PG 28Athanasius
Questions on Holy Scripture
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:712ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΡΗΣΕΙΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΠΑΡΑΒΟΛΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ. Ἐρώτησις α. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα.» Τίς ἡ πόλις; Ἐκκλησία. Τί τὸ κεράμιον τοῦ ὕδατος; Τὸ ἅγιον βάπτισμα. Τίς ὁ ἄνθρωπος; Ὁ Πρόδρομος. Τί τὸ ἀνώγεον; Ἡ βασιλεία τῶν οὐρανῶν. Ἐρώτ. β. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.» Τίς ὁ βασιλεύς; Ὁ Θεός. Τίς ὁ ὀφειλέτης τῶν μυρίων ταλάντων; Ὁ ἄνθρωπος ὁ ἐν πολλαῖς ἁμαρτίαις τῆς τοῦ Θεοῦ μακροθυμίας ἀπολαβών. Τίς ὁ τὰ ἑκατὸν δηνάρια; Ὁ ὑποχείριος τοῦ χρεωστοῦντος τὰ μυρία τάλαντα· καὶ αὐτὸς μὲν ἔτυχε μακροθυμίας, οὗτος δὲ ἐφάνη ὠμὸς καὶ σκληρὸς πρὸς τὸν ὁμόδουλον αὐτοῦ. Ἑτέρα παραβολὴ γ. «Ἄνθρωπός τις εἶχε δύο τέκνα, καὶ εἶπε τῷ ἑνί· Ἄπελθε εἰς τὸν ἀμπελῶνα· καὶ εἶπεν· Οὐχ ὑπάγω, καὶ ἀπῆλθε. Καὶ προσελθὼν εἶπε καὶ τῷ ἑτέρῳ· καὶ εἶπεν· Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν.» Τίς ὁ ἄνθρωπος; Ὁ Θεός. Τίς ὁ εἰπὼν, Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν; οἱ Ἰουδαῖοι. Τίς ὁ εἰπὼν, Οὐχ ὑπάγω, καὶ ἀπῆλθεν; Ὁ ἐξ ἐθνῶν λαός. Ἄλλη παραβ. δ.
«Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.» Τίς ὁ ἄνθρωπος; Ὁ Ἰούδας, καὶ οἱ κατ’ αὐτὸν πλεονέκται καὶ φιλάργυροι. Ἑτέρα ε. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην.» Τίς ἡ κώμη; Ὁ κόσμος. Ὄνος δὲ οἱ Ἰουδαῖοι· πῶλος οἱ Χριστιανοί. Ὁ δήσας; Νόμος ὁ Μωσαϊκός. Ὁ λύσας; ὁ Χριστός. Πῶλος γάρ ἐστι τῶν ἐθνῶν ἡ ἀλογία καὶ ἡ ἀγνωσία. Ἄλλη 2. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» Τίς ἡ πόλις; Ὁ ᾅδης. Ὁ δεῖνα; Ὁ Ἀδάμ· ἔμελλε γὰρ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν. Ἑτέρα ἐρώτ. ζ. «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Ἀπόκ. Ῥίζα ἐστὶν ἡ πίστις· τὸ δένδρον, ὁ ἄνθρωπος· ἡ ἀξίνη, τὸ τοῦ ἀνθρώπου τέλος. Ἑτέρα η. «Ἄνθρωπός τις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.» Τίς ὁ ἄνθρωπος; Ὁ ἅγιος Πέτρος· πέτρα, ὁ Χριστός· οἰκία, ἡ πίστις· ἄνεμος ὁ διάβολος. Ὁ δὲ ἐπὶ τὴν ἄμμον οἰκοδομήσας Ἰούδας· ἄμμος γάρ ἐστιν ἡ ἀκαρπία. Ἄλλη θ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.» Τίς ὁ βασιλεύς; ὁ Θεός. Τίς ὁ υἱός; ὁ Χριστός.
PG 28:713Τίνες οἱ κεκλημένοι; προφῆται καὶ ἀπόστολοι. Τίνες οἱ ἀπαιτήσαντες; οἱ Ἰουδαῖοι. Τίνες οἱ παραγενόμενοι; οἱ ἐξ ἐθνῶν. Τίς ὁ μὴ ἔχων ἔνδυμα γάμου; ὁ Ἰούδας, καὶ οἱ κατ’ αὐτὸν ἀναξίως ἐπιπηδῶντες εἰς τὰ ἅγια. Ἄλλη ι. «Εἶπεν ὁ Κύριος πρὸς τὸν Πέτρον· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα. Τοῦτον δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Τίς ἡ θάλασσα; ὁ κόσμος. Τί τὸ ἄγκιστρον; ὁ λόγος τοῦ Θεοῦ. Ἰχθὺς ὁ Χριστός. Στατὴρ ὁ σταυρὸς τοῦ Κυρίου, ἐν ᾧ ἔμελλε κἀκεῖνος σταυρωθῆναι, καὶ ὁ Πέτρος. Ἑτέρα ια. «Ἄνθρωπός τις εἶχε δύο υἱοὺς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι.» Τίς ὁ ἄνθρωπος; ὁ Θεός. Οἱ δύο υἱοί; οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Νεώτερος υἱὸς ὁ τὴν γνώμην ἄστατον ἔχων. Τὸ ἐπιβάλλον μέρος, τὰ λόγια τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ αὐτοῦ. Ἄλλη ιβ. «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, τοῦ λαβεῖν βασιλείαν.» Ἄνθρωπος, ὁ Θεός· χώρα μακρὰ ἡ ἐπὶ γῆς παρουσία αὐτοῦ· βασιλεία ἡ δευτέρα παρουσία· οἱ δοῦλοι οἱ προφῆται, οἱ ἀπόστολοι, καὶ οἱ μάρτυρες.
Ἡ δὲ μνᾶ ἐστιν ἡ χάρις, ἣν ἔλαβεν Ἰούδας, ὁμοίως καὶ τὸ τάλαντον. Ἄλλη ιγ. «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖοι· οἱ δοῦλοι προφῆται, ἀπόστολοι, καὶ μάρτυρες. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύξαι, καὶ ἀπέκτειναν αὐτούς· ὡσαύτως καὶ τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ ἐπήρθη ἐξ αὐτῶν ἡ βασιλεία, καὶ ἐδόθη Ῥωμαίοις, τοῖς ποιοῦσι τοὺς καρποὺς αὐτῆς. Αὐτοὶ δὲ κακοὶ κακῶς ἀπώλοντο διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν. Ἄλλη ιδ. «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· ὁ περιπεσὼν εἰς τὴν ἄκανθαν ὁ Ἰούδας· ἀπελθὼν γὰρ ἀπήγξατο, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτόν· τὸ δὲ ἐπὶ τὴν γῆν τὴν ἀγαθὴν οἱ προφῆται καὶ ἀπόστολοι. Ἄλλη ιε. «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν.» Ἄνθρωπος ὁ Ἀδάμ· Ἱερουσαλὴμ ὁ παράδεισος· Ἱεριχὼ ὁ κόσμος· λῃσταὶ οἱ πονηροὶ λογισμοὶ καὶ ἡ παράβασις· ἱερεὺς οἱ προφῆται· Λευί̈της ὁ Μωσαϊκὸς νόμος· Σαμαρείτης ὁ Χριστός·
PG 28:715ἔλαιον καὶ οἶνος τὸ τίμιον σῶμα καὶ αἷμα, καὶ τὸ ἅγιον βάπτισμα· τὸ δὲ πανδοχεῖον ἡ Ἐκκλησία· ὁ πανδοχεὺς ὁ ἅγιος Παῦλος· τὰ δύο δηνάρια, ἡ Παλαιὰ καὶ ἡ Νέα Διαθήκη. Ἄλλη ι. «Ἄνθρωπός τις ἐξῆλθε πρωὶ̈ μισθώσασθαι ἐργάτας.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἐργάται οἱ ἀπόστολοι. Οἱ δὲ περὶ τὴν ἑνδεκάτην ὥραν ἐλθόντες Ματθίας ἐστὶν, ὃς καὶ κατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. Ἑτέρα ιζ. «Γυνή τις εἶχε δραχμὴν, καὶ ἀπώλεσεν αὐτήν.» Τίς ἡ γυνή; ἡ Ἐκκλησία. Τίς ἡ δραχμή; ὁ Ἀδάμ. Ἄλλη ιη. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ.» Τίς ὁ θησαυρός; ὁ Χριστός. Τίνες οἱ ἀγοράσαντες; ὁ Ἰωσὴφ καὶ Νικόδημος, μᾶλλον δὲ ἡ ἁγία Θεοτόκος. Ἐρώτ. ιθ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία.» Τίς ζύμη; ἡ πίστις. Τὰ δὲ τρία ἀλεύρου σάτα; ἡ τριήμερος τοῦ Σωτῆρος ἀνάστασις. Ἐρώτ. κ. Διὰ τί γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ὁ Βαπτιστὴς καλεῖ; Ἀπόκ. Ἐπειδὴ τὸ θηρίον τοῦτο τρώγει τὴν γαστέρα τῆς μητρὸς αὐτοῦ, καὶ οὕτως ἐξέρχεται·
ὥσπερ καὶ οὗτοι ἐποίησαν, πατραλοῖαι γενόμενοι, καὶ τοὺς διδασκάλους αὐτῶν καὶ τοὺς προφήτας φθόνῳ καταναλίσκοντες. Καὶ γὰρ τὸν Μωσέα ἐλίθασαν, τὸν δὲ Ἡσαί̈αν μετὰ ξυλίνου πρίονος ἐδιχοτόμησαν πρίσαντες αὐτόν. Ἐρώτ. κα. Τίνος χάριν, παραδοθέντος τοῦ Ἰωάννου, ἀνεχώρησεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν; Ἀπόκ. Ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμοὺς, ἀλλὰ τοὺς ἐμπεσόντας στῆναι γενναίως. Ἐρώτ. κβ. Τί ἥμαρτεν ἡ συκῆ, ὅτι ἐξήρανεν αὐτὴν ὁ Χριστός; καὶ διὰ ποίαν ὑπόθεσιν; καὶ τίνα τρόπον; Ἀπόκ. Ἐπεὶ ἔμελλεν ὁ Κύριος τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν οἱ μαθηταὶ, ὅτι ἀδυναμίαν ἔχει καὶ ἀσθένειαν, καὶ διὰ τοῦτο πάσχει, ἐν τῷ ἀψύχῳ δείκνυσι τὴν δύναμιν ἑαυτοῦ· ἵνα δείξῃ, ὅτι ἠδύνατο πάντας ξηρᾶναι τοὺς ἀντιλέγοντας. Ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου συκῆς, τὴν φιλανθρωπίαν δὲ ταμιεύεται τοῖς ἀνθρώποις ἀμέτρῳ ἀνεξικακίᾳ. Λέγεται δὲ καὶ ἡ ἁμαρτία συκῆ, ἣν κατηράσατο καὶ ἐξήρανε Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἔστι δὲ καὶ τοῦτο, διότι ἔλαβε τῆς συκῆς τὰ φύλλα ὁ Ἀδὰμ, καὶ ἐσκέπασε τὴν ἁμαρτίαν τῆς αἰσχύνης μετὰ τὴν παράβασιν·
PG 28:717καταλύσας τὸ ἁμάρτημα τῆς παραβάσεως, καὶ προσηλώσας καὶ ἐξαλείψας ἐν τῷ σταυρῷ, ἐξήρανε τὸ κάλυμμα τῆς ἁμαρτίας, ὡς τὰ φύλλα τῆς συκῆς ἃ περιεβέβλητο ὁ Ἀδὰμ μετὰ τὴν παρακοήν. Ἐρώτ. κγ. Τί λέγει, ὅτι «Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ;» Ἀπόκ. Ἡ γυνὴ ἔσχεν ἄνδρας κατὰ τὸν νόμον τῶν Σαμαρειτῶν· ἐτελεύτησαν, μετ’ ἐκείνους ἐπόρνευσεν· οὐδεὶς γὰρ πρὸς αὐτὴν ὡς νόμιμον γυναῖκα προσεγγίζειν ἠβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τὴν ἐπιθυμίαν, λαθραίως εἶχε τὸν πορνεύοντα μετ’ αὐτῆς, καὶ οὐκ ἦν οὔτε περιφανὴς οὔτε νόμιμος. Εἶχε δὲ αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεόν; Ἀπόκ.
Οὗτοί εἰσιν οἱ ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικοῦντες, οἵτινες, χωρὶς συνάξεως ἐκκλησιαστικῆς δι’ ἔργων ἀγαθῶν θείῳ πνεύματι φωτιζόμενοι, ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεὸν καὶ Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἀμέμπτως βιοῦντες καὶ τῷ Θεῷ εὐσεβοφρόνως λατρεύοντες, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι τῶν ἀρετῶν διαλάμποντες, καὶ οὐκ ἔχουσι χρείαν ἐκκλησίας ἢ τόπου, ἀλλ’ αὐτοὶ ἑαυτοὺς ναοὺς ποιοῦντες ταῖς ἀγαθαῖς ἐργασίαις, ἐν παντὶ τόπῳ καὶ πανταχοῦ εὐαρεστοῦσι τὸ Θεῖον, ἀδιαλείπτως καὶ εἰλικρινῶς αὐτὸν θεραπεύοντες πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ἐρώτ. κε. Τί λέγει· «Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, ἐπὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς;» Ἀπόκ. Τουτέστι περὶ παντὸς πράγματος, οὗ ἐὰν συμφωνήσῃ ἡ ψυχὴ μετὰ τοῦ σώματος, εὐσεβοῦς καὶ ἐναρέτου ζητήματος, ὁ Θεὸς ἐν μέσῳ αὐτῶν γίνεται, ὥσπερ τῷ Ἡλίᾳ ἐν τῷ ὄρει, καὶ Δανιὴλ ἐν τῷ λάκκῳ προσομιλήσας, καὶ τὰ αἰτήματα αὐτῶν πληρώσας. Ἐρώτ. κ. Τί λέγει· «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ » Ἀπόκ. Ἀντίδικόν ἐστι τὸ σῶμα τῇ ψυχῇ.
PG 28:718Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ὥς φησι Παῦλος. Ὑπωπιάζομεν γὰρ καὶ δουλαγωγοῦμεν τὸ σῶμα, εὐνοοῦντες διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς λοιπῆς κακοπαθείας, ἵνα μηκέτι ἐξανίσταται τῆς ψυχῆς διὰ παθῶν τῆς ἀτιμίας. Ὁδὸν λέγει, τὸν μάταιον βίον τοῦτον καὶ πλάνον· ἂν γὰρ λυθῇ ἡ ψυχὴ τοῦ σώματος, καὶ ἐξέλθῃ τοῦ βίου τούτου καὶ τῆς ὁδοῦ, οὐκ ἔτι ἐργάζεσθαι ἀγαθὸν δύναται. Κοδράντης δὲ λέγεται καὶ αὐτὸ τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου. Λέγεται δὲ καὶ ἡ συνείδησις ἀντίδικος· ἐλέγχει γὰρ ἡμᾶς ἐν τῇ καρδίᾳ κρυπτῶς, καὶ ἀναχαιτίζει ἀπὸ τοῦ κακοῦ, καὶ ἐὰν μὴ ἀκούσωμεν αὐτοῦ, ἔσχατον παραδίδωσιν ἡμᾶς ἐν τῷ κριτηρίῳ τοῦ Θεοῦ καὶ δώσομεν εὐθύνας ὑπέρ τε τῶν μεγάλων ἁμαρτημάτων, καὶ τῶν εὐτελῶν καὶ λίαν ἐλαχίστων. Ἐρώτ. κζ. Τί ἐστιν· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως;» Ἀπόκ. Διὰ τὴν ἀνθρωπότητα λέγει, ὅτι «Πλούσιος ὢν ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Μέγα δὲ καὶ κομῶν τοῖς φύλλοις διὰ τὴν θεότητα. Πετεινὰ δὲ τοῦ οὐρανοῦ ἐν τοῖς κλάδοις αὐτοῦ προφήτας καὶ ἀποστόλους, καὶ αὐτοὺς τοὺς εὐαγγελιστὰς καθεζομένους. Ἐρώτ. κη. Τί ἐστι τό·
«Οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν;» Ἀπόκ. Τινὲς τὸν σισόην ἄλλως ἡρμήνευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπόκαρσιν τὸν νόμον ἀπαγορεύειν. Εἰώθασι γὰρ οἱ Ἕλληνες μὴ ἀποκείρειν τῶν παίδων τὰς κορυφὰς, καὶ τοὺς μαλοὺς ἐᾷν, καὶ τούτους μετὰ χρόνον ἀνατιθέναι τοῖς δαίμοσιν. Ἐρώτ. κθ. Διὰ τί ἐνεφύσησεν ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον;» Ἀπόκ. Ὥσπερ ἐπὶ τοῦ τυφλοῦ ἐποίησε πηλὸν, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ πλάσας κατ’ ἀρχὰς τὸν ἄνθρωπον ἐκ τοῦ πηλοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ τοῖς μαθηταῖς ἐνεφύσησε, δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ δοὺς πνοὴν καὶ ζωὴν τοῖς ἀνθρώποις διὰ τοῦ παλαιοῦ ἐμφυσήματος τοῦ πρὸς τὸν Ἀδάμ. Εἰπὼν δὲ αὐτοῖς· «Λάβετε Πνεῦμα ἅγιον·» ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ χάριν διὰ τοῦ ἐμφυσήματος πρὸς τὸ ἀφιέναι ἁμαρτίας. Διὰ τῆς ἐπιφοιτήσεως ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ τὴν τοῦ βαπτίσματος καὶ τὴν τῶν σημείων ἐνέργειαν παρεῖχε. Διό φησιν·
PG 28:720«Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Πρὸ γὰρ τοῦ πάθους οὐκ ἐν Πνεύματι ἁγίῳ τὰς ἰάσεις ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ καὶ προστάξει. «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Δεδόξασται δὲ ἐγερθεὶς ἐκ νεκρῶν. Πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου Πνεύματος τὴν ὑπόστασιν· αὐτὸ γὰρ ἦν τε ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χάρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλήψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χριστοῦ μαθητὰς κατεφοίτησεν. Ἐρώτ. λ. Τίς ἐστιν ὁ κριτὴς τῆς ἀδικίας, ὁ μήτε τὸν Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπόμενος; Ἀπόκ. Ὁ Θεός· οὔτε γὰρ Θεὸν ἔχει, ὃν φοβηθήσεται, οὔτε ἄνθρωπον ἐντραπήσεται. «Χήρα δέ τις ἦν ἐν τῇ πόλει.» Τίς δὲ ἡ χήρα ἐκείνη; ἡ παντὸς ἀνθρώπου ψυχὴ, ἥ ποτε τὸν διάβολον ἄνδρα ἔχουσα, καὶ ἀποῤῥίψασα αὐτὸν, τὸν δὲ Χριστὸν ἐνστερνισαμένη, χήρα τυγχάνει, καὶ δέεται καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα, τὸν κριτὴν παρακαλοῦσα καὶ ὀδυρομένη καὶ λέγουσα· «Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.» Ἐρώτ. λα.
Τίς δέ ἐστιν ὁ ἀντίδικος; Ἀπόκ. Ὁ διάβολος, ὁ «ὡς λέων ὠρυόμενος περιπατῶν, ζητῶν τίνα καταπίῃ.» Ἐρώτ. λβ. Τί δὲ εἶπεν ὁ κριτής· «Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλ’ οὖν ἐκδικήσω αὐτὴν, ἵνα μὴ ἐρχομένη ὑπωπιάζῃ με.» Καὶ ἐπιφέρει ὁ Κύριος λέγων· «Ἀκούσατε, τί λέγει ὁ κριτὴς τῆς ἀδικίας,» ὁ Θεός· ἐπειδὴ κρίνει καὶ κατακρίνει τοὺς ἀδίκους. «Δικαίῳ γὰρ νόμος οὐ κεῖται.» Ἐρώτ. λγ. Πῶς νοητέον, ὅτι «Ὁ ἔχων ἱμάτιον, πωλησάτω αὐτὸ, καὶ ἀγορασάτω μάχαιραν;» Ἀπόκ. Τοῦτο εἶπε γνωρίσαι θέλων ὁ Κύριος τοῖς ἀποστόλοις τὴν προδοσίαν αὐτοῦ, καὶ τὴν ἔφοδον τῶν Ἰουδαίων. Οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐγνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν. Ἐρώτ. λδ· Πῶς ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν; Ἀπόκ. Ὁ μὲν φιλῶν τὴν ψυχὴν αὐτοῦ ἐστιν ὁ τὰς ἀτόπους ἐπιθυμίας αὐτοῦ ποιῶν· ὁ δὲ μισῶν αὐτήν ἐστιν ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ· ὁ δὲ θέλων αὐτὴν ἀπολέσαι ἐστὶ παρὰ τὸ δέον ἐκ τῶν ἐπερχομένων αὐτῇ κινδύνων καὶ θλίψεων καὶ πειρασμῶν διαφυγεῖν ἐφιέμενος.
PG 28:722Ὥσπερ οὖν καὶ τὴν ὑπὲρ αὐτοῦ ἐν τοῖς κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνόμασεν· οὕτως εὑρήσει αὐτὴν εἰς ζωὴν τὴν αἰώνιον. Ἐρώτ. λε. Τί ἐστιν· «Ἐὰν ὁ δεξιός σου ὀφθαλμὸς, ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ;» Ἀπόκ. Οὐ περὶ τῶν μελῶν τοῦ σώματος τοῦτο εἴρηκεν ὁ Κύριος· ἄπαγε ἀλλὰ περὶ φίλων καὶ συγγενῶν· μέλη γὰρ ἀλλήλων ἐσμέν. Ἐὰν οὖν, φησὶν, ἔχῃς φίλον καὶ συγγενῆ ἀναγκαῖόν σοι ὄντα, ὡς δεξιὸν ὀφθαλμὸν ἢ χεῖρα· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἰὼβ, ὅτι «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν·» καὶ ἴδοις ἑαυτὸν βλαπτόμενον τὴν ψυχὴν ὑπ’ αὐτοῦ, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, μάλιστα ἐὰν ὑποκρίσεώς τινος καὶ δόλου μετέχωσιν. Τοῦ Χρυσοστόμου λ. Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθε ζητῶν ἐν αὐτῇ καρπὸν, καὶ οὐχ εὗρεν. Ἀπόκ. Συκῆν ἔθος τῇ Γραφῇ καλεῖν τὴν ἐν ἁμαρτίαις ψυχήν· ἀμπελῶνα δὲ τὴν τῶν πιστῶν Ἐκκλησίαν· ἀμπελουργοὺς δὲ τοὺς ἀγγέλους. Ἐπεὶ οὖν ἐν τῇ Ἐκκλησίᾳ ἀναξίαις βιοῦντες τῆς πίστεως, οὐκ ἀμπελὼν, ἀλλὰ συκῆ ὀνομάζονται.
Ἐκ νέας μὲν ἡλικίας, ὡς εἰκὸς, ἐν αὐτῇ φυτευθέντες διὰ τοῦ βαπτίσματος, μέχρι δὲ γήρους τὸν τρόπον μεταβαλλόμενοι· εἰκότως μακρόθυμος ὁ Θεὸς λέγει τῷ ἀμπελουργῷ, ἤτοι τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας· «Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δέ φησι· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.» Τρία οὖν ἔτη εἰσὶν ἐν ἀνθρώποις, ἐν οἷς ἔρχεται ζητῶν καρπὸν ὁ Θεὸς, αἱ τρεῖς μεθηλικιώσεις τοῦ ἀνθρώπου, ἢ ὡς παιδία, νεώτεροι, καὶ πρεσβύτεροι. Πολλοὶ γὰρ, ἐν αὐτῷ τῷ γήρᾳ μετανοήσαντες, διὰ θλίψεών τε σκαφέντες, καὶ διὰ πειρασμῶν δεξάμενοι κόπρια, τὴν ἀρετὴν ἐκαρποφόρησαν. Κυρίλλου λζ. Διὰ τί ἡ Ἐκκλησία καλεῖται Ἐκκλησία, καὶ διὰ τί καθολική; Ἀπόκ. Ἐκκλησία μὲν, διὰ τὸ πάντας ἐκκαλεῖσθαι· καθολικὴ δὲ, διότι καθόλου τοῦ κόσμου κεχυμένη ὑπάρχει. Ἐρώτησις λη. Πόθεν λέγεται αἵρεσις; Ἀπόκ. Ἀπὸ τοῦ αἱρεῖσθαί τι ἴδιον καὶ τοῦτο ἐξακολουθεῖν. Κείμενον λθ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα οὐκ ἐποίησε.
PG 28:723Γέγραπται γάρ· «Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά.» Φυγεῖν δὲ λέγει, ὁπόταν ἡ ψυχὴ ἐκ τοῦ σώματος χωρίζεται. Χειμῶνα δὲ τὰς ἁμαρτίας καλεῖ· σάββατον δὲ τὴν ἀμέλειαν· καὶ οὐαὶ τὴν ἐν ἁμαρτίᾳ καὶ ἀθυμίᾳ καὶ ἀμελείᾳ ψυχήν. Ἕτερον κείμενον μ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες.» Ἑρμηνεία. Λίθος ὁ Χριστὸς, ὅστις ἀπεδοκιμάσθη ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων καὶ πρεσβυτέρων τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ ἐγένετο κεφαλὴ τῆς Ἐκκλησίας τῶν ἐθνῶν. Ὃ λέγεται διὰ τὸ συγκρατεῖν ἐν τῇ πίστει εἰς μίαν ὁμόνοιαν τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὰ ἀπόγονα τῶν Ἑλλήνων καὶ τῶν Ἰουδαίων πεπιστεύκασι τῷ Χριστῷ, διὰ τοῦτο γωνίᾳ ἀπεικάσθη καὶ ὁ Χριστὸς, ὅτι τοὺς γόνους ἐκείνων συνῆψεν ἐν τῇ πίστει. Λέγεται δὲ καὶ κατὰ ἄλλον τινὰ τρόπον ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος, ἐπειδὴ, ὅτε κτίζεται οἰκία, προστιθέασιν οἱ οἰκοδομοῦντες ἐν τῇ γωνίᾳ τοῦ τοίχους λίθον ἀκρογωνιαῖον, ἤτοι τὸν ἔχοντα γωνίαν ἐν τῇ ἄκρᾳ αὐτοῦ. Πεσὼν δὲ ὁ τοιοῦτος ἐν τῇ ἄκρᾳ τοῦ τοίχους, συνάπτει καὶ κρατεῖ τὰ δύο τοίχη ἐν τῷ ἅμα.
Κατὰ οὖν τοιοῦτον τρόπον λέγεται καὶ ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος, ὅτι συνῆψε τοὺς δύο λαοὺς ἐν τῷ ἅμα, τόν τε λαὸν τῶν Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν· καὶ διὰ τοῦτο λίθος ἀκρογωνιαῖος ὠνόμασται. Ἐρώτ. Τί ἐστιν ὃ εἴρηκεν ὁ Χριστὸς τῷ Πέτρῳ ...; ηιξ δεσυντ θυαεδαμ. τοῦντες οἱ ὄχλοι, καὶ μέσον αὐτῶν ἔχοντες τὸν Χριστὸν ἤρχοντο κρυπτῶς ὄπισθεν αὐτοῦ τινες, καὶ ἔκρουον αὐτὸν, ἢ ἠρώτων αὐτὸν ἄλλοι δοκιμάζοντες, Εἰπὲ ἡμῖν, ἆρα τίς ἔτυψέ σε ἐκ τοῦ λαοῦ κρυφίως; καὶ ἐὰν οἶδας, προφήτευσον καὶ εἰπέ· δεῖξον ἡμῖν ἐκ τοῦ ὄχλου τὸν τύψαντά σε, καὶ γνωσόμεθα, ὅτι προφήτης εἶ σύ. Ἐρώτ. μα. Τί ἐστι· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα;» Καὶ γὰρ πάντες οἱ θνήσκοντες πρῶτον τελευτῶσι, καὶ οὕτω τὰς ἑαυτῶν κεφαλὰς κλίνουσιν. Ἀπόκ. Ἐπειδὴ πάντα ἐτέλεσεν ὁ Κύριος τὰ γεγραμμένα, τὴν σάρκωσιν, τὴν γέννησιν, τὴν βάπτισιν, τὴν τῶν σημείων ἐπίδειξιν, τῆς διδασκαλίας τὴν ἐνέργειαν, τῶν μαθητῶν τὴν οἰκείωσιν, τὰ ἀνθρώπινα πάντα, τὸ πάθος, τὴν σταύρωσιν, τοὺς ἐμπαιγμοὺς, τὰς τρώσεις τῶν ἥλων, μετὰ τὸ πληρῶσαι ταῦτα, ἅπερ ἔδει παθεῖν· ἐλείπετο μόνον ὁ θάνατος.
PG 28:725Καὶ φοβούμενος οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ· διὰ τοῦτο ἔκλινεν ὁ Χριστὸς τὴν κεφαλὴν, κράζων αὐτόν. Ἕως γὰρ μὴ ἔκλινε τὴν κεφαλὴν, οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ. Διὰ τοῦτό φησιν ὁ εὐαγγελιστής· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.» Ἐρώτ. μβ. Τίνος χάριν ἐκραύγασεν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ φωνῇ μεγάλῃ; Ἀπόκ. Ἵνα δείξῃ τὴν δύναμιν αὐτοῦ, καὶ ἐκφοβήσῃ τοὺς Ἰουδαίους, καὶ πρὸς πίστιν εἰσαγάγῃ. Καὶ γὰρ ἡ φωνὴ αὕτη τὰς πέτρας διέσχισε, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ καὶ ἔῤῥηξε, τὴν γῆν τε ἔσεισε, καὶ τὰ μνημεῖα ἀνέῳξε. Καὶ οὐδὲ οὕτως συνῆκαν οἱ ἀγνώμονες Ἰουδαῖοι. Ἐρώτ. μγ. Πῶς εἶδεν ἡ Μαρία τὸν Κύριον, καὶ ποίῳ τρόπῳ; Καὶ γὰρ ἵστατο κλαίουσα ἐν τῷ μνημείῳ ἔμπροσθεν τῶν ἀγγέλων σκυθρωπῷ τῷ ἤθει, καὶ κατηφεῖ τῇ θέᾳ. Πῶς οὖν εἶδεν αὐτὸν ὄπισθεν αὐτῆς περιπατοῦντα καὶ ἐρχόμενον; Ἀπόκ. Ἔχει δὲ οὕτως, ὅτι ἐκαθέζοντο οἱ ἄγγελοι ἔμπροσθεν αὐτῆς, καὶ ἔβλεπον τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς· ἐκείνη δὲ ὀπίσω αὐτῆς οὐχ ἑώρα· οἱ δὲ ἄγγελοι καθεζόμενοι ἐξεναντίας αὐτῆς ἐθεώρουν τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς, καὶ εὐθέως ἀνέστησαν.
Ἰδοῦσα δὲ ἡ γυνὴ τοὺς ἀγγέλους ἀποπηδήσαντας ἐξεπλάγη, καὶ αὖθις ἐστράφη εἰς τὰ ὀπίσω ἰδεῖν τί ἐθεάσαντο οἱ ἄγγελοι, καὶ εἶδεν ἐρχόμενον τὸν Ἰησοῦν. Αὕτη ἐστὶν αἰτία τοῦ ἰδεῖν τὴν Μαρίαν τὸν Κύριον στραφεῖσαν εἰς τὰ ὀπίσω. Ἐρώτ. μδ. Διὰ τί ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἐζήτησε μετὰ τὴν ἀνάστασιν φαγεῖν, οὐχ εὑρέθη δὲ ἕτερον μέρος, ἀλλ’ ἢ μόνον ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίον; Ἀπόκ. Τινὲς τὸ ἀπὸ μελισσίου κηρίον ἅλας ἡρμήνευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα. Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ παράδοξόν τινα ἑρμηνείαν καὶ βαθυτάτην καὶ ἀναγωγικωτάτην ἀκρίβειαν. Ὁ νοῦς τῆς ἀναγνώσεως ταύτῃ ἐστὶν οὗτος· ὁ μὲν ἰχθὺς παρεικάζεται εἰς τὴν σκληρὰν διαγωγὴν τῶν ἀσκητῶν, τῶν δαμασάντων τὴν σάρκα νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς κακοπαθείαις, καὶ σταυρωσάντων ἑαυτοὺς τῷ κόσμῳ καὶ ταῖς ἡδοναῖς, καὶ ὑγρότησι καὶ ταῖς τροφαῖς τοῦ βίου ἀποταξαμένων, καὶ τῇ ξηρότητι ἑαυτοὺς δαμασάντων, καὶ τῇ ἀσκητικῇ ὁδῷ πορευομένων, καθὼς ἐνετείλατο ὁ Χριστός·
PG 28:727«Ὁ θέλων τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτὴν,» ἐν νηστείαις δηλονότι καὶ ἀγρυπνίαις, καὶ ταῖς λοιπαῖς κακοπαθείαις. Πῶς δὲ παρεικάζεται ὁ ἰχθὺς εἰς τὴν ἄσκησιν, ἢ τὴν κακοπάθειαν, ἄκουσον. Ἄνθρωπος ὅμοιός ἐστι τοῦ ἰχθύος· ὥσπερ γὰρ ὁ ἰχθὺς, ἕως ἐστὶν ἐν τῇ θαλάσσῃ, ἔχει πᾶσαν τὴν ὑγρότητα, καὶ ζῇ μετὰ τοῦ αἵματος αὐτοῦ καὶ πάσης ἰλύος ὅταν δὲ κρατηθῇ ἔξω τοῦ ὕδατος, νεκροῦται· τιθέμενος δὲ ἐν τῷ πυρὶ ὀπτοῦται καὶ ξηραίνεται, καὶ ἀπόλλυσι πᾶσαν αὐτοῦ τὴν ἀκαθαρσίαν· τοιούτῳ τρόπῳ ἐστὶ καὶ ὁ ἄνθρωπος· ἕως ἐστὶ μέσον τοῦ βίου, ζῇ ἐμπαθῶς πρὸς τὰς ἡδονὰς καὶ ἀκολάστους ἐπιθυμίας. Ὅταν δὲ ἀποστῇ τοῦ κόσμου, καὶ βιώσῃ ἐν ἀσκήσει καὶ σκληραγωγίᾳ ἐν τῇ ἐρήμῳ, ὑπὸ πυρὸς τοῦ ἁγίου Πνεύματος θερμαινόμενος, τότε ξηραίνεται ἐκ τῶν παθῶν, καὶ καθαίρεται ἀπὸ πάσης ἀκαθαρσίας, καὶ γίνεται τῷ Θεῷ θυσία εὐάρεστος διὰ τῶν ἀρετῶν. Ὥσπερ ὁ ἰχθὺς γίνεται ἐπιτήδειος εἰς τροφὴν ὀπτηθεὶς ἐπ’ ἀνθράκων· οὕτως καὶ ὁ ἄνθρωπος, διὰ τῆς θέρμης τοῦ ἁγίου Πνεύματος καθαρθεὶς, γίνεται θυσία εὐπρόσδεκτος τῷ Κυρίῳ. Τὸ δὲ ἀπὸ μελισσίου κηρίον ἐστὶ πάλιν τοιαύτην ἔχον τὴν ἑρμηνείαν.
Ζητητέον τοίνυν πῶς οὐκ ἦν τὸ μέλι χωρὶς κηρίου. Ἔστι δὲ καὶ κηρίον χωρὶς μέλιτος· καὶ ἔστι καὶ μέλι χωρὶς κηρίου· ἐκεῖ δὲ εὑρέθησαν τὰ ἀμφότερα· κατὰ τίνα δὲ τρόπον, ἄκουσον. Τὸ μὲν μέλι διὰ τὴν γλυκύτητα τοῦ ἁγίου Πνεύματος, ἣν ἔμελλεν ἐκχέειν πρὸς τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστούς· τὸ δὲ κηρίον διὰ τὴν σφραγῖδα, ἣν παρέχει τοῖς πιστοῖς πᾶσι διὰ τοῦ βαπτίσματος. Καὶ γὰρ ὁ θησαυρὸς, ὅσον ἐστὶ βεβυσμένος διὰ κηρίου, τοσοῦτόν ἐστιν ἀσφαλέστερος. Τοιούτῳ τρόπῳ οὖν καὶ ὁ τῆς θείας χάριτος πλοῦτος ἐν τῷ ἀνθρώπῳ ὑπάρχει ἄσυλος, ἔχων τὴν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος, καὶ τὸ σημεῖον τοῦ σταυροῦ, καὶ τὴν πίστιν εἰς Χριστόν. Περὶ δόξης. Ἐρώτ. με. Γίνωσκε δὲ, ὅτι ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, μετὰ τὸ σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἀεὶ παρθένου Μαρίας, καὶ ἐνανθρωπῆσαι, καὶ πάντα ἀνθρώπινα ἀναλαβέσθαι χωρὶς ἁμαρτίας καὶ ἀσθενείας, καὶ μετὰ τὸ θαυματουργῆσαι καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι κατὰ τὰς Γραφὰς, ὕστερον ἀνελήφθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ. Δεξιὰν δὲ ἀκούων τοῦ Θεοῦ, μὴ τόπους καὶ σχήματα δόξης περίγραφε.
PG 28:728Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων ἐστίν· ὁ δὲ Θεὸς ἄπλαστος καὶ ἀόριστος καὶ ἀσχημάτιστος, καὶ ἀπερίγραπτός ἐστι. Δεξιὰν δὲ τοῦ Θεοῦ ὅταν ἀκούσῃς, τὴν δόξαν καὶ τὴν τιμὴν τοῦ Θεοῦ εἶναι νόει. Καὶ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, καθὼς εἴρηται, μετὰ τὸ πληρῶσαι πᾶσαν οἰκονομίαν, ὕστερον ἀνελήφθη· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατελθὸν ἐπὶ τοὺς ἁγίους μαθητὰς τῇ ἁγία Πεντηκοστῇ, καὶ ἐκχυθὲν ἐπὶ πᾶσαν σάρκα, οὐκ ἀνελήφθη, ἀλλὰ κατὰ γενεὰν καὶ γενεὰν διέρχεται εἰς πάντας, καὶ καθὼς ἕνα ἕκαστον εὕροι τῶν ἀνθρώπων, κατασκηνοῖ ἐπ’ αὐτὸν κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου καθάρσεως, ὑπὲρ μέλι γλυκάζον ἐν τῇ ψυχῇ. Ἐρώτ. μ. Τί ἐστιν ὃ εἶπεν ὁ Χριστὸς, ὅτι «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι;» Ἑρμηνεία. Τοῦτο εἴρηκεν ὁ Χριστὸς, ἐπειδὴ διπλοῦς κατ’ οὐσίαν, Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθήσεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ... ξαετερα δεσιδεραντυρ ...
μφαῖνον τὸ τρίτον πρόσωπον ὅμοιον ἀνθρώπῳ τὸν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερώτατα γράφον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ, τὴν τοῦ Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν ἐφιπταμένην, δόσιν σαφηνίζον, καὶ τὰ Εὐαγγέλια τούτοις σύμφωνα, ἐν οἷς συγκαθέζεται ὁ Χριστός. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς αὐτοῦ ἡγεμονικὴν καὶ ἔνδοξον αὐτοῦ γενεὰν ἐκδιηγεῖται λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» διὸ καὶ ἀετὸς μετωνόμασται, ὡς τὰ ὕψη ... κενεμβατήσας, κἀκεῖθεν τὰ ἀπόῤῥητα μυηθεὶς, καὶ τὰ κρυπτὰ τῆς θεολογίας ... ἀνιμησάμενος, καὶ τὴν ἄῤῥητον καὶ ἀκατάληπτον γέννησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ συγγραψάμενος. Τὸ δὲ κατὰ Λουκᾶν ἄρχεται ἀπὸ τοῦ Ζαχαρίου τοῦ ἱερέως· τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν γράφεις «Βίβλος γενέσεως.» Τὸ δὲ κατὰ Μάρκον· «Ἀρχὴ τοῦ Εὐαγγελίου.» Διὰ τοῦτο καὶ τέσσαρες καθολικαὶ διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν μία μὲν κατὰ τὸν κατακλυσμὸν τοῦ Νῶε ἐπὶ τοῦ τόξου· δευτέρα ἐπὶ τοῦ Ἀβραὰμ ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη ἡ διὰ τοῦ Μωσέως ἐν τῇ νομοθεσίᾳ· τετάρτη ἡ διὰ τοῦ ἁγίου Εὐαγγελίου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις καὶ δωρεά.
PG 28:730ΕΚ ΤΟΥ ΠΑΛΑΙΟΥ ΔΙΑΦΟΡΟΙ ΕΡΜΗ- ΝΕΙΑΙ. Ἐρώτ. μζ. Τί ἐστιν· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος;» Ἀπόκ. Ὅτι οὐκ ἦν ἀκμὴν κοσμηθεῖσα. Ἐπικειμένου γὰρ τοῦ ὕδατος ἐπάνω αὐτῆς, ἀόρατος ἦν ἤτοι ἀθεώρητος καὶ ἀφανής· ἀκατασκεύαστος δὲ ἤτοι ἀκαλλώπιστος, ἀτελείωτος· ἀκμὴν γὰρ οὐκ εἶχεν οὔτε ἄνθη, οὔτε λειμῶνας, οὔτε φυτὰ, οὔτε βλάστην. Ἐρώτ. μη. Ποῖον πνεῦμα ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος; Ἀπόκ. Τισὶ μὲν δοκεῖ τὸ πανάγιον Πνεῦμα ζωογονοῦν τὴν τῶν ὑδάτων φύσιν· ἐγὼ δὲ ἁρμοδίως τὸ, «ἐπεφέρετο,» τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν φημὶ παραδηλοῦν, καθὰ καὶ Δαβὶδ περὶ τοῦ Θεοῦ τῶν ὅλων φησί «Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Ἐρώτ. μθ. Διὰ τί, μίαν τὴν συναγωγὴν τῶν ὑδάτων εἰπὼν, μετὰ ταῦτα πολλὰς προσωνόμασε; «Συνήχθη» γὰρ, φησὶ, «τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν.» Ἀπόκ. Μία ἐστὶ τῶν ὑδάτων ἡ φύσις καὶ συναγωγή· πληθυντικῶς δὲ τὰς συναγωγὰς ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν, καὶ τὸ Ἀτλαντικὸν ἕτερον, καὶ ἄλλο μὲν ἡ Προποντὶς, καὶ Αἰγαῖον ἕτερον, καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος.
Ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες Ὠκεανὸν ὀνομάζουσι. Τούτου χάριν, ὡς μὲν συνηγμένην, συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διαιρουμένην, συναγωγάς. Ἐρώτ. ν. Ποῖον φῶς ἐχώριζε τὴν ἡμέραν καὶ τὴν νύκτα, πρὶν γενέσθαι τὸν ἥλιον; Καὶ γὰρ ὁ ἥλιος καὶ οἱ λοιποὶ φωστῆρες ὕστερον ἐγένοντο. «Καὶ ἐγένετο δὲ ἑσπέρα, καὶ ἐγένετο πρωὶ̈ ἡμέρα,» πῶς γὰρ νοητέον; οὔπω γὰρ ἥλιος. Ἀπόκ. Τὸ φῶς εἶπεν ὁ Θεὸς, καὶ ἐγένετο. Ἐκεῖνο οὖν ἦν τὸ διαχωρίζον τὴν ἡμέραν καὶ τὴν νύκτα. Καὶ εἶπεν ὁ Θεὸς, ὅτι «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο οὐκ ἔστιν ἥλιος· ποῖον δέ ἐστι τοῦτο τὸ φῶς, ἄκουσον. Τοῦτο τὸ φῶς ἐστι τὸ πρωϊνὸν, ὅπερ ἀνατέλλει καὶ φωτίζει τὸν κόσμον ἀπὸ πρωὶ̈ πρὶν ἀνατεῖλαι τὸν ἥλιον. Καὶ μηδεὶς νομίσῃ, ὅτι τοῦ ἡλίου ἐστὶ τὸ φέγγος ἐκεῖνο, ὅπερ αὐγάζει ταχὺ καὶ φωτίζει τὸν κόσμον πρὶν τοῦ ἡλίου· ἀλλ’ αὐτό ἐστιν ὅπερ λέγει ἡ Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Τοῦτο τὸ φῶς πολὺ καὶ ὑπέρλαμπρον ὑπάρχον, τότε διεῖλεν αὐτὸ ὁ Θεὸς εἰς τοὺς φωστῆρας, τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπά. Ἐρώτ. να.
PG 28:732Τί λέγει, ὅτι «Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ ἡμέρας καὶ ἐνιαυτούς;» Ἀπόκ. Σημεῖα καλεῖ τὸ εἰδέναι σπόρου καιρὸν καὶ θέρους, καὶ τρυγητοῦ, τὸ φυτεῦσαι ἐν ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν Ἐρώτ. νβ. Διὰ τί τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησεν ὁ Θεὸς, τὰ δὲ ζῶα μετὰ ταῦτα; Ἀπόκ. Διότι τὰ μὲν φυτά εἰσιν ἄψυχα, καὶ οὔτε ὀφθαλμοὺς ἔχουσι, καὶ ἐκτίσθησαν πρὸ τῶν φωστήρων· ἐβάσταζον γὰρ τοῦ φωτὸς τὴν λαμπρότητα· μετὰ δὲ τοὺς φωστῆρας ὕστερον ἐγένοντο τὰ ζῶα· ἐπειδὴ ἐμέρισεν ὁ Θεὸς τὸ φῶς τὸ πρῶτον τὸ μέγα ὃ ἐποίησεν εἰς τοὺς φωστῆρας, καὶ διεσκορπίσθη, καὶ ἐγένετο ἐλαφρότερον· εἰ μὴ γὰρ οὕτως ἐγένετο, οὐκ ἠδύνατο τὰ ζῶα ὑποφέρειν τὴν πολλὴν ἀστραπὴν καὶ τὴν λαμπρότητα ὅλου τοῦ πυρὸς ἐκείνου. Καὶ διὰ τοῦτο ἐγένοντο ὕστερον τὰ ζῶα, ὅπως δύνωνται φέρειν τοῦ πυρὸς τὴν λαμπρότητα. Ἐρώτ. νγ. Διὰ τί ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον ἐκ τῆς γῆς, οὐκ ἔπλασε καὶ τὴν Εὔαν. ἀλλ’ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔπλασεν αὐτήν; Ἀπόκ.
Ἵνα μὴ ἔχωσιν ἀφορμὴν λέγειν, ὅτι ἄλλο τὸ χῶμά ἐστι τοῦ Ἀδὰμ, καὶ ἄλλο τῆς Εὔας· καὶ κρεῖςσον ἦν τὸ χῶμα ὃ ἔπλασε τὸν Ἀδὰμ, καὶ ἐξ ἐκείνου εἰσὶν οἱ καλοὶ καὶ ἐνάρετοι ἄνθρωποι· ἀπὸ δὲ τῆς Εὔας εἰσὶν οἱ κακοὶ καὶ πονηροὶ, καὶ οἱ σκολιοὶ ἄνθρωποι. Διὰ τοῦτο ἔπλασεν αὐτοὺς ὁ Θεὸς ἐξ ἑνὸς χώματος. Ἐρώτ. νδ. Διὰ τί, ὡς ἔστι κρεῖσσον καὶ παραδοξότερον ποίημα τοῦ Θεοῦ ὁ ἄνθρωπος [βασιλέα γὰρ αὐτὸν πεποίηκεν ἐπὶ τῆς γῆς, καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ ἐποίησεν αὐτὸν], πῶς ἔπλασεν αὐτὸν ὁ Θεὸς ὕστερον πάντων; Ἀπόκ. Ἐπειδὴ ὥσπερ βασιλεὺς, ὅταν μέλλει ἀπελθεῖν ἐν πόλει τινὶ, πρῶτον εὐτρεπίζουσιν αὐτοῦ τὴν ἑτοιμασίαν, καὶ κατασκευάζοντες αὐτοῦ τὴν δωροφορίαν, καὶ πᾶσαν αὐτοῦ τὴν ὑπηρεσίαν καὶ ἀνάπαυσιν, μετὰ τοῦτο δὲ παραγίνεται ὁ βασιλεὺς, οὕτω γέγονε καὶ ἐπὶ τοῦ ἀνθρώπου. Πρῶτον ἐφρόντισεν ὁ Θεὸς τὰ τῆς ἀναπαύσεως αὐτοῦ, καὶ εἰργάσατο τὴν κατοικίαν αὐτοῦ καὶ πᾶσαν τὴν χρείαν καὶ ἀνάπαυσιν αὐτοῦ, καὶ μετὰ ταῦτα ἔπλασεν αὐτόν. Ἐρώτ. νε. Τί ἐστι τό· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν;» Τί τὸ «κατ’ εἰκόνα;» καὶ τί τὸ «καθ’ ὁμοίωσιν;» Ἀπόκ.
PG 28:734Οὐχ ὥσπερ οἱ ἄνθρωποι, οὕτως καὶ ὁ Θεός ἐστιν ἀνθρωπόμορφος· ἄπαγε Ἀλλὰ τὸ «κατ’ εἰκόνα» τοῦτό ἐστιν· ὥσπερ γὰρ ὁ Θεὸς βασιλεύει ἐν παντὶ κόσμῳ, καὶ ἄρχει, καὶ ἐξουσιάζει πάντων τῶν ἐν οὐρανῷ καὶ τῇ γῇ· οὕτω καὶ ὁ ἄνθρωπος ἄρχων καὶ βασιλεὺς καθέστηκε πάντων τῶν ἐπιγείων πραγμάτων, καὶ αὐτεξουσίως ὃ βούλεται πράττει, καθάπερ καὶ ὁ Θεός· καὶ τοῦτό ἐστι τὸ «κατ’ εἰκόνα.» Τὸ δὲ «καθ’ ὁμοίωσίν» ἐστι τὸ ἀγαθὸν καὶ ἐνάρετον. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθός ἐστι καὶ ἐλεήμων, καὶ εὔσπλαγχνος, καὶ δίκαιος, μακρόθυμός τε καὶ πρᾶος, ἀγαπητικός τε καὶ συμπαθὴς, εἰρηνικός τε καὶ ἐπιεικὴς, ἐλεῶν καὶ τρέφων πάντας ἀνθρώπους, καὶ ἐπὶ πᾶσι τὸ ἀγαθὸν ἐνδεικνύμενος· τοιούτῳ τρόπῳ εἰργάσατο καὶ ἔπλασε, καὶ θέλει εἶναι τὸν ἄνθρωπον, ἵνα πάσῃ ἀρετῇ ὑπάρχῃ κατακεκοσμημένος, καὶ ... μιμεῖται Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ἐν πάσῃ ἀγαθοεργίᾳ καὶ σεμνότητι. Ἐρώτ. ν. Τίνι ὁ Θεὸς εἴρηκε· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν;» Ἀπόκ. Τινὲς τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸ εἰρηκέναι καὶ τοὺς πονηροὺς δαίμονας ἔφθασαν·
οὐ συνιέντες οἱ ἐμβρόντητοι, ὅτι οὐ κατ’ εἰκόνας ἡμετέρας ἔφη, ἀλλὰ κατ’ εἰκόνα ἡμετέραν. Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε οὐσία οὔτε εἰκὼν ἡ αὐτή. Ἐγὼ δέ φημι, ὅτι, προθεωρῶν τὴν τοῦ Μονογενοῦς σάρκωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ Παρθένου λήψεται, καὶ οὕτως ἑαυτῷ ἓν μὲν πρόσωπον Θεοῦ καὶ ἀνθρώπου νοήσας, καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τῆς κτίσεως ἁπάσης προσφέρεσθαι, πρὸς αὐτὸν τὸν μονογενῆ Υἱὸν ποιεῖται τὸν λόγον. Ἐρώτ. νζ. Ποία ἐστὶν ἀρχὴ καὶ προτερεύει, ἡ νὺξ ἢ ἡ ἡμέρα; Ἀπόκ. Ἀπὸ μὲν τῆς ἀρχῆθεν κοσμοποιίας, ἤτοι τῆς πλάσεως τοῦ Ἀδὰμ, ἕως τῆς Χριστοῦ παρουσίας πρώτη ὑπῆρχεν ἡ ἡμέρα, καθὼς λέγει καὶ ἡ θεία Γραφή· καὶ ὅτι εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,» καὶ ὅτι «ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα·» πρῶτον τιθεῖσα τὸ φῶς· καὶ γὰρ διὰ τοῦτο ὑπῆρχε πρώτη ἡμέρα. Ἐπειδὴ ἀπὸ τοῦ φωτὸς ἠρξάμεθα, καὶ εἰς σκοτασμὸν κατηνέχθημεν ὕστερον. Πλανηθέντες γὰρ ἀπὸ τῆς εὐθείας ὁδοῦ εἰς εἴδωλα καὶ σκοτασμὸν ἀπάτης ἐνεπέσαμεν. Ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας ἄρχεται πάλιν καὶ πρωτεύει ἡ νὺξ τῆς ἡμέρας.
PG 28:735Διὰ τοῦτο καὶ ἀφ’ ἑσπέρας ἀρχόμεθα ἑορτάζοντες τὰς ἐπαύριον ἡμέρας. Ποίῳ δὲ τρόπῳ γέγονεν οὕτως, ἄκουσον. Ἐπειδὴ τὸ πρῶτον ἀπὸ τοῦ φωτὸς πρὸς τὸ σκότος ἐνεπέσαμεν, διὰ τοῦτο καὶ τὸ φῶς ἔχει τὴν ἀρχὴν, τὸ δὲ σκότος ὕστερον. Ἀφ’ οὗ δὲ ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ κόσμῳ ἀνέτειλε, καὶ ἀπὸ τοῦ σκότους τῆς πλάνης πρὸς τὸ φῶς τῆς θεογνωσίας ἡμᾶς ἐπανήγαγε, διὰ τοῦτο καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους ἀρχόμεθα, καὶ πρὸς τὸ φῶς καταλήγομεν. Ἐν τούτῳ κἂν ἡ νὺξ πρωτεύει, ἀρχὴν διδοῦσα ἡμᾶς, καὶ παραπέμπουσα πρὸς τὸ φῶς. Καὶ γὰρ ὁ βίος οὗτος σκότος παρὰ τῇ Γραφῇ ὀνομάζεται, καθὼς ὁ θεσπέσιος Παῦλος οὕτω φησίν· «Ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός·» τουτέστι τοῦ μέλλοντος αἰῶνος. Φῶς γὰρ ὁ μέλλων ἐστί. Τὰ δὲ ὅπλα τοῦ φωτὸς ἐκείνου εἰσὶν αἱ ἀρεταί. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Φῶς δὲ τὰς ἀρετὰς ἐκάλεσεν, ἃς δύναται ἔχειν ὁ ἄνθρωπος ἕως οὗ ζῇ· μετὰ θάνατον γὰρ οὐ δύναται ταῦτα εὑρεῖν. Σκότος δὲ ὁ αἰὼν οὗτος διὰ τὰς σκοτεινὰς αὐτοῦ πράξεις καὶ ἀθεμίτους· ὡς πάλιν εἴρηκεν ὁ Χριστός·
«Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ γὰρ τὸ ἀκολουθεῖν τῷ Χριστῷ τοῦτό ἐστι τὸ ποιεῖν τὰ εὐάρεστα αὐτοῦ, καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ. Ὁ τοιοῦτος γὰρ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, τουτέστιν ἐν ταῖς ματαίαις ὁδοῖς τοῦ βίου τούτου, ἀλλὰ κατασκηνώσει καὶ ... λαβεῖ τὸ αἰώνιον φῶς τῆς ζωῆς τοῦ μέλλοντος αἰῶνος, καὶ τὴν ἐκεῖ ἀπέραντον εὐφροσύνην καὶ ἀγαλλίασιν. Ἐρώτ. νη. Ὅτι μετὰ τὴν βρῶσιν ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχον ταύτην τὴν αἴσθησιν, Ἀπόκ. Ὥσπερ τὰ κομιδῆ νήπια ἐρυθριᾷν οὐ πέφυκε τῆς ἐσθῆτος γυμνούμενα, ἀλλὰ κατὰ μικρὸν τοῦ σώματος αὐξανομένου, καὶ τὴν ἐντροπὴν προσλαμβάνουσιν οὕτω δὴ καὶ περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας. Εὐθὺς μὲν πλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς, καὶ τῆς ἁμαρτίας ἀμέτοχοι, οὐκ ᾐσχύνοντο δίχα περιβολαίου· μετὰ δὲ τὴν πεῖραν τῆς ἁμαρτίας φύλλοις συνεκάλυψαν τὰ ἑαυτῶν μόρια. Ἐρώτ. νθ. Τί ἐστιν, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν;» Ἀπόκ. Ἐλεγκτικῶς τὴν εἴκασιν τοῦ Ἀδὰμ μεμφόμενος λέγει ὁ Θεός· Μὴ ὃ ἐνόμισας γενέσθαι ἐγένετο;
PG 28:737Μὴ Θεὸς ἐγένου, καθὼς ὁ πονηρὸς εἶπέ σοι, καὶ ἐπλάνησέ σε; Ἐπιθυμήσας γὰρ ὑψηλότερος γενέσθαι, εἰς τὸ ἧττον ἐξέπεσεν. Ἐρώτ. ξ. Τί ἐστι τὸ, «Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις;» Ἀπόκ. Τοῦ προσενεχθέντος δώρου εἶπεν ὁ Θεὸς τῷ Κάϊν, ὅτι, Αὐτοῦ τοῦ δώρου οὗ προσήγαγες, προσγένηταί σοι ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἐξουσιάσεις αὐτοῦ. Ὡς θέλεις ποίησον. Ἐγὼ γὰρ αὐτὸ οὐ προσεδεξάμην. Ἐρώτ. ξα. Διὰ τί, ἁμαρτήσαντος τοῦ Ἀδὰμ, Ἄβελ ὁ δίκαιος ἐτελεύτησεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἠθέλησεν ὁ Θεὸς γενέσθαι τοῦ θανάτου τὸ θεμέλιον ἰσχυρόν· εἰ γὰρ ὁ Ἀδὰμ πρῶτος ἐτελεύτησεν, ἰσχυρὰν ἐκεῖνος ἂν τὴν κρηπῖδα ἔσχεν, ὡς πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος. Ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον πρῶτον ἐδέξατο, σφαλερὸν ἔχει καὶ σαθρὸν αὐτοῦ τὸ θεμέλιον. Ἐρώτ. ξβ. Τί λέγει, ὅτι «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει;» Ἀπόκ. Τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθ’ οὗ διηλέχθη τῷ ἀδελφῷ εἰπών· «Διέλθωμεν εἰς τὸ πεδίον·» τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι τοῦ ἀδελφοῦ μείζων ἡ ἐπίτασις·
πέμπτον, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕκτον, ὅτι τὴν γῆν αἵμασιν ἐμίανεν· ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. Ἑπτὰ ἐκδικούμενά εἰσι ταῦτα· πρῶτον, ὅτι τὸν Θεὸν παρώργισε· δεύτερον, ὅτι τὸν πατέρα ἐλύπησε· τρίτον, μητέρα ἄτεκνον ἀπέδειξε· τέταρτον, ἀδελφὸν ἀπέκτεινε· πέμπτον, αἷμα ἐξέχεεν· ἔκτον, φόνον εἰργάσατο· ἕβδομον, ᾅδην ἐνεκαίνισεν. Ἐρώτ. ξγ. Τί ἐστι· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί μοι ζῇν, καὶ μὴ ἀποθανεῖν;» Ἀπόκ. «Μείζων ἐγένετο ἡ καταδίκη μου·» καὶ γὰρ τοιοῦτος γέγονεν ὁ Κάϊν ἐκ τῆς κατάρας τοῦ Θεοῦ, ὅτι ὁ τρόμος καὶ ὁ κλόνος τῶν μελῶν αὐτοῦ, οὗ εἶχεν, οὐδὲ βρῶμα βαλεῖν ἐν τῷ στόματι αὐτοῦ ἠδύνατο. Ἐρώτ. ξδ. Τί λέγει Λάμεχ, ὅτι «Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί;» Ἀπόκ. Οὐ δύο λέγει, καθώς τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν, ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ’ ἕνα, καὶ τοῦτον νέον· «ἄνδρα» γὰρ «εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·» τουτέστιν, ἄνδρα νέον ἔχοντα τὴν ἡλικίαν.
PG 28:739Διέφυγε δὲ τὴν τιμωρίαν διὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας, καὶ καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐπενεγκὼν, τὴν θείαν ἐκώλυσε ψῆφον. Ἐρώτ. ξε. Τίνας υἱοὺς Θεοῦ κέκληκεν ὁ Μωσῆς, εἰπών· «Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας;» Ἀπόκ. Ἐκ μὲν τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ· τρίτος γὰρ ἦν ἀπὸ τοῦ Ἄβελ· ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον καὶ Θεόν. Ὅθεν οἱ ἐκ τούτου γεννηθέντες παῖδες υἱοὶ Θεοῦ ἐχρημάτισαν, ὥσπερ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγορίας Χριστιανοὶ καλούμεθα. Καὶ γὰρ κεχώριστο τοῦ Σὴθ τὸ γένος, καὶ οὐκ ἐμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. Ὕστερον καὶ εὐειδεῖς θεασάμενοι τὰς θυγατέρας τῆς τοῦ Κάϊν συγγενείας, καὶ καταθελχθέντες, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας, καὶ διέφθειραν τὴν οἰκείαν συγγένειαν. Ἐρώτ. ξ. Τί ὃ λέγει· «Ἀναβλέψας Ἀβραὰμ, εἶδε· καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων αὐτοῦ ἐν φυτῷ Σαβέκ;» Ἀπόκ. Φυτὸν Σαβὲκ ὁ τίμιός ἐστι σταυρός· κατὰ δὲ Ἑβραίους δοκεῖ τὸ Σαβὲκ ἀφέσεως καὶ συγχωρήσεως.
Ὁ δὲ ἐν τῷ Σαβὲκ τῷ φυτῷ κατεχόμενος κριὸς, ὅστις καὶ εἰς θυσίαν προσήχθη ἀντὶ Ἰσαὰκ, τὸν Χριστὸν προετύπου, τὸν προσενεχθέντα ὑπὲρ ἡμῶν ἄμωμον ἱερεῖον, καὶ ἐν τῷ σταυρῷ θάνατον ὑποστάντα ἕνεκεν ἡμῶν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν,» φησὶν Ἡσαί̈ας, «καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν.» Ὥσπερ ὁ κριὸς ἐκεῖνος οὖν προσήχθη ἀντὶ Ἰσαὰκ, οὕτω καὶ ὁ Χριστὸς προσήχθη ὑπὲρ ἡμῶν ἁπάντων. Ἐρώτ. ξζ. Τί λέγει ὁ Ἰσαὰκ, ὅτι «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλογήσαι Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη,» καὶ τὰ ἑξῆς. Ἀπόκ. Ἀγρός ἐστιν ὁ κόσμος· δρόσος δὲ οὐρανοῦ ἡ θεότης· πιότης δὲ τῆς γῆς ἡ ἀνθρωπότης. Ὥσπερ τοίνυν ἡ δρόσος μὲν ἀοράτως κάτεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη· οὕτως ἀόρατος ὢν ὁ Θεὸς Λόγος, διὰ τῆς σαρκὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων μυστηρίων αἰνίγματα. Δουλεύουσι πάντα τὰ ἔθνη τῷ Χριστῷ. Ἐρώτ. ξη.
PG 28:740Τί δηλοῖ, ὅτι ἔλαβεν ὁ Ἰακὼβ τρεῖς ῥάβδους, χλωρὰν στυρακίνην, καὶ καρυί̈νην, καὶ πλατανίαν, καὶ ἐλέπτυνεν αὐτάς; Ἀπόκ. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς εἰσιν αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, τὸ λογικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι, τῶν σωμάτων, τῶν ἀσωμάτων, καὶ τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυί̈νης, ἡ θεωρητικὴ δὲ διὰ τῆς στυρακίνης· διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο. Ἐρώτ. ξθ. Τίνος χάριν ὁ Ἰακὼβ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παραβεβληκυῖαν, καὶ εἶπε· «Παρεμβολὴ Θεοῦ αὕτη;» Ἀπόκ. Διὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαίνεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖναι αὐτὸν, καὶ διὰ τοῦτο ἐπάλαισε καὶ μετ’ ἀγγέλου, καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· «Ἐμὲ νενίκηκας, καὶ ἄνθρωπον δέδοικας;» ἔγνω δὲ ὅτι τὸν Θεὸν ἔχει βοηθόν. Ἐρώτ. ο. Τί ἐστι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τοῦτο ἁρμόττει ἐπὶ τοῦ Χριστοῦ.
Ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων φοβερός ἐστιν, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ τῷ διαβόλῳ. Λέοντα δὲ αὐτὸν ἐκάλεσε καὶ σκύμνον λέοντος ὡς βασιλέα καὶ ὡς βασιλέως υἱόν. Τὸ δὲ, «Τίς ἐγερεῖ αὐτόν;» τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν. Αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε κατὰ τὴν αὐτοῦ πρόῤῥησιν· φησὶ γάρ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐρώτ. οα. Τί ἐστι· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ;» Ἀπόκ. Ἄμπελον μὲν τὴν Ἱερουσαλὴμ λέγει· πῶλον δὲ τὸν ἐξ ἐθνῶν λαὸν, ὡς ἀδάμαστον. Τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο, ἀποστείλας τοὺς μαθητὰς πρὸς τὸ λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, ἐφ’ ᾧ οὐδεὶς ἀνθρώπων ἐκάθισεν. Οὔτε πατριάρχης, οὔτε νομοθέτης, οὔτε προφήτης τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· ἀπόστολοι προσταχθέντες ἔλυσαν τὴν τῶν ἀνθρώπων φύσιν, δεδεμένην ταῖς ἁμαρτίαις. Ἐρώτ. οβ. Τί ἐστιν ὃ λέγει· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τὰ κατὰ τοῦ πάθους τοῦ Χριστοῦ λέγει· καὶ τὸ μὲν σῶμα στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον·
PG 28:742ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δεσπότης. Τὸ δὲ, Χαρωποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ. Ἐρώτ. ογ. Τίς Θεὸν πρῶτος ὠνόμασεν ἐπὶ τῆς γῆς; Ἀπόκ. Ὁ διάβολος εἰπὼν τῇ Εὔᾳ· «Τί ὅτι εἶπεν ὁ Θεὸς μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου;» Ἐρώτ. οδ. Τί μέλλουσι γενέσθαι τὰ στοιχεῖα, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ ἄστρα ἐν τῇ δευτέρᾳ παρουσίᾳ; Ἀπόκ. Δοθήσεται αὐτοῖς τόπος κατοικίας ἐν ἑνὶ μέρει, πλὴν οὐκ εἰς τέλος ἀφανισθήσονται. Ἐρώτ. οε. Διὰ τί τῷ μὲν Κάϊν κατηράσατο ὁ Θεὸς, λέγων· «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς·» ἐπὶ δὲ τοῦ Ἀδὰμ τῇ γῇ ἐπέθετο τὴν κατάραν εἰπών· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου;» Ἀπόκ. Ὅτι ὁ μὲν Κάϊν ἠρνήσατο τὸν Θεὸν, κρύψας τὸ ἁμάρτημα· διὸ καὶ μείζονα τὴν καταδίκην εἰργάσατο· ὁ δὲ Ἀδὰμ ὁμολογήσας, τὴν πολλὴν ἐξ αὐτοῦ ἀπώσατο τιμωρίαν· ὁ γὰρ τὰ ἑαυτοῦ πταίσματα ἐξομολογησάμενος ἐπιτυγχάνει ἀφέσεως. Ἐρώτ. ο. Τί ἐστιν· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;» Ἀπόκ. Ἔθνη λέγει τῶν Ῥωμαίων, ἤγουν τῶν Φράγγων τὸ γένος, τῶν σταυρωσάντων τὸν Χριστόν. Λαὸν δὲ λέγει τῶν Ἰουδαίων τὴν κεφαλήν.
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, ὁ Πιλᾶτός τε καὶ ὁ Ἡρώδης, ἄρχοντες δὲ Ἄννας καὶ Καϊάφας. Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐρώτ. οζ. Τίνας λέγει ληνούς; Ἀπόκ. Τὰς ἐκκλησίας, ἐν αἷς ἐκχεῖται ὁ οἶνος, ἤτοι τὸ ἅγιον αἷμα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ θύεται καὶ τὸ ἅγιον σῶμα αὐτοῦ. Ὃ δὲ λέγει ὁ προφήτης Ἡσαί̈ας, ὅτι «Ληνὸν ἐπάτησα μονώτατος,» τοῦτο ἑρμηνεύει. Ὥσπερ ἡ ληνὸς δοχεῖόν ἐστι, καὶ ἐν ταύτῃ καταπατοῦνται αἱ σταφυλαί· οὕτως κατεπάτησε καὶ ὁ Χριστὸς τοὺς ἐχθροὺς αὐτοῦ, νοητούς τε καὶ αἰσθητούς. Εἴπωμεν δὲ καὶ τοῦτο, ὅτι βότρυς καὶ σταφυλὴ ὁ Χριστὸς, ὅστις ἀποθλίψας ἑαυτὸν ἑκουσίᾳ πληγῇ καὶ θανάτῳ, ἀπέσταξε τὸ θεῖον γλεῦκος, καὶ ἐφοίνιξεν ἑαυτὸν τῷ ἰδίῳ αἵματι. Μονώτατος δέ ἐστιν, ὅτι μόνος αὐτὸς ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν· «Οὔτε γὰρ ἄγγελος, οὔτε πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.» Ὁ δὲ Πέτρος ἠρνήσατο ἐν τῷ τοῦ πάθους καιρῷ, καὶ οἱ λοιποὶ ἔφυγον ἀπόστολοι. Ἐρώτ. οη. Τί ἐστιν· «Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ;» Ἀπόκ. Ὕδωρ τὸ ἅγιον βάπτισμα δηλοῖ, ἢ τὴν τῶν δακρύων πηγὴν, ἤτοι τὴν μετάνοιαν.
PG 28:744Τὸ δὲ, «Βαδίσαντες, ἀγοράσατε, καὶ φάγετε καὶ πίετε ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπειδὴ κατακλύζει πάσας τὰς ἁμαρτίας. Ἑρμην. οθ. Τί, «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός;» Ἀπόκ. Τοῦτο δηλοῖ τὴν μέλλουσαν κόλασιν τοῦ πυρός· ἐπειδὴ τῇ τοῦ Χριστοῦ προστάξει μέλλει διαιρεθῆναι. Τὸ πῦρ γὰρ ἔχει δύο ἐνεργείας· καὶ τὸ μὲν φωτίζον μέλλει δοῦναι τοῖς δικαίοις, τὸ δὲ καῖον τοῖς ἁμαρτωλοῖς. Ἑρμηνεία π. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Ἀπόκ. Ὑετοί εἰσιν οἱ ἀπόστολοι. Ἐπλήσθησαν γὰρ παντοίων δωρεῶν καὶ χαρισμάτων. Ἐντεῦθεν καὶ πᾶς ἄνθρωπος καθαρὸς καὶ ἐνάρετος τοιοῦτος ὑπάρχει· καὶ γὰρ τὸ ὕδωρ καὶ ἡ δρόσος ἐν τῇ Γραφῇ, ποτὲ μὲν δηλοῖ τὸ χάρισμα τοῦ Θεοῦ, ποτὲ δὲ τοὺς πειρασμοὺς καὶ τὴν ταραχὴν τῆς ψυχῆς. Ὅταν δὲ λέγει, ὅτι «Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ·» καὶ, «Ὡς δρόσος Ἀερμῶν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν,» τὰ χαρίσματα λέγει τοῦ ἁγίου Πνεύματος. Ὄρη δὲ Σιὼν λέγει τοὺς κατὰ Θεὸν ζῶντας πνευματικούς. Πάλιν ὅταν λέγει·
«Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» καὶ, «Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον,» τοὺς πειρασμοὺς λέγει τῆς ψυχῆς. Ἐρώτ. πα. Τί ἐστιν· «Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν;» Ἀπόκ. Τοῦτο λέγει, ὅτι ἀναβὰς ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ, τὸν ᾅδην ἐσκύλευσε, καὶ ᾐχμαλώτευσε. Τοῦτό ἐστι καὶ τὸ λέγον· «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω,» τουτέστιν ἀπὸ τοῦ σταυροῦ ἐπιστρέψω εἰς ᾅδην. Βασὰν γὰρ ἑρμηνεύεται αἰσχύνη. Οἱ γὰρ Ἰουδαῖοι τὸν σταυρὸν ὡς αἰσχύνην εἶχον, καὶ κατάρας ὄργανον τοῦτο ὠνόμαζον. Ἀλλ’ ὁ Χριστὸς ἡγίασεν αὐτὸν, ὡς ἐν αὐτῷ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευσάμενος. Ἐρώτ. πβ. Τί λέγει· «Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν;» Ἀπόκ. Πλουσίους ἐνταῦθα τοὺς Ἰουδαίους καλεῖ· ἐπτώχευσαν δὲ, ἐπειδὴ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, καὶ ἦλθεν ἐπ’ αὐτοὺς ὁ λιμός. Ἐρώτ. πγ. Τί λέγει, «Εἰς τὰς πρωί̈ας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν;» Ἀπόκ. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ πρωί̈α ἀρχὴ τῆς ἡμέρας ἐστὶν, οὕτω καὶ πάσης ἁμαρτίας ἐστὶν ἀρχὴ ὑποβολὴ τοῦ ἐχθροῦ. Διὸ λέγει·
PG 28:746«Εἰς τὰς πρωί̈ας ἀπέκτεινον,» τουτέστιν εἰς τὰς ἀρχὰς τῶν λογισμῶν ἐσκόπουν, καὶ ἐδίωκον τὰς προσβολὰς αὐτῶν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς, ἤτοι τοὺς δαίμονας, τοὺς ποιοῦντας ἐν ἐμοὶ τὴν ἁμαρτίαν, «ὅπως ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας,» τουτέστιν ἐκ τῆς ψυχῆς. Πόλις γὰρ Κυρίου ἐστὶν ἡ ψυχή. Ἐδίωκον γὰρ, φησὶ, καὶ ἀπέκτεινον τὰς κεφαλὰς αὐτῶν, ἤτοι τὰς ἀρχὰς, ὅπως ἐξολοθρεύσω αὐτοὺς ἐκ τῆς ψυχῆς, τοῦ μὴ ἐργάζεσθαι πᾶσαν ἀνομίαν καὶ ἁμαρτίαν. Ἐρώτ. πδ. Τί λέγει· «Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται;» Ἀπόκ. Σκύμνους λέγει τοὺς προφήτας. Ὠρύοντο δὲ κράζοντες καὶ λέγοντες, καὶ προφητεύοντες τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀνέτειλεν δὲ ὁ ἥλιος, τουτέστιν, ἦλθεν ὁ Χριστὸς, καὶ ἐσιώπησαν. Οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν. Τοῦτό ἐστι καὶ ὃ λέγει ἡ Γραφὴ ἀλλαχοῦ· «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· Ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Σκοτεινὸν ὕδωρ λέγει τὴν θείαν Γραφὴν, ἐπειδὴ ἐν γνόφῳ ἐδέξατο ὁ Μωσῆς τὸν νόμον ἐν τῷ Σινᾶ παρὰ Θεοῦ.
Ἔτι δὲ καὶ οἱ προφῆται ἀμυδρῶς πως καὶ σκοτεινῶς καὶ λεπτῶς πως τὴν παρουσίαν τοῦ Χριστοῦ ἔβλεπον, καὶ ἐδήλουν. Νεφέλας γὰρ τοὺς προφήτας λέγει, ἐπειδὴ ἐκήρυξαν, καὶ ὡς ὕδωρ ἐξέχεον, πνεύσαντες ὡς ἀέρες τὸν θεῖον λόγον καὶ νόμον ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶ τὸ σκοτεινὸν ὕδωρ. Ἀπὸ δὲ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ, ἢ ὡς ἀπὸ τῆς διὰ σαρκὸς ἐπιδημίας αὐτοῦ ἔμπροσθεν αὐτοῦ αἱ νεφέλαι, ἤγουν οἱ προφῆται, ἔπαυσαν καὶ ὑπεχώρησαν. Ἐρώτ. πε. Τί ἐστιν· «Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ;» Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερουσαλὴμ, ἐν ᾧ κατῴκησεν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς σαρκωθεὶς ἐπὶ τῆς γῆς. Ὄρος πάλιν δὲ κυρίως ὀνομάζει τὴν ὑπεραγίαν Θεοτόκον, ὡς ὅταν λέγει· «Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος·» καὶ ἀλλαχοῦ· «Ὁ Θεὸς ἀπὸ Θεμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου καὶ δασέως.» Ὄρος δὲ λέγεται ἡ ἁγία Θεοτόκος.
PG 28:747Ἐπεὶ ὥσπερ οἱ ἐν τῷ κάμπῳ περιπατοῦντες, καὶ φλεγόμενοι ὑπὸ τοῦ καύματος, προσεγγίζοντες ἐν τῷ ὄρει, δροσίζονται ὑπὸ τὴν σκιὰν τῶν δένδρων τοῦ ὄρους, ἢ καὶ διὰ τοῦ ὕδατος παραμυθοῦνται τὸν καύσωνα τῆς φλογός· τοιούτῳ τρόπῳ γέγονε καὶ τοῖς ἀνθρώποις ἡ ἁγνὴ Παρθένος, τῷ δροσισμῷ τῆς κυοφορίας αὐτῆς τὰς ψυχὰς τῶν ἀνθρώπων καταφλεγομένας ὑπὸ τῆς ἁμαρτίας ἀνεζώωσε, καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ Υἱοῦ αὐτῆς περιέθαλψεν. Ὄρος δὲ λέγονται καὶ οἱ δαίμονες διὰ τὸν ὄγκον τῆς ὑπερηφανίας. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται·» τουτέστιν ὁ προσεγγίζων τοῖς δαίμοσι, καὶ ὡς καπνὸς διαλύονται καὶ ἀφανίζονται. Ὄρος δὲ λέγεται, καὶ ἡ ἀρετὴ, καθὼς ὁ ἐν ἁγίοις Γρηγόριός φησιν· ἐπεὶ καὶ ἐν τῷ ὄρει τούτῳ Θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέντοι καταβαίνων ἀπὸ τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως. Ἐρώτ. π. Διὰ τί λέγεται ὄρος ἡ ἀρετή; Ἀπόκ. Ἐπειδὴ ὥσπερ τὸ ὄρος ὑψηλὸν τῆς γῆς, χαμηλότερον δὲ τοῦ οὐρανοῦ, οὕτως ἐστὶ καὶ ὁ ἐργαζόμενος τὴν ἀρετήν· ὑψηλότερος μὲν ἔστι τῆς γῆς, διότι ἀνώτερος ὑπάρχει τῶν βιωτικῶν φροντίδων, καὶ τῶν τοῦ κόσμου ὑλῶν·
χαμηλότερος δὲ ὑπάρχει τοῦ οὐρανοῦ, ἐπειδὴ ἀκμὴν ἐν τῷ βίῳ τούτῳ ἐστὶ, καὶ οὐκ ἀπέθανε, ἵνα ἐλευθερωθῇ παντελῶς τοῦ κόσμου τούτου· καὶ ἐν τούτῳ ἵσταται μέσον οὐρανοῦ καὶ γῆς, καθάπερ τι ὄρος, ὡς εἴρηται· ἐπειδὴ καὶ, «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,» ὅταν λέγει, τὰς ὑψηλὰς ἀρετὰς ὀνομάζει· ἐλάφους δὲ τὰς ψυχὰς τῶν ἁγίων· ἐπειδὴ ἐν ταῖς ὑψηλαῖς τῶν ἀρετῶν ἐργασίαις, ὥσπερ ἔλαφοι ἐν τῷ ὄρει, τριβοβατοῦσιν αἱ ψυχαὶ τῶν ἁγίων. Πέτρα δὲ καταφυγὴ τοῖς λαγωοῖς ἐστιν ὁ Χριστός. Ὑπάρχει δὲ καταφυγὴ τῶν ἐν ἐρήμῳ καθεζομένων. Ἐρώτ. πζ. Τί λέγει τοῦ ἐρωδιοῦ ἡ κατοικία; Ἀπόκ. Ὁ ἐρωδιὸς ὄρνεόν ἐστιν, ὡς λέγουσί τινες· τὸ δὲ ὄρνεον φωλεύει ἐν ἐρήμῳ τόπῳ ἐν κορυφῇ τινος δένδρου. Ἔρχονται δὲ τὰ μικρὰ στρουθία, καὶ φωλεύουσιν ὑποκάτω αὐτοῦ γύρωθεν ἐν τῷ δένδρῳ. Ἡγεῖται δὲ αὑτῶν καὶ ἐπικαθέζεται ἡ κατοικία τοῦ ἐρωδιοῦ, φυλάττει δὲ ταῦτα ἀπὸ τῶν φθοροποιῶν ἑρπετῶν, τῶν θελόντων κακῶσαι αὐτά. Ἐρώτ. πη. Τί λέγει ὁ Προφήτης, ὅταν λέγει· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαβίδ;» Ἀπόκ. Τέλος λέγει ὁ Προφήτης τῆς ἑαυτοῦ ζωῆς.
PG 28:749Ἐπεύξεται τοίνυν ὁ Προφήτης, ἵνα μὴ γένηται τὸ τέλος τῆς ζωῆς καὶ περιπέσῃ εἰς βλάβην τινά. Πᾶσα γὰρ ἡ ζωὴ τοῦ ἀνθρώπου, ἐὰν δαπανηθῇ κακῶς, καὶ τὸ τέλος αὐτοῦ γένηται χρηστὸν, χάρις καὶ δόξα ἐστίν. Ἐὰν δὲ τὸ τέλος καταστραφῇ, τοῦτο ἀθλιότης. Διὰ τοῦτο ἐπεύχεται ὁ Προφήτης γενέσθαι τὸ τέλος τῆς ζωῆς αὐτοῦ καλόν· ἐπὶ τοῦτο καὶ γὰρ ψαλμὸν συνεγράψατο. Ἐρώτ. πθ. Τί λέγει· «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν;» Ἀπόκ. Ὁσίους λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους, οἵτινες καυχῶνται μετὰ θάνατον ἐπὶ ταῖς κοίταις αὐτῶν. Κοῖται δέ εἰσιν αἱ μοναὶ τῶν ἁγίων, ἃς εὑρίσκουσι μετὰ θάνατον, καὶ ἀγάλλονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τὴν ἐν Θεῷ τελείωσιν διδάσκουσα ἡ θεία Γραφὴ, καὶ δηλοῦσα, ὠνόμασεν αὐτὴν ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον. Ὕπνον μὲν, ὡς ὅταν λέγει ὁ Δαβίδ· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·» ἤτοι ἐπὶ τὸ αὐτὸ καταντήσω· σχολάσω εἰς αὐτὸ τὸ ζῇν ἐν Θεῷ, κατὰ τὸν εἰπόντα ἅγιον Ἀπόστολον· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·» κοίτην δὲ, ὡς ὅταν λέγει·
«Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.» Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἀναπέπαυται ἐν Θεῷ, ὥσπερ κοίτην ἡγούμενος τὴν ἐν Θεῷ τελείωσιν. Πόδας καὶ τῆς κοίτης τὰς ἀρετὰς λέγει· κλίνην δὲ, ὡς ὅταν φησὶ Σολομών· «Ἑξήκοντα δυνατοὶ κυκλοῦσιν αὐτήν.» Ὅταν γὰρ εἰς τὸ τέλειον ἔλθῃ ὁ ἐνάρετος, περικυκλοῦσι καὶ περιστοιχοῦσιν αὐτὸν οἱ δυνατοὶ, ἤτοι οἱ ἄγγελοι, κατὰ τὸν εἰπόντα· «Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.» Φίλον δὲ τῇ θείᾳ Γραφῇ καλεῖν καὶ τὸν ἄγγελον Κύριον, ὡς ἐπὶ τοῦ Μανωὲ, «Θεὸν ἑωράκαμεν,» ἐν φαντασίᾳ Θεοῦ γενομένου. Θάνατον δὲ πάλιν εἴρηκεν αὐτὴν ὁ Δαβὶδ εἰπών· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Εἶδες πῶς καὶ ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον αὐτὴν ἔδειξεν ἡ θεία Γραφή. Θάνατον δὲ ταύτην εἴρηκεν, ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ὥσπερ γὰρ τὸν τεθνεῶτα οὐκ ἔστιν ἐπιστρέψαι ἐν βίῳ καὶ ἁμαρτῆσαι οὐκ ἔτι·
PG 28:751οὕτως οὐδὲ τὸν οὕτω καταξιωθέντα οὐκ ἔστιν εἰς τὰ ὀπίσω στραφῆναι, ἀλλὰ λέγει μετὰ τοῦ Δαβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» μετὰ δὲ τοῦ Παύλου· «Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν·» καὶ πάλιν· «Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.» Εἰς τοῦτο τελειωθέντες οἱ ἅγιοι, κατεφρόνησαν τὸν κόσμον, καὶ οὐχ ἡδονὴν ἡγοῦντο τὴν ἡδονὴν τοῦ κόσμου τούτου. Οἱ δὲ μάρτυρες τὰς βασάνους κατεφρόνησαν. Κείμενον 1. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.» Ἑρμην. Ὑψώσεις τοῦ Θεοῦ εἰσιν αἱ διδασκαλίαι τοῦ νόμου καὶ αἱ πνευματικαὶ διατάξεις· ὥσπερ γὰρ ἔχουσιν οἱ πνευματικοὶ διδάσκαλοι ἐκ τοῦ ἁγίου Πνεύματος χαρίσματα δωρεῶν ἐν τῷ λάρυγγι αὐτῶν, ἤτοι τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ, καὶ διδάσκουσι τὸν λαόν· ῥομφαῖαι δίστομοί εἰσιν αἱ δύο Διαθῆκαι, ὁ παλαιὸς νόμος καὶ ὁ νέος· ὥσπερ γὰρ ὁ στρατιώτης, βαστάζων ξίφος δίστομον, τοὺς ἐχθροὺς κατασφάττει καὶ τὸν λαὸν διασώζει·
οὕτως καὶ οἱ πνευματικοὶ διδάσκαλοι ῥομφαίας διστόμους ἔχουσι, τὰ διδάγματα τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης, δι’ ὧν ποιοῦσιν ἐκδίκησιν ἐν τοῖς ἔθνεσι, καὶ εἰς τιμωρίαν ἐμβάλλουσιν αὐτοὺς, ἀποστέλλοντες αὐτοῖς ὀργὴν ἀπὸ τοῦ Θεοῦ, διὰ τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεόν. Ὡσαύτως καὶ τὸν κοινὸν λαὸν τῶν πιστῶν ἐλέγχουσι καὶ διδάσκουσιν εἰς τὸ ἀγαθόν. Ὅταν δὲ μὴ ἀκούσωσιν αὐτῶν, ἀλλ’ ἐναντιοῦνται τὸ ἀγαθὸν, καὶ καταφρονοῦσιν αὐτῶν, τότε καὶ αὐτοῖς ἀποστέλλουσι διὰ προσευχῆς τιμωρίαν πρὸς σωφρονισμὸν, ὅπως παιδευθέντες σωφρονισθῶσιν, μὴ παρακούειν Θεοῦ, μήτε τῶν θεραπόντων αὐτοῦ· ὅτι ὁ ἀκούων πνευματικῶν ἀνδρῶν ἀκούει Θεοῦ, καθὼς εἴρηκεν ὁ Χριστός. Οὐ γὰρ πρὸς βλάβην, ἀλλὰ πρὸς ὠφέλειαν ἐπάγουσι τὴν παιδείαν οἱ πνευματικοὶ, καὶ πρὸς διόρθωσιν ἀγαθοῦ, εἰς δόξαν Θεοῦ, ὡς ζηλωταὶ καὶ ἐκδικηταὶ τοῦ Θεοῦ, καὶ μισηταὶ τοῦ κακοῦ. ΕΞ ΕΠΙΣΤΟΛΩΝ ΠΑΥΛΟΥ. Ἐρώτ. α. «Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.» Ἑρμηνεία.
PG 28:752Ἐπαινεῖ πάντας τοὺς ἐργαζομένους τὸ ἀγαθόν. Ἕλληνα δὲ οὐ τὸν εἰδωλολάτρην λέγει, ἀλλὰ τὸν θεοσεβῆ, μὴ πιστεύοντα δὲ τὸν Χριστὸν, μήτε νόμον κρατοῦντα τὸν παλαιόν· ἀλλὰ χωρὶς νόμου ὑπάρχει. Ὀνομάζει δὲ καὶ σέβεται τὸν Θεὸν, καὶ φυλάττει καὶ ἀρετήν. Ὁ τοιοῦτος ἐὰν καὶ πταίσῃ, ἐλαφρότερον μέλλει κολάζεσθαι ὑπὲρ τὸν Ἰουδαῖον, ὅτι ὁ Ἰουδαῖος παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολάμβανε· τὸ δὲ, «Ὅσοι ἐν νόμῳ ἥμαρτον,» τὴν χείρονα κόλασιν καὶ τιμωρίαν. Κείμενον β. «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἀπόκ. Σύμφυτοι γεγόναμεν, ἤγουν μέτοχοι· ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν, ταφὲν ἐν τῇ γῇ, ἔφυσε σωτηρίαν τῷ κόσμῳ· οὕτω καὶ τὸ ἡμῶν σῶμα, ταφὲν ἐν τῷ βαπτίσματι, ἔφυσε δικαιοσύνην ἡμῖν αὐτοῖς. Τὸ δὲ ὁμοίωμα οὕτως ἔχει· ὥσπερ ὁ Χριστὸς ἀπέθανε, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι θνήσκοντες ἀνιστάμεθα.
Τὸ γὰρ καταδῦσαι τὸ παίδιον ἐν τῇ κολυμβήθρᾳ τρίτον καὶ ἀναδῦσαι, τοῦτο δηλοῖ τὸν θάνατον καὶ τὴν τριήμερον ἀνάστασιν τοῦ Χριστοῦ. Ἐρώτ. γ. Τί ἐστι· «Τὸ γὰρ ἀδύνατον διὰ τοῦ νόμου, ἐν ᾧ ἠσθένει, διὰ τῆς σαρκὸς, ὁ Θεὸς,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Ἠσθένει, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον. Οὐ γὰρ ἠδύνατο ὁ ἄνθρωπος τὴν τυραννίδα καὶ τὴν πύρωσιν ὑποφέρειν τῆς σαρκός. Διὰ τοῦτο ἔπεμψεν ὁ Θεὸς τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ἵνα διὰ τῆς σαρκὸς αὐτοῦ κατακρίνῃ τὴν ἁμαρτίαν. Τὸ δὲ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ εἶπεν, ἐν σαρκὶ ἁμαρτίας, ἀλλ’ ἐν ὁμοιώματι. Ὡμοιώθη γὰρ κατὰ πάντα ἡ ἀνθρωπίνη σὰρξ τοῦ Χριστοῦ τῇ ἀνθρωπίνῃ σαρκὶ, καθ’ ὃ τέλειος ἄνθρωπος ἦν. Ἁμαρτωλὸς δὲ οὐκ ἐγένετο ἡ σὰρξ αὐτοῦ, καθάπερ ἡ ἡμετέρα σάρξ. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐρώτ. δ. Τί λέγει· «Δότε τόπον τῇ ὀργῇ;» Ἀπόκ. Τῷ λυπήσαντί σε καὶ θλίψαντι, ἢ ἀδικήσαντι, συγχώρησον σὺ αὐτῷ, ἀνάθου δὲ τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως, κἀκεῖνος οἰκονομήσει τὰ δέοντα. Τὸ δὲ, «Μακάριος ὁ μὴ κρίνων ἐν ᾧ δοκιμάζει,» τοῦτο δηλοῖ·
PG 28:754ὅταν ποιεῖς τι οἰκονομικῶς πρὸς σωτηρίαν τοῦ ἀδελφοῦ σου, καὶ πάντες μέμφονται, τὸ δὲ σὸν συνειδὸς οὐ κατακρίνει σε, μακάριος εἶ. Ἐρώτ. ε. Τί λέγει· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον;» Ἀπόκ. Ἐὰν εἴπωμεν, φησὶν, Ἰουδαίῳ· Πίστευσον· λέγει, Ἀναστήσατε νεκροὺς, ἰάσασθε μαινῶντας. Ἐὰν δὲ εἴπωμεν Ἕλληνι, ἀπαιτεῖ ἡμῖν ῥητορικὸν λόγον. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ὅστις ἐστὶ καὶ δύναμις τῶν σημείων, καὶ πέλαγος τῆς σοφίας. Ἀλλ’ ἐκεῖνοι σκανδαλίζονται, καὶ μωρὸν ἡγοῦνται τὸ κήρυγμα, ἀκούοντες Θεὸν ἐσταυρωμένον· καὶ οὐ θαῦμα, καὶ γὰρ οἱ ἀσθενοῦντες τοὺς ὀφθαλμοὺς, οὐ δύνανται βλέπειν τὸν ἥλιον καθαρῶς· οὕτω καὶ αὐτοί. Τὸ δὲ, ὅτι «Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ,» λέγει τὸν σταυρόν. Καὶ γὰρ οἱ σοφοὶ καὶ φιλόσοφοι καὶ οἱ δυνατοὶ εἰς μάταια ἠσχολήθησαν, καὶ ἐφιλοπόνησαν, καὶ οὐδὲν ἀγαθὸν κατώρθωσαν. Ὁ δὲ σταυρὸς, ὃν ἐνόμιζον ἐκεῖνοι μωρίαν, τὸν κόσμον ἔσωσε· καὶ διὰ τοῦτο σοφώτερον πάντων ἐστὶν, ὅτι μεγάλα εἰργάσατο ἀγαθά. Ἐρώτ. 12.
Καὶ, «Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν,» οὕτω λέγει. Ἀπόκ. Ἀσθενὲς τοῦ Θεοῦ λέγει τῶν ἀποστόλων τὸ φρόνημα, ὅτι ἄνθρωποι ἰδιῶται καὶ ἀγράμματοι ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἐσαγήνευσαν, καὶ βασιλεῖς, καὶ ἄρχοντας, καὶ σοφοὺς, καὶ δυνάστας ἐνίκησαν. Κείμενον ζ. «Σοφίαν δὲ λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην.» Ἀπόκ. Ὁρᾷς, πῶς καλεῖ αὐτὸς σοφίαν, ἣν ἔλεγε πρῶτον μωρίαν. Καὶ γὰρ μυστήριον πρῶτον οἰκονομίαν λέγει, ὅτι οὔτε ἄγγελος, οὔτε κτιστὴ δύναμις ἄλλη ἐγίνωσκε τὸ μυστήριον καὶ τὴν οἰκονομίαν ταύτην, ὅτι μέλλει ὁ Θεὸς ἐπὶ τῆς γῆς σαρκωθῆναι. Ὅταν δὲ γέγονε, τότε πάντες ἐγνώκασι, καθὼς λέγει ὁ Ἀπόστολος· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις.» Λέγει δὲ ἀλλαχοῦ πάλιν μυστήριον τὰ ἐξαίρετα ἔργα τοῦ Θεοῦ, οἷον τὴν γέννησιν, τὴν φάτνην, τὸ βάπτισμα, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέγει διὰ τὴν ἑορτὴν τοῦ βαπτίσματος· καὶ ἐν τοῖς λοιποῖς ὁμοίως. Ἐρώτ.
PG 28:756η. Τί λέγει· «Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός;» Ἀπόκ. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν· σωθήσεται δὲ αὐτὸς ὡς διὰ πυρός. Πῶς δὲ σωθήσεται; τουτέστι, σῶος καὶ ἀκέραιος μένει ἐν τῷ πυρὶ, καὶ οὐκ ὄψεται θάνατον, ἀλλὰ τὸ ἔργον αὐτοῦ μόνον κατακαήσεται καὶ χαωθήσεται. Αὐτὸς δὲ ἀκέραιος μένει εἰς αἰῶνα αἰῶνος κολαζόμενος, καὶ οὐ διαλυθήσεται. Ἐρώτ. θ. Τί λέγει· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Ἀπόκ. Τοῦτο λέγει διὰ τοὺς πονηροὺς καὶ σκολιοὺς ἀνθρώπους. Ὅτι, ὥσπερ ἡ παλαιὰ ζύμη μικρὰ μὲν ἔστι, πολὺ δὲ ἄλευρον ποιεῖ ζυμωθῆναι· οὕτω καὶ ὁ κακοποιὸς ἄνθρωπος, τρέφων ἐν ἑαυτῷ τὴν κακίαν, μεταδίδωσι καὶ τοῖς ἄλλοις, καὶ γίνεται σκάνδαλον, καὶ καταβλάπτει πολλούς. Διὰ τοῦτο πάλιν λέγει· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέοι·» τουτέστιν· Ἐκδιώξατε τὸν πονηρὸν καὶ σκολιὸν ἐξ ὑμῶν, ἢ φύγετε ἀπ’ αὐτοῦ· ἐπειδὴ πᾶσα κακία μολύνει τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ, φεύγων τοὺς πονηροὺς, ἔλεγεν· «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
Ἐμίσησα ἐκκλησίαν πονηρευομένων.» Διὰ τί δὲ ταῦτα ἐποίει; Ἐπειδὴ πάλιν λέγει ἀλλαχοῦ· «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψῃς.» Καὶ γὰρ οἷός ἐστιν ὁ συνοικῶν μετὰ σοῦ, τοιοῦτον ἀπεργάσεται εἶναί σε. Ἐρώτ. ρ. Τί λέγει· «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει;» Ἀπόκ. Κοίλιαν τὴν γαστριμαργίαν λέγει, οὐχὶ τὴν γαστέρα. Καὶ γὰρ τὰ βρώματα πρὸς τὴν γαστριμαργίαν ἔχει, φησὶ, τὴν φιλίαν, καὶ αὐτὴ πρὸς αὐτὰ, καὶ οὐ δύναται ὁ γαστρίμαργος δουλεύειν τῷ Θεῷ, ἀλλὰ δουλεύειν τὴν ἑαυτοῦ γαστέρα κραιπαλῶν, καὶ γαστριμαργῶν. Διὸ κατήργησεν αὐτὴν λέγων· «Ὁ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει·» τουτέστι τὰ βρώματα καὶ τὴν γαστριμαργίαν· οὐ γὰρ τὴν γαστέρα κατήργησε· μὴ γένοιτο Ἄκουε γὰρ αὐτοῦ λέγοντος· «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ.» Ὥστε οὐ κατήργησε τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν, οὐδὲ τὴν σύμμετρον τροφὴν, ἀλλὰ τὴν ἀμετρίαν· ἐπειδὴ ἐξ αὐτῶν τίκτεται ἡ πορνεία.
PG 28:758Διὰ τοῦτο λέγει, ὅτι Τὸ σῶμα οὐκ ἐδόθη ἐξουσιάζεσθαι ὑπὸ τῆς γαστριμαργίας, ἵνα περιπίπτῃ εἰς πορνείαν, ἀλλ’ ἵνα δουλεύῃ τῷ Κυρίῳ· καθὼς λέγει πάλιν ἀλλαχοῦ ὄπισθεν, ὅτι «Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι πάντα τὰ βρώματα, ἅπερ ἔκτισεν ὁ Θεὸς εἰς τροφὴν τοῦ ἀνθρώπου, καλά εἰσι, καὶ ἁρμόζει μοι ἐκ πάντων ἐσθίειν καὶ τρέφεσθαι· ἀλλ’ οὐ γενήσομαι δοῦλος τῶν βρωμάτων· οὐδὲ ἐξουσιάσει μου ἡ γαστριμαργία· οὐ συμφέρει μοι· οὐδὲ γὰρ ἀγαθὸν οἰκοδομεῖ ἐν ἐμοί. Διὰ τοῦτο, μόνον τοῖς ἀναγκαίοις ἀρκούμενοι, τὰ περισσὰ διαπτύσσομεν, ὡς οὐκ ὠφέλιμα, ἀλλὰ καὶ βλαβερὰ συνεστῶτά μοι, ἐπιθυμίας ἀτόπους γεννῶντα τοῖς κεκτημένοις αὐτά. Ἐρώτ. ρα. Τί λέγει· «Καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσθησαν;» Ἀπόκ. Σημεῖον ἦν τοῦ βαπτίσματος τὸ διαπεράσαι τὸν Ἰσραηλίτην λαὸν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ὥσπερ γὰρ ἐκεῖνοι περάσαντες ἔφυγον τῶν ἐχθρῶν τὴν ἐπιβουλὴν, καὶ ἐν τῇ ἐρήμῳ τῷ μάννα ἐτρέφοντο·
οὕτω δὴ καὶ οἱ βαπτιζόμενοι λυτροῦνται τοῦ νοητοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων δαιμόνων, καὶ τρέφονται τῷ ἐπουρανίῳ ἄρτῳ τοῦ ἁγίου Πνεύματος. Ἐπεὶ δὲ περὶ τοῦ βαπτίσματος ὁ λόγος, εἴπωμεν σαφέστερον περὶ αὐτοῦ. Περὶ τοῦ ἁγίου βαπτίσματος. Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας· δεύτερον τὸ τοῦ Μωσέως, ὅτε τὴν Ἐρυθρὰν διεπέρασε· τυπικὸν γὰρ ἦν· ὥσπερ γὰρ ἐκεῖ ἡ θάλασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆλθον τῆς Αἰγύπτου οἱ Ἑβραῖοι μετὰ Μωσέως, ἀπέστειλεν νέφος, ὥσπερ στῦλον πυρὸς, καὶ ἐφώτιζεν αὐτοὺς τὴν νύκτα, ὥστε περιπατεῖν αὐτοὺς καὶ τὴν νύκτα, ἵνα μὴ φθάσωσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ὄπισθεν δὲ αὐτῶν περιεπάτει νεφέλη, καὶ ἐπεσκίαζεν αὐτοὺς, ἵνα μὴ ὁρῶσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Καὶ τοῦτό ἐστι τὸ δεύτερον βάπτισμα. Τρίτον δὲ τὸ νομικὸν, ὅπερ εἶχον οἱ Ἑβραῖοι. Πᾶς γὰρ ἀκάθαρτος ἐλούετο ὕδατι, ἐπλύνετο τὰ ἱμάτια αὐτοῦ, καὶ οὕτως εἰσήρχετο εἰς τὴν παρεμβολήν. Τέταρτον βάπτισμα τὸ τοῦ Ἰωάννου, εἰσαγωγικὸν μὲν, οὔπω δὲ ὅλον πνευματικὸν, ἀλλ’ εἰς μετάνοιαν μόνον.
PG 28:759Πέμπτον τὸ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ καὶ αὐτὸς ἐβαπτίσατο. Τοῦτο δὲ ὅλον πνευματικόν· τοῦτο καὶ ἡμεῖς βαπτιζόμεθα. Ἕκτον τὸ διὰ δακρύων, ὄντως ἐπίπονον, ὡς ὁ λούων καθ’ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ, καὶ μετανοῶν καὶ θρηνῶν ἐφ’ οἷς ἥμαρτεν. Ἕβδομον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὅπερ καὶ αὐτὸς ὁ Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Ὄγδοον τὸ τελευταῖον οὐ σωτήριον, ἀλλὰ καυστικὸν, καὶ κολάζον ἀτελεύτητα καὶ αἰωνίως τοὺς ἁμαρτωλούς. Ἐρώτ. ρβ. Τί λέγει· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται;» Ἀπόκ. Ὅτι πᾶς ὁ τὴν ἑαυτοῦ σάρκα τρέφων εἰς κόρον, οὐ δύναται βασιλείας Θεοῦ κληρονομῆσαι. Ἐρώτ. ργ. Τί λέγει· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, Μαρὰν ἀθά;» Ἀπόκ. Τουτέστι· Χωρίσατε αὐτὸν ἀπὸ τῆς Ἐκκλησίας καὶ τῶν πιστῶν, καὶ ἔστω κεχωρισμένος ἀπὸ τοῦ λαοῦ ὁ μὴ πιστεύων. Ὁ γὰρ Κύριος ἦλθε· τοῦτο γὰρ ἑρμηνεύει τὸ Μαρὰν ἀθά. Ἐρώτ. ρδ. «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεται;» Ἀπόκ. Τουτέστιν· Εἴ τις εἰς Χριστὸν ἐπίστευσεν, εἰς ἑτέραν ἦλθε διαγωγήν.
Ἄνωθεν γὰρ ἐγεννήθη διὰ τοῦ Πνεύματος, καὶ ζῇ οὐ τὴν ἐν ἁμαρτίαις, ἀλλὰ τὴν ἐν πνεύματι ζωήν. Ἐρώτ. ρε. «Τρὶς ἐναυάγησα.» Ἀπόκ. Μυστικῶς αἰνιττόμενος λέγει. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης· πρῶτον διὰ τῆς παραβάσεως· δεύτερον ἐν τῷ κατακλυσμῷ τοῦ Νῶε· τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, εἰς εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως ἐλθὼν ὁ τῶν ψυχῶν κυβερνήτης Χριστὸς, καὶ στήσας τὸ ἱστίον τοῦ σταυροῦ, ἀχείμαστον ἡμῶν τὸν πλοῦν εἰς οὐρανὸν ᾠκοδόμησεν. Ἐρώτ. ρ. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;» Ἀπόκ. Νυχθήμερον λέγει τὴν πρὸ τῆς Χριστοῦ παρουσίας ἐν σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Ἑτέρα. Τινὲς δέ φασιν, ὅτι ἐν μέσῳ πελάγους πλέων· οἱ δὲ, ὅτι νηχόμενος καὶ κολυμβῶν, ἔνθα οὔτε γῆν οὔτε ὄρος ἦν ἰδεῖν. Κείμενον ρζ. «Ἐδόθη μοι σκώλωψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ.» Ἑρμην. Σατὰν ὁ ἀντικείμενος λέγεται. Ἄγγελον τοίνυν Σατὰν λέγει Ἀλέξανδρον τὸν χαλκέα, καὶ Ὑμέναιον καὶ Φιλητὸν, οἵτινες ἐπείραζον αὐτὸν, καὶ ἀντέκειντο λέγοντες, ὅτι ἀνάστασις ἐγένετο·
PG 28:761καὶ κρατοῦντες αὐτὸν, ἔβαλον εἰς δεσμωτήρια, καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξαντο. Κείμενον ρη. «Ἀρκεῖ σοι ἡ χάρις μου.» Ἀπόκ. Τοῦτ’ ἔστιν· Ἀρκεῖ σοι ἡ χάρις μου, ὅτι νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ ἄλλα τῶν σημείων ποιεῖς. Ἐλαυνόμενοι δὲ καὶ διωκόμενοι νικᾶτε τοὺς διώκοντας. Ἐρώτ. ρθ. Τί λέγει· «Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;» Ἀπόκ. Τὸ ἐξελθεῖν ἀπὸ τοῦ βίου καὶ φροντίδων αὐτοῦ, καὶ νεκρὸν γενέσθαι τοῖς πάθεσι, καὶ ταῖς ἐπιθυμίαις καὶ νηστεύειν, καὶ ἀγρυπνεῖν, καὶ κακοπαθεῖν ἐν τῇ ἀσκήσει, ὡς καὶ ἀλλαχοῦ λέγει· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ἐρώτ. ρι. Τί λέγει· «Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας;» Ἀπόκ. Τουτέστιν, ἡ ἔχθρα, ἣν εἴχομεν πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι διὰ τὰς ἡμῶν ἁμαρτίας. Σαρκωθεὶς οὖν ὁ Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρτίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνοποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τὸ καθ’ ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυροῦ. Τί δὲ ἦν τὸ χειρόγραφον, ἄκουσον·
Ὅτε παρέβη τὴν ἐντολὴν ὁ Ἀδὰμ, καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου διὰ τῆς χειρὸς αὐτοῦ, καὶ ἔφαγεν, ἐγράφη χειρὶ αὐτοῦ ἡ ἁμαρτία, καὶ κατεῖχεν αὐτὸ τὸ ἔγγραφον ὁ διάβολος. Ὅτε δὲ ἦλθεν ἐπὶ τοῦ ξύλου ὁ Χριστὸς, τουτέστιν ἐν τῷ σταυρῷ, καὶ ἐτρώθη τοῖς ἥλοις τὰς χεῖρας, τότε προσήλωσεν αὐτὸ ἐν τῷ σταυρῷ καὶ ἐξήλειψεν. Αὐτὸς γὰρ ὁ διάβολος ὁ κρατῶν τὸ χειρόγραφον τῆς παραβάσεως τοῦ Ἀδὰμ, αὐτὸς ἔσχισεν, ἐπειδὴ ὑπὸ Χριστοῦ ἐδεσμεύθη ἐπὶ τοῦ σταυροῦ. Ἐρώτ. ρια. Τί λέγει· «Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός;» Ἀπόκ. Καθεύδοντα λέγει τὸν ἐν ἁμαρτίαις κείμενον. Καὶ γὰρ ὁ ἐν ἁμαρτίαις ζῶν νεκρὸς λέγεται εἶναι. Καὶ ὥσπερ ὁ νεκρὸς ἀκίνητός ἐστιν, οὕτω καὶ ὁ ταῖς ἁμαρτίαις νενεκρωμένος πρὸς τὸ ἀγαθὸν ἀκίνητος μένει. Κείμενον ριβ. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Ἀπόκ. Λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ ἀμέτοχος τοῦ Πνεύματος οὐ δυνατός ἐστι πρὸς τὰς ἀντικειμένας δυνάμεις.
PG 28:763«Καὶ γὰρ οὐκ ἔστιν ἡ πάλη, φησὶ, πρὸς αἷμα καὶ σάρκα·» ἤγουν, οὐ πρὸς ἀνθρώπους ἐστὶν ὁ πόλεμος, «ἀλλὰ πρὸς τὰς ἀρχάς.» Ἀρχὰς δὲ λέγει τοὺς δαίμονας, ἐπειδὴ ἐν τῷ κόσμῳ τούτῳ ἄρχουσιν, ἀλλὰ τῶν ἔργων τοῦ σκότους. Τὸ δὲ «ἐν τοῖς ἐπουρανίοις,» ἐπειδὴ οὐ διὰ μικρὸν ἔργον πολεμοῦσιν ἡμᾶς οἱ δαίμονες, ἀλλὰ διὰ οὐράνια ἀγαθά. Ἐπειδὴ γὰρ ἀγωνιζόμεθα διὰ τὴν ἐν οὐρανοῖς βασιλείαν, πολεμοῦσιν ἡμᾶς χαλεπῶς. Διὰ τοῦτο ἁρμόζει πάντοτε γρηγορεῖν, καὶ νικᾷν αὐτοὺς τῇ δυνάμει καὶ χάριτι τοῦ Χριστοῦ. Θυρεὸν δὲ τῆς πίστεως τὴν πίστιν λέγει τὴν εἰλικρινῆ καὶ διάπυρον. Ἐρώτ. ριγ. Τί λέγει· «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον;» Ἀπόκ. Παλαιὸν ἄνθρωπον τὸν πρῶτον λέγει, τὸν ἀπὸ τῆς πτώσεως τοῦ Ἀδὰμ γεγεννημένον, ἢ τὴν πονηρίαν τὴν ἐξ αὐτοῦ καὶ πᾶσαν κακίαν· νέον δὲ ἄνθρωπον τὴν κατὰ Χριστὸν πολιτείαν, ἤτοι ἐνάρετον καὶ ἀγαθὴν πολιτείαν. Ἐρώτ. ριδ. Τί λέγει· «Ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα;» Ἀπόκ. Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἐκείνοις ἁρμόζει λυπεῖσθαι. Πρόσεχε δὲ, πῶς ἐπὶ Χριστοῦ εἶπεν, ὅτι ἀπέθανε καὶ ἀνέστη.
Ἐπὶ δὲ τοῦ κοινοῦ λαοῦ, εἶπε, «τῶν κεκοιμωμένων,» ἵνα δείξῃ, ὅτι οἱ κοιμώμενοι ἀναστήσονται. Ἐρώτ. ριε. Τί λέγει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ;» Ἀπόκ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς, βουληθεὶς καταβῆναι ἐπὶ τῆς γῆς καὶ σαρκωθῆναι, οὐκ ἐφοβήθη καταβῆναι τοῦ ἀξιώματος. Οὐ γὰρ εἶχεν ἐξ ἁρπαγῆς τὴν θεότητα, ὥσπερ τις ἔχει πρᾶγμα ἐξ ἁρπαγῆς, καὶ φοβεῖται ἀπολέσαι αὐτό. Οὐ τοιοῦτος ἦν ὁ Χριστὸς, μὴ γένοιτο ἀλλὰ Θεὸς ὢν τέλειος, ἠθέλησε καὶ ἄνθρωπος γενέσθαι. Ἐρώτ. ρι. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Ἀπόκ. Τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν, ὅτι ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. «Τοῦτο λέγομεν καὶ ἡμεῖς· ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Ζῶντές εἰσιν οἱ εὑρισκόμενοι τότε ἐν τῇ ἀναστάσει. Καὶ γὰρ εὑρεθήσονται ἄνθρωποι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ὄψονται θάνατον, πλὴν οὐ μὴ φθάσωσι τοὺς κοιμηθέντας. Πρῶτοι γὰρ ἀναστήσονται οἱ τελευτήσαντες, καὶ μετὰ ταῦτα οἱ ζῶντες ἀλλαγήσονται, καὶ ἁρπαγήσονται ἐν τῷ ἅμα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.
PG 28:764Πῶς δὲ γενήσεται ἡ ἁρπαγὴ, ἄκουσον. Καθὼς ὁ Κύριος ἐν κελεύσματι, τουτέστιν ἐν κελεύσει, καὶ οἱ ἄγγελοι κραυγάζουσιν· Ἐγείρεσθε, ἦλθεν ὁ Νυμφίος· τότε καταβήσεται ἀπ’ οὐρανοῦ. Καὶ πρῶτον ἐγερθήσονται οἱ νεκροί· μετὰ δὲ ταῦτα καὶ οἱ ζῶντες ἀλλαγήσονται, καὶ γενήσονται ἄφθαρτοι. Καὶ μετὰ τοῦτο πάντες οἱ ἅγιοι καὶ ἄξιοι ἁρπαγήσονται ὑπὸ νεφελῶν, καὶ δέξονται τὸν Κύριον ἡμῶν ἐρχόμενον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός ἐστι τῶν δικαίων. Οἱ δὲ ἁμαρτωλοὶ περιμένουσιν αὐτὸν καταβῆναι. Τοῦτο δὲ γίνεται, ὥσπερ ἐπὶ βασιλέως ἀπερχομένου ἐν πόλει τινί· οἱ μὲν πρῶτοι καὶ ἔνδοξοι τῆς πόλεως ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ· οἱ δὲ πένητες καὶ εὐτελεῖς προσκαρτεροῦσιν, ἕως οὗ παραγίνεται εἰς τὴν πόλιν. Οὕτω μοι νόει καὶ ἐπὶ τοῦ Χριστοῦ, ὅτι, κατερχομένου αὐτοῦ ἐκ τοῦ οὐρανοῦ, πάντες οἱ δίκαιοι καὶ ἀγαθοὶ ἁρπαγήσονται εἰς τὸν οὐρανὸν, τοῦ ἀπαντῆσαι τὸν Κύριον ἡμῶν Ἰησοῦν κατερχόμενον· οἱ δὲ ἁμαρτωλοὶ ἵστανται ἐπὶ τῆς γῆς ἐκδεχόμενοι. Κείμενον ριζ.
«Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἑρμην. Εἰ γὰρ ἐπιγείῳ βασιλεῖ ὁ μέλλων στρατεύεσθαι οὐκ ἀρέσει, ἐὰν μὴ ἀφήσῃ πάσας τὰς τοῦ βίου φροντίδας· πόσῳ μᾶλλον μέλλων στρατευθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ; Κείμενον ριη. «Ἐὰν δὲ καὶ ἀθλητὴς οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Ἑρμην. Ἐὰν γάρ τις στρατεύηται, καὶ εἰς πόλεμον εἰσέρχηται, οὐδὲ οὕτω στεφανοῦται, ἐὰν μὴ συμπλακῇ μετὰ τοῦ ἀντιπάλου, καὶ κρούσῃ μετὰ τοῦ ξίφους, καὶ ἀποκτείνῃ αὐτόν. Τοῦτο γάρ ἐστι τὸ νομίμως ἀθλῆσαι. Κείμενον ριθ. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τὸν καρπὸν μεταλαμβάνειν.» Ἑρμην. Τοῦτο περὶ τῶν πνευματικῶν διδασκάλων εἴρηκεν· ὅτι τὸν κοπιῶντα καὶ ἀγωνιζόμενον διδάσκαλον ὑπὲρ αὐτοῦ καὶ τῆς τῶν μαθητῶν ὠφελείας ἁρμόζει πρῶτον παρὰ Θεοῦ λαμβάνειν τοὺς μισθοὺς, ἔπειτα τοὺς μαθητάς. Καὶ γὰρ ὁ γεωργὸς, ὅταν εἰςοδιάσῃ τὸν καρπὸν αὐτοῦ, πρῶτον ἐκεῖνος θησαυρίζει ἐκ τῶν καρπῶν αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ οὕτω παρέχει εἴτε ἐλεημοσύνην εἴτε τοῖς χρεώσταις αὐτοῦ. Ἕτερον εἰς τὸ αὐτό. Καὶ ἄλλως·
PG 28:766Πᾶς ὁ θέλων κοπιᾷν εἰς τὸ ἔργον τοῦ Θεοῦ, καὶ διδάσκειν καὶ ὠφελεῖν ἄλλους, ἁρμόζει πρῶτον ἐκεῖνον τὸν διδάσκαλον, ἵνα ἐργάζηται τὰς ἀρετὰς, καὶ λάβῃ παρὰ Θεοῦ τὰ χαρίσματα, καὶ κτήσασθαι τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς θησαυροὺς τῆς γνώσεως τῶν ἀγαθῶν τοῦ Θεοῦ· καὶ τότε δυνήσεται καὶ ἄλλοις μεταδοῦναι τῶν δωρεῶν. Καὶ γὰρ πᾶς ὁ θέλων ἀλεῖψαί τινα ἔλαιον ἐν ταῖς χερσὶν αὐτοῦ, εἰ μὴ ἔχει, πῶς ἄλλοις μεταδίδωσι ὅπερ αὐτὸς οὐ κέκτηται; Τοιουτοτρόπως μοι νόει καὶ ἐπὶ τοῦ διδασκάλου, καθὼς εἴρηται. Ἐρώτ. ρκ. «Νόει ἃ λέγω.» Ἀπόκ. Ἐπειδὴ ἐν παραβολαῖς αὐτῷ ἔγραψε πάντα. διὰ τοῦτο λέγει· Πρόσεχε. Καὶ οὐχ ὑπέκλινον τῇ ὑποταγῇ τοῦ Μωσέως. Προσέταξεν ὁ Μωσῆς, καὶ ἀπέκτειναν αὐτοὺς τρεῖς χιλιάδας λαῶν. Καὶ τοῦτό ἐστιν ὃ λέγει ἡ Γραφή· «Ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ.» Κείμενον ρκα. «Καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον.» Ἑρμην. Ὅσοι παρέβησαν καὶ παρήκουσαν ἐν τῷ παλαιῷ νόμῳ, ἔλαβον δικαίως τὴν τιμωρίαν. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ παρακούσας κατεκρίθη, καὶ Κάϊν ἁμαρτήσας ἐπικατάρατος γέγονε, καὶ οἱ ἐπὶ τοῦ Νῶε κακῶς ἐργαζόμενοι κατεκλύσθησαν·
καὶ οἱ ἐν Σοδόμοις ἀσέμνως βιοῦντες δεινῶς ἐποντίσθησαν· καὶ οἱ Ἰουδαῖοι, πολλάκις ἐπαναστάντες τοῖς προφήταις, πληγὰς παρὰ Θεοῦ καὶ μάστιγας καὶ τιμωρίας ἐδέξαντο. Νῦν οὖν τοῦτο λέγει· ὅτι, ἐπειδὴ ἐν τῇ Παλαιᾷ ὅσοι ἠθέτησαν τὸ πρόσταγμα τοῦ Κυρίου, καὶ παρήκουσαν τὰ δι’ ἀγγέλων λαλούμενα καὶ προφητῶν, ἔλαβον δικαίως τὴν τιμωρίαν, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐπεσπάσαντο, πῶς ἡμεῖς ἐκφύγωμεν, ἐὰν ἀμελήσωμεν τῆς τοιαύτης σωτηρίας, ὅπου οὔτε δι’ ἀγγέλων οὔτε διὰ προφητῶν ἐλαλήθη ἡμῖν, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ; Καὶ γὰρ ἐν τῇ Παλαιᾷ τοῦ νόμου διάκονος γέγονεν ὁ Μωσῆς· τῆς δὲ Νέας ὁ Χριστός. Πολὺ οὖν ταῦτα κρείσσω τῆς παλαιᾶς νομοθεσίας ὅτι ἐκεῖ δοῦλος ἐγένετο ὑπηρέτης τοῦ νόμου· ἐνταῦθα δὲ ὁ δεσπότης Χριστός. Καὶ ὀφείλομεν τὰ προστεταγμένα ποιεῖν ἀδιστάκτως, ἵνα μὴ καὶ χείρους τῶν παλαιῶν ἀποδῶμεν τὰς εὐθύνας. Κείμενον ρκβ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας παρουσίας, ὅταν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
PG 28:768Τοῦ δὲ «Περὶ ἧς λαλοῦμεν,» ἤτοι περὶ ἐκείνης ἧς ἀγωνιζόμεθα, καὶ σπουδάζομεν πάντες σωθῆναι. Ταύτην τὴν ἡμέραν, λέγει ὁ Ἀπόστολος, οὐκ ἔδωκεν ὁ Θεὸς ἐξουσίαν τοῖς ἀγγέλοις κρῖναι τὸν κόσμον, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ αὐτοῦ. Καὶ ἐπεὶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἔχει τὴν ἐξουσίαν πᾶσαν κρῖναι τὸν κόσμον, τί μέλλονται παθεῖν οἱ παρακούσαντες τὰ προστάγματα αὐτοῦ; Εἰ γὰρ οἱ παρακούσαντες τὸν παλαιὸν νόμον τὸν δι’ ἀγγέλων δοθέντα, τοσαῦτα ἔπαθον, καίπερ οὐδὲ κριτῶν ὄντων τοῦ κόσμου τῶν ἀγγέλων· τί ἂν πάθωσιν οἱ τὸν δεσπότην παρακούσαντες; Κείμενον ρκγ. «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» Ἑρμην. Ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν Χριστὸν λέγει, καθώς ἐστι κατὰ πάντα ὁμοούσιος τῷ Πατρὶ, ὡς τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Κείμενον ρκδ. «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους.» Ἑρμην. Βραχὺ ἐλάττωμα λέγει, ὅτι ἐποίησεν ὁ Χριστὸς ἐν τῷ ᾅδῃ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Κείμενον ρκε. «Τὸν δὲ βραχὺ παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ἐν τῷ θανάτῳ.» Ἑρμην. Δόξα γὰρ καὶ τιμὴ τοῦ Χριστοῦ σταυρός·
ἐπειδὴ μυρία ἀγαθὰ διὰ τοῦ σταυροῦ ἐγένετο· ὅτι θάνατος καταπεπάτηται, καὶ κατάρα ἐξωστράκισται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἁμαρτία ἠφάνισται, ἡ παράβασις κατήργηται, ἡ φύσις τῶν ἀνθρώπων τῆς δουλείας τῶν παθῶν ἠλευθέρωται, διάβολος ἐδεσμεύθη, σωτηρία ἐφυτεύθη, ἀνάστασις ἐγνωρίσθη, κακία ἀπηλάθη, ζωὴ ἐπήγασεν, εἰδωλολατρεία ἐλύθη· τὸ δὲ θαυμαστότερον, ὅτι καὶ αὐτοὶ οἱ ἀρχαῖοι καὶ παλαιοὶ προφῆται ἐβαπτίσθησαν, ἐκ τοῦ ῥεύσαντος αἵματος καὶ ὕδατος ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Καὶ πῶς, ἄκουσον. Ἐπειδὴ ἐκ τεσσάρων στοιχείων συνίσταται τὸ σῶμα τοῦ ἀνθρώπου, πάλιν μετὰ θάνατον εἰς αὐτὰ ἀναλύεται. Οὕτω δὴ γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ· ὅτι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὃ ἔῤῥευσεν ἡ ἁγία αὐτοῦ πλευρὰ, ἀνελύθη, ὅπου ἀνελύθη καὶ τῶν προφητῶν, ἤγουν εἰς τὰ στοιχεῖα, καὶ εὑρὼν αὐτὰ ἐβάπτισεν. Εἰ δὲ λέγει τις, ὅτι καὶ τὰ τῶν ἀπίστων σώματα ἐβάπτισε· λέγομεν, Οὐχί· ἀλλ’ ὥσπερ τὸ ὕδωρ προπατῶν, ὅσα μὲν εὑρίσκει χλωρὰ φυτὰ, ἀρδεύει καὶ ποτίζει, ὅσα δὲ ξηρὰ οὐκ ὠφελεῖ αὐτά· οὕτω νόει καὶ ἐπὶ τούτου. Κείμενον ρκ.
PG 28:769«Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·» ἐπειδὴ ἀκμὴν οὐκ ἦν τὸ κήρυγμα εἰς τὴν οἰκουμένην κηρυχθέν; Ἑρμην. Ἔπρεπε γὰρ αὐτῷ, δῆλον ὅτι τῷ Θεῷ καὶ Πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο καὶ συνέστη, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἤτοι τὸν Χριστὸν, πολλοὺς υἱοὺς εἰς δόξαν οὐρανῶν φέροντα καὶ βασιλείαν· υἱοὺς δὲ λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους. Ἔπρεπε, φησὶν, αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἤτοι τὸν Χριστὸν, διὰ παθημάτων τέλειον ἀναδεῖξαι καὶ ἔνδοξον. Ἐρώτ. ρκζ. Τί λέγει· «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος; Ἀπόκ. Σκηνὴν λέγει τὸν οὐρανὸν, ὃν οὐκ ἔκτισεν ἄνθρωπος, ὥσπερ τοὺς ἐπὶ γῆς ναοὺς τῶν ἐκκλησιῶν. Ἀχειροποίητός ἐστιν, ὡς τῷ τοῦ Θεοῦ ῥήματι κατεσκευασμένος. Κείμενον ρκη. «Οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείαν. Ἑρμην. Ἀβραὰμ, Μωσῆς, Ἰησοῦς τοῦ Ναυῆ· «εἰργάσαντο δικαιοσύνην,» Ἀβραὰμ, Φινεὲς, καὶ Δαβίδ· «ἐπέτυχον ἐπαγγελιῶν,» Ἰησοῦς τοῦ Ναυῆ καὶ Χαλέβ· «ἔφραξαν στόματα λεόντων,» Δανιὴλ ἐν τῷ λάκκῳ· «ἔσβεσαν δύναμιν πυρὸς,» οἱ τρεῖς παῖδες ἐν καμίνῳ, «Ἔφυγον στόματα μαχαίρας,» Ἡλίας καὶ Δαβίδ.
«Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας,» ὡς Ἐζεκίας. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,» ὡς Σαμψὼν ἐν μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρεψεν. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν,» Σουναμῖτις καὶ Σαραφθία· «Ἄλλοι δὲ ἐτυμπανίσθησαν,» Ἰάκωβον λέγει τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,» Ἡσαί̈ας, Ἱερεμίας, καὶ Μιχαίας. «Ἐλιθάσθησαν,» Στέφανος καὶ Ναβουθέ. «Ἐπρίσθησαν,» ὁ Ἡσαί̈ας· ξυλίνῳ πρίονι ἔπρισαν αὐτὸν οἱ Ἰουδαῖοι. «Ἐπειράσθησαν,» ὡς ὁ Ἰώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον,» Ἰάκωβος, Ζαχαρίας, καὶ οἱ λοιποί. «Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν.» Ἤγουν οὗτοι πάντες οἱ ἅγιοι μαρτυρηθέντες, ὅτι εὐηρέστησαν τῷ Θεῷ, οὔπω ἀπέλαυσαν τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἀγαθῶν, ἀλλὰ περιμένουσι τὴν δευτέραν παρουσίαν, ἵνα στεφανωθῶσιν ἅπαντες ἐν μιᾷ καιροῦ ῥοπῇ.
PG 28:771Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ Ἀπόστολος, ὅτι «Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προσβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» Χωρὶς γὰρ πάντων τῶν ἁγίων οἱ ἥμισυ οὐκ ἀπολαμβάνουσι τὰ ἐπηγγελμένα ἀγαθά. Τὴν μὲν γὰρ ἐλπίδα καὶ τὸν ἀῤῥαβῶνα ἔσχον, καὶ κεχωρισμένοι εἰσὶν ἐκ τῶν ἁμαρτωλῶν. Τὸ δὲ τέλειον οὔπω εἴληφον, κρεῖσσον γάρ ἐστι τοῦτο· ἵνα εἰςελεύσονται πάντες εἰς τὴν βασιλείαν ἐν ἑνὶ καιρῷ, καὶ ἐξ ἴσου ἀπολάβωσι πάντες οἱ ἅγιοι τὰ ἀγαθὰ τοῦ Θεοῦ. Κείμενον ρκθ. «Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.» Ἑρμην. Νέφος μαρτύρων αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ δροσίζουσιν ἡμᾶς τοὺς ἐν ἁμαρτίαις συνεχομένους, καὶ φλογιζομένους, καὶ ἐν τῇ σκιᾷ τῶν πρεσβειῶν αὐτῶν περισκέπουσιν. Κείμενον ρλ. «Ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.» Ἑρμην. Ὄγκον τὸ πλῆθος λέγει. Λέγει δὲ οὕτως·
ὅτι, Ἐπειδὴ ἔχομεν τοσοῦτον πλῆθος τῶν ἁγίων μαρτύρων, ὥσπερ νέφος δροσίζον ἡμᾶς, θαῤῥοῦντες εἰς τὴν πρεσβείαν τῶν εὐχῶν αὐτῶν, μιμησώμεθα καὶ ἡμεῖς ἐκείνων τὰς ἀρετὰς, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ἅπαντα ἀποῤῥίψαντες, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν καταλιπόντες, δι’ ὑπομονῆς καὶ μακροθυμίας τρέχωμεν τὸν ἀγῶνα τῆς ἀρετῆς. Εὐπερίστατον δὲ εἶπε τὴν ἁμαρτίαν, ἐπειδὴ μόνιμον στάσιν οὐκ ἔχει, ἀλλὰ ταχέως τρέπεται καὶ καταλύεται. Καὶ γὰρ ἡ ἁμαρτία ῥίζαν οὐκ ἔχει, ἀλλ’ οὐδὲ καρπόν. Ἀφανίζεται δὲ ταχέως καὶ καταλύεται ὑπὸ τοῦ ξίφους τῆς μετανοίας κοπτομένη. Ἀξίνη γάρ ἐστιν ἡ μετάνοια, ἐκκόπτουσα πᾶν κακόν. Μετάνοια δέ ἐστιν οὐχ ἡ τῶν γονάτων κλίσις, ἀλλ’ ἡ ἀποχὴ τοῦ κακοῦ, καὶ τὸ πονεῖν, καὶ θρηνεῖν καὶ δέεσθαι τοῦ Θεοῦ ὑπὲρ τῆς τῶν προημαρτηκότων ἀφέσεως. Διὰ γὰρ τοῦτο λέγεται μετάνοια, ὅτι μετατίθησι τὸν νοῦν ἀπὸ τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν.
Page scan enlarged

Notebook

Full View