PG 83Theodoretus of Cyrrhus (Cyrus)
Letters of Theodoret (continuation, letters 96–181)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 83:1289ΝΟΜΩ ΠΑΤΡΙΚΙΩ. Δὶς μὲν ἤδη γράψας, οἶμαι δ’ ὅτι καὶ τρίς, ἀντιγράφων οὐκ ἔτυχον· καὶ σιγῆσαι λοιπὸν βουληθεὶς καὶ νῦν γοῦν ἐμαυτόν τε γνῶναι καὶ τῶν ἐξουσιῶν τὸ μέγεθος ἐπιγνῶναι, ἄμεινον ᾠήθην αὖθις γράψαι καὶ παρακαλέσαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς. Τῷ ὄντι γὰρ οὐκ οἶδά τι πλημμελήσας εἰς τὴν ὑμετέραν μεγαλοπρέπειαν. Ἐπειδὴ δὲ οὐ μόνον ἑκόντες, ἀλλὰ καὶ ἄκοντες πταίομεν καὶ ἀγνοοῦμεν ἔστιν ὅτε ἃ πλημμελοῦμεν, ἡ ὑμετέρα μεγαλοφυί̈α, τῶν θείων νόμων ἀναμνησθεῖσα, οἳ διαρρήδην παρεγγυῶσιν· «Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σέ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ μόνον καὶ αὐτοῦ», δήλην μοι τῆς λύπης ποιῆσαι καταξιωσάτω τὴν ἀφορμήν, ἵνα ἢ ἀθῷον ἐμαυτὸν ἐπιδείξω ἢ γνοὺς τὸ πλημμέλημα συγγνώμην αἰτήσω. Ἐλπίζω δὲ τὸ πρότερον ἔσεσθαι, τῇ τοῦ συνειδότος μαρτυρίᾳ θαρρῶν. Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυί̈αν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων· «Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν»· καὶ τῶν Ὁμηρικῶν μεμνημένους ἐπῶν·
«Σὺ δέ, μεγαλήτορα θυμὸν Ἴσχειν ἐνὶ στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων.» Ταῦτα δὲ οὐ διδάσκων ἔφην, ἀλλ’ ἀναμιμνῄσκων ἐν πολλοῖς οὖσαν τὴν ὑμετέραν μεγαλοπρέπειαν· καὶ μέντοι καὶ τῶν τοῦ Κυρίου μεμνημένος νόμων, οἳ ταῦτα διαγορεύουσιν· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν προσφέρεις τὸ δῶρόν σου». Τούτοις ἑπόμενος, ἀναγκαῖον ᾠήθην καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσειπεῖν ὑμῶν τὸ μέγεθος, καὶ παρακαλέσαι φροντίσαι τῆς τῶν Ἐκκλησιῶν γαλήνης. Παμπόλλης γὰρ ἐνεπλήσθησαν ζάλης. ΣΠΟΡΑΚΙΩ ΚΟΜΗΤΙ. Ἐψυχαγώγησέ με τῆς ὑμετέρας μεγαλοπρεπείας τὰ γράμματα· ηὔξησε δέ μου τὴν θυμηδίαν καὶ ὁ θεοφιλέστατος πρεςβύτερος καὶ μονάζων Ἰάμβλιχος, τὸν θερμὸν ὑμῶν διηγησάμενος ζῆλον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν, καὶ τὴν περὶ ἡμᾶς γνησίαν διάθεσιν.
PG 83:1291Ἐγὼ δὲ καὶ ταῦτα μαθὼν καὶ τοῦ ἐνδοξοτάτου καὶ φιλοχρίστου τοῦ κυρίου τοῦ πατρικίου τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας ἀκούων, τὴν ἀποστολικὴν ὑμῖν εὐλογίαν προσφέρω, ἣν ὁ μακάριος Ὀνησιφόρος ἐκ τῆς ἁγίας ἐκείνης ἐκαρπώσατο γλώσσης· «Δῴη ἔλεος Κύριος«τῷ ὑμετέρῳ οἴκῳ, «ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη· δῴη ὑμῖν ὁ Κύριος ἔλεος εὑρεῖν παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ». Ταῦτα ὑμῖν ἐπεύχομαι, κἂν μείζοσιν οἱ τῆς ἀληθείας ἐχθροὶ περιβάλωσί με λυπηροῖς, ὡς νομίζουσιν. Εἰς γὰρ τὴν πρόθεσιν ἀφορᾶν ἐδιδάχθημεν. Καὶ τοῦτο δὲ ἴστω ὑμῶν τὸ μέγεθος, ὡς μετὰ τῆς εὐσεβείας καὶ ὁ θάνατος ἡμῖν ἥδιστος καὶ αἱ τῆς οἰκουμένης ἐσχατιαί. Ἀνιᾷ δὲ ὅμως ἡμᾶς τῶν Ἐκκλησιῶν ὁ χειμών, ὃν δυνατὸς λῦσαι τῶν ὅλων ὁ Κύριος. ΠΑΓΧΑΡΙΩ. Ἡμεῖς μὲν ἀνιώμεθα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα βλέποντες· ὁ δὲ τούτων Δεσπότης καὶ κυβερνήτης ἀεὶ διὰ τρικυμιῶν ἔδειξε τοῖς ἀνθρώποις τὴν οἰκείαν σοφίαν καὶ δύναμιν. Ἐξαίφνης γὰρ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τὴν γαλήνην ἐργάζεται· τοῦτο δὲ καὶ ἐπὶ τοῦ σκάφους τῶν ἀποστόλων πεποίηκεν.
Ἀλλ’ ὅμως καὶ ταύτην τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν ἐπιστάμενοι καὶ τὰς ἄλλας αὐτοῦ πάλιν οἰκονομίας εἰδότες, κἄν τι τῶν ἐναντίων ἐκβῇ, χάριν ὁμολογοῦμεν καὶ ὡς θεόσδοτον δεχόμεθα δῶρον. Τῶν γὰρ παρόντων καταφρονεῖν, τὰ δὲ προςδοκώμενα προσμένειν ἐδιδάχθημεν ἀγαθά. Τὴν δὲ σὴν μεγαλοπρέπειαν τὴν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως εἰσενεγκεῖν προσήκει σπουδήν, ἵνα τὴν ὑπὲρ ταύτης ἀντίδοσιν παρὰ Θεοῦ τῶν ὅλων κομίσηται. ΚΛΑΥΔΙΑΝΩ ΑΝΤΙΓΡΑΦΕΙ. Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ’ ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές. Πολλάκις γὰρ ἡμῶν ἐν ἐκκλησίᾳ διαλεγομένων ἀκήκοεν, καὶ τὸν ἕνα Κύριον Ἰησοῦν κηρυττόντων, καὶ δεικνύντων τά τε τῆς θεότητος, τά τε τῆς ἀνθρωπότητος ἴδια. Οὐ γὰρ εἰς δύο υἱοὺς τὸν ἕνα διαιροῦμεν, ἀλλ’ ἕνα Μονογενῆ προσκυνοῦντες, σαρκὸς καὶ θεότητος δείκνυμεν τὸ διάφορον. Τοῦτο δέ, ὡς οἶμαι, καὶ οἱ τὰ Ἀρείου φρονοῦντες ὁμολογοῦσι, καὶ οὐ καλοῦσι τὴν σάρκα θεότητα, οὔτε μὴν τὴν θεότητα σάρκα προσαγορεύουσι. Σαφῶς γὰρ ἡμᾶς ἡ θεία Γραφὴ καὶ ταύτην κἀκείνην διδάσκει τὴν φύσιν.
PG 83:1293Ἀλλ’ ὅμως, τούτων οὕτω παρ’ ἡμῶν εἰρημένων ἀεί, ψευδεῖς τινες καθ’ ἡμῶν ὑφαίνουσι λόγους. Ἡμεῖς δὲ τῷ συνειδότι θαρροῦντες καὶ μάρτυρα τῆς διδασκαλίας ἔχοντες τῶν ἐννοιῶν τὸν Ἐπόπτην, ἱστὸν ἀράχνης, κατὰ τὸν Προφήτην, ὑπολαμβάνομεν τὰ τῆς συκοφαντίας ὑφάσματα. Ἐκεῖνο γὰρ προσμένομεν τὸ κριτήριον, τὸ μὴ δεόμενον λόγων, ἀλλὰ δῆλα ποιοῦν τὰ τέως λανθάνοντα. Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, προὔργου νομίσας προσειπεῖν τὴν σὴν δι’ αὐτῶν μεγαλοπρέπειαν καὶ τῆς ὑποσχέσεως ἀναμνῆσαι. Οὐδὲ γὰρ πολεμούμενος τοῦ θηρεύειν ἀπέχομαι. Οἶδα γὰρ καὶ τοὺς ἱεροὺς ἀποστόλους μετὰ τοῦ βάλλεσθαι τῇ πνευματικῇ σαγήνῃ χρησαμένους ἀεί. ΑΛΕΞΑΝΔΡΑ. Ἐδεξάμην πρώην τῆς ὑμετέρας σεμνοπρεπείας τὰ γράμματα, καὶ μαθὼν τὴν γεγενημένην ὑμῖν ὑπὲρ ἡμῶν σπουδήν, χάριν ὡμολόγησα, καὶ τὸν τῶν ὅλων Δεσπότην ἱκέτευσα καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι καὶ ταῖς προσθήκαις αὐξῆσαι καὶ τῶν μελλόντων καὶ αἰωνίων χαρίσασθαι τὴν ἀπόλαυσιν. Πιστεύομεν δὲ αὐτὸν καὶ τῶν περιωρισμένων ἀκούειν, μᾶλλον δὲ πολλῷ πλέον τούτων, ἐπειδὴ διὰ τὴν θείαν αὐτοῦ διδασκαλίαν τὴν δοκοῦσαν ὑπομένουσιν αἰτίαν.
Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, παρακαλῶν τῆς ὑμετέρας αὐτοὺς ἀπολαῦσαι κηδεμονίας. Τῆς γὰρ εὐαγγελικῆς ἕνεκα πίστεως καὶ τῆς τῶν Ἐκκλησιῶν χάριν εἰρήνης τὴν μακρὰν ταύτην ἀποδημίαν εἵλοντο. ΚΕΛΕΡΙΝΗ ΔΙΑΚΟΝΩ. Ἐξήφθη πάλιν ὁ καθ’ ἡμῶν πόλεμος καὶ σμικρὸν ἐνδοὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ πάλιν ὥπλικεν καθ’ ἡμῶν τοὺς τῷ ψεύδει συντεθραμμένους. Οἳ προφανῶς ἡμᾶς συκοφαντοῦντες εἰς δύο λέγουσι μερίζειν ἡμᾶς υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ θεότητος μὲν καὶ ἀνθρωπότητος τὸ διάφορον ἐπιστάμεθα· ἕνα δὲ ὁμολογοῦμεν Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Καὶ αὐτὸν εἶναί φαμεν Θεὸν προαιώνιον καὶ ἄνθρωπον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν γενόμενον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεί̈αν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν.
Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοιδορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν. Διὰ γὰρ δὴ ταῦτα καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ τὰς ὑπ’ αὐτῶν ποιμαινομένας κατέλιπον Ἐκκλησίας καὶ τῆς τοῦ χειμῶνος κατεφρόνησαν ὥρας καὶ τῶν τῆς ὁδοιπορίας ἠνέσχοντο πόνων, ἵνα τὸν ἐπαναστάντα καταπαύσωσι χειμῶνα. Οὓς εὖ οἶδ’ ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας. ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ. Τὸ μὲν τοὺς ἀγνοοῦντας ἡμᾶς σιγῇ τῶν καθ’ ἡμῶν ἀκούειν λοιδοριῶν, οὐδὲν ἀπεικός· τὸ δὲ τὴν σὴν ὁσιότητα τῶν λοιδορουμένων μὴ διελέγχειν τὸ ψεῦδος ἢ μετρίως τοῦτο ποιεῖν καὶ μὴ λίαν ἐκθύμως, οὐκ ἄν τις πιστεύσοι, τὴν ἡμετέραν συνήθειαν ἐπιστάμενος. Οὐκ ἐπειδὴ τῆς ἀληθείας δεῖ τὴν φιλίαν προκρίνειν, ἀλλ’ ὅτι τῇ φιλίᾳ καὶ ἡ τῆς ἀληθείας πρόσεστι μαρτυρία.
PG 83:1295Καὶ γὰρ ἐπ’ ἐκκλησίας λεγόντων ἡμῶν πολλάκις ἀκήκοεν ἡ σὴ θεοσέβεια, καὶ ἐν συλλόγοις ἑτέροις δογματικῶν ἡμῖν κινηθέντων λόγων, τοὺς παρ’ ἡμῶν εἰρημένους ἐπήκουσε· καὶ οὐκ οἶδα πώποτε μεμψαμένην ἡμῖν, ὡς οὐκ ὀρθοῖς δόγμασι κέχρημαι, τὴν σὴν θεοσέβειαν. Τί τοίνυν ἐπὶ τοῦ παρόντος γεγένηται; Τί δήποτε μὴ κινεῖς, ὦ φίλη κεφαλή, κατὰ τοῦ ψεύδους τὴν γλῶτταν, ἀλλὰ καὶ φίλον συκοφαντούμενον καὶ τὴν ἀλήθειαν πολεμουμένην ὑπερορᾷς; Εἰ μὲν ὡς ἀπόρων καὶ λίαν σμικρῶν ἀμελῶν, τῆς Δεσποτικῆς ἐντολῆς ἐπακοῦσαι προσήκει διαρρήδην βοώσης· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ. Ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». Εἰ δὲ τῶν κατηγορούντων ἡμᾶς ἡ δύναμις τῇ σῇ φιλοθεί̈ᾳ τὴν σιωπὴν πραγματεύεται, χρὴ τῆς ἑτέρας ἀκοῦσαι νομοθεσίας λεγούσης· «Οὐ λήψῃ πρόσωπον δυνάστου». Καί· «Δικαίαν κρίσιν κρίνατε». Καί· «Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ». Καί· «Καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα μὴ ἴδῃ ἀδικίαν· καὶ κλείων τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος ἀδίκου».
Καὶ ἕτερα δὲ μυρία τοιαῦτά ἐστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἃ περιττὸν ὑπέλαβον συλλέξαι πρὸς ἄνδρα γράφων τοῖς θείοις ἐντεθραμμένον λογίοις καὶ τὴν διδασκαλικὴν ἀρδείαν προσφέροντα τοῖς φιλοχρίστοις λαοῖς. Τοῦτο τοίνυν μόνον ἐρῶ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καὶ τῶν λόγων καὶ τῶν ἔργων τὰς εὐθύνας ὑφέξομεν. Ἐγὼ δὲ τῶν ἄλλων ἕνεκα πάντων τοῦτο δεδιὼς τὸ κριτήριον, ἐν τοῖς καθ’ ἡμῶν λεγομένοις ἐκ τῆς τούτου μνήμης λαμβάνω τῆς ψυχαγωγίας τὰς ἀφορμάς. ΑΠΟΛΛΩΝΙΩ ΚΟΜΗΤΙ. Τοὺς μὲν θεοφιλεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν εἵλκυσε πόλιν ἡ κατὰ πάντων ἡμῶν γεγενημένη συκοφαντία· ἐγὼ δὲ διὰ τῆς αὐτῶν ὁσιότητος τῇ σῇ μεγαλοπρεπείᾳ προςφέρω τὴν πρόσρησιν καὶ τῆς φιλίας ἐκτίνω τὸ χρέος· οὐχ ἵνα τὸ τριπόθητον ὄφλημα διαλύσω, ἀλλ’ ἵνα πλέον ἐργάσωμαι. Τὰ γὰρ τῆς φιλίας ὀφλήματα διὰ τῆς ἐκτίσεως αὔξεται. Τὸ μέντοι καὶ ἡμᾶς τῶν τῆς συκοφαντίας ἀπολαῦσαι καρπῶν, οὐδὲν ἀπεικός. Ἄνθρωπον γὰρ ὄντα πάντα δεῖ προσδοκᾶν. Τούτου δὴ χάριν τοῖς φιλοσοφεῖν δεδιδαγμένοις τὰ τοιαῦτα πάντα ἐστὶ φορητά· ἓν δὲ μόνον ἀνιαρόν, τὸ λώβης τινὸς μεταλαχεῖν τὴν ψυχήν.
PG 83:1297ΦΛΑΒΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Καὶ ἤδη σου τὴν ἁγιότητα δι’ ἑτέρων ἐδίδαξα γραμμάτων, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῆς ἡμετέρας κατηγοροῦντες διδασκαλίας· καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεςτάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώπων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων· καὶ πρὸ τούτων, τὸ συνειδός, καὶ τὸν τοῦ συνειδότος Ἐπόπτην. Οἶδα δὲ καὶ τὸν θεῖον Ἀπόστολον πολλάκις τῇ τοῦ συνειδότος μαρτυρίᾳ χρησάμενον· «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν». Καὶ πάλιν· «Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ». Ἴστω τοίνυν ἡ ἱερά σου καὶ θεοφιλὴς κεφαλή, ὡς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε δύο κηρυττόντων υἱούς. Τῷ ὄντι γάρ μοι μυσαρὸν καὶ δυσσεβὲς τόδε τὸ δόγμα δοκεῖ. «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Τοῦτον ἐγὼ καὶ Θεὸν προαιώνιον οἶδα, καὶ ἄνθρωπον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν, καὶ μίαν ὡς Μονογενεῖ προσφέρω προσκύνησιν. Σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐδιδάχθην·
ἀσύγχυτος γὰρ ἡ ἕνωσις. Οὕτω κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι λύττης, ῥᾷστα τὴν κατὰ τοῦ Μονογενοῦς παρ’ αὐτῶν τολμωμένην διελέγχομεν βλασφημίαν, τὰ ταπεινῶς εἰρημένα παρὰ τοῦ Δεσπότου καὶ τῇ ληφθείσῃ φύσει προσφόρως, ὡς ἀνθρώπῳ προσάπτοντες, καὶ αὖ πάλιν ὡς Θεῷ τὰ θεοπρεπῆ καὶ τῆς φύσεως ἐκείνης δηλωτικά· οὐκ εἰς δύο πρόσωπα διαιροῦντες, ἀλλὰ τῷ ἑνὶ Μονογενεῖ καὶ ταῦτα κἀκεῖνα προσήκειν διδάςκοντες· τὰ μὲν ὡς Θεῷ καὶ Ποιητῇ καὶ Δεσπότῃ τῶν ὅλων, τὰ δὲ ὡς ἀνθρώπῳ δι’ ἡμᾶς γενομένῳ. Ἄνθρωπον δὲ αὐτὸν ἡ θεία λέγει γεγενῆσθαι Γραφή, οὐ τῆς θεότητος τραπείσης, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἐκ σπέρματος Ἀβραὰμ ληφθείσης. Τοῦτο γὰρ ὁ θεῖος Ἀπόστολος ἄντικρυς βοᾷ, λέγων· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι». Καὶ πάλιν· «Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριςτός».
Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας Γραφῆς περικόψαντες Σίμων καὶ Βασιλείδης καὶ Βαλεντῖνος καὶ Βαρδησάνης καὶ Μαρκίων καὶ ὁ τῆς μανίας ἐπώνυμος, μόνον Θεὸν ἀποκαλοῦσι τὸν Δεσπότην Χριστόν, οὐδὲν ἀνθρώπειον ἔχοντα, ἀλλὰ φαντασίᾳ καὶ δοκήσει φανέντα τοῖς ἀνθρώποις ὡς ἄνθρωπον. Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ Δεσποτικὸν σῶμα καλεῖ, τὸν δὲ νοῦν τῆς γεγενημένης σωτηρίας ἀποστερεῖ, οὐκ οἶδα πόθεν μαθὼν ψυχῆς καὶ νοῦ τὴν διαίρεσιν. Ἡ δὲ τῶν θείων Ἀποστόλων διδασκαλία ψυχὴν λογικήν τε καὶ νοερὰν μετὰ σαρκὸς προσειλῆφθαι διδάσκει, καὶ τελείαν τοῖς πιστεύουσιν ὑπισχνεῖται τὴν σωτηρίαν. Ἔστι δὲ καὶ ἕτερον στῖφος αἱρετικῶν τἀναντία τούτοις θρησκεῦον. Φωτεινὸς γὰρ καὶ Μάρκελλος καὶ ὁ ἐκ Σαμοσάτων Παῦλος, ἄνθρωπον μόνον εἶναι λέγουσι τὸν Κύριον ἡμῶν καὶ Θεόν. Ἀνάγκη δὲ πρὸς τούτους μὲν διαλεγομένους ἡμᾶς τὰς περὶ θεότητος μαρτυρίας προσφέρειν καὶ δεικνύναι ὡς καὶ Θεὸς προαιώνιος ὁ Δεσπότης Χριστός·
PG 83:1299πρὸς δὲ τὴν ἑτέραν ἀγωνιζομένους συμμορίαν, ἣ Θεὸν μόνον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὴν θείαν αὐτοῖς ἀντιτάττειν Γραφὴν καὶ τὰς περὶ τῆς ληφθείσης ἀνθρωπότητος ἐκεῖθεν μαρτυρίας συλλέγειν. Χρὴ γὰρ τὸν ἰατρὸν ἁρμοδίοις πρὸς τὰ πάθη κεχρῆσθαι φαρμάκοις καὶ ἑκάστῳ προσφέρειν τὸ πρόσφορον. Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην τὴν καθ’ ἡμῶν συντεθεῖσαν διαλῦσαι συκοφαντίαν καὶ τὰς μάτην ἡμῖν λοιδορουμένας χαλινῶσαι γλώττας. Ἡμεῖς γὰρ καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τοὺς ἄλλο τι φρονοῦντας δυσσεβεῖς ὀνομάζομεν. Παρασχεῖν δὲ ἡμῖν καὶ τὰς ἁγίας σου προσευχάς, δέσποτα, καταξίωσον, ἵνα τῆς θείας ἀπολαύοντες εὐμενείας, τὸ κινδύνων μεστὸν διαπεράσωμεν πέλαγος καὶ εἰς τοὺς ἀπηνέμους τοῦ Σωτῆρος μεθορμισθῶμεν λιμένας. ΕΥΛΟΓΙΩ ΟΙΚΟΝΟΜΩ. Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεί̈ας παρὰ πολλῶν μεμαθήκαμεν. Δίκαιον δὲ καὶ τῷ διὰ ταύτην συκοφαντουμένῳ προθύμως συνηγορεῖν καὶ διελέγχειν τῶν λοιδορουμένων τὸ ψεῦδος.
PG 83:1301Ἀκριβῶς γὰρ οἶσθα, θεοφιλέστατε, καὶ τίνα φρονοῦμεν, καὶ τίνα διδάσκομεν, καὶ ὅτι δύο κηρυττόντων υἱοὺς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε. Χρησάσθω τοίνυν ἡ σὴ θεοσέβεια κἀνταῦθα τῷ ζήλῳ καὶ ἐμφραξάτω στόματα λαλούντων ἄδικα. Ἐν γὰρ τοῖς τοιούτοις ἀγῶσιν οὐ μόνον προσήκει τῶν φίλων, ἀλλὰ καὶ τῶν λελυπηκότων ὑπερμαχεῖν. ΑΒΡΑΑΜΩ ΟΙΚΟΝΟΜΩ. Καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσφθέγγομαί σου τὴν θεοσέβειαν, καὶ παρακαλῶ τῆς τῶν Ἐκκλησιῶν φροντίσαι γαλήνης καὶ τῆς συκοφαντίας διαλῦσαι τὰ κύματα· «Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει», κατὰ τὸν θεῖον Ἀπόστολον. Ὁ τοίνυν τῶν ἀποστολικῶν ὑπερμαχῶν δογμάτων, δῆλον ὅτι τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσει καὶ τῆς ἐκείνων ἀπολαύσεται κοινωνίας. ΘΕΟΔΟΤΩ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐκ ἔλαθον οἱ τῆς σῆς φιλοθεί̈ας ἀγῶνες, οὓς ὑπὲρ τῶν ἀποστολικῶν ἀνεδέξω δογμάτων· ἀλλ’ ᾄδουσι τούτους οὐ μόνον οἱ πείρᾳ μεμαθηκότες, ἀλλὰ καὶ οἱ παρὰ τούτων ἀκηκοότες. Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀγώνων καὶ τῶν πατρῴων ὑπεράθλησον δογμάτων.
Ὑπὲρ ὧν καὶ ἡμεῖς πολλαχόθεν βαλλόμεθα, καὶ τὰς τρικυμίας δεχόμενοι τὸν Κυβερνήτην ἀντιβολοῦμεν ἢ νεῦσαι καὶ τὸν κλύδωνα λῦσαι, ἢ τοῖς κλυδωνιζομένοις ἀνδρίαν χαρίσασθαι. ΑΚΑΚΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἀληθὴς γὰρ ἡ τῆς Δαυϊτικῆς μελῳδίας ὑπόσχεσις· τὸ γὰρ Πνεῦμα τῆς ἀληθείας δι’ ἐκείνου ταύτην προσενήνοχε τοῖς πιστεύουσιν· «Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ’ αὐτόν, καὶ αὐτὸς ποιήσει, καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν». Τοῦτο καὶ ἐπὶ τῆς σῆς θεοσεβείας γεγενημένον εὑρίσκομεν. Ὁπόσην γὰρ τῶν ὀρφανίαν ὀδυρομένων ποιεῖται κηδεμονίαν ἡ σὴ θεοσέβεια καὶ ὅπως ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνίζῃ δογμάτων, ᾄδουσι πάντες, δήλων κατὰ τὴν προφητείαν τῶν κεκρυμμένων γεγενημένων. Τούτου δὴ χάριν κἀγὼ τοὺς ἀξιεπαίνους πόνους τῆς σῆς φιλοθεί̈ας μεμαθηκὼς γράφω καὶ προσφθεγγόμενός σε, θεοφιλέστατε, καὶ παρακαλῶν αὐξῆσαι τὸ κλέος τῇ προσθήκῃ τῶν πόνων καὶ τῆς εὐαγγελικῆς ὑπερμαχῆσαι διδασκαλίας, ἵνα καὶ τὸν πατρῷον κλῆρον φυλάξωμεν ἄσυλον, καὶ τὸ τάλαντον τῷ Δεσπότῃ μετὰ τῆς καλῆς προσενέγκωμεν ἐργασίας. ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ.
Πολλὰ μὲν τὰ καθ’ ἡμῶν τυρευόμενα καὶ δι’ ἡμῶν κατὰ τῆς ἀποστολικῆς καττυόμενα πίστεως. Ψυχαγωγεῖ δὲ ἡμᾶς τὰ τῶν ἁγίων παθήματα προφητῶν, ἀποστόλων, μαρτύρων καὶ τῶν ἐν ταῖς Ἐκκλησίαις διαπρεψάντων ἐν τῷ λόγῳ τῆς χάριτος· πρὸς δὲ τούτοις καὶ αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπαγγελίαι. Οὐδὲν γὰρ ἡμῖν ἐν τῷ παρόντι βίῳ τερπνὸν οὐδὲ θυμῆρες ὑπέσχετο, ἀλλὰ θλίψεις καὶ πόνους καὶ κινδύνους καὶ πολεμίων ἐπαναστάσεις. «Ἐν τῷ κόσμῳ γάρ, φησί, θλίψιν ἔχετε». Καί· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι». Καί· «Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ»; Καί· «Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ». Καί· «Στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν». Καί· «Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν». Καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. Συνῳδὰ δέ φησι καὶ ὁ θεῖος Ἀπόστολος· «Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι». Ταῦτα μὲν οὖν ἡμῖν παραψυχὴν ἐν τῇδε τῇ ζάλῃ παρέσχε μεγίστην.
PG 83:1303Ἐπειδὴ δὲ εἰκὸς καὶ μέχρι τῆς σῆς ἁγιωσύνης τὰς καθ’ ἡμῶν διαβῆναι συκοφαντίας, παρακαλῶ σου τὴν ὁσιότητα μηδ’ ὅλως ὑποσχεῖν ταῖς τῶν συκοφαντῶν ψευδολογίαις τὰς ἀκοάς. Ἐγὼ γὰρ οὐκ οἶδα μέχρι τοῦ παρόντος διδάξας εἰς δύο πιστεύειν υἱούς. Εἰς ἕνα γὰρ ἐδιδάχθην πιστεύειν Μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Σαρκὸς μέντοι καὶ θεότητος ἐπίσταμαι τὸ διάφορον, καὶ δυσσεβεῖν μοι δοκοῦσιν οἱ εἰς δύο υἱοὺς μερίζοντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ οἱ τὴν ἐναντίαν τούτοις ὁδεύοντες καὶ μίαν φύσιν ἀποκαλοῦντες τὴν θεότητα τοῦ Δεσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα. Ἐναντίοι γὰρ ἀλλήλοις οὗτοι κρημνοί· μέση δὲ ἡ τῶν εὐαγγελικῶν δογμάτων ὁδός, τοῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ἴχνεσι κοσμουμένη, καὶ τῶν μετὰ τούτους ἐν τῷ διδασκαλικῷ διαπρεψάντων χαρίσματι. Ἐβουλόμην δὲ καὶ τὰς τούτων παραθεῖναι χρήσεις καὶ δεῖξαι τῷ ἡμετέρῳ μαρτυρούσας φρονήματι. Ἀλλὰ πλειόνων δεῖ μοι λόγων ἢ κατὰ μέτρον ἐπιστολῆς. Οὗ δὴ χάριν ἐν κεφαλαίῳ γράψας, ἃ περὶ τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως μεμαθήκαμεν, ἀπέστειλά σου τῇ κατὰ Θεὸν τελειότητι.
Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημένην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρόνημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς. Ἀναγνοῦσα τοίνυν ἡ ἁγιωσύνη σου, εἰ μὲν εὕροι τὰ γεγραμμένα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, τοῖς πρὸς ἡμᾶς ἀντιγράφοις βεβαιωσάτω τὸ φρόνημα. Εἰ δέ τι τῶν ἐγκειμένων τῇ διδασκαλίᾳ τῇ θείᾳ μὴ συμφωνεῖ, καὶ τοῦτο μαθεῖν παρὰ τῆς σῆς ὁσιότητος ἀξιῶ. Καὶ γὰρ πολὺν ἐν τῇ διδασκαλίᾳ καταναλώσαντες χρόνον, ἔτι δεόμεθα τοῦ διδάσκοντος. «Ἐκ μέρους γὰρ, φησὶν» ὁ θεῖος Ἀπόστολος, «γινώσκομεν». Ἠκούσαμεν δὲ αὐτοῦ πάλιν λέγοντος· «Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω ἔγνω καθὼς δεῖ γνῶναι». Καὶ τἀληθὲς τοίνυν παρὰ τῆς σῆς ὁσιότητος παρακαλοῦμεν μαθεῖν καὶ τῆς ἐκκλησιαστικῆς φροντίσαι γαλήνης καὶ τῶν θείων ὑπερμαχῆσαι δογμάτων. Τούτων γὰρ δὴ χάριν καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι, καὶ τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῆς χειμερινῆς καταφρονήσαντες ὥρας, ἐπὶ τὴν βασιλεύουσαν ὥρμησαν πόλιν, λύσιν τινὰ πορίσαι τῷ κλύδωνι μηχανώμενοι. Καὶ αὐτοὺς τοίνυν ἐφοδιάσαι ταῖς προσευχαῖς, καὶ ἡμᾶς ταύταις ἐρεῖσαι παρακλήθητι, δέσποτα.
PG 83:1305ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Ἀναγνοὺς τὰ γράμματα τῆς μακαριωτάτης ἀνεμνήσθην Σουσάννης, ἣ τοὺς ἀλάστορας ἐκείνους ὁρῶσα καὶ τὸν τῶν ὅλων θεὸν παρεῖναι πιστεύουσα, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· «Στενά μοι πάντοθεν». Ἀλλ’ ὅμως εἵλετο μᾶλλον ταῖς τῆς συκοφαντίας πάγαις περιπεσεῖν, ἢ τοῦ δικαίου καταφρονῆσαι κριτοῦ. Καὶ νῦν δέσποτα, δύο πρόκειται. Τοῦτο δὲ πολλάκις εἰρήκαμεν· ἢ Θεῷ προσκροῦσαι, καὶ βλάψαι τὸ συνειδός, ἢ ταῖς ἀδίκοις τῶν ἀνθρώπων ψήφοις περιπεσεῖν. Ἐμοὶ δὲ οὐδὲ δοκεῖ τούτων εἰδέναι τι τὸν εὐσεβέστατον βασιλέα. Τί γὰρ ἐκώλυσεν αὐτὸν γράψαι, καὶ ἐπιτρέψαι τὴν χειροτονίαν γενέσθαι, εἴπερ ἀληθῶς αὐτὸν ἐθεράπευε τοῦτο; Τί δήποτε δὲ ἔξωθεν ἀπειλοῦσι καὶ δεδίττονται, γράμματα δὲ προφανῶς τοῦτο κελεύοντα οὐ πέμπουσιν; Δυοῖν γὰρ θάτερον, ἢ οὐ πείθεται γράψαι ὁ εὐσεβέστατος βασιλεύς, ἢ κατασκευάζουσι παρανομῆσαι ἡμᾶς καὶ δίκας ὑπ’ αὐτῶν ὕστερον τῆς παρανομίας ἀπαιτηθῆναι. Πρόκειται γὰρ ἡμῖν τὸ κατὰ τὸν μακάριον Πριγκίπιον ὑπόδειγμα· ἐκεῖ γὰρ καὶ ἐγγράφως κελεύσαντες, δίκας ἀπῄτουν τὸν ὑπακούσαντα.
Ἃ δὲ ἀνέγνων κατ’ αὐτὴν τὴν ἡμέραν, καθ’ ἣν ὁ λεκτικάριος ἀφίκετο, γράμματα, ἐναντία τούτοις ἐστίν. Ἅγιος γάρ τις μονάζων τῶν ἐπισήμων ἔγραψε πρός τινα, ὡς ἐδέξατο γράμματα καὶ τοῦ μεγαλοπρεπεστάτου σπαθαρίου, καὶ τοῦ ἐνδοξοτάτου ἀπὸ μαγίστρων, σημαίνοντα ὡς διορθώσεως τεύξεται τὰ κατὰ τὸν θεοφιλέστατον ἐπίσκοπον τὸν κύριον Εἰρηναῖον· καὶ ταύτης γε τῆς σπουδῆς ἀντιδόσεις ἀπῄτουν τὰς ὑπὲρ αὐτῶν προσευχάς. Ἐγὼ τοίνυν νομίζω χρῆναι γραφῆναι πρὸς τοὺς γεγραφότας ἀπὸ τῆς βασιλευούσης πόλεως κληρικούς, ὅτι ψήφῳ μὲν τῶν τῆς Φοινίκης θεοφιλεστάτων ἐπισκόπων πεισθείς, ἐχειροτόνησα τὸν θεοφιλέστατον ἐπίσκοπον Εἰρηναῖον· τόν τε ζῆλον καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν φιλοπτωχείαν καὶ τὰς ἄλλας αὐτῷ συνειδὼς ἀρετάς, καὶ πρὸς τούτοις, τὴν τῶν δογμάτων ὀρθότητα. Οὐκ οἴδαμεν γὰρ αὐτὸν παραιτησάμενον πώποτε Θεοτόκον καλέσαι τὴν ἁγίαν Παρθένον, ἢ ἄλλο τι ἐναντίον φρονήσαντα τοῖς εὐαγγελικοῖς δόγμασιν. Εἰς δὲ τὸ τῆς διγαμίας, τοῖς πρὸ ἡμῶν ἠκολουθήσαμεν.
Καὶ γὰρ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Ἀλέξανδρος, ὁ τὸν ἀποστολικὸν τοῦτον διακοσμήσας θρόνον, σὺν τῷ μακαριωτάτῳ Ἀκακίῳ τῷ Βεροίας ἐπισκόπῳ, τὸν τῆς μακαρίας μνήμης Διογένην ἐχειροτόνησαν δίγαμον ὄντα· ὡσαύτως δὲ καὶ ὁ μακάριος Πραύλιος Δομνῖνον τὸν Καισαρείας δίγαμον ὄντα. Ἔθει τοίνυν ἠκολουθήσαμεν, καὶ ἀνδράσιν ἐπισήμοις, καὶ ἐπὶ γνώσει καὶ βίῳ πολυθρυλήτοις. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα δεδιδαγμένος ὁ τῆς μακαρίας μνήμης Πρόκλος, ὁ τῆς Κωνσταντινουπολιτῶν ἐπίσκοπος, καὶ αὐτὸς τὴν χειροτονίαν ἐδέξατο, καὶ ἔγραψεν ἐπαινῶν καὶ θαυμάζων. Ὡσαύτως δὲ καὶ οἱ πρωτεύοντες τῆς Ποντικῆς διοικήσεως θεοφιλέστατοι ἐπίσκοποι, καὶ οἱ Παλαιστῖνοι πάντες, καὶ οὐδεμία ἀμφιβολία περὶ τούτου γεγένηται· καὶ δυσσεβὲς νομίζομεν τὸ κατακρῖναι ἄνδρα πολλοῖς καὶ παντοδαποῖς κατορθώμασι λαμπρυνόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὴν ἐμὴν γνώμην δεῖ γράψαι. Εἰ δὲ ἄλλο τι συνορᾷ σου ἡ ἁγιότης, τὸ δοκοῦν γινέσθω. Ἐγὼ γὰρ καὶ τὴν μίαν, ὡς νομίζουσι, τιμωρίαν δεξάμενος, ἕτοιμός εἰμι, τοῦ Θεοῦ μοι βοηθοῦντος, δέξασθαι καὶ τὴν ἄλλην.
PG 83:1307Εἰ δὲ καὶ τρίτην βούλονται, καὶ τετάρτην, τῆς θείας χάριτος ἐπερειδούσης οἴσομεν, τὸν Δεσπότην ὑμνοῦντες· εἰ δὲ δοκιμάζει σου ἡ ὁσιότης, ἴδωμεν καὶ τὰς ἀπὸ Παλαιστίνης ἀποκρίσεις· καὶ ἀκριβέστερον τὸ πρακτέον σκοπήσαντες, οὕτω καὶ γράψωμεν εἰς Κωνσταντινούπολιν. ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἡ μὲν ὑμετέρα μεγαλοφυί̈α τῶν εἰς ἡμᾶς εὐεργεσιῶν παρὰ τοῦ Θεοῦ τῶν ὅλων κομιεῖται τὰς ἀντιδόσεις. Πᾶν γὰρ ὁτιοῦν αὐτοῦ χάριν γιγνόμενον, μισθὸν ἔχει συνεζευγμένον. Ἐγὼ μέντοι τῶν συκοφαντιῶν τὸ πλῆθος γελῶ. Καὶ γὰρ τὰ σφοδρότερον αἰκιζόμενα σώματα τῆς ὀδύνης οὐκ ἐπαισθάνεται, νεκρωθείσης λοιπὸν τῆς αἰκιζομένης σαρκός. Θρηνῶ δὲ ὅμως τὰ ἀθυρώτατα στόματα ψευδολογίας προφέροντα· τί γὰρ παρ’ ἡμῶν ἀδικηθέντες οἱ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα κατήγοροι ταύταις καθ’ ἡμῶν ταῖς ψευδολογίαις ἐχρήσαντο; Πρῶτον μὲν γὰρ οὐδὲ τῶν κριτῶν ἤμην ἐγώ· κατὰ γὰρ τὴν βασιλικὴν ψῆφον ἐν τῇ Κύρρῳ διῆγον. Ἔπειτα δέ, ὡς παρὰ πολλῶν ἀκήκοα, καὶ δυσχεραίνοντες διετέλουν τὴν ἡμετέραν ἀπόλειψιν· καὶ γὰρ τῆς μυστικῆς αὐτοὺς ἐν τῷ σωτηρίῳ Πάσχα μεταλαχεῖν κοινωνίας ἐγὼ παρεσκεύασα·
καὶ πολλάκις ἡμῖν συντυχεῖν ἐθελήσαντας εὐμενῶς ἐδεξάμην, καὶ εἰσηγησάμην ἅπερ ἐχρῆν. Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου Δόμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνοντας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα; Τούτου χάριν, ὡς ἔγνω, τὴν κρίσιν ἑτέροις παρέπεμψε, καὶ οὐ μόνον τῷ θεοφιλεστάτῳ τῷ κυρίῳ Ἴβᾳ, ἀλλὰ καὶ τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῷ κυρίῳ Συμεῶνι τῷ Ἀμίδης, ὥστε τῶν δύο ἐπαρχιῶν τοὺς μητροπολίτας διακοῦσαι τῶν ὑποθέσεων. Πῶς δὲ δίκαιον τοὺς αὐτοὺς ὠμότητα καὶ φιλανθρωπίαν κατηγορεῖσθαι; Καὶ γὰρ ἐκβάλλοντες κινδυνεύομεν, καὶ μὴ ἐκβάλλοντες τοὺς κινδύνους οὐ διαφεύγομεν· καὶ μόνοι πολεμούμεθα παρὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ αἱ μὲν ἄλλαι διοικήσεις ἐν ἡσυχίᾳ διάγουσιν· ἡμεῖς δὲ μόνοι τοῖς συκοφάνταις προκείμεθα· ἐγὼ δὲ διαφερόντως, καίτοι μήτε συνδικάσας, καὶ παντελῶς ἀνεύθυνος ὤν.
Ταῦτα ἠναγκάσθην γράψαι τοῖς τοῦ ὑμετέρου μεγέθους γράμμασιν ἐντυχὼν καὶ μαθὼν δι’ αὐτῶν, ὡς καὶ διὰ ταῦτα κίνησις μεγίστη γέγονε καθ’ ἡμῶν, ἀνδρῶν περιορισθέντων, καὶ ἡσυχίαν ἀγόντων, καὶ οὐδὲ τοῖς τῆς ἐπαρχίας θεοφιλεστάτοις ἐπισκόποις συνεδρευόντων. Τῷ ὄντι γὰρ δὶς ἤδη χειροτονίας ἐπισκοπικῆς ἐν τῇ ἐπαρχίᾳ τῇ ἡμετέρᾳ γεγενημένης, οὐδεμιᾶς ἐκοινώνησα. Εἰ δὲ μὴ τῷ βασιλικῷ κατειχόμην νόμῳ, ἄρα ἂν ἀπέστην, καί τινα καταλαβὼν ἐσχατίαν, ἐκεῖ τὰς λειπομένας ἡμέρας διήγαγον. Ἀπείρηκα γὰρ πρὸς τὰ κατ’ ἐμοῦ τυρευόμενα. Καὶ γὰρ τούτους αὐτοὺς τοὺς Ἐδεσηνοὺς οὐκ οἶμαι αὐτομάτους ταύτην καθ’ ἡμῶν τὴν συκοφαντίαν ὑφῆναι, ἀλλ’ ὑπὸ τῶν αὐτόθι φιλαλήθων ἀνθρώπων ταῦτα καθ’ ἡμῶν διδαχθῆναι. Καὶ χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι με ἀνάξιον ὄντα τῶν εὐαγγελικῶν ἠξίωσε μακαρισμῶν. Διά τοι τοῦτο καὶ τὸν περιορισμὸν μεθ’ ἡδονῆς ἐδεξάμην καὶ τὴν ἐξορίαν προςδέχομαι· καὶ πᾶν ὅπερ ἂν ἐπαγαγεῖν ἐθέλωσιν, ἀσπαστῶς δέχομαι διὰ τὴν ἀποκειμένην ἐλπίδα. Τῆς δὲ ὑμετέρας μεγαλοφυί̈ας διηνεκῶς ὑπερεύχομαι καὶ τοὺς ἁγίους ἅπαντας κοινωνεῖν μοι τῶν εὐχῶν ἱκετεύω. ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ.
PG 83:1309Ἠλπίσαμεν πεπαῦσθαι τὰ σκυθρωπά, τινῶν ἡμῖν μεμηνυκότων ὡς ἐσβέσθη μὲν ἡ τοῦ καλλινίκου βασιλέως μικροψυχία, καταλλαγαὶ δὲ μεταξὺ αὐτοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου γεγένηνται, καὶ πέπαυται μὲν ἡ τῆς συνόδου κλῆσις, ἡ δὲ τῶν Ἐκκλησιῶν ἐπανῆλθεν εἰρήνη. Τὰ δὲ νῦν παρὰ τῆς σῆς ὁσιότητος γραφέντα σφόδρα ἡμᾶς ἠνίασεν. Οὐδὲν γὰρ ἔστιν ἐκ τῆς θρυλουμένης συνόδου προσδοκῆσαι χρηστόν, εἰ μὴ ἄρα ὁ φιλάνθρωπος Δεσπότης, τῇ συνήθει κηδεμονίᾳ χρησάμενος, τῶν ταραχωδῶν δαιμόνων διαλύσει τὰς μηχανάς. Καὶ γὰρ ἐν τῇ μεγάλῃ συνόδῳ, τῇ ἐν Νικαίᾳ συναθροισθείσῃ φημί, συνεψηφίσαντο μὲν τοῖς ὀρθοδόξοις οἱ τῆς Ἀρείου συμμορίας καὶ τῇ ἀποστολικῇ διὰ τῶν χειρῶν ἐκθέσει συνέθεντο. Διετέλεσαν δὲ τῇ ἀληθείᾳ πολεμοῦντες, ἕως τὸ σῶμα τῆς Ἐκκλησίας διέρρηξαν. Καὶ τριάκοντα μὲν ἔτη διετέλεσαν κοινωνοῦντες ἀλλήλοις, οἵ τε τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων καὶ οἱ τὴν Ἀρείου βλασφημίαν νοσοῦντες.
Ἐν Ἀντιοχείᾳ δὲ τῆς ἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ’ ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμένηκεν ἡ διαίρεσις. Εἰς ἐκεῖνα ἀφορῶσα καὶ τὰ ὅμοια προορῶσα ἡ ἀθλία ψυχή μου στένει καὶ ὀδύρεται, οὐδὲν καραδοκοῦσα χρηστόν. Οὐδὲ γὰρ ἴσασιν οἱ ἐκ τῶν ἄλλων διοικήσεων τὸν ἐγκείμενον τοῖς δώδεκα κεφαλαίοις ἰόν· ἀλλὰ τῇ περιφανείᾳ τοῦ ταῦτα γεγραφότος προσέχοντες, οὐδὲν ὑποπτεύουσι φλαῦρον· καὶ οἶμαι ὡς ὁ τὸν ἐκείνου διαδεξάμενος θρόνον πάντα πραγματεύεται, ὥστε δευτέρᾳ ταῦτα κρατῦναι συνόδῳ. Ὁ γὰρ ἐξ ἐπιτάγματος τοιαῦτα πρώην γράψας καὶ ἀναθεματίσας τοὺς τούτοις ἐμμένειν οὐ βουλομένους, τί οὐκ ἂν πράξαι ἐν οἰκουμενικῇ προκαθίσας συνόδῳ; Καὶ εὖ ἴσθι, δέσποτα, ὡς οὐδεὶς τῶν τὴν ἐγκειμένην αὐτοῖς αἵρεσιν ἐγνωκότων ἀνέξεται αὐτὰ δέξασθαι, κἂν δὶς τοσοῦτοι ψηφίσωνται.
PG 83:1311Καὶ γὰρ ἤδη καὶ πλειόνων ὡς ἔτυχε ταῦτα βεβαιωσάντων, ἀντέστημεν ἐν Ἐφέσῳ, καὶ οὐ πρότερον ἐκοινωνήσαμεν τῷ ταῦτα γεγραφότι, ἕως τοῖς παρ’ ἡμῶν ἐκτεθεῖσι συνθέμενος, σύμφωνον αὐτοῖς διδασκαλίαν προςήρμοσεν, οὐδεμίαν τῶν κεφαλαίων ἐκείνων ποιησάμενος μνήμην. Καὶ τοῦτο ῥᾴδιον γνῶναι τὴν σὴν ὁσιότητα, κελεύσασαν ζητηθῆναι τὰ πεπραγμένα. Ἀπόκεινται γὰρ πάντως, κατὰ τὸ παρακολουθῆσαν ἔθος, τῆς συνόδου τὰς ὑπογραφὰς ἔχοντα. Ἔστι δὲ πλείονα ἢ πεντήκοντα συνοδικά, τὴν κατηγορίαν τῶν δώδεκα κεφαλαίων δεικνύντα. Πρὸ μὲν γὰρ τῆς εἰς Ἔφεσον ἀποδημίας ὁ μακάριος γέγραφεν Ἰωάννης τοῖς περὶ τὸν θεοφιλέστατον ἐπίσκοπον Εὐθήριον τῶν Τυάνων, καὶ Φίλμον τὸν Καισαρείας, καὶ Θεόδοτον τὸν Ἀγκύρας, Ἀπολιναρίου διδαςκαλίαν τὰ κεφάλαια ταῦτα καλέσας. Καὶ ἐν Ἐφέσῳ δὲ ἡ παρ’ ἡμῶν γεγενημένη καθαίρεσις τοῦ τε τῆς Ἀλεξανδρέων καὶ τοῦ τῆς Ἐφεσίων, αἰτίαν ἔχει τὴν τῶν κεφαλαίων τούτων ἔκθεσιν καὶ βεβαίωσιν. Καὶ συνοδικὰ δὲ πολλὰ ἐν Ἐφέσῳ πρός τε τὸν καλλίνικον βασιλέα, καὶ πρὸς τοὺς μεγάλους ἄρχοντας περὶ τούτων ἐγράφη· ὡσαύτως δὲ καὶ πρὸς τὸν ἐν Κωνσταντινουπόλει λαὸν καὶ πρὸς τὸν εὐλαβέστατον κλῆρον.
Καὶ μὲν δὴ καὶ εἰς τὴν Κωνσταντινούπολιν κληθέντες, πέντε διαγνώσεις ἐπ’ αὐτοῦ τοῦ βασιλέως ἐσχήκαμεν καὶ τρεῖς ὕστερον αὐτῷ διαμαρτυρίας ἐπέμψαμεν. Καὶ τοῖς θεοφιλεστάτοις δὲ τῆς δύσεως ἐπισκόποις, τῷ Μεδιολάνου φημί, καὶ τῷ Ἀκυιλείας, καὶ τῷ Ῥαβέννης, περὶ τούτων ἐγράψαμεν, διαμαρτυρόμενοι ὡς τῆς Ἀπολιναρίου ταῦτα καινοτομίας πεπλήρωται· καὶ αὐτῷ δὲ τῷ ταῦτα γράψαντι ὁ μακάριος ἐπιστέλλων Ἰωάννης διὰ τοῦ μακαρίου Παύλου προφανῶς αὐτοῖς ἐπεμέμψατο· ὡσαύτως δὲ καὶ ὁ τῆς μακαρίας μνήμης Ἀκάκιος. Καὶ ἵνα συντόμως μάθῃ σου ἡ ἁγιότης, ἀπέστειλα τῆς τε τοῦ μακαρίου Ἀκακίου ἐπιστολῆς καὶ τῆς τοῦ μακαρίου Ἰωάννου πρὸς τὸν μακαρίτην Κύριλλον γραφείσης τὸ ἴσον· ἵνα γνῷς ὡς καὶ περὶ συμβάσεως αὐτῷ γράφοντες, τὴν τῶν κεφαλαίων τούτων κατηγορίαν ἐποιήσαντο. Καὶ αὐτὸς δὲ ὁ μακαρίτης Κύριλλος, γράφων τῷ μακαρίῳ Ἀκακίῳ, τὸν τῶν κεφαλαίων τούτων παρεδήλωσε σκοπόν, εἰρηκὼς ὅτι «Ἐκεῖνα πρὸς τὰς τοῦδε καινοτομίας ἐγράψαμεν, καὶ ὅτι τῆς εἰρήνης γενομένης ἐκλευκανθήσεται». Καὶ αὕτη τοίνυν ἡ ἀπολογία βεβαιοῖ τὴν κατηγορίαν.
Ἀπέστειλα δὲ καὶ τῶν παρ’ αὐτοῦ γραφέντων ἐν τῷ τῆς συμβάσεως καιρῷ τῷ ἀντίγραφον, ἵνα γνῷς, δέσποτα, ὡς οὐδεμίαν τούτων ἐποιήσατο μνήμην· καὶ ὡς χρὴ τοὺς ἀπιόντας εἰς τὴν σύνοδον τὰ ἐν τῷ καιρῷ τῆς συμβάσεως γραφέντα προσενεγκεῖν, καὶ σαφῶς εἰπεῖν τίνα μὲν εἰργάσατο τὴν διάστασιν, ἐπὶ τίσιν δὲ τὰ διεστῶτα συνήφθη. Τοὺς γὰρ εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας καλουμένους ἀγῶνα, πάντα πόνον ἀναδέξασθαι χρὴ καὶ τὴν θείαν ἐπικαλέσασθαι συμμαχίαν, ἵνα τὸν παρὰ τῶν προγόνων ἡμῖν καταλειφθέντα κλῆρον διατηρήσωμεν ἄσυλον. Χρὴ δὲ σκοπῆσαί σου τὴν ἁγιωσύνην καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων τοὺς ὁμογνώμονας καὶ κοινωνοὺς τῆς ἀποδημίας ποιήσασθαι· καὶ τῶν εὐλαβεστάτων κληρικῶν τοὺς τὸν ὑπὲρ τῆς εὐσεβείας ἔχοντας ζῆλον, ἵνα μὴ καὶ παρὰ τῶν οἰκείων προδοθέντες, ἢ ἀναγκασθῶμέν τι πρᾶξαι τῶν ἀπαρεσκόντων τῷ τῶν ὅλων Θεῷ, ἢ μονωθέντες εὐεπιχείρητοι τοῖς πολεμοῦσι γενώμεθα. Πίστις ἐστί, παρακαλῶ, ἐν ᾗ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας· καὶ χρὴ πάντα κινῆσαι πόρον, ὥστε μηδὲν αὐτῇ νόθον ἐπεισαχθῆναι, μηδὲ τὴν ἀποστολικὴν παραφθαρῆναι διδασκαλίαν.
PG 83:1313Ταῦτα ἐγὼ καὶ πόρρωθεν ὤν, στένων καὶ θρηνῶν γράφω καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολῶ τὸ στυγνὸν τοῦτο διαλῦσαι νέφος καὶ καθαρὰν ἡμῖν αἰθρίαν χαρίσασθαι. ΛΕΟΝΤΙ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ. Εἰ Παῦλος, τῆς ἀληθείας ὁ κήρυξ, ἡ τοῦ παναγίου Πνεύματος σάλπιγξ, πρὸς τὸν μέγαν ἔδραμε Πέτρον, ὥστε τοῖς ἐν Ἀντιοχείᾳ περὶ τῆς κατὰ νόμον πολιτείας ἀμφισβητοῦσι παρ’ αὐτοῦ κομίσαι τὴν λύσιν, πολλῷ μᾶλλον ἡμεῖς οἱ εὐτελεῖς καὶ σμικροί, πρὸς τὸν ἀποστολικὸν ὑμῶν τρέχομεν θρόνον, ὥστε παρ’ ὑμῶν λαβεῖν τοῖς τῶν Ἐκκλησιῶν ἕλκεσι θεραπείαν. Διὰ πάντα γὰρ ὑμῖν τὸ πρωτεύειν ἁρμόττει. Πολλοῖς γὰρ ὁ ὑμέτερος θρόνος κοσμεῖται πλεονεκτήμασι. Τὰς μὲν γὰρ ἄλλας πόλεις ἢ μέγεθος, ἢ κάλλος, ἢ τὸ πλῆθος τῶν οἰκητόρων κοσμεῖ· ἐνίας δὲ τούτων ἐστερημένας πνευματικά τινα λαμπρύνει χαρίσματα· τῇ δὲ ὑμετέρᾳ φορὰν ἔδωκεν ἀγαθῶν ὁ τῶν ἀγαθῶν χορηγός. Ἡ γὰρ αὐτὴ πασῶν μεγίστη, καὶ λαμπροτάτη, καὶ τῆς οἰκουμένης προκαθημένη, καὶ τῷ πλήθει τῶν οἰκητόρων κυμαίνουσα. Πρὸς δὲ τούτοις, καὶ τὴν νῦν κρατοῦσαν ἡγεμονίαν ἐβλάστησε· καὶ τῆς οἰκείας προσηγορίας τοῖς ἀρχομένοις μετέδωκε. Κοσμεῖ δὲ αὐτὴν διαφερόντως ἡ πίστις·
καὶ μάρτυς ἀξιόχρεως ὁ θεῖος Ἀπόστολος, βοῶν ὅτι «Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ». Εἰ δὲ εὐθὺς δεξαμένη τὰ τοῦ σωτηρίου κηρύγματος σπέρματα, τοῖς ἀξιαγάστοις τούτοις ἐβεβρίθει καρποῖς, τίς ἀπόχρη λόγος τὴν νῦν ἐν αὐτῇ πολιτευομένην εὐσέβειαν εὐφημῆσαι; Ἔχει δὲ καὶ τῶν κοινῶν πατέρων καὶ διδασκάλων τῆς ἀληθείας Πέτρου καὶ Παύλου τὰς θήκας, τῶν πιστῶν τὰς ψυχὰς φωτιζούσας. Ἡ δὲ τρισμακαρία τούτων καὶ θεία ξυνωρὶς ἀνέτειλε μὲν ἐν τῇ ἑῴᾳ, καὶ πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψεν· ἐν δὲ τῇ Δύσει προθύμως ἐδέξατο τὰς τοῦ βίου δυσμάς, κἀκεῖθεν νῦν καταυγάζει τὴν οἰκουμένην. Οὗτοι τὸν ὑμέτερον περιφανέστερον ἀπέφηναν θρόνον· οὗτος τῶν ἀγαθῶν τῶν ὑμετέρων ὁ κολοφών. Ὁ δ’ ἐκείνων Θεὸς καὶ νῦν τὸν ἐκείνων ἐλάμπρυνε θρόνον, τὴν ὑμετέραν ἁγιωσύνην ἱδρύσας ἐν τούτῳ τῆς ὀρθοδοξίας τὰς ἀκτῖνας ἀφιεῖσαν. Καὶ τούτου πολλὰ μὲν ἔστιν εὑρεῖν καὶ ἄλλα τεκμήρια· ἀρκεῖ δὲ ὑμῶν καὶ ὁ κατὰ τῶν δυσωνύμων Μανιχαίων ζῆλος, ὃν πρώην ὑμῶν ἡ ὁσιότης ἐγύμνωσε, δείξασα τὴν περὶ τὰ θεῖα τῆς ὑμετέρας φιλοθεί̈ας σπουδήν. Ἀπόχρη καὶ τὰ νῦν παρ’ ὑμῶν γραφέντα τὸν ἀποστολικὸν ὑμῶν χαρακτῆρα δηλῶσαι.
Ἐντετυχήκαμεν γὰρ τοῖς παρὰ τῆς σῆς γραφεῖσι ὁσιότητος περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, καὶ ἐθαυμάσαμεν τὴν τῶν γεγραμμένων ἀκρίβειαν. Ἀμφότερα γὰρ κατὰ ταὐτὸν ἐδήλου, καὶ τὴν ἐκ τοῦ ἀϊδίου Πατρὸς ἀί̈διον θεότητα τοῦ Μονογενοῦς, καὶ τὴν ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ ἀνθρωπότητα· καὶ ὅτι κατὰ πάντα ἡμῖν ἡ ληφθεῖσα φύσις ἐῴκει, μόνον δὲ ἀνόμοιος ἦν τῷ πάσης ἁμαρτίας ἀμύητος διαμεῖναι· ἐπειδήπερ οὐκ ἐκ φύσεως ἀλλ’ ἐκ προαιρέσεως αὕτη φύεται. Εἶχε δὲ καὶ τοῦτο τὰ γράμματα, ὡς εἷς μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ἀπαθὴς δὲ αὐτοῦ ἡ θεότης, καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος, καθάπερ ὁ γεννήσας αὐτὸν Πατήρ, καὶ τὸ Πανάγιον Πνεῦμα· καὶ διὰ τοῦτο τὴν παθητὴν ἔλαβε φύσιν, ἐπειδήπερ ἡ θεία φύσις οὐκ ἐδέχετο πάθος· ἵνα τῷ πάθει τῆς ἰδίας σαρκὸς τὴν ἀπάθειαν τοῖς εἰς αὐτὸν πεπιστευκόσι χαρίσηται. Ταῦτα, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, περιεῖχε τὰ γράμματα. Ἡμεῖς δὲ τὴν πνευματικήν σου σοφίαν θαυμάσαντες, τὴν δι’ ὑμῶν φθεγξαμένην τοῦ παναγίου Πνεύματος ἀνυμνήσαμεν χάριν·
PG 83:1315καὶ παρακαλοῦμεν, καὶ ἀντιβολοῦμεν, καὶ δεόμεθα, καὶ ἱκετεύομέν σου τὴν ἁγιωσύνην, ἐπαμῦναι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χειμαζομέναις. Λύσιν γὰρ ἔσεσθαι τοῦ κλύδωνος προσδοκήσαντες διὰ τῶν παρὰ τῆς ὑμετέρας ἁγιωσύνης εἰς τὴν Ἔφεσον ἀποσταλέντων, χαλεπωτέρᾳ περιπεπτώκαμεν ζάλῃ. Ὁ γὰρ τῆς Ἀλεξανδρέων [πόλεως] δικαιότατος πρόεδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτῃ καθαιρέσει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου τῆς Κωσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαβιανοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπισκόπων ἡ παραπλησία σφαγή, ἀλλὰ κἀμὲ τὸν ἀπόντα ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας εἰς κριτήριον, οὔτε παρόντα κρίνας, οὐκ ἐρωτήσας τίνα φρονῶ περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως. Καὶ τοὺς μὲν ἀνδροφόνους, καὶ τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας συλήσαντας εὐνάς, οὐ πρότερον κατακρίνουσιν οἱ δικάζοντες, ἕως ἂν ἢ αὐτοὶ τὰς κατηγορίας ταῖς ὁμολογίαις κυρώσωσιν, ἢ παρ’ ἑτέρων ἐναργῶς ἐλεγχθῶσιν. Ἡμᾶς δὲ ὁ τοῖς θείοις νόμοις ἐντεθραμμένος πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότας κατέκρινεν ὡς ἠθέλησε.
Καὶ τοῦτο οὐ νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἄνδρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ’ ἡμῶν ὑφήναντας, ἀναστὰς ἐπ’ ἐκκλησίας ἡμᾶς ἀνεθεμάτισε· καὶ ταῦτα ἐμοῦ γράψαντος πρὸς αὐτὸν καὶ ἃ φρονῶ διὰ γραμμάτων δηλώσαντος. Ἐγὼ δὲ ὀδύρομαι μὲν τῆς Ἐκκλησίας τὸν κλύδωνα, τὴν δὲ ἡσυχίαν ἀσπάζομαι. Ἓξ γὰρ καὶ εἴκοσι ἔτη τὴν ἐγχειρισθεῖσάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ’ ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ Δεσπότῃ Χριστῷ· καὶ ἐν ὀκτακοσίαις Ἐκκλησίαις ἔλαχον ποιμαίνειν· τοσαύτας γὰρ ἡ Κύρρος παροικίας ἔχει, ἐν αἷς οὐδὲ ἓν διὰ τὰς ὑμετέρας εὐχὰς μεμένηκε ζιζάνιον· ἀλλὰ πάσης αἱρετικῆς ἠλευθέρωται πλάνης τὸ ἡμέτερον ποίμνιον.
PG 83:1317Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ τῶν δυσωνύμων κατ’ ἐμοῦ πεμφθέντας αἱρετικῶν, πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσι ἔσχον ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν πλάνην αἱρετικήν. Καὶ μετὰ τοσούτους ἱδρώτας καὶ πόνους μὴ δικασάμενος κατεκρίθην. Ἐγὼ δὲ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου περιμένω τὴν ψῆφον· καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦσαι δραμεῖν παρ’ ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην. Ἔστι γάρ μοι τὰ μὲν πρὸ εἴκοσι ἐτῶν συγγεγραμμένα, τὰ δὲ πρὸ ὀκτωκαίδεκα, τὰ δὲ πρὸ πεντεκαίδεκα, τὰ δὲ πρὸ δυοκαίδεκα, τὰ μὲν πρὸς Ἀρειανοὺς καὶ Εὐνομιανούς, τὰ δὲ πρὸς Ἰουδαίους καὶ Ἕλληνας, τὰ δὲ πρὸς τοὺς ἐν Περσίδι μάγους, ἄλλα περὶ τῆς καθόλου Προνοίας, ἕτερα δὲ περὶ θεολογίας καὶ τῆς θείας ἐνανθρωπήσεως. Ἡρμήνευταί μοι διὰ τὴν θείαν χάριν, καὶ τὰ ἀποστολικὰ συγγράμματα, καὶ τὰ προφητικὰ θεσπίσματα. Καὶ ῥᾴδιον ἐκ τούτων καταμαθεῖν, εἴτε ἀκλινῆ τὸν κανόνα τῆς πίστεως διετήρησα, εἴτε τὴν τούτου παρέβην εὐθύτητα.
Ἀλλὰ μὴ διαπτύσητέ μου τὴν ἱκετείαν, παρακαλῶ, μηδὲ τὴν ἀθλίαν μου παρίδητε πολιὰν μετὰ πολλοὺς ὑβρισμένην καμάτους. Πρὸ δὲ πάντων, μαθεῖν ἀντιβολῶ παρ’ ὑμῶν, εἴτε χρή με στέρξαι τὴν ἄδικον ταύτην καθαίρεσιν, εἴτε μή· τὴν γὰρ ὑμετέραν προσμένω ψῆφον. Κἂν κελεύσητε τοῖς καταψηφισαμένοις ἐμμεῖναι, ἐμμενῶ καὶ οὐδενὶ ἀνθρώπων ἐνοχλήσω λοιπόν, ἀλλὰ μενῶ τὸ ἀκλινὲς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κριτήριον. Ἐμοὶ δέ, ὡς ὁ Δεσπότης μαρτυρεῖ Θεός, οὐ τιμῆς μέλει καὶ δόξης, ἀλλὰ μόνον τοῦ γεγενημένου σκανδάλου· ὅτι πολλοὶ τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ διαφόρων αἱρέσεων παρ’ ἡμῶν ζωγρηθέντες, τῷ θρόνῳ τῶν κατακρινάντων προσέχοντες, αἱρετικοὺς ἴσως ἡμᾶς ὑπολήψονται, τὴν τοῦ δόγματος ἀκρίβειαν κατιδεῖν οὐ δυνάμενοι. Ὅτι δὲ τοσοῦτον χρόνον ἐπιςκοπεύσας, οὐκ οἰκίαν ἐκτησάμην, οὐκ ἀγρόν, οὐκ ὀβολόν, οὐ τάφον, ἀλλὰ τὴν αὐθαίρετον ἠσπασάμην πενίαν, καὶ τὰ παρὰ τῶν πατέρων εἰς ἡμᾶς ἐλθόντα μετὰ τὴν ἐκείνων τελευτὴν εὐθὺς διανείμας, ἴσασιν ἅπαντες οἱ τὴν Ἑῴαν οἰκοῦντες. Πρὸ δὲ πάντων, ἱκετεύω τὴν ἱερὰν ὑμῶν καὶ τῷ Θεῷ φίλην κεφαλὴν παρασχεῖν μοι τῶν προσευχῶν τὴν βοήθειαν.
Ταῦτα διὰ τῶν εὐλαβεστάτων καὶ θεοφιλεστάτων πρεσβυτέρων Ὑπατίου καὶ Ἀβραμίου τῶν χωρεπισκόπων, καὶ Ἀλυπίου τοῦ ἐξάρχου τῶν παρ’ ἡμῖν μοναζόντων τὴν ὑμετέραν ἁγιωσύνην ἐδίδαξα, ἐπειδήπερ ἐμὲ δραμεῖν πρὸς ὑμᾶς τὰ τῶν βασιλικῶν γραμμάτων ἐπέσχε δεσμά, ὡσπεροῦν καὶ τοὺς ἄλλους. Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβουλευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον· ἵνα καὶ τὰς ἀντὶ τούτων ἀντιδόσεις δέξηται ὑμῶν ἡ ἁγιότης παρὰ τοῦ μεγαλοδώρου Δεσπότου. ΑΝΔΙΒΕΡΙ. Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος κοσμεῖται μὲν τῇ τῆς ἱερωσύνης ἀξίᾳ, κοσμεῖται δὲ καὶ τῇ τῶν σωμάτων λογικῇ θεραπείᾳ. Συχνὸν δὲ παρ’ ἡμῖν οἰχήσας χρόνον, εἷλεν ἅπαντας τῇ τῶν ἠθῶν εὐαρμοστίᾳ. Οὗτος νῦν τὴν Κύρρον καταλιπεῖν ἐδοκίμασε, τὴν ἐμὴν ἐκδημίαν μεμαθηκώς.
PG 83:1323Οὗ δὴ χάριν αὐτὸν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι καὶ παρακαλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρήσιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον. Τὴν γὰρ Ἀλεξάνδρειαν οἰκήσας τὴν τοιαύτην ἤσκησε τέχνην. ΑΠΕΛΛΗ. Τὴν Κύρρον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ πάντοθεν ἐπόρισα τέχνας· πρὸς δὲ τούτοις καὶ τοὺς τῆς ἰατρικῆς ἐπιστήμονας οἰκῆσαι ταύτην προέτρεψα. Εἷς τούτων ἐστὶν ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος, λογικῶς μὲν μεταχειρίζων τὴν τέχνην, κοσμῶν δὲ ταύτην τοῖς ἤθεσιν. Ἀλλὰ νῦν ἐκδημούντων ἡμῶν πολλοὶ μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον, ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε. Διά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι. Ἱκανὸς γάρ ἐστιν ἐπικουρῆσαι τοῖς κάμνουσι καὶ πολεμῆσαι ταῖς νόσοις. ΡΕΝΑΤΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἔγνωμεν τὸν θερμὸν καὶ δίκαιον τῆς σῆς ὁσιότητος ζῆλον, καὶ τὴν δικαιοτάτην καὶ ἔννομον παρρησίαν, ᾗ χρησάμενος, δέσποτα, τὰ ἐν Ἐφέσῳ τολμηθέντα ἤλεγξας.
Οὐχ ἡμεῖς δὲ μόνοι μεμαθήκαμεν ταῦτα, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν τῆς σῆς ὀρθότητος ἐξῆλθεν ὁ φθόγγος, καὶ πάντες ᾄδουσι τὴν δικαιοσύνην, τὸν ζῆλον, τὴν παρρησίαν, τὰς κατὰ τῆς παρανομίας παρ’ ὑμῶν γεγενημένας ἀπειλάς. Καὶ ταῦτα ἔδρασέ σου ἡ ὁσιότης, τὴν μίαν θεασαμένη σφαγήν. Εἰ δὲ καὶ τὰς ἄλλας ἑωράκεις τὰς μετὰ τὴν σὴν ἐκδημίαν γεγενημένας, τάχα ἂν τὸν Φινεὲς ἐκεῖνον ἐζήλωσας. Εἷς δὲ τῶν μετὰ ταῦτα κατακριθέντων ἐγώ, δραμεῖν μὲν αὐτόθι κωλυθεὶς διὰ γραμμάτων βασιλικῶν, ἀπὼν δὲ κατακριθείς. Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύνουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν. Διά τοι τοῦτο τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ πεῖσαι τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχιεπίσκοπον τῇ ἀποστολικῇ χρήσασθαι ἐξουσίᾳ καὶ εἰς τὸ ὑμέτερον ἀναδραμεῖν κελεῦσαι συνέδριον.
PG 83:1325Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγεμονίαν διὰ πολλά, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς μεμένηκε δυσωδίας ἀμύητος, καὶ οὐδεὶς τἀναντία φρονῶν εἰς ἐκεῖνον ἐκάθισεν, ἀλλὰ τὴν ἀποστολικὴν χάριν ἀκήρατον διεφύλαξε. Τὰ γὰρ παρ’ ὑμῶν κριθησόμενα στέρξομεν, ὁποῖα ἂν ᾖ, τῇ ὑμετέρᾳ δικαιοκρισίᾳ θαρροῦντες· καὶ ἀξιοῦμεν ἀπὸ τῶν ἐγγράφων κριθῆναι. Πλείους γὰρ ἢ τριάκοντα συνέγραψα βίβλους, κατὰ Ἀρείου καὶ Εὐνομίου, κατὰ Μαρκίωνος, κατὰ Μακεδονίου, κατὰ Ἑλλήνων, κατὰ Ἰουδαίων· ἡρμήνευσα δὲ καὶ τὴν θείαν Γραφήν· καὶ ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν, ὡς τοῖς ἀποστολικοῖς ἴχνεσιν ἠκολούθησα, ἕνα κηρύττων Υἱόν, ὡς ἕνα Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· μίαν τῆς Τριάδος θεότητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν, ἀϊδιότητα, ἀτρεπτότητα, ἀπάθειαν, ἓν θέλημα, τελείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν θεότητα, τελείαν τὴν ἀνθρωπότητα, τὴν διὰ τὴν ἡμετέραν σωτηρίαν ληφθεῖσαν, καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ παραδοθεῖσαν. Οὐκ ἄλλον οἶδα τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ ἄλλον τὸν Υἱὸν τοῦ Θεοῦ· ἀλλὰ τὸν αὐτόν, Υἱὸν μὲν τοῦ Θεοῦ καὶ Θεὸν ἐκ Θεοῦ γεγενημένον·
Υἱὸν δὲ ἀνθρώπου, διὰ τὴν ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ ληφθεῖσαν τοῦ δούλου μορφήν. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια διατελῶ διδάσκων. Ταῦτα καὶ ἐν τοῖς γράμμασι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τοῦ δεσπότου μου Λέοντος εὗρον ἐγκείμενα, καὶ τὸν τῶν ὅλων ὕμνησα Δεσπότην ὅτι τοῖς ἀποστολικοῖς αὐτοῦ δόγμασι συμφωνῶ. Δέξασθέ μου τοίνυν, παρακαλῶ, τὴν ἱκεσίαν, καὶ μὴ παρίδητε ἠδικημένον. Τούτου γὰρ δὴ χάριν καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ’ ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν φιλοθεί̈αν ἀπέστειλα, βίῳ μὲν λαμπρῷ κοσμουμένους, δυναμένους δὲ καὶ διὰ τῆς γλώττης ἀκριβῶς ὑμᾶς διδάξαι τὰ κατὰ τὴν ἡμετέραν εὐτέλειαν. ΦΛΩΡΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ. Οὐ παντελῶς ἄρα τῶν ἀνθρώπων τὸ γένος ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιλέλοιπε χάρις· ἀλλ’ ἐγκατέλιπεν ἡμῖν σπέρμα τὴν ὑμετέραν ἁγιωσύνην, ἵνα μὴ ὡς Σόδομα γενηθῶμεν καὶ Γομόρροις ὁμοιωθῶμεν. Τοῦτο ἡμᾶς ἀπαγορεύειν παντάπασιν οὐκ ἐᾷ· ἀλλὰ τοῦ χαλεποῦ χειμῶνος προσμένειν τὴν λύσιν παρεγγυᾷ· τοῦτο ἡμᾶς εὐέλπιδας ἀπεργάζεται.
Διά τοι τοῦτο καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ’ ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν ἀπεστείλαμεν ἁγιότητα, ἵνα τὴν ἐπισκήψασαν ταῖς τῆς Ἀνατολῆς Ἐκκλησίαις διαλύσητε συμφοράν. Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παραχαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμουμένων ὑπερμαχήσητε. Ὑπὲρ γὰρ τῆς ἀποστολικῆς πίστεως, ἁγιώτατοι, τὴν ἄδικον ταύτην σφαγὴν ὑπεμείναμεν, ὡς τῶν εὐαγγελικῶν δογμάτων οὐ προιέμενοι τὴν ἀλήθειαν. Πρέπει δὲ ὑμῶν τῇ ὁσιότητι μὴ παριδεῖν τοὺς ὁμόφρονας ἀδίκως ἐλαυνομένους, ἀλλὰ παῦσαι τῇ δικαίᾳ βοηθείᾳ τὴν ἀδικίαν, καὶ διδάξαι τοὺς κατὰ τῆς ἀληθείας θρασυνομένους, ὡς οὐ πάντα δρᾶν ἔξεστι τοῖς πᾶν ὁτιοῦν ἀδεῶς ποιεῖν πειρωμένοις. ΤΩ ΑΡΧΙΔΙΑΚΟΝΩ ΡΩΜΗΣ. Παγχάλεπος χειμὼν ταῖς παρ’ ἡμῖν Ἐκκλησίαις ἐπέσκηψεν· οἱ δὲ τῆς ἀποστολικῆς ἀντεχόμενοι πίστεως τὴν ὑμετέραν ἁγιωσύνην εὔστομον ἔχουσι λιμένα καὶ εὔδιον.
PG 83:1327Οὐ γὰρ τῶν εὐαγγελικῶν ὑπερμαχεῖτε δογμάτων μόνον, ἀλλὰ καὶ τὴν καθ’ ἡμῶν γεγενημένην ἀδικίαν πάντως μυσάττεσθε. Πόρρω γὰρ ἡμᾶς διάγοντας καὶ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότας, κατέκριναν ὡς ἠθέλησαν οἱ δικαιότατοι δικασταί, καὶ τὴν ἐκ τῆς τοῦ Θεοῦ Σωτῆρος παρουσίας μέχρι καὶ τήμερον ἐν ταῖς Ἐκκλησίαις κρατήσασαν διδασκαλίαν παραλιπόντες, καινήν τινα, καὶ νόθον, καὶ ἄντικρυς ἐναντίαν τῇ παραδόσει τῶν ἀποστόλων εἰσήγαγον, καὶ τοῖς τὰ παλαιὰ κρατοῦσι κηρύγματα προφανῶς πολεμοῦσι. Καταξίωσον τοίνυν, θεοφιλέστατε, πυρσεῦσαι τὸν ζῆλον τοῦ πάντα ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου, ὥστε καὶ τὰς τῆς Ἀνατολῆς Ἐκκλησίας τῆς ὑμετέρας ἀπολαῦσαι κηδεμονίας· καὶ διαφερόντως τῆς ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθείσης ὑπερμαχῆσαι πίςτεως, καὶ ἄσυλον τὸν πατρῷον κλῆρον διαφυλάξαι, καὶ τὴν ἐπικειμένην ὀμίχλην ἀποσκεδάσαι, καὶ ἀντὶ τῆς σκοτομήνης καθαρὰν αἰθρίαν ἐργάσασθαι, καὶ τὴν καθ’ ἡμῶν ἀδίκως γεγενημένην ἐξελέγξαι σφαγήν. Πρέπει γάρ σου τῇ ὁσιότητι τοῖς ἄλλοις αὐτῆς κατορθώμασι καὶ τοῦτον προσθεῖναι τὸν ζῆλον. ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ.
Ἔγνω πάντως τὸ ὑμέτερον μέγεθος τὰ παρὰ τῶν δικαιοτάτων ἐν Ἐφέσῳ γενόμενα δικαστῶν. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἡ ὀρθοτάτη ψῆφος αὐτῶν. Ποία γὰρ Ἐκκλησία τὴν ἐντεῦθεν ἐπαναστᾶσαν οὐκ ἐδέξατο ζάλην; Οἱ μὲν γὰρ ἠδίκησαν, οἱ δὲ ἠδικήθησαν· οἱ δὲ τοῦτο μήτε ὑπομείναντες, μήτε δράσαντες, τοῖς μὲν ἠδικημένοις συναλγοῦσι, τοὺς δὲ ἠδικηκότας θρηνοῦσιν, ὡς ὠμῶς ἄγαν καὶ παρὰ πάντας τοὺς νόμους, τούς τε θείους, τούς τε ἀνθρωπίνους, τὰ οἰκεῖα κατασφάξαντας μέλη. Τοὺς μὲν γὰρ τοιχωρύχους ἁλισκομένους ἐπ’ αὐτοφώρῳ κρίνουσι πρῶτον, εἴθ’ οὕτω κολάζουσι οἱ δικάζοντες· καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γραφάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι. Καὶ τοῦτο δὶς γίνεται καὶ τρίς, ἔστι δὲ ὅτε καὶ τετράκις·
PG 83:1329καὶ τότε λοιπὸν ἐν τοῖς τούτων κἀκείνων λόγοις ζητήσαντες τὴν ἀλήθειαν, τὴν ψῆφον ἐκφέρουσι. Οὗτοι δὲ ὅπως μὲν τοῖς ἄλλοις ἐδίκασαν, οὐδὲν ἐρῶ, ἵνα μὴ δόξω περιττός τις εἶναι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια· ὑπὲρ ἐμαυτοῦ δὲ λέγειν μόνον βιάζομαι τῆς ἀδίκου με καταναγκαζούσης σφαγῆς. Οἴκοι γάρ με τοῦ βασιλικοῦ καθείργοντος νόμου, καὶ περαιτέρω τῶν ὅρων τῆς ὑπ’ ἐμοῦ ποιμαινομένης πόλεως προβαίνειν κωλύοντος, ἐκάθισαν μὲν κατ’ ἐμοῦ τὸ συνέδριον, τὸν δὲ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότα κατέκριναν. Καὶ ὁ μὲν τῶν ὅλων Θεὸς πρὸς τὸν πατριάρχην Ἀβραὰμ περὶ Σοδόμων ἔφη καὶ Γομόρρων· «Κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην ταύτην πρός με συντελοῦνται. Εἰ δὲ μή, ἵνα γνῶ». Καίτοι σαφῶς ᾔδει τῶν ἀνθρώπων ἐκείνων τὴν πονηρίαν· ἀλλ’ ὅμως ἔφη· «Καταβὰς ὄψομαι», διδάσκων ἡμᾶς ἀναμένειν τῶν πραγμάτων τὴν πεῖραν.
Οὗτοι δὲ οὐκ εἰς δικαστήριον ἡμᾶς καλέσαντες, οὐ φωνῆς ἡμῶν ἐπακούσαντες, οὐ τί φρονοῦμεν μαθεῖν παρ’ ἡμῶν ἐθελήσαντες, τῷ θυμῷ τῶν τῆς ἀληθείας ἐχθρῶν τὴν ἡμετέραν σφαγὴν ἐχαρίσαντο. Ἐγὼ δὲ τὴν μὲν ἡσυχίαν ἀσπάζομαι, καὶ διαφερόντως ἐν τῷ παρόντι καιρῷ, τῶν ἀποστολικῶν παρὰ πόλλοις διαφθαρέντων δογμάτων, καὶ τῆς καινῆς κρατυνθείσης αἱρέσεως. Ἵνα δὲ μή τις τῶν ἀγνοούντων ἡμᾶς ἀληθὲς εἶναι πιστεύσῃ τὰς καθ’ ἡμῶν γεγενημένας διαβολάς, καὶ σκανδαλισθῇ νομίσας ἕτερα παρὰ τὴν εὐαγγελικὴν διδασκαλίαν φρονεῖν, ἀντιβολῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν, ταύτην αἰτῆσαι τὴν χάριν τὴν καλλίνικον κορυφήν, ὥστε με τὴν Ἑσπέραν καταλαβεῖν καὶ παρὰ τοῖς ἐν ἐκείνῃ θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις δικάσασθαι· καὶ εἰ ὀφθείην βραχὺ γοῦν τι παρεκβαίνων τοῦ κανόνος τῆς πίστεως, αὐτῷ με παραδοθῆναι τῷ μεσαιτάτῳ τῆς θαλάττης βυθῷ. Εἰ δὲ οὐδὲ ταύτην ὑμῶν τὴν δέησιν δέχεται, οἰκῆσαι γοῦν με κελευσάτω τὸ ἡμέτερον μοναστήριον, ὃ τῆς μὲν Κυρρεστῶν εἴκοσι καὶ ἑκατὸν μιλίοις ἀφέστηκε, τῆς δὲ Ἀντιόχου πέντε καὶ ἑβδομήκοντα, ἀπὸ δὲ τριῶν μιλίων τῆς Ἀπαμέων διάκειται πόλεως.
Τούτων, εἰ μὲν δυνατόν, τὸ πρότερον, εἰ δὲ μή, τὸ γοῦν δεύτερον παρασχεθῆναί μοι διὰ τοῦ ὑμετέρου μεγέθους παρακαλῶ. Οὗ τὴν μνήμην κἀν τῇ διανοίᾳ, κἀν τῇ γλώττῃ, διηνεκῶς περιφέρομεν, ἱκετεύοντες τὸν τῶν δυνάμεων Κύριον, ἀμείψασθαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, καὶ τοῖς παροῦσι, καὶ τοῖς μέλλουσιν ἀγαθοῖς. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, μαθὼν ὥς τινες καὶ τὴν ἐντεῦθέν μοι καττύουσι μετανάστασιν. ΛΟΥΠΙΚΙΩ. Οἶμαι καὶ τοὺς τῆς ἀληθείας σχετλιάζειν ἐχθροὺς ἐπὶ ταῖς ἀδίκοις ἡμῶν καὶ παρανόμοις σφαγαῖς. Πολλῷ δὲ πλέον, ὡς εἰκός, ἀνιᾷ τοὺς τροφίμους τῆς εὐσεβείας ἡ καινὴ αὕτη καὶ παράδοξος τραγῳδία, ὧν ἡ ὑμετέρα πρωτεύει μεγαλοπρέπεια. Προσήκει δὲ τοὺς πλεῖον ἀλγοῦντας πλείονα σπουδήν τε καὶ προθυμίαν εἰσενεγκεῖν, ὥστε τὰ δυσσεβῶς καὶ παρανόμως γεγενημένα λύσιν λαβεῖν, τὸ δὲ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς Ἐκκλησίας εἰς τὴν προτέραν συμφωνίαν ἐπανελθεῖν. Τούτου δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, πνευματικῆς ἐμπορίας ἀφορμὴν νομίσαι τὸν παρόντα καιρόν·
PG 83:1331καὶ τὴν μὲν ὑπὲρ τῆς εὐσεβείας εἰσενεγκεῖν προθυμίαν, ἀντιλαβεῖν δὲ παρὰ τοῦ μεγαλοδώρου Δεσπότου, κἀν τῷ παρόντι βίῳ τὴν μεγίστην κηδεμονίαν, κἀν τῷ μέλλοντι τὴν τῶν οὐρανῶν βασιλείαν. ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἔδειξεν ὁ πάντ’ ἐφορῶν καὶ πρυτανεύων Δεσπότης, καὶ τὴν ἀποστολικὴν τῶν ἡμετέρων δογμάτων ἀλήθειαν, καὶ τῆς καθ’ ἡμῶν γεγενημένης συκοφαντίας τὸ ψεῦδος. Τὰ γὰρ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου τῆς μεγάλης Ῥώμης ἀρχιεπισκόπου τοῦ κυρίου Λέοντος, τὰ πρὸς τὸν τῆς ὁσίας μνήμης Φλαβιανὸν καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν Ἐφέσῳ συναθροισθέντας γραφέντα, ἄγαν συμφωνεῖ τοῖς παρ’ ἡμῶν καὶ συγγραφεῖσι καὶ ἐπ’ ἐκκλησίας κηρυχθεῖσιν ἀεί. Οὗ δὴ χάριν εὐθὺς ἐντυχὼν ὕμνησα τὸν φιλάνθρωπον Κύριον, ὅτι οὐ τὰς Ἐκκλησίας παντελῶς καταλέλοιπεν, ἀλλ’ ἐφύλαξε τὸν τῆς ὀρθοδοξίας σπινθῆρα· μᾶλλον δὲ οὐ σπινθῆρα, ἀλλὰ πυρσὸν μέγιστον, ἱκανὸν ἐξάψαι καὶ φωτίσαι τὴν οἰκουμένην.
Ἀληθῶς γὰρ τὸν ἀποστολικὸν ἐν οἷς ἔγραψε διεφύλαξε χαρακτῆρα, καὶ τὰ παρὰ τῶν ἁγίων καὶ μακαρίων προφητῶν καὶ ἀποστόλων, καὶ τῶν μετ’ ἐκείνους κηρυξάντων τὸ Εὐαγγέλιον, καὶ μέντοι καὶ τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων Πατέρων, εὕρομεν ἐν τοῖς γράμμασι· τούτοις ἐμμένειν ὁμολογοῦμεν, καὶ τοὺς ἄλλο τι παρὰ ταῦτα φρονοῦντας ἀσεβείας γραφόμεθα. Συνέταξα δὲ τοῖσδε μου τοῖς γράμμασιν μίαν τῶν εἰς τὴν Ἔφεσον παρ’ αὐτοῦ πεμφθεισῶν ἐπιστολῶν, ἵν’ ἐντυχοῦσα ὑμῶν ἡ μεγαλοφυί̈α, τῶν παρ’ ἡμῶν πολλάκις ἐπ’ ἐκκλησίας εἰρημένων ἀναμνησθῇ, καὶ γνῷ τῶν δογμάτων τὴν συμφωνίαν, καὶ μισήσῃ τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ τοὺς τὴν καινὴν αἵρεσιν κατὰ τῶν ἀποστολικῶν συντεθεικότας δογμάτων. ΟΥΡΑΝΙΩ ΕΠΙΣΚΟΠΩ ΕΜΕΣΗΣ. Ὅτι μὲν συνεζεύχθημεν ἐν τοῖς γράμμασιν οἱ τῇ διαθέσει συνεζευγμένοι, λίαν ἥσθημεν. Οὐ νενοήκαμεν δὲ τὸ ὅτι Οὐχ «οὗτοι οἱ λόγοι μου»; Εἰ μὲν γὰρ προσρήσεως χάριν εἴρηται μόνης, οὐκ ἀνιᾷ τὸ λεχθέν· εἰ δὲ συμβουλῆς ἀναμιμνήσκει σιγὴν παραινεσάσης, καὶ τὴν καλουμένην οἰκονομίαν, χάριν ὁμολογοῦμεν, μὴ δεξάμενοι τὴν εἰσήγησιν. Ὁ γὰρ θεῖος Ἀπόστολος τἀναντία παρεγγυᾷ·
PG 83:1333«Ἐπίστηθι εὐκαίρως, ἀκαίρως». Καὶ ὁ Δεσπότης αὐτῷ γε τούτῳ τῷ κήρυκι· «Λάλει, καὶ μὴ σιωπήσῃς». Καὶ τῷ Ἠσαί̈ᾳ· «Ἀναβόησον τῇ ἰσχύϊ σου, καὶ μὴ φείσῃ». Καὶ τῷ Μωϋσεῖ· «Καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ». Καὶ μέντοι καὶ τῷ Ἰεζεκιήλ· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ἔσται, ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ», καὶ τὰ τούτοις ἀκόλουθα· περιττὸν γὰρ πρὸς εἰδότα μηκύνειν. Οὐ μόνον τοίνυν οὐκ ἀλύομεν παρρησίᾳ χρησάμενοι, ἀλλὰ καὶ γαννύμεθα καὶ γεγήθαμεν, καὶ τὸν τούτων ἡμᾶς ἀξιώσαντα τῶν παθημάτων ὑμνοῦμεν, καὶ μὲν δὴ καὶ τοὺς συνήθεις ἐπὶ τοὺς αὐτοὺς ἀγῶνας παρακαλοῦμεν. Εἰ μὲν γὰρ ἴσασιν ἡμᾶς τὸν ἀποστολικὸν κανόνα τῆς πίστεως μὴ φυλάττοντας, ἀλλ’ ἐκκλίνοντας δεξιὰ ἢ ἀριστερά, καὶ μισησάτωσαν, καὶ τῆς ἐναντίας γενέσθωσαν μοίρας, καὶ μετὰ τῶν πολεμούντων τετάχθωσαν. Εἰ δὲ τὴν ὀρθὴν τοῦ εὐαγγελικοῦ κηρύγματος προσμαρτυροῦσιν ἡμῖν διδασκαλίαν, βοῶμεν πρὸς αὐτούς· «Στῆτε καὶ ὑμεῖς περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης», καὶ τὰ ἑξῆς.
Φασὶ γὰρ τὴν ἀρετήν, οὐ μόνον σωφροσύνην, καὶ δικαιοσύνην, καὶ φρόνησιν, ἀλλὰ καὶ ἀνδρίαν ἔχειν, καὶ διὰ ταύτης κατορθοῦσθαι κἀκείνας. Καὶ γὰρ ἡ δικαιοσύνη εἰς τὸν κατὰ τῆς ἀδικίας πόλεμον δεῖται τῆς ἀνδρίας συμμάχου· καὶ ἡ σωφροσύνη συνεργῷ τῇ ἀνδρίᾳ χρωμένη τὴν ἀκολασίαν νικᾷ. Διά τοι τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν προφήτην ἔφη· «Ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». Ὑποστολὴν δὲ τὴν δειλίαν ὠνόμασε. Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀποστολικῶν δογμάτων. «Ἥξει γὰρ ὅσον ὅσον ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ»· καί· «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου», καὶ φανήσεται ἡ τῶν πραγμάτων ἀλήθεια. ΤΩ ΑΥΤΩ, Καὶ μακρὰ ἡ ἐπιστολή, καὶ χαρίεσσα, καὶ τὸ τῆς ἀγάπης θερμόν τε καὶ γνήσιον ὑποφαίνουσα. Καὶ τοσαύτης με θυμηδίας ἐνέπλησεν, ὥστε ἥκιστα μεταγνῶναι, ὅτι δὴ ἑτέραν ἔχειν ἐτόπασα διάνοιαν τὸ τῆς προτέρας προοίμιον. Τοῦ γὰρ νοῦ τῶν γραμμάτων ἡ ἄγνοια τὸν τῆς ἀδελφικῆς φιλοστοργίας ἀπεκάλυψε θησαυρόν, καὶ τὸ τῆς πίστεως ἐδήλωσεν ἀκραιφνές, καὶ τὸν περὶ τὴν εὐσέβειαν ἐγνώρισε ζῆλον.
Τοῦ μέντοι προφήτου τοὺς λόγους καὶ πειρασμοὺς διενειμάμεθα, καὶ ἡ μὲν ὁσιότης σου τοῖς λόγοις ἐχρήσατο· ἡμεῖς δὲ ταῖς καταιγίσι καὶ τρικυμίαις βαλλόμεθα, καὶ κατὰ τῶν τὸ σκάφος ἐρεττόντων μετ’ ἐκείνου βοῶμεν· «Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον». Παρέξει δὲ ἴσως ὁ καὶ ἡμῶν κἀκείνου Δεσπότης, καὶ ἡμᾶς ἀναδῦναι, καὶ τοῦ κήτους ἀπαλλαγῆναι. Εἰ δὲ καὶ ζέον ἐπιμείνῃ τὸ ῥόθιον, ἐλπίζομεν καὶ οὕτως τῆς θείας ἀπολαύσεσθαι προμηθείας, καὶ τῇ πείρᾳ μαθεῖν, ὡς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται· καὶ γὰρ αὐτοὺς τοὺς κινδύνους τῇ ἀσθενείᾳ ἡμῶν ἐμέτρησε. Τὸν μὲν γὰρ θεῖον ἐκεῖνον προφήτην ἅπαντες καθῆκαν εἰς τὸ πέλαγος οἱ συμπλέοντες· ἐμοὶ δὲ καὶ τὴν τῆς σῆς ὁσιότητος παρέσχεν παραψυχήν, καὶ μέντοι καὶ ἄλλων θεοφιλῶν ἀνδρῶν· οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεί̈ας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε· ἀλλὰ τῶν ὑπὲρ τῆς πίστεως ἡμῖν κεκοινωνήκατε θλίψεων. Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην· οὐχ ὡς ὑβρίζων τοὺς πεπομφότας, μὴ γένοιτο·
PG 83:1335ἀλλ’ ὡς τὴν ἀναγκαίαν τροφὴν τέως ποριζόμενος παρὰ τοῦ καὶ τοῖς κόραξι ταύτην ἀφθόνως παρέχοντος. Ἐπὶ δὲ τῆς σῆς φιλοθεί̈ας οὐδὲν τοιοῦτο πεποίηκα. Τῷ ὄντι γὰρ ἐνίκησεν ἡ τῆς ἀγάπης θερμότης τὸν ἐγγενόμενόν μοι τέως σκοπόν. Ὅτι γὰρ ἐξ οὗ τὰ τῆς συνηθείας ἡμῖν ηὐξήθη, καὶ τὸ φίλτρον σφοδρότερον ἐξήφθη, πειθέσθω ἡ θεοφιλής σου ψυχή. ΜΑΡΑΝΑ ΣΧΟΛΑΣΤΙΚΩ. Τὰς μὲν ἐκκλησιαστικὰς ὀλοφύρομαι κἀγὼ συμφοράς, καὶ τὸν ἐπικείμενον ὀδύρομαι κλύδωνα. Ἐμαυτῷ μέντοι συνήδομαι θορύβων ἀπηλλαγμένῳ, καὶ γαλήνης ἀπολαύοντι τῆς ἐρασμίας μοι. Οὓς δὲ καὶ νῦν ἀδικεῖν ἡ σὴ παίδευσις εἴρηκεν, οὐκ εἰς μακρὸν τίσουσι δίκας ὧν νῦν παρανόμως τολμῶσι. Σταθμῷ γὰρ ἅπαντα καὶ μέτρῳ πρυτανεύει τῶν ὅλων ὁ Κύριος· καὶ ὅταν τινὲς εἰς ἀμετρίαν παρανομίας ἐκπέσωσι, μακροθυμεῖ μὲν οὐκέτι, δικαστικῶς δὲ λοιπὸν ἐπιφέρει τὴν τιμωρίαν. Ταῦτα προορῶντες ἡμεῖς παύσασθαι αὐτοὺς τῆς ἀμετρίας εὐχόμεθα, ἵνα μὴ κολαζομένους ὁρῶντες πάλιν αὐτοὺς θρηνεῖν βιαζώμεθα. Τῆς δὲ ὑμετέρας θαυμασιότητος διηνεκῶς μνημονεύομεν, καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολοῦμεν τὴν ὑμετέραν οἰκίαν εὐλογίας ἐμπλῆσαι. ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΩ ΓΕΡΜΑΝΙΚΕΙΑΣ.
PG 83:1409Τὰ μὲν πρότερα γράμματα τῆς σῆς ὁσιότητος εὐθὺς δεξάμενος ἀντιγέγραφα. Περὶ δὲ τῶν προκειμένων οὐδέν ἐστιν ἐλπίσαι χρηστόν. Τῆς γὰρ παντελοῦς ἀποστασίας ὑπολαμβάνω ταῦτα εἶναι προοίμια. Τὸ γὰρ τοὺς θρηνοῦντας τὰ κατὰ βίαν, ὥς φασιν, ἐν Ἐφέσῳ γεγενημένα μὴ μεταμέλεσθαι, ἀλλ’ ἐπιμένειν τοῖς παρανόμως παρ’ αὐτῶν τολμηθεῖσιν, καὶ ἐποικοδομεῖν κατὰ ταὐτὸν τήν τε ἀδικίαν καὶ τὴν ἀσέβειαν, καὶ τὸ τοὺς ἄλλους μήτε συμβουλεύειν, ἵνα αὐτοῖς ἐξαρνηθῇ τὰ τολμηθέντα, μήτε ἐπιμενόντων οἷς παρανόμως ἔδρασαν φεύγειν τὴν κοινωνίαν, τί τῶν χρηστῶν ἐλπίζειν ἐᾷ; Εἰ μὲν γὰρ ἐπῄνουν τὰ γεγενημένα ὡς εὖ καὶ καλῶς ἔχοντα, εἰκότως τοῖς παρὰ σφῶν ἐπαινουμένοις ἐπέμενον. Εἰ δὲ θρηνοῦσιν, ὡς λέγουσιν, καὶ ἀνάγκῃ καὶ βίᾳ ταῦτα πεπραχέναι φασί, τί δήποτε μὴ ἐξαρνοῦνται ἃ παρανόμως δεδράκασιν, ἀλλὰ τὸ παρόν, καὶ σφόδρα ὂν ὀλιγοχρόνιον, τοῦ μέλλοντος προτετίμηται; Τί δήποτε δὲ καὶ προφανῶς ψεύδονται καί φασι μηδεμίαν γεγενῆσθαι περὶ τὸ δόγμα καινοτομίαν; Διὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; Ὁ δεῖνα τίνας μοιχείας ἐτόλμησεν; Ποίους ὁ δεῖνα διώρυξεν τάφους;
Δῆλόν ἐστι καὶ τοῖς βαρβάροις, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλασαν. Καὶ γὰρ τὸν κύριον Δόμνον, ὡς τὰ κεφάλαια μὴ δεξάμενον, καθεῖλον οἱ βέλτιστοι, πανεύφημα ταῦτα καλέσαντες καὶ ἐμμένειν τούτοις ὁμολογήσαντες. Ἐγὼ γὰρ αὐτῶν τὰς καταθέσεις ἀνέγνων· ἐμὲ δὲ ὡς τῆς αἱρέσεως ἔξαρχον ἀπεκήρυξαν καὶ τοὺς ἄλλους ὡσαύτως διὰ τὴν αὐτὴν αἰτίαν ἐξέβαλον. Ὅτι γὰρ τὴν πρακτικὴν ἀρετὴν τοῖς Ἁμαξοβίοις μᾶλλον ἢ αὐτοῖς νενομοθετῆσθαι παρὰ τοῦ Σωτῆρος ὑπέλαβον, αὐτὰ βοᾷ τὰ πράγματα. Κατὰ γὰρ Κανδιδιανοῦ τοῦ Πισίδου λιβέλλους ἐπέδοσάν τινες, μοιχείας αὐτοῦ κατηγοροῦντες πολλάς, καὶ ἑτέρας παρανομίας. Καί φασιν εἰρηκέναι τῆς συνόδου τὸν ἔξαρχον· Εἰ δογμάτων κατηγορεῖτε, δεχόμεθα τοὺς λιβέλλους· οὐ γὰρ ἤλθομεν μοιχείαις δικάσαι. Διά τοι τοῦτο καὶ Ἀθήνιον καὶ Ἀθανάσιον ὑπὸ τῆς ἀνατολικῆς ἐκβληθέντας συνόδου, τὰς οἰκείας ἀπολαβεῖν Ἐκκλησίας ἐκέλευσαν· ὡς οὐδὲν μὲν περὶ βίου τοῦ Σωτῆρος ἡμῶν νομοθετήσαντος, μόνα δὲ τὰ δόγματα φυλάττειν κελεύσαντος, ἃ πρὸ τῶν ἄλλων διέφθειραν οἱ σοφώτατοι. Μὴ τοίνυν παιζέτωσαν μηδὲ κρυπτέτωσαν τὴν ἀσέβειαν, ἣν καὶ ταῖς γλώτταις καὶ ταῖς χερσὶν ἐβεβαίωσαν.
PG 83:1411Εἰ δὲ μὴ ταῦθ’ οὕτως ἔχει, εἰπάτωσαν τῶν σφαγῶν τὰς αἰτίας, ὁμολογησάτωσαν ἐγγράφως τῶν τοῦ Σωτῆρος ἡμῶν φύσεων τὸ διάφορον, τῆς ἑνώσεως τὸ ἀσύγχυτον· εἰπάτωσαν ὡς καὶ μετὰ τὴν ἕνωσιν ἀκραιφνὴς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης διέμεινεν. Ὁ Θεὸς οὐ μυκτηρίζεται. Ἀρνηθῶσιν νῦν τὰ κεφάλαια, ἃ πολλάκις μὲν ἀπεκήρυξαν, ἐν Ἐφέσῳ δὲ νῦν ἐβεβαίωσαν. Μὴ ἐξαπατάτωσάν σου τὴν ὁσιότητα λόγοις κεχρημένοι ψευδέσιν. Ἐπῄνουν τὰ παρ’ ἐμοῦ ἐν Ἀντιοχείᾳ λεγόμενα, καὶ ἀδελφοὶ ὄντες, καὶ ἀναγνῶσται γενόμενοι, καὶ διάκονοι χειροτονηθέντες, καὶ πρεσβύτεροι, καὶ ἐπίσκοποι· καὶ μετὰ τὸ τέλος τῆς διαλέξεως περιεπτύσσοντο, καὶ κατεφίλουν, καὶ κεφαλήν. καὶ στήθη, καὶ χεῖρας· τινὲς δὲ αὐτῶν καὶ γονάτων ἥπτοντο, τὴν διδασκαλίαν ἡμῶν ἀποστολικὴν ὀνομάζοντες· καὶ ταύτην νῦν ἀπεκήρυξαν, ταύτην ἀνεθεμάτισαν. Καὶ ἐγὼ μέν, ὃν φωςτῆρα ἐκάλουν, οὐ τῆς ἀνατολῆς μόνης, ἀλλὰ καὶ τῆς οἰκουμένης, ἀπεκηρύχθην, καὶ οὐδὲ ἄρτου, τό γε εἰς αὐτοὺς ἧκον, μεταλαγχάνω. Καὶ γὰρ τοὺς προσδιαλεγομένους ἡμῖν ἀνεθεμάτισαν·
ὃν δὲ πρὸ βραχέος καθεῖλον, καὶ τὰ Βαλεντίνου καὶ Ἀπολιναρίου φρονεῖν ἔφασαν, τοῦτον ὡς νικηφόρον περιεῖπον τῆς πίστεως, καὶ τῶν τούτου προεκυλινδοῦντο ποδῶν, καὶ συγγνώμην ἐζήτουν, καὶ πατέρα πνευματικὸν ἐκάλουν. Ποῖοι πολύποδες οὕτως πρὸς τὰς πέτρας τὴν οἰκείαν ἐναλλάττουσι χρόαν, ἢ χαμαιλέοντες πρὸς τὰ φύλλα τὸ χρῶμα, ὡς οὗτοι τὴν γνώμην πρὸς τοὺς καιροὺς μεταβάλλουσιν; Ἡμεῖς δὲ αὐτοῖς παραχωροῦμεν καὶ θρόνων καὶ ἀξιωμάτων καὶ τῆς προσκαίρου τρυφῆς· μετὰ δὲ τῶν ἀποστολικῶν δογμάτων τὰς χαλεπὰς νομιζομένας προσμένομεν ἐξορίας, ἀρκοῦσαν ἔχοντες παραψυχὴν τὸ τοῦ Δεσπότου κριτήριον. Ἐλπίζομεν γὰρ ὡς πολλὰ τῶν ἡμετέρων ἁμαρτημάτων διὰ τήνδε τὴν ἀδικίαν ὁ Δεσπότης ἀφήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ φυλάξασθαι τῆς ἀσεβείας τὴν κοινωνίαν καὶ προτεῖναι μὲν αὐτοῖς ἀρνηθῆναι τὰ πεπραγμένα· εἰ δὲ μὴ θελήσαιεν, φυγεῖν ὡς προδότας τῆς πίστεως. Τέως δὲ προσμείνασάν σου τὴν θεοσέβειαν ἰδεῖν, εἰ ἄρα τις ἔσται τοῦ χειμῶνος μεταβολή, οὐδαμῶς ἐμεμψάμεθα. Μετὰ μέντοι τὴν χειροτονίαν τοῦ τῆς Ἀνατολῆς προέδρου, δήλη πάντως ἡ ἑκάστου γενήσεται γνώμη. Εὔξασθαι δὲ ὑπὲρ ἡμῶν, δέσποτα, καταξίωσον.
PG 83:1335Νῦν γὰρ διαφερόντως τῆσδε τῆς Βοηθείας δεόμεθα, ἵνα δυνηθῶμεν ἀντισχεῖν πρὸς τὰ καθ’ ἡμῶν μελετώμενα. ΑΦΘΟΝΙΩ, ΘΕΟΔΩΡΙΤΩ, ΝΟΝΝΩ, ΣΚΥΛΑΚΙΩ, ΑΦΘΟΝΙΩ, ΙΩΑΝΝΗ, ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΖΕΥΓΜΑΤΟΣ. Ἔγνων τῆς ὑμετέρας πίστεως τὸ σταθερόν τε καὶ Βέβαιον, καὶ θυμηδίας ἐνεπλήσθην ὅτι μάλιστα πλείστης. Ἐπειδὴ γὰρ εἰς ἓν σῶμα τελοῦμεν οἱ τῆς ἀϊδίου Τριάδος προσκυνηταί, εἰκότως δήπου τοῖς ὑγιαίνουσι τῶν μελῶν τὰ λοιπὰ συναγάλλεται μέλη. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος· «Εἰ δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη». Συνήδομαι τοίνυν ὑμῖν τῶν ἀποστολικῶν ὑπεραθλοῦσι δογμάτων καὶ τὸν Ναβουθὲ τὸν πολυθρύλητον ἐκεῖνον ἐν τοῖς ἀμείνοσι μιμουμένοις. Ἐκεῖνος γὰρ ὑπὲρ ἀμπελῶνος τὴν ἀδικωτάτην ὑπέστη σφαγήν, τὸν πατρῷον οὐ προέμενος κλῆρον. Ὑμεῖς δὲ οὐκ ἀμπελώνων, ἀλλὰ θείων ὑπερμαχεῖτε δογμάτων, καὶ τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν ἀποστρέφεσθε, ὡς τὸ καθαρὸν τῆς εὐαγγελικῆς θολοῦσαν διδασκαλίας, καὶ τῆς παναγίας Τριάδος τὸν ἀριθμὸν οὔτε μειοῦν οὔτε αὔξειν ἀνέχεσθε. Μειοῦσι μὲν γὰρ οἱ τῇ θεότητι τοῦ Μονογενοῦς τὸ πάθος προσάπτοντες· αὔξουσι δὲ οἱ ἕτερον Υἱὸν ἐπεισάγειν τολμῶντες.
PG 83:1337Ὑμεῖς δὲ εἰς ἕνα Μονογενῆ πιστεύετε, καθάπερ εἰς ἕνα Πατέρα, καὶ εἰς ἓν ἅγιον Πνεῦμα. Ἐν δὲ τῷ σαρκωθέντι Μονογενεῖ τὴν ληφθεῖσαν θεωρεῖτε φύσιν, ἣν ἐξ ἡμῶν λαβὼν ὑπὲρ ἡμῶν προσενήνοχεν. Ἡ γὰρ ταύτης ἄρνησις φροῦδον τὴν ἡμετέραν σωτηρίαν ποιεῖ. Εἰ γὰρ ἀπαθὴς ἡ τοῦ Μονογενοῦς θεότης, ἀπαθὴς γὰρ τῆς Τριάδος ἡ φύσις, τὸ δὲ πάσχειν πεφυκὸς μὴ προσομολογηθῇ παρ’ ἡμῶν, μάτην θρυλεῖται τὸ μὴ γενόμενον πάθος. Τοῦ γὰρ πάσχοντος οὐκ ὄντος, πῶς ἂν γένοιτο πάθος; Ἀπαθῆ μὲν γὰρ τὴν θείαν φύσιν κηρύττομεν. Συνομολογοῦσι δὲ τοῦτο κἀκεῖνοι παραπλησίως ἡμῖν. Πῶς ἂν οὖν γένοιτο πάθος οὐχ ὑποκειμένου τοῦ πάσχοντος; Δόκησις γὰρ ἀντὶ τῆς ἀληθείας καὶ φαντασία φανήσεται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. Τοῦτον δὲ τὸν μῦθον Βαλεντῖνος, καὶ Βαρδησάνης, καὶ Μαρκίων, καὶ Μάνης ἐγέννησαν. Ἡ δὲ ἀνέκαθεν ταῖς Ἐκκλησίαις παραδοθεῖσα διδασκαλία ἕνα μὲν Υἱὸν καὶ μετὰ τὴν ἐνανθρώπησιν οἶδε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ τὸν αὐτὸν ὁμολογεῖ Θεὸν προαιώνιον, καὶ ἄνθρωπον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρωπον τῇ προσλήψει τῆς ἀνθρωπότητος, οὐ τῇ τροπῇ τῆς θεότητος.
Εἰ γὰρ τὴν εἰς ἀνθρωπείαν φύσιν ἡ θεία φύσις ὑπέστη τροπήν, οὐκ ἔμεινεν ὅπερ ἦν· εἰ δὲ μὴ ἔστιν ὅπερ ἦν, ψευδῶς αὐτὸν καλοῦσι Θεὸν οἱ ταῦτα θρησκεύοντες. Ἀλλ’ ἡμεῖς ἄτρεπτον ἴσμεν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, ὡς Θεόν, καὶ τοῦ ὄντως Θεοῦ Υἱόν. Μεμαθήκαμεν γὰρ παρὰ τῆς θείας Γραφῆς, ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε τὴν τοῦ δούλου μορφήν, καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, οὐκ εἰς σπέρμα Ἀβραὰμ μετεβλήθη, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν σαρκός τε καὶ αἵματος, καὶ ψυχῆς ἀθανάτου καὶ ἀμώμου. Ταῦτα διατηρήσας, ὑπὲρ μὲν τῶν ἡμαρτηκότων σωμάτων τὸ ἀναμάρτητον αὐτοῦ προσενήνοχε σῶμα, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν πάσης ἐλευθέραν κηλῖδος. Διά τοι τοῦτο καὶ τῆς κοινῆς ἀναστάσεως ἔχομεν τὴν ἐλπίδα· τῇ γὰρ ἀπαρχῇ δήπουθεν κοινωνήσει τὸ γένος· καθάπερ γὰρ τῷ Ἀδὰμ ἐκοινωνήσαμεν τῆς τελευτῆς, οὕτως δὴ καὶ τῷ Σωτῆρι Χριστῷ κοινωνήσομεν τῆς ζωῆς. Καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσε. «Νυνὶ γάρ», φησί, «Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.
Ὥςπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται». Ταῦτα νῦν οὐ διδάσκων, ἀλλ’ ἀναμιμνῄσκων γράφω, καὶ συντεμεῖν σπουδάσας τῆς ἐπιστολῆς ὑπερέβην, ὡς οἶμαι, τὸν ὅρον. Ἐπιστεῖλαί με δὲ προὔτρεψεν ὁ πάντα εὐλαβέστατος καὶ θεοφιλέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μεκίμας, διὰ μὲν τὸν τῆς ἀγάπης νόμον ὁδὸν τοσαύτην ἐξανύσας, διδάξας δὲ ἡμᾶς τὸν τῆς ὑμετέρας θαυμασιότητος ζῆλον, καὶ αἰτήσας πυρσεῦσαι τοῦτον τοῖς γράμμασιν. Ἐγὼ τοίνυν καὶ τὴν αἴτησιν ἐδεξάμην, καὶ γέγραφα τὴν ἐπιστολήν, καὶ τὸν τῶν ὅλων ἱκετεύω Δεσπότην φρουρῆσαι ὑμᾶς ἐν τῇ πίστει καὶ κρείττους ἀποφῆναι τοῦ σινιάζοντος. ΣΑΒΙΝΙΑΝΩ ΕΠΙΣΚΟΠΩ. Ἐπῄνεσά σου τὴν ὁσιότητα, καταλιποῦσαν τὸν ἐπίφθονον θρόνον. Ὁ γὰρ πάλαι σεβάσμιος νῦν γέγονε καταγέλαστος· ὤνιον γὰρ αὐτὸν ἡμεῖς ἐποιήσαμεν. Ἐθαύμασα δέ, μαθὼν ὡς πρὸς τοὺς ἐξελάσαντας ἔδραμες. Δρᾶσαι γὰρ τοὐναντίον ἐχρῆν· καὶ παρακαλούμενον ἔχεσθαι τῶν οἰάκων, φυγεῖν τὴν κυβέρνησιν, ὡς τῶν συμπλεόντων πολεμίων γεγενημένων.
PG 83:1339Ἢ οὐκ οἶσθα, θεοφιλέστατε, τίνα μὲν ὁ Σωτὴρ ὁ ἡμέτερος διὰ τῶν ἱερῶν ἀποστόλων κηρύττειν ἡμᾶς ἐδίδαξεν, τίνα δὲ νῦν θρησκεύειν ἐνομοθέτησαν οἱ τῶν ἀποστολικῶν κληρονόμοι δογμάτων; Τίς γὰρ τῶν παλαιῶν διδασκάλων, ἐξ οὗπερ κατηγγέλη τὸ κήρυγμα μέχρι τῆς κατεχούσης νῦν σκοτομήνης, ἀκήκοε σαρκὸς καὶ θεότητος μίαν φύσιν κηρύξαντος, ἢ ἐτόλμησε πώποτε παθητὴν ὀνομάσαι τοῦ Μονογενοῦς τὴν θεότητα; Ταῦτα νῦν παρ’ ἐνίων λέγεσθαι προφανῶς τολμᾶται, παρὰ δὲ τῶν ἄλλων περιορᾶται λεγόμενα, καὶ σιγῇ τοῦ μύσους μεταλαγχάνουσι. Τί οὖν χρὴ ποιεῖν, εἴποι τις ἄν, τοὺς ταῦτα μυσαττομένους; Δυοῖν θάτερον εἴποιμ’ ἄν· ἢ ὁμόσε χωρεῖν καὶ διελέγχειν τῶν δογμάτων τὸ κίβδηλον, ἢ φεύγειν ὡς προφανῶς δυσσεβούντων τὴν κοινωνίαν. Καὶ γὰρ ἐγὼ τὴν κατ’ ἐμοῦ γεγενημένην ἀδικίαν ὡς θείαν ἐδεξάμην εὐεργεσίαν, οὐ τοῖς ἠδικηκόσι χάριν ὁμολογῶνπῶς γὰρ τοῖς γε ἀδελφοκτόνοις καὶ τῆς τοῦ Κάϊν γεγενημένοις μερίδοςἀλλὰ τὸν ἐμὸν Δεσπότην ὑμνῶν, ὅτι με καὶ τῆς τῶν ἠδικημένων κατηξίωσε μοίρας, καὶ τῶν ἠδικηκότων καὶ βλασφημούντων ἐχώρισε, καὶ τὴν ἐρασμιωτάτην ἐμοὶ ἔδωκεν ἡσυχίαν. ΙΩΒΙΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ.
Ἀβραὰμ ὁ πατριάρχης καὶ μετὰ γῆρας ἠρίστευσε· καὶ Μωϋσῆς ὁ μέγας πρεσβύτης ἤδη γενόμενος, εἰς προσευχὴν τὰς χεῖρας ἐκτείνων, τὸν Ἀμαλὴκ κατηκόντισε· καὶ Σαμουὴλ ὁ θεσπέσιος μετὰ πολιὰν τοὺς ἀλλοφύλους ἐτρέπετο. Τούτους τὸ σεβάσμιόν σου γῆρας ζηλοῖ, κἀν τοῖς ὑπὲρ εὐσεβείας πολέμοις ἀνδραγαθίζεται, καὶ τῶν εὐαγγελικῶν δογμάτων ὑπερμαχεῖ, καὶ τοὺς νέους ἀποκρύπτει τῇ προθυμίᾳ τῆς γνώμης. Ἐγὼ δὲ ταῦτα ἀκούων γάννυμαι, καὶ εὐφραίνομαι, καὶ περιπτύξασθαι μὲν ποθῶ τὴν σεπτοτάτην σου πολιάν. Ἐπειδὴ δὲ τούτου διαμαρτάνωτὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικόςδιὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεί̈ᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως. ΚΑΝΔΙΔΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ἐνίκησεν, ὡς ἔοικε, τὸ γῆρας τῆς θεοφιλοῦς σου ψυχῆς τὴν προθυμίαν, καὶ τὰς χεῖρας οὐκ ἔχεις συνήθως ἐκτεταμένας·
PG 83:1341διά τοι τοῦτο καὶ φιλονεικεῖ νικᾶν ὁ Ἀμαλήκ. Γενέσθωσαν τοίνυν τινὲς ἐπίκουροι τῆς ἀσθενείας, καθάπερ πάλαι ποτὲ Ὢρ καὶ Ἀαρὼν ὑπεστήριζον τοῦ νομοθέτου τὰς χεῖρας, ἵνα καὶ τὸν Ἀμαλὴκ καταλεύσῃς, καὶ τὸν Ἰσραὴλ διασώσῃς. Νῦν γὰρ μάλιστα σπουδαιοτέρων δεῖ προσευχῶν, Ἑλλήνων μὲν καὶ Ἰουδαίων, καὶ πάσης εἰρηνευούσης αἱρέσεως, μόνης δὲ τῆς Ἐκκλησίας χειμαζομένης, καὶ παγχαλέπῳ κλύδωνι περιπεσούσης. Καὶ ἡμεῖς δὲ διαφερόντως τῆς τῶν ὑμετέρων προσευχῶν δεόμεθα βοηθείας, καὶ τῶν νομισθέντων συναγωνιστῶν ἀνταγωνιζομένων. ΜΑΓΝΩ ΑΝΤΩΝΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Τοὺς μὲν νύκτωρ πλέοντας οἱ τῶν λιμένων ψυχαγωγοῦσι πυρσοί· τοὺς δὲ τῆς ἀποστολικῆς προκινδυνεύοντας πίστεως, τῶν ὁμοπίστων ὁ ζῆλος. Ἱκανὴν τοίνυν ἔχομεν παραψυχὴν τῆς ὑμετέρας φιλοθεί̈ας τοὺς ὑπὲρ τῶν θείων δογμάτων ἀγῶνας ἀκούοντες. Καὶ γὰρ ταύτην ὑμῖν τὴν γνώμην ὁ Μεγαλόδωρος ἐδωρήσατο, καὶ τῆς τούτων ἕνεκα φυλακῆς πάντα πόνον εἰσφέρετε.
Ἐγὼ δὲ διὰ τῆς ὑμετέρας ψυχαγωγούμενος προθυμίας μικρὰν ἀντίδοσιν εἰσφέρω, τῶν ἀγώνων ὑμᾶς τῶν θείων ἔχεσθαι παρακαλῶν, καὶ τῶν ἀντιπάλων ὡς εὐαλώτων καταφρονεῖντί γὰρ ἀσθενέστερον τῶν τῆς ἀληθείας ἐστερημένωνπεποιθέναι δὲ τῷ εἰπόντι· «Οὐ μή σε ἀνῶ, οὐδὲ μή σε ἐγκαταλίπω», καί· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Ἐπαμύνατε δὲ κἀμοὶ ταῖς προσευχαῖς, ἵνα θαρρῶν ἐπιλέγω· «Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος». ΤΙΜΟΘΕΩ ΕΠΙΣΚΟΠΩ. Οὐ μάτην ἄρα τῶν ὅλων ὁ Κυβερνήτης συγχωρεῖ τοῖς πνεύμασι τοῖς ἐναντίοις διεγεῖραι τῆς ἀσεβείας τὰ κύματα· ἀλλ’ ἵνα τῶν πλεόντων βασανίσῃ τὰς γνώμας, καὶ τῶν μὲν τὴν ἀνδρίαν γυμνώσῃ, τῶν δὲ τὴν δειλίαν ἐλέγξῃ· καὶ τοὺς μὲν τὴν τῆς εὐσεβείας ἔξωθεν περικειμένους μορφὴν γυμνοὺς δείξῃ τῶν προσωπείων, τοὺς δὲ τῆς ἀληθείας ἀνακηρύξῃ προμάχους. Τοῦτο καὶ νῦν γεγενημένον ἐθεασάμεθα. Τοῦ γὰρ χειμῶνος ἐπαναστάντος, οἱ μὲν ἐγύμνωσαν τὴν κεκρυμμένην ἀσέβειαν, οἱ δὲ προὔδοσαν ἣν εἶχον ἀλήθειαν, καὶ τῆς τῶν ἀντιπάλων ἐγένοντο φάλαγγος, καὶ μετ’ ἐκείνων βάλλουσιν οὓς ἀριστέας ὠνόμαζον.
Οἱ δὲ ταῦτα ὁρῶντες τοὺς μὲν πολεμίους μισοῦσι, τοὺς δὲ αὐτομόλους θρηνοῦσι, τοῖς δ’ ὑπὲρ τῶν ἀποστολικῶν πολεμουμένοις δογμάτων ἐπαρκεῖν ὀρρωδοῦσιν. Εἰ δὲ καὶ βιαιότερον αὐτοῖς οἱ προδεδωκότες ἐπίθοιντο, τάχα δὴ καὶ αὐτοὶ τῶν τοξευόντων γενήσονται, καὶ τῶν ὁμοπίστων οὐ φείσονται, ἀλλὰ κατὰ τούτων τοὺς καλάμους μετὰ τῶν ὑπὸ σφῶν κατηγορουμένων ὠθήσουσι· καὶ ταῦτα παρὰ τῆς θείας δεδιδαγμένοι Γραφῆς, ὡς τὸ μὲν ἀδικῆσαι τὸν πέλας τιμωρίας ὑπεύθυνον, τὸ δέ γε ἀδικηθῆναι τῶν μεγάλων καὶ διαρκῶν ἀντιδόσεων πρόξενον. Τῆς δὲ σῆς θεοσεβείας καὶ τὸν ὑπὲρ τῆς πίστεως ζῆλον καὶ τὴν περὶ ἡμᾶς εὔνοιαν οὗτος ὁ κλύδων ἐπέδειξεν. Καὶ γὰρ δὶς ἡμῖν ἐπέστειλας, τῶν δεδιττομένων καταφρονήσας, καὶ τὴν ἀδελφικὴν φιλοστοργίαν διὰ τῶν γραμμάτων ἐδήλωσας, καὶ οὓς ἔχεις ἀγῶνας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐμήνυσας. Γράψαι γὰρ ἡμᾶς ἐπέστειλας ἅπερ χρὴ περὶ τοῦ σωτηρίου πάθους καὶ φρονεῖν καὶ κηρύττειν. Ἐγὼ δὲ τὴν αἴτησιν ἀσπαστῶς ἐδεξάμην, καὶ ἃ παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, καὶ παρὰ τῶν ταύτην ἡρμηνευκότων Πατέρων, προθύμως ἐρῶ, οὐχ ἵνα διδάξω, ἀλλ’ ἵνα τὴν τῷ Θεῷ φίλην ὑπομνήσω κεφαλήν.
PG 83:1343Ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς χρὴ πρὸ τῶν ἄλλων ἁπάντων εἰδέναι τὴν τῶν ὀνομάτων διαφοράν, καὶ πρὸς τούτῳ τῆς θείας ἐνανθρωπήσεως τὴν αἰτίαν. Τούτων γὰρ εὐκρινῶν γενομένων, οὐδεμία περὶ τοῦ πάθους ἀμφιβολία καταλειφθήσεται. Οὐκοῦν τοὺς ἀντιλέγειν πειρωμένους ἐρωτήσομεν πρότερον, τίνα μὲν τῆς ἐνανθρωπήσεως πρεσβύτερα τῶν ὀνομάτων τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τίνα δὲ αὖ νεώτερα, μᾶλλον δὲ τῷ τῆς οἰκονομίας ἔργῳ συνεζευγμένα. Ἐροῦσι δὲ πάντως, ὡς τὸ «Θεὸς, Λόγος», καὶ «μονογενὴς Υἱός», καὶ «Παντοκράτωρ», καὶ «Κύριος τῆς κτίσεως ἁπάσης», ἐστὶ πρεσβύτερα· τὸ δὲ «Ἰησοῦς Χριστός», τῆς ἐνανθρωπήσεως ἴδια. Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, Ἰησοῦς Χριστὸς ὠνομάσθη· «Ἰδοὺ γάρ», φησί, «τίκτεται ὑμῖν σήμερον Χριστὸς Κύριος». Ἐπειδὴ γὰρ χριστοὶ καὶ ἄλλοι προσηγορεύθησαν, καὶ ἱερεῖς, καὶ βασιλεῖς, καὶ προφῆται, ἵνα μή τις αὐτὸν ὑπολάβοι ἐκείνοις προσόμοιον, συνέζευξαν οἱ ἄγγελοι τὸ «Κύριος» ὄνομα τῷ Χριστῷ, τὸ Δεςποτικὸν ἀξίωμα τοῦ τικτομένου δεικνύντες. Καὶ τῇ πανευφήμῳ δὲ Παρθένῳ πάλιν ὁ Γαβριήλ·
«Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». Πρὸ δέ γε τῆς ἐνανθρωπήσεως, οὔτε Χριστός, οὔτε Ἰησοῦς ὠνομάζετο. Καὶ γὰρ οἱ θεῖοι προφῆται τὰ ἐσόμενα προθεσπίζοντες ἐχρήσαντο ταῖς φωναῖς, ὥσπερ καὶ τὰ περὶ τῆς γεννήσεως, καὶ τοῦ σταυροῦ, καὶ τοῦ πάθους προηγόρευσαν, μηδέπω τῶν πραγμάτων γεγενημένων. Καλεῖται δὲ ὅμως καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ Θεὸς Λόγος, καὶ Κύριος, καὶ Παντοκράτωρ, καὶ μονογενὴς Υἱός, καὶ Ποιητής, καὶ Δημιουργός. Οὐ γὰρ τραπεὶς γέγονεν ἄνθρωπος, ἀλλὰ μένων ὅπερ ἦν ἔλαβεν ὅπερ ἐσμέν. «Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων», κατὰ τὸν θεῖον Ἀπόστολον, ἔλαβε «τὴν τοῦ δούλου μορφήν». Τούτου δὴ χάριν, καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ ταῖς πρὸ τῆς ἐνανθρωπήσεως ὀνομάζεται κλήσεσιν, ἐπειδήπερ ἀναλλοίωτον ἔχει τὴν φύσιν καὶ ἄτρεπτον. Τὸ μέντοι πάθος ἡ θεία διηγουμένη Γραφή, οὐδαμοῦ τὸ Θεὸς τέθεικεν ὄνομα, ἐπειδὴ τῆς ἁπλῆς ἐστι φύσεως ὄνομα. Οὐδεὶς γὰρ ἀκούσας·
«Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος», καὶ ὅσα τούτοις προσόμοια, τὴν σάρκα φαίη ἂν πρὸ τῶν αἰώνων ὑπάρχειν, ἢ ὁμοουσίαν εἶναι τῷ τῶν ὅλων Θεῷ, ἢ δημιουργὸν γεγονέναι τῆς κτίσεως· ἀλλ’ οἶδεν ὅτι ταῦτα τῆς θεότητος ἴδια. Οὔτε μὴν τοῦ Ματθαίου τις γενεαλογοῦντος ἀκούσας, τὸν Δαβὶδ καὶ τὸν Ἀβραὰμ κατὰ φύσιν ἂν ὑπολάβοι τοῦ Θεοῦ προγόνους· ἡ γὰρ προσληφθεῖσα φύσις ἐξ ἐκείνων κατάγεται. Ὥσπερ τοίνυν εὐκρινῆ ταῦτα καὶ ἀναμφίλεκτα καὶ τοῖς ἄγαν αἱρετικοῖς, καὶ ἴσμεν τὴν μὲν προαιώνιον, τὴν δὲ πρόςφατον φύσιν, οὕτως εἰδέναι χρὴ τό τε τῆς σαρκὸς παθητόν, καὶ τὸ τῆς θεότητος ἀπαθές, οὐ διαιροῦντας τὴν ἕνωσιν, οὐδὲ εἰς δύο μερίζοντας πρόσωπα τὸν Μονογενῆ, ἀλλ’ ἐν τῷ ἑνὶ θεωροῦντας Υἱῷ τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ἐπὶ ψυχῆς καὶ σώματος, τῶν ὁμοχρόνων φύσεων καὶ φυσικῶς ἡνωμένων, τοῦτο ποιεῖν εἰώθαμεν, καὶ τὴν μὲν ψυχὴν καλοῦμεν ἁπλῆν, καὶ λογικήν, καὶ ἀθάνατον, καὶ ἀόρατον, τὸ δὲ σῶμα σύνθετον ὀνομάζομεν, καὶ παθητόν, καὶ θνητόν, καὶ τὴν ἕνωσιν οὐ διαιροῦμεν, οὐδὲ διχῆ τὸν ἕνα τέμνομεν ἄνθρωπον·
PG 83:1345πολλῷ μᾶλλον ἐπὶ τῆς πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθείσης θεότητος, καὶ τῆς ληφθείσης ἐκ σπέρματος τοῦ Δαβὶδ ἀνθρωπότητος τοῦτο προσήκει ποιεῖν, καὶ σαφῶς εἰδέναι τῆς μὲν τὸ αἰώνιον καὶ ἀί̈διον, ἁπλοῦν τε καὶ ἀπερίγραφον, ἀθάνατον καὶ ἀναλλοίωτον, τῆς δὲ τὸ πρόσφατόν τε καὶ σύνθετον, καὶ περιγεγραμμένον, καὶ ῥευστόν, καὶ θνητόν. Εἰ γὰρ καὶ τὴν σάρκα νῦν ἀθάνατον ἴσμεν, καὶ ἄφθαρτον, ἀλλ’ οὖν πρὸ τῆς ἀναστάσεως καὶ θανάτου καὶ πάθους ἦν δεκτική· πῶς γὰρ ἄλλως προσηλώθη τῷ ξύλῳ, καὶ παρεδόθη τῷ τάφῳ; Εἰδότας δὲ ὅμως τῶν φύσεων τὸ διάφορον, τὸν ἕνα χρὴ προσκυνεῖν Υἱόν, καὶ τὸν αὐτὸν εἰδέναι Υἱὸν Θεοῦ καὶ Υἱὸν ἀνθρώπου, μορφὴν Θεοῦ καὶ μορφὴν δούλου, υἱὸν Δαβὶδ καὶ Κύριον τοῦ Δαβίδ, σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ. Ἡ γὰρ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα, ἀλλ’ οὐ συγχεῖ ταύτας τὸ τῶν ὀνομάτων κοινόν. Δῆλον γὰρ τοῖς εὖ φρονοῦσιν, ὅτι τὰ μὲν ὡς Θεῷ, τὰ δὲ ὡς ἀνθρώπῳ προσήκει. Οὕτω καὶ τὸ παθητὸν καὶ τὸ ἀπαθὲς ἁρμόττει τῷ Δεσπότῃ Χριστῷ. Πέπονθε μὲν γὰρ κατὰ τὸ ἀνθρώπειον, ἀπαθὴς δὲ μεμένηκεν ὡς Θεός.
Εἰ δὲ κατὰ τὸν τῶν δυσσεβῶν λόγον κατὰ τὴν θεότητα πέπονθε, περιττὴ δήπουθεν τῆς σαρκὸς ἡ ἀνάληψις. Οὐ γὰρ ἔχρῃζε τῆς παθητῆς ἀνθρωπότητος, τῆς θείας φύσεως δέξασθαι δυναμένης τὸ πάθος. Εἰ δὲ καὶ κατὰ τὸν αὐτῶν λόγον ἀπαθὴς ἡ θεότης, καὶ ἀληθὲς τὸ πάθος, μὴ ἀρνείσθωσαν τὸ πεπονθός, ἵνα μὴ ἀρνηθῶσι καὶ τὴν τοῦ πάθους ἀλήθειαν· ψευδὲς γὰρ τὸ πάθος οὐκ ὄντος τοῦ πάσχοντος. Ὅτι δὲ καὶ ἡ θεία Γραφὴ προφανῶς τοῦ σώματος κηρύττει τὸ πάθος, ῥᾴδιον τῷ βουλομένῳ τῶν ἱερῶν Εὐαγγελίων ἀναπτύξαι τὴν τετρακτύν, καὶ μαθεῖν ἐκεῖθεν, ὅπως Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας προσῆλθε τῷ Πιλάτῳ, καὶ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς ὁ Πιλάτος προσέταξε δοθῆναι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ὁ Ἰωσὴφ καθεῖλεν ἀπὸ τοῦ ξύλου τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ἐνείλησε τῇ σινδόνι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς τοῦτο κατέθηκεν ἐν τῷ καινῷ μνημείῳ. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συνέγραψαν, πολλάκις τοῦ σώματος μνημονεύσαντες. Εἰ δὲ τὰ παρὰ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαρίαν εἰρημένα προφέρουσι·
PG 83:1347«Δεῦτε βλέπετε ὅπου ἔκειτο ὁ Κύριος», ἀκουσάτωσαν τῆς τῶν Πράξεων ἱστορίας λεγούσης, ὅτι «Συνεκόμισαν τὸν Στέφανον ἄνδρες εὐλαβεῖς», καὶ σκοπείτωσαν, ὡς οὐ τὴν ψυχὴν τοῦ νικηφόρου Στεφάνου, ἀλλὰ τὸ σῶμα τῶν νομιζομένων ἠξίωσαν. Καὶ μέχρι δὲ τοῦ παρόντος, ἐν τοῖς τῶν καλλινίκων μαρτύρων εἰσιόντες σηκοῖς, ἐρωτᾶν εἰώθαμεν τίς ὁ ἐν τῇ θήκῃ καλεῖται· οἱ δὲ τἀληθὲς εἰδότες ἀποκρίνονται, ἢ Ἰουλιανὸν τυχὸν τὸν μάρτυρα, ἢ Ῥωμανόν, ἢ Τιμόθεον· καίτοι πολλάκις οὐδὲ τελείων τῶν σωμάτων κειμένων, ἀλλὰ σμικροτάτων λειψάνων· ἀλλ’ ὅμως τῷ κοινῷ ὀνόματι καὶ τὸ σῶμα προσαγορεύομεν. Οὕτως ὁ ἄγγελος τοῦ Κυρίου τὸ σῶμα Κύριον προσηγόρευσεν, ἐπειδὴ σῶμα ἦν τοῦ τῶν ὅλων Κυρίου. Καὶ αὐτὸς δὲ ὁ Κύριος, οὐ τὴν ἀόρατον φύσιν, ἀλλὰ τὸ σῶμα δώσειν ὑπέσχετο ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· Ὁ γὰρ «ἄρτος», φησίν, «ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς». Κἀν τῇ τῶν θείων μυστηρίων παραδόσει λαβὼν τὸ σύμβολον ἔφη· «Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον, ἢ κλώμενον», κατὰ τὸν Ἀπόστολον. Καὶ οὐδαμοῦ περὶ πάθους διαλεχθεὶς τῆς ἀπαθοῦς ἐμνήσθη θεότητος.
Χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἀντιλέγειν ἐπιχειροῦντας ἐρωτᾶσθαι, εἰ συνομολογοῦσι τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου προσειλῆφθαι τὴν ἀνθρωπείαν φύσιν, καὶ εἰ τὴν ἕνωσιν ἀσύγχυτον γεγενῆσθαί φασιν. Εἰ γὰρ ταῦτα συνομολογηθείη, καὶ τἄλλα κατὰ τάξιν προβήσεται, καὶ τὸ πάθος τῇ παθητῇ προσαρμοσθήσεται φύσει. Ταῦτα ἐν κεφαλαίῳ νῦν ὑπηγόρευσα καὶ τῆς ἐπιστολῆς ὑπερέβην τὸ μέτρον. Ἀπέστειλα δὲ καὶ ἣν πρώην ἔγραψα, προτραπεὶς ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀνθρώπου τοῦ Θεοῦ τοῦ κυρίου ... σύντομον διδασκαλίαν, ἱκανὴν οὖσαν καὶ αὐτὴν διδάξαι τὴν τῶν ἀποστολικῶν δογμάτων ἀλήθειαν. Εἰ δὲ εὕροιμι καλλιγράφον, πέμψω σου τῇ ὁσιότητι καὶ ἃ διαλογικῶς συνέγραψα, τοὐτέστι κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν, καὶ τὸν λόγον εὐρύνας, καὶ ὀχυρώσας τὰ ἡμέτερα ταῖς τῶν Πατέρων διδασκαλίαις. Ἀπέστειλα δὲ νῦν καὶ ὀλί̈γας τῶν ἀρχαίων διδασκάλων χρήσεις, ἱκανὰς οὔσας δεῖξαι τὸν τῆς ἐκείνων διδασκαλίας σκοπόν. Ἀντιδοῦναι τοίνυν ἡμῖν, θεοφιλέστατε, καταξίωσον τὴν ἐπικουρίαν τῶν προσευχῶν, ἵνα τὸν χαλεπὸν διαπεράσωμεν κλύδωνα καὶ τῶν εὐστόμων τοῦ Σωτῆρος ἐπιτύχωμεν λιμένων. ΛΟΓΓΙΝΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ ΔΟΛΙΧΗΣ.
Καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον καὶ τὴν περὶ τὸν πέλας ἀγάπην ἔδειξεν ὑμῶν ἡ θεοσέβεια. Ἀμφότερα γὰρ ἐπὶ τοῦ παρόντος συνέζευκται. Ὑπὲρ γὰρ τῶν ἀποστολικῶν πολεμούμεθα δογμάτων, ἐπειδὴ τὸν πατρῷον οὐ προϊέμεθα κλῆρον, ἀλλὰ πᾶν ὁτιοῦν παθεῖν αἱρούμεθα μᾶλλον, ἢ μίαν κεραίαν ἐκ τῆς εὐαγγελικῆς πίστεως παριδεῖν συλουμένην. Κεκοινωνήκατε τοίνυν ἡμῖν τῶν παθημάτων, καὶ διὰ γραμμάτων ψυχαγωγήσαντες, καὶ πέμψαντες πρὸς ἡμᾶς τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους Ματθαῖον καὶ Ἰσαάκην τοὺς διακόνους· καὶ, εὖ οἶδα, ἀκούσεσθε παρὰ τοῦ δικαίου Κριτοῦ· «Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με». Εἰ γὰρ καὶ ἡμεῖς εὐτελεῖς καὶ σμικροί, καὶ πολὺν ἁμαρτημάτων φόρτον περικείμενοι, ἀλλ’ ὁ Δεσπότης φιλότιμός τε καὶ μεγαλόδωρος. Διά τοι τοῦτο οὐ τῶν μεγάλων, ἀλλὰ τῶν σμικρῶν μέμνηται, καί φησιν· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν σμικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε».
PG 83:1349Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ὀρθοῖς διαπρέπετε δόγμασι, καὶ τῷ ἀξιεπαίνῳ λάμπετε βίῳ, καὶ πολλὴν ἐντεῦθεν πρὸς τὸν Θεὸν ἔχετε παρρησίαν, ἐπαμύνατέ μοι ταῖς προσευχαῖς, ἵνα ἀντισχεῖν δυνηθῶ, κατὰ τὴν ἀποστολικὴν φωνήν, πρὸς τὰς μεθοδείας τῆς πλάνης, καὶ διαφύγω τὰς τοῦ ἀλάστορος πάγας, καὶ μετὰ σμικρᾶς παρρησίας ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ παραστῶ τῷ δικαίῳ Κριτῇ. ΙΒΑ ΕΠΙΣΚΟΠΩ ΕΔΕΣΗΣ. Τοὺς ἀδικουμένους οὐκ ἀθυμεῖν, ἀλλὰ χαίρειν ὁ Δεσπότης προσέταξεν, καὶ ἐκ τῶν παλαιῶν ἕλκειν παραδειγμάτων τῆς ψυχαγωγίας τὰς ἀφορμάς. Ἐκ γὰρ τῶν πρῶτον φύντων ἀνθρώπων μέχρι τοῦ παρόντος καιροῦ, τοὺς τὸν ὅλων ἐσπουδακότας σέβειν Θεὸν ἔστιν εὑρεῖν παρὰ τῶν συμβεβιωκότων ἀνθρώπων ἠδικημένους, καὶ πλείστοις ἄγαν περιπεπτωκότας ἀνιαροῖς. Καὶ τούτων ἂν τὸν κατάλογον ἅπαντα διεξῆλθον, εἴπερ ἐπέστελλον ἀνδρὶ τὴν θείαν ἀκριβῶς οὐκ ἐπισταμένῳ Γραφήν. Ἐπειδὴ δὲ παιδόθεν τοῖς θείοις ἐνετράφης λογίοις, θεοφιλέστατε, παρέλκον οἶμαι τοῦτο ποιεῖν. Εἰς ἐκείνους δὲ μόνον ἀφορᾶν ἀξιῶ, καὶ τῶν φιλανθρωποτάτων ἱερέων τοὺς μὲν ἠδικηκότας θρηνεῖν, τοὺς δὲ παρορῶντας ἐλεεῖν, καὶ τὸν μὲν τῆς Ἐκκλησίας ὀδύρεσθαι κλύδωνα·
ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύτης ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν. Παραχωρήσωμεν τοῖς ἀπεκτονόσι καὶ τιμῆς, καὶ τρυφῆς, καὶ προεδρίας, καὶ τῆς δυστήνου δόξης. Μόνον δὲ ἡμεῖς τῶν εὐαγγελικῶν δογμάτων ἐχώμεθα, καὶ μετ’ ἐκείνων ἂν δέῃ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπομένωμεν, καὶ τὴν ἀξιόκτητον πενίαν τοῦ πολυφρόντιδος προτιμήσωμεν πλούτου. Ταῦτα δὲ γράφω, οὐ παραίνεσιν εἰσφέρωνἔγνων γάρ σου τῆς ὁσιότητος τὴν ἐν τοῖς ἀλγεινοῖς παρρησίαν, ἀλλὰ τὴν ἐμαυτοῦ γνώμην δήλην τῇ σῇ φιλοθεί̈ᾳ ποιῶν, καὶ διδάσκων ὡς ἔχεις, δεσπότα, συναγωνιστὰς ἀσμένως τῆς ἀληθείας προκινδυνεύοντας. Τοῦτο πάλαι βουληθεὶς ἐπιστεῖλαι, οὐχ εὗρον τὸν κομιοῦντα τὰ γράμματα. Ἐπιτυχὼν δὲ νῦν τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου Ὀζέου, ἀνδρὸς καὶ τῆς θεοσεβείας ὑπερμαχοῦντος καὶ τῆς σῆς ἐξηρτημένου εὐσεβείας, καὶ γράφω, καὶ περιπτύσσομαί σου τὴν ὁσιότητα, καὶ παρακαλῶ ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν, καὶ στηρίζειν τοῖς γράμμασιν. ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΩ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Ὅτι μὲν οὐκ ἀμνημονεῖς, δέσποτα, τῆς ἡμετέρας φιλίας, καὶ ᾔδειν, καὶ οἶδα σαφῶς.
PG 83:1351Ἐβουλόμην δὲ ὅμως καὶ ηὐχόμην, τὴν μὲν σὴν θεοσέβειαν τῆς ἀκριβείας φροντίσαι, καὶ φυγεῖν τῶν τὴν εὐσέβειαν προδεδωκότων τὴν κοινωνίαν, ἀναθεῖναι δὲ τῷ Κηδεμόνι τῶν ὅλων τὴν ὑπὲρ ἡμῶν καὶ ὑμῶν φροντίδα. Καὶ γὰρ σιγώντων ἡμῶν καὶ ἡσυχίαν ἀγόντων τάς τε πικροτάτας καὶ ὠμοτάτας διέλυσε τιμωρίας, καὶ ἀντὶ τοῦ χαλεποῦ κλύδωνος τὴν λευκὴν ταύτην παρέσχεν γαλήνην. Καὶ ταύτης δὲ ἡμῖν παρὰ τοῦ φιλανθρώπου παρασχεθείσης Δεσπότου, τὴν ἡσυχίαν ἀξιεραστοτάτην νομίζομεν. Πεῖσαι μὲν γὰρ τοὺς ταῖς καθ’ ἡμῶν ὑπαχθέντας συκοφαντίαις ἀναγκαῖον ὑπολαμβάνομεν, καὶ δεῖξαι μὲν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, διελέγξαι δὲ τὸ κατ’ αὐτῶν στρατευσάμενον ψεῦδος. Μετὰ μέντοι τοὺς ἐλέγχους, καὶ τῆς ἀληθείας τὸ κράτος, φυγεῖν ἡμῖν πρόκειται τὴν τῶν κοινῶν ἐπιμέλειαν, καὶ πρὸς τὴν τριπόθητον ἡμῖν ἡσυχίαν παλινδρομῆσαι. Περὶ δέ γε τῶν τῆς ἀληθείας ἐχθρῶν μετὰ τοῦ Προφήτου βοῶμεν· «Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχου, καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει». Περὶ δέ γε ἡμῶν αὐτῶν ἐκεῖνο ψάλλομεν· «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέν με·
προσελάβετό με ἐξ ὑδάτων πολλῶν, καὶ ἐρρύσατό με ἐξ ἐχθρῶν μου δυνατῶν». Ταῦτα δὲ νῦν γράφω δύο τῆς σῆς θεοσεβείας δεξάμενος ἐπιστολάς· τὴν μὲν δι’ Ἀναστασίου τοῦ Βεροιαίου πρεσβυτέρου, τὴν δὲ διὰ Θεοδότου τοῦ δρακωναρίου. Τὴν γὰρ ἄλλην οὐδεὶς ἡμῖν ἀπέδωκε, περὶ ἧς ἐν τοῖς τελευταίοις δεδήλωκας γράμμασι. Περὶ δὲ τῆς αὐτόσε πορείας οὐδὲν γράψαι δύναμαι, πρὶν ἂν γνῶ τί περὶ ἡμῶν προσέταξεν ὁ εὐσεβέστατος βασιλεύς. Οὐδέπω γὰρ ἦλθεν ὁ ταῦτα κομίζων τὰ γράμματα. ΘΕΟΚΤΙΣΤΩ ΕΠΙΣΚΟΠΩ ΒΕΡΟΙΑΣ. Ἤρετό τις τὸν Σωτῆρα, καὶ Νομοθέτην, καὶ Κύριον, ποία ἐντολὴ πρώτη. Ὁ δὲ ἔφησεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου»· καὶ ἐπήγαγεν· «Αὕτη ἐστὶν ἐντολὴ πρώτη· δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Καὶ προσέθηκεν· «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται». Ὁ τοίνυν ταύτας φυλάττων, δῆλον ὅτι πάντα πληροῖ τὸν νόμον κατὰ τὸν Δεσποτικὸν ὅρον· ὁ δ’ αὖ παραβαίνων, παντὸς τοῦ νόμου παραβάτης ἁλίσκεται.
Σκοπήσωμεν τοίνυν, τοῦ συνειδότος ὀρθῶς καὶ δικαίως δικάζοντος, εἰ τὰς θείας πεπληρώκαμεν ἐντολάς. Πληροῖ δὲ τὴν μὲν πρώτην ὁ τὴν θεόσδοτον πίστιν φυλάττων ἀκήρατον, καὶ τοὺς ταύτῃ πολεμοῦντας ὡς τῆς ἀληθείας ἐχθροὺς μυσαττόμενος, καὶ μισῶν ἐκθύμως τοὺς μισοῦντας τὸν ἀγαπώμενον· τὴν δὲ δευτέραν, ὁ τὴν τοῦ πέλας θεραπείαν περὶ πλείστου ποιούμενος, καὶ μὴ μόνον ἐν ταῖς εὐπραξίαις, ἀλλὰ κἀν ταῖς δοκούσαις δυσημερίαις διατηρῶν τῆς φιλίας τοὺς ὅρους. Οἱ δὲ τῆς μὲν οἰκείας, ὡς νομίζουσιν, ἀσφαλείας φροντίζοντες, τῶν δὲ τῆς φιλίας νόμων διὰ ταύτην ὀλιγωροῦντες, καὶ πολεμουμένους παρορῶντες τοὺς φίλους, τῆς τῶν φαύλων εἰσί, καὶ παρὰ τοῖς ἔξω μερίδος. Ὁ δὲ τῶν ὅλων Δεσπότης τὰ τελεώτερα παρὰ τῶν οἰκείων ἀπαιτεῖ μαθητῶν. «Ἀγαπᾶτε» γάρ, φησί, «τοὺς ἐχθροὺς ὑμῶν. Εἰ γὰρ τοὺς ἀγαπῶντας ὑμᾶς ἀγαπᾶτε, τί πλέον ποιεῖτε»; Ἰδοὺ «καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι τοῦτο ποιοῦσιν». Ἡμεῖς δὲ οὐδὲ τῆς τελωνικῆς ἀπελαύσαμεν ἀγάπης. Καὶ τί λέγω τελωνικῆς; Οὐδὲ ἧς τυγχάνουσιν οἱ ἀνδροφόνοι καὶ γόητες ἐν τοῖς δεσμωτηρίοις παραψυχῆς, ἀπελαύσαμεν.
PG 83:1353Εἰ δὲ πάντες ταύτην ἐζήλωσαν τὴν ὠμότητα, οὐδὲν ἕτερον ὑπελείπετο, ἢ ζῶντας μὲν ὑπ’ ἐνδείας ἀναλωθῆναι, τελευτήσαντας δὲ μηδὲ τάφῳ παραδοθῆναι, ἀλλὰ κυνῶν καὶ θηρῶν γενέσθαι βοράν. Ἀλλ’ ἤρκεσαν ἡμῖν οἱ τοῦδε τοῦ βίου καταφρονοῦντες, καὶ τῶν αἰωνίων ἀγαθῶν προσδεχόμενοι τὴν ἀπόλαυσιν, οἳ παντοδαπῆς ἡμᾶς ψυχαγωγίας ἠξίωσαν. Ὁ δὲ φιλάνθρωπος «Κύριος ἐκ τοῦ οὐρανοῦ ἠκόντισε κρίσιν. Ἡ δὲ γῆ ἐφοβήθη, καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν. Οἱ δὲ ἐχθροὶ αὐτοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον». Ἐστηλίτευται δὲ τὸ τῆς καινῆς αἱρέσεως ψεῦδος, κηρύττεται δὲ προφανῶς ἡ τῶν θείων Εὐαγγελίων ἀλήθεια. Ἡμεῖς δὲ μετὰ τοῦ μακαρίου βοῶμεν Δαβίδ· «Εὐλογητὸς ὁ Θεός, ὁ ποιῶν θαυμάσια μεγάλα μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο», γένοιτο. ΡΩΜΥΛΩ ΕΠΙΣΚΟΠΩ . Ἐπειδὴ τῆς παλαιᾶς ἡμᾶς ἀνέμνησας ἱστορίας, καὶ τῶν Σύρων ἔφης τὸν βασιλέα, τῶν τοῦ Ἰσραὴλ βασιλέων τὸ φιλάνθρωπον λογισάμενον, ἱκέτου σχῆμα λαβεῖν, καὶ μὴ διαμαρτεῖν τῆς αἰτήσεως· ἀναμνήσθητι, δέσποτα, καὶ τῆς θείας ὀργῆς.
Τὸν γὰρ Ἀχαὰβ τῷ ἐλέῳ χρησάμενον πανωλεθρίᾳ παρέδωκε, καὶ διὰ τοῦ προφήτου τὴν ψῆφον ἐξήνεγκεν. «Ἔσται» γάρ, φησίν, ἡ «ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ». Ἡμεῖς δὲ κελευόμεθα διὰ τούτων κρίσει κεραννύναι τὸν ἔλεον, ὡς οὐ παντὸς ἐλέου ἀρέσκοντος τὸν τῶν ὅλων Κύριον. Διαφερόντως δὲ λογισμοῦ δεῖται σώφρονος ἡ παροῦσα ὑπόθεσις. Περὶ γὰρ θείων ἀγωνιζόμεθα δογμάτων, ἐν οἷς ἔχομεν τὴν τῆς σωτηρίας ἐλπίδα. Πολλὴν δὲ ὅμως ἔστιν ἰδεῖν κἀν τούτοις ἀνθρώπων διαφοράν. Οἱ μὲν γὰρ ἀληθῶς τὴν κοινὴν νοσοῦσιν ἀσέβειαν, οἱ δὲ ἀδιαφόρως καὶ ταῦτα καὶ τὰ τούτοις ἐναντία προσφέρουσιν. Ἕτεροι δὲ τὴν ἀλήθειαν ἐπιστάμενοι, ταύτην μὲν ἐν τοῖς τῆς ψυχῆς κατακρύπτουσι ταμιείοις, τὰ δὲ δυσσεβῆ μετὰ τῶν ἄλλων κηρύττουσιν. Ἄλλοι δὲ τοῦ φθόνου τὸ πάθος δεξάμενοι, τὸ οἰκεῖον ἔχθος ἀφορμὴν τοῦ κατὰ τῆς ἀληθείας πολέμου πεποίηνται, καὶ πᾶσαν κατὰ τῶν τῆς ἀληθείας κηρύκων εἰςφέρουσι κακοήθειαν. Εἰσὶ δὲ οἳ τῶν μὲν ἀποστολικῶν δογμάτων ἀσπάζονται τὴν ἀλήθειαν, τὴν δὲ τῶν κρατούντων δείσαντες δυναστείαν, δημοσιεῦσαι ταύτην πεφρίκασι·
PG 83:1355καὶ στένουσι μὲν καὶ ὀδύρονται τῶν κακῶν τὴν φοράν, σύνεισι δὲ ὅμως τοῖς τὰς τρικυμίας ἐγείρουσι. Ταύτης τῆς συμμορίας τὴν σὴν εἶναι θεοσέβειαν ὁριζόμεθα. Ὑγιαίνειν μὲν γὰρ αὐτὴν ἐν τοῖς θείοις δόγμασι πεπιστεύκαμεν, καὶ τὴν περὶ ἡμᾶς διασώζειν ἀγάπην νομίζομεν, διὰ μόνην δὲ δειλίαν συμπεριφέρεσθαι τῷ καιρῷ. Οὗ δὴ χάριν, οὐδενὶ τῶν ἄλλων ἐπιστέλλοντες, τῇ σῇ φιλοθεί̈ᾳ καὶ γράφομεν, καὶ παρ’ αὐτῆς δεχόμεθα τὰ γράμματα, τὸν μὲν σκοπὸν εἰδότες, τῇ δὲ δειλίᾳ συγγνώμην οὕτω πως νέμοντες. Ὁ δὲ φιλάνθρωπος Κύριος καὶ τὰς τῆς δειλίας παντελῶς νῦν ἀπέκοψεν ἀφορμάς, τὴν μὲν καινοτομηθεῖσαν δείξας ἀσέβειαν, τὴν δὲ τῶν Εὐαγγελίων γυμνὴν ἐπιδείξας ἀλήθειαν. Ἡμεῖς δὲ οὔτε ταῖς θριξὶν ἰσαρίθμων ἡμῖν γενομένων στομάτων, ὑμνῆσαι κατ’ ἀξίαν τὸν φιλάνθρωπον δυνάμεθα Κύριον, ὅτι τὰ παρ’ ἡμῶν κηρυττόμενα, καὶ τοὺς ἐναντιωτάτους προφανῶς κηρύττειν ἠνάγκασεν. Ἠκούσαμεν γὰρ ὡς καὶ τῆς σῆς φιλοθεί̈ας ὁ σύνοικος, γνοὺς τοὺς ἐν ταῖς μεγάλαις πόλεσι γεγενημένους ἀναθεματισμούς, ἐπαύσατο μὲν τὴν λοξὴν τῶν καρκίνων πορείαν μιμούμενος, ἐβάδισε δὲ τὴν εὐθεῖαν περὶ δογμάτων διαλεχθεὶς ἔν τινι πανηγύρει.
Χρὴ δὲ μὴ τοῖς καιροῖς προσαρμόττειν τοὺς λόγους, ἀλλ’ ἀκλινῆ τῆς ἀληθείας τὸν κανόνα διασώζειν ἀεί. ΚΥΡΩ ΜΑΓΙΣΤΡΙΑΝΩ. Λίαν ἤλγησα τὴν συμβᾶσαν ὑμῖν ἀθυμίαν μεμαθηκώς. Πῶς γὰρ οὐκ ἔμελλον τοῦτο πείσεσθαι, τὰ ὑμέτερα οἰκειούμενος, καὶ τῆς ἀποστολικῆς μεμνημένος νομοθεσίας, ἣ οὐ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων παρεγγυᾶ; Καὶ αὐτὸ δέ γε τὸ πάθος ἱκανὸν εἰς συμπάθειαν καὶ τοὺς δυσμενεστάτους ἑλκύσαι. Τί γὰρ οὕτως ἀνιαρόν, ὡς ὁμοζύγου στερηθῆναι, ἐννόμως μὲν ἑλκυσάσης τὸν τοῦ γάμου ζυγόν, τῷ δὲ συνοίκῳ θυμήρη τὸν βίον ἐργασαμένης, καὶ τῆς οἰκίας τὰς φροντίδας μερισαμένης, καὶ τὰ μὲν ἔνδον οἰκουρησάσης, τὰ δ’ ἄλλα πάντα συγκυβερνησάσης· καὶ τὸ συνοίσειν μέλλον εἰσηγησαμένης καὶ ταῖς τοῦ ἀνδρὸς ὑποθημοσύναις εἰξάσης; Τὸ δὲ καὶ σὺν ταύτῃ τὸν ἐξ αὐτῆς φύντα, καὶ ἐπιμελῶς ἐκτραφέντα, καὶ λόγοις ἐνασκηθέντα, καὶ γηρωκόμον ἐλπισθέντα γενήσεσθαι, ἐν αὐτῷ τῷ ἦρι τῆς ἡλικίας, ἰούλων λοιπὸν καθερπόντων, παραδοῦναι τῷ τάφῳ, ποίας ἀχθηδόνος ὑπερβολὴν καταλείπει; Εἰ μὲν οὖν εἰς αὐτὴν ἀποβλέψαιμεν μόνην τοῦ πάθους τὴν φύσιν, οὐδεμίαν ψυχαγωγίαν εἰσδέχεται.
PG 83:1357Εἰ δὲ τὸ θνητὸν τοῦ γένους εἰς νοῦν λάβοιμεν καὶ τὴν θείαν ψῆφον τὴν κατὰ τοῦ γένους ἐξενεχθεῖσαν, καὶ πρὸς τούτοις τὸ τοῦ πάθους κοινόνπλήρης γὰρ τῶν τοιούτων παθημάτων ὁ βίοςοἴσομεν γενναίως τὸ γεγονός, καὶ τὰς τῆς ἀθυμίας ἀποκρουσόμεθα προσβολάς, καὶ τὴν θαυμασίαν ἐκείνην ᾄσομεν ὑμνῳδίαν· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας». Ἡμεῖς δὲ καὶ πλείους ἔχομεν εἰς παραψυχὴν ἀφορμάς. Τὰς γὰρ τῆς ἀναστάσεως ἐλπίδας ἐναργῶς ἐδεξάμεθα καὶ τὴν τῶν τεθνεώτων προσμένομεν ἀναβίωσιν· καὶ πολλάκις ἀκηκόαμεν τοῦ Δεσπότου ὕπνον κεκληκότος τὸν θάνατον. Εἰ δὲ πιστεύομεν, ὡσπεροῦν πιστεύομεν, ταῖς τοῦ Σωτῆρος φωναῖς, οὐ δεῖ θρηνεῖν τοὺς κοιμηθέντας, κἂν μακρότερος ᾖ τοῦ εἰωθότος ὃ ὕπνος. Ἀλλὰ προσδέχεσθαι μὲν χρὴ τὴν ἀνάστασιν· εἰδέναι δὲ ὡς σοφὸς ὢν τῶν ὅλων ὁ Πρύτανις, καὶ οὐ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκων σαφῶς, πρὸς τὸ συμφέρον ἰθύνει τὰ πράγματα. Τοῦτο δὴ καὶ σοφός τις εἰδὼς περὶ τῶν τοιούτων θανάτων φιλοσοφεῖ, καί φησιν·
«Ἡρπάγη πρὶν ἡ κακία» ἀλλάξῃ «σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ». Παραχωρήσωμεν τοίνυν, παρακαλῶ, τῷ σοφῷ τοῦ παντὸς Κυβερνήτῃ, καὶ στέρξωμεν τὰ οἰκονομούμενα, ὁποῖά ποτ’ ἂν ᾖ, κἂν θυμήρη, κἂν λυπρά. Σύμφορα γὰρ ταῦτα καὶ λυσιτελῆ, καὶ φιλοσοφίας πρόξενα, καὶ στεφάνων τοῖς καρτεροῦσι παρεκτικά. ΙΩΑΝΝΗ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ὁ μὲν μακάριος Δαβὶδ ἕτερά τινα πεπλημμέληκεν, ἃ καὶ ἀνάγραπτα πεποίηκεν εἰς τὴν τῶν ὕστερον ἐσομένων ὠφέλειαν ὁ σοφῶς ἅπαντα πρυτανεύων Θεός. Ἀβεσαλῶν δὲ ὁ πατραλοίας, καὶ μιαιφόνος, καὶ δυσσεβής, καὶ παμπόνηρος τύραννος, οὐκ ἐκείνων χάριν τὴν κατὰ τοῦ πατρὸς ἀνεδέξατο λύτταν· ἀλλὰ τῆς τυραννίδος ἐπιθυμήσας, τὸν ἀδικώτατον ἐκεῖνον προείλετο πόλεμον. Ὁ μέντοι θεῖος Δαβίδ, καὶ τούτων οὕτω γιγνομένων, τῆς εἰργασμένης ἀνεμιμνῄσκετο πλημμελείας. Κἀγὼ τοίνυν ἕτερα μέν τινα ἐμαυτῷ σύνοιδα πλημμελήματα, τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκαλίαν ἀκραιφνῆ διετήρησα. Οἱ δέ, καὶ τοὺς θείους καὶ τοὺς ἀνθρωπείους πατήσαντες νόμους, καὶ ἀπόντας ἡμᾶς κατακρίναντες, οὐχ ὑπὲρ ὧν ἡμάρτομεν τὴν ψῆφον ἐξήνεγκαν· οὐ γὰρ ἦν αὐτοῖς δῆλα τὰ κεκρυμμένα·
ἀλλὰ ψευδολογίαν καὶ συκοφαντίαν ὕφηναν καθ’ ἡμῶν, μᾶλλον δὲ τοῖς ἀποστολικοῖς δόγμασι προφανῶς πολεμοῦντες, τὸν ἐκείνοις ἑπόμενον ἀπεκήρυξαν. «Ἀλλ’ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ διήλεγξε τοὺς ἐχθροὺς αὐτοῦ, καὶ ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς». Καὶ τὰ μὲν κίβδηλα καὶ νόθα διεσκέδασε δόγματα, ἃ δὲ παρέδωκεν ἡμῖν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, σὺν παρρησίᾳ κηρύττεσθαι παρεσκεύασεν. Ἡμῖν δὲ ταῦτα εἰς τελείαν ἀρκεῖ θυμηδίαν. Οὐδὲ γὰρ πόλεως ἐπιθυμοῦμεν, ἐν ᾗ μοχθοῦντες τὸν ἅπαντα διατετελέκαμεν χρόνον· ἀλλὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν ποθοῦμεν κρατυνομένην ὁρᾶν. Τοῦτον δὲ ἡμῶν τὸν πόθον ὁ Δεσπότης πεπλήρωκεν. Διὰ τοῦτο γαννύμεθα καὶ γεγήθαμεν καὶ τὸν μεγαλόδωρον Κύριον ὑμνοῦμεν, καὶ τὴν ὑμετέραν θεοσέβειαν τοῦτο σὺν ἡμῖν παρακαλοῦμεν ποιεῖν, καὶ ὑμνοῦντας ἱκετεῦσαι σπουδαίως, ἵνα καὶ τοὺς νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντας, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλομένους, καθάπερ οἱ χαμαιλέοντες τὴν τῶν φύλλων μεταμφιέςκονται χρόαν, ὁ φιλάνθρωπος βεβαιώσῃ Κύριος, καὶ ἐπὶ τῆς πέτρας ἐρείσῃ, καὶ δοίη πάντων προτιμᾶν τὴν ἀλήθειαν. ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ.
PG 83:1359Ἡμεῖς μὲν ἣν ἐλάχομεν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα καὶ τοὺς ὀνησιφόρους αὐτῆς καὶ ἡδίστους τρυγῶμεν καρπούς. Ὁ δὲ φιλόχριστος ἡμῶν βασιλεύς, τῆς εὐσεβείας καρπὸν τὴν βασιλείαν δρεψάμενος, ἀπαρχὰς τῆς βασιλείας τῷ δοτῆρι τῆς βασιλείας προσήνεγκεν τῶν χειμαζομένων Ἐκκλησιῶν τὴν γαλήνην, τὸ τῆς πολεμηθείσης πίστεως κράτος, τῶν εὐαγγελικῶν δογμάτων τὴν νίκην. Προστέθεικε δὲ τούτοις τῆς ἡμετέρας ἀδικίας τὴν ἴασιν. Τίς γὰρ τοιαύτην ἢ τοσαύτην ἀδικίαν ἀκήκοε πώποτε; Τίς ἀπὼν ἀνδροφόνος κατεδικάσθη; Τίς γάμων ἐπίβουλος μὴ παρὼν κατεκρίθη; Τίς τοιχωρύχος, ἢ τυμβωρύχος, ἢ γόης, ἢ ἱερόσυλος, ἢ ἄλλο τι τῶν τοῖς νόμοις ἀπειρημένων τολμήσας, δραμεῖν μὲν εἰς τὸ δικαστήριον ἐπειγόμενος ἐκωλύθη, ἀνῃρέθη δὲ πόρρωθεν ὢν τῇ τοῦ δικάζοντος ψήφῳ; Ἀλλ’ ἐπ’ ἐκείνων μὲν γέγονε τοιοῦτον οὐδέν· οἱ γὰρ νόμοι κελεύουσι πλησίον ἀλλήλων πρὸ τοῦ δικάζοντος ἑστάναι καὶ τὸν διώκοντα καὶ τὸν φεύγοντα, καὶ τοὺς προφανεῖς ἐλέγχους ἀναμένειν τὸν δικαστήν, καὶ τηνικαῦτα λοιπὸν ἢ ὡς ἀθῷον ἀφιέναι, ἢ κολάζειν ὡς ὑπεύθυνον ταῖς γραφαῖς. Ἐφ’ ἡμῶν δὲ πᾶν τοὐναντίον συνέβῃ.
Τὰ βασιλικὰ μὲν γὰρ ἡμᾶς γράμματα καταλαβεῖν τὴν πολυθρύλητον ἐκείνην ἐκώλυσε σύνοδον· οἱ δὲ δικαιότατοι δικασταὶ τὸν ἀπόντα κατέκριναν, οὐ δικάσαντες, μᾶλλον δὲ καὶ λίαν ἐπαινέσαντες τὰ δῆθεν εἰς κατηγορίαν ἡμῶν ἐπιδοθέντα συγγράμματα. Καὶ οὔτε θεῖος νόμος, οὔτε ἀνθρώπων αἰδὼς διεκώλυσε τὴν σφαγήν. Ἀλλὰ προσέταττε μὲν ὁ πρόεδρος, προέμενος τὴν ἀλήθειαν, καὶ τὴν δυναστείαν θεραπεύων τὴν πρόσκαιρον· ὑπήκουον δὲ οἱ ταὐτὰ ἡμῖν φρονοῦντες, καὶ τῶν δογμάτων κοινωνοῦντες, καὶ τὰ ἡμέτερα ἐπὶ πλεῖστον θαυμάσαντες. Ἀλλ’ ὅμως ὁ χαλεπὸς ἐκεῖνος καιρὸς τῶν μὲν τὴν προδοσίαν, τῶν δὲ τὴν δειλίαν διήλεγξεν· ἡμῖν δὲ παρέσχεν ἀφορμὴν παρρησίας τὰ ὑπὲρ τῆς ἀληθείας παθήματα. Καὶ κεχάρισται ἡμῖν ὁ Δεσπότης Χριστὸς «οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν»· χάρισμα γάρ ἐστι μέγιστον, τὰ ὑπὲρ τοῦ Δεσπότου παθήματα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τῶν μεγάλων ταῦτα θαυμάτων προτίθησιν.
Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυί̈αν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδαςκάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον Δεσπότην ἠμείψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον. Πρὸς δὲ τούτοις καὶ ἱκετεύσατε αὐτῶν τὴν θεοφιλῆ κορυφήν, τέλος ἐπιθεῖναι τοῖς ὁρισθεῖσι καλῶς, καὶ συναγαγεῖν σύνοδον, μὴ πάλιν ταραχοποιῶν καὶ συγκλύδων ἀνθρώπων πεπληρωμένην, ἀλλὰ τούτων μὲν πάντων κεχωρισμένην, κρινόντων δὲ τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμένων καὶ πάντων ὁμοῦ τῶν ἀνθρωπίνων τὴν ἀλήθειαν προτιμώντων. Εἰ δὲ βούλεται αὐτῶν τὸ κράτος τὴν παλαιὰν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις εἰρήνην, ἀντιβολήσατε αὐτῶν τὴν εὐσέβειαν παρεῖναι τοῖς πραττομένοις, ἵνα τοὺς τἀναντία προαιρουμένους τῇ παρουσίᾳ δεδίξηται, καὶ μηδὲν ἀντίπαλον ἡ ἀλήθεια ἔχῃ· ἀλλ’ αὐτὴ καθ’ αὑτὴν ἐξετάζῃ τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν τῶν ἀποστολικῶν δογμάτων χαρακτῆρα.
PG 83:1361Ταῦτα δὲ ἐξαιτῶ παρὰ τῆς ὑμετέρας μεγαλοφυί̈ας, οὐχ ὡς τὴν Κύρρον πάλιν ἰδεῖν ποθῶνοἶδε γὰρ ὑμῶν τὸ μέγεθος τῆς πολίχνης τὴν ἐρημίαν, ἧς ἀμηγέπη τὸ εἰδεχθὲς κατεκρύψαμεν ταῖς τῶν παντοδαπῶν οἰκοδομημάτων πολυτελείαις, ἀλλ’ ἵνα δειχθῇ καὶ τὰ παρ’ ἡμῶν κηρυττόμενα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, καὶ νόθα καὶ κίβδηλα τὰ τῶν ἐναντίων εὑρέματα. Τούτου γὰρ γενομένουσὺν Θεῷ δὲ εἰρήσθω τὰς λειπομένας ἡμέρας σὺν εὐθυμίᾳ βιώσομεν ἔνθα ἂν ἡμᾶς διάγειν ὁ Δεσπότης κελεύσῃ. Πρέπει δὲ ὑμῖν εὐσεβείᾳ συντεθραμμένοις, καὶ τῆς ἀρετῆς κεκτημένοις τὸν πλοῦτον, τόνδε τὸν ζῆλον ἀναλαβεῖν, καὶ προθυμίαν ἔχοντας, καὶ τὸν εὐσεβέστατον βασιλέα, καὶ τὴν φιλόχριστον Αὐγούσταν, ταῖς παρακλήσεσι προθυμοτέρους ἐργάσασθαι, ἵνα τῷ ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν. ΑΣΠΑΡΙ ΥΠΑΤΙΚΩ ΚΑΙ ΠΑΤΡΙΚΙΩ.
Ἔδει καὶ τοῦτο τοῖς ἄλλοις τῆς ὑμετέρας ἀνδρίας κατορθώμασι προστεθῆναι, τὸ τὸν εὐσεβέστατον ἡμῶν καὶ φιλόχριστον βασιλέα, ὃν ἡ θεία χάρις ἐπ’ εὐεργεσίᾳ τῶν ἀρχομένων ἀνέδειξε, διὰ τῆς ὑμετέρας μεγαλοφυί̈ας μαθεῖν τὴν τῆς καθ’ ἡμῶν ἀδικίας ὑπερβολὴν καὶ λῦσαι νόμῳ νόμον δικαίῳ τὸν οὐ τοιοῦτον. Εἰ γὰρ καὶ ἡμεῖς, ὑπὸ τῆς θείας ἐρειδόμενοι Προμηθείας, ἀφορμὴν ἀγαθῶν ἐποιήσαμεν τὴν νομισθεῖσαν τιμωρίαν, καὶ τὴν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα· ἀλλ’ οὖν ἄδικα πεπόνθαμεν καὶ παράνομα, οὐδὲν μὲν πεπλημμεληκότες ὧν ἐσυκοφάντησαν ἡμᾶς οἱ τῆς ἀληθείας ἐχθροί, τὰ δὲ τῶν τὰ μέγιστα τετολμηκότων πεπονθότες δεινά· μᾶλλον δὲ καὶ τούτων ὑπέστημεν χαλεπώτερα. Ἀκρίτως γὰρ καὶ ἐκρίθημεν, καὶ ἀπόντες κατεδικάσθημεν· καὶ βασιλικοῖς γράμμασι κωλυθέντες καταλαβεῖν τὴν Ἔφεσον, τὴν δικαιοτάτην τῶν ἱερῶν δικαστῶν ἐδεξάμεθα ψῆφον. Ἀλλὰ ταῦτα πάντα λέλυκεν ὁ γαληνότατος βασιλεύς, διὰ τὴν τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδήν.
PG 83:1363Ἐγὼ δὲ ἀδικεῖν νομίσας εἰ σιγήσαιμι καὶ μηδὲ χάριν ὁμολογήσαιμι, ἐπὶ τάδε ἦλθον τὰ γράμματα, δι’ ὧν τὸ ὑμέτερον παρακαλῶ μέγεθος, τὰς ὑπὲρ ἡμῶν εὐφημίας καὶ τῷ νικηφόρῳ καὶ φιλοχρίστῳ βασιλεῖ προσενεγκεῖν, καὶ τῇ θεοφιλεστάτῃ καὶ εὐσεβεστάτῃ Αὐγούστῃ· ὑπὲρ ὧν εἰς δύναμιν τὸν ἀγαθὸν ἱκετεύω Δεσπότην, ὥστε αὐτῶν βεβαίαν φυλάξαι τὴν βασιλείαν, τῶν μὲν ὑπηκόων φιλανθρώπως προμηθουμένην, τοὺς δὲ πολεμίους δεδιττομένην, καὶ τὴν ἀξιέπαινον εἰρήνην πρυτανεύουσαν ἅπασιν. Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ’ ἡσυχίας τῶν τὰ θεῖα πεπαιδευμένων· τὰ μὲν ἀποστολικὰ δόγματα βεβαιούντων, ἀποκρινόντων δὲ τὰ νόθα καὶ τῆς ἀληθείας ἀλλότρια· ἵνα καὶ τὸ ἐντεῦθεν δρέψηται κέρδος τὸ ὑμέτερον μέγεθος. ΒΙΓΚΟΜΑΛΩ ΜΑΓΙΣΤΡΩ. Λίαν ἐθαύμασα γνοὺς ὅτι πάμπαν ἀγνοοῦσα τὰ καθ’ ἡμᾶς ἡ ὑμετέρα μεγαλοπρέπεια, μόνην δὲ τὴν καθ’ ἡμῶν ἀδικίαν μαθοῦσα, συνήγορος ἡμῶν ἀνεφάνη, καὶ πάντα πόρον ἐκίνησεν, ὥστε διαλῦσαι τὰ καθ’ ἡμῶν τυρευθέντα.
Ἀλλὰ τῷ μὲν ὑμετέρῳ μεγέθει δώσει πάντως τὰς ἀντιδόσεις ὁ μεγαλόδωρος Κύριος. Ὁ γὰρ ὑπὲρ σμικροῦ ὕδατος μισθὸν δώσειν ἐπαγγειλάμενος μείζους παρέξει δήπουθεν ἀμοιβὰς τοῖς τὰ μείζονα δεδωκόσιν. Ἡμεῖς δὲ τοιαῦτα πεπόνθαμεν, οὐ μόνον παρὰ τῶν προδηλοτάτων ἐχθρῶν, ἀλλὰ καὶ παρὰ τῶν γνησίων, ὡς ὑπελαμβάνομεν, φίλων, ὑπὸ μὲν ἐκείνων πολεμηθέντες, ὑπὸ δὲ τούτων προδοθέντες, οἷα ἢ οὐδείς, ἢ ἄγαν ὀλίγοι τῶν παλαιῶν ὑπέστησαν. Τίς γὰρ τοιαύτης δίκης ἀκήκοε πώποτε; Τίς τὸν κατηγορούμενον πρὸ πέντε καὶ τριάκοντα πεδήσας σταθμῶν, ἐκέλευσε δικάσαι τῷ μὴ παρόντι τοὺς δικαστάς; Τίς δὲ οὕτως ὠμὸς καὶ θηριώδης γεγένηται δικαστής, ὥστε δικάσαι ἀνδράσιν, ὧν τῆς φωνῆς οὐκ ἐπήκουσε, καὶ οὐ δικάσαι μόνον, ἀλλὰ καὶ καταδικάσαι, καὶ τοῦτο λίαν ὠμῶς καὶ θηριωδῶς; Τοῦ γὰρ Κυρίου προστεταχότος τὸν πλημμελοῦντα τῶν ἀδελφῶν, καὶ τῆς συμβουλίας οὐκ ἀνεχόμενον, μετὰ πρώτην, καὶ δευτέραν, καὶ τρίτην νουθεσίαν, ὕστερον ἔχειν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην· οἱ ὀρθότατοι καὶ δικαιότατοι κριταί, οὐδὲ ὧν τοῖς ἐθνικοῖς καὶ τελώναις μεταδιδόασι, τοῖς ὁμοπίστοις μετέδοσαν.
Ἐκείνους μὲν γὰρ καὶ ὁρῶσιν, καὶ ἔστιν ὅτε προσδιαλέγονται, καὶ μετὰ πλείστης ὅσης τιμῆς, εἴπερ τινὰ ἔχοιεν ἀξιώματος περιφάνειαν· ἡμᾶς δὲ προσέταξαν μὴ στέγης, μὴ ὕδατος, μὴ ὅλου μεταλαχεῖν. Οὕτως ἐβουλήθησαν μιμηταὶ γενέσθαι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς, «ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Ἀλλὰ τούτους μὲν ἐάσω. Ἐγγὺς γὰρ τὸ τοῦ Δεσπότου κριτήριον, ἔνθα οὐ ζητεῖται σχημάτων ὑπόκρισις, ἀλλὰ πραγμάτων ἀλήθεια. Τὸ δὲ ὑμέτερον παρακαλῶ μέγεθος, τὴν ὑπὲρ ἡμῶν τῆς χάριτος ὁμολογίαν τῷ φιλοχρίστῳ καὶ νικηφόρῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, ὅτι τῇ εὐσεβεῖ βασιλείᾳ ῥίζαν ἔδωκαν ἰσχυρὰν τὴν εὐσέβειαν, καὶ ἀντιβολῆσαι αὐτῶν τὸ κράτος, βεβαίαν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις τὴν εἰρήνην, καὶ σύνοδον ἀθροισθῆναι κελεῦσαι, μὴ τῶν ταραχοποιῶν, πάλιν ἀνθρώπων διακυκώντων τὸν σύλλογον, ἀλλὰ τῶν τῆς ἀληθείας ἐραστῶν, τὴν ἀποστολικὴν κρατυνόντων διδασκαλίαν, καὶ ἀποκηρυττόντων τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν·
PG 83:1365ἵνα καὶ τῶν ἀξιεράστων τούτων πόνων παρὰ τοῦ φιλανθρώπου Κυρίου κομίσησθε τοὺς καρπούς. ΜΑΡΚΕΛΛΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ ΤΩΝ ΑΚΟΙΜΗΤΩΝ. Λαμπρύνει μὲν ὑμῶν τὴν θεοσέβειαν ὁ ἀξιέπαινος βίος, τῆς τῶν ἀγγέλων πολιτείας ἐν τῇ γῇ τὴν εἰκόνα δεικνύς· λαμπρότερον δὲ τοῦτον ἀπέφηνεν ὁ ὑπὲρ τῆς ἀποστολικῆς πίστεως ζῆλος. Ὅπερ γάρ ἐστι πλοίῳ μὲν τρόπις, οἰκίᾳ δὲ θεμέλιος, τοῦτο τοῖς εὐσεβεῖν προαιρουμένοις ἡ τῶν εὐαγγελικῶν δογμάτων ἀλήθεια. Ταύτης δὲ πολεμηθείσης ἐκθύμως ὑπερηθλήσατε, οὐχ ὡς ἀσθενούσης προκινδυνεύοντες, ἀλλὰ τὴν φιλόθεον ἐπιδεικνύντες διάθεσιν. Ἡ γὰρ τοῦ Δεσπότου Χριστοῦ διδασκαλία τὸ σταθερὸν ἔχει καὶ βέβαιον, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ὑπόσχεσιν· «Πύλαι γὰρ ᾅδου, φησίν, οὐ κατισχύσουσιν αὐτῆς». Ὑπὲρ ταύτης καὶ ἡμᾶς ἀτιμασθῆναι καὶ σφαγῆναι ὁ φιλάνθρωπος καὶ μεγαλόδωρος ἠξίωσε Κύριος. Τὴν γὰρ δὴ ἀτιμίαν τιμήν, καὶ τὴν σφαγὴν ζωὴν ὑπειλήφαμεν. Ἠκούσαμεν γὰρ τοῦ Ἀποστόλου λέγοντος, ὅτι «Ἡμῖν ἀπὸ Θεοῦ ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν».
Ἀνέστη δὲ τάχιστα ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἐνέφραξε μὲν τὰ στόματα τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ βλασφημίαν, καὶ καθ’ ἡμῶν ἀδικίαν· τὰς δὲ τῶν εὐσεβούντων γλώττας εἰς τὴν συνήθη ἀποστολὴν τὰ νάματα προχεῖν παρεσκεύασεν. Ἡμεῖς δὲ τῆς ἡσυχίας τοὺς ἀξιεράστους τρυγῶμεν καρπούς· καὶ τὴν μὲν τῶν Ἐκκλησιῶν ζάλην ὁρῶντες ἀλγοῦμεν, γαννύμεθα δὲ καὶ εὐφραινόμεθα φροντίδων ἀπηλλαγμένοι. Τῇ δὲ θεοσεβείᾳ σου ἀεὶ μὲν συνήσθημεν διὰ πάντα θαυμαζομένῃ· μέχρι δὲ τοῦ παρόντος οὐκ ἐγράψαμεν, οὐ τῶν τῆς ἀγάπης νόμων ὀλιγωροῦντες, ἀλλ’ ἀφορμήν τινα λαβεῖν γραμμάτων προσμένοντες. Αὐτίκα νῦν τοῖς εὐσεβεστάτοις καὶ συνετωτάτοις συντετυχηκότες μονάζουσιν, οἳ παρὰ τῆς σῆς ὁσιότητος ἑτέρων εἵνεκα χρειῶν ἀπεστάλησαν, εὐθὺς δεδράκαμεν τὸ ποθούμενον, καὶ τὴν θεοφιλῆ σου περιπτυσσόμενοι κεφαλήν, παρακαλοῦμεν πρῶτον μὲν ἡμᾶς ἀνέχειν ταῖς προσευχαῖς, ἔπειτα δὲ καὶ γράμμασιν εὐφραίνειν. Διὰ γὰρ τὴν θείαν χάριν ὑπὲρ τῶν ἀποστολικῶν πεπολεμήμεθα δογμάτων. ΤΩ ΑΥΤΩ. Καὶ ἤδη δι’ ἑτέρων γραμμάτων τὴν σὴν προσείπομεν θεοσέβειαν, τοῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς ὑμετέροις τὴν ἐπιστολὴν δεδωκότες·
PG 83:1367καὶ νῦν δὲ πάλιν προσφθεγγόμεθά σου τὴν ἁγιότητα. Προτρέπει γὰρ ἡμᾶς τοῦτο ποιεῖν καὶ ὁ ἀξιάγαστος ὑμῶν βίος, καὶ ὁ ἀξιέπαινος ζῆλος, ὃν ὑπὲρ τῆς ἀποστολικῆς ἐπεδείξασθε πίστεως, οὐ βασιλικὴν δείσαντες δυναστείαν, οὐκ ἐπισκοπικὴν συμφωνίαν. Εἰ γὰρ καὶ τῶν συνεληλυθότων οἱ πλεῖστοι βιασθέντες συνέθεντο, ἀλλ’ οὖν ταῖς ὑπογραφαῖς τὴν καινὴν ἐκράτυναν αἵρεσιν. Τὴν δὲ ὑμετέραν φιλοθεί̈αν οὐδὲν τούτων διέσεισεν· ἀλλ’ ἐπὶ τῶν παλαιῶν διεμείνατε δογμάτων, ἃ καὶ διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων φρονεῖν τὰς Ἐκκλησίας ὁ Δεσπότης ἐδίδαξε. Τούτους καὶ ἡμεῖς τοὺς ὅρους φυλάττειν εὐχόμεθα, καὶ τὴν εἰς τὸν ἕνα Πατέρα, καὶ τὸν ἕνα Υἱόν, καὶ τὸ ἓν ἅγιον Πνεῦμα πίστιν τε καὶ ὁμολογίαν μέχρι τέλους διατηρῆσαι. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς οὐκ ηὔξησε τῆς Τριάδος τὸν ἀριθμόν, ἀλλὰ μεμένηκε καὶ μετὰ τὴν σάρκωσιν Τριὰς ἡ Τριάς. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐμαθητεύθημεν, οὕτως ἐπιστεύσαμεν, οὕτως ἐβαπτίσθημεν, οὕτως ἐκηρύξαμεν, οὕτως ἐβαπτίσαμεν, οὕτω διατελοῦμεν δοξάζοντες. Περὶ δὲ τοῦ πατρὸς τῶν λαλούντων τὸ ψεῦδος ὁ Κύριος ἔφη· «Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ».
Ἁρμόττει δὲ τοῖς μαθηταῖς τὰ περὶ τοῦ διδασκάλου ῥηθέντα. Καὶ γὰρ οὗτοι, ταῖς καθ’ ἡμῶν ψευδολογίαις χρησάμενοι, ἐκ τῶν ἰδίων λαλοῦσιν, οὐ τὰ ἡμέτερα λέγουσιν. Ἡμᾶς δὲ ὁ Δεσπότης ψυχαγωγεῖ λέγων· «Μακάριοι ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ἕνεκεν ἐμοῦ ψευδόμενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». Καὶ τὴν σὴν δὲ παρακαλοῦμεν προσεύξασθαι θεοσέβειαν, μὴ τῆς τῶν ἀδικούντων ἡμᾶς γενέσθαι μερίδος, ἀλλὰ τῆς τῶν ἠδικημένων διὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν. ΑΝΔΡΕΑ ΜΟΝΑΖΟΝΤΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Οὔτε θεασάμενος πώποτε τὴν σὴν εὐσέβειαν, οὔτε διὰ γραμμάτων ὁμιληκώς, ἐραστὴς αὐτῆς ἐγενόμην θερμότατος. Εἰργάσατο δὲ τὸ φίλτρον, καὶ τοῦτο πυρσεύει διηνεκῶς, τὰ παρὰ τῶν τοῦ σοῦ μέλιτος γεγευμένων συμφώνως λεγόμενα. Θαυμάζουσι γὰρ ἅπαντες τῆς πίστεως τὴν ὀρθότητα, τὴν τοῦ βίου λαμπρότητα, τὴν εὐστάθειαν τῆς ψυχῆς, τὴν τῶν ἠθῶν ἁρμονίαν, τὸ τῆς συνουσίας ἐπαγωγὸν καὶ γλυκύ, καὶ τἄλλα ὅσα τὸν τέλειον ὑπογράφει τῆς φιλοσοφίας τρόφιμον. Διὰ ταῦτα τῆς σῆς φιλοθεί̈ας ἐξήρτημαι.
Ὁ δὲ πόθος καὶ γραμμάτων ἄρξαι πεποίηκεν. Ἀλλ’ ὦ φίλη μοι κεφαλή, μετάδος ὡς τάχιστα τοῦ ποθουμένου καὶ τὴν διὰ γραμμάτων ἡμῖν παράσχε διάλεξιν. Ἱκανὴν γὰρ τοῖς διεστηκόσι παρέχει ψυχαγωγίαν ἡ δι’ ἐπιστολῶν ὁμιλιά. Γράψεις δὲ οὐχ ἑτεροδόξῳ, ἀλλὰ τῇ τῶν ἀποστόλων ἐντεθραμμένῳ διδασκαλίᾳ, καὶ Τριάδος οὐ τετράδος κήρυκι. Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς. Εἴπερ ἄρα τινές εἰσιν· ἐγὼ γὰρ οὐκ οἴομαι· ἀλλὰ ταύτην ἀεὶ τὴν συκοφαντίαν κατὰ τῆς Ἐκκλησίας οἱ τῆς Ἀρείου καὶ Εὐνομίου, καὶ μέντοι καὶ Ἀπολιναρίου συμμορίας ἀναίδην ἐξύφηναν. Καὶ ῥᾴδιον γνῶναι τοῖς φιλοπόνοις, ὡς οἱ πανεύφημοι Πατέρες ἡμῶν, τῶν Ἐκκλησιῶν οἱ φωστῆρες, παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ταύτην τὴν κατηγορίαν ὑπέμειναν, ἣν νῦν ἡμεῖς παρὰ τῶν βελτίστων ὑφιστάμεθα τῆς καινῆς προμάχων αἱρέσεως. Ὧν ὁ πάνσοφος Δεσπότης ἐγύμνωσε τὴν ἀσέβειαν οὐκ ἀνασχόμενος τὴν ἀνοσίαν αἵρεσιν τῇ μακροθυμίᾳ κρατῦναι.
PG 83:1369Πεισθεὶς τοίνυν ὡς ὁμοδόξοις, δέσποτα, γράφειςῥᾴδιον δέ σοι τοῦτο καὶ ἐκ πολλῶν ἡμῶν συγγραμμάτων μαθεῖν, ἀντίδος τὰ γράμματα. Ἔστι γὰρ ταῦτα πάλιν, σὺν Θεῷ φάναι, τῆς ἀγάπης ἐκκαύματα. Πρὸ δὲ τῶν γραμμάτων, δὸς τῶν προσευχῶν τὴν βοήθειαν, καὶ τὸν ἀγαθὸν ἡμῶν ἀντιβόλησον Κύριον, πρὸς τὴν ἀπλανῆ κατευθῦναι πορείαν τοὺς ἡμετέρους πόδας, ἵνα μετὰ τῶν αὐτοῦ νόμων ἐξανύσωμεν τὸν λειπόμενον δρόμον. Ἔχων γὰρ τὴν ἐκ τῆς καθαρᾶς βιοτῆς παρρησίαν, ῥᾷστα πείσεις τὸν εὐεργετεῖν ἐπειγόμενον. ΤΟΙΣ ΣΤΡΑΤΙΩΤΑΙΣ. Μία μὲν πάντων ἀνθρώπων φύσις, αἱ δὲ τῶν βίων προαιρέσεις πολλαὶ καὶ διάφοροι. Οἱ μὲν γὰρ ναυτικόν, οἱ δὲ πολεμικὸν αἱροῦνται βίον· καὶ οἱ μὲν ἀθλητικόν, οἱ δὲ γεωργικόν· καὶ οἱ μὲν τήνδε, οἱ δὲ τήνδε τὴν τέχνην μεταχειρίζουσι. Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώπων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολικῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν· οἱ δὲ γαστρὶ δουλεύουσι, καὶ τῶν αἰσχρῶν ἡδονῶν τὴν ἀπόλαυσιν εὐημερίαν ὑπολαμβάνουσιν·
ἄλλοι δέ γε μέσοι τούτων κἀκείνων εἰσί, καὶ οὔτε τὴν ἐπαινουμένην ζηλοῦσι σπουδήν, οὔτε τὸν ἀκόλαστον ἀσπάζονται βίον, τὴν δὲ ἁπλότητα τιμῶσι τῆς πίστεως. Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ’ ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μεταβάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν. Ἐπειδὴ δὲ γράψαι περὶ τούτων ἡμᾶς ᾐτήσατε, σιγᾶν ἐπὶ τοῦ παρόντος βεβουλευμένος, βραχέα εἰπεῖν ἀναγκάζομαι, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ· «Παντὶ γάρ, φησί, τῷ αἰτοῦντί σε δίδου.» Ἡμεῖς τοίνυν πάντα μὲν δύνασθαί φαμεν τὸν τῶν ὅλων Θεόν· τῇ δὲ «πάντα» φωνῇ μόνα τὰ καλὰ καὶ τὰ ἀγαθὰ συμπεριλαμβάνεσθαι. Ὁ γὰρ φύσει σοφός τε καὶ ἀγαθὸς οὐδὲν τῶν ἐναντίων προσίεται, ἀλλὰ μόνα τὰ τῇ φύσει πρέποντα. Εἰ δέ τινες ἀντιλέγουσι τῷδε τῷ λόγῳ, ἔρεσθε αὐτούς, εἰ δύναται ψεύσασθαι ὁ τῶν ὅλων Θεὸς τῆς ἀληθείας ὁ νομοθέτης·
PG 83:1371κἂν μὲν εἴποιεν δυνατὸν τῷ Θεῷ τὸ ψεῦδος, ὡς δυσσεβεῖς καὶ βλασφήμους τῆς ὑμετέρας συμμορίας ἐξελάσατε. Εἰ δὲ σύνθοιντο καὶ αὐτοί, μὴ δυνατὸν εἶναι τοῦτο τῷ τῶν ὅλων Θεῷ, πάλιν προσερωτήσατε, εἰ δυνατὸν ἄδικον γενέσθαι τὸν τὴν δικαιοσύνην πηγάζοντα. Εἰ δὲ συνομολογήσαιεν καὶ τοῦτο ἀδύνατον εἶναι τῷ τῶν ὅλων Θεῷ, πυθέσθαι χρὴ πάλιν, εἰ δυνατὸν ἄσοφον γενέσθαι τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὸν Θεὸν μὴ εἶναι Θεόν, καὶ τὸν Κύριον ὡσαύτως μὴ εἶναι Κύριον, καὶ τὸν Δημιουργὸν οὐ Δημιουργόν, καὶ τὸν ἀγαθὸν οὐκ ἀγαθόν, ἀλλὰ κακόν, καὶ τὸ ἀληθινὸν φῶς μὴ εἶναι φῶς, ἀλλὰ τοὐναντίον. Εἰ δὲ συμφήσαιεν ταῦτα πάντα, καὶ τὰ τούτοις προσόμοια, ἀδύνατα εἶναι τῷ τῶν ὅλων Θεῷ, εἰπεῖν χρὴ πρὸς αὐτούς· οὐκοῦν πολλὰ ἀδύνατα τῷ Θεῷ· καὶ ὅτι ταῦτα τὰ ἀδύνατα οὐκ ἀδυναμίας δηλωτικά, ἀλλὰ δυνάμεως μεγίστης σημαντικά. Οὐδὲ γὰρ περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγοντες, ὡς ἀδύνατον αὐτὴν ἀποθανεῖν, ἀσθένειαν αὐτῆς κατηγοροῦμεν, ἀλλὰ τῆς ἀθανασίας αὐτῆς τὸ δυνατὸν κηρύττομεν. Οὕτω τοίνυν ὁμολογοῦντες τοῦ Θεοῦ τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀθάνατον, οὔτε τροπήν, οὔτε πάθος, οὔτε θάνατον ἐκείνῃ προσάψαι τῇ φύσει δυνάμεθα.
Εἰ δὲ εἴποιεν· «Ἅπερ ἂν ἐθελήσῃ δύναται ὁ Θεός», χρὴ πρὸς αὐτοὺς εἰπεῖν ὅτι οὐδὲν βούλεται ποιεῖν ὧν μὴ πέφυκεν· πέφυκε δὲ ἀγαθός, οὐκοῦν οὐ βούλεταί τι κακόν· πέφυκε δίκαιος, οὐκοῦν οὐ βούλεταί τι ἄδικον· πέφυκεν ἀληθής, οὐκοῦν τὸ ψεῦδος βδελύττεται· πέφυκεν ἄτρεπτος, οὐκοῦν τροπὴν οὐ προσίεται· εἰ δὲ τροπὴν οὐ προσίεται, ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει. Τοῦτο γὰρ καὶ αὐτὸς διὰ τοῦ Προφήτου φησίν· «Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι». Καὶ ὁ μακάριος Δαβίδ· «Σὺ δὲ ὁ αὐτὸς εἶ», καὶ «τὰ ἔτη σου οὐκ ἐκλείψουσιν»· Εἰ δὲ ὁ αὐτός ἐστι, μεταβολὴν οὐκ ἐδέξατο. Εἰ δὲ κρείττων ὑπάρχει μεταβολῆς καὶ τροπῆς, οὐ γέγονεν ἐξ ἀθανάτου θνητός, οὐδὲ ἐξ ἀπαθοῦς παθητός. Εἰ γὰρ τοῦτο γενέσθαι οἷόν τε ἦν, οὐκ ἂν τὴν ἡμετέραν προσέλαβε φύσιν. Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύσιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ σώματι τὴν ἀνθρωπείαν ψυχήν. Καὶ τούτων ἑκάτερον τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀμύητον, ὑπὲρ μὲν τῶν ἡμαρτηκυιῶν ψυχῶν δέδωκε τὴν ψυχήν, ὑπὲρ δὲ τῶν τεθνηκότων σωμάτων τὸ σῶμα.
Καὶ ἐπειδήπερ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ σῶμα τὸ ληφθὲν προσηγορεύθη σῶμα, εἰς ἑαυτὸν ἀναφέρει τὸ τοῦ σώματος πάθος. Ὅτι δὲ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ σῶμα τῷ σταυρῷ προσηλώθη, μάρτυρες οἱ τέσσαρες εὐαγγελισταί. Ἅπαντες γὰρ συμφώνως τοῦτο διδάσκουσιν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας προσελθὼν τῷ Πιλάτῳ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὅτι οὗτος ἀπὸ τοῦ ξύλου καθεῖλε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὅτι σινδόνι καλύψας ἔθηκεν ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς αἱ περὶ Μαρίαν τὴν Μαγδαληνὴν ἦλθον εἰς τὸ μνημεῖον ζητοῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ ἔδραμον πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ ἀπήγγειλαν ταῦτα. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συμφώνως κηρύττουσιν. Εἰ δέ φασιν οἱ ἀντιλέγοντες εἰρηκέναι τὸν ἄγγελον· «Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος», μαθέτωσαν οἱ ἀσύνετοι, ὡς καὶ περὶ τοῦ καλλινίκου Στεφάνου φησὶν ἡ θεία Γραφή· «Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς». Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ’ ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν. Οὕτως ὁ μακάριος Ἰακὼβ τοῖς υἱέσιν ἔλεγε·
PG 83:1373«Θάψατέ με μετὰ τῶν πατέρων μου»· καὶ οὐκ εἶπε· «Θάψατέ μου τὸ σῶμα»· καὶ ἐπήγαγεν· «Ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν Ἰσαάκ, καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν τὴν Λείαν»· καὶ οὐκ εἶπε· τὰ «ἐκείνων σώματα». Καὶ μὴν τὰ ὀνόματα κοινὰ σωμάτων ἐστὶ καὶ ψυχῶν· ἀλλ’ ὅμως καὶ μόνα τὰ σώματα ἐκ τῶν κοινῶν ὀνομάτων ἐκάλεσεν. Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων σηκοὺς ὀνομάζομεν, καὶ τὸν μὲν Διονυσίου τυχόν, τὸν δὲ Ἰουλιανοῦ, ἢ Κοσμᾶ· καίτοι εἰδότες, ὡς μικρὰ πολλάκις λείψανα σωμάτων ἐν τούτοις κατάκεινται, αἱ δὲ ψυχαὶ ἐν θειοτέροις χωρίοις διαναπαύονται. Κἀν τῇ κοινῇ δὲ χρήσει τοῦτο τὸ ἔθος ἔστιν εὑρεῖν. «Ὁ δεῖνα» γάρ, φαμέν, «ἀπέθανε», καὶ ὁ «δεῖνα ἐν τῷδε κατάκειται τῷ τόπῳ»· καὶ ταῦτα εἰδότες ὡς ἀθάνατος ἡ ψυχή, καὶ ὡς οὐ κοινωνεῖ τοῦ τάφου τῷ σώματι. Οὕτω καὶ ὁ ἄγγελος ἔφη· «Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος»· οὐ τὴν θεότητα περικλείσας τῷ τάφῳ, ἀλλὰ τοῦ Κυρίου τὸ σῶμα τῷ τοῦ Κυρίου προσαγορεύσας ὀνόματι.
Ὅτι δὲ καὶ τοῖς ἁγίοις Πατράσι ταῦθ’ οὕτως δοκεῖ, ἀκουσάτωσαν Ἀθανασίου τοῦ πανευφήμου τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπου, ὃς δι’ ὁμολογίας τὴν ἀρχιερωσύνην ἐκόσμησε, βοῶντος· «Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ καὶ τοὺς νεκροὺς ζωοποιεῖ». Ἀκουσάτωσαν καὶ τοῦ πολυθρυλήτου Δαμάσου, τοῦ τῶν Ῥωμαίων ἐπισκόπου, βοῶντος· «Εἴ τις εἴποι, ὅτι ἐν τῷ σταυρῷ πόνον ὑπέμεινεν ἡ θεότης, καὶ οὐχὶ τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἡ τοῦ δούλου μορφή, ἣν τελείαν ἀνέλαβεν, ἀνάθεμα ἔστω». Ἀκουσάτωσαν καὶ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου τῶν Ῥωμαίων ἐπισκόπου τοῦ κυρίου Λέοντος, νῦν γεγραφότος· «Ὅτι ἔπαθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς παθεῖν ἠδύνατο, οὐ κατὰ τὴν λαβοῦσαν φύσιν, ἀλλὰ κατὰ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἀπαθὴς φύσις τὸ παθητὸν ἔλαβε σῶμα, καὶ αὐτὸ παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα τὴν ἡμετέραν ἐργάσηται σωτηρίαν, καὶ τὴν οἰκείαν φύσιν ἐφύλαξεν ἀπαθῆ». Καὶ πάλιν· «οὐ γὰρ ἦλθεν ἵνα τὴν οἰκείαν ἀπολέσῃ φύσιν, ἀλλ’ ἵνα τὴν ἡμετέραν σώσῃ».
PG 83:1375Εἰ τοίνυν κατηγοροῦσιν ἡμῶν εἰρηκότων, ὅτι ὅσα βούλεται δύναται ὁ Θεός, βούλεται δὲ τὰ τῇ αὐτοῦ φύσει πρέποντα, τὰ δὲ μὴ πρέποντα οὔτε βούλεται, οὔτε δύναται, κατηγορείτωσαν καὶ τῶνδε τῶν ἁγίων, καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι ταῦτα πρεςβεύουσι. Κατηγορείτωσαν καὶ τοῦ Ἀποστόλου βοῶντος· «Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν». Καὶ πάλιν· «Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται». Ταῦτα τοῖς ἀντιλέγουσιν ὑπανάγνωτε· καὶ εἰ μὲν πεισθεῖεν, ὑμνήσατε τὸν ἀγαθὸν Κύριον, ὅτι διὰ τῆς ὑμετέρας σπουδῆς κἀκείνοις τὴν ὠφέλειαν προὐξένησεν. Εἰ δὲ ἐπιμένοιεν ἀπειθοῦντες, μηδεμίαν πρὸς αὐτοὺς περὶ δογμάτων ποιεῖσθε διάλεξιν. Ἀπαγορεύει γὰρ ὁ θεῖος Ἀπόστολος, «λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων». Ὑμεῖς δὲ τὴν εὐαγγελικὴν διδασκαλίαν ἄσυλον διατηρήσατε, ἵν’ ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ, μετὰ τῆς προσηκούσης ἐργασίας τὴν παρακαταθήκην τῷ δικαίῳ προσενεγκότες Κριτῇ, τῆς τριποθήτου φωνῆς ἐπακούσητε· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ᾖς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου».
ΤΟΙΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΜΟΝΑΖΟΥΣΙΝ. Οἱ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώττας ὁπλίσαντες, οὐδὲν καινὸν οὐδὲ παράδοξον δρῶσιν, καὶ τοὺς εὔνους αὐτοῦ θεράποντας τῷ ψεύδει τοξεύοντες. Τῆς γὰρ Δεσποτικῆς παροινίας μετέχειν ἀνάγκη τοὺς δι’ αὐτὴν λίαν ἀλγοῦντας οἰκέτας. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος προτεθέσπικεν, τοὺς ἱεροὺς αὑτοῦ ψυχαγωγῶν μαθητάς. Ἔφη δὲ οὕτως· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ»; Εἶτα παρεθάρρυνεν αὐτούς, δείξας τὸ τῆς συκοφαντίας εὐφώρατον. Ἐπήγαγε γάρ· «Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται». Τῆς δὲ θείας προρρήσεως τὴν ἀλήθειαν πολλάκις μὲν καὶ ἄλλοτε, μάλιστα δὲ νῦν σαφῶς ἑωράκαμεν. Οἱ γὰρ τὴν καθ’ ἡμῶν συκοφαντίαν ὑφήναντες, καὶ παμπόλλων πριάμενοι χρημάτων τὰς ἡμετέρας σφαγάς, ὤφθησαν ἐναργῶς τὴν Βαλεντίνου καὶ Βαρδησάνου περικείμενοι λώβην. Ἤλπισαν δὲ ὅμως τὴν σφετέραν καλύψειν ἀσέβειαν, εἰ τῇ τοῦ ψεύδους θηγάνῃ τὰς γλώττας καθ’ ἡμῶν παραθήξαιεν.
Ἐπειδὴ γὰρ ἡμεῖς τὴν πάλαι κατασβεσθεῖσαν αἵρεσιν ἀνανεουμένην ὑπὸ τούτων ὁρῶντες, διετελοῦμεν βοῶντες, διαμαρτυρόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, κἀν τοῖς ἀσπαστηρίοις οἴκοις, κἀν τοῖς θείοις σηκοῖς, καὶ τὰς κατὰ τῆς πίστεως ἐγχειρουμένας ἐπιβουλὰς ἐξηλέγχομεν, λοιδορίας ἡμῶν κατέχεαν, ὡς δύο κηρυττόντων υἱούς. Ἔδει δὲ παρόντας ἐλέγχειν, καὶ μὴ διαβάλλειν ἀπόντας. Οὗτοι δὲ τοὐναντίον δεδράκασι. Βασιλικοῖς γὰρ ἡμᾶς τῇ Κύρρῳ προσδήσαντες γράμμασιν, ἐρήμην δικάσαι τοὺς δικαιοτάτους ἠνάγκασαν δικαστάς, καὶ κατὰ τοῦ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότος τὴν ὀρθοτάτην ψῆφον ἐξήνεγκαν. Τοῦτο δὲ οὔτε γοητείαν τις, οὔτε νεκροσυλίαν κατηγορούμενος, οὐκ ἀνδροφόνος, οὐ γάμων ἐπίβουλος ὑπέμεινε πώποτε. Ἀλλὰ τοὺς μὲν δικαστὰς ἐπὶ τοῦ παρόντος ἐάσω. Ἐγγὺς γὰρ ὁ Κύριος, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι, καὶ πραττόμενος εὐθύνας οὐ μόνον ῥημάτων καὶ πραγμάτων, ἀλλὰ καὶ πονηρῶν ἐνθυμημάτων. Τὴν δὲ γεγενημένην δίκαιον οἶμαι διελέγξαι συκοφαντίαν. Ποίαν ἀπόδειξιν ἔχουσι τοῦ δύο λέγειν ἡμᾶς υἱούς; Εἰ μὲν γὰρ τῶν σιγώντων ἦμεν, ἔσχεν ἂν χώραν ἴσως ἡ ὑποψία.
PG 83:1377Ἐπειδὴ δὲ ἔργον εἴχομεν τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας, καὶ τοῖς τοῦ Κυρίου ποιμνίοις τὴν διδασκαλικὴν προσφέρομεν πόαν, καὶ πρὸς τούτοις πέντε καὶ τριάκοντα συνεγράψαμεν βίβλους, τήν τε θείαν Γραφὴν ἑρμηνεύοντες, καὶ τὸ τῶν αἱρέσεων διελέγχοντες ψεῦδος· εὐέλεγκτος ἄρα ἡ παρὰ τούτων συντεθεῖσα ψευδολογία. Πολλαὶ μὲν γὰρ ἀκροατῶν μυριάδες μαρτυροῦσιν ἡμῖν τὴν τῶν εὐαγγελικῶν δογμάτων πεπρεσβευκόσιν ἀλήθειαν. Πρόκειται δὲ καὶ τὰ συγγράμματα τοῖς βουλομένοις εἰς βάσανον. Οὐ γὰρ ὑπὲρ δυάδος υἱῶν, ἀλλ’ ὑπὲρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς τοὺς τὴν Ἀρείου καὶ Εὐνομίου νόσον εἰσδεξαμένους, καὶ πρὸς τοὺς τὴν Ἀπολιναρίου φρενοβλάβειαν ἀσπαζομένους, καὶ μέντοι καὶ πρὸς τοὺς τῇ Μαρκίωνος σηπεδόνι κατεχομένους ἀγωνιζόμενοι διατετελέκαμεν, Ἕλληνας μὲν πείθοντες, ὅτι αὐτός ἐστιν ὁ τῶν ἁπάντων Δημιουργός, ὁ τοῦ ἀεὶ ὄντος Θεοῦ συναί̈διος Υἱός· Ἰουδαίους δέ, ὅτι περὶ αὐτοῦ τὰς προρρήσεις οἱ προφῆται πεποίηνται· τοὺς δὲ Ἀρείου καὶ Εὐνομίου κληρονόμους, ὅτι τοῦ Πατρὸς ὁμοούσιος, ὁμότιμός τε καὶ ἰσοδύναμος·
τοὺς δὲ τῆς Μαρκίωνος λύττης μετεσχηκότας, ὅτι οὐκ ἀγαθός ἐστι μόνον, ἀλλὰ καὶ δίκαιος· οὐκ ἀλλοτρίων, κατὰ τὸν ἐκείνων μῦθον, ἀλλ’ οἰκείων ποιημάτων Σωτήρ. Καὶ ἁπαξαπλῶς πρὸς αἵρεσιν ἑκάστην διαμαχόμενοι, τὸν ἕνα προσκυνεῖν παρρεγγυῶμεν Υἱόν. Καὶ τί δεῖ μακρηγορεῖν, ἐξὸν συντόμως διελέγξαι τὸ ψεῦδος; Τοὺς γὰρ καθ’ ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν· καὶ μυσταγωγοῦντες αὐτοὺς ὡς προσετάχθημεν, βαπτίζομεν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγορίαν προσφέροντες. Καὶ μέντοι καὶ τὰς θείας λειτουργίας ἐν ταῖς Ἐκκλησίαις ἐπιτελοῦντες, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, καὶ αὐτὴν δὲ τὴν ἡμέραν κατὰ τριτημόριον διαιροῦντες δοξάζομεν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ δύο υἱοὺς κατὰ τὴν τούτων συκοφαντίαν πρεσβεύομεν, τίνα δοξάζομεν, τίνα δὲ ἀπροσκύνητον καταλείπομεν; Μανίας γὰρ ἐσχάτης, δύο μὲν εἶναι πιστεύειν υἱούς, ἑνὶ δὲ μόνῳ τὴν δοξολογίαν προσφέρειν. Τίς δὲ οὕτως ἐμβρόντητος, ὡς τοῦ θείου Παύλου βοῶντος ἀκούων·
PG 83:1379Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· καὶ πάλιν· «Εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα»· ἀντινομοθετῆσαι τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, καὶ διχῆ τὸν ἕνα τεμεῖν; Ἀλλὰ γὰρ μάτην ἀδολεσχῶ. Οὐδὲ γὰρ οὗτοι φάναι τολμῶσι, καὶ ταῦτα τῷ ψεύδει συντεθραμμένοι, ὡς ταῦτα λεγόντων ἡμῶν ἀκηκόασι πώποτε· ἀλλὰ τῷ τὰς δύο φύσεις ὁμολογεῖν τοῦ Δεσπότου Χριστοῦ, δύο λέγουσι κηρύττειν υἱούς. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς τῶν ἀνθρώπων ἕκαστος καὶ ψυχὴν ἀθάνατον ἔχει, καὶ σῶμα θνητόν· καὶ οὐδεὶς μέχρι καὶ τήμερον δύο Παύλους τὸν Παῦλον ὠνόμασεν, ἐπειδὴ καὶ ψυχὴν ἔχει καὶ σῶμα· οὔτε τὸν Πέτρον δύο Πέτρους, οὔτε τὸν Ἀβραάμ, οὔτε τὸν Ἀδάμ. Ἀλλ’ οἶδε μὲν ἕκαστος τῶν φύσεων τὸ διάφορον, δύο δὲ Παύλους οὐκ ὀνομάζει τὸν ἕνα. Οὕτω τοίνυν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, καὶ Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύοντες, ὡς παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, οὐ δύο φαμὲν υἱούς, ἀλλὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁμολογοῦμεν τὰς ἰδιότητας. Οὗτοι δὲ τὴν ἐξ ἡμῶν ληφθεῖσαν ἀρνούμενοι φύσιν, δυσχεραίνουσι τῶνδε τῶν λόγων ἀκούοντες.
Ἡμᾶς δὲ δεῖξαι προσήκει πόθεν ταύτην ἠσπάσαντο τὴν ἀσέβειαν. Σίμων μὲν γὰρ καὶ Μένανδρος, Κέρδων καὶ Μαρκίων παντάπασιν ἀρνοῦνται τὴν ἐνανθρώπησιν, καὶ τὴν ἐκ Παρθένου γέννησιν μυθολογίαν ἀποκαλοῦσι. Βαλεντῖνος δέ, καὶ Βασιλείδης, καὶ Βαρδησάνης, καὶ Ἁρμόνιος, καὶ οἱ τῆς τούτων συμμορίας, δέχονται μὲν τῆς Παρθένου τὴν κύησιν, καὶ τὸν τόκον· οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειληφέναι φασίν, ἀλλὰ πάροδόν τινα δι’ αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησάμενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν. Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τὰ τῆς ψυχῆς ἐνηργηκέναι, ἵνα ταύτῃ τὰ ταπεινὰ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων προσάψωσιν. Ὁ δέ γε Ἀπολινάριος καὶ ψυχὴν αὐτὸν μετὰ τοῦ σώματος ἔφησεν εἰληφέναι, ἀλλ’ οὐ τὴν λογικήν, ἀλλὰ τὴν ζωτικὴν ἤγουν φυτικὴν ὀνομαζομένην. Τοῦ νοῦ γάρ, φησί, τὴν χρείαν ἡ θεότης ἐπλήρου. Ψυχῆς δὲ καὶ νοῦ τὴν διαίρεσιν παρὰ τῶν ἔξω μεμάθηκε φιλοσόφων. Ἡ γὰρ θεία Γραφὴ ἐκ ψυχῆς λέγει καὶ σώματος συνεστάναι τὸν ἄνθρωπον.
«Ἐποίησε» γάρ, φησίν, ὁ «Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν». Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἀποστόλοις ἔφη· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι». Τὰ μὲν οὖν τῶν αἱρετικῶν δόγματα τοσαύτην ἔχει πρὸς ἄλληλα διαμάχην. Οὗτοι δὲ τὸν Ἀπολινάριον, καὶ μέντοι καὶ Ἄρειον καὶ Εὐνόμιον ὑπερβῆναι τῇ ἀσεβείᾳ φιλονεικήσαντες, τὴν ὑπὸ Βαλεντίνου καὶ Βαρδησάνου πάλαι σπαρεῖσαν αἵρεσιν, εἶτα πρόρριζον ὑπὸ τῶν ἀρίστων ἀνασπασθεῖσαν γεωργῶν, φυτεῦσαι νῦν ἐπειράθησαν. Παραπλησίως γὰρ ἐκείνοις ἠρνήθησαν τὸ ἐκ τῆς ἡμετέρας φύσεως προσειλῆφθαι τοῦ Δεσπότου τὸ σῶμα. Ἡ δὲ Ἐκκλησία, τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένη, καὶ θεότητα τελείαν, καὶ ἀνθρωπότητα τελείαν ἐν τῷ Δεσπότῃ Χριστῷ θεωρεῖ. Ὥσπερ γὰρ ἔλαβε σῶμα, οὐ δεόμενος σώματος, ἀλλὰ πᾶσι τοῖς σώμασι δι’ ἐκείνου τὴν ἀθανασίαν πραγματευόμενος οὕτω δὴ καὶ ψυχὴν ἔλαβε τὴν κυβερνῶσαν τὸ σῶμα, ἵνα πᾶσα ψυχὴ διὰ ταύτης μετάσχῃ τῆς ἀτρεπτότητος. Εἰ γὰρ καὶ ἀθάνατοί εἰσιν αἱ ψυχαί, ἀλλ’ οὐκ ἄτρεπτοι.
PG 83:1381Πολλὰς γὰρ καὶ ἀγχιστρόφους μεταβολὰς ὑπομένουσι, νῦν μὲν τούτοις ἀρεσκόμεναι, νῦν δὲ ἐκείνοις. Οὗ δὴ χάριν καὶ πλημμελοῦμεν ἐκτρεπόμενοι, καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν εἰσδεχόμενοι. Μετὰ δὲ τὴν ἀνάστασιν, ἀπολαύει μὲν ἀθανασίας καὶ ἀφθαρσίας τὰ σώματα, ἀπολαύουσι δὲ ἀπαθείας καὶ ἀτρεπτότητος αἱ ψυχαί. Διά τοι τοῦτο καὶ σῶμα λαβὼν καὶ ψυχὴν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, μώμου ταῦτα παντὸς ἐλεύθερα διεφύλαξε, καὶ τὴν ὑπὲρ τοῦ γένους θυσίαν προσήνεγκεν. Διὰ γὰρ δὴ τοῦτο καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· ἀρχιερεὺς δὲ οὐχ ὡς Θεός, ἀλλ’ ὡς ἄνθρωπος κέκληται. Καὶ αὐτὸς προσφέρει μὲν ὡς ἄνθρωπος, δέχεται δὲ τὴν θυσίαν μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ὡς Θεός. Εἰ μὲν γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα μόνον ἐξήμαρτεν, ἔδει τοῦτο μόνον ἀπολαῦσαι τῆς θεραπείας. Ἐπεὶ δὲ οὐ μόνον συνήμαρτεν, ἀλλὰ καὶ προήμαρτεν ἡ ψυχὴπρότερος γὰρ ὁ λογισμὸς διαγράφει τὴν ἁμαρτίαν, εἶθ’ οὕτως ταύτην διὰ τοῦ σώματος ἐνεργεῖ· δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν. Ἀλλὰ γὰρ παρέλκον ἴσως ἐκ λογισμῶν ποιεῖσθαι τούτου τὰς ἀποδείξεις, τῆς θείας σαφῶς τοῦτο κηρυττούσης Γραφῆς.
Καὶ γὰρ Δαβὶδ ὁ θεσπέσιος καὶ ὁ θειότατος Πέτρος διαρρήδην τοῦτο διδάσκουσιν, ὁ μὲν πόρρωθεν προθεσπίζων, ὁ δὲ τὴν πρόρρησιν ἑρμηνεύων. Φησὶ δὲ οὕτω τῶν ἀποστόλων ὁ πρῶτος· «Προφήτης ὑπάρχων ὁ Δαβίδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν κατὰ σάρκα τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν». Πολλὰ δὲ κατὰ ταὐτὸν ἡμᾶς διὰ τῶν ὀλίγων τούτων ἐξεπαίδευσε λόγων. Πρῶτον μὲν ὡς ἡ ληφθεῖσα φύσις ἐκ τῆς ὀσφύος τοῦ Δαβὶδ κατάγει τὸ γένος· ἔπειτα δὲ ὅτι οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ἀθάνατον ἔλαβε· καὶ πρὸς τούτοις, ὅτι ταῦτα τῷ θανάτῳ παραδέδωκεν, ἃ λαβὼν πάλιν ἀνέστησεν ὡς ἠθέλησεν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». Μεμαθήκαμεν δὲ καὶ ὡς ἡ θεία φύσις ἀθάνατος. Πέπονθε γὰρ τὸ παθητόν, καὶ τὸ ἀπαθὲς μεμένηκεν ἀπαθές. Ἐνηνθρώπησε γὰρ ὁ Θεὸς Λόγος, οὐχ ἵνα παθητὴν ἀποφήνῃ τὴν ἀπαθῆ φύσιν, ἀλλ’ ἵνα τῇ παθητῇ φύσει διὰ τοῦ πάθους τὴν ἀπάθειαν δωρήσηται.
PG 83:1383Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις νῦν μέν φησιν· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἵρει αὐτὴν ἀπ’ ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτὴν», νῦν δέ· «Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων». Καὶ πάλιν· «Νῦν ἡ ψυχή μου τετάρακται» Καὶ αὖθις· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου». Καὶ περὶ τοῦ σώματος δέ φησιν· «Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς». Καὶ τὰ θεῖα δὲ παραδοὺς μυστήρια, καὶ τὸ σύμβολον κλάσας καὶ διανείμας, ἐπήγαγε· «Τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Καὶ πάλιν· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Καὶ αὖθις· «Ἂν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς». Καί· «Ὁ ἐσθίων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν ἐν ἑαυτῷ αἰώνιον».
Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ ἕλκει ταῦτα τὸ γένος. Καὶ Ἰωσὴφ δὲ ὁ Ἀριμαθαῖος τῷ Πιλάτῳ προσελθών, ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ διδάσκει ἡμᾶς διαρρήδην τῶν ἱερῶν Εὐαγγελίων ἡ τετρακτύς, ὅπως τε ἔλαβε τὸ σῶμα, καὶ ὅπως ἐνείλησε τῇ σινδόνι, καὶ ὅπως τῷ τάφῳ παρέδωκεν. Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρκίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξειςκαὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι, ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμοπίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει. Τίς γὰρ πώποτε περὶ τούτων τοῖς τῆς Ἐκκλησίας τροφίμοις ἀμφιςβήτησις γέγονε; Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν διδασκαλίαν προσήνεγκε;
Πλήρη γὰρ ταύτης καὶ τὰ τοῦ μεγάλου Βασιλείου συγγράμματα, καὶ τὰ τῶν ἐκείνου συναγωνιστῶν Γρηγορίου καὶ Ἀμφιλοχίου, καὶ τῶν ἐν τῇ Δύσει διαπρεψάντων ἐν τῇ διδασκαλίᾳ τῆς χάριτος, Δαμάσου τοῦ τῆς μεγάλης Ῥώμης, καὶ Ἀμβροσίου τοῦ Μεδιολάνων, καὶ Κυπριάνου τοῦ Καρχηδόνος, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδέξατο ὑπὲρ τουτωνὶ τῶν δογμάτων. Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλητος πεντάκις ἐξηλάθη τῆς ποίμνης, καὶ τὴν ὑπερορίαν οἰκεῖν ἠναγκάσθη. Καὶ Ἀλέξανδρος δὲ ὁ ἐκείνου διδάσκαλος ὑπὲρ τούτων ἠγωνίσατο τῶν δογμάτων. Καὶ Εὐστάθιος, καὶ Μελέτιος, καὶ Φλαβιανός, τῆς Ἀνατολῆς οἱ φωστῆρες, καὶ Ἐφραίμ, ἡ τοῦ Πνεύματος λύρα, ὁ τὸ Σύρων ἔθνος ἄρδων ὁσημέραι τοῖς τῆς χάριτος νάμασι, καὶ Ἰωάννης καὶ Ἀττικὸς οἱ τῆς ἀληθείας μεγαλόφωνοι κήρυκες· καὶ οἱ τούτων ἔτι πρεσβύτεροι, Ἰγνάτιος καὶ Πολύκαρπος, καὶ Εἰρηναῖος, καὶ Ἰουστῖνος, καὶ Ἱππόλυτος, ὧν οἱ πλείους οὐκ ἀρχιερέων προλάμπουσι μόνον, ἀλλὰ καὶ τὸν τῶν μαρτύρων διακοσμοῦσι χορόν.
PG 83:1385Καὶ μὲν δὴ καὶ ὁ νῦν τὴν μεγάλην Ῥώμην ἰθύνων, καὶ τῶν ὀρθῶν δογμάτων τὰς ἀκτῖνας ἐκ τῆς Ἑσπέρας πάντοσε ἐκτείνων ὁ ἁγιώτατος Λέων, τοῦτον ἡμῖν τῆς πίστεως τὸν χαρακτῆρα διὰ τῶν οἰκείων δογμάτων προσήνεγκεν. Οὗτοι πάντες σαφῶς ἐξεπαίδευσαν, ὡς εἷς Υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς προαιώνιος ἐκ τοῦ Πατρὸς ἀρρήτως γεγεννημένος· καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν καὶ Υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ἐχρημάτισεν, οὐκ εἰς τοῦτο τραπεὶςἄτρεπτον γὰρ ἔχει τὴν φύσιν, ἀλλὰ προσλαβὼν τὸ ἡμέτερον· καὶ ὅτι αὐτὸς καὶ ἀπαθὴς ἦν, καὶ ἀθάνατος ὡς θεός, καὶ θνητὸς καὶ παθητὸς ὡς ἄνθρωπος· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ κατὰ τὸ ἀνθρώπειον, καὶ τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν ἐδέξατο. Εἰ γὰρ καὶ μεμένηκε σῶμα τὸ σῶμα, ἀλλ’ ἀπαθές ἐστι καὶ ἀθάνατον, καὶ θεῖον ὄντως σῶμα, καὶ θείᾳ δόξῃ δεδοξασμένον· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος ἐδίδαξε Παῦλος· «Ἡμῶν» γάρ, φησί, «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ».
Καὶ οὐκ εἶπε «τῇ δόξῃ αὐτοῦ», ἀλλὰ τῷ «σώματι τῆς δόξης αὐτοῦ». Καὶ αὐτὸς δὲ ὁ Κύριος εἰπὼν τοῖς ἀποστόλοις· «Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρός», παρέλαβεν αὐτοὺς μετὰ ἓξ ἡμέρας εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λαμπρὰ ὡς τὸ φῶς. Ἐδίδαξε δὲ διὰ τούτων τῆς δευτέρας ἐπιφανείας τὸν τρόπον. Καὶ ὡς ἀπερίγραφος μὲν ἡ ληφθεῖσα φύσις οὐκ ἔστιτοῦτο γὰρ μόνης τῆς θεότητος ἴδιον, τὰς δὲ τῆς θείας δόξης ἀφήσει μαρμαρυγάς, καὶ φωτὸς ἀκτῖνας ἐκπέμψει, τῆς ὀπτικῆς αἰσθήσεως ὑπερβαίνουσα τὰ μέτρα. Μετὰ ταύτης ἀνελήφθη τῆς δόξης· οὕτως αὐτὸν ἔφασαν ἥξειν οἱ ἄγγελοι· αὐτῶν γάρ ἐστι φωνή· «Οὗτος ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Καὶ τοῖς θείοις δὲ ἀποστόλοις ὀφθεὶς μετὰ τὴν ἀνάστασιν, καὶ χεῖρας αὐτοῖς καὶ πόδας ὑπέδειξε· τῷ δὲ Θωμᾷ καὶ τὴν πλευράν, καὶ τῶν ἥλων καὶ τῆς λόγχης τὰς ὠτειλάς.
Διὰ γὰρ δὴ τούτους τοὺς ἄντικρυς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ μέντοι καὶ τοὺς ἄλλους, οἳ μετὰ τὴν ἀνάστασιν εἰς θεότητός φασι μεταβεβλῆσθαι φύσιν τὴν τοῦ σώματος φύσιν, ἐφύλαξεν ἀκεραίους τῶν ἥλων καὶ τῆς λόγχης τοὺς τύπους. Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν. Εἰ δέ τις ἀπόδειξιν ἔχειν οἴεται τοῦ μὴ μεμενηκέναι σῶμα μετὰ τὴν ἀνάστασιν τοῦ Κυρίου τὸ σῶμα, ὡς κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθητὰς εἰσελθεῖν, ἀναμνησθήτω πῶς ἐπὶ θαλάσσης ἐβάδισε θνητὸν ἔχων ἔτι τὸ σῶμα, καὶ μέντοι πῶς ἐγεννήθη τῆς παρθενίας ἀκήρατα φυλάξας τὰ σήμαντρα, καὶ αὖ πάλιν πῶς τῶν ἐπιβουλευόντων πολλάκις τὰς χεῖρας διέφυγεν ὑπ’ ἐκείνων κεκυκλωμένος. Καὶ τί λέγω τὸν Δεσπότην, ὃς οὐ μόνον ἄνθρωπος ἦν, ἀλλὰ καὶ Θεὸς προαιώνιος, καὶ ῥᾴδιον ἦν αὐτῷ πάντα ποιεῖν ὅσα βούλεται;
PG 83:1387Εἰπάτωσαν πῶς ὁ Ἁμβακοὺμ ἐκ τῆς Ἰουδαίας εἰς Βαβυλῶνα ἐν ἀκαρεῖ τοῦ χρόνου μετέβη, καὶ διέβη τοῦ λάκκου τὸ κάλυμμα, καὶ τῷ Δανιὴλ προσενήνοχε τὴν τροφήν, καὶ αὖθις ἐπανῆλθε μὴ διαφθείρας τοῦ λάκκου τὰ σήμαντρα. Ἀλλὰ μανία σαφής, καὶ τῶν Δεσποτικῶν θαυμάτων τοὺς τρόπους ἀνερευνᾶν. Προσήκει δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις εἰδέναι, ὡς μετὰ τὴν ἀνάστασιν καὶ τὰ ἡμέτερα σώματα ἄφθαρτα ἔσται. Καὶ ἀθάνατα, καὶ τοῦ γεώδους ἀπαλλαττόμενα κοῦφα γίνεται καὶ μετάρσια. Καὶ τοῦτο διαρρήδην σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Παῦλος. «Σπείρεται» γάρ, φησίν, «ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν». Καὶ ἀλλαχοῦ· «Ἁρπαγησόμεθα», φησίν, «ἐν νεφέλαις εἰς ἀέρα, εἰς ἀπάντησιν τοῦ Κυρίου». Εἰ δὲ τὰ τῶν ἁγίων σώματα κοῦφα γίνεται καὶ μετάρσια, καὶ ῥᾳδίως τὸν ἀέρα διαπερᾷ, οὐ δεῖ θαυμάζειν, εἰ τὸ Δεσποτικὸν σῶμα, τὸ τῇ θεότητι τοῦ Μονογενοῦς ἡνωμένον, μετὰ τὴν ἀνάστασιν γεγενημένον ἀθάνατον κεκλεισμένων τῶν θυρῶν εἰσελήλυθε.
Καὶ μυρίας δὲ ἑτέρας καὶ προφητικὰς καὶ ἀποστολικὰς μαρτυρίας παραγαγεῖν εὐπετές. Ἀλλ’ ἀρκεῖ καὶ τὰ εἰρημένα δεῖξαι τὸν τῆς ἡμετέρας διδασκαλίας σκοπόν. Πιστεύομεν γὰρ εἰς ἕνα Πατέρα, εἰς ἕνα Υἱόν, εἰς ἓν ἅγιον Πνεῦμα· καὶ ὁμολογοῦμεν μίαν θεότητα, μίαν κυριότητα, μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς τὸν τῆς Τριάδος οὐκ ηὔξησεν ἀριθμόν, καὶ τετράδα τὴν Τριάδα πεποίηκεν, ἀλλὰ μεμένηκεν καὶ μετὰ τὴν ἐνανθρώπησιν Τριὰς ἡ Τριάς. Ἐνανθρωπῆσαι δὲ πιστεύοντες τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, οὐκ ἀρνούμεθα ἣν ἔλαβε φύσιν, ἀλλ’ ὁμολογοῦμεν, ὡς ἔφην, καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἕνωσις οὐ συνέχεε τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ὁ ἀὴρ ὅλος δι’ ὅλου τὸ φῶς εἰσδεχόμενος οὐκ ἀπόλλυσι τὸ εἶναι ἀήρ, οὔτε μὴν τοῦ φωτὸς διαφθείρει τὴν φύσιν, ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ὁρῶμεν τὸ φῶς, τῇ δὲ ἁφῇ τὸν ἀέρα γινώσκομενἢ γὰρ ψυχρὸς ἡμῖν, ἢ θερμός, ἢ ὑγρός, ἢ ξηρὸς προσπελάζειἀνοίας ἐσχάτης σύγχυσιν ἀποκαλεῖν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἕνωσιν.
Εἰ γὰρ αἱ ὁμόδουλοι καὶ ὁμόχρονοι καὶ κτισταὶ φύσεις ἑνούμεναι, καὶ οἱονεὶ κεραννύμεναι ἀκέραιοι διαμένουσι, καὶ τοῦ φωτὸς ὑποχωροῦντος μένει καθ’ αὑτὴν τοῦ ἀέρος ἡ φύσις, πολλῷ δήπουθεν δικαιότερον, τὴν τὰ πάντα τεκτηναμένην φύσιν τῇ ἐξ ἡμῶν ληφθείσῃ συναφθεῖσάν τε καὶ ἑνωθεῖσαν φύσει, καὶ αὐτὴν ἀκραιφνῆ μεμενηκέναι ὁμολογεῖν, καὶ ἣν ἔλαβεν ὡσαύτως ἀκεραίαν διαφυλάξαι. Καὶ γὰρ καὶ ὁ χρυσὸς τῷ πυρὶ προσομιλῶν μεταλαμβάνει μὲν τῆς τοῦ πυρὸς καὶ χρόας καὶ ἐνεργείας, τὴν δὲ οἰκείαν οὐκ ἀπόλλυσι φύσιν, ἀλλὰ καὶ μένει χρυσός, καὶ ἐνεργεῖ τὰ πυρός. Οὕτω καὶ τὸ Δεσποτικὸν σῶμα, σῶμα μὲν ἔστιν, ἀλλ’ ἀπαθές, ἄφθαρτον, καὶ ἀθάνατον, καὶ Δεσποτικόν, καὶ θεῖον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Οὐ γὰρ κεχώρισται τῆς θεότητος, οὐδὲ ἄλλου τινός ἐστιν, ἀλλ’ αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἕτερον ἡμῖν ἐπιδείκνυσι πρόσωπον, ἀλλ’ αὐτὸν τὸν Μονογενῆ τὴν ἡμετέραν περικείμενον φύσιν. Ταύτην ἡμεῖς τὴν διδασκαλίαν διατελοῦμεν κηρύττοντες. Οἱ δὲ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἀρνούμενοι αἱρετικοὺς ἡμᾶς προσηγόρευσαν, προσόμοιόν τι ταῖς γυναιξὶ ταῖς ἀκολάστοις ποιοῦντες.
PG 83:1389Καὶ γὰρ ἐκεῖναι δημοσίᾳ πωλοῦσαι τὴν ὥραν, τοῖς ἑταιρικοῖς ὀνείδεσι τὰς σώφρονας περιβάλλουσι, καὶ τὰ τῆς οἰκείας ἀσελγείας ὀνόματα ταῖς τὴν ἀσέλγειαν βδελυττομέναις περιτιθέασι. Τοῦτο καὶ ἡ Αἰγυπτία πεποίηκε. Τὴν γὰρ τῆς αἰσχρᾶς ἐπιθυμίας δουλείαν ἀσπασαμένη, καὶ τὴν ἀνδραποδώδη κολακείαν προσενεγκοῦσα τῷ σώφρονι, εἶτα μὴ δελεάσασα, μηδὲ ταῖς τῆς ἡδυπαθείας περιπείρασα πάγαις, ἀλλοτρίας εὐνῆς ἀπεκάλει λῃστὴν τῆς σωφροσύνης τὸν ἐραστήν. Ἀλλ’ οὗτοι μὲν δώσουσι τῷ Θεῷ τὰς εὐθύνας, καὶ τῶν κατὰ τῆς πίστεως μηχανημάτων, καὶ τῶν καθ’ ἡμῶν σκευωρημάτων. Ἐγὼ δὲ τοὺς ὑπηγμένους ταῖς γεγενημέναις ψευδολογίαις παρακαλῶ, θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν, καὶ μὴ τὰς δύο τοῖς κατηγοροῦσιν ὑπέχειν. Οὕτω γὰρ τὸν θεῖον πληρώσουσι νόμον, ὃς διαρρήδην βοᾷ· «Ἀκοὴν ματαίαν οὐ παραδέξῃ, καὶ· Κρίσιν δικαίαν κρίνετε ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ». Διὰ γὰρ δὴ τούτων ὁ θεῖος νόμος παρεγγυᾷ μὴ πιστεύειν ταῖς κατὰ τῶν ἀπόντων διαβολαῖς ἀλλὰ παροῦσι τοῖς κατηγορουμένοις δικάζειν. ΙΩΑΝΝΗ ΟΙΚΟΝΟΜΩ. Ἐμοὶ μὲν ἡσυχία θυμήρης καὶ βίος φροντίδων ἐλεύθερος.
Διά τοι τοῦτο καὶ τοῦ μοναστηρίου τὴν αὔλειον ἀνῳκοδόμησα θύραν, καὶ τῶν γνωρίμων τὰς συντυχίας ἐκκλίνω. Ἐπειδὴ δὲ καινοτομίαν κατὰ τῆς εὐαγγελικῆς πίστεως κινεῖσθαι μεμάθηκα, οὐκ ἀκίνδυνον ὑπολαμβάνω τὴν σιωπήν. Εἰ γὰρ ἀνθρώπου βασιλεύειν λαχόντος παρά τινων ὑβρισθέντος, οὐ κατὰ τῶν ὑβρικότων μόνον, ἀλλὰ καὶ κατὰ τῶν παρατετυχηκότων μέν, ἥκιστα δὲ τοὺς πεπαρῳνηκότας ἀμυναμένων κίνδυνος ἐπῃώρηται, ποίαν οὐκ ἂν δικαίως κόλασιν ὑποσταῖεν οἱ τὰς κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τολμωμένας βλασφημίας παρορᾶν ἀνεχόμενοι; Τοῦτό με τὸ δέος ἐπὶ τοῦ παρόντος ἠνάγκασε γράψαι νῦν καὶ δηλῶσαι ἃ παρά τινων καινοτομεῖσθαι μεμάθηκα. Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι «σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι»· τῶν δέ· «χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χριςτοῦ σου, μεθ’ οὗ σοὶ πρέπει δόξα σὺν τῷ ἁγίῳ σου Πνεύματι», ἐπέσκηψεν ὁ σοφώτατος ἀρχιδιάκονος μὴ χρῆναι λέγειν τὸν Χριστόν, ἀλλὰ τὸν Μονογενῆ δοξάζειν.
PG 83:1391Εἰ δὲ τοῦτο ἀληθές, οὐδεμίαν ἀσεβείας ὑπερβολὴν καταλείπει. Ἢ γὰρ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν μονογενῆ μὲν Υἱὸν ὑπολαμβάνει γνήσιόν τε καὶ φύσει γεγενημένον, τὸν δὲ Χριστὸν εἰσποιητόν τε καὶ νόθον, καὶ διὰ τοῦτο δοξολογίας ἀνάξιον· ἢ πειρᾶται κρατύνειν τὴν νῦν εἰσκωμάσασαν αἵρεσιν. Καὶ εἰ μὲν παγχάλεπος ἐπέκειτο κλύδων, ἐτόπασεν ἄν τις, αὐτὸν δεδοικότα τὴν δυναστείαν τῶν γεγεννηκότων τὴν αἵρεσιν, τῷ καιρῷ τὴν βλαςφημίαν χαρίζεσθαι. Ἐπειδὴ δὲ ὁ βλασφημούμενος ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάττῃ, καὶ ταῖς χειμαζομέναις Ἐκκλησίαις παρέσχε γαλήνην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ τῶν ἀποστόλων καταγγέλλεται κήρυγμα, ποίαν ἔχει χώραν ἡ βλασφημία; Ἀλλὰ γὰρ οὐδὲ οἱ τὴν μίαν φύσιν σαρκὸς καὶ θεότητος τοῖς ἐκκλησιαστικοῖς νῦν κακῶς κατασπείραντες δόγμασιν ἀπηγόρευσαν τὸν Δεσπότην ὑμνεῖσθαι Χριστόν· καὶ ῥᾴδιον αὐτὸ τοῦτο μαθεῖν παρὰ τῶν ἐκεῖθεν ἐπανεληλυθότων.
Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθάπερ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀληθείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θειοτάτου Παύλου Κορινθίοις μὲν ἐπιστέλλοντος, τὴν δὲ οἰκουμένην διδάσκοντος ὅτι «Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα», καὶ τὸν αὐτὸν καὶ Χριστόν, καὶ Ἰησοῦν, καὶ Κύριον, καὶ τῶν ὅλων Δημιουργὸν ὀνομάζοντος. Καὶ Θεσσαλονικεῦσι δὲ γράφων οὕτως ἔφη· «Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς». Ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τούτους Ἐπιστολῇ καὶ προτέταχε τὸν Χριστὸν τοῦ Πατρός, οὐ τὴν τάξιν ἀνατρέπων, ἀλλὰ διδάσκων, ὡς ἡ τάξις τῶν ὀνομάτων οὐκ ἀξιωμάτων καὶ φύσεων διδάςκει διαφοράν. Λέγει δὲ οὕτως·
«Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ». Ἐν δέ γε τῷ τέλει τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς, τινὰ παραινέσας ἐπεισήγαγεν· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος». Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Υἱὸν ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν αὐτὸν προέταξε τοῦ παναγίου Πνεύματος. Κορινθίοις δὲ γράφων, ἐν αὐτῷ γε τῷ προοιμίῳ, μόνου τοῦ Χριστοῦ τὸ ὄνομα τέθεικεν, ὡς ἀρκοῦν καὶ μόνον τοὺς πιστεύοντας καταιδέσαι· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες». Καὶ δὶς δὲ αὐτοῖς ἐπιστείλας, τοῦτο τοῖς γράμμασιν ἐντέθεικε τέλος· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν». Καὶ προτέθεικεν ἐνταῦθα οὐ μόνον τοῦ Πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ Πατρός, τὴν τοῦ Χριστοῦ προσηγορίαν.
PG 83:1393Τοῦτο δὲ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῆς μυστικῆς ἐστι λειτουργίας προοίμιον. Προσήκει τοίνυν κατὰ τὸν θαυμάσιον τοῦτον νόμον, καὶ ἐκ τῶν μυστικῶν ἀπολειφθῆναι γραμμάτων τὸ σεπτότατον ὄνομα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν. Ἕκαστον γὰρ Ἐπιστολῆς προοίμιον ὁ θεῖος Ἀπόστολος τῇδε τῇ προσηγορίᾳ λαμπρύνει, νῦν μὲν λέγων· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος», νῦν δέ· «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ»· καί· «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ». Καὶ τῷ προοιμίῳ τὴν εὐλογίαν συνάπτων, ἐκ ταύτης ταύτην ἀρύεται τῆς πηγῆς, καὶ τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν συζεύγνυσι λέγων· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ». Καὶ τῶν Ἐπιστολῶν δὲ τὰ τέλη τῇδε τῇ εὐλογίᾳ διακοσμεῖ· Ἡ «χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν». Καὶ ἑτέρας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας, δι’ ὧν καταμαθεῖν εὐπετές, ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἄλλο πρόσωπόν ἐστι παρὰ τὸν Υἱὸν τῆς Τριάδος πληρωτικόν.
Ὁ γὰρ αὐτὸς πρὸ μὲν τῶν αἰώνων Υἱὸς ἦν μονογενὴς καὶ Θεὸς Λόγος, μετὰ δὲ τὴν ἐνανθρώπησιν ὠνομάσθη καὶ Ἰησοῦς καὶ Χριστός, ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας δεξάμενος. Ἰησοῦς μὲν γὰρ Σωτὴρ ἑρμηνεύεται· «Καλέσεις γὰρ τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». Χριστὸς δὲ κέκληται, ὡς κατὰ τὸ ἀνθρώπειον τῷ Πνεύματι τῷ παναγίῳ χρισθείς, καὶ χρηματίσας ἀρχιερεὺς ἡμῶν, καὶ ἀπόστολος, καὶ προφήτης, καὶ βασιλεύς. Μωϋσῆς μὲν γὰρ ὁ θεσπέσιος βοᾷ πόρρωθεν· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ». Ὁ δὲ θεῖος Δαβὶδ κέκραγεν λέγων· «Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Βεβαιοῖ δὲ τὴν προφητείαν ὁ θεῖος Ἀπόστολος καὶ πάλιν· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας». Ὅτι δὲ καὶ βασιλεύς ἐστι προαιώνιος ὡς Θεός, ἡ προφητικὴ πάλιν ἡμᾶς μελῳδία διδάσκει· «Ὁ θρόνος σου γάρ», φησίν, ὁ «Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου».
PG 83:1395Ὑποδείκνυσι δὲ ἡμῖν καὶ τὸ ἀνθρώπειον αὐτοῦ κράτος. Ἔχων γὰρ τῶν ὅλων τὴν δεσποτείαν ὡς Θεὸς καὶ δημιουργός, λαμβάνει ταύτην ὡς ἄνθρωπος. Οὗ δὴ χάριν ἐπήγαγεν· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Καὶ ἐν τῷ δευτέρῳ γέ φησιν ψαλμῷ αὐτὸς ὁ χρισθείς· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Ταῦτα δὲ ὡς ἄνθρωπος εἴρηκεν. Ὡς γὰρ ἄνθρωπος λαμβάνει ἅπερ ἔχει ὡς Θεός. Καὶ ἐν αὐτῷ γε τῷ τοῦ ψαλμοῦ προοιμίῳ τῷ Θεῷ καὶ Πατρὶ συνέταξεν αὐτὸν ἡ προφητικὴ χάρις. «Ἵνα τί γάρ, φησίν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ·
μηδὲ σοφωτέρους ἑαυτοὺς ὑπολάβωμεν τῆς τοῦ Πνεύματος χάριτος. Ἀλλ’ ἀκούσωμεν τοῦ μεγάλου Πέτρου βοῶντος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος». Καὶ ἀκούσωμεν τοῦ Δεσπότου Χριστοῦ, τήνδε τὴν ὁμολογίαν κρατύνοντος. «Ἐπὶ ταύτῃ γάρ», ἔφη, «τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Διά τοι τοῦτο καὶ Παῦλος ὁ πάνσοφος, ὁ τῶν Ἐκκλησιῶν ἄριστος ἀρχιτέκτων, οὐχ ἕτερον, ἀλλὰ τοῦτον αὐτὸν κατέπηξεν τὸν θεμέλιον. «Ἐγὼ γάρ», φησίν, «ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον» γὰρ «ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριςτός». Πῶς τοίνυν ἕτερον ἐπινοοῦσι θεμέλιον, οὐ πηγνύναι θεμέλιον, ἀλλ’ ἐποικοδομεῖν τῷ κειμένῳ προστεταγμένοι; Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ τὸν Χριστὸν οἶδε θεμέλιον, καὶ ταύτῃ τῇ προσηγορίᾳ λαμπρύνεται. Καὶ νῦν μέν φησι· «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Νῦν δέ· Ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος». Καὶ πάλιν·
«Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον». Καὶ μικρὸν πρὸ τούτων· «Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς τε κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν». Καὶ Γαλάταις μὲν ἐπιστέλλων ἔφη· «Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι». Κορινθίοις δὲ γράφων οὐκ εἶπεν, ὅτι «Ἡμεῖς μὲν κηρύττομεν τὸν Υἱόν», ἀλλὰ «Χριστὸν ἐσταυρωμένον»· οὐκ ἐναντία ποιῶν οἷς προσετάχθη, ἀλλὰ τὸν αὐτὸν εἰδὼς καὶ Ἰησοῦν, καὶ Χριστόν, καὶ Κύριον, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον. Τούτου δὴ χάριν καὶ Ῥωμαίοις γράφειν ἀρξάμενος δοῦλον ἑαυτὸν ὠνόμασεν Ἰησοῦ Χριστοῦ. Εἶπε δέ, «ἀφωρίσθαι εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει», καὶ τὰ ἑξῆς.
PG 83:1397Καὶ τὸν αὐτὸν ἐκάλεσε καὶ Ἰησοῦν Χριστόν, καὶ υἱὸν τοῦ Δαβὶδ κατὰ σάρκα, καὶ Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν καὶ τῶν ὅλων Δεσπότην. Καὶ μέντοι κἀν τῷ μέσῳ τῆς Ἐπιστολῆς Ἰουδαίων μνημονεύσας, ἐπήγαγεν· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν». Καὶ τὸν αὐτὸν κατὰ σάρκα μὲν ἐξ Ἰουδαίων ἔφη κατάγειν τὸ γένος, αἰώνιον δὲ εἶναι Θεόν, καὶ πάντων ὁμοῦ τῶν γενητῶν Δεσπότην παρὰ τῶν εὐγνωμόνων ὑμνούμενον. Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσήνεγκεν καὶ δι’ ὧν τῷ θαυμασίῳ γέγραφε Τίτῳ. «Προσδεχόμενοι γάρ», φησί, «τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφανείαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ τὸν αὐτὸν καὶ Σωτῆρα, καὶ μέγαν θεόν, καὶ Ἰησοῦν Χριστὸν προσηγόρευσε. Καὶ ἀλλαχοῦ· «Ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ». Καὶ μέντοι καὶ τοῖς ποιμέσιν ὁ τῶν ἀγγέλων ἔφη χορός· «Ἰδοὺ τίκτεται ὑμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαβίδ». Ἀλλὰ γὰρ παρέλκον πάσας τὰς τοιαύτας συλλέγειν μαρτυρίας ἀνδράσι γράφοντα τοῖς μελετῶσιν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός·
ἀποχρῶσί τε αὗται πεῖσαι καὶ τοὺς ἄγαν δυσπειθεστάτους τὰς θείας μὴ μερίζειν προσηγορίας. Ἐκεῖνο μέντοι παραλιπεῖν οὐκ ἀνέξομαι. Φασὶ γὰρ αὐτὸν εἰρηκέναι, χριστοὺς μὲν εἶναι πολλούς, Υἱὸν δὲ ἕνα. Τοῦτο δὲ ἐξ ἀγνοίας αὐτὸν ὑπείληφα πλημμελεῖν. Εἰ γὰρ τὴν θείαν ἀνέγνω Γραφήν, ἐγνώκει ἂν ὡς καὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν πολλοῖς ὁ μεγαλόδωρος Δεσπότης δεδώρηται. Μωϋσῆς μὲν γὰρ ὁ νομοθέτης, ὁ τὴν παλαιὰν ἱστορίαν συγγράψας, φησίν· «Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον αὑτοῖς ἐξ αὐτῶν γυναῖκας». Αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς πρὸς τοῦτον ἔφη τὸν προφήτην· «Εἰπὲ πρὸς Φαραώ· Υἱὸς πρωτότοκός μου Ἰσραήλ». Κἀν τῇ Ὠδῇ δὲ τῇ μεγάλῃ· «Εὐφράνθητε», φησίν, «ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ». Διὰ δὲ Ἡσαίου τοῦ προφήτου φησίν· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». Καὶ διὰ τοῦ τρισμακαρίου Δαβίδ· «Ἐγώ», φησίν, «εἶπα· θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες». Ὁ δὲ πάνσοφος Παῦλος Ῥωμαίοις μὲν γέγραφεν οὕτως· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.
PG 83:1399Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν». Γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ». Ταῦτα δὲ καὶ Ἐφεσίους ἐδίδαξεν· «Ἐν ἀγάπῃ γάρ, φησί, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν». Εἰ τοίνυν, ἐπεὶ κοινόν ἐστι τὸ ὄνομα τοῦ Χριστοῦ, δοξάζειν οὐ δεῖ τὸν Χριστὸν ὡς Θεόν, μηδὲ ὡς Υἱὸν αὐτὸν προσκυνήσομεν· πολλοὶ γὰρ καὶ τοῦδε μετέλαχον τοῦ ὀνόματος. Καὶ τί λέγω τοῦ Υἱοῦ; αὐτὴν γὰρ τὴν Θεὸς προσηγορίαν πολλοὶ μὲν ἔλαβον τοῦ Θεοῦ δεδωκότος. «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καί· Ἐγὼ εἶπα· θεοί ἐστε». Καί· «Θεοὺς οὐ κακολογήσεις». Πολλοὶ δὲ καὶ ἁρπάσαντες τήνδε τὴν κλῆσιν ἐσχήκασιν.
Οἱ γὰρ τοὺς ἀνθρώπους ἐξαπατήσαντες δαίμονες τοῖς εἰδώλοις τήνδε τὴν προσηγορίαν ἐπέθεσαν. Οὗ δὴ χάριν Ἰερεμίας βοᾷ· «Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ προσώπου τοῦ οὐρανοῦ». Καὶ πάλιν· «Ἐποίησαν ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς». Καὶ ὁ Ἡσαί̈ας κωμῳδήσας τὴν τῶν εἰδώλων κατασκευήν, εἰρηκὼς ὅτι «Τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον φῶς», καὶ ἐπήγαγε· «Τὸ δὲ λοιπὸν ἔγλυψεν ὡς Θεόν, καὶ προσκυνεῖ αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ». Οὗ δὴ χάριν αὐτοὺς ὀδυρόμενος λέγει· «Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν»· Καὶ ὁ μελοποιὸς δὲ Δαβὶδ ψάλλειν ἡμᾶς ἐδίδαξεν· «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν». Ἀλλὰ τὸ τῶν ὀνομάτων ὁμώνυμον οὐδὲν τοῖς εὐσεβεῖν ἐπισταμένοις λυμαίνεται. Ἴσμεν γὰρ ὡς οἱ δαίμονες ψευδῶς σφίσιν τε αὐτοῖς καὶ τοῖς εἰδώλοις τὴν θείαν προσηγορίαν ἐπέθεσαν. Οἱ δὲ ἅγιοι χάριτι ταύτην ἐδέξαντο τὴν τιμήν·
ἀληθῶς δὲ καὶ φύσει Θεὸς ὁ τῶν ὅλων Θεός, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον Πνεῦμα. Καὶ τοῦτο σαφῶς ὁ πανεύφημος ἐδίδαξεν ἡμᾶς Παῦλος. Φησὶ δὲ οὕτως· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἶς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριςτός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ». Καὶ Πνεῦμα δὲ Θεοῦ τὸ πανάγιον καλεῖται Πνεῦμα· ἀλλὰ καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. «Ἐξελεύσεται γάρ», φησί, «τὸ Πνεῦμα αὐτοῦ». Καί· «Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον». Καὶ τοὺς ἀγγέλους δὲ πνεύματα προςηγόρευσεν ὁ ὑμνοποιὸς Δαβίδ. «Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα». Καὶ τί λέγω τοὺς ἀγγέλους καὶ τὰς τῶν ἀνθρώπων ψυχάς; Καὶ γὰρ τοὺς δαίμονας οὕτως ὁ Δεσπότης ὠνόμασε. «Παραλήψεται γάρ», φησίν, «ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτόν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων». Ἀλλ’ οὐδὲ ἡ ὁμωνυμία τὸν εὐσεβῆ λωβᾶται.
PG 83:1401Εἷς γὰρ φύσει Θεὸς ὁ Πατήρ, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον αὐτοῦ Πνεῦμα· καὶ εἷς φύσει Υἱός, τοῦ Θεοῦ μονογενής, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ ἓν Πνεῦμα ἅγιον ὃ Παράκλητος, ὃς πληροῖ τῆς Τριάδος τὸν ἀριθμόν. Οὕτω πολλῶν ὀνομαζομένων πατέρων ἕνα προσκυνοῦμεν Πατέρα, τὸν πρὸ τῶν αἰώνων Πατέρα, τὸν καὶ ταύτην τοῖς ἀνθρώποις τὴν ἐπίκλησιν δεδωκότα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. «Κάμπτω γάρ», φησί, «τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται». Μὴ τοίνυν τῷ ἄλλους ὀνομάζεσθαι χριστοὺς ἀποστερήσωμεν ἑαυτοὺς τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνήσεως. Ὡς γὰρ πολλῶν ὠνομασμένων θεῶν τε καὶ πατέρων, εἷς ἐστιν ὁ ἐπὶ πάντων Θεὸς καὶ πρὸ αἰώνων Πατήρ, καὶ πολλῶν κεκλημένων υἱῶν, εἷς ὁ ἀληθινὸς καὶ φύσει Υἱός, καὶ πολλῶν προςηγορευμένων πνευμάτων, ἕν ἐστι τὸ πανάγιον Πνεῦμα, οὕτω πολλῶν κληθέντων χριστῶν, εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Μάλα δὲ εἰκότως ἡ Ἐκκλησία τοῦδε ἐξήρτηται τοῦ ὀνόματος. Ἤκουσε γὰρ τοῦ νυμφοστόλου Παύλου βοῶντος·
«Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Καὶ πάλιν· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, ὡς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν». Καὶ αὖθις εἰπών· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· ἐπήγαγε· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν». Ἄκουσον αὐτοῦ λέγοντος· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Καὶ ἑτέρωθι· «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε»· Καὶ ἀλλαχοῦ· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε». Καὶ πάλιν· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας». Ταῦτα καὶ τὰ τούτοις προσόμοια μεμαθηκότες οἱ τῶν θείων δωρεῶν τετυχηκότες, ἔρωτι τοῦ φιλοδώρου Δεσπότου, καὶ τὴν τριπόθητον αὐτοῦ προσηγορίαν ἐν τῷ στόματι περιφέρουσι, καὶ τὰ τοῦ Ἄσματος τῶν ᾀσμάτων βοῶσιν· «Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ·
PG 83:1403ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου». Πρὸς δὲ τούτοις καὶ τὴν ἐπέραστον προσηγορίαν ἣν ἔχομεν ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας ἐλάβομεν. Χριστιανοὶ γὰρ ὀνομαζόμεθα. Περὶ τούτου τοῦ ὀνόματος προαγορεύων ὁ τῶν ὅλων ἔφη Θεός· «Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς». Τούτου δὴ χάριν διαφερόντως ἡ Ἐκκλησία τῆσδε τῆς προςηγορίας ἐξήρτηται. Ὅτε γὰρ ἐνανθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, τότε Χριστὸς ὠνομάσθη, τότε τῶν ἀνθρώπων ἡ φύσις τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἐδέξατο, τότε τῆς ἀληθείας οἱ κήρυκες τὴν οἰκουμένην κατηύγασαν. Οἱ μέντοι τῆς Ἐκκλησίας διδάσκαλοι ἀδιαφόρως ἀεὶ ταῖς τοῦ Μονογενοῦς προσηγορίαις ἐχρήσαντο. Ποτὲ μὲν γὰρ δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα· ποτὲ δὲ τὸν Πατέρα σὺν τῷ Χριστῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀλλ’ ὅμως οὐδεμίαν ἔχει κατὰ τὴν διάνοιαν τοῦτο πρὸς ἐκεῖνο διαφοράν. Διά τοι τοῦτο τοῦ Κυρίου προστεταχότος βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὁ τρισμακάριος Πέτρος τοῖς τὸ κήρυγμα δεδεγμένοις, ἐρομένοις τί χρὴ ποιῆσαι·
«Πιστεύσατε», ἔφη, καὶ «βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»· ὡς ταυτησὶ τῆς προσηγορίας πᾶσαν ἐχούσης τοῦ θείου κηρύγματος τὴν δύναμιν. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μέγας Βασίλειος, ὁ τῆς Καππαδοκῶν, μᾶλλον δὲ τῆς οἰκουμένης φωστήρ· ἔφη δὲ οὕτως· «Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία. Δηλοῖ γὰρ τὸν Πατέρα τὸν χρίσαντα, τὸν Υἱὸν τὸν χρισθέντα, τὸ Πνεῦμα τὸ ἅγιον ᾧ ἐχρίσθη». Καὶ οἱ ἐν Νικαίᾳ δὲ συνεληλυθότες τρισμακάριοι Πατέρες, εἰπόντες χρῆναι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα, ἐπήγαγον· «Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ»· διδάσκοντες ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Χρὴ δὲ κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις, ὡς οὐ χρὴ λέγειν· μετὰ τὴν ἀνάληψιν οὐκ ἔστι Χριστὸς ὁ Δεσπότης Χριστός, ἀλλὰ Υἱὸς μονογενής. Μετὰ γὰρ δὴ τὴν ἀνάληψιν καὶ τὰ θεῖα Εὐαγγέλια συνεγράφη, καὶ ἡ τῶν πράξεων ἱστορία, καὶ αἱ τοῦ Ἀποστόλου Ἐπιστολαί. Μετὰ τὴν ἀνάληψιν ὁ θεῖος βοᾷ Παῦλος·
«Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστόν, τὸν Κύριον ἡμῶν, κρατῶμεν τῆς ὁμολογίας». Καὶ πάλιν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν». Καὶ αὖθις περὶ τῆς εἰς τὸν Θεὸν ἐλπίδος εἰπών τινα ἐπήγαγεν· «Ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα». Καὶ τῷ μακαρίῳ δὲ Τίτῳ περὶ τῆς δευτέρας γράφων ἐπιφανείας, οὕτως εἶπε· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ Θεσσαλονικεῦσι δὲ τὰ παραπλήσια γέγραφεν· «Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης». Καὶ πάλιν·
PG 83:1405«Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ». Καὶ αὖθις δὲ τοῖς αὐτοῖς ἐπιστείλας καὶ ταῦτα τέθεικεν· «Ἐρωτῶμεν δὲ» ὑμᾶς, «ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν». Καὶ μετ’ ὀλίγα δέ, τοῦ Ἀντιχρίστου τὸν ὄλεθρον προθεσπίζων, ἐπήγαγεν· «Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ». Καὶ Ῥωμαίους δὲ εἰς ὁμόνοιαν προτρέψας καὶ ταῦτα προστέθεικε· «Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ». Καὶ αὐτὸς δὲ ὁ Κύριος, τὴν δευτέραν αὑτοῦ παρουσίαν προαγορεύων, πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα εἴρηκε· «Τότε ἐάν τις ὑμῖν εἴπῃ·
Ἰδοὺ» ὧδε ὁ «Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται εἰς δυσμάς, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου». Καὶ μετὰ τὴν τοῦ σώματος ἀθανασίαν καὶ ἀφθαρσίαν, Υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν, ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάσας. Αὕτη γὰρ καὶ τότε φανήσεται. Ἡ γὰρ θεία φύσις καὶ ἀγγέλοις ἀόρατος. «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. Καὶ τῷ μεγάλῳ Μωϋσεῖ ἔφη· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται». Τὸ γάρ· «Οὐδένα οἴδαμεν κατὰ σάρκα, εἰ δὲ καὶ ἐγνώκαμεν Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν»· οὐκ εἰς ἀναίρεσιν τῆς ληφθείσης φύσεως ὁ θεῖος εἶπεν Ἀπόστολος, ἀλλ’ εἰς βεβαίωσιν τῆς ἐσομένης ἡμῖν ἀφθαρσίας τε καὶ ἀθανασίας, καὶ πνευματικῆς ζωῆς. Οὗ δὴ χάριν ἐπήγαγεν· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά». Τὰ δὲ ἐσόμενα ὡς γεγενημένα εἴρηκεν. Οὐδέπω γὰρ τῆς ἀθανασίας ἐτύχομεν, τευξόμεθα δέ, καὶ τυχόντες οὐκ ἀσώματοι γενησόμεθα, ἀλλ’ ἀθανασίαν ἐνδυσόμεθα.
«Οὐ θέλομεν γάρ», φησὶν ὁ θεῖος Ἀπόστολος, «ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς». Καὶ πάλιν· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσαςθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». Οὕτω τοίνυν τὸν Κύριον οὐκ ἀσώματον εἴρηκεν, ἀλλ’ ἄφθαρτον εἶναι καὶ τὴν ὁρωμένην φύσιν, καὶ ἀθάνατον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένην πιστεύειν ἐδίδαξε. Τοῦτο γὰρ ἐν τῇ πρὸς Φιλιππησίους σαφέστερον ἡμᾶς ἐξεπαίδευσεν. «Ἡμῶν γάρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ». Ἐναργῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὅτι σῶμα μὲν ἔστι τὸ Δεσποτικὸν σῶμα, θεῖον δὲ σῶμα, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Μὴ τοίνυν φύγωμεν προσηγορίαν δι’ ἧς ἀπελαύσαμεν σωτηρίας, δι’ ἧς ἀνεκαινίσθη τὰ πάντα, ὡς αὐτὸς ἔφη ὁ διδάσκαλος Ἐφεσίοις γράφων· «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ».
PG 83:1407Μάθωμεν δὲ παρὰ τῆς μακαρίας ταυτησὶ γλώττης καὶ ὅπως δεῖ δοξάζειν τὸν εὐεργέτην, τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Χριστοῦ προσηγορίαν προσάπτοντας. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησι· «Τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος τε νῦν διά τε Γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, καὶ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ἐφεσίοις δὲ γράφων οὕτως ὕμνησε· «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπεριςσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν». Καὶ μικρὸν δὲ τούτων ἔμπροσθεν οὕτως ἔφη· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ» γῆς ὀνομάζεται. Καὶ μετὰ πλεῖστα· «Εὐχαριστοῦμεν», φησί, «πάντοτε ὑπὲρ πάντων ὑμῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί».
Καὶ μέντοι καὶ τὴν Φιλιππησίων φιλοτιμίαν ταῖς εὐλογίαις ἠμείψατο· Ὁ «δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ». Ἑβραίοις δὲ οὕτως ἐπηύξατο· Ὁ «δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ τῶν νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριςτοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Οὐ μόνον δὲ δοξολογῶν, ἀλλὰ καὶ παραγγέλλων, καὶ διαμαρτυρόμενος, συνάπτει τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί. Καὶ τῷ μακαρίῳ Τιμοθέῳ γράφων βοᾷ· «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ». Καὶ πάλιν· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον·
ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν». Ταῦτα παρὰ τῶν θείων ἐδιδάχθημεν ἀποστόλων, ταύτην καὶ Ἰωάννης καὶ Ματθαῖος, τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ μέγιστοι ποταμοί, τὴν διδασκαλίαν ἡμῖν προσήνεγκαν· ὁ μὲν εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ»· ὁ δὲ τὰ πρὸ τῶν αἰώνων ἐπιδείξας· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο».
Page scan enlarged

Notebook

Full View