PG 46Gregory of Nyssa
On the Deity of the Son and of the Holy Spirit
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

On the Deity of the Son and the Holy SpiritDe deitate filii et spiritus sancti

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 46:553ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ ΥΙΟΥ ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΛΟΓΟΣ Καὶ ἐγκώμιον εἰς τὸν δίκαιον Ἀβραάμ. Οἷόν τι πάσχουσι πρὸς τοὺς πολυανθεῖς τῶν λειμώνων οἱ τῶν τοιούτων φιλοθεάμονες, οἷς οὐ πρὸς ἕν τι τῶν φαινομένων διὰ τὸ τῆς ὥρας ὁμότιμον ὁ ὀφθαλμὸς ἐπερείδεται, ἀλλ’ ἐπὶ πάντα ταῖς ἐπιθυμίαις χεόμενοι τῷ μηδενὸς ἐθέλειν διαμαρτεῖν, πολλάκις τοῦ παντὸς ἀποπίπτονται· τοιοῦτόν τι πέπονθε κἀμοῦ ἡ διάνοια πρὸς τὸν λειμῶνα τῆς Γραφῆς ἀποβλέποντος. Τὸ γὰρ ποικίλον τῆς ὥρας τῶν νοημάτων ὁμοτίμως ἐπὶ πάντα τὴν ψυχὴν ἐφελκόμενον, ἀστατεῖν ποιεῖ τὴν ἐπιθυμίαν, τῷ μὴ δύνασθαι ῥᾳδίως εὑρεῖν ἐν τοῖς ὁμοτίμοις τὸ προτιμότερον. Ἰδοὺ γὰρ πῶς ὑπολάμπει διὰ τοῦ μεγάλου Δαβὶδ τῆς προφητείας τὰ ἄνθη· οἷον δὲ ἄνθος ὁ θεῖος Ἀπόστολος τῆς τοῦ παραδείσου γεωργίας ὑποσημαίνων τὸ κάλλος, καὶ πολλὴν ἀποπνέων τοῦ Χριστοῦ τὴν εὐωδίαν Τῶν δὲ εὐαγγελικῶν λειμώνων τὸ κάλλος τίς ἂν ὑπεξέλθοι λόγος ἀνθρώπινος;
Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ἐν καιρῷ μνησθῆναι τῆς παροιμιακῆς ἐπαινέσεως, καὶ ζηλῶσαι τὴν μέλισσαν·
ἥν φησιν ἡ Γραφὴ τῇ ῥώμῃ μὲν εἶναι ἀσθενῆ (οὐ γὰρ ὤφθη ποτὲ ὅλον δρεψαμένη τὸ ἄνθος, καὶ ὑπὲρ νῶτον ἐπὶ σίμβλα κομίζουσα), ἀλλὰ τὸ λεπτὸν καὶ χνοῶδες τῆς ἐν τῷ μέσῳ κόμης ἐκτιναχθὲν διὰ τῶν πτερύγων ταῖς ἀγκύλαις ὑπολαβοῦσα, δι’ ἐκείνων ἐργάζεται τὴν σοφὴν ἐργασίαν ἐκείνην, ταῖς ἓξ ἀγκύλαις ἰσαρίθμους γωνίας εἰς ὄρθιον ἀνεγείρουσα, καὶ διὰ μέσου τῇ λειότητι τῶν πτερύγων, οἷόν τισιν ἀλοιφαῖς, τοὺς λεπτοὺς ἐκείνους καὶ ὑμενώδεις [ς]τοίχους ἐπιλεαίνουσα. Εἰ δὲ μέλλοι καὶ ὁ ἡμέτερος λόγος βασιλεῦσί τε καὶ ἰδιώταις, καθώς φησιν ὁ Σολομὼν, εἰς ὑγίειαν ἐπιτήδειος γίνεσθαι, εὐχῇ τὴν χάριν ἐπισπασώμεθα ἐγώ τε καὶ ὑμεῖς παραπλησίως. Κοινὸν γὰρ τὸ κέρδος, μᾶλλον δὲ τὸ πλέον ὑμέτερον· ἐπείπερ τὸ λαβεῖν τι καλὸν τοῦ παρασχεῖν τι κερδαλεώτερον. Ἀπαγορεύει τὸ Εὐαγγέλιον παλαιοῖς ἀσκοῖς οἶνον νέον ἐναποτίθεσθαι· τάχα πρὸς τὸν παρόντα καιρὸν βλέπει τὸ αἴνιγμα. Ὁ γὰρ νεοθλιβὴς οἶνος, διὰ τὴν φυσικῶς ἐγγινομένην τοῦ ὑγροῦ ζέσιν, Πνεύματος πλήρης ἐστὶ, διὰ τῆς φυσικῆς κινήσεως ἐξαφρίζων τὸν ἰλυώδη ῥύπον ἀφ’ ἑαυτοῦ.
PG 46:554Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ ἡ περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλία, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Τῷ Πνεύματι ζέοντες, ἣν οἱ σαθροί τε καὶ διεῤῥυηκότες ἀσκοὶ, καὶ ὑπὸ τῆς ἀπιστίας πεπαλαιωμένοι οὐ στέγουσιν, ἀλλὰ περιῤῥήγνυνται τῇ μεγαλοφυί̈ᾳ τοῦ δόγματος. Διὰ τοῦτο ἐάν τι ὑψηλὸν αὐτοῖς ἐκ διδασκαλίας ἐγγένηται νόημα, σχίζονται περὶ τὸν ὄγκον τοῦ δόγματος· καὶ αὐτοί γε ἀχρειοῦνται διὰ τοῦ ῥήγματος, τήν τε τοῦ Πνεύματος χάριν εἰκῆ ῥέειν παρασκευάζουσιν. Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, καθώς φησιν ἡ Γραφή. Μᾶλλον δὲ συγχωρήσατέ μοι μιμήσασθαι τὴν τῶν πενήτων συνήθειαν· ἐπεὶ κἀκείνοις σύνηθες, ὅταν ποτὲ πλουσίας ἀξιωθῶσι τραπέζης, ἀνεπαισχύντως ἐκ τῶν προτεθέντων αὐτοῖς, καὶ εἰς τὴν ὑστεραίαν ἐπισιτίζεσθαι. Κἀγὼ τοίνυν ἐκ τῆς χθιζῆς πολυτελείας μικρόν τι προχειρισάμενος λείψανον, ἐκεῖθεν κατὰ τὴν ἐμαυτοῦ δύναμιν ὀψοποιήσω τὸν λόγον, τὰ πολλὰ τῶν σήμερον προτεθέντων τοῖς τελειοτέροις τῶν δαιτυμόνων ταμιευσάμενος. Τί τοίνυν ἦν τὸ τῆς χθιζῆς πανδαισίας ἄβρωτόν τε καὶ ἀκατέργαστον;
Ἡ τῶν ἀποστολικῶν πράξεων ἱστορία τὴν ἐν Ἀθήναις ἐπιδημίαν τοῦ Παύλου διηγήσατο ἡμῖν, πῶς εἰδωλομανοῦντος τοῦ τῇδε λαοῦ, καὶ ταῖς ἐπιβωμίοις κνίσσαις προστετηκότος, τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μακαρίῳ παρωξύνετο Παύλῳ, οἷόν τι ῥεῦμα πλημμύρον ἐν τῇ ψυχῇ τοῦ Ἀποστόλου στενοχωρούμενον, καὶ μὴ εὑρίσκον ἐν τοῖς ἀναξίοις τὴν διέξοδον. Διὰ τοῦτο Στωϊκοῖς τε καὶ Ἐπικουρείοις συμπλέκεται, καὶ εἰς Ἄρειον καταστὰς πάγον, ἐκ τῶν συνήθων αὐτοὺς πρὸς τὴν θεογνωσίαν προσάγεται· βωμὸς γάρ ἐστιν αὐτῷ καὶ ἐπίγραμμα, τὸ τοῦ λόγου προοίμιον. Εἰς τί τοίνυν ἐμνήσθην τοῦ ἀναγνώσματος; Ὅτι καὶ νῦν εἰσι κατ’ ἐκείνους τοὺς Ἀθηναίους, εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, χθιζοί τινες καὶ πρώϊζοι ἐκ τῶν βαναύσων ἐπιτηδευμάτων ὁρμώμενοι, αὐτοσχέδιοί τινες τῆς θεολογίας δογματισταὶ, τάχα τινὲς οἰκέται καὶ μαστιγίαι, καὶ τῶν δουλικῶν διακονημάτων δραπέται, σεμνῶς ἡμῖν περὶ τῶν ἀλήπτων φιλοσοφοῦσιν. Οὐκ ἀγνοεῖτε πάντως, πρὸς τίνας ὁ λόγος βλέπει. Πάντα γὰρ τὰ κατὰ τὴν πόλιν τῶν τοιούτων πεπλήρωται, οἱ στενωποὶ, αἱ ἀγοραὶ, αἱ πλατεῖαι, τὰ ἄμφοδα·
PG 46:556οἱ τῶν ἱματίων κάπηλοι, οἱ ταῖς τραπέζαις ἐφεστηκότες, οἱ τὰ ἐδώδιμα ἡμῖν ἀπεμπολοῦντες. Ἐὰν περὶ τῶν ὀβολῶν ἐρωτήσῃς, ὁ δέ σοι περὶ γεννητοῦ καὶ ἀγεννήτου ἐφιλοσόφησε· κἂν περὶ τιμήματος ἄρτου πύθοιο, Μείζων ὁ Πατὴρ, ἀποκρίνεται, καὶ ὁ Υἱὸς ὑποχείριος. Εἰ δὲ, Τὸ λουτρὸν ἐπιτήδειόν ἐστιν, εἴποις, ὁ δὲ ἐξ οὐκ ὄντων τὸν Υἱὸν εἶναι διωρίσατο. Οὐκ οἶδα τί χρὴ τὸ κακὸν τοῦτο ὀνομάσαι, φρενῖτιν ἢ μανίαν, ἤ τι τοιοῦτον κακὸν ἐπιδήμιον, ὃ τῶν λογισμῶν τὴν παραφορὰν ἐξεργάζεται. Διὰ τοῦτό φημι πρὸς τούτους βλέπειν τὴν κατὰ τὸν Ἀπόστολον ἱστορίαν· ἃ γὰρ περὶ τῶν Ἀθηναίων ἡ Γραφὴ διεξέρχεται, ταῦτα νῦν ἔστιν ἐπὶ τούτων ἰδεῖν· μᾶλλον δὲ εἰ χρὴ τἀληθῆ λέγειν, κἀκείνων ἐστὶ τὰ κατὰ τούτους ἀσυγγνωστότερα. Οἱ μὲν γὰρ οἱονεὶ λήμῃ τινὶ τῇ περὶ τὰ εἴδωλα πλάνῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς κατεχόμενοι, ἰδεῖν αὐτοπροςώπως τὴν εὐσεβῆ περὶ τῶν ὄντων ἀδυνατοῦντες ἀλήθειαν· ὅμως οἷον ἐπαφῇ τινι τῶν λογισμῶν τοσοῦτον ἐνενόησαν, ὅτι οὐ πάντη καταληπτὸν τὸ Θεῖόν ἐστιν, οὐδὲ οἷον ὁ λογισμὸς οἴεται, τοιοῦτον τῇ φύσει τὸ ὑπερκείμενον.
Διὸ τὸν ὄντως Θεὸν ἄγνωστον εἶναι ὁμολογήσαντες, βωμῷ καὶ γράμματι τιμῶσι τὸν ἀγνοούμενον· ὅτι γὰρ πρὸς τὸν ὄντως ὄντα Θεὸν ἔβλεπεν αὐτῶν ἡ διάνοια, μαρτυρεῖ αὐτὸς ὁ Ἀπόστολος, ἐκεῖνον καταγγέλλων αὐτοῖς τὸν Θεὸν, εἰς ὃν εὐσεβεῖν ἐκεῖνοι διὰ τῆς τοῦ βωμοῦ τιμῆς ᾤοντο. Πῶς οὖν οὐ χαλεπώτεροι τῶν μνημονευθέντων οἱ νῦν ματαιάζοντες; οἱ μὴ συγχωροῦντες ὑπὲρ τὴν κατάληψιν αὐτῶν εἶναι τὸ Θεῖον, ἀλλ’ οὕτω τὸν Θεὸν γιγνώσκειν μεγαλαυχοῦντες ὡς αὐτὸς ἑαυτόν; Πῶς ἄν τις κατ’ ἀξίαν τὴν πήρωσιν τῶν δειλαίων καταθρηνήσειεν, οἳ τοσούτου φωτὸς τῆς ἀληθείας τὴν οἰκουμένην πᾶσαν ἐν τῇ καθ’ ἡμᾶς ζωῇ διὰ τῆς εὐσεβοῦς πίστεως περιλάμποντος, μόνοι πρὸς τὴν αὐγὴν ἀμβλυωποῦσιν; ἢ ἀγνοεῖτε ποῖον λέγω πλεονάζειν φῶς ἐν τῇ ἡμετέρᾳ ζωῇ; Ἀριθμήσατέ μοι τοὺς βασιλικοὺς φωστῆρας, οἳ τοῖς Εὐαγγελικοῖς ἰσάριθμοι πάντα μικροῦ δεῖν τὸν κόσμον διαλαβόντες, δι’ εἰρήνης καὶ εὐσεβείας καταφωτίζουσιν·
PG 46:557ὅτε μιμεῖται ὁ Θεὸς, ὁ τοῦ παντὸς ποιητὴς, τὴν πρώτην τῆς κοσμογενείας θαυματουργίαν, οὐ μόνον τὸν μέγαν φωστῆρα εἰς τὴν τῶν ὁρωμένων τάξας ἀρχὴν, ἀλλὰ καὶ συμπαραζεύξας αὐτῷ καὶ τὸν ἐλάσσω φωστῆρα, τὸν ταῖς πατρικαῖς ἀκτῖσι συμπαραλάμποντα. Εἶτα τοιούτων ἡμῖν ἐν τῷ κοινῷ τῶν ἀγαθῶν προκειμένων, ὥσπερ ὑπὸ δαιμόνων πληγῆς ἐνθουσιῶντες, ἀναιδῶς πρὸς τὴν ἀλήθειαν τῶν δογμάτων ἀντικαθίστανται, κατὰ τοὺς Στωϊκούς τε καὶ Ἐπικουρείους ἐκείνους, πρὸς οὓς ὁ Παῦλος παρ’ Ἀθηναίοις συμπλέκεται; Καὶ ἵνα μὴ νομίσητε κατατρέχειν ἐν συκοφαντίᾳ τὸν λόγον, αὐτὰ τὰ δόγματα τῶν μνημονευθέντων ἐπισκοπήσωμεν· Ὑλικὸν τοῖς Στωϊκοῖς τὸ Θεῖον εἶναι ὑπονοεῖται, κτιστὸν καὶ οὗτοι τὸν μονογενῆ Υἱὸν εἶναι κατασκευάζουσιν. Ἴστε δὲ πάντως, ὅση ἐστὶ τοῦ κτιστοῦ πρὸς τὸ ὑλικὸν ἡ συγγένεια. Πάλιν τοῖς Ἐπικουρείοις οὐδὲν ὑπερκεῖσθαι δοκεῖ τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως, ἀλλ’ αὐτομάτως τὰ πάντα φέρεσθαι, μηδεμιᾶς προνοίας διὰ τῶν πραγμάτων ἡκούσης· καὶ ὡς ἂν συντομώτερον εἴποιμεν τὴν πλάνην αὐτῶν, πρὸς ἀθεί̈αν αὐτοῖς βλέπει τὰ δόγματα.
Σκοπήσωμεν τοίνυν εἰ μὴ μιμηταὶ τῶν Ἐπικουρείων οἱ τὸν Υἱὸν ἀθετοῦντες εἰσί. Καὶ μηδεὶς ἀνθυπενέγκῃ τῷ λόγῳ, ὅτι Ἐπίκουρος οὐδὲ τὸν Πατέρα οἶδεν, οὐδὲ ὁμολογεῖ αὐτοῦ τὴν θεότητα, καὶ πῶς κατὰ τὸ ἴσον ἀσεβοῦσιν οὗτοι, οἱ μὴ ἀθετοῦντες τοῦ Πατρὸς τὴν θεότητα; Μικρὸν γὰρ ἐπισχὼν, εὑρήσεις καὶ τὸν Ἀνόμοιον ἄλλον Ἐπίκουρον. Οὑτωσὶ δὲ σκοπήσωμεν· Ἀπαύγασμα τῆς δόξης εἶπε τὸν Υἱὸν ὁ Ἀπόστολος, καὶ χαρακτῆρα τῆς ὑποστάσεως, καὶ δύναμιν Θεοῦ καὶ σοφίαν, καὶ ὅσα τοιαῦτα· ὧν ἕκαστον καθάπερ ἐν συζυγίαις τισὶν ἀναγκαίαις, οὐδὲν ἀφ’ ἑαυτοῦ καταμόνας νοεῖται, ἀλλὰ συνημμένως ἀμφότερα, καὶ μετ’ ἀλλήλων καταλαμβάνεται. Τὸ γὰρ ἀπαύγασμα πάντως τινός ἐστιν ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ, τινὸς χαρακτὴρ πάντως ἐστίν. Ὥσπερ τοίνυν οὐκ ἂν ἀπαύγασμα εἴη τὸ φῶς, μὴ οὔσης τῆς καταυγαζούσης αἰτίας, οὕτως ἡ ἀπαυγάζουσα φύσις οὐκ ἂν καθ’ ἑαυτὴν νοηθείη, μὴ συνεπινοουμένου τοῦ ἀπαυγάσματος. Ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τὴν ὑπόστασιν δείκνυσι, καὶ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται· οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ εἶναι οὐ δύναται, καὶ ὁ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι φύσιν οὐκ ἔχει.
PG 46:559Ὁ τοίνυν ἕν τι τῶν κατὰ τὴν συζυγίαν ταύτην σημαινομένων μὴ εἶναι λέγων, συνανεῖλε πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον. Ἀλλὰ μὴν λέγουσιν οἱ τῆς ἀσεβείας προστάται, ὅτι ὁ Υἱός ποτε οὐκ ἦν. Εἰ οὖν οὐκ ἦν ὁ Υἱὸς, πάντως οὐδὲ ὁ Πατὴρ ἦν εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν· εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασις ἦν· εἰ οὐκ ἦν ἡ δύναμις, οὐκ ἦν ἡ σοφία· εἰ δὲ ταῦτα οὐκ ἦν, ὧν ἄνευ Θεὸς οὐκ ἔστιν, ὁ ἐπὶ πάντων Θεὸς πῶς ἦν; κατασκευάζεται γὰρ διὰ τούτων τὸ εἶναι Θεόν. Οὐ γὰρ ἔστιν ἐννοῆσαι δόξαν ἀλαμπῆ, οὐχ ὑπόστασιν ἀχαρακτήριστον, οὐκ ἄνευ σοφίας σοφὸν, οὐκ ἄνευ δυνάμεως δυνατὸν, οὐκ ἄπαιδα Πατέρα. Οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν Υἱὸν ἀθετῶν, συναθετεῖ καὶ τὸν Πατέρα· ὅπου δὲ οὔτε ὁ Υἱὸς δοξάζεται, οὔτε ὁ Πατὴρ εἶναι πιστεύεται, καθόλου ἡ θεότης ἠθέτηται· τὸ δὲ ἀθετεῖν τὴν θεότητα, οὐδενὸς ἄλλου ἢ Ἐπικούρου ἐστίν. Οὐκοῦν Ἐπικούρειοι οἱ νῦν δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν, οἱ διὰ τῆς εἰς τὸν μονογενῆ Υἱὸν ὕβρεως, τὰς ὑπεροχὰς τῷ Πατρὶ χαριζόμενοι, καὶ λέγοντες ὅτι ὁ μὲν μείζων, ὁ δὲ ἐλάττων·
ὁ μὲν πέμπει, ὁ δὲ ἀποστέλλεται, εἰ καί τινας ῥήσεις ἐκ τῆς Γραφῆς περὶ τούτου παράγοντες οἱ ἀνόητοι προτείνονται, καί φασιν αὐτὸν ὁμολογεῖν τὸν Κύριον, ὅτι ἐπέμφθη παρὰ τοῦ Πατρός. Εἶτα ὅτι μὲν ἐπέμφθη γινώσκεις, ὅτι δὲ ὁ πέμψας μετ’ αὐτοῦ ἐστιν οὐκ ἀκήκοας; Ὁ πέμψας με, φησὶ, μετ’ ἐμοῦ ἐστιν καὶ οὐκ ἐδιδάχθης διὰ τῶν εἰρημένων, ὅτι καὶ ἀποστέλλεται καὶ οὐ χωρίζεται; ἀποστέλλεται μὲν γὰρ διὰ φιλανθρωπίαν, οὐ χωρίζεται δὲ διὰ τὸ τῆς φύσεως ἄτμητον. Φασὶ δὲ πάλιν παρὰ τοῦ Μονογενοῦς ὡμολογῆσθαι, τὸ μείζονα εἶναι αὐτοῦ τὸν Πατέρα, ἐν τῷ λέγειν, ὅτι Ὁ Πατήρ μου μείζων μου ἐστίν. Οὐκοῦν ἐξετάσωμεν, ἀδελφοὶ, ἆρα μὴ ψεύδεται ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, πῶς χωρεῖται τὸ μεῖζον ἐν τῷ ἐλάττονι; Εἰ ἐλάττων ὁ Υἱὸς τοῦ Πατρὸς, πῶς πληροῦται τὸ μεῖζον ὑπὸ τοῦ λείποντος; Ὅ τε γὰρ μείζων στενοχωρεῖται πάντως ἐν τῷ ἐλάττονι, καὶ ὁ ἐλάττων ἐπεκταθῆναι πρὸς τὸ ὑπερβάλλον οὐ δύναται· ὥστε ἀνάγκην εἶναι λείπειν μὲν ἐν τῷ Πατρὶ τὸν Υἱὸν, περισσεύειν δὲ ἐν τῷ Υἱῷ τὸν Πατέρα.
PG 46:561Καὶ, ψεύδεται ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ (δέον εἰπεῖν, εἴπερ ἐλάττων ἐστὶν, ὅτι Ἐγὼ ἐν τῷ μέρει τοῦ Πατρὸς), καὶ Ὁ Πατὴρ ἐν ἐμοί. Ἀληθέστερον γὰρ ἦν εἰπεῖν, εἴπερ μείζων ὁ Πατὴρ, ὅτι Μέρος τι τοῦ Πατρὸς ἐν ἐμοί· εἰ δὲ ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ, καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ, ποῦ τὸ πλέον καὶ ποῦ τὸ λεῖπον; καὶ τί χρὴ πολλὰ λέγειν, δέον μιᾷ φωνῇ πᾶσαν αὐτῶν περιγράψαι τὴν φλυαρίαν; «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ.» Εἰπέ μοι, τὸ ἶσον ἀκούσας τὸ μὴ ἶσον ἐνόησας; Ὢ καινῆς διδασκαλίας διὰ τοῦ ἴσου τὸ ἄνισον ἑρμηνευούσης Ἀλλ’ ἴσως εἰκός ἐστι καὶ τῶν πολυμαθεστέρων τινὰ τὸν περὶ τούτων λόγον ἐπιζητεῖν, Πῶς καὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἶσος ὁ Υἱὸς τοῦ Πατρός; Δοκεῖ γάρ πως μὴ συμβαίνειν ἀλλήλοις ταῦτα. Οὐκοῦν ἀφεὶς τὸ πρὸς τοὺς πολλοὺς ἀντιπάλους διαπληκτίζεσθαι, πατρικῶς ὑμῖν περὶ τῶν προκειμένων διαλεχθήσομαι. Οὐ πάσας ὁμοτίμους οἶδα τὰς τοῦ Εὐαγγελίου φωνὰς, ὅσαι τὰ περὶ τοῦ Κυρίου διδάσκουσιν, οὐδὲ ἀπὸ τῆς αὐτῆς δηλουμένας ἀξίας· αἱ μὲν γὰρ τὸ ὕψος τῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ μεγαλοφώνως κηρύσσουσιν·
αἱ δὲ πρὸς τὸ ταπεινὸν τῆς ἀνθρωπίνης συγκαταβαίνουσι φύσεως. Ὅταν μὲν γὰρ λέγῃ ὁ Κύριος· Ἐγὼ ἐπιτάσσω σοι· καὶ, Θέλω, καθαρίσθητι· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ, Δεδόξασμαι ἐν αὐτοῖς· καὶ ὅσα τοιαῦτα τὴν ἐπέκεινα πάσης φύσεώς τε καὶ ἐξουσίας ἐνδείκνυται δύναμιν. Ἐπειδὰν δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπικλίνῃ τὸν λόγον, ἐκεῖνα φθέγγεται· Περίλυπός ἐστιν ἡ ψυχή μου· Εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον· Οὐ δύναται ὁ Υἱὸς ἀφ’ ἑαυτοῦ τι ποιεῖν· Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἐν τούτοις τίθει καὶ τὸ ἐπὶ Λαζάρου δάκρυον, καὶ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, καὶ τὴν τῆς τροφῆς ἔφεσιν, καὶ τὴν τοῦ ὕδατος αἴτησιν, καὶ τὸν ἐπὶ τῆς συκῆς δρόμον, καὶ τῆς τοῦ φυτοῦ ἀκαρπίας τὴν ἄγνοιαν, καὶ τὸν ἐπὶ τοῦ πλοίου ὕπνον.
PG 46:562Ταῦτα γὰρ πάντα, καὶ ὅσα τοιαῦτα, οὐχὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου Θεοῦ τὴν ἀξίαν, ἀλλὰ τοῦ ταπεινώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ τὴν πρὸς τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν παραδηλοῖ συγκατάβασιν. Εἴρηται τοίνυν, ὅτι Ὁ πέμψας με, μείζων μου ἐστίν. Οὐκοῦν σκοπήσωμεν παρὰ τίνος ὁ λόγος. Πῶς ἐπέμφθη; Ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἢ μορφὴν δούλου λαβών; Ἐν τῷ πληρώματι ὢν τῆς θεότητος, ἢ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ; Πάντη γὰρ οἶμαι πρόδηλον εἶναι, ὅτι ἡ θεία δύναμίς τε καὶ φύσις πανταχοῦ οὖσα, καὶ διὰ πάντων διήκουσα, καὶ τοῦ παντὸς περιδεδραγμένη, οὐκ ἂν εἰκότως πέμπεσθαι λέγοιτο. Οὐ γάρ ἐστί τι κενὸν ἔξω ταύτης, ἐν ᾧ πρότερον μὴ οὖσα, ὅταν πεμφθῇ, παραγένηται· ἀλλὰ τῇ συντηρητικῇ δυνάμει διακρατοῦσα τὸ πᾶν, οὐκ ἔχει εἰς ὃ μεταχωρήσει, αὐτὴ τοῦ παντὸς οὖσα πλήρωμα. Ἡ τοίνυν πρὸς τὸ ἡμέτερον ταπεινόν τε καὶ ἀσθενὲς τοῦ Υἱοῦ τοῦ Θεοῦ κάθοδος, κατὰ γνώμην τοῦ Πατρὸς γεγενημένη, ἀποστολὴ λέγεται. Ἡ γὰρ ἐκ τῆς ἀκηράτου φύσεως πρὸς τὴν ἡμετέραν ζωὴν μετάστασις οὐ τοπικὴν ποιεῖται τοῦ Κυρίου τὴν κίνησιν, ἀλλὰ τὴν ἀπὸ τοῦ ὕψους τῆς δόξης πρὸς τὸ ταπεινὸν τῆς σαρκὸς ἐνδείκνυται κάθοδον.
Κατέβη τοίνυν καὶ ἐφάνη οὐ γυμνὸς ὁ Λόγος, ἀλλὰ σὰρξ γενόμενος· οὐχ ἡ τοῦ Θεοῦ μορφὴ καθ’ ἑαυτὴν, ἀλλ’ ἐν τῇ τοῦ δούλου μορφῇ θεωρούμενος. Οὗτος οὖν ἐστιν, ὁ εἰπὼν μὴ δύνασθαί τι ἀφ’ ἑαυτοῦ ποιεῖν, δῆλον ὅτι καθὸ γέγονε σάρξ· τὸ γὰρ μὴ δύνασθαι, ἀσθενείας ἐστίν. Ὡς γὰρ τῷ φωτὶ τὸ σκότος, καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτω τῇ δυνάμει ἀντιδιαστέλλεται ἡ ἀσθένεια· ἀλλὰ μὴν Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· οὐκ ἀδυνατεῖ οὖν πάντως ἡ δύναμις. Εἰ γὰρ ἡ δύναμις ἀσθενοίη, τί τὸ δυνάμενον; Ὅταν οὖν ἀποφήνηται ὁ Λόγος, ὅτι οὐ δύναται ποιεῖν, δῆλον ὅτι οὐχὶ τῇ θεότητι τοῦ Μονογενοῦς τὴν ἀδυναμίαν προστίθησιν, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως προσμαρτυρεῖ τὸ ἀδύνατον. Ἀσθενὴς δὲ ἡ σὰρξ, καθὼς γέγραπται, ὅτι Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐκοῦν δι’ ἀμφοτέρων ἀληθεύει ἡ θεία Γραφὴ, καὶ τὸ μεῖζον ὁμολογοῦσα, καὶ τὸ ἶσον μὴ ἀρνουμένη. Ὅταν γὰρ πρὸς τὸ ἀνθρώπινον ὁ Λόγος βλέπῃ, μείζονα ὁμολογεῖ τοῦ διὰ σαρκὸς ὁρωμένου τὸν μὴ ὁρώμενον·
PG 46:564ὅταν δὲ πρὸς τὸ Θεῖον χειραγωγῇ τὴν διάνοιαν, ἀργεῖ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἡ συγκριτικὴ αὕτη ἀντιπαράθεσις, καὶ ἀντὶ τούτων ἑνότης κηρύττεται, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Τὰ δὲ παρηλλαγμένα κατὰ τὸ ἄνισον, ἓν εἶναι οὐ δύναται. Ἆρα ὑμῖν ὁ λόγος ἡμῶν ἱκανῶς ἀπολελόγηται, τὴν αἱρετικὴν ἀνισότητα τῶν τῆς εὐσεβείας ἀφορίζων δογμάτων; Ἢ ζητεῖτε, καθάπερ ἐν δικαστηρίῳ, διὰ πλειόνων μαρτύρων βεβαιωθῆναι τὸν λόγον; Οὐκοῦν δότε μοι κατ’ ἐξουσίαν ὑπανιέναι τοῦ λόγου τὸ σύντομον, μνήμῃ τινὸς τῶν κατὰ τὴν παλαιὰν ἱστορίαν. Ἔσται δὲ ἡμῖν ἴσως οὐκ ἀπὸ σκοποῦ τὸ διήγημα. Ἀκούσατε τῆς ἀποστολικῆς ἀναγνώσεως τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ἐν ὀλίγῳ διηγουμένης, ἐν οἷς φησι· Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ’ ἑαυτοῦ ὤμοσε λέγων ἃ εἴρηκεν.
Ἐπειδὴ τοίνυν εἰκὸς ἄγνωστα εἶναι τοῖς πολλοῖς τὰ τῆς ἱστορίας, δι’ ὀλίγων ὑμῖν, ὡς ἂν οἷός τε ὦ, διηγήσομαι. Ἀποικίζει τὸν Ἀβραὰμ τῶν οἰκείων συγγενῶν τε καὶ τόπων διὰ προστάγματος ὁ Θεός· καὶ ἦν ἐπὶ τῆς ἀλλοδαπῆς ὁ πατριάρχης, ἐγκαρτερῶν τῇ ἐλπίδι τῆς ὑποσχέσεως.
Βάσανος προσάγεται τῷ ἀνδρὶ τῆς πρὸς τὸν Θεὸν βεβαιότητος, ἡ χρονία τῶν ἐλπιζομένων παράτασις· ἡ δὲ ὑπόσχεσις ἦν, πατέρα ἔθνους γενέσθαι τὸν Ἀβραάμ. Χρόνος διέβη πολὺς, καὶ ἡ φύσις τὸ ἴδιον ἔπασχεν, ἤδη πρὸς τὸ γηραιὸν αὐτῷ τῆς ἡλικίας ἐπικλιθείσης, καὶ ἔτι ἡ ἐλπὶς παρετείνετο· ἀπέσβη κατὰ τὸ εἰκὸς ἐν τῷ γηραιῷ τῆς ἡλικίας αὐτῷ τε καὶ τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιίαν ἰσχύς. Καὶ τοῦτο ἀνεπαισχύντως ἡ ἱστορία παρασημαίνεται, ἐκλελοιπέναι φάσκουσα τῆς Σάῤῥας τὰ γυναικεῖα, δι’ ὧν ἐνεργεῖται ἡ σύλληψις. Καὶ τὸ μὲν σῶμα τῇ φύσει ὑπήκουε τῆς νεότητος ὑπαναλωθείσης καὶ τῷ γήρᾳ ἐκάμπτετο, ἡ δὲ πρὸς τὸν Θεὸν ἐλπὶς ἀγήρως τις ἦν ἐν αὐτοῖς καὶ ἀκμάζουσα. Ἐν τούτῳ τίκτεται αὐτοῖς ὁ Ἰσαὰκ ἵνα φανῇ οὐχὶ φύσεως ἔργον ὁ τόκος, ἀλλὰ θείας δυνάμεως ἀποτέλεσμα. Ἐμπεριχαρεῖς ἦσαν, ὡς εἰκὸς, τῇ τοῦ Θεοῦ δωρεᾷ ἀνήβησεν αὐτοῖς διὰ τοῦ παιδὸς πάλιν ἡ πολιὰ, δαψιλεῖς αἱ τοῦ γάλακτος πηγαὶ τῇ παρήλικι πρὸς τὴν χρείαν ἐπιῤῥέουσαι· ἐπεῖχεν ἡ γεγηρακυῖα τῷ παιδὶ τὴν θηλὴν πλημμυροῦσαν. Ἐπηγάλλετο τῷ παρὰ φύσιν θαύματι λέγουσα· Τίς εἴπῃ τῷ Ἀβραὰμ ὅτι θηλάζει τέκνον ἡ Σάῤῥα;
PG 46:566Εἶτα ἡδρύνετο τὸ νήπιον κατ’ ὀλίγον, καὶ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἔτρεχεν, καὶ ἤδη παῖς ἦν ἐν ἄνθει τῆς ἡλικίας, ἐν ἀκμῇ τῆς ὥρας, γλυκὺ θέαμα τοῖς γεννησαμένοις, εἰς ὥραν ἐπιδιδοὺς, εἰς ἀκμὴν προϊὼν, τὰς τῆς ψυχῆς ἀρετὰς συναύξων τῷ κάλλει τοῦ σώματος. Ὅπως ἔχειν εἰκὸς ἐπ’ αὐτῷ τοὺς γεννήσαντας, ὑμεῖς τὸ πρᾶγμα τοῖς λογισμοῖς ὑποθέντες, ἐν ἑαυτοῖς ἐξετάσατε· ὅπως διατίθεται πατὴρ παίζοντα βλέπων υἱὸν, καὶ σπουδάζοντα ἐν παλαίστραις, ἐν παιδιαῖς, ἐν μαθήμασιν ἢ ἐν ταῖς ἡδίσταις τῶν ἡλικιωτῶν συνουσίαις. Ἐν τούτοις πεῖρα προσάγεται τῷ πατριάρχῃ καὶ βάσανος, τίνι τὸ πλέον νέμει, τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ἢ τῇ περὶ τὴν φύσιν ῥοπῇ. Φρίττω μεταξὺ διηγούμενος τὸ τῆς πείρας ἀπότομον. Χρηματίζει πάλιν ὁ Θεὸς, καὶ προσκαλεῖται τὸν αὐτὸν ἐξ ὀνόματος· ὁ δὲ προθύμως ὑπακούει τῇ κλήσει, ἐξ ὧν ἤδη τετυχήκει πάντως προσθήκην δευτέρας χάριτος ἐκδεχόμενος. Ἀλλὰ τὸ ἐπίταγμα, τί;
Λάβε μοι, φησὶ, τὸν υἱόν σου. Οὔπω πλήσσει τάχα τοῦ πατρὸς τὴν καρδίαν ὁ λόγος·
πάντως γὰρ τοιοῦτον ὑπολογίζεται, ὅτι γάμῳ συναρμόσαι διακελεύεται καὶ ἐπισπεῦσαι τὸν θάλαμον, ὡς ἂν εἰς πέρας ἔλθοι ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία. Ἀλλ’ ἴδωμεν τὴν προσθήκην τοῦ λόγου· Λάβε μοι, φησὶ, τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ. Ὅρα τὰ κέντρα τοῦ λόγου, πῶς κεντεῖ τοῦ πατρὸς τὰ σπλάγχνα· πῶς ἀναῤῥιπίζει τὴν τῆς φύσεως φλόγα· πῶς ἀνεγείρει τὸ φίλτρον, καὶ υἱὸν ἀγαπητὸν καὶ μονογενῆ καλῶν· ὡς ἂν διὰ τῶν τοιούτων ὀνομάτων τὸ φίλτρον τὸ πρὸς αὐτὸν ἀναζέσειεν. Εἶτα λαβὼν τί ποιήσω; Ἀνένεγκέ μοι, φησί. Μὴ ἱερέα καταστῆσαι κελεύεις, ὃν ἀνενεγκεῖν προσέταξας; Οὐχ ἱερέα, ἀλλὰ θῦμα καὶ ἱερεῖον διὰ θυσίας ὁλοκαυτούμενον. Ἀνένεγκέ μοι, φησὶν, εἰς ὁλοκάρπωσιν ἐπὶ τοῦ ὄρους, οὗ ἐάν σοι δείξω. Τί πεπόνθατε ἀκούοντες τοῦ διηγήματος, ὅσοι πατέρες ἐστὲ, καὶ τὴν πρὸς τοὺς παῖδας στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε; Οἴδατε πάντως ὅπως δέχεται πατρὸς ἀκοὴ μονογενοῦς τέκνου σφαγήν. Τίνος οὐκ ἦν καταπλαγῆναι πρὸς τὴν φωνήν; ἀποστρέψαι τὴν ἀκοήν; ἐναποθανεῖν τῷ προστάγματι μᾶλλον ἢ τῇ καρδίᾳ τὸν λόγον δέξασθαι;
PG 46:567Οὐκ ἂν ἐδικαιολογήθη πρὸς αὐτὸν, αὐτὴν τὴν φύσιν συνήγορον ἑαυτοῦ προστησάμενος, Τί ταῦτα προστάσσεις, λέγων, ὦ Κύριε; Διὰ τοῦτο πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; Διὰ τοῦτό με τῆς γλυκείας ταύτης ἔγευσας δωρεᾶς, ἵνα μῦθόν με ποιήσῃς τῷ βίῳ; Ταῖς ἐμαυτοῦ χερσὶ κατασφάξω τὸν παῖδα, καὶ τοῦ συγγενοῦς αἵματος σπείσω σοι; Καὶ σὺ ταῦτα κελεύεις, καὶ τοιαύταις ἐπιτέρπῃ θυσίαις; Ἀποκτείνω τὸν υἱὸν, ὑφ’ οὗ ταφήσεσθαι προσεδόκησα; Τοιοῦτον αὐτῷ πήξω τὸν θάλαμον; Τοιαύτην αὐτῷ τὴν εὐφροσύνην παρασκευάσω τοῦ γάμου; Καὶ ἅψω ἐπ’ αὐτῷ οὐχὶ λαμπάδα γαμήλιον, ἀλλὰ πῦρ ἐπιτάφιον; Οὐκοῦν ἐπὶ τούτοις καὶ στεφανώσομαι; Οὕτως ἔσομαι πατὴρ ἐθνῶν, ὁ μηδὲ παιδὸς συγχωρούμενος; Ἆρά τι τοιοῦτον εἶπεν ὁ Ἀβραὰμ, ἢ ἐνενόησεν; Οὐμενοῦν. Ἀλλ’ ἐπειδὴ τὸν σκοπὸν εἶδε τοῦ ἐπιτάγματος, πρὸς τὴν θείαν ἀναβλέψας ἀγάπην, εὐθὺς τὴν φύσιν ἠγνόησεν, καὶ οἷόν τι γεῶδες ἄχθος τὰς ἐμπαθεῖς τῆς φύσεως διαθέσεις ἀποδυσάμενος, ὅλον ἔδωκεν ἑαυτὸν τῷ Θεῷ, καὶ τοῦ προστάγματος ἦν· καὶ οὔτε τῇ γαμετῇ περὶ τούτου ἀνεκοινώσατο, καλῶς γε ποιῶν καὶ λυσιτελῶς ἑαυτῷ, ἀναξιόπιστον εἰς συμβουλὴν κρίνας τὸ θῆλυ.
Οὐδὲ γὰρ τῷ Ἀδὰμ συνήνεγκε τὴν συμβουλὴν δεξαμένῳ τῆς Εὔας. Διὰ τοῦτο ὡς ἂν μὴ πάθῃ τι γυναικεῖον καὶ μητρῷον ἡ Σάῤῥα, καὶ τὸ σφοδρόν τε καὶ ἀκραιφνὲς τῆς πρὸς τὸν Θεὸν ἀγάπης τοῦ Ἀβραὰμ ἐπικλάσειεν, λαθεῖν ἐπετήδευσε τὴν ὁμόζυγον. Πόσα γὰρ ἦν εἰκὸς, εἴ τι τοιοῦτον ἔγνω γινόμενον, ἢ δράσαι τὴν Σάῤῥαν, ἢ πρὸς αὐτὸν ἀποδύρασθαι; οἷα δ’ ἂν ἔπαθε περιχυθεῖσα τῷ παιδὶ καὶ ταῖς ἀγκάλαις ἐμπλεξαμένη, εἰ πρὸς τὴν σφαγὴν ἔβλεπεν αὐτὸν βιαίως ἑλκόμενον; οἵοις δ’ ἂν ἐχρήσατο λόγοις; Φεῖσαι τῆς φύσεως, ἄνερ, μὴ γένῃ πονηρὸν τοῦ βίου διήγημα· μονογενής μοι ὁ τόκος οὗτος, μονογενὴς ἐν ὠδῖσιν ὁ Ἰσαὰκ, ἐν ἀγκάλαις μόνος· οὗτός μοι τόκος καὶ πρῶτος καὶ ὕστατος. Τίνα μετὰ τοῦτον ἐπὶ τραπέζης ὀψόμεθα; Τίς προσερεῖ μοι τὴν γλυκεῖαν φωνήν; Τίς ὀνομάσει μητέρα; Τίς θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ μετὰ τὸν θάνατον; Τίς ἐπιχώσει τάφον τῷ σώματι; Ὁρᾷς τὸ ἄνθος τοῦ νέου, ὃ καὶ ἐν ἐχθρῷ τις βλέπων, πάντως ἂν τὴν ὥραν ἠλέησεν. Οὗτος τῆς μακρᾶς εὐχῆς ὁ καρπὸς, οὗτος τῆς διαδοχῆς ὁ κλάδος, οὗτος τοῦ γένους τὸ λείψανον, οὗτος ἡ βακτηρία τοῦ γήρως.
PG 46:569Εἰ κατὰ τούτου φέρεις τὸ ξίφος, ταύτην μοι δὸς τῇ δειλαίᾳ τὴν χάριν· κατ’ ἐμοῦ πρῶτον χρῆσαι τῷ ξίφει, καὶ τότε ποίησον τὸ δοκοῦν ἐπὶ τούτου· κοινὸν ἀμφοτέρων ἔστω τὸ χῶμα, κοινὴ κόνις ἐπικαλυψάτω τὰ σώματα, κοινὴ στήλη διηγείσθω τὰ πάθη· μὴ ἴδῃ Σάῤῥας ὁ ὀφθαλμὸς μήτε Ἀβραὰμ παιδοκτονοῦντα, μήτε Ἰσαὰκ χερσὶ πατρῴαις παιδοκτονούμενον. Ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα παρὰ τῆς Σάῤῥας ἐγένετο τῷ Ἀβραὰμ τὰ ῥήματα, εἴπερ τῶν γινομένων προῄσθετο. Ἀλλ’ ὡς ἂν μηδὲν ἐμπόδιον πρὸς τὴν ἐγχείρησιν γένοιτο, ὄνῳ τὰς σχίδακας ἐπιθεὶς, καί τινας τῶν παίδων ἐπαγόμενος, ὅλος τοῦ θείου θελήματος ἦν· εἶτα καταλιπὼν τοὺς παῖδας, ὡς ἂν μή τι ἀγεννέστερον καὶ ἀνδραποδῶδες ἐκεῖνοι βουλεύσοιντο, κωλύσαντες τοῦ παιδὸς τὴν ἱερουργίαν, μόνον ἐπάγεται τὸν υἱὸν, ἱκανῶς ἤδη πρὸς τὰ βαρύτερα τῶν ἔργων ὑφ’ ἡλικίας ἀνδριζόμενον. Μετατάξας γὰρ ἀπὸ τῆς ὄνου ἐπὶ τὸν παῖδα τὸ ἄχθος, ἐκεῖνον ὑπήγαγε τῷ φόρτῳ τῶν ξύλων. Πάλιν δριμύσσει τὰ τοῦ πατρὸς σπλάγχνα ἡ φωνὴ τοῦ παιδός· ἄλλος οὗτος πειρασμὸς οὐδὲν τοῦ προλαβόντος φιλανθρωπότερος. Προσκαλεῖται τὸν πατέρα ὁ Ἰσαὰκ τῇ γλυκείᾳ ταύτῃ φωνῇ, καί φησι, Πάτερ.
Ὁ δὲ οὐ καταπνίγεται δάκρυσι, τῷ μικρὸν ὕστερον μηκέτι ἀκούσεσθαι τῆς τοιαύτης φωνῆς ἐννοήσας, οὐδ’ ἐποιμώζει τῷ λόγῳ οὐδέ τι θρηνῶδες καὶ γοερὸν ἀποφθέγγεται, ἀλλ’ ἑστώσῃ καὶ ἀκλινεῖ τῇ ψυχῇ, καὶ δέχεται τοῦ παιδὸς τὴν φωνὴν, καὶ τὴν ἰδίαν προί̈εται. Φησὶ γὰρ πρὸς αὐτόν· Τί ἐστι, τέκνον; Ἐνταῦθά μοι κατανόησον τὸ συνετὸν ἅμα καὶ λελογισμένον τοῦ νέου, πῶς τὸ δοκοῦν παρῶφθαι παρὰ τοῦ πατρὸς, ἀπροσκρούστως εἰς ὑπόμνησιν ἄγει, οὔτε παράνοιαν, οὔτε λήθην τῷ πατρὶ ὀνειδίζων· ἀλλ’ ἐν προσποιήσει δῆθεν τοῦ θελῆσαι μαθεῖν, τοῦ παροράματος ὑπομιμνήσκων. Ἰδοὺ γὰρ, φησὶ, τὰ ξύλα, τὸ πῦρ, ἡ μάχαιρα· τὸ ἱερεῖον ποῦ; Ὁ δὲ, εἴτε παραθαῤῥύνων τὸν παῖδα, εἴτε ὡς προφήτης τὸ μέλλον διεγγυώμενος, Ὁ Θεὸς, φησὶν, ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Καὶ ἐπὶ τούτοις ἔτι ἡ πεῖρα τῆς τοῦ πατριάρχου ψυχῆς παρετείνετο. Καταλαμβάνει τὸν προῤῥηθέντα χῶρον αὐτῷ, οἰκοδομεῖ τῷ Θεῷ τὸ θυσιαστήριον, ὁ παῖς παρετίθη τῷ πατρὶ τὰς ὕλας· ἡτοιμάζετο ἡ πυρὰ, καὶ οὔπω τὸ ἔργον κωλύεται·
PG 46:571ὡς ἂν μή τις τῶν μικροψυχοτέρων εἴποι, εἰ μέχρις ἐκείνου συνέβη στῆναι τὴν πεῖραν, οὐκ ἂν αὐτὸς διέμεινεν ὁμοίως, εἰ μᾶλλον τῷ πάθει ἤγγισεν.
Ἅπτεται μετὰ ταῦτα τοῦ παιδὸς ὁ πατὴρ, καὶ οὐκ ἀντιβαίνει τῷ γινομένῳ ἡ φύσις· δίδωσιν ἑαυτὸν τῷ πατρὶ ὁ παῖς, χρήσασθαι ὅ τι βούλεται. Τίνα πλέον ἐξ ἀμφοτέρων θαυμάσω; τὸν ἐπιβαλόντα διὰ τὴν πρὸς Θεὸν ἀγάπην τῷ παιδὶ τὰς χεῖρας, ἢ τὸν μέχρι θανάτου τῷ πατρὶ ὑπακούσαντα; Φιλοτιμοῦνται πρὸς ἀλλήλους, ὁ μὲν τῆς φύσεως ἑαυτὸν ὑπεραίρων, ὁ δὲ χαλεπώτερον τοῦ θανάτου τὸ ἀντιτεῖναι τῷ πατρὶ λογιζόμενος. Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης τὴν ἱστορίαν. Πρόκειται ὁ Ἰσαὰκ τῷ πατρὶ παρ’ αὐτῷ τῷ θυσιαστηρίῳ, ὀκλάσας ἐπὶ γόνυ, καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας·
ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τὼ πόδε τῆς ἀγκύλης, καὶ τῇ λαιᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ, ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένην τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμὴ, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα. Ἡ δὲ φωνὴ τοιαύτη τις ἦν. Μόγις γὰρ καθάπερ πῶλόν τινα δυσπειθῆ καὶ δυσήνιον, τῆς εὐθείας παρατραπέντα, καὶ πολλοῖς κύκλοις ἐκ πλαγίων διασκιρτήσαντα, πάλιν εἰς τὴν εὐθεῖαν τὸν λόγον ἠγάγομεν. Τουτὶ γὰρ ἦν τὸ προκείμενον ἡμῖν, δεῖξαι τὸν Ἀπόστολον μαρτυροῦντα τῷ λόγῳ, ὅτι μείζων τοῦ Υἱοῦ ὁ Πατὴρ οὐκ ἔστιν. Ἐνταῦθα γὰρ ἄγγελον τοῦ λόγου τοῦ Θεοῦ ἡ γραφὴ προτάξασα, ἐπάγει φωνήν· ἐφώνησε γὰρ αὐτὸν ἄγγελος Κυρίου καὶ εἶπεν, ὅτι Ἀνθ’ ὧν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ, κατ’ ἐμαυτοῦ ὤμοσα, ποιῆσαι ἅπερ καὶ ἐν τῇ ἐπαγγελίᾳ τοῦ λόγου ἔστι μαθεῖν. Τίς οὖν ἐστιν ὁ χρηματίσας τῷ Ἀβραάμ; Ἆρα μὴ ὁ Πατήρ; Ἀλλ’ οὐκ ἂν εἴποις ἄγγελόν τινος εἶναι τὸν Πατέρα.
PG 46:572Οὐκοῦν ὁ μονογενὴς Θεὸς, περὶ οὗ ὁ Προφήτης φησὶν, ὅτι Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Τοῦτο δὲ οὐκ ἀγνοεῖ πάντως ὁ Παῦλος ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόῤῥητα, ὅτι παρὰ τοῦ Μονογενοῦς ἡ ἔνορκος αὕτη ὑπόσχεσις. Λέγει δὲ ὁ Παῦλος, ὅτι Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, ὁ Θεὸς Λόγος, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ.
Πῶς οὖν οὗτοι λέγουσι μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τοῦ Παύλου λέγοντος ὅτι οὐκ ἔχει τὸ μεῖζον; Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐπὶ τὸν εὐαγγελικὸν οἶνον τὸν νέον, ὡς ἂν δεξάμενοι διὰ τῆς διδασκαλίας καὶ αὐτοὶ τὴν ζέσιν τοῦ Πνεύματος, ἐπιτήδεια δοχεῖα τοῦ τοιούτου οἴνου γενοίμεθα, μήτε αὐτοὶ διασχιζόμενοι, μήτε τὴν ἐγκεκρυμμένην ἡμῖν χάριν ἐκχέοντες. Ἤκουον τῆς ψαλμῳδίας περὶ τῶν παρόντων, οἶμαι, κακῶν προφητευούσης· λέγει γὰρ περὶ τῶν ἁμαρτωλῶν, ὅτι Ἀπηλλοτριώθησαν ἀπὸ μήτρας, καὶ ἐπλανήθησαν ἀπὸ γαστρός. Μήτραν οἶμαι τῶν κατὰ Θεὸν γεννωμένων, τὴν Ἐκκλησίαν λέγεσθαι· αὕτη γὰρ κυοφοροῦσα τῇ ἰδίᾳ νηδύϊ τοὺς ἐν αὐτῇ τελεσφορουμένους, εἰς φῶς διὰ τῆς πίστεως ἄγει.
Ἀλλ’ οἱ ἁμαρτωλοὶ κατὰ τὰ ἀμβλωθρίδια τῶν γεννημάτων, τῆς μήτρας ἠλλοτριώθησαν, καὶ τῆς γαστρὸς τῆς γνησίας ἀπεπλανήθησαν· οὐχ ὁρῶ γὰρ ἐν τοῖς μητρῴοις κόλποις τοὺς ἀποστάτας τῆς πίστεως, καὶ λέγω τὴν προφητείαν περὶ τούτων λέγειν, τῶν διὰ τῆς ἀπάτης πεπλανημένων, ὅτι ἐπλανήθησαν ἀπὸ γαστρός· ἐπλανήθησαν τῷ λαλῆσαι ψευδῆ. Θυμὸς αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, οὐχ ἁπλῶς ὄφεως, ὡς ἂν μὴ πρὸς τὸ θηρίον τοῦτο τὴν εἰκασίαν σχοῖεν· ἀλλ’ ἡ τοῦ ἄρθρου προσθήκη τὸ ἀρχέτυπον κακὸν δι’ αἰνιγμάτων δείκνυσιν. Ἀλλ’ οὐκ ἄκαιρος ἴσως ἡμῖν ἡ μνήμη τοῦ ὄφεως, εἰς ἔλεγχον τῶν θρασυστομούντων κατὰ τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ οἴονται ταύτην ἰσχυρὰν ἔχειν κατὰ τοῦ Πνεύματος λαβὴν, τὸ μὴ προσειρῆσθαι Θεὸν τὸ Πνεῦμα παρὰ τῆς ἁγίας Γραφῆς (ὡς αὐτοί γε νομίζουσιν· οὐ γὰρ ἡμεῖς συντιθέμεθα)· καί φασι φύσεως μὲν εἶναι σημαντικὴν τὴν θεότητα, τοῦ δὲ ὀνόματος τούτου μὴ ἐπικειμένου τῷ Πνεύματι, τὸ μὴ τῆς αὐτῆς φύσεως εἶναι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα κατασκευάζουσιν· λαβέτωσαν τῆς ἀνοήτου αὐτῶν βλασφημίας τὸν ὄφιν κατήγορον.
PG 46:574Ὡς γὰρ ἡμεῖς φαμεν ὅτι ἡ θεία φύσις ὄνομα σημαντικὸν ἢ οὐκ ἔχει ἑαυτῆς ἢ ἡμῖν οὐκ ἔχει· ἀλλ’ εἴ τι καὶ λέγεται εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας, εἴτε παρὰ τῆς ἁγίας Γραφῆς, τῶν τι περὶ αὐτὴν ἀποσημανθέντων ἐστίν· αὐτὴ δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν· εὔκαιρον οἶμαι τοῦτο τῆς Γραφῆς ὑμῖν παραθέσθαι τὸ μέρος, ὃ πρὸς τὴν Εὔαν διεξῆλθεν ὁ ὄφις, δεικνὺς ὅτι τὸ τῆς θεότητος ὄνομα τῆς ὁρατικῆς ἐνεργείας τὴν σημασίαν ἔχει. Συμβουλεύων γὰρ ἅψασθαι τῶν ἀπηγορευμένων, τοῦτο τῆς παρακοῆς αὐτοῖς τὸ κέρδος κατεπαγγέλλεται, ὅτι Ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ὁρᾷς ὅτι θεατικὴν ἐνέργειαν προσμαρτυρεῖ τῇ φωνῇ τῆς θεότητος. Οὐ γὰρ ἔστι θεάσασθαί τι μὴ τῶν ὀφθαλμῶν ἀνοιγέντων. Οὐκοῦν οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Ἆρ’ οὖν οὐχ ὁμολογοῦσι θεάσασθαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ καὶ περὶ τούτου ζυγομαχήσουσιν; Εἰ μὲν γὰρ τεθέαται, τῇ ἐνεργείᾳ πάντως ἐπονομάζεται· εἰ δὲ καὶ τοῦτο ζητοῦσι λόγῳ μαθεῖν, περιττὸν μὲν τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν·
πλὴν ἀλλὰ προσθῶμεν τοῖς ἀγνοοῦσι καὶ τοῦτον ἐν μακροθυμίᾳ τὸν λόγον· Τίς τοῦ Ἀνανίου τὴν ἱεροσυλίαν ἐφώρασεν; Πῶς ἔγνω Πέτρος αὐτὸν ἑαυτοῦ τὸν Ἀνανίαν κλέπτην γενόμενον, ἣν ἐν παραβύστῳ μετὰ τῆς ὁμοζύγου μόνος εἰργάσατο; Οὐ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν Πέτρῳ ἦν, καὶ τῷ Ἀνανίᾳ ὁ Σατανᾶς παρῆν; Διὰ τοῦτό φησιν ὁ Πέτρος· Εἰς τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥσπερ τοίνυν ὁ λέγων ὅτι τὸ λογικὸν ὑβρίσας, τὸν ἄνθρωπον ὕβρισεν, οὐκ εἰς δύο τινὰς φέρει τὴν ὕβριν, ἀλλὰ πρὸς ἕν ἐστι πρόσωπον ἡ ἀναφορὰ διαφόροις ἰδιώμασι γνωριζόμενον· οὕτω καὶ ὁ Πέτρος, καὶ Πνεῦμα καὶ Θεὸν εἰπὼν παρὰ τοῦ Ἀνανίου διεψευσμένον, ταὐτὸν τὰ δύο τοῖς νοοῦσιν εὐσεβῶς ἀποδείκνυσιν. Ἀλλὰ γενοίμεθα καὶ ἡμεῖς διορατικοὶ τῆς ἀληθείας, καὶ μέτοχοι τῆς θεότητος, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View