Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 13–14page 1 of 2
PG 87:13πάω σοφιστῇ Γάζης ὁ λόγος εύχεται άρχεται) μὲν εἰς ἀνάγκην τοιαύτης ἐλθὼν ὑποθέσεως τιμᾷ δὲ τὴν ὁσίαν τοῦ τεθνεῶτος ἐμοὶ παιδευτοῦ: μνήμην) ταύ τῆς εἰς τὴν Γένεσιν τῶν ἐκλογῶν ἐπιτομῆς Προκοπίου Χριστιανοῦ σοφιστοῦ. 3. Προκοπίου Χριστιανοῦ σοφιστοῦ εἰς τὰ Ἄσματα τῶν ᾀσμάτων ἐξηγητικῶν ἐκλογῶν ἐπιτομὴ, ἀπὸ φωνῆς Γρηγορίου Νύσσης, Κυρίλλου ᾿Αλεξανδρείας, Ωριγένους τε καὶ Φίλωνος τοῦ Καρπαθίου, Ἀπολλιναρίου, Ευσεβίου Καισαρείας, καὶ ἑτέρων διαφόρων, ήγουν Διδύμου, τοῦ ἁγίου Ἰσιδώρου, Θεοδωρήτου καὶ Δερμάτινος δὲ καὶ οὗτος καλλιγράφου μὲν καὶ ὀρθογράφου χειρὸς ἔργον, ἀλλ' οὐδ᾽ ἑαυτὴν, οὐδὲ μὴν καθ' δ ἔγραψε δηλωσάσης ἔτος· ἀποσπασμάτια δὲ τῶν τῆς Γραφῆς, εἴτουν τῆς Ὀκτατεύχου, τῶν Βαλι λειῶν, καὶ τῶν Παραλειπομένων περιέχων, ὁ λοιπὸς ὅλος τῶν εἰς αὐτὰ ἐξηγήσεων πλήρης, ὧν ἄγαν ὀλίγαι
col. 15–16page 2 of 2
PG 87:15πάντως τοῦ Προκοπίου, ὡς τῇ παραθέσει ἔγνωμεν, καὶ αὐτὴ ἡ τούτου ἐπιγραφὴ δηλοί. Τούτῳ οὖν, τῷ κώδικι τὸ ἡμέτερον ἀντίγραφον παραθέντες, ὅσα τῶν ὑπομνημάτων ἐν αὐτῷ οὐ προσῆν, ἀπὸ τοῦ κώδικος ἀναλεξάμεθα, πάνω ὀλίγα καταλείψαντες. Θεοῦ τὸ δύνασθαι χορηγήσαντος τὰς καταβεβλημένας ἐκ τῶν Πατέρων καὶ τῶν ἄλλων εἰς τὴν Οκτάτευχον εξηγήσεις συνελεξάμεθα ἐξ ὑπομνημάτων καὶ διαφόρων λόγων ταύτας ερανισάμενοι. Ἀλλ᾽ ἐπεὶ τὰς ῥήσεις αὐτὰς τῶν ἐκθεμένων ἐπὶ λέξεως ἐξεθέμεθα εἴτε σύμφωνοι πρὸς ἀλλήλους ἐτύγχανον εἴτε μὴ, καὶ πρὸς πλῆθος ἄπειρον ἡμῖν ἐντεῦθεν τὴ σύγγραμμα παρατείνετο, συνεῖδον νῦν πρὸς μέτρον συσταλὲς συνελεῖν τὴν γραφήν, ἐπειγόμενος εἰ μέν τι σύμφωνον ἅπασιν εἴρηται, τοῦτο προσάπαξ εἰπεῖν· εἰ δὲ διάφορον, καὶ τοῦτο συντόμως ἐκθέσθαι πρὸς τὰ διὰ πάντων συγγενέσθαι σῶμα τῆς συγγραφῆς, ὡς ἑνὸς καὶ μόνου τὰς ἁπάντ των ἡμῖν ἐκθεμένου φωνάς. Προσθήσομεν δέ τι καὶ ἔξωθεν εἰς τρανωτέραν ἔσθ' ὅτε παράστασιν.
Continue reading PG 87: Ang. Mai Præfatio →≣ entire volume