῆς ἐμῆς προμηθείας καὶ τῆς τῶν Βαβυλωνίων ἀπαλλαγήσονται δεσποτείας, καὶ τῶν Σκυθικῶν ἐθνῶν τὸν ὄλεθρον ὄψονται. «Καὶ συνάξω αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν, καὶ οὐ καταλείψω οὐκέτι ἀπ’ αὐτῶν ἐκεῖ.» Καὶ τοῦτο, ὅσον ἧκεν εἰς τὴν θείαν κηδεμονίαν, γεγένηται· οἱ δὲ τοῖς θείοις νόμοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ’ οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο. κθ. Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, ἀνθ’ ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Ἀδωναὶ̈ Κύριος . Καὶ τοῦτο δὲ ἕπεται τῶν ἀνθρώπων τῇ γνώμῃ. Ἐφ’ ἡμῖν γάρ ἐστι τὸ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιθεῖναι τὸ πέρας· οὕτω καὶ ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν τὴν βασιλείαν ὁ Δεσπότης, ἀλλ’ οὐ τευξόμεθα ταύτης ἀναξίως πολιτευόμενοι· σπουδάζοντες δὲ, καὶ σὺν προθυμίᾳ πάσῃ τοὺς θείους νόμους φυλάττοντες, ἀπολαυσόμεθα πάντως τῶν ἐπηγγελμένων ἀγαθῶν. Οὕτω καὶ τοῖς Ἰουδαίοις ὑπέσχετο μὴ ἀποστρέψειν ἀπ’ αὐτῶν τὸ πρόσωπον, δηλονότι πειθομένων αὐτῷ καὶ πιστευόντων, καὶ τοὺς θείους φυλασσόντων νόμους. Καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, μάρτυς ἡ ἱστορία·
PG 81:1217ἐξαγαγὼν γὰρ ἐξ Αἰγύπτου τὸν λαὸν, εἰς τὴν ἐπηγγελμένην αὐτοὺς ἄξειν ὑπέσχετο γῆν· ἐπειδὴ δὲ τοῖς θείοις δόγμασιν ἀντιτείνοντες, ἀσεβείᾳ συζῶντες διετέλεσαν, πάντας αὐτοὺς ἐν τῇ ἐρήμῳ θανάτῳ παρέδωκε, δύο μόνοις ἐξ ἁπάντων τῶν δεξαμένων τὰς ὑποσχέσεις, πληρώσας τὰς ὑποσχέσεις. Καὶ ἐνταῦθα τοίνυν οἱ μὲν πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα, βεβαίαν ἔχουσι τὴν ὑπόσχεσιν· οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ αὐτῶν· οἱ δὲ τἀναντία δρῶντες τῷ θείῳ βουλήματι, πόῤῥω που τῆς θείας ἐποψίας τυγχάνουσιν, οὐδεμιᾶς ἀπολαύοντες προμηθείας, ἀλλὰ, «πορευόμενοι, κατὰ τὸν προφήτην Ἡσαί̈αν, τῷ φωτὶ τοῦ πυρὸς αὑτῶν, καὶ τῇ φλογὶ ᾗ ἐξέκαυσαν.» καὶ πορεύσονται, κατὰ τὸν θεῖον Δαβὶδ, «ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Ταῦτα μὲν οὕτω νοεῖν ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. Ἐγὼ δὲ θαυμάζω οὐ μόνον Ἰουδαίων τὴν ἄνοιαν, ἀλλὰ καί τινων, τὸ μὲν Χριστιανικὸν ὄνομα περικειμένων, τοῖς Ἰουδαϊκοῖς δὲ μύθοις προσεχόντων· καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ’ ἔσεσθαι προσδοκώντων. Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει ἡ τούτου προφητεία συνέζευκται·
ἔπειτα, ὅτι διὰ τούτων ἔφη μαθήσεσθαι τὰ ἔθνη τοῦ Θεοῦ τὴν δύναμιν. Ποίας γὰρ, εἰπάτωσαν, δεῖται νῦν τὰ ἔθνη διδασκαλίας εἰς διάγνωσιν τῆς θείας δυνάμεως, οἳ πιστεύειν μὲν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐδιδάχθησαν, δοξολογεῖν δὲ καὶ προσκυνεῖν τὴν θείαν ἔμαθον φύσιν, τῆς δὲ τῶν εἰδώλων ἀπηλλάγησαν πλάνης; Ποίαν δὲ τοιαύτην διδασκαλίαν ἡ τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα; Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους διδάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν· καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα. Ἡ δὲ τοῦ Γὼγ ἀναίρεσις μόνον ἐδίδαξε τὰ ἔθνη, ὅτι μεγίστην ἔχει δύναμιν ὁ Ἰουδαίων Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν αὐτοῦ ἀσθένειαν ὑπὸ Βαβυλωνίοις ἐγένοντο, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν.