PG 28Athanasius
Life of Saint Syncleticaapparatus
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1488ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΑΚΑ- ΡΙΑΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΟΥ ΣΥΓΚΛΗΤΙΚΗΣ. Ἔδει πάντας ἀνθρώπους τῶν καλῶν μὴ ἀμυήτους ὑπάρχειν. Οὕτω γὰρ ἂν ἐγγεγυμνασμένοι τοῖς πράγμασιν εἰ εἶεν, τὸ ἀζήμιον εἶχον ἐν βίῳ· καὶ γοῦν τοὺς ἀκεραιοτέρους τὰ πολλὰ τῶν χρηστῶν διέλαθεν. Τοῦτο δὲ πεπόνθασιν ἐκ τοῦ τὴν διάνοιαν αὐτοῖς ἀμβλυωτέραν καθεστάναι ὑπὸ τῆς ἀμελείας. Πολλάκις γὰρ καὶ μαργαρῖται πολύτιμοι εἰς πένητας παρῆλθον ἄνδρας. Οἱ δὲ ἀδοκίμαστον τὴν περὶ τούτων τέχνην ἔχοντες, ὡς μικρῶν τινων καὶ οὐδαμινῶν κατεφρόνησαν. Ἡμεῖς γοῦν, νηπίαν καὶ ἀνάσκητον ψυχὴν ἔχοντες, τῷ παρόντι ἐντυγχάνοντες μαργαρίτῃ, οὐδὲν μέγα τοῦτον θεωροῦμεν, τῷ σχήματι μόνῳ ἐνατενίζοντες, τῆς δὲ φύσεως αὐτοῦ, ὅσον πρὸς γνῶσιν, μακρὰν τυγχάνοντες. Ὡς δὲ κατ’ ὀλίγον ἐκ τῶν πέλας ἐδιδασκόμεθα τὸ κάλλος αὐτοῦ, θεῖος ἔρως καὶ ἡμῖν ἐνεγεννᾶτο πρὸς τὸ ὀφθέν· καὶ γὰρ αὐτὰ τὰ πράγματα ἐζωπύρει ἡμῶν πρὸς τὸν πόθον τὴν διάνοιαν. Τί δὲ λέγω τοὺς παρόντας, ἢ καὶ ἑαυτὸν συγκαταριθμῶ τούτοις, ὥς τι εἰδότων ἡμῶν καὶ λεγόντων περὶ τῆς ἀοιδίμου καὶ μακαρίας Συγκλητικῆς;
Οἶμαι γὰρ πᾶσαν ἀνθρώπων φύσιν λείπεσθαι πρὸς διήγησιν τῶν ἀγαθῶν αὐτῆς πράξεων. Εἰ δὲ καί τις ἐπιχειρήσειε λέγειν τι περὶ αὐτῆς, πολὺ μὲν καὶ ἄπειρον ἀπολειφθήσεται τῶν ζητουμένων, κἂν σοφὸς, κἂν ἐπιστήμων τυγχάνῃ. Ὥσπερ γὰρ οἱ τῷ ἡλίῳ ἀτενίσαι βουλόμενοι τὰς ὄψεις βλάπτονται, οὕτω καὶ οἱ κατοπτρίζεσθαι τῷ βίῳ ταύτης πειρώμενοι, ὑπὸ τοῦ μεγέθους τῶν κατορθωμάτων ἰλιγγιάσαντες, ὑπενδόντες ἢ καὶ ἀτονήσαντες, σύγχυσιν ὑφίστανται τῇ διανοίᾳ. Ἡμεῖς δὲ κατὰ τὴν ἰδίαν δύναμιν ἰχνηλατοῦντες τὰ κατ’ αὐτὴν, καὶ ἐκ τῶν συνηλίκων δὲ αὐτῆς τὰ κατὰ τὸν πρῶτον βίον ἀκροθιγῶς ἀκούσαντες, καὶ ἐξ αὐτῶν δὲ τῶν πραγμάτων ἀμυδρῶς καταυγασθέντες, ἐπὶ τὸ γράφειν ἥκομεν, ἑαυτοῖς τροφὰς σωτηριώδεις ἀποθησαυρίζοντες. Τὸ μὲν γὰρ κατ’ ἀξίαν αὐτῆς λέγειν οὐ μόνον ἡμῖν ἀδύνατον, ἀλλὰ καὶ τοῖς πολλοῖς δυσχερές. Ἡ τῆς οὐρανίου συγκλήτου ἐπώνυμος, χώρας τῆς Μακεδονίας τυγχάνει. Ἀκηκοότων γὰρ τῶν προγόνων αὐτῆς τὸ φιλόθεον καὶ φιλόχριστον τῶν Ἀλεξανδρέων, κατελάμβανον ἐκ Μακεδονίας τὴν τοῦ Μακεδόνος πόλιν. Ἐπιβαντῶν δὲ αὐτῶν τῇ χώρᾳ, καὶ μείζω εὑρόντες τῆς φήμης τὰ πράγματα, φιλοφρόνως ᾤκουν αὐτήν.
PG 28:1489Οὐ πλήθει δὲ δήμων συνέχαιρον, οὔτε μὴν οἰκημάτων ἐθαύμαζον μέγεθος· πίστιν δὲ μονότροπον εὑρόντες σὺν εἰλικρινεῖ ἀγάπῃ, δευτέραν ἔθεντο τὴν οἰκείαν τῆς μετοικίας. Ἦν δὲ καὶ τῷ γένει περίβλεπτος ἡ μακαρία Συγκλητικὴ, καὶ τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὸν κόσμον τερπνοῖς νομιζομένοις ἐκεκόσμητο. Παρῆν δὲ αὐτῇ καὶ ἀδελφὴ ὁμόφρων ἅμα, καὶ ἀδελφοὶ δύο, σεμνοτάτῳ καὶ αὐτοὶ ἀναχθέντες βίῳ· ὧν ὁ μὲν εἷς, ἐν τῇ παιδικῇ ἡλικίᾳ τυγχάνων, ἀπεγένετο· ὁ δὲ ἕτερος, ἐπιβὰς πέμπτῳ καὶ εἰκοστῷ ἔτει, παρὰ τῶν γονέων εἰς γάμον παρεκαλεῖτο· καὶ πάντων πρὸς τὸ ζητούμενον εὐτρεπισθέντων, καὶ τῶν ἐξ ἔθνους συμβολικῶν ἐκτελουμένων, ἀπέπτη ὁ νέος ὥσπερ ὄρνεον ἐκ βρόχων, ἀνταλλαγὴν ποιησάμενος τῆς ἐπιγείου νύμφης, τὴν ἄμωμον καὶ ἐλευθέραν τῶν ἁγίων σύνοδον. Αὕτη δὲ ἔτι ἐν ταῖς πατρῴαις ἀγκάλαις τυγχάνουσα, φιλοθεί̈ᾳ μὲν τὸ πρῶτον τὴν ψυχὴν ἠσκεῖτο· καὶ οὐχ οὕτω τὰς τοῦ σώματος ἐπιμελείας ἐποιεῖτο, ὡς τὰς τῆς φύσεως ὁρμὰς ἐπετήρει. Ἦν γὰρ καὶ κατὰ τὸ σῶμα περικαλλεστάτη, ὡς καὶ πολλοὺς αὐτῇ μνηστῆρας προσιέναι κατὰ τὴν πρώτην ἡλικίαν·
τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δελεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κοσμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ’ αὐτῆς τῆς κόρης τοῦ κάλλους ἐξαπτομένους. Καὶ γοῦν οἱ γονεῖς ἀσμένως προετρέποντο τὴν νέαν εἰς γάμον, αὐτὸ τοῦτο ἐπείγοντες, ὡς ἐξ αὐτῆς τὴν τοῦ γένους διαδοχὴν αὐτοῖς φυλαχθῆναι. Ἡ δὲ σώφρων καὶ γενναία τῷ φρονήματι, οὐδόλως συνετίθετο ταῖς τοιαύταις τῶν γονέων συμβουλίαις· ἀλλὰ γάμον ἀκούουσα κοσμικὸν, γάμον θεῖον ἐφαντάζετο· καὶ πολλοὺς μνηστῆρας παρορῶσα, εἰς μόνον τὸν οὐράνιον νυμφίον εἶχε τὸ νεῦμα. Καὶ ἦν ἰδεῖν τῆς μακαρίας Θέκλης γνησίαν μαθήτριαν, τοῖς αὐτοῖς αὐτὴν ἑπομένην διδάγμασι. Καὶ γὰρ τῶν δύο εἷς μνηστὴρ ἦν ὁ Χριστὸς, καὶ αὐτὸς ἦν τῶν ἀμφοτέρων νυμφαγωγὸς Παῦλος· οἶμαι δὲ καὶ τὸν θάλαμον αὐταῖς μὴ ἐναλλάττειν· εἷς γὰρ αὐταῖς παστὸς ἡ Ἐκκλησία, καὶ ὁ αὐτὸς Δαβὶδ μελῳδεῖ ἐπ’ ἀμφοτέρων τὰ σεμνὰ καὶ θεῖα ᾄσματα. Καὶ γὰρ ἐν κυμβάλοις εὐήχοις τέρπει τὰς Θεῷ ἀνατεθείσας ψυχὰς, καὶ ἐν τυμπάνοις καὶ ἐν δεκαχόρδοις ψαλτηρίοις τὴν τελειοτάτην ᾠδὴν ἀναπέμπει. Μαριὰμ δὲ τοῖς ἱεροῖς τούτοις γάμοις τὰς χορευτρίας εἰσάγει, λέγουσα· Ἄσωμεν τῷ Κυρίῳ·
PG 28:1491ἐνδόξως γὰρ δεδόξασται Καὶ τὰ ὄψα δὲ τοῦ θείου δείπνου κοινὰ τοῖς ἑστιωμένοις· Γεύσασθε γὰρ, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Καὶ ἡ τῶν νυμφικῶν δὲ αὐταῖς περιβλημάτων μία τις ὑφή· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ὁμότροπος οὖν αὐταῖς ἦν ἡ πρὸς Κύριον ἀγάπη· τῶν γὰρ αὐτῶν ἠξιοῦντο δωρεῶν· ἀλλὰ καὶ τοῖς αὐτοῖς ἀγῶσιν ἡμιλλῶντο. Τὰ μὲν γὰρ τῆς μακαρίας Θέκλης οὐδενὶ ἠγνόηται μαρτύρια, ὡς διὰ πυρὸς καὶ θηρίων ἀτιθάσσων αὐτὴν ἐνηθληκέναι· καὶ ταύτης τοὺς ἐναρέτους πόνους τε καὶ ἱδρῶτας οἶμαι τοὺς πολλοὺς μὴ λανθάνειν. Εἰ γὰρ εἷς Σωτὴρ ἦν αὐταῖς ὁ ποθούμενος, ἀναγκαίως καὶ εἷς αὐταῖς ὁ ἀντιτασσόμενος. Καὶ τῇ μὲν Θέκλῃ πραϋτέρους ὑπολαμβάνω τοὺς πόνους· καθῄρητο γὰρ ἡ τοῦ ἐχθροῦ κακία, διὰ τῶν ἐκτὸς αὐτῇ προσομιλοῦντος· ἐνταῦθα δὲ δριμυτέραν ἑαυτοῦ τὴν κακίαν ἐπιδείκνυται, ἐκ τῶν ἔνδον διὰ τῶν ἐναντίων καὶ ὀλεθρίων ἑαυτοῦ λογισμῶν κινούμενος. Οὐκ ἐγοήτευσεν αὐτῆς τὸ ὄμμα ποικίλης ἐσθῆτος ὑφὴ, οὐδὲ λίθων πολυτελῶν διάφορα χρώματα· οὐκ ἠπάτησεν αὐτῆς τὴν ἀκοὴν κύμβαλον, οὐδ’ αὐλὸς διαλῦσαι δεδύνηται τὸν τῆς ψυχῆς αὐτῆς τόνον.
Οὐκ ἐμάλαξεν αὐτὴν γονέων δάκρυα, οὐδὲ ἑτέρα τις συγγενῶν παραίνεσις· ἀλλ’ ὥσπερ ἀδάμαντα τὸν λογισμὸν ἔχουσα, οὐ παρετράπη τὸν νοῦν· καὶ ὥσπερ θυρίδας τὰς πάσας αἰσθήσεις αὐτῆς ἀποκλείουσα, τῷ ἑαυτῆς νυμφίῳ καταμόνας προσωμίλει, τὸ γραφικὸν ἐκεῖνο λέγουσα· Ὡς ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Καὶ εἰ μὲν καπνώδεις καὶ σκοτειναὶ ὁμιλίαι παρῆσαν, ταύτας ἀπέφευγε, τοῖς ἔνδον ταμείοις τῆς ψυχῆς ἑαυτὴν συνάγουσα· ὅπου δὲ φωτειναὶ καὶ ἐπωφελεῖς παραινέσεις ἐτύγχανον, πᾶσαν ἑαυτῆς τὴν διάνοιαν ἔτεινε πρὸς ὑποδοχὴν τῶν λεγομένων. Οὐκ ἠμέλει δὲ καὶ τοῦ κατὰ τὸ σῶμα σωτηρίου φαρμάκου· τήν τε γὰρ νηστείαν οὕτως εἶχε φίλην, ὡς μηδένα αὐτῇ τῶν παρόντων ἴσον τυγχάνειν. Φυλακὴν γὰρ καὶ θεμέλιον ταύτην ἡγεῖτο τῶν ἄλλων. Καὶ εἴ ποτε ἀνάγκης γενομένης παρὰ τὸν συνήθη καιρὸν ἐτράφη, τὸ ἐναντίον ὑφίστατο τοῖς ἐσθίουσιν· ὠχρία γὰρ αὐτῆς τὸ πρόσωπον, καὶ συνέπιπτεν ὁ τοῦ σώματος ὄγκος· τοῦ γὰρ κινοῦντος ἀηδισθέντος, συναλλοιοῦται καὶ τὸ κινούμενον. Ὅπως γὰρ ἂν ἡ ἀρχὴ διατεθῇ, ὡς ἐπίπαν ἀκολουθεῖ ταύτῃ καὶ τὰ ἐκ ταύτης ἠρτημένα.
PG 28:1492Οἷς μὲν γὰρ ἡ τροφὴ καὶ ἡδονὴν γίνεται καὶ προσφέρεται, εὐθαλὴς ὁ τοῦ σώματος ὄγκος ἐστίν· οἷς δὲ τὸ ἐναντίον συμβαίνει, ἄτροφος καὶ λεπτὴ ἡ σὰρξ τυγχάνει. Μαρτυροῦσι δέ μου τῷ λόγῳ οἱ ἄῤῥωστοι. Ἡ γοῦν μακαρία αὕτη, νοσηλεύειν πειρωμένη τὸ σῶμα, τῇ ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦτον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω μὲν οὖν ἐνήθλει λανθάνουσα τοὺς πολλούς. Ὅτε δὲ οἱ γονεῖς αὐτῆς τέλος ἔσχον τοῦ βίου, ἐπὶ πλεῖον θεοφορηθεῖσα τῷ θείῳ φρονήματι, λαμβάνει καὶ τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς· ἦν γὰρ στερηθεῖσα τῶν ὄψεων· καὶ τῶν μὲν πατρῴων οἴκων χωρίζεται· εἰς δέ τινος συγγενοῦς αὐτῆς ἡρωεῖον ἀπῳκισμένον τῆς πόλεως κατάγεται· καὶ διαπωλήσασα πᾶσαν τὴν καταλειφθεῖσαν αὐτῇ οὐσίαν, καὶ διανείμασα τοῖς πένησι, προσκαλεσαμένη τινὰ τῶν πρεσβυτέρων, ἀπέτεμεν ἑαυτῆς τοὺς πλοκάμους. Τότε τὴν πᾶσαν κόσμησιν ἀπέθετο· ἔθος γὰρ ταῖς γυναιξὶ κόσμον καλεῖν τὴν τρίχα. Σύμβολον δὲ ἦν τὸ γινόμενον τοῦ ἀπέριττον καὶ καθαρὰν τὴν ψυχὴν αὐτῆς γεγενῆσθαι. Τότε μὲν οὖν πρῶτον ἠξιώθη τῆς παρθενικῆς προσηγορίας.
Πᾶσαν δὲ τὴν οὐσίαν αὐτῆς τοῖς πτωχοῖς διανείμασα, ἔλεγε· Μεγάλου μὲν ἠξίωμαι ὀνόματος· Τί δὲ ἀνταποδώσω ἐπάξιον τῷ δωρησαμένῳ, οὐκ ἔχω. Εἰ γὰρ ἐπὶ τῶν ἐκτὸς πραγμάτων, ἕνεκεν ἀξιώματος φθαρτοῦ, πᾶσαν ἑαυτῶν τὴν οὐσίαν ἀποβάλλουσι· πόσῳ μᾶλλον ἐμὲ, τοσαύτης ἀξιωθεῖσαν χάριτος, οὐκ ἄρα ἔδει μετὰ τῶν νομιζομένων ὑπαρχόντων προδοῦναι καὶ τὸ σῶμα; Τί δὲ λέγω κτήματα ἢ σῶμα δοῦναι, πάντων αὐτοῦ ὑπαρχόντων; Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Διὰ τούτων μὲν τῶν λόγων τὴν ταπεινοφροσύνην ἐγκομβωσαμένη, ἡσύχαζεν. Ἦν μὲν οὖν καὶ ἐν ταῖς πατρικαῖς αὐλαῖς ἱκανῶς προγυμνασθεῖσα τοῖς πόνοις· καὶ ἐν αὐτῇ δὲ τῇ ἀκμῇ τοῦ σταδίου ἀχθεῖσα, προέκοπτε ταῖς ἀρεταῖς. Ὅσοι μὲν οὖν ἀγυμνάστως καὶ ἀσκέπτως προςῆλθον τῷ θείῳ τούτῳ μυστηρίῳ, ἀπέτυχον τοῦ ζητουμένου, μὴ προθεωρήσαντες τὰ καθ’ ἕκαστον· ὥσπερ δὲ οἱ ὁδοιπορεῖν μέλλοντες τῶν ἐφοδίων πρῶτον φροντίζουσιν, οὕτως καὶ αὕτη, ὥσπερ ἐφοδίοις ἑαυτὴν, τοῖς πάλαι πόνοις εὐτρεπίσασα, ἀδεῶς τὴν ἐπὶ τὰ ἄνω πορείαν ἐποιήσατο· τὰ γὰρ εἰς τὸν ἀπαρτισμὸν τῆς οἰκίας προαποθεμένη, ὀχυρώτατον τὸν ἑαυτῆς ἐξετέλει πύργον.
PG 28:1494Καὶ τὸ μὲν καθ’ ἱστορίαν τῶν οἰκημάτων ποίημα ἐκ τῶν ἔξωθεν ὑλῶν κατασκευάζεται· αὕτη δὲ τὸ ἐναντίον πεποίηκεν· οὐ γὰρ τὰς ἔξωθεν ὕλας συνήγαγεν, ἀλλὰ μᾶλλον τὰς ἔσωθεν ἐκένωσε. Τὰ γὰρ χρήματα ἑαυτῆς διαδοῦσα τοῖς πένησι, καὶ καταλιποῦσα ὀργὴν καὶ μνησικακίαν, ἀπωσαμένη δὲ καὶ φθόνον καὶ φιλοδοξίαν, ᾠκοδόμησε τὴν οἰκίαν ἑαυτῆς ἐπὶ τὴν πέτραν, ἧς περιφανὴς ὁ πύργος καὶ ἀχείμαστος ἡ οἰκία. Καὶ τί πολλὰ λέγω; ὑπερέβαινε γὰρ διὰ τῶν ἀρχῶν καὶ τὰς ἐν ἕξει τοῦ μονήρους βίου τυγχανούσας. Ὥσπερ γὰρ τὰ εὐφυέστατα τῶν παιδίων, ἔτι ἐν ταῖς συλλαβαῖς ὄντα, ἁμιλλῶνται τοῖς ἐν ἡλικίᾳ καὶ πλείω χρόνον ἔχουσι παρὰ τοῖς διδασκάλοις· οὕτω καὶ αὕτη, ζέουσα τῷ πνεύματι, παρέτρεχε τὰς λοιπάς. Τὸν μὲν οὖν ἔμπρακτον αὐτῆς καὶ ἀσκητικὸν βίον λέγειν ἀδυνατοῦμεν, ἐπείπερ οὐδὲ συνεχώρει τινὰ τούτου θεατὴν γενέσθαι. Οὐδὲ γὰρ κήρυκας τῶν αὐτῆς ἀνδραγαθημάτων ἤθελεν εἶναι τοὺς παρόντας. Οὐχ οὕτως γὰρ τὸ εὖ πράττειν ἐφρόντιζεν, ὅσον τῆς τούτου φυλακῆς τε καὶ κρυβῆς. Τοῦτο δὲ ἐποίει οὐ φθόνῳ συνεχομένη, ἀλλὰ θείᾳ χάριτι συγκροτουμένη.
Τὸ γὰρ Κυριακὸν ἐκεῖνο κατὰ νοῦν ἔφερε ῥῆμα, τὸ λέγον, ὡς Εἴ τι ἐὰν ποιῇ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου. Οὕτως μὲν λανθάνουσα ἐξετέλει τὰ πρέποντα τῷ ἐπαγγέλματι. Ἀπὸ δὲ τῆς πρώτης ἡλικίας, καὶ ἕως τῆς ἀκμαστικῆς, οὐ μόνον παντὸς ἀνδρὸς συντυχίαν ἀπέφευγεν, ἀλλὰ καὶ τὰς ὁμοφύλους τὰ πολλὰ παρῃτεῖτο, δύο τούτων ἕνεκα, ἢ τοῦ μὴ δοξασθῆναι τῇ ὑπερβολῇ τῆς ἀσκήσεως, ἢ τοῦ μὴ ὑποσυρῆναι τῆς ἀρετῆς διὰ τὴν σωματικὴν χρείαν. Οὕτως μὲν οὖν τὰς πρώτας τῆς ψυχῆς ἐπιβολὰς παρετήρει, μὴ συγχωροῦσα αὐταῖς συγκαθέλκεσθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύσεις ἀφῃρεῖτο διά τε τῆς νηστείας καὶ τῆς προςευχῆς. Καὶ εἰ βραχύ τι ἕκαστον τούτων προέκοπτε, ποικίλας αὐτοῖς τὰς τιμωρίας προσέφερε, διὰ παντοδαπῶν πόνων τὸ σῶμα κακουχοῦσα. Οὐ μόνον γὰρ τῇ τοῦ ἄρτου λιμαγχονίᾳ ἠρκεῖτο, ἀλλά γε καὶ τῇ τοῦ ὕδατος ὀλιγοδεί̈ᾳ. Ὁπηνίκα μὲν πόλεμος τοῦ ἐχθροῦ πρὸς αὐτὴν συνεκροτεῖτο, προηγουμένως μὲν τὸν ἑαυτῆς Δεσπότην δι’ εὐχῆς ἐκάλει πρὸς συμμαχίαν·
PG 28:1496οὐ γὰρ ἠρκεῖτο τὴν ὁρμὴν τοῦ λέοντος σβέσαι ψιλῇ ἀσκήσει. Καὶ παρὰ μὲν τῆς ἱκεσίας παρῆν ὁ Κύριος, καὶ ἀπεδίδρασκεν ὁ πολέμιος· πολλάκις δὲ καὶ ἐχρόνιζε πρὸς τὴν μάχην ὁ ἐχθρὸς, καὶ ὁ Κύριος οὐκ ἠμύνετο τὸν παλαμναῖον, αὐτῷ τούτῳ τῆς ἐναρέτου ψυχῆς εἰσαύξων τὴν γυμνασίαν. Αὕτη δὲ ὥσπερ προσθήκῃ τῶν δώρων, ἐπὶ πλεῖον ἐκρατύνετο εἰς τὴν κατὰ τοῦ ἐχθροῦ νίκην. Οὐ μόνον γὰρ ἠρκεῖτο ταῖς ὀλιγοδεί̈αις τῶν τροφῶν ἑαυτὴν νεκροῦσα, ἀλλά γε καὶ τῶν καθ’ ἡδονὴν διαιτημάτων ἐπειρᾶτο εἴργειν ἑαυτήν. Ἄρτον μὲν γὰρ πιτυρίαν ἤσθιεν· ὕδωρ δὲ πολλάκις οὐδόλως ἐλάμβανε· καὶ ἐχαμεύνει δὲ ἕως τινός. Ἕως μὲν οὖν συνεκροτεῖτο ὁ πόλεμος, τοιούτοις ὅπλοις ἐκέχρητο· εὐχὴν μὲν ἐνδυομένη ἀντὶ ὅπλου καὶ θυρεοῦ ἐνδυομένη· ἡ δὲ περικεφαλαία αὐτῆς ἦν ἐκ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης συγκραθεῖσα. Ἡ γὰρ πίστις προηγεῖτο πάντων, ὅλους αὐτῆς τοὺς ἁρμοὺς συσφίγγουσα. Παρῆν δὲ καὶ ἡ ἐλεημοσύνη, εἰ καὶ μὴ ἡ κατ’ ἐνέργειαν, ἀλλ’ οὖν γε ἡ κατὰ πρόθεσιν. Διὰ τούτων οὖν ἧτταν ὑπομένοντος τοῦ ἐχθροῦ, καὶ αὐτὴ ἐπεκούφιζε τῆς δριμυτάτης ἀσκήσεως. Τοῦτο δὲ ἐποίει πρὸς τὸ μὴ ἀθρόως διαλυθῆναι τὰ τοῦ σώματος μέλη·
ἥττης γὰρ ἦν τοῦτο τεκμήριον. Τῶν γὰρ ὅπλων συμπεσόντων, ποία ἐλπίς ἐστι τῷ στρατιώτῃ εἰς πόλεμον; Τινὲς γοῦν, ἀμέτρως καὶ ἀνεξετάστως τῇ ἀσιτίᾳ ἑαυτοὺς καταδαπανήσαντες, καιρίαν ἑαυτοῖς τὴν πληγὴν ἐπήγαγον· ὥσπερ δὲ ἐν παραιτήσει τοῦ ἀντιπάλου γενόμενοι, ἑαυτοὺς κατέφθειραν. Αὕτη δὲ οὐχ οὕτως ἔπραττεν, ἀλλὰ πάντα μετὰ διακρίσεως ἐποίει· καὶ τῷ μὲν ἐχθρῷ σφοδρῶς διά τε τῶν εὐχῶν καὶ τῆς ἀσκήσεως ἀπεμάχετο· πρὸς δὲ τὴν γαλήνην τῆς οἰκείας νηὸς ἐπεμελεῖτο τοῦ σώματος. Καὶ γὰρ οἱ ναυτιλλόμενοι, χειμῶνος καὶ κλύδωνος καταλαβόντος, ἄσιτοι διαμένουσι, πᾶσαν τὴν παρ’ ἑαυτῶν τέχνην τῷ πρὸ ὀφθαλμῶν κινδύνῳ ἀντιτιθέντες· ὁπηνίκα δὲ τύχωσι τοῦ ζῇν, τότε τῆς δευτέρας σωτηρίας ποιοῦνται τὴν φροντίδα· καὶ οὐχ ἅπας αὐτῶν ὁ χρόνος πρὸς τὸν σάλον τῆς θαλάςσης καταναλίσκεται· ὥσπερ δὲ ἀνάπαυλαν δέχονται τῶν πόνων τὴν βραχυτάτην γαλήνην· καὶ οὐδ’ οὕτως ἀμερίμνως διάγουσιν, οὔτε μὴν ὕπνῳ βαθεῖ καθέλκονται, πεῖραν ἐσχηκότες τῶν ἀπελθόντων, καὶ ἔννοιαν λαμβάνοντες τῶν μελλόντων. Εἰ γὰρ καὶ ὁ χειμὼν ἐκόπασεν, ἀλλ’ ἡ θάλασσα οὐ μεμείωται·
PG 28:1497καὶ εἰ παρῆλθε τὸ δεύτερον, ἀλλ’ ὅμως τὸ πρῶτον [τρίτον] μένει· εἰ καὶ τὸ γενόμενον κεχώρισται, ἀλλὰ τὸ ποιοῦν πάρεστιν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος, εἰ καὶ τὸ πνεῦμα τῆς ἐπιθυμίας ἀπήλασται, ἀλλ’ ὅμως ὁ ἐξουσιάζων τούτου οὐ μακρὰν τυγχάνει. Ὅθεν δεῖ ἀδιαλείπτως προσεύχεσθαι διὰ τὸ ἀβέβαιον τῆς θαλάσσης καὶ τὴν ἁλμυρὰν τοῦ ἐχθροῦ κακίαν. Ἡ οὖν μακαρία, ἀκριβῶς εἰδυῖα τὸ παρὸν ἐν τῷ βίῳ κλυδώνιον, καὶ προβλέπουσα τὰς τῶν πνευμάτων ζάλας, ἐπιμελῶς ἦν οἰακίζουσα τὸ ἴδιον σκάφος τῇ εἰς Θεὸν εὐσεβείᾳ· καὶ γὰρ ἀχείμαστον αὐτὸ τῷ σωτηρίῳ λιμένι προςώρμισεν, ἄγκυραν ἀσφαλεστάτην τὴν εἰς Θεὸν πίστιν θεμένη. Ἀποστολικὸς μὲν οὖν αὐτῆς ὁ βίος, διὰ πίστεως καὶ ἀκτημοσύνης συσφιγγόμενος, ἔτι γε μὴν ἀγάπῃ καὶ ταπεινοφροσύνῃ διαλάμπων. Αὕτη τοῦ σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγων ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.
Τὸ δὲ ῥητὸν, εἰ καὶ ἐπὶ τῶν δωρεῶν ἀνάγεται, ἀλλ’ ὅμως ἐνταῦθα νοείσθω, ὡς Ὅτι ἐνίκησας τὸν ἔνυλον πόλεμον, καὶ κατὰ τοῦ ἀύ̈λου δὲ τρόπαιον πήξεις, ἐμοῦ ὑπερασπίζοντός σου. Γνώτωσαν τὸ μέγεθος τῆς πίστεως αἱ ὑπὸ τοῦ θεράποντός μου Παύλου ῥηθεῖσαι ἀρχαὶ καὶ ἐξουσίαι· νικήσας γὰρ τὰς ἐναντίας δυνάμεις, προσομιλήσεις καὶ ταῖς κρείττοσιν. Οὕτως μὲν οὖν καθ’ ἑαυτὴν ἀναχωροῦσα, τῶν ἀγαθῶν ἔργων τελεσιουργὸς ἐγίνετο. Τοῦ δὲ χρόνου προϊόντος, καὶ τῶν ἀρετῶν αὐτῆς ἀνθουσῶν, ἡ εὐωδία τῶν εὐκλεεστάτων αὐτῆς πόνων εἰς πολλοὺς διέβαινεν· Οὐδὲν γὰρ, φησὶ, κρυπτὸν ὃ οὐ φανερωθήσεται. Οἶδε γὰρ ὁ Θεὸς τοὺς αὐτὸν ἀγαπῶντας καὶ δι’ ἑαυτοῦ κηρύττειν πρὸς διόρθωσιν τῶν ἀκουόντων. Τότε μὲν οὖν τῇ βουλήσει τοῦ κρείττονος ἤρξαντό τινες παραβάλλειν, καὶ πρὸς οἰκοδομὴν οἰκείαν τὰς ἐντεύξεις ποιεῖσθαι· καὶ γὰρ διὰ τῶν λόγων τὰ τοῦ βίου αὐτῆς ἐμπορευόμεναι ἐπὶ πλέον προσήγγιζον, ὠφελεῖσθαι βουλόμεναι. Κατὰ γὰρ τὴν συνήθη ἀκολουθίαν ἐπυνθάνοντο αὐτῆς λέγουσαι· Πῶς δεῖ σωθῆναι;
PG 28:1499ἡ δὲ, στενάξασα βαρὺ, καὶ δακρύων πλῆθος ἀφεῖσα, εἰς ἑαυτὴν ἐχώρει, καὶ ὥσπερ διὰ τῶν δακρύων τὴν ἀπόκρισιν ποιησαμένη, δευτέραν σιωπὴν ἤσκει. Αἱ δὲ, συνελθοῦσαι, ἐβιάζοντο λαλεῖν αὐτὴν τὰ μεγαλεῖα τοῦ Θεοῦ· καὶ γὰρ ἐθαύμαζον ὑπὸ μόνης τῆς θέας καταπληττόμεναι· καὶ αὖθις παρεκάλουν αὐτὴν φθέγξασθαι. Ἐπὶ πολὺ δὲ τῆς μακαρίας ἐκβιαζομένης, μετὰ χρόνον ἱκανὸν, πολλῆς ἡσυχίας γενομένης, ταπεινῇ τῇ φωνῇ τὸ γραφικὸν ἐκεῖνο ἔφη ῥῆμα τό· Μὴ ἐκβιάζου πένητα· πτωχὸς γάρ ἐστιν. Αἱ δὲ παροῦσαι ἀσμένως τὸ ῥῆμα δεξάμεναι, ὥσπερ μέλιτος καὶ κηρίου ἀπογευσάμεναι, ἐπὶ πλεῖον τῆς ἐρωτήσεως εἴχοντο· καὶ λοιπὸν διὰ τῶν γραφικῶν αὐτὴν ῥημάτων ἐπεφόρτιζον· ἔλεγον γὰρ πρὸς αὐτὴν, ὡς Δωρεὰν ἔλαβες, δωρεὰν δός. Καί φησιν· Ὅρα μὴ τὴν κρυψοτάλαντον ἀντὶ τοῦ δούλου ἀποτίσῃς δίκην. Ἡ δὲ πρὸς αὐτοὺς εἶπεν· Τί οὕτως περὶ ἐμοῦ τῆς ἁμαρτωλοῦ φαντάζεσθε, ὡς πραττούσης τι ἢ λεγούσης; Κοινὸν ἔχομεν διδάσκαλον τὸν Κύριον· ἐκ τῆς αὐτῆς πηγῆς ἀρυόμεθα τὰ πνευματικὰ νάματα· ἐκ τῶν αὐτῶν δὲ μαζῶν γαλακτοτροφούμεθα, τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης. Αἱ δὲ πρὸς αὐτήν φασιν·
Οἴδαμεν καὶ ἡμεῖς, ὅτι μία ἐστὶν ἡμῶν παιδαγωγὸς, ἡ Γραφὴ, καὶ ὁ αὐτὸς διδάσκαλος· ἀλλ’ αὐτῇ ἐπαγρύπνῳ σπουδῇ προέκοψας ταῖς ἀρεταῖς· καὶ δέον τὰς ἐν ἕξει τῶν καλῶν γενομένας, ὡς δυνατωτέρας, ἐπιπράττειν τοῖς μειρακίοις· καὶ γὰρ ὁ κοινὸς ἡμῶν διδάσκαλος τοῦτο παρακελεύεται. Ἡ δὲ μακαρία, ταῦτα ἀκούσασα, ὥσπερ τὰ ὑποτίτθια βρέφη, ἐκλαυθμύριζεν. Αἱ δὲ συνελθοῦσαι· ἐν δευτέρῳ θέμεναι τὴν ἐρώτησιν, παρεκάλουν αὐτὴν τοῦ κλαυθμοῦ παύσασθαι. Καὶ ὡς ἡσύχασεν, ἐπιπολὺ πάλιν ἡσυχία ἐγένετο. Ἤρξαντο δὲ αὖθις παρακαλεῖν αὐτήν. Ἡ δὲ, σπλαγχνισθεῖσα, καὶ γνοῦσα, ὅτι τὰ λεγόμενα οὐ νέμει αὐτῇ ἔπαινον, ταῖς δὲ παρούσαις κατασπείρει ὠφέλειαν, ἤρξατο λέγειν πρὸς αὐτὰς οὕτως· Τεκνία, πάντες καὶ πᾶσαι τὸ σωθῆναι οἴδαμεν, ἀλλὰ διὰ τῆς οἰκείας ἀμελείας τῆς σωτηρίας ἀπολειπόμεθα. Δεῖ γὰρ πρῶτον τὰ διὰ τῆς χάριτος τοῦ Κυρίου γνωρισθέντα φυλάττειν. Εἰσὶ δὲ ταῦτα· Ἀγαπήσεις τὸν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐκ τούτων ἡ ἀρχὴ τοῦ νόμου φυλάττεται, καὶ ἐν τούτῳ τὸ πλήρωμα τῆς χάριτος ἐπαναπαύεται.
PG 28:1500Βραχεῖα μὲν τοῦ λόγου ἡ ἐκφώνησις, ἀλλὰ πολλὴ καὶ ἄπειρος ἡ ἐν τούτῳ τούτου δύναμις. Πάντα γὰρ τὰ ψυχωφελῆ ἐκ τούτων ἤρτηνται· καὶ μαρτυρεῖ Παῦλος, λέγων ὡς τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐτὴν τελευτᾷ. Ἡ οὖν σωτηρία αὕτη ἐστὶν, ἡ διπλῆ ἀγάπη Δεῖ δὲ καὶ τοῦτο προσθεῖναι, ἐξ αὐτῆς πάλιν τυγχάνον, τὸ ἑκάστην ἡμῶν ἐπιγινώσκουσαν ὅ ἐστιν τῶν μειζόνων ἐφίεσθαι. Αἱ δὲ ἠπόρουν πρὸς τὸ λεχθὲν, καὶ αὖθις ἀντηρώτων. Ἡ δὲ πρὸς αὐτὰς ἔφη· Οὐκ ἀγνοεῖτε τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολὴν περὶ τῶν ρ, καὶ ξ, καὶ λ· ἡ μὲν οὖν ἑκατοντάς ἐστι τὸ ἡμέτερον ἐπάγγελμα· ἡ δὲ ἑξακοντάς ἐστι τὸ τῶν ἐγκρατῶν τάγμα· ἡ δὲ τριακοντὰς τῶν σωφρόνως βιούντων. Καὶ ἀπὸ μὲν τῶν τριάκοντα ἐπὶ τὰ ἑξήκοντα καλὸν μεταβῆναι· ἀπὸ γὰρ τῶν μικρῶν ἐπὶ τὰ μείζονα καλὸν προκόπτειν· ἀπὸ δὲ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττονα κατατρέχειν, ἐπικίνδυνον. Ὁ γὰρ ἅπαξ νεύσας ἐπὶ τὰ χείρω, οὐδὲ ἐν τοῖς ὀλίγοις στῆναι δύναται· ἀλλ’ ὥσπερ ἐν βυθῷ τῆς ἀπωλείας φέρεται.
Τινὲς γοῦν, παρθενίαν ἐπαγγελλόμεναι, καὶ ἀσθενοῦς γνώμης τὸν λογισμὸν ὑποσυρόμεναι, προφάσεις ἐν ἁμαρτίαις προφασίζονται. Πρὸς γὰρ ἑαυτὰς λέγουσι, μᾶλλον δὲ πρὸς τὸν διάβολον, ὅτι Ἐὰν μὲν σωφρόνως [μᾶλλον δὲ ἀφρόνως] βιώσωμεν, κἂν τοῦ τριακοστοῦ ἀξιούμεθα· καὶ γάρ φησιν, ὡς πᾶσα ἡ Παλαιὰ τῆς παιδοποιίας εἴχετο. Γνωστὸν οὖν ἔστω τὴν γνώμην ταύτην τοῦ ἐχθροῦ εἶναι. Ὁ γὰρ ἐκ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττω ἀγόμενος ὑπὸ τοῦ ἐναντίου βάλλεται· ὥσπερ γὰρ στρατιώτης φυγὰς, ὁ τοῦτο δρὰς κρίνεται· καὶ οὐχ ὅτι πρὸς τὴν ἐλάττω στρατείαν κεχώρηκε, συγγνώμης ἀξιοῦται· ἀλλ’ ὅτι ἀπέδρα, τὴν τιμωρίαν λαμβάνει. Δεῖ οὖν, καθὼς προεῖπον, ἐκ τῶν ἐλαττόνων ἐπὶ τὰ προσβαίνειν. Καὶ τοῦτο ὁ Ἀπόστολος διδάσκει, ὡς Τῶν ὄπισθεν ἐπιλανθανομένους, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι χρή. Δεῖ οὖν τοὺς τὴν ἑκατοντάδα κρατοῦντας, ταύτην εἰς ἑαυτοὺς ἀνακυκλοῦν, καὶ πέρας μὴ διδόναι τῷ ἀριθμῷ. Φησὶ γὰρ, ὅτι Ἂν ποιήσητε τὰ προστεταγμένα, εἴπατε, ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν. Δεῖ οὖν ἡμᾶς τὰς τὸ ἐπάγγελμα τοῦτο ἐπανῃρημένας, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν.
PG 28:1502Καὶ γὰρ καὶ παρὰ ταῖς κοσμικῇ δοκεῖ σωφροσύνη πολιτεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐταῖς καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως. Ἡμεῖς δὲ, μάλιστα καὶ ταῦτα ἀφέμεναι, ἐπαναβῶμεν ταῖς ἀρεταῖς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν ἀφέλωμεν τὴν ματαίαν φαντασίαν. Καὶ γάρ φησιν ἡ Γραφή· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καὶ τὴν γλῶτταν κωλύειν τῶν τοιούτων ἁμαρτημάτων. Ἀθέμιτον γὰρ τὸ τῶν ὕμνων ὄργανον αἰσχρὰ προφέρειν ῥήματα. Οὐ μόνον δὲ λέγειν αὐτὰ παραιτητέον, ἀλλὰ καὶ ἀκούειν. Ταῦτα δὲ ἀδύνατον φυλάττειν, ἐὰν ταῖς προόδοις συνεχῶς χρώμεθα. Διὰ γὰρ τῶν αἰσθήσεων ἡμῶν, κἂν μὴ βουλώμεθα, οἱ κλέπται εἰσίασι. Πῶς γὰρ δύναται οἶκος, καπνοῦ ἐκ τῶν ἔξωθεν κινηθέντος, καὶ τῶν θυρίδων ἀνοιγεισῶν, μὴ μελαίνεσθαι. Ἀναγκαίως οὖν παραιτεῖσθαι προσήκει τὰς εἰς τὴν ἀγορὰν προελεύσεις. Εἰ γὰρ ἐπαχθὲς καὶ βαρὺ ἡγούμεθα ἀδελφοὺς καὶ γονεῖς γυμνοὺς θεάσασθαι, πόσῳ μᾶλλον ἐπιβλαβὲς ἡμῖν ἔσται θεωρῆσαι ἐπὶ τῶν πλατειῶν τοὺς ἀπρεπῶς γεγυμνωμένους, ἔτι γε μὴν καὶ ἀκόλαστα ῥήματα λέγοντας;
Ἐκ τούτων γὰρ συμβαίνει ἀηδεῖς καὶ λοιμώδεις φαντασίας προσέρχεσθαι. Ὁπηνίκα δὲ καὶ εἰς τοὺς οἴκους ἑαυτὰς καθείρξωμεν, οὐδὲ ἐκεῖ ὀφείλομεν ἔχειν τὸ ἀμέριμνον, ἀλλ’ ἀγρυπνεῖν· γέγραπται γάρ· Γρηγορεῖτε. Ὅσον δὲ ἑαυτὰς ἀσφαλιζόμεθα πρὸς σωφροσύνην, τοσοῦτον δριμυτέροις συναπτόμεθα λογισμοῖς. Ὁ γὰρ προςθεὶς, φησὶ, γνῶσιν, προστίθησιν ἄλγημα. Ὅσον γὰρ προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον μείζοσι συνάπτονται ἀνταγωνισταῖς. Ὅρα πόσον ἀνέπτης, καὶ οὐκ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Τὴν ἔνυλον καὶ ἔμπρακτον πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθήσεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις ἐμφωλεύει, τὸν ἄϋλόν σοι κινῶν πόλεμον. Πρόσωπα γὰρ εὐπρεπῆ καὶ ὁμιλίας ἀρχαίας, καὶ ἡσυχαζούσαις παρεισφέρει. Δεῖ οὖν μὴ συγκατατίθεσθαι τοῖς φαντάσμασι· γέγραπται γὰρ, ὡς Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἡ γὰρ πρὸς ταῦτα συγκατάθεσις, ἐφάμιλλός ἐστι τῇ κοσμικῇ πορνείᾳ· Δυνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μέγας οὖν ὁ πρὸς τὸ πνεῦμα τῆς πορνείας ἀγών. Τὸ γὰρ ἐν κακοῖς κεφάλαιον τοῦ ἐχθροῦ πρὸς ἀπώλειαν ψυχῆς, τοῦτό ἐστι.
PG 28:1503Καὶ τοῦτο αἰνιττόμενος ὁ μακάριος Ἰὼβ, ἔλεγε πρὸς τὸν διάβολον· Ὁ ἔχων τὴν δύναμιν ἐπ’ ὀμφαλοῦ γαστρός. Πολλαῖς μὲν οὖν καὶ διαφόροις μηχαναῖς τὸ τῆς πορνείας κέντρον κινεῖ ὁ διάβολος κατὰ τῶν φιλοχρίστων ἀνθρώπων. Πολλάκις γοῦν καὶ ἀγάπην ἀδελφικὴν μεθώρμισεν ὁ κακόφρων εἰς τὴν οἰκείαν κακίαν. Καὶ γὰρ παρθένους φυγούσας γάμον καὶ φαντασίαν πᾶσαν βίου, διὰ σχέσεως ἀδελφικῆς ὑπεσκέλισε· καὶ μοναχοὺς δὲ ἔτρωσε, πᾶν ὁτιοῦν ἀποφυγόντας καὶ αὐτοὺς πορνικὸν σχῆμα· ἀλλὰ καὶ αὐτοὺς ἠπάτησε δι’ εὐλαβοῦς ὁμιλίας. Τοῦτο γὰρ τοῦ ἐχθροῦ ἔργον, τὸ, ἀμφιεννύμενον τὰ ἀλλότρια, τὰ οἰκεῖα λανθανόντως προβάλλεσθαι. Δείκνυσι σίτου κόκκον, καὶ ὑποτίθησιν αὐτῷ παγίδα. Οἶμαι δὲ καὶ τὸν Κύριον περὶ τούτου λέγειν, ὡς Ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Τί οὖν πρὸς τοῦτο ποιήσωμεν; Γενώμεθα φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς περιστεραὶ, πανοῦργον κατὰ τῆς παγίδος αὐτοῦ κινοῦντες λογισμόν· τὸ μὲν γὰρ, Γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, εἴρηται πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς τοῦ διαβόλου. Τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ποιεῖται τὴν διάγνωσιν.
Τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως. Πᾶν μὲν οὖν ἀγαθὸν ἔργον ἐν ἀποφυγῇ ἔσται τοῦ χείρονος. Πῶς δὲ φύγωμεν ὃ μὴ οἴδαμεν; Δεῖ οὖν ἡμᾶς, κατ’ ἔννοιαν λαβούσας τοῦ ἐχθροῦ τὴν δεινότητα, φυλάττεσθαι ἀπὸ τῆς τούτου κακομηχανίας· φησὶ γάρ· Ὃς περιάγει ζητῶν τίνα καταπίῃ. Καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Δέον οὖν πάντοτε γρηγορεῖν. Καὶ γὰρ διὰ τῶν ἔξωθεν πραγμάτων πολεμεῖ, καὶ διὰ τῶν ἔνδον λογισμῶν δαμάζει. Καὶ πλέον διὰ τῶν ἔνδον· καὶ γὰρ νύκτωρ καὶ μεθ’ ἡμέραν ἀύ̈λως προσέρχεται. Τίνος οὖν χρεία πρὸς τὸν παρόντα πόλεμον; Δῆλον, ὡς ἀσκήσεως ἐπιπόνου καὶ καθαρᾶς προσευχῆς. Ἀλλὰ ταῦτα μὲν γενικῶς ἐπὶ παντὸς λογισμοῦ ὀλεθρίου ἀλεξητήρια πέφυκε· δεῖ δὲ καὶ ἰδικαῖς τισιν ἐννοίαις χρήσασθαι πρὸς τὸ τὸν παρόντα τῆς ψυχῆς λοιμὸν ἀπώσασθαι· καὶ ἐπελθόντος τοῦ αἰσχίστου λογισμοῦ, ἀνθυποφέρειν αὐτῷ τὰ ἐναντία. Εἰ γὰρ γένοιτο ἐν τοῖς κατὰ διάνοιαν χωρίοις ὄψεως εὐπρεποῦς φαντασία, τῷ λόγῳ τὸ παρὸν τιμωρητέον, καὶ τοῦ εἰδώλου τοὺς ὀφθαλμοὺς ἐκκολαπτέτω, τῶν δὲ παρειῶν τὰς σάρκας ἐξαιρείτω· ὑποτεμνέτω δὲ καὶ τὰ χείλη, καὶ λοιπὸν ὁράτω πῆγμα ὀστέων ψιλῶν δυσειδές·
PG 28:1505κατανοείτω λοιπὸν τί ἦν τὸ ποθούμενον· οὕτω γὰρ ὁ λογισμὸς ἀναχαιτίσαι δυνηθείη τῆς ματαίας πλάνης. Τὸ γὰρ φιλούμενον οὐδὲν ἦν ἢ αἷμα σὺν φλέγματι μεμιγμένον, ὅπερ καὶ ὑφάσματος χρείαν παρέχει τοῖς ζώοις. Οὕτω μὲν οὖν καὶ διὰ τῶν τοιούτων λογισμῶν εἰκὸς ἀποσοβεῖσθαι τὴν μιαρὰν κακίαν· καὶ καθάπερ ἥλῳ ἧλον ἐκκρούειν προσήκει τὸν δαίμονα. Ἔτι γε μὴν δέον καὶ καθ’ ὅλον τοῦ ἐρωμένου τὸ σῶμα ἕλκη βαρύοσμα καὶ σηπεδονώδη ὑπογράφειν· καὶ συντόμως φάναι, νεκρῷ παραπλήσιον, ἢ καὶ ἑαυτὸν νεκρὸν τοῖς ἔνδον ὀφθαλμοῖς ὑποτιθέναι. Μεῖζον δὲ πάντων ἐστὶ τὸ γαστρὸς ἄρχειν· οὕτω γὰρ καὶ τῶν ὑπογαστρίων ἡδονῶν κρατῆσαι δυνατόν. Ἦν μὲν οὖν θεῖον συμπόσιον τῶν παρουσῶν· ἐκ γὰρ τῶν τῆς σοφίας κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μακαρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθουσῶν ἐπύθετο αὐτῆς λέγουσα· Εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη; Ἡ δὲ εἶπε· Καὶ πάνυ ἀγαθὸν ταῖς δυναμέναις. Αἱ γὰρ ὑπομένουσαι τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἄνεσιν.
Ὥσπερ γὰρ τὰ στεῤῥὰ ἱμάτια πατούμενα καὶ βιαίως περιστρεφόμενα πλύνεται καὶ λευκαίνεται, οὕτως καὶ ἡ ἰσχυρὰ ψυχὴ διὰ τῆς ἑκουσίου πενίας ἐπὶ πλεῖον κρατύνεται· αἱ δὲ ἀσθενέστερον τὸν λογισμὸν ἔχουσαι τὸ ἐναντίον ταῖς πρώταις πάσχουσι. Καὶ γὰρ πρὸς ὀλίγον θλιβεῖσαι, ὥσπερ τὰ διεῤῥωγότα ἱμάτια, ἀπόλλυνται, μὴ φέρουσαι τὴν διὰ τῆς ἀρετῆς πλύσιν. Καὶ εἷς ὁ τεχνίτης, διάφορον δὲ τῶν ἱματίων τὸ τέλος· τὰ μὲν γὰρ ῥήγνυται καὶ ἀπόλλυται, τὸ δὲ λευκαίνεται καὶ ἀνακαινίζεται. Φαίη οὖν ἄν τις, ἀγαθὸν κειμήλιον τὴν ἀκτημοσύνην τῷ ἀνδρείῳ φρονήματι· καὶ γὰρ τῶν πρακτικῶν ἁμαρτημάτων χαλινὸς τυγχάνει. Δεῖ δὲ πρῶτον ἐγγυμνασθῆναι τοῖς πόνοις· λέγω δὲ, νηστείᾳ τε καὶ χαμευνίᾳ, καὶ τοῖς ἄλλοις κατὰ μέρος, καὶ οὕτως ταύτην τὴν ἀρετὴν κτήσασθαι. Οἱ γὰρ μὴ οὕτω ποιήσαντες, ἀθρόως δὲ ἐπὶ τὴν ἀποβολὴν τῶν χρημάτων δραμόντες, ὡς ἐπίπαν μεταμέλῳ ἑάλωσαν. Ὄργανον γὰρ τοῦ ἀπολαυστικοῦ βίου τὰ χρήματα τυγχάνει. Ἄνελε οὖν πρῶτον τὴν ἑαυτοῦ τέχνην, τουτέστι τὴν γαστριμαργίαν καὶ τὸ ἁβροδίαιτον, καὶ οὕτως εὐκόλως περιτέμνειν τὴν σαυτοῦ δυνήσῃ τῶν χρημάτων ὕλην.
PG 28:1507Βαρὺ γὰρ οἶμαι, τέχνης παρούσης, ὄργανον μὴ τυγχάνειν. Ὁ γὰρ μὴ ἀποβαλὼν τὸ πρῶτον, πῶς τὸ δεύτερον ἐξῶσαι δυνήσεται; Διὰ τοῦτο καὶ ὁ Σωτὴρ, πρὸς τὸν πλούσιον διαλεγόμενος, οὐκ ἀθρόως αὐτῷ τὴν ἀποβολὴν τῶν χρημάτων προστάςσει· ἀλλὰ προερωτᾷ αὐτὸν, εἰ τὰ τοῦ νόμου πεποίηκε. Καὶ διδασκάλου γνησίου πρόσωπον ἀναδεξάμενος ὁ Κύριος ἐρωτᾷ· Εἰ τὰ στοιχεῖα ἔμαθες, εἰ τὰς συλλαβὰς παρείληφας, καὶ ἁπλῶς εἰ τῶν ὀνομάτων ἐν ἕξει γέγονας, δεῦρο λοιπὸν καὶ ἐπὶ τὴν τελειοτάτην ἀνάγνωσιν· τουτέστιν· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ τάχα οἶμαι, ὡς εἰ μὴ τὰ ἐξετασθέντα ἦν ὑποσχόμενος πεποιηκέναι, οὐκ ἂν αὐτὸν ἐπὶ τὴν ἀκτημοσύνην προετρέψατο. Πῶς γὰρ ἂν ἠδύνατο πρὸς ἀνάγνωσιν ὁρμῆσαι, τὴν τῶν συλλαβῶν ἀγνοῶν δύναμιν; Καλὴ οὖν ἡ ἀκτημοσύνη τοῖς ἐν ἕξει τῶν καλῶν γεγενημένοις· πάντων γὰρ τῶν περιττῶν τὴν ἀποβολὴν ποιησάμενοι, πρὸς τὸν Κύριον φέρουσι τὸ νεῦμα, τὸ θεῖον ἐκεῖνο ᾄδοντες λόγιον καθαρῶς, τὸ λέγον· Οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς σὲ ἐλπίζουσι· καὶ σὺ δίδως τὴν τροφὴν τοῖς ἀγαπῶσί σε ἐν εὐκαιρίᾳ. Ἄλλως τε πάλιν μεγάλην ὠφέλειαν εἰσπράττονται·
μὴ ἔχοντες γὰρ τὸν νοῦν πρὸς τὸν ἐν γῇ θησαυρὸν, τὴν οὐρανῶν βασιλείαν ἀμφιέννυνται· καὶ τὸ ὑπὸ τοῦ ὑμνῳδοῦ Δαβὶδ ῥῆμα ἐκτελοῦσι σαφῶς, τὸ λέγον· Κτηνώδης ἐγενήθην παρὰ σοί. Ὥσπερ γὰρ τὰ ὑποζύγια, τὴν ἰδίαν ἐργασίαν ποιούμενα, ταῖς πρὸς τὸ ζῇν τροφαῖς μόναις ἀρκοῦνται· οὕτω καὶ οἱ τῆς ἀκτημοσύνης ἐργάται, τὴν μὲν τοῦ ἀργυρίου χρῆσιν ὡς μηδὲν οὖσαν λογίζονται, πρὸς μόνην δὲ τὴν ἐφήμερον τροφὴν τὴν διὰ τοῦ σώματος ἐργασίαν ποιοῦνται. Οὗτοι τῆς πίστεως τὴν κρηπῖδα κατέχουσι· πρὸς αὐτοὺς γὰρ εἴρηται παρὰ τοῦ Κυρίου τὸ μὴ μεριμνᾷν περὶ τῆς αὔριον· καὶ ὅτι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρει, οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὁ οὐράνιος τρέφει αὐτά. Τούτοις τοῖς λόγοις ἐθάῤῥησαν [Θεὸς γὰρ ὁ λαλήσας], πεπαῤῥησιασμένως τὸ γραφικὸν ἐκεῖνο φθέγγονται ῥῆμα, τὸ λέγον· Ἐπίστευσα, δι’ ὃ ἐλάλησα. Καὶ ὁ ἐχθρὸς δὲ ἐπὶ τῶν ἀκτημόνων πλέον ἡττᾶται· τί γὰρ βλάψῃ, οὐκ ἔχει. Αἱ γὰρ πλεῖσται τῶν λυπῶν καὶ τῶν πειρασμῶν ἐν ταῖς ἀφαιρέσεσι τῶν χρημάτων γίνονται. Τί γὰρ ἔχει ποιῆσαι τοῖς ἀκτήμοσιν; οὐκ ἔχει. Χωρία ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑποζύγια φθεῖραι; ἀλλ’ οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι;
PG 28:1508ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχθροῦ τιμωρία καὶ πολύτιμος τῇ ψυχῇ θησαυρὸς ἡ ἀκτημοσύνη. Ὅσον μὲν οὖν αὕτη θαυμαστὴ καὶ ὑπέρογκος εἰς ἀρετὴν, τοσοῦτον εἰς κακίαν φαύλη καὶ μοχθηρὰ ἡ φιλαργυρία· καὶ ἀληθῶς ὁ θεσπέσιος Παῦλος περὶ ταύτης εἴρηκεν· ὡς πάντων αὐτὴν τῶν κακῶν αἰτίαν εἶναι. Ἐπιθυμία γὰρ τοῦ πλούτου, ἐπιορκία, κλοπὴ, ἁρπαγὴ, πορνεία, φθόνος, μισαδελφία, πόλεμος, εἰδωλολατρεία, πλεονεξία, καὶ αἱ παραφυάδες τούτων, ὑπόκρισις, κολακεία, κατάγελως· πάντων οὖν τούτων αἰτία ὡμολόγηται ἡ φιλαργυρία. Ὅθεν δικαίως αὐτὴν πάντων τῶν κακῶν μητέρα ὁ Ἀπόστολος ὠνόμασεν. Οὐ μόνον δὲ ὁ Θεὸς τούτους τιμωρεῖται· ἀλλά γε καὶ οἴκοθεν ἑαυτοὺς καταφθείρουσιν· ἀκόρεστον γὰρ φέροντες τὴν κακίαν, οὐκ ἔχουσι τέλος τοῦ σκοποῦ, ὅθεν ἀνίατος αὐτοῖς ἡ πληγή. Ὁ μηδὲν ἔχων ὀλίγων ἐπιθυμεῖ· καὶ τυχὼν τούτων, τῶν πλειόνων ὀρέγεται· Ἑκατὸν χρυσίνους ἔχει, καὶ γλίχεται τῶν χιλίων· καὶ τούτων εὐπορήσας, πρὸς ἄπειρον φέρει τὸ νεῦμα. Καὶ οὕτω, μὴ ἔχοντες ἑαυτῶν στῆναι τὸ τέλος, ἀεὶ πενίαν ὀδύρονται. Φέρει δὲ ἡ φιλαργυρία μεθ’ ἑαυτῆς ἀεὶ τὸν φθόνον.
Φθείρει δὲ καὶ οὗτος πρῶτον τὸν κτησάμενον. Ὥσπερ γὰρ ἡ ἔχιδνα γεννωμένη πρῶτον τὴν ἰδίαν μητέρα φθείρει, πρὶν ἂν ἄλλους ἀδικήσῃ· οὕτω καὶ ὁ φθόνος τὸν κτησάμενον καταμαραίνει, πρὶν ἂν τοὺς ἐκ γειτόνων διανεμηθῇ. Μέγα ἦν χρῆμα, εἰ τοσούτους ἠδυνάμεθα ὑπομένειν πόνους, ζητοῦντες τὸ δόκιμον ἀργύριον, ὅσοις ἀνηκέστοις περιπίπτουσιν οἱ τοῦ ματαίου κόσμου θηραταί. Ναυάγια ὑπομένουσι, πειρατηρίοις προσομιλοῦσι, λῃσταῖς κατὰ γῆς περιπίπτουσιν· ἀνέχονται λοιπὸν ζάλης καὶ πνευμάτων βιαίων· καὶ πολλάκις κερδαίνοντες, πένητας ἑαυτοὺς φάσκουσι διὰ τοὺς φθονοῦντας. Ἡμεῖς δὲ οὐδόλως τῶν τοιούτων κινδύνων κατατολμῶμεν ὑπὲρ τοῦ ἀληθινοῦ κέρδους. Εἰ δέ ποτε καὶ μικροῦ τινος εὐπορήσωμεν, μεγαλύνομεν ἑαυτὰς, ἐπιδεικνύμεναι τοῖς ἀνθρώποις· καὶ πολλάκις οὐδὲ τὸ γιγνόμενον προφέρομεν εἰς διήγησιν· εὐθέως δὲ καὶ ὃν δοκοῦμεν σπινθῆρα καλοῦ ἔχειν, ὑπὸ τοῦ ἐχθροῦ κλεπτόμεθα. Κἀκεῖνοι δὲ, πολλὰ κερδαίνοντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται, πρὸς δὲ τὰ μὴ παρόντα ἀποτείνονται. Ἡμεῖς δὲ, καὶ μηδὲν ἔχουσαι τῶν ζητουμένων, οὐδὲν θέλομεν κτήσασθαι·
PG 28:1510καὶ πενίαν ἐσχάτην νοσοῦσαι, πλουσίας ἑαυτὰς ἀναγορεύομεν. Καλὸν οὖν τὸν εὖ πράττοντα μηδενὶ ἀναγγέλλειν· μᾶλλον γὰρ οἱ τοιοῦτοι ζημιωθήσονται· καὶ γὰρ ὃ δοκοῦσιν ἔχειν ἀρθήσεται ἀπ’ αὐτῶν. Πᾶσαν οὖν σπουδὴν δέον θέσθαι ὑπὲρ τὸ λανθάνειν τὸ κέρδος. Οἱ δὲ τὰ ἑαυτῶν κατορθώματα διηγούμενοι πειράσθωσαν καὶ τὰ σὺν αὐτοῖς ἐλαττώματα λέγειν· εἰ δὲ ταῦτα κρύπτουσιν, ἕνεκεν τοῦ μὴ παρὰ τῶν ἀκουόντων ψεχθῆναι, πολὺ μᾶλλον ἐκεῖνα φυλακτέον, ὡς ἐκ τοῦ Θεοῦ ἀλλοτριοῦντα. Καὶ γοῦν οἱ κατ’ ἀρετὴν βιοῦντες τὸ ἀνάπαλιν ποιοῦσι, καὶ τὰ σμικρὰ ἑαυτῶν πταίσματα μετὰ καὶ προσθήκης ὧν οὐκ ἔπραξαν, ἐκδιηγοῦνται, τὴν δόξαν τῶν ἀνθρώπων ἀποβάλλοντες· τὰ μέντοι ἀγαθὰ κρύπτοντες, πρὸς ἀσφάλειαν τῆς ψυχῆς. Ὥσπερ γὰρ θησαυρὸς φανερωθεὶς σπανίζεται, οὕτω καὶ ἀρετὴ γνωριζομένη καὶ δημοσιευομένη ἀφανίζεται· ὥσπερ γὰρ κηρὸς λύεται ἀπὸ προσώπου πυρὸς, οὕτω καὶ ψυχὴ ἀπὸ ἐπαίνων διαχεῖται καὶ ἀποβάλλει τὸν τόνον. Καὶ τὸ ἐναντίον δὲ τούτων πάλιν ἔσται· εἰ γὰρ ἡ θερμότης ἔλυσε τὸν κηρὸν, ἡ ψύξις ἄρα τὴν πῆξιν αὐτοῦ ποιήσεται·
καὶ εἰ ἔπαινος ἀφαιρεῖται τοῦ τόνου τὴν ψυχὴν, πάντως ὀνειδισμὸς καὶ ὕβρις εἰς μέγεθος αὐτὴν τῆς ἀρετῆς ἄγει· Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτ’ ἂν πᾶν ψεῦδος εἴπωσι καθ’ ὑμῶν οἱ ἄνθρωποι. Καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ προσοδευόμενα θεάσασθαι. Ἔστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθοροποιός. Τῆς μὲν οὖν χρησίμης λύπης τὸ μέν ἐστι περὶ τῶν οἰκείων ἁμαρτιῶν στένειν· τὸ δὲ καὶ περὶ τῆς τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως· τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τέλους τῆς ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς λύπης τὰ εἴδη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ ἐχθροῦ ὑποτιθεμένου, ἥτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμβάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ καὶ ἀκηδία πρός τινων ὠνόμασται. Δεῖ οὖν τοῦτο τὸ πνεῦμα εὐχῇ μάλιστα ἀποσοβεῖν καὶ ψαλμῳδίᾳ. Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, οὐ χρὴ οἴεσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι. Φησὶ γὰρ ἡ Γραφή· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην.
PG 28:1511Ἐν ἑνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συνέγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. Διὰ μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττεται τρόπον· κεφαλὴ γὰρ τὸ ἡγεμονεῦον· Τοῦ γὰρ σοφοῦ, φησὶν, οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ. Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἐν αὐτῇ τυγχάνει. Τὸν δὲ πόνον εἶπε, διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων κατορθοῦται. Διὰ δὲ τῆς ἐν τῇ καρδίᾳ λύπης, τὸ ἄστατον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύπης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν· μὴ δοξαζόμενοι, λυποῦνται· τῶν ἀλλοτρίων ὀρεγόμενοι, τήκονται· πενόμενοι, δυσφοροῦσι· πλουτοῦντες, ἐκμαίνονται, διὰ τὴν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου τυγχάνοντες. Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέγουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπέχθεια· τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ τληπαθοῦσι πρὸς τὴν γαλακτοτροφίαν, καὶ νοσοῦσι τοῖς παιδίοις συννοσοῦσι· καὶ ταῦτα ὑπομένουσι, τέλος τοῦ κόπου μὴ ἔχουσαι. Ἢ γὰρ τὸ σῶμα πηροῦται τὰ κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς γεννήσαντας.
Ταῦτα οὖν εἰδυῖαι, μὴ δελεασθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, ὡς ἀνέτου καὶ ἀμερίμνου τυγχάνοντος τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πόνων φθείρονται· μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν ὀνειδισμῶν τήκονται. Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα, ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. Ὥσπερ γὰρ τοῖς ζώοις οὐ μία τροφὴ, οὕτως οὐδὲ τοῖς ἀνθρώποις ὁ αὐτὸς λόγος συμφέρει· Οὐ δεῖ γὰρ οἶνον νέον βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἄλλως γὰρ ἑστιῶνται οἱ θεωρίας καὶ γνώσεως ἐμφορούμενοι, ἑτέρως δὲ οἱ ἀσκητικῆς καὶ πρακτικῆς ἀπογευόμενοι, καὶ πρὸς δύναμιν οἱ κατὰ τὸν κόσμον δικαιοπραγοῦντες. Ὥσπερ γὰρ τῶν ζώων τινὰ μὲν ἔστι χερσαῖα, τινὰ δὲ ἔνυδρα, τινὰ δὲ πτηνά· οὕτως καὶ οἱ ἄνθρωποι οἱ μὲν τὸν μέσον βίον κατέχουσιν, ὡς τὰ χερσαῖα· οἱ δὲ πρὸς τὰ ὕψη ἐνατενίζουσιν, ὡς τὰ πετεινά· οἱ δὲ τοῖς ὕδασι τῶν ἁμαρτιῶν εἰσι κεκαλυμμένοι, ὡς οἱ ἰχθύες· Ἦλθον γὰρ, φησὶν, εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ τῶν ζώων φύσις·
PG 28:1513ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι, ἐπὶ τὰ ὑψηλότερα ἐπιβῶμεν, καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα· καὶ τοῦ ποτε ἄρχοντος νῦν ἄρξωμεν. Τοῦτο δὲ ποιήσομεν, ἐὰν ὅλην ἑαυτῶν τὴν διάνοιαν τῷ Σωτῆρι προσενέγκωμεν. Ἀλλὰ ὅσον ἡμεῖς κορυφούμεθα πρὸς τὰ ὕψη, κἀκεῖνος ἐμποδίζειν πειρᾶται διὰ τῶν ἰδίων παγίδων. Καὶ τί μέγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν ὁρμώσας, ὅπου γε καὶ πρὸς τὰ εὐτελῆ φθονοῦσι; καὶ γοῦν τοὺς ὑπὸ τὴν γῆν τεθαμμένους θησαυροὺς οὐ συγχωροῦσι λαμβάνειν ἀνθρώπους. Εἰ οὖν καὶ πρὸς τὴν γηί̈νην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; Δεῖ οὖν κατ’ αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἧττον ἐκ τῶν ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτὲ μὲν ὑπὸ τῶν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτὲ δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποβρύχιος γίνεται. Καὶ γοῦν καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν ἁμαρτημάτων ἀπολλύμεθα, ποτὲ δὲ διὰ τῶν ἔνδον λογισμῶν ἀφανιζόμεθα. Δεῖ οὖν καὶ τὰς ἔξωθεν τῶν πνευμάτων ἐπιτηρεῖν προσβολὰς, καὶ τὰς ἔνδον τῶν λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δὲ γρηγορεῖν πρὸς τοὺς λογισμούς·
συνεχῶς γὰρ ἐφίστανται. Ἐπὶ μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυτῶν, πολλάκις ἡ σωτηρία διὰ τῶν ἐγγυτάτων πλοίων γίνεται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν πλωτήρων, καὶ ἡσυχαζούσης τῆς θαλάσσης, ἐπισυμβαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν. Δεῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοὺς λογισμοὺς τὴν διάνοιαν. Ὁ γὰρ ἐχθρὸς, καθάπερ οἶκον τὴν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν θεμελίων ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχόμενος, πᾶσαν αὐτὴν καταφέρει, ἢ καὶ διὰ τῶν θυρίδων εἰσελθὼν, πρῶτον τὸν οἰκοδεσπότην δεσμεῖ, καὶ οὕτως χειροῦται τὰ πάντα. Θεμέλιος μὲν οὖν ἐστι τὰ καλὰ ἔργα, ὀροφὴ δὲ ἡ πίστις, θυρίδες δὲ αἱ αἰσθήσεις. Διὰ πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. Ὅθεν πολυόφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἔχομεν ἐνταῦθα τὸ ἀμέριμνον· φησὶ γὰρ ἡ Γραφή· Βλεπέτω ὁ ἑστηκὼς μὴ πέσῃ. Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν ὑπὸ τοῦ ἱεροῦ ψάλτου Δαβὶδ εἴρηται. Ἀλλὰ τῆς θαλάσσης τὰ μέν εἰσι πετρώδη, τὰ δὲ καὶ θηρίων πλήρη, τινὰ δὲ καὶ γαληνά. Ἡμεῖς ἐν τῷ γαληνῷ μέρει τῆς θαλάσσης δοκοῦμεν πλέειν, οἱ δὲ κοσμικοὶ ἐν κινδυνώδεσι·
PG 28:1515καὶ ἡμεῖς μὲν ἡμέρας πλέομεν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὁδηγούμενοι, ἐκεῖνοι δὲ ἐν νυκτὶ, ὑπὸ τῆς ἀγνωσίας φερόμενοι. Ἀλλ’ ἐνδέχεται πολλάκις τὸν κοσμικὸν ἐν χειμῶνι καὶ ἐν σκότει τυγχάνοντα, βοήσαντα καὶ ἀγρυπνήσαντα, σῶσαι τὸ ἑαυτοῦ σκάφος· ἡμᾶς δὲ ἐν γαλήνῃ, ὑπὸ ἀμελείας βυθισθῆναι, τὸ πηδάλιον τῆς δικαιοσύνης ἀφέντας. Βλεπέτω οὖν ὁ στήκων μὴ πέσῃ. Ὁ μὲν γὰρ πεσὼν μίαν ἔχει φροντίδα, τοῦ ἀναστῆναι· ὁ δὲ στήκων φυλαττέσθω τοῦ μὴ πεσεῖν. Καὶ γὰρ τὰ παραπτώματα διάφορα· οἱ μὲν γὰρ πεσόντες τοῦ μὲν στήκειν ἐστέρηνται· κείμενοι δὲ, οὐ πάνυ τι ἐβλάβησαν. Ὁ δὲ ἑστὼς μὴ εὐτελιζέτω τὸν πεπτωκότα, ἀλλ’ ἑαυτὸν φοβείσθω, μὴ πεσὼν διαφθαρῇ, καὶ εἰς κατώτερον ἀπέλθῃ βόθρον. Εἰκὸς γὰρ, καὶ τῆς κραυγῆς ἡττηθείσης ὑπὸ τοῦ βάθους τοῦ φρέατος, μὴ βοήθειαν αἰτῆσαι. Φησὶ γὰρ ὁ δίκαιος· Μὴ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ὁ πρῶτος πεσὼν ἔμεινεν. Ὅρα σεαυτὸν, μὴ καταπεσὼν καὶ σὺ θοίνη θηρίων γένῃ. Ὁ πεσὼν οὐκ ἀσφαλίζεται τὴν θύραν· σὺ δὲ μηδόλως νυστάξῃς· ἀλλ’ ἀεὶ τὸ θεῖον ἐκεῖνο μελῴδει ῥητὸν, τὸ φάσκον· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.
Ἀγρύπνει δὲ διηνεκῶς διὰ τὸν ὠρυόμενον λέοντα. Ταῦτα τὰ ῥήματα συντελεῖ πρὸς τὸ μὴ ὑπεραίρεσθαι. Ὁ πεσὼν ἐν τῷ ἐπιστρέψαι καὶ στενάξαι σωθήσεται. Ὅρα σὺ σαυτὴν ἡ στήκουσα. Διπλοῦς γάρ σοι ὁ φόβος ἐπίκειται, ἢ τοῦ μὴ ἐπιστρέψαι πρὸς τὰ ἀρχαῖα, δι’ ὀλιγωρίας σοι τοῦ ἐχθροῦ προσπεσόντος, ἢ τοῦ μὴ τρέχουσαν σκελισθῆναι. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος ἢ ὄπισθεν ἕλκει πρὸς ἑαυτὸν, ὁπηνίκα βραδεῖαν καὶ νωθρὰν τὴν ψυχὴν θεάσηται· ἢ δοκοῦσαν αὐτὴν σπουδαίαν εἶναι καὶ ἐπίπονον πρὸς ἄσκησιν, ἐπεισέρχεται λεπτῶς καὶ κεκρυμμένως διὰ τῆς ὑπερηφανίας· καὶ οὕτως αὔτανδρον τὴν ψυχὴν ἀπόλλυσι. Τοῦτο τὸ ὅπλον ἔσχατον καὶ κορυφαιότατον πάντων ἐστὶ τῶν κακῶν. Ἐξ αὐτοῦ ὁ διάβολος καταβέβληται, καὶ δι’ αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πειρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πολεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ τηνικαῦτα ἔτι ἐπικρατούντων τῶν μαχητῶν, προβάλλονται τὴν ἰσχυροτέραν πάντων μάχαιραν· οὕτως καὶ ὁ διάβολος, μετὰ τὸ πρῶτα αὐτοῦ ἀποδαπανῆσαι ἄγκιστρα, τότε τῷ τελευταίῳ χρᾶται ξίφει, τῇ ὑπερηφανίᾳ. Τίνες δὲ ἦσαν αὐτοῦ αἱ πρῶται παγίδες;
PG 28:1516Δῆλον, ὡς γαστριμαργία, φιληδονία, πορνεία. Ταῦτα γὰρ μάλιστα τὰ πνεύματα ἐπὶ τῶν νεωτερικῶν ἡλικιῶν συμβαίνουσιν. Ἐπακολουθεῖ δὲ τούτοις φιλαργυρία, πλεονεξία, καὶ τὰ τούτοις ὅμοια. Ἡ οὖν ἀθλία ψυχὴ, ὅταν τούτων τῶν παθῶν περιγένηται, ὁπηνίκα γαστρὸς κρατήσῃ, ὅτε καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὑπερπηδήσῃ τῇ σεμνότητι, ὅτε ἀργυρίου καταφρονήσῃ· τότε πανταχόθεν ὁ κακόφρων, ἀπορηθεὶς, ὑποβάλλει τῇ ψυχῇ ἄτακτον κίνησιν· μεγεθύνει γὰρ αὐτὴν ἀπρεπῶς κατὰ τῶν ἀδελφῶν ἐπαίρεσθαι. Βαρὺ καὶ ὀλέθριον τοῦτο τοῦ ἐχθροῦ τὸ δηλητήριον. Πολλοὺς ἀθρόως ἐν τούτῳ σκοτίσας κατέβαλεν. Ὑποβάλλει γὰρ τῇ ψυχῇ ἔννοιαν νόθον καὶ θανατηφόρον. Κατειληφέναι γὰρ αὐτὸν φαντάζει τὰ παρὰ τοῖς πολλοῖς ἀγνοούμενα, καὶ ὅτι ἐν νηστείαις ὑπερβάλλει· καὶ πλῆθος αὐτῷ ἀνδραγαθημάτων προστίθησι· πάντων δὲ ὧν ἥμαρτεν εἰς λήθην αὐτὸν φέρει, πρὸς τὸ κατὰ τῶν συνόντων ἐπαίρεσθαι. Ὑποκλέπτει γὰρ αὐτοῦ ἐκ τοῦ νοῦ τὰ πλημμελήματα· οὐ πρὸς ὠφέλειαν δὲ αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὸ μὴ δυνηθῆναι αὐτὸν εἰπεῖν τὴν ἰατρικὴν ἐκείνην φωνὴν, τὸ, Σοὶ μόνῳ ἥμαρτον, ἐλέησόν με. Οὔτε μὴν συγχωρήσει αὐτῷ λέγειν·
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἀλλ’ ὥσπερ αὐτὸς κατὰ διάνοιαν εἶπε τό· Ἀναβήσομαι, καὶ θήσομαι τὸν θρόνον μου· οὕτως καὶ τοῦτον φαντάζει εἰς ἀρχάς τε καὶ πρωτοκαθεδρίας, ἔτι δὲ διδασκαλίας, καὶ ἰαμάτων ἐκδόσεις. Ἡ οὖν οὕτως ἀπατωμένη ψυχὴ φθείρεται καὶ ἀπόλλυται, δυσιάτῳ ἕλκει πληγεῖσα. Τί οὖν δεῖ ποιεῖν, τῶν τοιούτων λογισμῶν παρόντων; Ἀδιαλείπτως μελετᾷν τὸ θεῖον ἐκεῖνο λόγιον, ὅπερ ὁ μακάριος Δαβὶδ ἐβόα, λέγων τό· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν ἑτέρῳ φησίν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἔτι γε μὴν καὶ τὸ τοῦ Ἡσαί̈ου ἀκουέτω ῥῆμα τὸ λέγον, ὡς Πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης. Καὶ εἰ μὲν ἀναχωρούσῃ καθ’ ἑαυτὴν οἱ λογισμοὶ οὗτοι παρεισέλθωσιν, ἐν κοινοβίῳ εἰσερχέσθω· ἀναγκαζέσθω δὲ καὶ δεύτερον ἐσθίειν τῆς ἡμέρας, εἴ γε δι’ ὑπερβολὴν ἀσκήσεως τούτῳ ἑάλω τῷ πάθει· καὶ παρὰ τῶν συνηλίκων δὲ ἐπιτιμάσθω, καὶ ὀνειδιζέσθω, καὶ ἐπιτιμάσθω σφοδρῶς, ὡς μηδὲν μέγα πράττουσα· πᾶσαν δὲ ὑπηρεσίαν ποιείσθω. Προσαγέσθωσαν δὲ καὶ βίοι ἁγίων ἐξοχώτατοι εἰς ἐξήγησιν·
PG 28:1518πειράσθωσαν δὲ αἱ συνελθοῦσαι ἐπιτείνειν ἑαυτῶν τοὺς πόνους πρὸς ἄσκησιν τὰς ὀλίγας ἡμέρας, πρὸς τὸ ἐκείνην, θεασαμένην τὸ μέγεθος τῶν ἀρετῶν, ἐλάττονα καὶ ἑαυτὴν ἡγεῖσθαι. Προηγεῖται δὲ τῆς νόσου ταύτης ἕτερον κακὸν, ἡ παρακοή· ὅθεν διὰ τοῦ ἐναντίου τῆς ὑπακοῆς, δυνατὸν τὴν σηπεδονώδη νομὴν τῆς ψυχῆς περικαθᾶραι· Ὑπακοὴ γὰρ, φησὶν, ὑπὲρ θυσίαν. Δεῖ οὖν καθαιρεῖν ὄγκον δόξης ἐν καιρῷ, καὶ ἐπαινεῖν δὲ πάλιν καὶ θαυμάζειν ἐν καιρῷ. Εἰ γὰρ ἀμελὴς καὶ νωθρὰ εὑρεθῇ ἡ ψυχὴ, ἔτι γε μὴν καὶ ὑποναρκοῦσα εἰς τὴν τοῦ καλοῦ προκοπὴν, ἐπαινεῖν ταύτην προσήκει· καὶ εἰ μικρὸν ποιήσει τι χρηστὸν, θαυμάζειν καὶ μεγεθοποιεῖν δέον αὐτήν. Καὶ τὰ σφοδρὰ καὶ ἀπάνθρωπα πλημμελήματα ὡς ἐλάχιστα καὶ οὐδαμινὰ λεκτέον· ὁ γὰρ διάβολος, βουλόμενος πάντα διαστρέφειν, ἐπὶ μὲν τῶν σπουδαίων καὶ ἀσκητικῶν κρύπτειν πειρᾶται τὰ προγεγονότα ἁμαρτήματα· τὴν γὰρ ὑπερηφανίαν αὐξῆσαι βούλεται· ἐπὶ δὲ τῶν νεηλύδων καὶ ἀκροπαγῶν ψυχῶν, πάντα τὰ ἁμαρτήματα αὐτῶν πρὸ ὀφθαλμῶν τίθησιν. Ἐμβάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτησάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν.
Τὰς οὖν οὕτω σαλευομένας ψυχὰς παραμυθητέον οὕτως· δεῖ γὰρ πρὸς αὐτὰς οὕτω λέγειν· Ῥαὰβ πόρνη ἦν, ἀλλ’ ἐσώθη διὰ πίστεως· Παῦλος διώκτης ἦν, ἀλλὰ σκεῦος ἐκλογῆς γέγονε· Ματθαῖος τελώνης ἦν, ἀλλ’ οὐδεὶς τὴν χάριν τούτου ἀγνοεῖ· καὶ ὁ λῃστὴς ἐσύλα καὶ ἐφόνευεν, ἀλλὰ πρῶτος τὴν θύραν ἀνέῳξε τοῦ παραδείσου. Τούτοις οὖν ἐνατενίζουσα, μὴ ἀπογνῷς τῆς σεαυτῆς ψυχῆς. Ἐπεὶ δὲ ταῦτα ταύταις εὑρήσεις ἁρμόδια, δεῖ καὶ τῶν τῇ ὑπερηφανίᾳ ἁλισκομένων ποιεῖσθαι αὐτὴν τὴν θεραπείαν. Φάσκειν γὰρ δεῖ πρὸς αὐτήν· Τί φυσιοῦσαι; Ὡς κρέα μὴ ἐσθίουσα; ἄλλοι οὐδὲ ἰχθὺν ὁρῶσι. Καὶ εἰ οἶνον οὐ πίνεις, σκόπησον, ὡς ἄλλοι οὔτε ἔλαιον ἐσθίουσιν. Ἕως ὀψὲ νηστεύεις; ἄλλαι δὲ δύο καὶ τρεῖς ἡμέρας συνάπτουσιν ἄσιτοι. Ἀλλ’ ὅτι οὐ λούῃ μέγα φρονεῖς; πολλοὶ καὶ διὰ πάθος σωματικὸν οὐδ’ ὅλως τούτῳ ἐχρήσαντο. Ἀλλὰ θαυμάζεις σεαυτὴν, ὅτι ἐν χαραδρίῳ καθεύδεις, καὶ ἐν τριχίνῃ στρωμνῇ; ἄλλαι δὲ χαμευνοῦσι διηνεκῶς. Ἀλλ’ εἰ καὶ τοῦτο ποιήσειας, οὐδὲν μέγα· τινὲς γὰρ καὶ λίθους ἑαυταῖς ὑπέβαλον, πρὸς τὸ μὴ καθ’ ἡδονὴν τῶν φυσικῶν τυχεῖν· ἄλλοι δὲ καὶ ἐκρέμασαν ἑαυτοὺς δι’ ὅλης τῆς νυκτός.
PG 28:1520Ἀλλ’ εἰ καὶ ταῦτα πάντα ποιήσειας, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐπιτελέσειας, μὴ μέγα φρονήσῃς· καὶ γὰρ τὰ δαιμόνια πλείω τῶν σῶν πεποιήκασι καὶ ποιοῦσιν· οὔτε γὰρ ἐσθίουσιν, οὔτε πίνουσιν, οὔτε γαμοῦσιν, οὔτε ὑπνοῦσιν· ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγουσιν, εἴ γε καὶ ἐν σπηλαίῳ οἰκοῦσα δοκεῖς μέγα τε ποιεῖν. Οὕτω μὲν οὖν, καὶ ἐκ τοιούτων λογισμῶν, δυνατὸν ἰάσασθαι τὰ ἐναντία πάθη· τήν τε ἀπόγνωσιν λέγω καὶ τὴν ὑπερηφανίαν. Ὥσπερ γὰρ σφοδρῶς ἐκφυσώμενον πῦρ, διασκορπιζόμενον ἀπόλλυται, καὶ μὴ τυχὸν δὲ πνεύματος πάλιν φθείρεται· οὕτω καὶ ἡ ἀρετὴ ἀφίπταται δι’ ὑπεροψίαν, κἂν πολλὴν σφοδρότητα ἀσκήσεως λάβῃ· καὶ φθείρεται δὲ πάλιν ἐξ ἀμελείας τὸ καλὸν, ὅταν μηδ’ ὅλως κινήσωμεν ἑαυτοὺς πρὸς ῥιπισμὸν τοῦ θείου Πνεύματος. Μάχαιρα ἔπακμος ῥᾳδίως ὑπὸ λίθου κατάγνυται· καὶ ἄσκησις ἐπιτεταμένη συντόμως ἐκ τοῦ ὑπερηφανεύεσθαι ἀπόλλυται. Ὅθεν προσήκει πανταχόθεν ἀσφαλίζεσθαι τὴν ψυχὴν, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐκ τοῦ καύσωνος τῆς ὑπερηφανίας περικαιομένην ὑποκάμπτειν πρὸς τοὺς σκιώδεις τόπους, ἔσθ’ ὅτε καὶ περιτέμνειν τὰ περιττὰ, πρὸς τὸ τὴν ῥίζαν εὐθαλεστέραν γενέσθαι.
Τὸν δὲ τῇ ἀπογνώσει ἁλισκόμενον ἀνωρεπῆ βιάζεσθαι ποιεῖν τοῖς προειρημένοις λογισμοῖς. Καὶ γὰρ σφόδρα ἡ ψυχὴ χαμαιπετὴς τυγχάνει. Καὶ γοῦν τῶν γεηπόνων οἱ ἄριστοι, ἐπειδὰν φυτὸν βραχὺ καὶ ἀσθενὲς θεάσωνται, ποτίζουσι δαψιλῶς, καὶ ἐπιμελείας πολλῆς ἀξιοῦσι πρὸς τὸ αὐξηθῆναι. Ἐπειδὰν δὲ ἐν φυτῷ πρόωρον βλάστην θεάσωνται, περιτέμνουσιν αὐτοὶ τὰ περιττά· φιλεῖ γὰρ ταῦτα ἑτοίμως ξηραίνεσθαι. Καὶ ἰατρῶν δὲ παῖδες τινὰς μὲν τῶν ἀῤῥώστων τρέφουσι δαψιλῶς, καὶ πρὸς περίπατον προτρέπονται· ἑτέρους δὲ δεσμεύοντες, ἀσίτους ἐπὶ πολὺ φυλάττουσιν. Φανερὸν οὖν ἐστιν, ὡς μέγιστον ἐν κακοῖς ἡ ὑπερηφανία τυγχάνει· καὶ τοῦτο δείκνυσιν αὐτῆς τὸ ἐναντίον, ἡ ταπεινοφροσύνη. Δυσχερές ἐστι κτήσασθαί τινα τὴν ταπεινοφροσύνην. Εἰ μὴ γάρ τις πάσης δόξης ἐκτὸς γένηται, τούτου τοῦ θησαυροῦ τυχεῖν οὐ δυνήσεται. Οὕτω δέ ἐστι μεγάλη ἡ ταπεινοφροσύνη, ὡς πάσας τὰς ἀρετὰς μιμεῖσθαι δοκεῖν τὸν διάβολον, ταύτην δὲ μηδὲ εἰδέναι τί ὅλως ἐστίν. Εἰδὼς δὲ αὐτῆς τὸ ἀσφαλὲς καὶ ἑδραῖον ὁ ἀπόστολος, προςτάττει ἡμῖν ταύτην ἐγκομβώσασθαι, καὶ πάντας ποιοῦντας τὰ ἐπωφελῆ, ταύτην περιβάλλεσθαι.
PG 28:1521Κἄν τε γὰρ νηστεύῃς, κἄν τε ἐλεῇς, κἄν τε διδάσκῃς· εἰ δὲ καὶ σώφρων τυγχάνῃς καὶ συνετὸς, πάλιν ταύτην ἀντὶ τοιχίου ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν παίδων ὑμνολογίαν, ὅπως τῶν ἄλλων ἀρετῶν οὐ πάνυ τι μνημονεύσαντες, τοὺς ταπεινοὺς σὺν τοῖς ὑμνοῦσι συγκατηριθμήσαντο, μὴ εἰρηκότες σώφρονας ἢ ἀκτήμονας. Ὥσπερ γὰρ ἀδύνατον ναῦν χωρὶς ἥλων κατασκευασθῆναι, οὕτως ἀδύνατον σωθῆναι χωρὶς ταπεινοφροσύνης. Ὅτι δὲ ἀγαθὴ καὶ σωτήριος πέφυκεν, ὁ Κύριος, πρὸς ἀνθρώπους οἰκονομίαν πληρῶν, αὐτὴν ἠμφιάσατο. Φησὶ γάρ· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὅρα τίς ὁ λέγων, τελείως μαθήτευσον. Ἀρχή σοι καὶ τέλος τῶν ἀγαθῶν ἡ ταπεινοφροσύνη γινέσθω. Φρόνησιν λέγω [λέγει] ταπεινὴν, οὐ σχῆμα μόνον, τὸν ἐντὸς ἄνθρωπον αἰνίττεται· ἀκολουθήσει γὰρ τούτῳ καὶ ὁ ἐκτός. Πάσας τὰς ἐντολὰς πεποίηκας; Οἶδεν ὁ Κύριος· ἀλλ’ αὐτός σοι ἐντέλλεται πάλιν ἀρχὴν δουλείας λαμβάνειν· φησὶ γάρ· Ὅταν πάντα ποιήσητε, εἴπατε· Δοῦλοι ἀχρεῖοί ἐσμεν.
Ἡ οὖν ταπεινοφροσύνη κατορθοῦται δι’ ὀνειδισμῶν, δι’ ὕβρεων, διὰ πληγῶν· ἵνα ἀκούσῃς ἄφρων καὶ μωρὸς, πένης καὶ πτωχὸς, ἀσθενὴς καὶ εὐτελὴς, ἀπρόκοπος ἐν ἔργοις, ἄλογος ἐν προφορᾷ, ἄτιμος ἐν εἴδει, ἀσθενὴς ἐν δυνάμει. Ταῦτα τῆς ταπεινοφροσύνης τὰ νεῦρα. Ταῦτα ὁ Κύριος ἡμῶν ἤκουσε καὶ πέπονθε. Σαμαρείτην γὰρ αὐτὸν εἶπαν καὶ δαιμόνιον ἔχοντα. Δούλου μορφὴν ἀνείληφεν, ἐραπίσθη, πληγαῖς ᾐκίσθη. Δεῖ οὖν καὶ ἡμᾶς μιμεῖσθαι τὴν ἔμπρακτον ταύτην ταπεινοφροσύνην. Εἰσὶ μὲν οὖν τινες καὶ διὰ τῶν ἐκτὸς σχημάτων ὑποκρινόμενοι, καὶ ταπεινοῦντες ἑαυτοὺς, αὐτῷ τούτῳ δόξαν θηρώμενοι· ἀλλ’ ἐκ τῶν καρπῶν ἐπιγινώσκονται· καὶ γὰρ ἐπιπολαίως ὑβρισθέντες, οὐκ ἤνεγκαν· ἀλλὰ παραυτὰ ὥσπερ ὄφεις τὸν ἑαυτῶν ἰὸν ἐξέμεσαν. Ἐπὶ τοῖς λόγοις δὲ τούτοις ἠγαλλιῶντο αἱ συνελθοῦσαι σφόδρα, καὶ πάλιν προσεκαρτέρουν, κόρον τῶν ἀγαθῶν μὴ λαμβάνουσαι. Καὶ πάλιν πρὸς αὐτὰς ἔλεγεν ἡ μακαρία· Ἀγών ἐστι πολὺς τοῖς προσερχομένοις Θεῷ καὶ κόπος τὰ πρῶτα, ἔπειτα δὲ χαρὰ ἀνεκδιήγητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου τυγχάνουσι· καὶ γάρ φησιν·
PG 28:1523Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· οὕτω δεῖ καὶ ἡμᾶς τὸ θεῖον πῦρ εἰς ἑαυτοὺς ἐξάψαι μετὰ δακρύων καὶ κόπου. Αὐτὸς γάρ φησιν ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καί τινες δι’ ὀλιγωρίαν τοῦ μὲν καπνοῦ ἠνέσχοντο, τὸ δὲ πῦρ οὐκ ἐξῆψαν, διὰ τὸ μακροθυμίας αὐτοὺς ἐκτὸς εἶναι, καὶ μᾶλλον αὐτῶν τὴν περὶ τὸ θεῖον σχέσιν ἀσθενῆ καὶ ἀμυδρὰν τυγχάνειν. Ὅθεν μέγα κειμήλιον ἡ ἀγάπη· καὶ περὶ ταύτης δὲ διαβεβαιούμενος ὁ Ἀπόστολος ἔλεγεν, ὡς Ἐὰν πάντα τὰ ὑπάρχοντα διανείμῃς, καὶ τὸ σῶμα ὑποπιάσῃς, ἀγάπην δὲ μὴ ἔχῃς, γέγονας χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον. Μέγα οὖν ἐν ἀγαθοῖς ἡ ἀγάπη, ὡς καὶ δεινὸν ἐν κακοῖς ὁ θυμός· πᾶσαν γὰρ τὴν ψυχὴν σκοτίσας καὶ ἀποθηριώσας, εἰς ἀλογίαν φέρει. Ὁ δὲ Κύριος, πανταχόσε τῆς σωτηρίας ἡμῶν κηδόμενος, οὐδ’ ὅλως συνεχώρησε βραχύ τι ἀσκεπὲς τῆς ψυχῆς. Λαγνείαν κινεῖ ὁ ἐχθρός; σωφροσύνῃ ἡμᾶς ὁ Κύριος ὥπλισεν. Ὑπερηφανίαν γεννᾷ; ἀλλ’ ἡ ταπεινοφροσύνη οὐ μακρὰν τυγχάνει. Μῖσος ἐνεφύσησεν; ἀλλ’ ἡ ἀγάπη ἐν μέσῳ παρίσταται.
Ὅσα οὖν ὁ ἐχθρὸς καθ’ ἡμῶν κινεῖ βέλη, πλείοσιν ἡμᾶς ὁ Κύριος ὅπλοις ἠσφαλίσατο, πρός τε τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν ἐκείνου κατάπτωσιν. Κακὸν μὲν ἐν κακοῖς ὁ θυμός· Ὀργὴ γὰρ, φησὶν, ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Δεῖ οὖν αὐτὸν ἡνιοχεῖν· ὅτι ἐν καιρῷ χρήσιμος ὤφθη· θυμοῦσθαι γὰρ καὶ κινεῖσθαι κατὰ τῶν δαιμόνων συμφέρει. Πρὸς δὲ ἄνθρωπον σφοδρῶς κινεῖσθαι οὐ προσήκει, κἂν ἁμαρτήσας τυγχάνῃ· ἐπιστρέφειν δὲ αὐτὸν δεῖ μετὰ τὸ παύσασθαι τὸ τῆς ὀργῆς πάθος. Καὶ τὸ μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυμὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνησικακία, ὥσπερ ἐναποπαγεῖσα τῇ ψυχῇ, θηρίου αὐτὴν δεινοτέραν ποιεῖ· καὶ κύων μὲν, κατά τινος ἐκμανεὶς, ὑπὸ τῆς τροφῆς θωπευθεὶς, μεταβάλλεται τῆς ὀργῆς· καὶ τἄλλα δὲ θηρία ὑπὸ τῆς συνηθείας μειλίσσεται· ὁ δέ γε τῇ μνησικακίᾳ κρατούμενος οὐ παρακλήσει πείθεται, οὐ τροφῇ πραύ̈νεται, οὔτε μὴν ὁ πάντα μεταβάλλων χρόνος τὸ πάθος τούτου ἰάσατο. Οὗτοι οὖν ἀσεβέστατοι πάντων εἰσὶ καὶ ἀνομώτατοι.
PG 28:1524Οὐ γὰρ ὑπακούουσι τοῦ Σωτῆρος λέγοντος, ὡς Ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ οὕτω πρόσαγε τὸ δῶρόν σου· καὶ ἀλλαχοῦ· Μὴ ἐπιδυέτω, φησὶν, ὁ ἥλιος ἐπὶ παροργισμῷ ὑμῶν. Καλὸν μὲν οὖν τὸ μὴ ὀργισθῆναι· εἰ δὲ καὶ γένηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συνεχώρησεν, εἶπε γὰρ μὴ ἐπιδῦναι τὸν ἥλιον. Σὺ δὲ ἐκδέχῃ, ἕως ἂν ὁ πᾶς σου χρόνος δύῃ. Οὐκ οἶδας εἰπεῖν· Ἀρκεῖ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; Οὐκ αὐτὸς ἦν ὁ ἀδικήσας, ἀλλ’ ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νοσοῦντα· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, δυνατέ; Περὶ ὑμῶν τοῦτο ὁ ψαλμὸς ἐβόησεν· Ἀνομίαν γὰρ, φησὶν, ὅλην τὴν ἡμέραν· τουτέστι, πάντα τὸν τῆς ζωῆς σου χρόνον παρακούεις τοῦ νομοθέτου τοῦ λέγοντος· Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Φησὶ δὲ, ὡς Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· οὐ παύῃ γὰρ βλασφημῶν τὸν ἀδελφόν σου. Ὅθεν δικαία σοι ἡ τιμωρία παρ’ αὐτοῦ τοῦ Ὑμνῳδοῦ ἐκ τοῦ Πνεύματος προσφέρεται· Διὰ τοῦτο γὰρ, φησὶν, ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ταῦτα τῷ μνησικάκῳ τὰ δῶρα·
ταῦτα τῆς κακίας τὰ ἔπαθλα. Φυλάττεσθαι οὖν δέον ἀπὸ μνησικακίας· πολλὰ γὰρ αὐτῇ ἀκολουθοῦσι δεινὰ, φθόνος, λύπη, καταλαλιά. Θανατηφόρος ἡ τούτων κακία, κἂν μικρὰ δοκῇ τυγχάνειν. Ταῦτα μὲν γὰρ ὥσπερ βέλη λεπτὰ τοῦ ἐχθροῦ τυγχάνουσι. Καὶ πολλάκις τὰ ἀπὸ διστόμου μαχαίρας καὶ μείζονος ξίφους τραύματα, οἷά ἐστι πορνεία καὶ πλεονεξία, καὶ φόνος, ἰάθησαν πολλάκις διὰ τοῦ σωτηρίου φαρμάκου τῆς μετανοίας· ὑπερηφανία δὲ, ἢ μνησικακία, ἢ καταλαλιὰ, ὥσπερ μικρὰ δοκοῦντα εἶναι βέλη, λανθανόντως ἀνεῖλαν, κατὰ τῶν καιριωτέρων τῆς ψυχῆς μορίων παγέντα. Ταῦτα δὲ οὐ τῷ μεγέθει ἀναιρεῖ τῆς πληγῆς, ἀλλὰ τῇ ἀμελείᾳ τῶν τρωθέντων· ὡς μηδενὸς γὰρ ὄντων καταφρονήσαντες τῆς τε καταλαλιᾶς καὶ τῶν λοιπῶν, κατὰ μικρὸν ὑπ’ αὐτῶν διεφθάρησαν. Βαρὺ οὖν καὶ μοχθηρὸν ἡ καταλαλιά· τροφὴ γὰρ καὶ ἀνάπαυλά τινων ἀνθρώπων τυγχάνει. Σὺ δὲ μὴ παραδέξῃ ἀκοὴν ματαίαν, μὴ τῶν ἀλλοτρίων κακῶν δοχεῖον γένῃ. Ἀπέριττον σεαυτοῦ τὴν ψυχὴν παρασκεύαζε. Ὑποδεξαμένη γὰρ τὴν δυσώδη τῶν λόγων ἀκαθαρσίαν, κηλίδας τῇ εὐχῇ σου προσάξεις διὰ τῶν λογισμῶν, καὶ ἀναιτίως μισήσεις τοὺς ἐντυγχάνοντας.
PG 28:1526Καταβαφείσης γάρ σου τῆς ἀκοῆς ὑπὸ τῆς τῶν κακολογούντων ἀπανθρωπίας, ἀγεννῶς πᾶσιν ἐνατενίσεις· καθάπερ ὁ ὀφθαλμὸς, χρώματι ἀκρατέστερον προληφθεὶς, ἀδιάκριτον ἔχει περὶ τὰ ὁρώμενα τὴν φαντασίαν. Δεῖ οὖν φυλάττεσθαι τὴν γλῶτταν καὶ τὴν ἀκοὴν, πρὸς τὸ μήτε λέγειν τι τοιοῦτον, μήτε ἀκούειν ἐμπαθῶς. Γέγραπται γὰρ, ὡς Μὴ ἀκοὴν ματαίαν παραδέξασθαι· καὶ, Τὸν καταλαλοῦντα λάθρα τῷ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ἐν δὲ τῷ Ψαλμῳδῷ φησιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Ἡμεῖς δὲ καὶ τὰ μὴ ἔργα λαλοῦμεν. Δέον οὖν μὴ πιστεύειν τοῖς λεγομένοις, μήτε μὴν κατακρίνειν τοὺς λέγοντας· ἀλλὰ κατὰ τὴν θείαν Γραφὴν ποιεῖν καὶ λέγειν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα μου. Οὐ δεῖ ἐπὶ συμφορᾷ ἀνθρώπου ἐπιχαίρειν, κἂν πάνυ ἁμαρτωλὸς ὑπάρχῃ. Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν τῷ δείπνῳ Σὺ οὖν, ἡ καλῶς στρώσασα ἑαυτῇ τὰ πράγματα, θαῤῥεῖς ἀναπαυθῆναι ἐν τῷ βίῳ; Καὶ τί ποιήσομεν τὸν λέγοντα ὡς, Ἓν συνάντημα τῷ δικαίῳ καὶ τῷ ἁμαρτωλῷ;
Ἡ γὰρ ἐνταῦθα ἡμῶν διαγωγὴ μία ἐστὶ, κἂν διάφορον πολιτείαν ἔχωμεν. Οὐ δεῖ μισεῖν τοὺς ἐχθρούς. Καὶ γὰρ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ τοῦτο ἡμῖν προσέταξε. Φησὶ γὰρ, ὡς Μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾶτε· τοῦτο γὰρ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι ποιοῦσι. Τὸ γὰρ καλὸν οὐ δεῖται τέχνης καὶ ἀγῶνος πρὸς θήραν· ἑαυτῷ γὰρ ἐφέλκεται τοὺς ἀγαπῶντας· τὸ δὲ φαῦλον τῆς θείας διδασκαλίας χρῄζει πρὸς ἀπάλειψιν, καὶ κόπου πολλοῦ. Οὐ γὰρ ἀνέτων καὶ ἀμερίμνων ἐστὶν ἡ βασιλεία οὐρανῶν, ἀλλὰ βιαστῶν. Ὥσπερ οὖν οὐ δεῖ τοὺς ἐχθροὺς μισεῖν, οὕτως οὐδὲ τοὺς ἀμελεῖς καὶ ῥᾳθύμους φεύγειν καὶ μυκτηρίζειν. Τινὲς μὲν οὖν τὸ γραφικὸν ἐκεῖνο ῥητὸν ἑαυτοῖς προσφέρουσιν, ὡς Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ στρεβλοῦ συνδιαστρέψεις. Διὰ τοῦτο, φησὶν, ἀποφεύγομεν τοὺς ἁμαρτωλοὺς, πρὸς τὸ παρ’ αὐτῶν μὴ διαστραφῆναι. Ἀγνοίᾳ ψυχῆς οἱ τοιοῦτοι τὰ ἐναντία πράττουσι. Προστάττει γὰρ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μετὰ τῶν στρεβλῶν συνδιαστραφῆναι, ἀλλὰ τῆς στρεβλῆς αὐτοὺς ἐπανορθώσασθαι. Συνδιαστρέψεις γὰρ, τουτέστι, συνελκύσεις αὐτὸν πρὸς σεαυτὸν, ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά. Τρεῖς γνωμῶν ἰδέαι κατὰ τὸν τῶν ἀνθρώπων βίον τυγχάνουσιν·
PG 28:1528ὧν ἡ μὲν πρώτη ἐστὶ τῆς ἀκροτάτης κακίας, ἡ δὲ δευτέρα μέσης τινὸς καταστάσεως· ὥσπερ γὰρ πρὸς τὰς ἀμφοτέρας σκοπεῖ τῶν ὁποτέρων μετέχουσα· ἡ δὲ τρίτη, εἰς μέγεθος θεωρίας ἀχθεῖσα, οὐ μόνον ἑαυτὴν συσφίγγει, ἀλλά γε καὶ τὰς τελευταίας πειρᾶται χειραγωγεῖν. Οἱ μὲν οὖν κακοὶ τῶν ἀνθρώπων, τοῖς χείροσι μιγνύμενοι, ἐπεὶ πλείω τῶν δεινῶν ποιοῦνται τὴν αὔξησιν· οἱ δέ γε μέσοι ἀποφεύγειν τοὺς ἀκολάστους πειρῶνται, αὐτὸ τοῦτο δεδοικότες, μὴ πάλιν ὑπ’ αὐτῶν καθελκυσθῶσι· νήπιοι γὰρ ἔτι τῶν ἀρετῶν τυγχάνουσιν· οἱ δὲ τρίτοι, ἀνδρείαν τὴν γνώμην ἔχοντες καὶ κραταιὸν τὸ φρόνημα, συνδιάγουσι τοῖς φαύλοις καὶ συνδιαιτῶνται, σῶσαι αὐτοὺς βουλόμενοι. Καὶ γοῦν ὑπὸ τῶν ἔξωθεν ὀνειδίζονται· καὶ ὑπὸ τῶν θεωρούντων δὲ αὐτοὺς συνδιάγοντας τοῖς ἀμελεστέροις χλευάζονται· καὶ γὰρ αὐτοὺς ὡς ὁμοίους αὐτῶν διαβάλλουσιν. Οἱ δὲ ὡς ἐπαίνους τὰ παρὰ τῶν ἀνθρώπων ἀκούοντες, ἀδεῶς τὸ θεῖον ἔργον ἐκτελοῦσι. Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν πᾶν ψεῦδος εἴπωσι καθ’ ὑμῶν οἱ ἄνθρωποι. Δεσποτικὴ μὲν οὖν τούτων ἡ πρᾶξις· καὶ γὰρ ὁ Κύριος μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιε·
μᾶλλον δὲ φιλάδελφος ἡ τούτων γνώμη ἤπερ φίλαυτος· Ὥσπερ γὰρ ἐμπρησμοὺς οἰκιῶν ὁρῶντες τοὺς ἁμαρτάνοντας, καὶ τῶν ἰδίων καταφρονήσαντες, τὰ ἀλλότρια καὶ ἀπολλύμενα σώζειν διισχυρίζονται· καὶ περιφλεγόμενοι ἐκ τῶν καυστικῶν ὕβρεων, ἀνέχονται. Οἱ δέ γε μέσοι ἐὰν ἴδωσι τὸν ἀδελφὸν ὑπὸ τῆς ἁμαρτίας φλεγόμενον, ἀποφεύγουσι, δεδοικότες μὴ καὶ εἰς αὐτοὺς τὸ πῦρ διανεμηθῇ. Οἱ δέ γε τρίτοι, χαλεπῶν γειτόνων δίκην ἐπέχοντες, τοὺς καιομένους ἐπὶ πλεῖον ἐξάπτουσιν, ὕλας αὐτοὺς πρὸς ἀπώλειαν, τὴν οἰκείαν κακίαν προσφέροντες. Ὥσπερ γὰρ πισσηρῷ διαλαβόντες πλοίῳ, ἀντὶ ὕδατος κεδρίαν ἐπιβάλλουσιν. Οἱ δέ γε ἐναντίοι τούτοις, οἱ ἀγαθοὶ, τὰ οἰκεῖα κτήματα δεύτερα ἔθεντο τῆς ἐκείνων σωτηρίας. Ταῦτα τῆς ἀληθινῆς ἀγάπης τὰ τεκμήρια· οὗτοι τῆς εἰλικρινοῦς ἀγάπης οἱ φύλακες. Ὥσπερ δὲ τὰ δεινὰ ἓν δι’ ἑνὸς ἤρτηται· τῇ γὰρ φιλαργυρίᾳ ἀκολουθεῖ φθόνος, δόλος, ἐπιορκία, θυμὸς, μνησικακία· οὕτω τὰ ἐναντία τούτων τῆς ἀγάπης ἔχεται· πραύ̈της δὴ λέγω καὶ μακροθυμία, καὶ ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημοσύνη.
PG 28:1529Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτημοσύνης· οὐ γὰρ πρὸς ἕνα ἄνθρωπον ὁ Κύριος τὴν ἀγάπην ἐνετείλατο, ἀλλὰ πρὸς ἅπαντας. Οὐκοῦν οὐ δέον ἔχοντας παριδεῖν τοὺς χρῄζοντας. Ὑποκλέπτεται γὰρ τὸ τῆς ἀγάπης. Τὸ μὲν γὰρ πᾶσιν ἐξαρκεῖν ἀδύνατον ἀνθρώπῳ· Θεοῦ δὲ τοῦτο ἔργον. Τί οὖν, φησὶν, ὁ μὴ ἔχων, περὶ ἐλεημοσύνης ἀγωνίζῃ, καὶ αὕτη σοι πρόφασις τοῦ κτήσασθαι γίνεται; Κοσμικοῖς τοῦτο προστέτακται. Οὐ γὰρ τοσοῦτον πρὸς τὸ τραφῆναι τὸν πένητα ἡ ἐλεημοσύνη ὥρισται, ὅσον διὰ τὴν ἀγάπην. Ὁ γὰρ τὸν πλούσιον διοικῶν Θεὸς καὶ τὸν πένητα τρέφει. Περιττῶς οὖν ἡ ἐλεημοσύνη προσετάγη; Μὴ γένοιτο ἀλλὰ ἀρχὴ τῆς ἀγάπης τοῖς μὴ εἰδόσι γίνεται. Ὥσπερ γὰρ ὑπογραμμὸς ἦν ἡ τῆς ἀκροβυστίας περιτομὴ τῆς καρδίας, οὕτως ἡ ἐλεημοσύνη τῆς ἀγάπης διδάσκαλος κατέστη. Οἷς οὖν ἡ ἀγάπη ἐκ χάριτος ἐδόθη περιττὴ ἡ ἐλεημοσύνη. Οὐ διαβάλλουσα τὸν ἔλεον ταῦτα λέγω· ἀλλὰ τῆς ἀκτημοσύνης τὸ καθαρὸν δεικνύουσα. Μὴ γινέσθω οὖν κώλυσις τὸ ἔλαττον τοῦ μείζονος. Ἐν ὀλίγῳ τὸ μικρὸν κατώρθωσας· πάντα γὰρ ὑφ’ ἓν δέδωκας· πρὸς τὸ μεῖζον λοιπὸν ἀνάνευσον, τὴν ἀγάπην.
Σταυροφόρος γὰρ τυγχάνεις. Σὺ τὴν ἐλευθέραν φωνὴν ὀφείλεις εἰπεῖν, τὸ, Ἰδοὺ πάντα ἀφήκαμεν, καὶ ἠκολουθήσαμέν σοι. Σὺ τὴν εὐπαῤῥησίαστον γλῶτταν τῶν ἀποστόλων μιμήσασθαι κατηξιώθης. Φησὶ γὰρ Πέτρος καὶ Ἰωάννης, ὡς Χρυσίον καὶ ἀργύριον οὐχ ὑπάρχει μοι. Διπλῆ μὲν ἡ γλῶττα, ἀλλὰ μονότροπος ἡ πίστις. Καὶ ἐν τοῖς κοσμικοῖς δὲ μὴ ἁπλῶς οὕτως ἐλεημοσύνη γινέσθω. Φησὶ γὰρ, ὡς Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Προσήκει οὖν τὸν ἐλεοῦντα Ἀβραμιαῖον ἔχειν τὸ φρόνημα, καὶ ὡς ἐκεῖνος τὸ δίκαιον δικαίως πράττειν. Φιλοξενῶν γὰρ ὁ δίκαιος, μετὰ τῆς ἑστίας καὶ τὴν γνώμην παρέθηκεν. Ἔστη γὰρ, φησὶν, ὑπηρετῶν, μὴ βουληθεὶς τοὺς οἰκέτας συμμεριστὰς τοῦ κέρδους γενέσθαι. Ἀληθῶς οἱ τοιοῦτοι μισθὸν τῆς ἐλεημοσύνης ἕξουσι, κἂν ἐν τῷ δευτέρῳ τάγματι τυγχάνωσιν. Ὁ γὰρ Κύριος, δημιουργήσας τὴν οἰκουμένην, διπλῆν ἐν αὐτῇ τῶν οἰκητόρων ἔθετο τὴν τάξιν. Τοῖς μὲν γὰρ σεμνῶς βιοῦσι διὰ τὴν παιδοποιίαν τὸν γάμον προςέταξε· τοῖς δὲ διὰ καθαρότητα βίου τὴν ἁγνείαν προςέταξεν, ἰσαγγέλους αὐτοὺς ποιῶν· καὶ τοῖς μὲν νόμους καὶ ἐκδικήσεις καὶ διδασκαλίας παρέδωκε· τούτοις δέ φησιν·
PG 28:1531Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐκεῖ φησιν· Ἐργάσῃ τὴν γῆν· καὶ ὧδε μὴ μεριμνῆσαι τῆς αὔριον κελεύει. Ἐκείνοις νόμον ἔδωκεν· ἡμῖν δὲ διὰ χάριτος αὐτοψεὶ τὰς ἐντολὰς ἐγνώρισεν. Σταυρὸς ἡμῖν ἐστι τὸ τρόπαιον τῆς νίκης. Τὸ γὰρ ἐπάγγελμα ἡμῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀποταγὴ βίου, μελέτη θανάτου. Ὥσπερ οὖν οἱ νεκροὶ οὐκ ἐνεργοῦσι τῷ σώματι, οὕτω καὶ ἡμεῖς. Ὅσα γὰρ ἦν δι’ αὐτοῦ ἐπιτελέσαι, πεποιήκαμεν ὅτε ἦμεν νήπιοι. Φησὶ γὰρ ὁ Ἀπόστολος, ὡς Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Τῇ ψυχῇ ζῶμεν· αὐτῇ τὰς ἀρετὰς ἐπιδείξωμεν· κατὰ διάνοιαν ἐλεήσωμεν· Μακάριοι γὰρ οἱ ἐλεήμονες τῇ ψυχῇ. Ὥσπερ γὰρ ἐκεῖ λέγει, ὅτι ὁ ἐπιθυμήσας κάλλους, καὶ δίχα τῆς πράξεως, ἀμάρτυρον τὴν ἁμαρτίαν εἰργάσατο· οὕτως ἐνταῦθα ἡ ἐλεημοσύνη εἴρηται, τῆς γνώμης τὴν πρᾶξιν τελούσης, κἂν τὸ ἀργύριον ἄπεστι, τῇ μείζονι ἀξίᾳ τετιμήμεθα. Ὥσπερ γὰρ οἱ κατὰ τὸν κόσμον δεσπόται διαφόρους οἰκετῶν ὑπηρεσίας κέκτηνται· καὶ τοὺς μὲν ἐν τοῖς χωρίοις ἐκπέμπουσι, πρὸς τὸ τὰς γαίας ἐργάζεσθαι, καὶ τὴν τοῦ γένους διαδοχὴν φυλάττειν·
τοὺς δὲ, ἐὰν ἐπιεικεῖς καὶ περικαλλεῖς ἐξ αὐτῶν γενομένους θεάσωνται, ἐν τοῖς ἰδίοις οἴκοις μεθιστῶσι πρὸς τὴν ἑαυτῶν ὑπηρεσίαν· οὕτως καὶ ὁ Κύριος τοὺς μὲν τὸν σεμνὸν γάμον ἑλομένους, ἐν τῷ τοῦ κόσμου χωρίῳ ἔθετο· τοὺς δὲ τούτων βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηί̈νων πραγμάτων τυγχάνουσιν ἀλλότριοι· τῆς γὰρ Δεσποτικῆς τραπέζης ἠξίωνται. Οὐ μεριμνῶσι περὶ ἀμφιάσεως· Χριστὸν γὰρ ἐνδέδυνται. Τῶν οὖν ἀμφοτέρων ταγμάτων εἷς ἐστι δεσπότης ὁ Κύριος. Ὥσπερ γὰρ ἐκ τοῦ αὐτοῦ σίτου ἐστὶ καὶ τὸ ἄχυρον καὶ τὸ σπέρμα, οὕτως ἐκ τοῦ αὐτοῦ Θεοῦ εἰσι καὶ οἱ κατὰ τὸν κόσμον σεμνῶς βιοῦντες, καὶ οἱ τὸν μονήρη ἐπανῃρημένοι βίον. Καὶ γοῦν τῶν ἀμφοτέρων χρεία ἐστί· τῶν μὲν φύλλων πρὸς χρείαν καὶ φυλακὴν τοῦ σπέρματος, τοῦ δὲ καρποῦ ἀναγκαία ἡ κτῆσις· γένεσις γὰρ τοῦ παντὸς τυγχάνει. Ὥσπερ γὰρ οὐκ ἐγχωρεῖ κατὰ ταυτὸ καὶ βοτάνην εἶναι καὶ σπέρμα, οὕτως ἀδύνατον, τῆς κοσμικῆς δόξης ἡμῖν περικειμένης, καρπὸν οὐράνιον ποιῆσαι. Τῶν δὲ φύλλων ἀποῤῥυέντων, καὶ τῆς καλάμης ξηρανθείσης, ἐπιτήδειος ὁ στάχυς πρὸς θερισμόν ἐστι.
PG 28:1532Καὶ ἡμεῖς οὖν, ἀποβαλοῦσαι τὴν ἐκ γῆς φαντασίαν ἀντὶ τῶν φύλλων, καὶ ξηράνασαι ἑαυτῶν τὸ σῶμα ὡς τὴν καλάμην, ὑψώσασαι δὲ ἑαυτῶν τὸν λογισμὸν, δυνησόμεθα σπέρμα σωτηρίας γεννῆσαι. Ἐπικίνδυνον τὸν μὴ διὰ πρακτικοῦ βίου ἀχθέντα, διδάσκειν ἐπιχειρεῖν. Ὥσπερ γὰρ ἂν, εἴ τις οἰκίαν ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος· οὕτω καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς ἀσφαλῶς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας σὺν αὐτοῖς ἀπώλεσαν. Τοῖς μὲν γὰρ λόγοις προεκαλέσαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ, τοὺς συλλεγέντας μᾶλλον ἠδίκησαν. Ἡ μὲν γὰρ ψιλὴ τῶν λόγων ἔκθεσις ἔοικε γραφαῖς διὰ χρωμάτων εὐαποπτώτων συνιστάσαις, ἅστινας σμικρότατος χρόνος διέλυσεν ἀνέμων ῥιπαῖς καὶ ὑετῶν σταγόσι· τὴν δὲ ἔμπρακτον διδασκαλίαν οὐδ’ ὁ πᾶς αἰὼν διαλῦσαι δυνηθείη. Τὰ γὰρ στερεὰ τῆς ψυχῆς ἐκκολάπτων ὁ λόγος, αἰώνιον ἄγαλμα Χριστοῦ τοῖς πιστοῖς δωρεῖται. Δέον οὖν καὶ ἡμᾶς μὴ ἐπιπόλαιον τῆς ψυχῆς ποιεῖσθαι τὴν θεραπείαν, ἀλλ’ ὅλην αὐτὴν δι’ ὅλου κοσμεῖν, μάλιστα τοῦ βάθους μὴ ἀμελούσας. Τριχῶν ἐποιησάμεθα τὴν ἀφαίρεσιν· συναφέλωμεν καὶ τοὺς ἐν τῇ κεφαλῇ σκώληκας·
μονάσαντες γὰρ οὗτοι, ἐπὶ πλεῖον ἡμᾶς ὀδυνήσουσι. Τὸ μὲν γὰρ τρίχωμα ἡμῶν ἦν ὁ κατὰ τὸν βίον κόσμος, τιμαὶ, δόξαι, χρημάτων κτῆσις, λαμπραὶ ἐσθῆτος στολαὶ, λουτρῶν χρήσεις, βρωμάτων ἀπολαύσεις. Ταῦτα ἐδόξαμεν ἀποβάλλειν· ἀλλὰ τοὺς ψυχοφθόρους σκώληκας μᾶλλον ἐξώσωμεν. Τίνες δέ εἰσιν οὗτοι; καταλαλιὰ, ἐπιορκία, φιλαργυρία. Ἡ οὖν κεφαλὴ ἡμῶν ἐστιν ἡ ψυχή· καὶ ἕως μὲν ἐν ταῖς ὕλαις τῶν κοσμικῶν πραγμάτων ἐσκέποντο τὰ θηρία, ἐδόκουν λανθάνειν· νῦν δὲ, γυμνωθέντα, πᾶσίν ἐστιν ἔκδηλα· διὰ τοῦτο ἐν παρθένῳ ἢ ἐν μοναχῷ προφανῆ τυγχάνει καὶ τὰ εὐτελέστερα ἁμαρτήματα· ὥσπερ γὰρ ἐν καθαρῷ οἰκήματι καταφανὲς πᾶσι γίνεται τὸ ὀφθὲν θηρίον, κἂν βραχύτατον τυγχάνῃ· ἐν δὲ τοῖς κοσμικοῖς ὥσπερ ἐν ἀκαθάρτοις σπηλαίοις ἐμφωλεύοντα τὰ μέγιστα τῶν ἰοβόλων λανθάνει, ὑπὸ τῆς συνεχοῦς ὕλης καλυπτόμενα. Δέον οὖν ἐφ’ ἡμῶν καθαίρειν τὸν οἶκον διηνεκῶς, καὶ περιβλέπεσθαι μή τι τῶν ψυχοφθόρων ζωϋφίων παρεισδύῃ ἐν τοῖς τῆς ψυχῆς ταμείοις· καὶ θυμιᾷν δὲ τοὺς τόπους τῷ θείῳ θυμιάματι τῆς προσευχῆς.
PG 28:1534Ὥσπερ γὰρ τὰ ἰοβόλα ζῶα τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύνει, οὕτω λογισμὸν ῥυπαρὸν εὐχὴ μετὰ νηστείας ἐκδιώκει. Ἓν δὲ τῶν ψυχοφθόρων ἐστὶ θηρίων καὶ τὸ ὑποσυρῆναι παρὰ τῶν λεγόντων εἶναι εἱμαρμένην, ἥνπερ καὶ γένεσιν καλοῦσι. Κέντρον δέ ἐστι καὶ τοῦτο τοῦ διαβόλου δεινότατον. Καὶ ταῖς μὲν σπουδαίαις ψυχαῖς πολλάκις κατὰ νοῦν μόνον φαντασίαν λοιμικὴν κινῆσαν, ἀφίπταται· τῶν δὲ ἀμελεστέρων καὶ δεσπόζει. Οὐδεὶς γὰρ τῶν κατ’ ἀρετὴν βιούντων ἐμπιστεύει ἢ παραδέχεται τὸ φρενοβλαβὲς καὶ μάταιον τοῦτο φρόνημα· Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομένων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας. Ὅσοι δὲ ἐξ ἀβουλίας τὰ ἐκ ῥᾳθυμίας πεπόνθασιν, εὐθὺς ἐκείνῳ τῷ δαιμονίῳ προσέρχονται. Ὥσπερ γὰρ παῖδες λειποτακτοῦντες καὶ μὴ φέροντες τὴν τῶν γονέων πρὸς ὠφέλειαν παίδευσιν, ἀποφοιτῶντες, τοὺς ἐρήμους καταλαμβάνουσι τόπους, καὶ ἀγρίοις καὶ μαρμαρώδεσι συνάπτονται δαίμοσιν· αἰδούμενοι γὰρ τὴν γνώμην τὴν αἰτίαν τιθέναι τῶν παρ’ αὐτοῖς πραττομένων, συκοφαντοῦσι τὰ μὴ παρόντα.
Ἔτι γε μὴν καὶ τοῦ θείου ἑαυτοὺς ἀπωσάμενοι, ἐκ τῆς γενέσεως αὐτοῖς φάσκουσι τὰ καθ’ ἡδονὴν προςγίνεσθαι. Πορνεύοντες γὰρ καὶ κλέπτοντες, φιλαργυρίαν τε νοσοῦντες καὶ δολοφροσύνην, αἰδούμενοι τὰς σφῶν αὐτῶν πράξεις, ἐξέκλιναν ἀπὸ τῆς ἀληθείας. Τὸ γὰρ τέλος αὐτῶν τοῦ σκοποῦ ἡ ὀλεθροφόρος αὐτοῖς ἐστιν ἀπόγνωσις. Ἀνάγκη γὰρ ἐκ τούτων τῶν λογισμῶν ἀναιρεῖσθαι παρ’ αὐτῶν τὸν Θεὸν, καὶ προσέτι τὴν κρίσιν. Φησὶ γὰρ, ὡς Εἰ τοῦτό μοι κέκριται, πορνεύειν ἢ πλεονεκτεῖν, περιττὴ ἡ κρίσις. Ἡ μὲν γὰρ δικαία τιμωρία ἑκουσίων ἐστὶ πταισμάτων· ἡ δὲ ὡς ἔκ τινος ἀρχῆς ἀκουσία πρᾶξις ἀναίτιον ποιεῖται τὸν δράσαντα· καὶ ἐκ τούτου ἀναιρεῖται μὲν ἡ κρίσις. Πῶς δὲ καὶ τὸ θεῖον παρ’ αὐτοῖς ἐκβάλλεται, ἀκουστέον. Φήσουσι γὰρ αὐτὸ ἢ πρῶτον, ἢ δεύτερον, ἢ ἀεὶ συνὸν τῇ αὐτῶν ματαιότητι. Εἰ μὲν οὖν πρωτεύειν εἴπωσι τὸν Θεὸν, ἀνάγκῃ ἀκολουθήσει πάντα δι’ αὐτοῦ γεγενῆσθαι· καὶ γὰρ αὐτὸς ἐν πᾶσιν· οὐκοῦν αὐτὸς τῆς εἱμαρμένης κύριος. Εἰ δὲ πλεονέκτης, ἢ πορνοκόπος ἐκ τῆς γενέσεως, ἀναγκαῖον διὰ μέσου τῆς γενέσεως τὸν Θεὸν αἴτιον τῆς κακίας ὑπάρχειν· ὅπερ ἄτοπον.
PG 28:1536Εἰ δὲ δεύτερον αὐτὸ πάλιν φήσουσιν, εἰκὸς αὐτὸ ὑπόδουλον γενέσθαι τῷ πρώτῳ· καὶ ὅπερ βούλεται τὸ ἡγούμενον, τούτῳ ἀναγκαίως ἀκολουθήσει τὸ ἑπόμενον· καὶ πάλιν τῶν κακῶν παρ’ αὐτοῖς αἴτιος ὁ Θεός· ὅπερ ἀθέμιτον. Εἰ δὲ καὶ συναί̈διον αὐτὸ ἐθέλουσιν εἶναι, πάντως μάχην πρὸς ἑαυτὰ κινήσουσιν ἐναντίας ἔχοντα φύσεις. Ἐκ τούτων οὖν τῶν λογισμῶν, ὡς ἐν κεφαλαίῳ ἀνῄρηται αὐτῶν ἡ ματαία ὑπόνοια. Περὶ τούτων εἴρηκεν ἡ Γραφὴ, ὥς φησιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· καὶ, Εἰς τὸ ὕψος ἐλάλησαν ἀνομίαν. Καὶ προφασίζονται δὲ ἑαυτοῖς προφάσεις ἐν ἁμαρτίαις. Ἀκρωτηριάζουσι γὰρ τὰς Γραφὰς, τυφλώττοντες, ἐξ αὐτῶν τὴν κακοφροσύνην αὐτῶν πληροφορεῖν βουλόμενοι. Καὶ πρῶτον μὲν ἐκ τοῦ Εὐαγγελίου τὸν ἑαυτῶν ἰὸν ἐξεμεῖν πειρώμενοι, ἐκβιάζονται· φησὶ γὰρ, ὡς Τοῦ δὲ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Τὴν γέννησιν γὰρ αὐτοῦ γένεσιν ἡ θεία Γραφὴ ὠνόμασεν. Ἔτι γε μὴν καὶ τὸ πρὸς ἀνθρώπους αὐτὸν οἰκονομικῶς γενέσθαι ἀκολούθως γένεσις ὠνόμασται. Εἰ δὲ καὶ περὶ τοῦ ἀστέρος τι ψευδολογοῦσι, κἀκεῖ πάλιν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν μανθανέτωσαν. Εἷς ἡμῖν ἀστὴρ φωτεινότατος κήρυξ γέγονε τῆς ἀληθείας·
ἡ δὲ ἐκείνων ματαία γνώμη πολλοὺς παρειςφέρει εἰς θήραν ἀνθρωπίνης γενέσεως. Καὶ ἐκ τούτου δέδεικται, ὡς πανταχοῦ ἑαυτῇ ἀντίκειται ἡ κακία. Καὶ τὸν Ἡσαί̈αν δὲ εἰς μαρτυρίαν τῆς ἑαυτῶν ἀνοίας καλοῦσι. Φάσκουσι γὰρ αὐτὸν εἰρηκέναι τό· Κύριος ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἡ μὲν οὖν εἰρήνη παρὰ πᾶσιν ὡμολόγηται ὡς Θεοῦ ἔργον τυγχάνουσα· ἡ δὲ κακία παρ’ αὐτοῖς μὲν ἀληθῶς πολιτεύεται, κακία τῆς ψυχῆς ὑπάρχουσα· παρὰ δὲ ἡμῖν ἡ ἐκ τοῦ Θεοῦ γενηθεῖσα κακία ὠφελιμωτάτη ἐστί. Πρὸς γὰρ σωτηρίαν ψυχῆς καὶ παιδείαν σωμάτων γίνονται λιμοὶ καὶ ἀνομβρίαι, νόσοι τε καὶ πενίαι, καὶ ἄλλαι τινὲς περιστάσεις. Τὰ γὰρ σωτήρια φάρμακα, ἃ ἐκεῖνοι κακίαν ψυχῆς καὶ κακὰ οὐκ ἀληθῶς ὑπενόησαν, ταῦτα πρὸς ἐπιστροφὴν ἡμῖν παρὰ τοῦ κρείττονος προσφέρεται· Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει ὁ πατήρ; Ἔτι δὲ καὶ τὸ, Οὐκ ἐν ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν καταστροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γαστριμαργία, πορνεία· ἀνυπόστατα γὰρ ταῦτα, καθ’ ἑαυτὰ μὴ ὄντα. Ταῦτα γὰρ ἐκεῖνοι ὁδοὺς εἰώθεσαν λέγειν.
PG 28:1537Ὁδοὺς δὲ ἡμῖν ἡ Γραφὴ λέγει τὰς κοινὰς πᾶσι, τήν τε ζωὴν καὶ τὸν θάνατον. Ἀληθῶς γὰρ πορεῖαί εἰσι τῆς τε ἐνταῦθα εἰσαγωγῆς καὶ τῆς ἐκ τῶν αἰσθητῶν τούτων μεταναστάσεως. Πάντα οὖν ποιοῦσιν οἱ κακοδαίμονες, ὥστε τοῦ αὐτεξουσίου ἑαυτοὺς ἀπώσασθαι· καὶ ταύτην σπουδὴν τίθενται τοῦ ἀντικαταλλάξαι τῆς ἐλευθερίας τὴν δουλείαν. Καὶ γὰρ τοῦτο τῆς κακίας ἔργον, τὸ πάντοτε τοῖς χείροσιν ἑαυτὴν συγκαθέλκειν· ἑαυτῶν γὰρ γίνονται μάρτυρες, ὡς τῇ κακίᾳ ἑαυτοὺς πεπρακότες. Καὶ τοῦτο οὖν τοῦ διαβόλου τὸ ἀπατηλὸν τέχνασμα· τὰς γὰρ ἀμελεῖς ψυχὰς διὰ τῆς κακοδοξίας κάτω κεκυφέναι παρασκευάζει, μὴ συγχωρῶν αὐτὰς ἀνανῆψαι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὥσπερ γὰρ ναῦς ἐκτὸς πηδαλίων πλέουσα ἀεὶ χειμάζεται, οὕτω τούτοις πάντοτε ὁ κίνδυνος ἐπιπνεῖ· οὐδὲ γὰρ πρὸς τὸν σωτήριον λιμένα ὁρμῆσαι δύνανται, τὸν κυβερνῶντα Κύριον καταλιπόντες. Καὶ τὰς μὲν ἐκδεδομένας αὐτῷ ψυχὰς οὕτως πλανᾷ. Πολλάκις δὲ καὶ τὰς σπουδαίας παρυφιζάνει διὰ τούτων ὁ ἐχθρὸς, τὸν ἀγαθὸν αὐτῶν δρόμον ἐκκόψαι βουλόμενος. Κατ’ ἔννοιαν γὰρ ἐμβάλλει, ὡς καὶ τὸ εὖ πράττειν παρὰ τῆς κινήσεως τῶν ἄστρων γίνεται.
Τοῦτον δὲ τὸν λογισμὸν ὁ ἐναντίος προσάγει τοῖς ἐκ σοφίας κοσμικῆς ἐπὶ τὸν μονήρη βίον τραπεῖσι· φρόνιμος γὰρ ἐν τοῖς κακοῖς τυγχάνων ὁ διάβολος, πρὸς τὰς φύσεις τῶν ἀνθρώπων τὰς παγίδας ὑποτίθησι. Τοῖς μὲν γὰρ διὰ τῆς ἀπογνώσεως ἐνδελεχεῖ· τινὰς δὲ διὰ τῆς κενοδοξίας καθέλκει, καὶ ἑτέρους διὰ τῆς φιλοχρηματίας κατορύττει. Ὥσπερ γὰρ θανατηφόρος ἰατρὸς προσάγει τοῖς ἀνθρώποις τὰ δηλητήρια· καὶ τὸν μὲν ἐκ τοῦ ἥπατος ἀναιρεῖ, προσάγων αὐτῷ τὸ τῆς ἐπιθυμίας τοξικόν· ἄλλον δὲ καρδιότρωτον ποιεῖ, τὸν θυμὸν αὐτοῦ πρὸς ὀργὴν ἐξάπτων· τινῶν δὲ καὶ τὴν ἡγεμονικὴν ἀμβλύνει δύναμιν, ἢ ἀγνοίᾳ αὐτοὺς περιβάλλων, ἢ διὰ περιεργίας αὐτοὺς στρεβλῶν. Τινὰς οὖν ἐκ ζητήσεων οὐκ ὀρθῶν παρέτρεψε. Περὶ γὰρ Θεοῦ καὶ τῆς αὐτοῦ οὐσίας διαλαβεῖν θελήσαντες, ἐναυάγησαν. Τὸν γὰρ πρακτικὸν βίον ἀκολούθως μὴ ἡνιοχήσαντες, πρὸς θεωρίαν ὥρμησαν, καὶ ἰλιγγιάσαντες πεπτώκασι. Τοῦ γὰρ πρώτου ὡς πρὸς τὴν τάξιν μὴ ἐπιλαβόμενοι, τοῦ δευτέρου ἠστόχησαν.
PG 28:1539Ὥσπερ γὰρ οἱ τῷ ἄλφα στοιχείῳ ἐντυγχάνοντες, πρῶτον αὐτοῦ τὸ σχῆμα ὁρῶσι, καὶ δεύτερον τὸ ὄνομα διδάσκονται, καὶ οὕτως τὸν ἀριθμὸν μανθάνουσι, καὶ τὸ τελευταῖον τοὺς τόνους παραλαμβάνουσιν. Εἰ οὖν ἐπὶ τοῦ πρώτου στοιχείου τοσαύτη χρεία τριβῆς καὶ τέχνης, πόσῳ μᾶλλον ἐπὶ τοῦ Δημιουργοῦ ὀφείλει πόνος καὶ χρόνος προηγεῖσθαι εἰς τὴν τοῦ ἀξιουμένου θεωρίαν τῆς ἀνεκφράστου δόξης; ἀλλὰ μή τις γαυριάτω πρὸς κατάληψιν τῶν θείων ἐκ τῶν ἔξωθεν μαθημάτων ὁρμώμενος. Φρεναπατᾷ γὰρ ἑαυτὸν ὁ τοιοῦτος, ὑπὸ τοῦ δαίμονος φανταζόμενος. Φησὶ γὰρ ὁ Ὑμνῳδός· Ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Καὶ ὁ Κύριος δὲ ἐν τῷ Εὐαγγελίῳ· Ἄφετε τὰ παιδία ἐλθεῖν πρὸς μέ· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν μὴ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ταῦτα ἐπαιδεύθης διὰ τὸν κόσμον· μωρὸς γενοῦ διὰ τὸν Θεόν· ἔκκοψον τὰ παλαιὰ, ἵνα νέα φυτεύσῃς· τοὺς σαθροὺς θεμελίους κάθελε, ἵνα τὴν ἀδαμάντινον τοῦ Κυρίου βάσιν ἐπιθῇς· ἵνα καὶ σὺ ὡς Ἀπόστολος ἐπὶ τὴν στερεὰν πέτραν οἰκοδομηθῇς. Οὐ δεῖ οὖν φιλόνεικον εἶναι·
διὰ τὴν πολυλογίαν μὴ πολλὰ ἀσχοληθῇς. Καὶ γὰρ διὰ τῆς ἀκαίρου φλυαρίας δύναται βλάπτειν ὁ διάβολος. Πολλὰς γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει τοὺς βρόχους. Βαρὺς καὶ θανατηφόρος ἐστὶ βρόχος τὸ πιστεύειν εἶναι γένεσιν. Φευκταῖος ὁ πρὸς τοῦτο λογισμός. Ἀλλὰ πείθει σε διὰ πραγμάτων καὶ προγνώσεων; Στοχαστικὸς ὁ τρόπος· ἀβέβαιος ἡ γνώμη. Οὐδὲ γὰρ ἀναγκαίως ἀκολουθεῖ τὰ παρ’ αὐτῶν λεγόμενα· ὥσπερ γὰρ τοῖς ἰδιώταις καὶ τοῖς ναυτίλοις ἐκ τῆς τῶν νεφῶν ἰδιότητός ἐστί τις ἀμυδρὰ γνῶσις ἀνέμων ἢ ὑετῶν· οὕτω τούτοις ἐκ δαιμόνων ἡ σαθρὰ πρόγνωσις. Καὶ γοῦν τινα καὶ αὐτοὶ λέγουσι στοχαστικῶς, ὡς καὶ οἱ ἐγγαστρίμυθοι· καὶ τοῦτο δ’ ἂν αὐτῶν μᾶλλον διασκεδάσαι δυνηθείη τὴν φαύλην διάνοιαν· εἰ γὰρ ἐκ δαιμόνων αἱ στοχαστικαὶ αὗται ψευδολογίαι συνέστησαν, ματαία τῶν ψηφιζόντων ἡ τέχνη. Εἰ δὲ ἐπὶ πλεῖον ἐνδελεχεῖ περὶ αὐτῶν δικαιολογούμενος ὁ ἐχθρὸς, ἐκ τούτου αὐτὸν ἐλέγξεις, ἐκ τοῦ ἄλλοτε ἄλλοις λογισμοῖς τῇ ψυχῇ πολεμεῖν. Τὸ γὰρ ἄστατον ἀβέβαιον·
PG 28:1540τὸ δὲ ἀβέβαιον ἀπωλείας ἐγγύς. Οὐδὲ γὰρ τῇ πρώτῃ αὐτοῦ κακίᾳ ἐπαρκεῖται ὁ διάβολος· ἀλλά γε καὶ αὐτοματισμὸν ὑποβάλλει τῇ ψυχῇ· καὶ ἄνθος φύσεως τὸν ἡγεμόνα ἡμῶν νοῦν ὑπογράφει· καὶ ὅτι, διαλυομένου τοῦ σώματος, συμφθείρεται καὶ ἡ ψυχή. Ταῦτα δὲ ἡμῖν πάντα ὑποβάλλει πρὸς τὸ ἀμελείᾳ τὴν ψυχὴν διαφθεῖραι. Ἀλλὰ προσγινομένων τούτων τῶν σκιωδῶν φαντασμάτων, μὴ ὡς ἀληθέσιν αὐτοῖς συνθώμεθα. Ταῦτα γὰρ αὐτῶν τὴν κακίαν δείκνυσιν, ἄλλοτε ἄλλως προσερχόμενα, καὶ ῥιπῇ ὀφθαλμοῦ ἀφιπτάμενα. Καὶ γοῦν οἶδά τινα Θεοῦ δοῦλον κατ’ ἀρετὴν βιοῦντα, ὅστις, καθεζόμενος ἐν τῷ κελλίῳ, ἐπετήρει τῶν λογισμῶν τὰς παρειςαγωγὰς, καὶ ἐμέτρει ποῖος πρῶτος, καὶ ποῖος δεύτερος, καὶ ἕκαστος αὐτῶν πόσον χρόνον κατεῖχε· καὶ εἰ ὑστέρησεν ἢ προέφθασεν τῆς παρελθούσης ἡμέρας· οὕτως ἀκριβῶς ἠπίστατο τήν τε τοῦ Θεοῦ χάριν καὶ τὴν οἰκείαν καρτερίαν τε καὶ δύναμιν· ἔτι γε μὴν καὶ τὴν τοῦ ἐχθροῦ καθαίρεσιν. Δέον οὖν ἡμᾶς τούτους τοὺς κανόνας ὑποδεξαμένας φυλάττειν. Εἰ γὰρ οἱ ἐμπορευόμενοι τὰς προςκαίρους πραγματείας καθ’ ἑκάστην ἡμέραν ζυγοστατοῦσι τὰ κέρδη·
καὶ ἀσμένως μὲν τὰ πλείονα ὑποδέχονται, πρὸς δὲ τὰς ζημίας ἀπεχθάνονται· πολὺ πλέον τούτων ἀγρυπνεῖν προσήκει τοὺς τὸν ἀληθινὸν θησαυρὸν ἐμπορευομένους· καὶ τῶν μὲν πλειόνων ἀγαθῶν ἐφίεσθαι· εἰ δὲ καὶ μικρά τις κλοπὴ τοῦ ἐχθροῦ γένοιτο, βαρέως μὲν φέρειν διὰ τὸ κρίνεσθαι, ἀλλ’ οὐ μὴν ἀπογικώσκειν ἑαυτοὺς, καὶ πάντα ῥίπτειν διὰ τὸ ἀκούσιον πταῖσμα. Ἔχεις τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ζήτει καὶ τὸ ἀπολωλός. Μὴ πτοηθῇς διὰ τὸ ἓν, μὴ ἀποφύγῃς τὸν Δεσπότην, καὶ ὁ αἱμοβόρος διάβολος πᾶσάν σου τὴν ἀγέλην τῶν πράξεων αἰχμαλωτίσας ἀπολέσει. Μὴ οὖν λειποτακτήσῃς διὰ τὸ ἕν· ἀγαθὸς γάρ ἐστιν ὁ Δεσπότης· φησὶ γὰρ διὰ τοῦ Ψαλμῳδοῦ, ὡς Ἐὰν πέσῃ, οὐ καταῤῥαχθήσεται· ὅτι ὑποστηρίζει Κύριος χεῖρα αὐτοῦ. Ὅσα γὰρ ἐὰν πράξωμεν ἢ κερδάνωμεν ἐνταῦθα, μικρὰ ἡγησώμεθα πρὸς τὸν μέλλοντα αἰώνιον πλοῦτον. Ἐν γὰρ τῇ γῇ ταύτῃ ὡς ἐν δευτέρᾳ μητρῴᾳ κοιλίᾳ τυγχάνομεν. Ὥσπερ γὰρ ἐν ἐκείνοις τοῖς μυχοῖς οὐ τοιαύτην ζωὴν εἴχομεν· οὔτε γὰρ τῶν τοιούτων στερεμνίων τροφῶν ἀπελαύομεν ἐν ἐκείνοις τοῖς χωρίοις ὡς νῦν· οὔτε μὴν οὕτως ἐνεργεῖν ἠδυνάμεθα ὡς ἐνταῦθα·
PG 28:1542καὶ γὰρ τοῦ ἡλιακοῦ φωτὸς καὶ πάσης αὐγῆς ἐκτὸς ὑπήρχομεν· ὥσπερ οὖν ἐν ἐκείνοις τοῖς ταμιείοις οὖσαι, πολλῶν τῶν ἐνταῦθα ἐλειπόμεθα· οὕτως καὶ ἐν τῷ νῦν κόσμῳ πλεονεκτούμεθα πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐλάβομεν πεῖραν τῶν ἐνταῦθα τροφῶν, τῶν θείων ὀρεχθῶμεν. Ἀπελαύσαμεν τοῦ ἐνταῦθα φωτὸς, τὸν ἥλιον τῆς δικαιοσύνης ποθήσωμεν. Τὴν ἄνω Ἱερουσαλὴμ ἡγησώμεθα ἑαυτῶν πόλιν τε καὶ μητέρα· πατέρα δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρόνως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε καὶ ζωῆς, διὰ τούτου καὶ πρὸς τὴν μείζονα φέρονται σωτηρίαν· οὕτως καὶ οἱ δίκαιοι ἐκ τῆς τοῦ κόσμου διαγωγῆς πρὸς τὴν ἄνω πορείαν ἀναχωροῦσι κατὰ τὸ γεγραμμένον· Ἐκ δυνάμεως εἰς δύναμιν. Οἵ γε ἁμαρτωλοὶ, ὥσπερ τὰ κατὰ γαστρὸς ἔμβρυα ἐν τῇ μήτρᾳ τελευτήσαντα, ἐκ σκότους σκότει παραδίδονται. Καὶ γὰρ ἐν τῇ γῇ νεκροῦνται τῷ πλήθει τῶν ἁμαρτημάτων κεκαλυμμένοι· καὶ ἀπαχθέντες δὲ τοῦ βίου, εἰς ζοφώδεις καὶ ταρταρώδεις τόπους καταφέρονται. Τρίτον τῷ βίῳ τικτόμεθα·
ὧν ἡ μὲν πρώτη ἐστὶν ἡ ἐκ τῶν μητρῴων κόλπων πρόοδος, ὁπηνίκα εἰς γῆν ἀπαγώμεθα ἐκ γῆς· αἱ δὲ λοιπαὶ δύο ἐκ γῆς ἡμᾶς εἰς οὐρανοὺς ἀνάγουσιν· ὧν ἡ μὲν μία ἐστὶν ἐκ χάριτος, ἡ διὰ τοῦ θείου λουτροῦ ἡμῖν προσερχομένη· καὶ γὰρ ταύτην ἀληθῶς παλιγγενεσίαν καλοῦμεν· ἡ δὲ τρίτη ἐκ τῆς μετανοίας ἡμῖν καὶ τῶν ἀγαθῶν πόνων προσγίνεται. Ἐν ταύτῃ νῦν ἡμεῖς ἑστήκαμεν. Ὀφείλομεν νῦν, τῷ ἀληθινῷ νυμφίῳ προσελθοῦσαι, εὐπρεπέστερον κοσμηθῆναι. Γινέσθω ἡμῖν οἰκοδομὴ ἡ θέα τοῦ κοσμικοῦ γάμου. Εἰ γὰρ ἐκεῖναι, πρὸς τὸν εὐάλωτον συναπτόμεναι ἄνδρα, τοσαύτην τίθενται σπουδὴν λουτρῶν τε καὶ μυραλοιφιῶν, καὶ ποικίλης κοσμήσεως [ἐκ γὰρ τούτων δοκοῦσιν ἑαυτὰς ἐρασμίους μᾶλλον παρασκευάζειν], καὶ εἰ τοσαύτη τοῖς κατὰ τὸ σῶμα πολιτευομένοις φαντασία ἐντέτεκται· πόσῳ μᾶλλον δέον ἡμᾶς ἐπαναβῆναι ἐκείνας τῇ γνώμῃ, τῷ οὐρανίῳ νυμφίῳ μνηστευθείσας, καὶ ἀπολούσασθαι μὲν τῶν ἁμαρτιῶν τὸν ῥύπον τῇ ἐπιπόνῳ ἀσκήσει, ἀντικαταλλάξαι δὲ τῶν σωματικῶν ἐνδυμάτων τὰ πνευματικά. Ἐκεῖναι τὸ σῶμα τοῖς κοσμικοῖς καὶ γηί̈νοις ἄνθεσι κοσμοῦσιν· ἡμεῖς τὴν ψυχὴν ταῖς ἀρεταῖς φαιδρύνωμεν·
PG 28:1543καὶ ἀντὶ μὲν λίθων πολυτελῶν τῇ κεφαλῇ περιθῶμεν τὸν τρίπλοκον στέφανον, πίστιν, ἐλπίδα καὶ ἀγάπην· τῷ δὲ τραχήλῳ τὴν τιμίαν κόσμησιν περιθῶμεν, τὴν ταπεινοφροσύνην· ἀντὶ δὲ ζώνης τὴν σωφροσύνην περιζωσώμεθα· λαμπρὰ δὲ ἡμῖν περιβολὴ ἡ ἀκτημοσύνη γινέσθω· προσαγέσθω δὲ τῷ δείπνῳ τὰ μὴ φθειρόμενα ὄψα, εὐχαί τε καὶ ψαλμοί. Ἀλλ’ ὡς ὁ Ἀπόστολός φησι, μὴ μόνον τὴν γλῶτταν κίνει· ἀλλά γε καὶ τῷ πνεύματι νόει τὰ λεγόμενα. Πολλάκις γὰρ τὸ μὲν στόμα φθέγγεται, ἡ δὲ καρδία περὶ λογισμοὺς ἀσχολεῖται. Προσέχειν δὲ δεῖ, μὴ, τοῖς θείοις γάμοις προςελθοῦσαι, πενίαν λαμπάδων, τουτέστιν ἀρετῶν, νοσήσωμεν. Μισήσει γὰρ ἡμᾶς ὁ μνηστὴρ, καὶ οὐδ’ ὅλως προσδέξεται, ἐὰν μὴ τὰς ὑποσχέσεις λάβῃ. Τίνες δέ εἰσιν αὗται; τοῦ μὲν σώματος ἥττω φροντίζειν, ἐπὶ πλείω δὲ τὴν ψυχὴν ἀρδεύειν· αὗται γάρ εἰσιν αἱ πρὸς αὐτὸν συνθῆκαι. Ὥσπερ δὲ οὐκ ἐγχωρεῖ δύο κάδους κατὰ τὸ αὐτὸ ἀνάγειν πεπληρωμένους ὕδατος· διὰ γὰρ τοῦ στρεφομένου ἄξωνος, ὁ μὲν εἷς κοῦφος κατάγεται, ὁ δὲ ἕτερος μεστὸς ἀνάγεται· οὕτως καὶ ἐφ’ ἡμῶν ἐστιν·
ὅταν γὰρ τὴν πᾶσαν κηδεμονίαν τῇ ψυχῇ προσοίσωμεν, πληρωθεῖσα τῶν καλῶν ἀνάγεται, τῶν μεταρσίων ἐφιεμένη. Τὸ δὲ σῶμα ἡμῶν, διὰ τῆς ἀσκήσεως κοῦφον γενόμενον, οὐ βρίθει τὴν ἡγεμονοῦσαν δύναμιν. Καὶ τούτου μάρτυς ὁ Ἀπόστολος, φησὶ γάρ· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἔνδον ἀνακαινοῦται. Ἐν μονῇ κοινοβίου τυγχάνεις; μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως παρθένος ἢ μοναχὸς ψυχροῦται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου μεταβαίνων Μή σε δελεάσῃ ἡ τῶν κατὰ τὸν κόσμον πλουσίων τρυφὴ, ὥς τι χρήσιμον ἔχουσα. Ἡδονῆς ἕνεκεν τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλου. Φησὶ γὰρ, ὡς Ψυχὴ, ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπιθυμία, ἡδονὴ, λύπη. Ἓν ἐξ ἑνὸς ταῦτα ἤρτηται, καὶ ἓν ἑνὶ ἀκολουθεῖ· καὶ ἡδονῆς μὲν κρατῆσαι δυνατὸν μετρίως, ἐπιθυμίας δὲ ἀδύνατον. Τὸ μὲν γὰρ τῆς ἡδονῆς διὰ τοῦ σώματος τελεῖται·
PG 28:1545τὸ δὲ ἀπὸ ψυχῆς ἄρχεται· ἡ δὲ λύπη ἐκ τῶν ἀμφοτέρων κατασκευάζεται. Μὴ συγχωρήσῃς οὖν τὴν ἐπιθυμίαν ἐνεργῆσαι, καὶ τὰ λοιπὰ ἀποσκεδάσεις. Εἰ δὲ συγχωρήσῃς προκύψαι τὸ πρῶτον, διανεμηθὲν πρὸς τὸ δεύτερον, κυκλικὴν ἀνταπόδοσιν ποιήσονται πρὸς ἑαυτὰ, καὶ οὐδαμῶς συγχωρήσει τῇ ψυχῇ ἀνασφῆλαι. Γέγραπται γὰρ, ὡς Μὴ δὸς ὕδατι διέξοδον. Οὐ πᾶσι πάντα συμφέρει· ἕκαστος δὲ τῷ ἰδίῳ νοὶ̈ πληροφορείσθω. Ὅτι πολλοῖς ἐν κοινοβίῳ συμφέρει, καὶ ἄλλοις κατ’ ἰδίαν ἀναχωρεῖν ὠφέλιμον τυγχάνει. Ὥσπερ γὰρ τῶν φυτῶν τὰ μὲν ἐν τοῖς διύγροις τόποις τυγχάνοντα εὐθαλέστερα γίνονται, τὰ δὲ ἐν τοῖς ξηροτέροις μονιμώτερα· οὕτω καὶ τῶν ἀνθρώπων οἱ μὲν ἐν τοῖς ὑψηλοτέροις τόποις εὖ πράττουσιν, οἱ δὲ ἐν τοῖς ταπεινοτέροις διασώζονται. Πολλοὶ οὖν ἐν πόλει, τὰ τῆς ἐρήμου φανταζόμενοι, ἐσώθησαν καὶ πολλοὶ, ἐν ὄρει ὄντες, τὰ τῶν δημοτῶν πράττοντες, ἀπώλοντο. Δυνατὸν μετὰ πολλῶν ὄντα μονάζειν τῇ γνώμῃ, καὶ μόνον ὄντα μετὰ ὄχλων τῇ διανοίᾳ συνδιάγειν Πολλὰ τοῦ διαβόλου τὰ κέντρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει εἰς δέλεαρ.
Δι’ ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν, ἐπαίνους καὶ δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττήθη; νοσοποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπατῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν τῆς ψυχῆς πειρᾶται ποιῆσαι ἀπροαίρετον καὶ ἀβούλητον. Νόσους γάρ τινας καὶ βαρυτάτας ἐξ αἰτήσεως προςάγει, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην. Ἀλλ’ εἰ καὶ κατατέμνεται τὸ σῶμα, καὶ πυρετοῖς σφοδροτάτοις καταφλέγεται, ἔτι μὴν καὶ δίψει ἀνιάτῳ καὶ ἀσχέτῳ καταθλίβεται· εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰωνίου πυρὸς καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐκ ὀλιγωρήσεις πρὸς τὰ παρόντα. Χαίρου, ὅτι ἐπεσκόπησέ σε ὁ Κύριος, καὶ τὸ εὔφημον δὲ ἐκείνο ῥητὸν ἐπὶ τῆς γλώσσης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος· τῷ δὲ θανάτῳ τῆς ἁμαρτίας οὐ παρέδωκέ με. Σίδηρος ἐτύγχανες, ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλῃ. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζω προκόπτεις. Χρυσὸς εἶ, ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ.
PG 28:1547Ἐδόθη σοι ἄγγελος Σατᾶν τῇ σαρκὶ, ἀγαλλιῶ, βλέπε τίνι ὅμοιος γέγονας τῆς γὰρ Παύλου δωρεᾶς ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ· διὰ ῥίγους παιδεύῃ· ἀλλά φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Λοιπὸν τὸ ἀναψυκτήριον ἡτοίμασται. Ἔτυχες τοῦ πρώτου, προσδόκα τὸ δεύτερον. Πράττων [πάσχων] βόα τὰ τοῦ ἁγίου Δαβὶδ ῥήματα· φησὶ γὰρ, ὡς Πένης καὶ πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ τῆς τριάδος. Καὶ γάρ φησιν· Ἐν θλίψει ἐπλάτυνάς με. Ἐν τούτοις μάλιστα τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ’ ὀφθαλμοῖς γὰρ ὁρῶμεν τὸν ἀντίπαλον. Μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι εἰς εὐχὴν στῆναι, ἢ ψάλλειν μετὰ φωνῆς· πάντα ἡμῖν ταῦτα ἤνυτο πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ νηστεία καὶ χαμευνία διὰ τὰς αἰσχίστους ἡμῖν ἡδονὰς νενομοθέτηνται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ πόνος. Τί δὲ λέγω περιττός; ὥσπερ γὰρ μείζονί τινι καὶ ἰσχυροτέρῳ φαρμάκῳ τῇ νόσῳ τὰ ὀλεθροφόρα συμπτώματα κεκοίμηνται. Καὶ αὕτη ἐστὶν ἡ μεγάλη ἄσκησις, τὸ ἐν ταῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ κρείττονι. Ἀφαιρούμεθα ὀφθαλμῶν;
μὴ βαρέως ἐνέγκωμεν· τὰ γὰρ τῆς ἀπληστίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; εὐχαριστήσωμεν τὴν ματαίαν ἀκοὴν τέλεον ἀποβαλόντες. Τὰς χεῖρας πεπόνθαμεν; ἀλλὰ τὰς ἔνδον ἔχομεν εὐτρεπισθείσας πρὸς τὸν κατὰ τοῦ ἐχθροῦ πόλεμον. Ἀῤῥωστία καθ’ ὅλον τὸ σῶμα κρατεῖ; ἀλλ’ ἡ κατὰ τὸν ἔσω ἄνθρωπον ὑγεία μᾶλλον αὔξει. Ἐν κοινοβίῳ οὖσαι, τὴν ὑπακοὴν μᾶλλον τῆς ἀσκήσεως προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν διδάσκει, ἡ δὲ ταπεινοφροσύνην ἐπαγγέλλεται. Ἔστι δὲ καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις. Καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνωμεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον, ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην πλήθει τροφῶν καταλύσῃς τὴν δύναμιν. Τοῦτο ἡδὺ τῷ ἐχθρῷ. Πανταχοῦ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Μὴ ὑφ’ ἕν σου τὰ ὅπλα ἀναλώσῃς, καὶ γυμνὸς εὑρεθεὶς ἐν τῷ πολέμῳ εὐάλωτος γενήσῃ. Τὰ ὅπλα ἡμῶν ἐστι τὸ σῶμα· ἡ δὲ ψυχὴ ὁ στρατιώτης· καὶ τῶν ἀμφοτέρων ἐπιμελοῦ πρὸς τὰς χρείας.
PG 28:1548Νέος ὢν καὶ ὑγιὴς, νήστευσον. Ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθενείας. Ὡς δύνῃ, θησαύρισον τροφὰς, ἵνα, μὴ δυνάμενος, εὕρῃς. Νήστευε μετὰ λόγου καὶ ἀκριβείας. Ὅρα μὴ ὁ ἐχθρὸς ἐπεισέλθῃ τῇ ἐμπορίᾳ τῆς νηστείας· καὶ τάχα οἶμαι περὶ τούτου τὸν Σωτῆρα εἰρηκέναι τό· Γίνεσθε δόκιμοι τραπεζῖται· τουτέστι, τὸ βασιλικὸν χάραγμα ἀκριβῶς γινώσκετε· εἰσὶ γὰρ καὶ παραχαράγματα· καὶ ἡ μὲν τοῦ χρυσοῦ φύσις ἡ αὐτὴ, διαφέρει δὲ τῷ χαράγματι. Ὁ μὲν χρυσός ἐστι νηστεία, ἐγκράτεια, ἐλεημοσύνη· ἀλλὰ καὶ Ἑλλήνων παῖδες τὴν τυραννικὴν αὐτῶν εἰκόνα τούτοις ἐντίθενται, καὶ αἱρετικοὶ δὲ πάντες διὰ τούτων σεμνύνονται. Ὁρᾷν δὲ δεῖ τούτους, καὶ ἀποφεύγειν ὡς παραχαράκτας. Βλέπε μὴ, ἀγυμνάστως περιπεσὼν αὐτοῖς, ζημιωθῇς. Δέχου οὖν μετὰ ἀσφαλείας τὸν τοῦ Χριστοῦ σταυρὸν διεντετυπωμένον ταῖς ἀρεταῖς· τουτέστι, πίστιν ὀρθὴν μετὰ σεμνῶν πράξεων. Δεῖ ἡμᾶς πάσῃ διακρίσει κυβερνᾷν τὴν ψυχὴν, καὶ ἐν κοινοβίῳ οὔσας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῇ κατὰ πίστιν μητρὶ πειθαρχεῖν. Ἐξορίᾳ ἑαυτὰς παρεδώκαμεν· τουτέστι τῶν κοσμικῶν ὅρων ἔξω ἐγενόμεθα· οὐκοῦν ἐκβεβλήμεθα· μὴ τὰ αὐτὰ ζητήσωμεν.
Ἐκεῖ δόξαν εἴχομεν, ὧδε ὀνειδισμόν· ἐκεῖ δαψίλειαν τροφῶν, ὧδε καὶ τοῦ ἄρτου ἔνδειαν. Ἐν τῷ κόσμῳ οἱ πταίοντες, καὶ μὴ βουλόμενοι εἰς φυλακὴν βάλλονται· καὶ ἡμεῖς διὰ τὰς ἁμαρτίας ἡμῶν ἑαυτὰς φυλακίσωμεν, ἵνα τὸ ἑκούσιον τῆς γνώμης τὴν μέλλουσαν κόλασιν ἀποσοβήσῃ. Νηστεύεις; μὴ προφασίσῃ νόσον. Καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς, τοῦ ἐχθροῦ σε ἐγκόπτοντος. Αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται· καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι, πρῶτον μὲν δεξιοῦ πνεύματος τυγχάνουσι ἁπλώσαντες τὰ ἱστία· αὖθις δὲ αὐτοῖς ἐναντίος ἄνεμος ἀπαντᾷ· ἀλλ’ οἱ ναυτικοὶ διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, τὸν πλοῦν ποιοῦνται· οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσασαι, ἀδεῶς τὸν πλοῦν ἐκτελέσομεν. Ταῦτα τῆς σεμνῆς καὶ παναρέτου Συγκλητικῆς τὰ διδάγματα· καὶ μᾶλλον πράξεις ἢ ῥήματα· καὶ ἄλλα δὲ πολλὰ καὶ μεγάλα ὑπ’ αὐτῆς ἐγνωρίσθη πρὸς ὠφέλειαν τῶν ἀκουσάντων τε καὶ θεασαμένων.
PG 28:1550Τοσοῦτον δὲ πλῆθος ἐξ αὐτῆς ἀγαθῶν ἐβλάστησεν, ὅσον ἀνθρωπίνη γλῶσσα ἀπορήσειεν ἂν ἐκφράσαι Ὁ δὲ μισόκαλος διάβολος, μὴ φέρων τὴν τοσαύτην τῶν καλῶν ἀφθονίαν, ἐξετήκετο, καὶ εἰς ἑαυτὸν ἐδραματούργει, ὅπως ἂν δυνηθείη ἐπιθολῶσαι τὴν τῶν χρηστῶν ἀνατολήν. Καὶ λοιπὸν ἐξαιτεῖται πρὸς τὸν τελευταῖον ἀγῶνα τὴν γενναιοτάτην παρθένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, βύθιον αὐτῇ τὴν ἀλγηδόνα ἀπένεμεν· ὡς ἀπαραμύθητον αὐτὴν ἐκ τῆς ἀνθρώπων ἐπικουρίας γενέσθαι. Καὶ πρῶτον μὲν τὸ ἀναγκαιότατον ἐν ζωῇ πλήττει μόριον, τὸν πνεύμονα, καὶ διὰ νόσων ὀλεθροφόρων κατ’ ὀλίγον ἐξάπτει τὴν κακίαν. Ἐνεχώρει μὲν γὰρ καὶ ἐν ὀλίγῳ διὰ τῆς ἐξαιτήσεως συντεμεῖν αὐτῆς τὴν τελευτήν· ἀλλ’ ὥσπερ αἱμοβόρος δήμιος, διὰ πληγῶν πολλῶν καὶ χρόνου μακροῦ τὴν οἰκείαν δεινότητα ἐνδείκνυται. Κατὰ μικρὸν γὰρ ἀναλύων τὸν πνεύμονα διὰ τῶν ἀναγομένων πτυσμάτων, τοῦτον ἀπέβαλλε. Παρῆσαν δὲ καὶ πυρετοὶ ἀδιάλειπτοι, ῥίνης δίκην ἀποδαπανῶντες τὸ σῶμα. Ὀγδοηκοστὸν ἦγεν ἔτος, ὅτε ὁ διάβολος τὰ τοῦ Ἰὼβ ἆθλα εἰς ταύτην μετέφερεν·
αὐταῖς μὲν γὰρ καὶ τότε ἐκέχρητο ταῖς μάστιξιν· ἀλλ’ ἐπὶ τοῦ παρόντος συντέμνει τὸν χρόνον, φορτικωτέρας ποιούμενος τὰς ἀλγηδόνας. Πέμπτον μὲν καὶ τριακοστὸν ἔτος ὁ μακάριος Ἰὼβ ἐν τῇ πληγῇ πεποίηκεν· ἐνταῦθα δὲ ὁ ἐχθρὸς, ὥσπερ ἀπαρχάς τινας τοὺς τῶν δεκάδων χρόνους ἀποσυλήσας, πρὸς τὰς πληγὰς συνάπτει τῷ ἱερῷ ταύτης σώματι. Τρία γὰρ ἥμισυ ἔτη διὰ τῶν εὐκλεῶν τούτων πόνων τῷ ἐχθρῷ ἀπεμαχήσατο. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ ἐκ τῶν ἔξω τὰς ἀρχὰς τῶν τραυμάτων ἐποιεῖτο ὁ διάβολος· ἐπὶ δὲ ταύτης ἐκ τῶν ἔσω πρόσεισι ταῖς τιμωρίαις. Τῷ γὰρ ἐνδοσθίων αὐτῆς μελῶν ἅπτεσθαι, μείζονας αὐτῇ καὶ χαλεπωτέρας τὰς ἀλγηδόνας ἀπένειμεν. Οὐχ οὕτως οἶμαι τοὺς γενναιοτάτους ἐνηθληκέναι μάρτυρας, ὡς τὴν ἀοίδιμον Συγκλητικήν. Ἐκείνους μὲν γὰρ ἐκ τῶν ἔξω προσῄει ὁ παλαμναῖος. Κἄν τε γὰρ ξίφος, κἄν τε πῦρ αὐτοῖς προσέφερεν, ἠπιώτερον ὑπῆρχε τῶν παρόντων αὐτῇ πειρατηρίων. Ἀντὶ μὲν γὰρ καμίνου πεπυρωμένης τὰ σπλάγχνα αὐτῆς ὑπέκαιεν, ἐκ τῶν ἔσω τὸ πῦρ κατ’ ὀλίγον ἐξάπτων· καὶ ῥίνης δίκην διὰ μακροῦ χρόνου ἀπεδαπάνα τὸ σῶμα. Καὶ ἔστιν ἀληθῶς βαρὺ τοῦτο καὶ ἀπάνθρωπον εἰπεῖν.
PG 28:1551Καὶ γὰρ οἱ τὰς δικαστικὰς ἐμπεπιστευμένοι ἀρχὰς, ὁπηνίκα ἂν βουληθῶσι τοῖς ἁμαρτήσασι βαρυτέρας ἐπιθεῖναι τιμωρίας, διὰ βληχροτάτου πυρὸς τούτους ἀναλίσκουσιν· οὕτως οὖν καὶ ὁ ἐχθρὸς ἐκ τῶν ἔνδον, ὥσπερ ὑποσμυχόμενον τὸν πυρετὸν κινῶν, ἄπαυστον ἐν νυκτὶ καὶ μεθ’ ἡμέραν ἐποιεῖτο τὴν τιμωρίαν. Καὶ ταύτην δὲ τὴν πληγὴν γενναίως ὑποφέρουσα οὐ συνέπιπτε τῷ φρονήματι· ἀλλὰ πάλιν ἡ μακαρία κατὰ τοῦ ἐχθροῦ ἠγωνίζετο. Καὶ γοῦν πάλιν ταῖς ἀγαθαῖς διδασκαλίαις τοὺς ὑπ’ αὐτοῦ τραυματιζομένους ἰᾶτο· καὶ γὰρ ὥσπερ ἐκ λέοντος αἱμοβόρου τὰς ψυχὰς ἀπλήγους ἀνέσπα. Ἐθεράπευε δὲ τοὺς τραυματίας τοῖς σωτηρίοις τοῦ Κυρίου φαρμάκοις. Τινὰς δὲ καὶ ἀτρώτους διεφύλαττεν· ὑποδεικνύουσα γὰρ αὐτοῖς τοῦ διαβόλου τὰς δολερὰς παγίδας, ἐλευθέρους ἐποιεῖτο τῆς ἁμαρτίας. Ἔλεγε δὲ ἡ θαυμασία, ὡς μὴ δεῖν ἀμεριμνᾷν ποτε τὰς Θεῷ ἀνακειμένας ψυχάς. Ταύταις γὰρ μάλιστα ἀντίκειται ὁ ἐχθρός. Καὶ γὰρ, ἡσυχαζουσῶν αὐτῶν, βρύχει, καὶ ἡττώμενος ἀνιᾶται· καὶ μικρὸν ἀποχωρήσας, ἐπιτηρεῖ· κἂν βραχύ τι ἀφυπνώσωσιν, οὕτως ἐπεισέρχεται· καὶ δι’ ὧν νομίζει τις ἔχειν τὸ ἀμέριμνον, διὰ τούτων αὐτῶν ὑποσκελίζει·
ὥσπερ γὰρ ἀδύνατον τοὺς πάνυ φαύλους μὴ ἔχειν καὶ σπινθῆρα καλοῦ, οὕτω τὸ ἐναντίον τοῖς χρηστοῖς πρόσεστι. Τῶν γὰρ μαχομένων μοῖρά τις ἐν τοῖς ἀντικειμένοις μέρεσι τυγχάνει. Πολλάκις γοῦν ἄνθρωπος παντὶ αἰσχίστῳ περιεστοίχισται, καὶ πάσῃ ἀκολασίᾳ συμπέφυρται· ἀλλ’ ὅμως ἐλεήμων τυγχάνει· καὶ ἐν σπουδαίοις πολλάκις ἐμπολιτεύεται σωφροσύνη, νηστεία, ἐπίπονος ἄσκησις· εἰσὶ δὲ φειδωλοὶ καὶ κατάλαλοι. Δεῖ οὖν τῶν σμικρῶν μὴ ἀμελεῖν, ὡς μὴ δυναμένων βλάπτειν. Καὶ γὰρ ὕδωρ λίθον τῷ χρόνῳ διέλυσε. Τὰ μὲν οὖν μέγιστα τῶν ἐν ἀνθρώποις καλῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δοκοῦντα σμικρὰ τυγχάνειν δι’ ἑαυτῶν ἀποσοβεῖν δεδιδάγμεθα. Ὁ οὖν τῷ μεγάλῳ διὰ τῆς χάριτος ἀπομαχησάμενος, τοῦ δὲ σμικροῦ καταφρονήσας, μεγάλως βλαβήσεται. Ὁ γὰρ Κύριος ἡμῶν, ὥσπερ γνήσιος Πατὴρ, ἀρτίως τῶν παιδίων αὐτοῦ ὁρμώντων πρὸς βάδισιν, ὀρέγει τὴν χεῖρα· καὶ κατὰ πᾶν ὁτιοῦν τῶν μεγάλων ἡμᾶς κινδύνων ῥυόμενος, εἰς τὰ μικρὰ συγχωρεῖ ἡμῖν ἀφ’ ἑαυτῶν κινεῖσθαι, καθάπερ ποσί· τούτοις τὴν γνώμην δεικνὺς ἐλευθέραν. Ὁ γὰρ πρὸς τὰ μικρὰ εὐάλωτος, πῶς ἂν τὰ μείζω φυλάξαι δυνηθείη;
PG 28:1553Πάλιν ὁρῶν αὐτὴν διισχυριζομένην καθ’ ἑαυτοῦ ὁ μισόκαλος, ἤχθετο. Καὶ ὁρῶν ἑαυτοῦ τὴν τυραννίδα καθαιρουμένην, ἕτερόν τινα μηχανᾶται κακίας τρόπον· καὶ πλήττει τὰ φωνητικὰ ὄργανα, πρὸς τὸ τὸν προφορικὸν ἐκκόψαι λόγον, δοκῶν διὰ τούτου λιμαγχονῆσαι τῶν θείων λόγων τὰς συνερχομένας. Ἀλλ’ εἰ καὶ τὴν ἀκοὴν τῆς ὠφελείας ἐστέρησεν, ἐν τῷ μείζονι τὸ κέρδος δεδώρηται· τῇ γὰρ ὄψει τοῖς πάθεσιν ἐνατενίζουσαι, μᾶλλον ἐκραταιοῦντο τὴν γνώμην. Τὰ γὰρ ἐκείνης τοῦ σώματος τραύματα τὰς πεπληγμένας ψυχὰς ἰᾶτο· καὶ ἦν ἰδεῖν προφυλακὴν καὶ θεραπείαν τῶν θεωμένων τὴν τῆς μακαρίας μεγαλοψυχίαν τε καὶ καρτερίαν. Πρόφασιν μὲν οὖν αὐτῇ τῆς πληγῆς ποιεῖται ταύτην ὁ ἐχθρός· μίαν γὰρ μύλην ὀδυνήσας, σήπει παραυτὰ τὸ οὖλον· καὶ ἐκπίπτει μὲν τὸ ὀστέον· ἡ δὲ νομὴ διατρέχει εἰς ἅπασαν τὴν γένυν, καὶ γίνεται φθορὰ τῶν ἐπικειμένων σωμάτων· καὶ ἐν τεσσαράκοντα ἡμέραις τερηδονίζεται τὸ ὀστέον· καὶ μετὰ διμηναῖον χρόνον, γίνεται ἔκτρησις. Μελανθέντες οὖν ἦσαν ἅπαντες οἱ πέριξ τόποι. Τὸ δὲ ὀστέον καὶ αὐτὸ φθαρὲν, κατ’ ὀλίγον ἐδαπανᾶτο· σῆψις δὲ καὶ βαρυτάτη δυσωδία καθ’ ὅλον τὸ σῶμα ἐκράτει·
ὡς τὰς ὑπουργούσας πλέον αὐτῆς πάσχειν. Καὶ τὸν μὲν πλείονα χρόνον ἐχωρίζοντο, μὴ φέρουσαι τὴν ἀπάνθρωπον ὀσμήν· ὅτε δὲ χρεία ἐκάλει, θυμιαμάτων ὑπεκκαίουσαι πλῆθος προσῄεσαν, καὶ αὖθις ὑπεχώρουν διὰ τὸ τῆς δυσωδίας ἀπάνθρωπον. Ἡ δὲ μακαρία προφανῶς ἐθεώρει τὸν ἀντίπαλον, καὶ οὐδ’ ὅλως συνεχώρει αὐτῇ ἀνθρώπινον προσαχθῆναι βοήθημα· δεικνύουσα καὶ ἐν τούτῳ τὴν οἰκείαν ἀνδρείαν. Αἱ δὲ συνελθοῦσαι παρεκάλουν κἂν μύροις τοὺς τόπους ὑπαλείφειν διὰ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ οὐκ ἐπείθετο. Ἡγεῖτο γὰρ διὰ τῆς συμμαχίας τῶν ἐκτὸς καθαιρεῖσθαι τοῦ ἐνδόξου ἀγῶνος. Καὶ δή τινα ἰατρὸν αἱ συνελθοῦσαι μεταστέλλονται, ὡς, εἴ γε δυνηθείη, κἂν αὐτὸς πεῖσαι θεραπείας τυχεῖν. Ἡ δὲ πάλιν οὐκ ἠνείχετο, λέγουσα· Τί με τῆς ἀγαθῆς πάλης ταύτης ἐγκόπτετε; Τί ζητεῖτε τὸ φαινόμενον, ἀγνοοῦσαι τὸ κρυπτόμενον; Τί πολυπραγμονεῖτε τὸ γινόμενον, τὸν ποιοῦντα μὴ θεωροῦσαι; Καὶ πρὸς αὐτήν φησιν ὁ παρὼν ἰατρός· Οὐχ ἕνεκεν θεραπείας τινὸς ἢ παραμυθίας προσφέρομεν φάρμακον, ἀλλ’ ἵνα τὸ ἠλλοτριωμένον καὶ νεκρὸν μόριον κατὰ τὴν συνήθειαν θάψωμεν, πρὸς τὸ μὴ τοὺς παρόντας συνδιαφθαρῆναι.
PG 28:1555Ὅπερ γὰρ τοῖς τεθνεῶσι προσάγουσι, τοῦτο καὶ ἡμεῖς νῦν ποιοῦμεν· ἀλόην ἅμα σμύρνῃ καὶ μυρσίνῃ οἴνῳ δεύσας προστίθημι. Ἡ δὲ, ἀποδεξαμένη τὴν συμβουλίαν ἠνείχετο, τὰς συνελθούσας μᾶλλον ἐλεήσασα· ἐκαθαίρετο γὰρ ἐκ τούτου ἡ ἀμετρία τῆς δυσωδίας. Τίς οὐκ ἔφριξε τὴν τηλικαύτην πληγὴν θεασάμενος; Τίς οὐκ ὠφελήθη τὴν καρτερίαν τῆς μακαρίας θεασάμενος, καὶ ἐν ταύτῃ τὴν κατάπτωσιν τοῦ ἐχθροῦ ἐννοήσας; Ἐκεῖ μὲν γὰρ ἔστησε τὴν πληγὴν, ὅθεν ἡ σωτήριος καὶ γλυκυτάτη τῶν λόγων προί̈ει πηγὴ, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς δεινότητος πᾶσαν παράκλησιν ἀπεσκέδασεν. Ὥσπερ γὰρ θηρίον αἱμοβόρον, πᾶσαν τῶν συνερχομένων τὴν σπουδὴν ἀπεσόβησε, πρὸς τὸ σπαράξαι τὸ προσπεσὸν θήραμα· καὶ θοίνην ζητῶν, βορὰ γέγονε. Ἐδελεάσθη γὰρ ὥσπερ δι’ ἀγκίστρου τῇ τοῦ σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς λογισμὸν κατοπτεῦσαι μὴ δυνάμενος. Μησὶ μὲν οὖν τρισὶ καὶ πρὸς τοῦτον τὸν ἀγῶνα ἐνήθλησε. Δυνάμει δὲ θείᾳ τὸ ὅλον παρεκρατεῖτο σῶμα. Τὰ γὰρ συντελοῦντα πρὸς τὴν διαμονὴν αὐτοῦ ἐμεμείωτο.
Ἀτροφία μὲν οὖν παρῆν· πῶς γὰρ ἠδύνατο σιτίων μεταλαβεῖν, τοσαύτης σήψεως καὶ δυσωδίας κρατούσης; Ἀποκεχώριστο δὲ ἀπ’ αὐτῆς καὶ ὁ ὕπνος ὑπὸ τῶν ἀλγηδόνων ἐκκοπτόμενος. Ὅτε δὲ αὐτῆς τὸ πέρας τῆς νίκης καὶ τοῦ στεφάνου ἐγγὺς ἐγένετο, καὶ ὀπτασίας ἐθεώρησε καὶ ἀγγέλων ἐπιστασίας, καὶ παρθένων ἁγίων προτροπὰς πρὸς τὴν ἄνοδον, καὶ ἐλλάμψεις ἀνεκλαλήτου φωτὸς, καὶ παραδείσου χῶρον· καὶ μετὰ τὴν θέαν τούτων, ὥσπερ εἰς ἑαυτὴν γενομένη, κατήγγειλε ταῖς παρούσαις, γενναίως τε φέρειν, καὶ μὴ ὀλιγωρεῖν πρὸς τὸ παρόν. Εἶπε δὲ αὐταῖς, καὶ ὡς ὅτι Μετὰ τρεῖς ἡμέρας χωρισθήσομαι τοῦ σώματος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν ὥραν τῆς ἀφίξεως τῶν ἐνταῦθα ἐδήλωσε. Καὶ συντελεσθέντος τοῦ χρόνου, ἀπῆλθεν ἡ μακαρία Συγκλητικὴ πρὸς τὸν Κύριον, ἔπαθλον τῶν ἀγώνων παρ’ αὐτοῦ δεξαμένη τὴν τῶν οὐρανῶν βασιλείαν· εἰς δόξαν καὶ ἔπαινον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 28:1556Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ταῖς πρεσβείαις τῆς πανυμνήτου Θεοτόκου τῆς ἐμῆς βεβαίας ἐλπίδος, καὶ ὧν Πατέρων πόθῳ καὶ κόπῳ τοὺς βίους συνελεξάμην, ἀξίωσόν με τὸν ἁμαρτωλὸν εὑρεῖν χάριν ἐνώπιόν σου οἷς οἶδας κρίμασιν. Ἕως ὧδε πεπλήρωνται οἱ ἐκ τῆς ἁγίας παρὰ τοῦ μακαρίου Ἀρσενίου τοῦ Πηγάδων ἐξεληλυθότες λόγοι, καθὼς καθ’ εἱρμὸν κεῖνται ἅπαντες.
Page scan enlarged

Notebook

Full View