Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 103:899Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ πόλεμος ἀνερράγη Βυζαντίοις πρὸς Καλατιανούς (ἄποικοι δὲ οὗτοι Ἡρακλεωτῶν ἦσαν) καὶ πρὸς Ἰστριανοὺς περὶ Τόμεως τοῦ ἐμπορίου, ὃ τοῖς Καλατιανοῖς ὅμορον ἦν, μονοπώλιον τοῦτο διανοουμένων κατασκευάσαι τῶν Καλατιανῶν. Διεπρεσβεύοντο οὖν πρὸς Ἡρακλεώτας ἐπὶ συμμαχίαν ἑκάτεροι. Οἱ δὲ πολεμικὴν μὲν ῥοπὴν οὐδετέρῳ ἔνεμον μέρει, διαλλακτηρίους δὲ ἄνδρας ἑκατέροις ἀπέςτελλον, κἂν ἄπρακτος αὐτῶν ἡ σπουδὴ τότε γέγονε. Πολλὰ δὲ οἱ τῆς Καλατίδος ὑπὸ τῶν πολεμίων παθόντες, ὕστερον εἰς διαλύσεις ἦλθον, ἀπὸ ταύτης τῆς συμφορᾶς οὐκέτι σχεδὸν ἀναλαβεῖν αὑτοὺς δυνηθέντες. Οὐ πολλοῦ δὲ πάνυ ῥυέντος χρόνου, ὁ τῶν Βιθυνῶν βασιλεὺς Νικομήδης, ἐπεὶ ὁ μὲν ἐκ προτέρων αὐτῷ γάμων γεγονὼς παῖς Ζηί̈λας φυγὰς ἦν πρὸς τὸν τῶν Ἀρμενίων βασιλέα ταῖς τῆς μητρυιᾶς Ἐταζέτας μηχαναῖς ἐλαθείς, οἱ δὲ ἐκ ταύτης αὐτῷ γεγονότες ἐνηπίαζον, πρὸς τῷ τελευτᾶν γεγονώς, κληρονόμους μὲν τοὺς ἐκ τῆς δευτέρας γυναικὸς γράφει παῖδας, ἐπιτρόπους δὲ Πτολεμαῖον καὶ Ἀντίγονον καὶ τὸν δῆμον τῶν Βυζαντίων καὶ δὴ καὶ τῶν Ἡρακλεωτῶν καὶ τὸν τῶν Κιανῶν ἐφίστησιν.
Ὁ μέντοι Ζηί̈λας μετὰ δυνάμεως ἣν αὐτῷ τῶν Γαλατῶν οἱ Τολοστοβόγιοι θάρσους ἐπλήρουν, ἐπὶ τὴν βασιλείαν κατῄει. Βιθυνοὶ δὲ τὴν ἀρχὴν σῴζειν τοῖς νηπίοις σπουδάζοντες, τὴν μὲν τούτων μητέρα ἀδελφῷ συνοικίζουσι τῷ Νικομήδους, αὐτοὶ δὲ στράτευμα παρὰ τῶν εἰρημένων ἐπιτρόπων λαβόντες ὑπέμενον τὸν Ζηί̈λαν. Συχναῖς δὲ μάχαις καὶ μεταβολαῖς ἑκάτεροι ἀποχρησάμενοι, τὸ τελευταῖον κατέστησαν εἰς διαλύσεις, Ἡρακλεωτῶν ἐν ταῖς μάχαις ἀριστευόντων κἀν ταῖς συμβάσεσι τὸ συμφέρον καταπραττόντων. Διὸ Γαλάται ὡς ἐχθρὰν τὴν Ἡράκλειαν κατέδραμον ἕως Κάλλητος ποταμοῦ, καὶ πολλῆς κύριοι γεγονότες λείας, οἴκαδε ἀνεχώρησαν. Βυζαντίους δὲ Ἀντιόχου πολεμοῦντος τριήρεσι συνεμάχησαν μ οἱ Ἡρακλεῶται, καὶ τὸν πόλεμον παρεσκεύασαν μέχρις ἀπειλῶν προκόψαι. Συνέβη δὲ μετ’ οὐ πολὺ ἐξ ἀνθρώπων Ἀριοβαρζάνην γενέσθαι, παῖδα Μιθριδάτην καταλιπόντα καὶ ἐν διαφορᾷ πρὸς τοὺς Γαλάτας γεγονότα· δι’ ἣν αἰτίαν καταφρονήσαντες τοῦ παιδὸς οὗτοι τὴν αὐτοῦ βασιλείαν ἐσίνοντο.
PG 103:901Καὶ ἀπορίας αὐτοὺς καταλαβούσης, ἀνελάμβανον οἱ ἀπὸ τῆς Ἡρακλείας, σῖτον εἰς Ἄμισον πέμποντες, ἐξ ἧς ῥᾷον ἦν τοὺς τοῦ Μιθριδάτου σιτηγεῖν ἑαυτοῖς καὶ ἐξακεῖσθαι τὴν ἔνδειαν. Διὰ ταῦτα πάλιν οἱ Γαλάται εἰς τὴν Ἡρακλεῶτιν ἔπεμψαν στράτευμα, καὶ ταύτην κατέτρεχον, μέχρις ἂν οἱ Ἡρακλεῶται διεπρεσβεύσαντο πρὸς αὐτούς. Νύμφις δὲ ἦν ὁ ἱστορικὸς ὁ κορυφαῖος τῶν πρέσβεων, ὃς τὸν μὲν στρατὸν ἐν τῷ κοινῷ χρυσοῖς πεντακισχιλίοις, τοὺς δὲ ἡγεμόνας ἰδίᾳ διακοσίοις ὑποθεραπεύσας τῆς χώρας ἀπαναστῆναι παρεσκεύασε. Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰς ἄκρον εὐδαιμονίας ἀναβάς, λαμπροτάταις μὲν δωρεαῖς εὐεργετεῖν τὰς πόλεις προήγετο, ἔπεμψε δὲ καὶ τοῖς Ἡρακλεώταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ νεὼν αὐτοῖς Προκοννησίας πέτρας ἐν τῇ ἀκροπόλει Ἡρακλέος ἀνεδείματο.
Codex CCXLIX
Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται, ὅθεν τε γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέχων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε τῶν βασιλέων κατάστασιν καὶ τὴν εἰς ὑπάτους τῆς μοναρχίας μεταβολήν· ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι ἡττήθησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ Κάμιλλος ἐπιβοηθήσας τὴν πόλιν ἐρρύσατο. Ὅπως τε ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρῳ διαβαίνοντι, καὶ γράψαντι ἢ κρατεῖν, ἐὰν ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέφανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον τὸν Ἠπειρώτην συμμαχοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν παθόντες τὰ δὲ κακῶς τοὺς πολεμίους διαθέμενοι Ταραντίνους μὲν ὑπηγάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλασαν. Ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἀννίβαν Ῥωμαίοις ἐπράχθη, καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρθώθη, καὶ ὡς παρὰ τῶν Ἰβήρων βασιλεὺς ψηφισθεὶς οὐκ ἐδέξατο, ὅπως τε καταπολεμηθεὶς ἔφυγεν Ἀννίβας.
PG 103:903Καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμενος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥωμαίοις γεγενημένας νεότητι κινῶν, κατεπολεμήθη, Παύλου τὸ κατ’ αὐτὸν ἀναστήσαντος τρόπαιον· ὅπως τε πρὸς Ἀντίοχον τὸν Συρίας καὶ Κομαγήνης καὶ Ἰουδαίας βασιλέα δυσὶ μάχαις νικήσαντες τῆς Εὐρώπης ἐξέβαλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦδε δίεισιν ὁ συγγραφεύς· ἀναλαβὼν δὲ γράφει ὅπως Ἡρακλεῶται διαπρεσβευσάμενοι πρὸς τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἐπὶ τὴν Ἀσίαν διαβεβηκότας, ἀσμένως τε ἀπεδέχθησαν καὶ ἐπιστολῆς φιλοφρονούμενοι ἔτυχον, Ποπλίου Αἰμιλίου ταύτην ἀποστείλαντος, ἐν ᾗ φιλίαν τε πρὸς αὐτοὺς τῆς συγκλήτου βουλῆς ὑπισχνεῖτο, καὶ τὰ ἄλλα προνοίας τε καὶ ἐπιμελείας, ἐπειδάν τινος αὐτῶν δέοιντο, μηδεμιᾶς ὑστερεῖσθαι. Ὕστερον δὲ καὶ πρὸς Κορνήλιον Σκιπίωνα τὸν τὴν Λιβύην Ῥωμαίοις κτησάμενον, διαπέμπουσι πρεσβείαν, τὴν ὡμολογημένην φιλίαν ἐπικυροῦντες. Μετὰ ταῦτα δὲ πάλιν πρὸς τὸν αὐτὸν διαπρεσβεύονται, διαλλάττειν πρὸς Ῥωμαίους ἀξιοῦντες τὸν βασιλέα Ἀντίοχον·
καὶ ψήφισμα πρὸς αὐτὸν ἔγραψαν, παραινοῦντες αὐτὸν τὴν πρὸς Ῥωμαίους διαλύσασθαι ἔχθραν. Ὁ δὲ Κορνήλιος Σκιπίων ἀντεπιστέλλων τοῖς Ἡρακλεώταις ἐπιγράφει οὕτω· «Σκιπίων στρατηγός, ἀνθύπατος Ῥωμαίων, Ἡρακλεωτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν», ἐν ταύτῃ τήν τε πρὸς αὐτοὺς εὔνοιαν ἐπιβεβαιῶν, καὶ ὡς διαλύσαιντο Ῥωμαῖοι τὴν πρὸς Ἀντίοχον μάχην. Τὰ αὐτὰ δὲ Λευκίῳ Πόπλιος Κορνήλιος Σκιπίων ὁ ἀδελφὸς καὶ στρατηγὸς τοῦ ναυτικοῦ τοῖς Ἡρακλεώταις διαπρεσβευσαμένοις ἀντέγραψε. Μετ’ οὐ πολὺ δὲ πάλιν εἰς μάχην Ἀντίοχος Ῥωμαίοις κατέστη, καὶ ἀνὰ κράτος ἡττηθεὶς ἐπὶ συνθήκαις διελύσατο τὴν ἔχθραν, αἳ καὶ τῆς Ἀσίας αὐτὸν ἁπάσης ἀπεῖργον καὶ τοὺς ἐλέφαντας καὶ τῶν νηῶν συναφῃροῦντο τὸν στόλον, τῆς Κομαγήνης αὐτῷ καὶ τῆς Ἰουδαίας εἰς ἀρχὴν ὑπολειπομένων. Ἡ δὲ τῶν Ἡρακλεωτῶν πόλις πρὸς τοὺς ἐκπεμπομένους παρὰ τῶν Ῥωμαίων τῶν στρατηγῶν διαδόχους τὰ αὐτά τε διεπρεσβεύετο, καὶ ταῖς ὁμοίαις ἀντεδεξιοῦτο εὐνοίαις καὶ φιλοφρονήσεσι. Καὶ τέλος συνθῆκαι προῆλθον Ῥωμαίοις τε καὶ Ἡρακλεώταις, μὴ φίλους εἶναι μόνον ἀλλὰ καὶ συμμάχους ἀλλήλοις, καθ’ ὧν τε καὶ ὑπὲρ ὧν δεηθεῖεν ἑκάτεροι.
Καὶ χαλκοῖ πίνακες δύο τὰς ὁμολογίας ἴσους καὶ ὁμοίας ἔφερον· ὧν ὁ μὲν παρὰ Ῥωμαίοις ἐν τῷ κατὰ τὸ Καπητώλιον ἱερῷ τοῦ Διὸς καθηλώθη, ὁ δὲ κατὰ τὴν Ἡράκλειαν καὶ αὐτὸς ἐν τῷ τοῦ Διὸς ἱερῷ. Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ ιγ καὶ ιδ τῆς ἱστορίας, εἰς τὴν ιε εἰσβαλὼν διηγεῖται ὅπως Προυσίας ὁ Βιθυνῶν βασιλεύς, δραστήριος ὢν καὶ πολλὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν Ἡρακλεωτῶν οὖσαν ὑφ’ ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ Κιέρου Προυσιάδα καλέσας· εἷλε δὲ καὶ τὴν Τῖον, καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάττης εἰς θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. Ἐφ’ αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν τῶν πολιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ’ ἂν καὶ ἡ πόλις τοῦ ἁλῶναι κατέστη εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀναβαίνων Προυσίας λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς ἐπάλξεως συνετρίβη τὸ σκέλος καὶ τὴν πολιορκίαν τὸ πάθος διέλυσε· φοράδην γὰρ ὁ βληθείς, οὐκ ἄνευ ἀγῶνος ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλά, καὶ χωλὸς καὶ ὢν καὶ καλούμενος τὸν βίον κατέστρεψεν.
PG 103:905Οἱ δὲ ὑπὲρ τὸν Πόντον Γαλάται, οὔπω τῶν Ῥωμαίων εἰς τὴν Ἀσίαν διαβεβηκότων, πόθον ἔχοντες πεῖραν λαβεῖν τῆς θαλάσσης προελεῖν ἐπεχείρουν τὴν Ἡράκλειαν, καὶ οὐ χαλεπὸν ἐνόμιζον· πολὺ γὰρ τῆς παλαιᾶς ῥώμης ὑφεῖτο καὶ πρὸς τὸ καταφρονούμενον ὑπέρρει. Στρατεύουσι δὴ κατ’ αὐτῆς ἁπάσαις ταῖς δυνάμεσιν, οὐδ’ αὐτῆς συμμάχων ἀμελούσης, ἀλλ’ εἰς ὅσα παρεῖχεν ὁ καιρὸς παρασκευαζομένης. Ἐπολιορκεῖτο μὲν οὖν αὕτη, καὶ χρόνος ἐτρίβετο, ὃς τοὺς Γαλάτας εἰς ἔνδειαν τῶν ἀναγκαίων συνήλαυνε· θυμῷ γὰρ καὶ οὐ παρασκευῇ τῇ δεούσῃ Γαλάτης ἀνὴρ τὸν πόλεμον διαφέρειν οἶδε. Πρὸς οὖν συλλογὴν τῶν ἐπιτηδείων τὸ στρατόπεδον ἀπολελοιπότων, ἐκδραμόντες οἱ τῆς πόλεως καὶ ἀδοκήτοις ἐπιπεσόντες αὐτό τε εἷλον καὶ πολλοὺς ἀνεῖλον καὶ τοὺς ἐπὶ τῆς χώρας σκεδασθέντας οὐ χαλεπῶς συνελάμβανον, ὡς μηδὲ τὴν τρίτην μοῖραν τοῦ Γαλακτικοῦ στρατεύματος εἰς Γαλατίαν ἀναστρέψαι. Ἐκ δὲ τοῦ κατορθώματος πάλιν εἰς τὴν προτέραν εὔκλειαν καὶ εὐδαιμονίαν ἐλπίδας ἐλάμβανον ἀναβῆναι.
Ῥωμαίοις δὲ πρὸς Μάρσους τε καὶ Πελιγνοὺς καὶ Μαρουκίνους (ἔθνη δέ εἰσι ταῦτα ὑπὲρ Λιβύης κατῳκημένα, Γαδείρων ὅμορα) δυσὶ τετρήρεσι καταφράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορθώσαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιωθέντες ια ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν. Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μιθριδάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινομένην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν· ταύτης γὰρ δι’ ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν ἀδελφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτοχειρίᾳ ἀποσφάξας, ἐκράτησε· παῖς δὲ ὁ Ἀράθης ἐκ τῆς ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. Φονικώτατος δ’ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρχὴν τρισκαιδεκαέτης παραλαβών, μετ’ οὐ πολὺ τὴν μητέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας καταλειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν βίᾳ καὶ χρόνῳ ἐξανάλωσε, καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. Κατεστρέψατο δὲ πολέμῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο.
PG 103:907Δι’ ἃ μᾶλλον Ῥωμαῖοι τὴν αὐτοῦ διάνοιαν ὕποπτον ποιούμενοι, τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐτὸν ἀρχὰς ἀποκαταστῆσαι. Ὁ δὲ μετρίως μὲν τοῖς προσταττομένοις ὑπήκουε, συμμάχους δὲ Πάρθους καὶ Μήδους καὶ Τιγράνην Ἀρμένιον καὶ τοὺς Φρυγῶν βασιλεῖς καὶ τὸν Ἴβηρα προσηταιρίζετο. Προσετίθει δὲ καὶ ἑτέρας τοῦ πολέμου αἰτίας. Τῆς γὰρ ἐν τῇ Ῥώμῃ συγκλήτου Νικομήδην τὸν ἐκ Νικομήδους καὶ Νύσης βασιλέα Βιθυνίας καθιστώσης, Μιθριδάτης τὸν χρηστὸν ἐπικληθέντα Νικομήδην ἀντεκαθίστη· ἐπεκράτει δ’ ὅμως ἡ Ῥωμαίων κρίσις καὶ ἄκοντος Μιθριδάτου. Ὕστερον δὲ Σύλλα καὶ Μαρίου περὶ τὴν Ῥωμαϊκὴν πολιτείαν ἀναρριπισάντων τὴν στάσιν, τέσσαρας μυριάδας πεζῶν καὶ μυρίους ἱππέας Ἀρχελάῳ τῷ στρατηγῷ παραδοὺς ὁ Μιθριδάτης κατὰ Βιθυνῶν ἐκέλευσε στρατεύειν. Καὶ κρατεῖ τῆς μάχης συμβαλὼν Ἀρχέλαος, φεύγει δὲ καὶ Νικομήδης μετ’ ὀλίγων. Ταῦτα μαθὼν Μιθριδάτης παραγεγονότος αὐτῷ καὶ τοῦ συμμαχικοῦ, ἄρας ἀπὸ τοῦ πρὸς τῇ Ἀμασείᾳ πεδίου διὰ τῆς Παφλαγονίας ᾔει, πεντεκαίδεκα μυριάδας στρατὸν ἐπαγόμενος.
Μάνιος δὲ τῶν ἀμφὶ Νικομήδην συστρατευομένων αὐτῷ μόνῃ τῇ τοῦ Μιθριδάτου φήμῃ διασκεδασθέντων, μετὰ Ῥωμαίων ὀλίγων ἀντιπαρατάσσεται Μηνοφάνει τῷ Μιθριδάτου στρατηγῷ καὶ τραπεὶς φεύγει, πᾶσαν τὴν δύναμιν ἀποβαλών. Ἐμβαλὼν δὲ σὺν ἀδείᾳ Μιθριδάτης εἰς τὴν Βιθυνίαν τάς τε πόλεις καὶ τὴν χώραν ἀμαχεὶ κατέσχε· καὶ τῶν ἄλλων δὲ πόλεων τῶν κατὰ τὴν Ἀσίαν αἱ μὲν ἡλίσκοντο αἱ δὲ προςεχώρουν τῷ βασιλεῖ, καὶ μεταβολὴ τῶν ὅλων ἀθρόα καθίστατο, Ῥοδίων μόνων τὴν πρὸς Ῥωμαίους στεργόντων φιλίαν. Δι’ ἣν κατ’ αὐτῶν Μιθριδάτης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκίνει τὸν πόλεμον, εἰ καὶ τὸ πλέον Ῥόδιοι ἔσχον, ὡς καὶ αὐτὸν Μιθριδάτην ναυμαχοῦντα ἐγγὺς τοῦ ἁλῶναι ἐλθεῖν. Μετὰ δὲ ταῦτα μαθὼν Μιθριδάτης ὡς οἱ κατὰ τὰς πόλεις σποράδες Ῥωμαῖοι τῶν παρ’ αὐτοῦ διανοουμένων ἐμποδὼν ἵστανται, γράφει πρὸς πάσας ὑπὸ μίαν ἡμέραν τοὺς παρ’ αὐταῖς Ῥωμαίους φονεύειν· καὶ πολλοὶ πεισθέντες τοσοῦτον φόνον εἰργάσαντο, ὡς μυριάδας ὀκτὼ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν διὰ ξίφους ὄλεθρον ὑποστῆναι.
PG 103:909Ἐρετρίας δὲ καὶ Χαλκίδος καὶ ὅλης Εὐβοίας τοῖς τοῦ Μιθριδάτου προσθεμένων, καὶ ἄλλων πόλεων αὐτῷ προσχωρούντων, καὶ μὴν καὶ Λακεδαιμονίων ἡττηθέντων, Σύλλαν ἐκπέμπουσιν οἱ Ῥωμαῖοι, ἱκανὴν αὐτῷ συνεκπέμψαντες στρατιάν. Ὁ δὲ παραγεγονὼς τῶν πόλεων τὰς μὲν ἑκουσιότητι μεταβαλλομένας τὰς δὲ καὶ βίᾳ κατέσχεν, οὐκ ὀλίγον στράτευμα τῶν Ποντικῶν μάχῃ τρεψάμενος. Εἷλε δὲ καὶ τὰς Ἀθήνας· καὶ κατέσκαπτο ἂν ἡ πόλις, εἰ μὴ θᾶττον ἡ σύγκλητος Ῥωμαίων τὴν τοῦ Σύλλα γνώμην ἀνέκοψε. Συχνῶν δὲ παρατάξεων συνισταμένων, ἐν αἷς τὸ πλεῖον εἶχον οἱ Ποντικοί, καὶ συμμεταβαλλομένων τῶν πραγμάτων τοῖς κατορθουμένοις, ἔνδεια τοῖς βασιλικοῖς τῆς διαίτης ἐπέστη, ἀσώτως τε πρὸς ταύτην διακειμένοις καὶ ταμιεύειν τὰ κτηθέντα μὴ ἐπισταμένοις. Καὶ εἰς συμφορῶν ἂν ἐξέπεσον τὴν ἐσχάτην, εἰ μὴ Ταξίλλης Ἀμφίπολιν ἑλών, καὶ διὰ ταῦτα τῆς Μακεδονίας πρὸς αὐτὸν μεταβαλλομένης, ἐκεῖθεν τὴν ἀφθονίαν ἐχορήγησε τῶν ἐπιτηδείων. Οὗτος δὲ καὶ Ἀρχέλαος συμμίξαντες τὰ στρατεύματα ὑπὲρ τὰς ἓξ μυριάδας τὸ πλῆθος ἦγον. Καὶ στρατοπεδεύονται κατὰ τὴν Φωκίδα χώραν, ὑπαντιάσοντες τῷ Σύλλᾳ.
Ὁ δὲ καὶ Λούκιον Ὁρτήνσιον ὑπὲρ τὰς ἓξ χιλιάδας ἄγοντα ἐξ Ἰταλίας συμπαραλαβών, ἀπὸ συχνοῦ διαστήματος ἀντεστρατοπεδεύετο. Ἐπὶ σιτολογίαν δὲ παρὰ τὸ πρέπον τῶν περὶ τὸν Ἀρχέλαον τραπέντων, ἀπροόπτως Σύλλας ἐπιτίθεται τῷ τῶν πολεμίων στρατοπέδῳ, καὶ τοὺς μὲν εὐρώστους τῶν ἁλόντων αὐτίκα κτείνει, ἐξ ὧν δὲ φόβον ἐπιθέσεως οὐκ εἶχε, τούτους περιίστησι τῷ χωρίῳ καὶ πυρὰ κελεύει καίειν, ὡς τοὺς ἀπὸ τῆς σιτολογίας ἀφικνουμένους δέχοιντο, μηδεμίαν ὑπόνοιαν παρεχόμενοι τοῦ πάθους. Καὶ συνέβη ὡς ἐστρατηγήθη, καὶ λαμπρὰν τὴν νίκην ἔσχον οἱ περὶ τὸν Σύλλαν. Χίους δὲ ὡς Ῥοδίοις συμμαχήσαντας αἰτιασάμενος ὁ Μιθριδάτης, κατ’ αὐτῶν Δορύλαον ἐκπέμπει, ὃς εἰ καὶ πολλῷ πόνῳ τὴν πόλιν κατέσχε, καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ πολίτας πλοίοις ἐμβαλὼν διέφερεν ἐπὶ τὸν Πόντον. Ἡρακλεῶται δέ, ἐπεὶ φιλία αὐτοῖς πρὸς Χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἳ τοὺς αἰχμαλώτους ἦγον, ἐφορμήσαντες αὐταῖς οὐδ’ ἀνθισταμέναις (οὐδὲ γὰρ ἐξήρκουν) κατῆγον ἐπὶ τὴν πόλιν.
Καὶ παραυτίκα τὰ πρὸς τὴν χρείαν χορηγοῦντες ἀφθόνως τοῖς Χιώταις, τούτους ἀνελάμβανον, καὶ ὕστερον μεγαλοπρεπῶς δωρησάμενοι ἐν τῇ πατρίδι ἀποκατέστησαν. Ἡ δὲ σύγκλητος Φλάκκον Οὐαλλέριον καὶ Φιμβρίαν πέμπει πολεμεῖν Μιθριδάτῃ, ἐπιτρέψασα καὶ Σύλλᾳ συλλαμβάνειν τοῦ πολέμου, ὅμοια φρονοῦντι τῇ συγκλήτῳ· εἰ δὲ μή, τὴν πρὸς αὐτὸν πρότερον συνάψαι μάχην. Οὗτος κατ’ ἀρχὰς μὲν ποικίλαις ἐπάλαιε συμφοραῖς (λιμόν τε γὰρ καὶ τὰ ἀπὸ τῆς μάχης πταίσματα ἔσχε), κατώρθωσε μέντοι τὰ πλείω· διὰ δὲ Βυζαντίων ἐπὶ Βιθυνίαν διαβαλών, κακεῖθεν ἐπὶ Νίκαιαν, τῆς πορείας ἔστη. Ὡσαύτως δὲ καὶ Φιμβρίας ἅμα τοῖς σὺν αὐτῷ διεπεραιώθη. Φλάκκου δὲ δυσχεραίνοντος ὅτι Φιμβρίαν μᾶλλον, ἅτε δὴ φιλανθρώπως ἄρχοντα, τὸ πλῆθος ἄρχειν ἠγάπα, καὶ διαλοιδορουμένου αὐτῷ τε καὶ τῶν στρατιωτῶν τοῖς ἐπιφανεστέροις, δύο τῶν ἄλλων πλέον εἰς ὀργὴν ἐξαφθέντες ἀποσφάττουσιν αὐτόν. Ἐφ’ οἷς ἡ σύγκλητος κατὰ Φιμβρίου ἠγανάκτησεν. Ὅμως οὖν τὴν ἀγανάκτησιν κρύπτουσα ὑπατείαν αὐτῷ ψηφισθῆναι διεπράξατο. Ὁ δὲ πάσης γεγονὼς ἡγεμὼν τῆς δυνάμεως, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βιαζόμενος τῶν πόλεων προσήγετο.
PG 103:911Ὁ δὲ τοῦ Μιθριδάτου υἱός, Ταξίλλην καὶ Διόφαντον καὶ Μένανδρον τοὺς ἀρίστους τῶν στρατηγῶν ἔχων μεθ’ ἑαυτοῦ καὶ πολλὴν ἄγων δύναμιν, τῷ Φιμβρίᾳ ὑπηντίαζε. Τὰ μὲν οὖν πρῶτα τὸ ἐπικρατέστερον οἱ βάρβαροι ἔφερον· Φιμβρίας δὲ ἀνασώσασθαι στρατηγήματι τὰς ἐκ παρατάξεως ἐλαττώσεις διανοούμενος (τὸ γὰρ πολέμιον ὑπερεῖχε πλήθει), ὡς ἐπί τινα ποταμὸν τῶν μαχομένων ἑκατέρα δύναμις ἧκε, καὶ μέσον ἀμφοῖν τοῦτον ἐποιήσαντο, ὄμβρου περὶ ὄρθρον ῥαγέντος ἀπροσδόκητος ὁ τῶν Ῥωμαίων στρατηγὸς διαβαίνει τὸν ποταμόν, καὶ ὕπνῳ τῶν πολεμίων ἐν ταῖς σκηναῖς κατεχομένων, ἐπιπεσὼν μηδ’ αἰσθανομένους κατέκτεινεν, ὀλίγων τῶν ἐν ἡγεμονίαις διαπεφευγότων τὸν ὄλεθρον καὶ τῶν ἱππέων, μεθ’ ὧν καὶ Μιθριδάτης ὁ Μιθριδάτου· καὶ πρὸς τὸ Πέργαμον πρὸς τὸν πατέρα Μιθριδάτην ἅμα τοῖς συνεξιππασαμένοις διασῴζεται. Οὕτω δὲ βαρείας τῆς συμφορᾶς καὶ λαμπρᾶς τοῖς βασιλικοῖς συμπεσούσης, αἱ πλεῖσται τῶν πόλεων πρὸς τοὺς Ῥωμαίους μετέθεντο.
Μαρίου δὲ ἀπὸ τῆς φυγῆς ἀνασωθέντος εἰς τὴν Ῥώμην, Σύλλας δεδιώς (τῶν ἀντιστασιωτῶν γὰρ ἦν ἐκεῖνος) μὴ τῇ ὁμοίᾳ φυγῇ τὴν εἰς αὐτὸν ὕβριν ἀποτίσῃ, πρὸς Μιθριδάτην διεπρεσβεύετο, συμβάσεις αὐτῷ τὰς πρὸς Ῥωμαίους ὑποβαλλόμενος. Τοῦ δὲ καὶ ταῖς συμβάσεσιν ἀσμενίσαντος, ἀφικέσθαι τε ἐπὶ ταύταις αἰτήσαντος, αὐτὸς προθύμως ἐστέλλετο. Οὕτω γοῦν τῶν ἀναμεταξὺ ἀλλήλων προεληλυθότων, Δάρδανον αὐτοὺς ἐπὶ ταῖς συνθήκαις ὑποδέχεται, καὶ τῶν περὶ αὐτοὺς ὑποχωρησάντων ὁμολογίαι γίνονται, Μιθριδάτην μὲν Ῥωμαίοις ἐκχωρεῖν τῆς Ἀσίας, καὶ Βιθυνῶν δὲ καὶ Καππαδοκίας ἄρχειν τοὺς ἐκ γένους βασιλέας, βεβαιωθῆναι δὲ Μιθριδάτῃ τοῦ Πόντου παντὸς τὴν βασιλείαν, παρασχεῖν δὲ ἰδίως Σύλλᾳ τριήρεις π καὶ τάλαντα τρισχίλια πρὸς τὴν ἰδίαν ἐπὶ τὴν Ῥώμην κάθοδον, καὶ Ῥωμαίους μηδὲν ταῖς πόλεσι μνησικακῆσαι ἀνθ’ ὧν μετέβαλον εἰς Μιθριδάτην, εἰ καὶ μὴ κατὰ τὰς ὁμολογίας τοῦτο συνέβη· πολλὰς γὰρ ὕστερον τῶν πόλεων ἐδουλώσαντο.
Σύλλας μὲν οὖν οὕτω λαμπρῶς εἰς τὴν Ἰταλίαν ἀφίκετο, καὶ Μάριος αὖθις τῆς πόλεως ὑπεχώρησε, καὶ Μιθριδάτης ἀνέστρεψεν οἴκαδε, πολλὰ τῶν διὰ τὴν ἐν ᾗ κατηνέχθη συμφορὰν ἀποστάντων ἐθνῶν, ἐξ ὑπαρχῆς χειρωσάμενος. Παρὰ τῆς συγκλήτου δὲ Μουρήνας ἡγεμὼν πέμπεται, καὶ Μιθριδάτης διαπρεσβεύεται πρὸς αὐτόν, τὰς πρὸς Σύλλαν ὁμολογίας ἅμα τε προτείνων καὶ βεβαίους ἀξιῶν εἶναι. Ὁ δὲ μὴ θέμενος τῇ πρεσβείᾳ (καὶ γὰρ καὶ οἱ πρέσβεις, Ἕλληνες ὄντες καὶ τὸν βίον φιλόσοφοι, τὸν Μιθριδάτην μᾶλλον διέσυρον ἢ συνίστων) ὥρμητο ἐπὶ τὸν Μιθριδάτην. Καὶ τῷ τε Καππαδοκίας Ἀριοβαρζάνῃ τὴν ἀρχὴν βεβαιοτέραν ἐποίει, καὶ ἐπὶ ταῖς εἰσβολαῖς τῆς Μιθριδάτου βασιλείας κτίζει πόλιν Ἐκίνειαν. Ἐν τούτοις ὅ τε Μουρήνας καὶ ὁ Μιθριδάτης διαπρεσβεύονται πρὸς Ἡρακλεώτας, ἀνὰ μέρος ἑκάτερος κατὰ τοῦ ἑτέρου καλῶν ἐπὶ συμμαχίᾳ. Τῶν μὲν οὖν Ῥωμαίων τὴν ἰσχὺν φοβερὰν ἡγοῦντο, ὠρρώδουν δὲ καὶ τὴν γειτνίασιν τοῦ Μιθριδάτου. Διὸ ἀποκρίνονται τοῖς παρ’ αὐτῶν πρέσβεσιν, ὡς τοσούτων πολέμων ἀναρραγέντων μόλις ἂν τὴν ἰδίαν τηρεῖν δύνασθαι, μήτι γε ἑτέροις ἐπικουρεῖν.
PG 103:913Ἀλλὰ γὰρ Μουρήνᾳ μὲν συνεβούλευον οὐκ ὀλίγοι πρὸς τὴν Σινώπην ὁρμᾶν καὶ περὶ τοῦ βασιλείου κινεῖν τὸν πόλεμον, ὡς εἰ ταύτην ἕλοι, τῶν λοιπῶν κρατήσει ῥᾳδίως. Ὁ δὲ Μιθριδάτης πολλῇ δυνάμει κατασφαλισάμενος ταύτην εἰς αὐτοπρόσωπον πόλεμον καθειστήκει. Καὶ πείραις μὲν ταῖς κατ’ ἀρχὰς ἐπικρατέστερα ἦν τὰ τοῦ βασιλέως· εἶτα εἰς ἀγχώμαλον ἡ μάχη συνεστράφη, καὶ εἰς ὄκνον ἡ μάχη τὸ πρόθυμον περιέστησε τῶν πολεμίων. Διὸ καὶ Μιθριδάτης μὲν εἰς τὰ περὶ τὸν Φᾶσιν καὶ τὸν Καύκασον ἐτράπετο, Μουρήνας δὲ ἀπῇρεν εἰς τὴν Ἀσίαν, καὶ τὰ οἰκεῖα ἕκαστος διετίθει. Μετ’ οὐ πολὺν δὲ χρόνον Σύλλας ἐν Ῥώμῃ τελευτᾷ, καὶ πέμπουσιν ἡ σύγκλητος ἐπὶ μὲν τὴν Βιθυνίαν Αὐρήλιον Κότταν, ἐπὶ δὲ τὴν Ἀσίαν Λεύκιον Λεύκολλον, οἷς ἡ ἐντολὴ πολεμεῖν Μιθριδάτῃ. Μιθριδάτης δὲ ἄλλον τε στρατὸν συχνὸν παρεσκευάζετο, καὶ τριήρεις μὲν υ, τῶν δὲ μικροτέρων νηῶν πεντηκοντήρων τε καὶ κερκούρων ἀριθμὸς ἦν οὐκ ὀλίγος. Διοφάντῳ δὲ τῷ Μιθάρῳ δύναμιν δούς, πέμπει πρὸς τὴν Καππαδοκίαν φρουρὰς ταῖς πόλεσιν ἐγκαθιστάναι, εἰ δὲ Λεύκολλος εἰς τὸν Πόντον ἀφίκοιτο, ὑπαντιάζειν καὶ τῆς πρόσω πορείας ἀπείργειν.
Αὐτὸς δὲ μεθ’ ἑαυτοῦ πεζὸν μὲν στρατὸν ἦγε ιε μυριάδας, ἱππεῖς δὲ δισχιλίους ἐπὶ τοῖς μυρίοις, ἅρματά τε δρεπανηφόρα συνεπῆγε κ καὶ ρ, καὶ πᾶσαν ἄλλην μηχανοποιὸν οὐκ ἐνδέουσαν πληθύν. Ἠπείγετο δὲ διὰ τῆς Τιμωνιτίδος Παφλαγονίας εἰς τὴν Γαλατίαν, καὶ ἐναταῖος εἰς τὴν Βιθυνίαν ἀφικνεῖται. Λεύκολλος δὲ Κότταν μὲν ἐφορμεῖν κελεύει τῷ Καλχηδονίων λιμένι παντὶ τῷ ναυτικῷ. Τὸ δὲ Μιθριδάτου ναυτικὸν παραπλέον τὴν Ἡράκλειαν παρ’ αὐτῆς οὐκ ἐδέχθη, ἀλλ’ ἀγορὰν μὲν αἰτησαμένων παρέσχον. Οἷα δὲ εἰκὸς ἐπιμιξίας γενομένης, Ἀρχέλαος ὁ τοῦ ναυτικοῦ στρατηγὸς συνέλαβε Σιλῆνον καὶ Σάτυρον, ἐπιφανεῖς τῆς Ἡρακλείας ἄνδρας, καὶ οὐκ ἀνῆκεν ἕως ἂν ἔπεισε λαβεῖν πέντε τριήρεις συμμαχίδας εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. Καὶ ἀπὸ ταύτης τῆς πράξεως (ὅπερ καὶ Ἀρχέλαος ἐμηχανᾶτο) τὴν Ῥωμαίων ἀπέχθειαν ὁ Ἡρακλεώτης δῆμος ἐκτήσατο. Δημοσιωνίας δὲ τῶν Ῥωμαίων ἐν ταῖς ἄλλαις πόλεσι καθιστώντων, καὶ τὴν Ἡράκλειαν διὰ τὴν εἰρημένην αἰτίαν ταύταις ὑπέβαλλον.
PG 103:915Οἱ δὲ δημοσιῶναι πρὸς τὴν πόλιν ἀφικόμενοι παρὰ τὰ ἔθη τῆς πολιτείας καὶ ἀργύριον ἀπαιτοῦντες τοὺς πολίτας ἐλύπουν, ἀρχήν τινα δουλείας τοῦτο νομίζοντας. Οἱ δέ, διαπρεσβεύσασθαι δέον πρὸς τὴν σύγκλητον ὥστε τῆς δημοσιωνίας ἀπολυθῆναι, ἀναπεισθέντες ὑπό τινος θρασυτάτου τῶν ἐν τῇ πόλει, τοὺς τελώνας ἀφανεῖς ἐποίησαν, ὡς καὶ τὸν θάνατον αὐτῶν ἀγνοεῖσθαι. Πολέμου δὲ ναυτικοῦ κατὰ Καλχηδόνα πόλιν Ῥωμαίοις τε καὶ Ποντικοῖς συστάντος, καὶ πεζῆς δὲ δυνάμεως τῆς τε βασιλικῆς καὶ τῆς Ῥωμαϊκῆς εἰς μάχην ἀλλήλαις συρραγείσης (ἐστρατήγει δὲ τῆς μὲν Κόττας, τῆς δὲ Μιθριδάτης) τρέπουσιν οἱ Βαστέρναι κατὰ τὸ πεζὸν τοὺς Ἰταλούς, καὶ πολὺν αὐτῶν φόνον εἰργάσαντο. Τὰ αὐτὰ δὲ καὶ περὶ τὰς ναῦς ἐγένετο, καὶ ὑπὸ μίαν ἡμέραν γῆ τε καὶ θάλασσα τοῖς Ῥωμαίων διελελύμαστο σώμασι, διαφθαρέντων ἐν μὲν τῇ ναυμαχίᾳ ὀκτακισχιλίων, τετρακισχιλίων δὲ καὶ πεντακοσίων ἑαλωκότων· τοῦ δὲ πεζοῦ στρατεύματος Ἰταλοὶ μὲν τριακόσιοι καὶ πεντακισχίλιοι, τῶν δὲ Μιθριδατείων Βαστέρναι μὲν περὶ τριάκοντα, τοῦ δὲ λοιποῦ πλήθους ἑπτακόσιοι. Οὕτως ἀρθέντα τὰ Μιθριδάτου πάντων τὸ φρόνημα κατεδούλου.
Λεύκολλος δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ στρατοπεδεύων, καὶ μαθὼν τὸ πάθος, λόγοις ἀνελάμβανεν ἀθυμήσαντας τοὺς στρατιώτας. Τρεπομένου δὲ ἐπὶ Κύζικον σὺν μεγάλῳ φρονήματι Μιθριδάτου καὶ πολιορκεῖν τὴν πόλιν βουλομένου, Λεύκολλος ἐπακολουθήσας καὶ συμβαλὼν πολέμῳ νικᾷ τοὺς Ποντικοὺς ἀνὰ κράτος, βραχεῖ μὲν πλείους μυριάδος ἀνελών, τρισχιλίους δὲ καὶ μυρίους λαβὼν αἰχμαλώτους. Τὸ δὲ Φιμβριανῶν στράτευμα ὑπόπτως ἔχον ὡς διὰ τὸ περὶ Φλάκκον τόλμημα οὐκ ἂν αὐτοὺς ἔτι νομίσειαν οἱ ἡγεμόνες εὔνους, ἔπεμπον κρύφα πρὸς Μιθριδάτην αὐτομολίαν ὑπισχνούμενοι. Ὁ δὲ ἕρμαιον τὴν πρόσκλησιν ἡγησάμενος, ὡς νὺξ ἐπέλαβεν, Ἀρχέλαον πέμπει βεβαιῶσαί τε τὰς ὁμολογίας καὶ τοὺς προσχωρήσαντας ἄγειν. Οἱ δὲ Φιμβριανοί, ἐπεὶ τούτοις Ἀρχέλαος παρεγένετο, αὐτὸν μὲν συνέλαβον, τοὺς δὲ σὺν αὐτῷ διεχειρίσαντο. Ἐπὶ τούτῳ τῷ τοῦ βασιλέως ἀτυχήματι, καὶ λιμὸς ἐπιπίπτει αὐτοῦ τῇ στρατιᾷ, καὶ πολλοὺς ἀπώλλυε. Πλὴν οὕτω πολλοῖς παθήμασι κάμνων, Κυζίκου τῆς πολιορκίας τέως οὐκ ἀφίστατο·
PG 103:917μετ’ ὀλίγον δὲ πολλὰ καὶ παθὼν καὶ πράξας, ὅμως ἀνάλωτον λιπὼν τὴν πόλιν ἀνεχώρησε, τοῦ μὲν πεζοῦ Ἑρμαῖον καὶ Μάριον ἡγεῖσθαι καταστησάμενος, στρατὸν ὑπὲρ τρισμυρίους ἄγοντας, αὐτὸς δὲ διὰ θαλάσσης ποιούμενος τὴν ἀνάζευξιν. Ἐπιβαίνοντος δὲ αὐτοῦ τῶν τριήρων πολλαὶ παθῶν ἰδέαι συνέπιπτον· οἱ γὰρ ἐμβαίνειν μέλλοντες εἰς αὐτάς, τὰς μὲν ἤδη πεπληρωμένας τὰς δὲ καὶ μελλούσας κατεῖχον ἐξαρτώμενοι, καὶ παρὰ τὸ πλῆθος τῶν τοῦτο δρώντων αἱ μὲν κατεδύοντο αἱ δὲ περιετρέποντο. Τοῦτο Κυζικηνοὶ θεασάμενοι ὥρμησαν ἐπὶ τὰ τῶν Ποντικῶν στρατόπεδα, καὶ τοὺς ὑπολειφθέντας καματηροὺς διαφθείροντες, εἴ τι παρῆν ὑπολελειμμένον τῷ στρατοπέδῳ, διήρπαζον. Λεύκολλος δὲ διώξας ἐπὶ τὸν Αἴσηπον ποταμὸν τὸ πεζὸν ἀπροσδόκητος καταλαμβάνει, καὶ φόνον πολὺν τῶν πολεμίων ποιεῖται. Μιθριδάτης δὲ ἀναλαβὼν ἑαυτὸν ὡς ἠδύνατο, Πείρινθον ἐπολιόρκει, ταύτης δὲ διαμαρτὼν ἐπὶ Βιθυνίαν διαπεραιοῦται. Ἐπεὶ δὲ καὶ Βάρβας συχνοὺς Ἰταλῶν ἐπάγων ἧκε, καὶ μὴν καὶ Τριάριος ὁ Ῥωμαίων ἡγεμὼν ἀνασκευασάμενος τῇ Ἀπαμείᾳ πολιορκεῖν ἐπέστη, οἱ Ἀπαμεῖς ἀντίσχοντες ὅσα ἠδύναντο, τέλος ἀνοίξαντες τὰς πύλας τούτους εἰσεδέξαντο.
Εἷλον δὲ καὶ Προῦσαν τὴν πόλιν ἡ Ῥωμαίων δύναμις· ὑπὸ δὲ τὸν Ἀσιανὸν Ὄλυμπον διέκειτο αὕτη. Ἐκεῖθεν ὁ Τριάριος ἐπὶ Προυσιάδα τὴν ἐπιθαλάσσιον μετὰ τῆς δυνάμεως παραγίνεται· αὕτη δὲ Κίερος τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ καὶ ἡ τῆς Ἀργοῦς ἄφιξις λέγεται καὶ ὁ τοῦ Ὕλα ἀφανισμὸς καὶ ἡ τοῦ Ἡρακλέος ἐπὶ τὴν τούτου ἀναζήτησιν πλάνη καὶ πολλὰ τοιαῦτα ἕτερα. Παραγεγονότα δὲ ῥᾳδίως οἱ Προυσαεῖς ἐδέξαντο, τοὺς Ποντικοὺς διωσάμενοι. Ἐκεῖθεν ἐπὶ Νίκαιαν φρουρουμένην Μιθριδατείῳ φρουρᾷ παραγίνεται. Οἱ δὲ Ποντικοὶ τὸν νοῦν τῶν ἐν Νικαίᾳ συνιδόντες ἐπὶ Ῥωμαίους ἀποκλίνοντα διὰ νυκτὸς πρὸς Μιθριδάτην εἰς Νικομήδειαν ἀνεχώρησαν, καὶ Ῥωμαῖοι ἀταλαιπώρως κρατοῦσι τῆς πόλεως. Αὕτη δὲ ἡ πόλις ἡ Νίκαια τὴν μὲν κλῆσιν ἄγει ἀπὸ ναί̈δος νύμφης, ὄνομα λαχούσης τὴν Νίκαιαν, ἔργον δὲ γεγονὸς Νικαέων τῶν μετὰ Ἀλεξάνδρου μὲν συστρατευσάντων, μετὰ δὲ τὸν ἐκείνου θάνατον κατὰ ζήτησιν πατρίδος ταύτην τε κτισάντων καὶ συνοικισαμένων. Ἡ μὲν οὖν ναὶ̈ς ἡ Νίκαια παῖς λέγεται φῦναι Σαγγαρίου τοῦ κατὰ τὴν χώραν δυνάστου καὶ Κυβέλης· παρθενίαν δὲ μᾶλλον ἢ τὴν πρὸς ἄνδρα ποθοῦσα ὁμιλίαν, ἐν ὄρεσι καὶ θήραις τὸν βίον ἔσχε.
PG 103:919Ταύτης δὲ Διόνυσος μὲν ἤρα, ἐρῶν δὲ οὐκ ἐτύγχανε. Μὴ τυγχάνων δὲ μηχαναῖς τὸ λεῖπον τῇ γνώμῃ ἀναπληροῦν ἐπεχείρει. Πληροῖ τοίνυν τὴν κρήνην, ἀφ’ ἧς εἴωθεν ἡ Νίκαια πίνειν ἐπειδὰν ἀπὸ τῆς θήρας κοπωθείη, ἀντὶ τοῦ ὕδατος οἴνου. Ἡ δὲ μηδὲν συνειδυῖα καὶ τὸ εἰωθὸς ποιοῦσα, ἐμφορεῖταί τε τοῦ ἐπιβούλου νάματος, καὶ ὑπηρετεῖ καὶ ἄκουσα τῷ βουλήματι τοῦ ἐραστοῦ· μέθης γὰρ αὐτὴν καὶ ὕπνου λαβόντων ὅ τε Διόνυσος αὐτῇ ἐπιμίγνυται, καὶ παῖδας ἐξ αὐτῆς φύει Σάτυρόν τε καὶ ἑτέρους. Οἱ δὲ Νικαεῖς, οἳ τὴν πόλιν ἤγειραν καὶ συνῴκεσαν, Νίκαιαν εἶχον πατρίδα Φωκίδος γείτονα· πρὸς ἣν καὶ πολλάκις στασιάσαντες ὑπ’ αὐτῆς ἐκείνης ὕστερον τὴν πατρίδα ἀφῃρέθησαν, καταστροφὴν ταύτης καὶ ἀφανισμὸν τῶν ἐν τῇ Φωκίδι πολλῇ σπουδῇ καταπραξαμένων. Ἀλλ’ ἡ μὲν Νίκαια οὕτω τε τὴν κλῆσιν καὶ τὴν οἰκοδομὴν ἔσχε, καὶ οὕτω προσεχώρησε Ῥωμαίοις. Μιθριδάτης δὲ ἐν τῇ Νικομηδείᾳ διέτριβε. Κόττας δὲ βουλόμενός τι τῶν προδιημαρτημένων ἀναλαβεῖν ἧκεν ἀπὸ Καλχηδόνος ἐν ᾧ ἥττητο, πρὸς τὴν Νικομήδειαν, καὶ στρατοπεδεύει ν καὶ ρ σταδίων πόλεως ἄποθεν, τὴν συμβολὴν τῆς μάχης ὑπευλαβούμενος.
Καταλαμβάνει δὲ Κότταν σπουδῇ πολλῇ αὐτόκλητος ὁ Τριάριος, καὶ Μιθριδάτου ὑποχωρήσαντος εἰς τὴν πόλιν ἑκατέρωθεν ταύτην πολιορκεῖν τὸ Ῥωμαϊκὸν παρεσκευάζετο στράτευμα. Ἐπεὶ δὲ ὁ βασιλεὺς ἐπυνθάνετο δυσὶ ναυμαχίαις, τῇ μὲν περὶ Τένεδον τῇ δὲ κατὰ τὸν Αἴγαιον, Λευκόλλου πολεμοῦντος τοὺς Ποντικοὺς νενικῆσθαι, καὶ οὐκ ἀξιόμαχον αὑτὸν πρὸς τὴν παροῦσαν δύναμιν Ῥωμαίων ἡγεῖτο, τὴν ἐπίβασιν τῷ στόλῳ εἰς τὸν ποταμὸν ἀνέπλει, καὶ σφοδρῷ χειμῶνι περιπεσών τινας μὲν τῶν τριήρων ἀποβάλλει, αὐτὸς δὲ μετὰ τῶν πλειόνων εἰς τὸν Ὕπιον ποταμὸν κατηνέχθη. Ἐκεῖ δὲ διὰ τὸν χειμῶνα διατρίβων Λάμαχον τὸν Ἡρακλεώτην, φιλίαν ἔχων πρὸς αὐτὸν παλαιάν, καὶ μαθὼν ἄρχειν τῆς πολιτείας, πολλαῖς ὑποσχέσεσιν εἷλκεν ὥστε παρασκευάσαι αὐτὸν ἐν τῇ πόλει παραδεχθῆναι. Ἔπεμπε δὲ καὶ χρήματα. Ὁ δὲ ἀντεδίδου τὴν αἴτησιν, καὶ δημοθοινίαν ἔξω τῆς πόλεως λαμπροτάτην παρασκευασάμενος τοῖς πολίταις, καὶ ταύτῃ μηδὲ τὰς πύλας ἔχειν παρεγγυησάμενος κεκλεισμένας, μεθύσας τε τὸν δῆμον, ἐκ συνθήματος κατὰ τὴν αὐτὴν ἡμέραν ἐφεστάναι λάθρᾳ προπαρασκευάζει τὸν Μιθριδάτην.
Καὶ οὕτως ἡ πόλις, μηδὲ τὴν ἄφιξιν αἰσθομένων τῶν Ἡρακλεωτῶν, ὑπὸ χεῖρα Μιθριδάτῃ γίνεται. Τῇ ἐπαύριον δὲ συγκαλέσας τὸ πλῆθος ὁ βασιλεύς, καὶ φιλίοις δεξιωσάμενος λόγοις, καὶ τὴν εὔνοιαν πρὸς αὐτὸν παραινέσας σῴζειν, τετρακισχιλίους τε φρουροὺς ἐγκαταστήσας καὶ φρούραρχον Κοννακόρηκα, προφάσει τοῦ εἰ Ῥωμαῖοι βουληθεῖεν ἐπιβουλεύειν, τῆς πόλεως ἐκείνους ὑπερμαχεῖν καὶ σωτῆρας εἶναι τῶν ἐνοικούντων, εἶτα δὲ καὶ χρήματα διανείμας τοῖς ἐν αὐτῇ, μάλιστα δὲ τοῖς ἐν τέλει, ἐπὶ τῆς Σινώπης ἐξέπλευσε. Λεύκολλος δὲ καὶ Κόττας καὶ ὁ Τριάριος οἱ Ῥωμαίων αὐτοκράτορες στρατηγοί, ἐπὶ τῆς Νικομηδείας καθὲν γενόμενοι ὥρμηντο εἰς τὸν Πόντον ἐμβαλεῖν· ἐπεὶ δὲ αὐτοῖς ἡ τῆς Ἡρακλείας κατάληψις ἠγγέλθη, ἡ δὲ προδοσία οὐκ ἐγνώσθη, ἀλλὰ τῆς πόλεως ὅλης ἡ ἀπόστασις ἐνομίσθη, Λεύκολλον μὲν ἐδόκει μετὰ τῆς πλείστης δυνάμεως εἰς τὴν Καππαδοκίαν διὰ τῆς μεσογείου χωρεῖν ἐπί τε Μιθριδάτην καὶ τὴν πᾶσαν βασιλείαν, Κότταν δὲ ἐπὶ Ἡρακλείας, Τριάριον δὲ τὸ ναυτικὸν ἀναλαβόντα περὶ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τὰς ἐπὶ Κρήτην καὶ Ἰβηρίαν ἀπεσταλμένας Μιθριδατείους ναῦς ὑποστρεφούσας λοχᾶν.
PG 103:921Μιθριδάτης δὲ ταῦτα ἀκούων παρεσκευάζετο, καὶ διεπρεσβεύετο πρός τε τοὺς Σκυθῶν βασιλεῖς καὶ πρὸς τὸν Πάρθον καὶ πρὸς τὸν γαμβρὸν αὑτοῦ Τιγράνην τὸν Ἀρμένιον. Ἀλλ’ οἱ μὲν ἀπεῖπον, Τιγράνης δὲ ὑπὸ τῆς Μιθριδάτου θυγατρὸς πολλάκις ἐνοχληθεὶς καὶ ἀναβαλλόμενος, ὅμως ὑπέστη τὴν συμμαχίαν. Καὶ Μιθριδάτης διαφόρους πέμπων κατὰ Λευκόλλου στρατηγούς, καὶ τῆς συμπλοκῆς ἐπιγενομένης, πολύτροποι μὲν συνέβαινον αἱ μεταβολαί, ἐν τοῖς πλείστοις δὲ τὰ Ῥωμαίων ὅμως κατώρθου. Ἠθύμει μὲν ὁ βασιλεύς. Ἀθροίσας δ’ οὖν πεζῶν μὲν δ μυριάδας, ἱππεῖς δὲ ὀκτακισχιλίους ἐξέπεμψε Διόφαντον καὶ Ταξίλλην ἐπὶ τοῖς προαπεσταλμένοις. Τῶν δὲ τοῖς προλαβοῦσι συναφθέντων, κατ’ ἀρχὰς μὲν ἀκροβολισμοῖς ἀλλήλων οἱ πολέμιοι καθ’ ἑκάστην σχεδὸν ἀπεπειρῶντο, εἶτα ἱππομαχίαι συνέστησαν β, ὧν τὴν μὲν ἐνίκων οἱ Ῥωμαῖοι, τὴν δευτέραν δὲ οἱ Ποντικοί. Τριβομένου δὲ τοῦ πολέμου, Λεύκολλος ἀγορὰν ἄξοντας εἰς Καππαδοκίαν ἐκπέμπει, καὶ μαθὼν Ταξίλλης καὶ Διόφαντος πεζοὺς ἐκπέμπουσι τετρακισχιλίους καὶ ἱππεῖς δισχιλίους, ἐφ’ ᾧ ἐπιθέμενοι ἀφαιρήσονται τοὺς ἀποκομίζοντας τὰς ἀγοράς.
Καὶ συμβαλόντων ἀλλήλοις ἐπικρατέστεροι γεγόνασιν οἱ Ῥωμαῖοι· πέμψαντος δὲ Λευκόλλου βοήθειαν τοῖς οἰκείοις, τροπὴ γίνεται βαρβάρων περιφανής. Καὶ τῇ φυγῇ τούτων ἡ Ῥωμαίων δύναμις ὁδηγουμένη ἐπὶ τὸ στρατόπεδον τὸ περὶ Διόφαντον καὶ Ταξίλλην ἧκον, καὶ καρτερᾶς πρὸς αὐτοὺς τῆς μάχης γενομένης, ἐπ’ ὀλίγον μὲν ἀντέσχον οἱ Ποντικοί, εἶτα τῶν στρατηγῶν πρῶτον ἀποχωρούντων, πάντες ἐνέκλιναν, καὶ Μιθριδάτῃ τοῦ πταίσματος οἱ στρατηγοὶ αὐτάγγελοι παρεγένοντο, καὶ πολὺ πλῆθος τότε τῶν βαρβάρων ἀπώλετο. Οὕτω Μιθριδάτῃ τῶν πραγμάτων περιφανῶς ἀποκεκλιμένων τῶν τε βασιλίδων γυναικῶν ἡ ἀναίρεσις ἐπεποίητο, καὶ φεύγειν ἐκ τῶν Καβήρων αὐτῷ, ἐν οἷς διέτριβε, λάθρᾳ τῶν ἄλλων ὑπηκόων ὁρμὴ γέγονε. Καὶ ἥλω ἂν ἐν τῇ φυγῇ, τῶν Γαλατῶν ἐπιδιωκόντων, καίπερ τὸν φεύγοντα ἀγνοούντων, εἰ μὴ περιτυχόντες ἡμιόνῳ χρυσὸν καὶ ἄργυρον τῶν Μιθριδατείων χρημάτων φερούσῃ περὶ τὴν ἁρπαγὴν τούτων ἐσχόλασαν. Καὶ αὐτὸς εἰς Ἀρμενίαν διασῴζεται.
PG 103:923Λεύκολλος δὲ ἐπὶ μὲν τὸν Μιθριδάτην Μάρκον Πομπήϊον ἡγεμόνα ἐξέπεμψεν, αὐτὸς δὲ ἐπὶ Καβήρων μεθ’ ὅλης ἠπείγετο τῆς δυνάμεως, καὶ τὴν πόλιν περικαθισάμενος σφᾶς αὐτοὺς παραδεδωκότας τοὺς βαρβάρους ὑποσπόνδους ἔσχε καὶ τῶν τειχῶν ἐκυρίευσεν. Ἐκεῖθεν δὲ πρὸς τὴν Ἄμισον παραγεγονώς, καὶ λόγοις παραινῶν τοὺς ἐν αὐτῇ Ῥωμαίοις προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν μεθίστη τὴν πολιορκίαν. Καὶ ῥᾳθύμως καταγωνίζεσθαι ταύτης προςεποιεῖτο, ὡς ἂν καὶ τοὺς πολεμίους εἰς ὅμοιον ῥᾳθυμίας ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου μεταβολῆς κατορθώσῃ τὸ μελετώμενον. Ὃ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ κλίμακας ἁρπάσαι κελεύσας τοὺς στρατιώτας, τῶν φυλάκων οὐδὲν τοιοῦτον προσδεδοκηκότων, ἀλλ’ ἐν ὀλιγωρίᾳ διακειμένων, διὰ τῶν κλιμάκων τὸ τεῖχος ὑπερβαίνειν τοὺς στρατιώτας ἐπέτρεψε, καὶ οὕτως ἥλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. Μετ’ ὀλίγον δὲ καὶ Ἀμισὸς ἑάλω, διὰ τῶν κλιμάκων καὶ αὐτῆς ὁμοίως τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι.
Καὶ κατ’ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὄλεθρον Λεύκολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀποκατέστησε, καὶ οἰκειότερον ἐχρῆτο. Μιθριδάτης δὲ πρὸς τὸν γαμβρὸν παραγεγονώς, καὶ συνουσίας τυχεῖν ἀξιῶν, ταύτης μὲν οὐ τυγχάνει, φρουρὰν δὲ τοῦ σώματος παρ’ αὐτοῦ λαμβάνει καὶ τῆς ἄλλης δεξιώσεως μετεῖχεν. Ἔπεμψε δὲ καὶ Λεύκολλος πρὸς Τιγράνην πρεσβευτὴν Ἄππιον Κλώδιον, Μιθριδάτην ἐξαιτῶν. Ὁ δὲ οὐκ ἔδωκε, φήσας τὴν ὑπὸ πάντων ἀνθρώπων, εἰ τῆς γαμετῆς πατέρα προδοίη, διευλαβεῖσθαι μομφήν· ἀλλὰ μοχθηρὸς μὲν ὡς εἴη Μιθριδάτης καὶ αὐτὸν εἰδέναι, δυσωπεῖσθαι δὲ τὴν ἐπικηδείαν. Γράφει δὲ καὶ ἐπιστολὴν πρὸς Λεύκολλον τοὺς εἰρημένους λόγους ἔχουσαν, ἥτις παρώξυνε τὸν δεξάμενον· οὐ γὰρ ἐνέγραψεν αὐτὸν αὐτοκράτορα, ἐγκαλῶν ὅτι μηδὲ αὐτὸς ἐκεῖνον κατὰ τὰς ἐπιστολὰς βασιλέα βασιλέων προςηγόρευσεν. Ἐνταῦθα μὲν καὶ ἡ πεντεκαιδεκάτη καταλήγει ἱστορία. Ἱστορία δὲ ἡ ἐφεξῆς τάδε ἀφηγεῖται.
Ἀναλαβὼν Κόττας τὰ Ῥωμαϊκὰ στρατεύματα κατὰ τῆς Ἡρακλείας ἐχώρει, ἀλλὰ πρῶτον μὲν ἐπὶ Προυσιάδος ἦγεν (ἡ δὲ Προυσιὰς πρὶν μὲν ἀπὸ τοῦ παραρρέοντος αὐτὴν ποταμοῦ Κίερος ἐκαλεῖτο· ὁ δὲ τῆς Βιθυνίας βασιλεὺς τῶν Ἡρακλεωτῶν ταύτην ἀφελόμενος ἐξ ἑαυτοῦ μετωνόμασεν). Ἐντεῦθεν ἐπὶ τὴν Ποντικὴν κατῆλθε θάλασσαν, καὶ παρελθὼν τὴν παραλίαν τοῖς κατὰ κορυφὴν τείχεσι τὸ στράτευμα περιέστησεν. Ἐθάρρουν μὲν τῇ τοῦ χωρίου οἱ Ἡρακλεῶται ὀχυρότητι, καὶ καρτερῶς τοῦ Κόττα πολιορκοῦντος σὺν τοῖς φρουροῖς ἀντεμάχοντο· καὶ φόνος ἦν τοῦ Ῥωμαϊκοῦ πλήθους πλέον, τραύματα δὲ πολλὰ τῶν Ἡρακλεωτῶν ἐκ τῶν βελῶν. Κόττας οὖν ἀνακαλεῖται τῆς τειχομαχίας τὸ στράτευμα, καὶ μικρὸν στρατοπεδεύων ἄποθεν ὅλον ἔτρεπε τὸν σκοπὸν εἰς τὸ τὰς ἐπὶ ταῖς χρείαις ἐξόδους εἴργειν τῶν πολιορκουμένων. Σπανιζόντων δὲ τῇ πόλει τῶν ἐπιτηδείων πρεσβεία πρὸς τοὺς ἀποίκους ἐξεπέμπετο, τροφῆς δι’ ὠνῆς αἰτοῦσα χορηγίαν. Οἱ δὲ τῇ πρεσβείᾳ ἠσμένιζον. Πρὸ βραχέος δὲ ὁ Τριάριος τὸν Ῥωμαϊκὸν στόλον ἔχων ὥρμησεν ἀπὸ Νικομηδείας ἐπὶ τὰς ποντικὰς τριήρεις, ἃς προεῖπεν ὁ λόγος περί τε Κρήτην καὶ Ἰβηρίαν ἐξαποσταλῆναι.
PG 103:925Μαθὼν δὲ τὰς ὑπολοίπους ἐς τὸν Πόντον ἀνακεχωρηκέναι (πολλαὶ γὰρ αὐτῶν καὶ χειμῶνι καὶ ταῖς κατὰ μέρος ναυμαχίαις εἰς διαφθορὰν ἔδυσαν) καταλαμβάνει τε ταύτας, καὶ τὴν μάχην περὶ τὴν Τένεδον συγκροτεῖ, ο μὲν ἔχων τριήρεις αὐτός, τῶν δὲ Ποντικῶν ἀγόντων βραχὺ δεούσας τῶν π. Ἐπεὶ δὲ συνέστη ὁ πόλεμος, κατ’ ἀρχὰς μὲν ἀντεῖχον οἱ τοῦ βασιλέως, ὕστερον δὲ τροπῆς αὐτῶν λαμπρᾶς γενομένης, τὸ Ῥωμαίων ἀνὰ κράτος ἐνίκησε στράτευμα, καὶ οὕτως ἅπας ὁ Μιθριδάτειος στόλος, ὅσος ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπλευσεν, ἑάλω. Κόττας δὲ παρὰ τὴν Ἡράκλειαν στρατοπεδεύων ὅλῳ μὲν οὐ προσέβαλε τῇ πολιορκίᾳ τέως τῷ στρατῷ, κατὰ μέρος δὲ προσῆγεν, ἐνίους μὲν τῶν Ῥωμαίων, πολλοὺς δὲ προβαλλόμενος τῶν Βιθυνῶν· πολλῶν δὲ καὶ τιτρωσκομένων καὶ ἀναιρουμένων, μηχανὰς ἐπενόει, ὧν ἐδόκει τοῖς πολιορκουμένοις ἡ χελώνη φοβερωτέρα. Ἐπάγει γοῦν ταύτην ὅλην τὴν δύναμιν συγκινήσας πύργῳ τινὶ ὑπόπτως ἔχοντι πρὸς τὸ παθεῖν·
ὡς δὲ ἅπαξ καὶ δεύτερον πληγεὶς οὐ μόνον παρὰ δόξαν διεκαρτέρει, ἀλλὰ καὶ ὁ κριὸς τῆς ἄλλης ἐμβολῆς προαπεκλάσθη, εὐθυμίαν μὲν τοῖς Ἡρακλεώταις, ἀγωνίαν δὲ παρέσχε Κόττᾳ διαταράττουσαν αὐτόν, ὡς οὐκ ἂν ἡ πόλις αἱρεθείη ποτέ. Τῇ ὑστεραίᾳ δ’ οὖν πάλιν ἐπαγαγὼν τὴν μηχανὴν καὶ μηδὲν ἀνύσας, κατακαίει μὲν τὸ μηχάνημα, ἀποτέμνει δὲ καὶ τὰς τῶν μηχανοποιῶν κεφαλάς, καὶ φρουρὰν τοῖς τείχεσι καταλιπών, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὸ καλούμενον πεδίον Λύκαιαν διέτριβεν, ἀφθονίαν ἔχοντος τῶν ἐπιτηδείων τοῦ χωρίου, κἀκεῖθεν τὴν περὶ τὴν Ἡράκλειαν χώραν ἅπασαν ἐδῄου, εἰς πολλὴν ἀμηχανίαν τοὺς πολίτας συνελαύνων. Διεπρεσβεύετο γοῦν πάλιν πρός τε τοὺς ἐν Σκυθίᾳ Χεροννησίτας καὶ Θεοδοσιανοὺς καὶ τοὺς περὶ τὸν Βόσπορον δυνάστας ὑπὲρ συμμαχίας· καὶ ἡ πρεσβεία ἀνέστρεφεν ἔμπρακτος. Τῶν δὲ πολεμίων ἐπικειμένων τῇ πόλει, οὐ πολὺ ἔλαττον αὐτῇ τὰ λυποῦντα ἔνδον ἐπετίθετο. Οὐ γὰρ ἠρκοῦντο οἱ φρουροὶ οἷς διέζη τὸ δημοτικόν, τύπτοντες δὲ τοὺς πολίτας χορηγεῖν ἃ μὴ ῥᾷον ἦν αὐτοῖς ἐξ ἀνάγκης ἐκέλευον.
PG 103:927Καὶ τῶν φρουρῶν ἔτι μᾶλλον ἦν χαλεπώτερος ὁ ἐφεστηκὼς αὐτῶν Κοννακόρηξ, οὐκ ἀπείργων ἀλλ’ ἐπιτρέπων τοῖς ὑπὸ χεῖρα τὴν βίαν. Τεμὼν δὲ τὴν χώραν ὁ Κόττας πάλιν προσβάλλει τοῖς τείχεσιν· ἀθύμους δὲ τοὺς στρατιώτας πρὸς πολιορκίαν ὁρῶν ἀπάγει τῆς τειχομαχίας, καὶ πέμπει καλῶν Τριάριον τάχος ταῖς τριήρεσιν ἀφικνεῖσθαι καὶ κωλύειν τὸν διὰ τῆς θαλάσσης ἐπισιτισμὸν τῇ πόλει. Λαβὼν οὖν ἃς εἶχεν ὁ Τριάριος καὶ Ῥοδίους κ ναῦς, ὧν σύμπαν τὸ πλῆθος εἰς γ καὶ μ ἐτέλει, εἰς τὸν Πόντον διαβαίνει, καὶ μηνύει Κόττᾳ καὶ τὸν καιρὸν καὶ τὴν ἄφιξιν· ὑπὸ δὲ τὴν αὐτὴν ἡμέραν Κόττας τε τοῖς τείχεσι τὸν στρατὸν προσῆγε καὶ ὁ κατάπλους τῶν Τριαρίου νεῶν ἐπεφαίνετο. Συνταραχθέντες οὖν οἱ Ἡρακλεῶται πρὸς τὸ αἰφνίδιον τῆς τῶν νηῶν ἐφόδου, ναῦς μὲν ἐπὶ τὴν θάλασσαν λ καθεῖλκον, οὐδὲ ταύτας ἀκριβῶς πληροῦντες, τὸ δὲ λοιπὸν πρὸς τὴν πολιορκίαν ἐτρέποντο. Ἀνήγετο μὲν ὁ Ἡρακλεωτικὸς στόλος πρὸς τὰς ἐπιπλεούσας τῶν πολεμίων. Πρῶτοι γοῦν Ῥόδιοι (καὶ γὰρ ἐδόκουν ἐμπειρίᾳ τε καὶ ἀνδρείᾳ τῶν ἄλλων προέχειν) ἐνερράγησαν ταῖς ἐξ Ἡρακλείας, καὶ παραχρῆμα μὲν κατέδυσαν Ῥοδίων μὲν γ Ἡρακλεώτιδες δὲ ε.
Ἐπιγενόμενοι δὲ τῇ ναυμαχίᾳ καὶ Ῥωμαῖοι, καὶ πολλὰ παθόντες καὶ ποιήσαντες τοῖς πολεμίοις, πλέον δὲ ὅμως κακώσαντες, ἐτρέψαντο τὰς ἐξ Ἡρακλείας καὶ φεύγειν ἠνάγκασαν πρὸς τὴν πόλιν, δ ἀποβαλούσας καὶ ι. Αἱ τρεψάμεναι δὲ πρὸς τὸν μέγαν ἐνωρμίζοντο λιμένα. Ἀνίστη δ’ οὖν καὶ τὸ πεζὸν τῆς πολιορκίας ὁ Κόττας· οἱ δὲ περὶ Τριάριον ἀναγόμενοι καθ’ ἑκάστην ἀπὸ τοῦ λιμένος τοὺς σιτηγεῖν ὡρμημένους τοῖς πολιορκουμένοις ἀπεκώλυον, καὶ σπάνις χαλεπὴ τὴν πόλιν κατεῖχεν, ὡς π Ἀττικῶν τὴν λεγομένην χοίνικα τοῦ σίτου προκόψαι. Ἐπὶ δὲ τοῖς ἄλλοις κακοῖς καὶ λοιμὸς αὐτοῖς ἐπιπεσών (εἴτε ἐκ τροπῆς ἀέρων εἴτε ἐκ τῆς ἀσυνήθους διαίτης) ποικίλην ἐπὶ ποικίλαις παθημάτων ἰδέαις τὴν φθορὰν ἀπειργάζετο· ἐν οἷς καὶ Λάμαχος πικροτέρῳ καὶ μακροτέρῳ τῶν ἄλλων ὀλέθρῳ διέφθαρτο. Ἥψατο δὲ μάλιστα καὶ τῶν φρουρῶν ἡ νόσος, ὡς ἀπὸ τρισχιλίων χιλίους ἀποθανεῖν. Τοὺς Ῥωμαίους δὲ τὸ πάθος οὐκ ἐλάνθανε. Καὶ ὁ Κοννακόρηξ κακοπαθῶν ταῖς συμφοραῖς ἔγνω τοῖς Ῥωμαίοις προδιδόναι τὴν πόλιν καὶ τῇ τῶν Ἡρακλεωτῶν ἀπωλείᾳ τὴν ἰδίαν σωτηρίαν ἀλλάξασθαι.
Συνελαμβάνετο δὲ αὐτῷ καὶ Ἡρακλεώτης ἀνήρ, ζηλωτὴς τῆς Λαμάχου προαιρέσεως, Δαμωφέλης ὄνομα, φρούραρχος καὶ αὐτὸς τῇ πόλει μετὰ τὴν Λαμάχου φθορὰν καταστάς. Ὁ τοίνυν Κοννακόρηξ τὸν Κότταν μὲν ὡς βαρὺν τὸ ἦθος καὶ ἄπιστον ἐφυλάττετο, πρὸς Τριάριον δὲ συνετίθετο. Συνέτρεχε δὲ τούτοις καὶ Δαμωφελὴς οὐκ ἐνδεέστερον. Καὶ λαβόντες συνθήκας, αἷς εὐδαιμονήσειν αὐτοὶ ἤλπιζον, πρὸς τὴν προδοσίαν παρεσκευάζοντο. Ἐξ ἐπιπολῆς οὖν τὰ πραττόμενα τοῖς προδόταις διέπιπτεν εἰς τὸν δῆμον. Εἰς ἐκκλησίαν οὖν ἡ πόλις συνέδραμον καὶ τὸν φρούραρχον ἐκάλουν. Βριθαγόρας δὲ τῶν ἐν τῷ δήμῳ ἀνὴρ ἐπιφανὴς πρὸς Κοννακόρηκα παραγεγονὼς τά τε κατέχοντα τὴν Ἡράκλειαν διεξῄει, καὶ εἰ κἀκείνῳ δοκεῖ, ἐπὶ κοινῇ πάντων σωτηρίᾳ διελάμβανεν Τριαρίῳ διαλέξασθαι. Ταῦτα Βριθαγόρου μετὰ πολλῆς οἰκτισαμένου δεήσεως, διαναστὰς ὁ Κοννακόρηξ τοιαύτην μὲν συνθήκην ἀπεῖπε πράττεσθαι, ἔχεσθαι δὲ τῆς ἐλευθερίας καὶ τῶν κρειττόνων ὑπεκρίνατο ἐλπίδων· καὶ γὰρ καὶ τὸν βασιλέα μαθεῖν διὰ γραμμάτων ὑπὸ Τιγράνους τε τοῦ γαμβροῦ φιλοφρόνως δεδέχθαι, καὶ οὐκ εἰς μακρὰν ἐκεῖθεν προσδοκᾶν τὴν ἀποχρῶσαν βοήθειαν.
PG 103:929Ἀλλ’ ἐκείνοις μὲν ταῦτα ὁ Κοννακόρηξ ἐσκηνικεύετο· οἱ δὲ Ἡρακλεῶται τούτοις τοῖς λόγοις ἐξηπατημένοι (ἀεὶ γὰρ αἱρετὸν τὸ ἐράσμιον) ὡς ἀληθέσι τοῖς τερατευθεῖσιν ἐπίστευον. Ὁ δὲ Κοννακόρηξ, ὡς ἠπατημένους ἔγνω, κατὰ μέσας νύκτας ἐπιβιβάσας ἡσύχως ταῖς τριήρεσι τὸ στράτευμα (αἱ γὰρ πρὸς Τριάριον συνθῆκαι κακῶν ἀπαθεῖς ἀπιέναι, καὶ εἴ τι κεκερδαγκότες εἴησαν, μεθ’ ἑαυτῶν ἄγειν ἐπέτρεπον), καὶ αὐτὸς τούτοις συνεξέπλευσε. Δαμωφελὴς δὲ τὰς πύλας ἀνοίξας εἰσχεόμενον τὸν ῥωμαϊκὸν στρατὸν καὶ τὸν Τριάριον εἰσεδέχετο, τοὺς μὲν διὰ τῆς πύλης, ἐνίους δὲ καὶ τὴν στεφάνην ὑπερβαίνοντας, καὶ τότε τῆς προδοσίας οἱ Ἡρακλεῶται ἐπῄσθοντο. Καὶ οἱ μὲν σφᾶς αὐτοὺς παρεδίδοσαν, οἱ δὲ ἐκτείνοντο, τά τε κειμήλια καὶ τὰ ἔπιπλα διηρπάζετο, καὶ πολλὴ τοὺς πολίτας ὠμότης ἐλάμβανε, μεμνημένων Ῥωμαίων ὅσα τε παρὰ τὴν ναυμαχίαν πάθοιεν καὶ ὅσα τεταλαιπωρηκότες ἐπὶ τῇ πολιορκίᾳ ὑπέστησαν. Οὐκ ἀπείχοντο γοῦν οὐδὲ τῶν ἐπὶ τοῖς ἱεροῖς πεφευγότων, ἀλλὰ παρά τε τοῖς βωμοῖς καὶ τοῖς ἀγάλμασιν αὐτοὺς ἔσφαττον. Διὸ πολλοὶ διαπίπτοντες ἐκ τῶν τειχῶν φόβῳ τοῦ ἀφύκτου θανάτου κατὰ πᾶσαν ἐσκεδάννυντο χώραν·
οἱ δὲ αὐτομολεῖν πρὸς τὸν Κότταν ἠναγκάζοντο. Ἐξ ὧν ἐκεῖνος τήν τε ἅλωσιν καὶ τὸν φθόρον τῶν ἀνθρώπων καὶ τὴν διαρπαγὴν τῶν χρημάτων πυθόμενος, ὀργῆς ἀνεπίμπλατο, καὶ διὰ ταχέων πρὸς τὴν πόλιν ἠπείγετο. Συνεχαλέπαινε δὲ καὶ τὸ στράτευμα, ὡς μὴ μόνον τὴν ἐπὶ τοῖς κατωρθωμένοις εὐδοξίαν ἀφῃρημένοι ἀλλὰ καὶ τῶν λυσιτελειῶν ἁπάσας παρὰ τῶν αὐτῶν διηρπασμένοι. Καὶ εἰς μάχην ἂν τοῖς ὁμοφύλοις κατέστησαν ἄσπονδον, καὶ κατεκόπησαν ἂν ὑπ’ ἀλλήλων, εἰ μὴ ὁ Τριάριος ἐπιγνοὺς τὴν ὁρμὴν αὐτῶν, πολλοῖς ἐκμειλίξας λόγοις τόν τε Κότταν καὶ τὸν στρατόν, καὶ εἰς τὸ κοινὸν τὰ κέρδη καταθεῖναι βεβαιωσάμενος, τὸν ἐμφύλιον ἀνεχαίτισε πόλεμον. Ἐπεὶ δὲ ἐπυνθάνοντο τὸν Κοννακόρηκα κατειληφότα τὴν Τῖον καὶ τὴν Ἄμαστριν, αὐτίκα Κόττας Τριάριον ἐκπέμπει ἀφαιρησόμενον αὐτὸν τὰς πόλεις. Αὐτὸς δὲ τούς τε προσκεχωρηκότας ἄνδρας λαβὼν καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευνώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφείδετο, ἀλλὰ τούς τε ἀνδρίαντας καὶ τὰ ἀγάλματα ἐκίνει, πολλὰ καὶ καλὰ ὄντα.
Chapter IIICaput III
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:931Καὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῄρει, καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπολειπομένην. Ἦν δὲ ῥόπαλον σφυρήλατον ἀπέφθου χρυσοῦ πεποιημένον, κατὰ δὲ αὐτοῦ λεοντῆ μεγάλη ἐκέχυτο, καὶ γωρυτὸς τῆς αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ θαυμαστὰ ἀναθήματα ἔκ τε τῶν ἱερῶν καὶ τῆς πόλεως ἀφελών, ταῖς ναυσὶν ἐγκατέθετο. Καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτην ὑπέπρησε μέρη. Ἑάλω δὲ ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχοῦσα. Ὁ δὲ Τριάριος παραγεγονὼς ἐν αἷς ἀπέσταλτο πόλεσι, Κοννακόρηκι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προδοσίαν ἑτέρων κατασχέσει συγκαλύπτειν διενοεῖτο) δοὺς ἄδειαν τῆς ἀναχωρήσεως, καθ’ ὁμολογίαν λαμβάνει τὰς πόλεις. Ὁ δὲ Κόττας ἅπερ εἴρηται διαπραξάμενος, τὸ μὲν πεζὸν καὶ τοὺς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφῆκεν ἐπὶ τῶν πατρίδων, αὐτὸς δ’ ἀνήγετο τῷ στόλῳ.
Τῶν δὲ νεῶν αἳ τὰ τῆς πόλεως λάφυρα ἦγον, αἱ μὲν κατάφορτοι γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς διελύθησαν, αἱ δὲ ἀπαρκτίου πνεύσαντος ἐξεβράσθησαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγωγίμων ἀπεβάλοντο. Λεόνιππος δὲ ὁ σὺν Κλεοχάρει παρὰ Μιθριδάτου τὴν Σινώπην ἐπιτραπείς, ἀπεγνωκὼς τῶν πραγμάτων, πέμπει περὶ προδοσίας πρὸς Λεύκολλον. Ὁ δὲ Κλεοχάρης ἅμα Σελεύκῳ (καὶ γὰρ οὗτος τῶν Μιθριδάτου στρατηγὸς ἰσοστάσιος τῶν εἰρημένων ἦν) τὴν Λεονίππου μαθόντες προδοσίαν, ἐκκλησίαν ἀθροίσαντες κατηγόρουν αὐτοῦ. Οἱ δὲ οὐ προσίεντο· ἐδόκει γὰρ αὐτοῖς εἶναι χρηστός. Καὶ οἱ περὶ Κλεοχάρην δείσαντες τοῦ πλήθους τὴν εὔνοιαν ἐξ ἐνέδρας νυκτὸς ἀποσφάττουσι τὸν ἄνδρα. Καὶ τὸ μὲν δημοτικὸν ἤχθετο τῷ πάθει, οἱ δὲ περὶ Κλεοχάρην τῶν πραγμάτων κύριοι καταστάντες τυραννικῶς ἦρχον, ταύτῃ νομίζοντες διαφυγεῖν τῆς ἐπὶ Λεονίππῳ μιαιφονίας τὴν δίκην. Ἐν τούτῳ Κηνσωρῖνος ναύαρχος Ῥωμαίων, τριήρεις ἄγων ιε σῖτον ἀπὸ Βοσπόρου τῷ Ῥωμαίων κομιζούσας στρατοπέδῳ, πλησίον Σινώπης κατῆγε.
Καὶ οἱ περὶ Κλεοχάρην καὶ Σέλευκον ἀνταναχθέντες σινωπικαῖς τριήρεσιν, ἡγουνένου Σελεύκου, καθίστανται εἰς ναυμαχίαν καὶ νικῶσι τοὺς Ἰταλούς, καὶ τὰς φορτηγοὺς ἐπὶ τῷ σφῶν ἀφαιροῦνται κέρδει. Ἐπήρθησαν οὖν οἱ περὶ Κλεοχάρην τῷ κατορθώματι, καὶ τυραννικώτερον ἔτι τῆς πόλεως ἦρχον, φόνους τε ἀκρίτους τῶν πολιτῶν ποιοῦντες καὶ τὰ ἄλλα τῇ ὠμότητι ἀποχρώμενοι. Ἐγένετο δὲ καὶ στάσις πρὸς ἀλλήλους Κλεοχάρῃ καὶ Σελεύκῳ· τῷ μὲν γὰρ ἤρεσκε διακαρτερεῖν τῷ πολέμῳ, Σελεύκῳ δὲ πάντας Σινωπεῖς ἀναιρεῖν καὶ Ῥωμαίοις ἐπὶ δωρεαῖς μεγάλαις παρασχεῖν τὴν πόλιν. Πλὴν οὐδεμία τῶν γνωμῶν κρίσιν ἔσχε, τὰ δὲ ὑπάρχοντα λαθραίως ναυσὶ στρογγύλαις ἐνθέμενοι πρὸς Μαχάρην τὸν Μιθριδάτου υἱόν, ὃς κατ’ ἐκεῖνο καιροῦ περὶ τὴν Κολχίδα ἦν, ἐξέπεμπον. Ἐν τούτῳ δὲ Λεύκολλος ὁ τῶν Ῥωμαίων αὐτοκράτωρ παραγίνεται τῇ πόλει, καὶ κραταιῶς ἐπολιόρκει. Ἐπρεσβεύετο δὲ καὶ Μαχάρης ὁ τοῦ Μιθριδάτου πρὸς Λεύκολλον περὶ φιλίας τε καὶ συμμαχίας. Ὁ δὲ ἀσμένως ἐδέχετο, εἰπὼν βεβαίους νομιεῖν τὰς συμβάσεις, εἰ μὴ καὶ τοῖς Σινωπεῦσιν ἀγορὰν διαπέμποι.
PG 103:933Ὁ δὲ οὐ μόνον τὸ κελευόμενον ἔπραττεν, ἀλλὰ καὶ ἃ παρεσκεύαστο πέμπειν τοῖς Μιθριδατείοις, ἐξαπέστειλε Λευκόλλῳ. Ταῦτα οἱ περὶ Κλεοχάρην θεασάμενοι καὶ τέλεον ἀπογνόντες, πλοῦτον πολὺν ταῖς ναυσὶν ἐνθέμενοι καὶ τὴν πόλιν διαρπάσαι τοῖς στρατιώταις ἐφέντες, (ὑπὸ νύκτα δὲ ταῦτα ἐπράττετο) διὰ τῶν πλοίων ἔφευγον εἰς τὰ ἐσώτερα τοῦ Πόντου (Σάνηγας δὲ καὶ Λαζοὺς ἐποίκους εἶχον τὰ χωρία), ταῖς ὑπολειφθείσαις τῶν νεῶν πῦρ ἐνέντες. Αἰρομένης δὲ τῆς φλογός, ᾔσθετο Λεύκολλος τοῦ ἔργου, καὶ κλίμακας κελεύει προσάγειν τῷ τείχει· οἱ δὲ ὑπερέβαινον, καὶ φθόρος ἦν κατ’ ἀρχὰς οὐκ ὀλίγος, ἀλλὰ τὸ πάθος Λεύκολλος οἰκτείρας, τὴν σφαγὴν ἐπέσχεν. Οὕτω μὲν οὖν ἥλω καὶ ἡ Σινώπη. Ἔτι δὲ ἡ Ἀμάσεια ἀντεῖχεν, ἀλλ’ οὐ μετ’ οὐ πολὺ καὶ αὐτὴ προσεχώρησε Ῥωμαίοις. Μιθριδάτης δὲ ἐνιαυτὸν καὶ μῆνας η ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας διατρίβων, οὔπω εἰς ὄψιν κατέστη Τιγράνου· ἐπεὶ δὲ Τιγράνης ἐδυσωπήθη εἰς θέαν αὐτὸν καταστῆσαι, μετὰ λαμπρᾶς τε τῆς πομπῆς ἀπήντα, καὶ βασιλικῶς ἐδεξιοῦτο.
Chapter VCaput V
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπὶ δὲ τρεῖς ἡμέρας ἀπορρήτως αὐτῷ ὁμιλήσας, ἔπειτα λαμπροτάταις ἑστιάσεσι φιλοφρονησάμενος, μυρίους δίδωσιν ἱππεῖς καὶ ἐπὶ τὸν Πόντον ἐκπέμπει. Λεύκολλος δὲ εἰς τὴν Καππαδοκίαν ἐληλυθώς, καὶ φίλον ἔχων τὸν ἐπάρχοντα ταύτης Ἀριοβαρζάνην, διέβη τε παρὰ δόξαν πεζῇ τὸν Εὐφράτην, καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾧ τάς τε Τιγράνου παλλακίδας φυλάττεσθαι μεμαθήκει καὶ πολλὰ τῶν σφόδρα τιμίων. Καταλελοίπει δὲ καὶ τοὺς Τιγρανόκερτα πολιορκήσοντας, καὶ στράτευμα ἄλλο ἐπὶ τῶν πολισμάτων τὰ σπουδαιότερα. Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ πολλὰ μέρη πολιορκουμένης ἔπεμπε Τιγράνης ἀνακαλῶν Μιθριδάτην. Καὶ στρατὸν δὲ περὶ τὴν πόλιν, ἐν ᾧ τὰς παλλακίδας ἔθετο, διέπεμπεν, οἳ καὶ παραγεγονότες, καὶ τοξείᾳ τοῦ Ῥωμαίων στρατοπέδου τὰς ἐξόδους διακλείσαντες, τάς τε παλλακίδας καὶ τὰ τιμιώτατα τῶν κειμηλίων διὰ νυκτὸς προεξέπεμψαν. Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα τῶν Θρᾳκῶν ἀνδρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρίαι τῶν ἀνῃρημένων ἑάλωσαν οὐκ ἐλάττους· τὰ μέντοι γε προαποσταλέντα διεσῴζετο πρὸς Τιγράνην.
PG 103:935Δύναμιν δὲ οὗτος ἀθροίσας ὀκτὼ μυριάδας κατέβαινε, τήν τε Τιγρανόκερτα ἐξαιρησόμενος τῶν συνεχόντων καὶ ἀμυνούμενος τοὺς πολεμίους. Φθάσας δὲ καὶ ἰδὼν τὸ Ῥωμαίων ὀλίγον στρατόπεδον, ὑπεροπτικοὺς ἠφίει λόγους, ὡς εἰ μὲν πρεσβευταὶ παρεῖεν, πολλοὶ φάμενος, συνῆλθον, εἰ δὲ πολέμιοι, παντελῶς ὀλίγοι· καὶ ταῦτα εἰπὼν ἐστρατοπεδεύετο. Λεύκολλος δὲ τέχνῃ καὶ μελέτῃ πρὸς τὴν μάχην παραταξάμενος, καὶ θαρρύνας τοὺς ὑπ’ αὐτόν, τρέπει τε τὸ δεξιὸν εὐθὺς κέρας, εἶτα τούτῳ συναπέκλινε τὸ πλησίον, ἑξῆς δὲ σύμπαντες. Καὶ δεινή τις καὶ ἀνεπίσχετος τοὺς Ἀρμενίους ἐπέσχε τροπή, καὶ κατὰ λόγον ἡ τῶν ἀνθρώπων εἵπετο φθορά. Τιγράνης δὲ τὸ διάδημα καὶ τὰ παράσημα τῆς ἀρχῆς ἐπιθεὶς τῷ παιδὶ πρός τι τῶν ἐρυμάτων διαφεύγει. Ὁ δὲ Λεύκολλος ἐπὶ τὰ Τιγρανόκερτα ἀναστρέψας προθυμότερον ἐπολιόρκει. Οἱ δὲ κατὰ τὴν πόλιν Μιθριδάτου στρατηγοί, τῶν ὅλων ἀπεγνωκότες, ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ Λευκόλλῳ παρέδοσαν τὴν πόλιν.
Ὁ μέντοι Μιθριδάτης πρὸς Τιγράνην παραγεγονὼς ἀνελάμβανέ τε αὐτὸν καὶ βασιλικὴν ἐσθῆτα περιετίθει τῆς συνήθους οὐκ ἐλαττουμένην, καὶ λαὸν ἀθροίζειν συνεβούλευεν, ἔχων καὶ αὐτὸς δύναμιν οὐκ ὀλίγην, ὡς πάλιν ἀναμαχούμενον τὴν νίκην. Ὁ δὲ πάντα τῷ Μιθριδάτῃ ἐπέτρεπεν, ἔν τε τῷ γενναίῳ καὶ συνετῷ τὸ πλέον νέμων αὐτῷ καὶ μᾶλλον ἀνέχειν εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον δυνάμενον. Αὐτὸς δὲ πρὸς τὸν Πάρθον Φραδάτην διεπρεσβεύετο παραχωρεῖν αὐτῷ τὴν Μεσοποταμίαν καὶ τὴν Ἀδιαβηνὴν καὶ τοὺς Μεγάλους Αὐλῶνας. Ἀφικομένων δὲ πρὸς τὸν Πάρθον καὶ παρὰ Λευκόλλου πρέσβεων, τοῖς μὲν Ῥωμαίοις ἰδίᾳ φίλος εἶναι ὑπεκρίνατο καὶ σύμμαχος, ἰδίᾳ δὲ τὰ αὐτὰ πρὸς τοὺς Ἀρμενίους διετίθετο. Ὁ δὲ δὴ Κόττας ὡς εἰς τὴν Ῥώμην ἀφίκετο, τιμῆς παρὰ τῆς συγκλήτου τυγχάνει Ποντικὸς αὐτοκράτωρ καλεῖσθαι, ὅτι ἕλοι τὴν Ἡράκλειαν. Διαβολῆς δὲ εἰς τὴν Ῥώμην ἀφικνουμένης ὡς οἰκείων κερδῶν ἕνεκα τηλικαύτην πόλιν ἐξαφανίσειε, μῖσός τε δημόσιον ἐλάμβανε, καὶ ὁ περὶ αὐτὸν τοσοῦτος πλοῦτος φθόνον ἀνεκίνει.
Διὸ καὶ πολλὰ τῶν λαφύρων εἰς τὸ τῶν Ῥωμαίων εἰσεκόμιζε ταμιεῖον, τὸν ἐπὶ τῷ πλούτῳ φθόνον ἐκκρούων, εἰ καὶ μηδὲν αὐτοὺς πρᾳοτέρους ἀπειργάζετο, ἀπὸ πολλῶν ὀλίγα νέμειν ὑπολαμβάνοντας. Ἐψηφίσαντο δὲ αὐτίκα καὶ τοὺς αἰχμαλώτους τῆς Ἡρακλείας ἀφίεσθαι. Θρασυμήδης δὲ τῶν ἐξ Ἡρακλείας εἷς κατηγόρησεν ἐπ’ ἐκκλησίας τοῦ Κόττα, τάς τε τῆς πόλεως εἰσηγούμενος πρὸς Ῥωμαίους εὐνοίας, καὶ εἴ τι ταύτης ἀποκλίνοιεν, οὐχὶ γνώμῃ τῆς πόλεως τοῦτο δρᾶν, ἀλλ’ ἤ τινος τῶν ἐφεστηκότων τοῖς πράγμασιν ἐξαπάτῃ ἢ καὶ βίᾳ τῶν ἐπιτιθεμένων. Ἀπῳκτίζετο δὲ τόν τε τῆς πόλεως ἐμπρησμόν, καὶ ὅσα τὸ πῦρ ἀφανίσοι, ὅπως τε τὰ ἀγάλματα Κόττας καθῄρει καὶ λείαν ἐποιεῖτο τούς τε ναοὺς κατέσπα, καὶ ὅσα ἄλλα δι’ ὠμότητος ἐλθὼν ἐπεπράγει, τόν τε χρυσὸν καὶ τὸν ἄργυρον τῆς πόλεως ἀναγράφων ἀναρίθμητον, καὶ τὴν ἄλλην τῆς Ἡρακλείας ἣν ἐσφετερίσατο εὐδαιμονίαν.
PG 103:937Τοιαῦτα τοῦ Θρασυμήδους μετ’ οἰμωγῆς καὶ δακρύων διεληλυθότος, καὶ τῶν ἡγεμόνων ἐπικλασθέντων τῷ πάθει (καὶ γὰρ παρῆλθε καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος, ἄνδρες ὁμοῦ καὶ γυναῖκες μετὰ τέκνων ἐν πενθίμοις ἐσθήσεσι θαλλοὺς ἱκεσίους μετ’ ὀλοφυρμῶν προτείνοντες), ἀντιπαρελθὼν ὁ Κόττας βραχέα τῇ πατρίῳ διελέχθη γλώττῃ, εἶτα ἐκαθέσθη. Καὶ Κάρβων ἀναστάς· «Ἡμεῖς, ὦ Κόττα, φησί, πόλιν ἑλεῖν ἀλλ’ οὐχὶ καθελεῖν ἐπετρέψαμεν». Μετ’ αὐτὸν δὲ καὶ ἄλλοι ὁμοίως Κότταν ᾐτιάσαντο. Πολλοῖς μὲν οὖν ἄξιος ὁ Κόττας ἐδόκει φυγῆς· μετριάσαντες δ’ ὅμως ἀπεψηφίσαντο τὴν πλατύσημον αὐτοῦ, Ἡρακλεώταις δὲ τήν τε χώραν καὶ τὴν θάλαςσαν καὶ τοὺς λιμένας ἀποκατέστησαν, καὶ μηδένα δουλεύειν ψῆφον ἔθεντο. Ταῦτα Θρασυμήδους διαπραξαμένου, ἐπὶ τὴν πατρίδα μὲν τοὺς πολλοὺς ἐξέπεμψεν, αὐτὸς δὲ μετὰ Βριθαγόρου τε καὶ Προπύλου (παῖς δὲ ἦν ὁ Πρόπυλος Βριθαγόρου) κατὰ τοὺς ἑξῆς ἐπιμένων χρόνους τὰ λοιπὰ τῶν ἐπειγόντων καθίστατο. Καί τινων ἐτῶν ἀνυσθέντων τρισὶν ἐπακτρίσιν εἰς τὴν Ἡράκλειαν ἐπανάγεται. Ἀφικόμενος δὲ πάντα τρόπον ἐπενόει ἀνοικίζεσθαι τὴν πόλιν, καθάπερ εἰς παλιγγενεσίαν ἀνακαλούμενος·
Chapter VI-VIICaput VI - VII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀλλὰ πάντα πράττων μόλις εἰς ὀκτακισχιλίους, ἅμα τοῖς οἰκετικοῖς σώμασι, συλλεγῆναι κατεπράξατο. Βριθαγόρας δέ, ἤδη τῆς πόλεως αὐξομένης, ἐλπίδας ἐποιήσατο πρὸς ἐλευθερίαν τὸν δῆμον ἀνενεγκεῖν, καὶ διαγεγονότων μὲν πολλῶν ἐτῶν, ἤδη δὲ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἕνα περιϊσταμένης ἄνδρα Γάϊον Ἰούλιον Καίσαρα, πρὸς τοῦτον ἠπείγετο. Συνεπρέσβευον δὲ αὐτῷ ἄλλοι τέ τινες τῶν ἐπιφανῶν καὶ ὁ υἱὸς Πρόπυλος. Γνωσθεὶς οὖν τῷ Καίσαρι Βριθαγόρας, καὶ διαπραξάμενος ἐγγυτέρω τῇ φιλίᾳ προσελθεῖν, δι’ ὑποσχέσεως ἐγένετο, οὐ μὴν ἐξ ἐφόδου γε λαβεῖν τὴν ἐλευθερίαν ἠδυνήθη, ἅτε δὴ οὐκ ἐν τῇ Ῥώμῃ ἀλλ’ ἐφ’ ἕτερα τοῦ Γαί̈ου περιτρέχοντος. Οὐκ ἀφίστατο μέντοι γε Βριθαγόρας, ἀλλὰ περὶ πᾶσαν τὴν οἰκουμένην αὐτός τε καὶ Πρόπυλος συμπεριαγόμενος τῷ Καίσαρι ἐβλέπετο παρ’ αὐτοῦ, ὡς ἐπισημειούμενον τὸν αὐτοκράτορα τῆς λιπαρήσεως αὐτὸν ἀποδέχεσθαι. Δωδεκαετίας δὲ τὴν παρεδρίαν διαμετρούσης, καὶ περὶ τῆς εἰς Ῥώμην ἐπανόδου τοῦ Καίσαρος διανοουμένου, ὑπό τε τοῦ γήρους καὶ τῶν συνεχῶν πόνων κατατρυχωθεὶς Βριθαγόρας τελευτᾷ, μέγα πένθος τῇ πατρίδι καταλιπών.
PG 103:941Εἰς τοιοῦτον μὲν τέλος καὶ ὁ ι λόγος τῆς Μέμνονος ἱστορίας τελευτᾷ. Ἔστι δὲ ἡ συγγραφὴ νουνεχὴς μὲν καὶ τὸν ἰσχνὸν μεταδιώκουσα χαρακτῆρα, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀμελοῦσα, εὐλαβουμένη δὲ καὶ τὰς ἐκβολάς, πλὴν εἰ μή πού τις ἀνάγκη συνυφαίνειν καὶ τὰ ἔξωθεν ἐγκελεύεται τῆς προθέσεως. Οὐδὲ πρὸς ταύτην δὲ ἐπὶ τὸ συχνὸν ἀποκλίνει, ἀλλὰ τὸ κατεπεῖγον ἐπιμνησθεῖσα ἔχεται πάλιν εὐεπιστρόφως τῆς προτεθείσης αὐτῇ κατ’ ἀρχὰς γνώμης. Καὶ λέξεσι δέ, εἰ μή που σπανίως ἐξαλαττούσαις, ταῖς συνήθεσι χρᾶται. Τὰς δὲ πρώτας η ἱστορίας καὶ τὰς μετὰ τὴν ι οὔπω εἰπεῖν εἰς θέαν ἡμῶν ἀφιγμένας ἔχομεν. Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις «Εὐλογίου» πάπα Ἀλεξανδρείας βιβλίον ἐν λόγοις β. Τὸ δὲ βιβλίον συνηγορία μέν ἐστι τῶν ἐν τῷ τόμῳ Λέοντος τοῦ ἐν ἁγίοις τῆς Ῥώμης ἀρχιερέως, ἔλεγχος δὲ Τιμοθέου καὶ Σεβήρου τῶν κατειπόντων τοῦ τόμου. Καὶ γὰρ ἡ αἵρεσις ἑκάτερον κατὰ τῆς συνόδου καὶ τοῦ τόμου μεγαλαυχεῖ ἀγωνίσασθαι, ἀλλὰ Σεβῆρον μὲν πλατύτερον, Τιμόθεον δὲ ἀκριβέστερον. Προσφωνεῖ δὲ τὸ βιβλίον Δομετιανῷ τῷ Μελιτηνῆς ἀρχιερεῖ. Ὁ μὲν οὖν α λόγος ἐν κεφαλαίοις ἀπαρτίζεται δ, 2 δὲ κεφαλαίοις καὶ ι ὁ β.
Chapter VIIICaput VIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Διηγεῖται δὲ μετὰ τὰ προοίμια τὸ α βιβλίον τὴν αἰτίαν δι’ ἣν ἡ γραφὴ προῆλθε, καὶ ὡς ἀνδρῶν εὐλαβῶν προτροπῇ ταύτην ἐπράξατο. Ἐφ’ οἷς ἐκτίθεται νόμον καὶ κανόνα μὴ δεῖν ἐκ μέρους τὰ συγγράμματα κρίνειν, μηδ’ ἀποσπαράγματά τινα λαμβάνοντας διὰ τούτων τὴν ὅλην τοῦ γράφοντος ἐνδιαβάλλειν διάνοιαν· τοῖς γὰρ τοιούτοις καὶ ὁ προφήτης ἐπαφίησι τὴν ἀράν· «Οὐαὶ τοῖς προφητεύουσι, λέγων, ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι». Τοῦτον δὲ τὸν νόμον καὶ κανόνα καὶ τῶν ἱερῶν ἡμῶν πατέρων αἱ ψῆφοι κρατύνουσι. Καὶ γὰρ καὶ Εὐστάθιος ὁ τῶν Ἀντιοχέων ἀρχιερεὺς ἐν ἓξ λόγοις τὰ κατὰ Ἀρειανῶν αὐτοῖς ῥήμασιν οὕτω φησίν· «Ἀλλ’ οἱ παράδοξοι τῆς Ἀρείου θυμέλης μεσόχοροι τὸ μὲν ἁμαρτίαν πεποιηκέναι τὸν Χριστὸν φράζουσι»· καὶ μετ’ ὀλίγα· «Τὸ δέ, ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, οὔτε ἐν μνήμῃ φέρουσιν οὔτε τοῖς τῆς γλώττης ὀργάνοις ἐκφωνοῦσιν, ἀλλ’ ὥσπερ δεινοὶ συκοφάνται καὶ κατήγοροι ἀκρωτηριάσαντες τὸ χωρίον τὸν ἀγῶνα τῆς κατηγορίας ποιοῦνται». Εἶτα καὶ ἡ ψῆφος ἡ ὑπὲρ τοῦ νόμου·
«Δεῖ δὲ φιλαλήθως τοὺς ἐννόμως ἀγωνιστάς, πάντα συμπεριλαβόντας ἀπαραλείπτως, ἀλλὰ μὴ πρὸς ἀπάτην μέρος μὲν ἀποσιωπᾶν, μέρος δὲ ἀποσπῶντας προφέρειν». Ὡσαύτως καὶ Βασίλειος ὁ θεῖος οὑτωσὶ Σωζοπολίταις ἐπιστέλλων γράφει· «Οὐ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα». Ὥστε τῆς τῶν αἱρετικῶν ἐστιν ἀπονοίας, μέρος τι παραλαβόντα τῆς γραφῆς καὶ τοῦτο παραχαράσσοντα δι’ αὐτοῦ τε συκοφαντεῖν τὰ λοιπά, καὶ διὰ τῆς τῶν ἱερῶν λογίων συκοφαντίας καὶ κατατομῆς συγκροτεῖν ἑαυτοῖς τὴν ἀσέβειαν. Οὕτω δ’ ἂν κατηγορηθείη τοῖς ἀσεβέσι καὶ Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων ὡς διαιρῶν τὸν Ἐμμανουήλ φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ». Ναὶ δὴ καὶ Παῦλον, τὸν περιλαβόντα τὴν οἰκουμένην τῷ τῆς εὐσεβείας κηρύγματι, τοῖς ὁμοίοις ἀκρωτηριαστὴς καὶ συκοφάντης αἰτιάσεται, ἐν οἷς δημηγορῶν πρὸς Ἀθηναίους ἔφη·
PG 103:943«Παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν». Ἐν οἷς πάλιν πρὸς Ἑβραίους γράφων φησίν· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου», καὶ ἑξῆς. Ἆρ’ ὁ συκοφάντης καὶ τῶν οἰκείων κλεμμάτων καὶ σπαραγμάτων κριτὴν ἑαυτὸν ποιῶν οὐχ ὡς ἄνθρωπον λεγόντων ψιλὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐκ ἂν καταγνοίη τῶν κηρύκων τῆς θεότητος αὐτοῦ; Ἀλλ’ οὐχ οὕτω γε τῆς ἀληθείας ὁ φίλος, ἀλλ’ ἐπισυνάψας τοῖς προειρημένοις ἃ καθ’ ἕτερον μέρος περὶ τοῦ σωτῆρος τοῖς τῆς εὐσεβείας κήρυξιν ἐθεολογήθη, πάσης ὕβρεως ἀνωτέρους τοὺς τῆς εὐσεβείας ἀποδείξει διδασκάλους. Οἷον συνάψει τοῖς προειρημένοις τό· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλόγητος εἰς τοὺς αἰῶνας ἀμήν». Ναὶ δὴ καὶ τό· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ».
Chapter XII - XIIICaput XII - XIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ ταῦτα τοῖς πρώτοις συναρμόσας καὶ Νεστόριον τούτοις ἀσεβοῦντα διελέγξει, καὶ τὴν εὐσέβειαν λαμπροτέραν ἐπιδείξει. Οὕτω δὲ καὶ ὁ θαυμάσιος πάλιν Βασίλειος τὴν περὶ τῶν λόγων κρίσιν γίνεσθαι παραινεῖ, ἐν οἷς πρὸς τοὺς μοναχοὺς γράφει· «Τὰ ἀμφιβόλως λεγόμενα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται». Ὅτι δὲ οὐ χρὴ διά τινων σπαραγμάτων καὶ περικομμάτων τὴν τοῦ συγγραφέως κρίνειν εὐσέβειαν, οὕτω λαμπρὰν ἀφίησι τὴν ἀκτῖνα ἡ ἀλήθεια ὡς καὶ Σεβῆρον αὐτόν, καίτοι περὶ ταῦτα τυφλώττοντα, ὅμως πεῖσαι τοῦτο συνιδεῖν· γράφει γὰρ πρὸς Ἰουλιανὸν τὸν Ἁλικαρνασσοῦ· «Δεῖ τοίνυν τὰς τῶν ὁσίων κατὰ καιροὺς τῆς ἁγιωτάτης ἐκκλησίας μυσταγωγῶν διδασκαλίας ἐντελῶς ἀναγινώσκειν, καὶ μὴ ἐκ μέρους τὰ ἐκείνων προφέρειν καὶ τῆς ὅλης αὐτῶν διανοίας ἐπικινδύνως καταστοχάζεσθαι. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν συγγραμμάτων καὶ ἐπὶ πάσης τῆς θεοπνεύστου γραφῆς προσήκει ποιεῖν, ἐπεὶ μηδὲ ἐκ μιᾶς ῥήσεως ἤγουν ἐπιστολῆς ἢ συντάγματος ἔστι παραστῆσαι τὴν ὅλην τοῦ συγγραφέως εὐσέβειαν».
Οὕτω μὲν ἡ τῆς ἀληθείας τοῦ κανόνος ἀστραπὴ καὶ τὸν Σεβῆρον, καίτοι τυφλὸν ὄντα, τῆς οἰκείας αὐγῆς ὅμως ἀπολαῦσαι παρεσκεύασεν. Ἀλλὰ γὰρ τοῦ μὲν νόμου τὸ ἄμαχον κράτος συνιδεῖν ἔσχε, χρήσασθαι δὲ τῷ ἀσυνέτῳ τῆς γνώμης οὐκ ἐμελέτησε. Τὸν γὰρ τοῦ ἐν ὁσίᾳ τῇ μνήμῃ Λέοντος τόμον οὐ τῷ νόμῳ ὃν ἐκήρυξε, τῇ δὲ τῆς ἀντιπαθείας γλώσσῃ ζυγοστατῶν, καὶ διά τινων σπαραγμάτων καὶ κιβδήλων λόγων προϊών, ἔδοξεν ἐπ’ ἀσεβείᾳ γράφειν τὸν εὐσεβῆ, αὐτὸς ὢν ἀληθῶς ἃ διαβάλλειν ἄλλους ἐτόλμησε. Τίς γὰρ ὀξύτερον ἄλλος βέλος κατὰ τοῦ δυσσεβοῦς ἀφῆκε Νεστορίου τῆς στερρᾶς ἐκείνης καὶ λεοντείας φωνῆς· «Ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου»; Ἀλλὰ ταῦτα μὲν ὁ συκοφάντης παρατρέχει, ἄλλα δέ τινα ῥητὰ πρὸς τὸ οἰκεῖον περικόπτων τε καὶ διαστρέφων βούλημα οὔτε τὴν προειρημένην φωνὴν δυσωπεῖται, οὔτε τὸν παρ’ αὐτοῦ λόγοις τιμηθέντα νόμον ἔτι βούλεται εἰδέναι. Εἰ μὲν γὰρ ἅπασα ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ δι’ ἀμφιβόλων τινῶν ὥδευε, καὶ ἐξ ὧν οἱ ἀκέφαλοι τὴν τῆς μιᾶς ὑποστάσεως αἰτιῶνται διαίρεσιν, τάχα ἦν αὐτοῖς τῆς διαβολῆς ἡ ἄγνοια πρόφασις·
PG 103:945ἐπεὶ δὲ διὰ μυρίων ἡ εὐσέβεια πρόδηλος, πῶς οὐχὶ δευτέραν ἐπὶ τῇ πρώτῃ δυσσεβείᾳ οἱ συκοφάνται προσλαμβάνουσιν; Ἀλλ’ ἐν τούτοις μὲν τὰ δύο κεφάλαια. Τρίτον δ’ ἂν εἴη τῶν διαβαλλομένων ῥητῶν τοῦ ἐν ἁγίοις Λέοντος ἡ παράθεσις καὶ ἡ ἐκ τοῦ αὐτοῦ τόμου ἀντιπαράθεσις, δι’ ἧς ἡ ἄδικος τῶν συκοφαντῶν γνώμη λαμπρῶς στηλιτεύεται. Ἔστι δὲ τῶν συκοφαντουμένων πρῶτον· «Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτω τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσε». Τὸ μὲν οὖν ῥητὸν καὶ καθ’ ἑαυτὸ εὐσεβοῦς διανοίας ἐστὶ βλάστημα, πλὴν ἀλλ’ ἀντιπαρακείσθω τούτῳ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· οὕτω γὰρ ἂν μᾶλλον ἐλεγχθείη τῆς δυσσεβείας τὸ κακούργημα. Ἔχει γὰρ οὕτως·
«Ὁ δὲ αὐτὸς τοῦ ἀϊδίου πατρὸς μονογενὴς ἀί̈διος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἥτις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀϊδίου γεννήσεως οὔτε τι ἀπεμείωσεν οὔτε μήν τι ταύτῃ προσέθηκεν» ἕως τοῦ «συνελήφθη μὲν οὖν δῆλον ὅτι ἐκ πνεύματος ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥτις οὕτω φυλαχθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥσπερ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας συνέλαβεν». Ἆρ’ ἐνενόησε ταῦτά ποτε Νεστόριος; Ἆρ’ εὑρήσει τις κατὰ τούτων διαβολήν τινα, κἂν αὐτὸν ἐνεργοῦντα ἐν ἑαυτῷ τὸν ἀπ’ ἀρχῆς ἀνθρωποκτόνον ἔχῃ διάβολον; Διὰ τί οὖν μὴ πρὸς ταῦτα καὶ εἴ τι ἀμφίβολον μεθαρμόζομεν, ἀλλὰ ταῦτα μᾶλλον ἐκεῖθεν συνδιαβάλλειν θρασυνόμεθα; Ὅρα δὴ τὸν ἀκέφαλον πῶς πάλιν ἑτέρας οὐκ αἰσχύνεται κατατρέχων ῥήσεως, ἥ φησιν· «Ἐν ὅσῳ τὰ συναμφότερα μετ’ ἀλλήλων εἰσί, καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν καὶ τὸ μέγεθος τῆς θεότητος· ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται».
Chapters XVII - XXCaput XVII - XX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πῶς γὰρ οὐκ ἐδυσωπήθη τὴν λέγουσαν ἀντιπαραθεὶς φωνὴν καὶ πρὸς τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτισθῆναι «ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνῄσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ». Πάλιν τὴν μορφὴν εἰς κατηγορίαν προτείνουσιν· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», ἕως «καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε». Δύο γὰρ εἶναι τοὺς ἐνεργοῦντας ἐκδιδάσκειν τὸ ῥητὸν οἱ κατήγοροι ψευδολογοῦσιν. Ἀλλ’ ἐκεῖνος πάλιν δι’ ἑαυτοῦ ἀντιπαρατιθεὶς τὴν οἰκείαν φωνὴν ἐμφράττει τούτων τὰ στόματα, λέγων· «Εἷς καὶ ὁ αὐτὸς υἱός τε τοῦ Θεοῦ ἀληθῶς καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, Θεὸς μὲν κατὰ τοῦτο, καθὸ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος, ἄνθρωπος δὲ κατὰ τοῦτο, καθὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν» ἕως τοῦ· «Ὃν ὡς ἄνθρωπον τοιγαροῦν πειράζει ἡ τοῦ διαβόλου πανουργία, τούτῳ ἅτε δὴ Θεῷ ὄντι ἡ τῶν ἀγγέλων τάξις διακονεῖ».
PG 103:947Τὰ γὰρ ἐνταῦθα ῥηθέντα σαφῶς ἑρμηνεύει καὶ ἅπερ ἡ αἵρεσις συκοφαντεῖν ἐπήρθη, καὶ διαβολῆς ἁπάσης δεικνύει ἀνώτερα. Τέταρτον διαβάλλουσι τὴν ἔχουσαν ῥῆσιν· «Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται βάπτισμα, ἵνα μὴ λάθῃ ὅτι περ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ οὐρανόθεν ἐπιβοῶσά φησιν· »Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα«. Ἀλλ’ εὐθὺς αὐτοὺς καταισχύνει τῆς ῥωμαϊκῆς ἀρχιερωσύνης τὸ καλλώπισμα· λέγει γάρ· »Προέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ υἱὸς τοῦ Θεοῦ, ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος, καινῇ τῇ τάξει καὶ καινῇ τῇ γεννήσει γενόμενος, καινῇ μὲν τῇ τάξει, ὅτι περ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ’ ἡμῶν« μέχρι τοῦ· »Ὁ γὰρ ὢν Θεὸς ἀληθὴς αὐτός ἐστι καὶ ἄνθρωπος ἀληθής«· καὶ μετὰ ταῦτα· »Ὥσπερ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον, καὶ τὸ τὸν αὐτὸν ἀναζῆν μέλλοντα διασκεδασθέντος τοῦ προσχώματος τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς» καὶ ἑξῆς μέχρι τοῦ·
«Ὅστις δι’ ἀποκαλύψεως τοῦ πατρὸς τὸν αὐτὸν καὶ υἱὸν Θεοῦ ὡμολόγησε καὶ Χριστόν». Ἀλλὰ πάλιν ἡ αἵρεσις διασύρει τὸ λέγον ῥητόν· «Εἰ καὶ τὰ μάλιστα ἐν τῷ δεσπότῃ Ἰησοῦ τῷ Χριστῷ τοῦ Θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστι πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν». Ἀλλ’ ὁ ἱερὸς ἀνὴρ καὶ ἀναισχύντους ὄντας δι’ ἑαυτοῦ ἐντρέπει τοὺς δυσσεβεῖς. Λέγει γάρ· «Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥτις δηλαδὴ τοῦ ἀληθινοῦ σώματος αὐτοῦ γεγένηται, ἐπειδὴ οὐκ ἄλλος ἀνέστη εἰ μὴ ὁ σταυρωθεὶς καὶ ἀποθανών», μέχρι τοῦ· «Ἀλλ’ ἕνα υἱὸν Θεοῦ καὶ τὸν λόγον ὁμολογήσομεν καὶ τὴν σάρκα». Ἀλλ’ ἔτι ἐπιπηδᾷ τὸ αἱρετικὸν φρόνημα, καὶ διαβάλλει τό· «Διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν». Ἀλλὰ κἀνταῦθα τοῖς ἰδίοις ὅπλοις ὁ συκοφαντούμενος τούτους καταβάλλει λέγων· «Ἐν ἀκεραίᾳ τοιγαροῦν ἀνθρώπου καὶ τελείᾳ φύσει Θεὸς ἀληθῶς ἐτέχθη ὅλος ἐν τοῖς ἑαυτοῦ καὶ ὅλος ἐν τοῖς ἡμῶν», καὶ ἑξῆς· «Τοιγαροῦν ὃς μένων ἐν μορφῇ Θεοῦ πεποίηκεν ἄνθρωπον, οὕτως ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος».
PG 103:949Πάλιν ἡ αἵρεσις ὁπλίζεται κατὰ τοῦ· «Ποία φύσις ἐμπεπαρμένη τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ κρέμαται»; Καὶ πάλιν ὁ τῆς εὐσεβείας στρατηγὸς τρέπει τὸ πολέμιον, πολλοὺς ἑαυτῷ συνεπαγόμενος συμμάχους· πλὴν ἀλλὰ καὶ καθ’ ἑαυτὸν ὧδε καταβάλλει τούτους. Περὶ γὰρ Εὐτυχοῦς λέγων φησίν· «Ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῷ μονογενεῖ υἱῷ τοῦ Θεοῦ οὔτε διὰ τῆς ταπεινότητος οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστάσεως», καὶ ἑξῆς μέχρι τοῦ· «Τί δέ ἐστι τὸ διαιροῦν τὸν Ἰησοῦν, εἰ μὴ τὴν ἀνθρωπίνην ἀπ’ αὐτοῦ φύσιν ἀποχωρίζειν, τὸ μυστήριον δι’ οὗπερ ἐσώθημεν μόνου, πειρᾶσθε μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι». Τὰ μὲν οὖν ῥητὰ τοῦ ἐν ἁγίοις Λέοντος, τά τε ἐπηρεαζόμενα μάτην καὶ ἃ τοὺς ἐπηρεάζοντας καταισχύνουσι, ταῦτα· ἃ τοσοῦτον συσφίγγει τὴν ἕνωσιν, ὥστε θαυμάζειν πῶς ἐκ τούτων οἱ συκοφάνται οὐχὶ σύγχυσιν τοῦ ἀνδρὸς κατεῖπον, ὥσπερ ἐκ τῶν ἐπηρεασθέντων τὴν διαίρεσιν συνεπλάσαντο.
Τὸ γὰρ λέγειν ὡς ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου, καὶ ὁ ἄχρονος εἶναι ἤρξατο ἀπὸ χρόνου, πῶς ἔλαθε τοὺς πικροὺς συκοφάντας μὴ συγχύσεως τὸν ἄνδρα γράψασθαι διὰ τούτων; Πλὴν ἀλλ’, ὥσπερ τὴν διαίρεσιν ἐπιρραπίζει ταῦτα, οὕτω κἀκεῖνα τὴν σύγχυσιν ἀποσκευάζεται. Τί δήποτε δὲ ὁ συγγραφεὺς διὰ τοιούτων ὥδευσε ῥημάτων; Διττὸς τηνικαῦτα κατὰ τῆς ἐκκλησίας συνίστατο πόλεμος, ἐνταῦθα μὲν τὸν Εὐτυχέα φέρων πρωτοστάτην, ἐκεῖθεν δὲ τὸν Νεστόριον, καὶ μετὰ τὴν πληγὴν καὶ τὸ πτῶμα μαχόμενον ἔτι. Πρὸς οὖν ἑκατέρους ὁ τῆς εὐσεβείας στρατηγὸς διαμαχόμενος οἰκείοις καὶ καταλλήλοις βέλεσι τοὺς ἀντιπάλους ἐτίτρωσκε, καὶ Νεστορίῳ μὲν πολεμῶν σύγχυσιν διὰ τὴν ὁμολογίαν τῆς ἄκρας ἑνώσεως τοῖς ἀσυνέτοις δοκεῖ παρεισάγειν, Εὐτυχεῖ δὲ συμπλεκόμενος καὶ τὴν τῶν φύσεων διαφορὰν ἀκριβολογούμενος, διαφορὰν ὑποστάσεων κατηγορεῖται προτείνειν. Δεῖ δὲ τὸν ἀδέκαστον ἀκροατὴν τὸν τοῦ συγγραφέως σκοπὸν ἐξετάζειν καὶ τὸν εἱρμὸν ὅλον τῆς συγγραφῆς ἐπισκοπεῖν.
Chapter XXII - XXIVCaput XXII - XXIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅτι δὲ διχόθεν αὐτῷ προσέβαλε τὸ πολέμιον, αὐτὸς γράφων πρὸς τὸν εὐσεβέστατον βασιλέα Λέοντα καὶ Νεστόριον ἀναθεματίζων καὶ Εὐτυχέα, σαφῶς ἐκδιδάσκει. Ἐχρῆν οὖν εὐλαβῶς τοῖς τῶν πατέρων πόνοις προσέχειν, ἀλλὰ μὴ πρὸς διαβολὴν ἀντὶ τοῦ εὐγνωμονεῖν ἑτοίμους εἶναι. Καὶ καθάπερ τῶν Ἀρειανῶν τὰ ταπεινὰ ῥήματα καὶ τὸ πάθος εἰς τὴν τοῦ υἱοῦ θεότητα μεταφερόντων, ὡς ἂν αὐτὸν εἰς τὸ ἔλαττον καταγάγωσι τοῦ πατρός, τοὺς πατέρας φατὲ βιαζομένους παχυτέραις χρήσασθαι λέξεσι, τὸν κυριακὸν ὀνομάζοντας ἄνθρωπον καὶ τὸν ἀναληφθέντα ... Ἀνεγνώσθη «Εὐλογίου» τοῦ ἁγιωτάτου πάπα Ἀλεξανδρείας βίβλος, ἐν ᾗ φαίνεται μὲν τῶν τῆς εὐσεβείας ὑπερμαχῶν δογμάτων, τοὺς δὲ τῆς ἀσεβείας προασπιστὰς καταισχύνων. Προτίθεται δὲ αὐτῷ τοῦ ἐν ἁγίοις πάπα Λέοντος ὁ τόμος, ἐπηρεαζόμενος μὲν καὶ συκοφαντούμενος ὑπὸ Θεοδοσίου, ἐνιαχοῦ δὲ καὶ Σεβήρου, τῶν ἀκεφάλων·
PG 103:951στηλιτεύει δὲ τὴν ἄνοιαν αὐτῶν καὶ κακουργίαν, οὐδὲν μὲν ἐπιδεικνὺς ἀληθὲς ἢ ἀναγκαῖον λέγοντας, διεψευσμένα δὲ καὶ συμπεπλασμένα, καὶ οὐ κατ’ ἐκείνου μᾶλλον ὁπλιζομένους ᾧ διαπληκτίζονται, ἀλλ’ οὐδὲν ἔλαττον κατὰ πάντων ὁμοῦ τῶν ἁγίων, ὧν οὐδὲ τὰς κλήσεις ὡς οὐχὶ τιμῶσιν οὐμενοῦν οὐκ εἰσὶν ἔξαρνοι· καὶ πρό γε πάντων παρίστησιν αὐτοὺς ἐναργῶς οἷς τὸν εὐσεβῆ διασύρουσι Λέοντα κατά τε τοῦ θεσπεσίου Κυρίλλου καὶ (τὸ θαυμασιώτερον) καθ’ ἑαυτῶν τὴν ψῆφον φέροντας· ἐκείνας γὰρ τὰς φωνὰς, ὧν καθυλακτοῦσι, Κύριλλόν τε προκομίζει τὸν θεσπέσιον πολλάκις εἰπόντα, καὶ τῶν ἄλλων ἁγίων τὸν χορόν, ὃν Ἀθανάσιός τε καὶ Γρηγόριοι καὶ Βασίλειος καὶ Ἀμβρόσιος καὶ Ἀμφιλόχιος πληροῦσι. Καὶ ὁ τελευταῖος τῆς αὐτῶν μανίας ἔλεγχος, αὐτὸν πολλαχοῦ παράγει Σεβῆρον δογματιστὴν ἐκείνων, οἷς κεχρημένος ὁ ἐν ἁγίοις Λέων μυρίαις αἱρέσεως λοιδορίαις παρά τε Θεοδοσίου καὶ αὐτοῦ Σεβήρου βάλλεται· οὕτω τὴν μανίαν ἐπεδείξατο τοὺς ὑπ’ αὐτῆς στρατηγουμένους ἐξοπλίσαι, ὥστε καθ’ ἑαυτῶν τὰς πληγὰς καιρίας φέροντας μηδεμίαν λαμβάνειν τοῦ πάθους συναίσθησιν.
Ἔστι μὲν οὖν οὗτος ὁ συγγραφεὺς καθαρός τε καὶ ἡδύς, καὶ διὰ συντόμου καὶ λείας ὁδοῦ τοὺς ἐλέγχους ποιούμενος, καὶ πρὸς μηδὲν τῶν ἔξω τοῦ ἀναγκαίου φερόμενος. Εἰς ιδ δὲ κεφάλαια τῶν αἱρετιζόντων κατατεμνόντων τὸν τόμον τοῦ ἐν ἁγίοις Λέοντος, οὗ λαβὰς καὶ αἰτιάσεις καὶ μέμψεις ἀλόγους καταχέουσι, καὶ αὐτὸς εἰς τοσαῦτα καταδιεῖλεν ἀνατροπῆς μέρη τὸν τῆς ἀκεφάλου συκοφαντίας ἰσχυρόν τε καὶ ἄφυκτον ἔλεγχον. Ἐπισυνάπτει δὲ τούτοις καὶ τὴν ἀθῴωσιν τῆς ἐν Καλχηδόνι συνόδου ὧν αὐτὴ ἡ αἱρετικὴ κατηγορεῖ γλωσσαλγία, τὴν καθ’ ὑπόστασιν ἕνωσιν αὐταῖς λέξεσιν οὐ φαμένην φωνήν. Δείκνυσι γὰρ πολλοὺς τῶν ἁγίων πατέρων, οὐ μόνον τῶν πρὸ τῆς ἐν Ἐφέσῳ συνόδου ἀλλὰ καὶ τῶν μετ’ αὐτήν, τῇ τοιαύτῃ μὲν οὐ κεχρημένους φωνῇ, δι’ ἑτέρων δὲ ῥημάτων τὴν αὐτὴν δογματίσαντας εὐσέβειαν· ὃ καὶ ἡ σύνοδος διεπράξατο. Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὸν τὸν ἁγιώτατον Κύριλλον ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἑνώσει ταῖς τοιαύταις προφέρει μὴ κεχρημένον λέξεσι. Φησὶ δὲ καὶ ὅτι ἡ καθ’ ὑπόστασιν ἕνωσις τῷ Θεσπεσίῳ Κυρίλλῳ βούλεται δηλοῦν, ὡς ἡ τοῦ λόγου ὑπόστασις ἀνθρωπείᾳ φύσει ἡνώθη ἀτρέπτως.
PG 103:953Οὐ μὴν ἀλλ’ ὅτι καὶ ἡ τετάρτη ἁγία σύνοδος τὰ παρὰ Κυρίλλου πρὸς Νεστόριον γραφέντα δι’ αἰδοῦς καὶ ἀποδοχῆς ποιησαμένη, ἐν οἷς οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τετράκις ἡ καθ’ ὑπόστασιν ἕνωσις τοῦ λόγου περιφανῶς ἐκηρύττετο, τὰ τῶν αἱρετικῶν ἐμφράττει στόματα, οἷς αὐτὴν οὐ φρονεῖν οὐδὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν συνεπλάσαντο· καὶ ἁπλῶς ὅσα ἂν αἰτιᾶσθαι οἱ ἀκέφαλοι τὸν θαυμάσιον ἐπήρθησαν Λέοντα καὶ τὴν ἐν Καλχηδόνι ἁγίαν τετάρτην σύνοδον, συντόμῳ λόγῳ τοῦ αἰτιάματος ἀπολύων, ἀναντιρρήτοις ἐλέγχοις τοὺς ἐπηρεαστὰς καταισχύνει, καὶ δείκνυσι μᾶλλον αὐτοὺς καθ’ ἑαυτῶν, ἢ καθ’ ὧν παρετάξαντο καὶ κατὰ τῶν ἁγίων ἡμῶν πατέρων ἢ καθ’ ἡμῶν πόλεμον ἔχοντας. Οὗτος δ’ ὁ ἐν ἁγίοις Εὐλόγιος πρεσβυτέρου βαθμὸν ἐν Ἀντιοχείᾳ ἔσχε τὸ πρότερον, καὶ μονῆς ἡγήσατο τῆς παναγίας θεοτόκου τῆς λεγομένης τῶν Ἰουστινιανοῦ. Κατεβάλετο δὲ καὶ ἑτέρας οὐκ ἀγενεῖς πραγματείας. Ὕστερον μέντοι καὶ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς ἐχρημάτισεν. Ἀνεγνώσθη λόγος στηλιτευτικὸς τοῦ αὐτοῦ ἐν ἁγίοις ἀνδρὸς κατὰ τῆς γεγενημένης τοῖς Θεοδοσιανοῖς τε καὶ Γαϊνίταις τοῖς αὐτοῖς ἀκεφάλοις προσκαίρου ἑνώσεως.
Οὗτοι γὰρ διϊστάμενοι πρὸς ἀλλήλους πρότερον, ὕστερον ὧν ὑπερέθνῃσκον δογμάτων ταῦτα προδόντες, ἀλλήλοις εἰς ἑνωτικήν τινα πρὸς ὀλίγον ἀσέβειαν συνεχύθησαν, ἐκεῖθεν δὲ πάλιν ἀναχυθέντες, εἰς τὴν προτέραν ἀσέβειαν μερὶς ἑκατέρα, ἐξ ὧν συνεφύρησαν, διῃρέθησαν. Ἐλέγχει τοίνυν ἐν τῷδε τῷ βιβλιδαρίῳ τὴν δυσσέβειαν αὐτῶν, καὶ δείκνυσιν ὅτι περ οὐχ ὡς ἐκείνοις ἔδοξεν οἰκονομίαν αὐτοῖς ἡ ἕνωσις ἐξειργάσατο, ἀλλ’ ὅλης αὐτῶν τῆς πίστεως προδοσίαν ἐμεθώδευσε. Διαιρεῖ δὲ καὶ τὸ τῆς οἰκονομίας εἶδος, ὅπερ ἡ τοῦ Θεοῦ οἶδεν ἐκκλησία, τρισὶ διαφοραῖς, καὶ ὡς κατὰ μηδεμίαν τῶν τριῶν προῆλθον αὐτοῖς εἰς τὴν συμπεφυρμένην ἀσέβειαν, ποιεῖται τὸν ἔλεγχον, αἱ τῶν ἀκράτων αὐτοῖς δυσσεβημάτων σπονδαί, ἀλλ’ (ὡς ἔφημεν) τῆς ὅλης αὐτῶν θρησκείας ἑκατέρα μερὶς ἐπ’ ὀνόματι τῆς ἑνώσεως προδοσίαν καὶ ἐξάρνησιν διεπράξατο.
Chapter XXVIII - XXIXCaput XXVIII - XXIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ πρῶτον μέν φησιν ὡς ὁ τῆς οἰκονομίας λόγος οὐ τὰ τυχόντα τῶν προσώπων ἐπόπτας καὶ διαιτητὰς καθίζει τῆς πράξεως, ἀλλὰ τοὺς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ οἷς τῶν ἀρχιερατικῶν θρόνων οἱ νόμοι κατεπιστεύθησαν, ὧν ἡ λεγομένη τῶν Γαϊνιτῶν καὶ Θεοδοσιανῶν ἕνωσις οὐδένα ἐγίνωσκεν. Ἔπειτα δὲ τότε τὰς οἰκονομίας ὁ ὀρθὸς λόγος μεταχειρίζεται, ὅτε τὸ δόγμα τῆς εὐσεβείας οὐδὲν παραβλάπτεται· ἐκείνου γὰρ ἀκηράτου καὶ ἀκαπηλεύτου μένοντος, ἡ οἰκονομία περί τι τῶν ἔξωθεν αὐτοῦ χώραν εὑρίσκει συνίστασθαι. Πολλάκις δέ τις καὶ πρόσκαιρος οἰκονομία προελήλυθε πρὸς βραχύ τι τῶν οὐκ ὀφειλόντων ἀνασχομένη καὶ στέξασα, ἐπὶ τῷ διηνεκὲς μὲν καὶ ἀκλόνητον τὴν εὐσέβειαν ἀπολαβεῖν τὸ κράτος, ὑπεκλύσαι δὲ καὶ τὰς τῶν σκευωρούντων κατὰ τῆς ἀληθείας ὁρμάς, αἳ πολλαὶ φερόμεναι τῇ ῥύμῃ μέγα τι κακὸν ἐργάσασθαι, μὴ πρὸς βραχύ τι τῶν τὴν ἐκκλησίαν οἰκονομούντων ὑπενδιδόντων, παρεῖχον τὸ ἀναμφίβολον.
PG 103:955Οὕτως ὁ Παῦλος διὰ τὰς τῶν Ἰουδαίων ἀκαθέκτους ἐπιβουλὰς καὶ τὰς πρὸς τὴν ἀποστασίαν προφάσεις περιτέμνει μὲν τὸν Τιμόθεον, ξυρᾶται δὲ καὶ αὐτὸς τὴν κεφαλὴν καὶ ἁγνίζεται, ὁ πρὸς Γαλάτας γράφων· «Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι, ἂν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Ἀλλὰ ταύτην μὲν τὴν οἰκονομίαν βραχύς τις χρόνος ἐπίσταται, καθὰ διδάσκει καὶ τὸ παράδειγμα· διὰ παντὸς δὲ καὶ εἰς ἀεὶ ἡ ἐκκλησία τὸ ἀστασίαστον μεθοδεύει καὶ ὁλόκληρον. Τὸ δὲ ἕτερον εἶδος τῆς οἰκονομίας περὶ τὰς λέξεις λαμβάνει τὴν σύστασιν. Ὅτε γὰρ τῶν τῆς ἐκκλησίας δογμάτων ὀρθῶς ἐχόντων καὶ δι’ ἑτέρων φωνῶν ἀνακηρυττομένων, ῥήματά τινα τοῖς ἀκεραιοτέροις σκανδάλου κἂν οὐκ εὔλογοι γίνωνται προφάσεις, ἀποσιωπᾶσθαι συγκαταβαίνει ταῦτα. Ὁ δὲ τοὺς λόγους αὐτοῦ οἰκονομῶν ἐν κρίσει καὶ σιωπῇ, τῶν εὐσεβῶν δογμάτων τὸν φθόγγον εἰς πᾶσαν τὴν οἰκουμένην περιηχθῆναι καταπραγματεύεται. Οἷα δὴ καὶ τὸν μέγαν Ἀθανάσιον ὁ θεολόγος Γρηγόριος πεποιηκότα ἐπιδείκνυσιν· «Ἐπειδὴ γάρ, φησί, συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας συνδεῖ τοῖς πράγμασι».
Καὶ ἐν τῇ πεντηκοστῇ δὲ πάλιν τὸν αὐτὸν διδάσκαλον ἴδοις ἂν τῆς αὐτῆς οἰκονομίας τὸ εἶδος κρατύνοντα· «Ἀλλὰ ταῖς συλλαβαῖς, φησί, δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ. Δότε τὴν δύναμιν τῆς θεότητος καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν». Καὶ τρίτον δέ φησι τρόπον οἰκονομίας, ὅτε παρορῶνται πρόσωπα πολλάκις ἐκκήρυκτον ψῆφον τῆς ἀκριβείας κατ’ αὐτῶν ἀνακηρυττούσης, οὐδὲν ἔλαττον τῶν ὀρθῶν κρατυνομένων δογμάτων. Καθ’ ἥν, φησίν, οἰκονομίαν Θεόφιλος μὲν τῷ Γελασίῳ ἐκοινώνει, ἐγγεγραμμένον ἔχοντι τοῖς ἱεροῖς διπτύχοις τὸν Παλαιστῖνον Εὐσέβιον, Κύριλλος δὲ τοῦ Μοψουεστίας Θεοδώρου, κατὰ τὴν ἑῴαν ὡσαύτως ἀνακηρυττομένου, τῆς κοινωνίας οὐκ ἀφίστατο. Ἑώρα γὰρ ἀκηράτοις σῳζόμενα δόγμασι τὰ τῆς εὐσεβείας καιριώτατα. Μέχρι γὰρ τούτου τὰ τῆς οἰκονομίας ὁ ὀρθὸς λόγος ἀνέχεται, μέχρις ἂν οὐδὲν καινοτομεῖται τῶν τῆς ἐκκλησίας δογμάτων.
Τριχῇ τοίνυν τὴν οἰκονομίαν διελών, καὶ κατ’ οὐδεμίαν αὐτῶν τὴν τῶν Θεοδοσιανῶν καὶ Γαϊνιτῶν προελθεῖν ἐπιδειξάμενος ἕνωσιν, εἰς προδοσίαν συγκλεισθέντας ἑκάτερον μέρος τῆς οἰκείας θρησκείας παρέστησε, καὶ στῆναι μὲν οὐδαμοῦ, ἀλλὰ συγχυθέντας πάλιν ἀπ’ ἀλλήλων διαρραγῆναι καὶ κατ’ ἀλλήλων φέρειν τὸν πόλεμον. Ταῦτα καὶ τοιαῦτα ἕτερα στηλιτεύων τὴν τῶν ἀκεφάλων λεγομένην ἕνωσιν διεξελθών, διὰ πλειόνων ἄλλων ἐναργῶς ἐπεδείξατο ὡς οὐδὲν αὐτοῖς ἴχνος οἰκονομίας διαπέπρακται, ἀλλὰ σαφὴς προδοσία καὶ ἐξάρνησις, ὑπὲρ ὧν πρότερον μυριάκις ὑπελθεῖν τὸν θάνατον διετείνοντο. Οὕτω μὲν τὰ περὶ τῶν ἀκεφάλων ἐν τῷ βιβλιδαρίῳ τούτῳ διέξεισι. Περιεῖχε δὲ τὸ τεῦχος καὶ ἐπιστολὴν αὐτοῦ γεγραμμένην Εὐτυχίῳ τῷ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἣν ἔγραψεν ἐν πρεσβυτέροις ἔτι τελῶν, πληροφορίαν περιέχουσαν τῆς ὀρθοδόξου καὶ καθολικῆς εὐσεβείας καὶ πίστεως. Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις «Ἐφραϊμίου» (πατριάρχης δὲ οὗτος Θεουπόλεως ἦν) λόγοι διάφοροι.
PG 103:957Σύρας μὲν γεγονὼς καὶ φωνῆς καὶ γενεᾶς, παιδευθεὶς δὲ καὶ τὴν Ἕλληνα γλῶσσαν οὐκ ἀγεννῶς, ἀλλὰ καὶ πολιτικὰς οὐκ ὀλίγας μεταχειρισάμενος ἀρχάς, ὧν τὴν τελευταίαν, κόμης ἀναρρηθεὶς τῆς ἀνατολῆς, ἐκεῖθεν ἐπὶ τὸν ἀρχιερατικὸν μετηνέχθη θρόνον. Φασὶ δὲ αὐτὸν τά τε ἄλλα ἐπαίνων ἄξια διαβιῶναι, καὶ πολὺν τῆς ἐλεημοσύνης ἐργάτην γενέσθαι. Συνέταξε μὲν οὖν ὁ ἀνὴρ διαφόρους βίβλους, ὧν εἰς ἡμᾶς τέως τρεῖς περιῆλθον. Σχεδὸν δέ τι αὐτοῦ πάντες, οὓς τεθεάμεθα πόνους, ὑπὲρ τῶν τῆς ἐκκλησίας σπουδάζουσι δογμάτων, καὶ τοῦ παραστῆσαι τὴν κατὰ Καλχηδόνα ἁγίαν σύνοδον πάσης λαβῆς αἱρετικῆς ὑπερκειμένην καὶ ἐπικρατοῦσαν. Ἐν μὲν οὖν τῇ πρώτῃ βίβλῳ ὁ πρῶτος αὐτῷ λόγος ἐπιστολή ἐστι πρὸς Ζηνόβιόν τινα σχολαστικὸν Ἐμίσης, τῆς ἀκεφάλου μοίρας ὄντα, διαπεμφθεῖσα· σπουδὴν δὲ ποιεῖται περὶ τῶν ἐπηρεαζομένων ῥημάτων, ἃ ἐν τῇ ἐπιστολῇ περιέχεται τοῦ ἁγιωτάτου Λέοντος προέδρου Ῥώμης. Προτάττει δὲ τῆς γυμνασίας τῶν εἰρημένων ῥημάτων δίαιτάν τινα τοῦ τρισαγίου ὕμνου· καὶ γὰρ καὶ ὁ Ζηνόβιος τῆς κοινῆς ἐκκλησίας ἑαυτὸν ἀπορρῆξαι πρόφασιν ἐδίδου τὴν περὶ τὴν τρισάγιον δοξολογίαν καινοτομίαν.
Chapters XXXIII-XXXIVCaput XXXIII - XXXIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Φησὶ δὲ ὁ Ἐφραί̈μιος τὴν τοιαύτην ὑμνολογίαν τοὺς μὲν τὴν ἀνατολὴν οἰκοῦντας εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφέρειν, καὶ διὰ τοῦτο μηδὲν ἐξαμαρτάνειν ἐπισυνάπτοντας τό «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», τοὺς δὲ τὸ Βυζάντιόν τε καὶ τὴν ἑσπερίαν νεμομένους εἰς τὴν ὑπερτάτην καὶ πανίερον πηγὴν τῆς ἀγαθότητος, τὴν ὁμοούσιον Τριάδα, τὴν δοξολογίαν ἀνάπτειν. Δι’ ὃ μηδ’ ἀνέχεσθαι τούτους ἐπισυνάπτειν τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», ἵνα μὴ πάθος τῇ Τριάδι περιάψωσιν. Ἐν πολλαῖς δὲ ταῖς κατὰ τὴν Εὐρώπην ἐπαρχίαις ἀντὶ τοῦ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς» τό «Ἁγία Τριάς, ἐλέησον ἡμᾶς» ἐπάγειν· ἐξ ὧν ἐπιδηλότερον τὸν σκοπὸν τῶν εὐσεβούντων καθίστασθαι, ὡς εἰς τὴν ἁγίαν Τριάδα τὸ «Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος» ἀνάγοντες ἀκριβεῖ καὶ ἀκολούθῳ λόγῳ τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς» παραγράφονται.
PG 103:959Οὕτω μὲν οὖν ἑκατέραν μοῖραν περὶ τῆς προκειμένης δοξολογίας φρονοῦσάν τε καὶ λέγουσαν, ἐπειδὰν κατὰ τὰ ἄλλα τῆς εὐσεβείας δόγματα μηδαμῶς μηδὲν ὁρᾶται παραχαράττουσα, ὀρθῶς τε πράττειν ὁ ἀνὴρ ἀμφοτέρας λέγει καὶ οὐδετέραν χώραν εὑρίσκειν ὑπὸ μῶμον ποιεῖν τὴν ἑτέραν ἢ ὑπὸ κατάγνωσιν ἕλκειν ὕβρεως. Ἀλλ’ ἐκεῖνος μὲν οὕτω διαιτᾷ· ὅτι δὲ τοῖς ἀκεφάλοις αἱρετικοῖς, κακῶς τὴν δοξολογίαν ταύτην ἐκλαμβάνουσι, μεγάλη γίνεται κατὰ τῆς εὐσεβείας καταδρομή, εἰκότως οἱ ἄλλοι πατέρες ἡμῶν παντελῶς περιεῖλον τὸ μὴ δεῖν προσάπτειν ἐν τῇ τρισαγίῳ δοξολογίᾳ τὸ «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς», τῆς γὰρ τριαδικῆς θεολογίας ὕμνον εἶναι τὸ δοξολόγημα, ἐπεὶ καὶ ὁ Χερουβικὸς ὕμνος ἐν τῇ τριαδικῇ φωνῇ τῆς ἁγιότητος προερχόμενος, ἀπ’ ἀρχῆς τῆς ὑπὲρ πᾶσαν ἁγιότητα καὶ ἀγαθότητα Τριάδος μελώδημα ἐγνωρίζετο. Ἀλλ’ εἴτε εὖ εἴτε καὶ ἑτέρως περὶ τοῦ τρισαγίου διῄτησεν ὁ ἀνήρ (τάχα γάρ τινα παρεῖχεν αὐτῷ πρόφασιν ὁ καιρὸς τοιαῦτα διαιτᾶν), οὐκ ἔχω νῦν οὐδετέρᾳ γνώμῃ κρίσιν ἐπιθεῖναι ἀδίστακτον, πλὴν οὐκ ἀνίησι τὸν σχολαςτικὸν παραινῶν τῷ τῆς ἐκκλησίας συναφθῆναι σώματι.
Ἐν ταύτῃ δὲ τῇ ἐπιστολῇ καὶ τὸν κανόνα, ὃς δεύτερος ἀριθμεῖται ἐν τῇ δευτέρᾳ τῶν ἐν Κωνσταντινουπόλει ρν ἱερωτάτῃ συνόδῳ, αὐτὸς ρξ εἶναι, οὐκ οἶδ’ ὅθεν λαβὼν οὐδὲ τίσιν ἄλλοις συντάττων, ἀριθμεῖ· οὐκ ἐν ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἄλλοις αὐτοῦ λόγοις τὴν αὐτὴν αὐτῷ τῆς ποσότητος ἀπονέμει χώραν. Ἀρχόμενος δὲ τῆς ὑπὲρ τῶν ὀρθῶν δογμάτων σπουδῆς, προοιμιάζεται μὴ δεῖν συγκρίνειν ἃ περὶ θεολογίας εἴρηται τοῖς πατράσιν ἡμῶν, τοῖς περὶ οἰκονομίας εἰρημένοις Λέοντι τῷ Ῥώμης, ἀλλὰ τὰ μὲν θεολογικὰ τούτου τοῖς θεολογικοῖς, τὰ δὲ περὶ τῆς οἰκονομίας τοῖς ἔχουσιν ἀναλόγως. Ὅσοι δὲ τὴν θεολογίαν ἀντιπαρατιθέασι τῇ οἰκονομίᾳ, οὗτοι γνώμης μὲν ἀδίκου τῆς ἑαυτῶν παρέχονται στήλην, καθ’ ὧν δὲ τὴν γλῶσσαν κινοῦσι, τούτοις οὐδὲν ἧττον ἢ εἰ μὴ ἐκεκίνηντο τὸ ἄμωμον συντηροῦσι.
Ταῦτα προδιασκευάσας ῥητὰ προάγει τινὰ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου Λέοντος, ἣν ἐκεῖνος ἔγραψε πρὸς τὸν ἐν ἁγίοις Φλαβιανόν, καὶ μὴν καὶ τῆς πρὸς Λέοντα τὸν βασιλέα, ἐν αἷς θεολογίαν τε λαμπρὰν τοῦ ἀνδρὸς ἐπιδεικνύει, καὶ ὅτι τὸν αὐτὸν υἱὸν τοῦ Θεοῦ καὶ ἀληθῶς υἱὸν ἀνθρώπου γενέσθαι μεγαλοφώνως ἀνακηρύττει, παθητόν τε τὸν αὐτὸν καὶ ἀπαθῆ, καὶ τὸν ἀθάνατον νόμοις ὑποκύψαι θανάτου, καὶ ἁπλῶς τὴν ἄκραν ἕνωσιν τοῦ λόγου καὶ τῆς σαρκὸς ἀμωμήτως τε καὶ θεοπρεπῶς διετράνωσεν. Οὐ μὴν ἀλλὰ καὶ Νεστόριον λαμπρᾷ τῇ φωνῇ ἐν ταῖς τοιαύταις ἐπιστολαῖς ἀναθεματίσαι, ὡς τὴν μακαρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον τολμήσαντα εἰπεῖν μητέρα· καὶ ὅτι πρῶτος ὁ ἐν ἁγίοις Λέων ἰδικῶς εἶπεν αὐταῖς λέξεσιν ὡς μητὴρ Θεοῦ ἐστιν ἡ ἁγία θεοτόκος, τῶν πρὸ αὐτοῦ πατέρων οὕτω διαπρυσίοις ῥήμασι μὴ τοῦτο φαμένων. Τὸ μὲν οὖν πρῶτον αὐτῷ κεφάλαιον ταῦτα διατάττει.
Δεύτερον δὲ αὐτῷ προάγεται, δι’ οὗ δείκνυται ὡς ὁ ὁσιώτατος Λέων τοῖς πατράσι συμφωνῶν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖ υἱόν, καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὥσπερ ἑκατέραν μορφήν, οὕτω καὶ τὴν διάφορον φυσικὴν ἐνέργειαν, οὐδαμοῦ διαίρεσιν τῇ ἑνώσει παρεισάγων, ἀλλ’ ἕνα τὸν σεσαρκωμένον ἀνυμνεῖ θεὸν λόγον. Παρατίθησι δὲ ταῖς φωναῖς τοῦ ὁσίου Λέοντος τὰ Κυρίλλου δόγματα, δεικνὺς κατὰ πάντα συμφωνοῦντα, καὶ δὴ καὶ Γρηγορίου τοῦ Νύσσης, ἀλλὰ καὶ Ἰουλίου τοῦ Ῥώμης. Ἔτι μὴν παρίστησι τὴν λέξιν, ᾗπερ χρησάμενος ὁ ἐν ἁγίοις Λέων διαβολὴν ἀσεβείας ὑπέστη παρὰ τῶν ἀπὸ Σεβήρου, αὐτὴν ταύτην οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ πεντάκις εἰρημένην Κυρίλλῳ, φημὶ δὴ τὸ ἑκατέρας. Οὐ Κύριλλον δὲ μόνον τὸν νικηφόρον χρῆσθαι τῇ φωνῇ, καθ’ ἧς μεμηνότες οἱ ἀπὸ Σεβήρου δυσσέβειαν τῷ θεοφόρῳ ἐπιγράφουσι Λέοντι, ἀλλὰ καὶ τὸν θαυμαστὸν Βασίλειον. Οὐκ ἐν ταύτῃ δὲ μόνῃ τῇ φωνῇ συμφωνεῖν τοῖς τῶν πατέρων λογάσι τὸν ἐν ὁσίοις ἀποδείκνυσι Λέοντα, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι δόγμασί τε καὶ ῥήμασι, καθ’ ὧν ὑλακτεῖν οἱ αἱρεσιῶται οὐ πεφρίκασι·
Chapter XXXVII - XXXVIIICaput XXXVII - XXXVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:961τούς τε γὰρ εἰρημένους πατέρας ὁμοδοξεῖν τε καὶ ὁμολογεῖν τῷ ἀνδρί, καὶ μὴν καὶ Ἀθανάσιον τὸν πολύαθλον, καὶ τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, Πρόκλον τε τὸν Κωνσταντινουπόλεως καὶ Ἀμφιλόχιον τὸν Ἰκονίου καὶ τὸν θαυμάσιον Ἰωάννην τὸν Χρυσόστομον. Ἀλλὰ ταῦτα μὲν καὶ τὸ δεύτερον αὐτῷ διαπραγματεύεται κεφάλαιον. Τὸ δὲ τρίτον, ὅτι τὰ ἄρθρα προταττόμενα τῶν ἐν τῷ Χριστῷ φύσεων οὐδαμῶς υἱῶν δυάδα ἐπινοεῖν οὐμενοῦν οὐχ ὑποτίθεται, ἀλλ’ ἔστιν ἰδίωμα τῆς ἱερᾶς γραφῆς οὐ προσώπων μὲν (ὡς εἴρηται) δυάδα παρεισάγον, τὰς ἑνωθείσας δὲ φύσεις ἀτμήτους τε καὶ ἀδιαιρέτους διαφυλάττον. Καὶ γὰρ καὶ ταύτην τὴν ἐπήρειαν κατὰ τῆς τοῦ Λέοντος ἐπιστολῆς ἡ αἱρετικὴ λύσσα κατέχεεν, εἰπόντος αὐτοῦ· «Ὥσπερ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς ἀξίας οὐκ ἀναλίσκεται».
Ὅπερ οὖν εἴρηται, κατὰ τὸ τρίτον κεφάλαιον ἔκ τε τῶν εὐαγγελικῶν φωνῶν καὶ ἐκ τῶν ἀποστολικῶν, καὶ δὴ καὶ ἐκ τῶν μακαρίων πατέρων ἡμῶν, Ἰγνατίου τοῦ θεοφόρου καὶ Ἰουλίου καὶ Ἀθανασίου καὶ Γρηγορίων καὶ Βασιλείου, διελέγχει τοὺς δυσσεβεῖς ὡς ἡ τῶν ἄρθρων χρῆσις (πάντες γὰρ οὗτοι τούτοις ἐχρήσαντο) οὐδεμίαν τομὴν ἢ διαίρεσιν ἐπινοεῖ τῆς ἑνώσεως. Ἐν οἷς ὑποφέρει ὅτι καὶ τό· «Ἐν ὅσῳ τὰ συναμφότερα μετ’ ἀλλήλων ἐστίν» (εἰρημένον δέ ἐστι τοῦτο τῷ ὁσιωτάτῳ Λέοντι) οὐ χρόνου δήλωσιν, ἀλλ’ ἀντὶ τοῦ διὰ παντὸς παραλαμβάνεται. Τέταρτον δὲ κεφάλαιον εἰς μέμψιν παρὰ τῶν αἱρετικῶν προταθὲν ἀνεύθυνον παντελῶς ἀποφαίνει διὰ τῆς ὁμοίας μεθόδου, φωνὰς συμβαινούσας τῷ αἰτιαθέντι παρατιθείς, αἷς ὁ χορὸς τῶν ἁγίων ἡμῶν πατέρων χρῆσθαι εἰώθασι. Τὸ δὲ κεφάλαιον φωναὶ μέν εἰσι τοῦ ἐν ἁγίοις Λέοντος, λέγουσι δὲ ταῦτα· «Τῷ μὲν κλαίειν τὴν βεβαιότητα τῆς αὑτοῦ σαρκὸς ἐπεδείκνυτο, τῷ δὲ ἀναστῆσαι πρὸς τὸ κέλευσμα τῆς αὑτοῦ φωνῆς τὴν ἄχραντον αὑτοῦ θεότητα ἐδήλου. Ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ ἀμφότερα πέπρακταί τε καὶ λέλεκται».
PG 103:963Πέμπτον δὲ λαβὴν προταθεῖσαν παρὰ τῶν αὐτῶν αἱρετικῶν κατὰ φωνῶν ὁμοίων τοῦ αὐτοῦ ἱεροῦ ἀνδρὸς διὰ τῆς ὁμοίας ἐπιρραπίζει μεθόδου. Ἔστι δὲ ἡ φωνή· «Ποία φύσις διαπέπαρται τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ τοῦ προσπεπηγότος τῷ σταυρῷ;» Ἐν τούτῳ τῳ κεφαλαίῳ καὶ Ἰσιδώρου τοῦ ἐν μονάζουσι περιβλέπτου (Ἀλεξανδρεὺς δὲ τὸ γένος οὗτος ἦν, καὶ τοῖς ἀρχιερεῦσιν αἰδέσιμος) διαφόρους ἐξ ἐπιστολῶν διαφόρων χρήσεις ἐπιφέρει, αἳ κατὰ πάντα συμβαίνουσι ταῖς παρὰ τῶν αἱρετικῶν ὡς οὐκ εὐσεβέσι συκοφαντουμέναις. Ἀλλὰ ταῦτα μὲν ἡ πρὸς Ζηνόβιον ἐπιστολὴ τὰ κεφάλαια πόνον ἐποιεῖτο. Ἕτεραι δὲ αὐτῷ πρὸς τὸν βασιλέα Ἰουστινιανὸν γράφονται ἐπιστολαί, ἡ μὲν αὐτοῦ τὴν εὐσέβειαν ἀποδεχομένη, ἡ δὲ ἀσκητῶν τινῶν εὐσεβῶν τὴν ἔρημον οἰκούντων διαμαρτυρίαν ὑπὲρ εὐσεβείας προτεινομένη, ἑτέρα δὲ τὰ τοῦ Ἀνθίμου συνοδικὰ κατὰ τὴν ἀκρίβειαν τῶν τῆς ἐκκλησίας δογμάτων ἀξιοῦσα διατυπωθῆναί τε καὶ ἀποσταλῆναι.
Ἄλλη δὲ πρὸς αὐτὸν τὸν Ἄνθιμον μετὰ τὰ συνοδικὰ στέλλεται τὴν ἐκείνων ἀποδοχὴν οὐ παραιτουμένη, ἅτε μηδὲν ἐν αὐτοῖς τοῦ Ἀνθίμου ἐμφανίσαντος τῆς δυςσεβείας, πλὴν προσθεῖναι τὸν Ἄνθιμον ἐξαιτεῖ λεπτομερέστερόν τε καὶ ἀκριβέστερον Εὐτυχῆ τε καὶ τὰ Εὐτυχοῦς δόγματα εἰς ἀνάθεμα θέσθαι. Γράφει δὲ καὶ πρὸς Δομετιανὸν ἐπιστολήν, ὃς ἐντυχών (ὡς τὸ γράμμα λέγει) ῥήμασί τισι τοῦ ἀνδρὸς διεταράχθη τε τοὺς λογισμοὺς καὶ ἐπιλυθῆναι τὴν ἀπορίαν ἐζήτησε. Τὰ δὲ ῥήματα ἔλεγε ταῦτα· «Οὐκ ἔστιν ὑπόστασιν ὑποστάσει ἑνωθῆναι καθ’ ὑπόστασιν, οἷον Παῦλον καὶ Πέτρον μίαν ὑπόστασιν ἀποτελέσαι ἀδύνατον. Ἀλλ’ οὐδὲ οὐσίαν ἑτέρᾳ οὐσίᾳ, καθὸ ἑτεροουσία, εἰς ταυτότητα συνελθεῖν οὐσίας, οἷον ψυχῆς καὶ σώματος οὐσίαν μίαν οὐσίαν ἀποτελέσαι ἀμήχανον, εἰ μήπω ἄρα τις εἰς κοινότητά τινα ταύτας ἀνάγῃ, καθ’ ἣν καὶ πρὶν ἑνωθῆναι ἀλλήλων οὐ διέφερον, οἷον τὸ εἰς τὸ κτιστὸν ἀναφέροι ἢ τὸ ὑπὸ χρόνον ἢ τὰ ὅμοια. Τότε γὰρ οὐκέτι ἑτεροουσίαι οὐσίαι εἰς μίαν οὐσίαν συνῆλθον, ἀλλ’ αἱ ἀπ’ ἀρχῆς ἔχουσαι οὐσίαι τὸ ὁμοούσιον κατὰ τὴν πορρωτάτω κοινότητα τὸ αὐτὸ φυλάττουσαι ἐπεδείχθησαν».
Ἃ μὲν οὖν τὸν Δομετιανὸν ἐθορύβει, καὶ ὧν τὴν λύσιν ἐπεζήτει καὶ ἔτυχε, ταῦτα ἦν· ὁ δὲ πρῶτον μὲν οὐκ ἀπιθάνῳ λογισμῷ τὴν ἀμφισβήτησιν περιέρχεται, εἶτα δὲ καὶ διὰ τῶν πατρικῶν φωνῶν τὰ οἰκεῖα καὶ προκείμενα καλῶς ἔχειν βεβαιοῖ ῥήματα. Καὶ ἡ μὲν πρὸς Δομετιανὸν ἐπιστολὴ ταῦτα ἔπραττεν. Ἄλλη δὲ πρὸς Συγκλητικὸν τοὔνομα (Ταρσοῦ δὲ μητροπολίτην αὐτὸν τὸ γράμμα οἶδε) διαπέμπεται, τὸν ἀγῶνα καὶ αὐτὴ τὸν κατὰ τῶν ἀκεφάλων προάγουσα. Ἐν ᾗ μετὰ τὴν ἕνωσιν τὰς φύσεις τοὺς πατέρας παράγει γνωρίζοντας, καὶ οὐδαμοῦ διὰ ταύτας οὔτε τὴν καθ’ ὑπόστασιν ἕνωσιν οὔτε τεμνομένην οὔτε διαίρεσιν καὶ διχασμὸν ὑπομένουσαν. Καὶ μαρτυρίαι πάλιν προέρχονται βεβαιοῦσαι τὸ προκείμενον Κυρίλλου τε καὶ τοῦ θεολόγου Γρηγορίου καὶ ἄλλων πατέρων. Καὶ ὅτι ἡ ἐκκλησία τοῦ Θεοῦ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος τὸν ἕνα τῆς ἁγίας Τριάδος θεὸν λόγον ὁμολογεῖ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, οὗ καὶ τὴν καθ’ ὑπόστασιν οἶδε καὶ κηρύττει ἕνωσιν· καὶ ὅτι μητέρα Θεοῦ πρῶτον μὲν ἡ Ἐλισάβετ ἀνεῖπεν, ἐν οἷς λέγει·
Chapter XLI - XLIICaput XLI - XLII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:965«Καὶ πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με;» Σαφέστερον δὲ τῶν ἄλλων μετὰ ταῦτα τὴν λέξιν πρῶτος ὁ ὅσιος Λέων ὁ πάπας προήνεγκεν. Ἐν γὰρ τῇ πρὸς τὸν Λέοντα τὸν βασιλέα ἐπιστολῇ ῥήμασιν αὐτοῖς οὕτω γράφει· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακαρίαν καὶ θεοτόκον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα». Ἀλλὰ ταῦτα μὲν καὶ ἡ προκειμένη ἐπιστολή. Γράφει δὲ ὁ αὐτὸς καὶ πρὸς Ἄνθιμον ἐπίσκοπον Τραπεζοῦντος, ἐν ᾗ τόν τε βασιλέα Ἰουστινιανὸν τῆς εὐσεβείας ἀποδέχεται, καὶ τὸν δυστυχῆ Εὐτυχῆ τὴν καθαίρεσιν ὑποστῆναι, διότι μὴ ἠνέσχετο δύο φύσεων ἕνωσιν λέγειν ἐν μιᾷ ὑποστάσει διατείνεται, καίτοι γε τρανῶς τῶν θεοφόρων πατέρων ἡμῶν τοῦτο δογματιζόντων τε καὶ ἀνακηρυττόντων· ἀλλ’ ἐκεῖνον τὸν παράφορον μὴ ἀνέχεσθαι, ἀλλ’ ἐκ δύο μὲν φύσεων γεγενῆσθαι τὸν Κύριον, μετὰ δὲ τὴν ἕνωσιν οὐκέτι δύο οὐδὲ ἐν δύο γνωρίζεσθαι, μίαν δὲ φύσιν μετὰ τὴν ἕνωσιν τερατεύεσθαι. Οἷς συμφωνεῖν διελέγχει καὶ τὴν λῃστρικὴν ἐν Ἐφέσῳ σύνοδον, αὐτοῖς εἰποῦσαν ῥήμασι· «Τούτοις καὶ ἡμεῖς πάντες συντιθέμεθα».
Καὶ ὡς ἡ ἐν Καλχηδόνι σύνοδος τόν τε Νεστόριον καὶ τὸν Εὐτυχῆ ὑπὸ ἴσῳ καὶ ὁμοίῳ τῷ ἀναθέματι ἔθετο. Καὶ ὅτι τὸ εἰδέναι τὰς φύσεις μετὰ τὴν ἕνωσιν ἐν μιᾷ ὑποστάσει πάσης ἐστὶν ἀλλότριον διαιρέσεως, καὶ τοῦτο αὐτός τε Κύριλλος καὶ ὁ λοιπὸς τῶν θεοφόρων ἀνδρῶν χορὸς λαμπραῖς ἀνακηρύττουσι ταῖς φωναῖς, Εὐτυχὴς δὲ καὶ οἱ αὐτοῦ πρὸ τῆς ἑνώσεως μέν, τουτέστι δίχα ἑνώσεως (ὢ λήρου καὶ δυσσεβείας ὑπερβολή) τὰς δύο κηρύττουσι φύσεις, οὐκέτι δὲ μετὰ τὴν ἕνωσιν. Καὶ ὅτι οἱ τὸν Εὐτυχῆ ἀναθεματίζοντες καὶ τὰ αὐτοῦ δόγματα παραχρῆμα καὶ ἄκοντες τὴν οἰκουμενικὴν τετάρτην κηρύττουσι σύνοδον· οὐκ ἄλλη γὰρ οἰκουμενικὴ σύνοδος, ἀλλ’ αὕτη μόνη δεχθέντα μετὰ τῶν βδελυκτῶν αὐτοῦ δογμάτων (καθὰ καὶ προείρηται) παρὰ τῆς λῃςτρικῆς ἐν Ἐφέσῳ δευτέρας συνόδου τοῦτον παντελῶς ἐξέτεμέ τε καὶ ἀπεκήρυξεν. Ἔοικε δὲ ταῦτα γράφειν Ἀνθίμῳ παρουσιάζοντι μὲν τῇ βασιλίδι πόλει, οὔπω δὲ τοὺς ἀρχιερατικοὺς αὐτῆς ὑπελθόντι νόμους· ὃν καὶ παραινεῖ κατά τε τῶν Νεστοριανῶν καὶ τῶν φρονούντων τὰ Εὐτυχοῦς ἀγωνίζεσθαι. Ἀλλὰ ταῦτα μὲν καὶ ἡ παροῦσα λέγει ἐπιστολή.
Ἡ δὲ πρὸς Βράζην τὸν Πέρσην, ἐπεὶ τοῦτο ᾔτησεν ἐκεῖνος, ἐκ τῶν θειῶν γραφῶν ἀλλ’ οὐκ ἐκ πατρικῶν μαρτυριῶν περί τε τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος διαλαμβάνει, καὶ περὶ τῆς ἐν σαρκὶ παρουσίας τοῦ λόγου, καὶ περὶ τῆς ἁγίας καὶ ὑπερενδόξου παρθένου καὶ θεοτόκου Μαρίας. Αἱ δὲ γραφαί εἰσιν αὐτῷ ἥ τε παλαιὰ διαθήκη καὶ τὰ κυριακὰ λόγια καὶ τὰ ἀποστολικὰ κηρύγματα, δι’ ὧν αἱ προκείμεναι τῶν ὑποθέσεων τὸ ἀληθὲς καὶ βέβαιον ἀπηνέγκαντο. Πλέον δὲ τῶν ἄλλων ἐμφιλοχωρεῖ τῇ ὑποθέσει, ἐν ᾗ ἡ τοῦ λόγου σάρκωσις ἀναδιδάσκεται, ἅτε δὴ καὶ τοῦ καιροῦ πλείονα τὴν περὶ αὐτῆς ἐξεργασίαν ἀπαιτοῦντος. Τοιοῦτον μὲν καὶ τὸ σπούδασμα ταυτησὶ τῆς ἐπιστολῆς. Γράφει δὲ καὶ πρὸς μοναχούς τινας, οἳ τῆς τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὴν διάστασιν ἐνόσουν· οὓς διὰ πατρικῶν παραινέσεων πειρᾶται συνάψαι, δεικνὺς τὰς ἐκείνων φωνὰς οὐδὲν τῶν ἄλλων αἱρετικῶν διαφέρουσας, καὶ μηδεμίαν ἐξ αὐτῶν, ὥσπερ οὐδ’ ἐκείνους, ὄνησιν κερδαίνειν.
PG 103:967Συνίστησι δὲ διαφόροις πατέρων μαρτυρίαις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου διάφορον φυσικὴν ἐνέργειαν θεωρεῖσθαι, καὶ ἀρκεῖν πρὸς πᾶσαν εὐσεβῆ πληροφορίαν θεοτόκον φρονεῖν καὶ λέγειν τὴν παναγίαν παρθένον· ἐπειδὰν γάρ τις εἴπῃ Θεὸν ἐνανθρωπήσαντα τεκεῖν τὴν παναγίαν παρθένον, τῇ τῶν ἀρχαγγέλων οὗτος θεολογίᾳ φαίνεται κεχρημένος. Γράφει δὲ καὶ ἑτέραν ἐπιστολὴν ὁ αὐτὸς πρὸς τοὺς ἀποσχιστὰς Καλλινίκου, νουθετῶν μὲν τῇ τοῦ Θεοῦ τούτους ἑνωθῆναι ἐκκλησίᾳ, καθαρὰν ἀποφαίνων ταύτην πάσης αἱρετικῆς κηλῖδος, καὶ ὅτι τὰ παρὰ ταύτην συνακτήρια λῃστῶν ἐστι σπήλαια. Καὶ μιμεῖσθαι δεῖν εἰσηγεῖται Συμεῶνα καὶ Βαραδάτον καὶ Ἰάκωβον, ἄνδρας ἐπ’ ἀρετῇ ἀνὰ πᾶσαν τὴν γῆν βεβοημένους, οἳ τὴν ἐκκλησιαστικὴν διὰ βίου ἠσπάσαντό τε καὶ ἐξεθείασαν κοινωνίαν. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ἡ παροῦσα ἐπιστολή.
Chapter XLIV-XLVCaput XLIV - XLV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ δὲ ἐφεξῆς λόγος συνοδικὴν ἀναπτύσσει πρᾶξιν τοῦ αὐτοῦ ἁγιωτάτου πατριάρχου Ἐφραϊμίου, ἐν ᾗ ὅ τε Συγκλητικός (τῆς Ταρσοῦ δὲ τοῦτον ὁ προλαβὼν λόγος ἐπίσκοπον εἶπε) λογοθετεῖται οὐκ ὀρθοδόξους λιβέλλους παρά τινων δεξάμενος, ἐξ ὧν καὶ αἱρετικὴν παρέσχεν ὑπόνοιαν, καὶ Στέφανός τις μονάζων, σύγκελλος δὴ τοῦ Συγκλητικοῦ καλούμενος. Καὶ διελέγχεται μὲν κατὰ μικρὸν τοῦ λόγου προϊόντος ἑκάτερος μὴ τὰ ὀρθὰ τῆς ἐκκλησίας στέργων δόγματα, ἀλλὰ πρὸς τὴν Εὐτυχοῦς νόσον ὑποσυρόμενος· ὅμως οὖν τοῦ Συγκλητικοῦ τὴν εὐσέβειαν ἐπὶ τέλει συνελαθέντος εἰπεῖν ἡ σύνοδος διαλύεται. Ἐν ταύτῃ τῇ πράξει τὸν θεσπέσιον Κύριλλον τῇ φύσει ἀνθ’ ὑποστάσεως ἀλλαχοῦ τε παρεισάγει χρήσασθαι, καὶ ἡνίκα λέγει μάλιστα μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἂν εἰπεῖν αὐτόν, πολλάκις τὰς δύο φύσεις ὡμολογηκότα, ὥσπερ ἐκ μεταμελείας μίαν φύσιν, εἰ μὴ τὸ ῥῆμα νυνὶ τῆς φύσεως ἀντὶ τῆς ὑποστάσεως παρειλήφει. Καὶ συγκροτεῖ τοῦτο ἐξ ἑτέρων τε φωνῶν τοῦ αὐτοῦ Κυρίλλου, καὶ ὅτι τοιοῦτον τὸ τῆς ἐκκλησίας φρόνημα. Καὶ ἄλλα δέ τινα χρήσιμα κατὰ τῆς συγχυτικῆς αἱρέσεως ἡ πρᾶξις ἀγωνίσματα περιέχει.
Μετὰ ταῦτα δὲ ἐνεγέγραπτο τῇ βίβλῳ πρὸς Μέγαν τὸν ἐπίσκοπον Βεροίας ἐπιστολή, τὸ ἐν δύο φύσεσι χρῆναι γνωρίζειν τὸν Ἐμμανουήλ, ὡς καὶ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ τετάρτῃ συνόδῳ εἴρηται, δογματίζουσά τε καὶ ἐπικυροῦσα, καὶ ὅτι ἡ λέγουσα χρῆσις μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ τῶν διαιρούντων ἀπ’ ἀλλήλων τὰς φύσεις ἔχει τὸ κράτος προβάλλεσθαι, ἀλλ’ οὐ κατὰ τῶν ἀναιρούντων τὴν τῶν φύσεων διαφορὰν διὰ τὴν ἕνωσιν. Ὥσπερ δὲ τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη τοῖς διαιροῦσιν ἀπ’ ἀλλήλων τὰς φύσεις ἀπομάχεται, οὕτω καὶ τὸ ἐν δύο φύσεσι τὴν καθ’ ὑπόστασιν ὁμολογεῖν ἕνωσιν τοὺς συγχυτικοὺς ἐλέγχει καὶ καταισχύνει τούτων τὸ βούλημα. Οὕτως οὖν καὶ ἡ ἐν δύο φύσεσι καθ’ ὑπόστασιν ἕνωσις καὶ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύσις κατὰ μὲν τῶν ἀντικειμένων αὐταῖς καὶ ἀλλήλοις δοξασμάτων ἀγωνίζονται, οὐδετέρα δὲ κατὰ τῆς ἑτέρας ὁπλίζεται.
PG 103:969Οὔτε γὰρ ἡ μία τοῦ λόγου σεσαρκωμένη φύσις ἐπ’ ἀναιρέσει τῆς τῶν φύσεων διαφορᾶς λέγεται, οὔτε ἡ ἐν δύο φύσεσι γινωσκομένη καθ’ ὑπόστασιν ἕνωσις διαίρεσιν ἀπ’ ἀλλήλων εἰσάγει τῶν φύσεων, ὥστε ἡ τῶν δύο φύσεων ἕνωσις βεβαίωσίς ἐστι τῆς μιᾶς τοῦ λόγου σεσαρκωμένης ὑποστάσεως ἀσυγχύτου καὶ διαφορᾶς ἀδιαιρέτου κηρυττομένης. Ταῦτα καὶ τοιαῦτα ἕτερα οὐκ ὀλίγα διὰ τῆς προκειμένης ἀναγράφων ἐπιστολῆς τὰ μὲν τῆς εὐσεβείας κρατύνει δόγματα, τῆς δὲ συγχυτικῆς ἀναιδείας διελέγχει τὴν ἀπόνοιαν. Καὶ παραινέσας τὸν τὴν ἐπιστολὴν δεξάμενον ἐπαυξῆσαί τε καὶ πληθῦναι τὰ γεγραμμένα, ἅτε καὶ δυνάμεως οὐκ ἄπορον, καταλήγει γράφων τὸ γράμμα. Μεθ’ ὃ πρὸς Εὐνόϊον μοναχὸν ἑτέραν γράφει, ἐν ᾗ διέξεισι μήτε ἀλλήλοις μήτε ἑαυτοῖς ἐναντιωθῆναι τοὺς ἱεροὺς ἡμῶν πατέρας, ἐπειδὰν περὶ φθορᾶς καὶ ἀφθαρσίας διαλαμβάνωσι. Καὶ ὅτι ἡ μὲν ἀφθαρσία ὑγεία τίς ἐστιν ἀλλ’ οὐκ ἀναίρεσις τῆς ἡμετέρας φύσεως, ἡ δὲ φθορὰ νόσος· ὅθεν καὶ τὸν Ἀδὰμ πρὸ τῆς παραβάσεως ἄφθαρτον ἔχοντα σάρκα κατὰ πάντα ὑπάρχειν ἡμῖν ὁμοούσιον.
Ταῦτα χρήσεσι πατέρων διαβεβαιῶν, καὶ ἕτερα οὐκ ὀλίγα πρὸς τὴν εὐσέβειαν χρήσιμα συγκαταλέξας τῇ ἐπιστολῇ, πέρας αὐτῇ ἐπιτίθησιν. Ἐπὶ ταύταις δὲ καὶ λόγοι αὐτῷ διελέχθησαν πανηγυρικοὶ ζ, ὁ μὲν εἰς τὰ ἐγκαίνια τῶν ἁγίων προφητῶν, ὁ δὲ εἰς τὰ γενέθλια τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕτερος δὲ πρὸ τῶν ἁγίων νηστειῶν, καὶ ἄλλος εἰς τὴν κατήχησιν τῶν νεοφωτίστων, καὶ δὴ καὶ εἰς τὰ ἐγκαίνια τοῦ ἀρχαγγέλου Μιχαὴλ τοῦ ἐν Δάφνῃ, καὶ εἰς τὴν ἁγίαν τεσσαρακοστήν, καὶ ἐν μιᾷ τῆς ἁγίας τεσσαρακοστῆς ἐνάτῃ. Ἀλλὰ καὶ ἐπὶ τούτοις ὄγδοος ὁ ἐν τῇ ἁγίᾳ τετράδι λεχθεὶς εἰς τοὺς νεοφωτίστους. Τὸ μὲν οὖν πρῶτον περιελθὸν εἰς τὰς ἡμετέρας χεῖρας τεῦχος ταῦτα περιεῖχεν. Ἀνεγνώσθη βιβλίον τοῦ αὐτοῦ ἐν ἁγίοις «Ἐφραϊμίου», ὃς τῶν ἱερῶν τῆς Ἀντιοχείας θεσμῶν ἡγεῖτο, ἐν λόγοις δ, ὧν ὁ μὲν α περὶ τῶν ἐπηρεαζομένων ῥημάτων Κυρίλλου, ἃ ἐκεῖνος παρέθηκε πρὸς Σούκηνσον κατὰ τὴν δευτέραν ἐπιστολὴν γράφων, διαλαμβάνει· τὴν ἐπήρειαν δὲ ἡ τοῦ Σεβήρου αἵρεσις ἐπάγει. Ὁ δὲ β ἀπόκρισίς ἐστι πρὸς τὸν σχολαστικὸν Ἀνατόλιον περὶ ὧν ἐκεῖνος μαθεῖν ἠβουλήθη.
PG 103:971Ὁ δὲ γ ἀπολογίαν ὑπὲρ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐν Καλχηδόνι συνόδου γράφει πρὸς Δόμνον καὶ Ἰωάννην τοὺς ἐν τῇ δευτέρᾳ Κιλικίᾳ ἀσκοῦντας. Ὁ δὲ τέταρτος πρὸς τοὺς ἀνατολικοὺς μοναχούς, τῆς Σεβήρου δυσσεβείας καὶ αὐτοὺς ἀντεχομένους. Προτίθησιν οὖν ἐν τῷ α λόγῳ τὴν ἐπηρεαζομένην φωνήν, ὥσπερ ἔφημεν, ἐκ τῆς δευτέρας πρὸς Σούκηνσον ἐπιστολῆς, ἔχουσαν οὕτως· «Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ καὶ ἐπ’ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν τῆς ψυχῆς, ἑτέραν δὲ τὴν τοῦ σώματος. Ἀλλ’ ἐν ψιλαῖς διελόντες ἐννοίαις, καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις, οὔτε μὴν καὶ διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐταῖς, ἀλλὰ μίαν ἑνὸς εἶναι νοοῦμεν, ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Αἱ μὲν οὖν ἐπηρεαζόμεναι φωναὶ αὗται· ὁ μὲν γὰρ ἱερὸς Κύριλλος ψυχῆς καὶ σώματος, ἐξ ὧν ὁ εἷς ἄνθρωπος ἀποτελεῖται, τὴν διαφορὰν ἠβουλήθη διὰ τῶν λέξεων παραστῆσαι· διὸ καὶ εἶπεν· «Οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις». Ἡ δὲ αἵρεσίς φησιν· «Ἀλλ’ ἐπήγαγε, μίαν ἑνὸς εἶναι νοοῦμεν».
Chapter XLVIII-XLIXCaput XLVIII - XLIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ τί τοῦτο; Μίαν γὰρ ἐνταῦθα τὴν ὑπόστασιν ἀλλ’ οὐ τὴν φύσιν εἶπε. Καὶ τοῦτο σαφέστερον ἐδήλωσεν, ἐπαγαγών· «Δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Πῶς γὰρ οἷόν τέ ἐστι νοεῖν σώματος καὶ ψυχῆς μίαν οὐσίαν; Ἀλλ’ ὅρα πάλιν ἑτέραν ἄνοιαν τῆς αἱρέσεως· «Νοεῖν εἶπε, φησίν, οὐ λέγειν». Καίτοι γε τίς οὐκ οἶδεν ὡς τὸ καλῶς νοούμενον καὶ καλῶς λέγεται, τὸ δὲ κακῶς νοούμενον οὐδὲ λέγεσθαι δίκαιον; Εἰ δὲ διότι λέγει· «Μίαν ἑνὸς νοοῦμεν», τὸ δὲ μίαν καθ’ ὑμᾶς τὴν φύσιν εἶπε, καὶ ἑνὸς μὲν εἶναι ζῴου μόνον δεῖ νοεῖν, λέγειν δὲ οὐκέτι, οὐκοῦν οὐ χρὴ λέγειν μίαν φύσιν, εἰ καὶ νοεῖν τισιν ἐπῆλθε τοῦτο. Πῶς δὲ καὶ αὐτὸς ὅλως εἶπεν ἃ λέγειν οὐκ ἔδει; Ἀλλ’ ὁ κενὸς οὗτος ἐρρέτω λῆρος. Πάλιν δέ, φασίν, εἴρηκεν· «Ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι’ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῷον». Οὐκοῦν τὰς δύο φύσεις λέγει μὴ μένειν ἔτι δύο φύσεις. Εἰ δὲ ἐπὶ τοῦ παραδείγματος, φασί, τὰς δύο φύσεις οὐ λέγει διαμένειν δύο, δῆλον ὅτι καὶ ἐπὶ Χριστοῦ τοῦτο ἀκολούθως θεωρηθήσεται.
Καὶ ταῦτά φασι μὴ συνιέντες πρῶτον μὲν ὡς οὐχὶ πάντα τὰ ἐν τῷ παραδείγματι ὀφείλει καὶ ἐν τῷ παραδειγματιζομένῳ θεωρεῖσθαι, δεύτερον δὲ ὅτι τὸ μηκέτι μὲν εἶναι δύο εἶπε, τουτέστι μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν, ἀλλ’ ὡς προεῖπε, δι’ ἀμφοῖν τὸ ἓν ἀποτελεῖσθαι ζῷον. Καὶ σκόπει ὡς οὐκ εἶπεν ἐξ ἀμφοῖν ἀλλὰ δι’ ἀμφοῖν ἀποτελεῖσθαι ζῷον σημαίνων ὡς ἑκατέρα φύσις ἐν τῷ ἀποτελεσθέντι σῴζεται ζῴῳ. Ἐπεὶ τί ἐκώλυεν ἀντὶ τοῦ δι’ ἀμφοῖν εἰπεῖν ὅτι διὰ μιᾶς τὸ ἓν ἀπετελέσθη ζῷον; Εἰ γὰρ αἱ δύο οὐκέτι μένουσι δύο, εἰς μίαν δὲ συνῆλθον φύσιν, διὰ μιᾶς ἔδει φάναι τὸ ἓν ἀποτελεῖσθαι ζῷον. Καὶ οὐδὲ πάλιν εἶπε· «Δι’ ἀμφοῖν ἡ μία φύσις ἀπετελέσθη», ἀλλὰ τὸ ἓν ζῷον, τουτέστιν ἡ ὑπόστασις. Καὶ καλῶς οὐκ εἶπε· «Μία φύσις ἀπετελέσθη». Τὸ γὰρ λέγειν τοῦτο τῆς Ἀπολιναρίου λώβης ἐστίν, ὃς ἔφη· «Μίξις θεσπεσία, Θεὸς καὶ ἄνθρωπος μίαν καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν». Καὶ μὴν κἀν τῇ προτέρᾳ πρὸς Σούκηνσον ἐπιστολῇ ἐπὶ τοῦ αὐτοῦ παραδείγματος λέγει· «Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ’ ἥν ἐσμεν ἄνθρωποι.
PG 103:973Συντιθέμεθα δὲ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν σαρκὸς καὶ ἑτέραν ψυχῆς«, ὥστε ἐν τῇ συνθέσει τὰς δύο φύσεις θεωρεῖ. Οὐκοῦν τὸ »μηκέτι μὲν εἶναι δύο« οὐχὶ μίαν φύσιν ταύτας γενέσθαι λέγει, ἄπαγε, ἀλλὰ μὴ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπάρχειν. Ὅτι δὲ διάφορος ἡ ψυχῆς καὶ σώματος φύσις καὶ μετὰ τὴν σύνθεσιν ἐν τῷ συνθέτῳ θεωρεῖται, καὶ ὁ θεολόγος Γρηγόριος μαρτυρεῖ ἐν τῷ περὶ τοῦ βαπτίσματος φάσκων λόγῳ· »Διττῶν δὲ ὄντων ἡμῶν ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς τῆς δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις« καὶ ἑξῆς. Ἀλλὰ καὶ ὁ ἱερὸς Κύριλλος ἐν τῷ ἐνάτῳ λόγῳ τῶν ὑπομνημάτων, ἐν οἷς τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνηματίζει, οὕτω φησί· »Πιστεύειν δὲ ἡμᾶς αἱ θεῖαι γραφαὶ διδάσκουσιν εἰς τὸν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ἐγηγερμένον ἐκ νεκρῶν, ὡς οὐχ ἕτερον ὄντα υἱὸν παρὰ τὸν ἐν αὐτῷ λόγον«. Εἶτα· »Οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι (σῶμα γὰρ τὸ σῶμα καὶ οὐ λόγος, εἰ καὶ σῶμα τοῦ λόγου), ἀλλ’ ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα». Ποῦ οὖν ἡ τῆς οὐσίας ἤτοι φύσεως ψυχῆς καὶ σώματος ταυτότης; Ἢ πῶς ταῦτα μία, ὧν οὐκ ἔστι λαβεῖν ταυτότητα φύσεων καὶ οὐσίας;
Τὰ αὐτά φησι καὶ Εὐστάθιος ὁ μέγας, ὁ τῆς Ἀντιοχέων ἀρχιερεύς, καὶ Ἀντίοχος ὁ Πτολεμαί̈δος, ἐν οἷς φησι· «Κύριε, υἱὲ Δαβίδ, ὁ διπλοῦς καὶ ἁπλοῦς, ὁ δύο καὶ ἕν, μὴ μεριζομένης τῆς οἰκονομίας, μὴ διχοτομουμένης ἡμῶν τῆς σωτηρίας, ἵνα μήτε Θεὸς παθητὸς εὑρεθῇ μήτε ἄνθρωπος καθ’ ἑαυτὸν τὴν οἰκουμένην σῴζων». Καὶ τὸ χρυσοῦν δὲ στόμα τῆς ἐκκλησίας καὶ μυρίος ἄλλος χορὸς τῶν θεοφόρων ἡμῶν πατέρων ἐν δυσὶν οὐσίαις καὶ φύσεσι τὸν ἕνα γνωρίζουσι Χριστόν. Ὅτι μέντοι γε ἐξ ὧν ὁ εἷς σεσαρκωμένος λόγος συνετέθη, ἐν αὐτοῖς καὶ ἔστι καὶ γνωρίζεται, Κύριλλος πάλιν βοᾷ· «Ὥσπερ γάρ, φησίν, ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι». Καὶ πάλιν· «Οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ υἱόν, καθὸ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζόμεθα, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει». Καὶ πάλιν· «Δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σῴζεσθαι τῷ ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῷ, καὶ τὸ μὴ πάςχειν θεϊκῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ». Ἀλλ’ ὁ σοφὸς μὲν Κύριλλος ταῦτα· ἡ δὲ αἵρεσις λέγει· «Ἔπαθε θεϊκὼς ἅμα καὶ ἀνθρωπίνως». Ἀλλ’ ὁ αὐτὸς πάλιν φησίν·
Chapter LII-LIIICaput LII - LIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:975«Ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην». Καὶ ἀνωτέρω περὶ τῆς τοῦ λόγου σαρκὸς οὕτω φησίν· «Οὔτε μεμείωται οὔτε (καθά φησιν) ὑποκέκλεπται· οὐκοῦν ἀναγκαίως σῴζεται». Καὶ ἀνωτέρω· «Κἀν τοῖς τῆς συνθέσεως λόγοις ἐνυπάρχει τὸ διάφορον κατὰ φύσιν τῶν εἰς ἑνότητα συγκεκομισμένων». Καὶ ἀλλαχοῦ· «Οὐ πέφυρται κατὰ τοῦτο, κατὰ τὸ ἐκείνοις δοκοῦν· οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου. Ἀλλ’ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ· ἀλλ’ ἐν ἰδιότητι κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου, ἡ ἄρρητος καὶ ἄφραστος ἕνωσις μίαν ἡμῖν ἔδειξεν υἱοῦ φύσιν, πλήν, ὡς ἔφην, σεσαρκωμένην». Ἰδοὺ φανερῶς καὶ μετὰ τὴν σάρκωσιν ἑκάτερον τῶν ἑνωθέντων ἐν τοῖς κατὰ φύσιν μένειν εἶπε. Ταῦτα διελθὼν ὁ συγγραφεύς φησι μὲν ὡς ὁμοούσιον μὲν ὁμοουσίῳ καθ’ ὑπόστασιν οὐχ ἑνοῦται (οὐδὲ γὰρ ψυχὴ ψυχῇ καθ’ ὑπόστασιν ἑνοῦται, οὔτε σῶμα σώματι), τὰ δὲ ἑτεροούσια ἑνούμενα τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀποτελεῖ· εἰς μίαν δὲ οὐσίας ταυτότητα τὰ ἐκ τῆς ἑνώσεως οὐ τρέπεται.
Ὥστε εἰ βουλοίμεθα τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, τουτέστι τὴν μίαν ὑπόστασιν, κρατυνθῆναι, ἐν αὐτῇ γνωρίζομεν τῶν ἑνωθέντων τὴν κατ’ οὐσίαν διαφοράν. Τὴν οὖν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην μίαν ὑπόστασιν νοοῦμεν. Εἰ γὰρ μίαν φύσιν σεσαρκωμένην εἰπόντες τὴν κυρίως φύσιν σεσαρκωμένην νοήσομεν, τὸν πατέρα καὶ τὸ πανάγιον πνεῦμα σεσαρκωμένον εἰσφέρομεν· ἡ αὐτὴ γὰρ φύσις υἱοῦ καὶ πατρὸς καὶ ἁγίου πνεύματος. Ἀλλὰ τοῦτο μὲν ἀκριβέστερον ἐπισκεπτέον. Ἡ δὲ αἵρεσις τί φησι; «Δύο μὲν φύσεων ἕνωσιν λέγομεν, μετὰ δὲ τὴν ἕνωσιν μίαν». Ἀλλ’ εἰ μὲν φύσιν καὶ οὐσίαν λέγουσι, πῶς οὐ σύμφυσιν καὶ συνουσίωσιν φρονοῦντες ἁλίσκονται; Εἰ δὲ πρόσωπον ἓν ἢ ὑπόστασιν μίαν, καλῶς φασι. Γινωσκέτωσαν δὲ ὡς ἡ ἄκρα καὶ ἀδιάστατος ἕνωσις οὔτε τομὴν ἐπιδέχεται τῶν ἑνωθέντων οὔτε σύγχυσιν ἢ συνουσίωσιν. Οὕτω γάρ φησι καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ κατὰ Ἰωάννην ὑπομνήματι· «Εἷς ἐστιν ὁ υἱὸς καὶ Χριστός, τομὴν οὐκ ἔχων διὰ τὴν ἐνανθρώπησιν, πλὴν ὅσον εἰπεῖν εἰς τὸ διαστεῖλαι μόνον λόγου τε καὶ σαρκὸς φύσιν, οὐ τὴν αὐτὴν οὖσαν εἰς γνῶσιν». Καὶ πάλιν πρὸς Εὐλόγιον γράφων·
«Κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλὰ δύο ἢ καὶ πλειόνων, καὶ διαφερόντων ἀλλήλοις κατὰ τὴν φύσιν. Εἰ τοίνυν λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς καὶ λόγου γέγονεν ἕνωσις». Καὶ πάλιν ἐκ τῆς αὐτῆς πραγματείας τοῦ λόγου· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς; »Καὶ μυριάκις εὑρεθήσεται ὁ ἱερὸς οὗτος ἀνὴρ τῆς τε τοῦ πατρὸς ὁμοουσιότητος καὶ τῆς ἡμετέρας τὸν ἕνα Χριστὸν ὁμολογῶν μὴ ἀφεστάναι. Καὶ ὁ ἐν ἁγίοις δὲ τοῦ Ἰκονίου πρόεδρος Ἀμφιλόχιος οὕτω φησίν· «Ὁρᾶτε τοιγαροῦν ὅπως καὶ οἱ θεσπέσιοι πατέρες ὁμοούσιον εἰρήκασι τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον τῇ μητρὶ κατὰ τὴν ἀνθρωπότητα, διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν, οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν». Τῶν ἀξιολογωτάτων δὲ ὁ Ἀμφιλόχιος· Κύριλλος γὰρ χρήσεις αὐτοῦ κατὰ τοῦ δυσσεβοῦς Νεστορίου προήγαγε. Καὶ Ἀμβρόσιος δὲ ὁ θαυμάσιος ἐκεῖνος ὁμολογητὴς οὕτω φησί· «Πρόσχες τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς σαρκὸς εἷς ἐν ἑτέρῳ λαλεῖ ὁ τοῦ Θεοῦ υἱός, ὅτι ἐν αὐτῷ ἡ ἑκατέρα φύσις ἐστί».
PG 103:977Ταύτης δὲ τῆς χρήσεως καὶ κατὰ Νεστορίου κέχρηται ὁ ἱερὸς Κύριλλος. Ἐν δὲ τῷ λόγῳ ὃς ἐπιγράφεται περὶ ἑρμηνείας τῆς πίστεως, οὕτω φησὶν ὁ αὐτὸς ὁμολογητής· «Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν Θεόν, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιουμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φαντασίαν εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον, δεδεῆσθαι δὲ τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα, ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι, ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία». Οὔτε γὰρ τοῦ λόγου καὶ τῆς σαρκὸς ὁμοουσιότητα, τουτέστι μίαν φύσιν, εἶπον οἱ πατέρες· μὴ γένοιτο· ὡς καὶ ὁ ἐν ἁγίοις Ἀμβρόσιος κατὰ Ἀπολιναρίου γράφων φησίν· «Ἀλλ’ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφημίαν;
Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλονεικίᾳ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδή περ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν». Τὰ αὐτὰ δὲ καὶ σαφέστερον Ἀθανάσιος ἐν τῇ πρὸς Ἐπίκτητον λέγει ἐπιστολῇ. Ταῦτα εἰπὼν ὁ συγγραφεὺς ἐφεξῆς περὶ φύσεως ἤτοι οὐσίας καὶ περὶ ὑποστάσεως ἤτοι προσώπου πατρικὰς προκομίζει μαρτυρίας, ὡς τὸ κοινὸν μὲν καλεῖται καὶ φύσις καὶ γένος καὶ οὐσία, ὑπόστασις δὲ καὶ πρόσωπον τὸ ἰδικόν. Καὶ κυριολεκτεῖ μὲν ὁ λέγων τὴν φύσιν οὐσίαν καὶ τὸ ἀνάπαλιν, καταχρηστικῶς δὲ δύναταί τις λαμβάνειν καὶ τὸ τῆς φύσεως ὄνομα ἀντὶ ὑποστάσεως. Δεῖ μέντοι γε τὰς λέξεις οὐ πρὸς τὴν τῶν ἀσεβούντων βούλησιν, πρὸς δὲ τὴν τῆς εὐσεβείας λαμβάνειν διάνοιαν. Καὶ εἰ μὲν ἐπὶ προσώπου λέγεται ἡ φωνὴ καὶ τοῦ ἀποτελεσθέντος ἑνός, ἀντὶ ὑποστάσεως δεῖ παραδέχεσθαι τὸ τῆς φύσεως ὄνομα, εἰ δὲ περὶ τῶν ἐξ ὧν ἀπετελέσθη φύσεων ὁ εἷς Χριστός, τότε τὴν φωνὴν τῆς φύσεως ἀντὶ τῆς κυρίας φύσεως καὶ τῆς οὐσίας νοεῖν.
Chapter LVCaput LV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταῦτα γὰρ παραφυλάττοντες οὐδαμοῦ τοὺς ἱεροὺς καὶ λογάδας ἡμῶν πατέρας εὑρήσομεν διαμαχομένους ἀλλήλοις. Καὶ ὅτι τοιοῦτον τὸ φρόνημα τῶν πατέρων, ἄκουε τοῦ νικηφόρου Κυρίλλου ἐκ τῆς πρὸς Σούκηνσον πρώτης ἐπιστολῆς· «Οὐ γάρ ἐστι τῶν ἐφικτῶν εἰς θεότητος οὐσίαν ἤτοι φύσιν μεταχωρῆσαί τι δύνασθαι τῶν κτισμάτων· κτίσμα δὲ καὶ ἡ σάρξ». Δῆλον γὰρ ὡς τὴν φύσιν ἐνταῦθα ἀντὶ τῆς οὐσίας παρέλαβε. Καὶ πάλιν ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς· «Ἔφη μὲν γὰρ Θεὸν ἑαυτοῦ τὸν πατέρα, καίτοι Θεὸς ὢν φύσει καὶ τῆς οὐσίας αὐτοῦ». Κἀνταῦθα γὰρ τὸ φύσει τῷ τῆς οὐσίας παρέλαβε σύνδρομον. Καὶ πάλιν· «Ὅταν μὲν γὰρ θεοπρεπῶς λέγῃ περὶ ἑαυτοῦ· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τὴν θείαν αὐτοῦ καὶ ἀπόρρητον ἐννοοῦμεν φύσιν, καθ’ ἣν καὶ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ πατέρα διὰ τὴν ταυτότητα τῆς οὐσίας». Παντὶ γὰρ δῆλον ὡς τὴν φύσιν καὶ τὴν οὐσίαν ταὐτὸ σημαίνουσαν ἐβεβαίωσε. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀμφιλόχιος, ὡς ἐκ τῶν προειρημένων δῆλον, ὁμοίως. Ἀλλ’ ὅτι μὲν ἡ φύσις ἀντὶ τῆς οὐσίας παραλαμβάνεται, δέδεικται· ὅτι δὲ καταχρηστικῶς καὶ ἀντὶ τῆς ὑποστάσεως, ὁ αὐτὸς μαρτυρήσει Κύριλλος·
PG 103:979ἐν γὰρ ταῖς ἀντιρρήσεσί φησιν· «Ἀναγκαίως οὖν ἡμεῖς τοῖς ἐκείνου μαχόμενοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμέν, τοῦ καθ’ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαίνοντος πλὴν ὅτι μόνη ἡ τοῦ λόγου φύσις ἤγουν ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος, ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθείς, τροπῆς δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστι Χριστὸς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος». Καὶ ὁ θαυμάσιος δὲ Βασίλειος, ὁ ἐκ Καππαδοκίας πᾶσαν φωτίσας τὴν οἰκουμένην, τὴν μορφὴν καὶ τὴν οὐσίαν ταὐτὸν δογματίζει. Καὶ Πρόκλος δὲ ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος ὡσαύτως· ὁ μὲν γὰρ τὴν μορφὴν οὐσίαν ὠνόμασεν, ὁ δὲ φύσιν. Οὕτως οἱ πατέρες ἡμῶν ἐκ δύο φύσεων λέγοντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συγκεῖσθαι ἐκ δύο νοοῦσιν οὐσιῶν, ὥσπερ καὶ ἡνίκα ἐν δύο φύσεσιν, ἐν δυσὶν οὐσίαις. Καὶ ὁ τῆς βροντῆς δὲ υἱὸς τοῦτο διδάσκει ἐν τῷ λέγειν· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγον τῆς ζωῆς». Τὸν ἕνα γὰρ καὶ τὸν αὐτὸν, δι’ ὧν ἔφημεν, καὶ ψηλαφητὴν οὐσίαν ἔχειν καὶ ἀψηλάφητον ἀνεκήρυξε.
Λόγον γὰρ εἰπὼν τὸν ἀψηλάφητον ψηλαφηθῆναι προσεμαρτύρησε, καὶ ἑωρακέναι εἰπὼν τὸν ἀόρατον προανήγγειλεν· ὥστε τὸν ἕνα Χριστὸν ἐν ψηλαφητῇ καὶ ἀψηλαφήτῳ οὐσίᾳ καὶ ἐν ὁρατῇ καὶ ἀοράτῳ γνωρίζει τε καὶ τοῖς ἄλλοις εἰδέναι διδάσκαλος γίνεται. Εἰ γὰρ καὶ ἑνὸς προσώπου ἑκάτερον, ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν δύναται νοῦν ἔχων ὡς ἡ αὐτὴ φύσις ψηλαφητοῦ καὶ ἀψηλαφήτου καὶ ὁρατοῦ καὶ ἀοράτου. Οὕτω καὶ τὸ παρὰ τῶν πιστῶν μεταλαμβανόμενον σῶμα Χριστοῦ καὶ τῆς αἰσθητῆς οὐσίας οὐκ ἐξίσταται καὶ τῆς νοητῆς ἀδιαίρετον μένει χάριτος. Καὶ τὸ βάπτισμα δὲ πνευματικὸν ὅλον γενόμενον καὶ ἓν ὑπάρχον, καὶ τὸ ἴδιον τῆς αἰσθητῆς οὐσίας (τοῦ ὕδατος λέγω) διασῴζει, καὶ ὃ γέγονεν οὐκ ἀπώλεσεν. Ἀλλ’ ὁ δυσσεβὴς Νεστόριος, ὃς πρόφασις θεομαχεῖν τοῖς ἐκ διαμέτρου τὴν ἀσέβειαν δοκεῖ γίνεσθαι, δύο φύσεις διῃρημένας καὶ ἰδιοϋποστάτους ἐφαντάζετο, καὶ τὴν τῶν φύσεων κατὰ τὰς ὑποστάσεις διαίρεσιν τῇ μιᾷ προσκυνήσει ἑνοποιεῖν ἐσοφίζετο. Ὁ δὲ θεόμαχος Εὐτυχὴς τὴν μὲν καθ’ ὑπόστασιν ἕνωσιν οὐκ ἠρνεῖτο, οὐδ’ ὅτι ἐσαρκώθη ἐκ τῆς θεοτόκου παρθένου ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐκ μεταμελείας μαθὼν λέγειν ὃ οὐκ ἤθελεν·
PG 103:981ἀλλὰ καὶ ἀνεθεμάτισεν, ὃ πρότερον αὐτὸς ἔστεργε, τοὺς λέγοντας ἐκ τοῦ οὐρανοῦ κατενηνοχέναι τὴν σάρκα. Τὸ δὲ πρὸς ἡμᾶς ὁμοούσιον, καίτοι πολλὰ καὶ πολλάκις βιασθείς, οὐδαμῶς ὁμολογῆσαι ἠνέσχετο, ἀλλὰ μίαν οὐσίαν κηρύττων ἀντὶ τοῦ ἡμῖν ὁμοούσιον ὁμολογῆσαι τὴν σάρκα, τῷ ἀναθέματι ὑπενήνεκται. Ὁ μὲν οὖν α λόγος ταῦτα διελθὼν τὸν σκοπὸν ἐπεράνατο. Ἐν δὲ τῷ β λόγῳ ε τινῶν κεφαλαίων, ὧν ὁ σχολαστικὸς Ἀνατόλιος τὴν μάθησιν ἐπεζήτησεν, ἀποδίδωσι λόγον, ἑνὸς μέν, εἰ καὶ νῦν Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν σαρκὶ γνωρίζεται· ἑτέρου δέ, εἰ σύνθετος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς ἀθάνατος ἐκτίσθη· τρίτου δέ, πόθεν δυνάμεθα τεκμήρασθαι τὸν εὐαγγελιστὴν Ἰωάννην ἔτι μένειν· ἔτι δέ, εἰ ἀθάνατος ὁ Ἀδὰμ ἐπλάσθη, πῶς τὸ συμφέρον ἠγνόησε· καὶ τελευταῖον, τί ἐστι τό· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν». Τὸ μὲν οὖν α κεφάλαιον διὰ πολλῶν γραφικῶν τε καὶ πατρικῶν φωνῶν συνίστησι καὶ ἀποδεικνύει. Καὶ πρῶτον μὲν ἐξ ὧν Ἠσαί̈ας περὶ τῆς ἐνσάρκου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναβάσεως εἶπε· «Τίς ἐστιν οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;» τουτέστιν ὁ γήϊνος. Καὶ ὁ αὐτὸς πάλιν· «Ἱμάτιον αὐτοῦ ἐκ Βοσόρ».
Chapter LIX-LXICaput LIX - LXI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἑβραῖοι δὲ τὸ Βοσὸρ σάρκινον καλοῦσι. Καὶ πάλιν· «Διὰ τί ἐρυθρά σου τὰ ἱμάτια, καὶ τὰ ἐνδύματα ὡς ἀπὸ πατητοῦ ληνοῦ;» Ὅπερ τοῦ πάθους μετὰ τὸ πάθος καὶ ἐν τῇ ἀνόδῳ μηνύει τὸ μυστήριον. Καὶ πάλιν ἕτερος προφήτης ὡς ἐκ προσώπου τοῦ δεσπότου φησίν, ὡς δῆθεν ὑπὸ τῶν νοερῶν ἐρωτωμένου δυνάμεων· «Τίνες αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν ὤμων σου;» Ἀποκρίνεται γὰρ ὁ σωτὴρ λέγων· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου». Ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῆς ἀναλήψεως οἱ παρεστῶτες ἄγγελοι οὕτω φασίν· «Ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Καὶ ὁ πρωτομάρτυς Στέφανος ἐν τῷ καιρῷ τῆς μαρτυρίας, ἐπιγνοὺς τὸν δεσπότην Χριστὸν ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός, ἐν ἐκείνῳ τῷ σχήματι ἐν ᾧ τοῖς μαθηταῖς συνηυλίζετο, τὸ σεπτὸν καὶ θεῖον θέαμα παρρησίᾳ ὡμολόγησε. Καὶ τὸ σκεῦος δὲ τῆς ἐκλογῆς, μυσταγωγούμενος πρὸς τὴν ἀλήθειαν, ἐξ οὐρανοῦ κράζοντος ἀκούει Χριστοῦ· «Σαούλ, Σαούλ, τί με διώκεις;» Καὶ πυθομένου· «Τίς εἶ, Κύριε;» «Ἐγώ εἰμί, φησίν, Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις». Τὸ δὲ Ναζωραῖος καὶ Ἰησοῦς δῆλον ὅτι τῆς σαρκὸς αὐτοῦ μηνύει τὴν ἀλήθειαν.
Καὶ Γρηγόριος ὁ Ναζιανζοῦ τὰ αὐτὰ διαμαρτύρεται, καὶ Κύριλλος ἐν τῷ κατὰ συνουσιαςτῶν λόγῳ, καὶ Βασίλειος ἐν τῷ περὶ πίστεως, ἀλλὰ καὶ Κύριλλος πάλιν πρὸς Ἀκάκιον Σκυθοπόλεως ἐπίσκοπον γράφων, καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ ἀποπομπαίου. Τούτων γὰρ ἕκαστος, καὶ μυρίοι ἄλλοι, μετὰ τῆς σαρκὸς καὶ ἀνελθεῖν καὶ διαμένειν καὶ παραγενέσθαι κατὰ τὴν δευτέραν αὐτοῦ κηρύττουσιν ἐπιφάνειαν. Διὸ καὶ ὁ αὐτός ἐστιν οὐράνιος καὶ ἐπίγειος, ὁρατὸς καὶ ἀόρατος, ὁρατὸς μὲν μετὰ τῆς θεότητος, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὸ σῶμα, ἀόρατος δὲ πάλιν μετὰ τῆς ἀνθρωπότητος, οὐ κατὰ τὴν ἀνθρωπότητα, ἀλλὰ κατὰ τὴν θεότητα, κτιστὸς καὶ ἄκτιστος, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὴν εἰρημένην εὐσεβῆ θεωρεῖται διάκρισιν. Καὶ γὰρ ἡ ἐξ ἡμῶν σάρξ, ἑνωθεῖσα τῷ θεῷ λόγῳ καθ’ ὑπόστασιν, οὐκ εἰς τὴν οὐσίαν μετεβλήθη τοῦ λόγου, εἰ καὶ Θεοῦ γέγονε σάρξ· οὐδὲ ὁ λόγος εἰς σάρκα, εἰ καὶ ἰδίαν οἰκονομικῶς ἐποιήσατο τὴν σάρκα. Ἀλλ’ εἷς μὲν λέγεται καὶ ἔστι Χριστός, σῴζεται δὲ ἀκαινοτομήτως καὶ ἀχωρίστως καὶ τὰ ἐξ ὧν καὶ ἐν οἷς νοεῖται Χριστός, οὐκ ἄλλος καὶ ἄλλος, μὴ γένοιτο, ἀλλ’, ὥσπερ πολλάκις εἴρηται, εἷς καὶ ὁ αὐτός.
PG 103:983Ὁ αὐτὸς γενεαλογεῖται καὶ ἔστιν ἀγενεαλόγητος, κατ’ ἄλλο δῆλον ὅτι καὶ ἄλλο. Καὶ γὰρ τὰ ἱερὰ λόγιά φησι· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν, καὶ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἀλλὰ καὶ πάλιν βοᾷ· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ». Ὥστε κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἀγενεαλόγητος, κατὰ δὲ τὴν ἀνθρωπότητα γενεαλογούμενος. Ὁ αὐτὸς πάντα προγινώσκει (ἔστι γὰρ φύσει Θεός) καὶ πάλιν ἀγνοεῖν τὴν ἐσχάτην ἡμέραν διὰ τὸ ἡμέτερον λέγεται φύραμα. Καὶ· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε». Καὶ πάλιν δῆλον ὅτι κατὰ τὸ ἀνθρώπινον· «Κἀμὲ οἴδατε καὶ πόθεν εἰμὶ οἴδατε». Ἔτι δέ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής». Καὶ ἀλλαχοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι», τὸ μὲν διὰ τὴν θείαν αὐτοῦ φύσιν, τὸ δὲ διὰ τὴν ἀνθρωπότητα. Οὕτως οὖν ἐστιν ὁ αὐτὸς ἀπερίγραπτος καὶ περίγραπτος, ὡς δύο γενέσεις ἔχων καὶ δύο οὐσίας ὁ εἷς. Εἰ δὲ μιᾶς οὐσίας ἐστὶ καὶ μετὰ τὴν σάρκωσιν κατὰ τὸν Μάνην, μίαν αὐτοῦ πάντως ὁμολογήσουσι καὶ τὴν γέννησιν, καὶ μάτην υἱὸς ἀνθρώπου κέκληται. Τὸ μὲν οὖν πρῶτον κεφάλαιον οὕτω πως ἐπῆλθε.
Τὸ δὲ β οὕτω διευθετεῖ. Εἴτε θνητός, φησίν, εἴτε ἀθάνατος ἐπλάσθη τὴν ἀρχὴν ὁ Ἀδάμ, πρόδηλον ὅτι ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων, φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ὑπὸ δέ τινα μένειν ὅρον ἐν ἀφθαρσίᾳ τὸν ἄνθρωπον διεκελεύσατο, ἐντολὴν εἰς φυλακὴν παραθέμενος, ἣν παραβεβηκὼς τὴν φθορὰν ἀντὶ τῆς ἀφθαρσίας εἰσήγαγε· τῷ γὰρ αὐτεξουσίῳ τιμηθεὶς ὁ ἄνθρωπος εἵλετο τὸ χεῖρον, ἑκὼν φυγὼν τὸ ἄμεινον. Ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ἀθάνατον καὶ νοητὴν δημιουργηθεῖσαν ἐκ παραβάσεως ἴσμεν θανάτῳ παραδεδομένην εἰ καὶ μὴ αἰσθητῷ, ἀλλά γε (τὸ χαλεπώτερον) νοητῷ. Ἡ ἁμαρτία γὰρ αὐτῆς ἐστιν ὁ θάνατος, ὡς κόλασιν αὐτῇ καὶ φθορὰν προξενοῦσα ἄφθαρτον· «Φοβήθητε, γάρ φησι, τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι». Ἁπλοῦς δὲ μόνος ἐστὶν ὁ Θεός, ἀπερίγραπτος ὤν· πᾶν γὰρ τὸ περίγραπτον οὐχ ἁπλοῦν. Τὰ δὲ παρὰ τὸ θεῖον πάντα σύνθετα.
PG 103:985Ὅτι δὲ τὸ σύνθετον δύναται καὶ ἀθάνατον μεῖναι, μαρτυροῦσι μὲν τὰ νοερὰ τάγματα καὶ ἡ ψυχή, μαρτυρεῖ δὲ μᾶλλον καὶ ἡ ἀνάστασις, ἐν ᾗ σύνθετος ὁ ἄνθρωπος οὐδὲν ἧττον ἢ πρότερον, ἀνιστάμενος εἰς ἀθανασίαν, μετὰ ψυχῆς καὶ σώματος ἀνίσταται· «Δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». Καὶ οὐκ ἄν τις εἴποι τὸ σῶμα τότε εἰς τὴν οὐσίαν μεταβαλεῖν τῆς ψυχῆς· εἰ γὰρ καὶ λεπτότερον καὶ διαυγέστερον γίνεται, ἀλλ’ οὖν τὰ ἰνδάλματα σῴζει τοῦ σώματος, καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπου φέρων γνωρίσματα. Μαρτυρεῖ δὲ τοῖς εἰρημένοις Ἐνὼχ καὶ Ἠλίας καὶ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ἔτι περιόντες ἐν τῷ σώματι· καὶ γὰρ τούτους ὡς ἀπαρχὴν τοῦ ὅλου φυράματος ἡμῶν ὁ δημιουργὸς λαβὼν ἔδειξε πᾶσιν ὡς εἰ μὴ ἥμαρτεν ὁ Ἀδάμ, ἔτι ἂν περιῆν μετὰ τοῦ σώματος. Πλὴν καὶ οὗτοι πολυχρόνιον βίον ἀνύοντες γεύσονταί ποτε θανάτου, κἂν ἐν τῇ ῥιπῇ ὀφθαλμοῦ. Ὅρα δὲ τὴν δι’ αὐτῶν πίστιν, ὡς ἐκ τῶν τριῶν προάγεται γενεῶν, ἐκ μὲν τῶν πρὸ νόμου ληφθέντος τοῦ Ἐνώχ, ἐκ δὲ τῶν μετὰ τὸν νόμον τοῦ Ἠλία, ἐκ δὲ τῶν μετὰ τὴν χάριν τοῦ ἐπιστηθίου τῶν μαθητῶν.
Codex CCXXV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐκοῦν καὶ ὁ Ἀδάμ, εἰ τὴν ἐντολὴν ἐφύλαττε, τούτοις ἂν ἀδιστάκτως συμπεριῆν. Ὅτι δὲ περίεστιν ὁ παρθένος Ἰωάννης, ὅπερ ἐζήτησας, ὥσπερ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν παράδοσις μαρτυρεῖ, οὕτω καὶ τοῦτον. Καὶ τὸ ἐν τοῖς εὐαγγελίοις δὲ εἰρημένον εἰς τὸν αὐτὸν ἡμᾶς νοῦν ἕλκει. Εἶπε μὲν γὰρ ὁ Χριστὸς τὸν τρόπον τοῦ θανάτου, ὃν ἔμελλεν ὑπὲρ αὐτοῦ ἀποθνῄσκειν ὁ Πέτρος· ὁ δὲ Πέτρος τὸν οἰκεῖον θάνατον ἀκούσας εὐθὺς ἐπερωτᾷ περὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου, δῆλον κἀκείνου οὐκ ἄλλο τι ἀλλ’ ἢ τὸν τρόπον τοῦ θανάτου αὐτοῦ μαθεῖν ἐπιζητῶν· «Οὗτος δὲ τί;» Οὐ γὰρ ἄλλο μὲν ἤκουε παρὰ τοῦ σωτῆρος περὶ αὐτοῦ, εἰς ἄλλο δέ τι ἀνακόλουθον τὴν ἐρώτησιν μετῆγεν, ὥσπερ παρορῶν καὶ παρὰ φαῦλον ποιούμενος τὴν τοῦ διδασκάλου περὶ αὐτοῦ προφητείαν. Τῆς δὲ τοῦ Πέτρου ἐρωτήσεως περὶ τοῦ θανάτου, ὃν ἔμελλεν ἀποθνῄσκειν ὁ Ἰωάννης, ἐπερωτῶντος, καὶ τοῦ σωτῆρος εἰπόντος· «Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;», πῶς οὐχὶ τὴν μέχρι τῆς παρουσίας αὐτοῦ διαμονὴν ἡ ἀλήθεια προλέγει; Διὸ καὶ ὁ ἐν ἁγίοις Κύριλλος τὸ· «Ἀκολούθει μοι» περὶ τοῦ θανάτου τοῦ ἁγίου Πέτρου εἰρῆσθαι τῷ σωτῆρι ἐκδέχεται. Τὸ δὲ ὅτι·
«Ἐξῆλθεν ὁ λόγος οὗτος εἰς τοὺς μαθητάς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει» καὶ τὰ ἑξῆς οὐ μόνον οὐδὲν μάχεται, ἀλλὰ καὶ συνᾴδει. Οὐ γάρ τις αὐτὸν ἀθάνατον εἶναί φησιν, ἀλλὰ διαμένειν μετὰ Ἐνὼχ καὶ Ἠλία μέχρι τῆς δευτέρας τοῦ δεσπότου παρουσίας· ὃ καὶ ὁ μαθητὴς αὐτὸς βεβαιῶν φησιν ὅτι· «Οὐκ εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ’· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;» Καὶ φανερὸν ὅτι τὸ μὲν ἀθάνατον εἶναι ἀνέτρεψε, τὸ δὲ μένειν ἕως τῆς παρουσίας ἐβεβαίωσεν. Εἰ δὲ ὁ Παμφίλου Εὐσέβιος, τὴν ἐκκλησιαστικὴν γράφων ἱστορίαν καὶ τοὺς χρόνους αὐτοῦ, καθ’ οὓς ἐβίωσεν, ἀριθμητοὺς ἔθετο, καὶ ὡς μέχρι τῶν Τραιανοῦ χρόνων διήρκεσεν, οὐδὲν μαχόμενον, κἂν δοκῇ, λέγει. Ἐκεῖνο γὰρ ἕκαστος κατὰ νοῦν λαμβανέτω, ὡς οἱ τοῦ Ἐνὼχ κατάδηλοι χρόνοι, καὶ ὅσα ἔτη ἐν τῷ κόσμῳ ἐβίω, σαφῶς ἡ θεία γραφὴ παραδίδωσιν. Ἀλλ’ οὐ διὰ τοῦτο τὴν μετὰ σώματος ἀρνήσεταί τις τοῦ δικαίου μετάθεσιν. Ταύτῃ τῇ δόξῃ συνᾴδουσι καὶ αἱ πράξεις τοῦ ἠγαπημένου Ἰωάννου καὶ ὁ βίος, ἃς οὐκ ὀλίγοι προφέρουσι.
PG 103:987Κατατεθεὶς γάρ, φασί, κατὰ τὴν αὐτοῦ ἐκείνου προτροπὴν ἔν τινι τόπῳ, ζητηθεὶς αἰφνίδιον οὐχ εὑρίσκετο, ἀλλὰ μόνον τὸ ἁγίασμα βρύον ἐξ αὐτοῦ τοῦ τόπου ἐν ᾧ πρὸς βραχεῖαν ῥοπὴν ἐτέθη· ἀφ’ οὗ πάντες, ὡς πηγὴν ἁγιασμοῦ, τὸ ἅγιον ἐκεῖνο μῦρον ἀρυόμεθα. Ἐκεῖνο δὲ δῆλον, ὡς τὸ παρὸν ζήτημα, κἂν τῆς ἀληθείας παρασφαλῇ, οὐ φέρει ψυχῆς κίνδυνον. Ἡ μὲν γὰρ περὶ πίστεως ἔρευνα τῆς ἀληθείας παρατραπεῖσα ναυάγιον μέγα τῇ ψυχῇ προξενεῖ, διὸ δὴ καὶ βραχείας τῆς εἰς αὐτὴν τελούσης ἀντέχεσθαι δεῖ συλλαβῆς· ἡ δὲ ζήτησις τῶν παρὰ τὴν εὐσέβειαν προβλημάτων καλὸν μὲν εἰ πρὸς τὸ τῆς ἀληθείας καταλήγει τέλος· εἰ δέ γε ταύτης ἀστοχήσει, οὐ καλὸν μέν, ὅμως ὄλεθρον ψυχῆς οὐ φέρει. Ἀλλὰ τὸ μὲν δεύτερον καὶ τρίτον οὕτω διελύσατο ζήτημα. Ἀθάνατος δὲ πλασθεὶς ὁ Ἀδὰμ τὸ λυσιτελὲς ἠγνόησεν, ὥσπερ καὶ πρὸ αὐτοῦ ὁ διάβολος καὶ αἱ περὶ αὐτὸν ἀποστατικαὶ δυνάμεις. Τὸ δὲ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν», εἰ καί τισιν εἰρῆσθαι παρ’ εἰρωνείαν ἐνομίσθη, ἀλλ’ οὐχ οὕτως ἔχει. Οὐ μὴν ἀλλ’ οὐδ’ ὅτι γέγονε τῇ ἀληθείᾳ Θεός· τοῦτο γὰρ παντελῶς μετὰ τοῦ ἀδυνάτου καὶ βλάσφημον.
Τί οὖν βούλεται τὸ «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν»; Ἰδοὺ νῦν, φησίν, αἴσθησιν ἐδέξατο οἷόν ἐστι τὸ φαντάζεσθαι γενέσθαι Θεόν. Πρὸς δὲ τὴν ἐκείνου γνώμην ταῦτα φθέγγεται Θεός, καὶ διελέγχει τὴν κακόνοιαν. Ὀνειδίζειν δὲ τὸ θεῖον πρὸς νουθεσίαν ἡμετέραν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. Ἀλλὰ ταῦτα μὲν καὶ ὁ β λόγος. Δύναιτο δ’ ἂν τό «ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν» καὶ ἐν εἰρωνείας σχήματι προελθεῖν, καὶ ὀνείδους λόγον ἐπέχειν, καὶ ἐλεεινολογίαν ἐν οἰκτιρμοῖς ἐπιδείκνυσθαι· αἱρείσθω δὲ τὸ δοκοῦν μᾶλλον ἕκαστος. Ἐν δὲ τῷ γ λόγῳ πρὸς Δόμνον καὶ Ἰωάννην γράφων, τοὺς τὴν δευτέραν Κιλικίαν οἰκοῦντας ἀσκητάς, ταῦτα ὑπὲρ τῆς ἐν Καλχηδόνι λέγει συνόδου, ὅτι ὀρθοδοξίας ἐστὶ φρόνημα καὶ Κυρίλλῳ φίλον μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην κηρύττειν καὶ ἓν πρόςωπον, καὶ τὸ φρονεῖν τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τουτέστι τὸ δύο φύσεις ὁμολογεῖν, ἐξ ὧν ὁ εἷς Χριστὸς ἀπετελέσθη. Δύο γὰρ γεννήσεις τοῦ ἑνὸς Χριστοῦ καὶ Θεοῦ ἡμῶν εἰδότες, οὐδὲ τῆς σαρκὸς καὶ τοῦ λόγου τὴν κατ’ οὐσίαν διαφορὰν ἀγνοοῦμεν.
PG 103:989Αὕτη δὲ ἡ πίστις τῆς ἐν Καλχηδόνι συνόδου δέδεικται κήρυγμα. Εἶτα τετρακόσιοι καὶ ἑβδομήκοντα ἀρχιερεῖς ταύτην ἐγγράφως ἐβεβαιώσαντο, ἐν οἷς καὶ οἱ θαυμαστοὶ τὸν βίον Συμεὼν καὶ Ἰάκωβος καὶ Βαράδατος τὴν αὐτὴν γνώμην ἰδίοις ἐπεκύρωσαν γράμμασι. Δῆλον δὲ ὡς, ἔνθα μία καθ’ ὑπόστασιν ἕνωσις, πᾶσα διαιρέσεως ὑπόνοια ἀπελήλαται· τὸ γὰρ γνωρίζειν τῶν οὐσιῶν τὸ διάφορον οὐκ ἔστι διαιρεῖν ταύτας, κατὰ τὸν ἐν ἁγίοις Κύριλλον. Ὅτι τὸ πρὸς ἡμᾶς ὁμοούσιον τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου σαφῶς ἡ σύνοδος ἀνεκήρυξε, δογματιζόμενον μὲν παρὰ τῶν ὁσίων ἡμῶν πατέρων, οὔπω δὲ τῆς φωνῆς οἰκουμενικῆς συνόδου ψηφίσμασι τὴν βεβαίωσιν λαβούσης. Διὸ πάντως ἂν ἐξεβέβλητο, τῆς δυσσεβοῦς μὲν δόξης Εὐτυχοῦς ἐν τῇ λῃστρικῇ συνόδῳ παρρησιασαμένης, ὑφ’ ἑτέρας δὲ μὴ κατακριθείσης, κἀκείνου μὲν τῆς δικαίας καθαιρέσεως ἀπολυθέντος, ἐπὶ Φλαβιανὸν δὲ τὸν ἀοίδιμον, ὃς ἐκεῖνον καθεῖλε, τῆς δίκης ἀδίκως μετενεχθείσης, καίτοι λαμπρῶς κηρύττοντα μίαν μὲν τοῦ λόγου φύσιν σεσαρκωμένην, τουτέστιν ὑπόστασιν, συνανακηρύττοντα δὲ καὶ τὸ ἡμῖν ὁμοούσιον.
Ὅτι φασὶν οἱ ἅγιοι πατέρες μὴ χρῆναι τὴν λέξιν γυμνὴν καὶ κακούργως ἐξετάζειν, ἀλλὰ τῇ εὐσεβεῖ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ παρατίθησι τῆς παραινέσεως μαρτυρίας, Ἀθανασίου μὲν ἐκ τοῦ κατὰ Ἀρειανῶν, Κυρίλλου δὲ ἐκ τῶν θησαυρῶν, Ἰωάννου δὲ τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Γαλάτας ἐπιστολῆς. Ὅτι φησὶ τὸ λέγειν σαρκὶ παθεῖν τὸν θεὸν λόγον φρόνημα τῆς ἐκκλησίας ἐστίν, ὥσπερ καὶ βλάσφημον καὶ ἀπόβλητον τὸ κηρύττειν αὐτὸν παθεῖν τῇ φύσει τῆς θεότητος·
καὶ παράγει μαρτυρίας διαφόρους, Κυρίλλου μὲν ἐκ τῶν σχολίων, ἐκ τῆς πρὸς Σούκηνσον β ἐπιστολῆς, ἐκ τῆς πρὸς Νεστόριον α, ἐκ τῶν θησαυρῶν, ἐκ τῆς ἑρμηνείας τοῦ ἀποπομπαίου, καὶ ἐκ τῆς ἀπολογίας τοῦ ιβ ἀναθεματισμοῦ, καὶ ἐκ τῆς πρὸς τὰς βασιλίδας ἐπιστολῆς, καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, καὶ ἐκ τοῦ εἰς τὸν Ἠσαί̈αν ὑπομνήματος, καὶ ἐκ τῆς ἑρμηνείας τοῦ η ψαλμοῦ, καὶ ἐκ τοῦ περὶ ἀπαθείας λόγου, καὶ ἐκ τοῦ περὶ πάθους λόγου, καὶ ἐκ τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνήματος βιβλίου ζ, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως, [καὶ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους], καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην βιβλίου β, καὶ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου, καὶ ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην βιβλίου θ καὶ η. Συμπαρατίθησι μέντοι καὶ Γρηγορίου, καὶ Βασιλείου ἐκ τοῦ περὶ εὐχαριστίας καὶ ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς καὶ ἐκ τῆς πρὸς Ἀπολινάριον, ναὶ δὴ καὶ Ἀθανασίου τοῦ πολυάθλου ἐκ διαφόρων λόγων.
Ὅτι τῶν ἀπὸ Σεβήρου ληρούντων ὡς ἐννοεῖν μὲν χρὴ τὸ ἑτεροειδὲς καὶ ἑτεροφυὲς τῶν εἰς ἑνότητα ἄφραστον συνεληλυθότων, μὴ χρῆναι δὲ λέγειν ταῦτα, πλατὺν μὲν γέλωτα τῆς ἀνοίας αὐτῶν ὁ ἱερὸς ἀνὴρ καταχεῖ, καὶ πρό γε τοῦ ἀνδρὸς αὐτή γε ἡ κοινὴ ἔννοια καὶ ἡ Παύλου φωνὴ λέγουσα· «Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». Ὅτι φησὶν ἓν πρόσωπον, τουτέστι μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην κηρύττομεν, ἐπειδὴ καὶ ἁπλοῦς Ἰησοῦς συνετέθη κατὰ τὸν ἐν ἁγίοις Ἀρεοπαγίτην Διονύσιον. Καὶ ἐπὶ μὲν τῆς καθ’ ὑπόστασιν ἑνώσεως δικαίως παρὰ τῆς εὐσεβείας τὸ σύνθετον λέγεται. Σύνθετον δὲ οὐσίαν οὐδεὶς εἰπεῖν ἐτόλμησε πλὴν Ἀπολιναρίου. Δηλῶν δὲ καὶ ὁ Κύριος ὅτι σύνθετος μὲν αὐτοῦ ἡ ὑπόστασις, οὐκέτι δὲ καὶ ἡ φύσις, τῶν μὲν θυρῶν κεκλεισμένων πρὸς τοὺς μαθητὰς εἰσελθών· «Ψηλαφήσατέ με, λέγει, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἀλλαχοῦ δέ· «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Πῶς οὖν οὐκ ἐναντία ταῦτα;
PG 103:991Ἢ ὅτι κατὰ μὲν τὴν οὐσίαν τῆς θεότητος οὐκ ἔχει σάρκα ἐπειδὴ μηδὲ δύναται σύνθετος ἡ οὐσία εἶναι, τῷ δὲ προσώπῳ καὶ τῇ ὑποστάσει ἔχει καθὼς αὐτὸς ἔχων ἐθεωρεῖτο. Καὶ ὅπερ οὐκ εἶχε κατὰ τὴν οὐσίαν (οὐ γὰρ ἦν σύνθετος), τοῦτο κατὰ τὴν ὑπόστασιν ἔχει (σύνθετος γὰρ αὕτη) καὶ καθ’ ἑτέραν μὲν οὐσίαν οὐκ ἔχει τὴν ἑτέραν, κατὰ δὲ τὴν ὑπόστασιν ἑκατέραν ἔχει. Ὥστε καὶ σάρκα ἔχει καὶ πνεῦμα κατὰ τὴν ὑπόστασιν· κατὰ δὲ τὴν οὐσίαν οὔτε τὸ πνεῦμά ἐστι σάρξ, οὔτε ἡ σὰρξ τὴν τοῦ πνεύματος φύσιν ὑπῆλθε. Τοῦτο δὲ ἑρμηνεύων καὶ ὁ ἱερὸς Κύριλλος· «Ἡ γὰρ σάρξ, φησί, σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ Θεοῦ γέγονε σάρξ· τὴν κατ’ οὐσίαν γάρ, φησίν, εὑρίσκω διαφοράν, κἂν τὸ τῆς υἱότητος μοναδικὸν ὁμολογῶ». Καὶ ἐν εὐαγγελίοις δὲ λέγων ὁ Κύριος· «Ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν, κἀγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί» τὸ ὁμοούσιον ἑκατέρας ἐδήλωσε φύσεως· ἓν γάρ ἐστι τῇ θεϊκῇ οὐσίᾳ ἐν τῷ πατρὶ ὁ εἷς θεὸς λόγος, καὶ ἓν πάλιν ἐν αὐτοῖς, τουτέστι τῇ καθ’ ἡμᾶς οὐσίᾳ. Ὁμονοῶν δὲ τοῖς εἰρημένοις ὁ Κύριλλος οὕτω καὶ αὐτὸς ἑρμηνεύει τὸ ῥητόν·
«Ὥσπερ, φησίν, ἐγώ εἰμι ἐν αὐτοῖς διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σύ, ὦ πάτερ, ἐν ἐμοὶ διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναχθέντες ἀλλήλοις ἀνακραθῶσι καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν, ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ». Ταῦτα δὲ καὶ ὁ προφήτης Ἠσαί̈ας φησὶν ἐν τῷ λέγειν· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ Θεός ἐστιν ἐξουσιαστὴς ἰσχυρός». Διὰ μὲν γὰρ τοῦ παιδίον τὸ ἡμῖν ὁμοούσιον, διὰ δὲ τοῦ Θεὸς τὸ πρὸς τὸν πατέρα καὶ τὸ πνεῦμα ἐκήρυξεν ὁμοούσιον. Καὶ ὁ Νύσσης δὲ Γρηγόριος ἐν τῷ κατὰ Ἀπολιναρίου γράφων· «Εἰ ἐν τοῖς ἐναντίοις, φησίν, ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» Ταῦτα εἰπὼν ὁ ἱερὸς Ἐφραί̈μιος, δυσσεβῶς ἑρμηνευόντων τῶν περὶ Δόμνον τὸ «ἐσκήνωσεν ἐν ἡμῖν», ἐπιρραπίζει μὲν τούτους· καὶ γὰρ ἀντὶ τοῦ «ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» παρενόησαν τὴν φωνήν, ἐν ἴσῳ ταύτην νομίσαντες τῆς λεγούσης· «Λὼτ ἐσκήνωσεν ἐν πόλει τῶν περιχώρων». Καὶ πάλιν· «Ἐσκήνωσεν ἐν Σοδόμοις».
PG 103:993Ἐπιρραπίζων δὲ καὶ τὸ ἀνόητον τῆς ἐκδοχῆς, αὐτὸς τὸ ἐσκήνωσεν ἀναπτύσσει σαφήνειαν εἶναι τοῦ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἔλεγχον τῶν τροπήν τινα καὶ ἀλλοίωσιν τοῦ λόγου μελλόντων κατηγορεῖν. Καὶ γὰρ καὶ εἰπὼν ὁ εὐαγγελιστής· «Ὁ λόγος σὰρξ ἐγένετο», εὐθὺς συνῆψε· «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν», τήν τε εἰς μίαν ὑπόστασιν σύνοδον καὶ τὸ ἀμετάβλητον ἑκατέρας φύσεως δι’ ἑκατέρας ἐκδιδάσκων φωνῆς. Οὕτω τὸ λόγιον θεωρήσας, τόν τε Χρυσόστομον μάρτυρα καλεῖ καὶ σὺν αὐτῷ Κύριλλον καὶ Ἀθανάσιον καὶ τὸν θεολόγον Γρηγόριον, παραπλησίως τὸ ῥητὸν ἐννοήσαντας. Κἀκεῖθεν πάλιν παράγει ῥητά, ὧν Δόμνος καὶ Ἰωάννης γεννήτορες, καὶ δείκνυσιν αὐτοὺς δι’ ἑαυτῶν καὶ ἄκοντας ὁμολογεῖν ἐν τοῖς πλείστοις ἃ καὶ ἡ ἐν Καλχηδόνι ἐδόξασε σύνοδος, καὶ μάτην αὐτοὺς ταύτην ἐκτρέπεσθαι. Τὸ μέντοι λέγειν ἐκ δύο φύσεων εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πρὸ τῆς ἑνώσεως παντελῶς ἐλέγχει μετὰ τῆς ἀσεβείας καὶ ἄλογον. Ἡ μὲν γὰρ τοῦ λόγου φύσις ἀεί, καθὰ καὶ μετὰ τὴν ἐνανθρώπησιν, συναί̈διος καὶ ὁμοούσιος ὑπῆρχε τῷ πατρί· ἡ δὲ σὰρξ οὔπω τῷ λόγῳ συναφθεῖσα οὐδὲ τῶν ὑπαρχόντων ὅλως ἦν.
Πῶς οὖν, εἰ μή τις ἕλοιτο Νεστορίῳ συνασεβεῖν, ἐκ δύο φύσεων τὸν Κύριον πρὸ τῆς ἐνανθρωπήσεως ἢ νοεῖν ἢ λέγειν δυνατόν; Τὸ μέντοι γε μετὰ τὴν ἕνωσιν λέγειν ἐκ δύο φύσεων, ὥσπερ καὶ ἐν δυσί, τὸν Χριστὸν θεωρεῖν εὐσεβές τε καὶ τῶν ὀρθοδόξων φρόνημα, ὃ καὶ ἡ ἐν Καλχηδόνι ἐπρέσβευσε σύνοδος· ἐν θεότητι γὰρ τέλειον τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν καὶ ἐν ἀνθρωπότητι τρανῶς ἀνεκήρυξεν. Εἰ δέ τις μέρους τῶν ἀπὸ Σεβήρου φαίη ὡς εἰ δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ πρόσωπα δύο ἔσται καὶ ὑποστάσεις (φύσις γὰρ οὐκ ἔστιν ἀπρόσωπος οὐδὲ ἀνυπόστατος), ἴστωσαν ὅτι τοῦ πατρὸς αὐτῶν τὴν ἀσχημοσύνην ἀνακαλύπτοντες οὐκ αἰσθάνονται· καὶ γὰρ καὶ Σεβῆρος τὸ ἐκ δύο φύσεων λέγων, ἐκ δύο προσώπων καὶ δύο ὑποστάσεων τὸν Χριστὸν οὐκ ἐρυθριᾷ συντιθέναι καὶ ἀποφαίνεσθαι. Πλὴν εἰδέναι γε χρὴ ὡς πολλὰ τῶν ἐν τοῖς οὖσι φύσις μὲν λέγεται, οὐκ ἐξ ἀνάγκης δὲ συνεισάγει καὶ πρόσωπον, ὥσπερ φύσις ὕδατος καὶ φύσις ὀργῆς καὶ φύσις πολέμου καὶ μάχης· ποῦ γάρ τις τῶν εἰρημένων ποτέ, ὥσπερ εἶπε φύσιν, οὕτω καὶ πρόσωπον ἀπελήρησε; Καὶ πάλιν φύσιν μὲν ψυχῆς καὶ φύσιν σώματος ἕκαστον τῶν ἀνθρώπων ἔχειν λέγομεν·
PG 103:995πρόσωπον δὲ ψυχῆς ἢ πρόσωπον σώματος, ἢ ψυχῆς ὑπόστασιν ἢ σώματος, οὐδ’ οἱ μῦθοι ἀνεπλάσαντο. Ὅτι δὲ δύο φύσεων ἕνωσιν καὶ μίαν ὑπόστασιν καὶ πρόσωπον ἓν ὁμολογεῖν τοῦ ὀρθοῦ φρονήματός ἐστι καὶ τῶν πατέρων κήρυγμα, Ἰωάννης μὲν ὁ Χρυσόστομος, τὸ κατὰ Ἰωάννην ἀναπτύσσων εὐαγγέλιον, ἐν ἑνδεκάτῃ ὁμιλίᾳ μαρτυρεῖ, λέγων· «Ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν». Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς ἀνατολικοὺς ἐπιστολῇ· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά». Καὶ Ἀμβρόσιος ὁ Μεδιολάνων ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ· «Τοὺς δὲ μὴ ὁμολογοῦντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόςωπον, καθὸ εἷς Χριστὸς εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία». Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος καὶ Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως, ὃς καί φησιν ἐν τῇ τεσσαρακοστῇ· «Ἡ θεία φύσις ἄκτιστος, ἡ ἐξ ἐμοῦ πρόσληψις ἀνόθευτος·
καὶ ἔστιν εἷς υἱός, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης«. Καὶ Παῦλος δὲ ὁ Ἐμίσης ἐπίσκοπος κατενώπιον ὁμιλήσας Κυρίλλου καὶ λίαν ἀποδεχθείς, οὕτω φησίν· »Εὐθέως ὁ κορυφαῖος, τὸ στόμα τῶν ἀποστόλων, ἔφη· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Σὺ ὁ Χριστός, ἡ διττὴ φύσις· σὺ ὁ Χριστός, καὶ οὐκ εἶπεν υἱός, ἀλλ’ ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἐπέγνω καὶ τὸ μοναδικὸν πρόσωπον». Ἐφ’ οἷς καὶ Ἱλάριος ὁ ὁμολογητὴς καὶ ἐπίσκοπος Γαβάλων ἐν τῷ δ περὶ πίστεως λόγῳ καὶ ἐν τῷ περὶ ἑνώσεως ταῦτα κηρύσσει, καὶ Κυριακὸς ἐπίσκοπος Πάφου, εἷς τῶν τιη καὶ ἁγίων πατέρων, καὶ Ἀμβρόσιος ἐπίσκοπος Μεδιολάνων ἐν τῷ λόγῳ ὃν ἔπεμψε Γρατιανῷ τῷ βασιλεῖ, καὶ ἐν τῷ περὶ Ἀπολιναρίου, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ.
Codex CCXXVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀλλὰ καὶ Πέτρος ὁ Ἀλεξανδρείας καὶ μάρτυς, καὶ Βασίλειος ὁ Καισαρείας τῆς ἐν Καππαδοκίᾳ, καὶ Γρηγόριος ὁ θεολόγος ἐν τοῖς γενεθλίοις καὶ ἐν τῷ περὶ υἱοῦ β λόγῳ καὶ ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ τὰ ὅμοια μαρτυρεῖ, καὶ Ἀμφιλόχιος δὲ ἐν τῇ πρὸς Σέλευκον ἐπιστολῇ καὶ ὁ Χρυσόστομος τὴν πρὸς Τιμόθεον πρώτην ἑρμηνεύων ἐπιστολήν, καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως ἔν τε τῷ εἰς τὸ γενέθλιον λόγῳ καὶ ἐν ἄλλοις διαφόροις, Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐν τῇ πρὸς τὰς παρθένους ἐπιστολῇ, καὶ Κύριλλος ἐν τῇ πρὸς Σούκενσον α καὶ μὴν καὶ ἐν τῇ β, καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικούς, καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν ἐπίσκοπον Μελιτηνῆς, καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ, καὶ ἐν τῇ πρὸς Εὐλόγιον τὸν πρεσβύτερον ἐπιστολῇ, καὶ ἐκ τῶν θησαυρῶν, καὶ ἐν ἄλλοις αὐτοῦ διαφόροις λόγοις. Τούτων τῶν θεοφόρων ἡμῶν πατέρων ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος τὰς γνώμας ἐκμελετήσασα τὴν εὐσέβειαν ἐπεκύρωσεν, ὥστε τὸ κατ’ ἐκείνης σπουδάζειν κατὰ τούτων ἐστὶν εἰς ὕβριν ὁπλίζεσθαι.
Ὅτι γε μὴν Χριστός, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, οὔτε τὰ τῆς θεότητος ἴδια οὔτε τὰ ἴδια τῆς ἀνθρωπότητος διῃρημένως ἔπραττεν, ἑνώσει δὲ τῇ καθ’ ὑπόστασιν ἅπαντα ὁ εἷς καὶ ὁ αὐτὸς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα ἐπετέλει, τοὺς θεοφόρους ἡμῶν πατέρας πάλιν παράγει μάρτυρας, Ἰούλιον τὸν ἐπίσκοπον Ῥώμης ἐκ τοῦ περὶ τῆς ἐν Χριστῷ ἑνώσεως τοῦ σώματος πρὸς τὴν θεότητα, καὶ Ἀθανάσιον τὸν Ἀλεξανδρείας, ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς καὶ ἐξ ἑτέρων διαφόρων λόγων, Γρηγόριόν τε τὸν Νύσσης ἐκ τοῦ γ λόγου κατ’ Εὐνομίου καὶ ἐκ τοῦ κατηχητικοῦ, καὶ Βασίλειον τὸν Καισαρείας ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς, Κύριλλόν τε τὸν σοφὸν ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου καὶ ἐκ τῶν θησαυρῶν καὶ ἐκ τῆς πρὸς Σούκενσον β ἐπιστολῆς καὶ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας καὶ ἐκ τῶν σχολίων. Ταῦτα δὲ διελθὼν ὁ συγγραφεύς, ῥητὰ τοῦ ἐν ἁγίοις πάπα Λέοντος προκομίζει, ἃ καί φησι κατὰ τῶν δυςσεβῶν Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνη καὶ Ἀπολιναρίου καὶ Εὐτυχέως καὶ τῶν ὁμοίων αἱρετικῶν παρατάττεσθαι, καὶ διὰ τοῦτο παρὰ τῶν ὁμοφρόνων ἐπηρεάζεσθαι. Καὶ πρῶτον μὲν τοῦτο·
PG 103:997«Ὥσπερ γὰρ ἐν τῷ ἐλεεῖν ὁ Θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ὁ ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται», δεύτερον τό· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας». Λέγει γὰρ ἡ αἵρεσις ὡς τὰ δύο τῶν ἄρθρων προτακτικά, ὁ Θεὸς καὶ ὁ ἄνθρωπος, δύο πρόσωπά ἐστι καὶ ὑποστάσεων παραστατικά, καὶ σχέσει μόνῃ τὴν ἕνωσιν σχηματίζουσιν. Ἀλλὰ τὸ ἀναιδὲς τούτων Ἀθανάσιός τε καὶ οἱ Γρηγόριοι καὶ Ἐπιφάνιος καὶ ὁ Χρυσόστομος, καὶ αὐτὸς ὁ Κύριος καταισχύνουσιν, ἴσαις φωναῖς καὶ ὁμοίαις καὶ αὐτοὶ πολλαχοῦ χρησάμενοι, καὶ δηλοῦντες διὰ τῆς τοιαύτης προταγῆς τῶν ἄρθρων οὐ τόν τινα ἄνθρωπον ἀλλὰ τὸν ὁλικόν, οὐδὲ τὴν τοῦ πατρὸς ἢ τὴν τοῦ υἱοῦ ὑπόστασιν ἀλλὰ τὴν κοινὴν φύσιν, καὶ οὐ κατ’ εὐθεῖαν μόνον τὰ ἄρθρα ἀλλὰ καὶ κατὰ τὰς πτώσεις τοῖς ὀνόμασι συνδιαπλέκοντες. Αὐτίκα Ματθαῖος· «Ὃς ἐὰν εἴπῃ λόγον, φησί, κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ», καὶ πάλιν· «Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», καὶ πάλιν· «Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως ἂν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ». Καὶ ὁ θεσπέσιος Παῦλος·
«Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῇ χάριτι τοῦ Θεοῦ καὶ τῇ δωρεᾷ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς περιέσσευσεν». Ἐν γὰρ τούτοις ἅπασιν ἡ τοῦ ἀνθρώπου μνήμη μετὰ τοῦ γενικοῦ προαγομένη ἄρθρου οὐδαμῶς διεῖλε τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς διαφορὰν ὑποστάσεων. Καὶ ὁ θεοφόρος δὲ Ἰγνάτιος καὶ μάρτυς, Σμυρναίοις ἐπιστέλλων, ὁμοίως κέχρηται τῷ ἄρθρῳ. Καὶ ὁ Ῥώμης Ἰούλιος ἐν τῇ πρὸς Δόκιον ἐπιστολῇ φησιν· «Ὥστε ἀνάθεμα ἔστω πᾶς ὁ τὸν ἐκ Μαρίας ἄνθρωπον οὐχ ὁμολογῶν εἶναι ἔνσαρκον Θεόν».
PG 103:999Τὰ αὐτὰ δὲ καὶ ὁ πολύαθλος Ἀθανάσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον δευτέρᾳ ἐπιστολῇ ναὶ μὴν καὶ ὁ Νύσσης Γρηγόριος ἐν διαφόροις λόγοις, καὶ Βασίλειος ὁ θεσπέσιος ἐν τῷ περὶ πίστεως λόγῳ, καὶ ὁ θαυμαστὸς Ἐπιφάνιος ἐν τῷ περὶ αἱρέσεων α βιβλίῳ, ἀλλὰ καὶ ὁ Κωνσταντινουπόλεως Ἀττικὸς ἐν τῇ πρὸς Εὐψύχιον ἐπιστολῇ, καὶ ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς, τρίτης ὁμιλίας, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ προφήτου Μαλαχίου καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου καὶ ἐν τῷ περὶ τῆς ἐν πνεύματι λατρείας ἐνάτῳ βιβλίῳ. Λέγει γὰρ οὕτω· «Φύσεως γὰρ τῆς ἀνωτάτω καταπλουτεῖ τὸν ἐναυλισμὸν ὁ ἐκ παρθένου ναός». Τούτων ἁπάντων μετὰ τῶν ἄρθρων τήν τε θείαν φύσιν καὶ τὴν ἀνθρωπίνην προαγόντων, πῶς ὁ τὸν ἐν ἁγίοις Λέοντα αἱτιώμενος διὰ τὴν τῶν ἄρθρων προκομιδὴν οὐχὶ κατὰ πάντων ἡμῶν τῶν θεοφόρων πατέρων ὑλακτεῖ; Ἀλλ’ ἴδωμεν καὶ τό·
Codex CCXXVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Καὶ γὰρ κἀνταῦθα ὁμόδοξός τε καὶ ὁμόφωνος τοῖς ἱεροῖς ἡμῶν ἀναδειχθήσεται πατράσι· πάντες γὰρ τὰ μὲν ἀνθρώπινα τῷ ἀνθρώπῳ ἀνατιθέασι, τῷ Θεῷ δὲ τὰ θεῖα, ὥσπερ καὶ ὁ σοφὸς Κύριλλος ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. «Εἰ δὲ δή, φησί, λέγοιτο προκόπτειν ὁ Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τῆς οἰκονομίας ἔσται τὸ χρῆμα· συνεχώρει γὰρ ὁ τοῦ Θεοῦ λόγος διὰ τῶν τῆς ἰδίας φύσεως ἐθῶν ἰέναι τὸ ἀνθρώπινον». Καὶ ἐν τῷ κατὰ Νεστορίου λόγῳ· «Ἄθρει δή, φησιν, ὅπως οὐδὲν καθυφεὶς αὐτός, οὔτε μὴν εἰς ἰδίαν φύσιν τὸ ἀσθενῆσαι παθών, συγκεχώρηκε τῇ σαρκὶ καὶ διὰ τῶν ἰδίων ἰέναι νόμων· καὶ αὐτοῦ τὸ χρῆμα λέγεται διὰ τὸ ἴδιον εἶναι τὸ σῶμα αὐτοῦ». Καὶ ἐν τοῖς θησαυροῖς· «Τὸ μὲν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν τὴν ψυχὴν τῆς τοῦ λόγου δυνάμεως ἔργον». Καὶ μυρία ἄν τις βουλόμενος συλλέγειν ἔκ τε τούτου τοῦ θείου ἀνδρὸς καὶ ἐκ τῶν λοιπῶν ἡμῶν πατέρων οὐκ ἂν ἀπορήσῃ·
οἵ τε γὰρ Γρηγόριοι καὶ Ἀθανάσιος, Ἀμφιλόχιός τε καὶ ὁ Χρυσόστομος καὶ Ἀμβρόσιος καὶ ὁ ἄλλος τῶν ἁγίων χορὸς τὰ αὐτὰ διακεκράγασιν. Ἐπεὶ δὲ προέτειναν οἱ δι’ ἐναντίας ὡς Γρηγόριος ὁ Νεοκαισαρείας καὶ Ἀθανάσιος καὶ Ἰούλιος καὶ Κύριλλος καὶ Ἐρέχθιος μίαν φύσιν τοῦ θεοῦ λόγου δοξάζουσι σεσαρκωμένην, διασαφεῖ μὲν τῆς φωνῆς τὴν διάνοιαν λέγων ὡς καὶ αὕτη τὸ διάφορον τῶν ἑνωθέντων ἐκδιδάσκει φύσεων. Εἰ γὰρ μὴ ἡ ἀνθρωπίνη φύσις καὶ ἡ θεία διάφορος, πάντως γε ἢ τὰ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος οὐσίαν ἐτράπη ἢ εἰς τὴν τῆς σαρκὸς ἡ θεότης, καὶ οὕτω γέγονε μία· ὅπερ Ἀπολιναρίου καὶ τῶν ὁμοστοίχων αἱρετικῶν ἄθεον φρόνημα. Ὁ μέντοι γε Κύριλλος ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ τὸ διάφορον τῶν φύσεων καὶ διὰ ταύτης τῆς φωνῆς ἀνομολογεῖσθαι δηλῶν, μετὰ τὸ εἰπεῖν αὐτὸν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐπήνεγκεν· «Εἰ δέ, ὡς ἔφην, ἐν τῷ σεσαρκῶσθαι λέγειν αὐτὸν σαφής ἐστι καὶ ἀναμφίλογος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς Θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι».
PG 103:1001Ἰδοὺ φανερῶς ἔδειξεν ὅπως εἴρηται αὐτῷ τε καὶ τοῖς ἄλλοις ἡμῶν πατράσι τὸ μία φύσις τοῦ λόγου σεσαρκωμένη. Τὴν μὲν τῶν φύσεων διαφορὰν σαφῶς ἡ φωνὴ διδάσκει, παριστᾷ δὲ καὶ τὴν ἄκραν καὶ ἀδιάσπαστον ἕνωσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, καὶ ὡς εἷς ὑπάρχει καὶ μόνος υἱὸς ὁ Χριστὸς σεσαρκωμένος, καὶ οὐ δύο υἱοί, ὡς Νεστόριος ἐδυσφήμει, καθ’ ὃ καὶ αὐτὴ προβέβληται αὐτῷ ἡ φωνή· τί γὰρ ἂν ἄλλο καὶ σημανεῖ τό· «Ὁ αὐτός ἐστι Θεὸς καὶ ἄνθρωπος» ἢ δύο φύσεις ἡνωμένας ἐν ὑποστάσει μιᾷ; Ὥσπερ καὶ ὁ θεολόγος Γρηγόριος εἰπών· «Δύο φύσεις Θεὸς καὶ ἄνθρωπος», ἑρμηνεύων ἑαυτὸν εἶπεν· «Ὥστε ὁ λέγων τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον δύο φύσεις ἑνωθείσας καθ’ ὑπόστασιν ὁμολογεῖ». Καὶ ὁ ἱερὸς δὲ Κύριλλος ἐπαγαγών· «Ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι» τὸ ἐν δύο φύσεσι γνωρίζεσθαι τὸν Κύριον ἐκδιδάσκει, ὥστε τὸ λέγειν αὐτὸν μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην οὐκ ἐπ’ ἀναιρέσει τοῦ γνωρίζεσθαι τὰ ἑνωθέντα καθ’ ὑπόστασιν εἴρηται, ἀλλ’ εἰς παράστασιν τοῦ ἀδιαιρέτως ἄνθρωπον γενέσθαι τὸν θεὸν λόγον καὶ οὐκ ἐν ἀνθρώπῳ ὡς ἑνὶ τῶν προφητῶν κατῳκηκέναι.
Καὶ πολλά τις ἄλλα ἐν τῇ αὐτῇ εὕροι ἐπιστολῇ, δι’ ὧν ἡ ὁμολογία μὲν τῶν δύο φύσεων ἐπὶ τοῦ Χριστοῦ βεβαιοῦται, μόνον δὲ τὸ ἀνὰ μέρος τιθέναι τὰς φύσεις αἱρετικοῦ φρονήματος ἀπελέγχεται, τὸ δὲ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην κατὰ Νεστορίου προάγων οὐ τῶν φύσεων τὴν διαφορὰν ἀναιρεῖ, ἀλλὰ τὴν δυάδα τῶν ὑποστάσεων φανεροῖ· Νεστόριος γὰρ οὐ διὰ τὸ γνωρίζειν τὰς δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ διὰ τὸ διαιρεῖν τὸν ἀδιαίρετον εἰς ὑποστάσεις δύο τῆς ἐκκλησίας ἐξωστράκισται· ὥστε ἡ μία φύσις τοῦ λόγου σεσαρκωμένη τὸν Νεστόριον διελέγχουσα, οὐδὲν ἕτερον δηλοῖ ἢ ὅτι μίαν ὑπόστασιν χρὴ τοῦ θεοῦ λόγου κηρύττειν σεσαρκωμένην, ὅπερ φρόνημά τε τῆς εὐσεβείας ἐστὶ καὶ ἡ ἐν Καλχηδόνι σύνοδος ἐδογμάτισεν.
Εἰπὼν μέντοι γε ὁ πολύαθλος Ἀθανάσιος φύσιν μίαν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐκ εἰς ἀναίρεσιν ἔφη τοῦ γνωρίζεσθαι τὴν διαφορὰν τῶν φύσεων, αἳ τὴν καθ’ ὑπόστασιν ἐπλήρουν ἕνωσιν, ἀλλὰ καὶ αὐτὸς δεῖξαι βουλόμενος ὡς εἷς ἐστιν ὁ υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, καὶ μάλιστα κατὰ Παύλου τοῦ Σαμωσατέως ἀγωνιζόμενος, ὃς ἄλλον μὲν τὸν πρὸ αἰώνων υἱόν, ἕτερον δὲ τὸν ἐπ’ ἐσχάτων φρενοβλαβῶς ἐδογμάτιζε. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἰούλιος διὰ τῆς αὐτῆς ἐννοίας ὥδευε· κατὰ Παύλου γὰρ καὶ αὐτὸς τοῦ Σαμωσατέως καὶ τῶν ὁμοίων διὰ τῆς αὐτῆς φωνῆς ἐξωπλίζετο. Ὁ μέντοι γε Ἐρέχθιος εἰ μὲν ὡς Ἀθανάσιός τε καὶ Κύριλλος καὶ Ἰούλιος τὴν φωνὴν ἐκλαμβάνει, τοῦτο ἂν εἴη ἄμεινον, εἰ δὲ παρὰ τὴν ἐκείνων δόξαν, θαυμαστὸν οὐδέν· εἰς γὰρ τὴν Εὐτυχοῦς νόσον πολλοὶ τῶν ἱερῶν ἀνδρῶν τοῦτον ἐφώρασαν κείμενον, ἣν καὶ αὐτὸς ὑποδείκνυσιν ὧδέ πως λέγων· «Εἰ μὲν ἀνθρωπίνης σπορᾶς ἦν βλάστημα ὁ Χριστός, συνετιθέμην ἂν τὸν καρπὸν εἶναι κατὰ τὴν ῥίζαν· εἰ δὲ ἐκ πνεύματος ἁγίου κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνήν, Θεὸς ἐτέχθη, ἐπειδὴ καὶ Θεὸς ὁ τῆς γενέσεως πρόξενος». Ὁ μὲν Ἐρέχθιος ταῦτα·
Codex CCXXVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1003ἔοικε δὲ ὁ ἀνὴρ μηδὲ τὰ τῆς Ἐλισάβετ συνιέναι ῥήματα, ἣ τὴν θεοτόκον Μαρίαν εὐλογοῦσα· «Εὐλογημένη σὺ ἐν γυναιξίν, ἀνακράζει, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου». Ἀλλ’ οὐδὲ τὸν Ἠσαί̈αν ἔγνω λέγοντα· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι». Καὶ μυρία ἄλλα. Μετὰ δὲ ταῦτα περὶ τῆς διαφορᾶς, ἣν ἡ οὐσία καὶ τὸ γένος καὶ τὸ εἶδος πρὸς τὴν ὑπόστασιν ἔχει, διαλαμβάνει, ὅτι τὰ μὲν τὸ κοινὸν δηλοῦσι, τὸ δὲ τὸ πρόςωπον καὶ ὃ λέγεται τοῖς ἔξω καθ’ ἕκαστον. Καὶ τῆς ἰδίας γνώμης, ὡς ἔθος αὐτῷ, διαφόρους παρίστησι μάρτυρας, Βασίλειόν τε καὶ Ἀθανάσιον καὶ Ἰούλιον καὶ Κύριλλον, καί φησιν ὡς εἴ ποτέ τις εὕροι τινὰς τῶν εἰρημένων ἀνδρῶν τὴν φύσιν εἰπόντας ὑπόστασιν, οὐ κυρίως τοῦτο ἀλλ’ ἐν καταχρήσει νοείτω εἰρῆσθαι· εἰ γὰρ μή, ἑαυτοῖς τε τἀναντία καὶ πρὸς ἀλλήλους λέγειν τοὺς ἱεροὺς ἡμῶν ἐξυβρίσομεν πατέρας. Κατεχρήσατο μέντοι τῇ φύσει ἀντὶ τῆς ὑποστάσεως Ἀθανάσιος μὲν ἐν τῇ πρὸς τὸν βασιλέα Ἰουβιανὸν ἐπιστολῇ, λέγων· «Μίαν τοίνυν λέγειν δεῖ, μᾶλλον δὲ καὶ ὁμολογεῖν τοῦ λόγου φύσιν τε καὶ ὑπόστασιν σεσαρκωμένην».
Καὶ Ἰούλιος δὲ ἐν τῇ γραφείσῃ παρ’ αὐτοῦ ἐπιστολῇ πρὸς τοὺς κατὰ τῆς θείας τοῦ λόγου σαρκώσεως ἀγωνιζομένους, ἣν ἀλλαχοῦ μίαν φύσιν εἶπε τοῦ λόγου, ἐνταῦθα ὑπόστασιν ὀνομάζει· λέγει γάρ ... ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τοῖς σχολίοις οὕτω φησίν· «Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις ἤγουν αἱ φύσεις, ἐντεῦθεν εἰσόμεθα». Καὶ πάλιν ἐν τῷ τρίτῳ κεφαλαίῳ τῶν ἀναθεματισμῶν· «Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς φύσεις ἤγουν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν ἤγουν αὐθεντίᾳ, καὶ οὐχὶ δὴ μᾶλλον συνόδῳ τῇ καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω». Καὶ ἑρμηνεύων αὐτὸς ἑαυτόν, καὶ ἅμα Νεστόριον στηλιτεύων καὶ δεικνὺς ποίῳ τρόπῳ οὗτος δύο φύσεις ἐφρόνησε, λέγει· «Οἱ διαιροῦντες τοίνυν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν, καὶ ἀνὰ μέρος τιθέντες ἑκατέραν, τουτέστιν ἄνθρωπον χωρὶς καὶ Θεὸν χωρίς, ἐπινοοῦντες δὲ συνάφειαν αὐταῖς τὴν κατά γε μόνην τὴν ἀξίαν, δύο που πάντως ἱστῶσιν υἱούς».
PG 103:1005Ὁ αὐτὸς δὲ ἱερὸς Κύριλλος, ὁ ἀλλαχοῦ μίαν μὲν φύσιν εἰρηκὼς τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν τῇ πρὸς Νεστόριον τρίτῃ ἐπιστολῇ φησι μίαν ὑπόστασιν τοῦ λόγου σεσαρκωμένην. Λέγει γάρ· «Τοιγαροῦν ἑνὶ προσώπῳ τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει μιᾷ τῇ τοῦ λόγου σεσαρκωμένῃ· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς κατὰ τὰς γραφάς». Οὐδὲν δὲ κοινὸν τοῖς δύο φύσεις λέγουσιν ἰδιοϋποστάτους καὶ ἀνὰ μέρος, ὡς Νεστόριος, καὶ τοῖς λέγουσι ταύτας ἡνωμένας ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ λόγου, ὡς ἡ ἐκκλησία τε καὶ ἡ ἁγία σύνοδος καὶ ὁ πάπας Λέων ἐπρέσβευεν. Ἀλλὰ καὶ μυρία ἄλλη διαφορὰ μεταξὺ τῆς ἀσεβείας καὶ τῆς εὐσεβείας, καὶ ὅση τοῦ φωτὸς πρὸς τὸ σκότος. Ὅτι ἐπειδὰν οἱ ἀπὸ Σεβήρου διελέγχωνται ταῖς τῶν θεοφόρων ἡμῶν πατέρων φωναῖς, οἳ πρὸ τῆς ἐν Καλχηδόνι συνόδου διέλαμψαν καὶ τὰς δύο φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ λόγου ἐκήρυξαν εἰς διαβολὴν αὐτῶν εὐθὺς τρέπονται, σχῆμα μέν (ὡς δοκοῦσιν) εὐπρόσωπον τῇ διαβολῇ περιτιθέντες, βαθύτερον δὲ τῶν ἀπροσώπους αὐτοὺς ὑβριζόντων διακωμῳδοῦντες.
Φασὶ γὰρ ὡς εἴρηται μὲν αὐτοῖς τῶν φύσεων τὸ δυαδικόν, οὐκ ἀπὸ γνώμης δὲ οὐδ’ ἑκουσίως οὐδὲ κατὰ πίστεως ὁμολογίαν ἀλλ’ ὡς ἐν ἀντιθέσει τῆς ψευδωνύμου γνώσεως καὶ κατ’ οἰκονομίαν καὶ ἐπὶ καιροῦ καὶ ὑπό τινος αἱρετικῆς ἀνάγκης ἐκβιαζομένοις. Καὶ τί ἂν εἴη τοῦτο ἢ τοὺς διδασκάλους ὑποκριτὰς ἀποφαίνειν δειλούς τε καὶ τῆς ἀληθείας προδότας, καὶ τῆς οἴκοθεν εὐσεβείας τὸ ἀλλότριον καὶ αἱρετικὸν δόγμα προτιμῶντας, καὶ ἑλκυσθέντας μᾶλλον πρὸς τὸ ἐκείνων βάραθρον ἢ ἐκεῖθέν τινας ἀνελκύσαντας; Ποῦ γὰρ ἔστι τοῖς τοιούτοις μετὰ Παύλου λέγειν ὡς· «Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονε», μυρίας τροπὰς πρὸς τὸν βίον τρεπομένοις καὶ τὰς Εὐρίπου μεταβολὰς μιμουμένοις; Ἀλλὰ τί πάλιν φησὶν ἡ αἵρεσις; «Συγγνώμη τοῖς πατράσιν· ἡ γὰρ βία τῆς γνώμης ἐκράτησεν», ὥσπερ ἐξουσίαν λαβοῦσα λοιδορεῖν καὶ κατακρίνειν ὅτε βούλεται καὶ πάλιν ἀφιέναι τὸ ἁμάρτημα, καὶ μονονουχὶ βοῶσα· «Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι·
τίς ἡμῶν κύριός ἐστι;» Πλὴν εἰ διότι πρὸς αἱρέσεις οἱ πατέρες ἐμάχοντο, κἂν τῆς εὐσεβείας ἐξέπιπτον, διὰ τοῦτο συγγνώμης ἐπάξιοι, πῶς τῆς ἴσης συμπαθείας ὑμῶν εἰ καί τι παραχαράσσειν ἔδοξαν, οἱ ἐν Καλχηδόνι οὐκ ἀπήλαυσαν; Καὶ πρὸς δύο γὰρ αἱρέσεις καὶ οὗτοι διαμαχεσάμενοι, τὴν Νεστορίου καὶ Εὐτυχοῦς, ἐδογμάτισαν. Ἀλλ’ οὕτως ἐστὶ πανταχοῦ τυφλὸν καὶ κωφὸν ἡ ἀσέβεια, καὶ οὔτε βλέπειν οἶδεν οὔτε ἀκούειν, οὐδ’ ἅπερ αὐτὴ ἐκείνη προβάλλεται. Ἡ δὲ ἐν Καλχηδόνι σύνοδος εὐθὺς μὲν ἀρχομένη, ἃ κατὰ Νεστορίου Κύριλλος ἐν Ἐφέσῳ διεπράξατο, τούτοις τὸ κῦρος ἐπέθετο, καὶ τὰς πρὸ ταύτης δύο συνόδους εἰς ὅρον ἐδέξατο πίστεως, καὶ Ἄρειον δὲ καὶ Μακεδόνιον καὶ Νεστόριον τῷ αὐτῷ συνέδησεν ἀναθέματι, καὶ τοὺς εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπῶντας μυστήριον, ὥσπερ καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς τολμῶντας λέγειν τὴν θεότητα, καταδικάζει δι’ ἰσότητος. Ναὶ δὴ καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας, τοῖς αὐτοῖς συνέσφιγξε βρόχοις τοῦ ἀναθέματος.
PG 103:1007Ὥρισε δέ, καθάπερ καὶ αἱ πρὸ αὐτῆς, μηδενὶ ἐξεῖναι πίστιν ἑτέραν προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν παρ’ ἣν παρέδωκαν ἥ τε πρώτη καὶ ἡ δευτέρα οἰκουμενικὴ ἁγία σύνοδος. Τοὺς δὲ τολμῶντας ἕτερον παρ’ ἐκεῖνο σύμβολον συγγράφειν ἢ διδάσκειν τοὺς θέλοντας ἐπιστρέφειν ἐξ ἰουδαϊσμοῦ ἢ ἑλληνισμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, ἐπισκόπους μὲν ἢ κληρικοὺς ὄντας ἀλλοτριοῦσθαι τοῦ ἀξιώματος, μονάζοντας δὲ ἢ λαϊκοὺς, ἀναθεματίζεσθαι. Ταῦτα εἰπὼν καὶ ῥητὰ τῆς ἐπιστολῆς τοῦ πάπα Λέοντος τῆς πρὸς Φλαβιανὸν τὸν Κωνσταντινουπόλεως παρατίθησιν, ἐν οἷς αὐτοῦ λαμπρὰ διαλάμπει ἡ εὐσέβεια. Κἀκεῖθεν εἰς παραίνεσιν καὶ συμβουλὴν συγκλείει τὸν λόγον, μεταθέσθαι τῆς πλάνης τοὺς δεχομένους τὴν ἐπιστολὴν παρακαλῶν καὶ τῷ τῆς εὐσεβείας συναφθῆναι φρονήματι. Οὕτω μὲν καὶ ὁ γ λόγος. Ἔστι δὲ καὶ ὁ δ αὐτῷ πεπονημένος πρός τινας ἀνατολικοὺς μοναχούς, τῇ αὐτῇ τῶν θεοπασχιτῶν κατεχομένους αἱρέσει.
Ὧν ἐγκαλεσάντων τινά, ῥᾳδίως μὲν τὰς ἐγκλήσεις ψευδεῖς ἐπιδείξας τὸ ἔγκλημα ἀπολύεται, παραινεῖ δὲ καὶ αὐτοὺς μεταθέσθαι τῆς αἱρετικῆς δόξης, φέρων ὑπὲρ τοῦ ὀρθοῦ δόγματος μαρτυρίας αἷς καὶ ἐν τῷ πρόσθεν λόγῳ ἐχρήσατο, Ἀθανασίου τέ φημι καὶ Ἀμβροσίου καὶ Κυρίλλου καὶ τῶν ἁγίων πατέρων δι’ ὧν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον διαπρυσίᾳ τῇ φωνῇ ἀνεκήρυξεν. Ὧν ἐστι μία καὶ ἡ τοῦ ἐν ἁγίοις Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων καὶ ὁμολογητοῦ, ἣν ἐν τῷ κατ’ Ἀπολιναρίου λόγῳ παρέθετο, ἔχουσα οὕτως· «Ἀλλ’ ἐν ὅσῳ, φησί, τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι λέγοντες τό τε σῶμα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς φύσεως. Ποῖος Ἅιδης τὴν τοσαύτην ἠρεύξατο βλασφημίαν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται μείζονι φιλονεικίᾳ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν, ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ Κυρίου καὶ τὴν σάρκα μίαν ἐκήρυξαν». Τοῦ δὲ ἱεροῦ τούτου ἀνδρὸς χρῆσιν ὁ νικηφόρος Κύριλλος κατὰ Νεστορίου προήνεγκεν, ἐξ ὧν αὐτοῦ τὸ ἀξιόπιστον καὶ θαυμαστὸν ἐπιδείκνυται.
Λέγει δὲ καὶ αὐτὸς ὁ ἅγιος Κύριλλος ἄλλα τε πολλὰ κρατύνων τὴν εὐσέβειαν, καὶ ἐν τῷ περὶ πίστεως λόγῳ· «Λέλυται μὲν ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ», καὶ πάλιν· «Ἀνέστησε καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ λόγῳ, τῇ τριημέρῳ οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλὰ σῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα». Καὶ πάλιν ἐν τῷ κατὰ Ματθαῖον ὑπομνήματι, βιβλίῳ α· «Πλὴν οἶδεν ὁ λόγος τῆς θεοπνεύστου γραφῆς ἄνθρωπον ὄντα καὶ Θεὸν τὸν Χριστόν, εἰ καὶ εἷς νοοῖτο καὶ ὁ αὐτός. Ἀπονέμει τοιγαροῦν ὁ μακάριος εὐαγγελιστὴς τὸ οἱονεὶ τῶν μερῶν ἑκατέρῳ πρέπον, ἀπλανῆ καὶ ἀσύγχυτον τοῦ μυστηρίου διατηρήσας τὸν λόγον. Τὰ μὲν γὰρ ἰδικῶς οἶδεν ὄντα τε καὶ πρέποντα τοῖς τῆς ἀνθρωπότητος μέτροις, τὰ δὲ ταῖς ὑπεροχαῖς τῆς ἀφράστου θεότητος». Οὐ μόνον δὲ δύο φύσεις ὁ Κύριλλος ἀλλὰ καὶ δύο ἐνεργείας κηρύττει, ὡς ἐν τοῖς θησαυροῖς λέγει· «Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτεροούσιον τὰς αὐτὰς ἀπαραλλάκτους φορήσει δυνάμεις τε καὶ ἐνεργείας». Καὶ πάλιν·
PG 103:1009«Ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποσῴζουσι τὴν ἐνέργειαν». Καὶ πάλιν· «Οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τρόπον». Ἐπειδὴ δὲ οἱ πρὸς οὓς ἔγραφεν ἐζήτησαν ψιλῶς τὴν λέξιν τὴν ἑκατέρα παρὰ τίσιν εἴρηται τῶν πατέρων, προκομίζει χρῆσιν κειμένην ἐν τῇ πρὸς Ἑβραίους Κυρίλλου ἑρμηνείᾳ ἔχουσαν οὕτως· «Οὐκ ἀνάχυσίν τινα τῆς εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν· μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστίν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον». Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν· «Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς στῆναι τὴν τοῦ λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ’ οὐδ’ αὖ πάλιν τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν, ἐνοικήσαντος τοῦ λόγου σωματικῶς τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ».
Ὡσαύτως δὲ λέγει καὶ Βασίλειος ὁ Καισαρείας τῆς Καππαδοκίας ἐν τῷ κατ’ Εὐνομίου λόγῳ· «Διὸ μετὰ πάσης ἀγωνίας τε καὶ εὐλαβείας δεῖ συνορᾶν ὅπως ἂν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἑκατέρας φύσεως ἀποδειχθῇ ἡ ἀλήθεια». Ὅτι μέντοι γε οὐ μίαν οἱ πατέρες ἡμῶν ἐπὶ Χριστοῦ ἀλλὰ δύο φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει κηρύττουσιν, εἴρηται μὲν καὶ πρότερον, οὐδὲν δὲ κωλύει καὶ νῦν παραστῆσαι. Λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρα τούτων θεωρεῖται φύσις, τῆς σαρκός τε λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;» Καὶ ὁ ἐν ἁγίοις δὲ Ἐφραὶ̈μ ἐν τῷ περὶ ἐνανθρωπήσεως καὶ εἰς τὸν μαργαρίτην· «Οὐχ ἡττήθη, φησί, τῇ πλοκῇ τῆς προσλήψεως, ἵνα ἀπολέσῃ ὃ ἔσχε, καὶ ὃ μὴ ἔσχε γένηται. Τέλειον ἔχει ὃ ἦν, καὶ τέλειον ἔχει ὃ προσέλαβε». Καὶ Κύριλλος δὲ ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ ἀλλὰ καὶ ἐν τῇ πρὸς Σούκενσον πρώτῃ καὶ ἐν τῷ περὶ πίστεως λόγῳ καὶ ἐν τῷ κατὰ τοῦ δυςσεβοῦς Νεστορίου καὶ ἐν τοῖς θησαυροῖς τὰ αὐτὰ λέγει. Ὡσαύτως δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως λόγῳ. Φησὶ γάρ·
PG 103:1011«Ἀλλ’ εἰς ἓν ἄμφω συλλέγων κατὰ σύμβασιν οἰκονομικὴν τὰ τῶν φύσεων ἰδιώματα διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων». Καὶ μεθ’ ἕτερα· «Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης, μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ συνδέων τὴν φύσιν τῶν ἑκατέρᾳ προσόντων ἰδιωμάτων τὴν δύναμιν». Καὶ ἐκ μυρίων ἄλλων λόγων αὐτοῦ τὰ αὐτά ἐστι λαβεῖν. Ἑρμηνεύων δὲ τὸν προφήτην Ζαχαρίαν οὕτω φησίν· «Ὁ δέ γε θεσπέσιος Ἰεζεχιὴλ θρόνον τεθεᾶσθαί φησιν, ἐπὶ στερεώματος ὑπερκείμενον τῶν Χερουβίμ· ἔφη δὲ ὅτι τὸν ἐπὶ θρόνου καθήμενον ἑώρακε διφυᾶ». Καὶ πάλιν ἑρμηνεύων τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «Ἐπεὶ τί ποιήσεις, ὅταν ἡμῖν ὁ ἁπλοῦς τὴν φύσιν εἰσβαίνῃ διπλοῦς;» Καὶ μυρία ἄλλα. Πῶς δὲ οὐκ ἐκ δύο φύσεων εἶπεν ἡ ἁγία σύνοδος τὸν Χριστόν, διαρρήδην βοῶσα πρὸ αἰώνων τὸν αὐτὸν ἐκ τοῦ πατρὸς γεννηθῆναι κατὰ τὴν θεότητα, καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς θεοτόκου καὶ ἀεὶ παρθένου κατὰ τὴν ἀνθρωπότητα;
Ἄλλωστε δὲ εἰ τὰς Κυρίλλου ἠσπάσατο ἐπιστολάς, αἳ πολλαχοῦ τὸ ἐκ δύο φύσεων διακεκράγασι, πῶς οὐ μάτην ἡ αἵρεσις κατὰ τῆς ἱερᾶς συνόδου φρυάττεται; Ἀλλ’ ὅρα τὸ κακοῦργον τῆς αἱρέσεως. Φαμένης γὰρ τῆς συνόδου· «Περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκουσι τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησι» τετράδα εἰπεῖν ἐμμανῶς ἡ κατήγορος ἀνεβόησε. Διὰ τί; Διότι μετὰ τὸ εἰπεῖν πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τὴν τοῦ Κυρίου ἐπήγαγεν ἐνανθρώπησιν. Ἀλλὰ καὶ ταύτην ὁ συγγραφεὺς τὴν συκοφαντίαν εἰς τὰς τῶν συκοφαντῶν ἔτρεψε κεφαλάς, μυρίαις μαρτυρίαις ἀρχαιοπαράδοτον εἶναι τὴν τοιαύτην ἐπιδειξάμενος σύνταξιν, ὡς μετὰ τὴν τῆς ἁγίας καὶ ὑπερφυοῦς Τριάδος ἀνύμνησιν τὴν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος σάρκωσιν ἡ ἐκκλησία θεολογεῖ, μηδαμῶς τετράδος ἐγκληθεῖσα συναρίθμησιν. Οὕτω Κύριλλος ἐν τῷ ἑβδόμῳ λόγῳ τῆς ἐν πνεύματι λατρείας λέγει, οὕτως ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ, οὕτως ἐν τῷ κατὰ Ματθαῖον, καὶ μυρίοι ἄλλοι.
Λαμπρῶς δὲ καὶ ἐν πολλοῖς αὐτοῦ λόγοις ὁ νικηφόρος Κύριλλος τὸ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τοῦ Χριστοῦ τέλειον ἀνακηρύττει καὶ παραδίδωσιν. Ὧι καὶ ἡ ἁγία συνᾴδουσα σύνοδος ἕνα τὸν αὐτὸν Ἰησοῦν Χριστὸν Κύριον μονογενῆ ἐν δυσὶ φύσεσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἐκήρυξεν. Οἷς πάλιν ὁ ἱερὸς Κύριλλος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ συμφθέγγεται λέγων· «Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς». Καὶ μεθ’ ἕτερα· «Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασιν, ὃν τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ Κύριον τὸν τοῦ Θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον». Καὶ ἐν τῇ πρὸς τοὺς ἀνατολικοὺς ἐπιστολῇ· «Δύο γὰρ φύσεων ἕνωσις γέγονε, διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν». Καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς·
PG 103:1013«Ὅτι τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονεῖται τρόπος, δύο τὰ ἀλλήλοις ἀπορρήτως τε καὶ ἀσυγχύτως συνηνεγμένα καθ’ ἕνωσιν ὁρᾷ δὴ πάντως ὁ ἀνθρώπινος νοῦς, ἑνωθέντα τε μὴν διίστησιν οὐδαμῶς, ἀλλ’ ἕνα τὸν ἐξ ἀμφοῖν καὶ υἱὸν καὶ Χριστὸν καὶ Θεὸν καὶ Κύριον εἶναι πιστεύει καὶ ἀραρότως εἰσδέχεται». Καὶ ἐν τοῖς σχολίοις· «Γεγονότα δὲ σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν, ἵνα δι’ ἀμφοῖν ἀποδείξῃ καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μεθέντα τὸ ἴδιον. Μεμένηκε γὰρ ὅπερ ἦν, νοεῖται δὲ πάντως ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἐν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονε τοῦθ’ ὅπερ ἐστὶ τὸ ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ». Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ Λευϊτικοῦ· «Διὰ τοῦτο καὶ δύο λαμβάνεται τὰ ὀρνίθια καὶ νοεῖται πάλιν ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος καὶ ὁ ἐκ παρθένου ναὸς τὸν αὐτὸν λόγον ἔχων ἐν ἑαυτῷ· ἦν γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα, καὶ οὐχὶ ἀλλότριον φόρημα.
Codex CCXXIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Διά τοι τοῦτο καὶ εἷς Κύριος Ἰησοῦς Χριστός«. Καὶ ἐν τῇ ἑρμηνείᾳ δὲ τοῦ κατὰ Μάτθαιον εὐαγγελίου· »Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινός τε καὶ νοητὸς καὶ ὡς ἐν τύπῳ τῷ ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, διπλοῦς χαρακτήρ«. Καὶ μεθ’ ἕτερα· »Ὁ στατὴρ τοιγαροῦν ὁ νοητός, τουτέστι τὸ νόμισμα τὸ βασιλικόν, ὁ ἐν ἑνότητι διπλοῦς χαρακτήρ, ἑαυτὸν ὑπὲρ πάντων ὡς παρὰ πάντων προσκεκόμικε τῆς ἡμετέρας ζωῆς ἀντίλυτρον«. Καὶ ἐν τῷ κατὰ Ἀρείου λόγῳ πάλιν· »Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ’ υἱῷ λόγος· ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ Θεοῦ καὶ ὡς καθ’ ἡμᾶς γεγονότι τὰ ἀνθρώπινα«. Καὶ πάλιν· »Ἆρ’ οὖν, ἐρήσομαι γάρ, σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τούτοις προσιέμενοι λόγον, καὶ καιροῖς ἀπονέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν;« Καὶ ἐν τῷ θ λόγῳ τῆς ἐν πνεύματι λατρείας· »Ἐξ ἀργύρου δὲ καὶ ἐκ δυοῖν ἡ βάσις· λαμπρὸς γὰρ ἐν γῇ καὶ διαφανὴς ὁ Χριστός, κατά γε τὸ Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, καὶ οἱονεὶ διφυᾶ τὴν γνώμην ἔχων. Νοεῖται γὰρ ἐν ταὐτῷ Θεὸς καὶ ἄνθρωπος. Τουτὶ γὰρ οἶμαί ἐστι τὸ διπλῆν ἐξ ἀργύρου τὴν βάσιν ἔχειν». Καὶ ἐν τῷ κατὰ Νεστορίου λόγῳ·
«Ἑτέρα μὲν γὰρ παρὰ τὸν τοῦ Θεοῦ λόγον ἡ σάρξ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ λόγου φύσις». Οὕτω σύμφωνος τῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου δογμάτων ἡ Κυρίλλου πανταχοῦ δόξα. Πάλιν μέντοι τῆς αὐτῆς ὁσίας συνόδου φαμένης· «Οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης», ὅρα πῶς κατ’ οὐδένα τρόπον ὁ νικηφόρος Κύριλλος διαφωνεῖ. Ἐν γὰρ τῇ πρὸς τὸν Νεστόριον α φησὶν ἐπιστολῇ· «Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον καὶ υἱὸν καὶ Χριστόν, θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς». Καὶ πάλιν ἐν τοῖς σχολίοις· «Προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προςκυνουμένης φύσεως ὑπάρχων ἐπέκεινα, καθὸ νοεῖται Θεός». Καὶ σκόπει ὡς οὔτε τὰ κατ’ εὐθεῖαν ἄρθρα, οὔτε τὰ κατ’ αἰτιατικὴν μερισμὸν εἰσάγει τῷ ἱερῷ Κυρίλλῳ τοῦ ἑνὸς Χριστοῦ.
PG 103:1015Πάλιν δὲ ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς σχολίοις φησίν· «Οὐ διοριστέον ἄρα τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν δεῖ φρονεῖν τοῖς τῶν φύσεών φαμεν εἰδόσι τὴν διαφορὰν καὶ ἀσυγχύτως ἀλλήλαις τηροῦσιν αὐτάς». Καὶ ἐν τοῖς θησαυροῖς· «Τέλος δὲ τί ἂν ἕτερον εἴη ἣν ἄγνοιαν ἔφησεν οἰκονομικῶς, ἢ ἀποσῴζειν πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα». Καὶ ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ· «Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου φύσις, ἀλλ’ οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου». Ὁ ταῦτα οὕτω δεχόμενος λύει τὸ σκάνδαλον· ὁ δὲ ἐναντίως φερόμενος ὑπόκειται τῇ φοβερᾷ ἀποφάσει τῆς ἀχράντου φωνῆς λεγούσης ἐν τοῖς εὐαγγελίοις· «Οὐαὶ δι’ οὗ ἔρχεται τὸ σκάνδαλον». Οὕτως ἡ σύνοδος καὶ ὁ Κύριλλος·
καὶ οὐχ ὁ Κύριλλος μόνον, ἀλλὰ καὶ πᾶς ὁ ἄλλος τῶν ἱερῶν ἀνδρῶν χορός, ὥσπερ ὁμόφρονες, οὕτω γνωρίζονται καὶ ὁμόφωνοι. Ἀλλ’ ἔτι σκόπει τὸ ἀναίσχυντον τῆς αἱρέσεως· ἐπικαλεῖ γὰρ αὐτῷ τὴν ἐπιστολὴν τόμον καλέσαντι, ἀγνοοῦντες οἱ παράπληγες ὡς αὐτός τε Κύριλλος καὶ ὁ πολύαθλος Ἀθανάσιος καὶ πολὺς ἄλλος τῶν ἁγίων ὅμιλος τοὺς ἰδίους ὑπὲρ εὐσεβείας πόνους τόμους ἐκάλεσαν, ὥστε μάτην αὐτοῖς τὸ τοῦ τόμου ὄνομα τὴν τομὴν ἐφάντασε καὶ διαίρεσιν. Ἀλλ’ οὐκ ἐπιλείπουσιν οἱ τῆς αἱρέσεως ἐρασταὶ καταισχυνόμενοι καὶ ἀναιδευόμενοι τὸ «ἐν ὅσῳ τὰ συναμφότερα μετ’ ἀλλήλων ἐστίν» ὡς χρονικὴν καὶ πρόσκαιρον ἐπαγγελλόμενον τὴν συνάφειαν· τὸ γὰρ ἐν ὅσῳ ἀντὶ τοῦ ἕως λαμβάνεσθαι. Ἀλλ’ ὁ μὲν ἱερὸς συγγραφεὺς δείκνυσι τὸ ἐπίρρημα παρὰ τοῖς ἱεροῖς λογίοις οὐ χρονικὴν μόνον διάνοιαν ὑποσημαῖνον, ἀλλ’ ἐν πολλοῖς πολλάκις καὶ τὸ ἀπέραντον· ἐμοὶ δὲ δοκεῖ τὸ ἐν ὅσῳ ἐνταῦθα οὐδὲ τὴν ἕως δύναμιν ἔχειν, ἀλλ’ ἀντὶ τοῦ καθὸ παρειλῆφθαι μᾶλλον. Πλὴν ἀλλὰ γὰρ καὶ ὁ θεολόγος Γρηγόριος τὰς αὐτὰς προεῖπε φωνάς, οἷς ὁ ἐν ἁγίοις Λέων ἠκολούθησε.
PG 103:1017Πάλιν δὲ ἡ αἵρεσις διαβάλλει τὸν ὅσιον Λέοντα διότι, φησίν, εἶπε τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τό τε ταπεινὸν τῆς σαρκὸς καὶ τὸ μέγεθος τῆς θεότητος. Καίτοι γε εἰ μὲν μὴ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ, τάχα ἂν τοῖς ἄφροσι παρεῖχε λαβῆς ὑπόνοιαν ὡς ἀνὰ μέρος τίθησι τὴν σάρκα καὶ τὴν θεότητα, εἰ καὶ μηδὲ τοῦτο ἡ λέξις μηδὲ τότε ἐδήλου· ἐπεὶ δὲ προειπὼν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπήγαγε τό τε ταπεινὸν τῆς σαρκὸς καὶ τὸ μέγεθος τῆς θεότητος, πῶς οὐκ ἐσχάτης ἐστὶ μανίας ἐν αἰτίαις ποιεῖν τὸν ἀναίτιον; Ὅτι δὲ καὶ τῶν ἱερῶν ἡμῶν πατέρων γέμει τὰ γράμματα τὰς τοιαύτας φωνάς, περιττὸν οἶμαι παριστάνειν τῇ παραθέσει τῶν χρήσεων. Καίτοι καὶ εἴ τι τοιοῦτον ὑπενοεῖτο τοῖς τοῦ μακαρίου Λέοντος ῥήμασιν, ἐχρῆν κατὰ τὸν ἐν ἁγίοις Γρηγόριον τὸ ἀμφίβολον πρὸς τὸ εὐσεβέστερον εὐλαβῶς ἑλκῦσαι ἀλλὰ μὴ θρασέως οὕτω πρὸς τὴν ἀσέβειαν ἐκβιάσασθαι· εἰ δὲ ἐν οὐδενὶ λόγῳ αὐτοῖς ὁ θεολόγος Γρηγόριος, ἀλλ’ οὖν γε δυσωπηθῆναι τὸν ἀπόστολον Παῦλον λέγοντα· «Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». Οἱ δὲ πάλιν ἐπιπηδῶσι τοῖς τοῦ ἀνδρὸς ῥήμασιν, ἐν οἷς φησιν·
«Ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιόν ἐστι, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος». Ἰδού, φασί, δύο πρόσωπα εἴρηκε, καὶ ἰδίᾳ τὰς ἐνεργείας ἐκήρυξε. Καίτοι γε οὐδὲν τοιοῦτον οὔτε ἡ λέξις οὔτε ἡ ἀκολουθία ἀπαιτεῖ τοῦ νοήματος. Ποῦ γὰρ εἶπεν ὡς ἀνὰ μέρος καὶ ἀνὰ μέρος μορφὴ ἑκατέρα ἐνεργεῖ; Ἢ ποῦ παρέλιπε τὸ μετὰ τῆς θατέρου κοινωνίας, τουτέστιν ἐν τῇ ἑνώσει τῶν φύσεων; Εἰ δ’ οὗτος ταῦτα εἰπὼν ὑπ’ αἰτίαν, καὶ Κύριλλος οὐκ ἄλλα λέγων ἐν τοῖς κατὰ Νεστορίου λόγοις τῆς αὐτῆς ἔνοχος μέμψεως· «Παρεχώρει μὲν γὰρ τὸ σῶμα, φησί, τοῖς τῆς ἰδίας χρᾶσθαι φύσεως νόμοις, καὶ τὴν τοῦ θανάτου γεῦσιν ἐδέχετο, καὶ τοῦτο παθεῖν ἐφέντος αὐτῷ χρησίμως τοῦ ἑνωθέντος λόγου». Καὶ πάλιν ἐν τοῖς θησαυροῖς· «Ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ αὐτοῖς φύσει προσόντα, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορῆσαι σάρκα καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς γραφάς». Ἀλλὰ ταῦτα μὲν ταύτῃ.
Ὅτι δὲ ἡ μορφὴ οὐχ ὑπόστασις ἢ πρόσωπον νοεῖται ἀλλ’ οὐσία, Βασίλειος μὲν ὁ λαμπρὸς τῆς ἐκκλησίας κῆρυξ ἐν τῷ κατ’ Εὐνομίου λόγῳ τρανῶς διδάσκει, καὶ Κύριλλος δὲ ἐν τοῖς θησαυροῖς λέγων· «Ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοουσία ἡμῶν ἐστιν, ὅτι καὶ ἐξ ἡμῶν. Ἔστι δὲ Θεοῦ μορφὴ ὁ υἱός· ὁμοούσιος ἄρα ἐκείνου οὗ καὶ ἔστιν ἐν μορφῇ». Καὶ πρὸ τούτων ὁ μέγας Παῦλος· «Ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών». Δῆλον γὰρ οὐχὶ πρόσωπον ὑπῆρχεν ὁ υἱὸς τοῦ πατρός, οὐδὲ τῆς αὐτῆς ὑποστάσεως, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ἐν ᾗ καὶ εἶναι λέγεται. Πάλιν δὲ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῷ κατ’ Εὐνομίου λόγῳ, ἐν τῷ πρώτῳ κεφαλαίῳ, οὕτω φησίν· «Τὸ ἐν μορφῇ ἐν οὐσίᾳ ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφὴ καὶ ἄλλο οὐσία Θεοῦ, ἵνα μὴ σύνθετος ᾖ. Ὁ οὖν κατὰ μορφὴν ἴσος κατ’ οὐσίαν ἴσος». Τὰ αὐτὰ δὲ καὶ ὁ ἐν ἁγίοις Ἀμφιλόχιος ὁ Ἰκονίου ἐν τῇ πρὸς Σέλευκον ἐπιστολῇ·
PG 103:1019«Ὥστε τὴν τοῦ Θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, οὕτω Θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, ἕνα δὲ υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς, θνητῆς τε καὶ ἀθανάτου, νοητῆς καὶ ἀοράτου, ψηλαφητῆς καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρχομένης, ἀπεριγράφου καὶ περιγεγραμμένης». Τοῦ μέντοι γε προκειμένου ἀνδρός, ὡς τὸ ἐπίσημον ἐπ’ εὐσεβείᾳ ἔχοντος, ὁ ἱερὸς Κύριλλος κατὰ τὴν ἱερὰν γ σύνοδον παρήγαγε μαρτυρίας κατὰ Νεστορίου. Καὶ μὴν καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως καὶ Κυριακὸς ὁ τῆς Πάφου ἐπίσκοπος, εἷς ὢν τῶν τιη ἁγίων πατέρων, τὰ αὐτά φησιν, ὁ μὲν ἐν Πουλχεριαναῖς μετὰ τὸ γενέθλιον, ὁ δὲ ἐν τῷ εἰς τὰ θεοφάνια λόγῳ. Ὁ αὐτὸς δὲ καὶ ἐν τῷ περὶ ἐνανθρωπήσεως τὰ αὐτὰ λέγει· ἀλλά γε δὴ καὶ ὁ Χρυσόστομος ἐν τῷ περὶ τῆς ἀναλήψεως λόγῳ. Καὶ ὁ Γρηγόριος δὲ ὁ Νύσσης ἐν τοῖς κατ’ Εὐνομίου ταῦτά φησι· «Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις καταπειρόμενον;
Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται;« Οὕτω μὲν οὖν [οὕτω] σύμφωνοι πανταχοῦ τῇ τε ἁγίᾳ συνόδῳ καὶ τῷ ἱερῷ ἀνδρὶ Λέοντι καὶ ὁ προγενέστερος ἅπας τῶν ἁγίων χορός. Ἀλλ’ ἡ αἵρεσις πάλιν ἀναισχυντοῦσα κατὰ τοῦ ἱεροῦ Λέοντός φησιν ἐν τῷ εἰπεῖν αὐτὸν »τὸ μὲν αὐτοῦ διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν« υἱῶν δυάδα συνεισάγει καὶ ὑποστάσεων. Καίτοι εἰ »ὁ μέν, ἔφη, διαλάμπει τοῖς θαύμασιν, ὁ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν«, εἶχεν ἂν προφάσεως κἂν γοῦν σχῆμα ἡ λαβή. Ὅτε δὲ τοῦτο μὲν παντελῶς οὐ λέγει, ἀλλὰ τὸ μὲν αὐτοῦ διαλάμπειν τοῖς θαύμασιν, τὸ δὲ ὑποκεῖσθαι ταῖς ὕβρεσι, τοῦ αὐτοῦ εἶναι λέγων ἀμφότερα, τά τε πάθη καὶ τὰ θαύματα, πῶς ἂν ἀσεβείας τινὸς λαβὴν παράσχοι; Τὸ αὐτὸ δὲ καὶ πάντες οἱ πατέρες ἡμῶν ἐκδιδάσκουσιν. Ὁ δέ γε Νύσσης Γρηγόριος ἐν τῷ κατ’ Εὐνομίου γράφων οὐδ’ οἷς μᾶλλον ἀνασοβεῖται ἡ αἵρεσις, οὐδὲ τούτοις χρήσασθαι παρῃτήσατο. Οὐ γὰρ κατὰ τὸ οὐδέτερον, ἀλλὰ κατὰ τῆς φωνῆς τὸ ἀρρενικὸν προάγει τὸν λόγον. Λέγει γάρ· »Τίς ὁ κοπιάσας ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ;» Καὶ κατὰ συνέχειαν·
PG 103:1021«Τί τὸ τῆς δόξης ἀπαύγασμα, καὶ τί τὸ τοῖς ἥλοις καταπειρόμενον;» Φανερὰ γὰρ ταῦτα, φησί, κἂν μή τις ἑρμηνεύσῃ τῷ λόγῳ. Πάλιν δὲ διασύρουσι τὸν ἐν ἁγίοις Λέοντα φάμενον οὕτως ὅτι «καθάπερ ὁ λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπε». Καὶ τί διαφέρει ταῦτα τοῦ λέγειν ὁμοούσιον ἡμῖν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα καὶ ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα; Ὃ τῷ Εὐτυχεῖ μόνον οὐκ ἀρέσει καὶ ὅσοι τῆς ἐκείνου μανίας ὑπόδικοι. Καίτοι ὁ ἐν ὁσίοις Λέων τοῖς εἰρημένοις ἐπιφέρει· «Εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱός τε Θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου ὑπάρχει», ὃ πᾶσαν ἀσεβούντων ἰσχὺν ἄμαχον ἔχει καταισχῦναι κακόνοιαν. Ταῦτα μὲν οὖν παρὰ τῶν αἱρετικῶν προτεινόμενα πρὸς λαβὴν τῆς εὐσεβείας γενναίως ὁ ἐν ἁγίοις Ἐφραί̈- μιος ἐπελύσατο. Τίθησι δὲ καὶ αὐτὸς οἴκοθεν τοῦ αὐτοῦ τόμου ῥήματα, ἐν οἷς τοῦ ἀρχιερέως αὐτοῦ τῆς εὐσεβείας ἐξαστράπτει τὸ κήρυγμα, καὶ οὐδ’ ἡ ἀναίσχυντος τῶν ἀσεβούντων τόλμα ἐπιλαβέσθαι τινὸς τούτων οὐμενοῦν οὐδαμῶς ἀπηναισχύντησεν.
Ὧν ἐκ πολλῶν ἐστιν ἓν καὶ τὸ «ὁ ἀπαθὴς Θεὸς οὐκ ἀπηξίωσε παθητὸς γενέσθαι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου». Ἀναθεματίζει δὲ τρανῶς ἡ σύνοδος καὶ Νεστόριον διὰ τοῦ αὐτοῦ Λέοντος, οὕτω λέγουσα· «Ἀναθεματιζέσθω Νεστόριος ὁ τὴν μακαρίαν παρθένον Μαρίαν οὐχὶ τοῦ Θεοῦ, ἀνθρώπου δὲ μόνον πιστεύων εἶναι μητέρα, ἵνα τῆς μὲν σαρκὸς ἄλλο τῆς δὲ θεότητος ἄλλο πρόσωπον ἀπεργάζηται». Πῶς οὖν τὰ Νεστορίου φρονεῖ ὁ Νεστόριον καὶ τὰ αὐτοῦ δόγματα οὕτω καταδικάζων; Πάλιν δὲ ἐπηρεάζουσιν οἱ αἱρετικοὶ τὴν δ σύνοδον, λέγοντες ὡς ἐδογμάτισε μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν πίστιν ἑτέραν παρ’ ἣν ἐξέθετο αὐτή. Καίτοι οὐ τοῦτο ἡ σύνοδος διωρίσατο, κἂν ἀναισχύντως οὗτοι καταψεύδωνται ἀλλὰ τὴν πίστιν ἣν οἱ τι καὶ η ἅγιοι πατέρες ἐξέθεντο τιμῶσά τε καὶ θειάζουσα, παρὰ ταύτην ἔφησε μηδενὶ ἐξεῖναι προφέρειν ἑτέραν πίστιν καὶ τὰ ὑπόλοιπα. Δῆλον δέ ἐστιν ἐξ αὐτῶν μάλιστα τῶν συνοδικῶν φωνῶν, ὧν καὶ μόνον ἀναγινωσκομένων οὐδεμιᾶς ἄλλης δεῖσθαι κατασκευῆς ἢ συστάσεως ἐπιδειχθεῖσα ἡ ἀλήθεια.
Καὶ οὐχ ὥρισε μὲν τοῦτο, ἔπραξε δὲ ἄλλως, ἀλλ’ ὡς ὥρισεν, οὕτω πανταχοῦ καὶ διαπραττομένη γνωρίζεται· καὶ γὰρ τοὺς τῇ εὐσεβείᾳ προσιόντας οὐκ ἄλλο σύμβολον, ἀλλὰ τῶν τιη ἁγίων πατέρων ἐκδιδάσκει καὶ παραδίδωσι. Γέλωτα δὲ μᾶλλον καθ’ ἑαυτῶν ἢ διαβολὴν τῆς συνόδου καταχέουσιν ἐν οἷς φασιν αὐτὴν ὑπὸ πολλῶν διασύρεσθαι. Πόσαι γὰρ τῆς πρώτης καὶ οἰκουμενικῆς ἁγίας συνόδου κατεῖπον σύνοδοι, καὶ τότε ἀρχιερέων οὖσαι πλήρωμα; Τὴν δὲ τῶν ρν οὐδ’ εἰ γέγονέ τινες τῶν Αἰγυπτίων εἰδέναι ἠθέλησαν. Ἀλλ’ ἐάσωμεν τὸ ἀλόγιστον. Ἐπεὶ δὲ χρῆσίν τινα τοῦ Ἰουλίου Ῥώμης οἱ πρὸς οὓς ἔγραφεν ὑπὲρ τῆς ἰδίας δυσσεβείας (ὡς ἐνόμιζον) προσεκόμισαν, τὴν μὲν χρῆσιν ὁ σοφὸς συγγραφεὺς ἐπεδείξατο κατά τε τοῦ Σαμωσατέως Παύλου καὶ τῆς νεστοριανῆς δευτέρας αἱρέσεως εἰρῆσθαι, καὶ κωλύειν τὰς δύο φύσεις ἰδικῶς καὶ ἀνὰ μέρος φρονεῖν, ὥσπερ καὶ δύο ὑποστάσεις καὶ πρόσωπα καὶ υἱούς.
PG 103:1023Καὶ γὰρ ἡ μία φύσις ἐπὶ Χριστοῦ τῷ Ἰουλίῳ ἐνταῦθα ἀντὶ τῆς ὑποστάσεως εἴληπται, καὶ οὐδὲν οὔτε τῇ ἀληθείᾳ οὔτε τοῖς ἄλλοις θεοφόροις ἡμῶν πατράσιν ἀπομάχεται, καὶ δῆλον τοῦτο ποιεῖ ὁ θεῖος Ἰούλιος κατὰ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Ἀπολιναρίου καὶ Εὐτυχέως διὰ τῶν ἱερῶν αὐτοῦ φωνῶν τὸ βέλος ἀφείς. Ἔφη γὰρ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ ὁμοουσίου· «Ὅθεν ἐξ ἀνάγκης καὶ τὸ σωματικὸν καθόλου καὶ τὸ θεϊκὸν καθόλου λέγεσθαι. Καὶ ὁ μὴ δυνάμενος ἐν τοῖς ἡνωμένοις διαφόροις εἰδέναι τί τὸ ἴδιον ἑκατέρου, ἐναντιώμασιν ἀσυμφώνοις περιπεσεῖται. Ὁ δὲ καὶ τὰ ἴδια γινώσκων καὶ τὴν ἕνωσιν φυλάττων οὔτε τὰς φύσεις ψεύδεται οὔτε τὴν ἕνωσιν ἀγνοήσειεν». Ὥστε φανερὸν ὡς ὁ θαυμαστὸς Ἰούλιος τὰς δύο φύσεις ἀνομολογῶν, τὴν μίαν φύσιν ἐν τῷ προτεθέντι ῥητῷ ἀντὶ τῆς ὑποστάσεως παρέλαβεν. Ἐλέγχει δὲ καὶ ἕτερά τινα οὐκ ὀλίγα ἄτοπα, ἃ οἱ πρὸς οὓς ἀντέγραφεν ὁ φιλόθεος Ἐφραί̈μιος τῇ οἰκείᾳ ἐντεθείκασιν ἐπιστολῇ, δεικνὺς αὐτὰ δυσσεβείας γέμοντα.
Ἐκεῖνο δέ ἐστι θαυμάζειν ἄξιον, ὅτι ἃ Κύριλλος μὲν προεῖπεν, ἐκεῖνα δὲ ἡ σύνοδος λαβοῦσα προήνεγκε (λέγω δὴ τὸ οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, καὶ πάλιν τὸ συντρεχουσῶν τῶν φύσεων εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν), ταῦτα οἱ ἐπὶ Κυρίλλῳ σεμνυνόμενοι διασύρουσιν. Ἀλλὰ γὰρ ταῦτα διελθὼν ὁ θεοφιλὴς Ἐφραί̈μιος παρατίθησιν ἐπιστολὰς τοῦ τε ἐν ἁγίοις Συμεῶνος, τοῦ τὴν ἐν τῷ κίονι στάσιν ἀθλήσαντος, καὶ Βαραδάτου πρὸς Βασίλειον τὸν ἐπίσκοπον Ἀντιοχείας ἐπεσταλμένας καὶ δὴ καὶ πρὸς Λέοντα τὸν βασιλέα ἑκατέρου τούτων ἰδίᾳ πρὸς ἑκάτερον τοῖν δυοῖν ἀνὰ μιᾶς γεγραμμένης. Τοῦ μέντοι γε Ἰακώβου μία καὶ αὐτὴ πρὸς τὸν αὐτὸν εὐσεβέστατον ἐγράφη βασιλέα. Ἅπασαι δὲ ἀφελεῖ μὲν συντέθεινται καὶ ἁπλῷ λόγῳ, πνεύματος δὲ πεπλήρωνται καὶ τῆς ἱερᾶς ἡμῶν σοφίας. Πρεσβεύουσι δ’ ὁμοίως τὴν ἐν Καλχηδόνι σύνοδον, ἐν τοῖς εὐσεβεστάτοις ταύτης δόγμασι διαμένειν τοὺς γεγραφότας ἀνομολογοῦσαι, καὶ τοὺς δεχομένους αὐτὰς στέργειν καὶ κηρύσσειν τὰ ἐν τῇ ὁσίᾳ σπουδῇ δογματισθέντα παράκλησίν τε καὶ παραίνεσιν συνεισάγουσαι.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις «Εὐλογίου» βίβλος πληρουμένη λόγοις ια. Τούτων ὁ πρῶτος Ῥώμης ἀρχιερέα ἔλεγε πρὸς ὃν ἔγραφεν· ὃς ἐδέξατο παρὰ τοῦ συγγραφέως ἐπιστολὴν συνοδικήν, ἐνδεῖν δὲ αὐτὴν ἀντεδήλωσεν, ὅτι μήτε τῶν τεσσάρων συνόδων τὰς προσηγορίας ῥήματι εἶπε, μήδ’ ἔνθα συνέστησαν, ἀλλὰ μηδὲ τοῦ πλήθους τὸν ἀριθμὸν ἑκάστης ἐσήμηνε· καὶ ὅτι οὐδ’ ἡ τοῦ ἐν ἁγίοις Λέοντος ἐπιστολὴ ἐπὶ λέξεως μνήμης ἔτυχεν, ἀλλὰ μήδ’ Εὐτυχὴς μηδὲ Διοσκόρος μηδὲ Σεβῆρος ἀναθέματι παρεδόθησαν, καὶ διότι ἡ ἐν δύο φωνὴ ἀμυδρότερον ἢ ὅσον ἐχρῆν ἀπηγγέλλετο. Ἃ μὲν ὁ τὰ συνοδικὰ δεξάμενος ᾐτιᾶτο, ταῦτα ἦν· ὁ μέντοι γε θεοφιλὴς ἀνὴρ λόγον ὑπὲρ ὧν ᾐτιάθη διδούς, πρῶτον μὲν περιειλῆφθαι πάντα φησὶν ἐπὶ κεφαλαίων τοῖς συνοδικοῖς ἃ ἔδοξε παραλελεῖφθαι, πλὴν πλατύτερον καὶ νῦν εἰπεῖν περὶ αὐτῶν μηδένα λαβεῖν ὄκνον.
PG 103:1025Τοῦτο δὲ σπουδαίως τε καὶ θεοφρόνως ἐπιτελῶν εἰς τὸ ἄριστόν τε καὶ τελεώτατον τά τε ἄλλα καὶ τὴν περὶ τῆς πίστεως ἱερὰν ἡμῶν ὁμολογίαν διατίθησιν, ἐμφιλοχωρῶν μάλιστα τῇ κατὰ τὴν οἰκονομίαν ἱερολογίᾳ, ἐν ᾗ τῶν τε δύο φύσεων ἀδιαίρετόν τε καὶ ἀσύγχυτον τὴν καθ’ ὑπόστασιν ἕνωσιν ὑμνεῖ, καὶ τὰς ἑκατέρωθεν αἱρετικὰς παραφυάδας τῇ μαχαίρᾳ τέμνει τῆς ἀληθείας. Κέχρηται δὲ καὶ τῇ λέξει τῆς κράσεως εὐσεβῶς μέν, πλὴν κέχρηται, μὴ κατὰ τὸν ἄνουν Ἀπολινάριον τῇ φωνῇ κεχρῆσθαι διαμαρτυρόμενος, μὴ μέντοι γε μηδὲ κατὰ τὸν δυσσεβῆ Εὐτυχῆ, ἀλλ’ ὡς ὁ τῆς εὐσεβείας νόμος βούλεται, ἅτε δὴ ἕνα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τρανολογεῖν ἐν δύο φύσεσιν ἀδιαιρέτοις τε καὶ ἀσυγχύτοις εἰδώς, ἐν τελείᾳ θεότητι καὶ τελείᾳ ἀνθρωπότητι, οὔτε τῆς κράσεως σύγχυσιν αὐτῷ δηλούσης, οὔτε τῆς ἐν δύο φωνῆς διαίρεσιν παρεισαγούσης. Τούτοις δὲ καὶ Ἀθανάσιον καὶ Κύριλλον συμβαίνειν ὑπαγορεύει, οἷς καὶ αὐτοὶ διωμολόγησαν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην· ἐν ᾧ γὰρ ἔφησαν σεσαρκωμένην, τὴν προσληφθεῖσαν ἀνεκήρυξαν φύσιν.
Ταῦτα διελθών, καὶ ὡς καὶ ἐν ἄλλοις αὐτοῦ πόνοις γυμνάζει τὴν προκειμένην φωνὴν ἐπισημηνάμενος, τριπλῇ φησι μερίζεσθαι διανοίᾳ τὴν παροῦσαν χρῆσιν. Καὶ γὰρ τὸ σεσαρκωμένη ἢ ἀντὶ τοῦ σαρκὶ ἐσχηματισμένη καὶ οἷον εἰδοποιηθεῖσα, ὥσπερ ὁ χαλκοῦς τῇ μορφῇ τοῦ ἀνδριάντος, ἐκληφθείη ἄν· ἢ ὅτι εἰς σάρκα τῆς τοῦ Λόγου φύσεως τραπείσης καὶ οἷον ἀποσαρκωθείσης μία προῆλθεν ἡ φύσις· ἢ ὅτι μία οὖσα ἡ τοῦ Λόγου φύσις κατὰ τὴν οἰκονομίαν οὐκέτι μία μόνη ἀλλὰ καὶ μετὰ σαρκὸς θεωρεῖται, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἑαυτῇ τε καὶ τῇ προσληφθείσῃ σαρκὶ διασῴζουσα. Αἱ μὲν οὖν πρῶται δύο ὑπολήψεις Ἀπολινάριον ἴσασι καὶ Εὐτυχέα· ἡ δὲ τρίτη δόξα τοῦ κηρύγματός ἐστι τῶν ἀποστόλων, ἣν καὶ ὁ τῶν μακαρίων ἡμῶν πατέρων χορὸς ἐκεῖθεν μαθὼν συνετήρησε. Καὶ δῆλον ὡς, εἴ τις εὐσεβεῖν ἐθέλοι ἐν τῷ λέγειν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, τὸ αὐτὸ φρονεῖν ἂν χαριτωθείη τοῖς δύο φύσεις ἀδιαιρέτους καὶ ἀσυγχύτους ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ θεωροῦσί τε καὶ δοξάζουσιν· εἰ δὲ μή, πρὸς Ἀπολινάριον ἢ Εὐτυχέα πάντως δραμεῖται.
PG 103:1027Καὶ γὰρ ἐνταῦθα τὴν μίαν μὲν φύσιν ἀντὶ τῆς ὑποστάσεως εἰρῆσθαι, τὸ δὲ σεσαρκωμένην ἀντὶ τῆς ἀνθρωπίνης φύσεως, ὡς μηδὲν διαφωνεῖν τὸν λέγοντα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἢ μίαν ὑπόστασιν τοῦ Λόγου ἀνθρωπίνην φύσιν ἀναλαβοῦσαν. Διὸ καὶ οἱ πατέρες ἡμῶν ἐξηγούμενοι τὴν φωνὴν ἐπάγουσιν· «Οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς καὶ μετὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον ἑκατέρας ἐν τῷ ἰδίῳ τῆς φύσεως ὅρῳ τε καὶ λόγῳ, ἐν τῷ αὐτῷ καὶ ἑνὶ Χριστῷ τῷ Θεῷ ἡμῶν». Ὥστε εἰ τὰ σῳζόμενα μὲν θεωρεῖται, τὰ δὲ θεωρούμενα ὁμολογεῖται, ἃ δὲ ὁμολογεῖται, καὶ ἀριθμεῖται, φανερὸν ὅτι τὸ λέγειν εὐσεβῶς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καὶ τὸ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει, διαφορὰν οὐδεμίαν εἰς τὸν τῆς εὐσεβείας ἐμποιεῖ λόγον. Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν περατοῖ τὸν α λόγον. Ὁ δὲ β ἐπιγράφεται μὲν δογματικός, ἔκθεσιν δὲ καὶ οὗτος ἀπαγγέλλει πίστεως· ἐν ᾗ τήν τε Τριάδα εὐσεβοφρόνως θεολογεῖ καὶ τὰ περὶ τὴν οἰκονομίαν ὁμοίως διέξεισι, συνοπτικώτερον μὲν ἢ ἐν τῷ προτεταγμένῳ ταῦτα διεξιών, οὐδὲν μέντοι τῆς ἀκριβείας καθυφιείς.
Καὶ ταῦτα διαδραμὼν εἰς παραίνεσιν περαίνει τὴν σπουδήν, δι’ ἧς τοὺς τῆς ἐκκλησίας ἀποφοιτῶντας τὴν κοινὴν ὁμόνοιαν ἀσπάσασθαι παρακαλεῖ. Ἐν τούτῳ τῷ λόγῳ φησὶν ὡς τῶν ἐν τῇ ἐκκλησίᾳ παραδεδομένων ὑπὸ τῶν ὑπηρετῶν τοῦ Λόγου διδαγμάτων τὰ μέν ἐστι δόγματα, τὰ δὲ κηρύγματα. Καὶ ἡ διαφορά, τὰ μὲν δόγματα μετ’ ἐπικρύψεως καὶ σοφίας ἀπαγγέλλεται, καὶ τὴν ἀσάφειαν πολλάκις ἐξεπίτηδες περιβάλλεται, ὡς ἂν μὴ βεβήλοις εἶεν τὰ ἅγια ἔκθετα καὶ οἱ μαργαρῖται τοῖς χοίροις προκείμενοι, τὰ δὲ κηρύγματα χωρίς τινος ἐπικρύψεως ἀπαγγέλλεται, καὶ μάλιστα ὅσα εἰς λόγον ἐντολῶν καὶ θείου φόβου συντήρησιν ἀναφέρεται. Εἶναι δὲ καὶ τῶν δογμάτων ἔτι τινὰ μυστικώτερα, ἃ παντελῶς, ὡς τὸ ἔπος φάναι, σεσίγηται, ἐκείνοις δὲ μόνοις μυστικῶς παραδέδοται, οἳ διὰ Λόγου ζῶντος ἔχουσι πνευματικὴν σοφίαν πιστοῖς ταῦτα παρατίθεσθαι. Ἔτι δὲ διαστολὴν τῶν ἐπὶ Χριστοῦ λεγομένων ποιεῖται, τὰ μὲν ἀληθῶς καὶ κυρίως ὑποτιθέμενος λέγεσθαι, τὰ δὲ κατὰ ἀναφοράν. Ἀναφέρεται γὰρ ἀφ’ ἡμῶν, ὡς κεφαλῆς ἐκείνου πάντων ἡμῶν ἀνασχομένου γενέσθαι, ἥ τε ἁμαρτία καὶ ἡ κατάρα καὶ ὅσα παραπλήσια. Λέγει γὰρ ὁ Ἀπόστολος·
«Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε». Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Οὕτω δὲ καὶ τὸ ἀνυπότακτον ἡμῶν καὶ τὴν ἄγνοιαν, ὡς κεφαλὴν τοῦ ὅλου σώματος, ἀναδέχεσθαι, καὶ τό· «Θεέ μου Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» δι’ ἄφατον φιλανθρωπίαν ὡς ἑαυτοῦ τὰ ἡμέτερα οἰκειούμενον. Ὁ δὲ γ λόγος κατὰ τῶν συκοφαντησάντων τοὺς ἁγίους πατέρας καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀγωνίζεται. Καὶ πρῶτον μὲν τὰς πρὸς Σούκενσον ἐπιστολάς, αἳ τῷ μακαρίῳ Κυρίλλῳ ἐγράφησαν, καὶ ὅσα ἄλλα ταύταις συντρέχειν δοκοῦσι, διευκρινεῖ (καὶ γὰρ οἱ δι’ ἐναντίας ἀπὸ τῶν τοιούτων φωνῶν, ὥσπερ ἀπό τινος ἀκροπόλεως, κατατρέχειν τῶν τῆς εὐσεβείας δογμάτων φρυάττονται), ἔπειτα δὲ καὶ τὰς ἄλλας συκοφαντίας ἀποσκευάζεται. Τὸ μὲν οὖν αἱρετικὸν φρόνημα πρῶτον μὲν προτείνει τῆς δευτέρας πρὸς Σούκενσον ἐπιστολῆς χρῆσιν, ἥτις τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν ἐναντίον εἶναί φησι τοῖς μίαν πρεσβεύουσι τοῦ Λόγου φύσιν σεσαρκωμένην.
PG 103:1029Οἷς ἀνθυποφέρων ὁ συνήγορος λέγει τῆς ἀληθείας, ὡς οἱ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην δοξάζοντες σαφῆ μὲν βούλονται διὰ τῆς φωνῆς ποιεῖν τὴν καθ’ ὑπόστασιν ἕνωσιν, καὶ ὡς ὁ Λόγος οὐκ ἄνθρωπον προϋποστάντα προσέλαβεν ἀλλὰ σὰρξ ὡς ἀληθῶς γέγονεν· ἡ δὲ οὐκ ἐξαρκεῖ τοῦ μυστηρίου δεῖξαι τὸ τέλειον. Ποῦ γὰρ ἔστι διὰ τῆς φωνῆς λαβεῖν εἴτε ἔμψυχος ἦν ἡ ἀναληφθεῖσα σὰρξ ἢ μή, καὶ εἰ ἐσχημάτιστο μόνον τῇ σαρκὶ ἢ ἀληθῶς ἐπεφύκει σάρξ; Πόθεν δ’ ὅτι τέλεια ἢ ὅτι ἀσύγχυτα τὰ συνελθόντα μεμενήκασιν; Οὐδὲν γὰρ τούτων διευκρινημένον ἐστὶν ἐξ αὐτῆς εὑρεῖν. Διὰ τοῦτο γὰρ καὶ Ἀπολιναρίῳ καὶ Εὐτυχεῖ τὸ προκείμενον χωρίον περιπτύσσεται, τῷ μὲν συγχέοντι τὰ συνελθόντα, Ἀπολιναρίῳ δὲ ἄψυχον τὴν σάρκα φανταζομένῳ. Ἀλλὰ καὶ Μάνεντι φίλον ἡ φωνή, σχήματι καὶ φαντασίᾳ τὴν ἐνανθρώπησιν πλάττοντι. Οἱ μέντοι γε λέγοντες δύο φύσεις ἀδιαιρέτους ἀσύγχυτα μὲν τὰ συνελθόντα φυλάττουσιν, οὐδ’ οὗτοι μέντοι διὰ τῶν αὐτῶν φωνῶν τὴν καθ’ ὑπόστασιν κηρύττουσιν ἕνωσιν. Δυνατὸν γὰρ πάλιν κακούργως λαβεῖν τὸ ἡνωμένον, ὡς ὁ Νεστόριος, τιμῇ καὶ δόξῃ καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐπιτεχνάσμασι.
Διὰ τοῦτο καὶ ὁ θεῖος Κύριλλος κατὰ τὸ πέρας τῆς εἰρημένης ἐπιστολῆς· «Τὸ δὲ ἀδιαιρέτως, ἔφη, προστεθὲν δοκεῖ μέν πως παρ’ ἡμῖν ὀρθῆς δόξης εἶναι σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ’ αὐτοῖς κατὰ τὰς Νεστορίου κενοφωνίας καθ’ ἕτερον λαμβάνεται τρόπον· φασὶ γὰρ ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ τῇ αὐθεντίᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατῴκησεν ἄνθρωπος». Ὥστε διττὸν καὶ ὁ μέγας Κύριλλος οἶδε τὸ ἀδιαίρετον, τὸ μὲν αἱρετικῆς δόξης, τὸ δὲ οἰκεῖόν τε καὶ ὀρθοδόξου φρονήματος. Διχῇ δὲ τοῦ ἀδιαιρέτου λεγομένου, εὐλόγως ἔφησε μάχεσθαι τὸ λέγειν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην τοῖς κατὰ Νεστόριον φάσκουσι δύο φύσεις ἀδιαιρέτους. Αὐτὸ δὲ τοῦτο τὸ ῥητὸν ὀρθῆς γίνεται δόξης, ἀπομερισθὲν τῆς ὁμωνυμίας. Ἀπομερίζεται δὲ κατ’ ἄλλους τρόπους, μάλιστα δὲ ἐν τῷ καθ’ ὑπόστασιν προσλαβεῖν ἕνωσιν· αὕτη γὰρ ἡ προσθήκη τὸ ἀκριβὲς πληροῦσα καὶ τὸν δόλον ἐλαύνει Νεστορίου καὶ τοὺς συκοφάντας τῆς εὐσεβείας καταισχύνει.
Ἀτελὴς οὖν ἑκατέρα φωνή, ὡς ἐκ τῶν εἰρημένων δῆλον κατέστη, μὴ προσλαβοῦσα τὴν ἑτέραν, λέγω δὴ καὶ ἡ λέγουσα μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην καὶ ἡ δύο φύσεις ἀδιαιρέτους· τελειοῦται δὲ ἑκατέρα συμπλεκομένη τῇ ἑτέρᾳ· ἡ μὲν γὰρ τοῦ Λόγου φύσις σεσαρκωμένη τὴν καθ’ ὑπόστασιν ἁπλῶς ἕνωσιν εἰσάγει, ὁ δὲ τὰς δύο φύσεις λέγων ἀδιαιρέτους τὸ ἄφυρτόν τε καὶ ἀσύγχυτον τῶν συνελθόντων μηνύει. Οὐκοῦν ἀπομερισθεῖσα φωνὴ θατέρας ἡ ἑτέρα καὶ σοφιστικῶς προαγομένη δικαιοτάτην ἂν τὴν κατάγνωσιν ἐνέγκοι. Ὥστε δικαίως καὶ ὁ ἱερὸς Κύριλλος πρὸς Νεστόριον ἀποτεινόμενος ὡς ἀτελῆ τὴν λέγουσαν ῥῆσιν δύο φύσεις ἀδιαιρέτους, καὶ μὴ ἐξαρκοῦσαν τὸ αἱρετικὸν σόφισμα διελέγξαι, παραιτεῖται, καὶ μάχεσθαι αὐτῇ τὴν λέγουσαν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, μεθ’ ἧς ἡ συντεθεῖσα προῆλθεν, ἀκήρατον τὴν εὐσέβειαν ἐδήλου, τὰς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τρανολογοῦσα.
PG 103:1031Οὕτω δὴ κἂν μίαν τις προφέρῃ τοῦ Λόγου φύσιν σεσαρκωμένην, καὶ μάλιστα πρὸς Ἀπολινάριον διαμαχόμενος ἢ Μάνεντα ἢ Εὐτυχέα, ἀτελῶς τε ἂν προφερόμενος εἴη, καὶ τῷ ἐκείνων μᾶλλον φρονήματι συνεπαμύνων, καὶ τὴν τοῦ Κυρίλλου δόξαν διαπολεμῶν τε καὶ ἀνατρέπων, συναπελαύνων δὲ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ὁμολογοῦντας ἑνώσει. Ὅτι δὲ τὸ δύο φύσεις ὁμολογεῖν ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει σύνδρομόν ἐστι τῇ εὐσεβῶς δοξαζούσῃ γνώμῃ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ἐμαρτύρησε περιφανῶς ὁ φύλαξ τῆς ἀκριβείας Κύριλλος. Τοὺς γὰρ ἀνατολικοὺς τοῦ Θεοῦ ἀρχιερεῖς μίαν μὲν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐδαμῶς εἰπόντας, δύο δὲ φύσεις ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει καὶ δογματίζοντας καὶ φρονοῦντας, εὖ μάλα καὶ μετὰ πολλῆς τῆς εὐφροσύνης ἀπεδέξατο. Ὁ μὲν γὰρ ἐν ἁγίοις Ἰωάννης, ὃς τὸν ἀρχιερατικὸν τῆς Ἀντιοχείας περιεῖπε θρόνον, ἔγραψεν ὅτι· «Δύο φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον θεοτόκον διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι».
Ὁ δὲ θερμὸς τῆς ἀκριβείας ἐραστὴς Κύριλλος ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα τοῖς γράμμασι διομολογησάμενον οὐ μόνον ἀσμένως καὶ περιχαρῶς προσήκατο, ἀλλὰ καὶ Παῦλον τὸν Ἐμίσης ἐπίσκοπον, ὃς ἐξ αὐτοῦ ἀπέσταλτο, ἐπὶ πανδήμου προσομιλήσαντα πανηγύρεως ὃ ὑπῆρχεν αὐτῷ τε καὶ τῷ ἀποστείλαντι φρόνημα, ἐγκωμίοις τε ἐδεξιώσατο καὶ ὡς ὁμογνώμονα ἐμεγάλυνεν. Ἡ δὲ ὁμιλία διεξῄει ὡς ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ὅτι τὸ δεύτερον τοῦ πρώτου ἑρμηνεία ἐστὶ τοῦ· «Ὁ Λόγος σὰρξ ἐγένετο» τὸ· «Ἐσκήνωσεν ἐν ἡμῖν», τουτέστιν ἐν τῇ ἡμετέρᾳ φύσει. Τοιαῦτα μὲν ὁμιλήσας ὁ Παῦλος τῶν Κυριλλείων ἀπήλαυσεν ἐπαίνων. Ὅρα δὲ πάλιν καὶ τὸν Ἰωάννην δύο φύσεις κηρύττοντα καὶ ἕνα Υἱόν· «Ἕτερον σκηνὴ καὶ ἕτερον τὸ σκηνοῦν, ἕτερον ναὸς καὶ ἕτερον ἐνοικῶν Θεός. Πρόςεχε τῷ λεγομένῳ. Οὐκ εἶπον ἕτερος καὶ ἕτερος, ὡς ἐπὶ δύο Χριστῶν ἢ δύο Υἱῶν, ἀλλ’ ἕτερον καὶ ἕτερον, ὡς ἐπὶ δύο φύσεων». Ὅτε οὖν εἶπεν· «Ἐσκήνωσεν ἐν ἡμῖν» καὶ ἐκήρυξε δύο φύσεις, τότε ἐπήγαγε· «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς».
PG 103:1033Ταῦτα οὖν καὶ τοιουτότροπα τοῦ ἱεροῦ γεγραφότος Ἰωάννου, ἐπιμαρτύρεται μὲν τοῖς εἰρημένοις δογμάτων ὀρθότητα, τῆς δὲ οἰκείας ἀπαρχόμενος διδασκαλίας ὧδέ φησιν· «Ὁ μακάριος Προφήτης Ἠσαί̈ας, τῶν ἐν Χριστῷ διδασκάλων τὰς εὐστομίας προανακηρύττων, ἔλεγεν· ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἰδοὺ τοίνυν ἠντλήσαμεν ἡμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ Διδασκάλου, ὃς καὶ ταῖς τοῦ Πνεύματος δᾳδουχίαις λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ Σωτῆρος μυστήριον». Οὕτω τὸν ἱερὸν Ἰωάννην, δύο φύσεις ἄνω καὶ κάτω στρέφοντα, ὁ τῆς ἀληθείας θερμὸς ἐραστὴς Κύριλλος πηγὴν μὲν ἁγίαν ἀποκαλεῖ, τῆς δὲ τοῦ παναγίου Πνεύματος φωτοχυσίας ἔμπλεων καὶ λαμπρὸν ὑποφήτην τοῦ κατὰ Χριστὸν σεπτοῦ καὶ μεγάλου μυστηρίου. Οὐ μόνον δέ, ἀλλὰ καὶ περὶ τοῦ μνημονευθέντος ἀρχιερέως Παύλου, πρὸς τὸν αὐτὸν ἐν ἁγίοις Ἰωάννην ἀντιγράφων, ὧδέ φησιν ἐπὶ λέξεως· «Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου καὶ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος». Καὶ πάλιν·
«Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προσκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν». Οὕτω μὲν οὕτω καὶ τὸν ἀρχιερέα Παῦλον θυμηδίας αἴτιον γενέσθαι καὶ τὴν προσκομισθεῖσαν δι’ αὐτοῦ τῶν ἀνατολικῶν πίστιν, τὸ ἀδιάβλητον ἔχουσαν, ἀνακηρύττει. Ἐπὶ δὲ τούτοις δεικνὺς ἐναργῶς ἐφ’ οἷς τοῖς ἀνατολικοῖς συμβαίνει καὶ ἃ κοινῇ πρεςβεύουσιν, ἵνα μὴ τὸ φιλόνεικον μεταφέρειν ἄδειαν λάβοι πρὸς ὃ βούλοιτο τὴν εἰρηνικὴν ὁμόνοιάν τε καὶ κατάστασιν, αὐτοῖς ῥήμασι κεφάλαιον τελευταῖον ταῦτα ποιεῖται· «Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας». Οἷς ἐπιφέρει καὶ τὴν οἴκοθεν κρίσιν, λέγων·
«Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ αὐτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα) ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι». Καὶ τίς ἂν ἄλλος εἴη μεγαλοφωνότερος ἢ ἀξιοπιστότερος Κυρίλλου Κύριλλον ἑρμηνεῦσαι καὶ τὸ αὐτοῦ φρόνημα καθαρὸν καὶ ἀκαπήλευτον αἱρετικῆς ἐπιμιξίας παραστῆσαι; Ἐξ ὧν οὖν ἀδιαφόρως δοξάζειν αὐτόν τε καὶ τοὺς ἀνατολικοὺς τὴν εὐσέβειαν ἀνεῖπεν, ἔδειξε περιφανῶς ἀδιάφορον εἶναι καὶ τὸ ἐφ’ ἑνὸς προσώπου ἤτοι μιᾶς ὑποστάσεως δύο τὰς φύσεις ἀδιαιρέτους ὁμολογεῖν, καὶ τὸ μίαν τοῦ Λόγου σεσαρκωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ.
PG 103:1035Οὐ μόνον δὲ πρὸς τοὺς τῆς ἀνατολῆς γράφων τὸ ὁμόδοξον αὐτοῖς μαρτυρεῖ, ἀλλὰ καί τινων ἐγκαλούντων αὐτῷ ὅτι τὰς δύο φύσεις ὁμολογοῦντας τοὺς ἀνατολικοὺς ἐδέξατο, αὐτὸς πρὸς Οὐαλεριανὸν τὸν Ἰκονίου ἐπίσκοπον ὑπὲρ αὐτῶν γράφει, ὡς Νεστόριον μὲν οἱ ἀνατολικοὶ κατακρίνουσι καὶ τὴν τῶν πατέρων ὁμολογίαν ἀκήρατον διασῴζουσι, τὴν ἁγίαν Παρθένον θεοτόκον μεθ’ ἡμῶν ἀνομολογοῦντες, καὶ ἕνα εἶναι Χριστὸν καὶ Υἱὸν καὶ Κύριον, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς γεννηθέντα Θεὸν Λόγον, ἐπ’ ἐσχάτων δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα τεχθέντα, καὶ τέλειον εἶναι τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, οὐ διαιροῦντες εἰς δύο Υἱοὺς ἢ Χριστοὺς ἢ Κυρίους καὶ τοὺς τολμῶντάς τι λέγειν κατ’ αὐτῶν ὡς ψεύστας καὶ ἀπατεῶνας καὶ τοῦ ψεύδους ἑαυτῶν προβαλλομένους πατέρα μυσάττεσθαί τε παραινεῖ καὶ ἀποπέμπεσθαι. Ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς ἐπίσκοπον περὶ τῶν ἀνατολικῶν οὕτω φησίν·
«Οὐ διαιροῦσιν εἰς δύο τὸν ἕνα Υἱὸν καὶ Χριστόν, τὸν αὐτὸν δὲ εἶναί φασι τὸν ἐκ Θεοῦ Πατρὸς ὡς Θεὸν καὶ ἐκ γυναικὸς κατὰ σάρκα ὡς ἄνθρωπον, καὶ ὡς οὐκ ἂν νοοῖτο ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα οὐδὲ τῷ Πατρὶ κατὰ τὴν θεότητα, εἰ μὴ νοοῖτο Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός, ὃ Νεστόριος οὐκ ἀνείχετο». Οὕτως οὐ μόνον δύο λέγοντας φύσεις τοὺς ἀνατολικοὺς κατασπάζεται, ἀλλὰ κἂν κατηγορῇ τις, ὑπέρμαχος γίνεται, καὶ (τὸ παράδοξον) κἂν μὴ προσθῶσι τὸ ἀδιαιρέτως, οὐ λέγει διαιρεῖν αὐτοὺς τὰς φύσεις. Οἶδε γὰρ ὡς ἕνα Χριστόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν ὁ λέγων τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ θεοτόκον τὴν Παρθένον, οὐδὲν ἧττον, κἂν μὴ προσθῇ τὸ ἀδιαιρέτως, ὡς ὁμολογῶν ἐκ τῶν εἰρημένων τὴν καθ’ ὑπόστασιν ἕνωσιν, συνεισάγει καὶ τὸ ἀληθῶς ἀδιαίρετον. Ὁ αὐτὸς δὲ τῆς ἀσφαλοῦς καὶ θείας εἰρήνης ὄντως ἐραστὴς πάλιν πρὸς Ἀκάκιον γράφων· «Ἔνεστι, φησί, καὶ δύο φύσεις εἰπεῖν, καὶ μὴ διαίρεσιν τῶν φύσεων ἐννοεῖν πως ἐπειδάν τις συνάψοι τοῖς εἰρημένοις τὴν καθ’ ὑπόστασιν ἕνωσιν».
Καὶ μὴν ἐπιστέλλων καὶ πρὸς Εὐλόγιον ὁμόδοξον ἡγεῖται τὸν μίαν φύσιν λέγοντα τοῦ Λόγου σεσαρκωμένην τῷ δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει συνομολογοῦντι. Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ ἀνατολικοί, καί φασι· «Διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν ἠνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς Ἀλεξανδρείας;» Οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές. Χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν, ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραιτεῖσθαι χρή· ὥστε δύο φύσεις λέγοντας τοὺς μὲν ἀνατολικοὺς ἀποδέχεται (εὐσεβῶς γὰρ οὗτοί φασι) Νεστόριον δὲ κατακρίνει, οὐχ ὅτι δύο φύσεις ἔλεγεν, ἀλλ’ ὅτι δύο φύσεις λέγων τὴν καθ’ ὑπόστασιν ἕνωσιν οὐ προσίετο, ὥσπερ οὐδὲ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην. Μετ’ ὀλίγα γὰρ ἐπιφέρει ὡς· «Κἂν δύο λέγῃ φύσεις Νεστόριος, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες αὐτὰ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν». Ὃ κοινόν ἐστιν ὁμολόγημα αὐτοῦ τε καὶ τῶν ἀνατολικῶν.
PG 103:1037Εἶτα καὶ πάλιν ἐπάγει· «Μίαν τὴν τοῦ Υἱοῦ φύσιν ὁμολογοῦμεν σεσαρκωμένην», ὡς εἰ ἔλεγεν, ἡμεῖς τὴν διαφορὰν τῶν συνελθόντων ὁμολογοῦντες δύο μὲν λέγομεν φύσεις, ἀλλὰ καὶ τὴν ἕνωσιν ἐξακριβοῦντες συνάπτομεν αὖθις τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην· τὸ μὲν γάρ ἐστι τῆς τῶν ἑνωθέντων διαφορᾶς, τὸ δὲ αὐτῆς τῆς καθ’ ὑπόστασιν ἑνώσεως δηλωτικόν. Ἐξ ὧν δὲ περὶ Νεστορίου ἔφη, μονονουχὶ τοῦτο βοᾷ, ὡς εἴ γε τὴν ἕνωσιν μεθ’ ἡμῶν καὶ Νεστόριος ᾔδει, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογῶν, ἐδεξάμεθα ἂν αὐτὸν καὶ δύο λέγοντα φύσεις, εἴπερ διὰ τῆς τοιαύτης φωνῆς τὴν διαφορὰν τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου δηλοῦν ἐβούλετο, ἀλλὰ μὴ διασπᾶν τὴν ἕνωσιν ἐτεχνάζετο. Εἰ δὲ τὸ δύο φύσεις λέγειν, ὡς αὐτὸς εἶπε, τὴν διαφορὰν σημαίνει τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, καὶ ταύτην δεῖ σῴζεσθαι μετὰ τὴν ἕνωσιν, δῆλον ὅτι καὶ τὰς δύο διδάσκει φύσεις μετὰ τὴν ἕνωσιν σῴζεσθαι· τῆς γὰρ διαφορᾶς σῳζομένης, ἀνάγκη καὶ τὰ ὧν ἡ διαφορὰ συνδιασῴζεσθαι.
Καὶ τοὺς ἀνατολικοὺς δ’ εἰπὼν συμφρονεῖν αὐτῷ, καίτοι μηδαμοῦ φαμένους μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ἀλλὰ δύο μὲν λέγοντας τὰς φύσεις, ἡνωμένας δὲ τῇ καθ’ ὑπόστασιν ἑνώσει, ἀδιαφόρους τὰς φωνὰς περιφανῶς ἀποφαίνεται. Ὥστε καὶ ἡ σύνοδος, κἂν μὴ τῇ γλώσσῃ ἀλλὰ τῇ γε γνώμῃ, μίαν φύσιν κηρύττειν οἶδε τοῦ Λόγου σεσαρκωμένην. Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον ῥᾷόν ἐστι τοῦτο καθορᾶν, ἀλλὰ καὶ ἐκ τοῦ λιβέλλου ὃν ἔγραψε μὲν οἰκείᾳ χειρὶ ὁ θεσπέσιος Φλαβιανός, ἐπιδέδωκε δὲ Θεοδοσίῳ τῷ βασιλεῖ. Ἡ δὲ σύνοδος πρὸ τῶν ἄλλων ταύτην ἔκρινεν ἀναγνωσθῆναι. Ἔχει γὰρ ἐπὶ λέξεως ὧδε· «Καὶ γὰρ ἐκ δύο φύσεων ὁμολογοῦντες τὸν Χριστὸν μετὰ τὴν σάρκωσιν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Εἶτα καὶ μίαν μὲν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην μέντοι καὶ ἐνανθρωπήσασαν λέγειν οὐκ ἀρνούμεθα, διὰ τὸ ἐξ ἀμφοῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν». Σὺ δέ μοι σκόπει κἀκεῖνο. Ἡ σύνοδος συνεχῶς τὸν αὐτὸν λέγει καὶ ἕνα Χριστόν.
Τοῦτο δὲ τί ἐστιν ἕτερον ἢ τὸ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ὁμολογεῖν, ἢ εἰ βούλει, τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην; Καὶ γὰρ χωρὶς τῶν αἱρετικῶν σοφισμάτων ἡ χρῆσις αὕτη προφερομένη τὸ ἀδιάφορον ἔχει, πρός γε τὴν προειρημένην διάνοιαν. Ὥσπερ δὲ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἡ σύνοδος λέγουσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ δύο φύσεων ὁμοίως ἀνευφημεῖ, οὕτω καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι λέγουσα ἐν δυσὶ δοξάζει φύσεσι καὶ συνομολογεῖ. Οὐ γὰρ ἐκ τούτων μέν ἐστιν ὁ Χριστός, οὐχὶ ταῦτα δέ, οὐδὲ ταῦτα μέν, οὐκ ἐν τούτοις δέ, ἀλλ’ ἐξ ὧν ἐστι, καὶ ἐν τούτοις γνωρίζεται καὶ ταῦτά ἐστιν. Οὕτω δὲ καὶ Ἀμβρόσιος ὁ θαυμάσιος ἐν τῷ περὶ ἐνανθρωπήσεως τετάρτῳ δογματίζει λόγῳ· «Ἐν τῷ Θεὸς εἶναι αἰώνιος τὰ τῆς σαρκὸς μυστήρια προσελάβετο, οὐ διῃρημένος ἀλλ’ εἷς, ἐπειδὴ τὸ ἑκάτερον εἷς καὶ ὁ εἷς ἐν ἑκατέρῳ, τουτέστι καὶ θεότητι καὶ σώματι». Πάλιν δὲ ἐν ἄλλῳ λόγῳ, ἐξ οὗ καὶ ὁ σοφὸς Κύριλλος χρῆσιν κατὰ Νεστορίου προήνεγκεν, οὕτως ὁ χρηστὸς Ἀμβρόσιός φησιν· «Εἷς Θεοῦ Υἱὸς ἐν ἑκατέρᾳ λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐν αὐτῷ». Τοῦτο δὲ τὸ ῥητὸν ἐκακούργησε μὲν Σεβῆρος, οὐδὲν δὲ τῆς κακουργίας ἀπώνατο.
PG 103:1039Μεταστρέφει μὲν γὰρ εἰς τὸ ἑκατέρῳ τὴν ἑκατέρᾳ φωνὴν, ἵνα πείσῃ δηλοῦσθαι διὰ τῆς φωνῆς μὴ τὴν φύσιν ἀλλὰ τὸν τρόπον τῆς λαλιᾶς, οἷον ἐν ἑκατέρῳ τρόπῳ θείῳ τε καὶ ἀνθρωπίνῳ λαλεῖ. Ὅπερ αὐτόθεν μὲν ἔχει τὸν ἔλεγχον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς προειρημένης ἐπιρραπίζεται χρήσεως. Ἐν αὐτῇ γὰρ εἰπὼν αὐτὴν τὴν λέξιν ἐν ἑκατέρῳ αὐτὸς ἡρμήνευσε τί βούλεται αὐτῷ τὸ ἐν ἑκατέρῳ· «Τουτέστιν, ἐπισυνάψας, καὶ θειότητι καὶ σώματι». Ὥστε εἴτε ἐν ἑκατέρᾳ λαλεῖ, ὡς ἔχει τὸ ἀκακούργητον τῶν Ἀμβροσίου ῥημάτων, εἴτε ἐν ἑκατέρῳ, ὡς ὁ τῆς κακίας σοφιστὴς τὴν φωνὴν διαφθείρει, οὐδὲν ἧττον αἱ δύο φύσεις δηλοῦνται, διότι ὁ αὐτὸς Ἀμβρόσιος, ὡς εἴρηται, τὸ ἐν ἑκατέρῳ εἰπών, τουτέστιν ἐν ἑκατέρῳ πράγματι, πρὸς τὴν θεότητα καὶ τὸ σῶμα τὴν φωνὴν ἀποδέδωκεν ἀναφέρεσθαι. Καὶ πρὸς Ἀλβῖνον δὲ γράφων ὁ αὐτός· «Ἵνα, φησίν, τέλειος ἐν ἑκατέρᾳ φύσει τυγχάνῃ». Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
Εἰ δέ τις ἡμῖν Ἀθανάσιον ἐν τῷ περὶ σαρκώσεως προκομίζει λόγῳ, καὶ τὸν Νεοκαισαρείας Γρηγόριον ἐν τῷ περὶ τῆς κατὰ μέρος πίστεως, δύο λέγειν κωλύοντας ἐπὶ τοῦ Χριστοῦ τὰς φύσεις, μανθανέτω οὗτος ὅτι (καθάπερ εἴρηται πολλάκις) οὐδ’ οἱ λοιποὶ πατέρες τὸ δύο λέγειν φύσεις οὔτε ἁπλῶς ἠσπάσαντο, ἀλλὰ καὶ πολλάκις ἀπώσαντο, μετὰ μέντοι γε τοῦ ἀδιαιρέτου προελθοῦσαν τὴν φωνὴν οὔτε προπετῶς ἀσπάσασθαι οὔτε ἀβασανίστως ταύτην περιπτύξασθαι οὐμενοῦν οὐκ ἐλάμβανον τὸ ἀδίστακτον· συνομολογηθείσης δὲ τοῖς λεχθεῖσι τῆς καθ’ ὑπόστασιν ἑνώσεως, οὐμενοῦν οὐδεὶς ὤφθη τῶν εὐσεβῶν μὴ λίαν τὴν φωνὴν ἀσπαζόμενος. Μὴ οὖν λεγέτω τις (οὐδὲν γὰρ τοῦτο πρὸς τὴν εὐσέβειαν) ὡς ἐπὶ Χριστοῦ δύο φύσεις λέγειν οἱ πατέρες ἐκώλυσαν· ἀλλὰ δεικνύτω πότε ἢ ποῦ τοὺς συνομολογοῦντας τὴν καθ’ ὑπόστασιν ἕνωσιν δύο λέγειν φύσεις ἀδιαιρέτως ἐκώλυσαν. Καὶ γὰρ κἀνταῦθα ὅρα πῶς φησιν ὁ Ἀθανάσιος· «Οὐ δύο φύσεις ὁμολογοῦμεν τὸν ἕνα Υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον». Ἀκούεις πῶς εἶπε προσκυνητὴν καὶ ἀπροσκύνητον.
Καὶ τίς οὐκ οἶδεν ὅτι τὸ προσκυνητὸν καὶ ἀπροσκύνητον εἰς δύο μὲν ὑποστάσεις τέμνουσι τὸν ἕνα, τὴν καθ’ ὑπόστασιν δὲ ἕνωσιν ἐκκηρύττουσιν; Ἀλλ’ ἡ μὲν τοῦ μεγάλου Ἀθανασίου διάνοια δήλη· ἡ δὲ τὸν θαυματουργὸν Γρηγόριον ὑποβαλλομένη χρῆσις (λέγεται μὲν γὰρ ἐκείνου, τὸν δὲ Ἀπολινάριον εἰσκομίζει) κατάφωρον προβάλλεται τὴν ἀτοπίαν. Λέγει γάρ· «Καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα οὐδὲ δύο φύσεις· οὐδὲ γὰρ τέσσαρας προσκυνεῖν λέγομεν». Ὁρᾷς ὅπως προφανὴς ἡ δυσσέβεια; Τὸ τέλειον γὰρ εἰπὼν κατὰ τὴν θεότητα, τὴν ἀνθρωπότητα παντελῶς ἐσιώπησε. Καὶ τὸ προειπεῖν δέ· «Ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς» τῆς Ἀπολιναρίου φρενοβλαβοῦς γεωργίας πικρόν ἐστι βλάστημα. Ἀλλὰ γὰρ καὶ ἡ χρῆσις, ἣν ἡ αἵρεσις προκομίζει ἐκ τῆς πρὸς Διονύσιον ἐπιστολῆς τοῦ Ἰουλίου Ῥώμης, ἀναμφίβολον μὲν οὐκ ἔχει τὸ γνήσιον· ὁ γὰρ ἱερὸς Κύριλλος, ἐν τῇ κατ’ Ἔφεσον συνόδῳ ἐκ τῆς πρὸς Δόκιον ἐπιστολῆς αὐτοῦ χρείαν προενεγκών, οὐκ ἠξίωσεν εἰς μνήμην ταύτης ἐλθεῖν. Ἣν δὲ τῇ συνόδῳ προανέγνωσεν, οὕτω τοῖς ῥήμασιν ἔχει·
PG 103:1041«Ὁ τοῦ Θεοῦ Υἱὸς σκηνώσας ἐν ἀνθρώποις, οὐκ ἐν ἀνθρώπῳ ἐνεργήσας, τέλειος Θεὸς ἐν σαρκί, τέλειος ἄνθρωπος ἐν πνεύματι· οὐ δύο υἱοί, εἷς μὲν γνήσιος Υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ εἷς ἐν οὐρανῷ μονογενής, μονογενὴς ἐπὶ γῆς Θεός». Ἡ μὲν τοῦ Ἰουλίου ῥῆσις ἡ τῇ συνόδῳ διαγνωσθεῖσα τοιαύτη· εἰ δὲ γνησίαν ᾔδει τὴν φωνὴν ἣν ἐκ τῆς πρὸς Διονύσιον προφέρουσιν ἐπιστολῆς καὶ μάλιστα Νεστόριον κατακρίνουσαν, οὐκ ἂν ὑπερεῖδε ταύτην. Ἔτι δὲ κἀκεῖνο δεῖ συνιδεῖν, ὡς ὁ σοφὸς Κύριλλος τὸν ἄνθρωπον εἰς παράδειγμα, οὐχ ἵνα δείξῃ μίαν φύσιν ἐπὶ τοῦ Χριστοῦ παραλαμβάνει, ἀλλ’ ὡς ἂν δι’ αὐτοῦ τὴν καθ’ ὑπόστασιν ἕνωσιν παραστήσῃ. Καὶ γὰρ ἐπὶ μὲν τοῦ καθ’ ἡμᾶς συγκρίματος ἑτεροειδῆ φάμενος τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ ὡς ἑνωθέντα μίαν ἀνθρώπου ἀπετέλεσαν φύσιν, οὐκ ἐπήγαγεν οὔτε σεσωματωμένην οὔτε ἐψυχωμένην· ἐπὶ δὲ τοῦ Λόγου μίαν φύσιν εἰπὼν εὐθὺς συνάπτει τὸ σεσαρκωμένην. Τὸ γὰρ σπανιάκις αὐτὴν ἀποσιωπῆσαι οὐκ ἐναντιότητα τῆς αὐτοῦ γνώμης, βεβαίωσιν δὲ μᾶλλον μαρτυρεῖ·
πολλάκις γάρ, ὅπερ τις συνεχῶς ἀναβοᾷ καὶ βεβαίαν τὴν περὶ αὐτοῦ δόξαν πᾶσιν ἐνιδρύσας οἶδεν, ὡς ὁμολογούμενον καὶ δῆλον ἐνίοτε ἀποσιωπᾷ, διὰ τῆς σιγῆς οὐκ ἀθετῶν ὃ πολλάκις ἀνεκήρυξεν, ἀλλὰ δεικνὺς οὕτω βέβαιον εἶναι καὶ περιφανές, ὡς μηκέτι φωνῆς μηδὲ μνήμης δεῖσθαι. Οὕτω τοίνυν καὶ ὁ σοφὸς καὶ ἀδίστακτος τὴν εὐσέβειαν Κύριλλος τὸ μίαν δοξάζειν φύσιν τοῦ Λόγου, καὶ ταύτην σεσαρκωμένην, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἀλλὰ ψυχῇ νοερᾷ τε καὶ λογικῇ, τοῦτο δὴ τοῦτο προκαταβαλὼν καὶ προθεμελιώσας ἐν ταῖς ἁπάντων ψυχαῖς, διά τε τὸ γνώριμον καὶ ἀναμφισβήτητον καὶ τὸ σύντομον τῆς φωνῆς ἀπὸ μέρους εἰπὼν ἀφῆκε τὸ λοιπὸν συνεκφωνεῖσθαι καὶ συνεξακούεσθαι. Καὶ γάρ ἐστιν οὗτος ὁ πολὺς ἐν διανοίᾳ οὐ τοῖς ῥήμασι καὶ τοῖς ὀνόμασιν ἀεὶ τὸν νοῦν καταπιστεύων, τοῖς δὲ νοήμασι καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα συμμεταφέρων τε καὶ μεθαρμοζόμενος. Ἄκουε γὰρ τί μὲν ἐν τῷ πρώτῳ τῶν θησαυρῶν λέγει, τί δὲ ἐν ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς. Ἐν ἐκείνῳ μὲν γάρ φησι τὸν θεῖον Λόγον, ὑπὲρ ἡμῶν ἀρχιερέα γεγονότα, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μαρίας ἄνθρωπον, ἢ τὸν ναὸν ἀναλαβεῖν· ἐν ταύταις δέ·
PG 103:1043«Οὐκοῦν γέγονε, φησίν, ἄνθρωπος, οὐκ ἄνθρωπον ἀνελάβετο». Πῶς οὖν ἐκεῖ μὲν ἄνθρωπον οὐκ ἀνέλαβεν, ἐνταῦθα δὲ ἀνέλαβεν; Αὐτὸς ἑαυτὸν ἑρμηνεύει· ἐπάγει γάρ· «Ὡς Νεστορίῳ δοκεῖ». Τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ μὴ τοῖς ῥήμασι καταπιστεύειν τὸν νοῦν, τὰ δὲ ῥήματα τῇ διανοίᾳ ζυγοστατεῖν; Ὥστε εἴ που λέγων εὑρεθείη τὸν Θεὸν Λόγον ἄνθρωπον μὴ ἀναλαβεῖν, ἐκ τῆς παρούσης ἀνεκήρυξε διδασκαλίας οὐχ ἁπλῶς αὐτὸν ἀπείργειν τοῦτο μὴ λέγειν (πῶς γὰρ ἂν ἑτέρους κωλύσειεν, ὅπερ αὐτὸς λαμπρῶς διαπράττοιτο;) ἀλλὰ μὴ λέγειν οὕτως ὡς Νεστορίῳ δοκεῖ. Ὁ μέντοι γε κλεινὸς Εὐλόγιος τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην διευκρινῶν καὶ τοῦτό φησιν, ὡς εἴ τις τὸν νοῦν τοῦ διδασκάλου ἐξακριβώσασθαι βουληθῇ, εὑρήσει τοῦτον διὰ τῆς φωνῆς οὐδὲν ἕτερον βουλόμενον ἢ τὸ ἄτρεπτον ἐπιδεῖξαι τοῦ Λόγου, ἵνα μὴ τὸ λεγόμενον μὴ εἰς ἄλλο τι ἀλλ’ εἰς τὴν θεότητα τοῦ μονογενοῦς ἀναφέροιτο. Ἐν γὰρ τῷ διαλόγῳ ὃς ἐπιγράφεται ὅτι εἷς ὁ Χριστός· «Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν φαμέν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκὸς ψυχὴν ἐχούσης τὴν νοεράν». Δι’ ὧν οὐδὲν ἕτερον ἢ τὸ ἄτρεπτον ἀποσημαίνεται τῆς θεότητος.
Οὐκοῦν εἰ τοῦ Υἱοῦ μία φύσις, καθάπερ εἴρηται, τὸ ἄτρεπτον ἀνυμνοῦσα τῆς θεότητος, οὐδαμῶς ἀναιρεῖ τὰς καθ’ ὑπόστασιν ἑνωθείσας δύο φύσεις, οὕτω δ’ ἂν νοήσειεν ὁ τῆς εὐσεβείας φίλος καὶ τὸ πρὸς Εὐλόγιον τῷ διδασκάλῳ εἰρημένον· «Εἷς λοιπὸν Υἱός, καὶ μία φύσις αὐτοῦ τοῦ σαρκωθέντος Λόγου», τουτέστιν οὐ τραπεῖσα οὐδὲ τῆς οἰκείας ἀποστᾶσα τελειότητος. Κἀκεῖνο δὲ δεῖ κατὰ νοῦν φέρειν, ὡς ὁ θεῖος Κύριλλος οὐδαμοῦ φαίνεται μίαν φύσιν Χριστοῦ εἰπών, ἀλλ’ ἕνα μὲν Χριστὸν καὶ ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν Χριστοῦ πανταχοῦ, μίαν δὲ φύσιν Χριστοῦ οὐκέτι· τοὐναντίον μέντοι γε καὶ ἀποκωλύει ἐν ταῖς ἐπιστολαῖς, αἳ τὸν Σούκενσον ἐπιγράφονται, μίαν φύσιν λέγειν ἐπὶ τοῦ συνθέτου· «Ἐὰν γάρ, φησίν, ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ τῇ ὀρθῇ μαχόμενοι δόξῃ, εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνανθρώπησεν;» Ὅλον δὲ εἰπών, καὶ μετὰ τὴν ἕνωσιν εἰπών, δῆλον ὡς οὐ τὰ πρὸ τῆς ἑνώσεως ἀλλὰ τὰ μετὰ τὴν ἕνωσιν, ὅπερ ἐστὶ τὸ σύνθετον, λέγει. Καὶ γὰρ ὅλον τί ἐστιν ὁ Χριστός· εἰ δὲ μὴ μία φύσις τὸ ὅλον, ὑπὲρ τὴν μίαν πάντως.
PG 103:1045Τούτοις καὶ ὁ θεολόγος συνᾴδων Γρηγόριος, εἰ καὶ τὸ συναμφότερον ἕν φησιν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Ὁ μέντοι δυστυχὴς Εὐτυχὴς ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν ὡμολόγει, μετὰ δὲ τὴν ἕνωσιν μίαν ἐδυσφήμει. Ἐφ’ οἷς αὐτὸν ἥ τε ἐν Καλχηδόνι καὶ ἡ πρὸ αὐτῆς ἐν Κωνσταντινουπόλει δικαίως κατεδίκασε σύνοδος. Ἀλλ’ ὁ γενναῖος Διοσκόρος οὐδὲν αὐτὸν Ἀπολιναρίου διαφέροντα μετὰ πλείστης ὅσης σπουδῆς ἀπεδέξατο. Ὁ γὰρ δυσσεβὴς Ἀπολινάριος, ἐν τῷ περὶ σαρκώσεως αὐτοῦ λόγῳ πρόσεχε οἷά φησιν· «Ὦ καινὴ κτίσις καὶ μίξις θεσπεσία· Θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσαν φύσιν». Ἐξ οὗ τοὺς ὀχετοὺς τῆς δυσσεβείας οἱ μετ’ ἐκεῖνον ἠρύσαντο. Σὺ δέ μοι καὶ τὸν ἀρχαιότερον ὅρα βόρβορον· Οὐαλεντῖνος γὰρ κατὰ λέξιν οὕτω λέγει· «Τῶν Γαλιλαίων ἐπὶ Χριστοῦ δύο φύσεις λεγόντων πλατὺν καταχέομεν γέλωτα· ἡμεῖς γὰρ τοῦ ὁρατοῦ καὶ ἀοράτου μίαν εἶναι τὴν φύσιν φαμέν». Ναὶ δὴ καὶ ὁ Μανιχαῖος πρὸς Σκυθιανὸν ἐπιστέλλων, καὶ ὑπὸ μέμψεις ποιῶν τοὺς δύο λέγοντας φύσεις, τοιαῦτά φησιν· «Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς Υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο φύσεις ἔχων ἀλλὰ μίαν ἐν ὁρατῷ τε καὶ ἀοράτῳ».
Καὶ Πολέμων δέ (τὸν Ἀπολινάριον δὲ διδάσκαλον οὗτος ἀνευφήμει) τοὺς ἱεροὺς ἡμῶν πατέρας αἰτιώμενος ἃ τοὺς ἐν Καλχηδόνι οἱ ἀπὸ Σεβήρου, ὅρα τί φησιν· «Οὐδὲν χεῖρον ἐννοῆσαι κἀκεῖνο. Θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον τὸν αὐτόν, οὐκ αἰσχύνονται μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, καθάπερ μίαν σύνθετον, ὁμολογοῦντες. Εἰ γὰρ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, δύο φύσεις ἄρα ὁ αὐτός, καθάπερ ἡ τῶν Καππαδοκῶν εἰσηγεῖται καινοτομία καὶ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίᾳ ὁ τύφος. Καὶ σχηματίζονται μέν, ὡς δῆθεν ἡμέτεροι, φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ οἱ Γρηγόριοι τὴν τῶν φύσεων δυάδα». Πῶς οὖν ἐνῆν Εὐτυχοῦς τε καὶ Ἀπολιναρίου Οὐαλεντίνου τε καὶ Μανιχαίου τὴν τοσαύτην τῆς ἀσεβείας ῥύμην ἐπισχεῖν καὶ τὴν νομὴν οὕτως ἕρπουσαν καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς καταβοσκομένην ἀναστεῖλαι, εἰ μὴ τῆς ἱερᾶς ἐν Καλχηδόνι ὁμηγύρεως ὁ θεῖος ζῆλος δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ Χριστοῦ διαπρυσίως τε καὶ θεοφρόνως ἀνεκήρυξε;
Τῆς γὰρ αἱρετικῆς φορᾶς οὕτω μαινομένης, εἰ μὴ τῆς εὐσεβείας ὁ πύργος ἀνέτρεψε τὸ ῥεῦμα, οὐδὲν ἐκώλυεν ὑποβρυχίους πολλοὺς τῇ πλάνῃ γενέσθαι. Ὥστε εἰ μὴ τοῖς ἔμπροσθεν πατράσιν ἡ τῶν δύο φύσεων ἐγνωρίζετο φωνή, τὸ ἀναγκαῖον εἶχεν ἡ σύνοδος διὰ τὴν ἐκείνων λύσσαν ταύτην ἀνευρεῖν τε καὶ ἀνακηρύξαι. Μικροῦ δὲ πᾶσι τοῖς ἱεροῖς ἀνδράσιν ἐγνωσμένης, πῶς οὐκ ἀπαραίτητον ἦν κατὰ τῶν πολεμίων ταύτην πανδήμοις ψήφοις ἀναστηλῶσαι; Ὥσπερ γὰρ πρὸς τὸν δυσσεβῆ Ἄρειον ἑτέραν οὐσίαν Πατρὸς καὶ Υἱοῦ δυσφημοῦντα, ἡ ἐν Νικαίᾳ σύνοδος τὸ ὁμοούσιον ἀντετάξατο, καίτοι τῆς λέξεως οὔπω τοῖς πατράσιν ἐπιπολαζούσης, τοὐναντίον δὲ καὶ κεκωλυμένης, ὑφ’ ὧν ὁ Σαμωσατεὺς Παῦλος καθαιρετικὴν ἀπόφασιν ἤνεγκεν, οὕτω δὴ καὶ κατὰ τῶν εἰρημένων δυσσεβῶν ἡ ἁγία σύνοδος διὰ τοῦ δύο φύσεις λέγειν ἐπὶ Χριστοῦ ἀνθωπλίσατο, οὐκ αὐτὴ πρώτη τῆς εὐσεβείας φωνὰς ἀνευροῦσα, ἀλλὰ καὶ πολλοὺς ἔχουσα πρὸ αὐτῆς τούτων διδασκάλους.
PG 103:1047Εἰ δέ τις φιλονεικοίη τὸν Ἰούλιον ἐπὶ Χριστοῦ μίαν εἰπεῖν φύσιν, πρῶτον μὲν οὔπω δῆλον εἰ γνήσιος ὁ λόγος, δεύτερον δὲ προσήκει γινώσκειν ὡς Ἰουλίου ὕστερον παρὰ Ῥωμαίοις τὸ τῆς φύσεώς τε καὶ ὑποστάσεως ἐφυλοκρινήθη τε καὶ διεκρίθη ὄνομα, καὶ μάτην τὰ αἱρετικὰ ζιζάνια τὴν σπορὰν ἐκεῖθεν σπουδάζει συλαγωγεῖν. Ἀδιακρίτων γὰρ ἔτι τῶν φωνῶν μενουσῶν οὐδὲν ἀπαντᾷ δυσχερές, μᾶλλον δὲ καὶ λίαν ἀκόλουθον, ἀντὶ τῆς ὑποστάσεως τῇ λέξει τῆς φύσεως χρήσασθαι. Ἀλλὰ ταῦτα μὲν ὑπὲρ Ἰουλίου ἔστι φάναι. Ἔτι δὲ τὸ αἱρετικὸν ἀναισχυντεῖ φρόνημα, καί φησι· «Διὰ τί μή, καθάπερ ἐκ δύο φύσεων λέγοντες τὸν ἄνθρωπον, εἶτα μετὰ τὴν ἕνωσιν καὶ μίαν αὐτοῦ τὴν φύσιν, μὴ καὶ τὸν Χριστὸν ἐκ δύο φύσεων λέγοντες μίαν αὐτοῦ τὴν φύσιν μετὰ τὴν ἕνωσιν ἀνομολογοῦμεν; Μίαν μὲν γὰρ ἴσμεν φύσιν τὸ σύνθετον, ἀναλυτικῷ δὲ κεχρημένοι τρόπῳ δύο τὰς συνελθούσας γνωρίζομεν». Ἀλλ’ ἡ μὲν αἱρετικὴ ἀναισχυντία ἐπιζητεῖ ταῦτα. Μανθανέτωσαν δὲ οἱ ἀσύνετοι ὅτι τότε τὸ σύνθετον μία φύσις ἀκωλύτως λέγεται, ἡνίκα μὴ κυρίως ἐπ’ αὐτοῦ τὰ τῶν ἁπλῶν, ἐξ ὧν συνετέθη, ὀνόματα λέγεται.
Οἷον τὸν ἄνθρωπον οὔτε σῶμα ἄν τις κυρίως οὔτε ψυχὴν εἴποι· οὐδὲ γὰρ οὐδ’ ἐπιδέξαιτο ἂν οὔτε τὸν τοῦ σώματος οὔτε τὸν τῆς ψυχῆς ὅρον· καταχρηστικῶς μέντοι πολλάκις ἥ τε ἀνὰ χεῖρα ὁμιλία τὸ ἀκριβὲς παρατρέχουσα, καὶ τὰ ἱερὰ λόγια τῇ ἐλευθερίᾳ κεχρημένα τοῦ Πνεύματος, ἐκ μέρους τὸν ὅλον ἄνθρωπον ἐπονομάζουσι, ζυγῷ δουλείας τῆς διαλεκτικῆς ματαιότητος ὑπείκειν οὐκ ἀνεχόμενα. Ἐπὶ δέ γε τῆς ἀρρήτου καὶ ἀνεπινοήτου ἑνώσεως οὔτε παράδειγμα λαβεῖν οἰκειότερον δύναιτ’ ἄν τις, καὶ λέγοντες τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητός φαμεν αὐτὸν ὁμοίως καὶ Θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπον· διὸ καὶ κυρίως καὶ ἀληθῶς ἡ παναγία Παρθένος θεοτόκος πρεςβεύεται. Ὥστε μάτην ἐκακουργήθη τοῖς ἀσυνέτοις τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα εἰς διαβολὴν καὶ ἀνατροπὴν τῆς ἀσυγχύτου καὶ ἀδιαιρέτου τῶν δύο τοῦ Χριστοῦ φύσεων καθ’ ὑπόστασιν ἑνώσεως. Ὅτι δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν κυρίως ἀμφότερα, ἐξ ὧν τέ ἐστι, λέγεται, οἷον Θεὸς καὶ ἄνθρωπος, ἄλλοι τε πολλοὶ βοῶσι, καὶ ὁ θεῖος δὲ Κύριλλος ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ ἕνα φησὶ καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχειν.
Καὶ πρὸς Οὐαλεριανὸν δὲ τὸν Ἰκονίου ἐπίσκοπον ὁμοίως γράφει· «Οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός ἐστι, κατὰ ταὐτὸν ἀμφότερα Χριστός, εἷς ὢν Υἱός, εἷς Κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός». Τὸ γὰρ ἀμφότερα, τί ἄλλο ἢ ὅτι ὁ αὐτός ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος βεβαιοῖ; Ἀλλὰ καίτοι ταῦτα βοῶντος Κυρίλλου, ὅμως ἐτόλμησάν τινες ὑλακτεῖν ὡς ὁ Χριστὸς ἐκ θεότητος μέν ἐστι καὶ ἀνθρωπότητος, οὔτε δὲ ἄνθρωπος οὔτε Θεός, μηδὲ τοῦ Παύλου τὸ θεόπνευστον καὶ μεγαλόφωνον καταιδεσθέντες, ὃς κέκραγεν· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας», διὰ μὲν τοῦ χθὲς καὶ σήμερον ἄνθρωπον τὸν αὐτὸν ὁμολογῶν, διὰ δὲ καὶ εἰς τοὺς αἰῶνας τὸν αὐτὸν ἀνακηρύττων Θεόν. Καὶ πάλιν ὁ αὐτὸς· «Εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», ὥστε κυρίως ὁ Χριστὸς καὶ ἄνθρωπος καὶ Θεός. Καὶ Ἀθανάσιος δὲ γνήσιον ἑαυτὸν τοῦ Παύλου δεικνὺς μαθητὴν οὕτω φησίν· «Ἐπεὶ καὶ Θεός ἐστιν ὁ Χριστός». Βασιλείου δὲ καὶ τῶν ἱερῶν Γρηγορίων καὶ τῶν ἄλλων ὁσίων πατέρων, εἴ τις συλλέγειν πειραθείη, εἰς τὸ ἄπειρον ἂν αἱ μαρτυρίαι παρατενοῦσι τὸν λόγον.
PG 103:1049Ὁ μέντοι γε σοφὸς Κύριλλος τὸν τῆς οἰκουμένης διδάσκαλον Παῦλον μάρτυρα καλῶν κατὰ τῶν μὴ βουλομένων ὁμολογεῖν θεοτόκον τὴν ἁγίαν Παρθένον (οὕτω γὰρ ἐπιγράφει καὶ τὸν λόγον) ὅρα τί φησι· «Νῦν δὲ τὴν φωνὴν μὲν οὐκ εἴρηκεν, ἤτοι τὴν θεοτόκος, Θεὸν δὲ τὸν Χριστὸν ἐπὶ πάντων ἀνεβόησε». Καὶ πάλιν· «Εἰ μὴ Θεὸν ἅμα καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν ἐπέφερε κατὰ σάρκα. Τοῦτο γὰρ φανερῶς ἐπὶ τοῦ μὴ μόνον ἀνθρώπου ἀλλὰ καὶ ἕτερόν τι τὴν οὐσίαν ὑπάρχοντος λέγεται». Ὁ δὲ αὐτὸς θεοφόρος ἀνὴρ κἀν τῷ δευτέρῳ ἀναθεματισμῷ τὰ αὐτὰ βοᾷ· «Εἴ τις οὐχ ὁμολογεῖ καθ’ ὑπόστασιν σαρκὶ ἡνῶσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε Χριστὸν εἶναι μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν δηλονότι Θεὸν καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω». Καὶ ἐν τῷ πρὸς τὰς βασιλίδας προσφωνητικῷ ὁμοίως· «Ἕνα τε ἡμῖν οὕτως ἀναδειχθῆναι Χριστόν, τὸν αὐτὸν ὁμοῦ Θεὸν ὄντα καὶ ἄνθρωπον». Καὶ μυρία ἄλλα. Κατάδηλον οὖν ὡς πολλὴ καὶ ἄπειρος ἡ διαφορὰ τοῦ κατὰ τὸν Χριστὸν μυστηρίου καὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματος· ὁ μὲν γὰρ ἐξ ὧν ἐστιν, οὐ λέγεται ταῦτα, ὁ δὲ ἐξ ὧν προῆλθε, καὶ διαπρυσίως ταῦτα ὀνομάζεται.
Ἀλλὰ γὰρ τῆς αἱρέσεως πάλιν ἡ ἀπόνοια τὴν τετάρτην μέμφεται σύνοδον ὡς ὅρον ἐκθεμένην, διατεινομένη τὴν τοιαύτην ἐπιχείρησιν ὑπὸ τῆς κατὰ τὴν Ἔφεσον πρώτης συνόδου παντελῶς ἀποκεκωλύσθαι. Καίτοι γε εἰ κατὰ τὸν λῆρον αὐτῶν ἀπεῖργεν ἡ σύνοδος ἕτερον ὅρον μηδ’ ὅλως προάγειν, αὐτὴ καθ’ ἑαυτῆς πρὸ τῶν ἄλλων τὴν καταδικάζουσαν ἐξήνεγκε ψῆφον· ὁρίζει γὰρ αὐτὸ τοῦτο τυποῦσα, ἃ μηδ’ ἑτέρα τῶν πρὸ αὐτῆς διωρίσατο. Ἀλλὰ καὶ ἡ καθ’ ὑπόστασιν ἕνωσις αὐτῆς ἐστιν ὅρος, ὃ ταῖς πρεσβυτέραις τῶν συνόδων οὐ διώρισται. Ναὶ δὴ καὶ τὴν ἐν Κωνσταντινουπόλει, τῶν ρν ἁγίων πατέρων, ἐξ ὧν αὐτοὶ ληροῦσι, παραγράφεται· τὸν πνευματομάχον γὰρ αὕτη καθελοῦσα, τῷ κατὰ τὴν Νίκαιαν ἐκφωνηθέντι ὅρῳ τὴν περὶ τοῦ ἁγίου Πνεύματος θεολογίαν προσθεῖσα συνήρμοσεν. Εἰ γὰρ αἱ προλαβοῦσαι προστιθεῖσαι τὸν μῶμον ἐκφεύγουσιν, οὐδ’ αἱ μετ’ αὐτὰς ἐν τοῖς ὁμοίοις ἀνομοίως ἕξουσι τὴν κατάγνωσιν. Οὕτω τὸ ἀσύνετον πάντα φύρει καὶ διαστρέφει. Καὶ γὰρ ἡ ἐν Ἐφέσῳ σύνοδος πίστιν μὲν ἑτέραν, ἧς ἐναντία τὰ δόγματα πρὸς τὴν ἐν Νικαίᾳ καθέστηκε σύνοδον, παντελῶς ἐκτίθεσθαι διεκώλυσεν.
PG 103:1051Ἀκηράτων δὲ τῶν ἐν αὐτῇ σῳζομένων, ἅπερ ὁ καιρὸς ἀπαιτεῖ προστιθέναι αὐτῆς τε γέγονεν ἔργον, καὶ τῶν πραγμάτων ἡ φύσις διδάσκαλος, καὶ τῆς ἐκκλησίας ὁρᾶται τοῦτο στέργουσα διὰ παντὸς ἡ παράδοσις. Διὸ καὶ κατὰ τὴν Ἀλεξανδρείαν, οὔπω τῆς οἰκουμενικῆς συγκροτηθείσης συνόδου, τοὺς ἐν αὐτῇ τῶν ἱερέων λογάδας ὁ θεσπέσιος ἀθροισάμενος Κύριλλος, καὶ πίστιν διαθέμενος ἔγγραφον, τῷ Νεστορίῳ διεπέμψατο. Ἐκφεύγει μὲν οὖν οὕτω τὰς ἀδίκους λαβὰς ἡ εὐσέβεια· τὸ αἱρετικὸν δὲ πάλιν ἑτέροις μώμοις ἐπιπηδᾶν οὐκ αἰσχύνεται, καί φησιν ὡς ἡ κατὰ Καλχηδόνα σύνοδος τοῖς Κυρίλλου δόγμασι μάχεται. Ὁ μὲν γὰρ ἔν τε ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς καὶ ἀλλαχοῦ δὲ τὸν Χριστὸν δογματίζει ἐκ δύο φύσεων, ἡ δὲ τὴν τοιαύτην φωνὴν ὀστρακίζουσα δύο φύσεις ἀδιαιρέτους ἀντεχειροτόνησεν. Οὕτω τὸ συκοφαντεῖν τοῦ ἀληθεύειν πολὺ τῇ αἱρέσει σπουδαιότερον. Καὶ γὰρ Διόσκορον ἡ σύνοδος, τὸ ἐκ δύο μὲν φύσεων δεχόμενον, τὸ δύο δὲ οὐκ ἀνεχόμενον δέξασθαι, ὡς τὰ τοῦ Εὐτυχοῦς νοσοῦντα διώσατο· καὶ οὐχ ἁπλῶς ἐξεκήρυξε τὸ ἐκ δύο λέγειν φύσεων τὸν Χριστόν, ἀλλὰ τὸ λέγειν κατ’ Εὐτυχέα καὶ Διόσκορον.
Διὰ μέντοι τοῦ δύο φύσεις ἀδιαιρέτους μετὰ τῆς εὐσεβοῦς διανοίας λέγειν αὐτὴν καὶ τὸ ἐκ δύο φύσεων συνεισήγαγεν. Ὅτι γὰρ Εὐτυχὴς ἐκ δύο μὲν ἔλεγε φύσεων, δυσσεβῶς δέ, πρόδηλον. Οὐ τοίνυν τὴν Κυρίλλου φίλην φωνήν, ἀλλὰ τὴν Εὐτυχοῦς δυσσέβειαιν ἡ σύνοδος ἀπεπέμψατο. Καὶ γὰρ καὶ κατ’ αὐτὸ τὸ μέσον τῶν ἐν Καλχηδόνι πεπραγμένων τῆς πίστεως τοῦ ἐν ἁγίοις Φλαβιανοῦ ἀναγινωσκομένης, ἐν ᾗ ἐγέγραπτο· «Ἐκ δύο φύσεων ὁμολογοῦμεν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν, ἐν μιᾷ ὑποστάσει, ἐν ἑνὶ προσώπῳ, ἕνα Χριστόν, ἕνα Υἱὸν ὁμολογοῦντες», ἡ σύνοδος ἐξεβόησεν αὐτούς τε οὕτω φρονεῖν καὶ τῶν πατέρων πίστιν εἶναι ταύτην ἐπίστασθαι. Πῶς οὖν ἡ ταῦτα λέγουσα ἢ Κυρίλλῳ μάχεται, ἢ τοὺς λέγοντας εὐσεβῶς ἐκ δύο φύσεων ἀποστρέφεται; Ταῦτα διεξελθὼν ὁ ἱεράρχης Εὐλόγιος, καὶ παραίνεσιν πρὸς ἕνωσιν ἐκκλησιαστικὴν τοὺς διεστῶτας παρακαλοῦσαν τοῖς εἰρημένοις ἐπιθείς, περατοῖ τὸν λόγον. Καὶ ὁ ἐφεξῆς δὲ λόγος κατὰ τῶν συκοφαντῶν τῆς ἐν Καλχηδόνι συνόδου τὴν σπουδὴν ἔχει. Γυμνάζει δὲ κἀνταῦθα τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα ᾧ κέχρηται μὲν Κύριλλος εὐσεβῶς, προφέρει δὲ δυσσεβῶς τὸ ἀλλόφυλον·
προφέρει γὰρ ἵνα μίαν φύσιν ἐπὶ Χριστοῦ, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου, λέγεσθαι δογματίσῃ. Πλὴν ἐξ ὧν ὑπὲρ τῆς ἀσεβείας σπουδάζει, κατ’ αὐτῆς μᾶλλον, κἂν οὐκ ἔχῃ τὴν αἴσθησιν ἐξοπλίζεται. Λέγει γὰρ ὡς ἐπὶ τῶν ἀνομοιομερῶν τὸ ὅλον ταῖς τῶν μερῶν προσηγορίαις οὐκ ὀνομάζεται, ἀλλ’ ἰδιαζούσῃ κλήσει γνωρίζεται· εἰ δὲ τοῦτο, καὶ μιᾶς γνωσθήσεται φύσεως. Ἡ μὲν αἵρεσις οὕτω συμπλέκει τὸ σόφισμα, ὁ δὲ τοῦ Λόγου μαθητὴς Εὐλόγιος τὸ ματαιολόγον αὐτῆς ἐξελέγξας, πατρικαῖς ἐπιδείκνυσι μαρτυρίαις κυρίως τε καὶ ἀληθῶς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν καὶ Θεὸν καλεῖσθαι καὶ ἄνθρωπον, ὥστε εἰ ἐφ’ ὧν τὸ ὅλον τὰς τῶν μερῶν προσηγορίας οὐ δέχεται, οὐδ’ ἡ μία φύσις συνεισάγεται, ἐφ’ ὧν τὸ ὅλον τῶν μερῶν τὰς κλήσεις κυρίως ἀναδέχεται ἐπ’ ἐκείνων καὶ ἡ μία φύσις συνθεωρηθήσεται. Ὁ μέντοι γε σοφὸς συγγραφεὺς παράγει τὸν ἱερὸν Κύριλλον ἑρμηνεύοντα ἑαυτόν, ὅπως καὶ ἐφ’ ᾧ τῷ κατὰ τὸν ἄνθρωπον ἐχρήσατο παραδείγματι. Θεοδώρου γὰρ τοῦ Μοψουεστίας τὸ κατὰ τὸν ἄνθρωπον ἐνδιαβάλλοντος παράδειγμα ὡς ὑπάρχον τῷ κατὰ Χριστὸν μυστηρίῳ ἀνάρμοστον, οὕτως ἐν τῷ λεγομένῳ πρώτῳ τόμῳ ἀνθυποφέρει ὁ Κύριλλος.
PG 103:1053«Ἕνα καὶ τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ ἐκ Θεοῦ Πατρὸς θεϊκῶς καὶ ἐκ γυναικὸς κατὰ σάρκα· κεχρήμεθα δὲ τῇ τοῦ παραδείγματος χρείᾳ, τηροῦντες πανταχοῦ τῇ ἑνώσει τὸ ἀδιάσπαστον, καὶ τὴν διαίρεσιν παρωθούμενοι». Ἀκούεις ἐφ’ ᾧ Κύριλλος παραλαμβάνει τὸ παράδειγμα· οὐ γὰρ ἵνα σὺ μίαν τοῦ Χριστοῦ φύσιν καινολογήσῃς, ἀλλ’ ἵνα Θεόδωρος καὶ Νεστόριος καταισχυνθῶσι τῇ τοῦ παραδείγματος χρείᾳ, τηροῦντος τοῦ ἱεροῦ Κυρίλλου τῇ ἑνώσει τὸ ἄτμητόν τε καὶ ἀδιάσπαστον. Σὺ δ’ ἴσως ἀκολουθῶν τῷ παραδείγματι οὐδὲ Θεὸν οὐδὲ ἄνθρωπον κυρίως εἰπεῖν ἀνάσχοιο ἂν τὸν Χριστόν, διότι οὐδὲ ὁ ἄνθρωπος, τὸ παράδειγμα, οὔτε σῶμα κυρίως οὔτε ψυχή, εἰ ἐκβιάσῃ ταῦτα λέγειν αὐτόν, διότι ἐπὶ τῆς κατὰ Χριστὸν ἀπορρήτου ἑνώσεως, ἐξ ὧν αὐτὸς σύγκειται, ταῦτα κυρίως λέγεται. Οὐ τοίνυν κἂν ὁ ἄνθρωπος μιᾶς λέγοιτο φύσεως, οὐδεὶς ἀκολουθίας ἀπαιτήσει λόγος καὶ τὸν Χριστὸν μιᾶς ὑπάρχειν διὰ τοῦτο φύσεως. Διὸ καὶ Κύριλλον τὸν θαυμάσιον μίαν μὲν τὸν ἄνθρωπον φύσιν εὑρήσεις λέγοντα, μίαν δὲ φύσιν εἰπόντα τοῦ Χριστοῦ οὐκ ἂν φωράσῃς.
Εἰ δέ τις δύο φύσεις δέδοικεν εἰπεῖν, ἵνα μὴ διαίρεσιν συνεισάξῃ, πρῶτον μὲν οὕτως ἁπλῶς μηδὲ λεγέτω δύο φύσεις, προστιθέτω δὲ τὸ ἀδιαίρετον, εἶτα συνομολογείτω καὶ τὸ ἓν καθ’ ὑπόστασιν πρόσωπον καὶ μίαν ὑπόστασιν, ἢ ἀντ’ αὐτῶν εἰ βούλει, τὸ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. Ταῦτα γὰρ ὁ λέγων κατὰ τὸν γνώμονα τῆς ἀκριβείας Κύριλλον οὐκ ἂν οὐδὲ συκοφάνταις παράσχοι λαβὴν ὡς διαίρεσιν δογματίσας τῶν φύσεων. Καὶ γὰρ καὶ τῶν ἀνατολικῶν δύο φύσεις εἰπόντων, καὶ συκοφαντεῖν αὐτοὺς ὡς διαιροῦντας ἑτέρων κινηθέντων, πρὸς Ἀκάκιον γράφων, ἐπειδὴ μετὰ τοῦ εἰπεῖν δύο φύσεις καὶ τὸ ἀδιαίρετον συνῆψαν καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ τὰς δύο φύσεις ὁρᾶν ὡμολόγησαν, τέκνα μὲν διαβόλου τοὺς συκοφάντας ἀποφαίνει, τοὺς δὲ διομολογοῦντας κατὰ τὸ φρόνημα τῶν ἀνατολικῶν ἀδύνατόν ποτε διαίρεσιν εἰσάγειν. Ὅρα δὲ καὶ Ἀθανάσιον, οἷα περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου γράφων κατὰ τῶν τὰ Ἀπολιναρίου νοσούντων ἐκτίθεται. Λέγων γὰρ διὰ τοῦ ἑκάτερα τὸ δύο παρ’ οὐδενὸς τῶν εὐσεβῶν εἰσάγειν ὑπενοήθη διαίρεσιν. Λέγει δέ·
PG 103:1055«Ἀλλ’ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵνα εἷς ᾖ τὰ ἑκάτερα τέλειος, κατὰ πάντα Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός». Καὶ ὁ θεολόγος δὲ Γρηγόριος ἐν τῷ ἀπολογητικῷ φησι· «Τοῦτο ἡ κενωθεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐκ δυοῖν, καὶ δι’ ἑνὸς ἀμφότερα». Ναὶ δὴ καὶ πρὸς Οὐαλεριανὸν τὸν Ἰκονίου γράφων ὁ Κύριλλος· «Οὐκοῦν ὁμολογουμένως μέν, φησί, τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός. Ἔστι δὲ κατὰ ταὐτὸν ἀμφότερα ὁ Χριστός». Ὥσπερ οὖν οὐ τέμνει τὸ Θεὸς καὶ ἄνθρωπος τὸν ἕνα Χριστόν, οὐδὲ τὸ ἀμφότερα, οὐδὲ τὸ ἑκάτερα, οὕτως οὐδὲ τὸ δύο, εἰ μὴ τὸν νοῦν εἴησαν ἐκτετμημένοι τινὲς καὶ τοῦ καλοῦ σπορέως οὐδένα καρπὸν φῦναι δυνάμενοι. Σὺ δέ μοι σκόπει πάλιν νεανιευομένην τὴν αἵρεσιν. Ὁ Κύριλλος, φησί, τὸ δύο λέγειν φύσεις ἀδιαιρέτους ἐξεκήρυξεν, ἀντίπαλον εἶναι νομίζων τῇ λεγούσῃ δόξῃ μίαν εἶναι φύσιν τοῦ Λόγου σεσαρκωμένην. Ῥᾷον δὲ αὐτῆς τὸ φρύαγμα καταβάλλεται.
Διττὸν γὰρ τὸ ἀδιαίρετον κἀνταῦθα, ὡς καὶ ἐν τοῖς ἄλλοις αὐτοῦ λόγοις, ὁ συγγραφεὺς ἐπιδειξάμενος φαίνεται, καὶ τὸ μὲν Νεστορίῳ φίλον, τὸ δὲ τῇ εὐσεβείᾳ τιμώμενον, καὶ διὰ τοῦτο ἀλλήλοις ἀντικείμενα. Τὸ γὰρ κατὰ σχέσιν ἀδιαίρετον, ὡς ὅπλον Νεστορίου ἀποβάλλεται, τὸ δὲ καθ’ ὑπόστασιν ἀδιαίρετον ἤτοι ἡ καθ’ ὑπόστασιν ἕνωσις περιφανῶς καὶ κηρύσσεται καὶ περιπτύσσεται. Ὥσπερ οὖν εἴ τις ἕνωσιν ἐπὶ Χριστοῦ λέγων μὴ συνάπτοι τῇ ἑνώσει τὸ καθ’ ὑπόστασιν, ὕποπτον τὸ ῥῆμα ποιεῖ, οὕτως εἴ τις δύο φύσεις ἀδιαιρέτους λέγει μὴ συνεπιφέρων τὸ καθ’ ὑπόστασιν, εἰς τὴν αὐτὴν ὑποψίαν περιτρέπεται. Ὡσαύτως δὲ καὶ ὁ λέγων ἄνθρωπον ἀναλαβεῖν τὸν Θεὸν Λόγον, εἰ μὴ τὴν φωνὴν ἄλλοθεν ἑρμηνεύσειε (δυνατὸν γὰρ αὐτὴν καὶ κατὰ Νεστόριον καὶ κατὰ τὸν ὀρθὸν εἰπεῖν λόγον λαβὴν παρασχεῖν τοῖς ἀκροαταῖς), οὐκ ἔστιν ἀναίτιος. Διὸ καὶ ὁ διαιτᾶν σοφὸς Κύριλλος ἐν μὲν τῷ θησαυρῷ τὸν Θεὸν Λόγον ὥσπερ τινὰ ποδήρη τὸν ἐκ Μαρίας ἄνθρωπον ἢ ναὸν ἀναλαβεῖν λέγει, ἐν δὲ ταῖς πρὸς Σούκενσον ἐπιστολαῖς· «Οὐκοῦν ἄνθρωπος, φησί, γέγονεν, οὐκ ἄνθρωπον ἀνέλαβεν, ὡς Νεστορίῳ δοκεῖ».
Καὶ ὅρα τῆς διαίτης τὸ ἀγχίνουν καὶ νηφάλιον. Ὁ μὲν ἄνθρωπον καὶ ναὸν ἀναλαβεῖν ἱερολογεῖ, Νεστόριον δὲ ἄνθρωπον ἀναλαβεῖν εἰπόντα παραγράφεται, εὐσεβῶς δὲ ἑκάτερον. Ὁ μὲν γὰρ ὑποστάντα τὸν ἄνθρωπον ἀναλαβεῖν Νεστόριος ἐσοφίζετο, ὁ δὲ οὐμενοῦν προϋποστάντα, ἐν ἑαυτῷ δὲ τοῦτον ὑποστήσαντα, κἀν τῷ ἀτρέπτῳ μεμενηκότα τῆς θεότητος, ἀληθῶς γενέσθαι καὶ ἄνθρωπον. Σοφῶς οὖν καὶ ὁμοίως διαπραττόμενος ὁ ἱερὸς Κύριλλος καὶ ἐν τῇ πρὸς Σούκενσον ἐπιστολῇ τὸ δύο φύσεις λέγειν ἀδιαιρέτους μετὰ τὴν ἕνωσιν, μὴ συνεπιφέροντα τὴν καθ’ ὑπόστασιν ἕνωσιν, μάχεσθαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην δογματίζουσί φησιν. Οὐ γὰρ αὐτάρκης οὕτως ἡμίτομος ἡ φωνὴ ῥηθεῖσα συνελθεῖν καὶ ὁμοφρονῆσαι τοῖς μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην κηρύττουσιν. Εἰ δὲ δύο τις φύσεις ἀδιαιρέτους εἰπὼν συμπαραλάβοι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, ὀρθῶς τε καὶ εὐσεβῶς ἐρεῖ, καὶ Κύριλλον εὑρήσει ὁμόψηφον. Καὶ ἄκουσον κατὰ τὸ τέλος τῆς αὐτῆς ἐπιστολῆς οἷα διέξεισι· «Τὸ ἀδιαιρέτως, φησί, προστεθὲν δοκεῖ μέν πως παρ’ ἡμῖν ὀρθῆς εἶναι δόξης σημαντικόν, αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσιν».
PG 103:1057Ὥστε εἰ οὕτως ἐνόουν, ὀρθοδόξως ἂν ἔλεγον καὶ τῇ Κυρίλλου γνώμῃ συνέβαινον. Ἔστι γὰρ τὸ ἀδιαίρετον αὐτῷ δόξης ὀρθῆς τοῖς συνάπτουσι τὴν φωνὴν ᾗ συνεπινοοῦσι τῆς καθ’ ὑπόστασιν ἑνώσεως, τοῖς αἱρετικοῖς δὲ διεσπασμένον καὶ τὸ ἀδιαίρετον· τῆς γὰρ καθ’ ὑπόστασιν ἑνώσεως αὐτὸ διασχίζουσιν. Οὕτω δ’ ἂν εἴη μεμφόμενος καὶ τοὺς λέγοντας μὲν δύο φύσεις ἀδιαιρέτους, τὴν καθ’ ὑπόστασιν δὲ μὴ συνομολογοῦντας ἕνωσιν· μάχονται γὰρ ὡς ἀληθῶς οὗτοι τοῖς μίαν φύσιν φρονοῦσι τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Τοὺς μέντοι μετὰ τοῦ λέγειν δύο φύσεις ἀδιαιρέτους ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει θεωρεῖν οὔτ’ ἂν μεμψαίμην ἐρεῖ, ὥσπερ οὐδὲ τοὺς ἀνατολικοὺς τὰ ὅμοια λέγοντας ἐμεμψάμην, ἀλλ’ οὔτε ἐμοὶ τἀναντία φρονεῖν οὔτε διαμάχεσθαι πρὸς τὴν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην οὐκ ἂν ψηφισαίμην. Σὺ δέ μοι συνδιασκόπει ὅπως οὐδ’ ἡ μία φύσις τοῦ Λόγου σεσαρκωμένη, ἁπλῶς οὕτω προαγομένη, οὐμενοῦν τὸ ἀνεπίληπτον οὐ διασῴζει.
Λέγοιτο γὰρ ἂν μία φύσις τοῦ Λόγου σεσαρκωμένη καὶ οἷς ἄψυχος ἡ προσληφθεῖσα νομίζεται σάρξ, καὶ οἷς τῶν συνελθόντων ἡ σύγχυσις δυσσεβεῖται, καὶ οἷς ἡ τοῦ Λόγου φύσις εἰς σάρκα φρενοβλαβῶς ἀναχεῖται. Ὁ δὲ τῆς ἀκριβείας διδάσκαλος Κύριλλος, ἕκαστον τῶν αἱρετικῶν φρονημάτων ὁμοτίμως βδελυσσόμενος, διὰ τῆς κοινῇ προκειμένης φωνῆς τὸ ἀδιαίρετον μὲν καὶ ἀσύγχυτον τῶν συνελθόντων τρανολογεῖ φύσεων, ἀπευθύνει δὲ ταύτην ἔτι μᾶλλον, τὴν σεσαρκωμένην φύσιν, ἐψυχῶσθαι δογματίζων ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Διὸ καὶ τοὺς ἀνατολικοὺς, ὡς πολλάκις εἴρηται, ταύτην μὲν τὴν φωνὴν οὐκ εἰπόντας, τὴν δὲ ἰσοδυναμοῦσαν προβαλλομένους (δύο γὰρ φύσεις εἶπον πρεσβεύειν ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει) καὶ μηδὲ τὸ ἀδιαιρέτους ἐπενεγκόντας ὀρθοδόξους ἀνεκήρυξε· καίτοι γε οὐδ’ αὐτοῖς ῥήμασι τὸ καθ’ ὑπόστασιν ἔγραψαν, ἀλλ’ ἐξ ὧν εἶπον ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν τὸν ἐκ Πατρὸς ἀχρόνως γεννηθέντα καὶ ἐκ τῆς θεοτόκου Μαρίας ἐπ’ ἐσχάτων, καὶ τὸν αὐτὸν πρεσβεύειν Θεόν τε καὶ ἄνθρωπον, ἅτε δὴ σύνδρομα εἰδὼς τὰ εἰρημένα τῇ καθ’ ὑπόστασιν ἑνώσει φωνῇ, ὁμοδοξεῖν αὐτὸν αὐτοῖς περιφανῶς ἐμαρτύρησε.
Δεῖ δ’ οὖν εἰδέναι ὡς οἱ τὴν καθ’ ὑπόστασιν ἕνωσιν εἰπόντες πατέρες ἡμῶν δύο τινῶν σύνοδον καθ’ ἕνωσιν ἀδιάσπαστον διὰ ταύτης τῆς φωνῆς δογματίζουσιν· εἰ δὲ ἀσύγχυτα τὰ συνελθόντα μεμένηκεν, οὐδὲν ἡ προκειμένη φωνὴ παραδίδωσιν. Ὡσαύτως καὶ τὸ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην λέγειν εἰς τὴν αὐτὴν μὲν ἔννοιαν σχεδὸν ὑποφέρεται, παρελκυσθῆναι δὲ πολλοῖς αἱρετικοῖς πρὸς τὸ βούλημα τὸ ῥᾴδιον ἐμπαρέχεται. Ὥστε οὐχ ἁπλῶς αὐτὴν παραδεκτέον, ἀλλ’ ὡς ὁ τὰ θεῖα σοφὸς ἐχρήσατο Κύριλλος, τουτέστι ψυχῇ λογικῇ τε καὶ νοερᾷ συνάπτοντα ἐψυχωμένην, καὶ τῶν συνελθόντων συνεπιθεωροῦντα τὸ ἀσύγχυτον. Οὕτω γοῦν ἑκατέρᾳ φωνῇ τῆς ἀκριβείας οὐκ ἐπιστατούσης, ἓν μὲν δηλοῦσι τὸ πρόςωπον, τῶν δὲ συνελθόντων οὐ τρανολογοῦσι τὸ ἀσύγχυτον. Πάλιν οἱ δύο φύσεις ἀδιαιρέτους δοξάζοντες τὸ μὲν ἀσύγχυτον διετράνωσαν, ἓν δὲ εἶναι τὸ πρόσωπον ἤτοι τὴν ὑπόστασιν οὐ συνδιετράνωσαν, ὥστε δεῖ καὶ τοὺς δύο φύσεις ἀδιαιρέτους λέγοντας ἢ τὴν καθ’ ὑπόστασιν ἐπισυνάπτειν ἕνωσιν ἢ τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἢ τὸν αὐτὸν Θεόν τε καὶ ἄνθρωπον·
Codex CCXXX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1059ἄνευ γὰρ ἑνὸς τῶν εἰρημένων τὸ ἀτελὲς ἡ φωνὴ προβαλλομένη δικαίως ἂν διελέγχοιτο. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διεληλυθὼς ὁ συγγραφεύς, καὶ παραίνεσιν παρακαλοῦσαν πρὸς ὁμόνοιαν καταβαλών, καὶ τὸν παρόντα διαναπαύει λόγον. Ὁ δὲ ἐφεξῆς αὐτῷ λόγος πρὸς τοὺς οἰομένους ἀνθρωπίναις ἐπινοίαις δύνασθαι τὴν ἀληθῆ τῶν Χριστιανῶν ὑποβάλλειν θεολογίαν διαλέγεται. Ἐν ᾧ θεολογήσας εὐσεβῶς, καὶ κρείττω πάσης ἐπιτεχνήσεως καὶ τῆς ἐκ λόγων σοφίας τὴν παρὰ Χριστιανοῖς ἀποδειξάμενος θεολογίαν, καὶ τὸ ἐξῃρημένον αὐτῆς ἀνυμνήσας, διαλαμβάνει ὡς ἐφ’ ἡμῶν μὲν αἱ τῶν ἰδιωμάτων διαφοραὶ φανερῶς διεστήκασι, καθ’ ἃς ἀπ’ ἀλλήλων διακρινόμεθα, καὶ τὰ χαρακτηριστικὰ τῆς τινος ὑποστάσεως θατέρας οὐκ οἶδε κοινοποιεῖν ἰδιώματα·
ἐπὶ δὲ τῆς ἁγίας Τριάδος αἱ ἰδιότητες ἀκίνητοι μένουσαι συνάπτονταί πως, διὰ τῆς ἀδιαιρέτου ἑνώσεως καὶ τὸ μίαν εἶναι τῶν ὑποστάσεων τὴν ἐνέργειαν πλείστην ἔχουσαι κἀν τῇ διακρίσει τὴν θεϊκήν τε καὶ ἄρρητον πρὸς ἀλλήλας συνάφειαν, καθ’ ἣν Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ καὶ Υἱὸς ἐν Πατρὶ καὶ Πνεύματι καὶ Πνεῦμα ἐν Υἱῷ καὶ Πατρὶ θεωρεῖται, τῆς συναφείας πανταχόθεν ἐπικρατούσης καὶ μηδ’ ἐν τοῖς ἰδιώμασι καινοτομούσης τὸ ἀδιαίρετον. Καὶ δὴ καὶ τὸ εἶναι ἄλλο τί ἐστιν ἐπὶ τῆς ὑπεραρχίου Τριάδος καὶ ἄλλο τὸ ἐν ἡμῖν· ἐκεῖ μὲν γὰρ τὸ ὂν ὑπὲρ τὸ εἶναι, ἐνταῦθα δὲ οὐδὲ κυρίως ὄν. Πῶς γὰρ ἂν εἴη κυρίως ὂν τὸ ἐκ μὴ ὄντων παρηγμένον, καὶ εἰς τὸ μὴ ὂν τῇ γε οἰκείᾳ φύσει ὑπορρέον, εἰ καὶ δῶρον ἐφιλοτιμήθη τοῦ δημιουργοῦ εἰς τὸ ἀεὶ εἶναι καὶ πρὸς ἀφθαρσίαν ἀναβιβάζεσθαι; Θεὸς οὖν ἡμῖν ἐστιν εἷς καὶ Τριὰς θεωρούμενος, πηγὴ τυγχάνων ἀπερινοήτου σοφίας καὶ ἁγιαστικῆς δυνάμεως. Ὅθεν εἷς Θεὸς καὶ Κύριος καὶ βασιλεύς, αὐτός τε ὁ Πατὴρ καὶ ἡ τελειοποιὸς σοφία αὐτοῦ καὶ ἡ ἁγιαστικὴ δύναμις.
PG 103:1061Ἀδιαίρετος γὰρ ὁ Πατὴρ πρός τε τὴν ἑαυτοῦ σοφίαν καὶ τὴν ἁγιαστικὴν δύναμιν, ἐν μιᾷ φύσει προσκυνούμενος, οὐκ εἰς ἕνα καὶ ἕνα μεριζόμενος Θεόν, καθάπερ ἐφ’ ἡμῶν, οἳ τῷ ἀκοινωνήτῳ τῶν ἰδιωμάτων καὶ τῷ διαφόρῳ τῆς ἐνεργείας μεριζόμεθά τε καὶ διαιρούμεθα, καὶ τῇ διόλου τομῇ τὴν πρὸς ἀλλήλους διαφορὰν ὑφιστάμεθα. Διὸ οὐδὲ ἔστιν εἰπεῖν, ὥσπερ ἐφ’ ἡμῶν, οὕτω καὶ ἐπ’ αὐτῆς, ὅτι τόδε τοῦδε πρῶτον ἢ ἐκεῖνο τοῦδε δεύτερον ἢ τρίτον. Μονὰς γὰρ ἀληθῶς ἡ Τριάς, καὶ Τριὰς ἡ μονάς, οὔτε διότι μονάς, τὴν Τριάδα συστέλλουσα, οὔτε διότι Τριάς, τὴν ἑνάδα διατέμνουσα· οὐδὲ γὰρ τὸ ἓν ἐπὶ τῆς θείας οὐσίας ὡς ἐπὶ τῶν κτισμάτων νοοῦμεν, παρ’ οἷς οὐδὲ τὸ κυρίως ἕν ἐστι θεωρῆσαι. Οὐ γὰρ τὸ ἓν ἀριθμῷ ἐφ’ ἡμῶν καὶ κυρίως ἕν. Καὶ γὰρ τὸ ἐφ’ ἡμῶν λεγόμενον ἓν οὐ κυρίως ἕν, ἀλλά τι ἕν. Τοῦτο δὲ ἕν τέ ἐστι καὶ οὐχ ἕν, ἅτε δὴ καὶ τοῦ ἑνὸς φέρον τὴν κλῆσιν καὶ πρὸς τὸ πολλὰ εἶναι μεριζόμενον. Εἰ δὲ καὶ ὡς νοῦν οἱ θεολόγοι τὸ ἓν ἐπὶ τῆς θείας ὑμνοῦσι φύσεως, ἀλλὰ διὰ μόνην τὴν ἀπαθῆ τοῦ Λόγου γέννησιν τοῦτο παραλαμβάνουσιν. Ἡ γὰρ εὐσεβὴς ἔννοια καὶ τῆς τοῦ νοῦ φύσεως ὑπεριδρυμένην θεολογεῖ τὴν θεότητα.
Καὶ γὰρ καὶ κατὰ τὸν νοῦν ταυτότης ὁρᾶται καὶ ἑτερότης, κίνησίς τε καὶ στάσις, καὶ τῆς διπλόης παντελῶς οὐκ ἐξίσταται, ἀλλὰ στάσις μὲν αὐτῷ διὰ τὴν τῆς οὐσίας ἐνορᾶται ταυτότητα, ἑτερότης δὲ καὶ κίνησις διὰ τὴν αὐτεξούσιον ὁρμὴν καὶ ἐνέργειαν· οὐ γάρ ἐστι ταὐτὸν ἓν εἰπεῖν καὶ μετὰ τῆς πρὸς ἕτερα παραθέσεως ἕν. Ὅθεν εἰ καὶ εἷς τῷ ὑποκειμένῳ τυγχάνει, ἀλλὰ νοῶν ἑαυτὸν καὶ ὑφ’ ἑαυτοῦ γινωσκόμενος ἀνθ’ ἁπλοῦ διπλοῦς ἀποδείκνυται. Ὅπερ, καὶ εἴ τι ὅμοιον, τοῦ κυρίως ἑνὸς καὶ τῆς μακαρίας φύσεως παντελῶς ἠλλοτρίωται. Διόπερ οὐκ ἔστιν οὐδὲ τῷ ἀριθμῷ ἓν ἢ ὡς ἀρχὴ ἀριθμοῦ, οὐδὲ ὡς μέγεθος ἢ ὡς ἀρχὴ μεγέθους· πάσης γὰρ ποσότητος καὶ μέρους καὶ συνθέσεως ὑπερίδρυται. Ἀλλ’ εἰ δεῖ θαρρήσαντα εἰπεῖν, ἕν ἐστι τὸ θεῖον κατὰ τὴν ἁπλότητα τῆς ὑπάρξεως, οὐχ ὡς ἓν τριώνυμον θεωρούμενον ἢ εἰς μέρη διαιρούμενον ἢ ἐκ πλειόνων συγκείμενον·
ἄρρητον γάρ ἐστι καὶ ἀκατονόμαστον τοῦτο τὸ ἕν, ἐπεὶ καὶ αὐτοῦ τοῦ ἑνός ἐστιν αἴτιον, πάσης ἑνάδος ἑνοποιὸν καὶ παντὸς ἑνὸς καὶ πλήθους ὑπεραπλούμενον, διὰ τὸ κυρίως ἓν εἶναι καὶ ἐν πᾶσιν εἶναι καὶ ὑπὲρ πάντα γινώσκεσθαι, οὐσιοποιὸν μὲν ἁπάντων τῶν ὄντων, ὑπεριδρύμενον δὲ ἐν τῇ ὑπερουσίῳ καὶ ἰδίᾳ μονότητι, ἑνὰς καὶ μονὰς θεολογούμενον, Υἱὸς ἐν Πατρὶ καὶ Πατὴρ ἐν Υἱῷ γινωσκόμενον, Πνεῦμα ἅγιον ἐκπορευόμενον ἐκ Πατρός, ἀρχὴν μὲν ἔχον τὸν Πατέρα, δι’ Υἱοῦ δὲ εἰς κτίσιν ἐπ’ εὐεργεσίᾳ τῶν δεχομένων ἐρχόμενον, οὐ καθ’ ὕφεσιν γινωσκομένης τῆς γεννήσεως, οὐ κατὰ τομὴν θεωρουμένης τῆς ἐκπορεύσεως. Εἰ γάρ τις δοίη ταῦτα, καὶ ἐπὶ τετράδα καὶ πεντάδα καὶ ἐπ’ ἄπειρον τὴν πρόοδον ῥυῆναι κατὰ τοὺς Ἑλλήνων μύθους συγκατασκευάσειεν. Ἓν οὖν κυρίως τὸ θεῖον, πληθυσμὸν οὐδένα παραδεχόμενον, ὡς ἀκριβής τε καὶ ἀληθὴς ἑνότης κατὰ τὴν φυσικήν, εἰ χρὴ φάναι, θεωρούμενον ταυτότητα.
PG 103:1063Ὅθεν εἰ καὶ ὑποστάσεις ἢ πρόσωπα ἢ ἰδιότητας ὀνομάζομεν, ἃ ὁ νοῦς ἔγνω, καθ’ ὅσον δυνατόν ἐστιν, ἑρμηνεῦσαι βουλόμενοι, οὐ τὸ ἓν διαιροῦμεν, οὐ τὴν μονάδα μερίζομεν, οὐ τὴν ἑνάδα διασπῶμεν, ἀλλὰ τῇ ἀϊδίῳ μονότητι θεολογοῦντες ταύτην ἐν τρισὶν αὐτὴν συνθεολογοῦμεν ὑποστάσεσιν, οὐκ ἀνθρωπίνοις λογισμοῖς τὰ ὑπὲρ νοῦν ὑποβάλλοντες, οὐδὲ περινοητικαῖς ἐρεύναις τὰ ὑπὲρ εὕρεσιν ἐνυβρίζοντες. Διὸ τοὺς παρὰ ταῦτα ἢ τὴν ἄρρητον ἑνότητα διατέμνοντας ἢ τὸ τριαδικὸν τῶν ὑποστάσεων εἰς μοναδικὴν πενίαν συγκλείοντας ὡς τῆς εὐσεβείας πολεμίους ἐκτρεπόμεθα. Ταῦτα καὶ τοιαῦτα διεξελθὼν πρὸς τοὺς ἰδίωμα μόνον εἶναι κενολογήσαντας τὴν ὑπόστασιν ἀντιφθέγγεται, καὶ πλείοσι τῆς εὐσεβείας λογισμοῖς τὴν αὐτῶν ἐπιστομίζει κακόνοιαν. Εἰ γὰρ ταὐτὸν ὑπόστασις καὶ ἰδίωμα, ἐνανθρωπῆσαι δὲ τὴν τοῦ Λόγου φαμὲν ὑπόστασιν, ἀλλὰ τὸ ἀκόλουθον γνώριμον ὄν, καὶ πρὸς βλασφημίαν γνωριμώτερον, εἰς τὰς κεφαλὰς τῶν ῥηθῆναι βιασαμένων σιγῇ ἀπερρίφθω. Πῶς δὲ καὶ τὸ Πνεῦμα, εἴπερ ἰδίωμα, δύναιτ’ ἂν τοῦ Πατρὸς ἐκπορεύεσθαι καὶ παρὰ τοῦ Πατρὸς ἐπ’ εὐεργεσίᾳ τοῦ πλάσματος ἀποστέλλεσθαι;
Ἀλλὰ καὶ πᾶσα ὑπόστασις τῶν ὑφεστηκότων ἐστὶ καθ’ ἑαυτά· ἰδίωμα δέ, πῶς ἂν ὑποσταίη καθ’ ἑαυτό, μὴ ἐκείνῳ ἑδρασθὲν οὗ καὶ εἶναι ἰδίωμα λέγεται; Καὶ ἐν τρισὶ μὲν ὑποστάσεσιν ὁ ἱερὸς τῶν πατέρων χορὸς τὴν θεϊκὴν οὐσίαν δογματίζει, ἐν τρισὶ δὲ ἰδιώμασιν οὐδεὶς ἂν φαίη. Τοὐναντίον γὰρ ἐν μὲν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ὁρᾶται τὰ ἰδιώματα, αὐτὴν δὲ ἐν ἰδιώμασιν οὐκ ἄν τις φαίη. Εἰ γὰρ καὶ τῷ θεολόγῳ εἴρηται τὴν μίαν φύσιν ἐν τρισὶν ὑπάρχειν ἰδιότησιν, ἀλλὰ πρῶτον μὲν οὐ ταὐτὸν ἰδιότης καὶ ἰδίωμα, ἔπειτα δὲ οὐδ’ εἰ ὁ πατὴρ κατεχρήσατο τῇ φωνῇ, ταύτην λαβὼν ἀντὶ τῆς ὑποστάσεως, ἤδη ταὐτόν τις εἶναι δογματίσει τὴν ὑπόστασιν καὶ τὴν κυρίως ἰδιότητα. Εἰ δὲ καὶ χαρακτηριστικὸν καθέστηκεν ἡ ἰδιότης τῆς ὑποστάσεως, ὥσπερ Βασιλείῳ τε καὶ πολλοῖς τῶν πατέρων δοκεῖ, οὐδὲν μὲν ἄτοπον τὸν ἱερὸν Γρηγόριον εἰπεῖν ἐν τρισὶν ἰδιότησιν, οὐ ταὐτὸν ὑπάρχειν νομοθετοῦντα τῇ ὑποστάσει τὴν ἰδιότητα, ἀλλ’ ὡς ἐκ τοῦ μάλιστα χαρακτηριστικοῦ, τουτέστι τῆς ἰδιότητος, ἐπονομάζοντα τὴν ὑπόστασιν, διὸ καὶ ἐπάγει· νοεραῖς, τελείαις, καθ’ ἑαυτὰς ὑφεστώσαις, ὅπερ οὐδεὶς ἂν νοῦν ἔχων ἐπὶ τῶν ἰδιωμάτων παραδέξαιτο.
PG 103:1065Χωρὶς δὲ τῶν εἰρημένων, τὰς μὲν ὑποστάσεις ἡ ἁγία πρώτη σύνοδος ὁμοουσίους ἀνεκήρυξε, τὰ δὲ ἰδιώματα πῶς ἄν τις μὴ μελαγχολῶν ἀποφήνοι ὁμοούσια; Εἰ δέ τις ὁμοούσια ἀποθρασυνθείη λέγειν τὰ ἰδιώματα, ὅτι ἐν τῇ αὐτῇ πολλάκις οὐσίᾳ συντρέχοντα ὁρᾶται, λέληθε μὲν αὐτὸς ἑαυτὸν ἕτερον ἀναπλάττων ὁμοουσίου σημαινόμενον, ἄλλως τε δὲ καὶ τὰ ἑτερογενῆ οὗτος, ποσότητά φημι καὶ ποιότητα καὶ ὅσα ἄλλα ἀδύνατον εἰς μίαν φύσιν συνελθεῖν, ταῦτα πάντα ὁ καινὸς νομοθέτης οὗτος παρακελεύεται νοεῖν τε καὶ λέγειν ὁμοφυῆ τε καὶ ὁμοούσια· ἐν γὰρ τῇ ἡμετέρᾳ οὐσίᾳ φανερῶς ὁρᾶται καὶ ποιότης καὶ ποσότης καὶ πρός τι καὶ εἴ τι τούτοις εἰς ἀκοινωνήτους ἀρχὰς συνδιῄρηται. Ἀλλὰ τοῦτο μὲν αὐτάρκως ἔδωκε τὸν ἔλεγχον τὸ ἀτόπημα. Ἀλλ’ οὐδ’ οὕτω σιγᾶν οἶδε τὸ φίλερι. Φασὶ γάρ τινες συμπλοκὴν οὐσίας καὶ ἰδιώματος εἶναι τὴν ὑπόστασιν· ὃ περιφανῶς συνεισάγειν οἶδε τὴν σύνθεσιν, καὶ ποῦ ἂν εἴη τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς ἐν τῇ Τριάδι Θεότητος;
Οἱ δὲ καὶ Βασίλειον προϊστῶσι τὸν μέγαν τῆς φωνῆς διδάσκαλον, οὐκ ἐθέλοντες νοεῖν ὡς ὁ σοφὸς ἐκεῖνος ἀνὴρ οὔτε ὅρον οὔτε ὑπογραφὴν ἀποδιδοὺς ὑποστάσεως τὸ τῆς συμπλοκῆς παρέλαβεν ὄνομα, ἀλλὰ βουλόμενος ἐπιστομίσαι τὸν ἀνόμοιον τὴν ἀγεννησίαν καὶ τὴν οὐσίαν εἰς ταὐτὸν ἀγαγεῖν φιλονεικήσαντα, καὶ τὴν πρὸς τὸ γεννητὸν τοῦ ἀγεννήτου διαφορὰν εἰς τὸν τῆς οὐσίας λόγον μεταγαγεῖν, ἵνα μὴ μόνον διαφόρους, ἀλλὰ καὶ ἀντικειμένας οὐσίας εἰσάγοι ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Διὰ τοῦτο ὁ τοὺς λόγους οἰκονομῶν ἐν κρίσει Βασίλειος, ἐν τῷ πρὸς τὸν ἀνόμοιον ἀγῶνι, τῷ κοινῷ συμπλέκει τὸ ἴδιον, ἀσύγχυτον ἡμῖν καὶ διακεκριμένην μεθοδεύων τὴν τῆς ἀληθείας κατάληψιν. Ἀπορεῖ μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς ἁπλῇ καὶ μιᾷ προσβολῇ τὸ ἑνιαῖον ἅμα καὶ ἁπλοῦν καὶ τὸ τρισσὸν καταλαβεῖν τῶν ὑποστάσεων· διὸ τῇ τῶν ἰδιωμάτων, ὡς ὁ διδάσκαλος ἔφη, προσθήκῃ τὴν ἰδιάζουσαν ἀφορίζει τῶν ὑποστάσεων ἔννοιαν καὶ ἔστι μὲν ἡ μέθοδος ἀσθενείας ἐπίκουρος καὶ τῆς περὶ τὸ ἀκατάληπτον συνεργὸς καταλήψεως, οὐ μήν γε συμπεπλεγμένον τὸ ἁπλοῦν τῆς θεότητος ἢ ὅλως τινὰ τῶν ταύτης ὑποστάσεων οὐμενοῦν οὐδαμῶς ἀπεργάσαιτο.
Διὸ καὶ ἐπήγαγεν ὡς ἀμήχανον ἰδιάζουσαν ἔννοιαν Πατρὸς λαβεῖν ἢ Υἱοῦ, μὴ τῇ τῶν ἰδιωμάτων προσθήκῃ τῆς διανοίας διαρθρουμένης. Καὶ ὅπερ ἐν τοῖς προλαβοῦσι συμπλοκὴν ἐκάλεσε, τοῦτο νῦν προσθήκην ὠνόμασε. Σαφέστερον δὲ τὸ εἰρημένον ποιῶν· «Οὐ γὰρ οἱ δεικτικοί, φησί, τῆς ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος αὐτοῦ λόγον παραλυπήσουσιν· ἢ οὕτω γε ἂν πάντα, ὅσα περὶ Θεοῦ λέγεται, σύνθετον ἡμῖν τὸν Θεὸν ἀναδείξῃ». Ταῦτα διελθὼν ὁ καλὸς Εὐλόγιος ἄλλην ἀπορίαν κινουμένην ἵστησιν. Ἆρα γάρ, φησίν, ἡνίκα τὸ ἴδιον συμπλέκομεν τῷ κοινῷ, ψευδόμενοι τοῦτο ποιοῦμεν; ἢ ἀληθεύοντες; Ἀλλ’ εἰ μὲν ψευδόμενοι, τί καὶ προφέρομεν λέξεις ὧν μὴ ἔστι λαβεῖν ὑποκείμενον; Εἰ δ’ ἀληθεύοντες, συμπεπλεγμένον ἂν εἴη καὶ ἡ τῆς Τριάδος, ἐφ’ ἣν τὴν φωνὴν φέρομεν, ὑπόστασις. Ἡ μὲν ἀπορία τοιαύτη· ἀνασκευάζει δὲ αὐτὴν δι’ ὧν εἶπε πρότερον. Ἐξασθενῶν γάρ, φησί, περὶ τὴν τοῦ ὄντος ὄντως θεωρίαν ὁ νοῦς ὁ ἀνθρώπινος βιάζεταί πως συμπεπλεγμέναις χρῆσθαι φωναῖς καὶ τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, τὸ ἁπλοῦν ἅμα καὶ διακεκριμένον τῶν ὑποστάσεων ἁπλῶς καὶ καθ’ αὑτὸ ὑποδηλῶσαι μὴ δυνάμενος·
PG 103:1067ὡς εἴ γε οἷόν τε ἦν ἁπλῇ τὸ ἁπλοῦν ἀπαγγεῖλαι φωνῇ, τῇ συμπλοκῇ τῶν λέξεων οὐκ ἂν ὁ νοῦς ἀπεκέχρητο. Ἀλλ’ οὐ συμφέρεται τῇ εὐτελείᾳ τῶν ῥημάτων τῆς θείας οὐσίας τὸ ἀκατάληπτον, ἐπεὶ καὶ αὐτὸς ὁ διδάσκαλος συμπλοκὴν εἰπὼν ἐφεξῆς τὸ θεῖον ἁπλοῦν πάντῃ καὶ ἀσύνθετον καὶ ἀλλαχοῦ πολλάκις ἀνύμνησε, μονονουχὶ βοῶν ὡς ἀσθενείας ἐστὶν ἡ προσθήκη καὶ ἡ συμπλοκὴ πρόβλημα, πρὸς κατάληψιν ἡμᾶς τῆς ἀληθείας χειραγωγοῦσα, οὐ μέντοι γε τὸ ἁπλοῦν τῆς φύσεως καὶ ἀσύνθετον εἰς διπλόην καὶ σύνθεσιν καταγαγεῖν ποθὲν τόλμαν εἴληφεν. Ἀρρήτως γὰρ καὶ ἀνεπινοήτως ἕν τε ὑπάρχον καὶ Τριὰς θεωρούμενον τὸ προσκυνούμενον τὸ μὲν κατὰ τὴν ἄσχετόν τε καὶ ὑπὲρ ἡμᾶς θεολογίαν κατανοεῖται, τὸ δὲ κατὰ τὴν σχετικήν τε καὶ περὶ ἡμᾶς. Τὴν μὲν οὖν ἀπορίαν οὕτως ἔδοξεν ἐπιλύεσθαι.
Εἰ δέ τις οὐδὲν ἧττον ἐρεῖν οἴεται τὸ ἠπορημένον τοῖς ἀπ’ ἀρχῆς ἐπερείδεσθαι, προσλαβέτω τῷ λόγῳ ὅτι καὶ ὅπερ ἄφραστον λέγομεν ῥήμασιν ἀπαγγέλλομεν, καὶ τὸ ἀπερινόητον σκιαγραφοῦμεν διὰ νοήσεως, καὶ τὸ ἄχρονον χρονικαῖς ἐπιβολαῖς καὶ κινήσεσιν ὑποβάλλομεν, καὶ τὸ ἀδιάστατον καὶ ἀκίνητον κινουμέναις τε καὶ διισταμέναις φαντασίαις ἀνατυπούμεθα. Ὥστε εἰ, ἃ πάσχομεν περὶ τὴν τοῦ θείου θεωρίαν ἀναγόμενοι, ταῦτά τις ἐνορᾶν καὶ περὶ αὐτὸ ἐκβιάσαιτο, τὰ ἄνω κάτω ποιήσει, καὶ πρὸ πάντων αὐτὸς ἑαυτὸν ἀμηχανίας βυθῷ παραπέμψει. Ὁ δὲ ἱερὸς Εὐλόγιος ἀπὸ τῆς προταθείσης ἀπορίας ἑτέραν ἀναφυομένην διέξεισιν. Εἰ γὰρ μήτε ἰδίωμά φησιν ἡ ὑπόστασις μήτε συμπλοκὴ οὐσίας καὶ ἰδιώματος, τί ἂν εἴη ἕτερον; Καὶ ἐπιλύεται λέγων ὡς ὑπόστασιν μὲν καλεῖν τὸν ἕνα τῆς Τριάδος παρὰ τῆς ἐκκλησίας μεμαθήκαμεν. Τί δέ ἐστιν ὑπόστασις; Εἰ μὲν ἐπὶ κτισμάτων ἡ ἐρώτησις, οὐ πάνυ χαλεπόν ἐστιν ἀποκρίνασθαι διὰ τὸ καὶ τὴν περὶ ταῦτα ἁμαρτίαν τε καὶ ἀποτυχίαν μὴ λίαν εἶναι ὑπεύθυνον, εἰ δὲ περὶ τῆς ἁπλῆς καὶ μακαρίας φύσεως, οὐδὲν παρ’ ὃ παρέδοσαν οἱ θεοφόροι πατέρες ἀσφαλές ἐστιν ἀποκρίνασθαι.
PG 103:1069Πλὴν οὐδὲν κωλύει γραφικῶς φάναι ὡς ἡ τοῦ Υἱοῦ ὑπόστασις εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, ὅλον ἐν ἑαυτῇ τὸν Πατέρα δεικνύουσα. Εἰ δὲ καὶ σοφίαν αὐτὴν πατρικὴν εἶναι ἀποκριθήσομαι ἢ λόγον ἢ δύναμιν τοῦ Πατρὸς, τῇ ἱερολογίᾳ συμφθέγγομαι. Καὶ περὶ τῆς τοῦ Πατρὸς δὲ καὶ Πνεύματος ὑποστάσεως τοιαῦτα ἄν τις ἐκ τῶν ἱερῶν λογίων ἀναλεγόμενος, καὶ διδοὺς τοῖς ἐπερωτῶσιν ἀπόκρισιν, εὐσεβῶς τε καὶ ἀνεπηρεάστως ἀποκρίνοιτο. Σὺ δ’ ἂν δυνήσῃ λέγειν, ἀποδιδοὺς τὸν λόγον τῆς ὑποστάσεως τοῦ Υἱοῦ, Θεὸν ἐκ Θεοῦ ἀχρόνως τε καὶ ἀπαθῶς γεννηθέντα. Ὁμοίως δὲ καὶ τοῦ Πνεύματος, Θεὸν ἐκ Θεοῦ ἀϊδίως τε ἐκπορευόμενον καὶ ἀρρεύστως. Ὡσαύτως δὲ καὶ τοῦ Πατρὸς τὴν ὑπόστασιν λόγῳ παριστάναι μέλλων φήσεις, ἐξ οὗ γεγέννηται ὁ Θεὸς Λόγος, τομῆς ἁπάσης καὶ παντὸς πάθους μηδὲ κατ’ ἐπίνοιαν θεωρουμένης τῇ προόδῳ τῆς γεννήσεως· εἰ βούλει δέ, καὶ ἐξ οὗ τὸ Πνεῦμα ἀφράστως τε καὶ ἀνεπινοήτως καὶ ἀπαθῶς καὶ συναϊδίως ἐκπορεύεται, καὶ εἴ τι ἄλλο τοιουτότροπόν ἐστιν εἰπεῖν, τῆς θεοπνεύστου γραφῆς τὴν πνευματικὴν σοφίαν πηγαζούσης ἡμῖν καὶ συνεργούσης τῷ βουλήματι.
Καίτοι οὐδὲ τὰ ῥηθέντα παντελῶς ἐστιν ἐλεύθερα φαντασίας ἀνατυπουμένης τὴν σύνθεσιν· ἀλλὰ τῷ γε μὴ τῷ ῥήματι τῆς συνθήκης καὶ τῆς συμπλοκῆς καὶ τῶν τοιούτων προσχρήσαςθαι οὐ δοκεῖ θορυβεῖν τὸν ἀκροατὴν οὐδὲ προσίστασθαι. Ἀλλ’ ἐν τούτοις μὲν αὐτῷ καὶ ὁ παρὼν ἀπαρτίζεται λόγος. Γράφει δὲ ὁ αὐτὸς ἱερὸς ἀνὴρ καὶ πρὸς Δομετιανόν (Μελιτηνῆς δὲ οὗτος ἐπίσκοπος) οὐκ ἀπρόσφορον εἶναι παριστῶν τὸ μίαν λέγειν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Ὁ μὲν γὰρ οὐκ ἀνεύθυνον ἐτίθει τὸν ἱερὸν Εὐλόγιον κεχρημένον τῷ ῥήματι. Ὁ δὲ οἷς πολλάκις ἐν τοῖς προλαβοῦσι λόγοις τὴν φωνὴν ἐπικουρήσας καὶ τοῖς ὀρθῶς αὐτὴν ἐκλαμβάνουσιν εὐσεβῶς ἔχουσαν παρασχών, καὶ ὡς οἱ λέγοντες μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην οὐ μίαν φύσιν ἁπλῶς φασιν ἐξ ἀμφοτέρων γεγονέναι τῶν φύσεων, ὥστε καὶ συγχύσει τὰ συνελθόντα περιπεσεῖν, ἐκεῖνο δὲ μᾶλλον βούλεσθαι ὡς ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς ἡνώθη σαρκὶ καθ’ ὑπόστασιν, ὁ αὐτὸς καὶ Θεὸς καὶ ἄνθρωπος ὤν, ὡς καὶ τῷ θεολόγῳ δοκεῖ· «Ὁ λόγος γάρ, φησί, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν».
Ταῦτα διὰ πλάτους εἰπὼν καὶ ἀπολογησάμενος οὕτω δοξάζειν καὶ Κύριλλον ἐπαγγέλλεται, ἐν οἷς μάλιστα λέγει· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες». Οὐκοῦν τὰς δύο φύσεις ἡ παροῦσα φωνὴ τῷ ἀδιαιρέτῳ εἰσήνεγκεν ἐπισφίγγουσα, ὡς αὐτὸς ἐμβοᾶται ὁ Κύριλλος. Διὸ καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην πολλάκις φαίνεται φάμενος, μίαν δὲ φύσιν Χριστοῦ ἁπλῶς εἰπὼν οὐκ ἂν ἁλοίη. Τί δ’ ἂν εἴη φύσις ἀνθρωπότητος ἤ, ὡς αὐτὸς πάλιν ἐν ἄλλοις ἐδίδαξε, σὰρξ ἐψυχωμένη νοερῶς; Ὡς καὶ διὰ τοῦτο πάλιν σῴζεσθαι τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον.
PG 103:1071Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὡς οἱ ὀρθοδόξως λέγοντες καὶ κατὰ Κύριλλον μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην οὐ πρὸς ἄλλον ἀφορῶσι σκοπόν, ἢ ὅστις αὐτοῖς τὴν τοιαύτης φωνὴν ἐπιδείκνυσι τὰς δύο φύσεις ἐπὶ τοῦ δεσπότου Χριστοῦ τῷ ἀδιαιρέτῳ πάντως συνεισάγουσαν. Ἐν τῷ γὰρ εἰπεῖν τὸν μακάριον Κύριλλον σῴζεσθαι δι’ αὐτῆς τῶν συνδραμόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον, ποῖος ἂν ἄλλος παρεισαχθείη σκοπὸς ἢ ὁ τὰς δύο φύσεις ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ σῳζομένας κηρύττων ἀδιαιρέτους καὶ ἀποδεχόμενος; Καὶ τοῦτο φανερώτερον καὶ ἐν τῇ πρὸς Σούκενσον ὁ αὐτὸς δευτέρᾳ ποιεῖται ἐπιστολῇ. Ἑρμηνεύων γὰρ ἐν αὐτῇ τί ποτέ ἐστιν αὐτῷ δηλοῦσα ἡ μία φύσις τοῦ Λόγου σεσαρκωμένη, καὶ εἰπὼν ὡς ἔστιν Υἱὸς ὁ φύσει καὶ ἀληθῶς, εἰ καὶ κατὰ πρόσληψιν σαρκὸς οὐκ ἀψύχου ἀλλ’ ἐψυχωμένης νοερῶς προῆλθεν ἄνθρωπος ἐκ γυναικός, καὶ ἐπενεγκὼν ὡς οὐ διὰ τοῦτο μερισθήσεται εἰς δύο πρόσωπα ἢ υἱούς, ἀλλὰ καὶ οὕτω διαμένει εἷς, προστίθησι πῶς οὐκ ἄσαρκος οὐδὲ ἔξω σώματος, ἀλλ’ ἴδιον ἔχων αὐτὸ (δηλονότι τὸ σῶμα) καθ’ ἕνωσιν ἀδιάσπαστον. Κἀν τῇ πρὸς ....
δὲ ἐπιστολῇ καὶ ἐν ἄλλοις πολλοῖς τὰ αὐτὰ διδάσκων εὑρίσκεται. Ἀλλ’ οἱ περὶ Σεβῆρον τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν ὁμολογεῖν οὐκ ἀνεχόμενοι, κακούργως τε καὶ δυσσεβῶς πρῶτον μὲν τάττουσι τὰς φωνὰς αἳ τὴν διαφορὰν δηλοῦσι τῶν φύσεων, ἔπειτα δέ, ὡς δῆθεν ἀνατρέποντες αὐτάς, τὴν μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ἐπάγουσιν. Οὐχ οὕτω δὲ ποιεῖ ἡ εὐσέβεια, ἀλλὰ ταύτην προσθεῖσα τὴν φωνήν, εὐθὺς ἐφεξῆς δείκνυσι καὶ διὰ ταύτης σῴζεσθαι πάλιν τῶν συνελθόντων εἰς ἕνωσιν ἀδιαιρέτως ἑκάτερον, ἐλέγχουσα τοὺς δυσσεβεῖς ὡς ἡ μία τοῦ Λόγου φύσις σεσαρκωμένη οὐδὲν ἕτερον ἢ τὴν ἀδιάσπαστον καὶ καθ’ ὑπόστασιν ἕνωσιν δηλοῖ, φυλαττομένων κατὰ πάντα καιρὸν ἐν τῷ ἀσυγχύτῳ τῶν φύσεων. Δύο γὰρ φύσεις ἀδιαιρέτους δοξάζει, ὡς τὸ διάφορον τῶν συνελθόντων κηρύττουσα, καὶ μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην, ὡς τὸν αὐτὸν τοῦ Πατρὸς προαιώνιον Λόγον ἐνανθρωπῆσαι καὶ σαρκωθῆναι δογματίζουσα.
PG 103:1073Ταῦτα καὶ τοιαῦτα ὑπὲρ τῆς προκειμένης ἀπολογησάμενος φωνῆς, καὶ τὰ αὐτὰ τὴν ἐν Καλχηδόνι σύνοδον φρονοῦσάν τε καὶ κηρύττουσαν ἐπιδειξάμενος διά τε ἄλλων καὶ ἐξ ὧν τοῦ ἐν ἁγίοις Φλαβιανοῦ ἰδιόχειρον πίστιν ἀναγνωσθεῖσαν ἡ σύνοδος ἐπεκύρωσεν, ἀπαλλάττει μὲν τὴν φωνὴν αἱρετικῆς ὑπολήψεως, ἀπαλλάττει δὲ καὶ ἑαυτὸν οὐκ εὐαγοῦς ὑπονοίας, ἣν περὶ αὐτοῦ ὁ Δομετιανὸς ὑπετόπαζε, νομίζων αὐτὸν οὐ κατὰ γνώμην ἐνδιάθετον τὴν τοιαύτην οἰκειοῦσθαι καὶ προάγειν φωνήν, ἐξ οἰκονομίας δέ, καὶ ὥστε δι’ αὐτῆς τοὺς ἀκροατὰς εὐμηχάνως ἄγειν πρὸς ἑνότητα, καὶ τὰς προφάσεις περικόπτειν τῶν τῆς καθολικῆς ἐκκλησίας διαστάσεων. Ταῦτα καὶ τοιαῦτα ἕτερα ἐπιστείλας, ἅπερ κἀν τοῖς προλαβοῦσι λόγοις διεξελήλυθε, καὶ θερμὸν ἑαυτὸν τῆς τε κατὰ Καλχηδόνα συνόδου πρόμαχον καὶ τῆς τοῦ ἐν ἁγίοις πάπα Λέοντος ἐπιστολῆς διὰ πολλῶν, ὧνπερ διαφόρως ἔγραψε, παραστησάμενος, πέρας τῷ γράμματι ἐπιτίθησι. Γράφει δὲ ὁ αὐτὸς θεσπέσιος ἀνὴρ καὶ πρὸς Χριστοφόρον τινὰ, ὃν αὐτὸς ὁσιώτατον ἐπιγράφει, γραφικῶν ἐρωτήσεων αἰτησάμενον λύσεις. Τὰ δὲ ἠρωτημένα ἐστὶ πρῶτον μέν, πῶς δεῖ νοεῖν τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἰρημένον·
«Καὶ ἐπέσεισεν ὁ Θεὸς τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν» καὶ μετὰ ταῦτα, ὅτι ἠρίθμησεν, ἠγανάκτησε κατ’ αὐτοῦ; Καὶ ἐπιλύεται, ὅτι Θεὸν πολλάκις ἡ γραφὴ, ὥσπερ καὶ Κύριον, οὐ μόνον τὸν ἀληθινὸν ὀνομάζει Θεόν, ἀλλὰ καὶ αὐτὸν τὸν τῆς πονηρίας ἄρχοντα. Κατὰ τοῦτο γὰρ τὸ σημαινόμενον καὶ τὸν Παῦλον φάναι· «Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰς καρδίας τῶν ἀπίστων». Καὶ ὁ Σωτήρ· «Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν». Διὸ καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀπαρακαλύπτως τὸν διάβολον λέγει τὸν ἐπισείσαντα τὸν Δαβὶδ ἀριθμῆσαι τὸν λαόν. Πλὴν καὶ τὸ παρ’ ἡμῖν ἀντίγραφον οὐχ ὡς τὸ ἀποσταλὲν παρὰ σοῦ περιέχει. Ἔχει γὰρ· «Καὶ προσέθετο ὀργὴ Κυρίου ἐκκαῆναι ἐν Ἱερουσαλήν, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἐν αὐτοῖς» καὶ ἑξῆς, ὡς δοκεῖν πως ὀργὴν ἐνταῦθα λέγεσθαι κυρίου τὸν εἰρημένον ἐν Παραλειπομένοις διάβολον. Εἴτε δὲ οὕτως εἴτε ὡς γέγραφας ἔχει τὸ ῥητόν, οἶμαι φανερῶς τὴν λύσιν ἀναμφίβολον προελθεῖν. Ὅτι δὲ ὁμώνυμον καὶ τὸ Κύριος καὶ τὸ Θεός, καὶ (ὡς ἐρρήθη πολλάκις) καὶ ἐπὶ τοῦ ἀντικειμένου παραλαμβάνεται τῇ ἱερᾷ γραφῇ, εἴρηται μέν, οὐδὲν δὲ κωλύει καὶ δι’ ἑτέρων πιστώσασθαι.
Ἐν γὰρ τῇ νομοθεσίᾳ τῇ περὶ τοῦ Πάσχα, μετὰ τὸ χρίσαι τῷ αἵματι τὴν φλιὰν καὶ τοὺς σταθμούς· «Ἡμεῖς δὲ οὐκ ἐξελεύσεσθε, φησίν, ἕκαστος τὴν θύραν αὑτοῦ ἕως πρωί, καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι». Δῆλον γὰρ ὡς ἄλλος κύριος ὃν λέγει παρελεύσεσθαι καὶ τοὺς Αἰγυπτίους πατάξαι, καὶ ἄλλος ὁ μὴ συγχωρῶν τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς τῶν Ἰσραηλιτῶν οἰκίας καὶ πατάξαι αὐτούς. Τοιοῦτον δέ ἐστι καὶ τὸ περὶ τοῦ Βαλαὰμ εἰρημένον. Λέγει γὰρ ἡ γραφὴ ἐπιτρέψαι μὲν αὐτῷ τὸν Θεὸν ἀπελθεῖν πρὸς τοὺς καλοῦντας, ὀργισθῆναι δὲ θυμῷ τὸν Θεὸν ὅτι ἐπορεύετο πρὸς αὐτούς. Κἀνταῦθα γὰρ ἄλλον αἰνίττεσθαί φησι Θεὸν τὸν ἐπιτρέψαντα αὐτῷ καὶ ἄλλον τὸν ὀργισθέντα θυμῷ ἐπ’ αὐτόν· οὐ γὰρ ἂν ὁ ἐπιτρέψας ὠργίζετο τῷ πληρώσαντι τὸ ἐπιτραπέν, ἀλλ’ ἢ ἐπιτρέψαντα οὐκ ἔδει θυμοῦσθαι, ἢ θυμοῦσθαι μέλλοντα ἀπελθεῖν οὐκ ἔδει ἐπιτρέπειν. Αὐτὸς μὲν οὕτω δοκεῖ πως διὰ τῆς ὁμωνυμίας τὴν ἀμφιβολίαν ἐπιλύεσθαι·
PG 103:1075ἄμεινον δέ μοι δοκεῖ Θεοδωρήτῳ τε καὶ τοῖς ἄλλοις ἱεροῖς ἀνδράσι πραγματευθῆναι τῆς προκειμένης ἀπορίας τὴν ἐπίλυσιν. Λέγει δὲ καὶ τοῦ Δαβὶδ ἐν τῇ ἀριθμήσει ἁμαρτήσαντος τὸ πλῆθος ὑποσχεῖν τὴν τιμωρίαν οὐ διότι ἐκεῖνος ἠρίθμησεν, ἀλλ’ ὅτι τῷ πατραλοίᾳ Ἀβεςσαλώμ, χεῖρα πολεμίαν ἐπανατείναντος τῷ πατρί, συναντῆρέ τε ὁ λαὸς καὶ συνεστασίασε, προτιμήσας τὸν ἐξ αὐθαδείας ἁρπάσαντα τὴν ἀρχὴν τοῦ παρὰ Θεοῦ εἰς βασιλέα χρισθέντος. Τὴν οὖν πρώτην ἐπιλυσάμενος (ὡς ἔδοξεν) ἀπορίαν ἐπιλύεται καὶ τὴν δευτέραν ἔχουσαν οὕτω· πῶς δεῖ νοῆσαι πῇ μὲν λέγοντος τοῦ Ἀποστόλου ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖν τὸν Χριστόν, πῇ δέ· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», μεγάλης οὔσης τῆς διαφορᾶς οἰκήσεώς τε καὶ ἐνδύσεως· ἡ μὲν γὰρ τὸ ἐπιπόλαιον, ἡ δὲ τὸ διὰ βάθους παρίστησι.
Λέγει δὲ τὸν νοῦν διακρίνων ὅτι καθάπερ αὐτὸς καὶ βασιλεὺς ὑπάρχει καὶ ποιμήν, καὶ βασιλεὺς μὲν τῶν λογικῶν ποιμὴν δὲ τῶν ἀλόγων, πρὸς τὴν διάφορον χρείαν τῶν τὴν εὐεργεσίαν δεχομένων ὀνομαζόμενος (οὔτε γάρ τις ἀλόγων βασιλεύειν εἰκότως λεχθείη οὔτε ποιμαίνειν τὰ λογικά), οὕτω δεῖ νοεῖν καὶ τὸ προκείμενον. Κατοικεῖ μὲν γάρ, ὡς αὐτὸς ὁ θεσπέσιος λέγει Παῦλος, ἡ τοῦ Θεοῦ σοφία ἐν οἷς πολιτεύεται καὶ οἳ καθεστήκασιν «ἐρριζωμένοι τε καὶ τεθεμελιωμένοι ἐν αὐτῷ». Ἐνδύεται δὲ τὸν Χριστὸν καὶ ὁ πάλιν αὐτὸν δυνάμενος ἀποδύσασθαι. Διό φαμεν ἐρριζωμένοις ἐν αὐτῷ δικαίως ἐγκατοικεῖ, τοῖς δὲ ἄλλοις διὰ τὴν ἄφατον φιλανθρωπίαν ἔνδυμα γίνεται, παρέχων σκέπην, ἵνα μὴ ἀπὸ τοῦ βορρᾶ, τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου, τοῖς ἐπιστρέφουσι πρὸς αὐτὸν ἐπιτρίβοιτο ἄδικα καὶ ψυχοφθόρα ἐπιπνέοντος· «Ἀπὸ προσώπου γὰρ βορρᾶ ἐκκαυθήσεται τὰ κακά». Τὰς οὖν δύο ταύτας ἀπορίας ἐπιλυσάμενος ἐν ταύτῃ τῇ ἐπιστολῇ εἰς ἐξαίτησιν προσευχῶν τελευτᾷ. Ἔτι δὲ ὁ αὐτὸς καθωμίλησεν ἐν τῷ θ σημείῳ, δι’ ὧν ἐγκώμιον μὲν διαπλέκεται τοῦ μονάδος βίου, καὶ τί ποτέ ἐστιν ὁ μοναχός, ὑπογράφει·
PG 103:1077καὶ αὑτὸν δὲ τῆς αὐτῆς πολιτείας ἀπαγγέλλει. Παραινεῖ δὲ τοὺς τῆς μονάδος πολιτείας ἐραστὰς κατὰ τὸ ἐπάγγελμα πολιτεύεσθαι, καὶ τῇ μονότητι καὶ τῇ ἑνότητι τῆς ἐκκλησίας συναρμόζεσθαι. Εἴησαν δέ, πρὸς οὓς ἀφεώρα ἡ παραίνεσις, τῆς Σεβήρου διασπορᾶς καὶ κατατομῆς μερίδες οὐκ ἄσημοι· οἷς ὅπως μὲν μάχονται τῶν πατέρων αὐτῶν αἱ δόξαι πρὸς ἑαυτάς, ὅπως δὲ πρὸς ἀλλήλας, καὶ οὐδαμῇ τὸ στάσιμον οὐδὲ τὸ πάγιον ἔχουσιν, ἀπογυμνώσας τε καὶ ἀνακαλυψάμενος, ἐκ τῆς ἐκεῖθεν ἀτοπίας ὁρᾶν αὐτοὺς πρὸς τὴν ἕνωσιν τῆς ἐκκλησίας ὑποτίθεται. Τοὺς μὲν γὰρ παράγει λέγοντας σῴζεσθαι τὰς διαφορὰς μετὰ τὴν ἕνωσιν, ὥσπερ καὶ Σεβῆρον, τοὺς δὲ σῴζεσθαι μηδαμῶς, ὥσπερ καὶ Τιμόθεον ἐν ἄλλοις τε καὶ ἐν οἷς κατὰ τοῦ ἐν ἁγίοις ἀγωνίζεται Λέοντος. Οὐ μόνον δὲ αὐτὸς οὐκ ἀνέχεται φάναι σῴζεσθαι, ἀλλὰ καὶ ἀσεβείας ἐνόχους ἀποφαίνει τούς, εἴ τινες σῴζεσθαι τῶν φύσεων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν δογματίζουσιν. Ἀλλὰ καὶ Σεβῆρος πάλιν σῴζεσθαι λέγων τὰς διαφοράς, τὰ πράγματα οἷς ἡ διαφορὰ ἐπιθεωρεῖται οὐ συνομολογεῖ σῴζεσθαι· καὶ οὐ πανταχοῦ δογματίζει τοῦτο· παλίντροπος γάρ ἐστι τὴν πίστιν καὶ πολύμορφος·
καὶ γὰρ ἔν τισιν αὑτοῦ λόγοις καὶ αὐτὰ διομολογεῖ τὰ πράγματα σῴζεσθαι. Οὕτως οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς τὸ ἀλλόφυλον τῆς εὐσεβείας στασιάζουσι σύνταγμα. Ἐκ τούτου παραινῶν τοὺς στασιάζοντας τῷ φρονήματι τῆς εὐσεβείας συνδραμεῖν, κατ’ ἐπιδρομὴν ἱστορεῖ Μαρκιανὸν μὲν συγκροτῆσαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ ὡς ἐκείνου τὸν βίον λιπόντος, Λέων μὲν κατέστη τῶν πραγμάτων κύριος, οἱ δὲ Αἰγύπτιοι τῆς ἱερᾶς ἐπαναστρέψαντες συνόδου ταραχῆς ἐπλήρωσαν τὴν οἰκουμένην, δυσσεβῶς τε καὶ πεπλασμένως φημίσαντες ὡς ἡ σύνοδος Κύριλλον ἀπεβάλετο καὶ Νεστόριον ἀπεδέξατο. Ὧν τὸν ἄλογον ὁ Λέων καταστέλλων θόρυβον, τὰ ψηφισθέντα ἐν Καλχηδόνι καὶ τὰ πραχθέντα πανταχοῦ διαπέμψας τῆς οἰκουμένης μετ’ ἐγκυκλίων κελεύσεων ἕκαστον τῶν ἀρχιερέων καὶ ἱερέων, ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τῷ μοναδικῷ διέλαμπον βίῳ, τὸ φρόνημα αὐτῶν ἐγγράφως ἀνομολογῆσαι διετάξατο. Ὃ καὶ προθυμῶς πεπράχασι, τῶν ἀρχιερέων τοῦ ἀριθμοῦ εἰς ἑξακοσίους καὶ χιλίους συγκεφαλαιωθέντος, μηδενὸς ἑτερογνωμονήσαντος πλὴν Ἀμφιλοχίου τοῦ Σίδης, ὃς μετ’ οὐ πολὺ καὶ αὐτὸς δι’ ὑπογραφῆς συνεφώνησε.
Μεθ’ ὧν καὶ ὁ μέγας Συμεὼν, ὁ ἐν τῷ στύλῳ τὸν ἀγγελικὸν ἐκεῖνον βίον διανυσάμενος, καὶ Βαράδατος, καὶ ἄλλοι τὸν αὐτὸν βαθμὸν τῆς πολιτείας φθάσαντες. Ταῦτα διαδραμὼν καὶ δικαίως Σεβῆρον τῷ ἀναθέματι παραπεμφθῆναι παραστησάμενος εἰς τέλος διέστειλε τὴν διάλεξιν. Καὶ ὁ ἐφεξῆς δὲ λόγος προδιαβάλλεται μὲν τὴν αὐτὴν ἐπιγραφήν, παραίνεσιν δὲ πρὸς τοὺς διεστῶτας τῆς ἐκκλησίας εἰσηγεῖται, ἐκ τῆς πρὸς ἀλλήλους τῶν αἱρετιζόντων κἀνταῦθα μάχης τε καὶ διαφορᾶς συνιδεῖν τὸ τῆς ἐκκλησίας ὀρθὸν φρόνημα παρακαλῶν. Λέγει δὲ καὶ ὅθεν κατετμήθη εἰς μυρίας διαιρέσεις καὶ τομὰς ἡ αἱρετικὴ δόξα. Ἐπερωτῶσα γὰρ τὰ τέκνα τῆς ἐκκλησίας εἰ καθάπερ δύο τὰς φύσεις λέγουσιν, οὕτω καὶ τὰς ὑποστάσεις λέγειν ἀνέχονται, καὶ ἐπεὶ μίαν λέγουσιν ἐπὶ Χριστοῦ τὴν ὑπόστασιν, ἆρα καὶ μίαν φύσιν ἐπ’ αὐτοῦ δογματίζουσι, ταῦτα ἐπερωτῶσα ἡ αἵρεσις ὧν μὲν ἐζήτησε τέως οὐδὲν ἀκούει, ἀντεπερωτᾶται δὲ παρὰ τῆς ἐκκλησίας τί δήποτε ταῦτα ἐρωτᾷ·
PG 103:1079ἆρα γὰρ ταὐτὸν ἡγεῖται φύσιν καὶ ὑπόστασιν, καὶ διὰ τοῦτο τοὺς δύο λέγοντας φύσεις νομίζει δύο καὶ ὑποστάσεις δοξάζειν, ἢ ἀνάπαλιν τοὺς μίαν ὑπόστασιν λέγοντας καὶ μίαν φύσιν συνομολογεῖν νομίζει; Ἀρχὴν οὖν τοιαύτην τῆς κινήσεως λαβούσης, καὶ ὁ πολὺς ἐκεῖνος καὶ ἄσπονδος τῶν αἱρετιζόντων ἐν ἑαυτοῖς συνερράγη πόλεμος, εἰ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐπεὶ μίαν φύσιν ἐπὶ τῆς Τριάδος φαμέν, καὶ μίαν ὁμολογεῖν ἀνάγκη τὴν ὑπόστασιν, ἢ ἐπεὶ τὰς ὑποστάσεις τρεῖς, καὶ ἡ φύσις εἰς τρεῖς διαιρείσθω. Κἀκεῖθεν ἄλλο μὲν σημαίνειν τὴν φύσιν, ἄλλο δὲ σημαίνειν τὴν οὐσίαν ἀνέπλασαν, καὶ τὴν φύσιν πάλιν εἰς γενικὴν φύσιν καὶ ἰδικὰς φύσεις κατεμέρισαν. Καὶ πρὸς μὲν τὸν γραμματικὸν Σέργιον ὁ Σεβῆρος γράφων· «Μίαν οὐσίαν, φησίν, εἰπεῖν τὸν Χριστὸν ἐβουλόμεθα, ἵνα τῶν συνελθόντων τὴν διαφορὰν μὴ ἀνέλωμεν. Μιᾶς γὰρ καθάπαξ γεγενημένης οὐσίας ἢ καὶ ποιότητος, πῶς ἔτι μεμένηκε τῶν φύσεων, ἐξ ὧν εἷς ὁ Χριστός, ἡ κατ’ οὐσίαν διαφορά; Εἰ γὰρ μία ποιότης καὶ οὐσία, τὰ τῆς διαφορᾶς λοιπὸν φροῦδα καθέστηκε».
Καίτοι γε ἐξ ὧν τὴν μίαν οὐσίαν εἰπεῖν ὁ Σεβῆρος παραιτεῖται, ἐκ τῶν αὐτῶν καὶ τὸ μίαν λέγειν φύσιν ἐπὶ Χριστοῦ, κἂν μὴ βούλοιτο, παρῃτήσατο. Τινὲς δὲ τῶν ἀπηρυθριασμένως φύσιν καὶ ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἰπεῖν ἐκδεξαμένων καὶ ἐπὶ τῆς ἁγίας Τριάδος τρεῖς οὐσίας λέγειν οὐκ ἔφριξαν, δι’ ὧν καὶ τὸ τρεῖς θεοὺς καὶ θεότητας, εἰ καὶ μὴ τῇ φωνῇ, τοῖς γε νοήμασι δογματίζουσι. Καὶ οἱ μὲν κατακρίνονται ὡς τρεῖς οὐσίας ἐπὶ τῆς Τριάδος τερατευόμενοι, οἱ δὲ ὡς οὐ κυρίως Θεὸν τὸν Πατέρα ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα δοξάζοντες· οὗτοι δ’ ἂν εἶεν οἱ μόνα τὰ χαρακτηριστικὰ ἰδιώματα τὰς ὑποστάσεις εἶναι δογματίζοντες. Καὶ εἰς πολλὰ ἄλλα τοιαῦτα ὁ μερισμὸς αὐτοῖς καὶ ἡ κατατομὴ προελήλυθεν, ὥσπερ καὶ περὶ τῆς διαφορᾶς τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων. Τοῖς μὲν γὰρ μετὰ τὴν ἕνωσιν μὴ φυλάττεσθαι τὴν διαφορὰν ἐπῆλθε φαντάζεσθαι, τοῖς δὲ σῴζεσθαι τὴν διαφορὰν ἡ ὁμολογία γέγονε. Διχῇ δὲ καὶ οὗτοι διετμήθησαν· οἱ μὲν γὰρ τὴν διαφορὰν ὁμολογοῦντες σῴζεσθαι τὰ ὧν ἡ διαφορὰ σῴζειν οὐ βούλονται·
οἱ δὲ κἀκεῖνα ὑπὸ τῆς ἀναγκαζούσης ἀκολουθίας συγχωροῦντες πολλάκις (ἄλλος λῆρος τοῦτο καὶ ἄλλη παράνοια) δύο ταύτας λέγειν οὐμενοῦν οὐδ’ ὅλως ἀνέχονται· ἡ γὰρ δύο φωνή, φασίν, ἀνὰ μέρος καὶ καθ’ ἑαυτὰ τὰ διαφέροντα τίθησι. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ βραχέων προθείς, καὶ τὴν παραίνεσιν πλατυνάμενος, καὶ τὸν παρόντα καταπαύει λόγον. Γράφει δὲ λόγον ἕτερον κατὰ Ἀγνοητῶν. Μοναχοὺς δέ τινας τῶν ἐκ τῆς κατὰ τὰ Ἱεροσόλυμα ἐρήμου κινῆσαι λέγει τὸ δόγμα, οἳ ἄγνοιαν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ περιάπτειν ὑπήχθησαν ἐξ ὧν τε εἶπεν αὐτός· «Ποῦ τεθείκατε Λάζαρον;» Καὶ· «Οὐδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν οὐδὲ ὁ Υἱός», καὶ ἐξ ἄλλων τοιουτοτρόπων ῥημάτων. Ὁ δὲ ἱερὸς Εὐλόγιος οὗτος οὔτε κατὰ τὸ ἀνθρώπινον, πολλῷ δὲ μᾶλλον οὐδὲ κατὰ τὸ θεῖον ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὔτε τὸν τάφον τοῦ Λαζάρου οὔτε τὴν τέλειον ἡμέραν διατείνεται. Οὔτε γὰρ τὸ ἀνθρώπινον, εἰς μίαν ὑπόστασιν συνελθὸν τῇ ἀπροσίτῳ καὶ οὐσιώδει σοφίᾳ, ἀγνοήσει ἄν τι, ὥσπερ οὐδὲν τῶν παρόντων, οὕτω δὴ οὐδὲ τῶν μελλόντων· οὔτε διαψευσθῆναι δύναται τὸ εἰρημένον παρ’ αὐτοῦ·
PG 103:1081«Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν», εἰ μὴ ἄρα καὶ τὸν Πατέρα πρὸς τὴν ἄγνοιαν οἱ πάντα τολμῶντες παρελκύσωσι. Τὸ μέντοι γε φάναι τὸν Σωτῆρα· «Ποῦ τεθείκατε Λάζαρον», εἰς ἐπίστασιν καὶ μνήμην ἐνάγοντα τοὺς παρόντας τῶν Ἰουδαίων εἰπεῖν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερά τινα διαπράξασθαι ὥσπερ τό· «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν», ἵνα ἐξ ὧν τε κατὰ μέρος εἶδον καὶ ἐξ ὧν ἤκουσαν, πιστὸν μὲν τὸ ὁρᾶσθαι καὶ ἀναμφισβήτητον, ἀνεξάλειπτον δὲ παραδοθείη τῇ μνήμῃ. Λέγει δὲ ὅτι καὶ τὰ ἐπὶ Χριστοῦ λεγόμενα τὰ μὲν κατὰ ἀναφορὰν τὰ δὲ κατὰ ἀλήθειαν λέγεται, κατὰ ἀναφορὰν μὲν τὸ ἁμαρτίαν αὐτὸν καὶ κατάραν ὑπὲρ ἡμῶν γενέσθαι (οὐ γὰρ γέγονε ταῦτα, ἀλλ’ οἷα τῆς κεφαλῆς οἰκειουμένης τὰ τοῦ ἰδίου σώματος, αὐτὸς τὰ τοῦ σώματος ἀναδέχεται) κατὰ ἀλήθειαν δὲ λέγεται ἄνθρωπός τε γεγονέναι καὶ πεινῆσαι καὶ διψῆσαι καὶ τὰ ὅμοια. Ὥστε εἴ τις ἐθέλοι λέγειν ἀγνοεῖν αὐτὸν κατὰ ἀναφοράν, ὡς οὐκ ἐκτὸς ἀγνοίας ὄντος αὐτοῦ τοῦ σώματος ἤτοι τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν αὐτὸς κεφαλή, οὐκ ἂν μὲν ἔξω τοῦ εἰκότος περιενεχθείη, οὐ μὴν ἀγνοοῦντα τὴν τοῦ Πατρὸς σοφίαν δοξάσειεν. Ἀλλ’ εἰ τό·
«Ποῦ τεθείκατε αὐτόν» ἄγνοιαν τοῦ Χριστοῦ κατηγορεῖν τοὺς ἀπαιδεύτους ἀνέπεισε, πῶς οὐχὶ καὶ τῷ Πατρὶ τὴν αὐτὴν ἄγνοιαν ἐπιρρίψουσι, διαπυνθανομένῳ καὶ λέγοντι πρὸς τὸν Ἀδάμ· «Ποῦ εἶ;» καὶ πρὸς τὸν ἀδελφοκτόνον· «Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου;» καὶ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῷ». Ἐρωτᾷ δὲ καὶ ὁ Ἰησοῦς τὸ δαιμόνιον· «Τί ὄνομά σοι;» Κἀκεῖνο ἀποκρίνεται· «Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν». Ἀλλὰ καὶ τοῖς τυφλοῖς λέγει· «Τί θέλετε ποιήσω ὑμῖν;» Καὶ πῶς οὐκ ἔστι ταῦτα φανερὸν ὡς οὐκ ἀγνοίας ἦν, ἀλλὰ τὸ μὲν ἐπερωτᾷ ἀπ’ αὐτοῦ τοῦ δαιμονίου τὸ πλῆθος τῶν κατοικούντων τοῖς μαθηταῖς ἐπιδεῖξαι βουλόμενος, ὡς ἂν μάθοιεν ὡς καὶ τῶν πολλῶν ἤδη περιγέγονε, πίστιν αὐτοῖς καὶ θάρσος ἐντιθεὶς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τοὺς τυφλοὺς δὲ ἐπερωτᾷ οἰκονομῶν ἐξ αὐτῶν προσαχθῆναι τὴν αἴτησιν· ὅσον γὰρ αἰτοῦντες τῆς ὠφελείας τυγχάνομεν, τοσοῦτον τὴν αἴσθησιν τῆς εὐεργεσίας δεχόμεθα.
PG 103:1083Τὸ δὲ περὶ τῆς ἐσχάτης ἡμέρας εἰρημένον, ὡς οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, τινὲς μὲν κατ’ οἰκονομίαν εἰρῆσθαί φασιν, ἵνα τῶν μαθητῶν κατὰ πᾶσαν ἡμέραν νομιζόντων ἐπελεύσεσθαι τὴν τελευταίαν ἡμέραν ἀεὶ γρηγοροῦντες διατελῶσιν· οὐδὲν δὲ κωλύει καὶ τοῦτο ἐκλαβεῖν ὡς κατὰ ἀναφορὰν εἰρημένον, καθάπερ καὶ τό· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου» καὶ τό· «Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες;» Ἔνιοι δέ φασιν αὐτὸν ἀγνοεῖν φάναι τὴν ἐσχάτην ἡμέραν τὸ ἰδίως προσὸν τῇ ἀνθρωπίνῃ φύσει γνώρισμα δεικνύοντά τε καὶ ἐμφανίζοντα, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος (ἄπαγε·
οὔτε γὰρ κατὰ τὴν θεότητα οὔτε κατὰ τὴν ἀνθρωπότητα τὴν ἄγνοιαν λέγειν ἐπ’ αὐτοῦ θράσους ἐπισφαλοῦς ἠλευθέρωται), ἀλλ’ ἐπειδή, ὡς ὁ μακάριος Κύριλλός φησιν, ἐν ἰσχναῖς διαιροῦντες ἐννοίαις ἤτοι νοῦ φαντασίαις τῷ τρόπῳ τῆς θεωρίας ἑκατέρας φύσεως ὁρῶμεν ἴδια καὶ καθ’ ἑαυτὰ γνωρίσματα, ἢ καὶ ὡς ὁ θεολόγος Γρηγορίος, ἡνίκα αἱ φύσεις διί̈στανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα, ἴδιον δὲ γνώρισμα ψιλῆς ἀνθρωπότητος ἡ ἄγνοια, κατὰ τοῦτο ῥηθείη ἂν ἐπὶ τῆς κατὰ Χριστὸν ἀνθρωπότητος, ὡς ἁπλῶς ἀνθρωπότητος, θεωρεῖσθαι τὴν ἄγνοιαν. Καὶ τοῦτο καὶ ὁ θεολόγος ἐτράνωσεν, εἰπών· «Γινώσκει μὲν ὡς Θεός, ἀγνοεῖ δὲ ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου».
Ταῦτα εἰπὼν ἐπάγει ὡς εἰ καί τινες τῶν πατέρων τὴν ἄγνοιαν ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα παρεδέξαντο ἀνθρωπότητος, οὐχ ὡς δόγμα τοῦτο προήνεγκαν, ἀλλὰ πρὸς τὴν τῶν Ἀρειανῶν μανίαν ἀντιφερόμενοι, οἳ καὶ τὰ ἀνθρώπινα πάντα ἐπὶ τὴν θεότητα τοῦ μονογενοῦς μετέφερον, ὡς ἂν κτίσμα τὸν ἄκτιστον Λόγον τοῦ Θεοῦ παραστήσωσιν, οἰκονομικώτερον ἐδοκίμασαν ἐπὶ τῆς ἀνθρωπότητος ταῦτα φέρειν ἢ παραχωρεῖν ἐκείνους μεθέλκειν ταῦτα κατὰ τῆς θεότητος. Εἰ δὲ κατὰ ἀναφορὰν κἀκείνους δοίη ταῦτά τις εἰπεῖν, τὸν εὐσεβέστερον λόγον ἀποδέξεται. Ταῦτα διελθὼν πέρατι περιβάλλει τὸν λόγον. Τελευταῖον δὲ περιεῖχε τὸ βιβλίον λόγον ἐπιγραφὴν φέροντα· «Ὅρος ἐκφωνηθεὶς τοῖς Σαμαρείταις». Ἡ δὲ ὑπόθεσις πρόκειται τοιαύτη. Τῶν Σαμαρειτῶν τὸ πλῆθος εἰς ἀντικειμένας μερίδας διαιρεθέντες καὶ στασιάσαντες πρὸς ἀλλήλους καὶ ἀλλοφύλοις ἑαυτοὺς ἀποδιατειχίσαντες δόξαις, οἱ μὲν Ἰησοῦν τὸν Ναυῆ ἐδόξαζον εἶναι περὶ οὗ Μωσῆς εἶπε·
PG 103:1085«Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ», οἱ δὲ τοῦτον μὲν παρεγράφοντο, Δοσθὴν δέ τινα τοὔνομα ἢ Δοσίθεον ἀνεκήρυττον, Σαμαρείτην μὲν καὶ αὐτὸν τὸ γένος, συνακμάσαντα δὲ κατά γε τοὺς χρόνους Σίμωνι τῷ μάγῳ· καὶ τοῦτον εἶναι τὸν προφητευθέντα τερατευόμενοι ἐξ αὐτοῦ τὴν ἐπωνυμίαν ἔφερον, Δοσθηνοὶ καλούμενοι. Οὗτος δὲ ὑβριστὴς μὲν γέγονε τῶν τοῦ Θεοῦ Προφητῶν, ὑβριστὴς δὲ μάλιστα τοῦ Ἰούδα τοῦ ἑνὸς τῶν δώδεκα Πατριαρχῶν, μηδὲ τοὺς περὶ αὐτοῦ μυρίους ἐπαίνους παρὰ τῆς Μωσαϊκῆς γραφῆς αἰσχυνθείς. Τοὺς οὖν εἰρημένους πάντας πλύνων καὶ διαγελῶν, εἰς ἑαυτὸν πάντα καὶ τὴν προφητείαν καὶ τὴν ἄλλην περιέσπα θειότητα. Μυρίαις δὲ καὶ ποικίλαις ἄλλαις νοθείαις τὴν Μωσαϊκὴν Ὀκτάτευχον κατακιβδηλεύσας, καὶ ἕτερά τινα συγγράμματα μωρά τε καὶ ἀλλοκότα καὶ ἀπεναντία πνευματικῆς νομοθεσίας συντεταχὼς τοῖς πειθομένοις κατέλιπεν. Ἀπεκήρυττε δὲ καὶ τὴν ἀνάστασιν. Αἱ μὲν οὖν μερίδες οὕτως εἰς ἀντιπάλους καὶ βλασφήμους δόξας διετέτμηντο.
Ἐπιδιδόασι δὲ καὶ λιβέλλους, ὑπέρ τε τοῦ οἰκείου φρονήματος καὶ κατὰ τοῦ ἀντικειμένου μερὶς ἑκατέρα τὸν παρ’ αὐτοῖς πρεσβευόμενον προφήτην εἶναι προτιμῶσα. Καθίζει δὲ τούτων δικαστὴς ὁ ἱερὸς Εὐλόγιος μετὰ συνόδου ἀρχιερεῖς τε τῶν ἐπισήμων καὶ τοὺς λαμπροὺς τῶν ἐν ἀξιώμασι πλήρωμα ποιουμένης. Μαυρίκιος δὲ τηνικαῦτα, ὃς τοῖς Ῥωμαϊκοῖς ἐνίδρυτο σκήπτροις, ἕβδομον ἔτος ἤνυε τῆς βασιλείας. Γυμνάσας δὲ τὰ παρ’ ἑκατέρων λεγόμενα ὁ ἱερὸς Εὐλόγιος, καὶ τῆς ἀληθείας ἑκατέρους διελέγξας μακρὰν ἀφισταμένους, τὸν μὲν προφητευόμενον γραφικοῖς παρέστησε ῥητοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεὸν εἶναι, τοὺς δὲ μακράν τε καὶ χαλεπωτάτην ἀποπλανηθῆναι πλάνην, τοὺς μὲν Ἰησοῦν τὸν τοῦ Ναυῆ τὸν προφητευόμενον εἶναι κενολογοῦντας, τοὺς δὲ Δόσθην ἢ Δοσίθεον τὸν δυσσεβῆ τερατολογοῦντας. Καὶ οὕτω τὸν σύλλογον διαλύει, συντελευτώσης αὐτῷ καὶ τῆς ὑποθέσεως καὶ τῆς ἐκφωνήσεως καὶ τοῦ περιελθόντος εἰς τὰς ἡμετέρας χεῖρας τρίτου τεύχους. Ἐν τούτῳ τῷ βιβλίῳ τὴν ἀνάστασιν ὁ συγγραφεὺς ἐκ τῶν μωσαϊκῶν μαρτυριῶν ἐπιδεικνύναι σπεύδων, τοιαῦτά φησιν.
Εἰ μὴ πανάληθες ἦν τὸ τῆς ἀναστάσεως χρῆμα πῶς ἔλεγε πρὸς Ἀβραὰμ ὁ Θεός· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ;» Πῶς γὰρ ἂν ἀπῄει καὶ πρὸς ποίους, εἰ μηδαμῶς μηκέτι μήτε οὗτος ἔμελλεν εἶναι μήτε πρὸς οὓς ἀπῄει; Πῶς δὲ πάλιν μετ’ ὀλίγα τὸ ἱερὸν λόγιόν φησι περὶ αὐτοῦ· «Καὶ ἐκλιπὼν ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ, πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ;» Τίς γὰρ τοῦ μὴ ὄντος προσθήκη, καὶ πῶς προστίθεται τοῖς μὴ οὖσι τὸ ὄν; Τί δὲ λέγει καὶ περὶ τοῦ Ἰακὼβ ὅτι· «Συνήχθησαν πάντες οἱ υἱοὶ αὐτοῦ καὶ πᾶσαι αἱ θυγατέρες, καὶ ἤθελον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς Ἅιδην;» Πῶς γὰρ ἂν ἐπινοηθείη κάθοδος τοῦ μὴ ὄντος; Πῶς δὲ κατέβαινε καὶ πρὸς τὸν υἱὸν τὸν μηδαμῇ μηδαμῶς κατὰ τὸν Δοσιθέου δύσφημον λῆρον δυνάμενον εἶναι; Πάλιν δὲ τοὺς υἱοὺς εὐλογήσας ὁ Ἰακώβ φησιν· «Ἐγὼ δὲ προστίθεμαι πρὸς τὸν λαόν μου». Εἰ γὰρ περατουμένην ᾔδει τὴν ὕπαρξιν αὐτοῦ τῷ πέρατι τοῦ παρόντος βίου, πῶς ἔλεγε προστίθεσθαι μὴ ὢν αὐτὸς τῷ μηδαμῇ μηδαμῶς ὄντι αὐτοῦ λαῷ;
PG 103:1087Ὅρα δὲ καὶ αὐτὸς ὁ δεσπότης καὶ Θεὸς τῶν ὅλων τί λέγει τῷ Μωσεῖ, ὅτε αὐτὸν εἰς τὸ ὄρος ἀναβιβάζει τὸ πέραν Ναβαῦ, καὶ τὴν γῆν ἐπιδεικνύει ἣν ἔμελλε κατακληροδοτεῖν τῷ Ἰσραήλ; Ἐπάγει γάρ· «Καὶ ὄψει αὐτήν· εἶτα καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου». Ἐκεῖνο δὲ τίνας οὐκ ἂν δυσωπήσειεν, αὐτοῦ τοῦ Θεοῦ διακεκραγότος καὶ λέγοντος· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ»; Πῶς γὰρ ἂν εἴη Θεὸς ὁ ἀληθινὸς Θεὸς τῶν μηκέτι ἐσομένων ἀλλὰ ἀποφθαρέντων εἰς τὸ μὴ ὄν; Τί δὲ καὶ τὸν κατὰ ἀνατολὰς παράδεισον ἐφύτευσε τὸν ἐν Ἐδέμ, ἐν ᾧ τὸν ἄνθρωπον ὃν ἔπλασεν ἔθετο, εἰ ἐκεῖνον μὲν εὐθὺς παραβήσεσθαι ᾔδει καὶ τοῦ χωρίου γενησόμενον ὑπερόριον, μηδένα δὲ τῶν μετὰ ταῦτα ἀνθρώπων μέλλοντα πάλιν οἰκήσειν αὐτόν;
Εἰ γὰρ ἕκαστος καὶ τῶν εὐσεβῶς βεβιωκότων καὶ τῶν δυσσεβῶς πολιτευσαμένων μετὰ τὸ στάδιον τοῦ παρόντος βίου πρὸς τὸ μὴ ὂν ἀναλύεται, καὶ οὐδεὶς οὐκέτι διαμένει ὥστε καὶ παράδεισον κληρονομεῖν καὶ τῆς ἐν αὐτῷ τρυφῆς ἀπολαύειν ἱερᾶς, πῶς οὐ μάτην αὐτὸν γεγενῆσθαι ἡ τοιαύτη ἀγνώμων καὶ δυσσεβὴς ὑπόληψις ἀποφανεῖ, καὶ διὰ τῆς εἰς ἐκεῖνον ὕβρεως τὸν κοινὸν ἐξυβρίσει δημιουργόν, ἐκεῖνα πράττειν κατηγορῶν, ἃ μηδὲ μέτριος ἄν τις διαπράξοιτο ἀνήρ; Οὕτω τὸ δυσσεβὲς περὶ ἀναστάσεως διὰ τῶν ἱερολογιῶν Δοσιθέου κήρυγμα καταβαλών, καὶ ὅτι φθαρτὸς ὁ κόσμος (ἐκεῖνος γὰρ φθαρτὴν μὲν τὴν ψυχήν, ἄφθαρτον δὲ τοῦτον ἐτερατολόγει), καὶ ὅτι τῶν Ἀγγέλων ἡ φύσις παρὰ Θεοῦ ὑπέστη (τῶν γὰρ μὴ ὄντων καὶ τούτων τὴν φύσιν ἐκεῖνος ὁ ληρώδης ἐνόμιζε), ναὶ δὴ καὶ ὅτι τὸ δαιμόνιον γέγονέ τε καὶ διαμένει φῦλον (οἱ γὰρ Δοσθηνοὶ τὰ μὲν εἴδωλα δαίμονας ἔλεγον, ἄλλο δέ τι δαιμόνιον φῦλον οὐκ ἐγίνωσκον), εἰς πολλὴν αὐτὸν ἐλάσαι φρενοβλάβειαν διήλεγξεν.
PG 103:1089Ἐν τούτῳ τῷ βιβλίῳ ἀπορίαν προθείς, ὅτι πολλῶν ὄντων ζῴων ἃ τῆς τῶν καθαρῶν ἐτάχθη μερίδος, διὰ τί πέντε μόνα ἐθυσιάζοντο τοῖς παλαιοῖς καὶ ἱερουργοῦντο, τράγος καὶ κριὸς καὶ βοῦς, τρυγὼν καὶ περιςτερά; Καὶ ἐπιλύεται, τύπον μὲν εἶναι λέγων τὰ παλαιά, καὶ τὰ πλείω εἰς αἰνιγμάτων ἀναφέρεσθαι θεωρίαν, πέντε δὲ ἐκ τῶν καθαρῶν ἱερουργεῖσθαι, ἅτε δὴ καὶ τὰς ἡμετέρας αἰσθήσεις τὸν ἴσον ἀριθμὸν ὑποβαλλόμενος· ταύτας γὰρ ἡμᾶς κεκαθαρμένας προσάγειν τῷ Λόγῳ νομοθετεῖ τε καὶ βούλεται ὁ νομοθέτης. Ἀλλὰ τὰ μὲν τῆς ἐκλογῆς ἐν τούτοις. Ἀνεγνώσθη «Σωφρονίου» Ἱεροσολύμων πατριάρχου συνοδική, ἣ ἀπεστάλη ἐν Ῥώμῃ Ὁνωρίῳ τῷ ταύτης ἐπάρχοντι. Αὕτη ἡ ἐπιστολὴ πλήρης μέν ἐστιν εὐσεβείας, ἐννεωτερίζει δὲ πολλαχοῦ τοῖς ῥήμασι, καθάπερ τις πῶλος ἐπιγαυρούμενος τοῖς σκιρτήμασι. Πλὴν τήν τε ὀρθόδοξον ὡς μάλιστα γνώμην ἐξακριβοῖ, καὶ τῶν ἱερῶν δογμάτων οὐ τὴν τυχοῦσαν μάθησιν ἐπιδείκνυται. Ἐν ταύτῃ τῇ ἐπιστολῇ εὑρήσεις καὶ Μάγνον σὺν Ἀπολιναρίῳ ἀναθεματιζόμενον, καὶ Θεοδώρητον τῆς ἐκκλησίας οὐκ ἀποκηρυττόμενον, εἰ καὶ ἐν οἷς Κυρίλλου κατεψηφίσατο τὸ ἀδόκιμον καὶ μεμπτὸν ἀπηνέγκατο.
Ἀλλὰ καὶ ὡς ἄλλος μέν ἐστιν Ὠριγένης ὁ παλαιός, ἕτερος δὲ ὁ μετ’ ἐκεῖνον, ἐπικληθεὶς Ἀδαμάντιος· καὶ ὡς τοῖς ἄλλοις αἱρετικοῖς συναναθεματίζεται ὁ Σῦρος Ἰάκωβος, ἐξ οὗ τὴν ἐπωνυμίαν τὸ τῶν Ἀκεφάλων αἱρετικῶν εἵλκυσε σύστημα. Αἰτεῖται δὲ ἡ ἐπιστολή, καὶ εἴ τι παρώφθη τῶν ὀφειλόντων ῥηθῆναι, τὸν Ῥώμης Ὁνώριον οἷα δὴ καὶ δυνάμενον ταύτης ποιήσασθαι καὶ τὴν διόρθωσιν καὶ τὴν ἀναπλήρωσιν· μεγάλην δ’ ἂν ὁμολογήσειν τὴν χάριν, εἰ μὴ διαμάρτοι τῆς αἰτήσεως, καὶ μηδέποτε φανῆναι τῆς εὐεργεσίας ἀγνώμονα. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ βιβλίῳ ἔλεγεν ἡ συνοδικὴ Σωφρονίου τοῦ ἁγιωτάτου ἐπιστολή. Ἐν δὲ τῷ αὐτῷ περιείχοντο τεύχει χρήσεις ἁγίων καὶ διαφόρων πατέρων τῶν τε προγενεστέρων τῆς τετάρτης συνόδου καὶ τῶν κατ’ αὐτὴν ἀκμασάντων καὶ τῶν ἔτι μεταγενεστέρων.
Αἱ δὲ χρήσεις τὴν διπλῆν ἐνέργειαν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀνεκήρυττον, ὧν πατέρες καὶ γεννήτορες ἦσαν Λέων τε ὁ τῆς πρεσβυτέρας Ῥώμης ἀρχιερεύς, καὶ αὐτὴ ἡ τετάρτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος, Πέτρος τε ὁ Μύρων ὁσιώτατος ἐπίςκοπος, καὶ Γεννάδιος ὁ Κωνσταντινουπόλεως, καὶ ὁ τῆς Φωτικῆς ἐπίσκοπος ὄνομα Διάδοχος καὶ Ἐφραίμιος ὁ τῆς Ἀντιοχείας ἀρχιερεύς, ὃς καὶ κατὰ τῶν Ἀκεφάλων ἐν πολλοῖς συντάγμασι γενναίως ἠνδρίσατο, καὶ Διονύσιος ὁ πολὺς μὲν τὴν γλῶσσαν πλείων δὲ τὴν θεωρίαν, ὁ μαθητὴς Παύλου καὶ τοῦ Χριστοῦ μάρτυς καὶ τῶν Ἀθηνῶν ἐπίσκοπος, καὶ Ἰουστῖνος ὁ μαρτυρικοῖς αἵμασι βεβαιώσας τὸ φιλόσοφον, καὶ ὁ πολύαθλος Ἀλεξανδρείας Ἀθανάσιος, Γρηγόριός τε ὁ τῆς θεολογίας μυσταγωγός, καὶ τῆς ἐκκλησίας ὁ κόσμος Βασίλειος, καὶ ὁ ποταμὸς τῶν λόγων ὁ Νύσσης Γρηγόριος, καὶ ὁ νικηφόρος Κύριλλος, καὶ ὁ τῆς ἐνθέου παρρησίας γνώμων ἀκίνητος καὶ τῆς εὐσεβείας, ὁ Μεδιολάνων Ἀμβρόσιος, καὶ ὁ χρυσοῦς τὴν γλῶσσαν καὶ τὸ στόμα Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Σεβηριανὸς ὁ Γαβάλων, καὶ ὁ ἐν ἁγίοις Θεόδοτος (Ἀγκύρας οὗτος ἐπεστάτησε), καὶ Ἰωάννης ὁ Κωσταντινουπόλεως, ὁ ἐκ Καππαδοκίας ἕλκων τὸ γένος καὶ τὸ ἐπώνυμον, ἀνὴρ ἀρετῆς οἰκητήριον, καὶ ὁ ἐν ἁγίοις Εὐλόγιος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιεπίσκοπος, ὁ πολλοῖς λόγοις καταβαλὼν τὴν τῶν Ἀκεφάλων δυσσέβειαν, καὶ Ἰωάννης ὁ ἐν ἁγίοις ἐπίσκοπος Σκυθοπόλεως, ὃς καὶ ὑπὲρ τῆς ἐν Καλχηδόνι συνόδου σοφῶς τε καὶ θεοφρόνως ἐσπούδασε, καὶ Ἡρακλειανὸς ὁ Καλχηδόνος ἐπίσκοπος ὁ πολὺν κατὰ τῶν θεομάχων Μανιχαίων ἀγῶνα βαλλόμενος.
PG 103:1091Καὶ Λεόντιος ὁ τὴν ἐρημικὴν πολιτείαν καὶ τὸν μονάδα βίον ἑλόμενος, Ἀναστάσιός τε ὁ ἐν ἁγίοις Θεουπόλεως ἐπίσκοπος, καὶ Συμεώνιος μοναχὸς καὶ πρεσβύτερος (ἡ δὲ χρῆσις ἡ τὸν ὅσιον ἐπιγινώσκουσα ἐξ ἐπιστολῆς ἐστιν ἣν πρὸς τὸν Ἰουστινιανὸν βασιλέα διεπέμψατο, ἣ καὶ κατὰ Νεστοριανῶν τε καὶ Εὐτυχιανιστῶν τὸν ἀγῶνα ἔχει. Αὐτός τε Ἰουστινιανὸς ὁ εὐσεβὴς βασιλεύς, ἐν οἷς πρὸς Ζώϊλον ἔγραψε πατριάρχης δ’ Ἀλεξανδρείας οὗτος ἦνκαὶ τὴν ἐπιστολὴν θησαυρὸν ἐπωνόμασε), ναὶ δὴ καὶ Κωνσταντῖνός τις τῶν κυαιστώρων φέρων τὸ ἀξίωμα· καὶ γὰρ οὗτος λόγον κατὰ Θεοδοσίου τοῦ δυσσεβοῦς ἐσπούδασεν, ἐξ οὗ χρήσεις περὶ τῶν δύο ἐνεργειῶν συναναγράφονται. Ἐπὶ πᾶσι καὶ Θεόφιλός τις τῶν θεοφιλῶν καὶ λογίων, ὃς κατὰ Σεβήρου πολὺν ἐν λόγοις ἀγῶνα διήνεγκεν· ὃν καὶ δυσχεραίνων καὶ διαπληκτιζόμενος ὁ δυςσεβής, καλλιγράφον ὁ κακογράφος, οἷα δὴ ἐνυβρίζων, ὠνόμαζεν. Αἱ μὲν οὖν χρήσεις, ἃς ἡ βίβλος περιεῖχε, τοὺς εἰρημένους ἱεροὺς ἄνδρας πατέρας ἐπεγράφοντο, χρήσιμοι δ’ ἂν εἶεν πρὸς ἔλεγχον τῶν φρονούντων ἐπὶ Χριστοῦ δυσσεβῶς μίαν ἐνέργειαν. Περιείχετο μέντοι ταῖς εἰρημέναις καὶ ἐξ ἀνεπιγράφου χρῆσις.
τὸ δὲ σύνταγμα, ἐξ οὗ ἡ χρῆσις, Σεβῆρον ὑπεδείκνυ γενναίως τοῖς λόγοις καταβαλλόμενον. Ἀνεγνώσθη βιβλίον «Στεφάνου» τινὸς τριθεί̈του, ᾧ ἐπίκλην ὁ «Γόβαρος». Τὸ δὲ βιβλίον πόνων μὲν ἐδόκει μακρῶν, κέρδος δ’ ἔφερε τῆς πολλῆς οὐχ ὅμοιον σπουδῆς· φιλοτιμίαν γὰρ μᾶλλον ἢ χρείαν ἐπεδείκνυτο περιττήν. Ἀλλὰ γὰρ τὰ μὲν κεφάλαια περὶ ὧν ἡ σπουδή, καὶ ὅσα εἰς κοινὰς καὶ ἐκκλησιαστικὰς ἀνεφέρετο ζητήσεις, μικροῦ β καὶ ν ἦν μερικωτέρων τινῶν οὐ πολλῶν τούτοις παρεμβεβλημένων. Ταῦτα δὲ διτταὶ δόξαι κατεμερίζοντο, καὶ οὐ διτταὶ μόνον ἀλλὰ καὶ ἀντικείμεναι. Τὰς δὲ δόξας οὐ λογισμοί τινες οὐδὲ λόγια συνεκρότουν ἱερά, χρήσεις δὲ μόνον, ὡς ὁ γράφων ἐνόμιζε, διαφόρων πατέρων, ὧν αἱ μὲν τὸ ἐκκλησιαστικὸν φρόνημα, αἱ δὲ συνεκρότουν τὸ ἀπόβλητον. Ἀλλὰ τὸ μὲν ἀπόβλητον παλαιαί τε χρήσεις καὶ παλαιῶν ἀνδρῶν, οὐ πάντα πρὸς ἀκρίβειαν ἐξετασάντων, περιέθαλπον, ὧν ἐνίων μὲν οὐδ’ ἔθαλπον, ἐδόκουν δὲ θάλπειν ὅμως τῷ συλλέγοντι ταύταις· τὸ δὲ φρόνημα τὸ ἐκκλησιαστικὸν αἱ τῶν μάλιστα τὴν ἀλήθειαν ἐξακριβωσάντων ἱερῶν ἀνδρῶν ἐβεβαίουν μαρτυρίαι.
PG 103:1093Ἔστι δὲ τὰ κεφάλαια, περὶ ὧν ἡ διὰ τῶν χρήσεων διπλῆ καὶ ἀντικειμένη σπουδάζει κατασκευὴ ταῦτα. Ὅτι τὸ ἰδίωμα καὶ ὁ χαρακτὴρ καὶ ἡ μορφὴ ὑπόστασίς ἐστιν, ἀλλ’ οὐχὶ συμπλοκὴ τῆς οὐσίας καὶ τοῦ ἰδιώματος, οὐδὲ τὸ αὐθυπόστατον. Τοῦτο μὲν αἱ χρήσεις κατασκευάζουσι πρότερον, εἶτα πάλιν ὕστερον τὸ ἐναντίον ἕτεραι, τουτέστι ὅτι τὸ ἰδίωμα καὶ ἡ μορφὴ καὶ ὁ χαρακτὴρ οὐκ ἔστιν ὑπόστασις ἀλλὰ τῆς ὑποστάσεως χαρακτήρ. Καὶ ἐπὶ τῶν ἄλλων κεφαλαίων, ἵνα μὴ τὰ αὐτὰ καθ’ ἕκαστον λέγειν συναναγκασθείημεν, τὴν ἀντίθεσιν αἱ διάφοροι χρήσεις ἀπολαμβάνουσαι δοκοῦσιν ἑκατέρωθεν συνιστᾶν τὸ προτεινόμενον. Ὡς ὁ βαπτιστὴς Ἰωάννης ὀκτωβρίῳ μηνὶ συνελήφθη. Οὗ τὸ ἀντικείμενον, ὡς οὐκ ἐν τούτῳ ἀλλ’ ἐν τῷ νοεμβρίῳ. Ὡς ἡ θεοτόκος τὴν δεσποτικὴν σύλληψιν ἐν τῷ μηνὶ τῶν νέων εὐηγγελίσθη, οἷον ἀπριλλίῳ, ὃν Ἑβραῖοι Νισὰν καλοῦσι· τέτοκε δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριςτὸν μηνῶν συντελεσθέντων θ, τουτέσιν Ἰανουαρίου ε, κατὰ τὸ μέσον τῆς νυκτὸς ἥτις ἐστὶ πρὸ ὀκτὼ εἰδῶν ἰανουαρίων.
Τὸ δὲ τούτου ἀντικείμενον, ὡς οὐκ ἐν τῷ εἰρημένῳ μηνί, ἀλλ’ ἐν πέμπτῃ καὶ εἰκάδι τοῦ μαρτίου εὐηγγελίσθη, ἐτέχθη δὲ ὁ Σωτὴρ ἡμῶν οὐκ Ἰανουαρίῳ πέμπτῃ ἀλλὰ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων. Ὅτι ἐν τῇ ἀναστάσει τὸ αὐτὸ σῶμα κατὰ πάντα, ὃ καὶ νῦν περικείμεθα, ἀποληψόμεθα, μηδεμίαν διαφορὰν ἐπὶ τὸ ἄφθαρτον προσειληφότες· καὶ τὸ ἀντικείμενον, ὡς οὐ τὸ αὐτὸ σῶμα τῷ νῦν ἀναληψόμεθα φθειρομένῳ. Ὅτι ἐν τῷ αὐτῷ σχήματι ἀναστησόμεθα· καὶ ὅτι οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἐν ἑτέρῳ. Ὅτι καθ’ ἣν ἡλικίαν ἕκαστος τὸν βίον μετήλλαξε, κατὰ ταύτην καὶ ἀναστήσεται· τὸ δὲ ἀντικείμενον, ὅτι οὐχ οὕτως, ἀλλὰ καὶ τὰ παιδία ἐν τελείῳ σχήματι ἀναστήσονται, καὶ οὐκ ἀθρόον πάντες ἀλλὰ παρὰ μέρος. Ὅτι λεπτὸν καὶ ἀερῶδες καὶ αἰθέριον καὶ πνευματικὸν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως ἀποληψόμεθα τὸ σῶμα· καὶ ὅτι οὐ τοιοῦτον ἀλλὰ γηινὸν καὶ παχὺ καὶ ἀντίτυπον.
Ὅτι τὸ θεῖον ἀνθρωπόμορφον καὶ ἔμψυχον, καὶ ὅτι τὸ κατ’ εἰκόνα τὸ σωματικὸν σχῆμα δηλοῖ, καθὸ καὶ ὁ ἄνθρωπος πρὸς μίμησιν τοῦ ἀρχετύπου διαπέπλασται, καὶ ὡς οἱ Ἄγγελοι σώματά τε ἔχουσιν ὁμοιόσχημα τῶν ἀνθρωπίνων σωμάτων, καὶ ὡς ἐκ τῆς θείας οὐσίας ἡ ἀνθρωπίνη προελήλυθε ψυχή· καὶ τὰ ἀντικείμενα τούτοις, ὡς οὔτε τὸ θεῖον ἀνθρωπόμορφον οὔτε ὅλως ἐσχηματισμένον, ἀλλ’ οὔτε ἄλλο τι πέφυκεν εἶναι τῶν προειρημένων· ὡσαύτως δὲ οὐδὲ οἱ Ἄγγελοι σώματα, ἀλλ’ ἀσώματοι, καὶ ὡς ἡ τῶν ἀνθρώπων ψυχὴ οὐκ ἐκ τῆς θείας οὐσίας. Ὅτι ἄλλο ἦν τὸ πρὸ τῆς παραβάσεως τοῦ ἀνθρώπου σῶμα, ὅπερ καὶ αὐγοειδὲς καλοῦσι, καὶ ἄλλο τὸ μετὰ τὴν παράβασιν, ὃ νυνὶ περικείμεθα σάρκινον, καὶ τοῦτό ἐστιν οἱ δερμάτινοι χιτῶνες, ὅπερ καὶ ἀποτιθέμεθα ἐν τῇ ἀναστάσει· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι οὐχ ἡ σὰρξ ἡμῶν οἱ δερμάτινοι χιτῶνες. Ὅτι πρότερον οἱ δίκαιοι ἀναστήσονται, καὶ σὺν αὐτοῖς πάντα τὰ ζῷα, καὶ ἐπὶ χίλια ἔτη τρυφήσουσιν ἐσθίοντες καὶ πίνοντες καὶ τεκνοῦντες, καὶ μετὰ τοῦτο ἡ καθολικὴ ἐπιστήσεται ἀνάστασις· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τῶν δικαίων προανάστασις οὐκ ἔστιν, οὐδὲ ἡ χιλιονταετὴς τρυφὴ οὐδὲ ὁ γάμος.
PG 103:1095Ὅτι μετὰ τὴν ἀνάστασιν ἐν παραδείσῳ τῶν δικαίων ἔσται ἡ διατριβή, καὶ ὅτι οὐκ ἐν παραδείσῳ ἀλλ’ ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ὁ παράδεισος οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς ἀλλὰ τούτων μεταξύ. Ὡς ὁ παράδεισος ἡ ἄνω ἐστὶν Ἱερουσαλήμ, καὶ ἐν τῷ τρίτῳ ἐστὶν οὐρανῷ, καὶ τὰ ἐν αὐτῷ ξύλα νοερά τέ εἰσι καὶ σύνεσιν ἔχουσι καὶ λόγον, καὶ ὡς ὁ ἄνθρωπος μετὰ τὴν παράβασιν ἐκεῖθεν ἐπὶ τὴν γῆν κατηνέχθη. Εἶτα καὶ τὸ ἀντικείμενον, ὅτι ὁ παράδεισος οὐκ ἔστιν ἐν τῷ τρίτῳ οὐρανῷ ἀλλ’ ἐπὶ τῆς γῆς. Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἡγήσιππος μέντοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικός, ἐν τῷ πέμπτῳ τῶν ὑπομνημάτων, οὐκ οἶδ’ ὅ τι καὶ παθών, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θειῶν γραφῶν καὶ τοῦ Κυρίου λέγοντος· «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα» καὶ ἑξῆς. Ὅτι οἱ ἐν τῇ κολάσει παραδιδόμενοι τῶν ἁμαρτωλῶν καθαίρονται τῆς κακίας ἐν αὐτῇ, καὶ μετὰ τὴν κάθαρσιν ἀπολύονται τῆς κολάσεως.
Εἶτα καὶ ὅτι οὐ πάντες οἱ παραδοθέντες τῇ κολάσει καθαίρονται καὶ ἀπολύονται, ἀλλά τινες· καὶ ὅτι, ὅπερ ἐστὶν ἀληθὲς τῆς ἐκκλησίας φρόνημα, οὐδεὶς ἀπολύεται τῆς κολάσεως. Ὅτι τὸ καίεσθαι καὶ μὴ κατακαίεσθαι φθοράν ἐστιν ἄφθαρτον φθείρεσθαι. Τῖτος δὲ ὁ ἐπίσκοπος Βόστρων, κατὰ Μανιχαίων γράφων, ἐν τῷ πρώτῳ λόγῳ φησί· «Πῶς ἂν εἴη φθορὰ ἑαυτῆς ἡ φθορά; Πάντως γὰρ ἕτερόν τι φθείρει, οὐχ ἑαυτήν. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, οὐδὲ τὴν ἀρχὴν ἂν ὑπέστη· φθαρήσεται γὰρ ἑαυτὴν μᾶλλον φθείρουσα ἢ οὖσα· φθορὰν γὰρ ἄφθαρτον ἀδύνατον κατά γε τὰς κοινὰς ἐννοίας ἐπινοηθῆναί ποτε». Καὶ δῆλον ὅτι ὁ μὲν ἱερὸς οὗτος ἀνὴρ καθ’ ἑτέραν ἔννοιαν εἶπεν ἀδύνατον εἶναι τὴν φθορὰν ἄφθαρτον, ὁ δὲ θεσπέσιος Ἰωάννης καθ’ ἑτέραν· ὁ μὲν γὰρ τὴν φθορὰν ἄφθαρτον εἶπεν ἀντὶ τοῦ διαιωνίζουσαν καὶ διὰ παντὸς γινομένην, ὁ δὲ τὴν φθορὰν ἄφθαρτον μὴ εἶναι, τουτέστι μὴ δύνασθαι τὴν φθορὰν ἀπάθειαν εἶναι καὶ ἀφθαρσίαν καὶ σωστικὴν τῶν ὑποκειμένων. Ἀλλ’ οὕτως ἐχούσης ἑκατέρας διανοίας, ὁ πατὴρ τῆς παρούσης σπουδῆς Γόβαρος τὴν διάφορον ἔννοιαν οὐ συνιεὶς ὡς ἀντικειμένας ἀλλήλαις παρέθηκε τὰς φωνάς.
Ὅτι ὁ μέλλων αἴων ὄγδοός ἐστι, καὶ τὸ ἀντικείμενον, ὡς οὐκ ὄγδοος ἀλλ’ ἐνάτος. Ὅτι τὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σῶμα λεπτομερὲς μετὰ τὴν ἀνάστασιν γέγονε καὶ πνευματικὸν καὶ οὐράνιον καὶ κοῦφον καὶ μηδὲ ὑποπῖπτον ἁφῇ, καὶ διὰ τοῦτο καὶ τῶν θυρῶν εἰσῆλθε κεκλεισμένων. Καὶ ὡς τὸ ἁπτὸν καὶ παχυμερὲς σῶμα ἕτερόν ἐστι παρὰ τὸ λεπτομερές, καὶ ἀντίτυπον, καὶ οὐσίας διαφόρου. Καὶ τοῦ εἰρημένου τὸ ἀντικείμενον, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν οὔτε ἀνέπαφον οὔτε λεπτομερὲς οὔτε πνευματικὸν εἶχε σῶμα, κατὰ θαυματουργίαν δὲ καὶ οὐ τῇ τοῦ σώματος φύσει τῶν θυρῶν εἰσῆλθε κεκλεισμένων. Ὅτι ὁ Χριστὸς οὐκ ἀπέθετο τὴν σάρκα μετὰ τὴν ἀνάστασιν, ἀλλὰ μετὰ τῆς σαρκὸς ἐν δεξιᾷ καθέζεται τοῦ Πατρός· καὶ ἐκ τοῦ ἀντικειμένου, ὡς ἐλεύσεται μὲν κρῖναι ζῶντας καὶ νεκρούς, οὐκέτι δὲ σάρκα ἔχων ἀλλὰ θεοειδέστερον σῶμα. Ὅτι οὐ μετὰ σαρκὸς ἀλλὰ γυμνῇ τῇ θεότητι κατὰ τὴν δευτέραν παρουσίαν ὁ Δεσπότης παραγίνεται.
PG 103:1097Τοῦτο δὲ θέμενος ὁ Γόβαρος εἰς κεφάλαιον, καὶ χρήσεις παραγαγὼν Τίτου ἐπισκόπου Βόστρων, μυρίας ἔχων ἑτέρας συναγαγεῖν αἳ κατασκευάζουσι τὸ μὴ γυμνῇ τῇ θεότητι παραγενέσθαι τὸν Δεσπότην Χριστόν, πάσας παρῆκε καὶ οὐδεμιᾶς ἐμνήσθη, πανταχοῦ προπηδῶσαν αὐτοῦ τῆς ψυχῆς ἐπιδεικνὺς τὴν ἀσέβειαν, ἥτις ἐν τῇ ἀπαρνήσει τῆς σαρκὸς μίαν φύσιν δογματίζειν ἀναιδεύεται. Ὅτι τὸ ἀπαθὲς καὶ ἄτρωτον καὶ ἀθάνατον σῶμα ἑτεροούσιόν ἐστι καὶ ἑτερογενὲς τῷ ἡμετέρῳ σώματι· καὶ ὅτι τὰ φθαρτὰ καὶ θνητὰ εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μεταβάλλοντα τὴν κατ’ οὐσίαν τροπὴν ἐπιδέχεται. Ὅτι ἕκαστος ὅρος μένων ἐντελὴς τὴν τῶν ὁριστῶν διασῴζει φύσιν. Εἰ δέ τις τούτου ἀφέλοι τι ἢ προσθήσει, τὸ ὁριστὸν διαλύεται. Ταῦτα τοίνυν τὰ δύο κεφάλαια, ὥσπερ καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, μονομερῶς καὶ οὐκ ἐξ ἑκατέρου τῶν ἀντικειμένων τὰς χρήσεις ἐδέξαντο. Ὅτι ὁ τοῦ Θεοῦ Λόγος ὅλος ἐστὶν ἐν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν, καὶ ὅλος ἐστὶν ἐν τῷ σώματι ὃ καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ· καὶ ἁπλῶς ἡ τῆς θεότητος οὐσία καὶ φύσει καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ πάντα πληροῖ, καὶ δι’ ἑκάστου τῶν ὄντων δίεισι τῇ πρὸς τὸ πᾶν ἀνακράσει.
Καὶ ὅτι οὐχ οὕτως, ἀλλ’ ὁ Θεὸς ἐκτός ἐστι τοῦ παντὸς κατ’ οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσιν. Ὅτι πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ Ἀγγέλους ὁ Θεὸς ἔκτισε· καὶ ὅτι οὐχ οὕτως, ἀλλ’ ἐν τῇ πρώτῃ τῆς κοσμογενείας ἡμέρᾳ. Ὅτι οἱ Ἄγγελοι καὶ οἱ δαίμονες σώμασιν ἥνωνται, καὶ ὅτι οὐδέτεροι αὐτῶν σώμασιν ἥνωνται. Ὅτι οἱ Ἄγγελοι καὶ αἱ λογικαὶ ψυχαὶ καὶ πάντα τὰ νοερὰ κτίσματα φύσει καὶ κατὰ φύσιν εἰσὶν ἄφθαρτα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ φύσει ἀλλὰ χάριτί εἰσιν ἀθάνατοι, φύσει δὲ μόνος ὁ Θεός. Ὅτι οἱ Ἄγγελοι κατελθόντες ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν σάρκα τε ἔσχον καὶ παιδοποιὰ μόρια, καὶ ταῖς γυναιξὶν ὁμιλήσαντες τοὺς γίγαντας ἐγέννησαν, καὶ ἐδίδαξαν αὐτοὺς τέχνας τε καὶ κακοτεχνίας· οἱ δὲ γίγαντες ἀλόγοις μιγέντες ἐγέννησαν τερατώδεις ἀνθρώπους καὶ δαιμόνια ἄρρενά τε καὶ θήλεα· κολάζονται δὲ οἱ Ἄγγελοι ἐκεῖνοι ἔνθα τῆς γῆς πῦρ ἀναδίδοται καὶ θερμὰ ὕδατα· καὶ ὅτι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δαιμόνια γίνονται· καὶ τοὐναντίον ὅτι ἄσαρκοι ὄντες οἱ ἀποστατήσαντες ἄγγελοι οὐ δι’ ἑαυτῶν ἀλλὰ διὰ μέσων ἀνθρώπων ἐμίγησαν ταῖς γυναιξί, μᾶλλον δὲ οὔτε δι’ ἑαυτῶν οὔτε διὰ μέσων ἀνθρώπων·
PG 103:1099καὶ ὅτι οὐ μεταβάλλουσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ εἰς δαιμόνια. Ὅτι ὁ οὐρανὸς σφαιρικός ἐστι καὶ κύκλῳ κινεῖται· καὶ ὅτι οὔτε σφαιρικός ἐστιν οὔτε κύκλῳ κινεῖται. Ὅτι τὸ εἰρημένον· «Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος» τὸ Πνεῦμα τὸ ἅγιον ἦν· καὶ ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον ἦν ἀλλὰ τὸ ἓν τῶν τεςσάρων στοιχείων. Ὅτι ἡ κυριακὴ ἡμέρα ἡ αὐτή ἐστιν ἡ ὀγδόη καὶ πρώτη καὶ ὅτι οὐχί. Ὅτι σώματά εἰσι νοερὰ αἱ τῶν ἀνθρώπων ψυχαί, καὶ διατετυπωμέναι κατὰ τὸ φαινόμενον ἔξωθεν τοῦ σώματος σχῆμα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι ἀσώματός ἐστιν ἡ ψυχὴ καὶ σωματικοῖς οὐχ ὑπόκειται τύποις. Ὅτι αἱ ψυχαὶ πρὸ τῆς τοῦ κόσμου ὑπέστησαν καταβολῆς, καὶ ὅτι ἐκ τῶν οὐρανῶν εἰς τὰ σώματα κατέβησαν, ὥσπερ Μωσῆς καὶ οἱ Προφῆται καὶ Σωκράτης καὶ Πλάτων καὶ ὁ Βαπτιστὴς Ἰωάννης καὶ τῶν Ἀποστόλων αἱ ψυχαί, ἀλλὰ καὶ αὐτή γε ἡ τοῦ Κυρίου. Καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι πρὸ τῶν σωμάτων οὐκ ἦσαν αἱ ψυχαὶ ἐν οὐρανῷ ἀλλ’ ἐν τῇ τοῦ σώματος γενέσει ὑπέστησαν, προϋπάρχει μέντοι τὸ σῶμα, εἶτα ἡ ψυχή· ἢ μᾶλλον, ὅτι οὔτε προϋπάρχουσιν οὔτε μεθυπάρχουσιν ἀλλὰ συνυπάρχουσιν ἀλλήλοις.
Ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἀπὸ γῆς ἔπλασεν ὁ Θεός· καὶ ὅτι οὐκ ἀπὸ γῆς ἀλλ’ ἐξ ὕδατος καὶ πνεύματος. Ὅτι ἡ πνοή, ἣν ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, πρόσκαιρος ἦν καὶ οὐχ ὡς τὸ πνεῦμα αἰώνιον· καὶ ὅτι οὐ πρόσκαιρος ἦν ἀλλὰ ψυχὴ ἀθάνατος. Ὅτι οὐ πρόσκαιρος ἦν οὔτε ψυχή, ἀλλὰ νοῦς, ὡς ἐκ τριῶν συγκεῖσθαι μερῶν τὸν ἄνθρωπον, νοῦ τε καὶ ψυχῆς καὶ σώματος. καὶ ὅτι οὐδὲν τῶν εἰρημένων ἦν ἡ ἐμφυσηθεῖσα πνοή, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐκ αὐτὸ ψυχὴ οὐδὲ νοῦς χρηματίσαν, ἀλλὰ δεδημιουργηκὸς τὴν ψυχήν. Ὅτι ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα μεταβάλλει εἰς τοὺς καρποὺς καὶ τὰ φυτά, καὶ ἡ τροφὴ εἰς σάρκα καὶ νεῦρα καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ μεταβάλλει ἡ γῆ εἰς τὰ φυτὰ καὶ τοὺς καρπούς, οὔτε ἡ τροφὴ εἰς τὸ ἡμέτερον σῶμα. Ὅτι μετὰ θάνατον ἡ ψυχὴ οὔτε τοῦ σώματος οὔτε τοῦ τάφου χωρίζεται· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ παραμένει τῷ σώματι ἡ ψυχὴ οὔτε τῷ τάφῳ. Ἐνταῦθα δὲ μυρίων εὐπορῶν ὁ Γόβαρος χρήσεων Σεβηριανοῦ μόνον τοῦ Γαβάλων καὶ Εἰρηναίου παρέθηκε χρήσεις.
Ὅτι πᾶν γενητὸν φθαρτόν ἐστι καὶ θνητόν, βουλήσει δὲ Θεοῦ διαμένει ἄλυτον καὶ ἄφθαρτον· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τὸ φύσει φθαρτὸν οὐ δύναται ἄφθαρτον εἶναι βουλήσει Θεοῦ· ἐναντία γὰρ δοξάζει ἑαυτῷ ὁ τοῦτο λέγων, καὶ ἀδύνατα χαρίζεται τῷ δημιουργῷ. Ταύτης δὲ τῆς δόξης χρῆσιν μὲν παρέθηκεν ἐκ τοῦ μάρτυρος Ἰουστίνου· τῷ δὲ πρὸς τὴν ἑλληνικὴν μὲν δόξαν συνενήνεκτο μάχη, καὶ τοῦ Πλάτωνος ἔλεγχος κατεσκευάζετο εἰρηκότος· «Ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἔστε οὐδὲ ἄλυτοι πάμπαν, οὔτε γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρης, τῆς ἐμῆς βουλήσεως ἰσχυροτέρου δεσμοῦ λαχόντες». Καὶ ὁ μὲν μάρτυς, τὸ πλατωνικὸν διελέγχων σόφισμα, ἐπιδείκνυσι τὸν Πλάτωνα τόν τε δημιουργὸν εἰσάγοντα τἀναντία λέγοντα ἑαυτῷ, καὶ εἱρμὸν ἀκολουθίας οὐδένα τοῖς εἰρημένοις ἁρμόζοντα· ἢ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι κατὰ τὸν πρότερον ὅρον, ἢ ψεύδεσθαι λέγοντα πᾶν τὸ γενόμενον φθαρτὸν εἶναι. Ὁ δὲ Γόβαρος τὸν ἑλληνικὸν ἔλεγχον εἰς ἀνατροπὴν ἐκβιάζεται χρῆσθαι τοῦ φρονήματος τοῦ ἐκκλησιαστικοῦ.
PG 103:1101Τὰ τοίνυν εἰρημένα κεφάλαια διπλαῖς καὶ ἀντικειμέναις χρήσεσιν, ὡς ἐνόμιζε, κατασκευάζων, ἐπὶ τὰ μονομερῆ πάλιν μεταβαίνει. Καὶ πρῶτον μέν φησιν, ὅπερ ἐστὶ τῆς ὅλης συντάξεως η καὶ λ κεφάλαιον, ὅπως ἐδόξασε περὶ τῆς τοῦ Κυρίου ἡμῶν ἐνανθρωπήσεως ὁ ἐν ἁγίοις Εὐστάθιος, ὁ τῆς Ἀντιοχείας ἀρχιερωσύνης προεδρεύσας, ἐφεξῆς δὲ ὅπως ὁ ἁγιώτατος Κύριλλος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιερεύς· καὶ ὅπως ἐνόησαν οἱ τῆς ἐκκλησίας διδάσκαλοι τό· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ», καὶ ὅπως τοῦτο Σεβῆρος ἐνόησε. Ταῦτα μονομερῶς διελθὼν τὰ κεφάλαια μεταβαίνει πάλιν ἐπὶ τὴν διπλῆν προκομιδὴν τῶν χρήσεων, καὶ ποιεῖται κεφάλαιον β καὶ μ ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐγαλακτοτροφήθη ἐκ τῆς θεοτόκου Μαρίας, καὶ ὅτι οὐκ ἐγαλακτοτροφήθη. Ὅτι τό· «Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν Ἰωάννου τοῦ Βαπτιστοῦ» περὶ ἑαυτοῦ εἶπεν ὁ Σωτήρ· καὶ ὅτι οὐ περὶ ἑαυτοῦ ἀλλὰ περὶ Ἰωάννου τοῦ εὐαγγελιστοῦ. Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς λ ἐνιαυτῶν ὑπάρχων ἐσταυρώθη· καὶ ὅτι οὐ λ ἀλλὰ γ καὶ λ· καὶ ὅτι οὐ γ καὶ λ ἀλλὰ μ·
καὶ ὅτι οὔτε λ ἐτῶν οὔτε μ μόνον, ἀλλὰ καὶ πλέον, οὐ πόλυ τῶν ν ἀφεστηκώς. Ὅτι ἐν ᾧ καιρῷ παρέδωκε τοῖς μαθηταῖς ὁ Κύριος τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὸ νομικὸν ἔφαγε πάσχα· καὶ ὅτι οὐκ ἔφαγε τηνικαῦτα τὸ νομικὸν πάσχα. Ὅτι ὁ χαλκοῦς ὄφις, ὃν ὕψωσεν ἐν τῇ ἐρήμῳ ὁ Μωσῆς, τύπος ἦν τοῦ Δεσπότου· καὶ ὅτι οὐχὶ τύπος ἀλλὰ ἀντίτυπος. Ὅτι ὁ τὸ ὠτίον ἀποκόψας τοῦ δούλου τοῦ ἀχιερέως Θωμᾶς ἦν· καὶ ὅτι οὐχὶ Θωμᾶς ἦν ἀλλὰ Πέτρος. Ὅτι κατὰ τὸν καιρὸν τοῦ πάθους ἡ θεότης ἐχωρίσθη τοῦ σώματος τοῦ Χριστοῦ· καὶ ὅτι οὔτε τῆς ψυχῆς οὔτε τοῦ σώματος ἡ θεότης ἐχωρίσθη. Ὅτι λύτρον ἀντὶ τοῦ κατεχομένου ἀνθρώπου τῷ ἐχθρῷ τὸ οἰκεῖον ὁ Σωτὴρ ἔδωκεν αἷμα, τοῦ ἐχθροῦ τοῦτο αἱρησαμένου· καὶ τὸ ἀντικείμενον, ὡς οὐχὶ τῷ ἐχθρῷ ἀλλὰ τῷ Θεῷ καὶ Πατρὶ προσήνεγκε τοῦτο. Ὅτι κρεῖσσον καὶ θαυμασιώτερον τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀνέστη ὁ Χριστός· καὶ ὅτι οὐ μετεστοιχείωσεν ἀναστὰς τὸ σῶμα πρὸς δόξαν τὴν αὐτῷ κεχρεωστημένην, ἀλλὰ τοιοῦτον ἔδειξεν οἷον ἦν καὶ πρὸ τοῦ θανάτου. Καὶ τοῦτο μὲν λέγει Κύριλλος, τὸ δὲ ἀντίθετον ὁ Ἀλεξανδρείας Διονύσιος.
Ὅτι ἐν τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἤλειψε τὸν Κύριον ἡ Μαρία μύρῳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἐν δὲ τῇ γ τὸ μυστικὸν δεῖπνον ὁ Κύριος παραδίδωσι τοῖς μαθηταῖς, ἐν δὲ τῇ ιδ τὸ σωτήριον ὑπέστη πάθος, ἐν δὲ τῇ ιε ἐκ νεκρῶν ἀνέστη καὶ τῇ ι ἀνελήφθη· ἢ οὐχ οὕτως, ἀλλὰ τῇ μὲν ιδ τὸ μυστικὸν ἔφαγε δεῖπνον, τῇ δὲ ιε ἐσταυρώθη, ἀνέστη δὲ τῇ ι· ἢ ὅτι οὐδὲ τοῦτο, ἀλλ’ ὅτι τριήμερος μὲν καὶ ἐν τῇ κυριακῇ γέγονεν ἡ τοῦ Κυρίου ἀνάστασις, καὶ μετὰ μ ἡμέρας ἀνελήφθη. Ὅτι ἀπὸ τῆς ἑσπέρας τῆς ε, ὅτε τὸ μυστικὸν δεῖπνον ὁ Κύριος παρεδίδου τοῖς μαθηταῖς, τότε τὸ σῶμα αὐτοῦ ἐτέθυτο. Μέχρι μὲν οὖν τούτων περὶ τῶν κοινῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ ζητημάτων μικροῦ διὰ πάντων τῶν κεφαλαίων ἐποιεῖτο τὸν λόγον, τὰ πλεῖστα μὲν δι’ ἀντικειμένων χρήσεων ἑκάτερον μέρος τῆς ἀντιθέσεως ἐπικουρῶν, ὀλίγα δὲ καὶ μονομερέσι μαρτυρίαις ἐπιβεβαιῶν.
PG 103:1103Ἐντεῦθεν δὲ περί τινων ἰδικῶν κεφαλαίων τὸν ἀριθμὸν ὀκτωκαίδεκα διαλαμβάνει, οἷον τίνας εἶχεν ὑπολήψεις Σεβῆρος περὶ τῶν τῆς ἐκκλησίας ὁσίων μυσταγωγῶν, καὶ ὅπως διετέθη πρὸς τὰ εἰρημένα παρὰ Κυρίλλου καὶ Ἰωάννου ἐν τῇ πρὸς Θωμᾶν τὸν ἐπίσκοπον Γερμανικείας, καὶ ὅτι τῷ ἐν ἁγίοις Γρηγορίῳ, τῷ ἐπισκόπῳ Νύσσης, τὰ εἰρημένα περὶ ἀποκαταστάσεως οὐκ ἀποδέχεται, οὐ μὴν ἀλλ’ οὐδὲ Παπίαν τὸν Ἱεραπόλεως ἐπίσκοπον καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν ὅσιον ἐπίσκοπον Λουγδούνων, ἐν οἷς λέγουσιν αἰσθητῶν τινῶν βρωμάτων ἀπόλαυσιν εἶναι τὴν τῶν οὐρανῶν βασίλειαν. Ὅτι Βασίλειος ὁ ἐν ἁγίοις τὸν ἐν ἁγίοις Διονύσιον Ἀλεξανδρείας οὐκ ἐν πολλοῖς ἀποδέχεται, μάλιστα δὲ ἐν οἷς τὸ Ἀρειανῶν ἔθνος ἐπερείδεται. Ἀπολογεῖται δὲ ὑπὲρ αὐτοῦ ὡς οὐκ ἀσεβεῖ γνώμῃ, μάχῃ δὲ τῇ πρὸς Σαβέλλιον εἰς τὴν ἀντίθετον κατὰ τοὺς λόγους περιτραπῆναι δυσφημίαν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τοῦ Πνεύματος οὐκ εὐαγεῖς αὐτὸν ἀφεῖναι φωνάς. Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος τοῦ αὐτοῦ ἀνδρὸς Διονυσίου ὑπεραπολογεῖται· «Τὰ γὰρ Ἀρείου, φησί, Διονύσιος οὔτε ἐφρόνησέ ποτε, οὔτε ἠγνόησε τὴν ἀλήθειαν·
οὔτε γὰρ ὑφ’ ἑτέρων ἐπισκόπων ἐπ’ ἀσεβείᾳ κατεγνώσθη οὔτε τὰς ἀρειανικὰς φωνὰς ἐφθέγγετο ὡς δογματίζων». Ἀλλὰ καὶ Θεοδώρητος τοὺς αὐτοὺς ὑπὲρ τοῦ εἰρημένου Διονυσίου λογισμοὺς ἀποδίδωσιν. Ἔτι μὴν παρατίθησι μαρτυρίας καὶ ὅπως μὲν διετέθη Θεόφιλος καὶ ἡ σὺν αὐτῷ σύνοδος πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστομον· καὶ ποίας ἔσχε δόξας Ἀττικὸς καὶ Κύριλλος περὶ τοῦ αὐτοῦ ἁγιωτάτου Ἰωάννου Κωνσταντινουπόλεως· καὶ οἵας ἔσχεν ὑπολήψεις ὁ εὐλαβέστατος Ἰσίδωρος ὁ τοῦ Πηλουσίου περὶ Θεοφίλου καὶ Κυρίλλου τῶν Ἀλεξανδρείας ἱεραρχῶν καὶ περὶ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου, ὡς τοὺς μὲν ἕνεκα τῆς πρὸς τὸν Χρυσόστομον ἀπεχθείας ἐκάκιζε, τὸν δὲ ἐπῄνει τε καὶ ἐθαύμαζεν. Ὅτι Σεβῆρος τὸν ἐν ἁγίοις Ἰσίδωρον μέμψασθαι μὲν ὁρμηθείς, οὐκ ἔχων δὲ ὅθεν, φήμην αὐτῷ περιπλάττει ὠριγενιασμοῦ, εἰ καὶ ταύτην αὐτὸς πάλιν ἀποσκευάζεται δι’ ἑαυτοῦ, ὑπὸ τῆς ἀληθείας νικώμενος. Ἔτι δὲ ποίας ὑπολήψεις ἔσχεν Ἱππόλυτος καὶ Ἐπιφάνιος περὶ Νικολάου τοῦ ἑνὸς τῶν ζ διακόνων, καὶ ὅτι ἰσχυρῶς αὐτοῦ καταγινώσκουσιν.
PG 103:1105Ἰγνάτιος μέντοι ὁ θεοφόρος καὶ Κλήμης ὁ Στρωματεὺς καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Θεοδώρητος ὁ Κύρου τὴν μὲν Νικολαϊτῶν καταγινώσκουσιν αἵρεσιν, τὸν δὲ Νικόλαον μὴ τοιοῦτον εἶναι ἀποφαίνονται. Ὅτι Ἱππόλυτος καὶ Εἰρηναῖος τὴν πρὸς Ἑβραίους ἐπιστολὴν Παύλου οὐκ ἐκείνου εἶναί φασι, Κλήμης μέντοι καὶ Εὐσέβιος καὶ πολὺς ἄλλος τῶν θεοφόρων πατέρων ὅμιλος ταῖς ἄλλαις συναριθμοῦσι ταύτην ἐπιστολαῖς, καί φασιν αὐτὴν ἐκ τῆς Ἑβράϊδος μεταφράσαι τὸν εἰρημένον Κλήμεντα. Ὅτι Ὠριγένην καὶ Θεόγνωστον ὅ τε μέγας Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐν πολλοῖς ἀπεδέχετο λόγοις καὶ Τῖτος ὁ Βόστρων, καὶ ὁ θεολόγος Γρηγόριος ἐν ἐπιστολαῖς φιλόκαλον αὐτὸν λέγει, καὶ ὁ Νύσσης δὲ εὐφήμως εἰς μνήμην ἄγει. Ἀλλὰ καὶ Διονύσιος ὁ Ἀλεξανδρείας πρὸς αὐτὸν ἐκεῖνον γράφων, ἔτι δὲ καὶ μετὰ θάνατον ἐκείνου πρὸς Θεότεκνον τὸν τῆς Καισαρείας ἐπίσκοπον γράφων, δι’ ἐπαίνων τὸν Ὠριγένην ἄγει καὶ Ἀλέξανδρος ὁ Ἱεραπόλεων ἐπίσκοπος καὶ μάρτυς, πρὸς τὸν αὐτὸν Ὠριγένην γράφων, λίαν οἰκειοῦται τὸν ἄνδρα τοῖς λόγοις. Ὅτι Θεόφιλος μὲν καὶ Ἐπιφάνιος λίαν ἐκτρέπονται τὸν Ὠριγένην.
Τίνας ὑπολήψεις εἶχεν ὁ ἁγιώτατος Ἱππόλυτος περὶ τῆς τῶν Μοντανιστῶν αἱρέσεως, καὶ τίνας ὁ ἐν ἁγίοις τῆς Νύσσης Γρηγόριος. Τὰ μὲν οὖν μερικώτερα τῶν κεφαλαίων ἐν τούτοις. Πάλιν δὲ ἐπί τι κοινότερον μεταβαίνει, καὶ παρατίθησι χρήσεις ὅτι παντὸς τεθνεῶτος ψυχὴ ὠφελεῖται μέγιστα διὰ τῶν ὑπὲρ αὐτοῦ ἐπιτελουμένων εὐχῶν καὶ προςφορῶν καὶ ἐλεημοσυνῶν, καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐχ οὕτω. Τὸν μὲν οὖν Γόβαρον μέχρι τούτων τῶν κεφαλαίων τὸν πόνον εὕρομεν ἀναδεξάμενον. Ἀνεγνώσθη βιβλίον τὸν ἐν ἁγίοις «Γερμανὸν» φέρον συγγραφέα, ὃς μετὰ τὸ Κυζικοῦ χειροτονηθῆναι Κωνσταντινουπόλεως ἐχρημάτισεν ἀρχιερεύς. Ἀνταποδοτικὸς δὲ ἢ Ἀνόθευτος τὴν ἐπιγραφὴν ἔχει, ὃ ἴσον ἂν εἴη Περὶ τῆς ἀνοθεύτου τῶν βεβιωμένων ἀνθρώποις ἀνταποδόσεως. Τῆς μὲν οὖν ἐπιγραφῆς ἡ ἐπαγγελία τοιαύτη, ἀγωνίζεται δὲ ὁ λόγος τὸν ἐν ἁγίοις τῆς Νύςσης Γρηγόριον καὶ τὰ τούτου συγγράμματα τῆς ὠριγενείου παρασχεῖν ἐλεύθερα λώβης.
Καὶ γὰρ οἷς τοῦ δαιμονίου φύλου καὶ τῶν εἰς κόλασιν ἀτελεύτητον παραπεμπομένων ἀνθρώπων ἡ λῆρος ἀποκατάστασις φίλον, οὗτοι δή, ἅτε τὸν ἄνδρα ὑψηλόν τε τοῖς δόγμασι καὶ πολὺν τοῖς τῶν λόγων ῥεύμασιν εἰδότες, καὶ λαμπρὰν τῆς εὐσεβείας τὴν ὑπόληψιν εἰς πάντας ἀνθρώπους περιηχηθεῖσαν ὁρῶντες, ἐπεβάλοντο παρενεῖραι τοῖς ἐκείνου φωτιστικοῖς καὶ σωτηρίοις λόγοις τὰ ζοφώδη καὶ ὀλέθρια τῆς Ὠριγένους ὀνειρώξεως ἀμβλωθρίδια, τῇ τοῦ ἀνδρὸς περιωνύμῳ ἀρετῇ τε καὶ γνώσει τὴν αἱρετικὴν ὑποβαλεῖν λαθραίως διανοηθέντες ἀπόνοιαν. Διὸ τοῦτο μὲν προσθήκαις νόθοις, τοῦτο δὲ καὶ διαστροφῇ τῶν ὀρθῶν λογισμῶν βεβιασμένῃ, πολλὰ τῶν ἀμωμήτων ἐκείνου συνταγμάτων κατακιβδηλεύειν ἐπειράθησαν. Καθ’ ὧν Γερμανὸς ὁ τῆς εὐσεβείας συνήγορος ὀξὺ τῆς ἀληθείας ἐπαφεὶς τὸ ξίφος, καὶ νεκροὺς τῇ πληγῇ λιπὼν τοὺς πολεμίους, νικηφόρον καὶ πρωταγωνιστὴν τὸν καθ’ οὗ τὰς ἐπιβουλὰς ἡ αἱρετικὴ φάλαγξ ἐρρᾳδιούργει καὶ κατεσκεύαζε παρεστήσατο. Ἔστι μὲν οὖν ὁ ἀνὴρ ἐν τῷ παρόντι λόγῳ καθαρός τε καὶ διειδής, καὶ τὰς ἐν ὀνόμασι τροπὰς εὐστόχως ὑποβαλλόμενος, καὶ τὴν μὲν φράσιν ἡδύνων, οὐχ ὑφελκόμενος δὲ πρὸς ψυχρότητα·
PG 103:1107γενναῖος μὲν ἐπιβαλεῖν τῇ προθέσει, ὅμοιος δὲ διελθεῖν τὰ ἀγωνίσματα, καὶ τοῦ μὲν ἀναγκαίου μηδὲν ἔξωθεν παραπλέκων, οὐδὲν δὲ τῶν ὀφειλόντων ῥηθῆναι παρορῶν, οὔτε ταῖς κατασκευαῖς οὔτε τοῖς ἐπιχειρήμασιν οὔτε τοῖς ἐνθυμήμασιν. Ἀλλ’ ἔστιν ὥσπερ τῶν εὐσεβῶν δογμάτων κανὼν ἀπαρέγκλιτος, οὕτω καὶ τῶν, εἴ τις ἐθέλει λόγους γράφειν δυνατοὺς καὶ σαφεῖς καὶ χαρίεντας καὶ πνευματικὴν διδασκαλίαν προτιμῶντας τῆς ἐπιδείξεως, καλὸν παράδειγμα καὶ ἀξιοζήλωτον. Ἐπιρραπίζει μὲν οὖν πρότερον τὸ αἱρετικὸν δόγμα, ὃ τῆς ἀποκαταστάσεως τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον καὶ τῶν ἐν ἁμαρτίαις καταλυσάντων τὸν βίον μετά τινας ποινὰς ὡρισμένας εἰς τὸν χορὸν τῶν δικαίων μετελθεῖν τερατεύεται. Ἐλέγχει δὲ τὸ μυθῶδες τοῦτο δυσσέβημα πρῶτον μὲν ἐξ αὐτῶν τῶν δεσποτικῶν φωνῶν, δεύτερον ἐκ τῶν ἀποστολικῶν κηρυγμάτων, οἷς καὶ προφητικὰς ἐπισυνάπτει μαρτυρίας, τρανολογούσας ὥσπερ αἰώνιον τὴν τῶν δικαίων ἀνεκλάλητον ἀπόλαυσιν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητόν τε καὶ ἀνυπόστατον κόλασιν.
Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον χρήσεων τὸ αἱρετικὸν καὶ ἀλλόφυλον καταβάλλει φρύαγμα, ἀλλὰ καὶ ἐξ ἄλλων ἱερῶν ἀνδρῶν, ναὶ δὴ (τὸ κραταιότερον) καὶ ἐκ λογίων αὐτοῦ ἐκείνου, ὃν κακομηχάνως ἡ αἵρεσις συνήγορον λαβεῖν ἠγωνίζετο. Διὰ δὴ τούτων ἁπασῶν τῶν ἱερολογιῶν τὸ μὲν παθοποιὸν καὶ ψυχοφθόρον πάσης ἐκκλησιαστικῆς χοροστασίας ἀπελαύνων ἀνεδείχθη μυθολόγημα, τὸ δὲ τῆς εὐσεβείας μισοπόνηρον κρατύνων τε καὶ ἀνυψῶν φρόνημα. Οὕτω δὲ προδιασκευάσας καὶ κραταιωσάμενος τὸ τῆς ἀληθείας ὀχύρωμα, ἐξ οὗ καταβαλεῖν ῥᾷον ἔμελλε τὸ πολέμιον, τὰ ῥητὰ λοιπὸν μετὰ ταῦτα τοῦ ἱεροῦ προάγει πατρός, οἷς οἱ κακοὶ καὶ πονηροὶ τῶν δογμάτων κάπηλοι τὸν οἶνον ὕδατι μιγνύντες κιβδηλεύειν αὐτά, μᾶλλον δὲ τὰ τῆς ἐκκλησίας ἐμελέτησαν διδάγματα. Ταῦτα δὴ τὰ ἱερὰ ῥήματα προθείς, ἑαλωκότας ἐπ’ αὐτοφώρῳ τοὺς ὠριγενειαστὰς οἷς ἐκακούργουν ἐθριάμβευσε, τοῦτο μὲν ἀπηρυθριασμέναις καὶ ἀναισχύντοις προσθήκαις ἐπινοθεύοντας διελέγχων τὰ ἀνόθευτα, τοῦτο δὲ καὶ τὸ συνεχὲς ὑφορωμένους τῆς προσθήκης, ἐκ πολλῆς ἄλλης αὐθαδείας τε καὶ ἀπονοίας, πρὸς τὴν αἱρετικὴν αὐτῶν ἐπίνοιαν ἀποθρασυνθέντας ἐκβιάζεσθαι.
Καὶ ὡς ἔπος εἰπεῖν, πάσης τοὺς τοῦ ἀνδρὸς ἀπηλλαγμένους πόνους ἀποφαίνει αἱρετικῆς τε ἐπιβουλῆς καὶ συκοφαντίας ἀφορώσης εἰς ἀσέβειαν. Ἡ δ’ ἀπαλλαγὴ καὶ τῆς κακουργίας ὁ ἔλεγχος ἔκ τε τῶν προηγουμένων τοῦ κεκακουργημένου χωρίου καὶ τῶν ἑπομένων κατασκευάζεταί τε καὶ ἀνακαλύπτεται, καὶ ἐξ ἄλλων δὲ τοῦ θεσπεσίου Γρηγορίου μυρίων λόγων, τὸ ὀρθὸν διασῳζόντων καὶ ἀνόθευτον. Καὶ ταῦτα καλῶς ἀγωνισάμενος, καὶ ὡς οὐκ ἄν τις ἄλλος ἄμεινον, εἰς σωτηρίους εὐχὰς καὶ δοξολογίας Θεοῦ ἀποπερατοῖ τὸ φιλοπόνημα. Οἱ δὲ λόγοι, οὓς ὑπελθεῖν ἐνέδραις τὸ ἀλλόφυλον ἐτεχνάσατο καὶ ὁ παρὰ τῆς ἀληθείας ταχθεὶς στρατηγὸς τῆς λῃστρικῆς ἐφόδου κακῶν ἀπαθεῖς διεσώσατο, ὅ τε Περὶ ψυχῆς ἐστι πρὸς τὴν ἀδελφὴν Μακρῖναν διάλογος, καὶ δὴ καὶ ὁ Κατηχητικὸς καὶ ὁ Περὶ τελείου βίου τὴν εἰσήγησιν ἀναδεξάμενος. Ἀνεγνώσθη τοῦ ἁγίου «Μεθοδίου» ἐπισκόπου καὶ μάρτυρος, ἐκ τοῦ Περὶ ἀναστάσεως λόγου, οὗ ἡ ἐκλογὴ τὰ ὑποκείμενα λέγει. Ὅτι οὐ δεσμόν φησι τὸ σῶμα τῆς ψυχῆς εἶναι, ὡς Ὠριγένης ᾤετο, οὐδὲ δεσμωτίδας τὰς ψυχὰς παρὰ τοῦ προφήτου Ἱερεμίου καλεῖσθαι διὰ τὸ ἐν σώμασιν αὐτὰς τυγχάνειν.
PG 103:1109Οὐ γὰρ ἐμποδίζειν τὰς τῆς ψυχῆς ἐνεργείας τὸ σῶμα τίθεται, συμπεριάγεσθαι δὲ μᾶλλον τὸ σῶμα καὶ συνεργεῖν πρὸς ἃ ἡ ψυχὴ ἐπιτρέπει. Ἀλλὰ πῶς τὸ τοῦ θεολόγου Γρηγορίου νοητέον καὶ ἄλλων πολλῶν; Ὅτι Ὠριγένης δεσμὸν τὸ σῶμα ἔλεγε δεδόσθαι τῇ ψυχῇ μετὰ τὴν παράβασιν, πρὶν δὲ ἀσώματον αὐτὴν βιοτεύειν. Ἀλλὰ καὶ τοῦτο τὸ σῶμα, ὃ περικείμεθα, αἴτιον εἶναι τῶν ἁμαρτιῶν· διὰ τοῦτο καὶ δεσμὸν ἔλεγεν, ὡς ἀπὸ τῶν ἀγαθῶν ἔργων κωλύειν δυνάμενον τὴν ψυχήν. Ὅτι εἰ δεσμὸς ἐδόθη τὸ σῶμα μετὰ τὴν παράβασιν, ἢ τῶν κακῶν ἢ τῶν ἀγαθῶν ἐδόθη τῇ ψυχῇ. Τῶν μὲν οὖν ἀγαθῶν ἀδύνατον· οὐδὲ γὰρ ἰατρὸς ἢ τεχνιτῶν ἄλλος τῷ ἁμαρτήσαντι δίδωσι φάρμακον ὥστε πλέον ἐξαμαρτῆσαι, μὴ ὅτι γε Θεός. Λείπεται δὴ τῶν κακῶν. Ἀλλὰ μὴν ὁρῶμεν ὡς κατ’ ἀρχὰς ὁ μὲν Κάϊν περικείμενος τοῦτο τὸ σῶμα ἐφόνευσεν· οἱ δ’ ἐφεξῆς πρὸς ἃς ἀθεμιτουργίας ἐξώκειλαν δῆλον· οὐδὲ τῶν κακῶν ἄρα δεσμὸς τὸ σῶμα. Οὐδ’ ὅλως ἄρα δεσμός, οὐδ’ ὕστερον αὐτὸ ἠμφιάσατο μετὰ τὴν παράβασιν ἡ ψυχή.
Ὅτι ἄνθρωπός φησι λέγεται ἀληθέστατα κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτε αὖ πάλιν σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. Ὁ δὲ Ὠριγένης τὴν ψυχὴν μόνην ἔλεγεν ἄνθρωπον, ὡς ὁ Πλάτων. Ὅτι διαφορὰν ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων φησί· καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δέδοται καὶ μορφαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος ἐγέννησε Θεοῦ, τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ Πατρὸς καὶ μονογενῆ εἰκόνα. Καὶ πῶς τοῦτο λέγει ὁ ἅγιος, ἐπισκεπτέον. Ὅτι φησὶ Φειδίαν τὸν ἀγαλματοποιὸν τὸ Πισαῖον εἴδωλον ποιήσαντα ἐξ ἐλέφαντος προστάξαι ἔλαιον ἔμπροσθεν τοῦ ἀγάλματος ἐκχέειν, ὥστε ἀθάνατον ἐς δύναμιν αὐτὸ φυλάσσεσθαι. Ὅτι, φησίν, ὁ διάβολός ἐστι πνεῦμα περὶ τὴν ὕλην γενόμενον ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ Ἀθηναγόρᾳ ἐλέχθη, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ’ αὐτοῦ Ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν.
PG 103:1111Τοῦτο γὰρ ἡ τῶν Ἀγγέλων σύστασις τῷ Θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ’ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ Θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾗ τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος. Ἀλλ’ οἱ μὲν λοιποί, ἐφ’ ὧν αὐτοὺς ἐποίησε καὶ διετάξατο ὁ Θεός, ἔμειναν· αὐτὸς δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο διοίκησιν, φθόνον ἐγκισσήσας καθ’ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιλοτησίαν ὁμιλήσαντες θυγατράσιν. Αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ Θεός, οἷα δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων. Καὶ πῶς τοῦτο ληπτέον; Ὅτι δερματίνους χιτῶνας τὸν θάνατόν φησι. Λέγει γὰρ περὶ τοῦ Ἀδάμ, ὃν ὁ Θεὸς ὁ Παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς ἰδὼν γεγενημένον, καθάπερ καὶ ὁ πλανήσας αὐτὸν διάβολος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτόν, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνῃ. Ὅτι δύο ἀποκαλύψεις φησὶ γεγονέναι τῷ ἁγίῳ Παύλῳ.
Λέγει γάρ, ἀλλ’ οὐδὲ ὁ Ἀπόστολος ὑποτίθεται εἶναι τὸν παράδεισον ἐν τῷ τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις· «Οἶδα γὰρ τὸν τοιοῦτον ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» λέγων, «Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν τῷ σώματι, εἴτε χωρὶς τοῦ σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» δύο ἀποκαλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. Τὸ γάρ· «Οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ» ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δέ· «Καὶ οἶδα» πάλιν ἐπιφερόμενον «τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι. Ταῦτα δὲ λέγει, ἐπεὶ οἱ δι’ ἐναντίας τὸν παράδεισον νοητὸν ἐτίθεντο ἐκ τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς ὄντα ὑπὲρ τὸν οὐρανὸν ἵνα τὸ ἀσωμάτως γενέσθαι τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν συνάξωσιν. Ὅτι, φησί, τὸ μὲν πρᾶξαι ἢ μὴ πρᾶξαι τὰ κακὰ ἐφ’ ἡμῖν, ἐπεὶ οὐκ ἂν δίκας ἐδίδομεν τῶν κακῶς δρωμένων ἢ ἀμοιβὰς ἐλαμβάνομεν τῶν καλῶς·
PG 103:1113τὸ δ’ ἐνθυμηθῆναι τὰ κακὰ ἢ μὴ οὐκ ἐφ’ ἡμῖν. Διὰ τοῦτο καὶ τὸν θεῖον Παῦλόν φησι λέγειν· «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ οὐ θέλω τοῦτο ποιῶ», τουτέστιν οὐχ ὃ θέλω ἐννοεῖν τοῦτο ἐννοῶ, ἀλλ’ ὃ μὴ θέλω. Ἐκριζωθῆναι δέ φησι καὶ τὸ τὰ κακὰ ἐνθυμεῖσθαι διὰ τῆς τοῦ φυσικοῦ θανάτου παρουσίας, ἐπεὶ καὶ διὰ τοῦτο θάνατος ἐδόθη παρὰ Θεοῦ τῷ ἐξημαρτηκότι, ἵνα μὴ ἀθάνατον μείνῃ τὸ κακόν. Ἀλλὰ πῶς τοῦτο εἴρηται; Σημειωτέον ὅτι καὶ ἄλλοις ἡμῶν πατράσιν εἴρηται, εἴπερ ὁ θάνατος τοῖς τοῦτον μετερχομένοις κατὰ τὸν καιρὸν ἐκεῖνον οὔτε προσθήκη οὔτε ὕφεσις ἁμαρτημάτων γίνεται. Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου ἀποστολικῶν ῥητῶν ἑρμηνεία κατὰ σύνοψιν. Ἴδωμεν δὲ τί ἦν ὅπερ πρῶτον εἰς τὸν Ἀπόστολον προήχθημεν εἰπεῖν. Τὸ γάρ· «Ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ. Ἐκτὸς δ’ ἐπιθυμίας διήγομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας προσβολάς.
Τὸ γὰρ μὴ ἔχειν διορισμὸν καθ’ ὃν δεῖ πολιτεύεσθαι, μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογίου ποίῳ δεῖ χρῆσθαι πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυνον παντὸς λέλεκται ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι μὴ δύναται τούτων τις ἐπιθυμῆσαι, ὧν μὴ κεκώλυται. Κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. Τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ’ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ· πῶς γάρ, οὗ μὴ κεκώλυταί τις μηδ’ ἐνδεής ἐστι, τούτου ἐρᾷ; Ὅθεν διὰ τοῦτο· «Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις». Ἀκούσαντες γάρ· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐκίσσησαν. Διὸ δή· «Τὴν ἐπιθυμίαν καλῶς οὐκ ᾔδειν ἐλέχθη, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις» οὐδὲ ἐσθίειν, εἰ μὴ εἴρητο· «Οὐ φάγεσθε ἀπ’ αὐτοῦ». Ἐντεῦθεν γὰρ ἐκτήσατο ἀφορμὴν εἰς τὸ διαπαῖξαί με ἡ ἁμαρτία· δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν ὁ διάβολος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν·
«Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά», οἷον οὐ δοθείσης γὰρ τῆς ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία. Ἐγὼ δὲ ἔζων πρὸ τῆς ἐντολῆς βίον ἄμεμπτον, οὐκ ἔχων ἐπιταγὴν καθ’ ἣν ἔδει πολιτεύεσθαι. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν Θεόν, καὶ διαστείλασθαί μοι ἃ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη, ἐπειδὴ ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὗτος ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἀπατῆσαί με, ἀπατήσας ἀπέκτεινε, τῷ· «Ἧι δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι ὑπεύθυνον γενέσθαι κατεργασάμενος. Ὥστε· «Ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ τοῦ Θεοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι ἀλλ’ ἐπὶ τῷ σῶσαι ἐδόθη· μὴ γὰρ οἰώμεθα ἀνωφελές τι ἢ βλαβερὸν ποιεῖν τὸν Θεόν. Τί οὖν;
PG 103:1115«Τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ μεγίστου μοι ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; Μὴ γένοιτο, ὅτι μὴ ἡ ἐντολὴ τοῦ Θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ αἰτία, ἀλλ’ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ καθ’ ὑπερβολὴν ὁ εὑρετὴς τῆς ἁμαρτίας ἁμαρτωλός. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνηνται τὰ πνευματικά. «Ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον ἐγὼ δὲ σάρκινος ὤν, καὶ ἐν μέσῳ τοῦ ἀγαθοῦ καὶ πονηροῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵνα ἐπ’ ἐμοὶ ἑλέσθαι ὃ βούλομαι ᾖ («Τέθεικα γάρ, φησί, πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον»), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου, οἷον τῆς ἐντολῆς, ἐπακοῦσαι δὲ τοῦ ὑλικοῦ, οἷον τοῦ ὄφεως τῆς συμβουλίας· «Πέπραμαι» διὰ τὴν τοιαύτην αἵρεσιν, πεσών «ὑπὸ τὴν ἁμαρτίαν», τῷ διαβόλῳ. Ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν ἐνιζάνει, καὶ ἐμπολιτεύεται εἰσοικῆσαν ἐν τῇ σαρκί μου, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ.
Διὸ καὶ τό· «Οὐ γινώσκω ὃ κατεργάζομαι» καὶ «ποιῶ ὃ μισῶ» λεγόμενον οὐκ ἐπὶ τοῦ δρᾶσαι τὸ φαῦλον παραληπτέον, ἀλλ’ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι. Οὐ γὰρ ἐφ’ ἡμῖν τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. Κωλῦσαι μὲν γὰρ πίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, προσδεχομένων ἡμῶν ἔξωθεν εἰσπνεομένους· μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι δυνάμεθα. Διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμηθῆναι παρακεῖσθαι, τὸ δὲ κατεργάσασθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν οὔ, ὅτι μὴ κεῖται τοῦτο ἐφ’ ἡμῖν, ὡς ἔφην. Ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν». Θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο τὸ ἀγαθὸν πανάμωμον. Καὶ τοῦτο μέν· «Ὃ θέλω ἀγαθόν, οὐ ποιῶ· ὃ δὲ μὴ θέλω, πράσσω κακόν», οὐ θέλων ἐννοεῖσθαι, καὶ ἐννοούμενος ἃ μὴ θέλω. Καὶ ἐπισκέψασθε εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαβὶδ ἐνετύγχανε τῷ Θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.
PG 103:1117Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης«. Καὶ αὐτὸς δὲ ὁ Ἀπόστολος ἐν ἑτέρῳ· »Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ«. Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκοι ὁ Ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ κατεργάζεσθαι αὐτό, διὰ τό· »Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν« λελέχθαι, »ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὃ ἐμίσει μὲν ὁ Ἀπόστολος καὶ οὐκ ἐβούλετο ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὃ ἐβούλετο μὲν ποιεῖν οὐκ ἐποίει δέ, ἀλλ’ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθόν, ὃ ἤθελεν, ἐποίει, ἀλλὰ τὸ πονηρόν, ὃ μὴ ἤθελεν, ἐποίει. Πῶς δὲ καὶ ἡμᾶς εἰς τὸ παντάπασιν ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρεπόμενος· »Μιμηταί, ἀποφαίνεται, γίνεσθε, καθὼς κἀγὼ Χριςτοῦ»; Οὕτως οὐ τῷ ποιεῖν ἃ μὴ ἤθελεν ὑπέθετο τὰ προειρημένα, ἀλλὰ τῷ μόνον λογίζεσθαι·
ἐπεὶ πῶς ἂν ἦν μιμητὴς Χριστοῦ ἀκριβής; Καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον καὶ ὃ θέλομεν οὐ δυνάμεθα (θέλομεν γὰρ μὴ ἔχειν τοὺς ἐξέλκοντας εἰς πάθη· ἦν γὰρ ἂν ἀνιδρωτὶ σωθῆναι· καὶ ὃ θέλομεν τοῦτο οὐ γίνεται, ἀλλ’ ὃ οὐ θέλομεν· δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι ὡς ἐχρῆν), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, ἀλλ’· «Ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Θεοῦ ὑπερασπίζουσαν ἡμῶν, ἐνδυσώμεθα »τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐπὶ πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾗ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ», «πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου», «λογισμούς τε καθελεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ», «ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα». «Οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός·
νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν« ὀρθῶς λέγων. Μέμνησθε γὰρ ὡς ἐν τοῖς ἔμπροσθεν διωριζόμεθα, ἀφ’ οὗ τὸν ἄνθρωπον πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. Οὕτω γὰρ στάσις ἐνέπεσε, σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύτροπος ἐνεφύσησεν εἰς ἡμᾶς ὄφις. Διὸ καὶ τὸν θάνατον ὁ Θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ. Ὅθεν ὁ Ἀπόστολος· »Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται.
PG 103:1119Δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη, τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐμφωλευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας (ὡς ἔφην) συνέστη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ νόμου τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα τὸν λογισμόν. Ὅθεν· «Τῇ μὲν νομοθεσίᾳ τοῦ Θεοῦ κατὰ τὸν νοῦν συνηδόμεθα» (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου «κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί»· ὁ γὰρ ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ Θεοῦ, οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τοῦ νοός, αὐτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς.
Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ὁ Παῦλος ἀναφανδὸν ἐνταῦθά μοι καταφαίνεται, ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νόμον σαφῶς ἐκάλεσε νοός, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον νόμον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ τρίτον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας σκιρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν, ᾧ ἐποχούμενος πολλάκις καθ’ ἡμῶν ἐγκελεύεται πρὸς ἀδικίαν καὶ πράξεις συνελαύνων κακάς. Φαίνεται γὰρ ὡς ἑαυτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μέλλῃ τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῆναι, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς, ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ἄγεται πάλιν ἀντιστρόφως πρὸς λογισμοὺς χείρους ὁ ἄνθρωπος· οὗ δὴ καὶ χάριν ὁ Ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον ἡγούμενος, ὥσπερ δὴ καὶ ὁ Προφήτης· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με» λέγων. Αὐτὰ οὖν τὰ ῥήματα τοῦτο συνιστῶσι·
Codex CCXXXII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω» λέγοντος «ἄνθρωπον, βλέπω δ’ ἕτερον νόμον ἀντιςτρατευόμενον τοῖς μέλεσί μου τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» οὐ τὸ σῶμα θάνατον ἀποφαινόμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. Ἐπιφέρει γοῦν εὐθέως ἀμέλει, διαλυόμενος ὁποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ». Προσεκτέον δέ, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν, ἐπεὶ τί παράδοξον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; Τί δὲ καὶ ὁ Ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυναμούμενος τοῦ θανάτου ὑπὸ τοῦ Θεοῦ ἐλευθερωθῆναι, τοῦτο ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν;
PG 103:1121Ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ Θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «Ὁ γὰρ νόμος τῆς ζωῆς τοῦ πνεύματος ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου». Ὅπως ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν, τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίωμα τοῦ κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελκομένου φυσικοῦ νόμου φανερωθῇ ἐξαφθέν». Τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ ἀγαθοῦ, «ἐν ᾧ ἠσθένει» ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, «ὁ Θεὸς» ἀνερρώσατο, «πέμψας τὸν Υἱὸν ἑαυτοῦ τὴν ὁμοίαν τῆς σαρκὸς τῆς ἁμαρτίας σάρκα» ἀνειληφότα, ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν, «εἰς τὸ μηκέτι καρποφορῆσαι» ἐν τῇ σαρκί, τὸ ἰδίωμα «τοῦ φυσικοῦ νόμου πληρωθῇ», πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν.
«Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός. Ὅτι φησὶ μὴ τρέφεσθαι ἢ αὐξάνειν ἀπὸ τῆς γῆς τὰ φυτά. Λέγει γάρ, διαπορήσαι δ’ ἄν τις πῶς εἰς τὸν ὄγκον ἀναλαμβάνεσθαι δύναται τῶν δένδρων ἡ γῆ μεταλλοιουμένη· ἐχρῆν γὰρ, ἅτε τῆς ὑποκειμένης γῆς ἀναρπαζομένης ἀεὶ διὰ τῶν ῥιζῶν εἰς ὅλην τὴν ἕξιν τοῦ ξύλου, τὸν τόπον, καθ’ ὃν τὸ δένδρον βεβλάστηκε, κοιλαίνεσθαι· ὥστε μάταιος αὐτῶν ὁ τοιοῦτος τῆς περὶ τὰ σώματα ῥύσεως ἀναλογισμός. Πῶς γὰρ ὅλως ἡ γῆ διὰ τῶν ῥιζῶν εἰς τοὺς κορμοὺς τῶν φυτῶν εἰσδυομένη, καὶ διὰ τῶν πόρων εἰς πάντας αὐτῶν κατακερματιζομένη τοὺς κλάδους, εἰς φύλλα καὶ καρπὸν μεταβάλλεται; Εὐμήκη μὲν οὖν δένδρα, κέδροι ἢ πίτυες ἢ ἐλάται, καὶ πολλὴν φέροντα κατ’ ἔτος κόμην καὶ καρπόν, ἰδεῖν ἔστιν ὡς οὐδὲν τῆς ὑποκειμένης γῆς εἰς τὸν ἑαυτῆς ὄγκον τῆς δρυάδος καταναλίσκουσιν.
PG 103:1123Ἐχρῆν γάρ, εἰ ἀληθὲς ἦν διὰ τῶν ῥιζῶν ἀνερχομένην ἀποξυλοῦσθαι τὴν γῆν, ἅπαντα τὸν περὶ αὐτὰ τόπον τῆς γῆς κοιλαίνεσθαι, ὅτι μὴ ἐπιρρέειν πέφυκε τὸ ξηρόν, καθάπερ καὶ τὸ ὑγρόν, ἀεὶ πρὸς τὸ κινούμενον. Ἤδη δὲ καὶ συκαῖ καὶ ἄλλα τοιαῦτα φυτὰ μνημείων ἐν οἰκοδομήμασι πολλάκις βλαστήσαντα οὐδὲν εἰς ἑαυτὰ τῆς οἰκοδομῆς ὅλως ἱστοροῦνται καταναλωκέναι. Εἰ γοῦν ἐτῶν πολλῶν συλλογίσασθαί τις τὸν καρπὸν αὐτῶν καὶ τὰ φύλλα βουληθείη, κατίδοι ἂν πολλαπλασίονα τῆς ἐπὶ τῶν μνημείων γῆς τὸν ὄγκον αὐτῶν γεγενημένον. Ὅθεν ἀτοπώτατον ἡγεῖσθαι τὴν γῆν εἰς καρπῶν φορὰν μεταβαλλομένην καὶ φύλλα καταναλίσκεσθαι, κἂν δι’ αὐτῆς ἅπαντα γίνωνται, ἕδρᾳ αὐτῇ χρώμενα καὶ τόπῳ. Οὐδὲ γὰρ ἄρτος δίχα μύλου καὶ τόπου καὶ χρόνου καὶ πυρὸς γίνεται, καὶ οὐδέν ἐστιν ἢ γίνεται τούτων ὁ ἄρτος. Καὶ ἐπὶ ἄλλων μυρίων ὡσαύτως. Ὅτι τό· «Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ» καὶ ἑξῆς οἱ ὠριγενιασταὶ εἰς ἀναίρεσιν τῆς τῶν σωμάτων ἀναστάσεως προβάλλονται, σκῆνος τὸ σῶμα καὶ ἀχειροποίητον ἐν οὐρανοῖς οἰκίαν τὰ παρ’ αὐτῶν πνευματικὰ ἐνδύματα λέγοντες.
Διό φησιν ὁ ἅγιος Μεθόδιος, ἐπίγειον οἰκίαν τὴν ἐνταῦθα βραχύβιον ζωὴν καταχρηστικῶς ληπτέον, καὶ οὐ τὸ σκῆνος τοῦτο. Εἰ γὰρ ἐπίγειον οἰκίαν καταλυομένην τὸ σῶμα τίθεσθαι αὐτὸν νομίζετε, φράσατε τὸ σκῆνος τί ἐστιν, οὗ ἡ οἰκία καταλύεται; Ἕτερον γὰρ τὸ σκῆνος, καὶ ἄλλο τοῦ σκήνους ἡ οἰκία, καὶ ἕτερον ἡμεῖς, ὧν ἐστι τὸ σκῆνος. «Ἐὰν γὰρ ἡ ἐπίγειος ἡμῶν οἰκία, φησί, τοῦ σκήνους καταλυθῇ», οἷον ἡμᾶς μὲν τὰς ψυχὰς εἶναι δηλώσας, σκῆνος δὲ τὸ σῶμα, οἰκίαν δὲ τοῦ σκήνους τὴν κατὰ τὴν παροῦσαν ζωὴν ἀπόλαυσιν τῆς σαρκὸς τροπικῶς. Ἐὰν οὖν ἡ νῦν δὴ αὕτη τοῦ σώματος ζωὴ δίκην οἰκίας καταλυθῇ, ἕξομεν τὴν ἐν τοῖς οὐρανοῖς ἀχειροποίητον. Ἀχειροποίητόν φησι διὰ τὸ χειροποίητον ταύτην λέγεσθαι τὴν ζωὴν κατὰ ἀντιδιαστολήν, παρὰ τὸ πάντα ἡμῶν τὰ κοσμήματα καὶ σπουδάσματα τοῦ βίου χερσὶν παλαμᾶσθαι ἀνθρώπων. Τὸ γὰρ σῶμα δημιούργημα ὑπάρχον Θεοῦ χειροποιητὸν οὐ λέγεται, ὅτι μὴ ἐπαλαμήθη τέχναις ἀνθρώπων. Εἰ δὲ διότι ὑπὸ Θεοῦ ἐδημιουργήθη χειροποίητον αὐτὸ λέξουσι, χειροποίητοι ἄρα καὶ αἱ ψυχαὶ καὶ οἱ Ἄγγελοι καὶ τὰ ἐνδύματα αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς· Θεοῦ γὰρ αὐτουργήματα καὶ ταῦτα.
PG 103:1125Τίς οὖν ἐστιν ἡ χειροποίητος οἰκία; Ἡ βραχύβιος, ὡς ἔφην, αὕτη ζώη, ἡ ἀπ’ ἀνθρωπίνων χειρῶν δραματουργουμένη· «Φαγῇ, γάρ φησιν, ἐν ἱδρῶτι τοῦ προσώπου σου τὸν ἄρτον σου». Ἧς καταλυθείσης ἐκείνην τὴν ἀχειροποίητον ζωὴν ἔχομεν. Καθάπερ καὶ ὁ Κύριος εἰπὼν ἐδήλωσε· «Ποιήσατε φίλους ἐκ τῆς ἀδικίας τοῦ Μαμωνᾶ, ἵνα ὅταν ἐκλίπωσι, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς». Ὁ γὰρ ἐκεῖ «σκηνὰς» ὁ Κύριος ἐκάλεσε, τοῦτο ἐνταῦθα ὁ Ἀπόστολος «ἐνδύματα»· ὃ δὲ ἐκεῖ «φίλους ἐκ τῆς ἀδικίας», ἐνταῦθα «καταλυομένας» ὁ Ἀπόστολος «οἰκίας». Καθάπερ γοῦν ἐὰν ἐκλείψωσιν ἡμῶν αἱ τῆς παρούσης ζωῆς ἡμέραι, τὰ πρὸς εὐποιίαν τὰς ψυχὰς ἡμῶν ὑποδέξονται ἀγαθοεργήματα, ἃ ἀπὸ τῆς ἐν τῇ ἀδικίᾳ ζωῆς ἐκτησάμεθα τῷ τὸν κόσμον «ἐν τῷ πονηρῷ» κεῖσθαι, οὕτω τῆς ζωῆς καταλυθείσης τῆς ὠκυμόρου τὴν πρὸ τῆς ἀναστάσεως ἕξομεν οἴκησιν αἱ ψυχαὶ παρὰ τῷ Θεῷ, ἔστ’ ἂν ἀνακαινοποιηθεῖσαν ἡμῖν ἄπτωτον ἀναλάβωμεν οἰκίαν. Ὅθεν καὶ στενάζομεν, μὴ θέλοντες τὸ σῶμα ἀπεκδύσασθαι, ἀλλ’ «ἐπ’ αὐτῷ τὴν λοιπὴν» ἐπενδύσασθαι ζωήν. Τὸ γὰρ οἰκητήριον τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιθυμοῦμεν ἐπενδύσασθαι, ἡ ἀθανασία ἐστίν.
Ἣν ἐὰν ἐπενδυσώμεθα, καταποθήσεται πᾶν τὸ ἐν αὐτῇ ὁλοσχερῶς ἀσθενὲς ὑπὸ τῆς ἀχρόνου ζωῆς καταναλωθὲν καὶ θνητόν. «Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους», τουτέστι διὰ πίστεως γὰρ ἐπιβαίνομεν ἔτι ἀτρανωτάτῳ λογισμῷ τὰ ἐκεῖ πράγματα κατοπτεύοντες, καὶ οὐ σαφῶς, ὥστε καὶ ὁρᾶν καὶ ἀπολαύειν καὶ ἐν αὐτοῖς εἶναι. «Τοῦτο δέ φημί, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα κληρονομῆσαι βασιλείαν Θεοῦ οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Σάρκα, φησίν, οὐ τὴν σάρκα αὐτὴν ἐδήλωσεν, ἀλλὰ τὴν ἄλογον πρὸς τὰς μαχλώσας τῆς ψυχῆς ὁρμὴν ἡδονάς. Εἰπὼν οὖν· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται», ἐπαπεφήνατο· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Φθορὰ δὲ οὐκ αὐτό ἐστι τὸ φθειρόμενον, ἀλλὰ τὸ φθεῖρον. Ἐπικρατήσαντος μὲν γὰρ τοῦ θανάτου κλίνεται τὸ σῶμα εἰς φθοράν· ἐπιμενούσης δὲ ἔμπαλιν τῆς ζωῆς ἐν αὐτῷ ἕστηκε μὴ καθαιρούμενον.
Ἐπειδὴ μεθόριον τῆς ἀφθαρσίας ἐγενήθη καὶ τῆς φθορᾶς ἡ σάρξ, οὐκ οὖσα οὐδὲ φθορὰ οὐδὲ ἀφθαρσία, ἐκρατήθη τε διὰ τὴν ἡδονὴν ὑπὸ τῆς φθορᾶς, ποίημα τῆς ἀφθαρσίας καὶ κτῆμα ὑπάρχουσα, διὰ τοῦτο γεγένηται εἰς φθορὰν καὶ ἐπεὶ συνεκρατήθη ὑπὸ τῆς φθορᾶς καὶ θανάτῳ διὰ παιδείαν παρεδόθη, εἰς νῖκος αὐτὴν τῇ φθορᾷ καθάπερ κληρονομίαν οὐ κατέλιπεν, ἀλλὰ πάλιν διὰ τῆς ἀναστάσεως νικήσας τὸν θάνατον ἀπέδωκε τῇ ἀφθαρσίᾳ, ἵνα μὴ κληρονομήσῃ ἡ φθορὰ τὴν ἀφθαρσίαν, ἀλλ’ ἡ ἀφθαρσία τὸ φθαρτόν. Ἐπαποκρίνεται γοῦν· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν». Φθαρτὸν δὲ καὶ θνητὸν ἐνδυόμενον ἀθανασίαν καὶ ἀφθαρσίαν τί δ’ ἂν ἕτερον εἴη παρὰ τὸ σπειρόμενον ἐν φθορᾷ καὶ ἀνιστάμενον ἐν ἀφθαρσίᾳ, ἵνα· «Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». Ἡ γὰρ εἰκὼν τοῦ χοϊκοῦ, ἣν ἐφορέσαμεν, τό· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» ἐστίν, ἡ δὲ εἰκὼν τοῦ ἐπουρανίου ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀφθαρσία.
PG 103:1127Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόρρω ὢν τῶν Ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῇσκον, κληρονομεῖν δὲ τὸ ζῶν λέγει, καὶ θνῄσκειν μὲν σάρκα, ζῆν δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁπόταν δὴ σάρκα ὁ Παῦλος καὶ αἷμα μὴ δύνασθαι τὴν βασιλείαν τοῦ Θεοῦ κληρονομῆσαι λέγῃ, οὐχ ὡς ἐκφαυλίζων, φησί, τῆς σαρκὸς τὴν παλιγγενεσίαν ἀποφαίνεται, ἀλλὰ διδάσκων οὐ κληρονομεῖσθαι βασιλείαν Θεοῦ, αἰώνιον ὑπάρχουσαν ζωήν, ὑπὸ τοῦ σώματος, ἀλλὰ τὸ σῶμα ὑπὸ τῆς ζωῆς. Εἰ γὰρ ἐκληρονομεῖτο ἡ βασιλεία τοῦ Θεοῦ ὑπὸ τοῦ σώματος ζωὴ ὑπάρχουσα, συνέβαινεν ἂν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς καταπίνεσθαι. Νῦν δὲ τὸ τεθνηκὸς ἡ ζωὴ κληρονομεῖ, ἵνα «εἰς νῖκος καταποθῇ ὁ θάνατος» ὑπὸ τῆς ζωῆς καὶ τὸ φθαρτὸν τῆς ἀφθαρσίας κτῆμα ἀναφανῇ, ἐλεύθερον μὲν θανάτου καὶ ἁμαρτίας γεγενημένον, δοῦλον δὲ καὶ ὑπήκοον ἀθανασίας, ὅπως τῆς ἀφθαρσίας τὸ σῶμα ᾖ καὶ μὴ τοῦ σώματος ἡ ἀφθαρσία. Ὅτι· «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα καὶ ἡμεῖς οἱ ζῶντες», ὁ ἅγιος Μεθόδιος οὕτω φησί· τουτέστιν αὐτὰ ἡμῶν ταῦτα τὰ σώματα·
«Ἡμεῖς» γὰρ «οἱ ζῶντες» αἱ ψυχαί ἐσμεν, οἱ ἀπολαμβάνοντες ἐγερθέντας ἐκ τῆς γῆς τοὺς νεκρούς, ἵνα «εἰς ἀπάντησιν» ἅμα αὐτοῖς ἁρπασθέντες τοῦ Κυρίου ἐνδόξως ἑορτάσωμεν αὐτῷ τὴν φαιδρὰν τῆς ἀναστάσεως ἑορτήν, ἀνθ’ ὧν αἰωνίους ἡμῶν τὰς σκηνάς, οὐκέτι τεθνηξομένας ἢ λυθησομένας, ἀπειλήφαμεν. Ὅτι φησίν, ἐθεασάμην ἐν Ὀλύμπῳ ἐγώ (ὄρος δέ ἐστιν ὁ Ὄλυμπος τῆς Λυκίας) πῦρ αὐτομάτως κατὰ τὴν ἀκρώρειαν τοῦ ὄρους κάτωθεν ἐκ τῆς γῆς ἀναδιδόμενον, περὶ ὃ πῦρ ἄγνος φυτόν ἐστιν, οὕτω μὲν εὐθαλὲς καὶ χλοερόν, οὕτω δὲ σύσκιον, ὡς ὑπὸ πηγῆς μᾶλλον αὐτὸ δοκεῖν βεβλαστηκέναι· δι’ ἥντινα οὖν αἰτίαν, εἰ φύσεις εἰσὶ φθαρτῶν καὶ ὑπὸ πυρὸς καταναλουμένων σωμάτων, οὐ μόνον οὐ καταφλέγεται τὸ φυτὸν τοῦτο, ἀλλὰ καὶ μᾶλλον ἀκμαιότερον ὑπάρχει, εἰ τῇ φύσει ἐστὶν εὔκαυστον, καὶ ταῦτα περὶ αὐτὰς αὐτοῦ τὰς ῥίζας τοῦ πυρὸς ἐντυφωμένου; Κλάδους γοῦν ἐγὼ δένδρων ἐκ τῆς παρακειμένης ὕλης ἐπέρριψα, καθ’ ὃν ἀνερεύγεται τὸ πῦρ τόπον, καὶ εὐθέως εἰς φλόγα ἀρθέντες ἐτεφρώθησαν. Τί οὖν βούλεται τὸ παράδοξον;
PG 103:1129Δεῖγμα τοῦτο τῆς μελλούσης ὁ Θεὸς ἡμέρας καὶ προοίμιον ἔθετο, ἵνα γινώσκωμεν ὅτι πάντων πυρὶ κατομβρουμένων τὰ ἐν ἁγνείᾳ σώματα διατρίψαντα καὶ δικαιοσύνῃ, καθάπερ ψυχρῷ ὕδατι, τῷ πυρὶ ἐπιβήσονται. Ὅτι φησίν, ἐπίστησον δὲ μήποτε καὶ ὁ μακάριος Ἰωάννης· «Ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ», λέγων, καὶ «Ὁ θάνατος καὶ ὁ Ἅιδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς», τὰ ἀπὸ τῶν στοιχείων ἀναδιδόμενα πρὸς ἀποκατάστασιν ἑκάστου μόρια ἐδήλωσε· τὴν μὲν γὰρ θάλασσαν εἶναι τὴν ὑγρὰν οὐσίαν, Ἅιδην δὲ τὸν ἀέρα παρὰ τὸ ἀειδές, διὰ τὸ μὴ ὁρᾶσθαι καθάπερ ἐλέχθη καὶ Ὠριγένει, καὶ θάνατον τὴν γῆν παρὰ τὸ ἐν αὐτῇ κλίνεσθαι τὰ θνῄσκοντα, ὅθεν καὶ χοῦς ἐκλήθη θανάτου ἐν ψαλμοῖς, εἰς χοῦν θανάτου κατῆχθαι εἰρηκότος Χριστοῦ. Ὅτι φησί, πᾶν γὰρ τὸ ἐκ καθαροῦ ἀέρος καὶ καθαροῦ πυρὸς συνιστάμενον σύγκριμα, καὶ τοῖς ἀγγελικοῖς ὁμοούσιον ὑπάρχον, οὐ δύναται γῆς ἔχειν ποιότητα καὶ ὕδατος, ἐπεὶ συμβήσεται ἔσεσθαι αὐτὸ γεῶδες. Τοιοῦτον καὶ ἐκ τούτων τὸ ἀναστῆναι μέλλον σῶμα ἀνθρώπου ὁ Ὠριγένης ἐφαντάζετο, ὃ καὶ πνευματικὸν ἔφη.
Ὅτι φησί, ποδαπὸν ἄρα σοι καὶ σχῆμα τὸ ἀνιστάμενον, εἰ ὅλως τὸ ἀνθρωποειδὲς τοῦτο, ὡς ἄχρηστον ὂν κατ’ αὐτόν, ἐξαφανίζεται· ὃ πάντων ἐστὶ τῶν εἰς ζῷα συγκεκριμένων σχημάτων ἐρασμιώτερον· ᾧ καὶ τὸ θεῖον χρῆται εἰκόνι, καθάπερ καὶ ὁ σοφώτατος Παῦλος δηλοῖ· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Εἰς ὃ καὶ τὰ νοερὰ τῶν Ἀγγέλων σώματα διεκοσμήθησαν. Ἆρα κυκλοτερὲς ἢ πολυγώνιον ἢ κυβικὸν ἢ πυραμοειδές; Πλεῖσται γὰρ τῶν σχημάτων αἱ παραλλαγαί. Ἀλλὰ τοῦτο ἀμήχανον. Οὐκοῦν τίς ἡ ἀποκλήρωσις, τὸ μὲν θεοείκελον σχῆμα (ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁμοειδῆ εἶναι τὴν ψυχὴν τῷ σώματι) ἀπαγορεύεσθαι ὡς ἀκλεέστερον, ἄπουν δὲ καὶ ἄχειρον ἀνίστασθαι; Ὅτι φησίν, ὁ μετασχηματισμὸς ἡ εἰς τὸ ἀπαθὲς καὶ ἔνδοξόν ἐστιν ἀποκατάστασις· νῦν μὲν γὰρ σῶμα ἐπιθυμίας ἐστὶ καὶ ταπεινώσεως (διὸ καὶ Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν ἤκουε), τότε δὲ μετασχηματισθήσεται εἰς σῶμα ἀπαθές, οὐ τῇ ἐξαλλαγῇ τῆς διακοσμήσεως τῶν μελῶν, ἀλλὰ τῷ μὴ ἐπιθυμεῖν τῶν ὑλικῶν ἡδονῶν.
Ὅτι φησὶν ἐξελέγχων τὸν Ὠριγένην, βούλεται τοίνυν ὁ Ὠριγένης τὴν μὲν αὐτὴν σάρκα μὴ ἀποκαθίστασθαι τῇ ψυχῇ, τὴν δὲ ποιὰν ἑκάστου μορφήν, κατὰ τὸ εἶδος τὸ τὴν σάρκα καὶ νῦν χαρακτηρίζον, ἐν ἑτέρῳ πνευματικῷ ἐντετυπωμένην ἀναστήσεσθαι σώματι, ἵνα ἕκαστος πάλιν ὁ αὐτὸς φανῇ κατὰ τὴν μορφήν, καὶ τοῦτο εἶναι τὴν ἐπαγγελλομένην ἀνάστασιν. Ῥευστοῦ γάρ φησιν ὑπάρχοντος τοῦ ὑλικοῦ σώματος, καὶ μηδέποτε μένοντος ἐφ’ ἑαυτῷ, ἀλλὰ ἀπογινομένου καὶ ἐπιγινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὴν μορφήν, ὑφ’ οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκη δὴ τὴν ἀνάστασιν ἐπὶ μόνου εἴδους ἔσεσθαι. Εἶτα μετ’ ὀλίγον φησίν· οὐκοῦν, ὦ Ὠρίγενες, εἰ ἐπὶ τοῦ εἴδους μόνον προσδοκᾶσθαι διϊσχυρίζῃ τὴν ἀνάστασιν ἐν πνευματικῷ μεταθησομένου σώματι, ἀπόδειξίν τε δοκιμωτάτην τὴν κατὰ τὸν Ἠλίαν ἡμῖν ὀπτασίαν καὶ Μωσέα παρέχεις·
PG 103:1131«Ὥσπερ ἐκεῖνοι, φάμενος, μετὰ τὴν ἀπὸ τοῦ βίου ἔξοδον ὤφθησαν οὐχ ἕτερον παρ’ ὃ εἶχον εἶδος ἐξ ἀρχῆς διασῴζοντες, κατὰ τὰ αὐτὰ καὶ ἡ πάντων ἔσται ἀνάστασις», ὁ Μωσῆς δὲ καὶ ὁ Ἠλίας πρὸ τοῦ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι ἤδη τὸ εἶδος τοῦτο ὃ φῂς ἔχοντες ἀνέστησαν καὶ ὤφθησαν, πῶς δὴ ἔτι ὁ Χριστὸς πρωτότοκος εἶναι τῶν νεκρῶν ὑπὸ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων ᾄδεται; Εἰ γὰρ πρωτότοκος τῶν νεκρῶν Χριστὸς εἶναι πεπίστευται, πρωτότοκος δέ ἐστι τῶν νεκρῶν ὁ πρὸ πάντων ἀναστάς, ὁ δὲ Μωσῆς ἤδη καὶ πρὸ τοῦ τὸν Χριστὸν παθεῖν ἔχων τὸ εἶδος τοῦτο ἐφάνη τοῖς ἀποστόλοις, περὶ ὃ πληροῦσθαι φῂς αὐτὸς τὴν ἀνάστασιν, οὐκ ἄρα τοῦ εἴδους χωρὶς τῆς σαρκός ἐστιν ἡ ἀνάστασις. Ἤτοι γὰρ τοῦ εἴδους ἐστὶν, ὥσπερ ἐγγυᾷ, μόνου ἡ ἀνάστασις, καὶ οὐ δύναται ἔτι πρωτότοκος εἶναι ὁ Χριστὸς τῶν νεκρῶν τῷ πρὸ αὐτοῦ ἐχούσας τοῦτο μετὰ τὴν τελευτὴν τὸ εἶδος πεφηνέναι ψυχάς· ἢ πρωτότοκος ἀληθῶς, ὥσπερ ἐστί, καὶ ἀδύνατον ὅλως ἠξιῶσθαι πρὸ αὐτοῦ τινας τῆς εἰς τὸ μὴ αὖθις ἀποθανεῖν ἀναστάσεως.
Εἰ δὲ ἀνέστη οὐδεὶς πρὸ αὐτοῦ, οἱ δὲ ἀμφὶ τὸν Μωσέα καὶ τὸν Ἠλίαν σάρκας μὲν ἔχοντες τοῖς Ἀποστόλοις οὐκ ὤφθησαν, μόνον δὲ τὸ εἶδος, ἡ ἄρα ἀνάστασις ἐπὶ τῆς σαρκὸς προφανῶς δηλοῦται. Καὶ γὰρ ἀτοπώτατον ἐπὶ μόνου τοῦ εἴδους τὴν ἀνάστασιν διορίζεσθαι, ὁπότε αἱ ψυχαὶ καὶ μετὰ τὴν σαρκὸς ἔξοδον οὐδέποτε φαίνονται τὸ εἶδος, ὅ φησιν ἀνίστασθαι ἀποτιθέμεναι. Εἰ δὲ συμπαρέσται αὐταῖς τοῦτο ἀναφαίρετον, καθάπερ καὶ ἐπὶ τῆς Μωϋσέως καὶ Ἠλίου ψυχῆς, καὶ οὔτε φθείρεται κατά σε οὔτε ἀπόλλυται, σὺν αὐταῖς πανταχοῦ συμπαρόν, οὐκ ἄρα τὸ εἶδος ἀνίσταται, ὃ μηδέποτε πέπτωκεν. Ἐὰν δέ τις δυσχεράνας καὶ πῶς δὴ, ἀποκριθῇ, εἰ μηδεὶς ἀνέστη πρὸ τοῦ κατελθεῖν εἰς τὸν Ἅιδην τὸν Χριστόν, ἀναστάντες ἤδη τινὲς ἱςτορήθησαν πρὸ αὐτοῦ ἐν οἷς τῆς Σαραφθίνης χήρας ὁ υἱὸς καὶ τῆς Σωμανίτιδος καὶ ὁ Λάζαρος; Λεκτέον· ἀλλ’ οὗτοι εἰς τὸ καὶ αὖθις ἀποθανεῖν ἀνέστησαν, ἡμεῖς δὲ περὶ τῶν μηκέτι μετὰ τὴν ἔγερσιν διοριζόμεθα τεθνηξομένων.
Ἐὰν δὲ καὶ περὶ τῆς ψυχῆς διαπορήσας φράσῃ τοῦ Ἠλίου, ὡς τῶν μὲν γραφῶν ἀνειλῆφθαι αὐτὸν λεγουσῶν ἐν σαρκί, ἡμῶν δὲ ἀσύμπλοκον σαρκὸς τοῖς Ἀποστόλοις ὦφθαι φασκόντων, λεκτέον ὅτι καὶ μὴν μᾶλλον τὸ λέγειν αὐτὸν ὦφθαι τοῖς Ἀποστόλοις ἐν σαρκί, πρὸς ἡμῶν ἐστι. Δείκνυται γὰρ καὶ διὰ τοῦτο ἀφθαρσίας ἡμῶν ὑπάρχον τὸ σῶμα δεκτικόν, καθάπερ ἐδείχθη καὶ ἐπὶ τοῦ Ἐνὼχ μετατιθεμένου. Εἰ μὴ γὰρ ἀφθαρσίαν ἠδύνατο δέξασθαι, οὐκ ἂν οὐδὲ διέμεινεν ἐν ἀπαθείᾳ τοσούτῳ χρόνῳ. Εἰ τοίνυν ὤφθη μετὰ τοῦ σώματος, καὶ ἦν τελευτήσας μέν, ἀναστὰς δὲ ἤδη ἐκ νεκρῶν οὐδέπω. Καὶ ταῦτα ἵνα δὴ συγχωρήσωμεν τῷ Ὠριγένει, καθ’ ἑαυτὸ τὸ εἶδος λέγοντι μετὰ τὴν τελευτὴν ἀποζευγνύμενον ἀπὸ τοῦ σώματος τῇ ψυχῇ δίδοσθαι, ὅπερ ἐστὶν ἁπάντων ἀδύνατον τῷ προαπόλλυσθαι τὸ εἶδος τῶν σαρκῶν ἐν ταῖς ἀλλοιώσεσι, καθάπερ καὶ τὸ σχῆμα τοῦ συγχωνευομένου ἀνδριάντος πρὸ τῆς διαλύσεως τοῦ ὅλου, ὅτι μὴ δύναται χωρίζεσθαι καθ’ ὑπόστασιν ἀπὸ τῆς ὕλης ἡ ποιότης. Χωρίζεται μὲν γὰρ ἀπὸ τοῦ ἀνδριάντος χωνευθέντος ἡ περὶ τῷ χαλκῷ μορφὴ ἀφανιζομένη, οὐ μὴν ὑφεστῶσα ἔτι κατ’ οὐσίαν.
PG 103:1133Ἐπεὶ δὲ λέγεται ἐν τῷ θανάτῳ τὸ εἶδος χωρίζεσθαι ἀπὸ τῆς σαρκός, φέρε τὸ χωριζόμενον ποσαχῶς λέγεται χωρίζεσθαι ἐπισκεψώμεθα. Λέγεται τοίνυν χωρίζεσθαί τι ἀπό τινος ἢ ἐνεργείᾳ καὶ ὑποστάσει, ἢ ἐπινοίᾳ, ἢ ἐνεργείᾳ μέν, οὐ μὴν καὶ ὑποστάσει. Ὡς εἰ πυρούς τις καὶ κριθὰς μεμιγμένα χωρίσειεν ἀπ’ ἀλλήλων· ᾗ μὲν γὰρ κατὰ κίνησιν χωρίζεται, ἐνεργείᾳ λέγεται, ᾗ δὲ χωρισθέντα ὑφέστηκεν, ὑποστάσει λέγεται κεχωρίσθαι. Ἐπινοίᾳ δέ, ὅταν τὴν ὕλην ἀπὸ τῶν ποιοτήτων χωρίζωμεν καὶ τὰς ποιότητας ἀπὸ τῆς ὕλης. Ἐνεργείᾳ δέ, οὐ μὴν καὶ ὑποστάσει, ὅταν χωρισθέν τι ἀπό τινος μηκέτι ὑπάρχοι, ὑπόστασιν οὐσίας οὐκ ἔχον. Γνοίη δ’ ἄν τις καὶ ἐν τοῖς χειροτεχνήμασιν ὡς ἔχει, ἀνδριάντα ἰδὼν ἢ ἵππον χαλκοῦν. Ταῦτα γὰρ λογιζόμενος ὄψεται τὴν ἔμφυτον μορφὴν διαλλάττοντα, εἰς δὲ ἑτέραν ὄψιν μεθιστάμενα ὑφ’ ἧς τὸ ξυγγενόμενον εἶδος ἀφανίζεται· εἰ γάρ τις τὰ ἔργα τὰ σχηματιζόμενα εἰς εἶδος ἀνθρώπου ἢ ἵππου συντήκοι, εὑρήσει τὸ μὲν τοῦ σχήματος εἶδος ἀφανιζόμενον, αὐτὴν δὲ ὕλην μένουσαν. Ὥστε ἀσύστατον τὸ λέγειν τὸ μὲν εἶδος ἀνίστασθαι ἠμαυρωμένον μηδέν, τὸ δὲ σῶμα, ἐν ᾧ ἦν τὸ εἶδος ἐντετυπωμένον, διαφθείρεσθαι.
Ἀλλὰ ναί φησιν, ἐν πνευματικῷ γὰρ μετατεθήσεται σώματι. Οὐκοῦν ἀνάγκη τὸ μὲν εἶδος ἰδίως ὁμολογεῖν αὐτὸ τὸ πρῶτον μὴ ἀνίστασθαι, τῷ συνηλλοιῶσθαι αὐτὸ συμφθῖνον τῇ σαρκί. Κἂν γὰρ ἐν πνευματικῷ μεταπλασθῇ σώματι, αὐτὸ μὲν ἰδίως τὸ πρῶτον ὑποκείμενον ἐκεῖνο οὐχ, ὁμοιότης δέ τις ἐκείνου ἐν λεπτομερεῖ μεταπεπλασμένη σώματι. Εἰ δὲ μήτε τὸ εἶδος τὸ αὐτὸ μήτε τὸ σῶμα ἀνίσταται, ἀλλ’ ἕτερον ἀντὶ τοῦ προτέρου (τὸ γὰρ ὅμοιον ἕτερον τοῦ ἑαυτοῦ ὁμοίου ὄν), αὐτὸ ἐκεῖνο τὸ πρῶτον, πρὸς ὃ ἐγένετο, εἶναι οὐ δύναται. Ὅτι εἶδός φησιν εἶναι τὸ τὴν ταυτότητα τῶν μελῶν ἐν τῷ χαρακτῆρι τῆς μορφῆς ἑκάστου ἐμφαῖνον. Ὅτι τὸ παρὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν ῥητὸν εἰρημένον τοῦ Ὠριγένους ἀλληγοροῦντος, καὶ εἰς τὴν τῶν εἰς Βαβυλῶνα αἰχμαλωτισθέντων Ἰσραηλιτῶν ἐπάνοδον ἐκβιαζομένου εἰρῆσθαι, ἐξελέγχων μετὰ πολλὰ ὁ ἅγιος καὶ τοῦτό φησιν. Οὐδὲ γὰρ οὐδὲ αὐτοὶ πρὸς ἐλευθερίαν ἀνέσφηλαν καθαράν, οὐδὲ τῶν ἐχθρῶν κατακρατήσαντες ἐξουσιαστικώτερον κατῴκησαν τὴν Ἱερουσαλήμ. Εἴργοντο γοῦν ὑπὸ τῶν ἄλλων ἐθνῶν πολλάκις οἰκοδομῆσαι θελήσαντες μᾶλλον·
PG 103:1135ὅθεν καὶ ἐν μ αὐτὸν καὶ 2 ἔτεσι μόλις ἠδυνήθησαν δείμασθαι, τοῦ Σολομῶνος ἐν ἑπταετεῖ χρόνῳ ἐκ θεμελίων αὐτὸν συμπληρώσαντος. Καὶ τί χρὴ λέγειν; Ἀπὸ γὰρ δὴ Ναβουχοδονόσορ καὶ τῶν μετ’ αὐτὸν Βαβυλῶνος βασιλευσάντων ἄχρι τῆς Περσῶν ἐπὶ τοὺς Ἀσσυρίους καθόδου, τῆς τε Ἀλεξάνδρου ἡγεμονίας, καὶ τοῦ Ῥωμαίων τοῦ πρὸς τοὺς Ἰουδαίους συρραγέντος πολέμου, ἑξάκις κατεστράφησαν ὑπὸ τῶν πολεμίων τὰ Ἱεροσόλυμα. Καὶ τοῦτο Ἰώσηπος ἱστορεῖ λέγων· «Ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις, τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεύς, καὶ μετ’ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήϊος, καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐνέπρησαν τὴν πόλιν· πρὸ δὲ τούτων ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας, ἠρήμωσεν αὐτήν». Ὅτι Ὠριγένης τάδε φησί·
Codex CCXXXIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
περὶ δὲ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται, τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβανόντων τὰ ἄξια τῶν τῷ βίῳ πεπραγμένων, τῶν δὲ ἀκριβεστέρων, ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι (λέγει γὰρ ὁ πλούσιος ὅτι· «Πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα»), καὶ διὰ τούτων ζητούντων τὴν γλῶσσαν καὶ τὸν δάκτυλον καὶ τοὺς κόλπους Ἀβραὰμ καὶ τὴν ἀνάκλησιν. Καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα, ὁμοιοειδὲς ὂν τῷ παχεῖ καὶ τῷ γηί̈νῳ σώματι, δύναται οὕτω λαμβάνεσθαι. Εἴ ποτε γοῦν ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὅμοιος ἑώραται τῷ ὅτε τὴν σάρκα εἶχε σχήματι. Εἶτα ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν παρίστησιν ὅτι σῶμα περιέκειτο, μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καὶ ταύτην ἀποφήνασθαι.
Ἀλλὰ καὶ ὁ κολαζόμενος πλούσιος καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγόμενοι ὁ μὲν ἐν Ἅιδου κολάζεσθαι ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ ἐν τῇ ἀπαλλαγῇ σώματι χρῆται ἡ ψυχή. Πρὸς ταῦτα ὁ ἅγιος τάδε φησί· σχῆμα ἄλλο ὁμοιοειδὲς τῷ αἰσθητῷ τούτῳ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν ἔχειν ἐκτιθέμενος τὴν ψυχὴν ἀσώματον ὑπό τι πλατωνικῶς ἀποφαίνεται αὐτήν. Τὸ γὰρ καὶ μετὰ τὴν ἀπὸ τοῦ κόσμου ἀποφοίτησιν ὀχήματος αὐτὴν δέεσθαι καὶ περιβολῆς λέγειν, ὡς οὐ δυναμένην κατασχεθῆναι γυμνήν, πῶς οὐκ ἂν καθ’ ἑαυτὴν ἀσώματος εἴη; Ἀσώματος δὲ οὖσα πῶς οὐκ ἔσται καὶ ἀνεπίδεκτος παθῶν; Ἀκολουθεῖ γὰρ τῷ ἀσώματον αὐτὴν ὑπάρχειν καὶ τὸ ἀπαθῆ εἶναι καὶ ἀπερίσπαστον. Εἰ μὲν οὖν ὑπὸ ἀλόγου οὐ παρείλκετο ὅλως ἐπιθυμίας οὐδὲ συμμετεβάλλετο ἀλγοῦντι καὶ πάσχοντι τῷ σώματι (ἀσώματον γὰρ σώματι ἢ σῶμα ἀσωμάτῳ οὐκ ἄν ποτε συμπάθοι) ἦν ἂν ἀσώματον δόξαι αὐτὴν ἀκολούθως τοῖς εἰρημένοις.
PG 103:1137Εἰ δὲ συμπάσχοι τῷ σώματι, καθάπερ καὶ διὰ τῆς ἐπιμαρτυρήσεως τῶν φαινομένων ἀποδείκνυται, ἀσώματος εἶναι οὐ δύναται. Ἡ γοῦν ἀγένητος καὶ ἀνενδεὴς καὶ ἀκάματος φύσις ὁ Θεὸς μόνος ᾄδεται, ἀσώματος ὤν· διὸ καὶ ἀόρατος· «Θεὸν γὰρ οὐδεὶς ἑώρακεν». Αἱ δὲ ψυχαὶ ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων, σώματα νοερὰ ὑπάρχουσαι, εἰς λόγῳ θεωρητὰ μέλη διακεκόσμηνται, ταύτην λαβοῦσαι τὴν διατύπωσιν. Ὅθεν καὶ ἐν τῷ Ἅιδῃ, καθάπερ καὶ ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, καὶ γλῶςσαν καὶ δάκτυλον καὶ τὰ ἄλλα μέλη ἱστοροῦνται ἔχειν, οὐχ ὡς σώματος ἑτέρου συνυπάρχοντος αὐταῖς ἀειδοῦς, ἀλλ’ ὅτι αὐταὶ φύσει αἱ ψυχαί, παντὸς ἀπογυμνωθεῖσαι περιβλήματος, τοιαῦται κατὰ τὴν οὐσίαν ὑπάρχουσιν. Ὅτι φησὶν ὁ ἅγιος ἐν τέλει· ὥστε τό· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε» λεγόμενον «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ» ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν σωμάτων παραληπτέον, ζώντων μὲν τῶν ψυχῶν, καθὸ ἀθάνατοι, νεκρῶν δὲ τῶν σωμάτων. Ὅτι εἰ τιμιώτερον σῶμα ἀνθρώπου τῶν ἄλλων ζῴων, ὅτι χερσί τε Θεοῦ λέγεται πεπλάσθαι καὶ ὅτι τιμιωτέρου τῆς ψυχῆς τετύχηκεν ὄχημα, πῶς τοῦτο μὲν ὀλιγοχρόνιον, ἀλόγων δέ τινων πολλὰ πολυχρονιώτερα;
Ἢ δῆλον ὡς ἡ τούτου πολυχρόνιος ὕπαρξις μετὰ τὴν ἀνάστασιν ἔσται. Ἀνεγνώσθη ἐκ τοῦ ἁγίου μάρτυρος «Μεθοδίου» καὶ ἐπισκόπου τοῦ περὶ τῶν γενητῶν ἐκλογὴ κατὰ σύνοψιν. Ὅτι τό· «Μὴ βάλητε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» μαργαρίτας μὲν τοῦ Ξενῶνος τὰ μυστικώτερα τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους (τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους), ὁ μέγας Μεθόδιός φησιν εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ ἀπαράβλητα καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν Ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν τῆς προτέρας ἐπιστρέψαι· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ Χριστὸν μυστήρια τοῖς δι’ ἀπιςτίαν χοίροις ἐοικόσιν.
PG 103:1139Ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν αὐτοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν, ὥσπερ οὖν καὶ πιστεύοντες ὁμολογοῦμεν, καὶ οὐκέτι δύναται νοεῖσθαι τό· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν τῶν χοίρων ἔμπροσθεν» ὡς ἐρρήθη. Ἢ τούτου ὡς ἐλέχθη νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς χοίροις ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσεβείας ἐλευθερία γεγένηται. Βλάσφημον δὲ τοῦτο· οὐκ ἄρα δεῖ μαργαρίτας μὲν τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ τοὺς ἀσεβεῖς, οὐδὲ τό· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» εἰς τὸ μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπίστοις τὰ μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς τὸν Χριστὸν πίστεως διδάγματα παραλαμβάνειν·
Codex CCXXXIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή, αἷς ὥσπερ πολυτίμοις μαργαρίταις ἡ ψυχὴ καθωραί̈ζεται, μὴ παραβαλεῖν δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς, οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλήθειαν, ταύτας δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδοναῖς (χοίροις γὰρ ἐοίκασιν αὗται) ἵνα μὴ τὰς ἀρετὰς αὗται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν. Ὅτι ὁ Ὠριγένης, ὃν Κένταυρον καλεῖ, ἔλεγε συναί̈- διον εἶναι τῷ μόνῳ σόφῳ καὶ ἀπροσδεεῖ Θεῷ τὸ πᾶν. Ἔφασκε γάρ· εἰ οὐκ ἔστι δημιουργὸς ἄνευ δημιουργημάτων ἢ ποιητὴς ἄνευ ποιημάτων, οὐδὲ παντοκράτωρ ἄνευ τῶν κρατουμένων (τὸν γὰρ δημιουργὸν διὰ τὰ δημιουργήματα ἀνάγκη καὶ τὸν ποιητὴν διὰ τὰ ποιήματα καὶ τὸν παντοκράτορα διὰ τὰ κρατούμενα λέγεσθαι), ἀνάγκη ἐξ ἀρχῆς αὐτὰ ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι, καὶ μὴ εἶναι χρόνον ὅτε οὐκ ἦν ταῦτα. Εἰ γὰρ ἦν χρόνος ὅτε οὐκ ἦν τὰ ποιήματα, ἐπεὶ τῶν ποιημάτων μὴ ὄντων οὐδὲ ποιητής ἐστιν, ὅρα οἷον ἀσεβὲς ἀκολουθεῖ. Ἀλλὰ καὶ ἀλλοιοῦςθαι καὶ μεταβάλλειν τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον συμβήσεται Θεόν·
PG 103:1141εἰ γὰρ ὕστερον πεποίηκε τὸ πᾶν, δῆλον ὅτι ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μετέβαλε. Τοῦτο δὲ ἄτοπον μετὰ τῶν προειρημένων. Οὐκ ἄρα δυνατὸν λέγειν μὴ εἶναι ἄναρχον καὶ συναί̈διον τῷ Θεῷ τὸ πᾶν. Πρὸς ὅν φησι δι’ ἑτέρου προσώπου ὁ ἅγιος ἐρωτῶν· «Ἆρά γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ πηγὴν οὐσιωδῶς ἀλλὰ μὴ ἐπικτήτως ἡγῇ τὸν Θεόν; Ὁ δέ, Ναί. Τί δὲ πρὸς τούτοις; Οὐχὶ τέλειος πάντῃ δι’ ἑαυτὸν καὶ ἀπροσδεής; Ἀληθῆ. Ἀμήχανον γὰρ τὸ ἀπροσδεὲς δι’ ἕτερον εἶναί τι ἀπροσδεές; Ἀμήχανον. Πᾶν γὰρ τὸ δι’ ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον; Ἀνάγκη. Τὸ γὰρ αὐτὸ δι’ ἑαυτὸ ἑαυτοῦ πλήρωμα ὄν, καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦτο μόνον δοξαστέον; Ἀληθέστατα λέγεις. Τὸ δὲ μήτε αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές; Οὐδαμῶς. Οὐκ ἄρα ὁ Θεὸς τέλειος διά τι νομισθήσεται· ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν. Ἀνάγκη. Οὐκοῦν καὶ ὁ Θεὸς αὐτὸς δι’ ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δι’ ἕτερον λογισθήσεται; Ὀρθότατα. Ἕτερον Θεὸς κόσμου, καὶ ἕτερον κόσμος Θεοῦ; Παντελῶς.
Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν Θεόν; Οὔ. Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἑαυτὸν τέλειος εὑρίσκοιτο. Προσηκόντως. Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; Ὀρθῶς. Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον; Ναί. Τί δέ; καὶ τὸν Θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον; Ἄπαγε, οὐδαμῶς. Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος, καὶ δι’ αὑτὸν πλούσιος καὶ δυνατὸς τυγχάνει; Ἔοικεν. Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως δι’ ἑαυτὸν ἀλλὰ μὴ δι’ ἕτερον ταῦτα ᾖ; Ἀνάγκη. Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι’ ἑαυτόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ γνωρίζοιτο, (συγγνώμην ὁ Θεός, ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ’ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων δι’ ἃ παντοκράτωρ καὶ δημιουργός ἐστιν. Ὑπερφυῶς.
Οὐκ ἄρα ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν περὶ Θεοῦ τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ’ οὐ δι’ ἑαυτὸν εἶναι τὸν Θεόν. Ὅρα δὲ καὶ ὧδε. Εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος μὴ πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον Θεόν· τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη. Ἔλεγον γάρ. Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ Θεός, ἢ οὔ; Πέπαυται. Οὔπω γὰρ ἦν τετελειωμένος ἄν. Ἀληθές. Εἰ οὖν τὸ ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ Θεοῦ καταψηφίζεται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν; Ἀνάγκη. Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ’ ὃ ἦν ὅτ’ ἐποίει; Οὐδαμῶς. Οὐδ’ ἄρα ὅτ’ ἐποίει τὸν κόςμον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ’ ὃ ἦν ὅτε οὐκ ἐποίει· καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναί̈- διον δι’ αὐτὸ τοῦτο. Καί μοι φάθι καὶ ὧδε· γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν; Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν ἐστιν.
Concise Exposition of Certain Apostolic Sayings from the Same Book of St. MethodiusCompendiosa expositio dictorum quorumdam apostolicorum ex eodem S. Methodii-Libro
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1143Εἰ δὲ γέγονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν; Ἀδύνατον. Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ, ἄλλου τινὸς ἢ Θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον οὐκ ὄντα; Δῆλον ὅτι Θεοῦ. Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ; Ἀδύνατον. Πάλιν δὴ οὖν, ὦ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. Θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ; Ὦ βάλῃ λέξουσιν, οὐδαμῶς. Ἀλλ’ ἀπὸ τῶν στοιχείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως αὐτοὶ ταῦτα βούλεσθε ὀνομάζειν· οὐδὲν γὰρ διαφέρει. Τούτων ἀγενήτως προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ Θεὸς διακρίνας ἐτεχνάσατο τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν; Οὐδὲ τοῦτο· πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ’ ἑαυτῶν, ἵνα μὴ τῆς μετακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν Θεὸν ἦρχθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὖσαν ὕλην. Φέρε γάρ, ἐπειδή (σὺν Θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, εἴτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός·
PG 103:1145οὗ θαυμάζοντες οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν. Ἐροίμην γὰρ σφᾶς δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε· πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι’ ἑαυτόν; Ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουργεῖται; Εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι χαρακτῆρα, ποίῳ τρόπῳ ἀγένητος ἔσται πάσχων τε καὶ δρώμενος; Εἰ δὲ αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τέχνης ὁ ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόγμα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν. Ἢ οὐδὲ τοῦτον ἴσως ἐθελήσαντες προσήκασθαι τὸν λόγον πικρότερον ἀποκρινοῦνται, τὸ μὲν βρέτας ἀγένητον οὐκ εἶναι λέγοντες, γενητὸν δὲ εἶναι ἀεὶ γενέσεως ἀρχὴν οὐκ ἔχον, ὅπως ἀνάρχως λέγοιτο κρατεῖν τοῦ τεχνάσματος ὁ τεχνίτης. Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς, εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέλειος ὁ ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτης ἢ τί ἐνήργησεν εἰς αὐτόν, φάτε·
εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλλον καθ’ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας οὔτε δημιουργῶν εὑρεθήσεται. Καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αὐτοματισμὸν ὁμολογεῖν. Ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον ἀνδριάντα κινήσας ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ’ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. Οὐκοῦν καὶ ἦν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος· ἀπεικαστέον γὰρ τῷ μὲν Θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ κόσμῳ. Πῇ δὴ οὖν, ὦ ἠλίθιοι, οἴεσθε τὴν κτίσιν συναπέραντον οὖσαν τῷ δημιουργῷ μὴ δεῖσθαι τοῦ δημιουργοῦ; Τὸ γὰρ συναπέραντον, μηδαμῶς ἀρχὴν γενέσεως ἔχον, καὶ συναγένητον καὶ ἰσοδύναμον ἀνάγκη τυγχάνειν. Τὸ δὲ ἀγένητον, αὐτοτελὲς καὶ ἄτρεπτον φανθέν, καὶ ἀπροσδεὲς καὶ ἄφθορον ἔσται. Καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ κόσμος τρεπτὸς καθ’ ὑμᾶς. Ὅτι ἐκκλησία παρὰ τὸ ἐκκεκλικέναι τὰς ἡδονὰς λέγεσθαί φησιν.
Ὅτι φησὶν ὁ ἅγιος, δύο δὲ δυνάμεις ἐν τοῖς προωμολογημένοις ἔφαμεν εἶναι ποιητικῆς, τὴν ἐξ οὐκ ὄντων γυμνῷ τῷ βουλήματι χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν· τυγχάνει δὲ ὁ Πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ Υἱός, ἡ παντοδύναμος καὶ κραταιὰ χεὶρ τοῦ Πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι τὴν ὕλην ἐξ οὐκ ὄντων κατακοσμεῖ. Ὅτι τὸ Ἰὼβ βιβλίον Μωσέως εἶναι ὁ ἅγιος φησίν. Ὅτι περὶ τοῦ· «Ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν» φησιν, ἀρχὴν δὲ αὐτὴν τὴν σοφίαν λέγων τις οὐκ ἂν ἁμάρτοι. Λέγεται γὰρ παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ λέγουσα περὶ αὑτῆς τὸν τρόπον τοῦτον· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ, εἰς ἔργα αὑτοῦ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με». Ἦν γὰρ ἀκόλουθον καὶ πρεπωδέστερον πάντα ἃ εἰς γένεσιν ἦλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ δι’ αὐτῆς γεγόνασιν. Ἐπίστησον γάρ, εἰ μὴ καὶ τό· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν» κατὰ τὸν εὐαγγελιστήν· «Καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν», εἰ μὴ τούτοις ὁμαρτεῖ.
PG 103:1147Τὴν μὲν γὰρ ἀρχὴν, ἀφ’ ἧς ἀνεβλάστησεν ὁ ὀρθότατος Λόγος, τὸν Πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾧ ἦν· τὸ δέ· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν» τὸ ἐξουσιαστικὸν τοῦ Λόγου, ὃ εἶχε παρὰ τῷ Πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν ἐξουσίαν ἀρχὴν εἰπών. Οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχὴν τὸν Πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δι’ ἧς ἅπαντα δημιουργεῖται. Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ παντὸς ἀϊδιότητος ἐπάγει καὶ τοῦτο· οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι. Εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου γενέσεως κατὰ τὴν Μωσέως βίβλον τοῖς οὕτως αὐτὴν ἐκλαμβανομένοις ὁ χρόνος ἔσται τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς· «Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί».
Χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς Θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρις ἡμῶν, ὡς οἱ περὶ τὴν ἀριθμητικὴν φάσκουσι δεινοί, ἓξ ἡμέραι συμπεραιοῦνται. Ἑξακισχιλιοστὸν ἄρ’ ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν. Οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. Ὧν ὁ Θεὸς ἀνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν οὐδαμῶς δημιουργήσας ἐγεγύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. Εἰ δὲ τρεισκαίδεκά εἰσιν ἡμέραι ἐν ὀφθαλμοῖς Θεοῦ ἀπὸ γενέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σιρὰχ σοφία· «Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;» Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων, καὶ ὅρα οἷα παίζει. Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ αὐτεξουσίου, τῆς ἴσης καὶ αὐτὸς τυχὼν συντομίας. Πόθεν τὰ κακὰ καὶ τίς ὁ τούτων ποιητής; Ὁ μὲν γὰρ Θεὸς οὐκ ἔστιν, ὅτι μηδὲ τούτοις ἥδεται, ἀλλὰ καὶ τοὺς δρῶντας αὐτὰ βδελύσσεται.
PG 103:1149Διόπερ ἔδοξέ μοι συνυπάρχειν τι αὐτῷ τοὔνομα ὕλη, ἐξ ἧς τὰ ὄντα ἐδημιούργησεν, ἐξ ἧς καὶ τὰ κακὰ εἶναί μοι δοκεῖ· ἀποίου τε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὴ τούτοις καὶ ἀτάκτως φερομένης, οὐ διὰ παντὸς κατέλιπεν αὐτὴν οὕτω φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο, καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελε. Καὶ οὕτω γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζε Θεῷ δημιουργεῖν. Τὰ δὲ ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν τρυγώδη ἐτύγχανε, ταῦτα ἀνάρμοστα ὄντα πρὸς δημιουργίαν ὡς εἶχε κατέλιπεν· ἐξ ὧν δοκεῖ μοι νῦν ἐπιρρεῖν τὰ κακά. Ταῦτα μὲν οὗτος· πρὸς αὐτὸν δέ φησιν, ὅτι μὲν οὖν ἀδύνατον ἀγένητα δύο ἅμα, οὐδέ σε ἀγνοεῖν νομίζω. Ἢ γὰρ ἡνῶσθαι ἢ κεχωρίσθαι αὐτὰ λέγειν ἀνάγκη. Εἰ μὲν οὖν ἡνῶσθαι λέξοι, ἓν τὸ ἀγένητον· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον, ἀλλήλων δὲ μέρη τυγχάνοντα ἀγένητον ἀλλ’ οὐκ ἀγένητα ἔσται· οὐδὲ γὰρ τὸν ἄνθρωπον μέρη ἔχοντα κατακερματίζομεν εἰς πολλὰ γενητά. Εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσι.
Τοῦτο δὲ ἤτοι ταὐτὸν ὂν ἥνωται θατέρῳ τῶν δύο, καὶ ἀνάγκη πάλιν ἢ ἕνωσιν ἢ χωρισμὸν πρὸς τὸ ἕτερον ζητεῖν. Ἕνωσιν μὲν ἀδύνατον ἰδεῖν, εἴπερ θατέρῳ ταὐτὸν εἶναι καὶ ἡνῶσθαι δέδοται. Ἡνοῦτο γὰρ ἂν οὕτω καὶ τὸ ἐξ ἀρχῆς, ᾧ ταὐτὸν εἶναι τοῦτο ἐδόθη. Εἰ δὲ κεχωρίσθαι ἀπαιτεῖ ὁ λόγος, πάλιν τὸ χωρίζον ἀπαιτητέον, ἕως ἂν ἀπείρων ἡμῖν ἀγενήτων ἐσμὸς ἀναφανῇ. Ἂν δ’ ἄρα τις καὶ τρίτον λέξει λόγον, τουτέστι τὸ μήτε κεχωρίσθαι τὸν Θεὸν τῆς ὕλης μὴ δ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ ὡς ἐν τόπῳ καθάπερ τῇ ὕλῃ τὸν Θεὸν καὶ τὴν ὕλην ἐν τῷ Θεῷ, ἀκουέτω ὅτι ἐὰν τόπον τοῦ Θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης καὶ χωρητὸς ἔσται, τῇ ὕλῃ περιγραφόμενος, καὶ τῇ ὕλῃ ὁμοίως ἀτάκτως φερόμενος· τοῦ γὰρ ἐν ᾧ ἐστι πλημμελῶς κινουμένου, ἀνάγκη καὶ τὸ ἐν αὐτῷ συγκινεῖσθαι. Πότερον δὲ ἐπλήρου τὴν ὕλην ὁ Θεός, ἢ ἐν μέρει αὐτῆς ἐτύγχανεν; Εἰ μὲν γὰρ ἐν μέρει, μικρότερος αὐτῆς ἅτε δὴ ἐν μέρει αὐτῆς χωρηθείς· εἰ δὲ ἐπλήρου, πῶς ταύτην ἐδημιούργησεν;
Ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ Θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργησεν ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ αὑτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ Θεῷ εἶναι λέγοι τις, ῥητέον πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ’ αὑτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχειν γένη, μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γενομένων ἐν αὐτῷ, ἢ ὥσπερ ἐν γῇ ὕδωρ; Εἰ μὲν γὰρ ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη λέγειν τὸν Θεόν· εἰ δὲ ὡς ὕδωρ ἐν τῇ γῇ, ἦν δὲ ἄτακτος καὶ ἄκοσμος ἡ ὕλη, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακά, τὸν Θεὸν λέγειν ἀνάγκη τῶν ἀκοσμήτων καὶ κακῶν τούτων αἴτιον. Καὶ ὅρα γὰρ ὡς ὕλην ὑποτιθέμενος, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν Θεὸν, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. Λέγε δὲ καὶ ὧδε. Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ Θεῷ, ἐξ ἧς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν; Οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ Θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονε ποιητὴς ὁ Θεός; Οὕτως ἔχει. Ἐπεὶ δέ σοι δοκεῖ καὶ ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀποκρίναι.
PG 103:1151Δοκεῖ σοι τὰς ποιότητας τοῦ κόσμου μὴ ἐξ ὑποκειμένων γεγονέναι ποιοτήτων; Δοκεῖ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; Οὕτως ἔχει. Οὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ Θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσι τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ Θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. Περιττὸν ἄρα τὸ δοξάζειν ὡς οὐδὲν ἐξ οὐκ ὄντων γίνεται πρὸς τοῦ Θεοῦ. Ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. Καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, οἷον ἐπὶ τῶν ἀρχιτεκτονικῶν τὸ παράδειγμα λάβωμεν. Ἦ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς οὐκ ἐκ ναῶν. Εἰ δ’ ὅτι τούτοις οὐσίαι ὑπόκεινται οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, τῷ λόγῳ σφάλλῃ. Οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ τοὺς ναούς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη, ἣ οὐκ ἐξ ὑποκειμένης τινὸς τέχνης ἐν ταῖς οὐσίαις γίνεται, ἀλλ’ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. Ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι τεχνίτης τῇ ἐν τῇ οὐσίᾳ τέχνῃ ποιεῖ. Φημὶ δὲ πρὸς τοῦτο ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης προσγίνεται.
Οὐδὲ γὰρ ἔνεστι τὴν ἐφ’ ἑαυτῆς οὐσίαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστί, καὶ τῶν τότε τὸ εἶναι ἐχόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γένηται. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς τεκτονικῆς ἔσται. Ἡ δὲ οὐκ ἔσται ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. Ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχειν ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν Θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; Τῷ γὰρ δυνατὸν φανῆναι, τὸ γίνεσθαί τι ἐξ οὐκ ὄντων, καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. Πάλιν δὲ διαληπτέον τῶν κακῶν πέρι. Τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν; Ποιότητες. Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; Οὕτω. Πέπλεκται ἄρα τὰ ὀνόματα ταῦτα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ· οὔτε γάρ ἐστιν ὁ φόνος ἡ οὐσία οὔτε τι τῶν ἄλλων κακῶν, ἀλλ’ ἐκ τῶν ἐνεργειῶν παρονομάζεται. Οὔτε γὰρ φόνος ὁ ἄνθρωπος, ἀλλὰ τῷ ἐνηργηκέναι τοῦτον παρωνύμως φονεὺς παρονομάζεται, μὴ ὢν φόνος αὐτός· οὔτε συλλήβδην εἰπεῖν τι τῶν ἄλλων κακῶν ἐστιν ἡ οὐσία, ἀλλὰ τῷ πρᾶξαί τι τῶν κακῶν κακὴ λέγεσθαι δύναται.
PG 103:1153Ὁμοίως ἐπινόησον, εἴ τι ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος κακὸν ἐν τῷ τούτοις ἐνεργεῖν καὶ ὑποβάλλειν ποιεῖν τὰ κακά. Ἔστι γὰρ καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ· διὰ τοῦτο γὰρ κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. Ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς ἀλλ’ ἐνέργεια αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. Εἰ γὰρ αὐτὸν εἴποιμεν εἶναι ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ ὅσα ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ αὐτός ἐστι ταῦτα, ὅτε γίνεται, τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων. Ἔσονται ἄρα τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι. Ἀλλ’ εἰ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ, ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταῦτα τὰ κακά. Εἰ δ’ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως τις κακός, οὐδὲ ἀγένητα τὰ κακά. Ἀλλὰ τὸ μὲν πρὸς τὸν ἑταῖρον λόγον ἱκανῶς, ὦ φίλε, πεποιηκέναι μοι δοκεῖς. Ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς.
Ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη τῶν δὲ ποιοτήτων δημιουργὸς ὁ Θεός, ποιότητες δὲ τὰ κακά, ποιητὴς τῶν κακῶν ὁ Θεός. Ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ τῆς τινος οὐσίας ὡς ἐστιν ἄποιος. Ἀλλὰ μὴν καὶ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶ ποιότητος εἶδος. Ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἄρχου τοῦ λόγου. Ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ· οὕτω γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω. Ὦ φίλε, εἰ ἔμποιος ἦν ἀνάρχως ἡ ὕλη, τίνος ἔσται ποιητὴς ὁ Θεός; Εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναί φαμεν· εἴτε αὖ ποιότητας, καὶ αὐτὰς ὑπάρχειν λέγομεν. Οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων, περιττὸν εἶναι μοι δοκεῖ δημιουργὸν λέγειν τὸν Θεόν. Ἀλλ’ ἀπόκριναι ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν Θεόν; Πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν ἐκείνας εἰς τὸ μηκέτι ὑπάρχειν, αἵπερ ἦσάν ποτε, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξε, τὰς δὲ ποιότητας αὐτῶν ἔτρεψεν; Οὔτι μοι δοκεῖ ἀλλαγὴν οὐσιῶν γεγονέναι, ἀλλὰ μόνων ποιοτήτων, καθ’ ἃς δημιουργὸν εἶναι λέγομεν τὸν Θεόν·
PG 103:1155καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔνεστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ οἰκία λεγόμενοι οἱ λίθοι (τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί), οὕτω μοι δοκεῖ καὶ τὸν Θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ Θεοῦ γεγονέναι φημί. Πότερον καί σοι δοκεῖ τὰ κακὰ ποιότητες οὐσιῶν εἶναι; Δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταύτας, ἢ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν Θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; Τοῦτό φημι. Εἰς τὸ κρεῖττον; Ἐμοὶ δοκεῖ. Οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ Θεός, πόθεν τὰ κακά, ζητεῖν ἀνάγκη. Ἢ γὰρ πᾶσαι κακαὶ οὖσαι ἐπὶ τὸ κρεῖττον ἐτράπησαν· ἢ αἱ μὲν οὖσαι κακαί, αἱ δὲ μή, αἱ μὲν κακαὶ οὐκ ἐτράπησαν ἐπὶ τὸ κρεῖττον, αἱ δὲ λοιπαί, ὅσαι διάφοροι ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς Θεοῦ ἐτράπησαν. Οὕτως ἄνωθεν εἶχον ἐγώ. Πῶς τοίνυν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις;
Πότερον δυνάμενον μὲν ἐκείνας ἀνελεῖν, ἢ βουληθέντα μὲν μὴ δυνάμενον δέ; Εἰ μὲν γὰρ δυνάμενον λέγεις μὴ βουληθέντα δέ, αὐτὸν τούτων ποιητὴν εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. Εἰ γὰρ μηδὲ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρησε μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι αὐτῆς ἐᾷ, δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἴτιός μοι τῶν κακῶν δοκεῖ, καταλιπὼν μέρος ὕλης πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. Ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τὰ ἐκ τῶν κακῶν. Πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νῦν δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. Καί μοι ἐπ’ ἀνθρώπου λαβὲ τὸ παράδειγμα. Πρὶν γὰρ ζῷον γένηται, ἀναίσθητον ἦν τῶν κακῶν· ἀφ’ οὗ δὲ εἰκονισθὲν ἄνθρωπος πρὸς Θεοῦ γίνεται, τότε καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει.
Καὶ τοῦτο, ὅπερ ἐπ’ εὐεργεσίᾳ τῆς ὕλης πρὸς Θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. Εἰ δὲ μὴ δύνασθαι παῦσαι τὰ κακὰ τὸν Θεὸν φῄς, τὸ δὲ ἀδύνατον ἤτοι τῇ φύσει ἀσθενῆ ὑπάρχειν ἐστὶν ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος, ὅρα ὁποῖον τούτων προσάπτειν ἐθέλοις τῷ παντοκράτορι καὶ ἀγαθῷ Θεῷ. Ἀλλὰ πάλιν περὶ τῆς ὕλης ἀπόκριναι, πότερον ἁπλῆ τίς ἐστιν ἡ ὕλη ἢ σύνθετος; Εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ὕλη καὶ μονοειδής, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν συνεστώς ἐστιν, ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. Εἰ δ’ αὖ πάλιν σύνθετον λέγεις τὴν ὕλην, πάντως ἐξ ἁπλῶν συνετέθη, καὶ ἦν ποτε καθ’ ἑαυτὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη· τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. Εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη· τὸ δ’ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα.
PG 103:1157Εἰ γὰρ ἦν ἀγένητος ὁ Θεός, ἦν δὲ ἀγένητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα, ἵνα παρήσω τὸ ἐπιζητῆσαι τί ὄντα ἐστὶν ἁπλᾶ, ὕλη ἢ εἶδος· πολλὰ γὰρ καὶ οὕτως ἄτοπα ἀκολουθήσειαν. Δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; Δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ, καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμὸν καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. Πάλιν δὲ πυθέσθαι βούλομαι· δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ ἀλλήλων εἶναι; Δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρος τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχω. Τί δέ, οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια; Δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δ’ οὐκ ἔσται ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. Ἀλλὰ μὴν οὐδ’ αὖ ἔσονται ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν εἶναι.
Οὕτως οὖν τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. Περὶ μὲν τῆς ὕλης αὐτάρκως ἔχει· ἐπὶ δὲ τὴν τῶν κακῶν ἐξέτασιν ἔρχεσθαι δεῖ, καὶ ἀναγκαίως ἀναζητεῖν τὰ παρὰ ἀνθρώποις. Τὰ παρ’ ἀνθρώποις κακὰ πότερον εἴδη τυγχάνει κακοῦ ἢ μέρη; Εἰ γὰρ εἴδη, οὐκ ἔσται ἕτερον παρὰ ταῦτα τὸ κακὸν καθ’ αὑτό, τῷ τὰ γένη ἐν τοῖς εἴδεσιν ἐξετάζεσθαι καὶ ὑφεστάναι. Εἰ δὲ τοῦτο, γενητὸν ἔσται τὸ κακόν· τὰ γὰρ εἴδη γενητὰ δείκνυται, οἷον φόνος καὶ μοιχεία καὶ τὰ τούτοις παραπλήσια. Εἰ δὲ μέρη τινὸς κακοῦ ταῦτα εἶναι ἐθέλοις, ἔστι δὲ ταῦτα γενητά, ἀνάγκη κἀκεῖνο γενητὸν ὑπάρχειν. Ὧν γὰρ τὰ μέρη γενητά, ταῦτα ὁμοίως ἐξ ἀνάγκης ἐστὶ γενητά· τὸ γὰρ ὅλον ἐκ μερῶν συνέστηκε. Καὶ τὸ μὲν ὅλον οὐκ ἔσται μὴ ὄντων μερῶν, ἔσται δέ τινα τῶν μερῶν κἂν μὴ τὸ ὅλον παρῇ. Οὐδενὸς δὲ τῶν ὄντων μέρος μέν ἐστι γενητόν, μέρος δὲ ἀγένητον· εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμι τῷ λόγῳ, ἦν ποτε τὸ κακὸν ὅτε ὁλόκληρον οὐκ ἦν, τουτέστι πρὶν δημιουργῆσαι τὴν ὕλην τὸν Θέον· τότε δὲ ὁλόκληρον γίνεται, ὅτε πρὸς τοῦ Θεοῦ γέγονεν ἄνθρωπος· τῶν γὰρ μερῶν τοῦ κακοῦ ἄνθρωπος ὑπάρχει ποιητής·
PG 103:1159καὶ τὸ ἐντεῦθεν ὁλόκληρον εἶναι τὸ κακὸν αἴτιος ἔσται δημιουργήσας ὁ Θεός, ὅπερ ἀσεβές. Εἰ δ’ οὐδ’ ὁπότερον τούτων λέγεις τὸ κακόν, πρᾶξιν δέ τινος κακοῦ εἶναι λέγεις, γενητὸν αὐτὸ ὑπάρχειν μηνύεις· ἡ γὰρ τοῦ τινὸς πρᾶξις ἀρχὴν τοῦ εἶναι λαμβάνει. Πρὸς δὴ τούτοις οὐδὲν ἕτερον παρὰ ταῦτα τὸ κακὸν εἰπεῖν ἔχεις. Ποίαν γὰρ πρᾶξιν κακὴν ἑτέραν παρὰ τὸ ἐν ἀνθρώποις δεικνύειν ἔχεις; Ὅτι γὰρ ὁ ἐνεργῶν οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχει κακία, ἀλλὰ κατ’ αὐτὸ τὸ ἐνεργεῖν τὸ κακὸν ἤδη δέδεικται. Ὅτι τῇ φύσει κακὸν οὐδέν ἐστιν, ἀλλὰ τῇ χρήσει γίνεται κακὰ τὰ κακά. Ὅτι αὐτεξούσιόν, φησι, γεγονέναι φημὶ τὸν ἄνθρωπον οὐχ ὡς προϋποκειμένου τινὸς ἤδη κακοῦ, οὗ τὴν ἐξουσίαν τοῦ ἑλέσθαι, εἰ βούλοιτο, ἄνθρωπος ἐλάμβανεν· ἀλλὰ τὴν τοῦ ὑπακούειν τῷ Θεῷ καὶ μὴ ὑπακούειν αἴτιον μόνον ἦν. Τοῦτο γὰρ τὸ αὐτεξούσιον ἐβούλετο τότε. Καὶ γενόμενος ὁ ἄνθρωπος ἐντολὴν λαμβάνει παρὰ τοῦ Θεοῦ, καὶ ἐντεῦθεν ἤδη τὸ κακὸν ἄρχεται· οὐ γὰρ πείθεται τῷ θείῳ προστάγματι. Καὶ τοῦτο καὶ μόνον ἦν τὸ κακόν, ἡ παρακοή, ἥτις τοῦ εἶναι ἤρξατο.
Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ ἁγνείας ὃς καὶ ἐν ὁμοίῳ συνόψεως ἐξεδόθη τύπῳ. Ὅτι φησίν, ὁ γοῦν Ἀβραὰμ πρῶτος ἐν διαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίττεσθαι δοκεῖ τὸ οἰκεῖον ἀποτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος ἢ τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἵματος σάρκα δημιουργηθεῖσαν παιδοσπορίαν ἐπιτελεῖν, ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέμνειν τὴν κατὰ συνουσίαν ἡδονήν. Ὅτι φησίν, ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν, ὅτι παρθενίας ἐλθούσης ὁ Λόγος οὐκ ἀνεῖλε πάντῃ τεκνογονίαν· οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρεῖται. Ἢ ἐπειδὴ τῶν ἄλλων ἐστὶ γλυκύτερον τὸ μέλι καὶ ἡδύτερον, τὰ λοιπὰ πικρὰ καὶ ἀνήδονα νομιστέον. Ὅτι τό· «Τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα» περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων φησὶν εἰρῆσθαι, οἵτινες κλεψίσοφοι, νοθεύοντες τὰς γραφάς, ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβείᾳ συγκρίνοντες τὴν πλάνην. Ἄλλως γὰρ νοηθῆναι οὐκ ἐγχωρεῖ.
PG 103:1161Οὔτε γὰρ ἐπὶ τοῦ μὴ τίκτεσθαι τὰ ἐκ μοιχείας τέκνα καὶ εἰς φῶς αἰσθητὸν ἄγεσθαι δύναται νοεῖσθαι, ὅτι πολλοὶ οὐ μόνον ἐτέχθησαν ἀλλὰ καὶ τετόκασιν ἐκ μοιχείας τεχθέντες, οὔτε ἐπὶ τοῦ πνευματικῶς καὶ θείως τελεσφορηθῆναι. Πολλῶν γὰρ μοιχῶν τέκνα πλήρη ἐγένοντο ἁγίου πνεύματος. Ὅτι ἀπορεῖ λέγων, εἰ παρὰ Θεοῦ δίδονται αἱ ψυχαί, ἀλλ’ οὐ παρὰ τοῦ πατρὸς τοῖς τικτομένοις, πῶς δίδωσι καὶ τοῖς ἐκ μοιχείας τικτομένοις; Εἰ γὰρ δίδωσι, συνεργεῖν ἂν δόξειε τοῖς μοιχευομένοις· εἰ γὰρ μὴ ἔδωκε τὴν ψυχήν, οὐκ ἂν ἐτίκτοντο. Λύει δὲ τὴν ἀπορίαν διὰ πλειόνων καὶ σαφῶν παραδειγμάτων. Ὅτι τὰ ἐν τῇ γενέσει φερόμενα οἷον τό· «Τοῦτο οὖν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὑτῆς ἐλήφθη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», ταῦτα οὖν οὐ κατὰ τὸ γράμμα φησὶ δεῖν μόνον νοεῖσθαι, ἀλλὰ καὶ πνευματικῶς εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. Καί φησιν ὅτι καὶ ὁ θεῖος Παῦλος μετὰ τὴν τῶν ῥητῶν τούτων ἔκθεσιν λέγει·
«Τὸ μυστήριον τοῦτο μέγα ἐστί, λέγω δὲ ἐγὼ εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν». Ἀλλὰ καὶ τό· «Αὐξάνεσθε καὶ πληθύνεσθε» οὐκ ἐπὶ τῶν ἐκ σπέρματος καὶ μίξεως γεννωμένων ἀνθρώπων καὶ σιτίοις αὐξομένων φησὶν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν κατὰ πνεῦμα τελειουμένων καὶ γεννωμένων, καθὼς καὶ Παῦλος βοᾷ, τέκνα καλῶν τοὺς οὕτω δι’ αὐτοῦ γεννηθέντας· «Τέκνα, γάρ φησιν, οὓς πάλιν ὠδίνω, ἕως οὗ Χριστὸς ἐν ὑμῖν μορφωθῇ», καὶ πάλιν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». Ὅτι τὸ ἐν τοῖς εὐαγγελίοις εἰρημένον παραβολικῶς· «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς ἔχει ἑκατὸν πρόβατα καὶ ἀπώλεσεν ἓν ἐξ αὐτῶν» καὶ ἑξῆς, ἐνενηκονταεννέα μὲν πρόβατα τὰς οὐρανίους δυνάμεις φησὶν ἐκδέχεσθαι χρή, ἓν δὲ τὸ ἀπολωλὸς τὸν ἄνθρωπον ἤγουν τὴν ἀνθρωπείαν φύσιν, δι’ ἣν καὶ κατεληλυθέναι τὸν Λόγον τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν. Ὅτι τό· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» καὶ ἑξῆς αἱ ψυχαί φησι λέγουσιν ὄργανα καλοῦσαι τὰ σκηνώματα ἑαυτῶν, ἃ ἐκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἁγνείας ἐξάψασαι τοῦ ξύλου, ἵνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας.
Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσις ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων. Διὸ καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν Θεόν, ἵνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἡδονῆς ἀπὸ τοῦ φυτοῦ τῆς ἁγνείας τὰ ὄργανα. Ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάνουσιν αἱ γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς ὕδωρ ἀποτριβὲν ἂν ποθῇ, πᾶν ὅσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς ἀποσβέννυσιν ἔστ’ ἂν εἰς ἄρδην ἀποστειρώσῃ τὴν ἐπὶ παιδοποιί̈αν φοράν, ὥσπερ δὴ καὶ ὁ Ὅμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. Ὅτι φησίν, ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μηδὲ παρθένον τὴν στηθοδεσμίδα, λεγόμενον ἐν Ἱερεμίᾳ τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ. Στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται· ἡ δὲ στηθοδεσμίς, ἡ συνδοῦσα ζωνὴ τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν, ἐστὶν ἡ πρὸς Χριστὸν ἀγάπη. Ὅτι τό·
PG 103:1163«Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν» αἰνίττεσθαί φησιν ὅτι προσένεγκέ μοι ἄζυγον καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἵνα μηδαμῶς ἀποσκιρτήσας ἐξολισθήσῃ τῆς ἀληθείας. Οὕτω γὰρ ἀνεπίληπτος ἔσῃ ὡς Ἀβραάμ, ἂν ἀναθῇς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν καὶ τὸν νοῦν· ἃ συμβολικῶς δάμαλιν ἔφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς Τριάδος ἐπανῃρημένα. Τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον, βουλόμενος ὡς ὅτι μάλιστα καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι· καθ’ ὃν τρόπον καὶ ἐν εὐαγγελίοις ὁ Κύριος νομοθετεῖ· «Διὰ τοῦτο καὶ ὑμεῖς ὅμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι.
Μακάριοί ἐστε, ὅτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακονήσει, κἂν τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ μακάριοί ἐστε«. Ἐπισκέψασθε γὰρ ὅτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἡμῶν τὰς τῆς ἡλικίας ᾐνίξατο μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος ἵνα καὶ παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος τὸν κόσμον, ἑτοίμους καταλάβοι καὶ καθαρούς, καὶ τὴν δευτέραν ὁμοίως καὶ τὴν τρίτην. Ἑσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ ἀνθρώπου, καθ’ ἣν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονικὸν ἐπιθολούμενον τοῖς πάθεσι· δευτέρα δέ, ὁπηνίκα λοιπὸν »εἰς ἄνδρα τέλειον» ἐλάσας ἄρχεται βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν· τρίτη δέ, ὅτε αἱ πλεῖσται φαντασίαι τῶν ἐπιθυμιῶν φθίνουσιν, ἀπομαραινομένης ἤδη τῆς σαρκὸς καὶ εἰς γῆρας προκοπτούσης. Διὸ προςῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν λύχνον, καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῇ σωφροσύνῃ ἐγρηγορέναι καὶ προσδοκᾶν τὸν Κύριον. Ὅτι σικερά φησι πᾶν τὸ μέθην φέρον μετὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλων. Ὅτι δύο εἴδη ἀμπέλων παρὰ τῇ γραφῇ, λίαν ἀγαθὴ καὶ λίαν κακή.
PG 103:1165Καὶ γάρ φησιν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα». Ἡ δὲ κακὴ καὶ ἀγρία ἐστὶν ὁ διάβολος, λύσσαν ἀποστάζων, ὡς καὶ Μωσῆς διαγράφων περὶ αὐτοῦ φησιν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας» καὶ ἑξῆς. Ὅτι ὁ χρυσὸς ἰὸν οὐ παραδέχεται. Ὅτι φησί, τὸ γὰρ λεγόμενον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν «δέκα παρθένοις» σημαίνειν βούλεται τὴν αὐτὴν ὁδὸν τοῦ ἐπιτηδεύματος πάσας ἐπανῃρημένας, διὰ τὴν ἔμφασιν τοῦ ἰῶτα στοιχείου. Ἐστείλαντο μὲν γὰρ παραπλησίως ἑαυτὰς εἰς τοῦτο καθομολογήσασαι, καὶ ταύτῃ κικλήσκονται δέκα, οὐκέτι δὲ ὁμοίως ἐξῆλθον ὑπαντήσουσαι τῷ νυμφίῳ· αἱ μὲν γὰρ τροφὴν ἄφθονον ἐπορίσαντο ταῖς ἐλαιοθρέπτοις λαμπάσιν, αἱ δὲ κατερραθύμησαν. Διὸ δὴ καὶ ἰσάριθμοι πρὸς ε διαιροῦνται, ἐπειδήπερ τὰς πέντε αἰσθήσεις αἱ μὲν αὐτῶν ἐφυλάξαντο καθαράς, ἃς οἱ πλεῖστοι σοφίας πύλας προσηγόρευσαν, αἱ δὲ τοὐναντίον κατελωβήσαντο κακίᾳ. Ἐγκρατευσάμεναι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης μᾶλλον εὐφόρεσαν παραπτώμασιν· ἐξ οὗ καὶ συνέβη αὐτὰς ἀπαγορευθῆναι.
Εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα καὶ τὰ ἀνδραγαθήματα κρατύνεται καὶ τὰ κακὰ πράγματα. Καὶ ὥσπερ ἡ Θάλλουσα καὶ ὀφθαλμῶν ἁγνείαν ἔφη καὶ ὤτων εἶναι καὶ γλώσσης καὶ τῶν λοιπῶν καθεξῆς αἰσθητηρίων, οὕτω δὴ καὶ τὰ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆς τε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι, διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ φαντασίας, ἀφ’ ἑκάστης αὐτῆς οἷα λαμπάδα τὴν ὁσιότητα λάμπουσαν τρανῶς· ἡ γὰρ πεντάφωτος ἡμῶν ἀληθῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην τῷ νυμφίῳ παρίσταται Χριστῷ, τῇ ἡμέρᾳ τῆς ἀναστάσεως παραφαίνουσα, διὰ πασῶν τῶν αἰσθήσεων διεκθρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδίδαξεν εἰπών·
PG 103:1167«Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη», γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν (τὸ γὰρ ἔλαιον τῇ δικαιοσύνῃ καὶ τῇ σοφίᾳ παραβλητέον), χρονισμὸν δὲ τὸ πρὸ τῆς παρουσίας διάστημα τοῦ Χριστοῦ, νυσταγμὸν δὲ καὶ κοίμησιν τῆς παρθένου τὴν ἔξοδον τὴν ἀπὸ τοῦ βίου, μεσονύκτιον δὲ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου, καθ’ ἣν ὁ ὀλοθρευτὴς Ἄγγελος ἐπιπορεύεται τὰς οἰκίας, κραυγὴν δὲ λέγουσαν· «Ἰδοὺ ὁ νυμφίος· ἔρχεσθε εἰς ἀπάντησιν» τὴν ἀπὸ τῶν οὐρανῶν φωνὴν καὶ σάλπιγγα, ὁπότε πάντες ἐξαναστάντων αὐτοῖς τῶν σωμάτων ἐπὶ νεφελῶν ὀχήσονται, εἰς τὴν ἀπάντησιν ἁρπασθέντες τοῦ Κυρίου. Ὅτι περὶ τῶν παρθένων καὶ ἁγνῶν ψυχῶν πλεῖστα εἰπών, ἐπιφέρει καὶ τοῦτο. Ἀμέλει ταύτας μόνον ἐκλεκτὴν νύμφην τὰς ψυχὰς ὁ Λόγος ἑαυτοῦ καλεῖ, τὰς λοιπὰς δὲ παλλακὰς καὶ νεάνιδας καὶ θυγατέρας λέγων ὧδε· «Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν.
Codex CCXXXV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ αἰνέσουσιν αὐτήν«. Πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων, μία ἐστὶ μόνη ἡ ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων. Βασιλίσσας δὲ αἰνίττεσθαι ἡ προφητεία βούλεται ὅτι οὐχ ὑφ’ ἕνα ἤγοντο βασιλέα βασιλευόμεναι, ἀλλ’ ἑκάστη ὥσπερ αὐτοδέσποτος καὶ βασίλισσα ἦν, καὶ ὅτι τῶν μετὰ ταύτας ἀρχαὶ καὶ πρῶται ἦσαν, τὰς βασιλικὰς ἐκείνας, τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχὰς εὐαρέστους τῷ Θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν Προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ Κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἵνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν σωτηρίας. Παλλακὰς δὲ προσηγόρευσε τὰς προφητικὰς ψυχὰς ὁ Λόγος, ὅτι μὴ φανερῶς αὐτάς, ὥσπερ δὴ καὶ τὴν ἐκκλησίαν ἐπηγάγετο, θύσας δι’ αὐτὴν »μόσχον τὸν σιτευτόν».
Ἑξήκοντα δὲ βασιλίσσας ἐντεῦθεν, ὡς οἶμαι δή, τοὺς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι Νῶε κατὰ διαδοχὴν εὐαρεστήσαντας ἐκάλεσε τῷ Θεῷ, ἐπειδήπερ ἑτέρων οὗτοι παραγγελμάτων εἰς τὸ σωθήσεσθαι χρείαν οὐκ ἐσχήκασιν, ἔτι δὲ προσφάτου τῆς κατὰ τὴν ἑξαήμερον οὔσης αὐτοῖς τοῦ κόσμου συστάσεως· ἐμέμνηντο γὰρ ὅτι ἐν ἓξ ἡμέραις ὁ Θεὸς ἐτεκτήνατο τὴν κτίσιν τά τε ἐν τῷ παραδείσῳ γεγονότα. Ἐντεῦθεν οὖν δὴ τὰς ἀπὸ τῆς συστάσεως εὐθέως τοῦ κόσμου κατὰ διαδοχὴν τὸν Θεὸν ποθεῖν ἑλομένας ψυχάς, καὶ σχεδόν (εἰ χρὴ φάναι) τὰς τοῦ πρώτου αἰῶνος οὔσας ἔγγονα καὶ γείτονας τῆς μεγάλης ἑξαημέρου, ἑξήκοντα βασιλίσσας ἔφη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ἑξαήμερον ταύτας, ὡς ἔφην, γεγονέναι· μεγάλην γὰρ οὗτοι τιμὴν ἐσχήκασιν Ἀγγέλοις ὁμιλήσαντες καὶ τὸν Θεὸν ὕπαρ, οὐκ ὄναρ, θεασάμενοι. Ἐπισκέψασθε γὰρ ὅσην ἔσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν Θεόν, ὅσην ὁ Ἄβελ, ὅσην ὁ Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, ὅσην ὁ Νῶε, πρῶτοι δικαιοσύνης ὄντες ἐρασταί. Καὶ περὶ τούτων μὲν αὐτάρκως· περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον.
PG 103:1169Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἦν τοῦ Θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας. Ὁ οὖν Θεός, ἵνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστωθῇ λήθῃ τῶν καλῶν, τὸν ἴδιον παῖδα τοῖς Προφήταις ἐκέλευσεν ὑφηχῆσαι τὴν ἐσομένην ἑαυτοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν κόσμον, καθ’ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι’ αὐτῆς τὸν ἄνθρωπον τὰ πάθη καὶ τὴν φθοράν. Καὶ διὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ Προφητῶν, διὰ τὴν τῆς περιτομῆς πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἧς ἐξήρτηται καὶ ὁ νόμος, παλλακὰς ἐκάλεσεν, ὅτι πρὸ τοῦ τὴν νύμφην, τὴν ἐκκλησίαν, κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα προσλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν. Νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη, καὶ νεανικῶς καὶ γενναίως διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν, καλεῖ. Ἀλλὰ τούτων οὔθ’ αἱ βασίλισσαι οὔθ’ αἱ παλλακαὶ συγκρίνονται τῇ ἐκκλησίᾳ·
ἡ γὰρ τελεία καὶ ἐκλεκτὴ παρὰ πάσας ὀνομαζομένη ἡ ἐκ πάντων συνεστῶσά τε καὶ συνημμένη τῶν Ἀποστόλων ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. Διὸ καὶ μακαρίζεται πρὸς τῶν ἄλλων, ὅτι αὕτη εἶδε καὶ ἤκουσεν ἀφθόνως ἃ ἐκεῖναι ἐπεπόθησαν ἰδεῖν καὶ ἀκοῦσαι καὶ οὐκ εἶδον οὐδ’ ἤκουσαν· «Μακάριοι γὰρ οἱ ὀφθαλμοί, φησίν, ὑμῶν» ὁ Κύριος τοῖς μαθηταῖς, «οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ Προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν». Οὐκοῦν διὰ ταῦτα μακαρίζουσιν αὐτὴν οἱ Προφῆται, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἡ ἐκκλησία μετείληφε καὶ ἠξιώθη. Δύναται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ Κυρίου, ἧς χάριν καταλείψας τὸν Πατέρα κατῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη αὐτῇ ἐνανθρωπήσας. Διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς ἐπειδὴ τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ ἀνθρώπων ἀσμενίζον.
PG 103:1171Καὶ ἐν τῷ μ καὶ δ ψαλμῷ ἐκ τῶν δεξιῶν παρισταμένη τοῦ Θεοῦ μερῶν βασίλισσα ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἧς ἐπεθύμησε τοῦ κάλλους ὁ βασιλεύς, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ Λόγος εἰς οὐρανοὺς ἐκ δεξιῶν παρέστησε τοῦ Πατρός, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην, ὃ δή ἐστι συμβολικῶς τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας. Ὅτι παρθεία ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα αὐτῆς τὰς ἀφθόρους τελετὰς Θεῷ ἀπεικάζουσα οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν. Ὅτι φησὶν, ἡ ἀρετὴ ἤτοι δι’ ἑαυτὴν, εἴτε διὰ τὸ αἴρειν καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκε τὴν ἐπωνυμίαν. Ὅτι φησίν, ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ Πατρὸς τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Παρατηρητέον γὰρ ὅτι τὸ μὲν Υἱὸς αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως. Εἶ γὰρ Υἱὸς αὐτῷ ἔφη καὶ οὐ γέγονας ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὖ προὐπάρξαντα τέλος ἐσχηκέναι ἀλλὰ εἶναι ἀεὶ τὸν αὐτόν. Τὸ δέ·
«Ἐγὼ σήμερον γεγέννηκά σε» ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων λέγει ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. Ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν ὁ Χριστὸς οὐδέπω γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται. Ὅτι τὰ πλεῖστα τῆς τοῦ ἁγίου Ἰωάννου Ἀποκαλύψεως ῥητὰ εἰς τὴν ἐκκλησίαν καὶ τὰς παρθενευούσας ψυχὰς ἀνάγει. Ἀλλὰ σχεδὸν καὶ ὅσα ἂν ῥητὰ καὶ ἄλλοθεν ἔλαβεν, ἀλληγορικῶς αὐτὰ καὶ οὐ κατὰ τὸ γράμμα διηγεῖται ἐν τῷδε τῷ διαλόγῳ. Ὅτι ἀναιρῶν τοὺς εἱμαρμένην δοξάζοντάς φησιν· εἰ τὰς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας τὰ ἄστρα τεκταίνεται, περὶ τὰς ἀσελγείας καὶ τροπὰς τοῦ βίου ἀσχολούμενα ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, ὅτι οὐ μόνον αὐτὰ τῶν κακῶν ἐρῶσιν, ἀλλὰ καὶ τοὺς ἀνθρώπους ἀναγκάζουσι ταῦτα πράττειν. Ἔτι εἰ πᾶσα πρᾶξις χωρὶς ἐπιθυμίας οὐ γίνεται, οὐδὲ μὴν ἐπιθυμία χωρὶς ἐνδείας, ἀνενδεὲς δὲ τὸ θεῖον, ἀνεννόητον ἄρα πονηρίας. Ἡ δὲ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται Θεοῦ, κρείσσων οὖσα τῆς τῶν κρεισσόνων ἀνθρώπων ἀρετῆς· ἀνεννόητα κακίας ἄρα καὶ ἀνενδεῆ ἐστι τὰ ἄστρα.
PG 103:1173Ἔτι εἰ τὸ ἀνελεῖν τινα γένεσις ἐργάζεται, τοῦτο δὲ νόμος κωλύει, κολάζων τοὺς ἀλάστορας καὶ δι’ ἀπειλῆς ἀπείργων τὰ τῆς γενέσεως δόγματα, ἐναντίον ἄρα νόμος γενέσει· ὅσα μὲν γὰρ νόμος κωλύει, ταῦτα γένεσις ὥρισεν, ὅσα δὲ γένεσις ποιεῖν βιάζεται, ταῦτα νόμος κωλύει. Πολέμιον ἄρα γενέσει νόμος. Εἰ δὲ πολέμιον, οὐκ ἄρα κατὰ γένεσιν οἱ νομοθέται νομοθέται· τὰ γὰρ ἐναντία δογματίζοντες γενέσει γένεσιν λύουσιν. Ἤτοι οὖν γένεσίς ἐστι, καὶ οὐ χρὴ εἶναι νόμους, ἢ εἰσὶ νόμοι, καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. Ἀλλὰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινί τινα καὶ διαπράξασθαί τι· οὐδὲ γὰρ τὸν δάκτυλον ἐξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαι. Κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Ῥαδάμανθυς καὶ Δράκων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος νομοθέται φύντες διετάξαντο τοὺς νόμους, ἀπαγορεύοντας κλοπάς, φόνους καὶ τὰ ὅμοια, ἃ κατὰ γένεσιν ἐπισυμβαίνειν δογματίζουσιν, ὅπερ ἀδύνατον· αὐτὴ γὰρ ἂν ὑφ’ ἑαυτῆς ἀνῃρεῖτο ἡ γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας καὶ τῶν ἄλλων νόμους τιθεμένη, ἐνταῦθα δὲ τοὺς νόμους καὶ τὰς μοιχείας ἐργαζομένη·
οὐδὲν γὰρ ἀλλοκότον αὐτὸ ἑαυτοῦ μαχόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύειν σπεῦδον. Οὐκ ἄρα γένεσις. Ὅτι, φησίν, ἡ κατὰ σωφροσύνην ἀρετὴ κρείσσων ἐστὶ τῆς κατὰ ἀκρασίαν κακίας, μαθεῖν ἔστι καὶ ἀπὸ βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ τέκνων, ἀπὸ πολιτῶν, ἀπὸ οἰκετῶν, ἀπὸ παιδαγωγῶν. Ἕκαστος γὰρ τούτων ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος γίνεται σωφρονῶν, ἀκολασταίνων δὲ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός. Ὅτι φησὶν ὁ μὲν νόμος τύπος ἐστὶ καὶ σκιὰ τῆς εἰκόνος, τουτέστι τοῦ εὐαγγελίου, ἡ δὲ εἰκὼν τὸ εὐαγγέλιον αὐτῆς τῆς ἀληθείας τῆς ἐσομένης ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου παρουσίᾳ. Ὅτι τὸ ἐν τῷ Λευϊτικῷ περὶ τῆς σκηνοπηγίας λεγόμενον εἰς τὴν ἐν τῇ β τοῦ Κυρίου παρουσίᾳ ἐσομένην τῶν ἀνθρώπων ἀνάστασιν ἐκδέχεται, σκηνὴν ἑκάστου τὸ οἰκεῖον τιθεὶς σῶμα, τὰς δὲ ἑπτὰ ἡμέρας εἰς τύπον τῶν ἑπτὰ αἰώνων, καὶ τὰ ἄλλα ἀναλόγως. Ὅτι ἀναγωγικῶς ἐκδέχεται τὸ εἰς τοὺς Κριτὰς εἰρημένον· «Πορευόμενα ἐπορεύοντο τὰ ξύλα τοῦ χρῖσαι ἐφ’ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ βασίλευσον ἐφ’ ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων;
PG 103:1175Καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο σὺ βασίλευσον ἐφ’ ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ καὶ εἶπαν τῇ ῥάμνῳ» καὶ ἑξῆς. Φησὶ γάρ, ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων ἐλέχθη, σαφές ἐστιν· ἀλλὰ περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἳ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασι, προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν Θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ’ αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἣν ἐλαίας τύπῳ παρέλαβεν ἡ Γραφή. Καὶ ἐπισκέψασθε μήποτε τὰς ἐπὶ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ Γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ ἀνθρώπων γένος. Τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς· τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε, διὰ τὸ οἴνῳ χλευασθέντα κοιμηθῆναι· τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χρίσμα τὸ προφητικόν, τὸ ἔλαιον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας·
Codex CCXXXVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς Ἀποστόλοις, ἐπειδήπερ δι’ αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον ὁ διάβολος οὐκ ἴσχυσε σκευάσαι. Καὶ διὰ τοῦτο καὶ εὐαγγέλια τέσσαρα παραδέδοται, τετράκις εὐαγγελισαμένου τοῦ Θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέτρασι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται τῶν καρπῶν. Ἡ μὲν γὰρ συκῆ διὰ τὴν γλυκασίαν καὶ τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε τῆς συκῆς ὁ καρπὸς τῇ γραφῇ ἐπὶ τὸ κρεῖττον ἐκλαμβάνεται. Ἡ δὲ ἄμπελος διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. Ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ Θεοῦ μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν. Ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι·
τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγνος ἐστί, καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρθενίᾳ ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. Ὅθεν καὶ τὸν Ἠλίαν, ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθῆναι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναῖκα καὶ τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁγνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χριστοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. Ταύτην γὰρ μόνην τὴν τῆς ἁγνείας βασιλείαν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἀμεταμελητὶ προσήκαντο οἱ ἄνθρωποι, ἑκάστης τῶν προδεδομένων αὐτοῖς ἐντολῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τάχος βασιλείας ἑαυτοὺς ἀφηνιάζοντες, καὶ τῇ ἀντιμίμῳ μᾶλλον πειθαρχεῖν καὶ ὑπ’ αὐτῆς βασιλεύεσθαι προαιρούμενοι, εἰ καὶ μεταμελόμενοι πολλάκις ἐπεζήτουν πάλιν τὴν πρὸς Θεοῦ δεδομένην αὐτοῖς βασιλικωτάτην ἐντολὴν καὶ ἀνακαινισμὸν τῶν διαφθαρέντων αὐτῶν ἐκ κακίας ψυχικῶν κατορθωμάτων.
PG 103:1177Παραδιδόμενοι γὰρ εἰς χεῖρας ἐχθρῶν καὶ πάθη ἀτιμίας, ἐπεζήτουν βασιλεύεσθαι τῇ ἐντολῇ καὶ τοῖς προστάγμασι τοῦ Θεοῦ, ἵνα γένηται αὐτοῖς λύσις τῶν πολυπλόκων συμφορῶν καὶ ἀπαλλαγὴ τῶν κακῶν. Αἱ δὲ διὰ τὸ προσόζειν αὐτῶν καὶ ἀνιάτως ἔχειν τοὺς τῆς ψυχῆς μώλωπας οὐκ ἐβούλοντο, βασιλεύειν αὐτῶν, μέχρις ὁ Θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἣν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ Γραφή· ἥτις καταναλώσασα τὰς ἡδονάς, καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες καὶ ἐν ἀληθείᾳ προσέρχοιντο, πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ καὶ κρίσιν καὶ πῦρ· καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ Θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. Ὅτι σημειωτέον ὡς οὗτος ὁ διάλογος ᾧ ἐπιγραφὴ Συμπόσιον ἢ Περὶ ἁγνείας παρὰ πολύ ἐστι νενοθευμένος· εὑρήσεις γὰρ ἐν αὐτῷ παρεμβεβλημένας καὶ ἀρειανικὰς δοξοκοπίας καὶ ἑτέρων τινῶν κακοδοξούντων μυθολογήματα. Ὅτι σημειωτέον τί ποτέ ἐστι τὸ κατ’ εἰκόνα, ὃ μόνος ἐσχηκέναι λέγεται ἄνθρωπος τῶν ὑπὸ Θεοῦ γεγενημένων.
Οὐδὲ γὰρ ἂν εὕροι τις ἐπ’ ἀνθρώπου τι τῶν τιμίων, οὗ μὴ Ἀγγέλων μετέσχε φύσις· οὔτε γὰρ τὸ ἀθάνατον, καὶ γὰρ καὶ Ἀγγέλοις, οὔτε τὸ αὐτεξούσιον· εἰ γὰρ ὅτι Ἀγγέλοις κατὰ τὸν θεολόγον ἐπὶ τὸ ἀγαθὸν μᾶλλον ἡ ῥοπή, κατὰ τοῦτο ὅρα ὅτι μηδ’ ὅλως δυνατὸν τὸ κατ’ εἰκόνα τοῦτο ἐννοεῖν. Εἰ δὲ τὸ ἀρχικὸν λέγεις (ἄρχειν γὰρ τῶν ἰχθύων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος πρὸς Θεοῦ ἠξίωται ἐν τῇ τῆς κοσμογενείας ξυγγραφῇ), οὐδ’ οὕτως ἀλλοτριώσεις τὸν Ἄγγελον· ἄρχειν γὰρ τῶν Ἀγγέλων τοὺς πλείους ἔθνους καὶ φυλῆς παρὰ τῆς γραφῆς ἰδίως δεδιδάγμεθα. Εἰ δ’ ὅτι μὴ χειροήθεις αὑτοῖς τοὺς ἀρχομένους τελοῦσι τὴν διαφορὰν εἰσάγεις, καθάπερ ἐκεῖνοι τὰ πολλὰ τῶν ζῴων, οὐδὲν πρὸς τῷ γέλωτι κομπάζεις· οὐδὲ γὰρ οὗ εἰκόνα φέρειν ὁ ἄνθρωπος λέγεται, χειροήθεις τοὺς ἀρχομένους (ἄπαγε) δεικνύει. Τί οὖν ἐστι τὸ κατ’ εἰκόνα; Ὅσοι γὰρ τὴν τοῦ σωματικοῦ σχήματος εὐπρέπειαν ἐρραψῴδησαν, πρὸς τοῖς μυρίοις ἐλέγχοις, οὐδὲ τῆς πρὸς τὸν Ἄγγελον κοινωνίας κατὰ τοῦτο, ὅπερ ἐστὶ τὸ ζητούμενον, τὸν ἄνθρωπον ἠλευθέρωσαν· ἀνθρωπόμορφον γὰρ αἱ θεῖαι Γραφαὶ τοὺς Ἀγγέλους ἡμῖν ἐνδεδύσθαι σχῆμα ὑπετύπωσαν.
Εἰ δὲ τὸ δημιουργικὸν καὶ πρακτικὸν εἰς ὕπαρξιν τὸ κατ’ εἰκόνα φυλάσσειν ἔχεις ἐπ’ ἀνθρώπου (δημιουργεῖ γὰρ Θεὸς τὸ πᾶν, ἀφράστως καὶ ἀνεπινοήτως προάγων τὰ μὴ ὄντα, ἀλλὰ καὶ ἄνθρωπος ἐνίοτε μὲν ἐκ τῆς ἰδίας οὐσίας καὶ φύσεως σπορᾶς καταβολῇ ὅμοιον ἄνθρωπον γεωργῶν, ἐνίοτε δὲ τέχνῃ πολλὰ τῶν τεχνητῶν δημιουργῶν, εἰ καὶ μὴ ἐκ τοῦ μηδαμῇ ὄντος), ἀλλὰ καὶ τοῦτο τὸ πιθανὸν ἔχον ῥᾳδίως ἐλέγχεται. Οἵ τε γὰρ μονάζοντες, καὶ διὰ τὸ δοκεῖν φυλάσσειν τὸ κατ’ εἰκόνα παντὸς ἀνθρωπίνου τεχνήματος ἢ τεχνάσματος ἀνωτέρω ἑαυτοὺς ἐργασάμενοι, ἄθλιοι ἂν φανεῖεν, τὸ κατ’ εἰκόνα δι’ αὐτὸ ἐκεῖνο ἀπολέσαντες. Τί οὖν τὸ κατ’ εἰκόνα; Ἡ τῶν ἀρετῶν δι’ ἐπιμελείας κτῆσις· Ἄγγελοι μὲν γὰρ ἔχειν ἀρετήν, ἀλλ’ οὐ τὴν δι’ ἐπιμελείας καὶ κόπου, ὅτι μὴ μεθέλκονται ὑπὸ κακίας, δοξάζονται. Ἀλλ’ εἰ καὶ τοῦτο συγχωρηθείη, ἄκοπον ἀρετῶν κτῆσιν τοῖς Ἀγγέλοις ἀποκεκληρῶσθαι, ἢ καὶ οὗτοι τὸ κατ’ εἰκόνα τῷ ἀκόπως ἔχειν Θεῷ μᾶλλον πλησιάζοντες ἕξουσιν, ἢ εἰ μὴ οὗτοι, πολλῷ μᾶλλον οὐδ’ ὁ ἄνθρωπος, ὅτι μετὰ ταύτης ἢ πρὸ ταύτης τὴν κτῆσιν πολλῶν ταράχων καὶ πόνων ἐμπιμπλάμενος ταύτην ἐκδέχεται.
PG 103:1179Ἀνεγνώσθη «Ἰωσήπου» ἡ ἀρχαιολογία· ἧς ἡ ἐκλογὴ ὅσα τε ἱστορεῖ περὶ Ἡρώδην καταλέγει, τήν τε ἀνοικοδομὴν τοῦ ναοῦ, ὅπως τε τὴν Ἰουδαϊκὴν ὑπεισῆλθε βασιλείαν, καὶ ὅπως αὐτοῦ τὴν ἀρχὴν οἱ ἐκ γένους διεδέξαντο, ὅπως τε αὕτη εἰς ἀριστοκρατίαν καταλέλυται, τὴν προστασίαν τοῦ ἔθνους τῶν ἀρχιερέων ἀναδεξαμένων, καὶ ὅσα ἄλλα τούτοις συνδιαπλέκεται. Ὅτι Ἰώσηπος πρὸς τῷ τέλει τῆς ιε κατὰ τὴν ἀρχαιολογίαν ἱστορίας, ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἡρώδην ἀνύοντα τὸν ἐν Ἱεροσολύμοις νεών, ὃν ἔκτισε Σολομὼν ὁ βασιλεύς, καταστραφέντα δὲ πάλιν οἱ ἐκ Βαβυλῶνος ἀναχθέντες αἰχμάλωτοι Δαρείου τοῦ Περσῶν βασιλέως συναραμένου αὐτοῖς ἀνέστησαν ἐν 2 ἔτεσι καὶ μ, τοῦτόν φησι τὸν περιώνυμον νεὼν μετὰ ἔτη ἑξακόσια, ἀνελόντα μὲν τοὺς ἀρχαίους θεμελίους, ἑτέρους δὲ καταβαλόντα ἐπ’ αὐτῶν τὸν Ἡρώδην διπλάσιον τοῦ προτέρου ἀναστῆσαι. Λείπεσθαι γὰρ τὸν ὑπὸ τῶν αἰχμαλώτων τοῦ Σολομωντείου μέτροις κατὰ τὸ ὕψος τισίν. Εἶχε δὲ ὁ Ἡρώδου νεὼς μῆκος μὲν πήχεις ρ, ὕψος δὲ κ περιττοῖς, οὓς καὶ ὑπέβη τῷ χρόνῳ τῶν θεμελίων συνιζησάντων· ὃ καὶ κατὰ τοὺς Νέρωνος καιροὺς Ἰουδαῖοι ἐγνώκεισαν ἐπεγείρειν.
PG 103:1181Οἰκοδομηθῆναι δ’ Ἡρώδῃ τὸν ναὸν Ἰώσηπός φησιν ἐνιαυτῷ ἑνὶ καὶ μησὶν ἕξ, τὸν δὲ περὶ τὸν νεὼν οἶκον καὶ περίβολον ἔτεσιν ὅλοις η. Λίθους δ’, ἐξ ὧν ἠγείρετο ὁ νεώς, λευκοὺς μὲν εἶναι καὶ κραταιούς, ἔχειν δ’ ἕκαστον αὐτῶν μήκους μὲν πήχεις κ καὶ ε, ὕψους δὲ η καὶ εὔρους περὶ ιβ. Τελεσθῆναι δὲ τὸ ἔργον φησὶν ἐπινοίᾳ τοιαύτῃ. Ἡρώδῃ πολλή τις ἐγένετο περὶ τὸ ἔργον φιλοτιμία· ἀγείρει οὖν πρότερον ἅπασαν ὕλην, καὶ χίλιαι αὐτῷ ἅμαξαι λίθους ἄγειν εὐτρεπεῖς ἦσαν, ἐργάται δὲ ἄλλοι μὲν μύριοι, τῶν δὲ ἱερέων, οἳ τῶν ἀδύτων ἔργων ἔμελλον ἅπτεσθαι, χίλιοι· τοσούτους γὰρ οἰκοδομεῖν καὶ ξυλουργεῖν ἐξεπαίδευσεν, ἱερατικὰς αὐτοῖς ἅπασιν ὠνησάμενος στολάς. Καὶ ἥδε ἡ παρασκευὴ θᾶττον μὲν ἐλπίδος εἰς πέρας τὸ βούλημα ἤγαγε, μεγάλας δὲ καὶ πολλὰς ἀπὸ τοῦ πλήθους τὰς εὐχαριστίας ἐν τοῖς ἄλλοις ἅπασιν ἀχθομένου Ἡρώδῃ προὐξένησε. Θύει δ’ Ἡρώδης ἅμα τοῦ συντελέσαι τὸν νεὼν βοῦς τριακοσίας· τῶν δ’ ἄλλων Ἰουδαίων ὅσα θύσειαν, οὐδ’ ἐγένετο λαβεῖν ἀριθμῷ.
Οὗτος Ἡρώδης ἐστὶν ὁ Ἀντιπάτρου τοῦ Ἰδουμαίου καὶ τῆς Ἀραβίσσης (Κύπρις δ’ ὄνομα αὐτῇ) παῖς, ἐφ’ οὗ καὶ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους παρθενικῆς ἀποτίκτεται μήτρας· καθ’ οὗ καὶ μανεὶς Ἡρώδης τοῦ μὲν δεσπότου διήμαρτε, φονεὺς δὲ πολλῶν νηπίων γίνεται. Εἰς ὠμότητα δὲ καὶ μιαιφονίαν πάντας ὅσοι τύραννοι ὑπερβαλέσθαι ἱστόρηται. Καὶ γυναικὸς δὲ τῆς Μαριάμμης (θυγάτηρ δ’ ἦν αὕτη Ἀλεξάνδρας τῆς Ὑρκανοῦ τοῦ ἀρχιερέως παιδός, ὥρᾳ σώματος οὐδενὶ χρόνῳ λείπουσα δεῖξαι ταύτης ἐφάμιλλον), ταύτης οὖν καὶ δύο τῶν ἐξ αὐτῆς αὐτῷ γεννηθέντων παίδων, Ἀριστοβούλου καὶ Ἀλεξάνδρου, οἳ κάλλει τε καὶ λόγων ἀσκήσει καὶ χειρῶν ἔργοις οὐδὲν ἧττον ἢ ὅτι βασιλέως ἦσαν παῖδες ἀνὰ πάντων ἐφέροντο στόμασι, τούτων συμπάντων διαβολαῖς Ἀντιπάτρου μανεὶς δήμιος γίνεται, πρῶτον μὲν τῆς γαμετῆς, εἶτα καὶ τῶν παίδων, καὶ τελευταῖον Ἀντιπάτρου καὶ αὐτοῦ, παιδὸς ἐκ προτέρας γυναικός.
Νόσῳ δὲ πικρᾷ παραδοθείς (ἕλκωσις γὰρ ἐντέρων εἶχε τὸν δύστηνον ὄρθιόν τε ἆσθμα καὶ ποδῶν λευκοῦ φλέγματος οἴδημα, δειναί τε τοῦ κώλου ἀλγηδόνες, καὶ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, καὶ μυρία ἄλλα) μετὰ πέμπτην δ’ ἡμέραν τῆς Ἀντιπάτρου σφαγῆς τοῦ παιδὸς καὶ αὐτὸς τὸν βίον κατέστρεψε, διαβιοὺς μὲν ἔτη σύμπαντα ο, βασιλεύσας δ’ ἐξ αὐτῶν ζ καὶ λ. Βασιλεύει δ’ οὗτος παρανόμως τε καὶ παρ’ ἐλπίδας καὶ αὐτοῦ ἐκείνου, σπουδῇ μὲν Ἀντωνίου τοῦ στρατηγοῦ Ῥωμαίων, χρήμασιν ὑπερητοῦντος, καὶ Αὐγούστου καταινέσει, ψήφῳ δὲ πρὸς ἀφοσίωσιν καὶ τῆς βουλῆς Ῥωμαίων. Ὅτι Ἡρώδου τοῦδε, τοῦ πρώτου ἐξ ἀλλοφύλων παρὰ τοὺς νόμους βασιλεύσαντος Ἰουδαίων, τούτου πατὴρ ἦν Ἰδουμαῖος γένος ἐξ Ἀσκάλωνος πόλεως, παῖς Ἀντίπα, Ἀντίπας καὶ αὐτὸς ἐπικαλούμενος πρότερον, Ἀντίπατρος δ’ ἔπειτα. Οὗτος πολλῶν μὲν χρημάτων εὐπορῶν, δραστήριος δὲ τὴν φύσιν ὢν καὶ στασιαστής, Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ δι’ εὐνοίας ἐτύγχανεν, Ἀριστοβούλῳ δὲ τἀδελφῷ Ὑρκανοῦ διάφορος·
PG 103:1183διὸ πείθει Ὑρκανόν, πολλάκις ἐνοχλήσας, τὴν βασιλείαν πάλιν ἀναζητεῖν ἅπασι τρόποις, ἣν ἐκείνου συγχωρήσαντος ἀφελόμενος Ἀριστόβουλος εἶχεν ὁ ἀδελφός. Αὕτη τῶν ἀδελφῶν ἡ στάσις μεγάλη κακῶν αἰτία αὐτοῖς τε καὶ γένει καὶ τῷ Ἰουδαίων ἔθνει κατέστη, καὶ τῆς εἰς ἀλλοφύλους τῆς βασιλείας μεταπτώσεως. Ἐν τῇ στάσει ταύτῃ πολλὰ φαίνεται Ἀντίπατρος ὑπὲρ Ὑρκανοῦ κατ’ Ἀριστοβούλου πράξας. Τέλος δ’ Ἀριστόβουλος μὲν εἰς Ῥώμην ἅμα παισὶν αἰχμάλωτος ἄγεται, ἐκεῖθεν δὲ φυγὼν πάλιν εἰς τὰ περὶ τὴν Ἰουδαίαν παραγίνεται, πάλιν τε πολιορκηθεὶς ὑπὸ Ῥωμαίων ἅμα τῷ παιδὶ Ἀντιγόνῳ (οὗτος γὰρ ἔτυχεν ἐκ Ῥώμης τῷ πατρὶ συμφυγών), ἁλίσκεται καὶ εἰς Ῥώμην ἀναπέμπεται, καὶ δεθεὶς κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη γ μῆνας 2, λαμπρὸς δὲ καὶ μεγαλόψυχος ἐν τῇ ἀρχῇ γεγονώς. Ὑρκανῷ δ’ ἡ μὲν ἀρχιερωσύνη δίδοται, οὐκέτι δ’ ἡ βασιλεία· ἀλλ’ ἦν τὸ ἔθνος αὐτονομούμενον, ἐθνάρχης ὅμως δ’ ἀντὶ βασιλέως τῆς δεδομένης αὐτῷ ἐξουσίας εἶχεν ὄνομα. Ἀντιπάτρῳ δ’ Ὑρκανοῦ ἀρχιερατεύοντος ἐπὶ πλεῖστον τὰ τῆς δυναστείας ηὔξετο.
Ῥωμαίων τε γὰρ τοῖς στρατηγοῖς κατὰ τῶν ἀνθισταμένων συνεμάχει, καὶ τὸ Ἰουδαίων διὰ χειρός, τῇ ἀπραγμοσύνῃ καὶ τῷ συγκεχωρηκότι Ὑρκανῷ, αὐτὸς εἶχε πράγματα. Ἀριστόβουλον δὲ Ἰούλιος ὁ Καῖσαρ, λύσας τῶν δεσμῶν, εἰς Συρίαν κατὰ τῶν Πομπηί̈ου πέμπειν ἐγνώκει. Ἀλλ’ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηί̈ου φρονοῦντες φαρμάκῳ φθείρουσι. Καὶ Σκιπίων δ’ ἐπιστείλαντος αὐτῷ Πομπηί̈ου τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον ἐπικαλοῦντος ἃ πρότερον εἰς Ῥωμαίους ἁμάρτοι, πελέκει διεχρήσατο. Ἀποδείκνυται δὲ ὑπὸ Ἰουλίου Καίσαρος Ἀντίπατρος μετὰ τὴν κατὰ Πομπηί̈ου νίκην καὶ ἐπίτροπος Ἰουδαίας. Ὃς ἐπὶ ταύτην παραγεγονὼς Φασαήλῳ μὲν τῷ παιδὶ Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ τὴν στρατηγίδα ἀρχὴν δίδωσι, τὸν δὲ μετ’ αὐτὸν Ἡρώδην νέον ὄντα κομιδῇ (πεντεκαίδεκα γὰρ αὐτῷ ἀπὸ γενέσεως ἔτη ἦν) τῆς Γαλιλαίας ἀποφαίνει ἐπίτροπον, οὐδὲν ὑπὸ τῆς νεότητος τὸ μὴ οὐχὶ τὸ δεινὸν αὐτοῦ καὶ γενναῖον ἐκφῆναι κωλυόμενον. Καὶ ταῦτα πράττων Ἀντίπατρος, καὶ θαυμαζόμενος οὐδὲν ἧττον ὑπὸ τοῦ ἔθνους ἢ κατὰ βασιλέα, ὅμως τῆς πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα εὐνοίας καὶ πίστεως οὐδὲν ὅλως ἡλλοίωσεν.
Ἀναιρεῖται δ’ Ἀντίπατρος, εὔρουν καὶ λαμπρὸν διὰ παντὸς ἀναφαίνων βίον, ἐξ ἐπιβουλῆς φαρμάκῳ, Μαλίχου τὸν οἰνοχόον χρήμασι πείσαντος στάξαι τῷ πόματι τοῦ φαρμάκου· Μάλιχος δ’ οὗτος Ἰουδαῖος μὲν ἦν, δεινὸς δὲ δόλον ῥάψαι καὶ δοθείσης ὑπονοίας ὅρκοις τὴν ὑπόνοιαν θεραπεῦσαι καὶ ὑποκρίσει φιλίας. Ἀλλ’ οὐδὲν ἧττον, ὡς ἔοικεν, Ἡρώδῃ τοιαῦτα μηχανᾶσθαι φύσιν λαχόντι ἢ καὶ δεινοτέρῳ περιτυχών, δίκην εἰςπραττομένῳ τοῦ πατρῴου φόνου, ξιφιδίοις κατακεντούμενος κτίννυται. Ἀντίγονος δ’ ὁ Ἀριστοβούλου παῖς, Φαβίου χρήμασι θεραπευθέντος, καὶ Πτολεμαίου τοῦ Μεναίου διὰ τὸ κήδευμα (ἀδελφὴ γὰρ αὐτοῦ ἐγεγάμητο) συλλαμβανομένου καὶ ἑτέρων τινῶν, ἐπεχείρησε κατάγεσθαι ἐπὶ Ἰουδαίαν. Ἀλλ’ Ἡρώδης μάχῃ συμπλακεὶς νικᾷ καὶ τῆς Ἰουδαίων γῆς ἀπελαύνει, καὶ ὑπὸ Ἱεροσολύμων καὶ αὐτοῦ Ὑρκανοῦ λαμπρῶς ἐπὶ τῇ νίκῃ ἐδέχθη παραγεγονώς. Καὶ Ἀντώνιος χρήμασιν, ὁ Ῥωμαίων στρατηγός, Ἡρώδῃ καὶ τῷ ἀδελφῷ Φασαήλῳ τὰς τῶν Ἰουδαίων τετραρχίας δίδωσιν, οὐδὲν πρὸς ταῦτα δυσχεραίνοντος Ὑρκανοῦ.
PG 103:1185Τοῦ δὲ πλήθους τῶν περὶ Ἡρώδην κατηγορούντων οὐδὲν πλέον πλὴν τοῦ τιμωρίαν ὑπέχειν ἀντὶ τοῦ λαβεῖν ὧν ἐπεκάλουν ἐγίνετο διὰ τὸ χρήμασιν Ἀντώνιον διεφθάρθαι καὶ Ὑρκανὸν τοῖς περὶ Ἡρώδην τίθεσθαι· ἤδη γὰρ καὶ τὴν τῆς θυγατρὸς αὐτοῦ παῖδα Μαριάμμην Ἡρώδης ἐγγεγύητο. Πτολεμαίου δὲ τοῦ Μεναίου τὸν βίον λιπόντος ὁ παῖς λαμβάνει τὴν ἀρχὴν Λυσανίας. Καὶ Πάκορος δὲ ὁ βασιλέως παῖς καὶ Βαζαφαρμάνης σατράπης Πάρθος κατέσχον τὴν Συρίαν. Λυσανίας δὲ τὸν σατράπην ἔχων σὺν αὑτῷ ποιεῖται πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου φιλίαν· καὶ Ἀντίγονος ὑπισχνεῖται Πάρθοις χίλια τάλαντα δώσειν καὶ πεντακοσίας γυναῖκας, εἰ τὴν πατρῴαν ἀρχὴν αὐτῷ δώσουσιν Ὑρκανὸν ἀφελόμενοι καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. Διὸ Πάκορος καὶ Βαζαφαρμάνης κατάγουσιν Ἀντίγονον, καὶ πολέμου αὐτοῖς ὑπὸ τῶν περὶ Ἡρώδην συστάντος πολλοὶ ἀφ’ ἑκατέρων κτείνονται, εὐδοκιμοῦντος μάλιστα τοῖς πόνοις Ἡρώδου. Τέλος Ὑρκανὸς καὶ Φασάηλος δόλῳ συλλαμβάνεται ὑπὸ Πάρθων· καὶ ὁ μὲν Φασάηλος τῶν ἐχθρῶν προφθάσας τὴν σφαγήν, πέτρᾳ τὴν κεφαλὴν προσαράξας ἔξεισι τοῦ βίου, Ὑρκανὸς δὲ δέσμιος εἴχετο.
Καὶ οἱ Παρθοὶ λοιπὸν τὰ Ἱεροσόλυμα λαβόντες, μόλις αὐτοὺς Ἡρώδου δεινότητι γνώμης καὶ τάχει τοῦ προμηθοῦς καὶ χειρῶν ἀρετῇ γενναίᾳ διαφυγόντος, τὰ τῶν Ἱεροσολυμιτῶν διήρπαζον χρήματα πλὴν τῶν Ὑρκανοῦ (π δ’ ἦν τάλαντα) καὶ οὕτως εἰς τὴν πατρῴαν ἀρχὴν Ἀντίγονον ἐγκαθιστῶσιν. Ἀντίγονος δ’ Ὑρκανοῦ τοῦ θείου ὑπὲρ τοῦ μὴ πάλιν ἀναλαβεῖν τὴν ἱερωσύνην (τὸ γὰρ σεσινωμένον κατά τι τοῦ σώματος μέρος ἀπείρηται Ἰουδαίοις ἱερᾶσθαι) περιτέμνει τὰ ὦτα, καὶ Πάρθοις ἄγειν σὺν αὐτοῖς δίδωσιν. Ἡρώδης δ’ οὐδαμῶς ἠρέμει, ἀλλὰ πρῶτον μὲν εἰς Μάλιχον τὸν Ἀράβων ἀπῄει βασιλέα, ἐπικουρίαν κατὰ πατρῴαν φιλίαν ἐλπίδας ἔχων εὑρεῖν· ἀποτυχὼν δ’ ἐπὶ Βρεντήσιον πρὸς Ἀντώνιον τὸν Ῥωμαίων στρατηγόν, κἀκεῖθεν εἰς Ῥώμην σὺν αὐτῷ ἀνάγεται, ἀπολοφυράμενος τὰ συνενεχθέντα καὶ τὸν τἀδελφοῦ θάνατον. Ἐποιεῖτο δὲ γνώμην τῷ τῆς γαμετῆς ἀδελφῷ, Ὑρκανοῦ δὲ θυγατρὸς παιδί, εἴ πως δύναιτο, τὴν βασιλείαν καταπράξασθαι· αὐτῷ γὰρ ἀνέλπιστον ἦν παντάπασιν ταύτην περιελθεῖν ἀλλοφύλῳ ὄντι.
Codex CCXXXVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1187Ἀλλ’ Ἀντώνιος καὶ Αὔγουστος, σύμψηφον λαβόντες τὴν βουλήν, καὶ βασιλέα Ἰουδαίων ἀποφαίνουσι, καὶ κατὰ Ἀντιγόνου πολλάκις αὐτῷ συμμαχήσαντες μετὰ πολλὰς σφαγὰς καὶ πολέμους Ἀντίγονον μὲν αἰχμάλωτον ἄγουσι, Σοςσίου στρατηγοῦ Ῥωμαίων τέλος τοῦτο τοῖς πολέμοις ἐπιθεμένου, αὐτῷ δὲ τὰ τῆς ἀρχῆς ἐπὶ μᾶλλον κρατύνουσιν. Ἀντώνιος δὲ ὁ στρατηγὸς λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι τοῦ θριάμβου φυλάττειν· μαθὼν δὲ νεωτερίζειν τὸ Ἰουδαίων ἔθνος ἐκ τοῦ πρὸς Ἡρώδην μίσους, τοῦτον ἐν Ἀντιοχείᾳ ἐπελέκισεν. Ὑρκανὸς δ’ ἐπεὶ Ἡρώδην βασιλεύειν ἤκουσεν, ἐδεήθη Φραάτου βασιλέως, καὶ συνδεηθέντος Ἡρώδου ἀφίεται εἰς τὴν πατρίδα, πολλῶν ἐλπίσας παρὰ Ἡρώδῃ τυχεῖν. Ἡρώδης δὲ σχήματα μὲν εὐνοίας καὶ τιμῆς τῆς πρωτευούσης πολλὰ εἰς αὐτὸν ἐδείκνυ, ἐν ὑστέρῳ δὲ διαβολὰς ἐπενεγκὼν δωροδοκίας καὶ τῆς πρὸς Ἄραβας προδοσίας ἀνεῖλεν ἄνδρα ὑπὲρ τὰ π ἔτη ἐνιαυτῷ ἑνὶ μετὰ πολλῆς καὶ ἀφάτου τῆς ἐπιεικείας καὶ ἀπραγμοσύνης βεβιωκότα.
Καὶ Ἀριστόβουλον δὲ τὸν υἱωνὸν μὲν Ὑρκανοῦ, Μαριάμμης δὲ τῆς γαμετῆς ἀδελφόν, ἐνοχλησάσης Ἀλεξάνδρας τῆς τῶν παίδων μητρὸς καὶ αὐτῆς Μαριάμμης, ἀρχιερέα μὲν καθίστησιν ιζ ἔτος ἄγοντα, καὶ μετ’ ὀλίγον ἐν Ἱεριχοῦντι ταῖς ἐκεῖσε κολυμβήθραις ἐναποπνιγῆναι κατεπράξατο. Ἀλλ’ Ἡρώδης μὲν τοιοῦτος, καὶ οἷος εἶναι προείρηται. Ὅτι τελευτῶν Ἡρώδης Ἀρχέλαον τὸν υἱὸν διατίθεται, Καίσαρος διδοῦντος, τῆς βασιλέας γενέσθαι διάδοχον. Καῖσαρ δέ (ὁ Αὔγουστος δ’ ἦν) τῆς ἡμισείας Ἀρχέλαον ἀποφήνας κύριον, καὶ βασιλείᾳ τιμήσειν εἶπεν εἰ ἐπιεικῶς καὶ δικαίως τὴν ἀρχὴν μάθοι χειρίζοντα· τὴν δ’ ἄλλην μοῖραν διελὼν τετράρχας Φίλιππον καὶ Ἀντίπατρον, καὶ αὐτοὺς Ἡρώδου παῖδας ὄντας, καθίστησιν. Ἀλλ’ Ἀρχέλαος ἐπεὶ ὠμῶς καὶ κατὰ τὸν πατέρα Ἰουδαίων ἦρχεν, Καίσαρος δεηθέντων τῶν τυραννουμένων δεκάτῳ ἔτει τῆς βασιλείας ἐκπέπτωκε, καὶ Βίενναν οἰκεῖν τῆς Γαλλίας καταδικάζεται, καὶ μεταπίπτει ἐντεῦθεν Ἰουδαία ἐκ βασιλείας εἰς ἐπαρχίαν. Ὅτι Ἡρώδης ὁ τετράρχης Γαλιλαίας καὶ Περαίας, παῖς Ἡρώδου τοῦ μεγάλου, ἠράσθη (ὡς Ἰώσηπός φησιν) ἀδελφοῦ Ἡρώδου γυναῖκα ὄνομα Ἡρωδιάδα·
ἀπόγονος δ’ ἦν αὕτη τοῦ μεγάλου Ἡρώδου, Ἀριστοβούλῳ τῷ παιδί, ὃν ἐκεῖνος ἀνεῖλε γεγενημένη· ἦν δ’ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἀγρίππας. Ταύτην Ἡρώδης τἀνδρὸς διαστήσας ἠγάγετο γυναῖκα. Οὗτός ἐστιν ὁ τὸν μέγαν ἀνελὼν Ἰωάννην τὸν Πρόδρομον, δεδιώς (Ἰώσηπός φησι) μὴ τὸ ἔθνος αὐτοῦ διαστήσει· πάντες γὰρ δι’ ὑπερβολὴν ἀρετῆς τοῖς Ἰωάννου λόγοις εἵποντο. Κατὰ τοῦτον καὶ τὸ σωτήριον ἐγεγόνει πάθος. Ὅτι Ἀγρίππας ὁ Ἡρώδου μὲν ἀπόγονος τοῦ πρώτου, Ἀριστοβούλου δὲ τοῦ ἀνῃρημένου παῖς, ἀδελφὸς δ’ Ἡρωδιάδος, μυρίαις τυχαῖς καὶ μεταβολαῖς περιπεσὼν ὅμως ἐκ φυλακῆς καὶ δεσμῶν, οἷς αὐτὸν κατεχόμενον Τιβέριος Καῖσαρ τελευτῶν ἀπολελοίπει, ἐκ τούτων ἀπαλλαγεὶς Γαίου Καίσαρος προνοίᾳ καὶ βασιλεὺς χειροτονεῖται τετραρχίας Φιλίππου (Ἡρώδου δ’ ἦν οὗτος ἀδελφὸς τοῦ πρώτου), προσλαμβάνει δὲ καὶ τὴν Λυσανίου τετραρχίαν, καὶ ἀποπλεῖ πρὸς τὴν Ἰουδαίαν, πάντων ἐν ἐκπλήξει καὶ θαύματι τὸ τῆς μεταβολῆς ἀθρόον ποιουμένων.
PG 103:1189Μεθ’ ὧν καὶ Ἡρωδιὰς ἐκπεπλεγμένη καιρίαν δέχεται πληγὴν ἐκ φθόνου, καὶ οὐκ ἀνίει διενοχλοῦσα τὸν ἄνδρα, ἕως κατειργάσατο ἀνελθεῖν εἰς Ῥώμην καὶ βασιλείαν ἑαυτῷ σπουδὴν ποιεῖσθαι καταπράξασθαι. Ἀλλ’ ὁ μὲν ἀνῄει σὺν αὐτῇ, εἵπετο δ’ Ἀγρίππας καὶ καταλαμβάνει ἄρτι κατάραντας. Κατηγορήσας δ’ Ἡρώδην παρὰ Γαίῳ Καίσαρι ὡς δύσνους εἴη Ῥωμαίοις ἀεί (Τιβερίου μὲν γὰρ ἔτι περιόντος πρὸς Σηί̈ανον ἐχθρὸν ὄντα Ῥωμαίοις θέσθαι φιλίαν, καὶ νῦν δὲ πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα τὰ αὐτὰ φρονεῖν κατὰ Ῥωμαίων) παρασκευάζει ἀντὶ τῆς ὀνειροποληθείσης βασιλείας τῆς τε οἰκείας ἐκπεσεῖν τετραρχίας καὶ εἰς Λουγδούνων ἀϊδίῳ φυγῇ ζημιωθέντα ἐλαθῆναι. Καὶ Ἡρωδιὰς δ’ ἑκοῦσα τῷ ἀνδρὶ συμφυγαδεύεται· τὴν δὲ τετραρχίαν αὐτοῦ Γαί̈ος Ἀγρίππᾳ προστίθησιν. Τοῦτον τὸν Ἀγρίππαν πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ μέγαν Ἀγρίππαν καλοῦσι, καὶ εἰς τὸ μάλιστα κεχαρισμένον Ἰώσηπός φησιν Ἰουδαίων ἄρξαι. Οὗτος ἐκείνοις, ὡς ἔοικε, χαριζόμενος καὶ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ ἀνεῖλε, καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ἐπεχείρησεν, εἰ καὶ διήμαρτεν, ἀνελεῖν.
Οὗτος ἐσθῆτα ἀργύρου πεποιημένην περιθέμενος καὶ τῷ πλήθει δημηγορήσας, ἐπεὶ φωνὰς παρ’ αὐτῶν μετὰ τὸ ὑπερβολὴν κολακείας ἔχειν καὶ ἀσεβείας εἰς ἔσχατον ἥκειν ἀκούων οὐκ ἐπετίμησε, παραυτίκα δίκην δίδωσιν· ἀλγήματος γὰρ αὐτῷ κατὰ γαστέρα σφοδροῦ γεγονότος δι’ ἡμερῶν ε τὸν βίον κατέστρεψεν, ἄγων ἀπὸ γενέσεως ἔτος δ καὶ ν, τῆς δὲ βασιλείας ζ, ὧν δ Γαί̈ου βασιλεύοντος ἦρξε, τὰ μὲν γ τὴν Φιλίππου ἔχων τετραρχίαν, τῷ δ δὲ προσλαβὼν καὶ τὴν Ἡρώδου, τὰ δὲ λοιπὰ γ ἐπὶ Κλαυδίου, ἐν οἷς Ἰουδαίαν τε καὶ Σαμαρείαν καὶ Καισάρειαν Καίσαρος δόντος προσεκτήσατο. Οὕτως Ἀγρίππας τελευτᾷ, τοῦ βουβῶνος (τοῦ πτηνοῦ δὲ γένους παρὰ Ῥωμαίοις ἐστὶν οὕτω καλούμενον ζῷον) πρὸ πέντε τῆς τελευτῆς ἡμερῶν ὑπὲρ κεφαλῆς φανέντος, ᾧ καὶ τὴν βασιλείαν προςαγγεῖλαι νομίζει Ἰώσηπος. Τελευτᾷ δ’ οὖν παῖδας λιπὼν δ, ἄρρενα μὲν Ἀγρίππαν, ιζ ἔτος ἄγοντα, θηλείας δὲ γ, Βερενίκην, Μαριάμμην καὶ Δρουσίλαν.
Ὧν ἡ μὲν ἔτος ἄγουσα ι Ἡρώδῃ πατρὸς ἀδελφῷ ἐγεγάμητο, Μαριάμμη δ’ ἠνύετο δέκατον καὶ Δρουσίλα ἑκτόν, ἃς οἱ Σεβαστηνοὶ κατ’ οὐδεμίαν ἄλλην πρόφασιν πλὴν τοῦ μανῆναι ἁρπάσαντες ἀθρόον καὶ πορνείοις ἐγκαταστήσαντες, πᾶσαν αὐταῖς ὕβριν ῥητὴν καὶ ἄρρητον ἐπεδείξαντο. Οἷς χαλεπήνας Κλαύδιος ὅμως οὐδὲν ἄξιον τῆς παρανομίας εἰσεπράξατο. Ὅτι Ἀγρίππας ὁ τοῦ Ἀγρίππου παῖς τελευτήσαντος αὐτῷ τοῦ πατρὸς εἰς Ῥώμην ἀπαίρει· Κλαύδιος δ’ αὐτῷ τὴν πατρῴαν ἀρχὴν ἐγνώκει χειρίζειν, ἀνακοπεὶς δ’ ἐνίων βουλαῖς τὸ νέον τῆς ἡλικίας Ἀγρίππα αἰτιασαμένων, Φάδον μὲν ἐπίτροπον ἐκπέμπει τῆς Ἰουδαίας, Ἀγρίππαν δὲ Χαλκίδος, Ἡρώδου τελευτήσαντος τοῦ ταύτης ἔχοντος τὴν βασιλείαν, εἰς βασιλέα καθίστησι. Μετὰ δὲ τέταρτον ἔτος δωρεῖται αὐτὸν τῇ τε Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ, προσθεὶς αὐτῷ καὶ τὴν Τραχωνῖτιν· Λυσανίου δ’ αὕτη τετραρχία ἐγεγόνει. Καὶ ταῦτα δοὺς ἀφαιρεῖται τὴν Χαλκίδα. Ἀγρίππας δὲ Δρουσίλαν τὴν ἀδελφὴν Ἀζιζῷ τῷ Ἐμέσων βασιλεῖ περιτμηθέντι δίδωσι γυναῖκα. Ἐπιφανὴς γὰρ Ἀντιόχου, καίτοι ὑποσχόμενος, οὐκ ἐδέχετο τὴν περιτομήν, ἐξ οὗ καὶ ἡ τῆς ἐγγυήσεως διάλυσις ἠκολούθει.
PG 103:1191Δρουσίλα δὲ καὶ Ἀζιζοῦ διαλύεται καὶ Φήλικι τῷ τῆς Ἰουδαίας ἐπιτρόπῳ, πολλὰ σπουδάσαντος ἐκείνου διὰ τὸ κάλλος, γαμεῖται. Καὶ Μαριάμμην δὲ δίδωσιν Ἀρχελάῳ παιδὶ τῷ Ἑλκιοῦ, ᾧ καὶ ζῶν ὁ πατὴρ ἡρμόσατο· ἐξ ὧν τίκτεται Βερενίκη. Κλαυδίου δὲ τελευτήσαντος Νέρων καταστὰς διάδοχος δωρεῖται Ἀγρίππαν μοίρᾳ τινὶ τῆς Γαλιλαίας, Τιβεριάδα καὶ Ταριχαίαν κελεύσας αὐτῷ ὑπακούειν, προςτίθησι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας, καὶ κώμας τὰς περὶ αὐτὴν δέκα. Οὗτός ἐστιν Ἀγρίππας, ἐφ’ οὗ ὁ θεῖος Παῦλος Φήστου συνεδριάζοντος ἐδημηγόρησεν. Ὅτι μετὰ Φάδον ἐπίτροπον Ἰουδαίας Κουμανὸς πέμπεται· μεθ’ ὃν εἰς Ῥώμην ἀναχθέντα ἐπ’ αἰτίαις Φήλιξ πέμπεται· μεθ’ ὃν Φῆστος, εἶτα Ἀλβῖνος, λοιπὸς Φλῶρος. Οὗ δευτέρῳ ἔτει διὰ τὴν ὑπερβολὴν τῶν παρ’ αὐτῷ κακῶν ὁ πρὸς Ῥωμαίους Ἰουδαίων πόλεμος ἀρχὴν δέχεται, Νέρωνος ἔτος δωδέκατον ἐν τῇ ἀρχῇ διανύοντος. Ὅτι Ἄνανος ὁ Ἀνάνου παῖς τὴν ἀρχιερωσύνην παραλαβών, ἀφαιρεθέντος αὐτὴν Ἰωσήπου, θρασὺς ἦν καὶ τολμητὴς διαφερόντως· αἵρεσιν γὰρ τὴν Σαδδουκαίων μετῄει· οὗτοι γὰρ ὠμοί τε περὶ τὰς κρίσεις καὶ πρὸς πᾶσαν αὐθάδειαν ἕτοιμοι.
Οὗτος οὖν ὁ Ἄνανος, Φήστου μὲν ἐν Ἰουδαίᾳ τελευτήσαντος, Ἀλβίνου δὲ οὔπω καταλαβόντος, αὐθεντήσας καθίζει συνέδριον, καὶ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου σὺν ἑτέροις, παρανομίαν αἰτιασάμενος, λίθοις ἀναιρεθῆναι παρασκευάζει. Ἐφ’ ὧν τῶν Ἰουδαίων ὑπεραλγήσαντες οἱ ἐπιεικέστεροι, καὶ αὐτὸς Ἀγρίππας ὁ βασιλεύς, ἐκβάλλουσιν ἄρξαντα μηνὶ γ, Ἰησοῦν δ’ ἀντ’ αὐτοῦ τὸν Δάμνεον ἐγκατέστησαν. Ὅτι Ἀαρὼν τελευτήσαντος, Μωυσέως ἀδελφοῦ, οἱ παῖδες ἐκδέχονται τὴν ἀρχιερωσύνην, εἶτα ἑξῆς οἱ τούτων ἔκγονοι· νόμος γὰρ μηδένα ἢ τὸν ἐξ αἵματος Ἀαρὼν τὴν ἀρχιερωσύνην εἰσδέχεσθαι πάτριος ἐκράτει. Ἐγένοντο οὖν ἀπὸ Ἀαρῶνος μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀναδειχθέντος ἀρχιερέως πγ ἔτη. Ἐκ τούτων ἀπὸ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, ἐν ᾗ καὶ ἡ σκηνὴ ἐπήγνυτο, μέχρι τοῦ νεὼ ὃν ἤγειρεν ὁ βασιλεὺς Σολομών, ἀρχιεράτευσαν δεκατρεῖς, τὴν ἀρχιερωσύνην διὰ βίου κατασχόντες ἕκαστος. Ἐγένετο δὲ αὐτῶν ἀριστοκρατορικὴ μὲν ἡ πρώτη πολιτεία, εἶτα μοναρχία, εἶτα βασιλέων ἡ τρίτη. Ἀπὸ γοῦν τῆς ἀπ’ Αἰγύπτου ἐξόδου ἕως τοῦ ἐν Ἱεροσολύμοις νεὼ τῆς οἰκοδομῆς ἔτη γίνεται ιβ καὶ χ.
Μετὰ δὲ τοὺς ιγ ἀρχιερεῖς καὶ τὴν οἰκοδομὴν τοῦ νεὼ ι καὶ η τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολομῶνος βασιλέως ἐν τῷ ναῷ ἱερούμενοι, ἕως Ναβουχοδονόσορ ὁ Βαβυλωνίων βασιλεὺς τὸν νεὼν ἐμπρήσας αἰχμαλώτους τὸ Ἰουδαίων ἔθνος εἰς Βαβυλῶνα μετήνεγκεν ἅμα Ἰωσεδὲκ τοῦ ἀρχιερέως. Τούτων χρόνος ἐστὶ τῆς ἀρχιερωσύνης τξ, μῆνες 2 ἡμέραι ι. Μετὰ δὲ τὴν ἅλωσιν ἐτῶν ο διελθόντων, Κῦρος ὁ Περσῶν βασιλεὺς τοὺς αἰχμαλώτους ἀπέλυσεν εἰς τὴν ἰδίαν ἐλθεῖν πατρίδα. Εἷς οὖν τῶν ἀναχθέντων αἰχμαλώτων λαμβάνει τὴν ἀρχιερωσύνην, καὶ ἐκεῖθεν οἱ ἐξ αὐτοῦ ἔκγονοι ιε μέχρις Ἀντιόχου τοῦ Εὐπάτορος, πολιτείας οὔσης ἐν αὐτοῖς δημοκρατορικῆς. Καὶ τούτων δὲ χρόνος ἔτη υιδ. Πρῶτος δ’ οὗτος Ἀντίοχος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης, ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ, καὶ ἀντικαθιστῶσιν Ἰάκιμον, γένους μὲν τοῦ Ἀαρῶνος, οὐ τῆς αὐτῆς δ’ οἰκίας.
PG 103:1193Διὰ τοῦτο καὶ Ἀνανίας ὁ τοῦ τελευτήσαντος Ὀνίου ἐξάδελφος, εἰς Αἴγυπτον ἀφικόμενος καὶ Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ διὰ φιλίας ἐλθών, πείθει τούτους κατὰ τὸν Ἡλιουπολίτην νομὸν δειμάμενος τῷ Θεῷ παραπλήσιον τοῦ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. Ὁ μέντοι Ἰάκιμος ἔτη γ ἀρχιερατεύσας τελευτᾷ· οὗ διάδοχος οὐδεὶς κατέστη ἐπὶ ἔτεσιν ἑπτά. Πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔκγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες, καὶ Μακεδόσι πολεμήσαντες, Ἰωάννην ἀρχιερέα καθιστῶσιν, ὃς ἄρξας ἐνιαυτοὺς ἑπτὰ τελευτᾷ, Τρύφωνος ἐπιβουλαῖς διαμηχανηθείσης αὐτῷ τῆς τελευτῆς· οὗ διάδοχος Σίμων καθίσταται ὁ ἀδελφός. Καὶ τοῦτον δὲ δόλῳ παρὰ τὸ συμπόσιον διαφθαρέντα ὑπὸ τοῦ γαμβροῦ διαδέχεται παῖς Ὑρκανὸς ὄνομα· ὃς τελευτῶν Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι καταλείπει τὴν ἀρχήν. Κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ τῆς βασιλείας (καὶ γὰρ διάδημα περιέθετο πρῶτος Ἰούδας) ἐνιαυτὸν ἕνα.
Βασιλεύσας δ’ ὁ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη κζ καταστρέφει τὸν βίον, Ἀλεξάνδρᾳ δὲ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας. Ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσι τῶν υἱῶν τῷ πρεσβυτέρῳ, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θ κατασχοῦσα τελευτᾷ· τὸν ἴσον δὲ χρόνον ἀρχιερατεύει καὶ Ὑρκανός. Μετὰ γὰρ τὸν ἐκείνης θάνατον ὁ νεώτερος παῖς πρὸς τὸν ἀδελφὸν πολεμήσας (Ἀριστόβουλος αὐτῷ ὄνομα) καὶ ἀφελὼν τὴν ἀρχιερωσύνην, ταύτην τε καὶ τὴν τῆς μητρὸς βασιλείαν αὐτὸς περιβάλλεται. Ἔτει δὲ τῆς ἀρχῆς τρίτῳ, καὶ πρὸς μησὶ τοῖς ἴσοις, Πομπήϊος ἐλθὼν καὶ τὴν πόλιν κατ’ ἄκρας ἑλών, αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψε, τῷ δ’ Ὑρκανῷ τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψε, διάδημα δὲ φορεῖν ἐκώλυσεν. Ἦρξε δὲ πρὸς τοῖς θ τοῖς πρώτοις ἔτη τέσσαρα καὶ εἴκοσι. Βαζαφαρμάνης δὲ καὶ Πάκορος, οἱ τῆς Παρθυηνῆς δυνάσται, πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίαν ἔλαβον, Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου υἱὸν βασιλέα κατέστησαν. Γ δὲ ἔτη καὶ μῆνας γ ἄρξαντα τοῦτον Σόσσιος καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δὲ ἀναχθέντα ἐν Ἀντιοχείᾳ ἐπελέκισε.
PG 103:1195Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀσήμους δέ τινας καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνός· Ἀριστόβουλος δ’ ἦν οὗτος, υἱωνὸς δ’ ἦν οὗτος ἐκ θυγατρὸς Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος, οὗ καὶ τῇ ἀδελφῇ συνῴκει Μαριάμμη. Τοῦτον δὲ τὸν Ἀριστόβουλον δεδιώς, ἅτε γένους ὄντα λαμπροῦ καὶ αὐτὸν καθ’ ἑαυτὸν περίβλεπτον, μὴ τὸ πλῆθος νεύσῃ πρὸς αὐτόν, ἐν Ἰεριχοῖ κολυμβῶντα πνιγῆναι διεμηχανήσατο. Περὶ δὲ τῆς τῶν ἱερέων καταστάσεως ὅμοια διεπράξατο Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετ’ αὐτὸν οἱ τὴν ἀρχὴν παραλαβόντες Ῥωμαῖοι. Εἰσὶν οὖν ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες μέχρι τῆς ἡμέρας ᾗ τὸν ναὸν καὶ τὴν πόλιν ἑλὼν ἐπυρπόλησεν, κ καὶ η· χρόνος δ’ αὐτῶν ἔτη πρὸς τοῖς ρζ. Καί τινες μὲν ἐπολιτεύσαντο ἐπὶ τῇ Ἡρώδου δηλονότι καὶ Ἀρχελάου βασιλείᾳ· μετὰ δὲ τοῦτο ἀριστοκράτεια μὲν ἦν ἡ πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ ἀρχιερεῖς ἐπιστεύοντο. Ἀνεγνώσθη ἐκ τοῦ ἐπιγραφομένου βιβλίου «Πρόκλου» χρηστομαθείας γραμματικῆς ἐκλογαί. Ἔστι δὲ τὸ βιβλίον εἰς δ διῃρημένον λόγους.
Λέγει μὲν ἐν τῷ α ὡς αἱ αὐταί εἰσιν ἀρεταὶ τοῦ λόγου καὶ ποιήματος, παραλλάσσουσι δὲ ἐν τῷ μᾶλλον καὶ ἧττον. Καὶ ὅτι τοῦ πλάσματος τὸ μέν ἐστιν ἁδρόν, τὸ δὲ ἰσχνόν, τὸ δὲ μέσον. Καὶ τὸ μὲν ἁδρὸν ἐπληκτικώτατόν ἐστι καὶ κατεσκευασμένον μάλιστα καὶ ποιητικὸν ἐπιφαῖνον κάλλος· τὸ δὲ ἰσχνὸν τὴν τροπικὴν μὲν καὶ φιλοκατάσκευον σύνθεσιν μεταδιώκει, ἐξ ἀνειμένων δὲ μᾶλλον συνήρτηται, ὅθεν ὡς ἐπίπαν τοῖς γοεροῖς ἄριστά πως ἐφαρμόττει. Τὸ δὲ μέσον καὶ τοὔνομα μὲν δηλοῖ ὅτι μέσον ἐστὶν ἀμφοῖν. Ἀνθηρὸν δὲ κατ’ ἰδίαν οὐκ ἔστι πλάσμα, ἀλλὰ συνεκφέρεται καὶ συμμέμικται τοῖς εἰρημένοις, ἁρμόζει δὲ τοπογραφίαις καὶ λειμώνων ἢ ἀλσῶν ἐκφράσεσιν. Οἱ δὲ τῶν εἰρημένων ἀποσφαλέντες ἰδεῶν ἀπὸ μὲν τοῦ ἁδροῦ εἰς τὸ σκληρὸν καὶ ἐπηρμένον ἐτράπησαν, ἀπὸ δὲ τοῦ ἰσχνοῦ εἰς τὸ ταπεινὸν, ἀπὸ δὲ τοῦ μέσου εἰς τὸ ἀργὸν καὶ ἐκλελυμένον. Διαλαμβάνει δὲ καὶ περὶ κρίσεως ποιήματος, ἐν ᾧ παραδίδωσι τίς ἤθους καὶ πάθους διαφορά. Καὶ ὅτι τῆς ποιητικῆς τὸ μέν ἐστι διηγηματικόν, τὸ δὲ μιμητικόν.
PG 103:1197Καὶ τὸ μὲν διηγηματικὸν ἐκφέρεται δι’ ἔπους, ἰάμβου τε καὶ ἐλεγείας καὶ μέλους, τὸ δὲ μιμητικὸν διὰ τραγῳδίας, σατύρων τε καὶ κωμῳδίας. Καὶ ὅτι τὸ ἔπος πρῶτον μὲν ἐφεῦρε Φημονόη ἡ Ἀπόλλωνος προφῆτις, ἑξαμέτροις χρησμοῖς χρησαμένη· καὶ ἐπειδὴ τοῖς χρησμοῖς τὰ πράγματα εἵπετο καὶ σύμφωνα ἦν, ἔπος τὸ ἐκ τῶν μέτρων κληθῆναι. Οἱ δέ φασιν ὅτι διὰ τὴν κατασκευὴν καὶ τὴν ἄγαν ὑπεροχὴν τὴν ἐν τοῖς ἑξαμέτροις θεωρουμένην τὸ κοινὸν ὄνομα παντὸς τοῦ λόγου τὸ ἑξάμετρον ἰδιώσατο καὶ ἐκλήθη ἔπος καθάπερ καὶ Ὅμηρος τὸν ποιητὴν καὶ ὁ Δημοσθένης τὸν ῥήτορα ᾠκειώσατο, ἐπεὶ καὶ τὰ τρίμετρα ἔπη προσηγόρευον. Γεγόνασι δὲ τοῦ ἔπους ποιηταὶ κράτιστοι μὲν Ὅμηρος, Ἡσίοδος, Πείσανδρος, Πανύασις, Ἀντίμαχος. Διέρχεται δὲ τούτων, ὡς οἷόν τε, καὶ γένος καὶ πατρίδας καί τινας ἐπὶ μέρους πράξεις. Διαλαμβάνει δὲ καὶ περὶ τοῦ λεγομένου ἐπικοῦ κύκλου, ὃς ἄρχεται μὲν ἐκ τῆς Οὐρανοῦ καὶ Γῆς μυθολογουμένης μίξεως, ἐξ ἧς αὐτῷ καὶ τρεῖς παῖδας ἑκατοντάχειρας καὶ τρεῖς γεννῶσι Κύκλωπας. Διαπορεύεται δὲ τά τε ἄλλως περὶ θεῶν τοῖς Ἕλλησι μυθολογούμενα καὶ εἴ πού τι καὶ πρὸς ἱστορίαν ἐξαληθίζεται.
Καὶ περατοῦται ὁ ἐπικὸς κύκλος ἐκ διαφόρων ποιητῶν συμπληρούμενος, μέχρι τῆς ἀποβάσεως Ὀδυσσέως τῆς εἰς Ἰθάκην, ἐν ᾗ ὑπὸ τοῦ παιδὸς Τηλεγόνου ἀγνοοῦντος κτείνεται. Λέγει δὲ ὡς τοῦ ἐπικοῦ κύκλου τὰ ποιήματα διασῴζεται καὶ σπουδάζεται τοῖς πολλοῖς οὐχ οὕτω διὰ τὴν ἀρετὴν ὡς διὰ τὴν ἀκολουθίαν τῶν ἐν αὐτῷ πραγμάτων. Λέγει δὲ καὶ τὰ ὀνόματα καὶ τὰς πατρίδας τῶν πραγματευσαμένων τὸν ἐπικὸν κύκλον. Λέγει δὲ καὶ περί τινων Κυπρίων ποιημάτων, καὶ ὡς οἱ μὲν ταῦτα εἰς Στασῖνον ἀναφέρουσι Κύπριον, οἱ δὲ Ἡγησῖνον τὸν Σαλαμίνιον αὐτοῖς ἐπιγράφουσιν, οἱ δὲ Ὅμηρον γράψαι, δοῦναι δὲ ὑπὲρ τῆς θυγατρὸς Στασίνῳ καὶ διὰ τὴν αὐτοῦ πατρίδα Κύπρια τὸν πόνον ἐπικληθῆναι. Ἀλλ’ οὐ τίθεται ταύτῃ τῇ αἰτίᾳ· μηδὲ γὰρ Κύπρια προπαροξυτόνως ἐπιγράφεσθαι τὰ ποιήματα. Τὴν δὲ ἐλεγείαν συγκεῖσθαι μὲν ἐξ ἡρῴου καὶ πενταμέτρου στίχου, ἁρμόζειν δὲ τοῖς κατοιχομένοις. Ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχε· τὸ γὰρ θρῆνος ἔλεγον ἐκάλουν οἱ παλαιοὶ καὶ τοὺς τετελευτηκότας δι’ αὐτοῦ εὐλόγουν. Οἱ μέντοι γε μεταγενέστεροι ἐλεγείᾳ πρὸς διαφόρους ὑποθέσεις ἀπεχρήσαντο.
Λέγει δὲ καὶ ἀριστεῦσαι τῷ μέτρῳ Καλλῖνόν τε τὸν Ἐφέσιον καὶ Μίμνερμον τὸν Κολοφώνιον, ἀλλὰ καὶ τὸν τοῦ Τηλέφου Φιλίταν τὸν Κῷον καὶ Καλλίμαχον τὸν Βάττου· Κυρηναῖος οὗτος δ’ ἦν. Ἀλλὰ γὰρ καὶ τὸν ἴαμβον τάττεσθαι μὲν ἐπὶ λοιδορίας τὸ παλαιόν· καὶ γὰρ καὶ τὸ ἰαμβίζειν κατά τινα γλῶσσαν λοιδορεῖν ἔλεγον. Οἱ δὲ ἀπό τινος Ἰάμβης θεραπαινίδος, Θρᾴττης τὸ γένος· ταύτην φασίν, τῆς Δήμητρος ἀνιωμένης ἐπὶ τῇ τῆς θυγατρὸς ἁρπαγῇ, προσελθεῖν περὶ τὴν Ἐλευσῖνα ἐπὶ τῇ νῦν Ἀγελάστῳ καλουμένῃ πέτρᾳ καθημένην καὶ διά τινων χλευασμάτων εἰς γέλωτα προαγαγέσθαι τὴν θεόν. Ἔοικε δὲ ὁ ἴαμβος τὸ μὲν παλαιὸν ἐπὶ τῶν εἰς ψόγον καὶ ἔπαινον γραφομένων ὁμοίως λέγεσθαι· ἐπεὶ δέ τινες ἐπλεόνασαν ἐν ταῖς κακολογίαις τὸ μέτρον, ἐκεῖθεν τὸ ἰαμβίζειν εἰς τὸ ὑβρίζειν ὑπὸ τῆς συνηθείας ἐκπεσεῖν, ὥσπερ ἀπὸ τῶν κωμικῶν τὸ κωμῳδεῖσθαι. Ἰάμβων δὲ ποιηταὶ Ἀρχίλοχός τε ὁ Πάριος ἄριστος καὶ Σιμωνίδης ὁ Ἀμόργιος ἤ, ὡς ἔνιοι, Σάμιος, καὶ Ἱππῶναξ ὁ Ἐφέσιος· ὧν ὁ μὲν πρῶτος ἐπὶ Γύγου, ὁ δὲ ἐπ’ Ἀμύντου τοῦ Μακεδόνος, Ἱππῶναξ δὲ κατὰ Δαρεῖον ἤκμαζε.
PG 103:1199Περὶ δὲ μελικῆς ποιήσεώς φησιν ὡς πολυμερεστάτη τε καὶ διαφόρους ἔχει τομάς. Ἃ μὲν γὰρ αὐτῆς μεμέρισται θεοῖς, ἃ δὲ [ἀνθρώποις, ἃ δὲ θεοῖς καὶ] ἀνθρώποις, ἃ δὲ εἰς τὰς προσπιπτούσας περιστάσεις. Καὶ εἰς θεοὺς μὲν ἀναφέρεσθαι ὕμνον, προσόδιον, παιᾶνα, διθύραμβον, νόμον, ἀδωνίδια, ἰόβακχον, ὑπορχήματα. Εἰς δὲ ἀνθρώπους ἐγκώμια, ἐπίνικον, σκόλια, ἐρωτικά, ἐπιθαλάμια, ὑμεναίους, σίλλους, θρήνους, ἐπικήδεια. Εἰς θεοὺς δὲ καὶ ἀνθρώπους παρθένια, δαφνηφορικά, τριποδηφορικά, ὠσχοφορικά, εὐκτικά· ταῦτα γὰρ εἰς θεοὺς γραφόμενα καὶ ἀνθρώπων περιείληφεν ἐπαίνους. Τὰ δὲ εἰς τὰς προσπιπτούσας περιστάσεις οὐκ ἔστι μὲν εἴδη τῆς μελικῆς, ὑπ’ αὐτῶν δὲ τῶν ποιητῶν ἐπικεχείρηται· τούτων δέ ἐστι πραγματικά, ἐμπορικά, ἀποστολικά, γνωμολογικά, γεωργικά, ἐπισταλτικά. Καί φησι τὸν ὕμνον μὲν ὠνομάσθαι ἀπὸ τοῦ ὑπόμονόν τινα εἶναι καὶ οἷον εἰς μνήμην καὶ ὑπόμνησιν ἄγειν τὰς πράξεις τῶν ὑμνουμένων· ἢ ἀπὸ τοῦ ὕδειν αὐτάς, ὅπερ ἐστὶ λέγειν. Ἐκάλουν δὲ καθόλου πάντα τὰ εἰς τοὺς ὑπερόντας γραφόμενα ὕμνους·
διὸ καὶ τὸ προσόδιον καὶ τὰ ἄλλα τὰ προειρημένα φαίνονται ἀντιδιαστέλλοντες τῷ ὕμνῳ ὡς εἴδη πρὸς γένος· καὶ γὰρ ἔστιν αὐτῶν ἀκούειν γραφόντων ὕμνος προσοδίου, ὕμνος ἐγκωμίου, ὕμνος παιᾶνος καὶ τὰ ὅμοια. Ἐλέγετο δὲ τὸ προσόδιον ἐπειδὰν προσίωσι τοῖς βωμοῖς ἢ ναοῖς, καὶ ἐν τῷ προσιέναι ᾔδετο πρὸς αὐλόν· ὁ δὲ κυρίως ὕμνος πρὸς κιθάραν ᾔδετο ἑστώτων. Ὁ δὲ παιάν ἐστιν εἶδος ᾠδῆς εἰς πάντας νῦν γραφόμενος θεούς, τὸ δὲ παλαιὸν ἰδίως ἀπενέμετο τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι ἐπὶ καταπαύσει λοιμῶν καὶ νόσων ᾀδόμενος. Καταχρηστικῶς δὲ καὶ τὰ προσόδιά τινες παιᾶνας λέγουσιν. Ὁ δὲ διθύραμβος γράφεται μὲν εἰς Διόνυσον, προσαγορεύεται δὲ ἐξ αὐτοῦ, ἤτοι διὰ τὸ κατὰ τὴν Νύσαν ἐν ἄντρῳ διθύρῳ τραφῆναι τὸν Διόνυσον ἢ διὰ τὸ λυθέντων τῶν ῥαμμάτων τοῦ Διὸς εὑρεθῆναι αὐτόν, ἢ διότι δὶς δοκεῖ γενέσθαι, ἅπαξ μὲν ἐκ τῆς Σεμέλης, δεύτερον δὲ ἐκ τοῦ μηροῦ. Εὑρεθῆναι δὲ τὸν διθύραμβον Πίνδαρος ἐν Κορίνθῳ λέγει· τὸν δὲ ἀρξάμενον τῆς ᾠδῆς Ἀριστοτέλης Ἀρίονά φησιν εἶναι, ὃς πρῶτος τὸν κύκλιον ἤγαγε χορόν. Ὁ μέντοι νόμος γράφεται μὲν εἰς Ἀπόλλωνα, ἔχει δὲ καὶ τὴν ἐπωνυμίαν ἀπ’ αὐτοῦ·
PG 103:1201Νόμιμος γὰρ ὁ Ἀπόλλων, Νόμιμος δὲ ἐκλήθη ὅτι τῶν ἀρχαίων χοροὺς ἱστάντων καὶ πρὸς αὐλὸν ἢ λύραν ᾀδόντων τὸν νόμον, Χρυσόθεμις ὁ Κρὴς πρῶτος στολῇ χρησάμενος ἐκπρεπεῖ καὶ κιθάραν ἀναλαβὼν εἰς μίμησιν τοῦ Ἀπόλλωνος μόνος ᾖσε νόμον, εὐδοκιμήσαντος δὲ αὐτοῦ διαμένει ὁ τρόπος τοῦ ἀγωνίσματος· Δοκεῖ δὲ Τέρπανδρος μὲν πρῶτος τελειῶσαι τὸν νόμον, ἡρῴῳ μέτρῳ χρησάμενος, ἔπειτα Ἀρίων ὁ Μηθυμναῖος οὐκ ὀλίγα συναυξῆσαι, αὐτὸς καὶ ποιητὴς καὶ κιθαρῳδὸς γενόμενος. Φρῦνις δὲ ὁ Μιτυληναῖος ἐκαινοτόμησεν αὐτόν· τό τε γὰρ ἑξάμετρον τῷ λελυμένῳ συνῆψε καὶ χορδαῖς τῶν ζ πλείοσιν ἐχρήσατο. Τιμόθεος δὲ ὕστερον εἰς τὴν νῦν αὐτὸν ἤγαγε τάξιν. Ἔστι δὲ ὁ μὲν διθύραμβος κεκινημένος καὶ πολὺ τὸ ἐνθουσιῶδες μετὰ χορείας ἐμφαίνων, εἰς πάθη κατασκευαζόμενος τὰ μάλιστα οἰκεῖα τῷ θεῷ καὶ σεσόβηται μὲν καὶ τοῖς ῥυθμοῖς καὶ ἁπλουστέρως κέχρηται ταῖς λέξεσιν. Ὁ δὲ νόμος τοὐναντίον διὰ τὸν θεὸν ἀνεῖται τεταγμένως καὶ μεγαλοπρεπῶς καὶ τοῖς ῥυθμοῖς ἀνεῖται καὶ διπλασίοις ταῖς λέξεσι κέχρηται. Οὐ μὴν ἀλλὰ καὶ ταῖς ἁρμονίαις οἰκείαις ἑκάτερος χρῆται·
ὁ μὲν γὰρ τὸν φρύγιον καὶ ὑποφρύγιον ἁρμόζεται, ὁ νόμος δὲ τῷ συστήματι τῷ τῶν κιθαρῳδῶν λυδίῳ. Ἔοικε δὲ ὁ μὲν διθύραμβος ἀπὸ τῆς κατὰ τοὺς ἀγροὺς παιδιᾶς καὶ τῆς ἐν τοῖς πότοις εὐφροσύνης εὑρεθῆναι· ὁ δὲ νόμος δοκεῖ μὲν ἀπὸ τοῦ παιᾶνος ῥυῆναι (ὁ μὲν γάρ ἐστι κοινότερος, εἰς κακῶν παραίτησιν γεγραμμένος, ὁ δὲ ἰδίως εἰς Ἀπόλλωνα)· ὅθεν τὸ μὲν ἐνθουσιῶδες οὐκ ἔχει, ὡς ὁ διθύραμβος. Ἐκεῖ μὲν γὰρ μέθαι καὶ παιδιαί, ἐνταῦθα δὲ ἱκετεῖαι καὶ πολλὴ τάξις· καὶ γὰρ αὐτὸς ὁ θεὸς ἐν τάξει καὶ συστήματι κατεσταλμένῳ περιέρχεται τὸν κρουσμόν. Ἀδωνίδια δὲ λέγεται τὰ εἰς Ἄδωνιν ἀναφερόμενα. Ἤιδετο δὲ ὁ ἰόβακχος ἐν ἑορταῖς καὶ θυσίαις Διονύσου, βεβαπτισμένος πολλῷ φρυάγματι. Ὑπόρχημα δὲ τὸ μετ’ ὀρχήσεως ᾀδόμενον μέλος ἐλέγετο· καὶ γὰρ οἱ παλαιοὶ τὴν ὑπό ἀντὶ τῆς μετά πολλάκις ἐλάμβανον. Εὑρέτας δὲ τούτων λέγουσιν οἱ μὲν Κουρῆτας, οἱ δὲ Πύρρον τὸν Ἀχιλλέως· ὅθεν καὶ πυρρίχην εἶδός τι ὀρχήσεως λέγουσιν. Ὁ δὲ ἐπίνικος ὑπ’ αὐτὸν τὸν καιρὸν τῆς νίκης τοῖς προτεροῦσιν ἐν τοῖς ἀγῶσιν ἐγράφετο. Τὸ δὲ σκόλιον μέλος ᾔδετο παρὰ τοὺς πότους· διὸ καὶ παροίνιον αὐτὸ ἔσθ’ ὅτε καλοῦσιν·
PG 103:1203ἀνειμένον δέ ἐστι τῇ κατασκευῇ καὶ ἁπλούστατον μάλιστα. Σκόλιον δὲ εἴρηται οὐχ, ὡς ἐνίοις ἔδοξε, κατὰ ἀντίφρασιν· τὰ γὰρ κατὰ ἀντίφρασιν ὡς ἐπίπαν τοῦ εὐφημισμοῦ στοχάζεται, οὐκ εἰς κακοφημίαν μεταβάλλει τὸ εὔφημον· ἀλλὰ διὰ τὸ προκατειλημμένων ἤδη τῶν αἰσθητηρίων καὶ παρειμένων οἴνῳ τῶν ἀκροατῶν, τηνικαῦτα εἰσφέρεσθαι τὸ βάρβιτον εἰς τὰ συμπόσια καὶ διονυσιάζοντα ἕκαστον ἀκροσφαλῶς συγκόπτεσθαι περὶ τὴν προφορὰν τῆς ᾠδῆς. Ὅπερ οὖν ἔπασχον αὐτοὶ διὰ τὴν μέθην τοῦτο τρέψαντες εἰς τὸ μέλος, σκόλιον ἐκάλουν τὸ ἁπλούστατον. Τὰ δὲ ἐρωτικὰ δῆλον ὅτι γυναικῶν καὶ παίδων καὶ παρθένων ἐρωτικὰς ᾄδει περιστάσεις. Καὶ τὰ ἐπιθαλάμια δὲ τοῖς ἄρτι θαλαμευομένοις ἅμα οἱ ἠί̈θεοι καὶ αἱ παρθένοι ἐπὶ τῶν θαλάμων ᾖδον. Ὑμέναιον δὲ ἐν γάμοις ᾄδεσθαί φησι κατὰ πόθον καὶ ζήτησιν Ὑμεναίου τοῦ Τερψιχόρας, ὅν φασι γήμαντα ἀφανῆ γενέσθαι, οἱ δὲ κατὰ τιμὴν τοῦ Ἀττικοῦ Ὑμεναίου· τοῦτον γάρ φησί ποτε διώξαντα ἀφελέσθαι κούρας Ἀττικὰς λῃστῶν.
Ἐγὼ δὲ οἶμαι βίου τινὰ εὐτυχοῦς προαναφώνησιν ὑπάρχειν καὶ συνεύχεσθαι τοῖς συνιοῦσι πρὸς γάμου κοινωνίαν μετὰ φιλοστοργίας, αἰολικῇ παραπλέκοντας τὴν εὐχὴν διαλέκτῳ, οἷον ὑμεναίειν καὶ ὁμονοεῖν τούτους ἀεὶ ὁμόσε ναίοντας. Ὁ δὲ σίλλος λοιδορίας καὶ διασυρμοὺς πεφεισμένως ἀνθρώπων ἔχει. Διαφέρει δὲ τοῦ ἐπικηδείου ὁ θρῆνος, ὅτι τὸ μὲν ἐπικήδειον παρ’ αὐτὸ τὸ κῆδος, ἔτι τοῦ σώματος προκειμένου, λέγεται· ὁ δὲ θρῆνος οὐ περιγράφεται χρόνῳ. Τὰ δὲ λεγόμενα παρθένια χοροῖς παρθένων ἐνεγράφετο. Οἷς καὶ τὰ δαφνηφορικὰ ὡς εἰς γένος πίπτει· δάφνας γὰρ ἐν Βοιωτίᾳ διὰ ἐννεαετηρίδος εἰς τὰ τοῦ Ἀπόλλωνος κομίζοντες ἱερεῖς ἐξύμνουν αὐτὸν διὰ χοροῦ παρθένων. Καὶ ἡ αἰτία· τῶν Αἰολέων ὅσοι κατῴκουν Ἄρνην καὶ τὰ ταύτῃ χωρία κατὰ χρησμὸν ἀναστάντες ἐκεῖθεν καὶ προκαθεζόμενοι Θήβας ἐπόρθουν προκατεχομένας ὑπὸ Πελασγῶν. Κοινῆς ἀμφοῖν ἑορτῆς Ἀπόλλωνος ἐνστάσης ἀνοχὰς ἔθεντο καὶ δάφνας τέμνοντες οἱ μὲν ἐξ Ἑλικῶνος, οἱ δὲ ἐγγὺς τοῦ Μέλανος ποταμοῦ ἐκόμιζον τῷ Ἀπόλλωνι.
PG 103:1205Πολεμάτας δέ, ὁ τῶν Βοιωτῶν ἀφηγούμενος, ἔδοξεν ὄναρ νεανίαν τινὰ πανοπλίαν αὐτῷ διδόναι καὶ εὐχὰς ποιεῖσθαι τῷ Ἀπόλλωνι δαφνηφοροῦντας διὰ ἐννεαετηρίδος προστάττειν. Μετὰ δὲ τρίτην ἡμέραν ἐπιθέμενος κρατεῖ τῶν πολεμίων καὶ αὐτός τε τὴν δαφνηφορίαν ἐτέλει· καὶ τὸ ἔθος ἐκεῖθεν διατηρεῖται. Ἡ δὲ δαφνηφορία· ξύλον ἐλαίας καταστέφουσι δάφναις καὶ ποικίλοις ἄνθεσι καὶ ἐπ’ ἄκρου μὲν χαλκῆ ἐφαρμόζεται σφαῖρα, ἐκ δὲ ταύτης μικροτέρας ἐξαρτῶσιν· κατὰ δὲ τὸ μέσον τοῦ ξύλου περιθέντες ἐλάσσονα τῆς ἐπ’ ἄκρῳ σφαίρας καθάπτουσι πορφυρᾶ στέμματα· τὰ δὲ τελευταῖα τοῦ ξύλου περιστέλλουσι κροκωτῷ. Βούλεται δὲ αὐτοῖς ἡ μὲν ἀνωτάτω σφαῖρα τὸν ἥλιον (ᾧ καὶ τὸν Ἀπόλλωνα ἀναφέρουσιν), ἡ δὲ ὑποκειμένη τὴν σελήνην, τὰ δὲ προσηρτημένα τῶν σφαιρίων ἄστρα τε καὶ ἀστέρας, τὰ δέ γε στέμματα τὸν ἐνιαύσιον δρόμον· καὶ γὰρ καὶ τζε ποιοῦσιν αὐτά. Ἄρχει δὲ τῆς δαφνηφορίας παῖς ἀμφιθαλής, καὶ ὁ μάλιστα αὐτῷ οἰκεῖος βαστάζει τὸ κατεστεμμένον ξύλον ὃ κώπω καλοῦσιν.
Codex CCXXXVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Αὐτὸς δὲ ὁ δαφνηφόρος ἑπόμενος τῆς δάφνης ἐφάπτεται, τὰς μὲν κόμας καθειμένος, χρυσοῦν δὲ στέφανον φέρων καὶ λαμπρὰν ἐσθῆτα ποδήρη ἐστολισμένος ἐπικρατίδας τὲ ὑποδεδεμένος· ᾧ χορὸς παρθένων ἐπακολουθεῖ προτείνων κλῶνας πρὸς ἱκετηρίαν ὑμνῶν. Παρέπεμπον δὲ τὴν δαφνηφορίαν εἰς Ἀπόλλωνος Ἰσμηνίου καὶ Χαλαζίου. Τὸ δὲ τριποδηφορικὸν μέλος τρίποδος προηγουμένου παρὰ τοῖς Βοιωτοῖς ᾔδετο. Ἔσχε δὲ καὶ τοῦτο αἰτίαν τοιαύτην. Πελασγῶν τινες Πάνακτον τῆς Βοιωτίας ἐπόρθουν, Θηβαῖοι δὲ ἤμυνον· καὶ πέμψαντες εἰς Δωδώνην περὶ τῆς τοῦ πολέμου νίκης ἐχρῶντο. Χρησμὸς δὲ τοῖς Θηβαίοις ἐξέπεσεν ὡς, εἰ μέγιστον ἀσέβημα ἀσεβήσουσι, νικήσουσιν. Ἔδοξεν οὖν αὐτοῖς ἀσεβημάτων εἶναι μέγιστον τὸ τὴν χρησμῳδήσασαν αὐτοῖς τὸν χρησμὸν ἀνελεῖν, καὶ ἀνεῖλον. Αἱ δὲ περὶ τὸ τέμενος συνιέρειαι δίκην λαβεῖν ἀπῄτουν τοῦ φόνου τοὺς Θηβαίους. Θηβαῖοι δὲ οὐκ ἐπιτρέπουσι γυναιξὶ μόναις τὴν περὶ αὐτῶν δίκην ἀξιοῦν· κοινῆς δὲ κρίσεως ἀνδρῶν καὶ γυναικῶν γεγενημένης καὶ τῶν ἀνδρῶν λευκὰς αὐτοῖς ἐπενεγκόντων ψήφους ἀπέφυγον Θηβαῖοι.
Ὕστερον δὲ ἐπιγνόντες αὐτοῖς τὸ ὑπὸ τοῦ χρησμοῦ προστασσόμενον βαστάσαντες τῶν κατὰ τὴν Βοιωτίαν ἱερῶν τριπόδων ἕνα καὶ κατακαλύψαντες ὡς ἱερόσυλοι ἀνέπεμψαν εἰς Δωδώνην. Εὐπραγήσαντες δὲ ἐξ ἐκείνου τοῦ λοιποῦ τὴν πρᾶξιν ἑορτὴν ἐποίουν. Ὠσχοφορικὰ δὲ μέλη παρὰ Ἀθηναίοις ᾔδετο. Τοῦ χοροῦ δὲ δύο νεανίαι κατὰ γυναῖκας ἐστολισμένοι κλῆμά τ’ ἀμπέλου κομίζοντες μεστὸν εὐθαλῶν βοτρύων (ἐκάλουν δὲ αὐτὸ ὤσχην, ἀφ’ οὗ καὶ τοῖς μέλεσιν ἡ ἐπωνυμία) τῆς ἑορτῆς καθηγοῦντο. Ἄρξαι δέ φασι Θησέα πρῶτον τοῦ ἔργου· ἐπεὶ γὰρ ἑκούσιος ὑποστὰς τὸν εἰς Κρήτην πλοῦν ἀπήλλαξε τὴν πατρίδα τῆς κατὰ τὸν δασμὸν συμφορᾶς, χαριστήρια ἀποδιδοὺς Ἀθηνᾷ καὶ Διονύσῳ, οἳ αὐτῷ κατὰ τὴν νῆσον τὴν Δίαν ἐπεφάνησαν, ἔπραττε τοῦτο δυσὶ νεανίαις ἐσκιατραφημένοις χρησάμενος πρὸς τὴν ἱερουργίαν ὑπηρέταις. Ἦν δὲ τοῖς Ἀθηναίοις ἡ παραπομπὴ ἐκ τοῦ Διονυσιακοῦ ἱεροῦ εἰς τὸ τῆς Ἀθηνᾶς τῆς Σκιράδος τέμενος. Εἵπετο δὲ τοῖς νεανίαις ὁ χορὸς καὶ ᾖδε τὰ μέλη. Ἐξ ἑκάστης δὲ φύλης ἔφηβοι διημιλλῶντο πρὸς ἀλλήλους δρόμῳ·
PG 103:1207καὶ τούτων ὁ πρότερος ἐγεύετο ἐκ τῆς πενταπλῆς λεγομένης φιάλης, ἣ συνεκιρνᾶτο ἐλαίῳ καὶ οἴνῳ καὶ μέλιτι καὶ τυρῷ καὶ ἀλφίτοις. Εὐκτικὰ δὲ μέλη ἐγράφετο τοῖς αἰτουμένοις τι παρὰ θεοῦ γενέσθαι. Πραγματικὰ δὲ ἅ τινων περιεῖχε πράξεις. Ἐμπορικὰ δὲ ὅσα κατὰ τὰς ἀποδημίας καὶ ἐμπορίας ἐπιδεικνύμενά τισιν ἐγράφη. Καὶ ἀποστολικὰ δὲ ὅσα διαπεμπόμενοι πρός τινας ἐποίουν. Τὰ δὲ γνωμολογικὰ δῆλον ὅτι παραίνεσιν ἠθῶν ἔχει. Καὶ τὰ γεωργικὰ δὲ χώρας καὶ φυτῶν καιροὺς καὶ ἐπιμελείας. Καὶ τὰ ἐπισταλτικὰ δὲ ὅσα κατ’ ἐντολὰς πρός τινας ποιοῦντες διέπεμπον. Οἱ μὲν δύο λόγοι τῆς Πρόκλου γραμματικῆς Χρηςτομαθείας ἐν τούτοις. Ἀνεγνώσθη ἐκ τῶν «Ἰωάννου τοῦ Φιλοπόνου» εἰς τὴν ἑξαήμερον. Ὅτι τὸ σύγγραμμα Σεργίῳ τῷ Κωνσταντινουπόλεως προσφωνεῖ, ἐκείνου προτροπῇ τοῦτον ὑπελθεῖν τὸν πόνον προοιμιαζόμενος. Τὸν δὲ σκοπὸν εἶναί φησι σύμφωνον δεῖξαι τοῖς φαινομένοις τὴν τοῦ θεσπεσίου Μωσέως κοσμογένειαν.
PG 103:1209Ὅτι σκοπὸς ἦν τῷ Μωσεῖ οὔτε φυσιολογῆσαι οὔτε ἀστρονομῆσαι, ἀλλ’ εἰς θεογνωσίαν καὶ διὰ τῆς κοσμογονίας ἀνθρώπους ἀγαγεῖν, καὶ παραστῆσαι ὅτι δὴ τὸ μέγα τοῦτο καὶ λαμπρὸν τοῦ κόσμου δημιούργημα ἔχει τὸν Θεὸν ποιητήν, καὶ οὔτε αὐτόματον ἔσχε τὴν ὕπαρξιν οὔτε ἀγένητον τὴν ὑπόστασιν καὶ τῷ Θεῷ συναί̈διον. Καὶ Πλάτωνα δὲ τὸν παρ’ Ἕλλησι νομισθέντα σοφώτατον, καίτοι πολλαῖς ὕστερον γενεαῖς γεγονότα καὶ οὐ πλήθει τυχόντι τοὺς λόγους ποιούμενον ἀλλὰ τοῖς ἐπὶ φιλοσοφίᾳ τῶν ἄλλων προὔχουσιν, ὅμως Μωσέα δείκνυσιν ἐν τῇ τῆς κοσμογονίας αὐτοῦ διηγήσει ἐκμιμούμενον. Πολὺ μεγαλοπρεπέστερον Μωσέα Πλάτωνος τεθεολογηκέναι παρίστησιν. Ὅτι οὐδέν φησιν οὐδ’ ὅλως τῶν ἐν τῇ κοσμογονίᾳ τοῦ Προφήτου τῇ τοῦ παντὸς διατάξει ἀσύμφωνον· τοὐναντίον δὲ καὶ πολλὰ τῶν ὕστερον αἰτιολογηθέντων ὑπὸ τῶν φυσικῶν ἐκ τῶν Μωσέως γραφέντων εἴληφε τὴν ἀρχήν. Ὅτι ἐν πολλοῖς ἀξίως τὸν μέγαν ἀποθειάζει Βασίλειον, καὶ Θεόδωρον τὸν Μοψουεστίας, εἰ καὶ μὴ ἐν πᾶσιν οἷς ἐπαιτιᾶται, ἀλλ’ οὖν οὐκ ἐν ὀλίγοις ἐπιλαμβάνεται δικαίως. Ὅτι τῆς ἀρχῆς πολλαχῶς φησι λεγομένης τὸ ἐν ἀρχῇ νῦν τὴν κατὰ χρόνον ἀρχὴν δηλοῦν.
Κατὰ χρόνον δὲ λέγειν φησὶν οὐχ οὗ τῆς γενέσεως προηγεῖται χρόνος, ὡς ἡμῶν ἑκάστου, ἀλλὰ τὸ πρῶτον τοῦ χρόνου νῦν, ἐν ᾧ τὸν οὐρανὸν καὶ τὴν γῆν παρήγαγεν ὁ Θεός, παντὸς χρονικοῦ χωρὶς διαστήματος. Πᾶσιν γὰρ ἀρχὴν ἑτέραν εἶναι πάντως φησί, οὗπερ λέγεται ἀρχή· καὶ τοῦτο διὰ παραδειγμάτων κατασκευάζει. Ὥστε ἐν ἀρχῇ τοῦ χρόνου καὶ οὐκ ἐν χρόνῳ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ Θεός. Ἀλλ’ ἓν τοῦτο σημαινόμενον τῆς ἐν ᾧ γέγονεν ἀρχῆς ὁ οὐρανὸς καὶ ἡ γῆ. Δεύτερον τὸ πρῶτον τοῦ κατασκευάσματος μόριον, ὡς ἀρχὴ ἡ τρόπις τοῦ πλοίου καὶ οἱ θεμέλιοι τῆς οἰκίας. Δῆλον δ’ ὅτι καὶ κατὰ τοῦτό φησι τὸ σημαινόμενον τῆς ἀρχῆς δυνατὸν ἐννοῆσαι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐν ἀρχῇ γεγενῆσθαι· οἷον γὰρ θεμέλιον καὶ ἀρχὴν τῶν γεγονότων ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν προκατεβάλετο. Κατὰ δὲ τὰ ἄλλα τῆς ἀρχῆς σημαινόμενα οὐκέτι. Ὅτι ἀντὶ τοῦ ἐν ἀρχῇ ἐν κεφαλαίῳ εἰπὼν ὁ Ἀκύλας δίδωσιν ἐννοεῖν ἀντὶ τοῦ συνῃρημένως καὶ ὁμοῦ γενέσθαι τὸν οὐρανὸν σημαίνειν τὸ ἐν ἀρχῇ· οὐδὲ γὰρ τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερον γέγονεν· εἰώθαμεν γὰρ κεφάλαιον καλεῖν τὴν ἐν ἑνὶ πολλῶν ἅμα συναίρεσιν· καὶ πολλὴ ἡ χρῆσις.
Ἐδήλωσε δὲ καὶ ἡ τῆς σύν προσθήκη, συνδυασμὸν ὡς τὰ πολλὰ δηλοῦσα. Καὶ γὰρ εἰπών· «Ἐν κεφαλαίῳ ἔκτισε σὺν τὸν οὐρανὸν, σὺν τὴν γῆν» ἐναργῆ παρέσχε τὴν δήλωσιν τοῦ ἅμα γενέσθαι τὰ δύο. Τινὲς τὸ ἐν κεφαλαίῳ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ σώματος τῆς κεφαλῆς αὐτὸ λογιζόμενοι ἐσχηματίσθαι, εἰς τοιαύτην ἀρχὴν αὐτὸ μετειλήφασιν. Ὅτι, φησίν, οὐρανὸν καὶ γῆν εἰπὼν διὰ τῶν ἄκρων καὶ τὰ μέσα συμπαρείληφεν, ὡς καὶ πάντα φασίν. Ἄκρα δὲ εὐλόγως ταῦτα καλεῖται, ὅτι γῆ μὲν κέντρον τοῦ παντὸς ἐπέχουσα κάτωθεν πάντων ἐστὶν ἀρχή, πέρας δὲ ὁ πάντα περιέχων οὐρανός. Πάλιν ἄνωθεν ἀρχὴ μέν ἐστιν ὁ οὐρανός, πέρας δὲ ἡ γῆ, μέσα δὲ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ. Διό φησιν ἐφεξῆς· «Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου», τὸ μὲν ὕδωρ ἄβυσσον εἰπών, τὸ δὲ σκότος τὸν ἀφώτιστον ἀέρα· καὶ γὰρ κυρίως σκότος ἐστὶν ἡ τοῦ φωτὸς ἀπουσία. Καὶ ἡ συνήθεια δὲ σκότος τὸν ἀφώτιστον λέγει ἀέρα, ἤτοι τὸ νυκτερινὸν τοῦ ἀέρος κατάστημα ἢ καὶ τὸ ἄλλως πως συμβαῖνον.
PG 103:1211Ὅτι τὸ ψηλαφητὸν σκότος τοῖς Αἰγυπτίοις σκότος ψηλαφητὸν εἰρῆσθαι διὰ δύο αἰτίας, ἢ ὅτι μηδεμία ἀκτὶς τῶν οὐρανίων εἰσεκρίνετο τῷ ἀέρι διὰ τὴν πολλὴν αὐτοῦ παχύτητα καὶ οἷον ψηλαφητὴν καὶ δυναμένην αἴσθησιν ἀντιτυπίας τοῖς ἐπαφωμένοις παρέχειν, ἢ ὅτι διὰ τὸ ψηλαφητὸν τὰ στερεμνιώτερα τῶν σωμάτων δίκην τυφλῶν καὶ οὕτω τὰς μεταβάσεις ποιεῖσθαι, ἢ καὶ αὐτὸ τοῦτο γνωρίζειν οὕτω τὰ ψηλαφώμενα. Ὅτι ἄβυσσος παρὰ πᾶσι τὸ πολὺ καλεῖται ὕδωρ καὶ εἰς βάθος χωροῦν ἄληπτον ἡμῖν, παρὰ τὸ μηνύειν εἰς αὐτό· διὸ καὶ Μωσῆς ἄβυσσον ἐκεῖνο τὸ ὕδωρ καλεῖ. Πλὴν καὶ ὕδωρ αὐτὸ κατονομάζει· «Καὶ πνεῦμα» γάρ «Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Τοῖς ὕδασι γὰρ ὁ ἀὴρ ἐπινήχεται. Αὐτὸ δὲ τὸ τοῦ ἀέρος ὄνομα παρὰ τῇ Μωυσέως οὔκ ἔστι γραφῇ, ἢ μήπω ἐχούσης τότε τῆς Ἑβραί̈δος διαλέκτου ἀφωρισμένον ὄνομα τῷ ἀέρι, ἢ ἀρκουμένου Μωυσέως διὰ τοῦ ὕδατος τῆς φωνῆς ἄμφω δηλοῦν· πολλὴ γὰρ ὕδατος καὶ ἀέρος ἡ κοινωνία, καὶ πολλάκις ἐν τοῖς ἑξῆς ἐπ’ ἀμφοῖν κέχρηται τῷ ὀνόματι.
Ὅτι τοὺς Ἀγγέλους καὶ μηδαμοῦ τῆς προαγωγῆς αὐτῶν ἐμνήσθη Μωσῆς, ἅτε τῶν ἐγκοσμίων ἱστορίαν παραδιδούς, ἀλλ’ οὖν οὐδὲ δεῖ λέγειν ὡς συνυπέστησαν, φησίν, ἢ καὶ ὕστερον γεγόνασιν οὐρανοῦ, πρότερον δέ. Καὶ τοῦτο πειρᾶται καὶ φυσικώτερον καὶ ἐκ τῶν θείων λογίων παριστάνειν, ὡς δῆθεν πρὸς Θεόδωρον ἀπομαχόμενος, καὶ τὰς παρ’ αὐτοῦ κομιζομένας ἀποδείξεις ὅτι σὺν οὐρανῷ γεγόνασιν ἀνασκευαζόμενος, καὶ σύμφωνον τὸν μέγαν ἐπικομιζόμενος Βασίλειον, ὑπὲρ οὗ καὶ δοκεῖ Θεοδώρῳ διαμάχεσθαι. Ἀνακεφαλαιούμενος οὖν τὰς ἀποδείξεις δι’ ὧν τοὺς Ἀγγέλους μὴ συνυποστῆναι τῷ κόσμῳ παριστάνειν ἠγώνιστο, φησί· «Σκόπει τοίνυν ἐκ πόσων αὐτῶν ἡ ὑπερκόσμιος συνῆκται γένεσις, ἐκ τοῦ μήτε Μωσέα μήτ’ ἄλλην θεόπνευστον γραφὴν ἅμα τῷ κόσμῳ γεγονέναι αὐτοὺς εἰπεῖν, ἐκ τοῦ μήτε σώματα εἶναι μήτε συνδεδέσθαι σώμασιν ὀργανικοῖς ὥσπερ τὴν ἡμετέραν ψυχήν, ἐκ τῆς ὑπερκοσμίου δυνάμεως αὐτῶν, ἐξ ὧν τὸ θεῖον διηνεκῶς θεωροῦσιν, ὧν οὐδὲν τῶν ἐγκοσμίων μετέχει· ἐκ τοῦ μηδὲ τὰς ἀλόγους ψυχὰς συγκαταβεβλῆσθαι τοῖς σώμασι, καίτοι χωρὶς σωμάτων μὴ δυναμένας εἶναι·
PG 103:1213ἐκ τοῦ μὴ τὴν ἀνθρωπίνην ψυχὴν μηδὲ τῷ ἰδίῳ συνυποστῆναι σώματι· τὸ μὲν γὰρ ἐκ γῆς, ἡ δὲ καθ’ ἑαυτὴν θειοτέρας ὑπὸ Θεοῦ μετέσχε γενέσεως». Ἀνεγνώσθη ἐκ τοῦ εἰς τὸν Ἀπολλώνιον ἀπὸ φωνῆς «Φιλοστράτου». Ὅτι Βαβυλῶνά φησι τετειχίσθαι ὀγδοήκοντα καὶ τετρακόσια στάδια κύκλῳ· τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος. Ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόρρητος ὑποστείχει γέφυρα, τὰ βασίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. Γυνὴ γὰρ λέγεται Μήδεια, τῶν ἐκείνῃ ποτὲ ἄρχουσα, τὸν ποταμὸν ὑποζεῦξαι τρόπον ὃν μήπω τις ποταμῶν ἐζεύχθη. Λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον, καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα, τὸ ῥεῦμα εἰς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν, ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵνα ἐς τὰ βασίλεια τὰ περὶ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. Οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος·
ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαι καὶ πήγνυσθαι, ὁ Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ, καὶ ὧδε ἔστη τὸ ζεῦγμα. Τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ’ αὐτῶν ἀστράπτει· θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαὶ τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασιν, τὰ δὲ χρυσῷ αὐτῷ, καθάπερ γραφαῖς, ἠγλάϊσται· φασὶ δὲ φῆσαι τὸν Ἀπολλώνιον καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον εἰς θόλου ἀνῆχθαι σχῆμα, οὐρανῷ τινι εἰκασμένον· σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ. κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν. Θεῶν τε ἀγάλματα οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται καθάπερ ἐξ αἰθέρος. Δικάζει μὲν δὴ ὁ βασιλεύς, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. Ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμόττεσθαι, φοιτῶντες εἰς τὰ βασίλεια· καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας. Ὅτι φησὶν Ἀπολλώνιον καὶ τοὺς μετ’ αὐτὸν ἐξιόντας τῆς Περσῶν ἀρχῆς καὶ προσιόντας τῷ Καυκάσῳ εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι.
PG 103:1215Τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιούμεθα τοῦ Ταύρου τοῦ δι’ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους τε καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα εἰς θάλασσαν ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτ’ ἄν, ἀλλ’ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή· τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα, καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν ὡς σχίζεσθαι περὶ αὐτὸν τὸν ἥλιον. Περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν, κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος· τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου. Τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ πορδάλεις ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ· χαίρουσι γὰρ τοῖς ἀρώμασι, καὶ ἐκ πολλοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος ἐπειδὰν οἵ τε ἄνεμοι ἀπ’ αὐτῶν πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. Καὶ ἁλῶναι ποτέ φασιν ἐν Παμφυλίᾳ πορδάλιον στρεπτῷ ἅμα ὃν περὶ τῇ δέρῃ ἔφερε· χρυσοῦν δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι· «Βασιλεὺς Ἀρσάκης θεῷ Νυσίῳ».
Βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτὸς οἶμαι ἰδὼν τὴν πόρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου· Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. Ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ, καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν· ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων ὡς εἶχε τοῦ κόσμου, καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. Ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικὴν καὶ τὴν Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν ἑτέρῳ ἀγκῶνι. Ὅτι παραμείψαντας τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους, ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντας. Ὅτι ὑπερβάντας φησὶ τὸ ὄρος τὸν Καύκασον ἐντυχεῖν ἐπὶ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν. Εἰσὶ δ’ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κώφηνος, ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης. Καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά· πορεύονται δὲ χίλια στάδια διὰ τῆς ἡμέρας, γόνυ οὐδαμοῦ κάμψασαι. Ὅτι Ἰνδὸν ἐπεραιώθησαν οἱ περὶ Ἀπολλώνιον σταδίους μάλιστα μ·
τὸ γὰρ πλωϊμὸν αὐτοῦ τοσοῦτον. Ἄρχεσθαι δὲ αὐτόν φασιν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον. Ὅτι φησί, πορευθέντας αὐτοὺς ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. Στολὴν δ’ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδήματα βύβλου. Καὶ βύσσῳ δὲ τοὺς φανερωτέρους αὐτῶν ἐστάλθαι· τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλήσιον δὲ τῇ ἰτέᾳ τὰ πέταλα. Καὶ ἡσθῆναί φησι τῇ βύσσῳ ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. Τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ συμμέτρως ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου ποτὲ ἀρχὴν ἄρχοντος. Ὅτι αἱ πηγαὶ τοῦ Ὑφάσιος ποταμοῦ, ᾧ πλησιάσαι φησὶ τοὺς περὶ Ἀπολλώνιον τὸν Ὑδραώτην ὑπερβάντας καὶ πολλὰ διαμείψαντας ἔθνη, τούτου δὴ τοῦ ποταμοῦ αἱ πηγαὶ βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν·
PG 103:1217ἀκρωνυχίαι γὰρ παραλλὰξ πετρῶν ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἐλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. Εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον· ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι’ Εὐρώπης ῥέουσι. Δένδρα δ’ ὁ Ὕφασις προσόμοια φύει περὶ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα. Καὶ τοὺς ἰχθῦς δὲ τοὺς ταὼς λεγομένους μόνος οὗτος ποταμῶν τρέφει· πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα, καὶ ὁπότε βούλοιντο, ἀνακλώμενα. Ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ σκώληκι εἰκασμένον λευκῷ, τοῦτον δ’ οἱ τήκοντες ἔλαιον ποιοῦνται· πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται, καὶ στέγει αὐτὸ πλὴν ὑέλου οὐδέν. Ἁλίσκεται δὴ μόνῳ τῷ βασιλεῖ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν· ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται. Καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν. Εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται.
Καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο· οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπ’ αὐτοῦ πιών, οὔτε ἂν τρωθεὶς ἀλγῆσαι, πυρός τε διεξελθεῖν ἄν, καὶ μηδ’ ἂν φαρμάκοις ἁλῶναι, ὁπόσα ἐπὶ κακῷ πίνεται. Βασιλέων δὲ τὸ ἔκπωμα εἶναι, καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Μῦθον δὲ ἄρα δεικνύει ταῦτα τῶν ἐν Ἰνδοῖς βασιλέων καὶ νόσοι καὶ θάνατοι. Τὸ δὲ θηρίον, οἷον εἴρηται, τοιοῦτον ὁρᾶται. Ἐντεῦθεν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν ἐρυθρὰν θάλασσαν· εἶναι δὲ αὐτὸ συνηρεφὲς ἰδέαις ἀρωμάτων. Τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι. Βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸν ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. Ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλαὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα.
PG 103:1219Καὶ τὰ δένδρα δὲ αἱ πεπερίδες, ὧν οἱ γεωργοὶ πίθηκοι, εἴκασται μὲν τῷ παρ’ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις, οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς καὶ ὅ τι αὐτοῦ κοῖλον. Οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσιν, τοὺς λέοντας ἀπ’ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. Ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου (τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα), γεγηρακὼς δὲ ὑπὲρ σίτου· τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν, ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. Τὰ δὲ περὶ τὰς πεπερίδας πραττόμενα ὧδε ἔχει. Προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω μέρεσι καὶ τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα, καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφέρουσιν, οἷον ῥιπτοῦντες ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις. Οἱ δὲ ἄνωθεν κἀκ τῶν ἀβάτων καθεωρακότες ταῦτα, νυκτὸς ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον, καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες, ῥίπτουσι φέροντες ἐς τὰς ἅλως· οἱ δὲ Ἰνδοὶ ἀπόνως συλλέγουσιν.
Ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον φασὶν ἰδεῖν λεῖον κατατετμημένον εἰς τάφρους πλήρεις ὕδατος· εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθὰς διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου, τῆς τε χώρας ὅρια οὔσας, τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. Τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι, καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει πεδιάς. Μέλαινα πᾶσα ἡ χώρα καὶ πάντων εὔφορος· ἰδεῖν μὲν γὰρ στάχυας ἀνεστῶτας ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος, σήσαμόν τε καὶ κέγχρον, ὑπερφυᾶ πάντα, καὶ τὰ κάρυα φύεσθαί φασί. Τὰς δὲ ἀμπέλους φύεσθαι μικράς, καθάπερ Λυδῶν καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν. Ἐνταῦθα καὶ δένδρῳ φησὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥοᾷ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μὲν ὥσπερ τῶν ὑακίνθων αἱ καλαί, πάντων δὲ ἥδιστον ὁπόσα ἐξ ὡρῶν ἥκει. Καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι·
PG 103:1221δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι διέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα, καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. Οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι, καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλ’ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον, καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. Οἱ δὲ πεδινοὶ πλεονεκτοῦσι τῶν ἑλείων πάντα· καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι, καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται, καὶ διαφεύγει αὐτοὺς οὐδέν. Τούτοις καὶ λοφιὰ φύεται, νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, συναυξομένη δὲ τελεουμένοις καὶ ἀνίσχουσα ἐς πολύ, ὅτε δὴ πυρσῖται καὶ πριόνωτοι γίνονται. Οὗτοι καὶ γενειάσκουσι, καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι, καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου· αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος· ἰσχὺν δὲ αὐτῶν ἀμήχανον εἶναί φησιν ἐς πολλὰ τῶν ἀποθέτων. Γίνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται· τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. Καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοὶ καὶ δορὰ καὶ ὀδόντες·
Codex CCXXXIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων. Οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς· γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα. Καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοί, ὄμματά τε ὑποκάθηται τῇ ὀφρύϊ δεινὸν καὶ ἀναιδὲς δεδορκότα. Ὑπόχαλκόν τε ἦχον φέρουσιν ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν. Ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπάδος πλέον. Οὗτοι καὶ τοὺς ἐλέφαντας αἴρουσιν. Αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείροντες γράμματα, τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφ’ οὗ νικᾶται καὶ τοὺς ὀφθαλμοὺς ἀτρέπτους ὄντας ὁ δράκων, καὶ πολλὰ τῆς ἀπορρήτου σοφίας ἐπ’ αὐτὸν ᾄδουσιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑποβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι. Προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες ληί̈ζονται τὰς ἐν αὐτῇ λίθους.
Λίθοι δὲ τούτοις ἀπόκεινται τὸ μὲν εἶδος ἀνθηραὶ καὶ πάντα ἀπαυγάζουσαι χρώματα, τὴν δὲ ἰσχὺν ἄρρητοι κατὰ τὸν δακτύλιον ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. Πολλάκις δὲ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὐτοῦ χειὰν φέρων ᾤχετο, μόνον οὐ σείων τὸ ὄρος. Οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν ἐρυθρὰν οἰκεῖν λέγονται. Τὰ δ’ ἔτη τῶν θηρίων τούτων γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. Προϊόντες δέ φησιν αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς· ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας, εὐτραφὲς ἡγούμενοι τὸ ἀπ’ αὐτῶν γάλα. Ἐντεῦθεν ἡμερῶν τεττάρων πορευόμενοι δι’ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας, προσελθεῖν φασι τῇ τῶν σοφῶν ἤτοι τῶν λεγομένων Βραχμάνων τύρσει, καὶ συγγενέσθαι αὐτοῖς ἐφ’ ἱκανόν· περὶ οὓς αὐτούς φασιν εἰρηκέναι τε καὶ ἰδεῖν καὶ ἀκοῦσαι ἃ οὐδεὶς τῶν νοῦν ἐχόντων πιστεύσειε. Τὸ δὲ τῆς μετεμψυχώσεως βδελυκτὸν δόγμα ἐκεῖθεν δι’ Αἰγυπτίων ἔφασαν καὶ Πυθαγόρᾳ ἐνσκῆψαι. Κομῶσι δὲ οὗτοι οἱ Ἰνδοὶ ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι, μίτραν τε ἀναδοῦνται λευκὴν καὶ γυμνὸν αὐτοῖς βάδισμα.
PG 103:1223Καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλήσιον ταῖς ἐξωμίσιν. Ἡ δὲ ὕλη τῆς ἐσθῆτος, ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δέ. Τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται, καὶ μόνοις αὐτοῖς ἀνασπᾶται τῆς γῆς. Φοροῦσι δὲ καὶ δακτύλιον καὶ ῥάβδον. Ὅτι λίθον φησὶ, παντάρβην ὄνομα, γίνεσθαι τὴν μεγίστην κατὰ ὄνυχα δακτύλου τοῦ ἀντίχειρος· κυί̈σκεσθαι δὲ αὐτὴν ἐν γῇ κοίλῃ βάθος ὀργυαὶ τέσσαρες. Τοσοῦτον δὲ αὐτῇ περιεῖναι τοῦ πνεύματος, ὡς ὑποίδειν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυϊσκομένης ἐν αὐτῇ τῆς λίθου. Οὐ πᾶσι δὲ ἀνασπᾶσθαι, ἀλλὰ τοῖς τὰς ἐπ’ αὐτῇ τελετὰς ἐπισταμένοις. Αὕτη νύκτωρ μὲν ἡμέραν ἀναφαίνει καθάπερ τὸ πῦρ (ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης) εἰ δὲ μεθ’ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. Τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος· λίθους γὰρ ὁπόσας βούλει καὶ σποράδην καὶ θαλάσσῃ διαρρίψας, καὶ ταύτην αὐταῖς καθιμήσας, ξυλλέγοις ἂν πάσας τῇ τοῦ πνεύματος διαδόσει· ὑποκείσονται γὰρ αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.
Καί φησιν ὁ μυθογράφος οὗτος Φιλόστρατος ὡς ταῦτα εἰπὼν Ἰάρχας τῷ Ἀπολλωνίῳ ἔδειξε τὴν λίθον αὐτὴν καὶ ὁπόσα ἐργάζεται. Τοὺς δὲ Πυγμαίους φησὶν οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην, ζῶντας τρόπον ὃς πᾶσιν εἴρηται. Σκιάποδας δὲ ἀνθρώπους ἢ Μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾄδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε ἐν Ἰνδοῖς. Ὅτι φησίν, ὃν ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν οἱονεὶ σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥανίσιν, ἃς λιθοτομεῖν τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμφους ἰσχύϊ. Τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς καὶ μέγεθος καὶ ἀλκὴν εἰκάσθαι αὐτοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων καὶ δρακόντων ὑπερτέρους εἶναι. Πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχυπόροι ὄρνιθες· μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς. Τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις. Ὅτι περὶ τοῦ φοίνικος τῆς ὄρνιθος τὰ αὐτὰ καὶ οὗτος τοῖς ἄλλοις ἅπασιν ἀναγράφει. Ὅτι δ μῆνας τοῖς Ἰνδοῖς τὸν Ἀπολλώνιον συνδιατρίψαι φησίν.
PG 103:1225Ἐξ ἐκείνου δὲ ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχοντα, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατιέναι ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. Κατιοῦσι δὲ αὐτοῖς πολλὰ μὲν καὶ ἄλλα φανῆναι, ἀτὰρ καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπέρισι· μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ μικροῖς ἀνθρώποις ἴσοι. Ἀφίκοντο δὲ ἐπὶ τὴν θάλατταν τὴν ἐρυθράν. Ταύτην δ’ εἶναί φησιν οὗτος κυανωτάτην, λαχεῖν δὲ τὴν ἐπωνυμίαν ἀπὸ Ἐρύθρα βασιλέως. Ἐντεῦθεν ἐπιβάντες νεὼς ἐκομίζοντο λείῳ καὶ εὐφόρῳ πνεύματι, θαυμάζοντες τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς δι’ αὐτοῦ ἐκχεῖται· τελευτῶν γὰρ ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει δι’ ὧν καταρρηγνὺς ἐς τὴν θάλασσαν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις. Καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι· πόλιν δ’ ἐπ’ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, εἰς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ξυνελθεῖν, οὗ Νέαρχος ἐπεστάτει.
Ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοντο τὴν μεσημβρίαν οἱ πλέοντες, οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, ταῦτα δοκεῖ καὶ τούτοις. Ὅτι νῆσόν φησιν εἶναι μικράν, ὄνομα Βίβλον, ἐν ᾗ τὸ τοῦ κογχυλίου μέγεθος καὶ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. Ἁλίσκεται δὲ ἐκεῖ καὶ λίθος μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τρόπον ἔχουσα τῷ ὀστρέῳ. Κατασχεῖν δέ φασιν καὶ ἐς Πηγάδα τῆς Ὠρειτῶν χώρας. Οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. Χρυσῖτιν δ’ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ. Φασὶ δὲ καὶ τοῖς ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα· διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων. Καὶ τὰ πρόβατα ἐκείνῃ ἰχθυώδη εἶναι (ἐξ αὐτῶν γὰρ τρέφεται) καὶ φαγεῖν ἄτοπα. Καρμανοὶ δὲ Ἰνδοὶ, γένος ἥμερον, εὔϊχθυν οὕτω νέμονται θάλατταν ὡς μηδ’ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς μηδὲ ταριχεύειν. εἶναι γὰρ αὐτοῖς ἐπὶ χεῖρας τοὺς ἰχθῦς διὰ παντὸς ὅσους βούλονται.
PG 103:1227Ὅτι προσπλεῦσαί φησιν αὐτοὺς καὶ Βαλάροις· ἐμπόριον δὲ τοῦτο εἶναι μεστὸν μυρίνων καὶ φοινίκων καὶ δαφνῶν καὶ κήπων παντοδαπὰ φερόντων. Προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, καὶ καλεῖσθαι Σέλιρα. Ταύτης τῆς νήσου τὰ τετραμμένα πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάσσης, φέρει δ’ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς· οὐδὲ γὰρ λίθον φύει οὐδένα. Γαλήνην δὲ ἐπιφυλάξαντες, καὶ τὴν θάλατταν αὐτοὶ τῇ ἐπιρροῇ τοῦ ἐλαίου λεάναντες, καταδύεταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου, τὰ μὲν ἄλλα κατασκευασάμενος ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρὰ καὶ ἀλάβαστρον μύρου. Παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται· τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπ’ αὐτοῦ, κέντρῳ τε διελασθὲν ἀποπτύει τὸν ἰχῶρα· ὁ δὲ ἐνδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. Λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται καθάπερ ἡ φύσει μαργαρίς, αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάςσης. Τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλασσαν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρώραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία·
καταπλεύσαντες δὲ εἰς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα δι’ αὐτοῦ ἀναπλεῦσαι. Ὅτι ὁ δ λόγος οὐδὲν ἄλλ’ ἢ μῦθοι καὶ πλάσματα ἐς τὸ Ἀπολλωνίῳ κεχαρισμένον καὶ σὺν ἐπαίνῳ θαυμαζόμενον τῷ Φιλοστράτῳ συγγέγραπται. Ὅτι Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ξ πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔξω πελάγη φέρουσι· καὶ τὴν τῆς Λιβύης ἄκραν (ὄνομα δ’ αὐτῇ Ἄβιννα) λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ εἴσω ὑπερφαίνεται, συνάπτουσαν πρὸς Γαιτούλους τε καὶ Τίγγας, ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη. Παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν συμβάλλοι τις ὁπόσα· μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. Τὸ δὲ Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα. Τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κέλτους, φησίν, εἶδον ὁποῖαι λέγονται· τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, δι’ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοὶ τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν·
ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπ’ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω, καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. Πιςτοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνῄσκοντας, ὅπερ οὐκ ἂν συμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. Ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα· τὰ γὰρ ἐκείνης ἄνεισι μέτρα, ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος. Ἡμέρα δ’ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κέλτους μὲν κατ’ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. Φασὶ καὶ τὰς μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι, πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον. Τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα. Γήρως οὖν βωμὸν ἵδρυνται, καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται.
PG 103:1229Βωμοὶ δὲ ἐκεῖ καὶ Πενίας καὶ Τέχνης καὶ Ἡρακλέους δὲ Αἰγυπτίου, καὶ ἕτεροι Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν τε ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. Καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναι φασι τὰ Γάδειρα, καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον. Καὶ δένδρα δέ φασιν ἐνταῦθα οἷα οὐχ ἑτέρωθι τῆς γῆς· Γηρυόνεια μὲν γὰρ καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι καθάπερ τῷ χρυσῷ τὴν ἡλιάδα αἴγειρον. Ἡ δὲ νῆσος ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. Ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο, χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου. Τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαι λίθου ὄντα.
Ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ (ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον) ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν ᾧ εἴκασται, θαυμάζεσθαι δ’ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον· βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. Καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφ’ ὅ τι, οὔ φασιν εἰδέναι. Τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου, συντετηκότοιν εἰς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν, τετραγώνου σχήματος, ὥσπερ οἱ ἄκμωνες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν οὔτε οἵοις ξυμβαλεῖν. Ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον· «Οὐ συγχωρεῖ μοι, ἔφη, ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν ὁπόσα οἶδα· Γῆς καὶ Ὠκεανοῦ ξύνδεσμα αἵδε αἱ στῆλαί εἰσιν· ἐγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο, μήτε ἀτιμάσειαν τὴν φιλότητα ἣν ἀλλήλων ἴσχουσιν». Ὅτι τὸν Βαίτην τὸν ποταμὸν ἀναπλεῦσαί φασιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμυρῇ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται, πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης.
PG 103:1231Τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί· πόλεών τε γὰρ εὖ ἔχειν καὶ νόμων, καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι, καὶ ὡρῶν οἷαι τῆς Ἀττικῆς αἱ μετόπωροι καὶ μυστηριώτιδες. Ὅτι τοὺς περὶ τῆς Αἴτνης λόγους τῶν ποιητῶν ὡς μύθους παραιτεῖσθαί φησι τὸν Ἀπολλώνιον, ὧδε λέγοντα· «Ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστὶν ἀλλὰ τῶν δραματικωτέρων, καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν. Ἐκεῖνοι μὲν γὰρ Τυφώ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει, καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο. Ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημί, καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαῦτα σώματα ῥαγέντων τάφων, οὐ μὴν εἰς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ’ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ συγχωρεῖν τοὺς θεοὺς ἐπ’ αὐτοὺς εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. Καὶ μηδὲ ἐκεῖνος ὁ λόγος, καίτοι δοκῶν εὐφημότερος εἶναι, τιμάσθω ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ’ αὐτοῦ ἄκμων.
Πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα, καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους. Τίς οὖν ἡ τῶν τοιούτων ὀρῶν αἰτία; Γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ’ ἑαυτῆς φύσει, πῦρ δὲ οὔπω ἐκδίδωσιν· εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει· πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία προχεῖται, χωρεῖ τε ἐπὶ θάλασσαν ἐκβολὰς ποιούμενον οἷαι τῶν ποταμῶν εἰσιν». Αἰθιοπία τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω· κατὰ Μερόην δὲ Αἰγύπτῳ ξυνάπτουσα, καί τι καὶ τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα, τελευτᾷ εἰς θάλασσαν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. Ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ’ Αἰθιόπων ἄγει. Μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδ’ ἄλλη μηδεμία, ὁπόσαι κατὰ ἀνθρώπους ὀνομασταὶ ἤπειροι.
Εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω ξυντεθεῖσαι. Ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου. Περαίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον. Τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθω μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθωσαν δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. Βόσκουσι δὲ καὶ θηρία οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι· Πυγμαίων τε ἐν αὐταῖς ἔθνη. Γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων, εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλ’ ὅμοιά γε, ὥς φασι, βούλονται· χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾄδονται, τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. Αἰθιόπων δὲ καὶ Αἰγυπτίων ὅρια τὸ καλούμενον Συκάμινον οὗ παραγεγονότα τὸν Ἀπολλώνιον χρυσῷ τε ἀσήμῳ φησὶν ἐντυχεῖν καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασι, κεῖσθαι δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ. Ἡ δὲ αἰτία αὕτη· ἀγορὰν Αἰθίοπες ἀπάγουσιν ὧν Αἰθιοπία δίδωσιν·
Codex CCXL
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1233οἱ δὲ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν εἰς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν, ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. Οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλ’ ὁμόφυλοι τὸ χρῶμα· μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. Ἐντεῦθέν φησι τὸν Ἀπολλώνιον χωρεῖν ἐπὶ Μέμνονος, ἡγεῖσθαι δὲ αὐτοῖς μειράκιον Αἰγύπτιον, Τιμασίων ὄνομα. Κακῶς δέ φησι πεπραχέναι Ἀπολλώνιον ἀφικόμενον ἐς τοὺς τῶν Αἰθιόπων γυμνούς, καὶ οὐχ ὅμοια ὧν ἐξενίσθη παρὰ τοῖς τῶν Ἰνδῶν Βραχμᾶσι. Τὸ δὲ αἴτιον, φησίν, ὅτι Εὐφράτης τις φιλοσοφεῖν ἐπιτηδεύων καὶ εἰς διαφορὰν ἐλθὼν Ἀπολλωνίῳ, τὰς ἀκοὰς τῶν Γυμνῶν ταῖς κατὰ Ἀπολλωνίου προκατασχὼν διαβολαῖς, κακῶς αὐτοὺς πρὸς αὐτὸν διακεῖσθαι παρεσκεύασε. Πολλῷ δὲ κρείττους ἐπὶ σοφίᾳ τε καὶ τοῖς ἄλλοις τοὺς παρὰ Ἰνδοῖς Βραχμᾶνας τῶν παρὰ Αἰθίοψι Γυμνῶν ἀποφαίνεται. Οἰκεῖν δὲ τοὺς Γυμνοὺς ὑπαιθρίους φησὶ καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, ἐπί τινος δὲ γηλόφου ξυμμέτρου, μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου. Ἐποιήσατο δὲ τὴν πρὸς αὐτοὺς ὁδὸν Ἀπολλώνιος ἀπὸ θαλάσσης καὶ διὰ τοῦ Νείλου.
Συνδιατρίψας δὲ ἐπ’ ὀλίγον χρόνον τοῖς Γυμνοῖς καὶ προσειπὼν ἅμα τοῖς σὺν αὑτῷ, ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια. Οἱ Κατάδουποι γεώδη ὄρη, παραπλήσια τῷ Λυδῷ Τμώλῳ· κατάρρους δὲ ἀπ’ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. Ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν, καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος, χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι· καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προσελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν. Προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρπὸν ἡγοῦνται. Ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ πορδάλεις καὶ τοιαῦτα θηρία ἕτερα· ἐπῄει δὲ οὐδὲν αὐτοῖς, ἀλλ’ ἀπεπήδα σφῶν ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους. Ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρουθοὶ καὶ ὄνοι, πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· σύγκειται δὲ τὰ θηρία ταῦτα, τὸ μὲν ἐλάφου τε καὶ τράγου, τὸ δὲ ἀφ’ οὗπερ τὴν ἐπωνυμίαν ᾕρηκε. Καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν·
PG 103:1235οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύοντες οἶμαι τῷ καὶ αὖθις θηράσειν. Ἐνταῦθα νομάδες οἰκοῦσιν Αἰθίοπες ἐφ’ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας θηρῶντες· κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, ὅθεν ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων βρώσεως. Νασαμῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκιάποδες, ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν ἀπενεχθέντες ἄκοντες. Διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκούσης, ἠχὼ προσέβαλλεν οἷον βροντῆς οὔπω σκληρᾶς ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. Καὶ ὁ Τιμασίων· «Ἐγγύς, ἔφη, ὁ καταρράκτης ὁ πρῶτος μὲν ἀνιόντων, ὕστατος δὲ κατιόντων. Τέσσαρες δ’ ἄρα οἱ καταρράκται». Στάδια δὲ ἴσως προελθόντες δέκα ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους, μείω οὐδὲν ἢ ἐν πρώταις συμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος.
Χωροῦντες δὲ πρόσω θηρία μὲν οὐκέτι ὁρᾶν (ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς ὕδασι μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις), ἑτέρου δὲ καταρράκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια, χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ ἀκοῦσαι· διπλάσιον μὲν γὰρ εἶναι αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. Ἑαυτὸν μὲν οὖν καί τινας τῶν ἑτέρων οὕτω τι ἐγκτυπηθῆναι τὰ ὦτά φησιν ὁ Δάμις, ὡς αὐτός γε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ πρόσω χωρεῖν. Τὸν δὲ ἐρρωμένως ξύν τε τῷ Τιμασίωνι καὶ ἑτέρῳ τινὶ τοὔνομα Νείλῳ τοῦ τρίτου καταρράκτου ἔχεσθαι περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα. Ἐπικρεμᾶσθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν, ὀφρὺν εἶναι λιθοτομίας ἀρρήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν ὑπερπίπτειν εἰς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαίνουσάς τε καὶ λευκάς, τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλασίας ἢ αἱ πρότεραι οὔσας, καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος.
PG 103:1237Τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι· πολλὰ γὰρ καὶ περὶ δαιμόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου. Ὅτι Δομετιανόν φησι τὸν βασιλέα νομοθετῆσαι εὐνούχους τε μὴ ποιεῖν καὶ ἀμπέλους μὴ φυτεύειν, ἀλλὰ καὶ τὰς οὔσας ἐκτέμνειν. Εἰπεῖν δὲ πρὸς ταῦτα τὸν Ἀπολλώνιον ὡς· «Ἐγὼ μὲν ἴσως οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων».
Ὅτι ἐν τῷ ζ καὶ η λόγῳ ὁ Φιλόστρατος τὴν πρὸς τοὺς τυράννους καὶ μάλιστα πρὸς Δομετιανόν, τοῦ Ἀπολλωνίου παρρησίαν ἐξυμνήσας, καὶ εἰπὼν ὅπως τε ἐγράφη καὶ ὅπως αὐτόκλητος ἐπὶ τὴν δίκην ἧκεν, ὅπως τε γέγονεν ἀδέσμῳ φρουρᾷ, καὶ ὅπως ὕστερον ἐδέθη καὶ ἐλύθη καὶ ἀπελογήσατο καὶ τοῦ δικαστηρίου ἀπέστη, ταῦτα εἰπών, καὶ μαγικῆς οὐδ’ ὁπωστιοῦν μετασχεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος μυσάττεσθαι ταύτην ἀπισχυρισάμενος, καίτοι πολλὰ τερατώδη γράφων περὶ αὐτοῦ, τὸν θάνατον ἄδηλον καὶ πολύφημον ἀναγράφει γενέσθαι, αὐτοῦ ἐκείνου τούτου καὶ ζῶντος ἐν μελέτῃ ποιουμένου. Φησὶ γὰρ αὐτὸν λέγειν ἀεί· «Λάθε βιώσας· εἰ δὲ μή, λάθε ἀποθανών». Ἀρεταῖς λέγει συνεζηκέναι τὸν ἄνδρα, καὶ τὴν Πυθαγόρου διὰ βίου σοφίαν ἐζηλωκέναι. Οὗτος δ’ ὁ Φιλόστρατος ἀπαγγελίᾳ μὲν κέχρηται γλυκείᾳ καὶ ποικιλωτάτῃ καὶ λέξεσιν ἐμπρεπούσαις φράσει τοιαύτῃ, συντάξεσι μέντοι γε τοιαύταις οἵαις οὐκ ἄν τις ἄλλος ἐς τὸ συγγράφειν τεταγμένος· δοκοῦσι γάρ πως ἀσυνταξίαις μᾶλλον ἐοικέναι ἢ συντάξεως ὁτιοῦν μετέχειν.
Οὗτος δ’ ἴσμεν ὁ ἀνὴρ ὡς πολυμαθέστατος ὢν οὐκ ἂν διαμαρτίᾳ τοῦ ὀρθοῦ εἰς ταύτην ἐξηνέχθη τὴν ἰδιότροπον τῶν συντάξεων καινοτομίαν, ἀλλ’ ἅ τισι τῶν ἀρχαιοτέρων σπανιάκις ἴσως εἴρηται, τούτοις οὗτος εἰς κόρον ἀπεχρήσατο, πεπαρρησιασμένην αὐτῶν τὴν χρῆσιν ἐπιδεικνύμενος, καὶ οὐδ’ εἰς μάτην, ἀλλὰ τοῦ ἡδέος χάριν· ἔχουσι γὰρ καὶ τὰ τοιαῦτα τῶν λόγων τὸ ἐπαγωγὸν καὶ ἐπαφρόδιτον. Ἐκ τοῦ αὐτοῦ βίου ὅσα παρεῖται κάλλει ῥημάτων καὶ συνθήκης διαλάμποντα. Καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις, καὶ πολλὰ δαιμόνια εἰπόντες, οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Καὶ τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπιάσι μέν, ὁπότε ἥκιστα ὕοι, παρελθόντα ὑπὸ κωδίῳ εἰς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου; Ὑφ’ ᾧ ἔψαυσε τοῦ θεεῖς τε καὶ δαιμόνιος εἶναι. Τῇ μάγῳ τέχνῃ. Μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου· καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπάζετο. Παρ’ ὧν ὑπάρχει μαθεῖν ὡς ὑποθειάζων τὴν φιλοσοφίαν ἐγένετο. Κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν στήσαντες περὶ τὴν Ἀπολλωνίου μητέρα καθεύδουσαν, καὶ τὰς πτέρυγας (ὥσπερ εἰώθασιν) ἄραντες, ἀθρόον ἤχησαν·
PG 103:1239καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι. Ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν. Ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. Ὀφθαλμοὶ δὲ πάντες ἐς αὐτὸν ἐφέροντο. Σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες· καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον πάντες ἢ σοφίᾳ Ἀθηναῖοι. Ἐν ᾧ κῆποι ἁπαλοὶ ἦσαν. Ὅ τε Κιλίκιος λόγος «ποῖ τρέχεις; ἢ ἐπὶ τὸν ἔφηβον;» ἐπὶ Ἀπολλωνίῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχε. Τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφόν. Φιλοσοφίας γὰρ πάσης ἠχὼ ἐν αὐτῷ ἦν. Ὅτι ἐρομένου τὸν Ἀπολλώνιον τοῦ Εὐξένου τί δῆτα οὐ ξυγγράφοι, καίτοι ἀπαγγελίᾳ χρώμενος δοκίμῳ τε καὶ διεγηγερμένῃ· «Ὅτι οὔπω, ἔφη, ἐσιώπησα». Καὶ λιμὸς ἦν, ὄροβοι δὲ ὤνιοι, καὶ τὰ εἰς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς. Κελαρύζει τῶν πηγῶν οὐδεμία. Κυπαρίττου τι ἔρνος ἡ γῆ ἔδωκεν. Ὅτι ὁ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν· ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο. Καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι· κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι·
καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. Καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον. Ἔστιν Ἰὼ ἡ Ἰνάχου, καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷα μέλλοντα. Ὁ μὲν δὴ Δάμις ὥσπερ δαίμονα τὸν Ἀπολλώνιον ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅτι μάθοι μνημονεύων. Φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ συμμέτρως πράττουσα· τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν. Οἰκοῦσι γὰρ Ἐρετριεῖς ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες δρομικῷ ἀνδρί. Οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτόν, ἐληί̈ζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες, καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. Φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα, οὐρανῷ τινι εἰκασμένον. Σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ· κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν. Ὁ δὲ βραχὺ ἐπισχών· «Αὔριον, ἔφη, ὦ Δάμι, μάθοις ἂν ὅτι καὶ εὐνοῦχοι ἐρῶσι, καὶ τὸ ἐπιθυμητικόν, ὅπερ εἰσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλ’ ἐμμένει θερμόν τε καὶ ζώπυρον. Εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννος καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης.
PG 103:1241Ἔζων γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς. Νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα». Ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις. Ἐντυγχάνουσιν ἐπ’ ἐλεφάντων ὀχουμένοις ἀνθρώποις· εἰσὶ δ’ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος, ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης. Ἐδέξαντο τὸν λόγον τοῦτον, καὶ ἠσπάσαντο εὐωχεῖσθαι. Καὶ τὴν Νύσσαν τῷ Διονύσῳ φησὶν ἐκφυτεῦσαι, ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου. Ὁ δὲ Ἀλέξανδρος φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων. Ὅτι οἱ ἐλέφαντες ὑπὲρ τὰ τπ ἔτη βιοῦσιν, ὡς δείκνυσιν ἡ πείρα. Εἰ γὰρ φωράσειαν οἱ λέοντες τὰς λέαινας ἐκ τῶν πορδάλεων τεκεῖν, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπορὰν ὡς νόθον. Ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον διὰ τὸν θάνατον τοῦ σκύμνου, καίτοι βορωτάτη θηρίων οὖσα. Οἱ δὲ ἐλάττους τῶν ἐλεφάντων προπορευόμενοι οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες. Ὅτι ὁ Ἀπολλώνιος ἀπαράδεκτον ἡγεῖται τὸν λόγον, ὃς λέγει τὰς ἐχίδνας τίκτεσθαι φθείρουσας τὴν μητρῷαν νηδύν. Μηδὲ γὰρ δυνατὸν ὅλως τοῦτο ἐπί τινος ὁρᾶσθαι·
Codex CCXLI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἥ τε φύσις ἀπαιτεῖ καὶ ἡ πεῖρα συνᾴδει. Ὅτι ὁ Ἰνδὸς τρέφει ὄφεις πηχῶν ἑβδομήκοντα. Καὶ τὸν κόσμον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα. Οὔτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ’ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν. Λέγειν ἤδη παρεκελευσάμην, ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσιν. Ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο. Ὅτι Ἀπολλώνιον ξυμφιλοσοφήσαντα τῷ Ἰάρχᾳ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας, ξυγγράψαι δὲ περὶ θυσιῶν. Πολυμαθέστατόν τε καὶ φιλομαθείας ἥττω. Ἰάρχας δὲ περὶ μαντικῆς πολλὰ μὲν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον·
PG 103:1243οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου προελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος, καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόςφορα ταῖς νόσοις φάρμακα, παισί τε αὑτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς, ξυμμετρίας τε ποτίμων φαρμάκων, ἀφ’ ὧν ὕδεροι ἀποχετεύονται αἷμά τε ἴσχεται καὶ τὰ ἄλλα ἰάσεως τυγχάνει. Ὅτι τοὺς ἐν Ἰνδοῖς γρῦπας μέγεθος μὲν καὶ ἀλκὴν εἰκάσθαι φησὶ τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. Πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχυπόροι ὄρνιθες· μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι. Τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις. Ἀλλὰ ἀπαγγέλλεται ἥδιστος καὶ τῶν ἐν θαλαττουργίᾳ θαυμασιώτερος. Οὐχ ὥσπερ οἱ Σωκρατικοὶ τῶν μὲν ἄλλων ἀπάγων καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων, ἀλλὰ καὶ ἑξῆς.
Καὶ εἰ καλλίστη πόλεων ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλὰ ἀνδράσιν αὐτὴν ἐστεφανῶσθαι ἥδιον. Ὅτι Ἀπολλώνιος τὴν ὀρθῶς οἰκησομένην πόλιν ἔλεγεν ὁμονοίας δεῖσθαι στασιαζούσης. Τοῦτο δὲ τοιοῦτόν ἐστι. Στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀνδρῶν, ἐφ’ οἷς λόγοι καὶ ἔργα. Φιλοτιμία δὲ ἡ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ, καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δὲ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ἔρις οἶμαι αὕτη ἀγαθὴ καὶ στάσις ὑπὲρ τοῦ κοινοῦ. Εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονηρὸν πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν. Εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὁρμοὶ τῇ νηὶ̈ ταύτῃ, μετὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτῆς εὐβουλία δόξει. Καὶ γὰρ ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ ἔλεγεν. Ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσασθαι. Εὐξυμβόλων ὀνειράτων τεύξονται. Καὶ γὰρ μετόπωρον ἐτύγχανε, καὶ ἡ θάλαττα ἧττον βεβαία.
Ἐπεὶ δὲ Ὀρφεὺς ἔχρα μόνος, ἄρτι ἐκ Θρᾴκης ἥκουσα ἡ κεφαλή, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ Ἀπόλλων, καί· «Πέπαυσο, ἔφη, τῶν ἐμῶν· καὶ γὰρ δὴ ᾄδοντά σε ἱκανῶς ἤνεγκα». Ξυνῆκεν ὁ Ἀπολλώνιος ὅτι λόγον ἕτερον ὁ Δάμις σπουδάσαι βούλεται. Δεῖξον ἡμῖν, Ἀχιλλεῦ, τὸ σεαυτοῦ εἶδος· καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο. Μουσῶν δὲ θρήνων καὶ Νηρηί̈δων, οὓς ἐπ’ ἐμοὶ γενέσθαι φασί, Μοῦσαι μὲν οὐδ’ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηί̈δες δὲ ἔτι φοιτῶσιν. Ἔτι δὲ ἔφη ὁ Ἀχιλλεὺς ὡς οὐδὲ οἱ βάρβαροι πολὺ ἡμῶν ἐλείποντο· οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤνθησε. Καὶ γὰρ δὴ καὶ ἀλεκτρύονες ἤδη ᾠδῆς ἥπτοντο. Τὸ δὲ μειράκιον ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε, καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν, αἰδῶ τε ἠσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων, ἀσελγής τε οὐκέτι ἐφαίνετο. Μεταβαλὼν δὲ τῶν χλανιδίων καὶ τῆς ἄλλης Συβαρίδος, εἰς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος, καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο. Εἰ μὲν γὰρ λακωνικὴ ἡ ὄρχησις, συνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, οὐκέτι. Γυναικομίμῳ (κατ’ Εὐριπίδην φάναι) μορφώματι.
PG 103:1245Λόγων τε κρατῆρες ἵσταντο, καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. Πηνίκα οἱ γάμοι; θερμοί, ἔφη, καὶ ἴσως αὔριον. Σοφίαν δὲ αὐτοῦ κατεψεύδετο· καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. Ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι. Δείσας περὶ τοῖς νέοις. Περὶ μὲν γὰρ θηρίων οὐκ ἂν εἴποις ὅτι τὰς μητέρας αὑτῶν ἐδαίσαντο· Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης ἐπ’ Ὀρέστῃ καὶ Ἀλκμαίωνι. Ἀλλ’ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν, ὁ μὲν ἀποθανών, ὁ δὲ ὅρμου πραθείς. Οὗτος δὲ καὶ εἰσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν. Ἐπὶ κῶμον ἔρχεται, μεθύων ἄνθρωπος, οὐκ ἀγλύκως τῆς φωνῆς ἔχων. Περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει. Οἱ δὲ δὴ Αἰσώπου τί; Βάτραχοι, ἔφη, καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις. Ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι, καὶ ὑπ’ αὐτῶν ἐκνηπιωθέντες, δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τάδ’ ὡς εὐήθη. Καὶ τὰ ὦτα ἐπ’ Ἀπολλώνιον Αἰγυπτίοις ὀρθὰ ἦν. Ὅτι Κλαύδιος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε, καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκε.
Κίβδηλος γὰρ ὁ χρυσὸς καὶ μέλας ἦν ἐκ δακρύων ἥκων. Ἤικαλλε. Καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον ὑφειμένῳ τῷ τόνῳ. Οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐδεὶς ἐκώμασεν· ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας. Ἐδόκει καὶ γυμναστικῆς ἐπαφροδίτως ἅψασθαι. Ἀποχρῇ τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι ὁπόση ἔμπνους, ἱμέρου τε ὃς φοιτᾷ δι’ ὀμμάτων, φθόνου τε ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει. Θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. Ἡ μὲν κακία χρυσῷ τε κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων· καὶ χρυσοῦν πέδιλον· γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα. Ἡ δ’ ἀρετὴ πεπονηκυίᾳ μὲν προςφερής, τραχὺ δὲ ὁρῶσα, τὸν αὐχμὸν πεποιημένη κόσμημα. Οὐδὲ ἔριον ὃ ἀπὸ ἐμψύχων ἐπέχθη. Καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐπεσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως.
PG 103:1247Ὁ Ἀπολλώνιός φησι, ταῦτά με πρὸ ὑμῶν ἐπ’ Ἰνδοὺς ἔτρεψεν, ἐνθυμηθέντα ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι, καθαρωτέραις ὁμιλοῦντες ἀκτίσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεως καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζωογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες. Ἀλλὰ τὴν ψάμμον εἰδέναι φησὶν ὁ Ἀπόλλων, ὁπόσα ἀριθμῆσαι αὐτήν, καὶ τὰ τῆς θαλάσσης μέτρα ξυνειληφέναι πάντα. Φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν, ἐφ’ οἷς ἐρρωμένως τε καὶ σὺν εὐρροίᾳ διαλεγομένου Ἀπολλωνίου ἤκουσαν. Διαπραύ̈νων δὲ αὐτὸν ὁ Θεσπεσίων. Λέγεται γὰρ καὶ τῶν Φραάτου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν. Τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Ἰνδοὶ πρὸς ἱεροῖς γίνονται. Ἔοικας εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν. Εἰ γὰρ τὰ παλαιὰ νόμιμα, καὶ πολιώτερα ἢ γινώσκειν αὐτά, πικρῶς ἐξετάζοιμεν, πολλοὶ καὶ ἄτοποι λόγοι ἀναφύονται. Ἰσηλίκων. Ἐπεὶ δὲ Τῖτος ᾑρήκει τὰ Ἱεροσόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα, τὰ ὅμορα ἔθνη ἐστεφάνουν αὐτόν. Ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου· μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας.
Τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται, κέντρα ἐπ’ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. Εἰς διδασκάλων ἐβάδιζεν, ὑφ’ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσε. Δεινὸν γάρ, ἔφη, χρηματιστὴν ὁρῶ. Κακοδαίμονα μὲν οὖν, εἶπεν, ᾧ γε ἔστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον. Πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτόν, εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. Ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλ’ οὐδ’ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δ’ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖς χερσὶν οὔσας ἐφ’ ἑαυτῷ εἶναι ἄν, τὸν δ’ ἀντ’ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κεῖσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις ἃ τοὺς καρποὺς φθείρει. Φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δὲ εἰς λόγους ἀπενεχθῆναι συμβούλους τῶν ἁμαρτημάτων. Ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ἐν ᾠδαῖς ἦσαν ὑποψαλλούσης αὐτοῖς τῆς ὥρας. Ἡττηθεὶς δὲ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων· «Ἀλλὰ σύ γε, ἔφη, φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα·
ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ συμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐπ’ ὀρθὰ ξίφη, μηδ’ ἀναρρίπτειν πρὸς τυραννίδα, ἧς οὔπω χαλεπωτέρα«. Ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπί σοι, οὐκ οἶδα· διάκειται δὲ ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ’ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ὑπάτων ἀνδρῶν ποιεῖταί σε. Βούλεται μὲν γὰρ ἃ μὴ δεῖ, πράττει δὲ αὐτὰ καταρρυθμίζων εἰς τὴν τοῦ δικαίου δόξαν. Ἔλεγε δ’ αὐτὰ μασώμενός τε καὶ ξυγγελῶν. Ὁ δὲ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ὅ φασι τὸν Νεῖλον σχίζεσθαι. Ἀλλ’ ὅμως, οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι, κινδυνεύομεν περὶ αὐτῷ νῦν. Οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται. Ἴστροι τε γὰρ αὐτοὺς καὶ Τανάϊδες ὁρίζουσιν, οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι. Ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον πάντες· αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο, καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις. Ὑπὲρ μὲν τῆς κουρᾶς· »Ἐλελήθειν, ὦ βασιλεῦ, ἔφη, περὶ ταῖς θριξὶ κινδυνεύων». Δεδεμένου τοῦ Ἀπολλωνίου ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προςελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν.
PG 103:1249Ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα. Ἐγένετο Πύθων ὁ Βυζάντιος ἀγαθὸς ῥήτωρ τοῦ κακὰ πείθειν. Ἢ τὴν κόμην ἕτερόν τι παρ’ ὅ ἐστιν· ἔστι δέ, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα. Ἐγὼ δὲ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κακείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας. Διεβεβλήμην δὲ πρὸς χρήματα μειράκιον ἔτι ὤν. Τὰ γοῦν πατρῷα (λαμπρὰ δ’ ἦν οὐσία ταῦτα) μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀνῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι. Σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος· οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτὸν οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δὲ ὀμφαὶ εὐχαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Νερούαν δὲ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς εἰς εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστῶν ὁ Ἀπολλώνιός φησι. Τῷ γὰρ Εὐφράτῃ ἐκ τοῦ κολακεύειν τοὺς δυνατοὺς τί λέγω χρήματα; Πηγαὶ μὲν οὖν εἰσι πλούτου κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται, κάπηλος, ὑποκάπηλος, τελώνης, ὀβολοστάτης, πάντα γινόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα. Ἐντετύπωται δ’ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις, καὶ προςέστηκεν αὐταῖς πλέον ἢ οἱ θυρωροί.
Ἐπιτειχίζει δὲ τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι, καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Νεότης ἐγένετο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. Καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος. Ἀνεγνώσθη ἐκ τοῦ Ἰσιδώρου βίου τοῦ φιλοσόφου. Αἰγύπτιοι τοίνυν ὅτι μὲν παλαίτατοι ἀνθρώπων εἰσίν, ὧν ἀκοῇ γινώσκομεν, ὀλίγου τι πάντων, οὐδεὶς οὕτως ἐστὶν ὀψιμαθὴς ὃς οὐχὶ πολλῶν ἀκήκοε λεγόντων τε καὶ γραφόντων. Εἴσω δὲ ἡ τοιαύτη σοφία κρυπτομένη ἐν τῷ ἀδύτῳ τῆς μυθολόγου ταύτης ἀληθείας, οὕτως ἠρέμα παραγυμνοῦται κατὰ βραχὺ τῷ δυναμένῳ πρὸς θεὸν ἀνακλῖναι τὴν ἱερὰν αὐγὴν τῆς ψυχῆς. Ὅτι οἱ Αἰγύπτιοι ἔσεβον θεῶν μάλιστά φησιν Ὄσιρίν τε καὶ Ἶσιν, τὸν μὲν ἅπαντα δημιουργεῖν νομίζοντες, εἴδεσί τε καὶ ἀριθμοῖς τὴν ὕλην διακοσμοῦντα, τὴν δὲ κατάρδουσάν τε καὶ πιαίνουσαν τὴν τούτου δημιουργίαν ἀενάου ζωῆς ὀχετοῖς ἀμετρήτοις. Ἐκ τρίτων ἀντὶ τοῦ τρίτον.
PG 103:1251Καὶ τοῦτ’ ἂν εἴη θεοκρασία, μᾶλλον δὲ ἕνωσις παντελής, ἐπάνοδος τῶν ἡμετέρων ψυχῶν πρὸς τὸ θεῖον ἐπιστρεφομένων καὶ συναθροιζομένων ἀπὸ τοῦ πολλοῦ μερισμοῦ καὶ τί γὰρ οὐ λέγω σπαραγμοῦ διαρρήδην, ὃν ἐνταῦθα ῥυεῖσαι καὶ σῶμα γήϊνον λαβοῦσαι διεσπάσθησαν αὐταὶ ἀφ’ ἑαυτῶν, καὶ πολλαχῇ διῳκίσθησαν ὑπὸ τῶν Τυφωνείων τῷ ὄντι καὶ ἄλλως γηγενῶν παθημάτων, ὄντων γε οὐ κατὰ τὸν Τυφῶνα μόνον, ἀλλ’ ἔτι οἶμαι καὶ τούτου πολυπλοκωτέρων. Ἀλλ’ οὗ δὴ ἕνεκα τὸν λόγον ἅπαντα τοῦτον ἠγείραμεν, καιρὸς ἂν εἴη προσαποδοῦναι, καὶ ἅμα ἀνακαλέσασθαι τὴν διήγησιν ἔξω φερομένην τῆς ὑποθέσεως. Καὶ ἔχεται αὕτη καταπτᾶσα τῆς οὐρανίας ἁψῖδος τοῦ χθονίου βίου. Ἀλλὰ τάχα ἄν τις ὑπολάβοι τὸ λεγόμενον ᾄδειν μακαρίας. Ἕτοιμον γὰρ εἰς ἐρώτησιν· πόθεν, ὦ ἑταῖρε, δῆλον, εἴποι τις ἄν, ὅτι ὁ σὸς φιλόσοφος ἀπὸ τοῦδε τοῦ ἔθνους ὥρμητο τῶν ψυχῶν; Ἐγὼ δὲ πρὸς ταῦτα ἀποκρινοῦμαι οὔτι γε μαχητικῶς ὥσπερ ἐν δικαστηρίῳ, ἀλλὰ πρᾳότερον, οὐδέ γε διὰ σπουδῆς οἵας ἐν διαλέκτῳ πρὸς τὸ ἀκριβέστατον ἁμιλλωμένης, ἀλλ’ οἷα μέτρα βιογραφίας, αὐτὰ μόνα, ἅπερ ἀληθῆ εἶναι πιστεύω καὶ τοῦ ἐμοῦ καθηγεμόνος ἀκήκοα, προφερόμενος.
Ἦν δ’ ὁ Σεβῆρος Ῥωμαῖος καὶ Ῥωμαίων πατὴρ κατὰ τὴν τοῦ νόμου ἀξίωσιν· ὃς ἔλεγε καὶ λίθον ἰδεῖν ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δὲ ἄλλα, πρὸς ἥλιον αὐξομένης καὶ μειουμένης, ἐνόντα τῷ λίθῳ καὶ αὐτὸν τὸν ἥλιον. Ὁ γοῦν Ἰσίδωρος ἐῴκει μὲν τὸ ζητούμενον εἰδότι, λέγειν δ’ οὐκ ἠβούλετο. Καὶ τοῦτο δὲ μαθεῖν ἐξ ὀνείρου θαυμασίου τινὸς ἐναργέστατα διετείνετο. Καὶ γὰρ ἦν ὁ μέγας Ἰσίδωρος εἰς τοσοῦτον εὖ ἥκων φύσεώς τε καὶ τύχης ὀνειρωττούσης, ὥστε ἔμοιγε θαυμάζειν ἔπεισι πολλάκις, ἀποπειρωμένῳ τῶν ἔργων ἀποβαινόντων, τῆς τοιαύτης αὐτοῦ προρρήσεως. Εἰσὶ μὲν δὴ καὶ Ἀλεξανδρεῖς ὀλίγου πάντες εὐφυεῖς τε καὶ εὐτυχεῖς ὀνειροπολεῖσθαι· καὶ τοὺς ὀνείρους ἐκεῖνοι διὰ τοῦτο καὶ νῦν χρησμοὺς ὀνομάζουσιν. Ἐγρηγορότι μὲν τῷ Ἰσιδώρῳ οὐ παρῆν ἡ ἄρρητος αὐτοψία· οὐ γὰρ οὕτω λαμπρὰν οὐδὲ βαθεῖαν παρείχετο τὴν μαρμαρυγήν, ὥστε καὶ ὑπὸ τῶν αἰσθητῶν ἐπὶ θάτερα ἀνταυγούντων ἐπηλυγαζομένην εἴσω ὅμως ἀνάπτεσθαι καὶ διαλάμπειν.
PG 103:1253Ἀλλ’ ὅτε ἔξω τούτων καθίστατο ἡ ψυχή, μηκέτι τῆς αἰσθήσεως ἐνεργούσης, ἤδη δὲ παρειμένης ὑπὸ τοῦ ὕπνου, τότε μονουμένη καθ’ ἑαυτὴν ἡ ἀεὶ ἔνδον ἑστῶσα τοῦ θείου ἀστραπή, καὶ ἀπαλλαττομένη τῶν ἐμποδίων, ἐπὶ μᾶλλον ἀνεζωπυρεῖτο καὶ ἐξεχεῖτο πρὸς τὸ ἐκτὸς ἐπὶ πλεῖστον, ἕως ἂν καὶ αὐτὴν καταστράψειεν ἐπ’ ἐσχάτῳ τὴν φαντασίαν. Ὅτι διττὸν ἔλεγεν ἐκ τούτου τὸν τρόπον τῶν θείων αὐτοψιῶν, τὸν μὲν αἰσθητικὸν τῶν ἐγρηγορότων, φαντασιώδη δὲ τῶν καθευδόντων, ἀληθῆ δὲ ἑκάτερον. Ἀπαλλαγὴν ᾔτει τοῦ κατακλύζοντος ὀχετοῦ τῆς γενέσεως. Ἦν δὲ ἰδεῖν ὁ Ἰσίδωρος ἔμφρων καὶ πρεσβυτικός, ἔτι δ’ ἐμβριθὴς καὶ βεβαιότροπος. Τὸ μὲν πρόσωπον ὀλίγου τετράγωνον ἦν, Ἑρμοῦ λογίου τύπος ἱερός· οἱ δὲ ὀφθαλμοί, πῶς μὲν ἂν φράσαιμι τὴν ἐν αὐτοῖς ἱδρυμένην χαρίεσσαν ἀληθῶς Ἀφροδίτην, πῶς δ’ ἀπαγγείλαιμι τὴν ἐνοῦσαν αὐταῖς Ἀθηνᾶν σοφωτάτην;
Οὐκ ἂν δὲ φθάνοιμι λέγων αὐτοὺς ἀπὸ τῶν ἐναντίων εἰς τὸ αὐτὸ συνηρμοσμένους ἓν εἶδος ἀμήχανον, ἑστῶτας ἅμα βεβαίους καὶ ἐπίτροχα κινουμένους πῶς φάναι τὸ πᾶν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ δινουμένους, ἅμα μὲν τὸ σεμνὸν ἅμα δὲ τὸ χαρίεν ἐπιφαίνοντας, βαθυτέρους τοὺς αὐτοὺς καὶ ἁπλουστέρους εἶναι βουλομένους. Ἁπλῶς δ’ εἰπεῖν, ἀγάλματα ἦσαν ὀφθαλμοὶ ἐκεῖνοι τῆς ψυχῆς ἀκριβῆ, οὐ μόνης γε, ἀλλὰ καὶ τῆς ἐνοικούσης αὐτῇ θείας ἀπορροῆς. Αἱ δέ γε αἰσθήσεις μετρίως αὐτῷ διέκειντο, πρὸς μόνην ὑπηρετοῦσαι τὴν χρείαν. Καὶ οὐχὶ αἱ αἰσθήσεις μόναι, ἀλλὰ καὶ τὸ κήρινον ἐκμαγεῖον, ἡ φαντασία, οὔτε πρὸς μνήμην τι τῶν πολλῶν διαφέρουσα, καὶ τῆς λήθης οὐ τὸ παράπαν ἀπηλλαγμένη. Καὶ γὰρ ἠβουλήθη αὐτὸν ὁ θεός, ὡς ἔοικε, ψυχὴν μᾶλλον ὄντα ἐπιδεῖξαι ἢ τὸ συναμφότερον μετὰ τοῦ σώματος, καὶ τὴν φιλοσοφίαν οὐ τῷ συναμφοτέρῳ ἐναποθεῖναι, ἀλλ’ αὐτῇ μόνῃ τῇ ψυχῇ ἐνιδρύσαι.
Ὡς ἔγωγε ἐνίοις ἤδη περιτετύχηκα τὰ μὲν ἔξω φιλοσοφοῦσι λαμπρῶς ἔν τε μνήμῃ βαθείᾳ πολλῶν δοξασμάτων καὶ ἐν ἀγχιστρόφῳ δεινότητι συλλογισμῶν ἀπεράντων καὶ ἐν δυνάμει συχνῇ δαιμονίας αἰσθήσεως, εἴσω δὲ τὰ τῆς ψυχῆς ἀποροῦσι καὶ πενομένοις ἀληθοῦς ἐπιστήμης. Εἰ δέ που θυμούμενος ἑωρᾶτο καὶ ἀγανακτῶν, ἀλλὰ τοῦ λογισμοῦ ἡγουμένου καὶ ὁ θυμὸς δὴ κατόπιν εἵπετο. Οὐδὲ γὰρ οἷός τε ἦν γίνεσθαι πρᾷος οὐδὲ ἄθυμος ἐν τῷ ἐλέγχῳ τῶν ἀνθρωπίνων πονηρευμάτων. Ὢν γὰρ ἑτοιμότατος εἰς εὐεργεσίαν, ἔτι καὶ τούτου προχειρότερος ἦν εἰς ἐπιτίμησιν τῆς πονηρίας. Διὸ καὶ θαμὰ δὴ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι, οὐδὲ μελετῶν ἀντὶ τῆς ἀληθινῆς φιλίας τὴν πολυάρατον κολακείαν. Οὔτε φιλαιτίως οὔτε ἐθελέχθρως πρὸς οὐδένα διέκειτο. Τοιαῦτα ὁ ἡμέτερος ἐπεπόνθει φιλόσοφος ὑπ’ ἔρωτος μὲν τῆς περὶ τὰ ἀνθρώπινα πράγματα διορθώσεως, ἔχθρας δὲ καὶ μίσους ἀδιαλλάκτου τῶν κακοήθων ἐπιτηδευμάτων. Ἀγχίνους δὲ ὢν καὶ ἐπιστρεφὴς ὅμως τι καὶ εὐπαράγωγον ἐπεδείκνυτο.
PG 103:1255Τῶν μὲν γὰρ ἐπιεικῶν εἶναι προσποιουμένων ῥᾳδίως ἄν τις αὐτὸν παρήγαγεν, ἅτε οὐκ ἐπιφέροντα ἐπὶ τοῦτον ἀκριβῆ ἐξέτασιν διὰ τὸ τῆς ἐπιεικείας ἀνύποπτον· ὁ δὲ τῆς προλαμβανούσης ὑποψίας ἄξιος οὐκ ἂν αὐτὸν ἔλαθεν ἐνεδρεύων οὐδὲ πλέκων δόλους. Τριῶν δὲ ὄντων μερῶν ἢ εἰδῶν τῆς ψυχῆς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, τριττὴν ἔφασκε γίνεσθαι πολιτείαν, ἔχουσαν μὲν ἑκάστην τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένην· καὶ τὴν μὲν προϊέναι μάλιστα κατὰ λόγον, ἣν ἄν τις οἶμαι τὸν ἐπὶ Κρόνου βίον ἐπονομάσειεν ἢ τὴν χρυσῆν γενεὰν ἢ τὸ θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι μύθου σεμνύνουσιν ἐν τῷ τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί. Ὁ δὲ πρὸς τῇ ἀφελείᾳ οὕτω καὶ τὴν ἀψευδείαν ἠγάπα, ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος ἐδοξάζετο, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. Πολλοῦ γε καὶ ἐδέησε τοῦτο παθεῖν. Οὐκ ἦν φιλοχρήματος ἀλλ’ οἰκονομικὸς κατὰ φύσιν· ἦν γὰρ καὶ τὰ ἄλλα πάντα σοφὸς οἴκου διαθέτης, καὶ πολύ τι τῆς ἡμέρας εἰς ταῦτα ἀνήλισκε μέρος, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων.
Καὶ ὁ μὲν διαναστάς, ἐπειδὴ ἕως ἐγεγόνει, ἔτι τὴν ψυχὴν ὑπὸ τῆς ὀμφῆς κατεχόμενος διηγεῖτο τὸν ὄνειρον. Ἐγὼ δὲ οὐκ ὄναρ ἀντὶ ὀνείρατος, ἀντὶ δὲ ἀληθείας ἀλήθειαν, ἐγρηγορυῖαν ἀντὶ ὑπνωττούσης ἐπεδίδουν, ἅπερ ἀκήκοα διεξιών. Ὑποπεσὼν δὲ συμφορᾷ δημευούσῃ τὰ ὄντα ὁ πρὶν τὴν παραθήκην ἀποστερήσας, κἀκείνην καὶ τῶν αὑτοῦ ὅσα ἠδύνατο προλαβὼν παρέθετο τῷ πιστοτάτῳ τῶν πολιτῶν. Ὡς δὲ παρεδέξατο ὁ Ἐπιδαύριος μετὰ τῶν ἄλλων καὶ ἣν ἀπεστέρητο παραθήκην, καὶ ἐπέγνω ταύτην, ἦσαν μὲν οἳ συνεβούλευον κατέχειν τὰ οἰκεῖα καὶ μὴ ἀποδοῦναι τῷ κατ’ ἀρχὰς ἀπεστερηκότι, ὁ δὲ ἐν οἷς ἐπιστεύθη οὐκ ᾤετο δεῖν ἄπιστος γενέσθαι, οὐδὲ καταρρυπαίνειν τὴν πασῶν ἀρετῶν ὠφελιμωτάτην πιστότητα διὰ τῆς εὐλόγου φαινομένης ἀπιστίας, οὐ δοκεῖν δὲ δίκαιος ἀλλ’ εἶναι ἤθελε, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος. Ἐπιδείξει δὲ ὅσον οὐκ ἤδη τὸ τοιοῦτον ἡ τῶν καθ’ ἕκαστα τοῦ λόγου διέξοδος. Ἐφθέγγετο μὲν ἐλάχιστα, τὰ πολλὰ δὲ ἠκροᾶτο λόγων γεγηρακότων.
Ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται, ἀλλ’ ὅπου φυγάδες οἱ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἔνθα ἀρετὴ διαείδεται ἀνδρῶν κατὰ τὸν ποιητήν. Καὶ δὴ ἐδόκει τῷ ὄντι δίκαια μέμφεσθαι τῷ γε ἀκριβεῖ λογισμῷ. Τῷ δὲ συνήθει καὶ ἀνθρωπίνῳ πολλαχῇ τὸ μέτριον ἔδοξεν ἂν ὑπερβαίνειν. Καὶ ἐθαύμαζον ἐπὶ πολλοῖς οἱ ἐγκαλούμενοι, καὶ ὡς φιλαιτίου περὶ αὐτοῦ διέκειντο τὰς γνώμας. Ὁ δὲ παράδειγμα ἀληθινὸν ὁμονοίας ἀληθινῆς ἐν ἑαυτῷ περιφέρων πρὸς τοῦτο τοὺς ἄλλους ἔκρινε. Τρία πάντες ὁμολογοῦσι πρῶτα καὶ μέγιστα στοιχεῖα τῆς τῶν ὄντων φιλοθεάμονος ἱστορίας, ἔρωτα τῶν καλῶν καὶ ἀγαθῶν δεινότατον ἰχνευτήν, ὀξεῖαν καὶ ἀγχίνουν φύσεως δύναμιν, ἐπὶ πολλὰ δι’ ὀλίγου φέρεσθαι δυναμένην, ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων, ὅσα τε ἀληθῆ καὶ ὅσα ψευδῆ ἐστι πρὸς τὴν ἄγραν· ἐκ δὲ αὖ τρίτων φιλοπονίαν ἄτρυτον, οὐκ ἐῶσαν τὴν ψυχὴν ἠρεμεῖν ἕως ἂν ἐπὶ τέλος ἔλθῃ τοῦ κυνηγεσίου, ὅ ἐστι τῆς ἀληθείας ἡ εὕρεσις.
PG 103:1257Ὅτι ἀγχίνοιαν καὶ ὀξύτητα ὁ Ἰσίδωρος, φησίν, ἔλεγεν οὐ τὴν εὐκίνητον φαντασίαν, οὐδὲ τὴν δοξαστικὴν εὐφυί̈αν, οὐδὲ μόνην (ὡς ἄν τις οἰηθείη) διάνοιαν εὔτροχον καὶ γόνιμον ἀληθείας· οὐ γὰρ εἶναι ταύτας αἰτίας, ἀλλὰ τῇ αἰτίᾳ δουλεύειν εἰς νόησιν· τὴν δὲ εἶναι θείαν κατοκωχήν, ἠρέμα διανοίγουσαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα, καὶ τῷ νοερῷ φωτὶ καταλάμπουσαν, εἰς θέαν καὶ γνώρισιν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. Εὐμοιρίαν ταύτην ἐκεῖνος ὠνόμαζε καὶ ὡς οὐδὲν γένοιτ’ ἂν ὄφελος ἄνευ εὐμοιρίας, ὡς οὐδὲ ὀφθαλμῶν ὑγιαινόντων ὄφελος ἄνευ τοῦ οὐρανίου φωτός, διετείνετο. Τὸ ὑψηλόνουν καὶ τελεσιουργὸν εἶχεν οὐ περὶ τὰ κάτω στρεφόμενον, ἀλλ’ εὐθὺς ἀναθρῷσκον ἀπὸ μικρᾶς ἀφορμῆς ἐπὶ τὰ πρεσβύτατα τῶν θεαμάτων· αὐταῖς γε ταῖς Πλάτωνος ἀκηράτοις ἐννοίαις οὐ κατὰ τὰς συνήθεις τῶν πολλῶν φιλοσόφων ἐπιβολὰς ἐνεφύετο, μετὰ δέ γε Πλάτωνα καὶ ταῖς θαυμασταῖς Ἰαμβλίχου περινοίαις. Ὅτι οὐκ ὀλίγους τῶν φιλοσοφούντων ὁρῶμεν καὶ ἀκούομεν τοὺς μὲν ἄβατον εἶναι τὸν Ἰάμβλιχον οἰομένους, τοὺς δὲ αὐθάδει μεγαληγορίᾳ λόγων τὸ πλέον ἢ ἀληθείᾳ πραγμάτων ἐπαιρόμενον.
Ῥητορικῆς καὶ ποιητικῆς πολυμαθίας μικρὰ ἥψατο, εἰς δὲ τὴν θειοτέραν φιλοσοφίαν ἐξώρμησε τὴν Ἀριστοτέλους. Ὁρῶν δὲ ταύτην τῷ ἀναγκαίῳ μᾶλλον ἢ τῷ οἰκείῳ νῷ πιστεύουσαν, καὶ τεχνικὴν μὲν ἱκανῶς εἶναι σπουδάζουσαν, τὸ δὲ ἔνθεον ἢ νοερὸν οὐ πάνυ προβαλλομένην, ὀλίγον καὶ ταύτης ὁ Ἰσίδωρος ἐποιήσατο λόγον. Ὡς δὲ τῶν Πλάτωνος ἐγεύσατο νοημάτων, οὐκέτι παπταίνειν ἠξίου πόρσιον, ὡς ἔφη Πίνδαρος, ἀλλὰ τέλος ἔχειν ἤλπιζεν, εἰ τῆς Πλάτωνος διανοίας εἴσω τῶν ἀδύτων δυνηθείη διαβαλεῖν, καὶ πρὸς τοῦτο ὁ πᾶς αὐτῷ δρόμος ἐτέτατο τῆς σπουδῆς. Ὅτι τῶν μὲν παλαίτατα φιλοσοφησάντων Πυθαγόραν καὶ Πλάτωνα θειάζει, καὶ τῶν ἐπτερωμένων ἐκείνων ψυχῶν εἶναι, αἳ εἰς τὸν ὑπερουράνιον τόπον, εἰς τὸ πεδίον τῆς ἀληθείας, εἰς τὸν λειμῶνα τῶν θείων νέμονται εἰδῶν, τῶν νεωστὶ δὲ Πορφύριον καὶ Ἰάμβλιχον καὶ Συριανὸν καὶ Πρόκλον· καὶ ἄλλους δὲ ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συλλέξαι λέγει ἐπιστήμης θεοπρεποῦς. Τοὺς μέντοι θνητὰ καὶ ἀνθρώπινα φιλοπονουμένους ἢ συνιέντας ὀξέως ἢ φιλομαθεῖς εἶναι βουλομένους οὐδὲν μέγα ἀνύτειν εἰς τὴν θεοπρεπῆ καὶ μεγάλην σοφίαν.
PG 103:1259Τῶν γὰρ παλαιῶν Ἀριστοτέλη καὶ Χρύσιππον εὐφυεστάτους γενομένους, ἀλλὰ καὶ φιλομαθεστάτους γεγονότας, ἔτι δὲ καὶ φιλοπόνους, οὐκ ἀναβῆναι ὅμως τὴν ὅλην ἀνάβασιν. Τῶν δὲ νεωτέρων Ἱεροκλέα τε καὶ εἴ τις ὅμοιος, οὐδὲν μὲν ἐλλείποντας εἰς τὴν ἀνθρωπίνην παρασκευὴν, τῶν δὲ μακαρίων νοημάτων πολλαχῇ πολλῶν ἐνδεεῖς γενομένους φησίν. Ὅτι καὶ τῶν βιβλίων τὸν ὁμαδὸν παρῃτεῖτο, πολυδοξίας μᾶλλον αἴτιον ὄντα ἢ πολυνοίας. Ἑνὶ δὲ μόνῳ τῷ διδασκάλῳ ἐπαναπαυόμενος, πρὸς μόνον ἐκεῖνον ἀπετύπου ἑαυτόν, τὰ παρ’ αὐτοῦ λεγόμενα ἀπογραφόμενος. Δῆλος δ’ ἦν οὐκ ἀγαπῶν τὰ παρόντα οὔτε τὰ ἀγάλματα προσκυνεῖν ἐθέλων, ἀλλ’ ἤδη ἐπ’ αὐτοὺς τοὺς θεοὺς ἱέμενος εἴσω κρυπτομένους, οὐκ ἐν ἀδύτοις ἀλλ’ ἐν αὐτῷ τῷ ἀπορρήτῳ, ὅτι ποτέ ἐστι, τῆς παντελοῦς ἀγνωσίας. Πῶς οὖν ἐπ’ αὐτοὺς ἵετο τοιούτους ὄντας; Ἔρωτι δεινῷ, ἀπορρήτῳ καὶ τούτῳ. Καὶ τίς δὲ ἄλλος ἢ ἄγνωστος καὶ ὁ ἔρως; Καὶ τίνα τοῦτόν φαμεν, ἴσασιν οἱ πειραθέντες, εἰπεῖν δὲ ἀδύνατον, καὶ νοῆσαί γε οὐδὲν μᾶλλον ῥᾴδιον. Εἶπεν ἄν τις οὐ λόγους αὐτὸν ἀλλὰ πραγμάτων φθέγγεσθαι οὐσίας.
Ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθίᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας· ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου, πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας, οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. Ἦν δ’ ἱκανὸς διιδεῖν ὅπῃ τε σαθρὸν φθέγγεται ὁ λόγος καὶ ὅπῃ ὑγιές. Μαρῖνος δὲ ὁ Πρόκλου διάδοχος, ὁ καὶ Ἰσιδώρου (μετὰ καὶ ἄλλων) τῶν Ἀριστοτέλους λόγων διδάσκαλος, ὑπόμνημα πολύστιχον εἰς Φίληβον συντάξας τοῦ Πλάτωνος, οὗτος τῷ Ἰσιδώρῳ ἐντυχεῖν τε τῷ ὑπομνήματι κελεύει, καὶ ἐπικρῖναι εἰ ἐξοιστέον. Ὁ δὲ ἀναγνοὺς οὐδὲν ἀπεκρύψατο τῶν αὐτῷ δοκούντων, οὐ μέντοι οὐδὲ ἄμουσον ἀφῆκε φωνήν, τοσοῦτον δὲ μόνον ἔφη, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου. Ὁ δὲ Μαρῖνος συνεὶς πυρὶ διέφθειρε τὸ βιβλίον.
Ἐξαίρετον δ’ ἦν αὐτῷ περὶ τοὺς ἄλλους καὶ τοῦτο φιλοσόφους, οὐκ ἠβούλετο συλλογισμοῖς ἀναγκάζειν μόνον οὔτε ἑαυτὸν οὔτε τοὺς συνόντας ἐπακολουθεῖν τῇ ἀληθείᾳ μὴ ὁρωμένῃ, κατὰ μίαν ὁδὸν πορεύεσθαι συνελαυνομένους ὑπὸ τοῦ λόγου, οἷον τυφλοὺς τὴν ὀρθὴν ἀγομένους πορείαν. Ἀλλὰ πείθειν ἐσπούδαζεν ἀεὶ καὶ ὄψιν ἐντιθέναι τῇ ψυχῇ, μᾶλλον δὲ ἐνοῦσαν διακαθαίρειν. Ὑπηρεσίαν ἐτέλει, ᾗ πρὸς τάχος ἐπετέτακτο γράφειν τὰ ὑπὸ τῶν ἀρχόντων προσταττόμενα. Περὶ οὗ ἐρῶ κατὰ τὸν ἱκνούμενον λόγον. Ὃ εἰδὼς οὐ λέγω, ὡς μηδὲ ἀκοῦσαι ὤφελον. Ὁ δὲ Λεόντιος ἄριστα βεβουλεῦσθαι νομίζων οἴκαδε ἐπανῄει μετὰ παρρησίας ἀτυχοῦς καὶ κακοδαίμονος, οὐ πλουτήσας οὐδὲ σωθείς, ὡς ᾤετο, ἀλλὰ ζημιωθεὶς μὲν εὐσεβείας θεοφιλοῦς, πανωλεθρίᾳ δὲ τὴν ψυχὴν διαφθαρείς. Ὁ μὲν οὖν οὕτω διήντλησε πάντα τὸν βίον ἐν συμφοραῖς. Οὐδεὶς δ’ οὕτως ἦν τὴν ψυχὴν ἀτεράμων καὶ βάρβαρος, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις· τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ θειότερον.
PG 103:1261Φύσιν ἀξιάγαστος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν, τῆς δ’ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονώς, εὐόμιλός τε καὶ ἡδύς, ἱκανὸς καὶ ὠφέλιμος τοῖς ἐντυγχάνουσι. Καὶ τὴν τροφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν δώριον τρόπον τῆς τύχης ὡς ἀληθῶς ἡρμοσμένην. Μόνος δὲ ἀνθρώπων, ὧν ἀκοῇ ἴσμεν, τὴν παλαιὰν παροιμίαν ἔργῳ διήλεγξεν, οὐχ ἥλιξιν ἀλλὰ πρεσβύταις καὶ πρεσβυτικοῖς λόγοις τερπόμενος. Εἴποις δ’ ἂν καὶ μόνος ἀνθρώπων οὓς ἀκοῇ ἔσχεν ἢ ἔγνω ἢ καὶ οὕτως, οἳ πρὸς ἀκοὴν ἦλθον, ἢ ὧν εἰς κατάληψιν ἀκοὴ ἧκεν, ἢ οὓς δι’ ἀκοῆς ἴσμεν, ἢ οὓς διασῴζει μνήμη, ἢ οὓς οὐκ ἔσβεσε λήθη, καὶ πολλὰ τοιαῦτα. Ὅτι φυλακεῖα οἱ Ἀλεξανδρεῖς ἐκάλουν τὰ ἐκμαγεῖα τῶν γυναικείων μολυσμῶν. Οὐκ ἦν δὲ γνήσιος ὁ γάμος, εἰ μὴ ὁ ἱερεὺς ὁ τῆς θεοῦ ἐν τοῖς γαμικοῖς συμβολαίοις ὑπεσημήνατο χειρὶ τῇ ἑαυτοῦ.
Ὅτι Ἱεροκλῆς, ὁ τὰς ἐν Ἀλεξανδρείᾳ διατριβὰς ὑψηλοφροσύνῃ καὶ μεγαληγορίᾳ κοσμήσας, μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς, εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν ἦν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχῇ τοὺς ἀκροωμένους, πρὸς τὴν Πλάτωνος ἁμιλλώμενος ἀεὶ καλλιρρημοσύνην καὶ πολύνοιαν. Οὗτός ποτε τὸν Πλάτωνος Γοργίαν τοῖς ἑταίροις ἐξηγεῖτο· εἷς δέ τις τῶν ἀκροατῶν, Θεοσέβιος, ἀπεγράψατο τὴν ἐξήγησιν. Πάλιν δ’, οἷα εἰκός, ἐκ δευτέρου τοῦ Ἱεροκλέους εἰς τὸν Γοργίαν καταβαλλομένου μετά τινα χρόνον τὴν ἐξήγησιν ὁ αὐτὸς ταύτην ἀπεγράψατο, καὶ ἀντιπαραβαλὼν τὰ πρότερα καὶ τὰ ὕστερα εὗρεν οὐδὲν τῶν αὐτῶν ὡς ἔπος εἰπεῖν, ἑκάτερα δὲ ὅμως, ὃ καὶ παράλογον ἀκοῦσαι, τῆς Πλάτωνος ἐχόμενα καθ’ ὅσον οἷόν τε προαιρέσεως. Τούτῳ μὲν οὖν ἐπιδείκνυται τοῦ ἀνδρὸς ἡλίκον ἦν ἄρα τὸ τῶν φρενῶν πέλαγος. Γυναῖκα παιδοποιὸν ἄγεται. Ὡς δ’ οὐκ ἐπείθετο τὸ δαιμόνιον τῆς γυναικὸς ἐξελθεῖν λόγοις ἡμερωτέροις, ὅρκῳ αὐτὸ ἐπηνάγκαζεν ὁ Θεοσέβιος, καίτοι οὔτε μαγεύειν εἰδὼς οὔτε θεουργίασμά τι μελετήσας.
PG 103:1263Ὥρκιζε δὲ τὰς τοῦ ἡλίου προτείνων ἀκτῖνας καὶ τὸν Ἑβραίων Θεόν. Ὁ δὲ ἀπελήλατο ὁ δαίμων ἀνακραγὼν εὐλαβεῖσθαι μὲν τοὺς θεούς, αἰσχύνεσθαι δὲ καὶ αὐτόν. Πάντα οὖν κάλων ἐκίνει καὶ πάντα ἔπραττε καὶ ἔλεγε πείθων καὶ παρακαλῶν, οἷος ἐκείνου θυμός, οὐδὲν ἄπρακτον ἀπολιπεῖν ἀνεχόμενος ἐφ’ ὅ τι ἂν ὁρμήσειεν. Ἔλεγε μὲν ὁ Θεοσέβιος τὰ πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα Μούσης. Ὁ δὲ πάντων σωφρονέστατος Θεοσέβιος καὶ τὴν πρὸς γυναῖκα παιδοποιὸν ὁμιλίαν ἐδέξατο. Ἐπεὶ δὲ παῖδας οὐκ ἐγεννάτην, κατασκευασάμενος ὁ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον· «Ὦ γύναι, φησὶ τῇ γυναικί, πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπικουρόν σοι παρεσόμενον ἀεὶ τῆς σώφρονος οἰκουρίας, εἰ μὲν οὖν δυνήσῃ τε καὶ θελήσεις ἐμοὶ συμβιῶναι τὸν καθαρώτερον τρόπον· εἰ δὲ μή, ἔξεστιν ἀπαλλάττεσθαι πρὸς ἕτερον εὐμενῶς καὶ πρᾴως ἐκδιδομένην παρὰ φίλου φίλην». Ἡ δὲ ἠσμένισεν. Ὁ δὲ Ἀμμωνιανὸς ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθημένην τέχνην.
Οὗτος ἦν Ἀμμωνιανὸς ᾧ συνέβη κεκτῆσθαι ὄνον, ὅν φασιν ἀκροώμενον τῶν ποιητικῶν μαθημάτων πολλάκις τροφῆς ἀμελεῖν, καίτοι καὶ ἐκ παρασκευῆς καὶ λιμώττειν ἠναγκασμένον· οὕτως ὤφθη φιλομαθίας ποιητικῆς ἁλοὺς ὁ ὄνος. Ὅτι φησὶ μετρίως μετέσχε τῶν ποιητικῶν ὁ Ἰσίδωρος, οὐ λίαν σπουδάσας περὶ αὐτά, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώσσης ἱστάμενα, τὰ δὲ αὐτῶν καὶ μαχόμενα ταῖς ὁμολογουμέναις ἐννοίαις· διὸ καὶ ἐνδεέστερος ἦν ἐν τούτοις. Ὅθεν καὶ ὕμνους ὅσους ἔγραψεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἐπιφαίνοντας, τοῖς δ’ ἔπεσιν οὐ πάνυ συνηρμοσμένους. Ἦν δὲ ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ φιλόπονος, εἴ τις ἄλλος. Διὸ καὶ ποιητῶν καὶ ῥητόρων ἐμπειρότατός τε καὶ μνημονικώτατος γέγονε καὶ τεχνικῆς ἀκριβείας ἑκατέρων εἰς ἄκρον ἥκειν ἐδόκει. Γράφειν δὲ μέτρα ἢ λόγους, καίτοι λίαν ἐρῶν, ἀδύνατος ἦν.
PG 103:1265Ὅτι μάχης πρὸ τοῦ Ῥώμης ἄστεως γεγενημένης Ῥωμαίων πρὸς Σκύθας οὓς Ἀττίλας ἦγεν, Οὐαλεντινιανοῦ τοῦ μετὰ Ὁνώριον Ῥώμης βασιλεύοντος, φόνος ἐρρύη ἑκατέρωθεν τοσοῦτος ὡς μηδένα τῶν συμπλακέντων τῇ μάχῃ μηδετέρου μέρους περισωθῆναι, πλὴν τῶν ἡγεμόνων καὶ τῶν περὶ αὐτοὺς ὀλίγων δορυφόρων. Τὸ δὲ παραλογώτατον, ὅτι φασίν, ἐπειδὴ πεπτώκασιν οἱ μαχόμενοι τοῖς σώμασιν ἀπειπόντες ἔτι ταῖς ψυχαῖς ἵσταντο πολεμοῦντες ἐπὶ τρεῖς ἡμέρας ὅλας καὶ νύκτας, οὐδὲν τῶν ζώντων εἰς ἀγῶνα ἀπολειπόμενοι, οὔτε κατὰ χεῖρας οὔτε κατὰ θυμόν. Ἑωρᾶτο γοῦν καὶ ἠκούετο τὰ εἴδωλα τῶν ψυχῶν ἀντιφερόμενα καὶ τοῖς ὅπλοις ἀντιπαταγοῦντα. Καὶ ἀρχαῖα δὲ ἄλλα τοιαῦτα φάσματα πολέμων μέχρι νῦν φαίνεσθαί φησι, πλὴν ὅτι ταῦτα τὰ μὲν ἄλλα, ὅσα ζῶντες ἄνθρωποι κατὰ πόλεμον δρῶσιν, οὐδὲν ὑστερεῖν, φθέγγεσθαι δὲ οὐκ ἐπὶ μικρόν. Καὶ ἓν μὲν ἐπιφαίνεσθαι ἐν τῷ περὶ Σόγδαν ποτὲ λίμνην οὖσαν πεδίῳ, φαίνεσθαι δ’ ὑπὸ τὴν ἕω τὸ φάσμα, φωτὸς ἤδη τὴν γῆν ὑπαυγάζοντος, δεύτερον δ’ ἐν Κούρβοις χωρίῳ τῆς Καρίας·
ἐν τούτῳ γὰρ φαίνεσθαι οὐ καθ’ ἑκάστην ἡμέραν, ἀλλ’ ἐνίοτε διαλείποντα ὀλίγας τινάς, οὐδὲ ὡρισμένας γε ταύτας, περὶ ὄρθρον ἕως ἡλίου λαμπρᾶς ἀνατολῆς ἐν ἀέρι διαφοιτῶντα ψυχῶν ἄττα σκιοειδῆ φαντάσματα πολεμοῦντα ἀλλήλοις. Καὶ ἐν τοῖς καθ’ ἡμᾶς δὲ χρόνοις πολλοὶ διηγήσαντο, οὐχ οἷοί τε ὄντες ψεύδεσθαι, κατὰ Σικελίαν ἐν τῷ λεγομένῳ πεδίῳ τετραπυργίῳ καὶ ἐν ἄλλοις οὐκ ὀλίγοις αὐτῆς μέρεσιν ὁρᾶσθαι ἱπποτῶν πολεμίων ἐπελαυνόντων φάσματα κατὰ τὸν τοῦ θέρους μάλιστα καιρόν, μεσημβρίας σταθηρᾶς ἱσταμένης. Ὅτι τὸν Σεβήρου ἵππον φησί (Ῥωμαῖος δ’ ἦν οὗτος, καὶ Ἀνθεμίου παρασχόντος ἐλπίδας ὡς ἡ Ῥώμη πεσοῦσα πάλιν δι’ αὐτοῦ ἀναστήσεται, ἐπὶ Ῥώμην, ταύτης προαναχωρήσας, ἐπανῆκε καὶ τιμῆς ὑπατικῆς ἔτυχε) τούτου τοίνυν ὁ ἵππος, ᾧ τὰ πολλὰ ἐχρῆτο, ψηχόμενος σπινθῆρας ἀπὸ τοῦ σώματος πολλούς τε καὶ μεγάλους ἠφίει, ἕως αὐτῷ τὸ τέρας εἰς τὴν ὑπατικὴν ἀρχὴν ἐν τῇ Ῥώμῃ κατηνύσθη. Ἀλλὰ καὶ Τιβερίῳ ὄνος, ὡς Πλούταρχος ὁ Χαιρωνεύς φησιν, ἔτι μειρακίῳ ὄντι καὶ ἐν Ῥόδῳ ἐπὶ λόγοις ῥητορικοῖς διατρίβοντι, τὴν βασιλείαν διὰ τοῦ αὐτοῦ παθήματος προεμήνυσεν.
Ἀλλὰ καὶ τῶν περὶ Ἀττίλαν ἕνα ὄντα τὸν Βαλίμεριν ἀπὸ τοῦ οἰκείου σώματος ἀποβάλλειν σπινθῆρας· ὁ δὲ ἦν ὁ Βαλίμερις Θευδερίχου πατήρ, ὃς νῦν τὸ μέγιστον ἔχει κράτος Ἰταλίας πάσης. Λέγει δὲ καὶ περὶ ἑαυτοῦ ὁ συγγραφεὺς ὡς· «Καὶ ἐμοὶ ἐνδυομένῳ τε καὶ ἐκδυομένῳ, εἰ καὶ σπάνιον τοῦτο συμβαίνει, συμβαίνει δ’ οὖν σπινθῆρας ἀποπηδᾶν ἐξαισίους, ἐσθ’ ὅτε καὶ κτύπον παρέχοντας, ἐνίοτε καὶ φλόγας ὅλας καταλάμπειν τὸ ἱμάτιον, μὴ μέντοι καίουσας». Καὶ τὸ τέρας ἀγνοεῖν εἰς ὃ τελευτήσει. Ἰδεῖν δὲ λέγει καὶ ἄνθρωπόν τινα ἀπὸ τῆς κεφαλῆς ἀφιέντα σπινθῆρας, ἀλλὰ καὶ φλόγα ἀνάπτοντα ὅτε βούλοιτο, ἱματίῳ τινὶ τραχεῖ παρατριβομένης. Ἤλαυνε τὸν ἵππον, ὅσον εἶχε τάχους· εἶχε δὲ τῶν ἄλλων ἐνδεέστερον. Τῶν πολιτικῶν πραγμάτων ἀποτυχὼν ἐπὶ τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν τῇ πολιτείᾳ δυσχερασμάτων. Ἧκον δὲ πρὸς τὸν Σεβῆρον καὶ Βραχμᾶνες κατὰ τὴν Ἀλεξανδρείαν, καὶ ἐδέξατο σφᾶς οἴκῳ ἰδίῳ καὶ θεραπείᾳ τῇ προσηκούσῃ· οἳ κατὰ χώραν ἐπ’ οἴκου μάλα σεμνῶς ἔμενον, οὔτε λουτρῶν δεόμενοι δημοσίων οὔτε ἄλλης ἐπόψεως οὐδεμιᾶς τῶν κατὰ ἄστυ γινομένων, ἀλλὰ τὸ θυραῖον ἐξετρέποντο.
PG 103:1267Ἐσιτοῦντο δὲ φοίνικας καὶ ὄρυζαν, καὶ ἦν αὐτοῖς πόμα τὸ ὕδωρ. Ἦσαν δὲ οὗτοι οὔτε τῶν ἐν ὄρεσι διατριβόντων Βραχμάνων οὔτε τῶν ἐν πόλεσι κατῳκημένων Ἰνδῶν, ἀλλ’ ἀτεχνῶς ἀμφίβιοι τοῖς Βραχμάνοις ὑπηρετούμενοι τὰ πρὸς τὰς πόλεις εἴ που δεήσειεν, καὶ ταῖς πόλεσιν αὖ τὰ πρὸς τοὺς Βραχμᾶνας. Ἔλεγον δὲ καὶ οὗτοι περὶ τῶν ὀρείων Βραχμάνων ὅσα οἱ συγγραφεῖς περὶ αὐτῶν θρυλοῦσιν, ὄμβρους τε καὶ ἀνομβρίας εὐχαῖς καταπράττειν καὶ λιμῶν καὶ λοιμῶν ἀποδιώξεις ἄλλων τε κακῶν ἀποτροπάς, ὅσα μὴ ἀνίατον ἔχει τὴν εἱμαρμένην. Ἔλεγον δὲ οὗτοι καὶ μονόποδας ἀνθρώπους παρὰ σφίσιν ἱστορῆσαι, καὶ δράκοντας ἐξαισίους κατὰ μέγεθος ἑπτακεφάλους, καὶ ἄλλα ἄττα πολὺ τὸ παράλογον ἔχοντα. Ὅτι ἔλεγεν ὁ Σεβῆρος τεθεᾶσθαι γοργονιάδα βοτάνην, ἧς εἶναι τὴν ῥίζαν ἄντικρυς ὁμοίαν παρθένῳ τὴν κεφαλὴν ἐχούσῃ κατηρεφῆ δρακοντείοις πλοκάμοις. Ὅτι τὴν διὰ τῶν νεφῶν μαντικὴν οὐδαμῶς τοῖς παλαιοῖς οὐδ’ ἀκοῇ ἐγνωσμένην Ἄνθουσάν τινα γυναῖκα ἐξευρεῖν ἐν ταῖς ἡμέραις Λέοντος τοῦ Ῥωμαίων βασιλέως·
ἐξ Αἰγῶν δὲ κατήγετο τῶν Κιλικίων ἡ γυνή, τὸ δὲ ἀνέκαθεν ἀπὸ τῶν ἐν Καππαδοκίᾳ κατῳκισθέντων ἐπὶ τὸν Κομανὸν τὸ ὄρος Ὀρεστιάδων· καὶ ἀνάγειν τὸ γένος εἰς Πέλοπα. Αὕτη φροντίζουσα περὶ τἀνδρὸς ἐπιτετραμμένου στρατιωτικήν τινα ἀρχὴν καὶ ἐπὶ τὸν κατὰ Σικελίαν ἀπεσταλμένου μετὰ καὶ ἄλλων πόλεμον, εὔξατο προϊδεῖν ὀνείρῳ τὰ συμβησόμενα, εὔξατο δὲ πρὸς ἥλιον ἀνίσχοντα. Ὁ δὲ πατὴρ ὄναρ αὐτῇ ἐπιστὰς ἐκέλευε καὶ πρὸς δυόμενον εὔξασθαι. Καὶ εὐχομένης ἐξ αἰθρίας τινὸς νέφος συστῆναι περὶ τὸν ἥλιον, ἐκεῖθεν δ’ αὐξηθῆναι καὶ εἰς ἄνθρωπον διατυπωθῆναι· ἕτερον δ’ αὐτοῦ νέφος ἀποσπασθὲν ἐπεδίδου τε εἰς μέγεθος ἶσον καὶ εἰς λέοντα διεσχηματίζετο θηρίον· ὁ δὲ ἠγρίαινε, καὶ μέγα χάσμα πεποιημένος ὁ λέων καταπίνει τὸν ἄνθρωπον. Γότθῳ ἐῴκει τὸ ἀνθρώπειον καὶ νεφοποίητον εἴδωλον. Ἐπὶ δὲ τοῖς φάσμασιν ὀλίγον ἔπειτα τὸν ἡγεμόνα τῶν Γότθων Ἄσπερα βασιλεὺς Λέων ἐδολοφόνησεν αὐτὸν καὶ παῖδας. Ἐξ ἐκείνου οὖν τοῦ χρόνου διέμεινεν ἡ Ἄνθουσα ἄχρι δεῦρο ἀεὶ ἐπιτηδεύουσα τὸν τρόπον τῆς διὰ τῶν νεφῶν μαντικῆς προγνώσεως.
PG 103:1269Ὅτι τὴν Σῶθιν Αἰγύπτιοι τὴν Ἶσιν εἶναι θεολογοῦσιν, οἱ δὲ Ἕλληνες εἰς τὸν Σείριον ἀνάγουσι τοῦτο τὸ ἄστρον, καὶ ὡς κύνα τὸν Σείριον, ὀπαδὸν τοῦ Ὀρίωνος ὄντα κυνηγετοῦντος, οὕτω διαζωγραφοῦσι, μᾶλλον δὲ ἐντετυπωμένον τῷ οὐρανῷ δεικνύουσιν. Τινὲς δὲ ἔλαθον τὸ ἱέρωμα κατάξαντες καὶ διαφθείραντες, καὶ ἀπορούμενοι τελεστικῆς βοηθείας οἱ ἐπιχώριοι ἀνθρωπίνῃ σπουδῇ καὶ τέχνῃ τὸν λιμένα μόλις ἑαυτοῖς περισῴζουσιν οἱ Αἰγύπτιοι. Οἱ δὲ ἐδίωκον, οἱ τῆς γυναικὸς θεράποντες, τὸν κύνα φεύγοντα, τῆς Λιβυκῆς στρουθοῦ τὰ κρέα ἁρπάσαντα. Ὀρυττόντων δὲ ἀνακύπτει καὶ ἐκφαίνεται παλαιτάτου νεὼ ἀέτωμα. Ὅτι ὁ Ἑρμείας γένος μὲν ἦν Ἀλεξανδρεύς, πατὴρ δ’ Ἀμμωνίου καὶ Ἡλιοδώρου. Οὗτος ἐπιεικὴς ἦν τὴν φύσιν καὶ ἁπλοῦς τὸ ἦθος, ἠκροάσατο δὲ καὶ Συριανοῦ σὺν Πρόκλῳ. Φιλοπονίᾳ μὲν οὗτος οὐδενὸς ἦν δεύτερος, ἀγχίνους δὲ οὔτι σφόδρα ἦν οὐδὲ λόγων εὑρετὴς ἀποδεικτικῶν, οὐδὲ γενναῖος ἄρα ζητητὴς ἀληθείας· οὔκουν οὐδ’ οἷός τε ἐγεγόνει πρὸς ἀποροῦντας κατὰ τὸ καρτερὸν ἀνταγωνίζεσθαι, καίτοι ἐμέμνητο ὡς εἰπεῖν πάντων ὧν τε ἀκηκόει τοῦ διδασκάλου ἐξηγουμένου καὶ τῶν ἐν βιβλίοις ἀναγεγραμμένων.
Ἀλλὰ τὸ αὐτοκίνητον οὐ προςήνθει τῇ πολυμαθίᾳ. Τὰ δὲ πρὸς ἀρετὴν εὖ ἤσκητο, ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι μηδὲ μισῆσαι τὸν Φθόνον. Οὗτος ἰδιώτου ποτὲ πωλοῦντος αὐτῷ βιβλίον, καὶ ἔλαττον ἤπερ ἦν ἄξιον αἰτοῦντος, ἐπηνώρθωσέ τε τὴν πλάνην καὶ πλείονος ἐωνήσατο. Καὶ οὐχ ἅπαξ τὴν δικαιοσύνην ταύτην, ἧς τοῖς ἄλλοις οὐδέ τις ἦν ἐπιστροφή, ἀλλὰ πολλάκις, ὁσάκις συνέβαινεν ἀγνοεῖν τὸν πιπράσκοντα τὸ δίκαιον τίμημα, ἐπεδείκνυτο, οὐ κατὰ τοὺς ἄλλους ἀγαπῶν τὸ ἕρμαιον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. Καὶ γὰρ ἔνεδράν τινα ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδ’ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. Ὅτι ὁ ἀδελφὸς Ἑρμείου Γρηγόριος ἅπαν ἦν τοὐναντίον, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπὶ τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκώς·
ὕστερον δὲ καὶ τῇ νόσῳ ἑάλω ἐπὶ πλέον, ὥστε δύσχρηστον αὐτοῦ τοῖς λογισμοῖς καὶ πολὺ παραλλάττον γενέσθαι τὸ ὄργανον. Ὅτι τῷ Ἑρμείᾳ ἐκ τῆς Αἰδεσίας πρεσβύτερον τῶν φιλοσόφων υἱέων τίκτεται παιδίον, καὶ ἡ Αἰδεσία τῷ υἱεῖ ἑπτὰ μῆνας ἀπὸ γενέσεως ἄγοντι προσέπαιζέ τε οἷα εἰκός, καὶ βάβιον ἢ καὶ παιδίον ἀνεκάλει, ὑποκορίζουσα τὴν φωνήν. Ὁ δὲ ἀκούσας ἠγανάκτησε καὶ ἐπετίμησε τὸν παιδικὸν τοῦτον ὑποκορισμόν, τορὰν καὶ διηρθρωμένην τὴν ἐπιτίμησιν ἐξενεγκών. Καὶ ἄλλα δὲ πολλὰ περὶ τοῦ παιδὸς τούτου τερατολογεῖ, καὶ ὅτι οὐκ ἀνεχόμενος τὴν ἐν σώματι ζωὴν ἑπτὰ ἐτῶν τοῦ βίου ἀπέστη· οὐ γὰρ ἐχώρει αὐτοῦ τὴν ψυχὴν ὁ περὶ γῆν ὅδε τόπος. Βάβια δὲ οἱ Σύροι, καὶ μάλιστα οἱ ἐν Δαμασκῷ, τὰ νεογνὰ καλοῦσι παιδία, ἤδη δὲ καὶ τὰ μειράκια ἀπὸ τῆς παρ’ αὐτοῖς νομιζομένης Βαβίας θεοῦ. Ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ ἅμα διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Ὅτι Πανικόν τι ζῷον διακομιζόμενον θεάσασθαί φησιν ὁ Ἱέραξ ὁ Ἀλεξανδρεύς, ὁ συνακμάσας Ἀμμωνίῳ, ἐξ Αἰθιοπίας εἰς τὸ Βυζάντιον, ἐοικὸς ἀκριβῶς τοῖς γραφομένοις καὶ τυπουμένοις·
PG 103:1271ἀκηκοέναι τε αὐτοῦ τῆς φωνῆς διὰ τῆς Ἀλεξανδρείας φερομένου οἱονεὶ τριζούσης. Ὅτι ὁ Ἀμμώνιος φιλοπονώτατος γέγονε, καὶ πλείστους ὠφέλησε τῶν πώποτε γεγενημένων ἐξηγητῶν· μᾶλλον δὲ τὰ Ἀριστοτέλους ἐξήσκητο, ἔτι δὲ διήνεγκεν οὐ τῶν καθ’ ἑαυτὸν μόνον ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοῦ Πρόκλου ἑταίρων, ὀλίγου δὲ ἀποδέω καὶ τῶν πώποτε γεγενημένων εἰπεῖν, τὰ ἀμφὶ γεωμετρίαν τε καὶ ἀστρονομίαν. Καὶ ὁ Πρόκλος ἐθαύμαζε τὸ Ἰσιδώρου πρόσωπον, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς· οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀποσαφοῦντες, καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνότης ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφε πρὸς αὐτὸν τὸν φιλόσοφον. Ὅτι Εὐνόϊος ὁ ῥήτωρ βραδύνους ἦν. Ἤδη νεανικοῦ φρονήματος ὑπόπλεως καὶ σοβῶν ἐν λόγοις. Ὅτι Σουπηριανὸς τριάκοντα ἐτῶν τῶν ῥητορικῶν ἀρξάμενος, καίτοι τὴν φύσιν ὑπονωθέστερος ὤν, ὅμως δι’ ὑπερβολὴν φιλοπονίας ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. Ὅτι καὶ Λαχάρης ἐξ ἐπιμελείας μᾶλλον ἢ φύσεως ἔδοξε κατὰ τὴν ῥητορικὴν εὐδοκιμῆσαι. Δηλοῖ δὲ αὐτοῦ τὸ τῆς φύσεως ἀγεννέστερον καὶ τὰ συγγράμματα αὐτοῦ.
Ἄνδρα ἱερὸν καὶ περὶ τὰ θεῖα βακχεύοντα μεγαλοπρεπῶς. Ὅτι Μητροφάνης ὁ σοφιστὴς ἔκγονος ἦν Λαχάρου. Ὅτι φησὶν ὁ συγγραφεὺς ἄγαλμα τῆς Ἀφροδίτης ἰδεῖν ἱδρυμένον Ἡρώδου τοῦ σοφιστοῦ ἀνάθημα. «Τοῦτο οὖν, φησί, θεασάμενος ἵδρωσα μὲν ὑπὸ θάμβους καὶ ἐκπλήξεως, οὕτω δὲ τὴν ψυχὴν διετέθην ὑπὸ τῆς εὐφροσύνης, ὥστε οὐχ οἷός τε ἦν οἴκαδε ἐπανιέναι, πολλάκις δὲ ἀπιὼν ἐπαναστρέφειν ἐπὶ τὸ θέαμα· τοσοῦτον αὐτῷ κάλλος ἐνεκέρασεν ὁ τεχνίτης, οὐ γλυκύ τι καὶ ἀφροδίσιον, ἀλλὰ βλοσυρόν τε καὶ ἀνδρικόν, ἔνοπλον μέν, οἷον δὲ ἀπὸ νίκης ἐπανηγμένης καὶ τὸ γεγηθὸς ἐπιφαινούσης». Ὅτι Ἱέριον τὸν Πλουτάρχου, ὑπὸ Πρόκλῳ φιλοσοφοῦντα, ἐς τὴν Κυρίνου λεγομένην οἰκίαν θεάσασθαί φησι μικρὰν οὕτω κεφαλὴν μόνην ἀνθρώπου, τό τε μέγεθος καὶ τὸ εἶδος οὐδὲν ἐρεβίνθου διαφέρουσαν· διὸ καὶ ἐρέβινθον αὐτὴν καλεῖσθαι· τὰ δ’ ἄλλα κεφαλὴν ἀνθρωπείαν εἶναι, ὀφθαλμούς τε ἔχειν καὶ πρόσωπον καὶ τρίχας ἄνω καὶ στόμα πᾶν, καὶ ἀπὸ τοῦ στόματος φωνὴν ἀφιέναι, ὅσον ἀνθρώπων χιλίων, τοσοῦτον μεγάλην.
PG 103:1273Τοῦτο τερατευσάμενος περὶ τοῦ ἐρεβίνθου ὁ συγγραφεὺς τῆς κεφαλῆς, καὶ ἄλλα μυρία περὶ αὐτῆς ἄξια Δαμασκίῳ τῷ δυσσεβεῖ καὶ γράφειν καὶ πιστεύειν προστερατεύεται. Ὁ Σαλούστιος κυνίζων οὐ τὴν εἰθισμένην ὁδὸν ἐπορεύετο τῆς φιλοσοφίας, ἀλλὰ τὴν κεχαραγμένην πρὸς ἔλεγχόν τε καὶ λοιδορίαν καὶ τὸν μάλιστα δὴ πόνον ὑπὲρ ἀρετῆς. Ὑπεδέδετο δ’ οὗτος σπανιάκις, ἢ τὰς Ἀττικὰς ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος. Ἐφαίνετο δὲ οὐδέποτε ἐπὶ πλεῖστον χρόνον οὔτε ἀρρωστῶν τὸ σῶμα οὔτε ταλαιπωρούμενος τὴν ψυχήν, ἀλλά (τὸ λεγόμενον) εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπέμενε. Καλὰ καὶ ἀξιέπαινα πολιτεύματα, καὶ ὅσα τοιαῦτα φιλανθρωπεύματα. Ὁ Καρχηδονίων βασιλεὺς Γεζέριχος, ἀκούσας ὡς οἱ Ῥωμαῖοι τὸν σύμμαχον αὐτοῖς κατ’ αὐτοῦ Μαρκελλῖνον δόλῳ καὶ παρὰ τοὺς ὅρκους ἀνεῖλον, ἥσθη τε ἄγαν ἐπὶ ταῖς ἐλπίσι τῆς νίκης, καὶ ἔδοξεν εἰρηκέναι λόγον οὐ Καρχηδονίῳ προσήκοντα ἀλλὰ Ῥωμαίῳ βασιλεῖ· τοὺς γάρ τοι Ῥωμαίους ἔφατο τῇ ἀριστερᾷ χειρὶ ἀποκόψαι τὴν δεξιάν. Ὁ δὲ Μαρκελλῖνος τῆς Δαλμάτων ἦν χώρας αὐτοδέσποτος ἡγεμών, Ἕλλην τὴν δόξαν.
Ὅτι ὁ Σαλούστιος εἰς τοὺς τῶν ἐντυγχανόντων ὀφθαλμοὺς ἀφορῶν προέλεγεν ἑκάστοτε τὴν βίᾳ γενησομένην ἑκάστῳ τελευτήν. Τὴν δ’ αἰτίαν τῆς προγνώσεως οὐδ’ αὐτὸς εἶχε φράζειν· καίτοι ἐπειρᾶτο ἐρωτώμενος τὸ σκοτεινὸν τῶν ὀφθαλμῶν αἰτιᾶσθαι καὶ ἀχλυῶδες καὶ νοτισμοῦ μεστόν, οἷον ἐπὶ πένθεσι ταῖς κόραις αὐταῖς ἐμφερόμενον. Καὶ Οὐράνιόν τινα ὄνομα, Ἀπαμείας τῆς ἐν Συρίᾳ πολίτην καὶ ἄρξαντα Καισαρείας τῆς ἐν Παλαιστίνῃ, ἀπὸ τῶν ὀφθαλμῶν γνωρίζειν τὸν ὅμοιον τρόπον τοὺς πολυαράτους γόητάς φησι. Καὶ Νόμον δέ τινα τοὔνομα, πολίτην ἴδιον, ὁ συγγραφεὺς λέγει ἀπὸ τῆς κατὰ τὰ ὄμματα τῶν ἐντυγχανόντων θέας τοὺς λανθάνοντας ἐπιγινώσκειν φονέας. Ὁ δὲ τὸν Αἰγαῖον διαπεραιωθείς, ὁ Ἰσίδωρος, καὶ αὐτὸς δὲ Ἀσκληπιάδης, ἔφασκεν ἑωρακέναι πλόκαμον ἐν τῷ Νείλῳ ποταμῷ δαιμόνιον τὸ μέγεθος καὶ τὸ κάλλος. Αὖθις δέ ποτε παρὰ τὸν Νεῖλον ἑστιωμένοις ἀμφοτέροις (παρῆν δὲ ἐκ τρίτων καὶ ὁ ἡμέτερος φιλόσοφος) ἀνέδραμεν ἀπὸ τοῦ ποταμοῦ πλόκαμος ὡς ἰδεῖν πεντάπηχυς. Καὶ πολλὰ τοιαῦτα φάσματα λέγει.
Ὅτι κατὰ τὴν Ἡλιούπολιν τῆς Συρίας εἰς ὄρος τὸ τοῦ Λιβάνου τὸν Ἀσκληπιάδην ἀνελθεῖν φησι, καὶ ἰδεῖν πολλὰ τῶν λεγομένων βαιτυλίων ἢ βαιτύλων, περὶ ὧν μυρία τερατολογεῖ ἄξια γλώσσης ἀσεβούσης. Λέγει δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἰσίδωρον ταῦτα χρόνῳ ὕστερον θεάσασθαι. Ἡ δὲ ἱερὰ γενεὰ καθ’ ἑαυτὴν διέζη βίον θεοφιλῆ καὶ εὐδαίμονα, τόν τε φιλοσοφοῦντα καὶ τὸν τὰ θεῖα θεραπεύοντα. Ἀνέκαιον ὁσίῳ πυρὶ τοὺς βωμούς. Ὅτι ἡ πάρδαλις ἀεί, φησί, διψῇ, ὁ ἱέραξ οὐδέποτε· διὸ σπανιάκις ὁρᾶται πίνων. Ὁ ἱπποπόταμος ἄδικον ζῷον, ὅθεν καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἀδικίαν δηλοῖ· τὸν γὰρ πατέρα ἀποκτείνας βιάζεται τὴν μητέρα. Ὁ σοῦχος δίκαιος· ὄνομα δὲ κροκοδείλου καὶ εἶδος ὁ σοῦχος. οὐ γὰρ ἀδικεῖ ζῷον οὐδέν. Τὰς δώδεκα ὥρας ἡ αἴλουρος διακρίνει, νύκτας καὶ ἡμέρας οὐροῦσα καθ’ ἑκάστην ἀεί, δίκην ὀργάνου τινὸς ὡρογνωμονοῦσα. Ἀλλὰ καὶ τῆς σελήνης, φησίν, ἀπαριθμεῖται τὰ φῶτα τοῖς οἰκείοις γεννήμασι. Καὶ γὰρ τὴν αἴλουρον ζ μὲν τὸν πρῶτον, 2 δὲ τὸν δεύτερον τόκον, τὸν τρίτον ε, καὶ δ τὸν τέταρτον, καὶ γ τὸν πέμπτον, ἐφ’ οἷς δύο τὸν ἕκτον καὶ ἕνα ἐπὶ πᾶσι τὸν ἕβδομον·
Codex CCXLII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 103:1275καὶ εἶναι τοσαῦτα γεννήματα τῆς αἰλούρου, ὅσα καὶ τὰ τῆς σελήνης φῶτα. Ὁ κῆβος (ἔστι δὲ πιθήκου εἶδος) ἀποσπερμαίνει κατὰ τὴν σύνοδον ἡλίου καὶ σελήνης. Ὁ ὄρυξ τὸ ζῷον πταρνύμενος ἀνατέλλειν διασημαίνει τὴν Σῶθιν. Ἕως οἱ ἡγεμόνες αὐτῶν διέστησαν εἰς ἔριν πολιτοφθόρον. Καὶ προέλεγε κατὰ τὴν ἀπόρρητον θέαν. Ὁ δ’ ἐν τῷ τοίχῳ τοῦ φωτὸς φανεὶς ὄγκος οἷον παγεὶς εἰς πρόσωπον διεμορφοῦτο, πρόσωπον ἀτεχνῶς θεσπέσιον δή τι καὶ ὑπερφυές, οὐ γλυκείαις χάρισιν ἀλλὰ βλοσυραῖς ἀγαλλόμενον, κάλλιστον δὲ ὅμως ἰδεῖν καὶ οὐδὲν ἧττον ἐπὶ τῷ βλοσυρῷ τὸ ἤπιον ἐπιδεικνύμενον. Ὃν Ἀλεξανδρεῖς ἐτίμησαν Ὄσιριν ὄντα καὶ Ἄδωνιν κατὰ τὴν μυστικὴν θεοκρασίαν. Ὅτι ἐνῆν, φασί, τῇ τοῦ Ἡραί̈σκου τοῦ φιλοσόφου φύσει καί τι τοὺς μολυσμοὺς τῆς γενέσεως ἀναινόμενον· εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. Οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές·
ἀποθανόντι δὲ ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο, τά τε ἄλλα καὶ τὰς Ὀσιριάδας ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῶν. Ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις ἱερὰ καὶ μυστική. Λέγεται δὲ κατελθεῖν ἀπὸ τῆς μητρὸς εἰς τὸ φῶς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὧρον, καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. Καὶ ἐπεὶ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν, φανεροῦν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. Λέγεται δὲ καὶ ὁ Πρόκλος ἑαυτοῦ ἀμείνονα τὸν Ἡραί̈σκον ὁμολογεῖν· ἃ μὲν γὰρ αὐτὸς ᾔδει, καὶ ἐκεῖνον εἰδέναι, ἃ δὲ Ἡραί̈σκος, οὐκέτι Πρόκλον. Ὅτι Ἀνθέμιον οὗτος τὸν Ῥώμης βασιλεύσαντα ἑλληνόφρονα καὶ ὁμόφρονα Σεβήρου τοῦ εἰδώλοις προσανακειμένου λέγει, ὃν αὐτὸς ὕπατον χειροτονεῖ, καὶ ἀμφοῖν εἶναι κρυφίαν βουλὴν τὸ τῶν εἰδώλων μύσος ἀνανεώσασθαι.
PG 103:1277Ὅτι καὶ Ἴλλουν οὗτος καὶ Λεόντιον, ὃν ἐκεῖνος ἀντιχειροτονεῖ Ζήνωνι βασιλέα, τὰ αὐτὰ καὶ φρονεῖν καὶ βούλεσθαι πρὸς ἀσέβειαν, Παμπρεπίου πρὸς ταύτην αὐτοὺς ἑλκύσαντος, διατείνεται. Ὅτι περὶ Παμπρεπίου τὸ τερατολόγον καὶ ἀπιστότατον φίλοις, καὶ τὸν βίαιον θάνατον ὁμοίως τοῖς ἄλλοις καὶ αὐτὸς ἱστορεῖ· ἦν δ’ Αἰγύπτιος γένος, τέχνην γραμματικὸς ὁ Παμπρέπιος. Οὐκ εἰμὶ πρόθυμος πρᾶγμα λέγειν καὶ ἄδηλον εἰς ἀλήθειαν καὶ πρόχειρον εἰς φιλαπεχθημοσύνην. Βούλομαι δὲ καὶ ἀφεὶς ἤδη τὸν Πύθιον ἐπὶ τὸν Ἡραί̈- σκον ἐπανελθεῖν τὸν Εὐβοέα. Ἀνεβόα μέγιστον ὅσον. Τῆς κεφαλῆς αἱ κόμαι καθεῖντο μέχρι τῶν ὤμων. Ὅτι Φοίνικες καὶ Σύροι τὸν Κρόνον Ἢλ καὶ Βὴλ καὶ Βωλαθὴν ἐπονομάζουσιν. Ἐνέβησαν μὲν εἰς τὸ ῥεῖθρον τοῦ Μαιάνδρου διανήξασθαι ποταμοῦ αὐτός τε καὶ ὁ Ἀσκληπιόδοτος ὁ πάλαι γεγονὼς παιδαγωγὸς αὐτοῦ· ὁ δὲ σφᾶς ἐν μέσαις ταῖς δίναις ἀπολαβών, ὁ Μαίανδρος, ὑποβρυχίους ἐποίει, ἕως ὁ Ἀσκληπιόδοτος ἐπὶ μικρὸν ἀναδύς, ὅσον θεάσασθαι τὸν ἥλιον, «ἀποθνῄσκομεν» ἔφη, καί τι προσθεῖναι καὶ ἀπόρρητον ἠδυνήθη.
Τότε δὲ ἐξαίφνης, ἀπ’ οὐδεμιᾶς φανερᾶς προμηθείας, ἐπὶ τῆς ὄχθης ἔκειντο τοῦ ποταμοῦ ἡμιθνῆτες· εἶτα ἀνακτησάμενοι τὰς ψυχὰς ἀνεχώρησαν ἐξ αὐτῶν τῶν γε τοῦ Ἅιδου ῥευμάτων. Οὕτως ἔνθεον ἐκτήσατο δύναμιν ὁ Ἀσκληπιόδοτος, καὶ ταῦτα μετὰ τοῦ σώματος ἔτι ὤν. Ἀπόλλωνος αὐλὰς τοῦτο δὴ τὸ χωρίον οἱ Κᾶρες καλοῦσιν. Ὁ Ἀσκληπιόδοτος τοίνυν ἀπὸ τῶν αὐλῶν εἰς Ἀφροδισιάδα οἴκαδε ἐπανερχόμενος, ἤδη μὲν ὁ ἥλιος ἐδεδύκει, ὁ δὲ παραχρῆμα ἀνατέλλουσαν ἐθεάσατο τὴν σελήνην οἷα πανσέληνον οὖσαν καίτοι οὐκ ἦν ἐν τῷ διαμετροῦντι ζῳδίῳ τὸν ἥλιον. Ἀλλὰ δὴ καὶ τοῦτο τὸ ἄγαλμα καθεῖλεν ἡ πάντα τὰ ἀρχαῖα καθελοῦσα ἀνάγκη. Ἀλεξανδρεὺς ἦν τὸ γένος, οὐκ ἐπιφανῶν γονέων τὰ ἀπὸ τῆς τύχης, ἐπιεικῶν δὲ ἄλλως καὶ ἱερῶν. Ὅτι περὶ Ἰακώβου τοῦ ἰατροῦ, ὃς ἐγγὺς μὲν τὸ γένος Ἀλεξανδρεὺς ἦν, πορρώτερον δ’ ἐκ Δαμασκοῦ, υἱὸς δ’ ἰατροῦ μ ἔτη τῇ πείρᾳ σχολάσαντος καὶ μικροῦ τὴν οἰκουμένην ἐπὶ γυμνασίᾳ καὶ κρίσει τῆς τέχνης ἐπελθόντος, ὃς καὶ τὸν Ἰάκωβον τὴν ἰατρικὴν τὸν παῖδα ἐπὶ ἔτη τὰ ἶσα ἐδιδάξατο·
περὶ τοίνυν τοῦδε τοῦ Ἰακώβου, ὥσπερ καὶ ἄλλοι, πολλὰ παράδοξα λέγει, καὶ ὡς ἀκούσας γυναῖκα πταρεῖσαν ἀθροώτερον πάντας ἀποβαλεῖν τοὺς ὀδόντας, ἐκ τούτου μόνου τοῦ συμβεβηκότος ἀνειπεῖν τὰ περὶ τῆς γυναικὸς ἅπαντα, εἶδός τε καὶ χρῶμα σώματος καὶ μέγεθος καὶ τῆς ψυχῆς ὅσα φυσικώτερα τῶν ἠθῶν. Ὅτι ὁ τοῦ Ἰακώβου πατὴρ μετὰ τὴν πολλὴν τῆς οἰκουμένης πλάνην ἦλθε καὶ εἰς τὸ Βυζάντιον, φησί, καὶ τοὺς ἐνταῦθα κατέλαβεν ἰατροὺς οὐδὲν ἄρα τῆς τέχνης ἐπισταμένους ἀκριβὲς οὐδὲ αὐτόπειρον ἀλλ’ ἀπὸ τῶν ἀλλοτρίων δοξασμάτων οὐ θεραπεύοντας ἀλλὰ φλυαροῦντας. (Ἄμφω δέ, καὶ ὁ παῖς καὶ ὁ φύς, ἀσέβεε ἤστην). Ὅτι ἐχρῶντο κατὰ τῶν νόσων οὗτοι καθαρσίοις πολλοῖς καὶ βαλανείοις, χειρουργεῖν δὲ σιδήρῳ καὶ πυρὶ οὐ λίαν ἦσαν ἕτοιμοι, ἀλλὰ καὶ τὰ μοχθηρότερα τῶν ἑλκῶν διαίτῃ κατηγωνίζοντο· φλεβοτομίαν δ’ οὐ προσίετο. Ἔπειθεν ὁ Ἰάκωβος τοὺς πλουσίους ἰατρεύων βοηθεῖν τῇ νοσούσῃ πενίᾳ, καὶ αὐτὸς προῖκα ἰάτρευε, τῷ δημοσίῳ μόνῳ ἀρκούμενος σιτηρεσίῳ. Ὅτι φησὶν ὁ συγγραφεύς· «Εἶδον εἰκόνα τοῦ Ἰακώβου Ἀθήνῃσι, καί μοι ἔδοξεν ὁ ἀνὴρ εὐφυὴς μὲν οὐ πάνυ εἶναι, σεμνὸς δὲ καὶ ἐμβριθής».