PG 53John Chrysostom
Homilies on Genesis
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 53:310εἶπε πρὸς αὐτόν· Τίς ἡ τοσαύτη παροινία; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντές σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἡμῶν; Πόθεν γάρ σοι τὰ τῆς εὐπορίας ταύτης γε-γένηται; Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τίς δέ σε εἰς ἀν-θρώπους ὀφθῆναι πεποίηκεν; οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονὼς, καὶ τὴν πατρός σοι χρείαν διὰ πάντων ἐπιδειξά-μενος; Ταύτας μοι τὰς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σὲ θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ’ ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ’ ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἄν μου γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τὰς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περι-εῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἰς ἐκείνους ὕβρις εἰς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἰς σὲ τὴν ἀναφο-ρὰν ἔχει. δ. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἰς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι φιλονεικίαν κατασβέσῃ, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοή-σας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδοὺ, φησὶ, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων κα-
ταπραύ̈νει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καί φησιν· Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἑλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γὰρ, φησὶν, ὅπερ οὐκ ἐβου-λόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ, τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθ-ίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἣν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, τὴν λοιπὴν ἐμοὶ καταλίπῃς. Ἆρα ἂν τοῦτο ποιῆσαί ποτέ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφὸν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἰ γὰρ καὶ αὐτὸς προλα-βὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα λα-βὼν παρεχώρησεν ἐκείνῳ τὰ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω μέγα ἦν τὸ παρ’ αὐτοῦ γινόμενον; Ἀλλ’ ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν ὑπερβολὴν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμὴν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξ-ουσίαν, φησίν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· διαχω-ρίσθητι ἀπ’ ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἑλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆ-σαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γάρ πως ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλον-τας πρὸς ἡμᾶς τι διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν, μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέ-ποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ πρὸς ἡμᾶς διερευνώμενος. Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ
PG 53:311τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοττὸς, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται. Καὶ ἐπάρας, φησὶ, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῆρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκα-στος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. Εἶδες τῆς ἀρετῆς τοῦ δι-καίου τὴν ὑπερβολὴν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆ-σαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ’ εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, καὶ δι’ ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ πε-ριουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονει-κίας ἀπηλλάχθαι; Ἵνα γὰρ μή τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λὼτ, καὶ ὅτι οἴκοθεν αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλ-λει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀντεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυς-χέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώ-μης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν σκοπόν. Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονο-μούμενον ὥστε πολλὰ κατ’ αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλο-γὴν ἐποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετὴν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ταῦτα κατὰ μικρὸν προϊόντες ὀψόμεθα, τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. Καὶ Ἄβραμ, φησὶ, παρῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁρᾷς τὸν Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκο-πούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τί γὰρ ὄφελος, εἰπέ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσι μοχθηροὶ τὸν τρόπον; Τί δὲ βλάβος ἀπ’ ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦν-τες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ’ ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονη-ρίαν, φησίν· Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Οὐ μόνον, φησὶ, Πονηροὶ, ἀλλὰ Καὶ ἁμαρτωλοὶ, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοὶ, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ’ ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλ-λουσα αὐτῶν ἡ πονηρία· δι’ ὃ καὶ ἐπήγαγεν· Ἐναντίον τοῦ Θεοῦ σφόδρα. Εἶδες κακίας μέγεθος; εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ μὴ τὸ συμφέρον σκοπεῖν; εἶδες ὅσον ἐστὶν ἐπιείκεια, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐ-δεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα ἑλόμενον, περιφανέστερον καθ’ ἑκάστην γινόμενον, καὶ
PG 53:312διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον. ε. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν. τὴν διδασκα-λίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς τα-μιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρω-τείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέ-γοντι· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι. Τοῦτο γάρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστός φη-σιν· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Τί οὖν ἂν εἴη τούτου ἴσον, ὅταν δι’ ὧν ἑτέροις τῶν πρωτείων παραχω-ροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι’ ὧν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ’ ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπι-δειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστὶν, ἥνπερ ὁ θαυμά-σιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμε-νον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἄλλα πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρε-σβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ· καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέον ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἢ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα.

Homily XXXIVΟΜΙΛΙΑ ΛΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γάρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτό ἐστιν, ἀλλ’ ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομέ-νους. Ἂν δὲ νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾖ κατορθώματα ἑαυ-τῷ συνειδὼς, μὴ τοῦτο δὲ λογίζοιτο καθ’ ἑαυτὸν, ὅτι πάν-των ἐστὶν ἔσχατος, οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τος-ούτων κατορθωμάτων. Τοῦτο γάρ ἐστι ταπεινοφροσύνη, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυ-τὸν καὶ ταπεινοῖ, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀλη-θὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τὴν λέγουσαν, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Σπου-δάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀποῤ-ῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΔ. Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. α. Κατεμάθετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερ-
PG 53:313βολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρω-τείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστεῖλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἐκποδὼν ποιῆσαι. Τοῦ-τον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶ-μεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κἂν εὐηργετημένοι τύχωσι παρ’ ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνω-μεν, κἂν ὑποδεέστεροι εἶεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμε-νοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραύ̈τητι τὸν θυμὸν κατα-στέλλωμεν. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθ-ίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην δι-δασκαλίαν ποιούμενος ἔλεγε· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τί γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν δὲ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λο-γισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὐδὲν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότε-ρον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν πε-ριβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπου-δάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχὴν, ἐν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινο-μένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πρᾶον, τὸ ταπεινὸν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἢ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ πε-ριγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασώζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραύ̈τητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθω-κότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομέ-νην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. Καὶ Μωϋσῆς ἦν, φησὶ, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς. Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυί̈δ φησιν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ παρ’ ἑαυτοῦ εἰσενεγκὼν, τῶν μει-ζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα
PG 53:314τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἐκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ἀμοι-βῆς, καὶ ὅπως ἐκ πολλῆς τῆς περιουσίας μείζονος ἀξιοῖ τῆς ἀντιδόσεως τὸν πατριάρχην. Τοιοῦτος γὰρ ὁ Δεσπό-της ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ μικρόν τι εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ’ ἑαυτοῦ ἀμοιβὰς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ’ ἡμῶν γεγονότα. β. Καὶ τοῦτο ἐφ’ ἑκάστῳ τῶν παρ’ ἡμῶν ἐπιτελουμέ-νων εὑρήσει τις παρ’ αὐτοῦ γινόμενον. Τί γὰρ, εἰπέ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ’ ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τί λέγω δύο ὀβολούς; Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτου μεγάλας ὁρίζει τὰς ἀμοιβὰς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφανῶν τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ’ αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι. Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφανοῖ· ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔν-στασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰ-πεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένῃ κατά-δηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτι-μήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γὰρ, Ὦ γύ-ναι, μεγάλη σου ἡ πίστις, τότε ἐπήγαγε, Γενηθήτω
σοι ὡς θέλεις. Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρή-σας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λὼτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώ-ραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστή-σῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ’ ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τίνας λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. Καὶ εἶπε, φη-σὶν, ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βου-λομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεία Γραφὴ, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λὼτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλι-στεύουσαν, εὐθέως ἐπήγαγε· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· μονονουχὶ
PG 53:315ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώ-ρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώ-ρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφρο-σύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ’ ἐμοῦ δαψι-λεῖς τὰς ἀμοιβάς. Ἀναβλέψας, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρ-ματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γινόμενα; Δι’ αὐ-τῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι’ ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθά-περ γὰρ ἐκεῖνος ἔλεγεν, Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· ὅτι πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γὰρ, φησὶν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβου-λήθη, τὴν δὲ ὑπολειφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέᾳ ἐξ ἑκατέ-ρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρ-ματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυ-σθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσα-σθαι; θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασι-λείας ἀντάξια ῥήματα, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψί-λειαν οὐκ ἠδύνατο κἀκείνου τὴν ἔνδειαν παραμυθήσα-σθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθὸν, καὶ σὺ τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν. γ. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σὲ καὶ τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπα-λαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι πα-ρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώ-ρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδὸν εὑρεῖν, δι’ ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψα-σθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γὰρ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπ’ ὀλίγων ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύον-τες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι. Κλῖνον
PG 53:316γὰρ πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύ̈τητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς. Κρεῖσσον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχὴν, καὶ πολ-λὴν εἰσαγαγεῖν τὴν παραμυθίαν. Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμε-νοι τίς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προ-θυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρὸς, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσω-μεν. Ὁ σπείρων γὰρ, φησὶ, φειδομένως, φειδομένως καὶ θερίσει. Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλω-μεν τὰ καλὰ ταῦτα σπέρματα, ἵνα ἐν καιρῷ μετὰ δαψι-λείας θερίσωμεν. Νῦν μὲν γάρ ἐστιν ὁ τοῦ σπόρου καιρὸς, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῆς ἀντα-ποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤ-ῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκεί-νων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπὴν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λὼτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην. Ἀναβλέψας γὰρ, φησὶ, τοῖς ὀφθαλμοῖς
σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρὸς βοῤῥᾶν καὶ λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώ-σω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Μέρος γῆς. φησὶ, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκλη-ρόν σοι τὴν γῆν ὑπισχνοῦμαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγγέλλομαι αὐτὴν, καὶ ἕως αἰῶνος, τοῦτ’ ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλι-στα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυ-μίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σοῦ τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδὼν, ναρ-κήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑπο-σχομένου δυνάμει, φησί· Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθή-σεται. Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσού-των ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦ-τον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος.
PG 53:317Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· νῦν πάλιν φησὶν, Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς. Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρ-χου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλου-σαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκο-λουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν. δ. Ἐννόει δέ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομέ-νου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράτ-τετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδάν τις ἅπαξ καὶ δεύ-τερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελ-θέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκό-τως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγ-γείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπί-πτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρὴ, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμὸν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γάρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ ἐπηγγελμένα· Θεὸς γάρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἄγων, ἵν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. Ἀναστὰς γὰρ, φησὶ, διόδευσον τὴν γῆν, εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοι δώσω αὐτήν. Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστὰς, φησὶ, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐ-θυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτὴν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμ-βάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέ-ναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδη-σεν. Εἴσῃ δὲ μετ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρω-τείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβὰς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη κατα-μάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μετ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέ-ξετε. Καὶ τῷ σπέρματί σου γὰρ, φησὶν, ἕως τοῦ αἰῶ-νος. Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολὴ, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, Ἀποσκηνώσας, φησὶν, ἐλθὼν κατῴ-
PG 53:318κησε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, τὴν ἐν Χεβρών. Μετὰ τὸ δέξασθαι, φησὶ, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρι-σμὸν γενέσθαι τοῦ Λὼτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, ὅρα φρονήματος ὕψος, πῶς μετ’ εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημ-μένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἴ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματι-κοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτοὺς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξέ-νος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώ-μην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάρι-στον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τόπον, ἔνθα κατ-εσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελού-μενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κε-λεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύ-νην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγ-γελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην. ε. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυ-νούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπι-δειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγ-γείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον
λογισμὸν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤ-ῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων δια-γωγὴν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλ-μοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρα-σχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρή-σατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤ-ῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται; Καθάπερ καὶ Παῦλός φησιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προ-λαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετα-νοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν σω-
PG 53:319τηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρε-πίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθὰ, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πα-τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Εἶδες ἀγαθό-τητος ὑπερβολὴν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρη-ται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου κα-ταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπό-λαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόν-των τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέ-μεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλό-μενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέ-ξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπο-νείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους. καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπα-σαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερ-βολὴν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησὶ, τοῦ Χρι-στοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἔστιν, ὠθεῖ, καταναγκά-ζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθὲν, φησί· Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθα-νον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μη-κέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα-νόντι καὶ ἐγερθέντι. Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησὶ, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικὴν, καὶ μὴ ἑαυ-τοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερ-θέντι. Καὶ πῶς, φησὶ, δυνησόμεθα μὴ ἑαυτοῖς ζῇν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμε-νος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Τοῦτο τοί-νυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀπο-θανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυ-ρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώ-μεθα· μᾶλλον δὲ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πρα-γματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωὴ, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰω-
PG 53:320νίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουλη-θείημεν μικρὸν διεγερθῆναι καὶ διανοῖξαι τὸ τῆς δια-νοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρα-τρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μα-κάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγα-πήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 2. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτε-ρωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησὶν, ἐν πίστει ζῶ. Μὴ γὰρ νο-μίσητέ με, φησὶ, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστὸν, πάντων ὑπερορῶν τῶν παρόν-των, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτε-ταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολὴν, φησίν. Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τί λέγεις, ὦ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδω-κεν αὐτόν· καὶ νῦν λέγεις, Τοῦ ἀγαπήσαντός με, καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναὶ, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησὶ, τοῦ ἀγαπήσαντός με. Τί λέγεις; Σὲ μόνον ἠγά-πησε; Πᾶσαν μὲν, φησὶ, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθεὶς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί οὖν, ὑπὲρ σοῦ μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; οὐ σὺ αὐτὸς εἶπας, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν; Ναὶ, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταῦτά φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδά-σκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρὸς, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἐνταῦθα λέγει, Ἑαυτὸν παρέδωκεν· ἐκεῖ μὲν, ἵνα τὴν ὁμό-νοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι,
Γενόμενος ὑπήκοος μέχρι θανάτου, πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ, Παρέδωκεν ἑαυτὸν, τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατε-δέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπέρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐν-τολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲν προλαβὼν εἰσ

Homily XXXVΟΜΙΛΙΑ ΛΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 53:321ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργε-σίαν ἐπεδείξατο· ἡμεῖς δὲ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τὸν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδά-ζοντες. Τὰ γὰρ παρ’ ἡμῶν, ἂν ἄρα ἀκολουθῶσιν, ἀμοιβή τίς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ’ αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστὸν, καθά-περ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρ-όντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον ἔχωμεν ἱδρυμένον ἡμῶν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέ-χοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ’ ἐροῦμεν κατὰ τὸν μακάριον τοῦ-τον καὶ ἡμεῖς, ὅτι Ὃ νῦν ζῶμεν ἐν σαρκὶ, ἐν πί-στει ζῶμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόν-των ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φι-λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΕ. Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδο-λογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασι-λέως τῶν Σοδόμων. α. Μέγα ἀγαθὸν, ἀγαπητοὶ, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι, καὶ πρὸς τοὺς τῆς ἀρετῆς πό-νους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας. Ἐντεῦ-θεν γάρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι. Δι’ ὃ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπιτευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γάρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμὸν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμῖν γίνεται τῶν ἀγνοουμέ-νων· μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσφέρειν βουλώμεθα. Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικὸν, συντείναντες ἑαυτῶν τὴν διά-νοιαν, καὶ συναγαγόντες τὸν λογισμὸν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆσ
PG 53:322τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύ-ματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμ-μένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσα-σθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφα-νείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφή-την ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγ-κείμενα· ἀλλ’ ὅμως ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προς-οχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀνα-γνώσεως, καὶ ταῦτα ἐπ’ ὀχήματος καθήμενον. Ἀκουέ-τωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι κατα-δεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τού-των ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦ-χος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολ-λὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ’ ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιπο-ροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ’ ὅμως ὁ πό-θος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκπο-δὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγ-κείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμ-μένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ’ ἐν-νοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύ-σει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ’ ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πό-θον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ’ εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ’ ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυ-ρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασι-λίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαί̈αν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διη-γήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν,
Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἱερουσαλήμ. Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀπο-δοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ
PG 53:323λατρεία ἡ Ἰουδαϊκὴ, ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, Ὑποστρέφων, φησὶ, καὶ καθήμενος ἐπὶ τοῦ ἅρ-ματος αὐτοῦ ἀνεγίνωσκεν. β. Εἶτα ἐπιστὰς ὁ Φίλιππός φησι πρὸς αὐτόν. Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Εἶδες ψυχὴν μεμε-ριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀν-δρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, Ἆρά γε γι-νώσκεις; καὶ μετὰ εὐτελοῦς σχήματος προσιόντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ’ οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ’ ἐπιεικείας, παρέδραμε δὲ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετὴν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ’ ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; εἶδες εὐλαβείας ἐπί-τασιν; εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλή-ρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένον· Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου; Εἶδες πῶς δικαίως οὐ περιώφθη; εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ’ αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοι-πὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκρι-βείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτί-ζετο τὴν διάνοιαν. Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γρα-φῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦ-τον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰ-θίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀνα-γνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρα-τιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυ-ναιξὶν, ὅσῳ καὶ διηνεκῶς οἴκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μαν-θάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ’ ἀγορᾶς βαδίζον-τας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντας, καὶ πράγμασι συμπλεκομέ-νους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ’ ἑαυ-τῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύ-χωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἄν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν,
PG 53:324κἄν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνή-μην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύ-σαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ ἔθος, ἐπειδὰν τὰ παρ’ ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ’ ἑαυτοῦ χορηγεῖ καὶ αὐτὸς, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώ-σεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαβέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκεί-νης ταπεινοφροσύνης, ἣν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμέ-νων πάλιν τοῦ δικαίου τὴν ἀρετὴν, ἵν’ οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γε-γενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ’ ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ’ ἑαυ-τοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ’ αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν. γ. Ἀλλ’ ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμε-ρον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδὸν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. Ἐγένετο δὲ, φη-σὶν, ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰθ βα-σιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἐλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βα-σιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ Συμοβὸρ βασιλέως Σεβοεὶμ, καὶ βα-σιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐ-τῶν γνώμην. Οὗτοι γὰρ, φησὶ, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε. Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογο-μὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέ-στησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χο-δολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ’ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ
PG 53:325Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦν-τας ἐν Ἀσασονθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν,
ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθω-μεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ’ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τί μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφὴ ταῦτα τῇ διη-γήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ’ ἵνα προϊούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρ-χου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησὶ, τοὺς τοσαύ-την δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπω-σαμένους Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σο-δόμων, καὶ Γομόῤῥας, καὶ Ἀδαμὰ, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χοδολογομὸρ, καὶ Θαρθὰκ, καὶ Ἀμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου. Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· Καὶ ἔφυγεν ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγε-νημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄ-εσαν. Ἔλαβον δὲ, φησὶ, καὶ τὴν ὀρεινὴν, καὶ πᾶ-σαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. Ἦν γὰρ κατοι-κῶν ἐν Σοδόμοις. Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ’ ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἦν αὐτῷ τῆς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἢ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχω-ρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολλῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλω-τος, ἄοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστὶν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ’ ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. Ἔλαβον γὰρ, φησὶ, τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ. Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα κατα-
PG 53:326δέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμό-νοιαν, ἢ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; Παραγενόμενος δέ τις, φησὶ, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ πε-ράτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ̈ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Πῶς τοσού-του πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρ-χης; ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι’ ὃ καὶ ἠγνόησεν. Ἐλθὼν δέ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ· ἵνα ἡμᾶς ἀναμνήσῃ, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφρά-του τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐ-τοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο. δ. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδό-τες, ἀλλ’ ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμε-νοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδὶ, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ πολὺν ἐσόμενα χρόνον. Ἀπήγγειλεν οὖν ἐλθὼν, φησὶ, τὶς τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ’ αἰσχύνης φυγήν. Αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυὶ̈ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Ἀλλ’ ἴσως ἐνταῦθα ἄν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ἐν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμα-λωσίαν ἀπάγεται; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετὴν, καὶ δι’ αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφ-ίεσθαι, ἀλλὰ παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντεί-νατε ὑμῶν τὴν διάνοιαν. Πολλὰ γάρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδᾶναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δί-καιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πο-νηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπου τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτε-ρόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθέν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερ-βολὴν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν ἄφατον δύναμιν. Ἀκούσας δὲ, φησὶν, Ἄβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δὰν, καὶ ἐπ-έπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβὰλ, ἥ ἐστιν ἀριστερὰ Δαμασκοῦ. Καὶ ἐπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπ-έστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαὸν, καὶ τὰς γυναῖκας. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ,
PG 53:327τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαῤῥήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀν-δρῶν τὴν ἰσχὺν, μαθὼν τὴν τροπὴν ἢν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας κατ-αγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμ-βαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προ-λαβοῦσα ἡ θεία Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο,
καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μά-θῃς ὡς οὐ σωματικῇ ἰσχύϊ ὁ πατριάρχης τούτους κατ-ηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθω-σεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανα-τραφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν, μεθ’ ὅσης ταχύτητος τὰ τῆς νί-κης γεγένηται. Ἐπέπεσε γὰρ αὐτοῖς, φησὶ, τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ ἐδίωξεν αὐτούς. Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομέ-νοις. Δι’ ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανη-μάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμῆσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τήν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἀπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὐ-τοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς διὰ τί συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μό-νος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετὴ, καὶ δι’ αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι. Καὶ ἐπανῄει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπ-άρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τρο-πὴν εἰργάσατο, καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνω-θεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ’ ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρό-νοιαν; Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. Ἐξῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ’ αὐ-τοῦ. Σκόπει πόσον ἐστὶν ἡ ἀρετὴ, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξέ-νῳ, τῷ πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν ἀπονέμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῆς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ἂν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. Καὶ Μελχισεδὲκ, φησὶ, βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. ε. Τί βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις, Βασιλεὺς Σαλὴμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου; Βασι-λεὺς μὲν ἦν, φησὶ, τῆς Σαλήμ. Τοῦτον γὰρ καὶ ὁ μα-κάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καὶ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματοσ
PG 53:328τὴν σημασίαν, καὶ ἐτυμολογίᾳ τινὶ κέχρηται λέγων, Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. Καὶ γὰρ κατὰ τὴν Ἑβραϊκὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν ση-μαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνο-μα τῆς πόλεως ἐλθών φησι, Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχει-ροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονε-νεμήκασι τὴν τιμήν· ἢ καὶ αὐτὸς ἱερατεύειν ἐπετή-δευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραὰμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· Ἀπάτωρ, ἀμή-τωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Καὶ πῶς, φη-σὶν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτο-ρα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλ-λοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. Τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος, φησὶ, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτὸν, ἀπάτωρ λέ-γεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστὸς, διὰ τὸ μὴ ἐσχη-κέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πα-τέρα, ἀγενεαλόγητος λέγεται καὶ ἔστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι’ αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. Καὶ εὐλόγησε, φησὶ, τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐ-λογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχει-ρίους σοι. Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γὰρ, Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύ-ναμιν ἡμῖν ἀνέφηνεν. Εἰ γὰρ αὐτός ἐστι Θεὸς, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγὼν, οἱ ὑπὸ τῶν ἀνθρώ-πων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· Θεοὶ γὰρ, φη-σὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εὐλογητὸς, φησὶν, ὁ Θεὸς, ὃς παρ-έδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου· αὐτός ἐστιν ὁ τὸ πᾶν ἐργασάμε-νος, αὐτός ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστή-σας, αὐτός ἐστιν ὁ διὰ τῶν ἀόπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λὼτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γε-γενημένα; Καὶ ἔδωκεν αὐτῷ, φησὶ, δεκάτην ἀπὸ πάντων. Τοῦτο καὶ Παῦλός φησι· Θεωρεῖτε δὲ, πη-λίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προς-
PG 53:329άγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Καλὴ τοῦ βα-σιλέως ἡ εὐγνωμοσύνη· ἀλλ’ ὅρα τοῦ δικαίου τὴν φιλο-σοφίαν. Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψι-στον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι
ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ’ ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καί φησιν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν; 2. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ δε-δομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μο-νονουχὶ διδάσκων αὐτὸν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρ-τυρα, ὅτι οὐδὲν τῶν παρὰ σοῦ λήψομαι, τὸν ἁπάντων δημιουργὸν, ἵνα εἰδέναι ἔχοις τὸν ἐπὶ πάντων Θεὸν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καὶ γῆς ποιη-τὴς, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σοῦ διδομένων. Οὐ-δὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστορ-γίαν, ἔπειτα δὲ καὶ δι’ αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβα-ρικῶν χειρῶν. Εἰ ἀπὸ σπαρτίου, φησὶν, ἕως σφαι-ρωτῆρος λήψομαι ἀπὸ πάντων τῶν σῶν· τοῦτ’ ἔστιν, οὐδὲ τὸ τυχὸν, οὐδὲ τὸ εὐτελὲς, οὐδὲ τὸ εὐκατα-φρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν, Ἵνα μὴ εἴ-πῃς, Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Ἔχω τὸν χο-ρηγὸν τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνω-θεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σοῦ πλούτου, οὐ χρῄζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν. Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λὼτ, με-γάλων καὶ ἀποῤῥήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα παρ’ αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δὲ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκός· ἀλλ’ ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγ-γελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰ-ρημένον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ γὰρ ἐγώ τι πλεῖον, φησὶν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἢ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν; Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἄλλα πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα μὴ νομίσῃ ὁ βασιλεὺς, ὅτι δι’ ὑπεροψίαν καὶ καταφρό-νησιν οὐ προσίεται τὰ παρ’ αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμ-πορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Τούτοις, φησὶ, συγχωρήσω λαβεῖν τινα μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια
PG 53:330ἐπεδείξαντο. Οὗτοι γὰρ, φησὶ, συνωμόται τῷ Ἄβραμ, τοῦτ’ ἔστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦ-το δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἀμειβόμενος αὐτοὺς παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐδὲ γάρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· Πλὴν γὰρ, φησὶν, ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψοντα μερίδα. Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσο-φίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημά-των, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε μὴ δόξαι ἀλαζονείᾳ τινὶ καὶ καταφρονήσει τοῦτο πε-ποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ; ζ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλῶ, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυτοῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν· ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ’ ὑμῶν γινομένοις καθάπερ θεμέλιόν τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετὴ, ὅταν ἔχῃ ταύτην συν-εζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θε-μέλιον καταβαλὼν δυνήσεται πρὸς ὅσον βούλεται ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγὲς, αὕτη πύργος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομὴν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φο-ρᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν κατα-πεσεῖν, ἀλλ’ ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, καὶ καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἐφ-έλκεται· δι’ ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γὰρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, με-γάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φι-λόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γρα-φῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινό-μενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Κα-ταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης, ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βε-βαίας ἀπολαύσωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπι-τύχωμεν· μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκείνων τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώμα-
PG 53:331τος ἐπικειμένης, οὕτω τῆς τῶν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμὸν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ’ αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βέβαια ἀγαθὰ τὸν πόθον ἔχοντα. τούτων τῶν ἐπικήρων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, καὶ μα-ραινομένων ἐπιθυμίαν τινὰ λαβεῖν. Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γράφων, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρω-πίνων ἐν σχήματι μόνον ἐστὶ, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς, οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν
οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μέγα φρονεῖν, καὶ τούτοις προστετη-κέναι τοῖς μικρὸν ὕστερον παρερχομένοις; Παράγει γὰρ, φησὶ, τὸ σχῆμα τοῦ κόσμου τούτου. Ὅταν ἀκούσῃς ὅτι Παράγει, τί λοιπὸν πλέον ζητεῖς; ὅταν ἀκούσῃς ὅτι σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, καὶ οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βέβαια, τὰ μεταβολὴν οὐκ ἐπιδεχόμενα; η. Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκου-μένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάν-των τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινὸν, οἵᾳ λέξει ἐχρήσατο εἰπών· Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περι-φάνειαν, καὶ τὴν ἀρχὴν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὰ βλεπόμενα πρός-καιρα, ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλε-πόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησὶ, τὰ μὴ βλε-πόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ’ ἐκεῖνα ἅπερ τού-τοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ τίς ἂν, φησὶ, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα πα-ρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτὴ, φησὶ, διδασκέτω ὑμᾶς τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μὲν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ· ἐκεῖνα δὲ, εἰ καὶ μὴ νῦν ὁρᾷν δυνάμεθα, ἀλλ’ αἰώνια τυγχάνει, καὶ διη-νεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, πάγια μένει καὶ ἀκίνητα. Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ’ ἑκάστην ἡμέραν μάτην συμβουλεύων· ἀλλὰ τί πάθω; Πολλὴ τῆς κακίας ἡ λύμη, πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, πολλὴ ἡ σπάνις τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ τῆς πα-ραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐν-αγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον. Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προ-θεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρὸς, πρὸς μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέ-ρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, συγχωρεῖς ὑπὸ τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι,

Homily XXXVIΟΜΙΛΙΑ ΛϚ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 53:332δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθέμενος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ’ αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῆς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ κατ’ ἐκείνην τὴν ἡμέραν τὰς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκη-νάς; Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἐῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν τῶν σητῶν γυμνητεύοντα τὸν Χριστὸν, καὶ ἐνδύωμεν τὸν δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόν-τα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἐνδῦσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην· Γυμνὸς ἤμην, καὶ περιεβά-λετέ με. Μὴ γὰρ φορτικά ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησὶ, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ τῆς ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἀπ’ αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς. Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τος-αύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττὰ, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν πα-ραμυθεῖσθαι, ἀλλ’ αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἢ δεόντως οἰκονο-μήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δὴ, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτη-ρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤ-ῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιω-θῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν. ΟΜΙΛΙΑ Λ. Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. α. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν δικαίων ἀρετὴ, πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἔχοντι. Καθάπερ γὰρ ἐκεῖθεν κἂν βραχύ τι μέρος λαβεῖν τις δυνηθῇ, πολλὴν ἑαυτῷ τὴν εὐ-πορίαν κατασκευάζει· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀρετῆς τοῦ πατριάρχου εὑρήσει τις γινόμενον. Ἰδοὺ γὰρ σχεδὸν ἐφ’ ἑκάστης ἡμέρας ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας προθέντες ὑμῖν τὴν διδασκαλίαν, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν ἑστίασιν ὑμῖν παρεχόμενοι, οὐδέπω καὶ νῦν οὐδὲ βραχύ τι μέρος τῶν τούτῳ κατωρθωμένων ἐξειπεῖν ἠδυ-νήθημεν· τοσαύτη ἐστὶν αὐτοῦ τῆς περιουσίας ἡ ἀρετή. Καὶ καθάπερ ἀπὸ πηγῆς δαψιλῆ προχεούσης τὰ νάματα, κἂν ἅπαντες ἀρύωνται, οὐ μόνον οὐκ ἐλαττοῦσι τὰ ἐκεῖ-θεν προϊόντα νάματα, ἀλλ’ ὅσῳ ἂν πλείους ὦσιν οἱ ἐξαν-τλοῦντες, τοσούτῳ μᾶλλον ἀναβλύζει τῶν ὑδάτων ἡ φύσις· τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου πατριάρχου γι-νόμενον ὀψόμεθα. Πόσοι γὰρ ἐξ οὗ γέγονε μέχρι τοῦ πα-ρόντος ἐκ τῆς πηγῆς τῶν τούτου κατορθωμάτων ἀρύον-ται, καὶ οὐ μόνον οὐκ ἐκένωσαν τὰ νάματα, ἀλλ’ ἐπὶ πλεῖον ἀναβλύζει τῶν τούτου κατορθωμάτων ἡ περιου-σία; Ὥσπερ γὰρ σειράν τινα χρυσῆν, οὕτως ἡρμοσμέ-νην εὑρήσομεν τὴν κατ’ αὐτὸν διήγησιν ἐπὶ τῆς θείας Γραφῆς κειμένην· καὶ καθ’ ἕκαστον καιρὸν πρότερον μὲν αὐτὸν ἐπιδεικνύμενον τὰ τῆς οἰκείας φιλοσοφίας, ἑπομέ-νην δὲ παραχρῆμα καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν. Καὶ ἵνα μάθητε ὅτι οὕτως ἔχει, ἀναγκαῖον ἄνωθεν ὑμῖν μετὰ
PG 53:333συντομίας τὰ κατ’ αὐτὸ διηγήσασθαι, ἵνα εἰδῆτε καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν, ἣν περὶ τὰς ὑπο-σχέσεις τοῦ Θεοῦ ἐπιδείκνυται, καὶ τοῦ φιλανθρώπου Θεοῦ μετὰ δαψιλείας τὰς ἀμοιβὰς αὐτῷ παρεχομένου. Ἱκανὸς γὰρ ὁ δίκαιος οὗτος ἅπαντας ἡμᾶς παιδεῦσαι, πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μετὰ προθυμίας ἀποδύε-σθαι θαῤῥοῦντας ταῖς ἄνωθεν ἀμοιβαῖς, καὶ εἰδότας τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, πάντα τὰ δυσχερῆ νομιζόμενα κατὰ τὸν παρόντα βίον μετ’ εὐκολίας κατα-δέχεσθαι, τῇ ἐλπίδι τῶν ἀντιδόσεων τρεφομένους. Προς-έχετε δὴ, παρακαλῶ, ὅπως ἐκ προοιμίων, ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ οἴκοθεν εἰσήνεγκεν ἐκ τῆς ἐγκειμένης τῇ ἡμετέρᾳ φύσει γνώσεως, οὐδένα ἔξωθεν ἐσχηκὼς διδάσκαλον, ἀλλὰ καὶ ὑπὸ ἀπίστοις γονεῦσι τρεφόμενος, τῆς θείας ἀπέλαυ-σεν ἐπιφανείας. Ἐπειδὴ γὰρ μηδὲν κατὰ τὴν πρώ-
την ἡλικίαν τῇ πλάνῃ τοῦ πατρὸς κατηκολούθησεν, ἀλλὰ τὴν πρὸς τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καὶ τῆς ἄνω-θεν ἐπισκοπῆς ταχέως ἐπέτυχεν ἔτι ἐπὶ τῆς Χαλδαίας ὤν· τοῦτο γὰρ ἡμῖν σαφέστερον ἐκτίθεται ὁ μακάριος Στέφανος οὕτω λέγων· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πα-τρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εἶδες πῶς ἡ ὄψις αὐτὸν ἐκεῖθεν ἀνέστησεν; Εἰκὸς γὰρ ὅτι μετὰ τῆς περὶ τὸ Θεῖον θεραπείας, καὶ τὴν περὶ τοὺς γεγεννηκότας αἰδῶ ἐπιδεικνύμενος, καὶ εἰς πολὺ φίλτρον ἐπισπασάμενος τὸν πατέρα, αὐτὸς αὐτῷ αἴτιος γέγονε τῆς ἐκεῖθεν ἐξόδου· καὶ διὰ τὸν πόθον τοῦ παιδὸς ἠνέσχετο καταλιπεῖν τὴν οἰκείαν πατρίδα, καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι. Ἀλλ’ ὅρα μοι μετὰ ἀκριβείας, πῶς καὶ αὐτὴ ἡ παρὰ τοῦ Θεοῦ γενομένη διὰ τὴν προλαβοῦσαν ἀρετὴν εἰς αὐτὸν ἐπίσκεψις πάλιν αὐ-τοῦ τὴν ἀρετὴν περιφανεστέραν ἐργάζεται. Εἵλετο γὰρ τὴν χώραν τὴν πατρικὴν καταλιπεῖν καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι, ἵνα τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν εἰς ἔργον ἀγάγῃ· καὶ ἕτοιμος ἦν, ὡς ἐμοὶ δοκεῖ, καὶ ἄνευ τῶν προς-ηκόντων καὶ καθ’ ἑαυτὸν τὴν ἀποδημίαν στείλασθαι· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, ἡ τοῦ ἀνδρὸς ἀρετὴ, καὶ ἡ πολλὴ θεραπεία ἡ περὶ τοὺς τεκόντας συνοδοιπόρον γενέσθαι καὶ τὸν πατέρα παρεσκεύασεν. Εἶτα ἐπειδὴ τὴν Χαῤῥὰν κατέλαβον, ἐκεῖ τὴν σκηνὴν ἐπήξαντο. Καὶ τελευτήσαντος τοῦ Θάῤῥα (τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρὶ), πάλιν προστάττεται παρὰ τοῦ Θεοῦ ἐξελθεῖν ἐκεῖθεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐπειδὴ γὰρ μετὰ πάσης τῆς οἰκίας εἰς τὴν Χαῤῥὰν μετέστησαν, διὰ τοῦτο ἐνταῦθα προστάττων αὐτῷ ἐξελθεῖν προσέθηκεν, Ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, δηλῶν αὐτῷ, ὅτι αὐτὸν μόνον καθ’ ἑαυ-τὸν βούλεται τὴν ἀποδημίαν ποιήσασθαι, καὶ μήτε τὸν ἀδελφὸν, τὸν Ναχὼρ λέγω, μήτε ἕτερόν τινα ἐπισύρε-σθαι. Ἐκ τῆς γῆς σου δὲ ἔλεγεν, ἐπειδὴ χρόνον οὐκ ὀλί-γον ἐκεῖ οἰκήσαντες, ὡς ἐν ἰδίᾳ λοιπὸν πατρίδι τὴν οἴκη-σιν ἐποιοῦντο ἐν αὐτῇ. Καίτοι τοῦ πένθους τῶν ἑαυτοῦ γονέων ἀκμάζοντος ἔτι, καὶ πολλῆς οὔσης τότε δυσχε-ρείας τε καὶ ἀνοδίας κατὰ τὰς ἀποδημίας, ἀλλ’ ὅμως μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα τὸ παρὰ τοῦ Δεσπό-του ἤνυε, καὶ ταῦτα οὐκ εἰδὼς, ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης. Δεῦρο γὰρ, φησὶν, οὐκ εἰς τήνδε τὴν γῆν, ἢ τήνδε, ἀλλ’ εἰς Ἣν ἄν σοι δείξω. Καὶ ὅμως οὕτως ὄντος ἀορίστου τοῦ ἐπιτάγματος, οὐδὲν περιεργαζόμενος τὸ προσταχθὲν εἰς ἔργον ἤγαγε· καὶ τὸν ἀδελφιδοῦν δὲ ἐπή-
PG 53:334γετο, καὶ διὰ τούτου τὴν οἰκείαν ἀρετὴν δεικνύς. Ἐπειδὴ γὰρ νέον αὐτὸν προσλαβόμενος κατὰ μικρὸν μιμητὴν κα-τεσκεύαζε τῆς οἰκείας ἀρετῆς, οὐκ ἠνέσχετο τοῦτον κα-ταλιπεῖν, ἀλλὰ κοινωνὸν αὐτὸν ἐλάμβανε τῆς ἀποδημίας. Εἰ γὰρ ὁ πατὴρ, φησὶν, ἄπιστος ὢν, διὰ τὸ περὶ ἐμὲ φίλ-τρον τὴν οἰκίαν τὴν πατρῴαν, ἔνθα ἐτέχθημεν καὶ ηὐξή-θημεν, καταλιπεῖν κατεδέξατο καὶ ἀκολουθῆσαί μοι, καὶ ἐπὶ τῆς ἀλλοτρίας τὸν βίον κατέλυσε· πολλῷ δὴ μᾶλλον ἐγὼ πρὸς τὸν τοῦ ἀδελφοῦ παῖδα, τὸν νέον τὸν ἐκ προοιμίων δεικνύντα ὡς κατὰ μικρὸν ἐπιδώσει πρὸς ἀρε-τὴν, οὐκ ἂν ἀνασχοίμην ἐνταῦθα ἀφεῖναι. β. Ἐπεὶ οὖν διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ ταύτην ἐποιήσατο τὴν ἀποδημίαν, ἡνίκα κατέλαβε τὴν Παλαιστίνην, καὶ τῶν ὅρων ἐπέβη τῶν Χαναναίων, ὀφθεὶς αὐτῷ ὁ Θεὸς καὶ νευρῶσαι αὐτοῦ βουλόμενος τὴν προθυ-μίαν καὶ χεῖρα ὀρέξαι, φησὶ πρὸς αὐτόν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὅπερ ἐπεθύμει καὶ ἐπό-θει, παίδων λέγω τὴν διαδοχὴν, τοῦτο αὐτῷ εὐθέως ὑπι-σχνεῖται, ἀμοιβὴν αὐτῷ τῶν τοσούτων πόνων διδούς. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φύσεως ἀπεστέρητο, καὶ ἡ ἡλικία λοιπὸν ἀπαγορεύειν ἔπειθε, τῇ ὑποσχέσει διανίστησι τὸν ἀθλητὴν, καὶ προθυμότερον ἀπεργάζεται, καὶ νεάζειν αὐτὸν κατασκευάζει πρὸς τοὺς ἑξῆς ἀγῶνας. Ὅρα τοίνυν μετὰ τὴν ὑπόσχεσιν ταύτην, ἑτέραν πάλιν τὴν ἄθλησιν τὸν δίκαιον τοῦτον δεχόμενον. Λιμοῦ γὰρ καταλαβόντος, καὶ πολλῆς οὔσης τῆς στενοχωρίας ἐν τῇ Χαναναίᾳ, ἐπὶ τὴν Αἴγυπτον ἔσπευδε· καὶ λιμοῦ παραμυθίαν εὑρεῖν βουλόμενος, μείζοσι περιέβαλεν ἑαυτὸν κινδύνοις. Ἡ γὰρ εὐμορφία τῆς γυναικὸς καὶ τὸ κάλλος τῆς Σάρας μονονουχὶ τὸν θάνατον αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐδείκνυ. Διὸ καὶ πλη-σίον γενόμενος τῆς εἰς Αἴγυπτον εἰσόδου, φησὶ πρὸς αὐτὴν, Γινώσκω ὅτι εὐπρόσωπος εἶ· οἶδά σου τοῦ κάλλους τὴν ὥραν, καὶ δέδοικα τῶν Αἰγυπτίων τὴν ἀκολασίαν. Ἐὰν οὖν ἰδωσί σε, καὶ γνῶσιν ὅτι καθάπερ γυναῖκα περιάγω σε, σὲ μὲν ἴσως περιποιήσονται, ὥστε εἰς ἔργον ἀγαγεῖν τῆς μανίας αὐτῶν τὸν οἶστρον, ἐμὲ δὲ ἀποκτενοῦσιν, ἵνα μετὰ ἀδείας αὐτοῖς ἐξῇ τὴν παρανομίαν ἐργάσασθαι, οὐκ ὄντος τοῦ τὴν μοιχείαν κατάδηλον ποιεῖν δυναμένου. Εἰπὲ οὖν ὅτι ἀδελφός σου εἰμί. Ὅρα ἀδαμαντίνην ψυ-χὴν, ὅρα γνώμην σιδήρου στεῤῥοτέραν· οὐδὲ γὰρ παρεσά-λευσεν αὐτοῦ τὸν λογισμὸν ἡ προσδοκωμένη συμφορὰ, οὐδὲ ἐνενόησεν, οὐδὲ εἶπε πρὸς ἑαυτόν· διὰ τοῦτο τὴν οἰκείαν καταλιπὼν πατρίδα, καὶ τοσαύτην ἐπιδειξάμενος ὑπακοὴν ἦλθον εἰς τὴν ἀλλοτρίαν, ἵνα τούτοις περιβληθῶ τοῖς κακοῖς; Οὐ πρὸ μικροῦ ὑπέσχετό μοι, ὅτι Τῷ σπέρ-ματί σου δώσω τὴν γῆν ταύτην; Ἰδοὺ καὶ μοιχείας καὶ θανάτου φόβος κατασείει ἡμῶν τὴν ψυχήν. Ἀλλ’ οὐ-δὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν κατεδέξατο· ἀλλ’ ἑνὸς γίνεται μόνου, πῶς δυνηθῇ τὸ πονηρὸν τοῦτο δρᾶμα ὑπο-κρινάμενος, τῶν δύο τούτων κινδύνων ἐπικειμένων τὸν ἕνα γοῦν ἐκφυγεῖν. Καὶ ἐπειδὴ καὶ αὐτὸς τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκε μετὰ ἀνδρείας τὴν συμβουλὴν ποιησάμενος, καὶ ἡ γυνὴ πολλὴν τὴν περὶ τὸν ἄνδρα φιλοστοργίαν καὶ ὑπακοὴν ἐπιδει-κνυμένη συνέπραξε, καὶ τοῖς δόξασιν ὑπηρετήσατο· καὶ ἐπειδὴ τὰ παρ’ ἑαυτῶν ἀπήρτισαν, καὶ ὅσον κατὰ ἀνθρω-πίνην ἀκολουθίαν ἀπέγνωστο, καὶ εἰς ἔργον ἐκβεβήκει σχεδὸν τὰ τῆς παρανομίας, τότε πολλὴ περὶ αὐτὸν ἡ τοῦ Θεοῦ δείκνυται πρόνοια. Οὐ μόνον γὰρ τὴν γυναῖκα ὁ Θεὸς τῆς ὕβρεως ἐξήρπασε διὰ τῆς ἀγανακτήσεως, ἣν κατὰ τοῦ βασιλέως καὶ παντὸς τοῦ οἴκου αὐτοῦ ἐποιήσατο, ἀλλὰ καὶ τὸν πατριάρχην μετὰ πολλῆς τῆς περιφανείας ἀπὸ τῆς Αἰγύπτου ἐπὶ τὴν Παλαιστίνην ἐπανελθεῖν πε-
PG 53:335ποίηκε. Σκόπει πῶς μεταξὺ τῶν πειρασμῶν τὴν παρ’ αὐτοῦ ῥοπὴν εἰσφέρων ὁ φιλάνθρωπος Δεσπότης ἀκμά-ζοντα τὸν ἀθλητὴν πρὸς τοὺς ἑξῆς πάλιν ἀγῶνας ἀπεργά-ζεται, οὐκ ἀφιεὶς ἔρημον τῆς ἑαυτοῦ βοηθείας, ἀλλὰ διὰ πάντων φανερῶς οἰκονομῶν αὐτῷ δείκνυσθαι, ὅτι μικρὰ εἰσφέρων αὐτὸς, μεγάλων καὶ σφόδρα μεγάλων ἀξιοῦ-ται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν τοῦ δικαίου τὴν ὑπομονήν; Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τῆς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος (οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ ἀδελφιδοῦς ἠκολούθει), Οὐκ ἐχώρει, φησὶν, αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά· ὅθεν καὶ μάχη συνέβη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ Λὼτ καὶ τοῦ Ἄβραμ· Ἀλλ’ ὁ δίκαιος οὗτος δεικνὺς αὐ-τοῦ τὸ ἥμερον τῆς ψυχῆς καὶ τῆς φιλοσοφίας τὴν ὑπερ-βολὴν, καλέσας τὸν Λὼτ, φησὶ πρὸς αὐτόν· Μὴ ἔστω
μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν· μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἰρή-νης ἴσον· οὐδὲν φιλονεικίας βαρύτερον. Ἵν’ οὖν πᾶσαν μάχης ὑπόθεσιν ἐκποδὼν ποιησώμεθα, ἑλοῦ ἣν ἂν βουλη-θῇς χώραν· κατάλιπε δέ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ πάσης ἡμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες ἀνδρὸς ἀρετήν; Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν ἐκλογὴν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ’ ὅρα πάλιν ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει τῆς ἀμοιβῆς. Εὐθέως γὰρ τοῦ χωρισμοῦ γενομένου, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ· Ἀνα-βλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ ἑκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Σκό-πει πόσης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφρο-σύνην, ἣν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος δὲ τοῖς πρωτείοις ἐπιπηδήσας, μετ’ οὐ πολὺ εἰς κινδύνους ἐνέπιπτε· καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλὰ καὶ αἰχμάλωτος καὶ ἄοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο, καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἀρετὴν, καὶ αὐτὸς ἐπαιδεύετο λοιπὸν μηδὲν τοιοῦτόν ποτε διαπράττεσθαι. Ἐπειδὴ γὰρ τὴν ἐν Σοδόμοις οἴκησιν ἐποιήσατο ὁ Λὼτ, εὐθέως πόλεμος ἀνεῤ-ῥιπίσθη χαλεπὸς, καὶ οἱ τῶν προσοικούντων ἐθνῶν βα-σιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ τοὺς Ἀμαληκίτας ἀπωσάμενοι, καὶ τὸν τῶν Σοδόμων βασιλέα καὶ Γομόῤῥας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν, καὶ πᾶσαν κατέσχον τὴν ὀρεινὴν, καὶ τὴν ἵππον τοῦ βα-σιλέως Σοδόμων ἀναλαβόντες, καὶ τὸν Λὼτ αἰχμαλωτεύ-σαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς, οὕτως ἐπανῄεσαν. γ. Ἀλλ’ ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγεί-ρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονὸς, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτούς τε μετὰ πολλῆς εὐκολίας ἐπά-ταξε, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶ-σαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργα-σάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην εἰργάσατο τροπὴν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμε-νος. Καὶ λοιπὸν ἔσπευδε δι’ αὐτῶν τῶν πραγμάτων διδά-
PG 53:336σκαλος θεοσεβείας γενέσθαι πᾶσι τοῖς ἐν Σοδόμοις διὰ τῆς πρὸς τὸν βασιλέα διαλέξεως. Ἐπειδὴ γὰρ συναντή-σας ὁ βασιλεὺς, καὶ χάριτας ὑπὲρ τῶν γεγενημένων ὁμολογήσας τὴν μὲν ἵππον παραχωρήσειν πᾶσαν ἔλεγε, τοὺς δὲ ἀνθρώπους λήψεσθαι· ὅρα πάλιν τοῦ δικαίου τὴν μεγαλοψυχίαν, πῶς ὁμοῦ καὶ τὴν οἰκείαν φιλοσοφίαν δι-δάσκει, ὡς κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ διδομένων, καὶ εἰς τὴν τῆς θεοσεβείας γνῶσιν αὐτὸν ἐνάγει. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν αὐτῷ, ὅτι οὐκ ἀνέξομαι λαβεῖν τι παρὰ σοῦ, οὐδὲ ὅτι οὐδενὸς δέομαι τοιούτου μισθοῦ, ἀλλὰ τί; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, μονονουχὶ διδάσκων αὐτὸν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ σοῦ θεραπευόμε-νοι, ἀλλὰ λίθοι καὶ ξύλα· εἷς γάρ ἐστιν ὁ ἐπὶ πάντων Θεὸς, Ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτι οὐ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος, ἵνα νομί-σῃς, ὅτι τούτων ἕνεκεν τὴν ἐκδίκησιν ἐποιησάμην, ἵνα μὴ λέγειν ἔχῃς, ὅτι αὐτός μοι τῆς περιουσίας αἴτιος γέγονας. Ὁ γὰρ τὴν νίκην παρασχὼν καὶ τὸ τρόπαιον μετ’ ἐμοῦ στήσας, αὐτός ἐστιν ὁ καὶ πλούτου τὴν χορηγίαν μοι πα-ρασχόμενος. Ὅρα πῶς, εἴγε ἐβούλετο, κερδαίνειν ἐδύνατο ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου λεγομένων. Ἐδιδάσκετο γὰρ μὴ τῇ οἰκείᾳ δυνάμει λοιπὸν θαῤῥεῖν, ἀλλ’ εἰδέναι τὸν πάντων αἴτιον, καὶ καταγελᾷν τῶν χειροποιήτων θεῶν καὶ λατρεύειν τῷ ἐπὶ πάντων Θεῷ, τῷ τῶν ὅλων δημιουργῷ, τῇ πηγῇ τῶν ἀγαθῶν. Καὶ γὰρ ἐμάνθανε διὰ πάντων τοῦ πατριάρχου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃ δι’ ἀπόνοιαν αὐτὸν καὶ μεγαλοφροσύνην ὑπερ-εωρακέναι τῶν παρ’ αὐτοῦ διδομένων, διὰ τοῦτό φησι πρὸς αὐτόν· ἐγὼ μὲν οὐδὲν λήψομαι· οὐδὲ γὰρ δέομαι, οὐδὲ χρῄζω παρ’ ἑτέρου μοι αὔξεσθαι τὴν περιουσίαν· τοὺς δὲ τῶν κινδύνων μοι κοινωνήσαντας συγχωρήσω λαβεῖν μερίδας, ἵνα μικράν τινα τῶν πόνων παρα-μυθίαν ἔχειν δοκῶσι. Καὶ πρὸς μὲν τὸν τῶν Σοδόμων βα-σιλέα ταῦτα ὁ δίκαιος ἀποκρίνεται. Ἐπειδὴ δὲ καὶ Μελχισεδὲκ, ὁ βασιλεὺς Σαλὴμ, ἄρ-τους καὶ οἶνον αὐτῷ ἐξενέγκας προσέφερεν ( Ἦν γὰρ ἱερεὺς, φησὶ, τοῦ Θεοῦ τοῦ ὑψίστου ), παρ’ ἐκείνου δέχεται τὰ προσενεχθέντα, καὶ τὴν εὐλογίαν τὴν παρ’ αὐτοῦ εἰς αὐτὸν γεγενημένην ἀμειβόμενος, καὶ τὴν εἰς τὸν Θεὸν δοξολογίαν (εἶπε γὰρ, φησὶν, Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ εὐλογητὸς ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι ), δεκάτην αὐτῷ δίδωσι ἀπὸ πάντων ὧν ἐπεκο-μίζετο λαφύρων. Εἶδες τοῦ δικαίου τὸ φιλόθεον διὰ πάντων δεικνύμενον καὶ πῶς παρὰ μὲν τοῦ βασιλέως Σοδόμων ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λαβεῖν οὐκ ἠνέσχετο, τὰ δὲ τοῦ Μελχισεδὲκ προσενεχθέντα ἔλαβεν, ἀντιδιδοὺς καὶ τὰ παρ’ ἑαυτοῦ, διδάσκων ἡμᾶς πολλὴν τὴν διάκρισιν ἐπιδείκνυσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀδεῶς παρὰ πάντων δέχεσθαι; Ἐπειδὴ γὰρ ἐκεῖνος περὶ μὲν τὴν δόσιν εὐγνώμων γέγονεν, ἐν δὲ τοῖς ἄλλοις ἄπιστος ἐτύγχανε, καὶ πολλῆς ἐδεῖτο διδασκαλίας· διὰ τοῦτο ἐκείνων μὲν ὑπερεῖδε, πᾶσαν δὲ σπουδὴν ἐποιήσατο, καὶ δι’ ὧν λαβεῖν παρῃτήσατο, καὶ δι’ ὧν διελέχθη, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῆσαι. Παρὰ δὲ τοῦ Μελχισε-δὲκ εἰκότως λαμβάνει· διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν ἀρετὴν λέγουσα· Ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Ἄλλως δὲ καὶ τύπος ἦν
PG 53:337τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι’ ὃ καὶ προσήκατο, καὶ λα-βὼν κἀκεῖνος διὰ τῆς παρ’ ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ’ οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπει-νοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας τὴν ὑπερβολὴν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφα-νέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ’ ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ’ εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρός-φατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύ-σωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδό-μων αὐτῷ δεδομένων. Τί γάρ φησι; Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Μετὰ δὲ τὰ ῥήματα ταῦτα; ποῖα ῥήματα, εἰπέ μοι; ἢ δῆλον ὅτι ἅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο; Μετὰ τὴν ὑπεροψίαν, φησὶν,
ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ’ αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἢν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειρα-γωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὸ τὴν δεκάτην τῷ Μελχι-σεδὲκ παρασχεῖν, ὅτε, φησὶν, ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, τότε Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. δ. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακο-λουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. Ἐγε-νήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός. Διὰ τί ἐν νυκτί; Ἵνα μεθ’ ἡσυχίας δέξηται τὰ λεγόμενα. Καί φησι πρὸς αὐτὸν, Μὴ φοβοῦ, Ἄβραμ. Σκόπει κηδεμο-νίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχὴν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καί φησι· Μὴ φοβοῦ, Ἄβραμ. Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ καλουμένου· εἶτά φησιν, Ἐγὼ ὑπερασπιῶ σου. Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγὼν, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρ-ματί σου δώσειν τὴν γῆν ταύτην, ἐγώ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ’ ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνύς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ’ ἔστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φρον-τίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται
PG 53:338σφόδρα. Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὑπὲρ τῶν κα-μάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παρα-βαλὼν, ἀλλ’ ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ’ αὐτοῦ σοι δεδομένων. Ἐγώ σοι παρέξω τὸν μισθὸν, οὐ τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφό-δρα πολύν· Ὁ μισθός σου γὰρ, φησὶ, πολὺς ἔσται σφόδρα. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ῥημάτων ὄγκον; εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλη-τήν; εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τί φησιν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων. Εἶπε δὲ Ἄβραμ· Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, καὶ πολὺν μισθὸν καὶ σφόδρα πολὺν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τί τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι. Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυ-σιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μετα-στῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τίς ἐστι τοῖς ἐνα-ρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον καὶ πέ-ρας οὐκ ἔχουσαν. Ἐγὼ δὲ, φησὶν, ἀπολύομαι ἄτεκνος. Καὶ ἵνα τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπάσηται, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τί φησιν; Ὁ δὲ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου, ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, οὗτος κληρονομήσει. Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γάρ φησι πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενὴς, ἀλλ’ ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, οὗτος δὲ ὁ οἰκογενής μου κληρονομήσει τὰ παρὰ σοῦ μοι δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρύ τι ἐφθέγ-ξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥη-μάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔν-δοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ, καὶ δεί-κνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος· δι’ ὃ καὶ ταχεῖαν τὴν ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως, φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δί-καιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥη-μάτων. Καὶ εὐθὺς, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Τοῦτο, φησὶ, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο σου τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι Οὐ κληρονομήσει σε οὗτος· ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Μὴ πρὸς τὴν φύσιν τοί-νυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν, μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθὼς, τῆς μὲν ἀθυμίας ἐκτὸς γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν, καὶ πεῖσον
PG 53:339σαυτὸν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτε-σθαι. Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἦν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίας τὸ μέγεθος, ἵνα πρὸς τὴν τοῦ ἐπαγγει-λαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. Ἐξ-ήγαγε δὲ αὐτὸν ἔξω, φησὶ, καὶ εἶπεν αὐτῷ· Ἀνάβλε-ψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησὶν, Ἐξήγαγεν αὐτὸν ἔξω, καὶ εἶπεν· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ’ ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρα-γαγὼν, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος καὶ τὰ ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται. ε. Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, Ἀπολύομαι ἄτεκνος, καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανά-του τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιίαν, οὕτω τὰ ῥήματα ἐκεῖνα προήκατο λέγων, ὅτι Ὁ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικει-
μένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέ-ρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενή-σεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλ-πίδας. Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε πρὸς ἑαυτὸν ἰδὼν, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύ-ματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβὰς, καὶ εἰδὼς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς εἰρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέ-ξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομέ-νης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομέ-νου δυνάμει. Πίστις γάρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· καὶ πάλιν· Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι’ ὃ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογί-σθη αὐτῷ εἰς δικαιοσύνην. Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ’ αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγε-λίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ παρὰ τοῦ Θεοῦ αὐτῷ εἰρημένα. Παιδευώμεθα τοίνυν,
PG 53:340παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακο-λουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν παρ’ αὐτοῦ ἐπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, δι’ ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δὲ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέ-σχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δι-καιοσύνην κομισώμεθα, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν διάνοιαν ὑπερ-βαίνει· τοσοῦτο τῶν ὑποσχέσεών ἐστι τὸ μέγεθος. Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν τῶν σωμάτων φθορὰν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν δια-λυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγεί-λατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. Δεῖ γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανα-σίαν. Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασι-λείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγὴν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, Ἃ ὀφθαλ-μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἶδες πόση τῶν ὑποσχέσεων ἡ ὑπερβολή; εἶδες δωρεῶν μέγεθος; 2. Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγ-γειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶ-νας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν· μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταῦτα τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον. Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεία Γραφὴ ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τὰ σπέρματα παρα-κατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπεί-ρειν καταξιουμένους χαίρειν καὶ γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξε-νοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σω-φροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθενία πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην ἀεὶ ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώ-σωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρ-τημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει τὴν δυσχέρειαν
PG 53:341τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, καὶ τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῆς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συν-εισελθεῖν δυνήσῃ, εἰ τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ’ ἔστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον· Εἰρήνην διώ-κετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐ-δεὶς ὄψεται τὸν Κύριον; Εἶδες πῶς τῇ ἁγιωσύνῃ τὴν εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἢ θόρυβον ἐν ἡμῖν, ἀλλ’ ἐν γα-λήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς, ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶν-τες, καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπι-μέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾷν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπο-λαύσωμεν, καὶ τὸν Χριστὸν ἰδεῖν καταξιωθῶμεν. Μακά-ριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαρίσωμεν τοίνυν ἡμῶν τὸ συνειδὸς, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἵνα τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXXVIIΟΜΙΛΙΑ ΛΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΟΜΙΛΙΑ ΛΖ. Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξα-γαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονο-μήσω αὐτήν. α. Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι’ ὃ προσήκει μετὰ ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, Ἐρευνᾶτε τὰς Γραφάς· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν. Τοι-οῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος· ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γάρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναν-τίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτήν ἐστιν ἰδεῖν συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γὰρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἢ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων
PG 53:342ἐστὶ περιδράξασθαι· ἐνταῦθα δὲ, ὡς ἴστε, καὶ βραχεῖα λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκα-λίαν. Διά τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνω-σμένα, καὶ τῶν προοιμίων ἁψάμενοι, ἐπειδὴ πολὺν εὕρο-μεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαι-τέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, ἵν’ οὕτω πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν. Τί δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστιν ἡ δωρεά. Μετὰ προσοχῆς τοίνυν ὑποδεχώ-μεθα καὶ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερ-δάναντές τι εἰς τὴν κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν. Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ’ οὐδὲ ἀντιβλέψαι τολμήσει, εἰδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τί δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς τὸν οὐρανὸν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. Ἀρίθμη-σον γὰρ, φησὶ, τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Εἶτα δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμε-νον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπί-στευε τοῖς εἰρημένοις, φησί· Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελ-θεῖν, δι’ ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τί γάρ φησιν; Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξα-γαγών σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶ-σαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγώ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακα-ρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀνα-στῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμῃ ἑπόμενος ὁ πατὴρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἀλλ’ οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτὸν, ἠκολούθει καὶ ἐξῄει. Ὑπομιμνήσκει τοί-νυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανύσαι ἐποίησεν. Ἐγώ εἰμι ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας τῶν Χαλδαίων, δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; μὴ γὰρ εἰκῆ καὶ μάτην ἐντεῦθέν σε ἤγαγον; Διὰ τοῦτό σε καταλαβεῖν
PG 53:343τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῷαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ’ ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ’ ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ’ ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; εἶδες συγκαταβάσεως μέγεθος; πῶς αὐτοῦ στηρίξαι βούλεται τὴν ψυχὴν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πί-στιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐκβεβηκυιῶν, οὕτω θαῤῥεῖν ἔχῃ; β. Ἀλλ’ ὅρα πάλιν τὸν πατριάρχην, ἐπειδὴ παῤῥησίαν ἔλαβεν ἐκ τῶν εἰρημένων, πῶς πλείονα πληροφορίαν ἐπιζητεῖ. Φησὶ, γὰρ, Δέσποτα Κύριε, κατὰ τί γνώ-σομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν; Εἰ καὶ προ-λαβοῦσα ἡ θεία Γραφὴ ἐμαρτύρησεν αὐτῷ, ὅτι ἐπί-στευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, δι’ ὃ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ’ ὅμως ἐπειδὴ ἤκουσεν, ὅτι διὰ τοῦτο Ἐξήγαγόν σε ἐκ γῆς Χαλδαίας, ὥστε δοῦ-ναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτὴν, φησί· τοῖς μὲν παρὰ σοῦ λεγομένοις οὐχ οἷόν τέ με δια-πιστῆσαι· ἀλλ’ ὅμως ἐβουλόμην καὶ τὸν τρόπον μαθεῖν, πῶς αὐτὴν μέλλω κληρονομεῖν. Ὁρῶ γὰρ καὶ ἐμαυ-τὸν λοιπὸν πρὸς γῆρας ἐληλακότα, καὶ μέχρι τοῦ παρόντος ὡς ἀλήτην ἐνταῦθα περιιόντα καὶ οὐ δύ-ναμαι ἀνθρωπίνῳ λογισμῷ καταλαβεῖν τὸ ἐσόμενον· εἰ καὶ ὅτι προλαβὼν, φησὶν, ἐπίστευσα τοῖς εἰρημέ-νοις. ἅτε δὴ ὡς παρὰ σοῦ λεχθεῖσι τοῦ δυναμένου καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, καὶ πάντα ποιοῦντος καὶ μετασκευάζοντος. Οὐ τοίνυν ἀπιστῶν τοῦτο ἐρωτῶ· ἀλλ’ ἐπειδὴ πάλιν τῆς κληρονομίας ὑπέμνησας, ἤθελον καὶ παχύτερόν τι σημεῖον καὶ ἐναργὲς δέξασθαι, τὸ δυνάμενόν μου τῶν λογισμῶν τὴν ἀσθένειαν ἐπιῤῥῶσαι. Τί οὖν ὁ ἀγαθὸς Δεσπότης; Συγκαταβαίνων τῷ οἰκείῳ θεράποντι, καὶ βουλόμενος αὐτοῦ νευρῶσαι τὴν ψυχὴν, ἐπειδὴ εἶδεν ὁμολογοῦντα τὴν οἰκείαν ἀσθένειαν, καὶ πιστεύοντα μὲν τῇ ὑπο-σχέσει, βουλόμενον δὲ πληροφορίαν τινὰ δέξασθαι, φησὶ πρὸς αὐτόν· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ πε-ριστεράν. Ὅρα πῶς ἀνθρωπίνως ποιεῖται πρὸς αὐτὸν
τὰς συνθήκας. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώ-πων, ὅταν τινὶ ὑποσχώμεθα, βουλόμενοι πεῖσαι τὸν τὴν ὑπόσχεσιν δεχόμενον, ὥστε μὴ ἀμφιβάλλειν περὶ τῶν ἐπαγγελθέντων, σημεῖόν τι παρέχομεν καὶ ἐνέ-χυρον, ἵνα πρὸς ἐκεῖνο ὁρῶν εἰδέναι ἔχῃ, ὡς πάντως εἰς ἔργον ἐκβήσεται τὰ ἐπηγγελμένα· οὕτω καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ εἶπε, Κατὰ τί γνώ-σομαι; φησὶ, Ἰδοὺ καὶ τοῦτό σοι παρέχω· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν. Θέα μοι εἰς πόσην παχύτητα κατελθεῖν καταδέχεται ὁ ἀγαθὸς Δεσπότης διὰ τὴν πληροφορίαν τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ τὸ παλαιὸν οὕτως ἦν αὐτοῖς ἔθος συν-θήκας ποιεῖσθαι, καὶ διὰ τούτων αὐτὰς βεβαιοῦν, ταύ-την καὶ αὐτὸς ἔρχεται τὴν ὁδόν. Καὶ ἔλαβε, φησὶ, καὶ
PG 53:344διεῖλεν αὐτὰ μέσα. Παρατηρητέον πῶς οὐ μάτην οὐδὲ εἰκῆ καὶ τὸν χρόνον ἐπεσημήνατο. Τριετίζοντα γὰρ λαβεῖν προσέταξε, τοῦτ’ ἔστι, τέλεια, ἀπηρτισμέ-να. Καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντι-πρόσωπα ἀλλήλοις· τὰ δὴ ὄρνεα οὐ διεῖλε. Καὶ καθεζόμενος ἐπετήρει, ὥστε μὴ λυμήνασθαι τοῖς δι-χοτομήμασι τὰ ἐφιπτάμενα ὄρνεα, καὶ διὰ πάσης ἡμέ-ρας τοῦτο ποιῶν διετέλει. Κατέβη δὲ ἕτερα ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομηθέντα, καὶ συνεκάθι-σεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστα-σις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδοὺ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ. Τίνος ἕνεκεν περὶ ἡλίου δυσμὰς, ὅτε λοιπὸν πρὸς ἑσπέραν ἡ ἡμέρα; Διὰ πάντων προσεκτικώτερον αὐτὸν βούλεται ἐργά-σασθαι· διὰ τοῦτο καὶ ἔκστασις καὶ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ, ἵνα διὰ τῶν γινομένων εἰς αἴσθησιν ἔλθῃ τῆς τοῦ Θεοῦ ὀπτασίας· οὕτω γὰρ ἑκάστοτε τῷ Θεῷ ποιεῖν ἔθος. Καὶ γὰρ ἡνίκα μετὰ ταῦτα τῷ Μωϋσῇ ἐν τῷ Σιναίῳ ὄρει ἔμελλε διδόναι τὸν νόμον καὶ τὰς ἐντολὰς, Σκότος, φησὶ, καὶ θύελλα ἦν, καὶ τὸ ὄρος καπνίζον. Διὰ τοῦτο καὶ ἡ Γραφή φησιν, Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἐπειδὴ γὰρ τῶν ἀσωμάτων τι ἰδεῖν οὐχ οἷόν τε διὰ τῶν αἰσθητῶν τούτων ὀφθαλμῶν, τὴν οἰκείαν ἡμῖν ἐνέργειαν σημᾶναι βούλεται. Ἐπειδὴ τοίνυν κατε-πλάγη ὁ δίκαιος ἐκεῖνος, καὶ κατέσεισεν αὐτοῦ τὴν διάνοιαν ὁ φόβος, καὶ ἡ γεγενημένη ἔκστασις, ἐῤῥέθη, φησὶ, πρὸς αὐτόν· Εἶπες, φησὶ, Κατὰ τί γνώσομαι; καὶ σημεῖον ἐβουλήθης λαβεῖν, πῶς μέλλεις κληρονομεῖν τὴν γῆν. Ἰδοὺ δίδωμί σοι σημεῖον· πολλῆς γὰρ δεῖ σε τῆς πίστεως, ἵνα μάθῃς, ὅτι καὶ ἐξ ἀπεγνωσμέ-νων δύναμαι τὰ πράγματα εἰς χρηστὰς ἐλπίδας ἀγα-γεῖν. Καὶ ἐῤῥέθη πρὸς Ἄβραμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσι, καὶ τα-πεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύ-σονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Μεγάλα τὰ εἰρημένα, καὶ ψυχῆς νεανικῆς δεόμενα, καὶ ὑπεραναβαινούσης καὶ ἀφιείσης κάτω πάντα τὰ ἀν-θρώπινα. Εἰ μὴ γὰρ γενναίαν τινὰ καὶ ἀνδρείαν, καὶ φιλόσοφον εἶχε ψυχὴν ὁ πατριάρχης, ταῦτα καὶ θο-ρυβῆσαι αὐτὸν ἱκανὰ ἦν. Γινώσκων γὰρ, φησὶ, γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσι, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. γ. Μὴ θαυμάσῃς, φησὶ, πρὸς ἑαυτὸν ὁρῶν, καὶ τὸ γῆρας τὸ σὸν, καὶ τὴν τῆς Σάρας στείρωσιν, καὶ τὴν τῆς μήτρας νέκρωσιν, καὶ νομίσῃς με μέγα τι εἰρη-κέναι, ὅτι εἶπον· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Οὐ μόνον γὰρ τοῦτό σοι προλέγω, ἀλλ’ ὅτι καὶ αὐτὸ τὸ σπέρμα σου εἰς ἀλλοτρίαν γῆν ἀπενε-χθήσεται. Καὶ οὐκ εἶπεν, εἰς Αἴγυπτον, οὐδὲ ὠνόμασε τῆς γῆς τὴν προσηγορίαν, ἀλλά φησιν, Ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλείαν ὑπομενοῦσι καὶ ταλαιπωρίαν, καὶ ὀδυνήσονται οὐ πρὸς βραχὺν χρόνον, οὐδὲ πρὸς ὀλί-
PG 53:345γων ἐτῶν ἀριθμὸν, ἀλλὰ μέχρι τετρακοσίων ἐτῶν. Τὴν μέντοι ἐκδικίαν αὐτῶν ἐγὼ ποιήσομαι, καὶ τὸ ἔθνος ἐκεῖνο τὸ καταδουλωσόμενον ἐγὼ κρινῶ, καὶ οὕτως αὐτοὺς μετὰ πολλῆς ἀποσκευῆς ἐπανελθεῖν ἐνταῦθα ποιήσω· ὁμοῦ καὶ προλέγων αὐτῷ τὰ μετὰ ταῦτα ἐσόμενα μετὰ ἀκριβείας, καὶ τὴν δουλείαν δηλῶν, καὶ τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ τὴν ἀγα-νάκτησιν ἣν δι’ αὐτοὺς μέλλουσι πειρᾶσθαι οἱ Αἰγύ-πτιοι, καὶ τὴν μετὰ περιφανείας αὐτῶν ἐπάνοδον. Καὶ δείκνυσιν αὐτῷ, ὅτι οὐκ ἐπ’ αὐτῷ μόνον τὰ ὑπὲρ φύ-σιν ἔσται, καὶ μετὰ τοσαῦτα κωλύματα τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα εἰς πέρας ἀχθήσεται, ἀλλὰ καὶ ἐπὶ παντὸς τοῦ σπέρματος αὐτοῦ τοῦτο συμβήσεται. Ταῦτα δὲ, φησὶν, ἤδη σοι εἶπον, ἵνα πρὶν ἢ τὸν βίον καταλύσῃς, εἰδέναι ἔχῃς τὰ καὶ τοὺς σοὺς ἐκγόνους διαδεξόμενα. Σὺ δὲ, φησὶν, ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρᾳ καλῷ. Οὐκ εἶπεν, ἀποθανῇ, ἀλλ’ Ἀπελεύσῃ, ὡς ἀποδημεῖν αὐτοῦ μέλ-λοντος καὶ μεθίστασθαι ἀπὸ πατρίδος εἰς πατρίδα. Ἀπελεύσῃ, φησὶ, πρὸς τοὺς πατέρας σου, οὐ τοὺς κατὰ σάρκα λέγων. Πῶς γὰρ, ἐπεὶ ἄπιστος ἦν αὐτοῦ ὁ πατὴρ, καὶ οὐχ οἷόν τε ἦν τὸν πιστὸν πατριάρχην εἰς τὸν αὐτὸν ἐκείνῳ χῶρον ἀπελθεῖν; Χάσμα γὰρ μέγα ἐστὶ, φησὶ, μεταξὺ ἡμῶν τε καὶ ὑμῶν. Τίνος οὖν ἕνεκεν εἴρηκε, Πρὸς τοὺς πατέρας σου; Τοὺς δικαίους αἰνιττόμενος, τοὺς περὶ τὸν Ἄβελ, τοὺς περὶ τὸν Νῶε, τοὺς περὶ τὸν Ἐνώχ. Τραφεὶς ἐν γήρει καλῷ. Ἴσως ἂν εἴποι τις· καὶ ποῖον ἂν εἴη τούτου καλὸν γῆρας, τὸ τοσούτων θλίψεων ἅπαντα τὸν βίον παρελθεῖν; Ἀλλὰ μὴ τοῦτο ἴδῃς, ἄνθρωπε· ἀλλὰ ἀνα-λογίζου καὶ τὴν καθ’ ἕκαστον καιρὸν περιφάνειν, καὶ ὅπως ἐπίδοξος γέγονεν ὁ ξένος, ὁ ἄπολις, ὁ ἀνέστιος, καὶ ὅσης διὰ παντὸς τοῦ χρόνου ἀπήλαυσε τῆς τοῦ Θεοῦ ἀντιλήψεως. Μὴ τοίνυν κατὰ τὴν νῦν ὑπόληψιν κρῖνε τὰ πρά-γματα, μηδὲ νόμιζε ἐκεῖνο εἶναι γῆρας καλὸν, τὸ ἐν τρυφῇ καὶ ἀδδηφαγίᾳ διάγειν, καὶ πλοῦτον κεκτῆσθαι, καὶ οἰκετῶν πλῆθος, καὶ ἀνδραπόδων ἀγέλας. Ταῦτα γὰρ οὐκ ἂν ποιήσειε γῆρας καλὸν, ἀλλὰ καὶ πολλὴν κατάγνωσιν ἂν ἐνέγκοι τῷ μηδὲ ἐν γήρᾳ σω-φρονιζομένῳ, μηδὲ πρὸς αὐτὰς τὰς ἐσχάτας ἀναπνοάς τι τῶν δεόντων βουλευομένῳ, ἀλλὰ καθ’ ἑκάστην ἡμέ-ραν γαστριζομένῳ, καὶ συμπόσια καὶ μέθας μετα-διώκοντι, καὶ μετ’ οὐ πολὺ τούτων ἁπάντων εὐθύνας ἀπαιτεῖσθαι μέλλοντι. Ὁ μέντοι μετὰ τοσαύτης ἀρε-τῆς ὁδεύσας τὸν βίον, οὗτος ἀληθῶς τραφεὶς ἐν γήρᾳ καλῷ καταλύει τὴν ζωὴν, καὶ τῶν ἐνταῦθα πόνων εὑ-ρίσκει λοιπὸν τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις. Διὰ τοῦτό φησι· τοὺς μὲν ἐκγόνους ταῦτα διαδέξεται, σὺ δὲ ἀπελεύσῃ τραφεὶς ἐν γήρᾳ καλῷ. Σκόπει πάλιν ἐνταῦθα, εἰ μὴ πολλὴ τοῦ δικαίου ἦν ἡ ἀνδρεία, καὶ τῆς φιλοσοφίας ἡ ὑπερβολὴ, πῶς καὶ αὐτὰ ταῦτα ἱκανὰ ἦν αὐτοῦ διαταράξαι τὸν λογισμόν. Εἶπε γὰρ
PG 53:346ἂν, εἰ τῶν πολλῶν τις ἦν· τίνος ἕνεκεν ἐπαγγέλλῃ μοι τοσοῦτον ἐξ ἐμοῦ σπέρμα ποιήσειν ἐκταθῆναι, εἰ μέλλοιεν τοσούτοις περιβάλλεσθαι κακοῖς, καὶ ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν δουλείαν ὑπομένειν; τί μοι τὸ ὄφελος; Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος ἐλογίσατο, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα ἔστεργε, καὶ τὰ αὐτῷ δοκοῦντα τῶν ἑαυτοῦ λογισμῶν προετίμα. Εἶτα καὶ τὸν καιρὸν αὐτῷ μηνύει τῆς ἐπανόδου τῆς ἀπὸ τῆς δουλείας. Εἰπὼν γὰρ τῶν
ἐτῶν ἀριθμὸν, φησὶν, ἔτη τετρακόσια· Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. Ἀλλ’ ἐνταῦθα ἄν τις διαπορήσειε πῶς τετρακόσια ἔτη ἔφη δουλεύειν αὐ-τοὺς, καίτοι οὐδὲ τὰ ἡμίση τούτων πεποιηκότων αὐ-τῶν εἰς τὴν Αἴγυπτον. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι εἰς τὴν Αἴγυπτον ποιήσουσιν ἔτη τετρακόσια, ἀλλ’, Ἐν γῇ οὐκ ἰδίᾳ, ὥστε δυνηθῆναι τοῖς ἔτεσιν, οἷς κατὰ τὴν Αἴγυπτον ἐποίησαν, συναριθμεῖσθαι καὶ τὸν χρό-νον τοῦ πατριάρχου, καθ’ ὃν ἐκ τῆς Χαῤῥὰν ἐξελθεῖν προσετάχθη. Ἐξ ἐκείνου γὰρ ἡμῖν καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν αὐτοῦ κατάδηλον ἐποίησεν ἡ Γραφὴ εἰποῦσα, ὅτι ἑβδομηκονταπέντε ἐτῶν ἦν, ἡνίκα ἐξῆλθεν ἐκ Χαῤῥάν. Ἐξ ἐκείνου τοίνυν μέχρι τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου, εἰ βουληθείη τις ἀριθμῆσαι, εὑρήσει σω-ζόμενον τὸν ἀριθμόν. Καὶ ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι φιλάνθρωπος ὢν ὁ Δεσπότης καὶ συμμετρῶν ἀεὶ τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ καὶ τὰς τιμωρίας, ἐπει-δὴ εἶδεν αὐτοὺς πεπονηκότας, καὶ τοὺς Αἰγυ-πτίους πολλὴν περὶ αὐτοὺς τὴν ὠμότητα ἐπιδεικνυ-μένους, πρὸ τοῦ ὡρισμένου καιροῦ τὴν ἐκδικίαν ἐποιήσατο, καὶ πρὸς τὴν ἐλευθερίαν αὐτοὺς ἐπανή-γαγεν. Ἔθος γὰρ αὐτῷ τοιοῦτον, ἐπειδὴ διὰ πάντων τὴν ἡμετέραν σωτηρίαν πραγματεύεται, κἂν ἀπειλήσῃ τιμωρεῖσθαι, βουληθῶμεν δὲ ἡμεῖς πολλὴν ἐπιδείξα-σθαι τὴν ἐπιστροφὴν, ἀνακαλεῖσθαι αὐτοῦ τὰς ἀπο-φάσεις· καὶ τοὐναντίον πάλιν κἂν ὑπόσχηταί τι χρηστὸν ἡμῖν παρέξειν, ἡμεῖς δὲ μὴ τὰ παρ’ ἑαυ-τῶν εἰσενέγκωμεν, οὐδὲ αὐτὸς εἰς πέρας ἄγει τὰ ἐπαγγελθέντα, ὥστε μὴ χείρους ἡμᾶς καὶ ταύτῃ γενέ-σθαι. Καὶ ταῦτα ἅπαντα, ὅσοι φιλότεχνοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, εὑρεῖν δυνήσεσθε. Τετάρτῃ δὲ, φησὶ, γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤ-ῥαίων ἕως τοῦ νῦν. Τότε, φησὶ, καιρὸς ἔσται τοῦ καὶ ἐκείνους πρὸς τὴν ἐλευθερίαν ἐπαναχθῆναι, καὶ τούτους δίκην δοῦναι ὑπὲρ τοῦ πλήθους τῶν ἡμαρτη-μένων, καὶ τῆς γῆς ἐξεωσθῆναι. Ἀμφότερα τοίνυν κατὰ τὸν δέοντα καιρὸν γενήσεται, κἀκείνων ἡ ἀπο-κατάστασις, καὶ τούτων ἡ ἐκβολή. Οὔπω γὰρ αὐτῶν, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι· ὡς ἂν εἴποι τις· οὐδέπω τοσοῦτον εἰργάσαντο πλῆθος πλημμελη-μάτων, ὡς τοιαύτην ὑποσχεῖν δίκην. Φιλάνθρωπος γὰρ ὢν οὐ μόνον τῶν ἐπταισμένων μείζους οὐκ ἐπ-άγει τὰς τιμωρίας, ἀλλὰ καὶ σφόδρα ἐλάττους. Διὰ τοῦτο καὶ περὶ τούτους πολλὴν ἐπιδείκνυται τὴν μα-κροθυμίαν, ἵνα καθ’ ἑαυτῶν ἐπισπασάμενοι τὴν τιμω-ρίαν, μηδεμίαν ἔχωσι λοιπὸν ἀπολογίαν. δ. Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ, ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πί-στιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένων ἔχῃ θαῤῥεῖν, ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ
PG 53:347ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πί-στιν, ὥστε καὶ τὰ κατ’ αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνά-γκη. Εἶτα, ἐπειδὴ ἐπλήρωσε τὴν πρόῤῥησιν, καὶ ἐδέ-ξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. Ἐπειδὴ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φησὶ, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμ-πάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομη-μάτων. Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγί-νοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέ-βαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα, Διέθετο, φησὶ, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποτα-μοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφρά-του, τοὺς Κιναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, παὶ τοὺς Χετταίους, καὶ τοὺς Φερε-ζαίους, καὶ τοὺς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γερ-γεσαίους, καὶ τοὺς Ἰεβουσαίους. Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γὰρ, φησὶ, διαθήκην, λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Εἶτα, ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησὶ, τὸ σπέρμα σου. Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφᾶναι βού-λεται. Ἀνωτέρω γὰρ εἰπὼν, κατὰ τὸ τῶν ἄστρων πλῆ-θος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ’ εἶδος τῶν ἐθνῶν μνημο-νεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος. Ἀλλ’ ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γὰρ, ἀγαπητὲ, διὰ τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιή-σατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἢν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ἠξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρ-χην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι, κἂν βραχύ τι προλαβόντες ἐπιδεί-ξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μη-δέποτε σαλευώμεθα τὸν λογισμὸν, ἀλλ’ ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκί-μησεν. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττον-τος αὐτοῦ τὴν πίστιν, ἣν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γὰρ, Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβά-νειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται· ἐκεῖνο ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· Ἔξελ-
PG 53:348θε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἶδες πίστιν βεβαίαν; εἶδες γνώμην εἰλικρινῆ; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γὰρ, ἐὰν ἐθέ-λωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κε-νὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερ-ορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζω-μεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυ-μνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμά-των περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστρι-μαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν
ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Ἔχοντες δια-τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γα-στέρα διαῤῥήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀδδηφαγίας, ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέ-τρου οἰνοποσίας; ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαὶ, καὶ τῶν μελῶν αἱ διαστροφαί; Οὐχὶ ἐντεῦ-θεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορ-τίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορ-νεῖαι, αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστεῖαι, καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορά; Οὐ διὰ τὸ τοῦ πλείο-νος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἄν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ’ ἑκάστου βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐ-τῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολ-λῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος. ε. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ τῆς πλεονεξίας νόσημα δεξάμενος, φιλονεικεῖ μηδέποτε εἴσω τῶν τῆς χρείας ὅρων γίνεσθαι, ἀλλ’ ἀπ-εναντίας τῇ ἀποστολικῇ παραινέσει τῇ λεγούσῃ, Ἔχον-τες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό-μεθα, οὕτως ἡμεῖς ἅπαντα πράττομεν, οὐκ εἰδότες ὡς πάντων τῶν ὑπὲρ τὴν χρείαν τὴν ἀναγκαίαν εὐθύνας καὶ λόγον ὑφέξομεν, ὡς οὐ δεόντως κεχρημένοι τοῖς παρὰ τοῦ Δεσπότου ἡμῖν παρασχεθεῖσιν. Οὐ γὰρ ἵνα εἰς ἀπό-λαυσιν ἡμετέραν μόνον ἀποχρησώμεθα, ταῦτα ἡμῖν παρ-έσχετο, ἀλλ’ ἵνα καὶ τῶν ὁμογενῶν τὴν ἔνδειαν παρα-μυθησώμεθα. Ποίας ἂν οὖν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ἐν ἐσθήμασι πολλὴν τὴν βλακείαν ἐπιδεικνύμενοι, καὶ τὰ τῶν σκωλήκων νήματα περιβάλλεσθαι σπουδάζοντες, τὸ δὲ χαλεπώτατον, καὶ ἐπὶ τούτοις μέγα φρονοῦντες, δέον ἐγκαλύπτεσθαι καὶ δεδοικέναι καὶ τρέμειν, ὅτι αὐτὸς μὲν εἰς οὐδὲν δέον οὐδὲ χρείας ἕνεκεν, ἀλλὰ βλακείας καὶ κενοδοξίας χάριν, καὶ ὥστε ὑπὸ τῶν ἀγοραίων θαυ-μασθῆναι, τοιαῦτα περίκεισαι· ὁ δὲ τῆς αὐτῆς σοὶ φύ-σεως τυγχάνων γυμνὸς περίεισιν, οὐδὲ ἁδρὸν ἱμάτιον περιβαλέσθαι ἔχων· καὶ οὔτε ἡ φύσις αὐτὴ εἰς συμπά-θειάν σε ἕλκει, οὐδὲ τὸ συνειδὸς διεγείρει πρὸς τὴν ἀν-τίληψιν τοῦ ὁμογενοῦς, οὔτε ἡ ἔννοια τῆς φοβερᾶς ἡμέ-
PG 53:349ρας ἐκείνης, οὔτε τῆς γεέννης ὁ φόβος, οὔτε τῶν ἐπαγ-γελιῶν τὸ μέγεθος, οὔτε τὸ αὐτὸν τὸν κοινὸν ἡμῶν Δε-σπότην ἁπάντων οἰκειοῦσθαι τὰ εἰς τοὺς ὁμογενεῖς γινό-μενα· ἀλλὰ καθάπερ λιθίνην καρδίαν ἔχοντες, καὶ ἔξω τῆς φύσεως ὄντες, οὕτω νομίζουσι λοιπὸν διὰ τὴν τῶν ἱμα-τίων περιβολὴν καὶ ἀνώτεροι τῆς ἀνθρωπίνης φύσεως εἶναι, οὐκ ἐννοοῦντες ὅσων ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, κακῶς οἰκονομοῦντες τὰ παρὰ τοῦ Δεσπότου αὐτοῖς ἐμπιστευθέν-τα, καὶ οὐ βουλόμενοι τοῖς συνδούλοις διδόναι τι μέρος, ἀλλ’ ἡδέως ἀφέντες ὑπὸ τῶν σητῶν αὐτὰ καταναλίσκεσθαι, δαψι-λέστερον αὐτοῖς τὸ τῆς γεέννης πῦρ ἤδη προευτρεπίζου-σιν; Εἰ γὰρ καὶ πάντα τὰ ἔνδον ἀποκείμενα διένειμαν τοῖς δεομένοις οἱ πλουτοῦντες, καὶ οὕτως οὐκ ἂν τὴν κό-λασιν διέφυγον ὑπὲρ ὧν τρυφῶντες καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ταῖς ἑστιάσεσι διετέλουν. Πόσης γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ πάντα τρόπον σπουδάζοντες τὰ μὲν σηρικὰ περιβεβλῆσθαι πολλάκις ἱμάτια, καὶ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς, καὶ τὰ μὲν χρυσίῳ καθυφασμένα περι-κεῖσθαι, τὰ δὲ καὶ ἄλλως πως πεποικίλθαι, τὸν δὲ Χρι-στὸν περιορᾷν γυμνὸν, καὶ μηδὲ τῆς ἀναγκαίας εὐπορεῖν τροφῆς; Μάλιστα γάρ μοι πρὸς τὰς γυναῖκας οὗτος ἂν ὁ λόγος ἁρμόσειε. Πλείονα γὰρ παρ’ αὐταῖς ἔστιν εὑρεῖν τὴν φιλοκοσμίαν καὶ τὴν ἀσωτίαν, καὶ τὸ μετὰ τῶν δια-χρύσων ἱματίων καὶ τὰ χρυσία αὐτὰ περικεῖσθαι ἐπί τε τῆς κεφαλῆς, ἐπί τε τοῦ τραχήλου καὶ τοῦ λοιποῦ σώμα-τος, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις. Πόσων, εἰπέ μοι, πε-νήτων γαστέρας ἠδύναντο παραμυθήσασθαι, καὶ πόσα σώ-ματα γυμνητευόντων σκεπάσαι τὰ ἐπὶ τῶν ὤτων μόνον ἐκκρεμάμενα μάτην καὶ εἰκῆ, καὶ ἐπ’ οὐδενὶ κέρδει, ἀλλ’ ἢ μόνον ἐπὶ βλάβῃ καὶ λύμῃ ψυχῆς; Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰπὼν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, μετήγαγε πάλιν ἐπὶ τὰς γυναῖκας τὸν λό-γον, καί φησι, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ, ἢ μαργα-ρίταις ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὅρα πῶς οὐ βούλεται τούτοις κοσμεῖσθαι, οὐδὲ χρυσία περι-κεῖσθαι, οὐδὲ μαργαρίτας καὶ ἱμάτια πολυτελῆ· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐπὶ τὴν ψυχὴν μετάγειν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως τὸ κάλλος τῆς ψυχῆς φαιδρύνειν, καὶ μὴ περὶ ταῦτα ἐπτοημένην περιορᾷν ἐκείνην ῥυπῶ-σαν, αὐχμῶσαν, ῥάκια περιβεβλημένην, λιμῷ τηκομένην, ὑπὸ τοῦ κρυμοῦ πηγνυμένην. Ἡ γὰρ σπουδὴ αὕτη καὶ ὁ περὶ τὸ σῶμα καλλωπισμὸς, ἐκείνης δείκνυσι τὴν ἀμορ-φίαν, καὶ ἡ τούτου τρυφὴ ἐκείνης τὸν λιμὸν φανερὸν καθίστησι, καὶ ἡ περὶ τὴν ἐσθῆτα πολυτέλεια ἐκείνης τὴν γυμνότητα ἐκφαίνει. Οὐδὲ γὰρ οἷόν τέ τινα ψυχῆς ἐπιμελούμενον, καὶ τὴν εὐμορφίαν ἐκείνης καὶ τὸ κάλλος περὶ πολλοῦ ποιούμενον, πρὸς τὸν ἔξω κόσμον ἐπτοῆσθαι· ὥσπερ πάλιν ἀδύνατόν τινα πρὸς τὴν φαντασίαν τὴν ἔξωθεν ἐσχολακότα, καὶ τῆς ἐσθῆτος τὸν καλλωπισμὸν, καὶ τὸν ἀπὸ τῶν χρυσίων κόσμον, ἐκείνης ἡντιναοῦν ποιεῖσθαι φροντίδα. Πότε γὰρ ἀνέξεται ἡ τοιαύτη ψυχὴ τῶν δεόντων τι συνιδεῖν, ἢ εἰς ἔννοιαν πνευματικῶν πραγμάτων εἰσελθεῖν, ἅπαξ περὶ τὰ γήϊνα ἑαυτὴν ἐκδε-δωκυῖα, καὶ χαμαὶ, ὡς εἰπεῖν, συρομένη, καὶ οὐδέποτε ἀναπνεῦσαι δυναμένη, ἀλλὰ συγκεκυφυῖα, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων ἑαυτὴν βαρύνουσα; Ὅσαι γὰρ ἐντεῦθεν αἱ ἀηδίαι τίκτονται, οὐ δυνατὸν νῦν παραστῆ-σαι τῷ λόγῳ· ἀλλ’ ἀρκεῖ τῷ συνειδότι καταλιπεῖν τῶν περὶ ταῦτα ἐσχολακότων, ὅσας καθ’ ἑκάστην ἡμέραν ἐντεῦθεν δέχονται τὰς ἀθυμίας. Ἢ γὰρ διέπεσέ τι τῶν χρυσίων, καὶ πολὺς ὁ χειμὼν καὶ ὁ θόρυβος κατέλαβεν ἅπασαν τὴν οἰκίαν· ἢ οἰκέτης ὑφείλετο, καὶ πᾶσι μάστι-
PG 53:350γες καὶ πληγαὶ καὶ δεσμωτήρια· ἢ βάσκανοί τινες ἐπ-εβούλευσαν, καὶ ἐξαίφνης ἐγύμνωσαν τῶν ὄντων, καὶ πολλὴ καὶ ἀφόρητος ἡ ἀθυμία· ἢ πραγμάτων περίστασις ἐμπεσοῦσα εἰς ἐσχάτην πενίαν κατήνεγκε, καὶ βαρυτέ-ραν θανάτου τὴν ζωὴν αὐτοῖς κατέστησεν· ἢ ἕτερόν τι πάλιν παρεμπεσὸν πολλὴν τὴν ἀηδίαν προεξένησε. Καὶ ἁπλῶς οὐκ ἔστι ποτὲ ταραχῆς ἐκτὸς εὑρεῖν τὴν ἐν τούτοις ἐσχολακυῖαν ψυχὴν, ἀλλ’ ὥσπερ τὰ τῆς θαλάττης κύματα οὐχ οἷόν τε ἐπιλιπεῖν, οὐδὲ ἀριθμῷ ὑποβληθῆναι διὰ τὴν πολλὴν συνέχειαν· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰς ἐντεῦθεν τικτομένας ταραχὰς οὐχ οἷόν τε πάσας ἐξαρι-θμήσασθαι. Διὸ παρακαλῶ, φεύγωμεν ἐν ἅπασι τοῖς πράγμασι τὴν πλεονεξίαν, καὶ τὸ τὴν χρείαν ὑπερβαί-νειν. Ὁ γὰρ ἀληθὴς πλοῦτος, ἡ ἀνάλωτος περιουσία αὕ-τη τυγχάνει, τὸ τῆς χρείας ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν χρείαν δεόντως διατιθέναι. Ὁ γὰρ τοιοῦτος οὔτε πενίαν δεῖσαί ποτε δυνήσεται, οὔτε ἐπήρειαν ὑπομενεῖ, οὔτε τα-ραχῆς πειραθήσεται· ἀλλὰ καὶ συκοφαντίας ἐκτὸς ἔσται, καὶ τῶν ἐπιβουλευόντων ἐλευθερωθήσεται, καὶ ἁπλῶς εἰπεῖν, ἐν διηνεκεῖ ἔσται γαλήνῃ, ἡσυχίας καὶ ἀπραγμο-σύνης ἀπολαύων· καὶ τὸ δὴ μεῖζον ἁπάντων καὶ τὸ κε-

Homily XXXVIIIΟΜΙΛΙΑ ΛΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
φάλαιον τῶν ἀγαθῶν, ὁ τοιοῦτος καὶ τὸν Θεὸν ἵλεων ἕξει, καὶ πολλῆς ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, ἅτε δὴ οἰκονό-μος πιστὸς τῶν τοῦ Δεσπότου χρημάτων. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα, οὕτω διανέμοντα τοῖς συν-δούλοις, καὶ μὴ θύραις καὶ μοχλοῖς ἐναποκλείοντα, καὶ τοῖς σκώληξι τροφὴν συγχωροῦντα γίνεσθαι, ἀλλὰ τῶν πενήτων τὴν ἔνδειαν παραμυθούμενον, καὶ καλὸν καὶ πι-στὸν οἰκονόμον γινόμενον τῶν παρὰ τοῦ Δεσπότου χορη-γηθέντων, ἵνα καὶ τῆς καλῆς ταύτης διανομῆς μέγαν τὸν μισθὸν κομίσηται, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπι-τυχεῖν καταξιωθῇ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΗ. Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. α. Πάλιν τὰ σήμερον ἀναγνωσθέντα ἐπὶ τὴν ὑπόθεσιν τὴν κατὰ τὸν πατριάρχην τὴν ἡμετέραν καλεῖ γλῶτταν· καὶ μὴ θαυμάσητε εἰ ἐπὶ τοσαύταις ἡμέραις τὴν κατ’ αὐ-τὸν ἱστορίαν εἰς μέσον παραγαγόντες, οὐδέπω καὶ τήμε-ρον αὐτὴν ἀπαρτίσαι δεδυνήμεθα. Πολλὴ γὰρ ἡ περι-ουσία τῆς τοῦ δικαίου ἀρετῆς, καὶ τῶν τούτου κατορ-θωμάτων τὸ μέγεθος ἅπασαν ἀνθρωπίνην νικᾷ γλῶτταν. Ὃν γὰρ ὁ Θεὸς ἄνωθεν ἐστεφάνωσε καὶ ἀνεκήρυξε, τίς ἀνθρώπων κατ’ ἀξίαν ἐπαινέσαι δυνήσεται; Ἀλλ’ ὅμως, εἰ καὶ τῆς ἀξίας πολλῷ τῷ μέτρῳ ἀπολειπόμεθα, ἀλλ’ οὖν γε εἰς δύναμιν ἡμετέραν τὰ κατ’ αὐτὸν εἰς μέσον προθέντες, εἰς ζῆλον ὑμᾶς καὶ μίμησιν τῆς τούτου ἀρετῆς ἐναγαγεῖν βουλόμεθα. Ἱκανὴ γὰρ τοῦ ἀνδρὸς ἡ φιλοσοφία πᾶσαν τῶν ἀνθρώπων παιδεῦσαι τὴν φύσιν, καὶ τοὺς προσέχειν βουλομένους πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν ἐφελκύσασθαι. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις, ἵνα καὶ ἐκ τῶν προσφάτως ἀνεγνωσμένων καταμάθωμεν τοῦ δικαίου τὴν φιλοσοφίαν. Ἱκανὸν γὰρ τοῦτο τὸ χωρίον παιδεῦσαι καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε πολλὴν περὶ ἀλλήλους ἐπιδείκνυσθαι τὴν ὁμόνοιαν, καὶ τῆς συζυγίας τὸν σύνδεσμον ἀῤῥαγῆ δια-φυλάττειν· καὶ μήτε τὸν ἄνδρα τῆς γυναικὸς κατεξαν-ίστασθαι, ἀλλ’ ὡς ἀσθενεστέρῳ σκεύει πολλὴν ἀπονέμειν τὴν συγγνώμην· μήτε τὴν γυναῖκα πρὸς τὸν ἄνδρα διχοστατεῖν, ἀλλ’ ἀλλήλων τὰ βάρη βαστάζειν ἑκατέροις διαμιλλᾶσθαι, καὶ τὴν οἰκείαν εἰρήνην πάντων ἡγεῖσθαι
PG 53:351προτιμοτέραν. Ἀναγκαῖον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων, ἵνα σαφεστέρα ὑμῖν γένηται ἡ διδασκαλία. Σάρα δὲ, φησὶν, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. Σκόπει μοι ἐντεῦθεν, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πί-στιν καὶ τὴν εὐγνωμοσύνην, ἣν περὶ τὰς ἐπαγγελίας ἐπεδείκνυτο τὰς εἰς αὐτὸν γεγενημένας. Τοσαυτάκις γὰρ ὑποσχομένου τοῦ Θεοῦ, ὅτι τῷ σπέρματι αὐτοῦ δώσει τὴν γῆν, καὶ ὅτι εἰς τοσοῦτον πλῆθος ἐκταθήσεται, ὡς τῷ τῶν ἄστρων πλήθει παρισωθῆναι, ὁρῶν οὐδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἐκβαῖνον, ἀλλ’ ἔτι μέχρι λό-γων τὰ τῶν ὑποσχέσεων τυγχάνοντα, οὐκ ἐταράττετο τὸν λογισμὸν, οὐκ ἐσαλεύετο τὴν γνώμην, ἀλλ’ ἔμενεν ἀκλινὴς, πιστεύων τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Διὰ γὰρ τοῦτο καὶ νῦν ἐπεσημήνατο ἡ θεία Γραφὴ λέ-γουσα· Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· μονονουχὶ τοῦτο ἡμῖν ἐμφαίνουσα, ὅτι μετὰ ταῦτα ἅπαντα, μετὰ τὰς συνθήκας τὰς πρὸς αὐτὸν γεγενημέ-νας, μετὰ τὸ ὑποσχέσθαι ἀναρίθμητον ἐξ αὐτοῦ γενή-σεσθαι πλῆθος, οὐκ ἤσχαλλεν, οὐκ ἐνεδοίαζεν, ὁρῶν οὐ-δὲν τῶν εἰρημένων εἰς ἔργον ἐκβαῖνον, ἀλλὰ πάντα τὰ ἐναντία. Διὰ τοῦτό φησι μετ’ ἐκεῖνα ἅπαντα· Σάρα δὲ, ἡ γυνὴ αὐτοῦ, οὐκ ἔτικτεν αὐτῷ· ἵνα μάθῃς ὅτι οὐ-δὲν αὐτῷ πλέον γέγονε μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καίτοι καὶ ἡ στείρωσις τῆς Σάρας, καὶ τῆς μήτρας ἡ νέκρωσις πολλὴν τὴν ἀπορίαν ἐμποιῆσαι ἦν ἱκανὴ τῷ δικαίῳ. Ἀλλ’ ὁ πατριάρχης οὐ πρὸς τὰ ἀπὸ τῆς φύσεως κωλύματα ἑώρα λοιπὸν, ἀλλ’ εἰδὼς τὸ εὐμήχανον τοῦ Δεσπότου, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρους εὑρεῖν δύναται, καθάπερ εὐγνώμων οἰ-κέτης, οὐ περιειργάζετο τὸν τρόπον τῶν γινομένων, ἀλλὰ παραχωρεῖ τῇ ἀκαταλήπτῳ αὐτοῦ προνοίᾳ, καὶ ἐπίστευσε τοῖς εἰρημένοις. Διὰ τοῦτό φησι, Σάρα δὲ, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. Οὐχ ἁπλῶς ἡμῖν οὐδὲ ἐνταῦθα τῆς παιδίσκης τὴν μνήμην ἐποιήσατο ἡ θεία Γραφὴ, ἀλλ’ ἵνα μάθωμεν πόθεν αὐτὴν ἔσχε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὅτι Αἰγυπτία, ἵνα ἐπὶ τὴν ἱστορίαν ἀναδράμωμεν ἐκείνην· καὶ ὅτι ἐκ τῶν παρὰ τοῦ Φαραὼ παρασχεθέντων αὕτη ἦν, ἡνίκα τοσαύ-της ἀπήλαυσεν ἐκδικίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ ταύτην λαβοῦσα ἐπανῆλθεν, ἐπίτηδες ἡμῖν αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸ ἔθνος ἐγνώρισεν ἡ θεία Γραφή. Ἀλλ’ ὅρα λοιπὸν ἐνταῦθα τῆς Σάρας τὴν φιλόσοφον γνώμην, καὶ τῆς σωφροσύνης τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἄφατον πειθὼ καὶ τὴν ὑπακοήν. Εἶπε δὲ Σάρα, φησὶ, πρὸς Ἄβραμ ἐν γῇ Χαναάν· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Σκόπει τὴν εὐγνωμοσύνην γυναικός. Οὐδὲν τοιοῦτον εἶπεν, οἷον μετὰ ταῦτα ἡ Ῥαχήλ φησι πρὸς τὸν Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, ἀποθνήσκω ἐγώ. Ἀλλὰ τί φησιν; Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν. Ἐπειδὴ, φησὶν, ἄγονόν με κατέστησεν ὁ τῆς φύσεως δημιουργὸς, καὶ ἀπεστέρησε τῆς τῶν παίδων γονῆς, ἵνα μὴ οὖν διὰ τὴν ἐμὴν στείρωσιν αὐτὸς εἰς βαθὺ γῆρας ἐλάσας λοιπὸν ἄπαις διαμείνῃς, Εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Πολλὴ καὶ ἄφατος ἡ φιλο-σοφία τῆς γυναικός. Τίς γὰρ ἂν ἕλοιτο πώποτε γυνὴ τοῦτο ποιῆσαι, ἢ συμβουλεῦσαι τῷ ἀνδρὶ τοῦτο, ἣ τῇ παιδίσκῃ τῆς εὐνῆς παραχωρῆσαι;
PG 53:352β. Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπὸς, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ’ ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσων-ται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσω-σιν. Ἐννόει γάρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολ-λὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γὰρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμετὴν διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γὰρ, ἴστε πῶς τοῖς πλείοσι τῶν ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταῖς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τί ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχὴν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάν-των ἀπένειμε. Διά τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φι-λοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ’ ὅπως ἂν ἐκείνῳ
παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ ταῖς οἰκείαις χερσὶ λαβοῦσα τὴν παιδίσκην τὴν Αἰγυ-πτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν ῥημάτων δεικνύουσα τὸν σκοπὸν, δι’ ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· Συνέκλεισε γάρ με ὁ Κύριος τοῦ μὴ τεκεῖν. Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στεί-ρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῆς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παρα-μυθήσηται. Ἐπειδὴ οὖν, φησὶν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν. Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν Καθάπερ γὰρ ἡμεῖς, φησὶν, ἐπὶ τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοί-γει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. Ἐπεὶ οὖν Συνέκλεισέ με, φησὶν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Οἶδα ὅτι ἐγώ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερῆσαι τῆς ἐντεῦθεν παρα-μυθίας. Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ’ αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρ-χην· διὰ τοῦτο βουλομένη δι’ αὐτῶν τῶν ἔργων πληρο-φορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. Ὑπήκουσε δὲ, φησὶν, Ἄβραμ τῆς φωνῆς Σάρας. Πολλὴ τοῦ δικαίου ἡ φιλο-σοφία. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὢν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας ἠνέσχετο, ἀλλ’ ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν. Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυ-πτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συν-οικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν τῇ Χαναναίᾳ, ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα. Σκόπει
PG 53:353τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιή-σατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτό φησι· Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦ-σαι ταύτῃ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν. Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέ-ρησε, καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπ-εδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ ἕτερόν τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναὰν χρόνον αὐτοῖς ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εὐ-θέως ἐπιστάντι τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγα-πητὲ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν οἰκείων λογισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναάν. Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνά-σιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆ-σαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὑτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγ-γειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο. Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιίαν, πάντως αὐτὸς τῷ οἰκείῳ προς-τάγματι πάλιν ἐζωογόνει· ἀλλ’ οὐκ ἂν οὕτω τὸν στέφανον ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνου τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ’ ἑκάστην ἡμέραν λαμπροτέρας γινομένης. γ. Καὶ ἵνα μάθῃς ὅτι οὐ μόνον εὐεργετεῖν βούλεται, καὶ τὰς παρ’ ἑαυτοῦ δωρεὰς παρέχειν, ἀλλ’ ἔθος αὐτῷ τοῦτο καὶ τοὺς ταύτας δεχομένους περιφανεστέρους ἐθέλειν ποιεῖν, ὅρα αὐτὸν καὶ ἐπὶ τῆς Χαναναίας τοῦτο διαπρα-ξάμενον, καὶ διὰ τοῦτο μέλλοντα καὶ ὑπερτιθέμενον, ἵνα μὴ μόνον τὴν αἴτησιν ἐκείνῃ παράσχῃ, ἀλλὰ καὶ αὐτὴν εἰς πᾶσαν τὴν οἰκουμένην κατάδηλον ἐργάζηται. Ἐπειδὴ γὰρ προσῆλθεν ἱκετεύουσα καὶ λέγουσα· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· οὔτε ἀποκρίσεως αὐτὴν ἀξιοῖ ὁ εὔσπλαγχνος καὶ φιλάνθρω-πος, καὶ ἀεὶ τὰς αἰτήσεις ἡμῶν προφθάνων. Καὶ οἱ μὲν μαθηταὶ οὐκ εἰδότες τὸ μέλλον ἔσεσθαι, καὶ ὅτι κηδόμε-νος τῆς γυναικὸς, καὶ οὐ βουλόμενος αὐτῆς τὸν θησαυρὸν
PG 53:354κεκρύφθαι, διὰ τοῦτο οὐκ ἀποκρίνεται, ὡς δῆθεν συμπα-θέστεροι, προσελθόντες παρεκάλουν αὐτὸν λέγοντες, Ἀπό-λυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ δει-κνύντες, ὅτι οὐκ ἔτι φέρουσιν αὐτῆς τὴν ἐπάχθειαν. Ἀπό-λυσον γὰρ αὐτὴν, φασὶν, οὐκ ἐπειδὴ κατώδυνός ἐστιν, οὐδὲ ἐπειδὴ ἡ αἴτησις αὐτῆς εὔλογος, ἀλλ’ Ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Δεσπότης; Βουλόμενος κἀκείνης τὸν θησαυρὸν κατὰ μικρὸν ἐκκαλύψαι, καὶ τούτους διδάξαι, ὅσον λείπονται τῆς αὐτοῦ φιλανθρωπίας, ἀπόκρισιν ποιεῖ-ται ἱκανὴν οὖσαν κἀκείνης πηρῶσαι τὸν λογισμὸν, εἰ μὴ συντεταμένην εἶχε τὴν διάνοιαν, καὶ ζέοντα τὸν πόθον, καὶ τὴν προθυμίαν ἀκμάζουσαν, κἀκείνους ἀποστῆσαι τῆς ὑπὲρ αὐτῆς ἱκετηρίας. Οὐκ ἀπεστάλην γὰρ, φη-σὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ἐκείνους μὲν ἀπέστησε τοῦ παρακαλεῖν ὑπὲρ τῆς γυναικὸς, ἐκείνην δὲ ὀκνηροτέραν οὐκ εἰργά-σατο, ἀλλὰ καὶ μᾶλλον ἐπικεῖσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχὴ, καὶ μετὰ θερμῆς τῆς διαθέσεως προσιοῦσα· πρὸς οὐδὲν ἐπιστρέφεται τῶν λεγομένων, ἀλλ’ ἓν μόνον σκοπεῖ, ὅπως ἐπιτύχῃ τῶν σπουδα-ζομένων· ὅπερ καὶ αὕτη πεποίηκεν. Ἀκούσασα γὰρ ταῦτα, πάλιν φησὶν, Προσεκύνησεν αὐτὸν λέγουσα· Ἐλέησόν με, Κύριε. Ἤδει τοῦ Δεσπότου τὴν εὐσπλαγ-χνίαν, καὶ διὰ τοῦτο πολλῇ κέχρηται τῇ προσεδρίᾳ. Ἀλλ’ ὅρα πάλιν τὸν σοφὸν καὶ εὐμήχανον· οὐδὲ οὕτως ἐπινεύει, ἀλλὰ καὶ σφοδροτέραν καὶ τραχυτέραν ποιεῖται ἀπόκρι-
σιν. Ἤδει γὰρ τὴν ἀνδρείαν τῆς γυναικὸς, καὶ ἐβούλετο μὴ λανθάνουσαν αὐτὴν δέξασθαι τὴν εὐεργεσίαν, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐκ τῆς ἐκβάσεως μαθεῖν τῆς μακροθυμίας αὐτοῦ τὴν αἰτίαν, καὶ τοὺς ἄλλους ἅπαντας παιδευθῆναι, ὅση τῆς προσεδρίας ἡ ἰσχὺς, καὶ τῆς γυναικὸς ἡ ἀρετή. Φησὶ γάρ· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐνταῦθά μοι σκόπει τῆς γυναικὸς τὸν τόνον, πῶς τῷ θερμῷ τῆς προ-θυμίας πεπυρωμένη, καὶ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἐπτερωμένη, καὶ τὰ σπλάγχνα αὐτὰ, ὡς εἰπεῖν, διακο-πτομένη, καὶ πολλὴν περὶ τὴν θυγατέρα τὴν συμπάθειαν ἔχουσα, οὐδὲ ἀποστρέφεται τοῦ ῥήματος τὴν ὕβριν, ἀλλὰ κυνάριον ἀκούσασα καταδέχεται, ὁμολογεῖ κυνάριον εἶναι, ἵνα ἀπαλλαγῇ τῆς τῶν κυνῶν ἀλογίας, καὶ εἰς τὴν τῶν υἱῶν τάξιν ἀθρόον ἐναρίθμιος γένηται. Ἄκουσον λοιπὸν τὰ παρὰ τῆς γυναικὸς, ἵνα μάθῃς ὅσον τῆς τοῦ Θεοῦ μακροθυμίας τὸ κέρδος γέγονεν. Οὐ μόνον γὰρ οὐκ ἀπ-έστησε τὸ γύναιον ἡ τῶν εἰρημένων πρὸς αὐτὴν σφο-δρότης, ἀλλὰ καὶ πρὸς πλείονα προθυμίαν διήγειρεν· ἐπειδὴ γὰρ ἤκουσε ταυτὶ τὰ ῥήματα, φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πι-πτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Εἶδες τίνος ἕνεκεν μέχρι τοῦ παρόντος τὴν μακροθυ-μίαν ἐπεδείξατο; Ἵνα διὰ τῶν ῥημάτων τῆς γυναικὸς μάθωμεν αὐτῆς τῆς πίστεως τὴν ὑπερβολήν. Ὅρα γὰρ πῶς εὐθέως αὐτὴν ἀνεκήρυξεν ὁ Δεσπότης καὶ ἐστεφά-νωσε, λέγων· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Μετὰ θαυμασμοῦ καὶ ἐγκωμίων ἀπέπεμψε τὴν οὐδὲ ἀποκρί-σεως παρ’ αὐτοῦ ἐν προοιμίοις ἀξιωθεῖσαν. Μεγάλη σου, φησὶν, ἡ πίστις. Καὶ γὰρ ἦν ὄντως μεγάλη, διὰ τὸ καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὁρῶσαν ἀνανεύοντα πρὸς τὴν αἴτησιν, μὴ ναρκῆσαι, μηδὲ ἀποπηδῆσαι, ἀλλὰ τῷ τόνῳ τῆς προσεδρίας ἐκκαλέσασθαι καὶ παρασκευάσαι εἰς πέρας ἀγαγεῖν τὰ αἰτηθέντα. Γενηθήτω γάρ σοι, φησὶν, ὡς θέλεις. Εἶδες, ὁ πρότερον μηδὲ ἀποκρίσεως αὐτὴν ἀξιῶν, πῶς νῦν φιλοτιμεῖται ταῖς δωρεαῖς; Οὐδὲ γὰρ
PG 53:355ἁπλῶς αὐτῇ παρέσχε τὴν αἴτησιν, ἀλλὰ ἀνεκήρυξε καὶ ἐστεφάνωσε· καὶ τῷ εἰπεῖν, Ὦ γύναι, ἔδειξεν ὅπως αὐ-τῆς τὴν πίστιν ἐξεπλάγη· καὶ τῷ εἰπεῖν, Μεγάλη σου ἡ πίστις, κατάδηλον ἡμῖν ἐποίησε τῆς γυναικὸς τὸν πλοῦτον. Εἶτά φησι, Γενηθήτω σοι ὡς θέλεις. Ὅσον βούλει, ὅσον θέλεις, τοσοῦτον παρέχω. Ἡ γὰρ τοσαύτη προσεδρία ἀξίαν σε ἀποφαίνει τῆς αἰτήσεως. Εἴδετε τῆς γυναικὸς τὴν εὐτονίαν, εἴδετε τῆς τοῦ Θεοῦ μακροθυμίας τὴν αἰτίαν, καὶ ὅτι περιφανεστέραν αὐτὴν ἐργάσασθαι βουλόμενος, διὰ τοῦτο ἀνεβάλλετο; Ἐπανέλθωμεν δὲ, εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ἱστορίαν, ἵνα μάθωμεν ὅτι δι’ οὐδὲν ἕτερον ἐν τοσούτοις ἔτεσι τὰς ἐπαγγελίας τὰς κατὰ τὸν πατριάρχην γεγενημένας εἰς ἔργον οὐκ ἤγαγεν, ἀλλ’ ἵνα μετὰ πολλῆς τῆς περιφανείας ταύτας αὐτῷ παράσχῃ, καὶ πᾶσι τοῦ δικαίου τὴν πίστιν κατά-δηλον ἐργάσηται. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναὰν, ἵνα μάθῃς ὅσος παρῆλθε χρόνος ἐξ οὗ τὰ τῆς ἐπαγγελίας ἐδέξατο. Εὐθὺς γὰρ ἐπιστὰς τῇ Χαναναίᾳ, ἤκουσεν, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, καὶ ἐν τοσούτῳ μήκει χρό-νου καὶ αὐτὸς ἄπαις διέμεινε, καὶ τῆς Σάρας ἡ στείρω-σις ἐπετείνετο. Καὶ ἔδωκε τὴν Ἅγαρ, φησὶν, Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς εἰς γυναῖκα. δ. Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ’ αὐτοῖς ἡ φι-λοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει, Καὶ λαβοῦσα Σάρα Ἅγαρ τὴν παιδί-σκην· καὶ πάλιν, Ἔδωκεν αὐτὴν εἰς γυναῖκα· ἵνα μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση παρ’ αὐτοῖς ἦν ἡ φιλοσοφία. Καὶ εἰσῆλθε, φησὶ, πρὸς Ἅγαρ, καὶ συνέλαβεν. Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν σύλληψιν εἰργάσατο. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. Καὶ εἶδε, φησὶν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἦθος· ἂν μικρᾶς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ’ εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμο-σύνην ἐπείγονται· ὅπερ καὶ αὐτὴ ἡ παιδίσκη πέπονθεν. Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ’ ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῆς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπι-δειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τί οὖν ἡ Σάρα; Εἶπε, φησὶ, πρὸς Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παι-δίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρὶ, ἡ εἰποῦσα, Εἴσελθε πρὸς τὴν παιδίσκην μου· ἡ οἴκοθεν καὶ ἀφ’ ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη φησὶν, Ἀδικοῦμαι ἐκ σοῦ. Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὦ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; μὴ γὰρ ἐξ ἀσελ-γείας ὁρμηθεὶς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμε-
PG 53:356νος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τί οὖν ἠδί-κησαι παρὰ τοῦ ἀνδρός; Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου. Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ δέδωκας, καὶ οὐκ ἀφ’ ἑαυτοῦ ταύτην ἔλαβε, τίνος ἕνεκεν ἀδικίαν ἐγκαλεῖς; Ναὶ, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ’ ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπι-σχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην. Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Γυναικὸς ἀληθῶς ταῦτα τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονον-ουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαι-δίαν βουλομένη παραμυθήσασθαι τὴν σὴν, τοσαύτην ἐπ-εδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστεῖλαι καὶ ἐκδι-κῆσαί σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίη-σας· ἀλλ’ ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συν-οικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σά-ραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ’ ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐννόησον, φησὶ, πόσον πρᾶγμα
κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυ-νας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξά-μην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖ-νος, φησὶν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς δια-νοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυ-τῆς τὴν παραμυθίαν τὴν σὴν, καὶ εἰς τὴν εὐνὴν τὴν ἐμὴν τὴν παιδίσκην ἀνήγαγον· αὐτὸς δὲ οὐδὲν τῶν παρ’ ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβὼν, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τί οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετὴν, ὅρα τί φησι πρὸς αὐτήν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυς-χέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησιν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σὲ ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδί-σκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· μάνθανε ὅτι καὶ πρότερον, εἰ μή σοι ὑπακοῦσαι βουλό-μενος τοῦτο κατεδεξάμην, οὐκ ἄν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, ἰδοὺ ὑπὸ τὰς χεῖράς σού ἐστι· Χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μὴ γὰρ ὑπετέμετό σού τις τὴν ἐξουσίαν; μὴ γὰρ ἀφῃρέθης αὐτῆς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συν-ουσίαν κατεδεξάμην, ἀλλ’ ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σού ἐστι· κόλαζε, σωφρόνιζε, ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε τὰ παρ’ αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ
PG 53:357πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλο-γον αὐτῇ προστασίαν δῶ. Οἶδα τὴν ὀφειλομένην σοι τι-μήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδείς μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἕν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σὲ ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πά-σῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ. ε. Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνὴρ, ὅταν μὴ ἀκρι-βολογῆται πρὸς τὰ τῆς γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθε-νείᾳ τῆς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδὴν, ὥστε τὴν λύπην ἐκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέ-τωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιεί-κειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπο-νεμέτωσαν, καὶ ὡς ἀσθενεστέρῳ σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ σῶμα ἓν οὕ-τως ὦσι συνημμένοι· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Οἱ τοιοῦτοι κἂν ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐ-τελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ἐν διηνεκεῖ γαλήνῃ καθεστῶτες· ὡς οἵ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακεί-μενοι, καὶ τὸ τῆς εἰρήνης καλὸν διαφθείροντες, κἂν πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα καὶ ταραχὰς καθ’ ἑκά-στην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑπ-οπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔν-δοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τόν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καὶ δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολ-λῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. Καὶ ἐκάκωσεν αὐ-τὴν, φησὶ, Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Ἐπειδὴ γὰρ ἴσως ἐκόλασεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆ-σθαι, ἀλλ’ ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶ-σιν. Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ’ ἑαυτῆς τοῦ δικαίου τὸ σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. Εὗρε γὰρ αὐτὴν, φησὶν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ. Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα πε-ριορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾖ, κἂν παιδίσκη, αὐτὸς ἐν πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφορὰν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν. Καθάπερ γὰρ ἔφθην εἰπὼν, ἐχρῆν αὐτὴν πολλῆς ἀξιω-θῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. Καὶ εὑρὼν αὐτὴν, φησὶν, ὁ ἄγ-γελος εἶπεν αὐτῇ· Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας. Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καί φησιν, Ἅγαρ. Εἰώθαμεν γάρ πως ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν. Εἶτά φησι, Παιδίσκη Σάρας· ὑπομιμνήσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ’
PG 53:358ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν. Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγ-κην αὐτὴν ἀγάγῃ τῆς ἀποκρίσεως. Πόθεν, φησὶ, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἔρημον αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινα τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγό-μενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐ-τῆς· Καί φησιν ἐκείνη· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὁρᾷς πῶς οὐκ ἀρνεῖται τὴν δεσποτείαν, ἀλλ’ ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα; Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμὴν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. Ἀπὸ προσώπου, φησὶ, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὅρα πῶς ἀνεπαχθῶς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, ὅτι Δεινά με διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς φυγὴν ἐτρά-πην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατ-ηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμο-σύνην; Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς αὐτήν· Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστρά-
φηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Πρὸς μὲν τὸ εἰπεῖν, Ἀπὸ προσώπου τῆς κυρίας μου ἀποδιδράσκω, φησὶν, Ἀποστράφηθι, ἐπ-άνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτά σε εὐεργετήσασαν. Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονή-ματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποι-ναν, φησί· Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, ὑποτάττου αὐτῇ· τοῦτο γάρ σοι λυσιτελεῖ. Ἐπιγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν ὑψηλὸν φρόνει, μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου· Ταπει-νώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμὸν, πολλὴν εἰργάσατο γαλήνην ἐν τοῖς λογισμοῖς. 2. Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶ-σθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν πα-ραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχὴν, καὶ ἀρκοῦ-σαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομέ-νων. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Καὶ τοῦτό σοι, φησὶ, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑπο-βάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑπο-ταγήν. Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ. Διὰ γὰρ τοῦτό σοι, φησὶ, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτί-θημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφο-ρίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλί-ψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενο-χωρίᾳ διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γάρ σοι ἔσται, φησὶν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱὸν, καὶ
PG 53:359τὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται, Ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀσχάλλωμεν, ἐπειδὰν ἀπό τινος περιστάσεως τῶν πρα-γμάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω συμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ἡμῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλ-λεσθαι. Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς καρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς ἱκετείας ποιούμενοι. Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Εἶτα προλέγει τοῦ μέλλοντος τίκτε-σθαι παιδὸς τὸ ἐπιτήδευμα. Οὗτος ἔσται, φησὶν, ἄγροι-κος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν· καὶ κατὰ πρόσωπον πάν-των τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. Προμηνύει αὐτῇ ὅτι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ἐπιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν εἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην τιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔ-νοιαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται. Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ Ἅγαρ, ἀνεχώρησεν. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν εὐγνωμοσύνην. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα Κυ-ρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς, ὁ ἐπ-ιδών με· ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, Φρέαρ οὗ ἐν-ώτιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βα-ράχ. Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε γὰρ, φησὶ, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον. Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμο-σύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπι-δεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης αὐτὴν ἀξιώσασαν κηδεμονίας; Καὶ ἔτεκε, φησὶν, Ἅγαρ τῷ Ἄβραμ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἅγαρ, Ἰσμαήλ. ζ. Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι. Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραύ̈νας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξου-σίαν τῆς παιδίσκης αὐτῇ δεδωκὼς, καὶ διὰ τούτου εἰρή-νης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακω-θεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη. Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς αὐτήν· Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὅτι ἐὰν νή-φωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ’ αὐτοῦ ῥοπὴν ἐπισπάσα-σθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρω-μεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μὲν, μάλιστα δὲ περὶ τὰς ἑαυ-τῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ’ ἑνὸς μόνου γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκπο-δὼν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ,
PG 53:360ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφὴν, καὶ ὁ ἀνὴρ ὡς εἰς λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ. Ἐὰν γὰρ ᾖ κοσμία καὶ ἐπιεικὴς, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυ-θίαν παρέξει τῷ ἀνδρὶ, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λα-βεῖν οὔτε τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ’ ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλὰ, καθά-περ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εἰς γαλήνην κατα-στήσει, καὶ τῇ παρ’ ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρ-έξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐ-δὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾖ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀν-δρὸς, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθὰ, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ’ ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σι-δήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν

Homily XXXIXΟΜΙΛΙΑ ΛΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀνωτάτω περιφάνειαν αὐτοὺς ἀνάξει, τοῦτο καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοική-σεως. Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκό-των ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπι-δώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἄλλα πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔ-νοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τὴν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά-τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΛΘ. Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός. α. Εἴδετε, ἀγαπητοὶ, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τὴν ταύτης ἀναχώρησιν, πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφρο-σύνης τὴν ὑπερβολὴν, τὴν αἰδὼ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμο-τέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε
PG 53:361τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόκον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τὴν παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀπο-διδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ, βουλομένη διδάξαι ἡμᾶς ἡ θεία Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι Ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδο-ηκονταὲξ ἦν ὁ Ἄβραμ. Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονὴν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν. Εἰσόμεθα δὲ μετὰ ἀκρι-βείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Θεὸς τὰ κατ’ αὐτὸν ᾠκονόμει, καθ’ ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων. Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγί-νωσκεν· ἀλλ’ ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παρ-οῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεὰς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης, ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀνα-βολὴν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπό-της ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τέ ποτε δια-πεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λο-γισμὸν, ἀλλ’ εἰδέναι τοῦ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παρα-χωρεῖ. Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δη-μιουργὸς, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρή-σασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶν-τες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχί-ζωμεν τὸν λογισμὸν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθα τῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ’ αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ’ ἡμῶν εἰς αὐτὸν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾖ τὰ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ μεγίστη ἐστὶ τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ ἐπὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται τετιμῆσθαι τιμὴν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ’ ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι’ ἀσθένειαν μὴ δυναμένων εἰς ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἐν τῷ μέσῳ πολὺς γένηται χρόνος. Ταῦτα δέ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἐπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρ-
PG 53:362χην, ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυ-ται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, οὐ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὑτοῦ γνώμην διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασαν τοῦ πατριάρχου τὴν ἀρετὴν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξει ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἐνηχούμενος. Τί οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσε τῷ προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰν ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἑβδομηκονταπέντε. Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητον εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τῷ δικαίῳ, ἡ κάθοδος ἡ ἐν Αἰγύπτῳ διὰ τὸν λιμὸν, ἡ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοια. Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βα-σιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ πα-ραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντα ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμ-βαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμὸν, οὐδὲ περιειργά-ζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ’ ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· ἀλλὰ φιλόθεος ὢν καὶ οὐκ ἀνεχόμενος τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ’ ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ δοκοῦντα. β. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαὴλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ
λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησὶν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γυμνάσας ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονὴν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθὲν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, Ἡνίκα, φησὶν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός. Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονὴν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ’ ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιίαν λοιπὸν ἄχρηστος ἦν, καταμα-ρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ’ ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων. Γενομένῳ, φησὶν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεὸς, καὶ εἶπεν αὐτῷ. Ὅταν δὲ ἀκούσῃς, Ὤφθη, μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσῃς ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ’ εὐσεβῶς ἅπαντα νόει. Ὤφθη οὖν αὐτῷ ὁ Θεὸς, ἀντὶ τοῦ, τῆς παρ’ αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ’ ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καί φησιν· Ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πλη-θυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον
PG 53:363αὐτοῦ. Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλ-λουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ Θεός σου· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονο-μήσας ἐγώ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγώ εἰμι, ὁ καθ’ ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιη-κὼς ἐγώ εἰμι· καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ Θεὸς, ἀλλ’, Ἐγώ εἰμι ὁ Θεός σου. Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ οὐρανοῦ καὶ γῆς ποιητής φησιν, Ἐγώ εἰμι ὁ Θεός σου. Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι κατα-δέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν, Ὁ Θεὸς ὁ Θεός μου, οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ’ ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοὶ, ἀλλ’ ἀκούωμεν τοῦ προφήτου λέγοντος, Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κα-κουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησὶν, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πάντα τὸν κόσμον εἰπὼν, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρε-τῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δη-μιουργός φησι πρὸς τὸν πατριάρχην· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμ-πτος. Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ Σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνω-τέρω ἔλεγεν εἰπὼν, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ’ ὁ εὐ-γνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τος-αύτην συγκατάβασιν καὶ τὴν περὶ τὸν αὑτοῦ θερά-ποντα κηδεμονίαν, καταπλαγεὶς, καὶ εἰς ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγα-θότητος, καὶ τῆς ἀπείρου δυνάμεως, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ, δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενη-μένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. Καὶ ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον. Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν·
PG 53:364Ἔπεσε γὰρ, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς ἑαυτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦ-σαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. Ἐλάλησε γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς λέ-γων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε· καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. γ. Σκόπησον, ἀγαπητὲ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καί φησιν· Ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθει-κά σε. Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέ-ραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ εἰ ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γε-γεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ’ ἑτέρων γεγενημένα. Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγο-ρία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυ-σμόν. Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδὶ, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑ-ρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρ-εσιώπησεν ἡ Γραφὴ, οὐδὲ εἶπε, Νῶε δίκαιος μόνος ἦν,
εἰ καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν τῆς τοῦ δι-καίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέ-ναι τῷ παιδὶ, φησί· Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Πόθεν, εἰπέ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰ τοσαύτας γενεάς; Κληθήσεται γὰρ, φησὶ, Νῶε· οὗτος γὰρ δι-αναπαύσει ἡμᾶς. Τὸ, Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνά-παυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώ-ζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ ἀρχήν τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν, Οὗτος διαναπαύσει ἡμᾶς, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούν-των πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τήν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐν-οικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἀν-έπαυσε. Θάνατος γὰρ, φησὶ, ἀνδρὶ ἀνάπαυσις. Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνύε-σθαι παρασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατρι-
PG 53:365άρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προ-οιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησὶ, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπεράσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλὰ, Πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι, ἵνα τοῦ δικαίου τὸ σπέρ-μα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἰδώς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶν διδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσον-ται. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα. Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταῦτα ἤκουσεν, ἐκπλαγησόμεθα τήν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερ-βάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέν-τος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένου, καὶ καθ’ ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εἰς ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ βασιλεῖς, φησὶν, ἐκ σοῦ ἐξελεύσονται. Εἶδες ἐπίτασιν ἐπαγγε-λίας; Αὐξανῶ σε, φησὶ, σφόδρα, σφόδρα. Οὐχ ἁπλῶς τὸν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ’ ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἐν στήλῃ τινὶ, ἀνεξάλει-πτον αὐτῷ τῆς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεός. Οὐ μόνον περὶ σὲ, φησὶ, πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σὸν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τίς ἡ δύναμις τῆς διαθήκης; Ὥστε εἶναί σου Θεὸς, φησὶ, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Τοῦτο γάρ σοι ἔσται τὸ κε-φάλαιον τῶν ἀγαθῶν, σοί τε καὶ τῷ σπέρματί σου. Καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχε-σιν αἰώνιον· καὶ Θεὸς ἔσομαι αὐτῶν. Διὰ τὴν σὴν ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προ-νοίας, καὶ δώσω αὐτοῖς εἰς κατάσχεσιν αἰώνιον τὴν γῆν Χαναὰν, Καὶ ἔσομαι αὐτῶν Θεός. Τί ἐστι, Καὶ ἔσο-μαι αὐτῶν Θεός; Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν παρ’ ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον Σὺ τὴν διαθή-κην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Οὐδὲν ἕτερον παρ’ ὑμῶν ἐπιζητῶ, ἢ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω. δ. Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συνανα-μιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι τοῖσ
PG 53:366ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καί φησιν· Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περι-τμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν. Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βού-λεται γίνεσθαι, ἀλλ’ ἢ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν αὐτῷ ἀνακείμενον, φησὶ, Καὶ ἔσται ἐν σημείῳ διαθή-κης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ’ ὃν προσήκει τοῦτο γίνεσθαι. Παιδίον γὰρ, φησὶν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οἰκογενὴς, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες ἁπαξαπλῶς, ὡς εἰπεῖν, οἱ συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέ-ρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθήσεται, ὅτι τὴν διαθή-κην μου διεσκέδασεν· ὅτι παρέβη, φησὶ, τὸ προσταχθέν. Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινόν τινα ἐπιτιθεὶς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτο-μῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσι μυριά-κις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδοὺς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὅρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖ-σθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγὲς, ἵν’ οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὅρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἵν’ οὕτω περιγενέσθαι δυνηθῇ τῆς πολλῆς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Δεσπότης, καθάπερ δεσμὰ ποσὶν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴ-κοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ’ ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, νῦν περιτέμνεσθαι βούλονται;
Τότε μὲν γὰρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος; Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος, Καὶ ἔσται ἐν σημείῳ διαθήκης, μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύ-νην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν μὴ θαῤῥῶμέν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ’ αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς εἰδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ’ αὐτῶν ἀπαιτῆσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ’ ἵνα τῶν τότε τέλος λαμβα-νόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ. Ὥσπερ γὰρ ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται
PG 53:367λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐν-ταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ’ ὑμῶν εἰσηνέχθη, ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι’ οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ’ ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ’ ἀπαλλάττε-σθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν. Ἐν-νόησον γάρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἢ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν (ἐν-νενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάτ-τετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἀνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτε-σθαι ἔμελλεν ὁ Ἰσαὰκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέ-μνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα. ε. Καὶ ἵνα μάθητε ἀκριβῶς, ἀγαπητοὶ, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τί γάρ φησιν, Ὀκτὼ ἡμε-ρῶν παιδίον περιτμηθήσεται; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μὲν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῆς περιτομῆς τῆς σαρκός· δευτέρου δὲ, ἵνα δι’ αὐτῶν τῶν ἔργων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχήν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γι-νῶσκον τὰ γινόμενα, μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γάρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γάρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρ-θωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν τὰ μέλλοντα δὲ καθ’ ἑκάστην ἡμέραν φαντά-ζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακα-θήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυ-χνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ἔτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγον-τος περὶ τοῦ πατριάρχου· Καὶ σημεῖον ἔλαβε περιτο-μὴν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ. Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πί-στεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ, ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθεὶς, ὁ κατὰ ἀκρίβειαν τὸν νό-μον παιδευθείς φησι· Μὴ νομίσητε, ὦ ἀναίσχυντοι Ἰου-δαῖοι, ὅτι ἡ περιτομή τι εἰς δικαιοσύνην αὐτῷ συνετέ-λεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν
PG 53:368ἐπιδειξάμενος, ἤκουσεν· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι’ ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδη-λον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσπο-τείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεὸς, ὥσπερ αὐτὸν χω-ρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαὸς, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐ-τοῦ μέλλον τίκτεσθαι σπέρμα. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυ-λάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε)· ἀλλ’ ἡμεῖς πειθώμεθα τῷ μα-καρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν κατα-δεχώμεθα. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τί ἐστιν ἡ τοιαύτη περιτομὴ, ἐπ-ήγαγε· Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι. Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ’ ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθ-ίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιού-των. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχει-ροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρ-κός. Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοὶ, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν πα-θῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλα-βώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ’ ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ-ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.

Homily XLΟΜΙΛΙΑ Μ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΟΜΙΛΙΑ Μ. Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. α. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παρα-θῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιή-σατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευμα-
PG 53:369τικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρ-έχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευ-τέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γί-νεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέ-ραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύ-νης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφο-ρήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παρα-θῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ’ ἵνα δόξῃ σαφέστε-ρος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν’ οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶ-πεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμη-θήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσε-ται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδα-σεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκα-λίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομέ-νων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελ-θεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγο-μένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε. Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κλη-θήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προς-θεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ’ ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέ-πων, θάρσησον τοῖς παρ’ ἐμοῦ λεγομένοις. Εὐλογήσω γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπί-νην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδο-ποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθή-κην. Ἀλλ’ ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πά-λαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέ-ναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρ-ματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ
PG 53:370τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησὶ, ἐλογίζετο καθ’ ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούων Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη· καὶ πάλιν, Ἐξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται· οὐκ ἔχων ὅ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλό-θεος ὢν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλι-κίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ καταπλα-γεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, Ἔπεσε, φησὶν, ἐπὶ πρός-ωπον, καὶ ἐγέλασεν. β. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνά-μεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσας, Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν, ἀντὶ τοῦ, περιχαρὴς ἐγένετο· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταέτει παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαί-φνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦ-τον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαὴλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως με παρ-εμυθήσω, καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γὰρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἢ ἐνενόησά ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ’ οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἄγαρ μοι παρέδωκεν, ἀπ-αγορεύσασα τὰ καθ’ ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗ-τος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζήτω ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέ-τερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τί οὖν ὁ φιλάνθρω-πος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώ-μης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασά-νισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντη ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ’ ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι’ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεώς εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ δια-νοίᾳ λογισμούς σου κινηθέντας παρωσάμενος, δέχου ἱκα-νὴν πληροφορίαν ἐκ τῶν παρ’ ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνή σου, ἣν νομίζεις διά τε τὴν στείρω-σιν, διά τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέ-ξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδού σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. Πρὸς γὰρ ἐκεῖνον στήσω
τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Οὗτος γάρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ
PG 53:371ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερ-βαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν, δι’ ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρὸν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παρά-κλησιν δεξάμενος. Ἐπήκουσα γάρ σου τῆς δεήσεως, Καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Ἐπειδὴ γὰρ, φησὶ, σὸν σπέρμα ἐστὶν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφό-δρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, ὅπως ἐν μιᾷ και-ροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομί-σατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι Ὅστις ἂν καταλίπῃ πατέρα ἢ μητέρα, ἢ οἰκίαν ἢ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προ-ετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μι-κρὸν πολλὴν τὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθὼν, οὕτω περίβλεπτος γέγονε καὶ περιφανὴς, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἴ τις εὐγνω-μόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατον-ταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώ-θη, τίς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δὲ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πα-τριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τι-μὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονὴ, ὅσον ἐστὶν ἀρετὴ, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐ-γνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐερ-γεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ’ ἑαυτοῦ εἰς-έφερεν, εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῶς ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοῦ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακού-σας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἦν ἐτῶν, φησί· νυνὶ δὲ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς. γ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἀλύειν, μηδὲ ναρ-κᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ’ εἰδέναι ὅτι φι-λότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς, καὶ οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμε-νος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται τὰς δωρεάς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν
PG 53:372τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρὰ, εἰ καὶ ὅτι ἑκά-στοτε ἀνεμίγνυτο τοῖς λυπηροῖς καὶ τὰ χρηστά. Κηδόμε-νος γὰρ ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησιν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχη-ται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λο-γισμὸν διεγείρων· οὕτω ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπά-νει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτο-μολήσωμεν. Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι’ ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἵν’ οὕτως ἡμῶν μεθοδεύσῃ τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρὸς, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατα-τείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέ-στερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ’ ἑαυ-τοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρω-πος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνα-σίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρε-τοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρό-τεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπι-σπάσονται· εἴτε καθ’ ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχα-ρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγὴν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι’ ὃ, παρακαλῶ, εἰδότες τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμε-τέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας. Κἂν γὰρ ἡ διάνοια ἡ ἡμετέρα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταύτῃ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰ-κονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦ-τον ἔχομεν Δεσπότην, οὗ μηδὲ χωρῆσαι δύναται ἡ διά-νοια ἡ ἡμετέρα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέ-ρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμε-θα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδᾶναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἣν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγὴν, καὶ τὴν παρ’ ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας. Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τι-νὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γί-νεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰ-δότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρό-νῳ γενήσεται ἡ τούτων ἐπαγωγὴ, ἐπειδὰν μετ’ εὐχαρι-
στίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμο-νος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχα-
PG 53:373ριστεῖν τῷ δεσπότῃ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὴν αὐτὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Οὕτω γὰρ καὶ ὁ πατριάρχης οὗτος εὐδοκίμησε, καὶ τοσαύτης παρὰ τῷ Θεῷ τυχὼν παῤῥησίας, καὶ δωρεὰς ἐδέχετο νικώσας τὴν φύσιν τὴν ἀνθρωπίνην. δ. Ἀναγκαῖον δὲ πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοὴν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τί τοῦτο; εἰς τί ἐκεῖνο; καὶ τί τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἢ τό-δε; Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγα-γεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσα-το πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν ἐπετίθει τῷ Ἰσμαὴλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός. Ἐννενήκον-τα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησὶν, ἡνίκα περιετέ-μετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· Ἰσμαὴλ δὲ ἦν ἐτῶν δεκατριῶν. Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ’ ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοὴν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὢν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν, ἀγαπητὲ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆ-σαν ἀποτέμνουσιν, ἀλλ’ οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη. Νεκρωθὲν γὰρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυ-νάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰ-κογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαν-τας ἐπαίδευσε κατ’ ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖ-δας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπο-μένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν. Ἀλλὰ σκόπει μοι, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν φιλαν-θρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἢ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμους αὐτοὺς εἶναι, καὶ τῶν λοι-πῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμετέρα περιτομὴ, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰα-τρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρὸν, καθάπερ ἐκεῖ, ἀλλ’ ἔξεστι καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομὴν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ’ ἁμαρ-τημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ

Homily XLIΟΜΙΛΙΑ ΜΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 53:374πλημμελημάτων τὴν συγχώρησιν εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολὴν, καὶ ὅτι ἀνίατα νοσοῦντες μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰκονομῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ’ ἔστι τὰς πράξεις τὰς πονηρὰς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλὰ, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμε-θα Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλά-κις αὐτοὺς καὶ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ’ ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομὴν, μετὰ ἀσφαλείας τὰ καθ’ ἑαυτοὺς οἰκονο-μήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, ἀλλ’ ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐ-σέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμε-μίχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηροὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοί-νυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μὲν, διὰ τοῦ τὰ καθ’ ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἵν’ οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαι-μεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα. Καθά-περ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν πα-ρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ἂν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κο-λαζόμεθα μόνον, ἀλλ’ ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελί-ζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χρι-στοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆ-ναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΑ. Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυὶ̈ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. α. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς δι-δασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ’ ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρι-
PG 53:375κτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι. καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέ-ρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ
πονηροῦ δαίμονος, καὶ οὔτε ἡμετέρα νουθεσία, οὔτε ἡ πεῖρα αὐτὴ, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, δι-δασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποίᾳ λοιπὸν προ-θυμίᾳ τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ’ ἡμῶν λε-γομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολὴν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ’ ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖ-δας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀπο-πτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλ-λοντας, πολλάκις ἀποστρέφονται τὴν ῥᾳθυμίαν διορ-θούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες. Ἀλλ’ ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολ-λάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνε-ται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλι-κίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνε-ται τοῖς παισίν. Ἀλλ’ ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλο-στοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προ-θυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρ-τισμένος ὁ μισθὸς ἔσται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύ-ριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπό-του εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ’ οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτός ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πε-πληρώκαμεν, ἀλλὰ βουλόμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἣν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί εἰσιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἂν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν δι-δασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ’ ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδά-
PG 53:376σκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν. ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. Οἰκοδεσπότης τις, φησὶν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδω-κεν ᾧ μὲν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ δεσπό-του φιλανθρωπία. Τί γάρ φησιν; Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Ἐπειδὴ, φησὶ, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πι-στευθεῖσι τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. Προσῆλθε δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰληφὼς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδω-κας; Ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔ-νοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τὰ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδὴ, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίη-κεν, ἀλλ’ ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ’ ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν. β. Ἀλλ’ ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συν-άγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπ-ελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν. Ὢ κακία οἰκέτου ὢ ἀγνωμοσύνης ὑπερ-βολὴ, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ’ ὅτι καὶ ἀντὶ ταλάντου κατηγο-ρίαν προσήνεγκε Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτε-σθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ’ ἄκουε λοι-πὸν, ἀγαπητὲ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ δεσπότης; Πονηρὲ δοῦλε. Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλῆξαι ἡ ἀπειλή. Εἰ ᾔδεις, φησὶν, ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό· ἀργύριον λέγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἦν, φησὶ, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἦν τὸ παρ’ ἐκείνων ἀπαιτῆσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τί ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται; Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἀπηγόρευσε τὸν τόκον λαμ-βάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ
PG 53:377ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέ-τησε λέγων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῷ νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ’ ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευμα-
τικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοὶ, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε πάγια ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν, ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπέρ τε τῆς οἰκείας σωτηρίας, ὑπέρ τε τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε ( Μα-κάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων ), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ’ ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ’ ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρ-πάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐν-ταῦθα. ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπι-κείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθείς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέ-ποτε λέγε, ὅτι Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἤνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξε-ται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ’ ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίστα-ται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς δι-δοὺς, τὰ ἄλλα πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδὴν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα. Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδᾶναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν εὐφρο-σύνην, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. γ. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ’
PG 53:378ἡδονῆς ἐδέξασθε τὴν παρ’ ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ’ ὑμῶν εἰσενεχθήσεσθαι. Διὸ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσο-μεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζαν, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρ-χην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέ-ξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεὸς πρὸς τῇ δρυὶ̈ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρὸν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ὤφθη δὲ αὐτῷ ὁ Θεός; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάν-των καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα εἰς ἔργον σπεύδων ἄγειν, εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλ-λόμενος αὐτός τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προς-ταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὑτοῦ τὴν πολλὴν ὑπ-ακοὴν, πάλιν αὐτῷ ἐπιφαίνεται. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐ-γνωμοσύνην. Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουσε, φησὶ, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυὶ̈ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημ-βρίας. Σκόπει μοι ἐνταῦθα τοῦ δικαίου τὴν ἀρετήν. Καθημένου, φησὶν, ἐπὶ τῆς σκηνῆς. Οὕτως ἔργον ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲ ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων, ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταέτης γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆρας αὐτῷ κώ-λυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἦν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύ-ραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδὴν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκ-κλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας, ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλο-ξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερ-βολὴ, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο. Εἰκότως· ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ’ ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θερα-πείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυ-σιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπού-δαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετά-ζων εἰ γνώριμοι, ἢ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὸ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων Δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους· τὸν πατρι-άρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὃς ἂν δέξηται ἕνα τούτων τῶν ἐλαχίστων
PG 53:379ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Ἀκούωμεν, ἀγα-πητοὶ, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώ-μεθα, τίς, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ’ ἔγνω, φησὶ, τῶν παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη; Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυ-μίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦ-σαι, μηδὲ ζημίᾳ τῇ μεγίστῃ περιβαλεῖν. Ἤδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμό-
τητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ’ ἀκού-σωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἵν’ εἰδῇς ἐν βαθυτάτῳ γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περιχαρῆ γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. Ἀναβλέψας δὲ, φησὶ, τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐ-τοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. Τρέχει καὶ ἵπτα-ται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθε-νείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδὶ, οὐδὲν ῥᾴθυ-μον ἐπεδείξατο, ἀλλὰ δι’ ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέ-γων· μέγας θησαυρὸς, μεγάλη πραγματεία· δι’ ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι. δ. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυ-χεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· Ὃς ἂν δέ-ξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνό-ματι, ἐμὲ δέχεται. Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμέ-νων, ἀλλ’ ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡσανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥᾴθυμος τοίνυν ᾖ καὶ ἠμελη-μένος ὁ τῆς παρὰ σοῦ φιλοφροσύνης ἀπολαύων, μηδείς σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γάρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. Καὶ ἰδὼν, φησὶ, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς. Καλῶς καὶ τὸ Προσέδραμε πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γε-γηρακὼς, ὁ πεπολιωμένος, ὁ ἑκατονταέτης προστρέ-χει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται. Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Πολλὴ τῶν τοῦ δικαίου ῥημά-
PG 53:380των ἡ ὑπερβολή. Οὐ γὰρ, ὅτι ὑπεδέξατο, θαῦμα τος-οῦτον τῆς προθυμίας, ἀλλ’ ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδὼν, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνον-το), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προ-τροπὴν, Προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι. Διὰ δὴ τοῦτο καὶ ἡ θεία Γραφὴ δεικνύουσα τοῦ δικαίου τὴν πολλὴν καὶ ἄφατον ἀρετὴν, φησί· Προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημά-των πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. Καὶ προσκυνήσας, φησὶν, εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Τί ἄν τις κατ’ ἀξίαν εἴποι τοῦ δικαίου τού-του; ἢ πῶς ἄν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε; Τὸ μὲν γὰρ εἰπεῖν, Κύριε, τῶν ἐγχωρούντων ἐστί· τὸ δὲ λέγειν, Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, τοῦτό ἐστι τὸ παράδοξον. Χάριν, φησὶ, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἢ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγο-νότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἂν, καθὼς καὶ πολλάκις εἴρηται, μέγα τι τοῦτο ἦν εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυ-μάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς ἕνα προτεινόμενος ὁ δίκαιος λέγει, Κύριε. Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καί φησι· Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ πάλιν, Καταψύξατε ὑπὸ τὸ δέν-δρον, καὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύ-σεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσὶ, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖ-ται τὴν προτροπὴν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυ-τὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. Ληφθήτω δὴ ὕδωρ, φησὶ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Ἐπειδὴ γὰρ, φησὶ, κε-κμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τί ἐστι τὸ παρ’ ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελές τι παραθήσειν ὑμῖν, ἢ καρυκευμάτων ποικιλίαν, ἢ ὄψων διαφοράν· ἄρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλί-νατε πρὸς τὸν παῖδα ὑμῶν. ε. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γὰρ, φησὶ, προσεκύνησεν, εἶτα κυ-ρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ’ αὐτοῦ γενέσθαι εἰς αὐτοὺς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὄν. Ὕδωρ γὰρ, φησὶ, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκη-
PG 53:381νὴν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε τα-λαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φι-λόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλο-φροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ’ ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη. Καὶ εἶπαν, φησὶν, Οὕτω ποιήσομεν, καθὰ εἴρηκας. Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσὶ, φησὶν, ἔχω τὸν θησαυρὸν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πρά-γματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον. Καὶ ἔσπευσεν Ἀβραὰμ, φησὶν, ἐπὶ τὴν σκηνήν. Ὥς-περ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεία Γραφὴ, εἰποῦσα, Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερ-
μότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέ-ρομεν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύ-δει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, Καὶ εἶπεν αὐτῇ· Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν ἐξεπαί-δευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρ-ορμᾷ μὴ ῥᾳθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλὰ, Σπεῦσον, φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπο-λέσωμεν τὸν θησαυρὸν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορ-θώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομέ-νην αὐτῷ κοινωνόν. Διὰ τί γὰρ, εἰπέ μοι, οὐδενὶ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβη-κυίᾳ; ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὐτὴ προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέ-τωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικόν τι κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι’ ἑαυτῶν ἅπαντα διαπράττεσθαι· γυναῖκες δὲ, ἵνα σπεύ-δωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμά-των, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν. Ἀλλ’ οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ’ ἡμῶν λεγο-μένων. Νῦν γὰρ ἡμῖν ἀπ’ ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξὶ, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμὸν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαρ-γαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχὴν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι
PG 53:382μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλά φησιν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κοσμοῦ κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσι· τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν, τῆς ψυχῆς τὴν διαφθορὰν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἐσμόν· ἀλλ’ ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπι-βουλαῖς, καὶ μυρία ἄν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ’ οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι’ ὃ καὶ ἀξία τοῦ πατριάρ-χου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἐφύρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν. Ὢ γέ-ροντος νεότης, ὢ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δει-κνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. Καὶ ἔλαβε, φησὶ, μοσχάριον ἁπαλὸν καὶ καλόν. Αὐτὸς δι’ ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδὶ, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι. 2. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαι, φησί. Καὶ οὐδὲ οὕτως ἠρέμει ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. Καὶ λαβὼν βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς. Αὐτὸς δι’ ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ’ ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον. Ὢ φιλοξε-νίας μέγεθος, ὢ ταπεινοφροσύνης ὑπερβολὴ, ὢ φιλοθέου γνώμης ἐπίτασις παρειστήκει ὁ ἑκατονταέτης οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώ-τερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχύν τινα προσλαβεῖν. Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἐῤῥω-μένη ᾖ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοί-νυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύ-την ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν πα-ραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχά-ριον, ἀλλ’ ἐκεῖνο λογίζου, μεθ’ ὅσης τιμῆς, μεθ’ ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοὶ, κἂν ποιήσωσί ποτέ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θερα-πείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥῖψαι τὰ συλ-λεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τι ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἢ λαμβάνων, οὐκ οἶδεν ὃ δια-πράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν.
PG 53:383Ἀλλ’ ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὅπερ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προ-θυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δα-ψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατ-έλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδεί-χθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπὸν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύ-πτει ἑαυτὸν ὁ παραγεγονὼς, καὶ κατὰ μικρὸν ὑποδεί-κνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχών ἐστιν ὁ παραγεγονὼς, εἴ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο. Ὁ δέ φησιν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Καὶ ἐπεὶ ἔμελλε λοιπὸν, ὡς Θεὸς, ὑπισχνεῖσθαι αὐτῷ τὰ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προσηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν
αὐτοῦ καταχθείς. Ἐπαναστρέφων γὰρ, φησὶν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου· Ἰδοὺ τῆς φιλο-ξενίας οἱ καρποὶ, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτετα-μένης ὁ μισθὸς, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δὲ, φησὶν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ’ ἑαυτὴν, λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ ἵνα ἀπολογήσηται ἡ θεία Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ δὲ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέραις αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά φησιν· Ἐξέλιπε δὲ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. Ἐξηραμμένη ἦν, φησὶν, ἡ πηγὴ, τε-τύφλωτο ὁ ὀφθαλμὸς, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπη-ρωμένον. Δι’ ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ’ ἑαυτὴν ἐλογίζετο τήν τε ἑαυτῆς ἡλικίαν, τό τε γῆρας τοῦ πατριάρχου. Ἀλλ’ ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμε-νος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤ-ῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα. Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλο-γίζετο. Μὴ ἀδυνατεῖ, φησὶ, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησὶν, ὅτι τῆς φύσεως ὢν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆ-σαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησὶν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ’ ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ἐπειδὰν, φησὶν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ’ ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆσ
PG 53:384κινηθέντα ἔλαθε τὸν παρόντα, Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα. Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησὶν, Ἐφοβήθη γάρ. Ἀλλ’ ὁ πα-τριάρχης φησὶ πρὸς αὐτὴν, Οὐχὶ, ἀλλὰ ἐγέλασας. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἐν διανοίᾳ ταῦτα ἐβου-λεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονὸς, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθὰ, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης. ζ. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀν-τίδοσιν μόνον, ἀλλ’ ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστὸν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκεί-ναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἀκουσόμεθα παρ’ αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Τί τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ’ ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησὶν, ἐπίδειξαι, κἂν εὐτελὴς ᾖ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπό-της ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαρὰν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγε· Κρεῖσσον λόγος, ἢ δόσις. Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας· ἀλλ’ ἂν μὲν δυνηθῶμεν παραμυ-θεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ’ ὡς τὰ μέγιστα κερδαίνοντες· εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ; Μὴ γὰρ ἀναγκάζει; μὴ γὰρ βιά-ζεται; Ἀξιοῖ, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τί λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ’ ἑκάστην ἡμέραν δαψιλῆ τρά-πεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερ-βαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδι-δόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομι-ζόμενοι; Ἀλλ’ ὢ τῆς πολλῆς ῥᾳθυμίας Οἷα γὰρ ἀπ’ αὐτῆς ζημιούμεθα; καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καὶ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀπο-
PG 53:385πεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολήν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View