PG 24Eusebius of Caesarea
Fragments on Luke
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 24:529ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ

On the Gospel according to LukeΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προφητείαν. Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ’ ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥάβων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν.

Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον · Κατὰ τί…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προβεβηκότες οὐ γονοποιοῦσιν.
PG 24:530Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ’ αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν, ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· «Εἰ τῷ ἑκατονταέτει γενήσεται υἱός; καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι’ ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι.

I am GabrielἘγώ εἰμι Γαβριήλ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐγώ εἰμι Γαβριήλ. Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φησὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνοὺς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν.

The Lord God will give him the throne of David...Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυὶ̈δ τοῦ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ. Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυὶ̈δ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶ̈δ ψεύσομαι·
PG 24:531τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυὶ̈δ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ’ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασιλεύσει εἰς τὸν αἰῶνα, ἤγουν ἀεὶ, ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός·
Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα.

The Holy Spirit Shall Come Upon YouΠνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννὺς, καὶ φύσιν καινοτομῶν, ὅτε βούλεται.

Εἶπε Μαριάμ · Ἰδοὺ ἡ δούλη Κυρίου, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ. Δούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφόμενος· ὃ βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος.

A light for revelation to the GentilesΦῶς εἰς ἀποκάλυψιν ἐθνῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ.

The Spirit of the Lord is Upon MeΠνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἡσαί̈ας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.
PG 24:532Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι’ αὑτὸν πτωχεύουσιν εὐαγγελιζόμενος.

Who came to hear him, and to be healed of...Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνὰς, καὶ παρ’ αὐτοῦ τὰς διδασκαλίας ὥσπερ τινὰς νόμους, δι’ ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι’ ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.

Blessed are the poor, for yours is the kingdom...Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασι-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγαθῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα, καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευόντων τυγχάνει.
PG 24:533Εἶεν δ’ ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύοντες τῇ μετριοφροσύνῃ, οἱ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σωτηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγγελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐτοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λόγου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασιλεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι’ αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας. Δεύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ’ αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξεῖναι γὰρ ἐδίδασκε καθ’ ἕνα τινὰ τρόπον τῶν κατωνομασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φιλοτιμεῖσθαι·
PG 24:534ὥστ’ εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρακληθῆναι ἐφ’ οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀποδειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορεσθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖται κατὰ τὰς ἐνυπαρχούσας δυνάμεις τῷ μονογενεῖ τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ’ ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέντες. Ἄλλο δὲ τάγμα γένοιτ’ ἂν τῶν κατὰ τὴν ἐπαγγελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων·
καὶ ἄλλο πάλιν τῶν εἰρηνοποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθαρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι’ ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ’ οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ’ ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακαρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας μετὰ τοὺς πτωχοὺς τῷ πνεύματι·
PG 24:535βιῶναι γὰρ δεῖ πρότερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτήμονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ’ οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐναγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκοφαντούμενοί τε ψευδέσι διαβολαῖς δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἀλλὰ γὰρ τοὺς μὲν πεινῶντας καὶ κλαίοντας καὶ διὰ Χριστὸν ὀνειδιζομένους καὶ παρὰ τῷ Λουκᾷ ὀψόμεθα· τοὺς δὲ πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ τοὺς εἰρηνοποιοὺς ὁ Ματθαῖος ἡμῖν εἰς ἐξέτασιν παρατίθεται. Καὶ ταῦτ’ ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βασιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφαλίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου·
PG 24:536ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ’ αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπομένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι’ οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀληθοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. Διὸ καὶ χαίρειν καὶ ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρῄνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐτοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς.
PG 24:537Καὶ οὐ λόγοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λελεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέγων· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ σταυροῦ θάνατον ἐποιεῖτο διὰ τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύμοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλαστον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διάφορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ’ οὐ παρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν ποτε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.
Καὶ τοῦτ’ ἔπραττον, αὐτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ’ αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματθαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρόνῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπάθειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορβόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατετέμνετο· οἱ δ’ ἐν πυρὸς καμίνῳ συνεκλείοντο. Διὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ’ αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνήσας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογράψοιεν αὐτοῖς ἐλπίδας· Ὅταν γὰρ, φησὶ, συκοφαντήσωσιν ὑμᾶς, χάρητε· ἐπειδὴ καὶ οἱ προφῆται τὸ αὐτὸ ὑπέστησαν.

And all the people heard, and the tax collectors...Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ. Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν παραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ;
PG 24:538Ἄνθρωπός τις εἶχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμενος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλοφύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάντες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτομῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη, ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιότερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε·
PG 24:539καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι διέλαμψε. Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ’ ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτερον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προφητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. Διὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλημα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράττον τῇ ἐπαγγελίᾳ;
PG 24:540Διὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν. Διὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμονας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπὸν αὐτῷ ἐγκαλεῖν, ὃ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου.

On going down into the abyssΕἰς τὴν ἄβυσσον ἀπελθεῖν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι καλοῦσι.

And a woman having an issue of blood for yearsΚαὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ. Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ’ ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν.
Ἑστάναι γὰρ ἐφ’ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοί̈δα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοί̈δος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προί̈ωμεν.

And having called the twelve disciples to him, he gave themΣυγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ. Διὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρίσματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις.
PG 24:541Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ’ οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνάμεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμάτων θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔποτ’ ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροωμένοις. Διὸ ταῖς δι’ ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψιλοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πατριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ’ ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; Διὸ πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σωτὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προφήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγελίας·
PG 24:542ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παραδιδοὺς αὐτοῖς, ὡς ἂν δι’ αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλκοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος, πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον.

Take nothing for the journey, neither staves, nor...Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν. Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ’ αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλλαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς τῶν ὑπαρχόντων ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν διεστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα·
PG 24:543κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χιτῶνας, ἀλλὰ μήτ’ ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ’ ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παραγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μηδὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆσθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκουμένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφιλοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος. Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ’ ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προςήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλλάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σωτηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδιδόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων, προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας.
Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε χρήματα, μήτε τι τῶν παρ’ ἀνθρώποις τιμίων ἐπάξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.

And into whatever house you enter, there remainΚαὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε. Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ’ ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ’ ἀποφέρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς μεταλαβεῖν.
PG 24:544Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυγμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασανίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προλαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ’ ἀκολούθως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει· προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τινος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ’ ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετάληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ’ ἑαυτῶν εὐλογίαις.
PG 24:545Περιφράξας τοὺς μαθητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι.

Herod the tetrarch heard of the things done by...Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ’…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντα. Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρχοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τούτου παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλόφυλοι, παρὰ Ῥωμαίων τὴν κατ’ αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥωμαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ.
PG 24:546Διὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακελευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε.

For whoever is ashamed of me and my wordsὋς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνατον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδιδοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνίζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκριβῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλουσι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν·
καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ’ ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρπὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. Καὶ δὴ ταῦτα τοῖς μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυστήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐτοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐτοῦ βασιλείας. Διόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ.

Taking Peter and John and JamesΠαραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον.
PG 24:547Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυνάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεάσασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφορήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ’ εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότητος. Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ’ ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ’ οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.
PG 24:548Καὶ τότε οὐ νεφέλη βοήσει, οὐδὲ διὰ νεφέλης ὁ Πατὴρ μαρτυρήσει τῷ Υἱῷ, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ δίχα παντὸς ἐπισκιάσματος, καὶ δίχα παντὸς ἑρμηνέως, αὐτῷ τῷ ἔργῳ τὸν μονογενῆ αὑτοῦ Υἱὸν ἐπὶ πάντων τῶν ἁγίων αὑτοῦ δοξάσει, σύνθρονον αὐτὸν ἑαυτῷ καὶ συμβασιλέα ἀποδείξας, καὶ ὑπεράνω πάσης ἀρχῆς καταστήσας αὐτόν· οὔτε οὐκέτι ὥσπερ τότε οἱ τρεῖς μαθηταὶ μόνοι ἐπὶ τοῦ ὄρους ἀκούσαντες τῆς φωνῆς ἐπὶ πρόσωπον ἔπεσον, καὶ ἐφοβήθησαν, ἀλλὰ καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.

A voice came from the cloud saying...Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ. Φωνὴ πατρικὴ διὰ νεφέλης, οὕτως γὰρ φαίνεται ὁ Θεὸς, ἐμαρτύρει Χριστῷ τὴν υἱότητα· ἔδει γὰρ μὴ παρὰ Πέτρου μόνου γνωσθῆναι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· μηδ’ αὐτὸν μόνον τῷ Πέτρῳ μεμαρτυρηκέναι ὡς παρὰ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν περὶ αὐτοῦ γνῶσιν εἰληφὼς εἴη· ἀλλὰ καὶ αὐτὴν τὴν πατρικὴν φωνὴν ἐπισφραγίσασθαι τὴν ἀλήθειαν τοῦ λόγου, μαρτυροῦσαν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, δεῖν τε ἀκούειν αὐτοῦ παρακελευομένην.

If the son of peace be there, it shall rest...Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν.
PG 24:549Ὁρᾷς ὅπως προεξετάζειν καὶ μὴ πᾶσιν ἀνέδην ἑαυτοὺς ἐκδιδόναι παρῄνει, ἀλλὰ καὶ πρώτους τῆς ἐξ αὐτῶν εὐεργεσίας ἀπάρχεσθαι, καὶ πρώτους διδόναι τῶν αὐτοῖς ὑπαρχόντων; Εἰρήνη δὲ ἦν αὕτη, πρέπουσα Θεοῦ στρατιώταις φωνὴ, νικητήρια κατ’ ἐχθρῶν ἀραμένοις. Δίωξιν γοῦν ἐχθρῶν, καὶ καθαίρεσιν πολεμίων, Θεοῦ τε φιλικὰς διαλλαγὰς τὸ τῆς εἰρήνης ὄνομα τοῖς ἀξίοις προὐξένει. Ταύτην τοιγαροῦν προδανείσαντας τὴν εἰρήνην ταῖς τῶν ὑποδεξαμένων αὐτοὺς ψυχαῖς, τῆς παρ’ αὐτῶν τροφῆς μεταλαμβάνειν· διὸ ἀναγκαίως προδιεστέλλετο μὴ εἰς πάντα παραβάλλειν οἶκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς αὐτῶν ἄξιον εἶναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εἴη τῶν κατὰ τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξεσι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλικοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξασθαι. Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τὰ οἰκεῖα τῆς στρατείας ὅπλα· ταῦτα δ’ ἦν τὰ τῆς εἰρήνης σύμβολα· διὸ καὶ αὐτὸν τὸν ὑποδοχέα, καὶ πάντα τὸν οἶκον αὐτοῦ εἰρηνικῶν ἀσπασμῶν καταξιοῦν· εἶτ’ αὐτοῦ μένειν, καὶ μὴ μεθίστασθαι, μηδ’ οἴκους ἐξ οἴκων ἀμείβειν.
PG 24:550Τοῦτο γὰρ εἶναι σημεῖον ἀπηκριβωμένης ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καὶ ἄκριτον, οὐ στεῤῥὸν οὐδὲ βεβαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμένειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ’ ἐνυβρίσαντας τῷ ξένῳ μεταβαίνειν ἐφ’ ἕτερον. Κἂν οὗτος ἀνάξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστασθαι, ἔχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ τὴν αὐτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ’ ἀκριβῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν· ἔπειθ’ οὕτω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδιδόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὐ μόνον, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ δι’ αὐτόν. Εἰ δ’, εὑρεθέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασιλείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀνδρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελφοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ’ ἐπιλέγει τοῖς προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστρεψάτω.
Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγγελίζεσθε, καὶ τὰ παρ’ ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάντα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρεθεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ’ ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ’ ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ’ ὑμῶν πεπληρώκατε.

And into whatever city you enter andΚαὶ εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ. Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασιλείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ ἀργὸν οὐδ’ ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ’ αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι·
PG 24:551ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ’ ἀντέπιπτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, κ. τ. λ.

When the strong man fully armed guards his own courtyardὍταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀνθρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ’ ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφαιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο.
PG 24:552Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαίμονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμένας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ’ αὐτὸν στρατιώταις τῆς τῶν οὐρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ’ ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. Διό φησι Σωτήρ·
PG 24:553Εἰ δ’ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.

When they bring you before the synagoguesὍταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ. Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρσους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγγέλλεσθαι· δι’ αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ’ ἡγεμονικὰ καὶ βασιλικὰ δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι’ ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν.
Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ’ αὐτοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μεριμνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ’ οὐκ ἔμελλον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος

Take no thought for your soul, what you shall eat, XXΜὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ. Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ’ ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδασκαλίαν· παρῄνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν.
PG 24:554Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγχάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐσία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τροφή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ’ ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ Δημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνατήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ’ ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος ἀποδεικτικὸς συλλογισμός. Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
PG 24:555Εἰ γὰρ τούτοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ’ ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ’ ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδείγματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπετῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ’ οὐδ’ ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ’ ἀλληλοφαγεῖ. Διὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά·
PG 24:556τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πετεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγματος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαίδευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησαμένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομένην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐτραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερμολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα·
ἀλλ’ ὅμως οὐδὲ τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλογισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ’ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ’ ἐλάχιστον δύνασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ’ εἰ μηδεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ’ οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ’ ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐτοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῇν καὶ μακροβίους εἶναι, ζησόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνήσαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου. Καὶ ταῦτα μὲν περὶ τροφῆς διετάττετο· ὡσαύτως δὲ καὶ περὶ ἐνδύματος παρῄνει λέγων· Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδοκᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθήσεσθαι·
PG 24:557εἰ γάρ τίς ἐστι φιλότιμος παρ’ ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ σοφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμήμασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδενὸς τρυφηλοῦ βασιλέως, μηδ’ αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περίβλημα κτήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αἰσθητῶν ἐπὶ τοῦ παρόντος βίου προνοήσει; Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν, μόνης δὲ τῆς βασιλείας μεταποιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία μηδ’ ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγγελμένων ἔσται·
PG 24:558μόνοις δὲ ταῦτ’ ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν.

For where your treasure is, there alsoὍπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διάκειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν·
PG 24:559εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ’ ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν.

And you yourselves are like men waiting for their masterΚαὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ.
Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρηγορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμενος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοιμότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχόμενοι. Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τιμῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλλων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρεικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀποφαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ’ ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι;
PG 24:560Προϊὼν δ’ αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθηταῖς λέγων· Ἐγὼ δ’ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθ’ ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν’ ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τὸν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄντες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ’ ἀλλοδαπῆς δ’ οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρόποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ’ ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι ἀρθήσεται ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. Ἀλλ’ ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὑτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας αὐτοὺς, διακονήσει αὐτοῖς· οἱ δὲ, συνόντες αὐτῷ ἀεὶ, οὐκέτι νηστεύσουσιν, ἀλλὰ διαπαυσάμενοι τῶν καμάτων, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν.

If the master of the house had known at what hour the thief...Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.
PG 24:561Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρακελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδεσπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανάτου. Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρηγορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυπνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ’ ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπεδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι.

Εἶπε δ’ ὁ Κύριος · Τίς ἄρα ἐστὶν ὁ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἶπε δ’ ὁ Κύριος·
PG 24:562Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος; Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ’ ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγκαίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι·
παραθήκην δ’ ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προςήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ’ οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος·
PG 24:563ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ’ ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλεγεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ’ ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ’ αὐτοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν.

But if that servant says, 20Ἐὰν δ’ εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν δ’ εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ. Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ’ ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται·
PG 24:564δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα.

To what shall I liken the kingdom of God?Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ. Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ·
PG 24:565ἡ δ’ αὐτὴ καθ’ ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι.
Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰςῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυναικὸς, οὕτω κἀνταῦθα ἐπὶ ζύμης φυρομένης εἰς ἀλεύρου σάτα τρία οἰκειότατα ἡ παραβολὴ γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐν ἐκείνοις ὠνομασμένον σπορέα ἀπείκασεν. Κατὰ μέντοι τὸν Ματθαῖον κεκρυμμένην ζύμην τὴν βασιλείαν τῶν οὐρανῶν προειπὼν, δι’ ἧς ἐδήλου τὴν ἐπιχορηγίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ λόγου, διὰ τῆς ἑξῆς παραβολῆς τὴν αὐτὴν βασιλείαν ἐοικέναι φησὶ θησαυρῷ. Εἴη δ’ ἂν θησαυρὸς μέγας ὁ κατὰ τὰς οὐρανίους ἐπαγγελίας τοῖς ἀξίοις τεταμιευμένος, ὃν ὁ ὀφθαλμὸς οὐκ εἶδεν, ὃς τοὺς πολλοὺς λανθάνει. Ὁ δὲ τοῦτον νοήσας, ὡς τὸ κατ’ εἰκόνα τοῦ Θεοῦ σώζων ἐν ἑαυτῷ, χαρᾶς ἔμπλεως γεγονὼς, ὡς ἂν τὸ τέλειον τῶν ἀγαθῶν εὑρηκὼς, τὰ λοιπὰ πάντα δεύτερα τίθεται, καὶ τοῦτον ἀντιλαμβάνει. Καταλλήλως δὲ θησαυρὸν καὶ ἀγρὸν εἰπὼν, ἄνθρωπον αὐτῷ συνῆψε τὸν εὑρηκότα· οὕτω δηλώσας τὸν ἐν ἀνθρώπῳ θεοφιλῆ νοῦν.
PG 24:566Ἡ μὲν οὖν ῥηθεῖσα αὕτη παραβολὴ διὰ τοῦ θησαυροῦ τοῦ κεκρυμμένου τὰς οὐρανίας ἐπαγγελίας ἐδήλου τὰς ὑπερβεβηκυίας, πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τὸν ἐν Θεῷ πλοῦτον, θησαυρὸν ὄντα παντὸς ἀγαθοῦ. Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττεσθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλούτου. Εἴη δ’ ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμένων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μακαριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰκότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργαρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ’ ἂν καὶ σαρκωθεὶς Λόγος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργαριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς καὶ πολύτιμος εὕρηται·
PG 24:567ὡς καὶ Ἡσαί̈αν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Ὁ δὴ οὖν μέλλων τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦσθαι προσφυῶς παραβέβληται ἐμπόρῳ ἀνδρὶ φιλοκάλῳ τινὶ καὶ φιλομαθεῖ καὶ ποικίλων δοκιμαστῇ λόγων, ὃς περιιὼν πολλοὺς μὲν ἀνεῦρε μαργαρίτας, παντοίους ἐν ἀνθρώποις ἁγίους· τέλος δὲ τὸν πολύτιμον εὑρὼν, ὃν ὁ Λόγος παρεστήσατο, πάντων τῶν πρότερον αὐτῷ πεπορισμένων τοῦτον ἀντικατηλλάξατο, ταυτὸν τῷ προτέρῳ πράξας «ὁ πάντα ὅσα εἶχε πωλήσας, καὶ ἀγοράσας τὸν ἀγρὸν ἐκεῖνον». Καὶ τοῦτ’ ἂν εἴη τέλος τῆς ἄκρας μακαριότητος, τὸ κατακοσμηθῆναι τῷ πολυτιμήτῳ μαργαρίτῃ, δηλαδὴ τῷ φωτὶ τῆς θεότητος τοῦ μονογενοῦς Λόγου· ἀρχὴ μὲν γὰρ ἦν ὁ σπόρος· εἶτ’ ἐπίδοσις τῆς τοῦ σίτου καρποφορίας· καὶ τρίτον ἡ ἀπὸ τῶν ζιζανίων διάκρισις· τέταρτον ἡ ἐπὶ μέγα δένδρον τοῦ σπόρου φυή· πέμπτον ἡ διὰ τοῦ ἁγίου Πνεύματος ζύμωσις· ἕκτον ὁ θησαυρὸς τῶν οὐρανίων ἐπαγγελιῶν· ἕβδομον ἡ αὐτοῦ κτῆσις τοῦ Θεοῦ Λόγου, ἐν ᾧ πᾶς κατακοσμεῖται ὁ τῆς βασιλείας τῶν οὐρανῶν ἄξιος.
PG 24:568Ταῦτα δὲ πρὸ τῶν ἔργων ἀνεφωνεῖτο· προλέγοντος τὰ μέλλοντα ἔσεσθαι τοῦ Σωτῆρος, ἃ δὴ καὶ τέλους οὐκ εἰς μακρὸν ἐτύγχανε, ὥστε μετ’ οὐ πολὺν χρόνον ὀφθαλμοῖς ὁρᾶσθαι τῶν ἔργων τὰ ἀποτελέσματα. Καθ’ ὅλης οὖν ἐξ ἐκείνου τῆς τῶν ἀνθρώπων οἰκουμένης ἐκ μὲν ἁπάντων τῶν ἐθνῶν τὰ τῆς τοῦ Θεοῦ βασιλείας σύμβολα διὰ τῶν Ἐκκλησιῶν αὐτοῦ ἐθεωρεῖτο, μυρίων ἐν αὐταῖς κατὰ τὸ σωτήριον Εὐαγγέλιον βιούντων, τοῖς τε παλαιοῖς προφήταις καὶ αὐτῷ γε τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίως θεοσεβεῖν φιλοτιμουμένων· ἐπεὶ κἀκεῖνοι, προλαβόντες τοῖς χρόνοις τοὺς Μωϋσέως νόμους, τῷ κατὰ τὸ Εὐαγγέλιον βίῳ τε καὶ τρόπῳ διέλαμψαν, τῆς μὲν ἐκ πατέρων ἡκούσης εἰς αὐτοὺς πολυθέου πλάνης κατεγνωκότες, τοῦ δ’ ἐπὶ πάντων Θεοῦ τὴν γνῶσιν ἀνειληφότες. Διὸ δὴ τῶν ἐθνῶν οἱ πολλοὶ ἀπ’ ἀνατολῶν καὶ δυσμῶν ἥξειν εἴρηνται, καὶ ἰσότιμοι γενήσεσθαι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ μακαρίοις ἀνδράσι διὰ τὴν ἴσην ἐκείνοις ζωήν· οἱ δ’ αὐτῶν ἐκείνων ἀπόγονοί τε καὶ διάδοχοι, υἱοὶ τῆς βασιλείας διὰ τοὺς προπάτορας ὠνομασμένοι· δυνάμει γὰρ καὶ αὐτοῖς μετουσία ἦν ὁμοίως τοῖς προπάτορσι τῆς οὐρανίου βασιλείας·
PG 24:569ὅπως ἀπόβλητοι τῶν ἐπαγγελιῶν γεγόνασι, δεῖγμα ἐναργὲς τῆς πόλεως ἡ ἐρημία, τοῦ ἱεροῦ ἡ πολιορκία, καὶ αὐτῶν ἡ εἰς πάντα τὰ ἔθνη διασπορὰ, καὶ ἡ ὑπὸ τοῖς ἐχθροῖς δουλεία, καὶ ἐπὶ τούτοις ἡ στέρησις τῆς κατὰ τὰ νόμιμα αὐτῶν θρησκείας, τοῦ τε Χριστοῦ ἡ ἀγνωσία, καὶ τῶν εὐαγγελικῶν μαθημάτων ἡ ἀπαλλοτρίωσις· ταῦτα γὰρ ἅπαντα σημεῖα ἐμφανῆ εἴη ἂν τοῦ διαλαβόντος αὐτοὺς σκότους, ᾧ περιπεπτώκασι διὰ τὴν τοῦ σωτηρίου φωτὸς ἐναντίωσιν. Δι’ οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι δὴ βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον, τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδωσιν, ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ περὶ τὸν μέσον τῆς ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες, οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου.
Εἴποι δ’ ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ διὰ τῆς παραβολῆς δηλούμενα τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου στάσεως μέχρι συντελείας καταξιουμένοις τῆς ἐνθέου κλήσεως· ὥσπερ ἅμα πρωὶ̈ κεκλῆσθαι λέγειν ἐπὶ τὴν θεοσεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους δικαιωθέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε· τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἀμφὶ τὸν Μωϋσέα καὶ Ἰησοῦν καὶ κριτάς· τοὺς δὲ περὶ τὴν ἐννάτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην, τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν· οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ τοῦ κατὰ τὸ δηνάριον δεδηλωμένου, ὅπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀνεφέρετο.

You will not see me until the time comes when...Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτοὶ γὰρ ἐκεῖνοι, οἷς τότε παρὼν παροῦσι διελέγετο θεώμενοι αὐτὸν μετὰ τῆς ἐνθέου δόξης, καὶ σὺν ἀγγέλων δορυφορίᾳ ἐρχόμενον ἐξ οὐρανῶν, ὁμολογεῖν ἀναγκασθήσονται αὐτὸν εἶναι τὸν εὐλογημένον τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου τοῦ ἑαυτοῦ Πατρός.

A certain man made a great supper, and invited manyἌνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς.
PG 24:570Ἀλλοτρία αὕτη ἡ παραβολὴ πρὸς τὴν παρὰ τῷ Ματθαίῳ. Ἐκεῖ μὲν γὰρ βασιλεὺς, καὶ γάμοι υἱοῦ βασιλέως, καὶ κλήτορες πολλοὶ, καὶ οἱ κληθέντες οὐκ ἀπῆλθον, ἀλλὰ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν, καὶ στράτευμα κινούμενον κατὰ τῶν ἀνῃρηκότων τοὺς δούλους, καὶ ὁ διὰ τὴν ῥυπαρὰν ἐσθῆτα ἐκβαλλόμενος τοῦ γάμου· ὧδε δὲ ἄνθρωπος εἰσάγεται ψιλὸς, καὶ δεῖπνον ἁπλῶς, καὶ εἷς ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται, καὶ οἱ κληθέντες παραιτοῦνται μόνον τὴν κλῆσιν, ἀσχολίαν σκηπτόμενοι. Τὸ δὲ κεφαλαιωδέστερον, ὅτι ἐκείνη μὲν ἐν τῷ ἱερῷ λέλεκτο πρὸς τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ, αὕτη δ’ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου· τῶν γὰρ συνανακειμένων τις ἀκούσας τὸ, Μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων· τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τοῦ Θεοῦ μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησι λέγων, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα· πάλιν αὐτὸς ἑαυτὸν ἐν τούτοις ἄνθρωπον ὀνομάζων.
PG 24:571Μέγα δὲ αὐτοῦ δεῖπνον νοήσεις, τέως μὲν ἀπιδὼν εἰς τὸ καθ’ ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων τροφῶν τῶν πανταχοῦ γῆς διὰ τῶν θεοπνεύστων ἀναγνωσμάτων πᾶσι τοῖς ἔθνεσι παραδεδομένων· ἐντεῦθεν δὲ μετάβα τῇ διανοίᾳ ἐπὶ τὴν προσδοκωμένην τῶν οὐρανῶν βασιλείαν· καὶ εἰς ἔννοιαν ἐλθὲ τοῦ τότε μεγάλου ὡς ἀληθῶς δείπνου, ἐν ᾧ συναναπαύσονται ἀγγέλοις καὶ ταῖς κατ’ οὐρανὸν θείαις δυνάμεσιν αἱ τῶν μακαρίων ψυχαὶ, ἐν ᾧ τραφήσονται τῷ τῶν ἀγγέλων ἄρτῳ· πληρουμένου κυρίως τότε καὶ θεοπρεπῶς τοῦ φάσκοντος λόγου· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Οὐ γὰρ πολυειδὴς ἔσται ἡ τότε τροφὴ, οὔτε ἡδύσματος οὔτε ὄψων δεομένη, ἄρτῳ δὲ μόνῳ ἀθανατοποιῷ καὶ ζωῆς αἰωνίου παρεκτικῷ τραφήσονται οἱ κατὰ τὸν ἐνεστῶτα βίον θρέψαντες, οὓς ὠνόμασεν ὁ Σωτήρ. Ὁ δὲ ἄρτος πάλιν εἴη ὁ ψυχῶν καὶ ἀγγέλων καὶ τῶν κατ’ οὐρανὸν λογικῶν τρόφιμος λόγος· τοῦτο γοῦν αὐτὸς ἐδίδαξεν εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· τοῦ γὰρ ἐν ἀρχῇ πρὸς Θεὸν Θεοῦ Λόγου μεταλήψει πᾶσα ἡ τῶν ἁγίων λογικὴ φύσις ζωοποιεῖται. Ἃ δὴ δοκεῖ μοι ἐκ προτέρων μαθημάτων πεπαιδευμένος ὁ συνανακείμενος τῷ Ἰησοῦ εἰρηκέναι·
PG 24:572Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ Οὐδὲ γὰρ τῶν τυχόντων τις ἦν ὁ ταύτην ἀφεὶς τὴν φωνὴν, ἀλλ’ ὡς οἶμαι τῶν σφόδρα μεγάλων καὶ παρὰ τῷ Σωτῆρι τιμῆς ἠξιωμένων. Διὸ καὶ συνανακλίνεται αὐτῷ, καὶ τοῖς αὐτοῦ λόγοις συνετῶς προσεῖχεν, ὡς καὶ τὴν βασιλείαν τῶν οὐρανῶν μὴ ἀγνοεῖν, γνωρίζειν δὲ καὶ τὸν ἄρτον τῆς ζωῆς τὸν θρεπτικὸν τῶν τῆς βασιλείας ἀξίων· τοσαύτην τε ἄγειν παῤῥησίαν, ὡς ἐπὶ τοῦ Σωτῆρος ἀνακινεῖν δόγματα, καὶ δι’ αὐτὸν τὴν πᾶσαν εἰρηκέναι παραβολὴν Σωτῆρα διδάσκοντα, τίς ἂν γένοιτο οὗτος ὁ ἀληθῶς μακάριος, ὃς φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Πολλοὺς μὲν οὖν κεκλῆσθαι λέγει διὰ τῆς παραβολῆς ἐπὶ τὸ μέγα δεῖπνον, καὶ τὸν ἐν τούτῳ δεδωρημένον ἄρτον, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημένων τοὺς περὶ ἕτερον ἠσχολημένους· περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ’ εἶναι διαφόρους·
ἢ γὰρ περὶ χρήματα καὶ ἀγροὺς ἀσχολούμενοι ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι διὰ ταῦτα τὴν κλῆσιν, ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι, ἢ δεσμῷ γάμου καὶ παίδων ἐμπεπλεγμένοι, ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἐνησχολημένοι. Ἀλλὰ περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται λέγουσα· Λέγω ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δὲ ἀντ’ αὐτῶν ἀπολαύσεσθαι τοῦ μακαρίου δείπνου φησὶ, τοὺς μὴ τοιούτοις τισὶ προσδεδεμένους, πτωχούς τινας καὶ ἀναπήρους. Τοιοῦτοι δὲ ἦσαν πάλαι εἰδωλολατροῦντες οἱ ἐξ ἐθνῶν ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ προσδεξάμενος ὁ ἑστιάτωρ, πᾶσαν τὴν νόσον τῶν ψυχῶν αὐτῶν, καὶ μαλακίαν πᾶσαν ἰασάμενος, ἔπειτα τῆς οἰκείας αὐτοῖς μεταδώσει τραπέζης· ὥστ’ εἰπεῖν αὐτούς· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· καὶ ἄρτον αὐτοῖς παρέξει καὶ λογικὴν τροφήν· ἐντεῦθεν ἤδη στερεᾶς βρώσεως μεταδιδοὺς αὐτοῖς, καὶ οἴνῳ δὲ αὐτοὺς εὐφρανεῖ λογικῷ· ὥστ’ ἂν εἰπεῖν·
PG 24:573Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον Ταῦτα δὲ πάντα παρέχει, τοὺς ἀῤῥαβῶνας τῶν οὐρανίων ἀγαθῶν διὰ τῶν κατὰ τὸν παρόντα βίον χαρισμάτων αὐτοῖς δωρούμενος. Δυνατὸν δὲ καὶ καθ’ ἑτέραν ἐκδοχὴν εἰπεῖν, ὅτι οἱ πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ’ ἦσαν οἱ ἐκ τῆς περιτομῆς, προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν· ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ’ αὐτοῖς ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξηυτέλισαν χάριν· οἱ δὲ μετ’ ἐκείνους ἐκ τῶν ἀλλοφύλων ἐθνῶν κληθέντες, οἱ πρὶν τὰς διανοίας κωφοὶ καὶ τυφλοὶ, προθύμως ὑπήκουσαν· διὸ καὶ τοῦ μακαρισμοῦ τεύξονται. Δόξειεν ἄν τις τὴν αὐτὴν εἶναι παραβολὴν τῇ παρὰ τῷ Ματθαίῳ, ἐν ᾗ βασιλεύς ἐστι γάμους ποιῶν τῷ υἱῷ αὐτοῦ, καὶ δούλους ἀποστέλλων καλέσαι τοὺς κεκλημένους. Ὁ δὲ μὴ παρέργως προσέχων τῇ ἀναγνώσει εὕροι ἂν ἐπιστήσας τὸν νοῦν παντάπασιν ἠλλοτριωμένην ταύτην ἐκείνης. Ἡ μὲν γὰρ παρὰ τῷ Ματθαίῳ πρῶτον ἁπάντων τῇ βασιλείᾳ τῶν οὐρανῶν παρέβαλε τὰ λεγόμενα· τοῦτο δ’ ἐνταῦθα οὐ λέλεκται.
PG 24:574Κἀκεῖ μὲν ἀφωμοίου τὸν κλήτορα βασιλεῖ, ἐνταῦθα δὲ ψιλὸν ἄνθρωπον εἰσάγει· κἀκεῖ μὲν γάμους τῷ υἱῷ ὁ βασιλεὺς ἐτέλει, ἐνταῦθα δὲ ἁπλῶς δεῖπνον· κἀκεῖ μὲν πολλοὶ ἀποστέλλονται, ἐνταῦθα δὲ εἷς μόνος ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται· κἀκεῖ οἱ μὲν ἀμελήσαντες οὐκ ἀπήντων, οἱ δὲ λοιποὶ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· ἐνταῦθα δὲ μόνον σκήπτονται ἀσχολίαν, παραιτούμενοι τὴν κλῆσιν· ἐκεῖ πάλιν ὁ βασιλεὺς στράτευμα κινεῖ κατὰ τῶν ἀνῃρηκότων τοὺς αὑτοῦ δούλους· ἐνταῦθα δὲ ὁ ἄνθρωπος ὀργισθεὶς ἐπὶ τῇ παραιτήσει τῶν κεκλημένων, οὐδὲν μὲν τοιοῦτον ποιεῖ, τῷ δ’ ἑαυτοῦ δούλῳ προστάττει πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς εἰσαγαγεῖν. Ὁ δὲ ἐπὶ τοὺς γάμους τοῦ υἱοῦ συγκαλῶν βασιλεὺς, δούλοις πλείοσιν ὑπηρέταις χρώμενος, οὐ πτωχοὺς καὶ ἀναπήρους, ἀλλ’ οὐδὲ τυφλοὺς καὶ χωλοὺς εἰσάγει· ἐπειδὴ μηδ’ ἔπρεπεν ἐπικλήσει γάμου βασιλικοῦ τοιούτους παρεῖναι· κληθέντων δὲ πολλῶν, τὸν ἀνάξια γάμου ἐνδεδυμένον ὁ βασιλεὺς τιμωρεῖται. Τὸ δὲ πάντων κεφαλαιωδέστατον, ὅτι ἡ μὲν παρὰ τῷ Ματθαίῳ παραβολὴ ἔνδον ἐν τῷ ἱερῷ λέλεκτο, πρὸς τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους τοῦ λαοῦ διαλεγομένου τοῦ Σωτῆρος·
PG 24:575ἡ δὲ παρὰ τῷ Λουκᾷ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου ψιλὸν δεῖπνον κατασκευάζει, ἑστιωμένου παρ’ αὐτῷ τοῦ Σωτῆρος. Προλέγει γοῦν τῆς προκειμένης παραβολῆς ὁ Λουκᾶς ταῦτα· ὅτι εἰσῆλθεν εἰς οἶκόν τινος Φαρισαίου ἑστιαθῆναι ἐν Σαββάτῳ· οἱ δὲ παρετηροῦντο αὐτόν. Εἶτα διελθὼν, ὡς ὑδρωπικὸν ἐθεράπευσε, καὶ ὡς ἐδίδαξε μὴ τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις μεταδιώκειν, μηδὲ καλεῖν τοὺς ἀντικαλέσοντας, ἀλλὰ τοὺς ἀντιδοῦναι μὴ δυναμένους, ἐπιφέρει, ὅτι ἀκούσας τις τῶν συνανακειμένων ταῦτα εἶπε, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. Οὕτω δ’ ὁ Λουκᾶς τὴν προτεθεῖσαν παραβολὴν ἀνέγραψεν εἰρῆσθαι ὑπὸ τοῦ Σωτῆρος πρὸς τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὥστε ἐξ ἅπαντος ὁμολογεῖν ἑτέραν εἶναι ταύτην παρὰ τὴν πρώτην. Ἐπεὶ δὲ οὐκ ἀλλοτρία τυγχάνει οὐδ’ αὕτη τῆς βασιλείας τῶν οὐρανῶν, περὶ ἧς ἡμῖν ὁ πᾶς ἐνέστηκε λόγος, ἴδωμεν τί βούλεται καὶ τὰ διὰ ταύτην δηλούμενα.
Τῶν συνανακειμένων τις τῷ Σωτῆρι ἐν τῇ τοῦ Φαρισαίου οἰκίᾳ καὶ συνεστιωμένων, ἐκ τῶν αὐτοῦ λόγων κινηθεὶς, μακαρίζει τὸν καταξιωθησόμενον φαγεῖν ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οἶμαι δ’ αὐτὸν τοῦτο εἰρηκέναι διὰ τὸ φάναι τὸν Σωτῆρα τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον, μὴ πλουσίους κάλει, ἀλλὰ πτωχοὺς, καὶ μακάριος ἔσῃ, Πρὸς τοῦτον οὖν φησιν· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ τὰ ἑξῆς.

They all began to excuse themselves as oneἬρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ἐπὶ τὸ λογικὸν συμπόσιον οὐκ ἀπήντησαν, φιλήδονοι μᾶλλον ὄντες ἢ φιλόθεοι, καὶ τῆς ὕλης ἢ τοῦ Θεοῦ· φιληδονίας μὲν γὰρ δεῖγμα γυνή· ἀγρὸς δὲ καὶ ζεύγη τῆς φιλοχρημοσύνης. Πολλοὺς μὲν οὖν κεκλῆσθαί φησι ἐπὶ τὸ μέγα δεῖπνον καὶ τὸ καθ’ ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων Γραφῶν, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημένων τοὺς περὶ ἕτερα ἠσχολημένους. Περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ’ εἶναι διαφόρους ἢ γὰρ περὶ τὰ κτήματα καὶ ἀγροὺς ἀσχολούμενοι, ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι τολμῆσαι διὰ ταῦτα τὴν κλῆσιν·
PG 24:576ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι· ἢ δεσμῷ γάμων καὶ παίδων ἐμπεπλεγμένοι· ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἠσχολημένοι. Ταῦτα γὰρ καὶ τοιαῦτα ἐπάγειν καὶ περιέλκειν εἴωθε τοὺς διὰ ταῦτα τὴν χάριν παραιτεῖσθαι τολμῶντας, καὶ τὸν κλήτορα, καὶ τὸ τῆς καινῆς διαθήκης συμπόσιον, καὶ τὴν λογικὴν τροφήν· ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς, κατὰ μὲν τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, οἱ προτιμήσαντες τῆς οὐρανίου κλήσεως τὰ ἡδέα τοῦ παρόντος βίου, πλοῦτον δηλαδὴ καὶ πραγματείας καὶ γάμον, καὶ διὰ ταῦτα τὴν χάριν παραιτησάμενοι· κατὰ δ’ ἑτέραν ἐκδοχὴν οἱ πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ’ ἦσαν οἱ ἐκ περιτομῆς, οἳ δὴ προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν. Ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ’ αὐτοῖς ἀμφιλαφῆ ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς παρ’ αὐτοῖς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα δὴ γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξευτέλισαν χάριν. Ἐπειδὴ δὲ ἦσαν οὕτω παχεῖς τὴν καρδίαν, ἐξυφαίνει παραβολὴν ἀποχρώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπ’ αὐτοῖς ἐσομένης οἰκονομίας·
PG 24:577πρὸς γὰρ τὸ μακάριος ἔσῃ ἀποβλέπων, καὶ πρὸς τὸ ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, ὁ συνανακείμενος μακαρίζει τὸν μέλλοντα καταξιοῦσθαι τοῦ ἐν τῇ βασιλείᾳ ἄρτου. Οὗτος δὲ ἦν ὁ κατ’ ἀνταπόδοσιν τῆς εἰς τοὺς πτωχοὺς φιλανθρωπίας, ἐν τῇ ἀναστάσει τῶν δικαίων ἀποδοθησόμενος τῷ μακαριζομένῳ, τῆς ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ βασιλείας μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος, διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησιν. Ἐπειδὴ τοίνυν ἐκλήθησαν πολλοὶ εἰς τὸ πάντα ἕτοιμα φέρον δεῖπνον «τῆς γὰρ βασιλείας ἀξίως ὁ οἰκοδεσπότης τὸ τοιοῦτον ποιεῖ δεῖπνον», παρῃτήσαντο δὲ τὴν χάριν, περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται ἡ φήσασα ὅτι· Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων, γεύσεταί μου τοῦ δείπνου·
PG 24:578ἑτέρους δ’ ἀντὶ τούτων τοὺς μὴ περιπεπλεγμένους ταῖς τοῦ βίου πραγματίαις, καταξιωθήσεσθαί φησι τοῦ μακαρίου δείπνου, πτωχούς τινας καὶ τυφλοὺς καὶ ἀναπήρους, τοὺς μηδαμῶς παραιτησαμένους τὴν κλῆσιν, διὰ τὸ μήτε ἀγοράζειν, μήτε πιπράσκειν, μήτε γάμῳ σχολάζειν, μήθ’ ὑφ’ ἑτέρων τινῶν τοιούτων περιέλκεσθαι, προθύμως δὲ καὶ ἑτοίμως καταδέχεσθαι τὴν χάριν· οὓς ὁ καλέσας πρῶτον μὲν ὑγιεῖς καταστήσει, οἷός τε ὢν ῥᾳδίως πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἔπειτα, ετξ. «υτ ξολ. ». Ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς οἱ παραιτησάμενοι, τῆς Ἰουδαίων συναγωγῆς οἱ ἄρχοντες· μεθ’ οὓς ἡ πληθὺς ὑπήκουσεν, ὡς πλατείαις πόλεως τῇ κατὰ νόμον πολιτείᾳ ζῶσα. Τάχα δὲ διὰ τούτων τοὺς ἐξ ἐθνῶν ᾐνίττετο, τῷ αὐτοῦ λόγῳ προσιέναι μέλλοντας. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ πρὶν εἰδωλολάτραι ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ ὑποδεξάμενος ὁ ἑστιάτωρ, πρῶτα μὲν σώους καὶ ὑγιεῖς ἀποκαταστήσει, ἀνοίξας τυφλῶν ὀφθαλμοὺς, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν αὐτῶν ἰασάμενος· ἔπειτα τὸ πνευματικὸν αὐτοῖς παραθήσει δεῖπνον.
Πρῶτοι μὲν οὖν ἐκλήθησαν οἱ ἐκ περιτομῆς, οἳ καὶ τὴν χάριν καθύβρισαν· δεύτεροι δὲ μετ’ ἐκείνους οἱ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν, οἱ πρὶν τὰς διανοίας τυφλοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ κωφοὶ, οἳ καὶ προθύμως ὑπήκουσαν· εἶεν δ’ ἂν ἐν πλατείαις μὲν οἱ τὴν εὐρύχωρον τῆς ἀπωλείας ὁδὸν βαδίζοντες, καὶ βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις, οἱ συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· οἱ δὲ λοιποὶ, οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φραγμῶν καλούμενοι τρίτοι, αἱ ἐν ᾅδου ψυχαί· πολλαὶ γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον· αἷς ἐκήρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ Σωτήρ· φιλανθρώπως δ’ ἀνάγκην προσάγει τοῖς οὐκέτι αὐτεξουσίοις. Τοιοῦτον μὲν δὴ τὸ δεῖπνον, ὅπερ ἐνταῦθα τοῖς δαιτυμόσιν ἡτοίμασται· καὶ τοιοῦτοί τινες οἱ καλούμενοι, οἱ μὲν ἀπειθεῖς, καὶ διὰ τοῦτο ἀπομένοντες ἄγευστοι· οἱ δὲ εὐπειθεῖς, καὶ διὰ τοῦτο προλαμβανόμενοι. Σὺ δέ μοι ἐντεῦθεν μετάβα τῇ διανοίᾳ, ετξ. «υτ ξολ. ».
PG 24:579Μακάριοι γοῦν οἱ νῦν πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι τότε χορτασθήσονται, τοῦ δείπνου τοῦ βασιλικοῦ ἐμφορούμενοι καὶ μεταλαμβάνοντες τοῦ ἄρτου τῆς ζωῆς, καὶ τῆς εὐφροσύνης τοῦ καινοῦ ποτηρίου. Ὧν τὰ σύμβολα ἐπιτελῶν πρὸ τοῦ πάθους ὁ Σωτὴρ, Οὐ μὴ πίω, ἔφη, ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ· πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν διαθήκην διέθετο, διὰ τὸ μεμενηκέναι μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς, ἵν’ ἐσθίωσι καὶ πίνωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ, ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῷ τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι, ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει.

If your brother sins against youἘὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου. Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρητικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δεινὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν.
PG 24:580Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτηκότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ’ οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. Δι’ ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνατόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχομένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχεται. Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημμεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι’ αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων.
PG 24:581Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φιλάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχωρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ, καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ’ ἑκάστην ἡμέραν, ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθομένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρτανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ’ ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ’ ὃν συναρθήσεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βήματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν.
Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον· ἡμεῖς δ’ ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν, καὶ παρακαλούμενοι οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπιμετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ’ ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς Δεσπότης οὐκέτ’ ἀφήσει ἡμῖν· ἀλλ’ ᾧ μέτρῳ μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμετέρων συνδούλων ὅρον καθ’ ἡμῶν ἐπαρτήσει. Ἐφεύροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γένοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομένων συγχωρητικός.

Καὶ ἐροῦσιν ὑμῖν · Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ. Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέγει· διὸ οὐ πρόσκειται τοῦτο.

First he must suffer much: He alludes also to...Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 24:582Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης, δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ’ οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολεμούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ’ ὃ ἀποδοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀνθρώπων γενεᾶς.

And as it was in the days of Noah,...Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ. Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί.
PG 24:583Ἀλλ’ ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι’ ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· Ἧ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ’ οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ.
PG 24:584Σφόδρα δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ’ οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν·
οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ’ ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται.

In that day, whoever shall be upon...Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ. Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παραδόντες.

In this night there shall be two in one bedΤαύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ. Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα ὠνόμασε·
PG 24:585νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι’ ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς. Καὶ ἐπὶ τῶν ὑφ’ ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον·
PG 24:586ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ’ ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.

Λέγουσιν αὐτῷ · Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς · …

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν «μὴ» παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ·
PG 24:587ὧν ἐπὶ τὸ αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ’ αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ’ οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ’ αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ’ οὖν καθ’ ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν.

There was a judge who did not fear GodΚριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος. Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός·
PG 24:588τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας.

A certain nobleman went into a far country…Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μα- κρὰν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Τοσαῦτα διὰ τῆς παραβολῆς διδασκόμεθα, τὴν μέλλουσαν αὐτοῦ καὶ μηδέπω παροῦσαν βασιλείαν, κἂν αἰσθητὴν ταύτην τινὲς ἐφαντάζοντο, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάστασίν τε καὶ ἀνάληψιν, τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν, τὴν κριτικὴν καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ διανεμητικὴν ἐξουσίαν, τὴν τῶν οἰκείων αὐτοῦ καὶ πιστῶν θεραπευόντων εὐδοκίμησιν, τὴν τῶν μὴ τοιούτων κατάγνωσιν, τὴν τῶν πολιτῶν τοῦ βασιλέως κατ’ αὐτοῦ συσκευὴν, τὴν μετελευσομένην αὐτοὺς ἐπαξίως ὧν ἔδρασαν δίκην· ταῦτα γὰρ ὁμοῦ πάντα διὰ τῶν ἐκτεθεισῶν φωνῶν ἐδήλου.
Καὶ πρῶτον μὲν ἄνθρωπον αὐτὸς ἑαυτὸν ὠνόμαζε διὰ τὴν κατὰ σάρκα γέννησιν, τὴν κατὰ ἄνθρωπον αὐτῷ συστᾶσαν· ἔπειτα εὐγενῆ, ἀλλ’ οὔπω βασιλέα ἑαυτὸν ἐκάλει, διὰ τὸ μηδέπω τῇ βασιλικῇ ἀξίᾳ κατὰ τὴν πρώτην θεοφάνειαν κεχρῆσθαι. Τῆς δ’ εὐγενείας αὐτοῦ μάρτυρες οἱ τοῦ γένους καὶ τῆς ἐκ προγόνων διαδοχῆς τὴν ἱστορίαν γραφῇ παραδεδωκότες· ὧν ὁ μέν τις, τὴν κατὰ ἀνθρώπους εὐγένειαν αὐτοῦ παριστὰς, ἔνθεν δή ποθεν εὐηγγελίζετο λέγων· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· εἶθ’ ἑξῆς τούτοις τὴν γενεαλογίαν δι’ ἐπιδήμων ἀνδρῶν καὶ διὰ βασιλικοῦ γένους ἐπ’ αὐτὸν κατάγων ἵστησιν· ὁ δὲ τὴν ἀνωτάτω καὶ πρὸ πάντων αἰώνων ἐκ Θεοῦ γέννησιν αὐτοῦ διδάσκων, τὴν ἀληθῶς πρώτην καὶ μόνην εὐγένειαν παρεδίδου λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο.
PG 24:589Ἀλλὰ γὰρ οὗτος ὁ πρὸ πάντων αἰώνων Θεὸς Λόγος, γενόμενος ἄνθρωπος εὐγενὴς, καὶ τὸν σὺν ἀνθρώποις διεξελθὼν βίον τὸν ἐμφερόμενον ταῖς περὶ αὐτοῦ εὐαγγελικαῖς γραφαῖς, μετὰ τὴν παρὰ ἀνθρώποις αὐτάρκη διατριβὴν, ἐπανιὼν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Χώραν δὲ μακρὰν τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἄνοδον ἐδήλου· λαβεῖν τε τὴν βασιλείαν αὐτὴν ἐκείνην φησὶν, ἣν ὁ προφήτης Δανιὴλ ᾐνίττετο λέγων· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος ἦν· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία. Εὖ δὲ καὶ τὸ λαβεῖν εἴρηται· πάντως γὰρ τοῦ Πατρὸς διδόντος ἐλάμβανε, κατὰ τό· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· ἃ δὴ δοθέντα αὐτῷ παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν ὑποδεξάμενος, αὖθις ἐπανήξει. Διό φησι λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι· καὶ ὅπως δὲ ποιήσεται τὴν ἐπάνοδον, ὁ θεῖος Ἀπόστολος διασαφεῖ λέγων· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Ἡ δὲ ἀποδημία καὶ τὴν μακροθυμίαν δηλοῖ.
PG 24:590Ἔδει δὲ αὐτὸν ἀναγκαίως εἰς τὴν δηλωθεῖσαν μακρὰν χώραν στείλασθαι, κἀκεῖ χρόνον διατρίψαι πολλῶν ἕνεκα· ὡς ἂν ἐν τῷ μεταξὺ οἱ αὐτοῦ θεράποντες τῆς ἑαυτῶν ἐργασίας τὴν δοκιμὴν δοῖεν.

Calling ten of his servants, he gave them ten...Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν παραδοὺς, ἴσην τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πραγματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθητῶν κατηγγελμένον. Ἀλλ’ ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγματεία λαμπρὰ, ὅ τ’ ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγενὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
PG 24:591Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰςάγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμένους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ’ ἡμᾶς. Ἀλλ’ οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν ὑπὸ πόδας τεθῶσιν οἱ ἐχθροί σου· καί· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶτοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναντίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν·
δι’ ὧν προβάλλεσθαι εἰώθασι κατ’ αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐτοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. Διὸ δὴ οὐ μόνον τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως. Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρόμενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δικαιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν πολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ’ ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπότου παρακελεύσεως, ἀργίαν τε καὶ σχολὴν ἠγαπηκότι, μηδὲ βουληθέντι τὸν πόνον ὑπομεῖναι τῆς πραγματείας, πικρὰν ἐπαρτήσει δίκην.

Be thou having authority over ten citiesἼσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
PG 24:592Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυχῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπαξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ’ ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐτοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δι’ αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανῃρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ’ ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σωτήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι’ ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται ὁ δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ’ ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ’ ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει.
PG 24:593Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων. Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι’ ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ’ αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.

By what authority do you do these things? He himself...Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα·
PG 24:594οἱ δ’ ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ’ ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν.

I will also ask you, 20Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ. Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ’ ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν·
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν.

There shall be signs in the sun, and in the moon, and in the starsἜσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐτοῦ δυνάμει.

Those coming upon the inhabited worldΤῶν ὑπερχομένων τῇ οἰκουμένῃ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων·

For the powers of the heavens shall be shakenΑἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
PG 24:595Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι’ ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος·
PG 24:596Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται.

When these things begin to happen, look up and lift up your...Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 24:597Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν. Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ’ ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι’ αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ’ αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ’ ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ’ ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι·
Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι’ ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φωτιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος. Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας. Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν.
PG 24:598Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες. Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ’ οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς.
PG 24:599Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ’ ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι’ αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου «παρελεύσεται γὰρ τὰ πρῶτα ἵν’ ἐπιστῇ τὰ δεύτερα», ἀκόλουθον ἦν καὶ τῶν κατ’ οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι. Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης.
PG 24:600Μελλούσης γὰρ τὰ τῆς θεομαχίας τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφορούντων.

Καὶ εἶπε παραβολὴν αὐτοῖς · Ἴδετε τὴν συκῆν, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, κ. τ. λ. Ποῖα ταῦτα γινόμενα ἀλλ’ ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα.
Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα·
PG 24:601κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους, κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανάτου καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος.

This generation will not pass awayΟὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη. Ποία γενεὰ ἀλλ’ ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι’ αὐτῶν καθ’ ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. Διαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι.

Take heed to yourselves, lest your hearts be weighed down in...Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 24:602Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ. Διεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ’ ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδασκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν καιρὸν τῆς συντελείας ὑπάρχειν. Ἀλλ’ ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν, μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ Δεσπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφεδρεύοντα. Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος.
PG 24:603Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκπίπτουσιν εἰς ἀδόκητον κίνδυνον.

Watch therefore at all times, praying, 20Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ. Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.

That ye may eat and drink at my tableἽνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου. Τοιούτων ἔσται πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν Διαθήκην διέθετο διὰ τὸ μεμενηκέναι μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς· ἵνα ἐσθίωσι καὶ πίωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ· ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῶς τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι· ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει.

Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων · Γύναι, οὐκ οἶδα…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.
Ὅρα δὲ τὸ φιλάληθες τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καταχαρίζεται τῷ Πέτρῳ, ἀλλὰ τὸ πάθος αὐτοῦ ὡς ἔχει διηγεῖται, ὅτι οἱ μὲν ἄλλοι ἀπολιπόντες τὸν διδάσκαλον ᾤχοντο, ὁ δὲ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς, αὐτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς, τρίτον αὐτὸν ἐξωμόσατο.

Two men stood by them in dazzling apparelΔύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Χαρᾶς καὶ γέλωτος σημεῖα γνωρίσματά τε τῆς σωτηρίου ἀναστάσεως ὁρᾷν παρέχονται καὶ διὰ τῆς λευκῆς περιβολῆς, ὥστε καὶ ἀπὸ τοῦ σχήματος συμβαλεῖν τὰς γυναῖκας τὸ φαιδρὸν τῆς ἐγέρσεως, καὶ τῆς τοῦ Πάσχα ἑορτῆς σὺν τοῖς λευχείμοσιν ἀγγέλοις ἀπάρξασθαι. Μωϋσῆς μὲν γὰρ πληγὰς Αἰγυπτίων μέλλων διακονεῖσθαι καταλλήλως ἐν φλογὶ πυρὸς τὸν ἐπὶ τῆς βάτου ἄγγελον ἑώρα· ὁ δ’ αὐτὸς μοχθηροῖς ἀνδράσι νομοθετῶν, πῦρ καταναλίσκον τὸν Θεὸν εἶναι ἔλεγεν, τιμωρητικὸν καὶ κολαστὴν αὐτοῖς ἔσεσθαι αὐτὸν αἰνιττόμενος· διὸ καὶ ἐν στύλῳ πυρὸς ἡγεῖτο αὐτῶν ὁ Θεός. Οὕτω τοῖς ἀσεβέσι γενέσθαι τοὺς ἀγγέλους πυρὸς φλόγα ἐδίδαξεν εἰπών· Ὁ ποιῶν τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
PG 24:604Ἀλλ’ οὐ τοιούτους αἱ γυναῖκες τοὺς εἴσω τοῦ μνήματος ἑώρων, γαληνοὺς δέ τινας καὶ φαιδροὺς, οἵους ἐχρῆν ἐπὶ Δεσπότου χαρᾷ καὶ βασιλείᾳ φαίνεσθαι. Ἐπὶ μὲν γὰρ τῷ πάθει τοῦ Σωτῆρος ὁ ἥλιος ἐξέλιπε, σκότος περιβαλὼν τῷ παντὶ, θρήνων τε καὶ πένθους σύμβολα τοῖς σταυροῦσι τὸν Υἱὸν τοῦ Θεοῦ δεικνύς· καὶ οὐδεὶς μὲν ἐφαίνετο τῶν ἀγγέλων τὸ τηνικαῦτα ὡς εἰκὸς τοῖς μαθηταῖς, ὁμοίως καὶ αὐτῶν ὧδε κἀκεῖ διασκεδασθέντων. Εἰ δ’ ἄρα καὶ ὀφθῆναί τινα ἐχρῆν, τάχα που τὴν ἐναντίαν τοῖς λευχείμοσιν ἀνθρώποις τὴν ἀναστολὴν ἀνεδείξατο· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει οὐχ ἥλιος μόνον ἐσκότασεν, ἀλλὰ καὶ ὁ Σωτὴρ φωνῇ μεγάλῃ κράξας ἀφῆκε τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, μονονουχὶ περιῤῥηξαμένων καὶ αὐτῶν τῶν πάλαι τὸ ἱερὸν ἐνοικούντων ἀγγέλων, περιῤῥηξάντων τε τὸ σεμνὸν ὕφασμα, ὡς ἂν, γυμνὸς καὶ ἔρημος ἀπολειφθεὶς τῆς αὐτῶν φρουρᾶς, ὁ τῶν ἀβάτων καὶ ἀδύτων τόπος, ἕτοιμος ἐχθροῖς καὶ πολεμίοις κατασταίη. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῷ πάθει συνέβαινεν·
PG 24:605ἐπὶ δὲ τῇ σωτηρίῳ ἀναστάσει, ὡς ζωῆς ἄγγελοι καὶ τῆς ἀναστάσεως κήρυκες, τὸν τόπον οὗ ἔκειτο τὸ σῶμα περιεῖπον, ἐξ αὐτῆς ὥσπερ τῆς ἐπαφῆς τοῦ τόπου ἁγιωσύνης κρείττονος ἢ κατ’ αὐτοὺς μετασχόντες, καὶ τῆς ἀναστάσεως αὐτοῦ κοινωνοῦντες. Διὸ φαιδρὰ καὶ μειδιῶντα πρόσωπα, σχῆμά τε σωτηρίου ἑορτῆς παρέφαινον λευχειμονοῦντες.
Second witness · khazarzar edition

Fragmenta in Lucam 24.529 ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προφητείαν. Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ' ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥάβων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν. Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προβεβηκότες οὐ γονοποιοῦσιν. Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ' αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν, ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· "«Εἰ τῷ ἑκατον 24.532 ταέτει γενήσεται υἱός;"6 καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι' ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι. Ἐγώ εἰμι Γαβριήλ. Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φησὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνοὺς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν. Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ' ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον νατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι γων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι 1

ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννὺς, καὶ φύσιν καινοτομῶν, ὅτε βούλεται. Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ. Δούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφόμενος· ὃ 24.533 βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἡσαΐας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι' αὑτὸν πτωχεύουσιν εὐαγγελιζόμενος. Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνὰς, καὶ παρ' αὐτοῦ τὰς διδασκαλίας ὥσπερ τινὰς νόμους, δι' ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι' ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγαθῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα, καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευόντων τυγχάνει. Εἶεν δ' ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύοντες τῇ μετριοφροσύνῃ, οἱ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σωτηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγγελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐτοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λόγου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασιλεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι' αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας. Δεύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ' 24.536 αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξεῖναι γὰρ ἐδίδασκε καθ' ἕνα τινὰ τρόπον τῶν κατωνομασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φιλοτιμεῖσθαι· ὥστ' εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρακληθῆναι ἐφ' οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀποδειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορεσθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖται κατὰ τὰς ἐνυπαρχούσας 2

δυνάμεις τῷ μονογενεῖ τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ' ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέντες. Ἄλλο δὲ τάγμα γένοιτ' ἂν τῶν κατὰ τὴν ἐπαγγελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων· καὶ ἄλλο πάλιν τῶν εἰρηνοποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθαρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι' ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ' ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακαρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας μετὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρότερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτήμονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ' οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐναγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας 24.537 ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκοφαντούμενοί τε ψευδέσι διαβολαῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἀλλὰ γὰρ τοὺς μὲν πεινῶντας καὶ κλαίοντας καὶ διὰ Χριστὸν ὀνειδιζομένους καὶ παρὰ τῷ Λουκᾷ ὀψόμεθα· τοὺς δὲ πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ τοὺς εἰρηνοποιοὺς ὁ Ματθαῖος ἡμῖν εἰς ἐξέτασιν παρατίθεται. Καὶ ταῦτ' ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βασιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφαλίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου· ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ' αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπομένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι' οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀληθοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. Διὸ καὶ χαίρειν καὶ ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρῄνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐτοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ οὐ λόγοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λελεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέγων· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ σταυροῦ θάνατον ἐποιεῖτο διὰ 3

τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύμοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλαστον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διάφορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ' οὐ παρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν ποτε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ 24.540 ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ τοῦτ' ἔπραττον, αὐτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ' αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματθαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρόνῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπάθειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορβόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατετέμνετο· οἱ δ' ἐν πυρὸς καμίνῳ συνεκλείοντο. Διὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ' αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνήσας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογράψοιεν αὐτοῖς ἐλπίδας· Ὅταν γὰρ, φησὶ, συκοφαντήσωσιν ὑμᾶς, χάρητε· ἐπειδὴ καὶ οἱ προφῆται τὸ αὐτὸ ὑπέστησαν. Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν παραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμενος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλοφύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάντες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτομῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη, ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιότερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι διέλαμψε. Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ' ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν 24.541 χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτερον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προφητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. Διὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλημα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς 4

δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράττον τῇ ἐπαγγελίᾳ; Διὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν. Διὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμονας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπὸν αὐτῷ ἐγκαλεῖν, ὃ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι καλοῦσι. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ. Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς 24.544 ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ. Διὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρίσματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις. Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ' οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνάμεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμάτων θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔποτ' ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροωμένοις. Διὸ ταῖς δι' ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψιλοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πατριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ' ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; Διὸ πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σωτὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προφήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγελίας· ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παραδιδοὺς αὐτοῖς, ὡς ἂν δι' αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλκοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος, πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον. Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν. Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ' αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλλαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς τῶν ὑπαρχόντων 5

ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν διεστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα· κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χιτῶνας, ἀλλὰ μήτ' ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ' ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παραγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μηδὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆσθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκουμένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφι 24.545 λοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος. Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ' ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προσήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλλάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σωτηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδιδόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων, προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας. Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε χρήματα, μήτε τι τῶν παρ' ἀνθρώποις τιμίων ἐπάξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε. Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ' ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ' ἀποφέρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς μεταλαβεῖν. Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυγμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασανίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προλαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ' ἀκολούθως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει· προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τινος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ' ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετάληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ' ἑαυτῶν εὐλογίαις. – Περιφράξας τοὺς μαθητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι 24.548 εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι. Ἤκουσε δὲ Ἡρώδης ὁ 6

τετράρχης τὰ γινόμενα ὑπ' αὐτοῦ πάντα. Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρχοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τούτου παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλόφυλοι, παρὰ Ῥωμαίων τὴν κατ' αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥωμαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. Διὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακελευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε. Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνατον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδιδοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνίζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκριβῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλουσι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ' ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρπὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. –Καὶ δὴ ταῦτα τοῖς μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυστήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐτοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐ 24.549 τοῦ βασιλείας. Διόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ. Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον. Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυνάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεάσασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφορήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ' εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότητος. Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ' ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ' οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ τότε 7

οὐ νεφέλη βοήσει, οὐδὲ διὰ νεφέλης ὁ Πατὴρ μαρτυρήσει τῷ Υἱῷ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ δίχα παντὸς ἐπισκιάσματος, καὶ δίχα παντὸς ἑρμηνέως, αὐτῷ τῷ ἔργῳ τὸν μονογενῆ αὑτοῦ Υἱὸν ἐπὶ πάντων τῶν ἁγίων αὑτοῦ δοξάσει, σύνθρονον αὐτὸν ἑαυτῷ καὶ συμβασιλέα ἀποδείξας, καὶ ὑπεράνω πάσης ἀρχῆς καταστήσας αὐτόν· οὔτε οὐκέτι ὥσπερ τότε οἱ τρεῖς μαθηταὶ μόνοι ἐπὶ τοῦ ὄρους ἀκούσαντες τῆς φωνῆς ἐπὶ πρόσωπον ἔπεσον, καὶ ἐφοβήθησαν, ἀλλὰ καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ. Φωνὴ πατρικὴ διὰ νεφέλης, οὕτως γὰρ φαίνεται ὁ Θεὸς, ἐμαρτύρει Χριστῷ τὴν υἱότητα· ἔδει γὰρ μὴ παρὰ Πέτρου μόνου γνωσθῆναι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· μηδ' αὐτὸν μόνον τῷ Πέτρῳ μεμαρτυρηκέναι ὡς παρὰ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν περὶ αὐτοῦ γνῶσιν εἰληφὼς εἴη· ἀλλὰ καὶ αὐτὴν τὴν πατρικὴν φωνὴν ἐπισφραγίσασθαι τὴν ἀλήθειαν τοῦ λόγου, μαρτυροῦσαν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, δεῖν τε ἀκούειν αὐτοῦ παρακελευομένην. Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν. Ὁρᾷς ὅπως προεξετάζειν καὶ μὴ πᾶσιν ἀνέδην ἑαυτοὺς ἐκδιδόναι παρῄνει, ἀλλὰ καὶ πρώτους τῆς ἐξ αὐτῶν εὐεργεσίας ἀπάρχεσθαι, καὶ πρώτους διδόναι τῶν αὐτοῖς ὑπαρχόντων; Εἰρήνη δὲ ἦν αὕτη, πρέπουσα Θεοῦ στρατιώταις φωνὴ, νικητήρια κατ' ἐχθρῶν ἀραμένοις. Δίωξιν γοῦν ἐχθρῶν, καὶ καθαίρεσιν πολεμίων, Θεοῦ τε φιλικὰς διαλλαγὰς τὸ τῆς εἰρή 24.552 νης ὄνομα τοῖς ἀξίοις προὐξένει. Ταύτην τοιγαροῦν προδανείσαντας τὴν εἰρήνην ταῖς τῶν ὑποδεξαμένων αὐτοὺς ψυχαῖς, τῆς παρ' αὐτῶν τροφῆς μεταλαμβάνειν· διὸ ἀναγκαίως προδιεστέλλετο μὴ εἰς πάντα παραβάλλειν οἶκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς αὐτῶν ἄξιον εἶναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εἴη τῶν κατὰ τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξεσι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλικοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξασθαι. Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τὰ οἰκεῖα τῆς στρατείας ὅπλα· ταῦτα δ' ἦν τὰ τῆς εἰρήνης σύμβολα· διὸ καὶ αὐτὸν τὸν ὑποδοχέα, καὶ πάντα τὸν οἶκον αὐτοῦ εἰρηνικῶν ἀσπασμῶν καταξιοῦν· εἶτ' αὐτοῦ μένειν, καὶ μὴ μεθίστασθαι, μηδ' οἴκους ἐξ οἴκων ἀμείβειν. Τοῦτο γὰρ εἶναι σημεῖον ἀπηκριβωμένης ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καὶ ἄκριτον, οὐ στεῤῥὸν οὐδὲ βεβαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμένειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ' ἐνυβρίσαντας τῷ ξένῳ μεταβαίνειν ἐφ' ἕτερον. Κἂν οὗτος ἀνάξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστασθαι, ἔχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ τὴν αὐτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ' ἀκριβῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν· ἔπειθ' οὕτω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδιδόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὐ μόνον, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ δι' αὐτόν. Εἰ δ', εὑρεθέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασιλείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀνδρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελφοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ' ἐπιλέγει τοῖς προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγγελίζεσθε, καὶ τὰ παρ' ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάντα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρεθεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ' ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ 8

ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ' ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ' ὑμῶν πεπληρώκατε. Καὶ εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ. Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασιλείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ ἀργὸν οὐδ' ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ 24.553 γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ' αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι· ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ' ἀντέπιπτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, κ. τ. λ. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀνθρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ' ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφαιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ' ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο. Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαίμονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμένας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ' αὐτὸν στρατιώταις τῆς τῶν οὐρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ' ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. Διό φησι Σωτήρ· Εἰ δ' ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ. Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρσους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγγέλλεσθαι· δι' αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ' ἡγεμονικὰ καὶ βασιλικὰ 24.556 δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι' ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν. Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ' αὐτοῦ 9

χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μεριμνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ' οὐκ ἔμελλον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ. Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ' ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδασκαλίαν· παρῄνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν. Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγχάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐσία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τροφή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ' ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ Δημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνατήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ' ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος ἀποδεικτικὸς συλλογισμός. Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Εἰ γὰρ τούτοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ' ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς 24.557 ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ' ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδείγματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπετῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ' οὐδ' ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ' ἀλληλοφαγεῖ. Διὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πετεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγματος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαίδευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησαμένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομένην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐτραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερμολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα· ἀλλ' ὅμως οὐδὲ 10

τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλογισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ' ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ' ἐλάχιστον δύνασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ' εἰ μηδεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ' οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ' ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐτοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῇν καὶ μακροβίους εἶναι, ζησόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνήσαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου. 24.560 Καὶ ταῦτα μὲν περὶ τροφῆς διετάττετο· ὡσαύτως δὲ καὶ περὶ ἐνδύματος παρῄνει λέγων· Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδοκᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθήσεσθαι· εἰ γάρ τίς ἐστι φιλότιμος παρ' ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ σοφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμήμασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδενὸς τρυφηλοῦ βασιλέως, μηδ' αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περίβλημα κτήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αἰσθητῶν ἐπὶ τοῦ παρόντος βίου προνοήσει; –Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν, μόνης δὲ τῆς βασιλείας μεταποιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία μηδ' ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγγελμένων ἔσται· μόνοις δὲ ταῦτ' ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν. Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διάκειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ' ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους 24.561 ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν. Καὶ ὑμεῖς ὅμοιοι 11

ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ. Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρηγορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμενος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοιμότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχόμενοι. Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τιμῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλλων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρεικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀποφαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ' ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι; Προϊὼν δ' αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθηταῖς λέγων· Ἐγὼ δ' ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθ' ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν' ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τὸν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄντες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ' ἀλλοδαπῆς δ' οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρόποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ' ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι ἀρθήσεται ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. Ἀλλ' ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὑτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας αὐτοὺς, διακονήσει αὐτοῖς· οἱ δὲ, συνόντες αὐτῷ ἀεὶ, οὐκέτι νηστεύσουσιν, ἀλλὰ διαπαυσάμενοι τῶν καμάτων, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν. Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρ χεται. Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρακελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδεσπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς 24.564 ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανάτου. Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρηγορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυπνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ' ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπεδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι. Εἶπε δ' ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκο νόμος καὶ φρόνιμος; Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ' ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγκαίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων 12

σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ' ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ' οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει 24.565 τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ' ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλεγεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ' ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ' αὐτοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν. Ἐὰν δ' εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ. Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ' ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα. Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ. Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ· ἡ δ' αὐτὴ καθ' ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ 13

τῆς ἐν αὐτοῖς ἐμπνεύσεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυ 24.568 ναικὸς, οὕτω κἀνταῦθα ἐπὶ ζύμης φυρομένης εἰς ἀλεύρου σάτα τρία οἰκειότατα ἡ παραβολὴ γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐν ἐκείνοις ὠνομασμένον σπορέα ἀπείκασεν. Κατὰ μέντοι τὸν Ματθαῖον κεκρυμμένην ζύμην τὴν βασιλείαν τῶν οὐρανῶν προειπὼν, δι' ἧς ἐδήλου τὴν ἐπιχορηγίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ λόγου, διὰ τῆς ἑξῆς παραβολῆς τὴν αὐτὴν βασιλείαν ἐοικέναι φησὶ θησαυρῷ. Εἴη δ' ἂν θησαυρὸς μέγας ὁ κατὰ τὰς οὐρανίους ἐπαγγελίας τοῖς ἀξίοις τεταμιευμένος, ὃν ὁ ὀφθαλμὸς οὐκ εἶδεν, ὃς τοὺς πολλοὺς λανθάνει. Ὁ δὲ τοῦτον νοήσας, ὡς τὸ κατ' εἰκόνα τοῦ Θεοῦ σώζων ἐν ἑαυτῷ, χαρᾶς ἔμπλεως γεγονὼς, ὡς ἂν τὸ τέλειον τῶν ἀγαθῶν εὑρηκὼς, τὰ λοιπὰ πάντα δεύτερα τίθεται, καὶ τοῦτον ἀντιλαμβάνει. Καταλλήλως δὲ θησαυρὸν καὶ ἀγρὸν εἰπὼν, ἄνθρωπον αὐτῷ συνῆψε τὸν εὑρηκότα· οὕτω δηλώσας τὸν ἐν ἀνθρώπῳ θεοφιλῆ νοῦν. Ἡ μὲν οὖν ῥηθεῖσα αὕτη παραβολὴ διὰ τοῦ θησαυροῦ τοῦ κεκρυμμένου τὰς οὐρανίας ἐπαγγελίας ἐδήλου τὰς ὑπερβεβηκυίας, πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τὸν ἐν Θεῷ πλοῦτον, θησαυρὸν ὄντα παντὸς ἀγαθοῦ. Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττεσθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλούτου. Εἴη δ' ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμένων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μακαριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰκότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργαρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ' ἂν καὶ σαρκωθεὶς Λόγος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργαριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς καὶ πολύτιμος εὕρηται· ὡς καὶ Ἡσαΐαν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Ὁ δὴ οὖν μέλλων τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦσθαι προσφυῶς παραβέβληται ἐμπόρῳ ἀνδρὶ φιλοκάλῳ τινὶ καὶ φιλομαθεῖ καὶ ποικίλων δοκιμαστῇ λόγων, ὃς περιιὼν πολλοὺς μὲν ἀνεῦρε μαργαρίτας, παντοίους ἐν ἀνθρώποις ἁγίους· τέλος δὲ τὸν πολύτιμον εὑρὼν, ὃν ὁ Λόγος παρεστήσατο, πάντων τῶν πρότερον αὐτῷ πεπορισμένων τοῦτον ἀντικατηλλάξατο, ταυτὸν τῷ προτέρῳ πράξας πάντα ὅσα εἶχε πωλήσας, καὶ ἀγοράσας τὸν ἀγρὸν ἐκεῖνον. Καὶ τοῦτ' ἂν εἴη τέλος τῆς ἄκρας μακαριότητος, τὸ κατακοσμηθῆναι τῷ πολυτιμήτῳ μαργαρίτῃ, δηλαδὴ τῷ φωτὶ τῆς θεότητος τοῦ μονογενοῦς Λόγου· ἀρχὴ μὲν γὰρ ἦν ὁ σπόρος· εἶτ' ἐπίδοσις τῆς τοῦ σίτου καρ 24.569 ποφορίας· καὶ τρίτον ἡ ἀπὸ τῶν ζιζανίων διάκρισις· τέταρτον ἡ ἐπὶ μέγα δένδρον τοῦ σπόρου φυή· πέμπτον ἡ διὰ τοῦ ἁγίου Πνεύματος ζύμωσις· ἕκτον ὁ θησαυρὸς τῶν οὐρανίων ἐπαγγελιῶν· ἕβδομον ἡ αὐτοῦ κτῆσις τοῦ Θεοῦ Λόγου, ἐν ᾧ πᾶς κατακοσμεῖται ὁ τῆς βασιλείας τῶν οὐρανῶν ἄξιος. Ταῦτα δὲ πρὸ τῶν ἔργων ἀνεφωνεῖτο· προλέγοντος τὰ μέλλοντα ἔσεσθαι τοῦ Σωτῆρος, ἃ δὴ καὶ τέλους οὐκ εἰς μακρὸν ἐτύγχανε, ὥστε μετ' 14

οὐ πολὺν χρόνον ὀφθαλμοῖς ὁρᾶσθαι τῶν ἔργων τὰ ἀποτελέσματα. Καθ' ὅλης οὖν ἐξ ἐκείνου τῆς τῶν ἀνθρώπων οἰκουμένης ἐκ μὲν ἁπάντων τῶν ἐθνῶν τὰ τῆς τοῦ Θεοῦ βασιλείας σύμβολα διὰ τῶν Ἐκκλησιῶν αὐτοῦ ἐθεωρεῖτο, μυρίων ἐν αὐταῖς κατὰ τὸ σωτήριον Εὐαγγέλιον βιούντων, τοῖς τε παλαιοῖς προφήταις καὶ αὐτῷ γε τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίωςθεοσεβεῖν φιλοτιμουμένων· ἐπεὶ κἀκεῖνοι, προλαβόντες τοῖς χρόνοις τοὺς Μωϋσέως νόμους, τῷ κατὰ τὸ Εὐαγγέλιον βίῳ τε καὶ τρόπῳ διέλαμψαν, τῆς μὲν ἐκ πατέρων ἡκούσης εἰς αὐτοὺς πολυθέου πλάνης κατεγνωκότες, τοῦ δ' ἐπὶ πάντων Θεοῦ τὴν γνῶσιν ἀνειληφότες. Διὸ δὴ τῶν ἐθνῶν οἱ πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξειν εἴρηνται, καὶ ἰσότιμοι γενήσεσθαι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ μακαρίοις ἀνδράσι διὰ τὴν ἴσην ἐκείνοις ζωήν· οἱ δ' αὐτῶν ἐκείνων ἀπόγονοί τε καὶ διάδοχοι, υἱοὶ τῆς βασιλείας διὰ τοὺς προπάτορας ὠνομασμένοι· δυνάμει γὰρ καὶ αὐτοῖς μετουσία ἦν ὁμοίως τοῖς προπάτορσι τῆς οὐρανίου βασιλείας· ὅπως ἀπόβλητοι τῶν ἐπαγγελιῶν γεγόνασι, δεῖγμα ἐναργὲς τῆς πόλεως ἡ ἐρημία, τοῦ ἱεροῦ ἡ πολιορκία, καὶ αὐτῶν ἡ εἰς πάντα τὰ ἔθνη διασπορὰ, καὶ ἡ ὑπὸ τοῖς ἐχθροῖς δουλεία, καὶ ἐπὶ τούτοις ἡ στέρησις τῆς κατὰ τὰ νόμιμα αὐτῶν θρησκείας, τοῦ τε Χριστοῦ ἡ ἀγνωσία, καὶ τῶν εὐαγγελικῶν μαθημάτων ἡ ἀπαλλοτρίωσις· ταῦτα γὰρ ἅπαντα σημεῖα ἐμφανῆ εἴη ἂν τοῦ διαλαβόντος αὐτοὺς σκότους, ᾧ περιπεπτώκασι διὰ τὴν τοῦ σωτηρίου φωτὸς ἐναντίωσιν. Δι' οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι δὴ βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον, τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδωσιν, ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ περὶ τὸν μέσον τῆς ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες, οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. Εἴποι δ' ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ διὰ τῆς παραβολῆς δηλούμενα τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου στάσεως μέχρι συντελείας καταξιουμένοις τῆς ἐνθέου κλήσεως· ὥσπερ ἅμα πρωῒ κεκλῆσθαι λέγειν ἐπὶ τὴν θεοσεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους δικαιωθέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε· 24.572 τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἀμφὶ τὸν Μωϋσέα καὶ Ἰησοῦν καὶ κριτάς· τοὺς δὲ περὶ τὴν ἐννάτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην, τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν· οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ τοῦ κατὰ τὸ δηνάριον δεδηλωμένου, ὅπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀνεφέρετο. Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογη μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτοὶ γὰρ ἐκεῖνοι, οἷς τότε παρὼν παροῦσι διελέγετο θεώμενοι αὐτὸν μετὰ τῆς ἐνθέου δόξης, καὶ σὺν ἀγγέλων δορυφορίᾳ ἐρχόμενον ἐξ οὐρανῶν, ὁμολογεῖν ἀναγκασθήσονται αὐτὸν εἶναι τὸν εὐλογημένον τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου τοῦ ἑαυτοῦ Πατρός. Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Ἀλλοτρία αὕτη ἡ παραβολὴ πρὸς τὴν παρὰ τῷ Ματθαίῳ. Ἐκεῖ μὲν γὰρ βασιλεὺς, καὶ γάμοι υἱοῦ βασιλέως, καὶ κλήτορες πολλοὶ, καὶ οἱ κληθέντες οὐκ ἀπῆλθον, ἀλλὰ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν, καὶ στράτευμα κινούμενον κατὰ τῶν ἀνῃρηκότων τοὺς δούλους, καὶ ὁ διὰ τὴν ῥυπαρὰν ἐσθῆτα ἐκβαλλόμενος τοῦ γάμου· ὧδε δὲ ἄνθρωπος εἰσάγεται ψιλὸς, καὶ δεῖπνον ἁπλῶς, καὶ εἷς ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται, καὶ οἱ κληθέντες παραιτοῦνται μόνον τὴν κλῆσιν, ἀσχολίαν σκηπτόμενοι. Τὸ δὲ κεφαλαιωδέστερον, ὅτι ἐκείνη μὲν ἐν τῷ ἱερῷ λέλεκτο πρὸς τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ, αὕτη δ' ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος 15

Φαρισαίου· τῶν γὰρ συνανακειμένων τις ἀκούσας τὸ, Μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων· τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τοῦ Θεοῦ μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησι λέγων, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα· πάλιν αὐτὸς ἑαυτὸν ἐν τούτοις ἄνθρωπον ὀνομάζων. Μέγα δὲ αὐτοῦ δεῖπνον νοήσεις, τέως μὲν ἀπιδὼν εἰς τὸ καθ' ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων τροφῶν τῶν πανταχοῦ γῆς διὰ τῶν θεοπνεύστων ἀναγνωσμάτων πᾶσι τοῖς ἔθνεσι παραδεδομένων· ἐντεῦθεν δὲ μετάβα τῇ διανοίᾳ ἐπὶ τὴν προσδοκωμένην τῶν οὐρανῶν βασιλείαν· καὶ εἰς ἔννοιαν ἐλθὲ τοῦ τότε μεγάλου ὡς ἀληθῶς δείπνου, ἐν ᾧ συναναπαύσονται ἀγγέλοις καὶ ταῖς κατ' οὐρανὸν θείαις δυνάμεσιν αἱ τῶν μακαρίων ψυχαὶ, ἐν ᾧ τραφήσονται τῷ τῶν ἀγγέλων ἄρτῳ· πληρουμένου κυρίως τότε καὶ θεοπρεπῶς τοῦ φάσκοντος λόγου· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Οὐ γὰρ πολυειδὴς ἔσται ἡ τότε τροφὴ, οὔτε ἡδύσματος οὔτε ὄψων δεομένη, ἄρτῳ δὲ μόνῳ ἀθανατοποιῷ καὶ ζωῆς αἰωνίου παρεκτικῷ τραφήσονται οἱ κατὰ τὸν ἐνεστῶτα βίον θρέψαντες, οὓς ὠνόμασεν ὁ Σωτήρ. Ὁ δὲ ἄρτος πάλιν εἴη ὁ ψυχῶν καὶ ἀγγέλων καὶ τῶν κατ' οὐρανὸν λογικῶν τρόφιμος λόγος· τοῦτο γοῦν αὐτὸς ἐδί 24.573 δαξεν εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· τοῦ γὰρ ἐν ἀρχῇ πρὸς Θεὸν Θεοῦ Λόγου μεταλήψει πᾶσα ἡ τῶν ἁγίων λογικὴ φύσις ζωοποιεῖται. Ἃ δὴ δοκεῖ μοι ἐκ προτέρων μαθημάτων πεπαιδευμένος ὁ συνανακείμενος τῷ Ἰησοῦ εἰρηκέναι· Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Οὐδὲ γὰρ τῶν τυχόντων τις ἦν ὁ ταύτην ἀφεὶς τὴν φωνὴν, ἀλλ' ὡς οἶμαι τῶν σφόδρα μεγάλων καὶ παρὰ τῷ Σωτῆρι τιμῆς ἠξιωμένων. Διὸ καὶ συνανακλίνεται αὐτῷ, καὶ τοῖς αὐτοῦ λόγοις συνετῶς προσεῖχεν, ὡς καὶ τὴν βασιλείαν τῶν οὐρανῶν μὴ ἀγνοεῖν, γνωρίζειν δὲ καὶ τὸν ἄρτον τῆς ζωῆς τὸν θρεπτικὸν τῶν τῆς βασιλείας ἀξίων· τοσαύτην τε ἄγειν παῤῥησίαν, ὡς ἐπὶ τοῦ Σωτῆρος ἀνακινεῖν δόγματα, καὶ δι' αὐτὸν τὴν πᾶσαν εἰρηκέναι παραβολὴν Σωτῆρα διδάσκοντα, τίς ἂν γένοιτο οὗτος ὁ ἀληθῶς μακάριος, ὃς φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Πολλοὺς μὲν οὖν κεκλῆσθαι λέγει διὰ τῆς παραβολῆς ἐπὶ τὸ μέγα δεῖπνον, καὶ τὸν ἐν τούτῳ δεδωρημένον ἄρτον, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημένων τοὺς περὶ ἕτερον ἠσχολημένους· περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ' εἶναι διαφόρους· ἢ γὰρ περὶ χρήματα καὶ ἀγροὺς ἀσχολούμενοι ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι διὰ ταῦτα τὴν κλῆσιν, ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι, ἢ δεσμῷ γάμου καὶ παίδων ἐμπεπλεγμένοι, ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἐνησχολημένοι. Ἀλλὰ περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται λέγουσα· Λέγω ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δὲ ἀντ' αὐτῶν ἀπολαύσεσθαι τοῦ μακαρίου δείπνου φησὶ, τοὺς μὴ τοιούτοις τισὶ προσδεδεμένους, πτωχούς τινας καὶ ἀναπήρους. Τοιοῦτοι δὲ ἦσαν πάλαι εἰδωλολατροῦντες οἱ ἐξ ἐθνῶν ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ προσδεξάμενος ὁ ἑστιάτωρ, πᾶσαν τὴν νόσον τῶν ψυχῶν αὐτῶν, καὶ μαλακίαν πᾶσαν ἰασάμενος, ἔπειτα τῆς οἰκείας αὐτοῖς μεταδώσει τραπέζης· ὥστ' εἰπεῖν αὐτούς· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· καὶ ἄρτον αὐτοῖς παρέξει καὶ λογικὴν τροφήν· ἐντεῦθεν ἤδη στερεᾶς βρώσεως μεταδιδοὺς αὐτοῖς, καὶ οἴνῳ δὲ αὐτοὺς εὐφρανεῖ λογικῷ· ὥστ' ἂν εἰπεῖν· Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον! Ταῦτα δὲ πάντα παρέχει, τοὺς ἀῤῥαβῶνας τῶν οὐρανίων ἀγαθῶν διὰ τῶν κατὰ τὸν παρόντα βίον χαρισμάτων αὐτοῖς δωρούμενος. Δυνατὸν δὲ καὶ καθ' ἑτέραν ἐκδοχὴν εἰπεῖν, ὅτι οἱ 16

πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ' ἦσαν οἱ ἐκ τῆς περιτομῆς, προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν· ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ' αὐτοῖς ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξηυτέλισαν χάριν· οἱ δὲ μετ' ἐκείνους 24.576 ἐκ τῶν ἀλλοφύλων ἐθνῶν κληθέντες, οἱ πρὶν τὰς διανοίας κωφοὶ καὶ τυφλοὶ, προθύμως ὑπήκουσαν· διὸ καὶ τοῦ μακαρισμοῦ τεύξονται. Δόξειεν ἄν τις τὴν αὐτὴν εἶναι παραβολὴν τῇ παρὰ τῷ Ματθαίῳ, ἐν ᾗ βασιλεύς ἐστι γάμους ποιῶν τῷ υἱῷ αὐτοῦ, καὶ δούλους ἀποστέλλων καλέσαι τοὺς κεκλημένους. Ὁ δὲ μὴ παρέργως προσέχων τῇ ἀναγνώσει εὕροι ἂν ἐπιστήσας τὸν νοῦν παντάπασιν ἠλλοτριωμένην ταύτην ἐκείνης. Ἡ μὲν γὰρ παρὰ τῷ Ματθαίῳ πρῶτον ἁπάντων τῇ βασιλείᾳ τῶν οὐρανῶν παρέβαλε τὰ λεγόμενα· τοῦτο δ' ἐνταῦθα οὐ λέλεκται. Κἀκεῖ μὲν ἀφωμοίου τὸν κλήτορα βασιλεῖ, ἐνταῦθα δὲ ψιλὸν ἄνθρωπον εἰσάγει· κἀκεῖ μὲν γάμους τῷ υἱῷ ὁ βασιλεὺς ἐτέλει, ἐνταῦθα δὲ ἁπλῶς δεῖπνον· κἀκεῖ μὲν πολλοὶ ἀποστέλλονται, ἐνταῦθα δὲ εἷς μόνος ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται· κἀκεῖ οἱ μὲν ἀμελήσαντες οὐκ ἀπήντων, οἱ δὲ λοιποὶ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· ἐνταῦθα δὲ μόνον σκήπτονται ἀσχολίαν, παραιτούμενοι τὴν κλῆσιν· ἐκεῖ πάλιν ὁ βασιλεὺς στράτευμα κινεῖ κατὰ τῶν ἀνῃρηκότων τοὺς αὑτοῦ δούλους· ἐνταῦθα δὲ ὁ ἄνθρωπος ὀργισθεὶς ἐπὶ τῇ παραιτήσει τῶν κεκλημένων, οὐδὲν μὲν τοιοῦτον ποιεῖ, τῷ δ' ἑαυτοῦ δούλῳ προστάττει πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς εἰσαγαγεῖν. Ὁ δὲ ἐπὶ τοὺς γάμους τοῦ υἱοῦ συγκαλῶν βασιλεὺς, δούλοις πλείοσιν ὑπηρέταις χρώμενος, οὐ πτωχοὺς καὶ ἀναπήρους, ἀλλ' οὐδὲ τυφλοὺς καὶ χωλοὺς εἰσάγει· ἐπειδὴ μηδ' ἔπρεπεν ἐπικλήσει γάμου βασιλικοῦ τοιούτους παρεῖναι· κληθέντων δὲ πολλῶν, τὸν ἀνάξια γάμου ἐνδεδυμένον ὁ βασιλεὺς τιμωρεῖται. Τὸ δὲ πάντων κεφαλαιωδέστατον, ὅτι ἡ μὲν παρὰ τῷ Ματθαίῳ παραβολὴ ἔνδον ἐν τῷ ἱερῷ λέλεκτο, πρὸς τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους τοῦ λαοῦ διαλεγομένου τοῦ Σωτῆρος· ἡ δὲ παρὰ τῷ Λουκᾷ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου ψιλὸν δεῖπνον κατασκευάζει, ἑστιωμένου παρ' αὐτῷ τοῦ Σωτῆρος. Προλέγει γοῦν τῆς προκειμένης παραβολῆς ὁ Λουκᾶς ταῦτα· ὅτι εἰσῆλθεν εἰς οἶκόν τινος Φαρισαίου ἑστιαθῆναι ἐν Σαββάτῳ· οἱ δὲ παρετηροῦντο αὐτόν. Εἶτα διελθὼν, ὡς ὑδρωπικὸν ἐθεράπευσε, καὶ ὡς ἐδίδαξε μὴ τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις μεταδιώκειν, μηδὲ καλεῖν τοὺς ἀντικαλέσοντας, ἀλλὰ τοὺς ἀντιδοῦναι μὴ δυναμένους, ἐπιφέρει, ὅτι ἀκούσας τις τῶν συνανακειμένων ταῦτα εἶπε, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. Οὕτω δ' ὁ Λουκᾶς τὴν προτεθεῖσαν παραβολὴν ἀνέγραψεν εἰρῆσθαι ὑπὸ τοῦ Σωτῆρος πρὸς τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὥστε ἐξ ἅπαντος ὁμολογεῖν ἑτέραν εἶναι ταύτην παρὰ τὴν πρώτην. Ἐπεὶ δὲ οὐκ ἀλλοτρία τυγχάνει οὐδ' αὕτη τῆς βασιλείας τῶν οὐρανῶν, περὶ ἧς ἡμῖν ὁ πᾶς ἐνέστηκε λόγος, ἴδωμεν τί βούλεται καὶ τὰ διὰ ταύτην δηλούμενα. Τῶν συνα 24.577 νακειμένων τις τῷ Σωτῆρι ἐν τῇ τοῦ Φαρισαίου οἰκίᾳ καὶ συνεστιωμένων, ἐκ τῶν αὐτοῦ λόγων κινηθεὶς, μακαρίζει τὸν καταξιωθησόμενον φαγεῖν ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οἶμαι δ' αὐτὸν τοῦτο εἰρηκέναι διὰ τὸ φάναι τὸν Σωτῆρα τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον, μὴ πλουσίους κάλει, ἀλλὰ πτωχοὺς, καὶ μακάριος ἔσῃ, Πρὸς τοῦτον οὖν φησιν· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ τὰ ἑξῆς. Ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ἐπὶ τὸ λογικὸν συμπόσιον οὐκ ἀπήντησαν, φιλήδονοι μᾶλλον ὄντες ἢ φιλόθεοι, καὶ τῆς ὕλης ἢ τοῦ Θεοῦ· φιληδονίας μὲν γὰρ δεῖγμα γυνή· ἀγρὸς δὲ καὶ ζεύγη τῆς φιλοχρημοσύνης. Πολλοὺς μὲν οὖν κεκλῆσθαί φησι ἐπὶ τὸ μέγα δεῖπνον καὶ τὸ καθ' ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων Γραφῶν, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς 17

τῶν κεκλημένων τοὺς περὶ ἕτερα ἠσχολημένους. Περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ' εἶναι διαφόρους ἢ γὰρ περὶ τὰ κτήματα καὶ ἀγροὺς ἀσχολούμενοι, ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι τολμῆσαι διὰ ταῦτα τὴν κλῆσιν· ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι· ἢ δεσμῷ γάμων καὶ παίδων ἐμπεπλεγμένοι· ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἠσχολημένοι. Ταῦτα γὰρ καὶ τοιαῦτα ἐπάγειν καὶ περιέλκειν εἴωθε τοὺς διὰ ταῦτα τὴν χάριν παραιτεῖσθαι τολμῶντας, καὶ τὸν κλήτορα, καὶ τὸ τῆς καινῆς διαθήκης συμπόσιον, καὶ τὴν λογικὴν τροφήν· ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς, κατὰ μὲν τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, οἱ προτιμήσαντες τῆς οὐρανίου κλήσεως τὰ ἡδέα τοῦ παρόντος βίου, πλοῦτον δηλαδὴ καὶ πραγματείας καὶ γάμον, καὶ διὰ ταῦτα τὴν χάριν παραιτησάμενοι· κατὰ δ' ἑτέραν ἐκδοχὴν οἱ πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ' ἦσαν οἱ ἐκ περιτομῆς, οἳ δὴ προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν. Ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ' αὐτοῖς ἀμφιλαφῆ ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς παρ' αὐτοῖς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα δὴ γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξευτέλισαν χάριν. –Ἐπειδὴ δὲ ἦσαν οὕτω παχεῖς τὴν καρδίαν, ἐξυφαίνει παραβολὴν ἀποχρώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπ' αὐτοῖς ἐσομένης οἰκονομίας· πρὸς γὰρ τὸ μακάριος ἔσῃ ἀποβλέπων, καὶ πρὸς τὸ ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, ὁ συνανακείμενος μακαρίζει τὸν μέλλοντα καταξιοῦσθαι τοῦ ἐν τῇ βασιλείᾳ ἄρτου. Οὗτος δὲ ἦν ὁ κατ' ἀνταπόδοσιν τῆς εἰς τοὺς πτωχοὺς φιλανθρωπίας, ἐν τῇ ἀναστάσει τῶν δικαίων ἀποδοθησόμενος τῷ μακαριζομένῳ, τῆς ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ βασιλείας μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος, διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησιν. Ἐπειδὴ τοίνυν ἐκλήθησαν πολλοὶ εἰς τὸ πάντα ἕτοιμα φέρον δεῖπνον τῆς γὰρ βασιλείας ἀξίως ὁ οἰκοδεσπότης τὸ τοιοῦτον ποιεῖ δεῖπνον, παρῃτήσαντο δὲ τὴν χάριν, περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται 24.580 ἡ φήσασα ὅτι· Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παραιτησαμένων, γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δ' ἀντὶ τούτων τοὺς μὴ περιπεπλεγμένους ταῖς τοῦ βίου πραγματίαις, καταξιωθήσεσθαί φησι τοῦ μακαρίου δείπνου, πτωχούς τινας καὶ τυφλοὺς καὶ ἀναπήρους, τοὺς μηδαμῶς παραιτησαμένους τὴν κλῆσιν, διὰ τὸ μήτε ἀγοράζειν, μήτε πιπράσκειν, μήτε γάμῳ σχολάζειν, μήθ' ὑφ' ἑτέρων τινῶν τοιούτων περιέλκεσθαι, προθύμως δὲ καὶ ἑτοίμως καταδέχεσθαι τὴν χάριν· οὓς ὁ καλέσας πρῶτον μὲν ὑγιεῖς καταστήσει, οἷός τε ὢν ῥᾳδίως πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἔπειτα, etc. ̣ut col. 573̣. Ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς οἱ παραιτησάμενοι, τῆς Ἰουδαίων συναγωγῆς οἱ ἄρχοντες· μεθ' οὓς ἡ πληθὺς ὑπήκουσεν, ὡς πλατείαις πόλεως τῇ κατὰ νόμον πολιτείᾳ ζῶσα. –Τάχα δὲ διὰ τούτων τοὺς ἐξ ἐθνῶν ᾐνίττετο, τῷ αὐτοῦ λόγῳ προσιέναι μέλλοντας. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ πρὶν εἰδωλολάτραι ὑπὸ δαιμόνων πονηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ ὑποδεξάμενος ὁ ἑστιάτωρ, πρῶτα μὲν σώους καὶ ὑγιεῖς ἀποκαταστήσει, ἀνοίξας τυφλῶν ὀφθαλμοὺς, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν αὐτῶν ἰασάμενος· ἔπειτα τὸ πνευματικὸν αὐτοῖς παραθήσει δεῖπνον. Πρῶτοι μὲν οὖν ἐκλήθησαν οἱ ἐκ περιτομῆς, οἳ καὶ τὴν χάριν καθύβρισαν· δεύτεροι δὲ μετ' ἐκείνους οἱ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν, οἱ πρὶν τὰς διανοίας τυφλοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ κωφοὶ, οἳ καὶ προθύμως ὑπήκουσαν· εἶεν δ' ἂν ἐν πλατείαις μὲν οἱ τὴν εὐρύχωρον τῆς ἀπωλείας ὁδὸν βαδίζοντες, καὶ βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις, οἱ συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· οἱ δὲ λοιποὶ, οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φραγμῶν καλούμενοι τρίτοι, αἱ ἐν ᾅδου 18

ψυχαί· πολλαὶ γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον· αἷς ἐκήρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ Σωτήρ· φιλανθρώπως δ' ἀνάγκην προσάγει τοῖς οὐκέτι αὐτεξουσίοις. Τοιοῦτον μὲν δὴ τὸ δεῖπνον, ὅπερ ἐνταῦθα τοῖς δαιτυμόσιν ἡτοίμασται· καὶ τοιοῦτοί τινες οἱ καλούμενοι, οἱ μὲν ἀπειθεῖς, καὶ διὰ τοῦτο ἀπομένοντες ἄγευστοι· οἱ δὲ εὐπειθεῖς, καὶ διὰ τοῦτο προλαμβανόμενοι. Σὺ δέ μοι ἐντεῦθεν μετάβα τῇ διανοίᾳ, etc. ̣ut col. 572̣. Μακάριοι γοῦν οἱ νῦν πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι τότε χορτασθήσονται, τοῦ δείπνου τοῦ βασιλικοῦ ἐμφορούμενοι καὶ μεταλαμβάνοντες τοῦ ἄρτου τῆς ζωῆς, καὶ τῆς εὐφροσύνης τοῦ καινοῦ ποτηρίου. Ὧν τὰ σύμβολα ἐπιτελῶν πρὸ τοῦ πάθους ὁ Σωτὴρ, Οὐ μὴ πίω, ἔφη, ἀπ' ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ· πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν διαθήκην διέθετο, διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς, ἵν' ἐσθίωσι καὶ πίνωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ, ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῷ τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι, ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου. Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρη 24.581 τικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δεινὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν. Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτηκότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ' οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. Δι' ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνατόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχομένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχεται. Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημμεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι' αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων. Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φιλάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχωρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ, καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ' ἑκάστην ἡμέραν, ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθομένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρτανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ' ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ' ὃν συναρθήσεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βήματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον· ἡμεῖς δ' ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν, 19

καὶ παρακαλούμενοι οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπιμετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ' ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς Δεσπότης οὐκέτ' ἀφήσει ἡμῖν· ἀλλ' ᾧ μέτρῳ μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμετέρων συνδούλων ὅρον καθ' ἡμῶν ἐπαρτήσει. Ἐφεύ 24.584 ροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γένοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομένων συγχωρητικός. Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ. Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέγει· διὸ οὐ πρόσκειται τοῦτο. Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης, δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ' οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολεμούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ' ὃ ἀποδοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀνθρώπων γενεᾶς. Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ. Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί. Ἀλλ' ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συνηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γάμοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ δὲ τοῦ μή τινα νομίσαι δι' ὕδατος καὶ τούτους κατακλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· Ἧ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ' οὐρανοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ' οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ. Σφόδρα δὲ ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ' οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυθέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελθεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελθεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ 24.585 τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δικαίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ 20

Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ' ὅλης τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ. Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας. Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέτω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησομένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιήσασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παραδόντες. Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ. Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται, προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρωμνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς. Καὶ ἐπὶ τῶν ὑφ' ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ 24.588 πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ' ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφεθήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παραληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται. Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν μὴ παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ' αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ' οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ' αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ' οὖν καθ' ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ 21

Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν. Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος. Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός· τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας. Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Τοσαῦτα διὰ τῆς παραβολῆς διδασκόμεθα, τὴν 24.589 μέλλουσαν αὐτοῦ καὶ μηδέπω παροῦσαν βασιλείαν, κἂν αἰσθητὴν ταύτην τινὲς ἐφαντάζοντο, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάστασίν τε καὶ ἀνάληψιν, τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν, τὴν κριτικὴν καὶ τοῦ κατ' ἀξίαν ἑκάστῳ διανεμητικὴν ἐξουσίαν, τὴν τῶν οἰκείων αὐτοῦ καὶ πιστῶν θεραπευόντων εὐδοκίμησιν, τὴν τῶν μὴ τοιούτων κατάγνωσιν, τὴν τῶν πολιτῶν τοῦ βασιλέως κατ' αὐτοῦ συσκευὴν, τὴν μετελευσομένην αὐτοὺς ἐπαξίως ὧν ἔδρασαν δίκην· ταῦτα γὰρ ὁμοῦ πάντα διὰ τῶν ἐκτεθεισῶν φωνῶν ἐδήλου. Καὶ πρῶτον μὲν ἄνθρωπον αὐτὸς ἑαυτὸν ὠνόμαζε διὰ τὴν κατὰ σάρκα γέννησιν, τὴν κατὰ ἄνθρωπον αὐτῷ συστᾶσαν· ἔπειτα εὐγενῆ, ἀλλ' οὔπω βασιλέα ἑαυτὸν ἐκάλει, διὰ τὸ μηδέπω τῇ βασιλικῇ ἀξίᾳ κατὰ τὴν πρώτην θεοφάνειαν κεχρῆσθαι. Τῆς δ' εὐγενείας αὐτοῦ μάρτυρες οἱ τοῦ γένους καὶ τῆς ἐκ προγόνων διαδοχῆς τὴν ἱστορίαν γραφῇ παραδεδωκότες· ὧν ὁ μέν τις, τὴν κατὰ ἀνθρώπους εὐγένειαν αὐτοῦ παριστὰς, ἔνθεν δή ποθεν εὐηγγελίζετο λέγων· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· εἶθ' ἑξῆς τούτοις τὴν γενεαλογίαν δι' ἐπιδήμων ἀνδρῶν καὶ διὰ βασιλικοῦ γένους ἐπ' αὐτὸν κατάγων ἵστησιν· ὁ δὲ τὴν ἀνωτάτω καὶ πρὸ πάντων αἰώνων ἐκ Θεοῦ γέννησιν αὐτοῦ διδάσκων, τὴν ἀληθῶς πρώτην καὶ μόνην εὐγένειαν παρεδίδου λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο. Ἀλλὰ γὰρ οὗτος ὁ πρὸ πάντων αἰώνων Θεὸς Λόγος, γενόμενος ἄνθρωπος εὐγενὴς, καὶ τὸν σὺν ἀνθρώποις διεξελθὼν βίον τὸν ἐμφερόμενον ταῖς περὶ αὐτοῦ εὐαγγελικαῖς γραφαῖς, μετὰ τὴν παρὰ ἀνθρώποις αὐτάρκη διατριβὴν, ἐπανιὼν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Χώραν δὲ μακρὰν τὴν ἀπὸ γῆς εἰς οὐρανὸν ἄνοδον ἐδήλου· λαβεῖν τε τὴν βασιλείαν αὐτὴν ἐκείνην φησὶν, ἣν ὁ προφήτης Δανιὴλ ᾐνίττετο λέγων· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος ἦν· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία. Εὖ δὲ καὶ τὸ λαβεῖν εἴρηται· πάντως γὰρ τοῦ Πατρὸς διδόντος ἐλάμβανε, κατὰ τό· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· ἃ δὴ δοθέντα αὐτῷ παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν ὑποδεξάμενος, αὖθις ἐπανήξει. Διό φησι λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι· καὶ ὅπως δὲ ποιήσεται τὴν ἐπάνοδον, ὁ θεῖος Ἀπόστολος διασαφεῖ λέγων· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Ἡ δὲ ἀποδημία καὶ τὴν μακροθυμίαν δηλοῖ. Ἔδει δὲ αὐτὸν ἀναγκαίως εἰς τὴν δηλωθεῖσαν μακρὰν χώραν στείλασθαι, κἀκεῖ χρόνον διατρίψαι πολλῶν ἕνεκα· ὡς ἂν ἐν τῷ μεταξὺ οἱ αὐτοῦ θεράποντες τῆς ἑαυτῶν ἐργασίας τὴν δοκιμὴν δοῖεν. 24.592 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν 22

παραδοὺς, ἴσην τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πραγματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθητῶν κατηγγελμένον. Ἀλλ' ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγματεία λαμπρὰ, ὅ τ' ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγενὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰσάγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμένους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ' ἡμᾶς. Ἀλλ' οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν ὑπὸ πόδας τεθῶσιν οἱ ἐχθροί σου· καί· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶτοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναντίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν· δι' ὧν προβάλλεσθαι εἰώθασι κατ' αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐτοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. Διὸ δὴ οὐ μόνον τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως. Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρόμενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δικαιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν 24.593 πολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ' ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπότου παρακελεύσεως, ἀργίαν τε καὶ σχολὴν ἠγαπηκότι, μηδὲ βουληθέντι τὸν πόνον ὑπομεῖναι τῆς πραγματείας, πικρὰν ἐπαρτήσει δίκην. Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυχῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπαξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ' ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐτοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δι' αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανῃρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ' ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σωτήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι' ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται ὁ 23

δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ' ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ' ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει. –Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων. Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι' ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ' αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα· οἱ δ' ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ' ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν. Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ. Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύ 24.596 ριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ' ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν. Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐτοῦ δυνάμει. Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ 24

εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι' ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν 24.597 δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται. Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν. Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ' ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι' αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ' αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ' ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ' ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι· Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρ 24.600 χόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι' ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φωτιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος. Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας.

Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες. Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς. Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ' ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι' αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου παρελεύσεται γὰρ τὰ πρῶτα ἵν' ἐπιστῇ τὰ δεύτερα, ἀκόλουθον ἦν καὶ τῶν κατ' οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι. Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας 24.601 τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφορούντων. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινό μενα, κ. τ. λ. Ποῖα ταῦτα γινόμενα ἀλλ' ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν 26

ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους, κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανάτου καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος. Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη. Ποία γενεὰ ἀλλ' ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γέ 24.604 νηται. Διαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι. Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ. Διεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ' ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδασκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν καιρὸν τῆς συντελείας ὑπάρχειν. –Ἀλλ' ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν, μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ Δεσπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφεδρεύοντα. Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος. Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκπίπτουσιν εἰς ἀδόκητον κίνδυνον. Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ. Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου. Τοιούτων ἔσται πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν Διαθήκην διέθετο διὰ τὸ μεμενηκέναι μετ' αὐτοῦ ἐν τοῖς πειρασμοῖς· ἵνα ἐσθίωσι καὶ πίωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ· ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῶς τραφησόμενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι· ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. Ὅρα δὲ τὸ φιλάληθες τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καταχαρίζεται τῷ Πέτρῳ, ἀλλὰ τὸ πάθος αὐτοῦ ὡς ἔχει διηγεῖται, ὅτι οἱ μὲν ἄλλοι ἀπολιπόντες τὸν διδάσκαλον ᾤχοντο, ὁ δὲ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς, αὐτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς, τρίτον αὐτὸν ἐξωμόσατο. 24.605 27

Δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Χαρᾶς καὶ γέλωτος σημεῖα γνωρίσματά τε τῆς σωτηρίου ἀναστάσεως ὁρᾷν παρέχονται καὶ διὰ τῆς λευκῆς περιβολῆς, ὥστε καὶ ἀπὸ τοῦ σχήματος συμβαλεῖν τὰς γυναῖκας τὸ φαιδρὸν τῆς ἐγέρσεως, καὶ τῆς τοῦ Πάσχα ἑορτῆς σὺν τοῖς λευχείμοσιν ἀγγέλοις ἀπάρξασθαι. Μωϋσῆς μὲν γὰρ πληγὰς Αἰγυπτίων μέλλων διακονεῖσθαι καταλλήλως ἐν φλογὶ πυρὸς τὸν ἐπὶ τῆς βάτου ἄγγελον ἑώρα· ὁ δ' αὐτὸς μοχθηροῖς ἀνδράσι νομοθετῶν, πῦρ καταναλίσκον τὸν Θεὸν εἶναι ἔλεγεν, τιμωρητικὸν καὶ κολαστὴν αὐτοῖς ἔσεσθαι αὐτὸν αἰνιττόμενος· διὸ καὶ ἐν στύλῳ πυρὸς ἡγεῖτο αὐτῶν ὁ Θεός. Οὕτω τοῖς ἀσεβέσι γενέσθαι τοὺς ἀγγέλους πυρὸς φλόγα ἐδίδαξεν εἰπών· Ὁ ποιῶν τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλλ' οὐ τοιούτους αἱ γυναῖκες τοὺς εἴσω τοῦ μνήματος ἑώρων, γαληνοὺς δέ τινας καὶ φαιδροὺς, οἵους ἐχρῆν ἐπὶ Δεσπότου χαρᾷ καὶ βασιλείᾳ φαίνεσθαι. Ἐπὶ μὲν γὰρ τῷ πάθει τοῦ Σωτῆρος ὁ ἥλιος ἐξέλιπε, σκότος περιβαλὼν τῷ παντὶ, θρήνων τε καὶ πένθους σύμβολα τοῖς σταυροῦσι τὸν Υἱὸν τοῦ Θεοῦ δεικνύς· καὶ οὐδεὶς μὲν ἐφαίνετο τῶν ἀγγέλων τὸ τηνικαῦτα ὡς εἰκὸς τοῖς μαθηταῖς, ὁμοίως καὶ αὐτῶν ὧδε κἀκεῖ διασκεδασθέντων. Εἰ δ' ἄρα καὶ ὀφθῆναί τινα ἐχρῆν, τάχα που τὴν ἐναντίαν τοῖς λευχείμοσιν ἀνθρώποις τὴν ἀναστολὴν ἀνεδείξατο· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει οὐχ ἥλιος μόνον ἐσκότασεν, ἀλλὰ καὶ ὁ Σωτὴρ φωνῇ μεγάλῃ κράξας ἀφῆκε τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, μονονουχὶ περιῤῥηξαμένων καὶ αὐτῶν τῶν πάλαι τὸ ἱερὸν ἐνοικούντων ἀγγέλων, περιῤῥηξάντων τε τὸ σεμνὸν ὕφασμα, ὡς ἂν, γυμνὸς καὶ ἔρημος ἀπολειφθεὶς τῆς αὐτῶν φρουρᾶς, ὁ τῶν ἀβάτων καὶ ἀδύτων τόπος, ἕτοιμος ἐχθροῖς καὶ πολεμίοις κατασταίη. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῷ πάθει συνέβαινεν· ἐπὶ δὲ τῇ σωτηρίῳ ἀναστάσει, ὡς ζωῆς ἄγγελοι καὶ τῆς ἀναστάσεως κήρυκες, τὸν τόπον οὗ ἔκειτο τὸ σῶμα περιεῖπον, ἐξ αὐτῆς ὥσπερ τῆς ἐπαφῆς τοῦ τόπου ἁγιωσύνης κρείττονος ἢ κατ' αὐτοὺς μετασχόντες, καὶ τῆς ἀναστάσεως αὐτοῦ κοινωνοῦντες. Διὸ φαιδρὰ καὶ μειδιῶντα πρόσωπα, σχῆμά τε σωτηρίου ἑορτῆς παρέφαινον λευχειμονοῦντες. Λέγεται γὰρ κατάβασις θεία ἐπὶ τὸ ὄρος γεγονέναι καθ' ὃν ἐνομοθέτει καιρὸν, ἵνα πάντες θεάσωνται τὴν ἐνέργειαν τοῦ Θεοῦ· κατάβασις γὰρ αὕτη σαφής ἐστιν, οὐ μὴ τοπική. Τῶν γοῦν φυομένων κατὰ τὸ ὄρος φλεγομένων σφοδρῶς, οὐδὲν τὸ πῦρ ἐξανάλωσε· σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο, μὴ προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων. Ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν θείαν γεγονέναι, καὶ τὸν Θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.

28

Page scan enlarged

Notebook

Full View