PG 17Origen
Scholia on Matthew
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Origen on the Gospel of MatthewΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 17:289ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦ. Α. Στιχ. ιη. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. … Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατ’ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὔτε ὁρώμενος, οὔτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλ’ οὐκ ἐξῄτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις, ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις· γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις τὸ ἄφθαρτον ἔχει καὶ ἀναμάρτητον·
PG 17:290ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύριος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατ’ ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλ’ ὁδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθ’ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθ’ ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελήματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει γέννησιν, ἢν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσεσθαι.

Chapter VII, Verse 5ΚΕΦ. Ζ. Στιχ. ε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Ζ. Στιχ. ε. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων … Στιχ. 2. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ δι’ εὐχῆς γνῶναι τὸ ἀγαθόν·
PG 17:291εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν· τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὑτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσῶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς. Στιχ. θ. Τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Ὅρα δὲ εἰ … γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λόγος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἑξῆς ἡ σοφία λέγει. Οὔτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὃν ὁ διάβολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλ’ εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου.
Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ’ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.

Chapter VIII, Verse 11ΚΕΦ. Η. Στιχ. ια

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Η. Στιχ. ια. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται δι’ αὐτῆς. Καί φαμεν, ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευσαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί.
PG 17:292Προφητικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολλοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πιστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων.

Chapter XI, Verse 11ΚΕΦ. ΙΑ. Στιχ. ια

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΙΑ. Στιχ. ια. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Στιχ. ιβ. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χριστοῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατ’ οὐρανὸν ἅπασι καὶ θεϊκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία τῶν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.

Chapter XII, Verse 14ΚΕΦ. ΙΒ. Στιχ. ιδ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΙΒ. Στιχ. ιδ.
PG 17:293Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμβάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται. Στιχ. ιε. Ὁ δὲ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν, ἡμεῖς, μὴ ζητήσαντες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα· αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀναχωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν ἀναστέλλων· καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν παναλκῆ αὑτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι, ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος.

Chapter XIII, Verse 44ΚΕΦ. ΙΓ. Στιχ. μδ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΙΓ. Στιχ. μδ. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ, κ. τ. λ.
PG 17:294Καθ’ ἑτέραν δὲ ἐκδοχὴν εἴη δ’ ἂν, ἀγρὸς μὲν ἡ Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τούτοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοήματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός. Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρανῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν. Εὑρὼν οὖν τις τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μεταδιδόναι. Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παρ’ ὧν τοῦτον λαβὼν ὅστις κατ’ ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον κτῆμα τοῦτον ποιεῖ, πάντα πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ’ ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ.
PG 17:295Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἓξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατ’ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἁπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ. Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἣν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ πρὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίου πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν·
πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἑξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός. Στ. μζ. Πάλιν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημάτων παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἢ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου.
PG 17:296Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς, καὶ τὰ ἑξῆς.

Chapter XVIIIΚΕΦ. ΙΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΙΗ. Στίχ. ε. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἓν παιδίον τοιοῦτον, ἢ ἓν τοιούτων τῶν πνευματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματι αὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἢ ἓν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ.
PG 17:297Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθητῶν [ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροατὰς], προλέγει τὴν μετ’ αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρωπον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθ’ ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύλου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐνταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐτῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκανδάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον, ἀλλὰ τὸ προγνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κόλασιν δὲ λέγει τοὺς ἀσέμνους ζῶντας ἀνθρώπους. Στ. κ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνημμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Στ. κα. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε·
PG 17:298Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐτῷ θείας ζωῆς· τρεῖς δέ τε ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἢ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾖ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγγέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν ταςσόμενον γένος μεθ’ ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσομαι, ἀλλ’ εἰμί. Ὡς Θεὸς γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν δι’ εὐσεβείας συναπτομένων. Ἡ γὰρ πανεπίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνεται τοῖς ἀξίοις. Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ τῶν εἰς Θεὸν φθανόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν·
PG 17:299Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ. Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἰ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ, εἴτε τάχιον.

Chapter XXIΚΕΦ. ΚΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΑ. Στίχ. λγ. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἁπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας.
Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνὸς τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς τὸν μὲν ἔδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐνάρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια.
PG 17:300Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσης. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ. Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὑτοῦ περιοπεῖν, δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ᾠκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προςάγειν ὡς ἱερεῖς τῷ Θεῷ.

Chapter XXIVΚΕΦ. ΚΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΔ. Στίχ. με. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ; Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπάνιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζόμενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι.
PG 17:301Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατ’ ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἵνα μὴ περιεργάζωνται. Ἁρμόζει δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰκονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δεσποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἢ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδάσκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερόμενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρίνοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον ἁμαρτίαις, διὰ τὸ μὴ ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτιμῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτίσαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς.

Chapter XXVΚΕΦ. ΚΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΕ. Στίχ. α.
PG 17:302Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Δέκα παρθένοι εἶναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστάσας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι. Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κείμεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑποστάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ’. οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία καὶ πᾶσαι ἐξῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. Ἄλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴν ἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου.
PG 17:303Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς καὶ παραδεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης Χριστὸν τὸν Κύριον· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκκενωθέντος μύρου· ἁφῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν, τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός·
ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὖν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόνιμοι· αἱ δὲ ἀμελεῖς μωραὶ, τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν ματαίων σπουδήν. Τὸ δὲ, ἐκάθευδον, τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ, τὸ αἰφνίδιον δηλοῖ καὶ τὸ ἀπροσδόκητον, ἅμα καὶ τὸ φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ, καὶ οἱονεὶ κατασβέννυσθαι, καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται, λεγόντων ἐκείνων, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρείᾳ, προσοχῆς, φιλομαθίας, φιλοπονίας. Ἢ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελισταὶ, δι’ ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.

Chapter XXVIIΚΕΦ. ΚΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΖ. Στίχ. ια. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
PG 17:304Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὡς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν. Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματος, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο·
PG 17:305ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν. Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. Ἤδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατ’ αὐτοῦ. Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἦν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός. Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν.
PG 17:306Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὃν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παρ’ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τὸν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ ὄναρ, ἢ ὅτι οὐκ ἐπιστεύετο, ἢ ὅτι ἀνάξιος ἦν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλ’ ἵνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν … γὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή. Στίχ. με.
PG 17:307Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος, καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος.
Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ’ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλ’ ἐν Αἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ ιδ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παρ’ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τὸ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ’ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπ’ αὐτῶν ὁ νοητὸς ἥλιος.
PG 17:308Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. Διὰ τοῦτο γὰρ μετὰ πάντων τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν.

Chapter XXVIIIΚΕΦ. ΚΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΗ. Στίχ. ιη. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἑξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα … θεωρεῖν, καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων, μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλ’ οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός·
PG 17:309διὰ τοῦτο οὐκ ἀσταρεῦσιν ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἃ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.
Second witness · khazarzar edition

Scholia in Matthaeum ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. 17.289 ΚΕΦ. Αʹ. Στιχ. ιηʹ. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. ....... Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατ' ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀό ρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματω θῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὔτε ὁρώμε νος, οὔτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλ' οὐκ ἐξῄτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις, ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέν νησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλά σις· γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γέ νεσις τὸ ἄφθαρτον ἔχει καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύ ριος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατ' ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλ' ὁδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθ' ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθ' ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελή ματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει 17.292 γέννησιν, ἢν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσε σθαι. ΚΕΦ. Ζʹ. Στιχ. εʹ. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων ...... Στιχ. ʹ. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ δι' εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν· τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὑτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσῶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς. Στιχ. θʹ. Τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ιʹ. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Ὅρα δὲ εἰ ...... γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λό γος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἑξῆς ἡ σοφία λέγει. Οὔτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὃν ὁ διά βολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλ' εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις

1

αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόποντινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύνα ται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ' ἐξ αὐτοπρο αιρέτου κακίας ἀπεσκληκότας. ΚΕΦ. Ηʹ. Στιχ. ιαʹ. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται δι' αὐτῆς. Καί φαμεν, 17.293 ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευ σαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί. Προφη τικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολ λοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πιστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων. ΚΕΦ. ΙΑʹ. Στιχ. ιαʹ. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Στιχ. ιβʹ. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βα πτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρι στοῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόν των. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατ' οὐρανὸν ἅπασι καὶ θεϊκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μι κρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία τῶν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος. ΚΕΦ. ΙΒʹ. Στιχ. ιδʹ. Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ' αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμ βάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται. Στιχ. ιεʹ. Ὁ δὲ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν, ἡμεῖς, μὴ ζητήσαν τες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμὲ μὴ ζη τοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερω τῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολω λότα· αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀνα χωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν ἀναστέλλων· καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν πα ναλκῆ αὑτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι, ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος. ΚΕΦ. ΙΓʹ. Στιχ. μδʹ. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν θησαυρῷ, κ. τ. λ. Καθ' ἑτέραν δὲ ἐκδοχὴν εἴη δ' ἂν, ἀγρὸς μὲν ἡ 17.296 Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τού τοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοή ματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός. Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγρα πται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρα νῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν. Εὑρὼν οὖν τις τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μετα διδόναι. Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παρ' ὧν τοῦτον λαβὼν ὅστις κατ' ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον κτῆμα τοῦτον ποιεῖ, πάντα

2

πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἓξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατ' Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἁπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύ βαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ. Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γρα φῆς λόγων πλοκὴ, ἣν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφό ρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινε τοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ πρὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύ σωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίου πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώ ματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐν ταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἑξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμι νον τοῦ πυρός. Στ. μζʹ. Πάλιν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημάτων παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμε νος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον 17.297 τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελ θόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλή ρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἢ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανο μένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφ ορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμε νοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς, καὶ τὰ ἑξῆς. ΚΕΦ. ΙΗʹ. Στίχ. εʹ. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἓν παιδίον τοιοῦτον, ἢ ἓν τοιούτων τῶν πνευ ματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματι αὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἢ ἓν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ. Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθη τῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροα τὰς), προλέγει τὴν μετ' αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρω πον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθ' ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύ λου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐν ταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μι κροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐ τῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκαν δάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ

3

αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζῶντας ἀνθρώπους. Στ. κʹ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνημμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Στ. καʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύ ριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶ 17.300 μα καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐ τῷ θείας ζωῆς· τρεῖς δέ τε ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἢ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾖ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγ γέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασ σόμενον γένος μεθ' ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσο μαι, ἀλλ' εἰμί. Ὡς Θεὸς γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν δι' εὐσεβείας συναπτομένων. Ἡ γὰρ παν επίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνε ται τοῖς ἀξίοις. Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ τῶν εἰς Θεὸν φθανόν των εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδο μηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ. Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἰ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγα πῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βρα δὺ, εἴτε τάχιον. ΚΕΦ. ΚΑʹ. Στίχ. λγʹ. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύ τευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθη κε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπ εδήμησε, κ. τ. λ. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰου δαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἁπλῶς μὲν ὁ πρῶ τος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνὸς τὸ θυσια στήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδή μησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνε ται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας 17.301 ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τι μωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Και ρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους και ροὺς ἀποσταλέντες προφῆται, οἷς τὸν μὲν ἔδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ ἡ βασι λεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐν άρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμ μένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσης. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ. Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδη μεῖ εἰς τὴν αὑτοῦ περιοπεῖν, δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ᾠκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ

4

ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προ φῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσ άγειν ὡς ἱερεῖς τῷ Θεῷ. ΚΕΦ. ΚΔʹ. Στίχ. μεʹ. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρό νιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ; Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπά νιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πι στὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατ' ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλ' ἵνα μὴ περιεργάζωνται. Ἁρμό ζει δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰ κονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δε σποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἢ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφ ιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδά σκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερό μενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρί νοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον 17.304 ἁμαρτίαις, διὰ τὸ μὴ ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτιμῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτί σαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς. ΚΕΦ. ΚΕʹ. Στίχ. αʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐ ρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Δέκα παρθένοι εἶναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰ σθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστά σας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι. Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κεί μεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑπο στάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ'. οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία καὶ πᾶσαι ἐξ ῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χρι στοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. Ἄλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴνἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευο μένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶ ξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰ σθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουρ γικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς καὶ παρα δεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου· γεύσεως αἰσθιούσης Χριστὸν τὸν Κύριον· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκ κενωθέντος μύρου· ἁφῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ

5

ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, 17.305 ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὖν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόνιμοι· αἱ δὲ ἀμελεῖς μωραὶ, τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν μα ταίων σπουδήν. Τὸ δὲ, ἐκάθευδον, τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ, τὸ αἰφνί διον δηλοῖ καὶ τὸ ἀπροσδόκητον, ἅμα καὶ τὸ φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ, καὶ οἱονεὶ κατα σβέννυσθαι, καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰη θῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται, λεγόντων ἐκείνων, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μι σθοῦ προσεδρείᾳ, προσοχῆς, φιλομαθίας, φιλοπονίας. Ἢ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελι σταὶ, δι' ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται. ΚΕΦ. ΚΖʹ. Στίχ. ιαʹ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέ γων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰου δαίων; Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὡς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν. Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματος, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν. Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νο 17.308 μίζων δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. Ἤδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατ' αὐτοῦ. Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἦν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός. Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὃν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παρ' αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τὸν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ ὄναρ, ἢ ὅτι οὐκ ἐπιστεύετο, ἢ ὅτι ἀνάξιος ἦν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ

6

μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν ....... γὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή. Στίχ. μεʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος, καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπι 17.309 ζητεῖ, καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ' ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλ' ἐν Αἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ ιδʹ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παρ' Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδʹ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τὸ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ' ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπ' αὐτῶν ὁ νοητὸς ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. Διὰ τοῦτο γὰρ μετὰ πάντων τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν. ΚΕΦ. ΚΗʹ. Στίχ. ιηʹ. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἑξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα ...... θεωρεῖν, καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων, μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλ' οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός· διὰ τοῦτο οὐκ ἀσταρεῦσιν ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἃ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.

7 8

Page scan enlarged

Notebook

Full View