PG 54John Chrysostom
Homilies on Genesis (Homilies 42–67)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + scholarios OCR page view (underneath) — PG column chips mark the printed columns.

Homily XLII, Chapter 1Homilia XLII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:385πεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολὴν, ἀλλὰ πάντα τοῖς κι-βωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀν-εχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΒ. Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. α. Ἐμάθομεν ἐκ τῶν χθὲς ἀνεγνωσμένων, ἀγαπητοὶ, τὴν ὑπερβολὴν τῆς τοῦ δικαίου φιλοξενίας· φέρε δὴ καὶ σήμερον τὰ ἑξῆς ἐπελθόντες, πάλιν καταμάθωμεν τοῦ πατριάρχου τὸ φιλόστοργον καὶ συμπαθές. Ἑκάστην γὰρ τῶν ἀρετῶν μεθ’ ὑπερβολῆς ὁ δίκαιος οὗτος ἐκέκτητο. Οὐδὲ γὰρ μόνον φιλόστοργος, οὐδὲ φιλόξενος ἦν καὶ συμπαθὴς, ἀλλὰ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας μετὰ δαψιλείας ἐπεδείκνυτο. Ἄν τε γὰρ ὑπομονὴν δέῃ ἐπιδεί-ξασθαι, εὑρήσεις αὐτὸν εἰς αὐτὴν τὴν ἄκραν κορυφὴν ἀναβεβηκότα· ἄν τε ταπεινοφροσύνην, ὄψει πάλιν καὶ ἐνταῦθα οὐδενὶ παραχωροῦντα, ἀλλὰ πάντας ὑπερακον-
τίζοντα· κἂν πίστιν ἐπιδείξασθαι δέῃ, καὶ ἐν τούτῳ πά-λιν μᾶλλον εὑρεθήσεται τῶν ἄλλων ἁπάντων εὐδοκιμῶν. Καθάπερ γὰρ εἰκών τις ἔμψυχός ἐστιν ἡ τούτου ψυχὴ, τὰ διάφορα τῆς ἀρετῆς χρώματα ἐν ἑαυτῇ δεικνύουσα. Ποία οὖν ἡμῖν ὑπολείπεται λοιπὸν ἀπολογία, ὅταν ἑνὸς ἀνθρώπου πάσας τὰς ἀρετὰς ἐν ἑαυτῷ περιφέροντος, ἡμεῖς οὕτως ἔρημοι τυγχάνωμεν, ὡς μηδεμίαν ἀρετὴν βούλεσθαι κατορθοῦν; Ὅτι γὰρ οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, σαφὴς ἀπόδειξις τὸ πολλοὺς τῶν ὁμογενῶν ἡμῖν εὑρεῖν διαλάμποντας ἐν ἀρετῇ. Καὶ αὐτὸ δὲ τοῦτο, τὸ τὸν πατριάρχην καὶ πρὸ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γεγονότα, οἴκοθεν καὶ ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης γνώσεως εἰς τοσοῦτον μέτρον ἀρετῆς ἐλθεῖν, πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται. Ἀλλ’ ἴσως ἐροῦσί τινες, ὅτι πολλῆς ἀπέλαυσε τῆς παρὰ τοῦ Θεοῦ κηδεμο-νίας ὁ ἀνὴρ, καὶ πολλὴν ἐπεδείξατο τὴν περὶ αὐτὸν πρό-νοιαν ὁ τῶν ὅλων Θεός. Ναὶ, ὁμολογῶ· ἀλλ’ εἰ μὴ πρό-τερος τὰ παρ’ ἑαυτοῦ καὶ αὐτὸς ἐπεδείξατο, οὐκ ἂν τῶν παρὰ τοῦ Δεσπότου ἀπήλαυσε. Μὴ τοίνυν τοῦτο μόνον ὅρα, ἀλλὰ καθ’ ἕκαστον ἐξετάζων καταμάνθανε, πῶς πρότερον τῆς οἰκείας ἀρετῆς ἐν πᾶσι τὴν βάσανον παρ-εσχηκὼς, οὕτως ἠξιοῦτο τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας. Καὶ ταῦτα πολλάκις ὑμῖν ἐδείξαμεν, ἡνίκα τὰ κατὰ τὴν μετάστασιν αὐτοῦ τὴν ἐκ γῆς τῆς πατρῴας ἐποιεῖτο ὅπως οὐδὲ ἀπὸ προγόνων σπέρματα εὐσεβείας δεξάμενος, οἴκοθεν καὶ παρ’ ἑαυτοῦ πολὺ τὸ φιλόθεον ἐπεδείκνυτο, καὶ ἄνθρωπος ἄρτι τῆς Χαλδαίας μεταναστὰς, ἀθρόον κελευόμενος τὴν ἀλλοτρίαν τῆς οἰκείας ἀνταλλάξασθαι, οὐκ ἐνεδοίασεν, οὐκ ἀνεβάλλετο, ἀλλ’ εὐθέως ἐπλήρου τὸ ἐπιταχθὲν, καὶ ταῦτα οὐκ εἰδὼς ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης, καὶ ἔσπευδε καὶ ἠπείγετο, ὡς ἐπὶ ὡμολο-γημένοις, τοῖς ἀδήλοις, τὸ τοῦ Θεοῦ πρόσταγμα πάντων προτιμότερον ἡγούμενος. Εἶδες πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ παρ’ ἑαυτοῦ εἰσέφερε, καὶ διὰ τοῦτο καὶ τὰ παρὰ τοῦ Θεοῦ καθ’ ἑκάστην ἐκαρποῦτο μετὰ πολλῆς τῆς δαψιλείας; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἀγαπητοὶ, εἰ βουλοίμεθα τῆς ἄνωθεν ἀπολαύειν εὐνοίας, ζηλώσωμεν τὸν πατριάρχην, καὶ μὴ ἀναδυώμεθα πρὸς τὴν ἀρετὴν, ἀλλ’ ἑκάστην ἀπολαβόντες, οὕτω ταύτην μετὰ σπουδῆς μετερχώμεθα, ὡς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπισπάσασθαι πρὸς τὴν τῆς ἀμοιβῆς ἀντίδοσιν. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν ἐπιστάμενος,

Chapter 2: It is easier to heal the diseases of the soul than those of the body · Chapter 1.Caput 2: Facilius medemur animæ, quam corporis morbis · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:386ἐπειδὰν ἴδῃ ὑγιῆ γνώμην ἐπιδεικνυμένους, καὶ πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδύεσθαι ἐσπουδακότας, παρα-χρῆμα καὶ τὴν παρ’ ἑαυτοῦ παρέχει ῥοπὴν, ὁμοῦ καὶ τοὺς πόνους ἡμῖν ἐπικουφίζων, καὶ τὸ ἀσθενὲς τῆς ἡμε-τέρας φύσεως ἐπιῤῥωννὺς, καὶ δαψιλεῖς τὰς ἀμοιβὰς χορηγῶν. Καὶ ἐπὶ μὲν τῶν Ὀλυμπιακῶν ἀγώνων οὐκ ἄν ποτε εὕροις τι τοιοῦτον γινόμενον· ἀλλ’ ἕστηκεν ὁ παιδοτρίβης, θεατὴς μόνον γινόμενος τῶν ἀγωνιζομένων, καὶ οὐδὲν ἕτερον συνεισενεγκεῖν δυνάμενος, ἀλλ’ ἀναμέ-νων τὴν νίκην γενέσθαι· ὁ δὲ Δεσπότης ὁ ἡμέτερος οὐχ οὕτως, ἀλλὰ καὶ συναγωνίζεται, καὶ χεῖρα ὀρέγει, καὶ συνεφάπτεται, καὶ μονονουχὶ πανταχόθεν τὸν ἀντίπαλον ὑποτεταγμένον ἡμῖν παραδίδωσι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε δυνηθῆναι ἡμᾶς καταγωνίσασθαι, καὶ τὴν νίκην ἄρασθαι, ἵνα τὸν ἀμαράντινον στέφανον ἐπιθῇ τῇ ἡμετέρᾳ κεφαλῇ. Στέφανον γὰρ, φησὶν, χα-ρίτων δέξῃ σῇ κορυφῇ. Καὶ ἐν μὲν τοῖς Ὀλυμπιακοῖς τούτοις ἀγῶσιν ὁ στέφανος μετὰ τὴν νίκην οὐδὲν ἕτερόν ἐστιν, ἢ φύλλα δάφνης, καὶ κρότος, καὶ βοὴ παρὰ τοῦ δήμου γινομένη, ἅπερ ἅπαντα, τῆς ἑσπέρας καταλαβού-σης, κατεμαράνθη καὶ ἀπώλετο· ὁ δὲ ὑπὲρ τῆς ἀρετῆς καὶ τῶν ταύτης ἱδρώτων στέφανος οὐδὲν αἰσθητὸν ἔχει, οὐδὲ ἐν τῷ αἰῶνι τούτῳ συγκαταλυόμενον, ἀλλὰ διηνεκὴς, ἀθάνατος, ἅπασι τοῖς αἰῶσι συμπαρεκτεινόμενος. Καὶ ὁ μὲν πόνος πρὸς χρόνον βραχὺν, ἡ δὲ ὑπὲρ τῶν πόνων ἀμοιβὴ τέλος οὐκ οἶδεν, οὐδὲ εἴκει τῷ χρόνῳ, οὐδὲ μα-ραίνεται. Καὶ ἵνα μάθητε, ἰδοὺ πόσα ἔτη διελήλυθε, καὶ πόσαι γενεαὶ, ἐξ οὗ πατριάρχης οὗτος γέγονε· καὶ ὡς χθὲς καὶ σήμερον, οὕτω διαλάμπουσιν αὐτοῦ οἱ ὑπὲρ τῆς ἀρετῆς στέφανοι, καὶ μέχρι τῆς συντελείας αὐτῆς πᾶσι τοῖς εὖ φρονοῦσι διδασκαλίας ὑπόθεσις γίνεται. β. Ἐπεὶ οὖν τοιαύτη τοῦ δικαίου τούτου ἡ ἀρετὴ, εἰς ζῆλον τούτου διεγερθῶμεν, καὶ ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνόντες εὐγένειαν, τὸν πατριάρχην μιμησώμεθα, καὶ ἔννοιάν τινα λάβωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλὴν ἐπιμέλειαν ποιώμεθα, ὥστε μὴ τὸ σῶμα μόνον ὑγιαίνειν, ἀλλὰ καὶ τῆς ψυχῆς τὰ διάφορα νοσήματα ἰα-τρεύειν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, τῶν τοῦ σώματος παθῶν εὐκολώτερον τὰ τῆς ψυχῆς ἰασόμεθα νοσήματα. Οἷον γὰρ ἂν ἐνοχλῇ ἡμῖν πάθος, ἐὰν ἐθέλωμεν εὐσεβεῖ λογισμῷ ἐν νῷ ἀναλαβεῖν τὸ κριτήριον τῆς φοβερᾶς ἐκείνης ἡμέρας, καὶ μὴ πρὸς τὸ παρὸν ἡδὺ ἀπιδεῖν, ἀλλὰ τὴν μετὰ ταῦτα ὀδύνην ἐγγινομένην ἡμῖν, παραχρῆμα ἀποπτήσεται καὶ ἀποπηδήσει τῆς ἡμετέρας ψυχῆς. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀλλ’ εἰδότες ὅτι ἀγών ἐστι καὶ παλαίσματα, καὶ δεῖ παρατετάχθαι πρὸς τὴν μά-χην, καθ’ ἑκάστην ἡμέραν ἡμῶν τὸν λογισμὸν ἀκμάζοντα καὶ νεαρὸν ἔχωμεν, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύον-τες, τοῦ πονηροῦ τούτου θηρίου, τοῦ ἐπιβούλου λέγω τῆς σωτηρίας τῆς ἡμετέρας, τὴν κεφαλὴν συντρῖψαι
PG 54:387δυνηθῶμεν. Αὐτὸς γὰρ ἡμῖν ὁ Δεσπότης ἐπήγγελται λέ-γων· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νήφωμεν τοίνυν, παρακαλῶ, ἵνα κατ’ ἴχνος τοῦ πατριάρχου τούτου τὴν ἀρετὴν μετιόντες, τῶν αὐτῶν ἐκείνῳ στεφάνων ἀξιωθῆναι δυνηθῶμεν, καὶ εἰς τοὺς τούτου καταντῆσαι κόλπους, καὶ διαφυγεῖν τὴν ἐν τῇ γεέννῃ κόλασιν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι. Ἀλλ’ ἵνα πλείονα ζῆλον ἐν ὑμῖν ἐργαζώμεθα, καὶ πρὸς τὴν τοῦ δικαίου τούτου μίμησιν ὑμᾶς διεγεί-ρωμεν, φέρε πάλιν ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας διαλεχθῶ-μεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπελθόντες τῶν ἑξῆς τὴν ἀκολουθίαν. Μετὰ γὰρ τὴν δαψιλῆ φιλοξενίαν ἐκεί-νην, οὐ τῇ ποιότητι ἢ ποσότητι τῶν ἐδεσμάτων κρινομέ-νην, ἀλλὰ τῇ προθυμίᾳ, τὸ δαψιλὲς τῆς γνώμης δεξάμενος παραχρῆμα τῆς φιλοξενίας τὰς ἀμοιβὰς ἐχαρίσατο. Καὶ μαθὼν τίς τε εἴη ὁ παραγεγονὼς, καὶ πόση ἡ τούτου δύναμις, μέλλουσιν ἐκεῖθεν ἐπὶ τὴν Σοδόμων καταστρο-φὴν ὁρμᾷν ἠκολούθησεν ὁ πατριάρχης συμπροπέμπων, φησίν. Ὅρα Δεσπότου φιλανθρωπίαν, ὅσῃ συγκαταβάσει κέχρηται, ὁμοῦ καὶ τὴν εἰς τὸν δίκαιον τιμὴν δεικνὺς, καὶ ἐκκαλύψαι βουλόμενος τὴν ἀρετὴν τὴν ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ. Ἐξαναστάντες δὲ, φησὶν, οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας Τοὺς ἀγγέλους φησίν. Ἐνταῦθα μὲν γὰρ ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ καὶ οἱ ἄγγελοι, καὶ ὁ τούτων Δεσπότης κατὰ ταὐτὸν ὤφθησαν· λοιπὸν δὲ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλ-λοντο ἐπὶ τὴν καταστροφὴν τῶν πόλεων ἐκείνων, ὁ δὲ ἔμενε, καθάπερ φίλος φίλῳ, μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ, ἅπερ ἔμελλε ποιεῖν. Ἀπελθόντων τοίνυν ἐκεί-νων, Εἶπε, φησὶν, ὁ Κύριος· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ. Μεγίστη τοῦ Θεοῦ ἡ συγκατάβασις, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ εἰς τὸν δίκαιον τιμή. Ὅρα γὰρ πῶς πρὸς αὐτὸν διαλέγε-
ται, ὡσανεὶ ἄνθρωπος ἀνθρώπῳ διαλεξόμενος, δεικνὺς ἡμῖν ὅσης οἱ ἐνάρετοι ἀξιοῦνται τῆς παρὰ τοῦ Θεοῦ τι-μῆς. Καὶ ἵνα μὴ νομίσῃς τῆς τοῦ Θεοῦ μόνον εἶναι ἀγα-θότητος τὴν τοσαύτην εἰς τὸν δίκαιον τιμὴν, ὅρα πῶς ἡ θεία Γραφὴ διδάσκει ἡμᾶς, ὅτι αὐτὸς ἑαυτῷ ταύτης τῆς τιμῆς αἴτιος κατέστη, μετὰ πολλῆς τῆς ὑπακοῆς τοῖς παρὰ τοῦ Θεοῦ πειθόμενος ἐπιτάγμασιν. Εἰπὼν γάρ· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ, οὐκ εὐθέως λέγει τὸ μέλλον ἔσεσθαι· ἀκόλουθον γὰρ ἦν ἐπαγαγεῖν καὶ εἰπεῖν, ὅτι μέλλει τὰ Σόδομα ἐμ-πιπρᾷν. Ἀλλ’ ἄξιον μηδὲ ἐκεῖνο παραδραμεῖν· οὐδὲ γὰρ συλλαβὴν οὐδὲ κεραίαν παρατρέχειν χρὴ τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων. Πόσης γὰρ οἴει τιμῆς εἶναι καὶ τοῦτο αὐτὸ τὸ λέγειν, Ἀβραὰμ τοῦ παιδός μου; πόσου φίλ-τρου; πόσης διαθέσεως; Τοῦτο γὰρ μάλιστα δείκνυσι τὸ ἐξαίρετον, καὶ τὴν εἰς τὸν δίκαιον τιμήν. Εἶτα, ὅπερ ἔλεγον, εἰπὼν, Οὐ μὴ κρύψω, οὐκ εὐθέως ἐπάγει καὶ λέγει τὸ γινόμενον, ἀλλὰ τί; Ἵνα μάθωμεν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοσαύτην περὶ αὐτὸν δείκνυται τὴν κηδεμονίαν, φησίν· Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐ-τῷ πάντα τὰ ἔθνη τῆς γῆς. Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα, ἃ ἐλάλησε πρὸς αὐτόν. Βαβαὶ, πόσον τῆς τοῦ Δεσπότου φιλανθρωπίας τὸ μέγεθος. Ἐπειδὴ μέλλει μετὰ ταῦτα ἐπάγειν τὰ κατὰ τὴν κατα-

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:388στροφὴν Σοδόμων, προλαβὼν νῦν παραθαῤῥύνει τὸν πα-τριάρχην, ὁμοῦ καὶ τὴν μεγίστην εὐλογίαν αὐτῷ ἐπαγ-γελλόμενος, καὶ ὅτι εἰς πλῆθος ἔσται μέγα, καὶ διδάσκων αὐτὸν ὅτι ἀμοιβὴν ταύτην λαμβάνει τῆς φιλοθέου αὐτοῦ γνώμης. Ἐννόησον γὰρ ὅση ἐστὶν ἡ τοῦ πατριάρχου ἀρετὴ, ὅταν ὁ Θεὸς λέγῃ· Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Πολλὴ τῆς ἀρετῆς ἡ ἐπίτασις· οὐ γὰρ μόνον ὑπὲρ ὧν αὐτὸς μέτεισι τὴν ἀρετὴν, τὰς ἀμοιβὰς δέχεται, ἀλλὰ καὶ ὑπὲρ ὧν διετάξατο τοῖς ἐξ αὐτοῦ τεχθεῖσι, δαψιλοῦς ἀξιοῦται τῆς ἀντιδόσεως· εἰκότως· αὐτὸς γὰρ λοιπὸν ἅπασι διδάσκαλος γέγονεν. Ὁ γὰρ τὴν ἀρχὴν καὶ τὰ προοίμια παρασχὼν, οὗτος καὶ τῶν μετὰ ταῦτα γινομένων αἴτιος ἂν εἴη. γ. Καὶ ὅρα τοῦ Δεσπότου τὴν ἀγαθότητα. Οὐ μόνον ὑπὲρ τῆς ἐν τῷ παρελθόντι ἀρετῆς ἀμείβεται τὸν δίκαιον, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης. Ἤδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ. Ἐπειδὴ, φησὶ, προγινώσκω τοῦ δικαίου τὴν γνώμην, διὰ τοῦτο προ-λαμβάνω ταῖς ἀμοιβαῖς. Οἶδε γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν, καὶ ὅταν θεάσηται τὰ δέοντα βουλευο-μένους καὶ ὑγιῆ τὴν γνώμην ἐπιδεικνυμένους, καὶ χεῖρα ὀρέγει, καὶ πρὸ τῶν πόνων ἀμείβεται, προθυμοτέρους ταύτῃ κατασκευάζων· καὶ τοῦτο ἂν εὕροις ἐπὶ τῶν δικαίων ἁπάντων γινόμενον. Εἰδὼς γὰρ τῆς ἀνθρω-πίνης φύσεως τὴν ἀσθένειαν, ὥστε μὴ ἀπαγορεῦσαι πρὸς τὰ δυσχερῆ, μεταξὺ τῶν πόνων πολλάκις τὴν παρ’ ἑαυτοῦ ἀντίληψιν καὶ τὰς ἀμοιβὰς παρέχει, ὥστε καὶ τὸν πόνον ἐπικουφίσαι, καὶ τὴν ὁρμὴν ἐπιτεῖναι. Ἤδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ φυλά-ξουσι τὰς ὁδοὺς Κυρίου. Οὐ μόνον περὶ αὐτοῦ προλέ-γει, ὅτι Συντάξει, ἀλλὰ καὶ περὶ τῶν υἱῶν αὐτοῦ, ὅτι Φυλάξουσι τὰς ὁδοὺς Κυρίου, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ αἰνιττόμενος. Τὰς ὁδοὺς Κυρίου, τοῦτ’ ἔστι τὰ προς-τάγματα, τὰς ἐντολάς. Ποιεῖν γὰρ, φησὶ, δικαιοσύνην καὶ κρίσιν· μηδὲν τοῦ δικαίου προτιμᾷν, ἐκτὸς γίνεσθαι πάσης ἀδικίας. Τοῦτο γὰρ ἡ μεγίστη ἀρετή· διά τοι τοῦτο πάντα εἰς ἔργον ἐκβήσεται, ὅσα ἐλάλησε Κύριος πρὸς αὐτόν. Οἶμαι δὲ καὶ ἕτερόν τι αἰνίττεσθαι αὐτὸν διὰ τοῦ λέγειν, Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, ἀντὶ τοῦ, Σὺ μὲν ὁ τὴν ἀρετὴν ἑλόμενος, καὶ τοῖς ἐμοῖς προστάγμασι πειθόμενος, καὶ τὴν ὑπ-ακοὴν ἐπιδεικνύμενος, εἰς ἔθνος μέγα καὶ πολὺ γενήσῃ· οἱ δὲ παράνομοι οὗτοι οἱ κατὰ τὴν τῶν Σοδόμων χώραν οἰκοῦντες, ἀφανισθήσονται ἅπαντες. Ὥσπερ γὰρ ἡ ἀρετὴ σωτηρίας ὑπόθεσις γίνεται τοῖς ταύτην μετιοῦσιν, οὕ-τως ἡ πονηρία ἀφανισμοῦ αἰτία καθίσταται. Εἶτα ἐπειδὴ καὶ διὰ τῆς εὐλογίας, καὶ διὰ τῶν ἐπαίνων εἰς πλείονα παῤῥησίαν ἤγαγε τὸν δίκαιον, ἄρχεται τῆς ὑποθέσεως, καί φησι· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγά-λαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦν-ται· εἰ δὲ μὴ, ἵνα γνῶ. Φοβερὰ τὰ εἰρημένα. Κραυγὴ Σοδόμων, φησὶ, καὶ Γομόῤῥας. Καίτοι καὶ ἕτεραι πό-λεις μετ’ αὐτῶν ἠφανίσθησαν, ἀλλ’ ἐπειδὴ αὗται ἦσαν αἱ περιφανέστεραι, τούτων ἐμνημόνευσεν. Πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ὅρα τῶν κακῶν τὴν ἐπίτασιν. Οὐ μόνον πολὺ τὸ πλῆ-θος τῆς κραυγῆς, ἀλλὰ καὶ τῆς ἀδικίας. Τὸ γὰρ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, οἶμαι σημαί-νειν, ὅτι μετὰ τῆς παρανομίας ἐκείνης τῆς ἀφάτου καὶ πάσης συγγνώμης ἀπεστερημένης, καὶ ἑτέρας ἀδικίας πολλὰς ἐπεδείκνυντο, οἱ δυνατώτεροι κατεξανιστάμενοι τῶν ἀσθενεστέρων, οἱ πλούσιοι τῶν πενήτων. Οὐ μόνον

Chapter 4. One must spare the reputation of othersCaput 4: Alienæ famæ parcendum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:389τοίνυν, φησι, πολὺ τῆς κραυγῆς τὸ πένθος, ἀλλὰ καὶ αἱ ἁμαρτίαι αὐτῶν οὐχ αἱ τυχοῦσαί εἰσιν, ἀλλὰ καὶ μεγά-λαι, καὶ σφόδρα μεγάλαι. Ξένον γὰρ τρόπον παρανομίας ἐπενόησαν, καὶ ἀλλοκότους καὶ ἀθέσμους τῶν μίξεων νόμους ἐφεῦρον, καὶ τοσαύτη τῆς κακίας ἡ φορὰ, ὡς ἅπαντας τῆς λύμης ἀναπλησθῆναι πάσης, καὶ μηδεμίαν λοιπὸν διόρθωσιν αὐτοὺς ἐπιδέχεσθαι, ἀλλ’ ἀφανισμοῦ δεῖσθαι παντελοῦς· οὐδὲ γὰρ ἰατρείαν λοιπὸν ἐπιδέχεται τὰ τούτων πάθη ἀνίατα γεγονότα. Εἶτα παιδεύων ἅπα-σαν τῶν ἀνθρώπων τὴν φύσιν, κἂν μεγάλα ᾖ σφόδρα τὰ ἁμαρτήματα καὶ ὡμολογημένα, μὴ πρότερον τὰς ψήφους ἐκφέρειν, πρὶν ἂν ἐναργεῖς ἀποδείξεις γένωνται, φησί· Καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συν-τελοῦνται τὴν ἐρχομένην πρός με· εἰ δὲ μὴ, ἵνα γνῶ. Τί βούλεται τῆς λέξεως ἡ συγκατάβασις; Καταβὰς, φησὶν, ὄψομαι. Τόπον γὰρ ἐκ τόπου μεταβαίνει ὁ τῶν ὅλων Θεός; Οὐχὶ, μὴ γένοιτο. Οὐ τοῦτο λέγει, ἀλλ’ ὅπερ πολλάκις ἔφην, τῇ παχύτητι τῆς λέξεως ἡμᾶς παιδεῦσαι βούλεται, ὅτι δεῖ πολλῇ τῇ ἀκριβείᾳ κεχρῆσθαι, καὶ μήτε ἀπὸ ἀκοῆς καταδικάζειν τοὺς ἡμαρτηκότας, μήτε ἄνευ ἀποδείξεως τὰς ψήφους ἐκφέρειν. Ἀκούωμεν ταῦτα ἅπαντες. Οὐ γὰρ μόνον οἱ τὸν δικαστικὸν θρόνον ἐπ-έχοντες, τοῦτον παραφυλάττεσθαι ὀφείλουσι τὸν νόμον, ἀλλὰ καὶ ἡμῶν ἕκαστος μηδέποτε ἀπὸ ψιλῆς διαβολῆς κατακρίνειν τὸν πλησίον. Διὰ γὰρ τοῦτο καὶ μετὰ ταῦτα ὁ μακάριος οὗτος Μωϋσῆς ἐνηχούμενος ὑπὸ τοῦ Πνεύ-ματος παρῄνει, λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ. Καὶ ὁ μακάριος δὲ Παῦλος γράφων ἐβόα· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Καὶ ὁ Χριστὸς διατασσό-μενος τοῖς μαθηταῖς, καὶ διδάσκων τῶν Ἰουδαίων τὸ πλῆθος, τοὺς γραμματέας αὐτῶν καὶ Φαρισαίους, ἔλεγε· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Τί γὰρ, φησὶ, πρὸ καιροῦ ἁρπάζεις τὸ τοῦ δικαστοῦ ἀξίωμα; τί προλαμβάνεις τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Βούλει κριτὴς εἶναι; Σαυ-τοῦ γίνου, καὶ τῶν σοι πεπλημμελημένων. Οὐδεὶς
ὁ κωλύων. Οὕτω γὰρ καὶ τὰ ἡμαρτημένα σοι διορθώσῃ, καὶ οὐδεμίαν ἐκ τοῦ πράγματος ὑποστήσῃ βλάβην. Ἐὰν δὲ τὰ κατὰ σαυτὸν καταλιπὼν ἑτέρους καθέζῃ κρίνων, μείζονα σαυτῷ τὰ φορτία τῶν ἁμαρτημάτων συλλέγων οὐκ αἰσθάνῃ. Δι’ ὃ, παρακαλῶ, φεύγωμεν πάντη τὸ καταδικάζειν τοὺς πλησίον. Εἰ γὰρ καὶ τῆς ἐξουσίας τῆς δικαστικῆς οὐ μετέχεις, ἀλλὰ τῇ γνώμῃ κατέκρινας. καὶ ὑπεύθυνον τῷ ἁμαρτήματι πεποίηκας, οὐδεμίαν ἀπόδειξιν δεξάμενος, ἀλλὰ πολλάκις ἐξ ὑποψίας καὶ διαβολῆς ψιλῆς. Διὰ γὰρ τοῦτο καὶ ὁ μακάριος Δαυὶ̈δ ἐβόα λέγων· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. δ. Εἶδες ἀρετῆς ὑπερβολήν; Οὐ μόνον οὐ παρεδέχετο αὐτὸς τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνε τὸν τοῦ ἀδελφοῦ καταλαλεῖν βουλόμενον. Ἐὰν τοίνυν βουλώμεθα καὶ ἡμεῖς ἐλαττοῦν τὰ ἑαυτοῖς ἐπταισμένα, τοῦτο μάλιστα πάντων φυλαττώμεθα, μήτε καταψηφίζεσθαι τῶν ἀδελ-φῶν τῶν ἡμετέρων, μήτε τοὺς καταλαλεῖν ἐπιχειροῦντας προσίεσθαι, μᾶλλον δὲ κατὰ τὸν προφήτην ἀπελαύνειν, καὶ πάντη ἀποστρέφεσθαι. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Μωϋσῆν δηλοῦν διὰ τοῦ λέγειν, Ἀκοὴν μα-ταίαν μὴ παραδέξῃ. Διά τοι τοῦτο καὶ νῦν ὁ τῶν ὅλων Δεσπότης τοσαύτῃ παχύτητι λέξεως ἐχρήσατο πρὸς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, καί φησι· Καταβὰς ὄψομαι. Τί γάρ; Οὐκ ἠπίστατο; οὐκ ᾔδει τὸ μέγεθος τῶν ἁμαρτημάτων; οὐκ ἐγίνωσκε τὸ ἀδιόρθωτον τῶν
PG 54:390ἐπταισμένων; Ἀλλ’ ὥσπερ ἀπολογίαν τινὰ συντιθεὶς τοῖς μετὰ ταῦτα ἀναισχύντως ἐγκαλεῖν βουλομένοις, καὶ δεικνὺς αὐτῶν τὸ ἀκάθεκτον, καὶ τὴν πολλὴν σπάνιν τῆς ἀρετῆς, τοσαύτῃ κέχρηται τῇ μακροθυμίᾳ. Τάχα δὲ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ὥστε καὶ τῷ δικαίῳ ἀφορμὴν παρασχεῖν δεῖξαι τῆς γνώμης αὐτοῦ τὸ συμπαθὲς καὶ τὸ φιλόστοργον. Οἱ μὲν οὖν ἄγγελοι, καθάπερ ἔφθην εἰπὼν, ἀπῆλθον εἰς τὰ Σόδομα· ὁ δὲ πατριάρχης εἱστήκει ἐναν-τίον Κυρίου. Καὶ ἐγγίσας, φησὶν, Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; Ὢ τῆς τοῦ δικαίου παῤῥησίας, μᾶλλον δὲ, ὢ ψυχῆς συμπάθεια· ὅπως τῇ τῆς συμπαθείας μέθῃ καρωθεὶς οὐδὲ ὃ λέγει συνίησι. Καὶ δεικνύουσα ἡ θεία Γραφὴ, ὅτι μετὰ φόβου πολλοῦ καὶ τρόμου τὴν ἱκε-σίαν ποιεῖται, φησίν· Ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συν-απολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; Τί ποιεῖς, ὦ μα-κάριε πατριάρχα; Τῆς παρὰ σοῦ δεῖται παρακλήσεως ὁ Δεσπότης, ὥστε μὴ τοῦτο ποιῆσαι; Ἀλλὰ μὴ τοῦτο νοήσωμεν· οὐδὲ γὰρ ὡς τοῦ Δεσπότου τοῦτο ποιεῖν μέλλον-τος λέγει, ἀλλ’ ἐπειδὴ ἐξ εὐθείας διὰ τὸν ἀδελφιδοῦν εἰ-πεῖν οὐκ ἐθάῤῥει, κοινὴν ὑπὲρ ἁπάντων ποιεῖται τὴν ἱκεσίαν, βουλόμενος μετὰ τῶν ἄλλων καὶ τοῦτον διασῶ-σαι, καὶ μετὰ τούτου καὶ τοὺς ἄλλους ἐξαρπάσαι· καὶ ἄρχεται τῆς παρακλήσεως, καί φησιν· Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτούς; Οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντή-κοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς· οὐ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Μη-δαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Ὅρα πῶς καὶ ἐν τῇ ἱκεσίᾳ δείκνυσιν αὐτοῦ τῆς γνώμης τὸ φιλόθεον, καὶ κριτὴν πάσης τῆς γῆς ὁμο-λογεῖ, καὶ ἀξιοῖ μὴ συναπολέσαι δίκαιον μετὰ ἀσεβοῦς. Εἶτα ὁ ἥμερος καὶ φιλάνθρωπος Θεὸς ἐπινεύει τῇ αἰτή-σει, καί φησι· Ποιῶ ὅπερ εἴρηκας, καὶ δέχομαί σου τὴν παράκλησιν. Ἐὰν εὑρεθῶσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, δι’ ἐκείνους ἀφήσω πάντα τὸν τόπον. Χαρίζομαι, φησὶ, τοῖς πεντήκοντα δικαίοις, ἐὰν εὑρεθῶσι, τῶν λοιπῶν τὴν σωτηρίαν, καὶ τὴν αἴτησιν τὴν σὴν εἰς ἔργον ἀγάγω. Ἀλλ’ ἴδωμεν τὸν δίκαιον τοῦτον, ὅπως παῤῥησίας ἐπιλαβόμενος, καὶ τοῦ Θεοῦ τὴν φιλανθρω-πίαν εἰδὼς, πάλιν δευτέραν αἴτησιν προσάγει, καί φησι· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Μὴ νομίσῃς, φησὶ, Δέσποτα, ἀγ-νοεῖν με ἐμαυτὸν, καὶ ὑπερβαίνειν με τὸ μέτρον, καὶ τοσαύτῃ κεχρῆσθαι τῇ παῤῥησίᾳ. Οἶδα γὰρ ὅτι γῆ εἰμι καὶ σποδός· ἀλλ’ ὥσπερ τοῦτο οἶδα, καὶ σαφῶς ἐπίστα-μαι, οὕτως οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι πολὺ τὸ μέγεθος τῆς σῆς φιλανθρωπίας, καὶ ὅτι πλούσιος εἶ ἐν ἀγαθότητι, καὶ βούλει πάντας ἀνθρώπους σωθῆναι. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν, πῶς ἄν ποτε γενομένους ἀπολέσῃς, εἰ μὴ πολλὴ τῶν ἁμαρτημάτων ἦν ἡ φορά; Δι’ ὃ δέομαι πάλιν καὶ ἀξιῶ, Ἐὰν ἐλάττους τῶν πεντήκοντα εὑ-ρεθῶσι, καὶ τεσσαράκοντα πέντε ὦσιν ἐν τῇ πόλει δίκαιοι, οὐ σώσεις τὴν πόλιν; Καὶ εἶπεν· Ἐὰν εὑρε-θῶσι τεσσαράκοντα πέντε, οὐ μὴ ἀπολέσω. Τίς ἂν κατ’ ἀξίαν τὸν τῶν ὅλων Θεὸν ὑμνήσειε τῆς τοσαύτης μακροθυμίας καὶ συγκαταβάσεως, ἢ τὸν δίκαιον μακα-ρίσειε τοσαύτης ἀπολαύσαντα παῤῥησίας; Καὶ προς-

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:391έθηκε, φησὶν, ἔτι λαλῆσαι, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶ-σιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. Εἶτα λοιπὸν ὥσπερ αἰδε-σθεὶς τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν ὁ δίκαιος, καὶ δεδιὼς μήποτε καὶ δόξῃ ὑπερβαίνειν, καὶ πέρα τοῦ μέ-τρου τὴν ἱκεσίαν ποιεῖσθαι, φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Ἐπειδὴ εἶ-δεν ἕτοιμον πρὸς φιλανθρωπίαν, οὐκ ἔτι κατὰ μικρὸν καθυφίησιν, οὐδὲ πέντε δικαίους παραλιπὼν, ἀλλὰ δέκα, οὕτω προσάγει τὴν παράκλησιν, καί φησιν· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα. Σκόπει πόση τοῦ δικαίου ἡ εὐτονία· καθάπερ αὐτὸς μέλλων ὑπεύθυνος τῇ ψήφῳ γίνεσθαι, οὕτω πολλὴν τίθεται τὴν σπουδὴν ἐξαρπάσαι τῆς μελλούσης ἐπάγεσθαι τιμωρίας τὸ τῶν Σοδομιτῶν ἔθνος. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύ-ριον, Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. Πάντα λόγον ὑπερ-βαίνει καὶ πᾶσαν ἔννοιαν ἡ τοῦ Δεσπότου ἀγαθότης. Τίς γὰρ ἡμῶν τῶν ἐν μέσῳ μυρίων κακῶν στρεφομένων εἵλετό ποτε κατὰ τῶν ὁμογενῶν ψῆφον ἐκφέρων τοσαύ-τῃ χρήσασθαι συγκαταβάσει καὶ φιλανθρωπίᾳ; ε. Ἀλλ’ ὅμως ὁ δίκαιος οὗτος ὁρῶν τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐχ ἵσταται, ἀλλὰ πάλιν φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; Ἐπειδὴ γὰρ ἄφα-τος ἦν ἡ μακροθυμία, διὰ τοῦτο δεδοικὼς μὴ καὶ εἰς ἀγα-νάκτησιν τὴν κατ’ αὐτοῦ κινήσειε τὸν παρακαλούμενον, φησί· Μή τι, Κύριε; Μὴ προπετές τι ποιῶ; μὴ ἀναί-σχυντόν τι ἐπιδείκνυμι; μὴ καταγνώσεως ἄξιον πρᾶγμα διαπράττομαι, ἐὰν λαλήσω ἔτι ἅπαξ; Μετὰ τῆς πολλῆς ἐκείνης ἀγαθότητος ἔτι μίαν ἱκεσίαν δέξαι παρ’ ἐμοῦ. Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Καὶ ἐπειδὴ προλαβὼν εἶπεν, Ἔτι ἅπαξ λαλήσω; Ἀπῆλθε, φησὶ, Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ Ἀβραὰμ ὑπ-έστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Εἴδετε τοῦ Δεσπότου τὴν συγκατάβασιν; εἴδετε τοῦ δικαίου τὴν φιλοστοργίαν; ἐμάθετε ὅση ἡ ἰσχὺς τῶν τὴν ἀρετὴν μετιόντων; Ἐὰν γὰρ εὑρεθῶσι, φησὶ, δέκα δίκαιοι, δι’ ἐκείνους πᾶσι τὴν συγχώρησιν τῶν ἡμαρτημένων δωροῦμαι. Οὐ καλῶς ἔλεγον, ὅτι ταῦτα πάντα ἐγένετο, ἵνα μηδεμία καταλί-πηται τοῖς μετὰ ταῦτα ἀναισχυντοῦσιν ἀντιλογίας ἀφ-ορμή; Εἰσὶ γὰρ πολλοὶ τῶν μεμηνότων, ἀκόλαστον γλῶτ-ταν ἔχοντες, καὶ αἰτιᾶσθαι βουλόμενοι καὶ λέγοντες· Τίνος
ἕνεκεν ἐνεπρήσθη τὰ Σόδομα; Εἰ μακροθυμίας ἀπήλαυ-σαν, ἴσως ἂν μετενόησαν. Διὰ τοῦτο δείκνυσί σοι τῆς κακίας τὴν ἐπίτασιν, καὶ ὅτι ἐν τοσούτῳ πλήθει το-σαύτη ἦν σπάνις ἀρετῆς, ὡς ἑτέρου κλυδωνίου τοιούτου δεῖσθαι, οἷον πρότερον κατέλαβε τὴν οἰκουμένην. Ἀλλ’ ἐπειδὴ ὑπόσχεσίς ἐστι τοῦ Θεοῦ, ὥστε μηκέτι τοιαύτην ἐπενεχθῆναι τιμωρίαν, διὰ τοῦτο ἕτερον τρόπον τιμω-ρίας ἐπάγει, ὁμοῦ κἀκείνους ὑπὸ τὴν τιμωρίαν ἄγων, καὶ τοῖς ἑξῆς ἅπασι διηνεκῆ τὴν διδασκαλίαν παρεχό-μενος. Ἐπειδὴ γὰρ ἀνέτρεψαν τοὺς τῆς φύσεως νόμους, καὶ ξένας καὶ παρανόμους ἐπενόησαν μίξεις, διὰ τοῦτο ξένον τιμωρίας τὸν τρόπον ἐπήγαγε, διὰ τὴν ἐκείνων παρανομίαν καὶ τῆς γῆς τὴν γαστέρα πηρώσας, καὶ κατα-λιπὼν ὑπόμνημα διηνεκὲς ταῖς μετὰ ταῦτα γενεαῖς, ὥστε μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, ἵνα μὴ τοῖς αὐτοῖς πε-
PG 54:392ριπέσωσι. Καὶ ἔξεστι τῷ βουλομένῳ εἰς τοὺς τόπους ἀφικνεῖσθαι ἐκείνους, καὶ ὁρᾷν αὐτὴν, ὡς εἰπεῖν, τὴν γῆν βοῶσαν καὶ δεικνύουσαν τῆς τιμωρίας τὰ ἴχνη, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, ὡς χθὲς καὶ πρώην ἐπ-αχθείσης τῆς τιμωρίας, οὕτω καταφανὴς ἡ ἀγανάκτησις δείκνυται. Δι’ ὃ, παρακαλῶ, ἐξ ὧν ἕτεροι τὴν δίκην ἔδοσαν ἡμεῖς σωφρονιζώμεθα. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Τί οὖν; ἐπειδὴ ἐκεῖνοι οὕτως ἐκολάσθησαν, οὐκ εἰσὶ καὶ νῦν πολλοὶ τὰ αὐτὰ ἐκείνοις παρανομοῦντες, καὶ μὴ κολαζόμενοι; Ναί· ἀλλὰ τοῦτο μᾶλλον τιμωρίαν προ-ξενήσει τοῖς τοιαῦτα παρανομοῦσι. Ὅταν γὰρ μήτε ἐκ τῶν εἰς ἐκείνους συμβεβηκότων σωφρονιζώμεθα, μήτε ἀπὸ τῆς μακροθυμίας τοῦ Θεοῦ κερδαίνωμέν τι, ἐννόησον καὶ ὅπως ἐκεῖνο τὸ ἄσβεστον πῦρ σφοδρότερον ἑαυτοῖς ὑπ-ανάπτωμεν, καὶ τὸν σκώληκα πικρὸν ἐργαζώμεθα. Ἄλλως δὲ, ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Θεοῦ χάριν εἰσὶ καὶ νῦν ἐνάρετοι, δυσωπεῖν δυνάμενοι τὸν Δεσπότην, καθάπερ τότε ὁ πατριάρχης· εἰ καὶ ἡμεῖς ἐκ τοῦ τὰ καθ’ ἑαυτοὺς σκο-πεῖν, καὶ πρὸς τὴν ῥᾳθυμίαν ἀφορᾷν τὴν ἡμετέραν, νομίζομεν πολλὴν εἶναι τὴν σπάνιν τῆς ἀρετῆς· ὅμως διὰ τὴν ἐκείνων ἀρετὴν τὴν περὶ τούτους μακροθυμίαν ἐπιδείκνυται. Καὶ ἵνα μάθῃς ὅτι ἡ τῶν τοιούτων παῤ-ῥησία τῆς μακροθυμίας ἡμῖν πρόξενος γίνεται, ἄκουσον ἐξ αὐτῆς ταύτης τῆς ἱστορίας, τί φησι πρὸς τὸν πατριάρ-χην, ὅτι Ἐὰν δέκα δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὴν πόλιν. Καὶ τί λέγω δέκα δικαίους; Οὐδεὶς εὑρέθη ἐκεῖ τῆς παρανομίας ἐκτὸς, εἰ μὴ μόνος Λὼτ ὁ δίκαιος, καὶ αἱ τούτου δύο θυγατέρες. Ἡ γὰρ γυνὴ δι’ αὐτὸν ἴσως τὴν ἐν τῇ πόλει τιμωρίαν διαφυγοῦσα, ὕστερον τὴν δίκην ἔδωκε δι’ οἰκείαν ῥᾳθυμίαν. Νυνὶ δὲ διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἐπειδὴ ἐπέδωκε τὰ τῆς εὐσεβείας, πολλοὶ καὶ ἐν μέσαις ταῖς πόλεσι λανθάνον-τές εἰσι, δυνάμενοι δυσωπεῖν τὸν Θεὸν, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις ἕτεροι, καὶ ἡ τῶν ὀλίγων τούτων ἀρετὴ τὴν τῶν πολλῶν κακίαν ἀποκρύψαι δύναται· ἐπειδὴ πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης, καὶ πολλάκις οἶδε δι’ ὀλίγους δικαίους τῶν πολλῶν χαρίζεσθαι τὴν σωτηρίαν. Καὶ τί λέγω δι’ ὀλίγους δικαίους; Πολλάκις, ὅταν μὴ εὑρεθῇ ἐν τῷ παρόντι βίῳ δίκαιος, διὰ τὴν τῶν τετελευ-τηκότων ἀρετὴν τῶν ζώντων κήδεται, καὶ βοᾷ λέγων· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαυὶ̈δ τὸν παῖδά μου. Εἰ καὶ αὐτοὶ, φησὶν, ἀνάξιοί εἰσι τοῦ σώζεσθαι, καὶ οὐδεμίαν ἀφορμὴν ἔχουσι σωτηρίας, ἀλλ’ ἐπειδὴ τὸ φιλανθρωπεύεσθαι σύνηθες ἐμοὶ, καὶ περὶ τὸ ἐλεεῖν εἰμι ἕτοιμος, καὶ ἐξαρπάζειν τῶν δεινῶν, δι’ ἐμαυτὸν ποιήσω καὶ διὰ τὸν παῖδά μου Δαυὶ̈δ ὑπερ-ασπισμόν· καὶ ὁ πρὸ τοσούτων ἐτῶν τοῦ βίου μετα-στὰς, οὗτος αἴτιος τῆς σωτηρίας γίνεται τοῖς ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένοις. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς τιμᾷ τοὺς ἐν ἀρετῇ διαλάμποντας· πῶς αὐτοὺς προτίθησι, καὶ ἀνταξίους δείκνυσι παντὸς τοῦ πλήθους; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλι-βόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὗτος ἅπας, φησὶν, ὁ κόσμος, ὁ κατὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἂν εἴη ἰσοστάσιος τούτων τῶν ἐν θλίψεσι, τῶν ἐν κακουχίαις, τῶν γυμνητευόντων, τῶν περιιόν-των, τῶν ἐν σπηλαίοις διαγόντων διὰ τὸν Θεόν.

Chapter 6Caput 6.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:3932. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, ἄνδρα εὐτελὲς μὲν σχῆμα ἔξωθεν περικείμενον, ἀρετὴν δὲ ἔνδοθεν περιβεβλημένον, μὴ ἐξευτελίσῃς τοῦτον διὰ τὸ φαινόμενον, ἀλλὰ τὸν τῆς ψυχῆς πλοῦτον καταμάνθανε, καὶ τὴν ἔνδον περιφάνειαν, καὶ τότε ὄψει πανταχόθεν τὴν ἀρετὴν λάμπουσαν. Τοιοῦ-τος ἦν ὁ μακάριος Ἠλίας· μηλωτὴν μόνον εἶχε, καὶ ὁ τὴν πορφυρίδα περιβεβλημένος Ἀχαὰβ τῆς ἐκείνου μηλωτῆς ἐδεῖτο. Εἶδες τοῦ μὲν Ἀχαὰβ τὴν πενίαν, τοῦ δὲ Ἠλία τὸν πλοῦτον; Ὅρα καὶ τῆς δυνάμεως ὅσον τὸ μέσον. Ἡ μηλωτὴ τούτου τὸν οὐρανὸν ἀπέκλεισε· τῶν ὑετῶν ἔστησε τὴν φορὰν, καὶ ἡ γλῶσσα τοῦ προφήτου χαλινὸς ἐγένετο τῷ οὐρανῷ, καὶ ἐπὶ τρία ἔτη καὶ μῆνας ἓξ ὑετὸς οὐκ ἐγένετο· καὶ ὁ τὴν ἁλουργίδα καὶ τὸ διάδημα περικείμενος περιῄει τὸν προφήτην ἐπιζητῶν, καὶ οὐδὲν δυνάμενος κερδᾶναι ἐκ τῆς τοσαύτης δυναστείας. Ἀλλ’ ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ εἶδεν ἀπὸ ζήλου καὶ πολλῆς θερμότητος τὸν προφήτην κινηθέντα, καὶ τὴν μεγάλην ταύτην τιμωρίαν ἐπαγαγόντα κατὰ πάσης τῆς γῆς, ὥστε μὴ καὶ αὐτὸν συναπολαῦσαι τῆς τιμωρίας, καὶ ὁμοίως τῇ ἐκείνων πονηρίᾳ κολάζεσθαι, φησὶ πρὸς αὑτόν· Ἐγερθεὶς πορεύθητι εἰς Σαρεπτὰ τῆς Σιδωνίας. Ἐκεῖ γὰρ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀναστὰς ἐπορεύθη. Ὅρα τοῦ Πνεύματος τὴν χάριν, ἀγαπητέ. Καὶ γὰρ καὶ χθὲς εἰς φιλοξενίαν ἡμῖν ὁ λόγος ἅπας κατέληξε, καὶ σήμερον ἰδοὺ ἡ φιλόξενος αὕτη χήρα εἰς τέλος ἡμῖν ἄγειν τὸν λόγον μέλλει. Καὶ παρεγένετο, φησὶ, πρὸς τὴν χήραν, καὶ εὗρεν αὐτὴν συλλέγουσαν ξύλα, καί φησι πρὸς αὐτήν· Δός μοι μικρὸν ὕδωρ, καὶ πίομαι. Ἡ δὲ ὑπ-ήκουσε. Καί φησι πρὸς αὐτὴν πάλιν· Ποίησόν μοι ἐγκρυφίας, καὶ φάγομαι. Ἡ δὲ λοιπὸν ἐκκαλύπτει αὑ-τῆς τὴν ὑπερβάλλουσαν πενίαν, μᾶλλον δὲ τὸν ἄφατον πλοῦτον· ἡ γὰρ τῆς πενίας ἐπίτασις ἐδείκνυ τοῦ πλούτου τὸ μέγεθος. Ἡ δέ φησιν· Οὐκ ἔστι τῇ δούλῃ σου, εἰ μὴ δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία, καὶ ἀποθανού-μεθα. Ἐλεεινὰ τὰ ῥήματα, καὶ αὐτὴν λιθίνην ψυχὴν ἱκανὰ ἐπικάμψαι. Οὐδεμία λοιπὸν, φησὶν, ἔσται ἐλπὶς σωτηρίας. Ἐπὶ θύραις τὰ τοῦ θανάτου. Τοῦτο μόνον ἡμῖν ὑπολέλειπται πρὸς ζωὴν, ὃ μόλις ἀρκέσει ἐμοὶ καὶ τοῖς παιδίοις. Ὅπερ ἦν μοι δυνατὸν, πεποίηκα· τοῦ ὕδατος μετέδωκα. Ἀλλ’ ἵνα μάθωμεν καὶ τῆς γυναικὸς τὸ φιλό-ξενον, καὶ τοῦ δικαίου τὴν πολλὴν παῤῥησίαν, ὅρα τί γίνεται. Ἐπειδὴ ἔμαθεν ὁ προφήτης πάντα μετὰ ἀκρι-βείας, ἵνα ἐκκαλύψῃ ἡμῖν τὴν ἀρετὴν τῆς γυναικὸς (ὁ γὰρ Θεὸς ὁ εἰπὼν, ὅτι Ἐντέταλμαι γυναικὶ τοῦ δια-τρέφειν σε, αὐτὸς ἦν ὁ διὰ τοῦ προφήτου ἐνεργῶν), καί φησι πρὸς αὐτήν· Ποίησον ἐμοὶ πρῶτον, καὶ φάγομαι, καὶ τότε τοῖς τέκνοις σου. Ἀκούετε, γυναῖκες, αἱ πλούτῳ περιῤῥεόμεναι, καὶ εἰς μυρία ἀνόνητα καταν-αλίσκουσαι τὴν οἰκείαν περιουσίαν, καὶ οὐδὲ μετὰ τὴν οἰκείαν ἀπόλαυσιν πολλάκις καταδεχόμεναι ὀβο-λοὺς δύο προέσθαι τοῖς δεομένοις, ἢ ἀνδρί τινι τῶν ἐναρέτων διὰ τὸν Θεὸν πενομένῳ. Αὕτη δὲ οὐδὲν ἕτερον κεκτημένη, ἢ τὴν δράκα τοῦ ἀλεύρου, καὶ μέλλουσα
κατὰ μικρὸν, ὅσον κατὰ τὸν ἑαυτῆς λογισμὸν, τῶν παί-δων τὸν θάνατον ὁρᾷν, ἀκούσασα παρὰ τοῦ προφήτου, ὅτι Ἐμοὶ πρῶτον ποίησον, καὶ τότε σοὶ καὶ τοῖς παιδίοις σου, οὐκ ἐδυσχέρανεν, οὐκ ἠμέλλησεν, ἀλλ’ ἐποίει τὸ ἐπιταχθὲν, παιδεύουσα πάντας ἡμᾶς προτιμᾷν

Chapter 7: Moral exhortationCaput 7: Moralis exhortatio

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:394τῆς οἰκείας ἀναπαύσεως τοὺς τοῦ Θεοῦ δούλους, καὶ μὴ ἁπλῶς παρατρέχειν τὰ τοιαῦτα κέρδη, ἀλλ’ εἰδέναι ὅτι πολλὴ ἡ ὑπὲρ τούτων ἡμῖν ἀντίδοσις ἔσται. Ὅρα γοῦν ταύ-την τὴν χήραν, ἀντὶ μιᾶς δρακὸς ἀλεύρου καὶ ὀλίγου ἐλαίου πῶς διηνεκῆ ἅλωνα ἐκτήσατο. Μετὰ γὰρ τὸ τραφῆναι τὸν προφήτην, οὔτε ἡ δρὰξ τοῦ ἀλεύρου ἐπέλειψεν, οὔτε ὁ καμψάκης τοῦ ἐλαίου, πάσης τῆς γῆς λιμῷ διαφθειρο-μένης. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐδὲ μόχθων ἐδεῖτο λοιπὸν, ἀλλ’ εἶχεν ἕτοιμον διηνεκῶς τὸ ἄλευρον καὶ τὸ ἔλαιον, καὶ οὔτε γεωργίας ἔχρῃζεν, οὔτε τῆς τῶν βοῶν συνεργίας, οὔτε ἑτέρας τινὸς ἐπι-μελείας, ἀλλὰ παρὰ φύσιν ἦν ἰδεῖν ἅπαντα συμβαίνοντα, Καὶ τοῦ βασιλέως τοῦ τὸ διάδημα περικειμένου ἐν ἀμη-χανίᾳ ὄντος, καὶ λιμῷ διαφθειρομένου, χήρα ἡ πενιχρὰ, ἡ πάντων ἐστερημένη, ἐπειδὴ τὸν προφήτην ὑπεδέξατο, ἐν εὐπορίᾳ ἐτύγχανε διηνεκεῖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Εἶδες χθὲς οἵων ὁ πατριάρ-χης ἠξιώθη, δαψιλῆ τὴν φιλοξενίαν ἐπιδειξάμενος καὶ μετὰ πολλῆς τῆς θερμότητος· ὅρα καὶ ταύτην τὴν Σιδω-νίαν ἀθρόον πλοῦτον ἄφατον κτησαμένην. Ἡ γὰρ γλῶσσα τοῦ προφήτου, ἡ τοῦ οὐρανοῦ τὰς ἡνίας ἐπισχοῦσα, αὕτη τοῦ ἀλεύρου τὴν δράκα πηγάσαι ἐποίησε, ταὶ τοῦ ἐλαίου τὸν καμψάκην. ζ. Ταύτην πάντες μιμείσθωσαν καὶ ἄνδρες καὶ γυναῖ-κες. Ἐγὼ μὲν γὰρ ἐβουλόμην εἰς τὸν τοῦ προφήτου ζῆλον ὑμᾶς ἐναγαγεῖν, καὶ τῆς ἀρετῆς τὴν μίμησιν· ἀλλ’ ἐπειδὴ τοῦτο ὑπέρογκον ὑμῖν δοκεῖ εἶναι, καίτοι κἀκεῖνος ἄνθρωπος ἦν, καὶ σάρκα περιέκειτο καθὼς καὶ ἡμεῖς, καὶ τῆς αὐτῆς ἡμῖν μετεῖχε φύσεως· ἀλλ’ ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ μετὰ δαψιλείας εἰσήνεγκε, καὶ τὴν ἀρετὴν εἵλε-το, ἠξιώθη καὶ τῆς ἄνωθεν χάριτος· ἀλλὰ τέως κἂν τὴν γυναῖκα ταύτην μιμησώμεθα, καὶ τότε κατὰ μικρὸν ἥξομεν καὶ ἐπὶ τὴν τοῦ προφήτου μίμησιν. Μιμησώμεθα τοίνυν τὴν ταύτης φιλοξενίαν, καὶ μηδεὶς λοιπὸν πενίαν προβαλλέσθω. Οἶος γὰρ ἂν ᾖ πένης, οὐκ ἂν εἴη ταύτης πενέστερος, ἣ πρὸς μίαν ἡμέραν μόνον ἐκέκτητο τροφὴν, καὶ οὐδὲ οὕτως ὀκνηροτέρα γέγονε περὶ τὴν τοῦ δικαίου αἴτησιν, ἀλλὰ πολλῇ τῇ προθυμίᾳ χρησαμένη ταχεῖαν τὴν ἀμοιβὴν ἐκομίσατο. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ. Ἀντὶ μικρῶν ἔθος αὐτῷ μεγάλα δωρεῖσθαι. Τί γὰρ, εἰπέ μοι, τοσοῦτον εἰσήνεγκεν, ὅσον ἐκομίσατο; Ἀλλ’ ὁ Δεσπότης ὁ ἡμέτερος οὐ τῇ ποσότητι προσέχειν εἴωθεν, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης, καὶ ἀπὸ ταύτης καὶ τὰ μικρὰ μεγάλα γίνεται, καὶ τὰ μεγάλα πολλάκις ἐξευ-τελίζεται, ὅταν μὴ ἱλαρᾷ τῇ προθυμίᾳ ἐπιτελῆται τὰ γινόμενα. Διὰ τοῦτο καὶ ἡ χήρα ἐκείνη ἡ ἐν τῷ Εὐαγγε-λίῳ, πολλῶν πολλὰ βαλόντων ἐν τῷ γαζοφυλακίῳ, δύο λεπτὰ βαλοῦσα πάντας ὑπερηκόντισεν, οὐκ ἐπειδὴ πλείονα τῶν ἄλλων ἔβαλεν, ἀλλ’ ὅτι δαψιλῆ τὴν γνώμην ἐπεδείξατο. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐκ τοῦ περισσεύον-τος αὐτοῖς τοῦτο ἐποίουν· αὕτη δὲ ἅπαντα ἅπερ ἐκέκτη-το ἔβαλεν. Ὅλον γὰρ τὸν βίον αὐτῆς ἔβαλε. Κἂν τὰς γυναῖκας μιμησώμεθα οἱ ἄνδρες, καὶ μὴ ἐλάττους αὐτῶν ὀφθῶμεν, ἀλλὰ σπουδάσωμεν μὴ μόνον πρὸς τὴν οἰκείαν ἀπόλαυσιν πᾶσαν τὴν οὐσίαν καταναλίσκειν, ἀλλὰ καὶ τῶν δεομένων πολλὴν ποιεῖσθαι πρόνοιαν, καὶ μετὰ προ-θυμίας καὶ φαιδρότητος τοῦτο ποιεῖν. Καὶ γὰρ ὁ γεωργὸς εἰς τὴν γῆν καταβάλλων τὰ σπέρματα, οὐ μετὰ στυγνότητος τοῦτο ἐργάζεται, ἀλλὰ χαίρων καὶ γεγη-θὼς, καὶ ἤδη τῇ προσδοκίᾳ τὰ δράγματα βλέπειν νομί-

Homily XLIII, Chapter 1Homilia XLIII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:395ζων, οὕτως εἰς τὴν γῆν ἀφίησι τὰ σπέρματα. Καὶ σὺ τοί-νυν, ἀγαπητὲ, μὴ πρὸς τὸν λαμβάνοντα ὅρα μόνον, μηδὲ πρὸς τὴν δαπάνην τὴν γινομένην, ἀλλ’ ἐννόει ὅτι οὗτος μέν ἐστιν ὁ ὁρώμενος, ὁ παρὰ σοῦ δεχόμενος, ἕτερος δὲ ὁ τὰ εἰς ἐκεῖνον γινόμενα οἰκειούμενος, καὶ οὐχ ὁ τυ-χὼν, ἀλλ’ ὁ τῶν ὅλων Δεσπότης, ὁ τῶν ἁπάντων Κύριος, ὁ οὐρανοῦ καὶ γῆς ποιητής· καὶ ὅτι ἡ δαπάνη αὕτη πρόσοδος γίνεται, καὶ οὐ μόνον οὐκ ἐλαττοῖ σου τὴν οὐσίαν, ἀλλὰ καὶ πλεονάζει μᾶλλον, ἐὰν σὺ μετὰ πίστεως τοῦτο ἐργάζῃ καὶ ἱλαρᾶς τῆς προθυμίας. Εἴπω τὸ κε-φάλαιον τῶν ἀγαθῶν· μετὰ τῆς προσόδου τῆς ἀπὸ τῆς δαπάνης ταύτης γινομένης καὶ ἁμαρτημάτων συγχωρή-σεώς σοι πρόξενος γίνεται, οὗ τί ἂν γένοιτο ἴσον; Εἰ τοίνυν βουλοίμεθα εἰδέναι πλουτεῖν τὸν ἀληθῆ πλοῦτον, καὶ μετὰ τοῦ πλούτου καὶ τῶν ἁμαρτημάτων τὴν συγ-χώρησιν εὕρασθαι, ἐκχέωμεν τὰ ὄντα εἰς τὰς τῶν δεο-μένων χεῖρας, προαποστείλωμεν αὐτὰ εἰς τὸν οὐρανὸν, ἔνθα οὐδὲ κλέπτης, οὐδὲ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ οἰ-κέτου κακουργία, οὐκ ἄλλο οὐδὲν λυμήνασθαι δυνήσεται τὸν πλοῦτον τὸν ἡμέτερον. Τὸ γὰρ χωρίον ἐκεῖνο πάσης τοιαύτης βλάβης ἀνώτερον. Μόνον μὴ μετὰ κενοδοξίας τοῦτο ποιῶμεν, ἀλλὰ κατὰ τοὺς ὑπ’ αὐτοῦ δεδομένους νόμους, ὥστε μὴ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καρ-πώσασθαι, ἀλλὰ τὸν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομείνωμεν, καὶ τοῦ κέρδους ἀποστερηθῶμεν. Ὥσπερ γὰρ πάσαις ταῖς ἄλλαις ἐπι-βουλαῖς ἀνάλωτός ἐστιν ὁ πλοῦτος ὁ ἐκεῖ μετατιθέμενος διὰ τῆς τῶν πενήτων χειρὸς, οὕτω κενοδοξίᾳ μόνῃ ἀν-αλίσκεται· καὶ ὅπερ ἐστὶν ἐνταῦθα ὁ σὴς καὶ ὁ σκώληξ πρὸς τὴν τῆς ἐσθῆτος διαφθορὰν, τοῦτο κενοδοξία γίνε-ται πρὸς τὸν ἀπὸ τῆς ἐλεημοσύνης συλλεγόμενον πλοῦτον. Δι’ ὃ, παρακαλῶ, μὴ μόνον ποιῶμεν τὴν ἐλεημοσύνην, ἀλλὰ καὶ μετὰ ἀσφαλείας ταύτην ἐργαζώμεθα, ἵνα ἀντὶ μικρῶν μεγάλα καρπωσώμεθα ἀγαθὰ, καὶ ἀντὶ τῶν ἐπικήρων τὰ ἄφθαρτα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, καὶ μετὰ τούτων ἁπάντων καὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων τυχεῖν δυνηθῶμεν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΓ. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. α. Καθάπερ λειμών τις εὐανθὴς διάφορα καὶ ποικίλα τὰ ἄνθη ἐν ἑαυτῷ δείκνυσιν, οὕτως ἡ θεία Γραφὴ τῶν δικαίων τὰς ἀρετὰς ἡμῖν δείκνυσιν, οὐχ ἵνα καθάπερ ἐπὶ τῶν ἀνθῶν πρὸς βραχὺ μόνον ἀπολαύσωμεν τῆς εὐωδίας, ἀλλ’ ἵνα διηνεκῆ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσώμεθα. Ἐκεῖ μὲν γὰρ μόνον ἐδεξάμεθα τῇ χειρὶ τὰ ἄνθη, καὶ μετ’ ὀλίγον αὐτὰ μαρανθέντα τὴν οἰκείαν χάριν ἠμαύ-ρωσεν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἐπειδὰν δεξώμεθα διὰ τῆς ἀκοῆς τὰς ἀρετὰς τῶν δικαίων, καὶ εἰς τοὺς κόλπους τῆς διανοίας ἡμῶν αὐτὰς ἐναποθώμεθα, διὰ παντὸς τοῦ χρόνου τῆς τούτων εὐωδίας ἀπολαύειν δυνάμεθα, ἐὰν ἐθέλωμεν. Φέρε οὖν, ἐπειδὴ τοιαύτη τῶν ἐν τῇ θείᾳ Γρα-φῇ κειμένων ἁγίων ἡ εὐωδία, σήμερον τοῦ Λὼτ τὴν εὐωδίαν καταμάθωμεν, ἵνα γνῶμεν ἀκριβῶς, ὅπως εἰς ἄκραν τῆς ἀρετῆς τὴν κορυφὴν ἡ τοῦ πατριάρχου συνου-σία τὸν δίκαιον τοῦτον ἀνήγαγε, καὶ κατ’ ἴχνος αὐτοῦ καὶ αὐτὸς τὴν οἰκείαν φιλοξενίαν διὰ τῶν ἔργων ἐπιδεί-κνυται. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται,
ἄξιον αὐτῶν τῆς Γραφῆς ἐπακοῦσαι τῶν ῥημάτων. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέ-
PG 54:396ρας. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ἦλθον δὲ οἱ δύο ἄγ-γελοι εἰς Σόδομα ἑσπέρας; Ἐπειδὴ μετὰ τὸ ἐπιξενω-θῆναι τῷ πατριάρχῃ, ἐξαναστάντων αὐτῶν ἐκεῖθεν, ὁ μὲν κηδεμὼν καὶ φιλάνθρωπος Θεὸς τὴν οἰκείαν ἀγαθό-τητα μιμούμενος, καὶ σχήματι ἀνθρώπου τότε ὀφθεὶς παρέμενε τῷ πατριάρχῃ διαλεγόμενος, καθάπερ χθὲς ἠκούσατε· βουλόμενος ἅπαντας ἡμᾶς διδάξαι καὶ τῆς ἑαυτοῦ μακροθυμίας τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρ-χου τὸ φιλόστοργον, οἱ δὲ ἄγγελοι ὥρμησαν ἐπὶ τὰ Σό-δομα· τὴν ἀκολουθίαν ἑαυτῆς διατηροῦσα ἡμῖν ἡ θεία Γραφὴ νῦν φησιν· Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σό-δομα ἑσπέρας, τὸ ἐπιταχθὲν πληρώσοντες. Καὶ ὅρα ἀκρίβειαν καὶ παρατήρησιν τῆς θείας Γραφῆς, πῶς καὶ τὸν καιρὸν ἡμῖν ἐσήμανε, καθ’ ὃν παρεγένοντο· Ἑσπέ-ρας γάρ φησι. Καὶ τίνος ἕνεκεν τὸν καιρὸν ἐδήλωσε; καὶ διὰ τί κατὰ τὴν ἑσπέραν παρεγένοντο; Ἵνα τὴν πολ-λὴν ἡμῖν ἐπίτασιν δείξῃ τῆς τοῦ Λὼτ φιλοξενίας. Καθά-περ γὰρ ὁ πατριάρχης κατὰ τὸν τῆς μεσημβρίας καιρὸν καθήμενος ἐπετήρει τοὺς παριόντας, καὶ ἔργον ἐποιεῖτο τὴν τούτων θήραν, καὶ ἐπέτρεχε καὶ μετὰ περιχαρείας τοὺς ὁδίτας ὑπεδέχετο· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἐπειδὴ ᾔδει τῆς κακίας τῶν ἐν Σοδόμοις οἰκούν-των τὴν πονηρίαν, οὐδὲ τὸν τῆς ἑσπέρας καιρὸν παρ-επέμπετο, ἀλλὰ μέχρι τούτου παρέμενε, μήπου θησαυρός τις αὐτῷ παρεμπέσῃ, καὶ τὸν ἀπὸ τῆς φιλοξενίας καρ-πὸν δρέψασθαι δυνηθῇ Ἀληθῶς θαυμάσαι ἔστι μετὰ πολλῆς τῆς ὑπερβολῆς τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅτι ἐν μέσῳ τοιούτων παρανόμων ἀναστρεφόμενος, οὐ μόνον οὐ γέγονε ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ πλείονα τὴν ἀρετὴν ἐπεδείκνυτο. Καὶ πάντων, ὡς εἰπεῖν, κατὰ κρημνῶν φερομένων, οὗτος μόνος ἐν τοσούτῳ πλήθει τὴν εὐθεῖαν ὥδευεν ὁδόν. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ὅτι οὐχ οἷόν τε ἐν μέσῃ πόλει στρεφόμενόν τινα διασῶσαι τὴν ἀρετὴν, ἀλλ’ ἀναχωρήσεως δεῖ, καὶ τῆς ἐν τοῖς ὄρεσι διατριβῆς, καὶ οὐ δυνατὸν τὸν οἰκίας προεστῶτα, καὶ γυναῖκα ἔχοντα, καὶ παίδων ἐπιμελούμενον καὶ οἰκετῶν, ἐνάρετον εἶναι; Ὁράτωσαν τοίνυν τὸν δίκαιον τοῦτον μετὰ γυναικὸς καὶ παιδίων καὶ οἰκετῶν, καὶ ἐν πόλει διάγοντα, καὶ μεταξὺ τοσούτων πονηρῶν καὶ παρανό-μων διατρίβοντα, καὶ καθάπερ σπινθῆρά τινα ἐν μέσῳ πελάγει διαλάμποντα, καὶ οὐ μόνον οὐ σβεννύμενον, ἀλλὰ καὶ λαμπρότερον τὸ φῶς δεικνύοντα. Καὶ ταῦτα λέγω, οὐ κωλύων τὴν ἀναχώρησιν τὴν ἀπὸ τῶν πόλεων, καὶ τὴν ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις διατριβὴν ἀπα-γορεύων, ἀλλὰ δεικνὺς ὅτι τῷ βουλομένῳ νήφειν καὶ ἐγρηγορέναι οὐδὲν τούτων κώλυμα γίνεται. Ὥσπερ οὖν τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα οὐδὲ ἡ ἔρημος ὠφελῆσαί τι δύναται· οὐδὲ γὰρ ὁ τόπος ἐστὶν ὁ τὴν ἀρετὴν κατορ-θῶν, ἀλλ’ ἡ γνώμη καὶ ὁ τρόπος· οὕτω τὸν νήφοντα καὶ διεγηγερμένον οὔτε τὸ ἐν μέσῃ τῇ πόλει διατρίβειν καταβλάψαι τι δυνήσεται. Καὶ διὰ τοῦτο ἐβουλόμην, καθά-περ τὸν μακάριον τοῦτον, τοὺς ἐναρέτους μάλιστα ἐν μέσῳ τῶν πόλεων εἶναι, ἵνα καθάπερ ζύμη τοῖς ἄλλοις γινόμενοι, πολλοὺς εἰς τὸν οἰκεῖον ζῆλον ἐνάγωσιν. Ἀλλ’ ἐπειδὴ δυσχερὲς τοῦτο καταφαίνεται εἶναι, κἂν ἐκεῖνο γινέσθω. Παράγει γὰρ λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ βραχὺς ὁ παρὼν βίος· καὶ εἰ μὴ νῦν, ὡς ἔτι ἐν τῷ σκάμματι ἑστήκαμεν, τῶν πόνων τῆς ἀρετῆς ἁψώμεθα, καὶ τὰ δίκτυα τῆς κακίας διαφύγωμεν, ὕστε-ρον μάτην ἑαυτοὺς αἰτιασόμεθα, ὅτε οὐδὲν ὄφελος τῆς μεταγνώσεως. Ἕως μὲν γὰρ ἂν ὦμεν ἐν τῇ παρούσῃ ζωῇ, δυνατὸν μεταγνόντας τοῦ ἐντεῦθεν ἀπόνασθαι κέρ-δους, καὶ τὰ πρότερα ἀπονιψαμένους ἁμαρτήματα τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῆναι· εἰ δὲ τὸν παρόν-τα καιρὸν προϊέμενοι ἀθρόον προαναρπασθείημεν, μετα-

Chapter 2: In the future age each will be judged for himself · Chapter 3.Caput 2: In futuro sæculo unusquisque pro se judicabitur · Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:397νοήσομεν μὲν καὶ τότε, οὐδεμίαν δὲ ὄνησιν ἐκ τούτου ἕξομεν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Προφήτου λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; καὶ πάλιν, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὐ-δεὶς, φησὶν, ἔσται ἐκεῖ λοιπὸν ὁ ἐξαιρούμενος τὸν ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον, οὔτε ἂν ἀδελφὸς ᾖ, οὔτε ἂν πατὴρ, οὔτε ἂν μήτηρ. Καὶ τί λέγω, ἀδελφὸς, καὶ πατὴρ, καὶ μήτηρ; Οὔτε αὐτοὶ οἱ δίκαιοι οἱ παῤῥη-σίαν πολλὴν κεκτημένοι τότε συμβαλέσθαι τι δυνήσονται ἡμῖν, εἰ νῦν ῥᾳθυμήσαιμεν. Ἐὰν στῇ γὰρ, φησὶ, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐ-τῶν οὐ μὴ ἐξέλωνται. Καὶ ὅρα τῆς ἀπειλῆς τὸ μέγεθος, καὶ οἵους δικαίους εἰς μέσον παρήγαγεν. Ἐπειδὴ οὗτοι γὰρ κατὰ καιρὸν καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γεγό-νασιν· ὅ τε γὰρ Νῶε, τοῦ φοβεροῦ κλυδωνίου ἐκείνου τὴν οἰκουμένην κατειληφότος, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱοὺς ἔσωσε· καὶ ὁ Ἰὼβ ὁμοίως καὶ ἑτέροις σωτηρίας ὑπόθε-σις γέγονε· καὶ ὁ Δανιὴλ δὲ πολλοὺς ἐξήρπασε θανάτου, ἡνίκα ὁ βάρβαρος ἐκεῖνος ἐπιζητῶν τὰ ὑπὲρ ἀνθρωπίνην φύσιν τυγχάνοντα, ἀνελεῖν ἐπεχείρει τοὺς Χαλδαίους, καὶ τοὺς Μάγους καὶ τοὺς Γαζαρηνούς. β. Καὶ ἵνα μὴ νομίσωμεν ὅτι καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἔσται τινὰ τοιαῦτα, καὶ οἱ ἐνάρετοι καὶ παῤ-ῥησίαν ἔχοντες τοὺς μετὰ ῥᾳθυμίας ἐνταῦθα διάγοντας ἐλευθερῶσαι τῆς ἐκεῖ τιμωρίας δυνήσονται τοὺς αὑ-τῶν ἐπιτηδείους· διὰ τοῦτο τοὺς δικαίους τούτους παρήγαγεν ἡμῖν, τὸν φόβον ἡμῖν ἀνατεινόμενος, καὶ παιδεύων ἐν τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν ἄνω-θεν χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἡμῶν ἔχειν, καὶ μήτε ἐπὶ προγόνων ἀρετῇ μέγα φρονεῖν, εἰ αὐτοὶ ἐν κακίᾳ τυγχάνομεν ὄντες, μήτε ἐπ’ ἄλλῳ τινὶ, ἀλλ’ ἓν τοῦτο μόνον σπουδάζειν· κἂν προγόνους ὦμεν ἐναρέτους ἐσχηκότες, μιμεῖσθαι αὐτῶν τὴν ἀρετήν· κἂν τὸ ἐναντίον πάλιν συμβαίη, καὶ φαύλων ὦμεν προγόνων, μὴ νομίζειν ἐκ τούτου τι παραβλάπτεσθαι, ἀλλὰ πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἐπαποδύεσθαι· οὐδὲν γὰρ ἡμῖν ἐκ τούτου βλάβος ἔσται. Ἕκαστος γὰρ ἐξ ὧν διεπράξατο, ἢ στεφανοῦται, ἢ κατακρίνεται, καθάπερ καὶ ὁ μακά-ριος Παῦλός φησιν, Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἅπαντα εἰδότες καὶ πᾶσαν ῥᾳθυμίαν ἀπο-τιναξάμενοι, πολὺν τῆς ἀρετῆς ποιησώμεθα λόγον. Καὶ ὡς ἔτι ἐν τῷ σκάμματί ἐσμεν, πρὶν ἢ διαλυθῆναι τὸ θέατρον, φροντίσωμεν ἡμῶν τῆς σωτηρίας, ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ τὴν ἀρετὴν μετελθόντες, ἐν τῷ διηνεκεῖ αἰῶνι τὰς ὑπὲρ ταύτης ἀμοιβὰς κομισώμεθα· καθάπερ καὶ ὁ δίκαιος οὗτος, ὁ μεταξὺ τοσούτων πονη-ρῶν οἰκῶν, καὶ οὐδένα ἔχων ζηλοῦντα αὐτοῦ τὴν ἀρε-τὴν, ἀλλὰ καὶ πάντας ὁρῶν χλευάζοντας, κωμῳδοῦντας, οὐ μόνον ὀκνηρότερος οὐκ ἐγένετο, ἀλλὰ καὶ οὕτω δι-έλαμψεν, ὡς καταξιωθῆναι καὶ ἀγγέλους ὑποδέξασθαι· καὶ πάντων ἄρδην ἀπολλυμένων, αὐτὸς μόνος σὺν ταῖς θυγατράσι διέφυγε τὴν ἐπενεχθεῖσαν δίκην. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Ὁ και-ρὸς μάλιστα δείκνυσιν ἡμῖν τοῦ δικαίου τούτου τὴν ὑπερβάλλουσαν ἀρετὴν, ὅτι καὶ ἑσπέρας καταλαβούσης παρέμενε, καὶ οὐκ ἀφίστατο. Ἐπειδὴ γὰρ ᾔδει τὸ ἐντεῦ-θεν αὐτῷ τικτόμενον κέρδος, διὰ τοῦτο ἐπιθυμῶν ἐπιτυ-χεῖν τοῦ πλούτου, πολλῇ τῇ προσεδρίᾳ ἐκέχρητο, καὶ τῆς
ἡμέρας πληρωθείσης οὐκ ἀνεχώρει. Τοιοῦτον γὰρ ψυχὴ

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:398ζέουσα καὶ διεγηγερμένη· οὐχ ὑπό τινων κωλυτικῶν ἐμποδίζεται τὴν οἰκείαν ἀρετὴν ἐπιδείξασθαι, ἀλλὰ καὶ δι’ αὐτῶν μάλιστα τῶν κωλυόντων ἐπιπλεῖον αἴρεται, καὶ μείζονα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτει. Ἰδὼν δὲ, φησὶ, Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς. Ἀκουέτωσαν οἱ καὶ παραγινομένους πολλάκις καὶ καθ-ικετεύοντας, καὶ πολλὴν τὴν προσεδρίαν ἐπιδεικνυμένους διακρουόμενοι, καὶ πολλὴν τὴν ἀπανθρωπίαν ἐπιδεικνύ-μενοι. Ὅρα γὰρ τὸν δίκαιον τοῦτον, ὅπως οὐκ ἀνέμεινε παραγενέσθαι πρὸς αὐτὸν, ἀλλὰ καθάπερ ὁ πατριάρχης, οὐκ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἀλλ’ ὁδίτας τινὰς αὐτοὺς εἶναι ὑπολαμβάνων, θεασάμενος μονονουχὶ ἐσκίρ-τησε, καὶ περιχαρὴς γέγονεν, ὡς ἐπιτυχὼν τῆς θήρας, καὶ μὴ διαμαρτὼν τοῦ σπουδαζομένου. Ἰδὼν γὰρ, φη-σὶν, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύ-νησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. Ηὐχαρίστησε τῷ Θεῷ, ὅτι κατηξίωσεν αὐτὸν ὑποδέξασθαι τοὺς παριόντας. Σκό-πει ψυχῆς ἀρετήν. Μεγάλην εὐεργεσίαν παρὰ τοῦ Θεοῦ ταύτην ἡγήσατο, τὸ ἐπιτυχεῖν τῶν ἀνδρῶν, καὶ διὰ τῆς εἰς τούτους δεξιώσεως τὸν οἰκεῖον πόθον ἀποπληρῶσαι. Μὴ γάρ μοι λέγε, ὅτι ἄγγελοι ἦσαν· ἀλλ’ ἐκεῖνο λογίζου, ὅτι ὁ δίκαιος οὗτος οὐδέπω τοῦτο ἠπίστατο, ἀλλ’ ὡς ἀνθρώπους ἀγνῶτας παροδεύοντας ὑποδεχόμενος, οὕτω διέκειτο. Καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύ-σεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Ἱκανὰ τὰ ῥήματα ταῦτα τὴν ἐναποκειμένην ἀρετὴν τῇ τοῦ δικαίου ψυχῇ ἐκκαλύ-ψαι. Τί γὰρ ἄν τις ἐκπλαγείη τὴν ταπεινοφροσύνην ὑπερβάλλουσαν, τὴν θερμότητα, ἣν περὶ τὴν φιλοξενίαν ἐπεδείκνυτο; Ἰδοὺ, φησὶ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν. Κἀκείνους κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα αὐτῶν ὀνομάζει. Ἀκούσωμεν, ἀγαπητοὶ, τῶν ῥημάτων τούτων μετὰ ἀκριβείας, καὶ παιδευθῶμεν καὶ ἡμεῖς τὰ ὅμοια διαπράττεσθαι. Ὁ ἐπίδοξος, ὁ πε-ριφανὴς, ὁ ἐν τοσαύτῃ περιουσίᾳ τυγχάνων, ὁ οἰκοδεσπό-της, τοὺς ὁδίτας, τοὺς ξένους, τοὺς ἀγνῶτας, τοὺς εὐτε-λεῖς τὸ φαινόμενον, τοὺς παριόντας, τοὺς οὐδαμόθεν αὐτῷ προσήκοντας κυρίους ὀνομάζει καί φησιν· Ἐκκλί-νατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε. Ἑσπέρα γὰρ, φησὶ, κατέλαβε. Πείσθητέ μοι, καὶ τὸν κάματον τῆς ἡμέρας παραμυθήσασθε, εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καταλύσαντες. Μὴ γὰρ, φησὶ, μέγα τι ὑμῖν ἐπαγγέλλομαι; Νίψασθε τοὺς πόδας ὑμῶν τοὺς ὑπὸ τῆς ὁδοιπορίας κεκμηκότας, καὶ ὀρθρίσαντες ἀπελεύ-σεσθε τὴν ὁδὸν ὑμῶν. Χαρίσασθε οὖν μοι ταύτην τὴν χάριν, καὶ μὴ ἀνανεύσητέ μου πρὸς τὴν παράκλησιν. Καὶ εἶπαν, φησίν· Οὐχὶ, ἀλλ’ ἐν τῇ πλατείᾳ κατα-λύσομεν. Καὶ μετὰ τοσαύτην παράκλησιν ἰδὼν αὐτοὺς ἀνανεύοντας οὐκ ἐνάρκησεν, οὐκ ἀπέστη τοῦ σπουδαζο-μένου, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον ἡμεῖς πολλάκις ποιοῦμεν· καὶ ἐὰν ἄρα ποτέ τινα προτρέψασθαι βουλη-θείημεν, εἶτα θεασώμεθα πρὸς ὀλίγον ἀνανεύοντα, εὐ-θὺς ἀφιστάμεθα· καὶ τοῦτο συμβαίνει ἀπὸ τοῦ μὴ θερ-μότητι καὶ πόθῳ τοῦτο ποιεῖν, ἀλλὰ μάλιστα καὶ νομί-ζειν ἀρκοῦσαν ἀπολογίαν ἔχειν, τὸ λέγειν ὅτι τό γε ἑαυ-τῶν πεποιήκαμεν. γ. Τί λέγεις, ὅτι τὸ σαυτοῦ πεποίηκας; Ἀπώλεσας τὴν θήραν, διήμαρτες τοῦ θησαυροῦ, καὶ τὸ σεαυτοῦ πε-ποίηκας; Τότε ἂν ἦς τὸ σαυτοῦ πεποιηκὼς, εἰ μὴ ἔῤῥι-ψας ἀπὸ τῶν χειρῶν τὸν θησαυρὸν, εἰ μὴ παρέδραμες τὴν ἄγραν, εἰ μὴ ἀφοσιώσει τῇ μέχρι ῥημάτων τὴν φιλοξενίαν ἐπεδείξω. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ τί; Ὁρῶν
PG 54:399ἀντιτείνοντας καὶ εἰς τὴν πλατείαν καταλῦσαι βουλομέ-νους (τοῦτο δὲ ἐποίουν οἱ ἄγγελοι, ἐπὶ πλέον ἐκκαλύψαι τὴν ἀρετὴν βουλόμενοι τοῦ δικαίου, καὶ παιδεῦσαι πάν-τας ἡμᾶς, ὅση αὐτοῦ ἡ φιλοξενία), λοιπὸν αὐτὸς οὐκ ἔτι ἀνέχεται διὰ λόγων τὴν παράκλησιν ποιεῖσθαι, ἀλλὰ καὶ βίαν ἐπιτίθησι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔνθα γὰρ ἂν πνευματικὸν πρόκειται κέρδος, εὔκαιρος ἡ ἀνάγκη καὶ ἡ βία ἐπαινετή. Καὶ κατεβιάζετο, φησὶν, αὐτούς. Ἐμοὶ δοκεῖ καὶ ἄκοντας αὐτοὺς ἕλκειν. Εἶτα ἐπειδὴ εἶδον τὸν δίκαιον ἔργον τοῦτο τιθέμενον, καὶ οὐ πρότερον ἀφ-ιστάμενον, εἰ μὴ τὸ σπουδαζόμενον αὐτῷ εἰς ἔργον ἀγά-γοι, Ἐξέκλιναν, φησὶ, πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. Εἶδες καὶ ἐνταῦθα οὐκ ἐν τῇ πολυτελείᾳ τῆς τραπέζης τὴν φιλοξενίαν ἐπιδεικνυμένην, ἀλλὰ ἐν τῇ δαψιλείᾳ τῆς γνώμης; Ἐπειδὴ γὰρ ἴσχυσεν αὐτοὺς εἰς-αγαγεῖν εἰς τὸν οἶκον αὐτοῦ, εὐθέως τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο. Καὶ ἐκεῖνος μὲν πρὸς τὴν θεραπείαν αὐτῶν παρεσκευάζετο, καὶ τὰ τῆς ἑστιάσεως παρεῖχε, καὶ πᾶ-σαν ἐπεδείκνυτο τιμὴν καὶ θεραπείαν πρὸς τοὺς παρα-γενομένους, ἀνθρώπους αὐτούς τινας ὁδίτας εἶναι νο-μίζων. Οἱ δὲ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περι-εκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυ-τέρου, πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰς-ελθόντες πρὸς σὲ τὴν νύκτα; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Μὴ ἁπλῶς πα-ραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ μόνον τού-των ἴδωμεν τὴν μανίαν τὴν πάσης συγγνώμης ἀπεστε-ρημένην· ἀλλ’ ἐννοήσωμεν, πῶς ὁ δίκαιος ἐν μέσῳ τοιούτων θηρίων οὕτως ἀλλοκότων οἰκῶν, οὕτω διέλαμψε καὶ τοσαύτης ἀρετῆς ὑπερβολὴν ἐπεδείξατο, πῶς ἐνεγκεῖν ἠδυνήθη τὴν ἀνομίαν αὐτῶν, πῶς οὐκ ἔφυγε τὴν αὐτόθι οἴκησιν, πῶς τῆς πρὸς αὐτοὺς διαλέξεως ἠνείχετο. Πῶς, ἐγὼ λέγω. Προειδὼς ὁ τῶν ὅλων Δεσπότης τὴν ὑπερβάλ-λουσαν αὐτῶν πονηρίαν, ᾠκονόμησε τὸν δίκαιον τοῦτον αὐτόθι κατοικῆσαι, ἵνα καθάπερ ἰατρὸς ἄριστος τῶν ἀῤ-ῥωστημάτων αὐτῶν περιγενέσθαι δυνηθῇ. Ἀλλ’ ὁρῶν αὐτοὺς ἀνίατα νοσοῦντας, καὶ μηδεμίαν θεραπείαν ἐπι-δέξασθαι βουλομένους, οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ὁ ἰατρός· κἂν ἴδῃ τὰ πάθη νικῶντα τὴν τέχνην, οὐ παύεται τὰ παρ’ ἑαυτοῦ πληρῶν, ἵνα, ἂν μὲν τῷ χρόνῳ ἀνακτήσασθαι δυνηθῇ τὸν κάμνοντα, δείξῃ τὴν περιου-σίαν τῆς τέχνης· εἰ δὲ μηδὲν πλέον ἀνύει, ἔχῃ τὴν με-γίστην ἀπολογίαν, ὅτι οὐδὲν τῶν προσηκόντων εἰς αὐτὸν παρέλιπεν· ὃ δὴ καὶ ἐνταῦθα γεγένηται. Ὁ μὲν γὰρ δί-καιος οὗτος καὶ τούτων ἐν μέσῳ ἀναστρεφόμενος, καὶ οὕτως ἔμενε δίκαιος πολλὴν τὴν φιλοσοφίαν ἐκδεικνύ-μενος· ἐκεῖνοι δὲ καὶ διὰ τοῦτο ἦσαν πάσης συγγνώμης ἀπεστερημένοι, ὅτι οὐ μόνον οὐκ ἔληξαν τῆς κακίας, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἐπέτειναν. Ὅρα γάρ· Περιεκύ-κλωσαν, φησὶ, τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβύ-του, ὁ λαὸς ἅμα. Μεγίστη τῆς πονηρίας ἡ συμφωνία, πολλὴ τῆς κακίας ἡ φορὰ, ἄφατος τῆς παρανομίας ἡ ὑπερβολὴ, ἀσύγγνωστος ἡ ἐπιχείρησις. Ἀπὸ νεανί-σκου, φησὶν, ἕως πρεσβύτου. Οὐ μόνον ἡ νεότης, φη-σὶν, ἦν ἡ τὰ παράνομα ταῦτα ἐπιζητοῦσα, ἀλλὰ καὶ οἱ πρεσβῦται τὴν ἡλικίαν, καὶ πᾶς ὁ λαὸς ἅμα. Καὶ οὔτε τὴν τόλμαν τὴν ἀναιδῆ καὶ ἀναίσχυντον ταύτην ᾐδοῦντο, οὔτε τὸν ἀκοίμητον ὀφθαλμὸν εἰς ἔννοιαν ἐλάμβανον, οὔτε

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:400τὸν δίκαιον ᾐσχύνοντο, οὔτε τῶν ξένων νομιζομένων καὶ ἐπὶ τὴν τοῦ δικαίου φιλοξενίαν αὐτόθι καταλυσάντων
ἐφείδοντο, ἀλλ’ ἀπηρυθριασμένως καὶ γυμνῇ, ὡς εἰ-πεῖν, τῇ κεφαλῇ τὰ τῆς ἀσελγείας ἐκεῖνα ῥήματα λέ-γοντες προσίασι, καὶ καλέσαντες τὸν δίκαιον, ἔλε-γον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς ὑμᾶς; Ἐξάγαγε αὐτοὺς, ἵνα συγγενώμεθα αὐ-τοῖς. Διὰ ταύτην αὐτῶν οἶμαι τὴν ἐπιχείρησιν, καὶ τὴν παράνομον πονηρίαν, καὶ τὸν δίκαιον μέχρι τῆς ἑσπέ-ρας παρακαθῆσθαι, ὥστε μηδενὶ συγχωρῆσαι τῶν ὁδι-τῶν ἀγνοοῦντι περιπεσεῖν ταῖς ἐκείνων πάγαις. Καὶ ὁ μὲν δίκαιος μετὰ τῆς φιλοξενίας, καὶ τῆς σωφροσύνης τῆς οἰκείας ἐπιδεικνύμενος τὴν ὑπερβολὴν, ταύτην ἐποιεῖτο τὴν σπουδὴν ὥστε πάντας τοὺς παροδεύοντας ὑποδέχεσθαι, καὶ μηδεὶς αὐτὸν λάθοι, εἰ καὶ τέως οὐκ ἀγγέλους, ἀλλ’ ἀνθρώπους εἶναι ἐνόμιζεν. Οἱ δὲ παρά-νομοι ἐκεῖνοι μετὰ τοῦ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι οἷον ὁ δίκαιος, τὰ πᾶσαν κακίαν ἀποκρύπτοντα μόνα τολμᾷν ἐπετήδευον. Διὰ τοῦτο οὖν εἰς τὴν πλατεῖαν ἐβούλοντο καταλῦσαι, ἵνα παράσχωσι τῷ δικαίῳ ἀφορμὴν ἐπιδείξα-σθαι τὴν περὶ αὐτοὺς φιλοξενίαν, καὶ δείξωσιν αὐτῷ διὰ τῶν ἔργων ὡς ἀξίαν μέλλουσιν ὑφίστασθαι τὴν τιμωρίαν, οὕτω τὴν παρανομίαν μεθ’ ὑπερβολῆς ἐπιδεικνύμενοι. δ. Ἀλλ’ ἴδωμεν λοιπὸν τοῦ δικαίου τῆς ἀρετῆς τὸ μέγεθος. Ἐξελθὼν, φησὶ, πρὸς αὐτοὺς πρὸς τὸ πρόθυ-ρον, τὴν μὲν θύραν προσέῳξεν, εἶπε δὲ πρὸς αὐτούς. Ὅρα πῶς δέδοικεν ὁ δίκαιος καὶ τρέμει ὑπὲρ τῆς τῶν ξένων ἀσφαλείας. Οὐδὲ γὰρ ἁπλῶς τὴν θύραν προς-έῳξεν ὀπίσω αὐτοῦ, ἀλλ’ εἰδὼς αὐτῶν τὴν μανίαν καὶ τὸ τολμηρὸν, καὶ ὑφορώμενος αὐτῶν τὴν προπέτειαν, εἶτά φησι πρὸς αὐτούς· Μηδαμῶς, ἀδελφοί. Ὢ τῆς τοῦ δικαίου μακροθυμίας, ὢ ταπεινοφροσύνης ὑπερβολή. Τοῦτο ἀληθῶς ἀρετὴ, τὸ μετ’ ἐπιεικείας τοῖς τοιούτοις προσφέρεσθαι. Οὐδεὶς γὰρ τὸν νοσοῦντα θεραπεῦσαι βουλόμενος, καὶ τὸν μαινόμενον σωφρονίσαι, μετὰ θυμοῦ καὶ αὐστηρίας τοῦτο ποιεῖ. Σκόπει γὰρ, πῶς τοὺς τὰ τοιαῦτα παρανομεῖν βουλομένους ἀδελφοὺς καλεῖ, ἐν-τρέψαι αὐτοὺς βουλόμενος, καὶ καθικέσθαι αὐτῶν τῆς συνειδήσεως, καὶ ἀποστῆσαι αὐτοὺς τῆς ἐπιχειρήσεως τῆς μιαρᾶς. Μηδαμῶς, φησὶν, ἀδελφοί· μὴ πονηρεύ-σησθε. Μηδὲν, φησὶ, τοιοῦτον λογίσησθε, μὴ τὴν πονη-ρὰν ταύτην πρᾶξιν ἐννοήσητε, μηδὲ τὴν φύσιν αὐτὴν παραδειγματίσητε, μηδὲ ἀθέσμους ἐπινοήσητε μίξεις· ἀλλ’ εἰ καὶ βούλεσθε τῆς μανίας ὑμῶν τὸν οἶστρον πα-ραμυθήσασθαι, ἐγὼ τοῦτο παρέξω, ὥστε κουφότερον ὑμῶν γενέσθαι τὸ τόλμημα. Εἰσί μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρας. Ἔτι, φησὶν, ἄπειροί εἰσι γα-μικῆς συνουσίας, ἀνέπαφοι τυγχάνουσιν, ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας εἰσὶ, λάμπουσαι τῇ ὥρᾳ· ταύτας πᾶσιν ἐκδότους δίδωμι, καὶ χρᾶσθε αὐταῖς ὡς ἀρέσκει ὑμῖν. Λαβόντες αὐτὰς, φησὶ, πληρώσατε ὑμῶν εἰς αὐτὰς τὴν ἀσέλγειαν, καὶ ἐμφορήθητε τῆς ἐπιθυμίας ὑμῶν τῆς πο-νηρᾶς. Μόνον εἰς τοὺς ἄνδρας τούτους μηδὲν ποιή-σητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. Ἐπειδὴ ἐβιασάμην, φησὶν, αὐτοὺς, καὶ εἰσήγαγον ὑπὸ τὰς δοκούς μου, ἵνα μὴ ἐμοὶ ἐπιγραφῇ ἡ εἰς αὐτοὺς γινομένη παρανομία, καὶ ἐγὼ αὐτοῖς αἴτιος τῆς ὕβρεως ταύτης γένωμαι, διὰ τοῦτο ὑπὲρ αὐτῶν τὰς δύο μου θυγατέρας δίδωμι, ὥστε τούτους ἐλευθερῶσαι τῶν ὑμετέρων χειρῶν. Πόση τοῦ δικαίου ἡ ἀρετή; πᾶσαν ἀρετὴν φιλοξενίας ἐνίκησε. Τί γὰρ ἄν τις εἴποι κατ’ ἀξίαν τῆς τοῦ δικαίου τούτου φιλοφροσύνης, ὃς οὐδὲ τῶν θυγατέρων φείσασθαι ἠνέσχετο, ἵνα τὴν εἰς τοὺς ξένους τιμὴν ἐπιδείξηται, καὶ ἐλευθερώσῃ τῆς παρανομίας τῶν

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:401Σοδομιτῶν; Καὶ οὗτος μὲν καὶ τὰς θυγατέρας τὰς ἑαυτοῦ ἐκδίδωσιν, ἵνα τοὺς ξένους, τοὺς ὁδίτας (πάλιν γὰρ τὰ αὐτὰ λέγω), τοὺς μηδαμόθεν αὐτῷ γνωρίμους ἐξαρπάσῃ τῆς τῶν παρανόμων ὕβρεως· ἡμεῖς δὲ ὁρῶν-τες πολλάκις τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους εἰς αὐτὸ τῆς ἀσεβείας τὸ βάραθρον, καὶ σχεδὸν εἰπεῖν, ὑπὸ τὴν φάρυγγα τοῦ διαβόλου γινομένους, οὐδὲ λόγου μετα-δοῦναι ἀνεχόμεθα, οὐδὲ συμβουλεῦσαι, καὶ τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσενεγκεῖν, καὶ ἐξαρπάσαι τῆς κακίας, καὶ πρὸς τὴν ἀρετὴν χειραγωγῆσαι. Ποίαν οὖν σχοίημεν ἀπολογίαν, τοῦ μὲν δικαίου μηδὲ τῶν θυγατέ-ρων φεισαμένου διὰ τὴν εἰς τοὺς ξένους κηδεμονίαν· ἡμῶν δὲ οὕτως ἀνηλεῶς περὶ τοὺς ἡμετέρους διακειμέ-νων, καὶ πολλάκις τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀλογίας γέμοντα ῥήματα προϊεμένων; Τί γὰρ κοινὸν ἔχω, φησὶ, πρὸς αὐτόν; οὐδέν μοι μέλει, οὐδὲν πρᾶγμα ἔχω μετ’ αὐτοῦ. Τί λέγεις, ἄνθρωπε; Οὐδὲν κοινὸν ἔχεις πρὸς αὐτόν; Ἀδελφός σού ἐστι, τῆς αὐτῆς σοὶ μετέχει φύσεως, ὑπὸ τὸν αὐτόν ἐστε Δεσπότην, πολλάκις δὲ καὶ τῆς αὐτῆς μετέχετε τραπέζης, τῆς πνευματικῆς λέγω καὶ φρικτῆς, καὶ λέγεις, Οὐδὲν κοινὸν ἔχω πρὸς αὐτὸν, καὶ ἀνηλεῶς παρατρέχεις, καὶ οὐκ ὀρέγεις χεῖρα κειμένῳ; Καὶ Ἰουδαίοις μὲν ὁ νόμος προσέταττε, μηδὲ τῶν ἐχθρῶν τὰ ὑποζύγια παρορᾷν πεπτωκότα· σὺ δὲ τὸν ἀδελφὸν ὑπὸ τοῦ διαβόλου πολλάκις τετρωμένον καὶ κείμενον ὁρῶν, οὐκ ἐπὶ τῆς γῆς, ἀλλ’ εἰς τὸ τῆς ἁμαρτίας βάραθρον, οὐκ ἀνασπᾷς διὰ τῆς παραινέσεως, οὐδὲ νουθεσίαν εἰσάγεις τὴν παρὰ σαυτοῦ, οὐδὲ σπουδάζεις καὶ ἑτέρους, εἰ οἷόν τε, εἰς συμμαχίαν λαβεῖν, ἵνα τῆς φάρυγγος τοῦ θηρίου τὸ μέλος τὸ σὸν ἐλευθερῶσαι δυνηθῇς, καὶ πρὸς τὴν οἰκείαν ἐπαναγαγεῖν εὐγένειαν, ἵνα καὶ αὐτὸς, εἴ ποτε περιπέσῃς, ὃ μὴ γένοιτο, τοῖς δικτύοις τοῦ πονηροῦ δαίμονος ἐκείνου, δυνηθῇς ἔχειν τοὺς ἀμῦναι δυναμέ-νους, καὶ ἐλευθερῶσαι τῶν τοῦ διαβόλου χειρῶν; Οὕτω καὶ Παῦλος διεγεῖραι βουλόμενος Γαλάτας εἰς τὴν τῶν οἰκείων μελῶν πρόνοιαν, φησί· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· μονονουχὶ λέγων, Ἐὰν ἀσυμπαθῶς καὶ ἀνηλεῶς παραδράμῃς τὸν ἀδελφὸν, ἴσως καὶ σὲ πε-ριπεπτωκότα ἕτερος οὕτω παραδραμεῖται. Εἰ τοίνυν βούλει μὴ παροφθῆναι, εἴποτε περιπέσοις, μήτε αὐτὸς παρίδοις, ἀλλὰ πολλὴν ἐπίδειξαι τὴν φιλοστοργίαν, καὶ θησαυρὸν ἡγοῦ μέγιστον τὸ δυνηθῆναι διασῶσαι τὸν ἀδελ-φόν. Οὐδὲν γὰρ τούτου ἴσον γένοιτ’ ἄν ποτε εἰς ἀρετῆς λό-γον. Ἐὰν γὰρ ἐννοήσῃς μόνον, ὅτι οὗτος, ὃν παρορᾷς καὶ παρατρέχεις, ὑπὸ τοῦ Δεσπότου σου τοσαύτης ἠξίω-ται τῆς τιμῆς, ὡς δι’ αὐτὸν μὴ παραιτήσασθαι καὶ τὸ αἷμα ἐκχέειν τὸ ἑαυτοῦ (καθὼς καὶ Παῦλός φησι· Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανε )· πῶς οὐχὶ τῇ γῇ σεαυτὸν κατ-ορύξεις; Εἰ τοίνυν δι’ αὐτὸν ὁ Χριστὸς καὶ τὸ αἷμα ἐξ-έχεε, τί μέγα ποιήσεις, ἐὰν τὴν παρὰ σαυτοῦ φιλοστορ-γίαν ἐπιδείξῃ, καὶ τῇ διὰ τῶν λόγων προτροπῇ διαναστήσῃς κείμενον, καὶ τὴν αὐτοῦ ψυχὴν βεβαπτισμέ-νην ἴσως καὶ ὑποβρύχιον γεγενημένην ἀνενέγκῃς ἐκ τοῦ τῆς κακίας βυθοῦ, καὶ παρασκευάσῃς ἰδεῖν τῆς ἀρετῆς τὸ φῶς, καὶ μὴ παλινδρομῆσαι ἐπὶ τὸν τῆς κακίας ζόφον; ε. Μιμησώμεθα τοίνυν, παρακαλῶ, τὸν δίκαιον τοῦτον, καὶ εἰ δέοι καὶ κίνδυνόν τινα ὑπομένειν ὑπὲρ τοῦ τὴν σωτηρίαν τοῦ πλησίον πραγματεύσασθαι, μηδὲ τοῦτο παραιτησώμεθα. Ὁ γὰρ τοιοῦτος κίνδυνος σωτηρίας ἡμῖν ὑπόθεσις γίνεται, καὶ πολλῆς παῤῥησίας πρόξενος. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ὅπως πρὸς δῆμον ὁλόκληρον τοσαύτην περὶ τὴν κακίαν τὴν συμφωνίαν ἐπιδειξάμενον παρετάξατο, καὶ μετ’ ἐπιεικείας πολλῆσ
PG 54:402καὶ τὴν ἀνδρείαν ἄφατον ἐπεδείκνυτο, εἰ καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθη τῆς ἀκαθέκτου αὐτῶν μανίας. Μετὰ
γὰρ τὰ ῥήματα ἐκεῖνα, καὶ τὴν ἐπιείκειαν τὴν ὑπερ-βάλλουσαν, καὶ τὸ μονονουχὶ ταῖς χερσὶν ἐκδοῦναι διὰ τῶν λόγων τὰς θυγατέρας, τί φασι πρὸς αὐτόν; Ἀπόστα ἐκεῖ. Ὢ μέθης ὑπερβολὴ, ὢ παραφροσύνης ἐπίτασις. Τοιοῦτον γὰρ ἡ πονηρὰ αὕτη καὶ ἀκόλαστος ἐπιθυμία· ἐπειδὰν περιγένηται τοῦ λογισμοῦ, οὐκ ἀφίησι συνιδεῖν οὐδὲν τῶν δεόντων, ἀλλὰ καθάπερ ἐν σκότῳ καὶ νυκτο-μαχίᾳ τινὶ, οὕτως ἅπαντα διαπράττεται. Ἀπόστα, φη-σὶν, ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Νῦν οὖν σε κακώσομεν μᾶλλον, ἢ ἐκείνους. Ὅρα πῶς μὲν ὁ δίκαιος ἐπιεικῶς αὐτοῖς διαλέγεται, οἱ δὲ πόσῃ κέχρηνται τῇ θρασύτητι. Ὥσπερ ἐκβακχευθέντες λοιπὸν ὑπὸ τοῦ διαβόλου, καὶ ὡς ὑπ’ ἐκείνου στρατηγού-μενοι, οὕτω κατεξανίστανται τοῦ δικαίου, καί φασιν· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Πάροι-κόν σε, φησὶν, ἐδεξάμεθα· μὴ γὰρ καὶ κριτὴς ἡμῶν κατέστης; Ὢ ἀγνωμοσύνης ὑπερβολή. Δέον ἐντραπῆναι, δέον αἰδεσθῆναι τὴν συμβουλὴν τοῦ δικαίου, οἱ δὲ, καθά-περ οἱ μαινόμενοι καὶ τὸν ἰατρὸν συγκόψαι ἐπιχειροῦσιν, οὕτω καὶ οὗτοι· Σὲ, φησὶ, κακώσομεν μᾶλλον, ἢ ἐκεί-νους. Εἰ μὴ βούλει, φησὶν, ἡσυχάσαι, μαθήσῃ ὡς οὐδέν σοι πλέον ἔσται τῆς εἰς ἐκείνους προστασίας, ἢ τὸ ἐκείνους μὲν διαφυγεῖν τὸν κίνδυνον, σὲ δὲ τούτῳ περιβληθῆναι. Παρεβιάζοντο δὲ τὸν Λὼτ σφόδρα. Ὅρα τὸν δίκαιον τοῦ-τον καὶ ἀνδρείαν ἐπιδεικνύμενον, καὶ τοσούτῳ πλήθει ἀντιτάττεσθαι ἐπιχειροῦντα. Καὶ ἤγγισαν, φησὶ, συντρῖ-ψαι τὴν θύραν. Ἐπειδὴ γὰρ μέλλων ἐξιέναι, καὶ τὴν τούτων μανίαν προορῶν προσέῳξεν αὐτοῦ ὄπισθεν τὴν θύραν, οὐκ ἀνασχόμενοι οἱ μιαροὶ οὗτοι καὶ παράνομοι τῆς τοῦ δικαίου παραινέσεως, αὐτόν τε ἐβιάζοντο καὶ τὴν θύραν συντρῖψαι ἐπεχείρουν. Ἀλλ’ ἐπειδὴ διὰ τῶν πρα-γμάτων ἐδείκνυτο καὶ ἡ τοῦ δικαίου ἀρετὴ, καὶ ἡ πρὸς τοὺς ξένους νομιζομένους κηδεμονία, καὶ τοῦ πλήθους ἐκείνου παντὸς ἡ περὶ τὴν κακίαν συμφωνία, τότε λοιπὸν ἐκκαλύπτουσιν ἑαυτοὺς οἱ παραγεγονότες. Καὶ ἐπειδὴ εἶδον τὸν δίκαιον πάντα τὰ παρ’ ἑαυτοῦ πεπληρωκότα, τὴν οἰκείαν ἐπιδεικνύμενοι δύναμιν ἐπαμύνουσι τῷ δικαίῳ καταδυναστευομένῳ ὑπὸ τῆς ἐκείνων μανίας. Ἐκτεί-ναντες γὰρ, φησὶν, οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπά-σαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορα-σίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζη-τοῦντες τὴν θύραν. Ὁρᾷς πῶς καὶ ὁ δίκαιος οὗτος παραχρῆμα τῆς φιλοξενίας κομίζεται τὰς ἀμοιβὰς, καὶ οἱ παράνομοι ἐκεῖνοι ἀξίαν τίνουσι δίκην; Εἰσεσπά-σαντο γὰρ, φησὶ, τὸν Λὼτ εἰς τὸν οἶκον, καὶ τὴν θύραν ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας ἐπάταξαν ἀορα-σίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζη-τοῦντες τὴν θύραν. Ἐπειδὴ τὸ τῆς διανοίας αὐτῶν ὄμμα πεπήρωτο, διὰ τοῦτο καὶ τῆς ὁράσεως τὴν τύφλω-σιν ὑπομένουσιν, ἵνα μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὄφελος τῶν σωματικῶν ὀφθαλμῶν, τῶν τῆς διανοίας ὀμμάτων πεπη-ρωμένων. Καὶ ἐπειδὴ σύμφωνον τὴν κακίαν ἐπεδείκνυντο, καὶ οὔτε οἱ νέοι, οὔτε οἱ πρεσβῦται ἀπείχοντο τῆς πο-νηρᾶς ἐπιχειρήσεως, διὰ τοῦτο πάντες, φησὶν, ἀπετυφλώ-θησαν, καὶ οὐ μόνον τὴν πήρωσιν ἐδέχοντο, ἀλλὰ καὶ τὰ τῆς ἰσχύος αὐτοῖς τοῦ σώματος διελύετο· ἐπειδὴ γὰρ τὸ κυριώτερον μέρος τὴν ψυχὴν ἦσαν διαλελυμένοι, διὰ τοῦτο καὶ τοῦ σώματος τὴν ἰσχὺν παρελύθησαν· καὶ οἱ πρότερον συντρῖψαι τὴν θύραν ἐπιχειροῦντες, καὶ μετὰ πολλῆς ἀπειλῆς τῷ δικαίῳ διαλεγόμενοι, ἀθρόον εἱστή-κεισαν παραλελυμένοι, καὶ πρὸ τῶν ὀφθαλμῶν κειμέ-νην τὴν θύραν οὐχ ὁρῶντες. Τότε λοιπὸν ἀνέπνευσεν ὁ δίκαιος, ὁρῶν τίνες ἦσαν οἱ παραγενόμενοι, καὶ ὅτι μεγάλη τις αὐτῶν ἡ δύναμίς ἐστι. Καὶ γὰρ εἶπον, φησὶ,

Chapter 6Caput 6.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:403πρὸς αὐτὸν οἱ ἄνδρες· Ἔστι τίς σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει; Ὅρα πῶς τῆς φιλοξενίας ἀμείβονται τὸν δίκαιον, καὶ πῶς αὐτῷ χαρίσασθαι βούλονται τῶν οἰκείων πάντων τὴν σωτηρίαν. Εἴ τίς σοι, φησὶν, ἐν τῇ πόλει, εἴ τινος ἀντέχῃ, εἴ τινα οἶδας ἐκτὸς γεγονότα τῆς τούτων παρα-νομίας, Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου καὶ ἐκ τῆς γῆς, καὶ πάντας τούς σοι προσήκοντας ἐξάγαγε. Ἀπόλ-λυμεν γὰρ ἡμεῖς τὸν τόπον τοῦτον. Εἶτα καὶ τὴν αἰ-τίαν ἐπάγουσι, διδάσκοντες τὸν δίκαιον ἅπαντα μετὰ ἀκριβείας. Ὅτι ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναν-τίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτούς. Τοῦτο ἦν ὅπερ ἔλεγε τῷ πατριάρχῃ, ὅτι Κραυ-γὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. Ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου. 2. Πολὺ τῆς παρανομίας αὐτῶν τὸ μέγεθος, καὶ διὰ τοῦτο, ἐπειδὴ ἀνίατός ἐστιν ἡ νόσος, καὶ τὸ τραῦμα οὐδεμίαν θεραπείαν ἐπιδέχεται, ἀπέστειλε Κύριος ἡμᾶς ἐκτρῖψαι αὐτήν. Τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ μακάριος Δαυί̈δ· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἐ-πειδὴ ἀφανίσαι, φησὶ, παραγεγόναμεν πᾶσαν ταύ-την τὴν περίχωρον (διὰ γὰρ τὴν πονηρίαν τῶν ἐνοι-κούντων καὶ ἡ γῆ τὴν τιμωρίαν δέξεται), ἔξελθε σὺ ἐντεῦθεν. Ταῦτα ἀκούσας ὁ δίκαιος, καὶ μαθὼν τὴν αἰτίαν, δι’ ἣν παραγεγόνασιν ἄνδρες μὲν τὸ φαινόμε-νον, ἄγγελοι δὲ τυγχάνοντες καὶ ὑπηρέται τοῦ τῶν ὅλων Θεοῦ, Ἐξελθὼν ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ. Καὶ μὴν ἄνω ἔλεγε τοῖς παρανόμοις ἐκείνοις, ὅτι Ἰδοὺ δύο θυγατέρας ἔχω, αἵτινες οὐκ ἔγνωσαν ἄνδρας· πῶς οὖν ἐνταῦθά φησι, Πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ; Μὴ νομίσῃς ἐναντία εἶναι ταῦτα τοῖς πρότερον παρὰ τοῦ δικαίου ῥηθεῖσιν. Ἔθος γὰρ τοῦτο ἦν τοῖς παλαιοῖς πρὸ πολλοῦ τοῦ χρόνου τὰς μνηστείας ποιεῖσθαι, καὶ πολλάκις καὶ συνοικεῖν ταῖς μνηστευθείσαις, καὶ ἅμα τοῖς γονεῦσι δια-τρίβειν· ὃ καὶ νῦν ἐστι πολλαχοῦ γινόμενον. Ἐπεὶ οὖν ἤδη τὰ τῆς μνηστείας ἐγεγόνει, διὰ τοῦτο καὶ γαμβροὺς αὐτοὺς ὀνομάζει καί φησι, Τοὺς εἰληφότας τὰς θυγα-τέρας αὐτοῦ· τῇ γνώμῃ γὰρ καὶ τῇ συγκαταθέσει εἰλη-φότες ἦσαν. Καί φησιν· Ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. Ὅρα πῶς ἐκ τῆς ζύμης ἐκείνης ἦσαν τῆς πονηρᾶς οὗτοι. Καὶ διὰ τοῦτο βουλόμενος ὁ Θεὸς ταχέως ἐλευθερῶσαι τὸν δίκαιον τῆς πρὸς ἐκείνους συγγενείας, οὐ συνεχώ-ρησεν οὐδὲ μιγῆναι αὐτοῖς τὰς θυγατέρας τοῦ δικαίου, ἀλλὰ προανήρπασε μετὰ τῶν πονηρῶν καὶ τούτους, ἵνα ἐξελθὼν ὁ δίκαιος μετὰ τῶν θυγατέρων διαφύγῃ τὴν πρὸς ἐκείνους συγγένειαν. Ἀκούσαντες τοίνυν παρὰ τοῦ δικαίου τὴν φοβερὰν ταύτην ἀπειλὴν, μονονουχὶ διεχλεύα-ζον, καὶ ἐνόμιζον ληρωδίαν εἶναι τὰ παρ’ αὐτοῦ λεγό-μενα. Ἀλλ’ ὅμως ὁ δίκαιος τὰ παρ’ ἑαυτοῦ ἐπλήρου, καὶ ἐπειδὴ ἅπαξ ἐμνηστεύσαντο αὐτοῦ τὰς θυγατέρας, ἐβουλήθη ἐξαρπάσαι αὐτοὺς τῆς τιμωρίας· ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἠνέσχοντο, ἀλλ’ ἐπέμενον τῷ οἰκείῳ τρόπῳ, καὶ ἐμάνθανον λοιπὸν δι’ αὐτῶν τῶν ἔργων, ὡς οὐ συμ-φερόντως αὐτοῖς τοῦ δικαίου τὴν συμβουλὴν ἀπεπέμ-ψαντο. Ἡνίκα δὲ, φησὶν, ὄρθρος ἐγένετο, ἐπεσπούδα-ζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις,
καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν. Μὴ μέλλε, φησί· δεῖ
PG 54:404γὰρ ἤδη τὸν ὄλεθρον τούτοις ἐπιστῆναι. Σαυτὸν οὖν καὶ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας διάσωσον. Ἐκεῖ-νοι γὰρ οἱ μὴ θελήσαντες πεισθῆναί σου τῇ παραινέσει, οὐκ εἰς μακρὰν τῆς ἀπωλείας κοινωνήσουσι τοῖς λοιποῖς Μὴ τοίνυν μέλλε, ἵνα μὴ καὶ αὐτὸς τῇ ἀπωλείᾳ τῶν παρανόμων τούτων κοινωνήσῃς. Καὶ ἐταράχθησαν ταῦτα ἀκούσαντες οἱ περὶ τὸν Λὼτ καὶ τὴν γυναῖκα καὶ τὰς θυγατέρας· Ἐταράχθησαν, φησὶ, τοῦτ’ ἔστιν, ἔμφοβοι γεγόνασιν, εἰς πολλὴν δειλίαν κατέστησαν, ἠγω-νίασαν τὴν ἀπειλήν. Διὸ κηδόμενοι τοῦ δικαίου Οἱ ἄγγε-λοι ἐκράτησαν, φησὶ, τῆς χειρὸς αὐτοῦ. Οὐκ ἔτι λοι-πὸν ὡς περὶ ἀνδρῶν διαλέγεται ἡ Γραφὴ, ἀλλ’ ἐπειδὴ μέλλουσιν ἐπάγειν τὴν τιμωρίαν, ἀγγέλους αὐτοὺς ὀνο-μάζει καί φησιν· Ἐκράτησαν τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον. Παρεθάῤῥυναν αὐτοὺς διὰ τῆς ἁφῆς τῆς χειρὸς, καὶ ἐνεύ-ρωσαν αὐτῶν τὴν προθυμίαν, ἵνα μὴ ὁ φόβος διαλύσῃ αὐτῶν τὴν ἰσχύν· διὰ τοῦτο ἐπήγαγεν, Ἐν τῷ φείσα-σθαι αὐτοῦ Κύριον. Ἐπειδὴ γὰρ, φησὶ, σωτηρίας αὐ-τὸν ἄξιον ἔκρινεν ὁ Κύριος, διὰ τοῦτο καὶ οἱ ἄγγελοι βουλόμενοι νευρῶσαι αὐτῶν τὴν προθυμίαν τῆς χειρὸς αὐτῶν κρατοῦσι, Καὶ ἐξαγαγόντες αὐτοὺς ἔξω εἶπαν· Σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ, εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Ἐπειδὴ, φησὶ, λοιπὸν ἀπηλλάξαμέν σε τῶν παρανόμων τούτων, μηκέτι περιβλέψῃ εἰς τὰ ὀπίσω, μήτε θελήσῃς ἰδεῖν τὰ τούτοις συμβησόμενα, ἀλλὰ σπεῦσον καὶ μακρὰν γενοῦ, ἵνα δια-φυγεῖν δυνηθῇς τὴν ἐπαγομένην τούτοις τιμωρίαν. Εἶτα δεδοικὼς ὁ δίκαιος, μήποτε οὐ δυνηθῇ καταλαβεῖν τὸν ὑπ’ αὐτῶν ἀφορισθέντα τόπον, καὶ εἰς τὸ ὄρος φθάσαι, φησί· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς εἰς ἐμὲ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ κατα-λάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, μικρά ἐστιν· ἐκεῖ σωθήσομαι, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ ἅπαξ, φησὶν, ἐκρίνατε τὴν σωτηρίαν χαρίσασθαί μοι, ὑπερβαίνει δέ μου τὴν ἰσχὺν τὸ φθάσαι τὴν τοῦ ὄρους κορυφὴν, πλείονα περὶ ἐμὲ τὴν φιλανθρωπίαν ἐπιδείξα-σθε, καὶ κουφότερόν μοι τὸν κάματον ποιήσατε. Μήποτε οὖν καταληφθῶ ὑπὸ τῆς ἐπαγομένης τιμωρίας, καὶ κοι-νωνήσω τῆς δίκης τούτοις, τὴν πόλιν ταύτην τὴν πλη-σίον ἀφορίσατέ μοι. Εἰ γὰρ καὶ εὐτελής ἐστι καὶ μικρὰ, ἀλλ’ ἐκεῖ διασωθεὶς δυνήσομαι ἐν ἀσφαλείᾳ εἶναι λοιπόν. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Ἐδεξάμην σου τὴν ἱκεσίαν, φησὶ, καὶ ποιήσω καὶ τοῦτο, καὶ παρέξω σοι τὸ αἰτηθὲν, καὶ διὰ σὲ καὶ τῆς πόλεως φείσομαι. Σπεῦ-σον οὖν, καὶ κατάλαβε τὸν τόπον, καὶ σώζου· οὐδὲ γὰρ ποιήσω τι μέχρι τοῦ παραγενέσθαι σε ἐκεῖ. Οὐ γὰρ δυνήσομαι, φησὶ, τοῦ ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἐπειδὴ κήδομαί σου τῆς σωτηρίας, ἀναμενῶ τὴν ἐκεῖ σου ἄφιξιν, καὶ τότε τούτοις ἐπάγω τὴν τιμωρίαν. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Περὶ τὴν τοῦ ἡλίου ἀνατολὴν ἔφθασε τὴν πόλιν· καὶ εὐθέως ἐκείνου ἐντὸς τῆς πόλεως γενομένου, οὗτοι τὴν τιμωρίαν ἐδέχοντο. Ἔβρεξε γὰρ, φησὶ, Κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πᾶν ἀνατέλ-λον ἐκ τῆς γῆς. Μὴ ξενιζέτω σε, ἀγαπητὲ, τῶν ῥη-

Chapter 7: Moral exhortation · Homily XLIV · Chapter 1Caput 7: Moralis exhortatio · Homilia XLIV · Caput 1 · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:405μάτων ἡ συνθήκη· ἰδίωμα γὰρ τοῦτό ἐστι τῆς Γραφῆς, καὶ ἀδιαφόρως οὕτω πολλάκις τίθησι τὰ ῥήματα· ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν. Ἔβρεξε γὰρ, φησὶ, Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, ἵνα εἴπῃ ὅτι Κύριος τὴν τιμωρίαν ἐπήγαγε, καὶ οὐ μόνον τὰς πόλεις κατέστρεψε, καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας, ἀλλὰ καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς ἠφάνισεν. Ἐπειδὴ γὰρ οἱ ταύτην οἰκοῦντες ἄνθρωποι πολὺν τῆς πονηρίας τὸν καρπὸν ἐπεδείξαντο, διὰ τοῦτο καὶ τῆς γῆς, φησὶ, τοὺς καρποὺς ἀχρήστους ἐργάζομαι, ἵνα καὶ ἐκείνων ἀφανισθέντων αὕτη διηνεκὲς ὑπόμνημα γένηται ταῖς μετὰ ταῦτα γενεαῖς, διὰ τῆς οἰκείας ἀκαρπίας πάντας διδάσκουσα τῶν ἐνοικησάντων αὐτῇ τὴν πονηρίαν. Εἶδες ὅσον ἐστὶν ἀρετὴ, καὶ ὅσον κακία, καὶ πῶς ὁ μὲν δίκαιος ἐσώθη, αὐτοὶ δὲ ἀξίαν τὴν τιμωρίαν ἔδοσαν τῆς πονηρίας; Καὶ ὥσπερ ὁ δίκαιος διὰ τὴν οἰ-κείαν ἀρετὴν καὶ τὰς θυγατέρας διέσωσε, καὶ τῆς πόλεως ἐκείνης τὴν καταστροφὴν διεκώλυσεν· οὕτω καὶ οὗτοι διὰ τὴν ὑπερβολὴν τῆς οἰκείας πονηρίας, οὐ μόνον αὐτοὶ ἀπώλοντο καὶ διεφθάρησαν, ἀλλὰ καὶ τὴν γῆν ἄκαρπον εἰς τὸ ἑξῆς γενέσθαι παρεσκεύασαν. Καὶ ἐπέβλεψεν ἡ γυνὴ, φησὶν, εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Ἐπειδὴ γὰρ ἀκούσασα τῶν ἀγγέλων τῶν διαταττομένων τῷ δικαίῳ, ὥστε μὴ προσέχειν εἰς τὰ ὀπίσω, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπείξεως τὴν ἀναχώρησιν ποιήσασθαι, παρ-ήκουσε τῶν ῥηθέντων, καὶ τὸ παραγγελθὲν οὐκ ἐφύλαξε, διὰ τοῦτο τῆς οἰκείας ῥᾳθυμίας δίδωσι δίκην. ζ. Ἀλλ’ ἡμεῖς ταῦτα ἀκούοντες, πολλὴν τῆς οἰκείας σωτηρίας τὴν πρόνοιαν ποιησώμεθα, καὶ τῆς μὲν ἐκείνων παρανομίας φύγωμεν τὴν μίμησιν· τοῦ δὲ δικαίου τού-του τὴν φιλοξενίαν ζηλώσωμεν καὶ τὴν ἄλλην ἀρετὴν, ἵνα δυνηθῶμεν καὶ τὴν ἄνωθεν ὀργὴν ἀποκρούσασθαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν μετὰ σπουδῆς ταύτην μετ-ιόντα, μὴ πολὺν ἐντεῦθεν κομίσασθαι τὸν θησαυρόν. Καὶ γὰρ οἱ δίκαιοι οὗτοι οὕτω τῆς ἄνωθεν ῥοπῆς ἠξιώθησαν, καὶ ὁ πατριάρχης καὶ ὁ Λὼτ, καὶ ἀνθρώπους νομίζοντες ὑποδέχεσθαι, κατηξιώθησαν καὶ ἀγγέλους ὑποδέχεσθαι, καὶ τὸν τῶν ἀγγέλων Δεσπότην. Ἔξεστι καὶ ἡμῖν, ἐὰν βουλώμεθα, καὶ νῦν αὐτὸν ὑποδέξασθαι. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκὼς, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. Οὕτω τοίνυν τοὺς ξένους ὑποδεχώμεθα, καὶ μὴ πρὸς τὴν τῶν φαινομένων εὐτέλειαν ἀπίδωμέν ποτε. Ἐνίοτε γὰρ, εἰ τοιαύτῃ γνώμῃ τὰ τῆς φιλοξενίας ἐπιδειξώμεθα, καταξιωθησόμεθα καὶ ἡμεῖς τοιούτους ὑποδέχεσθαι, ἄν-δρας μὲν νομιζομένους, τῶν ἀγγέλων δὲ τὴν ἀρετὴν μετιόντας· μόνον μὴ περιεργαζώμεθα, μηδὲ πολυπρα-γμονῶμεν, ἵνα μὴ διαμάρτωμεν τοῦ θησαυροῦ. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος τούτους τοὺς δικαίους αἰνιττό-μενος, καὶ διδάσκων ἡμᾶς πῶς ἐπέτυχον τοιαύτης ὑπο-δοχῆς, φησί· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Τοῦτο γὰρ αὐτοὺς μάλιστα θαυμαστοὺς καὶ μεγάλους ἀπέδειξεν, ὅτι οὐκ εἰδότες αὐτοὺς, τὴν θεραπείαν ἐπ-εδείκνυντο. Καὶ ἡμεῖς τοίνυν πίστει καὶ εὐλαβείᾳ τὸ πρᾶγμα μετίωμεν, ἵνα καὶ τοῦ θησαυροῦ ἐπιτυχεῖν δυ-νηθῶμεν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΔ. Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωὶ̈ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ. α. Ἡ κατὰ τὴν Σαμαρεῖτιν ὑπόθεσις ἱκανῶς ἡμᾶς χθὲσ
PG 54:406ἐδίδαξε καὶ τοῦ Δεσπότου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν περὶ αὐτὴν κηδεμονίαν, καὶ ἐκείνης τὴν εὐγνωμοσύνην. Εἴδετε πῶς ὕδωρ αἰσθητὸν ὑδρεύσα-σθαι παραγενομένη, ἐκ τῆς νοητῆς πηγῆς τὰ θεῖα νά-ματα ἀρυσαμένη, οὕτως οἴκαδε ἐπανῆλθε, πληροῦσα τὸ παρὰ τοῦ Δεσπότου εἰρημένον· Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐμφορηθεῖσα γὰρ αὕτη τῆς θείας ἐκείνης καὶ πνευματικῆς πηγῆς, οὐ κατέσχεν εἴσω τὰ νάματα, ἀλλ’ ὑπερβλύζουσα, ὡς εἰπεῖν, ἐκχέει καὶ εἰς τοὺς τὴν πόλιν οἰκοῦντας τῆς παρασχεθείσης αὐτῇ δωρεᾶς τὸ χάρισμα, καὶ κήρυξ ἐγένετο ἀθρόον ἡ γυνὴ, ἡ Σαμαρεῖτις, ἡ ἀλλό-φυλος. Εἴδετε ὅσον ἐστὶ ψυχῆς εὐγνωμοσύνη, εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως οὐδενὸς ὑπερορᾷ, ἀλλὰ κἂν ἐν γυναικὶ, κἂν ἐν πενίᾳ, κἂν ὅπου δήποτε εὕρῃ διεγηγερμένην ψυχὴν καὶ ζέουσαν, παραχρῆμα τὴν παρ’ ἑαυτοῦ χάριν ἐπαφίησι. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὴν γυναῖκα ταύτην, καὶ μετὰ πολλῆς προς-οχῆς δεχώμεθα τὰ παρὰ τοῦ Πνεύματος διδάγματα. Οὐδὲ γὰρ ἡμέτερά ἐστι τὰ λεγόμενα, οὐδὲ ἐξ οἰκείας γλώττης φθεγγόμεθα, ἅπερ ἂν εἴπωμεν, ἀλλ’ ἐκ τῆς τοῦ Δεσπό-του φιλανθρωπίας ὁδηγούμενοι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν καὶ τὴν οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Μὴ τοίνυν πρὸς ἐμὲ τὸν λέγοντα ἀπίδῃς, ἀγαπητὲ, μηδὲ πρὸς τὴν εὐτέλειαν τὴν ἐμὴν, ἀλλ’ ὅτι τὰ παρὰ τοῦ Δε-σπότου διακομίζω, καὶ πρὸς τὸν ἀποστείλαντα ἔχων τὴν διάνοιαν τεταμένην, οὕτω μετὰ νήψεως δέχου τὰ λεγό-μενα. Ἐπεὶ καὶ ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν, ἐπει-δὰν ὁ βασιλεὺς, ὁ τὸ διάδημα περικείμενος, γράμματα διαπέμψηται, ὁ μὲν ἐπιφερόμενος ταῦτα καθ’ ἑαυτὸν μὲν οὐδενὸς λόγου ἄξιος τυγχάνει, ἀλλ’ εὐτελής τίς ἐστι, καὶ πολλάκις οὐδὲ προγόνους ἀριθμεῖν ἔχων, ἀλλ’ ἀνώ-νυμος καὶ ἐξ ἀνωνύμων· ἀλλ’ οὐκ ἐκείνῳ προσέχουσιν οἱ ταῦτα δέχεσθαι μέλλοντες, ἀλλὰ διὰ τὰ τοῦ βασιλέως γράμματα πολλὴν κἀκείνῳ τιμὴν ἀπονέμουσι, καὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ φόβου καὶ πολλῆς τῆς ἡσυ-χίας δέχονται. Εἰ τοίνυν ἐκεῖνος ἀνθρώπου ἐπαγόμενος γράμματα, καὶ χάρτην ἁπλῶς ἐπιφερόμενος, παρὰ πᾶσιν ἐναποδέχεται, πολλῷ μᾶλλον ὑμεῖς ἂν εἴητε δίκαιοι τὰ παρὰ τοῦ Πνεύματος δι’ ἡμῶν ὑμῖν πεμφθέντα λόγια μετὰ πολλῆς τῆς προσοχῆς ὑποδέχεσθαι, ἵνα τῆς εὐ-γνωμοσύνης πολλὴν κομίσησθε τὴν ἀμοιβήν. Ἐὰν γὰρ ἴδῃ ὁ τῶν ὅλων Δεσπότης τῆς ψυχῆς ὑμῶν τὴν προ-θυμίαν, καὶ ἡμῖν δαψιλεστέραν παρέξει τὴν χορηγίαν διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, καὶ ὑμῖν πλείονα δωρή-σεται τὴν σύνεσιν, ὥστε συνιέναι τὰ λεγόμενα. Δαψι-λὴς γὰρ ἡ τοῦ Πνεύματος χάρις, καὶ εἰς πάντας ἐκχεο-μένη οὐδένα μερισμὸν ὑπομένει, ἀλλὰ τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ ὅσῳ ἂν πλείους ὦσιν οἱ ταύτης μετέχοντες, τοσούτῳ καὶ τὰ τῆς χάριτος ἐπὶ πλέον ἐκτείνεται. Φέρε οὖν, εἰ δοκεῖ, καὶ σήμερον τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων ἐπιλαβώμεθα, καὶ ἴδωμεν ὅπου τὸν λό-γον κατελύσαμεν, καὶ ὅθεν αὐτὸν ἀναλαβεῖν σήμερον προσῆκε. Ποῦ οὖν τὸν λόγον πρώην προσορμίσαντες, οὕτω τῆς διδασκαλίας ἐπαυσάμεθα; Τὰ κατὰ τὸν Λὼτ

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:407ὑμῖν διηγούμενοι, καὶ τὸν τῶν Σοδόμων ἐμπρησμὸν, ἐκεῖ τὸν λόγον ἐστήσαμεν, ὅπου ὁ δίκαιος εἰς τὴν Σηγὼρ διεσώθη. Ὁ ἥλιος γὰρ ἐξῆλθεν ἐπὶ τῆς γῆς, φησὶ καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ τότε ἡ θεήλατος ἐκείνη ὀργὴ τούς τε ἐν Σοδόμοις κατέλαβε, καὶ τῆς γῆς τὸν ἀφανισμὸν εἰργάσατο, ὅτε καὶ ἡ γυνὴ τοῦ δικαίου ἐπιλαθομένη τῶν ῥηθέντων παρὰ τῶν ἀγγέλων, ἐπιβλέ-ψασα εἰς τὰ ὀπίσω, ἐγένετο στήλη ἁλὸς, διηνεκὲς ὑπό-μνημα ταῖς μετὰ ταῦτα γενεαῖς τῆς οἰκείας ῥᾳθυμίας παρεχομένη. Ἀναγκαῖον οὖν σήμερον τὰ ἑξῆς ἐπελθόν-τας μικρά τινα διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, ἵνα πάλιν εἰδῆτε τοῦ πατριάρχου τὸ συμπαθὲς καὶ φιλό-στοργον, καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Ἐπειδὴ γὰρ, τῆς ἀνατολῆς τοῦ ἡλίου γενομένης, ὁ μὲν δίκαιος Λὼτ εἰς τὴν Σηγὼρ διεσώθη, οἱ δὲ τὰ Σόδομα κατοικοῦν-τες ὑπὸ τὴν δίκην γεγόνασιν, ὁ πατριάρχης ὁμοῦ κἀκεί-νους οἰκτείρων τῆς ἀπωλείας, ἣν διὰ τὴν οἰκείαν παρα-νομίαν ὑπέμειναν, καὶ περὶ τοῦ δικαίου σφόδρα φροντί-ζων, ὀρθρίσας, φησὶ, περιεσκόπει τὰ γεγενημένα. Ὤρ-θρισε γὰρ, φησὶν, Ἀβραὰμ τῷ πρωὶ̈ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον τῆς περιχώρου Σοδόμων καὶ Γομόῤῥας, καὶ εἶδε. Καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. Ἐν ἐκείνῳ, φησὶ, τῷ τόπῳ γεγονὼς, ἔνθα τὴν διάλεξιν πρὸς τὸν Δεσπότην ἐποιήσατο, καὶ τὴν περὶ τῶν ἐν Σοδόμοις παράκλησιν, ἑώρα τῆς φοβερᾶς ἐκείνης τιμωρίας τὰ ἴχνη, καὶ τοῦ δικαίου ἕνεκεν μαθεῖν τι ἐπεθύμει. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος, φιλόστορ-γον καὶ συμπαθητικόν. Καὶ ἵνα διδάξῃ ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι εὐθέως αὐτῷ τούτου τὴν γνῶσιν ἐνέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ὁμοῦ δὲ καὶ τὸν δίκαιον ἵνα τῆς περὶ τοῦ Λὼτ ἀπαλλάξῃ φροντίδος, φησίν· Ἐν τῷ ἐκτρῖψαι Κύριον τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς. Τί ἐστιν, Ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραάμ; Τῆς παρακλήσεως, φησὶν, ἧς ἐποιήσατο, λέγων, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Τί οὖν, ἂν εἴποι τις, διὰ τὴν παράκλησιν τοῦ πατριάρχου ὁ δίκαιος διεσώθη, καὶ οὐχὶ διὰ τὴν ἰδίαν δικαιοσύνην; Ναὶ, καὶ διὰ τὴν παράκλησιν τοῦ πατριάρχου· ὅταν γὰρ τὰ παρ’ ἑαυτῶν συνεισενέγκωμεν, καὶ ἡ παρὰ τῶν δικαίων πρεσβεία τὰ μέγιστα ἡμᾶς ὀνίνησιν. Ἐπεὶ ἐὰν αὐτοὶ μὲν ῥᾳθυμῶμεν, τὰς δὲ ἐλπίδας τῆς ἡμετέρας σωτηρίας ἐπ’ ἐκείνοις μόνοις ποιώμεθα, οὐδὲν ἡμῖν ἔσται πλέον· οὐκ ἐπειδὴ ἀσθενεῖς οἱ δίκαιοι, ἀλλ’ ἐπειδὴ ἡμεῖς διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτοὺς προδίδομεν. β. Καὶ ἵνα μάθῃς ὅτι, ὅταν ἀμελῶμεν, κἂν δίκαιοι ὦσιν οἱ ὑπὲρ ἡμῶν παρακαλοῦντες, κἂν προφῆται, οὐδὲν ἡμῖν ἐκ τούτου ὄφελος γίνεται (ἐκεῖνοι μὲν γὰρ τὴν ἑαυτῶν ἀρετὴν καὶ διὰ τούτων ἐπιδείκνυνται, ἡμῖν δὲ οὐδεμία ἔσται ὄνησις διὰ τὸν οἰκεῖον τρόπον), ἄκου-σον τοῦ τῶν ὅλων Θεοῦ πρὸς τὸν ἐκ κοιλίας ἁγιασθέντα Ἱερεμίαν τὸν προφήτην λέγοντα· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ὅρα τοῦ Δεσπότου φιλανθρωπίαν· προλέγει τῷ προφήτῃ, ἵνα μὴ μετὰ τὸ προσεύξασθαι παρακουσθεὶς, νομίσῃ ὅτι διὰ τὴν παρ’ αὐτοῦ αἰτίαν τοῦτο γεγένηται. Διὰ τοῦτο ἤδη προμηνύει αὐτῷ τὴν κακίαν τοῦ λαοῦ, καὶ διαστέλ-λεται μὴ προσεύξασθαι, ἵνα καὶ αὐτὸς εἰδέναι ἔχῃ τῆς πονηρίας ἐκείνων τὴν ἐπίτασιν, κἀκεῖνοι μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὁ προφήτης συμβάλλεται, εἰ μὴ καὶ αὐτοὶ τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν βουληθῶσιν. Ὅπερ εἰδότες,

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:408ἀγαπητοὶ, καταφεύγωμεν μὲν ἐπὶ τὰς τῶν ἁγίων πρεσβείας, καὶ παρακαλῶμεν ὥστε ὑπὲρ ἡμῶν δεηθῆναι, ἀλλὰ μὴ ταῖς ἐκείνων ἱκεσίαις μόνον θαῤῥῶμεν, ἀλλὰ καὶ αὐτοὶ τὰ καθ’ ἑαυτοὺς δεόντως οἰκονομῶμεν, καὶ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς ἐχώμεθα, ἵνα χώραν δῶμεν τῇ πρεσβείᾳ τῇ ὑπὲρ ἡμῶν γινομένῃ. Τοῦτο καὶ πρὸς ἕτερον προφήτην φησὶν ὁ τῶν ἁπάντων Δεσπότης·
Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Θυμιῶσι στέαρ, καὶ χαυῶνας ποιοῦσι τῇ στρατιᾷ τοῦ οὐρανοῦ· μονονουχὶ λέγων πρὸς αὐτόν· Ὑπὲρ τούτων με παρακαλεῖς, τῶν οὐχ ἱσταμένων τῆς πονηρίας, τῶν οὐδεμίαν αἴσθησιν λαμβανόντων τῆς νόσου ἐν ᾗ κατέχονται, ἀλλ’ οὕτως ἀναλγήτως διακειμένων; Οὐχ ὁρᾷς αὐτῶν τὴν ὑπερβάλ-λουσαν καταφρόνησιν; οὐ βλέπεις αὐτῶν τὴν μανίαν τὴν πολλήν; πῶς οὐδέπω κόρον εἰλήφασι τῆς ἀσεβείας, ἀλλὰ καθάπερ ὗς ἐν βορβόρῳ, οὕτως ἐγκαλινδοῦνται ταῖς οἰκείαις παρανομίαις; Μὴ γὰρ, εἰ ἐβούλοντο ἐπι-στρέφειν, παρακληθῆναι ἀνέμενον; Οὐκ ἐγώ εἰμι ὁ διὰ τῶν προφητῶν βοῶν καὶ λέγων· Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτήν· Μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε; Μὴ γὰρ ἕτερόν τι ζητῶ, ἢ παύσασθαι τῆς πονηρίας μόνον, καὶ στῆναι τῶν κακῶν; μὴ γὰρ ὑπὲρ τῶν παρελθόντων εὐθύνας ἀπαιτῶ, ἐὰν ἴδω μεταβάλλεσθαι βουλομένους; οὐ καθ’ ἑκάστην ἡμέραν βοῶ λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Οὐ διὰ τοῦτο πάντα ποιῶ, ἵνα τῆς ἀπωλείας ἐξαρπάσω τοὺς ἐπὶ τῇ πλάνῃ προκατειλημμένους; Μὴ γὰρ, ἐὰν ἴδω μεταβαλλομένους, ὑπερτίθεμαι; Οὐκ ἐγώ εἰμι ὁ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι; Μὴ γὰρ οὕτως αὐτοὶ ἐπιθυμοῦσι τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐμοὶ περισπούδαστόν ἐστιν ἅπαντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Μὴ γὰρ διὰ τοῦτό σε ἀπὸ τοῦ μὴ ὄντος παρήγαγον, ἵνα ἀπολέσω; μὴ γὰρ εἰκῆ τὴν βασιλείαν καὶ τὰ μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ ηὐτρέπισα; Οὐχὶ διὰ τοῦτο καὶ γέενναν ἠπείλησα, ἵνα εἰς τὴν βασιλείαν ἅπαντας καὶ διὰ τούτου δραμεῖν πα-ρασκευάσω; Μὴ τοίνυν, ὦ μακάριε προφῆτα, ἐκείνους καταλιμπάνων, ἐμοὶ πρόσαγε τὴν παράκλησιν, ἀλλ’ ἕν σοι τοῦτο διὰ σπουδῆς ἔστω, ὥστε τῆς ἐκείνων νόσου πε-ριγενέσθαι, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῆς ἀῤῥωστίας, καὶ πρὸς ὑγίειαν ἐπαναγαγεῖν, καὶ τὰ παρ’ ἐμοῦ πάν-τως ἕψεται. Οὐ γὰρ μέλλω, οὐδὲ ἀναβάλλομαι, ἐπειδὰν ἴδω ψυχὴν εὐγνώμονα· ἓν γὰρ μόνον ἐπιζητῶ, ὁμολογίαν τῶν ἐπταισμένων καὶ οὐκ ἔτι τὴν ἐπὶ τοῖς ἐπταισμένοις δίκην ἐπάγω. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς τὸ παρ’ ἐμοῦ προτεινόμενον; Εἰ μὴ ᾔδειν χείρους γινομένους, ἐκ τοῦ μὴ ὁμολογῆσαι τὰ πρότερα ἁμαρτήματα, οὐκ ἂν οὐδὲ τοῦτο ἐζήτουν. Ἀλλ’ ἐπειδὴ οἶδα τὸ τῶν ἀνθρώ-πων γένος μᾶλλον πρὸς κακίαν ῥέπον, διὰ τοῦτο βού-λομαι τὰ πρότερα ὁμολογῆσαι ἁμαρτήματα, ἵνα ἡ ὁμο-λογία κώλυμα αὐτοῖς γένηται πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. γ. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀναλογιζόμενοι, καὶ ἐν-νοοῦντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλανθρωπίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ πρότερον πολλὴν ἑαυτῶν τὴν ἐπι-μέλειαν ποιώμεθα, καὶ τὸν ῥύπον τὸν ἀπὸ τῶν ἁμαρτη-μάτων ἐκκαθάρωμεν, καὶ οὕτως ἐπὶ τὰς πρεσβείας τῶν ἁγίων σπεύδωμεν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, καὶ δι’ ἑαυτῶν παρακαλοῦντες τὰ μέγιστα ὀνησόμεθα. Ἐπειδὴ γὰρ φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ὁ ἡμέτερος, οὐχ οὕτω δι’ ἑτέρων παρακαλούμενος ὑπὲρ ἡμῶν ἐπινεύει, ὡς δι’ ἡμῶν αὐτῶν. Ὅρα ἀγαθότητοσ
PG 54:409ὑπερβολήν· ἐὰν ἴδῃ τοὺς προσκεκρουκότας ἡμᾶς, τοὺς ἠτιμωμένους, τοὺς μηδεμίαν παῤῥησίαν ἔχοντας, μικρὸν διεγερθέντας, καὶ ἐπὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας αὐτοῦ καταφυγεῖν ἐθελήσαντας, εὐθέως ἐπινεύει ταῖς αἰτήσεσι, καὶ χεῖρα ὀρέγει κειμένοις, καὶ διανίστησι πεπτωκότας, καὶ βοᾷ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀν-ίσταται; Ἀλλ’ ἵνα μάθητε καὶ ἐξ αὐτῶν τῶν πραγμά-των, ὅτι πολλοὶ δι’ ἑαυτῶν μᾶλλον παρακαλέσαντες ἴσχυσαν ἐπιτυχεῖν τῶν σπουδαζομένων, ἢ δι’ ἑτέρων, ἀναγκαῖόν ἐστι τοὺς ἐπιτυχόντας εἰς μέσον παραγαγεῖν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς ζῆλον διεγερθῶμεν. Ἀκούσωμεν τοίνυν πῶς ἡ Χαναναία ἐκείνη γυνὴ κατ-ώδυνος οὖσα τὴν ψυχὴν καὶ ἀλλόφυλος, ἐπειδὴ εἶδε τὸν τῶν ψυχῶν ἰατρὸν, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἀνα-τείλαντα τοῖς ἐν σκότει καθημένοις, ὅπως μετὰ θερμῆς καὶ ζεούσης προθυμίας τὴν πρόσοδον ἐποιήσατο, καὶ οὔτε τὸ γυναῖκα αὐτὴν εἶναι, οὔτε τὸ ἀλλόφυλον, ὀκνηροτέ-ραν γενέσθαι παρεσκεύασεν, ἀλλὰ πάντα τὰ κωλύματα ταῦτα παρωσαμένη, προσελθοῦσά φησιν· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἀλλ’ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος σιγᾷ καὶ οὐκ ἀποκρίνεται, οὐ λόγου μεταδίδωσιν, οὐδὲ οἰκτείρει τὸ γύναιον, ὁρῶν μετὰ τοσαύτης οἰμωγῆς προσελθοῦσαν, ἀλλὰ μακροθυμεῖ, βουλόμενος τὸν λανθάνοντα θη-σαυρὸν ἐν τῇ γυναικὶ κατάδηλον ἅπασι ποιῆσαι. Ἤδει γὰρ τὸν κρυπτόμενον μαργαρίτην, ὃν οὐκ ἐβούλετο λαθεῖν ἡμᾶς· καὶ διὰ τοῦτο ἀναβάλλεται, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῖ, ἵνα ἡ πολλὴ τῆς γυναικὸς προσεδρία διδασκαλία πᾶσι γένηται τοῖς μετὰ ταῦτα. Καὶ ὅρα τοῦ Θεοῦ τὴν ἄφατον ἀγαθότητα. Αὐτὸς μὲν, φησὶν, οὐκ ἀπεκρίνατο αὐτῇ· οἱ δὲ μαθηταὶ συμπαθέστεροι καὶ φιλανθρωπότεροι νομίζοντες εἶναι, οὐ τολμῶσι φανερῶς εἰπεῖν· Παράσχου αὐτῇ τὴν αἴτησιν, ἐλέησον αὐτὴν, σπλαγχνίσθητι ἐπ’ αὐτῇ· ἀλλὰ τί; Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ λέγοντες· ἐλευ-θέρωσον ἡμᾶς τῆς ἐπαχθείας, ἀπάλλαξον ἡμᾶς τῆς κραυγῆς τῆς παρ’ αὐτῆς γινομένης. Τί οὖν ὁ Δεσπότης; Νομίζετέ με, φησὶν, εἰκῆ σεσιγηκέναι, καὶ μὴ ἀξιῶσαι αὐτὴν ἀποκρίσεως; Ἀκούετε· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἴστε, φησὶν, ὅτι ἀλλόφυλός ἐστιν ἡ γυνή; οὐκ ἴστε ὅτι καὶ ὑμῖν ἤδη παρηγγύησα εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν; Τίνος οὖν ἕνεκεν οὕτως ἀνεξετάστως τὴν συμπάθειαν ἐπιδείκνυσθε; Σκόπει τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, πῶς καὶ ὅτε ἔδοξεν ἀποκρίνεσθαι, τῆς σιγῆς βαρύτερον καθικνεῖτο τῆς γυναικὸς, καὶ μονονουχὶ καιρίαν αὐτῇ δέδωκε τὴν πληγὴν, κατὰ μικρὸν αὐτὴν διεγεῖραι βου-λόμενος, ἵνα μάθωσιν ἀγνοοῦντες οἱ μαθηταὶ τὴν ἐγκεκρυμμένην ἐν αὐτῇ πίστιν. Ἀλλ’ οὐδὲ οὕτως ἐνάρκησεν, οὐδὲ ὀκνηροτέρα γέγονε θεασαμένη καὶ τοὺς μαθητὰς οὐδὲν πλέον ἀνύσαντας, καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Εἰ μηδὲ οὗτοι ἴσχυσαν δυσωπῆσαι τὴν ὑπὲρ ἐμοῦ ἱκεσίαν ποιησάμενοι, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην προσεδρεύω; ἀλλὰ καθάπερ ὑπὸ πυρὸς φλεγομένη, καὶ ἐμπιπραμένη τὸν λογισμὸν, καὶ τὰ σπλάγχνα διακοπτο-μένη, πρόσεισι προσκυνοῦσα καὶ λέγουσα, Κύριε, βοήθει μοι. Καὶ οὐδὲ οὕτως ἐπινεύει τῇ γυναικὶ, ἀλλ’ ἀπόκρισιν ποιεῖται τῆς προτέρας βαρυτέραν. Οὐκ ἔστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐννόησον, ἀγαπητὲ, καὶ θαύ-μασον ἐνταῦθα τῆς ψυχῆς αὐτῆς τὸν πόθον καὶ τὴν πίστιν τὴν ὑπερβάλλουσαν· ὅτι κυνάριον ἀκούσασα οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεπήδησεν, ἀλλὰ μετὰ πολλῆσ

Chapter 4. We do not achieve as much through others' prayers as through our ownCaput 4: Non tantum perficimus per alios orantes, quantum per nos ipsos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:410εὐγνωμοσύνης φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐ-τῶν. Ὁμολογῶ, φησὶ, κυνάριον εἶναι· ὡς κυνάριον οὖν με ἀξίωσον τῶν ψιχίων τῆς τραπέζης. Εἶδες γυναικὸς πίστιν καὶ εὐγνωμοσύνην; Κατεδέξατο τὸ εἰρημένον, καὶ παραχρῆμα ἐπέτυχε τοῦ σπουδαζομένου, καὶ ἐπ-έτυχε μετὰ πολλῶν τῶν ἐγκωμίων. Τί γάρ φησιν ὁ Χρι-στός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὦ γύναι· θαυμασμοῦ τὸ ῥῆμα, ἐπαίνου πολλοῦ γέμον τὸ εἰρημένον. Μεγάλην, φησὶν, ἐπεδείξω τὴν πίστιν· διὰ τοῦτο τοσαῦτά σοι ὑπάρξει, ὅσα θέλεις. Ὅρα φιλοτιμίας δαψίλειαν, καὶ θαύμασον τοῦ Δεσπότου
τὴν σοφίαν. Ἆρα οὐκ ἐν προοιμίοις ἐνομίζομεν ἀσυμ-παθῆ τινα αὐτὸν εἶναι, οὕτω διακρουόμενον, καὶ πρότερον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῦντα τὸ γύναιον, μετὰ δὲ ταῦτα καὶ διὰ τῆς προτέρας, καὶ διὰ τῆς δευ-τέρας ἀποκρίσεως μονονουχὶ ἀπελαύνοντα, καὶ τὴν μετὰ τοσούτου πόθου προσελθοῦσαν ἀποσοβοῦντα; Ἀλλ’ ἐκ τοῦ τέλους κατάμαθε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅτι βου-λόμενος αὐτὴν περιφανεστέραν ἐργάσασθαι, διὰ τοῦτο τῇ μακροθυμίᾳ ἐχρήσατο. Εἰ μὲν γὰρ εὐθέως ἐπένευσεν, οὐκ ἂν ἔγνωμεν ἡμεῖς τῆς γυναικὸς τὴν ἀρετήν· ἐπειδὴ δὲ μικρὸν ἀνεβάλλετο, καὶ τοῦ Δεσπότου ἔγνωμεν τὴν ἄφατον φιλανθρωπίαν, κἀκείνης τὴν πίστιν τὴν ὑπερβάλλουσαν. δ. Ταύτην δὲ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον παραγαγεῖν ἠναγκάσθημεν, ἵνα μάθωμεν, ὅτι οὐχ οὕτω δι’ ἑτέρων παρακαλοῦντες ἀνύομεν, ὡς αὐτοὶ δι’ ἑαυτῶν, ἐπειδὰν μετὰ θερμότητος προσίωμεν καὶ διεγηγερμένης διανοίας. Ἰδοὺ γὰρ αὕτη καὶ τοὺς μαθητὰς ἔχουσα ὑπὲρ αὐτῆς ἱκε-τεύοντας οὐδὲν πλέον ἀνύσαι ἠδυνήθη, μέχρις ὅτε αὐτὴ δι’ ἑαυτῆς παραμείνασα τὴν φιλανθρωπίαν ἐπεσπάσατο τοῦ Δεσπότου. Καὶ ἡ παραβολὴ δὲ ἐκείνη τοῦ φίλου τοῦ ἀωρὶ τῆς νυκτὸς παραγενομένου, καὶ τοὺς τρεῖς ἄρτους αἰτήσαντος, τὸ αὐτὸ αἰνίττεται. Εἰ γὰρ καὶ μὴ διὰ τὸ φίλος αὐτοῦ εἶναι, φησὶν, ὑπακούσει αὐτῷ, διὰ γοῦν τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει. Εἰδότες τοίνυν τὴν ἄφατον φιλανθρωπίαν τοῦ ἡμετέρου Δεσπότου, προς-ίωμεν αὐτῷ, δεικνύντες, καὶ μονονουχὶ πρὸ τῶν ὀφθαλ-μῶν τῶν ἡμετέρων προτιθέντες κατ’ εἶδος ἕκαστον τῶν ἡμῖν πεπλημμελημένων, καὶ τὴν ὑπὲρ τῶν παρελθόντων συγχώρησιν αἰτοῦντες, ἵνα καὶ εἰς τὸ ἑξῆς πολλὴν τὴν ἀκρίβειαν ἐπιδειξάμενοι, πλείονα τὴν παρ’ αὐτοῦ εὔ-νοιαν ἐπισπασώμεθα. Ἀλλ’ ἐπανέλθωμεν, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τοῦ ἀναγνώσματος. Ἀνέβη δὲ, φησὶ, Λὼτ εἰς Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ· ἐφοβήθησαν γὰρ οἰκῆ-σαι ἐν Σηγώρ· καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ. Ἐνακμά-ζοντα ἔχων ἔτι τὸν φόβον τῆς τιμωρίας τῆς ἐπαχθείσης τοῖς κατὰ τὰ Σόδομα, πόῤῥωθεν ἄπεισιν ὁ δίκαιος, καὶ εἰς τὸ ὄρος, φησὶ, κατοικεῖ μετὰ τῶν θυγατέρων, καὶ ἐν ἐρημίᾳ ἐσχάτῃ καὶ μονώσει λοιπὸν ἐτύγχανε μετὰ τῶν δύο θυγατέρων ἐν τῷ ὄρει κατοικῶν. Εἶπε δὲ, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰς-ελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Δεῦρο, καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετ’ αὐτοῦ, καὶ ἐξαναστήσωμεν σπέρμα ἐκ τοῦ πατρὸς ἡμῶν. Μετ’ εὐλαβείας καὶ φό-βου πολλοῦ ἀκούωμεν, ἀγαπητοὶ, τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων· οὐδὲν γὰρ ἁπλῶς καὶ εἰκῆ γέ-γραπται, ἀλλὰ πάντα συμφερόντως καὶ πρὸς ὠφέλειαν ἡμετέραν, κἂν ἡμεῖς ἔνια ἀγνοῶμεν. Οὐ γὰρ ἅπαντα δυνάμεθα μετὰ ἀκριβείας εἰδέναι, ἀλλ’ εἰ καὶ αἰτίασ

Chapter 5: Neither Lot nor his daughters are to be condemnedCaput 5: Neque Lot neque filiæ ejus damnandi

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:411πειρώμεθά τινων ἀποδιδόναι κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀλλ’ ὅμως καὶ οὕτως ἔχει ἐγκεκρυμμένον τινὰ θησαυρὸν πολὺ ἀπόκρυφόν τε καὶ δυσερμήνευτον. Σκόπει τοίνυν, πῶς ἡ Γραφὴ πάντα σαφῶς διηγησαμένη, καὶ τὸν σκοπὸν ἡμῖν γνωρίσασα τῶν τοῦ δικαίου θυγατέρων, νῦν μὲν ὑπὲρ αὐτῶν ἀρκοῦσαν ἀπολογίαν ποιεῖται, νῦν δὲ ὑπὲρ τοῦ δικαίου, ἵνα μηδεὶς ἀφορῶν πρὸς τὸ γεγο-νὸς, μήτε τοῦ δικαίου καταγνοίη, μήτε τῶν αὐτοῦ θυγα-τέρων, ὡς δι’ ἀσέλγειαν τῆς μίξεως ταύτης γεγενημένης. Πῶς οὖν ὑπὲρ τῶν θυγατέρων τοῦ δικαίου ἀπολογεῖται; Εἶπε, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Ὅρα τὸν σκοπὸν μετὰ ἀκριβείας, καὶ παντὸς αὐτὰς ἀπαλλάξεις ἐγκλήματος. Ἐνόμισαν γὰρ παν-ωλεθρίαν γεγενῆσθαι, καὶ μηδένα ἔτι καταλειφθῆναι· εἶτα καὶ τοῦ πατρὸς ἑώρων τὸ γῆρας. Ἵνα οὖν, φησὶ, μὴ ἀφανισθῇ τὸ γένος, καὶ ἀνώνυμοι γενώμεθα (τοῦτο γὰρ ἦν τὸ παλαιοῖς περισπούδαστον, ὥστε διὰ τῆς τῶν ἐκ-γόνων διαδοχῆς ἐκτείνεσθαι αὐτῶν τὸ γένος)· ἵνα οὖν, φησὶ, μὴ παντελῆ καὶ ἡμεῖς ἀφανισμὸν ὑπομείνωμεν, τοῦ μὲν πατρὸς πρὸς γῆρας ἐλάσαντος, οὐδενὸς δὲ εὑ-ρισκομένου ἀνδρὸς, ᾧ συγγενόμεναι δυνησόμεθα ἐκτα-θῆναι, καὶ καταλιπεῖν τοῦ σπέρματος διαδοχὴν, Δεῦρο, φησὶν, ἵνα μὴ τοῦτο γένηται, ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον. Ἐπειδὴ οὐκ ἄν ποτε, φησὶν, ἀνάσχοιτο οὐδὲ ἀκοῇ τοῦτο παραδέξασθαι ὁ πατὴρ, διὰ τοῦ οἴνου τὴν ἀπάτην ἐργασώμεθα. Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Εἶδες πῶς καὶ ὑπὲρ τοῦ δικαίου ἀπελογήσατο ἡ θεία Γραφὴ, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον; Πρότερον μὲν γὰρ ἐξ ὧν αἱ θυγατέρες τὴν διὰ τοῦ οἴνου ἀπάτην εἰρ-γάσαντο, ἔδειξεν ὡς οὐκ ἂν ἑτέρως ἠδυνήθησαν πεῖσαι τὸν πατέρα τοῦτο καταδέξασθαι· νυνὶ δὲ λοιπὸν οἶμαι καὶ οἰκονομίας εἶναι τῆς ἄνωθεν τὸ γεγονὸς, ὥστε τοσοῦ-τον αὐτῷ κάρον ἐγγενέσθαι, ὡς πάντη ἀγνοῆσαι, ἵνα ἀνεύθυνος γένηται τῶν ἐγκλημάτων. Τὰ γὰρ ἁμαρτή-ματα ἐκεῖνα ἡμᾶς κατακρίνει καὶ καταδικάζει, ἅπερ ἂν εἰδότες καὶ ἑκόντες ἁμάρτωμεν. Ὁρᾷς δὲ τὴν Γρα-φὴν μαρτυροῦσαν τῷ δικαίῳ, ὅτι ὅλως οὐκ ᾔδει τὸ γεγονός; Ἀλλὰ πάλιν ἕτερον ἀνακύπτει ζήτημα τὸ τῆς μέθης. Δεῖ γὰρ πάντα διερευνᾶσθαι, ὥστε μηδεμίαν κα-ταλιπεῖν τοῖς ἀγνώμοσι καὶ ἀναισχύντοις ἀφορμήν. Τί οὖν καὶ περὶ τούτου εἴπωμεν; Ὅτι οὐ τοσοῦτον ἐξ ἀκρα-σίας τὰ τῆς μέθης αὐτῷ γέγονεν, ὅσον ἀπὸ ἀθυμίας. ε. Μηδεὶς τοίνυν τολμάτω ἢ τοῦ δικαίου ποτὲ κατα-ψηφίσασθαι, ἢ τῶν τούτου θυγατέρων. Πῶς γὰρ οὐκ ἂν εἴη μανίας ἐσχάτης καὶ παραφροσύνης, οὓς ἡ θεία Γρα-φὴ παντὸς ἀπήλλαξεν ἐγκλήματος, μᾶλλον δὲ ὑπὲρ ὧν τοσαύτην ἀπολογίαν συνέθηκεν, ἡμᾶς τοὺς μυρίοις ἁμαρ-τημάτων φορτίοις πεπληρωμένους καταδικάζειν, καὶ μὴ ἀκούειν Παύλου λέγοντος, Θεὸς ὁ δικαιῶν, τίς ὁ κα-τακρίνων; Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γέγονεν, ἀλλ’ ἡ ὑπερβολὴ τῆς ἀθυμίας μετὰ τῆς τοῦ οἴνου προσθήκης οὐδεμίαν αὐτῷ αἴσθησιν συνεχώρησε γενέσθαι, ἄκουσον τί φησιν. Ἐγένετο δὲ τῇ ἐπαύ-ριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν Ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· πο-

Chapter 6: Moral exhortation. Comparison of Joseph's continence with the Babylonian furnaceCaput 6: Moralis exhortatio. Collatio Josephi continentiæ cum Babylonica fornace

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:412τίσωμεν οὖν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελθοῦσα κοιμήθητι μετ’ αὐτοῦ, καὶ ἐξανα-στήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Ὁρᾷς πῶς ἐξ ὀρθῆς γνώμης τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ ἠδυνήθην, φησὶν, ἐγὼ τὸ σπουδαζόμενόν μοι πληρῶσαι, ἀναγκαῖον καὶ σὲ τὸ αὐτὸ διαπράξασθαι· ἴσως γὰρ εἰς ἔργον ἡμῖν ἐκβήσεται τὰ τῆς προσδοκίας, καὶ οὐκ εἰς τέλος τὸ γένος ἡμῶν ἀφανισθήσεται. Ἐπότισαν δὲ καὶ τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Σκόπησον, ἀγαπητὲ, ὅτι τὸ πᾶν τῆς τοῦ Θεοῦ οἰκονο-μίας ἦν ἔργον τὸ γεγονὸς, ὥσπερ ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ, καθεύδοντος αὐτοῦ, ἐκ τῆς πλευρᾶς μέρος λαβὼν οὐδεμίαν αἴσθησιν αὐτῷ συνεχώρησε γενέσθαι, ἀλλὰ τὴν πλευρὰν ἐκείνην εἰς γυναῖκα δια-πλάσας παρέστησε τῷ Ἀδάμ· τὸν αὐτὸν δὴ τρόπον καὶ
νῦν. Εἰ γὰρ ἡ τῆς πλευρᾶς ἀφαίρεσις, ἐπειδὴ τὴν ἔκ-στασιν αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀνεπαισθήτως γέγονε, πολλῷ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο. Ὅπερ γὰρ εἶπεν ἐκεῖ ἡ θεία Γραφὴ, ὅτι Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· τοῦτο καὶ ἐνταῦθα ἐσήμανε διὰ τοῦ εἰπεῖν, ὅτι Οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι, καὶ ἀναστῆναι. Καὶ συνέλαβον, φησὶν, ἐκ τοῦ πατρὸς αὐτῶν. Καὶ ἔτεκεν ἡ πρεσβυτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα· Ἐκ τοῦ πατρός μου. Οὗτος πατὴρ Μωαβιτῶν. Ἔτεκε δὲ καὶ ἡ νεωτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Ἀμμᾶν, λέγουσα· Υἱὸς τοῦ γένους μου. Οὗτος πατὴρ Ἀμμανιτῶν. Ὁρᾷς πῶς οὐκ ἀσελγείας ἦν τὸ γεγονὸς, ὅτι παραχρῆμα καὶ τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπέθεσαν μηνύουσαι τὸ γεγενημένον, καὶ μονονουχὶ καθάπερ ἐν στήλῃ τινὶ τοῖς τῶν παιδίων ὀνόμασιν ἐναποτιθέμεναι τοῦ γεγονότος τὴν μνήμην, καὶ ἤδη προμηνύουσαι, ὅτι ἔθνη ἐξ αὐτῶν ἔσται, καὶ εἰς πλῆθος ἐκταθήσεται τῶν τεχθέντων τὸ γένος. Ὁ μὲν γὰρ, φησὶν, ἔσται πατὴρ Μωαβιτῶν, ὁ δὲ, πατὴρ Ἀμμανιτῶν. 2. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, καὶ διὰ τῆς τοῦ γένους διαδοχῆς τὴν μνήμην αὐτοῖς ἐβού-λοντο διατηρεῖσθαι, τοσαύτην σπουδὴν τοῦ δικαίου αἱ θυγατέρες ἐποιήσαντο· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν τὰ τῆς εὐσεβείας ἐπιδέδωκε, καὶ κατὰ τὸν μακά-ριον Παῦλον, Παράγει λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, τὴν διὰ τῆς τῶν ἀγαθῶν πράξεως ἔργων μνή-μην ἑαυτοῖς καταλιμπάνωμεν, ἵνα καὶ μετὰ τὴν ἐντεῦ-θεν μετάστασιν, ἡ τῆς ἀρίστης ἡμῶν πολιτείας ἀκρίβεια ὑπόμνησις καὶ διδασκαλία γένηται τοῖς εἰς ἡμᾶς ὁρῶσιν. Οἱ γὰρ ἐνάρετοι, καὶ τὸν σώφρονα βίον μετιόντες, οὐκ ἐν τῇ ζωῇ ταύτῃ μόνον τυγχάνοντες τὰ μέγιστα τοὺς εἰς αὐτοὺς ὁρῶντας ὠφελεῖν δύνανται, ἀλλὰ καὶ μετὰ τὴν τοῦ βίου πάροδον. Καὶ ἵνα μάθῃς, ὅρα μοι πόσος ἐτῶν ἀριθμὸς παρῆλθε μέχρι τῆς σήμερον, καὶ ὁσάκις ἂν βουληθείημεν εἰς τὸν τῆς σωφροσύνης ζῆλόν τινας ἐνάγειν, τὸν Ἰωσὴφ εἰς μέσον ἄγοντες, τὸν εὐειδῆ, τὸν καλὸν, τὸν νέον, τὸν ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας τοσαύτην ἀνδρείαν περὶ τὴν σωφροσύνην ἐπιδειξάμενον, οὕτω πρὸς τὴν μίμησιν τοῦ δικαίου τοὺς ἀκούοντας διεγείρειν σπουδάζομεν. Τίς γὰρ ἂν, εἰπέ μοι, κατ’ ἀξίαν θαυμάσειε τὸν μακάριον τοῦτον, ὅτι ἐν δουλείᾳ τυγχάνων, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ὅτε καὶ μάλιστα ἡ κάμινος ἐπὶ πλέον ἐξάπτεται τῶν ἐπιθυμιῶν, ὁρῶν τὴν αὐτοῦ δέσποιναν ἐπιπηδῶσαν αὐτῷ καὶ ἐπι-μαινομένην, τοσαύτην ἐπεδείξατο τὴν ἀνδρείαν, καὶ οὕτω πρὸς τοὺς τῆς σωφροσύνης ἀγῶνας ἀπεδύσατο, ὡς τῆσ

Homily XLV, Chapter 1Homilia XLV · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:413ἀκολάστου γυναικὸς ἐκείνης γυμνὸς μὲν τῶν ἱματίων ἀποπηδῆσαι, τὸ δὲ τῆς σωφροσύνης ἔνδυμα περιβαλέσθαι; Καὶ ἦν ἰδεῖν πρᾶγμα καινὸν καὶ παράδοξον, ἀρνίον ταῖς τοῦ λύκου χερσὶν ἐμπεσὸν, μᾶλλον δὲ τῆς λεαίνης, καὶ διασωθῆναι δυνηθὲν, καὶ καθάπερ περιστερὰν τοῦ ἱέρα-κος διαφυγοῦσαν τὴν βλάβην, οὕτω τὸν δίκαιον τῶν ἐκείνης διαρπαγέντα χειρῶν. Οὐχ οὕτω θαυμαστὸν εἶναί μοι δοκεῖ τὸ τοὺς τρεῖς παῖδας ἐκείνους ἐν μέσῃ τῇ καμίνῳ τῇ Βαβυλωνίᾳ ἐκείνῃ τοῦ πυρὸς ἀνωτέρους γενέσθαι, καὶ μηδὲν πλέον τὰ σώματα αὐτῶν παθεῖν, ὡς θαυμαστὸν καὶ παράδοξον, τὸν δίκαιον τοῦτον εἰς τὴν κάμινον ταύτην τὴν τῆς Βαβυλωνίας χαλεπωτέραν ἐμ-πεπτωκότα, τὴν ἀσέλγειαν λέγω τῆς Αἰγυπτίας, ἀνέπα-φον διαμεῖναι, καὶ καθαρὸν τῆς σωφροσύνης τὸ ἔνδυμα διατηρήσαντα, οὕτως ἐξελθεῖν. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ἐπειδὴ γὰρ τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκεν, εἶχε καὶ τὴν ἄνωθεν ῥοπὴν αὐτῷ συμπαροῦσαν, καὶ τὴν πυρὰν ἐκείνην κατασβεννύουσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ τὴν δρόσον τὴν παρὰ τοῦ Πνεύματος χαριζομένην. Εἴδετε πῶς οἱ ἐνάρετοι, καὶ ἐνταῦθα παρόντες, καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ὠφελείας ἡμῖν ὑπόθεσις γίνονται; Διὰ γὰρ τοῦτο τὸν δίκαιον τοῦτον εἰς μέσον νῦν παρ-ηγάγομεν, ἵνα τούτῳ πάντες ἑπώμεθα. Τοῦτον οὖν ἅπαν-τες ζηλώσωμεν, καὶ ἀνώτεροι τῶν ἡδονῶν γενώμεθα, καὶ εἰδότες, Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου-σίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, οὕτως ἑαυτοὺς καθοπλίζωμεν· καὶ ἐν-νοοῦντες ὅτι σῶμα περικείμενοι, πρὸς ἀσωμάτους δυνά-μεις πυκτεύειν ἀναγκαζόμεθα, φραττώμεθα τοῖς ὅπλοις τοῦ Πνεύματος. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ σάρκα περικείμενοι πρὸς τὰς ἀοράτους δυνάμεις τὴν πάλην ἔχομεν, καὶ τὰ ὅπλα ἡμῶν ἀόρατα κατ-εσκεύασεν, ἵνα τῇ δυνάμει τῶν ὅπλων περιγινώμεθα τῆς φύσεως τῶν ἀντιπάλων. Θαῤῥοῦντες τοίνυν τῇ τῶν ὅπλων δυνάμει, τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ δυνησό-μεθα τῇ παντευχίᾳ ταύτῃ τῇ πνευματικῇ φραττόμενοι αὐτὴν τοῦ διαβόλου συγκόψαι τὴν ὄψιν. Οὐδὲ γὰρ ἐνεγ-κεῖν δύναται τὴν ἐντεῦθεν ἀστραπὴν, ἀλλὰ κἂν ἐπιχειρήσῃ στῆναι ἐξ ἐναντίας, εὐθέως ἀποτυφλοῦται τὰς ὄψεις. Ἔνθα γὰρ ἂν ᾖ σωφροσύνη, καὶ σεμνότης, καὶ πολλὴ τῶν ἄλλων ἀρετῶν ἡ σύνοδος, ἐκεῖ καὶ ἡ τοῦ Πνεύ-ματος χάρις μετὰ δαψιλείας ἐφίπταται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν. Ἐκκαθάρωμεν τοίνυν ἑαυτῶν, παρα-καλῶ, τὸ συνειδὸς, καὶ ἀποσμήξωμεν ἡμῶν τὸν λο-γισμὸν, ἵνα πάσης ῥυπαρᾶς ἐννοίας ἀπηλλαγμένοι, τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ τῶν τοῦ δια-βόλου περιγενώμεθα μηχανημάτων, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαῦσαι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΕ. Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. α. Χαίρω ὁρῶν ὑμᾶς συντρέχοντας ἐπὶ τὴν ἀκρόασιν, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς δεχομένους τὴν παρ’ ἡμῶν διδασκαλίαν· καὶ διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας καθ’ ἑκάστην ἡμέραν ὑμῖν τὴν πτωχὴν ἡμῶν
PG 54:414ταύτην καὶ εὐτελῆ τράπεζαν παρατιθέναι σπουδάζω. Ἡ γὰρ ἐπιτεταμένη ὑμῶν ὄρεξις ἀποκρύπτει τῆς τρα-πέζης τὴν εὐτέλειαν, καὶ τὰ μικρὰ μεγάλα ποιεῖ φαί-νεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων ἔστιν ἰδεῖν. Ὥσπερ γὰρ ὁ κεκορεσμένους λαβὼν τοὺς δαιτυ-μόνας, κἂν μεγάλα καὶ πολυτελῆ παραθῇ τὰ ἐδέσματα, ὁ τῶν ἑστιωμένων κόρος ὑποτέμνεται τῶν παρατεθέν-των τὴν πολυτέλειαν, καὶ τὰ μεγάλα πολλάκις οὐδενὸς ἄξια λόγου φαίνεται, διὰ τὸ μὴ μεθ’ ἡδονῆς προσβάλ-λειν αὐτοῖς τοὺς ἑστιωμένους· οὕτως ὁ πεινῶντας καὶ ὄρεξιν ἔχοντας παραλαβὼν τοὺς ἑστιᾶσθαι μέλλοντας, κἂν εὐτελῆ παραθῇ τὴν τράπεζαν, μεγάλη αὐτὴ φανεῖ-ται, τῆς προθυμίας τῶν ἑστιωμένων μετὰ πολλῆς ἡδονῆς καταναλισκόντων τὰ παρατιθέμενα. Τὸν αὐτὸν δὴ τρό-πον καὶ ἡμεῖς θαῤῥοῦντες ὑμῶν τῇ ὀρέξει τῇ πνευμα-τικῇ οὐκ ὀκνοῦμεν, κἂν εὐτελῆ καὶ πτωχὴν ἔχοντες τράπεζαν, ταύτην παρατιθέναι συνεχῶς τῇ ὑμετέρᾳ ἀγάπῃ. Τοῦτο καὶ σοφός τις ἔλεγε· Κρείσσων ξενισμὸς λαχάνων μετὰ ἀγάπης, ἢ βοῦς ἀπὸ φάτνης μετὰ ἔχθρας· δεικνὺς ὅτι ἡ ἀγάπη ἑτέρως ὁρᾷ τὰ παρατι-θέμενα, καὶ τοῖς ἐκείνης ὀφθαλμοῖς καὶ τὰ εὐτελῆ πο-λυτελῆ δείκνυται, καὶ τὰ μικρὰ μεγάλα. Τί οὖν ἂν εἴη
μακαριστότερον ἡμῶν ἐπὶ τοσούτων ἀκροατῶν διαλεγο-μένων, οὕτω θερμὴν καὶ διεγηγερμένην κεκτημένων ἀγάπην; Οὐδενὸς γὰρ οὕτω μάλιστα δεῖ τῷ λέγοντι, ὡς εὐνοίας ἀκροατοῦ. Ὅταν γὰρ ἴδῃ τὴν προθυμίαν ζέουσαν τῶν ἀκροατῶν, νευροῦται καὶ αὐτὸς, καὶ πολλὴν, ὡς εἰπεῖν, τὴν ἰσχὺν προσλαμβάνει, εἰδὼς ὅτι ὅσῳ ἂν πλείονα παραθῇ τὴν τράπεζαν ταύτην τὴν πνευματικὴν, τοσούτῳ τὰ τῆς εὐπορίας αὐτῷ αὔξεται. Ἀπ’ ἐναντίας γὰρ τοῖς αἰσθητοῖς τὰ πνευματικά. Ἐκεῖ μὲν ἡ δαψίλεια τῆς τραπέζης δαπάνην ἐργάζεται, καὶ τὴν οὐσίαν ἐλαττοῖ τοῦ ἑστιάτορος· ἐνταῦθα δὲ ἅπαν τοὐναν-τίον, ὅσῳ ἂν πλείους ὦσιν οἱ μετέχοντες, τοσούτῳ αὔξε-ται ἡμῖν τὰ τῆς περιουσίας. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέ-γομεν, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ τὴν ὑμετέραν οἰκοδομὴν χορηγήσῃ. Φέρε οὖν, ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς καὶ προθυμίας τῇ ἀκροάσει προσβάλλετε, πάλιν τῶν προσφάτως ἡμῖν ἀναγνωσθέντων ἔρευναν ποιήσωμεν, καὶ τὸ ἐντεῦθεν κέρδος καρπωσώμεθα. Ἐπειδὴ γὰρ κατὰ τὴν μεγάλην παραίνεσιν τοῦ Χριστοῦ λέγοντος, Ἐρευνᾶτε τὰς Γρα-φὰς, θησαυρός ἐστι πολὺς ἐναποκείμενος ταῖς Γραφαῖς, καὶ ἐν τῷ βάθει κρυπτόμενος, διὰ τοῦτο ἐρεύνης χρεία, ἵνα τὴν δύναμιν τὴν ἐν τῷ βάθει κρυπτομένην καταμα-θόντες, πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν εὑρεῖν δυνηθῶμεν. Διὰ γὰρ τοῦτο καὶ τὰς ἀρετὰς τῶν δικαίων ἁπάντων ἡ τοῦ Πνεύματος χάρις Γραφῇ παραδοθῆναι ᾠκονόμησε, ἵνα ἡμεῖς ἔχωμεν διηνεκῆ διδασκαλίαν, καὶ πρὸς ζῆλον καὶ μίμησιν τῶν δικαίων τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς, τί καὶ σήμερον ἡμῖν περὶ τοῦ πατριάρχου διηγήσασθαι βούλεται. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν. Πόθεν ἐκίνησεν; Ἀπὸ τοῦ τόπου ἔνθα ἦν ἐνσκηνούμενος, ὅπου καὶ τὸν τῶν ἁπάντων Δεσπότην μετὰ τῶν ἀγγέλων ὑποδέξασθαι κατηξιώθη. Ἐκεῖθεν, φησὶ, κινήσας, Παρῴκησεν ἐν Γεράροις. Ὅρα τῶν δι-καίων τὴν διαγωγὴν, ὅπως ἦν συνεσταλμένη καὶ ἀπ-έριττος, ὅπως μετ’ εὐκολίας τὰς μεταναστάσεις ἐποιοῦντο, καὶ καθάπερ οἱ πάροικοι καὶ παρεπίδημοι, οὕτω τὸν ἑαυτῶν βίον ᾠκονόμουν, καὶ ποτὲ μὲν ὧδε, ποτὲ δὲ

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:415ἐκεῖ τὰς σκηνὰς ἐπήγνυντο, καθάπερ ἐν ξένῃ διάγον-τες· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν, τὴν ξένην ὡς πατρίδα οἰκοῦντες, καὶ οἰκίας οἰκοδομοῦντες λαμπρὰς, καὶ στοὰς καὶ περιπάτους, καὶ ἀγροὺς κεκτημένοι, καὶ λουτρὰ κατασκευάζοντες, καὶ ἕτερα μυρία. Ἀλλ’ ὅρα τὸν δί-καιον καὶ ἐν τοῖς οἰκογενέσι μόνοις καὶ τοῖς ποιμνίοις τὴν οὐσίαν ἅπασαν κεκτημένον, καὶ οὐδαμοῦ ἱστάμενον, ἀλλὰ ποτὲ μὲν εἰς τὴν Βεθὴλ τὴν σκηνὴν πηγνύντα, ποτὲ δὲ παρὰ τὴν δρῦν Μαμβρῆ, καὶ ποτὲ μὲν εἰς Αἴγυπτον κατιόντα, νυνὶ δὲ ἐν Γεράροις κατασκηνοῦντα, καὶ πάντα μετ’ εὐκολίας ὑπομένοντα, καὶ τὴν εὐγνω-μοσύνην τὴν πρὸς τὸν οἰκεῖον Δεσπότην διὰ πάντων σαφῶς ἐπιδεικνύμενον. Καὶ μετὰ τοσαύτας ὑποσχέσεις καὶ ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενη-μένας, ὁρῶν ἑαυτὸν τοσαύταις περιστάσεσι κυκλούμε-νον, καὶ ποικίλοις καὶ διαφόροις πειρασμοῖς ἐμπίπτοντα, καθάπερ ἀδάμας τις ἀπερίτρεπτος εἱστήκει, τὴν φι-λόθεον αὐτοῦ γνώμην δεικνὺς, καὶ οὐδενὶ τῶν ἐν τῷ μέσῳ κωλυμάτων νωθρότερος γινόμενος. Ὅρα γὰρ καὶ νῦν, ἀγαπητὲ, οἷος αὐτὸν πειρασμὸς εἰς τὰ Γέραρα κατα-λαμβάνει, καὶ θαύμασον τοῦ δικαίου τῆς ἀρετῆς τὴν ἀν-δρείαν, ὅπως τὸ πᾶσιν ἀφόρητον, καὶ ὃ οὐδὲ ἀκοῇ τις παραδέξασθαι ἀνάσχοιτο, τοῦτο οὗτος ὑπέμεινεν, οὐ δυσχεραίνων, οὐδὲ ἀπαιτῶν εὐθύνας τῶν γινομένων τὸν Δεσπότην, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καὶ ταῦτα μυρίοις ἁμαρτημάτων φορτίοις πιεζόμενοι· ἐπειδὰν δυσχερέσι τισὶ περιπέσωσιν, εὐθέως πολυπραγμο-νοῦντες καὶ περιεργαζόμενοι λέγουσι· Διὰ τί τὸ καὶ τὸ συνέβη; καὶ τίνος ἕνεκεν τόδε συνεχωρήθη; Ἀλλ’ οὐχ ὁ δίκαιος οὗτος· δι’ ὃ καὶ πλείονος ἀπήλαυσε τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο γὰρ ἀληθῶς εὐγνώμονος οἰκέτου, μηδὲν τῶν ὑπὸ τοῦ δεσπότου γινομένων πολυπραγμονεῖν, ἀλλὰ σιγῇ πάντα καταδέχεσθαι, καὶ μετὰ πολλῆς τῆς εὐχα-ριστίας. β. Καὶ σκόπει, πῶς καὶ δι’ αὐτῶν τῶν παρακολουθούν-των πειρασμῶν ἡ τοῦ δικαίου ἀρετὴ μᾶλλον ἐξέλαμπε, τοῦ Θεοῦ φανερὸν αὐτὸν διὰ πάντων δεικνύντος. Ὥσπερ γὰρ ἡνίκα εἰς τὴν Αἴγυπτον κατῆλθεν, ὡς ἄγνωστος καὶ ξένος καὶ οὐδενὶ γνώριμος, ἀθρόον μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖθεν ἐπανῄει· οὕτω καὶ νῦν παροικήσας ἐν Γεράροις, ἐν μὲν τοῖς προοιμίοις τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται· μετὰ δὲ ταῦτα τοσαύτης ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας, ὡς καὶ τὸν βασιλέα, καὶ τοὺς αὐτόθι πάντας οἰκοῦντας, περὶ τὴν θεραπείαν τοῦ δικαίου πᾶσαν ἐπι-δείκνυσθαι τὴν σπουδήν. Εἶπε δὲ, φησὶν, Ἀβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· Ἀδελφή μου ἐστίν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι’ αὐτήν. Ὅρα πῶς ὑπὸ τυραννικωτάτων παθῶν ἐπολιορκεῖτο ἡ τοῦ δικαίου ψυχὴ, καὶ ὁ φόβος αὐτὸν ἐξωθεῖτο. Ἀλλὰ καίτοι σφόδρα χαλεπὸν ὄντα τὸν πρότερον φόβον, τὸν τῆς προδοσίας τῆς γυναικὸς, παρωθεῖτο ὁ τοῦ θανάτου φόβος. Ἵνα γὰρ τοῦτον διαφύγῃ, ὑπέμεινεν ὁρᾷν τοῖς οἰκείοις ὀφθαλμοῖς τὴν κοινωνὸν αὐτῷ τοῦ βίου ὑπὸ ταῖς τοῦ βασιλέως χερσὶ γενομένην. Ὅσον δὲ τοῦτό ἐστιν ἀφόρητον, ἴσασιν ὅσοι γυναῖκας ἔχουσι. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Μεστὸς ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν. Ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ πᾶσιν ἀφόρητον ὅρα πῶς διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ὁ δίκαιος ἤνεγκε. Τοῦτο δὲ καὶ ἐπὶ τῶν σωμα-τικῶν παθῶν συμβαίνειν ἔθος· ἐπειδὰν γὰρ δύο κατὰ ταὐτὸ πάθη πολιορκῇ τὸ σῶμα τὸ ἡμέτερον, ἡ τοῦ ἑνὸς ἐπίτασις ἀποκρύπτει τὸ ἕτερον, καὶ ὅλοι τῆς ὀδύνης ἐκείνης γινόμεθα, καὶ πολλάκις οὐδὲ αἴσθησιν τοῦ ἑτέρου

Chapter 3. The good of marital concordCaput 3: Conjugalis concordiæ bonum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:416λαμβάνομεν, τῆς πολλῆς ὀδύνης περισπώσης ἡμᾶς, καὶ οὐκ ἀφιείσης τοῦ ἐλάττονος πάθους πεῖραν λαβεῖν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος νῦν ὁρῶν τοῦ θανά-του τὸν φόβον ἐπικείμενον, πάντα τὰ λοιπὰ φορητὰ ἡγεῖτο. Ἀλλὰ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ καταγνῷς τοῦ δικαίου μικροψυχίαν, εἰ τὸν θάνατον ἐδεδοίκει· ἀλλὰ θαύμασον τοῦ πάντων ἡμῶν Δεσπότου τὴν ὑπερβάλλουσαν περὶ ἡμᾶς φιλανθρωπίαν, ὅτι τὸν θάνατον τὸν τοῖς δικαίοις ἐκείνοις καὶ ἁγίοις τότε φοβερὸν, τοῦτον νῦν εὐκαταφρόνητον εἰργάσατο ὁ Χριστὸς, καὶ ὃν ἐδεδοίκεισαν οἱ ἐνάρετοι ἐκεῖνοι καὶ τοσαύτην παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχη-κότες, τοῦτον νῦν καταγελῶσι καὶ νέοι καὶ κόραι ἁπα-λαί. Οὐδὲ γὰρ θάνατός ἐστι λοιπὸν, ἀλλ’ ὕπνος καὶ ἀποδημία, καὶ μετάστασις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω. Ὁ γὰρ θάνατος τοῦ Δεσπότου τὴν ἀθανασίαν ἡμῖν ἐδωρήσατο, καὶ κατελθὼν εἰς τὸν ᾅδην ἐξέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ τὴν ἰσχὺν αὐτοῦ καθεῖλε· καὶ τὸν φοβερὸν πρὸ τούτου καὶ ἀμείλικτον, τοῦτον οὕτως εὐκα-ταφρόνητον εἰργάσατο, ὡς καὶ ἐπιπηδᾷν τινας καὶ ἐπεί-γεσθαι πρὸς τὴν ἐντεῦθεν μετάστασιν. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἀλλὰ ταῦτα μὲν νῦν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, μετὰ τὸ συγκλασθῆναι τὰς
πύλας τὰς χαλκᾶς, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης τὸν ἥλιον τῆς δικαιοσύνης ἐκλάμψαι. Τότε δὲ ἔτι φοβε-ρὰν εἶχε τὴν πρόσοψιν, καὶ κατέσειε τῶν δικαίων ἐκείνων ἀνδρῶν τὴν διάνοιαν· διὸ καὶ πάντα τὰ ἄλλα κούφως ἔφερον, κἂν ἀφόρητα ἐτύγχανεν ὄντα. Διὰ τοῦτο καὶ ὁ δίκαιος οὗτος φοβούμενος τῶν ἐν Γεράροις οἰκούντων τὴν ἐπιβουλὴν, οὐχ ὡς γυναῖκα, ἀλλ’ ὡς ἀδελφὴν ἐπ-αγόμενος, οὕτω τὴν ἐνταῦθα παροίκησιν ποιεῖται. Καὶ καθάπερ εἰς τὴν Αἴγυπτον κατελθεῖν αὐτὸν συνεχώρησεν ὁ Θεὸς, βουλόμενος καὶ τοὺς ἀγνώμονας ἐκείνους καὶ ἀναισθήτους τοῦ δικαίου μαθεῖν τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὴν οἰκείαν μακροθυμίαν ἐπιδείκνυται ὁ Δε-σπότης, ἵνα καὶ τοῦ δικαίου ἡ ὑπομονὴ διὰ πάντων ἐκ-λάμψῃ, καὶ ἡ τοῦ Θεοῦ περὶ αὐτὸν εὔνοια πᾶσι κατά-δηλος γένηται. Ἀπέστειλε δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων, λαβεῖν τὴν Σάῤῥαν. Ἐννόησόν μοι τὸν χει-μῶνα τῶν λογισμῶν, ὧν ὑπέμεινεν ὁ δίκαιος ὁρῶν αὐτοῦ τὴν γυναῖκα ἀπαγομένην, καὶ οὐδὲν δυνάμενος ἐπαμῦναι. Σιγῇ γὰρ ἅπαντα ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ Δεσπότης, ἀλλὰ ταχεῖαν παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, πῶς τοῦ κινδύνου τοῦ θανάτου τὸν δίκαιον ἐξαρπάσαι βουλομένη· ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, δια-φυγεῖν τὴν ὁμολογουμένην ὕβριν· ἀλλ’ ὑπέμεινεν ἅπαντα γενναίως, ἵνα τῷ δικαίῳ τὴν σωτηρίαν πραγματεύσηται. Καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδεί-κνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες καὶ μία ψυχή. Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· γυναῖκες, ἵνα τοσαύτην περὶ τοὺς ἄνδρας τὴν φιλοστορ-γίαν ἐπιδεικνύωσι, καὶ μηδὲν ἕτερον προτιμῶσι τῆς ἐκείνων σωτηρίας· καὶ ἄνδρες, ἵν’ οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι καὶ ἓν σῶμα ὄντες, οὕτω πάντα διαπράττωνται. γ. Τοῦτο γὰρ ἀληθὲς συνοικέσιον, ὅταν τοσαύτη ἐν αὐτοῖς πολιτεύηται συμφωνία, ὅταν τοσοῦτος ᾖ ὁ σύνδεσμος, ὅταν οὕτως ὦσι τῇ ἀγάπῃ συνεσφιγμένοι. Καθάπερ γὰρ σῶμα πρὸς ἑαυτὸ οὐκ ἄν ποτε διαστασιάσειεν, οὐδὲ ψυχὴ πρὸς ἑαυτήν· οὕτως ἄνδρα καὶ γυναῖκα οὐ δια-
PG 54:417στασιάζειν, ἀλλ’ ἡνῶσθαι χρή. Τότε γὰρ καὶ τὰ μυρία αὐτοῖς ἀγαθὰ ἐπιῤῥεῦσαι δυνήσεται. Ὅπου γὰρ ὁμόνοια τοσαύτη, ἐκεῖ πάντων τῶν ἀγαθῶν ἡ σύνοδος, ἐκεῖ ἡ εἰρήνη, ἐκεῖ ἡ ἀγάπη, ἐκεῖ ἡ εὐφροσύνη ἡ πνευ-ματική· οὐδαμοῦ πόλεμος, οὐδαμοῦ μάχη, οὐδαμοῦ ἔχθρα καὶ φιλονεικία· ἀλλὰ ταῦτα πάντα ἐκποδὼν γίνε-ται, τῆς ῥίζης τῶν ἀγαθῶν, τῆς ὁμονοίας λέγω, ταῦτα πάντα ἀφανιζούσης. Ἀπέστειλε δὲ Ἀβιμέλεχ βασι-λεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ἐνεγκόντα τῆς Σάῤῥας τὴν ἀφαί-ρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδεί-κνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδει-κνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ τὸν βασιλέα ἀπαλλάττων τῆς παρανομίας. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα. Κατ’ αὐτὸν, φησὶ, τὸν τοῦ ὕπνου καιρὸν ἐξαρπάσαι αὐτὸν βουλόμενος τῆς παρανομίας, ἐνέθηκεν αὐτοῦ τῇ διανοίᾳ τὴν γνῶσιν, καὶ τὰ λανθάνοντα αὐτῷ εἰς φῶς ἤγαγε, καὶ πολὺν τὸν φόβον αὐτῷ ἐπέτεινε, τὸν θάνατον ἀπειλήσας. Ἀποθνή-σκεις γὰρ, φησὶ, περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα ἡ τοῦ Θεοῦ ἐπαγγε-λία ἡ εἰς τὸν πατριάρχην εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ πρὸ βραχέος ὑπέσχετο αὐτῷ τὸν Ἰσαὰκ τεχθήσεσθαι, ἐγγὺς δὲ λοιπὸν ὁ καιρὸς ἦν, ἵν’ οὖν μὴ λυμήνηταί τι τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, τοσοῦτον φόβον τῷ Ἀβιμέλεχ ἐπιτίθησιν, ὡς καταπληχθέντα αὐτὸν μὴ τολμῆσαι ἐφάψασθαι τῆς Σάῤῥας. Διὰ γὰρ τοῦτο προσέθηκεν ἡ θεία Γραφὴ, ὅτι Ἀβιμέλεχ οὐχ ἥψατο αὐτῆς· ἀλλὰ καὶ ἀπολογεῖται ὑπὲρ τοῦ τολμήματος, καί φησι, Κύριε, ἔθνος δίκαιον καὶ ἀγνοοῦν ἀπολεῖς; Μὴ γὰρ αὐτοῦ εἰδὼς, φησὶ, γυναῖκα οὖσαν αὐτὴν, τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος τὸν ξένον; μὴ γὰρ ὡς γυναῖκα ἀφαιρούμενος; Ὡς ἀδελφὴν μέλλων λαμβάνειν τοῦτο διεπραξάμην, νομίζων καὶ ταύτῃ τιμήσειν καὶ αὐτόν. Ἔθνος οὖν ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; Μετὰ τοῦ δικαίου, φησὶ, πεποιηκότα με τὸ ἐπιχείρημα ἀπολεῖς; Εἶτα σαφέστερον ποιῶν ὅπερ ἔλεγε, φησίν· Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὕτη μοι εἶπεν, ὅτι Ἀδελφός μου ἐστί; Σκόπει πῶς εἶχον τὴν ὁμόνοιαν καὶ τὴν συμφωνίαν. Καὶ αὐτὸς, φησὶ, τοῦτό μοι εἶπε, καὶ αὕτη συνέθετο τοῖς παρ’ αὐτοῦ λεγομένοις. Ἐν καθαρᾷ καρδίᾳ, καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο, φη-σίν· οὐχ ὥσπερ παράνομόν τι μέλλων διαπράττεσθαι, ἀλλ’ ὡς νενομισμένον καὶ ἀκόλουθον, καὶ οὐδεμίαν ἔχον μέμ-ψιν τοῦτο πεποίηκα. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης; Εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ’ ὕπνον. Ὅρα πόσῃ συγκατα-βάσει κέχρηται ὁ τῶν ὅλων Δεσπότης, τὴν οἰκείαν ἀγα-θότητα διὰ πάντων ἐπιδεικνύμενος. Κἀγὼ ἔγνων, φησὶν, ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο. Οἶδα, φησὶν, ὅτι αὐτοὶ τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπα-τηθεὶς τοῖς παρ’ αὐτῶν λεγομένοις τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, Ἐφεισάμην, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Πολλὴ τοῦ ῥήματος ἡ συγκατάβασις, μεγίστη τοῦ Δεσπότου ἡ φι-λανθρωπία. Εἰς ἐμὲ, φησὶν, ἔμελλεν ἀνατρέχειν τὸ ἁμάρτημα. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις εἰς τινα τῶν οἰκετῶν πολλῆς ἀπολαύοντα τῆς τιμῆσ

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:418παρὰ τοῦ δεσπότου ὑβριστικόν τι διαθῇ, οἰκείαν ἡγεῖται τὴν ὕβριν ὁ δεσπότης, καί φησιν· Ἐμὲ ὕβρισας δι’ ὧν τὸν ἐμὸν οἰκέτην οὕτω διέθηκας· καὶ γὰρ τὰ εἰς ἐκεῖνον γι-νόμενα εἰς ἐμὲ διαβαίνει· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Δεσπότης, Ἐφεισάμην σου, φησὶ, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Ἐμοὶ, φησὶν, οἰκέται τυγχάνουσι, καὶ οὕτως αὐτῶν ποιοῦμαι πολλὴν τὴν κηδεμονίαν, ὅτι οἰκειοῦμαι τὰ εἰς αὐτοὺς γινόμενα, κἄν τε ἀγαθὰ ᾖ, κἄν τε ἐναντία· Ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψα-σθαι αὐτῆς. Ἐπειδὴ πολὺ αὐτῶν κήδομαι, τοῦτο εἰδὼς ὅτι ἐξ ἀγνοίας μέλλεις τὴν ὕβριν αὐτοῖς ταύτην ἐπάγειν, Ἐφεισάμην σου, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς ὡς ἑνὶ τῶν τυχόντων πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν. Ἀπόδος τοί-νυν τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ. Ὅρα πῶς τὴν ἀρετὴν τοῦ δικαίου ἐκκαλύπτει· καὶ προφήτην αὐτὸν καλεῖ, καὶ μονονουχὶ παρασκευάζει τὸν βασιλέα ἱκέτην αὐτοῦ γενέσθαι. Προσεύξεται γὰρ περὶ σοῦ, καὶ ζήσῃ, φησίν. Ἐκεῖνος μὲν οὖν, δεδοικὼς τὸν παρὰ σοῦ θάνα-τον, τὸ δρᾶμα τοῦτο κατεσκεύασε, καὶ μονονουχὶ συν-έπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ ὅτι αἱ
παρ’ ἐκείνου προσευχαὶ τὴν ζωήν σοι παρέξουσιν. Εἶτα ἵνα μὴ τῇ ἐπιθυμίᾳ φλεγόμενος, καὶ ὑπὸ τοῦ κάλλους τῆς Σάῤῥας ἡττώμενος, ἔλαττον φροντίσῃ τῶν προς-ταττομένων, ἐπιτείνει τὸν φόβον, καὶ τὴν τιμωρίαν ἐπ-αγγέλλεται μείζονα ἐπάξειν. Εἰ γὰρ μὴ ἀποδίδως, φησὶ, γνῶθι ὅτι ἀποθανῇ σύ τε καὶ πάντα τὰ σά. Οὐ μόνον αὐτὸς τῆς παρακοῆς, φησὶν, ὑφέξεις τὴν τι-μωρίαν, ἀλλὰ καὶ πάντα τὰ σὰ διὰ σὲ θάνατος κατα-λήψεται. Διὰ τοῦτο δὲ κατὰ τὸν τῆς νυκτὸς καιρὸν ταῦτα ἅπαντα ὁ Θεὸς αὐτῷ διελέγετο, ἵνα μετὰ ἡσυχίας δεξά-μενος τὴν παραίνεσιν, μετὰ πολλοῦ τοῦ φόβου τὸ προς-ταχθὲν εἰς ἔργον ἀγάγῃ. Εὐθέως γὰρ ὀρθρίσας Ἀβι-μέλεχ, φησὶν, ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλά-λησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν. δ. Ὅρα πῶς κήρυξ γίνεται λοιπὸν ὁ βασιλεὺς τῆς τοῦ δικαίου ἀρετῆς, καὶ πᾶσιν αὐτὸν κατάδηλον ποιεῖ. Καλέσας γὰρ, φησὶ, πάντας τοὺς παῖδας αὐτοῦ, διηγήσατο πάντα τὰ πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ δηλωθέντα, ἵνα πάν-τες γνῶσι καὶ τοῦ Θεοῦ πρὸς αὐτὸν τὴν εὔνοιαν, καὶ τῆς προνοίας ἧς ἀξιοῦται παρὰ τοῦ Δεσπότου διὰ τὴν τῶν τρόπων ἀρετήν. Ἐφοβήθησαν δὲ πάντες οἱ ἄν-θρωποι σφόδρα. Εἶδες πῶς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὰς μεταναστάσεις ἐποιεῖτο ὁ δίκαιος; Εἰ γὰρ ἐπὶ τῆς σκη-νῆς τῆς προτέρας ἔμενε, πόθεν εἶχον ἅπαντες οἱ ἐν Γερά-ροις γνῶναι, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ προνοίας; Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρω-ποι σφόδρα. Πολὺς αὐτῶν φόβος κατεσκεδάσθη, περὶ τοῦ παντὸς ἠγωνίασαν. Εἶτα, Ἐκάλεσε, φησὶν, Ἀβιμέ-λεχ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ’ ὅσης λοιπὸν τῆς περιφανείας ὁ δίκαιος εἰσάγεται πρὸς τὸν βασιλέα, ὁ πρὸ μικροῦ παρ’ αὐτοῖς εὐκαταφρόνητος νομιζόμενος, καὶ καθάπερ ἀλήτης καὶ ξένος. Ἀθρόον πάντων συνδραμόν-των καλεῖται ὁ πατριάρχης οὐδὲν τούτων εἰδὼς τέως, καὶ ἐμάνθανε λοιπὸν παρ’ αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι’ αὐτὸν εἰς ἐκεῖνον γεγενημένα. Εἶπε γὰρ αὐτῷ· Τί τοῦτο ἐποίησας ἡμῖν; τί ἡμάρτομεν εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Ἔργον, ὃ οὐδεὶς ποιήσει, ἐποίη-σας ἡμῖν. Τί ἐνιδὼν ἐποίησας τοῦτο; Διὰ τί, φησὶ, τοσαύτῃ με περιβαλεῖν ἁμαρτίᾳ ἠβουλήθης; τίνος ἕνε-κεν, καὶ τί ἐννοήσας τοῦτο πεποίηκας; Ὅρα πῶς διὰ τῶν οἰκείων ῥημάτων δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ ἀπειλὴν τὴν εἰς αὐτὸν γεγενημένην. Ἐπειδὴ γὰρ εἶπεν αὐτῷ, ὅτι Εἰ μὴ ἀποδίδως, ἀποθανῇ σὺ καὶ πάντα τὰ
PG 54:419σὰ, τοῦτο αὐτὸ ἑρμηνεύων ὁ Ἀβιμέλεχ φησί· Τί ἥμαρ-τον εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασι-λείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ μέχρις ἐμοῦ εἶχε στῆναι τὰ τῆς τιμωρίας; Πᾶσά μου ἡ βασιλεία ἄρ-δην ἔμελλεν ἀφανίζεσθαι ἐκ τῆς ἀπάτης τῆς παρὰ σοῦ γεγενημένης. Τί οὖν ἐνιδὼν ἐποίησας τοῦτο; Σκόπει ἐνταῦθα, ἀγαπητὲ, τοῦ δικαίου τὸ φρόνημα, ὅπως ἐν τά-ξει ἀπολογίας διδασκαλίαν αὐτοῖς θεογνωσίας εἰσάγει. Εἶπα γὰρ, φησὶ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυ-ναικός μου; Ἐναγώνιος, φησὶ, γέγονα, μήποτε διὰ τὸ ἔτι τῇ πλάνῃ ὑμᾶς κατέχεσθαι οὐδεμίαν τοῦ δικαίου πρόνοιαν ποιῆσθε, καὶ διὰ τοῦτο ὑμῶν φειδόμενος, μὴ μαθόντες αὐτὴν γυναῖκά μου γεγενῆσθαι διὰ τὴν περὶ ταύτην ἐπιθυμίαν ἐμὲ ἀνελεῖν ἐπιχειρήσητε, τοῦτο ἐποίησα. Ὅρα πῶς διὰ τῶν ὀλίγων τούτων ῥημάτων ὁμοῦ καὶ καθήψατο αὐτῶν, καὶ ἐδίδαξεν ὅτι δεῖ τὸν ἐπὶ πάντων Θεὸν ἐν νῷ λαμβάνοντα μηδὲν τῶν παρανόμων διαπράττεσθαι, ἀλλὰ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν δεδοικέναι, καὶ διὰ τὴν ἐκεῖθεν ἐπηρτημένην δίκην πολ-λὴν τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν. Εἶτα βουλόμενος τὴν ὑπὲρ ἑαυτοῦ ἀπολογίαν ποιῆσαι, φησί· Μὴ νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή μου ἐστὶν ἐκ πατρὸς, ἀλλ’ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυ-ναῖκα. Τὸν αὐτόν μοι, φησὶ, πατέρα ἐπιγράφεται, δι’ ὃ καὶ ἀδελφὴν αὐτὴν ἐκάλεσα. Μὴ τοίνυν καταγνῶτέ μου. Εἰ γὰρ καὶ ὁ φόβος τοῦ θανάτου εἰς τὴν ἀνάγκην με ταύτην κατέστησε, καὶ τὸ δεδοικέναι μήποτε διὰ ταύτην ἐμὲ μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ’ ἐμοῦ εἰρημένον. Ὅρα πόσην ποιεῖται τὴν σπουδὴν ὁ δίκαιος, ὥστε δεῖξαι μηδὲ ἐν τούτῳ ἑαυτὸν ψευσάμενον. Καὶ ἵνα πάντα μετὰ ἀκριβείας μάθητε παρ’ ἐμοῦ, ἀκούσατε καὶ τὴν βουλὴν, ἣν μεταξὺ ἀλλήλων ἐσχήκαμεν, Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Θέα μοι ἐνταῦθα τὴν πολλὴν τοῦ δικαίου σοφίαν, πῶς ἐν τάξει διηγήσεως διδάσκει αὐτοὺς, ὡς ἐξ ἀρχῆς καὶ ἐκ προ-οιμίων τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ, καὶ ὅτι αὐτὸς καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ ἐκεῖσε ἤγαγεν, ἵνα μάθῃ ὁ βασιλεὺς, ὅτι τῶν πολλὴν ἐχόντων ἐστὶ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἡνίκα, φησὶν, ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ’ ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὲ, ὅτι Ἀδελφός μου ἐστίν. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν· Εἶπα γὰρ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ· καὶ ἐδόκει πολὺ αὐτῶν καθάπτεσθαι, βουλόμενος τὸ σφοδρὸν τοῦ ῥήμα-τος ὑπεκλῦσαι, ἐνταῦθά φησιν, ὅτι Μὴ νομίσητε, ὅτι ὑμῶν ἕνεκεν μόνον τοῦτο πεποιηκέναι ἐπέγνωμεν. Εὐ-θέως γὰρ Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμὲ εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθω-μεν. Περὶ πάντων τῶν τὴν γῆν, φησὶν, ταύτην οἰκούν-των τὴν παραγγελίαν πρὸς αὐτὴν ἐποιησάμην· καὶ ἐδίδαξε ὅτι καὶ οὕτως ἐκτὸς ψεύδους ἐστὶν ἡ ὑπόκρισις. Ὁ γὰρ τοῦ θανάτου φόβος εἰς τοῦτο ἡμᾶς ἐλθεῖν κατ-ηνάγκασε. Ταῦτα εἰπὼν ὁ δίκαιος, καὶ τὸν θυμὸν αὐτῶν κατεμάλαξε, καὶ τὴν οἰκείαν ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρ-κοῦσαν αὐτοῖς διδασκαλίαν ἐνέθηκε θεοσεβείας. Αἰδεσθεὶς τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ φιλοτιμίᾳ ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεχ χίλια δίδραχμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας, καὶ παιδίσκας, καὶ ἀπο-

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:420δέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες, ἀγαπητὲ, τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ καὶ πολλῆς ἀξιοῦται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται. ε. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον τῶν λυπη-ρῶν ἐλευθεροῖ τοὺς γενναίως ἀντέχειν πρὸς τοὺς ἐπιόν-τας πειρασμοὺς σπουδάζοντας, ἀλλὰ καὶ τοσαύτην ἐν αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῶν ἀγαθῶν περιουσίᾳ. Καὶ ὅρα λοιπὸν τοῦ βασιλέως τὴν πρὸς τὸν δίκαιον θεραπείαν. Οὐ μόνον γὰρ τοῖς τοσού-τοις αὐτὸν δώροις τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δί-δωσι τῆς ἐν τῇ γῇ κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον σου ἐστίν· οὗ ἐάν σοι ἀρέσκῃ, κατ-οίκει. Ἐπειδὴ γὰρ ἔμαθεν, ὅτι δι’ ἐκεῖνον καὶ διὰ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέ-την λοιπὸν καὶ προστάτην, τὸν ξένον, τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον οὕτω θεραπεύειν ἐπείγεται Τῇ δὲ Σάῤῥᾳ, φησὶν, εἶπεν· Ἰδοὺ δέδωκα χίλια δίδραχμα
τῷ ἀδελφῷ σου. Ὅρα πῶς δεξάμενος τὴν παρὰ τοῦ δικαίου διδασκαλίαν, καὶ πιστεύσας τοῖς παρ’ αὐτοῦ εἰ-ρημένοις, καὶ αὐτὸς ἀδελφὸν αὐτῆς αὐτὸν καλεῖ. Ἅπερ δέδωκα, φησὶ, τῷ ἀδελφῷ σου, ἔσται εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον. Τί ἐστιν, Εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευ-σον; Ὑπὲρ ὧν δι’ ἄγνοιαν ἐπεχείρησα γαμετήν σε οὖσαν τοῦ δικαίου εἰς τὴν οἰκίαν τὴν ἐμὴν ἀγαγεῖν, ὑπὲρ τού-του μόνου, ἐπειδὴ ὕβρεώς σοι αἴτιος γέγονα, τὰ χίλια δέ-δωκα δίδραχμα, θεραπεύων τὰ παρ’ ἐμοῦ γεγενημένα εἰς σέ. Ἀλλὰ Πάντα ἀλήθευσον. Τί ἐστι, Πάντα ἀλήθευ-σον; Πάντες, φησὶ, παρὰ σοῦ μανθανέτωσαν, ὅτι οὐδὲν γέγονε παρ’ ἐμοῦ παράνομον, ὅτι ἀνέπαφος ἐξῆλθες ἐκ τῆς οἰκίας τῆς ἐμῆς. Δίδαξον, φησὶ, τὸν ἄνδρα τὸν σὸν, ὅτι ἀθῶός εἰμι τῆς ἁμαρτίας· μανθανέτω παρὰ σοῦ, ὡς οὐδὲν εἴργασταί μοι. Τίνος δὲ ἕνεκεν ταῦτά φησιν; Ἵνα μαθὼν παρ’ αὐτῆς ὁ δίκαιος καὶ πληροφορηθεὶς τὰς ὑπὲρ αὐτοῦ προσευχὰς ἀνενέγκῃ τῷ Δεσπότῃ. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος, ὅτι Πάντα ἀλήθευσον, ἀντὶ τοῦ, Δίδα-ξόν σου τὸν ἄνδρα τὰ γεγενημένα, εὐθέως ἐπήγαγεν ἡ Γραφή· Καὶ προσηύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συνέκλεισεν ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Ὅρα πῶς διὰ πάντων περιφανέστερον τὸν δί-καιον ποιῆσαι βουλόμενος ὁ Δεσπότης, ταῖς προσευχαῖς τοῦ πατριάρχου τὴν σωτηρίαν τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τῷ οἴκῳ αὐτοῦ χαρίζεται. Προσηύξατο γὰρ, φησὶν, Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συν-έκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ. Διὰ τοῦτο, καίτοι τῆς ἁμαρτίας ἐκτὸς γενομένου τοῦ βασιλέως, τὴν τιμωρίαν ταύτην αὐτῷ ἐπ-ήγαγεν ὁ ἀγαθὸς Δεσπότης, ἵνα ταῖς προσευχαῖς τοῦ δικαίου ἐπινεύσας, οὕτω τὴν λύσιν ἐπαγάγῃ, καὶ περι-φανέστερον καὶ λαμπρότερον τὸν δίκαιον ἀπεργάσηται. Πάντα γὰρ ἀεὶ ποιεῖ καὶ πραγματεύεται, καὶ οὕτως ἕκαστον οἰκονομεῖ, ὥστε τοὺς αὐτῷ δουλεύοντας, καθάπερ φωστῆρας, οὕτω διαλάμπειν, καὶ τὴν τούτων ἀρετὴν πανταχοῦ κατάδηλον γίνεσθαι Καὶ ὅρα μοι λοιπὸν, ἀγα-

Chapter 3. The good of marital concordCaput 3: Conjugalis concordiæ bonum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:421πητὲ, μετὰ τὴν τῶν λυπηρῶν ἀπαλλαγὴν, πῶς πάλιν διαδέχεται τὸν δίκαιον ἡ κορωνὶς τῶν ἀγαθῶν, ἡ τῆς ἐπαγγελίας ὑπόσχεσις, καὶ εἰς ἔργον λοιπὸν ἐξῄει τὰ πά-λαι παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα αὐτῷ. Καὶ Κύριος, φησὶν, ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. Καὶ συλλαβοῦσα ἔτεκε Σάῤῥα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Τί ἐστι, Καθὰ ἐλάλησε, καὶ, Καθὰ εἶπε; Καθάπερ, φησὶν, ὑπέσχετο, ἡνίκα ἐπεξενώθη μετὰ τῶν ἀγγέλων εἰς τὴν δρῦν τὴν Μαμβρῆ, εἰρηκὼς ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἐλεύσο-μαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ταῦτα τοίνυν εἰς ἔργον ἐξῆλθε, καὶ τὰ τῇ φύσει ἀπηγορευμένα, ταῦτα ἑώρων εἰς ἔργον ἐκβεβηκότα, οὐ κατὰ ἀνθρωπίνην ἀκολουθίαν, ἀλλὰ κατὰ θείαν χάριν. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐ-τοῦ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. Οὐχ ἁπλῶς ἐπεση-μήνατο ἡ θεία Γραφὴ τὸ, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα· οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ἀλλὰ προσέθηκεν, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, τοῦτ’ ἔστιν ἡ στεῖρα, ἡ ἄγονος, ἡ γεγηρακυῖα. Καὶ περι-έτεμεν αὐτὸν, φησὶ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καθὰ ἐνετεί-λατο Κύριος. Οὕτω γὰρ ἦν διαταξάμενος, ὥστε τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτέμνεσθαι λοιπὸν τὰ τικτόμενα. Εἶτα ἵνα μάθωμεν λοιπὸν τὴν ἄφατον δύναμιν τοῦ Θεοῦ, ὅτι καὶ τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρ’ αὐτῷ δυνατὰ, διὰ τοῦτο καὶ τὸν χρόνον ἡμῖν πάλιν ἐπισημαίνεται ἡ θεία Γραφὴ, καὶ μετὰ τὸν τόκον διδάσκει ἡμᾶς λέγουσα. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑκατὸν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησεν ὁ Κύ-ριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Τί ἐστι, Γέλωτά μοι ἐποίησεν ὁ Κύριος; Εὐφροσύνης ὑπόθεσίς μοι ὁ τόκος ἐστίν. Καὶ τί θαυμαστὸν, εἰ ἐμοί; Καὶ πάν-τας τοὺς ἀκούοντας συνηδομένους ἕξω, οὐκ ἐπειδὴ ἔτε-κον, ἀλλ’ ἐπειδὴ οὕτως ἔτεκον. Τὸ παράδοξον τοῦ γεγε-νημένου πάντας εἰς θαῦμα καταστήσει, καὶ πλείονα πᾶ-σι παρέξει τὴν ἡδονὴν, ὅταν μάθωσιν, ὅτι ἐγὼ ἡ τῶν νεκρῶν οὐδὲν ἄμεινον διακειμένη, ἀθρόον μήτηρ γέγονα, καὶ ἀπὸ κατεψυγμένης μήτρας παιδίον ἔτεκον, καὶ μὴν θηλάζειν δύναμαι, καὶ πηγὰς γάλακτος ἀφιέναι ἡ μηδε-μίαν ἐλπίδα λοιπὸν τεκνογονίας ἔχουσα. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει τὸ παιδίον Σάῤῥα; Διὰ γὰρ τοῦτο καὶ τοῦ γάλακτος αἱ πηγαὶ παρεσχέθη-σαν, ἵνα τὸν τόκον πιστώσωνται, καὶ μή τις ὑπόβλητον εἶναι νομίσῃ τὸ παιδίον· αἱ γὰρ πηγαὶ τοῦ γάλακτος πᾶ-σιν ἐκήρυττον παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν εἶ-ναι τὸ γεγενημένον. Τίς ἀναγγελεῖ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; ὅτι ἐγὼ ἡ γεγηρακυῖα τεκεῖν ἠδυνήθην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ παιδίον τρέφειν δύναμαι; Καὶ ηὐξήθη, φησὶ, τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη. Καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ὁ υἱὸς αὐτοῦ. 2. Εἶδες τοῦ Θεοῦ τὴν ἄφατον σοφίαν, ὅπως διὰ πάντων τὴν ὑπομονὴν τοῦ δικαίου βασανίσας, ὅτε ἀπαγορεύειν ἔδοξε καὶ αὐτὸς καὶ πάντες οἱ εἰς αὐτὸν ὁρῶντες, τῇ ἀνθρωπείᾳ φύσει κατακολουθοῦντες, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἤγαγε; Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, τὴν αὐτὴν τῷ δικαίῳ ὑπομονὴν ἐπιδεικνυώμεθα, καὶ μηδέποτε ναρκῶμεν, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφώ-μεθα, εἰδότες ὅτι οὔτε δυσκολία πραγμάτων, οὔτε ἕτερον τι τῶν ἀνθρωπίνων ἱκανὸν κώλυμα ἡμῖν γενέσθαι, ἐπει-δὰν ἡ τοῦ Θεοῦ χάρις τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξα-σθαι βουληθῇ. Ὅταν γὰρ ἐκεῖνος νεύσῃ, πάντα εἴκει καὶ

Homily XLVI, Chapter 1Homilia XLVI · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:422παραχωρεῖ, καὶ τὰ δύσκολα εὔκολα γίνεται, καὶ τὰ ἀδύ-νατα δυνατά· μόνον ἐὰν ἡμεῖς στεῤῥὰν τὴν εἰς αὐτὸν πίστιν ἐπιδεικνυώμεθα, καὶ πρὸς τὸ μέγεθος αὐτοῦ ἀφ-ορῶντες, ἀνώτεροι γινώμεθα τῶν ἀνθρωπίνων ἁπάντων. Ὁ γὰρ τὰ μέλλοντα ἀγαθὰ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ὑποσχόμενος τοῖς μετ’ ἀρετῆς τὴν ἐνταῦθα ζωὴν δια-νύουσιν, οὐ πολλῷ μᾶλλον καὶ τὰ ἐνταῦθα παρέξει, καὶ μάλιστα, ἐὰν ἡμεῖς ἐκείνων ἐφιέμενοι, τῶν παρόντων ὑπερορῶμεν; Τότε γὰρ αὐτῶν μάλιστα ἀπολαύσομεν μετὰ δαψιλείας, ὅταν αὐτῶν ὑπεριδεῖν βουληθῶμεν. Ταῦτ’ οὖν εἰδότες, ἐκεῖνα ποθῶμεν τὰ μένοντα καὶ ἀκί-νητα ἀγαθὰ, τὰ τέλος οὐκ ἐπιστάμενα, ἵνα καὶ τὸν παρ-όντα βίον ἀλύπως διανύσωμεν, κἀκείνων ἐπιτυχεῖν δυνηθῶμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Μ. Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θη-λάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου. α. Φέρε καὶ σήμερον, ἀγαπητοὶ, τὴν ἀκολουθίαν τῶν χθὲς εἰρημένων ἀναλαβόντες, οὕτω τὴν ἑστίασιν ὑμῖν
παραθῶμεν ταύτην τὴν πνευματικὴν, ἵνα μάθωμεν πάλιν, καθάπερ χθὲς ἠκούσατε, τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν καὶ συγκατάβασιν, καὶ τοῦ πατριάρχου τὴν πολλὴν ὑπακοὴν καὶ εὐγνωμοσύνην. Εἴδετε ὅπως ἡ τοῦ Ἰσαὰκ γέννησις περιχαρῆ τὴν Σάῤῥαν ἐποίησεν; Εἶπε γὰρ, φησὶ, Γέλωτά μοι ἐποίησεν ὁ Θεός· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Ἕκαστον, φησὶ, τῶν ἀκουόν-των εἰς κοινωνίαν τῆς χαρᾶς ἐπισπάσομαι. Μεγάλη γάρ ἐστιν ἡ παρὰ τοῦ Θεοῦ παρασχεθεῖσά μοι δωρεὰ, καὶ ὑπερβαίνουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. Τίς γὰρ, φη-σὶν, οὐκ ἂν ἐκπλαγείη ὁρῶν ἐμὲ γαλακτοτροφοῦσαν καὶ τιθηνουμένην, τὴν ἐν ἐσχάτῳ γήρᾳ καὶ μέχρι τοῦ παρόν-τος ἐν ἀπαιδίᾳ γεγενημένην; Καὶ ὡσανεὶ θαυμάζουσα καὶ ἐκπληττομένη τὸ γεγονὸς, ἐπήγαγε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ἐπειδὴ ὑπὲρ φύσιν ἐστὶ τὸ γεγονὸς, διὰ τοῦτό φησι, Τίς ἀναγγελεῖ; ἀντὶ τοῦ, Τίς ἀναλογί-σεται; τίς ἂν ἐνθυμηθείη; ποία διάνοια καταλαβεῖν δυ-νήσεται; ποῖος λογισμὸς εὑρεῖν ἱκανὸς τοῦ γεγενημένου τὴν ἀκρίβειαν; Οὐχ οὕτω θαυμαστὸν ἦν, τὸ ἐκ τῆς πέ-τρας κατὰ τὴν ἔρημον ἀναβλύσαι τὰς πηγὰς τῶν ὑδά-των, ἡνίκα τῇ ῥάβδῳ Μωϋσῆς ταύτην ἔπαισεν, ὡς τοῦτο τὸ ἀπὸ μήτρας ἤδη νενεκρωμένης παιδίον τεχθῆναι, καὶ γάλακτος πηγὰς ἀναβλύσαι. Ἵνα γὰρ πᾶσιν ὁ τόκος κα-τάδηλος γένηται, καὶ πάντας, καὶ τοὺς τότε παρόντας καὶ τοὺς μετὰ ταῦτα ἀκούοντας, εἰς πίστιν τοῦ θαύμα-τος ἐναγάγῃ, διὰ τοῦτο καὶ αὐτὴ τρέφει παιδίον καὶ τῆς γαλακτοτροφίας ἀνέχεται. Καί φησι, Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; τοῦτο τὸ και-νὸν, παράδοξον, καὶ παρ’ ἐλπίδα ἐμοὶ παρασχεθὲν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Τί ἐστιν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ὅτι καὶ ἄνευ τῆς στειρώσεως ἱκανὸς ἦν, φησὶ, καὶ ὁ τῆς ἡλικίας χρόνος ἀπαγορεῦσαι τὸν τόκον. Ἀλλὰ ταῦτα πάντα τὰ κωλύματα ὁ Δεσπότης ἐκποδὼν ποιησάμενος, καὶ τοῦ παιδὸς τὸν τόκον ἐμοὶ κεχάρισται, καὶ τοῦ γάλακτος τὰς πηγάς. Ἀλλ’ ἴδωμεν λοιπὸν τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἀπήρτιστο τὰ τῆς γαλακτοτροφίας, Εἶδε, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἅγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ

Chapter 2: Hagar is cast out; the obedience of Abraham and the providence of GodCaput 2: Agar ejicitur; obedientia Abrahæ providentia Dei

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:423αὐτῆς. Καὶ εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδί-σκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρο-νομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὅρα μοι, ἀγαπητὲ, ἐνταῦθα τὴν Σάῤῥαν πάλιν οὐ φέρουσαν τοῦ Ἰσμαὴλ τὴν πολλὴν παῤῥησίαν, οὐδὲ ἀνεκτῶς ἐνεγκεῖν δυναμένην τὸν τῆς παιδίσκης υἱὸν μετὰ τοῦ Ἰσαὰκ ἀναστρεφόμενον. Καθά-περ οὖν πρώην καταστεῖλαι τῆς Ἅγαρ τὸ φρόνημα βουλομένη, διὰ τῆς σφοδρᾶς ἀγανακτήσεως εἰς φυγὴν αὐτὴν τραπῆναι παρεσκεύασεν· οὕτω καὶ νῦν βουλομένη ἐκ προοιμίων ἀναστεῖλαι τοῦ Ἰσμαὴλ τὴν προπέτειαν, καὶ μὴ φέρουσα ὁρᾷν τὸν ἐκ χάριτος τεχθέντα υἱὸν καὶ ἐξ αὐτῆς τοῦ Θεοῦ τῆς δωρεᾶς μετὰ τοῦ τῆς παιδίσκης τῆς Αἰγυπτίας συναναστρεφόμενον, φησὶ πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης ταύ-της μετὰ τοῦ υἱοῦ μου. Ἐπειδὴ ᾔδει ὅτι καὶ αὐτὴ ἐν ἐσχάτῳ γήρᾳ τυγχάνει καὶ τὸν πατριάρχην ἑώρα προβε-βηκότα (ἦσαν γὰρ ἀμφότεροι προβεβηκότες ἡμερῶν), ὑφορῶσα μήποτε, ἀθρόον αὐτῶν τελευτησάντων, ὁ Ἰσμαὴλ διὰ τὸ ἐκ τῆς τοῦ πατριάρχου συνουσίας τεχθῆ-ναι, ἐπιχειρήσει εἰς τὸν κλῆρον ἑαυτὸν τοῦ πατρὸς εἰσα-γαγεῖν, καὶ κοινωνὸς γενέσθαι τῷ Ἰσαὰκ, διὰ τοῦτό φη-σιν, Ἔκβαλε τὴν παιδίσκην ἐντεῦθεν, καὶ τὸν υἱὸν αὐτῆς. Μανθανέτω, φησὶν, ἤδη ὅτι οὐδὲν κοινὸν ἕξει ὁ τῆς παιδίσκης υἱὸς μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Οὐδὲ γὰρ εὔλογον τὸν τῆς δούλης υἱὸν μετὰ τοῦ υἱοῦ τοῦ ἐμοῦ τῆς δεσποίνης συναναστρέφεσθαι. Ἀλλ’ ἡ μὲν Σάῤῥα οὐκ ἀπεικὸς πρᾶγμα πέπονθεν, ἀλλὰ καὶ σφόδρα ἀκόλουθον, καὶ οὕτως ἀκόλουθον, ὡς καὶ τὸν Θεὸν συναινέσαι τοῖς παρ’ αὐτῆς εἰρημένοις. Ὁ δὲ πατριάρχης φιλόστοργος ὢν καὶ συμπαθῶς διακείμενος πρὸς τὸν Ἰσμαὴλ, ἐπαχθῶς ἐδέξατο τὰ παρὰ τῆς Σάῤῥας εἰρημένα. Σκληρὸν γὰρ, φησὶν, ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Οὐδὲ γὰρ τῆς Ἅγαρ ἐποιήσατο λόγον· ἀλλὰ συμπαθῶς πρὸς τὸν παῖδα διέκειτο, ἅτε δὴ λοιπὸν ἐν ἡλικίᾳ γεγονότα. Ἀλλὰ σκόπει μοι ἐνταῦθα τοῦ φιλαν-θρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν συγκατάβασιν. Ἐπειδὴ γὰρ εἶδε καὶ τὴν Σάῤῥαν κατὰ τὸ εἰκὸς παθοῦσάν τι ἀνθρώπινον, καὶ δυσχεραίνουσαν ἐπὶ τῇ ὁμοτιμίᾳ τῶν παίδων, καὶ τὸν Ἀβραὰμ οὐ φέροντα πράως τὴν ἐκβο-λὴν τοῦ Ἰσμαὴλ καὶ τῆς παιδίσκης (εἰ γὰρ καὶ μὴ ἀντ-έτεινε τῇ Σάῤῥᾳ διὰ πολλὴν τὴν ἐπιείκειαν, ἀλλ’ ὅμως σκληρὸν αὐτῷ κατεφαίνετο, τοῦτ’ ἔστι, βαρὺ, φησὶ, καὶ ἐπαχθὲς καὶ φορτικὸν), τότε λοιπὸν τὴν οἰκείαν φιλαν-θρωπίαν μιμούμενος ὁ Δεσπότης, καὶ τῆς ὁμονοίας τὸν σύνδεσμον αὐτῶν συσφίγγων, φησὶ πρὸς τὸν Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου τὸ ῥῆμα περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. Μὴ δέξῃ, φησὶ, βαρέως τὸ παρ’ αὐτῆς ῥηθέν σοι, ἀλλὰ Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. β. Ταῦτα πάντα, φησὶν, ἅπερ σοι νῦν διαλέγεται περὶ τοῦ Ἰσμαὴλ καὶ τῆς Ἅγαρ, κατάδεξαι, καὶ ὑπάκου-σον τῆς φωνῆς αὐτῆς. Μὴ θελήσῃς λυπῆσαι τὴν ἐν παντὶ τῷ χρόνῳ τοσαύτην περὶ σὲ τὴν φιλοστοργίαν ἐπιδειξα-μένην, τὴν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον, ἵνα τοῦ θανάτου σε ἐξαρπάσῃ, ἑαυτὴν ἐκδεδωκυῖαν ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ ὑπόθεσίν σοι γενομένην τοσαύτης περι-φανείας· καὶ πρότερον μὲν μετὰ τοσούτου πλούτου ἀπὸ τῆς Αἰγύπτου ἐπανελθεῖν πεποιηκυῖαν· μετὰ ταῦτα δὲ
PG 54:424τοσαύτης τιμῆς ποιήσασαν ἀξιωθῆναί σε ὑπὸ τοῦ Ἀβι-μέλεχ. Μὴ τοίνυν ἀνάσχῃ ἐναντία τοῖς παρ’ αὐτῆς λεγο-μένοις βουλεύσασθαι· καὶ γὰρ οὐδὲ ἄλλως ἔσται. Ἐν γὰρ τῷ Ἰσαὰκ τῷ παρ’ αὐτῆς τεχθέντι τὸ σπέρμα σοι κληθήσεται, καὶ οὗτος ἔσται σου κληρονόμος. Καὶ τὸν υἱὸν δὲ τοῦτον τῆς παιδίσκης αὐξηθῆναι παρα-σκευάσω, καὶ εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ἐπειδὴ σπέρμα σόν ἐστι. Ποίει οὖν τὰ παρ’ αὐτῆς σοι λεγόμενα, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Ἐννόησόν μοι λοιπὸν, ὅση ἀθρόον ἡ εἰρήνη καὶ ἡ ὁμόνοια εἰς τὸ συνοικέσιον αὐ-τῶν ἐπολιτεύετο, τῆς τοῦ Θεοῦ ἀγαθότητος τὸν σύνδεσμον αὐτῶν συσφιγγούσης. Ἀνέστη γὰρ, φησὶ, τῷ πρωὶ̈, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἅγαρ, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς καὶ τὸ παι-δίον, καὶ ἀπέστειλεν αὐτήν. Ὅρα μοι πάλιν τοῦ δι-καίου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ ὅπως διὰ πάντων τὸν φιλόθεον αὐτοῦ σκοπὸν δείκνυσιν. Ὅτε μὲν γὰρ ἤκουσε τῆς Σάῤῥας λεγούσης, Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, πονηρὸν αὐτῷ ἐφάνη, ἐπειδὴ φι-λοστόργως πρὸς τὸν Ἰσμαὴλ διέκειτο· ἐπειδὴ δὲ ὁ Δε-σπότης ἐκέλευσεν, εὐθέως ἐποίει τὸ ἐπιταχθὲν, καὶ ἐπ-ελανθάνετο τῆς φυσικῆς φιλοστοργίας. Ὅταν γὰρ, φησὶν, αὐτὸς ἐπιτάττῃ, σχολαζέτω πάντα τὰ πάθη· ὁ γὰρ τῆς φύσεώς ἐστι Δεσπότης ὁ κελεύων. Λαβοῦσα τοίνυν ἡ παιδίσκη, φησὶ, τοὺς ἄρτους καὶ τὸν ἀσκὸν τοῦ ὕδα-τος, ἐξῄει μετὰ τοῦ παιδίου. Ἀλλ’ ὅρα μοι πάλιν, διὰ
τὴν πρὸς τὸν δίκαιον εὔνοιαν πῶς καὶ αὐτὴ ἀξιοῦται τῆς κηδεμονίας τῆς ἄνωθεν. Ἀπελθοῦσα τοίνυν ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ τοῦ ὕδατος ἀναλωθέντος, καὶ οὐ-δεμίαν οὐδαμόθεν εὑρίσκουσα παραμυθίαν, Ἔῤῥιψε, φησὶ, τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· καὶ διακοπτο-μένη τὰ σπλάγχνα, καὶ ὑπὸ τῆς ὀδύνης συνεχομένη καὶ τῆς πρὸς τὸ παιδίον φιλοστοργίας, Ἐκάθητο, φησὶν, ἀπέναντι αὐτοῦ, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. Καὶ ἐκάθισεν ἀπέναντι παιδίου. Καὶ ἀναβοῆσαν τὸ παιδίον ἔκλαυ-σεν. Ἀλλ’ ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς, καὶ πα-τρὸς καὶ μητρὸς φιλοστοργίαν εἰς τὴν περὶ ἡμᾶς κηδε-μονίαν ὑπερακοντίζων, Εἰσήκουσε τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· ᾤκτειρε τὸ παιδίον, ἠλέησε τὴν συμφορὰν τῆς Ἅγαρ· συνεχώρησεν αἴσθησιν αὐτὴν λαβεῖν τῆς ἐρημίας, καὶ εὐθέως τὴν παρ’ ἑαυτοῦ ἀντί-ληψιν ἐχαρίσατο. Καὶ ἐκάλεσε, φησὶν, ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν. Ἀνά-στηθι, λάβε τὸ παιδίον, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Ὢ φιλαν-θρωπίας Δεσπότου Οὐκ ἐπειδὴ παιδίσκη ἦν, ὑπερεῖδεν αὐτὴν, ἀλλ’ ἐπειδὴ ἐπαγγελίαν ἐποιήσατο πρὸς τὸν πα-τριάρχην, καὶ ἐπειδὴ ἐκείνου τὸ σπέρμα ἐτύγχανε, το-σαύτης προνοίας καὶ αὐτὴν ἀξιοῖ, καί φησι· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπήκουσε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου. Ἀνάστηθι καὶ λάβε αὐτὸ, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Μὴ ἀθύμει, φησὶ, διὰ τὸ ἐκβληθῆναί σε τῆς οἰκίας. Τος-αύτης γὰρ ἀπολαύσεται τῆς παρ’ ἐμοῦ προνοίας, ὡς καὶ εἰς ἔθνος μέγα γενέσθαι καὶ αὐτό. Καὶ ἤνοιξε, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτῆς· οὐκ ἐπειδὴ πρὸ τούτου οὐχ ἑώρα, ἀλλ’ ἐπειδὴ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲν αὐτῇ ὄφελος, ἐγένετο πρὸ τῆς ἄνωθεν ἐπισκοπῆς. Διὰ τοῦ-το, ὅτε ἐβουλήθη τὴν παρ’ ἑαυτοῦ κηδεμονίαν ἐπιδείξα-σθαι, φησὶν, Ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτῆς· ἀντὶ τοῦ, Ὑπέδειξεν αὐτῇ ἀγνοούσῃ, τὴν διάνοιαν αὐτῆς διέγειρεν, ὡδήγησεν αὐτὴν, ὥστε ἰδεῖν τὸν τόπον τὸν ἀναβλύζοντα τοῦ ὕδατος τὰς πηγάς. Καὶ εἶδε, φησὶ, φρέαρ ὕδατοσ

Chapter 3. Nothing is more powerful than one fortified by God's helpCaput 3: Nihil potentius eo qui Dei auxilio munitus est

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:425ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν, καὶ ἐπότισε τὸ παιδίον. Ἐν ἀπόροις πόρον ἐχαρίσατο ὁ Κύριος, καὶ ἐν ἀμηχανίᾳ τοιαύτῃ τυγχανούσῃ καὶ οὐδε-μίαν ἐλπίδα σωτηρίας ἐχούσῃ, τὴν οἰκείαν φιλοτιμίαν εἰς αὐτὴν ἐπεδείξατο, ὁμοῦ καὶ αὐτὴν παραμυθησάμενος, καὶ τοῦ παιδίου τὴν πρόνοιαν ποιησάμενος. Οὕτως ὅταν βούληται ὁ Θεὸς, κἂν ἐν ἐρημίᾳ ὦμεν, κἂν ἐν αὐτοῖς τοῖς ἐσχάτοις κακοῖς, κἂν μηδεμίαν ἐλπίδα σωτηρίας ἔχωμεν, οὐδενὸς ἑτέρου δεησόμεθα, τῆς τοῦ Θεοῦ ῥοπῆς τὰ πάντα ἡμῖν γινομένης. Ἐὰν γὰρ τὴν παρ’ αὐτοῦ εὔνοιαν ἐπι-σπασώμεθα, οὐδεὶς ἡμῶν περιέσται, ἀλλὰ πάντων ἐσό-μεθα ὑψηλότεροι. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, φησὶ, καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ. Οὕ-τως ὅταν εὐμενῆ τὸν Θεὸν ἔχωμεν, κἂν ἐν ἐρήμῳ ὦμεν, τῶν ἐν ταῖς πόλεσι διαγόντων ἀσφαλέστερον διατρίψομεν. Μεγίστη γὰρ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Καὶ ἵνα μάθῃς ὅπως ὁ ἐν ἐρήμῳ τυγχά-νων τοῦ ἐν μέσαις ταῖς πόλεσι διατρίβοντος, καὶ πολλῆς τῆς ἀνθρωπίνης συμμαχίας ἀπολαύοντος, καὶ ἀσφαλέ-στερος καὶ δυνατώτερος καθέστηκεν, ἴδωμεν πῶς ὁ μὲν Δαυὶ̈δ τόπους ἐκ τόπων ἀμείβων, καὶ καθάπερ ἀλήτης διάγων, ὑπὸ τῆς ἄνωθεν χειρὸς ἐτειχίζετο· ὁ δὲ Σαοὺλ ἐν μέσαις ταῖς πόλεσι τυγχάνων, καὶ στρατόπεδα τοσαῦτα ἐπαγόμενος, καὶ δορυφόρους καὶ ὑπασπιστὰς ἔχων, καθ’ ἑκάστην ἡμέραν ἐδεδοίκει καὶ ἔτρεμε τῶν πολεμίων τὴν ἔφοδον. Καὶ ὁ μὲν, μόνος ὢν, καὶ οὐδένα ἔχων μεθ’ ἑαυτοῦ ἕτερον, οὐκ ἐδεῖτο τῆς παρὰ τῶν ἀνθρώπων συμ-μαχίας· ὁ δὲ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα ἔχων, τῆς παρὰ τούτου βοηθείας ἔχρῃζεν· ὁ βασιλεὺς τοῦ ποιμένος ἐδεῖτο, καὶ ὁ τὸ διάδημα περικείμενος τοῦ ἰδιώτου. γ. Ἀλλ’ εἰ βούλεσθε, ἀνωτέρω ἀναγάγωμεν τὴν ἀκολου-θίαν τοῦ λόγου, ἵνα πᾶσαν αὐτοῦ τὴν ἱστορίαν εἰς μέσον ἀγαγόντες, μάθωμεν ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστε-ρον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ. Οὗτος οὖν ὁ Δαυὶ̈δ νέος ὢν κομιδῆ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ἐπειδή ποτε καιρὸς ἐκάλει τούτου τὴν ἀρετὴν φανερὰν γενέσθαι, προτραπεὶς ὑπὸ τοῦ πατρὸς ἐπισκέψασθαι τοὺς ἑαυτοῦ ἀδελφοὺς, ὑπήκουσε, καὶ ἀπεστέλλετο πρὸς αὐτούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτη-χότα τὸν μετὰ τοῦ Σαοὺλ, καὶ αὐτὸν τὸν βασιλέα εἰς τὸν περὶ τοῦ παντὸς κίνδυνον καθεστῶτα, τέως θεατὴς ἐβού-λετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο. Ἀλλ’ οἱ ἀδελφοὶ τοῦ φρονήματος αὐτοῦ οὐκ ἐνεγκόντες τὴν ἀνδρείαν, εἰς φθόνον διηγέρθησαν, καί φασι πρὸς αὐτόν· Δι’ οὐδὲν ἕτερον ἐλήλυθας, ἢ ἵνα τὸν πόλεμον ἴδῃς; Οὐδὲ γὰρ διὰ τὴν ἐπίσκεψιν τὴν ἡμετέραν παραγέγονας. Ἀλλ’ ὅρα τούτου τὴν σύνεσιν καὶ τὴν πολλὴν ἐπιείκειαν. Οὐδὲν προπετὲς πρὸς αὐτοὺς φθέγγεται, οὐδὲν τραχὺ, ἀλλὰ καταστέλλων αὐτῶν τὴν φλόγα, καὶ τὸν φθόνον καταπραύ̈νων, φησίν· Οὐχὶ ῥῆμά ἐστι; Μὴ γὰρ ὅπλα με εἴδετε μεταχειριζόμενον, μὴ γὰρ παραταττόμενον ἐθεάσασθε; Ἁπλῶς ἰδεῖν ἐβουλήθην, καὶ πυθέσθαι πό-θεν τούτῳ τῆς τοσαύτης μανίας ἡ ὑπερβολή. Τίς γάρ ἐστιν ὁ ἀλλόφυλος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; Εἶτα ἀκούων κἀκείνου τὴν πολλὴν μεγαλοῤῥη-μοσύνην, καὶ τῶν μετὰ τοῦ Σαοὺλ ἀφιγμένων τὴν ἄφα-τον δειλίαν, φησί· Τί ἔσται τῷ ἀνθρώπω τῷ τούτου τὴν
PG 54:426κεφαλὴν ἐκτέμνοντι; Καὶ πολλὴν τῆς ψυχῆς τὴν ἀνδρείαν ἐδείκνυ διὰ τῶν ῥημάτων πάντας εἰς ἔκπληξιν ἀγαγών. Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν ἐξευτέλισεν. Εἶτα μαθὼν παρ’ αὐτοῦ, ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις· ἠναγ-κάσθη γὰρ ταῦτα διηγήσασθαι ὁ θαυμάσιος οὗτος, οὐ κενοδοξῆσαι βουλόμενος, ἀλλ’ εἰς ἀνάγκην καταστὰς, ὥστε ἐκείνῳ θάρσος ἐνθεῖναι, καὶ μὴ πρὸς τὴν εὐτέλειαν τοῦ φαινομένου ἰδεῖν, ἀλλὰ πρὸς τὴν πίστιν τὴν ἔνδοθεν κρυπτομένην, καὶ τὴν συμμαχίαν τὴν ἄνωθεν, δι’ ἣν ὁ νέος τῶν ἀνδρῶν ἦν ἰσχυρότερος, καὶ ὁ ἄοπλος τῶν ὡπλι-σμένων, καὶ ὁ ποιμὴν τῶν στρατιωτῶν· εἶτα ἰδὼν αὐτοῦ τὸ παράστημα τῆς γνώμης ὁ βασιλεὺς, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος οὐδὲ ἐνεγκεῖν αὐτὰ ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα γυμνὴ δει-χθῇ ἡ τοῦ Θεοῦ δύναμις, ἡ δι’ αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σάρκινον ἐκεῖνον πύργον ἐξῄει. Ἀλλ’ ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον, καὶ καθάπερ
παιδίου εὐτελοῦς κατεξανιστάμενον διὰ τῶν ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντι-κῆς ἐπ’ αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπι-φερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλιν προβάτοις ἐφεστάναι, καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων ἐκείνων ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ’ ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς ἥπτετο τῆς μάχης· ὁ δὲ, τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτόν. Καὶ πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατενεγκὼν, καὶ εἰπὼν πρὸς αὐτόν· Σὺ μὲν ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ ἰσχύϊ νομίζεις περιγενέσθαι· ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, καὶ ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμενικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ, οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας τὸν ἀλλόφυλον κατήνεγκε, καὶ σπεύσας καὶ ἀφελὼν αὐτοῦ τὸ ξίφος, δι’ ἐκείνου τὴν κεφαλὴν ἀποτεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι’ ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρατο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμενικῆς πλέον εἰδότος μηδὲν πίπτοντα. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν εἶχε συμμαχίαν συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ἀλλ’ ὅρα λοιπὸν ἐνταῦθα τὸ πάθος τοῦ φθόνου ὅσην εἰργάσατο τὴν ἀτοπίαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ βασιλεὺς εὐφημίας πολλῆς ἀπολαύσαντα τὸν δίκαιον τοῦτον, καὶ τὰς χορευού-σας κραζούσας· Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυὶ̈δ ἐν μυριάσιν, οὐκ ἐνεγκὼν πράως τὰ παρ’ αὐτῶν ῥηθέντα (καίτοι κατὰ τὸν τοῦ δικαίου λόγον αὐτῷ μᾶλλον ἐχαρί-σαντο, ἢ τῷ Δαυὶ̈δ), ἡττηθεὶς ὑπὸ τοῦ φθόνου τὸν εὐερ-

Chapter 4. The disease of envy described. Moral exhortation to flee envy. The demon subject to manCaput 4: Invidiæ morbus describitur. Moralis exhortio ad fugiendum invidiam. Dæmon homini subjectus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:427γέτην τοῖς ἐναντίοις λοιπὸν ἠμείβετο, καὶ ὃν ἐχρῆν σω-τῆρα καὶ εὐεργέτην ἐπιγράφεσθαι, τοῦτον ἀνελεῖν ἐπ-εχείρει. Ὢ μανίας ὑπερβολή ὢ παραπληξίας ἐπίτασις Τὸν τὴν ζωὴν αὐτῷ χαρισάμενον, καὶ πάντα τὸν στρατὸν αὐτοῦ ἐλευθερώσαντα τῆς τοῦ ἀλλοφύλου μανίας, τοῦτον ὡς πολέμιον λοιπὸν ὑφωρᾶτο, καὶ οὐδὲ ἔναυλος οὖσα ἡ εὐεργεσία περιεγίνετο τοῦ πάθους, ἀλλὰ καθάπερ ὑπὸ μέθης τινὸς, ὑπὸ τοῦ φθόνου σκοτωθεὶς τὸν τῆς διανοίας λογισμὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἑώρα. ε. Τοιοῦτον γὰρ ἡ κακία τοῦ πάθους τούτου· αὐτῷ πρότερον λυμαίνεται τῷ τοῦτο τίκτοντι. Καὶ καθάπερ σκώληξ ὑπὸ τοῦ ξύλου τικτόμενος αὐτὸ πρότερον τὸ ξύλον καταναλίσκει· οὕτω καὶ ὁ φθόνος ἐκείνην πρότερον δια-φθείρει τὴν τεκοῦσαν αὐτὸν ψυχὴν, καὶ τὸ ἐναντίον ἢ βούλεται τὸν φθονούμενον διατίθησι. Μὴ γάρ μοι τὰ προοίμια σκόπει ἐπὶ τῶν φθονουμένων, ἀλλὰ πρὸς τὸ τέλος ἀφόρα, καὶ ἐννόει ὅτι αὐτὴ ἡ κακία τῶν φθονούν-των εἰς μείζονα περιφάνειαν ἄγει τοὺς φθονουμένους. Οἱ μὲν γὰρ καὶ τὸν Θεὸν ἐφέλκονται εἰς συμμαχίαν, καὶ τῆς ἄνωθεν ἀπολαύουσι ῥοπῆς· ὁ δὲ ταύτης ἔρημος, πᾶσιν εὐεπιχείρητος γίνεται, καὶ πρὸ τῶν ἔξωθεν πολε-μίων ὑπ’ αὐτοῦ τοῦ πάθους πολιορκούμενος μονονουχὶ καταναλίσκεται, καὶ ὥσπερ ἀδήλοις γνάθοις κατεσθιόμε-νος, οὕτω δαπανώμενος, ὑποβρύχιος, ὡς εἰπεῖν, γίνεται. Ὅπερ εἰδότες φεύγωμεν, παρακαλῶ, τὴν λύμην τοῦ πάθους, καὶ πάσῃ δυνάμει ἐξορίζωμεν τοῦτο τῆς ἑαυτῶν ψυχῆς. Πάντων γὰρ τῶν παθῶν τοῦτο ὀλεθριώτερον, καὶ αὐτῇ ἡμῶν τῇ σωτηρίᾳ λυμαινόμενον· τοῦ γὰρ πονηροῦ διαβόλου ἐστὶν εὕρημα. Δι’ ὃ καί τις σοφὸς ἔλεγε· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Τί ἐστι· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον; Ἐπειδὴ γὰρ εἶδε τὸ πονηρὸν τοῦτο θηρίον ἀθάνατον γενόμενον τὸν πρωτόπλαστον, διὰ τῆς οἰκείας πονηρίας εἰς τὴν τῆς ἐντολῆς παρακοὴν αὐτὸν ἤγαγε, καὶ δι’ ἐκείνης τοῦ θανάτου τὴν τιμωρίαν παρεσκεύασεν αὐτὸν ἐπισπάσασθαι. Ὁ φθόνος τοίνυν τὴν ἀπάτην εἰρ-γάσατο, ἡ ἀπάτη τὴν παρακοὴν, ἡ παρακοὴ τὸν θάνατον. Διὰ τοῦτό φησι· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλ-θεν εἰς τὸν κόσμον. Εἶδες πόση τοῦ πάθους ἡ λύμη; Τὸν ἀθανασίᾳ τιμηθέντα θανάτῳ ὑποκεῖσθαι πεποίηκεν. Ἀλλ’ ὁ μὲν ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας, τὸν οἰκεῖον φθόνον κινήσας, ὄντα ἀθάνατον τὸν πρωτόπλαστον θα-νάτῳ καταδικασθῆναι πεποίηκεν· ὁ δὲ κηδεμὼν καὶ φιλ-άνθρωπος Δεσπότης διὰ τοῦ θανάτου τοῦ οἰκείου πάλιν τὴν ἀθανασίαν ἡμῖν ἐχαρίσατο, καὶ μείζονα ὧν ἀπωλέ-σαμεν εὕραμεν. Παραδείσου ἐκεῖνος ἐξήγαγε, καὶ εἰς τὸν οὐρανὸν οὗτος ἀνήγαγε· θανάτῳ καταδικασθῆναι ἐκεῖνος πεποίηκε, καὶ τὴν ἀθανασίαν ἡμῖν οὗτος ἐχαρί-σατο· τῆς ἐν παραδείσῳ τρυφῆς ἀπεστέρησεν ἐκεῖνος, καὶ βασιλείαν ἡμῖν οὐρανῶν εὐτρέπισεν οὗτος. Εἶδες τοῦ Δεσπότου σου τὸ εὐμήχανον, καὶ ὅπως τὰ παρὰ τῆς βασκανίας ὅπλα τοῦ διαβόλου κατὰ τῆς ἡμετέρας σωτη-ρίας γεγενημένα, ἐκεῖνα αὐτὰ περιέτρεψεν εἰς τὴν αὐ-τοῦ κεφαλήν; Οὐ μόνον γὰρ ἡμᾶς μειζόνων ἠξίωσεν, ἀλλὰ καὶ ἐκεῖνον ἡμῖν ὑποχείριον ἔδωκεν, εἰπών· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι καὶ τὸν φθόνον τῆς ἑαυτῶν ψυχῆς ἐξορίζωμεν, καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ ἐπισπώμεθα. Τοῦτο γὰρ ἡμῶν τὸ ὅπλον τὸ ἀκαταγώνιστον· τοῦτο ἡμῶν ἡ μεγίστη περι-ουσία. Διὰ τοῦτο καὶ ὁ Ἰσμαὴλ, καίτοι νέος καὶ ἐν ἐρη-μίᾳ ὢν καὶ πολλῇ ἀπορίᾳ, ἀθρόον ηὐξήθη, καὶ εἰς ἔθνος μέγα ἐπέδωκεν· ἐπειδὴ Ὁ Θεὸς ἦν, φησὶ, μετὰ τοῦ παιδίου. Ἐντεῦθεν γὰρ ἡμῖν ὁ λόγος ἅπας ἐξεκυλίσθη.

Homily XLVII, Chapter 1Homilia XLVII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:428Ὑπερίδωμεν οὖν, παρακαλῶ, τῶν παρόντων, ποθήσω-μεν τὰ μέλλοντα, τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ πάν-των προτιμῶμεν, καὶ διὰ τῆς ἀρίστης πολιτείας ἑαυτοῖς πολλὴν προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα καὶ τὸν παρ-όντα βίον ἀλύπως διανύσαι δυνηθῶμεν, καὶ τῶν μελλόν-των ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΖ. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. α. Πολὺ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τὸ κέρδος, καὶ ἄφατος ὁ θησαυρὸς ὁ τοῖς βραχέσι τούτοις ῥήμασιν ἐγκεκρυμμένος. Τοιαῦτα γὰρ τὰ θεῖα λόγια· οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ’ ἐν τῇ συντομίᾳ τῶν λόγων πολὺν ἐναποκείμενον ἔχει τὸν πλοῦτον. Φέρε οὖν, ἀναπτύ-ξωμεν τὰ εἰρημένα, καὶ καταμάθωμεν ἀκριβῶς τῶν σήμερον ἀναγνωσθέντων τὴν δύναμιν. Οὕτω γὰρ πάλιν εἰσόμεθα καὶ τοῦ πατριάρχου τὴν πολλὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Καὶ ἐγένε-το, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί βούλεται ταυτὶ τὰ ῥήματα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ; Σκόπει μοι τὴν θείαν Γραφὴν, πῶς ἐντεῦθεν ἤδη βούλε-ται ἐκκαλύψαι ἡμῖν τοῦ δικαίου τὴν ἀρετήν. Καὶ ἐπειδὴ
μέλλει διηγεῖσθαι τὴν πεῖραν τὴν παρὰ τοῦ Θεοῦ ἐπαγο-μένην τῷ Ἀβραὰμ, πρότερον ἡμᾶς βούλεται τὸν καιρὸν διδάξαι, καθ’ ὃν ταῦτα ὁ πατριάρχης ἐπετάττετο, καὶ πότε τὸν Ἰσαὰκ ἀνενεγκεῖν ἐκελεύετο, ἵνα μάθῃς τὴν πολλὴν τοῦ πατριάρχου ὑπακοὴν, καὶ ὅπως τῶν τῷ Θεῷ δοκούντων οὐδὲν προτιμᾷν ἠνέσχετο. Τί οὖν ἐστιν, Ἐγέ-νετο δὲ μετὰ τὰ ῥήματα ταῦτα; Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Ἰσαὰκ τόκον, ἡνίκα ἐθεάσατο ἡ Σάῤῥα τὸν Ἰσμαὴλ συναναστρεφόμενον τῷ Ἰσαὰκ, καθάπερ χθὲς πρὸς ὑμᾶς διελέχθημεν, δυσχεράνασα πρὸς τοῦτο ἡ Σάῤῥα ἔλεγε πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδί-σκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου· ἐφάνη δὲ τοῦτο σκληρὸν τῷ πατριάρχῃ, βουλόμενος ὁ Θεὸς παραμυθήσασθαι τὸν δίκαιον, φησίν· Ὑπάκουσον Σάῤ-ῥας τῆς γυναικός σου, καὶ ποίει τὸ παρ’ αὐτῆς λεχθέν· καὶ μὴ σκληρόν σοι φαινέσθω τὸ περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Ἐν γὰρ τῷ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τοῦτον δὲ ποιήσω εἰς ἔθνος μέγα, ἐπειδὴ σπέρμα σόν ἐστι. Καὶ πᾶσα ἡ ὑπόσχεσις αὐτῷ καὶ ἡ παρὰ τοῦ Θεοῦ ἐπαγγελία αὕτη ἦν, ὥστε εἰς πολὺ πλῆ-θος ἐκτείνεσθαι τοὺς ἐκ τοῦ Ἰσαὰκ τεχθέντας. Ἐπειδὴ ταύταις ταῖς ἐλπίσι τρεφόμενος ὁ δίκαιος διετέλει, καὶ ὡς τῶν τοσούτων καὶ ἐπαλλήλων θλίψεων καὶ πειρα-σμῶν τὰς ἀμοιβὰς κομισάμενος, καὶ ἐν ἀσφαλείᾳ λοι-πὸν γεγονὼς, καὶ ὁρῶν ἐν ὀφθαλμοῖς τὸν μέλλοντα διαδέχεσθαι αὐτοῦ τὸν κλῆρον, οὕτω μετὰ ἀδείας καθ-ειστήκει, μεγίστην ἐντεῦθεν παραμυθίαν καρπούμενος. Ἀλλ’ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, βουλό-μενος ἡμῖν ἐκκαλύψαι τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τὸν πολὺν πόθον, ὃν περὶ αὐτὸν ἐπεδείκνυτο, μετὰ τὰς τοσαύ-τας ὑποσχέσεις, καὶ ταύτην τὴν πρόσφατον γεγενημένην, καὶ ἧς τὴν μνήμην ἔναυλον εἶχεν, ὅτε λοιπὸν

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:429ἐν ἡλικίᾳ γέγονεν ὁ Ἰσαὰκ, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐτύγχανε, καὶ τὸν πόθον τοῦ πατρὸς τὸν περὶ αὐτὸν ἦν ἰδεῖν αὐξανόμενον, τότε μετὰ τὰ ῥήματα ταῦτα τῆς ἐπαγγελίας, καὶ μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν αὐτῷ κλη-θήσεταί σοι σπέρμα, καὶ αὐτὸς ἔσται σου διάδοχος· Μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί ἐστιν, Ἐπείραζεν; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, ἀλλὰ προσῆγεν αὐτῷ τὴν πεῖραν, ἵνα καὶ οἱ τότε παρόντες, καὶ οἱ ἐξ ἐκείνου μέχρι τοῦ παρόντος παιδεύωνται τὸν αὐτὸν πόθον τῷ πατριάρχῃ, καὶ τὴν ὑπακοὴν ἐπιδείκνυ-σθαι περὶ τὰ τοῦ Δεσπότου προστάγματα. Καὶ εἶπε, φησὶ, πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τί βούλεται ὁ τοῦ ὀνόματος διπλασιασμός; Τῆς πολλῆς εὐνοίας τῆς περὶ τὸν πατριάρχην σημεῖόν ἐστι, καὶ ἐδείκνυ αὐτῷ καὶ διὰ τῆς κλήσεως, ὅτι μέλλει τι τῶν ἀναγκαίων αὐτῷ ἐπιτάττειν. Παρασκευάζων τοίνυν αὐτὸν συντεῖναι ἑαυτὸν καὶ μετὰ σπουδῆς προς-έχειν τοῖς παρ’ αὐτοῦ λεγομένοις, τῷ διπλασιασμῷ τῆς κλήσεως ἐχρήσατο, καί φησιν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Μέγας ὁ ὄγκος τοῦ ἐπιτάγματος, καὶ ὑπερβαῖνον ἀνθρω-πίνην φύσιν τὸ πρᾶγμα. Λάβε τὸν υἱόν σου τὸν ἀγα-πητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ὅρα πῶς δι’ αὐ-τῶν τῶν ῥημάτων μείζονα τὴν πυρὰν ἀνάπτει, καὶ τὴν κάμινον τῆς φιλοστοργίας τοῦ δικαίου, ἣν περὶ τὸν Ἰσαὰκ ἐκέκτητο, σφοδρότερον διεγείρει. Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ἕκαστον καθ’ ἑαυτὸ ἱκανὸν καθικέσθαι τῆς τοῦ δικαίου ψυχῆς. Οὐ γὰρ ἁπλῶς εἶπε, Τὸν Ἰσαὰκ, ἀλλὰ προσέθηκε, Τὸν υἱόν σου, ὃν παρὰ πᾶσαν προσδοκίαν ἐκτήσω, καὶ ἐν αὐτῷ τῷ γήρᾳ σχεῖν ἠδυνήθης, Τὸν ἀγαπητὸν, τὸν πε-ριπόθητόν σου, ὃν μεθ’ ὑπερβολῆς ἀγαπᾷς, τὸν Ἰσαὰκ, ὃν διάδοχον ἕξειν προσδοκᾷς, ἐξ οὗ καὶ τὸ σπέρμα σου αὔξεσθαι ἐπηγγειλάμην, καὶ τοσοῦτον αὔξεσθαι, ὡς τῷ πλήθει τῶν ἄστρων, καὶ τῇ ἄμμῳ τῇ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐξισωθῆναι. Τοῦτον οὖν αὐτὸν Λάβε, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκαύτωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Θαυμάσαι μοι ἔπεισι, πῶς καὶ τὴν ἀκοὴν ἤνεγκεν ὁ δίκαιος. Τοῦτον γὰρ αὐτὸν, φησὶ, τὸν οὕτω σοι περιπόθητον, ἀνένεγκέ μοι εἰς ὁλοκαύτωσιν ἐφ’ ἓν τῶν ὀρέων. Τί οὖν ὁ δίκαιος; Οὐκ ἐταράχθη τὸν λογι-σμὸν, οὐ συνεχύθη τὴν διάνοιαν, οὐκ ἠπόρησε πρὸς τὸ ξένον τοῦ ἐπιτάγματος, οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο πρὸς ἑαυτόν· Τί τοῦτο; ὁ παρὰ πᾶσαν προσδοκίαν σπέρμα χαρισάμενος, ὁ διὰ τὴν οἰκείαν φιλανθρωπίαν τὴν μή-τραν τῆς Σάῤῥας ζωογονήσας νεκρωθεῖσαν, λοιπὸν μετὰ τὸ γαλακτοτροφηθῆναι καὶ αὐξηθῆναι, καὶ λοιπὸν ἐν ἡλικίᾳ γενέσθαι, σφαγῆναι τὸ τεχθέν μοι κελεύει, καὶ εἰς ὁλοκαύτωσιν ἀνενεχθῆναι· ὁ πρὸ βραχέως εἰπὼν, Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, νῦν τὰ ἐναντία ἐπιτάττει; Καὶ πῶς ἂν εἰς ἔργον ἐξέλθοι ποτὲ τὰ παρ’ αὐτοῦ ἐπαγγελθέντα; Πῶς γὰρ οἷόν τε τῆς ῥίζης ἐκτεμνομένης τοὺς κλάδους φυῆναί ποτε, ἢ τοῦ δένδρου ἐκκοπτομένου τὸν καρπὸν ἐνεχθῆναι, ἢ τῆς πηγῆς ξη-ρανθείσης ποταμοὺς ἀναδοθῆναι; Κατὰ μὲν τὴν ἀνθρω-πίνην ἀκολουθίαν ταῦτα γενέσθαι ἀμήχανον· Θεοῦ δὲ βουληθέντος πάντα γενέσθαι δυνατόν. β. Ἀλλὰ τούτων μὲν οὐδὲν ἐλογίσατο ὁ δίκαιος οὗτος, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης, πάντα λογισμὸν ἀνθρώ-πινον παρωσάμενος, ἑνὸς μόνου ἐγίνετο, τοῦ τὸ ἐπιτα-χθὲν εἰς ἔργον ἀγαγεῖν, καὶ ὥσπερ ἐκτὸς γεγονὼς τῆς ἀνθρωπείας φύσεως, καὶ πᾶσαν συμπάθειαν καὶ πατρι-
PG 54:430κὴν φιλοστοργίαν δευτέραν ἡγησάμενος τῶν τοῦ Θεοῦ προσταγμάτων, ἐπὶ τὴν ἐκπλήρωσιν ἔσπευδε. Καὶ ἀνα-στὰς, φησὶν, Ἀβραὰμ τὸ πρωὶ̈, ἐπέσαξε τὴν ὄνον αὐτοῦ. Παρέλαβε δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλο-κάρπωσιν ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τό-πον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὅρα τὸν φιλάνθρωπον Δεσπότην, πῶς καὶ ἐν τῷ διαστήματι βασανίζει τοῦ δικαίου τὴν ἀρετήν. Ἐννόησον δὲ καὶ τὸν δίκαιον τί εἰκὸς ἦν ὑπομένειν ταῖς τρισὶν ἡμέραις, αὐτὸν καθ’ ἑαυτὸν μὲν ἀναλογιζόμενον τὸ ἐπίταγμα, καὶ ὅτι αὐτὸς μέλλει ταῖς οἰκείαις χερσὶ τὸν οὕτω πο-θούμενον σφάζειν υἱὸν ἐνθυμούμενον, οὐδενὶ δὲ τὸ πρᾶ-γμα κοινώσασθαι ἔχοντα· καὶ καταπλάγηθι τὴν γνώμην αὐτοῦ τὴν φιλόθεον καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ ᾔδει τὸ μέγεθος τοῦ ἐπιτάγματος, οὐδενὶ ὅλως τοῦτο γνώρι-μον ποιεῖ, οὔτε τοῖς παισὶν, οὔτε αὐτῷ τῷ Ἰσαὰκ, ἀλλὰ μόνος καθ’ ἑαυτὸν τὸν ἀγῶνα τοῦτον ἠγωνίζετο, καὶ καθάπερ ἀδάμας τις οὕτως ἀκαταγώνιστος ἔμενε, τὴν ἀνδρείαν τῶν λογισμῶν ἐπιδεικνύμενος, οὐδὲ πολυπρα-γμονῶν, ἀλλ’ εἴκων μετὰ πολλοῦ τοῦ πόθου τῷ τοῦ Θεοῦ νεύματι. Καὶ ἐπειδὴ περὶ τὸν τόπον ἔφθασεν, Ἀναβλέ-ψας, φησὶν, Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου. Ὅρα καὶ ἐνταῦθα τοῦ δικαίου τὴν πολλὴν σύνεσιν· καὶ τοὺς παῖδας λαθεῖν ἐβούλετο, διὰ πάντων δεικνὺς ὅτι μετὰ προ-θυμίας ζεούσης καὶ ἐπιτεταμένου πόθου πληροῦν ἐβού-λετο τὸ τῷ Θεῷ δοκοῦν. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι καινὸν καὶ
παράδοξον ἦν, καὶ οὐ πρότερον ὑφ’ ἑτέρου γεγονὸς τὸ παρ’ αὐτοῦ μέλλον γίνεσθαι, κρύπτει τοὺς παῖδας καὶ καταλιπὼν αὐτοὺς μετὰ τῆς ὄνου, φησίν· Ἐνταῦθα ἀναμείνατε, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀνακάμψομεν πρὸς ὑμᾶς. Οὐκ εἰδὼς ὅτι τοῦτο ἔσται, ὃ ἔλεγεν, ἀλλὰ προ-εφήτευσε μὲν, ἴσως τοῦτο ἀγνοῶν. Ἔλεγε δὲ τοῖς παισὶ, τάχα ἐξαπατῶν αὐτοὺς καὶ παρασκευάζων αὐτόθι μέ-νειν· καὶ λοιπὸν ἦν ὁ πατριάρχης μετὰ τοῦ παιδός. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ μετὰ χεῖ-ρας τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Ὢ ψυχῆς ἀνδρεία ὢ φρονήματος στεῤῥότης Ἐπέθηκε, φησὶ, τῷ Ἰσαὰκ τὰ ξύλα τῆς ὁλοκαρπώ-σεως· αὐτὸς δὲ τὴν μάχαιραν καὶ τὸ πῦρ ἔλαβε, καὶ ἐπορεύοντο οἱ δύο ἅμα. Ποίοις ὀφθαλμοῖς ἑώρα τὸ παι-δίον τὰ ξύλα ἐπιφερόμενον, οἷς ἔμελλεν αὐτὸν μετ’ οὐ πολὺ ἐπιθύειν; πῶς ἡ χεὶρ φέρειν ἠδύνατο τὸ πῦρ καὶ τὴν μάχαιραν; Καὶ ἡ μὲν χεὶρ ἐπεφέρετο τὸ πῦρ τὸ αἰσθητὸν, τὸ δὲ ἔνδοθεν πῦρ κατέφλεγεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐδαπάνα τὸν λογισμὸν, πεῖθον νικᾷν τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ παρασκευάζον λογίζεσθαι, ὅτι ὁ ἤδη παρασχὼν καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην πατέρα γενέσθαι παρασκευάσας δυνήσεται καὶ νῦν τὰ ὑπερβαί-νοντα τὸν ἀνθρώπινον λογισμὸν ἐργάσασθαι. Ἀλλ’ ὅρα μοι λοιπὸν πρὸ τοῦ αἰσθητοῦ πυρὸς τὴν ἔνδοθεν κατὰ μικρὸν ἐξαπτομένην κάμινον καὶ φλέγουσαν τοῦ δικαίου τὴν ψυχήν. Εἶπε δὲ, φησὶν, Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· Πάτερ. Ἱκανὸν τὸ ῥῆμα τῶν σπλάγχ-νων αὐτῶν τοῦ δικαίου καθάψασθαι. Ὁ δὲ εἶπε· Τί ἐστι, τέκνον; Πατέρα καλεῖς τὸν μετὰ μικρὸν ἄπαιδα ἐσόμε-νον, κἀγὼ τέκνον προσαγορεύω τὸν μετ’ οὐ πολὺ μέλλοντα ἐπὶ τὸν βωμὸν ἀνιέναι, καὶ ὃν ταῖς οἰκείαις χερσὶ μέλλω σφάζειν. Εἶτα ὁ παῖς φησιν· Ἰδοὺ τὸ πῦρ ἐπιφέρῃ, κἀγὼ τὰ ξύλα· ποῦ ἔστι τὸ θῦμα τὸ μέλλον προσάγε-σθαι; Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν; Ἐννόει μοι ἐνταῦθα τοῦ δικαίου τὴν βάσανον· πῶς ἤνεγκε τὴν ἀκοὴν, πῶς ἴσχυσε ἀποκρίνασθαι τῷ παιδὶ,

Chapter 3. The fortitude of Abraham and the obedience of IsaacCaput 3: Abrahami fortitudo et Isaaci obsequentia · Caput 3: Abrahami fortitudo et Isaaci obsequentia (Greek0

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:431πῶς οὐ συνεχύθη, πῶς ἤνεγκε ταμιεύσασθαι, καὶ μὴ κατάδηλον ποιῆσαι τῷ παιδὶ τὸ μέλλον ἔσεσθαι, ἀλλά φησι γενναίῳ φρονήματι καὶ ἀνδρείᾳ τῇ ψυχῇ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ὅρα καὶ ἐνταῦθα πῶς οὐκ εἰδὼς πάλιν μηνύει τὸ μέλλον ἔσεσθαι. Ἔδοξε γὰρ διὰ τῆς ἀποκρίσεως παραλογίζε-σθαι τὸν Ἰσαὰκ, ἀλλ’ ἐκεῖνον μὲν διὰ τῶν ῥημάτων πρὸς τὸ παρὸν ἔπεισεν, αὐτὸς δὲ μείζονα τὴν ὀδύνην καὶ ἐπι-τεταμένην ὑπέμενε, τὰ ῥήματα αὐτὰ στρέφων ἐν τῇ διανοίᾳ, καὶ ἐννοῶν τοῦ παιδὸς τὴν εὐμορφίαν τὴν ἔξω-θεν, τῆς ψυχῆς τὸ κάλλος, τὸ πειθήνιον, τὸ ἐπέραστον, αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. Πορευθέντες δὲ ἀμφότεροι ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. Παρ-εγένοντο, φησὶν, ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν, ὅπερ αὐτῷ ὁ Θεὸς ἐγνώρισε· Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστή-ριον. Πάλιν ἐκπλήττομαι τοῦ δικαίου τὴν ἀνδρείαν, πῶς ἠδυνήθη τὸ θυσιαστήριον οἰκοδομῆσαι, πῶς ἴσχυσε, πῶς οὐ διελύθη ὑπὸ τῆς ἀγωνίας. Ἀλλὰ καὶ τὸ θυσιαστή-ριον ᾠκοδόμησε, καὶ ἐπέθηκε τὰ ξύλα. Καὶ συμποδί-σας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐ-τοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. γ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρη-μένα, ἀλλ’ ἐννοήσωμεν πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πῶς ἤνεγκε ταῖς οἰκείαις χερσὶ συμποδίσαι, καὶ τοῖς ξύλοις ἐπιθεῖναι τὸν ἀγαπητὸν, τὸν ἐπέραστον, τὸν μονογενῆ· Καὶ ἐξέτεινε, φησὶν, Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Ὢ φιλοθέου ψυχῆς ὢ γνώμης ἀνδρείας ὢ πόθου ἐπιτε-ταμένου ὢ λογισμοῦ νικῶντος ἀνθρωπίνην φύσιν Ἔ-λαβε, φησὶ, τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Τίνα θαυμάσω καὶ ἐκπλαγῶ; τοῦ πατριάρχου τὸ ἀνδρεῖον φρόνημα, ἢ τοῦ παιδὸς τὴν ὑπακοήν; ὅτι οὐκ ἀπεσκίρτησεν, οὐδὲ ἐδυσχέρανε πρὸς τὸ γινόμενον, ἀλλ’ ἐπείθετο καὶ εἶκε τοῖς ὑπὸ τοῦ πατρὸς γινομένοις, καὶ καθάπερ ἀρνίον μεθ’ ἡσυχίας τῷ βωμῷ ἐπέκειτο, ἀνα-μένων τοῦ πατρὸς τὴν δεξιάν; Ἀλλ’ ἐπειδὴ τὰ τῆς γνώ-μης ἅπαντα ἀπηρτίσθη, καὶ οὐδὲν λοιπὸν ἐνέλιπε, δει-κνὺς ὁ ἀγαθὸς Δεσπότης ὅτι οὐ σφαγῆναι τὸν παῖδα βουλόμενος ταῦτα ἐπέταξεν, ἀλλὰ τοῦ δικαίου θέλων ἐκκαλύψαι τὴν ἀρετὴν ἀπὸ τῆς γνώμης στεφανώσας τὸν δίκαιον, καὶ ἀπὸ τῆς προαιρέσεως, τοῦ πατριάρχου τὴν ἀπηρτισμένην θυσίαν δεξάμενος λοιπὸν τὴν οἰκείαν ἐπιδείκνυται φιλανθρωπίαν. Καὶ ἐκάλεσεν αὐτὸν, φη-σὶν, ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ἐπειδὴ γὰρ ἑώρα συντεταμέ-νον τὸν δίκαιον, καὶ ἕτοιμον ὄντα πρὸς τὴν σφαγὴν, καὶ τὸ ἐπίταγμα πληρῶσαι βουλόμενον, διὰ τοῦτο καλεῖ αὐτὸν ἐκ τοῦ οὐρανοῦ, καί φησιν, Ἀβραὰμ, Ἀβραάμ. Καλῶς καὶ ἐνταῦθα τῷ διπλασιασμῷ ἐχρήσατο, ἵνα περιγένηται τῆς ὁρμῆς τοῦ δικαίου, καὶ μονονουχὶ διὰ τῆς φωνῆς κατάσχῃ τοῦ πατριάρχου τὴν δεξιὰν ἐπει-γομένην πρὸς τὴν τοῦ παιδὸς σφαγήν. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Μὴ ἐπιβάλῃς, φησὶ, τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Οὐ τὸ ἔργον γενέσθαι βουλόμενος τοῦτο ἐπέταξα, οὐδὲ σφαγῆναι θέλων τὸν παῖδα τὸν σὸν, ἀλλὰ τὴν ὑπακοὴν τὴν σὴν ἅπασι κατάδηλον ποιῆσαι. Μὴ τοίνυν ποιήσῃς αὐτῷ μηδέν· ἀρκοῦμαι γὰρ τῇ γνώμῃ τῇ σῇ, καὶ ἐντεῦθεν στεφανῶ καὶ ἀνακη-ρύττω σε. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν. Ὅρα
PG 54:432λέξεως συγκατάβασιν. Τί οὖν; πρὸ τούτου ἠγνόει τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νῦν ἔγνω ὁ τῶν ὅλων Δεσπότης; Οὐ τοῦτό φησιν, ὅτι αὐτὸς νῦν ἔγνω. Ἀλλὰ τί; Νῦν, φησὶν, ἅπασιν ἐγνώρισας, ὅπως εἰλικρινῆ τὸν φόβον ἔχεις τὸν πρὸς τὸν Θεόν. Ἐγὼ μὲν γὰρ ᾔδειν τὸν ἐμὸν θεράποντα· τὰ δὲ νῦν παρὰ σοῦ γενόμενα τοῖς τε νῦν οὖσι, ταῖς τε μετὰ ταῦτα γενεαῖς διδασκαλίας ὑπόθεσις γενήσεται. Ἐγνώρισας γὰρ νῦν ἅπασιν ὅπως φοβῇ τὸν Θεὸν, καὶ τὰ προσταττόμενα εἰς ἔργον ἀγαγεῖν σπεύ-δεις· Καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ· τοῦ σφόδρα σοι περιποθήτου καὶ γνησίως ὑπὸ σοῦ ἀγαπωμένου οὐκ ἐφείσω δι’ ἐμὲ, διὰ τὸ πρόσταγμα τὸ ἐμὸν, διὰ τὸ ἐπίταγμα τὸ παρ’ ἐμοῦ· ἀλλὰ προετί-μησας τὸ παρ’ ἐμοῦ κελευσθὲν τοῦ παιδὸς τοῦ σοῦ. Διὰ τοῦτο καὶ τὸν παῖδα δέχου τὸν σόν. Διὰ τοῦτο γάρ σοι ἐπηγγειλάμην τὸ σπέρμα τὸ σὸν ἐκταθήσεσθαι· καὶ τὸν ἐπὶ τῇ ὑπακοῇ στέφανον ἀναδησάμενος ἄπιθι. Ἐγὼ γὰρ τὴν προαίρεσιν οἶδα στεφανοῦν, καὶ ἀπὸ τῆς γνώμης τὰ βραβεῖα παρέχειν. Εἰς ἔργον γὰρ ἐκβῆναι προσήκει τὰ παρὰ σοῦ ῥηθέντα καὶ τοῖς παισὶ τοῖς σοῖς καὶ τῷ Ἰσαάκ· ἐκείνοις γὰρ ἐπηγγείλω, ὅτι Προσκυνήσαντες ἀναστρέψομεν· καὶ τοῦτο ἤδη ἔσται· καὶ τῷ παιδὶ πυθομένῳ, Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, εἶπας. Ἰδοὺ οὖν ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ὅρα τὸ προῤῥηθὲν παρὰ σοῦ πρόβατον, ὅπερ ἀντὶ τοῦ παιδὸς ὁλοκαρπώσεις. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς
εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ. Καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδόν σου, φησὶ, τῆς γνώ-μης τὸ φιλόθεον, ἰδοὺ ὅπερ προλαβὼν εἶπες τῷ παιδὶ, τοῦ τό σοι παρεσκεύασα. Καὶ ἔλαβε, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρ-πωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδες Θεοῦ φιλαν-θρωπίαν; Καὶ ἡ θυσία ἀπηρτίσθη, καὶ ὁ πατριάρχης τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο, καὶ ἀπὸ τῆς προαιρέσεως τὸν στέφανον ἐκομίσατο, καὶ τὸν Ἰσαὰκ λαβὼν ἐπάνεισι μετὰ μυρίων στεφάνων. Ταῦτα δὲ πάντα τύπος ἐγίνετο τοῦ σταυροῦ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλ-λιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς εἶδεν ὁ πρὸ τοσούτων γεγενημένος χρόνων; Διὰ τοῦ τύπου, διὰ τῆς σκιᾶς. Καθάπερ γὰρ ἐνταῦθα τὸ πρόβατον προσηνέχθη ἀντὶ τοῦ Ἰσαὰκ, οὕτως ὁ λογικὸς ἀμνὸς προσηνέχθη ὑπὲρ τῆς οἰκουμέ-νης. Ἔδει γὰρ ἐν τῇ σκιᾷ προδιαγραφῆναι τὴν ἀληθείαν. Ὅρα μοι γὰρ, ἀγαπητὲ, πῶς ἅπαντα διὰ τῆς σκιᾶς προετυποῦτο· μονογενὴς ἐκεῖ, καὶ μονογενὴς ἐν-ταῦθα· ἀγαπητὸς ἐκεῖ καὶ γνήσιος, ἀγαπητὸς καὶ ἐνταῦθα καὶ γνήσιος. Οὗτος γάρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φησὶν, ἐν ᾧ ηὐδόκησα. Ὑπὸ τοῦ πατρὸς ἐκεῖνος εἰς ὁλοκαύτωσιν ἀνεφέρετο, καὶ τοῦτον ὁ Πατὴρ ἐξέδωκε. Καὶ βοᾷ Παῦλος λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Μέχρι τούτου ἡ σκιά· λοιπὸν δὲ τῶν πραγμάτων ἡ ἀλήθεια πολὺ τὸ ὑπερέχον ἐπιδείκνυται. Ὁ γὰρ ἀμνὸς οὗτος ὁ λογικὸς ὑπὲρ ἁπάσης τῆς οἰκου-μένης προσεφέρετο, οὗτος τὴν οἰκουμένην ἅπασαν ἐξ-εκάθηρεν· οὗτος τοὺς ἀνθρώπους τῆς πλάνης ἠλευθέρωσε,

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:433καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγεν· οὗτος τὴν γῆν οὐ-ρανὸν ἐποίησεν, οὐ τῶν στοιχείων ἐναλλάξας τὴν φύσιν, ἀλλὰ τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν εἰς τοὺς ἐπὶ γῆς ἀνθρώ-πους μεταστήσας. Διὰ τούτου πᾶσα ἡ τῶν δαιμόνων θερα-πεία λέλυται· διὰ τούτου οὐκ ἔτι λίθοις καὶ ξύλοις προς-κυνοῦσιν ἄνθρωποι, οὐδὲ οἱ λόγῳ τετιμημένοι τοῖς ἀναι-σθήτοις ὑποκύπτουσιν, ἀλλὰ πᾶσα ἀπελήλαται ἡ πλάνη, καὶ τὸ τῆς ἀληθείας φῶς τὴν οἰκουμένην κατηύγασεν. δ. Εἶδες τῆς ἀληθείας τὴν ὑπεροχήν; εἶδες τί μὲν ἡ σκιὰ, τί δὲ ἡ ἀλήθεια; Καὶ ἐκάλεσε, φησὶν, Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴ-πωσι σήμερον, Ἐν τῷ ὄρει Κύριος ὤφθη. Ὅρα τοῦ δικαίου τὴν φιλόθεον γνώμην, πῶς ἑκάστοτε ἐκ τῶν συμβαινόντων τὰς προσηγορίας τοῖς τόποις ἐπιτίθησι. Τὴν γὰρ παρὰ τοῦ Θεοῦ γενομένην ἐπίσκεψιν βουλόμε-νος, καθάπερ ἐν στήλῃ χαλκῇ, ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας, φησὶ, Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Κύριος εἶδεν. Ἤρκει μὲν οὖν πρὸς ἀμοιβὴν τῷ δικαίῳ καὶ τὸ ζῶντα ἐπαναγαγεῖν τὸν Ἰσαὰκ, καὶ τὸ ἀξιωθῆναι τοῦ ἐγκωμίου τοῦ μεγάλου, τοῦ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· ἀλλ’ ὁ φιλότιμος ταῖς δωρεαῖς ἀεὶ νικῶν καὶ ταῖς εὐεργεσίαις τὴν ἔννοιαν τὴν ἡμετέραν, ἐπιδαψι-λεύεται καὶ νῦν τοῦ δικαίου τὴν γνώμην, καὶ ἀμειβόμενός φησι πάλιν πρὸς αὐτόν· Καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμὲ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευ-λογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἐπειδὴ ἐπλήρωσας, φησὶ, τὸ ἐπίταγμα τὸ ἐμὸν, καὶ τὴν οἰκείαν ὑπακοὴν διὰ πάντων ἐπεδείξω, διὰ τοῦτο ἄκουε, ὅτι Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος. Ὅρα Θεοῦ συγκα-τάβασιν· Κατ’ ἐμαυτοῦ, φησὶν, ὤμοσα, ἵνα θαῤῥεῖν ἔχῃς, ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ εἰρημένα. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι, ἐπὰν δὴ ὅρκον ἐπιθῶσι τοῖς ἐπαγγελ-θεῖσι, τότε ὡς βεβαίαν τὴν ὑπόσχεσιν δεξάμενοι, οὕτω διάκεινται οἱ τὴν ἐπαγγελίαν ἐσχηκότες· διὰ τοῦτο καὶ ὁ Δεσπότης τῇ ἀνθρωπίνῃ συνηθείᾳ χρησάμενός φησι· Κατ’ ἐμαυτοῦ ὤμοσα, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Σκόπει μοι φιλανθρωπίαν Δεσπότου. Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Καὶ μὴν ζῶντα αὐτὸν ἐπανάγει. Μὴ τὸ τέλος ἴδῃς, ἀγαπητὲ, ἀλλὰ τὴν γνώμην μάθε, μεθ’ ἧς ἀσυλλογίστως τὰ προς-ταττόμενα ἐπλήρου. Ὅσον γὰρ εἰς προαίρεσιν, ᾕμαξε τὴν δεξιὰν ὁ πατριάρχης, καὶ κατὰ τῆς δέῤῥας τοῦ παι-δὸς ἐπαφῆκε τὸ ξίφος, καὶ ἀπηρτισμένην ἀπειργάσατο τὴν θυσίαν· δι’ ὃ καὶ ὁ Δεσπότης, ὡς εἰς ἔργον τῆς θυ-σίας ἐνεχθείσης, οὕτω τὸν ἔπαινον τοῦ δικαίου συντίθησι, καί φησιν, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπη-τοῦ δι’ ἐμέ. Σὺ μὲν οὐκ ἐφείσω διὰ τὸ ἐμὸν πρόσταγμα· ἐγὼ δὲ ἐφεισάμην διὰ τὴν σὴν ὑπακοήν. Ἕνεκεν οὖν τῆς ὑπακοῆς ταύτης ἀμειβόμενός σε, Εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Ὅρα εὐλογίας ἐπίτασιν, ἀντὶ τοῦ, Ἐπὶ πλέον πληθυνῶ τὸ σπέρμα σου. Οὗτος γὰρ

Homily XLVIII, Chapter 1Homilia XLVIII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:434ὁ τῇ γνώμῃ σου σφαγιασθεὶς, οὕτως εἰς πλῆθος ἐκτει-νόμενον ἕξει τὸ σπέρμα, ὡς τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι, Καὶ πάντα τὰ ἔθνη ἐνευλογηθῆναι ἐν τῷ σπέρματί σου, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φω-νῆς. Ταῦτα δέ σοι, φησὶν, ἅπαντα ἔσται διὰ τὴν πολλὴν ὑπακοήν. Ἆρα τῶν μυρίων ἡμῖν ἀγαθῶν πρόξενον γίνεται τὸ ὑπακούειν τῷ Δεσπότῃ, καὶ πείθεσθαι αὐτοῦ τοῖς προστάγμασι, καὶ ὁμοίως τῷ πατριάρχῃ τούτῳ μὴ περιεργάζεσθαι τὰ παρ’ αὐτοῦ ἐπιταττόμενα· ἀλλὰ καθάπερ εὐγνώμονας οἰκέτας πληροῦν τὰ διατεταγμένα, καὶ τὸν ὑπὲρ τούτων λόγον παραχωρεῖν τῷ Δεσπότῃ; Ἐὰν οὖν οὕτω παιδεύσωμεν ἑαυτοὺς, δυνησόμεθα καὶ τὴν αὐτὴν ὑπακοὴν τῷ δικαίῳ ἐπιδείξασθαι, καὶ τῶν αὐτῶν στεφάνων ἐπιτυχεῖν. Πῶς δὲ ὑπακούσομεν; Ἐὰν τὰς ἐντολὰς αὐτοῦ διὰ τῶν ἔργων πληρώσωμεν. Οὐ γὰρ οἱ ἀκροαταὶ, φησὶ, τοῦ νόμου δικαιωθήσονται, ἀλλ’ οἱ ποιηταί. Τί γὰρ ὄφελος, ἐὰν καθ’ ἑκάστην μὲν ἀκούωμεν, ἀμελῶμεν δὲ τῆς τούτων ἐργασίας; Διὸ παρα-καλῶ, ἐπὶ τὴν ἐργασίαν αὐτῶν τῶν ἔργων σπεύσωμεν· οὐδὲ γὰρ ἄλλως σωθῆναι δυνατόν· ἵνα καὶ τὰ ἡμαρτη-μένα ἀπονιψώμεθα, καὶ τῆς παρ’ αὐτοῦ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΗ. Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου. Εἴδετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ἀνδρείαν· εἴδετε ψυχὴν ἀδάμαντος στεῤῥοτέραν, πῶς, τὸ ἧκον εἰς αὐτὸν, διὰ τὸν περὶ τὸν Θεὸν πόθον ἱερεὺς τοῦ παιδὸς ἐγένετο, καὶ τῇ μὲν γνώμῃ ᾕμαξε τὴν δεξιὰν, καὶ τὸ ἱερεῖον προσήνεγκε· διὰ δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλ-ανθρωπίαν σῶον καὶ ὑγιῆ τὸν παῖδα λαβὼν ἐπανῄει,
καὶ ἀπὸ τῆς προαιρέσεως ἀνεκηρύττετο ὁ πατριάρχης καὶ τὸν στέφανον λαμπρὸν ἀνεδήσατο, καὶ τοῦτον τὸν τελευταῖον ἀγῶνα ἠγωνίσατο, καὶ διὰ πάντων τὸ φιλό-θεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο. Ἴδωμεν καὶ σήμε-ρον τοῦ δικαίου τούτου τὸ φιλόστοργον, ὅσην ποιεῖται τοῦ παιδὸς τὴν κηδεμονίαν. Ἐπειδὴ γὰρ μετὰ τὸ ἀπὸ τῆς θυσίας ταύτης ἐπανελθεῖν τῆς καινῆς καὶ παραδόξου διεδέξατο αὐτὸν τῆς Σάῤῥας τὸ πένθος, αἰτήσας παρὰ τῶν υἱῶν Χὲτ κτῆσιν τάφου, καὶ πριάμενος τὸν τόπον, ἀπέθετο τὸν νεκρὸν, καὶ ταύτην πρώτην ἀρχὴν κτήσεως ποιεῖται ὁ πατριάρχης διὰ τὴν τῆς Σάῤῥας τελευτήν. Δεικνῦσα γὰρ ἡμῖν ἡ θεία Γραφὴ διὰ πάντων τοῦ δικαίου τὴν ἀρετὴν, καὶ ὅτι ὡς πάροικος καὶ παρεπίδημος ἅπαντα διῆγε τὸν χρόνον, καὶ τοῦτο ἐπεσημήνατο, ἵνα μάθωμεν, ὅτι ὁ τοσαύτης ἀπολαύων τῆς ἄνωθεν συμμαχίας, καὶ οὕτω περιφανὴς γεγονὼς, καὶ ἐπὶ τοσοῦτον πλῆθος ἐκτα-θεὶς, οἰκεῖον τόπον οὐκ ἐκτήσατο, καθάπερ νῦν πολλοὶ ποιοῦσιν, ἀγροὺς καὶ κώμας, καὶ πολλήν τινα καὶ ἄφα-τον περιουσίαν κατακτᾶσθαι σπουδάζοντες. Εἶχε γὰρ ἀρκοῦντα πλοῦτον τὸν ἀπὸ τῆς γνώμης, καὶ οὐδεμίαν περὶ ταῦτα ἐποιεῖτο τὴν σπουδήν. Ἀκουέτωσαν οἱ ἀθρόον γαὶ ἐν μιᾷ καιροῦ ῥοπῇ τὰ πάντων περιβαλλόμενοι, καὶ πανταχοῦ, ὡς εἰπεῖν, τῆς οἰκείας πλεονεξίας τὴν ἐπιθυ-μίαν ἐκτείνοντες, καὶ μιμείσθωσαν τὸν πατριάρχην, τὸν οὐδὲ ὅπου καταθῇ τῆς Σάῤῥας τὸ λείψανον ἐσχηκότα, μέχρις ὅτε, καὶ ὑπ’ αὐτῆς τῆς ἀνάγκης ὠθούμενος, ὠνή-σατο τὸν ἀγρὸν καὶ τὸ σπήλαιον παρὰ τῶν υἱῶν Χέτ. Ὅτι γὰρ περίβλεπτος ἦν παρὰ τοῖς τὴν Χαναναίαν οἰ-κοῦσιν, ἄκουε τῶν υἱῶν Χὲτ πρὸς αὐτὸν λεγόντων· Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖσ

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:435μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσῃ τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ. Ἀλλ’ ὅρα τὸν δίκαιον, ὅπως κἀκείνους παιδεύει δι’ αὐ-τῶν τῶν ἔργων τὴν οἰκείαν φιλοσοφίαν, καὶ οὐ πρότερον ἀνέχεται λαβεῖν τὸ μνημεῖον, πρὶν ἂν τὴν δικαίαν κατα-βάλλῃ τιμήν. Εἰ γὰρ καὶ ὑμεῖς, φησὶν, οὕτω περὶ ἐμὲ εὐγνώμονες γεγόνατε, ἀλλ’ ἐγὼ οὐκ ἀνέξομαι, εἰ μὴ πρό-τερον τὴν δέουσαν τιμὴν καταβάλλοιμι, λαβὼν παρ’ ὑμῶν τὸ μνημεῖον. Καὶ δοὺς, φησὶ, τὸ ἀργύριον, ἔλαβε τὸ μνημεῖον· καὶ ἔθαψε Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπ-έναντι Μαμβρῆ. Καὶ ὁ οὕτω περιφανὴς καὶ περίβλεπτος, καὶ τοσαύτην παῤῥησίαν παρὰ τῷ Θεῷ ἔχων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, τῶν αὐτόθι τοσαύτης ἀπολαύων θερα-πείας, ὡς καὶ τοὺς υἱοὺς Χὲτ βασιλέα αὐτὸν ὀνομάζειν, οὐδὲ βῆμα ποδὸς ἐκέκτητο. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀνακηρύττων τοῦ δικαίου τούτου τὴν ἀρετὴν, γράφων ἔλεγε· Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκλη-ρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Εἶτα διδάσκων ἡμᾶς πῶς πίστει παρῴκησεν, ἐπήγαγεν· Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τῇ ἐλπίδι, φησὶ, τῶν μελλόντων ὑπερεώρα τῶν παρόντων, καὶ τῇ προσδοκίᾳ τῶν μειζό-νων ἔλαττον ἐφρόντιζε τούτων τῶν ἐν τῷ παρόντι βίῳ· καὶ ταῦτα πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς χάριτος. Ποίαν οὖν ἕξομεν ἡμεῖς ἀπολογίαν, εἰπέ μοι, οἱ μετὰ τοσαύτας ἐπαγγελίας καὶ τὰς ὑποσχέσεις τῶν ἀποῤῥήτων ἀγαθῶν πρὸς τὰ παρόντα ἐπτοημένοι, καὶ ὠνούμενοι ἀγροὺς, καὶ πανταχοῦ φαιδρύνεσθαι σπουδάζοντες, καὶ ἀπὸ πλεονεξίας καὶ ἁρπαγῆς ταῦτα ἅπαντα συλλέγοντες, καὶ ὅπερ ὁ μακάριος προφήτης θρηνῶν ἔλεγε, τοῦτο διὰ τῶν ἔργων πληροῦντες· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτα καθ’ ἑκά-στην ἡμέραν ὁρῶμεν γινόμενα, καὶ χήρας μὲν ἁρπα-ζομένας, ὀρφανοὺς δὲ ἀποδυομένους, καὶ τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατωτέρων πιεζομένους; Ἀλλ’ οὐχ οὕτως ὁ δίκαιος οὗτος· ἀλλὰ καὶ μνημεῖον ὠνήσασθαι βουληθεὶς, ἐπειδὴ εἶδεν ἑτοίμους διαδοῦναι βουλομένους τοὺς αἰτη-θέντας, οὐ πρότερον ἠνέσχετο, πρὶν ἢ τὴν δικαίαν κατ-έβαλε τιμήν. Ἅπερ ἐννοοῦντες, ἀγαπητοὶ, μιμησώμεθα οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ περὶ τὴν τῶν πλειόνων ἐπιθυμίαν ἐκκαιόμενοι, μεῖζον ἑαυτοῖς καὶ σφοδρότερον ἐπισωρεύωμεν τὸ πῦρ τὸ ἄσβεστον, τὴν φλόγα τὴν ἀφόρητον. Ἀκουσόμεθα γὰρ, εἰ ἐπιμένοιμεν ταῖς τοιαύταις ἁρπαγαῖς καὶ πλεονεξίαις, τὰ πρὸς τὸν πλούσιον ἐκεῖνον εἰρημένα Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἐπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Τίνος γὰρ ἕνεκεν, ἀγαπητὲ, τοσαῦτα συλ-λέγειν σπουδάζεις, ἅπερ μετ’ οὐ πολὺ μέλλων ἐντεῦθεν ἀφαρπάζεσθαι καταλείψεις ἐνταῦθα, οὐ μόνον οὐδὲν ἀπ’ αὐτῶν καρπώσασθαι δυνηθεὶς, ἀλλὰ καὶ τὸ φορτίον τῶν ἁμαρτημάτων ἐπὶ τῶν οἰκείων ὤμων ἐπιφερόμενος, καὶ ἄπρακτα λοιπὸν μεταγινώσκων; Καὶ τὰ μὲν παρὰ σοῦ μετὰ πλεονεξίας συλλεγέντα πολλάκις καὶ εἰς τὰς τῶν ἐχθρῶν χεῖρας ἐλεύσεται· αὐτὸς δὲ τὴν ἐπὶ τούτοις δίκην ἀπαιτηθήσῃ. Ποίας οὖν οὐκ ἂν εἴη τοῦτο παρα-φροσύνης, τὸ ἑτέροις πονεῖσθαι, καὶ αὐτὸς τὴν ἐπὶ τού-τοις δίκην διδόναι;

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:436β. Ἀλλ’ εἰ καὶ πρότερον οὕτω τὰ καθ’ ἑαυτοὺς ῥᾳθύμως διεθήκαμεν, νῦν γοῦν τὸ δέον βουλευσώμεθα, καὶ μὴ ἁπλῶς περιβάλλεσθαι σπουδάζωμεν πολλὴν τὴν περιου-σίαν, ἀλλὰ πολλὴν τοῦ δικαίου ποιώμεθα πρόνοιαν Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος στήσεται τὰ ἡμέτερα, οὐδὲ ἐπὶ τῆς ξένης διὰ παντὸς ἐσόμεθα, ἀλλὰ μετ’ οὐ πολὺ εἰς τὴν οἰκείαν ἐπανήξομεν πατρίδα. Πάντα οὖν ποιῶμεν, ὥστε μὴ ἐκεῖ ἐν ἐνδείᾳ ἡμᾶς γενέσθαι. Τί γὰρ ὄφελος ἐν ξένῃ μὲν πολὺν τὸν πλοῦτον καταλιπεῖν, ἐν δὲ τῇ οἰ-κείᾳ πατρίδι μηδὲ τῶν ἀναγκαίων τὴν χρείαν ἔχειν; Σπεύσωμεν οὖν, παρακαλῶ, ὡς ἔτι καιρὸς, καὶ τὰ ἐπὶ τῆς ξένης ἐκεῖ μεταθῶμεν. Εἰ γὰρ καὶ πολὺ τὸ διά-στημα, ἀλλὰ σφόδρα εὔκολος ἡ μετακομιδή. Καὶ γὰρ οἱ μετακομίζοντες ἕτοιμοι, καὶ μετὰ ἀσφαλείας ἐκεῖσε βαδί-ζοντες, καὶ ἐν ἀσύλῳ θησαυρῷ ἀποτιθέμενοι ἅπερ ἂν δι’ αὐτῶν προαποστεῖλαι δυνηθῶμεν. Αἱ γὰρ τῶν πενήτων χεῖρες εἰς ταμιεῖα τῶν οὐρανῶν ἀποτίθενται τὰ παρ’ ἡμῶν διδόμενα. Ὅταν οὖν καὶ ἡ εὐκολία ᾖ τοσαύτη καὶ ἀσφάλεια, τίνος ἕνεκεν ἀναδυόμεθα, οὐχὶ δὲ μετὰ πά-σης σπουδῆς τοῦτο διαπραττόμεθα, ἵνα ἐκεῖ ταῦτα εὕ-ρωμεν, ἔνθα μάλιστα αὐτῶν χρῄζομεν; Διὰ τοῦτο καὶ ὁ πατριάρχης οὗτος ὡς ἀλλοτρίαν κατῴκει τὴν Χα-ναναίαν, ἐπειδὴ ἐκείνην Ἐδέχετο τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐὰν τοίνυν βουλη-θῶμεν τὸν δίκαιον τοῦτον μιμήσασθαι, καὶ ἡμεῖς εἰς ἐκείνην καταντήσομεν ἂν, καὶ εἰς τοὺς κόλπους τοῦ πατριάρχου φθάσομεν. Ἡ γὰρ κοινωνία τῶν πράξεων καὶ τῆς ἀπολαύσεως τὴν κοινωνίαν ἡμῖν χαρίζεται. Ἀλλ’, εἰ δοκεῖ, ἐπανέλθωμεν λοιπὸν ἐπὶ τὴν ἀκολου-θίαν τοῦ λόγου, καὶ ἴδωμεν μετὰ τὸν τῆς Σάῤῥας θά-νατον, ὅσην ὁ δίκαιος ποιεῖται φροντίδα τοῦ παιδὸς, τοῦ Ἰσαὰκ λέγω. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς διηγουμένης ἡμῖν. Καὶ Ἀβραὰμ, φησὶν, ἦν πρεσβύ-τερος, προβεβηκὼς ἡμερῶν. Καὶ Κύριος ηὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα. Τίνος ἕνεκεν τοῦτο ἡμῖν ἐπεσημήνατο; Ἐπειδὴ μέλλει φροντίδα ποιεῖσθαι τοῦ Ἰσαὰκ καὶ σπουδὴν, ὥστε νύμφην αὐτῷ ἀγαγέσθαι, διὰ τοῦτο ἐσήμανεν ἡμῖν τὴν ἡλικίαν τοῦ πατριάρχου. Ἡνίκα
γὰρ, φησὶ, πρὸς ἔσχατον γῆρας ἤλασε, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας, φησὶ, τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου. Τῇ μὲν Ἑλλάδι γλώττῃ οὕτω γέγραπται, Ὑπὸ τὸν μηρόν μου· ἐν δὲ τῇ Ἑβραί̈δι φασὶν, Ὑπὸ τὴν ὀσφύν. Καὶ τίνος ἕνεκεν οὕτω φησίν; Ἰδίωμα τοῦτο τῶν πα-λαιῶν ἀνδρῶν ἦν. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐντεῦθεν ἡ ἀρχὴ τῆς Ἰσαὰκ γεννήσεως γέγονε. Καὶ ἵνα μάθῃς ὅτι συνηθείας τινὸς ἦν τὸ γινόμενον, ὅρα αὐτὸν ἐπιτάττοντα τὴν μὲν χεῖρα αὐτόθι ἐπιθεῖναι, εὐθέως δὲ ἐπάγοντα· Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ὅρα πῶς καὶ τὸν οἰκέτην διδάσκει εἰδέναι τὸν τῶν ἁπάντων δημιουργόν. Εἰπὼν γὰρ Θεὸν οὐρανοῦ καὶ Θεὸν γῆς, ἅπασαν τὴν κτίσιν συμπερι-έλαβε. Καὶ τίς ὁ ὅρκος; Ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ’ ὧν ἐγὼ κατοικῶ ἐν αὐτοῖς· ἀλλ’ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:437Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην; Μὴ ἁπλῶς γὰρ παραδράμῃς τὰ εἰρημένα, ἀλλ’ ἐννόησον τὸν σκοπὸν τοῦ δικαίου, καὶ λόγισαι ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ἐπιζη-τοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον, καὶ ἀνδράποδα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν, καὶ τρόπων εὐγένειαν. Ἐπειδὴ γὰρ εἶδε τῶν ἐν τῇ Χαναναίᾳ οἰκούντων τὴν πονηρίαν, εἰδὼς ὅσον ἐστὶν ἀγαθὸν ὁμότροπον ἔχειν σύζυγον, διατάττεται τῷ παιδὶ, καὶ ὅρκον προστίθησιν, ὥστε ἐκ τῆς συγγενείας αὐτοῦ ἀγαγέσθαι τῷ Ἰσαὰκ γυναῖκα· καὶ οὔτε τὸ διάστημα τῶν τόπων, οὔτε αἱ ἄλλαι δυσκολίαι ὀκνηρότερον αὐτὸν περὶ τοῦτο πεποιήκασιν· ἀλλ’ εἰδὼς τοῦ πράγματος τὸ ἀναγκαῖον, πᾶσαν ποιεῖται τὴν σπουδὴν, καὶ ἀποστέλλει τὸν οἰκέτην. Ἀλλ’ ὁ μὲν πατριάρχης ἐπιμελούμενος τῆς κατὰ ψυχὴν ἀρετῆς, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι· ἀλλὰ κἂν μυρίων ᾖ κακῶν ἀνάμεστος, ἓν μόνον ἐπιζητοῦσι, τῶν χρημά-των τὴν περιουσίαν, καὶ πάντα τὰ ἄλλα δεύτερα αὐτοῖς νενόμισται, οὐκ εἰδότες ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἥξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς πε-ριουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς. γ. Ἀλλ’ ὁ μὲν πατριάρχης ἀρκοῦσαν τῷ παιδὶ τὴν ἐντολὴν ἐποιήσατο, καὶ ὅρκοις αὐτὸν συνέδησεν. Ἴδωμεν δὲ λοιπὸν τὴν εὐγνωμοσύνην τοῦ οἰκέτου, ὅπως ἐζήλου τοῦ δεσπότου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε μετὰ πολλῆς σφοδρότητος ἐντελλόμενον τὸν δίκαιον, φησὶ πρὸς αὐτόν· Ἐὰν μὴ βούληται ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ, βούλει τὸν υἱόν σου ἀποστρέψω εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; Ἵνα μὴ, φησὶ, δυσκολίας τινὸς παρεμπεσούσης ἐκβαίνειν δόξω τὰς ἐντολὰς τὰς σὰς, διὰ τοῦτο πυνθάνομαι, τί δέοι με παραφυλάξασθαι, καὶ εἰ ἀρεστόν σοι τὸν Ἰσαὰκ ἐκεῖ ἀπελθεῖν, ὥστε λαβόντα τὴν γαμετὴν οὕτως ἐπανελθεῖν, εἰ μὴ ἀνάσχοιτο, καθάπερ ἐνετείλω, μετ’ ἐμοῦ παραγενέσθαι; Τί οὖν ὁ δίκαιος; Ἀπαγορεύει τοῦτο αὐτῷ καί φησι· Πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Οὐ χρεία σοι γενήσεται τούτου, φησίν. Ὁ γὰρ τὴν ἐπαγγελίαν πρός με ποιησάμενος, καὶ ἐπὶ τοσοῦτον αὐξηθῆναι τὸ σπέρμα αὐτοῦ ὑποσχόμενος, αὐτός σοι καὶ τοῦτο εὐοδώ-σει. Μὴ τοίνυν ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς. Ὅρα πῶς καὶ ἀνωτέρω ὁρκῶν τὸν παῖδα, τὸν δημιουργὸν τῶν ὅλων αὐτὸν ἐκπαιδεύει· καὶ νῦν μέλλων ἐπεύχεσθαι, τὰ αὐτὰ ῥήματά φησι, διὰ πάντων παιδεύων τὸν οἰκέτην ἐπ’ ἐκεῖνον τὴν πεποίθησιν ἔχοντα, οὕτω τῆς ὁδοιπορίας ἅψασθαι, καὶ θαῤῥεῖν καὶ ὑπὲρ τοῦ τέλους. Διδάσκει γὰρ αὐτὸν ὅσης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπήλαυσε τῆς παρὰ τοῦ τῶν ὅλων Θεοῦ εὐνοίας, καὶ ὅτι αὐτὸς οὗτος, ὁ καὶ ἐκ τῆς οἰκείας πατρίδος ἀναστήσας, καὶ μέχρι νῦν τὰ κατ’ αὐτὸν οὕτως οἰκονομήσας, καὶ ἐν αὐτῷ τῷ γήρᾳ τοῦ Ἰσαὰκ τὸν τόκον χαρισάμενος, αὐτὸς καὶ τὰ προκείμενα αὐτῷ κατευοδώσει. Κύριος ὁ Θεὸς, φησὶ, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, αὐτὸς οὗτος ὃς ἐλάλησέ μοι λέγων, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, οὗτος ὁ τοσαύτην περὶ ἐμὲ τὴν κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Θαῤῥῶν, φησὶν,

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:438ἄπιθι· πέπεισμαι γὰρ ὅτι ὁ τοσαύτην περὶ ἐμὲ τὴν εὐεργεσίαν ἐπιδειξάμενος, καὶ ταύτην προσθήσει ταῖς προλαβούσαις, καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμ-προσθέν σου. Αὐτός σοι προοδοποιήσει ἅπαντα, αὐτός σοι καὶ τὴν γυναῖκα γνώριμον ποιήσει, καὶ λαβὼν αὐτὴν ἥξεις. Ἐὰν δὲ γένηται, ὃ μὴ γένοιτο, καὶ ἀντι-τείνῃ ἡ γυνὴ τοῦ μὴ πορευθῆναι, ἀλλότριος ἔσῃ ἀπὸ τῆς ἀρᾶς τοῦ ὅρκου. Τὸν μέντοι υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. Οὐκ ἀμφιβάλλω γὰρ, ὅτι κατευοδώσει σε Κύριος. Καὶ δεικνὺς ὅπως ἐπεποίθει τῇ τοῦ Θεοῦ δυνάμει, ἀπ-αγορεύει τῷ παιδὶ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶτα ἐπειδὴ μετὰ ἀκριβείας διετείλατο τῷ παιδὶ, καὶ ἀπήλ-λαξεν αὐτὸν τῆς φροντίδος (ἐδεδοίκει γὰρ ὁ παῖς μὴ ἐπιορκήσας ἁλῷ τὸ προσταχθὲν μὴ πληρώσας), Θεὶς, φησὶ, τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν, ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου, ὥστε μὴ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξεν ὁ οἰκέτης τὴν εὔνοιαν τὴν περὶ τὸν δεσπότην; Ὅρα λοιπὸν αὐτὸν ἐκ τῆς τοῦ πατριάρχου διδασκαλίας βελτίω γινόμενον, καὶ μιμούμενον τοῦ δικαίου τὸ φιλόθεον. Λαβὼν γὰρ, φησὶν, ὁ παῖς δέκα καμήλους καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχὼρ, καὶ ἐκοί-μισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψὲ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην. Τὸν τῆς οἰκουμένης Δεσπότην ἀπὸ τοῦ πατριάρχου ὀνομάζει· Κύριε γὰρ ὁ Θεὸς, φησὶ, τοῦ κυρίου μου Ἀβραὰμ, ὁ τοσαύτας περὶ αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος. Καὶ τί θαυμάζεις εἰ ὁ οἰκέτης αὐτὸν οὕτω καλεῖ Θεὸν Ἀβραάμ; Αὐτὸς ὁ τῶν ὅλων Θεὸς δεικνὺς ὅπως τῶν δικαίων τὴν ἀρετὴν περὶ πολλοῦ ποιεῖται, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς Ἰακὼβ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἀβραάμ. Κύριε, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐ-όδωσον ἐναντίον μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· ὡς εἰ ἔλεγεν· Εἰς ἔργον ἐλθεῖν ποίησον τὰ δόξαντα αὐτῷ, καὶ κατὰ γνώμην τὴν αὐτοῦ πάντα εὐόδωσον. Ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Τί ἐστι, Ποίησον ἔλεος; Τὴν ἐπιθυμίαν αὐτοῦ πλήρωσον. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπί-
κλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν σύνεσιν. Ἐπειδὴ γὰρ ᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι ὁμότροπον εἶναι προσήκει τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ’ ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτη-ρίσαι βούλεται τῆς κόρης, καί φησιν· Ἐὰν ἐμοῦ αἰτή-σαντος παρ’ αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ, ἀλλὰ καὶ τὴν δαψί-λειαν τῆς οἰκείας γνώμης ἐπιδείξηται, καὶ εἴπῃ, Καὶ ταῖς καμήλοις σου ἐφυδρεύσομαι, ἀρκοῦσαν ἀπόδειξιν πα-ρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας. δ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον ἦν κόρην ἁπαλὴν ὑδρευομένην οὐ μόνον μὴ ἀνανεῦσαι πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ καθεῖναι τὴν ὑδρίαν ἀπὸ τῶν ὤμων, καὶ παρα-σχεῖν ἐμφορηθῆναι τῷ αἰτοῦντι, καὶ ταῦτα ξένῳ ὄντι καὶ οὐδαμόθεν γνωρίμῳ· καὶ οὐ μόνον τούτῳ, ἀλλὰ καὶ ταῖς καμήλοις ἁπάσαις ὑδρεύσασθαι, καὶ δεῖξαι διὰ τῶν γινο-μένων τῆς ἐν τῇ ψυχῇ εὐγενείας τὰ τεκμήρια. Ἢ οὐκ
PG 54:439ἴστε ὅτι πολλοὶ καὶ ἄνδρες ὄντες ἀνανεύουσι πολλάκις πρὸς τὰς τοιαύτας αἰτήσεις; Καὶ τί λέγω πρὸς ὕδατος παροχήν; Ἐνίοτε δᾷδας κατέχοντες, καὶ ὑπὸ τῶν παρ-ιόντων παρακαλούμενοι, ὥστε παρασχεῖν βραχὺ ἀνα-μεῖναι, ἵνα λύχνον ἀνάψωσιν, οὐδὲ τοῦτο ποιῆσαι ἀν-έχονται, καὶ ταῦτα τοῦ πυρὸς οὐδεμίαν ἐλάττωσιν ὑπο-μένοντος, κἂν μυρίοι ὦσιν οἱ μέλλοντες ἅπτειν. Ἐνταῦθα δὲ καὶ γυνὴ καὶ κόρη, καὶ ὑδρίαν ἐπὶ τῶν ὤμων φέ-ρουσα, οὐ μόνον οὐκ ἐδυσχέρανε πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ αἰτήσει, καὶ τὸ ποτὸν παρέχει, καὶ ἐξ οἰκείας γνώμης καὶ ταῖς καμήλοις ὑδρεύσασθαι ἐπείγεται. Ὁ γὰρ φιλάνθρωπος Θεὸς ἐπινεύσας ταῖς τοῦ πατριάρχου προσευχαῖς, τὸν ἄγγε-λον αὐτοῦ προπέμψας, ἅπαντα ταῦτα ᾠκονόμησε γε-νέσθαι, καὶ καθάπερ ᾔτησεν ὁ παῖς, οὕτως ἅπαντα εἰς ἔργον ἐξῆλθεν. Εἶτα ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου, καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν φιλοξενίαν. Ἔσπευσε γὰρ, φησὶ, καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. Ὅρα τὴν προθυμίαν ἐπιτεταμέ-νην. Τὸ γὰρ, Ἔσπευσε, καὶ ἐξεκένωσε τὴν ὑδρίαν, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ, δείκνυσι τῆς κόρης τὴν ἄφατον προθυμίαν· ὅτι οὔτε ὡς ξένη ἀπέφυγεν, οὔτε προφάσει τῆς σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν, ἀλλὰ μετὰ πολλῆς ἐπιεικείας φησὶ, Πίε, κύριε. Ἐννόησόν μοι ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ σωφροσύ-νης ἀκρίβεια, καὶ ταπεινοφροσύνης ὑπερβολὴ, καὶ φιλο-ξενίας ἐπίτασις. Πόσου πλούτου γοῦν οὐκ ἂν εἴη ταῦτα τιμιώτερα; πόσων θησαυρῶν ταῦτα οὐκ ἂν προτιμότερά τις ἡγήσαιτο; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ὁρῶν τοί-νυν λοιπὸν ὁ εὐγνώμων οἰκέτης ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, Κατεμάνθανεν αὐτὴν, φησὶ, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τί ἐστι, Κατεμάνθανεν αὐτήν; Αὐτὰ τὰ ῥήματα τῆς κόρης κατενόει, τὸ βλέμμα, τὴν βάδισιν, τὸ σχῆμα, τὰ ἄλλα ἅπαντα, καὶ ἀνέμενεν ἰδεῖν, Εἰ εὐώδωσε Κύ-ριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τὰ μὲν γὰρ ἤδη γεγενη-μένα, φησὶ, πολλὴν δείκνυσι τῆς κόρης καὶ ὑπερβάλλου-σαν τὴν ἀρετήν. Δι’ ὃ καὶ ἀμειβόμενος αὐτὴν τῆς ὑπ-ακοῆς καὶ τῆς τοῦ ὕδατος παροχῆς, περιτίθησιν αὐτῇ, φησὶν, ἐνώτια χρυσᾶ καὶ δύο ψέλλια, καὶ περιειργά-ζετο μετὰ ἀκριβείας τὰ κατ’ αὐτὴν, καὶ ἠρώτα, Τίνος θυγάτηρ εἶ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Σκόπει καὶ ἐνταῦθα τῆς κόρης τὴν ἀπό-κρισιν. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος οὐ μόνον τὸ αἰτηθὲν παρέσχεν, ἀλλὰ μετὰ τὸ πιεῖν αὐτὸν καὶ ταῖς καμήλοις ὑδρεύσατο· οὕτω καὶ ἐνταῦθα πυθομένου τοῦ παιδὸς, εἰ ἔστι μόνον τόπος, καὶ τίνος ἦν θυγάτηρ, φησὶν ἡ κόρη· Θυγάτηρ εἰμὶ Βαθουὴλ τοῦ Μελχᾶς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Λέγει καὶ τὸν πατέρα καὶ τὸν πάππον, ἵνα γνω-ρίσας ἐκεῖνος προθυμότερος γένηται. Ὅρα εὐγνωμοσύ-νην τῆς παιδός. Περὶ τοῦ πατρὸς ἐρωτηθεῖσα οὐ μόνον τοῦτο καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα. Καὶ πυθομένου, εἰ ἔστι τόπος μόνον καταλῦσαι, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ’ ἡμῖν. Ταῦτα ἀκούσας ὁ οἰκέτης, καὶ θαυ-μάσας τὴν παῖδα τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ’ εἰς τὴν

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:440οἰκίαν τοῦ Ναχὼρ, ὃς ἀδελφὸς ἦν τοῦ πατριάρχου, Εὐ-δοκήσας, φησὶν, ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ. Ἡσθεὶς ἐπὶ τοῖς γνωσθεῖσιν, ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, Προσεκύνησε τῷ Κυρίῳ, τὴν εὐχαριστίαν ἀνήνεγκε τῷ Δεσπότῃ τῷ διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κη-δεμονίαν, καὶ οὕτω πάντα μετ’ εὐκολίας αὐτῷ κατευ-οδώσαντι· καί φησιν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιο-σύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου. Ἐπειδὴ εἶδε τῆς παιδὸς τὴν εὐγνωμοσύνην, καὶ ἔμαθεν ἅπαντα σαφῶς παρ’ αὐτῆς, λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ, ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη Ἡ παῖς μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, φησίν. Ὅρα πῶς δι’ ἑκάστου τῶν παρ’ αὐτῆς γινομένων δείκνυσι τὸ πρό-θυμον τὸ περὶ τὴν φιλοξενίαν, διὰ τοῦ δρόμου, διὰ τῶν ῥημάτων, διὰ τῆς ἐπιεικείας. Ἔδραμε γὰρ, φησὶ, καὶ ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. Πάντα ἅπερ ἤκουσε παρὰ τοῦ παι-δὸς ἐγνώρισε τοῖς γονεῦσι. Καὶ ἔδραμε, φησὶ, Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. Ὅρα καὶ τοῦτον διὰ τοῦ δρόμου δεικνύντα τὸν πόθον. Καὶ ἰδὼν τὸν ἄνθρωπον ἑστῶτα ἐπὶ τῆς πηγῆς μετὰ τῶν καμήλων, Εἶπεν αὐτῷ· Δεῦρο, εἴσελθε· εὐλογητὸς Κύριος· ἵνα τί ἕστηκας ἔξω; Ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Ὅρα καὶ τοῦτον εὐλογοῦντα τὸν Κύριον ἐπὶ τῇ παρουσίᾳ τοῦ ξένου, καὶ πρὸ τῆς διὰ τῶν ἔργων φιλοξενίας πολλὴν τὴν προτροπὴν ἐπιδεικνύ-μενον. Δεῦρο, φησὶν, εἴσελθε· προλαβὼν Ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, φησίν· Ἀπέσαξε τὰς καμήλους, καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς πο-σὶν αὐτοῦ. ε. Ὅρα πῶς καὶ ἔτι τῆς πλάνης ἐχόμενοι περὶ τὴν φιλοξενίαν ἦσαν πολλὴν τὴν σπουδὴν ἐπιδεικνύμενοι. Καὶ ἔδωκε νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ’ αὐτοῦ. Καὶ παρέθηκεν αὐτοῖς ἄρ-τους φαγεῖν. Ἀλλ’ ἐνταῦθα σκόπει μοι τοῦ οἰκέτου τὴν πολλὴν σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. Ὑμεῖς μὲν, φησὶν, ἐπ-εδείξασθε τὰ παρ’ ἑαυτῶν· ἐγὼ δὲ οὐ πρότερον τῆς ἐμῆς ἀναπαύσεως λόγον τινὰ ποιήσομαι, μέχρις ἂν τὴν αἰτίαν
ὑμᾶς διδάξω, δι’ ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαί φησι· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, καὶ χρυσίον καὶ ἀργύ-ριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ καμήλους καὶ ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδω-κεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Ὅρα πῶς μετὰ ἀκρι-βείας ἅπαντα αὐτοῖς διηγεῖται. Ἐκείνου εἰμὶ παῖς, φησὶν, Ἀβραὰμ, ὃν ἴστε· μανθάνετε τοίνυν ὅτι τοσαύτης εὐλο-γίας ἀπήλαυσε παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου, ὡς ἐν πλούτῳ γενέσθαι αὐτὸν πολλῷ. Εἶτα διδάσκων καὶ τοῦ πλούτου τὴν περιουσίαν, φησὶ, Πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, κα-μήλους καὶ ὄνους αὐτῷ γεγενῆσθαι. Ἀκούετε, οἱ πλού-σιοι, οἱ πλέθρα γῆς τόσα καὶ τόσα καθ’ ἑκάστην ἡμέραν ὠνούμενοι, καὶ λουτρὰ καὶ περιπάτους καὶ οἰκοδομὰς λαμπρὰς οἰκοδομούμενοι, ὁρᾶτε ἐν τίσιν ἦν τοῦ δικαίου
PG 54:441ἡ περιουσία. Οὐδαμοῦ ἀγρὸς, οὐδαμοῦ οἰκοδομαὶ, καὶ ἡ περιττὴ πολυτέλεια· ἀλλὰ πρόβατα καὶ μόσχοι καὶ κά-μηλοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι. Καὶ ἵνα μάθῃς τῶν οἰκετῶν τὸ πλῆθος πόθεν αὐτῷ ἐγεγόνει, ἐπήγαγεν ἑτέρωθι, ὅτι οἰκογονεῖς ἅπαντες ἦσαν. Οὗτος οὖν ὁ δε-σπότης ὁ ἐμὸς ἐν τοσαύτῃ περιουσίᾳ γεγονὼς, καὶ πολ-λῆς ἀπολαύσας τῆς ἄνωθεν ῥοπῆς, ἡνίκα εἰς γῆρας ἤλα-σεν, ἡ Σάῤῥα υἱὸν ἔτεκεν αὐτῷ· τοῦτον ἔχων τὸν μονο-γενῆ, πάντων αὐτὸν κληρονόμον ἤδη κατέστησε· Πάντα γὰρ ἔδωκεν αὐτῷ, ὅσα ἦν αὐτῷ. Εἶτα ἐπειδὴ διηγή-σατο τοῦ δεσπότου τὴν περιφάνειαν, τοῦ Ἰσαὰκ τὸν τόκον, λέγει λοιπὸν τὰς ἐντολὰς, ἃς λαβὼν παρὰ τοῦ δεσπότου αὐτοῦ εἰς τὴν Χαῤῥὰν παραγέγονε. Καὶ ὥρ-κωσέ με, φησὶν, ὁ κύριός μου, λέγων· Οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ, ἀλλ’ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο, ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυ-ρίου μου, εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ. Καὶ εἶπέ μοι· Κύριος ὁ Θεὸς, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ τῷ υἱῷ μου γυναῖκα ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ἐὰν μὴ πείθηται ἡ γυνὴ τοῦ μὴ πορευθῆναι μετὰ σοῦ ἐνταῦθα, Τότε ἀθῶος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου. Ὁ μὲν οὖν δεσπότης, φησὶ, ταῦτα ἐντει-λάμενος, καὶ ταύταις με ταῖς προσευχαῖς ἐφοδιάσας, οὕ-τως ἐξέπεμψεν ἐγὼ δὲ θαῤῥήσας ταῖς ἐκείνου προσευ-χαῖς, ἡνίκα παρεγενόμην ἐπὶ τὴν πηγὴν, ταῦτα τὰ ῥή-ματα ἐφθεγξάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδὸν, ἣν ἐγὼ πορεύο-μαι· ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου, καὶ εἴπῃ μοι· Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύ-σομαι, αὕτη ἡ γυνὴ, ἣν ἡτοίμασας τῷ θεράποντί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ταῦτα μὲν ἐγὼ, φησὶ, κατ’ ἐμαυτὸν εὐχόμενος τὸν Θεὸν καθικέτευσα· οὔπω δὲ τέλος εἰλήφει τὰ παρ’ ἐμοῦ ῥηθέντα, καὶ παραχρῆμα εἰς ἔργον ἐξῄει, καὶ τὰ ῥήματα πράγματα ἐγίνετο. Πρὸ τοῦ γὰρ συντελέσαι με λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τὴν ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων αὐ-τῆς. Εἶπον δὲ αὐτῇ, Πότισόν με, καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν αὐτῆς, καὶ εἶπέ μοι, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ. Καὶ θεασάμενος λοιπὸν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην πρόνοιαν, ἐπ-ηρώτων τίνος εἴη θυγάτηρ· καὶ μαθὼν, ἐξ ὧν εἶπεν, ὅτι οὐ πρὸς ξένους ἀφικόμην, ἀλλ’ εἰς τὴν οἰκίαν Ναχὼρ τοῦ ἀδελφοῦ τοῦ κυρίου μου, θαρσήσας, Περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλλια, καὶ εὐδοκήσας προσεκύ-νησα τῷ Κυρίῳ, καὶ εὐλόγησα τὸν Θεὸν τοῦ κυρίου μου Ἀβραὰμ, ὅτι εὐώδωσέ με λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ οὕτως ἐναργῶς ᾠκονομήθη· αἱ γὰρ προσευ-χαὶ ἐληλύθασιν αἱ γενόμεναι παρὰ τοῦ δεσπότου μου. Ὑμεῖς δὲ λοιπὸν, εἰ τὰ παρ’ ἑαυτῶν ἐπιδείκνυσθε, ποι-εῖτε ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ

Chapter 6: Continues the history of Rebecca up to her marriageCaput 6: Historiam Rebeccæ usque ad ipsius prefectum prosequitur

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:442δὲ μὴ, ἀπαγγείλατέ μοι. Ἤδη μοι, φησὶ, γνωρίσατε, ἵνα εἰδέναι ἔχω, ὅ τι δέοι με διαπράξασθαι. Εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι, καὶ Ἐπιστρέψω ἣ εἰς δεξιὰ ἢ εἰς ἀριστερά. Εἶτα ἐπειδὴ ὁ Θεὸς ἦν ὁ τὰ πάντα ἐξευμαρίζων διὰ τὰς τοῦ πατριάρχου προσευχὰς, φησὶ πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθα ἀντειπεῖν κακὸν, ἢ καλόν. Ἡ διήγησίς σου, φησὶ, δεί-κνυσιν ὅλον τῆς τοῦ Θεοῦ οἰκονομίας γεγενημένον. Μὴ τοίνυν νομίσῃς ἡμᾶς ἐναντιοῦσθαι τοῖς τῷ Θεῷ δόξασιν· οὐδὲ γὰρ οἷόν τε τοῦτο παρ’ ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· Λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. 2. Εἴδετε ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι τοῖς ἑαυτῶν παισίν; ὅπως πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν; Οὐδαμοῦ γραμματεῖα, οὐδαμοῦ συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται, καὶ αἱ αἱρέσεις ἐκεῖναι αἱ τοῖς γραμματείοις ἐντιθέμε-ναι· Ἐὰν ἄπαις, φησὶ, τελευτήσῃ, ἐὰν τόδε καὶ τόδε συμβῇ· ἀλλὰ παρ’ ἐκείνοις οὐδὲν τοιοῦτον, ἀλλὰ τὸ μέ-γιστον καὶ ἀσφαλὲς γραμματεῖον, τῆς κόρης ὁ τρόπος· οὐδαμοῦ κύμβαλα καὶ χορεῖαι. Καὶ τοῦτο εἴσῃ, ἐπειδὰν πρὸς τὸν νυμφίον τὴν κόρην ἴδῃς ἐπαναχθεῖσαν. Ἀκού-σας γὰρ ὁ παῖς ταῦτα, φησὶ, παρὰ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, προσεκύνησε τῷ Θεῷ ἐπὶ τὴν γῆν. Ὅρα πῶς καθ’ ἕκαστον τῶν γενομένων τῷ Δεσπότῃ τῶν ὅλων τὴν εὐχαριστίαν ἀναφέρει. Αὐτὸς γὰρ ἦν ὁ πάντα προοδοποιῶν, καὶ κατὰ τὸ ῥῆμα τοῦ πατριάρχου, ἄγγε-λον προαποστείλας ἔμπροσθεν αὐτοῦ, τὰ πάντα αὐτῷ ἐξευμαρίζοντα. Καὶ λοιπὸν μαθὼν ὡς τέλος αὐτῷ τὸ σπουδαζόμενον ἔσχεν, Ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ. Λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημά-των ἐγγυηθεῖσαν τῷ Ἰσαάκ. Τιμᾷ δὲ δώροις καὶ τὸν ἀδελφὸν καὶ τὴν μητέρα, καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶ-σαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, καὶ ἐκοι-μήθησαν. Καὶ ἀναστὰς τῷ πρωὶ̈ εἶπεν· Ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Ἐπειδὴ πάντα μοι οὕτω κατευωδώθη, φησὶ, καὶ οὐδέν ἐστι λοιπὸν τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὑμῖν τοῦτο ἀρεστὸν ἐφάνη, Ἐκπέμ-ψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρ-θένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα
ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Τίνος ἕνεκεν, φησὶν, ὑπερτίθεσθε καὶ διαναβάλλεσθε, τοῦ Θεοῦ τοσαύ-την εὐκολίαν ἐν ἅπασί μοι παρεσχηκότος; Ἀπολύσατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Οἱ δὲ, φησὶν, εἶπον· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσω-μεν αὐτήν. Καὶ ἐκάλεσαν, καὶ εἶπαν αὐτῇ· Πορεύ-σῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ, Ἀδελφὴ ἡμῶν εἶ, γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. Ὅρα πῶς καὶ οὗτοι ἀγνοοῦν-

Homily XLIX, Chapter 1Homilia XLIX · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:443τες σημαίνουσι τῇ κόρῃ τὰ μέλλοντα ἔσεσθαι, τοῦ Θεοῦ τὴν διάνοιαν αὐτῶν πρὸς τοῦτο κατευοδώσαντος. Ἀμφό-τερα γὰρ αὐτῇ προμηνύουσιν, ὅτι καὶ εἰς χιλιάδας μυ-ριάδων ἔσται, καὶ ὅτι κληρονομήσει τὸ σπέρμα αὐτῆς τὰς πόλεις τῶν ὑπεναντίων. Εἶδες διὰ πάντων δεικνυ-μένην ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, πῶς καὶ διὰ τῶν ἀπίστων προμηνύεσθαι τὰ μέλλοντα οἰκονομεῖ ὁ τῶν ἁπάντων Δεσπότης; Καὶ ἀναστᾶσα, φησὶ, Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους. Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης; Ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ νῦν πάλιν ἐπιβᾶσαν ἐπὶ τὰς καμήλους. Οὐδαμοῦ ἡμίονοι ἀργύρῳ περιλαμπόμεναι τοὺς τραχήλους, οὐδὲ οἰκετῶν ἐσμὸς, οὐδὲ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη· ἀλλὰ τοσαύτη ἦν τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμή-λους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Καὶ ἐπο-ρεύθησαν, φησὶ, μετὰ τοῦ ἀνθρώπου. Ὁ δὲ Ἰσαὰκ ἐξῄει ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὰς καμήλους ἐρχομένας. Εἰς τὸ πεδίον, φησὶν, ὁ Ἰσαὰκ διατρίβων ἐθεάσατο τὰς καμήλους. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Ὅρα τῆς κόρης τὴν εὐγένειαν· ἐπειδὴ εἶδε τὸν Ἰσαὰκ, ἐπυνθάνετο τίς εἴη. Καὶ μαθοῦσα ὅτι αὐτός ἐστιν ὁ μέλλων αὐτὴν ἄγεσθαι, περιεβάλλετο, φησὶ, τὸ θέριστρον, καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Ἐν-ταῦθα σκόπει μοι, ἀγαπητὲ, πῶς οὐδαμοῦ τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα, οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, καὶ αἱ λοιδορίαι αἱ πάσης ἀσχημοσύνης γέ-μουσαι, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιεί-κεια. Εἰσῆλθε δὲ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Ταύτην μι-μείσθωσαν αἱ γυναῖκες· τοῦτον ζηλούτωσαν οἱ ἄνδρες· οὕτω τὰς νύμφας ἀγαγέσθαι σπουδαζέτωσαν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων κηλίδων πληρῶσαι συγχωρεῖς τῆς κόρης τὰς ἀκοὰς διὰ τῶν αἰσχρῶν ᾀσμάτων, διὰ τῆς ἀκαίρου πομπῆς ἐκείνης; Οὐκ οἶσθα ὅπως ἡ νεότης εὔκολος πρὸς ὄλισθον; τί τὰ σεμνὰ τοῦ γάμου ἐκπομπεύεις μυστήρια; δέον ἅπαντα ταῦτα ἀπελαύνειν, καὶ τὴν αἰδὼ ἐκ προοιμίων ἐκπαι-δεύειν τὴν κόρην, καὶ ἱερέας καλεῖν καὶ δι’ εὐχῶν καὶ εὐλογιῶν τὴν ὁμόνοιαν τοῦ συνοικεσίου συσφίγγειν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται· καὶ διὰ πάντων τὰ τῆς ἀρετῆς ἔργα εἰσελεύσεται εἰς τὴν οἰκίαν ἐκείνην, καὶ πᾶσαι τοῦ διαβόλου αἱ μηχαναὶ ἐκποδὼν ἔσονται, καὶ αὐτοὶ μεθ’ ἡδονῆς τὸν βίον διάξουσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΜΘ. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ. α. Πάλιν ὑμᾶς ἐπὶ τὴν συνήθη τράπεζαν ἀναγαγεῖν βούλομαι, καὶ ἐκ τῶν παρὰ τοῦ Μωϋσέως ῥημάτων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι, μᾶλλον δὲ τῶν τοῦ Πνεύ-
PG 54:444ματος. Οὐδὲ γὰρ ἀφ’ ἑαυτοῦ Μωϋσῆς ταῦτα ἡμῖν ἐξέθετο, ἀλλ’ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχούμενος. Ἴδωμεν οὖν τί καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς βίους ἡμῖν τῶν δι-καίων ἐκτίθεται, ἀλλ’ ἵνα ζηλώσωμεν τούτων τὴν ἀρε-τὴν, καὶ μιμηταὶ γενώμεθα τῶν ἐκείνοις κατωρθω-μένων. Ἐπειδὴ γὰρ ἡμῖν τὰ κατὰ τὸν πατριάρχην ἀκριβῶς διηγησάμενος, καὶ τὸν τελευταῖον αὐτοῦ ἆθλον τὸν ἐπὶ τῇ τοῦ μονογενοῦς σφαγῇ, διδάξας ἡμᾶς πῶς ἂν τῷ Θεῷ αὐτὸν καλλιέρημα, εἰ καὶ μὴ αὐτῷ ἔργῳ, ἀλλὰ τῇ προθυμίᾳ εἰργάσατο, τέλος ἐπ-έθηκεν ἐκείνοις τοῖς διηγήμασι· νῦν ἡμῖν ἐκτίθεται τὰ κατὰ τὸν Ἰσαὰκ τὸν σφαγέντα καὶ μὴ σφαγέντα· αἰ-νίγματι γὰρ ἔοικε τὸ γεγονός. Ἄκουσον γὰρ Παύλου λέγοντος· Πίστει προσενήνοχε τὸν Ἰσαὰκ Ἀβραὰμ πειραζόμενος· καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Εἶτα ἵνα μάθωμεν ἀκρι-βῶς, πῶς πίστει ταῦτα πάντα διεπράττετο, καὶ ἐναν-τία τῇ ὑποσχέσει ὁρῶν τὰ ὑπ’ αὐτοῦ γίνεσθαι κελευό-μενα, οὐκ ἐταράττετο, φησίν· Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Τί ἐστιν, Ἐν παραβολῇ ἐκο-μίσατο; Ἐπειδὴ γὰρ αὐτὸν εἰς θυσίαν ἀνήνεγκε, καὶ ἀπηρτισμένην τὴν γνώμην ἐπεδείξατο, αὐτός γε τὸν στέφανον ἀνεδήσατο, καὶ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἡ θυσία διὰ προβάτου ἐπληροῦτο, καὶ ἐδείκνυ διὰ πάντων ὁ τῶν ὅλων Θεὸς τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ὅτι οὐ σφαγῆναι τὸν Ἰσαὰκ βου-λόμενος τοῦτο ἐπέταττεν, ἀλλὰ τοῦ δικαίου γυμνάζων τὴν ὑπακοήν. Ἀλλ’ ὥσπερ εἴδομεν τοῦ πατριάρχου τὴν ἀρετὴν διὰ πάντων λάμπουσαν, φέρε καὶ τὰ κατὰ τὸν Ἰσαὰκ σήμερον εἰς μέσον προθέντες, ἴδωμεν ὅπως καὶ αὐτὸς τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης διὰ πάντων ἐπιδείκνυται. Ἄξιον δὲ καὶ αὐτῶν ἐπακοῦσαι τῶν τῆς Γραφῆς ῥημάτων. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε Ῥε-βέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Με-σοποταμίας, ἀδελφὴν δὲ Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν παρέργως τίθησι. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν χρόνον τοῦ Ἰσαὰκ ἐπιση-μαίνεται, καί φησιν, Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαρά-κοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ’ ἐπειδὴ μέλλει μετὰ ταῦτα τῆς Ῥεβέκκας ἡμῖν διηγεῖσθαι τὴν στείρωσιν, καὶ ὅτι ἐξ εὐχῆς τοῦ δικαίου τὰ τῆς παιδοποιίας αὐτῇ γέγονε, βούλεται δι-δάξαι ἡμᾶς τὸ μέγεθος τῆς ὑπομονῆς τοῦ Ἰσαὰκ, καὶ σημᾶναι τὸν χρόνον ἀκριβῶς, ὅσον ἐν ἀπαιδίᾳ γέγο-νεν· ἵνα καὶ ἡμεῖς ζηλοῦντες τὸν δίκαιον, οὕτω προς-εδρεύωμεν ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις, ἐπειδὰν αἰ-τῶμέν τι παρ’ αὐτοῦ. Εἰ γὰρ ὁ δίκαιος οὗτος ἐνάρε-τος ὢν, καὶ τοσαύτης εὐνοίας ἀπολαύων παρὰ τοῦ Θεοῦ, τοσαύτην ἐπεδείκνυτο σπουδὴν καὶ εὐτονίαν, τὸν Θεὸν διηνεκῶς παρακαλῶν, ὥστε λῦσαι τῆς Ῥεβέκκας τὴν στείρωσιν, τί ἂν εἴποιμεν ἡμεῖς οἱ τοσαῦτα φορ-
τία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ μηδὲ τὸ πολλοστὸν τοῦ δικαίου τούτου μέρος ἐπιδεικνύμενοι, ἀλλὰ κἂν πρὸς ὀλίγον σπουδήν τινα ἐπιδειξώμεθα, ναρ-κῶντες καὶ ἀποπηδῶντες, εἰ μὴ θᾶττον εἰσακουσθείη-μεν; Διὰ τοῦτο, παρακαλῶ, ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδευόμενοι, μηδέποτε παυώμεθα τὸν Θεὸν παρακαλοῦντες ὑπὲρ τῆς συγχωρήσεως τῶν οἰ-κείων πλημμελημάτων, ἀλλὰ θερμὴν καὶ ζέουσαν προ-θυμίαν ἐπιδεικνυώμεθα καὶ μὴ ἀσχάλλωμεν, μηδὲ ὀκνηρότεροι γινώμεθα, εἰ μὴ θᾶττον εἰσακουσθείημεν. Ἴσως γὰρ, ἴσως σοφιζόμενος ἡμῶν τὴν διηνεκῆ προς-

Chapter 2: For hidden reasons God denies fertility even to the righteousCaput 2: Propter causas arcanas fecunditatem etiam justis negat Deus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:445εδρίαν ὁ Δεσπότης, διαναβάλλεται, βουλόμενος καὶ τῆς ὑπομονῆς ἡμᾶς κομίσασθαι τὸν μισθὸν, καὶ τὸν καιρὸν εἰδὼς, καθ’ ὃν λυσιτελές ἐστιν ἡμῖν τῶν σπου-δαζομένων ἐπιτυχεῖν. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἑαυτοῖς, ὡς αὐτὸς ἀκριβῶς ἐπίσταται, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου ἐπιστάμενος. Δι’ ὃ προσήκει μηδὲν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τῶν παρὰ τοῦ Θεοῦ γινομένων, ἀλλὰ πολλὴν τὴν εὐ-γνωμοσύνην ἐπιδείκνυσθαι, καὶ θαυμάζειν τῶν δι-καίων τὰς ἀρετάς. Ἐπειδὴ γὰρ εἶπεν ἡμῖν ἡ θεία Γραφὴ, ὅσων ἐτῶν ἦν Ἰσαὰκ, λέγει καὶ περὶ Ῥεβέκ-κας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Θέα μοι τοῦ δικαίου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε χωλεύουσαν τὴν φύσιν, ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν ἔδραμε, καὶ τὰ δεσμὰ τῆς φύσεως διὰ τῆς εὐχῆς λύειν ἠπεί-γετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν. Ἓν τοῦτο πρῶ-τον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν, βίου οὖσα θαυμαστοῦ καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ πολλῆς τῆς σωφρο-σύνης ἀμφότεροι ἐπιμελούμενοι, στεῖρα ἦν; Οὐκ ἔχο-μεν ἐπιλαβέσθαι αὐτῶν τῆς ζωῆς, καὶ εἰπεῖν, ὅτι τῶν ἁμαρτιῶν ἦν ἔργον ἡ στείρωσις. Καὶ ἵνα μάθῃς τὸ θαυμαστὸν, ὅτι οὐκ αὐτὴ μόνον στεῖρα ἦν, ἀλλὰ καὶ ἡ μήτηρ τοῦ δικαίου ἡ Σάῤῥα· καὶ οὐχ ἡ μήτηρ δὲ αὐ-τοῦ μόνον, ἀλλὰ καὶ ἡ νύμφη, τοῦ Ἰακὼβ ἡ γυνὴ, ἡ Ῥαχὴλ λέγω. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χο-ρός; Πάντες δίκαιοι, πάντες ἐνάρετοι, πάντες ὑπὸ Θεοῦ μαρτυρούμενοι. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὁ μακάριος δὲ Παῦλός φησι· Δι’ ὃ οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐ-τῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ ἦσαν μέχρι πολλοῦ τοῦ χρόνου. β. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἐν ἀρετῇ ζῶν-τας, καὶ ἐν ἀπαιδίᾳ τυγχάνοντας· ὅταν ἴδῃς θεοσεβεῖς ὄντας, καὶ εὐλαβείας ἐπιμελομένους, ἄπαιδας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι ἔργα. Πολλοὶ γὰρ τοῦ Θεοῦ τῆς οἰκονομίας οἱ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανί-ζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐ τοὺς παιδία μὴ κεκτη-μένους. Πολλὰ γὰρ πολλάκις ὁ Θεὸς συμφερόντως οἰκονομεῖ, ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γεγενημένων οὐκ ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν αὐτοῦ τὴν σο-φίαν χρὴ, καὶ δοξάζειν αὐτοῦ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ἀλλὰ ταῦτα μὲν πρὸς ὠφέλειαν ἡμῖν εἴρηται τὴν ὑμετέραν, ὥστε πολλὴν τὴν εὐγνωμοσύνην ἐπι-δείκνυσθαι, καὶ μὴ περιεργάζεσθαι τοῦ Θεοῦ τὰς οἰ-κονομίας· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν ἦσαν ἐκεῖναι στεῖραι αἱ γυναῖκες. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἵνα, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Γύμνασόν σου ἐν-ταῦθα τὴν διάνοιαν, φησὶν, ἐν τῇ μήτρᾳ τῶν στειρῶν, ἵν’ ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ θαύ-μασον καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύ-ματι. Ὅταν οὖν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτε-κεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; Δύο γὰρ κωλύματα τότε ἦν, τό τε

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:446ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς παρθένου ἓν κώλυμα ἦν, τὸ μὴ μετασχεῖν αὐ-τὴν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς παρθένου ὁ τόκος, ἄκουσον ἀπὸ τῶν ῥη-μάτων τοῦ Γαβριὴλ τῶν πρὸς τὴν παρθένον εἰρημέ-νων. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐ-τοῦ Ἰησοῦν, ἐξεπλάγη καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Μὴ ζήτει, φησὶ, φύσεως ἀκολουθίαν, ὅταν ὑπὲρ φύσιν ᾖ τὰ γινό-μενα· μὴ περιβλέπου γάμων ὠδῖνας, ὅταν μείζων γά-μου τῆς γεννήσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται, ἐπειδὴ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακο-νίᾳ ταύτῃ. Ὥστε δι’ ὃ ἀπιστεῖς, δι’ αὐτὸ πίστευε. Οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ’ ἐπειδὴ κρείττων ἡ παρ-θενία· τὴν δὲ τοῦ κοινοῦ πάντων Δεσπότου εἴς-οδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν ἡ εἴσοδος. Ἔδει κοινωνεῖν ἡμῖν τῆς γεννήσεως, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Καὶ ἀμφότερα ταῦτα γέγονε, καὶ ὅπως ἄκουε. Τὸ μὲν ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖ-ζον ἢ καθ’ ἡμᾶς. Καὶ τὸ μὲν ἐν γαστρὶ σχεῖν σε, τῆς φύσεως τῆς ἀνθρωπείας· τὸ δὲ χωρὶς μίξεως γενέ-σθαι τὴν κύησιν, σεμνότερον τῆς ἀνθρωπίνης φύσεως· ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς. Καὶ σκόπει τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρω-σεν, ἀλλ’ ἑκάτερα ἐδείκνυτο διὰ τῶν πραγμάτων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐνηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ’, ὅπερ ἔλεγον, διὰ τοῦτο αἱ στεῖραι αὗται, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὕτη χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως. Ἄκουσον γὰρ τί φησιν ὁ ἄγγελος πρὸς αὐτήν. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύ-ναμις Ὑψίστου ἐπισκιάσει σοι. Οὕτω, φησὶν, ἔχεις τεκεῖν, καὶ τῆς ἐνεργείας τοῦ Πνεύματος τὸ πᾶν ἔσται. Μὴ τοίνυν βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Τοῦ Πνεύματός ἐστι χάρις τὸ γινό-μενον· μὴ ζήτει φύσεως ἀκολουθίαν, μὴ κατὰ νόμους καὶ γάμον. Ἀλλ’ ἐπειδὴ μείζονα ταῦτα ἦν ἐκείνης τὰ ῥήματα, βούλεται καὶ ἑτέραν αὐτῇ παρασχεῖν ἀπόδει-ξιν. γ. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πῶς ἡ στεῖρα αὐτὴν χειραγωγεῖ πρὸς τὴν πίστιν τοῦ τόκου. Ἐπειδὴ γὰρ ἡ προτέρα ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς παρ-θένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Καὶ ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Διὰ τὴν
PG 54:447παρθένον πάντως παρήγαγε καὶ τὴν στεῖραν· ἐπεὶ τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγε-νοῦς καὶ τίνος ἕνεκεν ἔλεγε, Τῇ καλουμένῃ στείρᾳ; Διὰ πάντων χειραγωγῶν αὐτὴν πρὸς τὸ πιστεῦσαι τῷ
εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τῆς κυήσεως. Οὐ γὰρ ἐξ ἀρχῆς καὶ ἐκ προοι-μίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ’ ἑξαμηνιαίου διελθόντος χρόνου, ἵνα ὁ τῆς γαστρὸς ὄγκος τὴν κύη-σιν ἐγγυησάμενος σαφῆ τὴν ἀπόδειξιν παράσχῃ τῆς συλλήψεως. Καὶ θέα μοι τοῦ Γαβριὴλ τὴν σύνεσιν. Οὐκ ἀνέμνησεν αὐτὴν τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκ-κας, οὐδὲ τῆς Ῥαχήλ. Τίνος ἕνεκεν καὶ διὰ τί; Καὶ αὗται γὰρ στεῖραι ἦσαν, καὶ γεγηρακυῖαι, καὶ πολὺ καὶ ἐν αὐταῖς τὸ θαῦμα ἦν· ἀλλ’ ἐπειδὴ πάντα ταῦτα παλαιὰ ἦν τὰ διηγήματα, ἐπὶ τὸ πρόσφατον αὐτὴν ἄγει, ἵνα διαναστήσῃ αὐτῆς τὴν διάνοιαν. δ. Ἀλλ’ ἀναγκαῖον ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀναγαγεῖν καὶ γνωρίσαι τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅπως διὰ τῆς εὐχῆς τὴν στείρωσιν τῆς Ῥεβέκκας ἔλυσε, καὶ τῶν δεσμῶν τῆς φύσεως περιεγένετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ ἐπειδὴ εὐθέως οὕτω γέγραπται, νομίσῃς καὶ πα-ραχρῆμα αὐτὸν τετυχηκέναι τοῦ σπουδαζομένου. Καὶ γὰρ εἴκοσιν ἐτῶν ἀριθμὸν διέμενε δεόμενος καὶ πα-ρακαλῶν τὸν Θεὸν, καὶ τότε ἐπέτυχε τοῦ ποθουμένου. Καὶ πόθεν εἰσόμεθα τοῦτο; Ἐὰν μετὰ ἀκριβείας ἐπέλθωμεν τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα. Οὐδὲ γὰρ τὸν χρόνον ἡμᾶς ἀπέκρυψεν, ἀλλ’ ἐσήμανε μὲν, λαν-θανόντως δὲ, ὥστε διεγεῖραι ἡμῶν τὴν προθυμίαν, καὶ πρὸς ζήτησιν παρορμῆσαι. Ὥσπερ γὰρ ἐδίδαξεν ἡμᾶς τῶν ἐτῶν τὸν ἀριθμὸν ὅσον ἦν, ἡνίκα τὴν Ῥε-βέκκαν ἠγάγετο· οὕτω καὶ τοῦτο ἡμῖν δῆλον καθίστη-σιν. Ἦν γὰρ, φησὶν, Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ἡνίκα ἔλαβε Ῥεβέκκαν τὴν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες ἀκριβῶς τὸν χρόνον. Εἶτα εἰπὼν, ὅτι Ἐδέετο Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, ἵνα μάθωμεν τῶν ἐτῶν τὸν ἀριθμὸν, σημαίνει ἡμῖν πόσων ἐτῶν ἦν ὁ Ἰσαὰκ, ἡνίκα ἐτέχθησαν αὐτῷ οἱ παῖδες παρὰ τῆς Ῥεβέκκας. Ἦν δὲ Ἰσαὰκ, φη-σὶν, ἐτῶν ἑξήκοντα, ἡνίκα ἔτεκε Ῥεβέκκα. Εἰ τοίνυν τεσσαράκοντα ἐτῶν ἦν, ὅτε ἠγάγετο αὐτὴν, ἑξήκοντα δὲ ἐτῶν, ὅτε ἔτεκεν ἡ γυνὴ, δηλονότι ἐν τοῖς εἴκοσιν ἔτεσι δεόμενος τοῦ Θεοῦ διέμενεν, καὶ οὕτω τὴν πή-ρωσιν τῆς μήτρας τῆς Ῥεβέκκας εἰς παιδοποιίαν διήγειρεν. Εἴδετε εὐχῆς δύναμιν, πῶς καὶ αὐτῆς πε-ριγενέσθαι τῆς φύσεως ἴσχυσε; Τοῦτον καὶ ἡμεῖς πάντες μιμώμεθα, καὶ οὕτω ταῖς εὐχαῖς προσεδρεύω-μεν μετὰ νηφούσης ψυχῆς, μετὰ κατεσταλμένης δια-νοίας· καὶ ἀκούσωμεν Παύλου παραινοῦντος καὶ λέ-γοντος· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· καὶ σπουδάσωμεν πάντοτε μὲν ἀπηλλάχθαι ταραχῆς, καὶ ἐν γαλήνῃ ἔχειν τὸν λογι-σμὸν, μάλιστα δὲ κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ὅτε πολ-λῆς ἡμῖν χρεία τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας. Ἐὰν γὰρ ἴδῃ κατὰ τοὺς ὑπ’ αὐτοῦ κειμένους νόμους ταύτην ἡμᾶς ποιουμένους, ταχεῖαν ἡμῖν τῶν παρ’ ἑαυτοῦ δωρεῶν χαρίζεται τὴν φιλοτιμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily L, Chapter 1Homilia L · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:448ΟΜΙΛΙΑ Ν. Ἐν γαστρὶ δὲ ἔλαβεν ἡ Ῥεβέκκα, καὶ ἐσκίρτων τὰ παιδία ἐν αὐτῇ. α. Βούλεσθε σήμερον τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων ἀποδῶμεν ὑμῶν τῇ ἀγάπῃ; Οὐδὲ γὰρ ἅπα-σαν τὴν ὑπόθεσιν εἰς τέλος ἀγαγεῖν ἠδυνήθημεν· ἀλλ’ ὅτι διὰ τῆς οἰκείας εὐχῆς καὶ τῆς πολλῆς προσεδρίας ἴσχυσεν ὁ Ἰσαὰκ τὴν μήτραν τῆς Ῥεβέκκας πρὸς παιδοποιίαν διεγεῖραι, καὶ τὴν φύσιν αὐτὴν πεπηρω-μένην, ὡς εἰπεῖν, διανοῖξαι, ταῦτα ἅπαντα χθὲς ἱκα-νῶς ὑμᾶς ἐδιδάξαμεν, δείξαντες τῶν ἐτῶν τὸν ἀριθμὸν, ὃν δεόμενος καὶ ἱκετεύων τὸν Θεὸν διετέλεσεν ὑπὲρ τούτου ὁ μακάριος ἐκεῖνος· καὶ εἰς τὸν περὶ τῶν στειρῶν λόγον ἐξελθόντες, καὶ τὴν αἰτίαν ὑμῖν εἰπόντες, δι’ ἣν αἱ τῶν δικαίων ἐκείνων γαμεταὶ στεῖραι γεγό-νασιν, ἐνταῦθα κατελύσαμεν τὸν λόγον. Δεῖ δὲ σήμε-ρον ἡμᾶς μαθεῖν καὶ τῆς Ῥεβέκκας τὸ φιλόθεον, ἵνα μὴ μόνον ἀπὸ τῆς τοῦ δικαίου ἀρετῆς κερδάνωμεν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὴν Ῥεβέκκαν διηγήσεως εἰς ζῆλον διεγεῖραι δυνηθῶμεν τοὺς ἀκούοντας. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ Θεὸς τῆς τοῦ δικαίου προσευχῆς, Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ Ῥεβέκκα, ἐσκίρτων, φησὶ, τὰ παιδία ἐν αὐτῇ, καὶ πολὺν αὐτῇ πόνον αἱ ὠδῖνες παρ-εῖχον. Εἶπε γὰρ, φησὶ, Εἰ οὕτω μοι μέλλει γίνε-σθαι, ἵνα τί μοι τοῦτο; Οὐδὲ γὰρ εἷς ἦν ὁ μέλλων τίκτεσθαι, ἀλλὰ δύο κατ’ αὐτὸ ἐν τῇ γαστρὶ παιδία περιέφερε, καὶ ἡ στενοχωρία πολλὴν αὐτῇ τὴν ὀδύνην κατεσκεύαζεν. Ἀλλ’ ὅρα μοι ἐντεῦθεν τῆς γυναικὸς τὸ φιλόθεον. Οὐ καθάπερ πολλαὶ τῶν νῦν γυναικῶν τῶν ῥᾳθύμως ζῇν βουλομένων διαπράττονται, ἐπὶ ἀνθρω-πίνην τινὰ συμμαχίαν ἔδραμεν, οὐδὲ πρὸς τοὺς τὰ τοιαῦτα στοχασμοῖς τισι καὶ παρατηρήσεσι διὰ τῶν οἰκείων λογισμῶν κρίνειν βουλομένους, οὐδὲ τῇ ἀπάτῃ τῶν περιέργων καὶ τὰ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐπαγγέλλεσθαι βουλομένων ἑαυτὴν ἐξέδωκεν, ἀλλ’ ὅτι Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου. Ὅρα γυ-ναικὸς σύνεσιν. Ἐπειδὴ εἶδεν, ὅτι ὁ τῆς φύσεως Δεσπό-της ἦν ὁ τὴν μήτραν αὐτῆς διανοίξας, καὶ τὴν ἄγονον γαστέρα ἀθρόον οὕτω γόνιμον ἀπεργασάμενος, καὶ ἑώρα τῆς γαστρὸς τὸν ὄγκον μεγάλα τινὰ αὐτῇ ἐγ-γυώμενον, Ἐπορεύθη, φησὶ, πυθέσθαι παρὰ Κυρίου. Τί ἐστιν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου; Ἔδρα-μεν ἐπὶ τὴν ἀληθῆ γνῶσιν, καὶ ἐπὶ τὸν ἱερέα τὸν τοῦ Θείου θεραπευτὴν, σπεύσασα διὰ τούτων λανθα-νόντως μαθεῖν τὴν γνῶσιν, καὶ διηγησαμένη πάντα τὰ καθ’ ἑαυτὴν, ἐμάνθανεν ἅπαντα μετὰ ἀκριβείας, τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς τοῦ ἱερέως γλώττης ἐκκαλύπτοντος αὐτῇ ἅπαντα σαφῶς, καὶ ταύτῃ προ-θυμοτέραν αὐτὴν ἐργαζομένου. Καὶ ἵνα μάθῃς ὅσον ἦν τότε τῶν ἱερέων τὸ ἀξίωμα, οὐδαμοῦ φησιν, ὅτι ὁ ἱερεὺς ταῦτα ἀπεκρίνατο, ἀλλ’ ἐπειδὴ εἶπεν, Ἐπο-ρεύθη πυθέσθαι παρὰ Κυρίου, ἐπήγαγε, Καὶ εἶπε Κύριος αὐτῇ, διὰ τοῦ ἱερέως, Δύο ἔθνη ἐν τῇ γα-στρί σου περιέχεις. Καὶ γὰρ καὶ ἑτέρωθι ἄγγελον καλεῖ τὸν ἱερέα ἡ θεία Γραφὴ, δεικνῦσα ὅτι ἐκεῖνα φθέγγεται ἅπερ ἂν ἐνηχήσῃ ἡ τοῦ Πνεύματος χάρις. Εἶπεν οὖν Κύριος αὐτῇ διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σου ἐστὶ, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενήσε-

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:449σθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρ-τῶντες, ἤδη προανεφώνουν ἅπαντα μετὰ ἀκριβείας· καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ, οὐχ ὅτι δύο μόνον τέ-ξεται παῖδας, ἀλλ’ ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε, φησὶν, ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, Ἐξῆλθεν ὁ πρω-τότοκος πυῤῥάκης, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ. Καὶ μετὰ ταῦτα ἐξῆλ-θεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημ-μένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δει-κνύντος τοῦ Θεοῦ, ὅτι περιέσται, κατὰ τὰ ῥηθέντα, ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ φησὶ, τῇ χειρὶ
τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζο-μένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Καὶ σκόπει μοι τὴν θείαν Γραφὴν, ὅπως διὰ τὰ μέλλοντα ὕστερον συμβή-σεσθαι, ἤδη προαναφωνεῖ, καὶ δείκνυσιν ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἑκάστου τὸ ἐπιτήδευμα· καὶ ὅτι ὁ μὲν περὶ τὸ κυνηγεῖν ἠσχολεῖτο, ὁ δὲ ἄγροικος ἦν ἄνθρω-πος, ἄπλαστος, οἰκίαν οἰκῶν. Διὸ ἡ μὲν Ῥεβέκκα ἠγάπα τὸν Ἰακὼβ, ὁ δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, Ἐπειδὴ ἡ θήρα αὐτοῦ, φησὶ, βρῶσις ἦν αὐτῷ. Ὅρα πῶς τοὺς παῖδας διενείμαντο· καὶ ἡ μὲν διὰ τὸ ἐπὶ τῆς οἰ-κίας διατρίβειν ὁρῶσα τοῦ παιδὸς τὸ ἄπλαστον, πλείονα τὴν εὔνοιαν περὶ αὐτὸν ἐπεδείκνυτο· ὁ δὲ πατὴρ διά τε τὸ πρωτότοκον ἐκεῖνον γεγενῆσθαι, καὶ διὰ τὴν θήραν ἠγάπα τὸν Ἡσαῦ. Ἀλλ’ οὗτοι μὲν τῇ φυσικῇ φιλο-στοργίᾳ κατακολουθοῦντες ταῦτα ἐποίουν· ἡ δὲ πρόῤ-ῥησις κατὰ μικρὸν εἰς ἔργον ἐξῄει, ἡ λέγουσα, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα γὰρ εὐθέως. Ἥψησε, φησὶν, Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. Καὶ εἶπεν Ἰακὼβ, Ἀπόδος μοι τὰ πρω-τοτόκια. Ὁ δέ φησι, Τί μοι τούτων ὄφελος, τῆς τελευ-τῆς ἤδη με καταλαμβανούσης, εἰ μὴ μετάσχοιμι τῆς τροφῆς; Ὁ δὲ καὶ τὸν ὅρκον ἀπαιτεῖ, ὥστε βεβαίαν αὐτῷ γενέσθαι τούτων τὴν παραχώρησιν. Καὶ ὤμοσε, φησὶν, Ἡσαῦ. β. Ἰδοὺ λοιπὸν ἐντεῦθεν ἀντεστράφη ἡ τάξις, καὶ τὸ τοῦ πρωτοτόκου ἀξίωμα μετῆλθεν ἐπὶ τὸν τῇ ἀρετῇ τῆς ψυχῆς διαλάμποντα. Καὶ ἀπέδοτο, φησὶν, Ἡσαῦ τὰ πρωτοτόκια, ἀντὶ τοῦ, Πέπρακε τῆς τροφῆς ἕνεκα τὸ ἀξίωμα τὸ παρὰ τῆς φύσεως αὐτῷ δωρηθέν· διὸ ἐπήγαγε, Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια· ἀγνώμων γέγονε περὶ τὴν κατασχεθεῖσαν αὐτῷ ἐξ αὐ-τῆς τῆς φύσεως προεδρίαν. Τοῦτο δὲ ὅλον ἐγίγνετο, ἵνα κἀκείνου δειχθῇ ἡ ἀγνωμοσύνη, καὶ ἡ τοῦ Θεοῦ πρόῤῥησις εἰς ἔργον ἐξέλθῃ. Ταῦτα δὲ ἀκούοντες παιδευώμεθα μηδέποτε τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν ἀμελεῖν, μηδὲ μικρῶν ἕνεκα καὶ εὐτε-λῶν τὰ μεγάλα προί̈εσθαι. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασιλείας οὐρανῶν προκειμένης καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, περὶ τὴν τῶν χρημάτων ἐπιθυμίαν μεμήναμεν, καὶ τὰ πρόσκαιρα καὶ πολλάκις οὐδὲ μέχρι τῆς ἑσπέρας ἡμῖν παραμένοντα τῶν διηνεκῶς καὶ ἀεὶ παραμενόντων προτιμῶμεν; Καὶ τί τῆς ἀνοίας ταύτης χεῖρον γένοιτ’ ἂν, ὅταν κἀκείνων ἀποστερώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν, καὶ μηδὲ τούτων ἀπο-λαύειν καθαρῶς δεδυνήμεθα; Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς πολλῆς περιουσίας; Ἢ οὐκ ἴστε ὅτι ἡ πολλὴ προσθήκη τῶν χρημάτων οὐδὲν ἕτερον ἡμῖν ἐργάζε-
PG 54:450ται ἢ φροντίδων προσθήκην καὶ περισπασμὸν καὶ ἀγρυπνίαν; Οὐχ ὁρᾶτε ὅτι οὗτοι μάλιστά εἰσιν οἱ πάντων, ὡς εἰπεῖν, δοῦλοι, οἱ τὰ πλείονα περιβεβλη-μένοι, καὶ καθ’ ἑκάστην ἡμέραν τὰς σκιὰς αὐτὰς δεδοικότες; Ἐντεῦθεν γὰρ τίκτονται αἱ ἐπιβουλαὶ, αἱ βασκανίαι, ὁ φθόνος ὁ πολὺς, τὰ μυρία ἄλλα κακά. Καὶ πολλάκις ἂν ἴδοις τὸν μύρια τάλαντα χρυσίου ἔχοντα ἀποκείμενα μακαρίζοντα τὸν ἐπ’ ἐργαστηρίου ἑστηκότα, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας τὴν τροφὴν ποριζόμενον. Ποία οὖν ἡδονὴ, ἢ ποῖον κέρδος, ὅταν μήτε τούτων ἀπολαύωμεν, καὶ διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν καὶ τῶν μειζόνων ἀποστερώμεθα; Τί δὲ λέγω τῶν μειζόνων, ὅταν μετὰ τῶν ἐνταῦθα κακῶν, καὶ τὴν ἔκπτωσιν τῶν ἐκεῖ ἀγαθῶν, καὶ πρὸς τὴν γέενναν αὐτὴν ἀποπεμπώμεθα; Καὶ οὔπω λέγω τὰ μυρία ἁμαρτήματα τὰ ἐντεῦθεν συλλεγόμενα, τοὺς δόλους, τὰς συκοφαντίας, τὰς ἁρπαγὰς, τὰς πλεον-εξίας. Ἀλλὰ κἂν ἁπάντων τούτων ἐλεύθερος ᾖ τις, ὅπερ ἂν εἴη τῶν δυσχερῶν, τοσαῦτα δὲ εἴη περιβε-βλημένος, χρημάτων καὶ τῆς οἰκείας μόνης ἀπολαύ-σεως γινόμενος, καὶ μὴ προϊέμενος τοῖς ἐν χρείᾳ οὖσι μετὰ δαψιλείας, τὸ τῆς γεέννης πῦρ καὶ τὸν τοιοῦτον ἐκδέξεται. Καὶ τοῦτο διδάσκει ἡμᾶς σαφῶς ἡ παραβολὴ ἡ ἐν τῷ Εὐαγγελίῳ κειμένη, ἡνίκα τοὺς μὲν ἐκ δεξιῶν ἔστησε, τοὺς δὲ ἐξ εὐωνύμων· καὶ τοῖς μὲν τὴν βασιλείαν εἶπεν ἡτοιμάσθαι διὰ τὴν περὶ τοὺς δεομένους ἐπιμέλειαν· Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο-λῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Τοῖς δὲ τὸ πῦρ αἰώ-νιον· Πορεύεσθε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, οἱ κατηρα-μένοι, εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μέγας τοῦ ῥήματος ὁ ὄγκος· ὁ Δεσπότης τῶν ἁπάντων καὶ δη-μιουργός φησιν· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ποίας οὐκ ἂν καθίκοιτο τοῦτο ψυχῆς, κἂν αὐτολιθίνη τυγχάνῃ; Ὁ Δεσπότης σου πεινῶν περιέρχεται, καὶ σὺ τρυφᾷς· καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ τρυφῶν περιορᾷν αὐτὸν ἀνέχῃ, καὶ ταῦτα οὐδὲ πολλοῦ τινος δεόμενον, ἀλλ’ ἄρτου μόνον ἑνὸς, ὥστε τὸν λιμὸν παραμυθήσασθαι. Ἀλλ’ αὐτὸς μὲν τῷ κρυμῷ πηγνύμενος περιέρχεται, σὺ δὲ τὰ τῶν σηρῶν νήματα περικείμενος οὐκ ἐπι-στρέφῃ, οὐδὲ τὴν συμπάθειαν ἐπιδείκνυσαι, ἀλλ’ ἀνηλεῶς παρατρέχεις. Καὶ ποίας ταῦτα ἂν εἴη συγ-γνώμης ἄξια; Μὴ τοίνυν τοῦτο σπουδάζωμεν, τὸ πάν-των ἐκ παντὸς τρόπου πλείονα περιβάλλεσθαι, ἀλλ’ ἐκεῖνο σκοπῶμεν ὅπως καὶ ταῦτα καλῶς διαθῶμεν, καὶ τὴν τῶν ἐν χρείᾳ τυγχανόντων ἔνδειαν παραμυ-θησώμεθα, κἀκείνων μὴ ἐκπέσωμεν τῶν ἀεὶ μενόν-των, τῶν οὐδεμίαν μεταβολὴν ἐπιδεχομένων. Διὰ γὰρ τοῦτο καὶ τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἡμῖν ἐποίησεν ὁ Δεσπότης, ἵνα ἡμᾶς παρασκευάσῃ διηνεκῶς νήφειν καὶ ἐγρηγορέναι, καὶ ταύτῃ μᾶλλον διεγείρῃ πρὸς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν. Γρηγο-ρεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἀλλ’ ἡμεῖς τὸ ἐναντίον πράττομεν, καὶ δι’ ὅλου καθεύδομεν ὕπνον τούτου τοῦ φυσικοῦ βαρύ-τερον. Ὁ μὲν γὰρ τοῦτον καθεύδων τὸν ὕπνον, καὶ πρὸς τὰ κακὰ καὶ πρὸς τὰ καλὰ ἀνενέργητος τυγ-

Homily LI, Chapter 1Homilia LI · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:451χάνει· ἡμεῖς δὲ ἕτερον ὕπνον καθεύδομεν, πρὸς μὲν τὰ τῆς ἀρετῆς ἔργα καθεύδοντες, πρὸς δὲ τὰ τῆς κακίας ἐγρηγορότες, κἀκεῖνα μὲν ἀόκνως διαπραττό-μενοι, ἐν δὲ τούτοις πολλὴν τὴν ῥᾳθυμίαν καὶ τὸν ὕπνον ἐπιδεικνύμενοι, καὶ ταῦτα ὁρῶντες καθ’ ἑκά-στην ἡμέραν τοὺς μὲν ἐντεῦθεν ἀπαγομένους, τοὺς δὲ καὶ ἐν τῷ παρόντι βίῳ πολλὴν τὴν μεταβολὴν ὑπομένοντας· καὶ οὐδὲ αὐτὴ ἡ ἀνωμαλία παιδεῦσαι ἡμᾶς ἱκανὴ, καὶ εἰς πόθον τῆς ἀρετῆς ἀναγαγεῖν, καὶ παρασκευάσαι ὑπεριδεῖν τῶν παρόντων, καὶ πο-θῆσαι τὰ μέλλοντα, καὶ προτιμῆσαι τῆς σκιᾶς καὶ τῶν ὀνειράτων τὴν ἀλήθειαν. Σκιᾶς γὰρ καὶ ὀνειρά-των οὐδὲν τὰ παρόντα διενήνοχε. Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, μηδὲ τὰς σκιὰς μεταδιώκωμεν· ἀλλ’ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας φροντίδα ποιησώ-μεθα, καὶ τὰ χρήματα κενώσωμεν εἰς τοὺς δεομέ-νους, ἵνα τῆς ἐπὶ τούτοις ἀμοιβῆς ἀξιωθῶμεν παρὰ τοῦ φιλανθρώπου Θεοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπο-λαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΑ. Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. α. Πάλιν ἐκ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημέ-
νων βούλομαι τῆς πρὸς ὑμᾶς ἅψασθαι διδασκαλίας· ὥστε δὲ εἰδέναι ὑμᾶς σαφῶς ποῦ τὸν λόγον πρώην κατελύσαμεν, καὶ ὅθεν αὐτὸν προσήκει σήμερον ἀνα-λαβεῖν, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ πολλαῖς φροντίσι περιέλκε-σθαι ἴσως ἐπιλέλησθε, ἀλλ’ ἐμοὶ προσήκει εἰς ὑπό-μνησιν ὑμᾶς ἀγαγεῖν, ἵνα διὰ τῆς μνήμης σαφέστερος ὑμῖν ὁ λόγος γένηται ὁ μέλλων σήμερον ῥηθήσεσθαι. Ἴστε ὅτι πρότερον τῆς Ῥεβέκκας τὸ φιλόθεον δι-ηγούμενος, κἀκεῖθεν ἐπὶ τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐλθόντες, ἐκεῖ κατηντήσαμεν, ἔνθα τὰ πρωτοτόκια ἀπέδοτο τῷ Ἰακὼβ ὁ Ἡσαῦ, τοῦ ἑψήματος ἀπολαύ-σας, καὶ διὰ τὴν τῆς τροφῆς ἐπιθυμίαν τῆς προεδρίας ἑαυτὸν ἀπεστέρησε. Τοῦτο δὲ ἐγίνετο οὐχ ἁπλῶς, ἀλλ’ ἵνα ἡ τοῦ Θεοῦ πρόῤῥησις διὰ τῶν ἔργων πλη-ρωθῇ ἡ λέγουσα, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ἐπειδὴ γὰρ ὡς Θεὸς τὰ μέλλοντα προῄδει, προανεφώνησε καὶ τούτου τὴν ἀρετὴν, κἀκείνου τῆς γνώμης τὴν μοχθηρίαν. Τί δέ ἐστι τοῦτο τὸ τῶν πρωτοτοκίων; Εἰ καὶ μὴ τότε ὁ καιρὸς ἐπέτρεπεν εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἀνα-γκαῖον νῦν ὑμᾶς διδάξαι. Μεγίστη γὰρ εἶναι τιμὴ τὸ παλαιὸν ἐνομίζετο· ἔσχε δὲ τῆς τιμῆς τὴν ὑπόθεσιν ἐντεῦθεν. Ἡνίκα τὸ τῶν Ἰσραηλιτῶν ἔθνος τῆς Αἰ-γύπτου ἀπαλλάξαι ἐβούλετο ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς τυραννίδος ἐλευθερῶσαι τοῦ Φαραῶ διὰ τὴν πρὸς τὸν πατριάρχην ἐπαγγελίαν, ἀντιτείνοντος καὶ κατ-έχειν βουλομένου τότε τοῦ Αἰγυπτίου, μετὰ τὰς δια-φόρους πληγὰς ταύτην ἐπαγαγὼν τὴν πληγὴν ὁ Δες-πότης τελευταίαν, μονονουχὶ ταῖς οἰκείαις χερσὶ παρεσκεύασε τοὺς Αἰγυπτίους ἐξῶσαι τὸ τῶν Ἰσραη-λιτῶν ἔθνος. Ἀθρόον γὰρ πάντων τῶν Αἰγυπτίων τὰ πρωτότοκα ἀναιρεθῆναι προσέταξε, καὶ ἦν ἰδεῖν καθ’ ἑκάστην οἰκίαν οἰμωγὰς καὶ δάκρυα· καὶ οὐδὲ μέχρι τούτου στῆναι ἐνόμιζον τὴν ἀπειλὴν, ἀλλ’ ἐκ τούτου προσεδόκων καὶ ἐπὶ πάντας ὁδῷ βαδίζοντα ἐλεύσεσθαι τὸν θάνατον. Ἐπεὶ οὖν τῶν ἐν Αἰγύπτῳ
PG 54:452πάντων τῶν γεννωμένων πρωτοτόκων ἀθρόον ὁ θά-νατος γέγονεν, οἱ δὲ Ἰσραηλῖται τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες ἀβλαβεῖς διέμενον, δεικνὺς καὶ διὰ τού-του τὴν περὶ αὐτοὺς εὔνοιαν ὁ τῶν ὅλων Θεὸς, ἀντὶ τῆς ἀναιρέσεως τῶν πρωτοτόκων ἐκείνων, τὰ πρω-τότοκα τῶν Ἰουδαίων αὐτῷ ἀνατιθέναι λοιπὸν προς-έταξεν. Ἐντεῦθεν καὶ ἡ Λευὶ̈ φυλὴ εἰς ἱερουργίαν ἀφωρίσθη, καὶ ἐξ ἐκείνου οὐ μόνον τῶν ἀνθρώπων τὰ πρωτότοκα ἀνετίθεντο τῷ Θεῷ, ἀλλὰ καὶ τῶν ἀλό-γων, καὶ πάντων ἁπαξαπλῶς. Καὶ πρόσταγμα ἦν τὸ κελεῦον ὑπέρ τε τῶν ἀνθρώπων, ὑπέρ τε τῶν ἀκα-θάρτων ζώων τὴν τιμὴν κατατιθέναι. Ἀλλ’ εἰ καὶ ὕστερον αὕτη ἡ νομοθεσία γέγονεν ἡ περὶ τῶν πρω-τοτόκων, ἀλλ’ ὅμως ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐδόκουν πλέον τι ἔχειν προτέρημα οἱ τὴν νηδὺν τῆς μητρὸς διανοίξαντες. Ταύτην οὖν τὴν τιμὴν, ἣν καὶ ἐκ φύσεως ἔσχεν ὁ Ἡσαῦ, μετήγαγε διὰ τὴν οἰκείαν ἀκρασίαν ἐπὶ τὸν ἀδελφόν. Καὶ ὁ μὲν καὶ τὸ παρὰ τῆς φύσεως αὐτῷ δοθὲν ἀπώλεσεν· ὁ δὲ καὶ ὅπερ οὐκ εἶχεν ἐκ φύσεως, αὐτῷ προσέλαβε. Καὶ ἐπειδὴ ἄνω-θεν αὐτῷ ταῦτα ἦν κεχρησμῳδημένα, διὰ τοῦτο καὶ ἡ Ῥεβέκκα τὴν προσηγορίαν αὐτῷ ἐπιτιθεῖσα, Ἰακὼβ αὐτὸν ἐκάλεσεν, ὅπερ πτερνισμὸς ἑρμηνεύε-ται, καθάπερ καὶ ὁ Ἡσαῦ μετὰ τὰς τοῦ πατρὸς εἰς αὐτὸν εὐλογίας γεγενημένας ἀποδυρόμενος ἔλεγε, Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρ-νικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτο-τόκιά μου εἰλήφει καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Σκόπει πόση τῶν παλαιῶν ἦν ἡ σύνεσις, μᾶλ-λον δὲ πόση τοῦ Θεοῦ ἡ σοφία, ὡς καὶ τὰς γυναῖκας παρασκευάζειν μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε τὰς προς-ηγορίας τοῖς τεχθεῖσιν ἐπιτιθέναι, ἀλλ’ ἐναποτίθεσθαι τῇ τοῦ παιδίου προσηγορίᾳ τῶν μελλόντων ἔσεσθαι τὴν προαναφώνησιν. Καὶ σπανίως εὑρήσεις ὁμωνύ-μους τοῖς γεννησαμένοις τοὺς τεχθέντας καλουμέ-νους, ἢ τάχα που οὐδαμοῦ· ἀλλὰ κἂν ὁ πατὴρ τὴν προσηγορίαν τῷ παιδὶ μέλλῃ ἐπιτιθέναι, ξένην τινὰ καὶ καινὴν ἐπιτίθησιν, ὥστε δι’ αὐτῆς προμηνῦσαί τινα τῶν μελλόντων ἔσεσθαι· καὶ ἡ μήτηρ πάλιν ὁμοίως. Οὕτω καὶ ὁ Λάμεχ τὸν υἱὸν προσαγορεύων, Νῶε ἐκάλεσε, καὶ ἐπήγαγε λέγων, Οὗτος διανα-παύσει ἡμᾶς. Οὕτω καὶ ἑκάστην προσηγορίαν δι-ερευνώμενος μετὰ ἀκριβείας, εὑρήσεις πάντως τι αἰνιττομένην, οὐ καθάπερ νῦν ποιοῦσιν, ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπὸ τῶν γεννησαμένων σπουδάζοντες τὰς προσηγορίας ὀνομάζειν, ἀλλὰ πᾶς ὁ σκοπὸς αὐτοῖς ἦν, ὥστε διηνεκῆ ὑπόμνησιν ἐναποτιθέναι διὰ τῆς προσηγορίας τῷ τεχθέντι. Ἀλλ’ ἴδωμεν λοιπὸν μετὰ τὴν τῶν πρωτοτοκίων ἐναλλαγὴν, τί πάλιν ἡμῖν δι-ηγεῖται ὁ μακάριος Μωϋσῆς περὶ τοῦ πατρὸς τούτων, καὶ ὅπως καθάπερ ἐπὶ τοῦ πατριάρχου, καὶ οὗτος λιμοῦ καταλαβόντος πολλῆς ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας, διά τε τὴν οἰκείαν ἐρετὴν, διά τε τὴν εἰς τὸν πατριάρχην γεγενημένην ἐπαγγελίαν. Ἐγέ-νετο δὲ, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. Ἵνα μὴ νομίσῃς περὶ ἐκείνου τοῦ λιμοῦ αὐτὸν διαλέγεσθαι. διὰ τοῦτο ἐπήγαγε, Χωρὶς τοῦ λιμοῦ τοῦ πατριάρχου, ἀντὶ τοῦ, Ἕτερος τοιοῦτος νῦν κατέβαλε λιμὸς τὴν γῆν ἐπὶ τοῦ Ἰσαὰκ οἷος καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἡ τῶν ἀναγκαίων σπάνις πάντας ἐν θορύβῳ μεγίστῳ καθίστα, καὶ ἐκ τῶν οἰ-κείων μετανίστασθαι κατήπειγε, καὶ πρὸς ἐκείνους τοὺς τόπους χωρεῖν, ἔνθα τῶν ἐπιτηδείων τὴν εὐπορίαν ἦν εὑρεῖν. Ὅθεν καὶ ὁ δίκαιος οὗτος θεασάμενος τὸν

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:453λιμὸν, Ἐπορεύθη, φησὶ, πρὸς Ἀβιμέλεχ εἰς Γέραρα. Ἐνταῦθα γὰρ καὶ ὁ Ἀβραὰμ μετὰ τὴν ἀπὸ τῆς Αἰ-γύπτου ἐπάνοδον πάλιν ἀπῆλθεν. Εἰκὸς δὲ καὶ τοῦτον διὰ τοῦτο ἐκεῖ ἀπεληλυθέναι, ὡς ἐκεῖθεν ὁρμῆσαι βου-λόμενον ἐπὶ τὴν Αἴγυπτον· καὶ ὅτι τοῦτό ἐστιν, ἄκου-σον τῆς Γραφῆς λεγούσης· Ὤφθη γὰρ αὐτῷ, φη-σὶν, ὁ Θεὸς, καὶ εἶπε· Μὴ καταβῇς εἰς Αἴγυπτον. Οὐ βούλομαί σε, φησὶ, τὴν μακρὰν ἐκείνην στείλασθαι ὁδὸν, ἀλλ’ ἐνταῦθα μένειν. Ἀλλ’ οὐδὲ ἀφίημί σε πεῖ-ραν τῆς στενοχωρίας λαβεῖν, ἀλλὰ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα σου εἰς ἔργον ἄξω, καὶ τὰ ἐκείνῳ ἐπηγγελμένα εἰς σὲ ἐκβήσεται, καὶ σὺ τῶν πρὸς ἐκεῖ-νον ὑποσχέσεων τὸ πέρας δέξῃ. Μὴ καταβῇς εἰς Αἴγυπτον, κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἐάν σοι εἴπω, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ. β. Ἵνα μὴ νομίσῃ ὁ δίκαιος ὅτι βουλόμενος αὐτὸν τῆς στενοχωρίας τῆς ἀπὸ τοῦ λιμοῦ πεῖραν λαβεῖν, τοῦτο ἐπιτάττει, καὶ οὐ συγχωρεῖ εἰς τὴν Αἴγυπτον ἀπελ-θεῖν, φησί· Μὴ ἀγωνία, μηδὲ φρόντιζε, ἀλλ’ ἐνταῦθα μένε· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Τὸν χορηγὸν ἁπάντων τῶν ἀγαθῶν ἔχων, μὴ φρόντιζε μηδενός. Ἐγὼ γὰρ ὁ πάντων Δεσπότης ἔσομαι μετὰ σοῦ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ εὐλογήσω σε, ἀντὶ τοῦ, Ἐπίδοξόν σε ποιήσω, καὶ τὴν παρ’ ἐμοῦ σοι εὐλογίαν παρέξω. Τί ἂν εἴη τούτου μακαριώτερον τοῦ δικαίου τοῦ τοσαύτην ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ δεξαμένου, ὅτι Ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε; Τοῦτό σε πάντων εὐπορώτερον ἀποδείξει, τοῦτό σε ἐν πολλῇ περιουσίᾳ εἶναι παρασκευάσει, τοῦτό σοι ἡ μεγίστη δόξα, τοῦτο ἡ ἄφατος περιφάνεια, τοῦτο ἡ ἀσφάλεια, τοῦτο τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ ἐμὲ εἶναι μετὰ σοῦ, καὶ εὐλογῆσαί σε. Πῶς δέ σε εὐλογήσω; Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὡς ξένος
καὶ ἀλήτης νομίζεις ἐπιχωριάζειν τοῖς μέρεσι τού-τοις· ἴσθι ὅτι σοὶ καὶ τῷ σπέρματί σου πᾶσα αὕτη δο-θήσεται ἡ γῆ. Καὶ ἵνα θαῤῥεῖν ἔχῃς, μάνθανε, ὅτι Τὸν ὅρκον, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου, τοῦτον ἐπὶ σοὶ στήσω. Ὅρα συγκατάβασιν Θεοῦ. Οὐκ εἶπεν ἁπλῶς, Τὰς συνθήκας, ἃς ἐποιησάμην πρὸς τὸν πατέρα τὸν σὸν, οὔτε τὰς ἐπαγγελίας, ἃς ὑπεσχόμην· ἀλλὰ τί; Τὸν ὅρκον ὃν ὤμοσα. Ὅρκῳ αὐτὸν ἐπιστωσάμην, φησὶ, καὶ ὀφεί-λω εἰς ἔργον ἀγαγεῖν καὶ πληρῶσαι τὸν ὅρκον τὸν ἐμόν. Ὁρᾷς Θεοῦ φιλανθρωπίαν; Οὐ πρὸς τὴν οἰκείαν ἀξίαν ὁρῶν φθέγγεται· ἀλλὰ πρὸς τὴν ἀσθένειαν συγκαταβαίνων τὴν ἡμετέραν. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖνα εἰς ἔργον ἄγειν σπουδάζουσιν, οὐχ ἅπερ ἂν ἁπλῶς ὑπόσχωνταί τισιν, ἀλλ’ ὅσα ἂν μεθ’ ὅρκου ἐπαγγέλλωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς πληροφορῶν τὸν δίκαιον, ὅτι πάντως ἔσται τὰ παρ’ αὐτοῦ λεγόμενα, φησίν· Ἴσθι ὅτι τὰ παρ’ ἐμοῦ ὀμνυθέντα εἰς ἔργον ἀχθῆναι δεῖ. Τί οὖν, φησίν; ὁ Θεὸς ὤμοσε; καὶ κατὰ τίνος ὀμό-σαι ἠδύνατο; Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν τὸ εἰρη-μένον· τὴν γὰρ βεβαίωσιν τῆς ὑποσχέσεως ὅρκον ἐκά-λεσε. Καὶ στήσω, φησὶ, τὸν ὅρκον μου, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου. Εἶτα διδάσκει αὐτὸν καὶ τίνα ἐστὶν ἃ ὑπέσχετο, καὶ περὶ τίνων αὐτῷ διεβεβαιώσατο. Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. Τοῦτο γὰρ καὶ τῷ πατριάρχῃ ἔλεγεν, ὅτι Τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς καὶ τοῖς ἄστροισ

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:454καὶ τῇ ἄμμῳ παρισωθῆναι. Καὶ δώσω, φησὶν, τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευ-λογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. Διὰ τοῦτο δὲ τὰς ὑποσχέσεις τὰς εἰς ἐκεῖνον γεγενημένας εἰς σὲ πληρώσω, Ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύ-λαξε τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Ὅρα Θεοῦ σοφίαν, ὅπως διεγείρει τοῦ δικαίου τὴν διάνοιαν, καὶ προθυμότερον ἐργάζεται, καὶ παρασκευάζει μιμητὴν τοῦτον τοῦ οἰ-κείου πατρὸς καταστῆναι. Εἰ γὰρ ἐκεῖνος, ἐπειδὴ, φησὶν, ὑπήκουσε τῆς ἐμῆς φωνῆς, ταύτης ἠξιώθη τῆς ὑποσχέσεως, καὶ διὰ τὴν ἐκείνου ἀρετὴν εἰς σὲ τὸν ἐξ αὐτοῦ τεχθέντα ταῦτα πληροῦν μέλλω· εἰ καὶ σὺ αὐτὸς ἐκείνου ζηλωτὴς κατασταίης, καὶ τὴν ἐκείνου ὁδὸν ἔλθοις, ἐννόησον, ὅσης ἀπολαύσεις τῆς παρ’ ἐμοῦ εὐνοίας, καὶ πόσης προνοίας ἀξιωθήσῃ. Ὁ γὰρ διὰ τὴν ἑτέρου ἀρετὴν μέλλων εὖ πάσχειν, εἰ καὶ αὐτὸς ἐνάρετος γένοιτο, πολλῷ πλείονος ἀξιωθήσεται κηδε-μονίας. Τί δέ ἐστιν, Ἀνθ’ ὧν ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου; Εἶπον αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγ-γενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ κατέλειπε τὰ ἐν χερσὶ, καὶ τὰ ἄδηλα ἐδίωκε. Καὶ οὐκ ἐνεδοίασεν, οὐδὲ ἠμέλλησεν, ἀλλὰ μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα πληρῶν ὑπήκουσε τῆς ἐμῆς φωνῆς. Πάλιν τὰ ὑπὲρ τὴν φύσιν αὐτῷ ἐπ-ηγγειλάμην, καὶ μετὰ τὸ τὴν ἡλικίαν ἀπαγορεῦσαι, καὶ μηκέτι μήτε αὐτὸν, μήτε τὴν μητέρα τὴν σὴν πρὸς τεκνογονίαν ἔχειν τινὰ ἐπιτηδειότητα, ἀκούων παρ’ ἐμοῦ ὅτι τὸ ἐξ αὐτοῦ σπέρμα εἰς τοσοῦτον ἐκτα-θήσεται, ὡς πᾶσαν πληρῶσαι τὴν γῆν, οὐδὲ τότε δι-εταράχθη τὸν λογισμὸν, ἀλλ’ ἐπίστευσε· δι’ ὃ καὶ δι-καιοσύνη αὐτῷ ἐλογίσθη, ὅτι τῇ δυνάμει τῇ ἐμῇ πι-στεύσας, καὶ ταῖς ὑποσχέσεσι θαῤῥήσας ταῖς ἐμαῖς, ἀνώτερος γέγονε τῆς ἀσθενείας τῆς ἀνθρωπίνης. Καὶ μετὰ τὸ σὲ τεχθῆναι, τῆς μητρὸς τῆς σῆς δυσχεραινού-σης πρὸς τὸν Ἰσμαὴλ τὸν ἐκ τῆς παιδίσκης τεχθέντα, καὶ βουλομένης αὐτὸν ἀπελάσαι τῆς οἰκίας μετὰ τῆς Ἅγαρ, ὥστε μηδὲν κοινὸν ἔχειν πρὸς σὲ, τοῦ πατρι-άρχου διὰ τὴν πατρικὴν φιλοστοργίαν ἤδη σχέσιν τινὰ καὶ πρὸς ἐκεῖνον ἔχοντος, ἀκούσας παρ’ ἐμοῦ, ὅτι Τὸ δοκοῦν ποίει τῇ Σάῤῥᾳ, ἐπελάθετο τῆς φυσικῆς φιλο-στοργίας, καὶ ἐξέβαλε τὸν Ἰσμαὴλ μετὰ τῆς παιδίσκης, καὶ πανταχοῦ ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου. Καὶ γὰρ τὸ τελευταῖον προσταχθεὶς ὑπ’ ἐμοῦ εἰς θυσίαν ἀνενεγκεῖν τὸν ἐν τῷ γήρει αὐτῷ δοθέντα, τὸν οὕτω περιπόθητον, οὐ περιειργάσατο τὸ πρόσταγμα, οὐ διεταράχθη τὸν λο-γισμὸν, οὐδὲ ἀνεκοινώσατο τῇ μητρὶ τῇ σῇ, οὐ τοῖς παισὶν, οὐ σοὶ αὐτῷ τὸ μέλλον ὑπ’ αὐτοῦ πραχθήσε-σθαι κατάδηλον ἐποίησεν, ἀλλ’ ἐῤῥωμένῳ τῷ λογισμῷ καὶ συντεταμένῃ τῇ προθυμίᾳ εἰς ἔργον ἄγειν τὸ ἐπί-ταγμα ἠπείγετο τὸ ἐμόν· διὸ τὴν γνώμην αὐτοῦ στε-φανώσας, τὸ ἔργον ἐκώλυσα γενέσθαι. Ἐπεὶ οὖν διὰ πάντων πολλὴν ἐπεδείξατο τὴν ὑπακοὴν καὶ φυλακὴν τῶν ἐμῶν προσταγμάτων, διὰ τοῦτο σὲ, τὸν ἐξ ἐκείνου τεχθέντα, τῶν ὑποσχέσεων τῶν εἰς αὐτὸν γεγενημέ-νων ποιῶ κληρονόμον. γ. Μίμησαι τοίνυν ἐκείνου τὴν ὑπακοὴν, καὶ τοῖς παρ’ ἐμοῦ λεγομένοις πίστευε, ἵνα πολυπλασίονος τῆς ἀμοι-βῆς ἀξιωθῇς, ὑπέρ τε τῆς τοῦ πατρὸς ἀρετῆς, ὑπέρ
PG 54:455τε τῆς οἰκείας ὑπακοῆς, καὶ μὴ καταβῇς εἰς Αἴγυπτον, ἀλλ’ ἐνταῦθα μένε. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως διὰ τῆς μνήμης τῆς ἀρετῆς τοῦ πατρὸς τούτου τὸν λογισμὸν ἐνεύρωσε; Κατῴκησε δὲ, φησὶν, Ἰσαὰκ ἐν Γεράροις. Ὅρα τοῖς αὐτοῖς καὶ τοῦτον περιπί-πτοντα σχεδὸν, οἷς ὁ πατὴρ περιέπεσεν. Ἐπειδὴ γὰρ τὴν κατοίκησιν ἐποιήσατο ἐν Γεράροις, Ἐπηρώτησαν, φησὶν, οἱ ἄνδρες τοῦ τόπου περὶ τῆς Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, Ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ μήποτε ἀποκτείνωσιν αὐτὸν, ἡττώμενοι τοῦ κάλλους τῆς γυναικός. Μήποτε γὰρ, φησὶν, ἀπο-κτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥε-βέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. Ἐγένετο δὲ πολυ-χρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐ-τοῦ, καὶ ἐκάλεσεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἆρά γε γυνή σου ἐστίν; Τί ὅτι εἶπες, Ἀδελφή μου ἐστίν; Ἐπειδὴ ἐκ τῶν τεκμηρίων ἐφωράθη ὁ δίκαιος, οὐκέτι λοιπὸν ἀρνεῖται, ἀλλ’ ὁμολογεῖ, καὶ τὴν αἰτίαν φανερὰν καθίστησι, δι’ ἣν ἀδελφὴν καλέσαι κατεδέ-ξατο. Εἶπε γὰρ, φησὶ, Μήποτε ἀποθάνω δι’ αὐτήν· ὁ τοῦ θανάτου φόβος εἰς τοῦτό με ἐλθεῖν κατηνάγκα-σεν. Ἴσως δὲ μεμαθηκὼς ἦν, ὅτι καὶ ὁ πατὴρ τοῦτο τὸ δρᾶμα κατασκευάσας διέσωσεν ἑαυτὸν, καὶ διὰ τοῦτο καὶ αὐτὸς ταύτην ἦλθε τὴν ὁδόν. Ἀλλ’ ὁ βασι-λεὺς ἔναυλον ἔχων τὴν μνήμην ὧν πέπονθεν ἐπὶ τοῦ πατριάρχου τὴν Σάῤῥαν ἀφελόμενος, παραχρῆμα ὑπὸ τῆς ἄνωθεν ἐπιτιμήσεως ἑαυτὸν ὑπεύθυνον καταστή-σας, φησὶ πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; Μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ’ ἡμᾶς ἄγνοιαν. Ταύτην, φησὶ, τὴν ἀπάτην καὶ ἤδη ὑπέστημεν ὑπὸ τοῦ πατρὸς τοῦ σοῦ, καὶ νῦν εἰ μὴ ταχέως συνείδομεν, τὰ αὐτὰ ἂν ἐμέλλομεν ὑπομένειν, Καὶ ἐπήγαγες ἂν ἐφ’ ἡμᾶς ἄγνοιαν. Καὶ γὰρ καὶ τότε δι’ ἄγνοιαν ἁμαρτάνειν ἐμέλλομεν, καὶ νῦν ὑπὸ τῆς ἀγνοίας μικροῦ δεῖν ἡμᾶς ἁμαρτίᾳ περιπεσεῖν παρεσκεύασας. Συνέταξε δὲ, φησὶν, Ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου, ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτου ἔνοχος ἔσται Ὅρα Θεοῦ πρόνοιαν, ὅρα κηδεμονίαν ἄφατον. Ὁ γὰρ εἰπὼν αὐτῷ Μὴ καταβῇς εἰς Αἴγυπτον, καὶ κατοίκει ἐν τῇ γῇ ταύ-
τῃ, καὶ ἔσομαι μετὰ σοῦ· οὗτος ἦν ὁ ταῦτα πάντα οἰκονομῶν, καὶ τὸν δίκαιον ἐν τοσαύτῃ ἀσφαλείᾳ καθ-ιστάς. Σκόπει γὰρ τὸν βασιλέα ἔργον τοῦτο ποιούμενον, ὥστε ἐν ἀδείᾳ διάγειν αὐτὸν, καὶ πάσης ἀπηλλάχθαι φροντίδος. Θάνατον γὰρ, φησὶν, ἠπείλησεν ἅπασιν, εἴ τις ἅψαιτο αὐτοῦ, ἢ τῆς γυναικὸς αὐτοῦ. Ἐπειδὴ γὰρ οὗτος ἦν ὁ φόβος, ὁ τοῦ θανάτου λέγω, κατασείων τοῦ δικαίου τὴν διάνοιαν, διὰ τοῦτο καὶ τοῦτον ἐκβληθῆναι πεποίηκεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ἐν πάσῃ ἀσφαλείᾳ αὐτὸν λοιπὸν διάγειν. Καὶ ὅρα τὸ θαυμαστὸν καὶ παράδοξον, πῶς εὐμήχανος ὢν καὶ σοφὸς καὶ πάντα κατὰ τὸ βούλημα τὸ οἰκεῖον μετασκευάζων, καὶ ἐν ἀπόροις πόρον εὑρίσκων, διὰ τῶν ἐναντίων αὐτῶν καὶ πολεμίων εἶναι νομίζεσθαι, διὰ τούτων τὴν ἀσφάλειαν τοῖς ἰδίοις θεράπουσι γενέσθαι προξενεῖ. Πόθεν γὰρ, εἰπέ μοι, ὁ βασιλεὺς οὗτος τοσαύτην τοῦ δικαίου ποιεῖ-ται τὴν πρόνοιαν, μονονουχὶ ἀνακηρύττων αὐτὸν ἅπασι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ περιφανῆ δεικνὺς καὶ περι-σπούδαστον αὐτῷ; Οὕτω καὶ ὁ Ναβουχοδονόσορ μετὰ τὸ βαλεῖν εἰς τὴν κάμινον τοὺς παῖδας τοὺς τρεῖς, καὶ διὰ τῶν πραγμάτων μαθεῖν τῶν νέων τῶν αἰχμαλώ-των τὴν ἀρετὴν, τότε ἀνακηρύττειν αὐτοὺς ἤρξατο, καὶ πανταχοῦ διὰ τῆς οἰκείας γλώττης περιφανεῖσ

Homily LII, Chapter 1Homilia LII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:456καθιστᾷν. Τοῦτο γάρ ἐστι μάλιστα τῆς περιουσίας τῆς τοῦ Θεοῦ δυνάμεως, ὅταν διὰ τῶν ἐχθρῶν ἀνακηρύτ-τεσθαι τοὺς αὐτοῦ δούλους παρασκευάζῃ. Καὶ ὁ μετὰ θυμοῦ τὴν κάμινον ἐκείνην ἐξαφθῆναι ποιήσας, ἐπειδὴ εἶδεν, ὅτι διὰ τὴν ἄνωθεν συμμαχίαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας περιεγένετο ἡ τῶν παίδων ἀρετὴ, ἀθρόον μεταβαλλόμενος ἐκραύγασε λέγων· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Ὅρα μὴ μόνον αὐτοὺς ἀνα-κηρύττοντα, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν ὅλων· Οἱ δοῦ-λοι γὰρ τοῦ Θεοῦ, φησὶ, τοῦ ὑψίστου, ἐξέλθετε. Τί γέγονεν; οὐ σὺ τῇ τιμωρίᾳ παρέδωκας; οὐ σὺ ἐπὶ τοσοῦτον ἐκκαυθῆναι τὴν κάμινον προσέταξας; Ναὶ, φησίν· ἀλλὰ νῦν ὁρῶ ξένα καὶ παράδοξα πράγματα. Τὸ γὰρ στοιχεῖον τοῦτο τῆς οἰκείας ἐνεργείας ἐπιλα-θόμενον, ὥσπερ δεσμοῖς τισι πεδηθὲν, τοσαύτην ἐπ-εδείξατο τὴν ὑπακοὴν, ὡς μηδὲ τῶν τριχῶν ἐφάψασθαι αὐτῶν. Ὅθεν ἔστι συνιδεῖν, ὅτι ὑπὲρ ἀνθρωπίνην φύ-σιν ἐστὶ τὸ γεγονὸς, καὶ ἀπόῤῥητός τις καὶ θεία δύνα-μίς ἐστιν ἡ ταῦτα ἐργαζομένη, καὶ τῶν παίδων τού-των τοσαύτην ποιουμένη τὴν πρόνοιαν. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως οὐκ ἐγκαταλιμπάνων τοὺς ἰδίους θεράποντας συνεχώρησεν εἰς τὴν κάμινον εἰσενεχθῆ-ναι, ἀλλὰ καὶ αὐτοὺς βουλόμενος λαμπροτέρους ἐργά-σασθαι, καὶ τὴν οἰκείαν δύναμιν ἐνδεικνύμενος, καὶ τοῦ βαρβάρου κατεμάλαξε τὴν διάνοιαν, καὶ τὴν τος-αύτην μακροθυμίαν ἐπεδείξατο; Οὐδὲ γὰρ οὕτω θαυ-μαστὸν ἦν, εἰ παρὰ τὴν ἀρχὴν ἐκώλυσεν αὐτοὺς εἰς τὴν κάμινον ἐμβληθῆναι, ὡς νῦν θαυμαστότερον γέ-γονε, καὶ πολὺ τὸ παράδοξον, ὅτι καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας οὐδὲν ἀηδὲς παθεῖν συνεχώρησεν. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τοὺς ἐν μέσοις δεινοῖς γεγενημένους ἀνωτέρους καθίστησι, καὶ τοὺς πάσχον-τας τῶν ποιούντων δυνατωτέρους ἀπεργάζεται. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων ἐγένετο. Οἱ ἔχοντες γὰρ αὐ-τοὺς ἀπειλημμένους ἐν τῷ μέσῳ, καὶ μονονουχὶ τοὺς ὀδόντας θήγοντες κατ’ αὐτῶν, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὑποχειρίους αὐτοὺς ἔχοντες, ἐν ἀπορίᾳ καθειστήκεισαν. Τοσοῦτόν ἐστιν ἡ ἀρετὴ ἰσχυρὸν, καὶ οὕτως ἡ κακία ἀσθενὲς, ὡς ἐκείνην μὲν καὶ ἐν τῷ πάσχειν περιγίνεσθαι, ταύτην δὲ καὶ ἐν τῷ ποιεῖν τὴν οἰκείαν ἀσθένειαν ἐπιδείκνυσθαι. Ὅπερ εἰδότες, ἀγαπητοὶ, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον, καὶ φεύγωμεν τὴν κακίαν. Οὕτω γὰρ καὶ τὴν ἄνωθεν ἐπισπασόμεθα ῥοπὴν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΒ. Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. α. Τὰ λείψανα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀπο-δοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τοῦ λόγου τὴν ἀκολουθίαν ἀναλαβόντας ἰδεῖν πάλιν τὸν δίκαιον Ἰσαὰκ, ὅσης ἀπολαύει τῆς ἄνωθεν κηδεμονίας. Ὁ γὰρ τὴν εἰς Αἴγυπτον κάθοδον αὐτοῦ διακωλύσας, καὶ εἰπὼν, Παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, οὕτως αὐτὸν διὰ πάντων περιφανῆ καθίστησιν, ὡς μετ’ οὐ πολὺ ἐπίφθονον αὐτὸν γενέσθαι παρὰ τῷ βασιλεῖ Γεράρων. Ὁρῶντες γὰρ αὐτοῦ καθ’ ἑκάστην ἡμέραν αὐξανομένην τὴν εὐπορίαν, ἐδεδοίκεισαν λοι-πὸν τοῦ ἀνδρὸς τὴν αὐτόθι κατοίκησιν, καὶ μετανα-στῆναι ἐκεῖθεν καταναγκάζουσιν. Ἄξιον δὲ καὶ αὐτῶν
PG 54:457ἀκοῦσαι τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα διὰ πάντων θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἣν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φη-σὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύ-ουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Σκόπει μοι τοῦ Θεοῦ τὴν σοφίαν· ἵνα δείξῃ τῷ δικαίῳ ὅτι δημι-ουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρον παρα-σχεῖν δύναται, καὶ ὅτι καὶ ἐξ ἀρχῆς αὐτὸς τὴν γῆν τῷ οἰκείῳ προστάγματι διήγειρε πρὸς τὴν τῶν καρπῶν βλάστην, παρασκευάσας τὸν δίκαιον ἑκατονταπλασίονα τῶν ὑπ’ αὐτοῦ σπαρέντων ἐπὶ τῆς γῆς κομίσασθαι τὰ δράγματα, ὁμοῦ καὶ αὐτὸν ἐν πλείονι καθιστὰς εὐπορίᾳ, τῷ μηδενὸς ἐν χρείᾳ γενέσθαι, κἀκείνους διὰ τῶν ἔργων διδάσκων, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς, διὰ τῶν αὐτῶν πολλάκις πραγμάτων καὶ τοὺς οἰκείους εὐερ-γετεῖ, καὶ τοὺς ἔτι πεπλανημένους διδάσκεσθαι παρα-σκευάζει τῆς οἰκείας προνοίας τὴν δύναμιν. Τοῦτο καὶ μετὰ ταῦτα κατὰ τὴν Αἴγυπτον εἰργάσατο, ἐκεί-νοις μὲν τὰς τιμωρίας ἐπαγαγὼν, τὸν δὲ λαὸν τῶν Ἰσραηλιτῶν ἀπαθῆ διαφυλάττων. Ἐμάνθανον γὰρ οὐ μόνον διὰ τῆς κατ’ αὐτῶν ἀγανακτήσεως τοῦ τῶν ὅλων Θεοῦ καὶ δημιουργοῦ τὴν δύναμιν, ἀλλὰ καὶ διὰ τῆς προνοίας τῆς εἰς ἐκείνους. Καὶ οὗτοι πάλιν οὐκ ἐκ τῆς εἰς αὐτοὺς προνοίας καὶ κηδεμονίας μόνον ἐδιδά-σκοντο τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν περὶ αὐτοὺς φιλ-ανθρωπίαν, ἀλλὰ καὶ δι’ ὧν ἐκείνους ἑώρων καθ’ ἑκά-στην ἡμέραν τὰς πληγὰς δεχομένους. Καὶ διὰ τῶν αὐτῶν πραγμάτων καὶ τοῖς οἰκείοις καὶ τοῖς ἐναντίοις ἐδείκνυ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν. Καὶ γὰρ αὐτὰ τὰ στοιχεῖα τὴν παρ’ ἑαυτῶν διακονίαν καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται τοῖς ὁμοδούλοις, ὅταν ὁ Δεσπό-της εὐνοϊκῶς πρὸς αὐτοὺς διακέηται. Καὶ τοῦτο ἄν τις θεάσοιτο γεγονὸς ἐπὶ τοῦ δικαίου τούτου. Ὅπερ ἄλλοτε ἡ φύσις τῆς γῆς οὐκ ἐπεδείξατο, τοῦτο διὰ τὸ πρόσταγμα τοῦ τῶν ὅλων Θεοῦ νῦν ἐπιδείκνυται, καὶ τοσαύτην ἤνεγκε τὴν φορὰν, ὡς ἀθρόον ἐν περιουσίᾳ πολλῇ καταστῆναι τὸν Ἰσαάκ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μεί-ζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐπειδὴ γὰρ τότε ἐν τούτοις ἦν τὰ τῆς εὐπορίας τοῖς δικαίοις, ἐν τῇ τῆς γῆς εὐπορίᾳ καὶ ἐν τῷ τῶν θρεμμάτων πλή-θει, διὰ τοῦτό φησιν, Εὐλόγησεν αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, Εὔπορος ἐγένετο· καὶ οὐχ ἁπλῶς εὔπορος, ἀλλὰ καὶ, Μείζων, φησὶν, ἐγί-
νετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐννόησον γὰρ ὅσον ἦν, ἑκατονταπλασίονα τῶν παρ’ αὐτοῦ καταβαλ-λομένων ὑποδέχεσθαι. Εἰ δὲ τοῦτό σοι μέγα φαίνεται, σκόπει τὴν ἐπίτασιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν τοῦ χρόνου προϊόντος περὶ ἡμᾶς ἐπεδείξατο. Τοῖς γὰρ μετὰ τὴν αὐτοῦ παρουσίαν τὴν ἀρετὴν μετιοῦσιν οὐ μόνον ἑκατονταπλασίονα ἐνταῦθα παρέχειν ὑπισχνεῖ-ται, ἀλλὰ καὶ τὴν αἰώνιον ζωὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀπόλαυσιν. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; εἶδες πόσον ἡμῖν κεχάρι-σται ἡ τοῦ Μονογενοῦς παρουσία; ὅπως ἀφάτων τῶν πραγμάτων τὴν ἐναλλαγὴν εἰργάσατο; Ταῦτα τοίνυν ἕκαστος καθ’ ἑαυτὸν λογιζόμενος, καὶ ὁρῶν τὴν δια-φορὰν, καὶ τίνα μὲν ἦν, ἃ τοῖς πρὸ τῆς χάριτος παρ-έχειν ὑπισχνεῖται, τίνα δὲ μετὰ τὴν χάριν, δοξαζέτω κἀν τούτῳ τὴν ἄπειρον αὐτοῦ φιλανθρωπίαν, καὶ μὴ τῇ τῶν καιρῶν ἐναλλαγῇ τὸ πᾶν ἐπιγραφέτω. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανελθεῖν δίκαιον, καὶ ἰδεῖν ὅπως οἱ ἐν Γεράροις ὁρῶντες τοῦ δικαίου τὴν

Chapter 2: Nothing is stronger than he whom God helpsCaput 2: Nihil robustius eo quem Deus juvat

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:458πολλὴν εὐπορίαν, εἰς ζῆλον διηγέρθησαν, καὶ ἀπ-ελαύνειν αὐτὸν ἐκεῖθεν ἐπεχείρουν. Ἐζήλωσαν γὰρ, φησὶν, αὐτὸν οἱ Φυλιστιείμ. Εἶτα δεῖξαι βουλομένη ἡ θεία Γραφὴ, ἐν τίνι τὸν ζῆλον ἐπεδείκνυντο, ἐπ-ήγαγε· Καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ, καὶ ἐνέπλησαν γῆς. Σκόπει πόση τῶν αὐτόθι ἡ κακία, ὡς καὶ τῶν ὑδάτων φθονῆσαι τῷ δικαίῳ, καὶ οὐδὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ περιουσίᾳ καθεστὼς κατασχεῖν τὸν φθόνον ἴσχυσεν, ἀλλά φησιν· Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Πολλὴ ἡ ἀγνωμοσύνη. Τίνος γὰρ ἕνεκεν ἀπελαύνεις τὸν δίκαιον; μὴ γὰρ ἐλυμήνατό τι τοῖς σοῖς; μὴ γὰρ ἠδί-κησέ τι; Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν μετὰ λογι-σμοῦ διαπράττεται. Δέον γὰρ αὐτὸν θεασάμενον το-σαύτης εὐνοίας ἀπολαύοντα τὸν δίκαιον παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μᾶλλον περιέπειν, μᾶλλον θεραπεύειν, ἵνα διὰ τῆς εἰς ἐκεῖνον τιμῆς ἐπισπάσηται καὶ αὐτὸς τὴν ἄνωθεν ῥοπήν· ὁ δὲ οὐ μόνον τοῦτο οὐ ποιεῖ, ἀλλὰ καὶ ἀπελαύνειν ἐπιχειρεῖ, καί φησι· Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Τοιοῦτον γὰρ ἡ βασκανία· οὐκ ἀνέχεται πράως τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ γὰρ βασιλεὺς, ὁ τῆς πόλεως ἁπάσης τὴν ἐξουσίαν ἔχων, καὶ πάντας ὑπὸ τὴν ἀπειλὴν τὴν ἑαυτοῦ ἔχων, τῷ ξένῳ, τῷ ἀλήτῃ, καὶ ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανισταμένῳ φησίν· Ἄπελθε ἀπ’ ἐμοῦ, ὅτι δυνα-τώτερος ἡμῶν ἐγένου σφόδρα. Καὶ ἀληθῶς δυνατώ-τερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι, ὅπου ἂν αὐτὸν ἀπελθεῖν συμβαίνῃ, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; οὐκ ἐπαίδευσέ σε τῶν πραγμά-των ἡ πεῖρα, ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ περιφανῆ τὸν δίκαιον καθιστῶσα; Τίνος οὖν ἕνεκεν δι’ ὧν τὸν δίκαιον ἀπελαύνεις, τὴν πρὸς τὸν αὐτοῦ Δεσπότην ἀγνωμοσύνην ἐπιδείκνυσαι, καὶ οὐδὲ ἡ πολλὴ τοῦ ἀνδρὸς ἐπιείκεια περιγενέσθαι ἠδυνήθη τῆς βασκανίας τῆς σῆς, ἀλλ’ ἡττηθεὶς ὑπὸ τοῦ πάθους εἰς ἔργον ἀγα-γεῖν σπεύδεις τὸν φθόνον, καὶ πάλιν μετανάστην γε-νέσθαι παρασκευάζεις τὸν οὐδέν σε ἠδικηκότα; Οὐκ οἶδας ὅτι κἂν εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν κατ-αναγκάσῃς, οὕτως εὐμήχανον ἔχει Δεσπότην, ὡς κἀκεῖ γενόμενον, πολλῷ πλέον περιφανέστερον αὐτὸν ἀπο-δεῖξαι; Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ τῆς ἄνωθεν συμ-μαχίας ἀπολαύοντος, ὥσπερ οὐδὲν ἀσθενέστερον τοῦ τῆς ἐκεῖθεν βοηθείας ἠρημωμένου. β. Εἶδες, ἀγαπητὲ, καὶ τοῦ βασιλέως Γεράρων καὶ πάντων τῶν αὐτόθι οἰκούντων τῆς γνώμης τὴν μοχθη-ρίαν; Ὅρα καὶ τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, πῶς οὐκ ἐφρόνησε μέγα, οὐδὲ ὁρῶν διὰ τῶν πραγμά-των πολλὴν τοῦ Θεοῦ τὴν ῥοπὴν περὶ αὐτὸν γινομέ-νην, κατεξανέστη τοῦ βασιλέως, τῇ τοῦ συμμαχοῦν-τος αὐτῷ δυνάμει πεποιθώς· ἀλλὰ καθάπερ τις ἀνὴρ, καὶ ἀπροστάτευτος, καὶ οὐδαμόθεν οὐδεμιᾶς ἀπο-λαύων βοηθείας, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας, οὐδὲ μέχρι λόγων ἀντιτείνας τῷ βασιλεῖ, ἐποίει τὸ παρ’ αὐτοῦ κελευόμενον, καὶ εὐθέως ἐκεῖθεν ἀπ-ανίστατο, καὶ ποῤῥωτέρω γενόμενος, κατέστελλε τοῦ πάθους τὴν φλόγα, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν αὐ-τοῦ ἐπιείκειαν ἐνδεικνύμενος, κἀκείνου τὸ πάθος πα-ραμυθούμενος. Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ κατῴκη-
PG 54:459σεν ἐν τῇ φάραγγι Γεράρων. Καὶ ὅπερ ὁ Χριστὸς παραγενόμενος τοῖς μαθηταῖς ἐνετέλλετο λέγων, Ὅταν διώκωσιν ὑμᾶς, φεύγετε ἑτέρωθι, τοῦτο καὶ οὗτος ἤδη διὰ τῶν ἔργων ἐπλήρου. Καὶ καθάπερ Δαυὶ̈δ τοῦ Σαοὺλ τὸν πολὺν φθόνον καταστέλλων, διὰ τῆς ἀνα-χωρήσεως ἑαυτὸν ὑπεξάγων, ἐκείνου τὴν πολλὴν παρ-εμυθεῖτο φλεγμονήν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δί-καιος οὗτος ἐπλήρου τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, Δότε τόπον τῇ ὀργῇ· καὶ καταλιπὼν τὴν πόλιν ἐξῆλθε, φησὶν, ἐν τῇ φάραγγι. Ἀλλ’ ὅρα αὐτὸν κἀκεῖ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν ἔνστασιν ἐνδεικνύμε-νον. Οὐδὲ γὰρ μέχρι τούτου ἔστη τὰ δεινὰ, ἀλλὰ κἀκεῖ γενομένῳ καὶ τὰ φρέατα ἀνορύξαι βουλομένῳ μάχε-σθαι ἐπεχείρουν. Ὤρυξε γὰρ, φησὶ, τὰ φρέατα, ἅπερ ἦσαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ πεποιηκότες, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ, καὶ ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα, ἅπερ ἦν ὁ πατὴρ ἐπιθείς. Καὶ ὤρυξαν, φησὶν, οἱ παῖδες Ἰσαὰκ, καὶ εὗρον φρέαρ ὕδατος ζῶντος, ἀντὶ τοῦ, κάτωθεν ἀναβλύζοντος. Καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. Καὶ οὐδὲ ἐνταῦθα φιλονεικεῖ ὁ δίκαιος, οὐδὲ ἀντιτείνει, ἀλλὰ καὶ τοῖς ποιμέσι παραχωρεῖ. Τοῦτο γὰρ ἀληθῶς ἐπιείκεια, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ’ ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ· ἐνταῦθα μὲν γὰρ τῇ ἐπιει-κείᾳ ἄν τις τὸ πᾶν λογίσαιτο τοῦ ἐπηρεαζομένου· ἐκεῖ δὲ ἴσως τις εἴποι, διὰ τὸ μὴ δύνασθαι ἀντιτεί-νειν τῇ δυναστείᾳ τοῦ ἠδικηκότος, τὴν ἐπιείκειαν ἐπιδείκνυσθαι. Ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ ἐπὶ τοῦ βα-σιλέως, οὐ διὰ τὴν ἐκείνου δυναστείαν, ἐπεδείξατο τὴν ἐπιείκειαν, ἀλλὰ διὰ τὸν οἰκεῖον τρόπον, ὅρα αὐτὸν καὶ ἐπὶ τῶν ποιμένων τὸ αὐτὸ ποιοῦντα. Καὶ καθάπερ ἐκεῖνος ἔλεγεν, Ἄπελθε ἀφ’ ἡμῶν, καὶ εὐθέως, καθά-περ ἐπίταγμα δεχόμενος, ὑπανεχώρει· οὕτω καὶ νῦν, τῶν ποιμένων ἐπηρεάζειν ἐπιχειρούντων, καὶ τὸ φρέαρ οἰκειουμένων, παραχωρεῖ. Καὶ ἵνα διηνεκὴς ᾖ τοῖς μετὰ ταῦτα ἡ γνῶσις τῆς ἀδικίας, ὄνομα ἐπι-τίθησι τῷ φρέατι ἐκ τοῦ συμβεβηκότος. Ἐπειδὴ γὰρ φανερὰν ἐπεδείξαντο τὴν ἀδικίαν, Ἐκάλεσε, φησὶ, τὸ ὄνομα τοῦ φρέατος, Τόπου ἀδικία. Καὶ ἦν λοι-πὸν καθάπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομα τοῦ τόπου δι-δασκαλία τοῖς ἑξῆς καὶ τῆς τοῦ δικαίου ἐπιεικείας, καὶ τῆς ἐκείνων ἀγνωμοσύνης. Τὸ γὰρ ὄνομα τοῦ τό-που ἕκαστον παρεσκεύαζε τὴν αἰτίαν τῆς προσηγο-ρίας μανθάνοντα γινώσκειν τοῦ μὲν τὴν ἀρετὴν, τῶν δὲ τῆς κακίας τὴν ὑπερβολήν. Καὶ σκόπει πῶς καὶ οὗτος ἐπιτείνει τὴν οἰκείαν ἀρετὴν, διὰ πάντων ἐπι-δεικνὺς ἑαυτοῦ τὴν ἐπιείκειαν, κἀκεῖνοι τῇ ὑπερβολῇ τῆς κακίας λαμπρὸν καὶ ἄκοντες πειρῶνται τὸν δί-
καιον ἀποφαίνειν. Οὐδὲ γὰρ ἀρκεσθέντες, πάλιν ἕτε-ρον ὀρύξαντι φρέαρ ἐπιτίθενται. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν αὐτὸ, Ἐχθρία. Σκό-πει πάλιν τοῦ δικαίου τὴν σύνεσιν. Ἐνταῦθα οὐ πάν-τη, ὡς ἔοικε, τὸ φρέαρ ἀφείλοντο, ἀλλὰ διαμαχεσά-μενοι, καὶ πρὸς τὸ προφανὲς τῆς ἀδικίας ὁρῶντες ἀπέστησαν. Διὰ τοῦτο Ἐχθρίαν αὐτὸ προσηγόρευσεν, ἐπειδὴ ἔχθρας ὑπόθεσις κατέστη. Καὶ καθ’ ἑκάστην, ὡς εἰπεῖν, ὑπὸ τῶν ἐγχωρίων τοιαῦτα ὑπομένων, οὐκ ἐδυσχέρανεν, οὐδὲ μικρόψυχόν τι ἐπεδείξατο, οὐδὲ ἐν-ενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ μέχρι φρεάτων ἀπολαύειν εἰμὶ κύριος· ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἐστέρημαι τῆς παρὰ τοῦ Δεσπότου; Οὐδὲν τούτων οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ’ ἐπιεικείας ἁπάσης ἅπαντα ἔφερε. Διὰ τοῦτο καὶ πλείονος ἀπήλαυε τῆς ἄνωθεν

Chapter 3. Isaac's grateful spirit. God requires us to give thanksCaput 3: Gratiu animus Isaaci. Deus exigit ut gratias agamus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:460συμμαχίας. Ταῦτα γὰρ, ὡς εἰπεῖν, τὰ συμβαίνοντα γυμνασία τις ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Εὐρυχωρία, λέγων, Διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. γ. Ὅρα εὐγνωμοσύνην τοῦ δικαίου. Ἡνίκα μὲν τὰ πρότερα φρέατα ἐκεῖνοι παρασπάσασθαι ἐπεχείρησαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἀντέτεινεν, ἀλλὰ μόνον τῇ προς-ηγορίᾳ τῶν φρεάτων ἀνεξάλειπτον τὴν μνήμην τῆς ἐκείνων κακίας ἐναπετίθει. Ἐνταῦθα δὲ πάλιν, ἐπειδὴ οὐδεὶς ἐμποδὼν γέγονεν, ἀλλὰ μετὰ ἀδείας πάσης τῶν οἰκείων πόνων ἀπήλαυε, τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ. Ἐκάλεσε γὰρ αὐτὸ, Εὐρυχωρίαν. Εἶτα ἑρμηνεύει αὐτὴν τὴν προσηγορίαν· διὰ τοῦτο, φησὶν, Εὐρυχω-ρίαν, τοῦτο καλῶ, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. Εἶδες γνώμην φιλόθεον, πῶς τῶν ἐν μέσῳ δυσχερῶν οὐδεμίαν μνήμην ποιη-σάμενος, τῶν χρηστῶν μόνον μεμνημένος, ὑπὲρ ἐκεί-νου τὴν εὐχαριστίαν ἀναφέρει, καί φησιν, Ὅτι ἐπλά-τυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς; Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ἀποδέχεται, ὡς ψυχὴν εὐγνώ-μονα καὶ εὐχάριστον· καὶ μυρία καθ’ ἑκάστην ἡμέ-ραν ἅπαντας ἡμᾶς εὐεργετῶν καὶ ἑκόντας καὶ ἄκον-τας, καὶ εἰδότας καὶ ἀγνοοῦντας, οὐδὲν ἕτερον παρ’ ἡμῶν ἐπιζητεῖ, ἢ τὸ χάριτας εἰδέναι αὐτῷ ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, ἵνα καὶ ὑπὲρ τούτου αὐτοῦ πάλιν πλείονα τὴν ἀμοιβὴν ἡμῖν παράσχῃ Καὶ ἵνα μάθῃς, ὅρα τὸν δίκαιον τοῦτον διὰ τὴν πολλὴν αὐτοῦ εὐγνωμοσύνην πάλιν τῆς ἄνωθεν ἐπιφανείας ἀξιούμε-νον. Ἐπειδὴ γὰρ ἀρκοῦσαν βάσανον τῆς οἰκείας ἀρε-τῆς ἐπεδείξατο ἐπί τε τῶν ἐν Γεράροις, ἐπί τε τοῦ βασιλέως ἀπωθουμένου αὐτὸν, ἐπί τε τῶν ποιμένων παρασπώντων τὰ φρέατα, ὥσπερ νευρῶσαι βουλόμε-νος αὐτοῦ τὴν προθυμίαν ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς ἐπιεικείας αὐτὸν ἀποδεχόμενος τῆς πολλῆς, ἐπειδὴ Ἀνέβη ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Ὤφθη αὐτῷ, φησὶν, ἐν τῇ νυκτὶ ἐκείνῃ. Σκό-πει Θεοῦ κηδεμονίαν. Ἵνα γὰρ αὐτὸν ἀνακτήσηται, καὶ θαῤῥεῖν παρασκευάσῃ, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον πεποιηκὼς, καὶ ἐν τος-αύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα περι-φανέστερον τῶν ἐγχωρίων ἀπεργασάμενος. Ἐγώ εἰμι ἐκεῖνος ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευά-σας, καὶ μεγάλην διὰ πάντων τὴν περὶ αὐτὸν πρό-νοιαν ἐπιδειξάμενος. Ἐγώ εἰμι· Μὴ τοίνυν φοβοῦ. Τί ἐστι, Μὴ φοβοῦ; Μή σε ταῦτα ξενιζέτω, τὸ παρὰ τοῦ Ἀβιμέλεχ ἐλαθῆναι, τὸ παρὰ τῶν ποιμένων ἀδι-κηθῆναι. Πολλὰ τοιαῦτα καὶ ὁ πατὴρ ὁ σὸς πέπονθε, καὶ διὰ τούτων λαμπρότερος ἀνεδείχθη. Μὴ τοίνυν ταῦτά σε φοβείτω· Μετὰ σοῦ γάρ εἰμι. Διὰ τοῦτο ταῦτα γίνεσθαι συγχωρῶ, ὁμοῦ καὶ σὲ βουλό-μενος διὰ τῆς ἐπιεικείας ἐνδείξασθαι τὴν οἰκείαν ἀρε-τὴν, κἀκείνων τῆς γνώμης τὴν μοχθηρίαν κατάδηλον ἅπασι γενέσθαι, ἵνα σὲ καὶ ὑπὲρ τούτων στεφανώσω· Μετὰ σοῦ γάρ εἰμι. Δι’ ὃ καὶ ἀχείρωτος ἔσῃ, καὶ τῶν πολεμούντων δυνατώτερος, καὶ τῶν ἐπηρεαζόν-των· ἰσχυρότερος. Καὶ ἡ μὲν παρ’ ἐμοῦ πρόνοια καὶ ἐπίφθονόν σε ἐργάσεται· Μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Σκόπει Θεοῦ φιλανθρωπίαν. Εἰπὼν, Ἐγώ εἰμι ὁ Θεὸσ

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:461Ἀβραὰμ τοῦ πατρός σου, καὶ δείξας ὅπως ᾠκειώσα-το τὸν πατριάρχην, ὡς καταξιῶσαι Θεὸν ἑαυτὸν καλεῖν Ἀβραὰμ, καὶ ὁ τῆς οἰκουμένης Δεσπότης καὶ δημιουρ-γὸς ἑνὸς ἀνθρώπου φάσκειν εἶναι Θεὸς, οὐ συγκλείων μέχρι τοῦ πατριάρχου τὴν οἰκείαν δεσποτείαν, ἀλλὰ τὴν πολλὴν περὶ αὐτὸν εὔνοιαν δεικνὺς, Οὕτω, φησὶν, αὐτὸν ᾠκειωσάμην, ὡς πάντων τῶν ἄλλων ἀντάξιον ἐκεῖνον ἐμοὶ νομισθῆναι. Δι’ ὃ Καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Πολλὰς ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς· δι’ ἐκεῖνον οὖν Πληθυνῶ τὸ σπέρμα σου· ὁμοῦ καὶ παρεθάῤῥυνε τὸν δίκαιον, καὶ διὰ τῆς μνήμης τοῦ πατρὸς εἰς ζῆλον αὐτὸν διήγειρε τοῦ τὴν ὁμοίαν ἐκείνῳ ἀρετὴν ἐπιδεί-ξασθαι. Εἶτα ἐπειδὴ τοσαῦτα αὐτῷ ἀγαθὰ ὑπέσχετο, Ὠκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπ-εκαλέσατο τὸ ὄνομα Κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ. Τί ἐστιν, Ὠκοδόμησεν ἐκεῖ θυσια-στήριον; Τὰς εὐχαριστίας, φησὶν, ἐκεῖ ἀνήνεγκε τῷ Δεσπότῃ, ὑπὲρ ὧν τοσαύτην περὶ αὐτὸν κηδεμο-νίαν ἐπεδείξατο. Καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ. Ἐν ἀδείᾳ λοιπὸν ὁ δίκαιος γίνεται· ὁ γὰρ εἰ-πὼν, Μετὰ σοῦ εἰμι, καὶ εὐλογήσω σε, καὶ πλη-θυνῶ τὸ σπέρμα σου, οὗτος ἀθρόον αὐτῷ καὶ τὴν περιφάνειαν ἐχαρίσατο, καὶ πᾶσιν αὐτὸν περίβλεπτον γίνεσθαι πεποίηκεν. Ὅρα γοῦν τὸν Ἀβιμέλεχ ἐκεῖ-νον, τὸν ἐλάσαι ἐπιχειρήσαντα καὶ εἰπόντα, Ἄπελθε ἀφ’ ἡμῶν, νῦν πρὸς αὐτὸν ἐρχόμενον. Ἐπορεύθη γὰρ, φησὶν, Ἀβιμέλεχ, καὶ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ ὁ ἀρχιστράτηγος· καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ’ ὑμῶν. Θέα μοι πόση τοῦ δι-καίου ἡ πραότης Ὁρῶν τοὺς ἀπελάσαντας καὶ το-σοῦτον περὶ αὐτὸν τὸ μῖσος ἐπιδειξαμένους, νῦν ἐν τάξει ἱκετῶν πρὸς αὐτὸν παραγινομένους, οὐκ ἐφρό-νησε μέγα κατ’ αὐτῶν, οὐδὲ ἐπήρθη τὴν διάνοιαν, ἔναυλον ἔχων τὴν μνήμην τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, οὐδὲ τῇ δυνάμει τοῦ Δεσπότου πε-ποιθὼς κατεξανίσταται τοῦ βασιλέως, ἀλλὰ πάλιν τὴν συνήθη ἐπιείκειαν ἐπιδεικνύμενος μετὰ πολλῆς πραύ̈-τητός φησι πρὸς αὐτούς· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ’ ὑμῶν. Τίνος ἕνεκεν, φησὶ, παραγενέσθαι πρός με κατ-εδέξασθε, τὸν ἐλαθέντα, τὸν μισηθέντα; Καὶ εἶπαν· Ἰδόντες ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴ-παμεν· Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ’ ἡμῶν κακὸν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρή-νης, καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.
δ. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅση τῆς ἀρετῆς ἡ δύναμις. Οἱ γὰρ πρώην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν ξένον, πρὸς τὸν ἀπόλιδα, πρὸς τὸν ἀλήτην, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων, καὶ συγγνώμην αἰτοῦσιν ὑπὲρ τῶν ἡμαρτημένων, ἀλλὰ καὶ ἀνακηρύττουσι τὸν δίκαιον, καὶ δεικνύουσι τὸν ἐπιτεθέντα αὐτοῖς φόβον, καὶ ὁμο-λογοῦσι καὶ τὴν οἰκείαν ἀσθένειαν, καὶ τῷ δικαίῳ μεγάλην μαρτυροῦσι τὴν δύναμιν. Τί γὰρ ἂν εἴη τούτου ἰσχυρότερον τοῦ μεθ’ ἑαυτοῦ τὸν Θεὸν ἔχοντος; Ἰδόντες, φησὶν, ὅτι Κύριος μετὰ σοῦ. Πόθεν ὑμῖν ἡ τοιαύτη γνῶσις; Ναὶ, φησὶν, αὐτὰ ἡμῖν τὰ πράγματα ἀντὶ διδασκαλίας γέγονεν. Εἴδομεν γὰρ ὅτι ἐλαυνόμε-νος τῶν ἐλαυνόντων ἰσχυρότερος γέγονας, καὶ ἐπη-ρεαζόμενος τῶν ἐπηρεαζόντων περιγέγονας, καὶ ἐκ τῆς τῶν πραγμάτων ἀκολουθίας συνείδομεν, ὅτι πολ-λῆς ἀπολαύεις τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο δὲ καὶ τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, τὸ τὴν διάνοιαν αὐτῶν ποιῆσαι καταπλαγῆναι τὸν δίκαιον, καὶ γνῶσιν αὐτοῖς ἐνθεῖναι τοιαύτην. Ἐπεὶ οὖν, φησὶν, ἔγνωμεν ὅτι
PG 54:462Κύριος μετὰ σοῦ, Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν. Ὅρα πῶς ὑπὸ τοῦ συνειδότος ὠθούμενοι, καὶ οὐδε-νὸς ἑτέρου καταναγκάζοντος, οὐδὲ τὰ γεγενημένα ἐξαγγέλλοντος, αὐτοὶ ἑαυτοὺς ἐλέγχειν ἐπείγονται. Εἰ γὰρ μὴ ἠδικήσατε, φησὶ, τίνος ἕνεκεν καὶ συνθήκας ἀπαιτεῖτε παρὰ τοῦ δικαίου; Ἀλλὰ τοιοῦτόν ἐστιν ἡ ἀδικία· καθ’ ἑκάστην ἡμέραν καταξαίνει τὸ συνειδὸς, καὶ σιγῶντος τοῦ ἠδικημένου, οἱ τὴν ἀδικίαν ἐργασά-μενοι τὴν δίκην ἐφεστάναι νομίζοντες, ἐφ’ ἑκάστης ἡμέρας ἐναγώνιοι γίνονται, καὶ μονονουχὶ ὑπογρά-φουσιν ἑαυτοῖς τὴν ἐκδίκησιν τῶν ἡμαρτημένων. Ὃ δὴ καὶ οὗτοι μαθόντες, Γενέσθω, φησὶν, ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ. Εἶτα λέγουσιν, ὁποίαν βούλονται γενέσθαι τὴν ἀράν. Καὶ διαθησό-μεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ’ ἡμῶν κακὸν, διότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε. Ὅρα πῶς ἐναντία ἑαυτοῖς ὑπὸ τοῦ θορύβου καὶ τῆς ἀγω-νίας φθέγγονται· Μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν. Τίνος ἕνεκεν οὕτω φοβεῖσθε τὸν δίκαιον, ὁρῶντες καὶ πρὸς τοὺς ἐπηρεάζοντας τοσαύτην τὴν ἐπιείκειαν ἐπιδεικνύμενον; Ἀλλ’ ὁ ἀδέκαστος δικαστὴς, τὸ συν-ειδὸς, αὐτοὺς διήγειρε, καὶ εἰς ἔννοιαν ἤρχοντο, ὅσην περὶ τὸν δίκαιον τὴν ἀγνωμοσύνην ἐπεδείξαντο, καὶ διὰ τοῦτο ὑπὸ τοῦ φόβου καὶ τῆς δειλίας οὐ συνορῶ-σιν, ὅπως ἐναντία λέγουσι. Μὴ ποιήσειν, φησὶ, κα-κὸν μεθ’ ἡμῶν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξά-μεθα. Τίνος οὖν ἕνεκεν ἀπηλάσατε; Ἀλλ’ ὁ δίκαιος οὐκ ἀπαιτεῖ εὐθύνας, οὐδὲ ἐλέγχει τὰ παρ’ αὐτῶν εἰ-ρημένα. Καὶ ὃν τρόπον, φησὶν, ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης, καὶ νῦν σὺ εὐλογημένος ὑπὸ Κυρίου. Ὁρᾷς ὅτι τὴν ἄνωθεν δίκην ἐδεδίεσαν. Ἤδεισαν γὰρ ὅτι κἂν αὐτὸς δι’ ἐπιείκειαν μὴ ἀμύνηται τὰ εἰς αὐτὸν γεγενημένα, ἀλλὰ ὁ τοσαύτην περὶ αὐτὸν πρόνοιαν ἐπιδεικνύμενος, εὐθύνας αὐτοὺς ἀπαιτήσει τῶν εἰς τὸν δίκαιον γεγε-νημένων. Διὰ τοῦτο ἐξευμενίζοντες τὸν δίκαιον, καὶ συνθήκας ἀπαιτεῖν ἐπείγονται, ὁμοῦ καὶ ὑπὲρ τῶν ἤδη γεγενημένων ἀπολογούμενοι, καὶ ὑπὲρ τῶν ἑξῆς τὴν ἀσφάλειαν ἑαυτοῖς περιποιούμενοι. Καὶ ἐποίησεν αὐτοῖς, φησὶ, δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀναστάντες τῷ πρωὶ̈, ὤμοσεν ἕκα-στος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαὰκ, καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας. Ὅρα τοῦ δικαίου τὴν φιλοφροσύνην, πῶς ἀμνησικάκως αὐτοῖς διελέχθη, καὶ οὐ μόνον λήθην ἐποιήσατο τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ πολ-λὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείκνυται. Ἐποίησε γὰρ, φησὶν, αὐτοῖς δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον. Διὰ τῆς ἑστιάσεως πληροφορῆσαι αὐτοὺς βούλεται, ὡς οὐδεμίαν μνήμην ποιεῖται τῶν εἰς αὐ-τὸν εἰργασμένων παρὰ αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς, φησὶ, καὶ ἀπῴχοντο μετὰ σωτηρίας. Ἠνί-ξατο διὰ τούτου ἡ θεία Γραφὴ, ὅτι μετὰ πολλοῦ τοῦ φόβου τὸν κίνδυνον προσδοκῶντες παρεγένοντο, καὶ περὶ τοῦ παντὸς, ὡς εἰπεῖν, ἀγωνιῶντες τὴν πρὸς τὸν δίκαιον ἀπολογίαν ἔσπευσαν ποιήσασθαι. Εἶδες πῶς οὐδὲν ἰσχυρότερον ἀρετῆς, οὐδὲ δυνατώτερον; πῶς οὐδὲν ἀσφαλέστερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπο-λαύοντος; Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, ἀπελ-θόντες οἱ παῖδες τοῦ Ἰσαὰκ ὤρυξαν φρέαρ, καὶ εἶπαν, Οὐχ εὕρομεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸ, Ὅρκον. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σήμερον ἡμέρας. Ὅρα καὶ ἐνταῦθα ἐκ τῶν γεγενημένων τὴν προσηγορίαν αὐτὸν ἐπιτιθέντα τῷ τόπῳ. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ φρέαρ ὀρύξαντες οὐδὲν εὗρον, ἐν ᾗ τοὺς ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους, Φρέαρ ὅρκου ἐπέθηκεν ὄνομα τῷ τόπῳ, ἵνα ὑπόμνησις ᾖ τῶν γεγενημένων. Εἶδες πῶς οὔτε τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν ἔχων ὁ δίκαιος οὗτος, οὔτε πρὸς ἕτερόν τινα ἰδεῖν ἔχων, ἀλλὰ τῷ πατρὶ κατακολουθήσας, καὶ ἀπὸ τοῦ τῇ

Chapter 5: Moral epilogue; Homily LIII; Chapter 1Caput 5: Moralis epilogus · Homilia LIII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:463φύσει τῇ ἀνθρωπίνῃ ἐγκειμένου τῷ συνειδότι διδα-σκάλου ὁδηγούμενος, τοσαύτην φιλοσοφίαν ἐπεδείκνυτο; Τὰ γὰρ γεγενημένα οὐ μόνον τὴν ἐπιείκειαν ἐδείκνυ τοῦ δικαίου τούτου· ἀλλὰ καὶ τὰ τοῦ Χριστοῦ παραγ-γέλματα δι’ αὐτῶν τῶν ἔργων αὐτὸν πληροῦν ἀπέφη-νε. Καὶ ὅπερ ὁ Χριστὸς ἔλεγε διαταττόμενος τοῖς μαθηταῖς καὶ παραινῶν, οὐ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν, ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐπι-δείκνυσθαι, τοῦτο οὗτος ἄνωθεν ἐπλήρου, καὶ πρὸς τοὺς τοσοῦτον μῖσος περὶ αὐτὸν ἐσχηκότας τοσαύτην ἐπεδείκνυτο τὴν φιλοξενίαν, καὶ τὸ τῆς μνησικακίας πάθος ἐξώριζε τῆς ἑαυτοῦ ψυχῆς. ε. Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἡμεῖς οἱ μετὰ τὴν χάριν, καὶ τὴν τοσαύτην διδασκαλίαν, καὶ τὰ τοῦ Σωτῆρος παραγγέλματα, οὐδὲ τὸ αὐτὸ μέ-τρον τῷ δικαίῳ τούτῳ φθάσαι δυνάμενοι; Καὶ τί λέγω τὸ αὐτὸ μέτρον; Ἀλλὰ μηδὲ ἐγγὺς στῆναι ἰσχύοντες. Τοσαύτη γὰρ νῦν ἐπεπόλασε τῆς κακίας ἡ ὑπερβολὴ, ὡς σπάνιον εἶναι καὶ τοὺς ἀγαπῶντας ἀγαπᾷν. Πόθεν οὖν ἡμῖν ἔσται σωτηρίας ἐλπὶς, εἰ μέλλοιμεν καὶ τῶν τελωνῶν χείρους γίνεσθαι; καθώς φησιν ὁ Χριστὸς λέγων, Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Καὶ ὁ μὲν Χριστὸς βουλόμενος ἡμᾶς εἰς τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς ἀνελθεῖν, ἐκείνων ἀνω-τέρους εἶναι βούλεται· ἡμεῖς δὲ κἀκείνων ἐλάττους εἶναι σπεύδομεν. Καὶ τί λέγω τελωνῶν; χείρους καὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἀνδρο-φόνων. Καὶ γὰρ τούτων ἕκαστος τὸν πρὸς αὐτὸν ἀγα-πητικῶς διακείμενον ἀγαπᾷ, καὶ πολλάκις καὶ κιν-δυνεύειν ὑπὲρ τοῦ ἀγαπητοῦ καταδέχεται. Τί οὖν ἂν εἴη ἡμῶν ἐλεεινότερον, ὅταν οἱ τοσαύτης ἀξιωθέντες παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τῶν μυρία ἐργασαμένων κακὰ εὑρισκώμεθα χείρους; Ἐννοοῦντες τοίνυν, πα-ρακαλῶ, καὶ τῆς τιμωρίας τῆς ἐκεῖ γινομένης τὸ μέ-γεθος, καὶ τῆς αἰσχύνης τῆς ἐνταῦθα τὴν ὑπερβολὴν, ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνῶμεν εὐγένειαν, καὶ πειθώμεθα τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπῶμεν γνησίως, πᾶσαν βασκα-νίαν καὶ φθόνον ἐξορίζοντες τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ κἂν ἐχθρωδῶς τινες ὦσι πρὸς ἡμᾶς διακείμενοι, καὶ τούτους ἀγαπᾷν σπουδάζωμεν· καὶ γὰρ οὐδὲ ἑτέρως σωθῆναι δυνατὸν ἡμᾶς, μὴ ταύτην ἐλθόντας τὴν ὁδόν·
καὶ μᾶλλον τῶν ἀγαπώντων ἡμᾶς τούτους ἀγαπᾷν σπουδάζωμεν, ἅτε δὴ μυρίων ἡμῖν τῶν ἀγαθῶν προ-ξένους γινομένους. Οὕτω γὰρ καὶ τῶν ἡμαρτημένων ἡμῖν τὴν συγχώρησιν εὕρασθαι δυνησόμεθα, καὶ μετὰ κατεσταλμένης διανοίας καὶ συντετριμμένης ψυχῆς τὰς πρὸς τὸν Θεὸν ἱκεσίας ποιεῖσθαι. Ὅταν γὰρ ψυχὴ ἐκτὸς γένηται πάσης ἀπεχθείας, καὶ τὸν λογισμὸν ἐν γαλήνῃ ἱδρυμένον ἔχῃ, μετὰ πολλῆς τῆς νήψεως τὸν Δεσπότην καλοῦσα, πολλὴν ἐπισπᾶται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΓ. Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. α. Φέρε καὶ σήμερον, εἰ δοκεῖ, τὰ ἑξῆς τῶν χθὲς εἰ-ρημένων ἐπελθόντες, κατὰ τὸ ἡμῖν ἐγχωροῦν ἀναπτύ-ξωμεν ἕκαστον τῶν γεγραμμένων, ἵνα τὴν ἐντεῦθεν
PG 54:464ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσω-μεν. Ἴδωμεν τοίνυν τὴν ἀρχὴν τῶν ἀνεγνωσμένων. Ἦν δὲ Ἡσαῦ, φησὶν, ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ὅρα πόσα ἐκ τῶν ὀλίγων τούτων ῥημάτων ἔστι καταμα-θεῖν. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ Ἡσαῦ ἐσήμανεν; Οὐχ ἁπλῶς, ἀλλ’ ἵνα ἐντεῦθεν κατα-μάθωμεν τοῦ Ἰσαὰκ τὸ γῆρας, καὶ ὅτι λοιπὸν προβε-βηκὼς ἦν. Ἐὰν γὰρ μνημονεύσωμεν τῶν ἔμπροσθεν εἰρημένων, καὶ ὅτι, ἡνίκα μὲν ἔλαβε τὴν Ῥεβέκκαν, καὶ αὐτὸς τεσσαράκοντα ἐτῶν ἐτύγχανεν, ὅτε δὲ ἐτέ-χθησαν οἱ παῖδες, ἑξήκοντα ἐτῶν ἦν, εἰσόμεθα ὅτι νῦν ἑκατοστοῦ λοιπὸν ἔτους ἐπιβὰς ἐν βαθυτάτῳ γήρᾳ ἐτύγχανεν. Ἐπειδὴ γὰρ μέλλει μετὰ ταῦτα διηγεῖσθαι ἡμῖν, ὡς ὑπὸ τοῦ γήρως ἀμβλυτέρας ἔσχε τὰς ὄψεις, διὰ τοῦτο τῶν ἐτῶν τοῦ Ἡσαῦ τὸν ἀριθμὸν ἐσήμανεν, ἵνα ἐντεῦθεν εἰδέναι ἔχωμεν ἀκριβῶς τοῦ Ἰσαὰκ τὸν χρόνον. Διὰ τοῦτο ἔλεγεν, Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα. Εἶτα ἵνα μάθωμεν τοῦ παιδὸς τὴν προπέτειαν, καὶ ὅτι παρὰ τῶν ἐθνῶν, ὧν οὐκ ἐχρῆν, τὰς γαμετὰς ἠγάγετο, ἐδήλωσεν ἡμῖν, ὅτι ἡ μὲν ἐκ τοῦ γένους τῶν Χετταίων ἦν, ἡ δὲ ἐκ τῶν Εὐαίων· καίτοι γε ἐχρῆν αὐτὸν μαθόντα, ὅσην σπου-δὴν ὁ πατριάρχης ἐποιήσατο διαστελλόμενος τῷ παιδὶ τῷ ἑαυτοῦ, ὥστε ἐκ τῆς φυλῆς αὐτοῦ γαμετὴν τῶν Ἰσαὰκ ἐνέγκαι, καὶ ὅτι ἡ μήτηρ αὐτῶν ἡ Ῥεβέκκα ἐκ τῆς Χαῤῥὰν ὡρμᾶτο, μηδὲν τοιοῦτον βουλεύσασθαι. Ἀλλ’ ἵνα ἐκ προοιμίων δείξῃ τῶν οἰκείων τρόπων τὸ ἄτακτον, προλαβὼν ἐκείνας ἠγάγετο. Καὶ ἵνα μάθω-μεν τῶν γυναικῶν τὸ δύστροπον, φησὶν ἡ Γραφὴ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Καὶ τί ἂν εἴη ταύτης τῆς μοχθηρίας χαλεπώτερον, ὅταν αἱ πᾶσαν τιμὴν ἀπονέμειν ὀφείλουσαι, μὴ μόνον τοῦτο μὴ ποιῶσιν, ἀλλὰ καὶ πρὸς φιλονεικίαν πα-ρασκευάζωνται; Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἡμῖν ἡ ἱστορία σημαίνει, ἀλλ’ ἵνα μετὰ ταῦτα, ἐπειδὰν ἴδῃς τὴν Ῥεβέκκαν πρὸς τὸν Ἰακὼβ πολλὴν τὴν εὔνοιαν ἐπιδεικνυμένην, μάθῃς ὡς οὐκ ἀπεικὸς πρᾶγμα δι-επράττετο. Τέως δὲ ἵνα μὴ τὴν ἀκολουθίαν προφθά-σωμεν, αὐτοῖς ἑπώμεθα τοῖς γεγραμμένοις. Ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· οὐκ ἔτι γὰρ, φησὶν, ὑπὸ τοῦ γήρως ὁρᾷν ἠδύνατο· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου. Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀπο-θανεῖν με. Ἐνταῦθά μοι σκόπει, ἀγαπητὲ, τὴν ἄφα-τον τοῦ Θεοῦ σοφίαν, καὶ ὅπως ὁ μὲν πατὴρ τὴν φυ-σικὴν φιλοστοργίαν ἐπιδεικνύμενος ταῦτα διετάξατο τῷ Ἡσαῦ· ὁ δὲ σοφὸς καὶ εὐμήχανος Δεσπότης διὰ τῆς Ῥεβέκκας τὴν οἰκείαν πρόῤῥησιν εἰς ἔργον ἐξ-ενεχθῆναι παρασκευάζει, διδάσκων ἡμᾶς ὅση τῆς ἀρε-τῆς ἡ ἰσχὺς καὶ τῆς τῶν τρόπων ἐπιεικείας. Καὶ γὰρ ἐκεῖνος μὲν καὶ ἀπὸ τῶν πρωτοτοκίων, καὶ ἀπὸ τῆς τοῦ πατρὸς περὶ αὐτὸν διαθέσεως τὰ πρωτεῖα ἔχειν νομίζων, ἀθρόον ἁπάντων ἔρημος ηὑρίσκετο, ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν οὐκ ἠβουλήθη· οὗτος δὲ, ἐπειδὴ οἴκοθεν ἦν ἐνάρετος, καὶ τὴν ἄνωθεν εἶχε ῥοπὴν συμμαχοῦσαν αὐτῷ, καὶ ἄκοντος τοῦ πατρὸσ

Chapter 2: Rebecca, in matters regarding Isaac's blessing of Jacob, served both her own love and the oracle of GodCaput 2: Rebecca in rebus quæ ad benedictionem Jacobi ab Isaaco spectant, et suo amori et ipsi Dei ministravit oraculo

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:465τὴν παρ’ αὐτοῦ εὐλογίαν ἐπισπᾶται. Οὐδὲν γὰρ ἰσχυ-ρότερον τοῦ παρὰ τῆς δεξιᾶς ἐκείνης βοηθουμένου. Ὅρα γοῦν ἀκριβῶς ἅπαντα, ἵνα μάθῃς τῆς οἰκονομίας τὴν ὑπερβολὴν, καὶ πῶς ὁ μὲν τῆς ἐκεῖθεν ἀπολαύων ῥοπῆς, πολλῆς ἐν ἅπασιν ἀξιοῦται τῆς συνεργίας, ὥστε τὴν τοῦ πατρὸς εὐλογίαν εἰς αὐτὸν μετενεχθῆ-ναι· ὁ δὲ πάντων διαμαρτάνει, προδεδομένος οἴκοθεν διὰ τὴν τῶν τρόπων μοχθηρίαν. Ῥεβέκκα δὲ, φησὶν, ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρᾶσαι θήραν τῷ πατρὶ αὐτοῦ. Εἶπε δὲ Ῥεβέκκα πρὸς τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω. Διὰ τί προσέθηκε, Τὸν ἐλάσσω; Ἐπειδὴ ἀνωτέρω εἶπεν, ὅτι Ἐκάλε-σεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, ἵνα μάθωμεν τίνι νῦν διαλέγεται ἡ Ῥεβέκκα, φησὶ, Πρὸς τὸν ἐλάσσω, τοῦτ’ ἔστι, τὸν Ἰακώβ· Ἴδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελ-φόν σου, καὶ λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με. Ταῦτα μὲν ἤκουσα τοῦ πατρός σου πρὸς τὸν ἀδελφόν σου τὸν Ἡσαῦ διαλεγομένου. Νῦν οὖν, υἱὲ, ἄκουέ μου καθά σοι ἐγὼ ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθα-νεῖν αὐτόν. β. Ὅρα μητρὸς φιλοστοργίαν, μᾶλλον δὲ Θεοῦ οἰκονο-μίαν. Αὐτὸς γὰρ ἦν ὁ καὶ ταύτην πρὸς τὴν συμβου-λὴν διεγείρων, καὶ τὸ πᾶν κατορθωθῆναι ποιῶν. Εἶ-δες τῆς μητρὸς τὴν ἀρίστην συμβουλήν; Ὅρα καὶ τοῦ Ἰακὼβ τὸ περιεσκεμμένον, καὶ ὅπως διὰ τῆς ἀποκρίσεως τῶν οἰκείων τρόπων δείκνυσι τὴν ἐπιεί-κειαν. Εἶπε γὰρ, φησὶ, πρὸς τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελφός μου Ἡσαῦ ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος· μήποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν. Πολλὴ τοῦ παιδὸς ἡ εὐγνωμοσύνη, καὶ ἡ πρὸς τὸν πατέρα αἰδώς. Δέδοικα, φησὶ, μὴ εἰς τὸ ἐναντίον μοι τὰ τῆς σπουδῆς ἐπέλθῃ, μὴ δόξω ἐναντιοῦσθαι τῇ τοῦ πατρὸς γνώμῃ, καὶ ἀντὶ τῆς εὐλογίας κατάραν ἐπισπάσωμαι. Τί οὖν ἡ Ῥεβέκκα, ἡ θαυμασία καὶ φιλόστοργος; Ἐπειδὴ οὐκ ἐξ οἰκείας γνώμης μόνον τοῦτο διεπράττετο, ἀλλὰ καὶ τῇ ἄνωθεν ὑπηρετεῖτο προῤῥήσει, πᾶσαν σπουδὴν ποιεῖται τὸν φόβον ἐξελεῖν τοῦ παιδὸς, καὶ θάρσος ἐνθεῖναι, ὥστε τὴν συμβουλὴν εἰς ἔργον ἀγαγεῖν· καὶ οὐχ ὑπισχνεῖται αὐτῷ ὅτι δυνήσεται παρακρούσασθαι
τὸν πατέρα καὶ λαθεῖν· ἀλλὰ τί; Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Κἂν γένηται τοιοῦτόν τι, φησὶν, οὐδὲν αὐτὸς παραβλαβήσῃ. Μὴ τοίνυν δείσῃς, ἀλλὰ θαῤῥῶν Ὑπάκουσόν μου τῆς φωνῆς, καὶ ποίει τὰ παρ’ ἐμοῦ σοι συμβουλευθέντα. Τοῦτο ἀληθῶς φι-λοστοργία μητρὸς, τὸ ὑπὲρ τοῦ παιδὸς ἑτοίμως ἅπαντα καταδέχεσθαι. Ταῦτα εἰποῦσα ἴσχυσε ἐξελεῖν τοῦ παι-δὸς τὸν φόβον. Καὶ πορευθεὶς ἔλαβε καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ ἐποίησεν ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. Καὶ λαβοῦσα, φησὶν, ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ’ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρ-ματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίο-

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:466νας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίη-σεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. Θέα μοι ἐνταῦθα τῆς Ῥεβέκκας μετὰ τῆς φιλοστοργίας καὶ τὴν πολλὴν σοφίαν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ὁ μὲν ἦν δασὺς, ὁ δὲ λεῖος, τὴν στολὴν, φησὶν, ἐνέδυσεν αὐτὸν τοῦ Ἡσαῦ, καὶ τὰ δέρματα περιέθηκεν αὐτῷ, καὶ πανταχόθεν σχηματίσασα αὐτὸν, ὡς τὴν ἀπάτην εἰς ἔργον ἐλθεῖν, δοῦσα τὰ ἐδέσματα καὶ τοὺς ἄρτους εἰς τὰς χεῖρας, παρεσκεύασε προσαγαγεῖν τῷ πατρί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς τῆς ἄνωθεν χάριτος ἦν τὸ πᾶν. Ὅταν γὰρ ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰς-ενέγκωμεν, δαψιλῶς ἀπολαύσομεν καὶ τῆς παρὰ τοῦ Θεοῦ συνεργίας. Ἵνα γὰρ μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀνα-πεπτωκότες ὦμεν, βούλεται καὶ ἡμᾶς τι συνεισφέρειν, ἵν’ οὕτω καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείξηται· καὶ οὔτε τὸ πᾶν τῆς ἄνωθεν γίνεται βοηθείας, ἀλλὰ δεῖ καὶ ἡμᾶς τι συνεισενεγκεῖν· οὔτε παρ’ ἡμῶν πάλιν ἀπαι-τεῖ τὸ πᾶν, εἰδὼς τῆς ἡμετέρας ἀσθενείας τὴν ὑπερ-βολὴν, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ βουλόμενος ἀφορμήν τινα λαβεῖν, ὥστε τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι, ἀναμένει τὰ παρ’ ἡμῶν εἰς-ενεχθῆναι· ὅπερ καὶ νῦν γεγένηται. Ἐπειδὴ γὰρ καὶ ὁ Ἰακὼβ καὶ ἡ Ῥεβέκκα, ἅπερ ἐχρῆν ἀφ’ ἑαυτῶν γε-νέσθαι, πεποιήκασι, καὶ ὁ μὲν ὑπήκουσε τῆς συμβου-λῆς τῆς μητρὸς, ἡ δὲ τὰ παρ’ ἑαυτῆς πάντα ἐπλή-ρωσε, τότε λοιπὸν καὶ ὁ ἀγαθὸς Δεσπότης τὸ πάντων δυσχερέστερον τοῦτο μετ’ εὐκολίας ἀνυσθῆναι πε-ποίηκε, τὸ μὴ γενέσθαι κατάδηλον τῆς ἀπάτης τὸ δρᾶμα τῷ Ἰσαάκ. Ἐπειδὴ γὰρ προσήνεγκε τὰ ἐδέ-σματα τῷ πατρὶ, Εἶπε· Τίς εἶ σὺ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγώ εἰμι Ἡσαῦ ὁ υἱός σου ὁ πρωτότοκος· πεποίηκά σοι, καθὰ λελάλη-κάς μοι. Ἀναστὰς κάθισον, καὶ φάγε ἐκ τῆς θή-ρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐννόει μοι μεθ’ ὅσης ἀγωνίας ταῦτα ἐφθέγγετο ὁ Ἰακώβ. Ὁ γὰρ ἐν προοιμίοις εἰπὼν τῇ μητρὶ, Φοβοῦμαι μὴ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν, νῦν ἐν ὅσῳ φόβῳ καθειστήκει τοσοῦτον δρᾶμα ὑποκρινόμενος; Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ συνεργῶν τοῖς γινομένοις, ἅπαντα εἰς ἔργον ἐξῄει. Τί οὖν, ἂν εἴποι τις, καὶ τῷ ψεύδει τῷ τοιούτῳ Θεὸς συνήργησε; Μὴ ἁπλῶς ἐξ-έταζε τὸ γινόμενον, ἀγαπητὲ, ἀλλὰ τὸν σκοπὸν κατα-μάνθανε, καὶ ὅτι οὐ βιωτικῆς ἕνεκέν τινος πλεονεξίας τοῦτο ἐγίνετο, ἀλλὰ τοῦ πατρὸς τὴν εὐλογίαν ἐπισπά-σασθαι ἐσπούδαζεν· ἄλλως δὲ εἰ μέλλοις ἁπλῶς τὰ γινόμενα ἐξετάζειν, καὶ μὴ τὸν σκοπὸν πανταχοῦ ἐπιζητεῖν, ὅρα σοι τὸν πατριάρχην παιδοκτόνον ὀνο-μάζειν, καὶ τὸν Φινεὲς ἀνδροφόνον. Ἀλλ’ οὔτε ἐκεῖνος παιδοκτόνος, ἀλλὰ καὶ λίαν φιλόστοργος, εἰ καί τις ἄλλος· οὔτε οὗτος ἀνδροφόνος, ἀλλὰ τὸ μᾶλλον καὶ ἄγαν ζηλωτής. Ἑκάτερος γὰρ αὐτῶν τὸ δοκοῦν τῷ Θεῷ διεπράττετο. Διόπερ ὁ μὲν διὰ τὴν ὑπακοὴν πολ-λῆς ἀξιοῦται τῆς ἄνωθεν ἀμοιβῆς· ὁ δὲ διὰ τὸν ζῆλον ἀνακηρύττεται. Ἔστη γὰρ, φησὶ, Φινεὲς, καὶ ἐξ-ιλάσατο. Εἰ τοίνυν φόνος εὐδοκίμησε καὶ παιδοκτονία ἐν ἐκείνοις, ἐπειδὴ κατὰ Θεοῦ γνώμην ἐγένετο, καὶ οὐ τοῖς γεγονόσι προσέχομεν, ἀλλὰ τῷ σκοπῷ τῶν γινο-μένων, καὶ τῇ τῶν πεποιηκότων γνώμῃ, πολλῷ μᾶλ-λον καὶ ἐνταῦθα τοῦτο λογίζεσθαι χρή. γ. Μὴ τοίνυν τοῦτο σκόπει, ὅτι ψεῦδος ἦν τὰ λεγόμενα παρὰ τοῦ Ἰακὼβ, ἀλλ’ ἐκεῖνο ἐννόει, ὅτι βουλόμενοσ
PG 54:467ὁ Θεὸς εἰς ἔργον τὴν πρόῤῥησιν αὐτοῦ ἀγαγεῖν, ἅπαντα οὕτως ᾠκονόμησε γενέσθαι. Καὶ ἵνα μάθῃς ὅτι ὁ Θεὸς ἦν ὁ πάντα ἐξευμαρίζων, καὶ τὰ δύσκολα εὔ-κολα ποιῶν, ὅρα πῶς ὁ δίκαιος οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἀπάτην, ἀλλὰ καὶ πείθεται τοῖς παρὰ τοῦ Ἰακὼβ ῥηθεῖσι, καὶ ἀπολαύσας τῶν ἐδεσμάτων ἀμείβεται αὐτὸν ταῖς εὐλογίαις. Καὶ οὐ πρότερον παραγίνεται ἀπὸ τῆς θήρας ὁ Ἡσαῦ, μέχρις ὅτε πάντα τέλος ἔλα-βεν, ἵνα διὰ πάντων γνῶμεν ὅτι κατὰ Θεοῦ γνώμην τὸ γινόμενον ἦν. Εἶπε δὲ, φησὶν, Ἰσαάκ· Τί τοῦτο, ὅτι ταχὺ εὗρες, ὦ τέκνον; Ὁ δὲ εἶπεν· Ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Ἔτι ἐναγώνιος εἱστήκει ὁ Ἰακὼβ, καὶ ηὔξετο αὐτῷ τὰ τοῦ φόβου, καὶ πάντα ἐγίνετο, ἵνα μάθωμεν δι’ αὐτῶν ὅτι ὁ φιλ-άνθρωπος Δεσπότης οὐχ ἁπλῶς τὴν οἰκείαν ἐπιδεί-κνυται πρόνοιαν, ἂν μὴ πολλὴν ἴδῃ καὶ τὴν παρ’ ἡμῶν θερμότητα γινομένην. Μὴ γάρ μοι παραδράμῃς, ἀγα-πητὲ, τοῦτον νῦν τὸν ἀγῶνα, ἀλλὰ σκόπει ὅτι περὶ τοῦ παντὸς ἦν αὐτῷ ὁ κίνδυνος, καὶ ἐδεδοίκει καὶ ἔτρεμε μὴ δι’ εὐλογίαν κατάρας ὑπεύθυνος γένηται. Εἶτά φησιν, Εἶπε δὲ Ἰσαάκ· Ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. Ἀπὸ γὰρ τῆς φωνῆς ἠρέμα πως ἐνεδοίαζεν ὁ δίκαιος· ἀλλ’ ἐπειδὴ ἐχρῆν τὴν οἰκονομίαν εἰς ἔργον ἐξελθεῖν, οὐ συνεχωρήθη συνιδεῖν τὴν ἀπάτην. Ἤγ-γισε δὲ, φησὶν, Ἰακὼβ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· Ἡ μὲν φωνὴ, φωνὴ Ἰακώβ· αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ· καὶ οὐκ ἐπέγνω αὐτόν. Ὅρα πῶς δείκνυται ὅτι τῆς τοῦ Θεοῦ χάριτος ἦν τὸ πᾶν, τῆς παρασκευαζούσης καὶ αὐτὸν μηδὲν τῶν γινομένων συνιδεῖν, καὶ τὸν Ἰακὼβ ἀπολαῦσαι τῆς πατρικῆς εὐ-λογίας. Καὶ οὐκ ἐπέγνω αὐτὸν, φησίν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ. Καὶ εἶπεν· Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; Ὅρα πάλιν πῶς δεί-κνυσιν ἡ θεία Γραφὴ ὅτι ἐδίσταζεν ὁ δίκαιος. Εἶπε γὰρ, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ἵνα καὶ ἐκ τούτου πάλιν γνῶμεν, ὅτι ὁ πατὴρ μὲν ἡττηθεὶς τῇ φυσικῇ φιλοστοργίᾳ ἅπαντα διεπράττετο· ὁ δὲ Θεὸς ὁ τὰ μέλ-λοντα προορῶν, καὶ ἀπὸ τῆς τῶν τρόπων ἀρετῆς χα-ρακτηρίζων καὶ δεικνὺς τοὺς ἑαυτοῦ θεράποντας, οὕτως ἅπαντα οἰκονομεῖ. Καὶ εἶπε, φησίν· Ἐγώ. Ἐπειδὴ γὰρ εἶπεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγώ· εἶπε, Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου· μόλις ποτὲ τῆς ἀγωνίας λοιπὸν ἀπηλλάγη ὁ Ἰακὼβ, Καὶ προσήνεγκε τῷ πατρὶ τὰ ἐδέσματα, καὶ εἰσήνεγκεν οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν. Ὅρα τῆς θείας Γραφῆς τὴν παρατήρησιν. Ἐπειδὴ ἠρώτησεν, Εἰ σὺ εἶ Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, καὶ πά-λιν ἐψηλάφησεν αὐτὸν, καὶ ἠρέμα πως ἐνεδοίαζεν ὑπὸ τῆς φωνῆς εἰς ὑπόνοιάν τινα καὶ ὑπόκρισιν ἐμπε-
σὼν, καὶ πάλιν ἠρώτησεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, εἶτα προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· τότε, φησὶν, Ἐφίλησεν αὐτὸν, καὶ εὐλόγησεν αὐ-τόν. Ἵνα μὴ νομίσῃ τις ὅτι εἰς τὸ τοῦ Ἡσαῦ πρός-ωπον τὴν εὐλογίαν ἐποιήσατο, ἀλλ’ εἰς ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ φιληθέντα· διὰ τοῦτο ἐμνημόνευσεν ἡ θεία Γραφὴ, ὅτι καὶ ἐφίλησε, καὶ ηὐλόγησεν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ φιληθέντα. Ὠσφράνθη δὲ, φησὶν, τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησε Κύριος. Καὶ δώσει σοι Κύ-

Chapter 4. Chrysostom comments on events after the arrival of EsauCaput 4: Quidquid peractum sit, post adverntum Edau, narrat commentando Chrysostomus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:468ριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. Δώ-σει, φησὶ, σοὶ τῷ τὰ ἐδέσματα προσενεγκόντι, τῷ παρ’ ἐμοῦ φιληθέντι, Καὶ δουλευσάτωσάν σοι ἔθνη. Ὅρα πῶς τὴν τῶν ἀναγκαίων ἀφθονίαν αὐτῷ ἐπηύξατο, εἶτα τὴν ἀρχὴν τῶν ἐθνῶν, προμηνύων ἤδη τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι εὐημερίαν, καὶ τῶν ἐξ αὐτοῦ τικτομένων τὴν ἐπίδοσιν. Καὶ προσκυνησάτωσάν σοι ἄρχοντες. Οὐ μόνον τὴν τῶν ἐθνῶν ὑποταγὴν αὐτῷ ἐπεύχεται, ἀλλὰ καὶ τῶν ἀρχόντων. Καὶ γίνου κύριος τοῦ ἀδελ-φοῦ σου. Ὅρα πῶς ὑπηρετεῖται καὶ ἀγνοῶν ὁ δίκαιος τῇ τοῦ Θεοῦ γνώμῃ. Καὶ ἅπαντα ταῦτα διὰ τοῦτο ᾠκο-νομεῖτο, ἵνα οὗτος ὁ διὰ τὴν ἀρετὴν ἄξιος, αὐτὸς καρ-πώσηται τὴν εὐλογίαν. Καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Υἱοὺς εἴωθεν ἡ Γραφὴ καλεῖν πᾶσαν τὴν συγγένειαν· ὡς καὶ ἐνταῦθα, τοὺς υἱοὺς τοῦ πατρός σου, ὡς ἂν εἴποι τις, τοὺς ἐκ τοῦ σπέρ-ματος τοῦ Ἡσαῦ ἔσεσθαι μέλλοντας. Οὐδὲ γὰρ ἕτερον παῖδα ἔσχεν ὁ Ἰσαὰκ, ἀλλ’ ἢ τούτους μόνους. Ὁ καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Ἰδοὺ ἡ κορωνὶς τῆς εὐλογίας, ἰδοὺ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, τὸ εὐλογημένον εἶ-ναι. Εἶδες Θεοῦ φιλανθρωπίαν; Ὁ δεδοικὼς μὴ κατ-άραν ἐπισπάσηται ἀντὶ εὐλογίας, οὐ μόνον μετὰ τοσαύτης δαψιλείας τὰς εὐλογίας κομίζεται παρὰ τοῦ πατρὸς, ἀλλὰ καὶ ἐκείνοις ἀρᾶται τοῖς ἐπιχειροῦσιν αὐτὸν καταρᾶσθαι. Ἐντεῦθεν μανθάνωμεν ὅτι ἐπειδάν τις κατὰ τὰ τῷ Θεῷ δοκοῦντα τὰ καθ’ ἑαυτὸν οἰκονο-μεῖν βούληται, τοσαύτης ἀπολαύει τῆς ἄνωθεν συνερ-γείας, ὡς αὐτῆς τῶν πραγμάτων τῆς πείρας αἴσθησιν λαβεῖν Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τοῦ Θεοῦ τὴν ἄφατον οἰκονομίαν, ὅτι οὐ πρότερον ὁ Ἡσαῦ ἀπὸ τῆς θήρας παραγέγονε, μέχρις ὅτε πέρας ἔλαβεν ἡ τοῦ δράματος ὑπόθεσις, κἀκεῖνος δεξάμενος τὰς εὐ-λογίας παρὰ τοῦ πατρὸς ἀνεχώρησε; Τοῦτο γὰρ ἡμᾶς διδάξαι βουλόμενος ὁ μακάριος Μωϋσῆς ἐπήγαγε· Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι τὸν Ἰσαὰκ εὐλογοῦν-τα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. δ. Ὅρα πῶς μετὰ τὴν τούτου ἔξοδον ἐκεῖνος εὐθέως παρεγένετο, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα ἀγνοῶν προσαγάγῃ καὶ αὐτὸς τὰ ἐδέσματα, καὶ παρὰ τοῦ πατρὸς μάθῃ ἅπασαν τοῦ πράγματος τὴν ὑπόθεσιν. Εἰ γὰρ ἔφθη καταλαβεῖν τὸν ἀδελφὸν, ἴσως ἂν αὐτὸν καὶ διεχειρίσατο ἡττώμενος ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ μετὰ ταῦτα τοῦτο βουλευσάμενος, πολλῷ μᾶλλον ἐν ἀκμῇ τοῦ πράγματος τοῦτο ἂν εἰργάσατο. Ἀλλ’ ἡ τοῦ Θεοῦ χεὶρ ἦν ἡ τὸν παῖδα διασώζουσα, καὶ τοῦτον μὲν ἄξιον τῆς εὐλογίας ἀπεργασαμένη, ἐκεῖνον δὲ ἀποστερήσασα καὶ τῆς εὐλογίας καὶ τῶν πρωτοτο-κίων. Παραγενόμενος δὲ, φησὶν, ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ὅρα μοι πάλιν τὸν δίκαιον ἐν θορύβῳ γενόμενον καὶ διαταραττόμενον τὸν λογισμόν. Ἀκούσας γὰρ, φησὶν, Εἶπε· Τίς εἶ σύ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ὅρα πῶς μεγαλο-φρονῶν ἐπὶ τῷ πράγματι, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, Ἐγώ εἰμι Ἡσαῦ, ἀλλὰ προσέθηκεν, Ὁ πρωτότοκος. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς οὖν ὁ θηρεύσας μοι θήραν, καὶ εἰς-ενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔστω; Ὅρα πῶς καὶ εἰς ἀπορίαν γεγονὼς ὁ δίκαιος, καὶ διηγούμενος αὐτῷ τὸ συμβὰν, ὅμως προσέθηκε,
PG 54:469καιρίαν ἐκείνῳ διδοὺς τὴν πληγὴν, τὸ, Καὶ εὐλόγηκα αὐτὸν, καὶ εὐλογημένος ἔστω. Τοῦτο δὲ ἐποίει ὁ δίκαιος τῆς τοῦ Θεοῦ σοφίας ὁδηγούσης αὐτοῦ τὴν γλῶτταν, ἵνα πάντα μετὰ ἀκριβείας ἐκεῖνος μαθὼν εἰδέναι ἔχῃ, ὡς οὐδὲν αὐτῷ πλέον ἔσται οὔτε ἀπὸ τῶν πρωτοτοκίων, οὔτε ἀπὸ τῆς θήρας. Ἀκούσας δὲ, φησὶν, Ἡσαῦ ἀνεβόησε φωνὴν μεγάλην σφόδρα καὶ πικράν. Τί ἐστι, Φωνὴν μεγάλην σφόδρα καὶ πικράν; Τὸν θυμὸν ᾐνίξατο διὰ τοῦ ῥήματος, καὶ τῆς ὀργῆς, ἧς ἐπλήσθη ταῦτα μαθὼν, τὴν ὑπερβολήν. Καὶ εἶπεν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Προλαβὼν, φησὶν, ὁ ἀδελφός σου τὴν εὐλογίαν πᾶσαν ἐπεσπάσατο μετὰ πολλῆς τῆς δα-ψιλείας. Καὶ ἵνα γνῷς, ὅτι ἡ ἄνωθεν χάρις ἦν ἡ τὸν δίκαιον ἀπατηθῆναι συνεργήσασα, ὅρα πῶς αὐτὸς τοῦτο ὁμολογεῖ λέγων, Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, μονονουχὶ ἀπολογούμενος τῷ παιδὶ, καὶ διδά-σκων αὐτὸν, ὅτι Ἀγνοῶν ἐπ’ ἐκεῖνον τὰς εὐλογίας ἐποιησάμην, καὶ ὅτι Εἰς σὲ ταύτας ἕτοιμος ἤμην ποιήσασθαι· ἀλλ’ ἐκεῖνος, Ἐλθὼν μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου· τὰ σοὶ παρασκευασθέντα ἐκεῖνος ἐδέξατο· οὐ παρὰ τὴν ἐμὴν δὲ αἰτίαν γέγονε. Καὶ εἶ-πε, φησὶν, Ἡσαῦ· Δικαίως ἐπεκλήθη τὸ ὄνομα αὐ-τοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἰλήφει, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Οὐ μάτην, φησὶ, τῆς προσηγο-ρίας ταύτης ἠξιώθη· πτερνισμὸς γὰρ ἑρμηνεύεται τὸ ὄνομα αὐτοῦ, ὅπερ οὗτος εἰς ἐμὲ ἐπεδείξατο, καὶ τῶν πρωτοτοκίων ἀποστερήσας καὶ τῆς εὐλογίας. Τί οὖν ὁ Ἡσαῦ πρὸς Ἰσαάκ; Οὐχ ὑπελίπου μοι εὐ-λογίαν, πάτερ; Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν αὐ-τῷ· Μάνθανε, φησὶν, ὅτι πάσας εἰς αὐτὸν ἐξέχεα τὰς εὐλογίας, Εἰ κύριον αὐτὸν ἐποίησά σου. Ὅρα πῶς εὐθέως ἀπὸ τούτου ἄρχεται, καὶ οὐδὲν ἕτερον λέγει, ἀλλὰ τὴν δουλείαν αὐτῷ σημαίνει καὶ τὴν ὑποταγήν· καί φησιν, Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; Οὐδὲν ἕτερον λοιπὸν ὑπολέλειπται· εἰ δεσπότην αὐτὸν ἐποίησά σου, καὶ πάντας αὐτοῦ οἰκέτας τοὺς ἀδελ-φοὺς, καὶ τῶν ἀναγκαίων αὐτῷ τὴν ἀφθονίαν ἐπ-ηυξάμην, τί λοιπὸν ἕτερον λείπεται; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Εὐλόγησον δὴ κἀμέ. Ἐπειδὴ ἤκουσε τοῦ πατρὸς εἰπόντος, Καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται, εἶτα καὶ τὴν εὐλογίαν αὐτῷ πᾶσαν δήλην ἐποίησε, τότε φησὶν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ· μὴ γὰρ μία σοί ἐστιν εὐλογία; Μὴ γὰρ οὐχ ἱκανὸς σὺ κἀμὲ ἀξιῶσαι τῆς παρὰ σοῦ εὐλο-γίας, τὸν οὕτω παρὰ σοῦ ἀγαπώμενον, τὸν πρωτότο-κον, τὸν διὰ τὴν θήραν παρὰ σοῦ ἀποσταλέντα; Συν-έχεε διὰ τῶν ῥημάτων τὸν πατέρα. Κατανυχθέντος γὰρ, φησὶν, Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν. Εἶδε τὸν πατέρα ἐν ἀμηχανίᾳ ὑπάρχοντα,
καὶ οὐ δυνάμενον, οὐδὲ ἀνεχόμενον ἀνατρέψαι τὰ ἤδη γεγονότα· καὶ ὁ μὲν τῇ βοῇ καὶ κλαυθμὸν προσέθη-κεν, εἰς πλείονα συμπάθειαν ἀγαγεῖν τὸν πατέρα βουλόμενος. Οἰκτείρας δὲ αὐτὸν ὁ Ἰσαὰκ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατ-οίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθ-έλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τρα-χήλου σου. Ἐπειδὴ, φησὶ, καὶ αὐτὸς τῆς παρ’ ἐμοῦ εὐλογίας ἀπολαῦσαι ἐπιθυμεῖς, μάνθανε ὅτι οὐχ οἷόν

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:470τέ με ἐναντία τῇ τοῦ Θεοῦ γνώμῃ διαπράξασθαι· ἀλλὰ καὶ σοὶ μὲν ἐπεύχομαι τὴν ἀπὸ τῆς δρόσου τοῦ οὐρα-νοῦ ἀπόλαυσιν· ἴσθι δὲ μέλλων πολεμικὸν ἀναδέξασθαι βίον· Ἐπὶ τῇ μαχαίρᾳ γάρ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. ε. Ἀλλὰ μηδεὶς ἀκούων ταῦτα ξενιζέσθω, ὁρῶν μετὰ ταῦτα τὸν ἀδελφὸν ἀλήτην γενόμενον διὰ τὸν παρὰ τούτου φόβον, καὶ εἰς τὴν ἀλλοτρίαν ἐπειγόμενον, μη-δὲ τοῖς προοιμίοις προσέχων, νομιζέτω διαπίπτειν τὴν πρόῤῥησιν. Ὅταν γὰρ ὁ Δεσπότης τι ὑπόσχηται, κἂν ἐναντία τῶν ὑποσχέσεων ἴδωμεν ἐν τοῖς προοιμίοις ἐκβαίνοντα, μὴ θορυβώμεθα· οὐ γὰρ οἷόν τέ ποτε μέ-χρι τέλους διαμαρτεῖν. Τοῦτο δὲ γίνεται, ἵνα λαμπρό-τεροι διὰ πάντων οἱ δίκαιοι δεικνύμενοι, τὴν περιου-σίαν τῆς τοῦ Θεοῦ δυνάμεως κατάδηλον ἡμῖν ἅπασι γενέσθαι παρασκευάσωσι. Καὶ ἐφ’ ἑκάστου τῶν δι-καίων τοῦτο εὑρήσεις, εἰ βουληθείης ἁπάσας μετὰ ἀκριβείας κατιδεῖν τὰς ἱστορίας, ὃ δὴ καὶ νῦν γεγέ-νηται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι νῦν εὐθέως φυγὰς ἐγίνετο, ἀλλὰ τὴν μετὰ ταῦτα περιφάνειαν λογίζου, καὶ ὅτι τοῦ χρόνου παραδραμόντος αὐτὸς οὗτος ὁ φοβε-ρὸς αὐτῷ γεγονὼς τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυται τὴν αἰδὼ, καὶ ὅτι εἰς τοσαύτην ἦλθε δόξαν μετὰ τὴν ἐπὶ τῆς ξένης ταλαιπωρίαν, ὡς καὶ τοὺς ἐξ αὐτοῦ τεχθέντας εἰς ἄπειρον πλῆθος ἐκταθῆναι, καὶ διὰ τῆς τούτου προσηγορίας ἅπαν τὸ ἔθνος χαρακτηρίζεσθαι. Νυνὶ δὲ διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ ἀδελφοῦ τὸν θυμὸν, καὶ ὅτι πρὸς φόνον ἀπέβλεπε, φησί· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ ἵνα μάθω-μεν, ὅτι οὐχ ἁπλῶς ὀργὴ ἦν πρόσκαιρος τοῦτο, διὰ τῆς λέξεως ἐσήμανεν ἡμῖν τῆς κακίας αὐτοῦ τὴν ὑπερβολήν. Ἐνεκότει γὰρ, φησὶν, ἀντὶ τοῦ, ἐνέκειτο, ἐπέμενεν, ὡς καὶ διὰ τῶν ῥημάτων τὴν ἐν τῷ βάθει κρυπτομένην γνώμην φανερὰν καταστῆσαι. Εἶπε γὰρ, φησὶν, ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰα-κὼβ τὸν ἀδελφόν μου. Ὄντως ἄρα καὶ τῶν μαινο-μένων αὐτῶν οὐκ ἔλαττον ὁ θυμούμενος παραπαίει. Σκόπει γὰρ, ὅπως καθάπερ τοὺς μαινομένους ὁ δαίμων ἐκεῖνος ἐπεισελθὼν ἔκφρονας ἐργάζεται, καὶ ἐναντία τοῖς ὁρωμένοις διαπράττεσθαι ἀναπείθει. Οὐ γὰρ ὁρῶσιν ὑγιῶς, οὔτε ἕτερόν τι διαπράττονται τῶν χρησίμων, ἀλλὰ καθάπερ τὰς αἰσθήσεις πεπηρω-μένοι, καὶ τὸ διακριτικὸν διαφθείραντες, οὕτως ἅπαντα ἐργάζονται. Οὕτω καὶ οἱ θυμούμενοι, οὐ τοὺς παρόντας ἐπιγινώσκουσιν, οὐ συγγενείας μέμνηνται, οὐ φιλίας, οὐ συνηθείας, οὐκ ἀξιώματος, οὐκ ἄλλου τινὸς ἔννοιαν λαμβάνουσιν, ἀλλ’ ὅλοι ὑπὸ τοῦ θυμοῦ τυραννούμενοι κατὰ κρημνῶν φέρονται. Τί οὖν ἂν εἴη τῶν τοιούτων ἐλεεινότερον, ὅταν ἁλόντες ὑπὸ τοῦ πά-θους, καὶ αἰχμάλωτοι γενόμενοι, καὶ πρὸς φόνον ἐπ-είγονται; Διὰ τοῦτο ὁ μακάριος Παῦλος τὴν ῥίζαν ἀποσπάσαι βουλόμενος τοῦ κακοῦ, γράφων παρῄνει, οὕτω λέγων, Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρ-θήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Οὐ μόνον, φησὶ, θυμοῦσθαι ὑμᾶς οὐ βούλομαι, οὐδὲ μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ μετὰ κραυγῆς τοῖς πλησίον διαλέγεσθαι, κραυγὴν ἐνταῦθα λέγων, τὴν ὑπὸ τοῦ θυμοῦ γινομέ-νην. Ὅταν γὰρ τὸ πάθος ἔνδοθεν διεγείρηται, καὶ ἡ καρδία οἰδαίνῃ, οὐκ ἔτι λοιπὸν ἡ γλῶσσα ἠρέμα φθέγγεσθαι ἀνέχεται, ἀλλὰ τὴν διάθεσιν τῆς καρδίας ἐμφαίνουσα, μετὰ κραυγῆς τῷ πλησίον διαλέγεσθαι παρασκευάζει. Βουλόμενος οὖν ἐν γαλήνῃ διάγειν διηνεκεῖ τοὺς αὐτῷ πειθομένους ὁ μακάριος οὗτος, εἰ-πὼν, Πᾶσα ὀργὴ, ἔδειξε τί ἐστι Πᾶσα ὀργὴ, ἡ ἀφ’ οἵου δή ποτε πράγματος κινουμένη καὶ πᾶς θυμὸσ

Homily LIV, Chapter 1: Aid of Divine GraceHomilia LIV · Caput 1: Gratiæ divinæ auxilium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:471καὶ πᾶσα κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν· εἶτα αὐτὴν τὴν ῥίζαν τῆς κακίας ξηρᾶναι βουλόμενος καὶ ἄκαρπον ἐργάσασθαι, φησὶ, Σὺν πάσῃ κακίᾳ. Ὁ γὰρ οὕτω διακείμενος διηνεκῶς ἐν λιμένι κάθηται, τῶν ἀπὸ τῆς γῆς κυμάτων ἀπηλλαγμένος, καὶ οὔτε χειμῶνα δέ-δοικεν, οὔτε ναυάγιον, ἀλλὰ καθάπερ ἐν γαλήνῃ πλέων ἢ ἐν εὐδίῳ λιμένι καθήμενος, οὕτως ἕλκει τὸν παρόντα βίον πάσης ταραχῆς ἐκτὸς ὢν, καὶ οὐ μό-νον τοῦτο, ἀλλὰ καὶ τῶν ἀθανάτων καὶ ἀποῤῥήτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτῷ διὰ πάντων προξενεῖ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ-ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΔ. Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώ-τερον, εἶπεν αὐτῷ. α. Εἴδετε χθὲς καὶ τοῦ τελώνου τὴν πολλὴν εὐγνωμο-σύνην, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ τῶν Ἰουδαίων τὴν ὑπερβάλλουσαν ἀναισθησίαν; Εἴδετε πῶς ἅπαντας ἡμᾶς ἐπαίδευσεν ὁ μακάριος Ματθαῖος, δι’ ὧν οὕτω ταχέως ὑπήκουσε, δι’ ὧν τοσαύτην ἐπεδείξατο τὴν μεταβολὴν, ὅτι ἐν τῇ προ-αιρέσει κεῖται τῇ ἡμετέρᾳ, μετὰ τὴν ἄνωθεν χάριν, τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ ὅτι καὶ σπουδάσαν-τες δυνάμεθα γενέσθαι ἐνάρετοι, καὶ ῥᾳθυμήσαντες πάλιν εἰς τὸν τῆς ἁμαρτίας κρημνὸν καταφερόμεθα; Τοῦτο γάρ ἐστιν ᾧ τῶν ἀλόγων διεστήκαμεν, τὸ λόγῳ τετιμῆσθαι ἡμᾶς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ ἐναποκεῖσθαι τὴν γνῶσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Μηδεὶς τοίνυν προφασιζέσθω ὡς δι’ ἄγνοιαν ἀρετῆς ἀμελῶν, ἢ διὰ τὸ μὴ ἔχειν τὸν ὑποδεικνύντα τὴν ταύτης ὁδόν. Ἀρκοῦντα γὰρ ἔχο-μεν διδάσκαλον τὸ συνειδὸς, καὶ οὐχ οἷόν τέ τινα ἀπ-εστερῆσθαι τῆς ἐκεῖθεν βοηθείας. Καὶ γὰρ ἅμα τῇ πλάσει τοῦ ἀνθρώπου καὶ ἡ γνῶσις τῶν πρακτέων αὐτῷ ἐναπετέθη, ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπι-δειξάμενος, καθάπερ ἐν παλαίστρᾳ τινὶ, τῷ παρόντι βίῳ ἐγγυμνασάμενος πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τὰ ὑπὲρ τῆς ἀρετῆς βραβεῖα κομίσηται, καὶ ἐν βραχεῖ χρόνῳ πονήσας, ἐν διηνεκεῖ τῷ αἰῶνι τῶν στεφάνων ἀξιωθείη, καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ αἰῶνι τὴν ἀρετὴν ἑλόμενος, ἐν τοῖς ἀπείροις καὶ ἀϊδίοις αἰῶσι τῶν ἀθανάτων ἀγαθῶν ἀπολαύῃ. Ὅπερ εἰδότες, ἀγαπη-τοὶ, μὴ προδῶμεν ἡμῶν τὴν εὐγένειαν, μὴ ἀγνώμονες περὶ τὴν τοσαύτην εὐεργεσίαν γενώμεθα, μηδὲ τὸ πρόσκαιρον τῆς δοκούσης ἡδονῆς μεταδιώξαντες, διηνεκῆ τὴν ὀδύνην ἑαυτοῖς κατασκευάσωμεν· ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενον διηνεκῶς προορώμενοι, οὕτως ἅπαντα τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τοῖς ὅπλοις τοῦ Πνεύματος φραξάμενοι, καὶ τὴν οἰκείαν εὐγνωμοσύ-νην ἐπιδειξάμενοι, ἐπισπασώμεθα τὴν ἄνωθεν ῥοπὴν, ἵνα τῆς ἐκεῖθεν ἀπολαύοντες συμμαχίας, καὶ τοῦ ἐχθροῦ καὶ πολεμίου περιγενόμενοι, καὶ ἄκυρα αὐτοῦ καταστήσαντες τὰ μηχανήματα, τῶν ἀγαθῶν ἐκεί-νων ἀπολαῦσαι δυνηθῶμεν, ὧν ἐπηγγείλατο τοῖς
ἀγαπῶσιν αὐτὸν ὁ Κύριος. Μὴ τοίνυν πρὸς τὸν πόνον τις ὁράτω τῆς ἀρετῆς, ἀλλὰ τὸ ἐντεῦθεν κέρδος λο-γιζόμενος ἑτοίμως τοὺς ὑπὲρ ταύτης πόνους κατα-δεχέσθω. Εἰ γὰρ οἱ περὶ τὰ βιωτικὰ στρεφόμενοι, καὶ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες, ἅπαντα προθύμως καταδέχονται, καὶ τοὺς κατὰ θά-

Chapter 2: Chrysostom seeks utility, not the applause of the listenersCaput 2: Utilitatem, non plausus auditorum, quærit Chrysostomus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:472λατταν κινδύνους, καὶ τὰ ναυάγια, καὶ τὰς τῶν πει-ρατῶν ἐφόδους προορῶντες, οὐδὲ οὕτως ὀκνηρότεροι γίνονται, καὶ ταῦτα οὐδὲ θαῤῥεῖν περὶ τοῦ τέλους δυ-νάμενοι· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν, τῶν ἀθανά-των ἐκείνων ἕνεκεν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἀποδυόμενοι; Τίνος ἕνεκεν οὕτως ἀγνώμονες περὶ τὸν εὐεργέτην γινόμε-θα, καὶ οὔτε τὰ ἤδη δωρηθέντα λογιζόμεθα, οὔτε τὰ ἐπαγγελθέντα ἐννοοῦμεν, ἀλλὰ πάντων, ὡς εἰπεῖν, λήθην ποιησάμενοι, ἁπλῶς καὶ εἰκῆ βοσκημάτων δί-κην βίον ἅπαντα παρατρέχομεν, τῆς μὲν ψυχῆς οὐδε-μίαν ἐπιμέλειαν ποιούμενοι, τὴν δὲ γαστέρα μόνην διαῤῥηγνύντες, καὶ πολλὴν διὰ ταύτης τῷ ταλαιπώρῳ τούτῳ σώματι τὴν λύμην κατασκευάζοντες, καὶ τοῦτο μὲν διὰ τῆς ἀμετρίας, καὶ τῆς πολλῆς ἀδηφαγίας μυρία πράγματα κατασκευάζειν ἡμῖν παρασκευάζο-μεν, τὴν δὲ ψυχὴν λιμῷ τήκεσθαι συγχωροῦμεν; καίτοι ψυχὴ σώματος κυριώτερον, καὶ ἐκείνης ἀπειρηκυίας νεκρὸν τοῦτο καταλείπεται. Δέον οὖν κἀκείνῃ τὴν κατάλληλον καὶ ἁρμόττουσαν παρέχειν τροφὴν ἡμᾶς, ἑκατέροις λυμαινόμεθα, ἀμετρίαν καὶ ἐνταῦθα κἀκεῖ πολλὴν ἐπιδεικνύμενοι, καὶ τὸ μὲν ὑπὲρ τὴν χρείαν πιαίνοντες, τὴν δὲ ὑπὸ λιμοῦ δια-φθείρεσθαι καταναγκάζοντες. Καὶ ὅπερ ὁ τῶν ὅλων Δεσπότης ἐν τάξει μεγίστης ἀγανακτήσεως ἠπείλησέ ποτε τῷ τῶν Ἰουδαίων δήμῳ, λέγων, Δώσω ὑμῖν οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, διδάσκων ἡμᾶς ὅτι ἐκεῖνος μὲν ὁ λιμὸς τὸ σῶμα κατατείνειν δύναται, οὗτος δὲ ὁ λιμὸς αὐτῆς καθικνεῖται τῆς ψυχῆς· τοῦτ’ αὐτὸ νῦν, ὅπερ ἀντὶ τιμωρίας ἐκείνοις ἐπάγειν τότε ἠπείλησεν ὁ Δεσπότης, ἡμεῖς ἑκόντες ἐπισπώμεθα, καὶ ταῦτα τοῦ Θεοῦ τοσαύτην περὶ ἡμᾶς κηδεμονίαν ἐπιδειξαμένου, καὶ οἰκονομήσαντος μετὰ τῆς ἀπὸ τῶν Γραφῶν ἀναγνώσεως, ἔχειν ἡμᾶς καὶ τὴν ἀπὸ τῶν διδασκάλων νουθεσίαν. Δι’ ὃ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, πᾶσαν ῥᾳθυμίαν ἀποτινάξασθαι καὶ διεγερθῆναι μικρὸν, καὶ πᾶσαν τὴν σπουδὴν μεταθεῖναι ἐπὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Οὕτω γὰρ ἂν καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν μετὰ δαψιλείας ἐπισπάσησθε, καὶ ἡμεῖς προθυμότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιησώ-μεθα, ὁρῶντες εἰς ἔργον ἡμῶν ἐκβαίνουσαν τὴν συμ-βουλήν. Ἐπεὶ καὶ γεωργὸς, ἐπειδὰν ἴδῃ τῆς γῆς τὴν ἐπιτηδειότητα πολλὴν παρέχουσαν αὐτῷ τῶν καρπῶν τὴν φορὰν, καὶ αὐτὸς μετὰ πλείονος τῆς σπουδῆς πρὸς τοὺς τῆς γεωργίας πόνους ἐπαποδύεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ἂν θεασοίμεθα τὴν κατὰ Θεὸν ὑμῶν προκοπὴν, καὶ ὅτι τὰ παρ’ ἡμῶν λεγόμενα διὰ τῶν ἔργων ἐνδείκνυσθαι σπουδάζετε, πλείονα καὶ αὐτοὶ τὸν πόνον τὸν διδασκαλικὸν ἐπιδειξόμεθα· ἅτε εἰδότες ὅτι οὐ κατὰ πετρῶν σπείρομεν, ἀλλ’ εἰς λιπα-ρὰν καὶ βαθύγεων καταβάλλομεν τὰ σπέρματα. β. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην ἡμέραν τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα καὶ ὑμεῖς κερδάναντές τι χρήσιμον ἐντεῦθεν ἀπέλθητε, καὶ τὰ τῆς ἀρετῆς ὑμῖν αὐξάνηται, καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὴν προκοπὴν εὐφραινώμεθα. Μὴ γὰρ ἁπλῶς καὶ εἰκῆ λέγειν βουλό-μεθα, ὥστε τὸν παρ’ ὑμῶν ἔπαινον καρπώσασθαι, καὶ ἵνα κροτήσαντες ὑμεῖς ἀναχωρήσητε; Οὐ διὰ τοῦτο, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Ἐμοὶ μέγιστος ἔπαινος καὶ ἀρκετὸς, εἴ τις ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν μεταβάλλοιτο, εἴ τις πρὸ τού-του ῥᾴθυμος ὢν, σπουδαῖος ἐκ τῆς παρ’ ἡμῶν ὑπο-μνήσεως γένηται· τοῦτο καὶ ἐμοὶ μέγιστον φέρει τὸν ἔπαινον καὶ τὴν παραμυθίαν, καὶ ὑμῖν πολὺ τὸ κέρδος καὶ τὸν πλοῦτον τὸν πνευματικόν. Ἀλλὰ καὶ ὅτι μὲν
PG 54:473πολλὴν ἐπιδείξεσθε τὴν σπουδὴν, οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὅτι θεοδίδακτοί ἐστε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Διὰ τοῦτο ἐνταῦθα στήσας τὴν περὶ τού-του συμβουλὴν, τῆς συνήθους ἅψομαι διδασκαλίας ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων, μᾶλλον δὲ τῶν παρὰ τοῦ ἁγίου Πνεύματος δι’ αὐτοῦ ἡμῖν εἰρημένων, μικρά τινα εἰς τὸ μέσον προσθεὶς, ἐκεῖθεν ὑμῖν σή-μερον τὴν ἑστίασιν παραθήσομαι. Ἠκούσατε πρώην ὅπως κατὰ τὴν συμβουλὴν τῆς Ῥεβέκκας ἅπαντα διαπραξάμενος ὁ Ἰακὼβ, τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν ἐπεσπάσατο, τὴν ἐπαινετὴν ἐκείνην κλοπὴν ἐπιδειξάμενος, δι’ ὃ καὶ τῆς παρὰ τοῦ Θεοῦ συνερ-γίας ἀπήλαυσε, καὶ εἰς ἔργον ἐξῆλθεν αὐτῷ τὸ σπου-δαζόμενον· ἀλλ’ ἐπειδὴ ἐντεῦθεν αὐτῷ πολὺς ὁ φθόνος ἐτίκτετο παρὰ τοῦ Ἡσαῦ, καὶ πρὸς φόνον λοιπὸν παρεσκευάζετο· τοιοῦτον γὰρ τουτὶ τὸ ὀλέθριον πά-θος· οὐ πρότερον ἵσταται, μέχρις ἂν τὸν ὑπὸ τοῦ πά-θους ἁλόντα κατὰ κρημνῶν ἐνεχθῆναι παρασκευάσῃ, καὶ πρὸς τὴν τοῦ φόνου παρανομίαν δραμεῖν. Ῥίζα γὰρ τοῦ φόνου ὁ φθόνος. Οὕτω καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Κάϊν καὶ ἐπὶ τοῦ Ἄβελ γέγονεν. Οὐδὲν γὰρ ἔχων οὐδὲ ἐκεῖνος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλέσαι τῷ ἀδελφῷ, ἐπειδὴ εἶδεν εὐδοκιμοῦντα παρὰ τῷ Δεσπότῃ τῶν ὅλων ἀπὸ τῆς προσκομιδῆς τῶν δώρων, καὶ ἑαυτὸν ἀπόβλητον γεγενημένον διὰ τὴν οἰκείαν ῥᾳθυμίαν, εἰς φθόνον εὐθὺς διηγείρετο, καὶ τὴν ῥίζαν τοῦ φόνου τε-κὼν ἐν τῇ διανοίᾳ, παραχρῆμα καὶ τὸν καρπὸν ἐκεῖνον τὸν ὀλέθριον ἐπεδείξατο, καὶ τὸν φόνον εἰς ἔργον ἤγα-γεν. Οὕτω δὴ καὶ νῦν ὁ Ἡσαῦ ἰδὼν τὸν ἀδελφὸν τὰς εὐλογίας παρὰ τοῦ πατρὸς δεξάμενον, καὶ ὑπὸ τοῦ θυμοῦ καὶ τῆς βασκανίας εἰς φόνον ἐξενεχθεὶς, ἐμε-λέτα τοῦ ἀδελφοῦ τὴν ἀναίρεσιν. Ἀλλ’ ἡ θαυμασία μήτηρ τοῦτο αἰσθομένη, πάλιν τὴν μητρικὴν φιλοστοργίαν περὶ τὸν παῖδα ἐπιδείκνυται καὶ συμβουλὴν εἰσάγει τὴν δυναμένην αὐτὸν ἐξαρπάσαι τῶν τοῦ ἀδελφοῦ χειρῶν. Καλέσασα γὰρ, φησὶ, τὸν υἱὸν αὐ-τῆς τὸν νεώτερον, εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελ-φός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. Νῦν οὖν ἄκου-σόν μου τῆς φωνῆς. Ἡ πεῖρά σε διδασκέτω, φησὶν, ὅτι τὰ λυσιτελῆ σοι συμβουλεύω, καὶ καθάπερ ἤδη τῆς ἐμῆς φωνῆς ἀκούσας, τὰς μεγάλας ἐκείνας εὐλογίας ἐπεσπάσω παρὰ τοῦ πατρὸς, οὕτω δὴ καὶ νῦν ἄκουσόν μου τῆς φωνῆς, ἵνα διαφυγεῖν δυνηθῇς τοῦ ἀδελφοῦ τὰς χεῖρας. Οὕτω γὰρ ἑαυτὸν ἐλευθερώσεις τῶν κιν-δύνων, κἀμὲ τοῦ πένθους. Εἰκὸς γὰρ ἐκεῖνον, εἰ τοῦτο τολμήσειε, δίκην ἀπαιτηθῆναι, καὶ πανταχόθεν ἐμοὶ τῆς ὀδύνης τὴν ἐπίτασιν αὔξεσθαι. Ἄκουσον οὖν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι πρὸς τὸν ἀδελφόν μου Λάβαν εἰς Χαῤῥὰν, καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστεί-λασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτε-κνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. Ἄπιθι, φησὶ, πρὸς τὸν ἀδελφόν μου Λάβαν, καὶ οἴκει ἐκεῖ μετ’ αὐτοῦ. Εἰκὸς γὰρ καὶ τὸν χωρισμὸν καὶ τὸν ἐν μέσῳ χρόνον ἰσχῦσαί τι πλέον, καὶ παραμυθήσα-σθαι τὸ πάθος, καὶ τὴν βασκανίαν λωφῆσαι, καὶ λήθην αὐτῷ γενέσθαι τῶν ὑπὸ σοῦ γεγενημένων περὶ τὴν τῆς εὐλογίας κλοπήν. Καὶ ἐπιλάθηται, φησὶν, ἃ πεποίηκας αὐτῷ. Εἰκότως, φησὶν, ὀργίζεται· δι’ ὃ προσήκει ἐκκλῖναι αὐτοῦ τὴν ὁρμὴν, ὅπως ἀπὸ τοῦ χρόνου λήθης ἐγγενομένης αὐτῷ, μετὰ ἀσφαλείας
λοιπὸν δυνηθῇς τὴν ἐνταῦθα οἴκησιν ποιήσασθαι. Καὶ

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:474ἵνα μὴ δυσχεράνῃ ὁ παῖς ἐπὶ τὴν ἀλλοτρίαν ἀπιέναι καταναγκαζόμενος, ὅρα πῶς παραμυθεῖται τοῦ νέου τὴν ψυχὴν, πρῶτον μὲν εἰποῦσα· Ἄπιθι πρὸς Λάβαν τὸν ἀδελφόν μου. Μὴ γὰρ πρὸς ξένον τινὰ, φησὶ, κατεπείγω σε ἀπελθεῖν; Πρὸς τὸν ἀδελ-φὸν τὸν ἐμὸν, καὶ οἴκει μετ’ αὐτοῦ ἡμέρας τινάς. Βραχὺν, φησὶ, χρόνον, ὀλίγας ἡμέρας, ἕως τοῦ παύ-σασθαι τὴν ὀργήν. Νῦν γὰρ καὶ ἀκμάζει αὐτῷ, φη-σὶν, ὁ θυμὸς, καὶ οὔτε τοῦ πατρὸς αἰδώ τινα ποιεῖται, καθάπαξ τυραννούμενος ὑπὸ τοῦ πάθους, οὔτε τὴν ἀδελφικὴν στοργὴν ἐν διανοίᾳ λαμβάνει, ἀλλ’ ἑνὸς μόνου γίνεται, τοῦ τὸν θυμὸν ἀποπληρῶσαι. Καὶ ἀποστείλασα μεταπέμψομαί σε ταχέως, φησὶν, ἐκεῖθεν. Σὲ ἐπανάξω. Ἄπιθι τοίνυν θαῤῥῶν, ὅτι Ἀπο-στείλασα μεταπέμψομαί σε· περὶ γὰρ τοῦ παντός ἐστί μοι ὁ ἀγὼν, καὶ περὶ ἀμφοτέρων δέδοικα, μή-ποτε ἀποστερηθῶ ἀμφοτέρων. Ὅρα σύνεσιν μητρός· πῶς οἴκοθεν κινουμένη, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ προῤ-ῥήσει καὶ νῦν ὑπηρετουμένη, ἐκεῖνα συμβουλεύει τῷ παιδὶ, ἅπερ ὁ Χριστὸς παρῄνει τοῖς μαθηταῖς, συμ-βουλεύων μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις, ἀλλὰ διὰ τῆς ἀναχωρήσεως παραμυθεῖσθαι τοῦ πάθους τὴν μανίαν. Τοῦτο τοίνυν καὶ αὕτη εἰσηγουμένη τῷ παιδὶ, πρότερον αὐτῷ συμβουλεύσασα καὶ παραθαῤ-ῥύνασα αὐτοῦ τὸν λογισμὸν, ὥστε μὴ δυσχερᾶναι πρὸς τὸν χωρισμὸν, τότε λοιπὸν καὶ ἀφορμὴν εὔλογον τῇ ἀποδημίᾳ περιθεῖναι βούλεται, ὥστε μὴ προφανῶς δόξαι διὰ τὴν τοῦ ἀδελφοῦ βασκανίαν ἀναχωρεῖν, μηδὲ τὸν πατέρα γνῶναι τὴν ἀληθῆ τῆς ἀποδημίας αἰτίαν, μήτε τοῦ Ἡσαῦ τὴν κατὰ αὐτοῦ ἀγανάκτησιν. Καὶ εἰσελθοῦσα, φησὶ, πρὸς τὸν Ἰσαὰκ ἡ Ῥε-βέκκα εἶπε· Προσώχθισα τῇ ζωῇ μου διὰ τὰς θυ-γατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυ-ναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; γ. Σκόπει πῶς εὐπρόσωπον εὗρε πρόφασιν. Ὅταν γὰρ ἡμῖν ἡ ἄνωθεν συμπράττῃ δεξιὰ, καὶ τὰ δυσχερῆ εὔκολα γίνεται, καὶ τὰ δύσκολα ῥᾴδια. Ἐπεὶ οὖν καὶ αὕτη εἶχε τὸν τῶν ὅλων Θεὸν συναινοῦντα αὐτῆς τῇ γνώμῃ, πάντα τὰ δυνάμενα συντελεῖν τῇ οἰκονομίᾳ τῇ μελλούσῃ, καὶ τοῦ παιδὸς τῇ σωτηρίᾳ, ὑπέβαλεν αὐτῆς τῇ διανοίᾳ. Προσώχθισα, φησὶν, τῇ ζωῇ διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τῶν γυναικῶν τοῦ Ἡσαῦ τὸ δύστροπον, καὶ ὅτι πολλῆς ἀηδίας αὐτοῖς ὑπόθεσις γεγόνασι. Καὶ γὰρ ἀνωτέρω διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ, ὅτι ἔλαβεν ἀπὸ τῶν Χετταίων καὶ ἀπὸ τῶν Εὐαίων γυναῖκας ὁ Ἡσαῦ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Τοῦτο οὖν αὐτὸ ὑπομνῆσαι αὐτὸν βουλομένη, μονον-ουχὶ ταῦτά φησι πρὸς αὐτόν· Οἶδας ὅπως μοι τὴν ζωὴν πικρὰν πεποιήκασιν αἱ γαμεταὶ τοῦ Ἡσαῦ, καὶ ὅπως διὰ τὴν τούτων μοχθηρίαν λοιπὸν πρὸς πάσας ἀπεχθῶς ἔχω τὰς θυγατέρας τῶν υἱῶν Χὲτ, καὶ ἅπαν τὸ ἔθνος δι’ ἐκείνας μεμίσηκα. Εἰ τοίνυν συμβαίη καὶ τὸν Ἰακὼβ ἐκ τούτων ἀγαγέσθαι γυ-ναῖκα, ποία μοι λοιπὸν ἔσται σωτηρίας ἐλπίς; Ἵνα τί γάρ μοι τὸ ζῇν; Εἰ γὰρ ἐκείνας ἐνεγκεῖν οὐκ ἰσχύομεν, εἰ καὶ οὗτος φθάσει ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης λαβεῖν γυναῖκα, τὰ τῆς ζωῆς ἡμῖν οἴχεται. Ἀκούσας δὲ ταῦτα ὁ Ἰσαὰκ, καὶ εἰς ὑπό-μνησιν ἐλθὼν τῆς ἐκείνων κακίας, Προσκαλεσά-μενος τὸν Ἰακὼβ, εὐλόγησε, φησὶν, αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ λέγων· Οὐ λήψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· ἀλλ’ ἀναστὰς πορεύου εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων τοῦ ἀδελφοῦ τῆς μη-τρός σου. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ βουλό-

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:475μενος προθυμότερον αὐτὸν ἐργάσασθαι περὶ τὴν ἀπο-δημίαν, καὶ τὰς παρ’ αὐτοῦ εὐλογίας πάλιν προτί-θησι, καί φησιν· Ὁ Θεός μου εὐλογήσει σε, καὶ αὐξήσει σε, καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συν-αγωγὰς ἐθνῶν, καὶ δώσει σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ. Ὅρα τὸν δίκαιον τοῦτον, ὅπως προαναφωνεῖ αὐτῷ ἅπαντα, καὶ ἱκανὰ αὐτῷ ἐφόδια πρὸς παραμυθίαν δίδωσι, προμηνύων αὐτῷ καὶ τὴν ἐπάνοδον καὶ τῆς γῆς τὴν κληρονο-μίαν, καὶ ὅτι οὐ μόνον εἰς πλῆθος ἐπιδώσει, ἀλλὰ καὶ συναγωγὰς ἐθνῶν ἐκ τοῦ σπέρματος αὐτοῦ ἐξελεύσεσθαι. Ταῦτα ἀκούσας ὁ παῖς ἐπλήρου τὰ δόξαντα τῷ πατρὶ, καὶ ἐπορεύετο εἰς τὴν Με-σοποταμίαν πρὸς Λάβαν τὸν τῆς μητρὸς ἀδελφόν. Ἀλλὰ πάλιν ὁ Ἡσαῦ τοῦτο μαθὼν, καὶ ὅτι εὐλογηθεὶς παρὰ τοῦ πατρὸς ὁ Ἰακὼβ ἐντολὰς ἔλαβε, μὴ λαβεῖν γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ’ ὥρ-μησεν εἰς τὴν Μεσοποταμίαν, ὥσπερ διορθῶσαι βου-λόμενος τὸ οἰκεῖον πταῖσμα, καὶ ἐξευμενίσασθαι τὸν πατέρα, Προσθεὶς, φησὶν, ἔλαβε γυναῖκα πρὸς ταῖς γυναιξὶν αὐτοῦ, θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ. Εἶδες, ἀγαπητὲ, μεθ’ ὅσης συνέσεως ἡ φιλό-στοργος αὕτη μήτηρ ἐξήρπασε τῶν κινδύνων τὸν Ἰακὼβ πρέπον σχῆμα ἐπιθεῖσα τῇ ἀποδημίᾳ, καὶ οὔτε τοῦ Ἡσαῦ τὴν κακίαν ἐξέφηνεν, οὔτε τῷ πατρὶ τὴν αἰτίαν δήλην ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν παῖδα κατάλληλον ἐποιήσατο τὴν συμβουλὴν, ἵνα προτρέψασθαι δυνηθῇ διὰ τοῦ φόβου καταδέξασθαι τὰ παρ’ αὐτῆς λεγόμενα, καὶ τῷ πατρὶ ἁρμόζουσαν γνώμην εἰσηγήσατο; Ὅθεν καὶ ἐπιδραμὼν ὁ δίκαιος τοῖς ῥηθεῖσι παρ’ αὐτῆς, ἐφοδιά-σας ταῖς παρ’ ἑαυτοῦ εὐλογίαις τὸν Ἰακὼβ ἐξέπεμψεν. Ἀλλ’ εἰ δοκεῖ, καὶ μὴ ἀπεκάμετε ἴδωμεν ὅπως τὴν ἀποδημίαν ποιεῖται ὁ Ἰακώβ. Οὐ μικρὰ γὰρ καὶ ἐντεῦθεν καρπώσασθαι δυνησόμεθα, ἐὰν προς-έχωμεν. Καὶ γὰρ φιλοσοφίας ἁπάσης διδασκαλίαν πε-ριέχει τῶν δικαίων ἡ διαγωγή. Ὅρα γοῦν ἐνταῦθα τὸν νέον τοῦτον, τὸν ἐπὶ τῆς οἰκίας τραφέντα, τὸν οὐχ ὁδοιπορίας πεῖραν εἰληφότα ποτὲ, οὐ τῆς ἐν ξένῃ δια-τριβῆς, οὐχ ἑτέρας τινὸς κακουχίας, ὅπως ἅπτεται τῆς ὁδοιπορίας, καὶ μάνθανε τῆς φιλοσοφίας τὴν ὑπερβο-λήν. Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ. Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπο-ρίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), τοσαύτης ἀπολαύσας θεραπείας ( Ἄπλαστος γὰρ, φησὶν, οἰκῶν οἰκίαν ), ἀποδημεῖν μέλλων οὐχ ὑποζυγίων ἐδεήθη, οὐκ ἀκολούθων, οὐκ ἐφοδίων· ἀλλ’ ἀποστολικὸν ἤδη μιμούμενος τρόπον, οὕτως ἥπτετο τῆς ὁδοῦ. Καὶ ἐπειδὴ ὁ ἥλιος, φησὶν, ἦν πρὸς δυσμὰς, ἔνθα κατελήφθη, ἐκεῖ ἐκάθευδε. Λαβὼν, φησὶ, λίθον ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν· τῷ λίθῳ ἀντὶ προσκεφαλαίου ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους ἐκάθευδε. Διὰ τοῦτο, ἐπειδὴ φιλόσοφον εἶχε ψυχὴν, καὶ φρόνημα ἀνδρεῖον, καὶ πάσης φαντασίας βιωτικῆς ἀπήλλακτο, καὶ τῆς ὄψεως ἐκείνης ἠξιώθη τῆς θαυμαστῆς. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν εὐγνώ-μονα, καὶ τῶν παρόντων οὐ πολὺν ποιουμένην λόγον, πολλὴν περὶ αὐτὴν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν. δ. Ὅρα τοίνυν τὸν δίκαιον τοῦτον ἐπὶ τοῦ ἐδάφους
κείμενον, καὶ ὀπτασίαν ὁρῶντα, μᾶλλον δὲ τῆς τοῦ
PG 54:476Θεοῦ ὀπτασίας ἀξιούμενον. Ἐνυπνιάσθη γὰρ, φησὶ, καὶ ἰδοὺ κλῖμαξ ἦν ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς. Ὁ δὲ Κύριος ἐστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Θέα μοι ἐνταῦθα τοῦ φιλανθρώ-που Θεοῦ τὴν ὑπερβάλλουσαν κηδεμονίαν. Ἐπειδὴ γὰρ ἑώρα κατὰ τὴν συμβουλὴν τῆς μητρὸς διὰ τὸν τοῦ ἀδελφοῦ φόβον τὴν ἀποδημίαν καταδεξάμενον, καὶ καθάπερ ἀλήτην τινὰ οὕτω τὴν ὁδὸν ποιούμενον, καὶ οὐδαμόθεν οὐδεμίαν ἔχοντα παραμυθίαν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὴν ἄνωθεν συμμαχίαν ἐπιῤῥίψαντα, εὐθὺς ἐν προοιμίοις τῆς ὁδοῦ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν βουλόμενος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου. Καὶ τὸν πατριάρχην καὶ τὸν πατέρα τὸν σὸν εἰς τοσαύτην αὐξηθῆναι περιφάνειαν πεποίηκα· μὴ τοί-νυν φοβοῦ, ἀλλὰ πίστευε ὅτι ἐγὼ, ὁ ἐκείνοις τὰς ὑπο-σχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας. Μὴ οὖν φοβοῦ, ἀλλὰ θάρσει, καὶ πᾶσαν δειλίαν ἀπ-ωσάμενος πίστευε τοῖς παρ’ ἐμοῦ σοι λεγομένοις. Καὶ γὰρ τὴν γῆν, ἐφ’ ᾗ σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης. Μὴ νομίσῃς, φησὶν, ἐπειδὴ ἐπὶ τῆς ἀλλοτρίας νῦν πορεύῃ, ἀπεστερῆσθαι τῆς γῆς ταύτης, ἔνθα ἐτέχθης, ἔνθα ἐτράφης, ἔνθα ηὐξήθης. Καὶ γὰρ σοὶ αὐτὴν παρέξω, καὶ τῷ σπέρματί σου, ὅπερ ὡς τὴν ἄμμον τῆς θαλάσσης αὐξηθῆναι παρα-σκευάσω, Καὶ πλατυνθήσεται πρὸς θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἀνατολάς· ἀντὶ τοῦ, παντα-χοῦ ἐκταθήσεται· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Ὅρα πῶς ἤδη πάντα αὐτῷ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον μηνύει. Οὕτω γὰρ ἔθος τῷ τῶν ὅλων Δεσπότῃ ἐφ’ ἑκάστου τῶν δικαίων τοῦτο ποιεῖν· ὑπισχνεῖσθαι μὲν, μὴ παραχρῆμα δὲ τὰς ὑποσχέσεις εἰς ἔργον ἄγειν, ἀλλὰ γυμνάζειν τῶν δι-καίων τὴν ὑπακοὴν καὶ τὴν πολλὴν ὑπομονὴν, καὶ οὕτω μετὰ πολλῆς τῆς δαψιλείας πληροῦν τὰ ἐπαγγελθέντα. Εἶτα ἐπειδὴ ὑπέσχετο αὐτῷ τὰ μέλ-λοντα μετὰ ταῦτα γενήσεσθαι, ἐδεῖτο δὲ ὁ δίκαιος οὐ τῆς τυχούσης παρακλήσεως καὶ ἐν τοῖς αὐτῷ μάλιστα προκειμένοις· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πῶς καὶ τὰ μέλλοντα ὑπισχνεῖται, καὶ δι’ ὧν νῦν πρὸς αὐτὸν ἐπιδείκνυται, περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζει. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ταῦτα μόνα σοι ὑπισχνοῦ-μαι, ἀλλὰ καὶ νῦν Μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς. Μὴ τοίνυν νομί-σῃς μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συν-οδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ, πάντα σοι τὰ δυσχερῆ ἐξευμαρίζοντα, καὶ τὰ δύσκολα εὔκολα κατασκευάζοντα. Εἶτα ἐπιτείνων αὐτῷ τὴν παραμυ-θίαν, ἤδη προμηνύει αὐτῷ καὶ τὴν εἰς τὰ οἰκεῖα ἐπ-άνοδον. Καὶ ἀποστρέψω σε, φησὶν, εἰς τὴν γῆν ταύ-την. Μὴ δείσῃς ὡς ἐπὶ τῆς ἀλλοτρίας λοιπὸν διάξων. Καὶ γὰρ ἐπανάξω σε εἰς ταύτην τὴν γῆν, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Οὐ περιόψομαί σε, φησὶν, ἀλλὰ ταῦτα πάντα, ἅπερ ὑπεσχόμην, εἰς ἔργον ἐλθεῖν παρασκευάσω. Πῶς ἄν τις κατ’ ἀξίαν ἐκπλα-γείη τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ὑπερβάλλουσαν συγκατάβασιν; Ὅρα πόσον ὄγκον

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:477ὑποσχέσεων ἐποιήσατο πρὸς τὸν δίκαιον, καὶ ὅπως αὐτοῦ τὸ φρόνημα διανέστησε. Καὶ ἐπειδὰν θαυμά-σῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐννόει καὶ τοῦ δι-καίου τούτου τὴν εὐγνωμοσύνην, καὶ ὅτι μετὰ το-σαύτας ὑποσχέσεις εἴκοσιν ἐτῶν ἀριθμὸν ταλαιπωρη-θεὶς παρὰ τῷ Λάβαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἐνάρ-κησε πρὸς τὸ μῆκος τοῦ χρόνου· ἀλλὰ πάντα γενναίως ἔφερεν, ἀναμένων τῶν ὑποσχέσεων τὸ τέλος, καὶ εἰδὼς ὡς οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα δια-πεσεῖν, καὶ μάλιστα ἐπειδὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν σπουδάζωμεν, τὴν πίστιν, τὴν ὑπομονὴν, τὸ τοῖς μήπω γεγονόσιν, ἐπειδὰν ὁ Δεσπότης ὑπό-σχηται, ὡς ἤδη εἰς ἔργον ἐξελθοῦσι θαῤῥεῖν. Τοῦτο γὰρ ἀληθῶς πίστις, τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν, κἂν ἐναντία ᾖ τὰ γινόμενα τῇ ὑποσχέσει, ἀλλὰ θαῤ-ῥεῖν τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Τέως δὲ ἴδωμεν τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην. Καὶ ἐξηγέρθη, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι Ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τό-πος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καταπλαγεὶς, φησὶν, ὁ δίκαιος, τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐφοβήθη, καὶ εἶπεν· Οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος τοῦ Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Οὗτος ὁ τόπος λοιπὸν ἐμοὶ οἶκος τοῦ Θεοῦ νενόμισται. Τοσαύτης οὖν ἐπι-φανείας ἀξιωθεὶς, καὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν πύλην τοῦ οὐρανοῦ θεασάμενος, δίκαιος ἂν εἴην τὴν ὀφει-λομένην εὐχαριστίαν ἀνενεγκεῖν ἐνταῦθα τῷ Δεσπό-τῃ. Καὶ ἀνέστη Ἰακὼβ, καὶ ἔλαβε τὸν λίθον, ὃν εἶχε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκεί-νου, Οἶκος Θεοῦ. Ἕτερον γὰρ ἦν ὄνομα τῷ τόπῳ τὸ πρότερον. Ἐπειδὴ μεγάλων ἠξιώθη διὰ τῆς ὀπτασίας, τῇ προσηγορίᾳ τὴν μνήμην ἐναποτίθεσθαι βούλεται τῷ τόπῳ, καὶ ἐπίσημον εἰς τὸ ἑξῆς ἐργάσα-σθαι. Καὶ τὸν λίθον ἀντὶ τῆς στήλης στήσας, καὶ τὸ ἔλαιον ἐπιχέας (τοῦτο γὰρ αὐτὸν μόνον εἰκὸς ἐπιφέ-ρεσθαι, ἅτε οὕτως ὁδοιποροῦντα), εὐχὴν προσάγει τῷ φιλανθρώπῳ Θεῷ πάσης γέμουσαν φιλοσοφίας. ε. Καὶ εἰ βούλεσθε, καὶ αὐτῶν ἐπακούσωμεν τῶν ῥημάτων. Ηὔξατο γὰρ, φησὶν, εὐχὴν, λέγων· Ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ’ ἐμοῦ, καὶ φυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι. Ἐπειδὴ εἶπεν, ὅτι Ἐγώ εἰμι μετὰ σοῦ, καὶ διαφυλάξω σε ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύῃ· διὰ τοῦτο καὶ αὐτός φησιν· Εἰ ἐκεῖνά μοι ὑπάρξει, ἅπερ μοι ὑπέσχου. Εἶτα καὶ αἴτησιν οἴκοθεν προσφέρει, λέγων, Ἐὰν δῷ μοι Κύριος ἄρτον καὶ ἱμάτιον περιβαλέσθαι. Οὐ πλοῦτον, οὐ περιου-σίαν τινὰ ᾔτησεν, ἀλλ’ ἄρτον καὶ ἱμάτιον, τὸ μὲν εἰς τὴν τοῦ σώματος περιβολὴν, τὸ δὲ εἰς τροφὴν τῆς χρείας. Σκόπει πῶς ἀποστολικὸν χαρακτῆρα διὰ τῆς αἰτήσεως ἡμῖν ᾐνίξατο· οὕτω πολλῆς ἔγεμε τῆς φι-λοσοφίας τοῦ δικαίου τὸ φρόνημα. Ὅπερ γὰρ ὁ Χρι-στὸς ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἀργύριον, μηδὲ δύο χιτῶνας, τοῦτο οὗτος οὐδέπω παρ’ οὐδε-νὸς διδαχθεὶς, ἀλλ’ οἴκοθεν καὶ ἐκ τοῦ ἐγκειμένου τῇ φύσει τῇ ἡμετέρᾳ διδασκάλου ταῦτα μαθὼν, ἐπεζήτει παρὰ τοῦ Δεσπότου αὐτῷ παρασχεθῆναι, ἄρτον φα-γεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Ἐὰν ταῦτά μοι, φη-σὶν, ὑπάρξῃ ἐπὶ τῆς ἀλλοτρίας, Καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καθάπερ ὑπέσχετο· Καὶ ἔσται Κύριος ἐμοὶ εἰς Θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι. Ὅρα τοῦ δικαίου
PG 54:478τὴν εὐγνωμοσύνην. Τὴν αἴτησιν μὲν αἰτούμενος, οὐδὲν πολυτελὲς αἰτῆσαι κατεδέξατο, ἀλλ’ ἄρτον καὶ ἱμάτιον· ὑπισχνούμενος δὲ τὰ παρ’ ἑαυτοῦ τῷ Δεσπό-
τῃ, εἰδὼς αὐτοῦ τὸ φιλότιμον ἐν ταῖς δωρεαῖς, καὶ ὅτι ὑπερβαίνει ταῖς ἀντιδόσεσι τὰς ἐννοίας τὰς ἡμετέρας, φησί· Καὶ τὴν στήλην ταύτην εἰς οἶκον Θεοῦ ἕξω, καὶ πάντων τῶν παρὰ σοῦ μοι χορηγουμέ-νων τὰς δεκάτας ἀποδεκατώσω. Εἶδες γνώμην φιλό-θεον; Οὔπω οὐδὲν ἔλαβε, καὶ ὑπισχνεῖται τῶν μελλόν-των αὐτῷ δίδοσθαι τὰς δεκάτας τῷ Θεῷ προσοίσειν. Μὴ ἁπλῶς, ἀγαπητοὶ, παρατρέχωμεν τὰ εἰρημένα, ἀλλὰ ζηλώσωμεν ἅπαντες τοῦτον τὸν δίκαιον, οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μηδὲν βιωτικὸν αἰτῶ-μεν παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ περιμένει τὴν παρ’ ἡμῶν ὑπόμνησιν, ἀλλὰ κἂν μὴ αἰτῶμεν, ἡμῖν τὰ πρὸς τὴν χρείαν δωρεῖται. Ἀνατέλλει γὰρ τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δι-καίους καὶ ἀδίκους. Καὶ πειθώμεθα αὐτῷ παραι-νοῦντι καὶ λέγοντι· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς ὅτι αὐτὸς ἐκεῖνα ἡμῖν ἡτοίμασε παρασχεῖν, καὶ ταῦτα ἐν προσθήκης μέρει δοῦναι ἐπαγγέλλεται; Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει λαμβάνειν μέλ-λεις, ταῦτα ὡς προηγούμενα αἴτει, μηδὲ ἀντιστρέψω-μεν τὴν τάξιν, ἀλλὰ ζητῶμεν ἐκεῖνα, καθὼς ἐπέτα-ξεν, ἵνα κἀκείνων καὶ τούτων ἐν ἀπολαύσει γενώμεθα. Διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς τῆς εὐχῆς ῥήμασιν ὅρους ἡμῖν καὶ κανόνας τιθεὶς, μέχρι τίνος δεῖ τὴν περὶ τῶν βιωτικῶν αἴτησιν ποιεῖσθαι, τὰ ῥήματα ἐκεῖνα λέγειν ἡμᾶς ἐκέλευσε, τὰ πάσης φιλοσοφίας γέμοντα, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, ἀντὶ τοῦ, τὴν τῆς ἡμέρας τροφήν· ὅπερ ὁ δίκαιος οὗτος, οὐδὲν τούτων ἀκηκοὼς, ηὔχετο λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβα-λέσθαι. Μὴ τοίνυν ἕτερόν τι τῶν βιωτικῶν αἰτῶμεν παρ’ αὐτοῦ. Ἀνάξιον γὰρ σφόδρα παρὰ τοῦ οὕτω φι-λοτίμου καὶ τοσαύτην δυνάμεως περιουσίαν κεκτημέ-νου ταῦτα αἰτεῖν, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ πολλὴν ἔχει τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα, κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν δόξαν ἀνθρωπίνην· ἀλλ’ αἰτῶ-μεν τὰ ἀεὶ μένοντα, τὰ διαρκῆ, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα. Καὶ εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ἀγαθότητα, μηδένα ποιώμεθα λόγον τῶν παρόντων, ἀλλὰ πᾶσαν ἡμῶν τὴν σπουδὴν εἰς τὸν τῶν ἐπουρανίων πόθον μεταστήσωμεν. Εἰ γὰρ Τὸν ἥλιον αὐτοῦ ἀνα-τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, πολλῷ μᾶλλον τοὺς ἀπεχομέ-νους τῆς πονηρίας καὶ τὴν ἀδικίαν φεύγοντας οὐ περι-όψεται, ἀλλὰ πολλῆς ἀξιώσει τῆς προνοίας, καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἐν ἅπασι παρέξει. Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ ἀπιστῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, μηδὲ ἐναντία ὧν ἐκέλευσε διαπραττώμεθα. Τὰ γὰρ νῦν παρ’ ἡμῶν γινόμενα οὐδὲν ἀπιστούντων διενήνο-χεν. Ὅταν γὰρ αὐτὸς μὲν ἐπαγγέλληται τὰ μέλλοντα, ἡμεῖς δὲ μὴ βουλώμεθα θαῤῥεῖν ἐκείνοις, ἀλλὰ τοῖς παροῦσιν ὦμεν προσηλωμένοι, ποῖον ἕτερον δεῖγμα ἀπιστίας λοιπόν τις ἐπιζητήσειε, τῶν πραγμάτων αὐτῶν λαμπρὰν ἀφιέντων φωνήν; Καὶ πάλιν, αὐτοῦ κελεύοντος μηδὲν ζητεῖν παρ’ αὐτοῦ τῶν ἐπικήρων τούτων καὶ βιωτικῶν, ἀλλ’ ἐκείνων μᾶλλον, ἡμεῖς ἀπ’ ἐναντίας αὐτῷ ἐρχόμενοι, ἅπερ εἶπε μὴ ζητεῖν, ἐκεῖνα ζητοῦμεν, καὶ ἅπερ εἶπε ζητεῖν, ἐκεῖνα οὐ ζητοῦμεν. Καὶ ταῦτα διαπραττόμενοι, καὶ οὕτω ῥᾳ-θύμως τὰ καθ’ ἑαυτοὺς διοικοῦντες, καὶ παροργί-ζοντες τὸν ἥμερον καὶ προσηνῆ Δεσπότην, ὥσπερ ἐπιλαθόμενοι τῶν παρ’ ἡμῶν γινομένων, τὴν αἰτίαν

Homily LV, Chapter 1: Recapitulation of Yesterday's RemarksHomilia LV · Caput 1: Paucis dicta heri resumit · Caput 1: Paucis dicta heri resumit (Greek0

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:479ζητοῦμεν τῆς καθ’ ἡμῶν ἀγανακτήσεως, καὶ τίνος ἕνεκεν ἡμᾶς πολλάκις περιορᾷ ποικίλοις πειρασμοῖς περιπίπτοντας, καὶ οὐκ ἐννοοῦμεν τὸ μέγεθος τῶν ἡμῖν ἡμαρτημένων, ἀλλ’ ἑκόντες ἑαυτοὺς παρα-λογιζόμεθα. Διὸ, παρακαλῶ, ταῦτα πάντα ἀποσει-σάμενοι, μηδὲν ἕτερον τῆς οἰκείας σωτηρίας προτι-μῶμεν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν μὲν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζη-μιωθῇ; Καὶ τὰ περιττὰ τῶν χρημάτων ἤδη κενώσω-μεν εἰς τοὺς δεομένους, καὶ πολλὴν ἐν ἅπασι τὴν φιλο-σοφίαν ἐπιδειξώμεθα τῆς ματαίας δόξης καταφρο-νοῦντες, τὸν ἀνθρώπινον τῦφον καταπατοῦντες, καὶ πολλὴν τὴν ἀγάπην πρὸς ἀλλήλους ἐπιδεικνύμενοι· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦ-σαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΕ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγει-λόν μοι, τίς ὁ μισθός σου. α. Ἱκανῶς ἡμᾶς χθὲς τὰ προοίμια τῆς ἀποδημίας τοῦ δικαίου τῆς φιλοσοφίας αὐτοῦ τὸ μέγεθος ἐπαί-δευσε, δι’ ἣν αἰτίαν τοσαύτης τῆς ὑποσχέσεως ἠξιώθη παρὰ τοῦ Θεοῦ. Θαρσήσας πάλιν, διὰ τῆς αἰτήσεως καὶ τῆς εὐχῆς, ἣν ἐποιήσατο πρὸς τὸν τῶν ὅλων Θεὸν, ἀρκοῦσαν ἡμῖν ἅπασι διδασκαλίαν παρεῖχεν, εἰ βου-ληθείημεν πρὸς μίμησιν διεγερθῆναι τῆς ἀρετῆς τοῦ δικαίου. Καὶ γὰρ θαυμάσαι ἄξιον, ὅπως καὶ τὴν δύ-ναμιν εἰδὼς τοῦ ὑποσχομένου, καὶ τῶν ἐπαγγελθέν-των αὐτῷ τὸ μέγεθος ἀκηκοὼς, οὐδὲ οὕτω μέγα τι καὶ ὑπέρογκον αἰτῆσαι κατεδέξατο· ἀλλ’ ἐκεῖνα μόνον αἰτήσας, ἅπερ χθὲς ἠκούσατε, ὅσα πρὸς τὴν ἐφήμε-ρον αὐτῷ τροφὴν ἀρκεῖν ἠδύνατο, καὶ τὴν τοῦ σώ-ματος περιβολὴν παρασχεῖν, ὑπισχνεῖται, εἰ τὴν ἐπ-άνοδον αὐτῷ τὴν εἰς τὰ οἰκεῖα χαρίσαιτο, καθάπερ ὑπέσχετο, πάντων αὐτῷ δεκάτας δώσειν, ὧν ἂν λάβοι παρ’ αὐτοῦ· διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ αὐτὸν ἐπιγραφόμενος τῶν ἁπάντων χορηγὸν, καὶ διδάσκων ἡμᾶς μόνῳ αὐτῷ πάντων εἰδέναι χάριν. Ἤδει γὰρ ὁ δίκαιος, εἰδὼς τῆς ἀφάτου αὐτοῦ φιλαν-θρωπίας τὴν ὑπερβολὴν, καὶ ἐννοῶν τοῦτο ἐξ ὧν εἰς τὸν αὐτοῦ πατέρα ἐπεδείξατο, ὅτι καὶ αὐτὸν ἐν πολλῇ καταστήσει τῇ περιουσίᾳ· καὶ τούτων μὲν αὐτὸς οὐ-δὲν αἰτεῖ παρὰ τοῦ Δεσπότου, οὐδὲ ἀνέχεται περὶ τούτων ἱκεσίαν προσαγαγεῖν, ἀλλὰ δι’ ὧν ὑπέσχετο τὰς δεκάτας δώσειν, ἔδειξεν ὅπως ἐν ἅπασι θαῤῥεῖ τῇ τοῦ ὑποσχομένου δυνάμει. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς, ἡνίκα αὐτῷ διελέγετο, ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ τοῦ πατρός σου· μὴ φοβοῦ. Ἐννόησον, φησὶν, ὅτι καὶ ὁ πατριάρχης, καθάπερ ξένος καὶ ἄγνωστος εἰς τὴν γῆν ταύτην παραγεγονὼς, εἰς τοσαύτην ἦλθε περιφάνειαν, ὡς ἐν τοῖς ἁπάντων εἶναι στόμασι. Καὶ τὸν πατέρα δὲ τὸν σὸν λογίζου, ὅτι ἐν ἐσχάτῳ γήρᾳ τῷ πατρὶ τεχθεὶς, οὕτως ηὐξήθη, ὡς ἐπίφθονον γενέσθαι τοῖς ἐγχωρίοις αὐτόν. Ταῦτα οὖν καὶ αὐτὸς προσδοκῶν, πάντα φόβον καὶ ἀγωνίαν ἀπο-σεισάμενος, ἔχου τῆς ἀποδημίας. Ταῦτα ὁ δίκαιος λογισάμενος, καὶ οὐ πρὸς τὴν ἐν τῷ παρόντι κατά-

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:480στασιν ἀπιδὼν (οὐδὲν γὰρ ὅλως ἐπεφέρετο· πῶς γὰρ, μόνος ὢν καὶ ὁδοιπορεῖν ἀναγκαζόμενος;), ἀλλ’ ἤδη τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὴν μετ’ οὐ πολὺ μέλ-λουσαν αὐτῷ ἔσεσθαι εὐπορίαν προορῶν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ μηδέπω λαβὼν ὑπ-ισχνεῖται, ἀξιοπιστοτέραν αὐτῆς τῆς πείρας τῶν πρα-γμάτων εἶναι νομίζων τὴν ἐπαγγελίαν τοῦ Δεσπότου. Οὐδὲ γὰρ οὕτω τοῖς ὁρωμένοις καὶ ἐν χερσὶ κρατου-μένοις θαῤῥεῖν ὀφείλομεν, ὡς ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι, κἂν μὴ παρ’ αὐτὸν τὸν καιρὸν εἰς ἔργον ἐκβῶσι. Θάρσος τοίνυν μέγιστον λαβὼν ἐκ τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων ὁ δίκαιος, εἴχετο τῆς
ἀποδημίας. Πῶς γὰρ οὐκ ἔμελλε θαῤῥεῖν, ἀκούσας, ὅτι Ἰδοὺ ἐγὼ μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορεύσῃ, καὶ πληθυνῶ τὸ σπέρμα σου, καὶ ἀποστρέψω σε πάλιν εἰς τὴν γῆν ταύτην, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ πάντα εὐδοκήσω εἰς ἔργον ἀγαγεῖν τὰ ἐπαγγελθέντα; Ἀλλ’, ὅπερ χθὲς ἔλεγον, ἐννόει καὶ τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τοῦ δικαίου τούτου τὴν πολλὴν ὑπομονὴν καὶ εὐγνωμοσύνην. Μετὰ γὰρ ταύτας τὰς ὑποσχέσεις ἀναστὰς, ὥρμησεν ἐπὶ τὴν Χαῤῥὰν, καὶ πάλιν ἀλήτου καὶ ξένου τρόπον ποιεῖται τὴν ἀποδημίαν, καὶ διὰ πάντων ἀπολαύει τῆς ἄνωθεν εὐνοίας, τοῦ φιλανθρώ-που Θεοῦ ἅπαντα αὐτῷ προοδοποιοῦντος, καὶ τὴν οἰκείαν ὑπόσχεσιν διὰ τῶν ἔργων ἐπιδεικνυμένου. Ὁ γὰρ εἰπὼν, ὅτι Μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορεύσῃ, οὗτος ὡδήγησε καὶ ἤγαγε τὸν δίκαιον ἐπὶ τὸ φρέαρ τοῦ ὕδατος, ἔνθα ἐπότιζον τὰ ποίμνια οἱ ἐγχώριοι· παρ’ ὧν πυθόμενος τὰ περὶ τοῦ Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ μαθὼν τὰ κατ’ αὐτὸν ἅπαντα, εἶτα καὶ τὴν τούτου θυγατέρα καὶ τὰ ποίμνια θεασάμενος, ὁρῶν τε τοὺς ἐγχωρίους οὐ δυναμένους αὐτοῖς ἀρκέσαι πρὸς τὸ μετακινῆσαι τὸν λίθον τοῦ φρέατος, καὶ ποτίσαι τὰ πρόβατα, ἐπι-δραμὼν οὗτος, ὅπερ ἐκεῖνοι ποιῆσαι οὐκ ἴσχυον, αὐτὸς ὑπὸ τῆς ἄνωθεν συμμαχίας δυναμούμενος, προ-φθάνει ταῖς εὐεργεσίαις τὸν Λάβαν, καὶ μετακινήσας τὸν λίθον, ποτίζει τὰ πρόβατα, ἅπερ ἔνεμεν ἡ Ῥαχήλ. Εἶτα ἀσπασάμενος τὴν κόρην, καὶ γνωρίσας τίς τε εἴη, καὶ πόθεν παραγέγονεν, ἔμενεν ἐφ’ ἑαυτοῦ. Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ ἅπαντα τῷ δικαίῳ προοδοποιῶν, οὗτος καὶ τὴν κόρην διήγειρε μετὰ πολλοῦ τοῦ τάχους δραμεῖν καὶ ἀναγγεῖλαι ταῦτα τῷ πατρὶ, ὃς ἀδελφὸς ἐτύγχανε τῆς τούτου μητρὸς, καὶ διηγήσασθαι τήν τε εὐεργεσίαν τὴν παρ’ αὐτοῦ γενομένην εἴς τε αὐτὴν καὶ τὰ ποίμνια, καὶ ὅτι οὐ ξένος τίς ἐστιν οὐδὲ ἄγνω-στος, ἀλλὰ τῆς ἀδελφῆς υἱός. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρί-βειαν, ὅπως ἡμῖν ἅπαντα σαφῶς διηγεῖται, παι-δεύουσα ἡμᾶς τῶν παλαιῶν τοὺς τρόπους, καὶ ὅσην ἐπεδείκνυντο τὴν προθυμίαν περὶ τὴν φιλοξενίαν. Ἵνα γὰρ δείξῃ καὶ τῆς κόρης τὸ πρόθυμον, οὐχ ἁπλῶς εἶπεν, ὅτι Ἀπῆλθε, καὶ ἀπήγγειλε τὰ γεγενημένα, ἀλλὰ Δραμοῦσα, ἀντὶ τοῦ, μετὰ πολλῆς τῆς περιχα-ρείας. Εἶτα καὶ περὶ τοῦ Λάβαν, ὃς πατὴρ αὐτῆς ἐτύγχανε, φησὶν, ὅτι ταῦτα ἀκούσας παρὰ τῆς κό-ρης, ἔδραμε καὶ αὐτὸς εἰς συνάντησιν τοῦ Ἰακὼβ, καὶ ἀσπασάμενος αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον αὐτοῦ. β. Καὶ μαθὼν ὁ Λάβαν ἅπαντα παρ’ αὐτοῦ μετ’ ἀκριβείας, Εἶπε, φησὶν, αὐτῷ· Ἐκ τῶν ὀστέων μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Τῆς ἀδελφῆς, φησὶ,
PG 54:481τῆς ἐμῆς τυγχάνων υἱὸς, οὐδὲν ἕτερον, ἢ σὰρξ ἡμῶν τυγχάνεις, καὶ ἀδελφὸς ἡμέτερος. Καὶ ἦν μετ’ αὐτοῦ, φησὶ, μῆνα ἡμερῶν. Λοιπὸν ὡς ἐν οἰκίᾳ ἰδίᾳ, οὕτω διῆγεν ὁ δίκαιος, ἐν ἀδείᾳ τυγχάνων καὶ πάσης ἀπηλ-λαγμένος φροντίδος. Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν τῷ δικαίῳ τούτῳ, καὶ ἐν ἅπασιν αὐτῷ τὴν παρ’ ἑαυτοῦ συνεργίαν χαριζόμενος, οὗτος καὶ τοῦ Λάβαν τὴν προθυμίαν διήγειρε, καὶ ὁρῶν τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν, φησὶ πρὸς αὐτόν· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστίν. Ὅρα πῶς μὲν αὐτὸς ἐπεζήτησεν οὐδὲν, ὁ δὲ Λάβαν μόνον ἀφ’ ἑαυτοῦ τοῦτο προτίθησι τῷ δικαίῳ. Καὶ σκόπει μοι πῶς, ἐπειδὰν ὑπὸ τῆς ἄνωθεν χειρός τις βοηθῆται, πάντα αὐτῷ κατὰ ῥοῦν πρόεισιν. Οὐ δουλεύσεις μοι, φησὶ, δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί. Καίτοι ἀγαπητῶς εἶχεν ὁ μακάριος οὗτος, καὶ τὸ ἁπλῶς τῆς ἐφημέρου τροφῆς ἀπολαύειν, καὶ πολλὴν καὶ ὑπὲρ τούτου ἤθελεν αὐτῷ χάριν ἔχειν· ἀλλ’ ἐπειδὴ αὐτὸς πολλὴν τὴν ἐπιείκειαν ἐπεδείξατο, προλαβὼν ὁ Λάβαν μισθὸν αὐτῷ τελέσειν ὑπισχνεῖται, ὃν ἂν αὐτὸς προθῇ. Τί οὖν ὁ δίκαιος; Ὅρα μοι καὶ ἐνταῦθα τῆς συνέσεως αὐτοῦ τὴν ὑπερ-βολὴν, καὶ πῶς οὐδεμίαν ἔχει περὶ χρημάτων συλλο-γὴν ἐπιθυμίαν, οὐδὲ καθάπερ μισθωτός τις ἀκριβο-λογεῖται πρὸς τὸν Λάβαν, καὶ ἕτερόν τι ἀπαιτεῖ, ἀλλὰ μεμνημένος τῆς μητρὸς καὶ τῶν ἐντολῶν τοῦ πατρὸς, καὶ τῆς οἰκείας σωφροσύνης δεικνὺς τὴν ὑπερβολὴν, φησὶ πρὸς τὸν Λάβαν· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Ταύτην γὰρ ἐξ ἀρχῆς θεασάμενος ἐπὶ τοῦ φρέατος, ἠγάπησα. Καὶ ὅρα εὐγνωμοσύνην ἀνδρός. Ἑαυτῷ καὶ τὸν χρό-νον ὁρίζει, καὶ διὰ τοῦ χρόνου τῶν ἐτῶν ἱκανὴν βάσα-νον τῆς οἰκείας σωφροσύνης παρέχει. Καὶ τί θαυμά-ζεις, ἀγαπητὲ, ἀκούων ὅτι ἑπτὰ ἔτη δουλεύειν ὑπ-έσχετο ὑπὲρ τῆς ἀγαπωμένης κόρης; Ἵνα γὰρ δείξῃ ἡ θεία Γραφὴ, ὅπως ὁ πόθος ὁ πολὺς ἐπετέμετο καὶ τὸν κάματον αὐτῷ καὶ τοῦ χρόνου τὸ μῆκος, φησί· Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Ὁ τῶν ἑπτὰ, φησὶν, ἐτῶν ἀριθμὸς ὀλίγαι ἡμέραι ἐνομίζοντο διὰ τὴν ἀγάπην τὴν ὑπερβάλλουσαν τὴν περὶ τὴν κόρην. Ὅταν γὰρ τρωθῇ τις τῷ πόθῳ τῆς ἀγάπης, οὐδὲν ὁρᾷ τῶν δυς-χερῶν, ἀλλ’ ἅπερ ἂν ᾖ κινδύνων μεστὰ, καὶ πολλῆς ἑτέρας ταλαιπωρίας, πάντα κούφως φέρει, πρὸς ἓν ὁρῶν μόνον, ὥστε τὸν οἰκεῖον ἀποπληρῶσαι πόθον. Ἀκούωμεν οἱ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, οἱ πολ-λὴν περὶ τὸν Δεσπότην ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Εἰ γὰρ ὁ δίκαιος οὗτος διὰ τὸν τῆς κόρης πόθον ἑπτὰ ἐτῶν ἀριθμὸν δουλεῦσαι κατεδέξατο, καὶ τὴν ἀπὸ τῆς ποιμενικῆς ταλαιπωρίαν ὑπομεῖναι, καὶ οὐδὲ αἴσθη-σιν ἐλάμβανεν οὐ τῶν πόνων, οὐ τοῦ μήκους τοῦ χρό-νου, ἀλλὰ πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια ἐφαίνετο, καὶ τῇ προσδοκίᾳ τῆς ἀπολαύσεως τρεφόμενος, ὡς ἡμέρας ὀλίγας τὸν πολὺν ἐκεῖνον εἶναι χρόνον ἐνόμιζε· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν μηδὲ τὸν ὅμοιον πόθον περὶ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν εὐεργέτην, τὸν κηδε-μόνα, τὸν πάντα ἡμῖν γινόμενον ἐπιδεικνύμενοι; Ἀλλ’ ἂν μὲν βιωτικὸν κέρδος πρόκειται, πάντα προ-θύμως ὑπομένειν αἱρούμεθα, κἂν κάματον ἔχῃ, κἂν ἄλλην τινὰ ταλαιπωρίαν, κἂν αἰσχύνην, κἂν κόλασιν τὴν ἐν τῷ παρόντι, τὴν ἐν τῷ μέλλοντι· διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν, καὶ ὑπὲρ τοῦ τὴν ἄνωθεν ἐπι-σπάσασθαι ῥοπὴν, χαῦνοι καὶ ἀναπεπτωκότες καὶ δια-

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:482λελυμένοι φαινόμεθα. Καὶ ποία ἡμῖν ἔσται συγγνώμη, τίς δὲ ἀπολογία οὕτω ῥᾳθύμως διακειμένοις, καὶ οὐδὲ ὅσον ὁ μακάριος οὗτος περὶ κόρην τὸν πόθον ἐπεδεί-ξατο, τοσαύτην ἀγάπην περὶ τὸν Θεὸν ἐπιδείξασθαι βουλομένοις, καὶ ταῦτα τοσαύτας ἔχοντες ἀριθμεῖν εὐεργεσίας εἰς ἡμᾶς γεγενημένας, καὶ καθ’ ἑκάστην ἡμέραν γινομένας; Ἀλλ’ εἰ καὶ ἡμεῖς οὕτως ἀγνώμονες, ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως, ὁ τοσοῦτον ζέων τῷ πνεύματι, καὶ πεπυρωμένος εἰς τὸν περὶ τὸν Θεὸν πόθον, ὡς ἐκεῖνα τὰ τῆς ψυχῆς αὐτοῦ ἄξια φθέγ-ξασθαι ῥήματα καὶ ἀναβοῆσαι, καὶ εἰπεῖν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ὅρα λέ-ξεως ἔμφασιν· ὅρα πόθου τυραννικοῦ μανίαν· ὅρα ἀγάπην πεπυρωμένην. Τίς ἡμᾶς χωρίσει; Τί, φησὶν, ἐστὶν, ὃ δύναται τῆς ἀγάπης ἡμᾶς ἀποστερῆσαι τῆς πρὸς τὸν Θεόν; τί τῶν ὁρωμένων, τί τῶν μὴ ὁρωμέ-νων; γ. Εἶτα βουλόμενος καὶ κατ’ εἶδος ἅπαντα ἀπαρι-θμήσασθαι, καὶ πᾶσιν ἡμῖν κατάδηλον ποιήσασθαι τὸν
πόθον τὸν ἀκάθεκτον, ὃν περὶ τὸν Δεσπότην ἐκέκτητο, ἐπήγαγε λέγων· Θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὢ ψυχῆς μαινομένης μανίαν σωφροσύνης μητέρα Τί, φησὶ, τῶν ἐπαγομένων ἡμῖν δυνήσεται ἡμᾶς ἀπο-στῆσαι τῆς πρὸς τὸν Θεὸν ἀγάπης; Αἱ θλίψεις αἱ καθημεριναί; Οὐδαμῶς. Ἀλλ’ αἱ στενοχωρίαι; Οὐδὲ αὗται. Ἀλλ’ οἱ διωγμοί; Οὐδ’ ὅλως. Ἀλλὰ τί; λιμός; Οὐδὲ τοῦτο. Ἀλλὰ κίνδυνοι; Καὶ τί λέγω λιμὸν καὶ γυμνότητα καὶ κινδύνους; ἀλλὰ μάχαιρα; Αὐτὸς, φησὶν, ὁ θάνατος ἐπαγόμενος τοῦτο ἰσχῦσαι οὐ δυνή-σεται· ἀμήχανον γὰρ καὶ πάντα ἀδύνατον. Οὐδεὶς ἕτερος οὕτως ἀγαπῆσαι κατηξιώθη τὸν Δεσπότην, ὡς ἡ μακαρία αὕτη ψυχή. Καθάπερ γὰρ ἀπαλλαγεὶς τοῦ σώματος, καὶ μετάρσιος, ὡς εἰπεῖν, γεγονὼς, καὶ οὐδὲ ἐπὶ τῆς γῆς βαδίζειν νομίζων, οὕτως ἅπαντα φθέγγε-ται. Ὁ γὰρ περὶ τὸν Θεὸν πόθος, καὶ ἡ πεπυρωμένη ἀγάπη μετέστησεν αὐτοῦ τὸν λογισμὸν ἀπὸ τῶν αἰσθη-τῶν ἐπὶ τὰ νοητὰ, καὶ ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα, καὶ ἀπὸ τῶν βλεπομένων ἐπὶ τὰ μὴ ὁρώ-μενα. Τοιοῦτον γὰρ ἡ πίστις, καὶ ἡ περὶ τὸν Θεὸν ἀγάπη. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πολλὴν εὐγνωμοσύ-νην, ὅρα τὸν οὕτως ἀγαπῶντα τὸν Δεσπότην, καὶ ἐκ-καιόμενον εἰς τὸν περὶ αὐτὸν πόθον, ἐλαυνόμενον, διωκόμενον, μαστιζόμενον, μυρία δεινὰ ὑπομένοντα, καὶ λέγοντα· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰου-δαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κιν-δύνοις ποταμῶν, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ· καὶ τοσαῦτα πάσχων ἔχαιρε καὶ ἠγαλλιᾶτο. Ἤδει γὰρ καὶ ἐπεπληροφόρητο, ὅτι οἱ πρὸς τὸ παρὸν πόνοι τῶν μεγίστων αὐτῷ βραβείων πρόξενοι γίνονται, καὶ οἱ κίνδυνοι στεφάνους ἔτικτον. Εἰ γὰρ ὁ Ἰακὼβ διὰ τὸν περὶ τὴν Ῥαχὴλ πόθον ὡς ἡμέρας ὀλίγας τῶν ἑπτὰ ἐτῶν τὸν ἀριθμὸν ἐνόμιζε, πολλῷ μᾶλλον ὁ μακάριος οὗτος οὐδὲν ἅπαντα ἡγεῖτο, πυρωθεὶς ἅπαξ τῷ περὶ τὸν Θεὸν πόθῳ, καὶ διὰ τὸν ἀγαπώμενον Χριστὸν ἅπαντα ὑπομένων. Σπουδάσω-μεν τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς ἀγαπῆσαι τὸν Χρι-στόν. Οὐδὲν γὰρ ἕτερον, φησὶν, ὁ Χριστὸς ζητεῖ παρὰ σοῦ, ἢ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας,

Chapter 4. Remission of sins can be obtained in a short timeCaput 4: Brevi tempore potest delictorum remissio impetrari

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:483καὶ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὁ γὰρ ἀγαπῶν αὐτὸν καθ’ ὃν δεῖ τρόπον ἀγαπᾷν, δηλονότι καὶ τὰς αὐτοῦ ἐπείγεται ἐντολὰς ποιεῖν. Ὅταν γάρ τις περί τινα γνησίως διάκειται, πάντα πράττειν σπουδάζει, ἃ τὸν ἀγαπώμενον ἐφέλκεσθαι δύναται εἰς τὸν περὶ αὐτὸν πόθον. Καὶ ἡμεῖς τοίνυν, ἐὰν ἀγαπήσωμεν γνησίως τὸν Δεσπότην, καὶ τὰς ἐντολὰς αὐτοῦ πληρῶσαι δυ-νησόμεθα, καὶ μηδὲν πράττειν ἐκείνων τῶν παροξῦ-ναι δυναμένων τὸν ἀγαπώμενον. Τοῦτο ἡ βασιλεία τῶν οὐρανῶν, τοῦτο ἡ ἀπόλαυσις τῶν ἀγαθῶν, τοῦτο τὰ μυρία ἀγαθὰ, τὸ καταξιωθῆναι γνησίως καὶ καθ’ ὃν χρὴ δὴ τρόπον ἀγαπᾷν· ἀγαπήσομεν δὲ αὐτὸν γνη-σίως, ἐὰν διὰ τὴν περὶ αὐτὸν ἀγάπην, καὶ περὶ τοὺς ὁμοδούλους πολλὴν ἐπιδειξώμεθα τὴν ἀγάπην. Ἐν ταύταις γὰρ, φησὶ, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τοῦτο τῶν ἀρετῶν τὸ κεφάλαιον, τοῦτο πασῶν τῶν τοῦ Θεοῦ ἐντολῶν ὁ θεμέλιος. Τῇ γὰρ ἀγάπῃ τῇ περὶ τὸν Θεὸν συνεισέρ-χεται καὶ ἡ περὶ τὸν πλησίον ἀγάπη. Ὁ γὰρ ἀγαπῶν τὸν Θεὸν οὐ περιόψεται τὸν ἀδελφὸν, οὐδὲ τὰ χρή-ματα τοῦ οἰκείου μέλους προτιμήσει, ἀλλὰ πολλὴν περὶ αὐτὸν ἐπιδείξεται τὴν φιλοτιμίαν, μεμνημένος τοῦ εἰρηκότος, ὅτι Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Καὶ ἐννοῶν, ὅτι διὰ τῆς εἰς τὸν ὁμόδουλον θεραπείας αὐτός ἐστιν ὁ τὰ γινόμενα οἰκειούμενος ὁ τῶν ἁπάντων Δε-σπότης, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα ἐργάσε-ται, καὶ πολλὴν τὴν δαψίλειαν περὶ τὴν ἐλεημοσύνην ἐπιδείξεται, οὐ πρὸς τὴν εὐτέλειαν ὁρῶν τοῦ φαινο-μένου, ἀλλὰ πρὸς τὸ μέγεθος τοῦ οἰκειοῦσθαι ἐπαγ-γειλαμένου τὰ εἰς τοὺς πένητας γινόμενα. Μὴ δὴ πα-ρατρέχωμεν ἁπλῶς, παρακαλῶ, τὸ κέρδος τῶν ἡμε-τέρων ψυχῶν, τὸ φάρμακον τῶν ἡμετέρων τραυμάτων. Τοῦτο γὰρ, τοῦτο μάλιστα τὸ φάρμακον τοσαύτην ἡμῖν παρέξει τὴν θεραπείαν, καὶ οὕτως ἀφανίσει τὰ ἕλκη τῶν ἡμετέρων ψυχῶν, ὡς μηδὲ ἴχνος μηδὲ οὐλὴν καταλειφθῆναι· ὅπερ ἐπὶ τῶν σωματικῶν τραυ-μάτων οὐχ οἷόν τε γενέσθαι. Κἂν γὰρ μυριάκις τις τὰ φάρμακα τῷ οἰκείῳ τραύματι ἐπιθῇ τὰ παρὰ τῶν ἰατρῶν κατασκευαζόμενα, ἀνάγκη τὴν οὐλὴν ἐν τῷ σώματι ἐναπομένειν· καὶ εἰκότως· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον. Ἐνταῦθα δὲ ἐπειδὴ ψυχή ἐστιν ἡ θε-ραπευομένη, ἐπειδὰν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπι-δείξηται, πολλὴν δέχεται τὴν ἐπὶ τὸ βέλτιον μεταβο-λὴν, καὶ οὕτως ἅπαντα φυγαδεύεται τὰ ἕλκη, ὡς ἂν κονιορτὸς, ἀνέμου σφοδροῦ διεγερθέντος. Καὶ τούτων ἁπάντων τῶν ὑποδειγμάτων ὑπερπλήρεις ἡμῖν αἱ Γραφαί. Οὕτως ὁ μακάριος Παῦλος ἀπόστολος γέγονεν ἀπὸ διώκτου, καὶ ὁ πρότερον πορθῶν τὴν Ἐκκλησίαν, ὕστερον αὐτὸς αὐτῆς γέγονε νυμφαγωγός. δ. Εἶδες ἄκραν τὴν μεταβολήν; εἶδες ἄφατον τὴν μετάστασιν; Οὕτω καὶ ὁ λῃστὴς μυρίους ἐργασάμενος φόνους, ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ τῶν ὀλίγων ἐκείνων ῥημάτων οὕτως ἅπαντα ἀπενίψατο τὰ ἁμαρτήματα, ὡς ἀκοῦσαι παρὰ τοῦ Δεσπότου, ὅτι Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὕτω καὶ ὁ τελώ-νης, στῆθος πλήξας, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ὁμο-λογήσας, κατῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον. Ἀλλὰ τούτων μὲν ἕκαστος ψυχῆς εὐγνωμοσύνην ἐπι-δειξάμενος, καὶ τὰ πρότερα ὁμολογήσας πταίσματα. οὕτω τῆς συγχωρήσεως ἀπήλαυσεν. Ἴδωμεν δὲ ταύτης τῆς ἐντολῆς τὴν ἰσχὺν, καὶ ὅσην περιουσίας δύναμιν κέκτηται ἡ δαψιλὴς ἐλεημοσύνη, ἵνα μαθόντες τὸ ἐξ
PG 54:484αὐτῆς ἡμῖν ἐγγινόμενον κέρδος, προθύμως αὐτὴν μετέλθωμεν. Τάχα γὰρ τοσαύτη αὐτῆς ἡ περιουσία, ὡς μὴ μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐ-τὸν τὸν θάνατον φυγαδεύειν. Καὶ λέγω τὸν τρόπον. Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος, τοῦ θα-νάτου κρείττων γέγονε; Καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους. Μὴ θορυ-βηθῇς, ἀγαπητὲ, ἀλλὰ μάθε δι’ αὐτῶν τῶν πραγμά-των, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε καὶ τούτου τὴν τυραννίδα. Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἔργον ἐποιεῖτο καθ’ ἑκάστην ἡμέραν τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπο-ρίαν συλλέγειν ἑαυτῇ· καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χή-ρας, καὶ τὴν ἄλλην ἅπασαν εὐπορίαν αὐταῖς παρεῖχεν. Ἐγένετο δὲ ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Ἀλλὰ βλέπε μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ’ αὐτῆς, ἐν καιρῷ τὴν εὐεργέτιν ἀμειβόμεναι, περιεστῶσαι τὸν ἀπόστολον, ἐπεδείκνυον, φησὶ, τὰ ἱμάτια, καὶ ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκὰς, καὶ τὴν τροφὸν ἐπεζήτουν, καὶ δάκρυα ἴσως προσέχεον, καὶ εἰς πολὺν οἶκτον τὸν Ἀπόστολον ἐφείλκοντο. Τί οὖν ὁ μακάριος Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνά-στηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ
χεῖρα, ἀνέστησεν αὐτὴν, καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Εἶδες δύναμιν τοῦ ἀποστόλου, μᾶλλον δὲ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Δεσπότου; εἶδες ὅση τῆς εἰς τὰς χήρας εὐ-ποιίας ἀμοιβὴ καὶ ἐν τῷ παρόντι καιρῷ γέγονε; Τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Ἱμάτια παρέσχε καὶ τροφὰς αὐταῖς, ἀλλ’ αὗται πρὸς ζωὴν αὐτὴν ἐπανήγα-γον, καὶ τὸν θάνατον ἐξ αὐτῆς δραπετεῦσαι ἐποίησαν· μᾶλλον δὲ οὐχ αὗται, ἀλλὰ διὰ τὴν εἰς ταύτας θερα-πείαν ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Εἴδετε φαρμά-κου δύναμιν, ἀγαπητοί; Τοῦτο πάντες ἑαυτοῖς κατα-σκευάσωμεν· οὐδὲ γὰρ πολυτελές ἐστι, καίτοι γε τοσαύτην ἔχον τὴν δύναμιν, ἀλλὰ καὶ σφόδρα εὔωνον, καὶ οὔτε δαπάνης δεῖται πολλῆς. Τὸ γὰρ τῆς ἐλεημο-σύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν χρημάτων κρί-νεται, ἀλλ’ ἐν τῇ προθυμίᾳ τῶν διδόντων. Διὰ τοῦτο καὶ ὁ ποτήριον ψυχροῦ δοὺς ἀπόδεκτος γέγονε, καὶ ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα, ἵνα μάθωμεν ὅτι παντα-χοῦ γνώμην ὀρθὴν ἐπιζητεῖ ὁ τῶν ἁπάντων Δεσπό-της. Ἔστι πολλάκις καὶ ὀλίγα ἔχοντα πολλὴν τὴν δαψίλειαν τῆς ἐλεημοσύνης ἐπιδείξασθαι, ὅταν ᾖ ἡ προθυμία ἐῤῥωμένη· καὶ πάλιν τὸ ἐναντίον, ἔστι καὶ πολλὰ κεκτημένον ἐλάττονα ὀφθῆναι τῶν ὀλίγα ἐχόντων διὰ τὴν τῆς ἰδίας γνώμης μικρολογίαν. Ἐκχέωμεν οὖν, παρακαλῶ, τὰ ὄντα εἰς τοὺς ἐν χρείᾳ ὄντας μετὰ δαψιλοῦς γνώμης, ἐξ ὧν ὁ Δεσπότης ἡμῖν κεχάρισται, καὶ αὐτὰ τὰ παρ’ αὐτοῦ ἡμῖν δο-θέντα αὐτῷ πάλιν ἡμεῖς δῶμεν, ἵνα οὕτω πάλιν μετὰ πολλῆς προσθήκης ἡμέτερα γένηται. Τοσαύτη γὰρ αὐτοῦ ἡ φιλοτιμία, ὅτι καὶ ἀφ’ ὧν ἔδωκε λαμβάνων, οὐχ ἡγεῖται τὰ ἴδια λαμβάνειν, ἀλλὰ μετὰ πολλῆς ἡμῖν αὐτὰ τῆς φιλοτιμίας ἀποδιδόναι ὑπισχνεῖται· μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν ἐπιδείξασθαι βουλη-θῶμεν, καὶ καθάπερ τῇ τοῦ Θεοῦ χειρὶ ταῦτα παρα-κατατιθέμενοι, οὕτως αὐτὰ τοῖς πένησι χορηγῶμεν, εἰδότες ὅτι ἅπερ ἂν ἡ χεὶρ ἐκείνη δέξηται, οὐκ ἐκεῖνα μόνον ἀποδίδωσιν, ἀλλὰ καὶ πολυπλασίονα τὰ δοθέντα οὗτος ἡμῖν αὐτὰ πάλιν χαρίζεται, τὴν οἰκείαν φιλο-τιμίαν διὰ πάντων ἐπιδεικνύμενος. Καὶ τί λέγω, ὅτι αὐτὰ πάλιν πολυπλασιάζει; Ἡ χεὶρ ἐκείνη δίδωσιν

Chapter 5: Almsgiving commendedCaput 5: Elcemosyna commendatur

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:485οὐκ αὐτὰ μόνον, ἀλλὰ μετὰ τούτων καὶ τὴν βασιλείαν τῶν οὐρανῶν δωρεῖται, καὶ ἀνακηρύττει καὶ στεφανοῖ, καὶ τὰ μυρία ἀγαθὰ χαρίζεται, ἐὰν ἐκ τῶν παρ’ αὐτοῦ δοθέντων μικρόν τι εἰσενεγκεῖν βουληθῶμεν. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ’ ἡμῶν αἰτεῖ; Τὰ περιττὰ τῆς χρείας βούλεται ἀναγκαῖα ἡμᾶς ποιήσα-σθαι, καὶ ἅπερ εἰκῆ καὶ μάτην ἐν τοῖς ταμιείοις ἐν-απόκειται, ταῦτα βούλεται ὑφ’ ἡμῶν αὐτῶν καλῶς διανεμηθῆναι, ἵνα ἀφορμὴν λαβὼν ἐντεῦθεν, λαμπρῶς ἡμᾶς στεφανώσῃ. Σπεύδει γὰρ καὶ ἐπείγεται, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἀξιῶσαι ἡμᾶς ὧν καὶ ἐπηγγείλατο. ε. Μὴ τοίνυν ἑαυτοὺς ἀποστερήσωμεν, παρακαλῶ, τῶν τοσούτων ἀγαθῶν. Εἰ γὰρ οἱ περὶ τὴν γῆν πο-νούμενοι καὶ ταλαιπωροῦντες, τὰς ἑαυτῶν ἀποθήκας κενοῦντες, εἰς τὴν γῆν καταβάλλουσι τὰ σπέρματα, καὶ τὰ πάλαι συνηγμένα σκορπίζουσι, καὶ μεθ’ ἡδο-νῆς τοῦτο ποιοῦσι, τῇ ἐλπίδι τοῦ πλείονος ἑαυτοὺς παραμυθούμενοι, καὶ ταῦτα εἰδότες ὡς καὶ ἀέρων ἀνωμαλίαι πολλάκις, καὶ γῆς ἀκαρπία, καὶ ἕτεραι πολλαὶ περιστάσεις, ἢ ἀκρίδων στρατόπεδον, ἢ ἐρυσίβης ἡ ἔφοδος τῆς προσδοκίας διαμαρτεῖν ἐποίησε, καὶ ὅμως ταῖς χρησταῖς ἐλπίσιν ἑαυτοὺς τρέφοντες, τὰ ἐν τοῖς ταμιείοις συνηγμένα τῇ γῇ παρακατατί-θενται· πολλῷ μᾶλλον ἡμᾶς τὰ ἁπλῶς ἀποκείμενα σκορπίζειν εἰς τὴν τῶν πενήτων διατροφὴν προσῆκεν, ἔνθα οὐκ ἔνι ποτὲ διαμαρτεῖν τοῦ τέλους, οὐδὲ δεῖσαι τὴν ἀποτυχίαν τὴν ἐπὶ τῆς γῆς γινομένην. Ἐσκόρ-πισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὢ θαυμασίου σκορπισμοῦ Ἐν βραχεῖ τῷ χρόνῳ τὴν διανομὴν ἐποιήσατο, καὶ ἐν διηνεκεῖ τῷ αἰῶνι ἡ δικαιοσύνη αὐτοῦ διαμένει. Τί τούτου μακαριστότερον γένοιτ’ ἄν ποτε; Διὰ τοῦτο, παρακαλῶ, τὴν διὰ τῆς ἐλεημοσύνης δικαιοσύνην ἑαυτοῖς ἐπισπασώμεθα, ἵν’ ᾖ καὶ περὶ ἡμῶν τοῦτο λέγεσθαι ἄξιον, ὅτι Ἐσκόρπισαν, ἔδωκαν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτῶν μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπειδὴ γὰρ εἶπεν, Ἐσκόρπισεν, ἔδωκεν, ἵνα μὴ νομίσῃς ὅτι τὰ σκορπισθέντα ἀπώλετο, διὰ τοῦτο ταχέως ἐπήγαγεν, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐκείνων, φησὶ, τῶν σκορ-πισθέντων ἡ δικαιοσύνη ἀνάλωτος μένῃ, παντὶ τῷ αἰῶνι παρεκτεινομένη καὶ μηδέποτε πέρας λαμβά-νουσα. Καὶ μετὰ τῆς ἐλεημοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πολλὴν τὴν ἐπιμέλειαν ποιησώμεθα, καὶ τὰ πάθη τῆς σαρκὸς καταστέλλωμεν, καὶ ἐξορίσωμεν ἐκ τῆς ἑαυτῶν ψυχῆς πᾶσαν ἐπιθυμίαν ἄτοπον, πάντα πονηρὸν λογισμὸν, ὀργὴν, θυμὸν, βασκανίαν, καὶ τὴν εὐμορφίαν τῆς ψυχῆς διὰ πάντων καλλωπίζωμεν, ἵνα φαιδρὸν αὐτῆς καὶ λαμπρὸν τὸ κάλλος κατασκευά-σαντες ἐπισπασώμεθα ἑαυτοῖς τὸν τῶν οὐρανῶν Δε-σπότην, καὶ μονὴν παρ’ ἡμῖν καταξιώσῃ ποιῆσαι. Ἔνθα γὰρ ἂν ἴδῃ ψυχῆς εὐμορφίαν, εὐθέως ἐκεῖ ἐφίπταται. Αὐτὸς γὰρ εἴρηκεν, ὅτι Ἐπὶ τίνα ἐπιβλέ-ψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τα-πεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Εἶδες πῶς ἡμᾶς ἐδίδαξεν ἅπαντα τὰ πνευματικὰ χρώματα τὰ δυνάμενα τῆς ψυχῆς τὴν εὐμορφίαν φαιδρὰν ἀπερ-γάσασθαι; Ἐπὶ τὸν πρᾶον, φησὶ, καὶ ἡσύχιον, καὶ ταπεινόν. Εἶτα τὸ πάντων κατασκευαστικὸν ἐπήγαγε, Καὶ τρέμοντά μου τοὺς λόγους. Τί ἐστι τὸ, Καὶ τρέμοντά μου τοὺς λόγους; Τὴν ὑπακοὴν

Homily LVI, Chapter 1Homilia LVI · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:486τῶν τοῦ Θεοῦ προσταγμάτων δι’ αὐτῶν τῶν ἔργων πληροῦντα, καθάπερ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Εἰ γὰρ ἡμεῖς, ἐπειδὰν ἴδωμεν οἰκέτην ἡμέτερον μετ’ ἐπι-μελείας πολλῆς τὰ ἐπιτάγματα πληροῦντα τὰ ἡμέ-τερα, καὶ πολλοῦ τοῦ φόβου καὶ τοῦ τρόμου, πλείονα τὴν παρ’ ἑαυτῶν εὔνοιαν καὶ συμπάθειαν εἰς αὐτὸν ἐπιδεικνύμεθα· πολλῷ μᾶλλον ἂν ὁ ἀγαθὸς Δεσπότης εἰς ἡμᾶς τοῦτο ἐπιδείξηται. Διὰ τοῦτο τοίνυν ἔλεγεν· Ἐπ’ ἐκεῖνον ἐπιβλέψω τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Τρέμωμεν τοίνυν, παρακαλῶ, καὶ μετὰ πολλοῦ φόβου πληρῶμεν αὐτοῦ τοὺς λόγους· αὐτοῦ γάρ εἰσι λόγοι τὰ παρ’ αὐτοῦ ἡμῖν δοθέντα προστάγματα· καὶ μαθόντες τίσιν ἀρέσκεται, καὶ τίνα προσίεται, ἐκεῖνα μετίωμεν, καὶ τοιοῦτοι γενέσθαι σπουδάζωμεν, ἡσυχίαν, πραό-τητα, ταπείνωσιν πολλὴν ἐπιδεικνύμενοι, καὶ πάντα τὰ παρ’ αὐτοῦ ἐπιτάγματα μετ’ εὐλαβείας πολλῆς μετερχόμενοι καὶ φόβου πολλοῦ, ἵνα τὴν διάθεσιν τῆς γνώμης τῆς ἡμετέρας ἀποδεξάμενος ὁ τῶν ἁπάντων Δεσπότης, καὶ ἀρκεσθεὶς ἡμῶν τῇ ὑπακοῇ, ἐπιβλέψαι ἐφ’ ἡμᾶς καταξιώσῃ. Ἐὰν γὰρ τοῦτο ποιῆσαι καταδέ-ξηται, ἐν πάσῃ ἀσφαλείᾳ ἡμᾶς καταστήσει· Ἐπιβλέψω γὰρ, φησὶν, ἀντὶ τοῦ, προνοίας ἀξιώσω, χεῖρα ὀρέξω, ἐν ἅπασιν ἀντιλήψομαι, τὰς παρ’ ἐμαυτοῦ φιλοτιμίας μετὰ δαψιλείας παρέξω. Ταῦτα οὖν ἅπαντα μετίω-μεν, παρακαλῶ, ἵνα ἐπιβλέψῃ καὶ ἐφ’ ἡμᾶς ὁ Δε-σπότης, καὶ δυνηθείημεν καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ν. Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν. α. Ἀπὸ τῆς ἀγάπης τοῦ Ἰακὼβ, ἣν περὶ τὴν Ῥα-χὴλ ἐπεδείξατο, εἰς τὴν Παύλου ἀγάπην μεταστάντες χθὲς, καὶ τὸ μέγεθος τοῦ περὶ τὸν Χριστὸν πόθου αὐτοῦ καταμαθόντες, καθάπερ ὑπὸ ῥύμης τινὸς σφο-δροτέρας ἐξελκυσθέντες, οὐκ ἔτι ἰσχύσαμεν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου. Διόπερ, εἰ δοκεῖ, σήμερον τοῖς ἑξῆς ἐπεξελθόντες, τὰ λειφθέντα ἀνα-πληρώσωμεν, ἵνα καὶ ἐκ τῶν σήμερον λεγομένων ἀρκοῦσαν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπ-ανέλθωμεν. Ἐπειδὴ γὰρ ἐπληρώθη ὁ τῶν ἑπτὰ ἐτῶν ἀριθμὸς, Καὶ ἦσαν, φησὶν, ἐνώπιον Ἰακὼβ ὡς ἡμέραι ὀλίγαι ὁ τοσοῦτος χρόνος διὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτὴν, εἶπε τῷ Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰς-έλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε τὸν γάμον. Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ. Εἶδες τὸ παλαιὸν μεθ’ ὅσης σεμνότητος τοὺς γάμους ἐπετέλουν; Ἀκούσατε, οἱ περὶ τὰς σατανικὰς πομπὰς ἐπτοημένοι, καὶ ἐξ αὐτῶν τῶν προοιμίων τὰ σεμνὰ τοῦ γάμου καταισχύνοντες. Μή που αὐλοί; μή που κύμβαλα; μή που χορεῖαι σατανικαί; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοσαύτην λύμην εὐθέως ἐπεισάγεις εἰς τὴν οἰκίαν, καὶ τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας καλεῖς, ἵνα μετὰ τῆς ἀκαίρου δαπάνης καὶ τὴν τῆς κόρης λυμήνῃ σωφροσύνην, καὶ τὸν νέον ἀναισχυντότερον ἐργάσῃ; Ἀγαπητὸν γὰρ, καὶ ἄνευ τούτων τῶν ὑπεκκαυμάτων, ἐκείνην τὴν ἡλικίαν δυνηθῆναι πράως ἐνεγκεῖν τὸν χειμῶνα τῶν παθῶν ὅταν δὲ καὶ τοσαῦτα ᾖ τὰ διὰ τῆς ὄψεως καὶ διὰ τῆσ
PG 54:487ἀκοῆς δαψιλεστέραν ἀνάπτοντα τὴν πυρὰν, καὶ τὴν κάμινον τῶν παθῶν φλογωδεστέραν ἐργαζόμενα, πῶς οὐχὶ ὑποβρύχιος ἡ τοῦ νέου ψυχὴ γενήσεται; Ἐντεῦ-θεν γὰρ ἅπαντα ἀπόλωλε καὶ διέφθαρται, ἀπὸ τοῦ τὴν σωφροσύνην ἐξ ἀρχῆς διορύττεσθαι τῶν μελλόν-των ἀλλήλοις συνιέναι· καὶ πολλάκις ἐκ πρώτης ἡμέρας καὶ ὁ νέος ἐδέξατο βέλος σατανικὸν ἐν τῇ ψυ-χῇ, ἀκολάστοις ἰδὼν ὀφθαλμοῖς, καὶ ἡ κόρη καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῆς ὄψεως αἰχμάλωτος γέγονε, καὶ ταῦτα ἐξ ἐκείνης λοιπὸν τῆς ἡμέρας τὰ τραύματα αὐξανόμενα μεῖζον ἐργάζεται τὸ κακόν. Καὶ γὰρ πρῶτον μὲν τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμόνοιαν δι-ορύττει, καὶ τὸν πόθον καταμαραίνει. Ὅταν γὰρ πρὸς ἑτέραν ἐκεῖνος προσχῇ τῇ διανοίᾳ, ὧδε κἀκεῖσε μερι-ζόμενος τὸν λογισμὸν, καὶ ὑπὸ τοῦ διαβόλου αὐτοῦ στρατηγούμενος, πολλῆς ἀηδίας πληρώσει τὴν οἰκίαν. Εἰ δὲ κἀκείνη εὑρεθείη τοιοῦτόν τι παθοῦσα, ἐξ αὐτῶν, ὡς εἰπεῖν, τῶν βάθρων ἅπαντα ἀνατρέπεται, καὶ λοι-πὸν ἀλλήλους κρύπτοντες, ὁ μὲν δι’ ὑποψίας ἔχει τὴν γαμετὴν, ἡ δὲ τὸν ἄνδρα. Καὶ ἔνθα ἐχρῆν ὁμόνοιαν εἶναι καὶ σύνδεσμον, καὶ οἱ ὀφείλοντες σὰρξ εἶναι μία ( Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν ), οὗτοι ἐν τοσαύτῃ διαιρέσει τυγχάνουσιν, ὡς εἰ καὶ κατατετμημένοι ἦσαν. Ἐπεισελθὼν γὰρ ὁ διάβο-λος τοσαύτην ἐν αὐτοῖς ἐργάζεται τὴν λύμην, ὡς πολέμους καὶ μάχας καθημερινὰς τίκτεσθαι, καὶ μη-δέποτε ἀνάπαυλαν ἔχειν τῶν κακῶν. Τί γὰρ ἄν τις εἴποι λοιπὸν τῶν οἰκετῶν τὰς καταφρονήσεις, τῶν πλησίον οἰκούντων τὸν γέλωτα, τὰς ἀσχημοσύνας; Καθάπερ γὰρ τῶν κυβερνητῶν στασιαζόντων, καὶ οἱ ἐμπλέοντες τῶν κινδύνων συναπολαύουσι, καὶ αὔταν-δρον ἀνάγκη τὴν ναῦν καταποντισθῆναι· οὕτω δὴ καὶ ἐνταῦθα, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πρὸς ἀλλήλους διαστασιαζόντων, καὶ τοὺς ἄλλους ἅπαντας συναπο-λαύειν τῶν κακῶν εἰκός. Διὰ τοῦτο παρακαλῶ, ταῦτα ἅπαντα προορωμένους, μὴ τῇ συνηθείᾳ κατακολουθεῖν. Οἶδα γὰρ ὅτι πολλοὶ ταύτην ἡμῖν προβαλλόμενοι οὐδὲ ἀνέχονται τῶν παρ’ ἡμῶν λεγομένων· ἀλλ’ ὅμως ἡμᾶς ἀνάγκη τὰ λυσιτελῆ καὶ τὰ τῆς μελλούσης κολάσεως ἐξαρπάζοντα λέγειν. Ὅπου γὰρ λύμη τος-αύτη ψυχῆς, τίνος ἕνεκέν μοι συνήθειαν βούλει προ-βάλλεσθαι; Ἰδοὺ κἀγὼ συνήθειάν σοι προβάλλομαι βελτίονα, ᾗ οἱ ἐξ ἀρχῆς ἐκέχρηντο, ὅτε οὐδέπω τος-αύτη γνῶσις ἦν τῆς εὐσεβείας. Καὶ μή μοι τὸν δίκαιον ἐνταῦθα λογίζου, τὸν Ἰακὼβ λέγω, ἀλλὰ τὸν Λάβαν ἐννόει, ἄνδρα ἔτι τοῖς εἰδώλοις προσανέχοντα, καὶ οὐδεμίαν γνῶσιν ἔχοντα τῆς εὐσεβείας, καὶ τος-αύτην φιλοσοφίαν ἐπιδεικνύμενον. Τοῦτο γὰρ οὐ τοῦ μέλλοντος ἦν ἄγεσθαι τὴν κόρην τὸ κατόρθωμα, ἀλλὰ τοῦ πατρὸς τοῦ τὴν κόρην ἐκδιδόντος. Δι’ ὃ καὶ τοῦ-τον ἐκίνησα τὸν λόγον, οὐχὶ πρὸς τοὺς νυμφίους τος-οῦτον ἀποτεινόμενος, ὅσον πρὸς τοὺς γεγεννηκότας, πρὸς τὸν πατέρα τοῦ νυμφίου, καὶ πρὸς τὸν τὴν κόρην ἐκδιδόντα φημί. Πῶς γὰρ οὐκ ἄτοπον ἡμᾶς τοὺς τοσαύτης ἀπολαύσαντας φιλανθρωπίας, καὶ τῶν φρικτῶν καὶ ἀποῤῥήτων μυστηρίων ἀξιωθέντας, ἐλάττους κατὰ τοῦτο γίνεσθαι τοῦ Λάβαν, τοῦ ἔτι εἴδωλα θεραπεύοντος; Ἢ οὐκ ἀκούεις Παύλου λέγον-τος, ὅτι μυστήριόν ἐστιν ὁ γάμος, καὶ εἰκών ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἣν περὶ τὴν Ἐκκλησίαν ἐπ-εδείξατο; Μὴ τοίνυν καταισχύνωμεν ἑαυτοὺς, καὶ τὰ σεμνὰ τοῦ γάμου διαφθείρωμεν. Εἰ μὲν γὰρ καλόν ἐστι τὸ τῆς συμβουλῆς καὶ ἐπωφελὲς, κἂν μὴ συν-ήθεια ᾖ, γινέσθω· εἰ δὲ βλάβην ἔχον καὶ πολὺν τὸν ὄλεθρον τὸ νῦν παρ’ ὑμῶν ἐπιτελούμενον, κἂν συν-ήθεια ᾖ, ἐγκοπτέσθω, Ἐπεὶ εἰ τοῦτο συγχωρήσαιμεν, καὶ ὁ κλέπτων, καὶ ὁ πορνεύων, καὶ ὁ τὴν ἄλλην

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:488ἅπασαν κακίαν ἐπιδεικνύμενος, τὴν συνήθειαν ἡμῖν προβαλεῖται· ἀλλ’ οὐδὲν ἀπὸ τούτου κέρδος αὐτῷ ἔσται, οὐδὲ συγγνώμη, ἀλλὰ καὶ πολλὴ ἡ κατηγορία, ὅτι οὐκ ἴσχυσε συνηθείας περιγενέσθαι πονηρᾶς. β. Ἐὰν γὰρ βουλώμεθα νήφειν, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθαι τὴν φροντίδα, δυνησόμεθα καὶ τῆς κακῆς συνηθείας ἀποστῆναι, καὶ εἰς καλὴν συνήθειαν ἑαυτοὺς ἀγαγεῖν· καὶ οὕτω καὶ τοῖς μεθ’ ἡμᾶς οὐ μικρὰν παρέξομεν ἀφορμὴν τοῦ τὰ αὐτὰ ζηλοῦν, καὶ τῶν ὑπ’ ἐκείνων κατορθουμένων ἡμεῖς ληψόμεθα τὸν μισθόν. Ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν τῆς καλῆς ὁδοῦ, οὗτος καὶ τῶν ὑφ’ ἑτέρων γινομένων αἴτιος ἔσται, καὶ διπλοῦν κομιεῖται τὸν μισθὸν, ὑπὲρ ὧν τε αὐτὸς κατορθοῖ, ὑπὲρ ὧν τε ἑτέρους ἐπάγει εἰς τὴν ἀρίστην ταύτην φιλοσοφίαν. Μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα προβάλλεσθε, λέγοντες νόμιμά τινα εἶναι ταῦτα, καὶ διὰ τοῦτο πλη-ροῦσθαι χρή. Οὐ ταῦτα γὰρ νόμιμον ποιεῖ συνοικέσιον, ἀλλὰ τὸ κατὰ τοὺς τοῦ Θεοῦ νόμους μετὰ σωφρο-σύνης καὶ σεμνότητος τὴν συνέλευσιν γίνεσθαι, καὶ τῇ ὁμονοίᾳ συμπεπλέχθαι τοὺς ἀλλήλοις συνιόντας. Τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νόμοι, καὶ ἀκούσῃ τῶν περὶ ταῦτα ἐσχολακότων λεγόντων, ὅτι συνοικέσιον οὐδὲν ἕτερον συνίστησιν ἢ συνήθεια. Μὴ τοίνυν καὶ τοὺς τοῦ Θεοῦ νόμους παραβῶμεν μετὰ τῶν ἀνθρω-πίνων, καὶ προτιμῶμεν τοὺς διαβολικοὺς νόμους καὶ τὴν ὀλεθρίαν ταύτην συνήθειαν· ἐκείνου γάρ ἐστι νόμος ταῦτα, τοῦ χαίροντος ἀεὶ τῇ ἀπωλείᾳ τῇ ἡμε-τέρᾳ. Τί οὖν ἂν γένοιτο καταγελαστότερον τῆς συν-ηθείας ταύτης, ὅταν ὑπὸ οἰκετῶν καὶ τριωβολιμαίων ἀνθρώπων σκώμματα καὶ λοιδορίας ἀπείρους δέχων-ται καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ, καὶ οὐδεὶς ᾖ ὁ ἐπιτιμῶν, ἀλλ’ ἔξεστι τῷ βουλομένῳ ἀδεῶς κατὰ τὴν ἑσπέραν ἅπαντα φθέγγεσθαι, καὶ βάλλειν τοῖς σκώμμασι καὶ τὸν νυμφίον καὶ τὴν νύμφην; Καὶ ἐν ἑτέρᾳ μὲν
ἡμέρᾳ ἐάν τις ἐπιχειρήσῃ λοιδορήσασθαι, δικαστήρια αὐτῷ, καὶ ἀπαγωγαὶ, καὶ κίνδυνοι· τότε δὲ, ὅτε μάλιστα πολλὴν ἐχρῆν εἶναι τὴν αἰδὼ, πολλὴν τὴν κοσμιότητα, πολλὴν τὴν ἁγνείαν, τοσαύτης ἅπαντα πληροῦνται τῆς ἀσχημοσύνης ὡς εἰκὸς τὸν διάβολον στρατηγοῦντα ταῦτα ἅπαντα ἐπιδείκνυσθαι. Ἀλλὰ μὴ δυσχεραίνετε, παρακαλῶ· οὐδὲ γὰρ ἁπλῶς εἰς τοῦτον ἐξέβην τὸν λόγον, ἀλλὰ κηδόμενος ὑμῶν καὶ τῆς σωτηρίας καὶ τῆς εὐκοσμίας, καὶ βουλόμενος ὑμᾶς τὴν ἀρίστην ταύτην μεταβολὴν ἐπιδείξασθαι, καὶ τῆς καλῆς ταύτης συνηθείας ἀρχηγοὺς καταστῆ-ναι. Ἐὰν γὰρ μόνον ἀρχὴ καὶ ὁδὸς γένηται τοῦ πρά-γματος, κατὰ μικρὸν εἷς τὸν ἕνα ζηλοῦντες τὸν καλὸν τοῦτον καὶ ἐπαινετὸν ζῆλον, πάντας ἐπαινέτας ἕξετε, καὶ οὐ μόνον οἱ τὴν πόλιν οἰκοῦντες μιμήσονται τὴν καλλίστην ταύτην μεταβολὴν, ἀλλὰ καὶ τοὺς πόῤῥω-θεν οἰκοῦντας ἐπισπάσεσθε, καὶ ζηλωτὰς ὑμετέρους καταστήσετε, καὶ πολυπλασίονα τὸν παρὰ τοῦ Θεοῦ κομιεῖσθε στέφανον, ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν παρ’ αὐτοῦ ἐντολὴν, τῆς σατανικῆς ταύτης περι-γεγόνατε συνηθείας. Ἀλλ’ ὅτι μὲν δέξεσθε μετὰ προθυμίας ταύτην ἡμῶν τὴν συμβουλὴν, καὶ εἰς ἔργον αὐτὴν ἄξετε, σφόδρα πέπεισμαι. Ὁρῶν γὰρ ὑμᾶς μετὰ τοσαύτης ἡδονῆς ἀκούοντας τῶν λεγομένων, ἀπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων στοχάζομαι, ὅτι καὶ πρὸς τὴν διὰ τῶν ἔργων κατόρθωσιν ἐπειχθήσεσθε. Διὸ ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὴν ἀκολουθίαν τοῦ λό-γου ἐπανήξω. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἔλαβε Λάβαν τὴν Λείαν τὴν θυγατέρα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὴν πρὸς τὸν Ἰακώβ. Μὴ ἁπλῶς μηδὲ τοῦτο παραδράμωμεν· ἔστι γὰρ καὶ ἐκ τούτου πολλὰ συνιδεῖν· ἓν μὲν τοῦ Ἰακὼβ τὸ

Chapter 3. Polygamy formerly; now monogamy; whyCaput 3: Polygamia olint; nunc monogamia; cur

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:489ἄπλαστον, καὶ ὅπως πάσης πονηρίας ἐκτὸς ὢν παρ-εκρούσθη· δεύτερον δὲ, ὅτι μετὰ τοσαύτης εὐ-κοσμίας ἅπαντα ἐγίνετο, καὶ οὐδαμοῦ λαμπάδες καὶ χορεῖαι καὶ φῶτα τὴν χρείαν ὑπερβαίνοντα, ὡς καὶ τὴν ἀπάτην τοῦ Λάβαν εἰς ἔργον ἐλθεῖν. Ἔστι δὲ καὶ τοῦ Λάβαν ἐντεῦθεν καταλαβεῖν τὴν περὶ τὸν Ἰακὼβ φιλοστοργίαν. Τοῦτο γὰρ ἐμηχανήσατο, βουλόμενος ἐπὶ πλεῖον κατέχειν παρ’ ἑαυτῷ τὸν δί-καιον. Ἐπειδὴ γὰρ ᾔδει ὅτι ἐκείνης περιεκαίετο, καὶ εἰ τοῦ σπουδαζομένου ἐπέτυχεν, οὐκ ἂν εἵλετο λοιπὸν τῆς Λείας ἕνεκεν τὴν δουλείαν ὑποστῆναι, οὐδὲ τὴν μετ’ αὐτοῦ συνοίκησιν· διὰ τοῦτο θεασάμενος ὁ Λάβαν τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ἐννοῶν ὡς οὐκ ἂν ἑτέρως αὐτοῦ περιγένοιτο καὶ πείσειε, τὴν ἀπάτην ταύτην εἰργάσατο, καὶ δίδωσιν αὐτῷ τὴν Λείαν μετὰ Ζελφᾶς τῆς παιδίσκης. Εἶτα ἐγκαλούμενος ὑπὸ τοῦ δικαίου, τίνος ἕνεκεν τὰ τῆς ἀπάτης εἰργάσατο, εὐπρόσωπον ἀπολογίαν ἐποιήσατο. Ἐπειδὴ γὰρ εἶπεν ὁ Ἰακώβ· Τίνος ἕνεκεν τοῦτό μοι ἐποίησας; οὐ περὶ τῆς Ῥα-χὴλ ἐδούλευσά σοι; καὶ ἵνα τί παρελογίσω με; τί φησιν ὁ Λάβαν; Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ τούτῳ δοῦναι τὴν νεωτέραν, πρὶν ἢ πρεσβυτέραν. Συντέ-λεσον οὖν καὶ ταύτης τὰ ἕβδομα, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργάσῃ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἔτη. Ὁρᾷς ὅτι τοῦτο αὐτὸ μηχανώμενος ἅπαντα κατεσκεύασεν. Ἐπειδὴ γὰρ εἶδε τὸν ἔρωτα ὃν περὶ τὴν κόρην ἐκέκτητο, φησί· Μὴ νομίσῃς ἠδικῆσθαί σε. Ἐπειδὴ γὰρ οὗτος παρ’ ἡμῶν ὁ νόμος, ὥστε πρότερον τὴν πρεσβυτέραν ἐκδιδόναι ἀνδρί· διὰ τοῦτο μὲν τοῦτο γεγένηται· λήψῃ δὲ καὶ ταύτην ἣν ποθεῖς, ἐὰν τὰ ὅμοια ἔτη καὶ ὑπὲρ αὐτῆς δουλεύσῃς. Ταῦτα ἀκούσας ὁ δί-καιος, ἑτοίμως ἅπαντα κατεδέξατο, καὶ μετὰ ταῦτα ἕτερα ἑπτὰ ἔτη, Ἔδωκε, φησὶν, αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ῥαχὴλ γυναῖκα. γ. Ὁρᾷς πάλιν ὅτι τὰ τῶν γάμων γίνεται μετὰ πάσης κοσμιότητος. Ἀλλ’ ἀκούων ὅτι ἔλαβε τὴν πρεσβυτέραν, καὶ πάλιν τὴν νεωτέραν, μὴ ταραχθῇς, μηδὲ πρὸς τὴν νῦν κατάστασιν τὰ τότε κρῖναι πράγματα. Τότε μὲν γὰρ, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, συνεχωρεῖτο καὶ δυσὶ καὶ τρισὶ γυναιξὶ καὶ πλείοσι μίγνυσθαι, ὥστε τὸ γένος ἐκταθῆναι· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χά-ριν καὶ τὸ τῶν ἀνθρώπων γένος ἐπὶ πολὺ πλῆθος ἐκτέ-ταται, καὶ τὰ τῆς ἀρετῆς ἐπίδοσιν ἔσχε. Παραγενόμε-νος γὰρ ὁ Χριστὸς, καὶ τὴν ἀρετὴν καταφυτεύσας ἐν τοῖς ἀνθρώποις, καὶ ἀγγέλους, ὡς εἰπεῖν, ἐξ ἀνθρώπων αὐτοὺς ἐργασάμενος, ἅπασαν ταύτην τὴν παλαιὰν συν-ήθειαν ἐξέκοψεν. Ὁρᾷς πῶς οὐ δεῖ συνήθειαν προβάλ-λεσθαι, ἀλλὰ τὸ χρήσιμον πανταχοῦ ἐπιζητεῖν; Ἰδοὺ γὰρ, ἐπειδὴ κακὴ ἦν αὕτη ἡ συνήθεια, ὅρα πῶς ἐξεκό-πη, καὶ οὐκ ἔξεστι νῦν οὐδενὶ ταύτην προβάλλεσθαι τὴν συνήθειαν. Μηδαμοῦ τοίνυν, παρακαλῶ, συνήθειαν ἐπιζήτει, ἀλλὰ τὸ χρήσιμον ζήτει, καὶ μὴ τὸ ψυχοβλα-βές· καὶ εἴ τι τυγχάνει καλὸν, κἂν μὴ ᾖ συνήθεια, γι-νέσθω παρ’ ἡμῶν· ἂν δέ τι βλαβερὸν, κἂν ἐν συνηθείᾳ ᾖ, φεύγωμεν καὶ ἀποστρεφώμεθα. Καὶ ἔδωκε, φησὶν, Ἰακὼβ Ῥαχὴλ μετὰ Βάλλας τῆς παιδίσκης. Εἶδες πόση ἡ φιλοσοφία; Μήπου ἀνδραπόδων ἀγέλαι; μή που γραμματεῖα, καὶ συνθῆκαι, καὶ αἱρέσεις ἐκεῖναι αἱ καταγέλαστοι, Ἐὰν τόδε γένηται, καὶ ἐὰν τόδε συμβῇ; Καὶ εὐθέως, πρὶν ἢ συνελθεῖν, οἱ οὐκ εἰδότες οὐδ’ εἰ μέχρι τῆς ἑσπέρας διαμενοῦσι, τὰ μετὰ πολὺν ἐσόμενα χρόνον ἐν τοῖς γραμματείοις συντιθέασιν·
PG 54:490Ἐὰν ἄτεκνος, φησὶ, τελευτήσῃ, ἐὰν παιδία ἐσχηκὼς, καὶ ὅσα τοιαῦτα. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον, ἀλλὰ παι-δίσκην μίαν ἑκάστῃ δοὺς ὁ πατὴρ, οὕτω τὰς θυγατέρας ἐξεδίδου. Ἠγάπησε δὲ, φησὶ, Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς διὰ τὴν εὐμορφίαν ἠράσθη τῆς κόρης, μόλις δὲ τυχεῖν ποτε ἠδυνήθη τοῦ σπουδαζο-μένου, ἐκείνην, φησὶ, πλέον ἠγάπα, ἤπερ τὴν Λείαν. Καὶ γὰρ ἡ ταύτης εὐμορφία, φησὶν, ἐφείλκετο αὐτὸν εἰς τὸν περὶ αὐτὴν πόθον. Ἀλλ’ ὅρα μοι ἐνταῦθα λοιπὸν τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ πῶς τὰ παρ’ αὐτοῦ ἐπαγγελθέντα κατὰ μικρὸν εἰς ἔργον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔσομαι μετὰ σοῦ, διαφυλάσσων σε ἐν πάσῃ ὁδῷ, ᾗ ἐὰν πορευθῇς, καὶ ὅτι Αὐξανῶ σε καὶ πληθυνῶ, αὐτὸς καὶ νῦν ἅπαντα οἰκονομεῖ. Καὶ ἵνα μάθῃς. ἄκουε καὶ αὐτῆς τῆς θείας Γραφῆς τοῦτο σαφῶς λεγούσης· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, φη-σὶν, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ. Ὅρα τοῦ εὐμηχάνου Θεοῦ τὴν σοφίαν. Ἐπειδὴ ἡ μὲν ἀπὸ τῆς εὐμορφίας τὴν εὔνοιαν ἐπεσπάσατο τοῦ ἀνδρὸς, ἡ δὲ ταύτης ἀπεστερημένη μισεῖσθαι ἐδόκει, ταύτην μὲν διεγείρει πρὸς γονὴν, ἐκείνης δὲ πηροῖ τὴν μήτραν, ἀμφότερα διὰ τὴν οἰκείαν φιλανθρωπίαν οἰκονομῶν, ἵνα καὶ αὕτη διὰ τὰ ἐξ αὐτῆς τικτόμενα σχῇ τινα παραμυθίαν, ἐφελκομένη εἰς τὸν περὶ αὐτὴν πόθον τὸν ἄνδρα, κἀκείνη μὴ διὰ τὸ κάλλος καὶ τὴν εὐμορφίαν κατεξανιστῆται τῆς ἀδελφῆς. Καὶ διήνοιξε, φησὶ, τὴν μήτραν αὐτῆς. Μάνθανε ἐντεῦ-θεν, ἀγαπητὲ, ὅτι ὁ τῶν ἁπάντων δημιουργός ἐστιν ὁ τὰ πάντα οἰκονομῶν, καὶ τὴν φύσιν αὐτὴν διεγείρων πρὸς γονὴν, καὶ ὅτι οὐδὲν τῆς συνουσίας ὄφελος, μὴ τῆς ἄνωθεν συμμαχίας γενομένης. Διὰ γὰρ τοῦτο εἶπεν, ὅτι Διήνοιξε τὴν μήτραν αὐτῆς, ἵνα γνῶμεν ὅτι αὐ-τὸς ὁ Δεσπότης ἠβουλήθη τὴν Λείαν πρὸς τεκνογονίαν διεγεῖραι, ὥστε αὐτῆς τὴν ἀθυμίαν παραμυθήσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ καὶ ἐν τῇ μήτρᾳ διαπλάττων τὰ βρέφη καὶ ζωογονῶν, καθάπερ καὶ Δαυί̈δ φησιν· Ἀντ-
ελάβου μου ἐκ τῆς γαστρὸς μητρός μου. Καὶ ὅρα πῶς δείκνυσιν ἡμῖν ἡ θεία Γραφὴ τὸν τῆς φύσεως δη-μιουργὸν ἑκάτερα τῇ οἰκείᾳ δυνάμει ἐργαζόμενον, καὶ τῆς μὲν τὴν μήτραν διεγείροντα, τῆς δὲ Ῥαχὴλ ἐπ-έχοντα. Δεσπότης γὰρ ὢν τῆς φύσεως, μετ’ εὐκολίας ἅπαντα ἐργάζεται. Καὶ συνέλαβε, φησὶ, Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα· Ὅτι εἶδέ μου Κύριος τὴν τα-πείνωσιν, νῦν ἀγαπήσει με ὁ ἀνήρ μου. Ὅρα πῶς εὐγνώμων ἡ γυνή. Θεασάμενος, φησὶ, τὴν ταπείνωσίν μου ὁ Δεσπότης, παρέσχε μοι τὸν τόκον, ἵνα διὰ τούτου ἀγαπηθῆναι δυνηθῶ. Καὶ θέα μοι τοῦ φιλανθρώπου Θεοῦ τὴν φιλοτιμίαν, πῶς ἐπιδαψιλεύεται, ὁμοῦ καὶ τὸ τοῦ δικαίου σπέρμα αὐξῆσαι βουλόμενος, καὶ ταύτην νῦν ποθεινοτέραν καταστῆσαι τῷ Ἰακώβ. Καὶ συν-έλαβε, φησὶ, πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι Ἤκουσε Κύριος ὅτι μισοῦ-μαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών. Σκόπει πῶς ἀφ’ ἑκάστου τῶν παίδων εὐχαριστεῖ τῷ Δεσπότῃ, καὶ εὐ-γνώμων γίνεται περὶ τὴν εὐεργεσίαν. Ἤκουσε γὰρ, φησὶ, ὁ Κύριος, ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ διὰ τοῦτο Ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών.

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:491δ. Εἶδες πῶς οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ τὰς ὀνο-μασίας τοῖς τικτομένοις ἐπετίθει; Ἐκάλεσε γὰρ αὐτὸν Συμεὼν, ἐπειδὴ ἤκουσε Κύριος. Τοῦτο γὰρ ἑρμηνεύε-ται τὸ ὄνομα τῇ Ἑβραϊκῇ διαλέκτῳ, ὅτι ἠκούσθη. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Λευί̈. Δοκεῖ μοι ἐνταῦθα αἰνίττεσθαι, ὅτι καὶ τῶν δύο τεχθέντων οὐδέπω ἴσχυσεν εἰς τὴν περὶ αὐτὴν διάθεσιν ἐφελκύσασθαι τὸν ἄνδρα, ἀλλ’ ἔτι ὅλως ἦν πρὸς τὴν Ῥαχὴλ νενευκώς· διὰ τοῦτό φησιν· Ἐν τῷ νῦν και-ρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου. Τάχα, φησὶ, κἂν ἡ προσθήκη τοῦ τρίτου παρασκευάσῃ τὸν ἄνδρα εὐνοϊκῶς περὶ ἐμὲ διατεθῆναι. Ἰδοὺ γὰρ αὐτῷ τέτοκα τρεῖς υἱούς. Καὶ συλλαβοῦσα ἔτι, ἔτεκεν υἱὸν, καὶ εἶπε· Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦ-το ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. Τί ἔστι· Τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ; Τὸ Ἐξομολογήσομαι ἐνταῦθα, εὐχαριστήσω καὶ δοξάσω αὐτόν ἐστιν, ὅτι καὶ τέταρτον προσέθηκέ μοι υἱὸν, καὶ τοσαύτην μοι τὴν εὐ-πορίαν ἐχαρίσατο· καὶ ὅπερ ἀπὸ τῆς τοῦ σώματος ἀμορφίας εἰς τὴν παρὰ τοῦ ἀνδρὸς εὔνοιαν ἔμελλον κα-ταβλάπτεσθαι, τοῦτο ἡ τέκνων παρὰ τῆς τοῦ Θεοῦ φι-λανθρωπίας χαρισθέντων μοι γονὴ διωρθώσατο, καὶ τῆς ἀθυμίας τὴν ὑπερβολὴν διεσκέδασε, τὴν διὰ τὴν ἀμορφίαν μισουμένην παραμυθησάμενος, καὶ μετα-στήσας τὸ μῖσος εἰς τὴν ἀδελφὴν τὴν ἐμήν. Τεκοῦσα δὲ, φησὶ, τὸν Ἰούδαν, ἔστη τοῦ τίκτειν. Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἰακὼβ, ἐζήλωσε τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπε τῷ Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἀπερίσκεπτος ἡ αἴτησις καὶ γυναικώδης, καὶ ψυχῆς ὑπὸ τῆς ζηλοτυπίας πολιορ-κουμένης· Δός μοι τέκνα. Οὐκ ἤκουσας ὅτι οὐχ ἡ τοῦ ἀνδρὸς συνουσία ἐκείνῃ τὸν τόκον παρέσχεν, ἀλλὰ Κύ-ριος ὁ Θεὸς, ὁ Ἰδὼν, φησὶν, ὅτι μισεῖται, ἤνοιξε τὴν μήτραν αὐτῆς; Τίνος οὖν ἕνεκεν τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖς παρὰ τοῦ ἀνδρὸς, καὶ καταλιποῦσα τὸν τῆς φύσεως Δεσπότην, τῷ ἀνδρὶ ἐγκαλεῖς τῷ μηδὲν πρὸς τοῦτο συμβάλλεσθαί σοι δυναμένῳ; Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Δεινὸν ἡ ζηλοτυπία κακόν· καὶ γὰρ εἰς ἀφροσύνην ἐκπίπτει· ὃ δὴ καὶ αὕτη πέπον-θεν. Ὁρῶσα γὰρ τῶν τέκνων τῆς ἀδελφῆς τὸν χορὸν, καὶ τὴν οἰκείαν ἐρημίαν λογιζομένη, οὐκ ἔφερε τὴν ἐπήρειαν, οὐδὲ κατασχεῖν ἠδυνήθη τοῦ ταράττοντος αὐτὴν λογισμοῦ, ἀλλ’ ἐκεῖνα τὰ ἀνοίας ἀνάμεστα φθέγ-γεται ῥήματα, καί φησι· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἴσως εἶδε τοῦ ἀνδρὸς τὸν περὶ αὐτὴν πόθον, καὶ νομίζουσα παρὰ τὴν ἐκείνου αἰτίαν κἀκεί-νην τοσούτους ἐσχηκέναι παῖδας, καὶ ἑαυτὴν μηδέπω τετοκέναι, φησί· Δός μοι τέκνα. Εἶτα φοβῆσαι βουλο-μένη τὸν ἄνδρα, ἐπάγει· Εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί οὖν ὁ φιλόθεος Ἰακώβ; Ἐθυμώθη. φησὶ, πρὸς τὰ ῥηθέντα, καὶ εἶπεν αὐτῇ· Μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπῶν κοιλίας; Τί, φη-σὶ, καταλιποῦσα τὸν Δεσπότην τῆς φύσεως, τὴν μέμψιν ἐμοὶ ἐπάγεις; Ἐκεῖνός ἐστιν ὁ ἀποστερήσας σε τοῦ καρποῦ τῆς κοιλίας. Διατί μὴ παρ’ ἐκείνου ζητεῖς, τοῦ δυναμένου διανοῖξαι τῆς φύσεως τὸ ἐργαστήριον, καὶ διεγεῖραι τὴν μήτραν πρὸς γονήν; Μάνθανε τοίνυν ὅτι ἐκεῖνος ὁ σὲ στερήσας τοῦ καρποῦ τῆς κοιλίας, καὶ τῇ ἀδελφῇ τῇ σῇ τὴν τοσαύτην εὐπορίαν ἐχαρίσατο. Μὴ τοίνυν παρ’ ἐμοῦ ζήτει, ἃ μὴ δύναμαι παρασχεῖν, καὶ ὧν οὐκ εἰμὶ κύριος. Εἰ γὰρ ἐπ’ ἐμοὶ τοῦτο ἦν, πάντως ἄν σε τῆς ἀδελφῆς προετίμησα, τὴν πλείονα εὔνοιαν περὶ σὲ κεκτημένος Ἐπειδὴ δὲ, κἂν μυριάκις ὦ εὐνοϊ-κῶς περὶ σὲ διακείμενος, οὐδέν σοι πρὸς τοῦτο συμβάλ-

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:492λεσθαι δυνήσομαι, παρ’ ἐκείνου ζήτει τοῦ καὶ τὴν στεί-ρωσιν ἐπάγοντος, καὶ ταύτην λῦσαι δυναμένου. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν, ὅπως καὶ εἰς θυμὸν ἐξενεχθεὶς ἐκ τῶν παρ’ αὐτῆς ῥηθέντων, μετὰ πολλῆς τῆς σοφίας τὴν πρὸς αὐτὴν ἀπόκρισιν ποιεῖται, μετὰ ἀκριβείας αὐτὴν πάντα διδάσκων, καὶ τὴν αἰτίαν αὐτῇ δήλην ποιῶν, ἵνα μὴ καταλιποῦσα τὸν Δεσπότην, παρ’ ἑτέρου ζητῇ, ἅπερ ἐκεῖνος μόνος παρασχεῖν δύναται. Μαθοῦσα τοίνυν ὅτι παρὰ τοῦ Θεοῦ τοῦ τίκτειν ἀπεστέρηται, καὶ ὁρῶσα τὴν ἀδελφὴν κομῶσαν τοῖς τέκνοις, μετρίαν γοῦν παραμυθίαν ποριζομένη, φησὶ τῷ Ἰακώβ· Ἐπειδὴ νῦν με ἐδίδαξας, ὅτι οὐ παρὰ τὴν σὴν αἰτίαν ἄτεκνος ἐγὼ τυγχάνω, κἂν τὴν παιδίσκην μου λαβὼν, τεκνο-ποίησον ἐξ αὐτῆς, ἵνα κἂν βραχεῖαν παραμυθίαν εὑρεῖν δυνηθῶ, τὰ παρ’ αὐτῆς τικτόμενα οἰκειουμένη. Καὶ ἔδωκεν αὐτῷ, φησὶ, Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ συν-έλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν· καὶ εἶπε Ῥαχήλ· Ἔκρινέ μοι ὁ Θεὸς, καὶ ὑπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνο-μα αὐτοῦ Δᾶν. Βραχεῖαν γοῦν ἔσχε παράκλησιν τε-κούσης τῆς παιδίσκης. Διὸ καὶ αὐτὴ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, καὶ εὐχαριστεῖ τῷ Δεσπότῃ ὑπὲρ τοῦ τεχθέντος. Καὶ συνέλαβε, φησὶν, ἔτι Βάλλα, καὶ ἔτεκε· καὶ εἶπε Ῥαχήλ· Συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνήθην. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθα-λείμ. Καὶ ἐμάνθανε λοιπὸν διὰ τῆς παιδίσκης σαφῶς, ὅτι οὐχ ὁ Ἰακὼβ αἴτιος αὐτῇ τῆς ἀτεκνίας ἐγένετο. Διὸ καὶ τοὺς τεχθέντας ὡς οἰκείους παῖδας ἀνατρέφει. καὶ τὰς προσηγορίας ἐπιτίθησι, μεγίστην ἑαυτῇ παραμυ-θίαν ἐντεῦθεν ἐπινοήσασα. Ἰδοῦσα δὲ, φησὶν, Λεία, ὅτι ἔστη τοῦ τίκτειν, καὶ αὐτὴ τὴν παιδίσκην τὴν Ζέλφαν ἔδωκε τῷ Ἰακὼβ εἰς γυναῖκα· καὶ συν-έλαβε καὶ ἔτεκε. Καὶ εἶπε Λεία· Τετύχηκα, ἀντὶ τοῦ, Ἐπέτυχον τοῦ σκοποῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ ἐπειδὴ εἰς ἔργον ἐξῆλθεν αὐτῇ τὸ σπουδασθὲν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν ἕτερον· καὶ εἶπε Λεία· Μακαρία ἐγὼ, ὅτι μακαριοῦσί με αἱ γυναῖ-κες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
ε. Εἶδες καὶ ταύτην τοὺς παρὰ τῆς παιδίσκης τεχθέν-τας πῶς ᾠκειώσατο, καὶ μακαρίαν ἑαυτὴν εἶναι λέγει καὶ μακαρισμοῦ ἀξίαν ἐπὶ τῷ τόκῳ τῶν παίδων; Ἀλλ’ ὅρα μοι πάλιν τὰ μετὰ ταῦτα, ἵνα μάθῃς ὅπως τὸ τῆς ζηλοτυπίας πάθος ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετ-έβαινε, καὶ ποτὲ μὲν ἐκείνη τούτῳ ἐπολιορκεῖτο, ποτὲ δὲ αὕτη Ἐπορεύθη δὲ, φησὶ, Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ τῇ μητρὶ αὐτοῦ. Καὶ εἶπε Ῥαχὴλ τῇ Λείᾳ· Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Ὁρᾷς πῶς τὸ πάθος τῆς ψυχῆς διὰ τῶν ῥημάτων κατάδηλον ποιεῖ; Οὐχ ἱκανόν σοι, φησὶν, ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μαν-δραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥαχήλ· Οὐχ οὕτω· κοιμηθήτω δὴ μετὰ σοῦ τὴν νύκτα ταύ-την ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Δός μοι τῶν μανδραγορῶν, καὶ λάβε σήμερον μετὰ σοῦ τὸν ἄν-δρα. Ὁρᾷς πῶς δείκνυται ὅλως τῇ εὐνοίᾳ τῆς Ῥαχὴλ προσκείμενος; Εἰ γὰρ καὶ τοσούτων παίδων χορὸν

Chapter 6: Moral epilogueCaput 6: Moralis epilogus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:493τικτούσης τῆς Λείας, ἔτι πρὸς τὴν Ῥαχὴλ ἦν προσκεί-μενος τῇ εὐνοίᾳ, εἰ μὴ τοῦτο ἐγεγόνει, πῶς ἂν ἐνεγκεῖν ἡ Λεία ἠδυνήθη τὴν μετὰ τῆς ἀδελφῆς συνοίκησιν; Ὡς γὰρ ἐξουσίαν ἅπασαν ἔχουσα τοῦ ἀνδρὸς, οὕτω προί̈ε-ται τῶν μανδραγορῶν τὸν ἄνδρα, καί φησι· Κοιμη-θήτω σήμερον μετὰ σοῦ ἀντὶ τῶν μανδραγορῶν. Πλήρωσόν μου, φησὶ, τὴν ἐπιθυμίαν τὴν ἐπὶ τοῖς μαν-δραγόραις, καὶ δέχου τὸν ἄνδρα. Παραγενομένου δὲ τοῦ Ἰακὼβ, ἐξελθοῦσα εἰς συνάντησιν ἡ Λεία εἶπε· Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε σήμερον ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Καὶ ἐκοιμήθη, φησὶ, μετὰ αὐτῆς τὴν νύκτα ἐκείνην. Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τὸν πέμπτον υἱόν. Καὶ εἶπε Λεία· Ἔδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ’ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσα-χὰρ, ὅ ἐστι μισθός. Ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῆς Λείας. Ἐπειδὴ ἑώρα κατώδυνον αὐτὴν οὖσαν καὶ παρ-ευδοκιμουμένην, ἐπήκουσεν αὐτῆς ὁ Θεὸς, καὶ ἔτεκε καὶ εἶπεν· Ἐκομισάμην μισθὸν ὑπὲρ ὧν ἔδωκα τὴν παι-δίσκην μου. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰσαχάρ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν ἕκτον. Καὶ εἶπε Λεία· Δεδώρηταί μοι ὁ Θεὸς δῶρον καλόν. Ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Λοιπὸν, φησὶν, ἐπέραστος ἔσομαι κἀγὼ ἀνδρί μου· ἔτεκον γὰρ ἓξ υἱούς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Ἔτεκε δὲ καὶ θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα. Ἐμνήσθη δὲ ὁ Θεὸς, φησὶ, τῆς Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς, καὶ ἤνοιξεν αὐτῆς τὴν μήτραν. Καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥαχήλ· Ἀφεῖλέ μου ὁ Θεὸς τὸ ὄνει-δος. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγου-σα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ἀφεῖλέ μου, φησὶν, ὁ Θεὸς τὸ ὄνειδος· ἔλυσε τὴν στείρωσιν, κατηλλάγη, καὶ διήγειρέ μου πρὸς παιδοποιίαν τὴν μή-τραν, καὶ ἠλευθέρωσέ με τοῦ ὀνειδισμοῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ ὑποσχέ-σεις κατὰ μικρὸν εἰς ἔργον ἐξῄεσαν; Ἰδοὺ γὰρ ἀθρόον πόσων παίδων χορὸν ὁ δίκαιος ἔσχε διὰ τὴν τοῦ Θεοῦ περὶ αὐτὸν πρόνοιαν. Ἐπειδὴ γὰρ πολλὴν τὴν ὑπομο-νὴν ἐπεδείξατο ἐν δεκατέσσαρσιν ἔτεσι τὴν δουλείαν ἀσπαζόμενος, διὰ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἀμειβόμε-νος τοῦ δικαίου τὸ φιλόθεον, εἰς τοσοῦτον αὐτὸν αὐξη-θῆναι παρεσκεύασεν, ὡς ἐπίφθονον γενέσθαι λοιπὸν, ὡς ἐκ τῶν ἑξῆς μαθησόμεθα, οἷς ἐβουλόμην ἐπεξελθεῖν. 2. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνον-τες παρενοχλεῖν δόξωμεν τῇ ὑμετέρᾳ ἀγάπῃ, εἰ δοκεῖ, τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, τὸν λόγον ἐνταῦθα καταπαύσωμεν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μεμνῆσθαι τῶν εἰρημένων, ζηλοῦν τῶν παλαιῶν τὴν ἀρετὴν, οὕτω τοὺς παῖδας ἑαυτῶν ἐκδι-δόναι, οὕτω τὰς θυγατέρας τοῖς νυμφίοις παραδιδόναι, οὕτω διὰ τῆς οἰκείας ἀρετῆς τὴν παρὰ τοῦ Θεοῦ εὔ-νοιαν ἐπισπάσασθαι. Ὅταν γὰρ ἐκεῖνος ἡμῖν εὐμενὴς ᾖ, κἂν ἐπ’ ἀλλοτρίας ὦμεν, κἂν πάντων ἔρημοι, κἂν μηδενὶ γνώριμοι, πάντων ἐσόμεθα περιφανέστεροι. Οὐδὲν γὰρ μακαριστότερον ἀνδρὸς ὑπὸ τῆς ἄνωθεν χειρὸς βοηθουμένου. Ἐκείνης γὰρ ἀπολαύων τῆς συμ-μαχίας καὶ ὁ μακάριος Ἰακὼβ ἐπὶ τοσαύτην κατὰ μικρὸν ηὐξήθη περιφάνειαν, ὡς καὶ αὐτοῖς τοῖς ὑποδεξαμένοις ἐπίφθονος γενέσθαι. Τοῦτο τοίνυν καὶ

Homily LVII, Chapter 1: Scripture Proposes Examples of Saints for Our ImitationHomilia LVII · Caput 1: Exempla sanctorum imitanda nobis proponit Scriptura

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:494ἡμεῖς σπουδάζωμεν, ὥστε τῆς ἐκεῖθεν ἀξιοῦσθαι βοη-θείας, καὶ μὴ πρὸς τὰς ἀνθρωπίνας καταφεύγωμεν δυναστείας, μηδὲ τὴν τούτων προστασίαν διώκωμεν· οὐδὲν γὰρ ταύτης ἐπισφαλέστερον· καὶ τοῦτο ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἱκανὴ διδάξαι. Καὶ γὰρ ὁρῶμεν καθ’ ἑκάστην ἡμέραν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ εἰς τὸ ἐναντίον ἅπαντα περιτρεπόμενα, καὶ τὸν ἐν τῇ ἀνωτάτω εὐημερίᾳ πρὸ μικροῦ τυγχάνοντα, ἀθρόον εἰς ἐσχάτην δυσπραγίαν καταφερόμενον, καὶ τὰ τῶν καταδίκων πολλάκις ὑπομένοντα. Ποίας οὖν ἂν εἴη παρανοίας τούτων μεταδιώκειν τὴν προστασίαν τῶν ἐν τοσαύτῃ ἀδηλίᾳ τυγχανόντων, καὶ οὐδὲ τὰ καθ’ ἑαυτοὺς ἱκανῶν ὄντων μετὰ ἀσφαλείας διαθεῖναι; Διὸ πάσης μὲν ἀνθρωπίνης προστασίας ἑαυτοὺς ἀποστή-σωμεν, μεμνημένοι καὶ τοῦ προφήτου λέγοντος· Ἐπι-κατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄν-θρωπον. Ὁρᾷς ὅτι ὁ τοιοῦτος οὐ μόνον ἀνόητος, ἀλλὰ καὶ ἐπικατάρατος, ἅτε δὴ καταλιπὼν τὸν τῶν ἁπάν-των Δεσπότην, καὶ πρὸς τὸν ὁμόδουλον τρέχων, τὸν οὐδὲ ἑαυτῷ ἀρκέσαι δυνάμενον; Φεύγωμεν τοίνυν τὴν κατάραν ταύτην, παρακαλῶ, καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ τὸν Θεὸν μεταστήσωμεν. Αὕτη γὰρ βεβαία καὶ ἀκίνητος καὶ μεταβολὴν οὐκ ἐπιδεχομένη, καθάπερ ἡ ἐπὶ τῶν ἀνθρώπων. Ἢ γὰρ θάνατος ἐνταῦθα διέκοψε τὴν προστασίαν, καὶ γυμνοὺς καὶ ἐρήμους γενέσθαι παρεσκεύασε τοὺς ἐπὶ τοῦτον καταφεύγοντας· ἢ καὶ πρὸ τοῦ θανάτου μεταβολὴ πραγμάτων ἐπελθοῦσα, ἅπαντα ἄκυρα ἀμφοῖν πεποίηκε. Καὶ τούτων τῶν παραδειγμάτων πᾶς γέμει ὁ βίος. Διὸ οὐδὲ συγγνώ-μης εἰσὶν ἄξιοι, οἱ μετὰ τὴν τοσαύτην πεῖραν ἔτι ἀνθρωπίνῃ προστασίᾳ προστετηκότες, καὶ πολλά-κις ὑπ’ αὐτῶν δοκούντων εἶναι προστατῶν τὰ μυρία δεινὰ ὑπομένοντες. Τοσαύτη γὰρ τῆς κακίας ἡ ὑπερ-βολὴ, ὡς καὶ τοὺς θεραπεύοντας τοῖς ἐναντίοις ἀμεί-βεσθαι. Ἐπὶ δὲ τοῦ τῶν ὅλων Θεοῦ ἅπαν τοὐναντίον· καὶ ἀγνωμονοῦντας ἡμᾶς ἑκάστοτε εὐεργετεῖ, καὶ τὴν οἰκείαν ἀπονέμει προστασίαν, οὐ πρὸς τὴν ἡμε-τέραν ὁρῶν ἀγνωμοσύνην, ἀλλὰ τὴν οἰκείαν ἐν ἅπασι φιλανθρωπίαν μιμούμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΖ. Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. α. Τὰ λειπόμενα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα καὶ ἐκ τῶν
νῦν λεγομένων καὶ τὴν τοῦ Θεοῦ κηδεμονίαν, ἣν περὶ τὸν Ἰακὼβ ἐπεδείκνυτο, καὶ τὸ τοῦ δικαίου φιλόθεον καταμαθόντες, ζηλώσωμεν τοῦ ἀνδρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ἁπλῶς ἡμῖν τὰς ἱστορίας ταύτας ἀναγρά-πτους ἡ τοῦ Πνεύματος χάρις γενέσθαι παρεσκεύασεν, ἀλλ’ ἵνα πρὸς μίμησιν ἡμᾶς διεγείρῃ καὶ ζῆλον τῶν ἐναρέτων ἀνδρῶν. Ὅταν γὰρ ἀκούσωμεν τοῦ μὲν τὴν ὑπομονὴν, τοῦ δὲ τὴν σωφροσύνην, ἑτέρου τὸ περὶ τὴν φιλοξενίαν ἕτοιμον, καὶ ἑκάστου τὴν πολλὴν ἀρετὴν, καὶ ὅπως τούτων ἕκαστος διέλαμψε καὶ περιφανέστε-ρος γέγονεν, εἰς ὅμοιον διεγειρόμεθα ζῆλον. Φέρε οὖν καὶ τὰ λειπόμενα τῆς κατὰ τὸν δίκαιον τοῦτον ἱστο-ρίας σήμερον ἐπελθόντες, τέλος ἐπιθῶμεν τῷ λόγῳ. Ἐγένετο δὲ, φησὶν, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα
PG 54:495ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι. Ὅρα τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, πῶς ὁρῶν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν περὶ αὐτὸν, οὐδὲν μέγα ἐφρόνησε κατὰ τοῦ Λάβαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας φησίν· Ἀπό-στειλόν με, ἵνα ἀπέλθω. Ἀληθῶς οὐδὲν ἐπιεικείας ἰσχυρότερον, καὶ οὐδὲν ταύτης δυνατώτερον. Ὅρα γοῦν, ἐπειδὴ προλαβὼν τῇ ἐπιεικείᾳ ἐχρήσατο, ὅπως καὶ τὸν Λάβαν παρεσκεύασε μετὰ πολλῆς τῆς εὐγνω-μοσύνης τὴν πρὸς αὐτὸν ἀπόκρισιν ποιήσασθαι. Εἶπε γὰρ αὐτῷ, φησὶ, Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου· οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. Οὐκ ἀγνοῶ, φησὶν, ὅτι μετὰ τὴν σὴν παρουσίαν πλουσίως ἀπήλαυσα τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας. Ἐπεὶ οὖν αἰσθάνομαι τῆς εὐεργεσίας, ἧς διὰ τὴν σὴν παρουσίαν ἔτυχον, ὃν βούλει μισθὸν πρότεινον, κἀγὼ ἑτοίμως παρέξω. Σκόπει πόσον ἐστὶν ἐπιείκεια, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἀλλ’ ἐννόησον ὅτι οὐδὲ μνήμην ποιησαμένου τοῦ δικαίου, οὐδὲ ἐπιζητήσαντος τὸν μισθὸν τῶν καμάτων, ἀλλὰ τοῦτο μόνον εἰρηκότος, ὅτι Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, ὑπὲρ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω, ἐκεῖνος αἰδεσθεὶς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, φησίν· Εἰπὲ τίνα βούλει μισθὸν παρ’ ἐμοῦ σοι δοθῆναι, καὶ τοῦτον προθύμως δώσω. Μὴ γὰρ οὐ σὺν αὐτῷ ἦσαν αἱ γυναῖκες καὶ τὰ παιδία; Τίνος οὖν ἕνεκεν ἔλεγεν· Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία; Τὴν προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμων, καὶ τὸν οἰκεῖον τρόπον διὰ πάντων ἐμφαίνων, καὶ μετ’ ἐλευθερίας τὴν ἀναχώρησιν ποιήσασθαι βουλόμενος. Ὅρα γοῦν ἐκ τῶν ῥημάτων τούτων ὅπως ἐφειλκύ-σατο τὸν Λάβαν, ὡς καὶ μισθὸν ἐπαγγείλασθαι προς-θεῖναι, καὶ τούτῳ αὐτῷ ἐπιτρέψαι τὴν αἵρεσιν. Τί οὖν ὁ δίκαιος; Ὅρα πάλιν τῆς αὐτοῦ ἐπιεικείας τὴν ὑπερβολὴν, καὶ ὅπως οὐδὲ οὕτως ἐπαχθὴς γίνεται καὶ φορτικὸς τῷ Λάβαν. Ἀλλὰ τί; Πάλιν αὐτὸν μάρτυρα καλεῖ τῆς εὐγνωμοσύνης αὐτοῦ, καὶ τῆς ἐν τῷ χρόνῳ παντὶ γενομένης παρ’ αὐτῷ εὐνοίας περὶ τὴν δου-λείαν. Σὺ γινώσκεις, φησὶν, ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Σὲ μάρτυρα, φησὶ, καλῶ τῶν καμάτων τῶν ἐμῶν. Οἶδας γὰρ πῶς μετ’ εὐνοίας τὰ παρ’ ἐμαυτοῦ ἅπαντα ἐπεδειξάμην, καὶ ὅπως εὐαρίθμητα λαβὼν τὰ θρέμματά σου, τῇ ἐπιμελείᾳ τῇ ἐμαυτοῦ καὶ τῇ ἀγρυπνίᾳ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι πεποίηκα. Εἶτα ἐπιδεικνὺς ἑαυτοῦ τὸ φιλόθεον, φησίν· Εὐλόγησε γάρ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Οἶδας καὶ αὐτὸς ὅτι μετὰ τὴν ἐμὴν παρουσίαν ἡ ἄνωθεν χάρις ηὔξησέ σου τὴν περιουσίαν. Νῦν οὖν, ἐπειδὴ κἀγὼ τὰ παρ’ ἐμαυτοῦ πάντα ἐπεδειξάμην μετὰ πάσης εὐνοίας, τὴν ὑπηρεσίαν ἀποπληρώσας, καὶ ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ δήλη γέγονε, δίκαιον κἀμὲ ἐμαυτῷ ποιῆσαι οἶκον. Τί δέ ἐστι, Ποιῆσαι ἐμαυτῷ οἶκον; Ἀντὶ τοῦ, Ἐν ἐλευθερίᾳ λοιπὸν διάγειν, καὶ οἰκίας φροντίδα ἰδίας ποιήσασθαι. Ταῦτα ἀκούσας ὁ Λάβαν, Εἶπεν αὐτῷ· Τί σοι δώσω; ἢ τί βούλει παρ’ ἐμοῦ σοι δοθῆναι; εἰπέ. Ὁμολογῶ γὰρ κἀγὼ, καὶ οὐκ ἀρνηθείην· οἶδα γὰρ ὅσα μοι ὑπῆρξε παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Εἶπε δὲ, φησὶν, αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐ-δέν. Ἐὰν δὲ ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου. Οὐδὲν, φησὶ, βούλομαι παρὰ σοῦ μισθῶν ἕνεκα κομίσασθαι, ἀλλὰ τοῦτο μόνον ὃ λέγω καταδέξασθαι, καὶ Πάλιν ποιμανῶ τὰ πρό-

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:496βατά σου. Ὃ δὲ βούλομαι, ἐστὶ τοῦτο. Ὅρα τὸν δί-καιον, ἐπειδὴ ἐπεποίθει τῇ περὶ αὐτὸν τοῦ Θεοῦ ῥοπῇ, οἵαν πρότασιν τῷ Λάβαν προτίθησι· Παρελθέτω, φησὶ, τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν ἔσται μοι μισθός. Καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐν-ώπιόν σου· πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμ-μένον ἔσται μοι. β. Σκόπει τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ ᾔδει ὅσης ἀξιοῦται τῆς ἄνωθεν εὐνοίας, καὶ ἐδόκει κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν τοῦτο ἢ δυσχερὲς εἶναι, ἢ καὶ πάντη ἀδύνατον (σπάνιον ἦν γάρ ποτε τοῦτο, ἐνηλλαγμένην εἶναι τὴν χροιὰν τῶν τικτομένων), ταῦτα αἰτεῖται παρ’ αὐτοῦ, ὅθεν καὶ ταχέως ἐπέδρα-μεν ὁ Λάβαν τῇ αἰτήσει, καί φησιν, Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐπ’ αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ· καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Χωρίσας, φησὶ, τὰ ποίμνια κατὰ τὴν τοῦ Ἰακὼβ πρότασιν, ἔδωκε τοῖς υἱοῖς αὐτοῦ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρό-βατα Λάβαν τὰ ὑπολειφθέντα. Ποῖα δὴ ταῦτα; Τὰ μηδεμίαν ἔχοντα ἐν τῇ χροιᾷ διαφοράν. Τοῦτο δὲ πᾶν ἐγένετο, ἵνα καὶ ὁ δίκαιος διὰ τῶν πραγμάτων μάθῃ τοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὁ Λάβαν ἴδῃ ὅσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς ὁ Ἰα-κώβ. Ἔλαβε δὲ, φησὶν, ἑαυτῷ ὁ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυί̈νην καὶ πλατά-νου, καὶ ἐλέπισεν αὐτὰς ὁ Ἰακὼβ λεπίσματα λευκὰ, περισύρας τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς λη-νοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλ-θωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρό-βατα εἰς τὰς ῥάβδους. Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους, καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. Ταῦτα ὁ δί-καιος, οὐκ οἴκοθεν ὁρμώμενος, ἀλλὰ τῆς ἄνωθεν χά-ριτος ἐνηχούσης αὐτοῦ τῇ διανοίᾳ. Οὐδὲ γὰρ ἦν κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον, ἀλλὰ πολὺ τὸ παρά-δοξον καὶ ὑπερβαῖνον τὴν φυσικὴν ἀκολουθίαν ἦν. Καὶ τοὺς ἀμνοὺς διέστειλε, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν
τοῖς ἀμνοῖς, καὶ διεχώρισεν ἑαυτῷ ποίμνιον καθ’ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λά-βαν. Ἐπειδὴ λοιπὸν τοσαῦτα ἦν τὰ τικτόμενα, ἅπαντα ὅσα προσέθηκε, διεχώρισεν αὐτὰ, φησὶ, καὶ ἐποίησεν ἑαυτῷ ποίμνιον κατὰ μόνας. Ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐν ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμ-βάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥά-βδους. Ἡνίκα δ’ ἂν ἔτικτε τὰ πρόβατα, οὐκ ἐτίθη. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφοδρῶς. Τί βούλεται ὁ διπλασιασμός; Τὴν πολλὴν περιουσίαν ἐστὶν ἐμφαίνων, καὶ ὅτι οὐχ ἁπλῶς σφό-δρα ἐπλούτησεν, ἀλλὰ πολὺ σφόδρα. Ἐγένετο γὰρ αὐτῷ, φησὶ, κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι. Ἀλλ’ ὅρα μοι πάλιν τὸν φθόνον τὸν ἐν-

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:497τεῦθεν τικτόμενον τῷ δικαίῳ. Ἤκουσε γὰρ τὰ ῥή-ματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Ὅρα πῶς ἡ βασκανία εἰς ἀγνωμοσύνην αὐτοὺς ἐν-ήγαγε, καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν Λάβαν. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν, ὡς χθὲς καὶ τρίτην ἡμέραν. Τὰ γὰρ ῥήματα τῶν παίδων διεσά-λευσεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐπιλαθέσθαι πεποίηκεν ὧν πρώην διαλεγόμενος τῷ Ἰακὼβ ἐφθέγξατο, εἰπὼν, Εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ· καὶ ὁ εὐχα-ριστήσας τῷ Δεσπότῃ, ὅτι διὰ τὴν τοῦ δικαίου παρ-ουσίαν αὐξηθῆναι αὐτοῦ τὴν περιουσίαν πεποίηκε, νῦν παρατραπεὶς τὴν διάνοιαν ὑπὸ τῶν παίδων, καὶ εἰς βασκανίαν ἐξαφθεὶς, ἴσως ἐπειδὴ ἑώρα ἐν πολλῇ περιουσίᾳ τὸν δίκαιον τυγχάνοντα, οὐχ ὁμοίως αὐτῷ προσφέρεσθαι ἐβούλετο. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶδες τοῦ μὲν δικαίου τὴν πολλὴν ἐπιείκειαν, ἐκείνων δὲ τὴν ἀγνωμοσύνην· καὶ ὅπως οὐ φέροντες κατέχειν τὴν βασκανίαν, καὶ τοῦ πατρὸς τὴν γνώμην διεσάλευσαν; Ὅρα λοιπὸν τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται, ἐπειδὰν ἴδῃ τὰ παρ’ ἑαυτῶν εἰσφέροντας ἡμᾶς. Ὁρῶν γὰρ τὸν δίκαιον ὑπ’ αὐτῶν βασκαινό-μενον, φησὶ πρὸς τὸν Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀρκέσθητι, φησὶ, τῇ ἐπὶ τῆς ξένης διαγωγῇ. Ἅπερ ὑπεσχόμην σοι πρώην λέγων, Ἀποστρέψω σε εἰς τὴν γῆν σου, ταῦτα νῦν εἰς ἔργον ἀγαγεῖν βούλομαι. Ἐπάνιθι τοίνυν μηδὲν δε-δοικώς· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Ἵνα γὰρ μὴ ὀκνηρότερος γένηται ὁ δίκαιος περὶ τὴν ἀποδημίαν, ἀλλὰ μετὰ τοῦ θαῤῥεῖν ἅψηται τῆς ἐπανόδου, διὰ τοῦτό φησιν· Ἐγὼ ἔσομαι μετὰ σοῦ· ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ οἰκονομήσας, καὶ αὐξηθῆναί σου τὸ σπέρμα ποιήσας, ἐγὼ καὶ εἰς τὸ ἑξῆς Ἔσο-μαι μετὰ σοῦ. Ταῦτα ἀκούσας ὁ δίκαιος παρὰ τοῦ Θεοῦ, οὐκ ἠμέλλησε, ἀλλ’ ἤδη πρὸς τοῦτο παρεσκευά-ζετο. Ἀποστείλας γὰρ, φησὶν, ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια ἐποίμαινεν, καὶ εἶπεν αὐταῖς. Προθεῖναι βούλεται ταῖς γυναιξὶ τὴν περὶ τῆς ἀποδημίας διάσκεψιν, καὶ γνωρίσαι τό τε τοῦ Θεοῦ πρόσταγμα, τήν τε τοῦ πατρὸς περὶ αὐ-τὸν βασκανίαν. Εἶπε γὰρ, φησὶν, αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ. Αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐὰν γὰρ οὕτως εἴπῃ· Τὰ ποικίλα ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα. Ἐὰν δὲ εἴπῃ· Τὰ λευκὰ ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. γ. Ὅρα πῶς ἀμφότερα αὐτὰς διδάσκει, καὶ τοῦ πα-τρὸς τὴν ἀγνωμοσύνην τὴν περὶ αὐτὸν, καὶ τὴν οἰκείαν εὔνοιαν, ἣν περὶ τὴν δουλείαν ἐπεδείξατο. Οἴδατε γὰρ, φησὶν, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Καὶ τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτὸν ἐναργῆ κηδεμονίαν κατάδηλον ποιεῖ, δεικνὺς ὅτι ἡ ἄνωθεν συμμαχία ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ τὴν περιουσίαν τοῦ Λάβαν εἰς αὐτὸν μεθιστῶσα.
PG 54:498Ἀφείλετο γὰρ, φησὶν, ὁ Θεὸς τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Ἐγένετο δὲ ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; Καὶ εἶπεν· Ἀνά-βλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, ποικίλους καὶ σποδοει-δεῖς ῥαντούς. Ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ὁρᾷς ὅτι ἡ ἄνωθεν ἐνέργεια ἦν ἡ τὸ πᾶν ἐργα-ζομένη, καὶ τὸν δίκαιον τῶν καμάτων ἀμειβομένη; Ἐπειδὴ γὰρ ἐκεῖνος ἀγνώμων περὶ αὐτὸν ἐγίνετο, ὁ φιλότιμος Δεσπότης μετὰ δαψιλείας ἀμείβεται τὸν δίκαιον· Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐπειδὰν ἀδικούμενοι παρ’ οὑτινοσοῦν ἐπιεικῶς καὶ πράως ἐνέγκωμεν, μείζονος καὶ δαψιλεστέρας ἀπολαύομεν τῆς ἄνωθεν συμμαχίας. Μὴ τοίνυν ἀντιτείνωμεν πρὸς τοὺς ἐπηρεάζειν βου-λομένους, ἀλλὰ φέρωμεν γενναίως, εἰδότες ὡς ὁ τῶν ἁπάντων Δεσπότης οὐ περιόψεται ἡμᾶς, μόνον ἐὰν ἡμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Ἐμοὶ γὰρ, φησὶν, ἐκδίκησις· ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἔλεγεν· Οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐπειδὴ γὰρ αὐτὸς ἀποστερῆσαι, φησὶ, μὲ ἐβουλήθη τῶν ὑπὲρ τῶν καμάτων μισθῶν, ὁ Δεσπότης μετὰ τοσαύτης περιου-σίας τὴν εἰς ἡμᾶς κηδεμονίαν ἐπεδείξατο, ὡς πᾶσαν αὐτοῦ τὴν οὐσίαν μεταστῆσαι εἰς ἡμᾶς. Καὶ εἰδὼς ὡς ἐγὼ μὲν μετ’ εὐνοίας τὴν δουλείαν ἐποιησάμην, ἐκεῖνος δὲ οὐ προσηκόντως μοι προσηνέχθη, τοσαύ-την ἐποιήσατο ἡμῶν τὴν πρόνοιαν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα λέγω, οὐδὲ εἰκῆ καὶ μάτην κατηγορεῖν αὐτοῦ βουλόμενος, καὶ τὸν Θεὸν ἔχω μάρτυρα τοῖς παρὰ τοῦ πατρὸς ὑμῶν εἰς ἐμὲ γενομένοις. Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ· ὅτι οὐ τοῦ μισθοῦ σε μόνον ἀπεστέρησεν, ἀλλ’ ὅτι καὶ οὐχ ὁμοίως νῦν πρὸς σὲ διάκειται, ὡς καὶ πρότερον· ἀλλὰ διέφθαρται τὴν γνώμην. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην. Εἰς ὑπόμνησιν αὐτὸν ἀγαγεῖν βούλεται, ὧν αὐτῷ τότε ὑπέσχετο, εἰπὼν, Εἰς πλῆθός σε αὐξηθῆναι ποιήσω, καὶ ὅτι Διαφυλάξω σε εἰς τὴν γῆν σου. Ἐγὼ οὖν ὁ τότε ὀφθείς σοι καὶ τὰς ὑποσχέσεις πρὸς σὲ ποιησά-μενος, ἐγὼ καὶ νῦν, ἐπειδὴ καιρὸς ἥκει, τὰ τότε παρ’ ἐμοῦ σοι ἐπαγγελθέντα εἰς ἔργον ἄγω, καὶ ἐπανελθεῖν σε κελεύω ἄνευ ἀγωνίας. Μετὰ σοῦ γὰρ ἔσομαι. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ, οὗ ἤλειψάς μοι στήλην, καὶ ηὔξω μοι εὐχήν. Ὑπομιμνήσκει αὐτὸν τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας, ἧς ἐποιήσατο. Τίς δὲ ἦν ἡ εὐχή; Ὅτι Ὧν ἄν μοι δῷς,
ἀποδεκατώσω αὐτά σοι. Ἐπειδὴ γὰρ τότε μηδὲν ὅλως ἐπιφερόμενος, ἀλλὰ καθάπερ φυγὰς τὴν ὁδοιπο-ρίαν ποιούμενος ταῦτα ηὔξατο, διὰ τοῦτό φησιν· Ἡνίκα σοι ὤφθην, ηὔξω εὐχὴν, λέγων, Ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι· διὰ τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας τὴν δύναμιν τὴν ἐμὴν προμη-νύων, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὴν μέλλουσαν εὐπορίαν ἔσεσθαί σοι· νῦν οὖν ὅτε εἰς ἔρ-γον τὰ παρ’ ἐμοῦ λεχθέντα δεῖ ἐλθεῖν, καὶ καιρὸς ἥκει καλῶν τὴν εὐχὴν τὴν σὴν πληρωθῆναι. Ἐπάνιθι νῦν οὖν, φησὶν, ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆσ

Chapter 4. Jacob flees from the house of LabanCaput 4: E domo Labani fugit Jacob

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:499ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἐγώ σοι πανταχοῦ συνέσομαι, καὶ ἐγώ σοι τὴν ὁδοιπορίαν εὐμαρῆ καταστήσω, καὶ οὐδεμίαν παρ’ οὐδενὸς ὑποστήσῃ βλάβην, τῆς ἐμῆς δεξιᾶς ἀντὶ σκέπης πανταχοῦ γινομένης σοι. Ταῦτα ἀκούσασαι αἱ περὶ τὴν Ῥαχὴλ εἶπαν αὐτῷ· Μή ἐστιν ἡμῖν μερὶς, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; Πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε κατα-βρώσει τὸ ἀργύριον ἡμῶν. Καὶ πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, σοὶ ἔδωκε. Νῦν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ὅρα καὶ ταύτας ἑπομένας τῇ τοῦ Θεοῦ γνώμῃ, καὶ λογισμὸν ἀναντίῤῥητον εἰσαγούσας. Μὴ γὰρ, φησὶν, ἔτι τι κοινὸν ἡμῖν πρὸς τὸν πατέρα ἡμῶν; Ἅπαξ γὰρ ἀπέδοτο ἡμᾶς. Τὸν μέντοι πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, καὶ ἔδωκέ σοι, ἡμεῖς ἕξομεν, καὶ τὰ τέκνα ἡμῶν. Μὴ μέλλε οὖν, μηδὲ διαναβάλλου, ἀλλὰ ποίει τὰ παρὰ τοῦ Θεοῦ σοι ἐπιταχθέντα. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ταῦτα ἀκούσας ὁ Ἰακὼβ, ἀναστὰς ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία, καὶ ἀνεβίβασεν αὐτὰς ἐπὶ καμήλους, καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὴν ἀποσκευὴν, ἢν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. δ. Σκόπει μοι τοῦ δικαίου τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ ὅπως πάντα φόβον καὶ ἀγωνίαν παρωσάμενος ἐπείθετο τῷ τοῦ Δεσπότου ἐπιτάγματι. Ἐπειδὴ γὰρ εἶδε τοῦ Λάβαν οὐχ ὑγιῆ τὴν γνώμην, οὐκ ἔτι καθά-περ πρότερον πυθέσθαι αὐτὸν κατεδέξατο, ἀλλὰ τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου, ἐπλήρου, καὶ λαβὼν τὰς γυναῖκας καὶ τὰ παιδία ἥπτετο τῆς ὁδοῦ. Λάβαν δὲ, φησὶν, ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πρόσκειται, ἀλλ’ ἵνα γνῶμεν, πῶς ἔτι τῆς πατρικῆς εἴχοντο συνηθείας, καὶ πολλὴν τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπεδείκνυντο. Ἐννόησον γὰρ ὅσην αὕτη σπουδὴν ἐποιήσατο, ὡς μηδὲν ἕτερον ὑφελέσθαι τῶν τοῦ πατρὸς, ἀλλὰ τὰ εἴδωλα μόνα, καὶ τοῦτο ἐποίει καὶ τὸν ἄνδρα λανθάνουσα· οὐδὲ γὰρ ἂν ἐκεῖνος συνεχώρησε ταῦτα γενέσθαι. Ἔκρυψε δὲ, φησὶν, Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Θέα μοι τὴν πολλὴν τοῦ Θεοῦ καὶ ἐνταῦθα πρόνοιαν, ὅπως, μέχρις ὅτε πόῤῥωθεν γέγονεν ὁ δίκαιος, οὐ συνεχώρησε τῷ Λάβαν εἰς γνῶσιν ἐλθεῖν τὴν ἀναχώρησιν τοῦ Ἰακώβ. Τριῶν γὰρ ἡμερῶν, φησὶ, παρελθουσῶν, τῷ Λάβαν ἐγνώσθη. Καὶ πα-ραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυ-τοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Σκόπει πάλιν τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν. Ὁ γὰρ εἰπὼν, Ἀπόστρεφε εἰς τὴν γῆν σου, καὶ ἔσομαι μετὰ σοῦ, οὗτος καὶ νῦν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν. Ἐπειδὴ γὰρ εἶδε τὸν Λάβαν μετὰ πολλῆς ἀγανακτή-σεως καταδιώκοντα τὸν δίκαιον, καὶ δίκην, ὡς εἰπεῖν, εἰσπράξασθαι βουλόμενον τῆς ἀναχωρήσεως, ἐπι-φαίνεται τῷ Λάβαν καθ’ ὕπνον τὴν νύκτα. Ἦλθε δὲ, φησὶν, ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ ὅπως διὰ τὴν περὶ τὸν δίκαιον κηδεμονίαν καὶ τῷ Λάβαν διαλέγεται, ἵνα κατασείσας αὐτοῦ τὴν διάνοιαν ἀποστήσῃ τῆς κατὰ τοῦ Ἰακὼβ ὁρμῆς. Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ τοῦ Ἰακὼβ πο-νηρά. Πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης. Ἐπειδὴ ἑώρα αὐτὸν πρὸς μάχην ἐπειγόμενον, καὶ κατεξαναστῆναι

Chapter 5Caput 5.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:500τοῦ δικαίου βουλόμενον, μονονουχὶ διὰ ῥήματος καθέλ-κει αὐτοῦ τὸν λογισμὸν, καί φησι· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρόν. Μηδὲ μέχρι ῥημάτων, φησὶν, ἐπιχειρήσῃς λυπῆσαι τὸν Ἰακὼβ, ἀλλὰ φύλαξαι σεαυτὸν, ἐπίσχες σου τὴν κακὴν ταύ-την ὁρμὴν, κατάστειλαι τὸν θυμὸν, ἀναχαίτισόν σου θυμουμένην τὴν διάνοιαν, καὶ μηδὲ μέχρι ῥήματος λυπῆσαι αὐτὸν ἀνάσχῃ. Καὶ σκόπει μοι Θεοῦ φιλαν-θρωπίαν. Οὐ προσέταξε τῷ Λάβαν εἰς τὰ οἰκεῖα ὑποστρέψαι, ἀλλὰ μόνον παρεκελεύσατο μηδὲν φορ-τικὸν, μηδὲ ἐπαχθὲς διαλεχθῆναι τῷ δικαίῳ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μάθῃ καὶ διὰ τῶν ἔργων αὐ-τῶν ὁ δίκαιος καὶ διὰ τῶν πραγμάτων, ὅσης ἀξιοῦ-ται παρὰ τοῦ Θεοῦ τῆς κηδεμονίας. Εἰ γὰρ ὑπέστρε-ψεν ὁ Λάβαν, πόθεν ἂν τοῦτο ἔγνω ὁ Ἰακὼβ, ἢ αἱ τούτου γυναῖκες; Καὶ διὰ τοῦτο συγχωρεῖ αὐτὸν ἀπελθεῖν, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογῆσαι τὰ παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντα, ἵνα καὶ ὁ δίκαιος πλείονα τὴν προθυμίαν κτήσηται περὶ τὴν ἀποδημίαν, καὶ θάρσος προσλάβῃ, καὶ αἱ τούτου γυναῖκες μα-θοῦσαι ὅσης ἀξιοῦται ὁ Ἰακὼβ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς κηδεμονίας, ἀποσείσωνται τὴν πατρικὴν πλάνην καὶ ζηλώσωσι τὸν δίκαιον, καὶ θεογνωσίας ἐν-τεῦθεν ἀρκοῦσαν διδασκαλίαν δέξωνται. Οὐδὲ γὰρ οὕτως ἦν τὰ παρὰ τοῦ Ἰακὼβ ἀξιόπιστα, ὡς τὰ παρὰ τοῦ Λάβαν λεγόμενα, τοῦ ἔτι περὶ τὰ εἴδωλα ἐπτοη-μένου. Αἱ γὰρ παρὰ τῶν ἀπίστων μαρτυρίαι καὶ τῶν ἐχθρῶν τῆς εὐσεβείας ἀεὶ πολὺ τὸ ἀξιόπιστον ἔχουσι. Καὶ τοῦτο γὰρ τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας, ὅταν καὶ τοὺς ἐχθροὺς τῆς ἀληθείας αὐτοὺς μάρτυρας ποιῇ γενέσθαι τῆς ἀληθείας, καὶ διὰ τῆς οἰκείας γλώττης τὰ αὐτὰ συναγωνίζωνται. Κατέλαβε δὲ Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Τί τοῦτο ἐποίησας; Ὅρα πῶς τὸ παρὰ τοῦ Θεοῦ πρός-ταγμα τὴν πολλὴν αὐτοῦ φλεγμονὴν κατέστειλε, καὶ τὸν θυμὸν ἐχαλίνωσε. Διὰ τοῦτο μετὰ πολλῆς ἡμερό-τητος τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, μονονουχὶ ἀπολογούμενος, καὶ πατρικὴν φιλοστοργίαν περὶ αὐ-τὸν ἐπιδεικνύμενος. Ὅταν γὰρ τῆς ἄνωθεν ἀπολαύωμεν προνοίας, οὐ μόνον τῶν ἀνθρώπων τῶν πονηρῶν διαφυγεῖν δυνάμεθα τὰς ἐπιβουλὰς, ἀλλὰ καὶ θηρίοις ἀνημέροις ἐὰν περιπέσωμεν, οὐδὲν ὑπο-στησόμεθα δεινόν. Ὁ γὰρ τῶν ἁπάντων Δεσπότης τῆς οἰκείας δυνάμεως τὴν περιουσίαν ἐπιδεικνύμενος, καὶ τῶν θηρίων μεταβάλλει τὴν φύσιν, καὶ εἰς προβάτων ἡμερότητα αὐτὰ μεθίστησιν, οὐχὶ τῆς θηριωδίας αὐτὰ μεθιστὰς, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει καταλιμπάνων, τὰ τῶν προβάτων ἐπιδείκνυσθαι παρασκευάζει. Καὶ οὐκ ἐπὶ τῶν θηρίων μόνον τοῦτο ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν στοιχείων. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τὰ στοιχεῖα αὐτὰ τῆς οἰκείας ἐνεργείας ἐπιλαν-θάνεται, καὶ οὐδὲ πῦρ τὰ πυρὸς ἐπιδείκνυται. Καὶ τοῦτό τις καταμάθοι ἐπί τε τῶν τριῶν παίδων, ἐπί τε τοῦ Δανιήλ. Ὁ μὲν ὑπὸ λεόντων περιστατούμενος,
ὡς ὑπὸ προβάτων κυκλούμενος, οὐδὲν ἔπασχεν ἀηδὲς, τῆς ἄνωθεν ῥοπῆς τὴν ἐκείνων ἀγριότητα ἀναχαιτι-ζούσης. Ὅτι γὰρ θῆρες ὄντες ἔμενον τὰ τῆς θηριω-δίας μὴ ἐπιδεικνύμενοι, δι’ αὐτῶν τῶν πραγμάτων ἔγνωσαν τῶν ἀλόγων θηρίων οἱ ἀγριώτεροι. ε. Καὶ τοῦτο δὲ ἐγίνετο πρὸς μείζονα κατηγορίαν ἐκείνων, ὅτι οἱ λόγῳ τετιμημένοι τὰ ἄλογα θηρία ὑπερ-ηκόντισαν τῇ ὠμότητι. Καὶ ἐμάνθανον διὰ τῶν πρα-γμάτων, ὅπως διὰ τὴν τοῦ Δεσπότου πρόνοιαν τὸν μὲν δίκαιον καὶ τὰ θηρία ᾐδέσθη, καὶ οὐκ ἐτόλμησαν
PG 54:501ἐφάψασθαι τοῦ σώματος· αὐτοὶ δὲ τὰ τῶν θηρίων αὐτῷ χεῖρον διέθηκαν. Καὶ ἵνα μὴ νομίσωσι φαντα-σίαν τινὰ γεγενῆσθαι, διὰ τῶν μετὰ ταῦτα βληθέν-των εἰς τὸν λάκκον ἐπεγίνωσκον, ὅτι ἐπὶ μὲν τοῦ δι-καίου τῶν προβάτων ἐμιμοῦντο τὴν ἡμερότητα, καὶ τῆς φύσεως ἐπελανθάνοντο· ἐπὶ δὲ τῶν μετὰ ταῦτα βληθέντων τὰ τῆς θηριωδίας ἐπεδείκνυντο. Οὕτω καὶ ἐπὶ τῆς καμίνου τοῦ πυρὸς γέγονε. Τοὺς μὲν ἔνδον ὄντας καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας ᾐδεῖτο τὸ στοιχεῖον, καὶ οὐκ ἐνήργει τὰ τοῦ πυρός· ἀλλὰ καθά-περ πεδηθείσης τῆς ἐνεργείας, οὕτως ἀβλαβῆ τῶν παίδων τούτων διεφύλαττε τὰ σώματα, καὶ οὐδὲ αὐ-τῶν τῶν τριχῶν ἐφάψασθαι ἐτόλμησε, καθάπερ ὑπὸ προστάγματός τινος τὸ στοιχεῖον τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξασθαι κωλυόμενον· τοὺς δὲ ἔξω τῆς καμίνου διάγοντας κατηνάλωσε, δι’ ἀμφοτέρων πολλὴν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν περιουσίαν ἐμφαῖνον, καὶ δι’ ὧν τοὺς ἔσω τυγχάνοντας ἀβλαβεῖς διεφύλαττε, καὶ δι’ ὧν τούτους διέφθειρεν. Οὕτως ὅταν τῆς ἄνωθεν ἀπο-λαύωμεν ῥοπῆς, οὐ μόνον τῶν πρὸς ἡμᾶς πολεμίως ἐχόντων διαφεύγομεν τὰς ἐπιβουλὰς, ἀλλὰ κἂν αὐτοῖς τοῖς θηρίοις περιπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Ἡ γὰρ τοῦ Θεοῦ χεὶρ ἡ πάντων δυνατωτέρα, αὕτη πολλὴν ἡμῖν πανταχόθεν περιτίθησι τὴν ἀσφάλειαν, καὶ ἀχειρώτους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Ὁ γὰρ μετὰ τοσαύτης ὁρμῆς κατα-λαβεῖν βουλόμενος τὸν Ἰακὼβ, καὶ δίκην ἀπαιτῆσαι τῆς πάντων ἀναχωρήσεως, οὐ μόνον οὐδὲν πρὸς αὐτὸν τραχὺ οὐδὲ ἐπαχθὲς φθέγγεται, ἀλλὰ καθάπερ πατὴρ διαλεγόμενος πρὸς παῖδα, οὕτω μετὰ πολλῆς τῆς ἐπιει-κείας πρὸς αὐτὸν ποιεῖται τὰ ῥήματα, καί φησι· Τί ἐποίησας τοῦτο; τί κρυφῆ ἀπέδρας; Ὅρα πόση ἡ μεταβολή· ὅρα πῶς ὁ καθάπερ θηρίον μεμηνὼς, προ-βάτων μιμεῖται ἡμερότητα. Ἵνα τί κρυφῆ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέ-ρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; Τίνος ἕνεκεν, φησὶ, τοῦτο πεποίηκας; τί σοι ἔδοξε; διὰ τί οὕτω λαν-θανόντως ἐποιήσω τὴν ἀποδημίαν; Εἰ γὰρ ἀνήγγει-λάς μοι, μετὰ πολλῆς τῆς πομπῆς καὶ τῆς εὐφρο-σύνης ἐξαπέστειλα ἄν σε. Καὶ γὰρ εἰ τοῦτο ἔγνων, φησὶ, Μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας προέπεμψα ἄν σε. Οὐκ ἠξιώθην φιλῆσαι τὰς θυ-γατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας. Ὁρᾷς πῶς λοιπὸν ἑαυτὸν ἐλέγχει, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογεῖ, ὅτι αὐτὸς μὲν κακῶς παρεσκευάζετο διαθεῖ-ναι τὸν δίκαιον, ἡ δὲ τοῦ Θεοῦ πρόνοια τῆς ὁρμῆς αὐτὸν ἐνέκοψεν. Ἰσχύει, φησὶν, ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς πρὸς Ἰακὼβ πονηρά. Ἐννόει μοι πόσης τῷ δικαίῳ παρα-κλήσεως γέγονε ταυτὶ τὰ ῥήματα, καὶ σκόπει πῶς οὗτος καὶ τὰ βουλευθέντα αὐτῷ ἐξέφηνε, καὶ ἐπὶ ποίοις τὴν κατάληψιν ποιήσασθαι ἐβούλετο, καὶ ὅτι ὁ τοῦ Θεοῦ φόβος αὐτὸν ἐπέσχεν εἰς ἔργον ἀγαγεῖν τὰ κα-κῶς αὐτῷ βουλευθέντα. Ὁ δὲ Θεὸς τοῦ πατρός σου, φησίν. Ὅρα πῶς καὶ αὐτὸς ὁ Λάβαν οὐ μικρὰν ἐντεῦθεν ὠφέλειαν ἐκαρποῦτο, μεγίστην τῆς τοῦ Θεοῦ δυνάμεως ἀπόδειξιν λαμβάνων ἐκ τῶν πρὸς αὐτὸν λεχθέντων. Ἀλλ’ ἐπειδὴ καὶ σὺ, φησὶ, τοῦτο ἐβουλεύσω, καὶ ὁ Θεός ἐστιν ὁ τοσαύτην σου ποιούμενος κηδεμονίαν, Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελ-θεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ἔστω, φησί· τοῦτό σοι δεδογμένον ἦν, καὶ ἔκρινας ἐπανελθεῖν εἰς τὸν οἶκον τοῦ πατρόσ

Chapter 6Caput 6.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:502σου· ἵνα τί τοὺς θεούς μου ἔκλεψας; Ὢ ἀνοίας ὑπερ-βολὴ καὶ τοιοῦτοί εἰσιν οἱ θεοί σου, ὡς καὶ κλαπῆ-ναι; Οὐκ αἰσχύνῃ λέγων, Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ὅρα πόση ἦν ἡ ὑπερβολὴ τῆς πλάνης, ὡς τοὺς λόγῳ τετιμημένους ξύλα καὶ λίθους θεραπεύειν. Καὶ οἱ μὲν θεοὶ οἱ σοὶ, ὦ Λάβαν, οὐδὲ κλέπτεσθαι μέλλοντες ἑαυτοῖς ἀμῦναι ἴσχυσαν. Πῶς γὰρ οἱ ἀπὸ λίθου ὄντες συγκείμενοι; Ὁ δὲ τοῦ δικαίου Θεὸς, καὶ ἀγνοοῦντος τοῦ δικαίου, τὴν σὴν ὁρμὴν ἐπέσχε. Καὶ οὐκ ἐννοεῖς τὸ μέγεθος τῆς πλάνης, ἀλλὰ καὶ τῷ δικαίῳ κλοπὴν ἐγκα-λεῖς; Τίνος γὰρ ἕνεκεν ὁ δίκαιος ἐκείνους ὑφελέσθαι ἂν κατεδέξατο, οὓς ἐβδελύττετο, μᾶλλον δὲ οὓς ᾔδει λί-θους ὄντας ἀναισθήτους; Ἀλλὰ ταῦτα ἀκούσας ὁ Ἰα-κὼβ μετὰ πολλῆς ἐπιεικείας, πρῶτον μὲν ἀπολογεῖται πρὸς τὰ προλαβόντα ἐγκλήματα, καὶ τότε περὶ τῶν θεῶν προτρέπεται ποιήσασθαι τὴν ἔρευναν. Εἶπα γὰρ, φησὶ, μήποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ, καὶ πάντα τὰ ἐμά. Ἐπειδὴ, φησὶν, ἑώρων σε οὐχ ὑγιῶς πρός με διακείμενον, ἐναγώνιος γέγονα, μήποτε ἐπιχειρήσῃς ἀφελέσθαι τὰς θυγατέρας σου καὶ τὰ ὑπάρχοντά μου, καὶ ἀποστερῆσαί με τῶν ἐμῶν, καθάπερ ἤδη πεποίηκας. Αὕτη τοίνυν ἡ αἰτία καὶ ὁ φόβος παρεσκεύασέ με λανθανόντως τὴν ἀποδημίαν ποιήσασθαι. Παρ’ ᾧ οὖν ἂν εὕροις τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Ὁρᾷς ὅτι ἠγνόει ὁ Ἰακὼβ τὴν παρὰ τῆς Ῥαχὴλ κλοπὴν γεγενημένην; Ὅρα γὰρ μεθ’ ὅσης σφοδρότητος τὸ ἐπι-τίμιον ὁρίζει τῷ τὴν κλοπὴν ἐργασαμένῳ. Παρ’ ᾧ ἂν, φησὶν, εὑρεθῶσιν, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Οὐκ ἐπειδὴ μόνον, φησὶν, ὑφείλετο, ἀλλ’ ὅτι διὰ τῆς κλοπῆς δεῖγμα ἐναργὲς ὁ τοιοῦτος ἐκφέρει τῆς οἰκείας πλάνης. Ἐπίγνωθι εἴ τί ἐστι τῶν σῶν παρ’ ἐμοὶ, καὶ λάβε. Ἐρεύνησον, φησὶν, εἴ τι τῶν μὴ προσηκόντων ἀφειλόμην. Οὐδὲν ἕτερόν μοι ἔχεις ἐγκαλέσαι, ἢ ὅτι λάθρα τὴν ἀποδημίαν ἐποιησά-μην· καὶ τοῦτο οὐχ ἑκὼν πέπονθα, ἀλλ’ ὑφορώμενος τὴν ἀδικίαν, καὶ δεδοικὼς μὴ βουληθῇς καὶ τὰς θυ-γατέρας σου ἀφελέσθαι, τοῦτο μαθὼν, καὶ τὴν ἄλλην μου περιουσίαν. Καὶ οὐκ ἐπέγνω, φησὶ, παρ’ αὐτῷ οὐδέν. Οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησε τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν. Εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐν-έβαλεν αὐτὰ εἰς τὰ σάγματα τῶν καμήλων, καὶ ἐπ-εκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βα-ρέως φέρε, κύριέ μου· οὐ δύναμαι ἀναστῆναι ἐν-ώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτῆς, καὶ οὐχ εὗρε. 2. Πολλὴ τῆς Ῥαχὴλ ἡ σύνεσις, δι’ ἧς τὸν Λάβαν παρακρούσασθαι ἴσχυσεν. Ἀκουέτωσαν οἱ ἔτι τῇ πλάνῃ προστετηκότες, καὶ τῶν εἰδώλων τὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι. Ἔθηκεν αὐτοὺς, φησὶν, ὑπὸ τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς. Τί τούτων καταγελαστότερον; Οἱ λόγῳ τετιμημένοι, καὶ τοσαύτης ἀξιωθέντες προεδρίας παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, λίθους ἀναισθήτους θεραπεύειν καταδέχονται, καὶ οὐκ ἐγκαλύπτονται, οὐδὲ λαμβά-νουσιν ἔννοιάν τινα τῆς τοσαύτης ἀτοπίας, ἀλλὰ καθά-περ βοσκήματα, οὕτω τῇ συνηθείᾳ ἀπάγονται; Διὰ
τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγό-μενοι. Καὶ καλῶς εἶπε, Τὰ ἄφωνα. Οἱ φωνὴν ἔχοντες, καὶ ἀκοῆς καὶ λόγου μετέχοντες, πρὸς τὰ μηδεμίαν αἴσθησιν ἔχοντα, ὡς ἄλογα ἀπάγεσθε. Καὶ ποίας ἂν οἱ τοιοῦτοι συγγνώμης τύχοιεν; Ἀλλ’ ἴδωμεν ὅπως ὁ δί-καιος λοιπὸν θαῤῥήσας ἔκ τε τῶν παρὰ τοῦ Λάβαν ὁμο-λογηθέντων, καὶ ἐξ ὧν οὐδεμίαν εὔλογον αἰτίαν εὗρε τῆς κατ’ αὐτοῦ μέμψεως, τί φησιν; Ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν, καὶ εἶπεν. Ὅρα πῶς καὶ

Chapter 7Caput 7.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:503διὰ τῆς μάχης τῆς οἰκείας ψυχῆς ἐκκαλύπτει τὴν ἀρε-τήν. Τί τὸ ἀδίκημά μου, φησίν; ἢ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου; Τίνος ἕνεκεν, φησὶ, μετὰ τοσαύτης ὁρμῆς κατεδίωξάς με; ποῖον ἀδίκημα ἐγκαλεῖν ἔχων; ποῖον ἁμάρτημα; Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τοσαύτην ὕβριν ἡμῖν ἐπήγαγες, ὥστε καὶ ἐρευνῆσαι πάντα τὰ ἐν τῷ οἴκῳ μου. Τί εὗρες ἀπὸ πάντων σκευῶν τοῦ οἴκου σου; Θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγ-ξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. Τοσαύτην, φη-σὶν, ἔρευναν ποιησάμενος, ἆρα ἠδυνήθης τι εὑρεῖν τῶν μὴ προσηκόντων μοι; ἢ τῶν σοι διαφερόντων; Εἰ εὗρες, ἐν τῷ μέσῳ παράγαγε, ἵνα οἱ συνόντες μοι καὶ οἱ μετὰ σοῦ παραγενόμενοι τὴν διάκρισιν ποιήσωνται. Ἐπειδὴ εἶδεν ἀνεύθυνον ἑαυτὸν ἐν ἅπασι γεγενημένον, πολλὴν λοιπὸν παῤῥησίαν προσλαβὼν ἀπαριθμεῖται τὴν εὔνοιαν, ἢν περὶ αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐπ-εδείξατο, καί φησι· Ταῦτά μοι εἴκοσιν ἔτη. Μετὰ τὸν κάματον τῶν τοσούτων ἐτῶν τούτων, ἤμην ἄξιος ταύ-της τῆς ὕβρεως; Ταῦτά μοι εἴκοσιν ἔτη. Σήμερον εἴκοσιν ἐτῶν ἀριθμὸν ἔχω ἐν τῷ οἴκῳ τῷ σῷ. Τὰ πρό-βατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ, κλέμ-ματα ἡμέρας καὶ κλέμματα νυκτός. Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλ-μῶν μου. Ἐπελάθου, φησὶ, τῶν καμάτων τῶν ἐμῶν, ὧν ἐπεδειξάμην ποιμαίνων τὰ πρόβατά σου καὶ τὰς αἶ-γας; Μὴ ἔχεις ἐγκαλέσαι ὅτι ποτὲ τὰ πρόβατα, ἢ αἱ αἶ-γες ἠτεκνώθησαν; Ὅρα πόσην δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν γεγενημένην εἰς τὸν οἶκον τοῦ Λάβαν διὰ τὴν αὐτοῦ παρουσίαν. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ἄνω ἔλεγεν· Εὐλογησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. Τοῦτο γὰρ οὐδεὶς ἂν παρὰ ποιμένος ἀπαιτήσειεν. Οὐδὲ γὰρ τῆς ποιμαντικῆς τοῦτο ἔργον· φύσεως γάρ ἐστι. Διὰ τοῦτο πρὸ πάντων τοῦτο προτίθησι, καὶ πολλὴν δείκνυσι τὴν ἄνωθεν γεγενημένην πρόνοιαν περὶ τὰ ποίμνια. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Μὴ δύνασαι εἰπεῖν ὅτι ποτὲ κατέφαγον κριὸν ἐκ τῶν προβάτων σου, ὃ πολ-λοῖς τῶν ποιμένων ποιεῖν ἔθος; Θηριάλωτον οὐκ ἐν-ήνοχά σοι. Οὔτε αὐτὸς, φησὶ, ποτὲ κατέφαγον, οὔτε θηρίον ἴσχυσέ ποτε ἀφελέσθαι. Μὴ ἐνήνοχά σοι θηριά-λωτον; Ἢ οὐχὶ καθ’ ἑκάστην ἡμέραν τοὺς τὰ ποίμνια ἐγχειριζομένους ὁρᾷς θηριάλωτα τοῖς δεσπόταις προς-άγοντας; Ἀλλὰ σὺ οὐδὲν τοιοῦτον ἐγκαλέσαι δυνήσῃ, ἢ δεῖξαι γεγενημένον ἐν τοῖς εἴκοσιν ἔτεσι. Καὶ τί λέγω θηριάλωτον; Ἀλλ’ οὐδὲ εἰ ἐκλάπη ποτὲ, οἷα συμβαίνειν εἰκὸς, εἰς τὴν σὴν γνῶσιν τοῦτο πεποίηκα, ἀλλ’ ἐγὼ καὶ κλέμματα κλεπτόμενα ἀπετίννυον, τά τε ἐν ἡμέρᾳ, τά τε ἐν νυκτὶ γινόμενα. Καὶ διηνεκῶς καὶ τὸν τοῦ καύματος καύσωνα ἔφερον γενναίως, καὶ τὸν κρυ-μὸν τὸν ἀπὸ τῆς νυκτὸς, ὑπὲρ τοῦ ἀβλαβῆ σοι τὰ ποί-μνια διασώσασθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ ὕπνος διὰ τὴν πολλὴν φροντίδα ἀφίστατο ἀπ’ ἐμοῦ. Εἶδες ποιμένος ἀγρυπνίαν; εἶδες σπουδὴν ἐπιτε-ταμένην; Ποίαν ἂν ἔχοιεν ἀπολογίαν οἱ τὰ λογικὰ ποίμνια ἐγκεχειρισμένοι, καὶ πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι, καὶ καθ’ ἑκάστην ἡμέραν, κατὰ τὸν προφήτην, τὰ μὲν κατασφάττοντες, τὰ δὲ ὁρῶντες θηριόβρωτα γινόμενα, τὰ δὲ ὑφ’ ἑτέρων συλώμενα, καὶ οὐδεμίαν κηδεμονίαν αὐτῶν ποιεῖσθαι βουλόμενοι; καίτοι γε ἐνταῦθα ἐλάττων ὁ πόνος, καὶ εὔκολος ἡ ἐπιμέλεια. Ψυχὴ γάρ ἐστιν ἡ παιδευομένη· ἐκεῖ δὲ πολὺς καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ὁ πόνος. ζ. Ὅρα γὰρ τί φησιν· Ἐγενόμην τῆς ἡμέρας συγ-
PG 54:504καιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπ’ ἐμοῦ. Τίς ἂν τοῦτο νῦν δυνηθείη εἰπεῖν, ὅτι διὰ τὴν σωτηρίαν τῶν ὑπ’ αὐ-τοῦ ποιμαινομένων κινδύνους ἀνεδέξατο καὶ τα-λαιπωρίας; Τῶν μὲν νῦν οὐδεὶς ἂν τοῦτο εἰπεῖν τολμή-σειε. Παύλῳ δὲ μόνῳ ἔξεστι ταῦτα μετὰ παῤῥησίας λέ-γειν, καὶ τούτων μείζονα, τῷ διδασκάλῳ τῆς οἰκουμένης. Καὶ ποῦ, φησὶ, Παῦλος ταῦτα ὑπέμεινεν; Ἄκουε αὐτοῦ λέγοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδα-λίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὢ ποιμένος φιλο-στοργία, Τὰ ἑτέρων, φησὶ, πτώματα ἐμοὶ ἐπιτείνει τὰς ἀλγηδόνας· τὰ ἑτέρων σκάνδαλα ἐμοὶ τὴν κάμινον τῆς ὀδύνης ἀνάπτει. Τοῦτον ἅπαντες ζηλούτωσαν οἱ τὴν τῶν λογικῶν προβάτων ἐγκεχειρισμένοι προστασίαν, καὶ μὴ χείρους γενέσθωσαν τοῦ περὶ τὴν τῶν ἀλόγων πρό-νοιαν τοσαύτην ἀγρυπνίαν ἐπιδειξαμένου, καὶ ἐπὶ τος-οῦτον ἐτῶν ἀριθμόν. Ἐκεῖ μὲν γὰρ κἂν ῥᾳθυμία τις γένηται, οὐδὲν τὸ βλάβος· ἐνταῦθα δὲ κἂν ἓν πρόβατον λογικὸν ἀπόληται, ἢ θηριάλωτον γένηται, πολλὴ ἡ ζη-μία, μεγίστη ἡ βλάβη, ἄφατος ἡ κόλασις. Εἰ γὰρ ὁ Δε-σπότης ὁ ἡμέτερος τὸ αἷμα τὸ ἴδιον ἐκχέαι ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, ποίας ἂν εἴη ὁ τοιοῦτος συγγνώμης ἄξιος, ὁ τὸν οὕτω τιμηθέντα παρὰ τοῦ Δεσπότου παρ-ορᾷν ἀνεχόμενος, καὶ μὴ τὰ παρ’ ἑαυτοῦ πάντα πλη-ρῶν εἰς τὴν τοῦ προβάτου ἐπιμέλειαν; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ταῦτά μοι, φησὶν, εἴκοσιν ἔτη εἰμὶ ἐν τῇ οἰκίᾳ σου. Ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάδας. Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ ἦν μετ’ ἐμοῦ, νῦν ἄν με κενὸν ἐξαπέστειλας. Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς, καὶ ἤλεγξέ σε χθές. Ὅρα πῶς τὰ παρὰ τοῦ Λάβαν ὁμο-λογηθέντα παρεθάῤῥυνε τὸν δίκαιον, καὶ μετὰ παῤῥη-σίας τὸν ἔλεγχον ποιεῖται. Οἶδας, φησὶν, ὅπως τῶν εἴ-κοσιν ἐτῶν τὸν ἀριθμὸν ἐδούλευσά σοι, ὑπὲρ τῶν θυγα-τέρων σου τὰ δεκατέσσαρα ἔτη, ἐν δὲ τοῖς προβάτοις τὰ ὑπόλοιπα· καὶ ὅμως ἀποστερῆσαί με κατεδέξω τὸν μισθὸν, καὶ οὐδὲν ὑπὲρ τούτου ἐνεκάλεσα; Τοῦτο δὲ, ἐξ ὧν αὐτὸς ὡμολόγησας, οἶδα, ὅτι εἰ μὴ ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ ἦν μοι βοηθὸς, νῦν ἄν με κε-νὸν ἐξαπέστειλας, ἔρημον, καὶ πάντα ἂν ἀφείλω ἀπ’ ἐμοῦ, καὶ τὴν ἀδικίαν, ἣν προέθου, εἰς ἔργον ἂν ἤγα-γες. Ἀλλ’ ὁ Θεὸς ὁ εἰδὼς Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου. Τί ἐστι, Τὴν ταπείνω-σίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου; Ἐπειδὴ ᾔδει ὁ Θεὸς, ὅπως μὲν ἐγὼ μετὰ πολλῆς τῆς εὐνοίας τὴν δουλείαν ἐποιησάμην, καὶ τὸν κόπον ὅσον ὑπέμει-να ποιμαίνων τὰ πρόβατα, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φροντίζων διετέλουν, πρὸς ἐκεῖνα ἰδὼν ὁ φιλάνθρωπος Δεσπότης χθὲς ἤλεγξέ σε, ἐπέσχε τῆς κατ’ ἐμοῦ ἀδι-κίας καὶ τῆς ἀλογίστου ὁρμῆς. Ἱκανῶς ἐν τάξει ἀπο-λογίας καθίκετο τοῦ Λάβαν, καὶ μετὰ τὸ ἐλέγξαι τὴν
εἰς αὐτὸν ἀδικίαν, καὶ τὰς παρ’ αὐτοῦ εἰς αὐτὸν εὐερ-γεσίας ἀπηριθμήσατο. Διὸ αἰδεσθεὶς ἐκεῖνος τὰ παρ’ αὐτοῦ εἰρημένα, λοιπὸν καὶ εἰς δειλίαν καθίσταται, καὶ συνθήκας ἀπαιτῆσαι βούλεται παρὰ τοῦ δικαίου. Ὅρα Θεοῦ κηδεμονίαν. Ὁ οὕτω παρεσκευασμένος, καὶ μετὰ τοσαύτης ὁρμῆς τὴν καταδίωξιν ποιησάμενος, εἰς τοσαύτην κατέστη δειλίαν, ὡς τὰς παρ’ αὐτοῦ συνθήκας ἐπιζητεῖν. Ἀποκριθεὶς γὰρ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου, θυγατέρες μου, καὶ οἱ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου, κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέ-ρων μου· τί ποιήσω ταύταις σήμερον, ἢ τοῖς τέ-

Chapter 8Caput 8.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:505κνοις αὐτῶν τοῖς τεχθεῖσιν; Οἶδα ὅτι καὶ αἱ θυγα-τέρες, φησὶν, ἐμαί εἰσι, καὶ πάντα ὅσα σοί ἐστιν, ἐκ τῆς ὑπάρξεως τῆς ἐμῆς προσεγένετό σοι. Τί οὖν ποιή-σω ταύταις σήμερον, ἢ τοῖς ὑπ’ αὐτῶν τεχθεῖσι; Νῦν δεῦρο, διαθώμεθα διαθήκην ἐγώ τε καὶ σὺ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ τε καὶ σοῦ. Συνθήκας, φησὶ, ποιησώμεθα, Καὶ ἔσται εἰς μαρτύ-ριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἰς ἔλεγχον, εἰς ἀπό-δειξιν. Εἶπε δὲ αὐτῷ· Εἴ τις παραβῆναι τὰ νῦν παρ’ ἡμῶν προταθέντα ἐπιχειρήσειεν, Ἰδοὺ οὐδεὶς μεθ’ ἡμῶν· ὁ δὲ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. η. Σκόπει πῶς κατὰ μικρὸν ὁ Λάβαν καὶ εἰς θεογνω-σίαν ἐνάγεται. Ὁ γὰρ τὴν κλοπὴν πρὸ τούτου τῶν θεῶν αὐτοῦ ἐπιφέρων τῷ δικαίῳ, καὶ τοσαύτην ἔρευναν ποιησάμενος, νῦν φησιν· Ἐπειδὴ οὐδείς ἐστι μεταξὺ ἡμῶν ὁ δυνάμενος, εἴ τι μετὰ ταῦτα γένοιτο, μαρ-τυρῆσαι τοῖς νῦν παρ’ ἡμῶν γινομένοις, ὁ Θεὸς μάρ-τυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος πάρεστιν, ὁ τὰ πάντα ὁρῶν, ὃν οὐδὲν λαθεῖν δύναται, ὁ τὴν ἑκάστου γνώμην ἐπιστάμενος. Λαβὼν δὲ, φησὶν, Ἰακὼβ ἔστη-σε στήλην, καὶ ἐποίησε βουνὸν, καὶ ἔφαγον ἐπὶ τοῦ βουνοῦ. Εἶτα εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗ-τος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τί ἐστιν, Ὁ βουνὸς οὗτος; Ἀντὶ τοῦ, τὰ ῥήματα τὰ ἐνταῦθα γινό-μενα ἐν τῷ βουνῷ τούτῳ ὑπόμνησις ἡμῖν ἔσται διηνε-κῶς. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βουνὸς μαρτυρίου. Εἶτά φησιν· Ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Σκόπει πῶς πάλιν τὴν παρὰ τοῦ Θεοῦ δίκην ἐπικαλεῖται ὁ Λάβαν· Ἐπίδοι γὰρ, φησὶν, ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος τοῦ ἑτέρου. Νῦν, φησὶ, χωρισθησόμεθα, καὶ σὺ μὲν ἀπελεύσῃ εἰς τὴν οἰκείαν γῆν, ἐγὼ δὲ ἐπαν-ελεύσομαι εἰς τὸν οἶκον τὸν ἐμόν. Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβοις γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ’ ἡμῶν ἐστιν ὁ ὁρῶν· Θεὸς μάρτυς. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὸν Θεὸν καλεῖ μάρτυρα. Καὶ γὰρ ἡ πρό-νοια ἡ περὶ τὸν Ἰακὼβ γεγενημένη ἐπαίδευσεν αὐτὸν, ὅση τοῦ Δεσπότου ἡ δύναμις, καὶ ὡς οὐχ οἷόν τέ τι λαθεῖν τὸν ἀκοίμητον ὀφθαλμόν. Διὰ τοῦτό φησι· Κἂν διαχωρισθῶμεν, κἂν μηδεὶς ἕτερος ὁ μαρτυρῆσαι δυ-νάμενος, αὐτὸς ἔσται μάρτυς ὁ πανταχοῦ παρών· δι’ ἑκάστου τῶν ῥημάτων ἐνέφηνεν, ὅτι τῆς πανταχοῦ γῆς ἐστι Δεσπότης. Καὶ εἶπεν Ἰακώβ· Ἰδοὺ ἡ στήλη αὕτη μαρτυρεῖ. Εἶτα πάλιν ὁ Λάβαν φησίν· Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ, μήτε σὺ διαβῇς πρὸς ἐμὲ τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Θέα πῶς μετὰ τοῦ πατρὸς καὶ τὸν πάππον τὸν ἑαυτοῦ συνῆψεν, ἀδελφὸν μὲν τοῦ πατριάρχου τυγχάνοντα, ἑαυτοῦ δὲ πάππον. Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει, καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἔθυσε θυσίαν ἐν τῷ ὄρει · ηὐχαρίστησε, φησὶ, τῷ Θεῷ ἐπὶ τοῖς γεγονόσι· Καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἀναστὰς δὲ Λάβαν τῷ πρωὶ̈ κατεφίλησε τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐ-τοῦ. Εἶδες, ἀγαπητὲ, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅπως κατὰ ταὐτὸν καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπ-

Homily LVIII, Chapter 1Homilia LVIII · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:506εδείξατο, κἀκεῖνον ἀπέστησε τῆς κατ’ αὐτοῦ ἀδικίας, καὶ δι’ ὧν αὐτῷ παρεγγύησε μὴ λαλῆσαι πονηρὰ κατὰ τοῦ Ἰακὼβ, εἰς τὴν τῆς θεογνωσίας ὁδὸν κατὰ μικρὸν αὐτὸν ἐνήγαγε, καὶ ὁ καθάπερ θηρίον ἐπιτρέχων, καὶ φθάσαι βουλόμενος καὶ ἀνελεῖν, ἀπολογησάμενος καὶ καταφιλήσας καὶ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς αὐ-τῶν, οὕτως οἴκαδε ὑπέστρεψε; Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, ἀλλὰ τῆς ἱστορίας εἰς τὴν ἀνάγκην ἡμᾶς ταύτην καταστησάσης. Διόπερ ἐνταῦθα στήσαντες τὸν λόγον, ἐκεῖνο παρα-καλέσωμεν ὑμῶν τὴν ἀγάπην, ὥστε πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἵνα τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώ-μεθα. Ἐὰν γὰρ ἐκεῖνον ἔχωμεν εὐμενῆ, πάντα ἡμῖν ῥᾴδια ἔσται καὶ εὔκολα, καὶ οὐδὲν ἡμᾶς τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, κἂν λυπηρὸν εἶναι δοκῇ. Τοσαύτη γὰρ τῆς αὐτοῦ δυνάμεως ἡ ὑπερβολὴ, ὡς καὶ αὐτὰ τὰ λυπηρὰ εἰς τὸ ἐναντίον περιτρέπειν, ὅταν βούληται. Οὕτω καὶ Παῦλος ἐν θλίψεσιν ὢν ἔχαιρε καὶ ἠγάλλετο τῇ προσδοκίᾳ τῶν ἀποκειμένων ἀμοιβῶν πτερούμενος. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλε-γεν, Ἐν θλίψει ἐπλάτυνάς μοι, διδάσκων ἡμᾶς, ὅτι ἐν αὐτῇ τῇ θλίψει τυγχάνοντα ἀδείας καὶ ἀνέσεως αὐτὸν ἀπολαύειν παρεσκεύαζεν ὁ Θεός. Τοιοῦτον τοί-νυν ἔχοντες Δεσπότην, οὕτω δυνατὸν, οὕτως εὐμήχα-νον καὶ σοφὸν, οὕτω φιλάνθρωπον, τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ τῆς ἀρετῆς πολὺν ποιώμεθα λόγον, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΗ. Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί. α. Οἶδα ὅτι κεκμήκατε χθὲς, εἰς πολὺ μῆκος τοῦ λό-γου προελθόντος ἡμῖν· ἀλλὰ καὶ θαρσεῖτε· ὁ κόπος ὑμῶν οὐκ ἔστι κενός· ἐν Κυρίῳ γάρ ἐστι γινόμενος, δι’ ὃν καὶ ὁ πρὸς βραχὺ πόνος μεγάλων μισθῶν πρόξενος γίνεται. Εἰ γὰρ καὶ τὸ σῶμα κέκμηκεν, ἀλλ’ ἡ ψυχὴ πλέον ἐῤῥώννυτο. Διὸ καὶ αὐτὸς ὁρῶν ὑμῶν ἀκμά-ζοντα τὸν πόθον, καὶ τὴν ἐπιθυμίαν διεγηγερμένην, βουλόμενος συστεῖλαι τὴν διδασκαλίαν, οὐκ ἠβουλή-θην πρὸ τοῦ τέλους εἰς σιγὴν καταλῦσαι τὸν λόγον, εἰδὼς ὡς ταύτῃ μᾶλλον ὑμῖν χαριοῦμαι. Τὸ γὰρ πλῆθος τῶν εἰρημένων μάλιστα ἐδείκνυ τῆς ὑμετέρας φιληκοί̈ας τὴν πολλὴν σπουδὴν καὶ τὸν ἀκό-ρεστον πόθον· διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διδασκαλίας, ὁρῶν ὑμῶν καθ’ ἑκάστην ἡμέραν τὴν ὄρεξιν ἐπιτεινομένην. Φέρε οὖν καὶ σήμερον τὰ ἑξῆς τῶν χθὲς εἰρημένων κατὰ δύναμιν ἐπελθόντες, τὴν συνήθη ἑστίασιν παρα-θῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ ἴδωμεν, μετὰ τὴν τοῦ Λάβαν ἀναχώρησιν ὅπως ὁ δίκαιος τῆς ὁδοιπορίας ἅπτεται. Οὐδὲν γὰρ ἀργὸν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἐστὶν, ἀλλὰ πάντα τὰ ὑπὸ τῶν δικαίων γι-
νόμενα μεγίστης γέμει τῆς ὠφελείας. Ἐπειδὴ γὰρ τὸν τῶν ὅλων Δεσπότην εἶχον διηνεκῶς αὐτοῖς συμ-παρόντα, καὶ τοὺς κατὰ τὴν ὁδοιπορίαν πόνους ἐπι-κουφίζοντα, πολλὴν καὶ ἀπὸ τῆς ψιλῆς αὐτῶν ὁδοι-
PG 54:507πορίας ἔστι τὴν ὠφέλειαν καρπώσασθαι. Ἀπελθόντος, φησὶ, τοῦ Λάβαν εἰς τὸν οἶκον αὐτοῦ, Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδὸν, καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ, παυσαμένου τοῦ φόβου τοῦ Λάβαν καὶ τέλος εἰληφότος, διεδέχετο λοιπὸν ὁ φόβος τοῦ ἀδελφοῦ, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης παραθαῤῥῦναι τὸν δίκαιον βουλόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν δειλίαν ἀποσκεδάσαι, παρεσκεύασεν αὐτὸν τῶν ἀγγέλων τὴν παρεμβολὴν ἰδεῖν. Συνήντησαν γὰρ αὐτῷ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ. Καὶ εἶπεν Ἰακώβ· Παρεμβολὴ Θεοῦ αὕτη. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαὶ, ὥστε ἐκ τῆς προσηγορίας διηνεκῆ τὴν ὑπόμνησιν εἶναι τῆς γεγενημένης αὐτῷ ἐκεῖσε ὀπτασίας. Εἶτα μετὰ τὴν ὀπτασίαν ταύτην, Ἀπέστειλε, φησὶν, ἔμπροσθεν αὐτοῦ ἀγγέλους πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐνετείλατο λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ. Ὅρα καὶ μετὰ τὴν ὄψιν πόσος ἔτι ὁ φόβος ἐπέκειτο τῷ δι-καίῳ. Ἐδεδοίκει γὰρ τοῦ ἀδελφοῦ τὴν ὁρμὴν, καὶ ἠγωνία, μὴ ἡ μνήμη τῶν πρὶν ὑπ’ αὐτοῦ γεγενημέ-νων εἰς τὴν κατ’ αὐτοῦ ἔφοδον παρορμήσῃ. Εἴπατε, φησὶ, τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν, καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα τῷ κυρίῳ μου, ἵνα εὕρῃ ὁ παῖς σου ἐναντίον σου χάριν. Σκόπει πῶς δέδοικε τὸν ἀδελφὸν, καὶ διὰ τοῦτο ἐξευμενίσα-σθαι αὐτὸν βουλόμενος, προαποστέλλει μηνύων αὐτῷ τήν τε οἰκείαν ἐπάνοδον, τήν τε γεγενημένην αὐτῷ περιουσίαν, καὶ ὅπου τὸν ἅπαντα διετέλεσε χρόνον, ἵνα μαλάξας αὐτοῦ τὸν θυμὸν, ἥμερον αὐτὸν κατα-στῆσαι δυνηθῇ· ὃ δὴ καὶ γεγένηται, τοῦ Θεοῦ κατ-ευνάσαντος αὐτοῦ τὴν καρδίαν, καὶ σβέσαντος τὴν ὀργὴν αὐτοῦ, καὶ ἥμερον αὐτὸν καταστήσαντος. Εἰ γὰρ τὸν Λάβαν τὸν μετὰ τοσαύτης ὁρμῆς καταδιώ-ξαντα, ἐν τοσούτῳ φόβῳ γενέσθαι παρεσκεύασε δι’ ὧν πρὸς αὐτὸν εἶπε, πολλῷ μᾶλλον τὸν ἀδελφὸν ἡμερώ-τερον ἂν γενέσθαι παρεσκεύασε περὶ τὸν δίκαιον. Ἀνέστρεψαν δὲ, φησὶ, λέγοντες· Ἀπήλθομεν πρὸς τὸν ἀδελφόν σου, καὶ ἔρχεται εἰς συνάντη-σίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. Ὅρα πῶς καὶ αὐτὸ τοῦτο ἐπέτεινε τῷ δικαίῳ τὸν φόβον. Οὐδὲ γὰρ ᾔδει τὸν σκοπὸν τοῦ ἀδελφοῦ μετὰ ἀκριβείας, ἀλλὰ μαθὼν τὸ πλῆθος τῶν συνόντων αὐτῷ ἐδεδοίκει, ὑφορώμενος μὴ ὡς πρὸς πόλεμον παρα-σκευασάμενος, οὕτω τὴν ὑπάντησιν ποιήσασθαι βού-ληται. Ἐφοβήθη γὰρ, φησὶν, Ἰακὼβ, καὶ διηπο-ρεῖτο. Ὁ φόβος αὐτοῦ τὴν διάνοιαν διετάρασσε, καὶ οὐκ ᾔδει τὸ τί πράξει, ἀλλ’ ἐν ἀπορίᾳ ἐγεγόνει· διὸ ὡς περὶ τοῦ παντὸς δεδοικὼς, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχων, Διαιρεῖ εἰς δύο παρεμβολὰς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ. Εἶπε γὰρ, φησίν· Ἐὰν ἔλθῃ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτὴν, ἡ δευτέρα ἔσται εἰς τὸ σώζεσθαι. Ταῦτα μὲν ὁ φόβος ὑπηγόρευσε καὶ ἡ πολλὴ δειλία. Ὁρῶν δὲ ἑαυτὸν ὡς ἐν δικτύοις ἀπειλημμένον, ἐπὶ τὸν ἄμαχον Δεσπότην καταφεύγει, καὶ τὰς ὑποσχέσεις τὰς εἰς αὐτὸν γεγε-νημένας ἀπαιτεῖ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μονονουχὶ λέγων πρὸς αὐτόν· Νῦν ἥκει καιρὸς, ἐν ᾧ καὶ διὰ τὴν τῶν προγόνων ἀρετὴν, καὶ διὰ τὴν παρὰ σοῦ γεγε-νημένην ὑπόσχεσιν δίκαιος ἂν εἴην ἁπάσης ἀπολαῦσαι συμμαχίας. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Ὁ Θεὸς τοῦ

Chapter 2: Jacob asks God to fulfill his promisesCaput 2: Jacob petit a Deo ut suas promissiones impleat

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:508πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, σὺ, φησὶν, ὁ Θεὸς, ὁ εἰπών μοι· Ἀπό-τρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου· ὁ ἀναστήσας με, φησὶν, ἀπὸ τῆς ξένης, καὶ προστάξας ἐπανελθεῖν πρὸς τὸν πατέρα τὸν ἴδιον καὶ εἰς τὴν γῆν τῆς γενέ-σεως· Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἀρκεί-σθω, φησὶ, πρὸς τὴν ἐπὶ τοῦ παρόντος καιροῦ συμ-μαχίαν. Ὁ γὰρ μέχρι τοῦ παρόντος τοσαύτην ἐπι-δειξάμενος περὶ ἐμὲ κηδεμονίαν, δυνατὸς εἶ καὶ νῦν ἐξαρπάσαι με τῶν ἐπικειμένων μοι κινδύνων. Οὐδὲ γὰρ ἀγνοῶ, ὅτι Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διῆλθον τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ διὰ τὴν σὴν περὶ ἐμὲ πρόνοιαν, ὁ τὴν βακτηρίαν μόνην ἐπιφερόμενος, ἡνίκα εἰς τὴν ἀλλοτρίαν ἀπῄειν, Νῦν μετὰ δύο παρ-εμβολῶν παραγέγονα. Σὺ οὖν, Δέσποτα, ὁ ταύτην μοι τὴν εὐπορίαν χαρισάμενος, ὁ εἰς τοσοῦτόν με αὐ-ξηθῆναι παρασκευάσας, σὺ νῦν Ἐξελοῦ με ἐκ χει-ρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε πατάξῃ με, καὶ μητέρα ἐπὶ τέ-κνοις. Σὺ εἶπας· Εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. β. Ὅρα τοῦ δικαίου τὸ φιλόθεον καὶ τὴν πολλὴν εὐγνωμοσύνην, πῶς οὐδὲν ἕτερον ἀξιοῖ τὸν Δεσπότην, ἢ τὰς οἰκείας ὑποσχέσεις πληρῶσαι. Καὶ ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξάμενος, καὶ ὁμολο-γήσας ὅτι γυμνὸν ὄντα καὶ ἀπεῤῥιμμένον εἰς τος-αύτην περιουσίαν κατέστησεν, ἱκετεύει τοῦ κινδύνου αὐτὸν ἐξαρπάσαι. Εἶπας γὰρ, φησὶν, ὅτι Θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἐξαριθμηθήσεται. Ποιησάμενος δὲ τὴν πρὸς τὸν Δε-σπότην παράκλησιν, καὶ τὴν ἱκετηρίαν τῆς προσευχῆς ἀνενέγκας τῷ Δεσπότῃ, καὶ τὰ παρ’ ἑαυτοῦ προς-τίθησι. Καὶ λαβὼν, φησὶ, δῶρα, ἐξ ὧν ἐπεφέρετο, ἀπέστειλε τῷ ἀδελφῷ, διελὼν τὰ ἀποσταλέντα, καὶ ἐντολὰς δεδωκὼς, ὥστε καὶ διὰ τῶν λόγων ἐξευμε-νίσασθαι, καὶ μηνῦσαι τὴν ἑαυτοῦ παρουσίαν. Εἴπατε γὰρ, φησὶν, ὅτι Ἰδοὺ ὁ παῖς σου παραγί-νεται ὀπίσω ἡμῶν· ὥστε πρότερον ἐξευμενίσασθαι, καὶ τότε τὴν κατὰ πρόσωπον αὐτοῦ γενέσθαι συντυ-χίαν. Μετὰ τοῦτο γὰρ, φησὶν, ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ, φησὶ, προσδέξεται τὸ πρός-ωπόν μου. Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρός-ωπον αὐτοῦ. Ἀλλ’ ὅρα μοι ἐνταῦθα πάλιν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅπως ἀεὶ καταλλήλως τὴν οἰκείαν πρόνοιαν ἐνδείκνυται. Ἐπὶ μὲν γὰρ τοῦ Λάβαν, ἐπειδὴ ὁ δίκαιος οὐδὲν τοιοῦτον ὑπώπτευεν, οὐδὲ ᾔδει ὅτι πάντως αὐτὸν καταλήψεται ὁ Λάβαν μετὰ πολλῆς τῆς ὁρμῆς ἐπὶ τὸ ἀμύνασθαι τὸν δίκαιον τῆς λάθρα γενομένης ἀναχωρήσεως ἕνεκα, τῷ Λάβαν ἐπιφανεὶς καταστέλλει αὐτοῦ τὴν ὁρμὴν, καὶ ἐντέλ-λεται μηδὲν τῷ Ἰακὼβ μηδὲ ἐν ῥήμασι λυπηρὸν ἀπο-κρίνασθαι· Μὴ λαλήσῃς γὰρ, φησὶ, μετὰ Ἰακὼβ πονηρόν· καὶ τοῦτο ᾠκονόμει διὰ τῆς ἐκείνου γλώτ-της γνώριμον γενέσθαι τῷ δικαίῳ, ἵνα μαθὼν τὴν περὶ αὐτὸν γεγενημένην οἰκονομίαν θαρσαλεώτερον καταστῇ. Νυνὶ δὲ, ἐπειδὴ ὁ ἀδελφὸς μὲν ὑπὸ τοῦ χρόνου λωφήσας ἦν, καὶ τὸν θυμὸν καὶ τὴν ἀγανά-κτησιν παύσας τὴν κατὰ τοῦ Ἰακὼβ, οὗτος δὲ ἐναγώ-νιος ἦν, δεδοικὼς καὶ τρέμων τοῦ ἀδελφοῦ τὴν συν-τυχίαν, ὁ ἀγαθὸς Δεσπότης οὐκ ἔτι τῷ Ἡσαῦ ἐντέλ-λεται· οὐδὲ γὰρ ἐβουλεύετό τι κατὰ τοῦ ἀδελφοῦ· ἀλλὰ τὸν δίκαιον παραμυθεῖται. Μετὰ γὰρ τὸ ἀποστεῖλαι, φησὶ, τοὺς τὰ δῶρα ἀποκομίζοντας, καθευδήσας, φησὶ, καὶ Ἀναστὰς ἐν τῇ νυκτὶ ἐκείνῃ, διήγαγε

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:509τὰς δύο γυναῖκας καὶ τὰ παιδία τὴν διάβασιν τοῦ Ἰαβώχ· καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν
χειμάῤῥουν. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ. Μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐπειδὴ γὰρ ἔμελλε τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι, ἵνα μάθῃ διὰ τῶν πραγμάτων, ὅτι οὐδὲν ἀηδὲς ὑποστήσεται, ἐν σχή-ματι ἀνθρώπου παλαίειν μετὰ τοῦ δικαίου καταδέ-χεται. Εἶτα ὁρῶν ἑαυτὸν ἡττώμενον ὁ Ἰακὼβ, Ἐκράτησε, φησὶ, τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. Ὅλον δὲ τοῦτο συγκαταβάσεως ἕνεκεν ἐγίγνετο, ἵνα τὴν δειλίαν ἐξέληται τῆς τοῦ δικαίου ψυχῆς, καὶ πεί-σῃ ἐκτὸς πάσης ἀγωνίας τὴν πρὸς τὸν ἀδελφὸν συν-τυχίαν ποιήσασθαι. Κρατήσαντος γὰρ, φησὶν, τοῦ Ἰακὼβ τὸ πλάτος τοῦ μηροῦ, Ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. Εἶτα ἵνα μάθῃ ὁ Ἰακὼβ τὴν δύναμιν τοῦ πρὸς αὐτὸν παλαίειν νομιζομένου, φησὶ πρὸς αὐτόν· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Αἰσθόμενος τοίνυν ὁ δίκαιος τὸ μέγεθος τῆς δυνάμεως τοῦ ταῦτα εἰρηκότος, φησί· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Μεγάλων ἠξιώθην, φησὶ, καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἐμαυτοῦ. Οὐ πρότερον τοίνυν σε ἐάσω, μέχρις ἂν τῆς εὐλογίας ἀπολαύσω τῆς παρὰ σοῦ. Εἶτά φησι, Τί τὸ ὄνομά σου ἐστίν; Ὅρα πάλιν συγκατάβασιν. Εἰ γὰρ μὴ ἠρώτησεν, οὐκ ᾔδει τοῦ δικαίου τὴν προσηγορίαν; Ἤδει πάντως, ἀλλὰ βού-λεται αὐτὸν πιστώσασθαι διὰ τῆς ἐρωτήσεως, καὶ διδάξαι, τίς ἐστιν ὁ πρὸς αὐτὸν διαλεγόμενος. Καὶ ἐπειδὴ εἶπεν, Ἰακὼβ, φησίν· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Εἶδες πῶς ἔδειξε τὴν αἰτίαν ἅπασαν, δι’ ἣν τὴν τοσαύτην συγκατάβασιν ἐπεδεί-ξατο, καὶ ὁμοῦ διδάσκει τὸν δίκαιον διὰ τῆς ἐπιτε-θείσης αὐτῷ προσηγορίας, τίς ἐστιν ὃν εἶδε καὶ κατα-σχεῖν κατηξιώθη. Οὐκ ἔτι γὰρ κληθήσεται, φησὶν, Ἰακὼβ τὸ ὄνομά σου, ἀλλ’ Ἰσραήλ. Ἰσραὴλ δὲ ἑρμηνεύεται, Ὁρῶν Θεόν. Ἐπειδὴ, ὡς ἰδεῖν ἀνθρώ-πῳ δυνατὸν, ἰδεῖν κατηξιώθης Θεὸν, διὰ τοῦτο καὶ τὴν προσηγορίαν σοι ταύτην ἐπιτίθημι, ἵνα πᾶσι τοῖς ἑξῆς κατάδηλον γένηται, οἵας ἠξιώθης ὀπτασίας. Καὶ ἐπήγαγεν, Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Μηδὲ λοιπὸν δέδιθι, μηδὲ βλάβην τινὰ προσδοκήσῃ παρά τινος ὑπομένειν. Ὁ γὰρ τοσαύτην ἰσχὺν προσλαβὼν, ὡς καὶ μετὰ Θεοῦ δυνηθῆναι παλαῖσαί σε, πολλῷ μᾶλλον τῶν ἀνθρώπων περιέσῃ, καὶ ἀχείρωτος ἅπασι γενήσῃ. γ. Ταῦτα ἀκούων ὁ δίκαιος, καὶ καταπλαγεὶς τοῦ πρὸς αὐτὸν διαλεγομένου τὸ μέγεθος, φησίν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτόν. Ἔσω, φησὶ, τῶν οἰκείων ὅρων μένε, καὶ μὴ ὑπέρβαινέ σου τὰ μέτρα. Εὐλογίας βούλει ἀπολαῦσαι τῆς παρ’ ἐμοῦ; Ἰδοὺ, ταύτην σοι δωροῦμαι. Εὐλόγησε γὰρ, φησὶν, αὐτόν. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ὁρᾷς πόσον αὐτῷ θάρσος γέγονεν ἀπὸ τῆς ὀπτασίας τῆς γεγενημένης; Ἐσώθη γάρ μου, φησὶν, ἡ ψυχὴ, ἡ
PG 54:510σχεδὸν ἀποτεθνηκυῖα ὑπὸ τοῦ δέους. Ἐπειδὴ ἰδεῖν κατηξιώθην πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν, Ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Εἶδες πῶς τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ συγκαταβαίνων ὁ Δεσπότης πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξασθαι; Καὶ μὴ ξενισθῇς, ἀγα-πητὲ, πρὸς τὸ τῆς συγκαταβάσεως μέγεθος, ἀλλ’ ἐν-νόησον ὅτι καὶ ἐπὶ τοῦ πατριάρχου, ἡνίκα παρὰ τὴν δρῦν ἐκαθέζετο, ἐν ἀνθρώπου σχήματι μετὰ τῶν ἀγ-γέλων ἐπεξενώθη τῷ δικαίῳ, προμηνύων ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι μέλλει ἀνθρωπίνην μορφὴν λαμ-βάνων, οὕτω πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθεροῦν, καὶ πρὸς τὴν σω-τηρίαν ἐπανάγειν. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, ἐν σχήματι φαντασίας ἑκάστῳ αὐτῶν ἐφαίνετο, καθάπερ καὶ αὐτὸς διὰ τοῦ προφήτου φησίν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώ-θην· ὅτε δὲ κατηξίωσε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, καὶ τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἀναδέξα-σθαι, οὐ φαντασίᾳ, οὐδὲ δοκήσει τὴν σάρκα ὑπέδυ, ἀλλ’ ἀληθείᾳ. Καὶ διὰ τοῦτο διὰ πάντων τῶν ἡμετέ-ρων ἐλθεῖν κατεδέξατο, καὶ ἐκ γυναικὸς τεχθῆναι, καὶ βρέφος γενέσθαι, καὶ σπαργανωθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ πάντα τὰ ἄλλα ὑποστῆναι, ἵνα πιστώσηται τῆς οἰκονομίας τὴν ἀλήθειαν, καὶ ἀποῤ-ῥάψῃ τῶν αἱρετικῶν τὰ στόματα. Διὰ τοῦτο καὶ καθ-εύδει ἐπὶ τοῦ πλοίου, καὶ ὁδοιπορεῖ, καὶ κοπιᾷ, καὶ πάντα τὰ ἀνθρώπινα ὑπομένει ἵνα διὰ τῶν πραγμά-των πάντας πληροφορῆσαι δυνηθῇ. Διὰ τοῦτο καὶ δικαστηρίῳ παρίσταται, καὶ σταυροῦται, καὶ θάνα-τον ὑπομένει τὸν ἐπονείδιστον, καὶ ἐν μνημείῳ τίθε-ται, ἵνα τὰ τῆς οἰκονομίας διὰ πάντων κατάδηλα γέ-νηται. Εἰ γὰρ μὴ κατὰ ἀλήθειαν τὴν σάρκα τὴν ἡμετέραν ἀνέλαβεν, οὐδὲ ἐσταυρώθη, οὐδὲ ἀπέθανεν, οὐδὲ ἐτάφη, οὐδὲ ἀνέστη. Εἰ δὲ μὴ ἀνέστη, πᾶς ὁ τῆς οἰκονομίας λόγος ἀνατέτραπται. Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ἐκπίπτουσιν οἱ μὴ βουλόμενοι τῷ τῆς θείας Γραφῆς κατακολουθεῖν κανόνι, ἀλλὰ τοῖς οἰκείοις λο-γισμοῖς ἅπαντα ἐπιτρέποντες; Ἀλλ’ ὥσπερ ἐνταῦθα ἀλήθειά ἐστι προφανὴς, οὕτως ἐπὶ τοῦ δικαίου τούτου φαντασία τις ἦν, δι’ ἧς ἐχρῆν πληροφορηθῆναι τὸν δίκαιον, ὅσης ἀπολαύει τῆς παρ’ αὐτοῦ προνοίας, καὶ ὅτι ἀχείρωτος ἔσται πᾶσι τοῖς ἐπιβουλεύειν ἐπιχειροῦ-σιν. Εἶτα ἵνα μηδένα τῶν εἰς τὸ ἑξῆς λάθῃ ἡ γεγενη-μένη αὐτῷ ὀπτασία, Ἐπέσκαζε, φησὶ, τῷ μηρῷ αὐ-τοῦ. Ἕνεκα τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ, ὃ καὶ ἐνάρκησεν. Ἐπειδὴ γὰρ ὁ μὲν δίκαιος ἔμελλε πληρώσας τῆς ζωῆς αὐτοῦ τοὺς χρόνους μεθίστασθαι τοῦ βίου, ἐχρῆν δὲ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν κηδε-μονίαν, καὶ τὴν τοσαύτην συγκατάβασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων γνώριμον γενέσθαι, διὰ τοῦτό φησιν· Οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλά-τους τοῦ μηροῦ, ὃ ἐνάρκησεν. Εἰδὼς αὐτῶν τὴν πολλὴν ἀγνωμοσύνην, καὶ ὅπως ἐπιλανθάνονται τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν, διὰ τοῦτο σοφιζόμενος δι-ηνεκῆ αὐτοὺς ἔχειν τὴν μνήμην τῶν παρ’ αὐτοῦ γεγενη-μένων εὐεργεσιῶν, τὰ ὑπομνήματα φυλάττεσθαι αὐ-τοὺς ἐμηχανήσατο διὰ τῶν τοιούτων παρατηρήσεων· καὶ τοῦτο διὰ πάσης τῆς Γραφῆς ἔστιν εὑρεῖν. Αὕτη γὰρ μάλιστά ἐστιν ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων,

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:511τὸ βούλεσθαι αὐτὸν ἀδιαλείπτως τὰς ἑξῆς γενεὰς με-λετᾷν τοῦ Θεοῦ τὰς εὐεργεσίας, καὶ μὴ λήθην τούτων ποιησαμένους ἐπὶ τὴν οἰκείαν πλάνην πάλιν ἀνατρέ-χειν· μάλιστα γὰρ τοῦτο ἔθος τῷ τῶν Ἰουδαίων γένει. Οἱ γὰρ καὶ παρ’ αὐτὰς τὰς εὐεργεσίας πολλάκις τὴν οἰκείαν ἀγνωμοσύνην ἐπιδεικνύμενοι, πολλῷ μᾶλλον εἰ μὴ τοῦτο ἐγίνετο, πάντα ἂν τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς γεγενημένα ἐξέβαλον τῆς οἰκείας διανοίας. Ἀλλ’ ἴδωμεν λοιπὸν, πῶς τὰ τῆς συντυχίας γίνεται τῷ Ἰακὼβ πρὸς τὸν ἀδελφόν. Ἐπειδὴ γὰρ ἀρκοῦσαν ἔλαβε παράκλησιν ἐκ τῶν γεγενημένων καὶ ὑπόσχε-σιν ἐδέξατο ὅτι ἰσχυρὸς ἔσται, καὶ μετὰ ἀνθρώπων δυνατὸς, Ἀναβλέψας, φησὶν, εἶδε, καὶ ἰδοὺ Ἡσαῦ ὁ
ἀδελφὸς αὐτοῦ, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. Καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥα-χὴλ καὶ τὰς δύο παιδίσκας. Καὶ ἔθετο τὰς δύο παι-δίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ τὸν Ἰωσὴφ ἐν ἐσχάτοις. Αὐτὸς δὲ προῆλθεν ἔμ-προσθεν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ. Ὅρα πῶς τὴν διαίρεσιν ποιησάμενος, αὐτὸς πρὸ πάντων τὴν συντυ-χίαν ποιεῖται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως οὗ ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ· ἐφελ-κόμενος καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς προσκυνή-σεως τὸν ἀδελφὸν εἰς τὴν περὶ αὐτὸν εὔνοιαν· ὃ δὴ καὶ γέγονε. Προσδραμὼν γὰρ, φησὶν, Ἡσαῦ, καὶ περι-λαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἔκλαυσαν ἀμφότεροι. δ. Ὅρα Θεοῦ οἰκονομίαν· ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ὅταν βούληται ὁ τῶν ὅλων Δεσπότης τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐπιδείξασθαι, καὶ τοὺς ἀνημέρως πρὸς ἡμᾶς διακειμένους προβάτων ἡμερω-τέρους ἐργάζεται. Σκόπει τοίνυν, ὅσην μεταβολὴν ἐπιδείκνυται ὁ Ἡσαῦ. Προσέδραμε γὰρ, φησὶν, εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν ἐφίλησε· καὶ ἔκλαυσαν ἀμφότεροι. Μόλις ποτὲ ὁ δίκαιος ἀνέ-πνευσε, καὶ τὸν φόβον ἀπεσείσατο, καὶ τῆς δειλίας ἐλευθερωθεὶς, θαρσαλεώτερος γέγονεν. Ἀναβλέψας δὲ, φησὶν, Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπε· Τί ταῦτά σοί ἐστιν; Ὁρῶν γὰρ τοῦ ἀδελ-φοῦ τὴν περιουσίαν, ἐξενίζετο καὶ ἐθαύμαζε· διὸ καὶ ἐρωτᾷν ἐβούλετο. Τί οὖν ὁ δίκαιος; Τὰ παιδία, φη-σὶν, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅπως διὰ τῆς τῶν ῥημά-των ταπεινοφροσύνης ἐκείνου τὸν θυμὸν κατεπράϋνε. Καὶ προσήγγισαν, φησὶν, αἱ παιδίσκαι καὶ τὰ τέ-κνα, καὶ προσεκύνησαν ἡ Λεία καὶ ἡ Ῥαχήλ. Καὶ εἶπε· Τί ταῦτά σοί ἐστι, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; Ὁ δὲ εἶπεν· Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Θέα μοι πῶς τῇ ὑπερβολῇ τῆς ταπεινοφροσύνης κατ-εδουλώσατο τὸν ἀδελφὸν καὶ ὃν ἐνόμιζεν ἀγρίως πρὸς αὐτὸν διακεῖσθαι, οὕτως εὗρεν ἥμερον, ὡς βούλεσθαι πρὸς θεραπείαν αὐτοῦ πάντα τὰ παρ’ ἑαυτοῦ ἐπιδεί-ξασθαι. Εἶπε γὰρ, φησὶν, ἔστι μοι πολλὰ, ἀδελφὲ, ἔστω σοι τὰ σά. Ἀλλ’ οὐδὲ οὕτως ἠνέσχετο ὁ Ἰακὼβ, ἀλλὰ δεικνὺς ὅσην ποιεῖται σπουδὴν τοῦ εὐμενῆ αὐτὸν ἔχειν, φησίν· Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα ἐκ τῶν χειρῶν μου. Ἕνεκεν γὰρ τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ. Δέξαι, φησὶ, τὰ παρ’ ἐμοῦ σοι δῶρα προσαγό-μενα. Μετὰ τοσαύτης γὰρ περιχαρείας εἶδόν σου τὸ πρόσωπον, μεθ’ ὅσης ἄν τις ἴδοι Θεοῦ πρόσωπον. Τοῦτο θεραπείας πολλῆς ἕνεκα ἐῤῥέθη παρὰ τοῦ δι-καίου, ὥστε αὐτὸν καταμαλάξαι, καὶ πρὸς τὴν ἀδελ-

Chapter 5: Moral epilogueCaput 5: Moralis epilogus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:512φικὴν εὔνοιαν ἀγαγεῖν. Καὶ εὐδοκήσεις με, ἀντὶ τοῦ, Τὸ ἀρέσκον μοι ποιήσεις. Λάβε τοίνυν τὰς εὐλογίας, ἃς ἐνήνοχά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα. Μὴ παραιτήσῃ, φησὶ, λαβεῖν. Ταῦτα γὰρ πάντα παρὰ τοῦ Θεοῦ μοι δεδώρηται, καὶ αὐτός μοι τούτων ἁπάντων χορηγὸς γεγένηται. Διὰ τούτων ἠρέμα κἀκεῖνον ἐδίδασκεν, ὅσης ἀξιοῦται τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ παρεσκεύαζε πολλὴν τὴν περὶ αὐτὸν αἰδῶ ἐπιδείκνυσθαι. Καὶ παρεβιάσατο αὐτὸν, καὶ ἔλαβεν. Ὅρα λοιπὸν τὴν μεταβολήν. Καὶ εἶπεν Ἡσαῦ· Ἀπάραντες πορευσώμεθα ἐπ’ εὐθεῖαν, ἀντὶ τοῦ, Λοιπὸν κοινῇ ποιησώμεθα τὴν ὁδοιπορίαν. Ὁ δὲ αἰτεῖ, πρόφασιν εὔλογον εὑρηκώς· Ὁ κύριός μου, φησὶ, γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται. Οὐ δύναμαι, φησὶ, συντομώτερον ποιήσασθαι τὴν ἀποδη-μίαν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναγκάζομαι ὁδοι-πορεῖν διά τε τὰ παιδία καὶ τὰ ποίμνια, ὥστε μὴ διαφθαρῆναι τῷ πλείστῳ καμάτῳ. Πορεύου οὖν, φη-σὶν, αὐτὸς, ἐγὼ δὲ κατὰ μέρος ὑποτεμνόμενος τῶν παιδίων τὸν κάματον καὶ τῶν ποιμνίων, οὕτω κατα-λήψομαί σε εἰς τὴν Σηείρ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς, Εἰ βούλει, φησὶ, καταλείπω τινὰς τῶν σὺν ἐμοὶ μετὰ σοῦ, πολλῆς τιμῆς καὶ θεραπείας καὶ τοῦτο δεῖγμα ποιούμενος. Ὁ δὲ οὐδὲ τοῦτο καταδέχεται· Ἀρκεῖ μοι, φησὶν, ὅτι ὅλως εὗρον χάριν ἐναντίον σου. Τοῦτό μοι ἦν περισπούδαστον, τὸ εὐμενῆ σε εὑρεῖν. Ἐπεὶ οὖν τούτου ἐπέτυχον, οὐδενὸς ἑτέρου δέομαι. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἐποίησεν ἑαυτῷ σκηνὰς καὶ τοῖς κτήνεσιν αὐτοῦ· διὰ τοῦτο ἐκά-λεσε τὸν τόπον, Σκηναί. ε. Ταῦτα δὲ ἀκούοντες μιμώμεθα τὸν δίκαιον τοῦτον, καὶ τοσαύτην ἐπιδεικνυώμεθα ταπεινοφροσύνην· καὶ ἐπειδὰν ὦσί τινες πρὸς ἡμᾶς ἀηδῶς διακείμενοι, μὴ ἐπὶ πλέον ἐξάπτωμεν τὸν θυμὸν, ἀλλὰ τῇ πολλῇ ἐπι-εικείᾳ καὶ τῇ ταπεινοφροσύνῃ, τῇ διὰ ῥημάτων, τῇ διὰ πραγμάτων καταστέλλωμεν αὐτῶν τὴν ἔχθραν, καὶ ἰατρεύωμεν αὐτῶν τὴν ψυχὴν κεκακωμένην. Ὅρα γὰρ τὴν σοφίαν τούτου τοῦ δικαίου, ὅπως τῇ πολλῇ εὐτονίᾳ τῶν ῥημάτων οὕτω τὸν Ἡσαῦ κατεμάλαξεν, ὡς καὶ πρὸς θεραπείαν αὐτοῦ ἐπείγεσθαι, καὶ πάντα πρὸς τὴν τούτου τιμὴν βούλεσθαι ποιεῖν. Τοῦτο ἀλη-θῶς μεγίστης ἐστὶν ἀρετῆς, οὐχ ὅταν τοὺς γνησίως πρὸς ἡμᾶς διακειμένους ἀγαπᾷν σπουδάζωμεν, καὶ θεραπεύωμεν παντὶ τῷ τρόπῳ, ἀλλὰ καὶ ὅταν τοὺς ἐπηρεάζειν ἡμῖν βουλομένους διὰ τῆς πολλῆς προς-ηνείας ἐπισπώμεθα. Οὐδὲν γὰρ ἐπιεικείας σφοδρότε-ρον. Ὥσπερ γὰρ τὴν πυρὰν σφοδρῶς πολλάκις ἐκκαιο-μένην ὕδωρ ἐπιβληθὲν κατέσβεσεν, οὕτω καὶ τὸν θυ-μὸν καμίνου σφοδρότερον ἐξαπτόμενον λόγος μετ’ ἐπιεικείας προϊὼν κατασβέννυσι, καὶ διπλοῦν ἡμῖν τὸ κέρδος γίνεται, ὑπὲρ ὧν τε αὐτοὶ τὴν ἐπιείκειαν ἐπι-δεικνύμεθα, καὶ ὑπὲρ ὧν τοῦ ἀδελφοῦ τὸν θυμὸν κα-ταπαύσαντες, τὸν λογισμὸν αὐτοῦ ταραχῆς ἐλευθε-ροῦμεν. Τί γὰρ, εἰπέ μοι; Οὐχὶ μέμφῃ καὶ κατ-ηγορεῖς τοῦ ἀδελφοῦ θυμουμένου, καὶ ἐχθρῶς πρὸς σὲ διακειμένου; Τίνος οὖν ἕνεκεν οὐχὶ διὰ τῶν ἐναντίων αὐτὸς ἔρχεσθαι σπουδάζεις, ἀλλὰ θυμοῦσθαι καὶ αὐ-τὸς ἐπὶ πλεῖον βούλει; Μὴ γὰρ δυνατὸν πῦρ πυρὶ σβέννυσθαι; Οὐκ ἔχει φύσιν τὸ γεγενημένον. Οὕτως οὐδὲ θυμὸν ἑτέρῳ θυμῷ καταπραύ̈νεσθαι δυνατὸν ἂν γένοιτό ποτε· ὅπερ γάρ ἐστι τῷ πυρὶ τὸ ὕδωρ, τοῦτο τῷ θυμῷ ἐπιείκεια καὶ πραύ̈της. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ἐὰν τοὺς ἀγαπῶν-

Homily LIX, Chapter 1Homilia LIX · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:513τας ὑμᾶς ἀγαπᾶτε, τίνα μισθὸν ἔχετε; Εἶτα ἐντρέ-ψαι βουλόμενος τῇ ἐπαγωγῇ, καὶ καθικέσθαι τῶν ῥᾳ-θυμεῖν βουλομένων, φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅντινα γὰρ ἂν λάβῃς τῶν ῥᾳθύμων, οὐχὶ τοῦτο διαπράττεται; καὶ αὐτοὶ οἱ τελῶναι οὐχὶ τοῦτο διὰ σπουδῆς ἔχουσι; Τί γὰρ τελώνου χεῖ-ρον; Καὶ ὅμως τοῦτο παντὶ τρόπῳ εὑρήσεις παρ’ αὐ-τοῖς πληρούμενον, καὶ οὐχ οἷόν τε τὸν ἀγαπώμενον μὴ καὶ ἀγαπᾷν. Ἐγὼ δὲ, ἐπειδὴ καὶ ὑψηλοτέρους ὑμᾶς εἶναι βούλομαι, καὶ ἔχειν τι τούτων πλέον, οὐ τοῦτο παραινῶ, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ὅπερ ὁ μακάριος οὗτος πρὸ τοῦ νόμου, πρὸ τῆς διδασκα-λίας τῆς παρ’ ἑτέρων, οἴκοθεν κινούμενος, διὰ τῆς ὑπερβαλλούσης ἐπιεικείας πρότερον μὲν τοῦ Λάβαν περιγέγονε, νυνὶ δὲ καὶ τοῦ ἀδελφοῦ. Εἰ γὰρ καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσεν, ἀλλ’ ὅμως καὶ τὰ παρ’
ἑαυτοῦ προεπεδείκνυτο. Οὕτω δὴ καὶ ἡμεῖς πείσωμεν ἑαυτοὺς, ὅτι κἂν μυριάκις σπουδάζωμεν, οὐδὲν οὐ-δέποτε κατορθῶσαι δυνησόμεθα, εἰ μὴ καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαιμεν. Ὥσπερ γὰρ, εἰ μὴ τῆς ἐκεῖθεν συμμαχίας ἀπολαύσωμεν, οὐδὲν ἰσχύομέν ποτε τῶν δεόντων κατορθῶσαι· οὕτω πάλιν εἰ μὴ τὰ παρ’ ἑαυ-τῶν εἰσενέγκωμεν, οὐ δυνησόμεθα τῆς ἄνωθεν ἀξιοῦ-σθαι ῥοπῆς. Διὸ σπουδάζωμεν καὶ τὰ παρ’ ἑαυτῶν εἰσφέρειν, καὶ τὴν ἄνωθεν κηδεμονίαν ἐφέλκεσθαι, ἵνα καὶ ἐκ τῆς ἡμετέρας σπουδῆς, καὶ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὰ τῆς ἀρετῆς ἡμῖν καθ’ ἑκάστην ἡμέραν ἐπιτείνηται, καὶ πολλῆς ἀπολαύσωμεν τῆς ἄνωθεν χάριτος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΝΘ. Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. α. Εἴδετε χθὲς καὶ τοῦ κοινοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῶν μαθητῶν τὴν φιλοσοφίαν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Εἴδετε μεθ’ ὅσης ἀνεξικακίας ἐπεστόμισεν αὐτῶν τὴν ἀναίσχυντον τόλμαν, τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολο-γίαν ποιούμενος, καὶ δεικνὺς ὅτι αὐτοὶ οἱ τὸν νόμον ἐκδικεῖν ἐθέλοντες, ἀγνοοῦσι τοῦ νόμου τὸ βούλημα, καὶ ὅτι τῆς ἀληθείας φανείσης ἔτι τῇ σκιᾷ παρακαθῆ-σθαι ἤθελον. Εἴδετε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰς παρατηρήσεις νομικὰς ἀνελεῖν ἐσπούδαζε, διδάσκων αὐτοὺς ὅτι τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος οὐκ ἔτι δυνατὸν τὸ λυχνιαῖον ἐνεργεῖν φῶς· ἡ γὰρ αὐγὴ τοῦ φωτὸς τοῦ ἡλιακοῦ προσβάλλουσα ἀποκρύπτει τούτου τὴν χρείαν. Ἐμάθετε πῶς δυνατὸν ἀεὶ ἑορτά-ζειν, καὶ ἀπηλλάχθαι τῆς τῶν καιρῶν παρατηρήσεως. Διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης ὁ ἡμέτερος, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν καιρῶν ἀνάγκης, καὶ παρασκευάσῃ ὑψηλότερα πέτεσθαι, καὶ ἐν οὐρανῷ λοιπὸν ἔχειν τὸ πολίτευμα, καὶ ἀνθρώπους ὄντας τὴν τῶν ἀγγέλων μιμεῖσθαι πολιτείαν, καὶ καταγε-λᾷν πάντων τῶν ἀνθρωπίνων πραγμάτων. Φέρε δὴ σήμερον, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τῶν πρώην
PG 54:514ἡμῖν εἰρημένων ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥη-μάτων ἐπανελθόντες, ἐκεῖθεν ὑμῖν παραθῶμεν ἑστία-σιν. Ἴστε γὰρ ὅτι ἐπανελθόντος ἐκ Μεσοποταμίας τοῦ Ἰακὼβ, καὶ τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιησα-μένου, καὶ μετὰ τοῦτο διαχωρισθέντος, καὶ ἐκείνου μὲν εἰς τὴν Σηεὶρ ὁρμήσαντος, τοῦ δὲ Ἰακὼβ τὰς σκηνὰς πηξαμένου, καὶ τὸν τόπον ἀπὸ τοῦ συμβάντος ὀνομάσαντος Σκηνὰς, ἐνταῦθα τὸν λόγον κατελύσα-μεν· διὸ χρὴ τὰ ἑξῆς ἐπελθόντες κατὰ δύναμιν τὴν ἡμετέραν τὴν διδασκαλίαν ὑμῖν παραθεῖναι τὴν πνευ-ματικήν. Ἐν ἀδείᾳ γὰρ λοιπὸν γεγονὼς ὁ δίκαιος, καὶ ἐλευθερωθεὶς πάσης ἀγωνίας, Ἦλθε, φησὶν, εἰς πό-λιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν· καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. Μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Εἰ γὰρ οἱ τὰ ψή-γματα τοῦ χρυσίου ἐκ τῆς γῆς ἀνορύττοντες, πάντα πόνον ὑπομένουσι, καὶ πάντων ἀνέχονται τῶν δυσχε-ρῶν, ὥστε δυνηθῆναι τῆς γῆς χωρίσαι τὸ χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον ἂν εἴη τὰ λόγια τοῦ Πνεύματος διερευνᾶσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσαμένους, οὕτως ἐντεῦθεν ἐξιέναι. Ἐννόει μοι τοίνυν τοῦ θαυμαστοῦ τούτου ἀνδρὸς τὴν φιλοσοφίαν, ὅπως τοσαύτης ἀπολαύων τῆς ἄνωθεν ῥοπῆς, καὶ ὁρῶν ἑαυτοῦ τὴν περιουσίαν αὐξομένην, τὴν τῶν θρεμμάτων λέγω, καὶ τοσούτων παίδων χορὸν αὐτῷ περιεστῶτα, οὐ περὶ οἰκοδομὰς λαμπρὰς ἑαυτὸν ἐξ-έδωκεν, οὐδὲ ἀγροὺς καὶ κώμας ὠνήσασθαι ἐσπούδασε δυναμένους ἀρκέσαι πρὸς τὴν διανομὴν τῶν παίδων. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα οἱ νῦν ἡμῖν προβάλλονται, καὶ ἕνα πολλάκις τις ἐσχηκὼς υἱὸν μυρία τὰ τάλαντα χρυσίου συλλέγειν σπουδάζει, καὶ ἀγροὺς ὠνήσασθαι καὶ οἰκοδομὰς περιφανεῖς κατασκευάζειν. Καὶ εἴθε ἐκ δικαίων πόνων, καὶ ἄνευ ἀδικίας τούτων τὴν πε-ριουσίαν συνέλεγεν· ἀλλὰ τὸ βαρὺ καὶ πάντων δεινό-τερον, ὅτι ἑτέρους ἁρπάζων, καὶ πλεονεκτῶν, καὶ πράγματα συῤῥάπτων, οὕτω τὰς ἑτέρων οὐσίας εἰς ἑαυτὸν μεθίστησι. Καὶ ἐάν τις ἔρηται· Τίνος ἕνεκεν ἡ τοσαύτη τῶν χρημάτων μανία; εὐθέως τὸν παῖδα προβάλλεται, καὶ διὰ τὴν περὶ ἐκεῖνον εὔνοιαν ταῦτά φησι διαπράττεσθαι. Καὶ οὗτος μὲν κἂν παῖδα προ-βαλλόμενος ταῦτα ἀφοσιοῦται, εἰκῆ καὶ μάτην. Εἰσὶ δὲ οἳ μηδὲ παῖδας ἔχοντες μεμήνασι περὶ τὴν τῶν χρημάτων συλλογὴν, καὶ μυριάκις ἂν ἕλοιντο τὰ ἀν-ήκεστα ὑπομεῖναι, ἢ ἕνα ὀβολὸν προέσθαι τινὶ τῶν δεομένων. Ἀλλ’ ὁ δίκαιος οὗτος οὐδὲν τοιοῦτον ἐβου-λεύσατο, οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ ἡνίκα ἔδει βραχὺν ἀγρὸν ὠνήσασθαι, ἑκατὸν ἀμνοὺς δοὺς, οὕτω τοῦ ἀγροῦ τὴν μερίδα ὠνήσατο παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχέμ. Καὶ ὅρα τοῦ ἀνδρὸς τὸ φιλόθεον, καὶ τίνος ἕνεκεν ἀγρὸν λαβεῖν ἐσπούδασε. Καὶ ἔστησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ· καὶ τοῦ ἀγροῦ τὴν μερίδα δι’ οὐδὲν ἕτερον ὠνήσατο, ἢ ἵνα τὰς εὐχαριστίας ἀν-ενέγκῃ τῷ κοινῷ πάντων Δεσπότῃ. Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν τοὺς ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ οὕτω μαίνεσθαι περὶ τὴν τῶν χρημάτων συλ-λογήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ἑαυτῷ τοσαῦτα φορτία ἀκανθῶν συνάγεις, καὶ τοῖς παιδίοις τοῖς σοῖς ὕλην κακίας καὶ ὑπόθεσιν καταλιμπάνων οὐκ αἰσθάνῃ· Οὐκ οἶδας ὅτι σοῦ μᾶλλον κήδεται τοῦ σοῦ παιδὸς, σὺ

Chapter 2: The vanity of richesCaput 2: Divitiarum vanitas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:515δὲ ὡς πλείονα τὴν περὶ αὐτὸν ἐπιδεικνύμενος πρό-νοιαν, ἀφορμὰς αὐτῷ καταλιπεῖν σπουδάζεις τὰς δυ-ναμένας ὑποβρύχιον αὐτοῦ τὴν ψυχὴν ἐργάσασθαι; Ἢ οὐκ οἶσθα ὅτι ἡ νεότης καὶ καθ’ ἑαυτὴν μὲν εὐόλισθόν ἐστι πρᾶγμα καὶ ὀξύῤῥοπον πρὸς κακίαν; Ὅταν δὲ καὶ χρημάτων περιουσίαν προσλάβῃ, πολλῷ μᾶλλον ἐπιῤῥεπέστερον τὸ κακὸν γίνεται. Καθάπερ γὰρ πῦρ ὕλην προσλαβὸν, σφοδροτέραν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἡ νεότης καθάπερ πυρὰν τὴν ὕλην τῶν χρημάτων δεξαμένη, τοσαύτην ἀνάπτει τὴν κά-μινον, ὡς ὁλόκληρον ἐμπρῆσαι τοῦ νέου τὴν ψυχήν. Πότε γὰρ ὁ τοιοῦτος δυνήσεται σωφροσύνης ἐπιμελή-σασθαι, καὶ ἀκολασίαν φυγεῖν, καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους ἀναδέξασθαι, ἤ τι ἕτερον πνευματικόν; β. Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ, ὅτι Ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνί-γει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται· ἃς καὶ ἀκάνθας ὠνόμασεν; Εἰπὼν γὰρ τὸ ἓν μὲν τοῦ σπόρου εἰς τὰς ἀκάνθας ἐμπεπτωκέναι, εἶτα ἑρμηνεύων τοῖς μαθηταῖς τίνες εἰσὶν αἱ ἄκανθαι, φησίν· Ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνε-ται. Καὶ καλῶς ἀκάνθαις παρείκασε τὴν μέριμναν τοῦ αἰῶνος τούτου. Καθάπερ γὰρ αἱ ἄκανθαι οὐκ ἐῶσι προ-κύψαι τὸν σπόρον, ἀλλὰ τῇ πυκνότητι συμπνίγουσι τὸ καταβληθέν· οὕτω καὶ αἱ μέριμναι αἱ βιωτικαὶ τὸν σπόρον τὸν πνευματικὸν, ἐπειδὰν εἰς τὴν ψυχὴν καταβληθῇ, οὐκ ἀφιᾶσι καρπὸν ἐνεγκεῖν, ἀλλὰ συγ-καίουσαι καὶ συμπνίγουσαι, καθάπερ αἱ ἄκανθαι, οὐκ ἐῶσι προκύψαι τὸν σπόρον τὸν πνευματικόν. Καὶ ἡ
ἀπάτη, φησὶ, τοῦ πλούτου. Καλῶς εἶπεν ἀπάτην τοῦ πλούτου· καὶ γὰρ ὄντως ἀπάτη ἐστί. Τί γὰρ ὄφελος τῶν τοσούτων ταλάντων, καὶ τῆς τοσαύτης τῶν χρημάτων περιβολῆς; Ναὶ, φησί· πολλὴν τὴν εὐφροσύνην παρέχει τὸ κεκτῆσθαι. Ποίαν εὐφροσύνην; Καὶ τί λέγω εὐφροσύνην; Οὐχὶ τοῦτο μάλιστα τὰς ἀκαίρους ἀθυμίας, τὰς πολλὰς ἀηδίας τίκτεσθαι πα-ρασκευάζει; Καὶ οὔπω λέγω τὴν διὰ ταῦτα κόλασιν ἐπηρτημένην, ἀλλ’ ἁπλῶς τὰ ἐν τῷ παρόντι βίῳ, ὅτι οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχειν δύναται, ἀλλὰ καθημε-ρινὰς ταραχὰς καὶ ἀηδίας. Καὶ οὐχ οὕτω τὴν θάλατ-ταν ἔστιν ἰδεῖν πρὸς τὰ κύματα κορυφουμένην, ὡς τὴν τοιαύτην ψυχὴν ὑπὸ τῶν λογισμῶν καὶ τῶν παθῶν πολιορκουμένην, καὶ πρὸς ἅπαντας καὶ οἰκείους καὶ ἀλλοτρίους ἀηδῶς διακειμένην. Καὶ ἐάν ποτε κἂν μέ-ρος τι τούτων ὑφέληταί τις (πολλὰ γὰρ τὰ συμπί-πτοντα, καὶ πολλοὶ οἱ ἐφεδρεύοντες, καὶ οἰκετῶν κακουργίαι, καὶ δυναστευόντων ἐπήρειαι), τότε δὴ, τότε εὑρήσεις τοὺς τοιούτους ἀβίωτον τὸν βίον ἡγου-μένους. Ποίων οὖν οὐκ ἂν εἶεν θρήνων οἱ τοιοῦ-τοι ἄξιοι, οἱ καθ’ ἑαυτῶν ἅπαντα πράττειν σπουδά-ζοντες, καὶ ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς ταῦτα συλ-λέγειν βουλόμενοι; Ἀλλ’, εἰ δοκεῖ, τούτους καταλι-πόντες, ἐπὶ τὴν κατὰ τὸν δίκαιον ἱστορίαν ἐπανέλθω-μεν, καὶ ἴδωμεν τῶν ἑξῆς τὴν ἀκολουθίαν. Ἔστησε, φησὶ, θυσιαστήριον ἐν τῇ μερίδι τοῦ ἀγροῦ, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ λοιπὸν ἐν Ση-κίμοις τὴν οἴκησιν ἐβουλεύσατο ποιήσασθαι. Ἀλλ’ ὅρα πάλιν ὅπως ὁ δίκαιος καὶ ἐνταῦθα τὴν οἰκείαν ἐπιείκειαν ἐπιδείκνυται. Τί γάρ; Ἐξῆλθε, φησὶ, Δεῖνα ἡ θυγάτηρ Λείας, ἰδεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. Καὶ ἰδὼν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμὼρ, ἐκοιμήθη μετ’ αὐτῆς, καὶ ἠγάπησε, φησὶ, τὴν παρ-θένον, καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. Εἶδες ὅσον ἐστὶν ἡ νεότης κακὸν, ἐπει-

Chapter 3.Caput 3.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:516δὰν μὴ ἔχῃ χαλινὸν, τὸν εὐσεβῆ λογισμόν; Εἶδε γὰρ, φησὶ, τὴν κόρην, καὶ ὅλος ὑπὸ τῆς ὄψεως ἔρω-τος γεγονὼς, τὴν ἐπιθυμίαν εἰς ἔργον ἐξήγαγε, Καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. Τί ἐστι, Κατὰ τὴν διάνοιαν τῆς παρθένου; Ἐπειδὴ νέα ἦν ἡ κόρη, ἐκεῖνα, φησὶν, αὐτῇ διελέχθη, ἃ ἦν ἱκανὰ ἐπισπάσασθαι καὶ ἑλεῖν αὐτήν. Καί φησι πρὸς τὸν πατέρα· Λάβε μοι τὴν παιδίσκην ταύ-την εἰς γυναῖκα. Ἤκουσε δὲ ὁ Ἰακὼβ τὸ γεγονὸς, καὶ τέως πράως ἔφερεν, ἀναμένων τῶν ἀδελφῶν αὐ-τῆς τὴν παρουσίαν. Ἦσαν γὰρ ἐν τοῖς ποιμνίοις. Καὶ παρεσιώπησε, φησὶν, Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. Παραγενομένου δὲ τοῦ Ἐμὼρ πρὸς τὸν Ἰακὼβ, ἦλθον καὶ οἱ ἀδελφοὶ τῆς Δείνας· καὶ ἀκούσαντες τὰ γεγενημένα εἰς τὴν ἀδελφὴν αὐ-τῶν, κατενύγησαν. Τί ἐστι, Κατενύγησαν; Ἐλυπή-θησαν, οὐκ ἀνεκτὸν αὐτοῖς ὤφθη, ἀλλὰ καὶ πάνυ χα-λεπὸν, καὶ λύπης αὐτοῖς ὑπόθεσις γέγονε. Λυπηρὸν γὰρ, φησὶν, ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίη-σεν ἐν Ἰσραὴλ Συχὲμ, κοιμηθεὶς μετὰ τῆς θυγα-τρὸς Ἰακώβ. Ὁρᾷς τῶν παίδων τὴν σωφροσύνην; Μεγίστην ὕβριν τὸ πρᾶγμα ἐλογίσαντο. Εἶδες πῶς μὲν ὁ δίκαιος τοὺς ἑαυτοῦ παῖδας ἐπαίδευσεν εἰς τὴν ἀρετήν; πῶς δὲ ὁ τοῦ Ἐμὼρ υἱὸς εἰς ἔργον ἀγαγὼν αὐτοῦ τὴν ἐπιθυμίαν, τῷ πατρὶ καὶ πάσῃ τῇ πόλει ὀλέθρου ὑπόθεσις γίνεται; Ἀλλὰ πρότερον ἀκούσω-μεν τὰ παρὰ τοῦ Ἐμὼρ πρὸς αὐτοὺς λεγόμενα, καὶ μετὰ ταῦτα εἴσεσθε τῶν ἀδελφῶν τῆς Δείνας τὴν παν-ουργίαν, καὶ ὅπως ἐκδικῆσαι τὰ εἰς τὴν ἀδελφὴν γεγενημένα σπουδὴν ἐποιήσαντο. Καὶ ἐλάλησε, φη-σὶν, αὐτοῖς Ἐμὼρ λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν. Ὅρα πῶς ἤδη τὸν μέλλοντα καταλήψεσθαι αὐτὸν ὄλεθρον μη-νύει. Προείλετο, φησὶ, τῇ ψυχῇ, ἀντὶ τοῦ, Τὴν ψυ-χὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ τῆς θυγατρὸς ὑμῶν. Ἐκεῖ-νος μὲν ἔλεγε, τὴν ἐπιθυμίαν αὐτοῦ τὴν ἐπὶ τὴν κό-ρην δηλῶν· μετὰ βραχὺ δὲ ἐμάνθανεν, ὅτι τῆς ἀπ-ωλείας καὶ ἑαυτοῦ καὶ πάντων τῶν αὐτόθι τοῦτο ἔσται ὑπόθεσις. Ἐπεὶ οὖν, φησὶν, οὕτως ἐκκαίεται τῆς κόρης, Δότε αὐτὴν αὐτῷ γυναῖκα, καὶ ἐπιγαμ-βρεύσατε ἡμῖν. Τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν· καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν, καὶ ἐν ἡμῖν κατοικεῖτε. Καὶ ἰδοὺ ἡ γῆ πλατεῖα ἐναντίον ὑμῶν, κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ’ αὐτῆς, καὶ κτήσασθε ἐν αὐτῇ. Ὅρα τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα φιλοστοργίαν ὅσην ποιεῖται πρὸς τοὺς ξένους τὴν φιλοφροσύνην, καὶ ὅπως αὐτοὺς ἐφελκύσασθαι βούλεται, πάσης αὐτοῖς τῆς χώρας τὴν ἐξουσίαν διδούς. Καὶ ταῦτα μὲν ὁ πατήρ· ὁ δὲ παῖς θεασάμενος τοῦ πατρὸς τὴν περὶ αὐτὸν κη-δεμονίαν, καὶ ὅπως πάντα ποιεῖν ἕτοιμος ἦν, ὥστε αὐτῷ εἰς ἔργον ἀγαγεῖν τὸ σπουδασθὲν, προστίθησι καὶ παρ’ ἑαυτοῦ, καί φησι τῷ Ἰακὼβ καὶ πρὸς τοὺς ἀδελφοὺς τῆς κόρης· Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. Πληθύνατε τὴν φερ-νὴν, καὶ δώσω, καθ’ ὅ τι ἂν εἴπητέ μοι, καὶ δώ-σετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. Εἶδες καὶ τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα κηδεμονίαν πολλὴν τὴν παράκλησιν ποιούμενον, καὶ τὸν νέον ἑτοίμως ἅπαντα προϊέμενον ὑπὲρ τοῦ τῆς κόρης ἐπιτυχεῖν· γ. Τοῦτο γὰρ, τοῦτο τὸ ὀλέθριον πάθος πάντα πείθει τὸν ἁλόντα καταδέξασθαι, μέχρις ἂν αὐτὸν εἰς αὐτὸν ἀγάγῃ τοῦ ᾅδου τὸν πυθμένα. Καὶ θέα μοι· ὁ μὲν πρεσβύτης Ἰακὼβ ταῦτα ἀκούων σιγᾷ, καὶ τὴν οἰ-κείαν ἐπιείκειαν μιμούμενος οὐδὲν φθέγγεται, ἀλλὰ πράως φέρει τὴν εἰς τὴν θυγατέρα γεγενημένην ἐπή-ρειαν. Οἱ δὲ υἱοὶ Ἰακὼβ εἶπαν, φησὶ, τῷ Συχὲμ καὶ Ἐμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου, καὶ ἐλάλησαν
PG 54:517αὐτοῖς, ὅτι ἐμόλυναν τὴν ἀδελφὴν αὐτῶν. Σκόπει μοι διὰ τὴν τοῦ ἑνὸς λαγνείαν πῶς ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες συναπολαύουσι τῶν κακῶν. Καθάπερ γὰρ πυρᾶς ἀναφθείσης καὶ οἱ πλησίον οἰκοῦντες τοῦ κινδύνου μετέχουσι, τοῦ πυρὸς ἅπαντα ἐπινεμομένου· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἡ τοῦ νέου ἀκολασία οὐ μόνον τὸν πατέρα, ἀλλὰ καὶ πάντας τοὺς τῆς πόλεως ἄρδην ἠφάνισε. Τί οὖν οἱ παῖδες τοῦ Ἰακώβ; Μετὰ δόλου πρὸς αὐτοὺς ἀποκρίνονται. Ἄξιον ἀκοῦσαι, ἵνα μάθητε ὅπως ὑπερήλγησαν τῆς ἀδελφῆς. Εἶπαν γὰρ, φησὶ, Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας, υἱοὶ δὲ Λείας· Οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν. Ἐὰν οὖν περιτέμνησθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν ληψό-μεθα, καὶ ἐσόμεθα ὡς γένος ἕν. Τὰ μὲν τῆς προτά-σεως εὔλογα καὶ ἀκόλουθα· ἀλλὰ μετὰ δόλου, φησὶ, διελέχθησαν. Καὶ ἐὰν μὴ βούλησθε, φησὶ, τοῦτο ποιῆσαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευ-σόμεθα. Ταῦτα μὲν οἱ περὶ τὸν Συμεῶνα καὶ τὸν Λευὶ τὸν κατὰ πάντων φόνον μελετῶντες προέτειναν. Ἐκεῖ-νοι δὲ πρὸς τὸ σπουδαζόμενον ὁρῶντες, καὶ τὴν κόρην λαβεῖν ἐπιθυμοῦντες, κατεδέξαντο τὰ εἰρημένα. καὶ ἠρέσθησαν τοῖς προταθεῖσιν. Ἤρεσε γὰρ, φησὶν, ὁ λόγος ἐναντίον αὐτῶν, καὶ οὐκ ἠμέλλησε τοῦ πληρῶσαι τὰ ῥηθέντα ὁ νεανίσκος. Ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ. Ὅλος, φησὶν, ἦν τῇ ἐπι-θυμίᾳ τῆς κόρης ἐκδεδομένος. Καὶ ἐλθόντες αὐτός τε καὶ ὁ πατὴρ πρὸς τὴν πύλην, φησὶ, διελέχθη-σαν πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ συνεβουλεύ-σαντο τὴν περιτομὴν καταδέξασθαι κατὰ τὴν ἐκείνων
πρότασιν, καὶ δέξασθαι αὐτοὺς πρὸς τὴν συνοίκησιν. Καὶ ἐπλήρουν ἐκεῖνοι παραχρῆμα τὰ παρὰ τοῦ Ἐμὼρ καὶ τοῦ Συχὲμ λεχθέντα· καὶ πάντες ἀθρόον τὸ ση-μεῖον τῆς περιτομῆς ἐπὶ τὸ σῶμα ἐδέχοντο. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ εἰς ἔργον ἀγαγεῖν ἐπείγονται τὰ ἤδη βουλευ-θέντα αὐτοῖς· Καὶ λαβόντες ἕκαστος τὴν μάχαιραν αὐτοῦ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς. Τί ἐστιν, Εἰς τὴν πόλιν ἀσφαλῶς; Καίτοι δύο μόνοι ὄντες, πρὸς τοσοῦτον πλῆθος παρετάττοντο· ἀλλὰ πολ-λὴν αὐτοῖς τὴν ἀσφάλειαν προεξένει τὸ πάντας ἐκεί-νους καθάπερ τραυματίας κεῖσθαι. Ἵνα γὰρ τοῦτο ἡμῖν δῆλον ποιήσῃ ἡ θεία Γραφὴ, φησίν· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ. Τοῦτο ἐκείνοις τὴν ἀσφάλειαν κατεσκεύαζε, καὶ τοὺς δύο ἰσχυροτέρους τῶν πολλῶν εἰργάζετο. Καὶ ἀπ-έκτειναν, φησὶ, πᾶν ἀρσενικὸν, ἀντὶ τοῦ, πάντας τοὺς ἄνδρας τοὺς διὰ τὸ περιτετμῆσθαι κειμένους, ὡς εἰπεῖν, πρὸς τὴν σφαγὴν ἑτοίμους ὄντας· καὶ μετὰ τῶν ἄλλων καὶ τὸν νέον, τὸν εἰς τὴν ἀδελφὴν αὐτῶν ὑβρίσαντα, ἐπεξῆλθον. Καὶ οὐκ ἀρκεσθέντες τῇ τος-αύτῃ τιμωρίᾳ, καὶ τὰ πρόβατα, φησὶν, αὐτῶν καὶ πάντα τὰ κτήνη, καὶ πάντα τὰ σώματα αἰχμαλωτί-σαντες, οὕτως ἐπανῆλθον, καὶ αὔτανδρον ἀνεῖλον τὴν πόλιν. Εἶδες, ἀγαπητὲ, ὅσον εἰργάσατο κακὸν ἑνὸς νέου προπέτεια; εἶδες ὅσον ἤνεγκεν ὄλεθρον πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι; Ταῦτα δὴ μανθάνοντες ἀνα-χαιτίζωμεν τῶν ἡμετέρων παίδων τὰς ὁρμὰς, καὶ πολὺν τῇ νεότητι τὸν χαλινὸν κατασκευάζωμεν, τὸν ἀπὸ τοῦ φόβου, τὸν ἀπὸ τῆς νουθεσίας· καὶ ἐπιμελώ-μεθα τῆς αὐτῶν σωφροσύνης, καὶ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε τὴν ἡλικίαν τῆς νεότητος δυνηθῆναι διαφυγεῖν τὰς ἀτόπους ἐπιθυμίας. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἡμῶν Δεσπότης ἰδὼν τῆς ἀνθρω-πίνης φύσεως τὴν ἀσθένειαν, τὸν γάμον ἐνομοθέτη-σεν, ὥστε τῆς παρανόμου ἡμᾶς μίξεως ἀπαγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν τῶν νέων, ἀλλ’ ἰδόντες τῆσ

Chapter 4Caput 4.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:518καμίνου τὴν πυρὰν, πρὶν ἢ εἰς ἀσέλγειαν ἐγκυλι-σθῆναι, σπουδάζωμεν κατὰ τὸν τοῦ Θεοῦ νόμον αὐ-τοὺς συνάπτειν πρὸς γάμον, ἵνα καὶ τὰ τῆς σωφρο-σύνης αὐτοῖς διατηρῆται, καὶ μηδεμίαν λύμην δέξων-ται ἐξ ἀκολασίας, ἔχοντες ἀρκοῦσαν παραμυθίαν, καὶ δυνάμενοι τῆς σαρκὸς τὰ σκιρτήματα καταστέλλειν, καὶ κολάσεως ἐκτὸς εἶναι. Ἀλλ’ ἴδωμεν ὅπως τὰ παρὰ τῶν παίδων γεγενημένα διέθηκε τὸν πρεσβύτην. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Συμεὼν καὶ Λευὶ, μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοι-κοῦσι τὴν γῆν. Τίνος ἕνεκεν, φησὶ, τοσαύτην ἐπεδεί-ξασθε τὴν ἄμυναν; Τὰ γὰρ παρ’ ὑμῶν γεγενημένα μῖσος ἐμοὶ μέγιστον προξενήσει παρὰ πάντων τῶν κατοικούντων τὴν γῆν. Εἶτα δεικνὺς τὴν δειλίαν, ἐν ᾗ κατέστη, φησὶν, Ἐγὼ δέ εἰμι ὀλιγοστὸς, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ ἐκτρι-βήσομαι· μονονουχὶ λέγων· Οὐκ ἴστε ὅτι ὀλίγοι ὄντες εὐκόλως τὰ αὐτὰ καὶ ἡμεῖς πεισόμεθα, ὥσπερ ὑμεῖς τούτους διαθεῖναι ἠβουλήθητε. Καὶ καθάπερ ὁ Συχὲμ τῷ πατρὶ καὶ πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι τούτου τοῦ ὀλέθρου γέγονεν αἴτιος, οὕτω καὶ ὑμεῖς ἐμοί. Διὰ γὰρ ὑμᾶς καὶ αὐτὸς μισητὸς ἔσομαι, καὶ οὐδὲν τὸ κωλύον ἐκτριβῆναί με διὰ τὴν ὑμετέραν τόλμαν. Οἱ δὲ, φη-σὶν, εἶπαν· Ἀλλ’ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν; Ὅρα τοὺς παῖδας σωφροσύνης ἕνεκεν τὴν ἄμυναν ἐπιδειξαμένους· ἀπολογοῦνται γὰρ τῷ πατρὶ, καί φασι· Κατῄσχυναν ἡμᾶς, ὡς εἰπεῖν, ὡσεὶ πόρνῃ ἐχρήσαντο τῇ ἀδελφῇ ἡμῶν· καὶ διὰ τοῦτο τοῦτο ποιῆσαι κατηναγκάσθημεν, ἵνα καὶ τοῖς εἰς τὸ ἑξῆς διδασκαλία γένηται, μὴ τοιαῦτα τολμᾷν. δ. Ἀλλ’ ὅρα μοι λοιπὸν ἐνταῦθα τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν τὴν περὶ τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν δεδοικότα διὰ τὰ ὑπὸ τῶν παίδων γεγενημένα τὴν αὐτόθι οἴκησιν, Εἶπε, φησὶν, ὁ Θεός· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Ἐπειδὴ δέδοικας τοὺς ἐνταῦθα, ἀναχώρει, φησὶν, ἐν-τεῦθεν, καὶ οἴκει εἰς τὴν Βαιθὴλ, Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελ-φοῦ σου. Καὶ εἶπεν Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλ-λοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσια-στήριον τῷ Κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Σκόπει τοῦ δικαίου πάλιν τὴν ὑπακοὴν καὶ τὸ φιλόθεον. Ἐπειδὴ ἤκουσεν, Ἀνάβηθι εἰς Βαιθὴλ, καὶ ποίησον θυσιαστήριον, καλέσας πάντας τοὺς αὐτοῦ εἶπεν· Ἄρατε τοὺς θεούς. Ποίους, ἄν τις εἴποι, θεούς; Οὐδαμοῦ γὰρ ἔστιν ἰδεῖν θεοὺς αὐτὸν ἐσχηκότα· ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς φιλόθεος ἦν ὁ δίκαιος. Ἀλλ’ αἰνιττόμενος ἴσως τοὺς θεοὺς τοὺς τοῦ Λάβαν, οὓς ἡ Ῥαχὴλ ἦν ὑφελομένη, διὰ τοῦτό φησιν· Ἐπειδὴ μέλλομεν τῷ ἀληθινῷ Θεῷ, τῷ ἀεί μοι τὴν παρ’ αὐτοῦ προστασίαν νείμαντι, τὰς εὐχαριστίας ἀναφέρειν, ἐξάρατε, εἴ τινά ἐστιν ὑμῖν εἴδωλα, Καὶ καθαρίσασθε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ οὕτως ἐπὶ τὴν πόλιν ὁρμήσομεν, καὶ ἔξωθεν καὶ ἔσωθεν ἑαυτοὺς καθάραντες, οὕτω συνέλθετε. Μὴ μό-νον τῇ τῶν ἱματίων φαιδρότητι τὴν καθαρότητα δει-κνύντες, ἀλλὰ καὶ τῇ τῶν εἰδώλων ἀφαιρέσει τοὺς λογισμοὺς τῆς διανοίας ἐκκαθάραντες, οὕτως ἀνέλ-θωμεν ἐπὶ τὴν Βαιθήλ. Καὶ ἔδωκαν, φησὶ, τῷ Ἰα-κὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους (οὐ γὰρ ἦσαν αὐ-τῶν), καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν. Ἴσως γὰρ καὶ ταῦτα σύμβολά τινα ἦν τῶν εἰδώλων ἐκεί-νων, διὸ καὶ αὐτὰ μετὰ τῶν θεῶν προσφέρουσι τῷ

Chapter 5. Moral epilogue on the chastisement of childrenCaput 5. Moralis epilogus de liberorum castigatione

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:519Ἰακώβ. Καὶ ἔκρυψεν αὐτὰ, φησὶν, ὑπὸ τὴν τερέ-βινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Ἔκρυψε, φησὶν, αὐτὰ καὶ ἀπώλεσεν, ὥστε καὶ αὐτοὺς τοὺς τῆς πλάνης δούλους τὴν πλάνην διαφυγεῖν, καὶ μηδένα ἕτερον τὴν ἐξ αὐ-τῶν λύμην δέξασθαι. Καὶ ταῦτα ἅπαντα διαπραξά-μενος ὁ δίκαιος, Ἐξῆρε, φησὶν, ἐκ Σηκίμων, καὶ ἐποιεῖτο τὴν ὁρμὴν εἰς τὴν Βαιθήλ. Ἀλλ’ ὅρα μοι πά-λιν τοῦ Θεοῦ τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ πῶς ἡμᾶς διδάσκει ἡ Γραφὴ ἅπαντα σαφῶς. Ἐξελθόντος γὰρ, φησὶ, τοῦ δικαίου ἐκ Σηκίμων, Ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Εἶδες πόση ἡ πρόνοια, καὶ πῶς ἐναργὴς ἡ παρ’ αὐτοῦ ἀντίλη-ψις ἐγένετο; Ἐπέπεσε γὰρ ἐπ’ αὐτοὺς φόβος, καὶ οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ἐπειδὴ γὰρ τοῦτο ἐδεδοί-κει ὁ δίκαιος, καὶ ἔλεγεν· Ὀλιγοστός εἰμι, καὶ ἐκτριβήσομαι· διὰ τοῦτό φησιν, Φόβου αὐτοῖς ἐπιπεσόντος οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ὅταν γὰρ αὐτὸς βούληται τὴν ῥοπὴν τὴν παρ’ ἑαυτοῦ εἰσενεγ-κεῖν, καὶ τοὺς ἀσθενεῖς ἰσχυροτέρους τῶν δυνατῶν ἀπεργάζεται, τοὺς ὀλίγους τῶν πλειόνων δυνατωτέ-ρους, καὶ οὐδὲν ἂν γένοιτο μακαριστότερον τοῦ τὴν ἄνωθεν ἐπισπασαμένου ῥοπήν. Καὶ ἀπῆλθε, φησὶν, Ἰακὼβ εἰς Λούζαν, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ. Καὶ ᾠκο-δόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ
τοῦ ἀδελφοῦ αὐτοῦ. Παραγενόμενος, φησὶν, εἰς τὴν Βαιθὴλ, ἐποίησε τὸ προσταχθὲν, καὶ τὸ θυσιαστήριον οἰκοδομήσας ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. Ἀπέθανε δὲ, φησὶ, Δεβόῤῥα ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους. Ὁρᾷς πῶς ἀεὶ ἀπὸ τῶν συμβαινόντων τοὺς τόπους ὠνόμαζεν, ὥστε διηνεκῆ διασώζεσθαι τὴν μνήμην; Καὶ πῶς, ἄν τις εἴποι, ἡ τροφὸς τῆς Ῥε-βέκκας συνῆν τῷ Ἰακὼβ πρόσφατον ἀπὸ τῆς Μεσο-ποταμίας παραγενομένῳ, καὶ μηδέπω τὴν πρὸς τὸν πατέρα συντυχίαν ποιησαμένῳ; Ἢ τάχα τοῦτο ἂν εἴποιμεν, ὅτι, ἡνίκα ἀπὸ τοῦ Λάβαν ἐπανῄει, συνανελ-θεῖν τῷ Ἰακὼβ ἐπεθύμησεν, ὥστε διὰ μακροῦ τοῦ χρόνου τὴν Ῥεβέκκαν θεάσασθαι· καὶ πρὶν ἢ τὰ τῆς συντυχίας γενέσθαι, ἐκεῖ τὸν βίον κατέλυσεν. ε. Ἀλλ’, εἰ βούλεσθε, καὶ ἡμεῖς ἐνταῦθα στήσωμεν τὸν λόγον ἀρκεσθέντες τοῖς εἰρημένοις, ἐκεῖνο παρα-καλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε καὶ αὐτοὺς πολ-λὴν τῆς ἀρετῆς ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ τῆς τῶν νέων σωφροσύνης ἐπιμελεῖσθαι. Ἐντεῦθεν γὰρ, ὡς εἰπεῖν, ἅπαντα τίκτεται τὰ κακά. Ἡ γὰρ συνήθεια τῆς πονηρίας τῷ χρόνῳ προϊοῦσα τοσαύτην ἐργάζεται τὴν λύμην, ὡς μηδεμίαν λοιπὸν παραίνεσιν δύνασθαι περιγενέσθαι τῶν ἅπαξ ὑπὸ τῆς πονηρίας προδιδομέ-νων, καὶ καθάπερ αἰχμαλώτων ἀγομένων, ᾗπερ ἂν ὁ διάβολος κελεύῃ. Ἐκεῖνος γάρ ἐστι λοιπὸν ὁ ἐπιτάτ-των, καὶ τὰ ὀλέθρια ἐκεῖνα κελεύων ἐπιτάγματα, ἅπερ μεθ’ ἡδονῆς πληροῦσιν οἱ νέοι, τὸ παρὸν μόνον ἡδὺ ὁρῶντες, καὶ τὴν μετὰ ταῦτα ὀδύνην οὐ λογιζό-μενοι. Διὸ παρακαλῶ χεῖρα ὀρέγειν τοῖς παισὶ τοῖς ἡμετέροις, ἵνα μὴ καὶ τῶν ὑπ’ ἐκείνων πραττομένων αὐτοὶ τὰς εὐθύνας ὑποστῶμεν. Ἢ οὐκ ἴστε, τί ὁ πρε-σβύτης Ἠλεὶ πέπονθεν, οὐ προσηκόντως διορθούμε-νος τῶν παίδων τὰ ἐλαττώματα; Ὅταν γὰρ ᾖ πάθος τομῆς δεόμενον, εἰ μέλλοι ὁ ἰατρὸς τοῦτο καταιονήσει

Homily LX, Chapter 1Homilia LX · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:520θεραπεύειν, ταχέως ἀνίατον ἐργάζεται τὸ πάθος, οὐ τὴν ἁρμόττουσαν ἐπάγων ἰατρείαν· τὸν αὐτὸν δὴ τρό-πον καὶ ὁ πρεσβύτης ἐκεῖνος ὀφείλων ἄξια τῶν πλημ-μελημάτων εἰσπράξασθαι τοὺς ἑαυτοῦ παῖδας, πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, τῆς τιμωρίας αὐτοῖς καὶ αὐτὸς ἐκοινώνησε. Φοβηθέντες οὖν, παρακαλῶ, τὸ ὑπόδειγμα, καὶ οἱ παῖδας ἔχοντες προνοῶμεν τῆς τού-των ἀνατροφῆς, καὶ ἁπλῶς ἕκαστος τῶν συνοικούν-των τὴν ἐπιμέλειαν ποιείσθω, καὶ κέρδος μέγι-στον κρινέτω τὴν τοῦ πλησίον ὠφέλειαν, ἵνα τὰ πρὸς ἀρετὴν ἕκαστος πεπαιδευμένος, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν δυνηθῇ, καὶ τὴν ἀρετὴν ἑλόμενος πολλὴν ἐπισπάσηται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Ξ. Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. α. Φέρε καὶ σήμερον, εἰ βούλεσθε, τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἀναλαβόντες, οὕτω πάλιν ἐκ τῶν ἑξῆς τὴν διδασκαλίαν πρὸς ὑμᾶς ποιησώμεθα. Ἔτι γὰρ ἡμᾶς ἡ κατὰ τὸν Ἰακὼβ ἱστορία καὶ σήμε-ρον ἱκανὴ παιδεῦσαι τὴν πολλὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅπως ταῖς οἰκείαις αὐτὸν ὑποσχέσεσι πάλιν ἐπέῤῥωσεν ἀμειβόμενος αὐτοῦ τὴν εὐγνωμοσύ-νην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι διηγήσατο ἡμῖν, ὅπως κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καταλιπὼν τὴν Σήκιμα διὰ τὰ ὑπὸ τῶν παίδων αὐτοῦ γεγενημένα, εἰς τὴν Λούζαν ἠπείγετο· Καὶ οἰκοδομήσας, φησὶ, θυσιαστήριον, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαι-θήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδι-δράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελ-φοῦ αὐτοῦ. Καὶ τοῦτο προστάξας τῷ δικαίῳ, καὶ ἀπαλλάξας αὐτὸν τοῦ φόβου, οὗ κατείχετο διὰ τὴν τῶν Σηκιμιτῶν ἀναίρεσιν, τοῖς τὰς πόλεις ἐκείνας οἰκοῦσιν ἐπέβαλε, φησὶ, φόβον, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ. Ὅρα τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅσῃ κέχρηται κηδεμονίᾳ περὶ τὸν Ἰακώβ. Κατέσεισε, φησὶ, τῷ φόβῳ τὰς ψυχὰς τῶν τὰς πόλεις ἐκείνας οἰκούντων, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ· ἐβού-λοντο γὰρ ἴσως ἐπαμῦναι τοῖς Σηκιμίταις. Ἀλλ’ ἐπειδὴ καὶ παρὰ γνώμην τοῦ δικαίου γέγονε τὰ γε-γενημένα, καὶ οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ τῆς ἀδελφῆς τὴν σωφροσύνην ἐκδικοῦντες ἐκεῖνα εἰργάσαντο, οὐ μόνον αὐτὸν καὶ τοὺς αὐτοῦ παῖδας τῆς ἀγωνίας τοῦ φόβου ἀπαλλάττει, ἀλλὰ κἀκεί-νοις δειλίαν ἐνθεὶς ἀπέστησε τῆς κατ’ αὐτῶν ὁρμῆς. Εἴδετε πόσον ἐστὶν ἀπολαύειν τῆς ἄνωθεν ῥοπῆς; Ὅταν γὰρ αὐτὸς ᾖ εὐνοϊκῶς περὶ ἡμᾶς διακεί-μενος, πάντα ἐκποδὼν γίνεται τὰ λυπηρά. Ὥσπερ γὰρ τῷ δικαίῳ θάρσος ἐνέθηκεν, οὕτως ἐκείνοις φόβον ἐπέσεισε. Δεσπότης γὰρ ὢν πάντα πρὸς ὃ βούλεται μετασκευάζει, καὶ τὴν εὐμήχανον αὐτοῦ σοφίαν διὰ πάντων ἐπιδείκνυται. Καὶ οὐδὲν ἰσχυρότερον ἂν γέ-νοιτό ποτε τοῦ τὴν ἄνωθεν συμμαχίαν ἐπισπωμένου, ὥσπερ οὖν οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἠρημωμέ-νου. Ἰδοὺ γοῦν οὗτος ὁ δίκαιος εὐαρίθμητος ὢν καὶ σφόδρα ὀλιγοστὸς, ἐπειδὴ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς ἐφρουρεῖτο, καὶ θάρσος ἐλάμβανε, καὶ τὴν ἐπιβουλὴν διέφυγεν· ἐκεῖνοι δὲ καὶ εἰς πλῆθος πολὺ συντείνοντες, καὶ κατὰ ταὐτὸν τὴν συμφωνίαν ἐπιδεικνύμενοι οὐδὲ οὕτως ἴσχυόν τι τῶν βουλευθέντων εἰς ἔργον ἀγαγεῖν. Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν. Ἐπειδὴ τοίνυν ἀπηλλάγη τοῦ φόβου καὶ τῶν ἐγχωρίων ὁ δίκαιος, ὅρα πάλιν τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:521αὐτὸν ἐπιδείκνυται. Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς ἔτι ὄντι ἐν Λούζᾳ. Τίνος ἕνεκεν πρόσκειται τὸ, Ἔτι, Οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ ἤδη ἐν τῷ τόπῳ τούτῳ ὤφθη αὐτῷ πρότερον, ἡνίκα φεύγων τὸν ἀδελ-φὸν ἐπὶ τὴν Μεσοποταμίαν ἐποιεῖτο τὴν ὁρμήν. Καὶ νῦν οὖν φησι· Καθάπερ τότε ὤφθη αὐτῷ ἀπιόντι, οὕτω καὶ νῦν ἐπανερχομένῳ ἐν τῷ αὐτῷ τόπῳ ἐπιφαίνεται, καὶ βεβαιοῖ τὰς ὑποσχέσεις, ἃς ἡνίκα ἀπῄει πρὸς αὐ-τὸν ἐποιήσατο, παρασκευάζων τὸν δίκαιον θαῤῥῆσαι τοῖς ἐπηγγελμένοις, καὶ μὴ διὰ τὸν ἐν μέσῳ χρόνον ἐνδυάσαι. Καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλ’ Ἰς-ραὴλ ἔσται τὸ ὄνομά σου. Καίτοι καὶ ἤδη τὴν προς-ηγορίαν αὐτῷ ἦν ἐπιθεὶς, ἡνίκα τὴν διάβασιν ἐποιή-σατο τοῦ Ἰαβὼχ, ἀλλὰ πλείονα πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ βουλόμενος, καὶ νῦν τὴν αὐτὴν ποιεῖται πρὸς αὐτὸν εὐλογίαν, καί φησιν· Ἰσραὴλ κληθήσε-ται τὸ ὄνομά σου· καὶ αὐξάνου, καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. Ὅρα μέγεθος εὐλογίας. Οὐ μόνον εἰς πλῆθος αὐτὸν ἐκτα-θήσεσθαί φησιν, ἀλλὰ καὶ ἐπίδοξον γενήσεσθαι τὸ ἐξ αὐτοῦ σπέρμα. Βασιλεῖς γὰρ ἐκ τῆς ὀσφύος σου ἐξ-ελεύσονται· προμηνύων αὐτῷ ἐντεῦθεν ἤδη τῶν ἐξ αὐ-τοῦ τικτομένων τὴν περιφάνειαν. Καὶ τὴν γῆν, φησὶν, ἣν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ δέδωκα, σοὶ δέδωκα αὐτὴν, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ διὰ τὰ γεγενημένα ἐν Σηκίμοις ὑπὸ τοῦ Συ-
μεὼν καὶ Λευὶ ἔλεγεν· Ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ ἐκτρι-βήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου· καὶ διὰ πάντων ἐδείκνυ καὶ τὴν ὀλιγοψυχίαν, καὶ τὴν πολλὴν δειλίαν, ἐν ᾗ κατείχετο· διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης νῦν φησι πρὸς αὐτόν· Ἐπειδὴ εἶπες, Ὀλιγοστός εἰμι, μάνθανε ὅτι καὶ αὐξηθήσῃ, καὶ πληθυνθήσεταί σου τὸ σπέρμα, καὶ οὕτως ἔσται ἐπίδοξον, ὡς συναγωγὰς ἐθνῶν καὶ βασιλεῖς ἐξ αὐτῶν γενέσθαι· καὶ οὐ μόνον οὐκ ἐκτριβήσῃ, ἀλλὰ σὺ καὶ τὸ σπέρμα τὸ σὸν πᾶσαν τὴν γῆν ταύτην κληρονομήσει. Καὶ ταύτας πρὸς αὐτὸν τὰς ὑποσχέσεις ποιησάμενος, Ἀνέβη ὁ Θεὸς ἀπ’ αὐτοῦ, φησὶν, ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ’ αὐτοῦ. Ὅρα πόση ἡ συγκατάβασις τῶν λέξεων τῆς θείας Γραφῆς. Ἀνέβη, φησὶν, ὁ Θεὸς ἀπ’ αὐτοῦ· οὐχ ἵνα καὶ ἐν τόπῳ νομίσωμεν περικεκλεῖσθαι τὸ Θεῖον, ἀλλ’ ἵνα καὶ διὰ τούτου μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλαν-θρωπίαν, ὅτι τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συγκαταβαίνουσα ἡ τοῦ Πνεύματος χάρις, οὕτως ἅπαντα διηγεῖται. Τὸ γὰρ, ἀνέβη καὶ κατέβη, ἀνάξιον Θεοῦ· ἀλλ’ ἐπειδὴ τοῦτο μάλιστα τεκμήριον τῆς ἀφάτου αὐτοῦ φιλανθρω-πίας, τὸ διὰ τὴν ἡμετέραν διδασκαλίαν καὶ τῆς πα-χύτητος τῶν τοιούτων ῥημάτων ἀνέχεσθαι, διὰ τοῦτο ἀνθρωπίναις λέξεσι κέχρηται, ἐπειδὴ οὐδὲ δυνατὸν ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην ἐνεγκεῖν τῶν λεγομένων τὸ ὕψος, εἰ πρὸς τὴν ἀξίαν τοῦ Δεσπό-του ἡμῖν διελέγετο. β. Ὅπερ ἐννοοῦντες, μηδέποτε τῇ ταπεινότητι τῶν λέξεων ἐναπομένωμεν, ἀλλὰ καὶ διὰ τοῦτο θαυμάζωμεν αὐτοῦ τὴν ἄφατον ἀγαθότητα, ὅτι τοσαύτῃ συγκατα-βάσει κεχρῆσθαι οὐ παραιτεῖται διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἡμετέρας. Ἀλλ’ ὅρα πάλιν τὸν δίκαιον τοῦτον τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενον. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην λιθίνην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἔλαιον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ’ αὐτοῦ, Βαιθήλ. Σκόπει πῶς ἀεὶ ταῖς προσηγορίαις τῶν τό-πων ἄληστον ὁ δίκαιος οὗτος τὴν μνήμην ἐναποτίθε-
PG 54:522ται, ὥστε καὶ ταῖς μετὰ ταῦτα γενεαῖς κατάδηλον γίνεσθαι τὴν αὐτόθι γεγενημένην ὀπτασίαν τῷ δικαίῳ. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδήρ. Προσωτέρω πάλιν ἀναχωρεῖ ὁ δίκαιος, ἐπειγόμενος κατὰ μικρὸν φθάσαι τὸν τόπον, ἔνθα κατῴκει ὁ Ἰσαάκ. Εἶτα φη-σίν· Ὅτε ἤγγισε τοῦ εἰσελθεῖν εἰς Ἐφραθᾶ ἡ Ῥαχὴλ ἐδυστόκησεν ἐν τῷ τόκῳ. Καὶ ἐγένετο ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· Θάρσει· καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. Μὴ ἀγωνία, φησί· τέξῃ γὰρ υἱόν. Εἰ γὰρ καὶ διακόπτουσί σε αἱ ὠδῖνες, ἀλλ’ ὅμως ἕξεις υἱόν. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενια-μίν. Ἐκείνη μὲν ἐκ τοῦ συμβεβηκότος αὐτῇ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, ὁ δὲ πατὴρ Βεν-ιαμὶν αὐτὸν ἐκάλεσε. Καὶ μετὰ τὸ τεκεῖν, φησὶν, Ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ. Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου. Τὴν ἀθυμίαν τὴν ἐπὶ τῇ τελευτῇ τῆς Ῥαχὴλ παρεμυθεῖτο ὁ τεχθεὶς, καὶ παρεσκεύαζε πράως φέρειν τὸν δίκαιον τὴν ἀποβολὴν τῆς Ῥαχήλ. Ἐντεῦθεν λοιπὸν διαδέχεται τοῦ Ῥουβὴν ἡ προπέ-τεια. Πορευθεὶς γὰρ, φησὶν, ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Καὶ γὰρ ἦν παράνομον σφόδρα τὸ γεγονός. Διὰ τοῦτο καὶ μετὰ ταῦτα νομοθετῶν Μωϋσῆς ἀπηγόρευεν υἱὸν καὶ πατέρα τῇ αὐτῇ ἐπιμίγνυσθαι. Ἵνα γὰρ μὴ ὁδῷ προβαίνοντες συνήθειαν τὸ πρᾶγμα ἐργάσωνται, ὁ νομοθέτης προαναστέλλει, τιμωρίᾳ ὑπεύθυνον εἶναι τὸν τοιοῦτον διαγορεύων. Ἀλλ’ ὅμως καὶ οὕτω νῦν μὲν πράως ἔφερεν ὁ Ἰακὼβ τῇ φυσικῇ φιλοστοργίᾳ νικώμενος. Μετὰ δὲ ταῦτα μέλλων ἐξιέναι τοῦ βίου, στηλιτεύει τὸν παῖδα, ἀνάγραπτον αὐτοῦ τὴν παρα-νομίαν ποιούμενος, καὶ ἀρώμενος αὐτῷ, ἵνα διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων καὶ οἱ εἰς τὸ ἑξῆς σωφρο-νίζωνται. Ἐντεῦθεν ἡμῖν λοιπὸν ἀπαριθμεῖται τοὺς παῖδας τοῦ Ἰακὼβ ὁ μακάριος Μωϋσῆς, καὶ διδάσκει ἡμᾶς, ἐξ ὧν διηγεῖται, τοῦ δικαίου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃς ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν τὴν συνουσίαν ποιήσασθαι τὴν πρὸς τὴν Ῥαχὴλ καὶ τὴν Λείαν καὶ τὰς δύο παιδίσκας, δεικνὺς ὅτι οἰκονομίᾳ τινὶ ὑπηρετούμενος τῆς πρὸς αὐτὰς ὁμιλίας ἠνέσχετο, καὶ ὥστε τὰς δώδεκα φυλὰς ἐξ αὐτοῦ τε-χθῆναι· διά τοι τοῦτο οὐκ ἔτι μνημονεύει ἡ Γραφὴ ὡς ἑτέρου γενομένου αὐτῷ παιδὸς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται. Ἦσαν δὲ, φησὶν, υἱοὶ τοῦ Ἰακὼβ δώδεκα. Καὶ διαιρεῖ λοιπὸν τοὺς τῆς Λείας καὶ Ῥαχὴλ, καὶ τότε καὶ τοὺς τῶν παι-δισκῶν ἀπαριθμεῖται, καί φησιν· Οὗτοι υἱοὶ Ἰα-κὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ. Καὶ μὴν ὁ Βενιαμὶν νῦν ἐτέχθη, ἡνίκα περὶ τὴν Βηθλεὲμ ἔφθασε. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν ἡ Γραφὴ, Οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ; Ἴσως πρὸ τῆς ἐκεῖθεν ἐξόδου ἡ Ῥαχὴλ αὐτὸν συλλαβοῦσα ἐτύγ-χανε. Καὶ ἦλθε, φησὶν, Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς ἐν ἅπασι πληροφορεῖν ἐβούλετο τοὺς δικαίους ὁ φιλάν-θρωπος Θεός. Ἐπειδὴ γὰρ παρεγένετο μετὰ τοσού-των ἐτῶν ἀριθμὸν ὁ Ἰακὼβ πρὸς τὸν πατέρα, καὶ μεγίστη γέγονεν ἑκατέροις ἡ παράκλησις, καὶ τῷ παιδὶ ἐκ τῆς τοῦ πατρὸς θέας, καὶ τῷ πατρὶ θεασα-μένῳ τοῦ παιδὸς τὴν περιουσίαν, καὶ τὸν χορὸν τῶν

Chapter 3. Moral epilogueCaput 3. Moralis epilogus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:523ὑπ’ αὐτοῦ τεχθέντων. Τότε, φησὶν, ἐτελεύτησεν ὁ Ἰσαὰκ πρεσβύτης, καὶ πλήρης ἡμερῶν. Εἰ γὰρ ἡνίκα τῆς εὐλογίας τὴν κλοπὴν ἐποιεῖτο ὁ Ἰακὼβ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὅθεν καὶ τὰ τῆς ἀπάτης αὐτῷ προεχώρησεν, ἐννόησον μετὰ τοσού-των ἐτῶν ἀριθμὸν ὅπως ἦν γεγηρακώς. Καὶ ἔθαψαν αὐτὸν, φησὶν, Ἡσαῦ καὶ Ἰακώβ. Ἀλλὰ λοιπὸν τῆς τελευτῆς τοῦ πατρὸς γενομένης, Λαβὼν, φησὶ, τὰς γυναῖκας αὐτοῦ Ἡσαῦ, καὶ τοὺς υἱοὺς, καὶ πάν-τας τοὺς αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσατο ἐν γῇ Χαναὰν, ἐπορεύθη. Οὐκ ἠδύνατο γὰρ, φησὶν, ἡ γῆ τῆς παροικήσεως φέρειν αὐτοὺς ἀπὸ τοῦ πλή-θους τῶν ὑπαρχόντων. Καὶ ᾤκησε λοιπὸν ἐν τῷ ὄρει Σηείρ. Καὶ διηγησαμένη ἡμῖν ἡ θεία Γραφὴ τοὺς ἐκ τοῦ Ἡσαῦ τεχθέντας καὶ τὰ ἔθνη τὰ ὑπ’ αὐτοῦ γεγενημένα, φησί· Παρῴκησε δὲ Ἰακὼβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χα-ναάν. Ἀλλ’ ἐντεῦθεν λοιπὸν πάλιν διαδέχεται ἡμᾶς ἑτέρα πραγματεία ἡ κατὰ τὸν θαυμάσιον Ἰωσήφ. γ. Ἀλλ’ εἰ βούλεσθε, ἐνταῦθα στήσαντες τὸν λόγον εἰς ἑτέραν ἀρχὴν ταμιευσόμεθα τὴν κατὰ τὸν παῖδα τοῦ Ἰακὼβ ἱστορίαν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ ἐξ ἑκάστου τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων με-γίστην καρποῦσθαι τὴν ὠφέλειαν, καὶ μηδὲν ἁπλῶς παρατρέχειν. Θησαυρὸς γάρ ἐστι πνευματικὸς τὰ θεῖα λόγια· καὶ καθάπερ ἀπὸ τοῦ αἰσθητοῦ θησαυ-ροῦ καὶ λίθον ἕνα πολλάκις ὑφελόμενός τις, πολὺν ἑαυτῷ ἐργάζεται τὸν πλοῦτον· οὕτω καὶ ἐνταῦθα αἱ τῶν δικαίων ἀρεταὶ, εἰ προσέχειν βουλοίμεθα, τοσαύ-την ἡμῖν τὴν ὠφέλειαν παρέχειν δυνήσονται, ὡς καὶ
πρὸς τὸν ὅμοιον αὐτῶν διεγερθῆναι ζῆλον. Οὕτω γὰρ δυνησόμεθα καὶ ἡμεῖς τῆς αὐτῆς τοῖς δικαίοις ἀπο-λαῦσαι παρὰ τοῦ Θεοῦ εὐνοίας. Οὐδὲ γὰρ προσωπο-λήπτης ἐστὶν ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φο-βούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν· ὥστε, εἰ βουλοίμεθα, οὐδὲν τὸ κωλύον τοσαύτης ἢ καὶ πλείονος ἡμᾶς ἀπολαῦσαι τῆς ἄνωθεν ῥοπῆς. Ἐὰν γὰρ μόνον ἡμᾶς ἴδῃ τὰ παρ’ ἑαυτῶν εἰσφέροντας, καὶ τὰ αὐτῷ δοκοῦντα προτιμῶντας τῶν ἀνθρωπίνων, τοσαύτην καὶ αὐτὸς ἐπιδείξεται τὴν κηδεμονίαν, ὡς ἐν ἅπασιν ἀχειρώ-τους ἡμᾶς ἐργάσασθαι. Καὶ γὰρ πολέμιον ἔχομεν διηνεκῆ καὶ ἄσπονδον τὴν πρὸς ἡμᾶς ἔχθραν κεκτη-μένον. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε περι-γενέσθαι αὐτοῦ δυνηθῆναι τῆς μηχανῆς, καὶ ἀνωτέ-ρους καταστῆναι τῶν τούτου βελῶν. Οὐχ ἑτέρως δὲ περιεσόμεθα, ἢ διὰ τῆς ἀρίστης πολιτείας ἐπισπά-σασθαι δυνηθέντες τὴν ἄνωθεν συμμαχίαν. Ἀρίστη δέ ἐστι πολιτεία βίος καθαρός. Τοῦτο γὰρ ὁ θεμέλιος καὶ ἡ κρηπὶς τῆς ἀρετῆς· ὁ γὰρ τοῦτον ἀσφαλῶς καταβαλλόμενος εὐκολώτερον τῶν ἄλλων ἁπάντων περιέσεται· οὔτε γὰρ χρημάτων ἐπιθυμία τοῦ τοιού-του περιγενήσεται, οὔτε δόξης ἔρως, οὔτε βασκανία, οὔτε ἕτερόν τι τῶν παθῶν. Καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γάρ τις καθαρὸν ἔχῃ τὸ συνειδὸς, καὶ παντὸς ῥύπου ἀπηλλαγμένον, δυνήσεται καὶ τὸν ἁπάντων Δεσπότην ἔνοικον ἔχειν. Μακάριοι γὰρ οἱ καθαροὶ, φησὶ, τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅταν δὲ ἐκεῖ-νον ἔνοικον ἔχειν καταξιωθῇ, ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτω λοιπὸν διακείσεται, καὶ πάντων τῶν ἀνθρωπίνων πολλὴν ἐπιδείξεται τὴν ὑπερ-οψίαν. Ἅπαντα γὰρ τὰ ὁρώμενα σκιὰ καὶ ὄναρ τῷ τοιούτῳ φανεῖται, καὶ καθάπερ ἐν τῷ οὐρανῷ τὸ πο-λίτευμα ἔχων, οὕτως οὐδενὸς τῶν παρόντων ἐπιθυ-

Chapter 4. Many things commended hereCaput 4: Multa hic commendantur

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:524μήσει. Τοιοῦτος ἦν Παῦλος ὁ τῆς οἰκουμένης διδάσκα-λος· διὸ καὶ ἐβόα λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ πάλιν· Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Εἶδες ἄνδρα σῶμα περικείμενον, καὶ ὡς ἐν ἀσωμάτῳ λήξει αὐτὸν τυγ-χάνοντα, οὕτω πάντα φθεγγόμενον; δ. Τοῦτον ἅπαντες ζηλώσωμεν, καὶ νεκρώσωμεν ἡμῶν τὰ μέλη τῆς σαρκὸς, καὶ πρὸς τὴν ἁμαρτίαν ἀνενέργητα αὐτὰ ἐργασώμεθα· οὕτω γὰρ μάλιστα αὐτὰ δυνησόμεθα παραστῆσαι τῷ Θεῷ θυσίαν εὐάρεστον. Εἶδες τὸ καινὸν καὶ παράδοξον τῆς θυσίας ταύτης; Ὅταν νεκρὰ γένηται τὰ μέλη, τότε μᾶλλον εὐπρός-δεκτα τῇ θυσίᾳ γίνεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ πνευματική ἐστιν ἡ θυσία, καὶ οὐδὲν αἰσθη-τὸν ἔχει. Ἐπὶ μὲν γὰρ τῆς θυσίας τῆς αἰσθητῆς οὐ μόνον τὸ νεκρόν ἐστιν ἀπόβλητον, ἀλλὰ καὶ τὸ ζῶν, εἰ λώβην τινὰ ἔχοι, οὐδὲ τοῦτο εἰς θυσίαν δεκτὸν ἂν γένοιτό ποτε. Καὶ τοῦτο ἐξ ἀρχῆς ἐνομοθετεῖτο οὐχ ἁπλῶς, ἀλλ’ ἵνα διὰ τῆς τῶν ἀλόγων παρατηρήσεως κατὰ μικρὸν ἐναχθῶμεν μετὰ τῆς τοσαύτης φυλακῆς τὴν πνευματικὴν ταύτην καὶ λογικὴν θυσίαν προς-άγειν. Ὃ γάρ ἐστιν ἐκεῖ λώβη, καὶ τὸ ὠτότμητον καὶ κολοβόκερκον, τοῦτο ἐνταῦθα πονηρία, ἐπιθυμία, ἀσέλγεια, χρημάτων ἔρως καὶ πᾶσα ἁμαρτία· καὶ ὅπερ ἐστὶν ἐκεῖ τὸ ὑγιὲς, καὶ τὸ πάντῃ μώμου ἀπηλ-λαγμένον, τοῦτο ἐνταῦθα τὸ νεκρὸν τῷ κόσμῳ πάντῃ γεγονότα οὕτω πρὸς τὴν θυσίαν τὴν πνευματικὴν ἐπι-τήδειον ἑαυτὸν καταστῆσαι. Ταῦτα μὴ ἁπλῶς παρα-τρέχωμεν, ἀλλ’ ἐμπηγνύντες αὐτὰ τῇ ἑαυτῶν διανοίᾳ, σπουδάσωμεν μὴ ἐλάττους ὀφθῆναι τῶν Ἰουδαίων τῶν ἐν τῇ σκιᾷ τοσαύτην ἐπιδεικνυμένων παρατήρησιν. Ὥσπερ γὰρ ἐκεῖνοι ἔτι τῷ λύχνῳ παρακαθήμενοι τος-αύτην ἐποιοῦντο τὴν φυλακὴν, οὕτως ἡμεῖς, ἐπειδὴ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταυγασθῆναι κατ-ηξιώθημεν, καὶ τὴν σκιὰν καταλιπόντες πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθημεν, τὴν ὁμοίαν φυλακὴν ἐπι-δειξώμεθα περὶ τὴν πνευματικὴν ταύτην θυσίαν. Καὶ μηδὲ τὰ μικρὰ ἁμαρτήματα νομιζόμενα ἁπλῶς πα-ρατρέχωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἑαυτοὺς εὐ-θύνας ἀπαιτῶμεν καὶ ῥημάτων καὶ βλεμμάτων, καὶ δίκας ἑαυτοὺς εἰσπραττώμεθα, ἵνα τῆς ἐκεῖθεν κολά-σεως ἑαυτοὺς ἐλευθερώσωμεν. Διὰ γὰρ τοῦτο καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ὥστε, ἐὰν ἑαυτοὺς ἐνταῦθα κατακρί-νωμεν ἐπὶ τοῖς καθ’ ἑκάστην ἡμέραν ὑφ’ ἡμῶν ἁμαρ-τανομένοις, ὑποτεμνόμεθα τῆς ἐκεῖ κρίσεως τὴν σφο-δρότητα. Εἰ δὲ ῥᾳθυμήσαιμεν, Κρινόμενοι, φησὶν, ὑπὸ Κυρίου παιδευόμεθα. Προλαβόντες τοίνυν ἑαυτοὺς καταδικάσωμεν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, καὶ μηδενὸς εἰδότος τὸ δικαστήριον τοῦ συνειδότος καθ-ίσαντες, οὕτω βασανίσωμεν ἑαυτῶν τοὺς λογισμοὺς, καὶ ὀρθὴν τὴν κρίσιν ἐκφέρωμεν, ἵνα τὸν ἐπηρτημέ-νον φόβον δεδοικὼς ὁ λογισμὸς μηκέτι ἀνέχηται ὑπο-σύρεσθαι, ἀλλὰ τὴν ὁρμὴν ἀναχαιτίζῃ, καὶ τὸν ἀκοί-μητον ἐκεῖνον ὀφθαλμὸν προορώμενος ἀποτειχίζῃ τῷ διαβόλῳ τὴν εἴσοδον. Ὅτι γὰρ ἀπὸ ῥᾳθυμίας ἅπαντα ὑπομένομεν, αὐτὴ βοᾷ τῶν πραγμάτων ἡ πεῖρα. Ὥσπερ γὰρ ἐὰν μικρὸν διεγερθῆναι βουληθῶμεν, κα-θάπερ κονιορτὸν οὕτω τούτου τὰς ἐπιβουλὰς ἀποτι-ναξόμεθα· οὕτως ἐπειδάν ποτε ὑποσκελισθῶμεν, οὐ παρὰ τὴν ἐκείνου τυραννίδα τοῦτο ὑπομένομεν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Οὐδὲ γὰρ βίᾳ ἡμῶν περιγίνεται καὶ ἀνάγκῃ, ἀλλ’ ἀπάτῃ μόνον.

Homily LXI, Chapter 1Homilia LXI · Caput 1.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:525Τοῦ δὲ μὴ ἀπατηθῆναι, εἰ θελήσομεν μικρὸν διεγερ-θῆναι καὶ νῆψαι, ἡμεῖς κύριοι· οὐκ ἐπειδὴ καθ’ ἑαυ-τοὺς τοσαύτην ἔχομεν τὴν ἰσχὺν, ἀλλ’ ἐπειδὴ τότε καὶ τῆς ἄνωθεν ἀξιούμεθα ῥοπῆς. Ὅταν γὰρ τὰ παρ’ ἑαυτῶν ἐπιδειξώμεθα καὶ τὰ παρὰ τοῦ Δεσπότου πάντως ἕπεται. Νήψωμεν οὖν, παρακαλῶ, καὶ εἰδό-τες τοῦ πονηροῦ τὰς μηχανὰς, διηνεκῶς γρηγορῶμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν συνεφάψασθαι ἡμῖν τῆς πρὸς αὐτὸν πάλης. Οὕτω γὰρ καὶ ἡμεῖς ἀχείρωτοι γενησόμεθα, καὶ τὰς ἐκείνου διαφευξόμεθα μηχανὰς, καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσομεν, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΞΑ. Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. α. Πάλιν ἐπὶ τὴν συνήθη τράπεζαν ὑμᾶς ἀγαγεῖν βούλομαι, καὶ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρη-μένων λαβόμενος, ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι ταύτην τὴν πνευματι-κήν. Ἱκανὰ γὰρ τὰ σήμερον ἀναγνωσθέντα διδάξαι πάντας ἡμᾶς, ὅση τῆς βασκανίας ἐστὶν ἡ λύμη, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὸ τοῦ φθόνου καὶ μέχρι τῆς συγγενείας αὐτῆς ἐκταθὲν τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο. Ἀλλ’ ἵνα δόξῃ κατὰ ἀκολουθίαν ὁ λόγος προϊέναι, ἀναγκαῖον αὐτῆς ἅψασθαι τῆς ἀρχῆς τοῦ ἀναγνώσματος. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Ἰα-κώβ. Ὅρα τὸν θαυμαστὸν τοῦτον προφήτην, ὅπως ἐπαγγειλάμενος ἡμῖν διηγεῖσθαι τοῦ Ἰακὼβ τὴν γε-νεαλογίαν, εὐθέως ἐπὶ τὴν ἱστορίαν τοῦ παιδὸς ἀν-έδραμε· καὶ εἰπὼν, Αὗται αἱ γενέσεις Ἰακὼβ, καὶ καταλιπὼν διηγεῖσθαι ἡμῖν ἀκολούθως τούς τε ἐξ αὐτοῦ τεχθέντας, τούς τε ἐξ ἐκείνων πάλιν γεννωμέ-νους (καθάπερ καὶ ἐπὶ τοῦ Ἡσαῦ τοῦτο πεποίηκεν), ἐπὶ τὸν Ἰωσὴφ εὐθέως ἔσπευσε, τὸν νέον, τὸν πάν-
των τῶν ἀδελφῶν, ὡς εἰπεῖν, ἔσχατον, καί φησιν· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. Τίνος ἕνεκεν καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν σημαίνει; Ἵνα μάθῃς ὡς οὐ-δὲν ἡ νεότης κώλυμα γίνεται πρὸς ἀρετὴν, καὶ ἵνα ἐκ περιουσίας γνῷς καὶ τοῦ νέου τὴν πρὸς τὸν πα-τέρα ὑπακοὴν, καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ὁμόνοιαν, κἀκείνων τὸ ἀνήμερον· καὶ πῶς οὐδὲ πρὸς τὸν οὕτω περὶ αὐτοὺς διακείμενον, καὶ ἀπὸ τῆς ἡλικίας αὐτῆς εἰς συμπάθειαν αὐτοὺς ἐφελκύσασθαι δυνάμενον πα-ραφυλάξασθαι τὴν ἀγάπην ἠβουλήθησαν, ἀλλ’ ἐξ αὐ-τῶν τῶν προοιμίων ὁρῶντες καὶ τοῦ παιδὸς τὸ πρὸς τὴν ἀρετὴν ἐπιῤῥεπὲς, καὶ τοῦ πατρὸς τὴν περὶ αὐτὸν εὔνοιαν, εἰς τὴν κατ’ αὐτοῦ βασκανίαν δι-ηγείροντο. Κατήνεγκαν γὰρ Ἰωσὴφ ψόγον πονη-ρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Ὅρα κακίας ὑπερβολήν· καὶ τὴν τοῦ πατρὸς ἀγάπην διασαλεῦσαι ἐπεχείρουν, καὶ τὰ μὴ ὄντα πλάττονται κατὰ τοῦ ἀδελφοῦ, τοσοῦτο μόνον ἀνύοντες, ὅσον τὸν οἰκεῖον φθόνον κατάδηλον ποιῆσαι. Καὶ ἵνα μάθῃς,
PG 54:526ὅτι τοῦτο μόνον ἐκέρδαινον, τὸ φανερὰν ἑαυτῶν ποιῆ-σαι τὴν λανθάνουσαν γνώμην, ὅρα τὸν πατέρα καὶ μετὰ τὴν παρ’ αὐτῶν διαβολὴν ἐξεχόμενον τοῦ παιδὸς, καὶ πάντων αὐτὸν προκρίνοντα. Ἰακὼβ δὲ, φησὶν, ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐ-τοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Τί ἐστιν, Ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ; Ἐπειδὴ πρὸς τῷ τέλει, φησὶ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ ἦν τεχθεὶς, διὰ τοῦτο μᾶλλον ἁπάντων αὐτὸν ἠγάπα. Καὶ γὰρ ποθεινά πως εἶναι δοκεῖ τὰ παιδία τὰ πρὸς αὐτῷ τῷ γήρᾳ τικτόμενα, καὶ μᾶλλον ἐπισπάσα-σθαι δύνανται τὴν πατρικὴν εὔνοιαν. Ἀλλ’ ἵνα μά-θωμεν ὅτι οὐ τοῦτο μόνον ἦν τὸ τὸν πατέρα ἐπισπώ-μενον προτιμᾷν τε αὐτὸν τῶν ἀδελφῶν παρασκευάζον, διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι καὶ μετὰ τοῦτον ἕτερος ἐτέχθη· καὶ εἰ κατὰ τὴν φυσικὴν ἀκολουθίαν τὰ τῆς ἀγάπης ἐγίνετο, ἐκεῖνος ἂν μᾶλλον ἠγαπήθη, ἅτε δὴ ἀληθῶς υἱὸς γήρως ὢν, καὶ τότε τεχθεὶς, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν ὁ δίκαιος. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι χάρις τις ἦν ἄνωθεν ἡ τὸν νέον ἐπέραστον ποιοῦσα, καὶ διὰ τὴν τῆς ψυχῆς ἀρετὴν πάντων αὐτὸν προτιμότερον ἐργαζομένη· ταύτην δὲ προσκεῖσθαι τὴν αἰτίαν ἐν τῇ Γραφῇ, ὅτι ἐπειδὴ υἱὸς γήρως ἦν αὐτῷ, διὰ τοῦτο αὐτὸν ἠγάπα πλέον, ἵνα μὴ φανερῶς αὐξήσῃ τῶν ἀδελφῶν τὸν φθόνον. Δεινὸν γὰρ τουτὶ τὸ πάθος, καὶ ἐπειδὰν ἐπιλάβηται ψυχῆς, οὐ πρότερον αὐτὴν ἀνίησι, μέχρις ἂν εἰς ἐσχάτην αὐτὴν ἀτοπίαν ἀγάγῃ, καὶ λυμαινόμενον τὴν τεκοῦσαν αὐτὸ ψυχὴν, τὸ ἐναντίον ἢ βούλεται τὸν φθο-νούμενον διατίθησι, λαμπρότερον, ἐνδοξότερον, περι-φανέστερον, ὅπερ πάλιν ἑτέρα πληγὴ βαρυτέρα τῷ βασκάνῳ γίνεται. Σκόπει γοῦν ἐνταῦθα, πῶς ὁ μὲν θαυμάσιος οὗτος οὐδὲν τῶν γινομένων εἰδὼς, ἅτε δὴ καθάπερ ἀδελφοῖς καὶ τὰς αὐτὰς ὠδῖνας αὐτῷ λύσα-σιν οὕτω προσφέρεται, θαῤῥῶν ἅπαντα καὶ διαλεγό-μενος μετὰ πολλῆς τῆς ἁπλότητος· ἐκεῖνοι δὲ ὑπὸ τοῦ τῆς βασκανίας πάθους ἁλόντες, μισεῖν αὐτὸν παρ-εσκευάζοντο. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὅρα πῶς τὸν οὐδὲν ἠδικηκότα μισεῖν ἐπεχείρουν. Καὶ οὐδὲν, φησὶν, ἠδύναντο λα-λεῖν αὐτῷ εἰρηνικόν. Τί ἐστιν, Οὐδὲν ἠδύναντο λαλεῖν αὐτῷ εἰρηνικόν; Ἐπειδὴ γὰρ ἐκυρίευσεν αὐτῶν τὸ πάθος, καὶ τὸ μῖσος ηὔξετο καθ’ ἑκάστην ἡμέραν, καθάπερ αἰχμάλωτοι γενόμενοι καὶ τυραν-νούμενοι ὑπὸ τοῦ πάθους, μετὰ δόλου προσεφέροντο, οὐδὲν εἰρηνικὸν αὐτῷ λαλεῖν δυνάμενοι. Καὶ σκόπει πῶς τὴν αἰτίαν ταύτην ἐσήμανε τοῦ μίσους, ὅτι ἀπὸ τοῦ φθόνου τὴν ἀρχὴν ἐλάμβανεν. Ἰδόντες γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ. Τὸ φίλτρον τοῦ πατρὸς τὸν φθόνον αὐτῷ ἔτεκεν, ἀλλὰ τὴν τοῦ πατρὸς εὔνοιαν ἡ ἀρετὴ τοῦ παιδὸς ἐπεσπάσατο. Δέον τοίνυν ἐκείνους μιμήσασθαι τὸν ἀδελφὸν καὶ ζηλῶσαι τὸν τρόπον, ἵν’ οὕτω καὶ

Chapter 2Caput 2.

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:527αὐτοὶ τὸν πατέρα ἐπισπάσωνται, τοῦτο μὲν οὐδὲ εἰς ἔννοιαν λαμβάνουσιν, ἀλλὰ κοινὸν μῖσος περὶ τὸν ὑπὸ τοῦ πατρὸς ἀγαπώμενον ἐπεδείκνυντο. Καὶ ἐκεῖνοι μὲν, καθάπερ ἐκπολεμούμενοι, οὕτω λανθάνουσαν ἔσωθεν τὴν πονηρίαν τίκτοντες, οὐδὲν εἰρηνικὸν αὐτῷ διελέγοντο, ἀλλὰ μετὰ δόλου προσεφέροντο· ὁ δὲ θαυ-μάσιος οὗτος τὴν ἀδελφικὴν εὔνοιαν πρὸς αὐτοὺς ἀποσώζων, καὶ οὐδὲν ὑπιδόμενος, ἅτε δὴ ὡς ἀδελφοῖς ἐθάῤῥει, καὶ τὰ καθ’ ἑαυτὸν ἅπαντα ἀνετίθετο. β. Τοῦτο τὸ πάθος καὶ ἐξ ἀρχῆς τὸν Κάϊν εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ὁρμῆσαι παρεσκεύασε. Καὶ καθάπερ οὗτοι διὰ τὴν εὔνοιαν τοῦ πατρὸς, ἣν περὶ τὸν παῖδα ἐπεδείκνυτο, μισεῖν αὐτὸν παρεσκευάζοντο, καὶ πολεμεῖν ἐπεχείρουν, καὶ καθ’ ἑκάστην ἡμέραν ὤδι-νον τὴν κατ’ αὐτοῦ σφαγήν· τὸν αὐτὸν δὴ τρόπον κἀ-κεῖνος θεασάμενος ὅτι τὰ παρὰ τοῦ ἀδελφοῦ δῶρα μᾶλλον δεκτὰ γέγονεν, εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φό-νον ἐκινήθη, καί φησιν, Ἐξέλθωμεν εἰς τὸ πεδίον. Ὁρᾷς καὶ τοῦτον μηδὲν ὑφορώμενον, ἀλλ’ οἷα δὴ ἀδελφῷ πειθόμενον, κατεξιόντα καὶ πάρεργον γι-νόμενον τῆς μιαρᾶς ἐκείνης δεξιᾶς; Οὕτω δὴ καὶ ὁ θαυμάσιος Ἰωσὴφ, οὐκ εἰδὼς τὴν κακὴν τῶν ἀδελ-φῶν ὁμόνοιαν, ὡς ἀδελφοῖς προσεφέρετο, καὶ τὰ ἐν-ύπνια, ἅπερ αὐτῷ ὁ Θεὸς ἀπεκάλυπτε, προμηνύων αὐτῷ τὴν περιφάνειαν ἐν ᾗ γίνεσθαι ἔμελλε, καὶ τῶν ἀδελφῶν τὴν ὑποταγὴν εἰς μέσον προετίθει. Ἐν-υπνιασθεὶς γὰρ, φησὶν, ἐνύπνιον ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου τοῦ ἐνυπνίου τούτου. Ὤμην ἡμᾶς δεσμεύειν δρά-γματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ἀνωρθώθη, περιστραφέντα δὲ τὰ ὑμέ-τερα δράγματα προσεκύνησαν τὸ ἐμὸν δράγμα. Εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύ-σεις ἐφ’ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ τῶν ῥημάτων αὐτοῦ. Διὰ τοῦτο καὶ προ-έλαβε καὶ ἐδίδασκεν ἡμᾶς, ὅτι ἄνωθεν τὸ μῖσος τὸ πρὸς αὐτὸν ἐπεδείκνυντο, ἵνα μὴ νομίσωμεν ἐντεῦθεν ἀρ-χὴν αὐτοὺς εἰληφέναι τοῦ κατ’ αὐτὸν πολέμου. Προς-έθεντο γὰρ ἔτι μισεῖν αὐτὸν, ἀντὶ τοῦ, Πολλῷ πλέον ηὔξανον τὸ μῖσος καὶ τὴν ἔχθραν τὴν κατ’ αὐτοῦ. Καὶ ὅρα τῆς πηρώσεως τὴν ὑπερβολήν· αὐτοὶ τὸ ὄναρ διακρίνουσιν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι δι’ ἄγνοιαν τῶν μελλόντων ἔσεσθαι ἐφθόνουν κατ’ αὐτοῦ· ἀλλὰ μαθόντες ἐκ τῶν ὀνειράτων τὰ ἐσόμενα, προσθήκην τοῦ μίσους εἰργάζοντο. Ὢ ἀνοίας ὑπερβολή. Δέον τοῦτο γνόντας μᾶλλον εὔνοιαν περὶ αὐτὸν ἐπιδείξα-σθαι, καὶ ἐκποδὼν ποιῆσαι τοῦ μίσους τὴν αἰτίαν, καὶ τῆς βασκανίας τὸ πάθος ἐξορίσαι, σκοτωθέντες τὸν λογισμὸν, καὶ οὐ συνορῶντες ὅτι καθ’ ἑαυτῶν ἅπαντα διαπράττονται, ἐπὶ πλέον ηὔξανον τὸ κατ’ αὐ-τοῦ μῖσος. Τίνος ἕνεκεν, ὦ ἄθλιοι καὶ ταλαίπωροι, τοσαύτην ἐπιδείκνυσθε τὴν βασκανίαν, οὐκ ἀγνοοῦντες οὔτε τὴν ἀδελφικὴν σχέσιν, οὔτε ὅτι ἡ τῶν ἐνυπνίων ἀποκάλυψις φανερὰν δείκνυσι τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν; Μὴ γὰρ δὴ νομίσητε λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ μηνυθέντα αὐτῷ δυνατὸν εἶναι ἀνατραπῆναι.
Καθάπερ γὰρ τοῦ ὀνείρου τὴν διάκρισιν ἐποιήσασθε, οὕτως ἔσται μετ’ οὐ πολὺ, κἂν μυρία ἐπινοῆσαι βου-ληθῆτε. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς ὁ τῶν ἁπάντων Δεσπότης, καὶ τῆς οἰκείας δυνάμεως δεικνὺς τὴν πε-ριουσίαν, πολλὰ πολλάκις ἀφίησιν ἐν τῷ μεταξὺ κωλύματα γενέσθαι, ἵν’ οὕτω τὰ πάλαι αὐτῷ δόξαντα

Chapter 3. Joseph as a figure of ChristCaput 3: Joseph figura Christi

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 54:528εἰς ἔργον ἀγαγὼν, μεγίστην ἀποφήνῃ τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Ἀλλὰ τοιοῦτον ἡ βασκανίας οὐδὲν τούτων λογίζεσθαι δύναται, ἀλλ’ ὅλως, ὡς εἰ-πεῖν, αἰχμάλωτος γεγονὼς κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα διαπράττεται. Καὶ οὗτοι μὲν προσθήκην μί-σους εἰργάζοντο διὰ τὴν ἐνυπνίου διήγησιν· ὁ δὲ θαυ-μάσιος Ἰωσὴφ καὶ ἕτερον ἐνύπνιον θεασάμενος οὐκ αὐτοῖς μόνον, ἀλλὰ καὶ τῷ πατρὶ διηγεῖται, καί φη-σιν· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσό-μεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελ-φοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλω-σαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα. Εἰδὼς τὸν τικτόμενον αὐτῷ φθόνον παρὰ τῶν ἀδελφῶν ὁ πατὴρ, διὰ τοῦτο ἐπετίμησε τῷ παιδὶ, καὶ διακρίνει καὶ αὐτὸς τὸ ὄναρ, καὶ στοχαζόμενος παρὰ τοῦ Θεοῦ τὴν ἀποκάλυψιν αὐτῷ γεγενῆσθαι, διετήρει τὸ ῥῆμα. Ἀλλ’ οὐχ οἱ ἀδελφοὶ οὕτως. Ἀλλὰ τί; Πάλιν πολλῷ πλέον ἐζήλωσαν. Τί μεμήνατε; τί ἐξεστηκότων πράγματα διαπράττεσθε; Οὐχ ὁρᾶτε ὅτι ἡ τῶν ἐνυπνίων δευτέρωσις οὐχ ἁπλῶς οὐδὲ εἰκῆ γε-γένηται, ἀλλ’ ἵνα μαθόντες ὅτι πάντως ἔσται τὰ προ-μηνυθέντα, παύσησθε τῆς φονικῆς ὁρμῆς, ἐννοή-σαντες ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε; Ἐχρῆν μὲν οὖν τὴν ἀδελφικὴν σχέσιν καὶ διάνοιαν ἀναλαβόντας, καὶ οἰ-κείαν κρίνειν εὐδοκίμησιν τὴν τοῦ ἀδελφοῦ μέλλουσαν ἔσεσθαι περιφάνειαν. Ἐπειδὴ δὲ ταύτης ὑμῖν οὐδεὶς λόγος, κἂν ἐκεῖνο λογίσασθαι ἦν ἀκόλουθον, ὅτι οὐ πρὸς αὐτὸν ὑμῖν ὁ πόλεμος, ἀλλὰ πρὸς τὸν ἁπάντων Δεσπότην τὸν ταῦτα αὐτῷ ἤδη ἐκκαλύψαντα. Ἀλλ’ οὗτοι μὲν, καθάπερ ἔφθην εἰπὼν, οὐδὲ τὴν φύσιν αὐτὴν αἰδούμενοι, οὔτε τὴν ἄνωθεν γινομένην περὶ αὐτὸν εὔνοιαν ἐν νῷ λαβόντες, τὸ μῖσος καθ’ ἑκάστην ἡμέραν ἐπέτεινον, καὶ λανθανόντως τὴν πυρὰν παρ’ ἑαυτοῖς ἀνῆπτον, οὐδὲν οὔτε τοῦ πατρὸς, οὔτε τοῦ νέου τοιοῦτόν τι ὑποπτεύοντος, οὐδ’ ὅτι πρὸς τοσαύτην μανίαν ἐλαύνειν ἔμελλον. Διὸ καὶ πο-ρευθέντων τῶν ἀδελφῶν εἰς τὰ ποίμνια, Εἶπεν ὁ πατὴρ τῷ Ἰωσήφ· Οὐχ οἱ ἀδελφοί σου ποιμαίνου-σιν εἰς Συχέμ; Δεῦρο, ἀποστείλω σε πρὸς αὐ-τούς. Εἶπε δὲ αὐτῷ, Ἰδοὺ ἐγώ. Εἶδες πατρὸς πρὸς παῖδας φιλοστοργίαν; εἶδες παιδὸς ὑπακοήν; Εἶπε δὲ αὐτῷ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου, καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. γ. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα καὶ τοῦ Ἰωσὴφ δει-χθῇ ἡ περὶ τοὺς ἀδελφοὺς εὔνοια, κἀκείνων κατάδηλος γένηται ἡ φονικὴ γνώμη. Ἐγίνετο δὲ καὶ τύπος τῶν ἔσεσθαι μελλόντων, καὶ ἐν τῇ σκιᾷ προδιεγράφετο τὰ τῆς ἀληθείας πράγματα. Καὶ ὥσπερ ὁ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς ἀπῄει ἐπισκεψόμενος αὐτοὺς, κἀκεῖνοι οὐκ αἰδεσθέντες οὔτε τὴν ἀδελφότητα, οὔτε τὴν αἰτίαν τῆς παρουσίας, πρότερον μὲν ἀνελεῖν ἐβουλεύοντο, ἔπειτα δὲ καὶ ἐπίπρασκον τοῖς βαρβάροις· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος τὴν οἰκείαν φιλανθρωπίαν μι-μούμενος, παραγέγονεν ἐπισκεψόμενος τὸ τῶν ἀνθρώ-πων γένος, καὶ τὴν ὁμογενῆ ἡμῖν σάρκα ἀναλαβὼν, καὶ ἀδελφὸς ἡμῶν γενέσθαι καταξιώσας οὕτω παρα-γέγονε. Καὶ βοᾷ Παῦλος λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἀλλ’ οἱ ἀγνώμονες Ἰουδαῖοι τὸν τῶν σωμάτων καὶ τὸν τῶν ψυχῶν ἰατρὸν, τὸν μυρία θαύματα καθ’ ἑκά-
PG 54:529στην ἡμέραν ἐργαζόμενον ἀνελεῖν ἐπεχείρουν, καὶ εἰς ἔργον ἤγαγον τὴν φονικὴν αὐτῶν γνώμην, καὶ ἐσταύ-ρωσαν τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν καταδεξάμενον. Ἀλλ’ οὗτοι μὲν καὶ ἐπεχείρησαν, καὶ σταυρῷ παραδόντες ἀνεῖλον· ἐκεῖνοι δὲ ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ βουλευθέντα. Ἔδει δὲ τὸν τύπον ἔλαττον ἔχειν τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη ἐκεῖνα τύπος τῶν μετὰ ταῦτα ἐσομένων. Διὰ τοῦτο ἐκεῖ μὲν ὥσπερ ἐν σκιᾷ προεγράφη. Καὶ ἐννόησον τὸ θαῦμα. Οὐκ ἀν-εῖλον, ἀλλὰ πεπράκασι, καὶ τὸν χιτῶνα τῷ αἵματι τοῦ ἐρίφου μολύναντες ἤγαγον τῷ πατρὶ, πεῖσαι βου-λόμενοι ὅτι ἀνῃρέθη ὁ παῖς. Ὁρᾷς ὅτι ἅπαντα ταῦτα ἐγίνετο, ἵνα καθάπερ ἐν σκιᾷ, οὕτως ἡ εἰκὼν μόνη τῶν πραγμάτων γένηται, καὶ ἡ ἀλήθεια φυλάττηται; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου τὸ λοιπὸν ἐπανέλθωμεν. Ἀπέστειλεν αὐτὸν, φησὶν, ὁ πατὴρ αὐτοῦ, καὶ ἦλθεν εἰς Συχέμ. Καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ. Ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος, λέγων· Τί ζητεῖς; Ὁ δὲ εἶπε· Τοὺς ἀδελφούς μου ζητῶ. Ἀνάγγειλόν μοι, ποῦ βό-σκουσι. Σκόπει πῶς οὗτος μὲν μετὰ σπουδῆς ποιεῖ-ται τῶν ἀδελφῶν τὴν ἐπιζήτησιν, καὶ περιεργάζεται καὶ πολυπραγμονεῖ, καὶ πάντα ποιεῖ ὥστε αὐτοὺς ἰδεῖν. Εἶπε δὲ αὐτῷ, φησὶν, Ἤκουσα αὐτῶν λεγόν-των· Πορευθῶμεν εἰς Δωθαείμ. Καὶ ἐπορεύθη Ἰω-σὴφ, καὶ εὗρεν αὐτούς. Προεῖδον δὲ αὐτὸν μακρό-θεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Ἐννόει μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, ὅπως οὗτοι μὲν εἰς τὸν κατ’ αὐτοῦ φόνον εἶχον τὴν ὁρμήν· ὁ δὲ τὰ πάντα ποιῶν καὶ μετασκευάζων συγχωρεῖ τὰ ἐν μέσῳ πάντα κω-λύματα γενέσθαι, ἵνα τὸν οἰκεῖον ἀθλητὴν λαμπρότε-ρον ἀποδείξας, ὕστερον ἐπαγάγῃ τῶν ὀνειράτων τὴν ἔκβασιν. Προεῖδον, φησὶν, αὐτὸν, καὶ ἐπονηρεύον-το τοῦ ἀποκτεῖναι αὐτόν. Εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν, Θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες ὅτι τῶν ἐνυπνίων τὴν ἔκβασιν προσδοκῶντες, ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἀλλ’ ἵνα μάθωσιν ὅτι οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ προαγορευθέντα μὴ εἰς ἔργον ἐλθεῖν, καὶ βουλεύονται καὶ ἐπιχειροῦσι καὶ τὰ τῆς οἰκείας πονηρίας ἐπιδείκνυνται· καὶ ὁ σοφὸς καὶ εὐ-μήχανος Θεὸς αὐτοὺς ἐπιβουλεύοντας ὑπηρετήσασθαι καὶ ἄκοντας παρασκευάζει πρὸς τὴν οἰκονομίαν τῶν μελλόντων ἔσεσθαι. Ἐπειδὴ γὰρ συνεφώνησαν πρὸς τὸν κατ’ αὐτοῦ φόνον, καὶ τῇ γνώμῃ τὴν σφαγὴν ἤδη ἐπεδείξαντο, Ἀκούσας, φησὶ, Ῥουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν· Οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Ὅρα καὶ τοῦτον πῶς οὐ τολμᾷ φανερῶς ἐξελέσθαι τὸν ἀδελφὸν, ἀλλὰ τέως τὴν φονικὴν αὐτῶν ὁρμὴν ἀναχαιτίσαι βουλόμενός φησι, Μὴ ἐκχέητε αἷμα, ἀλλ’ ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον, Καὶ διδάξαι ἡμᾶς βουλομένη ἡ θεία Γραφὴ τὸν σκοπὸν τοῦ Ῥουβὴν, φησί· Ταῦτα δὲ ἐποίει, Ὅπως ἐξέληται αὐτὸν, καὶ ἀποδῷ πατρὶ αὐτοῦ. Καὶ τούτων ταῦτα βουλευομένων οὐδέπω ὁ Ἰωσὴφ ἦν παραγεγονὼς, ἀλλὰ μετὰ τὸ πληρωθῆναι
Page scan enlarged

Notebook

Full View