PG 12Origen
Exegetical Works on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 12:1053Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Μακάριος οὖν ὁ τὰ ὄντως ὄντα ποθῶν. Ἀλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαριςμός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μόνον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χωρισμὸς τοῦ κακοῦ. Ἀλλὰ καὶ ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα, ὅποιον τό· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, καὶ τὰ ἑξῆς, ἀργίας ἑκάστου καὶ ἀκινησίας δεῖται. Τὸ δέ· Ἀγαπήσεις τὸν πλησίον σου, καί· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καί· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο, ψυχῆς ἤδη νεανικῆς καὶ ἀθλητῶν ἐνεργήματα.
PG 12:1054Εἰ γὰρ εὐθὺς προέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νῦν δὲ τοῖς εὐληπτωτέροις σε προεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς· ὥσπερ ἐνεργήματά ἐστιν ἀθληταῖς πρέποντα, ψυχῆς ἤδη νεανικῆς δεόμεθα πρὸς κατόρθωσιν· ὥστε θαύμασον τὴν σοφίαν τοῦ διὰ τῶν εὐμαρεστέρων καὶ εὐληπτοτέρων ἐνάγοντος ἡμᾶς πρὸς τὴν τελείωσιν. Ἔστιν ἁμαρτωλῶν ὁδὸν, τὸν διάβολον εἰπεῖν· ἐν ᾗ ὁ γενόμενος, μὴ ἐμμενέτω, κατὰ τό· Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. Ὁ γὰρ μὴ στήσας ἐν αὐτῇ, πρὸς Κύριον ἥξει, τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδὸς, ἐν ᾗ γινόμενος, καὶ κατὰ σκοπὸν δραμὼν, τεύξεται τῶν βραβείων. Ἀσεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων. Ἐπὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δηλονότι. Μελετήσει, τῷ βουλεύματι αὐτοῦ. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε·
PG 12:1056ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμβανομένης, ἣ καὶ διὰ τὴν ψυχὴν εἴρηται τοῦ Σωτῆρος μεταφυτευθεῖσα ἔνθεν εἰς τὸν παράδεισον. Ἔφη γὰρ τῷ λῃστῇ· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον. Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν. Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐντολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέπουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως. Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕτως· οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρήσατο ἐπαναλήψει τῆς χρήσεως. Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
PG 12:1057Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δικαίων· ἀλλὰ καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ὁδὸν δικαίων, εἰπών· Ἐγώ εἰμι ὁδός. Ὁδὸς δὲ ἀσεβῶν, ἣν ὁδεύουσιν οἱ κακολογοῦντες δημιουργὸν, ὁμοιούμενοι χνῷ ἀπὸ ἀνέμου ἐκριπτομένῳ· διὸ τῆς ἐν κρίσει ἀναστάσεως οὐκ ἀξιοῦνται, ὡς οὐδὲ οἱ ἁμαρτωλοὶ δικαίων βουλῆς. Δικαίων μὲν γὰρ ὁδὸς ἀξία γνώσεως οὖσα Θεοῦ, γινώσκεται ὑπ’ αὐτοῦ· ὁδὸς δὲ ἀσεβῶν ἀπολεῖται, ὡς οὐ γινωσκομένη ὑπὸ Κυρίου. Εἰπὼν δὲ τὴν ὁδὸν τῶν ἀσεβῶν ἀπόλλυσθαι, διωρθώσατο τὰς τῶν αἱρετικῶν ὑπονοίας, οἰηθέντων τὰς οὐσίας αὐτῶν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι, ἐκ τοῦ εἰρῆσθαι· ἀλλ’ ἢ ὡσεὶ ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς· ἀπολομένης γὰρ τῆς ὁδοῦ, ἀνύπαρκτος ἡ ἀσεβεία γίνεται, τῶν οἷς συμβέβηκε καταλειπομένων. Ὑπόθεσις. Ἀλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ἔπος [τὰ] ἔξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν μυστήριον·
PG 12:1058ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σήμερον μὲν γεννηθέντος δι’ ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ ἐπ’ ἔθνεσιν ἦσαν κατειλεγμένοι. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι περισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακαλῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό·
PG 12:1059Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νόμον γενόμενος (ἐγράφη γάρ· καὶ περιετμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολούθησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθομένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρόνημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σοφίαν. Ἐκμυκτηριεῖ δὲ καὶ τοὺς ἄρχοντας. Ἔπρεπε δὲ φῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ· ὡς εἰ καὶ τὰ ἔθνη ἐκρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς δὲ τῶν μὲν τοὺς δεσμοὺς διαῤῥήξωμεν, τῶν δὲ τὸν ζυγὸν ἀποῤῥίψωμεν, ἐπεὶ μηκέτι δέχονται τὴν θεραπείαν ῥᾳδίως. Οὐ γὰρ ἔθελον εἴσω τῆς ἱερᾶς σαγήνης γενέσθαι, περὶ ἧς γέγραπται· Ὅμοιός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν τῇ σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.
PG 12:1061Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. Ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ εἶπε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετανοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευί̈τας. Ἀπειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ἔφη, καὶ τοῖς Νινευί̈ταις ἔπεμψεν Ἰωνᾶν. Ἐγὼ σήμερον γεγέννηκά σε. Ἀεὶ τὸ σήμερον καλεῖται. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου. Δράξασθε παιδείας. Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἥ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. Τοῦ ἁγίου δόξα ὁ Θεός.
PG 12:1062Πᾶς δὲ οὗ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. Τὴν κεφαλὴν, τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κεφαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ. Καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ὅρα εἰ δύναται εἶναι ὄρος ἅγιον ὁ Μονογενὴς, ὅθεν ἐπακούσει ὁ Θεός. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ ματαίως ἐχθραίνοντας πατάσσει. Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυρίου τῶν ἁμαρτωλῶν ὁδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.

To the End: In Psalms, an Ode of DavidΕἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυί̈δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, ᾠδὴ τῷ Δαυίδ. Ὑπόθεσις.
PG 12:1063Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Ο ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει πάντων· εἰκὸς γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστὸς πάντας ἐν αὑτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασιλεύει τῶν ζωοποιηθέντων. Νομίζομεν τοίνυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν.
PG 12:1064Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν οὖν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύλου ὅτε μὲν λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὅτε δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι. Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ’ ἐν τῷ ἐπικαλεῖσθαι. Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. Εἰ καὶ ὡς ἄνθρωπος ὁ προφήτης ἐπικαλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούεται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ὢν, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ.
PG 12:1066Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέγουσιν· υἷες Ἀχαίων, καὶ τὰ ὅμοια. Ἐνταῦθα γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώσεως. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλήθη, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα ἐπ’ αὐτόν. Περὶ Χριστοῦ προφητεύει Δαυὶδ ἐν τῷ ιε ψαλμῷ, ὥς ἐστιν ἀληθὴς ὅσιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐτοῦ, νοήσαντες τό· Οὔτε δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὸ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις ἤδη πεπιστευκόσι φησὶν ὁ Σωτήρ· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ὡς γάρ φησιν Ἡσαί̈ας·
PG 12:1067Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Καὶ ὁ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ εἴρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημάτων. Μεγάλη ββ. π. 560. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οἱ μὲν ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ φῶς τοῦ προσώπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ὥσπερ ἄγγελος Θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.
PG 12:1068Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου. Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γραφῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρτωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοητῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τινες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προςκύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰςήγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων. Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δικαίους.

To the End: For the Inheritor, a Psalm of...Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. Ἡ κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Ναὸς ἅγιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Ἐν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός·
PG 12:1070Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου. Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. Τῶν ἐχθρῶν. Τῶν νοητῶν δηλονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προκοπῇ διαβασκαίνοντες. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον, ἠνέγκατο αὐτῶν ἐπιβουλήν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Νεκρῶν ἔργων πεπληρωμένος. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε. Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα· οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ’ ἐμοῦ ἐποιοῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραίνουσι, θεομαχοῦντες σαφῶς. Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐργασάμενος.
PG 12:1071Μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν. Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφροσύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶνα. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τὸ μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονομίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν. Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ὅπλῳ τινὶ, φράττουσα ἡμᾶς. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησόν με, Κύριε· ὅτι ἀσθενής εἰμι, ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ’ ἐξοχὴν ἀμύνης. Λέγει οὖν· εἰ καὶ ἐξώτερος ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὁργὴ τάχιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι’ ἄλλης ἐλεγχθῆναι καὶ παιδευθῆναι θεραπείας, οὐ τηλικούτους προσαγούσης πόνους.
PG 12:1072Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ὢν, καὶ ἰαθῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν θανάτῳ. Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου. Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ὅπερ ἐστὶν οὐδέποτε. Ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος. Διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ὧν εἴρηται·
PG 12:1073Ἐπιτίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλάμου, καί· Ὁ διάβολος, φησὶν ὁ Ἰὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· οὗτος γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Ἵνα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον. Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑτοῦ, μηκέτι πολεμούμενος ὑπ’ αὐτῶν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ῥομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας. Ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις. Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι. Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δέδεται τῇ κορυφῇ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Κολαστικὸν καὶ τιμωρητικόν. Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα·
PG 12:1075ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα εἷς ἦν ὁ λαὸς ὁ καλούμενος Ἰσραὴλ, ἀμπελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαί̈ου προφητείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χριςτοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. Διὸ καὶ ἐν πγ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι’ ὧν ἀντικρὺς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυμένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει. Ὠρ. Καὶ ὁ ὀγδοηκοστὸς ἐπιγέγραπται εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν· πρὸς δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεςμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ·
PG 12:1076καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντὸς δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ὠρ. Ὡς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρτάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, παραδιδομένους κολάζει, Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται εἰρηκὼς ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.
PG 12:1077Καὶ ἐπιφανειῶν κατηξίωσεν ἑαυτοῦ, καὶ σάρκα περιβεβλημένῳ ὁμιλίας θείας μετέδωκεν, τότε μὲν δι’ ἀγγέλων, τότε δὲ καὶ αὐτὸς δι’ ἑαυτοῦ τοῖς ἁγίοις ὀφθεὶς καὶ χρηματίσας· καὶ ἔτι πρὸς τούτοις θείου Πνεύματος καὶ δυνάμεως οὐρανίου μέτοχον αὐτὸν ἀνέδειξεν, ὡς τὰ μέλλοντα προαγορεύειν, καὶ νόσους παντοίας θεραπεύειν, ἤδη δὲ καὶ νεκροὺς ἐγείρειν· ὁποῖα προφῆται καὶ ἀπόστολοι πεποιηκέναι ἱστοροῦνται· εἰ δὲ ἅπασιν τοῖς λεχθεῖσιν προσθείης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν ἔνσαρκον οἰκονομίαν, ὄψει πῶς εἴρηται· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, δηλαδὴ ὅτι τὸν ἄνθρωπον.

I will confess to you, O Lord, with my whole heartἘξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό·
PG 12:1078ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως ποιούμενος τοὺς ἀκροατὰς, χαρὰν ἔχων τὸν καρπὸν τοῦ Πνεύματος, ἐπηρμέναις τε θεωρίαις τὰ τοῦ Θεοῦ διηγούμενος θαύματα. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύσεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέθηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἑξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπετίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπετίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάςκανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριςτὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα.
PG 12:1080Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐσεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς ἀσεβῶν ἀπολεῖται. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἂν τῷ μέλλοντι τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα. Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων. Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
PG 12:1081Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκότως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθάρηται φθορᾷ. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
PG 12:1082Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει ... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ, ὁ δὲ ἁμαρτωλὸς ἐγκάθηται ἐνέδρᾳ. Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν· ἀλλ’ ὁμῶς κύψει, καὶ πεςεῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει. Ἀλλὰ κἂν μυριακὶς ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας·
PG 12:1084τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα· οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ. Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος. Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται· ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι.
PG 12:1085Σὺ δὲ ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, ἢ ἐνδότερον εἶναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύσεις νοήσῃς· πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμετέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ἅτινα οὐ Μωσῆς ἐξέθετο οἴκοθεν, ἀλλ’ ὁ Θεὸς δι’ ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναί̈ῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ὅλως τὸ ὄνομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν. Βλέφαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν. Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.
PG 12:1086Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεςβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ἢ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων. Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάςτηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι; Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες·
PG 12:1087ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν. Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, οὗτοι δ’ ἂν εἶεν ἀντικείμεναι δυνάμεις. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Ὑπόθεσις Εὐσεβίου. Διὰ τὸ τέλος, τὸ παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπὸς ὁ τῶν πόνων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. Ἐπεὶ τοίνυν καὶ ὁ Δαυὶδ τούτων εἷς ἦν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμὸν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ἔτι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Τοῦ αὐτοῦ. Διδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεὸς ποιεῖται τῶν λανθανόντων αὐτοῦ·
PG 12:1089λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρτάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀπὸ τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνάμεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ’ οἷς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Τοῦ αὐτοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ’ ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς νουθεσίαν ἡμῶν, ὅπως καὶ αὐτοὶ, διαθέσει τοῦ ταῦτα εἰρηκότος, εἰ γένοιτο ἡμῖν χρεία μετανοίας καὶ ἐξομολογήσεως ἐπί τισιν οὐκ ὀρθῶς ἡμῖν πεπραγμένοις, ταῖς αὐταῖς χρησώμεθα μεθόδοις, ὥσπερ φαρμάκοις ψυχῆς σωτηρίοις, εὐκαίρως τοῖς παροῦσι λόγοις τῆς ἐξομολογήσεως χρώμενοι. Διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Ἐλθὼν, φησὶν ὁ Κύριος, οὐδ’ ἕνα εὗρον χρηστότητος ἐργάτην, ἀλλ’ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ.
PG 12:1090Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, ἀλλ’ οὐχὶ ἡ φαύλη ἔννοια τάχα διαφθείρει, ἀλλ’ αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας. Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ὁ ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστας αὐτοῦ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ. Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως. Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Εὐσεβίου. Ὅ γε μὴν ὁμοῦ πάντα προκατηριθμημένα κατορθώσας, ἀντιτελὴς γενόμενος, καὶ πᾶν τὸ σῶμα τῆς κατὰ Θεὸν πολιτείας ὁλόκληρον, ὥσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ἔργων ἀπηρτιςμένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
PG 12:1091Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παραςκευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ’ ἀξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων. Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύματος. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεςκέψω νυκτός. Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πταιομένη ψυχὴ λογική. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, ἥτις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γεγυμνασμένοις. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ·
PG 12:1092ἐκ τῶν ἀνθεςτηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κόρην ὀφθαλμοῦ. Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χεὶρ δὲ εὐεργετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προνοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκεινται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. Ὠργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι’ οὗ πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ἄνθρακες, ὁ τῶν ἀποστόλων χορός· τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς μεταλαβόντες, καὶ γλώσσας ἐπὶ τῶν κεφαλῶν πυρίνας δεξάμενοι, ἄνθρακες εἰκότως ἐχρημάτιζον, φωτίζοντες ὁμοῦ τὰ ἔθνη καὶ καθάροντες· ὅτι ταῦτα ἐγένετο, τοῖς ἑξῆς ἐπαγομένοις μάνθανε· Καὶ ἔκλινεν οὐρανὸν, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβείν. Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνεσις· εἰς τοὺς δικαίους οὖν λέγει.
PG 12:1094Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ Μωϋσῆς πάλαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πωρώσεως Ἰσραὴλ, εἰ μὴ ῥᾳδίως εἴδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπιτυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. Διὰ τοῦτο μέσον ἡμῶν τε καὶ Θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων· καὶ τοῦτό ἐστιν ἴσως ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Διὸ καὶ Παῦλός φησιν· Ὁ μόνος ἔχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον. Ῥύσεταί με, ὅτι ἐθέλησέν με. Οὕτως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, ἕως αὐτοὺς αὖθις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου. Καὶ ἡ παιδεία σου κτλ. Τό· Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδωτίονός ἐστιν, ἀντὶ τοῦ· Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένον τοῖς Ο. Συνεπόδισας πάντας τοὺς ἐπανιςταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου. Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαυὶδ τῶν ἐχθρῶν βασιλεύσαντα·
PG 12:1095οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. Ἀντὶ τοῦ· εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης· εἰ δὲ ἐχθροὶ ἡμῶν ὄργιλοί εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέτρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχωρήσεως, κατά τε μείωσιν καὶ αὔξησιν, καὶ τὴν πρὸς ἄλληλα διὰ παντὸς ἀναλογίαν φυλάττοντα, κηρύττει διὰ τῶν ἔργων τὸν ἀμφότερα διαστήσαντα· οὐ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας ἔκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκτὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥητοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος·
PG 12:1096διὸ καὶ ἀορίστως ἔφη, ἀλλ’ οὐχ ὡς εἴωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· Ἡσαί̈ας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν Ἡσαί̈ας. Καὶ πάλιν· Καθὼς γέγραπται. Καὶ αὖθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ λόγοις, ὧν οὐκ ἀκούονται φωναὶ, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἦχος. Ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ κανὼν αὐτῶν, οὐδὲ γὰρ λόγον οὐδὲ φωνὴν ἀφιεῖται· Τὸν κανόνα δὲ καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν γῆν καὶ θάλατταν εἰς τὴν θείαν ὑμνῳδίαν καλοῦσιν. Ἡμέρα δὲ τῆς ἀναστάσεως τῇ ἡμέρᾳ τοῦ σταυροῦ ἐρεύγεται ῥῆμα, πῶς ὁ ἐν ἐκείνῃ σταυρωθεὶς, ἐνταῦθα ὡς Θεὸς ἀνέστη, καὶ τοὺς νεκροὺς ἀνέστησεν. Καὶ νὺξ ἡ πρὸ τοῦ σταυροῦ γενομένη τῇ νυκτὶ τῆς τοῦ Χριστοῦ παραδόσεως τοιαύτην ἀναγγέλλει γνῶσιν, πῶς ἐν ἐκείνῃ δειλιῶν καὶ προσευχόμενος, ὕστερον δὲ καὶ παραδοθεὶς, ἐν ταύτῃ τῶν στοιχείων δεσπότης, ὥστε καὶ νύκτα κατὰ τὸ μέσον ἐπαγεῖν τῆς ἡμέρας, ἀποδέδεικται. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ἀθανασίου.
PG 12:1098Παστὸν τὴν Παρθένον ἐκάλεσεν, ἐξ ἧς ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστάδος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τεκοῦσα, νυμφίον ἔσχεν εἰκότως τὸν τικτόμενον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνεργήσαντα. Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τὸν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονομίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευόμενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φάλαγξι, καταργήσας αὐτῶν καθ’ ἡμῶν δυναστείαν. Ὁδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν νόησον, ἐν ᾗ καθάπερ γίγας διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πεπραγμένην ἀγαλλιώμενος ἔτρεχεν. Ἀρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν εὕρεσιν τοῦ ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενήκοντα ἐννέα πρόβατα τὰ μὴ πλανηθέντα, τουτέστι τὰς ἀγγελικὰς δυνάμεις, ἐπὶ τὰ ὄρη, τουτέστιν ἐν τοῖς οὐρανοῖς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν αὐτὸ ἠγαλλιάσατο· ἢ ἔδραμε τὴν ἐπ’ οὐρανοὺς ὁδὸν ἀγαλλιῶν, εἴτε ἀπὸ γῆς εἰς τὰ καταχθόνια ἔδραμε. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιςτρέφων ψυχάς. Ὠρ.
PG 12:1099Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέψειεν ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νόμον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τὸν δημιουργὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. Διὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, οὔτε πόρνον, οὔτε λῃστὴν παρατρέχει, τοὺς ἄγαν αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ ἔσχατα τῆς ἁμαρτίας φθάσαντας. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τὸν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
PG 12:1100Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πάθος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποςτολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυςθῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων καθαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου·
PG 12:1101μνηςθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Ῥυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. Πιαίνεται δὲ ὁλοκαύτωμα, ὅταν ὅλῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ἔσται δὲ τοῦτο, ὅταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις. Νόει καί ἵππους τὰ σκιρτήματα τῶν παθῶν, εἰς [οἷς] ἐπιβαίνουσιν οἱ δαίμονες· ἅρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν, ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν. Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν. Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον Δαυίδ. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδοκωμένοις προβάλλων.
PG 12:1103Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐτοῦ γενόμενος, εὐφραίνεται. Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ. Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἢ αὐτὸς ἔπαινος ὤν. Ἐγὼ δέ εἰμι σκώληξ. Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμβανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκωλήξ. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Ἑνικῶς δὲ νῦν, οὓς εἶπεν ἄνω κύνας, διὰ τὸ γένος καλεῖ. Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν εἶπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦσαν·
PG 12:1104ἀλλὰ καὶ ὅτι μόνη διὰ παντὸς εἶχε τοῦ Θεοῦ Λόγου τὴν ἕνωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ὧν κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃρημένην· ἑξήκοντα μέν εἰσι βασιλίδες, ὀγδοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περιςτερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ τῇ ἄνω Ἱερουσαλήμ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κατορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, ἥτις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κατῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν·
PG 12:1105αὐτὸς ποιμαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποιμαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης, καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ἔτι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο ἔσται χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τράπεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλίψεις. Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέτριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύτης τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανηθεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπιςτρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά.
PG 12:1106Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυσικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πιςτεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθανεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπομένουσι θανάτου, ἢ κινδύνους, ἢ σώματος λύσιν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον σου μεθύσκον ὡς κράτιστον. Τί βούλεται τό· ἐξεναντίας τῶν θλιβόντων με; Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι, ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπικειμένους καθ’ ἕκαστον ἀγώνισμα, οὕτως καθ’ ἑκάστην θλῖψιν· ἡνίκ’ ἂν θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις, αἱ ἀντικείμεναι, νόει μοι ἡτοιμασμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλῖψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν’ εὐχαριστῶν λέγῃς μετὰ τοῦ ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν.
PG 12:1108Ἐν ἀρχαῖς δὲ ἐφάςκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπεὶ οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν ἔχει λογικῶν τροφῶν, ηὐτρεπισμένην ὑπὸ Κυρίου ... Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τις ἐςτὶν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος τὴν ἀλήθειαν βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· Κἀγὼ διαθήσομαι ὑμῖν διαθήκην, ἐσθίειν καὶ πίνειν ἑπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Ὅθεν καὶ τό· ἡτοίμασας, εἴρηται, ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ Θεὸς ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν κτλ. Καὶ τό· ἐνώπιον δέ μου, δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων. Καὶ διὰ τούτων θλιβόντων με ἀνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ.
PG 12:1109Καὶ γὰρ ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους, ᾗ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ οἱ ἀντικείμενοι πολλοί. Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ· Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ ὅτι καὶ νηστεύων οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν κτλ. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Τίς ἐστιν ὁ καταδιώκων ἔλεος; Χριστὸν Θεοῦ δύναμιν ἔμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ ὅτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε ὅτι αὐτός ἐστιν καὶ ὁ ἔλεος ὁ διώκων· ἔμψυχος ἔλεος σε διώκει. Τοὺς ἔλαττον φεύγοντας καταλαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς ἄγει, ἵνα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οἶκον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.
PG 12:1110Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐφραίνετο συντελειωθείς. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν τὰς χεῖρας κατίσχυσεν ὁ Ἀμαλήκ. Καί· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καί·

The lifting up of my hands as an evening sacrificeἜπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή. Εἴποιμι ἂν οὖν ὅτι αἱ χεῖρες ἡμῶν αἱ πράξεις ἡμῶν εἰσιν, αἱ κατὰ θεοσέβειαν· ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν. Ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ’ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν· οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ· ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. ββ. 637. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων. Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη·
PG 12:1112εἰ γὰρ πάντα δι’ αὐτοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γεγενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Οὕτως λέγει Κύριος Παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγεται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πιςτὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. Ἀναμφισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ εἴρηται. Μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὅποιος γάρ πότε, ἐὰν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λέγοις δ’ ἂν καὶ ἄλλους ἀκάκους τοὺς ἐστερημένους κακίας, ἢ τοὺς ἁπλωστέρους·
PG 12:1113εὐθεῖς δὲ, τοὺς τελείους· ἢ ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπποδρομίας καὶ θέατρα, ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Τόπος Κυρίου, εἰρήνη ψυχῆς· ἐγεννήθη γὰρ, φησὶ, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα. Ἐκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστιν πνεῦμα συντετριμμένον, ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχόμενον φθορὰν καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σαλωμὼν, ταῖς γωνίαις παρεδρεύει. Καὶ τὸ κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου. Ὅρα, μὴ πνεῦμα εἶχε καὶ πῦρ κατὰ σφάλμα ἕτερον, τὸ κατελθὸν ἐπὶ τὰ παιδία. Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ τῶν ζώντων.
PG 12:1114Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων. Ὑπόμενον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου. Αὐτή ἐστιν ἡ ἀνδρεία καὶ κραταιὰ καρδία, ἡ μὴ ἔχουσα λογισμοὺς καὶ δόγματα ψευδῆ. Μήποτε παρασιωπήσῃς ἐπ’ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμπίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό· Ἰδοὺ πάρειμι. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ μὴ νοήσας τὰ ἔργα τοῦ Κυρίου, ἄμεμπτός ἐστιν, περὶ ὧν λέγει Θεός· Ἀληθινὰ τὰ ἔργα αὐτοῦ. Καὶ πάλιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἐναγγέλλει τὸ στερέωμα. Πάνυ γὰρ κατάδηλά ἐστιν, ὡς ἀπ’ αὐτῆς τῆς κτίσεως καὶ τῶν δημιουργημάτων ἀναλόγως δύνασθαι τὸν γενεσιουργὸν θεωρεῖν· διὰ τοῦτο οὖν οὗτοι κολαζέσθωσαν. Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου. Εὐξάμενος κακὰ ἀνθρώποις, εὐλογεῖ τὸν Θεὸν, ὅτι εἰσήκουσεν αὐτοῦ·
PG 12:1115ἀλλὰ τὰ εἰρημένα νοείσθω, ὅτι εὔχεται μετάνοιαν καὶ διόρθωσιν τοῖς ἡμαρτηκόσι. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Ποία σάρξ; περὶ ἧς εἴρηται, ὅτι ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· ἡ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπὶς πρόξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο, διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλλαγεὶς, ἀνέθαλόν τε καὶ ἤνθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐεξίαν ἀπέλαβον. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ’ εὐχαριστίας. Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς. Ἄνευ φωνῆς Κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις· ὁποῖος ἦν ὁ Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν Ἐφέσῳ. Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς· Αἱ ἀλώπεκες εἶχον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ. Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προκεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ’ οἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν·
PG 12:1117ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις οὖσα Θεοῦ πνευματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώρισας. Ἀνθ’ οὗ Ἀκύλας εἶπεν· Ἀνέσωσάς με. Κύριε, ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὡς δύνασθαι τῷ ἰατρῷ προσιέναι, καὶ λέγειν· Ἴασαί με, Κύριε. Καὶ ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου. Νῦν δὲ τυχὼν τῆς ἰατρείας, εὐχαριστεῖ. Ἔστι δὲ ὁ Θεὸς τῶν δι’ ἀγάπην οἰκειωθέντων αὐτῷ. Ἐγὼ δὲ εἶπα· Ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Πνευματικὴ δὲ εὐθηνία, ὅταν ὁ σπόρος τοῦ Ἰησοῦ ἑκατονταπλάσιος γίνηται, ἐν ᾗ τις μένων βεβαίως, ταῦτα δι’ ἔργων φησίν. Στιχθείη δὲ καὶ εἰς τό· Εἶπα. Τί δὲ εἶπα; ὅτι εἰ ἐν τοιαύτῃ γίνομαι εὐθηνίᾳ, οὐ μὴ σαλευθῶ. Ὁ δὲ Σύμμαχος οὕτως· Ἠρεμίᾳ μου, φησὶν, τὸ γαληνὸν καὶ ἀτάραχον ἐμφαίνων τῆς καταστάσεως. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. Ὠριγένους, Βασιλείου. Κατὰ μὲν οὖν συμμετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρημάτων, ἔνιοι τῶν σοφῶν τὸ κάλλος ἐνόησαν·
PG 12:1118κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑπερβαλλομένων ἐκ θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ἀποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς, ἐκδιδοὺς πειρασμοὺς, ἐπὶ τὸ γνωσθῆναι τὴν ἐν αὐτοῖς καρτερίαν· ὑπὸ δὲ τῆς ὑπερεχούσης πάντα νοῦν εἰρήνης φρουρούμενοι, νικῶμεν τὴν ταραχὴν καὶ σύγχυσιν τῶν παθῶν. Ἐπεὶ οὖν ἀντίκειται, τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ δυνάμει ἡ ταραχὴ, εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως, δεῖ οὖν ἕτοιμον εἶναι, καὶ μὴ ταραχθῆναι· εἴρηται γάρ· Ἑτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Ἢ καὶ οὕτως· πολλὰ μὲν ὠφέλησεν ὁ Σωτὴρ, λύτρον δοὺς ἀντὶ πολλῶν τὴν ψυχήν. Ηὐδόκησεν γὰρ ὁ Πατὴρ τῇ ἐκχύσει τοῦ αἵματος τοῦ ἀμνοῦ αὐτοῦ, ἀρθῆναι τὴν ἁμαρτίαν τοῦ κόσμου, ῥυσθέντος ἐκ τῆς ἁμαρτίας τῆς ἀναστροφῆς πατροπαραδότου.
PG 12:1119Πρὸς δὲ τοὺς ἐπιμείναντας δυσσεβείᾳ καὶ τῇ κακίᾳ, ἡ τοῦ Σωτῆρος διαφθορὰ, τουτέστι τῆς σαρκὸς ἡ φύσις, ἢ ὃν ὑπέμεινε θάνατος, ἀνόνητος εἶναι δοκεῖ. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν. Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. Εὐσεβίου. Ἐξ ὧν αὐτὸς ἔτυχεν εὐεργεσιῶν, μὴ μόνος ἀπολαῦσαι τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας βουλόμενος, μετὰ πολλῶν δὲ σωθῆναι, προτρέπεται, τοῖς πᾶσιν ἐπιφωνῶν, ἀγαπᾶν τὸν Θεὸν, καὶ μηδὲν ἕτερον πράττειν ἢ τῇ ἀγάπῃ τοῦ Κυρίου ἑαυτοὺς ἀνατιθέναι, καὶ τοῦτο πράττειν μετὰ ἀληθείας, γνησίως καὶ καθαρῶς, ἀλλὰ μὴ ἐπιπλάστως, μηδὲ μεθ’ ὑποκρίσεως, λέγει ὅτι ἀληθείας ἐκζητεῖ Κύριος·
PG 12:1120πεπεῖσθαι δὲ χρὴ, φησὶν, ὑμᾶς τοὺς τῷ Θεῷ καθωσιωμένους, ὡς ἔσται τις καιρὸς τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ἐν ᾗ ἀποδώσει τἀπίχειρα ὧν πράττουσιν ἐπὶ τοῦ παρόντος οἱ τὸν Θεὸν μὴ εἰδότες, οἱ μηδὲ μετρίως, ἀλλ’ εἰς ὑπερβολὴν ἀλαζονευόμενοι· οὓς οὐ χρὴ φοβεῖσθαι, εἰς τὸ τέλος αὐτῶν ἀφορῶντας, ἀλλ’ ἀνδρίζεςθαι καὶ κραταιοῦσθαι τοὺς λογισμοὺς, τὴν διάνοιαν ἑδραίαν καὶ στερεὰν κεκτημένους, καὶ τὴν ἐλπίδα ἐπὶ Κύριον τιθεμένους. Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν. Τὰς βιωτικὰς ἀπάτας τε καὶ μερίμνας ἀκάνθας ἐκάλεσεν ὁ σωτήρ. Τοιαύτῃ τις ἀκάνθῃ περιπεσὼν ταλαιπωρεῖ, οἰκτρὸς δέ τις γίνεται, κατὰ τροπὴν καὶ φύσει τοιοῦτος ὑπάρχων. Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Στόμα Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Οἱ γὰρ προφῆται δι’ αὐτοῦ λαλοῦντες ἔλεγον, ὅτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, ἤγουν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀγγέλων οὖν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος παρέχετο·
PG 12:1122τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα συνεπέφερεν, Οὐ γὰρ νήπιοι κτισθέντες, τῇ κατ’ ὀλίγον μελέτῃ τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν ἄξιοι, ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. Διὸ καὶ δυσμετάθετοι πρὸς κακίαν εἰσὶν εὐθὺς, οἱονεὶ βαφῇ τῷ ἁγιασμῷ στομωθέντες. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Εἰ γευστός ἐστιν ὁ Κύριος, διὰ τῆς πίςτεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεώς ἐστι χρηστός. Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώςκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. Ἀντεστράφη γὰρ εἰς κεφαλὴν τῶν πονηρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ τὸν ἄνθρωπον εἰς θάνατον, ἀντεζωγρεύθησαν, καὶ τῷ θανάτῳ παραδίδονται. Ὁ τάφος ὁ δεσποτικὸς, ἐν ᾧ ἐνόμιζον κρύπτειν ὡς νεκρὸν τὸν Σωτῆρα, καὶ ἐν αὐτῷ γὰρ συνελήφθησαν, ὡς ἐν παγίδι. Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. Οἱ ἀναστάντες μάρτυρες ἄδικοι κατὰ τοῦ Σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ αὐτό· οὐκ ἐγίνωσκον, πῶς ἔλεγεν;
PG 12:1123δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος λαμβάνεσθαι, ἢ τάχα καὶ ὅλος ὁ ψαλμός. Ἀφ’ ἑαυτῶν μὲν οἱ ἄνθρωποι οὐ γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν, εἰς γνῶσιν ἔρχονται τῆς κακίας. Νῦν δὲ τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις· Ἔγνω, φησὶν, Ἀδὰμ τὴν γυναῖκα αὑτοῦ. Συκοφαντίαν, φησὶν, ὑπέμεινα, ἃ μηδὲ ἐλογισάμην κατηγορούμενος· ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου ἠλεγμένος, ὅσα Σαοὺλ τυραννήσειεν ὑπώπτευεν, καὶ τούτου χάριν πολεμὸν διετέλει, χώραν λαβὼν ὃ ἐβάσκαινον τὰς κατ’ αὐτοῦ συκοφαντίας … τούτους μάρτυρας ὀνομάζει ψευδεῖς, ἐκ τούτων καὶ οἱ Ζηφαῖοι καὶ ἕτεροι πρὸ τούτων πολλοί. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἢ τάχα οἱ μὲν τὴν γνῶσιν μόνην ἔχοντες, τουτέστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφανον· πλὴν εἰ παρατείνεται τὸ ἔλεος τοῖς γινώσκουσι τὸν Θεὸν, τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον ἔσται. Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
PG 12:1124Οἶδε μέντοι ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταφοραῖς χρῆσθαι, ὥσπερ ἐνταῦθα. Τῆς ὑπερηφανίας, οὐ ζώου ποδωτοῦ, ἀλλ’ ἕξεως οὔσης, πόδα ὠνόμασεν· ὃ οὖν εὔχεται, τοῦτό ἐστιν· μὴ γενοίμην ὑπερήφανος, μηδὲ κτησαίμην χεῖρα καὶ πρᾶξιν ἁμαρτωλοῦ. Ταῦτα γὰρ σαλεύειν εἴωθε, καὶ μετακινεῖν τῆς παρὰ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωθησομένους. Διὸ ἐπάγει· Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργασάμενοι τὴν ἀνομίαν, ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι. Ἔνθα οἱ σαλευθέντες πίπτουσι. Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ τό· Γυμνὸς ἀπελεύσομαι ἐκεῖ. Ἔπεσον πάντες, τουτέστι πεσοῦνται οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν ὡς πρότερον. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς ἤδη γεγονὸς λέγει· οἷον ἀντὶ τοῦ ἐξωσθήσονται τὸ ἐξώσθησαν. Ὁ γὰρ προφητικῶς προορῶν τὰ ἐσόμενα, οὕτως αὐτὰ βλέπει ὡς πάντως γενησόμενα· τούτου χάριν, ὡς ἤδη γενόμενα, αὐτὰ διορίζεται.
PG 12:1126Δεῖ δὲ ἄρα προσιόντας Θεῷ, τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασι, καὶ τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας, εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεοῦ· ὃ δὴ πέπονθε καὶ ὁ κατὰ σάρκα Ἰςραὴλ, πεπαρῴνηκε γὰρ ἀφορήτως εἰς Χριστόν. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Ὅτι ὡσεὶ χόρτος, ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται. Ὅτι ὡσεὶ χόρτος τροφὴ κτηνῶν ἐστὶν, τὸν αὐτὸν τρόπον καὶ οἱ πονηρευόμενοι τῶν καταχρωμένων αὐτῶν, τῇ δόξῃ, τῷ πλούτῳ, τῇ εὐτυχίᾳ· οἱονεὶ γὰρ ἐσθίουσιν αὐτοὺς, ὥσπερ χόρτον, οἱ κολακεύοντες. Καὶ τὰ λάχανα δὲ τὰ τῆς χλόης ἐπ’ ὀλίγον ἀνθεῖ, εἶτ’ εὐθέως πίπτει· εἰ οὖν πρόσκαιρος ὁ χόρτος καὶ τὸ λάχανον, εἰ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν. Πάλιν εἰ λάχανον καὶ χόρτος ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοιοῦται ἡ κακία, ἐπισυμβατὴ ἄρα ἡ κακία.
PG 12:1127Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ’ ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδοται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσαμένης, ὡς τὰ χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι. Καὶ ἐξοίσει ὡς φῶς δικαιοσύνην σου. Φῶς δικαιοσύνης, γνῶσις· ἐπεὶ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. Οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυφὴ δικαίου, πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. Τὰς τῆς ψυχῆς ἡμέρας, αἵτινες γίνονται ὑπὸ τῷ ἡλίῳ τῆς δικαιοσύνης. Ἐν ἡμέραις λιμοῦ χορτασθήσονται, ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Ἐν τῷ αὐτῷ καιρῷ ἁμαρτωλοῖς λιμὸς ἦν, Ἠλίαν δὲ ἄγγελος καὶ κόραξ καὶ χήρα ἔθρεψαν. Οὕτως τοῖς ἀκούουσι τῶν λεγομένων καὶ ποιοῦσι τὰ προστασσόμενα, οὐκ ἔσται ἀφορία, οὐδὲ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου, ἀλλ’ ἐντελεῖται νεφέλαις τοῦ βρέξαι ἐπ’ αὐτοῖς, καὶ ἐν τῷ ἐνεστῶτι πονηρῷ αἰῶνι οὐ καταισχυνθήσονται·
PG 12:1128καὶ ὅταν ἔλθῃ νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, ἐξ ὧν συνέλεξαν ἔργων, τρυφήσονται, διπλοῦν ἐν τῇ ἕκτῃ τὸ μάννα συνάγοντες, καὶ ἐπὶ τοῦ παρόντος ἀρκοῦν καὶ εἰς τὸν μέλλοντα αἰῶνα, ὅτε οἱ ζητοῦντες τὰς δόξας τὰς κοσμικὰς, οἱ ἑαυτοὺς ὑψοῦντες, ἐκλείψουσι καὶ ταπεινωθήσονται· διὸ ἐπάγει ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Σαφέστερον δὲ εἶπεν· ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας ὅσας καὶ μεγάλας εὐεργεσίας, αἰσθητάς τε καὶ νοητάς· ἀλλ’ ἐάν τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, τῇ τύρβῃ τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, τὸν ἑαυτοῦ κατακαύσας νοῦν, πολλὰ παρὰ Θεοῦ δανεισάμενος, οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ καρποφορήσει τὴν ἀρετήν· ἀλλ’ οὐδὲ ὥσπερ τινὰ τόκον καταθήσει τῷ Θεῷ τὴν ἐπιείκειαν, οὐ δογματικῆς εὐτεχνίας ἐπιμελήσεται· μένει δὲ σκληρὸς καὶ ἄκαρπος· πλὴν κἂν εἰ οὕτω διατεθείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δηλονότι Θεὸς, οὐ παύσεται τοῦ κατοικτειρεῖν αὐτὸν, καὶ διδόναι τὰ παρ’ ἑαυτοῦ, ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν.
PG 12:1129Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; καὶ τὰ ἑξῆς. Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. Ὁδὸς Κυρίου, ψυχὴ καθαρά. Καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Οὐκ εἶπεν· ἐγκαταλειφθέντα, ἀλλ’ ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω, ὅτι γὰρ ἐγκαταλίμπονται οἱ δίκαιοι πρὸς καιρὸν, δοκιμῆς χάριν. Ὁ Κύριος πρὸς τὸν Ἰώβ· Μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος. Οὐδὲ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ σπέρματα τῶν ἀρετῶν καὶ αὐτὰ ἀρεταί. Καλῶς τὸ σπέρμα τῆς ἀρετῆς, ὅπερ ἐστὶν ἡ ἀρετὴ, οὐ ζητεῖ ἄρτους· ἄρτον δὲ λέγει τὴν γνῶσιν, ἥτις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου (σπέρμα δὲ δικαίου τροπικῶς ὅλως εἴρηται, τὸ καταβαλλόμενον ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων), σπέρμα γὰρ πλησθήσεται γνώσεως, σπέρμα δὲ πονηροῦ ἐν ἐνδείᾳ ἔσται. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει. Ὅμοιον τῷ· Ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Ὁ δανείζων λόγους καθαίροντας ψυχὴν, εὐλογηθήσεται· ὁ δὲ μὴ ἐπιδιδοὺς αὐτοῖς, ἐπικατάρατος ἔσται. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Τὸ ἐκκλίναι ἀπὸ κακοῦ ὁ τοῦ Κυρίου φόβος παρέχει·
PG 12:1131τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγαπὴ προστάσσει. Ὅτι Κύριος ἀγαπᾷ κρίσιν. Κρίσιν, δικαιοκρισίαν, οὐ τὴν δικαστικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὔτε μὴ καταδικάσαι αὐτὸν, ὅταν κρίνηται αὐτῷ. Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα. Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· αὐτὰ ἐννοεῖν βουλόμενος, θεωρήσω, οὐδὲ τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν, δεδύνημαι εὑρεῖν, ὅπου γὰρ ἂν αὐτὸς παρέλθῃ· καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Μὴ εἰδῇς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὅψει τὸν ὄλεθρον. Καὶ ἴδε εὐθύτητα. Τό· Καὶ ἴδε εὐθύτητα, ἀντὶ τοῦ· Ὄψει εὐθύτητα. Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ’ ὀργῆς καὶ θυμοῦ. Τοῦτο καὶ τοῦ 2 ψαλμοῦ προοίμιον ἐποίησε, τὸ παρακαλεῖν ἰατρικῶς, μὴ δικαστικῶς.
PG 12:1132Ὁ ἐλέγχῳ τῷ διὰ λόγου μὴ εἴκων, θυμῷ τοῦ Θεοῦ ἐλεγχθήσεται, καὶ μὴ ὑπὸ ζυγὸν παιδεύοντος ἐν Θεῷ διδασκάλου γινόμενος, ὀργῇ Θεοῦ παιδευθήσεται· παιδεία δὲ ἐλέγχου ἐπιπονώτερος. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οἱ λόγοι τοῦ Κυρίου βέλη εἰσίν· αὐτὸς γοῦν ὁ σωτήρ φησιν· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Ὁ λέγων οὖν τὸν λόγον τοῦ Κυρίου, βέλος ἀφίησι. Καὶ ἐπὰν λέγῃ ἐπιστρεπτικὰ, τῷ βέλει τούτῳ τιτρώσκει τὸν συνετὸν ἀκροατήν. Ὁ οὖν δυνάμενος ἐκ τοῦ τετρῶσθαι νενοηκέναι καὶ ἠλπικέναι, θαῤῥεῖ, ὅτι οὐκ ἔπεσε τὰ βέλη τοῦ Θεοῦ τὰ λογικὰ, οὐδ’ ἔξω γέγονεν αὐτοῦ· ἀλλὰ καθίκετο αὐτοῦ, ὡς λέγεσθαι· Ἑώρακας ὡς κατενύγη ὁ δεῖνα Λέγοι δ’ ἂν τῷ τύπτοντι διδασκάλῳ ἢ παιδαγωγῷ ὁ τυπτόμενος, ὅτε οὐ παρέργως τύπτεται· Ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὕτω δ’ ἂν λέγοι καὶ τῷ Κυρίῳ πέμψαντι βέλη, δι’ ὧν τινων πέμπει τὰ λογικὰ, ὅτι ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Τῆς γὰρ χειρὸς Κυρίου ἐπικειμένης τῷ ἀφιέντι τὰ λογικὰ βέλη, τιτρώσκει τε καὶ ἐμπήγνυται βέλη εἰς τὴν ψυχὴν τοῦ ἀκούοντος.
PG 12:1133Δηλοῖ δέ ποτε καὶ τὰς κολάσεις τὰ βέλη, καί ποτε δὲ καὶ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου φησὶ, τὰ πρὸς ἐπιθυμίαν κινήσαντα αὐτὸν τῆς τοῦ Οὐρίου γυναικὸς, ὡς ἐπαχθέντα κατὰ τοῦ Θεοῦ συγχώρησιν. Καὶ οἱ Θεοῦ λόγοι, οἱ περὶ τῆς μελλούσης κρίσεως, βελῶν ὀξύτεροί εἰσιν, τὴν συνείδησιν πλήττοντες· ὑφ’ ὧν νυττόμενος ὁ προφήτης, ἀξιοῖ τὴν μέλλουσαν ἐκφεύγειν δίκην, δεδοικέναι εἰπὼν, διὰ τῶν λόγων καὶ τῶν πυκνῶν συμφορῶν, ἃς ἐκάλεσε χεῖρας. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Διὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζόμενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ’ αὐτῆς τῆς ὀργῆς παθεῖν. Ὅρα γὰρ, εἰ μὴ ταῦτα σαφῶς λέγεται, ἐδύνατο εἰπεῖν ἀπὸ τῆς ὀργῆς σου, καὶ μὴ ἀπὸ προσώπου τῆς ὀργῆς. Ἀλλ’ οὐκ ἔλεγεν· Ἀπὸ τῆς ὀργῆς σου παιδεύσῃς με, ἐπεὶ ὅπερ ἂν ἐποίησεν αὐτὴ ἡ ὀργή σου ἐλθοῦσα ἐπ’ ἐμὲ παιδεύουσα, τοῦτο ἐλπίζω ποιεῖν μόνην τὴν φαντασίαν τοῦ προσώπου τῆς ὀργῆς.
PG 12:1134Καὶ εἰς πρόσωπον γὰρ ὀργῆς ἡ περὶ αὐτῆς φαντασία, ἥτις ἔδρασεν ἅπερ ἂν, εἰ παρῆν, ἡ ὀργή. Ἢ ἀπὸ προσώπου ὀργῆς, ἤτοι τῶν παριστάσεων οὐκ ἀπὸ ὀργῆς ὁ λόγος, ἀλλ’ ἀπὸ προσώπου αὐτῆς ἐρχόμενος. Τό· οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, τοιαῦτά φησιν ὁ ἀπόστολος ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίνθῳ παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ὡς οὐ δυναμένου τοῦ πνεύματος σωθῆναι, ἐὰν μὴ παραδοθῇ ἡ σὰρξ εἰς ὄλεθρον. Τίς οὖν ὁ ὄλεθρος τῆς σαρκὸς ἀκούει ἢ τὸ ὀλεθρευόμενον ἀποθνήσκειν; ζῇ δὲ ἡ σὰρξ τοῦ ἁμαρτωλοῦ, ἀπέθανεν ἡ σὰρξ τοῦ δικαίου· διὸ ὁ δίκαιος λέγει· Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Τὸ οὖν παραδίδοςθαι εἰς ὄλεθρον τὴν σάρκα, τοιοῦτόν ἐστιν· ἀποθνήσκει τὸ φρόνημα τῆς σαρκὸς, τὸ πνεῦμα σώζεται. Εἰ νενόηται τὸ ἀποστολικὸν, ἐλθὲ ἐπὶ τὸ προκείμενον· εἰ ἔρχεται ὁ ὄλεθρος, ἵνα τὸ πνεῦμα σωθῇ, ἡ σὰρξ ἀσθενεῖ· καὶ ὅσον ἀσθενεῖ καὶ ὁδεύει ἡ ἀσθένεια ἐπὶ τὸν θάνατον τῆς σαρκὸς, οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί.
PG 12:1136Εἰ μέντοιγε νοσεῖ μὲν ἡ σὰρξ, καὶ ἐπανέρχεται ἐπὶ τὴν ὑγίειαν ἢ τὴν κακίαν, γίνεται τὸ ὅτι ἔστιν ἴασις ἐν τῇ σαρκί μου, ὅπερ οὐκ ἔστιν ἀγαθόν. Οὗτος οὖν εἴπερ παραιτεῖται τὸν τῷ θυμῷ τοῦ Θεοῦ ἐσόμενον ἔλεγχον, καὶ τὴν τῇ ὀργῇ αὐτοῦ ἐρχομένην παίδευσιν, καὶ παραιτεῖται εὐλόγως, λέγων τὸ ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, δηλονότι αἴτιον ἦν αὐτῷ τοῦ μὴ παθεῖν ἀπὸ ὀργῆς καὶ θυμοῦ Θεοῦ, καὶ τοῦ μὴ εἶναι ἴασιν ἐν τῇ σαρκὶ αὐτοῦ. Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου, ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἀντὶ τοῦ ἀπὸ τοῦ προσώπου τῶν ἁμαρτιῶν μου, Σύμμαχος ἔφη· Διὰ τὰς ἁμαρτίας μου. Λεγέτω ὁ ἡμαρτηκὼς, καὶ μετὰ ταῦτα βλέπων αὑτοῦ τὴν ἁμαρτίαν διαπαντὸς, ὡς καὶ ὁ Δαυὶδ λέγει ἐν τῷ ν ψαλμῷ· Καὶ ἡ ἁμαρτία μου ἐναντίον μού ἐστι διαπαντός. Τοῦτο δὲ γίγνεται ἐπάν τις ἁμαρτήσας δάκνηται ἐπὶ τῇ ἁμαρτίᾳ· ὁ τοιοῦτος φαίη ἂν καὶ τό· Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου. Σαλεύεται γὰρ καὶ τετάρακταί μοι τὰ ὀστᾶ ἀπὸ προσώπου μου. Ἔστιν δὲ πρόσωπον ἁμαρτιῶν ἡ ἐπιφάνεια τῶν ἁμαρτιῶν·
PG 12:1137οἷον ἐὰν ἐκνοηθῶ οἷα κακὰ πεποίηκα, καὶ ἐν οἷς γέγονα παραπτώμασιν, καὶ βαροῦμαι θλιβόμενος ἀπὸ τοῦ ταῦτα ἐννοεῖν· Οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῆς ἁμαρτίας μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Οἱ γὰρ μὴ βαρυνόμενοι ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις, μηδ’ ἀλγοῦντες, οὐ λέγουσιν τὰ προκείμενα. Πάλιν οἱ μὴ αἰσθανόμενοι τῆς ἁμαρτίας ὅτι ἀναβέβηκεν ὑπεράνω τῆς κεφαλῆς αὐτῶν, ἀλλ’ ἀναισθητοῦντες ἐπικειμένης αὐτῆς, οὐ λέγουσιν, ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Εἰ δέ τις νομίζει πάντα τὸν ἁμαρτωλὸν δύνασθαι λέγειν, κατανοησάτω τίνες ἡδόμενοι ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν· οὐ γὰρ ἐβαρύνθη τὰ ἁμαρτήματα αὐτῶν ἐπ’ αὐτοὺς, ἅτε ἡδέως βαστάζοντας· ἀλλ’ ἀνθρώπου ἀλγοῦντός ἐστι καὶ λυπουμένου ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι λέγειν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Οὕτω δὲ διηγήσῃ τὸ ἀνάλογον τοῖς ἀποδεδομένοις, καὶ τό· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Οὐκ ἔστιν εἰπεῖν ταῦτα τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους·
PG 12:1138τινὲς γοῦν καὶ ἐκκαυχῶνται καὶ ἥδονται τοῖς αὑτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαςτάζοντες. Καὶ ὡς ἔστιν ἀπὸ ποδῶν ἔν τισι κατὰ τὸν Ἡσαί̈αν, οὕτω καὶ ὑπεραίρονταί τινων αἱ ἀνομίαι. Κεφαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς τε οὔσης καὶ βαρυτάτης, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς ἐπαισθάνεται. Ὅθεν ὁ Θεὸς τοὺς πεφορτισμένους καὶ κοπιῶντας διὰ μετανοίας ἥκειν πρὸς αὐτὸν κελεύει. Πάλιν ἐκεῖνος αἰσθάνεται τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, ὁ τὴν χοιρώδη ζωὴν ἀποθέμενος, καὶ θείαν αἴσθησιν ἐκ τοῦ λόγου λαβὼν τοῦ Θεοῦ. Περὶ γὰρ τῶν τοιούτων ἐῤῥήθη τό· Μὴ βάλε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Χοίρους δ’ ἐκεῖ ὀνομάζει τοὺς ταῖς δυσωδίαις τῶν ἁμαρτημάτων χαίροντας. Ἐὰν δέ που ἀπόθηται ὁ ἁμαρτωλὸς, ἵν’ οὕτως οὐ νομίζων τὴν χοίρων αἴσθησιν, ἀναλαμβάνῃ ἐκ τοῦ λόγου τοῦ Θεοῦ αἴσθησιν, ὡς αἰσθάνεσθαι τῆς δυςωδίας τῶν ἰδίων ἁμαρτημάτων, θέλει οὖν παραστῆναι τὸν μετανοοῦντα λέγοντα· ἃ πεποίηκε δι’ ἀφροσύνην, ταῦτά μοι ἐσάπη· οὐκέτι γὰρ αὐτὰ ἀνακαινίζω, πάντα μοι ὄζει. Βαρύτατα τῆς συνειδήσεως εἰς ἀπόγνωσιν ὤθησεν μετ’ ἐπιτάσεως· διό φησιν·
PG 12:1140Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτιςμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Τάχα τοιοῦτόν τι ἰδὼν ὁ ἀπόστολος μετὰ τὸ ἡμαρτηκέναι λέγει· Ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἥμαρτε γὰρ, ὅτε ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ. Ἐταλαιπώρησα οὖν, καὶ οὐχὶ ἔτι ταλαιπωρῶ, ὡς μηκέτι ὢν ἐν ταῖς ἁμαρτίαις· εἰ δ’ ἔτι εἰμὶ ἐν ταῖς ἁμαρτίαις, ἔτι ταλαιπωρῶ. Ἐὰν δὲ ἴδῃς τὸν ἡμαρτηκότα μὴ δυνάμενον ἀναβλέψαι εἰς οὐρανὸν, μηδὲ ἔχοντα παῤῥησίαν εὔξασθαι τῷ Θεῷ, ἀλλὰ συγκύπτοντα τὸ πρόσωπον ἐπὶ τὴν γῆν, οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸ τῆς ψυχῆς, καὶ ὡς κρίκον τὸν τράχηλον αὑτοῦ ποιοῦντα, ὄψει τινὰ τρόπον λέγει, κατακαμφθῆναι ἕως τέλους. Εἰ δὲ θέλεις παράδειγμα τοῦ κατακεκαμμένου διὰ τὰς ἰδίας ἁμαρτίας, καὶ τὴν ἐξομολόγησιν τὴν περὶ τὴν ἁμαρτίαν, ἴδε μοι τὸν τελώνην, τὸν ἐν τῷ Εὐαγγελίῳ, ὡς ἀπὸ μακρὰν σταθεὶς, οὐκ ἔθελεν τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς οὐρανὸν, καὶ τύπτων ἑαυτοῦ τὸ στῆθος, ἔλεγεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἐκείνῳ γὰρ πρέπει εἰπεῖν·
PG 12:1141Κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Μήποτε δὲ οὕτως ἀναγνωστέον, τουτέστι διὰ βίου κατεκάμφθην, τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων· τούτου χάριν ἐταλαιπώρησα, ἐλεεινὸς ἐκ τούτου γενόμενος. Τοῦτο δὲ ὡς ἄφρων εἶπεν ὑπομεμενηκέναι· ἀφροσύνης γὰρ ἡ κακία, καθὼς φρονήσεως ἡ ἀρετή. Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· ἐξ οὗ ἥμαρτον, φησὶ, σκυθρωπὸς ἀεὶ ἤμην. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Εὐαγγελίῳ· Μακάριοι οἱ κλαίοντες. Εἰ νενόηκας τὸν ἐπὶ ταῖς ἁμαρτίαις πενθοῦντα καὶ κλαίοντα, εἶδες τοῦτον μακαριστόν. Εἰ δὲ τοὐναντίον θεάσῃ τοῦτον γελῶντα καὶ ἱλαρευόμενον, καὶ μὴ κατανυςσόμενον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ἴδε εἰ μὴ τούτῳ ἁρμόζει· Οὐαὶ, οἱ γελῶντες νῦν. Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώςκομεν, ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι. Ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐμπαιζόντων, ἤτοι τῶν λογισμῶν, ἢ τῶν πονηρῶν πνευμάτων· διὸ καὶ ἐσκυθρώπαζον, πάσης ἱλαρίας ἀφῃρημένος. Ἐπειδὴ δὲ φέρονται αἱ μὲν γραφαί· αἱ ψόαι μου, αἱ δέ·
PG 12:1142λαγόνες μου ἐπλήσθησαν ἐμπαιγμάτων, ῥητέον ὡς ἐπείπερ περὶ τὰς ψόας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα, καὶ ἐμπαιγμῶν ἐμπίμπλαται ταῦτα, ἡνίκα πορνικῶς, ἀλλ’ οὐκ ἐπὶ παιδοποιί̈ας κινεῖται· διὰ τοῦτο γάρ φησι, μηδὲ ἴασιν εἶναι ἐν τῇ σαρκί μου, διὰ τὸ ἡττᾶσθαι παρὰ τῶν ἐμπαιγμάτων τὴν ψυχήν· πάνυ γὰρ ἡ σὰρξ ἀσθενεῖ ῥέουσα, καὶ μὴ φρονοῦσα. Ὅθεν καὶ ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Τούτῳ παραπλήσιόν ἐστι τὸ ἐν τῷ Ἰὼβ λεγόμενον περὶ τοῦ δράκοντος· Ἰδοὺ δὴ, ἡ ἰσχὺς αὐτοῦ ἐν ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφάλου γαστρός. Ἡ γὰρ ἰσχὺς τοῦ διαβόλου ἐξαιρέτως περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου ἐστὶν, ὅπου τὸ πορνεύειν ἐστὶν καὶ ἀσελγαίνειν. Καὶ οὐκέτι ἐστὶν ἴασις ἐν τῇ σαρκί μου. Προκοπὴ ἐπὶ τὸν θάνατον τῆς σαρκὸς καὶ ἐπὶ τὸν ὄλεθρον αὐτῆς, τὸ ἤδη δεύτερον λέγεσθαι. Ἐκακώθην, καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Αἱ ἑορταὶ τοῦ Θεοῦ ἄρτον κακώσεως λέγουσι δεῖν ἐσθίειν· καίπερ ἑορταὶ λεγόμεναι, αὐταὶ ταπεινοῦσιν τὰς ψυχὰς ἡμῶν. Τῇ γοῦν δεκάτῃ τῶν ἱλασμῶν, ταπεινώσετε, φησὶ, τὰς ψυχὰς ὑμῶν.
PG 12:1143Ἐπεὶ οὖν ὁ μετανοῶν ἐφ’ οἷς ἥμαρτεν, ἑαυτὸν κακοῖ καὶ ταπεινοῖ, ὡς ἐκεῖνος ὁ τελώνης, ὁ θαῤῥῶν ἐπὶ τῷ ἑαυτὸν κεκακωκέναι καὶ τεταπεινωκέναι, μετανοῶν φησιν· Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα κτλ. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστι μετ’ ἐμοῦ. Ἤμην, φησὶ, ποτὲ ἰσχυρὸς καὶ πολιτευόμενος καλῶς, ὕστερον δὲ πέπτωκα, ταραχθείσης μου τῆς διανοίας, καὶ καταλιπούσης με τῆς ἰσχύος· καὶ τὸ φῶς δὲ τῶν ὀφθαλμῶν μου, ὅπερ εἶχον, μετὰ τὸ γνῶναί με τὴν ἀλήθειαν, οὐκ ἔστιν μετ’ ἐμοῦ. Πάλιν εἰς τὸ σκότος ἐνήμεθα, εἰς παραπτώματα πεπτωκότες. Εἶτα διηγεῖται ἀπ’ ἀρχῆς ἐκ τοῦ σχολάζειν τῇ μετανοίᾳ, δι’ ἄγαν τὴν εὐγνωμοσύνην καὶ τὴν τῆς ἁμαρτίας ἐξομολόγησιν. Ἡ καρδία μου ἐταράχθη· τὸ διαλογιστικὸν καρδίαν φησὶ, καὶ ἐταράχθη, ὅτι Κύριος προσέταξεν αὐτὸν καταταράσσεσθαι Δαυίδ. Τὸ φῶς τῶν ὀφθαλμῶν, ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν.
PG 12:1145Καταφρονήσας γὰρ τῆς παρ’ ἀνθρώποις αἰσχύνης, καὶ καταγνωσθεὶς ὑπὸ τῶν ἀκουόντων τῆς ἐξομολογήσεως, τρόπον τινὰ ἤκουον αὐτῶν λεγόντων· Πόῤῥω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Βδελυςσόμενοι γὰρ ὃν χθὲς ἐθαύμαζον, ἐμάκρυνον ἑαυτοὺς, ταῦτα μονονουχὶ λέγοντες. Ἀλλὰ τούτου μὴ φροντιζέτω ὁ θέλων μετὰ τὸ ἁμαρτῆσαι σωθῆναι, τοῦ καταγινώσκοντος ἀγνωμόνως, τοῦ μὴ λογιζομένου τὰ ἑαυτοῦ, μηδὲ ἀνεγνωκότος· Μὴ ὀνείδιζε ἄνθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. Καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Πολλάκις γὰρ καὶ ἐπιβαίνουσι τοῖς τοιούτοις, καὶ ζητοῦσι κακὰ τῷ δικαίῳ, οὐχ οὕτω χαίροντες ἐν τῷ ἀκούειν τὰ κρείττω περὶ αὐτοῦ, ὡς ὅταν ἀκούσωσιν τὰ χείρονα περὶ αὐτοῦ. Καὶ λαλοῦσιν ματαιότητας, καταγελῶντες ἐκείνου, τοῦ ἑαυτὸν καταγορήσαντος· οὐ γὰρ ἐξητασμένα λαλεῖ ὁ ζητῶν τινι κακὰ, ἀλλ’ ὁ ζητῶν παντὶ ἀγαθά. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ.
PG 12:1146Λοιδορούμενος ἢ καὶ ἐπὶ τῇ ἐξομολογήσει κακολογούμενος, διαβαλλόμενος μυρία ὅσα ἀκούων, προσεποιησάμην τὸν μὴ ἀκούοντα, καὶ ἔχων τι ἀποκρίνασθαι πρὸς αὐτοὺς καὶ ἐλέγξαι, οὐκ ἐλέγχω, ἐπεὶ ὁρῶ ὅτι ἔλεγχος δεῖται ἀπαθείας· ἀπὸ γὰρ θυμοῦ καὶ ὀργῆς ἐλέγχω, καὶ λυπῆσαι βουλόμενος, οὐ θεραπεῦσαι· διὸ ἐγενόμην τούτοις ὡσεὶ κωφός. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς. Ἐπὶ τούτοις οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρωμένος· οὐδεὶς γὰρ λόγος μοι πρὸς ἀπολογίαν, οὐδὲ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ’ αὐτῶν νενικημένος. Ἢ ἐγενόμην πρὸς κακοδόξους ὡς οὐκ ἀκούων, οὐδ’ ἔχων ἐν τῷ στόματί μου ἐλέγχους. Κίνδυνον γὰρ φέρει πολλάκις τὸ δυςφήμων λόγων ἀκούειν, καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. Ἢ τοῦτό φησιν, ὅτι σὺ εἰσακούεις, Κύριε, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ’ ἐμοῦ δυσφημίας. Διὰ τί δὲ γενόμην τοιοῦτος; Ὅτι ἐπὶ σὲ, ἤλπισα, Κύριε, σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου. Τῶν τοσούτων, φησὶ, κακῶν μίαν ἔχω σωτηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενομένην ἐπικουρίαν. Ἢ τοῦτό φησι· εἰ γὰρ μὴ ἤλπισα ἐπὶ σὲ, ἐμαυτὸν ἂν ἠμυνάμην.
PG 12:1147Νυνὶ δὲ γινώσκω τό· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Καὶ τό· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, καὶ οὐκ ἔχων ἐν στόματι αὑτοῦ ἐλέγχους. Σὺ εἰσακούσῃ Κύριε, ὁ Θεός μου, εἰ καὶ ἐγὼ ὡσεὶ κωφὸς, οὐκ ἤκουον τῶν κατ’ ἐμοῦ δυσφημιῶν, σὺ ἄκουσον τῶν λεγομένων. Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Οὐκ ἔχουσι γὰρ τί εἴπωσιν. Ἐπιχαρήσονται δὲ, εἰ μὴ τύχοιμι τοῦ σου ἐλέους. Ἀλλ’ ἵνα μὴ ἐπιχαρῶσιν οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ μόνον σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ μεγαλοῤῥημονήσαντες. Μέγα γὰρ ἔδωκεν αὐτοῖς κατ’ ἐμοῦ φρονεῖν ἡ ἁμαρτία, σαλεύσασά μου τοὺς πόδας. Ἐγὼ δὲ ἐπὶ σὲ κατέφυγον. Μόνον δὲ οὐ λέγω· Ἐὰν πέσω, ἀλλ’ ἐὰν σαλευθῶσιν οἱ πόδες μου, μεγαλοῤῥημονοῦσιν, καὶ λέγουσιν, ὅτι ὁρᾷς τὸν δεῖνα; καὶ αὐτὸς τόδε πεποίηκεν, καὶ λέγων τάδε, τὰ ἐναντία τάδε ἐποίει. Λέγει οὖν οὕτως· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν· ἄλλως δὲ μετὰ τοῦτο κρείττων ὢν, ὅσον ἐπὶ τῇ προσωποποιί̈ᾳ τῇ πρὸς ἐκεῖνον συγκρινομένῃ, φησίν·
PG 12:1148Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Οὐκοῦν οὗτοι μὲν ἐσαλεύθησαν οἱ πόδες, οὗτοι δὲ μικρὸν ἐσαλεύθησαν· μακάριον δὲ ἡμᾶς γενέσθαι μὴ σαλευομένους τοὺς πόδας, ἀλλ’ ἑστηκότας ἐπὶ τὴν πέτραν τὸν Χριστόν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. Πρὸς δὲ τὰς ἐξ αἰσθήσεως μάστιγας εὐτρεπὴς εἶναί φησιν· ἤλγει γὰρ ἐφ’ οἷς ἥμαρτε μαστιζόμενος. Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Διδάσκει βάθη ἀνθρώπου πιστοῦ. Πολλάκις γὰρ ἡμεῖς, οἱ ἔτι ἁμαρτωλοὶ, ἐὰν ἴδωμεν ἐχθρὸν ἡμῶν ζῶντα καὶ εὐθηνοῦντα, σκυθρωπάζομεν, καὶ κινδυνεύομεν κατ’ αὐτῆς προνοίας λέγειν. Ἀλλ’ ὁ θέλων σώζεσθαι, οὐ τοιοῦτος· φησὶ γάρ· Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ οὐδὲν ἧττον μεριμνῶ περὶ τῆς ἁμαρτίας μου. Καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Ἀδύνατόν ἐστιν ἐν βίῳ ὄντα μὴ μισηθῆναι. Ἰησοῦς Χριστὸς μεμίσηται. Γένοιτο δέ με μισούμενον συνειδέναι ὅτι οὐ δικαίως, ἀλλ’ ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν.
PG 12:1150Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον.] Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. Ἐγὼ μὲν εὐηργέτουν, ἐκεῖνοι δὲ ἐπιλαθόμενοι τῶν ὧν εἰς αὐτοὺς ἐποίουν, κακά μοι ἀνταπεδίδοσαν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Εἰ γὰρ καὶ ἥμαρτόν τι, ἀλλ’ ἀεὶ ἐδίωκον τὴν ἀγαθωσύνην, καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδελυγμένον. Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Ἐν ἄλλῳ δὲ ψαλμῷ φησι· Καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἐνταῦθα δὲ πρὸς αὐτὸν Θεόν· Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, κτλ. Εἰ κἀκεῖνοι ἀπέῤῥιψάν με, ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα. Σοῦ γὰρ παρόντος, ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. Πρόσχες εἰς τὴν βοήθειάν μου, ἐπεὶ ἐχθρῶν περιεστηκότων, ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων, βοηθείας δέομαι. Οὐκ ἄλλοθεν δὲ βοήθειαν ἀπαιτῶ ἢ παρὰ σοῦ, Κύριε· σὺ γὰρ καὶ Θεὸς τῆς σωτηρίας μου τυγχάνεις· σωτηρίας δὲ Θεὸς ὁ ταύτης αἴτιος. Καλὸν προοίμιον προσευχῆς, τό· Μὴ ἐγκαταλίπῃς με, ὁ Θεός μου.
PG 12:1151Ἔχεις γὰρ ἐν αὐτῷ τὴν ἁγίαν Τριάδα. Εἰς τὸ τέλος τῷ Ἰδιθοὺν ᾠδὴ τῷ Δαυίδ. Εἰς τὸ τέλος δὲ κατὰ τοὺς Ο ἐπιγράφεται· κατὰ δὲ τὰς ἄλλας ἑρμηνείας, ἐπινίκιος, καὶ εἰς τὸ νῖκος, καὶ τῷ νικοποιῷ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου. Ἐκ τῶν λόγων τοῦ συστάντος κατεναντίον μου ἁμαρτωλοῦ, ἐθερμάνθη διαπυρωθεῖσα ἡ καρδία μου, καὶ ἡ τοιαύτη θέρμανσις ἐντός μου ἐφυλάχθη. Ὁ τέλειος, ὡς ἤδη εὐεξίαν καὶ μακαριότητα ἀναλαβὼν, οὐ κινεῖται παντελῶς ὑπὸ τῶν λοιδορούντων αὐτόν· ὁ δὲ προκόπτων, ἀλγεῖ μὲν καὶ τὴν καρδίαν ἔχει θερμαινομένην ἐν ἑαυτῷ, βράςσουσαν καὶ ταρασσομένην, ἀλλ’ οὐ μέχρι τοῦ ἐλθεῖν ἀπὸ τῆς καρδίας λόγον ἐπὶ στόμα. Καὶ μελετῶν, φησὶ, τὰ θεῖα λόγια, ἐκαιόμην· ὡς οἱ περὶ Κλεόπαν λέγοντες· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
PG 12:1152Τοιοῦτοι ἦσαν καὶ οἱ λόγοι Ἱερεμίου, διὸ γέγραπται εἰρηκέναι τὸν Θεὸν πρὸς αὐτόν· Ἰδοὺ, δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. Τοιαῦται ἦσαν αἱ καθεζόμεναι γλῶτται ἐπὶ τοὺς ἀποστόλους, τοὺς μέλλοντας τὸν λόγον τοῦ εὐαγγελίου κηρύςσειν. Ὤφθησαν γὰρ αὐτοῖς ὡς πῦρ, ἵν’ ὁ λόγος αὐτῶν ᾖ καυστικὸς, καὶ ἀνάπτῃ τὰς ψυχὰς τῶν ἀκροωμένων. Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἄριθμον τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Ἰδοὺ, παλαιὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Παλαισταὶ αἱ ἐν τῷ βίῳ ἡμέραι, ἀντὶ τοῦ βραχεῖαι καὶ ἐλάχισταί εἰσιν, οὐ πήχεσι μετρούμεναι. Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, εἶτα ἑξῆς, ὡς ἂν διηγούμενος τὸ εἰρημένον, ἐπιλέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Πάντα τὰ ἐν ἀνθρώποις μάταιά ἐστιν πρὸς τὸν μέλλοντα αἰῶνα, καὶ πρὸς τὰ ἡμῖν ὑποκείμενα, τοῖς ἀξίως βεβιωκόσι. Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσονται. θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
PG 12:1154Πᾶς ἄνθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, ἤτοι τοῦ Θεοῦ τηρῶν τὸ κατ’ εἰκόνα, καὶ τὸ προκόπτειν εἰς τελειότητα, σύμμορφος γινόμενος τῆς εἰκόνος τοῦ Θεοῦ. Ἢ ἄλλως, τινὸς ζωοῦ, ἵππος θηλομανὴς, ἢ ἄλλο τι ἄλογος κατὰ τὸ ἦθος γινόμενος. Καὶ φαινόμενος κόσμος εἰκών ἐστι τοῦ νοητοῦ καὶ ἀοράτου· ἐν τῷ μέλλοντι γὰρ ἡ ἀλήθεια. Αὐτεξουσίως οὖν διαπορεύεται ὁ ἄνθρωπος ἐν τούτῳ τῷ κόσμῳ, ὅς ἐστιν εἰκών. Ἐπάγει δὲ καὶ περὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὡς μάτην ταραττομένων· Θησαυρίζει κτλ. Τοῦτο λεκτέον πρὸς ἄπαιδας πλουσίους πλεονεκτοῦντας, μηδένα τῶν πτωχῶν ἐλεοῦντας. Θησαυρίζων γάρ τις ἐπὶ τῆς γῆς, οὐκ οἶδε τίς ἕξει τὸν ὑπὲρ οὗ τοσοῦτον ἐςπούδασε πλοῦτον, τοῦ δὲ ἐν οὐρανοῖς θησαυρίζοντος, ἀναφαίρετον ἕξοντος τὸν ἴδιον πλοῦτον. Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. Διάψαλμα. Ἔστι δὲ καὶ ἕτερον εἶδος μαστίγων, περὶ ὧν φησι·
PG 12:1155Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδας πανούργων, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσί με; Εὔχεται γὰρ ἐπὶ ταῖς ἁμαρτίαις αὑτοῦ μαστιγωθῆναι τὴν καρδίαν. Ἐάν ποτε ἴδῃς μετὰ τὸ ἡμαρτηκέναι, σεαυτὸν κολαζόμενον ἔνδον ὑπὸ τῶν διαλογισμῶν σου, τῆς συνειδήσεώς σου καταγινωσκούσης σου καὶ κολαζούσης, μακάριζε σεαυτὸν συγκρίσει ἄλλων ἡμαρτηκότων, καὶ μὴ λυπουμένων ἐφ’ οἷς ἥμαρτον. Μακάριον γὰρ τὸ ἐφ’ ἁμαρτίαις ὑπὸ συνειδήσεως νύττεσθαι. Ἀξιοῖ οὖν ἀποστῆναι τὰς μάστιγας· Ἀπόςτησον ἀπ’ ἐμοῦ, φησὶ, τὰς μάστιγάς σου, τάς τε ἔξωθεν ἐπικειμένας διὰ τῶν πειρασμῶν, καὶ τὰς ἔσωθεν. Μέτρον γὰρ ἐχέτωσαν καὶ αἱ μάστιγες τῆς διανοίας· ἐὰν γὰρ περισσότεραι, ἀπολούμεθα. Τὸ γὰρ ὑπὲρ μέτρον λυπεῖσθαι, διαφθορά. Διόπερ ὁ ἀπόστολος εὐλαβούμενος τὴν πολλὴν μάστιγα τῆς διανοίας τοῦ ἁμαρτάνοντος, φησί· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ. Ἡ ἁμαρτάνουσα δὲ ψυχὴ παχύνεται· τοιαύτη γὰρ ἡ φύσις τῆς ἁμαρτίας· διὸ γέγραπται·
PG 12:1156Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου. Ἡ ἀρετὴ δὲ λεπτύνει τὴν ψυχὴν, καὶ ἐκτήκει αὐτὴν, καὶ ἵνα βιασάμενος ὀνομάσω, πᾶν τὸ σωματικὸν αὐτῆς ἐξαφανίζει, καὶ καθαρῶς αὐτὴν παρίστησιν ἀσώματον. Ὅτι δὲ παχύνεται καὶ σαρκοῦται ἡ ψυχὴ τοῦ ἁμαρτωλοῦ, δῆλον ἐκ τοῦ· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔργον οὖν ἐστι τῷ Θεῷ ἐκτῆξαι ψυχὴν, καὶ τὸ παχὺ ἀποβαλεῖν τὸ περιγινόμενον αὐτῇ. Τοιαῦτά τινα εὑρήσεις μυστικῶς εἰρημένα ἐν τῷ Ἱεζεχιὴλ, ἡνίκα εἰς τὸν λέβητα βάλλονται τὰ κρέα καὶ ἑψῶνται, καὶ λέγεται· Ἐξεψήθη, ἐξετάκη τὰ κρέα, ἐξεψήθη ὁ ζωμός. Ταῦτα εἰς παράστασιν, ὅτι λέβητες ἡμᾶς διαδέξονται καιόμενοι, καὶ βαλλόμεθα ἡμεῖς οἱ σαρκώσαντες ἡμῶν τὰς ψυχὰς, ἵνα ἐκτακῶμεν. Ἢ, μήποτε λανθάνῃ με καὶ τὸ παράδειγμα ἐκ τῆς ἀράχνης ληφθὲν, ἐν τῷ Ἡσαί̈ᾳ εἴρηται, ὅτι ἱστὸν ἀράχνης ὑφαίνουσιν. Πόσα εὔσχιςτά ἐστιν καὶ λεπτοϋφῆ, ὅσα ὕφαναν οἱ πρὸ ἡμῶν οἱ πλοῦτον συναγαγόντες, οἱ ἀξιώματα λαβόντες· ἀλλ’ ἐξετάκησαν, ὡς ἀράχναι, αἱ ψυχαὶ αὐτῶν· πλὴν μάτην πᾶς ἄνθρωπος, ὡς προείρεται, ταράσσεται περὶ τούτου. Μάστιγας τοὺς πειρασμοὺς λέγει·
PG 12:1157ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ ἐπαίδευσας. Παιδεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ παραλυτικόν. Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς. Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προςεύχεσθαι. Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἦν· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. Ὡς γὰρ οὐχ ὑπαρχόντων τῶν ἁμαρτωλῶν, λέγεται· Ἔσονται ὡς οὐκ ὄντες. Καὶ τὰ μὴ ὄντα ἐκάλεσεν ὁ Θεός. Διὰ τοῦτο ὀπίσω τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν πορευσώμεθα, καὶ αὐτῷ κολληθῶμεν, ἵνα γενώμεθα ὑπάρχοντες ἐν αὐτῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Οἱ πέρα τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες, λεγέτωσαν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στὰς, εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ.
PG 12:1159Ἡμεῖς δέ φαμεν, ὅτι ὁ τοῦ προειρημένου λάκκου καὶ πηλοῦ ἀπαλλαγεὶς, ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἀκλόνητον κατ’ ἀρετὴν τελειότητα ἱδρυνθεὶς, ἀπαγγέλλει τὰ προκείμενα· τῷ γὰρ οὕτω στάντι ἐπὶ πέτραν, ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ, διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετήν. Ἀλλὰ τίς ἡ πέτρα; παρὰ τοῦ Παύλου μάθωμεν, λέγοντος· Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, τὸ πάντων ἔρεισμα, ὁ ἐκλεκτὸς λίθος, ὁ εἰς τὰ θεμέλια Σιὼν τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐφ’ ᾧ πάντες οἰκοδομούμεθα, οἶκος πνευματικὸς καὶ ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι. Οὐ μόνον οὖν ἡδράσθημεν ἐν τῇ πέτρᾳ τῆς εἰς Χριστὸν πίστεως, ἀλλὰ καὶ ἐδιδάχθημεν ὀρθὰς ποιεῖσθαι τροχιὰς ἀντὶ τῶν πάλαι διεστραμμένων ὁδῶν. Πρότερον δὲ τοὺς πόδας ἡμῶν ἔστησεν ἐπὶ τῆς πέτρας, τουτέστι ἐπὶ τῆς πίστεως, ἀνασπάσας ἐκ τοῦ πηλοῦ, καὶ ἐπὶ καθαρωτάτην ψυχὴν βάσεις στηρίξας·
PG 12:1160καὶ τότε τὰ διαβήματα ἡμῶν, δηλαδὴ τῆς πράξεως, διὰ τῶν εὐαγγελικῶν παραγγελμάτων κατηύθυνε, καὶ βαδίζειν εὐκόλως τῶν ἐντολῶν τὰς ὁδοὺς ἐποίησε, δείξας πῶς χρὴ τὴν ζωὴν ὁδεύειν, ὥστε τὸ μὲν μὴ μοιχεύειν κατορθοῦν ἐν τῷ μηδ’ ὅλως ἐπιθυμεῖν, τὸ δὲ μὴ φονεύειν ἐν τῷ μηδὲ τὴν ἀρχὴν ὀργίζεςθαι, τὸ δὲ μὴ ἁμαρτάνειν εἰς ὅρκους ἐν τῷ μὴ ὀμνύειν μὴ μικρὸν ἢ μέγαν ὅρκον. Ἀντιδιέσταλται δὲ ἡ πέτρα τῷ τῆς ἰλύος πηλῷ, τὸν εὐπαγῆ δηλοῦσα τοῦ στεῤῥοῦ λόγου θεμέλιον. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Ἄλλο. Πρῶτον ὁ Θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαιπωρίας· δεύτερον, ἐπὶ πέτραν ἵστησιν τοὺς πόδας αὐτοῦ· τρίτον, κατευθύνει τὰ διαβήματα· τέταρτον, ᾆσμα χαρίζεται καινόν· πέμπτον, ὕμνον τῷ Θεῷ. Πλὴν σημειωτέον, ὅτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον, ποτὲ οὐκ ἦν [ἔν] τῷ λάκκῳ· ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ὑφ’ ἑαυτοῦ, ἢ ὑφ’ ἑτέρου τινὸς ἐνεβλήθη, ἢ καὶ ὑφ’ ἑαυτοῦ καὶ ὑφ’ ἑτέρου. Μακάριος ἀνὴρ οὗ ἐστὶ τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
PG 12:1161Ἐφ’ ἡμᾶς καὶ ὁ μακαρισμοῦ νοῦς κεκλημένους χριστιανούς· τοῦτο γάρ ἐστι τὸ καλὸν ὄνομα, τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Λέγεται δὲ ματαιότης καὶ μανία ψευδὴς καὶ ἡ τῶν εἰδώλων λατρεία. Παύσατε, μαντικὴ καὶ ἅπασα ἑτεροδοξία. Γέγραπται γοῦν· Περιτείνων ἐστὶ μανίαν ἐν οἴκῳ Κυρίου, κατέπηξαν δηλονότι τὴν μαντείαν. Πλεῖστον γὰρ οἱ ἐξ Ἱερουσαλὴμ ψευδοπροφῆται γεγόνασι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐ τὰ ἀπὸ στόματος Κυρίου. Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας. Ὁ δὲ προφητικὸς λόγος ἐκβαλὼν ταῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Οὐκ ἐπὶ τήνδε μὲν ἡμᾶς ἀναπέμπει γραφὴν, ἐπὶ τήνδε οὒ, ἀλλ’ ἐπὶ πᾶσαν τὴν θεόπνευστον γραφὴν, τὴν ἐπαγγέλλουσαν περὶ αὐτοῦ. Πάντα δέ φησι μίαν κεφαλίδα βιβλίου, τῷ ἀνακεφαλαιοῦσθαι τὸν παρ’ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα Λόγον εἰς ἓν, τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου. Θέλημα δὲ λέγει τοῦ Πατρὸς, καθ’ ὃ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου.
PG 12:1162Οὐ γὰρ ἦλθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ τυθεὶς ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτίας θυσίας. Καλῶς οὖν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους [τῶν βιβλίων], ὡς οἶμαι, σοφίαν. Κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου, οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ ἐκκλησία, δεῖται πάλιν τῆς αὐτοῦ προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς μνήμην πεποίηται. Ἀποκαλύπτει ὁ Χριςτὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλιπέ με. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν ἐν Χριστῷ συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν. Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε.
PG 12:1164Οὐκ εἶπε δὲ, οἱ ζητήσαντες, ἀλλ’ οἱ ζητοῦντες, καὶ γὰρ Ἰούδας ὁ προδότης ἐζήτησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν. Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Ἆρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν ἕπεται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολουθοῦσιν τῷ σώματι. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Φυσικὴ κίνησις τοῦ θυμοῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται. Ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπαγόμενα ψυχῇ. Ἐρῶ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου. Οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. Καὶ πολλάκις πρὸς τὰ κατ’ ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. Διὸ λέγομεν· Διὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ καὶ τὸν ἔλεον πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ.
PG 12:1165Ἀλλ’ ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ Θεοῦ διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ Ποῦ, ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, ἵνα τί ἀπώσω με; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; Σκυθρωπάζων πορεύεται ὁ Σωτὴρ, ὅτε παραλαβὼν Πέτρον καὶ τοὺς υἱοὺς Ζεβεδαίου, ἔλεγε· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν ψαλμός. Ὑπόθεσις. Ἐκ προσώπου τῶν ἐθνῶν ἐστιν ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ, ἢ ἐκ προσώπου τῶν Μακκαβαίων. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν. Ὅλην τὴν ἡμέραν τὴν ἐν τῷ Θεῷ εἶπε ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ. Ταῦτα μὲν ἐν τοῖς ἄλλοις χρόνοις γεγένηνται παρὰ σοῦ· ἐπὶ δὲ τοῦ παρόντος ἔρημοι τῆς σῆς ἀπεφάνθημεν προμηθείας. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες διήρπαζον ἑαυτοῖς.
PG 12:1166Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς. Ἐνταῦθα ἐπισημαίνει, ὅτι ἔμπροςθεν μὲν ἡμῶν λέγονται αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, διώκειν δὲ τὴν σωφροσύνην καὶ τὴν φιλοξενίαν. Πλὴν οὐ πᾶς ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος, ψεκτῶς τοῦτο ὑφίσταται· ἀλλ’ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι, ὡς ὁ ἀπὸ τῆς Σιὼν, τουτέστι τῆς ἀρετῆς πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστι, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ’ ἡμᾶς γέγονε αἰσχυνή. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὠριγένους, περὶ τῆς ἁγίας Τριάδος. Ὃν εἴρηκεν Λόγον, τοῦτον καὶ γλῶσσαν· κάλαμος γὰρ ὠνόμασται, διὰ τὸ λέγειν τι, καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη. Καί· Σοὶ λέγω, ἐγέρθητι, καὶ ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.
PG 12:1167Γλυκύφωνος γὰρ ὁ Κύριος ἡμῶν, λέγων· Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καί· Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τῷ κόςμῳ. Μωσῆς γὰρ, καὶ εἴ τις ἄλλος δίκαιος, εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ· ἐπὶ δὲ τὸν Υἱὸν ἡ πατρικὴ πᾶσα χάρις ἐκενώθῃ. Ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν τῷ Υἱῷ. Ὅθεν καὶ ἡ διακονισαμένη τῇ ἐν ἀνθρώποις αὐτοῦ παρόδῳ λέλεκται κεχαριτωμένη. Ἐν αὐτῷ γὰρ ηὐδόκησεν πᾶν τὸ πλήρωμα, καὶ τὰ ἑξῆς. Ἢ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρισται θεωρίᾳ. Ὁ δὲ Χριςτὸς παρὰ πάντας κέχρισται καὶ μετόχους αὐτοῦ, δηλονότι τῇ τῆς μονάδος κέχρισται γνώσει. Διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ καθέζεσθαι τοῦ Πατρὸς Χριστός. Χριστὸν δέ φημι, τὸν μετὰ Θεοῦ Λόγον, ἐπιδημήσαντα Κύριον. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βαρέων ἐλεφαντίνων. Ηὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἱμάτια Χριστοῦ νοητέον τοὺς, οἷον εἰπεῖν, ἐν Χριστῷ καὶ περὶ αὐτὸν διὰ πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειότητος πνευματικῆς.
PG 12:1169Βάρεις μὲν ἐλεφαντίνας τὰς ἐκκλησίας ἐν τούτῳ φησίν. Ἡ βᾶρις γὰρ καλεῖται πύργος ἅπας πεπυργωμένος· καί φαμεν τὰ ἐν κλεινῇ δυνάμει καὶ χάριτι τεθεμελιωμένα· τεθεμελίωνται γὰρ ἐπὶ τὴν Πέτραν· [ἐλεφαντίνας], ἀντὶ τοῦ λαμπρὰς εἶναι καὶ τιμίας. Αὗται δὲ ὡς ἐξ ἐλέφαντος βάρεις καὶ βασίλειαί εἰσιν θυγατέρες· υἱοὶ γὰρ ὄντες τῆς βασιλείας οἱ μαθηταὶ, εἰκότως ἂν καὶ βασιλεῖς ὀνομάζοιντο. Ἐγέννησε δὲ τὰς ἐκκλησίας, λέγοντος καὶ Παύλου· Διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ταῖς οὖν νοηταῖς εὐοσμίαις αἱ τῶν βασιλέων ηὔφρανάν σε θυγατέρες, τουτέστιν ἐν τῷ καιρῷ, καθ’ ὃν ἔδει τιμηθῆναί σε παρ’ αὐτῶν. Ὅτε γὰρ κέκληνται, τότε καὶ τετιμήκασιν. Ἀπὸ τούτων δὲ τῶν ἀρωμάτων καὶ τὸ νομικὸν συνεχεῖτο ἔλαιον, ἀφ’ οὗ ἱερεῖς ἐχρίοντο, καὶ ἡ σκηνὴ καὶ σκεύη λειτουργικά. Οἱ ἅγιοι μαθηταὶ … τοῦ Θεοῦ. Καὶ ἄλλως δὲ ἡ σμύρνα τῆς ταφῆς ἐστι σύμβολον, ὡς ὁ εὐαγγελιστὴς ἐδίδαξε, εἰπὼν ὑπὸ Ἰωσὴφ τοῦ Ἀριμαθαίου ἐντεταφίασθαι τὸν Ἰησοῦν μετὰ τῆς σμύρνης καὶ ἀλόης. Ἡ δὲ στακτὴ καὶ αὐτῆς σμύρνης ἐστὶ τὸ λεπτότερον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν αὐτόῤῥυτον εἰς τὴν στακτὴν ἀπομερίζεται·
PG 12:1170τὸ δὲ παχύτερον ἀπομένον, σμύρνα προσαγορεύεται. Ὧν τὸ μὲν πάθος δηλοῖ, τὸ δὲ τὴν εἰς ᾅδου κατάβασιν, ἐπειδὴ πᾶσα σταγὼν ἐπὶ τὰ κάτω καταφέρεται. Κατῆλθε γὰρ, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ σύμπαντα. Ἡ δὲ κασσία φλοιός τίς ἐστι λεπτότατος καὶ εὐώδης, ἐν ξυλώδει κάρφει περιτεινόμενος. Παρῃνίξατο διὰ τὴν τῆς σαρκὸς περὶ τοῦ ξύλου οἰκονομίαν. Ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ εὐγενεῖς καὶ βασιλικαὶ ψυχαὶ, διὰ τὴν εἰς ἡμᾶς συγκατάβασιν εὐγνώμονες οὖσαι, τὸν Χριστὸν ηὔφρανον πλουσίως, προσέτι τοῖς ἱματίοις τοῦ Χριστοῦ ἀπὸ πλουσίων οἰκοδομημάτων φερόμεναι. Βάρεις γὰρ οἱ μέγιστοι τῶν οἴκων λέγονται καὶ τούτων ἐλεφαντίνων, διὰ τὸ πλουσίαν εἶναι τὴν τοῦ Χριστοῦ περὶ τὸν κόσμον ἀγάπην. Ἡ δὲ βασίλισσα, ἡ μήτηρ τῶν θυγατέρων, παρέστη ἐκ δεξιῶν, ἡ καθολικὴ ἐκκλησία. Κυριώτερον δὲ εἴποις ἐπουράνιον, ἥτις ἐστι μήτηρ τῶν ἐπὶ γῆς ἁγίων, Παύλου λέγοντος· Ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ’ αὐτὴν πόλιν Θεοῦ ζῶντος καὶ τὰ ἑξῆς. Αὕτη μὲν οὖν ἡ τελεία Χριστοῦ νύμφη, ἧς οὐκ ἂν ἁμάρτοις, θυγατέραν λέγων τὴν ἐπὶ γῆς ἐκκλησίαν.
PG 12:1171Βασίλισσα δὲ ἐκείνη, ὡς συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ, καὶ τὸ βασιλικὸν καὶ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα φέρουσα. Δεξιὰν δὲ χώραν τοῦ Χριστοῦ λαμβάνει, διακρίνοντος ἀπὸ τῶν φαυλῶν καὶ τῶν ἀγαθῶν, ὡς ὁ ποιμὴν ἀπὸ τῶν ἐρίφων τοῦ προβάτου. Παρίσταται οὖν ἐν ἱματισμοῖς διαχρύσοις, ἐν δόγμασι νοεροῖς καθυφασμένη, καὶ περιπεποικιλμένη ταῖς διαφοραῖς τῶν ἀρετῶν. Τὸ δὲ βεβλημένη, πεποικιλμένη οὔτε ἐν τῷ ἑβραϊκῷ, οὔτε παρὰ τῶν ἄλλων φέρεται. Ἄκουσον, Θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως Ἐσεβὼν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Ὁ μὲν Ἀκύλας προσεκύνησεν ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος προσκυνήσεις, καὶ μὴ προτροπῇ τῆς πρὸς αὐτὴν προσκυνήσεως. Μυσταγωγοῦσι τὴν βασιλίδα, ὡς ἂν εἴη τῷ νυμφίῳ κεχρισμένη. Ἔστι δὲ τὸ ἀκοῦσαι πρῶτον, εἶτα δὲ γνῶναι.
PG 12:1173Θυγατέρα δὲ καλοῦσιν τὴν ἐκκλησίαν, ἅτε δὴ αὐτὴν προκοσμιθεῖσαν τῷ οὐρανίῳ νυμφίῳ. Θεοῦ γὰρ γεγόνασιν συνεργοὶ Θεοῦ διάκονοι, καταλλάσσοντες αὐτῷ διὰ τῆς πίστεως τὴν ὑπ’ οὐρανῶν, τὴν ἐξ ἐθνῶν, φησὶν, ἐκκλησίαν· οὐ γὰρ ἀνῃρήθη ἡ ἐξ Ἰσραήλ. Ἡμεῖς οὖν ἦμεν ποτὲ ἀνόητοι, καὶ τέκνα ὀργῆς, καὶ ἦσαν ἡμῖν οἱ εἰδωλολάτραι λαός. Οὕτω ποτὲ καὶ τῷ Ἀβραὰμ ἐλέγετο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Μέχρι νῦν οἱ προσιόντες τῷ θείῳ φωτίσματι, πρὸς δυσμὰς τραφέντες· Ἀποτασσόμεθά σοι, φασὶν, Σατανᾶ Τίς δὲ τούτου μισθός; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· οὐ τὸ φυσικὸν αὐτῆς λέγει, ἀλλὰ τὸ κατ’ εἰκόνα καθάρσεως, μόνον δεόμενον δειχθῆναι. Οὐκ ἂν γάρ τις καθαρῶς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων κακῶν ποιησάμενος. Λαὸς δὲ τῆς ἐκκλησίας πάλαι οἱ εἰδωλολάτραι· οἶκος δὲ πατρὸς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οἷς κατῴκει ὥσπερ ἔνοικος ὁ Σατανᾶς. Μητρόπολις Χαναναίων ἡ Τύρος, προκειμένων ἄγαν εἰδώλοις.
PG 12:1174Προτρεπόμενος οὖν εἰς ὑπακοὴν τὴν ἐκκλησίαν ὁ λόγος, καὶ θυγάτηρ, φησὶ, Τύρου ἥξει μετὰ δώρων, καὶ τὸ σὸν πρόσωπον δὲ πλουσίοι τοῦ λαοῦ λιτανεύσουσιν ἐν δώροις, οὐ γὰρ αὐτὴν προσκυνοῦσιν, ἀλλὰ τὴν κεφαλὴν αὐτῆς, ὅς ἐστιν ὁ Χριστὸς ὃν νῦν κατασημαίνει. Τοὺς Τυραίους δὲ ὠνόμασεν διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς εἶναι τοῦ εὐσεβοῦς πολιτεύματος. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Τοῦτό φησιν, εὐαγγελιζόμενος καὶ αὐτοὺς βασιλεῖς καὶ τοὺς ἐν ὑπεροχῇ ὄντας προσκυνήσειν τῇ ἐκκλησίᾳ, ἤτοι τὸν ἐν αὐτῇ Κύριον. Τὸ ἔσωθεν Θεὸν ἔσω σημαίνει. Νοητὸς γὰρ ὁ κόσμος τῆς ἐκκλησίας. Κροσσὸς καὶ τὰς πολυειδεῖς ἀρετὰς σημαίνει Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροςσωτοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτουν πράξεσι, εἴτε καὶ θεωρήμασι· καὶ εἰ ὑπόζυγόν ἐστί τι Χριστῷ, καὶ εἰ παρθένος ὅλη Χριστοῦ, ἡ μὲν ἐν τῷ παντελῶς ἐνδεςμεῖσθαι τῷ Λόγῳ, ἡ δὲ μηδ’ ὅλως γενέσθω τοῦ κόσμου· οὐ γάρ ἐστιν ὑπόζυγον μέρος, τοῦτο παντελὲς τῷ παρθένῳ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφεύγωμεν·
PG 12:1175καὶ μαχόμενοι αὐτῇ τῇ δικαιοσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν, τῇ δικαιοσύνῃ προσφεύγωμεν· εἰ μὲν δὲ προσφεύγομεν αὐτῇ, καταφυγὴ ὀνομάζεται. Εἰ δὲ μετ’ αὐτῇ πολεμοῦμεν, δύναμιν λέγει. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν ὕδατος ζῶντος. Ἔλεγε δὲ περὶ τοῦ Πνεύματος. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς ἀποστόλοις ὑπέσχετο· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμί. Καί· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐγώ εἰμι μέσῳ σὺν αὐτοῖς. Πάλιν Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ’ ἡμῶν, ὡς οὐδὲν πέσωμεν παρ’ αὐτοῦ. Εἰ γὰρ Θεὸς ὑφ’ ἡμῶν, τίς καθ’ ἡμῶν; αὐτὸς πολεμήσει ὑφ’ ἡμῶν, ἡμεῖς δὲ ἡσυχάσομεν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἣν ἠγάπησεν καλλονὴν Ἰακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συνετῶς. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται.
PG 12:1176Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς· ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ὁ Χριστὸς, εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος, ὁ ἐν αὐτῷ. Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν, ἔχον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν, καὶ ἀποστρέψαντα ἀπὸ ἀσεβείας, ἀπὸ Ἰακώβ. Ἡ μὲν Ἱερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ· ἐπειδὴ καὶ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι, ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυσιν ὁ λόγος ὡς τὰ ὄρη ταύτης ἐστιν ἑδραίωμα τῆς Σιών· τὸ κλῆμά ἐστι τοῦ βοῤῥᾶ, ὅπερ κλῆμα διὰ τῶν πλευρῶν δηλοῦται· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλῆμα τοῦ βοῤῥᾶ, τὴν πλευρὰν εἴρηκεν· δείκνυσι, τουτέστιν Σιών ἐστι τὰ ἔθνη, τὰ παραδεξόμενα τὸ εὐαγγέλιον. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις. Πλοίοις Θάρσις, οἱονεὶ πολυστήμοις, πολυφόρους τοὺς βασιλεῖς παρεικάζει· πλοῖς δὲ συντρίβει βιαίῳ πνεύματι δι’ οὗ συνέτριψεν νοητάς τινας δυνάμεις, δι’ οὗ τοὺς ἐχθροὺς ἀποτρέπει. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ ψαλμός.
PG 12:1178Δύναται δὲ καὶ εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέρεσθαι ἡ ἐπιγραφή. Ἀκούσατε αὐτὰ, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς, καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τρεῖς γὰρ εἰσὶν αἱ συζυγίαι τῶν κεκλημένων, ἐν αἷς ἅπαν τὸ τῶν ἀνθρώπων περιέχεται γένος· ἔθνη καὶ οἱ κατοικοῦντες τὴν οἰκουμένην, γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, πλούσιοι καὶ πένητες. Ἡ πρώτη, ἔθνη, ὅσα εἰσὶν οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν. Εἶτα μετὰ τούτους, γηγενεῖς, οἱ φρονοῦντες τὰ γήϊνα, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Εἶτα οἱ υἱοὶ ἀνθρώπων, οἱ ἐπιμέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν· λοιπὸν, πλούσιοι καὶ πένητες· αὐτόθεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα, οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγκαίων, οἱ δ’ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον μέρος.
PG 12:1179Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ’ ὅμως προτετίμηνται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχοντες πρότερον μεταλάβωσιν τῆς ἐκ τοῦ ἰατροῦ ὠφελείας. Πάλιν, οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώπων, καὶ πλούσιοι πρὸ τῶν πενήτων· τὸ ἀπεγνωσμένον τάγμα καὶ δύσκολον πρότερον κέκληται τῶν πτωχῶν πρὸς τὴν σωτηρίαν. Τοιαύτη γὰρ ἐκ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις μεταδίδωσιν τῆς ὠφελείας. Ὁμοῦ δὲ καὶ εἰρήνης ἐστὶ συναγωγὸς ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλήλους ὑπεναντίως, τούτους διὰ τῆς ἐκκλησίας προστεθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην, μηδενὸς τῶν προτέρων ἀποτρεπομένου καὶ φεύγοντος, καὶ μάλιστα τῶν πλουσίων, ὅπερ ἀπεγνωσμένον τάγμα πρὸς σωτηρίαν καὶ δύσκολον. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν τῶν εὐπορούντων ὑποπτησάτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξουθενείτωσαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλλοτριούσθωσαν· καὶ τὰ ἔθνη ἐθιζέσθω πρὸς τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καὶ οἱ τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέςθωσαν.
PG 12:1180Ἢ καὶ οὕτως ἐδήλωσε τῶν ἐθνῶν τά τε ἄγρια καὶ ἐν ἐρήμοις σκηνοποιούμενα καὶ ἔθνη καλεῖ· καὶ ὅσα τὸν πολιτικὸν μετέρχεται βίον, τὰς γεωργουμένας οἰκοῦντα χώρας· οὓς πάλιν διῇλεν εἰς ἐλευθέρους καὶ τὸ οἰκετικὸν, ἤγουν εἰς τοὺς ἀγροικοτέρους καὶ τοὺς ἄλλους εὖ γεγονότας, τοὺς ἐλευθερίως τραφέντας, οὓς υἱοὺς ἀνθρώπων εἶπεν. Ὁ δὲ Ἀκύλας τὴν οἰκουμένην κατάδυσιν ἐξέδωκε, τὰς οἰκήσεις οὕτως εἰπών· ἀντὶ δὲ τοῦ γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ὁ Σύμμαχος εἶπεν· ἥτε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρὸς, ἵν’ ᾖ τὸ μὲν καθολικὸν, τὸ δὲ μερικόν. Ἀκοὴν δὲ τὴν συνετῶς δεχομένην οὐ τὴν κοινὴν, πρὸς τὰ ἄλογα, κατὰ τό· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κατὰ γὰρ τὸν ἀπόστολον· Καρδία πιςτεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Δεῖ γὰρ προαποκεῖσθαι τὸ ἀγαθὸν ἐν τῷ θησαυρῷ, εἶτα προφέρεςθαι διὰ στόματος, ἵνα μὴ λεχθῇ· Σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; χρὴ γὰρ διὰ μὲν τῶν ἄλλων ὠφέλειαν λαλεῖν· δι’ ἡμᾶς δὲ αὐτοὺς μελετᾶν τῇ καρδίᾳ.
PG 12:1181Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύνασθαι λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ’ οἶκον τούτων τὰς ἑρμηνείας προσέφερε. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἔλεγε· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ θεολογοῦντες πᾶσιν ἀνθρώποις ἐκήρυττον, ἠκονημένοι δὲ τὸν νοῦν ὡς συνιέναι πάσας τοῦ Χριστοῦ τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν σωτὴρ ἔλεγε· Συνήσατε ταῦτα πάντα; οἱ δὲ λέγουσιν αὐτῷ· Ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνήσεις, ἃς ᾔνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις διὰ τοῦ σωματικοῦ ὀργάνου, τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ φοβηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἀλλ’ ἐκεῖ μὴ τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, ἤγουν ὁ προφήτης ταῦτα λέγων ὥστε λεχθῆναι περὶ αὐτῶν·
PG 12:1183ἁμαρτίαν οὐκ ἐποίησαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτῶν· εἰκὸς αὐτοὺς ἡμαρτηκέναι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τὰ βραχύτατα, ἅπερ εἴρηται· Ἡ ἀνομία πτέρνης αὐτῶν κυκλώσει αὐτούς. Ἢ ὡς Σύμμαχος ἀνομίαν ἰχνέων αὐτοῦ ἐξέδωκεν. Οἱονεὶ γὰρ ἴχνη ἀδρανῆ καὶ ἀμαυρὰ ἀνομίας ἦν αὐτοῖς μόνα. Διόπερ φησιν· Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ φοβερᾷ τῆς τοῦ Θεοῦ κρίσεως; Εἰ δὲ ἐν προσώπῳ τοῦ Κυρίου, τὸ λέγον πτέρναν αὐτοῦ, εὕρεις τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν. Σῶμα γὰρ Χριστοῦ οἱ ἀπόστολοι. Οὐ φοβοῦμεν οὖν τὴν ἀνομίαν τῆς πτέρνης, τουτέστιν τὴν προδοσίαν τοῦ Ἰούδα, ἐν τῷ καιρῷ τοῦ σταυροῦ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ..., καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν, λήψεται τὰ πάντα. Οὐδὲν γὰρ, φησὶν ὁ Παῦλος, εἰσενέγκαμεν εἰς κόσμον, δηλονότι οὐδὲ ἐξενέγκαι τι δυνάμεθα. Καὶ ὁ μὲν Παῦλος καὶ οἱ κατ’ αὐτοῦ οὕτως· οἱ δὲ ἁμαρτωλοὶ οὐχὶ οὐδὲν, ἀλλ’ οὐ πάντα· τὰ μὲν γὰρ χρήματα ἐνταῦθα καταλιμπάνουσι· τὰς δὲ ἐξ αὐτῶν ἁμαρτίας προσγενομένας μεθ’ ἑαυτῶν ἐκφέρουσιν.
PG 12:1184Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται πῦρ ἐναντίον αὐτοῦ, καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Εἰ ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει, ὁ δέ ἐστι Χριστὸς, ἀλλ’ ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκὶ, τὸ ἐμφανῶς ἄρα νῦν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ, ἵνα τοῖς ἀξίοις διὰ τὴν εὐσέβειαν ἑαυτὸν παραδῷ σφόδρα. Πάντα καὶ ὁ μακάριος ἐθεάσατο Δανιήλ· Ποταμὸς γὰρ προσεῖλκε ἔμπροσθεν αὐτοῦ, καὶ ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ τροχὸς αὐτοῦ πῦρ φλέγον. Πῦρ δὲ ἦλθε βάλλειν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα διδασκαλίαν τοῦ Θεοῦ Λόγου σημαίνει· ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Ὅσοι γὰρ θέλουσιν ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται. Ἀλλὰ καί· Θλῖψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, διακρῖναι τὸν λαὸν αὐτοῦ. Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Θῦσον τῷ Θεῷ κτλ. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε. Ὁ αὐτός ἐστι Θεός τε καὶ ὕψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως.
PG 12:1185Αἰνέσεως δὲ λέγει θυσίαν τοῖς δικαίοις πρέπον τὸ ὑμνεῖν, εὐχὰς δὲ τὰς ὑποσχέσεις· οὕτω γὰρ καὶ ἀλλαχοῦ· Καὶ εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Εἰ γὰρ πάσας ἅμα παραβαίνει τὰς ἐντολὰς, καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, τί καὶ τὰς θείας ἐπὶ στόματος ἐκφέρει γραφὰς ὁ ἁμαρτωλός; διὰ στόματος ἀναλαμβάνει τὴν διαθήκην τοῦ Θεοῦ; μισεῖ γοῦν παιδείαν καὶ ἁμαρτάνει. Ἢ ἐπεὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ ἀπέχει ἀπ’ ἐμοῦ. Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Νικᾷ Θεὸς, πάντα τὰ συντελοῦντα ποιήσας πρὸς σωτηρίαν. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καταριςθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ὁ ὕσσωπος σύμβολόν ἐστιν ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως γλυκαινόμεθα. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀκουστὴν, φημὶ, γενέσθαι μοι παρασκευήσεις πάλιν, τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν.
PG 12:1187Τίς δ’ ἂν εἴη αὐτὴ, ἢ ἐκείνη ἡ γνῶσις, ἡ περὶ τῆς ἀναστάσεως; ἣν καὶ ἐδίδαξεν εἰπών· Ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα ποτε, ἢ κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ’ ὃν τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ. Ἐγὼ μέντοι συγγνώμης οὐδεμίας ἄξιον ἑαυτὸν νομίζων, μετὰ τοσαύτας δωρεὰς γενόμενος, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, τὰ μεγαλοπρεπῆ τοῦ βαπτίσματος, δῶρα ταῦτα πάντα προδιδαχθεὶς, ἱκετεύω μετασχεῖν ἐκείνης τῆς χάριτος. Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Εὔχεται μὴ πόῤῥω στερεισθῆναι τῆς θείας κηδεμονίας (ταύτην γὰρ ἐνταῦθα ἐκάλεσε πρόσωπον), μηδὲ γυμνωθῆναι τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ὃ καὶ αἴτιον πάντως τοῦ λαβεῖν τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα. Καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Πολλοὶ δὲ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσαν τὸν αὐτοκράτορα λογισμόν. Καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
PG 12:1188Τὰ τείχη Ἱερουσαλὴμ τὴν ἀπάθειαν σημαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες, τὰ τῆς μοιχείας πάθη εἰσένεγκαν· διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη. Καὶ ὁ Σολομὼν δέ φησιν· Οἱ δὲ ἀγαπῶντες τὸν νόμον, παραβαλοῦσιν ἑαυτοῖς τείχη, τουτέστιν γένονται καθαροὶ καὶ ἀπαθεῖς. Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; Οὐκ εἶπεν ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον· οὐ γὰρ εἶπεν· Τί καυχᾷ; ἀλλά· Τί ἐγκαυχᾷ; οὐδέποτε γὰρ ἐπ’ ἀγαθῷ λέγεται ἐγκαυχᾶσθαι ὁ σοφός. Μὴ καυχάσθω καὶ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι Κύριος, ὁ ποιῶν ἔλεος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενος ἐν ταῖς θλίψεσιν· οὐκ ἔνι δὲ ἐγκαυχᾶσθαι καλῶς, ἀλλ’ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι. Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον. Τί οὖν φησιν; ἀλλὰ μήτε λανθάνῃ ἡμᾶς ἐν τῷ τόπῳ μυστήριον. Ἔστι τὸ ῥητὸν οὕτως ἔχον· ἐν στόματι μωρῶν ἡ καρδία αὑτῶν. Ἐπιπόλαιός ἐστιν, οὐκ ἔστιν ἐν τῷ βάθει, ἀλλ’ ἐξεπήδησεν ἡ καρδία ἐπὶ τῶν χειλέων αὐτῶν.
PG 12:1189Καρδία δὲ σοφῶν οὐ στόμα αὐτῶν. Ἐπεὶ τοίνυν μωρός ἐστι καὶ οὗτος διάβολος, ὢν εἴτε Δωὴκ εἴτε Σαοὺλ ἁμαρτήσας, διὰ τοῦτό φησιν· Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ ἀλλαχοῦ λέγεται περὶ τῶν ἄδικα λεγόντων· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως. Ἀλλ’ ἐκεῖ μὲν, ἵνα παραστήσῃ πῶς ὀξεῖά ἐστιν ἡ διαβολή. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Οὐ τοῦτο λέγει, ὅτι ἀγαθωσύνην μὲν ἐμίσησας, κακίαν δὲ ἠγάπησας· ταύτας δὲ οὕτως ἠγάπησας, ὡς κακίαν μᾶλλον ἠγάπησας ἀγαθωσύνης· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον, τό· Ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμοὶ κακοῦντες τὰς σάρκας μου. Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατησχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Διχοτομήσει τὸ μέρος τῶν ὑποκριτῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· ὅταν ἀπὸ Θεοῦ ῥιψῶσιν οἱ ἁμαρτωλοὶ, τότε λαμβάνουσιν τὴν αἰσχύνην τὴν αἰωνίαν, ὥσπερ οἱ Ἰουδαῖοι. Τότε ἐρεῖ γὰρ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με.
PG 12:1190Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ Θεοῦ οὖν τὴν γνῶσιν σημαίνει, τὴν τοῦ Θεοῦ. Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ὁ Χριστός φησιν. Ἐγώ εἰμι ἀλήθεια. Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με. Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ἀπὸ τοῦ Θεοῦ, τεθεῖται τοῦτο ἐκ πάσης κτλ. Πρόσχες μοι, καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ἀδολεσχία ἐνταῦθα σημαίνει τὴν εὐχὴν, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν, τῆς Ἄννης λεγούσης· Ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν· περὶ γὰρ τῆς προσευχῆς αὑτῆς τοῦτο λέγει. Πάντα ὅσα πράττομεν παρὰ τὸν ὀρθὸν λόγον ἢ τὸν νόμον, ἀδολεσχία ἐστι, καὶ ὅσα εἰκῆ λαλοῦμεν. Λέγει οὖν οὕτως, ὥσπερ καταγνοὺς ἑαυτοῦ πρῶτον ἐπὶ τῷ τεταράχθαι, καὶ τὴν εἰρήνην μὴ κατεσχηκέναι, ἀλλ’ ἀπολέσαι τὴν γαλήνην τῆς ψυχῆς, ἐπὶ τῇ φωνῇ τοῦ ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ἄγων πολύς μοί ἐστιν καὶ οὐκ οἶδα τί ποιήσω. Λογίσαι, φησὶ, τίς οὗτος ὁ εὐχόμενος;
PG 12:1192ὁ Υἱὸς τοῦ Πατρὸς, ὁ ὁμοούσιος βασιλεὺς, ἀλλὰ δούλου μορφὴν φέρων, ἵνα σώσω τὸ πλάσμα τὸ ἠλεώτερον, καὶ εἰσάκουσόν μου. Κοινῆς γὰρ δόξης τὸ σπουδαζόμενον εὔχεται. Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ἐξομολογεῖται ἐνταῦθα, διδάσκων ἡμᾶς ἐξομολογεῖσθαι, ὡς τὸ πρόσωπον ἡμῶν ἀναλαβών. Ἄνομοι ὄντες, ὥστε ἁμαρτωλὸς καὶ ἐχθρὸς, ἐκκλίνουσιν ἐπ’ ἐμὲ, ἵνα ἐμὲ ἄνομον ποιήσωσιν· ἁμαρτία γὰρ ἁμαρτίαν ἐρετίζει. Ἐπειδὴ κακῇ τετέχνηνται συμφωνίᾳ, διάλυσον αὐτῶν, δέσποτα, τὴν ὁμόνοιαν. Φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος. Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· οὐκ ἔγνωσαν γὰρ, φησὶν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ εἶπα· Τίς καταξιώσῃ με τῆς χάριτος τοῦ Πνεύματος; Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχθρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας. Ἑσπέρας καὶ πρωὶ̈ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου, ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.
PG 12:1193Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. Ἐν μέσῳ τοῦ πρωὶ̈ καὶ τῆς ἑσπέρας ἡ μεσημβρία· καὶ ὁ μὲν Ἰακὼβ ὄρθρῳ ἐπάλαιε μετὰ τοῦ ἀγγέλου· Ἁβραὰμ δὲ ἐν τῇ μεσημβρίᾳ ἑώρακε τοὺς ἀγγέλους· Λὼτ δὲ ἑσπέρας. Τὴν ἐν δὲ λέχει μου, φησὶν ὁ Δαυὶδ, θεώμενος προσευχὴν, τὴν νύκτωρ καὶ τὴν ἡμέραν παρ’ ἐμοῦ περιφερομένην, ἀπαλλάξομαι τῶν πολεμούντων, καὶ χαριεῖται εἰρήνη. Τὸ δὲ ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ, ἀντὶ τοῦ πολλοστοὶ ἐγένοντο πρὸς ἐμέ. Τοῦτο δὲ οἱ γ οὕτως ἡρμήνευσαν· Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίωκεν, ἀλλ’ εὐεργέτην καὶ συνήθη καὶ γνώριμον· οὐδὲ ἐχθρὸν Ἰούδας προδέδωκεν, ἀλλὰ Σωτῆρα καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν· Ἐξέτεινε τὴν χεῖρα εἰς τοὺς εἰρηνεύοντας αὐτοῦ, τοῦτο δηλοῖ ὅτι ἔκτεινε τὰς χεῖρας, ὥστε τὰς ἀντιδόσεις ἐκτίσεται· ἀγαθὸν μὲν οὖν οὐδὲν προσενήνοχε, πάντα δὲ πονηρίας μεστά· καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· Λυτρώσεται ... διαθήκην αὐτοῦ. Τοῦτο εἰς τό·
PG 12:1194Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Ταπεινωθήσονται, φησὶν, ἐπειδὴ μὴ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλλαγμα· ἅπαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷμα Χριστοῦ, τὸ δεδομένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύτρον. Δεξάμενος δέ μου τὴν δέησιν, οἷα Θεὸς, ἀσθενείᾳ περιβάλλει τοὺς ἐπιβουλεύοντας. Πάντα δι’ αὐτοῦ ἐγένετο. Καλῶς ὑπάρχειν εἶπε πρὸ τῶν αἰώνων· καὶ ἐντεῦθεν γινώςκομεν, ὅτι οἱ αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. Οὕτως ὁ Σύμμαχος· Οὐ γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν. Ὁρῶν, φησὶν, αὐτῶν τὸν ἀμεταμέλητον τρόπον, ταῖς προειρημέναις συμφοραῖς περιβάλλει. Ἐσηρ· ἐν ἀλιφωθ λαμου. Ἀκύλας. Οἷς οὐκ εἰσὶν ἀλλαγαὶ αὐτοῖς. Ἑβραῖος. Οὐ γάρ ἐστιν ἀντάλλαγμα αὐτοῖς. Σύμμαχος. Ὅτι οὐδ’ ὅλως ἀντάλλαγμα αὐτοῖς. Ἀκύλας· Ἀπέστειλε τὴν χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. ὨΡΙΓΕΝ. ἈΘΑΝΑΣ. Αὐτὸς μὲν τὴν παρεκτικὴν χεῖρα τῶν ἀγαθῶν εἰς τὸ μεταλαβεῖν τῆς εὐλογίας ἐξέτεινεν. Οἱ δὲ οὐ μόνον οὐκ ἐδέξαντο, ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβήλωσαν, δῆλόν ἐστι τὴν εὐαγγελικήν. ὨΡΙΓ. ἘΥΣΕΒ. Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδείξατο·
PG 12:1195τῇ γὰρ ἀγχόνῃ τὴν δέῤῥαν προσδήσας, σύντομον ἐπέμεινε θάνατον. Τοιαύταις καὶ Ἰουδαῖοι μετὰ τὸν σταυρὸν περιέπεσον συμφοραῖς, τῷ ῥωμαϊκῷ παραδοθέντες στρατῷ· οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ’ ὅπλοις πολεμικοῖς κατακοντιζόμενοι. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ὁ Σύμμαχος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμφωνεῖ· Λόγος κερκόπων, μαλαχαί· οὗτοι δὲ τύπτουσι τάμεια κοιλίας. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου. Μνημονευτέον τούτου ἐν καιρῷ μερίμνης· ἔχε κυβερνήτην, φησὶ, τὸν Θεὸν καὶ ἡνίοχον. Καὶ ὅμοιον τό· Μὴ μεριμνήσητε τί φάγεσθαι ἢ τί πίεσθαι. Τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· οὕτω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος. Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμεσεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ, Κύριε. Φρέαρ διαφθορᾶς, ἡ κόλασις. Ἀτελεῖς εἰσιν ἐν τῇ γενέσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται, λέγων. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἁβραὰμ γὰρ ἐκοιμήθη πληρὴς ἡμερῶν.
PG 12:1197Ἀποκτείνει τούτους Κύριος, οἷς συγχωρεῖ ἐπιπολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ. Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. Ἐπαινέσω, ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω. Κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλουσιν πονηρούς· πάντες δὲ οὗτοι λογισμοὶ φέρουσιν εἰς κακόν. Τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθροὺς εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια. Ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἄλλος. Ἑαυτῷ λοιπὸν ἐγκελεύεται τὸν θεῖον ἐξυφαίνειν ὕμνον, δόξαν μὲν οἰκείαν τὴν προφητικὴν χάριν καλῶν, ἑαυτὸν δὲ ψαλτήριον καὶ κιθάραν, ὡς γεγεννημένος τοῦ Πνεύματος ὄργανον (τὴν μὲν γὰρ ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὸ δὲ σῶμα διὰ τῆς κιθάρας αἰνίττεται). Ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ἀναλαμβάνει, ἐπὶ τῷ ἀνακρούσαςθαι συνήθως τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα·
PG 12:1198οἷς προστίθεται τό· Ἐξεγερθήσομαι ὄρθρου, ἀντὶ τοῦ φωτισθεὶς διὰ τοῦ Πνεύματος τῆς προφητείας, οὐ νῦν μόνον ὑμνήσω, ἀλλὰ τοῦ ἡλίου ἀνατείλαντος, καὶ τῆς προσδοκωμένης ἡμέρας τὸν ὄρθρον ὑποδείξαντος, τῶν ἐθνῶν ἁπάντων καὶ τῶν πιςτευόντων λαῶν χοροδιδάσκαλος ἔσομαι. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη ταῦτά φησιν, καθὼς καὶ εἴρηται ἡμῖν ἀνωτέρω, τὴν προσφώνησιν ποιεῖται ὁ παρὼν ψαλμός. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδαμόθεν οὐ δειχθήσεται ἡ ἀπὸ τοῦ κρίνειν εὐθεῖα. Κρίνει δὲ εὐθεῖα ὁ κρίνας παρ’ ἑαυτῷ ζῆν κατὰ τοῦ ὀρθοῦ λόγου, καὶ μηδὲν σκολιὸν πράττειν. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Θυμοῦ μὲν ἐπικρατήσαντος, ἀποθηριοῦται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατήσαντος, ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ, ἄγγελος ἢ καὶ Θεός. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ἐν παραδείσῳ ὄφεως, ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θάνατον ἐπήγαγεν·
PG 12:1199ἐπεὶ τοίνυν καὶ οὗτοι παραπλησίως Ῥαββὶ καὶ Διδάσκαλε λέγοντες, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν. Ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον. Σαφηνίζει διὰ τούτου τοῦ ῥητοῦ τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνευτῶν, τὴν παρὰ λιμοῦ γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας, τούτοις τοῖς ῥήμασιν· ἔκτρωμα γυναικὸς οὐχ ὁραματισθήσεται ἥλιον. Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλὰ, ὥσπερ ὅταν δέλεαρ τῷ χαλκῷ οἱ ἁλιεῖς περιβάλλουσι. Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Λιμώξουσι μὲν, διὰ τὸ μὴ δέξασθαι αὐτοὺς τὸν ἄρτον τὸν ζωοποιόν· κύνας δὲ αὐτοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι, ὅτι ἐκπεσόντες τῆς πατρίδος, νόμοις τε βασιλικοῖς εἱργόμενοι αὐτῆς ἔξωθεν, κύκλῳ περιέρχονται, μόλις μακρόθεν αὐτήν ποτε θεώμενοι. Ἐναλλαγὴ γὰρ πραγμάτων ἐγίνετο·
PG 12:1201οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τῶν κυνῶν ἔλαχον τάξιν, τὰ δὲ ἔθνη τὰ πάλαι κυσὶν ἐοικότα τῆς τῶν υἱῶν ἠξιώθη τιμῆς. Τίνες δὲ ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύνες, καὶ κυκλώσουσι πόλιν, ἀλλ’ ἢ ἂν οἱ ἄνδρες τῶν αἱμάτων καὶ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; διὰ τί δὲ εἰς ἑςπέραν; ἐπειδὴ ἐπὶ συντελεία τοῦ αἰῶνος ἔμελλε ταῦτα γίνεσθαι. Ἀντὶ δὲ τοῦ, λιμώξουσι ὡς κύνες, ὁ μὲν Ἀκύλας· Καὶ ὀχλωσάτωσαν ὡς κύων, ὁ δὲ Σύμμαχος· Καὶ συνηχήσουσιν ὡς κύνες, ἡρμήνευσαν. Καὶ ὁ Θεοδοτίων· Ἠχήσουσιν ὡς κύων. Ἀντικρὺς διὰ τούτων ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν ἀφίξεως, ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλονται καὶ αὐτοὺς τὸν Χριστὸν πολεμεῖν, κύνας ὠνόμασεν· ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἡσαί̈ου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν ἐδίδαξε· Πάντες κύνες ἐνεοὶ, οὐκ εἰδότες ὑλακτεῖν. Καὶ ἐν τῷ κα ψαλμῷ τὰ πάθη τοῦ σωτῆρος διαγράφοντι, μετὰ τῶν ἄλλων, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοί. Οὗτοι δὴ οὖν λιμώξουσι, τοῦ τῆς ζωῆς ἄρτον στερηθέντες, ἐπεὶ μὴ παρεδέξαντο τὸν οὐράνιον ἄρτον καὶ τροφὴν τὴν σωτήριον.
PG 12:1202Εἶτα δὲ καὶ τῆς αὐτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελαθήσονται, ὡς μηκέτι ταύτης ἐπιβαίνειν τολμᾶν, ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ καὶ μέχρι τῆς σήμερον ὁρῶντες τοὺς ὅρους καὶ κύκλῳ περιϊόντες, πόῤῥωθεν ἵστανται· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ γραφῇ· Ἐπιστρέψουσι καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐτοὺς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου. Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου, Κύριε. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενὰ, καὶ τὰ ἑξῆς. Τούτους οὖν, τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διεσκόρπισον. Εὔχεται δὲ αὐτοὺς καὶ καθαιρεθῆναι τοῦ ἀξιώματος, ὃ δὲ καὶ γέγονεν·
PG 12:1203οὐκέτι νῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ’ οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι παρ’ αὐτοῖς εἰσίν. Οὐ μὴν καὶ ἀποκτανθῆναί φησιν· διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παιδῶν ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδ’ ἐξ ἀνθρώπων ἀπέσβησαν, ἀλλ’ εἰσὶ μὲν καὶ ὑφεστήκασιν, οὕτως δὲ ὡς καταβεβλημένοι καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξιῶντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ὃ δὴ καὶ γέγονεν. Εἰς πᾶσαν αὐτοὺς σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σποράδας καὶ μετανάστας, ἐπειδὴ κατὰ σοῦ κέχρηνται συμφωνίᾳ. Τί δὲ αὐτὴ διδάσκει; Ἑτέρα δὲ γραφὴ, ἀντὶ τοῦ· μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου, τοῦ λαοῦ σου περιέχει· εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανιςθέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ’ ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν. Διασκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐκκλησία συνίστασθαι, ὅπως βλέποντες τὴν ὑπ’ ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας. Οὐκοῦν καὶ ταῦτα ὁ σωτὴρ ὑπὲρ αὐτῶν ηὔχετο. Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν·
PG 12:1204καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. Ἄλλος· Ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν· καταληφθήσονται ἐν ὑπερηφανίᾳ, καὶ ἐξ ἀρᾶς καὶ ἐξ ἀρνήσεως διηγήσονται· τέλεσον, ἐν χόλῳ τέλεσον, καὶ οὐχ ὑπάρχουσιν. Σύμμαχος· Τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Συντέλεσον ἐν θυμῷ, συντέλεσον, καὶ οὐκ εἰσίν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου ἀναγκαίως, διδάσκει λέγων· δι’ ἁμαρτίαν στόματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως, ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι κατὰ τὸν τοῦ πάθους τοῦ Σωτῆρος καιρὸν θάνατον αὐτῷ εἰργάσαντο, ῥωμαϊκῇ δὲ χειρὶ τοῦτο ἐπράκτετο·
PG 12:1206δικάζοντος μὲν Πιλάτου, καὶ διαλαβόντων στρατιωτῶν καὶ ἀπαγόντων αὐτὸν, Ἰουδαίων δὲ μηδ’ ὁτιοῦν τούτων πεποιηκότων, εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησιν, ἀλλὰ τὴν αἰτίαν, τῆς τῶν ἀρχιερέων συσκευῆς καὶ τῆς τῶν συκοφάντων ψευδομαρτυρίας μνημονεύων, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ’ αὐτοῦ. Διό φησιν· ἁμαρτίαν στόματος αὐτῶν, ὡσεὶ ἔλεγε σαφέστερον· δι’ ἁμαρτίαν στόματος αὐτῶν καὶ διὰ λόγον χειλέων αὐτῶν, καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· ἢ κατὰ Σύμμαχον, μετὰ τῆς ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γὰρ ὄντως καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν· διὸ καὶ ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Αὐτοὶ διασκορπιθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν. Ἤδη μὲν ταῦτα προλαβόντες εἰρήκαμεν καθ’ ἕνα τρόπον· δευτερεύσαντος δὲ τοῦ προφήτου, δῆλον ὡς ταῖς αὐταῖς λέξεσιν ἕτερα πάλιν τὸ Πνεῦμα ἐμήνυσεν.
PG 12:1207Ἐπιστρέψουσι τοίνυν εἰς ἑσπέραν οἱ τῶν Ἰουδαίων παῖδες, οὐκ ἐν φωτὶ τὸν Θεὸν, ἀλλ’ ἐν σκότει ζητοῦντες. Καὶ διὰ τοῦτο λιμώξουσιν ὡς κύων, τὴν ὄντως τροφὴν μὴ εὑρίσκοντες, καὶ κυκλώσουσι τὴν Ἱερουσαλὴμ τὴν πεπορθημένην, πενθοῦντες ἐπ’ αὐτὴν, καὶ κοπτόμενοι. Αὐτοὶ διασκορπισθήσονται· εἰς πᾶσαν γὰρ τὴν γῆν διεσπαρμένοι τυγχάνουσι, δουλεύοντες πανταχοῦ, καὶ ἐλαχίστους καὶ δουλοπρεπεῖς τέχνας πάσας τε τὰς ἀπρεπεῖς μεθόδους ἕνεκα τοῦ πεινᾶν μετερχόμενοι· γαστρίμαργοι δὲ ὄντες, οὐ χορτάζονται, καὶ κατὰ Θεοῦ διὰ τοῦτο γογγύζουσι· τουτέστιν οὐκ εὐχαριστοῦσι, τοῦτο γὰρ αὐτῶν ὡς ἀγνωμόνων ἴδιον. Ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ̈ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὁ Θεός μου, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου, τὸ ἔλεός μου. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα πείσονται, τοιαῦτα τολμήσαντες. Ἐγὼ δὲ σὸν ἔλεον ἀνυμνήσω, καὶ τοῦ νοεροῦ φωτὸς ἀνατείλαντος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω.
PG 12:1208Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν, σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα Δαυὶδ προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ δεσπότην ὑπέσχετο, διὰ τῶν εὐσεβῶν ὑμνῳδίαν προσφέρων. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκηματίαι. Ἐνταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν. Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ’ ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ’ αὐτοῦ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ... ἐν πέτρᾳ ὕψωσάς με. Γῆν λέγει τὴν κακίαν, ἧς ὁ ἐξελθὼν κράζει πρὸς Θεόν. Πῶς ἐν τῇ Ἰουδαίᾳ ὢν ὁ Δαυὶδ, λέγει· Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα;
PG 12:1209ἢ τάχα ἐξελθὼν τῆς κακίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προθήσεις. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; Ἕως αἰῶνος τὰ ἔτη τοῦ Χριστοῦ ὡς βασιλέως οὐκ ἐκλείψουσι. Ὁ Υἱὸς ἐνώπιον τοῦ Πατρὸς, ὡς ἀνελλιπὴς μὲν ὁ Υἱὸς καὶ Θεὸς τοῦ ἐλέους καὶ τῆς ἀληθείας. Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως λόγον ἐξιχνιάσει; Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ Θεῷ, οὐκ ἐστὶν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶ τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι τὸ ἀγαθόν. Ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Ὅτι σὺ εἶ ἡ ὑπομονὴ, Κύριε. Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. Ὁ δὲ Θεοδοτίων οὕτως· Πλὴν ἀτμὶς υἱοὶ τοῦ ἀνθρώπου· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ· εὐδιάλυτα γὰρ, φησὶ, τὰ ἀνθρώπινα, καὶ ἄνω κάτω ζυγοῦ δίκην μεταχωροῦντα. Κατὰ δὲ τοὺς Ο·
PG 12:1211Ὡς μονίμοις θαῤῥοῦσι τοῖς ῥέουσιν, ἰσότητος ἀμελοῦντες καὶ μὴ τηροῦντες καθάπερ ἴσῳ ζυγῷ τὴν καρδίαν, καὶ ὅμως κέρδος ἐντεῦθεν οὐδέν. Διὸ Σύμμαχος εἶπεν· Αὐτοὶ ματαιοῦνται ὁμοῦ. Εἰ οἱ ἅγιοι οὐ μάταιοι, οὐχὶ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι· κατηργήθη γὰρ ἡ κατ’ ἄνθρωπον γένεσις· μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προκαθεζόμενοι πράγμασι. Οἱ ψευδόμενοι περὶ τὴν δικαιοσύνην (αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν) ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τὸν περὶ προνοίας καὶ κρίσεως ἔχων λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καλὸν δὲ καὶ κατὰ τὸ ῥητὸν ὀρθρίζειν πρὸς τὸν Θεὸν, καὶ πάσης πράξεως ἀπαρχὴν ποιεῖσθαι προσευχὴν καὶ εὐποιί̈αν πρὸς τὸν πλησίον, εἴτε ἐν ἐπισκέψει, εἴτε ἐν μεταδόσει.
PG 12:1212Πρέπει δὲ τῷ ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διὰ τοῦ διώκεσθαι διατρίβοντι, καὶ μισουμένῳ δωρεὰν, καὶ μηδαμῶς ἐγκαλοῦντι, λέγειν τό. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἡ κοιλία γοῦν, τῶν περὶ τρυφὴν ἐχόντων οὖσα θεὸς, ἁπλῶς οὐ λέγεται θεὸς, ἀλλ’ οὐδὲ οἱ δαίμονες κυρίως θεοὶ, τῶν ἐθνῶν λεγόμενοι θεοί. Ὁ οὖν ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς Θεῷ. Ὁ Θεὸς, ὁ Θεός μου. Οὐ μόνον δὲ ἡ ψυχή μου ἐδίψησέ σε, ἀλλὰ καὶ ἡ σάρξ μου, καθάπερ μαθοῦσα τὴν ἐν τῇ ἀναστάσει ἐλπίδα ἑαυτῆς παρὰ σοὶ, ἢ πολυπλασίασθαι τὸ πρὸς σὲ δίψος ἑαυτῆς· διὸ καὶ κατασκηνῶν ἐπ’ ἐλπίδι, οὐκ ἔχω λέγειν ὁπόσα πλησίως καὶ ποσαχῶς παρὰ τὴν δίψαν τῆς ψυχῆς μου ἐδίψησά σε. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Οὕτως, πῶς; ἢ δίψης καὶ ἐπὶ πόθου περὶ τὸν ἅγιον συγχθείς; τίς δὲ ἂν εἴη, ἢ ὁ Μονογένης, καὶ εἰ μὲν εἴη ὁ Πάτηρ, πρὸς ὃν διψῶν δύναμιν καὶ δόξαν αὐτοῦ ὁ Μονογένης· Χριστὸς γὰρ Θεοῦ δύναμις αὐτὸς ὢν καὶ ἡ δόξα, περὶ ἧς εἴρηται· Ὀφθήσεται ἡ δόξα Κυρίου. Παρίσταμαι δὲ σοὶ, τὴν ἄῤῥητον ὁ φανταζόμενος δύναμιν. Τὰ χείλη μου ἐπαινέσουσί σε.
PG 12:1213Οὐ μόνοις δὲ χείλεσιν, ἀλλὰ πρὸς τῇ καρδίᾳ τὸν Θεὸν ὑμνητέον, κατὰ γὰρ Παῦλον· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, χείλεσι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Αἴρει δὲ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηί̈νων τὸ πρακτικὸν ἑαυτοῦ, ἐν ὀνόματι τοῦ Θεοῦ αἴρει τὰς χεῖρας ἑαυτοῦ· εἴτε δὲ ἀφ’ ἧστινοσοῦν ἑτέρας διδασκαλίας, εἴτε παρ’ ἕλλησι φιλοσοφουμένης, εἴτε καὶ ἐν ᾗτινιοῦν αἰρέσει, τάχα αἴρει μὲν τὰς χεῖρας ἑαυτοῦ, οὐ μὴν ἐν ὀνόματι τοῦ Θεοῦ. Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου. Ὥσπερ δὴ τῶν σωματικῶν βρωμάτων τὰ πίονα καὶ εὔτροφα τῶν ζώων ἡδύτερα, οὕτω καὶ τῶν πνευματικῶν εἴη ἄν τινα ἀνάλογα τοῖς κατὰ σάρκα πίοσι. Διόπερ τοῦτο εἰδὼς παρὰ τὴν τῆς ψυχῆς τροφὴν ὑποδέχουσαν τοῦ σώματος, ὁ προφήτης εὔχεται λέγων περὶ αὐτῆς τό· ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Τοιαῦτά γε ἦν καὶ τὰ κατὰ τὴν παραβολὴν τοῦ μόσχου τοῦ σιτευτοῦ.
PG 12:1215Τὸ ἐν Θεῷ δὲ ἀγαλλιᾶν καὶ εὐφημεῖν νομίζω μὴ δύνασθαι κατορθοῦσθαι ἡμῖν χωρὶς τῆς ἀπὸ τῶν καλουμένων πτερύγων τοῦ Θεοῦ σκεπῆς, τουτέστι τῶν ἀρετῶν αὐτοῦ· ταύταις γὰρ ὑψοῦται, καὶ μετεωρίζεται, καὶ μεγαλύνεται ὁ Θεὸς, ὑφ’ ἃς γενόμενοι, ἅτε δὴ ἁπλούμενοι διέμειναν ἡμῖν, δεκτικοὶ αὐτῷ γενόμεθα. Ἐκολλήθη ἡ ψυχή μου ὁπίσω σου. [Τὰ] ὀπίσω τοῦ Θεοῦ ἐστὶ τὰ μετὰ τὸν Θεὸν, ἅτινα ἐπαγγέλλεται καὶ Μωϋσῇ δειξείη. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς. Τούτους εὔχεται προφητικῶς ἀπὸ τῆς ἐπιφανείας ὠθουμένους τῆς γῆς εἰς τὰ ταύτης παχύτερα κατελθεῖν· ὅπου μὴ δύνανται κατὰ τῶν ἀγωνιζομένων ἐν ἀνθρωπίνῳ σώματι ἐνεργεῖν, εἰ καὶ μόνον εἰρῆσθαι περὶ τῶν ζητούντων τὴν ψυχὴν τοῦ εὐχομένου δοκεῖ. Κατώτατα δὲ τῆς γῆς ἡ ἄβυσσος, ἔνθα χωρήσουσιν. Διόπερ ἐν εὐαγγελίῳ τῷ Σωτῆρί φασιν· Ἦλθες ἡμᾶς πρὸ καιροῦ βασανίσαι, μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον ἤδη δεόμενοι, εἰς δὲ χοίρους εἰσελθεῖν ἐπιτρέψαι. Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ἀναιρεθήσονται, φησὶν, οὐχ ὑπὸ δυνατῶν πολεμίων, ἀλλ’ ὑπὸ τῶν προσοικούντων·
PG 12:1216οἱ καθάπερ τεθήκασίν τε καὶ ἀπελαύνονται· αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, τοῦ μηδὲ ταφῆς ἀξιωθῆναι τοὺς πλείους, ἀλλὰ προκεῖσθαι θηρίοις βοράν. Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως Θεοῦ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτὸν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρόνιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν. Καὶ τὴν παρ’ ἀνθρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τὰς εὐθείας ἔξω βαδίζειν οὐκ ἐνεχόμενοι. Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν· διαφερόντως δὲ τῶν νόμων τῶν θείων ἐπιμελόμενοι, θυμηδῶς ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βέβαιαν ἐργάζονται. Εὐφραίνει ἄδικον πλοῦτος φθαρτὸς, τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχή. Νόει μὲν Σιὼν καὶ τὴν ἀρετὴν, καὶ πύλας τὰς εἰς αὐτὴν, ὥσπερ εἰσαγωγὰς, εἰσόδους·
PG 12:1217μόνῳ δὲ τῷ ἐν Σιὼν, τουτέστιν ἐν τῷ σκοπευτηρίῳ καὶ τῇ ἀρετῇ, πρέπει ὁ ὕμνος τῷ Θεῷ, ὡς ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θανάτου καὶ τῆς κακίας, καὶ διὰ τοῦτο δυναμένῳ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησιαστικαῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ἐκκλησίας. Οὐ γὰρ ὡραῖος ὕμνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἐξαποστάλη. Καὶ πάλιν ἐὰν θέλωσιν οἱ ἔξω τῆς ἐκκλησίας θεολογεῖν, ἢ καὶ ὑμνεῖν τὸν Θεὸν, οὐ δυνήσονται· ὁ γὰρ πρέπων ὕμνος, ὕμνος Θεοῦ, ἐν μόνῃ Σιὼν, τῇ ἐκκλησίᾳ. Νόει δὲ Σιὼν καὶ τὴν ἐπουράνιον πόλιν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθῶς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὡς γὰρ ἐν τῇ κάτω Σιὼν καὶ ἡ κάτω Ἱερουσαλὴμ, οὕτως καὶ ἐν τόπῳ, τῷ ὑπὲρ πάντα τόπον σωματικόν. Ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεις τῷ Θεῷ, ἔνθα αἱ ἀληθιναὶ ἀποδίδονται εὐχαί. Εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Σὰρξ, ἀντὶ τοῦ πᾶς ἄνθρωπος. Ἥξει δὲ πρὸς αὐτὸν πᾶσα σὰρξ διὰ μετανοίας, καὶ καθάρσεως, μηκέτι μένουσα σὰρξ, ἢ κατὰ σάρκα πολιτευομένη. Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου. Πληθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.
PG 12:1218Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ἡ Ἀκύλα ἔκδοσις ἐμφαίνει ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ τὸν ἐλεχθέντα ὑπὸ Θεοῦ ἐγγίζειν αὐτῷ. Μακάριος γὰρ, φησὶν, ὃν ἐξελέξω, καὶ ἐγγίζει, οὐ μόνον ὃν ἐξελέξω. Θεοδοτίωνος· Ἁγιασμοῦ γὰρ πληρὴς ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην, διὰ τῶν σῶν λογίων, τοὺς προσιόντας διδάσκει. Οἶκον Θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ. Ἐὰν δὲ βραδύνῃς, ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεςθαι, ἥτις ἐστιν ἐκκλησία Θεοῦ ζῶντος, τούτου τοῦ οἴκου ἀγαθὰ τὰ τοῦ Πνεύματος χαρίσματα, τά τε περὶ τῆς Τριάδος καὶ τὰ λοιπὰ δόγματα, οἵτε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. Ἐν δὲ τούτῳ θαυμαστὸς ἡ ἀρετὴ ἐπιτελεῖται, καλουμένη δικαιοσύνη, ἤγουν ὅτι ὁ πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν, τὸν ἔσω ἄνθρωπον, πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος, μονὴν ποιεῖται καὶ γίνεται ναὸς, κατὰ τό· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἔστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Καὶ μεθ’ ἕτερα·
PG 12:1220Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς, ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθεῖ, τὴν διὰ πίστεως συνισταμένην. Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Ὦ βάθος πλούτου καὶ σοφίας Θεοῦ Καὶ πάλιν· Ἐν παντὶ γὰρ, ὁ Παῦλός φησι, ἐπλουτίσθητε ἐν πάσῃ γνώσει. Ἡ γνῶσις τοῦ Θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ἐκ τῆς κοιλίας πιστεύσαντος Χριστῷ· ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικὰς, καὶ γὰρ ὁ Δαυὶδ λέγει αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν Κύριον. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνομάζει. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων. Ἐνεδύσαντο Χριστὸν καὶ σπλάγχνα οἰκτιρμῶν. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Τῆς Ἰουδαίων ἀποπληξίας ἐνταῦθα κατηγορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Σημεῖα Κυρίου γεννῶσι πίστιν· δυνάμεις δὲ αὐτοῦ ἐπιστρέφουσι ψυχήν. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλλάτωσάν σοι. Ψαλλάτωσαν δὲ τῷ ὀνόματί σου, Ὕψιστε.
PG 12:1221Ἐπειδὴ Ἰουδαῖοι, φησὶ, καίτοι ὑπερβολὰς ὁρῶντες πίστει πραττομένων σημείων, ἐψεύσαντό σε, ἀλλ’ οὖν ἀντ’ ἐκείνων προςκυνήσει σε πάντων τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Πάντες ᾄσουσι τὸ ὄνομά σου. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσι ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, ὁ δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς ὁ καὶ ἡμῖν τὴν πρὸς αὐτὸν ἄνοδον καὶ τὴν σωτηρίαν δωρούμενος, ὁ πατάξας θάλασσαν, καὶ ποταμὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνους διαβιβάσας. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὸ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, εἶτα νενικηκότες καὶ εἰς τὸ τῆς ἐλπίδος καταστάντες τέλος, λέγουσι· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Καὶ τῶν δαιμονιζομένων τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐν τοῖς εὐαγγελίοις, ποτὲ μὲν ἔῤῥιψαν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ. Ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις.
PG 12:1222Πάσχουσι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄνθρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύθεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, ἐν ὁλοκαυτώμασιν. [Οἶκον], τὸν ἐπουράνιον δηλονότι· ὁλοκαυτώμασι δὲ, καὶ οὐκ αἰσθητοῖς, νοητοῖς δὲ δηλονότι· ὅλως γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων. Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. Βόες εἰσιν αἱ ἐντολαὶ ἐξηγμέναι, βοῶν δίκην. Χιμάρους λέγει τὰς ἀρετὰς, αἵτινες χιμάρων δίκην νέμονται τὰ δόγματα τῶν γραφῶν. Εἰσὶ δὲ οἱ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι, σὺν τοῖς βαλλομένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν.

To the End: In Hymns, a Psalm of DavidΕἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Δαυί̈δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰς τὸ τέλος, ἐν ὕμνοις ψαλμὸς τῷ Δαυίδ. Ὑπόθεσις τοῦ Ἀθανασίου. Πάλιν κἀνταῦθα τῶν ἀποστόλων εἰσάγει τὸ πρόσωπον, διδασκαλίαν ποιούμενος τῶν ἐθνῶν, ῥυσθῆναί τε εὐχόμενος ἀντιλεγόντων τῇ διδασκαλίᾳ αὐτοῦ. Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει, καὶ πολλῶν λόγων οὐ δεῖται.
PG 12:1223Προκηρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. Θεασάμενος ὁ προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· εἶτα διὰ τὸν ἐπαγόμενον ταύτην ἡμᾶς διδάσκει σαφέστερον. Ἐπιφανεῖται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ, τὸ πληροῦν ἡμᾶς εὐλογίας καὶ οἰκτιρμῶν, ἐπιφανέντος ἡμῖν τοῦ χαρακτῆρος τῆς ὑποστάσεως αὐτοῦ καὶ ἐμφανίσαντος ἑαυτὸν τοῖς ἀξίοις, ἐπεὶ γὰρ εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου ὃν ὁ καθορῶν, ὁρᾷ τὸν Πατέρα. Ὁ ἐμὲ γὰρ, φησὶν, ἑωρακὼς, καὶ τὸν Πατέρα μου ἑώρακεν. Τότε τοὺς εὐεργετημένους εὐλογεῖ καὶ οἰκτείρει, πᾶσιν εὐλογίαν πνευματικὴν ἐν τοῖς ἐπουρανίοις ἔχων Ἰησοῦς. Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Ὥσπερ καπνὸς παρακολούθημά ἐστι πυρὸς καὶ φωτὸς, οὕτω τῶν δικαίων οἱ ἁμαρτωλοὶ, οὐ κατὰ προηγούμενον λόγον τοιοῦτοι γενόμενοι.
PG 12:1225Ὁ γὰρ προηγούμενος λόγος ἤθελε καὶ αὐτοὺς εἶναι φῶς, κατὰ τό· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ ἐβούλετο αὐτοὺς εἶναι πῦρ, κατὰ τό· Ὁ ποιῶν τοὺς λειτουργοὺς αὐτοῦ, πυρὸς φλόγα. Ἐπεὶ δὲ πεφεύγασι τὸ εἶναι φῶς, καὶ οὐκ ἐθέλησαν γενέςθαι πῦρ, διὰ τοῦτο γεγόνασι καπνός. Τάχα δὲ καὶ οἱ ἄγγελοι, ὅταν μὲν κολάζωσι, πῦρ εἰσίν· ὅταν δὲ διακονῶσι τὰ τῆς ἡμῶν σωτηρίας, φῶς. Καὶ ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς πῦρ ἔστι, καταναλίσκον πᾶσαν κακίαν· τοῖς δὲ δικαίοις, φῶς. Ὁ γὰρ Θεὸς φῶς ἔστι, καὶ σκότος ἐν αὐτῷ οὐκ ἔστι. Πάλιν προηγούμενον ἔργον τῶν μελισσῶν τὸ μέλι· παρακολούθημα δὲ τοῦ μέλιτος ὁ κηρός· κἂν ἔλθῃς ἐπὶ τὴν Χριστοῦ παρουσίαν, μέλι μὲν ὄψῃ τὴν ἐκκλησίαν· παρακολούθημα δὲ, τοὺς ἑτεροδόξους, οἷς ἐρεῖ· Οὐδέποτε ἔγνων ὑμᾶς· οὐ γὰρ γινώσκει τὸ ἐπισυμβάν. Εἶεν δ’ ἂν καὶ οἱ δαίμονες ἐχθροὶ ἀπολλύμενοι, οὐ πῦρ ὄντες, ὡς ἄγγελοι· οὐ φῶς, ὡς δίκαιοι· ἀλλὰ καπνὸς σκεδαννύμενος, ὁ τοῖς ὄμμασι βλαβερός. Πρότερον γὰρ μετεςχηματίζοντο εἰς ἀγγέλους φωτὸς, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς ἀνθρώπους ἀπατωμένους θύειν αὐτοῖς καὶ τὰ φίλτατα·
PG 12:1226νῦν δὲ φροῦδα πάντα, καὶ ὄντως καπνὸς, ἀποσβεσθέντος αὐτῶν τοῦ πυρὸς, ὀργισθέντος αὐτοῖς τοῦ Θεοῦ, κατὰ τό· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, δῆλον ὡς σβέσαντος αὐτῶν τὸ πῦρ, ὃ τοὺς ἀνθρώπους κατέφλεγε· καὶ ὁ καπνὸς δὲ αὐτὸς, ὡς μὴ ἔχων περὶ ὅ τι ὑποσταγῇ, ἐξέλιπε· καθάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προςπελάζων, οὕτως τῇ τοῦ Χριστοῦ παρουσίᾳ, φροῦδοι γεγόνασι τῶν ἀνθρώπων οἱ δυσμενεῖς παντελῶς, καὶ μέντοι ὡς ἀπόλλυται νόσος ὑπὸ ἰατροῦ, καὶ σκότος ὑπὸ ἡλίου, οὕτως ἡ ἁμαρτία ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ. Ὅταν οὖν ἐκτακῶσιν ὡς κηρὸς, καὶ ἐκλίπωσιν ὡς καπνὸς οἱ ἁμαρτωλοὶ, καθὸ εἰσὶν ἁμαρτωλοὶ, τότε οὐ μόνον ἐφ’ ἑαυτοῖς εὐφραίνονται οἱ δίκαιοι, ἀλλὰ καὶ ἐπὶ τῷ ἐκλείποντι καπνῷ, καὶ ἐπὶ τῷ ἐκτακέντι κηρῷ· ὁρῶσι γὰρ ἀγαθὸν γενόμενον τὸ ἐκλιπεῖν τὸν καπνὸν, τὸ ἐκτακῆναι τὸν κηρόν. Τάχα δὲ τοιοῦτόν τι βλέπων ὁ Σωτὴρ γινόμενον ἀπὸ τοῦ πυρὸς, ὅτι μέλλει ἐκτήκεσθαι κηρὸν, ἵνα μόνον μέλι καταλειφθῇ, εἶπε τό· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἐκαίη. Οὐχ ἁπλῶς δὲ εἶπεν ἀπόλλυσθαι τοὺς ἁμαρτωλοὺς, ἀλλ’ ἀπὸ προσώπου τοῦ Θεοῦ.
PG 12:1227Καὶ οὕτω πῶς ὁ κηρὸς ὑπὸ πυρὸς, οὐ τῆς οὐσίας τῆς ψυχικῆς φθειρομένης, ἀλλὰ τῆς ἕξεως καθ’ ἥν τίς ἐστιν ἁμαρτωλός· οὐδὲ γὰρ ὁ τηκόμενος κηρὸς εἰς τὸ μὴ ὂν καταστρέφει, εἰς δὲ τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν, ἀπολλυμένης αὐτοῦ τῆς ποιότητος. Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ. Προσθεὶς ὅτι ἀγαλλιάσθωσαν, ἔδειξεν ὡς οὐ κατ’ ἀνθρώπων τὴν ἱκετηρίαν ταύτην προσήνεγκεν, ἀλλὰ κατὰ δαιμόνων, ὧν σκεδαννυμένων καὶ φρούδων γινομένων, ἀγάλλεται ἔθνη, καὶ τὸν σεσωκότα Θεὸν ἀνυμνεῖ· οὐ καλὸν καὶ τὸ ἀγαλλιάσθωσαν μόνον, ἂν μὴ λάβῃ τὴν προσθήκην, ἀναγκαῖον οὖσαν, τὸ ἐνώπιον τοῦ Θεοῦ, ὥστε ἀξίαν εἶναι τὴν ἀγαλλίασιν τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, οὐ κοςμικὴν οὖσαν, ἀλλὰ καρπὸν τοῦ Πνεύματος. Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβηκότι ἐπὶ δυςμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. Ὥσπερ ἐὰν ᾄδειν μοι προκῆται βασιλεῖ, δεήσει με εἰδέναι ποῖα μέλη ἀποδέχεται ὁ βασιλεὺς, ἵνα ᾄδων ἀρέσω αὐτῷ· οὕτως εἰ μέλλω ᾄδειν τῷ Κυρίῳ, δεήσει με εἰδέναι τὰ μέλη τὰ εὐφραίνοντα τὸν Κύριον, ἵν’ ἐπ’ αὐτοῦ ἀκροατοῦ ᾄσω τῷ Κυρίῳ.
PG 12:1229Ἐπεὶ καὶ τὰ αἰσθητὰ ἐπίβαθρα γίνεται πρὸς τὸ νοῆσαι τὰ κρείττονα, ἰστέον ὡς ὁ μὲν ᾄδων ψιλῇ χρῆται φωνῇ, ὁ δὲ ψάλλων καὶ τῷ ὀργάνῳ· ἴδε οὖν σεαυτὸν χωρὶς σώματος, καὶ ἐννόησον τὸ ᾄδειν. Νόησόν σου καὶ τὸ σῶμα, καὶ ὅρα τὸ ψάλλειν. Ἄδει γὰρ τῷ Θεῷ ὁ διὰ ὑγιῶν δογμάτων τὴν ψυχὴν παιδευόμενος, ὁ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων. Ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κινήσεων, διὰ τῆς τῶν αἰσθητηρίων χρήσεως, τοιαῦτα πράττων ὡς δοξάζεσθαι παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα αὐτοῦ τοῦ Θεοῦ. Καὶ ὥσπερ ὁ τεχνίτης, ἐν ᾧ ψάλλει, οὐ συγκεχυμένως κρούει τὰς χορδὰς, ἀλλ’ οἶδε τοὺς καιροὺς καὶ τοὺς τόπους, καί ποτε μὲν τήνδε, ποτε δὲ τήνδε κρούσει· οὕτως ὁ εἰδὼς ψάλλειν τῷ τοῦ σώματος ὀργάνῳ, ῥυθμίζει αὐτὸ τῷ λόγῳ τοῦ Θεοῦ, καὶ οἶδε πότε κινήσει τὴν χορδὴν, τὴν χεῖρα ἢ τὸν πόδα, ἵνα περιπάτῃ ὡς δέον, ἵνα πράττῃ τὸ πρέπον· τὸν ὀφθαλμὸν, ἵνα μὴ ἐκμελὲς ἴδῃ καὶ πρὸς τὸ ἐπιθυμῆσαι· τὸ οὖς, ἵνα μὴ παραδέξηται ἀκοὴν ματαίαν· τὸ στόμα, ἵνα μὴ λαλῇ ἀργὸν ῥῆμα. Ἔστι καὶ τῇ χορδῇ τῆς κοιλίας χρήσασθαι ἐμμελῶς, ὅτε εἰς δόξαν Θεοῦ ἐσθίομεν καὶ πίνομεν.
PG 12:1230Ἐπὶ δυσμῶν. Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡλίου. Ὁδοποιήσατε. Ζητεῖ καὶ ἐν σοὶ περιπατῆσαι ὁ Κύριος, καὶ βλέπων ἀκάνθας, ἡδονὰς καὶ μερίμνας ἐν σοὶ, ἄλλους ζητεῖ περιπάτους καθαρωτάτους, καὶ σὲ καταλείπει· ἐπιβήσεται δὲ σοὶ, ὅταν δύῃ ὁ ἐναντίος τῷ ἡλίῳ τῆς δικαιοσύνης, ἥλιος ὁ Σατανᾶς, ὁ μετασχηματιζόμενος εἰς ἄγγελον φωτός· εἰσὶ γοῦν τινες ἐν τῷ νόμῳ, ἕως μὲν ἀνατέλλει ἑαυτοῖς ὁ τῆς ἀδικίας ἥλιος, ἀκάθαρτοι· ἐὰν δὲ δύῃ, καθαροί· δυέτω σοι πάντα σοι φωτίζειν νομιζόμενα, καὶ δεδοξαςμένα ὑπό σου καὶ θαυμαζόμενα· δυέτω φιλαργυρία, δυέτω ἀλλοτρία διδασκαλία, δυέτω πορνεία, ἣν ἐνόμιζες διὰ τὴν ἡδονὴν εἶναί τι ἀγαθὸν, ἵνα ἐπεβῇ ὁ Κύριος ποιήσαντί σοι δυσμὰς τῶν ἐναντίων. Ὁδοποιήσατε. Εὐτρεπεῖς γενέσθαι φησὶν εἰς τὸ τῆς ὁδοῦ ἐκείνης πορεύεσθαι, τοῦ ἐπ’ ἔσχατα Χριστὸν ὀφθῆναι ἐν σαρκὶ τοῖς ἐπὶ γῆς ἢ τοῖς ἐπιβεβηκόσιν ἐπὶ δυσμῶν, τῶν μέχρι ᾅδου πεποιημένων τὴν κάθοδον. Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γίνεται·
PG 12:1231οὗτος οὖν ὁ πατήρ σου, ἐὰν ἁμαρτάνῃς, ἀποθανέτω. Ἐάν σοι ἀποθάνῃ, σοὶ οὐ ζῇ, κἂν ἄλλοις δοκῇ ζῆν. Γενοῦ ὀρφανὸς, καὶ οὐκέτι χρήσῃ τοιούτῳ πατρὶ, ἀλλ’ ἐκείνῳ ὅς σε ὡς ὀρφανὸν ἄλλον ἀναλήψεται. Πάλιν μνηστεύσεται τὴν ἀνθρωπίνην ψυχὴν ὁ Χριστός· παρανόμως δὲ ὁ διάβολος βούλεται αὐτῆς νυμφίος γίνεσθαι, ἵνα ποιήσῃ αὐτὴν ἐφθαρμένην· ἡ ψυχὴ οὖν σου χήρα γενέσθω ἐκείνου, ἵνα σοι κρίνῃ τὰ δίκαια ὁ Θεὸς καταλίποντι τὸν ἀνόμως συνῳκηκότα καὶ τὸν κατὰ κακίαν γεννήσαντα. Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπάςπατο. Τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρευκότες ὀρφανοί τινες ἦσαν· κατὰ τὸν δὲ κόσμον ἀνεπικούρητοι παντελῶς καὶ πρὸς πᾶσαν πλεονεξίαν ἕτοιμοι. Ἐπειδὴ δὲ πεπιστεύκασι, πεπλουτήκασι Πατέρα τὸν Θεὸν, διὸ γὰρ τῆς τῶν χηρῶν κηδεμονίας καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας τὸ δίκαιον αὐτοῦ τῆς προνοίας ἐδήλωσεν, τῶν ψυχῶν τῶν ὀρφανῶν καὶ τῶν ἀβοηθήτων θύσων. [Νόει] ὀρφανοὺς τὰ ἔθνη, ὡς μὴ ἔχοντα τὸν Θεὸν πατέρα, χήραν δὲ τὴν ἐκκλησίαν, ὡς μὴ λαβοῦσαν ἄνδρα τὸν Χριστὸν, τούτων γὰρ ἕνεκεν καὶ ἀπόθανεν. Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
PG 12:1232Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. Τόπος Θεοῦ, ψυχὴ καθαρά· διὸ ἐπιφέρει, ὁ Θεὸς κατοικίζειν μονοτρόπους, τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν οἰκείαν ζωὴν, πάσης διψυχίας καὶ κοσμικῆς αὐτῆς ἐπιθυμίας ἀλλοτριάσαντες, οὓς καὶ ἐν τῇ οὐρανίῳ πόλει κατοικίζει. Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει. Ὁμοίως τῷ εἰρημένῳ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Δεσμοὺς δὲ καὶ σκότος τὴν τῶν δαιμόνων λατρείαν λέγει. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὸν ἔρημον. Διάψαλμα. Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά. Ὡσαύτως, ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ ἀδικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξεν, μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην, καὶ ἀοίκητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησα γῆν μὲν καὶ συνέσεισεν· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ὑπέσταξεν·
PG 12:1234γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ, τότε γὰρ ἡ γῆ ἐσείσθη, τό τε δὲ μετὰ τὴν εἰς τὸν οὐρανὸν ἐπάνοδον· τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ πνεύματος χάρις, οἷόν τινας δρόσου ψεκάδας μιμούμενος, τοῖς ἀποστόλοις· εἶτα σαφέστερον Ἰουδαίους διδάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν ἀπὸ προσώπου τοῦ Θεοῦ, τοῦ ἐν τῷ Σινᾷ φανέντος. Βροχὴν ἑκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου. Τὸ εὐαγγελικὸν κήρυγμά φησι βροχήν· καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον· ἑκούσιον δὲ πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας· ἐκεῖνος γὰρ οὐκ ἦν αὐτοῖς ἑκούσιος, κατὰ τό· Τίς ἐκζήτησε ταῦτα ἐκ τῶν χειρῶν μου; Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον. Ἅρμα τοῦ Θεοῦ, ψυχαὶ καθαραὶ, αἷς ἐπέβη ὁ καθαρὸς Θεὸς, ᾧ ὑποζεύγνονται τῶν εὐθυνόντων αἱ χιλιάδες. Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. Αἰχμαλωσία ἐστι Χριστοῦ φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ’ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι οὐκ ἀπέβλεψα, φησὶν, εἰς τὴν δευτέραν αὐτῶν ἀπείθειαν, ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν ἐπέμεινα ἕως αὐτοὺς οἰκητήριον, ὅτι οἰκεῖον, ἀπέφηνα.
PG 12:1235Πλὴν ὁ Θεὸς συνθλάσσει κεφαλὰς ἐχθρῶν αὐτοῦ. Ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων συμβαίνοντα τὰ νοήματα τῇ ψυχῇ. Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ. Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι· ὅπερ αἷμα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οἴδασιν γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρκας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς. Ἐκεῖ Βενϊαμὶν νεώτερος ἐν ἐκςτάσει. Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Διάψαλμα. Αἱ βασιλεῖαι, ἃς ἔδειξεν ὁ διάβολος τῷ Κυρίῳ, ἃς λαμβάνει, οὐκ ἀπὸ τοῦ εἰπόντος· Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκύνῃς μοι, ἀλλ’ ἀπὸ αἰτήσασθαι τὸν Πατέρα ἔθνη κληρονομίαν ἑαυτῷ. Τὸ διάψαλμα κεῖται διὰ τό· Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ... καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις. Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους, αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς·
PG 12:1236δύναμις δὲ τοῦ Θεοῦ ὁ Χριστός ἐστιν. Ἐν ταῖς νεφέλαις, αἷς ἐντελεῖται τοῦ μὴ βρέχειν ὑετὸν ἐν οἷς τέθεικε τόξον αὐτοῦ, ἐν ταύταις δὲ ἀπαργησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου. Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσέλθωσαν ὕδατα ἕως ψυχῆς μου, ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν. Ταῦτα γὰρ ἡ ἀνθρωπεία ἐπεπόνθει φύσις, κατενεχθεῖσα διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ εἰς αὐτὸν τοῦ ᾅδου τὸν χῶρον, ὃν καὶ ὕλην βυθοῦ καὶ βάθος θαλάσσης ἐν τοῖς παροῦσιν ὀνομάζει. Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ. Ἀεὶ γὰρ καθεζόμενοι ἐν ταῖς πύλαις τοῦ ἱεροῦ, Ἰουδαῖοι ἔλεγον· Τίς ἂν εἴη ὁ ἄνθρωπος τοῦτος; Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων.
PG 12:1237Ὅρου κατάρας φρικτῆς προκειμένου, ἵνα κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται, ἢ διδάξῃ ἡμᾶς παρ’ ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω, τίς ἐστιν ὁ ὑποκεφαλίσαι Παῦλον, μᾶλλον δὲ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριςτοῦ, δυνάμενος; Οὐκοῦν αὐτὸς ὁ Χριστὸς ἐν τῷ Παύλῳ λαλῶν, περὶ ἑαυτοῦ καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς λέγων γενέσθαι τὴν προσευχὴν, τό· Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο.
PG 12:1239Οὐκ ἐν ὑποκρίσει ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα, ἀλλ’ ἐξ οἰκείου προσώπου Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἵδρωτος, καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθὴς ὑπάρχων, καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, ἀλλὰ καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ, πάλιν λέγω, τοῦ Χριστοῦ τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοιαύτην προσευχὴν, τίς ἔστιν ὁ παραχαράξαι δυνάμενος ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν; Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα. Αὐτὴ τοίνυν ἡ τράπεζα κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Αὐτὴ ἡ τράπεζα μὴ νοουμένης τῆς γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα. Οὐ πᾶσι δὲ ἡ τράπεζα τοιαύτη ἦν, ἀλλ’ ἐνώπιον τοῦ λαοῦ ἐκείνου. Ἐπίστησον δὲ εἰ τράπεζα δύναται λέγεσθαι ὁ Χριστὸς, σοφία τυγχάνων ἡ λέγουσα·
PG 12:1240Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ ὁ ἄρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθινή ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις. Καὶ γὰρ γέγονεν Ἰουδαίοις εἰς σκάνδαλον καὶ εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, τῷ ἐκδικείσθαι πᾶν αἷμα τὸ ἀπὸ Ἄβελ ἕως Ζαχαρίου, ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐφ’ ἧς οἱ ἄρτοι καὶ τὸ ἄριστον, αἱ γραφαὶ εἰσὶν παγὶς, καὶ σκάνδαλον ὑπάρχουσιν τοῖς μόνῳ τῷ γράμματι προςαναπαυομένοις. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νότον αὐτῶν διαπαντὸς σύγκαμψον. Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; ἐπήγαγεν αὐτοῖς τὸ ζοφωδὲς νίφος τῶν συμφορῶν, εἰς δουλείαν αὐτῶν καταψηφίσαι δέσποτας, ἵνα οἷς ποιοῦσιν, περιπέσωσιν εἰς ἐπίπονον ἐργασίαν συγκεκοφότες. Οὐ γὰρ πρόσκαιρος αὐτοῖς, ὥσπερ ἐπὶ Βαβυλονίων, γέγονεν ἡ αἰχμαλωσία. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται· λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι’ αὐτῶν πιστεύσαντας. Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν.
PG 12:1241Ζητοῦσιν αὐτὴν οἱ πρὸς κακίαν καὶ ἀγνωσίαν αὐτὴν προτρεπόμενοι· ἐτράπουντο εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. Ἀποστραφείησαν παραυτικὰ αἰςχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε Τό· Εὖγε, εὖγε οἱ δαίμονες λέγουσιν ἁμαρτάνουσιν ἡμῖν. Ἔστιν δ’ ὅτε καὶ γελῶτα πέμπουσιν, ἐμπαίζοντες ἡμῖν καὶ ἐναντιούμενοι. Καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς καὶ πένης ... Καὶ ῥυςτής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Σωτήριον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Χριστὸς, ὁ μονογένης αὐτοῦ Υἱός. Ἐγὼ δὲ πτωχὸς καὶ πένης, Χριστός φησιν, ἑκουσίως πτωχεύσας διὰ τὸν ἄνθρωπον, ἵνα πλουτίσῃ ἐκεῖνον. Μὴ χρονίσῃς· τῆς γὰρ σῆς προμηθείας τετύχηκα. Τὸ δέ· μὴ χρονίσῃς ἀντὶ τοῦ· ἐπάρχω ὡς τάχιστα, καὶ μὴ ἀναβάλῃς τὴν αἴτησιν. Τῷ Δαυὶδ, υἱῶν Ἰωναδὰβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, Ὠριγένους, Ἀθανασίου ὑπόθεσις. Οἱ υἱοὶ τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες ἀκριβεῖς· καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι τὸν Θεὸν, τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ.
PG 12:1243Ἐπὶ τούτων δὴ καὶ ἡ πρώτη τῆς Ἱερουσαλὴμ, ὑπὸ Χαλδαίων ἅλωσις γεγένηται. Σχοῖεν δ’ ἂν οὗτοι πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος, διὰ τῶν πρὸς αὐτοὺς εἰρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τούτων τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερουσαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσάγονται τοίνυν οὗτοι οἱ θεοφιλεῖς ἄνδρες, τουτέστιν ὁ ἀποστολικὸς χορὸς, διὰ προκειμένου ψαλμοῦ εὐχὴν καὶ εὐχαριστίαν ἀναφέροντες τῷ Θεῷ. Ἐφ’ οἷς θλιβομένους αὐτοὺς ἀπὸ τῶν διωκόντων διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔπειτα ὑπισχνούμενοι μόνας τὰς δι’ αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. Ἐκ δὲ τῶν Ο τῆς ἐκκλησιαστικῆς ἐκδόσεως ἐπιγραφὴν ἐχούσης· Ὑπὲρ τῶν υἱῶν Ἀδὰμ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Καὶ μετ’ ὀλίγον. Οἱ μὲν ἐμπαθεῖς τὰ ὄμματα τῆς ἀκτῖνος χωρίζονται· οἱ δὲ ὑδροφοβοῦντες [κατὰ] τῆς τοῦ ὕδατος ὄψεως [δυςχεραίνουσι]·
PG 12:1244τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν Ἰουδαίων κακία, διὰ τὸ μὴ θέλειν ὁμολογεῖν τὴν δόξαν τοῦ θείου κηρύγματος, ἀπαράδεκτον ποιεῖ διὰ τῆς σιωπῆς τὴν ἀλήθειαν. Ἔξεστιν δὲ καὶ διὰ τῆς ψαλμῳδίας ἐπιγνῶναι τὰ τῆς προφητείας αἰνίγματα· λέγει γὰρ περὶ τῶν πρώτων αἰχμαλωτισθέντων, ὡς ἐκ προσώπου τοῦ ἀνθρώπου, ὅτι ὅσας ἔδειξας μοι θλίψεις καὶ τὰ ἑξῆς. Τοῦτο δὲ σαφέστερον ἐκ τοῦ Παύλου νοήσωμεν, πῶς ἐκ τῶν ἀβύσσων ἀνάγεται ὁ τῷ βάθει τῆς ἁμαρτίας καθελκυθεὶς, περὶ οὗ φησι· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; ὅθεν γὰρ εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος, ἐκεῖθεν ἐξῴκισται μεθ’ ὅλου κατεχομένου τοῦ αἰχμαλώτου ὑπὸ τοῦ θανάτου· κατέβη διὰ τοῦ πάθους εἰς τὴν ἄβυσσον ταύτην· ἐφ’ ᾧ τε συναγαγεῖν ἑαυτῷ πάλιν ἐπὶ τὰ ἄνω τὸν βύθιον· ταῦτα γὰρ ὁ ἀπόστολος διεσάφησε μετ’ ἀκριβείας, ἄλλα τε πολλὰ περὶ τούτων εἰπών, φησὶ καὶ τοῦτο· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτω, καὶ τὰ ἑξῆς. Διὰ τὸ γενέσθαι τὴν ἐπιγραφήν· Ὑπὲρ τῶν υἱῶν Ἀδὰμ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων, διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν τοῦ Κυρίου, βύουσι τὴν ἀκοὴν Ἑβραῖοι, καὶ τὴν ἐπιγραφὴν οὐ προςδέχονται.
PG 12:1245Ὁ Θεὸς, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ· ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Χεὶρ ἁμαρτωλοῦ, ἡ ἁμαρτητικὴ πρᾶξις. Αἰτεῖ δὲ μηδὲ κατὰ ποσὸν αὐτῇ ἐνεργεῖν· σκόπει δὲ εἰ ἕν ἐστιν ὑποκείμενος ἁμαρτωλὸς καὶ ἄδικος καὶ παράνομος. Δοκεῖ γὰρ ἁμαρτωλὸς ὁ ἀδικῶν καὶ παράνομος· εἰ δὲ τὰ τρία δηλοῖ τὸν διάβολον, χεῖρα ληπτέον αὐτοῦ τὴν ὅσην στρατιωτικὴν αὐτοῦ δύναμιν· ῥυσθῆναι τοίνυν ἐξ ἀκαθάρτων πνευμάτων αἰτεῖ, ὑπὸ τὴν κραταιὰν χεῖρα γενόμενος τοῦ Θεοῦ, ἀφ’ ἧς οὐδεὶς ἁρπάσαι δυνήσεται. Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐτόν. Ταύτας τὰς φωνὰς τέθεικεν, ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφθεῖσιν, αἵ τινες οὐκ ἂν ἐῤῥήθησαν, εἰ μὴ ἐγκατελείφθη ὁ ἄνθρωπος. Ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις, ὅτι Κύριος ἀπέστη ἀπὸ Σαοὺλ, καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπειγε τὸν Σαούλ· ἀλλ’ εἰ καὶ ταῦτά φασιν ἐκεῖνοι, φησὶν καὶ ἔργῳ· Μὴ ἐπιθῶνται· μὴ μακρύνῃς τοῦ πάλιν τὴν σὴν προσνεῖμαι βοήθειαν. Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ. Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν;
PG 12:1246Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς. Ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ἵν’ ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. Ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶσίς ἐστιν ἀπέραντος. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Σκεῦος ψαλμοῦ, ψυχὴ καθαρά· σκεύη δὲ ψαλμοῦ, δι’ ὧν ὕμνους ἀναπέμπει Χριστὸς τῷ Πατρὶ, οἱ καθ’ ἑκάστην ἐκκλησίαν λαοὶ, ὧν ἥρμοσε τὰς ψυχὰς, παραστήσας αὐτοῖς τὴν ἀλήθειαν, ἀλλ’ οὐ τύπους καὶ σύμβολα νομικὰ, γλῶσσαν ἔχων καὶ χείλη τοὺς αὐτῶν διδασκάλους. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντράπωσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ζητοῦσι δὲ αὐτῷ κακὰ βλασφημοῦντες αὐτόν· ἑτοίμη δὲ ἡ γλῶσσά μου, Ἀκύλας ἔχων πρόφασιν· καταισχύνονται. Τὴν τῆς ψυχῆς ἁρμονίαν φησιν·
PG 12:1248ὅταν γὰρ μηδὲν ἐνάντιον ἐν αὐτῇ ἡ γλῶσσα ποιῇ ἢ πάσχῃ, ἡ ψυχὴ, τότε δὴ νοητὴ, καθάρα κληθείη δικαίως. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. Λέγει τὸν Ἰορδάνην, ἐφ’ ᾧ βαπτισθεὶς ὁ Χριστὸς, ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρώθη. Ἀπὸ τότε γὰρ ἤρξατο, φησὶν, ὁ Κύριος κηρύςσειν καὶ λέγειν· τοῦτο οὖν ἡ προφητεία αἰνίττεται. Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Ἀντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί. Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι. Προθεσπίζει τὰ περὶ πάντων αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομιζόμενα. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδικίαν ὠνόμασεν· τὴν δὲ κατ’ ἐνέργειαν ἁμαρτίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτάνοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. Διὸ πρότερον τὸν τόκον περιερεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. Δεῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας, εἶτα τῆς κατ’ ἔννοιαν ἡμῖν γενομένης. Καὶ ἔντιμον, φησὶ, τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος παρὰ πᾶσιν ἔσται καὶ ἔνδοξος, ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου μεγάλῳ. Καὶ δότε δόξαν τῷ ἐνιόντι αὐτῷ.
PG 12:1249Πῶς οὖν ἔλαβε; ὅπερ ἔχει, ἀεὶ φαίνεται. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας. Τὸ δὲ ζήσει, ἀντὶ τοῦ διαμενεῖ ὅσον τέθεικεν. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεός. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραήλ. Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Πόδας δὲ καὶ διαβήματα τοὺς ὑπεριδόντας τὴν εὐσέβειαν λογισμοὺς καλεῖ τροπικῶς, κατὰ τῆς διανοίας κινήματα καὶ διανοήματα, ἅπερ ἐκχέονται καὶ χαυνοῦνται, ὅταν ἐπὶ τὸ χεῖρον τράπωσιν. Τοιαύτη ἡ γυνὴ Λώτ· τοιοῦτος ὁ ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ’ ἄρατρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω· τοιοῦτοι οἱ πεσόντες ἐν τῇ ἐρήμῳ. Ἵνα δὲ φοβηθῇς ἐκχέοντα διαβήματα, ἄκουε τοῦ ἐν τῷ Ἱεζεχιὴλ Κυρίου λέγοντος· Δίκαιος, ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθήσονται. Τινὲς γὰρ ἐν ἀσκήσει καὶ πάσαις ἀρεταῖς διαλάμψαντες, ὕστερον ὑπεσύρησαν εἰς βίον χαυνώτερον. Πλὴν ἐγὼ, φησὶν, οὐκ ὠλίςθην, ἢ γὰρ ἂν ἀπωλόλην, ἀλλά μοι κατευθύνθη τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ’ ὀλίγον, μηδ’ ὅλως ἐκχεόμενα·
PG 12:1250οὕτω τῶν οἰκείων λογισμῶν δημοσιεύσας τὴν ζάλην. Οὐ γὰρ περὶ ποδῶν καὶ διαβημάτων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων λέγει, καὶ ὅτι ἐγγὺς ἐγένετο τοῦ διαχυθῆναι καὶ διαλυθῆναι τῶν ποδῶν τὰς βάσεις, ὡς μηδὲ στάναι δύναςθαι τοῦ λοιποῦ, ἀλλὰ περιτραπῆναι καὶ εἰς ὄλισθον ὑποσυρῆναι. Καὶ τὴν αἰτίαν ἐπάγει λέγων· Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται· ὅτι ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρτωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας τῶν [ἄλλων ὄντων] ἐν κοπετῷ· Ἐπυρπολούμην, φησὶ, βλέπων τοὺς παρανομίᾳ καὶ πονηρίᾳ συζῶντας, ἐν εἰρήνῃ βαθείᾳ καὶ εὐποτμίᾳ πολλῇ, ὡς καὶ μέχρι θανάτου τὴν εὐημερίαν αὐτοῖς ἐκτείνεσθαι, καὶ τὸν θάνατον δὲ ὄντως εὐδαίμονα τούτους ὑπομένειν· ὡς ζηλοῦσθαι παρὰ πάντων, καὶ μηδένα ἀνανεύειν, εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοιούτου θανάτου τυχεῖν· ἀλλ’ ἐθέλει ἕκαστος οὕτως ἀποθανεῖν·
PG 12:1251μᾶλλον δὲ ἐν κινδύνοις καὶ δυσπαθείαις ἐξεταζόμενοι, ἑαυτοὺς ὑπαγορεύουσιν, ὡς τῆς ἀνανεύσεως δηλούσης τὴν ἀπαγόρευσιν ἢ καὶ τὴν μνήμην τοῦ θανάτου. Εἰ δέ που ἄρα καὶ συμβῇ τῇ ἁμαρτίᾳ αὐτῶν ἐπιστρεπτικὴ μάστιξ, οὐδὲ αὐτὴ στερεά ἐστι καὶ ἐπίπονος, ἀλλ’ ἐλαφρὰ καὶ εὐπαρακόμιστος ἐξ ἐπιπολῆς τρέχουσα· πρὸς ὀλίγον γὰρ αὐτοῖς προσπελάζει τὰ λυπηρὰ, εἶτα ἀπαλάττονται· ἐν κόποις κἂν ἄρ’ οὖν αὐτοῖς τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις, οὔτε ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται, ἄλλοις ἀνθρώποις παραπλησίως μαστιζομένοις δι’ ἐπιπόνου βίου· ὁ γὰρ διὰ χειρῶν πόνος καὶ τὸ δέεσθαι τῆς καθ’ ἡμέραν ἐργασίας εἰς διατροφήν· οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδοται, ἐπὶ τοιούτοις πολλοὶ καὶ νῦν σκανδαλίζονται εἰρήνην οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου. Ἐξελεύσεται, ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Στέαρ δὲ πολλάκις ἔφημεν τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν, ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ μετὰ πάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμων. Διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν.
PG 12:1253Οὐ λογίζονται ἑαυτοὺς εἶναι ὡς ἕκαστος τῶν ἀνθρώπων, οὐδὲ ὅτι μετὰ τῶν ἀνθρώπων μέλλουσιν κρίνεσθαι. Διὰ τοῦτο ἐπιστρέφει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; Ζητήσεις τοῦτό πως. Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ’ ἑαυτοῖς ἐλογίζοντο οὕτως μήτε ἐφορᾶν τὸν Θεὸν, μηδέ τι τῶν γενομένων εἰδέναι. Εἶτα δείξας τὴν τούτων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς εὐσεβεῖς, ὠφεληθήσεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι, οὕτως ἠσέβουν ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν καὶ ὡς μηχανεύειν καὶ λέγειν· Πῶς ἔγνω; ἀντὶ τοῦ· Πῶς γινώσκει τὰ καθ’ ἡμᾶς καὶ διώκει; λέγεται· καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων; Ὁ δὲ Σύμμαχος σαφέστερον· Οἱ δὲ ἔλεγον· Πῶς ἔγνω ὁ Θεὸς, εἰ ἔστι γνῶσις ἐν τῷ ὑψιστῷ; Καὶ εἶπα· Ἆρα ματαίως ἐδικαίωσα, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Ὠριγένους, Θεοδωρήτου. Τί γὰρ ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γενόμενος· τὸ γὰρ ἐνιψάμην, ἀντὶ τοῦ ἀθῶον ἐμαυτὸν ἐφύλαξα·
PG 12:1254οὐκ ἐκοινώνησα τοῖς κακοῖς ἐπὶ μελέτης καὶ δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι καὶ παροινοῦμαι καθ’ ἑκάστην ἡμέραν. Καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωί̈ας. Ζητήσεις καὶ τοῦτο καὶ πειράσεις τοῦ γνῶναι. Καὶ ὑπέλαβον τοῦ γνῶναι, τοῦτο κόπος ἐστὶν ἐναντίον μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Ὁμοίως διὰ τῆς ἁμαρτίας αὐτῶν ηὐτρέπισας αὐτοῖς κολάσεις αἰωνίας. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ταῦτα λογιζόμενος ὑπὸ τῆς ἐκείνης παρανομίας, ἐπυρπολούμην. Ἀναλαβὼν γὰρ τὸ προοίμιον, ὅ ἐστιν· Ἐζήλωσα ἐν τοῖς ἀνόμοις, καὶ ὅπερ ζῆλον ἐκάλει, τοῦτο ἐνταῦθα [λέγει] καρδίας ἔγκαυσιν. Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Νεφροὺς τοὺς λογισμοὺς ἀσεβεῖς φησιν· ἔχων τοὺς λογισμοὺς, μικρὸν δεῖν, ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν. Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ. Μετὰ Θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ μετ’ αὐτὸν, ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν· τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ ἀσώματα βλέπων· καὶ πάλιν τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων·
PG 12:1255ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος, πέμπτος ἂν τούτοις συγκαταχθείη δικαίως. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλοτρεύσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Περὶ εἰδώλων λέγει. Παύσωμεν τῆς νοητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα, καὶ ὀφειλόμενον ὄλεθρον ὑπομείνωμεν. Νοητὴν δὲ πορνείαν φαμὲν πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. Καὶ γὰρ ὅσοι ἀφίστανταί σου καὶ μακρὰν γίνονται τῇ διαθέσει, οὐδὲν ἕτερον ἢ τὴν ἀπώλειαν ἐκδέχονται, ὅτι ἀποσχίζοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὐδεὶς διί̈σταται τοπικῶς τοῦ μὴ ἐν τόπῳ Θεοῦ· σχέσει δὲ τὸ ἄδικον καὶ πονηρὸν μακρὸν νοεῖται τοῦ δικαίου καὶ ἀγαθοῦ, ὅπερ ἀπόλλυσιν, ὡς καὶ σώζει τὸ ἐγγίζειν ἀρετῆς ἀναλήψει Θεῷ. Ταὐτὸν γὰρ τὸ μακρύνεσθαι τῷ ἁμαρτάνειν. Οὐκ εἶπεν· οἱ μακρύναντες· δυνατὸν γὰρ μετανοοῦντας σωθῆναι, μηκέτι μακρύνοντας ταύτῃ. Καὶ ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας δοῦλός ἐστι τῆς ἁμαρτίας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Κυρίῳ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
PG 12:1257Δι’ αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, οὐ χωριστὸς ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. Διὰ τοῦτον γὰρ τῆς ἐλπίδος ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς θαυματουργίας ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι· αὐτὴν γὰρ ὠνόμασε θυγατέρα Σιών· ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτως θυγατέρα Σιὼν τὴν Σιὼν ὀνομάζει. Διώνυμος γὰρ ἡ πόλις· ἡ γὰρ αὐτὴ δὲ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὲρ τῆς θείας καλεῖται γραφῆς. Πολλῶν πολλὰ περὶ ἀγαθοῦ φιλοσοφησάντων, συντόμως ὁ σοφὸς [λέγει] τὸ κολλᾶσθαι τῷ Θεῷ. Τοῦτο δὴ αἱ συναγωγοὶ ἀρεταὶ πρὸς τελειότητα. Πύλαι Σιὼν, ἧς ἡ θυγάτηρ ἡ κατὰ ταύτην γινομένη ἢ καὶ γεννηθεῖσα ψυχή. Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. Ἐπιπόνην ἔσχες τὴν κατὰ τῶν προβάτων τῶν σῶν ἀγανάκτησιν. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπεράνω.
PG 12:1258Ἀπὸ τῶν Ἰωσήπου περὶ τῆς ἁλώσεως λεγομένων, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν περὶξ ἁπάντων, οἱ Ῥωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν κατὰ τῆς ἀνατολικῆς πύλης ἄντικρυς, ἔθεσαν αὐτὰς αὐτόθι, καὶ τὸν Τῖτον μετὰ μεγιστῶν εὐφημιῶν ἀνέφηναν αὐτοκράτορα. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἀκύλας· Ἐνέπρησαν πάσας ἰσχυρὰς ἀπὸ τῆς γῆς. Σύμμαχος· Ἐνέπρησαν πάσας τὰς συναγωγὰς τοῦ Θεοῦ εἰς γῆν. Θεοδοτίων· Ἐνεπύρισαν πάντας καιροὺς ἰσχυροῦ. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε, καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. Εἰ δὲ καὶ μὴ λόγῳ, τῇ δὲ δυνάμει ταῦτα ἔλεγον. Ἐρεθιστικῶς δείκνυσιν, ὡς οὐ προέθεντο τοσοῦτον ἡμῖν, ὁπόσον σοι πολεμεῖν. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν εἶχον τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὲρ προφητικῆς διελεγχόμενοι χάριτος· τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι.
PG 12:1259Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχαρίαν, οἳ προέλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς καταδήλους ἐποίουν. Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Χεὶρ καὶ δεξιὰ τοῦ Θεοῦ, ὁ Μονογενής. Χριστός ἐστι δεξιὰ τοῦ Πατρὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὅθεν ἐλθὼν ἐξηγήσατο περὶ τοῦ Θεοῦ. Εἰ διαφέρει ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι, μήποτε ἡ μὲν χεὶρ [τὰ] κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ· ἡ δὲ δεξιὰ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθὰ, οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεός. Ἵνα τί ἀπεκρύβης, φησὶ πρὸς τὸν Πατέρα, τὸν Υἱόν σου ἐν τῷ κόλπῳ σου; Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Πατρός· ἐκ μεταφορᾶς, [κατὰ] τὸ τοὺς παρακαλουμένους μὲν, μὴ προσιεμένους δὲ τὴν παράκλησιν· πρότερον ἐπὶ τὸν κόλπον τὰς χεῖρας ἔχων ἐπὶ τῷ ἐπιλαβέσθαι, πῶς ἐθέλει αὐτὸς τοὺς παρακαλοῦντας αὐτὰς ἀποστρέφειν εἰς τὸ ὀπίσω; Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς.
PG 12:1260Ὁ δὲ Υἱός σου, ὁ Χριστὸς, φησὶ, προώριστο πρὸ αἰώνων τῆς φύσεως βασιλεὺς διὰ σαρκώσεως τῆς κατὰ ἄνθρωπον. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος. Διαγράφει τῷ λόγῳ τίνι τρόπῳ τὴν παλαιὰν αὐτῶν σωτηρίαν εἰργάσατο· καὶ πρῶτον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάςσης τὰ ὕδατα, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τό· Ἐκραταίωσας τὴν θάλασσαν. Δεύτερον δὲ τὸ συντριβῆναι τῶν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφαλὴν, οὓς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γνώμης ὀνομάζει· εἶτα μετὰ ταῦτα, καὶ τοῦ ἐξάρχοντος αὐτῶν βασιλέως, ὃν δράκοντα προηγόρευσεν. Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι’ ὧν ἔλεγεν· Ἐῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσετε, ἐγὼ δὲ λέγω ὑμῖν· ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτήν. Καὶ ἐπὶ τῶν ἄλλων ὡςαύτως. Σὺ κατηρτίσω ἥλιον καὶ [φαῦσιν]. Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασε. Μνήσθητι ταύτης τῆς κτίσεώς σου.
PG 12:1262Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Ἐπικαλεσάμενος διὰ τῆς κτίσεως εἰς οἶκτον τοῦ λαοῦ τὸν Θεὸν, πάλιν ἑτέρῳ προσώπῳ αὐτὸν ἐπικαλεῖται· οὗτος δέ ἐστιν ὁ τρόπος τοῦ μεγαλοφρονεῖν τὸν ἐχθρόν. Μνήσθητι ταύτης τῆς κτίσεώς σου· εἰς ἐπικουρίαν προσκαλεῖται τὸν Θεὸν διὰ τῆς κτίσεως, καί φησι· Μνήσθητι ταύτης· εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν αὐτοῖς δι’ οὓς ἡ κτίσις γεγένηται. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα, ἀλλὰ σύ· σὺ γὰρ, ὡς Θεὸς, τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὴν ἱκεσίαν· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε· τούτου χάριν ἀνάστηθι. Νῦν μὲν ἄφρονα τὸν διάβολον ὀνομάζει· πάλιν δὲ διὰ τὸ αὐτὸν ὀνειδίζεσθαι, εἰς οἶκτον καλεῖ τὸν Θεόν. Μνήσθητι τῶν ἐπαγγελιῶν σου, φησὶν, ὧν ἐπηγγείλω τῷ Ἁβραὰμ δοῦναι τῷ σπέρματι αὐτοῦ, γῆν ῥέουσαν γάλα καὶ μέλι. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι; τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Ὅρα πάλιν οἰκτιρμοῦ τρόπον· διὰ τὸ τοὺς ἐχθροὺς παροξύναι τὸ ὄνομα, ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν·
PG 12:1263καὶ θηρία διὰ τὴν ὠμότητα τοὺς ἐχθροὺς ἀποκαλέσας, καὶ ἔχοντάς τι τοὺς ἡμαρτηκότας συγγνώμης διὰ τῆς ἐξομολογήσεως. Τοῦτο δὲ εὔχεται μὴ ὁλοτρόπως ἀπολέσθαι τὴν Ἱερουσαλὴμ, ὃ καὶ γέγονεν· πολλοὶ γὰρ τῶν σταυρωσάννων ἐπίστευσαν καὶ ἐσώθησαν. Ἀνάστα, ὁ Θεὸς, δίκασον δίκην σου. Ἀνάστηθι, καὶ δίκασον τὴν δίκην σου. Ἡ ὑπερηφανία τῶν δαιμόνων καὶ τῶν αἱρετικῶν ἐγνωσμένη σοί ἐστιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς. Ὁ δὲ Σύμμαχος· Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς ᾠδῆς. Εἴρηται καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ὅταν τῆς θείας χάριτος ἀπολαύσωσι. Κατὰ δέ τινας, εὐχαριστήριός ἐστιν, ὡς ἀπὸ Ἐζεχίου ὑπὲρ τῆς τῶν Ἀσσυρίων ἀναιρέσεως. Ὑψηλότερος δὲ περὶ ἀφθαρσίας ὁ λόγος, τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὸ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος ἐπιγέγραπται, καὶ εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπει, περὶ οὗ φησιν ὁ ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί·
PG 12:1264εἰς ὃ οἱ ἐνταῦθα τὸν καλὸν ἀγῶνα νενικηκότες, τῆς ἀφθάρτου ζωῆς τεύξονται, ἢ περὶ [τοῦ] τὸν ἀρξάμενον ἔργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ[ν]. Διὰ τοῦτο, εἰς τὸ τέλος, μὴ διαφθείρῃς, εἴρηται, ἵνα μέχρι τέλους φεύγοντες τὴν φθορὰν, εἴτουν τὴν ἁμαρτίαν, καὶ ἐν ἀφθαρσίᾳ τὸν Κύριον ἀγαπῶντες, τουτέστιν ἐν ἀρετῇ, καὶ μὴ διαφθείραντες τοὺς εὐσεβεῖς λογισμοὺς, τὴν ἀφθαρσίαν κληρονομήσωμεν κατὰ τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν, ἧς πρόῤῥησιν ἔχει ὁ ψαλμός· ὁ γὰρ εἰς τὸ τέλος ὁρῶν καὶ ποιῶν τὸ τῆς ἀφθαρσίας, κέκραγε τό· Μὴ διαφθείρῃς. Ὀργάνῳ δὲ καὶ φωνῇ ὁ ψαλμὸς ἀποτελεῖται· διὸ ψαλμὸς ᾠδῆς ἐπιγέγραπται, δηλωτικὸς ὢν τοῦ δεῖν ἡμᾶς καὶ ὀργάνῳ διὰ τῶν σωματικῶν κινήσεων ὑμνεῖν τὸν Θεὸν, καὶ φωνῇ νοητῇ, διὰ τοῦ τὸν νοῦν ἀνακεῖσθαι τῷ δημιουργῷ. Λέγεται δὲ κατὰ μὲν τὴν ἀρχὴν ὑπὸ πλήθους, ἑξῆς δὲ ὑπὸ ἑνός. Νόει νῦν τὸ μὲν πλῆθος τὴν ἐκκλησίαν εἶναι, τὴν ἀπὸ ἐθνῶν κεκλημένην καὶ ὑπακούσασαν τῷ καλέσαντι· μᾶλλον δὲ τὸ τῶν ἀποστόλων πρόσωπον, παραινοῦν τοῖς ἀνθρώποις σωτηρίας ἔχεσθαι, [διὰ τὸ] ὑποτιθέμενον αὐτοῖς τὸ Θεῖον ἐκεῖνο καὶ φοβηρὸν δικαστήριον.
PG 12:1265Τὸν δὲ ἕνα τὸν Κύριον εὐχαριστοῦντα ἐπὶ τῇ ἐκκλησίᾳ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Εὐχαριστήσομέν σοι σφόδρα ὑπὲρ τῶν γεγενημένων· ὁ γὰρ διπλασιασμὸς τὴν ἐπίτασιν τῆς εὐχαριστίας δείκνυσι. Καὶ τὸ σὸν ὄνομα, τὸ ὑπὸ τῶν Ἀσσυρίων ὀνειδισθὲν, ἐπικαλεσόμεθα. Ἢ ἀπὸ τοῦ ὀνόματος χριστιανοὺς καλέσομεν ἑαυτοὺς, καὶ τούτῳ λαμπρυνθησόμεθα. Τάχα δὲ οἱ μὴ τέλειοι ἐξομολογοῦνται μὲν περὶ τῶν ὑπαρξάντων αὐτοῖς ἀγαθῶν, ἐπικαλοῦνται δὲ ὑπὲρ τοῦ ἄλλα λαβεῖν· οἱ δὲ τέλειοι ὑπὲρ τῆς φυλακῆς ὧν ἔλαβον. Ἢ ἐπεὶ διττὸς ὁ τῆς ἐξομολογήσεως τρόπος, δὶς εἴρηται τὸ ἐξομολογεῖσθαι, τοῦ μὲν πρώτου δηλοῦντος τὴν ἐφ’ ἁμαρτίαις ἐξομολόγησιν· τοῦ δὲ δευτέρου τὴν ἐφ’ οἷς πεπόνθασιν ἀγαθοῖς εὐχαριστίαν· ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστιν οὕτως ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου, ὥστε τυχεῖν τοῦ· Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, ἐὰν μὴ πρότερόν τις ἀποταξάμενος τῇ ἁμαρτίᾳ ἐξομολογήσηται περὶ τῶν προημαρτημένων, διὰ τοῦτο ἡ ἐκκλησία ἐπιμένει τῇ ἐξομολογήσει·
PG 12:1267εἴπερ οὖν καὶ ἡμεῖς θέλομεν ἐν τοῖς ἐπικαλουμένοις εὑρεθῆναι καὶ σωθῆναι μετ’ αὐτῶν, κατήγοροι τῆς ἑαυτῶν ἁμαρτίας γενώμεθα, τέλεον καταλιπόντες αὐτήν. Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Ἑνικῶς τοῦτο εἰπὼν ὡς ἑκάστου τοῦτο λέγοντος, ὅπερ ἐν τῇ κοινῇ πάντων γίνεται φωνῇ· τὸ δ’ ὅταν λάβω καιρὸν, τουτέστιν ὅταν ἐπανέλθωμεν ἐκ τῆς αἰχμαλωσίας, διὰ τὸ μὴ ἐξεῖναι ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας· διηγεῖσθαι δὲ τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖται καὶ ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόντων ἀπαλλαγείς. Τάχα δὲ ὁ Σωτὴρ λέγει ταῦτα πρὸς τὸν Πατέρα περὶ τῆς ἐκκλησίας, ὅτι οὐδέπω ταύτας χωροῦσι τὰς διηγήσεις τῶν μυστηρίων σου, ἀλλὰ καιροῦ δέονται τῆς τελείας ἐπιστροφῆς. Εἰ θέλοι οὖν καὶ ἡμῶν ἕκαστος ἀκοῦσαι τοῦ Ἰησοῦ διηγουμένου τὰ θαυμάσια τοῦ Πατρὸς, δότω αὐτῷ καιρόν· δίδωσι δὲ καιρὸν ὁ βιοὺς καλῶς. Τὸ μὲν οὖν διηγήσομαι, ἀνθρώπινον, τὸ δὲ ἑξῆς Θεοῦ φωναὶ, ὥσπερ νοοῦμεν, τὸ ἔθος ἐχούσης τῆς γραφῆς τὰς μεταβάσεις ποιεῖσθαι τῶν προσώπων, ἄνευ τοῦ ἐπισημαίνειν. Ὁ Μονογενὴς εἰσάγεται τὰς οἰκείας ἐνεργείας διδάσκων, καὶ τὴν τοῦ Πατρὸς θεολογίαν διεξιών.
PG 12:1268Ἀντὶ δὲ τοῦ ὅτε λάβω καιρὸν, συνταγὴν ὁ Σύμμαχος εἶπε, τοῦ λόγου δηλοῦντος ὡς ἐπειδὰν ὁ συνταχθείς μοι παρὰ σοῦ τῆς ἐπιδημίας καιρὸς ἐπιστῇ, πάντα σου, Πάτερ, τὰ θαυμάσια τοῖς ἐξ ἐθνῶν διηγήσομαι· δικαιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους προσίεσθαι, ἀλλ’ ἐξ ἁπάντων ἐθνῶν ποιεῖςθαι τῶν σωζομένων τὴν ἐκλογὴν, διὸ ἐπάγει· Ἐγὼ εὐθύτητας κρινῶ. Αὕτη τοῦ σωτῆρος ἡ φωνὴ, δικαίως κρίνειν ἀπαγγελλομένου κατὰ τὸν καιρὸν τοῖς ἀδικοῦσι καὶ τοῖς ἀδικουμένοις· μόνος γὰρ αὐτὸς εὐθύτητας κρινεῖ· κατὰ δὲ τὴν ἱστορίαν, ἐγὼ, φησὶν, ὑμῖν δικάσω καὶ Βαβυλωνίοις καὶ Ἀσσυρίοις. Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Ἀλλὰ μαρτυρησάτω καὶ ἡμῖν Ἰησοῦς, ὅτι ἡ εἰκὼν τοῦ χοϊκοῦ καὶ ἡ ἐν τῷ θνητῷ ἡμῶν σώματι βασιλεύουσα ἁμαρτία, καὶ πᾶν τὸ γήϊνον, καὶ ἡ περὶ τὰ γήϊνα ἐνέργεια, μετὰ τῶν ᾠκειωμένων τοῖς γηί̈νοις ἀντικειμένων δυνάμεων, οὐ μόνον ἀπετέθη, ἀλλὰ καὶ οἱονεὶ ἐξηφανίσθη τέλεον. Ἐὰν γὰρ τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσωμεν, ὡς πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρειν ἡμᾶς, ἐρεῖ περὶ τῆς ἐν ἡμῖν γῆς καὶ τῶν γηί̈νων τὸ ἐτάκη ἡ γῆ.
PG 12:1269Καὶ ἐν τῇ συντελείᾳ δὴ ἐρχομένης τῆς κρίσεως, ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, καὶ οἱ ἐν τῇ γῇ ἀποθανοῦνται. Εἶπα τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Πλὴν ἀλλὰ καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ. Παρανομοῦσι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ, οἵτινες ἀκούοντες τῶν νόμων, οὐκ ἐτήρουν αὐτούς. Ὅτι ὁ Θεὸς κριτής ἐστι· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. Ὃν θέλει δηλαδὴ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ. Ἢ ταπεινοῖ μὲν τὸν ἐκ περιτομῆς λαὸν, ὑψοῖ δὲ τὸν ἀπὸ τῶν ἐθνῶν, κατὰ τὰ εἰρημένα ἐν ταῖς ἀραῖς· Ὅτι ὁ προσήλυτος ὅς ἐστιν ἐν σοὶ, ἀναμνήσεται ἐπὶ σὲ ἄνω, ἄνω· σὺ δὲ καταβήσῃ κάτω, κάτω. Καὶ ἄλλως· τοῦτον ταπεινοῖ, τὸ φρόνημα τῆς σαρκὸς, καὶ τοῦτον ὑψοῖ, τὴν ψυχὴν καὶ τὸ πνεῦμα. Καὶ μέντοι αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ. Καὶ ταπεινοῖ μὲν ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τῇ καρδίᾳ. Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος. Κέρασμα τὸν οὐρανὸν ὀνομάζει.
PG 12:1271Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω. Κλάσματα λέγει τὴν φθοράν. Καὶ ἐγεννήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ἀλλ’ εἰ μὲν ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος ἐπεφύλακτο, λόγον ἂν εἶχε συγχωρεῖν Ἰουδαίοις αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δηλούμενον. Εἰ δὲ οὗτος μὲν ἐκ βάθρων ἦρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὁ τόπος τοῦ Θεοῦ, οὐκ ἂν δύναιτο ἀληθῶς λογίζεσθαι τόπος εἶναι Θεοῦ, ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς· διὸ οὐδ’ εἴρηκεν ὁ προφήτης· Ἐν Σαλὴμ γέγονεν ὁ τόπος αὐτοῦ, ὡς ἂν μέν τις Ἰουδαϊκῶς νοήσῃ τὰ Ἱεροσόλυμα· ἀλλ’ ἀντὶ ταύτης, τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν, ἀντὶ τοῦ Σαλὴμ εἰπὼν ἐν εἰρήνῃ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίςκοιντο ψυχαὶ ἐν εὐσταθίᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λέχθειεν καὶ αὐταὶ τόπος Θεοῦ, ὡς αἱ χωρητικαὶ οὖσαι θείου Πνεύματος.
PG 12:1272Εἰ δὲ σπανίως εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ’ οὐράνιον χρηματίζουσι τοῦ Θεοῦ πόλεις αἱ τῶν ἁγίων ψυχαὶ, ἔνθεν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, δῆλον ὅτι εἰρήνης ἔσται τόπος ἡ ἄνω Ἱερουσαλὴμ ὡς ἐλευθέρα, ὅρασις ἀληθῶς οὖσα εἰρήνης· ἀλλὰ γὰρ παντὶ τρόπῳ καὶ ἡμῖν ἀποδιωκτέον τὴν τῶν παθῶν ταραχὴν, ἵν’ εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἔχοντες, τόπος γινώμεθα Θεοῦ. Ἐσόμεθα δὲ καὶ κατοικητήριον αὐτοῦ, σκοπευτικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι εἶναι. Σιὼν γὰρ σκοπευτήριον ἑρμηνεύεται. Ὡς οὖν ὁ ἁμαρτωλὸς δίδωσιν τόπον τῷ διαβόλῳ, οὕτως ὁ καλὸς καὶ ὁ ἀγαθὸς δίδωσι τόπον τῷ Θεῷ ἐν τῷ ἡγεμονικῷ αὐτοῦ, ζητοῦντι ἐνοικῆσαι ἐν ἡμῖν καὶ ἐμπεριπατῆσαι, καὶ μονὴν ποιῆσαι· καὶ ψυχὴ γενομένη σκοπευτήριον καὶ χρηματιστήριον τοῦ τόπου τοῦ Θεοῦ, ἔσται κατοικητήριον τοῦ Θεοῦ. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως ἀγαθῆς ἢ πονηρᾶς, λέγεται δὲ καὶ λογιςμός. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τί δὲ τὸ πρὸς Κύριον;
PG 12:1273ὅτι ἡ τῶν πολλῶν φωνὴ οὐκ ἀναφέρεται πρὸς τὸν Κύριον· οὐδὲ γὰρ κατὰ Κύριον πρόεισιν αὕτη· τοῦ δὲ δικαίου οὐ μόνον ἡ κατὰ τὴν εὐχὴν φωνὴ, ἀλλὰ πᾶσα φωνὴ ἱεροῦται τῷ Κυρίῳ, τῷ ἀεὶ λέγειν ἃ δεῖ, καὶ πᾶσα εἶναι κατὰ Θεόν. Καὶ ἡμεῖς οὖν ἐὰν μὴ ὅλῃ ἀνακειμένῃ ψυχῇ αὐτῷ εὐχώμεθα, ἀλλὰ παρὰ τὸν καιρὸν μόνον εὐχώμεθα, κεκραξόμεθα τῇ φωνῇ πρὸς τὸν Θεὸν, οὐ καθαρᾷ δὲ φωνῇ εὐχόμενοι, οὐκ ἀκουσθησόμεθα. Ἐγὼ κἂν προσέχῃ μοι ὁ Θεὸς, διὰ τὴν ἐν ἐμοὶ ἄνοιαν οὐκ αἰσθάνομαι ὅτι προσέσχε μοι ὁ Θεός· ὁ δὲ ἤδη διαβεβηκὼς καὶ προκόπτων, οὐκ ἀναισθητεῖ τῆς τοῦ Θεοῦ προσοχῆς, ἢ τῆς ἀποστροφῆς· διὸ νῦν μὲν λέγει ὅτι προσέσχε μοι. Ἑτέρωθι δὲ ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἀπ’ ἐμοῦ; ἐάν ποτε αἴσθησθε ἀπεστραμμένου αὐτοῦ, ἢ διὰ πειρασμοῦ, ἢ ὁπωσδήποτε τοῦ Θεοῦ κτλ. Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην. Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Οὐ κομίζει ὀλιγοψυχίαν καὶ λύπην μνημονευθεὶς ὁ Θεὸς, ἀλλὰ καὶ εὐφροσύνην ἐργάζεται. Οὐδὲν γὰρ οὕτω παρακαλεῖ ψυχὴν, ὡς μνήμη Θεοῦ· μνήμη γὰρ Θεοῦ εὐφραίνει ψυχήν. Ὁ δὲ ἐπιλαθόμενος αὐτῆς πενθήσει πικρῶς.
PG 12:1274Ἀδολεσχία ἐστὶν ἡ περί τι συνεχὴς διατριβὴ καὶ ὁμιλία. Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. μόνον Θεὸν ἀναπολήσας καὶ μνησθεὶς ἐν τοῖς ὀδυνήροις, εὐφράνθην. Καὶ ἐμελέτησα νυκτὸς μετὰ τῆς καρδίας μου, ἠδολέσχουν καὶ ἔσκαλεν τὸ πνεῦμά μου. Τὸ ἔσκαλλον ὁ Θεοδοτίων ἐξηρεύνησεν· ὁ δὲ Σύμμαχος, ἐσκάλεσεν εἴρηκεν. Ταῦτά φησι· Νύκτωρ παρ’ ἐμαυτῷ λογιζόμενος, ἀνηρεύνων. Τί δέ ποτε τῶν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν; ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· Ἆρα μὴ παντελῶς τὰ καθ’ ἡμᾶς ἀπηγόρευσεν καὶ ἀλλοτρίους ἡμᾶς τῆς αὐτοῦ κηδεμονίας ἀπέφηνεν; Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Δεξιάν φησι ἀντιλαμβανομένην ἁγίων καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς καὶ ἀνατρέπουσαν αὐτοὺς ἀνθεστηκότας· ἠλλοιώμην ἐγὼ, πεφρόνηκα, λοιπὸν ὀρθῶς διάκειμαι, διότι καὶ ἀγαπᾷ Θεὸς τοὺς ἁγίους. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιος εἶ, φησὶ, καὶ ἐν ἁγίοις ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοικεῖς καὶ ἐμπεριπατεῖς. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου.
PG 12:1276Βραχίων τοῦ Θεοῦ ὁ Χριστὸς, δι’ οὗ ἠνέργησεν τὰ ἐν ἡμῖν ἀγαθὰ, τὰ κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ γεγονότα. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα. Νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει. Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Νεφέλας ἐν τούτοις [λέγει] τοὺς ἀποστόλους, τοὺς τὸν εὐαγγελικὸν καὶ οὐράνιον διακονοῦντες λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ Πνεύματος. Ὅμοιον οὖν ὡσεὶ λέγοιεν· ἐνέργειαι εἰς τοὺς ἁγίους μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. Ἰστέον δὲ ὡς καὶ αὐτὸς ὁ Χριστὸς βέλος ἐκλεκτὸν ὠνόμασται παρὰ τῷ Ἡσαί̈ᾳ. Βροντὴν, τὸν εὐαγγελικὸν λόγον, τὸν κατακτυπήσαντα τὴν ἐπούρανον, διὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν βροντῆς ἐπεκάλεσε. Τροχὸν δὲ τῶν ἀνθρώπων τὸν βίον, ὡς ἐκ τοῦ Ἱεζεχιὴλ ἔστι μαθεῖν. Ἄλλος δὲ φωνὴν ἐν τῷ τροχῷ, ἡνίκα ἐνέδησε τοὺς ἄξονας τῶν αἰγυπτίων ἁρμάτων. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῆ τέμνεται· εἰς τὸ ἱστορικὸν, καὶ τὸ κυρίως λεγόμενον νομοθετικὸν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια·
PG 12:1277τὸ τρίτον τε εἰς τὸ ἱερουργικὸν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος. Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν, ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν, ἢ θεσπίζουσαν ὡς προφητείαν. Ταύτῃ δὲ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ’ ἀρετὴν ὁδεύοντα λαόν. Συνέσεως τῷ Ἀσάφ. Προσέχετε λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας, ὥστε γνῶναι τίς ὁ λόγος, καὶ τίς ὁ λαὸς αὐτοῦ, καὶ τίς ὁ νόμος, ἕτερος ὢν παρὰ τὸν τοῦ Μωσέως. Δαυὶδ γὰρ οὐκ ἦν νομοθέτης, ἵνα λέγῃ· Προσέχετε τῷ νόμῳ μου, οὐδὲ ἥρμοττεν αὐτῷ λέγειν· Τὰ ῥήματα τοῦ στόματός μου. Οὐ γὰρ οἰκεῖα, τὰ δὲ πρὸς τοῦ Πνεύματος προέφερε ῥήματα. Ὁ μὲν οὖν λέγων σωτήρ ἐστι, νόμος δὲ αὐτοῦ τὸ εὐαγγέλιον, καὶ λαὸς οἱ χριστιανοί. Τάχα δὲ εἰ μὴ Ματθαῖος εἶπεν ὅτι ἐκ προσώπου τοῦ Σωτῆρός ἐστιν ὁ ψαλμὸς, οὐκ ἂν ἐτόλμησα, διὰ τό· Ὅσα ἠκούσαμεν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα ἀναγαγεῖν τὰ γεγραμμένα.
PG 12:1278Νῦν δὲ σώζω, καὶ ὅτι ὁ Σωτὴρ ὁ λέγων ἐστὶ, καὶ ὅτι οὐ δι’ ὅλου τοῦ ψαλμοῦ λέγει ὁ Σωτήρ. Ταῦτα μὲν εἰς τὸ καθάραι τὸ λέγειν πρόσωπον, κατὰ λέξιν δὲ ἀκούσωμεν. Προσέχετε κτλ. Νόμου ὄντος τοῦ κατὰ Μωσέα, εὔχεται τὸ ἐν τῷ προφήτῃ Πνεῦμα ἐν τῷ Θ ψαλμῷ, ὅπως ἀναστήσῃ τοῖς ἔθνεσι νομοθέτην, καὶ διαθήσεται διαθήκην καινὴν, κατὰ Ἱερεμίαν, καὶ ἀλλαχόσε λέγει· Δώσω αὐτοῖς καρδίαν ἑτέραν τοῦ φοβεῖσθαί με, καὶ ὁδὸν ἑτέραν. Ἦλθεν οὖν ὁ Σωτὴρ, καὶ λέγει Χριστιανοῖς, τῷ λαῷ αὐτοῦ, τῷ ἐξ ἐθνῶν· Προσέχετε, λαός μου, τῷ ἐμῷ νόμῳ, τῷ εὐαγγελικῷ, περὶ οὗ εἴρηται· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, ἀλλὰ μὴ ὁ τοῦ Μωσέως. μηκέτι σαββατίζετε, μὴ πάλιν ἄζυμα ποιήσητε, μηκέτι κατὰ τὰ πρῶτα καὶ παλαιὰ πορεύεσθε. Ἰδοὺ, γέγονε τὰ πάντα καινὰ, τὰ ἀρχαῖα παρῆλθον. Ὅτι δὲ λαὸς Χριστοῦ τὰ ἔθνη, Ζαχαρίας φησί· Καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς. Καὶ ἐν τῷ εὐαγγελίῳ πρῶτον ἀπὸ τοῦ νόμου ἄρχεται ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἶτα λέγει τὰς παραβολάς.
PG 12:1279Δεῖ δὲ καὶ ἡμᾶς πρῶτον τῷ νόμῳ ἐπιμελῶς ἐμμελετῆσαι, καὶ μετὰ τὴν κατόρθωσιν τῶν ἐθῶν ἐλθεῖν ἐπὶ τὴν θεολογίαν, ἤτοι τὰ τοῦ στόματος ῥήματα· οὐκ αἰσθητῶς δὲ πάρεστι Χριστὸς, τὸ ῥῆμα λαλῶν, ἵνα κλίναντες τοῦτο τὸ οὖς πληρώσωμεν τὴν ἐντολὴν, ἀλλ’ ἔστιν ἄλλο τι ἐν ἡμῖν οὖς, περὶ οὗ λέγει ὁ Σωτήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· ἢ λόγος ἀπό τινος οὐ κύριον μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι’ ἑτέρων τὰ κυρίως δηλούμενα μετ’ ἐνεργείας παριστάνουσα. Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε.
PG 12:1281Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραὴλ, ὃν ἐτείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήτωσιν, ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τὸ ἑξῆς οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου. Τὰ μὲν οὖν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου τοῦ Χριστοῦ, τὰ δὲ προκείμενα λέλεκται μὲν ἐκ τοῦ αὐτοῦ· συμπαραλαμβάνει δὲ καὶ ἕτερα πρόσωπα, ὑποκαταβὰς τῆς αὐτοῦ θεότητος, καὶ ἀνθρωπίνως φθεγγόμενος. Οἱ δὲ συμπαραλαμβανόμενοι εἰσὶν οἱ κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ μαθηταί. Διὸ πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας. Ὅτε μὲν γὰρ οἰκεῖον νόμον αὐτοῖς προϋβάλετο, σὺν αὐθεντίᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν ἐπαγγελίαν.
PG 12:1282Νῦν δὲ ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνει τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον, καὶ ἠκούσαμεν, εἶπε, διὰ τὸ πρόσλημμα, καὶ ἔγνωμεν, ἀντὶ τοῦ ἐβεβαιώθημεν περὶ αὐτῶν, καὶ ἐπληροφορήθημεν, τῶν πατέρων ἡμῖν διηγησαμένων, Μωσέως, φημὶ, καὶ τῶν προφητῶν. Τούτων γὰρ υἱὸς ὁ Χριστὸς διὰ τῆς μητρός. Τάχα δὲ καὶ οἱ μαθηταὶ ἀποκρίνοντες καί φασιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν, καὶ τὰ ἑξῆς. Οὐ πάντων δέ ἐστιν τὸ ἀκούειν καὶ τὸ γινώσκειν, ἢ μόνον τῶν συνιέντων τοὺς λόγους· ἀλλ’ οὐδὲ πᾶσιν οἱ φύσει πατέρες διηγήσαντο, ἀλλά τισι, καὶ οἱ κατ’ ἐπιςτήμην καὶ θέσει. Ἡμεῖς γοῦν οἱ ἐξ ἐθνῶν τῷ θείῳ Λόγῳ προσελθόντες, οὐκ ἔχομεν διδασκάλους ἐπιγράψασθαι τῶν μαθημάτων τοὺς κατὰ σάρκα πατέρας. Εἰ δὲ βούλει, ταῦτα οἱ Χριστοῦ νοῦν ἔχοντες συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ’ αὐτῶν τῶν πατέρων κατ’ ἐπιστήμην διηγησαμένων αὐτοῖς. Καὶ αὐτοὶ δὲ οὗτοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ’ αὐτῶν διὰ παιδεύσεως ἐφανέρωσαν τὰ ἀπ’ ἀρχῆς προβλήματα, ὅπως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ, καὶ μὴ κεκρυμμένα τυγχάνῃ.
PG 12:1283Ὅσα οὖν, φησὶ, παρὰ τῶν πατέρων δεδιδάγμεθα ἀκούσαντες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐτοῦ Χριστοῦ παρουσίας ἐγνώκαμεν, οὐχ ἑτέρᾳ δὲ γενεᾷ, ἀλλὰ τοῖς τέκνοις αὐτῶν πέπρακται τὰ παρὰ τοῦ Σωτῆρος μεγαλουργήματα. Διὸ οὐκ ἐπαύσαντο αὐτοῖς ἐπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, τουτέστι τὰ θαυμαστὰ καὶ αἰνετὰ, καὶ θείας δυνάμεως δηλωτικὰ ἔργα αὐτοῦ. Κατὰ δὲ τὸ πρόχειρον· Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς προσεχῶς οἰκείους παίδας, ταῦτα ἐδίδαξαν, κἀκεῖνοι τοῖς ἐκγόνοις παρέπεμψαν, οὐ κρύψαντες ἃ ἔμαθον πρὸς τὴν ἑτέραν μετὰ αὐτοὺς γενεὰν καὶ ἑξῆς. Τοῦτο δὲ ἐποίουν, τῷ θείῳ νόμῳ πειθόμενοι, τῷ λέγοντι· Διδάξεις αὐτὰ τοὺς υἱούς σου καὶ τοὺς τῶν υἱῶν σου. Διὸ ἐπάγει·
PG 12:1285Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἐπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε, καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραὴλ, ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται, καὶ ἐπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Διεμαρτύρετο, φησὶ, καὶ νόμον διέθετο τῷ. προτέρῳ λαῷ ἐντειλάμενον αὐτοῖς γνωρίσαι αὐτὸν τοῖς ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθῃ γενεάν. Τὰ δὲ συμπέρασμα τοῦ νόμου, καὶ ὁ σκοπὸς οὗτος ἦν, ἵνα μαθόντες τὰ γεγονότα, βεβαίαν κτήσαιντο τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ τοῖς ὑπ’ αὐτοῦ τεθεῖσι νόμοις ἀκολουθήσωσι· καὶ ἵνα μὴ γένωνται ὡς οἱ πατέρες· ἠθέτουν γὰρ ἀεὶ, καὶ οὐκ ἐβιβαιοῦτο ἡ καρδία αὐτῶν πρὸς αὐτόν. Τοῦτο γὰρ τὸ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Πνεῦμα δὲ νῦν τὴν προαίρεσιν, τὴν τῆς γνώμης διαθέσιν λέγει.
PG 12:1286Σκολιὸν δὲ καλεῖ, οὐχ ὅτι ἐκ φύσεως ἦν φαύλη, ἀλλ’ ὅτι ἕκουσα οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς, οὐδ’ εἶχεν ὀρθὴν πίστιν πρὸς τὰς θείας ἐπαγγελίας, ἀλλ’ ἐδίσταζε, καὶ παρεπίκραινε διὰ τοῦτο γογγύζειν ἐν τοῖς δυσχερέσι. Καὶ ταῦτα μὲν ὁ Δαυὶδ παρεγγυᾷ τοῖς περὶ αὐτόν. Σὺ δὲ καὶ οὕτως ἐπιβαλεῖς· Μαρτύριόν φησι τοῦ μαρτυρίου, ἐν ᾗ καὶ πλάκες, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κατὰ καιρὸν ἐπιδημοῦντα Σωτῆρα τῷ γένει, ὅπως οἱ τεχθησόμενοι υἱοὶ, τουτέστιν οἱ μακάριοι μαθηταὶ τὰ θαυμάσια ἃ κατώρθωσεν ὁ Χριστὸς, ἀπαγγελοῦσι τοῖς προσελθοῦσι τῇ πίστει, καὶ ταῦτα αὐτοῖς διηγήσονται, δι’ ὧν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι, τὴν τῶν πατέρων κακοδαιμονίαν μὴ μιμησάμενοι. Ὁ γὰρ πρότερον λαὸς οὐκ ἐτήρησε τὴν συνθήκην, τὴν πρὸς τὸν Θεὸν, οὗ τοὺς ψόγους μανθάνωμεν, ἵνα μὴ γινώμεθα ὡς ἐκεῖνος, ὁ δὲ λαὸς ὁ τεχθησόμενος, ὁ ἐξ ἐθνῶν πιστεύσας, συνταφεὶς Χριστῷ διὰ τοῦ βαπτίσματος, καὶ συνανέστη αὐτῷ· διὸ εἴρηται· Ἀναστήσονται υἱοὶ τεχθησόμενοι. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐθέλον πορεύεσθαι.
PG 12:1287Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς ἐναντίον τῶν πατέρων αὐτῶν, ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, ἐν πεδίῳ Τάνεως. Καίτοι πολλὰ εὐηργετουμένα πάντα ἀπὸ τῆς μνήμης ἀπεῤῥίπτησαν· καὶ τούτου ἀπόδειξις τὸ παραδοῦναι αὐτὸν Πιλάτῳ. Εὐεργετούμενοι ὑπὸ τοῦ κτίστου, ἐπιλανθάνονται οἱ αἱρετικοὶ, καὶ οὐκ ἐνορῶσιν τοῖς ἐν τῇ κτίσει θαυμασίοις. Οἱ ἀρνούμενοι τὰ παλαιὰ οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, ἀλλὰ καὶ οἱ διακόπτοντες τὴν θεότητα, ἐν τῷ τοῦ κτίσαντος πνευματικῷ νόμῳ οὐκ ἐβουλήθησαν πορεύεσθαι. Τάνις λέγεται ἐντολὴ ἀπὸ κρίσεως, ἢ ἐντολὴ ταπεινή· περὶ Τάνιν γέγονεν τὰ θαύματα. Ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν. Ἀντὶ τοῦ ἐν ἀσκῷ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἡμέρᾳ παρεῖχε νεφέλην σκιάζουσαν καὶ τὸ λυπηρὸν τῆς ἀκτῖνος ἀποκρουομένην· νύκτωρ δὲ πρὸς χρείαν παρεῖχε φωτίζουσαν. Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας. Ἡ δὲ πέτρα, φησὶν, τίς ἢ ὁ Χριστός; Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ. Οὐχ ἑαυτοῖς φησιν, αὐτῷ γὰρ Θεῷ ἡμάρτανον διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας.
PG 12:1288Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. Ὅρα δὲ τὴν τοῦ Θεοῦ οἰκονομίαν· ὁρῶν λαὸν ἐπιθυμητὸν, καὶ καθάραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλ’ αὐτῇ τῇ ἐπιθυμίᾳ γινομένῃ προσκορεῖ. Πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων, διὸ ἔπεμψεν αὐτοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας. Οἱ δὲ τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει διεφθείροντο. Δὶς δὲ εὑρίσκω τὸν λαὸν φάγοντα ὀρτυγομήτραν, ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου, τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπεν τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασεν, ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ’ αὐτοὺς, τάχα ὡς κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν, μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
PG 12:1290διατοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτε οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φάγειν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτιςμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. Ῥύεται τοίνυν ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, δι’ ἄρτου ἐπουρανίου, δι’ ὕδατος ἀπὸ τῆς πέτρας (ἡ πέτρα δὲ ὁ Χριστὸς), ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. Μέγα οὖν ἐμοὶ, ἐὰν νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργεθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους καὶ τὸν νοητὸν Φαραώ.
PG 12:1291Αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας, σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης καὶ ὑπὸ φωτιςμοῦ πυρὸς, ἐάν ποτέ με σκοτεινὰ καὶ δύσκολα καταλάβῃ, καὶ ὁ κόσμος μὲν ἐσκότωται, καὶ πάντα ἀγνοίας πεπλήρωται. Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα πολλὴ ἐπικρατεῖ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον, πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς ἐκ τῆς πνευματικῆς κοιλίας ποταμούς· ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν τρεψάντων με, καὶ τοῦ ὕδατος τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χριστός. Πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατελάλησαν ὡς ἐν προσώπῳ Μωσέως ἡ συναγωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτῳ, καὶ τό· Αἶρε, σταύρωσον, ἀνακεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθ’ ὅτι μεμένηκεν ἐν νεκροῖς, ἀναπείθειν ἔθελον.
PG 12:1292Ἀλλ’ ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νάμασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομίσαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κολαστοῦ νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ καὶ τοῦ ἐπ’ αὐτῷ μυστηρίου· τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ζωοποιεῖ. Πάλαι μὲν [ἄρτον] ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα· πρὸς ὃ γάρ τις ἐβούλετο, μετεκρίνατο. Τοιαύτη δὲ καὶ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα· Ἐὰν νήπιον τρέφῃ ὁ λόγος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στερεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ’ ἐρχομένοις ἔξω τῆς παρεμβολῆς, λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἀνεῖρκται ἡ ψυχή. Δεῖ γὰρ τὴν ψυχὴν μηκέτι εἶναι ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. Οὐδεὶς δὲ φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ δύναται ἄρτον οὐρανοῦ φαγεῖν·
PG 12:1293διότι ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. Περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. Ἐὰν νοῇς τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ὑποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα, ὅπερ εὑρὼν καὶ θαυμάσας θαυμαστικῶς ἐρεῖς· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ ἄρτῳ ὄνομα. Εὔξασθε, ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονὴν, οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὐτή ἐστιν. Ἐσθίοντες δέ ποτε τὸ μάννα Ἑβραῖοι, ἔλεγον· Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν· ἐμνήσθημεν γὰρ ὅταν ἐκαθέσθημεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ. Καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας, οὐχ ὁρῶντες ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται·
PG 12:1295ἀντὶ γὰρ τῆς πνευματικῆς τροφῆς τὰ πράσα, τὰ δυσώδη, καὶ τὰ κρόμυα, τὰ βλάπτοντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσώδη ἁμαρτήματα, σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοδμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ διάκονοι, νεφέλαι καλούμενοι, διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν, καὶ διὰ τὸ ἐν τάξει νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους, ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς κρέας ὡσεὶ χοῦν, ἕως ἐξέλθῃ ἐκ τῶν μυκτηρίων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσοις καὶ μαλακίαις, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ἐπιζητοῦντας. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν διὰ ταῦτα, καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν.
PG 12:1296Ἀλλ’ ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφοντας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾶν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρηςτότητα· (γλυκαίνει δὲ αὐτὴν τὰ κατ’ ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα), μηδὲ ἐκπειράσαι μὲν αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν, ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ’ αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν, οὐ ταῖς κατ’ εἰκόνα λέγω, αἳ τρέφονται ἐκ τῶν τῆς ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι. ὀρεγομέναις οὐκ ὀφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ’ ἡδειῶν καὶ νοσοποιῶν. Ἀλλ’ ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφ’ ἣν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτιθήσει, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ. Μηδὲ ὀργὴ ἐφ’ ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος, τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ σκότους, ἐν ᾧ ἐπέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ·
PG 12:1297ἀλλ’ οὐρανοῦ θυρίδες ἡμῖν ἀνοίγειεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλώσεις. Ἢ ἀρεταὶ πύλαι οὖσαι οὐρανοῦ, ὡς αἱ κακίαι ᾅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν κατὰ Πέτρον ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατρὸς Σιών. Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, ὁ κατ’ εἰκόνα Θεοῦ, ὁμοέστιος καὶ ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπ’ οὐρανοῦ ἐσθίων τροφὴν, ἀλλ’ οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἣν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκὶ, γενέσθωσαν ἐν πνεύματι· οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἰτέον. Τράπεζαν ἐν ἐρήμῳ. Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. Ἔρημος ἦν καὶ ἡ τοῦ Σαύλου διώκτου ψυχὴ, ἣν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν σάρκα ὠνόμασε. Ἐπαγάγεται αὐτοῖς πλῆθος, οὕτως ἦν πολυπληθής.
PG 12:1299Καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὃ προκυρῶσαι εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τό· Ἡ ἐλπὶς οὐ καταιςχύνει. Ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ· αὐτὴν γὰρ ἐλπίδα ὠνόμασε. Καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν· ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι. Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων. Ἐκλεκτοὺς [λέγει] οὐ τοὺς ἐν ἀρεταῖς λογάδας, ἀλλὰ τοὺς ἐν κακίᾳ· εἰσὶ γὰρ, εἰσὶ τινὲς καὶ ἐν πονηρίᾳ ἐξαίρετοι. Ἐκλεκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖται τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν ὅτι μὴ μάτην αὐτοῖς τὰ ἐκ θείας ἐπῆλθεν ὀργῆς. Καὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Τῶν οὐχ ὡς δέον τοῖς καιροῖς χρωμένων αἱ ἡμέραι ἐν ματαιότητι ἐκλείπουσιν. Ἁμαρτάνοντάς φησι τοὺς μὴ τῶν ὀφείλειν δυναμένων μηδεμίαν ποιουμένους πρόνοιαν.
PG 12:1300Τοῖς δὲ ματαίοις προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξῆλθον ἐν ματαιότητι, τὰς ἡμέρας καταναλίσκοντες, καὶ τὰ ἔτη παρατρέχοντες. Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτόν· καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. [Παρελθούσης] ἐπιθυμίας τῆς ἀπάτης, τότε ὁ νέος ἐκζητεῖ, ὁ ἀνακαινόμενος κατὰ εἰκόνα τοῦ κτίσαντος. [Ἀποκτείνει], ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ Θεὸς ἀποκτείνῃ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Καὶ ἀποκτείνει ὁ Θεὸς, ἵνα ζητήσαντας ζωοποιήσῃ, καὶ ὅπως ἐπιστρέψαντες ὀρθρίσωσι πρὸς αὐτόν. Καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι. Καὶ ὁ Θεὸς ὁ ὕψιστος λέγεται, ὅσον οὕτως· Ὁ ὕψιστος ὑπερεμάχησεν αὐτοῖς. Καὶ ἠγάπησεν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεία μετ’ αὐτοῦ. Μετὰ Θεοῦ οὖσα ἡ καρδία, εὐθεία ἐστιν. εὐθὺς γάρ ἐστι Κύριος ὁ Θεὸς ἡμῶν.
PG 12:1301Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ, καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἀλλ’ ὅμως αὐτὸς τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ. Τοῖς ἔργοις δὲ μᾶλλον ἢ τοῖς λόγοις φαίνεται ὅτι ἐστὶν ὁ Θεὸς οἰκτίρμων· οὐδέποτε γὰρ κρατίστῃ τῇ ὀργῇ κατὰ τῶν ἀνθρώπων ἐχρήσατο, οἷον [ὅτε] κατακλυσμὸν ἐβουλεύσατο ποιῆσαι, πεντακοσιοστῷ ἔτει ἤρξατο κηρύσσειν ὅτι ἔσται ὁ κατακλυσμὸς, καὶ ἐποίησε τῷ Νῶε κατασκευάζειν τὴν κιβωτὸν ἔτεσιν ἑκατόν. Τί οὖν ἀλλὰ βούλεται διὰ τῶν ἑκατὸν ἐτῶν τῆς κατασκευῆς τῆς κιβωτοῦ ἢ ἐπιστρέψαι τοὺς ἀνθρώπους, ἵνα μὴ χρεία γίνηται τῆς κιβωτοῦ; Πάλιν φειδόμενος τῶν Αἰγυπτίων, ἄκρισι καὶ μυί̈αις καὶ σκνιψὶν ἐκόλαζεν· ὅτε δὲ ἐπέμειναν τῇ ἁμαρτίᾳ, τὸν θάνατον τῶν πρωτοτόκων τὴν τελευταίαν ἐπήγαγε μάςτιγα. Ἔτι λιμὸν ἔκρινε τοῖς Αἰγυπτίοις ποιῆσαι. Ποίησον, ὦ Θεὲ, τὸν λιμόν. Ἀξιοῖ γὰρ Αἰγυπτίους λιμῷ διαφθαρῆναι. Ἀλλ’ οὐ βούλομαι, φησὶν, αὐτοὺς παντελῶς κολάσαι. Τί οὖν ποιῶ;
PG 12:1302οἰκονομῶ τὸν Ἰωσὴφ καταβῆναι ἀπὸ τῆς ἁγίας γῆς, καὶ συγχρῶμαι τῇ ἁμαρτίᾳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ προφάσει ὀνείρων ποιῶ αὐτὸν ἐν τῇ φυλακῇ γνωσθῆναι. Οἰκονομῶ κρῖναι τὰ ὀνείρατα, πιστευθῆναι τὸν σῖτον συναγαγεῖν, ἵνα μὴ παντελῶς Αἴγυπτος λιμῷ διαφθαρῇ. Καὶ ὑπὲρ ἡμῶν δὲ ἐξ οὐρανῶν ἔπεμψε τὸν ἅγιον αὐτοῦ παῖδα, ὑπὲρ ἁμαρτωλῶν, ὑπὲρ κόσμου ἀποθανούμενον. Καὶ μετὰ ταῦτα δὲ πάντα πάλιν ἁμαρτάνομεν, καὶ ἔστιν ὁ Θεὸς οἰκτίρμων. Ἀλλὰ καὶ αἱρέσεις γεγόνασι, καὶ κακολογοῦσι τὸν δημιουργὸν, καὶ μακροθυμεῖ λοιδορούμενος. Ἡμεῖς δὲ ἀγανακτοῦμεν οἱ ταλαίπωροι, ἐάν ποτε λοιδορήσῃ ἡμᾶς ὁ ἄνθρωπος, καὶ παραυτὰ ἡμᾶς ἐκδικοῦμεν. Ὁ δὲ Θεὸς οὐδὲ ἐκκαίει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἔστι γὰρ πᾶσα ἡ ὀργὴ, καὶ φοβερὰ, καὶ ἐκκαίεται κατὰ τὴν ἀντιλογίαν τῶν ἐμῶν ξύλων, τὸν χόρτον τῆς καλάμης; Τάχα δὲ ἑνὶ μόνῳ ἐν τοῖς οὖσιν ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ, τῷ Διαβόλῳ. Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ; καὶ ἐπέστρεψαν, καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν·
PG 12:1304οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Καὶ σὺ δὲ, ὁσάκις ἂν καταλιπὼν τὸν Θεὸν, ἐπὶ τὴν ἔρημον τοῦ Θεοῦ ἁμαρτίαν ἀπέλθῃς, παραπικραίνων ἐν τῇ ἐρήμῳ, ὁσάκις ἂν, πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον παρούσης σοι ἐν τῇ ἐκκλησίᾳ, ῥαθυμῶν περὶ τὰς συνάξεις, καὶ ἀμελῶν περὶ τοῦ ποτισθῆναι, ἀπέλθῃς ἐπὶ τὴν ἄνυδρον, παροργίζεις, καὶ ἐπιστρέψας ὡς εἰς Αἴγυπτον ἁμαρτίας ἣν καταλέλοιπας, πάλιν ἁμαρτάνεις, ὡς κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἐμετόν. Καὶ οὐκ ἀρκεῖ οἷς εἶδες σημείοις εἰς σωτηρίαν, οὐδὲ τοῖς προτρεψαμένοις λόγοις εἰς ἀρετὴν, ἀλλὰ καινὰ σημεῖα θέλεις ἰδεῖν, οὐ μεμνημένος τῆς ἐπεσκοπηκυίας χειρὸς, καὶ ὅπως ἐλυτρώθης ἐκ τοῦ νοητοῦ ἀληθῶς θλίβοντος Φαραὼ, οὐδὲ τὰ σημεῖα λογιζόμενος, ἃ ὡς ἐν Αἰγύπτῳ, τῷ κόσμῳ, ἐν σοὶ πεποίηκεν, οἷον ἐμοὶ ἕκαστον τῶν εὐεργημάτων τοῦ Θεοῦ σήμειόν ἐστιν. Εἴ ποτε ἐν κινδύνοις ὁποίοις δήποτε γενόμενος ἐῤῥύσθην, σημεῖον ἔλαβον ἀπὸ Θεοῦ· ποσάκις ηὐξάμεθα, καὶ ἐλάβομεν ἅπερ ηὐξάμεθα, ταῦτα ἡμῖν σημεῖα.
PG 12:1305Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰγύπτου ἐναντίους Χριστῷ, τῷ ἀληθινῷ ποταμῷ, οὗ τὰ ὀμβρήματα τὴν ἐκκλησίαν εὐφραίνει· πάντα τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα ὁ Θεὸς ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας (ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς) ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ καταγνῶ ἀλλοτρίου ὕδατος, καὶ φρονήματος, τοῦ Θεοῦ μοι παραστήσαντος, ὅτι αἷμά ἐςτιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γένωμαι αἵματος. Ὀμβρήματα δὲ εἶεν ἂν οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. Κατὰ δὲ τὴν ἱστορίαν Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον.
PG 12:1306Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ ἐκ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διὰ φθορᾶς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷός ἐστιν. Ἀλλ’ οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι’ ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. Ἐντεῦθεν εἰλήφθη τῷ γράψαντι τὴν ἐπιγεγραμμένην Σολομῶντι Σοφίαν, ὅτι τοὺς Αἰγυπτίους ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα. Οὐ γὰρ χρεία πολλῶν πολεμίων, οὐδὲ μεγάλης δυνάμεως ἀναιρούσης αὐτοὺς, ἀλλ’ ἀπέθνησκον ὑπὸ κυνομυίας καὶ βατράχων δακνόμενοι· τοῦτο γὰρ δηλοῖ τό· κατέφαγεν αὐτούς· ἵνα δὲ παριστήσῃ ὁ λόγος τὸ ὁ ἀναιδὲς τῆς κατὰ τὴν κυνόμυιαν μάστιγος, δύο ἀναιδῆ ζῶα συνέλαβε καὶ ὁμοῦ ὠνόμασε.
PG 12:1307Σὺ δὲ ἐπισήμηναι ὅτι τὸν περὶ τῶν Αἰγυπτίων μαστίγων λόγον ἐν δυσὶ ψαλμοῖς ἐπιτεμνόμενος ὁ Δαυὶδ, τῷ τε ἑβδομηκοστῷ ἑβδόμῳ, οὗ ἔτι ἐν χερσὶ τὰς λέξεις ἔχομεν, καὶ τῷ ἑκατοστῷ τετάρτῳ, οὐ κατὰ τάξιν ἐξέθετο ταύτας, οὔτε πάσας ὠνόμασε. Τὴν τρίτην γοῦν ἐνταῦθα καὶ τὴν ἕκτην καὶ τὴν ἑνάτην ἀπεσιώπησε μάστιγα, τουτέστι τοὺς σκνίπας, τὰς φλυκταίνας καὶ τὸ σκότος· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ’ ὧν μυσίτην ἢ βροῦχον καὶ σκώληκα ἢ κρύος οἱ λοιποὶ ἡρμήνευσαν. Ἐρυσίβη δέ ἐστι κατὰ μέν τινας, ἡ κονιορτώδης φθορὰ τοῦ σίτου, ἢ τὸ ἐπικάθιζον τοῖς καρποῖς παχνῶδες καὶ διαφθεῖρον αὐτούς. Κατὰ δέ τινας, ἀκρίδος γένος μικρὸν καὶ εὐτελὲς, ἀνθ’ οὗ βροῦχον Ἀκύλας ἐκδέδωκε. Καί μοι μάστιγας Αἰγυπτίων εὐεργεσίαις Ἑβραίων συγκρίνων, θαύμαζε ὅτι Αἰγύπτιοι μὲν παρὰ τῷ ποταμῷ διψῶσιν, Ἑβραῖοι δὲ ἐν τῇ ἐρήμῳ εὐποροῦσιν ὕδατος. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ οἱ μὲν κατεσθίονται καὶ διαφθείρονται ὑπὸ κυνομυίας καὶ βατράχων, ζώων εὐτελεστάτων· τοὺς δὲ υἱοὺς τοῦ Θεοῦ οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες·
PG 12:1309οἱ γὰρ ἀλλότριοι τοῦ Θεοῦ καὶ παρὰ τοῖς νομιζομένοις ἄποροί εἰσι καὶ ὑπὸ τῶν τυχόντων διαφθείρονται. Ἐὰν δέ τις ᾖ ἅγιος καὶ ἐν ἀπόροις, οὐκ ἀπορεῖ καὶ ὑπὸ τῶν χαλεποτάτων καὶ βλάπτεται, λαβὼν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ταῦτα, ἐπεὶ εἷς ἦν Θεὸς εὐαγγελίου καὶ νόμου, γεγένηται, καὶ τότε καὶ δράκοντες ἐπαναστάντες τῷ λαῷ, τοῖς ἡμαρτηκόσιν, οἷς ἡ ἀνδραποδώδης τῶν ἐδωδίμων ἐδωδὴ τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε, καὶ τὸν Αἰγύπτιον κόρον ὠνειροπόλει, καίτοι τῶν ἀναγκαίων οὐδενὸς ὑστερούμενοις) ὅτε μετανόησαν, οὐδὲν αὐτοὺς βλάψαι δεδύνηνται. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν. Καὶ τὸν μὲν Αἰγύπτιον καρπὸν δέδωκεν ὁ Θεὸς τῇ ἐρυσίβῃ· ὁ δὲ δίκαιος ἔσται ὡς ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν· ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε.
PG 12:1310Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν πόνων αὐτῶν, ἐν τοῖς σκηνώμασι Χάμ. Κατὰ δὲ τροπολογίαν, ἀναιρεῖ τὰς ἁμαρτωλὰς ψυχὰς ὁ Θεὸς, ἐπαγαγὼν αὐταῖς τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον, ἵνα ζῆν ποιήσῃ, καὶ συγκλείει τὰς ἀλόγους αὐτῶν δυνάμεις, κτήνη λεγομένας, εἰς τοῦτον τὸν θάνατον· ὥστε ἀποβαλεῖν τὴν φαύλην ζωῆν, καὶ τὴν ἐμπαθῆ κίνησιν. Ὥσπερ δὲ οἱ πρωτότοκοι τὰ διπλᾶ κληρονομοῦσι, καὶ πλείονα τιμὴν ἔχουσι παρὰ τοῖς γονεῦσι, καὶ εἰσὶ πρωτότοκοι Θεοῦ οἱ ἀπογεγραμμένοι ἐν οὐρανῷ, τὸν αὐτὸν τρόπον καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι διπλῆν τὴν κόλασιν κληρονομοῦσι. Καὶ εἴη ἂν πρωτότοκος τῷ διαβόλῳ ὁ πρῶτος αὐτῷ γεννηθεὶς ἐν δόγματι ἀλλοτρίῳ σωτηρίας, οἷον Μαρκιωνισταὶ οὐκ εἰσὶ πρωτότοκοι, ἀλλὰ Μαρκίων. Καὶ ὥσπερ ἡ ἀπαρχὴ τῶν ἁγίων ἀνάκειται τῷ Θεῷ, οὕτως ἡ τῶν Αἰγυπτίων τῷ παταγμῷ, ἵνα μετὰ τὴν ἀπαρχὴν τότε κολασθῇ καὶ τὰ λοιπὰ τῆς ἀπαρχῆς.
PG 12:1311Κατὰ μέντοι τὴν ἱστορίαν, ἡ δεκάτη πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα, θάνατος ἦν τῶν παρ’ αὐτοῖς πρωτοτόκων, ἀπὸ ἀνθρώπων ἕως κτήνους, καὶ ἴσως ἐπὶ μὲν τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων, κυριολεκτοῦσαν εὗρεν ὁ Δαυὶδ τὴν πρωτότοκον φωνήν· ἐπὶ δὲ τῶν ἀλόγων ζώων ἀπαρχὴν πόνου τὰ πρωτότοκα εἶπε· ταῦτα γὰρ τοῖς ζωοτροφοῦσιν ἀπαρχὴ πόνου γίνεται. Ἀνῃρέθη δὲ τὰ μὲν τῶν ἀλόγων πρωτότοκα, ὅπως ζημίᾳ ὑποπέσωσιν οἱ κεκτημένοι· τὰ δὲ τῶν ἀνθρώπων ἐπὶ τῷ πειραθῆναι συμφορᾶς τοὺς τοιούτους γονέας· ἃ ἤτοι ἐπιτιμίαν ἔσχον τὸ θανεῖν τῶν ἰδίων ἁμαρτιῶν. Ἢ οὐδὲν ἐβλάπησαν, καὶ παιδεύσεως ἄλλων ἕνεκα τεθνήκασιν· ἀδιάφορον γὰρ τὸ τεθνάναι, καὶ τὸ ἐξ ἀνάγκης συμβαῖνον. Πρὸς δ’ ἀλήθειαν ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ. Κατὰ δὲ ἀναγωγὴν, ἐπεὶ πνευματικῶς Αἴγυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύονται. Χάριτι οὖν Θεοῦ τούτων τῶν Αἰγυπτίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, ἄνοια καὶ κακία τυγχάνονται. Πρὸ γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, τῶν ὀφελίμων τέκνων, τῶν διανοιῶν κακία καὶ ἄγνοια ὑφίσταται.
PG 12:1313Ἀλλὰ καὶ παντὰ τῷ κατὰ τέχνην ἢ ἐπιστήμην ἐνεργοῦντι, οὐκ εὐθὺς τὸ εὖ ποιῆσαν παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπιλήπτως εὐεργῆσαι. Ἀναιρεῖται οὖν εἰκότως ἀπαρχὴ παντὸς πόνου ὡς φαύλη, ὅτι δὲ περὶ ψυχῶν τὰ λεγόμενα σώμασι συμπεπλεγμένων, δῆλον ἀπὸ τοῦ προσκεῖσθαι ἐν τοῖς σκηνώμασι· σκηνώματα γὰρ ψυχῶν σώματα. Πονηρὸν ἐνταῦθα τὸν ἐπίπονον ἄγγελον καὶ πονηρὸν εἶπεν, οὐ τῇ κακίᾳ πεποιουμένον, ἀλλὰ τοὺς πόνους καὶ ὠδύνας ἐνεργοῦντα. Ἀπαρχὴν εἴρηκε πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ’ αὐτοῖς ἤλγησαν, ἀλλ’ ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπέλαυσαν. Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή· καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Ἐγὼ μέντοι εὑρίσκων γεγραμμένον ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, πάλαι μὲν ὑπελάμβανον τούτῳ γεγονέναι κατὰ σύγχυσιν τῶν γλωσσῶν·
PG 12:1314σκοπῶν δὲ ὕστερον, εὕρισκον μὴ δύνασθαι τοῦτο πρὸ τῆς γενέσεως τοῦ Ἰακὼβ ἐπ’ ἐκεῖνον τὸν χρόνον ἀναφέρεσθαι, ἐξέβη δὲ ἡνίκα Ἰουδαῖοι ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, τότε πρῶτον ἐχρημάτισε μερὶς Θεοῦ ὁ Ἰακὼβ, τουτέστιν ὁ ἐξ Ἰακὼβ λαός. Ἀλλ’ ὅπερ ἐλέγομεν, τότε λαὸς Θεοῦ ὁ Ἰςραὴλ ἐχρημάτισεν, ὅτε τῆς Αἰγύπτου ἐξῆλθε, καὶ ὅτε μὲν ἦσαν ἐν Αἰγύπτῳ, οὔπω ἦσαν ἀγέλη διεσκεδασμένοι ἐν αὐτῇ, διὸ ὡς πρόβατα αὐτοὺς ἀπαίρει Θεός· ἡνίκα δὲ συνάγει αὐτοὺς καὶ ποιεῖ ἓν, ἀπαίρων πρότερον ἀπὸ παντὸς τοῦ κόσμου τὸν λαὸν αὐτοῦ, εἶτα ἀνάγων διὰ τῆς πολιτείας τῆς ἄνω φερούσης, καὶ ποιῶν ἄνω φέρεσθαι, καὶ ἐπὶ τὰ ἀνώτερα ὁδεύειν, ὅπερ οὐχ οἷόν τε ἦν αὐτοὺς ποιεῖν ἐν γῇ Αἰγύπτῳ, τότε ἑνώσας αὐτοὺς ποιεῖ ποίμνιον ἕν. Καὶ ἡμεῖς τοίνυν ὅσον ἐπὶ τὸ αὐτὸ συναγόμεθα, τηροῦμεν τότε ποίμνης μυστήριον· ὅτε δὲ ἀμελοῦμεν τῶν συνάξεων, μιμούμεθα τὰ ἀποσκιρτῶντα καὶ ἀπαιήσσοντα τοῦ ποιμνίου πρόβατα, καὶ δύνανται καθ’ ἡμῶν τῶν διασκεδασθέντων οἱ ἐχθροὶ καὶ τὰ θηρία τὰ ἐνεδρεύοντα, οἱ λύκοι, ὡς μανθάνομεν ἀπὸ τῶν ποιμνικῶν.
PG 12:1315Ἐάν ποτε ἐπιτιθῶνται ποίμνῃ, οὐ δύνανται ἐπιτίθεσθαι αὐτῇ συναχθείσῃ, ἀλλ’ ἐπιτηροῦσί που πρόβατον ἀπονεμόμενον, κἀκείνῳ ἐπιβουλεύουσιν. Εἴπερ οὖν καὶ ἡμεῖς βουλόμεθα μὴ ἐπιβουλεύεσθαι ὑπὸ τῶν ἀντικειμένων δυνάμεων, μὴ καταλείπωμεν τὴν συναγωγὴν, ἀλλὰ συνερχώμεθα ἐπὶ τὸ αὐτὸ, τιμῶντες τὴν τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν ἡμέραν, ἵνα συναχθῇ ὀστοῦν Χριστοῦ πρὸς ὀστοῦν, καὶ ἁρμονία, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα, ἤδη δὲ καὶ αἱ τρίχες. Ἢ οὐκ οἴδατε ὅτι σῶμα τοῦ Χριστοῦ ἐστὲ, καὶ ἀναγκαῖον τοῦτο συνάγεσθαι, ἵνα μὴ λέγῃ περὶ ἡμῶν Χριστός· Διεσκορπίσθη πάντα τὰ ὀςτᾶ μου; Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Κατὰ δὲ ἀναγωγὴν, ὄρος ἁγιάσματος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετὴ καὶ γνῶσις· εἰς ἣν γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάςκαλος Ἰησοῦς, οὗ κτῆμα πᾶσα ἀρίστη γνῶσις καὶ θεωρητικὴ τῆς ἀληθείας ἕξις. Ὅθεν καὶ οἱ ταύτας τὰς διαθήκας κτώμενοι, κτήματα Θεοῦ καλοῦνται. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φύλας τοῦ Ἰσραήλ. Κατεσκήνωσε τὰ ἔθνη πιστεύσαντα εἰς τὸν Χριστὸν, καὶ εἰσήγαγεν αὐτούς.
PG 12:1316Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ. Τοῦ σκηνώματος τὴν καλλονὴν τὴν κιβωτόν φησι. Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Ὁ δυνατὸς, καρηβαρήσας ἐξ οἴνου, ὅταν ἀναστῇ, σφοδρότερον κινεῖται καὶ ὁρμητικώτερον· οὕτω, φησὶ, καὶ ὁ Θεὸς ἀνέστη κατὰ τῶν ἀλλοφύλων. Πλὴν καθάπερ ἡ κραιπάλη, τουτέστιν ἡ μέθη, ἐπείσακτον πάθος ἐστὶν, οὐκ ἔμφυτον, οὕτως ἡ ὀργὴ πάθος οὐκ ἔστι Θεοῦ, ἀλλὰ τιμωρία δικαία τοῖς πλημμελοῦσιν ἐπαγομένη. Μηδέποτε οὖν ἀναγινώσκων περὶ Θεοῦ ταῦτα τὰ ἀνθρωποπρεπῆ, ὑπολάμβανε τὸν Θεὸν ἐν πάθει εἶναι· ἀπαθὴς γάρ ἐστι παντὶ τρόπῳ. Ὁ δὲ ἁμαρτάνων ἐκκαίει ἑαυτῷ ὀργήν. Εἰ ἐγὼ εἶπον τὸν Θεὸν ὡς κεκραιπαληκότα ἐξ οἴνου ἀναστήσασθαι, τίς οὐκ ἂν ἐπελάβετό μου τῶν φιλαιτίων, λέγων ὅτι μέθην καὶ κραιπάλην φέρεις ἐπὶ τὸν Θεὸν, ἄνθρωπος διδασκόμενος ὅτι οὐδὲ ἄνθρωποι μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν; Ἀλλ’ ὅμως τὸ ἅγιον Πνεῦμα, ἐν τῇ ἐλευθέρᾳ τοῦ λέγειν ἐξουσίᾳ τυγχάνον, εἶπε τὸν Θεὸν διανίστασθαί ποτε ὡς δυνατὸν, καὶ κεκραιπαληκότα ἐξ οἴνου.
PG 12:1318Τάχα γὰρ οἱονεὶ ἡμεῖς καρηβαροῦμεν, καὶ μεθύειν ποιοῦμεν τὸν Θεὸν, ὡς καθεύδειν, ὡς ὀργίζεσθαι, ὡς τὰ λοιπὰ, ἃ μὴν ἐφ’ ἡμῖν. Ἀλλὰ γένηται, ὡς καὶ κεκραιπαληκώς. Ἀλλ’ ἐὰν ἐπιστρέψωμεν, καὶ γινώμεθα εὔφρονες, ἐγείρεται. Καὶ τί ποιεῖ; Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Πατάσσει εἰς τὰ ὀπίσω τοὺς ἐχθρούς. Οἱ γὰρ κατενώπιον βλέποντες τοῦ Θεοῦ, καὶ παριστάμενοι αὐτῷ, οὐ πατάσσονται, ἀλλ’ ὅταν τις φύγῃ τὸν Θεὸν, τότε πατάσσεται, καὶ μὲν ἀναίσθητος ὢν τῶν οἰκείων ἁμαρτημάτων, εἶτα ὀνειδίζεται παρὰ τοῦ θέλοντος αὐτὸν εἰς ἐπιστροφὴν ἄγειν· μετανοήσῃ καὶ αἰσχυνθῇ, ἀναίσχυντος ὢν τὸ πρότερον, ἅμα τε ἤρξατο ὀνειδίζειν ὁ Κύριος, καὶ ἐπαύσατο. Ἐὰν δὲ μὴ μετανοήσῃ, τηρεῖται αὐτῷ ὁ ὀνειδισμὸς καὶ ἐπὶ τὴν ἀνάστασιν. Καὶ ἐπάταξε κτλ. Τοῦτό φησιν, διὰ τὸ Ἀζωτίους καὶ Ἀσκαλωνίτας εἰς τὰ ὀπίσω τῆς ἕδρας πατάξαι, ἄχρις οὗ τὴν κιβωτὸν ἐξαπέστειλαν. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πράξει ἀντίκεινται·
PG 12:1319καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ’ ἂν θηρία τῆς γῆς. Ὡς πετεινὰ τοῦ οὐρανοῦ ἢ θηρία τῆς γῆς, τὰ ἔθνη καὶ αἱ βασιλείαι τῆς γῆς κατέφαγον Ἰάκωβον τὸν Ἰσραήλ. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ. Τὸ οὖν αἷμα, ὃ ἐξέχεαν, ἐκ τῶν ἐσθιομένων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. Χρήσαιτο ἄν τις τούτοις ἐκ δίκης τοῦ ἐκχυθέντος μαρτύρων αἵματος αὐτῶν. Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Τόπος γνώσεως Θεοῦ καὶ νοῦς. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου. Τὸ δέ· ἐπτωχεύσαμεν, ἀντὶ τοῦ· πάσης ἐγυμνώσθημεν προστασίας. Καλῶς δὲ καὶ τό· ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἀντὶ τοῦ· ὡς ἀεὶ τοῦτο ἐφάνης ποιῶν, οὕτω καὶ νῦν ποίησον, καὶ ταῦτα πρὸς ἀναξίους, ὅτι καὶ οὐχ ὡς ἄξιοι, αἰτοῦσιν· ἀλλ’ ὡς τοῦ Θεοῦ ὀφείλοντος ἑαυτῷ ἀκολουθεῖν, ἐπάγουσιν· ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου, ὅταν γυμνοὶ γεγόναμεν πάντη ἀπὸ τῆς σῆς βοηθείας, νῦν δώρησαι ἡμῖν ταύτην, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν. Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπηδημένων. Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κακία·
PG 12:1320ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον, ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν. Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλάσιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· Δὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ. Ὁ κόλπος τὸ ἀκόριστον δηλοῖ· τοῦτο οὖν λέγειν βούλεται, ὅτι ἀκόριστον αὐτῶν ποίησον τὸν ὀνειδισμὸν, μεγάλως καὶ δοκοῦσι παροξύνειν τὸν Θεόν· οὐ γὰρ εἴρηκε τὸν ὀνειδιςμὸν ἡμῶν, ἀλλὰ τὸν σόν· ὁ γὰρ περὶ ἡμᾶς ὀνειδισμὸς, σὸς μᾶλλον ἢ ἡμῶν. Τοῦτο οὖν φησί· πολλαπλασίως ἀπόδος ἐκείνοις, σύναψον αὐτοῖς τιμωρίαν ἀκόριστον, καὶ πλείονα τῆς ἡμετέρας. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα Ἰωσήφ. Οὐκ ἀπέστην, εἰμὶ εἰς τὰ πρόβατα, ὧν ἕκαστος λέγει τῷ Θεῷ· Κτηνώδης ἐγεννήθην παρὰ σοί. Καί· Κύριος ποιμαίνει με. Ὅταν δὲ ὡς ἀπὸ ποιμένος εὐφρανθῇ, ἐρεῖ ὡς λογικός· Ἡτοίμασε ἐνώπιόν μου τράπεζαν. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
PG 12:1321Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷ Ἱεζεχιήλ. Ἀλλαχοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπετάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν σταθερὰν ἕξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέργειαν. Ἀπὸ δὲ τῶν τριῶν ἐπιφανεστέρων φυλῶν τὸ σύμπαν τοῦ Ἰσραὴλ ἐσήμηνε γένος. Ποτὲ ὁ λόγος πρὸς τὸν καλόν ἐστι ποιμένα, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ, ἐναντίον Ἐφραὶμ, ὁδηγοῦντα δὲ τὸν Ἰωσὴφ ἐναντίον Μανασσῆ, καθήμενον δὲ καὶ τῶν Χερουβεὶμ ἐναντίον Βενιαμίν. Ἐπὶ τοῦ δυνατοῦ τὰ Χερουβεὶμ λέγεται ἀεί. Ὁ ἐπὶ πάντων, φησὶ, ὢν τῶν δυνατῶν, καὶ πάσας ἔχων ὑφ’ ἑαυτὸν εἴτε ἀοράτους δυνάμεις, εἴτε ὁρατοὺς, δεῖξον σεαυτὸν διὰ τῆς εἰς ἡμᾶς βοηθείας. Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. Διὰ τούτων ῥημάτων παρίστησε τὴν πικροτάτην μετάνοιαν. Ἄμπελον ἐξ Αἰγύπτου μετῇρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.
PG 12:1323Ἔθνη μὲν ἐξέβαλεν ὁ Θεὸς, ἵνα καταφυτεύσῃ τὸν Ἰσραὴλ, συνέκλεισε δὲ εἰς ἀπείθειαν τὸν Ἰσραὴλ, καὶ τὴν ἀνόδευτον ἔρημον, οὐκ οὖσαν πρότερον ὁδὸν ὡδοποίησεν ὁ Θεὸς τῶν δυνάμεων, ἔμπροσθεν τῆς ἀμπέλου. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἀναδενδράδες εἰσιν οἱ θεωρητικοί. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρποὺς ἡμῶν· οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνεργοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς. Ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Μονιὸν δὲ ἄγριον λέγει τὸν Σατανᾶν, ὅνπερ σημαίνει χοῖρος ἐξ ὕλης, λέγει δὲ τὸν διάβολον. Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ τῆς τιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Οὐκ ἀμνὸς, φησὶ, μέλλων αὐτοὺς τιμῶν ῥύσασθαι, ἀλλ’ ἀρκεῖ καὶ μόνη ἡ ἐπιτίμησις πάντας ἀφανίσαι, γενομένης τῆς σῆς προνοίας ἐπάνω. Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Ἄνδρα δεξιᾶς τὸν Χριστὸν ὀνομάζει· ἄνδρα δὲ διὰ τὴν ἀνθρωπότητα·
PG 12:1324δεξιᾶς αὐτοῦ, πρῶτον μὲν ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς, μετὰ σαρκὸς καθεζόμενον, ἔπειτα δι’ αὐτοῦ πᾶσαν τὴν κτίσιν ἐποίησε. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. Ἐπεὶ ἡ ζωὴ ἡμῶν κέκρυπται [ἐν Χριςτῷ], ζωώσεις ἡμᾶς εἰς τὸν μέλλοντα χρόνον. Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών· Ἐγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ ψαλμός. Ἀγαλλίασθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Ἠθικώτερον δὲ, ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ ἀγαλλιᾶσθαι τῷ Θεῷ· ὁ δὲ ἁμαρτὼν, καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς, μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
PG 12:1325Καὶ σὺ δὲ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ, τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίους ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γέγονεν. Κἂν εὐπορῇς λέγων τῶν κατ’ ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ καρδίας κεκραγυίας, ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλούσης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἐπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι ἑαυτοῦ κινήματα τῷ λόγῳ παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύναςθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Τάχα δὲ ἕν μοι δίδωσιν ὁ λόγος, τρία δέ με ἀπαιτεῖ· δίδωσι γάρ μοι ψαλμὸν, καὶ ἀπαιτεῖ ἀπ’ ἐμοῦ πρῶτον τύμπανον, δεύτερον ψαλτήριον, εἶτα κιθάραν· ἵνα μάθω ὅτι δίδωσί μοι καὶ χάριν τοῦ Θεοῦ, τὴν διδασκαλίαν· ἀπαιτεῖ δέ με ἁγιασμὸν ὁλοτελῆ, ἵνα ἁγιάςθω ὁλόκληρος τῷ πνεύματι καὶ τῇ ψυχῇ καὶ τῷ σώματι·
PG 12:1327ἵν’ αἰνῶ τὸν Θεὸν, ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, εἶτα δυνηθῶ συμφωνίαν ποιῆσαι, ὡς ψαλτηρίου, πρὸς κιθάραν τοῦ Πνεύματος, πρὸς τὴν ψυχὴν, ἢ κατὰ τὸν ἀπόστολον πρὸς τὸν νοῦν, ὥστε λέγειν· Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νῷ. Ψαλτήριον πάλιν τὸ σῶμά φησι διὰ τὴν γενομένην ἁρμονίαν καὶ συμφωνίαν πρὸς αὐτῷ τῆς ψυχῆς, ἵνα ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς ψυχὰς ἀνατεθέντες τῷ Θεῷ καὶ τὸ σῶμα, οὐ τῷ κόσμῳ, ἀλλὰ τῷ Κυρίῳ. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ὑπήκοοι τοῖς θείοις νόμοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ. Προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν. Λάβετε διδασκαλίαν πνευματικὴν, καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς. Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ, ἐσάλπισεν, τοῦτο πρόσταγμα δεδωκότος Θεοῦ, εἰς μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας·
PG 12:1328οὕτω καὶ ὁ νέος λαὸς τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύεται ἐν ταῖς νεομηνίαις σαλπίζειν, τουτέστι ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ, ὁμολογῶν καὶ αὐτὸς καὶ μαρτυρῶν τῷ Θεῷ, ὅτι δι’ αὐτοῦ ἐκ τῆς νοητῆς ἐλευθερώθησαν Αἰγύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Ὅτι πρόσταγμα Ἰσραὴλ, καὶ κρίμα τῷ Θεῷ Ἰακὼβ, μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν. Τὰ προειρημένα, λέγω δὲ τὸ ἀγαλλιᾶν τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς, τοῦτο πρόςταγμά ἐστι δοθὲν τῷ Ἰσραὴλ, καὶ κρίμα ἐςτὶν κριθὲν τῷ Θεῷ Ἰακὼβ, καὶ μαρτύριόν ἐστιν ὃ ἔθετο ὁ Θεὸς ἐν τῷ Ἰωσήφ. Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου· γλῶςσαν ἣν οὐκ ἔγνω, ἤκουσεν. Ἤκουσεν ὁ Ἰσραὴλ, ἢ ὁ Ἰωσήφ. Καὶ ἡμεῖς οὖν ὅσον μὲν ἐκ γῆς Αἰγύπτου οὐκ εἰσόμεθα, τὴν γλῶσσαν ἣν πρότερον οὐκ ἔγνωμεν, ἠκουσάμεθα, καὶ ἀνεστήσαμεν ἀπὸ ἄρσεων, ἐν αἷς ἐν Αἰγύπτῳ ὄντες ἐβαρούμεθα. Ἤκουσεν αὐτοῦ [Θεοῦ] γλῶσσαν, τὴν ἐν τῷ ὄρει Σινᾶ γενομένην φωνὴν, ἢ φωνῆς θείας οὐδέποτε ἀπολαύσας, ταῦτα ἔπη ἢ Κυρίου τὸν νόμον δεχόμενος.
PG 12:1329Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Ἀπὸ ἄρσεων δὲ καὶ τῶν βασταγμάτων λέγει· αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ αὐτούς. Οἱ γὰρ τοῖς τῆς πλινθείας ταλαιπωρίας πόνοις, κοφίνῳ τὸν πηλὸν ἐκβάλλοντες, φέρουσι κατὰ νῶτον, τὸν τοίνυν νῶτον αὐτῶν ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν ἐλευθέρωσε τῶν βασταγμάτων. Αἱ χεῖρες ἡμῶν ἐν τοῖς κοφίνοις ἐργαζομένων τὸν Αἰγύπτιον πηλὸν, καὶ συναγόντων ἄχυρα, ἐδούλευον. ἀλλ’ ὁ σωτὴρ ἡμῶν ἐλθὼν ἐπλήρωσεν ἄρτοις, ἑκάστῃ φυλῇ κόφινον, καθ’ ὃν ζητήσεις ὅσοι ἐν ἐρήμῳ ἄρτοι εὑρέθησαν πλείονες ἢ πέντε, κοφίνων δὲ εὐπόρησαν δώδεκα. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Τῶν ὀργάνων ἃ μὲν ἔχει τὴν ἁρμονίαν τὴν μουσικὴν, ἃ δέ ἐστιν ἀνάρμοστα. Ὁ οὖν γεγυμνασμένος ἐν τοῖς μουσικοῖς ἔργοις, ἐπιλέγεται τὰ ἐναρμόνια, φεύγει δὲ τὰ ἀνάρμοστα, ἵνα μὴ ἀσχημονῇ διὰ τὸ ὄργανον, ὡς οὐχ ὑπηρετοῦν τῇ τέχνῃ ὁ τεχνίτης. Καὶ ὁ Θεὸς οὖν ἐὰν ἀπορῇ τῶν ὀργάνων αὐτοῦ, σιωπᾷ, οὐ παρ’ ἑαυτὸν, ἀλλὰ παρὰ τὴν τῶν ὀργάνων ἀπορίαν.
PG 12:1330Ὄργανα δὲ Θεοῦ οἱ μακάριοι προφῆται, καὶ ὥσπερ ὁ ἀκούων χορδῆς καὶ ἤχου τοῦ ἐν τῇ λύρᾳ, οὐκ ἐκείνης ἀκούει, ἀλλὰ τοῦ μουσικοῦ κρούοντος μουσικῶς τὸ ἐπιτήδειον ὄργανον, οὕτως ὁ ἀκούων προφήτου, μὴ νομιζέτω ἀνθρώπου ἀκούειν, ἀλλὰ Θεοῦ τοῦ ὄργανον εὑρόντος ἐπιτήδειον, καὶ συγχρησαμένου αὐτῷ εἰς δέον. Μακαρίζω οὖν καὶ τοῦτον τὸν προφήτην, ὅτι ὄργανον ἑαυτὸν ἔταξε πρὸς διαδοχὴν κρούοντος Θεοῦ, καὶ τό· ἄκουσον, λαός μου, ἐπὶ τὸν χρώμενον τῷ ὀργάνῳ ἀναφέρω Θεόν· ὡς καὶ ὀφθαλμοῖς χρῆται δικαίου καὶ ὦσι καὶ χειρὶ, καὶ πᾶσι τοῖς μέλεσιν· ἀκούσωμεν οὖν τί λέγει ὁ Θεὸς ἐν τῷ ἰδίῳ ὀργάνῳ, διαμαρτυρόμενος πρὸς τὸν λαόν. Πεῖραν, φησὶ, τῆς ἐμῆς δυνάμεως εἰληφὼς, ὦ Ἰσραὴλ, δέξαι προθύμως τὰς παρ’ ἐμοῦ προσφερομένας νομοθεσίας. Διαμαρτυρία γάρ ἐστι προλέγουσά σοι καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος. Πρόσφατός ἐστι θεὸς, ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιημένος, καὶ παρὰ τοῖς ἔθνεσι νενομισμένος. Ὠνόμασεν τὴν πολύθεον εἰδωλολατρίαν οὕτω παραπεμπομένην.
PG 12:1332Δεῖ γὰρ σὲ δεσπότην ἡγεῖσθαι ἐμὲ, τὸν ἀπαλλάξαντά σε δουλείας, ἀφ’ ὧν ἔλαβες τὴν πεῖραν. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ἀντὶ τοῦ· εἴ τι δυνάσαι, αἴτησαι, καὶ πλείω παράξω ὧν αἰτεῖς. Καὶ πληρώσω, ἀντὶ τοῦ τελειωτέρους λόγους παρασκευάσω εἰπεῖν. Καὶ ἐψώμισεν αὐτοὺς στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Αὐτός ἐστιν ὁ πυρὸς, περὶ οὗ γέγραπται· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ἀφ’ οὗ στέατος ψωμίσει ἡμᾶς ὁ Θεὸς, διδοὺς ἄρτον ζῶντα, ὃν αὐτὸς ἀρτοποιεῖ ὁ Πατήρ. Οὗτος δὲ ὁ πυρὸς καὶ πέτρα ἐστί. Πέτρα δέ ἐστιν ὁ Χριστός· ἀφ’ ἧς πέτρας οὐ μόνον ὕδωρ ποτίζον καὶ τὸν λαὸν, ἀλλὰ καὶ μέλι χορτάζον τοὺς μακαρίως πενῶντας. Λέγει δὲ τότε τὸ ὕδωρ τῆς περιτομῆς· νῦν δὲ λέγει τὸ τῆς ζωῆς, τὸ ἐκ πλευρᾶς ἐξελθὸν Ἰησοῦ. Τοῦτον ψωμίζει ὁ Θεὸς, ὃν δι’ ἐντολῶν παιδεύει, καὶ τοῦτον χορτάζει, ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει. Ἠθικῶς δὲ τὸ εἶδος τῆς φιλοσόφου καὶ ἀπεράτου καὶ τῷ ἀναγκαίῳ μετρουμένης ζωῆς ἰδιότατον μὲν ἔχει τόπον τὴν ἐρημίαν, καὶ ταύτη κατὰ τὸ πλεῖστον ἐμφιλοχωρεῖ·
PG 12:1333συμβαδίζει δὲ πανταχοῦ τοῖς βουλομένοις, εἴπερ ἐν τρόπῳ, καὶ μὴ ἐν τόπῳ τὸ φιλοσοφεῖν, ὅπερ οὐδὲν ἂν τῶν πάντων στενοχωρήσειεν. Ψαλμὸς τῷ Ἀσάφ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Ὠριγένους, Βασιλείου. Εἴρηται γοῦν ἀλλαχοῦ ὅτι κρινεῖ ἀνάμεσον τῶν ἐθνῶν. Τοῖς γὰρ ἁγίοις οὐ τὸ κρίνεσθαι, ἀλλὰ τὸ μεῖζον τὸ διακρίνεσθαι. Διακρίνει γὰρ αὐτοὺς, ὥςπερ βασιλεὺς ἐν ἡμέρᾳ ἱλαρᾷ, ἕκαστον ἀμειβόμενος τῶν ἀξιωμάτων τιμῆς. Τίς μὲν ἄξιος ἀναστῆναι τὴν ἀνάστασιν τὴν ὡς ἡλίου; τίς δὲ τὴν ὡς σελήνης; καὶ τίς τὴν ὡς ἀστέρων; Στήσεται οὖν ἐν συναγωγῇ θεῶν, οὐκ ἀνθρώπων, ἤτοι κατ’ ἄνθρωπον περιπατούντων, καὶ διακρινεῖ. Τίς μὲν τούτων τῶν θεῶν ἀνάλογον ἡλίου δόξαν ἔχει; τίς δὲ σελήνης; τίς δ’ ἀστέρων; τί δὲ ποιεῖ ἡμᾶς ἀνθρώπους πεσόντας ἀπὸ τῆς θεότητος; Ἄκουε Παύλου περὶ τῶν μικροτέρων λέγοντος ἁμαρτημάτων· Ὅπου μὲν ἐν ὑμῖν ζῆλος καὶ ἔρις; οὐχὶ σαρκικοί ἐστε; καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Κἀκεῖ γὰρ μονονουχὶ ἔκραγε καὶ λέγει· Ὁ μὲν Λόγος ὑμᾶς ἐκάλεσεν, ἵνα ἦτε θεοί· ὑμεῖς δὲ οὐ βούλεσθε τὰς πράξεις τοῦ σώματος θανατοῦν, ἵνα ἀποθεώτητε.
PG 12:1334Ἀλλ’ ἐρχομένην Θεοῦ δωρεὰν εἰς ὑμᾶς ποιοῦσαν ὑμᾶς θεοὺς, ἁμαρτάνοντες ἀπωθεῖσθε. Ἑβραῖοι δέ φασιν· ὅτι ὁ Θεὸς ἔστη μέσον τῶν ἀρχόντων, ὡς παρὼν αὐτοῖς ἀοράτως· διὸ καὶ ἐν μέσῳ πολλῶν ἐλέγξει αὐτοὺς διὰ τῶν προφητῶν, εἰ ἀδίκως ἄρξουσι. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, καθ’ ἃς μορφοῦνται οἱ ἄδικοι. Κρίνων ἀδικίαν, κριτὴς ἀδικίας· κατ’ ἐπακολούθημα δὲ, λαμβάνομεν πρόσωπον ἁμαρτωλῶν, πλουσίων ἢ δυνατῶν, ἢ ὡραίων, ἢ βιαίων, καὶ ὑβριστῶν πρόσωπα λαμβάνομεν, οἷς ἁμαρτωλοῖς εἶναι συμβέβηκε πολλάκις. Ἢ τάχα ὡς οἱ ἐν θεάτροις πρόσωπα λαμβάνοντες κατὰ τὰ προκείμενα δράματα, οὕτως καὶ ἡμεῖς τῶν ἀντικειμένων ἐνεργειῶν, ὁτὲ μὲν ὀργῆς, ὁτὲ φόβου, ὁτὲ λύπης. Ἐν σκότει διαπορεύονται. Σκότος νῦν τὴν ἄγνοιαν λέγει. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Θεοί εἰσιν ὅσοι ἔχοντες τὸν Λόγον, τηροῦσιν· ὁ γὰρ ἐνὼν αὐτοῖς Λόγος, οὐκ ἐᾷ ἀποθνήσκειν αὐτοὺς, ζωὴ τυγχάνων. Ἐπειδ’ ἂν δὲ ἀποβάλωσι τὸν Λόγον, ὄντα ζωὴν, ἀποθνήσκουσι·
PG 12:1335ἀποθνήσκουσι δὲ οὐχὶ τὸν κοινὸν θάνατον, ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ, πίπτοντες παραπλησίως ἑνὶ τῶν ἀρχόντων· οὗτος δέ ἐστιν ὁ διάβολος. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Ὁ δὲ Σύμμαχος οὕτως· Κατὰ τὸν λαόν σου πανούργως ὁμιλοῦσι, καὶ συμβουλεύονται κατὰ τοῦ ἀποκρύφου σου. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλεν βλαστήσειν ὁ Χριστὸς, συνελήλυθε δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶςθαι τῶν Ἰουδαίων τὸ ἔθνος, διδάσκει τὸ ἅγιον Πνεῦμα, ὅτι οὐ καθ’ ἡμῶν κέχρηνται ταῖς ἐπιβουλαῖς, ἀλλὰ καὶ κατὰ τοῦ ἐν ἡμῖν ἀποκεκρυμμένου Χριστοῦ, ὃν ἀνθήσειν ἐκ τῆς Ἰουδαίας φυλῆς προσηγόρευσε· τῆς γὰρ ῥίζης ἑκτεμνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Εἶπαν· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. Οἱ μὲν θεομάχοι οὐ βούλονται ἔθνος Θεοῦ ἐν ἀνθρώποις ἐφεστάναι, ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν· ὁ δὲ Θεὸς ἀεὶ ἔθνος ἐπὶ γῆς ἑαυτῷ καταρτίζων, καὶ μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνεστήσατο, τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθόλου τῆς οἰκουμένης.
PG 12:1337Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἀγγαρηνοὶ ... καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν. Ἰσμαὴλ, εἰσακουσμένος Θεοῦ. Ἀμαλὴκ λαὸς ἐκ λείχων. Ἀσσοὺρ, εὐθὺς ἀτείχιστος· δηλοῖ δὲ ὁ λαὸς Ἀμμονιτῶν καὶ Μωαβιτῶν διαφερόντως τοῦ Θεοῦ θρασυνθέντας καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη. Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Ψυχὴ δὲ καθαρὰ, κλῆρος Θεοῦ. Θοῦ αὐτοὺς ὡς τροχὸν κτλ. Πρῶτον, θοῦ αὐτοὺς ὡς τροχόν· δεύτερον, ὡς κάλαμον· τρίτον, ὡσεὶ πῦρ· τέταρτον, ὡσεὶ φλόγα. Πέμπτον, οὕτως καταδιώξεις· ἕκτον, ἐν τῇ ὀργῇ σου· ἑπτὸν, πλήρωσον· ὄγδοον, ζητήσουσιν· ἔννατον, αἰσχυνθήτωσαν· δέκατον, ἐντραπήσονται· ἑνδέκατον, γνώτωσαν. Ὁ Θεός μου, φησὶν, οὕτως αὐτοὺς παρήγαγεν καὶ παρακύκλωσε ταῖς ἁμαρτίαις, ἤγουν τιμωρίαις, ὡς μηδεμίαν αὐτοῖς ἀνάπαυσιν γενέσθαι ὡς πάντων τροχῶν, φησὶ, παράγεσθαί τε καὶ κυλίεσθαι· ὁ τροχὸς μὲν γὰρ ἀφάπτεται τῆς γῆς. Καὶ γνώτωσαν ὅτι ὄνομά σου Κύριος. Εἰς αὐτὴν ἁμαρτάνει γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν κατεργάζων.
PG 12:1338Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Ζητήσεις πόθεν ἐπιποθεῖ ἡ ψυχὴ, οὐ τὸ ἐπιποθεῖν μόνον, ἀλλὰ καὶ τὸ ἐκλείπειν εἰς τὰς αὐλὰς τοῦ Κυρίου; πότερον ὑπομνηςθεῖσα; σὰρξ δὲ ἀγάλλεται ἐπὶ Θεὸν ζῶντα, ἐπείπερ ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. Αὐλαὶ Κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν. ἐν ταύταις γὰρ ἡμεῖς δεῖ γενέσθαι τὸ πρότερον, εἰθ’ οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Βούλεται εἰπεῖν ὅτι ὡς στρουθίου δίκην, καὶ ἡμεῖς ἐπλανώμεθα· ὡς γὰρ ἐκεῖνα τοῦ μὴ ἔχειν καλιὰν πλανᾶται, πηξάμενα δὲ ἐν αὐτῇ διατρίβουσι, καὶ τὰ νοσσία ἐκθάλπουσιν, οὕτως καὶ ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα. Νῦν δὲ ὑπὸ τῆς θείας χάριτος προκληθέντες, παρὰ τὰς σκηνὰς καὶ τὰ θυσιαστήριά σου, τοὺς ἰδίους ἐκπαιδεύομεν νεοττούς. Καὶ Ἀκύλας οὕτως· Καίγε ὄρνεον εὗρεν ἑαυτοῦ οἶκον, καὶ στρουθὸς νοσσίαν ἑαυτῷ, οὗ ἔθετο τὰ νοσσία.
PG 12:1339Ἔθος δὲ τῇ γραφῇ τρυγῶσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγοὺς, οἱ τῷ ἐπεικεῖ τρόπῳ τοὺς νεοττοὺς θάλπουσι παρὰ τοῖς θείοις θυσιαστηρίοις, ὥσπερ τρυγόνες· οἷς καὶ ἡδεῖς εἰσιν οἱ τούτων λόγοι, ὡς τρυγόνων πνευματικῶν. Ἢ οὕτως· στρουθία μὲν τῶν ἀνθρώπων αἰνίττεται τὰς ψυχὰς τὰς ὑπὸ τοῦ νοητοῦ ἐχθροῦ ἀγρευομένας· τρυγόνες δὲ τὰς ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ ζώσας ψυχάς· λέγει οὖν ὅτι πᾶσα ψυχὴ ταύτην εὑρήσει καταφυγὴν, τὴν εἰς τὸ θυσιαςτήριόν σου εἴσοδον. Δεῖ πρότερόν τινα σπουδάσαι ἑαυτῷ οἶκον εὑρεῖν, ἐν ᾧ δυνήσεται δέξασθαι Θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆσαι οἴκους Θεοῦ. Χρησώμεθα δὲ τοῖς ῥητοῖς πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάςκειν ἐπιχειροῦντας. Κατὰ τὴν ἔννοιαν τοῦ ῥητοῦ, μείζων ἡ τρυγὼν τοῦ στρουθίου. Ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. Αἱ ἀναβάσεις αὐταὶ τῶν γνώσεων τῇ καρδίᾳ συμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεοῦ, τουτέστιν καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναβαίνει τὰ περὶ τῆς κρίσεως, καὶ διατίθεται ἐν αὐτῷ, καὶ φυλάττει τὰς ἐντολὰς τοῦ Θεοῦ.
PG 12:1341Κοιλὴ δὲ κλουθμῶνός ἐστιν, ἤ τοι τὸ ἀνθρώπινον σῶμα, ἢ τὸ συγγενὲς τούτου κόσμος. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν. Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀνθρωπίνην· σύγκρισιν ποιησαμένοις τῆς γνώσεως τῆς τῶν ἔξωθεν σοφῶν καὶ τῆς τοῦ Θεοῦ, ἀποφαίνεται κρείσσω εἶναι τὴν μικρὰν μερίδα παρὰ Κυρίου ἢ τοὺς θησαυροὺς μετὰ ἀφοβίας, τοὺς παρὰ τῷ Σωλομῶνι λεγομένους. Καὶ μετ’ ὀλίγον· Ὁ αὐτός φησιν· ἐξελεξάμην παραῤῥίπτεσται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώματι ἁμαρτωλῶν· οὕτω δή μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἰρεῖσθαι παρὰ τοῦτον, καὶ ἐπ’ ἐδάφους ἐῤῥίφθαι καὶ πρὸ τῶν τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι· καὶ γὰρ ἐκείνους ἐδίδασκεν ἡ χάρις τοῦ πνεύματος μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους οἴκους ποθεῖν ἀεὶ, ὅμοιον ὡσεὶ λέγοι· καὶ μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλλον βουλοίμην ἂν ἐν τῇ ἐκκλησίᾳ, ἢ μέγας ἐν τῷ ἁμαρτωλῷ λαῷ. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου.
PG 12:1342Ὑπερασπιςτὰ ἡμῶν ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ τοῦ· ἐπέμενον ὑμῶν προιστάμενος, ὑπερασπίζων καὶ φροντίζων καὶ τῆς εὐπρεπείας τῆς βασιλείας ἡμῶν. Χριστὸν γὰρ λέγει ἐνταῦθα, τὸν ἐκ Βαβυλῶνος ἐπανελθόντα βασιλέα τὸν Ζοροβαβέλ. Ἢ πρόσωπον χριστοῦ λέγει τὸν σεσωσμένον λαὸν, ὃν καὶ Παῦλος μέλη Χριστοῦ καὶ σῶμα ἐκάλει. Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει. Ἔλεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ τῇ γραφῇ τὴν ἕξιν ἀντὶ τοῦ μετέχοντος λέγειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ’ ἥδεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· ἢ ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι’ αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ἔλεος καὶ ἀγαπᾶν τὴν ἀλήθειαν, Χάριν, φησὶ, θείαν οἱ τοιοῦτοι ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρύοντες, οἱ τὴν ἀλήθειαν δηλαδὴ καὶ τὸν ἔλεον ἀγαπῶντες. Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Κατάδηλον πάντη τοῦ ψαλμοῦ τὸ ἀκροτελεύτιον· μακαρίζει γὰρ καὶ ζηλωτὸν ὀνομάζει τὸν πάσης μὲν βιωτικῆς εὐκληρίας καταφρονοῦντα, μόνῃ δὲ ἐπὶ τὸν Θεὸν ἐλπίδι θαῤῥοῦντα.
PG 12:1343Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. Οἱ μὲν υἱοὶ Κορὲ τὸ αὐτὸ ἔλεγον δύο ἢ τρεῖς· ἓν μὲν δὲ λέγεται, ἵνα τὸ αὐτὸ λέγωμεν πάντες. Ἐπινίκιος καὶ οὗτος τῶν ἐπανελθόντων ἐκ Βαβυλῶνος· ἐσχημάτισται δὴ, ὡς τοῦ Θεοῦ στρατηγοῦντος, καὶ λαβόντος τὴν αἰχμαλωσίαν, καὶ διὰ χρόνου ἐπανερχομένου εἰς Ἱερουσαλὴμ, καὶ τοῦ λαοῦ καταδιελόντος ἑαυτὸν δίχα, τοῦ προηγουμένου τε καὶ ἑπομένου, καὶ ὡς νικητὴν ἀνευφημοῦντος τὸν τῶν ὅλων Θεόν. Προθεσπίζει δὲ ἐνταῦθα μετὰ τῆς σκιᾶς καὶ τὴν ἀλήθειαν, ἤτοι μετὰ τὴν τῶν Ἰουδαίων ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τοῦ παντὸς κόσμου τὴν σωτηρίαν. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν γῆν τυγχάνουσαν, διὰ τοῦ δέχεσθαι τὸν παρ’ αὐτοῦ σπορὸν, καὶ ὡς ἑκατὸν καρποφορεῖ· καὶ ἀφίησι μὲν τὰς ἀνομίας διὰ τοῦ βαπτίσματος· ἐπικαλύπτει δὲ τὰς ἁμαρτίας διὰ τῆς πικρᾶς μετανοίας. Νῦν μὲν τὴν γῆν σου, κατωτέρω δὲ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν, καὶ κατωτέρω δὲ καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·
PG 12:1344ἐν τῇ εἰς τὴν γῆν καθόδῳ τοῦ σωτῆρος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς τὴν γῆν ἑαυτοῦ. Ἢ γῆν σου, ἀντὶ διαςτολῆς ἀλλοτρίας λέγει τὴν Ἰουδαίαν, τῷ διὰ τῆς πίστεως γενομένῳ αὐτοῦ λαῷ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχαρίου τοῦ προφήτου· Ἐκείνῃ τῇ ἡμέρᾳ καταφεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Οὐ μόνον ὁ ἐλεούμενος ὁρᾷ τὸν δεικνύμενον αὐτῷ ἔλεον ἀπὸ Θεοῦ, ἀλλὰ πολλῷ μᾶλλον ὁ φωτιζόμενος εἰς γνῶσιν τοῦ ἐλέου, ὥστε ἂν εἰπεῖν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νῦν ἑνικῶς τὸ σωτήριον ἡ ἀρετή ἐστι, τὸ σωτήριον τοῦ Θεοῦ ὁ Χριστός. Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. Καὶ ἐπὶ τοὺς ἀποστόλους αὐτοῦ καὶ πάντας τοὺς πιστεύοντας εἰς αὐτὸν, ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι. Δείκνυσι δὲ καλῶς ὡς ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ μηκέτι πταιόντων δικαιοσύνης ἀρχὴ, διὸ καὶ πελάζει φοβουμένοις ἡ σωτηρία, καὶ ἣν ἀφῆκας, ἀπολαμβάνουσι σὺν εὐκλείᾳ πατρίδα.
PG 12:1346Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ. Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς οὖν λέγεται ὁ σωτὴρ ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν. Προσευχὴ τῷ Δαυίδ. Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος Θεοῦ, ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, ἐν μόνῳ δὲ ἐλπίζων Θεῷ. Ἐγὼ ἤλπισά σοι, δέσποτα, δὸς ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. Ἡ γνῶσις τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. Ἐπειδὴ ὅσιος ἑαυτῷ κατηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ’ αὐτῷ μόνῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγελλόμενος. Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου. Εὔφρανον, ἤτοι διὰ ζωήν. Διδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τε παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι εἰς προσευχήν. Αἴρει πρὸς Κύριον τὴν ἑαυτοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κουφίζων αὐτήν. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
PG 12:1347Ἀντὶ τοῦ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασιν· ὁ δὲ Σύμμαχος· Καὶ ἀφιείς. Ἐπήγαγε δὲ τοῦτο θεραπεύων τὸ δοκοῦν φορτικόν. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Τίνι γὰρ εἶπεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου; Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου, Κύριε. Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει τὸ ὄνομα Κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ οὕτω πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πατέρα. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός. Καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Εὔχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι, ὡς ὁδὸν τὸν Χριστὸν, τουτέστιν ὡς ἀρετὴν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας. Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με. Οὐχ ἁπλῶς σημεῖον, ἀλλὰ σημεῖον ἀγαθὸν, ἀντὶ τοῦ· Ποίησον σημεῖον ἐμοὶ φέρον τὸ σωτήριον.
PG 12:1348Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, τὴν εἰς ἐμὲ τοιγαροῦν πρόνοιαν δυσμενεῖς θεασάμενοι αἰσχύνης ἀναπληθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. Σημεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύνονται καὶ οἱ δαίμονες. Καὶ παρεκάλεσάς με. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πολλῶν κόπων. Ἢ ἐστί· Βεβαιώθημαι καὶ παρακέκλημαι. Τοῖς υἱοῖς Κορὲ ψαλμὸς ᾠδῆς. Ἐπινίκιος οὗτός ἐστιν, ἀπαλλαγείσης τῆς πόλεως· προθεσπίζει δὲ καὶ τὴν κληρονομίαν καὶ σωτηρίαν τῶν ἐθνῶν. Οἱ θεμέλιοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Θεμέλια τῆς εὐσεβείας τὰ θεῖα παιδεύματα· ὄρη δὲ ἅγια, ἐφ’ ὧν ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἀπόστολοι. Περὶ τούτων γὰρ ἔφη καὶ Παῦλος· Ἐποικοδομηθέντες εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ προφητῶν· ἐπὶ τούτων τῶν ἁγίων ὄρεων ὁ δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θεμέλια. Ἢ θεμελίους Θεοῦ τοὺς τῆς πόλεως θεμελίους καλεῖ, ὡς δι’ αὐτὸν οὐκ ἀνατραπέντας.
PG 12:1349Ὄρη δὲ ἅγια, τὴν Σιὼν καὶ τὴν Ἱερουσαλὴμ, ὡς τοῦ ἁγίου Θεοῦ δείξαντος ἐκεῖ τὴν ἑαυτοῦ κατοικίαν, δι’ ἣν οὐ παρεδόθη καὶ αὐτὰ τοῖς Ἀσσυρίοις. Διό φησιν· Ἕστηκα καὶ ἅπαντα σῶα ἐπὶ τῆς οἰκείας ἕδρας. Ἡγοῦμαι καλῶς μὴ προςκεῖσθαι τὸ τίνος οἱ θεμέλιοι αὐτοῦ, ἵν’ ἐπιζητήσαντες εὕρωμεν ἐν τοῖς ἐφ’ ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, ὃς καὶ ἐγεννήθη ἐν αὐτῇ, καὶ ἐθεμελίωσεν αὐτήν. Ὁ δὲ Ἀκύλας· Θεμελίωσις αὐτοῦ ἐν ὄρει ἡγιασμένῳ. Σημαίνει δὲ τὸ ἑδραῖον τῆς τῶν Ἑβραίων πολιτείας, καὶ τὸ οἰκεῖον καύχημα ἐν τῷ ὄρει τῆς Σιὼν εἶναι, οὗ καὶ ὁ ναὸς ἵδρυτο. Ὄρεα δὲ καὶ πόλιν εἶπε, σεμνύνων τὸ Σιὼν ὄρος. Ἀγαπᾷ Κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν. Ἰακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευτήριον. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα ἕκαστος τὴν Σιὼν ὀνομάζει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ· Μήτηρ Σιών. Ὁ μὲν παῖς Ἰησοῦς γεννᾶται ἐν βηθλεέμ· ὁ δὲ ἄνθρωπος ἐν τῇ Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Τοῦτο ὁ Σύμμαχος οὕτως·
PG 12:1351Κύριος ἀριθμήσει γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ’ αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ ἐγεννήθη, Κυρίος ὢν καὶ Θεός· ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἐδίδαξεν, εἰπών· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠρίθμηνται. Ἢ τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων, τῶν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ γεγεννημένων, ἀρίθμησιν ὁ Κύριος διηγήσεται, τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσατο, λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Ἢ καὶ οὕτως· Ἀναστήσει, φησὶ, τὰ πάτριά σου πάλιν, καὶ ἔσονταί σοι σύνοδοι ἐν τῷ ναῷ, καὶ ἀναγνωσθήσονται θεῖαι γραφαὶ, δι’ ὧν ὁ Θεὸς τοῖς λαοῖς δοκεῖ διαλέγεσθαι· ἐν αἷς συνόδοις, φησὶν, καὶ ἄρχοντες ἔσονται, πάλιν λέγων διδασκάλους καὶ ἱερεῖς. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; φησὶν οὕτως· Ἔστι πεπολισμένη καὶ πληθύνουσα, ὡς ἂν πόλις οἰκισθείη παρὰ τῶν ἀνθρώπων ἀλύπως διαγόντων ἐν αὐτῇ καὶ μετὰ πλείστης εὐφροσύνης. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ἡ γὰρ ἐν οὐρανῷ πολιτεία πάσας ἀθυμίας κεχώρισται. Ἢ οὕτως·
PG 12:1352ὅταν σοι, φησὶ, πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ ἡ κατοικία γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. Ὡσπερεὶ ζώσης τῆς ἑαυτοῦ προσευχῆς ἀξιοῖ, ὅπως ἔλθοι ἐνώπιον τοῦ Κυρίου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγεννήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Τὸ δέ· ἐπλήσθη κακῶν ἡ ψυχή μου, ὁ Χριστὸς λέγει, τὰς ἁμαρτίας ἡμῶν φέρων ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ πλήρης ὢν [κακῶν]· ὁ περὶ ἡμῶν ὀδυνάμενος, προσελογίσθη μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Εἰ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως κακῶν ἐνεπλήσθη, φησίν. Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θανόντα, γνῶθι πῶς ὁ θάνατος διαφέρει ζωῆς ἀνθρώπου· τὸ πλῆθος ἠντομόλησε τῶν περιστοιχιζόντων με θεωρῆσαι κακῶν· παρ’ αὐτὸν γὰρ εἶμι τὸν θανόντα, καὶ τῆς σῆς δέομαι βοηθείας. Ὡς ἀβοήθητος μὲν, οὐ μὴν ἀληθῶς ἀβοήθητος, ὡς ἀπὸ τοῦ Πατρὸς, εἰ καὶ εἶπεν· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Μόνος γὰρ ὁ Ἰησοῦς, εἰ καὶ ἀπέθανεν ὑπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ, ἀλλ’ ἐν νεκροῖς μόνος ἦν ἐλεύθερος, ὡς τό·
PG 12:1353Ἔρχεται ὁ ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Διὸ οὐκ ἔχων τοὺς τῆς ἁμαρτίας δεσμοὺς, ὡσεὶ ἐλεύθερος, ἀνέστη ἐκ νεκρῶν, ἐξουσίαν ἔχων μόνος πάλιν λαβεῖν αὐτὴν [τὴν ζωήν]. Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ καλῶς λέγεται ὁ Σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ’ ἐμὲ ἐπήγαγες. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς παραβάσεως δίκην φησί· σημαίνει δὲ πάλιν τὸν θάνατον. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Οἱ Ἰουδαῖοι ἔθεντο αὐτὸν βδέλυγμα ἑαυτοῖς· ἐπὰν δὲ μακρύνῃ τις ἑαυτὸν ἀπὸ Χριςτοῦ, τότε καὶ ἀπὸ Θεοῦ μακρύνεται κατ’ ἀναλογίαν οὗ ἑαυτὸν μακρύνει· ὁρῶν δέ τις Ἰούδαν ἢ ἀλλοτριουμένους Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τεθειμένους αὐτὸν βδέλυγμα ἑαυτοῖς, ὄψεται πῶς ταῦτά ἐστιν ἀληθῆ. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.
PG 12:1355Καὶ πρὸς τούτοις, φησὶν, ὑπὸ τῶν πολλῶν δακρύων· ἐξεῤῥύη μου τὸ διοριστικόν. Ὁ γὰρ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. Δακρύων, φησὶ, τοὺς ὀφθαλμούς μου κατεδαπήνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης ἀναγκαζόμενος. Διὰ τὴν πτωχείαν, ἣν ἐπτώχευσεν πλούσιος ὢν, ὡς ἐσταυρώθη, οὕτως καὶ τῷ ὀφθαλμῷ ἠςθένησεν· οὐ γὰρ ἕωρα, ὡς ὅτε ἐν μορφῇ Θεοῦ ὑπῆρχεν, ἀλλ’ ὡς μορφὴν δούλου λαβὼν, ἔβλεπε· καὶ ἄλλως δὲ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν· καὶ οὐκ ἰσχυροῖ ὁρᾶν· διὸ ἐπεὶ ἐν Κορίνθῳ πολλοὶ ἀσθενεῖς, οὐδὲ βρῶμα λαβεῖν δύνανται, οὐδὲ βλέπειν τὸ τῆς γνώσεως αὐτοῦ φῶς. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀποθανὼν γὰρ ταύτην οὐκ ὄψομαι, οὐκ ἔστιν ἰατρὸς ἀπαλλάξαι θάνατον δυνάμενος·
PG 12:1356ἢ τὰς αἰτίας ἡμᾶς διδάσκει Χριςτὸς τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μονονουχὶ λέγει ὅτι οὔτε ἐν νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια, οὔτε ἰατροὺς ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι, ἵνα ἀναστάντες οἱ ἐν τῇ ἐπιλελησμένῃ γῇ, καὶ τῶν θαυμασίων σου πεῖραν λάβοιεν, καὶ διηγήσωνται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου. Ἀπώλειαν δέ φησι τὸ τῶν νεκρῶν χωρίον, διὰ τὸ ἀνέλπιστον τῆς ζωῆς. Ἤ τις τάφος κεκωνιαμένος καὶ μνημεῖον ἄδηλον ἔχει λάρυγγα τάφου ἀνεῳγμένου, ἐν τούτῳ οὐκ ἔσται, οὐκ ἔσται διήγησις ἐλέου Θεοῦ· ὅταν ἐν τοῖς μυστηρίοις συναγώμεθα, ἀπολλυμένοις οὐ παραδοτέον τὴν ἀλήθειαν. Γῆ ἐπιλελησμένη ἐστὶν ἡ ψυχὴ λογικὴ, τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν. Ὥσπερ ἐν τοῖς ἀπολολόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμασία. Οὐ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ ζόφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἴσθεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θεαμάτων θεατὰς καταστῆναι.
PG 12:1357Κἀγὼ, Κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωὶ̈ ἡ προσευχή μου προφθάσει σε. Ἀπαλλαγῆναι τῶν ἐπικειμένων ποτνιῶμαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον. Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰμωγὴ, καὶ κατ’ ὄρθρον προσευχή μου προφθάσει σε. Διὰ ταῦτα, φησὶ, λείψανον ἔτι κἀγὼ τῶν ζώντων ὑπάρχων, ταχέως τυχεῖν σου τῆς φιλανθρωπίας παρακαλῶ· τὸ γὰρ πρωὶ̈ ἐπὶ τοῦ τάχους λαμβάνει, ἢ ὅτι φθάνω τῇ δεήσει τὰ ἐλπιζόμενα. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν προσευχήν μου. Ἕως ποτὲ, δέσποτα, ἐπιτείνεις μοι τὰ κακὰ, καὶ τῆς εὐμενείας οὐ μεταδίδως; τὸ γὰρ μὴ τὰς ἱκεσίας τὰς ψυχικὰς προσίεσθαι τὸν Θεὸν, ἄπωσιν αὐτὴν καὶ ἀπόῤῥιψιν ὀνομάζει. Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου. Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν, ἵνα ἡμεῖς τῆς ἐκείνου πτωχείας πλουτήσωμεν. Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον, τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπωρίαν τοῦ πάθους τὸν καιρὸν κατασημαίνει· λέγει οὖν ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώριμοι ἐγκατέλιπον.
PG 12:1358Ἐπειδὴ γὰρ γεγονὼς ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται ὑπὸ τῶν μαθητῶν, τούτου χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Προφητεύει ὁ Σωτὴρ οἰκοδομὴν ἐλέου, ὥςπερ ὑπὸ ἀρχιτέκτονος Θεοῦ, σοφῶς τῶν εὐεργετουμένων ἔλεον οἰκοδομοῦντος· ἔσονται γὰρ τῶν εὐπεισομένων ἐλέου θεμέλιον, καὶ τὰ μετὰ τὸν θεμέλιον, καὶ ἐλέου πύλαι, καὶ οἶκοι, καὶ θύραι, καὶ θυρίδες, καὶ κιόνες, καὶ στοαὶ, καὶ ναὸς ἀπ’ ἐλέου, καὶ θυσιαστήριον, καὶ καταπέτασμα, καὶ πόλις. Καὶ ἐπὶ γῆς μὲν οὐ πᾶς ἄνθρωπος ῥύστης, καὶ οὐκ ἔστι καθαρὰ ἀλήθεια· ἀλλὰ δι’ ἐσόπτρου ἀλήθεια, καὶ ἐν αἰνίγματι· ἐν οὐρανοῖς καὶ ὧν ἐστιν ἡ βασιλεία, ἑτοιμάζεται αὐτὴ, ἵνα οἱ τὸ εἰκῆ πολίτευμα ἔχοντες ἐν οὐρανοῖς, αὐτὴν θεάσωνται, φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου·
PG 12:1360ἐπείπερ ἐπὶ γῆς βλέπομεν δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, διὸ καὶ εἴ τις δοκεῖ ἐγνωκέναι, οὕπως ἔγνωκε ὡς δεῖ γνῶναι· διὰ τοῦτο ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τοῦ Θεοῦ. Ἐλέη τοῦ Θεοῦ καλεῖ τὴν τῷ Δαυὶδ δοθεῖσαν ἐπαγγελίαν, ὡς ἐκ φιλανθρωπίας παρέσχεται· ᾄσομαι οὖν, ἀντὶ τοῦ μιμνήσομαι ταύτης διηνεκῶς, τοῦτο γὰρ εἰς γενεὰν καὶ γενεάν· οὐχ ἕνα ἔλεον, τὸν αἰῶνα ἐσόμενον, ἀλλὰ πολλοὺς τοὺς καὶ μετὰ τὸν αἰῶνα δοθησομένους· ᾄσεται ὁ σωτὴρ εἰς τὸν αἰῶνα, εἰς τὰς δύο γενεὰς, τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐκ περιτομῆς, ἀπαγγέλλει ὁ σωτὴρ τὴν ἀλήθειαν τοῦ Θεοῦ, ἐν σώματι γενόμενος, διὰ τοῦ στόματος αὐτοῦ. Εἰπὼν δὲ ὅτι μνησθήσομαι τῆς ἐπαγγελίας, ἐπάγει καὶ αὐτοῦ τὰ ῥήματα· δυσώπει γὰρ τὸν δεσπότην ἃ εἶπεν ὁ Θεός. Εἰς οἰκτιρμὸν τὰ αὐτοῦ ῥήματα προςφερόμενα, ἐπιφέρουσι γοῦν· Ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. Ὑπέσχου, λέγει, τὴν τοιαύτην φιλανθρωπίαν οἰκοδομεῖν εἰς τὸν αἰῶνα. Καὶ καλῶς οἰκοδομίαν εἶπε τὴν κατὰ μικρὸν τῆς ἐπαγγελίας αὔξησιν. Ἤρξατο γὰρ ἐξ ἑνὸς τοῦ Ἁβραὰμ, καὶ διέβη εἰς τὸν Ἰςραηλιτικὸν λαὸν, ἐκ τούτου εἰς πᾶσαν τὴν οἰκουμένην.
PG 12:1361Ἦν γὰρ τοῦ Θεοῦ ἐπαγγελία πρὸς τὸν Δαυὶδ, φυλάξαι τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα, ὅς ἐστι Χριστός. Ἡ δὲ ε ἔκδοσις εἶπα ἔχει, ὡς ἐκ προσώπου τοῦ προφήτου λεγομένου τοῦ Χριστοῦ. Ἢ τὸ οἰκοδομηθήσεται, ἀντὶ τοῦ ἐγερθήσεται· ἀνίσταται γάρ πως τὸ οἰκοδομούμενον· τοῦτο δέ ἐστιν ἡ διὰ Χριστοῦ χάρις. Ἐπεὶ δὲ ἕτοιμον ἀεὶ τὸ ἑδραῖον σημαίνει καὶ τὸ βέβαιον, βούλεται εἰπεῖν ὅτι ἡ τοιαύτη σου ἐπαγγελία ἥδρασται, καὶ τὸ βέβαιον ἔχει ἐν τοῖς οὐρανοῖς, ὥστε αὐτὴν μηδὲν ἐπίγειον παραγίνεσθαι πρᾶγμα. Ὁ δὲ Σύμμαχος· ἑδραιωθήσεται. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Τῷ εἴπας καὶ τοῦτο συνῆπται, ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας· ἐκλεκτοὺς δὲ καλεῖ Ἁβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ. Πρὸς δὲ τούτοις ἔφη ὠμωμοκέναι καὶ τῷ Δαυὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Ταῦτα δὲ οὐκ εἰς αὐτὸν τὸν Δαυὶδ νοεῖται. Πῶς γάρ; ἀλλ’ εἰς Χριςτὸν τὸν ἐξ αὐτοῦ καταγόμενον, καὶ διηνεκὲς ζῶντα καὶ βασιλεύοντα.
PG 12:1362Καὶ ποῦ ὤμοσεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθῇς μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Οὐ τοῖς κλητοῖς, ἀλλὰ τοῖς ἐκλεκτοῖς ὁ θρόνος τοῦ Δαυὶδ, τουτέστι τοῦ Χριστοῦ ἡ βασιλεία οἰκοδομεῖται εἰς γενεὰν, τοῖς ἐκ περιτομῆς, καὶ γενεὰν, τοῖς ἐξ ἐθνῶν. Ὡς οἰκία οἰκοδομεῖται, οὕτως ὁ θρόνος τοῦ Δαυὶδ, ἢ ὡς ᾠκοδόμητο ὁ Θεὸς τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα, οὕτως φησὶ καὶ τό· Οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν θρόνον σου. Εἰ θρόνος ἐστὶ τοῦ Χριςτοῦ φύσις λογική (ταύτην δὲ πεποίηκεν ὁ Θεὸς), καλῶς λέγεται Χριστὸς κεκαθικέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν, καθέδραν ὀνομάζει ἡ θεία γραφή. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
PG 12:1363Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι, οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον ἐπισταμένων τὰ σὰ θαυμάσια. Ἢ οὕτως τοῦτό φησι διὰ τοὺς λέγοντας· Ἐτέχθη ὑμῖν Χριστὸς Κύριος ἐν πόλει Δαυὶδ, καὶ ὅτι γεννηθέντος τοῦ Χριστοῦ, ποιμέσι τοὺς ἀγγέλους εὐαγγέλισθαι, καὶ ἑτέρους δὲ ἐπουρανίους στρατιὰς ὀφθῆναι λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ γὰρ γέγονεν ἄνθρωπος, φησὶν, ὁ μονογενὴς, καὶ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὗτός ἐστιν ἀσύγκριτος. Ἐν τῷ ιη ψαλμῷ, οἱ οὐρανοὶ διηγοῦνται· νῦν δέ φησιν· Ἐξομολογήσονται οἱ οὐρανοί. Τῶν γὰρ αὐτῶν ἐστι τὸ ἐξομολογεῖσθαι καὶ διηγεῖσθαι τὰ θαυμάσια Κυρίου. Ἐξομολογοῦνται δὲ καὶ εὐχαριστοῦσιν ἐν τῇ ἐκκλησίᾳ τῶν ἁγίων οἱ οὐρανοί. Ἢ οὕτως ἀντὶ τοῦ ὑπὲρ ταύτης τῆς ἐπαγγελίας καὶ τῆς φιλανθρωπίας εὐχαριστοῦσι καὶ οἱ οὐρανοὶ, διὰ γὰρ τῶν οὐρανῶν τὰς οὐρανίους αἰνίττεται δυνάμεις. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ.
PG 12:1365Σαφέστερον τὸ κατὰ τὸν Χριστὸν αἰνίττεται, δι’ ὧν συγκρίνει μὲν αὐτὸν τοῖς υἱοῖς τοῦ Θεοῦ, ὑπερτίθησι δὲ πάλιν αὐτῶν καθ’ ὅσον αἱ νεφέλαι τῆς γῆς ὑψηλοτέραι· οὐχ ὅτι κατὰ τοσοῦτον διαφέρει αὐτοῖς, ἀλλ’ ὅτι οὐκ εἶχεν ἄλλο μεῖζον ὑπόδειγμα εἰπεῖν. Νεφέλαι γὰρ τοὺς οὐρανίους λέγει τόπους, ἀπὸ μέρους τὸ πᾶν ὀνομάζων. Καὶ τοῦτο δὲ ἐπισημαντέον, ὡσεί που αἰνίττεται τὰ κατὰ Χριστὸν, καὶ ἐκκλησίας μνημονεύει, ὡς ἐν τοῖς ἀπὸ βάρεων ἐλεφαντίνων, ἀντὶ τοῦ οἴκων λαμπρῶν ἄγαν καὶ ἐνδόξων. Εἰ γὰρ μὴ παρὰ τοῦ Υἱοῦ ἦν, εἶπεν ἂν ὡς καὶ ἀλλαχοῦ· Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν θεοῖς; Καὶ γὰρ σαρκωθεὶς καὶ δούλου μορφὴν ὑποδὺς, ἀσύγκριτος ἦν. Ἢ οὕτως, ὅτι καὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων ὑπέρκειται, καὶ παρὰ τῶν ἀσυγκρίτων ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἀλλὰ καὶ οὗτός ἐστιν ἀσύγκριτος ὑπὲρ πάσας τὰς οὐρανίους. Αἱ μὲν γὰρ οἰκετικὸν ἔχουσι τάγμα, ὁ δὲ δεσπότης τῶν ὅλων ἐστὶ Κύριος. Ἀλλ’ οὐδὲ ἐν υἱοῖς Θεοῦ ἐστί τις ὅμοιος αὐτῷ, ὅτι φασίν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντα ἐλάβομεν. Οὐκοῦν ὡς Θεὸς ἐξ ἰδίου πληρώματος, οἱ δὲ πλουτοῦσι παρ’ αὐτῷ;
PG 12:1366Ἔστι καὶ ὁ Χριςτὸς ἐν ταῖς νεφέλαις, τοῖς προφήταις καὶ ἀγγέλοις, ἀλλ’ οὐκ ἰσοῦνται οὗτοι τῷ Κυρίῳ, κἂν αὔξησιν σπούδοντες ἐπὶ τὴν ἰσότητα αὐτοῦ· οὐ μόνον οὖν οὐκ ἰσωθήσεταί τις τῶν ἀγγέλων τῷ Κυρίῳ, ἀλλ’ οὐδὲ ὁμοιωθήσεται. Ἢ τὸ τίς ἐπαπορητικῶς εἴρηται, τασσόμενον ἐπὶ τοῦ σπανίου. Εἶτα ἐχόμενος τῆς συγκρίσεως, λέγει· Ἐν βουλῇ τῶν ἁγίων. Βουλὴν τὴν συναγωγὴν λέγει· τὴν συλλογὴν αἰνίττεται οὖν, ὅτι μετὰ πάντων τῶν ἁγίων φαινομένων ὑπεραίρει τῇ δόξῃ, ὡς καὶ φοβερὸς εἶναι τῷ κύκλῳ αὐτοῦ, καὶ φοβερός ἐστι τοῖς τῶν ἐντολῶν αὐτοῦ παρακούουσι. Καλῶς δὲ ἀποστροφῇ χρῆται, ἵνα τὴν ἀλήθειαν τοῦ λεγομένου μηνύσῃ· ἐπιφέρει γὰρ ὡς πρὸς αὐτὸν διαλεγόμενος· Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Ἡ μὲν ἀλήθεια, ὁ Χριστὸς κύκλῳ τοῦ Πατρός· οἱ δὲ ἐν Χριστῷ, περὶ κύκλῳ αὐτοῦ, ἐφ’ οὗ μέγας ἐστι τοῖς καθαρᾷ καρδίᾳ βλέπουσιν αὐτὸν, καὶ φοβερὸς κατὰ πληττομένους αὐτὸν, καὶ μὴ χωροῦντας αὐτῷ ἐνορᾶν. Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα·
PG 12:1367οὗ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν, τὴν τοῦ Πατρὸς, ἀλλ’ αὐτὴ κυκλοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύσεται τοὺς τῶν σχολίων κανόνας. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεως διεσκόρπισας τοὺς ἐχθρούς σου. Αἰνίττεται οὖν, ὡς δυνατοῦ ὄντος αὐτοῦ τὰ τῶν πολεμίων ὑπερηφανίας καταστέλλειν. Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμωνιεὶμ τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ὁ Ἀκύλας· Βοῤῥᾶν καὶ δεξιάν. Ἡ ε ἔκδοσις· Βοῤῥᾶν, νότον. Δοκεῖ δὲ διὰ τῶν δύο ἄκρων τὸν ἅπαντα κόσμον τῆς οἰκουμένης δηλοῦν· ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν Βοῤῥᾶν καὶ μεσημβρίαν, σημαίνει πάντα τὰ κλίματα· καὶ διὰ μὲν τοῦ Βοῤῥᾶ τὰ ἀρίστερα μέρη· διὰ δὲ τὴν θάλασσαν τὰ τῆς ἑσπέρας (θάλασσαν γὰρ ἡ γραφὴ τὴν ἑσπέραν καλεῖ) διὰ δὲ τοῦ Ἑρμωνιεὶμ, τὸν νότον· καὶ διὰ τοῦ Θαβὼρ, τὴν ἀνατολήν· Θαβὼρ καὶ Ἑρμὼν ὄρη εἰσὶν ἐν Παλαιστίνῃ. Ὁ δεσπόζων, ἔφη, πάντων τῶν κλιμάτων, εὔφρανον τὰ ὄρη ταῦτα τῇ ἐπικλήσει σου, ἐπαγαγὼν ἡμᾶς ἐν αὐτοῖς οἰκοῦντας. Διὰ τούτων πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας ἐδήλωσεν·
PG 12:1368ταῦτα γὰρ ἐκείνης εἰσιν ὄρη τῆς γῆς. Οὐ μὴν τὰ ὄρη τοῦτο δράσειν εἴρηκεν, ἀλλὰ τοὺς παρὰ τὰ ὄρη κατοικοῦντας ἀνθρώπους, τοὺς ἐναντιουμένους Ἰουδαίους καὶ τὸν κόσμον σὺ πάλιν ἐνεκαίνισας. Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσαντες οἱ ἐμπλέοντες ἀπελθεῖν δύνωνται εἰς τὴν γῆν, ἐφ’ ἣν σπεύδουσιν. Τὸν Βοῤῥᾶν ἵστησιν ὁ νότος, τουτέστιν ἐν τῷ πνεύματι ζέων τὸ ἐν κακίᾳ ψυχρόν· ἑαυτῷ δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ αὐτὴν ψυχὴν ποιεῖ θάλασσαν· οὐχὶ οὖν Βοῤῥᾶς, οὐδὲ [θάλασσα] καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ Θεοῦ, ἀλλὰ κατὰ φύσεως εἰσὶ λογικά; Διὰ δὲ τοῦ Θεοδοτίονος, πάλιν τὴν ἀνατολὴν [ἐν τῷ Θαβὼρ νόει]. Ἔστι δὲ ὄρος τῆς φυλῆς Ἰσσάχαρ καὶ φυλῆς Νεφθαλεὶμ, ὅριον Ζαβουλών· κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ πρὸς ἀνατολὰς τῆς Λεγεῶνος, ὃ καὶ Ἐθαβύριον καλοῦσιν. Θαβὼρ δέ ἐστι τὸ ὄρος τῆς Γαλιλαίας, ἐφ’ οὗ μετεμορφώθη ὁ Χριστός. Ἑρμωνιεὶμ δέ ἐστιν ὄρος ἐφ’ οὗ κεῖται ἡ πόλις Ναὶ̈ν, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἱὸν ὁ Θεός. Σὸς ὁ βραχίων μετὰ δυναστείας, κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Σὸς ὁ βραχίων, τουτέστι τὸ δυνατὸν ἅπαντα ἐνεργεῖν·
PG 12:1370τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας τῆς δυναστείας, ἐπὶ τῆς δυνάμεως ἔλαβεν. Κραταιωθήτω εἶπεν, οὐχ ἵνα λάβοι κράτος λέγει, εἶχε γὰρ, ἀλλ’ ἵνα φανερωθῇ πέρας τοῦ μυστηρίου τοῦ δύναμιν λαμβάνοντος, ὅπως αὐτὸς ὑπέσχετο· Ὅταν ὑψωθῶ, λέγει, πάντα ἑλκύσω πρὸς ἐμαυτόν. Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Ὃ αἰνίττεται, τοῦτό ἐστι, διὰ μὲν τῆς δικαιοσύνης καὶ τοῦ κρίματος τὸν δικαστικὸν κεκοσμῆσθαι θρόνον· διὰ δὲ τοῦ ἐλέου καὶ τῆς ἀληθείας τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης, ἢ θρόνον πάντως τοῦ μέλλοντος, διόπερ ἑτοιμασίαν ἐμνημόνευσεν· ἐντεῦθεν γὰρ ἀφ’ ὧν ἡμεῖς βιοῦμεν, δικαιοσύνην καὶ κρίμα ἑτοιμάζει ἑαυτοῦ ὁ κριτὴς πρὸς τὴν ἑκάςτου κρίσιν ὧδέ που μέλλουσαν· ἐπεὶ δικαιοσύνη ἑτοιμασία ἐστι τοῦ θρόνου τοῦ Θεοῦ, τὸ κατ’ ἀξίαν ἑκάστου ἀπολήψεται, καὶ ἐπεὶ κρίμα οὐδὲν ἀκρίτως ἔσται, κρίματα δὲ ἄβυσσος πολλὴ, ὅτε τις προφθάσει τοῦ ἐλεεῖν παρανόμῳ, οὐ σύνεστι τῶν ἐλέων ἀλήθεια, διὰ οὐδὲ κυρίως ἔλεος ὁ τοιοῦτος.
PG 12:1371Δύναται δὲ ἐντεῦθεν ἡ τῶν ἀρετῶν ἀκολουθία δείκνυσθαι ἀντιστρεφόντως ἀλλήλοις, τοῦτε ἐκλεκτικοῦ καὶ τοῦ ἀληθοῦς, τοῦτε δικαίου καὶ εἰρηνικοῦ. Ἡ δὲ συζυγία καὶ ἐν τῷ· Τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς, καὶ ἐν τῷ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ ἀλήθειάν σου. Τὸ ἅγιον ἔλεος τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Μακαρίζει ὁ λόγος τοὺς ἐν νίκαις ὄντας ἀεί. Ἀλαλαγμὸς γὰρ φωνή ἐστιν ἐπινίκιος. Τοῦτο δέ φησιν· ἐπεὶ αὐτοὶ ᾐττηθέντες ἀνδραποδίσθησαν. Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σὺ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Καύχημα τῆς δυνάμεως τῶν λεγόντων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Διὸ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχυὶ̈ αὐτοῦ, φθάνει μὲν γνῶσις ἀλαλαγμοῦ ἐπὶ λαὸν ὅλον, οὐκέτι δὲ καὶ τὰ πολλὰ τῶν μακαριζομένων, ὁποῖόν ἐστι καὶ ἡ τῆς καρδίας καθαρότης. Ἀγαπητὸν γὰρ, εἰ καὶ ὀλίγοι τοιοῦτοι εὑρεθήσονται· πλὴν ἀλλ’ ἐκλεκτέον, εἴποτε καὶ ἐπ’ ἄλλοις· λάβετε μακαρίζεσθαι, εἴρηται. Ὅρα δὲ ὅσα τῷ μακαριζομένῳ ἐστὶ λαῷ τοῦ Θεοῦ·
PG 12:1372ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ὡς νῦν ἐν τῷ φωτὶ ἡλίου, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται. Κέρας τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν. Παρ’ ἡμῖν δὲ ὁ λαλῶν ἐν ἀκοῇ, λαλεῖ ἐκείνῳ πρὸς ὃν ὁ λόγος· ὁ δὲ Θεὸς ἐν ὁράσει τοῖς υἱοῖς τοῖς ἑαυτοῦ λαλεῖ· διὸ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν· τίθεται οὖν ὁ Θεὸς βοήθειαν ἐπὶ δυνατὸν, μᾶλλον ἢ [ἐπὶ] ἀσθενῆ, ὅτι καὶ, εἴ τις τέλειος [εἴη] ἐπὶ υἱοῖς ἀνθρώπων τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας, οὗτος, καὶ δυνάμεως ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Καὶ πάλιν· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ πόλιν, εἰς μάταιον ἐπιπονοῦσι οἱ οἰκοδομοῦντες αὐτήν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Εἰ ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ἥμαρτον, διὰ τοῦτο ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφελήσει οὐδὲν, εἰ καὶ εἰρήκασι· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοὶ κληρονομίαν αὐτοῦ.
PG 12:1374Ἀλλ’ ἦν ἀνανόητος ἡ τοῦ Σατανᾶ καὶ τῶν Ἰουδαίων σκέψις, καὶ εἰς ἄπρακτον ἐκβέβηκεν αὐτοῖς τὸ ἐγχείρημα· ἀνεβιῶν γὰρ ὁ σωτὴρ τριήμερος, πατήσας τὸν θάνατον, καὶ ἐσκύλευσεν τὸν ᾅδη. Καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ ἔλεός μου μετ’ αὐτοῦ, ἵνα κατὰ τὸ θέλημά μου ἐλεῇ. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Δώσω δὲ αὐτῷ κατὰ θάλασσαν καὶ κατ’ ἤπειρον κράτος· διὰ γὰρ τῶν ποταμῶν τὴν ἤπειρον παρεδήλωσεν. Ἢ περὶ τοῦ Εὐφράτου λέγει ποταμοῦ. Ταῦτα γὰρ κατὰ καιροὺς φαίνονται οἰκήσαντες τὰ μέρη διαφόρως Ἰσραηλῖται. Ἢ θάλασσαν, ὡς προειρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησι, ποταμὸν καὶ τὴν μέσην τῶν ποταμῶν, ἤτοι τὴν ἀνατολήν· φησὶν οὖν ὅτι εἰς πᾶσαν τὴν οἰκουμένην ἡ δι’ αὐτοῦ παρουσία ἐκτεθήσεται. Τὴν μὲν ἑτέραν παρὰ τὴν δεξιὰν χεῖρα ἐν θαλάσσῃ, τὴν δὲ δεξιὰν ἐν ποταμοῖς· ποταμοὺς δὲ λέγει περὶ ὧν εἴρηται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσονται ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.
PG 12:1375Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους, καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ Κύριος εἰς ἑαυτὸν ἀναδέχεται, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Ὅρκος τοῦ Θεοῦ ἡ παρ’ αὐτοῦ ὑπόσχεσις, ἀπαράβατος λέγεται, ὡς καὶ τό· Ὤμοσα ἐν τῇ ὀργῇ μου. Ἐβεβήλωσας εἰς γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἁγίασμα τοῦ Θεοῦ αἱ λογικαὶ ψυχαί. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. Μόνος ἐν τῇ γνώσει τοῦ Πατρὸς ὑψοῦται Χριστός. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν. Ἔλυσας τὰ πικρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθέλησας. Ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν ἐλευθερίαν ἐδείξατο, μάρτυς αὐτὸς ὁ διὰ Ἡσαίου βοῶν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ τὰ ἑξῆς. Ταύτην γὰρ ἐν τῇ συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ δεσπότης, ἔφη πρὸς Ἰουδαίους· Σήμερον ἡ γραφὴ αὐτὴ πεπλήρωται ἐν τοῖς ὦσιν ὑμῶν·
PG 12:1376ἔλυσας τὴν καθ’ ἡμῶν ἀγανάκτησιν, καὶ τὰς εὐμενείας ἐδίδαξας. Ἐντεῦθεν ἱκεσίαν ἀναπέμπει ἐκ προσώπου τοῦ λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι· μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας, ὅτι ἴσμεν σου, δέςποτα, τὸ φιλάνθρωπον· ἐπεποίθαμεν ὅτι σὺ καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, κατ’ εὐδροσύνην σοι τὸν ὕμνον προσοίσομεν. Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ. Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφέρειν τῷ τῆς δικαιοσύνης ἡλίῳ. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου πληρῶσαι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐτοῖς, φησὶν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς καὶ ἕν ἐσμεν. Οὕτω γὰρ ἐσόμεθα, μὴ αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες. Μνήσθητι, Κύριε, τοῦ ὀνειδιςμοῦ τῶν δούλων σου, οὗ ὑπέσχου ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.
PG 12:1377Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο Γένοιτο Κόλπον, τὸ ἀκόρεστον εἴπομεν σημαίνειν πολλάκις. Τοῦτο οὖν λέγει· πολλῶν εἰμι, φησὶν, ὀνειδισμῶν ὑποδοχεὺς, καὶ τοσούτων ἀναποβλήτων, σχεδὸν ἡνουμένων, παρὰ τῶν ἐχθρῶν, μνησθεὶς οὖν τούτων, καὶ ὅτι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, ἤτοι τὰ ἴχνη· οὕτως γὰρ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν, ὅτι ἴχνη τοῦ Χριστοῦ σου τυγχάνουσιν οἱ νῦν βασιλεῖς. Καὶ ὅτι ἀντάλλαγμα, παῦσον ἤδη, δέσπωτα, τὰ ὀνείδη, ἀντάλλαγμα, [ἤτοι] τὴν μεταβολὴν τοῦ Χριστοῦ σου, ἢ τοῦ Δαυὶδ, καθὸ ἡ ἀρχὴ μετεβλήθη εἰς δοῦλον· τοῦτο ἡμῖν ὠνειδίζον εἰς σὲ καὶ τὸν ἐπαγγελλόμενον ταῦτα τείνει. Εἴη δ’ ἂν ἀντάλλαγμα Χριστοῦ ὁ κυριακὸς ἄνθρωπος καὶ τὸ δοθὲν αὐτοῦ αἷμα ἀντίλυτρον τῆς τοῦ κόσμου σωτηρίας. Εἴη δ’ ἂν ταῦτα εἰπόντες, εὐχῇ τὴν δέησιν ἐπισφραγίζουσι, δεικνύντες ὡς καὶ ἐν πειρασμοῖς δοξάζειν χρὴ τὸν Θεὸν, οὐ δυσχεραίνειν, ἀλλ’ εὐχαριστεῖν. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο, γένοιτο Ἢ οὕτως·
PG 12:1379ἐν τοῖς κόλποις τὰ δῶρα, ὅταν προφέρωσί τινα, μνησθῆναι δὴ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως, τῆς δοθείσης ἐν τοῖς κόλποις τῶν ἐθνῶν. Ἢ κόλπον ἐνταῦθα τὴν ψυχὴν λέγει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεςθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι· πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Τότε ἀποστρέφεσθαι ἄνθρωπόν φησιν εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατελίπῃ αὐτόν. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν. Οὐ περὶ τὴν γνῶσιν, οὔτε περὶ τὸ γινώςκειν θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡμέρα καὶ χρόνος τῆς σωματικῆς ἐστι φύσεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Τὸ πρωὶ̈ ὡσεὶ χλόη παρέλθοι. Πρωὶ̈ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας τοῦ Χριστοῦ ἐν τῷ ὄρει Σινᾷ κατασημαίνει· χλόη δὲ τὴν νομικὴν λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον περαίνεςθαι μέλλουσαν. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Ὅταν πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐκλίπωσαν, καὶ ἐν τῇ ὁργῇ τοῦ Θεοῦ ἐκλίπωμεν.
PG 12:1380Καὶ ἐφ’ οἷς ἡμάρτωμεν, μελετήσωμεν τὰ ἔτη ἡμῶν, ὡσεὶ ἀράχνη. Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει, ὅτι δίκην ἀράχνης διασπᾶται ῥᾳδίως. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν ἐνιαυτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ζήσωμεν οὐχ ἑβδομήκοντα ἔτη, τὰ τοῦ σαββάτου, ἀλλὰ ὀγδοήκοντα, τὰ τῆς περιτομῆς καὶ ἀναστάσεως τοῦ Κυρίου βιωσώμεθα, ὧν τὸ πλεῖον κόπος ἐστὶ καὶ πόνος. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου τοῦ θυμοῦ σου ἐξαριθμήσασθαι; Σοφίας δὲ χρῄζομεν εἰς τὸ γινώσκειν τὸ κράτος τῆς ὀργῆς τοῦ Θεοῦ, ὅπερ κἂν ἐπὶ πόσον φαντασθῇ, οἱ ἑτερόδοξοι οὐκ ἂν κακῶς ἔλεγον τὸν Θεὸν, οὗ ἐστιν ἡ τὸ δύςγνωστον κράτος ἔχουσα ὀργή. Ἀπὸ κοινοῦ δὲ τό· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ τίς γινώσκει ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τὴν δεξιάν σου γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Πεπαιδευμένοι δὲ τῇ καρδίᾳ ἐν σοφίᾳ οἱ καθαροὶ τῇ καρδίᾳ εἰσίν. Ἢ ἀπὸ κοινοῦ· Γνώρισον τοῖς πιστοῖς πᾶσι τὴν δεξιάν σου, μὴ ἐπὶ κολάσει, ἀλλ’ ἐπὶ φιλανθρωπίᾳ γνωρισθήσεται ἡ δεξιά σου.
PG 12:1381Ἐπίστρεψον, Κύριε, ἕως ποτε; καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου; Ἀντὶ τοῦ· Ἐπανάγαγε ἡμᾶς, δέσποτα, παρακληθεὶς ἐφ’ ἡμᾶς, καὶ μὴ ἐπὶ πλεῖστον παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκεσίαν, καὶ φιλανθρωπίαν τοὺς σοὺς ἀξίωσον δούλους, τοὺς ἐκ τῆς περιτομῆς. Καὶ ταῦτα διδάσκει λέγειν μετὰ τὴν ἔπτωσιν· Ἐπιστράφητι, Κύριε, ἕως ποτε κτλ. Ἐνεπλήσθημεν τὸ πρωὶ̈ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Χόρτασον ἡμᾶς ὀρθρίνου ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφραινώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς ἐπὶ πάσας τὰς ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς. Γενομένης γὰρ ἀναστάσεως ὄρθρου, ἐπλήσθη πᾶσα ἡ γῆ τοῦ ἐλέους Χριστοῦ. Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοήσαντας καὶ καταξιωθέντας γνώσεως. Καὶ ἔστω ἡ λαμπρότης Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς. Τῷ φωτὶ τῆς γνώσεως ἐλλαμπόμενος τοῦτο ἐρεῖ. Καὶ οὐ λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων. Λαμπρότης ἐστι γνῶσις Θεοῦ. Τὸ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός· κατασκηνοῖ γὰρ πᾶσι τοῖς πιστοῖς.

He that dwelleth in the help of the Most High, under the shelter...Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 12:1382Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται· ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ’ αὐτόν. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέγει ἕως τοῦ· ἐλπιῶ ἐπ’ αὐτόν. Ἀληθεύει τὸ ἀντειλῆφθαι τὸν Κύριον, καὶ καταφυγὴν αὐτοῦ εἶναι τὸν Θεόν. Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐντεῦθεν λόγον πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει, λέγων· ὡς οὐ μόνον τῶν προφανῶν πολεμίων ἀποφανεῖ κρείττους, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λάθρα τυρευόντων ἐπιβουλὴν, διὰ γὰρ τῆς παγίδος τοῦτο δεδήλωκε. Τὸν δὲ ταραχώδη λόγον ἐπήρειαν λόγου, ὁ Σύμμαχος εἴρηκε· τοιοῦτοι γὰρ οἱ ψευδεῖς καὶ συκοφαντίας ῥάπτοντες λόγους. Ἢ οὕτως λέγει ἐνταῦθα· ἡ γῆ ὕεται τὸν Θεὸν βοηθὸν, ὡς ἀπαλλάττειν ἀρκοῦντα πάσης μὲν ἐπιβουλῆς τῶν πολεμίων, πάσης δὲ ἀγελλίας ταράττειν δυναμένης ῥύσασθαι. Ταῦτα δὲ πάντα ἐπ’ Ἐζεχίου γεγένηται, τῶν Ἀσσυρίων πάσας μὲν, ὥσπερ θήρατρα, τῇ οἰκείᾳ συλλαβόντων ἐφόδους, καὶ τοὺς μὲν ἀποκτεινάντων, τοὺς δὲ αἰχμαλώτους λαβόντων·
PG 12:1384καὶ τούτων δὲ ἰσχύειν δυνηθέντων πλέον οὐδὲν διὰ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ Θεοῦ τιμωρίαν. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Δαίμονα δὲ μεσήμβριον ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν· ἐσθότε σύμπτωμα τοίνυν πάσχουσι τινὲς, ὅταν ὁ νοῦς ἐκλάσῃ πρὸς φιληδονίαν, ὅταν ἀτονήσῃ καρδία, κατενέχθῃ πρὸς φιλοσαρκίαν, ὅταν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ἐνγηράσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρέτης· ἀλλὰ καὶ τότε συνζεῖ Θεῷ· ἀπολλάττει γὰρ συμπτώματος ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρίου. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγύει τῷ σκηνώματί σου. Εἴ τις βούλοιτο μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος Θεοῦ. Κρείττων ἔσῃ τῶν διαβολικῶν προβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ, καὶ δυναστεία τοῦ διαβόλου οὐ κυριεύσει σοι. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Πρότερον μετανοήσαντα ἐξομολογήσαςθαι δεῖ, εἶτα καθαρεύσαντα ψάλλειν·
PG 12:1385εἰ οὖν τῶν ποιητέων ἀγαθόν ἐστι τὸ ἐξομολογεῖςθαι τῷ δικαίῳ, ποιητέα δὲ ἀγαθὰ εἴρηται ἐν τοῖς· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ οὐδὲν τῶν ἀγαθῶν εὐκόλως γίνεται, ζητητέον ἐξομολογεῖσθαι, ὃ ἀγαθόν ἐςτι, μήποτε οὖν μόνος καὶ ὡς ὁ μηκέτι ἁμαρτάνων ἐξομολογεῖται. Ὁμοίως εἰ ἀγαθόν ἐστι τὸ ψάλλειν τῷ ὀνόματι τοῦ Ὑψίστου, πνευματικῶς ψαλτέον· οὐ γὰρ ὁ ἐκκλίνων ἐν τοῖς αἰσθητοῖς, ψάλλειν τὴν φωνὴν ἀγαθὸν πεποίηκε, πολλῶν δὲ φαυλοτάτων τοῦτο ποιούντων. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησι. Τοιούτοις ὀργάνοις εἰώθασιν τὸν Θεὸν ἀνυμνεῖν· λέγει τοίνυν ὅτι καὶ τοῖς νενομισμένοις ἀνακρουόμενος ὀργάνοις, καὶ τῆς γλώττης μελῳδίαις χρώμενος, σοὶ προσφέρω τὸν χαριστήριον ὕμνον. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαι καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδόνῃ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶ, καὶ τῷ βάθει τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ’ οἱ ἄφρονες οὐ συνίασιν τοῦ μυστηρίου τὸ βάθος. Ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον.
PG 12:1386Τὸ πῦρ, ὃ ἦλθεν βάλλειν ὁ Κύριος ἡμῶν εἰς τὴν γῆν, κατακαίει ξύλα, χόρτον, κάλαμον. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζομένους δαίμονας ἡμῖν καὶ πειρωμένους ἡμᾶς ἐκφοβεῖν. Νοσῶν καὶ συνέσεως ἔρημος τούτων οὐδὲν δέχεται. Τότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι. Ὁ ἐν γήρᾳ πίων, πολλὰ ἀγαθὰ πληθύνεται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἐν ταῖς καλουμέναις εὐπαθείαις ἔσονται, οἱονεὶ ἐν τῇ χαρᾷ καὶ εὐλαβείᾳ τοὺς τῆς ἀρετῆς στεφάνους κομιζόμενοι. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Οἱ μὲν πρῶτοι τρεῖς στίχοι παρ’ αὐτοῦ τοῖς ἀκούουσι λέγονται, διδάσκοντες ἡμᾶς τί ἐνεδύσατο καὶ περιεζώσατο βασιλεύσας, καὶ πῶς τὴν μὲν σαλευομένην οἰκουμένην ἐστερέωσεν.
PG 12:1388Ὁ δὲ ἑξῆς πρὸς αὐτὸν, ἢ Ἰησοῦ ψυχὴ κοσμησαμένη τῷ πρωτοτόκῳ πάσης κτίσεως, ὄντι δυνάμει, ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξεν. Οἶμαι δὲ ὅτι καὶ εὐπρέπεια Κύριός ἐστιν ὃς ἐβασίλευσε, καὶ εὐπρέπειαν ἐνεδύσατο. Χρεία γὰρ ἦν, ὡς διὰ τὸ μέγεθος περικεχύμενον αὐτὸν, οὕτω τὴν δύναμιν μέγιςτον οὖσαν χιτῶνα στεῖλαι τῇ ζώνῃ (μέγας γὰρ ὁ κόσμος) καὶ ἐσταλμένην αὐτὴν χωρῆσαι ἠδύνατο. Τῷ σώματι χιτῶνα ζώννυταί τις, ἵνα εὐσταλῶς ᾖ περικείμενος. Ἄλλοι δὲ οἰήσονται χιτῶνα καὶ ζώνην εἶναι τὴν δύναμιν, οἰκουμένην δὲ στερεωθεῖσαν ὑπὸ τοῦ βασιλεύσαντος Κυρίου, καὶ μὴ σαλευθεῖσαν νομίζω εἶναι τὴν ἐκκλησίαν. Δείκνυσιν τὰ ἐντεῦθεν γενόμενα κατορθώματα· ἕδραιε, φησὶ, τὸν οἶκόν μου, ἀπέφηνε καὶ στεῤῥὰν καὶ τὸ βέβαιον τῆς ἀληθείας ἔχουσαν· οὐκέτι γὰρ οἱ ἄνθρωποι νῦν μετὰ τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσι, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσνέμουσι. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ [ὑπέταξεν]. Ἕτοιμος, ἀντὶ τοῦ ἑδραῖος καὶ ἐν τῷ ἀμετατρέπτῳ ἱδρυμένος. Καὶ τό· ἀπὸ τότε, ἀντὶ τοῦ ἄνωθεν καὶ ἀπ’ ἀρχῆς, ὡς καί· ἀπὸ τότε ἡ ὀργή σου, ἀντὶ τοῦ·
PG 12:1389ἐξ ἀρχῆς προέγνωστό σοι τὰ τῆς τιμωρίας τοῦ πολεμίου. Εἶτα ἐπεὶ εἶπεν, ὅτι ἐξ ἀρχῆς βασιλεύεις, ἐπήγαγε βεβαιῶν, ὅτι ἀπὸ αἰῶνος σὺ εἶ. Οὐ νῦν, φησὶ, τὴν τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ’ ἀί̈διον ἔχεις τὴν βασιλείαν. Ἢ ἕτοιμος ὁ θρόνος σου, διὰ τὸ προορισθῆναι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀνθρωπείου γένους σωτηρίαν διὰ τῆς παρουσίας αὐτοῦ. Θρόνος γὰρ τὴν ἀνάστασιν σημαίνει, τὴν ἑτοίμην εἰς τὸ κρίνειν τοὺς ἀδικήσαντας ἡμᾶς δαίμονας. Τὸ δέ· ἀπὸ τότε, ἀορίστως, ἀντὶ τοῦ ἀεί· τὴν γὰρ ὕπαρξιν ἀί̈διον κέκτηται. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Ποταμοὺς δὲ καλεῖ καὶ τὰ στρατόπεδα τῶν ἐχθρῶν, διὰ τὸ σφοδρὸν τῆς ὀργῆς· διὰ τοῦτο γὰρ εἶπεν ἀπὸ ὑδάτων πολλῶν, ἀντὶ τοῦ· πολλοὶ ὄντες. Ποταμοὺς γὰρ ἐκείνους εἰπὼν, τῇ τροπολογίᾳ ἐπέμεινεν. Ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Ποταμοὺς δὲ [νόει] τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς εὐαγγελιστὰς, οἱ τὴν τοῦ Θεοῦ ἐκκλησίαν τοῖς πνευματικοῖς κατηύφραναν νάμασι· οὗτοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πορείας πορευόμενοι.
PG 12:1390Ἐπιτρίψεις γὰρ τὰς τρίβους αὐτῶν ἐκάλεσε. Τουτέστιν οἱ πρῶτοι πιστευθέντες τὸ κήρυγμα, ἐπειδὴ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρίβειν τὴν ὑποκειμένην γῆν καὶ πόρειαν ἐργάζεσθαι, εἰκότως τρίψιν ποταμῶν τὴν πορείαν ἐκάλεσε. Θαυμαστὸς ἐν ὑψηλοῖς Κύριος, τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Οὐκοῦν ἐν τοῖς τυχοῦσι, ψεκτῶς ταπεινοῖς, θαυμαστὸς ὁ Κύριος; καὶ ἵνα δὲ ἡ μαρτυρία σου πιστὴ, σοφίζουσα νήπια; Ἢ καὶ οὕτως· προκατηγγέλλετο γὰρ παρὰ τῶν προφητῶν, ὡς ταῦτα πείσονται ἁμαρτάνοντες. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε. Οἶκος Κυρίου, ψυχὴ καθαρὰ· ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ὁ τῶν ἐκδικήσεων Θεὸς, κολάζων καὶ ἐκδικῶν τῷ δικαίως ταῦτα ποιεῖν παῤῥησιάζεται, ἐπιδεικνύμενος τῇ κτίσει τοὺς θαυμασίους παρὰ τούτων λόγους, καθ’ οὓς τὰ τῶν ἐκδικήσεων ἐνεργεῖ. Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
PG 12:1391Οὐ θαυμαστὸν, εἰ ὑψοῦται ἐπὶ τοὺς ὑπὲρ γῆν ὁ Κύριος, ἀλλ’ ἐν τῷ κρίνειν τὴν γῆν, τῆς ὑψηλοτάτης αὐτοῦ φανερουμένης καὶ ἐπὶ τῷ κρίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, φυλαςσώμεθα ἀπὸ ὑπερηφανίας, εἰδότες ὅτι σφόδρα ὁ Θεὸς τοῖς ὑπερηφάνοις ἀντιτάσσεται, ὧν ἀρχηγός ἐστιν ὃς λέγεται διάβολος. Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; φθέγξονται, καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Τὸ οὖν ἕως πότε ἀπὸ κοινοῦ, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον· ἕως πότε ἁμαρτωλοὶ, ἕως πότε λαλήλουσιν πάντες οἱ ἐργασάμενοι τὰς ἀνομίας; πολλὴ δὲ ἀναισθησία τῶν ἰδίων κακῶν τοῖς καυχωμένοις ἁμαρτωλοῖς, μάλιστα εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαινούσαις διδασκαλίαις, ταῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλὰ τετύφλωται, μηδὲν ἐπιστάμενος, νοσῶν περιζητήσεις καὶ λογομαχίας· ἐκεῖνος οὖν ἐπὶ ταῖς ἰδίαις κατὰ ψευδοδοξίαν βλασφημίαις καὶ ἁμαρτίαις καυχᾶται, ὡς ἐπ’ ἀληθείᾳ καὶ σοφίᾳ καὶ φθέγγεται, καὶ λαλεῖ ἀδικίας εἰς τὸ ὕψος, ἐν οἷς κατηγορεῖ τοῦ δημιουργοῦ.
PG 12:1393Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Πρότερον ἐν ὑψηλοῖς ὄντα τὸν λαὸν ἐταπείνωσαν οἱ ἁμαρτωλοὶ, αἴτιοι αὐτῷ γενόμενοι τοῦ κατελθεῖν εἰς τὸ σῶμα τῆς ταπεινώσεως καὶ τὴν κληρονομίαν τοῦ Θεοῦ, ἵνα τῇ ἐναντίᾳ καταστάσει τῆς κακώσεως τυγχάνῃ κακῶσαι. Κληρονομίαν εἴρηκεν φύσιν τὴν λογικὴν, ἥτις πέφυκε κληρονομεῖν Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ γραφῇ. Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός· αὐτὴ τῆς ἀσεβείας ἐπίτασις· ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοι σὲ ἐφορᾶν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρώπων πραγμάτων. Καὶ εἶπαν· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐχ ἁπλῶς δὲ πρόσκειται τό· Ὁ Θεὸς Ἰακὼβ, ἀλλ’ εἰς αὔξησιν τῆς κατηγορίας· πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ. Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.
PG 12:1394Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας ὀφθαλμοὺς οὐ κατανοεῖ; Πάλιν ἀπὸ τῆς πονηρίας τῶν ἐχθρῶν διεγείρει εἰς ζῆλον κατὰ τῶν ἀσεβῶν τὸν Θεὸν, ὅπως ἂν ἔργῳ μάθοιεν, ὡς ὁ ἀπιστωθεὶς παρ’ αὐτῶν οὐ περιορᾷ τὰ ἀνθρώπινα· ἀπόκρισιν δὲ ὁ προφήτης ἐπάγει πρέπον αὐτοῖς ὄνομα, τὴν ἀφροσύνην καὶ μωρίαν εἰπών. Λέγει δέ· πόθεν αὐτοῖς ἡ τοιαύτη ἀναισθησία, ὡς μήτε ὁρᾶν, μήτε ἀκούειν, μήτε μὲν ἐλέγχειν ὑπολαμβάνειν τὸν Θεὸν, τὸν καὶ ὦτα, καὶ ὀφθαλμοὺς, καὶ σύνεσιν τοῖς ἀνθρώποις παρεσχηκότα; Ὁ γὰρ ἑτέροις ταῦτα δοὺς πρὸς τὸ ἀκούειν καὶ συνιέναι, οὐ συνιεῖ; ὀψὲ γοῦν, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν. Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ, φησὶν, τὸν ὀφθαλμὸν διαπράσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσαύτως δημιουργήσας, καὶ ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει; ἀλλὰ τούτων δημιουργὸς ἐστήρεται, τῆς ἐνεργείας, ἣν τοῖς ἄλλοις κεχάρισται; Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν.
PG 12:1395Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξατο, μήτε προφητικὰς ἀπέλαβε διδασκαλίας, ὑποβάλλει παιδείᾳ, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξαι παρανομίαν; καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων καθ’ ἑκάςτην γενομένων ἡμέραν πλείονα τὴν γνῶσιν ἐργάζεται. Κύριος γινώσκει τοὺς διαλογιςμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Μακάριος ὁ ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου διδάξῃς αὐτὸν, τὸν πραύ̈ναι αὐτῷ ἀφ’ ἡμερῶν πονηρῶν. Πῶς γὰρ οὐκ εἰσὶ ματαιότητος πλήρεις, αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχείρουσιν τῷ λόγῳ; Ὃν ἀγαπᾷ, Κύριος παιδεύει, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ’ αὐτοῦ ἀπαθὴς γίνηται, τοῦτον γὰρ καὶ ἀγαπᾷ Κύριος· παιδεύειν γάρ ἐστι μετριοπάθεια παθῶν. Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν· μακάριοι δὲ οὗτοι οἱ παρὰ σοῦ παιδευθέντες καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου· οὗτοι γὰρ καὶ ἐν ταῖς θλίψεσι πραϋθέντες, κουφισθήσονται τῶν ἀνιαρῶν. Τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι. Ἔλεος μὲν νοῦ γνῶσίς ἐστι·
PG 12:1396ἔλεος δὲ ψυχῆς, ἀπάθεια. Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον, ἀλλ’ ὅσας θλίψεις εἶχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ σοῦ, αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεσχίαζον. Μὴ συμπρόσεσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν. Ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ Θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ, καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων εἰς τὸ ἐξαπατῆσαι ἡμᾶς ὁ διάβολος. Θρόνον δὲ ἀνομίας ὠνόμασεν τὸν διάβολον· ἐπειδὴ θρόνος δικαιοσύνης ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ· τοῦτο προσευχὴ τῶν ἁγίων ἐστὶ ψυχῶν τῶν ὑπὲρ τῆς Θεοῦ ὁμολογίας ἀγωνιζομένων, καὶ πρὸς αὐτὸν ἱκετήρια βοώντων·
PG 12:1398Μὴ ὑψούσθω θρόνος ἀνομιῶν ἐναντίον σου, Κύριε, κατὰ τοῦ σοῦ προστάγματος, κόπους ἡμῖν παρεχόμενος, ἢ τοῖς ἁγίοις μάρτυσιν οἱ ἀλάστορες καὶ τῶν εἰδώλων ὑπέρμαχοι. Διὰ τούτου, φησὶν, παρεκάλεσάς μου τὴν καρδίαν ἐν ταῖς θλίψεσιν, ὅτι δὴ οὖν οὐ προσθήσεταί σοι θρόνος ἀνομιῶν, τουτέστι δίκαιος εἶ κριτὴς, ὡς Θεὸς, καὶ οὐκ ἔστιν ἀνομία ἐν ταῖς σαῖς κρίσεσιν. Ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει. Οὐκ ἔστιν οὖν, φησὶ, παρὰ τῇ σῇ κρίσει ἀνομία, ὥσπερ δὴ καὶ παρ’ ἐκείνῳ. Ὁ κόπον πλάσσων ἐπὶ προστάγματι, οὗτος ἂν εἴη ὁ ἀντικείμενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δι’ αὐτῶν τοῖς ἀνθρώποις παρέχων. Αἰτίαν πρὸς τὰς ὀδύνας εὐφροσύνην φησὶν, ὅτι μὴ πρόσεστι Θεῷ τῷ ἀγαθῷ καὶ δικαίῳ θρόνος ἀνομίας, διὸ καὶ τὸ πρόσταγμά σου καμάτων ἐστι ποιητικὸν διὰ τὰς μετὰ τοὺς κόπους ἀμοιβὰς τοῖς ἠγωνισμένοις καλῶς [ἡτοιμασμένας]. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα κτλ. Οὗτοι, φησὶν, οἱ πονηροὶ δαίμονες ἐκ παντὸς τρόπου τὴν τοῦ δικαίου θηρεῦσαι ζητοῦσιν ψυχήν· ἀλλὰ ἐπὶ τούτῳ, φησὶν, κατακριθήσονται, τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα ἀθῶον καταδικάζονται·
PG 12:1399λέγει γὰρ ὡς ἀντὶ τοῦ αἵματος τοῦ ἀθώου ἐκχεομένου παρ’ αὐτῶν εἰς κρίσιν, εἰς κόλασιν παραδοθήσονται. Ἐρεῖς δὲ καὶ ἄλλως μικρὸν ἄνωθεν, ὡς δημιουργὸς ἡμῶν ὑπάρχων καὶ κηδεμὼν, καὶ πᾶν ἀγαθὸν ἡμῖν ἐκ σοῦ νομίζομεν εἶναι, ἀλλ’ ἐπεὶ φαύλους τινὰς ὁρῶμεν τοὺς ἀθώους καταδικάζοντας, μὴ ἕτερος θρόνος ἀνομίας σύνεστίν σοι, δι’ ὃν οἵ σοι παραινοῦνται θεράποντες; ἀλλ’ οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν ἁπάντων ἀνέδειξας βασιλέα, καθ’ ὃν τὸ πᾶν διοικεῖται. Κἂν τοίνυν προσταγμάτων σῶν γεγονὼς ἀποστάτης ὁ διάβολος, ἄρχειν ἐπιχειρῇ, ἀλλ’ οὐ σύνεστιν, οὐδὲ πρόσεστί σοι, μακρὰν δὲ σοῦ λῃσταρχῶν, τυραννεῖ κατὰ τῶν ὑπὸ τὴν ὠμότητα τὴν αὐτοῦ τελεῖν ἑλομένων. Θρόνος γὰρ ἀνομίας ἡμετέρας τυραννίδος ἀρχὴ, διόπερ ὢν ἐπαχθὴς, βαρύτατα προστάττει, συμπλάττων αὐτοῦ τοῖς προστάγμασι κόπον. Αἱ δὲ ἐντολαί σου τοῦ Θεοῦ βαρεῖαι οὐκ εἰσὶ, κατὰ τὸν Ἰωάννην, ἀλλὰ τὸν ἔχοντα μετέωρον εἰς ὕψος αἴρουσιν. Ἔργον γὰρ τοῖς παρανόμοις τουτοισὶ δικασταῖς πάσῃ μηχανῇ κατὰ τῶν δικαίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον.
PG 12:1400Ἐγὼ δὲ τῆς παρὰ τοῦ δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔχω περίβολον ὀχυρόν· ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρπούς. Ταῦτα πᾶσιν ἀνθρώποις ἐγράφη· πάντων γὰρ προμηθούμενος ὁ Θεὸς, τὴν πάντων προφέρει θεραπείαν. Σύμμαχος· Μὴ συναφθήτω σοι θρόνος ἐπηρείας, πλάσσων ταλαιπωρίαν κατὰ προστάγματος. Μὴ συμπαρέστω θρόνος ἀνομίας ὁ πλάσσων κόπον, ὀνόματι προστάγματος· μὴ μετέξῃ σου θρόνος ἐπιβουλῆς, πλάσσων κόπον ἐπὶ ἀκριβασμόν· μὴ σονισωθήτω σοι θρόνος ἀνομίας, πλάσσων κόπον ἐπὶ πρόσταγμα· οὐ γὰρ ἀρκοῦνται παιδεύειν ἐν ζημίᾳ καὶ μάστιγι, ἀλλὰ καὶ ψήφου θανάτου. Ἀλλὰ ἀφανιεῖ αὐτοὺς Κύριος, ὁ Θεὸς ἡμῶν. Τῶν μὲν κακίαν γὰρ ἀφανίζει Κύριος, ὡς δικαιοσύνη· τῶν δὲ ἄγνοιαν, ὡς σοφία καὶ γνῶσις. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. Ὁ βασιλεὺς τῶν βασιλευόντων ὄντως βασιλευόντων, βασιλεὺς μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν·
PG 12:1402βουληθείς τε καὶ πράγματι ἔδειξε τὴν κατὰ πάντων κυριότητα, καὶ ὅτι καὶ τὸν γῦρον κρατεῖ τῆς γῆς, καὶ τῶν ὑψηλῶν ἐστιν ὑψηλότερος, καὶ παντὸς στοιχείου δεσπότης ὤφθη, τρέπων καὶ μεταβαλὼν, ὡς βούλεται, τὰ πράγματα. Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν ὁ ὑψηλὸς ἐν θεωρίᾳ, οὗτος τοῦ Κυρίου λέγεται εἶναι, ὡς μᾶλλον τῶν ἄλλων νοῶν περὶ Θεοῦ. Δεῦτε, προσκυνήσωμεν, καὶ προςπέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἐγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν καλός. Τῇ προσκυνήσει τὸν δέσποτα ὁμολογοῦντες, ἡμεῖς πάντες τοῦ Θεοῦ οἱ τηλυγετότερον προσιόντες ἐσμὲν, λογικὸς μὲν λαὸς νομῆς, οὐ χειρὸς αὐτοῦ, ἀλλὰ αὐτοῦ· ἄλογοι δὲ, πρόβατα οὐκ αὐτοῦ, ἀλλὰ χειρὸς αὐτοῦ. Τὰ παρηγγειλμένα, φησὶν ἐπιτελευταῖον Χριστῷ, διά τε τὰ ἄλλα, καὶ διότι μέγας φύσει Θεὸς καὶ μέγας ἐστὶ βασιλεὺς, ὅτε Μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος· ἡδέως δὲ ἀντιδιατρίβει διηγούμενος τὸ μέγεθος καὶ τὴν ἐξουσίαν καὶ τὴν δύναμιν. Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Τὸ σήμερον τὸν βίον παρόντα σημαίνει. Ἰησοῦς γὰρ χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
PG 12:1403Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπα· ἀεὶ πλάνωνται τῇ καρδίᾳ, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τεσσαράκοντα, δυσηρεστήθην ἐν τῇ γενεᾷ ἐκείνῃ .... μάλιστα δὲ τὰ παιδία γενήσεται τὸν τεσσαράκοντα ἐτῶν χρόνον ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασεν αὐτοὺς, ἕως αὐτοὶ μὲν κατηναλώθησαν, οἱ δὲ παῖδες ηὐξήθησαν. Προσώχθισα γὰρ, φησὶ, τῇ γενεᾷ ἐκείνῃ, τουτέστι δυσηρεστηθεὶς ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὑρίπιστον τῆς γνώμης ἰδὼν, ὅτι οὐκ ἔγνωσαν τὰς ὁδοὺς καὶ τὰς οἰκονομίας μου· οὐδὲ ταῖς ὁμωμοσμέναις ἀπειλαῖς προσέχειν ἐθέλησαν, οὐδὲ μεταμελήσαντες λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν· οὗ δὴ χάριν τῆς ἐπηγγειλμένης τοῖς πατράσιν οὐκ ἀπέλαυσαν γῆς· ἣν κατάπαυσιν ὀνομάζει ὁ λόγος, ἐπειδὴ ἐν τῇ ἐρήμῳ μεταβάσεις ἐποιοῦντο συχνὰς τῆς σκηνῆς ἡγουμένης ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις. Αὐτὴ μὲν ἡ ἱστορία· ἴδωμεν δὲ τὸν ψαλμὸν καὶ πνευματικώτερον.
PG 12:1404Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πατρικαὶ ἀρεταὶ, αἱ ἐπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ μὴ ὁδεύων τὰς ὁδοὺς τοῦ Θεοῦ, οὐκ ἔγνω αὐτάς· ἀμήχανον γὰρ γνόντα μὴ ὁδεῦσαι, ἐπείπερ ἐπακτικόν τε καὶ ἀναγκαστικὸν ἔχει τὸ κάλλος αὐτῶν θεωρούμενον. Εἰ δὲ τοῦτο ἐπὶ τῶν ὁδῶν λεκτέον, τί φήσομεν περὶ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ὁδός; τί δὲ περὶ τοῦ Θεοῦ, ὃν οὐδεὶς γνοὺς ἁμαρτάνει ἔτι; ὅθεν ἐν Βασιλείαις ἐπὶ τῶν ἁμαρτανόντων λέγεται· Οὐκ ἔγνωσαν τὸν Κύριον. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύεται τὸ καινὸν ᾆσμα, τουτέστι τὴν νέον διαθήκην ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσιν. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. Ἐθεμελίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύουσιν αὐτῆς. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, τουτέστι οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς· ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης, αἱ οὐράνιαι δυνάμεις ἔλεγον· Δόξα ἐν ὑψίστοις Θεῷ.
PG 12:1405Θάλασσα ἐν τούτοις τῶν ἐθνῶν σημαίνει τὴν πληθὺν, ἥτις καὶ ἐσαλεύετο, τουτέστι εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα, σεσάλευται. Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα συμπληρώματι αὐτῆς· ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κηρυγμάτων δέξεται τὴν ἠχήν· προλέγει δὲ καὶ τὰς γεγεννημένας τῶν ἀπίστων ἐπαναστάσεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέροις ψαλμοῖς ἀπεδείξαμεν. Χαρίσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Χαρίσεσθαι δὲ τὰ πεδία λέγει τὸν ὁμαλὸν ἐν ἀρετῇ βίον· πεδία δὲ λέγει, ὧν καὶ Ἡσαί̈ας ἐν τοῖς ἰδίοις λόγοις ἄλλῳ μίμνηται τρόπῳ, ἀναπληροῦσθαι μὲν κελεύων τὰς φάραγγας, καταστέλλειν δὲ τοῦ πονηροῦ τὰ ὄρη· ὅπερ οὐδ’ ἕτερόν μοι δοκεῖ, ἢ τὰς ἐλλείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ’ ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος, ταῦτα λέγει, ὡς μήτε δι’ ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι, μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως. Διὰ τῶν πεδίων καὶ μὴν διὰ τῶν ξύλων ἁγίας ψυχὰς σημαίνει· οἱ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠγαλλιάσαντο.
PG 12:1407Ποῖα ἠγαλλιάσθησαν ξύλα λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι; Πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Οὐ τὴν γῆν κρινεῖ, ἀλλὰ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ὁμωνύμως προσαγορευομένους τὴν γῆν. Ἦλθε γὰρ καὶ ἐδικαίωσε τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράννους ἐξέβαλε, τοὺς ἀκαθάρτους δαίμονας. Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ. Εὐφρανθήτωσαν νῆσοι πολλαί. Ζητητέον διὰ τί οὐ πᾶσαι, ἢ κἂν πᾶσαι ἀληθὲς τὸ πολλαί. Τάχα δὲ ἐπεὶ πρὸ μὲν τῆς παρουσίας ὀλίγαι νῆσοι εὐφραίνονται, ἀπὸ δὲ τῆς παρουσίας πλείονες, διὰ τοῦτο τὸ ἐσόμενον προφητεύει. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Διὰ τοῦ γνόφου καὶ τῆς νεφέλης τὸ ἀθέατον ἐδήλωσεν, ἅμα τε διδάσκει ὅτι αὐτὸς εἴη ὁ διὰ νεφέλης ἐν Σινᾷ ὀφθεὶς, καὶ ὅτι εἰ καὶ ἀδύνατόν ἐστι τὸ κατιδεῖν αὐτὸν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν δύναμιν αὐτοῦ ἔνεστι νοῆσαι. Δικαιοσύνην γὰρ πάντας ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντας δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι.
PG 12:1408Ταῦτα δὲ ὁ θρόνος αὐτοῦ, ἡ βασιλεία [ἣ] κατώρθωται. Ἄλλο νεφέλη, καὶ ἄλλο γνόφος. Νεφέλη ἐστὶν ἐκ φωτοβόλου ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Νέφος δὲ [ λ. γνόφος] ἀχλυώδης καὶ ὀμιχλώδης σκοτασμός. Προςέταξε δὲ τὴν νεφέλην, ὅτι πρῶτον ἡ θεότης καὶ τότε ἡ ἀνθρωπότης. Ἢ τὴν λεληθυῖαν αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει. Αἰτία δὲ γέγονε, φησὶ, τῆς ἀφέσεως τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. Ἢ βούλεται εἰπεῖν ὅτι ἀοράτως παρεγένετο τοῖς τόποις τῶν πολεμίων, καὶ ἐδίκασε, καὶ ἔδειξε τὴν βασιλείαν αὐτοῦ δικαιοσύνης πεπληρωμένην. Ἢ νεφέλη καθ’ ὃ γινώσκεται, γνόφος δὲ καθ’ ὃ οὐ καταλαμβάνεται. Καὶ γὰρ νεφέλη μὲν φωτεινὴ διδάσκει τὰ περὶ Ἰησοῦ τοὺς ἀποστόλους. Μόνον δὲ Μωσῆς εἰσέρχεται εἰς τὸν γνόφον ὅπου ἦν Θεὸς, ὃς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Δυνάμει δὲ κατορθοῦσθαι εὔχεται τὸν θρόνον Θεοῦ, ὁ λέγων· Ἐλθέτω ἡ βασιλεία σου. Ἔφαναν αἱ ἀστραπαὶ τῇ οἰκουμένῃ.
PG 12:1409Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γενομένη, αἷς πολλάκις ἐντέλλεται Κύριος ἐργαζομένοις μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετὸν, ἵνα γίνηται λιμὸς, οὐκ ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Κυρίου. Ὅπερ πήγνυσιν ὁ Βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος. Διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾄςμασιν τῶν ᾀσμάτων· Ἐξεγείρου, Βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μοι, καὶ ῥευσάτω ἀρώματα. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχόμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Τὸ γλυπτὸν, ἤτοι διὰ τὴν φύσιν προσκυνητὸν, ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητὸν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν, καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προςδέεται πρὸς τὸ εἶναι. Ὁ δὲ Θεὸς οὐδενὸς χρήζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα Θεός· εἰ δὲ μὴ Θεὸς, οὐ προσκυνητόν. Πάλιν τοῦ σχήματος γένος ἢ ποιότης· τοῦ δὲ Θεοῦ οὐκ ἐστὶ γένος ἢ ποιότης· οὐκ ἄρα τὸ σχῆμα Θεός.
PG 12:1410Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνητὸν, εἰπάτωσαν τί τὸ σημαινόμενον. Πότερον σῶμά ἐστιν ἢ ἀσώματον; καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν· οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει. Καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίηται καὶ διπλοῦν ἐστιν. Εἰ δὲ διπλοῦν, οὐ Θεός. Ἴδιον γὰρ Θεοῦ ἡ ἁπλότης. Εἰ δὲ οὐκ ἔχει γνῶσιν, τυφλόν ἐστι, μηδὲν ἐπιστάμενον. Εἰ δὲ αὐτόγνωσίς ἐστι, λεγέτωσαν πῶς σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι γνώσεως. Φῶς ἀνάτειλε τῷ δικαίῳ. Ἐπὰν σπείρῃ ἑαυτῷ εἰς δικαιοσύνην τρυγήσας καρποὺς ζωῆς καὶ φωτίσῃ ἑαυτῷ φῶς γνώσεως, φῶς ἀνατέλλει τῷ δικαίῳ. Ἐναντίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Πάντα μὲν τὰ κατὰ πρόνοιαν δικαιοσύνη Θεοῦ γίνεται, ἐπικεκαλυμμένη δὲ καὶ μὴ νοουμένη, ἕως αὐτὴν ἀποκαλύψῃ καὶ φανερώσῃ ὁ Θεὸς ἐν καιρῷ τοῖς ἁγίοις. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
PG 12:1412Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης. Ὑψώθη ὁ Θεὸς, κέρας Χριστοῦ αὐτοῦ, φησὶν ἡ μήτηρ Σαμουὴλ Ἄννα. Ἀπὸ τούτου γοῦν τοῦ κέρως ἐστὶν ἡ κερατίνη, ἐν ᾗ ψάλλομεν. Εἰσὶ δὲ καὶ ἄλλαι ἐλαταὶ σάλπιγγες, τῷ ἀργυρίῳ τοῦ λόγου ἐληλασμέναι. Καὶ σαλπίζουσι μὲν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαφόρως προφέροντες, τῇ δὲ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λόγους ἀπατηλούς· ἀμυντήριον γὰρ τὸ κέρας τοῖς ἔχουσιν. Ὅταν οὖν καὶ ἐν τοῖς ἐλέγχοις ἱκανῶς καὶ μεγάλως φωνῇ τις κερατίνην σάλπιγγα ἠχεῖ, καὶ ἐπίστησον εἰ ὁ ἐξεγητὴς τῆς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι, διδακτικῶς καὶ ἀποδεικτικῶς προφέρων τοὺς λόγους· κερατίνῃ δὲ, ἐπιστομίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. Ἡ κερατίνη σάλπιγξ σύμβολον νίκης ἐςτίν. οἱ γὰρ Ἑβραῖοι νικῶντες ἐν τοῖς πολέμοις τῇ κερατίνῃ ἐσάλπισαν· οὕτως καὶ Ἰωὰβ νικήσας τὸν Ἀβεσσαλὼν, ἐσάλπισεν τῇ κερατίνῃ.
PG 12:1413Ὅστις οὖν κατὰ τὸν ἀπόστολον δύναται εἰπεῖν· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, οὗτος νικήσας τὸν ζητοῦντα λαβεῖν τὴν βασιλείαν τοῦ Χριστοῦ ἡμῶν τοῦ Δαυὶδ, ἐσάλπισεν τῇ κερατίνῃ. Ἅμα δὲ καὶ ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοὺς λέγεται τοῦ ἀνθρώπου, ὡς τό· Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, τουτέστιν ὁ νοῦς. Ὑψοῦται γὰρ τῷ Θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν. Ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τοῦ Δαυὶδ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιῶμεν δὲ ἡμᾶς λογικὴν κιθάραν τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι. Πλῆκτρον γὰρ παντὸς ὀξύτερον κινουμένη ἡ γλῶττα τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶσσαν ὁ νοῦς, οἷόν τις μουσικὸς ἐπιστήμων, τὴν ταύτης ποιούμενος μετάβασιν ἢ κιθάραν. Τὸ μὲν οὖν πεπυρωμένον καὶ ἐκτεταμένον καὶ βεβασανισμένον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν, εἴτουν κεχαλκευομένων σαλπίγγων σημαίνει·
PG 12:1414διὰ δὲ τῆς κερατινῆς τὸ βασιλικὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς, ἀλλὰ καὶ ἐν κερατινῇ τῆς βασιλείας τὴν ἐκφώνησιν ἐποιοῦντο. Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτήν. Σαλεύεται οὖν τὸ κινούμενον· κινεῖται δὲ τὸ μεταβαλλόμενον. Θάλασσαν οὖν τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐτῷ φροντίδων. Κεκίνηται οὖν ἐκ τῆς προτέρας στάσεως, τουτέστι τῆς εἰδωλολατρείας. Ἢ τάχα τῶν ὕμνων ἐπιτελουμένων τῷ Θεῷ, πᾶσα ἡ κτίσις σκιρτάτω, καὶ αὐτὰ τὰ στοιχεῖα σκιρτᾶσθαι καὶ ἀγαλλιᾶσθαι ὑφ’ ἡδονῆς προτρέπεται. Εἴποι ἄν τις σημαίνεσθαι διὰ τούτων καὶ τὴν συντέλειαν τοῦ παντὸς βίου. Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτό. Βούλεται γὰρ κατὰ μέρος τὴν κτίσιν ἅπασαν εἰπεῖν, ὡς διὰ πλειόνων προσώπων πληθυνθῆναι τὸν ὕμνον. Ὅτι ἥκει κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Ὅτι ἔρχεται δὲ, ἀντὶ τοῦ ὅτι ἐπανέρχεται νικήσας καὶ δικάσας τῇ γῇ τῶν Βαβυλωνίων· καὶ οὐ θαυμαστὸν εἰ Βαβυλῶνα ἔκρινεν· αὐτὸς γάρ ἐστιν ὁ τῇ οἰκουμένῃ δικάζων, καὶ πᾶσι δίκαιαν ἀπονέμων τὴν κρίσιν.
PG 12:1416Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Καὶ τῶν Ἰουδαίων ἐπανελθόντων, καὶ τὸν θεῖον δειμαμένων ναὸν, τοῦ Θεοῦ δύναμις ἅπασιν ἀπεδείχθη· διαφερόντως δὲ ὁ τὸν σταυρὸν ὑπομείνας, τῆς οἰκουμένης ἁπάσης ἀπεδείχθη δεσπότης, τῶν ἀποστόλων τὸ σωτήριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσι. Σιὼν δέ ἐστι ἡ ἐκκλησία ἐν ᾗ δοξάζεται καὶ ὑψοῦται Χριστός. Ἢ ἐπεὶ Σιών ἐστιν ὁ σημαίνει σκοπευτήριον, οὕτως δὲ ὀνομάζει καὶ ἡ γραφὴ τὸ θεοσεβὲς πολίτευμα τῶν τὰ οὐράνια σκοπούντων, τοῦτο δηλοῖ οὖν τὸν τρόπον. Παρὰ τούτοις οὖν μέγας ἐστὶ Κύριος. Εἰ δὲ καὶ Σιών ἐστιν ἐπουράνιος Ἱερουσαλὴμ κατὰ τὸν ἀπόστολον, εἴποις ἂν ἐν τῇ ἐπουρανίῳ Σιὼν μέγαν εἶναι τὸν Κύριον. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς ἐπήκουσεν. Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν. Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Μηδεὶς οἰέσθω κάτω τινὰ ὄντα τοῦ ἁγίου ὄρους, ὅπερ ἐστὶ Χριστὸς, ὅλος καὶ σοφία κυρίως καὶ ἀληθῶς προσκυνεῖν τῷ Θεῷ·
PG 12:1417ἀλλὰ καὶ σημείωσαι ὅτι πρῶτον μὲν ἐν τοῖς ἀνωτέρω μετὰ τοῦ ὑψίστου Κυρίου τοῦ Θεοῦ ἡμῶν λέγεται· καὶ προσκυνεῖται τὸ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· νῦν δὲ δέον μετὰ τὸ αὐτὸ εἰρημένον δεύτερον ἐπιφέρεται εἰς ὄρος ἅγιον αὐτοῦ. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Ὁ μὲν ἐκ λύπης ἢ ἐξ ἀνάγκης δουλεύων τῷ Κυρίῳ, διὰ τοῦ εἰς φόβον δουλεύειν, πνεύματος οὐκ ἐν εὐφροσύνῃ δουλεύει τῷ Κυρίῳ, ὁ γὰρ ἀγαπῶν ἐν ἐνεργείᾳ εὐφραίνεται. Λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ, εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Λαὸς, οἱ κρείττους· πρόβατα, οἱ ὑποβεβηκότες· τῶν μὲν γάρ ἐστι δεσπότης, τῶν δὲ ποιμήν. Σημείωσαι δὲ ὅτι τὴν μὲν ἐξομολόγησιν ταῖς πύλαις ἀπένειμεν, εἶτα καθαρθέντας εἰς τὰς αὐλὰς εἰσιέναι, καὶ τῶν ὕμνων κατατολμᾶν· πύλας καὶ αὐλὰς τὰς ἐκκλησίας καλεῖ· αὗται γὰρ ἡμῖν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσοδον, ἐν αἷς τοὺς εἰσιόντας προσήκει αἰσίως τὰς εὐχαριστίας ἀναφέρειν, ἀπογυμνοῦντας διὰ τὰς ὁμολογίας τὰ τραύματα τῷ ἰατρῷ τῶν ψυχῶν· ἔπειτα θαῤῥοῦντας αἰνεῖν ὅτι χρηστόν ἐστι·
PG 12:1418τὰ δὲ περὶ χρηστότητος καὶ ἐλέους εἰς πάντα καιρὸν ἀπαγγελλείσθω καὶ ἐν πάσῃ γενεᾷ· ἀληθείας γὰρ γέμουσιν οἱ λόγοι αὐτοῦ. Πύλαι Θεοῦ αἱ εἰς τὰς ἀρετὰς εἰσαγωγαί. Δεῖ οὖν τοὺς ἀρχομένους εἰσέρχεσθαι, ἐξομολογεῖςθαι. Εἰσελθόντας δὲ, εἶτα προσκόψοντας ὑμνεῖν τὸν Θεόν. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς ἐκκλησίαν φησιν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ πρότερον ἐξαγγέλλοντας τὰ ἁμαρτήματα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας. Πύλαι σοφίας αἱ ἀρεταὶ, διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ψαλῶ καὶ αἰνέσω ἐν ὁδῷ ἀμώμῳ. Πότε ἥξεις πρὸς μέ. Ἐὰν μὴ ἐν ἀμώμῳ [ὁδῷ] γένηταί τις, ἐν βουλῇ ἀσπίλῳ οὐ συνήσει. ὅσος γὰρ ἐν ἀμώμῳ μὴ μένει ὁδῷ, τίς ἐστιν; οὐ συνήσει τόδε· Πότε ἥξεις πρὸς μέ; Διηγήσῃ οὕτως· θνητὴ φύσις οὐ φθάνει πρὸς Θεὸν, οὐδὲ γὰρ δύναται. Διὸ ὁ Θεὸς ἔρχεται πρὸς τὸν ἄξιον. Ἔστι δ’ ὅτε μονὴν περὶ τῷ τοιούτῳ ποιεῖται μετὰ τοῦ συναϊδίου Υἱοῦ. Ὁ εἰρηκὼς τῷ Θεῷ· Πότε ἥξεις πρός με, τίνα καὶ πόσα εὐτρέπισεν πρὸς ὑποδοχὴν αὐτοῦ, καταλέγει. Πλὴν τοῦτο ἰστέον, ὅτι χωρὶς Θεοῦ τὸν περὶ προνοίας καὶ κρίσεως λόγον νοῆσαι ἀδύνατόν ἐστιν·
PG 12:1419διόπερ καὶ οὗτος βουλόμενος ἐφαψᾶσθαι τοῦ λόγου τούτου, Θεὸν καλεῖ πρὸς βοηθείας ἑαυτοῦ, ὡς ἔνι μάλιστα μακαρίσαι. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυχίας. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω. Εἴρηται δὲ ὡς κραυγή ἐστιν οὐχ ἡ ἐν προσφορᾷ, ἀλλ’ ἡ τῆς νοήσεως ἐπίτασις. Τὸ τὴν κραυγὴν ἡμῶν εἰσελθεῖν πρὸς τὸν Θεὸν, καλὸν ἡμῖν ἐστιν· ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν ἡμῶν δηλοῖ πρὸς Θεόν· ἡ δὲ δέησις τὴν αἴτησιν, τὴν περὶ ὧν βούλεται αὐτῷ τῷ δεομένῳ παρασχεθῆναι· ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ, τῷ Θεῷ πρέπον διδόναι, καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν. Μὴ ἀπεστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον τὸ οὖς σου πρὸς μὲ, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσομαί σε, ταχὺ εἰσάκουσόν μου. Ἀποστρέφει οὖν τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν αἰτούντων, ὅταν αἰτῶσιν λαβεῖν ἃ μὴ προσήκει Θεῷ δοῦναι. Ὁ δὲ ἅγιος οὐ τὸ μὴ λυπεῖσθαι ζητεῖ, ἀδύνατον γὰρ τοῦτο· ἀλλ’ ὥστε ὑπομένειν καὶ χαίρειν. Παῤῥησίας δὲ ἐξ ἀγαθῶν πράξεων, τὸ εἰπεῖν· Μὴ ἀποστρέψῃς· ἐφ’ οὗ ἀποστρέφει τὸ πρόσωπον ὁ Κύριος, οὐκ ἐρεῖ τό·
PG 12:1421Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου. Κλῖνον, λέγει, διὰ τὸ μὴ ἐφικνεῖσθαι τὴν ἀνθρωπίνην κραυγὴν τοῦ τῆς θεότητος ὕψους. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν· ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Τοῦ λογιζομένου ὡς καπνὸν εἶναι τὰ ἀνθρώπινα, ὡς καπνὸς ἐξέλιπον αἱ ἡμέραι, διὸ οὐκ ἐν καυχήματι ταῦτα λέγεται ὑπὸ τοῦ προφήτου· ἀλλὰ τὰ ὀστᾶ συνεφρύγησαν πάντως οὗ καθίκετο λόγος. Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν. Καὶ ἐξηράνθη ἡ καρδία μου κτλ. Ξηραίνεται νοῦς ὕδατος πνευματικοῦ ἀπορῶν, τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς. Ὁ πάσῃ δυνάμει ἐν τῷ λόγῳ τοῦ Θεοῦ τυγχάνων ἐπιλανθάνεται φαγεῖν τὸν τοῦ σώματος ἄρτον, τὸ δὲ ἑξῆς ἐρεῖ, ὡς οὐκ ἐλιπάνθη, οὐδ’ ἐπαχύνθη, ἀλλὰ στενάζει, ὢν ἐν τῷ σκήνει. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δόματι. Πάντα λέγει τὰ ὄρνεα τὰ χαίροντα ἐρημίας·
PG 12:1422ὧν κατὰ τὴν ὁμοιότητα κἀγὼ μονούμενος, καὶ τὰς νύκτας βοῶν, μισητὸς τοῖς ἀκούουσιν ἐγενόμην, ἢ ἐκκλίνων τὰς τῶν πονηρῶν συνουσίας, ἐμονώθην καὶ ἐξηνθρώπιζον. Τὸ οἰκόπεδον δὲ ὁ Σύμμαχος ἐρείπιον εἶπεν. Ἢ τῷ ὁμοιωθῆναι πελεκᾶνι παρίστησι τὴν ἐρημίαν τοῦ ἔθνους, παρ’ οὗ ταῦτα λέγει. Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι’ ἕκαστον δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ’ ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκείων, ταῖς ἐρήμοις προστρέχει καταλελεμμένος· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται· διὰ τούτων δὲ παρίστησι τὴν ἐρημίαν καὶ τὴν μόνωσιν αὐτοῦ ὁ προφήτης, ὃς φεύγων τὰς πολυάνδρους τῶν πόλεων, τὴν ἠρεμίαν ἠσπάζετο, διδάσκων καὶ ἡμᾶς, ὅτι δεῖ τὰς εὐχὰς ποιεῖσθαι μετὰ σχολαζούσης καὶ γαληνῆς διανοίας· συμφέρει γὰρ τῇ ψυχῇ τὴν τῶν βιωτικῶν πραγμάτων ἐρημίαν μετέρχεσθαι. Εἰ δὲ ἐν ὄρεσι καὶ σπηλαίοις τὸν βίον τῶν ἀσεβῶν ἐξέκλινον οἱ τοῦ Θεοῦ ἄνθρωποι, δικαίως ἔλεγον τό· Ἐγεννήθην ὡσεὶ νυκτικόραξ·
PG 12:1423δι’ οὗ δηλοῦται τὸ ὁλονύκτως εὔχεσθαι καὶ ταπεινὸν τῆς καρδίας· οὐκ ἐςθημάτων γὰρ χρῄζει ὁ μονάζων, ὡς οὐδὲ τὸ στρουθίον οὐκ ἐπιβουλὴν δέδοικε, κατοικεῖ γὰρ ἐν δώματι, καὶ τῶν ἐπιβουλευόντων ἐςτὶν ὑψηλότερος. Εἴη δ’ ἂν καὶ ὁ προφητικὸς χορὸς τὴν ἐρημίαν κλαιόμενος καὶ ἀπόπτωσιν· καὶ οὐ μόνον, φησὶν, ὑπὸ τῶν ἐχθρῶν ὠνειδιζόμην καὶ ἐμισούμην, ἀλλὰ καὶ οἱ πρότερον θαυμάζοντες τὰ ἐμὰ, ὅρκον ἐποιοῦντο, [διὰ] τὰς ἐμὰς συμφορὰς φάσκοντες· Μὴ τάδε πάθοιμι ὡς οὗτος Τὸν πελεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγείρειν τὰ τεθνηκότα τῶν τέκνων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. Ἀνωτέρω μὲν περὶ μόνης εἶπε τῆς καρδίας· Ἐπλάγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου· νῦν δὲ περὶ ὅλου τό· Καὶ ἐγὼ ὡς χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
PG 12:1424Καὶ τοῦτο δὲ σὲ μάλιστα ἐπικάμψαι ὀφείλει, Δέσποτα, ὅτι τὸ ἡμέτερον ὀλιγοχρόνιον καὶ ἐπίκαιρον καὶ συμφοραῖς συνεζευγμένον, τὸ δὲ σὸν ἀί̈διον καὶ ἀπαράτρεπτον καὶ ἀθάνατον, ὥστε δυνατὸν εἶναι χαρίσασθαί μοι τῶν παρόντων μεταβολήν. Διὸ ἐπάγει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Οἰκτειρήσεις, ἀντὶ τοῦ· φιλανθρωπώθητι πρὸς τὴν Σιὼν, καὶ ὅτι ὁ καιρὸς τὸ ἔλεος ἀπαιτεῖ· ὁ γὰρ τῆς ταλαιπωρίας, ἡμῶν χρόνος. Λέγει δὲ τὰ ἑβδομήκοντα ἔτη συντετελέσθαι, καὶ ἐπιποθοῦμεν τὴν ἐκεῖ οἴκησιν καὶ τὰ ἐν αὐτῇ ἐδάφη λίαν, καὶ τῶν ἐκ τῆς πορθήσεως σχισμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθεται. Τούτου γὰρ γενομένου, φόβος τοὺς περιοικοῦντας λήψεται, καὶ ὡς πολλὰ δυνηθέντες δοξάσουσιν. Νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν, τὴν πεφυκυῖαν σκοπεύειν τὰ ἐπουράνια. Ὅτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Χοῦν οἰκτειρήσουσι, τουτέστι τοὺς χοϊκούς. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου, ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
PG 12:1426Τὰ μὲν ἔθνη φοβηθήσονται τὸ ὄνομα Κυρίου, οἱ δὲ κρείττονες αὐτῶν, οἱ βασιλεῖς τὴν δόξαν αὐτοῦ, ὅτι ᾠκοδόμησε τὴν Σιών· ὁ δὲ φόβος οὗτος, φησὶ, γενήσεται, ἐπὰν ἀρέσῃ σοι τὴν Σιὼν οἰκοδομήσειν, καὶ τὴν σὴν πάλιν δόξαν ἐν τῷ ναῷ δεῖξαι, ἢ ἐπεὶ ἀσθενείας τοῦ Θεοῦ κατεγίνωσκον, ὡς μὴ ἰςχύοντος τῆς δουλείας ἐκσπᾶσαι Ἰούδαν. Δόξαν αὐτοῦ καλεῖ τὴν τῆς πόλεως νεουργίαν, ἀντὶ τοῦ πάλιν τὴν Σιὼν οἰκοδομηθῆναι ἐν τῇ προτέρᾳ δόξῃ· ὄψονται τὸν τῶν ὅλων Θεόν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδημίαν οἰκοδομήσει Κύριος τὴν Σιὼν, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἢ καὶ οὕτως· γενόμενος σὰρξ ὅλως, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν ἐκκλησίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφθήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ, θεασώμεθα τὴν δόξαν αὐτοῦ πλήρους χάριτος καὶ ἀληθείας. Ὅρα δὲ ὅπως αἴτιόν ἐστι τῆς τῶν βασιλέων ὑποταγῆς καὶ τῆς τῶν ἐθνῶν ἐπιγνώσεως ἡ τῆς Σιὼν οἰκοδομὴ, οὐ τοῦ ἱεροῦ λίθοις, ἀλλὰ θαύμασι καὶ χαρίσμασι πνευματικοῖς καὶ μυστηρίοις ἐνδόξοις·
PG 12:1427οἰκοδομὴ ὤφθη ἐν τῇ δόξῃ αὐτοῦ, ἡνίκα μέσος τῶν ἀποστόλων ἔστη, ἐπὶ τὴν ἔρευναν προτρεπομένου τοῦ Θωμᾶ ἀπιστήσαντος· δόξαν δὲ τὰ πάθη διαφόρως λέγει. Ἢ καὶ οὕτως, ἡ οἰκοδομουμένη ἀπὸ Κυρίου ἐκκλησία ἡ Σιών ἐστι, σκοπευτήριον ἑρμηνευομένη, ἐν ᾗ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ, εἴ τις οἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους. Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον, ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Λαὸς ὁ κτιζόμενος, εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Τὸ κτιζόμενον, ἤτοι πάλιν ἐστὶν ὁ κόσμος, ἑκατέρων δὲ αὐτῶν ὁ λαὸς, καὶ τάχα νῦν ὁ ἀπὸ τῶν ἐθνῶν. Εἰ μὴ οὖν ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ ὁ Κύριος, οὐκ ἂν ᾔνησεν αὐτὸν λαὸς, ὁ ἔτι κτιζόμενος, καὶ ἕως τῆς συντελείας κτιζόμενος, ὡς πάλαι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Πέδαι δὲ εἶεν τὸ σῶμα τῆς ταπεινώσεως· υἱοὶ δὲ τῶν τεθανατωμένων λύονται ὑπὸ τοῦ λόγου. Τίνων δὲ υἱοὶ ἢ τῶν ἀντικειμένων δυνάμεων;
PG 12:1428οἱ γὰρ πατέρες, ὧν ὡς ζώντων ὁ Θεός ἐστιν, οὐ πεπεδημένων εἰσὶ πατέρες· ἐλεύσεται δὲ ὁ λέγων· Τεθανατωμένων τῇ ἁμαρτίᾳ τῶν πατέρων υἱοὶ δεδεμένοι ὑπὸ τοῦ Λόγου λύονται. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Δύο γενεαὶ, δυὸ λαοὶ, ἐν οἷς τὰ τοῦ Θεοῦ ἐστιν ἔτη. Ἀντὶ τοῦ· Δίδαξόν με τὴν φύσιν τῶν ἐνταῦθα ἡμερῶν, ὥς ἐστιν ἐντελὴς καὶ βραχεῖα καὶ ὀλίγη· καὶ ἐν πληρώματι ἡμερῶν ποιήσας με γενέσθαι, ἀνάγαγέ με ἐντεῦθεν· ὁ ἐντελὴς δὲ ἐξελθὼν ἐν βίῳ καὶ γνώσει, ἐν ἡμίσει ἀνάγεται ἡμερῶν, οἱονεὶ ἐξ ἡμισείας πεφωτισμένος παρὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Πᾶσα δύναμις τοῦ ἔσω, καὶ κατ’ εἰκόνα τοῦ Θεοῦ ἀνθρώπου, οἷον ἡ νοητικὴ, καὶ διανοητικὴ καὶ ἡ ἐπιβλεπτικὴ, καὶ ἡ ὁρμητικὴ, καὶ ἡ φανταστικὴ, καὶ αἱ λοιπαί. Ἔςτι τὸ τὰς θείας χάριτας διὰ τὸ ὑμνεῖν ἀμείβεσθαι. Ἑαυτῷ οὖν ἐγκελεύεται εὐλογεῖν τὸν Θεὸν, καὶ ὑμνεῖν, καλὸν φάρμακον ἑαυτοῦ, τὴν εἰς Θεὸν εὐλογίαν τιθέμενος. Διὰ τῶν ἐντὸς, τὸ ἐξ ὅλης ἰσχύος δηλοῖ. Ἢ τὸ πάντα τὰ ἐντὸς, ἀντὶ τοῦ πᾶσά μου ἐνθύμησις καὶ πᾶν νόημα·
PG 12:1430ἐντὸς γὰρ τοῦ ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ καὶ μνημονευτικὴ, καὶ αἱ λοιπαί. Ἐνδιατρίβει δὲ τῇ παρὰ τὸν ὕμνον προτροπῇ, εἰδὼς τοῦτο ὅτι ταῦτα ἀντὶ τῶν μεγαλῶν εὐεργεσιῶν ἐποφείλονται. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τὸν παλαιὸν ἄνθρωπον, διὸ τῆς ἁμαρτίας ἐνδυσαμένη ἡ ψυχὴ, τὴν νεότητα αὐτῆς ἀπωλείας καὶ ὡσανεὶ ῥυτίδος ἀνείληφεν· ὅτε οὖν ποιεῖ αὐτὴν μηκέτι ἔχειν σπῖλον ἢ ῥυτίδα, ἀνακαινίζει αὐτῆς τὴν νεότητα, ὡς ἀετοῦ. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἱ μὴ γνωρίσαντες τὰ θελήματα αὐτοῦ, οὐκ εἰσὶν υἱοὶ Ἰσραήλ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος καὶ τῆς φιλανθρωπίας τὸ πέλαγος. Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ, καὶ ἄλλο μῆνις. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, Ἐλάττους δὲ καὶ τὰς τιμωρίας, οὐ πρὸς ἀξίαν κολάζων. Καθόσον ἀπέχουσιν ἀνατολὴ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
PG 12:1431Θεοῦ ἡμῖν τοῦτο χαριζομένου ὅτε πόῤῥω τῆς ἡμῶν ἡμαρτιῶν ἐγενόμεθα καὶ ἕξεως καὶ διαθέσεως, καὶ ὅσον κρείττονες γινόμεθα, κατὰ διάμετρον ἱστάμεθα τῆς ἁμαρτίας· ἐκείνης μὲν γὰρ ἐπὶ δυσμῶν ὁ τόπος, τῶν δὲ ἐναρέτων κατὰ ἀνατολήν· καὶ γὰρ ὁ Χριστὸς, ἡ ζῶσα ἀρετή, ἐστιν κατὰ τὸν Ἱερεμίαν ἡ ἀνατολή. Καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Πατρὸς γὰρ ἀγαθότητα δείκνυσιν, ὁ δημιουργὸς ὤν τε καὶ ποιητής· μακρὸν δὲ τοὺς φοβουμένους αὐτὸν οἰκτείρων, εἰς υἱῶν ἔθετο τάξιν. Οὐδὲ γὰρ μισεῖται οὓς κατεσκεύασεν, ἀλλ’ ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων, ἃς κατὰ μόνας ἔπλασεν, οἶδεν τί ἑκάςτῳ συμφέρει, καὶ ὧν ἔχομεν δύναμίν τε καὶ ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ’ ἐνέργειαν ἔχοντι αὐτὸς, υἱὸς αὑτοῦ γενέσθαι. Λέγοι δ’ ἂν καὶ ὡς πεῖραν ἔλαβεν πλάσματος, γενόμενος σὰρξ, καὶ φυσικὴν ἔχει διάθεσιν, υἱοὺς ἡμᾶς λογισάμενος. Καθὼς οἰκτείρει πατὴρ υἱούς· οὓς γὰρ εἶδε ποίημα καὶ ἔργα τῶν χειρῶν αὐτοῦ, κατῳκτείρησεν. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται εἰς τὸν τόπον αὐτοῦ.
PG 12:1432Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Μετὰ τὸν θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ. Εἰ μὲν οὖν φύσις ἡμῶν ἐστὶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐκγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε, Κύριε, ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω. Ἐν μὲν τοῖς πρὸ τούτου ψαλμοῖς διὰ πλειόνων προτρέπεται τὴν ἑαυτοῦ ψυχὴν εὐλογεῖν τὸν Κύριον ὁ προφήτης, καὶ διεξέρχεταί τινα περὶ αὐτοῦ ἐν αὐτῇ· ἢ οὐδὲν λέγων πρὸς αὐτὸν, ἐν τοῖς μεγάλοις Θεὸς μεγαλύνεται, ὁποῖος ἦν ὁ προβαίνων Ἰσαὰκ, καὶ γενόμενος μείζων, ἕως γένηται μέγας σφόδρα, σφόδρα· καὶ Μωσῆς ὁ μέγας παρὰ πάντας ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς. Οὐκ οἶμαι δὲ αὐτὸν ἐν τοῖς μικροῖς καὶ ἐπιδεχομένοις, διὰ τὴν μικρότητα, τὸ σκανδαλίζεσθαι, περὶ ὧν εἰσδεόμενοι, ἐντολῆς ἄνευ, κατευφρονήσωμεν ἂν αὐτοῖς· μανθάνωμεν οὖν μὴ καταφρονεῖν τῶν μικρῶν τούτων ... Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω.
PG 12:1433Ἀντὶ τοῦ πάντα τὰ ἔργα σου εὐχαριςτίας πεπλήρωται καὶ μεγέθους, καὶ μεγαλοπρέπειαν τοῖς πᾶσι ἐδείκνυσας, ὡς ἐξ ἱματίων καθαρῶν πολλάκις οἱ ἄνθρωποι τοῖς ὁρῶσι. Τοῦτο γὰρ αἰνίττεται τὸ ἐνεδύσω. Γνησίως ἐξομολογούμενοι, καθ’ ἑκάτερον σημαινόμενον παρὰ τοῦ ἐξομολογεῖσθαι, ὑφαίνομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἐξομολόγησιν ἣν ἐνδύεται. Μετὰ δὲ τὴν ἐξομολόγησιν, πάντα εὐπρεπῶς τὰ δέοντα πράξαντες, καὶ εὔξαντες, καὶ εὐπρεπείας ἕτερον χιτῶνα ὑφαίνομεν Κυρίῳ τῷ Θεῷ. Ἢ οὕτως· ὁ Σύμμαχος· Ὕμνον καὶ δόξαν ἠμφιέσω. Οὐκ ἔςτιν γὰρ σὲ ἀγνοοῦσιν, [ἀλλὰ] τοῖς τῶν σῶν ἀπολαύσασι ἀγαθῶν· οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλὰ σὲ ὑμνοῦσι καὶ σοὶ τὸ τῆς δοξολογίας ἐκτείνουσι χρέος. Ἢ οὕτως· ἀφορῶντες εἰς τὴν σὴν πρόνοιαν, [σὲ] ὦ δέσποτα, μεγαλύνομεν, τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι· οὕτως τὴν ἡμετέραν ἐξομολόγησιν καὶ εὐπρέπειαν, τουτέστι μετὰ αἴνου δοξολογίαν, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσαι, ἢ τὸ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν ἔχων τὸ πρέπον. Ἐξομολόγησις δὲ τὸ πᾶσαν συμφωνίαν τῶν ἐναρμονίων ἔχει παραυτά· ἀλλὰ καὶ ἐνδύσασθαι μεγαλοπρέπειαν καὶ τὴν ἐξομολόγησιν φησίν.
PG 12:1435Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Γινόμενοι δὲ φῶς, ὥστε λάμψαι τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἄλλο ἱμάτιον τῷ Κυρίῳ κατασκευάζομεν εἰς δόξαν αὐτοῦ, ὄντος ἡμῶν Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐκτείνων τὸν οὐρανὸν ὡς δέῤῥιν. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδήλωσεν; ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι πρὸς τὸ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ μόνῳ χρησάμενος. Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος· Ἐπὶ τῆς ἕδρας αὐτῆς. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Εἰπὼν τὰ περὶ τῆς γῆς, μετέβη ἐπὶ τὸ ὕδωρ, ἑβραϊκῷ ἤθει ἀῤῥενικῶς εἰπὼν τὸ ἄβυσσος, διὸ ἐπήγαγε τὸ αὐτοῦ. Καὶ γὰρ Ἀκύλας καὶ Θεοδοτίων· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτὴν, ἤτοι τῇ ὑγρᾷ οὐσίᾳ τὴν γῆν περιέσχες· πανταχόθεν γὰρ ὕδασι περιέχεται. Τὴν γὰρ ὑγρὰν οὐσίαν ἄβυσσον ἐκάλεσε, ἥτις πάσῃ τῇ γῇ ὡς ἱμάτιον περικέχυται. Οἷον καὶ τὴν ἄβυσσον, φησὶν, οὕτως συνέχεις καὶ περιβάλλεις, ὡς εἴ τις περιβολαίῳ καὶ ἱματίῳ περιβάλοι τι πρᾶγμα καὶ συνέχοι αὐτὸ ἐν τῷ μέσῳ·
PG 12:1436διὰ ταύτην οὖν τὴν αἰτίαν ὡς συνεχομένη μὲν ὑψοῦται, ἁπλωθῆναι δὲ πέρα τῶν οἰκείων ὅρων οὐ δύναται. ἀλλ’ ὅταν ὑψωθῇ, ὥσπερ ἐπιτίμησιν δεχομένη, δειλιᾷ καὶ συστέλλεται· μήποτε δὲ οἶδεν αὐτὴν ἀκίνητον καὶ ἐν τῷ κέντρῳ. Τοῦτο καὶ οἱ ἑξῆς στίχοι δηλοῦσιν. Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα, ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσωσιν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτῷ. Ὕδατα, ἀντὶ τοῦ· ὑψούμενα μὲν, ὄρη μιμοῦνται, καὶ ὡς ὄρος ἕστηκεν. Καὶ τί τὸ μετὰ ταῦτα; ἐπιτιμᾷς αὐτοῖς, βροντὰς ἐπάγων, καὶ τρόπον τινα δειλιῶντα εἰς τὴν οἰκείαν τάξιν ἀποκαθίσταται. Ὑψοῦται μὲν γὰρ τὰ κύματα ὡς ὄρη. Λείπει γὰρ τὸ ὡς, ἵν’ ᾖ· Ἀναβαίνουσιν ὡς ὄρη τὰ ὕδατα ὑπὸ τῶν ἀνέμων ἐξοιδαινόμενα. Οὐ μὴν καὶ διαμένουσιν οὕτως, ἀλλὰ καταστορούμενα πάλιν πεδίοις, ὁμαλέσιν ἀφομοιοῦνται, καὶ ταῦτα, φησὶ, γίνεται ἐν τῷ τόπῳ ἐν ᾧ τὴν θάλασσαν περιγεγράφθαι προσέταξας. Στήσονται ὕδατα, ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις. Ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
PG 12:1437Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τῆς περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλπουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέσον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἥμερα διαδιδράσκονται, ἐν ὥρᾳ δ’ ἀναπαύσονται. Κατὰ μέρος δοξολογῶν, ἐπέρχεται τῇ προνοίᾳ, καὶ τὴν μετὰ σοφίας τεθαύμακεν ἀγαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πεφροντικότος διαμονῆς τοῦ Θεοῦ. Ποιήσας γὰρ αὐτὰ καὶ τρέφει τε καὶ ποτίζει. Διὸ τὰ ὄρη τεμὼν παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο πρὸς ὠφέλειαν ἀνθρώπων τε καὶ κτηνῶν καὶ ὄρνεων. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀνακτήσεται ὄναγρος δίψαν αὐτοῦ. Περὶ δὲ τῆς μέχρι τούτων προνοίας, ἔλεγεν ὁ σωτήρ· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὕτω καὶ τῶν ἀλόγων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπιχωρηγεῖν.
PG 12:1438Ποτίζει γὰρ ὄρη καὶ πεδία, οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ’ ἄνωθεν τοὺς αὐτάρκεις ἐπιχορηγῶν ὑετούς. Λογικάς τινας διὰ τῶν λογικῶν τούτων αἰνίττεται φύσεις. Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας, δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει. Κατασκηνοῖ ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἐπειδὴ ἔσχον πίστιν, ὡς κόκκον σινάπεως. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων. Ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Ὥσπερ τῶν ὑδάτων δέδωκεν τὴν χορηγίαν, οὕτω καὶ ἀπὸ γῆς τρέφεσθαι παρεςκεύασεν· διὰ τοῦτο ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι’ αὐτῶν γεωργοῦντες τὰ πρὸς ζωὴν εὕρωμεν. Τάχα ἡ λέξις χόρτος καὶ οὗτος μὲν ἄρτος γῆς. Ἔστι δέ τις ἄρτος οὐρανοῦ περὶ οὗ εἴρηται· Ἄρτον οὐρανοῦ δέδωκεν αὐτοῖς. Χόρτος· ὁ γὰρ ἀσθενὴς λάχανα ἐσθίει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσεν. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
PG 12:1440Δείκνυσιν καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδροι, καὶ τὰ ἕτερα τοῖς αὐτοῦ νεύμασιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι’ ἕτερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖραν ἔχομεν καὶ τῶν στρουθίων εἰς καλιάς. Ὥσπερ ἔστι τινὰ ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα τοῦ πεδίου. Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις· πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Εἴ τις, φησὶν, ἔροιτο· Διὰ τί ὄρη; διὰ τί πέτραι; μανθανέτω ὅτι ταῦτα ἀναγκαίως ἐδημιουργήθη. Εἰ γὰρ δι’ ὅλου ἥπλωτο πεδίας ἡ γῆ, μὴ ἔχουσα ὄρη, οὐκ ἂν τὰ ποικίλα συνέστη τῶν ζώων γένη, θᾶττον τῶν ἰσχυροτέρων τοῖς ἀσθενεστέροις ἐπιπηδώντων. Νῦν δὲ ἡ τῶν ὀρέων σύστασις καταφυγὴ γέγονε, τοῦ μὴ ἀσθενέστερα ὑπὸ τῶν ἰσχυροτέρων ἁλίσκεσθαι, καὶ μάλιστα κατὰ τὸν τοῦ ὕπνου καιρόν· ἀλλὰ καὶ λαγωοῖς ἢ χοιρογρυλλίοις (ἀμφότερα γὰρ φέρεται ἐν τῇ ἀναγνώσει) τίς ἦν ἄλλη καταφυγὴ, εἰ μὴ πέτραι καὶ σπηλαῖα ὡς χηραμοὶ συνέστησαν, εἰς ἃς διαδιδράσκοντα σώζεται, καθάπερ ἄνθρωποι πρὸς οἰκίας καὶ τείχη. Ὁ ἔλαφος, ὄφει πολέμιος· τοιοῦτοι καὶ οἱ τοῦ Χριςτοῦ μαθηταὶ, ἑτοίμως ἔχοντες ἐκδικεῖν πᾶσιν παρακοὴν, οἱ καὶ πατεῖν ἐπάνω ὄφεων ἥκουσιν.
PG 12:1441Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν τοῖς οὐρανοῖς πρόνοιαν· δι’ οὗ δὲ ἑτέρου γεγενῆσθαι τὴν σελήνην φησὶν, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν; Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, θείῳ καὶ αὐτὸς προστάγματι δηλονότι πειθόμενος· οὐχ ὡς ἔμψυχος δὲ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κατὰ δὲ τὸν θεῖον ὅρον ὁδεύων. Ἀπ’ ἀμφοτέρων μὲν ἀμφότερα εὑρίσκεται, καιρούς τε γὰρ ὁ ἥλιος ποιεῖ, καὶ δύσει καὶ ἀνατολῇ ὁμοίως κέχρηνται, ἀλλὰ διεῖλεν αὐτὰ κατ’ ἴδιον οἴκημα· καιροὺς δὲ καλεῖ τὰ μέτρα ἡμερῶν καὶ μηνῶν, τὰς γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρεσκεύαζε· ἀλλὰ καὶ ὁ ἥλιος φωτίζειν μόνον μαθὼν, ὅτε προσετάχθη, πρὸς δύσιν χωρεῖ· ἔδει γὰρ καὶ νυκτὸς εἰς ἀναχώρησιν μὲν τῶν ἡμέρων ζώων· εἰς πρόοδον δὲ τῶν ἀγρίων τὰς τοῦ ἡλίου κατὰ θείαν πρόνοιαν ἀποστέλλεσθαι αὐγὰς, ἡ γὰρ ἂν καὶ αὐτοῖς ἐπετίθετο· διὸ τὸ χρήσιμον τῆς νυκτὸς ὑπογράφων φησίν·
PG 12:1442Ἡλίου δὲ ἀντισχόντος, τὰ μὲν [θηρία] εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτέρας ἡμέρας πόνον ἀποθέμενοι, προθύμως πάλιν ἔτι τοῖς ἔργοις διημερεύουσι. Οὐδὲ τὸ ζητῆσαι δὲ τροφὴν, κυρίως κεῖται· λογικῶν γὰρ ἡ ζήτησις· δηλοῖ δὲ καὶ τούτοις τὸν Θεὸν τὴν ἀναγκαίαν παρέχειν τροφήν. Αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχορος. Τὸν βίον τοῦτον σημαίνει. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν ἐπιστρέψουσιν. Οἱ ἐκπίπτοντες δὲ τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς πνεύματος, γίνονται χοϊκοί. Ἐξαποστέλλεις τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἣν Παῦλος ἔκστασιν εἴρηκεν, ταύτην Δαυὶδ ἀνακαινισμὸν προσηγόρευσεν. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. Ὅτε ἐποίει ἐργασίας ἐν ὕδασι πολλοῖς, ἐθεώρουν τὰ ἔργα τοῦ Κυρίου· τούτων, ἔφη, μνήσθητε καὶ πάλιν ποιεῖτε ἐργασίαν ἐν ὕδασι πολλοῖς. Τὰ τέρατα λέγει, ὧν πεποίηται ἐν τῇ παρουσία θεοσημείων. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Τὸ βραχεῖς ἐπὶ ὀλίγων εἶπε·
PG 12:1444τὸ δὲ βραχὺ ἐπὶ μεγέθους, τὸ δὲ ὀλίγον ἐπὶ ἀριθμοῦ τέτακται. Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Τὰ κατὰ τὴν ἀποδημίαν διηγεῖται τοῦ Ἁβραὰμ, καὶ τοὺς σκυλμοὺς τοῦ Ἁβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ· παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλουν, καὶ οὐδὲ ἐφ’ ἑνὸς ἱδρυμένοι τόπου, ἀλλὰ νῦν μὲν ὧδε, ἐκεῖ δὲ ἄλλοτε τὰς σκηνὰς μεταφέροντες. Ἢ ὅτι πολλὰ ἔθνη μετῆλθον, μέχρις ὅτε τῆς ἐπαγγελθείσης αὐτῆς γῆς τὸν κλῆρον παρέλαβον· Ἢ ἀπολογίαν δοκεῖ ἔχειν τὴν ἐν τοῖς προκειμένοις διδασκαλίαν, τοῦ μὴ ἀκρίτως ἀποδοκίμασθαι τὸν ἐκ περιτομῆς λαόν· εὐλογεῖ δὲ ταῦτα πεπονθέναι, ὅτι μυρίων καταξιωθέντων πρὸς τοῦ Θεοῦ εὐεργεσιῶν αὐτοὶ ἑαυτοὺς ἐναντίους κατέστησαν καὶ ἐχθροὺς τῆς τοῦ Θεοῦ προαιρέσεως. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Τὸ δοκοῦν κακὸν, ὁ ἐν Αἰγύπτῳ λιμὸς, ἀρχὴ γέγονε τῶν ἐν Ἑβραίοις οἰκονομιῶν ἀγαθῶν. Οὕτως καὶ πᾶν τὸ δοκοῦν κακὸν, ἀλλὰ καὶ τὸ ἀληθῶς κακὸν, διὰ τὸ ὕστερον ἀγαθὸν γίνεται· κακὸν γὰρ, ὁ κατὰ τοῦ Ἰωσὴφ ζῆλος τῶν ἀδελφῶν, καὶ ἡ ἐπιθυμία τῆς δῆθεν δεσποίνης τοῦ Ἰωσήφ.
PG 12:1445Πᾶν στήριγμα κτλ. ἀντὶ τοῦ πᾶν διαθρέψαι δυνάμενον, σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ ὄσπρια, καὶ τ’ ἄλλα, δι’ ὧν βιοτεύουσιν ἄνθρωποι. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν. Πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ Θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. Δύο πυρώσεις εἰσι γενικαί· ἡ μὲν ἀστεία, ὅτε τὸ λόγιον Κυρίου πυροῖ τινα, ἵνα τῆς σοφίας ἐρασθεὶς καὶ παντὸς καλοῦ πυρωθεὶς, ἐπ’ αὐτῷ γένηται πῦρ Κυρίου. Ἡ δὲ φαυλὴ, ὅτε τις τέτρωται ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ, ἵνα σωματικῶν ἐπιθυμῇ· ἐπεὶ τοίνυν καὶ τὸν Ἰωσὴφ τὸ λόγιον Κυρίου ἐπύρωσεν, οὐκ ἠδυνήθη αὐτὸν ὁ πονηρὸς ἐπὶ τῇ δεσποίνῃ πυρῶσαι. Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαῶν καὶ ἀφῆκεν αὐτόν ... Οὐκ ἄλλος ὁ βασιλεὺς, καὶ ἄλλος ὁ ἄρχων· ἀλλ’ ἀναδιπλώσει χρῆται γραφικῷ ἔθει, ὡς τό· πορευόμενοι ἐπορεύοντο· τὸν Φαραὼ δὲ λέγει ἐπὶ τὴν τῶν ὀνειράτων ἀπορίαν, ὅτε καὶ λύεται, καὶ καθίσταται ὁ κύριος· τὴν δὲ ἀπὸ τῆς οἰκονομίας αὐτοῦ δεικνὺς ὠφέλειαν, ἐπάγει·
PG 12:1446Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ἐπίσημος γὰρ διὰ τῆς ἐπίλυσιν τῶν ὀνειράτων γενόμενος εἰς σύνεσιν, ἐπαιδοτρίβει τοὺς ἐγχειρισθέντας τοῦ ζηλῶσαι αὐτόν· αὕτη, φησὶν, ἡ αἰτία τοῦ εἰσελθεῖν Ἰσραὴλ εἰς Αἴγυπτον, κἀνταῦθα δὲ ἀναδιπλώσει χρῆται. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ δὲ τὴν Αἴγυπτον λέγει· Χὰμ γὰρ ἐγέννησε τὸν Χαναὰν, ὁ δὲ Μεστραὶ̈μ, ὃς ἑρμηνεύεται Αἴγυπτος· εἰκὸς γὰρ πάππον ὄντα τοῦ Μεστραὶ̈μ τὸν Χὰμ, ἐν Αἰγύπτῳ οἰκῆσαι, τοῦ Χαναὰν ἐν Παλαιστίνῃ οἰκήσαντος. Κατελθόντων δὲ οὐκ ἠμέλησε, φησὶν, ἀλλὰ κἀκεὶ αὐτοὺς ηὔξησε, καὶ τῆς οἰκείας εὐλογίας μετέδωκε. Εἴ τίς ἐστιν ὡς ἀληθὴς Ἰακὼβ, οὐ κατοικεῖ ἐν γῇ Χὰμ ἐκεῖνος, ἀλλ’ ἐν αὐτῇ παροικεῖ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Ὥστε λέγειν τὸν Φαραὼ, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· ἰδοὺ πολυπληθεῖ νῦν τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς, οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, καὶ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως.
PG 12:1447Χωρὶς γὰρ τῆς ἀρετῆς καὶ γνώσεως, οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. Ἐξαπέστειλε Μωσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ. Ἤδεσαν Μωσῆς καὶ Ἀαρὼν μόνοι τοὺς λόγους ὧν ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων, πῶς τε αὐτὰ ποιήσωσι καὶ τίνος συμβουλῇ. Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γενέσεως ποιότητα, ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. Ὀγδόη αὐτὴ πληγὴ πάντα χόρτον Αἰγύπτιον, καὶ πάντα τὸν καρπὸν τῆς Αἰγύπτου κατεσθίουσα· καὶ γὰρ τοιαῦτα ἦν, ὡς τῶν εὐτελεστάτων ζώων εἶναι τροφὴ, ἀχρίδων ὡς καὶ βρούχου, τῶν οὔτ’ ἐν λόγῳ, οὔτ’ ἐν ἀριθμῷ. Καὶ ὁ Ἰσραὴλ μέντοι, ἐὰν μὴ κατὰ νόμον Θεοῦ πολιτευόμενος γεωργῇ, ἀκούσεται·
PG 12:1449τὰ κατάλοιπα τῆς κάμπης καταφάγεται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν, καὶ ἐξήγαγεν αὐτούς. Τὴν τῶν πρωτοτόκων πληγὴν ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐκάλει, τῶν Αἰγυπτίων δηλονότι. Οἷον γὰρ ἀνταπόδομα ἦν ἡ πληγὴ αὕτη ὧν εἰς τοὺς Ἑβραίους καὶ τὰ ἄρσενα αὐτῶν ἐποίησαν, ὅτε πονῆσαι αὐτοῖς ὑπὸ τὴν πληνθείαν καὶ τοὺς ἄλλους παρεσκεύασε πόνους· αὐτὴ γὰρ μόνη ἡ πληγὴ αὐτῶν Αἰγυπτίων καθίκετο καὶ ἀποστεῖλαι κατήπειξεν. Ὅθεν ἐπάγει· καὶ ἐξήγαγεν αὐτούς. Ἐν τῇ δεκάτῃ μάστιγι πατάσσονται Αἰγυπτίων ῥίζαι καὶ ἀρχαὶ, καὶ πρωτότοκα καὶ ἀπαρχαὶ πόνων αὐτῶν λέγονται. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ. Ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἀντὶ τοῦ μετ’ ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστιν τῆς ἔξωθεν σοφίας. Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ, καὶ ὁ στύλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοηράν. Καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν.
PG 12:1450Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ. Καὶ πόνους λαῶν ἐκληρονόμησαν. Νῦν τὸ ἀποτέλεσμα πόνου, πόνον ὠνόμασεν. Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς τὸ γνῶναι καὶ ζητῆσαι αὐτόν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηςτός. Ἐπεὶ τὸ κυρίως ἐξομολογεῖσθαι τοῦ μηκέτι ἁμαρτάνοντός ἐστι, διὰ τοῦτο ὡς μὴ ἀκούουσιν ἡμῖν τὸ ἐξομολογεῖσθαι· ἁμαρτάνομεν γὰρ συνεχέστερον. Λέγεται τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ ἢ τοῖς ἀπογινώσκουσι διὰ τὰ πολλὰ ἡμαρτηκέναι, περὶ σωτηρίας ταῦτα λέγεται. Εἶτα ἐπάγει· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τὸ Τίς ἐνταῦθα, οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἔστι δ’ ὅτε καὶ τὸ ἀδύνατον δηλοῖ σημαίνειν, ὡς τό· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὡσεὶ ἔλεγε· Τίς δύναται ἀξίως τὴν τοσαύτην ἀγαθότητα διηγήσαςθαι; Ἑκάστη γὰρ πρᾶξις τοῦ Κυρίου αἰνέσεως γέμει. Ἢ τάχα μὲν αἱ δυναστεῖαι τὰ θαυμάσια περιέχουσι·
PG 12:1451τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐτοῦ· ὅσα γὰρ ὑπὲρ φύσιν ποιεῖ θνητὴν, δυναστεῖαι τοῦ Κυρίου εἰσίν. Ἀλλ’ ἐπεὶ, φησὶ, τὸ ὑμνεῖν αὐτὸν ἀξίως οὐκ ἔστι, ἐκεῖνοι μακάριοι, ὅσοι δι’ αὐτὸν τὰ τῆς δικαιοσύνης ἔργα ἐπιτάττουσι· γίνεται γὰρ τούτων ὁ βίος ὕμνος τῷ Θεῷ· οὗτοι γὰρ μόνοι ἄξιοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ κρίσει πάντα ποιοῦντες καὶ λελογισμένως· οὗτοι καὶ ποιηταὶ δικαιοσύνης εἰσίν. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Ἐφ’ ἑκάστης ἀρετῆς τό· ἐν παντὶ καιρῷ, λεκτέον, ποιοῦντες τὴν σωφροσύνην, ποιοῦντες ἀνδρείαν, ποιοῦντες ἀγάπην, μακροθυμίαν ἐν παντὶ καιρῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡςαύτως. Τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ Θεοῦ· ἐν τῷ Κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀγάπῃ· ταῦτα ἡμῶν κατ’ ἔπαινον ὀνομάζεται. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.
PG 12:1452Ὅρα εἰ μὴ βέλτιόν ἐστι τοῦ ἰδόντος τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μὴ νοήσαντος τὸν περὶ αὐτῶν λόγον, ὁ μὴ ἑωρακὼς μὲν αὐτὰ, συνιεὶς δέ. Ἐνταῦθα ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν συνίστη· οὐ γὰρ δὲ χρόνος διέλειπε πολὺς, καὶ τῶν εὐεργεσιῶν τοῦ τόπου εὐθέως ἀμνημονήσαντες, τῶν οἰκείων τρόπων πάλιν κέχρηται. Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, Μωσῇ κατεβόων· Παρὰ τὸ μὴ ἔχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; καὶ τὰ ἑξῆς. Ἀλλ’ ὅμως καὶ ἀγνώμονας φανέντας τῆς σωτηρίας ἠξίωσας. Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. Εὐκολίαν δεδήλωκεν τῇ τῆς ἐρήμου περιβολῇ. Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάςσῃ. Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ. Τοῦτο ἀναφέρεται εἰς τό· ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ· τὸ δὲ ἑξῆς εἰς τὴν ἐν ἐξόδῳ ᾠδήν·
PG 12:1454οὕτως οὖν ἦν, φησὶν, ὑπερβάλλον τὸ θαῦμα ὡς ἡττηθῆναι αὐλῶν τὴν ἀπιστίαν, καὶ ἄκοντας εἰς ὕμνον τοῦ θαυματουργήσαντος τραπῆναι, καὶ θαυμάσαι τὴν αἴνεσιν ἐκείνην, καὶ ᾆσαι· Ἄσωμεν τῷ Κυρίῳ. Σημειωτέον, ὅτι ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ, λέγουσαι· Ἄσωμεν κτλ. Εἶτα ἐπιφέρει· Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Δι’ ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παραχρῆμα μὲν πιστεύσαντες ᾖσαν αὐτῷ τὴν ᾠδὴν ἐν Ἐξόδῳ κειμένην, εἶτα πάντα παρέδωκεν λήθῃ. Οὕτω, φησὶν, ὀξεῖα ὤφθη τοῦ θαύματος ἡ λήθη, ὡς δοκεῖ μηδὲ γεγενῆςθαι. Τίς ἡ ἀπόδειξις; ἠβουλήθη, φησὶν, δοκιμάσαι αὐτοὺς ἐν τῇ ἐρήμῳ· οἱ δὲ δοκιμασίαν καθάπαξ οὐχ ὑπέμειναν, ἀλλ’ ἐπεθύμησαν ἐπιθυμίαν· λέγει δὲ τὴν τοῦ ὕδατος ἀντιλογίαν. Καὶ ἐπὶ τούτῳ καὶ ἐπιφέρει· Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν ἐσχάτων ἤρξατο θαυμάτων, τοῦτο δὲ καὶ ἐν τῷ οζ πεποίηκεν, ἐπεὶ ἐπέταξε πέτραν, εἰπών·
PG 12:1455Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, καὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὴν ψυχὴν αὐτῶν. Ὁ δὲ καὶ τοῦτό φησι· παριδὼν τὸ πλημμέλημα, παρέσχεν αὐτοῖς τὸ αἰτηθὲν, ἀντὶ τοῦ· Δέδωκεν αὐτοῖς ὕδωρ εἰς πλῆθος, ὥστε τὸ περιττὸν ποταμὸν ἐκτελεῖν, ἢ αἴτημα τὴν ἐπιθυμίαν εἶπεν, οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. Καὶ παρώργησαν Μωϋσῆν, ἐν τῇ παρεμβολῇ, καὶ Ἀαρὼν τὸν ἅγιον Κυρίου. Οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παραβαίνοντες, Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες, τὸν Ἀαρὼν παροξύνουσιν. Ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει. Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Σημειωτέον ὅτι τὸ πρῶτον περὶ Δαθὰν γενόμενον, καὶ Ἀβειρὼν ἐν Χωρὴβ κατὰ τὴν μοσχοποί̈αν ὕστερον εἶπεν, ἵνα μὴ ταράττῃ ἡμᾶς τοιαῦτα ὁρῶντας, καὶ τὸ ἐν τούτοις ἔθος τῆς γραφῆς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούς. Ὅτε εἶπεν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς. Ὥσπερ ὀφθαλμὸς Κυρίου, καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ.
PG 12:1456Εἴδωλον τοῦτο Ἀμμονιτῶν, ὁ καλούμενος παρ’ Ἕλλησι Κρόνος. Καὶ ἔφαγον θυσίας νεκρῶν. Ἢ διὰ τὸ νεκρομαντείας τὰ περὶ τὰ ξόανα τελετὰς ποιεῖν, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν μνήμας ποιεῖσθαι. Νεκροὶ γὰρ, οἱ περὶ τὸν Κρόνον. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Ὅτε ἀνεῖλεν τὴν Ἀμμανίτιν μετὰ τοῦ πορνεύσαντος· διδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν. Καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτούς. Ἀντὶ τοῦ προσέκρουσε Θεῷ. Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἐξωλόθρευσεν τὰ ἔθνη ἃ εἶπε Κύριος. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Διὰ γὰρ τὰς πρὸς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησεν· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει. Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
PG 12:1458Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ Θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας. Ὁ Κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν, οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς. Ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς, ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ’ ἐνέργειαν τέως ἁμαρτιῶν. Εἰ δέ τις τοῦ βοῤῥᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέρεται παντὶ ἀνέμῳ διδασκαλίας, οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἐπλανήθησαν ἐν τῷ ἐρήμῳ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν ἐν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ’ ἦσαν ἐν πλάνῃ πολλῇ. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρίζοντα καρδίαν αὐτῶν, οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ οὗ λέγεται· Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὗ μὴ διψώσει εἰς τὸν αἰῶνα. Καὶ ἐκέκραξαν πρὸς Κύριον, ἐν τῷ θλίβεσθαι αὐτούς. Καθὸ τὰς ὑπὲρ αὐτῶν ἱκετείας ἀνέφερον οἱ προφῆται.
PG 12:1459Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ σκότους· καθὸ δὲ ζωὴ, ἐκ σκιᾶς θανάτου· καὶ πάλιν ὡς δυνατὸς, διαῤῥήξει δεςμούς. Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Βουλὴ Κυρίου λέγεται φύσις ἁγία, ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οἱ ἐν κοσμικοῖς κόποις, ταπεινοῦνται τὴν καρδίαν· ἠσθένησαν, ὡς καὶ τὸ παρὰ Παύλῳ· Πολλοὶ ἀσθενεῖς. Καί· Ἀντέχεσθε τῶν ἀσθενῶν, καὶ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. Ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Δεσμοὺς, πύλας χαλκᾶς, ἤτοι τὰς κακίας λέγει, ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας. Διὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου.
PG 12:1460Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Βρῶμα τοῦ νοητοῦ ἄρτου φησί. Πύλας θανάτου, σκιὰν θανάτου καὶ σκότος τὴν εἰδωλολατρείαν φησί. Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἰάσατο αὐτοὺς ὁ Λόγος κατὰ τὴν ἐπίνοιαν ἰατροῦ· ἐῤῥύσατο, ἀναιρέσει νομικῆς λατρείας. Ἐξομωλογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ἐξαγγελλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους, οὗτος δοξάζει τὰ ἐλέη τοῦ Κυρίου. Ἐξαγγέλλει δὲ τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ πᾶς ὁ τὰ εἰς αὐτὸν γινόμενα ἐξαγγέλλων, καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ ἐργασίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέροις γενόμενα διηγούμενος. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης· λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι· κλύδοσι μὲν χαλεπῶς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες·
PG 12:1461οὕτως καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προτέρας [συμφορᾶς] τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. Ἢ καὶ περὶ τῶν ἀποστόλων φησὶν, ὅτε [ἐβόων]· Καὶ ἐλέησον, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Καὶ ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ἵνα] ἐπακούσας ῥύσηται ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν τῶν πειρασμῶν καταιγίδα εἰς αὖραν, καὶ ἡσυχάσῃ τὰ καθ’ ἡμῶν κύματα τοῦ βίου.
PG 12:1463Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειραςμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς οὖν λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ. Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων. Ἔθετο ποταμοὺς εἰς ἔρημον. Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέφονται οἶκον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου. Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς. Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβάλλοντες διὰ τὰς τῶν ἀποστόλων παραδόσεις, ἐν ταῖς τῶν ἀνθρώπων κατασπείρουσι ψυχαῖς, φυτεύουσί τε ἀμπελῶνας, τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας.
PG 12:1464Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦνται, ἀλλ’ οἱ ποιοῦντες καρποὺς πνευματικούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραύ̈της, ἐγκρατεία. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. Οἱ Ἰουδαῖοι παρῃτήσαντο τὴν ἐφ’ ἣν ἐκλήθησαν, εὐθεῖαν ὁδόν· πλάνην μὲν γὰρ ὁ Θεὸς οὐκ ἐπάγει, τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ, καὶ πανταχοῦ πλανῶνται, τὸν ὁδηγοῦντα ἀποβαλόντες. Ὁ δὲ Σύμμαχος μελλητικῶς, οἷον· καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Καὶ ἐβοήθησαν πένητι ἐκ πτωχείας, καὶ ἔθετο ὡς πρόβατα πατριάς. Τίς δὲ ὁ βοηθηθεὶς πένης; ὁ ἐξ ἐθνῶν λαός· τῇ γὰρ τοῦ Χριστοῦ πτωχείᾳ ἡμεῖς ἐπλουτίσθημεν· πατριὰν δὲ ὀνομάζει τὸ σύςτημα τῶν τὸν θεῖον κατάλογον συμπληρούντων, τουτέστι συντελούντων. [Ὁ μὲν Ἀκύλας· θήσει ὡς ποίμνιον συγγενείας]. Ὁ δὲ Σύμμαχος· Τάξει ὡς ποίμνια τὰς συγγενείας, τὰς κατὰ πόλεις καὶ χώρας ἐκκλησίας, ἐκ διαφόρων συνεστῶσας συγγενειῶν. Ταῦτα δὲ μέλλοντα ἔσεσθαι οὔ πως δὲ κατὰ τὸν ἐν ᾧ προυφήτευσε καιρὸν, ὄντα προεθέσπισεν. Διό φησιν· Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται·
PG 12:1465καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Ὄψονται εὐθεῖς· τί ὄψονται; τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, ὅταν ὁ Κύριος γένηται ποιμήν. Τὸν ἄνομον ἀνομίαν ὀνομάζει. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐπείπερ οὐ τοῦ τυχόντος ἔστιν ᾄδειν καὶ ψάλλειν, ἀλλὰ τοῦ καθαροῦ τῇ καρδίᾳ καὶ τεθαῤῥηκότος· τὸ γὰρ δὶς ἑτοίμη ἀναφέρεται, τὸ μὲν διὰ τὴν θεωρίαν, τὸ δὲ διὰ τὴν πρᾶξιν· καὶ διὰ μὲν τὴν θεωρίαν, τὸ ᾄσομαι· διὰ τὴν πρᾶξιν δὲ, τὸ ψαλῶ. Ἐν τῇ δόξῃ δέ τις γενόμενος, ᾀδέτω καὶ ψαλλέτω. Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτήριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κακίαν. Ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμικόν. Ἀλλὰ καὶ οἷς ἀνετείλετο φῶς τὸ ἀληθινὸν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, ἐναρμονίως μελῳδοῦσι τῷ Σωτῆρι Θεῷ. Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέλαι γινώσκουσιν, αἷς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν.
PG 12:1466Ὑψώθητι ὑπὸ τοὺς οὐρανοὺς, ὁ Θεός. Ὅτε ὁ Χριστὸς εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπέφανεν ἐν ταῖς ἐκκλησίαις ἡ δόξα τοῦ Θεοῦ, ὑψώθη ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Ὁ ἅγιος τοῦ Θεοῦ ἐστίν. Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Εἰς πρόσωπον εἴη τοῦ Σωτῆρος, ὁ ταῦτα λέγων· ἐπεὶ μεταλαμβάνεται Ἰδουμαία εἰς τὰ γήϊνα, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήϊνα τὴν πορείαν ποιήσεσθαι· σύμβολον γὰρ κεκαλυμμένον πορείας τὸ ὑπόδημα. Πάλιν μὲν γὰρ γυμνῇ τῇ πορείᾳ ἔχρητο, κτίζων, προνοούμενος· νῦν δὲ μετὰ σαρκὸς ἧς παράκειται, καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ’ αὐτοῦ. Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευματικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται ὅτι παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν. Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.
PG 12:1468Λόγους μίσους ὠνόμασεν, ἤτοι τοὺς ἀπὸ μίσους προσφερομένους, ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ Θεῷ. Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Ἐντεῦθεν γινώσκομεν ὅτι, τινὸς κατηγορουμένου ἡμᾶς, δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες, ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Ὅταν αἰτῶμεν ἐπίγεια, καὶ οὐκ ἐπουράνια, ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι [οὐκ εἰσὶν ὀλίγαι]· περὶ γὰρ τοῦ Ἁβραὰμ ἔχει ὅτι ἀπέθανε πλήρης ἡμερῶν. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Τὸ περὶ τοῦ Ματθία φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς τὸν κλῆρον. Τοῦτον τὸν στίχον ἐπὶ τοῦ Ἰούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· ἐκβλήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἔστιν ἔτι τῷ ῥητῷ καὶ οὕτως χρήσασθαι, ὅτι πᾶς ὁ διδάσκων, ὡς Ἰησοῦ τὰ ἀλλότρια αὐτοῦ, προδίδουσι τὸν Ἰησοῦν ὡς ὁ Ἰούδας·
PG 12:1469οὗ γυνὴ μὲν ἡ τῶν πονηρευομένων ἐν τοῖς λόγοις αὐτοῦ ἐκκλησία, τέκνα δὲ ὁ καθ’ ἕνα τῶν μαθητευομένων. Τὰ οὖν λεγόμενα περὶ γυναικὸς Ἰούδα καὶ τέκνων, τούτοις ἐφαρμώσεις. Ἰούδας μὲν ὁ κατὰ Ἰησοῦ παρὰ Ἰουδαίοις λόγος, γυνὴ δὲ ἡ συναγωγὴ, τέκνα δὲ ὁ καθεῖς ἐκ τῶν μισούντων Ἰησοῦν τοῦ λαοῦ. Καὶ τάχα νῦν ἐπώνυμοί εἰσιν, οὐκέτι τοῦ πατριάρχου Ἰούδα, ἀλλὰ τοῦ προδότου. Ἐξεβλήθησαν δὲ Ἰουδαῖοι ἐκ τῶν οἰκοπέδων αὐτῶν, ἅτινα ἦν Ἱερουσαλήμ. Ἐξερευνησάτω δανειστὴν πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Οἱ τὰ ὀκτὼ τάλαντα εἰληφότες, ὃ μὲν πέντε, ὁ δὲ δύο, ὁ δὲ ἓν, καὶ οἱ μίαν μνᾶν πεπιστευμένοι, ἐπὶ τῷ δανείζειν ταῦτα εἰλήφασιν, ὡς δῆλον ἐκ τοῦ· Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἑξῆς. ἀλλὰ καὶ ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει, καὶ ἐν ἐπαγγελίᾳ λέγεται· Δανείζει ἐν ἔθνεσι πολλοῖς. Κατὰ δὲ ταῦτα ζητήσεις, εἰ τῶν μὴ ἀποδιδόντων ἃ ἐδάνεισαν τό· ἐξερευνᾷ ὁ δανειστὴς πάντα τὰ ὑπάρχοντα αὐτῷ. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Μηδεὶς ἐλεήσῃ τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα.
PG 12:1470Εἴ τις ἐξετάζοι ἃ πεπόνθασιν οἱ Ἰουδαῖοι μετὰ τὴν παρουσίαν Χριστοῦ, ὄψεται πῶς τῷ Ἰούδᾳ οὐχ ὑπῆρξεν ἀντιλήπτωρ, οὐδὲ ἐγεννήθη οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Πατέρας αὐτῶν καλεῖ τοὺς κατὰ διαφόρους καιροὺς δυσσεβήσαντας· μητέρα δὲ, τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. Ἢ αὐτοῦ τοῦ λαοῦ [ἡ ἀνομία]· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαὸν, καὶ ἁμαρτίαν τῶν πατέρων φησὶ τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰρημένον ἀπὸ Κυρίου, ὅτι πᾶν αἷμα δίκαιον ἐκχυθὲν ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφήτου ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Μητέρα δὲ τοῦ ἀσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοήσεις συναγωγὴν, τὴν πολλάκις παραπικράνασαν τὸν Θεόν. Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὠνήσει παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἁβραὰμ ἡ πίςτις· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπάξει τὴν τιμωρίαν.
PG 12:1472Τοῦτο τοίνυν αἰνίττεται ὁ προφητικὸς λόγος, ὅτι οἱ Ἰουδαῖοι τὴν πανολεθρίαν ὑπομείναντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις, καὶ τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρότεροι. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἀντὶ τοῦ· Ταῦτα, φησὶ, τὰ ὑπ’ αὐτῶν τολμήματα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμίας αὐτοὺς ἀξιώσει φείδους, ἀλλὰ πανολεθρίᾳ παραδώσει· ἐξολοθρεύθη γὰρ ἐκ γῆς τὸ μνημόσυνον τῶν ἀρχόντων ἐκείνων, τῶν κατὰ τοῦ Κυρίου συστάντων, ὡς μηδὲ σπέρμα αὐτῶν εἰς μνημόσυνον μεῖναι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἐθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ. Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐλογίαν, ἔρχεται ἡ εὐλογία. Καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι’ ὧν πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ ἔθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον·
PG 12:1473οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, οὗτος εὐλογεῖται, ἀλλ’ ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας Κυρίῳ δι’ ἔργων ἀγαθῶν. Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμάτιον. Εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον, οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτὸν, ἄρα ἐνδύσονται κατάραν, ὡς ἱμάτιον, καὶ διπλοί̈δα αἰσχύνην αὐτῶν. Ὥςπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακῶν ἐκδύει ὁ Σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός. Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Εἰ καὶ τετάρακταί μου ἡ καρδία, ἀλλ’ οὐχ ὥστε μου καὶ ἔξωθεν φθάσαι τὴν ταραχὴν αὐτῆς ἐπὶ λόγον ἢ πρᾶξίν μου· τοιοῦτόν ἐςτιν καὶ τό· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανηρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ’ ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου, φησὶν, ἠσθένησαν ἀπὸ νηστείας.
PG 12:1474Ὁρᾷς αὐτὸν οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς καὶ πρὸς τὴν τοῦ αὐχμοῦ κακουχίαν, διὰ τούτων τὸν θάνατον παρεδήλωσε· σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ, παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπὸ ἀνέμων ῥιπτομένων. καὶ τῇδε κἀκεῖσε περιφερομένων, ἀεὶ διετέλεσα. Ἀπὸ νηστείας, ὅτε τεσσαράκοντα ἡμέραις ἐνήστησε καὶ τεσσαράκοντα νυξί. Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱ Ἰουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ἐνδυσάσθωσαν οἱ ἐν διαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοί̈δα αἰσχύνην αὐτῶν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Ἐντροπὴν ἐνδύονται οἱ ἐνδιαβάλλοντες τὸν δίκαιον. Ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοί̈δα, ἣν πεποίηκεν αὐτῷ ἡ ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοί̈δα αἰσχύνην αὐτῶν. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαίνει, ἣν ποιεῖται διὰ τῶν εἰς αὐτὸν πιστευόντων ἐθνῶν·
PG 12:1475κεφαλὴ γὰρ τῆς ἐκκλησίας τυγχάνων, τὸν αὐτῆς οἰκειοῦται ὕμνον. Παρέστη δὲ Πατὴρ ἐκ δεξιῶν Υἱοῦ τοῦ πτωχεύσαντος, ἀχώριστον τὴν οἰκίαν ποιησαμένου, διὰ τὴν τοῦ Υἱοῦ πρὸς τὴν ἀνθρωπότητα ἕνωσιν, κἂν συνεχώρει τὸ πάθος, ἐπειδὴ δι’ αὐτοῦ τὸ τοῦ κόσμου σωτήριον γίνεσθαι ἔμελλεν. Ἀντὶ δὲ τούτων ἁπάντων ἀμοιβὰς ἀνατίθεται τῷ Θεῷ, τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸ παράπασιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρῳ κήρυκα γενέσθαι τῶν αὐτῷ ὑπαρξόντων. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διὰ παντὸς ἐπὶ μνήμης φέρειν καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν. Εἴ τίς ἐστι δεξιὸς, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ· Ὁ διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
PG 12:1477Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τοῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου, συνέθλασε ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Χάριτι Θεοῦ αὐτοῦ μὲν ἀκούει ὁ προφήτης ἃ εἶπε Χριστῷ, ἐν τοῖς πρώτοις δύο στίχοις καὶ τοῖς μετὰ τὸν τρίτον τέτταρσι· κινούμενος δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος, λέγει τὰ ἐκ προσώπου αὐτοῦ τρία στιχία τοῖς μετὰ τὸν ἕβδομον. Εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὸν Χριστὸν εἴρηται, τὸν μονογενῆ καὶ πρωτότοκον· πρωτότοκον μὲν κατὰ τὴν σάρκα, μονογενῆ δὲ κατὰ τὴν θεότητα· εἷς γὰρ σὺν ἀμφοτέροις καὶ Υἱὸς καὶ Κύριος. Ἐπιτρέπεται δὲ καθίσαι οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναί̈διος, ἀλλὰ ὡς πρωτότοκος καὶ κληρονόμος. Δηλωθέντος γὰρ διὰ τοῦ προλαβόντος ψαλμοῦ τοῦ πάθους, νῦν τὰ μετὰ τὴν ἀνάληψιν ὁ παρὼν προθεσπίζει.
PG 12:1478Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελάβετο, καὶ αὐτὸς ὁ Σωτὴρ, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ Δαυὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς· (Τὸ μὲν γὰρ εἶναι υἱὸν τοῦ Δαυὶδ τὸν Χριστὸν οἱ Φαρισαῖοι ἐγίνωσκον, ὅτι δὲ κύριος ἦν τοῦ Δαυὶδ ἠγνόουν). Κάθου ἐκ δεξιῶν μου, ἀντὶ τοῦ· μετέδωκε τῷ Κυρίῳ μου ὁ Κύριος τῆς ἐκ δεξιῶν καθέδρας, μετέδωκε δὲ διὰ τὴν σάρκα, τὴν μὴ ἔχουσαν τοῦτο πρὸ τούτου, οὐ διὰ τὴν θεότητα, τὴν ἐκ φύσεως τοῦτο κεκτημένην. Οὐδεὶς γὰρ τῷ ἔχοντι δίδωσι ἃ ἔχει· καὶ Ἰουδαίων γὰρ ψιλὸν ἄνθρωπον αὐτὸν ὑπολαμβανόντων, ὡς ἐκ Δαυὶδ ἔδειξεν, αὐτὸς Κύριος ὢν διὰ τὴν θεότητα ἐν εὐαγγελίοις. Τὸ δὲ ἕως ἂν θῷ, οὐ κατὰ περιορισμὸν, ἀλλὰ κατὰ περιουσίαν λέγει, οὐ δὲ γὰρ ἕως τότε κάθηται, ἕως τεθῶσιν οἱ ἐχθροὶ ὑποκάτω, μετὰ δὲ τοῦτο τῆς τιμῆς ἐξίσταται· ἔδει γὰρ αὐτὸν μᾶλλον, τοῦ πολέμου ἐνεστῶτος, ἵστασθαι καὶ ἀγωνιᾶν, ἵνα καὶ ἀνθρωπίνως εἴπω, μετὰ δὲ τὴν νίκην κατῆσθαι. Ἀλλ’ ὅπερ εἶπον, κατὰ περιουσίαν τοῦτο καὶ ἐπίτασιν λέγει, ὡς τό· Ἐγώ εἰμι, καὶ ἕως οὗ γηράσητε, ἐγώ εἰμι· οὐ γὰρ μετὰ τὸ γηρᾶσαι Ἰουδαίους, οὐκ ἔμελλεν ἔσεσθαι. Εἰς τό·
PG 12:1479ἐκ δεξιῶν μου, ἐπεὶ ἔστι τι καὶ ἐξ εὐωνύμων τοῦ Θεοῦ, παραθησόμεθα ἐκ τῆς τρίτης τῶν βασιλειῶν ταῦτα· Εἶδεν Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνον αὐτοῦ, καὶ πᾶσα ἡ στρατειὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν. Ἴδε εἰ δύναται τό· Κάθου ἐκ δεξιῶν μου εἰρῆσθαι, ὡς τό· Οὐκ οἴδατε τί αἰτεῖσθε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔςτιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Εἴρηται δὲ τοῦτο, οὐχ ὅτι ὁ Θεὸς ἔχει δεξιὰ καὶ ἀριστερὰ, ὁ ἀσχημάτιστος καὶ πάντα πληρῶν. Ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐχθρὸς διαφερόντως μέν ἐςτιν ὁ διάβολος καὶ οἱ τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως οὐ χρόνου σημαντικὸν, ἀλλ’ ἰδίωμα τῆς γραφῆς ἐπὶ τοῦ ἀδιαλείπτως ἀεὶ τίθεσθαι. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Ζητήσεις τὸν ἐκ χειμάῤῥου ἐν ὁδῷ πίνοντα Κύριον, καὶ διὰ τὸ πίνειν ἐκ χειμάῤῥου ἐν ὁδῷ ὑψοῦντα τὴν κεφαλὴν, οἶμαι, ἐκείνου ἀφ’ οὗ ἐκ χειμάῤῥου ὄντως πίνει.
PG 12:1480Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χριςτὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν εὐαγγελίοις ποτήριον ὀνομάζει· Πάτερ, λέγων, εἰ δύνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο. Καὶ πάλιν· Ὅταν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, εἱλκύσω πάντα πρὸς ἐμαυτόν. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴ καὶ συναγωγὴ εὐθέων γενεά ἐστιν εὐθέων. Εἴποι δ’ ἄν τις· Δός μοι βουλὴν εὐθέων, ἑκάστου τῶν ἐν τῇ βουλῇ ὄντος εὐθείᾳ, ὁμοίως καὶ συναγωγὴν, καὶ ἐξομολογήσομαι ἐν ὅλῃ καρδίᾳ αὐτοῖς. Ἔστιν ἅγιος, ἔστιν εὐθεῖα γραμμὴ, ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐσεβῶν ὁ σύλλογος, κατ’ ἐκεῖνον [εἶπον· Μεγάλα τὰ ἔργα Κυρίου], ἐξεζητημένα πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια, τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιοσύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
PG 12:1482καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· Ἡμεῖς δὲ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ἀρχὴ σοφίας φόβος Θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλονότι τὴν ἀρχὴν τῆς σοφίας, ὥσπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς· αὐτὴ δέ ἐστιν ἡ θεωρία τῆς ἀληθείας· ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρχει· οὕτως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν τοῦ Θεοῦ σοφίαν, οὐκ ἄλλην οὖσαν τῆς θεωρίας τῆς ἀληθείας, ὁ θεῖός ἐστι φόβος, ὁ αὐτὸς ὢν τοῖς πρακτικοῖς, δικαίοις ὀνομαζομένοις· ὅνπερ οὖν ἔχει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ὁδὸν, τοῦτον ὁ τοῦ Θεοῦ φόβος πρὸς τὴν σοφίαν. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἡ ὑπόθεσις τοῦ ρια ψαλμοῦ ἐστιν αὕτη. Δι’ ὅλου τοῦ ψαλμοῦ διδασκόμεθα τίνα πρόσεστι τοῖς φοβουμένοις τὸν Κύριον· εἴ τινι οὐ πρόσεστι ταῦτα, οὐ φοβεῖται τὸν Κύριον. Φοβούμενος τὸν Κύριον, ἕως τοῦ σφόδρα, [ἰστέον] τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ἕπεσθαι τὸ προοίμιον καὶ ὥσπερ ἓν σῶμα εἶναι συνεχὲς καὶ συνημμένον· ἐκεὶ μὲν γὰρ ἀρχὴ σοφίας, φησὶ, φόβος Θεοῦ·
PG 12:1483ἐνταῦθα δὲ, μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς αὐτοῖς δὲ νοήμασι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφη εἶναι, ἐνταῦθα δὲ μακάριον· τὸ δὲ ὄντως μακάριον τοῦτο, ὥστε γε ἄλλα πάντα ματαιότης τε καὶ σκιὰ καὶ ψιλὰ πράγματα, κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν. Εἶτα ἐπειδὴ δαίμονες αὐτὸν δεδοίκασι, καὶ φρίττουσι, ἵνα μὴ νομίσῃς τοῦτο μόνον ἀρκεῖν εἰς σωτηρίαν, ὅπερ ἄνω πεποίηκε τοῦτο, καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπών· Ἀρχὴ σοφίας φόβος Κυρίου, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνουσαν πολιτείαν ἀπαιτῶν· οὕτω καὶ ἐνταῦθα εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ὃν καὶ δαίμονες ἔχουσιν, ἀλλὰ καὶ τοῦτο προτίθησι λέγων· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἀκριβωμένην καὶ ψυχὴν φιλόσοφον. Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν· οἰκονομήσει λόγους αὐτοῦ ἐν κρίσει. Ὅτι τὸ δανεῖν ἐν ἔθνεσι πολλοῖς τροπολογεῖται εἰς λόγων κατασκευάσεις ἐκ τοῦ ἐπιφέρεσθαι τό· Χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν, καὶ τό·
PG 12:1484Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας μυςτήρια θείας γραφῆς ἀδιακρίτως. Καὶ γὰρ ὁ Παῦλός φησιν· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς οἰκονόμους καὶ ὑπηρέτας μυστηρίων Θεοῦ. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον· ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Πονηρὰ ἀκοὴ, τῶν ἑτεροδόξων εἴη ἂν διδασκαλία, ἀφ’ ἧς οὐ φοβηθήσεται ὁ ἐπιστήμων καὶ ἐπιστημόνως φοβούμενος Κύριον. Οὔτε ἀπειλὰς θείσει, οὔτε ἀγγελία φόβον ἱκανὸν ἐμποιήσει. Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκεν τὴν ἑτοίμην ἑδραίαν. Βεβαίαν γὰρ καὶ ἑδραίαν ἔχει τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τοιούτων θορύβων καταφρονεῖ. Ἀλληλούϊα. Ἠθικὸς καὶ οὗτος καὶ εἰς ὠφέλειαν συγγεγραμμένος· διεγείρει γὰρ πάντας εἰς ὑμνῳδίαν τοῦ εὐεργέτου. Ἐν τούτῳ διδάςκεται ὁ λαὸς ὁ νεὸς ἀδιάλειπτον τὸν ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἀλλὰ δὲ καὶ τῶν ἐθνῶν πάντων κατασημαίνει τὴν κλῆσιν, οὓς καὶ παῖδας καλεῖ, διὰ τὸ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, ἢ παῖδας τουτέστι δούλους αἰνίττεται.
PG 12:1486Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Διδάσκει τοὺς νέους τί δεῖ αἰνεῖν, ἅτε ἀπάλους καὶ μήπω ἔχοντας γεγυμνασμένην τὴν πρὸς τὰ τοιαῦτα ἕξιν. Πῶς οὖν αἰνεῖν δεῖ; Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Ἢ παισὶν ἀπεικάζει τοὺς διὰ τὸ νεαρὸν τῆς κατὰ Θεὸν ἡλικίας ἐν ψυχῇ νεωμένους, οὓς ἐπὶ τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀκύλας δὲ καὶ Σύμμαχος δούλους ἀντὶ τοῦ παῖδες ἐξέδωκαν. Δούλων γὰρ οὐ διαφέρουσι παῖδες, φόβῳ δουλείας παιδαγωγούμενοι· διὸ φοβουμένους Κύριον αὐτοὺς εἶπεν ὁ πρὸ τούτου ψαλμός. Ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται· οἱ δὲ δοῦλοι, παῖδες τινῶν. Ἢ παῖδας καλεῖ, ὡς ἀκμάζειν ὀφείλοντας περὶ τοὺς ὕμνους. Διὰ δὲ τοῦ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, δηλοῖ ὡς εἰ καὶ τὴν φύσιν αὐτοῦ ἀγνοεῖτε, ἀλλὰ δεῖ, ὡς ὑπ’ αὐτοῦ τὸ εἶναι λαβόντας, τὸ αὐτοῦ ὑμνεῖν ὄνομα, ὅπερ αἰώνιον ἔχει τὴν εὐλογίαν καὶ ἀδιάδοχον. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Εἰπὼν δὲ ἀνωτέρω χρόνον, ἐν τούτοις λέγει καὶ τόπον, ὅτι ἐν παντὶ χρόνῳ καὶ ἐν παντὶ τόπῳ ὑμνεῖσθαι ὀφείλει·
PG 12:1487ἢ τὴν μετὰ ἐνανθρώπησιν τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν τὸ ῥητὸν προθεσπίζει, μεθ’ ἣν ἐπλήσθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἄρνια προβάτων. Δηλοῦν ἔοικεν ὡς μετέχει τινὸς αἰσθήσεως ἡ πᾶσα κτίσις, ἀντιληπτικῆς τῆς θείας δυνάμεως, κἂν ἄψυχος ᾖ, ὡς καὶ χαίρειν, ἐπιβαίνοντος αὐτῆς τοῦ Θεοῦ, τῆς τε χαρᾶς μονονουχὶ τὴν αἰτίαν λεγούσης. Ἡ δὲ Μωϋσέως μόνον διδάσκει ἡ γραφὴ, ὅτι Κύριος ἐν Σινᾷ ὤφθη, καὶ ἐπέφανεν ἐξ ὄρους Χωρὴβ, καὶ ἄγγελοι μετ’ αὐτοῦ. Καὶ ἀνέβη, φησὶ, Μωϋσῆς εἰς τὸ ὄρος, καὶ εἶδε τὰ ἴχνη ἔνθα εἱστήκεσαν οἱ πόδες τοῦ Θεοῦ· καὶ ὡς ὅλοις τεσσαράκοντα ἔτεσι τοῦ λαοῦ οἰκοῦντος τὴν ἔρημον, συνεῖν αὐτοῖς τὸ θεῖον ἐπιβαῖνον ὄρεσι καὶ βουνοῖς· νυνὶ δὲ καὶ τὴν ἐκ τῆς αἰσθήσεως λόγος ὑποφαίνει χαράν. Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν. Ἔνθα τὸ Ποῦ λέγεται, ἐκεῖ καὶ τὸ πότε· τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικὸν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ Θεοῦ (ποιητὴς γὰρ χρόνων ἐστὶν), οὐκοῦν οὐδὲ τὸ Ποῦ ῥηθήσεται ἐπ’ αὐτοῦ·
PG 12:1488δημιουργὸς γὰρ καὶ τόπων ἐστὶν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως. Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε. Οὐ τὸν μὲν Κύριον ὡς ἦν αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται· τὸν δὲ Κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι. Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ Θεὸς, ταῦτα καὶ δύναται· πάντα γὰρ, φησὶν, ἃ ἐθέλησεν ὁ Θεὸς, ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται· νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δέ· καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ’ οὐ βούλεται. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται κτλ. Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ’ ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη. Αἰσθητικὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθήσεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν. Ἀλλ’ οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρηνται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς.
PG 12:1489Οἱ φοβούμενοι τὸν Κύριον, ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Ἐν μὲν τῇ πρὸς πολεμίους μαχῇ τὸν Κύριον ἔχομεν βοηθὸν, ἐν δὲ τοῖς οἰκείοις πράγμασι τοῖς τε κατὰ ψυχὴν καὶ κατὰ σῶμα, αὐτὸν ἔχομεν εὐλογοῦντα ἡμᾶς, ὡς ἐπαρκεῖν ἡμῖν ἀντὶ παντὸς καλοῦ τε καὶ ἀγαθοῦ. Εὐλόγησε τοὺς φοβουμένους, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ ἓν ἔθνος, φησὶν, ἔρημον εὐλογίας ἦν, ἀλλ’ εἰς πάντας ἐτέτατο αὕτη. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε καὶ ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Εἰρηκὼς ἀνωτέρω ὅτι καὶ ἐπικαλέσομαι ἐν ταῖς ἡμέραις μου, τίς ἡ ἐπίκλησις, διδάςκει. Καὶ ποία αὐτὴ, ἢ τό· ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου; εἶπε δὲ ταῦτα, εἰδὼς ὡς ἐλεήμων ἐπακούσεται. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑγιείαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς. Ἢ δὲ τοῦτο· ἦν ἄρα ποτὲ ἐν τῇ ἀναπαύσει αὐτῆς ἡ ψυχή· καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέ ποτε. Τοῦτο καὶ ὁ ἀπόστολος λέγει τῷ· Θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.
PG 12:1491Ἡ γὰρ ἀνάλυσις τῶν ὑποςτρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστιν. Πᾶς ἄνθρωπος ψευδής. Ἐφ’ ὅσον ἄνθρωπός τίς ἐστι, ψεύστης ἐςτίν. Ἐὰν δὲ ἀπιστῆται τὸ εἶναι ἄνθρωπος, οὐκ ἔστι ψεύστης, ἀλλὰ ἀληθευτής ἐστι. Εἰ ἄνθρωπός ἐστι καὶ ὁ Δαυὶδ, ψεύστης ἐςτὶν, εἰ δὲ ψεύστης, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ’ ἀληθευτής ἐστιν. Εἰ δὲ ἀληθευτής ἐστιν, ἀληθευτής ἐστιν λέγων ἑαυτὸν ψεύστην· ἄνθρωπος ὢν, ψεύστης ἐςτίν. Περιεγράφη ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος. Ὅλου τοῦ ψαλμοῦ ἐν βραχεῖ ἡ διάνοια· πολλοὶ μὲν οἱ ἐν ἀνθρώποις λόγοι, καὶ πολλὰ πολλοῖς πεφιλοσόφηται ἐξετάζουσι τὰ περὶ τῆς ἀληθείας κτλ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπεὶ ἀγαθὸς ὢν ὁ Θεὸς, βούλεται τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ, μηδὲ τὸν θάνατον αὐτοῦ, ὡσεὶ ὑπεύθυνοι ἁμαρτίαις ἐστὲ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ’ αὐτὸν ποιήσατε, καὶ ἕξετε αὐτὸν ἀφιέντα ὧν ἐξομολογεῖσθε· ὁ γὰρ ἔλεος αὐτοῦ διηνεκής ἐστι.
PG 12:1492Κύριος ἐμὸς βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ὅτι διδάσκεται ὁ Χριστοῦ λαὸς, προσδοκεῖν μὲν ἐπιβουλὰς ἀνθρώπων, μὴ πτήσσειν δὲ, μηδ’ ἀγωνιᾶν, ἀλλὰ λέγειν· Κύριος ἐμοὶ βοηθός· ἐχθροὺς δὲ αὐτοῦ νοήσεις τοὺς ἀντικειμένους αὐτῷ διὰ τὴν εὐσεβῆ γνῶσιν, καὶ τὴν κατὰ Θεὸν πολιτείαν, ἢ καὶ τοὺς πονηροὺς δαίμονας. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Ἄνθρωπον λέγει ἡ γραφὴ τὸν διάβολον, ὅτι ἐχθρὸς ἄνθρωπος ἔσπειρε τὰ ζιζάνια. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν ἄλλοις λεχθείη ἄν· Αὕτη ἡ πύλη τοῦ Κυρίου, σώφρονες εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν ἄλλοις· Ἀνδρεῖοι εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν ἄλλοις· Σοφοὶ εἰσελεύσονται ἐν αὐτῇ. Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης· διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς με, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Οὐχ ἁπλῶς ἐπήκουσε, ἀλλὰ πρότερον παιδεύσας καὶ βελτίω ποιήσας·
PG 12:1493διὸ καὶ εὐχαριστεῖ, οὐχ ὑπὲρ ὧν ἠκούσθη, ἀλλ’ ὑπὲρ ὧν ἐπαιδεύθη, καὶ πανταχοῦ πολὺ παρ’ αὐτῷ τὸ τῆς εὐχαριστίας εἶδος, ὅπερ εἰπὼν καὶ λέγων οὐ παύσομαι· τοῦτο μάλιστα θυσία καὶ προσφορά. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας. Ὅτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον παντί που δῆλον. Εἰ δὲ μὴ, δοκεῖ ἐξ αὐτῆς ἠρτῆςθαι τῆς ἱστορίας, ἀλλ’ ὅτι μέσην διακόψασα τὴν ἀκολουθίαν ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδέν. Οὕτως αἱ πλείους τῶν προφητειῶν εἰσὶν ἐν τῇ παλαιᾷ. Οἰκοδομοῦντας δὲ [νόει] τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Καὶ πάλιν· Οὗτος οὐκ ἐστὶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἀλλ’ ὅμως οὗτος ὁ ἀποδοκιμασθεὶς, οὗτος ἐφάνη δόκιμος, ὡς γενέςθαι κεφαλὴν γωνίας· οὐ γὰρ πᾶς λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ’ ὁ δοκιμώτατος καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συνδῆσαι δυνάμενος.
PG 12:1494Ὃ τοίνυν λέγει ὁ προφήτης, τουτέστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων, καὶ ἐξουδενωθεὶς, οὗτος ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ συνδῆσαι δύο τοίχους, τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνων πιστεύσαντας, περὶ τούτων ἔλεγε καὶ αὐτός· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν. Γωνία ἐστὶ διδασκαλία τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύοντος. Ἡ συναφὴ τῶν δύο γωνιῶν παρὰ τοῦ Σωτῆρος ἡ μαρτυρία γεγένηται· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Παρὰ Κυρίου ἐγένετο αὐτὴ, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Οὐκ ἦν ἀνθρώπινον τὸ γενόμενον, φησὶν, οὐκ ἦν ἀγγέλων, οὐκ ἀρχαγγέλων, τὸ τοιαύτην πῆξαι γωνίαν. Τίς ἐστι θαυμαστή; ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέβειαν. Διὰ τί εἶπεν, ἐν ὀφθαλμοῖς ἡμῶν; οὐ γὰρ πᾶσίν ἐστι τὸ θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη, ὅτε ἔνθα ἐσταυρώθη ὁ Χριστὸς, ἐκεῖ προσκυνεῖται ὁ Χριστὸς, καὶ πᾶσαν. τὴν οἰκουμένην παρέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀληθείᾳ ἅπαντας; Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον τοῖς πιστεύουσι.
PG 12:1496Διὰ τοῦτο φησὶν, ἐν ὀφθαλμοῖς ἡμῶν. Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον φιλανθρωπίαν θαυμάζωμεν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευματικὴν τῆς διανοίας. Εὐφρανθῶμεν, φησὶν, ὅτι τοσούτων ἐπετύχομεν τῶν ἀγαθῶν· καταλλαγὴ Θεοῦ πρὸς ἡμᾶς ἐγένετο· οὐρανὸς ἀπεδείχθη ἡ γῆ, οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι. Ὦ Κύριε, σῶσον δή Ὦ Κύριε, εὐόδωσον δή Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Οἱ δὲ πρὸ αὐτοῦ, ἄνδρες καὶ ἄγγελοι, ὡς δοῦλοι ἀφίκοντο· Οἱ μὲν γάρ· Ταῦτα λέγει Κύριος, ἔφασκον. Οἱ δέ· Κύριος ἀπέστειλέ με. Διό φασιν οἱ προαγορεύοντες αὐτοῦ τὴν ἐπιδημίαν· Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. Ἐξ οἴκου γὰρ Κυρίου, ἐκ τῶν κόλπων τῶν πατερικῶν ἐστὶν ὁ ἐρχόμενος. Ἐπιφέρεται γοῦν εὐθύς· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸ γὰρ ἐλθεῖν, οὐ τόπου μεταβολὴ, ἀλλὰ τοῦ μὴ ὁρωμένου πρότερον ἐπιφάνεια·
PG 12:1497ἀόρατος γὰρ ὢν, ὡς εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, διὰ σαρκὸς μορφὴν δούλου λαβὼν, δι’ ἧς χειραγωγεῖται καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, ἣν οἱ ἰδόντες φασιν· Ὦ Κύριε, σῶσον δή ὦ Κύριε, εὐόδωσον δή Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Πυκάζοντας τοῖς καρποῖς τῆς ἀρετῆς δεήσει εἶναι καὶ μηδὲν ἔχοντας ἄραιον ἢ διάκενον, ἐν ᾧ οὐ συστήσεται ἀρετή. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι ... καὶ ἐγένου μοι εἰς σωτηρίαν. Δοξολογῶν καὶ θεολογῶν σε, λέγω ἃ εἰς ἐμὲ καὶ πεποίηκας θαυμάσια. Ὕψωσας γάρ με, καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθανεῖν, ἀλλὰ ζήσαντά με διηγεῖσθαι τὰ ἔργα σου. Ταῦτα τίς αἰτεῖ προνοεῖσθαι; τῶν ὅλων εἰδὼς τὸν Θεόν. Θεοῦ γὰρ τὸ σώζειν ἐστὶ, καὶ παρ’ αὐτοῦ κατευθύνεται τὰ διαβήματα, ὡς τό· Ὅσα ἂν ποιῇ, καθευοδωθήσεται, καὶ τὸ ἐν εὐαγγελίοις· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι τοῦ Κυρίου. ΥΠΟΘΕΣΙΣ. Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ ἠθικός ἐστι τόπος, περὶ οὗ καὶ διαλαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλμὸς κατὰ τὰ ἑβραϊκὰ στοιχεῖα γεγραμμένος·
PG 12:1498ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ, ὅ ἐστιν ἀρχὴ τῶν παρ’ αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθ’ ἑξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθικὸν μετὰ πάσης θεωρίας, τῆς περὶ τῶν διαφόρων τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς γραφαῖς. Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. Καὶ τὸν ιη ψαλμὸν ἑρμηνεύσαντες, εἰρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δικαιώματα, κρίματα καὶ ἐντολή· ἀναμνήσωμεν δὲ ὅμως ἐν κεφαλαίῳ τὰ εἰρημένα. Νόμον καλεῖ τὸν ὑπὸ Θεοῦ διὰ Μωσέως δεδομένον. Ἐντολὰς δὲ, καὶ προστάγματα πάλιν, τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προςταχθέντα. Δικαιώματα δὲ, ὡς δικαιοῦντα τὸν καθορθοῦσθαι δυνάμενον. Κρίματα δὲ, ὡς τὰς θείους ψήφους ὑποδεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρτυρόμενα καὶ δεικνύντα οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες.
PG 12:1500Καὶ οὐκ οἶμαι, ὅσον ἐπέβη ἱστορία, ἄλλοθι διὰ πλειόνων τὰ ἠθικὰ εἰρῆσθαι περὶ τῆς διαφορᾶς νόμου καὶ προστάγματος καὶ περὶ τῶν λοιπῶν, ὡς ἐν τούτῳ τῷ ψαλμῷ. Διὰ τοῦτο δὲ ἐνταῦθα καὶ τὰ στοιχεῖα προτέτακται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνουσιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθικοῦ τόπου· μέμνημαι τηρήσας καὶ ἐπὶ τοῦ ρια καὶ ἐπὶ τοῦ ριβ ψαλμοῦ, τίνα τρόπον κἀκεῖνοι οἱ ψαλμοὶ ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρ’ Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται. Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρ’ Ἑβραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνομάσθη ἐν τῇ γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκαστον στοιχεῖον τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ, ὡς μήτε πρὸς εἰσαγωγὴν οὐδέπω, ἀλλὰ κατὰ μονάδα.
PG 12:1501Ὅταν δὲ τελειώμεθα ἐν τοῖς στοιχείοις, ὁ ἑπτὰ ἀριθμὸς ἀτιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνίεται οὗτος, εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀϋλοτέρας μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἓξ τὴν κοσμικὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλ’ οὖν γε τὸν μὲν εἰς τὴν κατὰ πόσον ὁλότητα ἀναφέρομεν, τὸν δὲ εἰς τὴν καθ’ ἕξιν τελείωσιν, καθ’ ἥν τις ἀποσμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς καὶ καθαίρεται. Κατὰ τὸν ὀκτὼ ἀριθμὸν, ἀκάθαρτός τίς ἐστι μέχρι τῶν ἑπτὰ ἡμερῶν. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀναστάσεως Χριστοῦ ἡμέρα, ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώσει αὐτοῦ, διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρελήφθη καθ’ ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ, τὴν τῶν ἁγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα καὶ τὰ βραβεῖα.
PG 12:1502Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Τί οὖν ἐστιν τὸ ἄμωμον εἶναι ἐν τῷ ὁδῷ; Τὸ πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ μὴ ἔξω βαίνειν τοῦ νόμου, μηδὲ ἁμαρτάνειν, ἀλλὰ προκόπτειν καὶ ὁδεύειν ἐπὶ τὴν ἀρετήν. Γίνεται δὲ αὐτοῖς ἄμωμος ἡ ὁδὸς ἐν τῷ θείῳ καὶ πνευματικῷ νόμῳ πορευομένοις. Νόμος γὰρ Κυρίου ἄμωμος. Ἀμώμως δὲ ὁδεύει, [ὁ] τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπιςθεν ἐπιλανθανόμενος· ὁ μὴ στρεφόμενος εἰς τὰ ὀπίσω, μὴ ἐκκλίνων δεξιᾷ ἢ ἀριστερᾷ, μὴ ἀποσφαλλόμενος, μὴ ἱστάμενος, μὴ ἀναμένων, ἀλλὰ ὁδεύων καὶ ὀρεγόμενος τοῦ προκειμένου. Ἐπειδὴ δὲ ὁ Σωτήρ φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς, θέλομεν καὶ κατὰ τοῦτο ἰδεῖν πῶς οἱ μέν εἰσιν ἄμωμοι ἐν ὁδῷ, οἱ δὲ οὐ τοιοῦτοι. Οἱ περὶ Χριστοῦ φρονοῦντες ὑγιείως, καὶ μὴ σφάλλεσθαι ἀνεχόμενοι ἐν τοῖς δόγμασι τοῖς περὶ αὐτοῦ, μακάριοί εἰσιν οὗτοι, ἄμωμοι ἐν ὁδῷ. Ὅσοι δὲ περὶ Χριστοῦ φρονοῦσιν ἐσφαλμένως, οὗτοι ἐστήρηνται τοῦ τοσούτου μακαρισμοῦ. Τί οὖν λέγει ὁ πρῶτος μακαρισμός; Νοητέον πρῶτον ὁδεῦσαι, εἶτα φθάσαι ἐπὶ τέλος. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Τί καλὴ ἡ τάξις;
PG 12:1503πολιτευτέον γὰρ, καὶ τὰ ἔθη κατορθωτέον, πρὶν ἥκειν ἐπὶ τὴν ἐξέτασιν τῶν θείων λογίων. Κατὰ γὰρ ψυχὴν δεῖ ἐξερευνᾶσθαι τὰ μαρτύρια τοῦ Θεοῦ. Σπείρατε γὰρ, φησὶν ὁ προφήτης, ἑαυτοῖς εἰς δικαιοσύνην, ὡς τρυγήσητε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοὺς εἰς φῶς γνώσεως. Οὐ πρῶτον φωτίσατε, ἀλλὰ πρῶτον σπείρατε εἰς δικαιοσύνην, εἶθ’ οὕτω καὶ τρυγήσατε καρπὸν ζωῆς, ἢ οὕτω φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Τί γὰρ οὐ συμβάλλεται τῷ φωτιςμῷ; ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Οὗ πω γε στίχος ἐστίν; Οἱ γὰρ παρ’ Ἑβραίοις στίχοι, ὡς ἔλεγέ τις, ἔμμετροί εἰσιν, οἱ ἑξαμέτρῳ μὲν, ἡ ἐν τῷ Δευτερονομίῳ ᾠδή· ἐν τριμέτρῳ δὲ καὶ τετραμέτρῳ, οἱ ψαλμοί. Οἱ στίχοι οὖν οἱ παρ’ Ἑβραίοις ἕτεροί εἰσιν παρὰ τοὺς παρ’ ἡμῖν. Ἐὰν θέλωμεν ἐνθάδε τηρῆσαι τοὺς στίχους, ποιῶμεν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Καὶ οὕτως ἀρχώμεθα δευτέρου τοῦ ἑξῆς. Ἰστέον τοίνυν ὅτι οἱ Ἕλληνες, οἱ ἑρμηνεύσαντες, πεποιήκασι τὸν παρ’ Ἑβραίοις στίχον ἐν τούτοις δύο.
PG 12:1505Οἱ δὲ κρεῖττον ποιοῦντες, ὡς τοῦτο ἀντίγραφον γράψας, οἱονεὶ πεποίηκε τὴν ἀρχὴν τοῦ στίχου μετ’ ἐκτάσεως, τὸν δὲ δοκοῦντα δεύτερον, μὴ ὄντα δεύτερον, ἀλλὰ λῆμμα τοῦ προτέρου μετὰ αἰσθήσεως, καὶ τοῦτο πεποίηκεν τοῦ ὅλου τοῦ ῥητοῦ. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Εἰ τὸν ἐν ταῖς ὁδοῖς Κυρίου πορευόμενον δεῖ προσίεσθαι μόνον ἐπὶ τὰς κοινὰς εὐχὰς, οὐ προσιτέον τὸν ἐργαζόμενον τὴν ἀνομίαν, ὡς οὐ πορευόμενον ἐν ταῖς ὁδοῖς Κυρίου. Ἐπάγει γάρ· Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. Τοιγαροῦν ἀναγκαία ἡ τούτων φυλακή· τοῖς γὰρ εὐφρονοῦσι καὶ εὐχῆς ἔργον ὀφείλει γενέσθαι, τῷ ἐν σπουδῇ κατορθοῦν τὰ προστάγματα· Θεοῦ γάρ εἰσι. Καὶ μετὰ πάσης εὐτονίας καὶ σφοδρότητος [μακάριος] ἐργάζεται τὰ προστεταγμένα ὑπὸ τοῦ Κυρίου. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Ἐὰν μὴ κατευθύνῃ ὁ Θεὸς, συμπνέων ἡμῖν, ὁδὸν οὐ φυλάξομεν·
PG 12:1506συμπνοίας δεόμεθα κατευθυνούσης τὰς ὁδοὺς ἡμῶν εἰς τὸ φυλάξαι τὰ δικαιώματα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὸ μὴ περιπεσεῖν μείζοσι πειρασμοῖς τῆς δυνάμεως ἡμῶν, δι’ ὧν ὁ ἐπιτρέπων αὐτοὺς γενέςθαι Θεὸς, οἱονεὶ ἀπωθεῖται ἡμᾶς ἀπὸ τῶν ἐντολῶν ἑαυτοῦ· διόπερ εὐχόμενός φησιν· Μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. [Ὄφελον] ἀντὶ τοῦ· εἴθε. Σημαντέον δὲ εὐχῆς τὸ ὄφελον· οὐ γὰρ ἄλλως τις φυλάξαι τὰ δικαιώματα, εἰ μὴ κατευθυνθείησαν αἱ ὁδοὶ αὐτοῦ. Εὐθυνέσθωσαν, φησὶν, αἱ ὁδοί μου, ὡς ἂν διατηρῆσαί μέ σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπιφέρει· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὴ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ὅτε, φησὶ, φυλάξω δικαιώματά σου, τότε οὐ μὴ αἰσχυνθῶ. Ὅτε εὐχῆς ἔργον ποιήσομαι, τότε ταῦτα τηρήσω. Εἰ δὲ κατευθυνθῶσιν αἱ ὁδοί μου, οὐκ αἰσχυνθήσομαι· ὥσπερ γὰρ μισθὸς ἀρετῆς ἔπαινος, οὕτως καὶ παρανομίας καρπὸς αἰσχύνη ἐστὶ, κατὰ τὸν θεῖον ἀπόστολον, ὡς τό· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεςθε;
PG 12:1507Ἢ ἐπείπερ οἱ προφῆται εἴρηνται εἶναι ὁδοὶ, ἐὰν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, κατευθυνθῶμεν ὑπὸ Θεοῦ πρὸς τὸ τούτους νοῆσαι, οὐ μὴ αἰσχυνθῶμεν. Ἢ αἰσχύνην τῷ δικαίῳ φέρει τὸ μὴ πάσας τὰς ἐντολὰς, ἀλλά τινας ἐργάζεσθαι, καὶ ὁ πταίων ἐν ἑνὶ, πάντων γίνεται ἔνοχος, κατὰ τὸν τοῦ Κυρίου λόγον. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν· ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις. Οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ Κυρίου μεμαθηκώς· τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων; καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων· καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι; τίς τε ἡ αἰτία τοῦ ᾅδου; καὶ τίς ὁ Παράδεισος; καὶ τίς πάλιν ἡ ἄνω Ἱερουσαλήμ; καὶ ἡ ταύτης Σιὼν, ἀφ’ ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός (ἥξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ); Καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν;
PG 12:1508Τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπ’ ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι; ἀλλ’ ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ Κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ; Πῶς οὖν ἡ κληρονομία τῶν ἀγγέλων ἐπίστευσεν, ἡ δὲ μερὶς τοῦ Κυρίου ἠπίστησεν; Καὶ διὰ τί νῦν λέγει καὶ ὁ Δαυίδ· Κρίματά σου ἄβυσσος πολλή; Καὶ Παῦλός φησιν· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ Ὁ περὶ τῶν ἁμαρτιῶν ἐξομολογούμενος τῷ Θεῷ, εἰ ἀνοσίμως ἐξομολογοῖτο, εὐθύτητι καρδίας ἐξομολογοῖτο ἄν. Τοῦτο δὲ ποιήσει, μαθὼν τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Τότε, φησὶν, δυνήσομαι καθαρὸν τὸν ὕμνον προσενεγκεῖν, ὅταν πάντα σου καταμάθω τὰ κρίματα καὶ κατὰ ταῦτα βιώσω. Ἐὰν μάθω, φησὶ, τὰ ἀπὸ τῆς δικαιοσύνης σου κρίματα, καὶ ὡς κρίνεις ἐφ’ ἑκάστῳ ἁμαρτήματι· οὐ γὰρ μόνον πράξεις ἐξετάσεις καὶ λόγους, ἀλλὰ καὶ πρόθεσιν ἀφ’ ἧς ἕκαςτα λέγεται καὶ πράττεται. Ἢ καὶ οὕτως·
PG 12:1510ὁ μηδέποτε εὐθύτητα καρδίας ἀνειληφὼς, ἀλλ’ ἔτι αὐτὴν ἔχων σκολιὰν, οὐκ ἐξωμολογήσατο οὐδέπω εἰς τὸ παραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομολόγησιν αὐτοῦ. Πῶς οὖν τοῦτο γίνεται; ἐν τῷ μεμαθηκέναι τὰ κρίματα τῆς δικαιοσύνης. Τοῦτο δηλοῖ τὰ ἑξῆς. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Τὸ δέ· Τὰ δικαιώματά σου φυλάξω, πρὸς τὸ εὐχαριστῶ σοι ἀποδέδοται, οἷον· εὐχαριστῶ σοι, ὅτι ἐδίδαξάς με ἐκ τοῦ νόμου σου, ποῖόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, ἵνα τοῦτον φυλάξω· μαθόντα οὖν τὸ δίκαιον ἐκ τοῦ νόμου σου καὶ φυλάττοντα τοῦτο, αἰτοῦμαι μὴ ἐγκαταλιπεῖν με, ὥστε ἡττηθῆναι δεινῶν ὄντων προσπαλαιόντων. Καλὸν δὲ καὶ τὸ ἕως σφόδρα· αἰτεῖ γὰρ μὴ γυμνωθῆναι τῆς θείας ἐπικουρίας· μέτρα γὰρ, φησὶν, ἔχει ἡ δύναμίς μου. Μή με τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ σφόδρα ἐγκαταλίπῃς με. Πιστὸς δὲ ὁ Θεὸς, οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
PG 12:1511Διδασκέσθωσαν οἱ ἄρτι συμπληροῦντες τὸν λόγον, οἱ ἔτι νεώτεροι, οἱ μηκέτι χωρὶς τοῦ νόμου ζῶντες, οἷς ἐλήλυθεν ἡ ἐντολὴ τοῦ Θεοῦ, οὓς ἄρχεται κινεῖν καὶ καταράςσειν ἡ ἁμαρτία, κατορθοῦν ἑαυτῶν τὴν ὁδὸν, καὶ ἅμα τῷ ἐπαπορεῖν, καὶ ζητεῖν πῶς ἂν γένοιτο, διδασκόμενοι φυλάσσειν τοὺς λόγους τοῦ Θεοῦ. Ἀποκρινέσθωσαν ἐν εὐχῇ, καὶ λεγέτωσαν τῷ Θεῷ· Ἐν τῷ φυλάττεςθαι τοὺς λόγους σου. Καὶ πάλιν· Νεώτερος ὁ ἀπὸ τῶν ἐθνῶν λαὸς, ὁ σκολιῶς πρὸ τῆς πίστεως ὁδεύσας, ἐν τίνι κατορθώσει τὴν ὁδὸν αὐτοῦ, ἢ τῷ φυλάσσεσθαι τοὺς λόγους τοῦ Θεοῦ; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καθαρτικὴ καὶ φυλακτική. Παντός ἐστιν τό· Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὰς ὁδοὺς αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου, τοὺς ἐσπαρμένους ταῖς θείαις γραφαῖς· φυλασσόμενοι γὰρ οὗτοι οὐκ ἐῶσιν αὐτὸν σκολιῶς ὁδεύειν, οὐδὲ τοιοῦτον γενέσθαι, ὥστε εἰπεῖν· Ἁμαρτίας νεότητός μου μὴ μνησθῇς. Ἀγαθὸν γὰρ ἀνδρὶ, καθά φησιν ὁ Ἱερεμίας, ὅταν ἄρῃ τὸν ζυγὸν ἐκ νεότητος αὐτοῦ. Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Διὰ τίνος λαμπρύνει νέος τὰς ὁδοὺς αὐτοῦ; Ἐδίδαξεν ὅτι πολλῆς ἐστιν ἀκαθαρσίας καὶ ῥυπαρίας ἡ νεότης μεστή·
PG 12:1512διὸ καὶ δεῖται καθάρσεως. Τοῦτο οὖν ἐπιζητήσας εὑρὲ, φησὶν, τὸν τρόπον ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ζητήσεις εἰ ὁ Θεὸς ἐνεργεῖ τὸ ἀπωσθῆναί τινα τῶν θείων ἐντολῶν· ὡς γὰρ γινομένου ἐπί τινας τοῦ τοιούτου, μὴ βουλόμενος αὐτὸ παθεῖν, ὁ προφήτης λέγει· Ἐπεὶ οὐ παρέργως ἐζήτησά σε, ἀλλ’ ἐν ὅλῃ καρδίᾳ, διὰ τοῦτο ἀμεῖψαι, μὴ ἀπωσάμενός με ἀπὸ τῶν ἐντολῶν σου, ἐν τῷ ποιεῖν με τὰ ἔργα Κυρίου, ἀμελῶς δέ. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Κίνδυνος γὰρ οὐ μόνον τὸ λέγειν ψευδῆ, ἀλλὰ καὶ τὰ ἀληθῆ τοῖς μὴ δυναμένοις χωρεῖν. Οὐδὲ δεῖ τοὺς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἔστι καὶ ὁδὸς ἐντολῶν. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Διὰ τούτων διδασκόμεθα ὡς οὐκ ἄλλως ἐστὶ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ, ἢ ἐκ τοῦ τὰ περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐξετάζειν, καὶ περὶ τούτων ἐπιπλέον ἐρευνᾶν·
PG 12:1514ὥστε τὴν καλουμένην ἀδολεσχίαν μεταφέρειν ἐπὶ τὴν περὶ τῶν ἐντολῶν βάσανον, ὅτε καὶ ἀδολεσχία οὐκ ἔστι ψεκτή. Καὶ πολλαχοῦ οἱ δίκαιοι ἐπαινετὴν ἀδολεσχίαν εὑρίσκονται ἀδολεσχοῦντες. Κατὰ γὰρ τὴν συνήθειαν τῆς γραφῆς, καὶ ὁ Ἰσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ Θεῷ. Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ (τόν τε νόμον καὶ τοὺς προφήτας) τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν, τὸν Χριστὸν, τὸν εἰπόντα· Ἐγώ εἰμι ὁδός. Εἰσὶ δέ τινες ὁδοὶ τοῦ Θεοῦ, ἃς ὁδεύει, ἵνα ἐν ἀνθρώποις γένηται, ἢ ἃς ὁδεύει ἄνθρωπος, φερούσας πρὸς αὐτόν. Ταύτας δὲ κατανοεῖ ὁ ἐν ταῖς ἐντολαῖς ἀδολεσχῶν τοῦ Θεοῦ. Ἢ καὶ οὕτως· τούτου χάριν ἐνδελεχῶς τὴν μελέτην τῶν σῶν λογίων σχήσω, καὶ ἐν ταῖς ὁδοῖς σου τὴν πορείαν ποιήσομαι. Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἡμεῖς, οἱ μὴ καθαροὶ τῇ καρδίᾳ, καὶ μὴ μετειληφότες συνείδησιν παῤῥησίαν ἔχειν πρὸς Θεὸν δυναμένην, εὐχόμενοι οὐκ ἐροῦμεν· Ἀνταπόδος τῷ δούλῳ σου. Εἰ γὰρ ἀποδώσει, κολάσει ἡμᾶς κατὰ τὰς ἀνομίας ἡμῶν. Λέγει οὖν ὁ ἡμῖν παραπλησίως ἐλεηθεὶς ὑπὸ Θεοῦ·
PG 12:1515Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὁ δὲ παῤῥησίαν ἔχων πρὸς τὸν Θεὸν, πεποιθὼς τῇ ἑαυτοῦ συνειδήσει, φησίν· Ἀνταπόδος τῷ δούλῳ σου, τῷ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Ἵνα δὲ μὴ δόξῃ ὁ λόγος εἶναι ἀλαζονικὸς, ἔχει τι ἀσφαλές· οὐ γὰρ εἶπεν· Ἀνταπόδος μοι, ἀλλ’ ἀνταπόδος τῷ δούλῳ σου, εἴ τίς ἐστι δοῦλος σὸς, καὶ δουλεύει σοι. Τὸ δὲ ζῆσόν με, εἰς τὸν μέλλοντα χρόνον ἐκκλίνει τὸ ζῆν· οὐκ οἴομαι γὰρ ὅτι ὡς ἤδη ζῶν λέγει τό· Ζῆσόν με· ἀλλὰ ἴσως ἀναφέρει ἐπὶ ζωὴν ἀληθινὴν, ὅθεν ἐπάγει· Καὶ φυλάξω τοὺς λόγους σου. Ζωὴ γὰρ ἀληθὴς ἡ φυλακὴ τοῦ νόμου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Αἰσθάνεται ὁ προφήτης ὅτι ἐπικεκαλυμμένοι αὐτοῦ ἦσαν οἱ ὀφθαλμοὶ, οἱονεὶ γὰρ κάκωσις γέγονεν ἡμῖν περὶ τὸ ἡγεμονικὸν, καὶ βλάβη ἀπὸ τῆς παλαιότητος τῆς κατὰ τὸν παλαιὸν ἄνθρωπον, καὶ εἷς ἐστιν ὁ μόνος ταύτην ἰάσασθαι δυνάμενος, ὁ Λόγος τοῦ Θεοῦ· ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
PG 12:1516Ἔρχεται οὖν ὁ Λόγος καὶ ἀποκαλύπτει τοὺς ὀφθαλμοὺς περαίρων τὸ κάλυμμα· ἡνίκα γὰρ ἐπιστρέψει τις πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Ὁ προσπεπονθὼς τῇ γῇ, ὁ φιλῶν τὰ ἐνθάδε, καὶ μὴ πιστεύσας ὅτι ἀνάλυσις ἔσται σὺν Χριστῷ, οὗτος μὴ λεγέτω· Πάροικός εἰμι ἐγὼ ἐν τῇ γῇ, ἀλλ’ ἴστω ὅτι κατοικεῖ ἐπὶ τῆς γῆς· ἁγίου οὖν φωνή· Μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπεπόθησεν ὁ Δαυὶδ γνῶναι τὰ δικαιώματα τοῦ Θεοῦ, τί ἐστι τό· Ἐὰν κτήσῃ παῖδα ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Καί· Τὶς ἠγάπα γυναῖκα καὶ τὰ ταύτης τέκνα, διὸ αὐτὴν ἐλευθέραν ἀπωθεῖται ὁ δοῦλος; Καὶ τίς ὁ λόγος τοῦ τιθρωσκομένου ὠτὸς, καὶ τῆς αἰωνίου δουλείας ἣν ὁ δοῦλος προείλετο; Τί δήποτε οὐκ εἶπεν· ἐπεπόθησεν ἡ ψυχή μου τὰ κρίματά σου, ἀλλ’ ἐπεπόθησε τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου;
PG 12:1517ὡς οὐκ ἐν ἡμῖν ὄντος τοῦ ἐπιθυμῆσαι τὰ κρίματα τοῦ Θεοῦ, ἀλλὰ τῶν καθαρᾷ τῇ συνειδήσει λατρευόντων τῷ Θεῷ, οὕτως οὐ πάντων ἐστὶ τὸ ἐπιθυμῆσαι τὰ κρίματα ἐν παντὶ καιρῷ, ἀλλὰ μόνων τῶν μὴ ἁμαρτανόντων. Ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ ἐν ᾧ ἁμαρτάνω, ἐὰν ἐπιθυμήσω τὰ κρίματα, ἵνα κολασθῶ ἐπιθυμῶ. Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ἐπεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ μαρτύριά σου, περίελε τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσίν μου. Πῶς δ’ ἂν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομένων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, ἅμα ἐμοὶ ἐκζητήσουσι καὶ οὗτοι τὰ μαρτύριά σου. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ’ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Οὕτως συνέρχονται κατὰ τοῦ δικαίου σκοποῦντες πῶς ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλ’ αὐτὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. Δείκνυσι δὲ αὐτούς ποτε μὲν ὀνειδίζοντας, εἰ τύχοι παλαιὰ πλημμελήματα, ποτὲ δὲ ἐξουδενοῦντας, ὡς οὐδενὸς ἄξιον λόγου. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου·
PG 12:1519ζῆσόν με κατὰ τὸν λόγον σου. Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται, τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων, εἴτοι συγχρονίζουσι σώμασιν ἢ συνδεδεσμέναι δι’ οἰκονομίαν ἐν αὐτοῖς. Ἐξομολογεῖται ὁ προφήτης περὶ τῆς ἑαυτοῦ ψυχῆς, καταλειπούσης μὲν τὸ κολλᾶσθαι τῷ Κυρίῳ πρότερον, ὅτε ἐν τῇ κακίᾳ ἐτύγχανεν, κολληθείσης δὲ δι’ αὐτὴν τῷ ἐδάφει, καὶ καθελούσης ἑαυτῆς τὸ φυσικὸν ὕψος καὶ ἔπαρμα. Πᾶσα γὰρ ἁμαρτάνουσα ψυχὴ κεκόλληται τῷ ἐδάφει. Ὀπίσω δὲ Κυρίου πορεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ, ἐν τῷ νόμῳ εἴρηται. Ἀξιοῖ τοίνυν βοηθηθῆναι ἀπὸ τοῦ Θεοῦ πρὸς τὸ ζῆσαι, ἀποστὰς τῆς πρὸς τὸ ἔδαφος κολλήσεως, ἵνα ζήσῃ κατὰ τὸν λόγον τοῦ Θεοῦ. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. Τῷ δὲ τυχόντι τῆς ἐν τούτοις συνέσεως, περιέσται τὸ καὶ ἄλλους ὠφελεῖν δύνασθαι, καὶ τὴν θαυμάσιον εὐεργεσίαν ἐξαγγέλλειν Θεοῦ, τὴν ἀποκειμένην τοῖς ὅσια πράττουσι· οὐ γὰρ τὰ περὶ δικαιοσύνης διδάσκων, διδάσκει καὶ τὰ περὶ τοῦ παρεπομένου τέλους αὐτῇ, ὅτι μέγα τοῦτο, καὶ ὁ Θεὸς ὑπὲρ ἀξίαν ἀμείβεται.
PG 12:1520Διελέγετο καὶ Παῦλος περὶ ἐγκρατείας καὶ δικαιοσύνης, καὶ τοῦ μέλλοντος κρίματος, ὡς ἔμφοβον γενέσθαι τὸν ἡγεμόνα. Ὅταν μέν τις κατὰ τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν πορεύηται, ὁδοὺς ἑαυτοῦ πορεύεται· ὁ δὲ ἀποστὰς τοῦ ἁμαρτάνειν, δίδωσιν ἑαυτὸν τῷ Θεῷ, αἰτῶν παρ’ αὐτοῦ τὸ φοβεῖσθαι καὶ αὐτὸν, καὶ πορεύεςθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Οὐκέτι μὲν γὰρ κατὰ τὰς ὁδοὺς ἑαυτοῦ πορεύεται, μεταστὰς δὲ ἐπὶ τὰς τοῦ Θεοῦ, ἐν αὐταῖς βαδίζει. Ἴσον δέ ἐστι τούτῳ· Εἶπα, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου. Ἐμαυτοῦ τοίνυν κατήγορος γενόμενος, παρὰ σοὶ ἐξωμολόγησα μὲν περὶ αὐτῶν, διὰ δὲ τοῦτο ἐπήκουσάς μου, παραδεξάμενος τὴν μετάνοιαν. Εὔχομαι δέ σε, καὶ διδάσκαλόν μου γενέσθαι τῶν δικαιωμάτων, ἃ οὐδεὶς δύναται κατ’ ἀξίαν παραδοῦναι, ὡς σὺ ὁ Κύριος τῶν δικαιωμάτων. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Συνετιζόντων δεόμεθα, πρὸς τὸ μὴ ἀποπλανηθῆναι τῆς ὁδοῦ τῶν δικαιωμάτων Θεοῦ.
PG 12:1521Ἐὰν γὰρ τὴν ὁδὸν τῶν ἐν τοῖς δικαιώμασι μυστηρίων, ὑπὸ σοῦ σύνεσιν λαβὼν, νοήσω, ὡς καὶ ὁδεῦσαι αὐτὴν, δυνήσομαι, τὰ δηλούμενα ἐν τοῖς δικαιώμασί σου θαυμάσια συνιεὶς, ἀδολεσχεῖν ἐν αὐτοῖς, καὶ τὴν ὁμιλίαν ἐν τῷ περὶ τούτων ποιεῖσθαι λόγῳ. Ἐπεὶ οὐκ ἔστι βραχεῖα ἡ εὕρεσις τῆς ὁδοῦ τῶν δικαιωμάτων, οὐκ ἐπὶ δύο ἢ τρεῖς ἢ δέκα ἡμέρας, μόλις γὰρ ἀρκεῖ μοι καὶ ὁ χρόνος τῆς ζωῆς. Καὶ ὥσπερ ἐστὶν ὁδὸς δικαιωμάτων, οὕτως καὶ ἡ ὁδὸς μαρτυρίων. Ἐν τῇ ὁδῷ, φησὶ, τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. Ἔστι καὶ ὁδὸς ἐντολῶν· Ὁδὸν γὰρ ἐντολῶν σου, φησὶν, ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Αὗται δὲ πᾶσαι αἱ ὁδοὶ τέλος καὶ ἀρχὴν ἔχουσι, μίαν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁδός. Ὁδεῦσαι οὖν δεῖ διὰ πασῶν τούτων τῶν ὁδῶν, ἵνα ἔλθῃς ἐπὶ τὸ τέλος αὐτῶν, τὸν Χριστόν. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Πλησίον, φησὶν, ἐγενόμην τοῦ θανάτου, ὀλιγωρήσας πρὸς τὰ ἐπικείμενά μοι κακά· ἀλλ’ αὐτός με, φησὶ, στήριξον ἐν τῇ ἐπαγγελίᾳ σου. Ἢ ἐπεὶ ἡ προσβολὴ τῆς ἁμαρτίας χαυνοῖ τὸν λογισμὸν καὶ ἀκηδίαν ἐργάζεται, ἡ μὲν νυσταγμὸν, ὁ δὲ θάνατον.
PG 12:1522Ὃ μέντοι Σύμμαχος καὶ Ἀκύλας κατέσταξεν εἶπον. Ἡ δὲ ε καὶ 2 ἔσταξεν ἡ ψυχή μου περιέχει. Παρὰ δὲ τῷ Συμμάχῳ, κατέσταξεν ἡ ψυχή μου. Καὶ δοκεῖ μοι, μὴ νοήσας τις τὸ ἔσταξεν, ἀλλ’ ὑπολαβὼν ἁμαρτῆσθαι τὸ ἀντίγραφον, πεποιηκέναι· ἐνύσταξεν ἡ ψυχή μου, τῆς ἐπὶ τὸ ἔσταξεν ἡ ψυχή μου ζητήσεως ἀπαλλαγῆναι βουλόμενος. Φησὶ γὰρ, ὅταν ἡ ψυχὴ ἐν ἀκηδίᾳ γένηται καὶ ἀδημονίᾳ καὶ λύπῃ, ἀπόλλυσι τὸ ἐγρηγορῆναι, καὶ γίνεται ἐν νυσταγμῷ, ἀπαγορευμένῳ ἐν τῷ· Μὴ δὸς ὕπνον σοῖς ὄμμασιν, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. Ὁ δὲ δυσωπούμενος τὴν μαρτυρουμένην ὑπὸ τῶν πλειόνων ἔκδοσιν, τὴν ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, φησὶν, ὅτι πεπυκνωμένη καὶ στέγειν δυναμένη ἐστὶν, ὡς μηδὲν αὐτῆς ἀποῤῥεῖν, ἡ τοῦ δικαίου ψυχή· ἡ δὲ τοῦ φαύλου οὐ τοιαύτη, ἀλλὰ μὴ δυναμένη κρατεῖν ὃν διδάσκεται λόγον Θεοῦ· διόπερ ἡ τοιαύτη ψυχὴ στάζειν ἂν λέγοιτο. Τοιαύτην δέχεται διάνοιαν καὶ τό· Υἱέ μου, μὴ παραῤῥυῇς, ἐν Παροιμίαις γεγραμμένον, καὶ τό· Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραῤῥυῶμεν, ἐν τῇ πρὸς Ἑβραίους λελεγμένον.
PG 12:1524Βεβαίωσον, οἱονεὶ τοιοῦτόν με ποίησον ἐν τοῖς λόγοις, ὥστε ἄσειστον εἶναι, καὶ μηδαμῶς μετακινούμενον. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Δυνάμενος εἰπεῖν· ἀπόστησόν με ὁδοῦ ἀδικίας, τοῦτο μὲν οὐκ ἔφησεν, τὸ δέ· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, ὡς τυγχάνουσαν ἐν ἐμοὶ, καὶ ἐνυπάρχουσάν μοι. Ὅσον γάρ ἐσμεν ἔτι φαῦλοι, ἡ ὁδὸς τῆς ἀδικίας ἐν ἡμῖν ἐστιν, καὶ πάντα μὲν πρακτέον, ἵνα αὐτὴν ἀπωθήσωμεν τῆς ψυχῆς ἡμῶν· μάλιστα δὲ Θεὸν συνεργὸν εἰς τοῦτο παρακλητέον, ἵνα, ταύτης ἀποστάσης ἡμῶν, δυνηθῶμεν εἰπεῖν· καὶ τῷ νόμῳ σου ἐλέησον· ἀξιοῦντες νόμῳ Θεοῦ ἀπὸ Θεοῦ ἐλεηθῆναι, ᾧ νενομοθέτηκεν ὁ Θεὸς, ὡς ἄν τις εἴποι ἰατρῷ· ὡς ἀπαντᾷ ὁ ἰατρικὸς λόγος, ἄγαγέ με ἐπὶ τὴν ὑγιείαν, εἴτε τομαῖς, εἴτε καυτῆρσιν, εἴθ’ ὁποσοῦν ὑποβάλλεται τῶν ἐπιπόνων ὑπὸ τῆς ἰατρικῆς καὶ τῶν νόμων αὐτῆς. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ὁδὸν ψεύδους ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος ὁδὸν ψευδῆ περίελε. Καὶ οἶμαι προσφορώτερον, ἐπεὶ ὁ ἐχόμενος στίχος τὴν ἀπεναντίας τοῦ ψεύδους ἀντιτίθησιν ἀλήθειαν, δεικνὺς τὸ ἀκόλουθον· Ὁδὸν γὰρ, φησὶ, ἀληθείας ᾑρετισάμην.
PG 12:1525Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ταῦτα γὰρ τίς ἐρεῖ; καταφρονῶν μὲν τῶν βλεπομένων, ὡς προσκαίρων, σκοπῶν δὲ τὰ μὴ βλεπόμενα, ὡς αἰώνια, καὶ ἀληθῆ κυρίως ὑπάρχοντα· οὐκ ἀληθείας γὰρ ἡ ὁδὸς, ἡ ἐπὶ δόξαν καὶ πλοῦτον ἐπίγειον ὁδηγοῦσα. Ἐκεῖνα δὲ τίς ζητεῖ, τῶν κριμάτων τοῦ Θεοῦ μεμνημένος, καὶ τῆς ἐπ’ ἐκείνοις ἀνταποδόσεως; Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Οἱ λόγοι δὲ τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν, εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς ὅτι χωρὶς Θεοῦ οὐδὲν δυνάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε, οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ’ ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ’ ἐμοί; Ἴδε εἰ μὴ πανταχοῦ ἐπέπλεξεν τῷ ἀπὸ τοῦ Θεοῦ, τὸ ἐφ’ ἡμῖν. Ὡς ἐνταῦθα τὸ ἀπὸ τοῦ Θεοῦ· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν δικαιωμάτων σου.
PG 12:1526Τὸ δὲ ἐφ’ ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δὲ ἐπ’ ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ. Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου. Τί τὸ ἐπ’ ἐμοί; Ὅτι αὐτὴν ἐθέλησα. Δεῖ οὖν τὸ μὲν αἰτεῖν παρὰ τοῦ Θεοῦ, τὸ δὲ ἑαυτοὺς εἰσφέρειν ὁμολογεῖν. Σὺ μὲν γὰρ, φησὶ, ὦ Κύριε, νομοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου. Ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐμαυτῷ εἰς ἀναζήτησιν αὐτῆς. Οὐκέτι γὰρ σαφὲς ἢ εὐκαταφρόνητον. Δεῖται δὲ τῆς Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν. Οὕτως γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω τὸν νόμον. Εἰ δὲ καὶ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ τὸ τέλος. Δεῖ οὖν τὰ μὲν αἰτεῖν, τὰ δὲ ἐπαγγέλλεσθαι καὶ πληροῦν, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀτεθῶμεν συνθήκας, ἐπὶ τὸν Θεὸν τοίνυν ἀναφέρειν τὴν αὐτοῦ εὐμένειαν καὶ τὸ ἄνωθεν δίδοσθαι τὴν ἐπὶ τοῖς κατορθουμένοις εὐόδωσιν.
PG 12:1528Ἐπὶ σοὶ δέ ἐστιν ἡ συνέργεια τοῦ ἀγαθοῦ, καὶ ἡ τῆς μοχθηρίας ἀποστροφὴ, ὥστε τὰ ἀπὸ τοῦ Θεοῦ αἰτῶμεν γενέσθαι ἡμῖν μετὰ τοῦ συνεισφέρειν τὰ ἐφ’ ἡμῖν, καὶ οὕτω τὰς πρὸς Θεὸν συνθήκας οὐκ ἀτεθήσοιμεν. Τρίβος ἡ τετριμμένη ὁδὸς, ἣν πολλοὶ τῶν δικαίων πρὸ ἡμῶν ἐπορεύθησαν, πρὸς ἣν ὁδηγοῦντος χρεία Θεοῦ. Χριστοῦ γὰρ ἡμᾶς δεῖ γενέσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ. Κλίνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Τὰ γὰρ μαρτύρια τοῦ Θεοῦ οὐ φιλαργυρίαν διδάσκει, λέγοντα· Οὐκ ἐπιθυμήσεις κτλ. Ἐν τῇ ὁδῷ σου ζῆσόν με. Ἐγώ εἰμι, φησὶν, ἡ ὁδὸς, ἐν τοῖς εὐαγγελίοις Κύριος. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματα σου χρηστά. Εἰ χρηστά ἐστι τὰ κρίματα τοῦ Θεοῦ, χρηστότητος καρποὺς ζητητέον. Νόησαι ἐπὶ πάντας τοὺς κρινομένους, κἂν πικρότερά τισι διὰ τῆς ἁμαρτίας ἀπαντᾷ. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπεὶ ἐπεθύμησα, φησὶ, τὰς ἐντολάς σου, διὰ τοῦτο ζωοποίησόν με κατὰ τὴν σὴν δικαιοσύνην, καὶ ἄμειψαί με, μὴ μόνον ποιήσαντά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ ἐρωτικῶς πρὸς αὐτὰς διατιθέντα·
PG 12:1529διὸ οὐκ ἄλλου χάριν, ἀλλ’ αὐτῶν ἕνεκα ἐπιτελῶν, αὐτός φημι· Ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, ὅπερ ἐστὶ ζῆσαι κατ’ ἀρετήν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος, τοῦτό φησιν· ζωοποιεῖ γὰρ ἡμᾶς διὰ τῆς ἰδίας δικαιοσύνης ὁ Θεὸς καὶ Πατήρ. Ἔστι δὲ αὐτὴ Χριστός. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Πρὸς τοῖς εἰρημένοις, τὸ ἔλεός σου ἐπ’ ἐμὲ ἔλθοι κατὰ τὸν λόγον σου, καὶ μετὰ τοῦ ἐλέους σου τὸ σωτήριον, ἵνα ὑπ’ αὐτοῦ ἐλεηθεὶς σωθῶ. Τὸ τέλος γὰρ τοῦ ἀπὸ Κυρίου ἐλέους ἡ παρ’ αὐτοῦ σωτηρία· διὸ καλῶς οὐ πρὸ τοῦ ἐλέους σωτηρίαν αἰτεῖ, εἶτα τὸν ἔλεον, ἀλλ’ ἀνάπαλιν· οὐ γὰρ τοσοῦτον, φησὶ, διὰ τὰ ἡμέτερα ἔργα, ὅσον διὰ τὴν σὴν χάριν σώζομαι. Εἰ δὲ δυνατὸν πάντα διὰ τοῦ ἀποσταλέντος Λόγου εἰρῆσθαι, ἐπίστησον· αὐτὸς γὰρ καὶ ἔλεος καὶ σωτήριον Κυρίου ἐστί. Διὸ εὐκτέον ἥκειν ἐφ’ ἡμᾶς τὸ ἔλεος Κυρίου, τὸ σωτήριον κατὰ τὸ ἔλεος αὐτοῦ.
PG 12:1530Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, παῤῥησίαν ἕξω πρὸς τοὺς ἐνισταμένους καὶ ὀνειδίζοντας. Ἐὰν ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεος καὶ τὸ σωτήριον, κατὰ τὸν σὸν λόγον σωθεὶς, εὐπορήσω λόγον, ὥστε τοῖς ὀνειδίζουσί με ἔχειν ἀποκρίνεσθαι καὶ παραστῆσαι αὐτοῖς, ὅτι οὐκ ἄξιόν ἐστιν ὀνειδίζεσθαι τὸν τοιαῦτα ἔχοντα δόγματα, ἅτινα γελῶσι μὲν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μῶρα, συνέσεως δὲ ἀποδείξω καὶ σοφίας πεπληρωμένα, ἐπεὶ καὶ εἰς τοὺς λόγους ἐπήλπισα· διὸ τοῦτο πρὸς τοῖς προτέροις ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτά φησιν, ὡς δυνατοῦ ὄντος τοῦ ἤδη ἀνειληφότος λόγον ἀληθείας, ἀποθέσθαι αὐτὸν, περιελόντος αὐτὸν τοῦ Θεοῦ ἐκ τοῦ στόματος τοῦ ἤδη αὐτὸν ἀνειληφότος, ἐπὰν ὁ ἤδη διδάσκων, ἀνάξιον ἑαυτὸν ποιήσῃ τοῦ λόγου· διὸ καλῶς λέγεται· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ἀμελεῖ δὲ οὐ μόνον ὁ μὴ γεωργῶν τὸ χάρισμα, καὶ αὐξάνων αὐτὸ, ἀλλὰ καὶ ὁ μὴ βιῶν κατ’ αὐτό.
PG 12:1531Ζητήσει δ’ ἄν τις εἰ ἀπὸ στόματος μὲν περιαιρεῖται λόγος ἀληθείας, ἀπὸ δὲ καρδίας οὐδέποτε περιαιρεῖται, ἵνα σώζηται ἡ ἀφορμὴ τῆς ἐπιστροφῆς, διὰ τὸ ἐνυπάρχειν τὸν τῆς ἀληθείας λόγον τῷ ἅπαξ αὐτὸν ἀνειληφότι. Τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; οὐχ ἵνα τί σὺ φρονεῖς τὰ δικαιώματά μου; τάχα δὲ καὶ ἐὰν ἐπίπλεον ἁμαρτάνῃ τις, καὶ ἀπὸ τῆς καρδίας περιαιρεῖται ὁ τῆς ἀληθείας λόγος, θολουμένης, καὶ οἱονεὶ τυφλουμένης τῆς καρδίας πρὸς τὸ μὴ θεωρεῖν τὴν ἀλήθειαν. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ μάρτυρι, τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν. Ἁρμόττει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Καὶ μετ’ ὀλίγα. Αἰσχύνης γὰρ ἄξια λέγει ὁ μὴ προσλαμβάνων ῥῆμα εἰς τὸ εὐαγγελίσασθαι ἀπὸ Θεοῦ δυνάμει πολλῇ. Οὐκ αἰςχύνης δὲ, ἀλλὰ δόξης ἄξια λέγει, ὁ τῇ διαθέσει τοῦ προφήτου λέγων τό· Καὶ ἐλάλουν κτλ.
PG 12:1533Μεγαλοπρεπῶς ἀπὸ γενεᾶς ζούσης ὑπαντᾷ μεταχειριζόμενος ἕξεως, ἐπειδὴ μείζων παντὸς βασιλέως, μᾶλλον δὲ βασιλεὺς βασιλέων ὁ λαλῶν ἐν ἡμῖν ἐστιν, ὅταν τὰ τοῦ Θεοῦ λαλῶμεν. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Τέλος τῆς τῶν ἐντολῶν Θεοῦ μελέτης ἐςτὶν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια καὶ πρᾶξις· διὸ καὶ καλῶς προστετάχθαι φαίνεται τό· Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα, ἑξῆς δὲ τούτοις τό· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἀλλὰ ἐξ ἀγάπης καὶ διαθέσεως, καὶ μετὰ ταῦτα συνεχῶς ἀποδιδόναι τὸ ἔργον τῶν ἐντολῶν. Καὶ ἐπειδὴ, μετὰ τὴν μελέτην καὶ τὴν ποίησιν τῶν ἐντολῶν, περὶ τούτων διαλέγεσθαι δεῖ, διὰ τοῦτο ἐπιφέρει τό· Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου, εἴπερ τοιοῦτόν ἐστιν ἀπὸ τῆς πρὸς τὰ δικαιώματά σου φιλίας μου, συνεχῶς αὐτοῖς ἐνδιατρίβων τῷ λόγῳ, οἱονεὶ ἠδολέσχουν, ἐπίπλεον ὁμιλῶν τὰ περὶ τῶν δικαιωμάτων σου.
PG 12:1534Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμενοι τὴν πρακτικήν. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησι· ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισας με. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι αὐτὸν μετ’ αὐτῶν, καθ’ ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Λόγον χρηματίσας ἐπαγγελίας, ἀνεπτέρωσας ἡμᾶς ἐπὶ τῷ ἐλπίζειν ἐπὶ σοὶ, καὶ καταφρονεῖν τῶν ἀνεστηκότων. Ἐπεὶ δὲ τῷ ποθεῖν τὰ ἐπουράνια, καὶ ζητεῖν τὰ αἰώνια, ἠγωνισάμην, ἀπαιτῶ τούτων τὸν λόγον, ἀπαιτῶ τούτων τὴν ἀνταπόδοσιν. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι τὸν νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τιμωρίας. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶ, ἐλπίζειν ἐδίδαξάς με, καὶ δεικνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπάγει· Αὐτή με παρεκάλεσε. Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς, καὶ ὑπερέπλευσα κυμάτων. Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Αὕτη τίς;
PG 12:1535ἡ ἐλπίς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις, ἢ κίνδυνος, ἢ θανάτου προσδοκία, ἢ νόσος χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμὸς, ἥ τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Συντόμως δὲ εἰπεῖν, πάντα τὰ περιστατικὰ ταπείνωσις ἑαυτοῦ, ὡς εἶναι τὸν καιρὸν τῶν περιστάσεων καὶ τῶν πειρασμῶν ταπείνωσιν τῆς ψυχῆς καταλειπομένης καὶ παραδιδομένης τῷ πειράζοντι, ἵνα ἀγωνίσηται πρὸς τὴν ἀντικειμένην δύναμιν. Καὶ διὰ τοῦτο τὸ λόγιόν σου ἔζησέ με, τουτέστιν ἐζωοποίησέ με. Οὐδὲν γὰρ ἄλλο ποιεῖ ζῆν λογικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ’ ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὸ τῆς ζωῆς. Ταῦτα δέ ἐστιν τὸ σὺν ἀρετῇ ζῆν ἐνταῦθα, μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ἔτι τὴν διάθεσιν κατανοήσωμεν τοῦ δικαίου.
PG 12:1536Μιμνησκόμενος, φησὶ, τῶν περὶ ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, τῶν ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ παρακαλεῖται, καὶ ἄλυπος μένει καὶ ἀτάραχος, καὶ λέγει· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι ἐφ’ ἡμᾶς. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Τῷ μὲν ἁμαρτωλῷ γελοῖον ἦθος ἡ θεοσέβεια· τῷ δὲ θεοσεβεῖ φρικτὸν ἡ παρανομία, διότι προορᾷ τὸ φοβερὸν τῆς τιμωρίας. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου. Τὸ περίγειον χωρίον τόπος ἐστὶ παροικίας τοῦ δικαίου· διό φησι· Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Τῷ γὰρ ξένῳ τὰ οἴκοι ποθεινὰ, καὶ πρὸ τῆς εἰς αὐτὰ ἐπανόδου, πάντα λυπηρὰ, καὶ ταύτην εὑρὼν παραμυθίαν, τὸ περὶ τῆς παροικίας παρατάχιον [ἀπομανθάνει]. Παρῴκησεν ὁ Δαυὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, ἀλλ’ οὐ τοῦτό φησιν, ἀλλὰ πάντα τὸν βίον, ὡς γὰρ παροικῶν, διατελεῖ, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διοδεύει. Ψάλλων οὖν, φησὶ, τὰ δικαιώματά σου καὶ εὐρύθμως, τοῦτο μὲν λέγων, τοῦτο δὲ πράττων, καὶ ἐν τῇ ἐπιθυμίᾳ τῆς ἐντολῆς, οὐδὲ τῷ ὕπνῳ χώραν ἐδίδουν.
PG 12:1538Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ Θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν, καὶ χωρίζει αὐτὸν τῆς γνώσεως τοῦ Θεοῦ, ἀφ’ οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ. Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασιν, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μηδὲν τὸ θέλειν τὰ τοσαῦτα, ἀλλ’ ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικόν ... Παρασκευῆς γὰρ χρεία πρὸς τὰς ἀντικειμένας δυνάμεις, κωλυούσας τοῦ Θεοῦ φυλάξαι τὰς ἐντολὰς, κατὰ τὸν Ἀπόστολον λέγοντα· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ κτλ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ λόγιόν σου. Ὅρα δὲ πηλικός ἐστιν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς δὲ ἐδιδάξατο λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται ... Μήποτε δὲ πλέον τι ἐμφαίνεται τοῦ ἁπλῶς ἐλέησόν με, ὅτε πρόσκειται αὐτῷ κατὰ τὸ λόγιόν σου;
PG 12:1539ὁ φαῦλος δὲ λεγόμενος παρά τισιν ἔλεος εἶναι, ἐστὶν, ὅτε οὐ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ἐλεούμενος, ὡς ὅτε ἐλεεῖ Σαοὺλ τὸν Ἀγάγ. [Κατὰ] κρίσιν δὲ τὸν ἔλεον δεῖ γίνεσθαι, καὶ μὴ παρανόμως τῷ λογίῳ σού φησιν· ἐλέησόν με κατὰ λόγιόν σου. Πλὴν νῦν μὲν εὔχεται, ἑξῆς δὲ ἐπακουσθείς φησιν· Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ὁ Ἑβραῖος· Τὰς ὁδούς μου ἔχει, ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. Λέγει δέ· Λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατηύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ, ἢ οὐδέποτέ τι ἔπραξα, μὴ λογισάμενος εἰ καθῆκόν ἐστιν ἡ πρᾶξις. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Εἰ ἠσκήσαμεν, εἰ ἡτοιμάσμεθα, εἰ οἷον δὴ τρόπον παρεσκευάσμεθα, οὐ ταραχθησόμεθα ἀπὸ τῶν ἀντικειμένων δυνάμεων, τῶν ἀντιστρατευομένων ἡμῖν, ἵνα μὴ φυλάξωμεν τὰς τοῦ Θεοῦ ἐντολάς. Εἰδὼς τὸ εἰρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, καὶ τοῦτο μελετῶν διαπαντὸς, ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως.
PG 12:1540Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ Σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ Ἁβραὰμ, ἣν ἔλυσεν ὁ Χριστὸς, εἴπερ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Εἰ δὲ διττή ἐςτιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ’ ἐνέργειαν, διττὰ ἄρα νοητέον καὶ τὰ σχοινία· ὁ δὲ τὰ κατ’ ἐνέργειαν λύσας, πάντως καὶ κατὰ διάνοιαν λέλυκε. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ’ ἐνέργειαν λύει σχοινία· ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν. Ἐῤῥήθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Ἐγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ κτλ. Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐςτὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα· Ἐγώ εἰμι ὁδός. Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ’ αὐτὸν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ὁ μέτοχος τῶν φοβουμένων τὸν Κύριον, καὶ αὐτὸς φοβεῖται τὸν Κύριον· καὶ ὁ μέτοχος τῶν δικαίων, καὶ αὐτὸς δίκαιός ἐστι· τῶν μὲν γὰρ ὁ φόβος κοινὸς, τῶν δὲ δικαιοσύνη.
PG 12:1542Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Ἡ χρηστότης τοῦ Θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει. Γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς, διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γεῦσις ἀληθὴς τῶν γεγονότων ὑπὸ Θεοῦ· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστιν ἡ θεωρία τῆς Τριάδος. Πλουσίως ἐκχεῖς, φησὶν, ἐπὶ πάντας τὰς τοῦ ἐλέους πηγὰς, καὶ οὐκ ἐπάγεις καθ’ ἕκαστον φέρων, γάμους διορυττομένους, αἵματι μιαινομένους, σφετεριζομένους τὰ ἀλλότρια, καὶ τὰ λοιπά. Τούτου κἀμὲ ἀξιώσας, τῶν σῶν δικαίων τὴν γνῶσίν μοι χαρίσαι· πεῖραν γὰρ λαβών σου τῆς χρηστότητος, καὶ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, ἵνα σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθοιμι· παιδείαν μὲν τὴν ἠθικὴν, γνῶσιν δὲ τὴν θεωρητικήν. Οἶδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρωπίᾳ χρώμενος, ὁ δεσπότης ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις·
PG 12:1543καὶ ὡς ἡ παιδεία τὴν γνῶσιν ἐργάζεται, ἐπεὶ ὀρθῶς καὶ φρονίμως ταῖς παρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐταῖς, ὡς τηρῆσαι αὐτὰς, ὄρεξόν μοι σοφίαν, καὶ δίδαξον παιδείαν καὶ γνῶσιν. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου ἐξέδωκε. Διδασκώμεθα δὲ μὴ ἀναισθήτως διακεῖσθαι πρὸς τὰς θείας εὐεργεσίας. Οὔσης περὶ τὸν Θεὸν χρηστότητος καὶ ἀποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστότης γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς· ἐπεὶ οὖν ὁ ἅγιος ἐβεβαίωτο ἐν τῇ πίστει, χρηστότητα, εἶπεν, ἐποίησας μετὰ τοῦ δούλου σου, ὅστις ποτ’ ἂν ᾖ αὐτός. Τὸ δὲ κατὰ λόγιόν σου, ἀντὶ τοῦ σὺν λόγοις καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ Κυρίου χρηστότητα. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Καίπερ δὲ εἰδὼς ὅτι μὴ μόνον δι’ ἁμαρτίας, ἀλλὰ καὶ διὰ δοκιμασίαν ἐπάγεται ταῦτα, τῷ προτέρῳ τρόπῳ ὑπέβαλλεν ἑαυτὸν, ἀλλὰ ἐφύλαξα, φησὶ, τὸ λόγιόν σου, ἵν’ ὥσπερ πλημμελήσας ἐταπεινώθην, οὕτω κατορθώσας διὰ τῆς τοῦ λογίου σου φυλακῆς, ἀφεθῶ τῆς ταπεινώσεως.
PG 12:1544Ἐγὼ, φησὶν, ἐμαυτῷ τὴν παιδείαν προυξένησα· ἀδικίας ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠκολούθει ἡ παιδεία, τῇ παιδείᾳ τῶν νόμων ἡ φυλακή. Δέομαι οὖν διδασκαλίας, ἵνα γνῶ ὅτι ἡ γενομένη ταπείνωσις κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο. Ἢ πρὸ τοῦ παθεῖν τελείως τὴν ἁμαρτίαν, πλημμελοῦμεν ἡμεῖς τῇ συνέσει τῶν λογισμῶν [ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας] αὐτὴν καταδεχόμενοι, καὶ τόπον εἰσόδου διδόντες διὰ τούτων τῷ Σατανᾷ. Χρηστὸς εἶ σὺ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Ἐπληθύνθη ἐπ’ ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Ἐπεὶ λέγεται· ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, μήποτε οἱ μὲν πεσόντες διδάσκωνται ἐν τῇ ἀποτομίᾳ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ, οἱ δὲ μακάριοι μανθάνωσιν αὐτὰ ἐν τῇ χρηστότητι αὐτοῦ; οἱ μὲν ἐκ δικαιωμάτων Θεοῦ κολαζόμενοι, οἱ δὲ κατὰ τῶν ἁρμοζόντων αὐτοῖς τυγχάνοντες. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Λεπτὴ μὲν ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερηφάνων καρδία. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
PG 12:1545Εὐαρεστούμενος τοῖς ἐπιπόνοις πειρασμοῖς καὶ περιστάσεσιν, ἅτινα ἔθος ταπείνωσιν ὀνομάζεσθαι, ταῦτά φησιν, ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵν’ ἐκ τοῦ ταῦτα ὑπομεμενηκέναι, ἄξιος κριθῶ τοῦ μανθάνειν τὰ δικαιώματά σου, οὐδενὸς αὐτὰ εἰδομένου, μὴ πρότερον ταπεινωθέντος καὶ ἐν πολλοῖς θλιβέντος. Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εὐαρεστούμενος ἀντὶ τοῦ, ἀγαθόν μοι ἐςτιν ὁ νόμος, ὃν ἀπὸ τοῦ στόματός σου ἐλάλησας. Στόμα δέ σου ὁ Χριστός ἐστι· καταφρονῶ γὰρ χιλιάδων χρυσίου καὶ ἀργυρίου ὑπὲρ τοῦ ἀπολαῦσαι τοῦ νόμου τοῦ στόματός σου. Δύναται δέ τις καὶ νόμον στόματος λέγειν τὴν τάξιν τῶν χρηματιζομένων καὶ λεγομένων διὰ στόματος Θεοῦ, τῶν πρώτων τοῖς εἰσαγομένοις λεγομένων, καὶ δευτέρων τοῖς τὰ πρότερα ἀνειληφόσι, καὶ οὕτω καθ’ ἑξῆς ἕως οὗ τελειωθῶσιν. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν.
PG 12:1547Ἡ ὑπόθεσις τοῦ· αἱ χεῖρές σου κτλ. τῆς περὶ τὴν ἀνθρωπίνην φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγος γὰρ πάντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος, ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδεξάμενος, ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. Ἢ ἀκόλουθον δὲ ὡς πρὸς δημιουργὸν τὸ αἴτημα· οἷον, τοῦ σοῦ φρόντισον ποιήματος, καὶ τελείωσον τῇ νοήσει τὸ ζῶον τὸ νοητικὸν, καὶ ὃ πρὸς οἰκείωσιν τὴν σὴν παρεςκεύασας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. Ἕτεροι τὸ Ἐποίησαν ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ Ἔπλασάν με ἐπὶ τοῦ σώματος· ἄλλοι δὲ τὸ μὲν Ἐποίησαν ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν [τὸ δὲ Ἔπλασαν, ἐπὶ τῆς τοῦ] λουτροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. Χεὶρ Κυρίου ἡ μετ’ αὐτοῦ ἐπὶ Χριστοῦ λέγεται. Συνέσεως δὲ χρῄζομεν, καὶ εἰς τὸν ἠθικὸν τρόπον, ὡς οὐ πάνυ σαφῆ. Τὸν γὰρ ἄνθρωπον οὐ μόνον ἐποίησεν, ὡς τὰ λοιπὰ κτίσματα, ἀλλὰ καὶ ἔπλασε, τῇ αὐτουργίᾳ τιμήσας αὐτόν. Χεῖρες δὲ εἶεν Θεοῦ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, δι’ ὧν πάντα δεδημιούργηται.
PG 12:1548Ἀκόλουθον δὲ λίαν καὶ τὸ αἰτεῖν παρὰ τοῦ ποιήσαντος σύνεσιν, ἣ πρὸς τὴν ποιήσιν τῶν ἐντολῶν συνωθεῖ. Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Τοῖς φοβουμένοις σε, φησὶν, τοῖς εὐσεβοῦσι πρόξενος εὐφροσύνης γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ εἰς σὲ ἐλπίδι τέλος. Ἢ οἱ τὸν Θεὸν φοβούμενοι, τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰσιν, ὄντες δὲ τοιοῦτοι, ἀγαθοὶ τυγχάνουσιν κατὰ τὸν ὃν ἔχουσι φόβον· διὸ καὶ πάντας βούλονται προκόπτειν, καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι Θεῷ. Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν. Συνᾴδει τὸ ἐπαγόμενον, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισαν. Ὑπόδειγμα γάρ με λαβόντες καὶ ὁρῶντες, καὶ αὐτοὶ τῶν ὁμοίων προσδοκήσουσι τυχεῖν. Βούλεται ὡς προφήτης τοὺς φοβουμένους τὸν Θεὸν ἐπιστρέψαι πρὸς αὐτὸν, καὶ ἥκειν, ἵνα αὐτοῖς μετάδῳ τοῦ χαρίσματος τοῦ ἐν αὐτῷ. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς ὅτι Δαυὶδ γεγράφηκε τοῦτο, ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι.
PG 12:1549Ταῦτα διαφερόντως λέγει, τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα δὲ, φησὶν, ἀκριβῶς ὡς ὀρθῶς μοι καὶ δικαίως καταψηφίσουσιν, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. Πολλάκις δὲ ἐτήρησα ὅτι ἐταπείνωσάς με, ἀντὶ τοῦ πειρασμοῖς περιέβαλές με πολλαχοῦ, καὶ μάλιστα ἐν τοῖς ψαλμοῖς λέγεται· χωρὶς γὰρ τῆς ἐν πολλοῖς ὀδυνηροῖς γυμνασίας καὶ τῆς παρ’ ἐλπίδα γενομένης Θεοῦ βοηθείας, οὐκ ἔστι βεβαίως ἄνθρωπον ἐν ἀρετῇ παγῆναι. Τοῖς αὐτοῖς [δικαίοις] πάντα τὰ κρίματα Θεοῦ γίνεται, καὶ ὅτι δικαιοσύνη ἐστὶ τὰ κρίματα τοῦ Θεοῦ. Ὁ πιστὸς πιστεύει, ἀλλ’ οὐκ ἔγνω, εἰ μὴ λάβοι λόγον γνώσεως. Ἔλεγεν γὰρ ὁ Ἰησοῦς πρὸς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πεπιστευκόσιν οὖν ἔδωκε γνώσεσθαι, ὡς τῆς πίστεως οὐ πάντως παρεχούσης γνῶσιν. Τὸ δὲ ἀληθείᾳ ἐταπείνωσάς με, τουτέστιν κατὰ ἀλήθειαν. Γενηθήτω δὲ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ἀλλὰ φιλανθρωπίας λοιπὸν, καὶ ψυχαγωγίας καιρός· τοῖς γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐμένειαν ἐπήγγειλας.
PG 12:1550Ἢ ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ Σατανᾶ. Ἢ ὁ προφήτης, ὡς γενναῖος ἀθλητὴς, οὐκ ἀποστῆναι τὰ λυποῦντα αὐτὸν εὔχεται, ἀλλὰ δοθῆναι αὐτῷ ἐν τῷ καιρῷ τῶν λυπηρῶν λόγον ἰσχυρὸν παρακλήσεως, τὸν δυνάμενον αὐτὸν ἰσχυρίσασθαι μετὰ πάσης εὐθυμίας καὶ ἀταραξίας φέρειν τὸ συμβεβηκός· ἐν τούτῳ γάρ με, φησὶν, ἐλέησον, ἵνα γένηταί μοι παράκλησις καὶ παραμυθία. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐςτιν. Ὁ εὐαγγελικὸς δηλονότι. Ὥσπερ ὑπέςχου, φησὶ, τὴν παράκλησιν, οὕτω καὶ ποίησον, τοὺς σοὺς οἰκέτας οἰκτείρων. Μάθωμεν καὶ ἡμεῖς λέγειν, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. Σχολάσωμεν ταῖς ἱεραῖς γραφαῖς· ἐπειδὴ δὲ μὴ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ λέγονται, ἐπιστατέον μή ποτε ὁ Μονογενὴς καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ζωῆς παρεκτικοὶ, οἰκτιρμοὶ Θεοῦ, καὶ πατὴρ εἴρηται, κατὰ τὴν τοῦ ἀποστόλου θεοσοφίαν, τῶν οἰκτιρμῶν. Πᾶσα ἡ ἀνθρωπίνη φύσις δεῖται τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Ἐὰν γὰρ οὗτοι μὴ ἔλθωσιν, ζῆσαι τὴν ἀληθινὴν ζωὴν οὐ δυνάμεθα, τὴν κεκρυμμένην σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
PG 12:1552Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Εὔχεται μηκέτι αὐτοὺς ἀναισθητεῖν ἧς ἔχουσι κακίας· ἐπαισχυνομένους δὲ παύσασθαι. Γεννηθήτω πάντα τὰ ἁμαρτήματα αἰσχύνης ἄξια. Ἕως μὲν οὖν [ἡ ψυχὴ] ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς, μή πῃ ἄρα ἀσθενήσῃ καὶ χειρίων ἑαυτῆς γένηται· ὅτε δὲ εἰς ἄκρον φθάσει τελειότητος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μήποτε καὶ καταισχυνθῇ. Ἄμωμος οὖν ἡ καρδία ἐν τοῖς δικαιώμασι τοῦ ἁγίου ἐστὶν, ἀκριβήσασα τὴν περὶ αὐτῶν ἀλήθειαν. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ’ εὔχεται ὑπὲρ τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγματεύεται· ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνοις τυχεῖν ἀξιοῖ. Ἢ οὕτως, εἰ τύχοιμι τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δαίμονες ἢ καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ, αἰσχυνθήσονται· ἐγὼ δὲ οὐκ ἐπαρθήσομαι, ἀλλ’ ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τὸν λόγον σου ἐπήλπισα.
PG 12:1553Ἐπείπερ ὁ σὸς λόγος ἐκήρυσσέ μοι τὸ σωτήριόν σου, καὶ τίνα ἀπόκειταί μοι ἐν τῷ σωτηρίῳ σου, ἐξέλιπον ἐπιθυμῶν, καὶ ἐξελυόμην ἀπὸ τῆς ὀρέξεως· ὁ λόγος γενόμενος ἐκείνου τοῦ ἐπιθυμητοῦ, τὸ σωτήριον τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἐπώνυμος τῆς σωτηρίας ἡμῶν· αὐτὸς γάρ ἐςτιν ἡ σωτηρία, ἡ ἀλήθεια, ἡ δικαιοσύνη, καὶ ὅσα ἄλλα παρέστησεν ὁ θεῖος λόγος τὸν Υἱὸν εἶναι τοῦ Θεοῦ. Ἑρμηνεύων δὲ τὸ σωτήριον, ἐπήγαγεν ἐπὶ τὸν λόγον σου, τὸν Υἱὸν εἶναι σημαίνων, τὸν Κύριόν φησι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; Ἐν ὅσῳ γάρ τις μήπω καταλαβὼν ἐπιθυμεῖ νοῆσαι τὴν γραφὴν, προσδοκίαν ἔχει τῆς καθόδου τοῦ Λόγου, καὶ ὅσῳ βλέπει αὐτὸν τρανότερον, τοσούτῳ βλέπει αὐτὸν ἐγγίζοντα, μέχρι πρὸς αὐτὸν ἐλθὼν παρακληθῇ. Ἐκλείπουσιν εἰς τὸ λόγιον ζητοῦντες πότε ἐγγίσει, πότε φανείη, οἷον εἴ ποτέ τις ὑμῶν ἔτεινε τὴν διάνοιαν πρὸς τὸ νοῆσαι τὴν γραφὴν, καὶ οὐδέπω αὐτὴν ἐνόησεν, οἱονεὶ προσδοκίαν ἔχει τῆς καθόδου τοῦ λόγου καὶ τοῦ ἥκειν τὸν λόγον.
PG 12:1554Ἐὰν δὲ τὴν διάνοιαν πόῤῥωθεν [τείνῃ], τὸν λόγον οὐδέπω τρανὸν, οὐδὲ σαφῆ τοῦτον ὁρᾷ, καὶ ὅσῳ ἐγγίζοντα τῇ διανοίᾳ τῇ ζητούσῃ τὴν ἀλήθειαν· οὕτω καὶ ὁ προφήτης παθὼν τοιαῦτα πρὸς τὸν λόγον τοῦ Θεοῦ, καὶ διδάςκων ἡμᾶς ἐπιθυμεῖν τοῦ λόγου καὶ ἐρωτικῶς ἔχειν πρὸς αὐτὸν, φησίν· Ἐξέλιπον κτλ. Ὅτε γὰρ ἐπιδημήσει Λόγος, τότε παρακαλοῦμαι. Ὅτι ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Χρηστέον τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ Θεῷ εἰς ὠφέλειαν ψυχῆς· Τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Καὶ ἐν τῷ εὐαγγελίῳ εἴρηται τὸ σῶμα ἀςκός· Οὐ γὰρ βάλλουσι νέους οἴνους εἰς ἀςκοὺς παλαιοὺς, δηλονότι τὸν παλαιὸν ἄνθρωπον, ὅς ἐστι σῶμα. Ὡς οὖν πάντα κατορθώσας, φησίν· Ἐνέκρωσά μου τὰ μέλη ἐπὶ τῆς γῆς, θείῳ λόγῳ τὴν θερμότητα ψύξας τοῦ σώματος, ὡς γαστὴρ νενέκρωται ταῖς σωματικαῖς ἡδοναῖς. Τὰ γὰρ δικαιώματά σου ἐν σαρκὶ ζώσῃ καὶ ἐν τῷ κατὰ σάρκα στρατευομένῳ χώραν οὐκ ἔχει.
PG 12:1556Νεκροὶ μὲν, μᾶλλον οἱ ζῶντες παρὰ τῶν κακῶν γίνονται δίκαιοι, ὡς ἀσκοὶ ἀπόκενοι, μᾶλλον ἢ ἀνθρώποις ἀποψυχόμενοι, καθάπερ πάχνῃ περιπηγνύμενοι, καὶ τὸ θερμὸν καὶ πρακτικὸν παραιρούμενοι. Ὁ τοῦ Θεοῦ λόγος, πνευματικὸς ὢν, πάχνη ἐκεὶ καὶ δρόσος καὶ ὑετὸς λέγεται, ὃς καταψύχει μὲν τὸν ἀπὸ παθῶν ἀκόλαστον ὀφθαλμὸν, ὡς τὴν νέκρωσιν Ἰησοῦ φέρειν ἐν ἑαυτῷ. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου, πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, αἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν, τοῦ θείου λόγου γεγονότος ἐν αὐτῇ· κἂν γὰρ ἄνθρωπος ἡμᾶς καταδιώκει, ἀλλ’ οὐ προηγούμενος, ἀλλ’ ὡς παρέσχεν ἑαυτὸν τόπον ἐκείνου. Ποίει οὖν αὐτὸν καταπατῆσαι ὑπὸ τοῦ σοῦ λόγου, γενομένου ἐν τῇ προαιρέσει μου. Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς νόμον σου, Κύριε. Οἱ τῶν ἑτεροδόξων παρανόμων ὄντων λόγοι, καὶ διηγήσεις αὐτῶν ἀδολεσχίαι εἰσὶν, καὶ οὐδαμῶς συγκρίνονται τῷ θείῳ νόμῳ.
PG 12:1557Σπανίως γὰρ ἔχω ἀπὸ Θεοῦ πρὸς τὸ τὴν γραφὴν ἐξηγήσασθαι χάριν, ἄλλων ἄλλως ἐξηγουμένων αἱρετικῶν, Ἰουδαίων, Σαμαριτῶν. Καὶ οἱ παρανόμως βιοῦντες, εἴ τι λέγουσιν, ἀδολεσχία ἐστιν· ἐν ψυχῇ γὰρ παρανόμῳ ποῖος λόγος εὔτονος ἢ σωτήριος; Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Διώκεται δικαίως μὲν ὁ παρανόμως βιοὺς, ἀδίκως δὲ ὁ δίκαιος, ὁ φιλαλήθης, ἐχθρὸς ἀνθρώποις γενόμενος, διὰ τὴν ἀλήθειαν. Οὐ τύπος, οὐδὲ σύμβολον· μικροῦ δεῖ ἐκ τοῦ διωγμοῦ αὐτῶν ἐτελεύτησα, ἀλλ’ ὅμως κατ’ οὐδέν σου παριδὼν τὰς ἐντολὰς ἀπεῖπον. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Ζωοποίησόν με κατὰ τὸ ἔλεός σου, καὶ ποιήσω τὰ μαρτύρια, ὅσα ἐκ τοῦ στόματός σου ἐξῆλθον. Στόμα δὲ Θεοῦ οἱ προφῆται, οἵτινες διηκονήσαντο τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν, τοῖς προστάγμασι τοῦ Θεοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν τῷ οὐρανῷ, ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Τέτακται γὰρ ἐκεῖνα πάντα, καὶ οὐδεμία λόγου παράβασις.
PG 12:1558Οὐρανῷ δὲ λέγω, οὐ μὴ παρερχομένῳ, ἀλλὰ καὶ ὡς εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Εἰ δὲ θέλεις ἀκριβέστερον θεωρῆσαι τὸ εἰρημένον τῷ προφήτῃ, ἐξέταζέ μοι τὰ οὐράνια καὶ τὰ ἐπίγεια· οὐδεμία παράβασις τῆς ἡλιακῆς κινήσεως, ἀλλὰ τὸν δρόμον αὐτοῦ ἀπαραβάτως τηρεῖ· ἴδε καὶ τῆς σελήνης τοὺς δρόμους καὶ τάξιν καὶ σχήματα, ἀνάβα, μετὰ ταῦτα, καὶ ἐπὶ τοὺς ἀστέρας καὶ τὴν λοιπὴν κτῆσιν, καὶ εὑρήσεις ἅπαντα τῷ λόγῳ τοῦ διακοσμήσαντος ἰθυνόμενα. Καὶ μετ’ ὀλίγα. Εἰ δὲ περὶ ἁγίων δυνάμεων φῂς, ἀγγέλων φημὶ καὶ ἀρχαγγέλων, καλῶς φῄς· ἀκίνητοι γὰρ, μᾶλλον δὲ δυσκίνητοί εἰσιν πρὸς τὸ κακόν· τοῦτο γὰρ πείθει με λέγειν ὁ πεσὼν ἑωσφόρος δι’ ἔπαρσιν, ἐπεὶ οὐκ ἔχει τὸν λόγον τοῦ Θεοῦ. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Καλῶς δὲ οὐκ εἰς τὸν αἰῶνα τῶν αἰώνων ἢ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀλλὰ εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ· μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. Ἐν οἷς δέ ἐστιν ὁ λόγος διαμένων (δυνατὸν γὰρ τέλειον εἶναι, δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ δὲ πολίτευμα ἔχοντα ἐν τῷ οὐρανῷ), οὕτως ἐστὶν ἐν αὐτοῖς καὶ ὡς ἐν οὐρανῷ ἡ ἀλήθεια.
PG 12:1559Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Δύο εἰσὶ γενεαὶ αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς, ὁ ἔχων τὸν νόμον καὶ προφήτας, καὶ ἐκκλησία ἐξ ἐθνῶν· καὶ κατὰ τὴν τοῦ Χριστοῦ ἐκκλησίαν οὐκ εἰς γενεὰς καὶ γενεὰς ἡ ἀλήθεια τοῦ Θεοῦ, ἀλλ’ εἰς γενεὰν τὴν προτέραν καὶ γενεὰν τὴν δευτέραν· τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται, ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ’ ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ὁ ἐν προκοπῇ γενόμενος καὶ ὑψηλοτέρων ἅπτεται δογμάτων, ὥστε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύειν, καὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, μονονουχὶ λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς σαφῶς δούλην αὐτοῦ κτίσιν ἅπασαν ἀποκαλεῖ. Ἐν ταῖς ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτοῦ. Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὸ σύμπαντα δοῦλα σά. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν·
PG 12:1561Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα, μήτε γνώσεως μέτοχος ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν. Ὁ Θεὸς γὰρ δεσπότης λέγεται δίττως· ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, δηλονότι κατ’ ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιαςμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμαζε ταπεινώσεως, καθ’ ὃν μάλιστα θλίβεται ἡ ψυχὴ, ἀφ’ οὗ οὐδὲν ἕτερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ. Ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς.
PG 12:1562Μακάριον γὰρ ὄντως τὸ μὴ ἀπολύεσθαι ἐν περιστάσεσι γεγονότας, οἷον ἐπὶ μαρτυρίου· εἰ μή τις προμελετήσει τοῦ Θεοῦ τὸν νόμον, ἀπόλλυται. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὁ πλατυνθεὶς καὶ μηκέτι διὰ τὴν κακίαν στενοχωρούμενος, πλατεῖαν ὡμολόγησε πᾶσαν εἶναι τὴν ἐντολὴν τοῦ Θεοῦ. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστι. Ὁ ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ διὰ αὐτῶν. Καρδιαγνῶστα πάντων, εἶδες ὅτι ἡδέως ἔχω πληρῶσαι τὰς ἐντολάς σου, Κύριε· ἐλεῶν μοι καὶ βοηθῶν μοι, ζῆσόν με διὰ τῆς χάριτός σου, τουτέστιν διὰ τὰς ἐπιφανείας τοῦ Υἱοῦ σου. Ὁ τοιοῦτος ἐν ἡμέρᾳ διὰ παντὸς μελετᾷ. Οὐκ εἶπε δέ· ἐποίησα τὸν νόμον σου, ἀλλ’ ἠγάπησα. Τελειότερος γὰρ ὁ ἐξ ἀγάπης, ἀλλ’ οὐκ ἀνάγκης ποιῶν. Τοιοῦτον δὲ ἀγαπήσατε νόμον δικαιοσύνης, οἱ κρίνοντες τὴν γῆν.
PG 12:1563Καὶ μετ’ ὀλίγα. Δυνάμεθα νοεῖν τό· Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν, ἐν ὅλῳ τῆς ζωῆς μου χρόνῳ, πολλαχοῦ γὰρ ὁ πᾶς χρόνος τῆς ζωῆς τῶν ἀνθρώπων ἡμέρα καλεῖται, ὡς ἐν τῷ· Καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, καὶ τό· Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδασκάλους συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Εἰπὼν ὑπὲρ τοὺς ἐχθρούς μου, ἐχθροὶ δὲ ἡμῶν ἐκεῖνοι, οἱ ἔχοντες ζῆλον Θεοῦ, ἀλλ’ οὐ κατὰ ἐπίγνωσιν· ἐκείνων δὲ ἦσαν καὶ αἱ γραφαὶ, καὶ πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, καὶ ἐκεῖνοι οἱ διδάσκαλοι ἐπαγγέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλαβόντες νόμον καὶ προφήτας· ἡμεῖς νῦν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Διὰ τί δέ; ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὁ πάντα κατὰ νόμον καὶ λέγων καὶ πράττων, μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Ὁ Ἡσαὺ πρεσβύτερος ἦν τοῦ Ἰακὼβ, ἡ εὐλογία ἀπέκειτο τῷ Ἡσαὺ, καὶ ἡ εὐλογία τοῦ εὐλογοῦντος εἴρηται πρὸς τὸν Ἡσαὺ, ἕως ἐκεῖνος ἐξῆλθεν.
PG 12:1564Ἐνεδυσάμην τοῦ Ἡσαὺ τὰ ἱμάτια· ἐξῆλθεν γὰρ ἐκεῖνος ἐπὶ τὰ θηρία, καταλιπὼν τὰς ἡμέρους διατριβάς· κἀγὼ, ἐκείνου ἐξελθόντος, ἐνδυσάμενος τοῦ Ἡσαὺ τὴν στολὴν τὴν καλὴν, εἰσέρχομαι καὶ λαμβάνω τὴν εὐλογίαν. Ἡ στολὴ αὐτοῦ καλὴ, ὁ νόμος καὶ οἱ προφῆται, καλῶς ὑφανθέντα· προσέρχομαι τῷ Πατρὶ, προσφέρω ἐγὼ αὐτῷ τροφὰς, τρέφεται ταῖς ἡμέροις μου τροφαῖς, οὐ ταῖς ἀγρίων ἐκείνων (ταχινοὶ γάρ εἰσιν ἐκχέαι αἷμα). Προσφέρω ἐγὼ ἥμερον τροφὴν, ἐρίφους ἁπαλοὺς καὶ καλοὺς κατὰ τὰς ὑποθήκας τῆς μητρός μου· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν. Προσφέρω τῷ Πατρὶ, λαμβάνω τὰς εὐλογίας ὑπὲρ τοῦ πρεσβυτέρου, ἐγὼ βέβηκα, ἐγὼ συνῆκα. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἐκζητῶμεν οὖν πρῶτον τὰς ἐντολὰς, ἵνα καὶ ἡμεῖς ὑπὲρ τοὺς ἀληθῶς πρεσβυτέρους συνῶμεν. Ἐκ πάσης ὁδοῦ κτλ. Οὔτε γὰρ δύο δυνατὸν κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε τῶν θείων γενέσθαι φύλακας λογίων.
PG 12:1566Ὁδοὶ πονηραὶ, ὅσαι πάντως πρὸς πονηρίαν ἄγουσιν, ὡς ἡ μέθη καὶ ἀσωτία ἐπὶ πορνείαν χειραγωγοῦσιν, [ὁμοίως] καὶ θυμός ποτε μὲν πρὸς φόνον, ποτὲ δὲ πρὸς βλασφημίαν ἐξάγει, καὶ ἐπὶ τῶν ὁμοίων· φυλάξαι οὖν τὸν θεῖον νόμον ἐστὶ τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Τοῦ σοῦ διὰ παντὸς ἐμεμνήμην δικαστηρίου· ἐν τῷ θ δὲ λέγει ψαλμῷ· Κατάστησον νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν. Κατάστησον νομοθέτην τοῖς ἔθνεσιν. Ὁ Μωσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μηδέπω δυναμένοις χωρεῖν τὴν ἐπιδημίαν τῆς καινῆς διαθήκης. Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτησέ μοι τὸ εὐαγγέλιον καὶ πνευματικόν μοι τὸν τοῦ Μωσέως ἔδειξε νόμον, τῶν ἀπὸ τοῦ λαοῦ οὐχ ἑωρακότων τοιοῦτον. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Διαγράφει τὴν τοῦ ἁγίου διάθεσιν γλυκύτητος ἀντιλαμβανομένου ἐν τῷ προσιέναι τῷ λόγῳ τοῦ Θεοῦ καὶ εὐφραινομένου ἐπ’ αὐτῷ· ὥσπερ γὰρ τὸ ὑγιαῖνον αἰσθητήριον ἀντιλαμβάνεται τῆς τοῦ μέλιτος γλυκύτητος, ὁ δὲ νοσῶν καὶ πυρέττων πικράζεται μᾶλλον ὑπ’ αὐτοῦ·
PG 12:1567τὸν αὐτὸν τρόπον, ἐὰν ὑγιαίνῃ σου τὸ θεῖον τῆς γεύσεως αἰσθητήριον, γλυκάζεται τῷ λόγῳ τοῦ Θεοῦ, ἐὰν δὲ νοσῇ, οὐκ ἀποδέχεται αὐτὸν, οὐδὲ γλυκάζει. Διὰ τοῦτο εἴρηται· Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετούς σου λόγους. Καὶ μετ’ ὀλίγα. Γλυκέα διὰ τὴν ἐπ’ αὐτοῖς λογικὴν τέρψιν, ἀλλ’ ὑπὲρ μέλι τῶν παρ’ ἀνθρώποις πάντων ἡδέων δι’ αὐτοῦ δηλουμένων. Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦ, ὀνομάζεται στόμα. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Οὐκ εἶπε· παρανόμους ἐμίσησα, οὔτε γὰρ πατραλοίαν Ἀβεσσαλὼμ, οὔτε τὸν Σαοὺλ, ἀλλ’ ὡς ἅγιος αὐχεῖ ὅτι μισεῖ τὰ μίσους ἄξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγματα τὰ παράνομα, τὰς τοιαύτας διδασκαλίας, τὴν διάθεσιν καθ’ ἣν ἁμαρτάνουσιν, ὅτι γὰρ καύχημά ἐστιν ὃ λέγει. Ὅρα πῶς ἐν τῇ πρὸς Θεὸν εὐχῇ παῤῥησιάζεται, καί φησι· Παρανόμους ἐμίσησα ὡς τἀναντία τῶν ἠγαπημένων ὑπ’ ἐμοῦ νόμων πράττοντας. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου [ αλ. ὁ λόγος σου] καὶ φῶς ταῖς τρίβοις μου.
PG 12:1568Εἴ τις ἔχει τὸν λόγον τοῦ Θεοῦ, καὶ χρῆται τῷ λόγῳ ἐν πάσῃ πράξει, ὡς ἔστιν εἰπεῖν, καθ’ ἕκαστον βῆμα ἐπαίρων πρὸς τὸν περιπατεῖν τὸν πόδα, οὗτος οὐ δύναται προςκόψαι· ἔχει γὰρ τὸν λύχνον, καὶ χρῆται αὐτῷ. Εἰ δὲ παρεδέξατο μὲν τὸν λύχνον, καὶ πιστεύειν αὐτῷ δοκεῖ, οὐ παραλαμβάνει δὲ αὐτὸν ἐν πάσῃ πράξει, καὶ ἐν παντὶ διαβήματι αὐτοῦ, οὐ σκοπεῖ μετὰ τοῦ λόγου ποῦ θῇ τὸν πόδα (τὸν πόδα λέγω τῆς ψυχῆς), οὗτος δὴ ἁμαρτάνει διπλῆν ἁμαρτίαν, ὅτι ἔχει τὸν λόγον, καὶ οὐ χρῆται αὐτῷ πανταχοῦ, οἱονεὶ τοιοῦτος γεγένηται· ἐλθόντος γὰρ τοῦ λόγου ἀπὸ τῶν οὐρανῶν, ἕκαστος τῶν πιστευόντων, μὴ μειουμένου ἐκείνου, ἀνῆψεν ἀπ’ ἐκείνου ἐν ἑαυτῷ τὸν λύχνον καὶ τὸ φῶς, καὶ οὕτως ἀφ’ ἑνὸς φωτὸς πολλοὶ γεγόνασι λύχνοι, καὶ ἕκαστος τῶν ἐχόντων τὸν ἁφθέντα λύχνον Λόγῳ Θεοῦ λέγει· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ κτλ. Ἐν παντὶ οὖν καιρῷ ἅπαξ παραλαβόντες τὸν λόγον τοῦ Θεοῦ, μέλλοντες κινεῖν τὰ βήματα, εἴτε ἐν λόγῳ, εἴτε ἐν διαλογισμῷ, χρησώμεθα τῷ λύχνῳ ἔμπροςθεν ἡμῶν· οὐδεὶς γὰρ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει. Καὶ μετ’ ὀλίγα.
PG 12:1570Λύχνος ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ ὃν παρεδέξατό τις, δι’ οὗ πεπίςτευκε τῷ Θεῷ, οὗτος οὖν ἔστω καιόμενος, καὶ μηδέποτε σβεννύσθω. Φῶς δικαίοις διαπαντὸς [καίεται], φῶς δὲ ἀσεβῶν σβέννυται. Καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λύχνος ἅπτεται, ἵνα οἱ λατρεύοντες τῷ Θεῷ βλέπωσι τὸν λύχνον, καὶ τὰς λατρείας ἐπιτελῶσι φωτιζόμενοι ὑπ’ αὐτοῦ· οὕτως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἤτοι τῇ ἐκκλησίᾳ, λύχνος ἅπτεται. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός· οὗτος ὁ ὀφθαλμὸς μὴ λεγέτω τῇ χειρί· Τί πράξεις; καὶ ἡ χεὶρ μὴ λεγέτω τῷ ὀφθαλμῷ· Χρείαν σου οὐκ ἔχω, ἐπεὶ οὐ βλέπει ἡ χεὶρ ὃ πολιτεύεται. Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἄλογα ζῶα ζῇ, ἀλλ’ ὡς ἄλογα· τὰ ζῶα δὲ λογικὰ λογικῶς, ὅσον ἐπὶ τῇ φύσει κατασκευασθέντα λογικά· ἀλλὰ πλειόνων ὄντων τῶν λογικῶν ζώων (εἰς ἀγγέλους γὰρ διῄρηνται καὶ ἀνθρώπους), οἱ μὲν ἄγγελοι τὴν νοερὰν ἀεὶ ζῶσι καὶ μακαρίαν ζωήν· ἄνθρωπος δὲ σπάνιός ἐστιν ὁ ζῶν νοερῶς· καὶ προφήτης διὰ τοῦτο γενόμενος, διὸ καὶ ὁ Δαυίδ, ὡς μηδέπω κατορθώσας αὐτό, φησιν· Ζῆσόν με κατὰ τὸν λόγον σου. Ἐν ἀνθρώποις δὲ μάλιστα λέγω·
PG 12:1571οὐ ζῇ κατὰ τὸν λόγον τοῦ Θεοῦ, οὕτω σπάνιός ἐστιν ὁ προφήτης. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τὰ ἑκούσια τοῦ στόματος ἡμῶν ἐστιν παρθενία, βρωμάτων καὶ πομάτων ἀποχὴ, ἀναχώρησις (ἡ ἐν ταῖς ἐρήμοις διαγωγή)· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λέγει· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ, τοῦτο λέγειν οὐχ ἕξει παῤῥησίαν. Τοῦτο ἅγιόν ἐστιν εἰπεῖν διαθέσει, καὶ χείλεσιν καὶ ἐν παντὶ καιρῷ περιστατικῷ πειρασμοῦ σαυτῷ ἐπιφέροντι καὶ ἐπὶ πᾶσιν οἷς κρίνει περὶ ἡμῶν ὁ Θεός. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀνάμειψιν. Ἔκλινα ἐπὶ τὸν νόμον καὶ τὰ δικαιώματά σου, ἐπὶ τὰ προστάγματά σου, ἐπεὶ εἶδον ἀποκειμένην μοι ἀμοιβήν· ἡ δὲ ἀμοιβὴ βασιλεία Θεοῦ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἑτοίμασεν ὁ Θεὸς ἀγαπῶσιν αὐτόν. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
PG 12:1572Ὁ παράνομος οὖν, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστιν, καθὸ δὲ εἰκὼν καὶ πλάςμα Θεοῦ, ἀγαπητός. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Εὐχαριστεῖ τῷ βοηθήσαντι ἐν τῷ πολέμῳ, τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμονας. Τί τότε τοίνυν ἐποίεις; ἐπήλπισα εἰς τοὺς λόγους σου· ὡς δὴ τῇ τοιαύτῃ προκόπτων ἐλπίδι, οὐκ εἶπεν ἤλπισα, ἀλλ’ ἐπήλπισα. Δεόμεθα Θεοῦ βοηθοῦντος ἐν τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμονας πολέμῳ, καὶ ὁ προφήτης ἐβοηθήθη. Ἀντελάβετο γὰρ αὐτοῦ ὁ Θεὸς, καὶ διὰ τοῦτο εὐχαριστῶν ταῦτά φησιν. Εἶτα τί πεποίηκε βοηθούμενος ὑπὸ τοῦ Θεοῦ; εἰς τὸν λόγον σου ἐπήλπισα, καὶ ζῆσόν με. Διὰ τί οὐκ εἶπεν· Εἰς τοὺς λόγους ἤλπισα, ἀλλὰ ἐπήλπισα; οἱ ἐλπίζοντες οὐχ ὡς ἄρχονται τοῦ ἐλπίζειν, οὕτω μένουσιν, ἀλλ’ εἰ προκόπτοιεν κατὰ Θεὸν, ἐπαυξάνουσιν τὸ ἐλπίζειν, καὶ ὅσῳ γε αὔξει ἡ ἀγάπη, τοσοῦτον αὔξει ἡ ἐλπὶς, καὶ μάλιστα ὅταν βοηθηθῶμεν ὑπὸ τοῦ Θεοῦ, τότε προστίθεμεν τῇ πρὸς τὸν πόθον τοῦ Θεοῦ ἐλπίδι. Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
PG 12:1573Ὡς εἴρηται ἐρευνᾶν τὰς γραφὰς (δέονται γὰρ ἐρεύνης, ἵνα καὶ νοηθῶσιν), οὕτω καὶ τό· Ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ· οὐ γὰρ ὡς οἴονταί τινες, σαφεῖς καὶ τοῖς τυχοῦσι ληπταί. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ εὐθύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Οὐ ταὐτόν ἐστι τὸ ἁμαρτάνειν καὶ ἀποςτατεῖν· ὁ γὰρ ἀποστατήσας ἀπέστη τέλειον τῆς θεοσεβείας. Καὶ μετ’ ὀλίγα. Ἀναγκαίως προσέθηκεν τὸ πάντας· εἰκότως καὶ δίκαιοί ποτε ἦσαν, ὕστερον δὲ ἀπέστησαν. Καὶ πάλιν. Τί τὸ αἴτιον, ὅτι ἐξουδένωσας αὐτούς; ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Περὶ αὐτῶν φησιν ὁ προφήτης· Οὐαὶ, τέκνα ἀποστάται Καὶ ἐν ἄλλοις· Οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Τοὺς οὖν τοιούτους οὐ παιδεύει, οὐ μαστίζει κατὰ τοὺς ἀγαπημένους υἱοὺς παρ’ αὐτοῦ, ἀλλὰ ἐξουθενεῖ, φάσκων πρὸς ἕκαστον· Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ἡμεῖς μὲν παραβαίνοντας λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδιδάχθαι μὴ τετηρηκότας, ἀλλ’ ἀποστάντας καὶ παραβεβηκότας.
PG 12:1575Οὗτος δὲ ὁρᾷ ὅτι πάντες ἔχουσιν ἀφορμὰς πρὸς καλοκαγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μόνους παραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀποστάντας, ὥσπερ ἐλέγομεν, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἁμαρτάνοντας, ὡς ἀφορμὰς πρὸς καλοκαγαθίαν ἔχοντας, εἰ δὲ μὴ ἐδιδάχθησαν. Ἁμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡμαρτηκότες ἄνθρωποι. Ἄλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, οἱ πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἐκεῖ γὰρ πρῶτον ἁμαρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦσιν. Διό φησιν· Ἠγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύρων μοι παραδεδομένα. Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νόμον τοῦ Θεοῦ ἀθετοῦντας, τὸ βουλεύσασθαι πατῆσαι τὸν Θεοῦ νόμον. Ἐπεὶ οὖν τούτους παραβαίνοντας ἐλογισάμην, διὸ, φησὶν, ἠγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύρων μοι παραδεδομένα. Καὶ μετ’ ὀλίγα· Ὁ Ἀκύλας ἀντὶ τοῦ παραβαίνοντας ἐλογισάμην, στέμφυλα διελογίσω· ὁ δὲ Σύμμαχος, σκωρίαν ἐξέδωκεν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Δι’ οὗ· Ἐμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.
PG 12:1576Ἐπειδὴ μετὰ τὸ ἡμαρτηκέναι μεταβαλὼν ἐποίησα κρίμα, καὶ κλίνας τὸ ἄδικον, δράσας τὴν δικαιοσύνην, ἀξιῶ βοηθηθῆναι, καὶ μὴ κατὰ πεπραγμένα ἁμαρτήματα παραδοθῆναι τοῖς ἀδικοῦσί με εἰς τιμωρίαν, ὡς μὴ ἐπιστρέψαντα πρὸς σέ. Τί δὲ τὸ παραδοθῆναι τούτοις, ἐξεταστέον. Πᾶν ἁμάρτημα ὅταν ποιῶμεν, τόπον δεδωκότες τῷ διαβόλῳ ποιοῦμεν, ἐφεδρεύοντι καὶ ἐπιτηροῦντί ποτε εἰσελθεῖν ἡμῶν εἰς τὸ ἡγεμονικὸν, ἵνα βαλὼν ἑαυτοῦ τὰ βέλη, μετὰ ταῦτα καὶ αὐτὸς ἐνοικήσῃ καὶ ἐνεργήσῃ εἰς ἡμᾶς. Οὐκοῦν ὅτε ἁμαρτάνομεν, ἐνεργούμενοι ὑπὸ τοῦ διαβόλου ἁμαρτάνομεν, καὶ ἀδικούμεθα ὑπ’ αὐτοῦ. Ἀδικεῖ γὰρ ἡμᾶς προτρέπων ἐπὶ τὴν ἁμαρτίαν, εἶτα πρὸς τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ὅρα τί ποιεῖ· ἐπειδὴ ἀντὶ τοῦ Θεῷ ἀνοῖξαι τὴν θύραν τῆς ψυχῆς καὶ τὸν Χριςτὸν παραδέξασθαι, τὴν ἁμαρτίαν προσηκάμεθα, παραδιδόμεθα ἐκείνῳ ὃν παρεδεξάμεθα ἐπὶ τῷ κολασθῆναι ὑπ’ αὐτοῦ. Οὕτω παρεδόθη ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, περὶ οὗ φησιν ὁ ἀπόστολος. Ἀλλὰ καὶ Φύγαλον καὶ Ἡρμογένην παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. Ἁμαρτήσαντες δὲ τοῖς ἔθνεσι παραδόθησαν υἱοὶ Ἰσραήλ. Ἐποίησα κρίμα, τοῦτο τοῦ Δαυίδ.
PG 12:1577Ὅτι, φησὶν, ὡς βασιλεὺς τὸ δίκαιον μὴ ἐξέκλινα, διὸ μὴ παραδῷς με τοῖς δαίμοσιν· ἐκεῖνοι ἀδικοῦντες οὐ παύονται. Τίς ὁ ποιήσας κρίμα καὶ δικαιοσύνην ἀδόκητον; τίς ὁ μὴ παντελῶς ἐπαφιεὶς τὴν ῥάβδον τῶν ἁμαρτωλῶν; Ἄρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δικαίων εἰπεῖν, ἢ ὃ τούτου μετριώτερον, τῷ κλήρῳ τῶν αὐτὸν γινωσκόντων. Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτην ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύχησις ἡμῶν, αὕτη ἐστὶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Ὁ Σύμμαχος· Ἀνάδειξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀκύλας καὶ Θεοδωτίων· Ἐγγυῆσαι, ἀντὶ τοῦ· ἀληθεύω, οὐ ψεύδομαι, πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς ἐγένου τῆς ἐμῆς ὑποσχήσεως, ὅτι σου πληρῶσαι σπουδάζω τοὺς νόμους. Ποίησον μετὰ τοῦ δούλου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν·
PG 12:1578τοῦτο γὰρ ὀλίγοι καὶ ὀλιγάκις, ἵν’ ὡς ἀθληταὶ γενναῖοι, τὸν πειραστὴν καταισχύνωσιν, ἀλλ’ ὡς ἁμαρτάνοντες κατεκρίθημεν, εἶτα ἐλεήθημεν, κηδεμονικῶς τε καὶ πατρικῶς ὅσον σωφρονισθῆναι πληγέντες, καὶ ὅσον πρὸς αὐτὸν ἐπιστρέψαι νουτεθέντες. Δοῦλός σού εἰμι ἐγώ. Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας· μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐςτίν. Οὕτω καὶ ἑαυτὸν Παῦλος προέγραφεν δοῦλον Ἰησοῦ Χριστοῦ. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου· διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Καιρὸς δὲ κεκράξαι τῷ Κυρίῳ ὅτι σκεδαννύουσι νόμον σου. Ὅτε οὖν καιρὸς γέγονεν τοῦ ποιῆσαι τῷ Κυρίῳ, διασκεδασθέντος τοῦ νόμου ὑπὸ τῶν παραλαβόντων αὐτὸν, τότε ἐρῶ, ὁ ἐγὼ ἀπὸ τῶν ἐθνῶν, οὗ προσωποποιεῖ ὁ προφήτης· Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίου καὶ τοπαζίου· τελειότερον δέ ἐστιν τὸ ποιεῖν μετὰ τοῦ ἀγαπᾶν· ἀτελέστερον δὲ ποιεῖν μὲν, οὐ μετὰ τοῦ ἀγαπᾶν δέ. Τῶν δὲ ἐν τῷ κόσμῳ τιμιωτάτων δοκεῖ εἶναι χρυσὸς καὶ λίθοι τίμιοι· παρακειμένων γοῦν τούτων καὶ ἐντολῆς σου, οὐχ οὕτως ἐνεῦρον αὐτὰ [τὰ αὐτὰ] ἐν τῇ ἐντολῇ σου.
PG 12:1580Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας, πᾶσαν ὁδὸν ἀδικίας οὐκ ἐμίσησεν· εἰ δὲ ὁ φόβος τοῦ Κυρίου μισεῖ ἀδικίαν, οὗτος δὴ οὐκ ἠμίσησεν ἀδικίαν, ὅστις οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος τὸν Κύριον, οὐ μακάριος, εἴπερ μακάριος ἀνήρ ἐστιν ὁ φοβούμενος τὸν Κύριον. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Ἡ ἑρμηνεία τῶν λόγων τοῦ Κυρίου φωτίζει τοὺς νηπίους ἐν Χριστῷ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Νοητὸν στόμα νοητέον, ἵνα ἑλκύσωμεν πνεῦμα, τὸ μὴ εἰσιὸν εἰς κεκλεισμένον στόμα· διὸ μὲν Κύριος ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν· ὁ δὲ Παῦλός φησι· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Τὸ στόμα τῆς ἐμοῦ ψυχῆς ἐστιν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς ἤνοιξα τοῖς ἀγαθοῖς, καὶ εἵλκυσα πνεῦμα συνέσεως, χάριτος καὶ σοφίας. Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον πνεῦμα, τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ· περὶ γὰρ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί.
PG 12:1581Καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διανοητικὴ αὐτῆς δύναμις, ἡ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον· ἵνα οὖν μὴ ἀεὶ ἐκ ψιλῆς τῆς ἑαυτῆς νοήσεως ἀπαγγέλλῃ, ἀλλὰ καὶ ἐκ διδομένων αὐτῇ θεόθεν λόγων περὶ πνευματικῶν καὶ αἰσθητῶν· ἀνοίγει τὸ στόμα λόγῳ Θεοῦ, ἵνα λάβῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος, ὅπως εὐαγγελιζομένη δυνάμει πολλῇ τὸ δοθὲν αὐτῇ ὑπὸ τοῦ Κυρίου ῥῆμα προσφέρῃ· Τὰ δὲ λέγει Κύριος, ἀπαγγέλλουσα· οὐδὲν διαφέρει λαβεῖν λόγους τοῦ ἑλκύσαι πνεῦμα εἰπεῖν. Ταὐτὸν γὰρ τὸ πνεῦμα τῷ Θεῷ λόγῳ· διὸ καὶ ὁ σωτὴρ περὶ οὗ ἔλεγεν λόγου καὶ ῥημάτων, εἴρηκεν· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. Καὶ τὴν αἰτίαν δὲ ἀποδέδωκε τοῦ εἱλκυκέναι εἰς τὸ στόμα αὐτοῦ πνεῦμα, εἰπών· Ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, αὐτῆς ἐπιθυμήσεως τῶν ἐντολῶν ἐπιεσπωμένης καὶ ἐφελκουμένης τὸ Πνεῦμα. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω πᾶσα ἀνομία. Τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει τὰ διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν διαβαίνοντος· εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τούτων διαβημάτων ὁ ὀρθὸς Θεοῦ λόγος.
PG 12:1582Τούτου γινομένου, οὐδεμία ἀνομία κατακυριεύσει. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· κατακυριεύσει δὲ τοῦ ἐπὶ αὐτὴν ἐνεργοῦντος τῷ πάντη τὸν ποιοῦντα τὴν ἁμαρτίαν δοῦλον εἶναι τῆς ἁμαρτίας. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ λελυτρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν τοῦ Κυρίου φυλακήν· ἢ οὐδὲ μιςθὸν, φησὶν, ἀλλ’ εὐχαριστίαν [οἴσω] εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν ταύτης τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ὁ ἄνθρωπος τροπικῶς διάβολος καὶ αἱ κατὰ αὐτὸν πονηραὶ δυνάμεις, ἀφ’ ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαί ἐστιν. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, τῆς σφόδρα, τὸ μετὰ μαρτύρων οὐρανοῦ καὶ γῆς, ἢ ὧντινων παραδεδομένα·
PG 12:1583ταῦτά ἐστι τὰ μαρτύρια, ἃ ἐνετείλατο ὁ Θεὸς, ὄντα δικαιοσύνην, ὄντα ἀλήθειαν, ἀλλ’ ἐπεὶ διαφορά ἐστι καὶ τῶν δεχομένων τὴν ἀλήθειαν, ὅτε μὲν ἐκ τύπου δεχομένων αὐτὴν καὶ τρανὴν, ὅτε δὲ ἀμαυρὰ, διὰ τοῦτο πρόσκειται τὸ Ἀλήθειαν σφόδρα. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Διδάσκει ἡμᾶς τί δεῖ φρονεῖν περὶ τῶν λογίων τοῦ Θεοῦ· ἐξητασμένα, ὅτι οὐδεμία συλλαβὴ εἰκῇ καὶ ὡς ἔτυχον παρέῤῥιπται ἐν ταῖς γραφαῖς, ἀλλὰ πάντα οὕτως γεγραμμένα ὡς τὸ πεπυρωμένον ἀργύριον· διὰ τοῦτο ὁ Σωτὴρ διδάσκει ἡμᾶς μὴ καταφρονεῖν μηδεμίας κεραίας γεγραμμένης ἐν τῇ γραφῇ, λέγων· ἴωτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα παραγένηται. Τίς δὲ τοῦτο ἠγάπησεν τὸ πεπυρωμένον, ἀλλ’ ἢ ὁ δουλεύων τῷ Θεῷ; ἀλλὰ καὶ διάπυρόν ἐστιν τὸ λόγιον Κυρίου, ἀφ’ οὗ ἐλήλυθεν Ἰησοῦς βαλεῖν πῦρ ἐπὶ τὴν γῆν, ὃ καὶ τὴν κακίαν ἕξιν οὖσαν ὑλικὴν καταφάγεται, ὡς χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις.
PG 12:1585Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμένον ἐστὶ σφόδρα, τουτέστι ἐξητασμένον καὶ πάσῃ βασάνῳ ἀνέγκλητον, καὶ εἴ τις ἔχοι τὸ πεπυρωμένον τοῦτο λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. Τούτῳ ἀκολουθεῖ, εἰ μελέτημά ἐστιν αἱ ἐντολαὶ τοῦ Θεοῦ, [ὅτε] θλίψεις καὶ ἀνάγκαι με εὑρίσκουσιν. Καὶ πάλιν· οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦτον σὸν μελετᾶν ἠμέλησα νόμον. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ δικαιοσύνη σου οὐκ ἔστιν ὁμοία τῇ παρ’ ἀνθρώποις δικαιοσύνῃ· ἵνα γὰρ δίκαιος ᾖ ἄνθρωπος ἢ δικαστὴς, ἡ δικαιοσύνη αὐτοῦ ἀποδίδωσιν τὸ δίκαιον τῷ κρινομένῳ πρὸς πέντε ἡμέρας· πρὸς ἡμέρας πλείονας οὐ δύναται ἀποδοῦναι. Ὁ μέντοι γε Θεὸς δικαιοσύνην ἔχει κρίνουσαν, καὶ ἀποδίδωσιν αἰωνίως τὰ τῆς κρίσεως τῆς δικαίας· διὸ λέλεκται· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἦν, οὔ ποτε μὲν, ποτὲ δ’ οὐκ ἔχει δικαιοσύνην, πηγὴ γὰρ καὶ γεννήτωρ αὐτῆς ὑπάρχων. Καὶ μετ’ ὀλίγα·
PG 12:1586ἐπεὶ ὁ παρὰ Ἰουδαίοις νομιζόμενος νόμος εἶναι ἀλήθεια, οὐκ ἀλήθεια ὢν, ἀλλὰ τύπος, παρ’ ἡμῖν τοῖς ἐπιστρέψασιν πρὸς Κύριον, οὐκέτι τύπος, ἀλλ’ ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου. Ἡ γὰρ ὁδός μου στένη καὶ τεθλιμμένη ἐστὶν, ἡ ἀνάγουσα εἰς τὴν ζωήν. Καί· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. Εἶτά φησιν· Αἱ ἐντολαί σου, μελέτη μου. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἵνα ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐτοῖς γένωμαι. Πρότερον μὲν, ἐν ὅλῃ καρδίᾳ μου ἐκέκραξα· δεύτερον δὲ, ἐκέκραξα πρὸς σὲ, καὶ αὐτὸ δὲ ὃ ἐλάλουν, κατὰ ἡγεμονικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Ἐπεὶ οὖν σε μεγάλως ἐπεκαλεσάμην, διὰ τοῦτό με σῶσον. Ἢ τὸ λαλῆσαι εἰς ὦτα Κυρίου, πεφυκότα ἀκούειν ἐν κρυπτῷ, ἀπὸ τῆς ἐν ὅλῃ καρδίᾳ γίνεται πρὸς αὐτὸν κραυγῆς, ἧς μάλιστα ἐπακούει ὁ Θεός. Τίς ἐκέκραξε πρὸς τὸν Θεόν; ὁ αἰτῶν τὰ μεγάλα καὶ [οὐ] περὶ μικρῶν ἀξιῶν· δικαιολογεῖται οὖν πρὸς τὸν Θεόν·
PG 12:1587οὐ μικρῶς ἐλάλησα πρὸς σὲ, οὐδὲ διὰ χειλέων καὶ στόματος, ἀλλὰ διὰ τῆς καρδίας, καὶ ταύτης κεκραγυίας μετὰ ἀναστήματος, προσήνεγκά μου τὴν εὐχὴν, ἀξιῶ οὖν ἐπακουσθῆναι, καὶ τὰ δικαιώματά σου ἐκζητήσω καὶ ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐτοῖς γίνομαι. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπ’ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα. Ὁ ἐπιμένων ζητεῖν ἐν πᾶσι τοῖς κτίςμασι καὶ μάλιστα τοῖς λογικοῖς πᾶσι ζώοις, τὸ δίκαιον τῆς προνοίας τοῦ Θεοῦ, οὗτος τὰ δικαιώματα ἐκζητεῖ τοῦ Θεοῦ, οἷον τὴν αἰτίαν ὑπεροχῆς λογικῶν τινων παρ’ ἑτέρῳ, ὦ Μονογενὲς, εἴτε ἐν τοῖς ἔθεσιν, εἴτε ἐν χαρίςμασιν, εἴτε ἐν διατάξει τοῦ παντὸς, εἴτε τῶν ἐν ἀνθρώποις συμπτωμάτων. Ἀλλὰ καὶ ὁ τὰ ἐν τῇ γραφῇ ὀνομαζόμενα δικαιώματα ἀκριβῶς ἐξετάζων, δικαιώματα τοῦ Θεοῦ ἐκζητεῖ. Μόνης δὲ δηλοῦται [κραυγὴ] καρδίας ὅλως πρὸς Θεὸν βοώσης ἐν τῷ· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· παρασπᾷ γὰρ τὸ ἐν ὅλῃ παραλαμβανομένη κραυγὴ καὶ ἡ αἰσθητή. Προτραπῶμεν ἐκ διαθέσεως εἰπεῖν· Τὰ δικαιώματά σου ἐπιζητήσω.
PG 12:1589Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ τὸ ῥητὸν ἡμᾶς οἰκοδομησάτω, καὶ ἡ ἀναγωγὴ ὠφελησάτω. Τὸ μὲν ῥητὸν τοῦτον ἔχει τὸν νοῦν· οὐ περιέμενον τὴν ἡμέραν ἐγγίζουσαν, ἵνα εὔξωμαι πρὸς σέ· ἀλλ’ ἔτι ἀωρίᾳ νύκτωρ ἀνιστάμην, προλαβὼν τὰ σημεῖα τῆς ἡμέρας, ἵνα νυκτὸς εὐξάμενός σοι, ἐπιτύχω τῆς τοῦ ἀληθινοῦ φωτὸς εἰς τὴν ψυχήν μου ἀνατολῆς, καὶ πρὸς τῷ ἐλπίζειν, πάλιν ἐπήλπισα, προκόπτων τῇ ἀγάπῃ, ἐπεὶ ἡ ἀγάπη πάντα ἐλπίζει. Οὐ θαυμαστὸν δὲ, ἂν ὁ πρεσβύτης καὶ μηκέτι ὀχλούμενος ὑπὸ τῶν σωματικῶν ὀρέξεων, ἑαυτὸν ἐπιδίδωσιν ἀσκήσει τῆς θεοσεβείας· θαυμαστὸν δὲ ἂν νέος καταπατῇ τὰ τῆς νεότητος κακὰ καὶ προφθάνῃ ἐν ἀωρίᾳ, βουλόμενος νικῆσαι τὴν νεότητα πρεσβυτικῷ φρονήματι. Τότε γὰρ εἴποιμι ἂν περὶ τούτου, ὅτι πνευματικῶς ἐποίησε τό· Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐφήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
PG 12:1590Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, οὐκ ἐν ἡμέρᾳ μόνον προσέφερε τῷ Θεῷ τὰς ἱκετηρίας, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδὰς, οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν. Ὁ ἐκ νυκτὸς ὀρθρίζων πρὸς Θεὸν λέγοι ἂν τοῦτο· προτρεπτικὸν δέ ἐστιν ἐπὶ τὸ ἕωθεν μελετᾶν τὰ λόγια τοῦ Θεοῦ. Μήποτε δὲ καὶ ὁ λύχνος τοῦ σώματος ἡμῶν ὁ νοῦς, λεγόμενος ὀφθαλμὸς, προφθάνων ὀφείλει ταῖς ἰδίαις ἐνεργείαις τὸν ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὄρθρον, ἐξαιρέτως ἀνατέλλοντος τοῖς προφθάσασιν αὐτὸν ὀφθαλμοῖς; Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. Ἔχεις μεθόδους πολλὰς, ὅπως ζωοποιήσῃς τοὺς ἀναξίους τῆς ζωῆς, κατὰ γοῦν τὸ κρίμα σου καὶ κατὰ τὸ ἔλεός σου, ζωοποίησόν με, Κύριε, οὐ γὰρ θαῤῥῶ κατὰ τὴν ἐμὴν πρᾶξιν ἐπακουσθήσεσθαι, Κύριε, ἀλλὰ κατὰ τὸ κρίμα σου, τουτέστιν ὡς ἐὰν συγκρίνῃς περὶ τοῦ ζῆσαί με. Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου [ αλ. αἱ ἐντολαί σου] ἀλήθεια. Ὁ Θεὸς ἀλλαχοῦ φησιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος.
PG 12:1591Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχῇ ἐςτι κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Καὶ μετ’ ὀλίγα. Αὐτὸς μὲν οὖν ἐγγίζει οὕτως· ἀλλ’ ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν, αὐτοῦ ἐγγίζοντος, τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀπολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ· διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ· ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὁ δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Καὶ μετ’ ὀλίγα. Ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ὁ σωματικὸς Ἰουδαῖος οὐ δύναται ἀληθεύων ταῦτα λέγειν· τύπον γὰρ ποιεῖ, περιτέμνεται, οὐ τὴν ἀληθινὴν περιτομήν· ἄζυμα ἄγει, οὐ τὰ ἀληθῆ, καὶ ἁπλῶς εἰπεῖν, ἐν τύποις ἀσχολεῖται, καίτοιγε οὐκέτι αὐτοὺς ἔχων. Ὁ μέντοι γε νοῶν τὰ πράγματα καὶ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τίς ἡ ἀλήθεια, περὶ ἑκάστου τῶν γεγραμμένων ἐρεῖ· Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. Ἑτέρα δὲ γραφὴ ὧδε ἔχει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. Κατ’ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν.
PG 12:1592Πόσοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως εὑρεθήσονται ἐν τῷ κρυπτῷ πολλάκις ἀρνησάμενοι, κἂν ὑπ’ ἀνθρώπων μὴ γένωνται ἀποσυνάγωγοι· τὰ γὰρ κρυπτὰ τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τάδε φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Καλεῖ ὁ προφήτης τὸν Θεὸν, ὡς ἐν πειρασμοῖς γενόμενος, καὶ νενικηκὼς, καὶ προςκαλεῖται αὐτοῦ τοὺς ὀφθαλμοὺς θεωρεῖν ἐπὶ τῷ πεπαλαικέναι καλῶς καὶ νενικηκέναι. Οὐ παντὸς δὲ ἔστιν εἰπεῖν· Ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἀλλὰ τοῦ νοήσαντος τὸν νόμον, καὶ ἀεὶ τηρήσαντος αὐτὸν, καὶ παρακαλοῦντος τὸν Θεὸν ἐπὶ τὴν θέαν τῆς ἐπαινετῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ ταπεινότητος. Ἀκριβέστερον δὲ νοήσεις τίνα τρόπον ὁ πειραζόμενος λέγει τῷ Θεῷ· Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με τοῦτον τὸν τρόπον, ὡσεὶ ἐν μαρτυρίῳ τις γένοιτο, καὶ ταπεινωθείη διαφόρως αἰκιζόμενος καὶ μαστιζόμενος, πάντων αὐτὸν καὶ τὴν αὐτοῦ πίστιν χλευαζόντων καὶ καταδικαζόντων· ἐκεῖνος γὰρ λεγέτω κατ’ ἐκείνου καιροῦ τῷ Θεῷ, εἰ μαρτυρεῖ, εἰ ὑπομένει· Ἴδε ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
PG 12:1594Ἕκαστος τῶν κρινόντων, μάλιστα ἐν ἐκκλησίᾳ Θεοῦ, προσεχέτω, μήποτε ἀδίκως κρίνας κατά τινα, κατεντευχθῇ ὑπὸ τοῦ ἀδίκως κριθέντος δικαίου, λέγοντος τῷ Θεῷ· Κρίνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με. Οὐ ταὐτὸν δέ ἐστιν τό· Κρίνον με, τῷ· Κρίνον τὴν κρίσιν μου. Ἕκαστος δὲ τῶν εὐχομένων διὰ τί θέλει ζῆν; Ὁ μὲν φαῦλος, δι’ ἡδονὴν, ἵνα αὐτῆς ἀπολαύῃ· ὁ δὲ δίκαιος, διὰ δικαιοσύνην. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Διὰ τί; ὅτι τὰ δικαιώματα τοῦ Θεοῦ οὐκ ἐξεζήτησαν. Εἴ τις γὰρ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐκζητεῖ, τούτου μακράν ἐστιν ἡ σωτηρία, δηλονότι ὁ Θεός. Εἰ καὶ μακράν ἐστιν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ἀλλὰ πολλοί εἰσιν οἱ οἰκτιρμοὶ Κυρίου, ὡς τοὺς μακρὰν ἐγγὺς γενέσθαι δύνασθαι. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριςτῷ διωχθήσονται. Μὴ πάντως δὲ τοὺς διωγμοὺς τοὺς ἔξωθεν προσδοκᾷ, ἀλλὰ διωγμοὶ ἀεὶ τῷ δικαίῳ γίνονται, ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
PG 12:1595Διώκουσιν αἱ δυνάμεις αἱ ἀντικείμεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων, διὰ γυναικὸς μαχίμου τε καὶ γλωσσώδους, δι’ οἰκέτου ἀτάκτου, δι’ ἑτέρων πολλῶν, δι’ αὐτῶν τῶν ἁμαρτημάτων· καὶ ἐὰν μὴ ἀγωνίσωμαι ὁμολογῆσαι τῷ Θεῷ διὰ τῆς σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ἀρνησίθεος γίνομαι, ὥσπερ καὶ γεγόνασί τινες μάρτυρες. Οὕτω τοσαυτάκις τις γίνεται [δίκαιος]· ὁσάκις γὰρ ἂν ἐξιχνιάζῃ τις τῶν μαρτύρων τὰ ἀγωνίσματα, σκοπῷ τῆς ὁμοίας ἀθλήσεως, οὗτος τοσαυτάκις γίνεται τοῦ Θεοῦ μάρτυς. Ὁσάκις τε ὑπὸ δυνάμεων ἀντικειμένων διώκεται καὶ οὐχ ἡττᾶται, οὐδὲ νικᾶται πάθεσιν ἀτιμίας, καὶ νικᾷ. Περὶ τούτου Παῦλος τοῦ μαρτυρίου φησί· Τοῦτο γάρ ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Ὁ οὖν δίκαιος οὐκ ἔςτιν, ὅτε οὐ διώκεται· οὐκ ἔστιν, ὅτε οὐ μαρτυρεῖ. Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων ἠνεσχόμην τι παραβῆναι. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείραστος ἦ. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.
PG 12:1596Λέγει ὁ ἀπόστολος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀςθενῶ, ζήλῳ θεοσεβείας ζηλῶν; Μακάριος ὁ ἀπὸ ἀγάπης Θεοῦ τῆς πρὸς ἀνθρώπους ἀσυνετοῦντας ἐκτηκόμενος. Τὸ ἑξῆς ἐστιν οὕτως· Εἶδον αὐτοὺς, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο ἀσυνετοῦντες, καὶ ἐξετηκόμην· εἰ μή τις οὖν ἀσυνετεῖ, ἐκεῖνος, ἐπεὶ τὰ λόγια τοῦ Θεοῦ οὐκ ἐφυλάξατο, ἀσυνετεῖ. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ὁ ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ δι’ αὐτῶν· ἐν αὐταῖς μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκμαθών· δι’ αὐτῶν δὲ, σοφίας καταξιωθείς. Οὐ πᾶς ὁ ποιῶν τὰς ἐντολὰς, ἀγαπᾷ αὐτὰς, ἀλλ’ ὁ ἀπὸ τελείας ἀγάπης ἔξω βάλλων τὸν φόβον, καὶ εἴη· ἀγαπήσας οὖν τὰς ἐντολάς σου, ἐλέῳ ζήσεσθαι αἰτῶ. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια, ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αἴτιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὐτὴ ἐγγίνηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ.
PG 12:1597Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ὑπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ὁ ἐν τῷ διώκεσθαι ὑπὸ ἀρχόντων, οὐδένα μὲν αὐτῶν φοβούμενος, δειλιῶν δὲ ὑπὸ τῶν λόγων τοῦ Θεοῦ, ὕστερον ἀγαλλιάσεται ἐπὶ τὰ αὐτὰ λόγια, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ὁ ἀπὸ τῶν ἐθνῶν λαὸς χαριέντως ταῦτα ἐρεῖ, οἱονεὶ σκυλεύσας τὸν ἐκ περιτομῆς λαὸν, ὅτε ἔλαβε τὰ λόγια τοῦ Θεοῦ, ἃ πρῶτοι Ἰουδαῖοι ἐπιστεύθησαν. Ἀληθὴς καὶ οὗτος ὁ λόγος, ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα λόγια διακείμενος, τἀναντία μυσαττέθω. Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρήσατο. Ἐκ τῶν προφερομένων ἐγκλημάτων ἐστὶ τῇ γραφῇ καὶ τὸ εἰρημένον ἐνταῦθα ῥητὸν, παρὰ τῶν μὴ ἐπισταμένων, μήτε ποίᾳ προφάσει, μήτε ποίᾳ δυνάμει λελάληται τὰ ἅγια λόγια τῶν γραφῶν. Ὁρᾷς γὰρ, φασὶν, τὸν προφήτην ἀκολουθοῦντα τῷ πάθει τῷ κακίστῳ ἐν ἀνθρώποις, δειλιὰν ἀνειληφέναι ἀπὸ τῶν λόγων, ὧν φησιν εἶναι τοῦ Θεοῦ. Πῶς οὖν ἀπολογησόμεθα ἡμεῖς περὶ τῆς ἐνταῦθα λεγομένης ἐπαινετῆς δειλιᾶς; Ἀκουστέον. Οἱ ἐγκαλοῦντες ταῦτα, Ἕλληνές εἰσιν·
PG 12:1599ἵν’ αὐτοὺς πείσωμεν καὶ τοὺς οἰομένους ὑπὸ τῆς πιθανότητος τῶν λόγων αὐτῶν, παρ’ αὐτοῖς τοιγαροῦν εὕρωμεν παράδοξον λόγον· Ἀσκητέον τὸ λοίδωρον, ἀλλὰ καθ’ ἑαυτοῦ· παραδόξως ἐχρήσατο ἐκεῖ τῷ λόγῳ ὁ φάςκων· Ἀσκητέον τὸ λοιδωρὸν, ἀλλὰ καθ’ ἑαυτοῦ, ἵνα μὴ τὸν πέλας λοιδορῶμεν· ἀλλ’ ἐφ’ οἷς ἁμαρτάνομεν, αὐτοὶ ἑαυτοῖς λοιδορῶμεν. Ὅρα πῶς τῷ λόγῳ τῷ ψεκτῷ (ψεκτὸν γὰρ ἡ λοιδωρία) εὗρε χρήσασθαι εἰς δέον ὁ Ἕλλην. Καὶ πάλιν. Τὸν θυμὸν καὶ τὴν πικρίαν ἀνακινητέον· ἀλλὰ κατὰ τῆς ἐν ἡμῖν ἡδυπαθείας χρησάμενος τοῖς τοιούτοις παραδείγμασιν, πρὸς ἐκείνους εἴποιμι ἄν· ἆρα, εἰ μὴ μεγάλη ἀρετή ἐστι τοῦ λέγοντος· Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου; Καὶ μάλιστα τοῦτο λεγέσθω ὑπ’ ἀνθρώπου εἰς μαρτύριον κεκλημένου, διωχθέντος ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, καὶ τῶν ἐξουσιῶν, τῶν ἐγκεχωρισμένων τὴν περὶ ζωῆς· καὶ θανάτου τῶν ἀνθρώπων κρίσιν.
PG 12:1600Ἴδε μοι τὸν μαρτυροῦντα, βλέποντα τὰ ποικίλα τῶν βασανιστηρίων ὄργανα, καὶ μὴ δειλιῶντα ἐπὶ τούτοις, ἀλλὰ μεμνημένον τοῦ κριτηρίου τοῦ Θεοῦ, καὶ δειλιῶντα ἐκεῖνο, καὶ ὅλον γινόμενον τῆς ἀναζωγραφήσεως αὐτοῦ καὶ τῶν ἀποκειμένων ἐκεῖσε κολάσεων τῷ ἀρνησιθέῳ. Διὰ τοῦτό φησιν· Ἄρχοντες κατεδίωξάν με δωρεὰν, οὐχ ὡς λῃστὴν, οὐχ ὡς, φησὶ, λῃστὴν, οὐχ ὡς φονέα, οὐδὲ ὡς ἄλλο τι τῶν ἀτόπων πεποιηκότα· ἀλλ’ ἐπειδὴ σὲ σέβω, τὸν Θεὸν τῶν ὅλων δημιουργὸν, ἐπεὶ πεπίςτευκα εἰς τὸ ὄνομα τοῦ Μονογενοῦς σου. Διὰ τοῦτο διώκομαι, καὶ διωκόμενος δειλιῶ, οὐκ ἀπ’ αὐτῶν, οὐδὲ ἀπὸ τῶν προσφερομένων ὑπ’ αὐτῶν, ἀλλὰ διὰ τὴν πρὸς τοὺς σοὺς λόγους δειλιάν. Ἀσκητέον οὖν τὴν δειλιὰν, τὴν ἀπὸ τῶν λόγων τοῦ Θεοῦ, ἵν’ ἀποστῶμεν ἀπὸ τῶν ἁμαρτημάτων, καὶ μάλιστα τῆς φοβερᾶς ἁμαρτίας τοῦ ἀρνήσασθαι τὸν ὑπὲρ ὑμῶν ἀποθανόντα. Οὗτος ὁ ταῦτα εἰπὼν ἀγαλλιάσεται ἐπὶ τοῖς λόγοις τοῦ Θεοῦ. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ποίοις λόγοις; ἢ περὶ ὧν λέγει ὁ Παῦλος· πρῶτον γὰρ ἐπιςτεύθησαν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων. Καὶ πάλιν.
PG 12:1601Ἄξιον ζητῆσαι διὰ τί παρέλαβε τὸν ἀγαλλιῶντα ἐπὶ τοῖς λόγοις τῷ εὑρίσκοντι σκῦλα. Ἐὰν ἴδῃς τίνες εἶχον τὰ λόγια τοῦ Θεοῦ, καὶ κατανοήσῃς τίνες νῦν ἔχουσιν αὐτὰ, ὄψῃ ὅτι Ἰουδαίους Χριστιανοὶ ἐσκυλεύσαμεν, τοῦ Χριστοῦ εἰπόντος· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται τῷ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Πολλὰ δὲ τὰ σκῦλα, ἐπειδὴ καὶ πολλαὶ τῆς θείας γραφῆς αἱ βίβλοι. Ἐκεῖνοι γὰρ οὐκ ἔχουσιν αὐτὰ, ἅτε δὴ μηδὲ τὸν νοῦν αὐτῶν ἐπιστάμενοι. Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Βδελύξασθαι καὶ μισῆσαι δεῖ τὴν ἀδικίαν, εἰ μέλλοι μὲν ἔργοις ἐπιδείκνυσθαι τὴν εἰς τὸν νόμον τοῦ Θεοῦ ἀγάπην· οὐ τὸν ἄδικον, ἀλλὰ τὴν ἀδικίαν μισητέον, καὶ οὐ νεκρὰ ἀνθρώπων σώματα, ἢ ὡς Ἰουδαῖοι ὀνομάζουσι Κύριον, δαίμονα βδελυκτὸν, ἀλλὰ τὴν ἀδικίαν· αὐτὴ γὰρ ἀληθῶς βδέλυγμα. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Ἐάν τις ἀγαπᾷ τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλήν· πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς αὐτοῦ, οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων, τοιοῦτος γεγένηται, ἵνα ὑπὸ μηδενὸς ἔτι σκανδαλισθήσεται·
PG 12:1603κεκτημένος γὰρ τὴν εἰρήνην τοῦ Θεοῦ ἐν ἑαυτῷ, διὰ τὸ ὄνομα αὐτοῦ σκάνδαλον οὐκ ἔστιν ἐν τούτοις. Εἰ οἱ μικροὶ σκανδαλίζονται, (ὅστις γὰρ ἂν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει) οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζονται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ’ οἷς καὶ σκανδαλίζονται. Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λογιόν σου συνέτισόν με. Πτεροῖ τὴν δέησιν τοῦ δικαίου ὁ καλὸς αὐτοῦ βίος, ὡς ἐνώπιον τοῦ Θεοῦ γένηται· ἀλλὰ καὶ τὸ πνεῦμα ᾧ προσεύχεται, κουφίζει δὴ τὴν εὐχὴν καὶ φέρει πρὸς Θεόν· ἡ δὲ ἁμαρτία, βαρεῖα οὖσα, τοῦ μὴ καλοῦ βίου ἐχομένου, μακρύνει ἀπὸ Θεοῦ τὴν εὐχὴν τοσοῦτον, ὅσον ἐστὶ βαρεῖα πλεῖον ἢ ἔλαττον. Οὕτω καί τινων μὲν ἀναβαίνει προσευχὴ καὶ στεναγμὸς ἀπὸ τῶν καλῶν ἔργων, καὶ τοῦ μισεῖν τὸν αἰγύπτιον ἐργάσεσθαι πῆλον· ἑτέρων δὲ πίπτει ἢ καταβαίνει, ὧν γίνεται εἰς ἁμαρτίαν ἡ προσευχή.
PG 12:1604Ἀντιδιέστειλε τῇ τοῦ κόσμου συνέσει κατὰ τέχνας τε καὶ πᾶν ἐπιτήδευμα, κατὰ τὸ λόγιόν σου προσθεὶς καὶ τὴν θείαν δηλονότι σοφίαν, ἣν ἔχοντες οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἠλλαττοῦντο τῆς ἀνθρωπίνης· λέγει γάρ· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν αὐτῶν. Ὅτι δίκαιος οὖν τοῦτο εὔχεται, συνετὸς γενέσθαι κατὰ τὸ λόγιον τοῦ Θεοῦ. Χρὴ δὲ εἰδέναι, ὅτι περὶ τοῦ τῷ Θεῷ ἐγγίσαι, διαφορὰς εὕρομεν ταύτας· ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ, εὐχὴν δὲ ἔχει ἐγγίζουσαν αὐτῷ. Ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν· ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν· Ἠγγίσατο ἡ δέησίς μου, καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορά; Ἄξιον θεωρῆσαι· ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, δύναμις γάρ ἐστιν ἄῤῥητος καὶ ἄφθεγκτος καὶ ἀόρατος. Εἰ δὲ οὐκ ἔστιν ἐν τόποις ὁ Θεὸς, ἐγγίζειν δὲ ἔςτι τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; ἢ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὃν ὠνόμασεν ἡ γραφὴ ἔσω ἄνθρωπον. Τούτου ἔστιν ἐγγίσαι τῷ Θεῷ.
PG 12:1605Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ, καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι δικαιοσύνη ἐστὶ, ὅτι ἀλήθεια, καὶ σοφία, καὶ ἀνάστασις, καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἐγγίζειν τῷ Θεῷ, ἀλλ’ οὐδὲ χωρὶς εἰρήνης τῆς φρουρούσης τὰς καρδίας καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολείπεται δικαιοσύνης καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐν τῷ βίῳ τούτῳ κοσμικά ἐστιν ἀξιώματα τούτων τῶν πραττόντων τὰς νομιζομένας ὑπεροχὰς ἐν ἐξουσίαις καὶ ἀρχαῖς· οὕτως ἐστὶν ψυχῆς ἀξίωμα· ὅπερ ἔχει ὁ ἀπόστολος· ἀξίωμα γάρ ἐστιν εἶναι ἀπόστολον Χριστοῦ Ἰησοῦ, καὶ σώζειν τὸν χαρακτῆρα τοῦ ἀποστόλου. Ἀξιώματά ἐστι καὶ τὰ ἐκκλησιαστικὰ τάγματα, τὸ εἶναι ἐπίσκοπον, εἰ τύχοι, ἢ πρεσβύτερον, ἢ ἄλλο τι τῶν ἑξῆς. Ἀξιώματα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρετὰς, ἢ μίαν τινὰ ἐξ αὐτῶν. Ἐὰν οὐκ ἔχῃ τις τοιοῦτον ἀξίωμα, ὃ κυρίως καὶ ἀληθῶς ἐστιν ἀξίωμα, εὔχεται τῷ Θεῷ λέγων· Εἰςέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν.
PG 12:1606Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον. Τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει· τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἔχουσι σχεδὸν ἀγγελικὴν κατάστασιν. Ὄντως καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ψαλλόντων ἀγγέλων, ἀλλ’ ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ τὰ ἑξῆς. Ὕμνος δέ ἐστιν δοξολογία μετ’ ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ. Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Τουτέστι δικαιοσύνης ποιητικαί. Ὁ λέγων τοῦτο εὔχεται ἵνα ἃ φθέγγεται, λόγοι ὦσι Θεοῦ. Καὶ γὰρ γέγραπται ἀλλαχοῦ· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦτος εὐχόμενος ἀργὸν ῥῆμα οὐ λαλεῖ, φθέγγεται δὲ κυρίως τὸν περὶ δικαιοσύνης λόγον, οὐχὶ φωνῇ μόνῃ αὐτὸ προφέρων, ἀλλὰ καὶ ἔργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. Ὅρα τῶν θείων ῥημάτων τὸ εὔτακτον, ὧν ὡς ἰδιωτικῶν καταφρονοῦσιν παῖδες Ἑλλήνων. Πρῶτον γὰρ τὸ ἐγγίσατο, εἶτα τὸ μεῖζον, τό· Εἰσέλθοι τὸ ἀξίωμά μου. Πρὸ γὰρ τοῦ εἰσέλθοι, τὸ ἐγγίσαι· ἐγγίσας γάρ τις οἰκίᾳ, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπε ἀξίωμα παρὰ τὸ ἀξιοῦν.
PG 12:1608Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ ἐπλανήθην, ἀλλ’ οὐκ ἐπελαθόμην τῶν ἐντολῶν σου· ἠθέλησα οὖν βιῶσαι κατὰ ταύτας. Ζήτησόν με, εὗρόν με, ἐπανάλαβέ με, ἐπάνελθε, ἔχων με. Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ καὶ παρέβην τινὰς, ἀλλὰ λήθην οὐκ ἐδεξάμην παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ προφήτης προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ἔδραμε γὰρ ὁ καλὸς Ποιμὴν ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ περιελθὼν τὰ ὄρη καὶ τοὺς βουνοὺς (παρὰ ταῦτα γὰρ ἐπλανᾶτο λατρεῦσαι τοῖς δαίμοσιν), εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν, ἐπανήγαγε, καὶ ηὐφράνθη μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Ἢ οὕτως· ἐπειδὴ τέλος νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην, εἰκότως σφραγῖδα τῇ παρούσῃ ψαλμῳδίᾳ τὸν νῦν στίχον ὁ προφήτης ἐπέθηκε. Ἀλλ’ ὁ Ποιμὴν ἡμᾶς ὁ ἀληθινὸς, οὐδὲ οὕτως ἀπογινώσκων·
PG 12:1609ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὠδὴ τῶν ἀναβαθμῶν. Μόνοι οἱ τῷ λόγῳ καὶ τῷ βίῳ ἀναβαίνοντες, οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζώμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴ ποτε πόλεμος προσεδοκᾶτο. Τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο καὶ συμμάχων ἐδέοντο. Τὴν δὲ τρίτην, ὅτε συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν ἐγένοντο. Τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἤλπιζον. Τὴν δὲ πέμπτην, ἐν τῷ κατωρθωκέναι. Τὴν δὲ ἕκτην, ἐπανερχόμενοι. Τὴν δὲ ἑβδόμην, ἐπανεληλυθότες. Τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν. Τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράφοντες τίς ὁ μακάριος ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι καὶ εἶναι σὺν αὐτοῖς. Τὴν δὲ δεκάτην ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδὲ πώποτε δὴ δεδυνῆσθαι κατ’ αὐτῶν τοὺς πολεμίους. Τὴν δὲ ἑνδεκάτην, ἤδη τοῖς θείοις σχολάσαντες, καὶ τὰ βάθη ἐσχηκότες ἐν τοῖς ἡγεμονικοῖς ἀπὸ βαθέων καὶ ἀποῤῥητοτέρων τινῶν.
PG 12:1610Τὴν δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωςθεῖσιν. Τὴν δὲ τρισκαιδεκάτην περὶ ἀποκαταστάσεως εὔχονται Χριστοῦ. Τὴν δὲ τεςσαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς ἐκκλησίας. Τὴν δὲ πεντεκαιδεκάτην περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἑστηκέναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐτὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα. Ὅτε καὶ μεγάλαι εἰσὶ καὶ πολλαὶ αἱ θλίψεις, οὐ παρελκόμεθα ὑπ’ αὐτῶν εἰς τὸ μὴ κεκραγέναι λεγόντες· Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Βαρβάρων γένος τοῦτό ἐστι θηριωδέστερον διακειμένων, οἷόν εἰσιν οἱ Ἄραβες σκηναῖς καὶ καλύβαις κεχρημένοι, καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα μὴ ἐκπεπτωκότες. Πολλὰ παρῴκησεν ἡ ψυχή μου μετὰ τῶν μισούντων τὴν εἰρήνην. Ἀλλ’ οὐδὲν ἧττον τῷ ἑαυτῷ ἐποίησέ τι ὁ ἀπὸ τῆς Ἱερουσαλὴμ ὁρμώμενος· εἶτα ἑρμηνεύεται εἰρήνης ὅρασις, ἵν’ οἱ τοῦ σκοταςμοῦ τῆς Κηδὰρ ἀποστρέφωνται. Ἤμην εἰρηνικὸς, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.
PG 12:1611Τότε μάλιστα χαλεπώτεροι γίνονται πολεμοῦντες οἱ δαίμονες, ὅταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ ἔσται διανοίας πρὸς τοὺς λογισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πάλῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορήσωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ’ ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρομεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ καλῶς λέγει ἐν ταῖς Παροιμίαις τό· Ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, ἢ τὴν κακίαν, ἣν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Ὁ φυλάσσων Κύριος ἀπὸ παντὸς κακοῦ, οὐκ ἀπὸ νόσου, ἢ ζημίας, ἢ πενίας τῶν σωματικῶν φυλάσσει, ἀλλ’ ἀπὸ τῶν ἀληθῶς κακῶν καὶ βλαπτόντων τὴν ψυχήν.

For thither the tribes went up, the tribes of the Lord...Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρ-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.
PG 12:1613Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει τοῦ Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔςπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαριστῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Προφητεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ. Πρότερον γὰρ ὁ Ἰσραὴλ ἐκαλεῖτο ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ ἐπὶ τὸν οἶκον Κυρίου. Νῦν δὲ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως, ἐφ’ αἷς ἐπλήρωσαν τὴν θαυμασίαν ὑπόσχεσιν· θρόνους τε τοῦ οἴκου Δαυὶδ ἱδρυνθῆναί φησιν ἐπ’ αὐτῆς. Ἐπὶ καὶ βασιλείας πάντων ὁ Δανιὴλ προφητεύει, οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοινὴν ὑπὲρ ἀρίςτων καὶ θεοσεβεστάτων, δι’ ὧν ἡ βασιλεία Δαυὶδ ἀνορθοῦται χάριτι Χριστοῦ τοῦ τοῖς δώδεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνους καθεζομένοις κρίνειν τὸν Ἰςραήλ. Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανηγυρίζειν ἐκέλευσεν, ὡς ἂν μὴ πανταχοῦ πλανώμενοι, πρόφασιν ἔχωσι ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτύριον ἐκάλεσεν. Τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιςτον τεκμήριον ἦν, καὶ γὰρ ἔξω ὁ νόμος·
PG 12:1614ἀνεγινώσκετο διηγήματά τε καὶ κατορθώματα ἀρχαίων, καὶ σύνοδον ἐποιοῦντο, τὴν πρὸς ἀλλήλους ἀγάπην συνεσφίγγουσαν. Λέγοις δ’ ἂν οὕτως κατὰ τὴν ἱστορίαν, ἐκεῖ εἶναι καὶ τὴν βασιλείαν καὶ τῶν ἱερέων θρόνους, ὥσπερ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλωπιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Ἕτεροι δέ φασιν, ὡς ἤδη τῶν πραγμάτων ἀπολαύοντες, τρόπον τινα τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται· ἃ γὰρ ἔχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται, οἴκοι μὲν ἀπολαύοντες, θείᾳ δὲ φιλανθρωπίᾳ κομισάμενοι. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν ἡ Ἱερουσαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα. Πυργόβαρός ἐστι νοῦς θεωρητικός. Εὐθηνία τοίνυν ἐστὶν ἀπόλαυσις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν.

Behold, as the eyes of servants to the hands of their masters...Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίςκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν.
PG 12:1615Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος πρὸς Κύριον τὸν Θεὸν, ἵνα ἅμα τῷ κελευσθῆναι εἰς ἐνέργειαν μεταβάλῃ τὴν πρόσταξιν, οἰκτιρμὸν ἔχειν παρ’ αὐτοῦ ἡγούμενος τῷ προσταχθῆναι ποιῆσαι αὐτῷ δοκοῦντα. Καὶ ὥσπερ δὲ πολλάκις οἰκέται καὶ θεραπαινίδες ἐνατενίζουσι ταῖς χερσὶ τῶν δεσποτῶν ἐν ταῖς ἑστιάσεσιν, τροφῆς τι παρ’ αὐτῶν λαβεῖν προσδοκῶντες, οὕτως καὶ ἡμεῖς παρὰ τῶν σῶν χειρῶν ἐλπίζομεν τυχεῖν τῶν παρὰ σοῦ ἀγαθῶν, οὐ ῥητῷ δὲ χρόνῳ ταύτην τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν τοῦ οἰκτειρῆσαι ἡμᾶς. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς· ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Τὸ δέ· Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, δόξει ὑπερβολικῶς εἰρῆσθαι, οὐχ οὕτως ἔχον· δηλοῦται γάρ τι ἐκ τούτου, ὡς καὶ ὕδωρ κατεπόντισεν ἡμᾶς, ἢ καὶ χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, οὗ ὕδωρ τὸ ἀνυπόςτατον. Ἰωνᾶς γοῦν ζῶν κατεπόθη, καὶ κατέπιεν αὐτὸν ὁ θάνατος ἰσχύσας.
PG 12:1617Τροπικῶς δὲ ταῦτα εἴρηκεν, ἐπειδὴ γὰρ εἶπεν· Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, δείκνυσι τὴν τοῦ πλήθους ὑπερβολὴν, χειμάῤῥου δίκην προςβαλόντος καὶ συγκαλύψαι ἅπαντα προσδοκήσαντος· ἁρμοδίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα· καθάπερ γὰρ ὁ χείμαῤῥος ἐκ πολλῶν ἀθροιζόμενος ὀχετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερουσαλὴμ προσβαλόντες, ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν, ἀλλὰ κατελύθησαν ψήφῳ δικαίᾳ· τοῦτο γὰρ ὁ προφήτης διδάσκει. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν ... Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογιςμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾶν εἰς τὸν νοῦν καὶ πάλιν ξηραίνεσθαι, ῥαθυμοῦντες· γεγόνασι γὰρ ἰσχυροὶ, κατασταλέντες μὲν, γνόντες σαρκὸς κινήματα· ἀφανισθέντες δὲ τοῦ τῆς ἁμαρτίας φορτίῳ, καὶ πνεύματος ἐλάβομεν χάριν. Τρέφει τε ἡμᾶς ἰδίῳ σώματι, καὶ ποτίζει τῷ αἵματι, ἀκαμπὲς δορὺ παρέσχεν ἡμῖν τὸν σταυρόν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύςθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Οὐ γὰρ μόνης ἀπελαύσαμεν τῆς σωτηρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴδομεν.
PG 12:1618Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Οὔτε γὰρ ὄρος σαλεύσειέ τις, οὔτε τὸν ἐπὶ Θεὸν ἠλπικότα, ὡς οὔτε τὸν Δανιὴλ, οὔτε τοὺς τρεῖς παῖδας, [εἰ] καὶ τῆς πατρίδος [ἐξεβλήθησαν], καὶ τοσούτῳ κλύδωνι συνείχοντο· μόνον γὰρ πτῶσις ἀρετῆς καὶ ψυχαπώλεια. Ἀλλ’ οὐδὲ σαλεύεταί τις, τῆς ἄνω τυχὼν Ἱερουσαλήμ. Οὐκ εἶπεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ’ ὁ κατοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γενέσθαι ἔχουσι τὸ εἶναι. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων. Ὁ Κύριος τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἡμῶν δὲ δείκνυσι τὴν ἀρχὴν τῆς ἀπολαύσεως τῆς ἐνθέου καὶ κολάσεως, εἰ καὶ διὰ φιλανθρωπίαν νικᾷ μὲν ταῖς ἀντιδόσεσι, τὰς δὲ κολάσεις μειοῖ. Ὁ κατὰ φύσιν ὢν ἀγαθὸς, τοῖς ἐπιμελείᾳ γενομένοις ἀγαθοῖς συντήρησον τὴν πρὸς τὴν σὴν ἀγαθότητα αὐτῶν διάθεσιν ἀδιάπτωτον. Τοὺς δὲ ἐκλίνοντας εἰς τὰς στραγγαλιὰς

The Lord shall lead away with the workers of iniquityἈπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Οὐκ ἐργασαμένων, ἀλλ’ ἐργαζομένων.
PG 12:1619Δίκαια δὲ τὸν Θεὸν ὁ προφήτης αἰτεῖ, ἀγαθούς τε καὶ πονηροὺς τῶν προσηκόντων τυχεῖν. Τί γὰρ εἶχον οἱ κατὰ τοῦ Ἰσραὴλ στρατεύσαντες ἐγκαλεῖν, πλὴν εἰ μὴ τὴν ἐκδοθεῖσαν ἐλευθερίαν· ἡ γὰρ ὑπερέχουσα πάντα νοῦν εἰρήνη μόνῳ τὸν νοῦν Χριστοῦ ἔχοντι δίδοται· ἀλλὰ καὶ τῶν πολεμίων ἀπολωλότων, οὗτοι τῆς εἰρήνης ἀπέλαυσαν.

Turn again, O Lord, our captivityἘπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Θεοδώρου. Εἴρηται ὡς οὐκ ἐν προοιμίοις κατωρθώθη τὸ πᾶν, ἀλλ’ οἱ μὲν ἐπανῆλθον, οἱ δὲ ἐναπέμειναν· τοῦτο ἐνταῦθα οἱ ἐπανελθόντες ἀξιοῦσιν εὐχόμενοι, μὴ μερικὴν ἔτι γίνεσθαι τὴν τῶν λοιπῶν ἐπάνοδον, ἀλλ’ ἀθρόαν καὶ κατὰ πλῆθος, μετὰ πολλῆς τῆς ῥύμης, μετὰ πολλῆς τῆς σφοδρότητος. Διὸ Ἀκύλας· ὡς καταῤῥοίας ἐν νότῳ· ὁ δὲ Σύμμαχος· ὀχετούς· ἡ δὲ πέμπτη· ἀφέσεις. Ἐν νότῳ δὲ, ἐπεὶ ὁ νότος ὑγρὸς ὢν, νεφῶν τὸν ἀέρα πληροῖ καὶ ὄμβρους ἐπάγει σφοδροὺς, ἀλλὰ καὶ τὸν χιόνα διαλύων, ἐμπίπλησι τοὺς χειμάῤῥους ὑδάτων. Ἢ νότον τὴν Ἱερουσαλὴμ καλεῖ ἀπὸ τῆς θέσεως. Ἵνα τί;
PG 12:1620ἵνα παρόμοιοι, φησὶν, εὑρεθῶμεν τοῖς σπείρουσι μετὰ δακρύων, θερίζουσι δὲ μετ’ εὐφροσύνης· ἢ περὶ τῶν καταλοίπων εὐξαμένοις ἀντιφθέγγεται λέγων ὁ προφήτης, ὅτι εἰ κλαύσαιεν κἀκεῖνοι, ἔσται καὶ αὐτοῖς ἐπιστροφή. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μεγαλοφρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς τῶν ἐκκλησιῶν τὰ τοιαῦτά φησι. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὥσπερ ὁ ὕπνος τρέφει τὸ σῶμα, πέπτων τὰς τροφὰς διὰ τοῦ χυμοῦ, οὕτω καὶ ἡ γνῶσις τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν. Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε. Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ’ αὐτῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. Λέγει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ εἶναι· Εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι. Ἀδελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ Πατρὸς τῶν πάντων ἐστί.
PG 12:1622Μνημονευτέον δὲ καὶ τοῦ Ἁβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. Ὠδὴ τῶν ἀναβαθμῶν. Ὑπόθεσις. Χρηστὰς ἐλπίδας ἐμβάλλει τοῖς ἐκ τῶν πολεμίων πρὸς τὴν οἰκοδομίαν ἐμποδιζομένοις, ὡς ἂν ἐκ τῶν παρελθόντων μὴ ἀπογινώσκοιεν πρὸς τὸ μέλλον· καίτοι πολλάκις ἡττήθησαν καὶ ἁλόντες μετέστησαν, ἀλλ’ οὐκ ἐκείνων δυνάμει, τῇ δὲ σφετέρᾳ παρανομίᾳ, καὶ οὐδὲ οὗτοι ἴσχυσαν ἐξαφανίσαι τὸ γένος. Ἀλλ’ ὅσον ὁ Θεὸς ἐδίδου σωφρονίζειν, ἐκράτουν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ ... Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.

The Lord is righteous; he hath cut asunder the necks of sinnersΚύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπαςθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς. Δηλοῖ δὲ τὸ ἐπὶ τοῦ νώτου τὸ δολερόν τε καὶ ὕπουλον, ἢ τὸ μετὰ πλείστης σφοδρότητος·
PG 12:1623αὐτὴν γάρ μου συνθλάσαι τὴν δύναμιν ἐπεχείρουν. Πλεονάκις ἐπολέμησαν κτλ. Τὸν νῦν μάρτυρα καλεῖ, τὸν μηδέποτε ἡττηθέντα, καὶ διὰ τοῦτο Ἰσραὴλ ἐπικαλεῖται. Μακρύνουσι τὴν ἀνομίαν αὑτῶν οἱ ἐχθροὶ, συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες, ἤτοι κατὰ διάνοιαν, διὰ τῶν λογισμῶν, ἢ καὶ ἐκ τῶν ἔξωθεν, ὡς ἐπὶ τοῦ Ἰώβ. Ἀντὶ δὲ τοῦ ἐτέκταινον ἠροτρίασαν ἐξέδωκεν ἕτερος· τουτέστιν [ἄρατρον] εἶχον τὴν ἐπιβουλὴν τὴν ἐμὴν περὶ Κύριον, φησὶν, ὁ νικήσας, ἀλλ’ ὁ συγκόψας αὐτῶν τοὺς αὐχένας Θεὸς, ἑκατέρου ἑρμηνεύσαντος βροχοὺς, τουτέστιν ἐπιβουλὰς, ἃς ἐπιδείκνυσιν, ἀρχομένης τῆς πόλεως, φύεσθαι, ὡς καὶ τῇ ἐκκλησίᾳ πολλοὶ κατ’ ἀρχὰς ἐπετίθεντο βασιλεῖς, αἱρέσεις, δῆμοι. Παραθαῤῥύνας διὰ τῆς τῶν προλαβόντων διηγήσεως, τοῦτο νῦν καὶ δι’ εὐχῆς ἀπεργάζεται, τὴν τοῦ πολέμου δεικνὺς ὑπόθεσιν ἄδικόν τε καὶ διὰ φθόνον, οἷς ἁρμόττει τὸ αἰσχυντήθωσαν, ἅμα δὲ καὶ διὰ τοῦ χόρτου τῶν δωμάτων, τὴν τῶν ἐναντίων εὐτέλειαν καὶ τὸ εὐκατάπτωτον διά τε τοῦ τόπου καὶ τοῦ φύντος ἐν αὐτῷ· αἱ γὰρ ἔφοδοι τῶν πολεμίων τοιαῦται, μὴ ῥίζαν ἔχουσαι, μὴ ὑπόστασιν, ἀλλὰ δοκοῦσαι πρὸς ὀλίγον ἀνθεῖν.
PG 12:1624Ταῦτα τὰ δράγματα τῶν ζιζανίων ἐστὶν, καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος, τοῦ τὰ πάντα ἐν πᾶσι πληρωμένου· διόπερ καὶ οἱ ἅγιοι, οὓς παράγοντας εἶπε τὸν κόσμον τοῦτον, οὐκ εὐλογοῦσι, τὰ δράγματα ταῦτα συνάγοντες. Ἔστι καὶ δράγματα κακίας καὶ ἀγνωσίας. Ὅταν δὲ ἐμφυὴς ψυχὴ καὶ δύναμις τελεία ματαία ᾖ καὶ ψευδῆ μαθήματα, τὰ τοιαῦτα χόρτος ἐστὶ δωμάτων. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτε παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ἀπὸ φυλακῆς κτλ. Ὁ δὲ τοῦ Κύριε διπλασιασμὸς, θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ’ ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ’ οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν. Ἕνεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑπέμεινά σε, Κύριε, ἢ διὰ τὸ τοῦ Θεοῦ ὄνομα ὑπομονὴ κρείττων τῆς δι’ ἄλλο τι. Ταῦτα τῶν μὴ διὰ χρείαν βιωτικὴν, δι’ αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπομονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδένα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ. Ἀντὶ δὲ τοῦ ὀνόματος Ἀκύλας μὲν καὶ Θεοδοτίων φόβον ἡρμήνευσαν· Σύμμαχος δὲ νόμον.
PG 12:1625Οὐ γὰρ ἀπαγορεύω, φησὶν, εἰδὼς ὅτι καθάπερ νόμον ἔχεις τὸν ἔλεον, ἀλλὰ ἀναμένω τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Ταύτην γὰρ ὁ λόγος δηλοῖ, διότι φιλανθρωπίαν τοῖς μετανοοῦσιν ὑπέσχετο. Τὸ γὰρ τίμιον αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δέδωκεν αἷμα, γενόμενος ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζαχαρίαν, καὶ κατὰ τὴν ἁγίαν Παρθένον· Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους. Δεῖ γὰρ ἐν τοῖς σκυθρωποῖς προσδοκᾶν ἐπὶ Κύριον· οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωϊνὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστάσεων· ἀλλὰ καὶ ἀνατείλοντος τοῦ ἀληθινοῦ φωτός, ὁ θεωρητικὸς νοῦς προσθήκην ἐκ Θεοῦ τῶν φαιδρῶν καὶ τῶν σκυθρωπῶν ἀπαλλαγὴν ἠλπίσατο· παραιτέω γὰρ ὡς ἐν πηγῇ, καὶ παρ’ αὐτῷ τῷ ἔλεος· τὸ αὐτῷ ὄντι λυτρώσει καὶ τῷ ἱλασμῷ τῷ ἱκανῶς πολλὰς τὰς ἁμαρτίας περικαθαίροντι. Ὠδὴ ἀναβαθμῶν. Ὑπόθεσις.
PG 12:1627Παιδεύει διὰ τούτων τὸν ἀκροατὴν, [μὴ] μετὰ κακῶν ἀπαλλαγὴν ἐπανελθεῖν εἰς ἀπόνοιαν, καὶ τῶν ἐκ ταύτης πάλιν πειραθῆναι κακῶν, ἑτέρας δεηθέντα ἁλώσεως, μὴ ἀνεσπακέναι, λέγοντα τὰς ὀφρῦς τῆς ἔνδον πληγῆς, τοῦ πάθους κατατεινούσης μοι τὸν αὐχένα. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἐν μεγάλοις δὲ λέγει, τοῖς ὑπερηφάνοις ἀνδράσιν· καὶ τοὺς τὸ πάθος γὰρ ἔχοντας ἔφευγον, τὴν ἐξ αὐτῶν ἐφορώμενος λύμην. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναι, φησὶν, τὴν ἐναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπετήδευον, ἣν καὶ ὁ σωτὴρ ἐδίδασκε, λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτιςμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλῖψιν δηλῶν· οὐ γὰρ ἀφίσταται τῆς μητρὸς, ὀδυνώμενος ἐπὶ τῷ στερηθῆναι τοῦ γάλακτος· οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τῷ Θεῷ· εἰ δὲ μὴ οὕτως ἦν, δίκην δοίην ἐσχάτην·
PG 12:1628καὶ ἄλλως τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ μισθὸν ἀνταποδίδωσι Κύριος τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως· ὁ δὲ τοιοῦτος ἑαυτὸν οὐχ ὑψοῖ, ἀλλ’ ἐπὶ τὴν ἑαυτοῦ μητέρα ὑψοῦται, περὶ ἧς εἴρηται· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Καίπερ βασιλεὺς ἐγὼ, φησὶν ὁ τοσοῦτος, ταπεινὸν ἐμαυτὸν καταστήσας, προσήγαγον τῷ ἱλασμῷ καὶ τῷ λύτρῳ τῆς σωτηρίας· οὕτως εἰ ταύτην μετέλθοι τὴν ὁδὸν Ἰσραὴλ, λυτρωθήσεται. Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμασεν. Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται ... Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν Θεόν. Ἢ καὶ ὡς πρᾶος ὁ Δαυὶδ, κληρονομίαν αἰτεῖ, τὴν τῶν πραέων, γῆν. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός. Ἢ καὶ ἄλλως· ἅπερ ἤκουσαν παρὰ τῶν πατέρων, φησὶν, ὡς ἡ τοῦ Θεοῦ σκηνὴ περιείη πανταχοῦ, ἐκ τόπου τόπον ἀμείβουσα, ἐν ἀγροῖς τε καὶ πεδίοις, καὶ ἡδράσθη μετὰ ταῦτα, ὃ δὴ γενέςθω καὶ νῦν.
PG 12:1629Ἐφραθὰ δὲ νῦν λέγει τὴν Ἰούδα φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν εἰσηνέχθη περίοδον. Ἐν τῇ Γενέσει, Ἐφραθὰ θυμὸν ὅρα αὐτήν. Ἐν Δευτερονομίῳ σημαίνεται ὁ σκοπὸς ὁ τέταρτος· ἐν Μιχαίᾳ, γῆ καρποφορουμένη. Παρ’ Ἑβραίοις τὸ Ἐφραθὰ Μαρία σημαίνει. Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Λέγει δὲ ὅτι ἐκεῖ προσκυνοῦμεν, θείας ἐπιφανείας τὸν ναὸν ἠξιῶσθαι πιστεύοντες· ταύτην γὰρ ἔχει διάνοιαν τό· Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀσώματον γὰρ καὶ ἀπερίγραφον τὸ θεῖον· σωματικώτερον δὲ ἡ γραφὴ περὶ αὐτοῦ διαλέγεται, ταῖς ἀνθρωπίναις ἀκοαῖς μετιοῦσα τοὺς λόγους. Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος [οὐ] διὰ τὴν φύσιν, ἀλλ’ ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Θεὸν Λόγον, τὸν ἐν αὐτῇ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν ψυχὴν, τὴν μετὰ τοῦ Θεοῦ Λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι Θεὸν, διότι ὁ Θεὸς ἡμῶν σοφία ἐστίν. Ἐν δὲ καρδίᾳ ἀγαθῇ, φησὶν ὁ Σαλομὼν, ἀναπαύσεται σοφία. Οὐδὲν δὲ συνεστώντων ἐκ τῶν τεττάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν. Γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ Θεός.
PG 12:1631Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Κυρίου· κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς, εἴπερ ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. Καὶ ἄλλως ἀνάπαυσιν Θεοῦ καλοῦσιν τὴν κατὰ νόμον λατρείαν, οὐχ ὅτι δεόμενος ἦν, ἀλλ’ ὅτι τοῖς εὐσεβοῦσιν ἀνανεπαύετο. Τῷ δὲ ναῷ τὴν θείαν χάριν καὶ τὴν ἐπιφάνειαν ἀξιοῦσιν αὖθις ἀποδοθῆναι. Μέμνηται δὲ τῆς κιβωτοῦ, ἐπειδὴ ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἔκειτο, τὰς πλάκας ἔχουσα, δι’ οὗ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Οὐκέτι φησὶ κατὰ τὸν νόμον στολὰς, ἀλλ’ αὐτὴν τὴν δικαιοσύνην· δικαιοσύνη δὲ ὁ Χριστός. Ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγελίοις ἔνδυμα γάμου, ἱερατικὸν ἔνδυμα δικαιοσύνη, ὅπερ ἑαυτῷ τις ἐνδύεται, διὰ τὸ εἶναι δίκαιος, ἵνα μετὰ τοῦτο αὐτὸς ὁ Θεὸς ἐνδύσῃ αὐτὸν σωτηρίας, ὡς ἐπηγγείλατο λέγων· Τοὺς ἱερεῖς αὐτῶν ἐνδύσω σωτηρίαν.
PG 12:1632Τοὺς μέντοι ἐχθροὺς τοῦ Θεοῦ, φησὶν, ἐνδύσει αἰσχύνην. Ἀνωτέρω μέν· Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, λέγεται. Μετ’ ὀλίγα δέ· Καὶ τοὺς ἱερεῖς αὐτῆς ἐνδύσει σωτηρίας· ὅταν γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἐνδύσωνται δικαιοσύνην, τότε ἀπὸ Θεοῦ ἐνδύσονται σωτηρίας. Μετ’ ὀλίγα δέ. Καὶ οἱ ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται. Τῇ γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἀγαλλιάσει καὶ οἱ ὅσιοι τοῦ Θεοῦ ἀγαλλιάσονται. Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν·

Of the fruit of your body I will set upon…Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Λέγει δὲ καὶ ὁ Ὠριγένης· Τὸ ἀψευδὲς τῆς ἐπαγγελλίας, ὅρκον ὠνόμασεν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν· ὁ δὲ Θεὸς κατ’ οὐδενὸς ἔχει ὀμόσαι. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαρίᾳ, ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Θρόνος μέν ἐστι τοῦ Θεοῦ ἡ φύσις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων.

I will surely bless her provision, the poor...Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτω- χοὺς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις οὐκ ἐπιτεύξεται δόλιος.
PG 12:1633Ἐκ ταύτης δὲ θήρας ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷ Ἰσαὰκ ἀπὸ Ἰακὼβ τοῦ παιδὸς αὐτοῦ. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Θήρα, πτωχοὶ, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη τῶν οἰκείων τῆς Σιών. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ τὸν αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Διὸ καὶ ἐπ’ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ οὗ φησιν ἐν Ἡσαίᾳ· Καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ᾧ ἀκολούθως τό· Τὰ ἄνθη τῆς γῆς ὤφθη ἐν τῇ γῇ ἡμῶν, τῷ εἶναι ἄνθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξανθουμένου ὑπὸ Κυρίου ἁγιάσματος. Τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζοντας αὐτῷ· αὐτὸ ὃν τὸ ἅγιον τοῦ Θεοῦ καὶ ἄνθος, ὥστ’ ἂν εἰπεῖν· Ἐγὼ ἄνθος τοῦ πεδίου, καὶ κρῖνον τῶν κοιλάδων. Ἐπὰν οὖν αὐτὰ ποιῇ τὸ ἄνθος καὶ τὸ κρῖνον τοῦ πεδίου καὶ κρῖνον τῶν κοιλάδων, εἰκότως ὀφθήσεται τὰ ἄνθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατείλαντος τοῦ Θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τοὺς πεφωτισμένους καὶ νεάζοντας εἶναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν.
Page scan enlarged

Notebook

Full View