Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 39:116Τοῦ αὐτοῦ, ἐκ τῆς γραφείσης ὑπ’ αὐτοῦ ἐπιστολῆς πρὸς τοὺς ἐν Συέδραν περὶ τῆς ἁγίας Τριάδος. Θεότης μία ἐν Μωϋσεῖ μάλιστα καταγγέλλεται· δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται· Τριὰς δὲ ἐν Εὐαγγελίοις φανεροῦται· πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν· γνῶσις δὲ αὐτῆς ἀθανασία. Ἐκ πίστεως δὲ αὐτῆς υἱοθεσία γίνεται. Ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περιβόλαιον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωϋσεῖ· δεύτερα δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ Ἅγια κοσμοῦσα, ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον, καὶ τὰ Ἅγια τῶν ἁγίων ῥυθμίζουσα, ἐν Εὐαγγελίοις κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ ἁγίαν, ναὸν ἅγιον, τὸν δίκαιον ἔχει νόμον, τὸν συνόντα τούτοις· κατοικεῖ ἔτι δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος· μία θεότης ἄφραστος· ἀπερινόητος· ἀκατάληπτος· ἀνεκδιήγητος· ἀόρατος· ἑαυτὴν γινώσκουσα μόνη· καὶ ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, προορίζουσα· ἑνωποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν. Τὰ τρία ταῦτα· ἐπουράνια, ἐπίγεια, καὶ καταχθόνια.
Continue reading PG 39: Fragmentum xx Sp. →≣ entire volume