PG 95John of Damascus
On the Animate (Fragment) [Doubtful]
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 95:229Περὶ ἐμψύχου. Ἔμψυχον λέγεται τὸ τρεφόμενον, καὶ αὖξον, καὶ τίκτον ὅμοιον ἑαυτῷ. Τοῦτο δὲ διαιρεῖται εἰς τρία· εἰς ζῶον· τὸ δὲ ζῶον οὐκ ἔχει μόνον τὰς τρεῖς φυσικὰς ταύτας κινήσεις, ἀλλὰ καὶ τὸ ἐκ τόπου εἰς τόπον μεθίστασθαι· εἰς φυτόν· τοῦτο τὰς τρεῖς μόνας ἔχει· εἰς ζωόφυτον· τὸ ζωόφυτον μέσον ἐστὶ τοῦ ζώου καὶ τοῦ φυτοῦ. Τοῦ γὰρ φυτοῦ τὰς τρεῖς ἔχοντος, τοῦ δὲ ζώου πρὸς ταῖς τρισὶν καὶ τὴν ἐκ τόπου κίνησιν, τοῦτο μέσον ὑπάρχει. Ἔχει γὰρ καὶ αὐτὸ κίνησιν, καὶ οὐ τὴν ἀπὸ τόπου εἰς τόπον, ἀλλὰ τὴν τῆς συστολῆς, εἴ τις αὐτοῦ ἐφάψαιτο. Τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον· τὸ ἔμψυχον εἰς αἰσθητικὸν ζῶον καὶ ἀναίσθητον· τὸ ἄψυχον εἰς ζωόφυτον καὶ φυτόν· τὸ ζωόφυτον εἰς συκῆν· τὸ φυτὸν εἰς πόαν, θάμνον, δένδρον· τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον· τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον· τὸ ἀθάνατον εἰς ἄγγελον, δαίμονα· τὸ θνητὸν εἰς ἄνθρωπον, βοῦν, κύνα, καὶ τὰ τοιαῦτα. Καινοτομία ἐστὶ πρᾶγμα παρὰ τοὺς τῆς φύσεως ὅρους καὶ νόμους παρηλλαγμένον. Οἰκονομία ἐστὶ πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γίνεται καὶ κατὰ συγκατάβασιν καὶ ὠφέλειάν τινων. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία·
τὰ δὲ ἐπιτηδειότης· τὰ δὲ ἐνέργεια.
Page scan enlarged

Notebook

Full View