PG 59:521Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ. α. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ-γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπε-ζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ’ ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ591 SPURIA. ἐξενοδόχησας αὐτόν, καὶ πάσῃ τῇ στολή σου κατεκόσμη- σας, καὶ τῷ χρυσῷ δακτυλίω περιήστραψας, καὶ τοῖς ὑποδήμασι περιέφραξας 4, καὶ τὴν ἐκκλησίαν ἡνέωξας, καὶ τὴν τράπεζαν ἐκαλλώπισας, καὶ τοὺς κρατήρας ἐπλήρωσας, καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας, καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας, καὶ τοὺς ἀγγέλους χορεύειν ἐποίησας, καὶ ξένον οὐρανοῦ καὶ γῆς συμπόσιον συνεκρότησας· καὶ τοιαύτας δωρεάς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος, καὶ τὴν εὐγένειαν καθυβρίσαντι. [58] Τί είπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος; Ελεεῖς, Κύριε, πάν- τας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀν- θρώπων εἰς μετάνοιαν. ῾Ο δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτ τῷ· Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ. Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ· σὺ τῆς Ἐκκλησίας τῆς ἐμῆς οὐκ ἀπεσκίρτησας· σὺ ψαλμοῖς καὶ ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν ἀγγέλων ἐντυγχά- νεις διαπαντός· σὺ τῷ θυσιαστηρίω παριστάμενος, μετά παρρησίας βοᾷς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ- ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Οὗτος δὲ προσο ἦλθέ μοι κατακεκριμένος, κατησχυμμένος, τὸ πρόσω ωπον ὠθῶν εἰς τὴν γῆν, καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς ἀνεβόησε Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆς και υἱός σου· ποίησόν με ὡς ἕνα των μισθίων σου. Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἡδυνάμην μή ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δέκασον ὁ θυμούμενος. 'Αλλ' οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἁπάν θρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς τὸς, τὸ στε ρέωμα σὸν, ὁ ἥλιος δαδούχος σας, ἡ σελήνη θεραπαίνη σή, οἱ ἀστέρες λαμπτῆρες σου, ὁ ἀὴρ τροφεύς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σά, ὁ κόσμος σός, ἡ Ἐκκλησία σὴν τὸ θυσιαστήριον σὸν, ο μόσχος ὁ σιτευτός σας, ἡ θυσία ση, οἱ ἄγγελοι σοί, οἱ ἀπόστολοι σοί, οἱ μάρτυρες σοί· τα παρόντα σά, τὰ μέλλοντα σά, ἡ ἀνάστασις σή, ἡ ἀθανα σία σή, ἡ ἀφθαρσία σή, ἡ βασιλεία τῶν οὐρανῶν σή, · πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά. Μὴ τὰ σὰ ἀπὸ ήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος ; οὐχ ὅμοιός εἰμι καὶ σου κακείνου πατήρ ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωήν, κἀκεῖνον διά τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον • Quidam περιεσφράγισας. 522 διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρη ναι σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τις βλέπων νε κρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται; καὶ τὶς εὐρὼν & ἀπώλεσεν, οὐκ ἀγάλλεται ; Δεῦρο καὶ σύ, υἱέ μου, συν ευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέ λοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμ ψαλλε τῷ Δαυΐδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει· Μακάριοι ὧν ἀφέθησαν al ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακά- ριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοτών ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πώς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον. Αὐτῷ τοίνυν προσφύγωμεν μετά καθαράς καρδίας. Δεῦτε, κοινῇ φωνῇ βοήσωμεν πρὸς αὐτόν· Δέσποτα, Κύριε φιλ άνθρωπε, μονογενές Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ θαῤῥοῦμεν τοῖς σοῖς οἰκτιρμοῖς· ἔχομεν ὅμηρα τῆς σῆς φιλανθρωπίας τὸν τίμιον σταυρόν, ὃν ὑπέμεινας δι' ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγ χνίας τήν ποτε πόρνην, καὶ τόν ποτε λῃστὴν b. Διὰ τοῦ των γὰρ καὶ ἡμεῖς καὶ πάντες οἱ ἁμαρτωλοὶ προτρεπό μεθα προστρέχειν τῇ σῇ φιλανθρωπία. Ὡς ἐκείνους ἀοι - δίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προς πίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησας νεκρούς σταυρω θεὶς, καὶ ο ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολύ λήν του φιλανθρωπίαν ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετά τῶν ἀπολυτρωσαμένων τῆς τῆς ἀναστάσεως. Ταύτα λέγοντες, επιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ Δε σπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενη θήτω ὑμῖν. Καὶ [59] ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον απορρίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιο νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ο Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέωκται, τὰ φάρμακα πρέκειν· ται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλω ται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται. Μακάριοι οἱ και ταξιούμε οι φορέσαι την στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δα ψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγου σα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων 4, χορεύοντες καὶ σκιρτώντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κρατος, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. [userunt alii καὶ τόν ποτε τελώνην, καὶ τόν ποτεδιώκτην. • Alii οὕτω καί. d Alii add. τῆς πίστεως. Εἰς τὴν ὄρχησιν τῆς Ηρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ. α'. "Ωσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ- γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρα παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε την Ηρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κώμον ἀνδρῶν παραφρόνων, καὶ τράπες ζαν ἐναγῆ, καὶ δώρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ενεὸς γὰρ γίνομαι, ἀγαπητοί, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ηρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, του ο τοιαῦτα δεδρακότος πράγματα 4. Ἐν ἐκείνῳ, φησί, τῷ καιρῷ ήκουσεν Ηρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ιωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ομολογεῖ τοῦ προφήτου τον φόνον, δν οὐ δύ καται ψεύσασθαι· καὶ ᾔδει ἐν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος. Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Η συνειδήσεως κακῆς· ἐπὶ οἰῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ ; ὦ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρα, καὶ κολαζούσης ἕως θανά • Reg. δεδρακότος δράματα,
PG 59:522τοιαῦτα δεδρακότος πράγματα. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύ-ναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος. Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Ὢ συνειδήσεως κακῆς· ἐπὶ οἱῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ; ὢ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρᾷ, καὶ κολαζούσης ἕως θανά-591 SPURIA. ἐξενοδόχησας αὐτόν, καὶ πάσῃ τῇ στολή σου κατεκόσμη- σας, καὶ τῷ χρυσῷ δακτυλίω περιήστραψας, καὶ τοῖς ὑποδήμασι περιέφραξας 4, καὶ τὴν ἐκκλησίαν ἡνέωξας, καὶ τὴν τράπεζαν ἐκαλλώπισας, καὶ τοὺς κρατήρας ἐπλήρωσας, καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας, καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας, καὶ τοὺς ἀγγέλους χορεύειν ἐποίησας, καὶ ξένον οὐρανοῦ καὶ γῆς συμπόσιον συνεκρότησας· καὶ τοιαύτας δωρεάς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος, καὶ τὴν εὐγένειαν καθυβρίσαντι. [58] Τί είπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος; Ελεεῖς, Κύριε, πάν- τας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀν- θρώπων εἰς μετάνοιαν. ῾Ο δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτ τῷ· Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ. Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ· σὺ τῆς Ἐκκλησίας τῆς ἐμῆς οὐκ ἀπεσκίρτησας· σὺ ψαλμοῖς καὶ ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν ἀγγέλων ἐντυγχά- νεις διαπαντός· σὺ τῷ θυσιαστηρίω παριστάμενος, μετά παρρησίας βοᾷς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ- ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Οὗτος δὲ προσο ἦλθέ μοι κατακεκριμένος, κατησχυμμένος, τὸ πρόσω ωπον ὠθῶν εἰς τὴν γῆν, καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς ἀνεβόησε Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆς και υἱός σου· ποίησόν με ὡς ἕνα των μισθίων σου. Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἡδυνάμην μή ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δέκασον ὁ θυμούμενος. 'Αλλ' οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἁπάν θρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς τὸς, τὸ στε ρέωμα σὸν, ὁ ἥλιος δαδούχος σας, ἡ σελήνη θεραπαίνη σή, οἱ ἀστέρες λαμπτῆρες σου, ὁ ἀὴρ τροφεύς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σά, ὁ κόσμος σός, ἡ Ἐκκλησία σὴν τὸ θυσιαστήριον σὸν, ο μόσχος ὁ σιτευτός σας, ἡ θυσία ση, οἱ ἄγγελοι σοί, οἱ ἀπόστολοι σοί, οἱ μάρτυρες σοί· τα παρόντα σά, τὰ μέλλοντα σά, ἡ ἀνάστασις σή, ἡ ἀθανα σία σή, ἡ ἀφθαρσία σή, ἡ βασιλεία τῶν οὐρανῶν σή, · πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά. Μὴ τὰ σὰ ἀπὸ ήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος ; οὐχ ὅμοιός εἰμι καὶ σου κακείνου πατήρ ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωήν, κἀκεῖνον διά τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον • Quidam περιεσφράγισας. 522 διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρη ναι σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τις βλέπων νε κρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται; καὶ τὶς εὐρὼν & ἀπώλεσεν, οὐκ ἀγάλλεται ; Δεῦρο καὶ σύ, υἱέ μου, συν ευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέ λοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμ ψαλλε τῷ Δαυΐδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει· Μακάριοι ὧν ἀφέθησαν al ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακά- ριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοτών ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πώς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον. Αὐτῷ τοίνυν προσφύγωμεν μετά καθαράς καρδίας. Δεῦτε, κοινῇ φωνῇ βοήσωμεν πρὸς αὐτόν· Δέσποτα, Κύριε φιλ άνθρωπε, μονογενές Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ θαῤῥοῦμεν τοῖς σοῖς οἰκτιρμοῖς· ἔχομεν ὅμηρα τῆς σῆς φιλανθρωπίας τὸν τίμιον σταυρόν, ὃν ὑπέμεινας δι' ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγ χνίας τήν ποτε πόρνην, καὶ τόν ποτε λῃστὴν b. Διὰ τοῦ των γὰρ καὶ ἡμεῖς καὶ πάντες οἱ ἁμαρτωλοὶ προτρεπό μεθα προστρέχειν τῇ σῇ φιλανθρωπία. Ὡς ἐκείνους ἀοι - δίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προς πίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησας νεκρούς σταυρω θεὶς, καὶ ο ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολύ λήν του φιλανθρωπίαν ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετά τῶν ἀπολυτρωσαμένων τῆς τῆς ἀναστάσεως. Ταύτα λέγοντες, επιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ Δε σπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενη θήτω ὑμῖν. Καὶ [59] ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον απορρίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιο νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ο Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέωκται, τὰ φάρμακα πρέκειν· ται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλω ται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται. Μακάριοι οἱ και ταξιούμε οι φορέσαι την στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δα ψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγου σα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων 4, χορεύοντες καὶ σκιρτώντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κρατος, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. [userunt alii καὶ τόν ποτε τελώνην, καὶ τόν ποτεδιώκτην. • Alii οὕτω καί. d Alii add. τῆς πίστεως. Εἰς τὴν ὄρχησιν τῆς Ηρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ. α'. "Ωσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ- γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρα παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε την Ηρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κώμον ἀνδρῶν παραφρόνων, καὶ τράπες ζαν ἐναγῆ, καὶ δώρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ενεὸς γὰρ γίνομαι, ἀγαπητοί, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ηρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, του ο τοιαῦτα δεδρακότος πράγματα 4. Ἐν ἐκείνῳ, φησί, τῷ καιρῷ ήκουσεν Ηρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ιωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ομολογεῖ τοῦ προφήτου τον φόνον, δν οὐ δύ καται ψεύσασθαι· καὶ ᾔδει ἐν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος. Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Η συνειδήσεως κακῆς· ἐπὶ οἰῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ ; ὦ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρα, καὶ κολαζούσης ἕως θανά • Reg. δεδρακότος δράματα,
PG 59:523του, καὶ μετὰ θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; Ὅτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκηράτῳ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμ-πων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ’ αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ’ ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν ( Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλω-ται ), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; Ἄνδρα δί-καιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀν-θρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τὴν τῶν ἡδονῶν ὑπηρέτην, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ τῶν τοῦ κόσμου ἐκέχρητο. Ὤκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ’ ὑπὸ πέτραν αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίπ-που τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρ-τίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμέ-νον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυ-νόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ’ ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι. Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φό-νον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κά-κιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ’ ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέ-ψεις. Ἀνθ’ ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖ-ραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν κα-λῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύ-χνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συν-έτριψε. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ’ οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγοβόλος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων·523 IN SALTATIONEM HERODIADIS, ETC.
IN SALTATIONEM HERODIADIS, ETC.
524
του $^\text{a}$, καὶ μετὰ [40] θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; "Οτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκρατήτῳ $^\text{b}$ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ' αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ' ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (Ὧι γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; "Ανδρα δίκαιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀνθρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τῇ τῶν ἡδονῶν ὑπηρετῇν $^\text{c}$, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ $^\text{e}$ τῶν τοῦ κόσμου ἐκέχρητο. Ὤκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ' ὑπὸ πέτραν αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμένον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ' ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλήσαι. Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φόνον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἡδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἀνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθείς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθείς, τὸν πρόδρομον τῆς ἡμέρας, ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν καλῶς ὀδονχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύχνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ [41] συνέτριψε $^\text{d}$. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ' οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγόβολος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐξαδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτόν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο. Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ καταβάσεως γεγονὼς, καὶ ἀκουστής τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν;
β'. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλεται ἄγγελον ἐνδυναμώσας εἰς τὴν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάντας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίηκε; Διὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ Δεσπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώδης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομένων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκλύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς φησι· Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυσὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου. Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ' οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα τιμήσῃ, ἀλλ' ἵνα τὸν ἔλεγχον ἀποκτείνουσα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν $^\text{a}$ ἁμαρτίαν. Ἀκούσας δὲ ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι' εὐλάβειαν ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ' ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπειλημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τῇ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησάμενος ὅθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ' ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν $^\text{1}$, ὃν κεράσται [42] καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυσοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦτον χεὶρ δημία ἀπέτεμεν, οὗ φρίξασα τὸ ἀγγελοειδὲς αὐτοῦ πρόσωπον, οὐδὲ τρεμάσασα αὐτοῦ τὸ πρόσωπον στιλπνότητα; θεοειδεῖς ἀποπέμπον. Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου $^\text{b}$ (οὐ γὰρ ἐπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βόωσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ' ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ' ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὢ παράνομε τύραννε,
$^\text{a}$ Reg. οἰῳδήποτε φόνῳ· οὐχ ὅτι ἐπὶ τοιούτῳ φόνῳ, ᾧ αὐτὸς ἑαυτῷ μαρτυρεῖ. Ὧι συνειδήσεως κακῆς ψυχῇ μιαρᾷ συζῶσα ἕως θανάτου. Et infra κρίνουσα.
$^\text{b}$ Ἀκρατήτῳ marg. Savil.
$^\text{c}$ Forte ὑπηρετεῖν.
$^\text{e}$ Reg. οὐδενὸς.
$^\text{d}$ Reg. συνέτριψε.
$^\text{a}$ Alii ἐπὶ τῷ κακῷ.
$^\text{1}$ Alii ἐτρόμασαν. Infra Savil. καμαρεύουσαι. Morel. καματεύουσαι.
$^\text{b}$ Additur in marg. Savil. αἷμα οὐ στάζουσα.
Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ523 IN SALTATIONEM HERODIADIS, ETC.

PG 59:524ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο. Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύ-ριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ κατα-βάσεως γεγονὼς, καὶ ἀκουστὴς τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα-πητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν; β. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλε-ται ἄγγελον ἐνδυναμώσας εἰς τὸν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάν-τας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίη-κε; Διὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ Δε-σπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώ-δης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομέ-νων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύ-ψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκ-λύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρός φησι· Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν-νου. Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυ-σὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου. Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ’ οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα τιμήσῃ, ἀλλ’ ἵνα τὸν ἔλεγχον ἀποκτείνασα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν ἁμαρ-τίαν. Ἀκούσας δὲ Ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι’ εὐλάβειαν. ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ’ ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπει-λημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τὸ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον Διὰ τοὺς ὅρκους καὶ τοὺς συνανα-κειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησά-μενος δῆθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, Πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ’ ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κα-κῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆ-ρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύου-σαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυ-σοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦ-τον χεὶρ δημία ἀπέτεμεν, οὐ φρίξασα τὸ ἀγγελοειδὲς αὐ-τοῦ πρόσωπον, οὐδὲ τρομάσασα αὐτοῦ τὸ πρόσωπον στιλ-πνότητας θεοειδεῖς ἀποπέμπον. Ἀλλ’ οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου (οὐ γὰρ ἔπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βοῶσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ’ ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ’ ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὦ παράνομε τύραννε,523 IN SALTATIONEM HERODIADIS, ETC.
IN SALTATIONEM HERODIADIS, ETC.
524
του $^\text{a}$, καὶ μετὰ [40] θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; "Οτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκρατήτῳ $^\text{b}$ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ' αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ' ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (Ὧι γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; "Ανδρα δίκαιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀνθρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τῇ τῶν ἡδονῶν ὑπηρετῇν $^\text{c}$, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ $^\text{e}$ τῶν τοῦ κόσμου ἐκέχρητο. Ὤκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ' ὑπὸ πέτραν αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρτίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμένον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ' ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλήσαι. Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φόνον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἡδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἀνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθείς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθείς, τὸν πρόδρομον τῆς ἡμέρας, ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν καλῶς ὀδονχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύχνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ [41] συνέτριψε $^\text{d}$. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ' οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγόβολος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐξαδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτόν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο. Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ καταβάσεως γεγονὼς, καὶ ἀκουστής τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν;
β'. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλεται ἄγγελον ἐνδυναμώσας εἰς τὴν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάντας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίηκε; Διὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ Δεσπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώδης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομένων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκλύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς φησι· Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυσὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου. Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ' οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα τιμήσῃ, ἀλλ' ἵνα τὸν ἔλεγχον ἀποκτείνουσα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν $^\text{a}$ ἁμαρτίαν. Ἀκούσας δὲ ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι' εὐλάβειαν ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ' ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπειλημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τῇ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησάμενος ὅθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ' ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν $^\text{1}$, ὃν κεράσται [42] καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυσοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦτον χεὶρ δημία ἀπέτεμεν, οὗ φρίξασα τὸ ἀγγελοειδὲς αὐτοῦ πρόσωπον, οὐδὲ τρεμάσασα αὐτοῦ τὸ πρόσωπον στιλπνότητα; θεοειδεῖς ἀποπέμπον. Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου $^\text{b}$ (οὐ γὰρ ἐπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βόωσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ' ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ' ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὢ παράνομε τύραννε,
$^\text{a}$ Reg. οἰῳδήποτε φόνῳ· οὐχ ὅτι ἐπὶ τοιούτῳ φόνῳ, ᾧ αὐτὸς ἑαυτῷ μαρτυρεῖ. Ὧι συνειδήσεως κακῆς ψυχῇ μιαρᾷ συζῶσα ἕως θανάτου. Et infra κρίνουσα.
$^\text{b}$ Ἀκρατήτῳ marg. Savil.
$^\text{c}$ Forte ὑπηρετεῖν.
$^\text{e}$ Reg. οὐδενὸς.
$^\text{d}$ Reg. συνέτριψε.
$^\text{a}$ Alii ἐπὶ τῷ κακῷ.
$^\text{1}$ Alii ἐτρόμασαν. Infra Savil. καμαρεύουσαι. Morel. καματεύουσαι.
$^\text{b}$ Additur in marg. Savil. αἷμα οὐ στάζουσα.
PG 59:525οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ σοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέ-κνων ἐν Βηθλεὲμ γεγονυῖα σφαγὴ, ὅτε πατέρων καὶ μη-τέρων ὀλολυγμοὶ ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀνα-βρύουσαι ἐνίκων πηγάς; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτή-ρων ἐπέμπετο; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ-κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτ-θισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυ-σεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους ψυχὰς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα825 SPURIA.' οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ τοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέ κνων ἐν Βηθλεὲμ γεγονυία σφαγὴ, ὅτε πατέρων καὶ μη- τέρων ὀλολυγμοί ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι ; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀνα- βρύουσαι ενίκων πηγάς ; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτή- ρων ἐπέμπετο ; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ- κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτ θισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυ- σεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους ψυχάς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε ; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλώσσα τρανὴ ὑπῆρχεν, οὔτε ὁδόντες ἐν τῷ στόματι, ἵνα * Forte ἐκείνου, inquit Savil. 526 τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψα σιν; Οὐκ ήρκεσεν ἐκείνων · ἡ τοσαύτη ὠμότης. Α καὶ σὺ τὸ ἀσπλαγχνον ἐκείνου μιμησάμενος, Ιωάννην ἀπέτεμες, οὗ μιας τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόν νους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλη- σίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι ; λέγει Κύριος. Ὦ πόλις αἱμάτων, ἐν ᾗ Ηρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Υπὸ καὶ τοῖς τρόποις ὅμοιος. Οίμοι, οἱ δοκοῦντες εἶναι τῆς τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ' αὐτῶν ἐνέπρισαν, τὸν Ιερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαί διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Αλλ' ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος αναδρά μωμεν [43] ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. MONITUM Hanc quoque orationem spuriam esse omnia prædicant, utpote flosculis, exclamationibus, inter- rogationibus inepte redundantem. Adsunt item voces non paucæ in tam brevi opusculo, Chrysostomo inusitatæ. Hanc quoque concionem Severiano adscripsit, idque ex conjectura tantum, nuperus ille scriptor. Ego hic Severianum non agnosco. Puto autem hanc et duas sequentes ejusdem esse scriptoris, tum ob styli similitudinem, tum quia, ut dicitur in titulo, prima habita fuit in sancta et magna feria se- • Εἰς τὸν Συνήγαγον οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· « Τί ποιήσωμεν; Τῇ ἁγίᾳ καὶ μεγάλῃ β'. Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ᾿ ἑκάστην ἡμέ- ραν ἐκ τῆς μητρικής θηλῆς ὑφέλκουσι, καὶ καθ' ἑκά στην ζητοῦσιν. Εοίκαμεν καὶ ἡμεῖς μητρὶ πενιχρᾷ ὑπὸ ἀσιτίας συσταλθείσῃ τὰς τοῦ γάλακτος πηγάς. Καὶ ὥσπερ, ὁπόταν τις ἴδῃ μητέρα φιλότεχνον ἄφορον γά λακτός, καὶ ὑπὸ ἰδίου τέκνου κατακλαυθμυριζομένην, καὶ προστιθεῖσαν τὴν θηλήν, οὐχ ἵνα θρέψῃ τὸ παιδίον, ἀλλ᾽ ἵνα τοῦ κλαυθμυρισμού καταπαύσῃ· οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια. Καὶ γὰρ ἡμεῖς ὁρῶντες τὸ νέον τοῦτο σύστημα τῶν τῆς Ἐκκλησίας παίδων περιεστώτων κυκλόθεν, καὶ ἀπεκδεχομένων τὸ λογικὸν γάλα τοῦ λόγου, τὴν θηλὴν τῆς διανοίας ἡμῶν χαλῶμεν· οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ' ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν. ᾿Αλλὰ δεῦτε, ἀγαπητοί, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων πραττομένην ἐπίβουλον ἐνέδραν. Συνήγαγον γάρ, φη- σιν, οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιήσω- μεν; Ταῦτα δὲ ἡμῖν ὁ εὐαγγελιστής Ιωάννης ἀρτίως ἐφθέγγετο. Εἰ γὰρ καὶ τῷ στόματι ἡμῖν· νῦν οὐ διαλέ γεται, ἀλλ᾽ οὖν γε τῷ πνεύματι ταῖς τῶν ἑστώτων ἀκοαῖς ἐβόα. Συνήγαγον γάρ, φησί, τὸ συνέδριον, καὶ ἔλε γον· Τί ποιήσωμεν; Καλὸν τὸ Συνήγαγον· ἀλλὰ και κὸν τὸ Συνέδριον· οὐ πρὸς ἀγάπην, ἀλλὰ πρὸς μάχην οὐ πρὸς εἰρήνην καλοῦντες, ἀλλὰ πρὸς πόλεμον παροξύ ναντες. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα Θεὸν δοξάσω- σιν, ἀλλ᾽ ἵνα Χριστὸν ἀτιμάσωσι. Συνήγαγον τὸ συν- έδριον, οὐχ ἵνα πίστιν οἰκοδομήσωσιν, ἀλλ᾽ ἵνα τὸν ἀκρο- γωνιαῖον λίθον ἀπορρίψωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὰ πεπλανημένα πρόβατα μανδρεύσωσιν, ἀλλ' ἵνα τὸν ποιμένα φονεύσαντες, τὸ ποίμνιον διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαρ γαρίτην πίστει ὑποδέξωνται, ἀλλ' ἵνα τὸν φεγγίτην λέ θον, ὡς ἐνόμιζον, τῇ ἀπιστία σκοτίσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θη- • Savil. in marg. τὸ ἄδολον γάλα.... ἄπορος γάρ. * Savil. buïv in textu, Huiv in marg. σαυρὸν εὐγνωμόνως ὑποδέξωνται, ἀλλ᾽ ἵνα τὸν ναὸν τοῦ Θεοῦ ἀγνωμόνως διαλύσωσι 5. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τῆς ἀμπέλου τοὺς μελισταγείς βότρυας τρυγή σωσιν, ἀλλ᾽ ἵνα τὴν ἀληθινὴν ἄμπελον ἐπὶ τὸ δένδρον τοῦ σταυροῦ ἐφαπλώσαντες, ἑαυτοὺς ἀναδενδράδας ἀπὸ ωλείας ποιήσωσιν, ἡμᾶς δὲ ἀναδενδράδας σωτηρίας ποιή- σωσιν . Ο συνέδριον ὑπὸ διαβόλου κατὰ Χριστοῦ συν- ηγμένον· ὦ βουλευτήριον κακίας με μεστωμένον· ὢ συνέδριον, μᾶλλον λύκων αἱμοβόρων, ἢ ἀνθρώπων θεο φόρων. Τί δὲ λέγω, λύκων ἀνημέρων; ᾿Αλλὰ γὰρ καὶ λεόντων ἀνημέρων χείρους. Οἱ γὰρ λέοντες ἐπὶ τοῦ Δα- νιὴλ μηδὲν θεωρήσαντες σημείον, ἀλλὰ τὸν ἄνδρα σκου πήσαντες, καὶ τὴν εὐλάβειαν τιμήσαντες, τὰ ἀτίθασσα αὐτῶν στόματα ἐχαλίνωσαν. Ἰουδαῖοι δὲ τοιούτων καὶ τοσούτων σημείων θεαταί γενόμενοι, μειζόνως ἐκ τοῦ φθόνου πρὸς τὸν φόνον ὠπλίζοντο, καὶ [44] ἔλεγον· Τί ποιήσωμεν; Ο κακίας ἔρευνα ἐπιμελής· ὦ στεναγμός καὶ θρῆνος ὑπὸ φθόνου γενόμενος· ὦ ὀδυρμὸς καὶ κοπε τὸς ἐπὶ κακοῖς γενόμενος. Οὔτε ἡ Ραχήλ κλαίουσα τὰ τέκνα αὐτῆς οὕτως ἀνεστέναξε. Τί ποιήσωμεν; Ανθ' ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ' ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατησχύνθη, ὅτι δαιμόνων στίφος κατήργηται, ὅτι ἡ ἀνθρωπότης ἠλευθέρωται, ὅτι νεκρῶν ἀνάστασις πᾶσι κεκήρυκται· νῦν δὲ ἐπὶ τοιούτοις ἀγαθοῖς οὐ χαίρουσιν, ἀλλὰ θρηνοῦσι, καὶ τὸν τοσούτων ἀγαθῶν αἴτιον ἀναλί σκειν βουλεύονται. Καὶ τί λέγουσι; Τί ποιήσωμεν ; Οὐδὲν ἕτερον ἦν εἰπεῖν, ἢ ὅτι μετανοήσαντες ἐπιστρέ ψωμεν, καὶ αὐτῷ προσπεσόντες πιστεύσωμεν. Τί γὰρ ἄλλο μετανοοῦντες εἶχον λέγειν, ἢ τοῦτο; Τί ποιήσω μεν, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ παρέβημεν, ὅτι τὸν νόμον τὸν δοθέντα ἡμῖν οὐκ ἐφυλάξαμεν, τὸν λέγοντα ἡμῖν, ὅτι Προφήτην ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελεῖται ὑμῖν. Νῦν δὲ οὐ πρὸς μετά νοιαν λέγουσι, Τί ποιήσωμεν; ἀλλὰ, Τί ποιήσωμεν; πῶς ἀποκτείνωμεν τὸν δίκαιον; Ως ὁ Ἰσραήλ φρεναλι 1 Α11 διασυλήσωσι. c Savil. in marg. ἡμῖν δὲ ἀναδενδράδες σωτηρίας ετοιμάσωσι.
PG 59:526τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψω-σιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γό-νους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλη-σίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι; λέγει Κύριος. Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ’ αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαί̈αν ἐνέπρισαν, τὸν Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Ἀλλ’ ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος ἀναδρά-μωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.825 SPURIA.' οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ τοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέ κνων ἐν Βηθλεὲμ γεγονυία σφαγὴ, ὅτε πατέρων καὶ μη- τέρων ὀλολυγμοί ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι ; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀνα- βρύουσαι ενίκων πηγάς ; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτή- ρων ἐπέμπετο ; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ- κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτ θισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυ- σεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους ψυχάς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε ; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλώσσα τρανὴ ὑπῆρχεν, οὔτε ὁδόντες ἐν τῷ στόματι, ἵνα * Forte ἐκείνου, inquit Savil. 526 τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψα σιν; Οὐκ ήρκεσεν ἐκείνων · ἡ τοσαύτη ὠμότης. Α καὶ σὺ τὸ ἀσπλαγχνον ἐκείνου μιμησάμενος, Ιωάννην ἀπέτεμες, οὗ μιας τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόν νους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλη- σίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι ; λέγει Κύριος. Ὦ πόλις αἱμάτων, ἐν ᾗ Ηρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Υπὸ καὶ τοῖς τρόποις ὅμοιος. Οίμοι, οἱ δοκοῦντες εἶναι τῆς τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ' αὐτῶν ἐνέπρισαν, τὸν Ιερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαί διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Αλλ' ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος αναδρά μωμεν [43] ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. MONITUM Hanc quoque orationem spuriam esse omnia prædicant, utpote flosculis, exclamationibus, inter- rogationibus inepte redundantem. Adsunt item voces non paucæ in tam brevi opusculo, Chrysostomo inusitatæ. Hanc quoque concionem Severiano adscripsit, idque ex conjectura tantum, nuperus ille scriptor. Ego hic Severianum non agnosco. Puto autem hanc et duas sequentes ejusdem esse scriptoris, tum ob styli similitudinem, tum quia, ut dicitur in titulo, prima habita fuit in sancta et magna feria se- • Εἰς τὸν Συνήγαγον οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· « Τί ποιήσωμεν; Τῇ ἁγίᾳ καὶ μεγάλῃ β'. Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ᾿ ἑκάστην ἡμέ- ραν ἐκ τῆς μητρικής θηλῆς ὑφέλκουσι, καὶ καθ' ἑκά στην ζητοῦσιν. Εοίκαμεν καὶ ἡμεῖς μητρὶ πενιχρᾷ ὑπὸ ἀσιτίας συσταλθείσῃ τὰς τοῦ γάλακτος πηγάς. Καὶ ὥσπερ, ὁπόταν τις ἴδῃ μητέρα φιλότεχνον ἄφορον γά λακτός, καὶ ὑπὸ ἰδίου τέκνου κατακλαυθμυριζομένην, καὶ προστιθεῖσαν τὴν θηλήν, οὐχ ἵνα θρέψῃ τὸ παιδίον, ἀλλ᾽ ἵνα τοῦ κλαυθμυρισμού καταπαύσῃ· οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια. Καὶ γὰρ ἡμεῖς ὁρῶντες τὸ νέον τοῦτο σύστημα τῶν τῆς Ἐκκλησίας παίδων περιεστώτων κυκλόθεν, καὶ ἀπεκδεχομένων τὸ λογικὸν γάλα τοῦ λόγου, τὴν θηλὴν τῆς διανοίας ἡμῶν χαλῶμεν· οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ' ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν. ᾿Αλλὰ δεῦτε, ἀγαπητοί, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων πραττομένην ἐπίβουλον ἐνέδραν. Συνήγαγον γάρ, φη- σιν, οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιήσω- μεν; Ταῦτα δὲ ἡμῖν ὁ εὐαγγελιστής Ιωάννης ἀρτίως ἐφθέγγετο. Εἰ γὰρ καὶ τῷ στόματι ἡμῖν· νῦν οὐ διαλέ γεται, ἀλλ᾽ οὖν γε τῷ πνεύματι ταῖς τῶν ἑστώτων ἀκοαῖς ἐβόα. Συνήγαγον γάρ, φησί, τὸ συνέδριον, καὶ ἔλε γον· Τί ποιήσωμεν; Καλὸν τὸ Συνήγαγον· ἀλλὰ και κὸν τὸ Συνέδριον· οὐ πρὸς ἀγάπην, ἀλλὰ πρὸς μάχην οὐ πρὸς εἰρήνην καλοῦντες, ἀλλὰ πρὸς πόλεμον παροξύ ναντες. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα Θεὸν δοξάσω- σιν, ἀλλ᾽ ἵνα Χριστὸν ἀτιμάσωσι. Συνήγαγον τὸ συν- έδριον, οὐχ ἵνα πίστιν οἰκοδομήσωσιν, ἀλλ᾽ ἵνα τὸν ἀκρο- γωνιαῖον λίθον ἀπορρίψωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὰ πεπλανημένα πρόβατα μανδρεύσωσιν, ἀλλ' ἵνα τὸν ποιμένα φονεύσαντες, τὸ ποίμνιον διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαρ γαρίτην πίστει ὑποδέξωνται, ἀλλ' ἵνα τὸν φεγγίτην λέ θον, ὡς ἐνόμιζον, τῇ ἀπιστία σκοτίσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θη- • Savil. in marg. τὸ ἄδολον γάλα.... ἄπορος γάρ. * Savil. buïv in textu, Huiv in marg. σαυρὸν εὐγνωμόνως ὑποδέξωνται, ἀλλ᾽ ἵνα τὸν ναὸν τοῦ Θεοῦ ἀγνωμόνως διαλύσωσι 5. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τῆς ἀμπέλου τοὺς μελισταγείς βότρυας τρυγή σωσιν, ἀλλ᾽ ἵνα τὴν ἀληθινὴν ἄμπελον ἐπὶ τὸ δένδρον τοῦ σταυροῦ ἐφαπλώσαντες, ἑαυτοὺς ἀναδενδράδας ἀπὸ ωλείας ποιήσωσιν, ἡμᾶς δὲ ἀναδενδράδας σωτηρίας ποιή- σωσιν . Ο συνέδριον ὑπὸ διαβόλου κατὰ Χριστοῦ συν- ηγμένον· ὦ βουλευτήριον κακίας με μεστωμένον· ὢ συνέδριον, μᾶλλον λύκων αἱμοβόρων, ἢ ἀνθρώπων θεο φόρων. Τί δὲ λέγω, λύκων ἀνημέρων; ᾿Αλλὰ γὰρ καὶ λεόντων ἀνημέρων χείρους. Οἱ γὰρ λέοντες ἐπὶ τοῦ Δα- νιὴλ μηδὲν θεωρήσαντες σημείον, ἀλλὰ τὸν ἄνδρα σκου πήσαντες, καὶ τὴν εὐλάβειαν τιμήσαντες, τὰ ἀτίθασσα αὐτῶν στόματα ἐχαλίνωσαν. Ἰουδαῖοι δὲ τοιούτων καὶ τοσούτων σημείων θεαταί γενόμενοι, μειζόνως ἐκ τοῦ φθόνου πρὸς τὸν φόνον ὠπλίζοντο, καὶ [44] ἔλεγον· Τί ποιήσωμεν; Ο κακίας ἔρευνα ἐπιμελής· ὦ στεναγμός καὶ θρῆνος ὑπὸ φθόνου γενόμενος· ὦ ὀδυρμὸς καὶ κοπε τὸς ἐπὶ κακοῖς γενόμενος. Οὔτε ἡ Ραχήλ κλαίουσα τὰ τέκνα αὐτῆς οὕτως ἀνεστέναξε. Τί ποιήσωμεν; Ανθ' ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ' ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατησχύνθη, ὅτι δαιμόνων στίφος κατήργηται, ὅτι ἡ ἀνθρωπότης ἠλευθέρωται, ὅτι νεκρῶν ἀνάστασις πᾶσι κεκήρυκται· νῦν δὲ ἐπὶ τοιούτοις ἀγαθοῖς οὐ χαίρουσιν, ἀλλὰ θρηνοῦσι, καὶ τὸν τοσούτων ἀγαθῶν αἴτιον ἀναλί σκειν βουλεύονται. Καὶ τί λέγουσι; Τί ποιήσωμεν ; Οὐδὲν ἕτερον ἦν εἰπεῖν, ἢ ὅτι μετανοήσαντες ἐπιστρέ ψωμεν, καὶ αὐτῷ προσπεσόντες πιστεύσωμεν. Τί γὰρ ἄλλο μετανοοῦντες εἶχον λέγειν, ἢ τοῦτο; Τί ποιήσω μεν, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ παρέβημεν, ὅτι τὸν νόμον τὸν δοθέντα ἡμῖν οὐκ ἐφυλάξαμεν, τὸν λέγοντα ἡμῖν, ὅτι Προφήτην ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελεῖται ὑμῖν. Νῦν δὲ οὐ πρὸς μετά νοιαν λέγουσι, Τί ποιήσωμεν; ἀλλὰ, Τί ποιήσωμεν; πῶς ἀποκτείνωμεν τὸν δίκαιον; Ως ὁ Ἰσραήλ φρεναλι 1 Α11 διασυλήσωσι. c Savil. in marg. ἡμῖν δὲ ἀναδενδράδες σωτηρίας ετοιμάσωσι.
Second witness · khazarzar edition
In saltationem Herodiadis Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ. 59.521 αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπε ζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ 59.522.50 τοιαῦτα δεδρακότος πράγματα. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύ ναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος. Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Ὢ συνειδήσεως κακῆς· ἐπὶ οἱῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ; ὢ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρᾷ, καὶ κολαζούσης ἕως θανά 59.523 του, καὶ μετὰ θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; Ὅτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκηράτῳ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμ πων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ' αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ' ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλω ται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; Ἄνδρα δί καιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀν θρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τὴν τῶν ἡδονῶν ὑπηρέτην, οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ τῶν τοῦ κόσμου ἐκέχρητο. Ὤκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ' ὑπὸ πέτραν αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα
1
τὴν γυναῖκα Φιλίπ που τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρ τίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμέ νον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυ νόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ' ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι. Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φό νον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέ ψεις. Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν κα λῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύ χνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συν έτριψε. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ' οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγοβόλος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ 59.524 ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο. Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ καταβάσεως γεγονὼς, καὶ ἀκουστὴς τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν; βʹ. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλεται ἄγγελον ἐνδυναμώσας εἰς τὸν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάντας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίηκε; Διὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ Δεσπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώδης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομένων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκλύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρός φησι· Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου.
Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυσὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου. Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ' οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα τιμήσῃ, ἀλλ' ἵνα τὸν ἔλεγχον ἀποκτείνασα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν ἁμαρτίαν. Ἀκούσας δὲ Ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι' εὐλάβειαν. ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ' ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπειλημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τὸ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον Διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησάμενος δῆθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, Πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ' ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυσοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦτον χεὶρ δημία ἀπέτεμεν, οὐ φρίξασα τὸ ἀγγελοειδὲς αὐτοῦ πρόσωπον, οὐδὲ τρομάσασα αὐτοῦ τὸ πρόσωπον στιλπνότητας θεοειδεῖς ἀποπέμπον. Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου (οὐ γὰρ ἔπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βοῶσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ' ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ' ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὦ παράνομε τύραννε, 59.525 οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ σοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέκνων ἐν Βηθλεὲμ γεγονυῖα σφαγὴ, ὅτε πατέρων καὶ μητέρων ὀλολυγμοὶ ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀναβρύουσαι ἐνίκων πηγάς; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτήρων ἐπέμπετο; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ-κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτθισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυσεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους ψυχὰς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα 59.526 τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψωσιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόνους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλησίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι; λέγει Κύριος.
3 Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ' αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐνέπρισαν, τὸν Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν ἐσταύρωσαν. Ἀλλ' ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος ἀναδράμωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.