PG 31:484ΟΜΙΛΙΑ ΙΖ. Εἰς Βαρλαὰμ μάρτυρα. Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖς ἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφ τὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋσέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸν Σαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίων τελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰ τὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοις τοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ’ ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφαττόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆς πόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁ μάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ’ ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται· οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸ τῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ’ ἡμῖν ἤδη τὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοις εὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγηνεύοντες δήμους. Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πεπραγμένον.
PG 31:485Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυρος σάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε, συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκηρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον. Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ Δεσπότης· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνηκεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις· κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν. Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείας διδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλωτον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγόμενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ, οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑωρᾶτο· ἀλλ’ ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύλου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δήμιοι, ἀλλ’ ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ’ ὁ τοῦ ξεομένου λογισμὸς οὐκ ἐκάμπτετο.48%
HOMILIA IN BARLAAM MARTYREM.
Ειδάσκαλος ὃν εἷλκε μὲν τύραννος ὡς εὐάλω hodie invictus magister pietatis, quem ut prædam
τον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην
ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγόμενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ
συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ,
οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμός έωρᾶτο· ἀλλ᾽ ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύ
λου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ,
ἀλλ' οὐ τῇ γνώσει. Ἐνάρχησαν μαστίζοντες δήμια, ἀλλ' ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν
δ
ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ᾽ ὁ τοῦ ξεομένου
λογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστιγες ἁρμονίας παρέλυσαν, ἀλλ' ὁ τῆς πίστεως ἀκρι
βέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμενοι πλευ
καὶ δεδαπάνηντο, ἀλλ' ἡ τοῦ φρονήματος ἤνθει
φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο,
ἀλλ' ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ήκμαζεν.
Οταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προ
κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ
πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες
τέρπουσε μᾶλλον ἢ πλήττουσι. Μαρτυρεί μοι τῶν
ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ
Ἰουδαίων ἐργαζόμενος μάστιγας. Επορεύοντο γάρ,
φησί, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου,
ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν
ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης
ὑμνούμενος· εὐφροσύνην τὰς κολάσει; ἡγούμενος,
μέδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξ:· τὰς
τῆς ἀσεβείας αἰκίας δραπετεύων ώς βέλη, και
πνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος·
τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ
στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς
τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις
ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη διαπτύων γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλαπωτέρας δεχόμενος· κολαστήριον ξύλον ώς σωτήριον
ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λει
μῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων
ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν
κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολεμούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴν
τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ'
αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ
88 II Cor. XI, 6. ** Act. v, 41.
Antiqui duo libri et editi ή αήττητος τῆς εὐσεβείας διδασκαλία, male. Codices Combefisiaui &
αήττητος τῆς εὐσεβείας διδάσκαλος, bene, nec aliter
in nostro Reg. secundo legitur, nisi quod articulus
ante vocem αήττητος eo in libro non invenitur.
Paulo post idem Reg. secundus ὡς αιχμάλωτον
θήραμα.
Utraque editio et Reg. tertius μετὰ τὴν θή
ραν, post praedam, corrupte. At Colb. primus e
Reg. secundus μετὰ τὴν πείραν, post experimentum,
incorrupte.
Colb. primus τοῦ Παύλου. Articulus in editis
desideratur. Mox unus ms. ιδιώτης εἰμί.
Reg. primus διακοπτόμεναι πλευραί. Aliquanto post Colb. primus ἀγώνων ἁψάμενος, sensu
Don dissimili. Subinde in uno ms. pro πολέμων με
gitur πολεμίων
captu facilem tyrannus trahebat, sed expertus, eum
agnovit armigerum insuperabilem: quem deridebat
rustice loquentem, sed angelico robore vigentem
reformidavit. Nec enim una cum linguæ organo
barbarus erat animus, neque una cum syllabis
mens claudicare videbatur: sed alter erat Paulus,
cum Paulo dicens: Etsi imperitus sermone, sed non
scientia. Obtorpuerunt carnifices cædendo; sed
martyr inveniebatur vegetior. Fatiscebant lacerantium manus, sed ejus qui lacerabatur animus non
fectebatur; flagra compagem exsolverunt nervorum, sed fidei vigor tenacius astringebatur. Perfossa latera absumebantur: sed mentis philosophia
efflorebat. Enecta erat carnis illius pars major; at
quasi necdum certamina exorsus, vigebat. Cum enim
pietatis amor animam occupat, tum ipsa omne pugnarum genus irridet; et quicunque illam rei adamatæ causa cædunt, delectant magis quam excruciant. Testimonio mihi est illud 140 apostolorum
desiderium, quo Judæorum verbera olim suavia ipsis et grata reddebantur. Ibant enim, inquit, gaudentes a conspectu concilii, quod digni habiti essent
qui pro ejus nomine contumeliam paterentur s. Τalis est et ille miles qui hodie nobis celebratur. Hic
tormenta pro gaudio duxit: hic dum cæderetur, rosis peti se rebatur. Impietatis damna tanquam tela
fugiebat; judicis iram habebat pro fumi umbra.
Satellitum efferatos ordines irridebat, qui scilicet
ob pericula velut ob coronas tripudiaret. Plagis affectus perinde lætabatur, ac si honore afficeretur.
Suppliciis acrioribus ita exsultavit, quasi præmia
lautissima accepisset. Despuebat gladios nudos,
manus tortorum sustinebat tanquam cera molliores, supplicii lignum velut salutare osculabatur,
seplis carcerum ceu pratis gaudebat, excogitatis
tormentis veluti variis floribus oblectabatur. Dexteram habuit igne firmiorem: quod postremum
tormentum ei ab inimicis admotum est. Etenim libamen dæmonibus facturi ignem aræ cum imposuissent, adductum martyrem ante eam sistunt,
atque dextram supinam super allare protendere
jubentes, manu velut ærea ara abusi sunt, ardente
Colb. primus ὀνόματος Χριστοῦ κατηξ., στο
nomine Christi. Statim Reg. secundus ὁ σημερινὸς
ἡμῖν.
Utraque editio et duo mss. ἀσεβείας σκιας,
impietatis umbras. Colb. primus ἀσεβείας αἰκίας
impietatis damna, notas; et ita, opinor, legi praslal, ne vox σκιά bis continenter legatur. Μox idem
Codex ὡς στεφάνῳ.
Rursus idem Codex κλείσμασι δεσμωτη
ρίοις.
Utraque editio παρ' αὐτῷ. Antigui tres libri
παρ' αὐτόν. Μox utraque editio et Reg. tertius
χαλκῷ θυσιαστηρίῳ, ara area. Colb. primus et Reg.
secundus χαλκῷ θυμιατηρίῳ, thuribulo @reo. Suspi
cari fortasse quispiam possit hoc loco legendum esse
θυμιατηρίῳ, thuribulo; nec dilBlebimur videri lunc
vocem primo aspectu magis convenire: tamen cum
PG 31:486Τὰς τῶν νεύρων αἱ μάστιγες ἁρμονίας παρέλυσαν, ἀλλ’ ὁ τῆς πίστεως ἀκριβέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμεναι πλευραὶ δεδαπάνηντο, ἀλλ’ ἡ τοῦ φρονήματος ἤνθει φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο, ἀλλ’ ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν. Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες τέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶν ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ Ἰουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ, φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης ὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος, ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰς τῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, καπνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος· τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη διαπτύων γυμνούμενα·
χεῖρας δημίων ὡς κηροῦ μαλακωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριον ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λειμῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολεμούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴν τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ’ αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ τὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡς χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβανωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπιζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖσαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφήσειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψαμεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχαναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶ προσαγαγόντες σαλεύσωμεν. Ἀλλ’ οὐδὲ ταύτης οἱ δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξ τὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέφραν τὴν φλόγα βαστάζουσα.
PG 31:487Οὐκ ἔδωκε τῷ πολεμοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ ἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φωνάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύλους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέκετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶ καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ’ ἦν τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη, τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης, τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢ χειρὸς φιλονεικοτέρας πυρός ὢ χειρὸς, κάμπτεσθαι πυρὶ μὴ μαθούσης ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδαχθέντος Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδι χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι. Ἀλλ’ ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν Δεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα καλέσω;thure in ea maligne imposito. Sperabant enim fore, τὴν δεξιὰν ὑπτίαν επαιωρῆσαι κελεύσαντες, ὡς
ut vi ignis devicta manus thus in aram necessario
ac velociter excuteret. Heu varias impiorum præstigias! Quoniam, inquiunt, vulneribus innumeris animum pervicacis illius luctatoris non fleximus, illius
certe manum per flammam flectamus. Quoniam artibus diversis animum non concussimus, certe igni
admotam dexteram quatiamus. Sed ne illa quidem
spes his miseris profuit. Etenim flamma quidem
manum perrosit: sed tamen manus permansit
flammam quasi cinerem ferens. Non dedit tergum
sævienti igni fugitivorum in morem: sed immota
perstitit contra flaminam strenue dimicans, atque
martyri facultatem dans Prophetæ verba proferendi: Benedictus Dominus Deus meus, qui docet manus meas ad prælium, et digitos meos ad bellum s.
Ignis enim cum manu confligebat; sed ignis vincebatur. Flammam inter et dexteram martyris instruebatur lucta; sed dextera novam quamdam luctaminum victoriam habebat: quandoquidem per
mediam manum transeunte flamma, manus adhuc
ad luctam porrigebatur. Ο manum igne pertinaciorem! o manum ab igne flecti nesciam! o ignem a
manu vinci edoctum? Vi ignis ferrum emollitum
cedit: æs paret ignis potentie; vinci ab eodem et
lapidum durities solet. Nunc vero ignis vehementia
quæ domat omnia, dexteram exurens nequaquam
flexit.
χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβανωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ήλπιζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖ
σαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφήσειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας!
Ἐπειδὴ μυρίοις, φησί, τὴν γνώμην οὐκ ἐκάμψα
μεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου
παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχαναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρ
προσαγαγόντες σαλεύσωμεν. Αλλ' οὐδὲ ταύτης οι
δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλόξ
τὴν χεῖρα διέτρωγεν ἔμενε δὲ ἡ χεὶρ, ὡς τέφραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολεμοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ
άτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ
τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδούσα φω
νάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων
τὰς χεῖρας μου εἰς παράταξιν, καὶ τοὺς δακτυ
λους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέ
κετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης ευρίσκετο. Φλογί
καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ᾽ ἦν
τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη,
τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης,
τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ω
χειρὸς φιλονεικοτέρας πυρός! ὦ χειρός, κάμπτεσθαι
πυρὶ μὴ μαθούσης! ὦ πυρὸς, ἡττᾶσθαι χειρὶ διδαχθέντος! Σίδηρος τῇ τοῦ πυρὸς εἶχει τυραννίδι
χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι.
Αλλ' ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων.
5. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν
Δεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς
δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με,
καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε
τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; 'Ανδριάντα και
λέσω; Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν
γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν
ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. "Αν σιδηροῦν
ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω
λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος έπεισας φλόγα μὴ
βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον
δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων
ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ
χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας νῦν
δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυφλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν
3. Ob id jure optimo posset martyr ad Dominum
clamare: Tenuisti manum dexteram meam, 141 et
in voluntate tua deduxisti me, et cum gloria suscepisti me 88. Quomodo te, o strenue Christi miles, appellabo? Vocabo statuam? Sed multum imminuero
tuam constantiam. Ignis enim receptam in se statuam emollit: dexteram vero tuam, ut saltem moveri videretur, non adegit. Ferreumne nominabo?
Sed hanc similitudinem fortitudine tua reperio iu -
feriorem. Nam tu solus flammæ suasisti, ut ne
manum domaret: tu solus habuisti dexteram ara
loco; tu solus ardente dextra dæmonum facies alapis percussisti, et tunc quidem in prunas commutata manu, eorum capita colliquefecisti; nunc vero
ea in cineres redacta, ipsorum exercitus calcans
excæcas. Quid autem puerili balbutie victorem
57 Psal. CXLIII, 1. 68 Psal. LXX, 24.
ΤΟΣ
το θυσιαστηρίῳ in sequentibus repetatur, nec tunc
mss. ab editis dissideant, potius θυσιαστηρίῳ legi
debere arbitramur. Nec quanquam moveat
ara, cum nomine aræ intelligi possit ara parva,
quæ non ita multum magnitudine a thuribulo differrel: qua de re aliorum erit judicium.
Colb. primus et alter μυρίοις τισὶ τήν. Hoc
ipso in loco mss. tres οὐκ ἐκλάσαμεν. Editio utraque οὐκ ἐκάμψαμεν, eodem sensu.
Colb. primus χεῖρα διέτρησεν, manum perforavit. Lectio satis idonea. Ibidem Reg. primus
ἔμεινε.
Reg. primus ἔτι τετραμμένης. Μox utraque
editio κάμπτεσθαι πυρός, male. At mss. πυρί, bene.
Nec ita multo infra duo mss. τῇ τῆς φλογὸς εἶχει.
Utraque editio τὸ μέν, depravate: at in mss.
emendate legitur τὸν μὲν, ἀνδριάντα videlicet. Aliquanto infra editio Paris. et Reg. secundus ἂν σίδηρον, vocabone ferrum? Editio Basil. ἂν σιδηροῦν,
vocabone ferreum, bene.
Editi et Reg. tertius συγκατέτηξας, colliquefecisti. Alii tres mss. aut etiam tribus plures συγκατέφλεξας, combussisti. Poterit ad suum quisque
arbitrium hoc aut illo modo legere, cum utraque
scriptura satis apta esse videatur.
PG 31:488Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦν ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴ βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦν δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυφλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν ἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραις τοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ’ αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ’ ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ’ ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον νίκην ἡττώμενος.
PG 31:489Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ’ ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Second witness · khazarzar edition
In Barlaam martyrem ΟΜΙΛΙΑ ΙΖʹ. Εἰς Βαρλαὰμ μάρτυρα. Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι κοπετοῖς ἐκοσμοῦντο καὶ δάκρυσιν· ἔκλαυσε σφοδρῶς Ἰωσὴφ τὸν Ἰακὼβ τεθνεῶτα, ἐκόψαντο καὶ τὴν Μωϋ σέως τελευτὴν οὐ μικρῶς Ἰουδαῖοι· πολλοῖς καὶ τὸν Σαμουὴλ τετιμήκασι δάκρυσι· νῦν δὲ ταῖς τῶν ὁσίων τελευταῖς ἐνσκιρτῶμεν. Ἡ γὰρ τῶν λυπηρῶν μετὰ τὸν σταυρὸν μεταβέβληται φύσις. Οὐκέτι θρήνοις τοὺς τῶν ἁγίων δορυφοροῦμεν θανάτους, ἀλλ' ἐνθέοις χορείαις τοῖς ἐκείνων ἐπορχούμεθα τάφοις. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος. Μᾶλλον δὲ πρὸς κρείττονα ζωὴν ἐκδημία. Ἐντεῦθεν σκιρτῶσι σφαττόμενοι μάρτυρες. Ὁ γὰρ τῆς μακαριωτέρας ζωῆς πόθος τὴν τῆς σφαγῆς ὀδύνην νεκρὰν ἀπεργάζεται. Οὐ βλέπει τοὺς κινδύνους, ἀλλὰ τοὺς στεφάνους ὁ μάρτυς· οὐ φρίττει τὰς πληγὰς, ἀλλ' ἀριθμεῖ τὰ βραβεῖα· οὐχ ὁρᾷ τοὺς κάτω μαστιγοῦντας δημίους, ἀλλὰ τοὺς ἄνωθεν εὐφημοῦντας ἀγγέλους φαντάζεται· οὐ σκοπεῖ τῶν κινδύνων τὸ πρόσκαιρον, ἀλλὰ τὸ τῶν ἐπάθλων αἰώνιον. Λαμπρὸν καὶ παρ' ἡμῖν ἤδη τὸν ἀῤῥαβῶνα καρποῦνται, ταῖς παρὰ πάντων ἐνθέοις εὐφημίαις κροτούμενοι, καὶ μυρίους ἐκ τάφων σαγη νεύοντες δήμους. Τοῦτο δὴ τὸ τῷ γενναίῳ τήμερον Βαρλαὰμ πε πραγμένον. Ἤχησε γὰρ ἡ πολεμικὴ τοῦ μάρτυρος σάλπιγξ, καὶ τοὺς τῆς εὐσεβείας ὁπλίτας, ὡς ὁρᾶτε, συνήγαγεν. Ὁ τοῦ Χριστοῦ κείμενος ἀθλητὴς ἐκη ρύχθη, καὶ τὸ τῆς Ἐκκλησίας ἀνεπτέρωσε θέατρον. Καὶ ὡς ἔλεγε τῶν πιστῶν ὁ Δεσπότης· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· τέθνη κεν ὁ γενναῖος Βαρλαὰμ, καὶ συγκροτεῖ πανηγύρεις· κατανάλωται τάφῳ, καὶ συγκαλεῖ πρὸς ἑστίασιν. Νῦν ἡμῖν ἀναβοῆσαι καιρός· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἄγροικος ἡμῖν σήμερον ὁ ἀήττητος τῆς εὐσεβείας 31.485 διδάσκαλος, ὂν εἷλκε μὲν τύραννος ὡς εὐάλω τον θήραμα, ἔγνω δὲ μετὰ τὴν πεῖραν ὁπλίτην ἀχείρωτον· ὃν ἐγέλα μὲν παρακεκομμένα φθεγγό μενον, ἔφριξε δὲ ἀγγελικὰ νεανιευόμενον. Οὐ γὰρ συνεβαρβάριζεν ὁ τρόπος τῷ τῆς γλώττης ὀργάνῳ, οὐδὲ ταῖς συλλαβαῖς συγχωλεύων ὁ λογισμὸς ἑω ρᾶτο· ἀλλ' ἦν δεύτερος Παῦλος, μετὰ τοῦ Παύ λου φθεγγόμενος· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐνάρκησαν μαστίζοντες δή μιοι, ἀλλ' ἀκμαιότερος ὁ μάρτυς εὑρίσκετο· αἱ τῶν ξεόντων ἐξενευρίζοντο χεῖρες, ἀλλ' ὁ τοῦ ξεομένου λογισμὸς οὐκ ἐκάμπτετο. Τὰς τῶν νεύρων αἱ μάστι γες ἁρμονίας παρέλυσαν, ἀλλ' ὁ τῆς πίστεως ἀκρι βέστερον ἐπεσφίγγετο τόνος. Διασκαπτόμεναι πλευ ραὶ δεδαπάνηντο, ἀλλ' ἡ τοῦ φρονήματος ἤνθει φιλοσοφία. Τῆς σαρκὸς αὐτοῦ τὸ πλέον νενέκρωτο, ἀλλ' ὡς μήπω τῶν ἀγώνων ἀρξάμενος ἤκμαζεν. Ὅταν γὰρ ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προ κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξέοντες τέρπουσι μᾶλλον ἢ πλήττουσι. Μαρτυρεῖ μοι τῶν ἀποστόλων ὁ πόθος, τερπνὰς αὐτοῖς ποτε τὰς παρὰ Ἰουδαίων ἐργαζόμενος μάστιγας. Ἐπορεύοντο γὰρ, φησὶ, χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Τοιοῦτος καὶ ὁ σήμερον ἡμῖν ὁπλίτης ὑμνούμενος· εὐφροσύνην τὰς κολάσεις ἡγούμενος, ῥόδοις τισὶ βάλλεσθαι νομίζων ταῖς μάστιξι· τὰς τῆς ἀσεβείας αἰκίας δραπετεύων ὡς βέλη, κα πνοῦ σκιὰν τὸν δικαστικὸν θυμὸν λογιζόμενος· τάγματα δορυφόρων ἀπηγριωμένα γελῶν· ὡς ἐπὶ στεφάνοις τοῖς κινδύνοις χορεύων· ταῖς πληγαῖς ὡς τιμαῖς εὐφραινόμενος· ταῖς σφοδροτέραις τιμωρίαις ὡς βραβείοις ἐνσκιρτῶν λαμπροτέροις· ξίφη δια πτύων
γυμνούμενα· χεῖρας δημίων ὡς κηροῦ μαλα κωτέρας δεχόμενος· κολαστήριον ξύλον ὡς σωτήριον ἀσπαζόμενος· κλείσμασι δεσμωτηρίων ὡς λειμῶσι τερπόμενος· βασάνων ἐπινοίαις ὡς ἀνθέων ποικιλίαις ἡδόμενος· πυρὸς εὐτονωτέραν δεξιὰν κεκτημένος· ὃ δὴ τελευταῖον αὐτῷ παρὰ τῶν πολε μούντων προσῆκτο μηχάνημα. Βωμὸν γὰρ πρὸς τὴν τῶν δαιμόνων σπονδὴν ἀνακαύσαντες, ἱστᾶσι παρ' αὐτῷ ἀγαγόντες τὸν μάρτυρα, καὶ τῷ βωμῷ 31.488 τὴν δεξιὰν ὑπτίαν ἐπαιωρῆσαι κελεύσαντες, ὡς χαλκῷ θυσιαστηρίῳ τῇ χειρὶ κατεχρήσαντο, λιβα νωτὸν αὐτῇ κακούργως ἐνθέντες φλεγόμενον. Ἤλπι ζον γὰρ τῇ τοῦ πυρὸς βίᾳ τὴν χεῖρα καταπαλαισθεῖ σαν, ἀνάγκῃ τῷ βωμῷ ταχέως λιβανωτὸν ἐπαφή σειν. Φεῦ τῆς πολυπλόκου τῶν ἀσεβῶν μαγγανείας! Ἐπειδὴ μυρίοις, φησὶ, τὴν γνώμην οὐκ ἐκάμψα μεν τραύμασι, κάμψωμεν ἐν φλογὶ τοῦ φιλονείκου παλαιστοῦ κἂν τὴν χεῖρα. Ἐπειδὴ ποικίλαις μηχα ναῖς τὴν ψυχὴν οὐκ ἐσείσαμεν, τὴν δεξιὰν γοῦν πυρὶ προσαγαγόντες σαλεύσωμεν. Ἀλλ' οὐδὲ ταύτης οἱ δείλαιοι τῆς ἐλπίδος ἀπώναντο. Ἡ μὲν γὰρ φλὸξ τὴν χεῖρα διέτρωγεν· ἔμενε δὲ ἡ χεὶρ, ὡς τέ φραν τὴν φλόγα βαστάζουσα. Οὐκ ἔδωκε τῷ πολε μοῦντι πυρὶ κατὰ τοὺς φυγάδας τὰ νῶτα, ἀλλὰ ἄτρεπτος εἱστήκει κατὰ φλογὸς ἀριστεύουσα, καὶ τὰς τοῦ Προφήτου λέγειν τῷ μάρτυρι διδοῦσα φω νάς· Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, καὶ τοὺς δακτύ λους μου εἰς πόλεμον. Πῦρ γὰρ χειρὶ συνεπλέ κετο, καὶ τοῦ πυρὸς τὰ τῆς ἥττης εὑρίσκετο. Φλογὶ καὶ μάρτυρος δεξιᾷ συνεκροτεῖτο πάλη, ἀλλ' ἦν τῆς δεξιᾶς καινή τις τῶν παλαισμάτων ἡ νίκη, τῆς μὲν φλογὸς διὰ μέσου τῆς χειρὸς ἐκπιπτούσης, τῆς χειρὸς δὲ ἔτι τεταμένης πρὸς πάλην. Ὢ χειρὸς φιλονεικοτέρας πυρός! ὢ χειρὸς, κάμπτεσθαι πυρὶ μὴ μαθούσης! ὢ πυρὸς, ἡττᾶσθαι χειρὶ διδα χθέντος! Σίδηρος τῇ τοῦ πυρὸς εἴκει τυραννίδι χαυνούμενος· χαλκὸς τῇ τοῦ πυρὸς παραχωρεῖ δυναστείᾳ· οἶδε τούτῳ καὶ λίθων ἀντιτυπία νικᾶσθαι. Ἀλλ' ὁ πάντα τοῦ πυρὸς βιαζόμενος τόνος μάρτυρος τὴν δεξιὰν τεταμένην οὐκ ἔκαμψε κατακαίων. Εἰκότως ἂν ὁ μάρτυς ἐπὶ τούτῳ πρὸς τὸν Δεσπότην βοήσειεν· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. Τί σε, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα, προσείπω; Ἀνδριάντα κα λέσω; Πολύ σε τῆς καρτερίας ἠλάττωσα. Τὸν μὲν γὰρ πῦρ μαλάττει δεξάμενον· σοῦ δὲ τὴν δεξιὰν ὀφθῆναι μόνον κινουμένην οὐκ ἔπεισεν. Ἂν σιδηροῦν ὀνομάσω, καὶ τὴν τοιαύτην τῆς σῆς ἀνδρίας εὑρίσκω λειπομένην εἰκόνα. Σὺ γὰρ μόνος ἔπεισας φλόγα μὴ βιάζεσθαι χεῖρα· σὺ μόνος ἐκτήσω θυσιαστήριον δεξιάν· σὺ μόνος δεξιᾷ φλεγομένῃ τὰ τῶν δαιμόνων ἐῤῥάπισας πρόσωπα, καὶ τότε μὲν ἀπηνθρακωμένῃ χειρὶ τὰς ἐκείνων κεφαλὰς συγκατέτηξας· νῦν δὲ τεφρωθείσῃ ταύτῃ τὰς αὐτῶν στρατιὰς ἀποτυφλοῖς καταπατῶν. Ἀλλὰ τί παιδικοῖς ἐλαττῶ τὸν 31.489 ἀριστέα ψελλίσμασι; Ταῖς μεγαλοπρεπεστέραις τοίνυν τὸν εἰς αὐτὸν ὕμνον παραχωρήσωμεν γλώτταις· τὰς μεγαλοφωνοτέρας τῶν διδασκάλων ἐπ' αὐτῷ καλέσωμεν σάλπιγγας. Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις. Ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ· χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον νίκην ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην· ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες, καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι. Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.