PG 30Basil the Great
Commentary on the Prophet Isaiah
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

On the Prophet IsaiahΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 30:119ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ ΠΡΟΟΙΜΙΟΝ Εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου. Σημειωτέον οὖν ὅτι χειμῶνα, ἢ σάββατον ψεκτὸν οὐκ ἐποίησεν ὁ Θεός· γέγραπται γάρ· Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. Ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν. Οὕτω τοίνυν νοητέον τὸ εὐαγγελικὸν ῥητὸν, μὴ γενέσθαι ἡμῶν τὴν φυγὴν, ὅταν τὰ χείρονα ἐν ἡμῖν κρατῇ, ἢ ὅταν ἀργίᾳ τὴν ζωὴν ἡμῶν παραπέμπωμεν. Τοῦτο γὰρ ὑποβάλλει νοεῖν διὰ τοῦ σαββάτου, ἵνα τύχωμεν τῆς εὐλογίας ἐκείνης· Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντα. Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Τάχα διὰ τὸ φρονίμως καὶ συνετῶς ἀποξύεσθαι τὸ γῆρας· καὶ γὰρ ἐπειδὰν ἀποδύεσθαι δέῃ τὴν λεβηρίδα, στενῷ τόπῳ καὶ ἀκριβῶς προσφίγγοντι αὐτοῦ τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, οὕτω διείρων ἑαυτὸν, ἀποδύεται τὸ γῆρας. Τάχα οὖν καὶ ἡμᾶς βούλεται ὁ λόγος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν αὐτῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ, τὴν νεότητα.
Μέγα μὲν καὶ πρῶτον χάρισμα (καὶ ψυχῆς ἄκρως κεκαθαρμένης δεόμενον) χωρῆσαι τὴν θείαν ἐπίπνοιαν πρὸς τὸ προφητεύειν τὰ τοῦ Θεοῦ. Δεύτερον δὲ μετ’ ἐκεῖνο, καὶ οὐδὲ αὐτὸ μικρᾶς οὐδὲ τῆς τυχούσης ἐπιμελείας δεόμενον, τὸ κατακούειν τοῦ βουλήματος τῶν λεγομένων ὑπὸ τοῦ Πνεύματος, καὶ μὴ παραστοχάζεσθαι τῆς διανοίας τῶν λεγομένων, ἀλλ’ εὐθυβόλως ἐπ’ αὐτὴν ὁδηγεῖσθαι ὑπὸ τοῦ οἰκονομήσαντος Πνεύματος γραφῆναι τὴν προφητείαν, ὁδηγοῦντος καὶ τὴν διάνοιαν τῶν ὑποδεξαμένων τὸ τῆς γνώσεως χάρισμα. Διὰ τοῦτο καὶ ὁ Κύριος ἐπέφερε, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὁ Προφήτης δὲ ὁ Ἰωήλ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Καὶ ὁ Ἀπόστολος, ἐν τῷ περὶ χαρισμάτων τόπῳ, τὸ μέν τι χάρισμα προφητείαν φησὶ, τὸ δὲ διάκρισιν πνευμάτων. Ὁ μὲν γὰρ παρέχων ἑαυτὸν ἄξιον ὄργανον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, Προφήτης ἐστίν· ὁ δὲ τὴν δύναμιν τῶν ἀπαγγελλομένων συνετῶς ἐκδεχόμενος, τὸ χάρισμα ἔχει τῆς διακρίσεως τῶν πνευμάτων. Διὸ καὶ Κορινθίοις διατάσσων· Προφῆται δὲ (φησὶ) δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
PG 30:121Καὶ οὕτω μέγα, ὅτι ἐν ἀπειλῇ κεῖται, ἀφελεῖν Κύριον ἀπὸ τῆς Ἰουδαίας Προφήτην καὶ στοχαστὴν καὶ θαυμαστὸν Σύμβουλον καὶ συνετὸν ἀκροατήν. Ἡμᾶς δὲ εὔχεσθαι χρὴ λαβεῖν τὸ τῆς σοφίας καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διδασκαλίας χάρισμα, ὥστε πάντα ὁμοῦ συνδραμόντα τῷ ἡγεμονικῷ ἡμῶν ἐντυπῶσαι τὴν πάσης τῆς προφητευομένης ἀληθείας μόρφωσιν. Ἔστι δὲ τοῦ μὲν λόγου τῆς γνώσεως χρεία πρὸς τὸ θεωρεῖν τοῦ Πνεύματος τὰ ἀπόῤῥητα· τοῦ δὲ λόγου τῆς σοφίας, πρὸς τὸ κατασκευάσαι καὶ ἐξεργάσασθαι τὰ συνεστραμμένως ἐν βραχυλογίαις ἐκδεδομένα· ἴδιον γὰρ τῆς σοφίας τὸ ἐκτείνειν λόγους. Ἐξέτεινα γὰρ (φησὶ) λόγους, καὶ οὐ προσείχετε. Ἔπειτα τὸ τῆς διδασκαλίας χάρισμα εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Χρὴ τοίνυν τῇ ψυχῇ τοῦ μέλλοντος προφητεύειν τὴν ἐπιτηδειότητα προϋποκεῖσθαι ἐκ τοῦ ἐφ’ ἡμῖν κινήματος, ἵνα ὁ ἐν τοῖς ὅλοις λόγος τὰς ἁρμονιωτέρας ψυχὰς ἐκλεγόμενος, ἐν αἷς οὐδὲ μικρόν τι κίνημα τοῦ παθητικοῦ τῆς ψυχῆς ἀσύμφωνόν ἐστι πρὸς τὸν λόγον κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης εὐαρμοστίας, τὴν ἐκ τοῦ θείου Πνεύματος ἐνέργειαν ἐπαγάγῃ.
Οὐ μόνον δὲ ἡ τῶν παθῶν καταστολὴ ἀναγκαία εἰς τὸν εὐτρεπισμὸν τῆς ὑποδοχῆς τοῦ Πνεύματος, ἀλλὰ καὶ τὸ μέτρον τῆς περὶ τὴν πίστιν διαθέσεως, καὶ τὸ συμφέρον αὐτοῦ τε τοῦ ὑποδεχομένου τὴν χάριν, καὶ τῶν κατὰ καιρὸν ἀκουόντων, ἢ καὶ εἰς ὕστερον μεθεξόντων τῆς ἐκ τῶν Προφητῶν ὠφελείας. Δίδοται γὰρ (φησὶν) ἑκάστῳ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· καὶ πάλιν· Κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἀνέφικτον μέντοι τὸ τῇ ἀνθρωπίνῃ φύσει, παρατῆσαι τὸν λόγον τῆς διαφόρου ἐνεργείας παρὰ τοῦ θείου Πνεύματος τοῖς ἀξίοις ἐγγινομένης. Καθ’ ὃν ὁ μὲν προφητείαν πιστεύεται, καὶ ταύτην ἐπὶ τοσόνδε· ὁ δὲ χαρίσματα ἰαμάτων λαμβάνει, καὶ ταῦτα τηλικάδε· καὶ ἄλλος ἐνεργήματα δυνάμεων, μειζόνων ἢ μικροτέρων. Ταῦτα γὰρ μόνος οἶδεν ὁ τῇ ἑκάστου ψυχῆς ἀξίᾳ ἐνατενίζων, καὶ τοῖς ἀθεωρήτοις τῆς δικαιοσύνης μέτροις διαιρῶν ἑκάστῳ τὰ πρὸς ἀξίαν. Πῶς προεφήτευον αἱ καθαραὶ καὶ διαυγεῖς ψυχαί; Οἱονεὶ κάτοπτρα γινόμενα τῆς θείας ἐνεργείας, τὴν ἔμφασιν τρανὴν καὶ ἀσύγχυτον καὶ οὐδὲν ἐπιθολουμένην ἐκ τῶν παθῶν τῆς σαρκὸς ἐπεδείκνυντο.
Πᾶσι μὲν γὰρ πάρεστι τὸ ἅγιον Πνεῦμα, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκέτι. Δεῖ δὲ πρὸς τῇ καθαρότητι καὶ τὸ ὁμαλὸν τῆς εὐσταθοῦς καταστάσεως ἐπιδείκνυσθαι· οὐ γὰρ ὁ ἀνωμάλως ἔχων περὶ σωφροσύνην, καθαρός· ἀλλ’ ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ Πνεύματι. Ὥσπερ γὰρ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίγνονται, ἀλλὰ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ Πνεύματος ἐνέργεια, ἀλλ’ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις, μηδὲ στραγγαλιῶδες. Ἡ χιὼν λαμπρά· ἀλλ’ εἰκόνας τῶν ἐγκυπτόντων οὐ δείκνυσι, διότι τραχεῖά ἐστιν ἐκ πεπηγότων ἀφρῶν συγκειμένη. Τὸ γάλα λευκόν· ἀλλ’ οὐ παραδέχεται τὰς εἰκόνας, διότι καὶ αὐτῷ μικραί τινές εἰσι πομφόλυγες. Ὕδατι δὲ, καὶ μέλανι, μορφὴ ἐμφαίνεται, διὰ λειότητα. Οὕτως ἄρα τὸ ἀνώμαλον τοῦ βίου πρὸς ὑποδοχὴν θείας ἐνεργείας ἀνεπιτήδειον.
PG 30:123Ὅταν οὖν ψυχὴ πάσῃ ἀσκήσει ἀρετῆς ἑαυτὴν ἐπιδοῦσα, τῷ σφοδρῷ περὶ Θεὸν φίλτρῳ διηνεκῶς μνήμην Θεοῦ ἐντυπωθεῖσαν αὐτῇ διασώζῃ, καὶ τούτῳ τῷ τρόπῳ οἱονεὶ ἔνοικον αὐτῇ τὸν Θεὸν εἶναι κατασκευάσῃ, ἐκ τῆς πρὸς τὸν Θεὸν σφοδροτάτης ἐνατενίσεως, καὶ τοῦ ἀῤῥήτου φίλτρου θεοφορουμένη, ἀξία τοῦ κατὰ τὴν προφητείαν χαρίσματος γίνεται, διδόντος θείαν δύναμιν τοῦ Θεοῦ, καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διανοίγοντος εἰς κατανόησιν ὧν βούλεται θεαμάτων. Διὸ καὶ οἱ Προφῆται ἔμπροσθεν βλέποντες ἐκαλοῦντο· παρὰ τὸ ὡς παρόντα τὰ μέλλοντα προορᾷν. Προσαχθησόμεθα δὲ μᾶλλον εἰς τὸ ἰδεῖν τὸ προφητικὸν κίνημα, ἐκ τῶν κατ’ ὄναρ φαντασμάτων.
Ὥσπερ γὰρ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἡμῶν τυπουμένου, πόλεων ἢ τόπων μεγέθει καὶ κάλλει διαφερόντων, ἢ ζώων ὑπὲρ τὴν φύσιν γινόμεθα θεαταί, ἢ καὶ λόγων τινῶν μνήμην διὰ τῆς ἀκοῆς ἐμπεσόντων, πολλάκις παρακατέχομεν (καὶ τοσούτων περὶ ἡμᾶς θεαμάτων τε παραδόξων καὶ ἀκουσμάτων ὄντων, οὔτε τι εἴδομεν κατὰ ἀλήθειαν σωματικῇ αἰσθήσει, οὔτε ἠκούσαμεν) οὕτω καὶ τὸν τῶν θείων καὶ μακαρίων ἀνδρῶν νοῦν, ποτὲ μὲν ὕπαρ, ἄλλοτε δὲ ὄναρ τυπούμενον, λόγων τε θείων καὶ θεαμάτων πληροῦσθαι· οὔτε δι’ ὀφθαλμῶν τὰς εἰκόνας τῶν ὁρωμένων ἀναμαξάμενον, οὔτε δι’ ὤτων ἀέρος πληγὴν ἐκ τῶν φωνητικῶν ὀργάνων προελθοῦσαν ὑποδεξάμενον. Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν ὑψηλὸς θρόνος καὶ ἐπηρμένος, οὐδὲ ὁ ἐπ’ αὐτοῦ καθήμενος, ὃν εἶδεν ὁ Ἡσαί̈ας· οὐδὲ ἀνθρωποειδὴς ὁ ἠλέκτρινος μὲν τὰ ἀπὸ ὀσφύος ἄνω, πυρινὸς δὲ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ. Ἀλλ’ ὁ μὲν νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων ἐγένετο, δι’ αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν παραδεικνύντος. Ὁρῶσι δὲ οἱ Προφῆται οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τῶν παρόντων τὰ λανθάνοντα, ὥς φησι Παῦλος·
PG 30:125Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· ἢ ὡς ὁ Ἑλισσαῖος· Οὐχὶ ἡ καρδία μου ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεψεν ὁ ἀνὴρ, μετὰ τοῦ ἅρματος αὐτοῦ, εἰς συνάντησίν σοι; Ἔστι δὲ προφητεία καὶ ἡ δι’ ὀνείρων πρόγνωσις, ὡς τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ καὶ τῷ Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας ἐδείκνυτο. Πῶς οὖν καὶ Φαραὼ, καὶ Ναβουχοδονόσορ; Ὅτι περὶ τῶν κοσμικῶν καταστάσεων τοὺς κρατοῦντας ἔδει προβλέπειν, ἵνα πιστεύηται. Πῶς δὲ καὶ Βαλαὰμ προφητεύει καὶ Καϊάφας; Ὅτι κἀκεῖνοι τοὺς πειθομένους εἶχον· καὶ ὁ μὲν ὡς ἀρχιερεὺς, ὁ δὲ ὡς μάντις. Οὐ γὰρ ψυχῆς καθαρότης ἐνταῦθα, οὐδὲ διαύγεια νοῦ ἐνορῶντος Θεὸν, καὶ τὴν ἐκεῖθεν δύναμιν ἐπισπῶντος· ἀλλ’ οἰκονομικῶς ἐν αὐτοῖς ὁ λόγος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ πρὸς τὸν καιρόν. Ζητήσεις δὲ εἰ τὰ παρὰ τῷ Ἡσαί̈ᾳ καὶ τῷ Ἰεζεχιὴλ ὀπτασίαι εἰσὶ, διὰ τοιῶνδε φαντασιῶν ἑωραμέναι, ἢ θεολογίαι, δι’ αἰνιγμάτων τοῦ Πνεύματος τὰ τῆς θεότητος ἡμῖν ἰδιώματα καταγγέλλουσαι. Φασὶ δέ τινες ἐξεστηκότας αὐτοὺς προφητεύειν, ἐπικαλυπτομένου τοῦ ἀνθρωπείου νοῦ παρὰ τοῦ Πνεύματος.
Τοῦτο δὲ παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας, ἔκφρονα ποιεῖν τὸν θεόληπτον, καὶ, ὅτε πλήρης γέγονε τῶν θείων διδαγμάτων, τότε καὶ τῆς οἰκείας ἐξίστασθαι διανοίας, καὶ ἄλλους μὲν ὠφελοῦντα δι’ ἑαυτοῦ, αὐτὸν δὲ τῆς ἐκ τῶν ἰδίων λόγων ἀπολείπεσθαι ὠφελείας. Ὅλως δὲ, τίνα λόγον ἀκόλουθον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος, μεμηνότι παραπλήσιον γίνεσθαι, καὶ ἐκ τοῦ τῆς γνώσεως Πνεύματος τὸ παρακολουθητικὸν ἀποβάλλειν; Ἀλλ’ οὔτε τὸ φῶς τυφλότητα ἐμποιεῖ, ἀλλὰ τὴν ἐκ φύσεως ἐνυπάρχουσαν ὁρατικὴν δύναμιν διεγείρει· οὔτε τὸ Πνεῦμα σκότωσιν ἐμποιεῖ ταῖς ψυχαῖς, ἀλλὰ πρὸς τὴν τῶν νοητῶν θεωρίαν τὸν ἀπὸ τῶν τῆς ἁμαρτίας κηλίδων καθαρεύοντα νοῦν διανίστησι. Πονηρὰν μὲν οὖν δύναμιν συγχυτικὴν εἶναι διανοίας, ἐπιβουλεύουσαν τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἀπίθανον· θείου δὲ Πνεύματος παρουσίαν ταὐτὸ τοῦτο λέγειν ἐνεργεῖν, ἀσεβές. Ἔπειτα, εἰ σοφοὶ οἱ Ἅγιοι, πῶς οὐκ ἐπηκολούθουν τοῖς προφητευομένοις; Σοφὸς γὰρ (φησὶ) νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορεῖ ἐπιγνωμοσύνην.
PG 30:127Εἰ δὲ ὅτι ἐξέστη Ἰσαὰκ ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ, καὶ Δαβὶδ εἶπεν ἐν τῇ ἐκστάσει αὐτοῦ, διὰ τοῦτο τὴν παραφορὰν καταψεύδονται τῶν ἁγίων, γινωσκέτωσαν τὴν ἔκπληξιν ἔκστασιν εἰρῆσθαι· ὡς τὸ Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξε. Χρὴ δὲ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὡρμημένους, περὶ Θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν, μὴ νοεῖν. Οἷον, κατὰ τὰς κοινὰς προλήψεις ἐστὶ τὴν θείαν φύσιν ἀγαθὴν, καὶ ἀόργητον, καὶ δικαίαν ὁμολογεῖν. Ἐὰν οὖν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον, ἢ μὴ κατ’ ἀξίαν τινὶ χρώμενον, ἡ Γραφὴ λέγει, ζητεῖν προςήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾷν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ Θεοῦ ὑπολήψεις. Καὶ οὕτως ἀπροσκόπως ἐντευξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἐκ δὲ τῶν ἀσαφεστέρων οὐ παραβλαπτόμενοι. Ἐὰν δέ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ, οὐδὲ ἐνεργητικῇ τῶν ὠφελεῖσθαι δυναμένων, καταμανθανέτω πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς κατὰ τὸν βίον πράγμασιν·
ὅτι τοῖς μὲν ἀλόγοις εὔκολον ἔδωκε τὴν πρὸς τὸ ζῇν ἀφορμήν· τροφὰς αὐτομάτους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ ἐκ τριχῶν καὶ πτερῶν ἐνδύματα, ἡ τὰ σύμπαντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγοῦσα, λόγον ἔδωκεν ἀντὶ πάντων, δι’ οὗ αἵ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαντικὴ, γεωργία, χαλκευτική, τὸ τοῖς σώμασιν ἐνδέον ἀναπληρούσης τῆς ψυχῆς τῇ παρουσίᾳ τοῦ λόγου. Ὥσπερ οὖν ἐν τούτοις οὐχὶ βασκαίνων ἡμῖν πρὸς τὸ ζῇν ἀφορμῶν παραπλησίως τοῖς ἀλόγοις συναπογενηθῆναι πάντα ὁ δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο, οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ’ ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. Πρῶτον μὲν, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν πως ἀγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσι.
Διὰ τοῦτο καὶ ἡ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία, καὶ οὐ μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ συγγένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς κατὰ ἐπίκρυψιν ἐν τῇ Γραφῇ δηλουμένοις. Ὅθεν καὶ Ἰωσὴφ καὶ Δανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ αὐτάρκη τὰ τῶν ἐννοιῶν πρὸς τὴν θήραν τῆς ἀληθείας. Πρὸς δὴ τοῦτο χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν ταῖς Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὲ πρὸς τῇ καθαρότητι τοῦ βίου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνοπρεπὲς καὶ μυστικὸν τῶν θείων λογίων ἐκ τῆς συνεχοῦς μελέτης ἐντυπωθῇ τῇ ψυχῇ. Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη, συνίστησιν ὁ Μωϋσέως βίος, ὃς ἐπὶ μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι ἐπαιδεύθη τὰ Αἰγυπτίων, ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετηρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν ἐπὶ τὰς ἐρημίας ἀναχωρήσας, τῇ θεωρίᾳ τῶν ὄντων ἀπεσχόλασε. Καὶ οὕτω λοιπὸν τῆς τοῦ Θεοῦ ἐπιφανείας ἀξιωθεὶς μετὰ τὴν δευτέραν τεσσαρακονταετηρίδα, ἄκων, ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, πρὸς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατηνέχθη.
PG 30:129Καὶ οὐδὲ τότε διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν ἐποπτικὸν ἐπανῄει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτιακὴν εἰδωλομανίαν ὅλα ὑπηνέχθη τὰ πλήθη, τῷ Θεῷ συνόντος τοῦ ἁγίου ἀνδρὸς ἐν τῷ ὄρει. Τοιοῦτος δέ τις καὶ ὁ Ἠλίας, τὸν τῶν ἀνθρώπων ὄχλον ἀποδιδράσκων καὶ περὶ τὰς ἐρημίας φιλοχωρῶν. Εἰ τοίνυν τοῖς Ἁγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμονικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἄλογον τοὺς καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας ἐπιζητεῖν; Τήρει γὰρ καὶ Ἠλίαν, μεθ’ ὅσας ἀναχωρήσεις καὶ ἡσυχίας καὶ καμάτους ἰδεῖν Θεὸν ἠξιώθη. Ὑπόθεσις τοῦ βιβλίου ἡ φανερὰ καὶ αὐτόθεν ληπτή. Ἐπειδὴ κατὰ χρόνους γέγονεν ὁ Προφήτης, ἐν οἷς ἐπλεόνασεν ἡ κακία, τὰ μεγέθη τῶν ἀποκειμένων αὐτοῖς κακῶν διηγεῖται καὶ τὴν αἰτίαν τῆς ὀργῆς τοῦ Θεοῦ προτάσσει, ἵνα εἰς μετάνοιαν αὐτοὺς ἐναγάγῃ. Πρῶτον μὲν ἄρχεται τῶν κατὰ τῆς Ἰουδαίας λόγων. Ἐπειδὴ (κατὰ τὸν Πέτρον) Ὁ καιρὸς ἦν τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα χαλεπαίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσι.
Καὶ ἐν τῷ Ἰεζεκιὴλ ὁ Κύριος, προστάσσων κολάζεσθαι τοὺς ἡμαρτηκότας, Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε (φησί). Διὰ τοῦτο ἀπὸ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ χώρας ἤρξατο, καὶ ἀπὸ τῆς πόλεως ἐν ᾗ τὸ ἁγιαστήριον, ἀπαγγέλλων τὰ ἐπικείμενα· δεύτερον Βαβυλῶνος, εἶτα τῆς Μωαβίτιδος, εἶτα Δαμασκοῦ· πέμπτον Αἰγύπτου, εἶτα τῆς ἐρήμου, εἶτα τῆς Ἰδουμαίας, εἶτα τῆς φάραγγος Σιὼν, εἶτα Τύρου, εἶτα τῶν τετραπόδων. Ἐφεξῆς τούτοις ἐστὶ τὰ περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος τῆς βασιλείας Ἐζεκίου γεγενημένα· μεθ’ ἃ προφητεῖαί εἰσιν ἄνευ τινὸς προγραφῆς πάθη τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας προαγγέλλουσαι, καὶ τὰ περὶ τῶν ἐν τῇ διασπορᾷ, καὶ περὶ τῆς τούτων ἐπανόδου, μετὰ τὸ ἐκπληρωθῆναι τὴν δίκην· καὶ τὰ περὶ Χριστοῦ πάσῃ τῇ προφητείᾳ ἐνεσπαρμένα, ἑκάστου τῶν καθ’ ἱστορίαν λεγομένων, καὶ τοῦ μυστικοῦ συγκαταπεπλεγμένων.

Beginning of the PassageΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 30:131ΑΡΧΗ ΤΟΥ ΡΗΤΟΥ Ὅρασις, ἣν εἶδεν Ἡσαί̈ας, υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα. Τῶν παρ’ ἡμῖν αἰσθητηρίων τὸ ἐνεργεστάτην, τὴν κατάληψιν ἔχον τῶν αἰσθητῶν, ὅρασίς ἐστιν.
Οὔτε γὰρ τὰ φοβερὰ δι’ ἀκοῆς δύνατόν ἐστι γνωρίσαι, ὡς δι’ ὁράσεως· οὔτε τῶν ἐπιθυμητῶν ἄλλη τις οὕτως ἀντιλαμβάνεται δύναμις, ὡς ἡ ὅρασις. Διόπερ ἡ τῶν ἀληθῶν θεωρία (διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον) ὅρασις προσηγόρευται. Ὅθεν καὶ ὁ ὁρῶν ἐκαλεῖτο ὁ Προφήτης, καὶ ὁ ἔμπροσθεν ὁρῶν. Ἐν μὲν γὰρ τῷ Ἀμὼς μεμαθήκαμεν, ὅτι εἶπεν Ἀμασίας· Ὁ ὁρῶν, βάδιζε καὶ ἐκχώρησον εἰς γῆν Ἰούδα, κἀκεῖ προφητεύσεις. Ἔμπροσθεν δὲ ὁρῶν ὁ Σαμουὴλ εἴρηται ἐν ταῖς Βασιλείαις. Ἐκαλεῖτο γὰρ (φησὶν) ὁ Προφήτης ὁ ἔμπροσθεν βλέπων. Καθ’ ὃ μὲν γὰρ ἐπιβλεπτικοὶ τοῦ μέλλοντος ἦσαν, ἔμπροσθεν ὁρῶντες ἐχρημάτιζον· καθ’ ὃ δὲ θεωρητικοὶ τοῦ θείου βουλήματος ἦσαν, ὁρῶντες προσηγορεύοντο. Ἡμέτερον μὲν οὖν ἔργον ἐπιμέλειαν ποιεῖσθαι τοῦ νοῦ, ἵνα γένηται διορατικὸς διὰ τῶν καταλλήλων γυμνασιῶν τελειούμενος· Θεοῦ δὲ δωρεὰ, ἐλλάμψαι ἡμῖν τὸ Πνεῦμα πρὸς τὴν τῶν μυστηρίων αὐτοῦ κατανόησιν. Ὅρασιν δὲ προτάξας, λόγων ἀπαγγελίαν ἐπήγαγεν, ἵνα δείξῃ ὅτι οὐ δι’ ἀκοῆς ἐδέξατο, ἀλλὰ τῷ νῷ ἐντυπωθεῖσαν τοῦ λόγου τὴν διάνοιαν ἐξαγγέλλει. Καὶ γὰρ ἡμῖν φωνῆς μὲν χρεία πρὸς τὸ σημᾶναι ἡμῶν τὰ νοήματα·
ὁ δὲ Θεὸς, αὐτοῦ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος, τὴν τοῦ ἰδίου βουλήματος γνῶσιν αὐτοῖς ἐντυποῖ. Τίς ἡ τοῦ πατρὸς προσθήκη; Ἵνα δείξῃ ὅτι πατρικὸν αὐτῷ τῆς προφητείας τὸ χάρισμα. Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας. Τί βούλεται ἡ ἐπανάληψις; Ὅτι μὲν διὰ τοῦ πρώτου, τὸ κοινὸν τῆς ὁράσεως· διὰ δὲ τοῦ δευτέρου, τὸ ἰδικὸν ἤδη σημαίνει, τίς καὶ ποταπὴ καὶ τίνι διαφέρουσά ἐστιν ἡ ὅρασις. Λόγοι οὖν ὁρατοὶ, τουτέστι νῷ θεωρητοὶ, οὓς ἑώρακεν ὁ Προφήτης, κατὰ τὸ ἐν τῇ Ἐξόδῳ εἰρημένον, ὅτι Πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν. Προοιμιάσαντο δὲ καὶ ἄλλοι Προφῆται παραπλησίως. Ὅρασις Ἀβδίου· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. Καὶ ἐπὶ τὸν Ναούμ· Λῆμμα Νινευή· βιβλίον ὁράσεως Ναοὺμ, τοῦ Ἐλκεσαίου. Καὶ ἐπὶ τοῦ Ἀμβακούμ· Τὸ λῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Καὶ ὁ Μαλαχίας λῆμμα εἶπεν ἄνευ τῆς ὁράσεως, οὕτω λέγων· Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ Ἀγγέλου αὐτοῦ. Καὶ ἐοίκασι διὰ τοῦ λήμματος ἐμφαίνειν, ὅτι οὐκ ἀφ’ ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ἀλλὰ λαβόντες· ὥστε τὸ λῆμμα ἴσον δύνασθαι τῷ δόμα παρὰ Θεοῦ.
PG 30:133Οὗτοι μὲν οὖν ὁράσεως εἶναι τὰ βιβλία φασίν· οἱ δὲ λοιποὶ Προφῆται λόγους ἀκηκοέναι παρὰ Θεοῦ φασιν. Ὁ λόγος γὰρ (φησὶ) Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Ἐν δὲ τῷ Ἀμώς· Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδε περὶ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου, βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Ἀντέστραπται ἡ τάξις ἐνταῦθα, ὡς πρὸς τὸν Ἡσαί̈αν· ἐκεῖ μὲν ὅρασις προτέτακται, καὶ λόγοι ἐπήχθησαν· Ἄκουε, οὐρανέ. Ἐνταῦθα δὲ, λόγων προκειμένων, ὅρασις ἐπηκολούθησε. Λόγοι γὰρ Ἀμὼς, οὐχὶ ὅρασις Ἀμώς· οὐχὶ οὓς ἤκουσεν, ἀλλὰ Οὓς εἶδεν. Ἐν δὲ τῷ Μιχαίᾳ· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. Καί· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ, τὸν τοῦ Βαθουήλ. Καί· Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν. Καί·
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ υἱὸν, τοῦ Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου, τοῦ υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. Ἰδιότροπος δὲ καὶ ἡ τῶν χρόνων ἐπισημείωσις καὶ ἡ τοῦ λόγου ὑποδοχὴ παρὰ τῷ Ἀγγαίῳ εἴρηται· Ἐν τῷ δευτέρῳ γὰρ (φησὶν) ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου. Δοκεῖ δέ μοι τὸ ἐνταῦθα εἰρημένον Ἐν χειρὶ, ἴσον δύνασθαι τῷ παρὰ τοῖς ἄλλοις ἀναγεγραμμένῳ λήμματι. Καὶ ἐπὶ τοῦ Ζαχαρίου δέ· Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ, τὸν Προφήτην. Ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. Ἡ τῶν χρόνων παρατήρησις ἀναγκαία, ἵνα φανῇ τὰ πρὸ πόσου χρόνου προῤῥηθέντα μετὰ πόσον χρόνον ἀπήντησε, καὶ ὅτι ὅτε ἐπλεόνασεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ παρὰ τοῦ Θεοῦ ἐπιμέλεια. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον· Ὠσηὲ, ἐν ἡμέραις Ὀζίου καὶ ἐν ἡμέραις Ἱεροβοάμ· Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἀχάζ· Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμώς.
PG 30:135Τῶν δὲ λοιπῶν οἱ μὲν ἀχρόνως ἀνέγραψαν τὰς προφητείας, οἱ δὲ τὰς τῶν βαρβάρων βασιλείας, ὡς γνωριμωτέρας διὰ τὸ κρατεῖν τηνικαῦτα, παρεσημήναντο. Ἀγγαῖος καὶ Ζαχαρίας, Ἀβδίας τε καὶ Ναοὺμ καὶ Ἀμβακοὺμ, Ἰωνᾶς καὶ Μαλαχίας τῶν χρόνων οὐκ ἐμνήσθησαν, ἀλλ’ οὐδὲ οἱ πλείους πατέρων. Καὶ τάχα οἱ μὲν ἐξ ἐπισήμων πατέρων ἠδύναντο εὐπαράδεκτοι γενέσθαι. Πιστότεροι γὰρ οἱ γνωριμώτεροι· οἱ δὲ ἀσήμων γονέων, παρεσιωπήθησαν. Οὐ μὴν οὗτος Ἀμὼς, ὃν τοῖς δώδεκα συντεταγμένον ἔχομεν, πατήρ ἐστι τοῦ Ἡσαί̈ου· οὔτε γὰρ ἡ ἐκφώνησις ἡ αὐτὴ, οὔτε τὸ ὑπὸ τῆς φωνῆς σημαινόμενον. Τὸ μὲν γὰρ δασυτέρῳ τῷ πνεύματι ἀναφωνεῖται, τὸ δὲ ψιλοτέρῳ. Καὶ τὰ δηλούμενα διάφορα· τὸ μὲν γὰρ τοῦ πατρὸς Ἡσαί̈ου ὄνομα καὶ τὸ τῆς φωνῆς ἰδίωμα, στερέωσιν καὶ δύναμιν καὶ ἰσχὺν ἐμφαίνει· τῷ δὲ τοῦ Προφήτου, λόγος σκληρὸς δηλοῦται. Πρὸ δὲ τοῦ Ἡσαί̈ου ἔοικεν εἶναι ἡ προφητεία τοῦ. Ὠσηὲ, διὰ τὸ εἰρῆσθαι· Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηέ. Γνωστέον μέντοι ὅτι ὁ Ὀζίας οὗτος ὁ αὐτὸς καὶ Ἀζαρίας εἴρηται· ἐν γὰρ τῇ προτέρᾳ τῶν Παραλειπομένων Ὀζίας εἴρηται, ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, πλὴν καὶ πατρὸς τοῦ αὐτοῦ καὶ μητρός.
PG 30:137Ἡ μὲν γὰρ μήτηρ, Χαλία· ὁ δὲ πατὴρ, Ἀμασίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτός· πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὀζίου προεφήτευσεν Ἡσαί̈ας, Ὠσηὲ καὶ Ἀμώς. Ἀλλ’ ἐπειδὴ Ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; Καὶ, ἐπειδὴ ὁ Ἀμὼς πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς ὁράσεως τοῦ Ἡσαί̈ου, ἐν ᾗ φησι· Καὶ ἐπήρθη τὸ ὑπέρθυρον; Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἐπειδὴ κατὰ γενεὰν πονηρὰν ἡ προφητεία ἐγένετο, οὐκ ἔχων ἐν τοῖς ἀνθρώποις τοὺς ἀκούοντας, οὐρανῷ καὶ γῇ διαλέγεται. Ἐπὶ γὰρ τούτων τῶν μαρτύρων ὁ νόμος ἐδόθη, Μωϋσέως εἰπόντος· Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἔπρεπεν οὖν τοὺς ὅτε ἐδίδοτο ὁ νόμος παραληφθέντας μάρτυρας, τοὺς αὐτοὺς κληθῆναι ἐπὶ τῷ ἐλέγχῳ τῆς παραβάσεως τοῦ νόμου. Ἐκκλησιάσατε γὰρ (φησὶ) πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν.
Παρατετήρηται δὲ ὅτι ἐναντίως ἔχει ὡς πρὸς τὴν ᾠδὴν ὁ λόγος, ἐνθάδε. Ἐκεῖ μὲν γάρ· Πρόσεχε, οὐρανὲ (ἢ κατὰ τὰς ἄλλας ἐκδόσεις) Ἐνωτίζου, οὐρανέ· καὶ ἀκουέτω γῆ. Ἐνταῦθα δέ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὅτι ὅταν μὲν τὰ ὑψηλὰ φρονῇ ὁ λαὸς, καὶ Θεοῦ μὴ ἀποστῇ, ὡς ἐκ τοῦ συνεγγὺς ὄντα τὸν οὐρανὸν προσκαλεῖται, καὶ ἐντίθεσθαι εἰς τὰ ὦτα τοὺς λόγους παρακαλεῖ· τοῦτο γάρ ἐστι τὸ Ἐνωτίζου. Ὅταν δὲ μακρυνθῇ τῶν οὐρανίων, ὡς μακρὰν ὄντι αὐτῷ διαλέγεται· Ἄκουε, οὐρανέ. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς. Διὰ τοῦτο Μωϋσῆς μὲν ὡς ἐγγὺς ἔχων τὸν οὐρανὸν, διὰ τὴν προκοπὴν τοῦ λαοῦ· Πρόςεχε, οὐρανὲ, ἤ· Ἐνωτίζου, ὡς οἱ λοιποί. Ἡσαί̈ας δὲ, ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, καὶ τὰ γήϊνα φρονοῦντος, ὡς συνεγγὺς τὴν οὖσαν, τὴν γῆν εἰς τὰ ὦτα τοὺς λόγους δέχεσθαι ἐπιτάσσει. Τοῦτο γάρ ἐστι τὸ ἐνωτίζεσθαι. Ἢ μετωνυμικῶς οὐρανὸν μὲν τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας, ὡς πόλιν λέγομεν τοὺς ἐν τῇ πόλει, καὶ γῆν τοὺς ἐν αὐτῇ πάντας, πρὸς τὸ μὴ ἐντεῦθεν περιελκυσθῆναι ἡμᾶς ἔμψυχα νομίζειν τὸν οὐρανὸν καὶ τὴν γῆν.
PG 30:139Οὕτω γὰρ καὶ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς, ἐκ τοῦ τὰς ἐπουρανίους δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ γνῶσιν ἐνιδρυμένην ἔχειν. Καὶ ἡ γῆ, ὑποπόδιον, διὰ τὸ τοὺς ἐπὶ γῆς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Κατὰ τοῦτο εἴρηται· Ἀνὴρ πανοῦργος, θρόνος αἰσθήσεως· θρόνος δὲ ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Ὥσπερ καὶ αἰσθήσεως θρόνος, ὁ αἰσθητικὸς καὶ ἔμφρων, οὕτως Θεοῦ θρόνος, ὁ χωρήσας τὰ ἀνωτάτω περὶ Θεοῦ διηγήσεως. Ὅτι Κύριος ἐλάλησε. Φοβερὸν τὸ παρακούειν τῶν τοῦ Θεοῦ λόγων. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ὢ τῆς φιλανθρωπίας. Δικαιολογεῖται ὁ Δεσπότης, ἵνα μετὰ τὰς ἀποδείξεις ἐπαγάγῃ τὰ πρὸς ἀξίαν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Σύνθετος ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος· ἡ σάρξ, ἀπὸ τῆς γῆς· ἡ ψυχὴ, οὐρανία. Ἐπεὶ οὖν πρὸς ἀμφότερα αὐτῷ ἡ συγγένειά ἐστιν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Γενέσεως εἴδη δύο. Ἡ μὲν, ἡ κατὰ Θεὸν μόρφωσις, ἐξ ἔργων καὶ παραδοχῆς δογμάτων ἐπιτελουμένη· ὡς γεννᾷ Παῦλος διὰ τοῦ Εὐαγγελίου, καὶ τοὺς ἐκπεσόντας ὠδίνει, καὶ διαμορφοῖ ἀναπλάσσων αὐτοὺς εἰς εὐσέβειαν.
Ἡ δέ τίς ἐστιν, ἡ εἰς τὸν βίον εἴσοδος, ὡς τὸ Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς. Ἀμφοτέρας οὖν αὐτοῖς προφέρει, καὶ ὀνειδίζει, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς γένεσιν ἀχθέντες, καὶ κατ’ εἰκόνα Θεοῦ γενόμενοι (τοῦτο γάρ ἐστι τὸ καὶ γεννηθῆναι καὶ ὑψωθῆναι) οὔτε ὡς Κτίστῃ ηὐχαριστήσατε, οὔτε ὡς πατρὶ ἑαυτοὺς ὡμοιώσατε· ἀλλὰ διὰ τῆς πρὸς τὸ χεῖρον τροπῆς ἠθέτησαν μὲν τὸν Θεὸν, πατέρα δὲ ἑαυτῶν ἐποίησαν τὸν διάβολον. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται. Καὶ ὁ Κύριος δὲ τοῖς πονηρευομένοις φησίν· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Μεγάλη μὲν οὖν κατηγορία, καὶ τὸν υἱὸν ὄντα καὶ τῆς σωματικῆς γενέσεως τετυχηκότα, ἀγνώμονα εἶναι περὶ τὸν γεννήσαντα. Ἀφορήτου δὲ μίσους ἄξιος ὁ καὶ ὑψωθεὶς τῷ γενέσθαι τῶν οὐρανίων μέτοχος, καὶ μηδὲ οὕτως ἐπιμένων τῇ πρὸς τὸν εὐεργέτην ἀγάπῃ. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκε. Βοὶ̈ καὶ ὄνῳ συγκρίνεται ὁ ἀθετήσας Θεόν. Ἐπειδὴ γὰρ Ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνησι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
Τοιοῦτοι δέ εἰσιν οἱ μὴ κατὰ λόγον, ἀλλὰ κατὰ πάθος ζῶντες, ἐκ τῆς ἀλογίας πρὸς τὸν κτηνώδη βίον ὑποφερόμενοι. Τὰ σύντροφα δὲ τοῖς ἀνθρώποις καὶ γνώριμα πρὸς τὴν εἰκόνα παρέλαβεν, ἵνα αἰσχυνώμεθα, καὶ τούτων ὄντες ἀσυνετώτεροι, καὶ μηδὲ ἧς παρὰ τῶν ἀλόγων εὐνοίας τυγχάνομεν, ταύτης αὐτοὶ τῷ κτίσαντι ἡμᾶς μεταδιδόντες. Βοῦς μὲν γὰρ, ὁ συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπιγινώσκει. Ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς τῆς καταλύσεως συνήθεις τόπους ὁρμᾷ. Εἰ οὖν τοῖς ἀλόγοις τοσαύτη πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια, πόσον ἡ λογικὴ φύσις τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται; Παρατήρει δὲ, ὅτι ὁ βοῦς πλείονα τὴν σύνεσιν ἔχειν παρὰ τὸν ὄνον μεμαρτύρηται· ὁ μὲν γὰρ αὐτὸν ἔγνω τὸν κτησάμενον, ὁ δὲ τὴν φάτνην μόνον, δεικνύντος τοῦ λόγου, ὅτι τὸ γαστρίμαργον ζῶον τὸν τῆς ἡδονῆς μόνον γνωρίζει τόπον· ὁ δὲ ἔχει τινὰ καὶ αὐτοῦ τοῦ καλοῦ καὶ ὠφελίμου σύνεσιν. Διόπερ, ὡς ἀνοικείως ἐχόντων τῶν ζώων πρὸς ἄλληλα, ἐν Δευτερονομίῳ ἀπηγόρευται ἀροτριᾷν ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό·
PG 30:141τουτέστι, τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ τῶν βοῶν μέλει τῷ Θεῷ· ἀλλὰ δι’ ἡμᾶς πάντως ἐγράφη. Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται· Μακάριος γὰρ ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ, τουτέστι ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θεραπεύων. Ὥσπερ γὰρ τὸ ζῶον ἀχθοφορικὸν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς τῷ βάρει τῆς ἁμαρτίας καταπεφόρτισται. Καὶ βοῦς μὲν τὸν κτησάμενον ἔγνω, Ἰσραὴλ δέ με οὐκ ἔγνω, τὸν Κτίσαντα· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ ἐπέγνω, Ἰσραὴλ δέ με οὐ συνῆκε. Καὶ φάτναι μὲν πολλαὶ, ἀλλ’ ὅμως ὁ ὄνος τῆς τοῦ κεκτημένου αὐτὸν φάτνης οὐκ ἀποσφάλλεται. Θεὸς δὲ εἷς, καὶ ὁ ἀγνώμων λαὸς ἐπὶ τοὺς μὴ ὄντας θεοὺς ἀποπλανᾶται. Ἐμὲ οὐ συνῆκε, τὸν δι’ οὐρανοῦ γνωριζόμενον· τὸν διὰ γῆς καὶ θαλάσσης δεικνύμενον, τὸν διὰ ἡλίου, καὶ σελήνης, τὸν διὰ τῶν ἀστέρων, τὸν διὰ πάσης τῆς κτίσεως καταμηνυόμενον. Οἰκείως δὲ τῇ μὲν τοῦ βοὸς εἰκόνι ὁ Ἰσραὴλ ἀποδέδοται, τῇ δὲ τοῦ ὄνου ὁ ἁπλῶς λαός.
Ὅσῃ γὰρ βοὶ̈ πρὸς ὄνον ἡ διαφορὰ, τοσοῦτον τοῦ Ἰσραὴλ, ὃς ἑρμηνεύεται ὁ ὁρῶν Θεὸν, πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα τὸ διάφορον. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται· ὡς τὸ Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Καὶ τὸ Ἵνα τὶ ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι, κατὰ τὴν ἐν πονηρίᾳ αὔξησιν γίνονται λαὸς πλήρης ἀνομιῶν, καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, ἐπὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι. Ὡς γὰρ ἡ κατ’ ἀρετὴν προκοπὴ ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω τὴν αὔξησιν ἔχει, οὕτως ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται. Σπέρμα δὲ πρὸς υἱοὺς πολὺ τὸ ἀκόλουθον καὶ κατ’ αὐτὴν τὴν φύσιν ἔχει·
PG 30:143ἀπὸ τοῦ σπέρματος γὰρ εἰς τὸ υἱοὺς γενέσθαι προκόπτει, οὐ μόνον κατὰ τὰς σωματικὰς γενέσεις, ἀλλὰ καὶ κατὰ τὴν ἐν ψυχῇ αὔξησιν, ἐκ τῶν τῆς διδασκαλίας σπερμάτων, εἰς τὴν πρὸς τοὺς διδάξαντας ἐξομοίωσιν τῶν ὑποδεξαμένων τὰ διδάγματα προκοπτόντων, καὶ διὰ τοῦτο υἱῶν χρηματιζόντων, ἤτοι υἱῶν τῆς βασιλείας, ὅταν τὰ σωτήρια δεξάμενοι σπέρματα, κατ’ αὐτὰ τελειοῦνται· ἢ τῆς γεέννης υἱῶν, ἐὰν ἐκ πονηρῶν διδαγμάτων τῇ ἀπωλείᾳ προσοικειῶνται. Μεγάλη δὲ κατηγορία, ὅλον ἔθνος ἁμαρτωλὸν χρηματίζειν, ὡς μηδένα ἐν αὐτῷ κατορθοῦν· καὶ λαὸν πλήρη ἁμαρτιῶν, ὡς πᾶν εἶδος ἀνομίας ἐπιτηδεύεσθαι παρ’ αὐτῶν, ἀλλὰ καὶ τὰ τῆς κακίας πρὸς ἑαυτὴν ἐναντιώματα εὑρίσκεσθαι, καθὼς εἴρηται· Πεπληρωμένους πάσης ἀδικίας· καὶ τὸ Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων· καὶ παρὰ τοῦ Σωτῆρος δέ· Πληρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν. Σπέρμα πονηρόν. Τὸ παρὰ τοῦ ἐχθροῦ ἀνθρώπου τῷ καθαρῷ σίτῳ ἐπισπαρὲν ζιζάνιον, ὃ, εἰς τελείωσιν ἐλθὸν, υἱὸς ἐγένετο ἄνομος, υἱὸς ὢν ἀπωλείας καὶ υἱὸς γεέννης. Διὰ τοῦτο καὶ θρήνου ἀξιοῦνται οἱ, ἀντὶ τοῦ υἱοὶ Ὑψίστου εἶναι, υἱοὶ γενόμενοι ἄνομοι·
καὶ ἀντὶ τοῦ μεῖναι ἐν τῇ θειοτέρᾳ γεννήσει, σπέρμα γενόμενοι πονηρόν. Πλὴν ὅτι ἡ ἐν ἔθει πονηρία αὐτῶν πρῶτον τῶν ἐχόντων ἐστὶ φθαρτική· τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον. Ἐγκαταλίπατε τὸν Κύριον καὶ παρωξύνατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τίς μείζων κακίας ἀπόδειξις, ἣ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον; Τὸ αὐτὸ δὲ καὶ παρὰ τῷ Ἱερεμίᾳ κατηγοροῦνται· Ἐμὲ γὰρ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος. Κατὰ δὲ τὴν ποσότητα τῆς ἐγκαταλείψεως τὸ μέτρον ἕκαστος ἑαυτῷ θησαυρίζει τῆς ἐν τῇ ἀνταποδόσει ὀργῆς. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τοῦτο ἀπὸ τοῦ Θεοδοτίωνος προσετέθη, οἱονεὶ ἑρμηνεία τοῦ ἐγκαταλιπεῖν, τὸ ἀπαλλοτριοῦσθαι τοῦ Θεοῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ἀποπτώσεως. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει, μακρύνων ἑαυτὸν τοῦ Κυρίου καὶ διὰ τοῦτο ἀπολλύμενος. Ἰδοὺ γὰρ (φησὶν) οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὖν βιώσωμεν, ὡς μηδέποτε τὰ παρελθόντα κρείττονα εἶναι τῶν μελλόντων, ἢ τῶν ἐνεστηκότων. Τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς ἀπαγορεύει·
PG 30:145Μὴ εἴπῃς, ὅτι ἡμέραι αἱ πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας· ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὁ γὰρ Ἰεζεκιήλ φησιν· Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. Τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν; Τὸ λεγόμενον τοιοῦτόν ἐστι· ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν παιδεύων ὑμᾶς ἐμαστίγουν. Μὴ μετανοοῦσιν, ἀλλ’ ἔτι ἐξαμαρτάνουσιν ἐπῆγον ἀεὶ καὶ προσετίθουν τὰς μάστιγας, ὡς πᾶν μέρος τοῦ σώματος ἀπὸ τῶν ἐν νουθεσίᾳ πληγῶν κατειλῆφθαι. Τοῖς μὲν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε; Πάσας διεξεληλυθότες τὰς πληγὰς, πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων. Συντριμμὸς ὑμᾶς μένει.
Ἀποροῦντος ἡ φωνὴ καὶ ἀπογιγνώσκοντος τὴν διόρθωσιν, ὡς ἐν τῷ Ἰεζεκιήλ· Ὁ ζῆλός μου ἀποστήσεται ἀπὸ σοῦ, καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί. Τῶν δὲ περιστατικῶς συμβαινόντων, τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται, τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων, ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις οὖν ὡς ἀπεγνωσμένοις οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ’ ἀφανισμὸς ἀπειλεῖται. Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται καὶ οὐδαμοῦ ἡ διόρθωσις, πάσης κεφαλῆς ὀδυνομένης καὶ πάσης καρδίας σκυθρωπαζούσης; Οὐ πάντως τὸ μέλος τοῦ σώματος λέγει τὴν κεφαλὴν, ὡς περὶ αὐτὴν μόνην τῆς ὀδύνης ἐστηριγμένης· ἀλλὰ Πᾶσα κεφαλὴ, ἀντὶ τοῦ τὸν καθ’ ἕνα ἄνθρωπον, κατὰ τὴν συνήθειαν τῆς Γραφῆς· Λάβετε γὰρ ἀπαρχὴν πάσης συναγωγῆς Ἰσραὴλ, κατὰ συγγενείας, κατὰ δήμους, κατ’ οἴκους πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν.
PG 30:147Ἐπειδὴ γὰρ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάντας ἔφθασε, καὶ πᾶσα καρδία λυπηρά, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὰ ἁμαρτήματα. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Τὸ Κεφαλὴ ἐπὶ ὅλου ἔλαβε τοῦ ἀνθρώπου. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, διὰ τὰς ἐφ’ ἑκάστῳ ἁμαρτήματι παρὰ τοῦ ἐπιμελουμένου αὐτῶν ἐπενεχθείσας μάστιγας. Εἶτα ἐπειδὴ τραῦμα λύσις ἐστὶ τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης, καὶ ὡς ὁ μώλωψ ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος, καὶ τοῦτο δὲ κατά τι μέρος συνίσταται καὶ ἡ φλεγμονὴ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός, ὁ λόγος τί φησι περὶ τῶν ὅλων δι’ ὅλου, τῇ ἀσθενείᾳ κατειλημμένων;
Ὅτι οὐχ ὡς τραῦμα (φησὶν) οὐδὲ ὡς μώλωψ, οὐδὲ ὡς πληγὴ φλεγμαίνουσα, οὕτως ὑμῶν ἡ ἀῤῥωστία ἥψατο, ἀλλὰ ἡνωμένως ἐπίκειται ὑμῖν τὸ κακὸν, ὡς πάντα εἶναι συγκεχυμένα, καὶ τραῦμα εἶναι, καὶ μώλωπα, καὶ πληγήν. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἐπειδὴ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἀῤῥωστία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον, ὡς πρὸς τὰ τραύματα. Οὐ χρεία (φησὶ) τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ τὰ συμπτώματα, ἢ ὥστε τούτοις ἐνδοῦναι. Τραύματα μὲν οὖν ἐστι τὰ ἐν Ἐκκλησίᾳ σχίσματα· μώλωπες δὲ, αἱ ὕπουλοι καρδίαι· φλεγμονὴ δὲ, ἔπαρσις ψυχῆς, ἐξ ἀλόγου οἰήσεως ὀγκουμένης, καὶ διὰ τοῦτο ἐπαιρομένης κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. Μάλαγμα μὲν οὖν ἐστιν ὁ μετὰ πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος· ἔλαιον δὲ, ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν καὶ ὕπουλον καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολόγων καταλεαίνων· κατάδεσμος δὲ, λόγος ὁ τὰ πρὸς διάστασιν ἐπειγόμενα συγκρατῶν. Ἡ γῆ ὑμῶν ἔρημος· αἱ πόλεις ὑμῶν πυρίκαυστοι·
PG 30:149τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπειδὴ ἀπέγνω τῆς διορθώσεως, ἀπειλεῖ τὸν ἀφανισμόν. Ταῦτα δὲ οὐκ ἐπὶ τῶν χρόνων Ἡσαί̈ου γέγονεν· ἀλλὰ σύνηθες τῇ προφητείᾳ τὰ μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα, λέγειν, ὡς τὸ Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Διὰ γὰρ τὴν ἐπὶ τῇ ἐκβάσει τῶν προαγορευθέντων πεποίθησιν, ὡς ἀναντιῤῥήτως ἐκβησομένων, τὸ μέλλον ἔσεσθαι τῷ παρελθόντι συνάπτεται. Συμβέβηκε δὲ ταῦτα ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, τήν τε γῆν κενωθῆναι τῶν οἰκητόρων καὶ τὰς πόλεις ἐμπρησθῆναι καὶ ὑπὸ τῶν ἐκ τῆς Μηδείας ἀποσταλέντων ἐποίκων τὴν χώραν ἐσθίεσθαι, βλεπόντων τῶν καταλειφθέντων· ὅτε καὶ ἐγένετο πᾶσα ἡ χώρα κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Κατὰ δὲ τὰς ὑψηλοτέρας ἐννοίας, τὰς ἡμῖν προσοικειούσας τὰ παλαιὰ, ὅταν ἀποστῶμεν ἀπὸ Θεοῦ τοῦ ἡμετέρου καὶ διαπετάσωμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, παραδιδόμεθα ἀλλοτρίοις τοῖς ἐρημοῦσιν ἡμᾶς καὶ καταστρέφουσιν. Ἔξεστι γὰρ θεωρῆσαι πάντα τὰ ἠπειλημένα συμβαίνοντα τοῖς ἁμαρτάνουσιν. Ἡ γῆ ὑμῶν ἔρημος.
Γῆν πολλαχοῦ τὴν ψυχὴν ὁ λόγος λέγει, τὴν ὑποδεχομένην τὰ τοῦ λόγου σπέρματα, ὡς ἐν τῷ Εὐαγγελίῳ δεδιδάγμεθα διὰ τῆς παραβολῆς τοῦ Κυρίου, ὅτι τὰ μὲν ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν δεκτικὴν μαθημάτων θείων, καὶ πρὸς καρποφορίαν εὔθετον. Ἔρημος δὲ, ἡ σοφίαν μὴ ἔχουσα, μηδὲ λόγον, μηδὲ κατὰ δικαιοσύνην βιοῦσα, μηδὲ ἐν ἀληθείᾳ πορευομένη. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πόλις ἐστὶ σύστημα ἀνθρώπων, ἐκ διαφόρων ἐπιτηδευμάτων ἐπὶ κοινωνίᾳ βίου συγκεκροτημένον· ὅπερ διὰ τὸ πολλὴν ἔχειν τὴν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον καὶ καλάμην, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται, καὶ γίνεται τὰ συστήματα τῶν ἀσεβῶν πυρίκαυστα. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν, ὅταν ἐκ προτέρου βίου καὶ πολιτείας ἀγαθῆς πεπληρωμένης τῆς ψυχῆς τῶν καρπῶν τοῦ Πνεύματος (ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος) ἐπιπεσόντες ἀλλότριοι λογισμοὶ, καταναλίσκωσι τὰ προπεπονημένα. Ἀλλὰ ἐὰν καὶ ἐν τῇ πράξει τῶν κατὰ τὸν βίον τὸ πρακτικὸν τῆς ψυχῆς ἔκδοτον δῶμεν δαιμονίοις ἀκαθάρτοις, γίνεται ἡ γῆ ἡμῶν κατεστραμμένη ὑπὸ ἀλλοτρίων. Θεοῦ γὰρ γεώργιον, Θεοῦ οἰκοδομή ἐσμεν.
Ἕως ἐσμὲν κλήματα, μένοντα ἐν τῇ ἀμπέλῳ, τῷ Χριστῷ φέροντα τοὺς καρποὺς τοὺς ἐπιβάλλοντας ἡμῖν, Θεὸν ἔχομεν γεωργόν· ἐὰν δὲ ἀποστῶμεν τῆς ζωοποιοῦ ῥίζης, τῆς εἰς Χριστὸν πίστεως, ξηραινόμενοι βαλλόμεθα ἔξω, καὶ καιόμεθα. Καὶ ἡ ἐκ τῆς διδασκαλίας οἰκοδομὴ ἡμῶν, παρὰ τὸ καθῆκον βιούντων, καταστρέφεται. Ἐὰν γὰρ μὴ ἐπιμένωμεν τῷ θεμελίῳ τῶν Ἀποστόλων, ἐποικοδομοῦντες τὰ τίμια, ὡς μὴ ἔχοντες θεμέλιον καταῤῥηγνύμεθα, καὶ γίνεται τὸ πτῶμα ἡμῶν μέγα· οἱονεὶ γὰρ κατεσθίει σωφροσύνην μὲν ἡ ἀκολασία· καὶ τὸ ἁπλοῦν ἐν μεταδόσει ἡ φιλαργυρία καὶ τὸ ἀγαπητικὸν ἡ φιλεχθρία. Ἐλεεινὸν οὖν τὴν εὐθηνοῦσαν τῇ ἀγαθῶν καρποφορίᾳ ψυχὴν κατάβρωμα γίνεσθαι τοῖς ὑπεναντίοις, οἳ οὐκ ἀρκοῦνται ἡμῶν τῇ ἐρημώσει, ἐὰν μὴ καὶ τὴν καταστροφὴν ἐπαγάγωσιν. Ἡ μὲν γὰρ καταστροφὴ ἐν τῶν πονηρῶν διδαγμάτων γίνεται, οἷον ἐδαφιζομένης τῆς ψυχῆς τῶν ἀποσφαλλομένων· ἡ δὲ ἐρήμωσις στέρησίς ἐστι τῶν προπεπολιτευμένων. Τοῦτο δὲ ῥᾳδίως γίνεται περὶ τὴν ἀνθρωπίνην ψυχήν.
PG 30:151Ὅρα γάρ μοι νέον τινὰ ἐκ παιδὸς τεθραμμένον ἐν βίῳ σεμνῷ, εἰς οἴκους ἀπαντῶντα τῶν προσευχῶν φιλοπόνως, τῆς κατὰ δύναμιν εὐποιίας μὴ ἀμελοῦντα, μεμνημένον κρίματος αἰωνίου, ἀντεχόμενον λόγου διδασκαλίας. Εἶτα ὀλισθήσαντα εἰς τὴν πορνείαν, πῶς μετὰ τὸν ἀφανισμὸν τῆς σωφροσύνης καὶ τὴν ἐρήμωσιν τῶν καρπῶν, λοιπὸν καὶ ἡ παντελὴς αὐτῷ καταστροφὴ ἀκολουθεῖ. Οὐκ ἄγει δὲ αὐτὸν ἡ πονηρὰ συνείδησις εἰς τὸν τόπον τῆς προσευχῆς, διότι ἐν τῇ τάξει τῶν πιστῶν οὐχ ἕστηκεν· ἐξέπεσε γάρ· ἐν δὲ τῇ τῶν ὑποκλαιόντων χώρᾳ οὐχ ἵσταται, αἰσχύνεται γάρ. Ἐντεῦθεν ὄκνος εἰς προσευχὴν, προφάσεις πεπλασμένας ἐπινοῶν πρὸς τοὺς ἐπιζητοῦντας. Ὁ δεῖνά με (φησὶν) ἐπείγει καὶ οὐκ ἀναμένω τὴν σύναξιν. Καὶ διὰ τόδε πάλιν πρὸ τῆς τῶν πιστῶν εὐχῆς ὑπεξῆλθεν, ὅ τι ἂν τύχῃ πλασάμενος. Εἶτα ἐκ τῆς κατὰ μικρὸν συνηθείας μελέτη αὐτῷ πρὸς ἀποστασίαν ἐγγίνεται, καὶ εἰς παντελῆ ἀπώλειαν περιάγεται. Καθόλου δὲ ἴδιον τῶν πονηρῶν δυνάμεων, μετὰ τὸ ἐρήμους ἀποδεῖξαι τῶν καρπῶν τῆς δικαιοσύνης, μὴ ἀφίστασθαι, πρὶν ἂν καὶ τοῖς κατὰ τὴν γνῶσιν σφάλμασι περιβάλωσιν.
Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Ἀπόδειξιν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἔχει ἡ τῶν ὁμοίων ἀντίδοσις. Ἐγκατέλιπε Κύριον, διὰ τοῦτο ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών. Ἔτι δὲ ἔχεται τῆς φιλανθρωπίας, θυγατέρα ὀνομάζει, ἐκ τοῦ προτέρου αὐτὴν ὀνόματος ἀνακαλῶν, ὃ εἶχε πρὶν ἀλλοτριωθῆναι. Ἐγκαταλειφθήσεται ὡς σκηνὴ ἐν ἀμπελῶνι. Εἰς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ σκηναὶ πήγνυνται. Ὅταν μὲν οὖν εὐθηνῇ τοῖς οἰκείοις καρποῖς ἡ ἄμπελος, σπουδάζεται ἡ σκηνὴ καὶ πάσης ἀξιοῦται ἐπιμελείας, ὥστε ἀπ’ αὐτῆς κατοπτεύειν τὸν φύλακα, μήποτε τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν· ὅταν δὲ ἄκαρπος ᾖ, ἀμελεῖται ἀναγκαίως τῆς ἀμπέλου τὰ φυλακτήρια. Διὰ τοῦτο τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ, ὡς μὴ καρποφοροῦντος τὰ ἐπιβάλλοντα. Φοβηθῶμεν οὖν εἶναι ἄκαρποι, μὴ ἐγκαταλειφθῶμεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι. Ὅταν μὲν οὖν καρποφορῇ ἡ ψυχὴ ἄξια τῶν αἰωνίων ἀποθηκῶν, παραμένει καὶ φυλάσσει καὶ πόῤῥωθεν ἀπείργει τὰς τοῦ μονιοῦ τοῦ ἀγρίου ἐπιβουλάς.
PG 30:153Ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ καὶ βότρυν πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνει τὴν ἄκαρπον ψυχὴν, καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους, καὶ πάσης ἀλόγου ἐπιθυμίας καταπατεῖται. Πολλαχοῦ δὲ τροπικῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προςαγορεύει, ὡς τὸ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· καὶ Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· καὶ Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Εἰ δὲ ὁ Ἰσραὴλ ἀμπελὼν, σκηνὴ δὲ τῆς ἀμπέλου ταύτης ὁ οἶκος τάχα ὁ τοῦ ναοῦ. Σκήνωμα γὰρ δόξης ἐλέγετο, καὶ Σκήνωμα, οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἕως μὲν οὖν ὅτε ἐποίει καρπὸν πολὺν, καὶ ἡ σκηνὴ διὰ τὴν τῶν καρπῶν φυλακὴν συνειστήκει. Ἐπεὶ δὲ ὁ φυτεύσας αὐτὴν ἔμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας (αἷς τὸν Κύριον ἐστεφάνωσαν) καὶ ἐστράφη πᾶσα εἰς πικρίαν, ἐποίει γὰρ σταφυλὴν χολῆς καὶ βότρυν πικρίας, (διὸ καὶ εἰς τὸ βρῶμα ἔδωκαν τῷ Κυρίῳ χολήν)διὰ τοῦτο ἐγκατελείφθη ἡ σκηνὴ τοῦ ἀμπελῶνος. Ἰδοὺ γὰρ (φησὶν) ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τότε ἐπληρώθη ἡ ἀπειλὴ αὕτη· ἐγκατελείφθη γὰρ Ὡς σκηνὴ ἐν ἀμπελῶνι· ἐξ ἐκείνου λοιπὸν καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα.
Διὰ τοῦτο οὐκέτι προφῆται παρ’ αὐτοῖς, οὐκέτι οὐρανία χάρις, ἀλλὰ γέγονεν εἰς χέρσον καὶ καταπάτημα. Οἵ τε γὰρ φραγμοὶ τοῦ λαοῦ ἐκείνου καθῃρέθησαν, ὁ ὑπερασπισμὸς τῶν ἁγίων Δυνάμεων· κἄν τι ἐργάσωνται κατὰ τὸν νόμον, εἰς ἀπώλειάν ἐστι. Διὰ τοῦτο νῦν μὲν Τρυγῶσιν οἱ παραπορευόμενοι τὴν ὁδὸν καὶ ὗς ἐκ δρυμοῦ ἐλυμήνατο, καὶ μονιὸς ἄγριος κατενεμήσατο, νῦν δὲ αἱ ἀόρατοι δυνάμεις καταπατοῦσιν αὐτούς. Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Εἰς φυλακὴν τῶν σικύων τὰ φυλακτήρια τῆς ὀπώρας κατασκευάζεται. Σικυήλατον οὖν ἐστι τόπος προσκαίρων καὶ ὀλιγοχρονίων καρπῶν οἰστικὸς, τέρψιν τινὰ μᾶλλον, ἢ ὠφέλειαν παρεχομένων. Τοιοῦτος δὲ καὶ ὁ νόμος, ὀλιγοχρόνιον ἔχων τὴν χρῆσιν. Πρόσκαιρος γὰρ ἡ λατρεία καὶ πρὸς ὀλίγον ἀνθήσασα· εἶτα τῇ ἀληθινῇ καὶ στερεωτέρᾳ τροφῇ, τῇ κατὰ τὸ Εὐαγγέλιον διδασκαλίᾳ τὴν πολιτείαν μεταπαρέδωκεν. Ἐγκαταλειφθήσεται οὖν ἡ Σιὼν, καὶ ὡς ὀπωροφυλάκιον, τὸ φυλακτήριον τῆς ὀπώρας. Ἡ δὲ ὀπώρα οὐχὶ στερεὰ τροφὴ καὶ μόνιμος, ἀλλ’ ἁπαλὴ καὶ πρόσκαιρος. Τοιοῦτος δὲ ὁ νόμος, μίμημα ἔχων λατρείας, οὐκ αὐτὴν τὴν ἀλήθειαν· διότι ὑπόδειγμά ἐστι καὶ σκιὰ τῶν ἐπουρανίων.
PG 30:155Ἐπεὶ δὲ καὶ ἡ καθέκαστον ψυχὴ ἀμπέλῳ παρεικάζεται, ὡς ἐν ψαλμῷ· Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα· καὶ ὁ Κύριος Ἐγὼ (φησὶν) ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· μήποτε καὶ εἰς ἡμᾶς φθάνῃ τὰ ἠπειλημένα, ὅταν μὴ ἀποδίδωμεν τοὺς ἐπιβάλλοντας ἡμῖν καρπούς. Τάχα γὰρ σκηνὴ μέν ἐστι τὸ σῶμα, ᾧ ἐνοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ οἴδατε (γὰρ) ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Ἀμπελὼν δὲ ἡ ψυχὴ, τὴν καρποφορίαν ἀξίαν τῆς ἐξ ἀρχῆς φυτείας καὶ τῆς τοῦ Θεοῦ γεωργίας ἀπαιτουμένη. Ἐφυτεύθη γὰρ ἀληθινὴ κατ’ εἰκόνα τοῦ ἀληθινοῦ Θεοῦ γενομένη· γεωργεῖται δὲ ταῖς κατὰ μέρος ἐπιμελείαις τοῦ Κτίσαντος, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει, ἵνα πλείονα καρπὸν φέρῃ. Ἐὰν γὰρ ἑαυτοὺς ἐπιδῶμεν τῇ καθαρότητι τοῦ βίου, συλλαμβάνεται ἡμῖν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν ὁ Θεὸς, τελειῶν τὴν περὶ τὸ ἀγαθὸν σπουδὴν καὶ προθυμίαν.
Ὥσπερ οὖν κλαδεύεται ἄμπελος ἀπὸ τῆς ἐν τοῖς περιττοῖς φορᾶς κωλυομένη, οὕτω καὶ ψυχῆς τὴν περὶ τὰ μάταια σπουδὴν περικόπτομεν, πᾶσαν αὐτῆς τὴν δύναμιν ἐπὶ τὴν τῶν σπουδαίων ἔργων καρποφορίαν ταμιευόμενοι, μήπως, ὑλομανήσασα ἐν τῷ ἐπιδεικτικῷ κόσμῳ, πρὸς τὴν τῶν ἀνθρώπων ἀρέσκειαν τὴν ὅλην ἑαυτῆς δύναμιν ἐκκενώσῃ, οἱονεὶ περὶ φύλλα καὶ ἕλικας, τὸ σχῆμα τοῦ κόσμου, ἀσχοληθεῖσα. Ἀλλὰ καὶ σκάπτεται ἡ ψυχὴ πάντα εἰς τὴν ἰδίαν τροφὴν, οἰκειοῦσα τὰ παρακείμενα, καὶ οὕτως ἑαυτὴν εὐτρεπίζουσα πρὸς τὴν ὑποδοχὴν τῶν διδαγμάτων τοῦ Πνεύματος. Ὥσπερ γὰρ μὴ σκαφεῖσα ἄμπελος ἀδιάπνευστός ἐστι καὶ τῆς ἐκ τοῦ ὕδατος ὠφελείας διὰ τὴν πυκνότητα τῆς παρακειμένης γῆς ἀνεπίδεκτος, οὕτως ἡ μὴ ἀποσκευασαμένη τὰ σωματικὰ ψυχὴ καὶ ἐκ τοῦ βάρους αὐτῶν ἀναπνεύσασα, ἄγονος διαμένει τῷ βάρει τῶν ὑλικῶν πεπιλημένη, καὶ διὰ τοῦτο, τῆς ἄνωθεν μὴ μεταλαμβάνουσα βοηθείας, ἄκαρπος μένει. Τῆς δὲ ἀκάρπου ψυχῆς ἀφίσταται μὲν τὸ Πνεῦμα τὸ ἅγιον· πίπτουσι δὲ οἱ φραγμοὶ, αἱ τῶν Ἀγγέλων βοήθειαι· εἰσπίπτουσι δὲ οἱ ξένοι, οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν περὶ τὴν γνῶσιν ἁμαρτημάτων ἐνεργητικαὶ δυνάμεις.
PG 30:157Τά τε πάθη προκαταλαβόντα λυμαίνει, ὑὸς δίκην ἀλόγιστα ὁρμῶντος καὶ καλινδουμένου ταῖς δυσωδίαις. Καὶ τότε πληροῦται ἐπὶ τὴν τοιαύτην ψυχὴν τὸ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι. Ἀλλὰ Καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. Οἱ μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης καρποφοροῦντες, ἀλλὰ τοῖς εὐφθάρτοις καρποῖς τοῦ κόσμου τούτου ἐπαγαλλόμενοι, οἱ πλούτῳ πεποιθότες, οἱ δόξῃ ἐπαιρόμενοι, οἱ ἐπ’ εὐγενείᾳ προγόνων, ἢ εὐεξίᾳ σωματικῇ μέγα φρονοῦντες, σικυηράτῳ ἐοίκασιν, ἄτροφον καρπὸν γεωργοῦντες, φυσήματος ἀλαζονικοῦ ὑποπιμπλῶντα καὶ ὄγκῳ ματαίῳ τὴν ψυχὴν ἐξοιδαίνειν καὶ ὑπερφυσᾶσθαι παρασκευάζοντα. Ὧν ἐφιέμενος ὁ ἐπιθυμητὴς λαὸς, ἐτάφη ἐν ἐρήμῳ. Ἔκλαιον γὰρ (φησὶ) μνησθέντες τῶν σικύων καὶ τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ ἂν φάγοι Ἰσραηλίτης, ὁ τῷ οὐρανίῳ ἄρτῳ, τῷ μάννα τρεφόμενος, ὃν ἐξουδενοῦντες οἱ τότε, τῶν κρομμύων ἐπεθύμουν. Ἃ μὴ πάθωμεν καὶ ἡμεῖς τὸν ἡδονικὸν βίον τοῦ λογικοῦ προτιμῶντες.
Κρομμύοις γὰρ τῷ ὄντι καὶ σκορόδοις αἱ διὰ τοῦ σώματος ἡδοναὶ προσεοίκασι, πολὺ μὲν τὸ δριμὺ καὶ ἐρεθιστικὸν παρεχόμεναι, δυσωδίαν δὲ χαλεπὴν καὶ δυσέκνιπτον ἐναφιεῖσαι τῷ βάθει, οἷς ἂν ἐγγένωνται, δακρύων δὲ πλῆθος τοῖς δεχομένοις αὐτὰς προξενοῦσαι. Ἐν ταῖς ἀπειλαῖς δέ ἐστι καὶ τὸ ὡς πολιορκουμένην πόλιν ἐγκαταλειφθήσεσθαι. Περικαθέζονται ἡμᾶς οἱ πολέμιοι, ἐπιτηροῦντες ἡμῶν τὴν ἄνεσιν ἵνα ἀφυλάκτοις ἡμῖν ἐπιθῶνται. Ὥσπερ οὖν ἐκπολιορκηθεῖσα πόλις, διαρπασθέντος τοῦ πλούτου τοῦ ἐναποκειμένου αὐτῇ, οὐ πύλας ἔχει κεκλεισμένας, οὐ φύλακας ἐπὶ τῶν τειχῶν ἀγρυπνοῦντας, οὕτω ψυχὴ τῶν ὑπαρχόντων αὐτῇ παρὰ τῆς θείας δωρεᾶς θησαυρῶν ἐκκενωθεῖσα, ὡς ἀναξία λοιπὸν τῆς θείας φρουρᾶς ὑπερορᾶται. Διὰ τοῦτο εἴρηται τὸ Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Πρὸς οὖν τὸ οὕτω γρηγορεῖν καὶ νήφειν, εὐχόμεθα, ἵνα καὶ διὰ τοῦ αὐτοὶ ἐπαγρυπνεῖν ἡμῶν τῇ φυλακῇ ζητῶμεν, ἵνα μὴ νυστάξῃ, μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ· Ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
PG 30:159Ὅταν δὲ διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐγκαταλείπῃ ἡμῶν τὴν φρουρὰν, ἕτοιμοι εἰς διαρπαγὴν καὶ αἰχμαλωσίας καὶ ἀπαγωγὰς τοῖς πολεμίοις ἐκκείμεθα. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Εἰ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν καὶ ὅλος ὁ λαὸς πλήρης ἀνομιῶν καὶ πάντες υἱοὶ ἄνομοι, ποῖον ἐναφείθη σπέρμα τῷ Ἰσραὴλ, τὸ κωλῦσαν τὰ Σοδόμων καὶ Γομόῤῥας αὐτὸν ὑπομεῖναι παθήματα; Τὸ μὲν γὰρ ἐνυπάρχον σπέρμα τῷ Ἰσραὴλ, σπέρμα ἦν πονηρὸν, οὐχὶ σωτηρίας αἴτιον, ἀλλ’ ἀπωλείας ἄξιον. Ποῖον οὖν ἦν τοῦτο; Μήποτε περὶ οὗ εἴρηται ἐν ἐπαγγελίαις τῷ Ἀβραὰμ τὸ Σοὶ δώσω καὶ τῷ σπέρματί σου; Οὐ γὰρ εἶπε (φησὶ) καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐπὶ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο οὖν τὸ σπέρμα, τοὺς, ὅσον ἐπὶ τῇ ἀξίᾳ τῶν βεβιωμένων, ὀφείλοντας, παθεῖν τὰ Σοδόμων καὶ πυρὶ καὶ θείῳ ἐκτριβῆναι διὰ τὴν κακίαν φθάνουσαν εἰς τὸ Σοδομητικὸν μέτρον, τῇ παρ’ ἑαυτοῦ παρουσίᾳ ἐκώλυσεν. Ἀλλ’ ὅμως καὶ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν, Τὸ μὲν λεῖμμα κατ’ ἐκλογὴν χάριτος ἐσώθη·
οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρεδόθησαν τῇ καταστροφῇ, ὥς φησιν Ἀμώς· Κατέστρεψα γὰρ ὑμᾶς, καθὼς κατέστρεψε Κύριος Σόδομα καὶ Γόμοῤῥα· καὶ οὐδὲ οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος. Καίτοι πολλάκις ἀπειλήσας, πολλάκις ἐφείσατο· ὕστερον δὲ ἐπήγαγε τῇ ἀμετανοήτῳ καρδίᾳ τὰ ἄξια τῶν ἔργων πάθη. Ἐν γάρ τινι Προφήτῃ ὁρμᾷ μὲν πρὸς τὴν ἐκδίκησιν διὰ τὴν ἀδικίαν τοῦ λαοῦ· ἐπέχει δὲ διὰ τὴν οἰκείαν φιλανθρωπίαν· Τί σε διαθῶ, Ἐφραί̈μ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἄδαμα θήσομαί σε καὶ ὡς Σεβοί̈μ. Αὐταὶ δέ εἰσι τῆς Σοδομητικῆς πενταπόλεως. Εἶτα ὑπερβολῇ φιλανθρωπίας εὐθὺς ἐπάγει· Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Ἀλλ’ ὅμως ὅτε εἰς τὴν ἐσχάτην παρανομίαν ἐξέπεσαν, κατεπρήσθη μὲν τὸ ἱερὸν, ἡ δὲ πόλις πᾶσα πυρίκαυστος γέγονε, λιμῷ δὲ καὶ λοιμῷ καὶ στάσει καὶ ἐπιβουλαῖς ταῖς κατ’ ἀλλήλων ἐξανηλώθησαν. Τὸ μέντοι μέρος τῶν πιστευσάντων εἰς Χριστὸν διεσώθη ἀπὸ τοῦ παντὸς τοῦ Ἰσραὴλ, ἐν ὀλίγοις εὑρηθείσης τῆς ἐκλογῆς·
PG 30:161ὅπερ ὡς ζύμη γενόμενον τοῖς ἔθνεσι, πάντας πρὸς τὴν οἰκείαν εἵλκυσεν ὁμοιότητα, ὥστε καὶ ἀπ’ ἐκείνου καὶ Ἰσραὴλ χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ εἶναι τὸν ἐν τῷ κρυπτῷ Ἰουδαῖον καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον, τὸν ἐξ ἐθνῶν πεπιστευκότα. Ἐπεὶ δὲ Σόδομα ἑρμηνεύεται ἔκκλισις, Γόμοῤῥα δὲ στάσις, καὶ τοιοῦτόν τινα νοῦν ἡμῖν ὑποβάλλει ἡ ἑρμηνεία τῶν ὀνομάτων, ὅτι εἰ μὴ ἦλθε τὸ σπέρμα ὃ ἐπήγγελτο, οὐδὲν ἐκώλυεν ἡμᾶς εἰς παντελῆ ἀπώλειαν ἐκπεσεῖν, ἐκκλίναντας ἀπὸ τοῦ Θεοῦ. Καὶ εἰ μὴ εἰρήνη ἡμῖν ἐπεφάνη ἐξ ὕψους, Ἡ ὑπερέχουσα πάντα νοῦν, ἕκαστος ἂν ὑπὸ τῆς ἰδίας στάσεως καὶ τοῦ ἐνοικοῦντος. αὐτῷ πολέμου ἐξανηλώθημεν· τὰ γὰρ πάθη τῆς ἁμαρτίας καὶ πᾶσαι αἱ κατὰ ἀλογίαν κινήσεις, θορύβους ἀσινήτους καὶ στάσιν ἀδιάλλακτον ἐμποιεῖν πεφύκασι ταῖς ψυχαῖς. Αἰσθομένη οὖν τῆς ὠφελείας ἐκ τῆς τοῦ Σωτῆρος παρουσίας, ὃς ὡς σπέρμα μικρὸν διὰ τῆς ἀνθρωπείας σαρκὸς ἐνέπεσεν ἡμῶν τῷ βίῳ, ταῦτα λέγει ἐν εὐχαριστίας εἴδει ἡ Ἐκκλησία· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων·
προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας, ἵνα δείξῃ, ὅτι ἡ τοῦ σπέρματος τοῦ ἐγκαταλειφθέντος αὐτῇ παρὰ Κυρίου Σαβαὼθ παρουσία αἰτία αὐτοῖς γέγονε τῆς σωτηρίας. Ἐπεὶ, ὅσον τὸ ἐπ’ αὐτοῖς, τοῖς παθήμασι τῆς Σοδομηνῆς ὑπόδικοι ἦσαν, ἄρχοντας αὐτοὺς Σοδόμων καὶ λαὸν Γομόῤῥας προςαγορεύει ὑπὲρ τὴν κακίαν τὴν τῶν ἀρχόντων, διὰ τὸ οἱονεὶ μητρόπολιν μὲν εἶναι τῆς πονηρίας τὰ Σόδομα, ταύτης δὲ αὐτῆς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. Διὰ τί δὲ ἄρχοντες Σοδόμων; Ἢ διότι καθάπερ ἐκεῖνοι παρῃτοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, ὅτε ἐξαιρεῖσθαι τοὺς παρ’ αὐτῷ ἐπιξενωθέντας ἐσπούδαζε, λέγοντες· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν, οὕτω καὶ οὗτοι τὸν δίκαιον Κριτὴν παρῃτοῦντο, κράζοντες· Σταυροῦ, σταυροῦ· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον. Πολλῷ δὲ μείζων ἐνταῦθα ἡ μοχθηρία· οἱ μὲν γὰρ εἰς ξένους καὶ μηδὲν ἠδικηκότας ἠσέλγαινον· οἱ δὲ εἰς Τὸν τὰ μεγάλα αὐτοὺς καθ’ ὑπερβολὴν εὐεργετήσαντα· κἀκεῖνοι μὲν εἰς ξένους, οὗτοι δὲ Τὸν εἰς τὰ ἴδια ἐλθόντα· κἀκεῖνοι μὲν εἰς Ἀγγέλους, οὗτοι δὲ εἰς τὸν Θεόν. Διὰ τοῦτο δικαίως τῆς τῶν Σοδομιτικῶν ἀρχόντων προσηγορίας ἠξίωνται.
PG 30:163Ἀλλ’ ὅμως τούτους εὐεργετῶν ὁ Θεὸς εἰς τὴν τῶν ὠφελίμων αὐτοῦ λόγων ἀκοὴν προκαλεῖται, τὸν δὲ ὑπὸ τούτων ἀρχόμενον λαὸν καὶ ἐκ τῶν πονηρῶν διδαγμάτων Γομόῤῥας λαὸν χρηματίζοντα, εἰς τὴν τοῦ νόμου προσοχὴν ἐπιστρέφει, τοῖς μὲν ἐντρεχεστέροις τὸ ἀκοῦσαι προστάσσων, τοῖς δὲ ἀσυνέτοις τὸ προσέχειν, ἢ τὸ ἐνωτίζεσθαι, ὅπερ ἕτεροι ἐκδεδώκασιν. Ὅση δὲ λόγου πρὸς νόμον διαφορὰ, τοσαύτη καὶ τοῦ ἀκούειν πρὸς τὸ ἐνωτίζεσθαι· ὁ μὲν γὰρ νόμος κανὼν δικαίων ἐστὶ καὶ ἀδίκων, προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον, οὗ φυλακτικός ἐστιν ὁ πολὺς, κἂν τὸ ἐν αὐτῷ ὠφέλιμον ἀγνοῇ· ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς, καθ’ ἣν τάδε τινὰ διατέτακται. Καὶ μάλιστα ὁ καθ’ ἡμᾶς λόγος, ὑψηλῶς τὸν νόμον καὶ πνευματικῶς ἐξηγούμενος, τιμιώτερός ἐστι τῆς ψιλῆς κατὰ τὸ γράμμα παρατηρήσεως. Τί δὲ τὸ ἀκούειν τοῦ ἐνωτίζεσθαι διαφέρει; Ὅτι τὸ μὲν ἀκούειν διανοίας ἐστὶν, ὡς δηλοῖ ὁ Κύριος, διεγείρων εἰς τὸ συνετῶς κατακούειν τοῦ βουλήματος τῶν λεγομένων, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· τὸ δὲ ἐνωτίζεσθαι, ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσί. Διὸ καὶ ὁ λαὸς ἐν τῇ Ἐξόδῳ φησί·
Πάντα, ὅσα ἐὰν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα. (Καίτοιγε ἀκολουθότερον ἦν εἰπεῖν, ἀκουσώμεθα καὶ ποιήσωμεν). Ἀλλὰ τὸ μὲν ποιῆσαι παντός ἐστι τοῦ παχυτάτου τὴν διάνοιαν, οἷον τηρῆσαι σωματικῶς τὸ σάββατον καὶ ἀπέχεσθαι βρωμάτων καὶ περιτεμεῖν τῇ ὀγδόῃ καὶ τὸ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθῆναι ἐν τῷ ναῷ· τοῖς δὲ λόγοις τούτων ἐπιβαλεῖν, τοῦ τελείου ἤδη καὶ ἐπὶ πολὺ διαβεβηκότος τῇ γνώσει. Φασὶ δὲ μίαν ταύτην αἰτίαν εἶναι, τὴν κινήσασαν εἰς τὴν κατὰ τοῦ Προφήτου ἐπιβουλὴν τοὺς τότε. Οἱ δὲ ἄρχοντες Σοδόμων πότερον διὰ τὸ πονηρῶν ἀρχεῖν προσηγορεύθησαν, ἢ διὰ τὸ πονηροὶ εἶναι; Δύναται γάρ τις κακῶν ἄρχων αὐτὸς ἀπηλλάχθαι τῆς κακίας τῶν ἀρχομένων. Ἀλλ’ εἰ μὲν περὶ τοῦ λαοῦ ἀπεσιωπήθη, τυχὸν ἂν εἶχέ τινα χώραν ἡ ἀμφιβολία· νῦν δὲ τῷ λαὸς Γομόῤῥας ὁ λαὸς ὠνομάσθαι, τὸ ἧττον ψεκτὸν τοῦ λαοῦ παρὰ τοὺς ἄρχοντας αὐτῶν, τοῦ λόγου δηλοῦντος διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς πενταπόλεως, καὶ αὐτὴν ἔχειν τὰ οἱονεὶ ἀρχεῖα τῆς πονηρίας, καὶ τῆς ἐν πᾶσι κακοῖς ὑπεροχῆς ἠξιῶσθαι. Ἄρχοντας δὲ Σοδόμων ἡ ἱστορία οὐ παραδέδωκε, πλὴν τῶν βασιλέων τῶν ἡττηθέντων·
PG 30:165διὰ μέντοι τὸν πεπαῤῥησιασμένον τούτων τῶν ἀδικούντων ἔλεγχον, ὁ Ἀπόστολός φησι περὶ τοῦ Ἡσαί̈ου· Ἀποτολμᾷ καὶ λέγει. Χρήσεται δέ ποτε τούτοις ὁ ἐν δόγμασιν ὑγιέσι καὶ ἀνεπιλήπτῳ βίῳ τυγχάνων πρὸς ἄρχοντας Ἐκκλησιῶν παρανόμως βιοῦντας, καὶ λαὸν ἐκκλίνοντα καὶ ἀχρείως πολιτευόμενον. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Ἕν τῶν ὀφειλόντων ἀκουσθῆναι παρὰ τῶν ἀρχόντων καὶ παρὰ τοῦ λαοῦ φυλαχθῆναι, τὸ Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ. Πῶς δὲ διὰ θυσιῶν τῶν ἐν πλήθει προσαγομένων ἄνευ ἀξιολόγου μετανοίας ἐλπίζετε εὑρήσειν τινὰ ἀπολύτρωσιν ταῖς ψυχαῖς ὑμῶν; Οὐ γὰρ ἐν αἵματι ζώων, οὐδὲ ἐν σφαγαῖς ἐπιβωμίοις, ἀλλ’ ἐπὶ καρδίᾳ συντετριμμένῃ Θεὸς ἱλάσκεται. Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἐν δαπάναις μὲν ἀφειδεῖς, μὴ μετανοοῦντας δὲ διὰ τῶν ἔργων, ἁρμόσει λέγεσθαι. Διὰ τοῦτο οὐχὶ καθόλου θυσίας παραιτεῖται ὁ λόγος, ἀλλὰ τὰς Ἰουδαϊκάς· Τί γάρ μοι πλῆθος (φησὶ) τῶν θυσιῶν ὑμῶν; Καὶ τὸ μὲν πλῆθος ἀποπέμπεται· μίαν δὲ θυσίαν ἐπιζητεῖ.
Αὐτὸς ἕκαστος ἑαυτὸν προσαγέτω τῷ Θεῷ, παριστῶν ἑαυτὸν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, διὰ τῆς λογικῆς λατρείας θύων τῷ Θεῷ θυσίαν αἰνέσεως. Ἐπειδὴ δὲ τὸ πλῆθος τῶν κατὰ τὸν νόμον θυσιῶν ὡς ἀχρεῖον ἐκβέβληται, μία θυσία προσεδέχθη, ἐπ’ ἐσχάτων τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἀνενεχθεῖσα· ὁ γὰρ Ἀμνὸς τοῦ Θεοῦ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου, ἑαυτὸν ἀνενεγκὼν προςφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας. Πλήρης εἰμί. Ἐνταῦθα καλῶς ἔχει περιορισθῆναι τὴν ἀνάγνωσιν, καὶ ἀπὸ ἄλλης ἀρχῆς ἄρξασθαι τῶν ἑξῆς. Τὸ μὲν γὰρ πεπληρῶσθαι τῆς ἰδίας μακαριότητος καὶ ἀνενδεῶς ἔχειν ἑαυτοῦ, πρεπωδέστατον τῷ Θεῷ· τὸ δὲ τῆς ἀπὸ τῶν ὁλοκαυτωμάτων κνίσης καὶ τοῦ αἵματος τῶν σφαζομένων πεπληρῶσθαι λέγειν, ἀνάξιον τοῦ Θεοῦ. Πλήρης οὖν ἐστιν, ἀφ’ οὗ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν, καὶ Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Δαίμοσι μὲν γὰρ διὰ τὸ φιλήδονον καὶ ἐμπαθὲς αἱ θυσίαι φέρουσί τινα ἡδονὴν καὶ χρείαν, ἐκθυμιώμεναι, διὰ τῆς καύσεως ἐξατμιζομένου τοῦ αἵματος, καὶ οὕτω διὰ τῆς τοιαύτης λεπτοποιήσεως εἰς τὴν σύστασιν αὐτῶν ἀναλαμβανομένου.
PG 30:169Ὅλοι γὰρ δι’ ὅλων τρέφονται τοῖς ἀτμοῖς, οὐ διὰ μασσήσεως καὶ κοιλίας, ἀλλ’ ὡς αἱ τρίχες τῶν ζώων καὶ ὄνυχες καὶ ὅσα τοιαῦτα, εἰς ὅλην ἑαυτῶν τὴν οὐσίαν τὴν τροφὴν καταδέχεται. Διὰ τοῦτο λίχνως περὶ τὰς κνίσας ἐπτόηνται καὶ τὸν ἐκ τοῦ λιβανωτοῦ καπνὸν, ὡς ἐπιτήδειον αὐτοῖς εἰς τροφὴν, ὑπερασπάζονται. Καὶ τάχα ἐστί τις ἐν τοῖς ζώοις πρὸς τὰς ἰδιότητας τῶν δαιμονικῶν σωμάτων οἰκείωσις. Καὶ οἵ γε τὸ βούλημα αὐτῶν ἐκλαβόντες, τόδε τῷδε ὡς οἰκειότερον εἰς τροφὴν προσκομίζουσι. Θεῷ δὲ πρέπουσα φωνὴ τὸ Πλήρης εἰμί. Οὐδενὸς οὖν ἐφίεμαι, ἀλλ’ ἐμαυτοῦ τὰ πάντα. Τὸ ἀγαθὸν γάρ ἐστι, οὗ πάντα ἐφίεται. Ἀγαθὸς δὲ ἀληθινῶς ὁ Θεός. Πηγή εἰμι πληρότητος. Οὐχὶ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Καὶ Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Διὰ τοῦτο αὐτός τε εἰμὶ ἀνενδεὴς καὶ οἷς ἂν προσγένωμαι, τὴν πληρότητα ἐπάγω. Ἀπ’ ἐμοῦ πληροῦνται οἱ Ἅγιοι. Στέφανος πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Καὶ Παῦλος μετὰ τὴν ἐπίγνωσιν πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν εἰς Ἱερουσαλήμ. Ἐκ ταύτης τῆς πληρώσεως καὶ Ἀβραὰμ ἦν πρεσβύτερος καὶ πλήρης ἡμερῶν.
Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται. Ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων, οὐ βούλομαι. Καὶ ταῦτα τοῦ λόγου ἐστὶ τοῦ ἀκουομένου καὶ τοῦ νόμου τοῦ παραδεχθῆναι ταῖς ἀκοαῖς ὀφείλοντος. Σκόπει δὲ εἰ μὴ ἀντινομοθετεῖ ταῦτα καὶ ἀντιδιατάσσεται τοῖς διὰ Μωϋσέως· εἴπερ ἐκεῖ μὲν ἐπιζητεῖ, ἐνταῦθα δὲ ἀποστρέφεται. Καὶ πῶς ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως πάντα γένηται; Ἢ μήποτε ὁ λόγος παρίστησιν, ὅτι τὸ μὲν σωματικὸν τοῦ νόμου παρεντάσσει, πνευματικῶς δὲ καὶ ὑψηλῶς ἐν μεγαλονοίᾳ προσῆκεν αὐτὸ ἐξηγεῖσθαι; Οὐ γὰρ κριὸν τὸ ζῶον πάντως (φησὶν) ἐπεζήτησα, ἀλλὰ τὸν νοῦν τὸν ἡγεμονικὸν τῆς ψυχῆς, μὴ μεριζόμενον ταῖς γηί̈ναις μερίμναις, οἱονεὶ διὰ πυρὸς καθαρθέντα καὶ δόκιμον ἀποδειχθέντα ὅλον ἐπιζητῶ ἐμοὶ ἀναπεμφθῆναι. Οὐδὲ στέαρ ἀρνῶν ἀποκνισσοῦσθαι πυρὶ πρὸς τὸ λεπτότατον, ἀλλὰ τρόπων ἁπλότητα ἀπὸ τῆς ἀκάκου ψυχῆς ἐμοὶ ἀνατίθεσθαι. Καὶ οὐχὶ αἷμα ταύρων καὶ τράγων προσχεῖσθαι τῇ βάσει τοῦ θυσιαστηρίου·
ἀλλὰ τὸ ἐπιθυμητικὸν καὶ θυμοειδὲς τῆς ψυχῆς διὰ φιλοπόνου προσευχῆς, καὶ τῆς εἰς τὰ ἅγια προσεδρείας ἐξαναλίσκεσθαι. Τήρει δέ, ὅτι οὐχὶ πᾶν αἷμα εἶπε μὴ βούλεσθαι, ἀλλὰ τόδε τὸ αἷμα, τὸ ἐκ τῶνδε τῶν ζώων. Αἷμα γὰρ τὸ ἐπ’ ἐσχάτων τῶν αἰώνων ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν (ὃ καὶ κρεῖττον λαλεῖ παρὰ τὸ τοῦ Ἄβελ) οὐκ ἂν εἶπε μὴ βούλεσθαι, ἀλλὰ μετατίθησι τὰς θυσίας ἐπὶ τὸ πνευματικὸν, ἐπειδὴ καὶ ἱερωσύνης μετάθεσις μέλλει γίνεσθαι. Εἰ γὰρ παραιτεῖται τὰς σωματικὰς θυσίας, παραιτεῖται δηλονότι τὸν κατὰ νόμον ἀρχιερέα. Πῶς γὰρ τελειωθῶσι τὰς χεῖρας οἱ κατὰ νόμον ἀρχιερεῖς, τοῦ κριοῦ τῆς ὁλοκαυτώσεως, ᾧ ἐπετίθεσαν τὰς χεῖρας, μηκέτι προσαγομένου; Πῶς δὲ ῥαντισθῶσιν οἱ μηκέτι διὰ τοῦ αἵματος ῥαντιζόμενοι; Οὕτως οὖν ἀμφότερα ἵσταται, καὶ ὁ κατὰ Μωϋσέα νόμος, καὶ ἡ παρεισαγωγὴ τοῦ κρείττονος. Ἐκβάλλονται τοίνυν οἱ ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀντεισέλθῃ. Οὐκέτι αἱ τοῦ ἐνδελεχισμοῦ θυσίαι· οὐκέτι αἱ κατὰ τὴν ἡμέραν τοῦ ἱλασμοῦ· οὐκέτι ἡ σποδὸς τῆς δαμάλεως καθαρίζουσα τοὺς κεκοινωμένους. Μία γὰρ θυσία, ὁ Χριστὸς, καὶ ἡ κατ’ αὐτὸν νέκρωσις τῶν Ἁγίων·
εἷς ῥαντισμὸς, τὸ λουτρὸν τῆς παλιγγενεσίας· ἓν ἁμαρτίας λυτήριον, τὸ ἐκχυθὲν ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου αἷμα. Διὰ τοῦτο ἀθετεῖ τὰ πρῶτα, ἵνα τὰ δεύτερα στήσῃ. Οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἀπὸ κοινοῦ τὸ, οὐ βούλομαι. Οὐ μόνον τὸν περὶ θυσιῶν νόμον ἀθετεῖ, ἀλλὰ καὶ τὸν περὶ τοῦ δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν τρὶς τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου. Ἐπεὶ οὖν οὐ μετεβλήθησαν ἀπὸ τοῦ ἄδικοι εἶναι καὶ σκολιὰ ἔχειν τὰ ἐπιβούλια, ἐξέβαλεν αὐτοὺς τῶν ἑαυτοῦ ὀφθαλμῶν. Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους, Καὶ Εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὀργὴν δὲ τὴν εἰς οἰκέτας ἐμφαίνει δεσπότου, τὸ ἀφαιρεῖσθαι τὴν παῤῥησίαν αὐτῶν τῆς ἐντεύξεως. Τὸ δὲ εἰς τρὶς τὴν περὶ Θεοῦ θεωρίαν ἐκτείνεσθαι, δηλοῖ τὴν ἐν Τριάδι τῆς θεολογίας ἐπίγνωσιν. Διὰ τοῦτο δὲ ἄῤῥενας ὡς ἀξίους τῶν θείων ὀφθαλμῶν προετίμησεν, ἐνδεικνύμενος ὅτι συντόνους ψυχὰς παγίως καὶ κραταιῶς ἐπιτελούσας τὰ δόγματα, ἀλλὰ οὐχὶ ἁπαλὰς καὶ εὐκόλους καὶ ἐκτεθηλυμένας, ὁ λόγος ἐπιζητεῖ. Διὰ τοῦτο Τρὶς τοῦ ἐνιαυτοῦ (φησὶν) ὀφθήσεται πᾶν ἀῤῥενικὸν ἐνώπιόν μου· ὃ καὶ αὐτὸ σωματικῶς παρὰ τοῦ σαρκίνου Ἰσραὴλ ἀγόμενον παραιτεῖται.
PG 30:175Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἔδειξε ποῖα ταῦτα, τὰ σωματικὰ τοῦ νόμου· τὸν κριὸν τὸν ὁλοκαυτούμενον καὶ τὸ στέαρ τῶν ἀρνῶν καὶ τὸ αἷμα τῶν ταύρων καὶ τράγων, καὶ τὸ τῷ σώματι ἀπαντᾷν εἰς τὸν ναὸν, ὡς τῶν θείων ὀφθαλμῶν προσεγγισμοῦ δεομένων εἰς τὸ ἰδεῖν, ἄλλως δὲ μὴ φθανόντων ἐπὶ τοὺς πόῤῥω. Ταῦτα (φησὶ) τὰ οὕτω ταπεινὰ καὶ γήϊνα τίς ἐξεζήτησεν ἐκ τῶν χειρῶν ὑμῶν; Ὁρᾷς ὅσην βίαν καὶ ἀνάγκην ἐπάγει πνευματικῶς πως ἐκλαμβάνειν τοῦ νόμου τὸ βούλημα. Εἰ γὰρ παρὰ Θεοῦ μὲν ὡμολόγηται δεδόσθαι τοῦ νόμου τὰ ῥήματα, ταῦτα δὲ νῦν γινόμενα οὔ φησιν ἐκζητεῖν ὁ Θεὸς, σαφῶς καὶ ἀναντιῤῥήτως ἀνάγειν ἡμῶν τὸν νοῦν ἐπὶ τὴν πνευματικὴν θεωρίαν τοῦ νόμου βιάζεται· μονονουχὶ κράζων καὶ διαμαρτυρόμενος· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, μᾶλλον ἢ ὁλοκαύτωσιν. Καὶ τὸ Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ· ἀλλ’ ἢ τὸ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεον καὶ ἑτοιμάζεσθαι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου. Καὶ τὸ Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.
Καὶ ἔοικεν ὁ πᾶς περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων λόγος ἐν τῷ περὶ ἐλέους καὶ ἀγάπης ἐμπεριέχεσθαι λόγῳ, ἐπεὶ καὶ ὅλος ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν. Καὶ ὁ περὶ τῶν ἑορτῶν δὲ τόπος τῷ αὐτῷ εἴδει τῆς ἐξηγήσεως ὑπαχθήσεται, ὥστε καὶ τὸ Πάσχα μὴ ἑορτάζειν ἡμᾶς Ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Θυομένου πρὸς ἑσπέραν, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τοῦ ἀληθινοῦ προβάτου Χριστοῦ, οὗ ἡ σὰρξ ἀληθῶς ἐστι βρῶσις, καὶ κατοικεῖν ἐν σκηναῖς οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν, ἀλλὰ πάντα τὸν χρόνον τῆς παροικίας ἡμῶν, ἀναμένοντας τὴν ἀληθινὴν πατρίδα, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καὶ Πεντηκοστὴν ἄγειν ἑπτὰ ἑβδομάδων συντελουμένων, τουτέστιν, ὡς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὄντας ἀπεγνωκέναι τοῦ βίου. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Φοβερὰ ἀπειλὴ τοῖς αἰσθανομένοις. Ἀλλὰ τῶν ἐκ τῆς Ἐκκλησίας τινὲς πρὸς τὴν ζημίαν ταύτην ἀναισθητοῦσι, καὶ οἱ μὲν δυνάμενοι ἀπαντᾷν, ῥᾳθυμοῦσιν· οἱ δὲ δι’ ἁμαρτήματα καταδικασθέντες, ἀδιαφοροῦσιν. Ἐνδείκνυται δὲ ὁ λόγος τὴν ὑβριστικὴν εἴσοδον τῶν κατηγορουμένων, ὡς καταπατούντων τὰ ἅγια.
Ὁ μὲν οὖν τέλειος εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν Ἁγίων εἴσω τοῦ καταπετάσματος, τουτέστι διαβὰς τὰ σωματικὰ, γυμνῇ τῇ θεωρίᾳ τῶν θείων νοημάτων ὁμιλήσει· ὁ δὲ ὑποδεέστερος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τοῦ κατὰ τὴν τῶν σωματικῶν λατρείαν διακονικοῦ ἐφάψεται. Ὁ δὲ ἄρτι εἰσαγόμενος εἰς τὴν εὐσέβειαν, τῇ αὐλῇ μόνῃ ἐντυχεῖν ἐπιτρέπεται· ὁ δὲ καὶ ταύτης ἀπεωσμένος, ἔξω ἐστὶ τῶν τόπων τῆς εὐσεβείας. Ἡλίκος οὖν ὁ κίνδυνος, καὶ ὃ δοκεῖ τις ἔχειν, καὶ τοῦτο ἀφαιρεθῆναι. Ὁ μέντοι Ἅγιος ὑπεραγαπῶν τὸν Θεὸν, πάντα τὰ τοῦ Θεοῦ σύμβολα ὑπερασπάζεται, λέγων· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Οἶδε γὰρ ὅτι ἄλλως ἀδύνατον ἐξανθῆσαι, καὶ ἀρχὴν λαβεῖν εἰς καρποφορίαν, μὴ ἐν ταῖς αὐλαῖς γενόμενον τοῦ Κυρίου. Εὐεργετῶν δὲ αὐτοὺς ὁ Θεὸς, τῆς Ἰουδαϊκῆς αὐλῆς αὐτοὺς ἐξοικίζει, ἵνα τῇ αὐλῇ τῶν Χριστοῦ προβάτων προςφύγωσι, καὶ γένηται μία ποίμνη, εἷς ποιμήν. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι. Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα ὑμῶν, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου.
Σαφῶς παρωθεῖται τὴν σωματικὴν ἐκδοχὴν, ἐπαγγειλάμενος νόμον Θεοῦ καὶ εἰς προσοχὴν μετὰ μεγάλων ὀνειδῶν τούς τε ἄρχοντας καὶ τὸν λαὸν διεγείρας. Οὐδὲν μὲν γὰρ παρ’ ἑαυτοῦ ἀπαγγέλλει, τὰ δὲ παλαιὰ διαγράφει, τοῦτον λέγων εἶναι νόμον Θεοῦ καὶ διαταγὴν Θεοῦ, τὸ μηδὲν γίνεσθαι τῶν νῦν τελουμένων. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Πολλαχοῦ χρῆται ἐπὶ τῶν θυσιῶν τῇ σεμιδάλει· ποτὲ μὲν ἀκατάσκευον ἐλαίου μόνου ἐπιχυθέντος, ποτὲ δὲ ἄνευ ἐλαίου, ὡς ἐπὶ τῆς ζηλοτυπίας, ἄλλοτε λάγανα, ἄλλοτε ἄζυμα, ἄλλοτε μόνον φύραμα, ἀναπεποιημένης ἐλαίῳ τῆς σεμιδάλεως. Νῦν ταύτης τὴν χρῆσιν ματαιώσας, τὸ πλεῖστον μέρος τῶν θυσιῶν διέγραψε. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἄλλα τοῦ λόγου αἰνισσομένου, ἀφέντες τὸ βούλημα τοῦ νομοθέτου, τὴν πᾶσαν πραγματείαν περὶ τὴν ματαιότητα τῶν σωματικῶν ἐπιδείκνυσθε. Ἔδει γὰρ τὸν σῖτον εἰς τὸν λόγον μεταλαμβάνειν (σπερματικῶς ὑμῶν ἐγκείμενον ταῖς ψυχαῖς) καὶ πάσης αὐτὸν κοσμικῆς ἐννοίας ἀπογυμνώσαντας, αὐτῷ χρῆσθαι καθ’ ἑαυτὸν ἐν τῇ ἀύ̈λῳ καὶ καθαρᾷ θεραπείᾳ Θεοῦ. Καὶ τοῦτό ἐστι πνευματικὴ σεμίδαλις, λόγος περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος.
Ἡ μὲν οὖν σωματικῶς νοουμένη καὶ προσφερομένη κατὰ τὸν Ἰουδαϊκὸν τρόπον σεμίδαλις, μάταιον. Τὸ θυμίαμα δὲ ἤδη καὶ βδέλυγμά ἐστι τῷ Κυρίῳ. Βδελυκτὸν γὰρ τῷ ὄντι τὸ οἴεσθαι τὰς διὰ ὀσφρήσεως ἡδονὰς τὸν Θεὸν θηρώμενον, τοῦ θυμιάματος τὴν σύνθεσιν προστεταχέναι, καὶ μὴ νοεῖν ὅτι θυμίαμα Κυρίῳ ὁ ἐν σώματι ἁγιασμὸς, ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης ἐπιτελούμενος, ἰσοκρατῶς ἐχόντων καὶ ἀστασιάστως πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς. Λάβε γὰρ (φησὶ) σεαυτῷ ἡδύσματα· στακτὴν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ. Τέσσαρα ταῦτα πρὸς τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα σύγκειται, τὴν ὁμοιότητα ἔχοντα· ἡ μὲν στακτὴ πρὸς τὸ ὕδωρ· ὁ δὲ ὄνυξ διὰ τὸ ξηρὸν, πρὸς τὴν γῆν· ἡ δὲ χαλβάνη, διὰ τὴν θερμότητα, πρὸς τὸ πῦρ· ὁ δὲ λίβανος διὰ τὸ διαφανὲς πρὸς τὸν ἀέρα. Ἴσον ἴσῳ ἔσται, τουτέστι τὰς ἐκ δυςκρασίας γινομένας ὁρμὰς (εἰς ἐπιθυμίας ἀτόπους) κολάζων ἐπανισώσεις. Καὶ συγκόψεις ἐκ τούτων λεπτόν, τουτέστι πνευματικὸν ποιῆσαι φιλοπονήσεις, ἐξαφανίζων τῆς ψυχῆς τὸ τῆς σαρκὸς παχὺ καὶ ὑλῶδες. Καὶ οὕτω θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν.
PG 30:177Ὅταν γὰρ ἐγγένηται τῇ ἀκριβεῖ κοινωνίᾳ, καὶ ἀπολεπτυνθῇ, τότε ἄξιός ἐστιν εἰσφέρεσθαι εἰς τὰ ἅγια, καὶ τῇ γνώσει τῇ περὶ Θεοῦ προσεγγίζειν. Θήσεις γὰρ αὐτὰ (φησὶν) ἀπέναντι τοῦ μαρτυρίου, ὅθεν γνωςθήσομαί σοι ἐκεῖθεν. Τὸ δὲ τοιοῦτον ἀπηγόρευται ἑαυτῷ τινα ποιεῖν εἰς ἀπόλαυσιν· τουτέστιν, ἑαυτῷ ἐπιγράφειν τὰ κατορθώματα, ἀλλ’ ἐπὶ τὸν Θεὸν τῶν καλῶν τὴν αἰτίαν ἀνάγειν. Τοιοῦτον ἦν θυμίαμα Παῦλος, ὁ λέγων· Χριστοῦ εὐωδία ἐσμέν. Καὶ πάλιν· Χάρις τῷ Θεῷ, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν ἡμῖν. Τὸ δὲ σωματικὸν θυμίαμα καὶ τοῖς κατὰ τοὺς μυκτῆρας πόροις ἐμπίπτον καὶ τὴν αἴσθησιν συγκινοῦν, βδέλυγμα τῷ ἀσωμάτῳ εἰκότως νενόμισται. Νουμηνίας δὲ πρεπούσας αἰωνίοις ἔτεσι παρὰ τῶν συνετῶν νοεῖσθαι ὁ λόγος βούλεται, οὐ τὴν διὰ τῶν τριάκοντα ἡμερῶν τῆς σελήνης ἀποκατάστασιν, ἐπικαταλαμβανούσης τὸν ἥλιον καὶ πάλιν ἀφισταμένης. Ἀλλ’ ἐπειδὴ Ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται, τὴν πρὸς τὸ φῶς ἐπάνοδον, ὅπερ ἐξέλιπεν ὁ ἄφρων καὶ τὴν (διὰ μετανοίας) εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτὴν ἡγεῖσθαι τὸν φιλάδελφον καὶ συμπαθῆ, ὁ λόγος βούλεται·
οἱονεὶ νουμηνίαν ἄγων τὴν ἀρχὴν τοῦ ἐν φωτὶ βίου· ἐπειδὴ ἐξέλιπε μὲν τὸ φῶς διὰ τὴν εἰς τὸ χεῖρον τροπὴν, ἐπαλινδρόμησε δὲ πάλιν πρὸς αὐτὸ διὰ τῆς ἐπιστροφῆς. Ἑξῆς ἂν εἴη περὶ τῶν μισουμένων σαββάτων εἰπεῖν, τὸ μὴ αἴρειν βάσταγμα καὶ μὴ ἐξέρχεσθαι ἀπὸ τοῦ τόπου αὐτοῦ, καὶ μὴ καίειν πῦρ ἐν πάσῃ τῇ κατοικίᾳ αὐτῶν. Ταῦτα τὸ ἀδύνατον εἰς τήρησιν καὶ ἀκριβῆ φυλακὴν αὐτόθεν ἐμφαίνοντα, ὑπόδικον ποιεῖ τῇ κατάρᾳ τὸν σωματικῶς ἀκούοντα. Μὴ κινεῖσθαι γὰρ ἀπὸ τοῦ τόπου ἀμήχανον· καὶ πᾶν τὸ ἐπαιρόμενον, κἂν ἐλαφρότατον ᾖ, βάσταγμα λέγεται, οἷον ἱμάτιον, ἢ ἄρτος, ἤ τι τῶν ἀναγκαίων. Ἀλλὰ καὶ πῦρ καίειν οὐ κελεύει, τουτέστιν ὑπὸ τῶν παθῶν τῆς σαρκὸς μὴ ἀναφλέγεσθαι· μὴ ἐπαίρειν δὲ βάσταγμα, τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι, καὶ τῆς ἐν Θεῷ διαμονῆς μὴ μεθίστασθαι, ἑδραῖον μένοντα καὶ ἀμετακίνητον ἐν τῇ πίστει. Οὕτω δὲ τελειοῦντας τὰ σάββατα, οὐκ ἐν τῇ τῶν κακῶν ἀργίᾳ, ἀλλ’ ἐν τῇ ἀποχῇ τῶν καθηκόντων, εἰκότως ἀποστρέφεται καὶ οὐκ ἀνέχεται αὐτῶν, ὡς ψευδῶν. Τοιαῦτα γάρ εἰσι τὰ παρὰ τῷ Προφήτῃ ταλανιζόμενα σάββατα· Οὐαὶ οἱ ἐγγίζοντες καὶ οἱ ἐφαπτόμενοι ψευδῶν σαββάτων.
PG 30:179Σάββατα δὲ ἀληθῆ, ἡ ἀποκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ· ἅπερ διὰ τὸ ἀληθινὰ εἶναι ἀνέχεται ὁ Θεός. Καὶ φθάνει γε ἐπ’ ἐκεῖνα τὰ σάββατα τῆς ἀναπαύσεως, παρ’ ᾧ ὁ κόςμος ἐσταύρωται, ἀποστὰς δηλονότι τῶν κοσμικῶν καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθήσεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀταραξίας περὶ τὴν κατάστασιν ἐκείνην ὑπαρχούσης. Καὶ πῦρ οὐ καύσει ἐν τῇ αἰωνίᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλα, χόρτον, καλάμην. Καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ’ ὄντως σάββατα τρυφερὰ ἀναπαύσεται. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, οἱ λοιποὶ ἐκδεδώκασι Κλητήν. Ὁ μέντοι Θεοδοτίων· Κλητὴν ἐπίκλητον οὐκ ἀνέχομαι· ὁ δὲ Σύμμαχος· Κλητὴν ἐπίκλησιν οὐκ ἀνέξομαι. Ὅθεν λογιζόμεθα μὴ μίαν ἐξαίρετον μεγάλην εἰρῆσθαι· ἀλλὰ πᾶσαν τὴν προαγορευθεῖσαν κλητήν. Περὶ γὰρ τῶν ἀζύμων φησίν· Ἡ πρώτη ἐπίκλητος, ὅτι ἁγία ἔσται ὑμῖν. Καί· Ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν. Καί· Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τῶν νέων, ὅταν προσφέρητε θυσίαν τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Καὶ πάλιν·
Τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς τούτου, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Ἔοικεν οὖν διὰ μιᾶς φωνῆς πολλὰς παραιτεῖσθαι ἡμέρας, τὰς τῷ αὐτῷ ὀνόματι κεχρημένας, καὶ σχεδὸν πάσας τὰς ἐπισήμους ἑορτὰς ἐν τῷ νόμῳ. Ταύτας οὖν παραιτούμενος, ποίαν δέχεται; Περὶ ἧς εἴρηται· Τὴν ἡμέραν Κυρίου τὴν μεγάλην, ἣν οὐχὶ ὁ αἰσθητὸς οὗτος ἥλιος ποιήσει, ἀλλ’ ἀνατολὴ τοῦ τῆς δικαιοσύνης Ἡλίου καταφωτίσει, ἥτις μία ἔσται καὶ διηνεκὴς, διάδοχον νύκτα μὴ ἔχουσα, ἀλλὰ τῷ αἰῶνι παντὶ συμπαρεκτεινομένη. Ἀληθῶς μὲν οὖν καὶ κυρίως μεγάλη ἡ ἡμέρα ἐκείνη. Ὁ δὲ σωματικὸς Ἰουδαῖος ἐν ταύταις ζητεῖ τὴν μεγάλην, περὶ ὧν ὁ μακάριος Ἰακὼβ ἀπεφήνατο, ὅτι μικραὶ καὶ πονηραί εἰσι. Τέσσαρες δέ εἰσι τῶν μνημονευθέντων διαφοραί· τὰ μέν ἐστι μάταια, τῶν γινομένων Ἰουδαϊκῶς· τὰ δὲ βδελυκτά· τὰ δὲ οὐκ ἀνεκτά· τέταρτόν ἐστι τὰ μισητά, ἐν οἷς καὶ ἡ νηστεία ἐστὶ τῶν Ἰουδαίων. Ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων εἶναι μέν τι τὸ ἀπόβλητον, εἶναι δέ τι τὸ εὐπρόσδεκτον τῷ Θεῷ ἐδείκνυτο, οὕτω καὶ ἐπὶ τῆς νηστείας·
PG 30:181τὴν μὲν πρὸς ἐπίδειξιν γινομένην ἀποχὴν τῶν βρωμάτων (ἐν τῷ Μὴ ἅψη, μηδὲ γεύσῃ, μηδὲ θίγῃς) τὸ τέλος ἔχειν, μισεῖ ἡ ψυχὴ τοῦ Κυρίου· τὴν δὲ ἐπὶ τῷ δουλαγωγῆσαι τὸ φρόνημα τῆς σαρκὸς παραλαμβανομένην ἀγαπᾷ, διὰ τοῦ ὑπωπιασμοῦ τῆς σαρκὸς τὸν ἁγιασμὸν κατορθοῦσαν. Οὐκ ἐξαρκεῖ δὲ καθ’ ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων, πρὸς τὸ ἐπαινετὴν ποιῆσαι τὴν νηστείαν· ἀλλὰ δεῖ καὶ τὴν λοιπὴν ἀγωγὴν προσεῖναι, ἔν τε λόγοις καὶ ἀναστροφαῖς, καὶ τῇ πρὸς τοὺς ὠφελεῖν δυναμένους συνουσίᾳ· ὥστε τὸ κατὰ τὰ βρώματα παρακολούθημα εἶναι τῆς ἀσκήσεως. Τὰ πολλὰ μὲν οὖν κατὰ νοῦν ἐνεργοῦντος τοῦ σπουδαίου, καὶ περὶ τὴν τῆς ἀληθείας θήραν ἐσχολακότος, ὀλιγάκις δὲ πρὸς τὴν ἐπιμέλειαν τῆς σαρκὸς καταβαίνοντος· εἶτα, μετὰ τὸ λειτουργῆσαι τὰ ἀναγκαῖα τῷ σώματι, ἐκ τῶν ἐπιτυχόντων ἀπραγματεύτως διαιτώμενον, εὐθὺς ἀποπηδῶντος τῆς ἀσχολίας τῶν ἀνωφελῶν, καὶ εἰς τὴν προηγουμένην ἑαυτοῦ ζωὴν ἀνατρέχοντος. Ἡ γὰρ τοιαύτη ἀγωγὴ πᾶσαν ἀφορμὴν, δι’ ἧς τρέφεται τὸ φρόνημα τῆς σαρκὸς, ἐξαίρει, ὡς μηκέτι καταδυναστεύειν τοῦ πνεύματος, μηδὲ ποιεῖν τὰ οἰκεῖα ἔργα τὴν σάρκα, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν.
Νεκρώσαντες οὖν ἑαυτῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ διὰ λόγων ἐπιπληκτικῶν καταστελλόντων τὰ πάθη καὶ διὰ τῆς ἀποχῆς τῶν βρωμάτων νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Κυρίῳ. Ἔστι μὲν οὖν καὶ ἡ ἀποχὴ τῶν βρωμάτων κωλυτικὴ τῶν κατὰ γαστέρα ὀρέξεων, καὶ τῶν ὑπὸ γαστέρα. Καὶ ὁ φιλόπονος δὲ χρησίμως τούτοις ἐνδιατρίψει, ἔχων ὑπόδειγμα τὸν Ἠλίου βίον, τὸν Μωϋσέως, τὸν Δανιὴλ, τὸν Ἰωάννου, καὶ τὸν τῶν λοιπῶν Ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Ἀλλ’ οὔπω τὸ ἐν ἀποχῇ βρωμάτων εὔτονον, ἱκανὸν εἰς τελείωσιν, ἐὰν μὴ καὶ ἡ ψυχὴ ἐν παντελεῖ ἀποχῇ τῶν τρεφόντων κακίαν ὑπάρχῃ. Ὥσπερ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς συνεστὼς καὶ σώματος, οὕτω καὶ αἱ τροφαὶ διπλαῖ, κατάλληλοι τῇ ἑκατέρου συστάσει τυγχάνουσαι, εὐτονώτερον πρὸς τὰς οἰκείας ἐνεργείας ἀποτελοῦσι τὸ τρεφόμενον.
Ὥσπερ γὰρ ἐν τοῖς γυμναστικοῖς αἱ ἀθλητικαὶ τροφαὶ, μετὰ τῶν καταλλήλων γυμνασίων τοῖς σώμασι προσαγόμεναι, ὅσον κατακρατοῦνται ὑπὸ τῆς τῶν τρεφομένων δυνάμεως, τοσοῦτον εἰς εὐεξίαν μείζονα τὸ σῶμα ἐξαίρουσι καὶ προσθήκη αὐτοῦ γινόμεναι, διὰ τοῦ εἰς τὴν τοῦ σώματος ἀναλαμβάνεσθαι σύστασιν, οὕτω καὶ ἐν τῇ τῆς εὐσεβείας ἀσκήσει τὰ τῆς πίστεως δόγματα καὶ οἱ διορθωτικοὶ λόγοι τῶν ἠθῶν, συνεχῶς προσαγόμενοι τῇ ψυχῇ, καὶ ταῖς κατὰ μικρὸν αὐτὴν προσθήκαις αὔξοντες, δυνατωτέραν αὐτὴν καὶ φιλοπονωτέραν εἰς τὸ μειζόνων καὶ τελειοτέρων τῶν ἐν δόγμασι διδαγμάτων ἐπορέγεσθαι παρασκευάζουσιν. Ἀπὸ τῆς οὖν ἐν τῷ κρυπτῷ νηστείας φυλακτέον ἡμῖν, τῆς κατὰ δικαίαν κρίσιν μισεῖσθαι λεγομένης ὑπὸ τοῦ Κυρίου, περὶ ἧς καὶ ὁ Προφήτης ἀπεύχεται, λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Οὐ γὰρ περὶ τοῦ σωματικοῦ λιμοῦ λέγει (ἢ γὰρ ἂν εἶπε, σώματα δικαίων) ἀλλὰ περὶ τοῦ ψυχικοῦ· Οὐ γὰρ λιμοκτονήσει ψυχὰς δικαίων· οὕτω δ’ ἂν καὶ ἐναντίωμα ἦν πρὸς τὸν τῶν Μακαρίων βίον· εἴπερ Παῦλος μὲν ἐν τοῖς καυχήμασιν ἀριθμεῖ τὸ Ἐν νηστείαις πολλάκις, καὶ τὸ Ἐν λιμῷ καὶ δίψει.
PG 30:183Τὸν δὲ λιμὸν ἀπεύχεται τοῖς δικαίοις. Ἀλλὰ βέλτιον τούτων ἕκαστον κατὰ τὸν ὑψηλότερον περὶ ἐνδείας νοῦν ἐξακούειν. Τοιοῦτόν ἐστι καὶ τὸ Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Μεμνήμεθα γὰρ Ἠλίου ζητήσαντος ἄρτον παρὰ τῆς Σιδωνίας, ἀλλὰ καὶ τὸ σπέρμα Ἰακὼβ, τοῦ δικαίου, ἄρτους ἐζήτει εἰς Αἴγυπτον. Ἐὰν δὲ φύγωμεν τὴν ταπεινὴν ἔννοιαν, καὶ ἡ ἐν τοῖς ἐναντιώμασιν ἀτοπία συνδιαλυθήσεται. Ταύτας οὖν ἐνήστευον τὰς νηστείας οἱ Ἰουδαῖοι, λιμοκτονοῦντες ἑαυτῶν τὸν ἔσω ἄνθρωπον, διὰ τὸ φθάσαι ἐπ’ αὐτοὺς τὴν λέγουσαν ἀπειλὴν, ὅτι Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ταύτας οὖν τὰς νηστείας μισεῖν λέγει ὁ Κύριος, τῶν ἐκτηκόντων μὲν ἑαυτῶν τὸν νοῦν ἐν ἀτροφίᾳ τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων, ὑπερπιαινόντων δὲ καὶ κατασαρκούντων τὸν ἔξω ἄνθρωπον. Καὶ γὰρ ὥσπερ ἐν ζυγοῦ ῥοπῇ, ὅταν βαρῆται τὸ ἕτερον, ἀνυψοῦταί πως τὸ ἀντικείμενον, οὕτω καὶ ἐπὶ ἀνθρώπου συμβαῖνον ἴδοι τις ἄν·
σαρκὸς μὲν γὰρ πληθυνομένης, συμβαίνει τὸν νοῦν πως ἀσθενέστερον γίνεσθαι· τοῦ νοῦ δὲ πάλιν εὐεκτοῦντος, τὴν σάρκα πολλάκις καταλεπτύνεσθαι. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Καὶ τὸ Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τῆς γὰρ δαψιλοῦς καὶ παχείας τροφῆς αἰθαλώδεις τινὲς ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις εἰς τὸν νοῦν διακόπτουσι. Διὸ καὶ Μωϋσῆς πρὸς θεωρίαν Θεοῦ ἀναβαίνων διὰ τοῦ νοῦ, ἄσιτος καὶ ἄποτος ἡμερῶν τεσσαράκοντα διετέλεσεν, ἀθόλωτον διαμένειν αὐτῷ τὸ ἡγεμονικὸν διοικούμενος. Ἠλίας τε ὁμοίως, ὅτε ἔμελλεν ἐκζητεῖν τὸν Θεὸν, ἐν ἴσῳ χρόνῳ τῶν τροφῶν ὑπερεῖδεν, ὥστε μηδεμίαν τῷ νῷ γενέσθαι ἀπὸ τῶν τροφῶν ἐπισκότησιν. Ὁ μέντοι Κύριος ἐναντίως, ἀναστὰς μὲν ἀπὸ νεκρῶν, καὶ πρὸς τοὺς οὐρανοὺς ἐπανιὼν, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀνισταμένου πιστούμενος· συγκαταβαίνων δὲ τοῖς ἀνθρώποις, ἐνήστευσε, δεικνὺς ὅτι τῷ μέλλοντι πρὸς τοὺς ἀγῶνας τῶν πειρασμῶν ἀποδύεσθαι ἀναγκαία ἡ ἄσκησις.
PG 30:185Οἱονεὶ γὰρ παιδοτριβεῖ πρὸς τὴν νίκην ὁ τοῦ σώματος ὑπωπιασμός. Οὐχ οὕτω μέντοι χρηστέον τῇ σαρκὶ, ὥστε παραλῦσαι αὐτῆς τὸν φυσικὸν τόνον διὰ τὴν ἔνδειαν, οὐδὲ εἰς παντελῆ ἀπραξίαν, ἤπου καὶ ἀπαρακολουθησίαν, τὸν νοῦν ὑπὸ τῆς ἄγαν ἐκλύσεως ἐκβιάσασθαι. Ἐπειδὴ δὲ ἐκελεύσθημεν, παρόντος τοῦ νυμφίου, μὴ νηστεύειν τὴν ἀπὸ τοῦ λόγου νηστείαν (ὡς μὴ τρεφομένων τῷ ἄρτῳ τῷ ἐξ οὐρανοῦ καταβάντι καὶ ἀποστρεφομένων τὴν βρῶσιν τῆς σαρκὸς τοῦ Κυρίου, ζωῆς οὖσαν αἰτίαν) τὴν τοιαύτην νηστείαν μισεῖν ὁ Κύριος λέγει. Ἓν τῶν μισουμένων ἐστὶν ὑπὸ Κυρίου καὶ ἡ ἀργία, ἀπραξία τις οὖσα τῶν καθηκόντων. Καὶ ἔοικέ γε πάσης ἑορτῆς ἐπακολούθημα ἡ ἀργία, διὰ τὸ ταῖς κληταῖς προσκεῖσθαι τὸ Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ διὰ τὸ ἐν ταῖς ἑορταῖς σχολὴν ἀπὸ τῶν κατὰ τὸν βίον ἄγοντας πᾶσαν ἀτοπίαν ἐπιτελεῖν, δικαίως μισητὴν ἀργίαν ἄγειν ἐλέγοντο. Πῶς δὲ οὐ μισητὸν ἡ ἀργία, μύρμηκος καὶ μελίσσης χείρονα ποιοῦσα τὸν ἄνθρωπον, ὅς γε καὶ ἐξ ἀρχῆς πλασθεὶς, ἐτέθη εἰς τὸν παράδεισον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν;
Ὥστε τὸ πρῶτον καὶ οἰκειότατον τῷ ἀνθρώπῳ, ἡ περὶ τὰ ἔργα σπουδὴ, καὶ οἱονεὶ παρὰ φύσιν αὐτῷ ἡ ἀργία, ἣν μισεῖν εἶπεν ὁ Κύριος. Ἀλλὰ πῶς ἡμᾶς ἀργεῖν βούλεται; Μὴ ἐργαζομένους τὴν βρῶσιν τὴν ἀπολλυμένην, μὴ ὀφθαλμοὺς αἴρειν ἐπὶ τὰ μάταια, μὴ ἀκοὴν ματαίαν τοῖς ὠσὶ παραδέχεσθαι, τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων, μὴ ὀξεῖς ἔχειν τοὺς πόδας ἐκχέαι αἷμα, καὶ πάσας ἑνὶ λόγῳ τὰς σπουδὰς, τὰς περὶ τὸ σῶμα μὴ ἐνεργεῖν. Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀπειρηκότος φωνὴ πρὸς τὰς συνεχεῖς ἐπὶ κακίαν ὑποστροφὰς τοῦ εὐεργετουμένου. Οὐκέτι ἀνήσω. Πολλάκις προσεκαλεσάμην εἰς μετάνοιαν· ἐδόξατε ὑπακούειν, εἶτα ἐπαλινδρομήσατε. Ἀπογνοὺς ὑμῶν τῆς ἀμετανοήτου καρδίας, οὐκέτι ἀνήσω ὑμᾶς τῆς ὀφειλομένης ὑμῖν καταδίκης. Οὐ γὰρ ὁ εἰπὼν «ἥμαρτον» εἶτα ἐπιμένων τῇ ἁμαρτίᾳ, οὗτος ἐξομολογεῖται· ἀλλὰ ὁ, κατὰ τὸν Ψαλμὸν, εὑρὼν τὴν ἁμαρτίαν αὑτοῦ καὶ μισήσας. Τί γὰρ ὄφελος τῷ ἀῤῥωστοῦντι ἡ παρὰ τοῦ ἰατροῦ ἐπιμέλεια, ὅταν τὰ φθαρτικὰ τῆς ζωῆς ὁ κάμνων ἐπιτηδεύῃ; Οὕτως οὐδὲν ὄφελος ἀδικημάτων συγχωρουμένων τῷ ἔτι ἀδικοῦντι, καὶ ἀκολαστημάτων ἀφιεμένων τῷ ἔτι ἀκολασταίνοντι.
PG 30:187Ἀλλὰ πῶς ἀφίεται ψυχῆς ἁμαρτήματα; Ἐπειδὰν ἡ ἀρετὴ κρατήσασα τῆς ψυχῆς καὶ ὅλην αὐτὴν τοῖς οἰκείοις λόγοις καταλαβοῦσα, διαβολὴν αὐτῇ πρὸς τὴν ἐναντίαν διάθεσιν ἐμποιήσῃ· ὥστε ἐν μὲν καιρῷ πλεονεξίας ἑκουσίως ὁρμᾷν ἐπὶ τὴν ὡς τοῦ ἴσου τιμὴν, κἂν ῥᾴδιον ᾖ τὸ ἀδικεῖν, κἂν ἀμάρτυρον, ὡς μέγιστον κακὸν ἀποφεύγειν· οὕτω διακείμενον ὑπὸ τῆς ἐν ἑαυτῷ ἕξεως, δυνατὸν ἀφεθῆναι τῶν προτέρων ἀδικημάτων. Κατὰ ταῦτα δὴ καὶ ἡ σωφροσύνη ἕξιν καὶ πῆξιν λαβοῦσα ἐν τῇ ψυχῇ, ἀπολύει τῶν ἀκολαστημάτων. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμαράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις (τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει, ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται) ἀλλὰ σωφροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυπωθεῖσα τῇ ψυχῇ διὰ βάθους καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Τῷ οὕτως ἑαυτὸν ἐξιωμένῳ, διὰ τοῦ ἀναλαμβάνειν τὴν ἐναντίαν τῇ ἁμαρτητικῇ διάθεσιν, καὶ ἡ παρὰ τῆς συγχωρήσεως χάρις ὠφέλιμος.
Ὁ δὲ λόγος ἐνταῦθα τοὺς ἀπὸ πολλῶν πτωμάτων πολλάκις διαναστάντας ἐκ τῆς κατὰ φιλανθρωπίαν χειραγωγίας, εἶτα ὕστερον ὑπὸ τῶν ἀσθενειῶν κρατηθέντας, ἀπειλεῖ παντελῶς ἀφήσειν. Ἐνταῦθα τὸ Οὐκέτι ἔμφασιν ἡμῖν παρέχει τοῦ πολλάκις ἤδη πρότερον ἐπὶ τοῖς ὁμοίοις συγκεχωρηκέναι. Χωρὶς γὰρ τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως, ἐπιδιδόναι τινὰ ἑαυτὸν τῷ κατ’ ἀρετὴν βίῳ, ἀμήχανον. Διὰ τοῦτο ὁ σοφῶς ἡμῶν οἰκονομῶν τὴν ζωὴν, τὸν ἔν τισιν ἁμαρτίαις ἐξετασθέντα, εἶτα ἀνατρέχειν ἐπὶ τὸν ὑγιῆ βίον ἐπαγγελλόμενον, βούλεται πέρατι μὲν ὁρίζειν τὰ παρελθόντα, ἀρχὴν δέ τινα ποιεῖσθαι μετὰ τὰ ἡμαρτημένα, οἱονεὶ διὰ τῆς μετανοίας ἀναβιώσκοντα· συνεχῶς δὲ ταῦτα ἐπαγγελλόμενον, καὶ συνεχῶς αὐτῶν ἀποπίπτοντα, ὡς παντελῶς αὐτὸν ἀπεγνωσμένον τῆς φιλανθρωπίας ἐκκλείει. Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Οἱ μέχρι σχήματος προσευχόμενοι τὰς μὲν χεῖρας ἐκτείνουσι, τοὺς δὲ θείους ὀφθαλμοὺς ἐπιβλέποντας αὐτῶν εἰς τὴν προσευχὴν οὐκ ἔχουσι. Πάλιν δὲ τοῦτο σύνηθες τοῖς Ἁγίοις τὸ σχῆμα τῆς προσευχῆς, ὡς παρὰ Δαβὶδ μεμαθήκαμεν, λέγοντος· Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
PG 30:189καὶ Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή· Μωϋσέως δὲ, πολεμουμένου τοῦ Ἰσραὴλ μέχρις ἡλίου δυσμῶν, ἐν τῇ ἐκτάσει τὰς χεῖρας ἔχοντος. Καὶ πρὸς ταῦτα δὲ τὸ ἀποστολικὸν, ἐν παντὶ τόπῳ προσεύχεσθαι τοὺς ἄνδρας, ἐπαίροντας ὁσίους χεῖρας. Τάχα δέ τι καὶ βαθύτερον ὁ λόγος παραδηλοῖ· ὅτι ὁ τὰ μεγάλα καὶ οὐράνια καὶ ὑψηλὰ ἐργαζόμενος, οἱονεὶ διηρμένην ἔχων τὴν πρακτικὴν δύναμιν, ἐπαίρειν τὰς χεῖρας λέγεται· ὁ δὲ ταπεινὰ καὶ γήϊνα καὶ τῇ φθορᾷ ὑποκείμενα ἐνεργῶν, κάτω ῥεπούσας καὶ καταβεβλημένας τὰς χεῖρας ἔχει. Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι’ ἀτονίαν ἐκλύεσθαι καὶ ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινόμενα· εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν ὁ Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν Ἀμαλήκ. Τουτέστι καταπιπτούσης μὲν ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν, ὅπερ Ἰσραὴλ λέγεται.
Τήρει δὲ, ὅτι ἐνταῦθα οὐκ εἴρηται «ὅταν ἐπαίρητε τὰς χεῖρας» ἀλλ’ Ὅταν ἐκτείνητε. Ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ἐπειδὴ δὲ ἡ ἔκτασις πολλάκις κατὰ διάθεσιν παρὰ τῶν νηπίων πρὸς τροφοὺς, ἢ μητέρας γίνεται, δεικνὺς τῶν εὐχομένων τὸ ἀδιάθετον, οὐκ εἶπεν «ὅταν ἐκτείνητε πρὸς μέ» ἀλλ’ ἁπλῶς· Ὅταν ἐκτείνητε (φησὶ) τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου· καὶ τὴν αἰτίαν ἐπάγει· Ὅτι αἱ χεῖρες ὑμῶν τοῦ αἵματος πλήρεις. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Οἱ ἐν μὲν τῷ βίῳ μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐδόκει πληθύνειν τὴν δέησιν· ἀλλὰ τί φησιν ὁ λόγος; Σταθεὶς δὲ ὁ Φαρισαῖος, ταῦτα πρὸς ἑαυτὸν προσηύχετο (οὐχὶ πρὸς τὸν Θεόν)· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπείπερ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ (φησὶ) μὴ βαττολογῆτε, ὡς καὶ οἱ Ἐθνικοί·
PG 30:191δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς. Καὶ τὸ Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Χρὴ οὖν αἰτεῖσθαι τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην, ἀλλὰ μὴ τὰ σωματικὰ καὶ ἐπίγεια. Διὰ τοῦτο ὁ Ψαλμός· Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Τοῦτό ἐστι τὸ αἴτιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκτανθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις, υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας ἐκ τοῦ φόνου τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλεπαίνοντι, δεξιὰν φιλίας αἰτῶν καὶ συγγνώμην ἔχειν παραιτούμενος, ἆρ’ οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλλον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείρει; Τοιαῦται νῦν εἰσιν αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖρας, τῆς εἰς τὸν Μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνησκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ’ ἑκάστην ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνύντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πωρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρχουσι.
Τὸ γὰρ αἷμα αὐτοῦ (φησὶν) ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Λούσασθε, καθαροὶ γένεσθε. Δοκεῖ πως ἐναντίωμα, ὡς πρὸς τὸ ῥητὸν ὁ λόγος ἔχειν καὶ οἱονεὶ ψευδολογίαν τινὰ τοῦ Θεοῦ κατηγορεῖν. Εἶπε γὰρ ὅτι Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Καὶ τὸ Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Νῦν, ὡς ἰασίμων ὄντων ἐκείνων, Λούσασθε, καθαροὶ (φησὶ) γένεσθε. Ὅτι ἐν μὲν τοῖς ἄνω τὸ ἀδύνατον τοῦ νόμου εἰς σωτηρίαν τοῖς βουλομένοις κατ’ αὐτὸν βιοῦν ἀπελέγχεται· ἐν τούτοις δὲ ἑτέρα ὁδὸς εἰς σωτηρίαν δείκνυται. Κἀκεῖνο μὲν ἀθετεῖ τὴν κατὰ τὸν Μωϋσέως νόμον αἰσθητὴν πολιτείαν· τοῦτο δὲ τῆς εὐαγγελικῆς ζωῆς τὰς ἀρχὰς ὑποδείκνυσιν· Ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμα· τὸ στέαρ τῶν ἀρνῶν, τὸ αἷμα τῶν ταύρων οὐ βούλομαι. Τί οὖν ποιήσωμεν; τί προσενέγκωμεν; Μὴ τάχα, διὰ τὸ τὰς ὑλικὰς ἀπεστράφθαι θεραπείας, ἐπὶ τὰς ἑορτὰς μεταβῶμεν, διὰ τούτων λατρεύσομεν; Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Οὐκοῦν νηστεύσωμεν; Ἀλλὰ τὰς νηστείας ὑμῶν μισεῖ ἡ ψυχή μου. Ὑπόλοιπον οὖν ἱκετεύειν Ἰουδαϊκῶς καὶ προσεύχεσθαι κατὰ τὸν νόμον;
PG 30:193Ἀλλ’ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· καὶ, ἐὰν ἐκτείνητε τὰς χεῖρας, οὐ δυσωποῦμαι τὴν ἱκεσίαν, ἀλλὰ παροξύνομαι ἐπὶ τῷ αἵματι. Τί οὖν ποιήσωμεν; Πῶς σε ἱλεωσόμεθα; πῶς τὸ αἷμα ἀπονιψόμεθα; Λούσασθε, καθαροὶ γένεσθε. Ναὶ, φησί· μεμνήμεθα γὰρ Μωϋσῆς τί εἶπε περὶ λουτροῦ. Ὁ γὰρ ἁψάμενος (φησὶ) τινὸς τῶν ἀκαθάρτων, καὶ μιανθεὶς, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. Ἀλλ’ οὐκ εἶπε «λούσασθε ἐφ’ ἑκάστῳ μολυσμῷ» ἀλλὰ Λούσασθε μόνον. Ἓν βάπτισμα, μία κάθαρσις. Ἐκεῖ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι· ἐνταῦθα «ἀφέλετε τὰς πονηρίας» οὐχὶ τὸν ῥύπον «ἀπὸ τῶν ψυχῶν» οὐκ ἀπὸ τῶν ἱματίων. Μηκέτι περιεργάζου λίβανον καὶ χαλβάνην καὶ ὄνυχα καὶ στακτήν· μηκέτι ἀναζήτει δάμαλιν ἀκριβῶς πυῤῥὰν, ὡς μηδεμίαν ἄλλην τινὰ χρόαν ἔχειν, ἃς τρεῖς μόλις ὁ σύμπας χρόνος τῆς νομικῆς λατρείας ἤνεγκε. Μὴ νήστευε Ἰουδαϊκῶς. Μὴ ἐμποδίζου ἐν ταῖς ἀργίαις. Ἑνός σοι χρεία, ἁπλοῦ καὶ συντόμου, οὗ αὐτοὶ ὑμεῖς ἐστε κύριοι. Τί οὖν ἐστι τοῦτο; Μάθετε καλὸν ποιεῖν. Οὗ παντελῶς νῦν ἀπειθῶς καὶ ἀπαιδεύτως ἔχετε.
Ἐπεὶ οὖν διδακτὸν τὸ καλὸν, ὁ δὲ νόμος ὑμᾶς οὐκ ἐδίδαξεν (ἐκβέβληται γὰρ αὐτοῦ, ὡς οὐ καλὰ, τὰ διδάγματα) πᾶσα ἀνάγκη λοιπὸν, ἐπὶ τὸ εὐαγγελικὸν διδασκαλεῖον καταφυγεῖν· Νόησόν μοι τὴν μέθοδον τῆς οἰκονομίας τοῦ λόγου ἀπὸ ὑποδείγματος ἐναργοῦς. Ἔστω τις τῶν πολυτελῶν καὶ πλουσίων, καὶ τὰ παρασκευασθέντα αὐτῷ ποικίλα τὰ πρὸς τὴν δίαιταν· ἐχέτω δὲ οὗτος πρὸς μὲν τὰ λοιπὰ δυσαρέστως, πρὸς ἓν δὲ μόνον ἐπιτηδείως, εἶτα καθ’ ἕκαστον αὐτῷ τῶν ἀβουλήτων ἀποπεμπομένων, εἰς ἀνάγκην ἀγέτω τοὺς θεραπεύοντας εἰς ἐκεῖνο ἐλθεῖν τὸ κατὰ φύσιν λανθανόντως ἐπιζητούμενον· οὕτω καὶ νῦν, πάντων ἐφεξῆς ἐκβεβλημένων τῶν νομικῶν, ἀναγκαίως ἡ παραδοχὴ τοῦ Εὐαγγελίου κατασκευάζεται. Λούσασθε. Καὶ τί τὸ κέρδος; Ἵνα καθαροὶ γένησθε. Εἰς τί δὲ χρεία καθαρότητος; Ἵνα τὸν Θεὸν ἴδητε. Ἆρ’ οὖν ἐξαρκεῖ λουσάμενόν με καὶ τὴν ἐπὶ τοῖς προτέροις λαβόντα συγχώρησιν ἡσυχάζειν; ἤ τινος καὶ ἑτέρου χρεία; Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Ἡ μὲν γὰρ διὰ λουτροῦ κάθαρσις τῆς φιλανθρωπίας ἤρτηται τοῦ Δεσπότου· ἡ δὲ τῆς πονηρίας ἀπόθεσις, ἔργον τῆς ἡμῶν αὐτῶν ἐπιμελείας ἐστίν.
PG 30:197Ἵνα δὲ μὴ μόνῃ τῇ ἀπὸ τοῦ λουτροῦ χάριτι ἐπελπίζοντες, ἄπρακτοι μείνωμεν ἀπὸ τῶν Ἐντολῶν, διὰ τοῦτο ἐπισυνάπτει πᾶσαν τοῦ βίου τὴν συναγωγήν· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν. Οἱονεὶ ἐκριζώσατε ἀπὸ τοῦ ἡγεμονικοῦ τὰς πονηρὰς ἐννοίας, ὡς μήτε λόγον, μήτε τι ἔργον ἀπογεννᾶσθαι τῶν μοχθηρῶν. Ἀπέναντι τῶν ὀφθαλμῶν μου. Ἐπειδὴ πολλὰ τῶν κατὰ τὸν σπουδαῖον βίον παρὰ τῶν ἔξω τῆς πίστεως ἐπιτηδεύεται (οἷον ἀποχὴ τῶν ἐν συνουσίαις καὶ βρωμάτων ἡδοναῖς καὶ τὸ ἐν ἤθει εὐσταθὲς καὶ ἀτάραχον) οὐκ ἠρκέσθη τῷ εἰπεῖν· Ἀφέλετε τὰς πονηρίας, ἀλλὰ προςέθηκε τὸ Ἀπέναντι τῶν ὀφθαλμῶν μου, ὡς οὐδεμιᾶς πράξεως καθηκόντως ἐπιτελεῖσθαι δυναμένης, εἰ μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας γένοιτο. Ἢ ἐπειδὴ ὁ Πατὴρ βλέπει ἐν τῷ κρυπτῷ, Ἀπέναντι τῶν ὀφθαλμῶν μου, ἀπὸ τῶν τόπων λέγει, τῶν ὑπὸ Θεοῦ βλεπομένων· ἵνα μὴ μόνον ἀπὸ τῶν πράξεων αὐτὴν περιέλωμεν, ἀλλὰ καὶ ἀπὸ τῶν διαλογισμῶν. Τοῦτο δὲ διὰ τῆς τελείας ἀγάπης περιγίνεται· διότι Ἡ ἀγάπη (κατὰ τὸν Παῦλον) οὐ λογίζεται τὸ κακόν. Μάθετε καλὸν ποιεῖν. Οὐ γὰρ σαφὴς ὁ ἠθικὸς λόγος, οὐδὲ πᾶσιν αὐτόθεν ἐκκείμενος·
PG 30:199εἴπερ διδακτόν ἐστι τὸ ποιεῖν τὰ καλά. Δικαίως γὰρ (φησὶ) τὸ δίκαιον διώξεις· τουτέστι μετὰ τῶν περὶ δικαιοσύνης λόγων τὴν δικαίαν πρᾶξιν ἐπιτελέσεις. Ὡς γάρ ἐστί τι ποιῆσαι ἰατρικὸν, ἀλλ’ οὐκ ἰατρικῶς, οὕτως ἐστί τι ποιῆσαι δίκαιον, καὶ μὴ δικαίως. Οἷον ἰατρικὸν μὲν, αὐτὴ ἡ τῆς βοτάνης χρῆσις· ἰατρικῶς δὲ, ὁ λόγος καὶ τὴν δύναμιν τῆς βοτάνης καὶ τοῦ πάθους τὴν ἰδιότητα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τὸν τρόπον τῆς χρήσεως ἐπεσκεμμένος. Διαφέρει δὲ τὸ κατ’ ἐπιστήμην τοῦ αὐτομάτου· ὁ μὲν γὰρ κατὰ τὴν τέχνην ποιῶν, ἀεὶ τὰ αὐτὰ ποιήσει, ἕως ἂν ἔχῃ τὸν λόγον· ὁ δὲ αὐτομάτως, οὐκ ἀεὶ συντρέχοντα ἕξει τὰ ὠφελοῦντα· ἀλλ’ εἰ σήμερον ἔσωσε, τοῖς αὐτοῖς ποτε καὶ διέφθειρεν. Οὕτω καὶ ἡ τοῦ καλοῦ πραγματεία κατ’ ἐπιστήμην ἐνεργουμένη, ὁμαλῶς ἀποδίδοται, ἕως ἂν ἐνοικῶν ὁ λόγος οὗτος ἑκάστῳ τῶν γιγνομένων ἐπιστατῇ. Δείκνυσι δὲ ἐν ἄλλοις τὸ ἀναγκαῖον τῆς τῶν ποιητέων μαθήσεως, εἰπών· Πᾶς, ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει. Δαβὶδ δὲ καὶ τὸν φόβον τὸν θεῖον ἐν τοῖς διδακτοῖς τίθεται, λέγων· Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
Ἐκζητήσατε κρίσιν, ἤτοι τὴν τοῦ Χριστοῦ, καθ’ ἣν κρίνων ἡμᾶς, ἀποδίδωσιν ἡμῖν τὰ κατ’ ἀξίαν, ἣν ἐὰν μὴ ἐκζητῶμεν, μηδὲ πρὸ ὀφθαλμῶν ἔχωμεν, ἐπιμένειν τῇ ποιήσει τῶν καλῶν οὐ δυνάμεθα. Παιδαγωγὸς γάρ ἐστι πρὸς εὐσέβειαν ἡ ἔννοια τῶν κεκηρυγμένων, ἡμῖν φοβερῶν ἐν τῇ κρίσει. Ἢ ὅτι πάντα ἐξητασμένα καὶ κεκριμένα ἔσται, μηδενὸς ἀκρίτως, μηδὲ ὡς ἔτυχε γιγνομένου. Μετὰ βουλῆς γὰρ (φησὶ) πάντα ποίει. Καί· Λογισμοὶ δικαίων, κρίματα. Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνωτάτω χώραν παρ’ ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε λεκτέα καὶ τὰ πρακτέα, καὶ μὴν καὶ ταῖς συγκαταθέσεσι τῶν πραγμάτων καὶ ταῖς ὁρμαῖς τῆς ψυχῆς μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ῥύσασθε ἀδικούμενον. Ἐπειδὴ διττὸν τὸ ἀδικεῖσθαι· ἢ γὰρ εἰς τὰ σωματικὰ ἀδικοῦνταί τινες (οἱονεὶ εἰς χρήματα καὶ τὰ λοιπὰ τῶν ἐκτὸς) ἢ εἰς αὐτὴν τὴν ψυχήν. Ἀδιορίστως δὲ προςτετάγμεθα τὸν ἀδικούμενον ῥύεσθαι. Ἰστέον ὅτι πλείονός ἐσμεν σπουδῆς χρεῶσται τοῖς εἰς τὰ καιριώτατα βλαπτομένοις·
τοὺς καταδυναστευθέντας παρὰ τοῦ διαβόλου, καὶ αἰχμαλώτους παρ’ αὐτοῦ κατεχομένους, ἀνταιχμαλωτίζειν πάσῃ σπουδῇ· καὶ ἄγειν αὐτῶν τὰ νοήματα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πειρατέον δὲ καὶ ἀπὸ τῶν σωματικῶν ἀδικημάτων ἐξαιρεῖσθαι τοὺς καταδεεστέρους, ὅταν ἅρπαξι καὶ βιαίοις περιπεσόντες, ὥσπερ ὑπὸ χειμάῤῥου τῆς βίας αὐτῶν παρασύρωνται· οὓς ἆραι μὴ ἐξαρκοῦντες, τοῖς τῆς παρακλήσεως λόγοις τὴν ὑπομονὴν αὐτοῖς τῶν ἐπιπόνων παρασκευάζωμεν, μηδενὸς μὲν φειδόμενοι τῶν ἐφ’ ἡμῖν· ἀποτυγχάνοντες δὲ τῶν κατὰ πρόθεσιν, διὰ γοῦν τῆς φιλαδελφίας τὸ συμπαθὲς ἐπιδεικνύμενοι. Κρίνατε ὀρφανῷ, διὰ τὸ εὐκαταφρόνητον τῆς ἡλικίας, οὔτε εἰς κρίσιν ἀγαγεῖν τοῖς ὀρφανοῖς τοὺς ἀδικοῦντας ῥᾴδιον. Κρίνατε οὖν τοῖς ὀρφανοῖς τοῖς ἐστερημένοις τῶν συνηγόρων, παρ’ ἑαυτῶν αὐτοῖς τὸ ἐκ τῆς ἡλικίας ἐνδέον ἀναπληρώσατε· ὥστε ἔχειν τὸ καύχημα τοῦ Ἰώβ· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Μήποτε δὲ πνευματικώτερόν ἐστι τῆς λέξεως τὸν νοῦν διηγήσασθαι·
ἐπειδὴ τῶν εἰς Χριστὸν πεπιστευκότων καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν ἀσπαζομένων πατὴρ λέγεται ὁ Θεὸς, ἐάν τις διὰ τῆς παραβάσεως τοῦ νόμου ἀλλοτριωθεὶς τοῦ Θεοῦ, οἱονεὶ ἀπορφανισθῇ τῆς προνοίας αὐτοῦ, κρίσει δικαίᾳ καὶ ἐπιστημονικῇ εἰς τὴν πρὸς Θεὸν οἰκείωσιν αὐτὸν ἀποκαταστῆσαι σπούδασον, μήτε ἀκρίτως συγχωρῶν, μήτε ἀσυμπαθῶς τῇ ἀποτομίᾳ κατ’ αὐτοῦ κεχρημένος, ἀλλὰ καὶ κρίνατε αὐτῷ τοὺς ὠφελίμους τρόπους τῆς μετανοίας ὑποτιθέμενοι. Καὶ ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται, εἴ τις ἑκουσίως τῆς συγγενείας ἐκείνης ἑαυτὸν ἠλλοτρίωσε τοῦ πονηροῦ πατρὸς καὶ προσέρχεται τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, ὥστε ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθῆναι διὰ τοῦ Εὐαγγελίου, ὡς μακαριστῶς ὀρφανισθεὶς, τῆς ἐπιβαλλούσης ἐπιμελείας παρὰ τῶν οἰκονομούντων τὰ κοινὰ τυγχανέτω. Ὅτι γάρ ἐστί τις ὀρφανία λυσιτελὴς, ὁ Ψαλμὸς δείκνυσι, τοῖς Ἰούδα τέκνοις τὴν ἀπὸ τοῦ πονηροῦ στέρησιν ἐπευχόμενος· οὕτως γὰρ τὸ εὔλογον ἡ εὐχὴ φανήσεται ἔχουσα, ἡ λέγουσα·
Γεννηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, ἵνα μὴ ἔχωσι πονηρὸν τοῦ βίου διδάσκαλον, διὰ τὴν νόσον τῆς φιλαργυρίας τὰ τοῦ κλέπτου καὶ τοῦ προδότου καταδεξάμενοι ὀνείδη. Καὶ δικαιώσατε χήραν. Καὶ τοῦτο δι’ ἀσθένειαν ἐν πολλοῖς τῶν κατὰ τὸν βίον ἐλαττούμενόν ἐστι πρόσωπον. Εὐεπίβατος γὰρ τοῖς βουλομένοις ἀδικεῖν ἡ χηρεία· ἧς παντοίως ἀντιλαμβάνεσθε, τὸ ὀφειλόμενον δίκαιον ἀποδιδόντες αὐτῇ, καὶ μάλιστα ἐὰν ὄντως ᾖ χήρα, μεμονωμένη ἀπὸ τῆς τῶν ἀνθρώπων ἐπικουρίας, πᾶσαν δὲ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχουσα καὶ προσμένουσα ταῖς δεήσεσιν, ὡς καὶ ἐν τῇ καρδίᾳ ἀπὸ πάσης κηλῖδος διὰ τὴν ἄσκησιν καθαρεύειν. Ἐπειδὴ δὲ ὡς περὶ νύμφης ἑαυτοῦ τῆς τοῦ ἀνθρώπου ψυχῆς πολλαχοῦ τῆς Γραφῆς ὁ Θεὸς διαλέγεται, εἴη ἂν χήρα καὶ ἡ δι’ ἀποστασίαν Χριστοῦ διὰ τῆς εἰδωλολατρείας νοητῶς ἐκπορνεύσασα, καὶ τῆς τοῦ νυμφίου Λόγου συναφείας ἐστερημένη, ἣν δεῖ δικαιοῦσθαι διὰ τὸ τῆς μετανοίας δικαίωμα παιδευομένην.
Ἢ ἐπειδὴ ἡ κατὰ σάρκα Ἰσραὴλ ἐκκλησία χήρα ἐστίν (ἐλευθερωθεῖσα τοῦ ζυγοῦ τῆς κατὰ νόμον δουλείας, ὥστε μηκέτι μοιχαλίδα χρηματίζειν, γενομένην ἀνδρὶ ἑτέρῳ, τῷ καθαρμοζομένῳ αὐτὴν εἰς σωτηρίαν, Χριστῷ), καὶ ταύτην δικαιοῦσθαι χρὴ παρ’ ἡμῶν, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ δικαιοσύνην μανθάνουσαν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Πολλαχοῦ τῆς Γραφῆς τοιαύτας ἔχομεν λέξεις, ὡς ὁμοτίμως τοῦ Θεοῦ τοῖς ἀνθρώποις εἰς κρίσιν συγκαταβαίνοντος. Τοιοῦτον γάρ ἐστι καὶ τὸ Αὐτὸς ὁ Κύριος ἥξει εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ αὐτοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· καὶ τὸ ἐν τῷ Μιχαίᾳ, οὕτως ἔχον· Ἀκούσατε δὴ λόγον Κυρίου. Κύριος εἶπεν· Ἀνάστηθι, κρίθητι πρὸς τὰ ὄρη, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ καὶ μετὰ τοῦ λαοῦ αὐτοῦ διαλεχθήσεται. Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι.
PG 30:201Καὶ πρέπον γέ ἐστι τὴν θείαν κρίσιν μὴ τυραννικὴν εἶναι, ἀλλὰ κοινωνικὴν μᾶλλον τῶν ἐν ἀνθρώποις δικαστῶν, τόπον ἀπολογίας τοῖς δικαζομένοις παρεχομένην, ἵνα βλέπων τις τὴν δίκην σαφηνιζομένην αὐτῷ καὶ ἐπὶ τῇ κολάσει, συνευδοκῇ τοῖς ἀναντιῤῥήτοις κρίμασι τοῦ Θεοῦ, ὡς κατὰ πᾶσαν δικαιοσύνην προσαχθεῖσιν αὐτῷ συντιθέμενος, ἵνα καὶ τὴν ἄφεσιν τῶν συγχωρουμένων θεωρήσῃ, λόγῳ καὶ τάξει περὶ αὐτὸν γιγνομένην. Ταῦτα δὲ προσωποποιεῖ ἡ Γραφὴ, οὐχ ὡς πρὸς ἕκαστον ἡμῶν πεύσεις προσάγειν καὶ ἀποκρίσεις ἐπάγειν μέλλοντος τοῦ κριτοῦ πρὸς τὸν δικαζόμενον· ἀλλ’ ἵνα μέριμναν ἡμῖν ἐμποιήσῃ καὶ μὴ ἀμελετήτως ἔχωμεν τῆς ἀπολογίας. Εἰκὸς δὲ ὅτι ἀφάτῳ τινὶ δυνάμει ἐν ῥοπῇ καιροῦ πᾶσα ἡ κατὰ τὸν βίον ἡμῶν πραγματεία, οἷον ἔν τινι πίνακι τῷ μνημονευτικῷ τῆς ψυχῆς ἡμῶν ἐντυπωθήσεται. Καὶ οὕτως ἀκουσόμεθα τοῦτο καὶ νῦν· Ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν· ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
Καὶ αἱ ἐν τῷ Δανιὴλ δὲ βίβλοι φερόμεναι, τί ἄλλο δηλοῦσιν, ἢ τὸ ἀνακινεῖσθαι Κύριον ἐν τῷ μνημονευτικῷ τῶν ἀνθρώπων τοὺς περὶ τῶν πεπραγμένων τύπους, εἰς τὸ μνημονεύειν ἕκαστον τῶν ἰδίων, ἵνα βλέπωμεν δι’ ἃ κολαζόμεθα; Μετὰ οὖν τὸ λούσασθαι καὶ ἀποκαθαρθῆναι τοῦ ἐκ τῶν ἁμαρτιῶν ῥύπου καὶ ἀφελεῖν τὰς πονηρίας ἀπὸ τῆς ψυχῆς ἀπέναντι τῶν ὀφθαλμῶν τοῦ Θεοῦ καὶ παύσασθαι ἀπὸ τῶν πονηριῶν καὶ τὴν ἐπιστήμην τῶν καλῶν ἔργων ἀναλαβεῖν, καὶ ἐκζητῆσαι κρίσιν, καὶ ῥύσασθαι ἀδικούμενον, καὶ κρίνειν ὀρφανῷ καὶ δικαιῶσαι τὴν χήραν, τότε ἐπὶ τὸ διελεγχθῆναι καλεῖται, ἐπαγγελίαν λαμβάνων, ἢ ὡς χιὼν, ἢ ὡς ἔριον λευκανθήσεσθαι. Οὕτως αὐτὸ καθ’ ἑαυτὸ τὸ λουτρὸν οὐκ ἐξαρκεῖ πρὸς τὴν χιόνος ἢ ἐρίου λευκότητα τὸν λουσάμενον ἀγαγεῖν, ἀλλὰ καὶ πράξεων χρεία καὶ ἐπιμελείας οὐ τῆς τυχούσης. Ὥστε τὸ μὲν λουτρὸν καθαρότητός ἐστι τῆς ἀπὸ ῥύπου ποιητικόν· ἡ δὲ κρίσις τοῦ ὀρφανοῦ καὶ ἡ δικαίωσις τῆς χήρας, καὶ τὴν ἴσα χιόνι ἢ ἐρίῳ λευκότητα προξενεῖ. Δύναται γὰρ καὶ φοινικοῦν τι ὑπάρχον καθαρὸν μὲν εἶναι, μὴ μὴν λευκασμοῦ ἠξιῶσθαι.
PG 30:203Ἐπειδὴ δὲ τὸ μὲν φοινικοῦ ὑδαρῶς πεφοίνικται, τὸ δὲ κόκκινον βαθύτερόν ἐστι καὶ κατακόρως ἐρυθρόν, τὸ μὲν πρὸς χιόνα, τὸ δὲ πρὸς ἔριον λευκὸν τὴν ἀναλογίαν ἔχειν ἐκρίθη. Ἐρυθρᾷ μὲν οὖν χρόᾳ παρεικάζονται αἱ ἁμαρτίαι ἡμῶν, διὰ τὸ φονικαὶ εἶναι τῶν ψυχῶν. Καὶ ὥσπερ ἐν τοῖς βάμμασι τὸ μὲν πολλάκις καὶ φιλοπόνως καταβαφὲν, μονιμωτέραν πως καὶ ἀνέκπλυτον τὴν βαφὴν καταδέχεται, τὸ δὲ ἐπιπολαίως καὶ ἐκ τοῦ παρατυχόντος ἐπιχρωσθὲν, εὐκίνητον ἔχει καὶ εὐαπόπλυτον τὴν βαφήν, οὕτω καὶ ψυχὴ ποιωθεῖσα ὑπὸ τῆς ἁμαρτίας καὶ ἐν ἕξει τοῦ κακοῦ γενομένη, δυσέκνιπτον καὶ οἱονεὶ ἐγκεκαυμένον τὸν ἐκ τῶν ἁμαρτημάτων ἀνεμάξατο σπῖλον. Ἐπ’ ἔλαττον δὲ, καὶ οἱονεὶ ἐπιπολαιότερον προσδιατρίψασα τῷ κακῷ, ὑδαρέστερον ἐχρώσθη καὶ κατεσπιλώθη τῷ ἁμαρτήματι, κατὰ τὴν τῶν ἁμαρτημάτων ἀναλογίαν ἐπὶ πλέον, ἢ ἐπ’ ἔλαττον τῆς χρόας ἐπελθούσης. Διὰ τί δὲ τῶν λευκῶν χιὼν καὶ ἔριον εἰς τὴν εἰκόνα παρελήφθη; Ὅτι φυσικῶς λευκὸν ὑπάρχον τὸ ἔριον, ἑαυτοῦ ἐξ ἐπιμελείας λευκότερον γίνεται. Καὶ ἀνθρώπου τοίνυν ὁ βίος τὰς φυσικὰς ἀφορμὰς ἐξ ἀσκήσεως τελειῶν, ἐπὶ πολὺ προελθεῖν τῆς ἀρετῆς δύναται.
Καὶ ἡ χιὼν τοίνυν, ὕδωρ οὖσα τῷ ὑποκειμένῳ, τῇ τοῦ ἀέρος προσθήκῃ λευκὴ γίνεται, ὅταν ἐκ τῆς τοῦ πνεύματος βίας τὸ ἐν ταῖς νεφέλαις ὑγρὸν ἀνακοπτόμενον ὑπὸ μὲν τῆς σφοδρᾶς κινήσεως εἰς ἀφρὸν ἐξοιδαίνει, ὑπὸ δὲ τῆς ἐν τῷ ἀέρι ψύξεως συμπηγνύμενον, σύστασιν λαβόν τινα καὶ βάρος, τῇ φυσικῇ ῥοπῇ φέρεται πρὸς τὸ κάτω. Οὕτω καὶ ψυχὴ, τὰς φυσικὰς ἀφορμὰς οἰκείᾳ τε ἀσκήσει καὶ τῇ βοηθείᾳ τοῦ Πνεύματος συναυξήσασα, ἀξία γίνεται ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει τῆς χάριτι τοῦ Θεοῦ, δεδομένης λαμπρότητος τοῖς ἁγίοις. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ αὐτεξούσιον ἐντεῦθεν παριστῶν μάλιστα τῆς τῶν ἀνθρώπων φύσεως. Πᾶσι γὰρ τοῖς προκειμένοις ἡγούμεθα τὴν ἐπαγωγὴν ταύτην ἁρμόζειν. Ἐὰν γὰρ ἀποστῆτε (φησὶ) τῆς κατὰ τὸ ἀποκτεῖνον γράμμα λατρείας, ἐὰν λούσηθε καὶ καθαροὶ γενόμενοι, πρὸς τὸ ἐφεξῆς ἀποδῶτε τὴν ἐκτεθεῖσαν ὑμῖν πολιτείαν ἥξετε εἰς κρίσιν, ἐν τοσῇδε ἢ τοσῇδε περισσείᾳ γενήσεσθε καὶ τῆς ἐν ἐπαγγελίᾳ τρυφῆς ἀπολαύσετε, τῆς κολαστικῆς καὶ φθαρτικῆς μαχαίρας κατάβρωμα οὐκ ἔσεσθε.
PG 30:205Τοῖς μὲν ταπεινῶς ἀκούουσι γήϊναι ἐπαγγελίαι τῆς ὑπακοῆς μισθὸς δίδοται· τοῖς δὲ πνευματικῶς τοῦ βουλήματος τῆς Γραφῆς ἐπακούουσι γῆς ἀγαθὰ τῆς πνευματικῆς λέγεται, ἣν οἱ μακαριζόμενοι πραεῖς κληρονομήσειν λέγονται. Ὁμοίως καὶ μάχαιρα ἔμψυχος νοεῖται, περὶ ἧς εἴρηται, ὅτι ἐμεθύσθη ἀπὸ αἵματος τραυματιῶν· καὶ, ἐν τῷ οὐρανῷ φάγεται κρέα. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐνεργῆσαν ταῦτα γραφῆναι, στόμα νῦν εἴρηται, παρὰ τὸ καὶ ἐκ στόματος τοῦ Θεοῦ λέγεσθαι προεληλυθέναι. Ὥστε σε μὴ καταφρονητικῶς ἀκοῦσαι τῶν ἀπειλῶν, τὸ ἀψευδὲς στόμα ἐπεμαρτύρατο ἡμῖν ὁ λόγος τοῦ Κυρίου, τὸ ταῦτα λαλῆσαν. Τίς δὲ οὕτω ταπεινὸς καὶ σάρκινος τὴν διάνοιαν, ὥστε τὰ εἰς ἀντίδοσιν τῆς εὐπειθείας παρὰ τοῦ ἀγαθοῦ Θεοῦ τεταμιευμένα τοῖς ἀνθρώποις, βρώματα εἶναι νομίζειν, καρποὺς τῆς γῆς εἰς φθορὰν δεδομένους τῇ ἀποχρήσει; Ἀλλὰ δηλονότι, κατὰ τὴν παραβολὴν τοῦ Εὐαγγελίου, τὸ ἐν τῇ καλῇ γῇ σπέρμα καρδία ἐστὶ καλὴ καὶ ἀγαθὴ, ἀκούουσα τοῦ λόγου, καὶ κατέχουσα καὶ καρποφοροῦσα ἐν ὑπομονῇ. Ἄξιον οὖν ἐπαγγελίας Θεοῦ, ἡ τῶν ἡδίστων καρπῶν τῆς καρδίας ἀπόλαυσις.
Καρποὶ δὲ καρδίας, τὸ ἐν θεωρίᾳ τοῦ θείου κάλλους τερπνόν. Οὗτοι δὲ οἱ καρποὶ ἐκ τῆς εἰς τὸ πνεῦμα σπορᾶς γεωργοῦνται, θεριζόμενοι εἰς ζωὴν αἰώνιον, ὧν ὁ συνάγων ἐν ἀγαλλιάσει τὰ δράγματα, κατατρυφᾷ τοῦ Κυρίου, λαμβάνων παρ’ αὐτοῦ τὰ αἰτήματα. Πρότερον μέντοι θελῆσαι δεῖ, καὶ τότε εἰσακοῦσαι, ἵνα τὸ ἐφ’ ἡμῖν ἀκατανάγκαστον ᾖ. Καὶ πάλιν· Ἐὰν μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου. Ἐκ τοῦ μὴ θελῆσαι, τὸ μὴ εἰσακοῦσαι. Οὕτω πᾶσα μακαριότης, καὶ ἡ ἐν κολάσει ἐν τοῖς ἐπιπόνοις διαγωγὴ ἐκ τοῦ ἐφ’ ἡμῖν ἤρτηται. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Θαυμαστικὴ ἡ ἐπαπόρησις, πολὺ τὸ ἐκπληκτικὸν ἐμφαίνουσα ἐπὶ τῷ παραδόξῳ, περὶ τοῦ τίνα τρόπον ἡ πιστὴ πόλις καὶ πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐπανεπαύσατο, αὕτη ἐγένετο πόρνη καὶ φονευτῶν οἰκητήριον. Πῶς γὰρ οὐ θαύματος ἄξιον λυπηροῦ, πόλιν ὅλην ἀπὸ τῆς ἐν πίστει καθαρότητος εἰς τὴν ἐκ πορνείας ἀκαθαρσίαν μεταπεσεῖν, ὅπου γε καὶ μίαν ψυχὴν ἀπὸ τοῦ παγίως πιστεύειν εἰς τὴν ἐξ ἀπιστίας πορνείαν περιτραπῆναι, τῶν παραδόξων;
PG 30:207Πότε δὲ ταῦτα κατηγορεῖται, ἢ ὅτε πονηρὰ γενεὰ καὶ μοιχαλὶς γενομένη, τὴν διακύψασαν ἐξ οὐρανοῦ καὶ ἀναπαυσαμένην ἐν αὐτῇ δικαιοσύνην ἐφόνευσαν, τὸν Χριστὸν καὶ Κύριον ἡμῶν; Ὃ καὶ ἐπιτείνει τὸ θαῦμα, καὶ μεῖζον ποιεῖ τὸ παράδοξον, εἰ ὅτε ἡ δικαιοσύνη παρῆν, ὑπερπλεόνασεν ἡ ἀδικία. Καὶ ταῦτα ἐποίει, τοὺς ὑγιεῖς περὶ κρίσεως λόγους οὐκ ἀγνοοῦσα. Τοῦτο γάρ ἐστι τὸ Πλήρης κρίσεως. Σημειωτέον δὲ, ὅτι μήτηρ ἐστὶ πορνείας ἡ ἀπιστία. Τίς γὰρ (πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν καὶ παρεῖναι τοῖς γινομένοις καὶ ἑκάστῃ πράξει παρεστάναι καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν) ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ’ ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γιγνομένων ὑπολαμβάνοντες, οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι. Λέγεται δέ ποτε καὶ ἐπὶ Ἐκκλησίας (ὅπερ ἀπείη λεχθῆναι ἐπὶ τῆς ἡμετέρας) τὸ Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;
Ὅταν, ἀποβάλλουσα τὸν λόγον τῆς πίστεως (ᾧ ἐξ ἀρχῆς, κατὰ τὴν παράδοσιν τῶν πατέρων, συνενυμφεύθη, τῶν παραστησάντων αὐτὴν ἑνὶ Ἀνδρὶ παρθένον ἁγνὴν) πολλὰ καὶ ποικίλα παραδέχεται τοῦ λόγου σπέρματα παρὰ τῶν τὴν σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, καὶ ἐπὶ διαφθορᾷ τῶν ψυχῶν τὰ δόγματα τῆς ἀσεβείας διασπειρόντων. Λεχθήσεται καὶ ἐπ’ αὐτῆς δικαίως τὸ Πῶς ἐγένετο πόρνη ἡ πόλις πιστὴ Σιών; Οἱ γὰρ ἅγιοι Ἄγγελοι, οἱ τῶν Ἐκκλησιῶν τὰς προστασίας πεπιστευμένοι, γνωρίζοντες τὰ ἀρχαῖα, ἀφορῶντες καὶ πρὸς τὰ νῦν, πρὸς τούτους, ἐροῦσι θαυμαστικῶς· Πῶς ἐγένετο πόρνη πόλις πιστή; Ἐκ τῆς πορνείας αὐτῆς καὶ φονευτὰς συναθροίσασα, φονευτὰς οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν· ἐν δολιότητι καὶ ἀπάτῃ τὴν ζωὴν ἀφαιρουμένους τῶν ἁπλουστέρων; οἱονεὶ ξίφει τινὶ τῷ λόγῳ διὰ τῆς τοῦ κόσμου σοφίας εἰς πιθανολογίαν ἠκονημένοι, θανάσιμα τραύματα ταῖς ψυχαῖς ἐμποιοῦσιν. Εἶτα ἡ τῆς αἰτίας ἀπόδοσις, δι’ ἣν αἰτίαν ἐγένετο πόρνη ἡ πρότερον πιστή. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστιν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος ἐστὶ καὶ παράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων.
PG 30:209Ὅτι γὰρ εἰς τοῦτο φέρει τὸ αἴνιγμα καὶ ἀργύριον ὀνομάζει τὸν λόγον τῆς πίστεως, πολλαχόθεν δείκνυται· καὶ μάλιστα ἐκ τοῦ Τὰ λόγια Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἐρευνήσατε οὖν ὑμῶν τὰ ταμεῖα τῶν καρδιῶν. Πάντα μοι περισκέψασθε ἐν ταῖς κρυπταῖς ἀποθήκαις, μή που κίβδηλος ᾖ δραχμή, τουτέστι μή που δόγμα παραπεποιημένον, οὐκ ἐκ τοῦ Πνεύματος σημειωθὲν ἐν τοῖς ἰδίοις αὐτοῦ τῆς ἀληθείας χαράγμασιν, ἃ διὰ Προφητῶν ἡμῖν καὶ Ἀποστόλων ἐχαρίσατο, ἀλλ’ ὑπὸ ἀνδρῶν ἐπιβούλων ὑπὸ τῆς ἰδίας ἐπινοίας λαθραίως καὶ δυσφωράτως παρακοπτόντων, οἳ τὰ ἀλλότρια νομίσματα, τὴν τοῦ ἐχθροῦ μορφὴν περικείμενα, τοῖς βασιλικοῖς θησαυροῖς ἐπεισάγοντες, τόν τε μέγαν πλοῦτον διέφθειραν καὶ ἀμφιβολίαν τῆς ἐκλογῆς τοῖς πολλοῖς ἐνεποίησαν. Ὀλίγοι, γὰρ οἱ δόκιμοι τραπεζῖται. Ὀλίγοι, οἱ πάντα δοκιμάζειν δυνάμενοι καὶ τὰ μὲν καλὰ κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἀκούσατε μὲν καὶ ψιλοῦ τοῦ ῥήματος, οἱ τὸν οἶνον πωλοῦντες, καὶ μὴ δολοῦτε τὴν κτίσιν. Οὐ γὰρ παιδιὰ τὸ πρᾶγμα, ἀλλὰ κακὸν τῆς μεγίστης κατηγορίας ἠξιωμένον.
Πλὴν ἀλλ’ ἐπὶ τὸν πνευματικὸν νοῦν ὁ λόγος ἐπείγεται. Οἶνός ἐστιν εὐφραίνων καρδίαν ἀνθρώπου, τουτέστι τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὰ διδάγματα τῶν Γραφῶν, διὰ τῶν ἁγίων Ἀποστόλων καὶ Προφητῶν εἰς εὐφροσύνην αἰώνιον οἰνοχοοῦντος ἡμῖν τοῦ Πνεύματος. Ἅπερ οἱ πολλοὶ καπηλεύοντες, τὸν λόγον ἐξυδαροῦσιν, ἐπιμιγνύντες τὸν ἑαυτῶν νοῦν ἐπιβλαβῶς τοῖς ἀκούουσι· καταχαριζόμενοι γὰρ αὐτῶν ταῖς ἡδοναῖς καὶ διὰ τῆς χρηστολογίας κολακεύοντες, αὐτῶν τὰ πάθη τρέφουσιν εἰς ἀπώλειαν· τὸ αὐστηρὸν καὶ εὔτονον καὶ ὠφελίμως ἐπιστῦφον τῶν Γραφῶν ὑπεκλύοντες, φιλανθρωπίας τινὰς ἀπαιδεύτους καὶ συγχωρήσεις ἁμαρτημάτων ἀκρίτους, καὶ τοιαῦτά τινα κεχαρισμένα τοῖς πολλοῖς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων διεξιόντες, ἐπὶ πλεῖον τῶν φιληδόνων τὰς ψυχὰς ἐκθηλύνουσιν. Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Ἡμεῖς οἱ κάπηλοι, ἡμεῖς καὶ οἱ ἄρχοντες, οἱ διὰ τὸ ἀπειθεῖν καὶ μὴ πιστεύειν πρῶτοι ποιοῦντες τὰς πόλεις τὰς πιστὰς μεταπίπτειν εἰς τὰς πορνείας. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ’ ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγόμενον εἶναι.
PG 30:211Ἐπειδὴ οὖν ποτε τῆς πιστῆς πόλεως οἱ ἄρχοντες ἦσαν ἀπειθοῦντες, συνεξομοιωθεῖσα αὐτοῖς καὶ ἡ πόλις, ἀποθεμένη τὸ εἶναι πιστὴ, μετέπεσεν εἰς πορνείαν. Μὴ γενώμεθα καὶ ἡμεῖς ἀπειθεῖς, καὶ ἀπιστία ἡμῶν οὐ κυριεύσει. Οἱ ἄρχοντες ὑμῶν ἀπειθοῦσι. Δηλονότι Θεῷ ἀπειθοῦσιν, ἐκκλίνοντες ἀπ’ αὐτοῦ, καὶ τοῖς διατεταγμένοις ὑπ’ αὐτοῦ μὴ ἐμμένοντες. Ἐν δὲ τοῖς προστάγμασιν ἦν τὰς χεῖρας ἀποσείεσθαι ἀπὸ δώρων, μὴ συντρέχειν τοῖς κλέπτουσιν· οἱ δὲ ὑπὸ φιλαργυρίας, αἰσχροῦ κέρδους χάριν, κοινωνοὶ κλεπτῶν ἐγένοντο. Οὐ πάντως κλέπτας νοητέον τοὺς βαλαντιοτόμους τούτους, ἢ ἐν τοῖς λουτροῖς λωποδυτοῦντας· ἀλλὰ κἄν τινες, στρατοπέδων ἡγεμονίαν πιστευθέντες, ἢ πόλεων καὶ ἐθνῶν ἀρχὰς παραλαμβάνοντες, τὰ μὲν λάθρᾳ ὑφαιρῶνται, τὰ δὲ δημοσίᾳ βιάζωνται. Λαμβάνων δὲ παρὰ τῶν τοιούτων ὁ νομιζόμενος ἄρχων τῆς Ἐκκλησίας, ἤτοι εἰς ἰδίαν αὐτοῦ ἀπόλαυσιν, ἐπὶ προφάσει τῆς ἐπιβαλλούσης αὐτῷ τιμῆς διὰ τῆς προστασίας, ἢ ἐπὶ λόγῳ τῆς τῶν πτωχευόντων ἐν τῇ Ἐκκλησίᾳ οἰκονομίας, κοινωνός ἐστι κλοπῆς·
ἀντὶ τοῦ ἐλέγχειν καὶ νουθετεῖν καὶ ἀφιστᾶν τῆς ἀδικίας τοὺς κλέπτοντας, ῥᾳδίως ὑπέχων τὴν χεῖρα τῷ λήμματι καὶ μακαρίζων αὐτόν, δέον μειζόνως αὐτὸν μισεῖν, ὅσῳ μείζονα κλέπτει. Ὁ δὲ ἐπαινοίη αὐτὸν δορυφορῶν καὶ παραπέμπων καὶ περὶ τὰς θύρας στρεφόμενος καὶ τῶν χειρῶν ἁπτόμενος, αἷς πάντα ὁμοίως ἰδίᾳ καὶ δημοσίᾳ διεκλάπη. Τῷ ὄντι, ταῦτα ποιοῦντες, κοινωνοὶ κλεπτῶν ὀνομαζόμεθα. Δέον καταπατεῖν ἡμᾶς τὴν ἀνωμαλίαν τοῦ κόσμου παντὸς καὶ τῶν ἐν αὐτῷ φαντασιῶν. Ὅταν ἴδωμεν ἐν τοῖς δικαστηρίοις τοὺς μικροὺς κλέπτας ὑπὸ τῶν μεγάλων κολαζομένους, καὶ τοὺς μὲν οἰκέτας μισοῦμεν, διὰ ταῦτα, τούτους δὲ θαυμάζομεν. Τοὺς μὲν γὰρ, ὅτι κλέπται εἰσὶν, ἐκτρεπόμεθα· τοὺς δὲ, ὅτι πλουτοῦσιν ἐκ τῆς κλοπῆς, ἐκπλησσόμεθα. Τί ἄλλο κατηγοροῦνται οἱ ἄρχοντες; Ἀγαπῶντες δῶρα. Πάνυ ἀκριβῶς εἴρηται τὸ Οἱ ἀγαπῶντες δῶρα, οὐχὶ λαμβάνοντες δῶρα. Οὕτω γὰρ ἂν καὶ τὰ καθηκόντως ἐν ταῖς τοῦ βίου κοινωνίαις διδόμενα διεβέβλητο· ἀλλ’ Ἀγαπῶντες δῶρα, τουτέστι προστετηκότες τῇ ἐπιθυμίᾳ τῇ τοῦ λαμβάνειν. Κατηγορία δὲ τῶν ἀρχόντων, περὶ τὰ φθαρτὰ καὶ τὰ γήϊνα τὴν ἱερὰν ἀγάπην ἐκκεχυμένην ἔχειν.
Κύριον γὰρ τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει καὶ ἀγαπᾷν καὶ τὸν πλησίον καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τοῦ τὸν ἥλιον ἑαυτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν, οὐ συγκεχώρηται. Εἰ δὲ πονηρόν ἐστι καὶ ὁτιοῦν ἀγαπᾷν παρὰ τὰ εἰρημένα, ὁ ἀγαπῶν ἀργύριον οὕτως, ὡς ἀγαπᾷν ὤφειλε Κύριον τὸν Θεὸν, ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, ὁ τοιοῦτος ἀντὶ τοῦ δουλεύειν τῷ Κυρίῳ, δουλεύει τῷ Μαμμωνᾷ, τὸ τῷ Θεῷ ὀφειλόμενον τῆς ἀγάπης μέτρον ἐπὶ τὸ ἀργύριον μεταθείς. Διὰ τοῦτο γίνεται ἡ πλεονεξία εἰδωλολατρεία, ἐπειδὰν τὰ Κυρίῳ τῷ Θεῷ προσφερόμενα δῶρα ἐπὶ τὰ γήϊνα μετενέγκῃ. Προστετάγμεθα οὖν μὴ ἀγαπᾷν τὰ δῶρα, ὥστε τούτων ἕνεκα πολλὰ τῶν ἀπηγορευμένων συγχωρεῖν τοῖς προσιοῦσι. Καθόλου δὲ, οὐδὲ τὰ τοιαῦτα δῶρα ἀγαπᾷν ἡμῖν ὁ λόγος δίδωσιν, οὐδὲ ἐμπαθῶς διακεῖσθαι περὶ αὐτά, ἀλλ’ ὡς ἀναγκαίαν αὐτῶν τὴν λειτουργίαν ὑποδεχόμενοι.
PG 30:215Ἀμήχανον γὰρ τὸ Ἐξ ὅλης καρδίας, μερισμόν τινα εἰς ἕτερον ἐπιδέξασθαι. Ὥσπερ γὰρ ἐν ἀγγείῳ πεπληρωμένῳ τινὸς ὑγροῦ, ὅσον ἂν ἐκρυῇ πρὸς τὰ ἔξω, τοσοῦτον ἀνάγκη τῆς πληρώσεως ἀποδεῖν, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· ὅσον ἂν αὐτῇ κενωθῇ τῆς ἀγάπης, ἐφ’ ἃ μὴ προσῆκε, τοσοῦτον ἐνδεῖν ἀνάγκη πρὸς τὸν Θεόν. Ὁ δὲ ἅπαξ ὁρμήσας ἀγαπᾷν ἀργύριον, πᾶσαν ἐκεῖ μετακενοῖ τὴν ἀγάπην. Ὁ γὰρ ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου. Διώκοντες ἀνταπόδομα. Μέγιστον κατηγόρημα ἄρχοντος, πρόχειρον εἶναι πρὸς ἄμυναν καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυπῆσαι τὸν βλάψαντα;, μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ, λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· μήτε δὲ τοῦ Ἱερεμίου, μεμνημένος ὅτι Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθήσεται καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. Τί δὲ δεῖ λέγειν περὶ τῶν τοῦ Κυρίου διδαγμάτων, ὅπως αὐτῶν καταφρονοῦσιν οἱ διώκοντες ἀνταπόδομα;
τοῦ Κυρίου λέγοντος· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Παντὶ μὲν οὖν κατηγόρημα τὸ διώκειν ἀνταπόδομα, μάλιστα δὲ ὅταν ἀπὸ τῆς ἀρχοντικῆς ἐξουσίας τοῦτο ποιῇ τις, δέον ἔργῳ διδάσκαλον τῶν ἀπὸ τῆς ὑπομονῆς καλῶν γίνεσθαι τῷ λαῷ. Οἷον γὰρ θέαμα, πῶς σεμνὸν καὶ θαυμάσιον καὶ μικροῦ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐκβαῖνον, πολλὰ λοιδορηθέντα καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης καὶ ἄλλα μυρία παθόντα καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν· ἀλλὰ πράως καὶ ἀοργήτως ἀναστάντα, προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ· ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ Θεοῦ ἐπιμελείας ἀξιωθῆναι, ὥστε ἀσελγαίνοντα παύσασθαι. Νῦν δὲ ἡμεῖς οἱ ἄρχοντες, μετὰ τῶν ἄλλων κακῶν, καὶ τοῦτο μάλιστα ἁμαρτάνομεν, διώκοντες ἀνταπόδομα, οὐδὲ καὶ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ’ ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ’ ἐὰν μὴ καὶ τιμηθῶμεν, παροξυνόμενοι, ἐχθροὺς ἡγούμενοι καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους ἑαυτοὺς ὑπειλήφαμεν.
PG 30:217Ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προςέχοντες. Τὰ λοιπὰ εἴρηται καὶ ἐν τοῖς κατόπιν, τὰ περὶ ὀρφανῶν καὶ χήρας· ἐνταῦθα δὲ ἐπίστησον τῷ Οὐ προςέχοντες πόσην ἐμφαίνει ἀλαζονείαν τοῦ ἄρχοντος, ὅπως αὐτὸν καὶ τοῦ κριτοῦ τῆς ἀδικίας ἀγριώτερον δείκνυσιν· εἴγε ὁ μὲν μετὰ πολλὰς ἐντεύξεις, εἰ καὶ ἄλλως ἀσυμπαθὴς ἦν, ἀλλὰ διὰ τὸ φιλόπονον τῆς χήρας, προσέσχε τῇ κρίσει, τὸ ἐπὶ πλεῖον ὑπὸ αὐτῆς κοποῦσθαι περιιστάμενος. Περὶ δὲ τούτων εἴρηται ὡς, καθόλου, κρίσει χήρας προσέχειν μὴ καταδεχομένων. Διὰ τοῦτο τάδε λέγει ὁ Δεσπότης Κύριος Σαβαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Ἰδίωμα τῆς Γραφῆς, οὕτω σχηματίζειν τὴν λέξιν· Ἀντὶ τοῦ τοῖς ἰσχύουσιν, Οὐαὶ οἱ ἰσχύοντες, εἶπε τὴν ἐπὶ δυςυπομονήτοις πόνοις ἐκπεμπομένην φωνὴν ταύτην ἁρμόζειν λέγον τοῖς μικρὸν ὕστερον ἐν βασάνῳ δυσφορωτάτῃ γενησομένοις, τοῖς ἰσχύουσι τοῦ Ἰσραήλ. Καὶ τοῦτο οὐ στοχαστικῶς εἴρηται παρὰ τοῦ Προφήτου, ἀλλὰ κατὰ ἀπόφασιν, τὴν ἀπὸ τοῦ ἀψευδοῦς στόματος προελθοῦσαν.
Τοὺς ἰσχύοντας δὲ τοὺς αὐτοὺς νοητέον τοῖς ἄρχουσιν, οἳ, πρὸς τῷ ἀπειθεῖν τῷ Θεῷ, καὶ ἀγαπῶσι δῶρα καὶ διώκουσιν ἀνταπόδομα καὶ τὰ λοιπὰ, ἃ κατηγοροῦνται. Οὐαὶ τοῖς ἰσχύουσι καὶ ἀπειθοῦσι. Τοῖς γὰρ ἀσθενεστέροις τάχα συγγνώμη· Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Καὶ Ὧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Διὰ τοῦτο καὶ τοῖς πλουσίοις οὐαὶ, ὅτι ἰσχύοντες εἰς τὸ παραμυθεῖσθαι τοὺς πένητας, οὐ κέχρηνται τῇ δυνάμει τοῦ πλούτου, εἰς ἃ εἰλήφασι. Καὶ εἴ τις ἑτέρου τὴν διάνοιαν ἐντρεχέστερος, μὴ ἀποχρῆται τῇ ἰσχύϊ τῆς φύσεως πρὸς τὴν τῶν θείων ἔρευναν, καὶ τούτῳ οὐαὶ, ὅταν ἀπαιτῆται κατὰ τὴν ἀναλογίαν τῶν δεδομένων τὸ ἔργον. Καὶ εἴ τινες δὲ προστασίας ἐκκλησιαστικῆς ἐπειλημμένοι, μὴ κοσμοῦσι τὸ ἔργον τῇ πρεπούσῃ τῷ ἐπαγγέλματι πολιτείᾳ, καὶ τούτοις οὐαί. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις. Ὑπεναντίοι Θεῷ, οἱ ἀντιβαίνοντες αὐτοῦ τοῖς Προστάγμασιν· οἵτινες ἐφ’ ὅσον εἰσὶν ὑπεναντίοι, οὐ παύσεται ὁ λεγόμενος θυμὸς τοῦ Θεοῦ κατ’ αὐτῶν.
PG 30:219Ἐπιμένοντες μὲν γὰρ ταῖς πονηρίαις, ἐξάπτομεν ἐφ’ ἑαυτοὺς τὸν θυμὸν τοῦ Θεοῦ, οἷον πυρὶ ὕλην τὰς ἁμαρτίας ἡμῶν παρατιθέντες, κατὰ τὸ εἰρημένον, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου. Παυσαμένων δὲ ἡμῶν τῆς ἁμαρτίας· Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Ὁ πιστεύων εἰς ἐμὲ (φησὶν) οὐ μὴ κριθῇ· ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται. Τῆς οὖν κρίσεως αἴτιοι οἱ ἐχθροὶ, κατὰ τὸ εἰρημένον· Διὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐπειδὴ δὲ εἶπεν, ὅτι Οὐ παύσεταί μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, ἵνα μὴ ἄκριτον τὴν ἐπὶ τοὺς παροξύνοντας ὀργὴν εἶναι τοῦ Θεοῦ νομίσωμεν. Εἴγε καὶ θυμοῦμαι ἐν τοῖς ὑπεναντίοις, ἀλλ’ ὅμως οὐκ ἀκρίτως ἐπάξω αὐτοῖς τὰς κολάσεις, ἀλλὰ κεκριμένας κατὰ τὴν ἀξίαν καὶ τὸ μέτρον τῶν ἐπταισμένων. Τοῦτ’ ἔστι τὸ Κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Ἐχθροὶ δὲ τῷ Θεῷ, οἱ τὰ ἄδικα πράσσοντες. Ἐχθρὰ τῷ ἀγαθῷ ἡ πονηρία· ἐχθρὰ τῷ δικαίῳ ἡ ἀδικία· τῷ ἁγίῳ ἡ ἀκαθαρσία· τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἐπὶ τούτοις οὖν οὐ παύσεται ὁ θυμὸς, ἕως ἂν ὦσιν ὑπεναντίοι· οὐδὲ ἄκριτον αὐτοῖς ἐπάξειν ἔφη τὴν κόλασιν. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κυρώσω σε εἰς καθαρόν.
Ὅρα τὸ ἀγαθὸν τέλος τῆς δικαίας κρίσεως καὶ τῶν κατὰ τὴν κρίσιν προσαγομένων κολάσεων. Οὐ παύσεταί μου ὁ θυμός, κρίσιν ποιήσω· ἐπάξω τὴν χεῖρα, πυρώσω. Καὶ τί; Ἵνα καθαρὸν ἀποδείξω. Οὕτω θυμοῦται ὁ Θεὸς, ἵνα εὐεργετήσῃ τοὺς ἁμαρτωλούς. Οὐ γὰρ εἰς ἀφανισμὸν κολάζει· ἀλλὰ παιδεύει εἰς ἐπανόρθωσιν. Ἐπάγει δὲ τὸ πῦρ τοῦτο ἐπὶ τὸ ἐξαφανίσαι τὸ διὰ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμβληθὲν τῇ ψυχῇ, τῇ μὴ ἐχούσῃ τὸν θυρεὸν τῆς πίστεως, ᾗ ἐμπεσὸν, κατασβέννυσι τοῦ πονηροῦ τὰ τοξεύματα· καὶ γίνεται τὸ θεῖον πῦρ, πυρὸς ἑτέρου καθάρσιον, τοῦ εἰς ἀνοήτους καὶ βλαβερὰς ἡμᾶς ἐπιθυμίας ἐκκαίοντος. Διὰ τοῦτό φησιν αὐτὸς ὁ Κύριος· Εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ἔσονται (φησὶ) τῷ Κυρίῳ, προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ. Καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ. Μεγάλη εὐεργεσία ψυχῇ, τῇ παρὰ τὴν αἰτίαν τῶν κακῶν προϊσταμένων εἰς Θεοῦ ἀλλοτρίωσιν ἐκπεσούσῃ, τὸ ἀφαιρεθῆναι αὐτῆς τοὺς ἀνόμους.
Διὰ τοῦτο καὶ οἱ περὶ τὴν Ἐκκλησίαν τύποι τοὺς ἐν ἀπηγορευμένοις παραπτώμασιν εὑρεθέντας χωρίζουσι τοῦ λοιποῦ σώματος, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Ὥστε κατὰ ἀγαθὸν Θεόν ἐστι τὸ ἀφελεῖν ἀνόμους ἀπὸ λαοῦ. Οὐ γὰρ οἱ ἄνομοι συνεισελεύσονται τοῖς Ἁγίοις εἰς τὰ ἅγια, ἐπείπερ τὸ πτύον ἐν τῇ χειρὶ τοῦ Κυρίου. Ἀλλ’ οἱ νῦν ὡς ἄνομοι χωριζόμενοι τοῦ λαοῦ, πράως φέρουσι τὰ γιγνόμενα, οὐ νοοῦντες ὅτι τύπος ταῦτα τῶν ἐν τοῖς φοβεροῖς κρίμασι τοῦ Θεοῦ γενησομένων. Ἡλίκη δὲ βλάβη τὸ μὴ ἀφαιρεῖσθαι τοὺς ἀνόμους τῆς πρὸς τὰ ἅγια μέλη τοῦ Χριστοῦ ἐπιμιξίας, ὁ Ἀπόστολος ἐδήλωσεν, ἐπιτιμῶν Κορινθίοις, διότι οὐκ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ’ αὐτῶν ὁ τὸ πονηρὸν ἐργασάμενος. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον. Διὰ τί, ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κριτῶν ἐμνήσθη; καίτοι καὶ ἐν βασιλεῦσιν ἦσάν τινες, οἱ ἐπαινετῶς ἄρξαντες τοῦ λαοῦ. Ἢ ὅτι ἡ κατὰ τοὺς κριτὰς πολιτεία ἐλευθεριωτέρα ἦν, κατὰ φύσιν αὐτοῖς ὑπάρχουσα, αὐτονομουμένου τοῦ λαοῦ, καὶ Θεὸν μόνον βασιλέα γνωρίζοντος· ἡ δὲ τῶν βασιλέων κατάστασις ὕστερον ἐκ τῆς ἰδίας ἀβουλίας αὐτῶν ἐπεγένετο.
Ἔδει οὖν εὐεργετουμένους ἐπὶ τὴν μακαρίαν κατάστασιν ἐπανελθεῖν. Διὰ τοῦτο οὐχὶ βασιλεῖς, ἀλλὰ κριτὰς ἐπιστήσειν ἐπηγγείλατο, χαριζόμενος αὐτοῖς τὸ ἐλευθέριον· οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ’ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. Ἢ ἐπειδὴ οὐκέτι βασιλέων καιρὸς ἦν, μετὰ τὴν ἐπιδημίαν τοῦ ἀληθινοῦ Βασιλέως, κριτὰς ἐπηγγείλατο παρέξειν παραπλησίους τοῖς πρότερον, τοὺς μαθητὰς τοῦ Κυρίου, περὶ ὧν εἴρηται, ὅτι Καθήσετε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ τοὺς συμβούλους σου, ὡς τὸ ἀπαρχῆς. Πάλιν ἐνταῦθα τὸ αὐτεξούσιον αὐτοῖς διασώζων, οὐχὶ τὸν προτάσσοντα, ἀλλὰ τὸν συμβουλεύοντα αὐτοῖς ἔφη παρέξεσθαι· Βασιλέως μὲν γὰρ ἴδιον ἐπιτάσσειν τοῖς ἀρχομένοις· συμβούλου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλευομένους. Οὐ γὰρ αὐτάρκης ἕκαστος ἀφ’ ἑαυτοῦ εὑρίσκειν τὸ δέον. Διὰ τοῦτο εὐεργετῶν ὁ Θεὸς συμβούλους, ἀλλ’ οὐχὶ ἐξουσιαστὰς δίδωσιν. Ὥστε καὶ ἡμῶν ἕκαστος μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ’ ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ λογιζέσθω. Πάντες οὖν οἱ Προφῆται, οἱ τὰ συμφέροντα παραινέσαντες, σύμβουλοι· καὶ πρὸ πάντων Μωϋσῆς.
PG 30:221Παραπλησίους οὖν τοῖς ἀπαρχῆς συμβούλοις ἀναστήσειν, εὐεργετῶν τὸν λαὸν, ὁ Κύριος ἐπαγγέλλεται, τοὺς Ἀποστόλους καὶ Εὐαγγελιστὰς, οἷος ἦν ὁ Παῦλος σύμβουλος, ὁ διάκονος τῆς Καινῆς Διαθήκης, λέγων· Γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου. Μεγάλη δὲ εὐεργεσία συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ ἀπὸ τῆς συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λαλήσῃ φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ τοῦ πενθεροῦ αὐτοῦ Ἰοθὼρ, ὥστε καταστῆσαι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ δεκάρχους ἐπὶ τῷ κρίνειν τὸν λαόν. Καὶ Δαβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι’ οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. Καὶ ὅλως ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ’ ἑαυτῷ προσέχειν, ὡς μόνῳ τὰ κράτιστα βουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν.
Ἔπειτα ὁ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις, πιστὴ Σιών. Ἔδειξεν εἰς ποῖον καταλήγουσι τέλος αἱ κατὰ μέρος εὐεργεσίαι. Ἀντὶ γὰρ τοῦ τῶν φονευτῶν εἶναι πόλιν, πόλις δικαιοσύνης· καὶ ἀντὶ τοῦ πόρνη πόλις, μητρόπολις, τουτέστι καὶ ἄλλαις καθηγουμένη πρὸς σωφροσύνην. Καὶ πάλιν πιστὴ, ὅπερ ἦν πρὸ τοῦ βεβηλῶσθαι ἐκ τῆς πορνείας. Ἡ οὖν τοῖς πρέπουσιν ἑαυτῇ κόσμοις κεκοσμημένη, συμβούλοις τε καὶ κριταῖς, ἡ ἐν Χριστῷ Ἐκκλησία, μητρόπολις ἂν χρηματίζοι, οἷον ἀποικίας τινὰς τοῦ κατὰ Θεὸν βίου παρ’ ἑαυτῆς ἀποστέλλουσα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Οὐδὲν ἐν τοῖς ἄνω περὶ πολεμίων αἰσθητῶν, οὐδὲ περὶ αἰχμαλώτων εἰπών, τὴν ἀποκατάστασιν αὐτῆς αἰχμαλωσίας ἄφεσιν λέγων, ὑποβάλλει ἡμῖν νοεῖν, ὡς ἑκάστου ἡμῶν ὑπὸ ἁμαρτίαν γινομένου, ὅταν κατακυριευθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, οἱονεὶ δέσμιοι τῆς ἁμαρτίας γινόμενοι, καὶ ἀπαγόμενοι ὑπὸ τοῦ πονηροῦ εἰς τὸ παραστῆσαι τὰ μέλη ἡμῶν δοῦλα τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν.
PG 30:225Διὰ τοῦτο κριταὶ σώζοντες, ὡς Βαρὰκ καὶ Σαμψὼν καὶ Γεδεὼν καὶ Ἰεφθάε, ὑπερμαχοῦντες τοῦ λαοῦ, ἐξαιρούμενοι ἀπὸ τῶν πολεμίων. Διὰ τοῦτο σύμβουλοι τὰ πρὸς σωτηρίαν ὑφηγούμενοι, ἵνα ἀξία γένηται ἡ αἰχμαλωσία αὐτῆς σωθῆναι. Τοῦτο γάρ ἐστι τὸ μετὰ κρίματος σωθῆναι, τουτέστι κεκριμένως καὶ ἐξητασμένως. Εἶτα ἐπειδὴ ἐὰν ἀνομίας παρατηρήσῃ, οὐδεὶς ὑποστήσεται, συνῆψε τὴν ἐλεημοσύνην τῷ κρίματι, ἵνα τὸ τῆς κρίσεως ἀκριβὲς πραϋνθῇ τῇ ἐπικράσει τῇ τοῦ ἐλέους. Διὰ μὲν οὖν τὸ κρίμα παρεδόθη τῇ αἰχμαλωσίᾳ, διὰ δὲ τὸν ἔλεον ἀνεκλήθη. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Μετὰ τὸ τοὺς ἀξίους τῆς ἀποκαταστάσεως ἐπὶ τὰ ἐξ ἀρχῆς μετὰ κρίματος σωθῆναι καὶ μετὰ ἐλέους, οἱ πάντη ἄνομοι καὶ οἱ ἐπιμένοντες τῇ ἁμαρτίᾳ, Συντριβήσονται ἅμα· οἱ μὲν, ὅτι Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· οἱ δὲ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζουσιν. Εἰσὶ δὲ ἄνομοι μὲν, οἱ παντελῶς ἀνήκοοι τῶν θείων νόμων, ἢ ἀποστατήσαντες αὐτῶν, ἢ μηδὲ τὴν ἀρχὴν προσελθόντες· ἁμαρτωλοὶ δὲ, οἱ ἑκουσίως ἁμαρτάνοντες μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας.
Τάχα δὲ καὶ οὓς εὐεργετεῖ ὁ Θεὸς, βουλόμενος αὐτοὺς ἐν καινότητι ζωῆς περιπατῆσαι, συντρίβει αὐτῶν τὸν παλαιὸν ἄνθρωπον. Διὰ τοῦτο Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Συντρίβεται γὰρ τὸ πνεῦμα τοῦ κόσμου, τὸ ἐνεργῆσαν τὴν ἁμαρτίαν, ἵνα τὸ εὐθὲς ἐγκαινισθῇ τοῖς ἐγκάτοις. Καὶ συντρίβεται ὁ βραχίων τοῦ ἁμαρτωλοῦ, τουτέστιν ἡ πρακτικὴ τῆς ἁμαρτίας δύναμις, ἵνα ζητηθῇ ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν ἐστι καὶ τὸ Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀποκτενεῖ γὰρ τὸν κακῶς ζῶντα, ἵνα μετὰ τὴν κάθαρσιν τῆς χείρονος ζωῆς, τὴν καινὴν αὐτῷ χαρίσηται. Διὰ τοῦτο Συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, ἵνα παύσωνται ἀνυπότακτοι εἶναι καὶ παρακούοντες. Καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται, οἱονεὶ οὐκέτι ἡ τοῦ ἐγκαταλείπειν τὸν Κύριον ἁμαρτία ἐνεργηθήσεται. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ψαλμῷ· Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ὥσπερ ἂν εἴ τις ἰατρὸν παρακαλοίη συντελεσθῆναι τὴν νόσον τῶν ἀῤῥωστούντων, ἢ τὴν νομὴν τῆς σήψεως κωλυθῆναι διὰ τῆς τέχνης.
Οὐ πάντως δὲ ἡ συντέλεια τοῦ παντελοῦς ἀφανισμοῦ ἐστι σημαντική, ἀλλὰ τῆς κατὰ τόδε ἐνεργείας τῶν ἐνεργούντων κωλυτική. Καὶ γὰρ ὁ Παῦλος, περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προφητεύων Θεσσαλονικεῦσιν, ἔφη· Ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Εἰ γὰρ ἡ ἀνάλωσις παντελής ἐστιν ἀφανισμὸς, πῶς ὁ μηκέτι ὢν καταργεῖται; Ἀλλὰ δηλονότι τὸ ἐν τῷ ἀνόμῳ ψεῦδος τῷ πνεύματι τοῦ στόματος τῆς ἀληθείας ἐξαφανίζεται καὶ οὕτω καταργηθήσεται τῇ ἐπιφανείᾳ τῆς παρουσίας τοῦ Χριστοῦ. Πολλαχοῦ δὲ τετηρήκαμεν, ὅτι αἱ κακίαι ἐξαφανίζονται, οὐκ αὐταὶ αἱ οὐσίαι, αἷς συμβεβήκασιν, ὡς ἐν τῷ Καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ· καὶ Ὁδὸς ἀσεβῶν ἀπολεῖται. Διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο. Εὐεργεσία μεγάλη, καὶ τὸ αἰσχυνθῆναι ἐπὶ πράγματι, ᾧ πρὸ τούτου ἐπηγάλλετο, ὑπὸ ἀναισθησίας τὸ ἐν αὐτῷ αἰσχρὸν συνιδεῖν μὴ δυνάμενος, ἀλλὰ τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. Τὸ οὖν αἰσχύνεσθαι ἀπὸ τῶν εἰδώλων ἐπ’ ἀγαθῷ τῶν αἰσχυνομένων ἐνεργεῖται. Ὅπερ οὐκ ἄλλως γίνεται, ἢ εἰς ἔννοιαν ἐλθόντων τοῦ ἀληθινοῦ Θεοῦ τῶν τέως εἰδωλολατρούντων.
Τότε γὰρ ἐγκαλύπτεται, εἰς συναίσθησιν ἐλθὼν τοῦ ἀτόπου, ὁ τοῖς ἀψύχοις, ὡς δύναμιν εἰς τὸ σώζειν ἔχουσι προσευχόμενος. Καὶ πᾶς δὲ ὁ φιλήδονος, ᾧπερ ἂν ᾖ δεδουλωμένος τῶν ἀπηγορευμένων, τοῦτο θεοποιήσας, οἷον εἴδωλόν τι ἔχει ἐν ναῷ βεβήλῳ, τῇ ἑαυτοῦ καρδίᾳ, καθιδρυμένον, ἀεὶ συνὼν αὐτῷ διὰ τῆς φαντασίας καὶ τὰς εἰκόνας τοῦ ἐπιθυμητοῦ ἐν ἑαυτῷ περιφέρων. Οἷον ὁ φιλόπλουτος, ὅπου ὁ θησαυρὸς αὐτοῦ, ἐκεῖ ἔχων τὴν καρδίαν, τῷ ἐκ τῆς πλεονεξίας εἰδώλῳ λατρεύει. Ὁ γαστρίμαργος ταῖς ἐν βρώμασιν ἐπιθυμίαις δεδουλωμένος, θεὸν ἔχει τὴν ἑαυτοῦ κοιλίαν. Ἐπικατάρατος δὲ ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, βδέλυγμα Κυρίῳ. Μακάριοι δὲ οἱ κατὰ τὴν συμβουλὴν Ἰακὼβ περιαιροῦντες ἑαυτῶν θεοὺς ἀλλοτρίους, καὶ ἀλλάσσοντες στολὰς, ἀναβαίνοντες εἰς Βαιθήλ, τουτέστιν εἰς οἶκον Θεοῦ, τοῦ ποιῆσαι ἐκεῖ θυσιαστήριον τῷ Θεῷ. Ἀποθώμεθα οὖν τὰ ἀλλότρια τοῦ Θεοῦ εἴδωλα καὶ ἀλλάξωμεν τὰς στολὰς, ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον· καὶ ἔτι πρότερον τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν ἡμῶν ἀποθώμεθα, τουτέστι τὰ παλαιὰ διδάγματα, οἷς ἐκαλλωπιζόμεθα.
PG 30:227Ταῦτα διὰ τὸ Αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἐβούλοντο. Οὐδὲ γὰρ μὴ βουλόμενός τις ἔχει τὰ εἴδωλα τὰ προαποδεδομένα ἡμῖν· διότι ἐπιθυμήσαντες τῶν παθῶν, οὕτω θεοποιοῦμεν αὐτά. Καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. Ἐπαμφότερα παραληφθεῖσαν τοῦ κήπου τὴν προσηγορίαν εὑρίσκομεν, ὡς ἐν μὲν τῇ Γενέσει κατὰ τὸν Ἀκύλαν· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς κῆπον ἐν Ἐδέμ. Πάλιν δὲ ἡ γῆ Αἰγύπτου διαβαλλομένη κῆπος εἴρηται λαχανίας. Πάλιν ψεκτὴ μνήμη κήπου· ἡνίκα Ἀχαὰβ ἐπεθύμει τὸν κλῆρον Ναβουθαὶ τοῦ Ἰεζραηλίτου κῆπον λαχάνων ποιῆσαι. Ἐπαινετῶς δὲ μέμνηται ὁ Ἐκκλησιαστὴς λέγων· Ἐποίησά μοι κήπους καὶ παραδείσους. Ηὐλόγηται δὲ ὁ κῆπος, ἐν ᾧ τὸ μνῆμα, τὴν πρόσκαιρον τοῦ θανάτου οἰκονομίαν ὑποδεξάμενον ἐν τῷ σώματι τοῦ Κυρίου. Ἐνταῦθα μέντοι διαβέβληται ὡς αἰσχύνην προξενῶν τοῖς ἐπιθυμήσασιν. Καὶ ἔοικέ γε νῦν τὰ ἄλση λέγειν τὰ τοῖς εἰδώλοις εἰς κόσμον παρὰ τῶν ἠπατημένων περιφυτευόμενα, ἅπερ χρὴ νοεῖσθαι τὰς πεπλανημένας ἐπιτηδεύσεις καὶ τοὺς ἔξωθεν σχηματισμοὺς, οἷς τὰ πάθη ἡμῶν ἐπισκιάζομεν. Οἷον εἴ τις ἐν ἡδοναῖς καλινδούμενος, σεμνότητα σχηματίζοιτο·
καὶ εἴ τις δεδουλωμένος χρήμασι, μεγαλόψυχος εἶναι δοκεῖν ἐπιτηδεύοι· οἷς ἐπαισχυνθήσονται οἱ ἐπιθυμήσαντες, ὅταν αἱ βουλαὶ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτωνται. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ὡς μὲν πρὸς τὸ ῥητὸν, δοκεῖ τῶν κήπων λέγειν τῶν ἐπιθυμητῶν τοῖς εἰδωλολατροῦσιν, ὅτι ἀτερπέστεροι ἔσονται τερεβίνθου γυμνωθείσης καὶ παραδείσου ἀποξηρανθέντος ὑπὸ ἀνυδρίας. Ὡς δὲ πρὸς τὸν ἠθικὸν νοῦν, ὅτι οἱ τῷ ἔξωθεν σχηματισμῷ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενοι, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν, ὅταν γένηται πάντα γυμνὰ καὶ τετραχηλισμένα καὶ μηκέτι ᾖ μηδεμία κτίσις ἀφανὴς, ἀωρότερον ἔσονται θέαμα, τῆς νῦν περὶ αὐτοὺς ἀπάτης ἀφανισθείσης, ὥστε δρυὶ̈ τὸ κατ’ αὐτοὺς παρεικάζεσθαι. Οὕτω γὰρ οἱ ἄλλοι τὴν τερέβινθον ἐκδεδώκασιν, ἐπεὶ καὶ ἐν τῇ Γενέσει τὴν αὐτὴν καὶ δρῦν καὶ τερέβινθον μεμαθήκαμεν. Ἔσονται οὖν ὅμοιοι τερεβίνθῳ, ἤτοι δρυὶ̈, μετὰ τὴν τῆς κόμης ἀπόθεσιν, τὰ ὑπὸ τῶν φύλλων τέως καλυπτόμενα προδεικνύσῃ. Πυκνοτέρᾳ γὰρ τῇ κόμῃ τῶν φύλλων κεκόσμηται, καὶ τῇ ἐκ τούτων εὐχροίᾳ τὸ τραχὺ τῶν κλάδων αὐτῆς συσκιάζεται.
PG 30:229Καὶ ταύτης οὖν ἔσονται (φησὶν) ἀτερπέστεροι, μετὰ τῶν βεβιωμένων τὸν ἔλεγχον. Καὶ ὡς παράδεισος δὲ, ὕδωρ μὴ ἔχων. Τοιοῦτος δ’ ἂν εἴη καὶ ὁ Ἰσραὴλ, φύλλα μὲν ἔχων παραπλησίως δρυὶ̈, τὴν ἐκ τοῦ νόμου σκιὰν, ἣν ἀπέβαλεν ἀφ’ ἑαυτοῦ ἐν τῷ πληρώματι τῶν καιρῶν. Καὶ ὡς παράδεισος πεφυτευμένος παρὰ Κυρίου, διὰ τὴν ἐξ ἀρχῆς κτίσιν, ἀποξηρανθεὶς δὲ, διὰ τὸ ἀπολωλεκέναι τὸ ἐν τοῖς δόγμασι ζωτικόν. Φιλοτιμητέον τοίνυν πιστεύειν ἀληθινῶς εἰς Χριστὸν, ἵνα ποταμοὶ πνευματικοὶ ἐκ τῆς κοιλίας ἡμῶν ῥέωσι, μήτε ἀτερπεῖς, μήτε ἀκάρπους ἡμᾶς συγχωροῦντες γενέσθαι. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν, ὡς σπινθῆρες πυρός. Ἐντεῦθεν δῆλον ὅτι ἑκάστῳ τὰ ἔργα αἴτια τῶν ἐν κολάσει πόνων γενήσεται ἑαυτοὺς ἡμῶν καὶ ἐπιτηδείους καύσει παρασκεβαζόντων, καὶ τὰ πάθη τῆς ψυχῆς ὥσπερ σπινθῆρας πυρὸς εἰς ἔξαψιν τῆς ἐν γεέννῃ φλογὸς ἐπαγομένων, ὡς καὶ ὁ καταξηραινόμενος ἐν τῇ φλογὶ πλούσιος ὑπὸ τῶν ἰδίων ἡδονῶν κατεφρύσσετο. Κατὰ γὰρ τὴν ἀναλογίαν ὧν δεχόμεθα βελῶν ὑπὸ τοῦ πονηροῦ, τῆς εἰς πλέον ἢ ἔλαττον καύσεως μεθέξομεν.
Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Δὶς ἤδη συνήφθησαν ἀλλήλοις ὑπὸ τῆς προφητείας οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἄνω μέν· Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί· ἐνταῦθα δέ· Καὶ κατακαυθήσονται. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω ἀπαιδεύτοις λόγοις, ὅτι εἰ καὶ ἁμαρτωλὸς, ἀλλὰ Χριστιανός. Οὐκ ἐμπεσοῦμαι οὖν εἰς γέενναν, ὅπου οἱ εἰδωλολάτραι· βοηθήσει μοι αὐτὸ τὸ ὄνομα τοῦ Χριστιανοῦ, εἰ καὶ τὰς Ἐντολὰς αὐτοῦ παρέβην. Ἄκουε γὰρ ὅτι Κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Ἀμφοτέροις τὰ τῆς καύσεως αἴτια. Στυππείου καλάμη ἐν ἀμφοτέροις, τουτέστιν εὐκατάπρηστος ζωὴ καὶ φλογὸς δεκτική. Σπινθὴρ δικαίως ψυχὴν ἐμπυρεύεται καὶ τούτῳ κἀκείνῳ. Νῦν μὲν ὡς ἐν σποδιᾷ κεκαλυμμένος, καθόσον ὑπὸ τῶν τῆς σαρκὸς σκεπασμάτων περικαλύπτεται· ἀναφθήσεται δὲ ὑπὸ τῆς θείας κρίσεως, ἐν τῇ ἡμέρᾳ τῆς ἐκδικήσεως ἐκ τῶν ἐλέγχων ἀναῤῥιπιζόμενος καὶ ἐξαπτόμενος.

Chapter 2ΚΕΦΑΛΑΙΟΝ β

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ β Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαί̈αν, υἱὸν Ἀμῶς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μετὰ τὴν περιγραφὴν τῆς προτέρας ὁράσεως, ἐγένετο οὗτος ὁ λόγος πρὸς Ἡσαί̈αν, υἱὸν Ἀμῶς.
PG 30:231Διὰ τί δὲ ἐκεῖ μὲν Ὅρασις, ἐνταῦθα δὲ Λόγος; Ὅτι ἡ μὲν παρὰ τοῦ Θεοῦ δύναμις κατὰ τὴν τοῦ Πνεύματος χάριν τοῖς Ἁγίοις αὐτοῦ διδομένη μία. (Γνῶσις γάρ ἐστι τῶν ἀγνοουμένων, δι’ ἀποκαλύψεως καὶ φωτισμοῦ ταῖς καρδίαις τῶν Ἁγίων ἐγγινομένη)· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν περὶ ἃ ἡ γνῶσις, ἢ ὅρασις, ἢ λόγος τὸ ἀποκαλυπτόμενον λέγεται. Ἐκεῖ μὲν γὰρ τὰ παρόντα ἐδείκνυτο· ἡ κακία τοῦ λαοῦ, ἡ ἀλλοτρίωσις ἀπὸ Θεοῦ, τὸ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα δὲ τὸ μέλλον προαγορεύεται. Διὰ τοῦτο Λόγος. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις. Οὔτε μέντοι ἐκεῖ δι’ ὀφθαλμῶν ἡ ὅρασις, οὔτε ἐνταῦθα δι’ ὤτων ἡ γνῶσις· ἀλλὰ φωτισμός ἐστιν ἐν καρδίᾳ παρὰ τοῦ Πνεύματος, ἢ τὰ παρόντα δεικνύντος, ἢ προαναφωνοῦντος τὸ μέλλον. Πάλιν μέντοι καὶ ἐνταῦθα περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἰερουσαλήμ. Μέλλει μὲν γάρ τι καὶ περὶ τῶν ἄλλων διηγεῖσθαι ἐθνῶν· οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· ἀλλὰ προηγουμένως καὶ ἐν τῇ πρώτῃ τάξει τῆς μερίδος ἑαυτοῦ μέμνηται.
Ζητήσεις δὲ, εἰ μὴ κατά τινα νοῦν βασάνου δεόμενον, πῆ μὲν πρόσκειται τῷ λόγῳ τὸ τοῦ Κυρίου, πῆ δὲ ἄνευ τῆς προσθήκης τῆς τοῦ Κυρίου· οἷον Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρεί· καὶ ἐνταῦθα· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαί̈αν. Καὶ περὶ τῆς ὁράσεως, παρὰ μὲν τῷ Ἰεζεκιήλ· Ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὅρασιν Θεοῦ· παρὰ δὲ τῷ Ἡσαί̈ᾳ· Ὅρασις ἣν εἶδεν Ἡσαί̈ας. Καὶ παρὰ τῷ Ἱερεμίᾳ· Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν. Ὅτι ἐπειδὴ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι καὶ πάντη ἀποστατήσαντι τοῦ Θεοῦ διελέγοντο, ἀπεσιώπων τὸ ὄνομα Κυρίου, οἰκονομοῦντες τὸ παραδεχθῆναι αὐτῶν τοὺς λόγους. Διὰ γὰρ τὸ οἴεσθαι μὴ μέλειν τῷ Θεῷ περὶ τῶν ἀνθρωπίνων, ἐμυκτήριζον τοὺς ὡς ἐκ προσώπου τοῦ Κυρίου διαλεγομένους αὐτοῖς, ὡς δηλοῖ Ἱερεμίας λέγων· Ὅλην τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Ἔσχαται ἡμέραι αἱ προσεγγίζουσαι τῇ συντελείᾳ τοῦ χρόνου τούτου λέγονται. Συναπαρτίζεται γὰρ τῷ φθαρτῷ τούτῳ κόσμῳ καὶ ἡ τοῦ χρόνου φύσις τοῦ παραῤῥέοντος. Οἰκείως γὰρ ἔχει καὶ συγγενῶς τοῖς βλεπομένοις·
PG 30:233συναπερχόμενος μὲν τοῖς φθειρομένοις, συνυφιστάμενος δὲ τοῖς γινομένοις, συμπροσδοκώμενος δὲ καὶ συνελπιζόμενος τοῖς ἔτι μέλλουσιν. Ἐπεὶ οὖν ἡμέραι καὶ νύκτες, καὶ μῆνες καὶ ἐνιαυτοὶ, τὰ χρονικὰ διαστήματα, ἀπὸ ἡλίου καὶ σελήνης καὶ τῆς φορᾶς τοῦ στερεώματος τὴν γένεσιν ἔχουσιν, ἀνάγκη τῇ τούτων φθορᾷ καὶ τοῦ χρόνου τὸ τέλος ἕπεσθαι. Πρὸς οὖν τῇ συντελείᾳ τοῦ κόσμου τούτου, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου ἔσται, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Καὶ ὁ μὴ μόνῃ τῇ λέξει δουλεύων καὶ ψιλῷ τῷ γράμματι παριστάμενος, ἀναγκασθήσεται μὴ ἐναπομένειν τοῖς αἰσθητοῖς. Πῶς γὰρ τότε ἐμφανήσεται τὸ ὄρος Κυρίου; πῶς δὲ ἐπ’ ἄκρων τῶν ὀρέων ὁ οἶκος γενήσεται τοῦ Θεοῦ; Οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ’ ἄλλων κορυφῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ ἀναμένει. Τὸ δὲ Σιὼν ὄρος καὶ ὁ ναὸς, καὶ κατὰ τοὺς χρόνους τῆς προφητείας τοῦ Ἡσαί̈ου ἐφαίνετο. Τί οὖν τὸ λεγόμενον; Οὐχ ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανῆ ταῦτα γενήσεται· ἀλλ’ ἐν ταῖς ἐσχάταις ἡμέραις, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, ἡ μεγάλη καὶ ὑψηλὴ περὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων οἰκονομία φανήσεται.
Τὸ γὰρ μυστήριον, τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, ἐπὶ τῇ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. Ὄρει δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος γῆ ἐστιν ὑψηλή. Καὶ ἡ σὰρξ δὲ (ἡ τοῦ Κυρίου) γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς Θεὸν, ἀνυψώθη. Καὶ ὁ οἶκος τοῦ Θεοῦ, ἐπ’ ἄκρων τῶν ὀρέων, ἡ Ἐκκλησία ἐστὶ κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Εἰδέναι γάρ φησι, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἧς οἱ θεμέλιοί εἰσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ᾠκοδόμηται γὰρ ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν. Ἓν τῶν ὀρέων ἦν καὶ ὁ Πέτρος, ἐφ’ ἧς καὶ πέτρας ἐπηγγείλατο ὁ Κύριος οἰκοδομήσειν αὐτοῦ τὴν Ἐκκλησίαν. Τὰ γὰρ ὑψηλὰ καὶ διηρμένα φρονήματα καὶ ὑπερανεστηκότα τῶν γηί̈νων, εἰκότως ὄρη προσαγορεύεται. Πέτρα δὲ ὑψηλὴ ἡ ψυχὴ τοῦ μακαρίου Πέτρου ὠνόμασται, διὰ τὸ παγίως ἐνεῤῥιζῶσθαι τῇ πίστει, καὶ στεῤῥῶς καὶ ἀνενδότως ἔχειν πρὸς τὰς ἐκ πειρασμῶν ἐπαγομένας πληγάς.
PG 30:235Πάντες οὖν οἱ χωροῦντες τὴν τῆς θεότητος γνῶσιν διὰ τὸ μέγεθος τοῦ νοῦ καὶ τῶν ἀπὸ τοῦ νοῦ πράξεων, τετελειωμένοι τῷ ὑγιεῖ βίῳ, τὰ ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ’ ὧν οἰκοδομεῖται ὁ τοῦ Θεοῦ οἶκος. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Καὶ οἱ βουνοὶ γήλοφοί τινές εἰσιν, εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολειπόμενοι. Ἐπεὶ οὖν ἀσυνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ὑπεροχὴ, πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανέντας κατορθώμασι, διὰ τοῦτο ὑπεράνω τῶν βουνῶν εἶναι τὸ ἐμφανὲς γενησόμενον τοῦ Κυρίου ὄρος, ἐλέχθη. Μείζονος γὰρ δόξης παρὰ Μωϋσῆν ἠξίωται, καθόσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου, ὁ κατασκευάσας αὐτόν. Ὅσον δὲ μείζων τοῦ Ἀβραάμ; Ἀβραὰμ (φησὶν) ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τῆς ἐνανθρωπήσεως· καὶ εἶδε καὶ ἐχάρη. Καὶ Ἀβραὰμ μὲν δεκάτην ἔδωκε τῷ Μελχισεδέχ· Μελχισεδὲχ δὲ τύπος ἦν τοῦ Κυρίου. Ταῦτα, ἵνα τὴν σωματικὴν ὑπεροχὴν παραστήσωμεν. Μὴ γένοιτο γὰρ ἡμᾶς τὴν θεότητα ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς δοξάζειν. Ἡ μὲν γὰρ κατὰ τὸ ἀνθρώπινον οἰκονομία, ὑπὲρ τοὺς ἐν ἀνθρώποις δικαίους·
ἁμαρτίαν γὰρ οὐκ ἐποίησε μόνος· τῆς δὲ θεότητος ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπεράνω τῶν οὐρανῶν. Καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη. Προϊὼν ὁ λόγος γυμνοτέραν ἐκφαίνει τὴν προφητείαν, τὴν συνδρομὴν τῶν ἐθνῶν τὴν ἐσομένην ἐπὶ τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ ὑποφαίνων. Ἥξουσι γὰρ κληθέντα διὰ τοῦ κηρύγματος ἐπὶ τὴν πίστιν πάντα τὰ ἔθνη· Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ εὐαγγελικὸς φθόγγος τῶν Ἀποστόλων. Καὶ πορεύσονται (φησὶ) ἔθνη πολλά. Τὴν ἀκρίβειαν τῆς λέξεως μὴ παραδράμῃς ἀβασανίστως. Πῶς ἐν μὲν τῷ Ἥξουσι πάντα εἴρηται, ἐν δὲ τῷ Πορεύσονται, οὐκέτι πάντα, ἀλλὰ πολλά; Ὅτι τὸ μὲν Ἥξουσιν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Ἐπεὶ οὖν τὴν μὲν πίστιν ὁμολογοῦμεν πάντες, οὐκέτι δὲ πάντες κατὰ τὰς Ἐντολὰς πολιτευόμεθα, διὰ τοῦτο ἥξουσι μὲν πάντα τὰ ἔθνη, πορεύσονται δὲ πολλά. Ὅτι δὲ τὸ πορεύεσθαι ἐπὶ τοῦ βιοῦν κατὰ τὸν νόμον λαμβάνεται· Μακάριοι (φησὶν) οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
PG 30:237Ἀλλὰ πῶς τοῦ Κυρίου εἰπόντος, ὅτι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες τὴν ὁδὸν, ἡμεῖς λέγομεν ἔθνη πολλὰ πορευθήσεσθαι; Ὅτι πάντα τὰ ἔθνη κατὰ τὸν ἴδιον ἀριθμὸν τῶν ἐθνῶν εὐαρίθμητα· οἱ δὲ ἐν τοῖς ἔθνεσιν ἄνθρωποι, πολλοί. Ἐνταῦθα οὖν ὁ λόγος φησὶν, ὅτι πολλὰ μὲν ἔθνη κατὰ τὸ Εὐαγγέλιον βιοῦν καταδέχεται, οὐχὶ πάντα, κἂν πάντες ἑαυτοὺς ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ ὀνομάζωσιν. Οὐ μὴν ἐπειδὴ πολλὰ ἀριθμεῖται τὰ ἔθνη, ἤδη καὶ οἱ καθ’ ἕνα ἄνθρωποι, ὅσοι τῇ κοινῇ προσηγορίᾳ τοῦ ἔθνους συμπεριλαμβάνονται, πάντως ἀκολουθοῦσι τῷ ἀριθμῷ. Δύναται μὲν γὰρ ἔθνη ἀριθμεῖσθαι, τὸ Καππαδοκῶν καὶ Γαλατῶν καὶ Ἀρμενίων, ἢ Σύρων, ἢ Αἰγυπτίων, ὥστε λέγεσθαι τοσάδε εἶναι ἔθνη τὰ πορευόμενα ἐν τῷ νόμῳ Κυρίου· οὐ μὴν καθ’ ἕκαστον ἔθνος τοὺς ἐμπεριεχομένους ἀνθρώπους συμφώνως τὸν τῆς πολιτείας σκοπὸν καταδέχεσθαι. Ὡς μὲν οὖν πρὸς τὰ ἑβδομήκοντα δύο ἔθνη (ἢ ὁπόσα δήποτε) κατὰ τὴν οἰκουμένην ἅπασαν ἀριθμούμενα, πολλὰ τὰ πορευόμενα τὴν ἐν τῇ ζωῇ πορείαν· ὡς δὲ πρὸς τὸν ὅλον τῶν ἐπὶ γῆς ἀνθρώπων ἀριθμὸν, ὀλίγοι οἱ σωζόμενοι· οὕτω καὶ τὸ Εὐαγγέλιον ἀληθεύει, καὶ ἡ προφητεία οὐ μάχεται.
Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, προσκυνήσουσι δὲ ἀπὸ τῶν πολλῶν ὀλίγοι· Πάντες (φησὶν) οἱ βασιλεῖς τῆς γῆς. Καὶ ὁ Σοφονίας· Ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Καὶ ἐροῦσι· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οἱ προκόπτοντες τῇ γνώσει, οἱονεὶ προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἀνάβασιν τοὺς ἔτι ἐμφιλοχωροῦντας περὶ τὰ κάτω καὶ ταῖς ταπειναῖς τοῦ βίου μερίμναις προσδιατρίβοντας. Ὁ συνεγερθεὶς τῷ Χριστῷ καὶ τὰ ἄνω ζητῶν, καλείτω τοὺς τὰ ἐπίγεια φρονοῦντας, καὶ χειραγωγείτω αὐτῶν τὰ νοήματα πρὸς τὰ ἄνω. Ἐπεὶ διπλῆ τίς ἐστιν ἡ σωματικὴ πρὸς τὸ ὄρος σχέσις, νῦν μὲν ἐξ ὑπωρειῶν ἐπὶ κορυφὴν ἀνιόντων, νῦν δὲ ἐκ τῆς ἀκρωρείας καταβαινόντων ἐπὶ τοὺς πρόποδας, κατὰ τὴν διάφορον τοῦ σώματος σχέσιν, καὶ τῆς παρ’ ἡμῶν ἐνεργείας διαφόρως ἐκτελουμένης.
PG 30:239Μήποτε δὲ τὸ διπλοῦν τοῦτο τῆς ἐπινοίας καὶ τῇ οἰκονομίᾳ τῆς ἀνθρωπότητος ἐφαρμόσει, ὥστε νοεῖν ἡμᾶς ὄρος τὴν ἐνανθρώπησιν, νῦν μὲν τῆς σαρκὸς διὰ τῆς πρὸς Θεὸν συναφείας εἰς οὐρανὸν ὑψουμένης, νῦν δὲ τῆς θεότητος διὰ τῆς πρὸς τὸ ἀνθρώπινον κοινωνίας ἐπικαταβαινούσης τοῖς ὧδε. Δεῦτε καὶ ἀναβῶμεν. Προσβῶμεν τῷ ὕψει τῆς θεολογίας, ἀπὸ τοῦ Πάθους ἀρχόμενοι. Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀνωτέρω μὲν ὁ οἶκος ἁπλῶς εἴρηται τοῦ Θεοῦ, ἐνταῦθα δὲ οἶκος τοῦ Θεοῦ Ἰακώβ. Τίς οὖν ἡ αἰτία; Ἢ γὰρ ἐκεῖ λείπει, ἢ ἐνταῦθα παρέλκει. Ἀλλ’ οὐδὲν ἀργὸν τῶν τοῦ Πνεύματος. Δείκνυσι γὰρ ὁ λόγος, ὅτι μὲν πρῶται συγκαταθέσεις κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις γίνονται· τὸ δὲ ἀκριβὲς τῆς πίστεως τελειοῦται, τρανουμένης ἤδη ἐν ταῖς καρδίαις τῶν προκοπτόντων ἐπὶ τὴν γνῶσιν τῆς ἰδιότητος τοῦ Θεοῦ. Διὰ τοῦτο τοῖς μὲν εἰσαγομένοις εἰς γνῶσιν ἁπλῶς εἴρηται οἶκος Θεοῦ, τοῖς δὲ στοιχειωθεῖσι λοιπὸν καὶ τίνος Θεοῦ, ὅτι τοῦ Ἰακὼβ, ᾧ ἐχαρίσατο τὴν πρὸς αὐτὸν οἰκειότητα. Ἐγὼ γὰρ (φησὶν) ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Τοῦτό μοί ἐστιν ὄνομα αἰώνιον.
Ἵνα γὰρ ἀεὶ μνημόνευτον ποιήσῃ τὴν τιμὴν τοῖς Ἁγίοις, συνῆψεν ἑαυτῷ τὰ τῶν δούλων ὀνόματα· ὥστε ὁσάκις ἂν γένηται μνήμη Θεοῦ, τοσαυτάκις κἀκείνων τὴν μνήμην συναναφέρεσθαι. Τοῖς οὖν προσελθοῦσιν ἤδη τὸ οἱονεὶ γνώρισμα τοῦ Θεοῦ προσέθηκεν, εἰπών· Καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλ’ ἐπειδὴ καὶ Ἰακὼβ ἔτι τοῦ πτερνιστοῦ καὶ ἀγωνιστοῦ ἐστιν ὄνομα (Ἰακὼβ γὰρ πτερνιστὴς προσαγορεύεται διὰ τὴν πρὸς τὰ ἀντικείμενα πάλην, ὕστερον δὲ μετὰ τὴν νίκην ἆθλον ἔλαβε τὸ Ἰσραὴλ ὀνομάζεσθαι) ὁ ἔτι προκόπτων τέως μανθάνει τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, τὰ ὑποδεέστερα καὶ ἑαυτῷ ἐφικτά· ὕστερον δέ ποτε καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ διδαχθήσεται, ὁδῷ καὶ τάξει τῶν τελειοτέρων παραδόσεων οἰκονομουμένων περὶ αὐτόν. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος, οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Ἐὰν μὴ ἀναγγείλῃ ἡμῖν, πῶς πορευσόμεθα; Τουτέστιν· ἐὰν μὴ δεξώμεθα τὸ Εὐαγγέλιον, πῶς βιωσόμεθα κατ’ αὐτό; Οἱ δὲ ἐπιζητοῦντες μαθεῖν ὁδὸν, δηλονότι οὐκ ἤδεισαν. Πῶς οὖν ἀναβαίνωμεν εἰς τὸ ὄρος, τὴν ὁδὸν ἀγνοοῦντες;
PG 30:241Ἢ τὸ Δεῦτε καὶ ἀναβῶμεν, τὴν πρόθεσιν καὶ τὴν σπουδὴν τῶν ἐπειγομένων ἐμφαίνει· οὔπω μέντοι παρίστησι τῶν ἐπιθυμητῶν τὴν ἐπίτευξιν. Ἡγησώμεθα γάρ τινας τῶν νῦν ἐπὶ τὴν πίστιν ἐπειγομένων ἀλλήλους προσφωνεῖν καὶ παρορμᾷν· δεῦτε, ἀποστῶμεν τῶν χαμερπῶν· δεῦτε, φρονήσωμεν τὰ οὐράνια, εἰσέλθωμεν εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐκεῖ μαθησόμεθα τὴν ὁδὸν, δι’ ἧς ἐπὶ τὸ κοινῶς προκείμενον ἅπασι πέρας διὰ τῆς τελειότητος καταντήσομεν. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον, τὸν κατὰ σάρκα Ἰουδαῖον, περὶ ποίου νόμου λέγει καὶ ποίου λόγου; Τοῦ διὰ Μωϋσέως δοθέντος νόμου; Ἀλλὰ πῶς οὗτος ἀπὸ Σιὼν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως, τὸ δὲ Σιὼν ἐν τῇ Ἰουδαίᾳ. Ἔσφαλται οὖν κατ’ αὐτοὺς ἡ Γραφὴ, ἀντὶ ἄλλου ὀνόματος ἄλλο λέγουσα· ἀντὶ γὰρ τοῦ Σινὰ ἢ τοῦ Χωρὴβ, τὸ Σιὼν εἴρηκεν. Ἀλλὰ περὶ ἁγίου νόμου λέγει. Ποίου; τοῦ πότε δοθέντος; τοῦ ποῦ γεγραμμένου; Καὶ λόγον ἐκ τῆς Ἱερουσαλήμ. Τὸν προφητικὸν λέγει. Ἀλλὰ πανταχοῦ τῆς Ἰουδαίας γεγένηται, οὐκ ἐν τῇ Ἱερουσαλὴμ δὲ μόνον, καὶ κατὰ τὸν Ἰσραήλ·
ἀλλὰ καὶ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἐν Νινευῇ, καὶ πολλαχοῦ τῆς γῆς. Ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τοῦ σκοπευτηρίου γινομένην, ἀπὸ τῆς Σαρκὸς τῆς θεοφόρου, ἀφ’ ἧς ἐπεσκόπει τὰ κατὰ ἀνθρώπους πράγματα. Καὶ λόγος Κυρίου ἀπὸ Ἱερουσαλήμ. Ἐκεῖθεν γὰρ ἀρξάμενον εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Ὁ Θεὸς ἐν μὲν συναγωγῇ θεῶν στὰς, θεοὺς διακρινεῖ· ἐν δὲ τοῖς ἔθνεσι Κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Τοῖς μὲν γὰρ Ἁγίοις τὸ διακρίνεσθαι πρέπει εἰς τὴν τῆς ἀξίας αὐτοῦ ἐπίγνωσιν· τοῖς δὲ μάτην βεβιωκόσι τὸ κρίνεσθαι. Μήποτε δὲ ἐντεῦθεν δείκνυται τὸ διάφορον εἶναι τῶν ἔξω τῆς εὐσεβείας ἐθνῶν τὴν κόλασιν, ἀλλὰ μὴ μίαν καὶ τὴν αὐτήν· καθ’ ὃ μὲν γὰρ ἐκπεπτώκασι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ, πάντες βασάνων καὶ κολάσεων ἄξιοι· καθ’ ὃ δὲ διάφορα αὐτῶν τὰ κατὰ τὸν βίον ἐπιτηδεύματα, ἔν τε τοῖς πάθεσι τῆς ἀτιμίας καὶ ἐν ταῖς εἰς τοὺς πλησίον πονηρίαις, δεῖται κρίσεως κατὰ τῶν ἐθνῶν τῆς διαλαμβανούσης περὶ τῶν εἰς τοὺς πέλας πεπλημμελημένων. Καὶ ἐλέγξει λαὸν πολύν.
PG 30:243Ἵνα δείξῃ ἡμῖν τὸ δίκαιον καὶ ἀναντίῤῥητον τῆς δικαίας κρίσεως, ἐπήγαγε τὸ Καὶ ἐλέγξει λαὸν πολύν. Ἐλέγξω γάρ σε (φησὶ) καὶ παραστήσω κατὰ τὸ πρόσωπόν σου. Ἐνταῦθα μὲν οὖν μάρτυρας παριστᾷ ὁ κατήγορος εἰς ἔλεγχον τῶν ἐγκλημάτων τοῦ κατηγορουμένου, ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ αὐτὰ τὰ πράγματα ἡμῖν παρίσταται ἐν τῷ ἰδίῳ σχήματι, ἑκάστης ἁμαρτίας παρισταμένης τοῖς ἡμαρτηκόσιν. Ἐκεῖ μὲν οὖν ἔλεγχος εἰς σύστασιν τῆς δικαιοκρισίας παραλαμβάνεται, ἐνταῦθα δὲ εἰς διόρθωσιν τῶν ἐφ’ οἷς ἐλέγχεται. Ἐφ’ ᾧ τὸν Τιμόθεον χρῆσθαι ὁ Ἀπόστολος παραινεῖ. Πᾶς μέντοι ἔλεγχος, ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος, ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων εἰς τὴν συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος πληκτικὸς, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων; Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα.
Τοῦτό ἐστι τὸ εὔχρηστον τέλος τῶν ἐλέγχων, μεταβαλεῖν πρὸς εἰρηνικὴν κατάστασιν τοὺς φιλοπολέμους καὶ ταραχώδεις. Δῆλον δὲ παντὶ, ὅτι ὁ Χριστοῦ νόμος καὶ λόγος, τὸ εἰρηνικὸν καὶ συμβατικὸν ἔχων, εἰρήνην ἐκήρυξε τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὥστε καὶ τοὺς Ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν καταθεμένους τὰ πολεμιστήρια, τά τε πρὸς τὴν ἐκ τοῦ σύνεγγυς ἐν τοῖς συστάδην γινομένοις ἀγῶσι συμπλοκὴν (ἅτινα εἶπε μάχαιραν) καὶ τὰ πρὸς ἄμυναν τὴν διὰ μακροῦ παρεσκευασμένα (ἅτινα εἶναι δόρατα καὶ ζιβύνας φησί)· ταῦτα δὲ εἰς τὰ τῆς γεωργίας ἐργαλεῖα μετασκευάζειν τὸν λόγον τὸν ἐκ τῆς Ἱερουσαλήμ· ὥστε τὴν φθαρτικὴν μάχαιραν σπερμάτων ζωοποιῶν, τῶν ἐκ τῆς σοφίας ἐγγινομένων ταῖς λογικαῖς ψυχαῖς, εἶναι παρασκευαστικήν· ἄροτρον γενομένην ἁπαλῦνον τὰ πεπωρωμένα, ἀκάνθας ἀνατρέπον, οὐρανίας χάριτος φυλακτηρίων ποιητικόν. Ἡ δὲ ζιβύνη, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθούμενον, εἰς τὸ συνακτικὸν ἐκ τοῦ σύνεγγυς καὶ κοινωνίας συνδετικόν. Τοιαῦται γὰρ αἱ δρεπάναι συνάγουσαι τὰ διεσκορπισμένα καὶ εἰς κοινωνίαν δράγματος συνδέουσαι τοὺς ἀστάχυας.
PG 30:245Ἔστιν οὖν τι καὶ λογικὸν θέρος, εἰς ὃ χρεία τῶν ἐπιτηδείων ὀργάνων, περὶ οὗ εἴρηται, ὅτι Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, ὅτι αἱ χῶραι λευκαί εἰσιν. Οὐδεὶς οὖν πολεμοποιὸς πρὸς τὸν θερισμὸν ἐπιτήδειος. Ἀλλὰ τοὺς ἰδίους μαθητὰς πρὸς τὸν θερισμὸν τοῦτον ἀπέστειλε, περὶ ὧν καὶ εἶπεν· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τούτοις οὖν τοῖς θερισταῖς, διὰ τὸ μὴ ἔχειν πολέμου ὄργανον ἐν ταῖς καρδίαις, ἔδωκε δύναμιν τοῦ ἐναφιέναι εἰρήνην τοῖς οἴκοις, εἰς οὓς ἂν εἰσέλθωσιν. Καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν. Ἕως μὲν ἐνηργεῖτο διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος, ἀλλήλων τὰ ἔθνη κατεπανίσταντο, σφοδρῶς ἠκονημένην τῇ μελέτῃ καὶ τῇ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις ἀντεπιφέροντες. Ἐπειδὴ δὲ ἦλθεν ἡ εἰρήνη ἡμῶν, καὶ κατηγγέλη δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἅπαν ὁμοῦ τὸ ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησεν. Ὥσπερ ὀρνέων λάλων πολυφωνία ἀθρόως κατεσιγάσθη, ἀετοῦ πόθεν αὐτοῖς ἐπιφανέντος ἄνωθεν, οὐκέτι τοὺς ἀλλήλων καταβάλλουσι λόγους· ὁ μὲν, μὴ εἶναι Πρόνοιαν τὸ παράπαν, ὁ δὲ μέχρι σελήνης προδιήκειν αὐτὴν λέγων. Οὐκέτι περὶ ψυχῆς·
ὁ μὲν θνητὴν, ὁ δὲ ἀθάνατον ἀποφαινόμενοι. Τὰ περὶ εἱμαρμένης, ὁ μὲν πάντων αὐτὴν κρατεῖν, ὁ δὲ μηδὲ εἶναι αὐτὴν τὸ παράπαν. Ἐπειδὴ δὲ ἦλθεν ἡ μωρία τοῦ κηρύγματος, καὶ ὁ Ἐσταυρωμένος δοξάζεται, καὶ ἀνάστασις πιστεύεται, καὶ κρίσις ἐλπίζεται, τὸν πρὸς ἀλλήλους πόλεμον τὰ ἔθνη καταλύσαντα, τὴν ἡσυχίαν ἄγει. Φοβοῦμαι δὲ μὴ θεαταὶ λοιπὸν τοῦ ἡμετέρου πολέμου γίνωνται ... Καὶ ἐπειδὴ πρὸ τούτου ἅπας ὁ βίος αὐτοῖς ἐν τῇ τῶν ματαίων λόγων μαθήσει καταναλίσκετο, ὡς τῆς διαλεκτικῆς πολεμικῆς οὔσης διαλόγου, Οὐ μὴ (φησὶν) μάθωσιν ἔτι πολεμεῖν, ἀντὶ τοῦ οὐκέτι τοῖς διδασκάλοις τῆς λογομαχίας προσδιατρίψουσιν. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Δευτέρα κλῆσις, ἐπὶ τὰ τελειότερα προκαλουμένη τοὺς εὐεργετουμένους. Μετὰ γὰρ τὸ ἀναβῆναι εἰς τὸ ὄρος Κυρίου καὶ ὑπερκύψαι τὰ γήϊνα, οἷον καθαρωτέρας μεταλαβόντα αὐγῆς, φωτί ἐστιν ἐντυχεῖν θείῳ, φωτίζοντι ψυχῆς ὀφθαλμοὺς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων καὶ θείων θεωρημάτων. Ὅμοιον τούτῳ καὶ τὸ παρὰ τῷ Ψαλμῳδῷ· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
PG 30:247Οὐ καταισχύνεται γὰρ, ἐφ’ οὓς ἂν σημειωθῇ τὸ φῶς τοῦ προςώπου Κυρίου. Ὁ δὲ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἐπειδὴ δὲ ὁ οἶκος τοῦ Ἰακὼβ φῶς αὔταρκες τὴν ἐκ τοῦ νόμου διδασκαλίαν καὶ ἑαυτὸν ὑπείληφεν ἠπατημένως ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, διορθούμενος αὐτῶν τὴν ἄγνοιαν ὁ λόγος, φησί· Δεῦτε καὶ πορευθῶμεν (μὴ τῷ προφητικῷ, μὴ τῷ νομικῷ φωτὶ, ἀλλὰ) τῷ φωτὶ τοῦ Κυρίου. Καὶ γὰρ καὶ λύχνοι χρήσιμοι, ἀλλὰ πρὸ ἡλίου· ἀστέρες τερπνοὶ, ἀλλ’ ἐν νυκτί. Εἰ δὲ γελοῖος, ἡλίου λάμποντος, ὁ λύχνον ἑαυτῷ παραφαίνων, πολλῷ γελοιότερος ὁ, Εὐαγγελίου κηρυσσομένου, τῇ σκιᾷ τῇ νομικῇ παραμένων. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Χαλεπωτάτη ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Οἱονεὶ ἀπὸ ἰσχυρᾶς κατοχῆς χειρῶν, τῇ ἀνέσει τῶν δακτύλων, οἷς τέως περιεδέδρακτό τις τοῦ κατεχομένου, ἀφῆκεν αὐτὸ τῆς ἰδίας συντηρήσεως ἐκπεσεῖν, οὕτως ὁ λόγος ἐμφαίνει ἀπερικράτητον ὑπὸ τοῦ Θεοῦ τὸν λαὸν εἶναι. Διὰ ποίας δὲ αἰτίας ἀφίεταί τις τῶν χειρῶν τοῦ Θεοῦ, τὰ ἐφεξῆς διδάσκει· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι.
Ἔξω τῆς παρὰ Θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῇ. Πολλοῖς δὲ τῶν Χριστιανῶν ἀδιάφορον ὠτακουστεῖν καὶ φήμας θηρᾶσθαι καὶ συμβόλοις προσέχειν. Ἔπταρέ τις (φησὶν) ἐπὶ τῷ λόγῳ, καὶ τόδε σημαίνει. Κατόπιν μέ τις ἀνεκάλεσε· καὶ ἐμπόδιον τοῦτο. Ὁ ποὺς προσέπταισεν ἐξιόντος· τὸ ἱμάτιον ἐνεσχέθη. Καὶ τῶν πάνυ γνωρίμων καὶ τῶν ἀναμενόντων Κριτὴν ἐκ τῶν οὐρανῶν τινες, τούτοις ἀδιαφόρως τοῖς βλαβεροῖς περιπίπτουσιν. Ἀλλ’ ἄκουε ὅτι ἀπεῤῥίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. Πάλαι γὰρ καὶ ἐκ τοῦ Μωϋσέως νόμου, κληδόνες καὶ μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέβληνται ὡς δαιμόνων εὑρέματα. Οὐκ οἰονιεῖσθε γὰρ (φησὶ) οὐδὲ ὀρνιθοσκοπήσεσθε. Τὰ γὰρ ἔθνη (φησὶν) οὓς Κύριος ὁ Θεὸς ἐξολοθρεύσει πρὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος, ὁ Θεός σου. Ἄτοπον γὰρ, τὸν ἔχοντα τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβουλίαν, πρὸς τὴν ὑπὲρ οὐ πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις.
PG 30:249Καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ εἶδεν ὁ ὄρνις· σοὶ δὲ τὸ μέλλον προαγορεύει· καὶ τῆς μὲν καλιᾶς ἀποπτὰς, τροφὴν πορίσαι τοῖς νεοσσοῖς, ἄπρακτος ἐπανῆλθε πολλάκις· σοὶ δὲ μαντεῖον γέγονεν ἀψευδὲς καὶ τοῦ μέλλοντος ἀποκάλυψις ἡ ματαία τοῦ ὄρνιθος κίνησις. Εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλὰ περιπέτονται, μή μοι καθέζου δαιμόνων ἀπάταις προσκεχηνὼς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις· ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ παραχρώμενος, οὐκ ἀνίησιν. Ἀλλὰ καὶ κρώζοντες κόρακες καὶ ἀλύοντες ἀετοὶ δι’ ἀπορίαν θήρας, τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. Καὶ τοσαύτη τοῦ ἐχθροῦ ἡ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα, καὶ κύων διακύψας, καὶ ἄνθρωπος ἐπιφανεὶς ἕωθεν, κἂν τῶν εὐνουστάτων ᾖ, ὀφθαλμὸν δὲ ἢ σκέλος δεξιὸν πεπληγὼς, ἀπεπήδησε καὶ ἀπετράπη καὶ ἐπεκαλύψατο πολλάκις τοὺς ὀφθαλμούς. Τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν αὐτοῦ τὴν ψυχὴν πρὸς Θεὸν ἐπανάγειν;
Ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, εἰ κύκλους ὑπὲρ κεφαλῆς ἡμῶν περιγράφουσιν, ἢ ἀντιπρόσωποι φέρονται, ἢ ἐκ τῶν κατόπιν ἐφίπτανται, ἢ πρὸς τὰ πλάγια μεταβαίνουσι. Ταῦτα καταλιπῶν, τοῦ Δημιουργοῦ τὴν ἐπ’ αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμασον· πῶς βάρος τοσοῦτον δι’ ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι· πῶς ὅσα βαδίζειν ἐστὶν ἀνεπιτήδεια, τῷ πτερῷ τὴν χρείαν τῶν ποδῶν ἐκπληροῖ. Ὅσα νηκτικὰ, ὅσα ἁρπακτικὰ, πρέπουσαν τῷ βίῳ τὴν κατασκευὴν ἔχει τοῦ σώματος. Τοῖς μὲν γὰρ ὄργανα πρὸς τὴν ἁρπαγὴν, οἱ ὄνυχες· τοῖς δὲ οἱονεὶ κῶπαι οἱ ὑμένες εἰσὶ τῶν ποδῶν· ὥστε τῷ πλάτει τῆς βάσεως ῥᾷον διωθεῖσθαι τὸ ὕδωρ κατὰ τὴν κίνησιν. Πάντα γέμει τῆς σοφίας τοῦ Θεοῦ. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν.
PG 30:251Ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν, τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρῶν, καταλιπὼν Θεὸν, δαίμοσιν ἐπιβούλοις ἔκδοτον ἔδωκεν ἑαυτὸν, οἳ τῷ κρατεῖν τοῦ ἀέρος ὧδε καὶ ὧδε στρέφειν ἐπινοοῦντες τοὺς ὄρνιθας, ἀθεράπευτον τὴν ἀπάτην τῶν ἀνοήτων συνέχουσι. Ταῦτα εἰ καὶ παρεκβατικώτερον εἴρηται· ἀλλ’ οὐκ ἀχρήστως ὁ λόγος τῇ ἐκ τοῦ ῥητοῦ ἀφορμῇ εἰς θεραπείαν τῶν ἀνοήτων ἐχρήσατο. Σημειωτέον δὲ ὅτι τὸν κληδονισμὸν ἴδιον ἐπιτήδευμα τῶν Φυλιστιαίων ἡ Γραφὴ παραδίδωσι, τουτέστι τῶν Παλαιστινῶν· τούτους γὰρ καὶ μόνους ἀλλοφύλους ἔθος αὐτῇ ὀνομάζειν. Ὥσπερ γὰρ Χαλδαῖοι γενεθλιαλογίαν, καὶ Αἰγύπτιοι φαρμακείας καὶ ἐπαοιδὰς, καὶ Κρῆτες οἰωνιστικήν, οὕτω καὶ οἱ ἀλλόφυλοι τὸν κληδονισμὸν ἰδιώσαντο. Πρὸς οὖν τὰ ἴδια ἑαυτῆς κακὰ ἐπανῆλθεν ἡ χώρα, γενομένη ὡς τὸ ἀπαρχῆς. Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη ἐν αὐτῇ. Ὅταν πόλις, ἔθη μοχθηρὰ παραδεξαμένη, κατ’ αὐτὰ βιοῦν ἕληται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα, καὶ εὐθὺς ἐκ γενέσεως ἀλλόφυλά ἐστι τὰ τέκνα, ὑπὸ τῆς πονηρᾶς ἀγωγῆς ἀλλοτριούμενα τοῦ λαοῦ τοῦ Θεοῦ.
Ἐπεὶ δὲ καὶ οἱ καρποὶ τῆς ψυχῆς τέκνα πολλάκις λέγονται, εἴποι ἄν τις τὸν παρὰ τὸ βούλημα τῆς θείας Γραφῆς συλλεξάμενον ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας λόγους οὐχ ὑγιεῖς, καὶ παραδεξάμενον αὐτοὺς, τὰ τέκνα ἀλλόφυλα ποιεῖσθαι. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Ἡλίκον ἁμάρτημα τὸ φιλοπλουτεῖν, ὅτι ἐν τῷ καταλόγῳ τῶν τηλικούτων ἁμαρτημάτων ἐτάχθη. Μετὰ γὰρ κληδονιςμῶν καὶ τέκνων ἀλλοφύλων, τῶν ἐκ τοῦ πληθυνθῆναι τὴν πορνείαν γεννωμένων τάχα ἐν τῷ Ἰσραὴλ, συγκατηρίθμηται καὶ τὸ ἐμπλησθῆναι τὴν χώραν ἀργυρίου καὶ χρυσίου. Θεοσεβεῖ μὲν γὰρ ψυχῇ ἀφορμὴν πρὸς εὐποιίαν, κατὰ τὴν μεταδοτικὴν κοινωνίαν ὁ πλοῦτος γίνεται· φιληδόνῳ δὲ καὶ φιλοσωμάτῳ, ἐφόδιον τρυφῆς καὶ ἀκολασίας γίνεται. Πενία μὲν γὰρ παιδαγωγός ἐστιν εἰς εὐσέβειαν, πλοῦτος δὲ ὕβρεώς ἐστιν ἀφορμή. Εἰ δὲ ὅλον ἔθνος ἐγκαλεῖται περιουσίαν χρημάτων, σκοπείτωσαν οἱ πλουτοῦντες, πῶς ὑπὲρ τῶν οἰκείων ἀπολογήσονται.
PG 30:253Ἐὰν δέ τις οἴηται, ἔκ τινος εὐλόγου προφάσεως νομιζομένης πλουτῶν, μὴ ἁμαρτάνειν, ἀναμνησθήτω τοῦ εὐαγγελικοῦ προστάγματος, σαφῶς ἀπαγορεύοντος μὴ θησαυρίζειν ἑαυτοῖς ἐπὶ τῆς γῆς. Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Πανταχοῦ παραιτησαμένους τοὺς Ἁγίους τετηρήκαμεν τὴν τῶν ἵππων χρῆσιν, ἐπί τε τῶν πολεμικῶν παρατάξεων καὶ ἐν ταῖς λοιπαῖς κατὰ τὸν βίον χρείαις. Δι’ ὃ καὶ ἐνταῦθα τοῖς λοιποῖς κατηγορήμασι καὶ ἡ τῶν ἵππων συγκατηρίθμηται. Τοῦ γὰρ Θεοῦ βουλομένου τῆς παρ’ αὐτοῦ βοηθείας αὐτοὺς ἐξηρτῆσθαι, καὶ μὴ ταῖς οἰκείαις παρασκευαῖς αὐτοὺς ἐπελπίζειν ἐν τοῖς πολέμοις, καὶ διὰ τοῦτο ἀπαγορεύσαντος μή ποτε πληθύνῃς σεαυτῷ ἵππον, οἱ τότε ἐγκαλούμενοι τοσοῦτόν τι πλῆθος ἵππων περιεβάλλοντο, ὥστε καὶ ἀριθμὸν ὑπερβαίνειν. Τοῦτο δὲ ἤτοι ὑπερβολικῶς ἐκδεξώμεθα, ἢ παρὰ τὸ τὰ φαῦλα καὶ ἄλλως ἄτιμα μὴ ἀριθμεῖσθαι ἐν τῇ Γραφῇ, νομίσωμεν εἰρῆσθαι, τὸ μὴ εἶναι ἀριθμὸν τῶν ἁρμάτων. Τήρει γὰρ ὅτι ἐν Ἀριθμοῖς οὐ γυνὴ ἀριθμεῖται, ὡς ἀσθενής· οὐ παιδίον, ὡς εὐκαταφρόνητον, πλὴν πρωτοτόκων καὶ Λευιτικῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐχ ὁ ἐπίμικτος, διὰ τὸ ἀλλότριον.
Οὕτως οὖν καὶ τὰ κακῶς κτηθέντα ἅρματα ἔξω εἶναι τοῦ ἀριθμοῦ λογιζόμεθα. Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τὰ ἐθνικὰ ἐπιτηδεύματα ἀπὸ κληδονισμῶν τὴν ἀρχὴν λαβόντα, διὰ φιλαργυρίας καὶ ἱππομανίας προκόψαντα, εἰς εἰδωλολατρείαν ἐξώκειλε. Διὰ γὰρ τὸ ἀποστῆναι συμβουλίας Θεοῦ καὶ κληδόσι προσέχειν, διὰ τὸ μὴ ἐπὶ Θεὸν πεποιθέναι, ἀλλ’ ἐπὶ τῇ τοῦ πλούτου ἀδηλότητι, διὰ τὸ τοῖς ψευδέσιν εἰς σωτηρίαν ἵπποις, ἀλλὰ μὴ τῷ δυνατῷ συντρίβειν πολέμους, ἐπιστηρίζεσθαι, ἐκ τοῦ ἀκολούθου προῆλθον εἰς τὸ ἐμπλῆσαι τὴν γῆν αὐτῶν βδελυγμάτων. Πᾶσα μὲν οὖν πρᾶξις, ἡ παρὰ τὸν ὀρθὸν λόγον ἐνεργουμένη, βδέλυγμά ἐστι τῷ Θεῷ. Ὡς οἱ στομαχῶντες καὶ εὐανάτρεπτοι τὰ μυσαρὰ τῶν θεαμάτων ἐκτρέπονται, οἷον περιττωμάτων ἐκβολὰς καὶ ἕλκη δυσώδη καὶ τὰ τοιαῦτα, οὕτω καὶ αἱ κατὰ ἀκαθαρσίαν ἐνέργειαι βδέλυγμά εἰσι τῷ Ἁγίῳ. Ἐπειδὴ κυρίως τὰ εἴδωλα βδελύγματα λέγειν ἔθος τῇ Γραφῇ, πᾶσαι αἱ μοχθηραὶ φαντασίαι κατὰ ἀναζωγράφησιν ἐναποτυπούμεναι τῇ ψυχῇ, βδελύγματά εἰσι πληροῦντα τὴν χώραν, τουτέστι τὴν εὐρυχωρίαν πᾶσαν τοῦ λογιστικοῦ τῆς ψυχῆς.
Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ὢ ὑπερβολῆς μανίας, Θεὸν νομίζειν τὸ ὑπ’ αὐτοῦ γενόμενον, καὶ μὴ συνορᾶν τὴν ἀτοπίαν τοῦ γινομένου. Εἰ μὲν γὰρ τὴν ὕλην θαυμάζεις, τί δήποτε καὶ τὸν ἀτύπωτον χαλκὸν, ἢ λίθον οὐ προσκυνεῖς; Εἰ δὲ διὰ τὴν τέχνην, τὰς χεῖρας σαυτοῦ προσκύνει, τὰς ἐπιβαλούσας αὐτῷ τὴν μορφὴν, ἢ τὰ ὄργανα, δι’ ὧν ἀπήρτισας. Πόσην δὲ καὶ τὴν ἄνοιαν ἔχει τὸ ἐν τοσαύτῃ χρόνου τριβῇ, καθ’ ἣν ἐγλύφετο, ἢ ἐχωνεύετο τὸ ἀφίδρυμα, μὴ λαβεῖν ἔννοιαν τοῦ γινομένου; Τοῦτο γὰρ ἐμφαίνει τὸ Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ἔπειτα μέντοι καὶ τῶν δύο τὸ ἕτερον ἑλέσθαι ἀναγκασθήσεται· ἢ μὴ ἔχειν Θεὸν πρὶν μορφῶσαι δι’ ἑαυτοῦ, ἢ γηράσαι τὸν προϋπάρχοντα, διὰ τὸ ἐπιδεηθῆναι ἑτέρου. Ἐπικατάρατος δὲ πᾶς ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Σχετλιαστικῶς ἡγοῦμαι ταῦτα εἰρῆσθαι, οὐ φέροντος τῶν ἀνθρώπων τὴν τῆς ἀξίας κατάπτωσιν.
PG 30:255Ὑπέκυψε (φησὶ) τῷ εἰδώλῳ ὁ ἄνθρωπος εἰς προσκύνησιν, τῶν ἐπὶ γῆς ζώων τὸ τιμιώτατον, τὸ μετὰ Ἀγγέλους ἐν λογικοῖς τεταγμένον, ὁ τῇ εἰκόνι τοῦ Θεοῦ τετιμημένος, ὁ τῇ τοῦ λόγου δυνάμει τέχνας ἐξευρών. Τὰ ἐν τῇ γῇ ἐπιγνοὺς, φυτῶν καὶ ῥιζῶν καὶ καρπῶν δυνάμεις, θαλάσσης κατατολμήσας, ἀέρος φύσιν, ἀνέμων γένεσιν, ἀστέρων θέσιν, κινήσεις τούτων, ἀποστήματα, συνδρομάς· τὴν ἐπὶ γῆς διακόσμησιν, τὰς πόλεις, τοὺς νόμους, τὰς στρατηγίας, τῶν τεχνῶν τάς τε πρὸς τὸ ζῆν ἀναγκαίας καὶ τὰς πρὸς καλλωπισμὸν καὶ ἐπίδειξιν, οὗτος ὑπέπεσεν εἰδώλῳ, ὡς τῆς παρ’ αὐτοῦ δεόμενος σωτηρίας, ὁ ἔμψυχος τοῦ ἀψύχου, ὁ λογικὸς τοῦ ἀναισθήτου. Ὁ θηρία ὑπὸ χεῖρα λαβὼν, ᾧ πάντα ὑποτέτακται εἰς δουλείαν τὰ ἄλογα (διὰ τὸν ὑποτάξαντα ἡμῖν Θεὸν, ὃς ἐν τούτῳ ἔδωκεν ἡμῖν τὸ κατ’ εἰκόνα, ἐν τῷ κατακυριεύειν τῶν τε ἐνύδρων ὁμοῦ καὶ τῶν χερσαίων) οὗτος οὐχ ἑνὶ τῶν ἀλόγων τῶν ἐν ἰσχύϊ διαφερόντων, ἀλλὰ μιμήματι ζώου ἑνὸς τῶν ἀλόγων, ἤπου καὶ γυναικός τινος ἀσχήμονος, ἢ ἀνδρὸς αἰσχίστου, οὐδὲ παρεστάναι τολμᾷ ἀπὸ τοῦ ἴσου, ἀλλὰ φοβούμενος, καὶ εἰς τὴν γῆν κεκυφὼς, ἄξιος ὢν μηδὲ ἀνανεύειν πρὸς τὸν οὐρανὸν ...
διὰ τὴν εἰς τὸν οὐράνιον ἁμαρτίαν. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐπίτασις τοῦ κακοῦ, ἄνδρα τὸν ἀρχικώτερον, τὸν τελειότερον ἐν τῇ νοήσει, δυνατώτερον ἐν ταῖς πράξεσι, τοῦτον τοῦ ἰδίου ἀξιώματος ἐπιλαθόμενον ταπεινωθῆναι ὑπὸ τὸ εἴδωλον. Ὁ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων, ὁ κεφαλὴν ἔχων ἑαυτοῦ τὸν Χριστὸν, ἐταπεινώθη ὑπὸ τὸ εἴδωλον· καὶ ταῦτα ἀνήρ. Τοῦτό ἐστι τῆς συμφορᾶς τὸ χαλεπώτατον. Εἰ γὰρ παιδίον, εἰ γὰρ γυνὴ, ἦν ἄν τις τῷ μὲν ἐκ τῆς ἡλικίας, τῇ δὲ ἐκ τῆς κατὰ φύσιν ἀσθενείας, συγγνώμη. Νῦν δὲ ἀνὴρ ἐταπεινώθη, ὃ πᾶσαν ὑπεραίρει αἰσχύνης ὑπερβολήν. Καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ὢ τῶν ἀπειλουμένων. Ἆρα μὴ διὰ τὴν αἰωνίαν κόλασιν ταῦτα· Οὐ μὴ ἀνήσω αὐτούς; Ἕως γὰρ ἐκληδονίζοντο, ἕως ἀλλότρια τέκνα ἐπλήθυναν παρ’ ἑαυτοῖς, ἕως ἐπτόηντο εἰς ἀργύριον, ἕως ἱππικὸν ἐξηρτύοντο, ἦν ἐλπὶς καὶ ἀνέσεως προσδοκία· ἐπειδὴ δὲ εἰς τὴν εἰδωλολατρείαν, τὸ ἔσχατον τῶν κακῶν ἐκπεπτώκασι, καὶ τοῦ ἰδίου ἀξιώματος μὴ αἰσθανόμενοι, τῷ εἰδώλῳ τὰς ἰσοθέους τιμὰς ἀπονέμουσιν, Οὐ μὴ ἀνήσω. Καὶ τοῦτο ἐπ’ εὐεργεσίᾳ ὁ Ἀγαθὸς ἐνεργεῖ.
PG 30:257Ἐπεὶ γὰρ ἡ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμὴ, Οὐ μὴ ἀνήσω αὐτούς, ἵνα ἡ θλίψις γοῦν ἀνάγκην αὐτοῖς τῆς τοῦ Θεοῦ μνήμης παράσχῃ. Ὥστε οὐκ ἀπειλὴ βλαβερὰ, ἀλλὰ παιδαγωγία σωτήριος τὸ μὴ ἀνεθῆναι. Οὐ μὴ γάρ σε ἀνῶ (φησὶν) οὐδ’ οὐ μή σε ἐγκαταλίπω. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἄλλη παράκλησις αὕτη πρὸς τὸν οἶκον τοῦ Ἰακὼβ ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, Δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου, οὕτω καὶ τὸ νῦν Εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἆρά τίς ἐστιν οὕτω συκοφάντης τῆς Γραφῆς, ὥστε οἴεσθαι, συμβουλεύειν φεύγειν τινὰς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, ἐν ταῖς κοιλότησι τῶν πετρῶν ἑαυτοὺς κατακρύψαντας; Ἀλλά· Ποῦ πορευθῶ (φησὶν) ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Καὶ πάλιν ὁ Κύριος· Ἐὰν κατακρυβῶσιν εἰς τὸν Κάρμηλον, ἐκεῖθεν λήψομαι αὐτούς·
ἐὰν φύγωσιν εἰς τὴν θάλασσαν, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήξεται αὐτούς. Πῶς οὖν σκέπην ἀπὸ προσώπου τοῦ φόβου Κυρίου συνεβούλευσε προβαλέσθαι τὴν πέτραν; Ἀλλὰ μήποτε μίαν λέγει τῶν κακῶν ἀπαλλαγὴν, ὅσα ἐν τοῖς κατόπιν ἀπηριθμήσατο, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, τουτέστιν εἰς τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ὅπου καὶ Μωϋσῆς ἐτέθη, μέλλων τὸν Θεὸν βλέπειν. Ἐκεῖ (φησὶν) Εἰσέλθετε, καὶ κατακρύπτεσθε εἰς τὴν γῆν, τουτέστι θάψατε ἑαυτούς. Ἵνα τί; Ἵνα συνταφέντες Αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συναποθανόντες, ἐν καινότητι ζωῆς περιπατήσητε, ἀποθανόντες τῇ ἁμαρτίᾳ. Συνάγαγε δὲ τὰ περὶ πέτρας ἐν τῇ Γραφῇ, ὥστε σοι τρανωθῆναι τὸν τόπον. Ἐν πέτρᾳ ὕψωσάς με. Καὶ ἐκ πέτρας ἔπιεν ὁ λαός, ἀλλὰ καὶ μέλι εἶχεν ἐκ πέτρας, Καὶ ὁ Ψαλμῳδός φησι· Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Τὸ καθαρὸν πρὸς κόρον· καὶ ἔλαιον δὲ, ᾧ ἐχρίοντο, ἡ στερεὰ πέτρα παρεῖχε, κατὰ τὴν ᾠδὴν τὴν Μωϋσέως.
PG 30:259Ἐὰν οὖν εἰσέλθητε εἰς τὴν πέτραν, δυνήσεσθε ἐκκλῖναι ἀπὸ τοῦ φόβου Κυρίου, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, ὅταν μέλλῃ ἀφανίζειν τὰ γήϊνα, καὶ ἀφανίζειν τὸν χοϊκὸν ἐπὶ τῷ ἀνεμπόδιστον παρέχειν τῷ πνευματικῷ τὴν ζωήν. Φθάσαι οὖν δεῖ τὴν μετὰ δόξης καὶ ἰσχύος αὐτοῦ ἀνάστασιν, διὰ τοῦ τοιούτου τρόπου ἐπιμεληθέντας ἑαυτῶν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Ἵνα μὴ νομίσῃς σωματικήν τινα τὴν ἀπὸ Θεοῦ ἀναχώρησιν συμβουλεύειν, ἐπήγαγε τὸ Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός. Τὸν ἐξ ὕψους ἀποσκοπεύοντα οὐδὲν τῶν κάτω λανθάνει, πάντων ὑπ’ ὄψιν ὄντων καὶ μηδενὸς ἐπισκοτοῦντος τοῖς ὀφθαλμοῖς. Ταπεινὸς δὲ ἄνθρωπος, ἢ ὁ τῇ συγκρίσει τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας τὸ μηδὲν ἑαυτὸν λογιζόμενος, ἢ ὁ διὰ μετριοπάθειαν τὸ ἀλοζονικὸν ἀποθέμενος φρόνημα, ἢ ὁ διὰ τῆς ἁμαρτίας ἐκ τοῦ προτέρου ὕψους ἑαυτὸν καταῤῥίψας. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων. Ἐν τοῖς κατόπιν τὸ ὕψος ἐταπεινοῦτο καὶ κατηγορίας ἄξιος ὁ ἄνθρωπος· Ἔκυψε γὰρ ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἐνταῦθα δὲ ὠφέλιμος ἡ ταπείνωσις.
Ἡ γὰρ ἀπόθεσις τοῦ ματαίου φρονήματος καὶ ἡ ἀπὸ τοῦ ἐπάρματος καὶ ὕψους ἀλαζονικοῦ καὶ οἰήματος διακένου τὴν οἰκείαν ἀξίαν ἐπάνοδος, ταπείνωσίς ἐστιν ἐπαινετή. Τῶν γὰρ προσφυγόντων τῇ πέτρᾳ καὶ ἐν τῇ γῇ ἑαυτῶν ποιησάντων τὸ σῶμα ἐν ἐλπίδι τῆς μετὰ Χριστοῦ ἀναστάσεως, πίπτει μὲν τὰ ἐξ ἀλογίας ὑψώματα καὶ ἡ περὶ ἑαυτῶν ὑπόληψις αὐτῶν ματαία· ἀναπέμπεται δὲ παρ’ αὐτῶν μόνῳ τῷ Θεῷ ἡ ἀληθὴς μαρτυρία τοῦ ὕψους. Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς ἐπιγινωσκομένην ἡμέραν καὶ ὑπὸ πάντων ὁμολογουμένην ὁ λόγος ἡμᾶς ἀναπέμπει. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἐσχάτῃ πασῶν ἡμερῶν, ἣ οὔτε νὺξ διακόπτει, οὐ χρόνος περιορίζει, οὐ σωματικὸν φῶς ἀρχὴν αὐτῇ παρέχει καὶ τέλος, ἀλλὰ μία ἐστὶν ὁμοία πρὸς ἑαυτὴν, ἀκίνητος, ἀνέσπερος, ἀδιάδεκτος. Ἐν οὖν τῇ ἡμέρᾳ ἐκείνῃ ὑψωθήσεται Κύριος μόνος, ὅτε πεσεῖται μὲν πᾶν ὑπερηφάνων φρόνημα, πᾶσα δὲ λαμπρότης τῶν μακαρίων δυνάμεων τῇ ὑπερβολῇ τῶν μαρμαρυγῶν τῆς δόξης ἐκείνης ἐναφανίζεται. Κἂν Προφήτης ᾖ, κἂν Ἀπόστολος, κἂν ἅγιαι Δυνάμεις ὦσι καὶ ὑπερκόσμιοι· ἐκφανέντος τοῦ ἀληθινοῦ Ὕψους, πάντα ταπεινὰ λογισθήσεται.
Νόησόν μοι ἀπό τινος τῶν κατὰ τὸν βίον ὑποδείγματος τὸ λεγόμενον. Ἔστω τις πόλις χειροτεχνῶν ἀνδρῶν, ἐκ τῆς ἐφ’ ἡμέραν ἐργασίας μόλις τὰ ἀναγκαῖα τὰ πρὸς τὸν βίον ποριζομένων· εἶναι δέ τινας ἐνταῦθα τῶν καθ’ ὑπερβολὴν πενήτων εὐπορωτέρους, μακαριζομένους τέως ὑπὸ τῶν πτωχευόντων καὶ ἀποβλεπομένους. Εἶτα ἐπιδημῆσαί τινα τῇ πόλει βασιλέα, πάντων βασιλέων πλουσιώτατον, πολὺν μὲν τὸν χρυσὸν ἔχοντα, πολὺν δὲ τὸν ἄργυρον, πολλοὺς δὲ λίθους τῶν πολυτιμήτων, τοὺς μὲν ἐν τῷ βασιλικῷ ἐπικειμένους, τοὺς δὲ εἰς ἐπίδειξιν προβεβλημένους. Ἐσθῆτός τι κάλλος καὶ πλῆθος ἀμήχανον, οἰκετῶν καὶ δορυφόρων πλῆθος ἀριθμὸν ὑπερβαῖνον· δαπάνην ἀμύθητον· καμήλων καὶ ἡμιόνων ἀμύθητόν τι χρῆμα τὸν πλοῦτον σκευαγωγούντων· ἵππους χρυσῷ καὶ τάπησιν ἁλουργοῖς κατακεκοσμημένους, τοὺς μὲν ὑπηρετοῦντας, τοὺς δὲ προπομπεύοντας. Τί ἂν ἐπὶ τῇ τούτου θέᾳ παθεῖν τὸν πτωχὸν δῆμον ἐκεῖνον, τὸν τέως τὰ μικρὰ θαυμάζοντα, τοὺς ἑαυτῶν ὑπερέχοντας; Οὐχὶ αἰσχυνθῆναι μὲν ἐπὶ τῇ οἰκείᾳ κρίσει; Πάντων δὲ καταφρονῆσαι τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει; Μόνῳ δὲ δόξαν καὶ πλοῦτον τῷ ἀληθῶς πλουσίῳ προσμαρτυρεῖν;
PG 30:261Οὕτω τοίνυν ὅσον ἀποκρύπτεται τὸ ὕψος καὶ τὸ μέγεθος τῆς σοφίας καὶ τῆς δυνάμεως τοῦ Θεοῦ, πολλὰ δόξει εἶναι τὰ ὑψηλὰ καὶ μεγάλα παρὰ τοῖς ἐν ἐσχάτῃ πτωχείᾳ χαθεστηκόσιν· ἐπὰν δὲ ἐκφανῇ τὸ ὄντως σοφὸν καὶ τὸ ἀληθινῶς δυνατὸν, οὐδεὶς οὔτε σοφὸς, οὔτε δυνατὸς λογισθήσεται. Οὕτω ποτὲ καὶ Μωϋσῆς ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν ὡμολόγει, ἐπειδὴ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἤκουσε. Καὶ Ἀβραὰμ, ὅτε Θεὸν εἶδεν, ἑαυτὸν γῆν καὶ σποδὸν ὡμολόγει. Οὐδεῖς οὖν ἀξιούμενος ἐνορᾷν τῇ τοῦ Θεοῦ ἀγαθότητι καὶ σοφίᾳ, δυνήσεται ἢ ἑαυτῷ, ἢ ἄλλῳ σοφίαν ἢ δύναμιν μαρτυρῆσαι. Οἱ γὰρ Ἅγιοι πάντες οἷον φῶς εἰσι λυχνιαῖον ἐν μεσημβρίᾳ σταθηρᾷ ὑπεραυγαζόμενον τῷ ἡλίῳ. Διὰ τοῦτο ὑπερυψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἡμέρα γὰρ Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Τάχα πρώτη ἁμαρτία ὕβρις καὶ ὑπερηφανία· εἴπερ ὁ διάβολος, ἐξυβρίσας τῷ κόρῳ τῶν περὶ αὐτὸν ἀγαθῶν, ἀπέστη Θεοῦ καὶ συναπέστησεν ἑαυτῷ τὰς ἀντικειμένας δυνάμεις, λέγων· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· καὶ καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ, τὰ πρὸς βοῤῥᾶν. Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
Διὰ τοῦτο ἐντεῦθεν καὶ ἡ ἐκδίκησις ἄρχεται. Καὶ εἴ τις μέντοι τυφωθεὶς εἰς κρίμα ἐμπέπτωκε τοῦ διαβόλου, μετὰ τοῦ ἀρχηγοῦ καὶ οἱονεὶ δημιουργοῦ τῆς ὑπερηφανίας καταδικασθήσεται· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται. Ἔοικέ πως ἀρχὴ τῆς ὑπερηφανίας ἡ ὕβρις εἶναι. Ὁ γὰρ διαπτύων τοὺς ἄλλους καὶ τὸ μηδὲν ἡγούμενος, ἀλλὰ τοὺς μὲν πτωχοὺς, τοὺς δὲ δυσγενεῖς, τοὺς δὲ ἀμαθεῖς ὑπολαμβάνων, ἐκ τῆς ὕβρεως ταύτης εἰς τὸ μόνον ἑαυτὸν οἴεσθαι εἶναι σοφὸν, συνετὸν, εὐγενῆ, πλούσιον, δυνατὸν ὑποφέρεται, ἀρχὴν πρὸς τὸ ὑπερηφανεύεσθαι τὴν ὑπεροψίαν λαμβάνων. Τοῦτο γάρ ἐστι τὸ ὑπερηφανεύεσθαι, τὸ ὑπερφαίνεσθαι τῶν πολλῶν ἐπιχειρεῖν. Ἐν δὲ τῷ τοῦτο ποιεῖν, ἐξουδενοῖ μὲν τὸν πλησίον, ἑαυτὸν δὲ ἀποσεμνύνει. Καὶ ἔστιν ἡ ὕβρις ὑπερηφανίας ἀρχὴ καὶ ἡ ὑπερηφανία κακὸν ἔγγονόν ἐστι τῆς ὕβρεως. Διὰ τοῦτο ἡ ἐκδίκησις ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Αἱ συγγενεῖς γὰρ ἁμαρτίαι ὁμοιοτρόπως κολάζονται. Ἐπάξει οὖν ἡ διαβόητος ἡμέρα τοῦ Κυρίου τὴν ἐκδίκησιν ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Ἡμεῖς δὲ οἱ ἐλεεινοὶ, πᾶσαν ἡμέραν ἐν τοῖς κακοῖς τούτοις στρεφόμενοι, οὐδὲ συνίεμεν ὁποῖα κακὰ ἁμαρτάνομεν.
PG 30:263Λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἡμεῖς λοιδοροῦμεν, ἐν αὐτῷ τῷ λοιδορεῖν μὴ συνιέντες, ὅτι ταῦτα, ἃ νῦν ἀφίημι ῥήματα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἀντιστήσεταί μοι καὶ διακόψει μου τὴν ὁδὸν καὶ ὥσπερ τειχίον γενήσεται, ὑπερβαθῆναι μὴ δυνάμενον. Τίς ἡμῶν ἑαυτὸν οὐχ ὑπεραίρει; τίς τὸν πλησίον οὐ διαπτύει; Ἡ δὲ ὕβρις πλέον τί ἐστι τῆς λοιδορίας. Ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ’ αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. Δυνατὸν μέντοι σήμερον βουληθέντι τῷ ὑψηλῷ κατελθεῖν εἰς τὴν τῶν ταπεινῶν ταπείνωσιν· καὶ τῷ νῦν μέντοι ταπεινῷ κίνδυνος ἀντιμεταστῆναι εἰς τὸ τῶν ὑπερηφάνων ὕψωμα· αὐτὸ γὰρ τὸ ὑπολαβεῖν περὶ ἑαυτοῦ εἰς τὸ ἄκρον τῆς ταπεινώσεως ἐληλυθέναι, ὑψώματός ἐστιν ἀφορμὴ, καὶ τὸ τοῦ σφόδρα δοκοῦντος ἐν ἁμαρτίαις εἶναι κατεπαρθῆναι, ὑπερηφανία δεινὴ, ἣν ἔπαθεν ὁ Φαρισαῖος κατὰ τοῦ Τελώνου. Καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Τῆς αὐτῆς κακίας ἐστὶ καὶ ὁ ὑψηλὸς καὶ μετέωρος, διαφέρων πρὸς τὸν ὑβριστὴν καὶ ὑπερήφανον τῇ σχέσει μόνον. Ὁ μὲν γὰρ καθ’ ἑτέρων τῇ ὕβρει καὶ τῇ ὑπερηφανίᾳ κέχρηται·
ὁ δὲ, καὶ μόνος ὢν, ἑαυτὸν ὑπεραίρει, καὶ μετεωρίζει τῇ ματαιότητι τοῦ νοὸς, καὶ ἀνυψοῖ. Καὶ ἵνα μου νοήσῃς τὸν ἀκριβῶς μετέωρον, ἀνάμνησον σεαυτὸν ἐν τῇ ματαιότητι τῆς νεότητός σου, εἴ ποτε κατὰ σαυτὸν γενόμενος, ἔλαβες ἔννοιαν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων· πῶς εὐκόλως κατὰ τὴν φαντασίαν τοῦ νοῦ ἐπέδραμες ἀρχὰς ἐξ ἀρχῶν, δυναστείας ἐκ δυναστειῶν. Πλοῦτον περιεβάλου, οἰκίας ᾠκοδόμησας, χρυσὸν καὶ ἄργυρον ἀπέθου· κτήσεις συνήγαγες, τόσα καὶ τόσα τάλαντα κατ’ ἔτος προσκομιζούσας· οἰκέτας ἔσχες μυρίους, τέχνας παντοδαπὰς, τὰς ἐκ τούτων προσόδους· ἀγέλας ἵππων, ποίμνια καὶ βουκόλια, τὰ ἐκ τούτων χρήματα· γυναῖκα καὶ παῖδας καὶ τούτων τὰ ἔκγονα· φίλους εὐηργέτησας, ἐχθροὺς ἠμύνω· ἦρξας πόλεων, εἶτα ἐθνῶν, τὸ τελευταῖον καὶ ἐβασίλευσας. Ὁρᾷς πῶς ὑπὸ κουφότητος ὁ τοιοῦτος νοῦς ὑψηλός ἐστι καὶ μετέωρος; Οὐδαμοῦ ἐστήρικται, ἀλλ’ ὑπὲρ τὰ ἀδύνατα, ὑπὲρ τὴν φύσιν φέρεται. Ἀπειλεῖται οὖν καὶ τοῖς μετεώροις τὰ φοβερὰ τῆς ἡμέρας. Ἁμαρτία γάρ ἐστι (φησὶν) ὁ μετεωρισμός. Ἄκουε γὰρ τοῦ Κυρίου λέγοντος· Καὶ μὴ μετεωρίζεσθε.
PG 30:265Καὶ ὁ μακάριος Δαβὶδ ἐν τοῖς κατορθώμασι ἀριθμεῖ τὸ μὴ μετεωρισθῆναι, μηδὲ ὑψωθῆναι· Κύριε γὰρ (φησὶν) οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἔστι μέντοι καὶ ἐπαινετῶς ὑψωθῆναι, ὅταν μὴ μικροπρεπὴς ᾖς, μηδὲ ταπεινὰ μεριμνῶν, ἀλλὰ διεγηγερμένος τὸ φρόνημα, καὶ τῷ ἀναστήματι τῆς ἀρετῆς ὑπὸ μεγαλοψυχίας καὶ μεγαλονοίας κεκοσμημένος. Τὸ τοιοῦτον ὕψος τῆς γνώμης ἀποδεκτὸν, τὸ ἀταπείνωτον ἐν θλίψεσι, τὸ ὑπερφρονοῦν τῶν ἐπὶ γῆς. Τοιοῦτος ὁ τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς, ὁ τὴν καρδίαν ἐπτοημένην ἔχων εἰς τοὺς ἐκεῖ θησαυρούς. Καὶ ἔοικε τοῦτο τὸ ὕψος τῆς διανοίας, πρὸς τὴν ἐκ τοῦ τύφου ἔπαρσιν, τὴν αὐτὴν ἔχειν διαφορὰν, ἣν ἀληθινὴ εὐεξία πρὸς τὴν ἐξ ὑδέρου γινομένην τῆς σαρκὸς ἐπανάστασιν· ὤγκωται μὲν γὰρ τὸ σῶμα, ἀλλ’ ὕπουλόν ἐστι καὶ νοσεῖ. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Διβάνου τῶν ὑψηλῶν καὶ μετεώρων. Ποία κακία (φησὶ) τῆς κέδρου, ὅτι καὶ τὸ ταύτης ὑψηλὸν, ὅπερ ἐκ φύσεως αὐτῇ πρόσεστιν, εἰς ἐξέτασιν ἄγεται; Διὰ τί δὲ ὅλως καὶ ταῖς ἐν τῷ Λιβάνῳ κέδροις ἀπειλεῖ τὴν ἡμέραν ὁ λόγος;
Ὅτι μὲν οὖν περὶ ἐμψύχων ὁ λόγος τῶν πεφυσιωμένων καὶ μετὰ ἀναισθησίας ἐχόντων τὴν ἔπαρσιν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ διὰ τί κέδροι; καὶ διὰ τί, τοῦ Λιβάνου; Αἱ κέδροι φυτόν εἰσιν, ἀχρήστων καρπῶν οἰστικαὶ, εἰς ὕψος μήκιστον αὐξανόμεναι καὶ ἀεὶ ἐπιδιδοῦσαι κατὰ τὴν προσθήκην τοῦ χρόνου, οὔτε γηρῶσαι ῥᾳδίως, οὔτε εὐκόλως κατασηπόμεναι. Ὁ δὲ Λίβανος ὄρος εἰδωλολατρείας τὸ παλαιὸν ἦν. Ἵνα οὖν τὰς ἐκεῖ ἐμφιλοχωρούσας ὀλεθρίους δυνάμεις ἐνδείξηται ἡμῖν, κέδρους ὠνόμασε τοῦ Λιβάνου τὰ ὑψώματα τῆς πονηρίας, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, περὶ ὧν καὶ ὁ ψαλμός φησιν, ὅτι Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Δύναται δὲ τὰ ἐν ἀνθρώποις ἀλαζονικὰ ἤθη ἄνευ αἰτίας τινὸς ἀκολούθου πρὸς τὴν φυσίωσιν ἐπαιρόμενα διὰ τῶν κέδρων αἰνίσσεσθαι. Ἔστι γὰρ καὶ ἐν φυσιώσει ἢ πιθανή τις αἰτία τὴν ἔπαρσιν ἐμποιοῦσα, ἢ πάντη ἄλογος. Οἷον, φρονεῖ τις ἐφ’ ἑαυτῷ δι’ ἐγκράτειαν, φρονεῖ διὰ σωφροσύνην, φρονεῖ διὰ τὸ ἐν ταῖς προσευχαῖς ἐπίμονον. Κακῶς μὲν ποιεῖ παρ’ ὃ δεῖ φρονῶν, πλὴν ἀλλ’ ἔχει ἀκολουθίαν τὸ ὕψωμα. Ὁ τοιοῦτος ὑψηλὸν μέν ἐστι φυτὸν, ἀλλ’ ἔγκαρπον.
PG 30:267Ὁ δὲ ἄνευ ἐργασίας τινὸς ἀγαθῆς, ἢ διὰ πλοῦτον, ἢ δι’ εὐγένειαν, ἢ διὰ σώματος ἰσχὺν μετεωριζόμενος, κέδρος ἐστὶν, ἀκάρπῳ ζωῇ καὶ ἀνονήτῳ ἐπαγαλλόμενος. Διὰ τί δὲ καὶ τοῦ Λιβάνου; Ὅτι ὥσπερ τὰ ἐπὶ τῶν ὀρῶν πεπηγότα φυτὰ ὕψει ἀλλοτρίῳ συγκέχρηται, οὕτως οἱ πλοῦτον, ἢ δύναμιν, ἢ δόξαν προγόνων ὑποβαλλόμενοι, τοῖς κατ’ οὐδὲν προσήκουσιν εἰς ἀφορμὴν τῆς οἰκείας ἐπάρσεως ἀποκέχρηνται. Εἰσὶ μέντοι καὶ ἐπαινούμεναι κέδροι. Χορτασθήσεται τὰ ξύλα τοῦ Κυρίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσε. Καὶ εἰς τὴν δοξολογίαν παραλαμβάνεται ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι, ἵνα δειχθῇ ὅτι οὐδὲν τῇ φύσει πονηρὸν, οὐδὲ ἠλλοτριωμένον Θεοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτῶν αἰτίαν ἕκαστα ἢ ἀφίσταται ἀπὸ Θεοῦ, ἢ προσοικειοῦται αὐτῷ. Διὰ τοῦτο καὶ αἱ εἰς κατασκευὴν τοῦ ναοῦ συντελέσασαι κέδροι ἐκ τοῦ Λιβάνου ἦσαν κατακεκομισμέναι, τῆς ἱστορίας παραδεικνυούσης, ὅτι δυνατὸν ἐξ εἰδωλολατρείας εἰς ἁγιασμὸν μεταβαλεῖν. Διὰ τοῦτο ποτὲ μὲν συντρίβεται κέδρος, ὅταν ἀχώριστος ᾖ τοῦ Λιβάνου· ποτὲ δὲ, ὅταν καταλιποῦσα τὰ ἀρχαῖα, ἀξία τοῦ ἁγιάζεσθαι γένηται.
Καθόλου μέντοι καὶ τὰ τῶν ζώων ἤθη καὶ τὰ τῶν φυτῶν εἴδη εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται. Καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν. Ἄλλου φυτοῦ μνήμη, πρὸς ἔνδειξιν ἀνθρωπείου βίου ὑποπεσεῖν ἀπειλουμένου τῇ κρίσει. Τὰ γὰρ σκληρὰ ἤθη καὶ δύσεικτα, ἀντιτύπως πρὸς πάντα καὶ ἀντιβατικῶς διακείμενα, καὶ ἡ κοινὴ συνήθεια δρυὶ̈ παριεκάζει. Φέρει δὲ τὸ δένδρον τοῦτο καρπὸν, ἀλλὰ χοίρων τροφήν. Διὰ τοῦτο δένδρον αἰσχύνης ὠνόμασε· τὸ γὰρ Βασὰν εἰς τὴν αἰσχύνην μεταλαμβάνουσιν. Ὧν οὖν ἡ δόξα τῆς καρποφορίας αἰσχύνη ἐστὶ, καὶ ἐπὶ τούτοις ἔσται ἡ ἡμέρα τοῦ Κυρίου. Καὶ δὴ καὶ τὴν εἰδωλολατρείαν αἰσχύνην εὕρομεν λεγομένην, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν Ἠλίας λέγει πρὸς τὸν Ἀχαάβ· Καὶ νῦν ἀπόστειλον καὶ συνάθροισον πρός με πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης καὶ τοὺς προφήτας τῶν ἀλσῶν, τετρακοσίους ἄνδρας, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Ἐπεὶ οὖν Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἡ τοῦ Κυρίου ἡμέρα καὶ τοῖς δένδροις τῆς αἰσχύνης ὡς φοβερὰ ἀπειλεῖται. Διὰ τοῦτο καὶ ὁ βασιλεὺς τῆς Βασὰν Ὢγ προσηγόρευται.
PG 30:269Ὢγ δὲ ἑρμηνεύεται διάφραξις, ὡς τῶν ἔργων τῆς αἰσχύνης τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας ἀποφρασσόντων. Πόρνοι γὰρ καὶ μοιχοὶ καὶ μαλακοὶ καὶ ἀρσενοκοῖται καὶ πάντες τῆς αἰσχύνης ἐργάται, ὑπὸ τοῦ Ὢγ βασιλεύοντος, τοῦ τὴν ἀπὸ Θεοῦ διακοπὴν ἐνεργοῦντος· ὃν συντρίβει ὁ Κύριος ἐπ’ ἐλευθερίᾳ τῶν κρατουμένων. Ἐξομολογεῖσθε γὰρ τῷ Κυρίῳ, ὅτι χρηστὸς, τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, τὸν Σηὼν καὶ τὸν Ὤγ. Καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Ὥσπερ τὰ ὄρη πρὸς τοὺς βουνοὺς τὴν κατὰ μέγεθος ἔχει διαφορὰν, τῷ δὲ λοιπῷ τὰ αὐτὰ ἀλλήλοις ἐστίν, οὕτω καὶ αἱ ἐναντίαι δυνάμεις τῇ μὲν προαιρέσει ἀλλήλαις ἐοίκασι, τῷ δὲ μεγέθει τῶν ἀδικημάτων, διενηνόχασιν. Εἰκότως οὖν καὶ κατὰ τούτων ἡ ἡμέρα Κυρίου Σαβαὼθ ἐνστήσεται. Τί δὲ βούλεται τὸ Καὶ ἐπὶ πάντα πύργον; Ὁ πύργος ἐστὶν ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πόλεως καὶ γνῶσιν ἐφόδων πολεμικῶν ἐπιτήδειον. Τοιοῦτος ἡμῖν δέδοται καὶ ὁ νοῦς, φυλακτικὸς τῶν ἀγαθῶν, προορατικὸς τῶν ἐπιβούλων. Τοῦτον οὐ χρὴ ἐν ἑαυτῷ οὐδὲ διὰ τῶν γηί̈νων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι·
καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρόνημα καὶ τὴν πρὸς τὸ κακὸν αὐτοῦ συμφωνίαν διασπᾷ ἐπ’ εὐεργεσίᾳ καὶ σωτηρίᾳ. Περὶ τῆς τούτου οἰκοδομῆς κελεύει ἡμᾶς ὁ Κύριος καθίσαντας ψηφίσαι, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμὸν, ὡς δηλοῖ αὐτὴ ἡ σύμφρασις τοῦ Εὐαγγελίου. Τὸν οὖν ὑψηλόφρονα νοῦν καὶ ὑπέρογκον καὶ πάντας ἐξευτελίζοντα καὶ ἑαυτὸν μακαρίζοντα, φοβεῖσθαι ὁ λόγος τὴν ἡμέραν Κυρίου βούλεται. Καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Πάλιν τεῖχος ἔρυμά ἐστι πρὸς φυλακὴν πόλεων πεποιημένον, καὶ τὰς προσβολὰς τῶν πολεμίων ἀποκρουόμενον. Οὕτως εἰσί τινες καὶ λόγοι, οἱ μὲν ἐκ τῆς ἀληθείας αὐτῆς περικείμενοι ἡμῖν, τὸ ἀκαθαίρετον τῶν σωτηρίων δογμάτων διατηροῦντες· οἱ δὲ ἐκ τῆς ἔξωθεν ἐποινοίας πρὸς ὀχύρωσιν ψεύδους καὶ φυλακὴν ματαιότητος ἐπιτετηδευμένοι. Ἡ γὰρ τῆς διαλεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐδιάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις. Διὰ τοῦτο τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἀνάγραπτά ἐστιν ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦντος ὑπὸ Ἰησοῦ καθαιρεῖται, φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα τὰ ὑψηλὰ κατηγορεῖται·
PG 30:271ἐνταῦθα δὲ καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα, τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις πιθανότητα ἐπὶ πολὺ κραταιωθεῖσαν καὶ ὑψωθεῖσαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ Προφήτου, καὶ καθαιρεθήσεσθαι αὐτὸ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου διαβεβαιουμένου. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης. Αἰνίγματά ἐστι πρὸς τὴν γυμνασίαν τοῦ νοῦ ἡμῶν προβεβλημένα, μὴ ἀργῶς ἀκούωμεν τῆς Γραφῆς, ἵνα μὴ χαμαὶ τὸν νοῦν καταβάλωμεν. Εἰπὼν περὶ τοῦ νοῦ, τοῦ τὰ ὑψηλὰ φρονοῦντος καὶ μὴ τοῖς ταπεινοῖς συναπαγομένου, ἀκολούθως ἐν τῷ αὐτῷ εἴδει τῆς ἐπικρύψεως καὶ περὶ σωμάτων διαλέγεται. Οὐ γὰρ φοβερὰ τοῖς ἀψύχοις πλοίοις ἡ τοῦ Κυρίου ἡμέρα, ἀλλὰ τοῖς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένοις. Ὥσπερ γὰρ τὰ πλοῖα, καταβαρυνόμενα τῷ φόρτῳ, δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυάγιον, οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται, διὰ φιληδονίαν τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα, πλοῖα θαλάσσης λέγεται.
Ἔστι μέντοι καὶ ἐπαινούμενα πλοῖα, τὰ ὑπηρετοῦντα τοῖς καταβαίνουσιν εἰς τὴν θάλασσαν ἐπὶ τῷ ποιῆσαι ἐργασίαν ἐν ὕδασι πολλοῖς, καὶ περὶ ὧν ἐν τῷ ψαλμῷ τῆς δοξολογίας εἴρηται ὅτι Ἐκεῖ πλοῖα διαπορεύονται. Τὰ γὰρ διαβαίνοντα τὴν θάλασσαν πλοῖα, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν, ἐπαινεῖται· καὶ οἱ ἐν σαρκὶ δὲ ζῶντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς. Ὅσοι συγκαταβαίνουσι τῷ βίῳ ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Διὰ τοῦτο εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργασίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους. Ἀκουέτωσαν οἱ περὶ τὸν καλλωπισμὸν τοῦ σώματος ἔχοντες, καὶ οἱ περὶ τὴν τούτων θέαν περιέργως ἐσχολακότες. Οὐ γὰρ ἡ τῶν πλοίων θέα βλαβερά, ἀλλ’ ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ἔσται οὖν ἡ ἡμέρα Κυρίου ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους, διότι ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἐν τῇ καρδίᾳ αὐτοῦ ἐμοίχευσε·
PG 30:273καὶ ἡ καλλωπιζομένη γυνὴ πρὸς τὸ τὰς ἐπιθυμίας ἐφ’ ἑαυτὴν τῶν ἀκολάστων κινῆσαι, ἐν τῇ καρδίᾳ αὐτῆς ἤδη μεμοίχευται. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος. Ἐκ τούτων ἔδειξεν ὁ λόγος, ὅτι τὰ προάγοντα πάντα ἐν αἰνίγματι καὶ περικεκαλυμμένως περὶ ἀνθρώπων εἴρητο. Μετὰ γὰρ τὸν ὑβριστὴν καὶ ὑπερήφανον καὶ μετὰ τὸν ὑψηλὸν καὶ μετέωρον, μετὰ πᾶσαν κέδρον τοῦ Λιβάνου, μετὰ πᾶν δένδρον βαλάνου Βασὰν, μετὰ πάντα πύργον ὑψηλὸν, μετὰ πᾶν τεῖχος ὑψηλὸν, μετὰ πᾶσαν θέαν πλοίων κάλλους, τότε φησί· Ταπεινωθήσεται πᾶς ἄνθρωπος, τουτέστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται. Εἰσήχθημεν δὲ ὥσπερ εἰς κοινὸν διδασκαλεῖον, τὸν κόσμον τοῦτον, οἱ ἄνθρωποι, καὶ ἐκελεύσθημεν, νοῦν τε λαβόντες καὶ ὀφθαλμοὺς εἰς κατανόησιν ἔχοντες, οἷον ἀπὸ γραμμάτων τινῶν τῶν κατὰ τὴν οἰκονομίαν καὶ διοίκησιν τοῦ παντὸς τὸν Θεὸν ἀναγνῶναι, ἵνα οἱ θέλοντες περὶ τὴν τῆς ἀληθείας ζήτησιν καταγίνεσθαι, ἐξ ὧν εἰλήφασιν ἀφορμῶν, ἱκανῶς παρασκευσάμενοι καὶ τῆς πρόσωπον πρὸς πρόσωπον θέας τῶν καλῶς ζητηθέντων ἀξιωθῶσιν, ἢ παρὰ πολὺ τῆς ἀληθείας παρενεχθέντες, ἐπ’ αὐτῆς τῆς ἀληθείας ἐπὶ τῷ ψεύδει καταισχυνθῶσιν·
ὅτι, Γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν. Τῶν μὲν γὰρ Ἁγίων ὁ νοῦς οὐχ ὁρᾷ μόνον, ἀλλὰ καὶ ἀκούει τῆς κτίσεως τὰ περὶ δόξης Θεοῦ διηγουμένης· Οἱ οὐρανοὶ γὰρ (φησὶ) διηγοῦνται δόξαν Θεοῦ· οἱ δὲ τῶν φαινομένων πλέον μηδὲν συνιέντες, Ἐματαιώθησαν καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φωτὸς ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Καὶ τοῦ ἀληθινῶς ὑψηλοῦ γνωρισθέντος, ὅσον ἐστὶν ὑπὲρ πάντα νοῦν ὑψηλὸν καὶ μετέωρον, καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, τὰ πρότερον ὑψηλὰ καὶ μετέωρα εὐκαταφρόνητα δόξει. Μόνῳ οὖν Θεῷ τὸ ἀληθινῶς ὑψηλὸν καὶ μέγα παρὰ πάσης λογικῆς φύσεως μαρτυρηθήσεται, τῶν τέως ἠπατημένων τὰς ἐπὶ τοῖς καθ’ ἕκαστον ψευδοδοξίας ἀποθεμένων. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
PG 30:275Ἐπειδὴ πολλάκις ἡ Γραφὴ ὁμοίως περί τε τῆς ἐν σαρκὶ ἐπιδημίας τοῦ Χριστοῦ καὶ περὶ τῆς ἐν τῇ κρίσει διαλέγεται, καὶ περὶ τῶν δύο παρουσιῶν ἐπιπεπλεγμένως ἀπαγγέλλει ἐνίοτε, ἡγούμεθα τὰ νυνὶ ταῦτα περὶ τῆς ἐνανθρωπήσεως λέγεσθαι, εἰ καὶ ὅτι μηδὲ πρὸς τὰ μέλλοντα καὶ προσδοκώμενα ἀπᾴδει τῶν προκειμένων ἡ ἔννοια. Μετὰ γὰρ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν, ἡ περὶ τὰ χειροποίητα σπουδὴ παρέῤῥιπται· οὐκέτι μὲν ἀγαλματοποιοὶ σπουδάζονται, οὐδὲ ὅσα ἦν ἐκ παλαιοῦ θεραπευόμενα τῆς ἴσης ἐπιτυγχάνει σπουδῆς, ἀλλ’ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς καὶ τοῖς ἀφανεστάτοις παρεῤῥίφη τόποις. Εἶδον γὰρ, τοῦ φωτὸς ἀναλάμψαντος, τὰ ἐν τῷ σκότει τῆς ἀγνοίας τέως διαλανθάνοντα, τὸ ξύλον ὡς ξύλον, καὶ τὸν λίθον ὡς λίθον· οὐκέτι ἐκ τοῦ περικειμένου χαρακτῆρος αὐτοῖς ἀπατώμενοι, ἀλλ’ ἐκ τῆς ὑπαρχούσης φύσεως ἐπιγινώσκοντες. Φοβερὰ γὰρ δαίμοσιν ἡ σωτήριος τῷ κόσμῳ παντὶ τοῦ Χριστοῦ ἐπιδημία· καὶ καταλελοίπασι νῦν τοὺς περιβοήτους τόπους, τὰ τῆς ἀπάτης ἐργαστήρια. Οὐκέτι Δελφοὶ, οὐκέτι τὰ χρηστήρια· καὶ σιωπᾷ μὲν ἡ πρόμαντις· πίνεται δὲ ἡ Κασταλία, καὶ σωφρονοῦσιν οἱ πίνοντες· φυγὰς ὁ Ἀμφιάραος·
ὁ Ἀμφίλοχος οὐδαμοῦ, καὶ τὰ ἀφιδρύματα ἐξηφάνισται· καὶ αἱ ἀόρατοι δυνάμεις ὑποκεχωρήκασιν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Ἀφ’ οὗ ὀνομάζεται ὁ σταυρὸς, ἐφυγαδεύθη τὰ εἴδωλα. Εἴδωλα μέντοι ἐστὶ καὶ τὰ ἑκάστῃ τῇ ψυχῇ ἐντετυπωμένα φαντάσματα τῶν τὰ ψευδῆ ὑπολαμβανόντων, εἴτε περὶ Θεοῦ, εἴτε περὶ οὗτινος οὖν τῶν ζητουμένων. Καὶ ὅσον μὲν ἡ ἐνέργεια καὶ ἡ τῆς ἀληθείας φανέρωσις οὐ νοεῖται, ἕκαστος περιέπει τὰ ἴδια ἀναπλάσματα· ἐπὰν δὲ τὸ ὕψος καὶ ἡ ὑπεροχὴ τοῦ ὄντως ὄντος ἀληθοῦς ἐκφανῇ, τότε ἕκαστος τῶν ἰδίων δογμάτων κατεγνωκῶς, ὡς ψευδῶς αὐτοῦ τῆς ψυχῆς φαντασιουμένης, ἐξαφανίσαι σπουδάζει τὰ τοῦ ψεύδους νοήματα, οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐτά, ὁρῶν λοιπὸν ἐκ τῆς ἐνεργείας αὐτῆς τὰ φοβερὰ τοῦ Θεοῦ, καὶ ὅτι ἐπὶ τῷ ἐξαφανίσαι τὰ ὑλικὰ πάντα, καὶ οἱονεὶ θραῦσαι τὰ γήϊνα, ἵνα τὰ πνευματικὰ φανερωθῇ. Καὶ δεῖ τὴν εἰκόνα τοῦ χοϊκοῦ ἐξαφανισθῆναι, ἵνα ἡ τοῦ ἐπουρανίου ἀναφανῇ.
PG 30:277Ὥστε καὶ οἱ ψευδεῖς περὶ Θεοῦ ὑπολήψεις ἔχοντες, τινὰ νοητὴν εἰδωλολατρείαν εἰδωλοποιοῦντες ἐν ἑαυτοῖς, τὰ μὴ ὄντα ὡς ὄντα ἔχουσι, καὶ ὑπόδικοι οὗτοι γίνονται τῇ κατάρᾳ, τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ποιήσει γλυπτὸν καὶ χωνευτὸν (βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνίτου) καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῆ θραῦσαι τὴν γῆν. Ἐν τοῖς κατόπιν λόγοις κατακρύπτεσθαι ἐλέγετο τὰ εἴδωλα, νῦν δὲ ἐκβάλλεσθαι· διότι ἐπαισχυνθῆναι πρότερον δεῖ τῷ ψεύδει, εἶτα ἐκβάλλειν αὐτὸ ἐκ τῆς καρδίας. Ἐκβάλλει οὖν τὰ εἴδωλα τὰ ἀργυρᾶ ὁ τοὺς ἐν πάσῃ πιθανότητι κατασκευάζοντας τὸ ψεῦδος λόγους τῶν κρυπτῶν ἑαυτοῦ ἐξορίζων· καὶ τὰ χρυσᾶ, ὁ τοὺς ἐν τῇ διανοίᾳ περὶ τοῦ ψεύδους ἐγγινομένους τύπους ἐξαφανίζων. Ταῖς δὲ νυκτερίσι προσκυνεῖ ὁ τὴν τῶν δαιμόνων δύναμιν συγγενῆ οὖσαν τῷ σκότει θεοποιῶν.
Ἡ γὰρ νυκτερὶς ζῶόν ἐστι νυκτὶ φίλον καὶ σκότει ἐνδιαιτώμενον, αὐγὴν ἡλίου μὴ φέρον, ἐν ἐρημίαις φιλοχωροῦν. Τί δὲ οἱ δαίμονες; Οὐ τοιοῦτοι; ἐρημοποιοὶ, τὸ φῶς ἀποφεύγοντες τὸ ἀληθινὸν, τὸ τοῦ κόσμου παντός; Ἡ νυκτερὶς καὶ πτηνόν ἐστι καὶ οὐκ ἐπτέρωται, ἀλλ’ ὑμένι σαρκίνῳ διαπέταται τὸν ἀέρα. Τοιοῦτοι καὶ οἱ δαίμονες· ἀσώματοι μέν εἰσιν, οὐκ ἐπτέρωνται δὲ τῷ θείῳ πόθῳ, ἀλλ’ οἱονεὶ ἀπεσαρκώθησαν, ταῖς τῶν ὑλικῶν ἐπιθυμίαις προστετηκότες. Ἡ νυκτερὶς καὶ πτηνόν ἐστι καὶ τετράπουν, ἀλλ’ οὔτε τοῖς ποσὶν ἀσφαλῶς ἐστήρικται, οὔτε τὴν πτῆσιν βεβαίαν ἔχει. Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· οὔτε Ἄγγελοί εἰσιν, οὔτε ἄνθρωποι· τῶν μὲν τὴν ἀξίαν ἀπολέσαντες, τῶν δὲ τὴν φύσιν μὴ ἔχοντες. Καὶ ὀδόντας ἔχουσιν, ὅπερ οὐκ ἔχουσιν ὄρνιθες· ἀμυντικοὶ δὲ καὶ οἱ δαίμονες, ὅπερ οὐ ποιοῦσιν Ἄγγελοι. Ἀλλὰ καὶ οὐκ ὠοτοκοῦσιν, ὥσπερ οἱ ὄρνιθες· ἀλλ’ εὐθὺς ζῶα τίκτουσι. Τοιοῦτοι δὲ καὶ οἱ δαίμονες· εὐθὺς καὶ σὺν πολλῷ τῷ τάχει τελεσιουργοῦντες τὴν πονηρίαν. Ὥστε οἱ δαίμοσι προσκυνοῦντες, νυκτερίσι τροπικῶς εἴρηνται προσκυνεῖν.
Ὅταν δέ τις ἀποθῆται τὴν ματαιότητα τῶν εἰδώλων καὶ παύσηται προσκυνεῖν ταῖς νυκτερίσι, τότε ζητήσει εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν. Οἶμαι ὅτι τρῶγλαι αἱ πολλαὶ μοναὶ, αἳ κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως ἑκάστῳ διῄρηνται· καὶ σχισμαὶ πετρῶν τὸ πάθος ἐστὶ τοῦ σώματος αὐτοῦ, ᾧ οἱ σωζόμενοι προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι αὐτοῦ τῇ σκέπῃ εὔχονται. Παύσασθε ἀπὸ ἀνθρώπου, ᾧ ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς; Ἐν τοῖς ἀντιγράφοις τῆς κοινῆς ἐκδόσεως, οὐ κεῖται τοῦτο, ἀλλ’ ἐν τῷ Ἑβραϊκῷ κείμενον, ἐκ τῶν λοιπῶν μετεκομίσθη. Ὁ δὲ νοῦς τοιοῦτός ἐστι· Φείσασθε τοῦ ἀνθρώπου, προσπαλαίειν αὐτῷ καὶ στρατεύεσθαι κατ’ αὐτοῦ· ὃς τοιαύτης ἐστὶ κατασκευῆς οὕτως ἀσθενοῦς, ὥστε τὴν ζωτικὴν ἀναπνοὴν ἔχειν ἐν τῷ μυκτῆρι, ἧς ἐπισχεθείσης μικρὸν, οὐκέτι ἐστίν. Ἔοικεν οὖν ταύταις προστάσσειν ταῖς δυνάμεσιν, ἃς νυκτερίδας τροπικῶς ὠνόμασε, τοῦ ἀποσχέσθαι λοιπὸν τῆς ἐπιβουλῆς τῶν ἀνθρώπων· οἳ ἀσθενεῖς μέν εἰσι κατὰ τὴν σάρκα, ἐν τοῖς τιμίοις δέ εἰσι καταλελογισμένοι παρὰ Θεῷ, καὶ οὐδὲν ἀζήτητον τῶν κατ’ αὐτούς.

Chapter 3ΚΕΦΑΛΑΙΟΝ γ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 30:279ΚΕΦΑΛΑΙΟΝ γ Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν. Μετὰ τὸ βουλεύσασθαι τὸν Ἰουδαϊκὸν λαὸν βουλὴν πονηρὰν κατὰ τοῦ Κυρίου, ὁ σταυρωθεὶς παρ’ αὐτῶν ἐξ ἀσθενείας τῆς σαρκικῆς, ζήσας δὲ ἐκ δυνάμεως Θεοῦ Πατρὸς, τὴν ἀσθένειαν ἐκείνοις ἐναφῆκεν. Ἐναποθανεῖσθε γὰρ (φησὶ) ταῖς ἁμαρτίαις ὑμῶν· ἡμῖν δὲ τὸ δυνατὸν τῆς ἀναστάσεως ἐχαρίσατο· Ὁ γὰρ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. Οἱ μὲν γὰρ ἄπιστοι ἐνασθενοῦσι τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ· οἱ δὲ δίκαιοι μετὰ πεποιθήσεως λέγουσι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ. Ὁ οὖν μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἰσχὺν οὐκ ἔχει. Διὰ τοῦτο ἀφελεῖ Κύριος ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ὁποία ἦν Σάῤῥα, ἰσχύουσα καὶ ἄρχουσα τοῦ τηλικούτου Ἀβραὰμ, κατὰ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἐρεῖ σοι Σάῤῥα, ἄκουε αὐτῆς. Ὁποία Ῥεβέκκα, διὰ φιλοξενίαν ἀντλοῦσα καὶ ἐνισχύουσα διὰ τὴν ἀρετήν· Δεββῶρα στρατηγοῦσα· Ἰαὴλ ἀριστεύουσα· Ἄννα εἰσακουομένη· καὶ Ἐλισάβετ προφητεύουσα. Οὐκέτι ἰσχύοντες, οὐδὲ ἰσχύουσαι.
Καὶ ἡ αἰτία τῆς ἀσθενείας ἐπῆκται· διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ὥσπερ γὰρ τὰ σώματα ἡμῶν ταῖς καταλλήλοις τροφαῖς ἐνδυναμοῦνται, οὕτως ἐστί τι καὶ τὸ τὴν ψυχὴν τρέφον καὶ παρέχον αὐτῇ τὴν περὶ τὰ καλὰ εὐτονίαν. Τί οὖν ἐστι τοῦτο; Ὃ εἶπεν ὁ Κύριος, ὅτι Ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Οἷς δὲ ταῦτα μὴ πρόσεστιν, ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος οὐχ ὑπάρχει. Ὅπου δὲ αἱ τροφαὶ ἀσθενεῖς, ἐκεῖ ἀνάγκη καὶ τοὺς τρεφομένους εἶναι τοιούτους. Ἀλλὰ μὴ γένοιτο παθεῖν τὴν Ἐκκλησίαν τὰ ἁμαρτήματα τῆς Ἱερουσαλὴμ, ὥστε ἀφαιρεθῆναι αὐτῆς ἰσχύοντα ἐν παντὶ ἔργῳ ἀγαθῷ καὶ λόγῳ, τῷ ὑπὲρ τῆς ἀληθείας· ἰσχύοντα ἐν νηστείαις, ἰσχύοντα ἐν προσευχαῖς· ἰσχύοντα ἐν πειρασμοῖς, ἰσχύοντα ἐν ὑπομονῇ, ἐν ταπεινοφροσύνῃ· ἐν τῷ κεφαλαίῳ τῶν Ἐντολῶν, τῇ ἀγάπῃ. Ὁμοίως δὲ καὶ ἰσχύουσαν, ἐν ἀφθαρσίᾳ, ἐν σεμνότητι, ἐν ἐλεημοσύνῃ, ἐν τῇ προσεδρίᾳ τῶν δεήσεων, ἐν τοῖς κόποις τῆς ἀργυπνίας. Μηδὲ τὴν τοῦ ἄρτου καὶ ὕδατος ἰσχὺν τῆς τροφιμωτάτης τοῦ λόγου δυνάμεως τὴν ἀφορμὴν ἀφαιρεθῆναι·
PG 30:281ὡς ἐπέλιπεν Ἰουδαίους ἡ ἰσχὺς τοῦ προφητικοῦ πνεύματος, καὶ κατάδιψοι λόγου τυγχάνουσιν, ἐπιθυμοῦντες λόγου Θεοῦ, καὶ μὴ ἔχοντες. Ἀφεῖλε γὰρ Κύριος ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Ἔστι μὲν οὖν τις καὶ παρ’ ἡμῖν τροφὴ, ἰσχὺν μὲν οὐκ ἐντιθεῖσα, ἀποθνήσκειν δὲ οὐκ ἐπιτρέπουσα, ὁποίαν Παῦλος τοῖς ἔτι νηπίοις ἐν Χριστῷ Κορινθίοις παρασκευάζει. Ἔστι δὲ καὶ λάχανα, ἀσθενούντων τροφή· ἔστι δὲ καὶ τελείοις ἐπιτήδειον ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Καὶ ἐάν ποτε ἀπορῇ Ἐκκλησία τῶν στεῤῥὰ καὶ εὔτονα δόγματα καὶ πεπληρωμένα τοῦ θείου νοῦ παραδιδόντων, γνώρισμά ἐστι τοῦ ἀφαιρεῖσθαι αὐτῆς τὴν ἰσχὺν τοῦ ἄρτου. Ἔστι δὲ καὶ ἐν ὕδατι ἰσχὺς καὶ ἀσθένεια, καθ’ ἅ φησιν ὁ Κύριος· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ Ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὥσπερ δὲ τὴν στερεὰν τροφὴν κατὰ προηγούμενον λόγον προσφερόμεθα, τὴν δὲ ὑγρὰν ὥστε ὄχημα γενέσθαι τῇ ξηρᾷ καὶ χειραγωγῆσαι αὐτὴν πρὸς τὴν ἀνάδοσιν, οὕτως ἂν εἴη καὶ ἐν τῇ τροφῇ τῆς ψυχῆς·
ὁ μὲν νοῦς, ἡ πρώτη καὶ οἰκειοτάτη τροφὴ τῆς ψυχῆς· ὁ δὲ λόγος, διὰ τῆς οἰκείας ἐνεργείας ὁδοποιῶν τοῖς δόγμασι, τὴν ἀνάληψιν ἐργάζεται. Ἀνοῖξαι δὲ δεῖ τοὺς ὀφθαλμοὺς, ἵνα τούτου τοῦ ἄρτου ἐμπλησθῶμεν καὶ τοῦ ὕδατος. Διάνοιξον γὰρ (φησὶ) τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. Καὶ ἐν Γενέσει δέ· ἠνοίγησαν τῆς Ἀγὰρ οἱ ὀφθαλμοὶ καὶ εἶδε τὸ ὕδωρ. Γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστήν. Ἐπὶ καλοῦ τεταγμένην τὴν τοῦ γίγαντος προσηγορίαν ἐνταῦθα εὕρομεν, καὶ εἴ που, κατὰ τὸ σπάνιον. Ὡς τὸ Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἀφελεῖ οὖν γίγαντα. Τοὺς ἔχοντάς τινα ἐκ φύσεως προτερήματα καὶ κατὰ τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας, εἰς ἀνάληψιν ἐπιστήμης, ἢ εἰς ἄσκησιν ἀρετῆς, τούτους ἡγούμεθα γίγαντας λέγεσθαι· ἰσχύοντας δὲ, τοὺς ἐκ τῆς ἰδίας ἐπιμελείας καὶ μελέτης τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντας. Οὐκέτι παρὰ Ἰουδαίοις πολεμισταί, οὐδὲ γὰρ ἐναριθμοῦνται τοῖς στρατιωτικοῖς καταλόγοις· ἀλλ’ οὐδὲ δικαστής· παρεδόθησαν γὰρ δικασταῖς τοῖς αἰχμαλωτεύσασιν αὐτοὺς, διὰ τὸ ἐκλείπειν ἄρχοντα ἐξ Ἰούδα.
PG 30:283Ἕκαστα μέντοι τῶν ἐκείνοις διὰ τὴν εἰς τὸν Κύριον ἀπιστίαν ἀπειληθέντων, δυνατὸν καὶ ἐφ’ ἡμῶν γενέσθαι, ἐὰν ἀπειθῶμεν. Ἐπιλείπουσι γὰρ καὶ ἡμᾶς πολεμισταὶ, οἱ ἀναλαμβάνοντες τὴν τοῦ Κυρίου πανοπλίαν, καὶ ἱστάμενοι γενναίως πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὅταν κατακρατήσῃ ἡμῶν ἡ ἀπιςτία, καὶ παραδοθῶμεν τοῖς ὑπεναντίοις. Ἀλλὰ δεώμεθα τοῦ Κυρίου, μὴ ἀρθῆναι ἀφ’ ἡμῶν πολεμιστὴν, ἄνδρα τῷ θώρακι τῆς πίστεως ὠχυρωμένον καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου σκέπουσαν αὐτοῦ τὰ καίρια περικείμενον, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου ἠσφαλισμένον, ἐσπασμένον δὲ καὶ τὴν μάχαιραν ἑτοίμως ἔχοντα ἐκδικῆσαι πᾶσαν παρακοήν· καὶ τὸ ὅλον, ὡς καλὸν στρατιώτην Χριστοῦ συγκακοπαθοῦντα τῷ Εὐαγγελίῳ, μὴ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἔχει δὲ καὶ δικαστὰς ἡ Ἐκκλησία, τοὺς δυναμένους ἀδελφὸν μετὰ ἀδελφοῦ συμβιβάσαι, ἐφ’ ὧν καὶ ὁ κόσμος κρίνεται, οἳ καὶ Ἀγγέλους κρινοῦσιν.
Ἐὰν οὖν ποτε πληθυνθῶσι ματαιολόγοι καὶ φρεναπάται, διδάσκοντες ἃ μὴ δεῖ, ἀνατρέποντες ὅλους οἴκους αἰσχροῦ κέρδους χάριν, καὶ ὁ ἐπιστομίζων ἐν Ἐκκλησίᾳ τοὺς τοιούτους μὴ ᾖ, μηδὲ καθαιρῶν αὐτῶν τὰ ἐπαιρόμενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἰδέναι δεῖ, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν παρακοὴν αὐτῆς ἐγκαταλέλειπται. Καὶ ἐὰν μηδεὶς ᾖ σοφὸς, ὁ δυνάμενος κρίνειν ἀνὰ μέσον τοῦ ἀδελφοῦ, ἀλλ’ ἐπὶ τῶν ἀπίστων κρίνωνται δι’ ἀπορίαν Ἁγίων, σημεῖον καὶ τοῦτο ἐγκαταλείψεως· ἀφεῖλε γὰρ Κύριος καὶ δικαστήν. Καὶ Προφήτην καὶ στοχαστήν. Πᾶσα προφητεία παρὰ Ἰουδαίοις, μέχρι Ἰωάννου· τὸ δὲ ἀπ’ ἐκείνου, ἐπιλέλοιπεν αὐτούς. Καὶ ὁ τοῦ νόμου δὲ πνευματικῶς στοχαζόμενος τοῦ βουλήματος παρ’ αὐτοῖς οὐκ ἔστι, διὰ τὴν πώρωσιν τὴν γενομένην τῷ Ἰσραήλ. Ἀλλὰ καὶ ἐν τῇ Ἐκκλησίᾳ χάρισμά ἐστι προφητικὸν, διὰ τὸν θέμενον ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας. Ἐὰν οὖν ποτε εἰσέλθωσιν ἄπιστοι ἢ ἰδιῶται, καὶ μὴ ἐλεγχθῶσι, μηδὲ ἀνακριθῶσι, γνώρισμα καὶ τοῦτο ἐγκαταλείψεως·
PG 30:285Ἐὰν γὰρ (φησὶ) προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται. Οὐκοῦν Προφήτης μέν ἐστιν, ὁ κατὰ ἀποκάλυψιν τοῦ Πνεύματος προαγορεύων τὸ μέλλον· στοχαστὴς δὲ, ὁ διὰ σύνεσιν ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως, διὰ τὴν πεῖραν τῶν προλαβόντων, τὸ μέλλον συντεκμαιρόμενος· ὁ λέγων· «Ἐὰν ποιήσωμεν τὰ Σοδόμων, ὅμοια ἐκείνοις πεισόμεθα» ἢ ὅτι «Ἐὰν μετανοήσωμεν ὡς οἱ Νινευῖται, παραπλησίως ἐκείνοις ἐλεηθησόμεθα». Καὶ πρεσβύτερον. Ἐν τοῖς ἀπειλουμένοις ἐστὶ καὶ ἡ τοῦ πρεσβυτέρου ἀφαίρεσις, ὡς ὄφελος οὐ μικρὸν ἐκ τοῦ παρεῖναι παρέχοντος. Ἆρ’ οὖν ὁ ὁπωσοῦν τῆς προεδρίας ἀξιωθεὶς καὶ ἐγκαταλεγεὶς τῷ πρεσβυτερίῳ, οὗτος πρεσβύτερος; ἢ ὁ φέρων τὸν χαρακτῆρα τοῦ πρεσβυτέρου ἀνεγκλήτως, μάλιστα μὲν ἀπείρατος γυναικός; Εἰ δὲ ἄρα, κατὰ τὸν τοῦ Κυρίου νόμον, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα· μὴ αὐθάδης, μὴ ὀργίλος, μὴ πάροινος, μὴ αἰσχροκερδής· ἀλλὰ φιλόξενος, φιλάγαθος, σώφρων· ὅσιος, δίκαιος, ἐγκρατής·
ἀντεχόμενος τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, οὗτος πρεσβύτερος, ὃν ἀπὸ τοῦ ἁμαρτάνοντος λαοῦ ἀφαιρεῖται Κύριος. Ὡς ἰσχύοντα καὶ ἰσχύουσαν, ὡς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, ὡς πολεμιστὴν, ὡς δικαστὴν, οὕτω καὶ πρεσβύτερον. Ὅταν οὖν ἴδῃς ὄντας μέν τινας ἀξίους τοῦ ἐγκατατάσσεσθαι τοῖς πρεσβυτέροις, λανθάνοντας δὲ, ἢ ἀμελουμένους, καὶ ἀντ’ αὐτῶν τοὺς ἀναξίους προβεβλημένους, γίνωσκε ὅτι ἀπὸ τοῦ τοιούτου λαοῦ ἀφεῖλεν ὁ Κύριος πρεσβύτερον. Ἡλίκου δέ ἐστι χρεία τραπεζίτου, ὥστε μὴ διαλανθάνειν αὐτὸν τὸν ἐν τούτοις δόκιμον, ἔδειξεν ὁ Θεὸς τῷ μεγάλῳ αὐτοῦ θεράποντι Μωϋσεῖ, τὴν τῶν τοιούτων ἐκλογὴν ἐπιτρέψας· Συνάγαγε γάρ μοι (φησὶ) ἑβδομήκοντα ἄνδρας, ἀπὸ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ· καὶ συνάξεις αὐτοὺς ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. Καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ’ αὐτοὺς καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
Τούτους δὲ χρὴ εἶναι προσήκοντας καθ’ ἡλικίαν, πολλῶν μὲν πεπειραμένους διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτοῖς πολιᾶς ὑποφαίνοντας. Δόξα γὰρ πρεσβυτέρων, πολιά. Εἰ δέ που καὶ ἐν ἡλικίᾳ νέᾳ πρεσβυτικὸν εὑρεθείη φρόνημα, οὐκ ἀτιμαστέον τὸ δῶρον, ἀλλὰ πιστευτέον τῷ λέγοντι· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτικόν. Μήποτε γὰρ τοῦτο βούλεται καὶ ὁ λόγος· Ἀπὸ προςώπου πολιοῦ, ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ τῇ προαιρέσει προφερόντων, κατὰ τοὺς ἐπὶ τῆς Βαβυλωνίας πρεσβυτέρους, τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν. Διὸ καὶ ἐπὶ τὸν Δανιὴλ, παιδάριον ὄντα καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἔχοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὐ γὰρ ἐψεύδοντο λέγοντες· Δεῦρο καὶ κάθισον ἐν μέσῳ ἡμῶν, ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον.
PG 30:287Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων, προτιμοτέρους εὑρίσκεσθαι νέους. Ψευδώνυμοι τοίνυν οἱ παρὰ Ἰουδαίοις πρεσβύτεροι· ἀφεῖλε γὰρ ὁ Θεὸς, ὡς πολεμιστὴν καὶ Προφήτην, οὕτω καὶ πρεσβύτερον, ἀπὸ τοῦ λαοῦ αὐτῶν. Ἡ δὲ Ἐκκλησία εὐχέσθω, μὴ ἀφαιρεθῆναι αὐτῆς πρεσβύτερον, τὸν τῆς προσηγορίας ἄξιον ταύτης. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐπὶ τοῦ Ἀβραὰμ μεμαθήκαμεν· ὅτι πολυχρονιώτεροι μὲν αὐτοῦ πολλοὶ κατηρίθμηνται ἐν ταῖς ἄνω γενεαῖς· ἔζησε δὲ Ἀδὰμ ἐννεακόσια καὶ τριάκοντα ἔτη, καὶ ἔζησε Μαθουσάλα ἐννεακόσια καὶ ἑβδομήκοντα ἔτη, καὶ ἀπέθανε· καὶ ἔζησε Νῶε ἐννεακόσια ἔτη· καὶ πρεσβύτερος ἐκείνων οὐδείς. Ἀλλ’ Ἀβραὰμ πρεσβύτερος κατὰ τὴν μαρτυρίαν Σάῤῥας, λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Πρεσβύτερος δὲ ἦν διὰ τὴν πολιώσασαν αὐτοῦ τὴν ψυχὴν ἀρετήν. Καὶ πεντηκόνταρχον. Ἀφαιρήσειν μετὰ τῶν λοιπῶν ἀπειλεῖ Κύριος Σαβαὼθ καὶ πεντηκόνταρχον τῶν Ἰουδαίων. Τί τοῦτο λέγων; Ὅτι πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν καὶ διοίκησιν ἀφίησι συγχυθῆναι, ἀπὸ μέρους τὸ ὅλον λέγων.
Χιλιάρχων γὰρ καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων καὶ δεκάρχων, κατὰ τὴν συμβουλὴν Ἰοθὼρ, ὑπὸ Μωϋσέως καταστάντων (ὥστε διαβαστάζειν αὐτοὺς τὸν λαὸν καὶ τὰ ἥσσονα κρίματα τῶν δεομένων κρίσεως ἐφ’ ἑαυτοὺς ἀναδέχεσθαι) ἡ ἀπειλὴ αὐτοῖς ἐστι, τὴν διακόσμησιν ταύτην ἀφαιρεθήσεσθαι. Διὰ τοῦτο ἀφαιρεθήσεσθαι αὐτῶν καὶ πεντηκόνταρχον ἀπειλεῖ, πολεμιστὴν καὶ δικαστὴν καὶ στοχαστὴν καὶ Προφήτην καὶ πρεσβύτερον. Καὶ θαυμαστὸν Σύμβουλον. Πολὺ τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς πάντα, ἀλλὰ δεῖσθαι κοινωνῶν πλέον κατὰ τὴν τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐκδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμβάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ τοὺς θαυμαστοὺς συμβούλους ἐπιζητητέον ἡμῖν;
PG 30:289Ἰουδαῖοι τοίνυν ἀφ’ οὗ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο τὸ πῶς παραδώσουσι τὸν Κύριον, ἀφεῖλεν αὐτῶν ὁ Κύριος τὸν θαυμαστὸν Σύμβουλον, οὗ τὰς μὲν συμβουλὰς ἐθαύμαζον· Ἐξεπλήσσοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ταῖς δὲ παραινέσεσιν οὐ προσεῖχον. Πῶς δὲ οὐ θαυμαστὸς Σύμβουλος, ὁ ἀντὶ τοῦ Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, συμβουλεύων, τῷ ῥαπίζοντι τὴν δεξιὰν σιαγόνα, στρέφειν αὐτῷ καὶ τὴν ἄλλην; μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν τῶν αἰσχρῶν· ἐχθρὸν μὴ ἡγεῖσθαι, ἀλλ’ ἀγαπᾷν τοὺς μισοῦντας; μὴ μεριμνᾷν περὶ τῶν φθαρτῶν, μὴ μετεωρίζεσθαι τὴν διάνοιαν· μὴ ζητεῖν παρὰ Θεοῦ τὰ μικρά, ἐν οὐρανῷ τὴν καρδίαν ἔχειν, ἐκεῖ μετατιθέντα τοὺς θησαυρούς; Θεῷ συνεῖναι, φιλάδελφον εἶναι; συμπαθῆ, κοινωνικὸν ὧν ἔχει; μὴ ἐν βρώμασι τὸ μιαρὸν, ἀλλ’ ἐν καρδίᾳ καὶ προαιρέσει τίθεσθαι; Τοῦτον τὸν τὰ τοιαῦτα συμβουλεύοντα, οὕτω θεῖα καὶ θαυμαστὰ, διὰ τὸ μὴ δεχθῆναι παρ’ αὐτῶν, ἀφεῖλεν ὁ Κύριος. Οὐκέτι οὖν θαυμαστὸς παρ’ αὐτοῖς Σύμβουλος.
Εὐξώμεθα δὲ μὴ ἀποστερηθῆναι θαυμαστοῦ Συμβούλου τὴν Ἐκκλησίαν ταύτην, ἵνα, ἐπειδὰν καταλάβῃ τινὰ καιρὸς τῆς ὑπὲρ τῶν ἀναγκαίων βουλῆς, ἀπαντήσας εἰς τὸν οἶκον τοῦτον (τὸ κοινὸν τῶν ψυχῶν βουλευτήριον) εὕρῃ λόγον παρακλήσεως, οἷόν τι φῶς πρὸς τὴν εὕρεσιν τῶν ἀναγκαίων ταῖς ψυχαῖς ἐμποιοῦντα. Ὁ δὲ, παρούσης συμβουλῆς ἀγαθῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς, ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις, τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι’ οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν. Καὶ σοφὸν ἀρχιτέκτονα. Μετὰ τὸ ἀρθῆναι ἀπὸ τῶν Ἰουδαίων τὴν ὠφέλειαν τοῦ θαυμαστοῦ Συμβούλου (ὃς ἐδείκνυτο ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς) ἤρθη ἀπ’ αὐτῶν καὶ ὁ σοφὸς ἀρχιτέκτων, καὶ ἐγένετο Ἀπόστολος ἐθνῶν, ὁ Ἑβραῖος ἐξ Ἑβραίων, ὁ κατὰ νόμον Φαρισαῖος, Παῦλος, δοῦλος γενόμενος Ἰησοῦ Χριστοῦ, ὃν ἐδίωκε. Τίς ἡ τῆς ἀρχιτεκτονικῆς αὐτοῦ ἐπιστήμης ἀπόδειξις; Αὐτὸς γάρ φησιν· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Οἶμαι δὲ, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ, κατ’ αὐτὸν τὸν Παῦλον λέγοντα·
PG 30:291Συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, καὶ τὸ διὰ τῆς ἐπιχορηγίας τοῦ Πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβάλλοντας τὸν θαυμαστὸν Σύμβουλον, τὸν Θεὸν Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ Ἀρχιτέκτονος, τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο, μὴ ἔχοντες τὸν συναρμολογοῦντα αὐτοὺς καὶ συμβιβάζοντα, λελυμένοι εἰσὶ καὶ ἐσχισμένοι ἀπ’ ἀλλήλων, γενέσθαι ναὸς Θεοῦ διὰ τῆς πνευματικῆς οἰκοδομῆς, μὴ δυνάμενοι. Ἀλλ’ ἡμεῖς εὐξώμεθα, ἔχειν τὴν Ἐκκλησίαν τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος, ὥστε ἀναδείκνυσθαι ἡμῖν τοὺς πνευματικοὺς ἀρχιτέκτονας, ὁποῖος ἦν ὁ Βεσελεὴλ, ὃν ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον, Πνεῦμα συνέσεως καὶ ἐπιστήμης, ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας. Καὶ συνετὸν ἀκροατήν. Εἰ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς οὖς εὐήκοον, ὅπου λόγος οὐκ ἔστιν, οὐδὲ ἀκοῆς χρεία. Ἐπεὶ οὖν ἤρθη ὁ θαυμαστὸς Σύμβουλος, ἀκολούθως συναφῃρέθη καὶ ὁ συνετὸς ἀκροατής. Ὅπου γὰρ ἀργύριον οὐκ ἔστι, τραπεζίτης ἀργεῖ.
Λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων καὶ κατὰ πραγμάτων φερόμενος, ὁ δὲ συνετῶς αὐτῶν ἐπαισθανόμενος μὴ παρῇ, τῷ μὴ ἔχειν τὰ ὦτα τῆς ψυχῆς, ἃ ὁ Κύριος πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν ἐπιζητεῖ, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Διπλῆ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσι. Μετὰ γὰρ τὸ ἀφελεῖν τὸν Δεσπότην Κύριον ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν, καὶ στοχαστὴν καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν Σύμβουλον, καὶ σοφὸν Ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατὴν, τότε ἠπείλησεν ὁ λόγος αὐτοῖς ἐπιπεμφθήσεσθαι νεανίσκους ἄρχοντας. Οὕτω χαλεπωτάτην οἶδε τιμωρίαν, ὑπὸ νεανίσκων ἄρχεσθαι καὶ διοικεῖσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι, ὕβρεις, ὑπερηφανίαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον. Μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι·
PG 30:293ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους, διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίγνονται. Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τὰ μὲν ἀγαθὰ ἑνικῶς ἀπηγγέλλετο (ἰσχύοντα καὶ ἰσχύουσαν, πολεμιστὴν, δικαστὴν, προφήτην, στοχαστὴν, πεντηκόνταρχον, θαυμαστὸν Σύμβουλον, σοφὸν Ἀρχιτέκτονα, τὸν συνετὸν ἀκροατήν) τῶν δὲ κακῶν ἡ ἀπειλὴ εἰς πλῆθος ηὔξησε· Νεανίσκους ἄρχοντας, καὶ Ἐμπαῖκται κυριεύσουσιν ὑμῶν. Οὐχ ὁ τὴν ἡλικίαν νέος κατηγορεῖται, ἀλλ’ ὁ νεαρὸς τὸ ἦθος· οὐ γὰρ ὁ τῷ χρόνῳ ἐλλείπων πάντως ψεκτός, ἀλλ’ ὁ κατὰ πάθος ζῶν. Ὁποῖος ἦν ὁ Ῥοβοὰμ, περὶ οὗ γέγραπται, ὅτι Καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ. Διὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής· Οὐαί σοι πόλις (φησὶν) ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωὶ̈ ἐσθίουσιν. Οὐ γὰρ ὁ τὴν ἡλικίαν νέος, ἀλλ’ ὁ τὴν ψυχὴν ἀτελὴς, νεώτερος καὶ ἐνταῦθα λέγεται. Ἐπεὶ τό γε τῆς ἡλικίας ὅτι οὐκ ἐμπόδιον τῷ βουλομένῳ ζῇν κατ’ ἀρετὴν, ἐν τοῖς πρὸς Ἱερεμίαν λόγοις ὁ Κύριος ἔδειξεν, εἰπών· Μὴ λέγε, ὅτι νεώτερός εἰμι. Οὐ γὰρ ἠρνήσατο αὐτὸν εἶναι νεώτερον·
ἀλλ’ ἔφη μὴ εἶναι ἐμπόδιον αὐτῷ τὴν νεότητα διὰ τὴν τελείωσιν τῆς ψυχῆς· Ὅτι πρὸς πάντας, πρὸς οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ. Τῷ γὰρ φρονήματι ἑώρακα πρεσβυτικὸν τυγχάνοντα, ὁ βλέπων τὴν σεμνότητα τῆς ἐν τῷ κρυπτῷ πολιᾶς. Ἐμπαῖκται δὲ κυριεύσουσιν, τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ἐὰν γὰρ γένηται κύριος αὐτῶν ὁ κοινὸς ἐχθρός, οὐχὶ ὡς ἰδίοις κέχρηται, ἀλλὰ παρακέχρηται ὡς ἀλλοτρίοις. Ἐμπομπεύει γὰρ τῷ παγιδευθέντι ὑπὸ τῆς ἁμαρτίας ὁ κοινὸς ἡμῶν πολέμιος, ἐπεμβαίνων καὶ κατεπαιρόμενος ἡμῶν, καὶ οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν, οὗ ἀπεστασίασεν ἡμᾶς, καὶ δημοσιεύων ἡμῶν τὴν ἀσχημοσύνην, οὐ παύεται θριαμβεύων τοὺς αἰχμαλώτους καὶ ἐμπαίζων τοῖς ὑποχειρίοις. Ἐπειδὴ γὰρ αὐτὸς πεποίηται εἰς τὸ ἐγκαταπαίζεσθαι (Τοῦτο γάρ ἐστι, φησὶν, ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ· καὶ ὁ ψαλμός· Δράκων οὗτος, ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ) περιτρέψας ἡμῖν ἅπερ αὐτὸς πάσχειν ὤφειλεν, κυριεύει ἡμῶν διὰ τῶν ἐμπαιγμῶν. Ὅθεν ὁ τῆς ἐκ τοῦ διαβόλου ἐνεργηθείσης εἰς αὐτὸν ἁμαρτίας αἰσθόμενος, Ὅτι αἱ ψόαι μου, φησὶν, ἐπλήσθησαν ἐμπαιγμάτων.
PG 30:295Καὶ σχεδὸν ὥσπερ ὁ Σαμψὼν, λάφυρον γενόμενος διὰ τῆς πορνείας τοῖς ἀλλοφύλοις, ἀποτυφλωθεὶς παρ’ αὐτῶν, προήχθη τοῦ ἐμπαιχθῆναι, οὕτω καὶ πᾶς, ὃν ἂν ἀποτυφλώσῃ ἡ ἁμαρτία, ἐμπαίζεται παρὰ τῶν ἀλλοτρίων. Τούτους δὲ τοὺς ἐμπαίζοντας οὐκ αὐτὸς ἐπιστήσειν ὁ Κύριος ἀπειλεῖ, ὥσπερ τοὺς νεανίσκους ἄρχοντας, ἀλλ’ ἀφ’ ἑαυτῶν ἔφη κυριεύσειν, ἐξ ὧν ἂν ἕκαστος ἑαυτῷ διὰ τῶν ἔργων τὸ κυριευθῆναι παρ’ αὐτῶν ἐπισπάσηται. Τάχα οὖν διὰ τὸ ἐμπαῖξαι τῷ Κυρίῳ πρὸ τοῦ σταυροῦ τοὺς μέλλοντας σταυροῦν, παρεδόθησαν νεωτέρᾳ ἀρχῇ τῇ τῶν Ῥωμαίων· ἐμπαῖκται δὲ κατεκυρίευσαν αὐτῶν, οἱ τὴν ἀλήθειαν μὴ ἔχοντες παρ’ ἑαυτοῖς. Κἂν Ἐκκλησίαν δὲ ἴδῃς ὑπὸ τῶν ἐν πανουργίᾳ δουλούντων τὸν λόγον ἀγομένην καὶ ὑπὸ τῶν ἐν ὑποκρίσει ψευδολόγων, γίνωσκε ὅτι ἐμπαῖκται κυριεύουσιν αὐτῆς, οἱ διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατῶντες τοὺς ἀκεραιοτέρους. Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ.
Ἄντικρυς τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων (τῆς τελευταίας ταύτης, μεθ’ ἣν τῇ διασπορᾷ παρεδόθησαν) διηγεῖται ὁ Προφήτης, οὐκέτι δι’ αἰνιγμάτων προφητικῶν προάγων τὸν λόγον, ἀλλὰ γυμνῶς καὶ ἀναφανδὸν αὐτὰ τὰ πράγματα διηγούμενος· ὅτε, συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων, εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτομένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλοις ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον διὰ τὸ ἀρθῆναι ἀπ’ αὐτῶν Προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ θαυμαστὸν Σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι. Καὶ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ἐπεξέρχεται τοῖς τῆς συγχύσεως ἰδιώμασιν. Ἴδιον γὰρ στάσεως τὸ μηδὲν διακρίνειν, ἀλλὰ καὶ τὸν παῖδα δυσαρεστεῖσθαι τῷ πρεσβύτῃ, καὶ προςκόπτειν αὐτοῦ τοῖς διδάγμασι· καὶ ὁ ἄτιμος διὰ τὸ ἐν πάθει ἀτιμίας ἐνυβρίσθαι, σεμνότερον ἑαυτὸν βουλήσεται νομίζεσθαι τοῦ τιμίου.
PG 30:297Φοβοῦμαι δὲ μὴ καὶ ἐφ’ ἡμᾶς φθάνῃ ταῦτα, καὶ ἐπὶ τοῦ παρόντος καιροῦ ὦσιν αἱ προφητεῖαι αὗται· ὅτε παῖδες νέοι τὴν ἡλικίαν, νεαρώτεροι τὸν τρόπον, τοῖς πρεσβυτέροις τῆς Ἐκκλησίας προσκόπτουσι, μήτε τὰς ἱερουργίας αὐτῶν προσιέμενοι, μήτε τὴν πρέπουσαν εὐταξίαν τῆς Ἐκκλησίας φυλάσσοντες. Καὶ ὅταν δὲ οἱ κακῶς βεβιωκότες κατὰ τῶν εὐπολιτεύτων στρατεύωνται, οἱ ἄτιμοι τοῖς ἐντίμοις προσκόπτουσιν. Ἢ γὰρ οὐχ ὁρῶμεν ἄνδρας καθ’ ἑκάστην ἡμέραν ἀπὸ μέθης καὶ γαστριμαργίας, ἀπὸ τῶν χαμαιτυπιῶν ἀνισταμένους, καὶ περὶ Θεοῦ διαλεγομένους καὶ κρίνοντας τοὺς τιμίους τοῦ λαοῦ; Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ πλησίον τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις· ἀρχηγὸς ἡμῶν γενοῦ· καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Σαφῶς καὶ ταῦτα ἐπὶ τὸν καιρὸν φέρει τῆς Ἰουδαϊκῆς ἁλώσεως, ὅτε ἐκτετηκότες λιμῷ, ὡς καὶ εἰς ἀλληλοφαγίαν αὐτοὺς ἐκπεσεῖν, τοῖς δοκοῦσιν εὐπορεῖν προσεχώρουν τὰς προστασίας αὐτῶν ἐπικαλούμενοι· Ἱμάτιον ἔχεις· ἀρχηγὸς ἡμῶν γενοῦ. Ὁ ἀληθῶς ἄρχων οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος καὶ διαδήματος, ἀλλ’ ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν.
Ὁ γὰρ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν καὶ ἀγόμενος ἐπιθυμίαις ποικίλαις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειός ἐστι πρὸς τὸ ἄρχειν. Ἐνταῦθα μέντοι ἡ μαρτυρία τοῦ δύνασθαι ἄρχειν οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν κεκοσμῆσθαι, ἀλλ’ ἀπὸ τῆς τῶν ἱματίων περιβολῆς. Ἀλλ’ ἡμεῖς εὐξώμεθα, τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν καὶ καθηγουμένους τοῦ λαοῦ μὴ ἐκ τῆς ἔξωθεν περιβολῆς καὶ τοῦ ἐπιφερομένου σχηματισμοῦ τὴν μαρτυρίαν ἔχειν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἀληθείας, ὥστε λέγειν ἡμᾶς· οὐκ ἐπειδὴ τὸ ἔξωθέν σου κεκόσμηται καὶ ἱκανῶς σοι πλάσμα τῆς εὐσεβείας κατώρθωται, ἀλλ’ ἐπειδή σου τὴν ψυχὴν ἐνέδυσεν ὁ Θεὸς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης καὶ παντὶ πλούτῳ σε ἐμεγάλυνεν, ἀρχηγὸς ἡμῶν γενοῦ, ὅπως ἂν ἀπὸ τῆς ἐν λόγῳ καὶ σοφίᾳ καὶ ἔργοις ἀγαθοῖς περιουσίας εὐθηνίαν ἡμῖν ἐκ τῆς σῆς διακονίας τῶν πνευματικῶν εὕρωμεν ἀπολαύσεων. Καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω, τουτέστι τὸ σιτομέτριον ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· Οὐκ ἔσομαι ἀρχηγὸς ὑμῶν· οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον.
PG 30:299Ἔτι τὰ κατὰ τὴν στάσιν, ὡς πρὸς τὴν ἱστορίαν, ὁ λόγος αἰνίσσεται, τὴν εἰς ἔσχατον πτῶσιν τοῦ λαοῦ διηγούμενος, ὡς μηδὲ μέχρις ἑνὸς ἱματίου εὐπορούντων, τῶν εἰς προστασίαν παρ’ αὐτῶν ἑλκομένων. Δείκνυσι δὲ τὸ στασιαστικὸν τῆς στάσεως τῶν πραγμάτων, τὸ μὴ ἐκ συμφώνου, μηδὲ ἐκ συμπνοίας πάντας ὁρμᾷν ἐπὶ τὴν ἐκλογὴν τοῦ δυναμένου ἄρχειν αὐτῶν· ἀλλ’ ἕκαστον τοῦ προστυχόντος ἐπιλαμβάνεσθαι καὶ μὴ τὸν ἄξιον αἱρεῖσθαι, ἀλλὰ τὸν αὐτῷ οἰκεῖον· μηδὲ τὸν σώζειν δυνάμενον, ἀλλὰ τὸν κατὰ γένος αὐτῷ διαφέροντα· Ἐπιλήψεται γὰρ (φησὶν) ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ. Ὅπερ ἀπείη ἐν ταῖς τῶν Ἐκκλησιῶν προστασίαις γενέσθαι, ὥστε τὸν τυχόντα τοῦ τυχόντος ἐπιλαμβάνεσθαι, καὶ τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων καὶ κόσμου τοῦ πρέποντος ἐστερημένον· πτωχεύοντα βρωμάτων πνευματικῶν, καὶ οὐκ ἔχοντα ἐν τῇ οἰκίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς καρδίας αὐτοῦ, ἄρτον ἀληθινὸν καὶ ζῶντα, δυνάμενον στηρίζειν τὴν καρδίαν ἀνθρώπου.
Νῦν δὲ φοβοῦμαι, μὴ ἐν μὲν τῇ Ἰουδαϊκῇ στάσει ἦσάν τινες, οἱ ἀναξίους ἑαυτοὺς τοῦ ἑτέρων ἄρχειν ἡγούμενοι, διὰ τὴν συναίσθησιν τῆς ἐνυπαρχούσης αὐτοῖς πτωχείας· ἐπὶ δὲ τῶν παρόντων, κἂν μὴ ὦσί τινες ἐνδεδυμένοι Χριστὸν, μηδὲ σπλάγχνα οἰκτιρμοῦ, κατὰ τὸν Ἀπόστολον, κἂν ἐπιλάβηταί τις, οὐκ ἀντιλέγουσι, κἂν μὴ ἐπιλάβηται, εἰσωθοῦνται πολλοὶ, σπουδάρχαι δὲ πολλοὶ αὐτοχειροτόνητοι, τὴν παροῦσαν λαμπρότητα διώκοντες, τὴν δὲ μέλλουσαν κρίσιν μὴ προορώμενοι. Ἀλλ’ οὐ Μωϋσῆς τοιοῦτος· ἀλλ’ ὁ πάντα εὐπειθὴς καὶ εὐήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαόν· Δέομαι (φησὶ) Κύριε, προχείρισαι ἄλλον, ὃν ἀποστελεῖς. Δι’ ὃ καὶ οἱονεὶ φιλονεικότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιος εἶναι τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προφητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι· οὐ γὰρ εἶπεν ἁπλῶς· Οὐκ ἔσομαι ἀρχηγός· ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν.
Ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Ἡ γὰρ τέως συνεχομένη ὑπὸ τῆς χειρὸς τοῦ Κυρίου Ἱερουσαλὴμ τῷ δεσμῷ τῆς συναφείας, ἀνεῖται νῦν καὶ ἐκβέβληται. Καὶ ἡ Ἰουδαία συμπέπτωκε, τῶν στηριγμάτων αὐτῆς ὑφαιρεθέντων. Καὶ οὐχὶ τὰ μὲν πάθη τοιαῦτα; ἐπιμέλεια δὲ τίς τοῦ εὐαρεστῆσαι Θεῷ καὶ σπουδὴ εἰς μετάνοιαν, ὥστε ἐντεῦθεν ἐλπίδα εἶναι παυθήσεσθαι τὰ δεινά; Ἀλλ’ Αἱ γλῶσσαι αὐτῶν τὰ πρὸς Κύριον ἀπειθοῦσιν, καὶ οὐχ ἁπλῶς ἀπειθοῦσιν, ἀλλὰ Μετὰ ἀνομίας. Ὡς, διὰ τὸ τὴν καρδίαν ἠλλοτριῶσθαι ἀπὸ Θεοῦ καὶ ἀνυπότακτον εἶναι τοῦ θείου νόμου, τῆς γλώσσης αὐτῶν, δέον μελετᾷν νυκτὸς καὶ ἡμέρας τὸν νόμον Κυρίου, ἀντιλεγούσης καὶ ἀπειθούσης. Τίνος οὖν ἄρξω; (φησί). Τῆς Ἱερουσαλήμ; Ἀλλὰ ἐκβέβληται καὶ ἀνεῖται. Τῆς Ἰουδαίας; Ἀλλ’ οὐκέτι ἕστηκεν ὀρθή· συμπέπτωκε γάρ. Τῶν μετανοούντων; Ἀλλ’ ἀπειθοῦσι ταῖς γλώσσαις αὐτῶν. Τάχα τοίνυν διὰ τὴν προϋπάρχουσαν δόξαν, σεμνὸν τὸ ἄρχειν τῶν τοιούτων. Ἀλλ’ Ἐταπεινώθη (φησὶν) ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς.
PG 30:301Τουτέστιν, οὐδὲ παῤῥησία αὐτοῖς ἀνανεύειν πρὸς τὸν Θεὸν, διὰ τὸ τὴν ἁμαρτίαν μὴ τὴν τυχοῦσαν εἶναι, ἀλλὰ τῇ Σοδομιτῶν ἀξίαν εἶναι παραβάλλεσθαι, ἢν οὐχὶ λάθρᾳ, οὐδὲ ἐπαισχυνόμενοι πεποιήκασιν, ἀλλ’ οἱονεὶ ἐπαγαλλόμενοι τῇ ἐργασίᾳ τῶν πονηρῶν, ἀνήγγειλαν πᾶσι καὶ ἐνεφάνισαν, ὥςπερ ἐκεῖνοι, ἐπὶ τὰς παρανόμους ἡδονὰς ὁρμῶντες, οὐχὶ ῥήμασιν εὐπροσώποις τὴν ἀσέλγειαν συνεκάλυπτον. Ποῦ γάρ εἰσι (φησὶν) οἱ ἄνδρες, οἱ εἰσελθόντες παρὰ σοί; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα αὐτοῖς συγγενώμεθα. Ἐκείνην ἐμιμήσαντο τὴν ἁμαρτίαν. Τὴν γὰρ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ταῦτα ὁ ἐντυχὼν τῇ ἱστορίᾳ διηγουμένῃ τὰ πρὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ πάθη, τῆς προφητείας τὸ ἐναργὲς ἐκπλαγήσεται. Δύο τοίνυν αἰτίαι παραιτήσεως εὐλόγου τῶν εἰς προστασίαν ἑλκομένων τοῦ λαοῦ· ἡ οἰκεία αὐτοῦ ἀδυναμία, καὶ ἡ τῶν πραγμάτων δυσκολία, δυσδιορθώτων ὄντων τῶν λαῶν διὰ τὴν πολλὴν χύσιν τῆς ἁμαρτίας. Ἅπερ ἀμφότερα ὁ προκείμενος περιέχει λόγος· περὶ μὲν τῆς ἰδίας ἀδυναμίας, τοῦ τὴν ἀρχὴν ἐξομνυμένου, λέγοντος. Οὐκ ἔστιν ἄρτος ἐν τῷ οἴκῳ μου, οὐδὲ ἱμάτιον.
PG 30:303Τὸ δὲ τοῦ λαοῦ ἀνίατον, ἐκ τοῦ εἰπεῖν· Οὐκ ἔσομαι ἄρχων τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτωκε. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσι. Τὴν γὰρ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Οὐδὲ γὰρ Σοδομίτας εἷς ἂν ἐγένετο δυνατὸς περισώσασθαι, ἀλλ’ ἔχρῃζον δικαίων δέκα τὸ ἐλάχιστον, τῶν ἐξαιτουμένων αὐτούς. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα λοιπὸν ὁ Προφήτης μετὰ τὸ ἰδεῖν τὸν λαὸν παραπλησίως Σοδόμοις ἀπερυθριάσαντα πρὸς τὸ ἁμαρτάνειν, ὡς μηδὲ μετὰ ἐπικαλύψεως καὶ ἐπικρύψεως πταίειν, ἀλλ’ ἐμπαῤῥησιάζεσθαι ἀναισχύντως καὶ ἐπισεμνύνεσθαι τοῖς αἰσχροῖς, ἀποθρηνῶν αὐτοὺς, φησίν· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, λέγοντες· Δήσωμεν τὸν Δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφουσιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Διὰ τοῦτό φησιν·
Ἐβουλεύσαντο βουλὴν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν Δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Ταῦτα δὲ ἐποίουν οἱ Ἰουδαῖοι ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου· δήσαντες γὰρ αὐτὸν, ἤγαγον πρὸς Καϊάφαν. Ἐδέςμουν τὰς χεῖρας τὰς εὐεργετούσας, οὐ φέροντες τῆς Δικαιοσύνης τὴν ἐπιδημίαν, διότι πονηρίας ὑπῆρχεν ἀφανιστική. Δύσχρηστος γὰρ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, ὥσπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. Διό φησι· Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα δὲ ἐκείνων τῶν ἔργων τὰ γεννήματα· ἡ αἰχμαλωσία, ἡ διασπορὰ, ἡ καταστροφὴ τοῦ ναοῦ, ἡ ἀπὸ τῆς δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προςώπου αὐτῶν, οὐκ ἐῶσα αὐτοὺς πρὸς Θεὸν ἀναβλέπειν, διὰ τὴν εἰς τὸν Μονογενῆ ἁμαρτίαν. Ἀπώλεσαν οὖν τὴν προτέραν παῤῥησίαν, μήτε Προφήτας, μήτε λατρείαν ἔχοντες· δήσαντες δὲ τὸν Λόγον, δήσαντες τὴν ἀλήθειαν, δήσαντες τὸ φῶς, δήσαντες τὴν δικαιοσύνην, δήσαντες τὸν Σωτῆρα, δήσαντες τὸν ἰατρὸν, δήσαντες τὸν ἐλευθερωτήν (ἅπερ πάντα ἐστὶ, κατὰ ποικίλην τὴν περὶ αὐτοῦ ἐπίνοιαν, ὁ Χριστός) ἐστέρηνται φωτὸς, ἐστέρηνται λόγου, ἐστέρηνται ἀληθείας· ἀδικίᾳ συζῶσιν, ἀνίατα νοσοῦσιν. Ταῦτά ἐστι τὰ γεννήματα τῶν ἔργων, ἃ ἐσθίουσιν.
PG 30:305Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Περὶ τῆς θείας κρίσεως, τῆς ἀνταποδιδούσης ἑκάστῳ τὰ πρὸς ἀξίαν, ταῦτα εἰρῆσθαί φαμεν. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ ἀνόμῳ, ὅτι Πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ, ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ ἀδικία, ἀλλ’ ἐν τῷ κρυπτῷ τῆς καρδίας συνετελέσθη, ἆρα οὐκ ἐπαχθήσεται ἡ κόλασις, ὥστε ἐφαρμόσαι τὸ Οὐαὶ καὶ αὐτῷ; Ἢ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ νοεῖν τὸ λεῖπον ἐξ ἀναλογίας κατέλιπε. Τελεία μὲν γὰρ κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διάνοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων, ἀλλ’ ὅσον ἐλλείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαιρεθήσεται. Οὐαὶ οὖν τῷ ἀνόμῳ, ὅτι πονηρὰ αὐτῷ κατὰ τὰ ἀνομήματα καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ, διότι αἱ χεῖρες ὄργανά εἰσι τῆς ἐννοίας. Ὡς ἂν οὖν κινῇ τὸ κατάρχον, οὕτω κινεῖται τὸ ἐνεργοῦν. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ἀνακαλουμένου τὸν λαὸν ἡ φωνὴ καὶ συναλγοῦντος τοῖς κακουμένοις, Λαός μου.
Πρὶν δῆσαι τὸν Δίκαιον, πρὶν τὴν χρῆσιν αὐτοῦ παραιτήσασθαι, τί πεπόνθατε; Νῦν κατάχρεοι γεγένησθε πολλῶν ὀφλημάτων. Διὰ τοῦτο τοῖς ἐκπράσσουσιν ὑμᾶς τὴν ὀφειλὴν ἔκδοτοι γεγένησθε, οἳ ἐπειδὴ δράγματα ἐν ὑμῖν οὐχ εὑρίσκουσιν, οὐδὲ καρπῶν εὐθηνίαν, καλαμῶνται ὑμᾶς, μικροὺς καὶ εὐτελεῖς, κατακεκλασμένους καρποὺς τῶν ψυχῶν ὑμῶν ἐκλέγοντες. Τοιοῦτοι δέ ἐσμεν, μικροπρεπῶς καὶ εὐτελῶς καὶ ἀκάρπως μετανοοῦντες. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὁ τοίνυν τῇ ἀξιολόγῳ μεταμελείᾳ πλουσίως σπείρων εἰς τὸ Πνεῦμα, ἐλεημοσύνην, εὐσπλαγχνίαν, ἱκεσίαν, δικαιοσύνην, δάκρυον διηνηκές, οὗτος, σπείρων ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσει, αἴρων τῆς μετανοίας τὰ δράγματα, ὥστε τῷ πράκτορι ὅλον ἀποτίσαι τὸ χρέος. Ὁ δὲ, μεταμελείᾳ τῶν προημαρτημένων, μικρὰ σπείρων ἐν ἐλεημοσύνῃ, ἐν προσευχῇ, ἔρημον καρποῦ καλάμην τρέφων, οὐδὲ ταύτην ὑπὸ τοῦ πράκτορος ἔχειν συγχωρηθήσεται. Τίς δὲ ὁ πράκτωρ οὗτος, ἐκ τῆς κατὰ τὸ Εὐαγγέλιον παραινέσεως διδαχθῶμεν, τοῦ Κυρίου λέγοντος·
PG 30:307Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν Κριτὴν, καὶ ὁ Κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν. Νόησον γὰρ ἐκεῖ τὸν ἀντίδικον καὶ τὴν ὁδόν· εἶτα τὸν ἄρχοντα τὸν προεστῶτα τοῦ ἀντιδίκου ἡμῶν. Ὁδὸς μὲν γὰρ, ὁ βίος ἡμῶν· ἀντίδικος δὲ, ἡ ἀντιπαλαίουσα ἡμῖν δύναμις καὶ παρεπομένη τῷ βίῳ, πάσῃ μεθοδείᾳ μηχανωμένη ἐκτρέψαι ἡμᾶς τῆς πρὸς Θεὸν ἀγούσης ὁδοῦ· ἄρχων δὲ (ὁ τοῦ κόσμου τούτου ἄρχων) περὶ οὗ ὁ Κύριος εἴρηκε· Νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἀλλ’ ἐν μὲν τῷ Κυρίῳ εὗρεν οὐδὲν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τῷ πεπειραμένῳ κατὰ πάντα καθ’ ὁμοιότητα, χωρὶς ἁμαρτίας. Ἐπειδὰν οὖν εὕρῃ ἐν ἡμῖν πολλὰ, πολλαῖς ἡμᾶς σειραῖς, αἷς ἑαυτοὺς κατεδήσαμεν, τῶν ἑαυτοῦ ἁμαρτιῶν ἐπισυρόμενος, παραδώσει τῷ Κριτῇ. Ὁ δὲ Κριτὴς, ᾧ πᾶσαν κρίσιν ἔδωκεν ὁ Πατὴρ, παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ ἐλεγχθέντας ἐπὶ πολλοῖς ἐγκλήμασι παραλαβὼν παραδώσει τῷ πράκτορι, τῷ ἐπὶ τῶν κολάσεων τεταγμένῳ·
ὃς βαλεῖ εἰς τὴν φυλακήν, τουτέστιν εἰς τὸν τόπον τῆς κολάσεως, δι’ ἐπιπόνων μαστίγων ἀπαιτῶν καὶ ἐκπράσσων μέχρι καὶ τῶν μικροτάτων καὶ μετὰ καταφρονήσεως παρ’ ἡμῶν ἁμαρτανομένων. Διὸ συμβουλεύει ὁ Κύριος, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ μετὰ τοῦ ἀντιδίκου, δοῦναι ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, τουτέστι ποιεῖν τὰ ἔργα πρὸς ἀπαλλαγὴν τοῦ ἐχθροῦ, καὶ μὴ ἀναμένειν ποτὲ ἀχθῶμεν, ὁπότε ἔλθῃ ἡ τελευταία ὥρα· ἐν ᾗ ἐπιστὰς ὁ ἄρχων διερευνήσεται ἡμᾶς· ὃς ἐὰν πολλὰ τῶν ἑαυτοῦ ἐν τῷ βίῳ ἡμῶν εὕρῃ, παραδώσει ἡμᾶς τῷ Κριτῇ, ἐλέγχων ἡμᾶς καὶ τὴν ἄρνησιν μὴ συγχωρῶν, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου, ἐν ᾧ ἐποιοῦμεν τὴν ἁμαρτίαν, ὡς μεθ’ ἡμῶν ὑπάρχων καὶ συνεργῶν ἡμῖν τὸ κακὸν, τοῦ τρόπου ὃ ἐπετηδεύσαμεν, τῆς διαθέσεως μεθ’ ἧς ἡμάρτομεν. Ἕως οὖν ἐσμεν κύριοι τοῦ ἐργάζεσθαι, δῶμεν ἐργασίαν ἀπηλλάχθαι τοῦ ἀντιδίκου. Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Οἱ τοὺς πένητας πολλοῖς ὀφλήμασιν ὑποκειμένους ἀπαιτοῦντες, ἕλκουσιν εἰς δουλείαν. Καλὸν μὲν οὖν, μὴ ὀφλισκάνειν· δεύτερον δὲ τὸ μὴ ἀπορεῖν πρὸς τὴν διάλυσιν τοῦ ὀφλήματος. Εἰ δὲ μὴ, πᾶσα ἀνάγκη δοῦλον εἶναι τῶν ἐπαγομένων αὐτῷ ἀπαιτήσεων.
Ταῦτα διὰ τὸ Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οἱ ὑπὸ νεανίσκων ἀρχόμενοι καὶ ὑπὸ ἐμπαικτῶν κυριευόμενοι, οἱ ὑπὸ τῶν πρακτόρων καλαμώμενοι καὶ διὰ τὸ ἀπορεῖν πρὸς τὴν διάλυσιν εἰς δουλείαν ἀγόμενοι καὶ τὴν ἐλευθερίαν ὑπὸ τῆς ἄγαν πενίας ἀπολωλεκότες, τοῦ ἐλεεῖσθαι ἀξίως πράσσουσι μᾶλλον, ἢ τοῦ μακαρίζεσθαι. Ὁ οὖν μακαρίζων τοὺς τοιούτους, κόλακος ποιῶν ἔργον, καταχαριζόμενος παρὰ τὸ προσῆκον, πλανᾷ βλάπτων οὐ μέτρια, τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν αἴσθησιν ἀφαιρούμενος· τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ παρὰ τὴν ἀξίαν μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται. Διότι αἱ μὲν θλίψεις ἐπὶ ταπείνωσιν προκαλοῦνται, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Καθόλου δὲ εἶπεν, Λαός, δηλῶν ὅτι οὐχὶ οὗτος μόνον ταπεινῶς διακείμενος, ὡς ἐν τοῖς ἀπηριθμημένοις εἶναι παθήμασιν, ἀλλὰ πᾶς οὖν ὁ καθόλου λαὸς, τῷ ἄθροισμα εἶναι ἀνθρώπων, ἐκ διαφόρων ἐπιτηδευμάτων καὶ ἡλικιῶν καὶ βίων συνειλεγμένος, ὑφ’ ἕνα πίπτειν μακαρισμὸν ὁμοτίμως οὐ δύναται.
PG 30:309Ἄλλαι γὰρ ἄλλως ἴδιαι ἕκαστον συμφοραὶ κατατρύχουσι· τὸν μὲν τὰ τοῦ γήρως ἐπίπονα, τὸν δὲ τὰ τῆς δουλείας κακά· ἄλλον πενία, ἑτέρους οἰκείων ἀποβολή· ἄλλους νόσοι. Πῶς οὖν οὐκ ἀπατηλός ἐστιν ὁ μακαρισμὸς ὁ λαῷ παντὶ προσαγόμενος; Ὁ μέντοι Κύριος, εἰ καὶ πλῆθος ἐμφαίνει διὰ τοῦ μακαρισμοῦ (Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ Μακάριοι οἱ πεινῶντες, καὶ Μακάριοι οἱ κλαίοντες) ἀλλὰ τῷ πρὸς παρόντας ἀποτείνεσθαι δείκνυσι τὸ εὐαρίθμητον τῶν μακαριζομένων. Δῆλον γὰρ, ὅτι περὶ τῶν μαθητῶν ἐποιεῖτο τὸν λόγον, τῶν δεδιδαγμένων τὴν ἐπαινετὴν ταπεινοφροσύνην, καὶ κατὰ τὴν πρὸς αὐτὸν ἐξομοίωσιν, τὸν δι’ ἡμᾶς πτωχεύσαντα, τὴν ἐν τῷ φρονήματι πτωχείαν ἀνειληφότων. Διὰ τοῦτό φησιν, ὅτι Ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ τὸ Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι αὐτοὶ χορτασθήσονται. Εἰ δὲ στενὴ ἡ ὁδὸς καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, ποῦ δυνατὸν πολλοὺς εἶναι τοὺς μακαριζομένους; Ὥστε πάντως ὁ λαὸν ὅλον μακαρίζων, πλανᾷ καὶ ταράσσει αὐτὸν, μὴ ἐῶν ὁδεύειν εἰρηνικῶς.
Ἔστι δὲ ῥᾴδιον ἁλῶναι τῷ πάθει τῶν ἐπαίνων τοὺς μὴ προσέχοντας, ὑπὸ φιλαυτίας ἑκάστου ῥᾳδίως ταῖς ἐκ τῶν κολακειῶν ἀπάταις ὑπαγομένου. Ἀνδρὸς δὲ ὠφελημένου, μήτε ταῖς κακηγορίαις τινῶν ὑποπίπτοντα ταπεινοῦσθαι, μηδὲ συστέλλεσθαι παρὰ τοῦτο, μήτε ὑπὸ ἐπαίνων ἀγνοίᾳ τῶν καθ’ ἑαυτὸν ἐξοιδαίνειν ῥᾳδίως καὶ φυσιοῦσθαι. Ἐπεὶ δὲ τρίβος ἐστὶν ἡ προτετριμμένη καὶ διωδευμένη ὑπὸ τῶν προλαβόντων ὁδός, ὁ μὴ ἐῶν εἰς αἴσθησιν ἐλθεῖν λυπηρὰν τοὺς ἀπολειπομένους τοῦ ζήλου τῶν προαγόντων, ἀλλ’ ὡς κατορθοῦντας μακαρίζων τοὺς ἁμαρτάνοντας, τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνταράσσει. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Πάντα κρίσει θείᾳ καὶ συνέσει κατὰ τὴν δυσδιήγητον σοφίαν ἐπιμερίζεται ἑκάστῳ πρὸς τὴν ἀξίαν, τά τε νῦν ἐπαγόμενα, τά τε κατὰ τὸν μέλλοντα αἰῶνα. Ἐπεὶ οὖν τοιαῦτα (φησὶν) ἠνόμησεν ὁ λαὸς, τοιαῦτα δὲ αὐτῷ ἐπήγαγεν ὁ Κύριος.
PG 30:311Διὰ τὸ οἱονεὶ ἀποδειχθῆναι ὀφείλειν τὰ περὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ, ὅτι οὐχ ὑπερέβη τὸ μέτρον τῶν ἀδικημάτων ἐν τῷ πλήθει τῆς τιμωρίας, εἴρηται τὸ Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, ἵνα τὸ Νῦν τοῦτο τῷ μέλλοντι αἰῶνι ἀντιδιαστέλληται. Ἢ μήποτε τὸ Νῦν ἐφ’ ἡμῶν μὲν τὸ ἀκαριαῖον καὶ τὸ ἀδιαίρετον τοῦ χρόνου σημαίνει· ἐπὶ δὲ Θεοῦ πάντα κατὰ τὴν τοῦ Νῦν αἴσθησιν παράκειται. Οὐδὲν γὰρ αὐτῷ παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε· καὶ τὰ πόῤῥωθεν ἡμῖν προσδοκώμενα, ὡς ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται, ὥστε ἐπὶ Θεοῦ τὸ Νῦν καὶ τὸν μέλλοντα αἰῶνα συμπαραλαμβάνειν. Ἐπεὶ οὖν οὐ μακράν ἐστιν ὡς πρὸς τὸν Θεὸν, ὁ ὡρισμένος τῆς κρίσεως καιρὸς, ἐπὶ τὴν καθολικὴν κρίσιν ἀναφέρεσθαι τὸ Νῦν ἐξειλήφαμεν. Καταστήσεται δὲ εἰς κρίσιν, ἐξαπλῶν τοὺς λόγους τῆς δικαιοσύνης αὐτοῦ, καθ’ οὓς ἐπὶ τοῖς αὐτοῖς ἔργοις δικαίαν ποιεῖται τῶν τοιῶνδε κολάσεων τὴν ἀνταπόδοσιν, ὥστε καὶ τοὺς καταδικαζομένους συντίθεσθαι τὴν κατ’ αὐτῶν ἀποφανθεῖσαν κρίσιν ὡς δικαιοτάτην. Καὶ στήσει εἰς κρίσιν τὸν λαὸν τὸν Ἰσραηλιτικόν.
Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τοὺς δὲ λοιποὺς λαοὺς, οὐκέτι· διότι Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ Οἱ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, ἀλλ’ ἐν κατακρίσει. Παντὶ δὲ νομοθέτῃ πρὸς τοὺς κατὰ τὸν ὑπ’ αὐτοῦ γεγραμμένον νόμον κρινομένους κρίσις ἐστὶν ἐν τῇ παρεξετάσει τῆς τε πράξεως καὶ τοῦ βουλήματος τοῦ νομοθέτου. Διὸ καὶ ὁ Κύριος· Ὁ λόγος (φησὶν) ὃν ἐλάλησα, αὐτὸς ὑμᾶς κρινεῖ, ὅτι οἱ λογισμοὶ ἀλλήλοις ἀντικαθίστανται· ὅ τε παρὰ τοῦ Κυρίου ὑποβληθεὶς, καὶ ὁ πρὸς τὴν ἁμαρτίαν ἐκκαλεσάμενος. Κατὰ γὰρ τὸν Ὠσηὲ, κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Ὀψόμεθα γὰρ ἅμα πάντα οἱονεὶ παρεστῶτα ἡμῖν τὰ ἔργα διὰ τῆς μνήμης, καὶ φαινόμενα ἀντιπρόσωπα τῇ διανοίᾳ ἡμῶν μετὰ τῶν ἰδίων τύπων, ὡς ἕκαστον πέπρακται, ἢ ὡς λελάληται. Ἐπειδὰν γὰρ ἐπιδείξῃ τὰ καθ’ ἑαυτὸν πάντα ἀνελλιπῶς πεποιηκότα περὶ τὴν, ὧν εἴληφεν, ἐθνῶν ἐπιμέλειαν ὁ Κύριος, νικᾷν λέγεται ἐν τῷ κρίνεσθαι πρὸς ἡμᾶς.
PG 30:313Οὐ μὴν χρόνους γε προσήκει νομίζειν καταναλωθήσεσθαι εἰς τὸ ἕκαστον ἰδεῖν ἑαυτὸν μετὰ τῶν ἑαυτοῦ πράξεως, καὶ τὸν κριτὴν καὶ τὰ ἀκόλουθα τῷ θείῳ δικαστηρίῳ ἀφάτῳ δυνάμει ἐν ῥοπῇ καιροῦ φαντασιουμένου τοῦ νοῦ καὶ πάντα ἀναζωγραφοῦντος ἑαυτῷ, καὶ οἱονεὶ ἐν κατόπτρῳ τῷ ἡγεμονικῷ ἐνορῶντος τοὺς τύπους τῶν πεπραγμένων. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Πῶς καὶ σφοδροτέραν τὴν συγκίνησιν ὁ λόγος ἐμφαίνει ἐν τῷ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει· ἐπὶ μὲν γὰρ τοῦ λαοῦ εἴρηται τὸ Καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· ἐπὶ δὲ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχόντων τὸ Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει. Πρῶτον μὲν, ἵνα διδαχθῶμεν, ὅτι ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι κριθησόμεθα ὁ λαὸς, οἱ πρεσβύτεροι, οἱ ἄρχοντες. Ὁ μὲν γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Δῆλον δὲ ὅτι εἰς κρίσιν ἐρχόμενος, οὐκ ἐπὶ τῷ κρῖναι, ἀλλ’ ἐπὶ τῷ διακρῖναι ἥξει. Οὐ γὰρ τοῦ κρίνοντός ἐστι μετὰ τῶν κρινομένων ἔρχεσθαι πρὸς τὴν κρίσιν, ἀλλὰ τῶν κρινομένων μετ’ ἀλλήλων ἀπαντᾷν πρὸς τὸν κρίνοντα.
Ἐλθὼν δὲ εἰς κρίσιν μετ’ αὐτῶν, εὐθὺς καὶ ἐγκαλέσει ἐλεγκτικῶς, λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατέ μου τὸν ἀμπελῶνα καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Βουλευσώμεθα, οἱ πρεσβύτεροι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ, τί ἀποκρινώμεθα τῷ ἐγκαλοῦντι· μᾶλλον δὲ εὐξώμεθα, μὴ ἐφευρεθῆναι τὰ ἄξια τοῦ ἐγκαλεῖσθαι τὰ τοιαῦτα. Δῆλον γὰρ, ὅτι πρὸς ἡμᾶς ὁ λόγος, τοὺς μὲν ἐν πρεσβυτερίῳ, τοὺς δὲ ἐν μείζονι τιμῇ τοῦ λαοῦ προεστῶτας. Ἐπίστευσα ὑμῖν ἄμπελον εὐθηνοῦσαν, πᾶσαν ἀληθινὴν, εἰς τὸ ποιεῖν αὐτὴν τοὺς δέοντας καρποὺς διὰ τῆς ἐπιμελείας ὑμῶν· ὑμεῖς δὲ οὐ μόνον ἀπεχερσώσατε αὐτὴν, ἀλλὰ καὶ προσενεπρήσατε. Τοῦτο δὲ γίνεται, ὅταν πρὸς τῷ μὴ διδάσκειν τὰ δέοντα, ἔτι καὶ τὸν ἐκ τῆς δυσσεβείας ἐμπρηςμὸν, οἷόν τινα φλόγα ἕρπουσαν πανταχοῦ καὶ ἀεὶ τὰ συνεχῆ ἐπιλαμβανομένην καὶ εἰς τὸν ἀμπελῶνα παραδεξώμεθα.
Οἱ τὰ τέως θάλλοντα καὶ εὐθηνοῦντα τὰ κλήματα ξηρὰ καὶ ἀπρεπῆ καὶ ἄκαρπα ἐπιδεικνύοντες, καὶ οἱ τὰ ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐγγινόμενα πάθη μὴ σβεννύντες, ἀλλὰ τῇ ἐκλύσει τοῦ βίου τοῦ καθ’ ἑαυτοὺς πολλὰ γίνεσθαι συγχωροῦντες, ἐμπυρίζουσι τὸν ἀμπελῶνα. Ἀλλὰ καὶ ὁ, διὰ τῆς ἡδείας πλεονεξίας, πολλοὺς εἰς τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν προκαλούμενος, ἐμπυρίζει τὸν ἀμπελῶνα. Ἐπισυνάπτει γοῦν τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Ὥστε καὶ οἱ ἄδικον κτῆσιν ἀπὸ ἁρπαγῆς καὶ βίας συλλέγοντες, αἰτίαν τοῦ ἐμπρησμοῦ τῷ ἀμπελῶνι παρέχουσιν, ἐκ τοῦ πονηροῦ ὑποδείγματος τοῦ κατὰ τοὺς προεστῶτας καὶ τοῦ λαοῦ παντὸς εἰς τὴν κατ’ ἀλλήλων πλεονεξίαν παιδοτριβουμένου. Πρεσβύτεροι οὖν καὶ ἄρχοντες, οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες, ταῦτα ἐγκληθησόμεθα. Εὐλόγως δὲ καὶ ἀκουσόμεθα τὸ Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν· ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα, ἐν τοῖς οἴκοις ἔχωμεν, ἀποστεροῦντες τοὺς ἐνδεεῖς. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;
PG 30:315Ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες καὶ ὡς φιλοπράγμονας διαβάλλοντες. Οὐ μόνον οὖν (φησὶν) ἀδικεῖτε τὸν πένητα (εὐδιάρπαστον ὄντα, καὶ εὐεπιβούλευτον διὰ τὴν ἐρημίαν) ἀλλὰ καὶ καταισχύνετε τὰ πρόσωπα τῶν πτωχῶν. Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην, ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε, μάρτυρας ἀναπείθοντες, συνηγόρους μισθούμενοι, τοὺς δικάζοντας παραπείθοντες, ἕως ἂν πρὸς τῇ λοιπῇ ἀδικίᾳ καὶ τὴν ἐκ τῆς συκοφαντίας αἰσχύνην τοῖς πένησι περιστήσητε. Γίνεται δὲ καὶ ἄλλως ἡμέτερον τὸ ἔγκλημα, ὅταν ἐν τοῖς ὁμοίοις πταίσμασι τῶν μὲν πενήτων σφοδρῶς καθαπτώμεθα, δημοσιεύοντες μὲν αὐτῶν τὰ πταίσματα καὶ μηδενὸς ὀνείδους φειδόμενοι, ἐνεπιδεικνύμενοι δὲ τὸν τοῦ Θεοῦ ζῆλον τοῖς πένησι καὶ ἐκ τούτου τὰ πρόσωπα αὐτῶν καταισχύνοντες.
Ἐπεὶ δέ εἰσί τινες πτωχοὶ μακαριζόμενοι, οἱ διὰ τὴν θεοσέβειαν πάντων καταφρονήσαντες καὶ (ἐπ’ ἐλπίδι τοῦ κατὰ Θεὸν πλούτου) τῆς κοσμικῆς περιουσίας ὑπεριδόντες, οἱ κακῶς προεστῶτες τοῦ λαοῦ, ἀντὶ τοῦ μακαρίζειν τοὺς οὕτω πτωχεύοντας, διαβάλλοντες καὶ ἐξουθενοῦντες καὶ τὴν ἐπαινετὴν αὐτῶν ταπεινοφροσύνην ἐξευτελίζοντες, εἰκότως ἐγκαλοῦνται, μάλιστα ἐὰν πρεσβύτεροι ὦσιν, ἢ ἄρχοντες, ὡς τὰ πρόσωπα τῶν ἁγίων πτωχῶν καταισχύνοντες. Ὁποῖος ἦν πτωχὸς Ἰωάννης, μὴ οἶκον ἔχων, μὴ οἰκέτην, μὴ βοῦν ἀροτῆρα, μὴ γήδιον, μὴ κλίνην, μὴ τράπεζαν, μὴ ἄρτον. Ὁποῖος Ἡλίας. Ὁποῖος τῶν Ἁγίων ἕκαστος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Τάδε λέγει Κύριος· ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Εἰ καὶ μείζονά τινα προηγουμένως ἐμφαίνει ὁ λόγος, ἀλλ’ ὅμως ἔχει τι καὶ αὐτόθεν τοῖς πλήθεσι χρήσιμον καὶ ἐπιστρεπτικὸν τὰ λεγόμενα.
PG 30:317Συστέλλει γὰρ ἀκολάστων γυναικῶν τὴν ζωὴν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ στολῇ τὴν πρὸς πορνείαν εὐκολίαν ἐπιδεικνυμένων. Ὅταν γὰρ ἐπὶ τῷ κάλλει τοῦ σώματος μεγαλοφρονοῦσαι ὑπεραίρωσιν ἑαυτὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι καὶ ἐπαιρόμεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι, εἶτα ὑψηλὸν μὲν τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μὲν γὰρ σεμνὴ γυνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὸ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλλους προαιρουμένη, πορεύεται ὑψηλῷ τραχήλῳ. Καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Γυναικὸς πορνείας πνεούσης τὸ κατηγόρημα, περίεργα βλέπειν τῷ ὀφθαλμῷ, τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύειν τῷ βλέμματι, ἐμμειδιᾷν, τοῖς ὀφθαλμοῖς ἐρεθίζειν πορνικῶς, ἰόν τινα φθαρτικὸν ἐξαποστέλλειν τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. Δικαίως οὖν ἀγανακτεῖ ὁ λόγος κατὰ τῶν πορευομένων ὑψηλῷ τραχήλῳ, τουτέστιν ἀπερυθριασμένῳ προσώπῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν.
Τὸ δὲ ὑψηλὸν τοῦ τραχήλου, δεῖγμα τοῦ μηδὲ τῷ ζυγῷ τῆς σωφροσύνης ὑποκεῖσθαι· ἁβρυνομένης δὲ καὶ χλιδώσης, τὸν χιτῶνα ἐπισυρομένης βαδίζειν καὶ τὸ βάδισμα μὴ κατὰ φύσιν ποιεῖσθαι, ἀλλὰ πρὸς ῥυθμὸν ἐκμελῆ ἐπιτετηδευμένον ἐκλύτως. Ἀντὶ οὖν τούτων Ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Ἐπειδὴ ἑκουσίως τὸ ταπεινὸν οὐχ εἵλοντο, ἀλλ’ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, ταπεινώσει (φησὶ) τὰς ἀρχηγοὺς αὐτῶν, τὰς θυγατέρας Σιών. Ἔτι καὶ νῦν ἔξεστιν ὁρᾷν πολλαχοῦ τὰς Ἰουδαίας γυναῖκας τοῖς ἑκάστου ποσὶν ἐπιπαιζούσας καὶ μὴ ἐντρεπομένας τὴν τοῦ Προφήτου φωνήν. Εἴθε δὲ μὴ καὶ τῆς Ἐκκλησίας αἱ θυγατέρες τὰ αὐτὰ ἐγκαλοῖντο. Πολλαὶ γὰρ, ὡς ἐν πλήθει ἐπὶ τῶν προσιόντων τῷ θείῳ λόγῳ, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν, οὐκ εἰδυῖαι εὐφροσύνην πνευματικὴν, παιδιαῖς ἀσέμνοις ἑαυτὰς ἐπιδιδοῦσαι, κώμοις καὶ μέθαις ἐγκαλινδοῦνται, καὶ μὴ τηροῦσαι τὸ παράγγελμα τὸ λέγον, ὅτι Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· ὑπολοξοῦσαι τὸ ὄμμα καὶ παρεκκλίνουσαι, δεῖγμα πονηρᾶς ἐκφέρουσι προαιρέσεως.
PG 30:319Πολλαχοῦ δὲ τὰ νεύματα τῶν ὀφθαλμῶν διαβέβληται, ὡς ἐν Παροιμίαις ἐπὶ τοῦ κακοῦ παρατετήρηται, ὅτι Ὁ δὲ αὐτὸς ἐννεύει μὲν ὀφθαλμῷ, σημαίνει δὲ ποδί. Καὶ πάλιν· Ὁ ἐννεύων ὀφθαλμῷ μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Καὶ τὸ Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Φθάνει δέ ποτε καὶ ἐπ’ ἄνδρας τὰ τοιαῦτα ἐγκλήματα, τοὺς φρονήματι μὲν ἀλαζονικῷ ὑπερφρονοῦντας τῶν ὑποδεεστέρων, ὑπτιάζοντας δὲ τῷ σχήματι, καὶ τῷ νεύματι τῶν ὀφρύων τὴν ἀλαζονείαν ἐνδεικνυμένους, σοβαρῷ δὲ καὶ διηρμένῳ βαδίσματι εὔρυθμα βαίνοντας, τὸ ἱμάτιον καθιέντας μέχρι τῶν σφυρῶν, ἀλαζονείαν ἐνδεικνυμένους, καὶ παιδιαῖς ἑαυτοὺς ἀμέτροις ἐκδεδωκότας, οὓς μένει τὸ ἀπειληθὲν πτῶμα τὸ διὰ τῆς ταπεινώσεως τῆς ἀπὸ τοῦ ὕψους. Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν. Τοῦτο τὸ σχῆμα τὸ ὑπερήφανον καὶ πεποιημένον πρὸς ἔκλυσιν καὶ πᾶσαν ἀκόλαστον ἔννοιαν, ταῖς καρδίαις τῶν ἀφυλάκτων ἐνεργαζόμενον, ἀνακαλύψει Κύριος, ὅταν ἐν τῇ φανερώσει τῶν κρυπτῶν τὰ μὲν τῆς σαρκὸς παραπετάσματα περιαιρεθῇ, γυμνὴ δὲ καὶ καθ’ ἑαυτὴν μετὰ τῶν ἔργων τῆς ἀςχημοσύνης παραδειγματίζεται ἡ ψυχή.
Ἐνεργεῖται δέ ποτε καὶ ἐνταῦθα ἡ ἀποκάλυψις τοῦ σχήματος ἐπὶ καλῷ τῶν, περὶ οὓς ἡ ἐνέργεια, ὥστε, γυμνωθέντων, ἃ τέως πολλοὺς διαλανθάνει καὶ εἰς γνῶσιν τοῖς πολλοῖς ἐλθούσης τῆς ἐπὶ τοῖς ἁμαρτήμασιν ἀσχημοσύνης, ἐπιστρέψαι καταιδεσθέντας τοὺς τέως διὰ τὸ λανθάνειν ἐπιμένοντας τῷ κακῷ. Τοῦ Κυρίου οὖν ἔργον, ἀνακαλύψαι τὸ σχῆμα τὸ ἐπίπλαστον καὶ κατεσχηματισμένον. Ὥστε καὶ εἴ τινες ἡμῶν τῶν τιμωμένων προσχήματι βίον ἄσεμνον ὑποκρύπτουσι, φοβηθήτωσαν τὸν ἀνακαλύπτειν ἡμῶν τὸ σχῆμα μέλλοντα καὶ φανεροῦντα τὰς βουλὰς τῶν καρδιῶν ἡμῶν, ὥστε ἐν ταῖς πάντων προκεῖσθαι ὄψεσι τοὺς ἐν ἑκάστῳ γινομένους χείρονας λογισμούς. Κυκλώσει γὰρ ἕκαστον ἡμῶν τὰ διαβούλια αὐτοῦ καὶ αἱ πράξεις ἐν τοῖς ἰδίοις γνωρίςμασι περιστήσονται, αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον ἡμῖν ἐπάγουσαι, ὅταν ἐλέγχωνται ἐναντίως ἔχουσαι πρὸς τὸν λόγον, ὥστε τὸν κηρύσσοντα μὴ κλέπτειν, κλοπέα ἐφευρίσκεσθαι· τὸν λέγοντα μὴ μοιχεύειν, ἐν τοῖς μοιχοῖς ἔχοντα τὴν μερίδα φωρᾶσθαι· τὸν βδελυσσόμενον τὰ εἴδωλα, ἱεροσυλίας τοῦτον μὴ ἀπεχόμενον. Οὐδὲν γὰρ κρυπτὸν, ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται.
PG 30:321Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν. Ἐπειδὴ παρὰ τὸ πρέπον ἐχρήσαντο τοῖς διδομένοις εἰς χρῆσιν, Ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, ὃν ἐπὶ κακῷ ἑαυτῶν καὶ τῶν ἐντυγχανόντων αὐταῖς περιεβάλλοντο. Ὥστε πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περιβολῇ τῆς ἐσθῆτος, τὴν ἀφαίρεσιν ἀπειλεῖται. Ἐπειδὴ καὶ ἐπορεύοντο (φησὶν) ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, ἐκελεύσθησαν γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ. Ἀφαιρεῖται μέντοι καὶ ἀφ’ ἡμῶν τὴν δόξαν τοῦ ἱματισμοῦ, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φανῶμεν, καταπατοῦντες αὐτὸν καὶ τῶν σαρκίνων μολυσμάτων ἀναπίμπλαντες. Τίς δέ ἐστιν οὗτος ὁ ἱματισμὸς, ἢ τὸ ἔνδυμα τῶν Ἁγίων, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν διὰ τοῦ ἁμαρτάνειν τὸ σῶμα καταπατούντων καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων. Τούτου τοῦ ἱματισμοῦ σύμβολα ἦν τὰ ἱμάτια τοῦ Ἰσραὴλ, τὰ μὴ κατατριβέντα, καθ’ ὣς γέγραπται ἐν Δευτερονομίῳ, ὅτι Τὰ ἱμάτια ὑμῶν οὐ κατετρίβη, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἡμῶν οὐκ ἐπαλαιώθη.
Ἐπεὶ καὶ τὰ ὑποδήματα σύμβολα ἦν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἣν γὰρ δέδωκε διαθήκην καινὴν Χριστὸς Ἰησοῦς, μένει καινὴ, μηδέποτε παλαιουμένη. Ὅσον γὰρ χρώμεθα τούτῳ καὶ τοῖς ὑποδήμασι, τοσούτῳ καινότερα γίνεται, ἀεὶ προσφάτου καὶ νέας ἐπιγινομένης ἡμῖν τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου ἐν τῇ προκοπῇ τῆς εἰς Χριστὸν πίστεως. Καὶ τοὺς κοσύμβους. Ἀφαιρήσειν ἀπειλεῖ τῶν καλλωπιζομένων γυναικῶν διὰ τοῦ Προφήτου ὁ Κύριος καὶ τοὺς κοσύμβους. Οὐ πάνυ δὲ ἡ τοῦ κοσύμβου λέξις τῇ ἑλληνικῇ συνηθείᾳ καθωμίληται, ὅθεν οὐδὲ ὁ νοῦς αὐτῆς πρόδηλος. Πλὴν, ἡμεῖς, ἐν τῇ κατασκευῇ τῆς ἀρχιερατικῆς ἐσθῆτος, εὑρόντες χιτῶνα κοσυμβωτὸν, ἔχοντα ῥοί̈σκους καὶ κώδωνας, ἀποδέσμους τινὰς τῶν κροςσῶν ἐνοήσαμεν τοὺς κοσύμβους, συναπηρτημένους τοῖς κώδωσι τοῖς χρυσοῖς καὶ τοῖς ῥοί̈σκοις ἀπὸ τῶν ἄκρων, οὓς ἐμιμοῦντο καθ’ ὑπερβολὴν τρυφῆς καὶ αἱ θυγατέρες Σιὼν ἐν τῇ περιβολῇ τῆς ἰδίας αὐτῶν ἐσθῆτος· δι’ ὧν ἐνύβριζον τοῖς ἱερατικοῖς ἰδιώμασιν, ὑακίνθινα καὶ κόκκινα ἐγκομβώματα κροσσῶν ἀπηρτημένα τοῦ λώματος περιφέρουσαι. Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν.
Κατ’ εἶδος ἐπεξέρχεται τῷ γυναικείῳ κόσμῳ, τὸ περίεργον τοῦ καλλωπισμοῦ διασύρων. Ἀφελεῖ γὰρ Κύριος Καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα. Σαφέστερον δὲ τοὺς μηνίσκους ἕτερος ἐξέδωκεν, εἰπὼν Καὶ τοὺς μανιάκας, καὶ ἀντὶ τοῦ καθέματος εἰπὼν Χαλαστά. Μηνίσκος τοίνυν κόσμος ἐστὶ χρυσοῦς περιτραχήλιος, κυκλοτέρως ἀπειργασμένος, ὃν περιτιθέμεναι αἱ γυναῖκες, γυμνὸν ἐπιτηδεύουσι προδεικνύναι τὸν τράχηλον, καὶ ἀναισχύντως ἀπογυμνοῦν, ἃ συγκαλύπτειν εὐσχημονέστερον. Καὶ τὸ κάθεμα κόσμος τίς ἐστι καὶ αὐτὸς καθιέμενος μέντοι καὶ ἐπικαταβαίνων τῷ στήθει, χαλαρῶν τινων ἁλύσεων ἀπῃωρημένος, ὃς ἵνα προφαίνηται, πάντως ἀνάγκη μηδὲ τὰ περὶ τὸ στῆθος εὐσχημόνως συνεσκιάσθαι. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἔστι τινὰ καὶ χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτετηδευμένα τοῦ προσώπου· λευκόν τε καὶ ἐρυθρὸν καὶ ἕτερον μέλαν ὄν. Τὸ μὲν λευκότητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλμοῖς περιγράφει.
PG 30:323Ὃν καὶ αὐτὸν περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται (φησὶν) ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύταις ἐλεεινοὶ νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται. Ἢ τότε ἀφαιρεθήσεται ταῦτα, ὅταν γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ, ὅτε ὀφρὺς συμπεπτωκυῖα, παρειὰ κατηφὴς, χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου. Ἀφαιρεῖ οὖν καὶ τὸν κόσμον ὁ Κύριος. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης, οἱονεὶ καὶ τὴν ὕλην τὴν κοσμοῦσαν καὶ αὐτὴν τὴν ἐκ τέχνης ἐπίνοιαν. Καὶ ἐπειδὴ ἑνὶ μὲν οὐκ ἔστιν ἐπαρθῆναι τοσοῦτον, οὐδὲ φυσιωθῆναι ἐπ’ αὐτῷ, ὁμοῦ δὲ πᾶσι συγκειμένοις τὸ ἀλαζονικὸν ἐπιγίνεται φρόνημα, καὶ τὴν σύνθεσιν τοῦ κόσμου ἀφαιρήσειν ὁ Κύριος ἀπειλεῖ. Ὁποῖος δὲ ὁ κόσμος, τοιαύτη δηλονότι καὶ ἡ ἐπ’ αὐτῷ δόξα· σωματικὸς δὲ ὁ κόσμος καὶ μάταιος· φθαρτὴ οὖν καὶ ἡ ἐπ’ αὐτῷ δόξα καὶ ἀνυπόστατος. Καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὰ ἐμπλόκια. Ὅλος μὲν ὁ κατηριθμημένος κόσμος χλιδώσης γυναικός ἐστιν ἐπιτήδευμα, τουτέστι τρυφώσης καὶ διακεχυμένης. Ἐξαιρέτως δὲ οἱ χλιδῶνες (παρώνυμοι ὄντες τῆς τρυφῆς) τάχα τοῖς βραχίοσι περικείμενοι. Ψέλλια δέ ἐστι τὰ τοῖς ἄκροις τῶν χειρῶν κατὰ τὸ προφανὲς προβαλλόμενα.
Ἔστι δέ ποτε καὶ ἐπὶ καλοῦ παρειλημμένα τὰ ψέλλια, ὡς ὅτε τὴν ἁγίαν Ῥεβέκκαν ὁ πρεσβύτερος τῆς οἰκίας κατεκόσμει. Ἔδει γὰρ τὴν μέλλουσαν συνοικεῖν τῷ πατριάρχῃ, ὑπὸ τοῦ μνηστευομένου αὐτὴν τὸ πρακτικὸν τῆς ψυχῆς προπαιδευθῆναι. Διὰ τοῦτο ψελλίοις χρυσοῖς κατεκόσμει τὰς χεῖρας, τουτέστι πράξεσι τιμίαις. Δέκα δὲ χρυσίων ὁλκὴ αὐτῶν· διότι ἐν δέκα κεφαλαίοις ἡ πᾶσα τήρησις τοῦ νόμου συμπεραιοῦται. Καὶ ἐνώτια, ἀνὰ δραχμὴν ὁλκῆς ἔχοντα, ὅτι τὴν ὑπακοὴν τῇ εἰς ἕνα Θεὸν πίστει προσῆκε κεκοσμῆσθαι. Ἐνταῦθα μέντοι περιαιρεῖται τὰ ψέλλια, διὰ τὰς ἐπαιρομένας τῷ κόσμῳ τῶν ψελλίων, καθόλου ἡμῖν ἐνδεικνυμένου τοῦ λόγου, ὅτι ὁ ἐπὶ τῷ δεδυνῆσθαι τὰ κρείττονα ὑψηλοφρονήσας ἐγκαταλείπεται ὑπὸ τῆς συνεχούσης αὐτὸν ἐπισκοπῆς. Τὸ δὲ ἐμπλόκιον ἔοικέ τι εἶναι συγκαταπλεκόμενον ταῖς θριξὶν, εἰς τὸ τῇ παρ’ ἑαυτοῦ εὐχροίᾳ διεγεῖραι τῶν τριχῶν τὴν χρόαν. Καὶ μηδενὶ ταῦτα μικροπρεπῆ νομιζέσθω. Οὐ γὰρ σεμνότεροι τοῦ Πνεύματος ἡμεῖς, ὡς ἀπαξιοῦν τὰς ἐν τῇ Γραφῇ λέξεις διερευνᾶσθαι. Μεμαθήκαμεν γὰρ ἐν τοῖς Ἄσμασι, τῆς ἐπαινουμένης νύμφης καὶ τὸ ἐμπλόκιον σεμνυνόμενον·
PG 30:325Κεφαλὴ γάρ σου (φησὶν) ὡς ὁ Κάρμηλος καὶ ἐμπλόκιον κεφαλῆς σου ὡς πορφύρα. Καὶ τὰ ἐνώτια, καὶ τοὺς δακτυλίους. Ἐπαινετὴν μὲν τὴν χρῆσιν ἐνωτίων ἐν τῇ μνηστείᾳ τῆς Ῥεβέκκας ἐδιδάχθημεν, σύμβολον τοῦ ἀγαθὰ μέλλειν αὐτῇ διδάγματα περὶ τῆς ἐν τοῖς νοητοῖς ἀληθείας, ἐν τῷ οἴκῳ τοῦ Ἀβραὰμ γενομένῃ παραδοθήσεσθαι. Κατηγορούμενα δὲ αὐτὰ πολλαχοῦ κατειλήφαμεν. Πρῶτον μὲν ἐκ τοῦ, ὅτε ἀναβαίνειν ἔμελλον εἰς Βεθὴλ, προσταχθῆναι παρὰ τοῦ Ἰακὼβ τὰς γυναῖκας περιελέσθαι αὐτὰ μετὰ τῶν θεῶν ἀλλοτρίων, ὡς ἐμποδίου ὄντος ἐκ τῆς εἰδωλολατρείας καὶ τῆς τῶν ἐνωτίων χρήσεως πρὸς τὸ ἀνελθεῖν εἰς τὸν οἶκον τοῦ Κυρίου. Βεθὴλ γὰρ οἶκος Θεοῦ ἑρμηνεύεται. Ἔπειτα ἐν τῇ Ἐξόδῳ καταστασιασθεὶς ὑπὸ τοῦ λαοῦ ὁ Ἀαρὼν εἰς τὸ ποιῆσαι εἴδωλον, ὡς ἐπιτηδείαν ὕλην εἰς κατασκευὴν τῶν ἀπηγορευμένων, τὰ ἐνώτια ἐξελέξατο. Περιείλαντο γὰρ πᾶς ὁ λαὸς (φησὶ) τὰ ἐνώτια τὰ χρυσᾶ, τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρὼν, καὶ ἔπλασεν αὐτὰ μόσχον χωνευτόν. Ἀλλὰ καὶ Γεδεὼν, ἐκ τῶν σκύλων τῶν Ἰσμαηλιτικῶν λαβὼν τὰ ἐνώτια παρὰ τοῦ λαοῦ, Ἐποίησεν αὐτὰ εἰς Ἐφούδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει.
Καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον. Καὶ ταῦτα νῦν τὰ ἐνώτια διὰ τὸ συνεπαίρειν τὸ φρόνημα τῶν θυγατέρων Σιὼν διαβέβληται. Καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα. Τὸν ἐν τῇ ἐσθῆτι κόσμον τῶν καλλωπιζομένων γυναικῶν ὡς περίεργον διαβάλλει, πορφύραν ποτὲ μὲν κατὰ τὰ ἄκρα παρυφαινόντων, ποτὲ δὲ κατὰ τὸ μέσον αὐτὴν ἐντιθέντων. Δόλου δὲ σύμβολον ἡ πορφύρα, τὴν κατὰ φύσιν χρόαν ἐπικαλύπτουσα, καὶ τὸ οἰκεῖον ἄνθος προφαίνουσα κατὰ τοὺς ἐν ἐπιφανείᾳ φαιδροὺς, ἐν δὲ τῷ βάθει τὸ κακὸν συσκιάζοντας. Ὅπερ κἂν τὰ ἄκρα τοῦ βίου, κἂν τὸ μέσον ἐπέχῃ, φευκτόν. Διόπερ καὶ τὰ περιπόρφυρα παραιτεῖται ὁ λόγος. Καὶ τὰ ἐπιβλήματα, τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Ὑπερβολὴν ἀσωτίας καὶ τρυφῆς ἀφειδοῦς ὁ λόγος ἐμφαίνει, τὰ ἐπιβλήματα τὰ κατ’ οἶκον διαφανῆ λέγων εἶναι τῇ ὑπερβολῇ τῆς λεπτότητος. Τὸ γὰρ πρὸς ἐπίδειξιν δαπανηρὸν, ἔχει σκοπὸν τὴν ἀνθρωπαρεσκείαν·
PG 30:327τὸ δὲ καὶ μηδενὸς ὁρῶντος ἐφ’ ἑαυτοῦ διάγοντα κατὰ τὴν οἰκίαν διαφανῆ περιβάλλεσθαι, πᾶσαν ὑπερβολὴν παραχρήσεως τῶν πρὸς χρῆσιν συγκεχωρημένων ἡμῖν ἐπιδείκνυται, ὥστε μιμεῖσθαι τὰ τῶν Λακαινῶν ἐπιβλήματα, αἳ κατὰ τὴν ὄρχησιν τὸ φανερῶς γυμνοῦσθαι ὡς ἄσεμνον παραιτούμεναι, ὑπερβάλλουσαν λεπτότητι λινῆν ἐσθῆτα περιβαλλόμεναι, δι’ αὐτῆς φαίνουσιν ἃ κρύπτειν ἔδει τὰς τῶν ἀῤῥένων ὄψεις. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα. Ἤδη δὲ καὶ τῆς ἱερατικῆς ἐσθῆτος μιμήματα, ἐν τῇ ἀσέμνῳ αὐτῶν ζωῇ δι’ ὑπερβολὴν τρυφῆς ἐμπαροινοῦσαι τοῖς ἁγίοις, αἱ θυγατέρες τῆς Σιὼν περιφέρουσι βύσσινα καὶ ὑακίνθινα, ὁποῖα ἐκεῖνοι σύμβολα τῶν στοιχείων περιβαλλόμενοι, ἐξ ὧν τὰ πάντα συνέστηκεν, εἰσῄεσαν εἰς τὰ ἅγια δι’ ἑαυτῶν, ὑπὲρ τοῦ κόσμου τὸν Θεὸν ἱλεούμενοι. Βύσσος μὲν γὰρ ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος, καὶ πορφύρα ἀντὶ τοῦ ὕδατος, καὶ τὸ κόκκινον ἀντὶ τοῦ πυρός. Αἱ δὲ οὐκ ἐξαρκούμεναι τῷ ἐξ αὐτῶν κόσμῳ, καὶ χρυσὸν αὐτοῖς συγκαθύφαινον, ὑπὲρ ποικιλίας καὶ πολυτελείας πλείονος. Καὶ θέριστρα κατάκλιτα.
Ἔοικε τὸ θέριστρον ἐπίβλημα εἶναι θερινόν, ὡς καὶ περιβάλλειν δοκεῖν καὶ μὴ βαρύνειν ἐν τῷ καύσωνι· ὡς καὶ ἐν τῇ Γενέσει μεμαθήκαμεν τὴν Ῥεβέκκαν ἐν τῇ συναντήσει τοῦ Ἰσαὰκ περιβαλλομένην τὸ θέριστρον. Ἃ δὲ νῦν διαβάλλει ὁ λόγος, θέριστρα λέγεται, τὰ ἐν τῷ κατακλίνεσθαι δι’ ὑπερβολὴν τρυφῆς ταῖς κλίναις ἐπιβαλλόμενα. Καίτοι τὸ Κατάκλιτα οὐδὲ ἐκδεδώκασιν οἱ λοιποί· διὸ καὶ ὠβέλισται, ὡς οὐδένα νοῦν ἐμφαῖνον. Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ· καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Μέρος τρυφῆς ἐστι καὶ τὸ ἐν ταῖς ὀσμαῖς ἡδὺ, φαρμάκοις τισὶν ἐκθυμιωμένοις καταφαρμακευόντων τὸν ἀέρα καὶ ἡδεῖαν ἑαυτοῖς μηχανωμένων ἀναπνοήν. Ταῖς οὖν διακεχυμέναις ὑφ’ ἡδονῆς καὶ ὀσμὴν ἡδεῖαν μηχανωμέναις τῇ ὀσφρήσει, κονιορτὸς ἀντιδοθήσεται ὑπὸ τοῦ ἀπειλοῦντος. Λεπτὴ δέ ἐστι γῆ ἡ κόνις, ἀναπεποιημένη πρὸς τὸν ἀέρα, δυσκολίαν τινὰ περὶ τὴν ἀναπνοὴν καὶ ἀηδίαν πολλὴν ἐμποιοῦσα διὰ τὴν ἔμφραξιν. Μύροις μὲν γὰρ καὶ θυμιάμασιν ἐπιτέρπεται ἡ ψυχὴ, ἀλλὰ μύροις τοῖς πνευματικοῖς, ὁποῖος ἦν ὁ λέγων· Χριστοῦ εὐωδία ἐσμέν·
PG 30:329καὶ Χάρις τῷ Θεῷ, τῷ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν παντὶ τόπῳ. Τοιαύτης ἀντελαμβάνετο ὀσμῆς ἀποπνεούσης τοῦ Ἰακὼβ, ὁ πατὴρ Ἰσαάκ· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Καὶ αἱ ἐν τῷ Ἄσματι δὲ νεάνιδες, αἰσθόμεναι τῆς οὐρανίου εὐωδίας τοῦ Λόγου, ἔλεγον· Εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. Καὶ τὸ ἀρχιερατικὸν δὲ χρίσμα μύρον ἦν καλὸν καὶ τερπνὸν, ἀδελφῶν συναφείᾳ παρεικάζεσθαι ἄξιον. Τὸ τοιοῦτον μύρον τεχνίτου δεῖται, ἀπὸ Θεοῦ λαβόντος τὴν μυρεψικὴν τέχνην, εἰς τὸ ποιῆσαι χρίσμα ἅγιον, ὃ οὐκ ἀναβήσεται εἰς σάρκα ἀνθρώπου. Ὅταν μέντοι πρὸς ἀκολασίαν τὸ ἡδὺ τῆς ὀσμῆς ἐπιτηδεύηται, ἐμφράσσεται ὑπὸ τοῦ κονιορτοῦ ὁ πόρος τῆς αἰσθήσεως, εὐεργετοῦντος τοῦ ταῦτα αὐτοῖς οἰκονομοῦντος Κυρίου. Τάχα δὲ ἐπεὶ ἐν τῷ ναῷ ἦν τὰ ἡδύσματα τῆς ὀσμῆς, τό τε μύρον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως (κατεῤῥίφη δὲ ὁ ναὸς καὶ ἔστι νῦν ἐν κονίᾳ, ἀνατραπεὶς καὶ κάτω κείμενος) ἀντὶ τῆς ποτε ὀσμῆς τῆς ἡδείας (κατὰ τὴν νομικὴν λατρείαν) νῦν κονιορτός ἐστι, διὰ τὰς πορευθείσας ὑψηλῷ καὶ ἀνυποτάκτῳ τραχήλῳ ψυχάς, οἷς καὶ εἴρηται·
Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Ἔξεστι μέντοι αὐταῖς (ἐὰν βούλωνται ἐκτιναξαμέναις τὸν χοῦν) ἀναπλησθῆναι τῆς εὐωδίας Χριστοῦ κατὰ τὴν παραίνεσιν τοῦ λέγοντος· Ἐκτίναξαι τὸν χοῦν σου καὶ ἀνάστηθι, Ἰερουσαλὴμ, καὶ ἔνδυσαι τὴν δόξαν τοῦ βραχίονός σου. Καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ. Ζώννυται μὲν τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ὁ κατὰ Θεὸν ζωννύμενος. Ὁποῖος ἦν ὁ Πέτρος, ἐκτείνων τὰς χεῖρας καὶ ζωννύμενος εἰς τὸν ὑπὲρ Χριστοῦ πόλεμον ὑπὸ τῶν εἰς τὸ ὑπὲρ τῆς ἀληθείας αὐτὸν μαρτύριον μέχρι θανάτου προκαλουμένων. Ὁ μὲν οὖν Ἅγιος περιζώννυται δύναμιν· Ὁ Θεὸς γὰρ (φησὶν) ὁ περιζωννύων με δύναμιν· ὁ δὲ ἀπολέσας τὴν ζώνην ταύτην, τῷ δεσμῷ τῶν ἰδίων ἁμαρτιῶν ζώννυται, διότι Σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ὧν σύμβολον ἦν τὸ ἐκ σχοινίων φραγέλλιον, ἐξελαῦνον τοῦ ἱεροῦ τοὺς βεβηλοῦντας τὰ ἅγια, δεικνύντος τοῦ Κυρίου, ὅτι ἑκάστῳ μάστιγες αἱ οἰκεῖαι πλοκαὶ τῶν ἁμαρτιῶν γίνονται, καὶ μαστίζεται σχοινίοις ἁμαρτιῶν τοῖς περιπλεκομένοις αὐτῷ. Ἀντὶ δὲ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου.
PG 30:331Ὥσπερ, ἐπὶ τῆς κατὰ τὰ ὀσφραντὰ περιεργίας τὰ παρὰ φύσιν ἐπιζητοῦσαι, καὶ τῶν κατὰ φύσιν ἐξέπιπτον (οὐκ ἀνεχόμεναι γὰρ ἀναπνεῖν ψιλὸν ἀέρα, ἀλλὰ μύροις αὐτὸν καταχρωννῦσαι καὶ θυμιάμασιν, ὕστερον οὐδὲ καθαρὸν ἀέρα, ἀλλὰ κονιορτῷ τοῦτον ἀναμεμιγμένον ἀνέπνεον) οὕτως, ἐπειδὴ τῷ ἐκ τῆς φύσεως κόσμῳ τῶν τριχῶν (ὃς ἀντὶ περιβολαίου δέδοται ταῖς γυναιξὶν) οὐκ ἐπέμενον, ἀλλὰ, ἐμπλοκίοις τισὶ τὰς τρίχας συγκαταπλέκουσαι, φορτικῶς ἑαυτὰς ἐκαλλώπιζον, καὶ τοῦ κατὰ φύσιν κόσμου ἀπεστερήθησαν, καὶ ἐγένοντο ἀωρότατον θέαμα ἐν τῇ ἀποβολῇ τῶν τριχῶν, ὃς οἰκεῖος καὶ συγγενὴς κόσμος παρ’ αὐτῆς τῆς φύσεως ταῖς γυναιξὶ περιβέβληται. Εἰ γὰρ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, πόσῳ δήπου αἴσχιον φαλάκρωμα ἔχειν; (ἐπὶ συμφέροντι τὴν δυσμορφίαν ἐπάγον ταῖς κακῶς τὴν ὥραν διαθεμέναις). Ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ τοῦτο ἐπὶ συμφέροντι τῶν ὡραϊζομένων οἰκονομῶν ὁ Κύριος τὴν μεταβολὴν ταύτην γενέσθαι προστάσσει. Διότι ἡ μὲν πορφυρὶς ἁβρότητος καὶ ἀλαζονείας ἐστὶν ἀφορμή· ὁ δὲ σάκκος συντριμμοῦ καὶ ταπεινώσεώς ἐστιν ἐφόδιον.
Καὶ ὁ μὲν τὴν ἁλουργίδα περικείμενος, πεσεῖν εἰς γῆν καὶ προσκυνεῖν τὸν Θεὸν κατοκνεῖ, φειδοῖ τοῦ κόσμου, μὴ τῆς ἐσθῆτος τὸ ἄνθος διαλυμήνηται· ὁ δὲ τὸν σάκκον περικείμενος, πάντα τόπον ἐπιτήδειον ἑαυτῷ εἰς προσκύνησιν τίθεται. Καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἠγάπησας, μαχαίρᾳ πεσεῖται. Τοῖς ἐν ἤθεσι μοχθηροῖς μέλλουσιν ἀνατρέφεσθαι, λυσιτελέστερον πολλῷ προαπελθεῖν τῆς ἀκμῆς, ἢ ἐπὶ πλέον τῆς πονηρᾶς τῶν γονέων ἀγωγῆς ἀναπίμπλασθαι. Υἱὸν οὖν ἔσχες, ἤτοι τῷ σώματι κάλλιστον, ἢ τοῖς μητρικοῖς ὀφθαλμοῖς τοιοῦτον φαινόμενον. Οὗτος ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τῷ ἄνθει τῆς ἡλικίας τεθνήξεται. Καὶ ἡ ἐπίτασις τοῦ κακοῦ, οὐ τὸν αὐτόματον, οὐδὲ τὸν ἐκ τῆς φύσεως θάνατον, ἀλλὰ βιαίως ἐκ πολεμίας χειρὸς, τραυματίας μαχαίρᾳ. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Καὶ ταῦτα παθοῦσα, οὐδὲ τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν ἕξει· παραμυθία γὰρ ἐν κακοῖς τὸ ἐπαμῦναι τοῖς ἀνῃρημένοις καὶ τοῖς ἴσοις ἀντιπεριβάλλειν τοὺς λελυπηκότας. Σοὶ δὲ οὐδὲ τοῦτο ὑπάρξει·
PG 30:333οἱ γὰρ ἐν ἡλικίᾳ πάντες τελευτήσουσιν ἐν πολέμῳ, ὥστε τὴν ἄχρηστον ἡλικίαν περιλειφθῆναι, ἣ διὰ τὸ ἀβοήθητος εἶναι, εὔκολός ἐστι πάντα παθεῖν, ἅπερ ἂν δοκῇ τοῖς πολεμίοις. Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόςμου ὑμῶν. Χρυσίου καὶ ἀργυρίου θῆκαι καὶ ἐσθῆτος πολυτελοῦς καὶ λίθων βαρυτίμων, ἕως μὲν ἂν ἔχῃ τὰ κειμήλια, πολλῆς ἀξιοῦται σπουδῆς καὶ ἐπιμελείας, ἐν οἴκοις ὀχυροῖς ἀποκείμενα, ἐπὶ ὑψηλῶν τόπων, καὶ μοχλοὶ καὶ κλεῖς καὶ σφραγῖδες καὶ φύλακες καὶ πάντα τὰ πρὸς ἀσφάλειαν καὶ φυλακὴν ἐπινοούμενα· ἐπειδὰν δὲ κενὰ τῶν κειμηλίων ἀποδειχθῇ, ἠμελημένα καὶ παραῤῥιπτούμενα παρορᾶται. Ταῦτα καὶ ἡμᾶς ὠφελείτω, ὅτι ψυχαὶ, αἱ δεξάμεναι τοῦ θείου λόγου τὴν δωρεὰν, ἀποθῆκαι γεγόνασι τῶν τιμίων, τοῦ ἐν τοῖς θείοις θησαυροῖς ἀποκεῖσθαι ἄξιαι· ἐπειδὰν δὲ κεναὶ τῶν θείων κόσμων ἀποδειχθῶσι, ταπεινωθήσονται ἀποῤῥιφεῖσαι, ἀχρηστίαν καταγνωσθεῖσαι. Διὰ τοῦτο Ἠχρειώθη (φησὶν) Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία. Ἵνα οὖν μένωμεν ἐν ταῖς βασιλικαῖς ἀποθήκαις, μὴ προδῶμεν τοῖς κλέπταις τὸν πολυτίμητον μαργαρίτην, ὃν ἐπιστεύθημεν.

Chapter 4ΚΕΦΑΛΑΙΟΝ δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ δ Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ’ ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἀφ’ ἡμῶν. Ὡς πρὸς τὸ ῥητὸν, δοκεῖ ὀλιγότητα ἀνδρῶν ἐκ πολέμων, ἢ νόσων ἐπιγενομένων τῷ λαῷ κατ’ ὀργὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνειν· ὥστε ὑπὲρ τοῦ μὴ ἄγονον εἶναι μηδὲ στεῖραν (ἅπερ ἐν κατάρᾳ τοῖς πάλαι λελόγισται) ἀπερυθριᾷν τὰς γυναῖκας καὶ ἑνὸς ἀνδρὸς πλείους ἐπιλαμβάνεσθαι· καὶ τὸν ἐπὶ τῇ προστασίᾳ πλειόνων γυναικῶν ἀγῶνα αὐτοῦ παραμυθουμένας, λέγειν· Τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Ἀφεὶς οὖν τὴν ἐπὶ τῷ πορισμῷ ἀναγκαίαν μέριμναν, τὸ ὄνομά σου χρῆσον ἡμῖν εἰς τὸ διαφυγεῖν ἡμᾶς τὸν ἐπὶ τῇ ἐρημίᾳ ὀνειδισμόν. Τὸ μὲν κατὰ λέξιν, τοῦτο. Ἡ δὲ ὑπόνοια καὶ ἐπὶ μειζόνων ἔρευναν προκαλεῖται ἡμῶν τὸν νοῦν. Ὡς οὖν ἐν τόπῳ δυσθεωρήτῳ καὶ πολὺ τὸ ἐπεςκιασμένον ἐκ τῆς ἀσαφείας ἔχοντι, τοιαύτη τις ἡμῖν περὶ τῶν ἑπτὰ γυναικῶν ἔννοια ὑποπίπτει, ὅτι πολλαχοῦ καὶ ὁ βίος οὗτος καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται.
PG 30:335Ὁ μὲν περὶ τὰ ἐν γενέσει πράγματα χρόνος, διότι ἀπὸ ἑπτὰ ἡμερῶν ἀνακυκλουμένων πληροῦται· ὅθεν καὶ ὁ μετὰ τὴν κατάστασιν ταύτην αἰὼν, ὀγδόη εἴρηται ἐν τῇ Γραφῇ· καὶ ψαλμοὶ ὑπὲρ τῆς ὀγδόης ἀντὶ τοῦ, ὑπὲρ τοῦ μετὰ τὸν χρόνον τοῦτον, αἰῶνος. Πολλαχοῦ δὲ καὶ οἱ ἐν τῷ φανερῷ Ἰουδαῖοι καὶ ἡ κατὰ αὐτοὺς πολιτεία ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται. Δὸς μερίδα (φησὶ) τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὡς καὶ τῆς παλαιᾶς Διαθήκης ὀφειλούσης λαβεῖν τινα μαρτυρίαν ἀπὸ τοῦ Θεοῦ ἥκειν καὶ τῆς Καινῆς καὶ εἰς μίαν ἀλλήλαις ἐλθεῖν συμφωνίαν. Αἱ οὖν ἑπτὰ γυναῖκες, ἡ Διαθήκη ἡ παλαιά· ἐπιλήψεται ἀνθρώπου ἑνὸς (τοῦ Κυρίου, ὃς οὐχὶ εἷς τῶν πολλῶν ἐστιν, ἀλλ’ εἷς ἐστι)· λέγουσαι, ὅτι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, τουτέστι μενοῦμεν ἐπὶ τοῦ ἡμετέρου μέτρου τῆς ὑποστάσεως. Σκιὰ γὰρ ἐσόμεθα τῶν μελλόντων καὶ εἰκόνες τῶν ἐπουρανίων. Μόνον τὸ τοῦ Χριστοῦ ὄνομα κεκλήσθω τῇ Παλαιᾷ, ἵνα ὁ ὀνειδισμὸς τῆς ἀχρηστίας ἀφαιρεθῇ.
Δύναται δὲ καὶ ἡ συναγωγὴ Ἰσραὴλ (ἀποθανόντος τοῦ νόμου, ἐν ᾧ κατείχετο) ἐλευθέρα γενομένη, πρὸς τὸ ᾧ θέλει γαμηθεῖσα, μὴ χρηματίζειν μοιχαλὶς, τῷ νυμφίῳ Λόγῳ προσελθοῦσα καὶ οἱονεὶ ἐρωτικῶς ἀντεχομένη αὐτοῦ, λέγειν· Τὸ ὄνομά σου κεκλήσθω ἐφ’ ἡμᾶς. Εἴρηται δέ τισιν, ὅτι αἱ ἑπτὰ γυναῖκες ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος Προφήτης καταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξανθήσειν μέλλοντα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· ἅπερ διὰ τὸ πάντας ἐκκλῖναι καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν Κύριον ἀνθρώπου λαβόμενα, ποιεῖ τὰ ἀναγεγραμμένα. Ἀργεῖ γὰρ τὸ πνεῦμα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· καὶ οἱονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ’ οἱονεὶ χηρεύειν αὐτὰς ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. Τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ’ ἐναπομεῖναι τῇ ἐρημία, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι.
PG 30:337Ὁ δὲ ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων, ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ’ αὐτῶν. Καὶ ἐπειδὴ καὶ παρὰ τοῖς ἀγνοοῦσι τὸν Θεὸν δοκοῦσιν ἐπιτηδεύεσθαι γνῶσις καὶ σύνεσις καὶ βουλὴ καὶ ἰσχὺς καὶ σοφία, καὶ εὐσέβεια, ἀξιοῦσι τὸ Χριστοῦ ὄνομα ἐπικεκλῆσθαι αὐταῖς. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Κύριος ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Συνᾴδει ταῦτα τοῖς προαποδεδομένοις. Οὗ γὰρ ἐπελάβοντο αἱ ἑπτὰ γυναῖκες ὡς ἀνδρὸς, οὗτος ὡς Κύριος ἐπιλάμψει. Ἐπειδὴ γὰρ ἀντεποιήθησαν τοῦ τὸ ὄνομα αὐτοῦ κεκλῆσθαι ἐπ’ αὐταῖς, ἀποδεχόμενος αὐτῶν τὴν προθυμίαν ὁ Θεὸς, Ἐπιλάμψει αὐταῖς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τουτέστι κεκριμένως καὶ βεβουλευμένως τὸ ἐκ τῆς κρίσεως ἀγαθὸν χαριζόμενος, καὶ οὐκ ἀβουλεύτως οὐδὲ ἐκκεχυμένως. Ἡμέρα δὲ αὕτη ἐστὶν, ἐν ᾗ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης· αὕτη ἣν αὐτὸς ποιεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν, ὁ διδάσκων περὶ ἑαυτοῦ, ὅτι ἕως ἐστὶν ἐν τῷ κόσμῳ, φῶς ἐστι τοῦ κόσμου. Διὸ καὶ παρῄνει, ἐργάζεσθαι ἕως ἡμέρα ἐστί.
Σημειωτέον δὲ, ὅτι κατ’ ἄλλην καὶ ἄλλην ἐπίνοιαν καὶ ἡμέρα λέγεται ὁ παρὼν βίος, καὶ νὺξ ἡ τῆς κρίσεως ἡμέρα. Καὶ πάλιν, νὺξ μὲν ἡ παροῦσα κατάστασις, ἡμέρα δὲ ὁ προςδοκώμενος αἰών. Τὸ μὲν γὰρ Ἐργάζεσθε ἕως ἡμέρα ἐστί, σαφῶς εἰς τὸν βίον τοῦτον φέρει τὸν πεφωτισμένον τῇ Χριστοῦ ἐπιγνώσει, τὸ δὲ Ἔρχεται νὺξ, περὶ τοῦ μέλλοντος αἰῶνος εἴρηται, διὰ τὸ σκυθρωπὸν καὶ ἐπίπονον τῶν ἐν ἁμαρτίαις εὑρισκομένων τῆς προσηγορίας ταύτης ἀξιουμένου. Καθ’ ὃ καὶ ὁ Προφήτης πρὸς τοὺς ἐν ἔργοις μὲν πονηροῖς ὄντας, ἐπείγοντας δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως· Ἵνα τί ὑμῖν (φησὶν) ἡ ἡμέρα Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ἔμπαλιν δὲ καὶ ὁ Ἀπόστολος νύκτα μὲν λέγει τὸν βίον τοῦτον, καὶ διὰ τὴν ἐν αὐτῷ σύγχυσιν καὶ τὴν ἐκ τῆς σαρκὸς καὶ τῶν βιωτικῶν φροντίδων ἐγγινομένην τῷ νῷ, ὡς τὰ πολλὰ, ἐπισκότησιν· ἡμέραν δὲ τὸν χρόνον τῆς ἀναστάσεως, ἐν τῷ λέγειν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καθ’ ὁποτέραν οὖν ἐὰν βουληθῇς ἐκδοχὴν, Ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς.
Ἐπεὶ οὖν μετὰ βουλῆς ἐπιλάμπει, ἑαυτοὺς ἀξίους ποιήσωμεν πρὸς τὸ χωρῆσαι τὸν φωτισμὸν αὐτοῦ, ὥστε τὸν κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ἐπιτηδειότητος τὴν ἔλλαμψιν χαριζόμενον, ἐν μείζονι τῇ κατὰ τὴν ψυχὴν ἡμῶν προθυμίᾳ, μείζονα καὶ τελειότερα καὶ τὰ παρ’ αὐτοῦ παρασχεῖν. Καὶ ὑψώσει τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, τουτέστιν ἐπάνω ποιήσει τῶν ὑλικῶν καὶ τῇ θεωρίᾳ προσάξει τῶν ἀσωμάτων τὸ κατ’ ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραήλ. Εἰ δὲ καὶ τὴν δόξαν, ἣν δοξασθήσονται οἱ Ἅγιοι, κατὰ τὸ ἀρέσκον τῇ Γραφῇ ποθεῖς μαθεῖν, νόησόν μοι τὴν περὶ τὸ ἡγεμονικὸν τῶν τὰ μεγάλα καὶ θεῖα θεωρούντων ἱεροπρεπῆ κατάστασιν, ὁποία ἦν περὶ Μωϋσέα, ὅτε κατηξιώθη ἐν θεωρίᾳ τοῦ Θεοῦ γενέσθαι. Ἐπεὶ οὖν ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης, πρὸς δύο ταῦτα δύο ἐπήγαγε· τὸ ὑψῶσαι καὶ δοξάσαι· ὡς νοεῖσθαι βουλῆς μὲν ἔργον τὴν ὕψωσιν, δόξης δὲ τὸ δοξάσαι. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, Ἅγιοι κληθήσονται, πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ.
PG 30:339Τὸ κατ’ ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραὴλ, Ἅγιοι κληθήσονται καὶ ἐγγραφήσονται εἰς ζωὴν ἐν Ἱερουσαλὴμ οἱ φωτισθέντες τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ καὶ ὑψωθέντες τῇ δόξῃ αὐτοῦ. Οὗτοι Ἅγιοι κληθήσονται, οὓς καὶ κατέλιπεν ἑαυτῷ ὁ Θεὸς, κατὰ μίμησιν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ. Διὰ τί δὲ τοὺς μὲν ἐν Σιὼν, τοὺς δὲ ἐν Ἱερουσαλήμ; Ὅτι καὶ τῶν σωζομένων ἐστὶ διαφορὰ, ἑκάστου ἐν τῷ ἰδίῳ τάγματι τῆς ἀπολαύσεως τῶν παρὰ Θεοῦ ἀγαθῶν μεθέξοντος. Ἐπειδὴ δὲ ὀλίγοι οἱ σωζόμενοι, οὐ πληθυντικῶς, ἀλλ’ ἑνικῶς ὁ λόγος ἐξέδωκεν. Οὐ γὰρ εἶπεν οἱ καταλειφθέντες, ἀλλὰ Τὸ καταλειφθέν. Ἔοικε δὲ τὸ μὲν ὑπολειφθὲν ἐν Σιὼν, τὸ ὑποδεέστερον εἶναι τάγμα, οἱονεὶ ἐναφεθὲν ὑπὸ τῶν ἐπειγομένων εἰς τὸ ἔμπροσθεν· τὸ δὲ τελειότερον, διὰ τὴν τῶν ἔργων ἀξίαν, τῆς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ καθιδρύσεως ἠξιῶσθαι. Ὑποβάλλει δὲ ἡμῖν καὶ ἡ ἱστορία τῶν ταγμάτων τὸ διάφορον ἐκ τοῦ τὴν μὲν Σιὼν τὴν ἀρχαίαν εἶναι πόλιν καὶ ὑποδεεστέραν· τὴν δὲ Ἱερουσαλὴμ, τὴν βασιλεύουσαν, ἐν ᾗ τὸ ἁγίαςμα. Πάντες μέντοι οὗτοι γραφήσονται εἰς ζωὴν ἐν Ἱερουσαλήμ· καὶ μακάριος ὁ τῆς ἐν Ἱερουσαλὴμ καταγραφῆς ἀξιούμενος.
Ἐν ἐκείνῃ γὰρ ἔοικεν εἶναι τῇ Ἱερουσαλὴμ ἡ βίβλος τῶν ζώντων, ἐν ᾗ γράφονται οἱ μαθηταὶ τοῦ Χριστοῦ· Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμένα ἐστὶν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ δὲ πρόσκειται τῷ Οἱ γραφέντες ἐν Ἱερουσαλὴμ, τὸ Εἰς ζωὴν, ἐπιστῆσαι ἀναγκαῖον, μήποτέ εἰσί τινες οἱ γραφόμενοι μὲν, οὐκ εἰς ζωνὴν δὲ, κατὰ τὸν Ἱερεμίαν, λέγοντα· Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὥστε κατὰ τοῦτο δύο τινὰς καταγραφὰς νοεῖσθαι· τῶν μὲν εἰς ζωὴν, τῶν δὲ εἰς ἀπώλειαν· καὶ εἶναι πολλάκις καὶ μεταβολὴν τῆς Γραφῆς, ὅταν καὶ ἡμεῖς εἰς κακίαν ἀπὸ ἀρετῆς μεταπέσωμεν. Τὸ γὰρ Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, καὶ τὸ Ἐξάλειψον κἀμὲ ἀπὸ τῆς βίβλου σου, ὡς ἤδη τῆς ἐν τῇ βίβλῳ τοῦ Θεοῦ καταγραφῆς ἠξιωμένων λέγεται. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Τρανῶς τὰ αὐτὰ τῷ Ἰωάννῃ ὁ λόγος προαγορεύει, περὶ τοῦ Κυρίου λέγοντι, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· περὶ δὲ ἑαυτοῦ, ὅτι Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, εἰς μετάνοιαν.
PG 30:341Ἐπεὶ γοῦν ἀμφότερα συνῆψεν ὁ Κύριος, τό τε ἐξ ὕδατος εἰς μετάνοιαν καὶ τὸ ἐκ Πνεύματος εἰς ἀναγέννησιν, καὶ ὁ λόγος αἰνίσσεται ἀμφότερα τὰ βαπτίσματα ... μήποτε τρεῖς εἰσιν αἱ ἐπίνοιαι τοῦ βαπτίσματος, ὅ τε τοῦ ῥύπου καθαρισμὸς, καὶ ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις, καὶ ἡ ἐν τῷ πυρὶ τῆς κρίσεως βάσανος· ὥστε τὸ μὲν ἐκπλύνειν πρὸς τὴν ὧδε ἀπόθεσιν τῆς ἁμαρτίας λαμβάνεσθαι, τὸ δὲ πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι διὰ τοῦ πυρὸς δοκιμασίαν. Δέονται δὲ αἱ μὲν κατ’ ἄγνοιαν ἁμαρτίαι, οἱονεὶ ῥύπος τις οὖσαι, τὴν ἐπιφάνειαν τῆς ψυχῆς ἀφανίζουσαι καὶ τῷ φυσικῷ κάλλει αὐτῆς λυμαινόμεναι, τοῦ ἐκ τῆς πλύσεως καθαρισμοῦ· αἱ δὲ πρὸς θάνατον ἁμαρτίαι τῶν ἑκουσίως ἐξαμαρτανόντων, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν, αἷμα προσαγορεύονται, δεόμεναι τῆς ἐν τῷ καύματι κρίσεως. Ἐπεὶ οὖν ὁ ἐξομολογούμενος καὶ πλυθῆναι ἀξιοῖ καὶ καθαρισθῆναι, καὶ τὴν μὲν ἀνομίαν πλύσεώς φησι δεῖσθαι, τὴν δὲ ἁμαρτίαν καθαρισμοῦ, λέγων· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Οἱ μὲν πάντη ἀνήκοοι τῶν θείων Μαθημάτων, πρὶν μαθεῖν τὸν λόγον ἡμαρτηκότες, οἱονεὶ ἐῤῥυπωμένοι, τοῦ ἀπὸ τοῦ ὕδατος δέονται καθαρισμοῦ· οἱ δὲ μετὰ τὸ λαβεῖν τὴν ζωὴν ἐπιβουλεύοντες ἑαυτοῖς, αἵματι ὄντες ἔνοχοι, τοῦ ἐκ τοῦ πυρὸς δέονται καθαρισμοῦ. Ἔστι δὲ καὶ ἁπλούστερον ἐκλαβεῖν· ὅτι τὰ μὲν ἐπιπόλαια τῶν ἁμαρτημάτων ῥύπῳ τινὶ ἔοικε· τὰ δὲ διὰ βάθους, ἐκ διαθέσεως τῆς πρὸς τὸ κακὸν τῶν πλημμελούντων ἁμαρτανόμενα, αἵματι παρεικάζεται· διὸ καὶ ἐκ μέσου τῶν ἡμαρτηκότων διὰ τῆς τοῦ πνεύματος καύσεως ἐκκαθαρίζεσθαι τὸ αἷμα λέγεται. Καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Μετὰ τὴν ὑπὸ τοῦ λουτροῦ κάθαρσιν καὶ τὴν ἐκ μετανοίας ἀποκάθαρσιν, ἥξει καιρὸς ὅτε πᾶς τόπος οἰκειωθήσεται τῷ ὄρει Σιών, τουτέστιν ὑψηλὸς καὶ τῶν οὐρανίων εἶναι σκοπευτικὸς καταξιωθήσεται.
PG 30:343Μετὰ τὸ ἐπιλαβέσθαι ἀνδρὸς τὰς ἑπτὰ γυναῖκας, καὶ ἐπιλάμψαι Κύριον μετὰ δόξης ἐν βουλῇ, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, ὅτε καὶ Ἅγιοι ἐκλήθησαν, διὰ τὸ ἐκπλυθῆναι τὸν ῥύπον τῶν θυγατέρων Σιὼν καὶ ἐκκαθαρισθῆναι τὸ αἷμα αὐτῶν ἐκ μέσου, τότε σκιάσει τὰ περὶ κύκλῳ τῆς Ἱερουσαλὴμ νεφέλη ἡμέρας, ὥστε παρασχεῖν σκιὰν ἀπὸ καύματος καὶ σκέπην ἀπὸ σκληρότητος καὶ ὑετοῦ· τὴν δὲ νύκτα ὑπὸ φωτὸς κατέχεσθαι καιομένου, καὶ εἶναι τὴν δόξαν οἱονεὶ καπνόν τινα τὰ πάντα ἐπιλαμβάνουσαν. Λογιζόμεθα δὲ ταῦτα ἐπαγγέλλεσθαι τοῖς ἀξίοις τῆς ἀναπαύσεως. Διότι, πολλῶν μονῶν οὐσῶν ἐν τῇ οἰκίᾳ τοῦ Πατρὸς καὶ διαφόρου κληροδοσίας ἀποκειμένης ἐν τῇ γῇ τῆς κληρονομίας, ἣν κληρονομήσουσιν οἱ πραεῖς, δῆλον ὅτι τινὲς μὲν ἐν τῇ φαιδρότητι τῆς τοῦ Θεοῦ ἐπιφανείας, τινὲς δὲ ὑπὸ τὴν σκέπην τῶν οὐρανίων δυνάμεων ἀναπαύσονται, καὶ ἄλλοι ἐν τῇ δόξῃ, τῇ ἀπὸ τοῦ φωτὸς, ὡς ἀπὸ καπνοῦ, καλυφθήσονται. Τάχα δὲ αὐτῇ μὲν τῇ Σιὼν ἐπιλάμψει τὸ φῶς·
τὰ δὲ περὶ κύκλῳ αὐτῆς ἐπιλάμψει νεφέλη ἡμέρας, ἥτις οὐκ ἄλλοθεν ἔχει τὴν γένεσιν, ἢ ἀπ’ αὐτοῦ τοῦ φωτός, ὥσπερ καπνὸς ἀπὸ πυρὸς, οὕτως αὕτη ἀπὸ τοῦ φωτὸς τὴν σύστασιν ἔχουσα, ὑφ’ ἣν οἱ διαιτώμενοι μεγάλης τῆς δόξης ἀπολαύσουσιν, ὡς ὑπ’ αὐτῆς τῆς νεφέλης καταλαμπόμενοι, ἐν καύματι μὲν ὑπερηπλωμένης τῶν κεφαλῶν αὐτῶν, καὶ ἡδεῖαν ἐκ τοῦ ἐπισκιασμοῦ παρεχομένης ἀναπνοήν· ὄμβρων δὲ σκληρῶν καταῤῥηγνυμένων, τὴν τῶν στεγανῶν σκεπασμάτων χρείαν ἀναπληρούσης, καὶ τοὺς διαλαθεῖν δεομένους ἱκανῶς περισκεπούσης, καὶ τῇ πυκνότητι τῇ παρ’ ἑαυτῆς διειργούσης τὰς ὄψεις. Ὁποία τις ἦν κατὰ τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡ φωτεινὴ νεφέλη τοὺς μαθητὰς περιστείλασα. Ἐπειδὴ δὲ ἡ στάσις καὶ οἷον ἡ σύμπηξις τῆς νεφέλης νηνεμίας ἐστὶ σημεῖον, τὸ ἀτάραχον τῆς τότε καταστάσεως διὰ τῆς κατὰ τὴν νεφέλην σκέπης ἐνδείκνυται. Ἔτι ὑπὲρ τοῦ τρανότερον ἰδεῖν, τί ἐστι τὸ Ἐν ἀποκρύφῳ σκέπης γενέσθαι, τοιούτῳ τινὶ παραδείγματι προσαγόμεθα. Ἔστω τις ζητούμενος μὲν ὑπὸ τῶν πολεμίων, ὑπὸ δὲ τῶν οἰκείων ἔν τινι οἰκίσκῳ δυσευρέτῳ φρουρούμενος.
Τοιοῦτον οὖν τι νοητέον γίνεσθαι περὶ τὸν Ἅγιον, ὑπὸ τῆς θείας ἐκείνης νεφέλης σκεπαζούσης αὐτὸν, πρὸς τὸ μὴ εὐεπιχείρητον εἶναι τοῖς πολεμίοις. Τοσαῦτα εἰς τὸ σαφέστερον νοηθῆναι τοῖς κύκλῳ Σιὼν τὴν γινομένην βοήθειαν, εἰς τὸ ἡμέρας μὲν σκιάζειν αὐτοὺς τὴν νεφέλην, ἵνα ῥυσθῶσιν ἀπὸ καύματος, νυκτὸς δὲ φῶς πυρὸς αὐτοῖς καίεσθαι, φωτίζον αὐτούς, ἀμφοτέροις δὲ τοῖς καιροῖς τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν ὑπάρχειν αὐτοῖς.

Chapter 5ΚΕΦΑΛΑΙΟΝ ε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 30:345ΚΕΦΑΛΑΙΟΝ ε Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Τὰ ᾄσματα πάντα φαιδροτέραν δοκεῖ περιέχειν πραγμάτων κατάστασιν. Ἡ ἐν τῇ Ἐξόδῳ ᾠδὴ ᾆσμά ἐστιν ἐπινίκιον· Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸ Ἆσμα τῶν ᾀσμάτων ἐπιθαλάμιός ἐστιν ᾠδὴ, δραματικῶς πεπλεγμένη. Ἐνταῦθα δὲ ἀπειλὴν ὁ λόγος ἔχει τὴν κατὰ τοῦ ἀμπελῶνος κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ἐπαγομένην. Μήποτε δὲ καὶ αὐτὰ τὰ φοβερὰ, τῷ πρὸς τέλος χρηστὸν ἀναφέρεσθαι, πρεπόντως ἐγκατετάχθη τοῖς ᾄσμασι; Πρόσωπον δὲ τὸ ἀπαγγέλλον τὴν ᾠδήν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ᾄδει τὸ ᾆσμα τῷ ἠγαπημένῳ ἀμπελῶνι. Ἔστι δὲ τὸ ᾆσμα τοῦτο Ἀγαπητοῦ.
Τίς δὲ ὁ φύσει Ἀγαπητὸς, ἢ ὁ Μονογενὴς, τὸ αὐτοάγαθον, οὗ πάντα ἐφίεται, οὗ ἡ ἀγάπησις φυσικῶς καὶ ἀῤῥήτως ταῖς πάντων τῶν λογικῶν διανοίαις ἐνέστακται; Ἐπεὶ οὖν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὁ Παράκλητος ἐκ τοῦ Μονογενοῦς λαμβάνει πάντα, καὶ ἀναγγέλλει ἡμῖν, καὶ τὴν ᾠδὴν τοῦ Ἀγαπητοῦ φησιν εἶναι, ὡς παρ’ αὐτοῦ λαβών. Ἡ δὲ αὐτὴ ᾠδὴ μετανοοῦντι μὲν τῷ ποτε ἠγαπημένῳ ἀμπελῶνι ἆσμά ἐστιν· ἐπιμένοντι δὲ τῇ ἁμαρτίᾳ θρῆνος γίνεται καὶ οὐαὶ, καθάπερ ἐν τῷ Ἰεζεκιὴλ μεμαθήκαμεν, ἐπὶ τοῦ αὐτοῦ βιβλίου μέλος καὶ θρῆνον γεγραμμένον καὶ οὐαί. Καὶ ὁ τοῦ Κυρίου λόγος εἰς ζωὴν αἰώνιον καὶ ἀπόλαυσιν οὐρανίων ἀγαθῶν προκαλούμενος, μέλος ἦν πρὸς εὔρυθμον καὶ ἐμμελῆ κίνησιν καὶ τὴν κατ’ ἀρετὴν ἐνέργειαν τὰς ψυχὰς διεγείρων. Τὸ δὲ Ἰωάννου κήρυγμα, εἰς μετάνοιαν τοὺς ἀπειθεῖς ἐπιστρέφον, θρῆνος ἦν, λύπην εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζόμενος. Εὑρίσκοντο δὲ οἱ Ἰουδαῖοι, διὰ τὴν πώρωσιν τῆς καρδίας, μήτε τοῖς χρηστοῖς προτρεπόμενοι εἰς ζωὴν, μήτε ὑπὸ τῶν στυγνοτέρων ἐναγόμενοι εἰς μετάνοιαν.
PG 30:347Οὕτω δὴ καὶ τὸ ἐν χερσὶν ᾆσμα καὶ ἔπαινον ἔχει τῆς ἀρχαίας εὐγενείας καὶ τῆς περὶ αὐτῶν τοῦ Θεοῦ ἐπιμελείας καὶ ἔλεγχον τῆς παρούσης κακίας, καὶ ἀπειλὴν τῶν ἐπαχθησομένων δεινῶν. Καὶ ὅμως τὸν ἀπειθῆ λαὸν οὔτε ἐκεῖνα πρὸς τὴν οἰκείαν ἀξίαν ἀνακαλεῖται, οὔτε ταῦτα συστεῖλαι καὶ σωφρονέστερον ποιῆσαι δύναται. Ἄρχεται δὲ τῶν ἐγκωμίων τῆς παλαιᾶς εὐγενείας. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ἀμπελῶνα λέγει τὸν λαὸν τοῦ Ἰσραήλ. Ἄμπελον γὰρ (φησὶ) ἐξ Αἰγύπτου μετῆρας. Καὶ ἐν τῷ Ἱερεμίᾳ διὰ τῆς αὐτῆς εἰκόνος ὀνειδίζεται ὁ λαός· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἐν κέρατι, ἐν τόπῳ πίονι. Περὶ τῆς γῆς λέγει τῆς κατασχεθείσης ὑπὸ τοῦ Ἰσραὴλ, κατ’ ἐπαγγελίαν Θεοῦ τοῖς πατράσιν αὐτῶν δεδομένης. Ἐν κέρατι, ἐν τόπῳ πίονι. Μέγα ἐγκώμιον ἐν βραχεῖ. Τὸ κέρας ὑψηλότερόν ἐστι τοῦ παντὸς σώματος καὶ στεῤῥότερον, ὁμοῦ μὲν κόσμον παρέχον τῇ κεφαλῇ, ὁμοῦ δὲ καὶ ὅπλον ὑπάρχον ἀμυντήριον. Ἀλλὰ ξηρόν ἐστι καὶ ἄνικμον.
Διὰ τοῦτο καὶ τὰ γεννώμενα ὑπὸ τῶν κερασφόρων ζώων, οὐκ ἐπὶ τὸ κέρας ὁρμᾶ τῆς μητρὸς, ἀλλὰ τὴν θηλὴν ἀδιδάκτως ἐπιζητεῖ, τὸν ὑγρὸν τόπον καὶ πίονα. Δεικνὺς οὖν ὁ λόγος, ὅτι ἡ χώρα τῶν Ἰουδαίων πρὸς ἀμφότερά ἐστιν αὐτάρκης, καὶ φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων καὶ διαθρέψαι τοὺς ἐνοικοῦντας, ἀμφότερα συνῆψεν· Ἐν κέρατι, ἐν τόπῳ πίονι· τουτέστιν ἐν στεῤῥᾷ καὶ τροφίμῃ. Ἅπτονται δὲ ἤδη τινὲς καὶ βαθυτέρου λόγου ἐν τῇ ἐξηγήσει τοῦ ῥητοῦ τούτου. Ὅτι ὥσπερ ἡ κεφαλὴ τῶν κερασφόρων ζώων πρώτη προκύπτει κατὰ τὴν γένησιν, τελευταία δὲ πληροῦται καὶ ὀψέ ποτε τὸν ἴδιον κόσμον ἀπολαμβάνει κατὰ τὴν ἔκφυσιν τῶν κεράτων, οὕτω καὶ ὁ Ἰσραὴλ πρῶτος πάντων τῶν ἐθνῶν εἰς οἰκείωσιν Θεοῦ κληθεὶς (Ἐγενήθη γὰρ (φησὶ) λαὸς Κυρίου, μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ) μετὰ πάντας μέλλει τῆς τελειώσεως ἀξιοῦσθαι· ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Λόγος δέ τίς ἐστι καὶ τοιόσδε κατὰ τὴν ἄγραφον μνήμην ἐν τῇ Ἐκκλησίᾳ διασωζόμενος, ὡς ἄρα πρῶτον ἡ Ἰουδαία ἔσχεν οἰκήτορα τὸν Ἀδὰμ, μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου ἐν ταύτῃ καθιδρυθέντα, εἰς παραμυθίαν ὧν ἐστερήθη.
Πρώτη οὖν καὶ νεκρὸν ἐδέξατο ἄνθρωπον, ἐκεῖ τοῦ Ἀδὰμ τὴν καταδίκην πληρώσαντος. Καινὸν οὖν ἐδόκει εἶναι τοῖς τότε θέαμα, ὀστέον κεφαλῆς, τῆς σαρκὸς περιῤῥυείσης, καὶ ἀποθέμενοι τὸ κρανίον ἐν τῷ τόπῳ, κρανίου τόπον ὠνόμασαν. Εἰκὸς δὲ μηδὲ τοῦ Νῶε τοῦ ἀρχηγοῦ πάντων ἀνθρώπων ἀγνοῆσαι τὸν τάφον, ὡς μετὰ τὸν κατακλυσμὸν ἀπ’ αὐτοῦ διαδοθῆναι τὴν φήμην. Διόπερ ὁ Κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπείου θανάτου ἐρευνήσας, εἰς τὸν λεγόμενον κρανίου τόπον τὸ Πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ἡ ζωὴ τῆς βασιλείας ἄρξηται· καὶ ὥσπερ ἴσχυσεν ἐν τῷ Ἀδὰμ ὁ θάνατος, οὕτως ἀσθενήσῃ ἐν τῷ θανάτῳ Χριστοῦ. Διὰ τοῦτο καὶ Ἐν κέρατι, ὡς κατὰ τοῦ ἐχθροῦ ἀμυντήριον ἔχοντι τὸν σταυρὸν τοῦ Χριστοῦ· καὶ Πίονι, ὡς μετὰ τὸν παράδεισον τῶν κατὰ πάσης τῆς ὑφ’ ἡλίῳ τῶν πρωτείων ἠξιωμένῳ. Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήχ· καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῇ. Οὐ πάνυ τι ἡ ἀκολουθία τῆς λέξεως τῇ φύσει τῶν πραγμάτων ἕπεται. Πρότερον γάρ ἐστι τὸ φυτεῦσαι τοῦ χαρακῶσαι·
PG 30:349εἴπερ οἱ χάρακές εἰσι βοήθεια τῇ ἀμπέλῳ πρὸς τὸ ἀνέχειν ἀπὸ τῆς γῆς τοὺς καρπούς. Ἢ μήποτε ὁ προνοητικὸς γεωργὸς παρὰ τὴν πρώτην κατασκευὴν πάντα προευτρεπίσας, ὕστερον ἄρχεται τῆς φυτείας; Διὰ τοῦτο πρῶτον περιφράσσει, εἶτα χαρακοῖ, εἶτα φυτεύει ἄμπελον, οὐ τὴν τυχοῦσαν, ἀλλὰ σωρὴχ, ὅπερ Σύμμαχος ἐποίησεν ἐκλεκτήν. Τίς οὖν ὁ φραγμὸς, ἢ δηλονότι αἱ ἐντολαί, ἃς πρὸ τοῦ ἀγαγεῖν εἰς τὴν γῆς τῆς κατασχέσεως ἔδωκε τῷ λαῷ; Εἶτα δύναμις αὐτοῖς ἐδόθη παρὰ Θεοῦ κρατεῖν τῶν ὑπεναντίων καὶ ἐξολοθρεύειν τὰ προενοικήσαντα ἔθνη. Ὅπερ χάρακας εἶπε, διὰ τὸ ὑψηλοὺς ποιεῖν καὶ περιφανεῖς, τοὺς καρποὺς ἐγείροντας ἀπὸ τοῦ πτώματος, πρὸς τὸ μὴ πάντη εὐεπιχειρήτους εἶναι. Μετὰ τοῦτο ἡ φυτεία τῶν ἐκλεκτῶν, διὰ τὸ ἐκ σπέρματος εἶναι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακῶβ, τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ὁ δὲ πύργος, ὁ οἰκοδομηθεὶς ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλονότι ὁ ναός ἐστιν ἐν μέσῃ τῇ Ἰουδαίᾳ καθιδρυμένος. Προλήνιον δὲ αὐτὴ ἡ συναγωγὴ τῶν Ἰουδαίων, διότι ληνὸς μὲν κυρίως ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἐκ τῆς πανταχόθεν συλλογῆς κεκοσμημένη, δι’ ἣν καὶ τὰ ἐπιλήνια ᾄσματα παρὰ τῷ Ψαλμῳδῷ ᾄδεται.
Προλήνιον δὲ καὶ ἡ προπαρασκευὴ ἡ διὰ τοῦ νόμου, καὶ προμελέτησις εἰς εὐσέβειαν· καὶ καθ’ ὃ μὲν εἰς ἑνότητα ἄγει, ληνός· καθ’ ὃ δὲ προπαρασκευὴ τελειοτέρων, ἐστὶ προλήνιον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀκόλουθον ἦν ἐπὶ τῇ φυτείᾳ τῇ ἐκλεκτῇ, καὶ τῇ ἐπιμελείᾳ τῇ τοσαύτῃ, τοὺς καρποὺς γλυκεῖς ἀποδίδοσθαι. Τὰ γὰρ τέκνα τοῦ Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ἀπαιτεῖται. Ἀλλ’ ἀντὶ τῆς προσδοκηθείσης σταφυλῆς, ἐποίησεν ἀκάνθας, τουτέστιν ἀντὶ τοῦ εὐφραίνειν καὶ ἀναπαύειν, ἕτοιμος πρὸς τὸ κατακεντεῖν καὶ καταξαίνειν καὶ αἱμάσσειν τοὺς πλησιάζοντας. Τίνα γὰρ τῶν Προφητῶν οὐκ ἀπέκτειναν, κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολήν; Οὐ μόνον δὲ οἶμαι κατὰ τὸ φονικὸν ἀκάνθας ἐγκαλοῦνται πεποιηκέναι, ἀλλ’ ὅτι, καταλιπόντες τὸ εἶναι φιλόθεοι, φιλήδονοι μᾶλλον γεγόνασι καὶ ταῖς μερίμναις τοῦ βίου οἱονεὶ ἀκάνθαις τὸν νοῦν συνεπνίγοντο. Ὥσπερ δὲ ἄκανθα σταφυλὴν οὐ φέρει, οὕτως οὐδὲ κληματὶς ἀκάνθας. Διὰ τοῦτο ὁ Κύριος· Μήτι συλλέγουσι (φησὶν) ἀπὸ ἀκανθῶν σταφυλάς; Ἀλλ’ ὅμως οἱ Ἰουδαῖοι ποιοῦσιν, ἀντὶ σταφυλῶν, ἀκάνθας.
PG 30:351Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Εἰ ὁ ἀμπελὼν τοῦ Κυρίου οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, πῶς ἐπὶ τοῦ ἀμπελῶνος δικάζεται κατὰ τοῦ ἀμπελῶνος; Ἢ διὰ τὸ ἀναντίῤῥητον τῶν ἐλέγχων αὐτοῖς βούλεται καθ’ ἑαυτῶν δικασταῖς ὁ λόγος χρήσασθαι; Ὃ καὶ ὁ Νάθαν ἐπὶ τοῦ Δαβὶδ ἐποίησεν, αὐτὸν δικαστὴν καθίσας τοῦ ἰδίου ἀδικήματος. Τὴν δὲ ὑπερβολὴν τῆς φιλανθρωπίας συνίστησι τὸ εἰς ἰσότιμον κρίσιν τὸν Θεὸν τοῖς ἑαυτοῦ οἰκέταις συγκαταβαίνειν. Ὁμοῦ δὲ καὶ τοῦ δικαίου ἀπόδειξιν ἔχει, ὡς οὐδὲ οὐδὲν τῶν καταδικαζομένων ἐχόντων ἀντιλέγειν τῇ ἐναργείᾳ τοῦ δικαίου. Κρίνατε (φησὶ) μεταξὺ ἐμοῦ καὶ τοῦ ἀμπελῶνός μου. Καὶ εἴπατε, τί τῶν πρὸς καρπογονίαν αὐτῷ συντελούντων οὐχὶ γεγένηται; Τί γὰρ (φησὶ) ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Τί τῶν ἐπιβαλλόντων μοι περὶ τῆς εἰς αὐτὸν ἐπιμελείας οὐχὶ πεποίηκα; Οὐ τόπος πίων καὶ καρτερὸς ὁ αὐτός; οὐ φραγμός; οὐ χάρακες; οὐ φυτεία εὐγενεστάτη; οὐ πύργος; οὐ προλήνιον; οὐχ ὅ τι ἂν εἴπῃ τις;
Ταῦτα μέντοιγε νομιστέον λέγεσθαι ὑπὸ τοῦ λόγου καὶ πρὸς ἡμᾶς, οἳ, κληθέντες ἐπὶ τῷ ποιεῖν τοὺς καρποὺς τῆς δικαιοσύνης, ὑπὸ φιλοπλουτίας ἐμπίπτομεν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἔχει τι ἀναγκαῖον ἡ ταὐτολογία· ἐν μὲν γὰρ τοῖς ἄνω ὁ τὴν ᾠδὴν ἐπαγγέλλων ἔλεγεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν· ἐνταῦθα δὲ πρὸς τοὺς, ἐφ’ ὧν κρίνεται, ποιεῖται τοὺς λόγους· Κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου· τὸ Ἔμεινα τοῦ μοιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. Ἴδιον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν διὰ τῶν ἀπειλῶν προκαλουμένου εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· ὡς πεποίηκε Νινευίταις διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμὸν, ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ ἱκεσίαν τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε, λέγων· Καὶ νῦν ἄφες με καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον.
PG 30:353Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθήκαμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεοργῷ· Ἰδοὺ, τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοῦτο δὲ ἔλεγεν, ἐρεθίζων μὲν τὸν γεωργὸν εἰς τὴν ὑπὲρ αὐτῆς ἐπιμέλειαν, διεγείρων δὲ τὴν ἄκαρπον ψυχὴν εἰς τὸ ποιεῖν τοὺς ἐπιβάλλοντας αὐτῇ καρπούς. Ὃ δὲ λέγομεν, σαφέστερον παρὰ τῷ Ἱερεμίᾳ ἐστὶν εὑρεῖν· Ἰδοὺ γὰρ (φησὶ) ὡς ὁ πηλὸς τοῦ κεραμέως, οὕτως ἐστὲ ὑμεῖς ἐν ταῖς χερσί μου, οἶκος Ἰσραὴλ, λέγει Κύριος. Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς καὶ ἀπολλύειν. Καὶ ἐπιστρέψει τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι. Καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου· καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
Οὕτως οὖν καὶ ἐνταῦθα δεχόμεθα τὴν πρόῤῥησιν, οὐκ ἀπόφασιν τοῦ πάντως ἐκβησομένου, ἀλλ’ ἀπειλὴν ἐπιστροφὴν ἐμποιοῦντος ἀπὸ τῆς ἁμαρτίας. Τί οὖν ἐστιν ἃ ἀπειλεῖ; Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἀναλαβόντες τοίνυν καὶ καθ’ ἕκαστον τῶν ἠπειλημένων ἐξετάσαντες καὶ βασανίσαντες αὐτῶν τὸν νοῦν, ἐρευνήσωμεν μήτι καὶ ἡμῶν ἅπτεται τὰ λεγόμενα. Καθελῶ (φησὶ) τὸν φραγμὸν αὐτοῦ. Προσήκει μὲν τὰς νομικὰς ἐντολὰς φραγμὸν ὑπονοῆσαι, ἤτοι τὸν Ἰσραὴλ, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς τοῦ Παύλου, λέγοντος, ὅτι Αὐτός ἐστιν ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.
PG 30:355Τὸ γὰρ αὐτὸ ἐδόκει καὶ φυλακτήριον εἶναι τοῦ Ἰσραὴλ, καὶ κωλυτικὸν τῆς ἐπιμιξίας καὶ τῆς ἑνώσεως τῶν λαῶν, διὰ τὸν βαρὺν ζυγὸν τοῦ νόμου ἀποκνούντων εἰς τὴν παραδοχὴν τοῦ λόγου τῆς εὐσεβείας. Ὁ οὖν ἐν δόγμασι, τουτέστιν ἐν θεωρήμασιν ὑψηλοῖς τὴν σαρκίνην καὶ ταπεινὴν τοῦ νομικοῦ γράμματος παρατήρησιν καταργήσας, αὐτὸς ἔλυσε τοῦ φραγμοῦ τὸ μεσότοιχον, οὐκ ἀπερίφρακτον καταλιμπάνων τὸν ἑαυτοῦ λαὸν, ἀλλὰ μιᾷ περιλαμβάνου αὐλῇ, ἵνα γένηται μία ποίμνη, εἷς ποιμήν. Νῦν οὖν ἀπειλεῖ ὁ λόγος καθαιρήσειν τὸν φραγμόν, τουτέστι πᾶν φυλακτήριον τοῦ Ἰσραὴλ περιαιρήσειν. Καὶ τάχα ἐπειδὴ Δι’ Ἀγγέλων ἐδόθη ὁ νόμος ἐν χειρὶ Μεσίτου, καὶ τὴν τῶν Ἀγγέλων φυλακὴν, τῶν φρουρούντων τὰ ὅρια τοῦ Ἰσραὴλ, περιαιρήσειν αἰνίττεται. Μήποτε δὲ καὶ ἡμῶν ἕκαστος (ἔχων Ἄγγελον ἅγιον τὸν παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων τὸν Κύριον) ἐν ἁμαρτίαις ἐξετασθεῖς, ὑπόδικος γένηται τῇ ἀπειληθείσῃ πληγῇ, καὶ γυμνωθῇ τοῦ τείχους τῆς ἀπὸ τῶν ἁγίων Δυνάμεων ἀσφαλείας, αἵτινες, ὅσον ἂν παρῶσι χρόνον, ἀκαθαιρέτους διασώζουσι τοὺς παρ’ αὐτῶν φρουρουμένους.
Γυμνωθεῖσα δὲ πᾶσα ψυχὴ τῆς ἀσφαλείας ταύτης, ἔκκειται εἰς διαρπαγὴν τοῖς ἐχθροῖς, τουτέστι ταῖς ἀντικειμέναις ἐνεργείαις, καὶ εἰς καταπάτημα τοῦ ἐγκαυχωμένου καὶ λέγοντος, ὅτι Ἐμπεριπατήσας τὴν οἰκουμένην, πάρειμι. Τοιοῦτόν τι καὶ ὁ Ψαλμὸς περὶ ἀμπέλου φησίν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Καὶ Ἐλυμήνατο αὐτὴν ὓς ἐκ δρυμοῦ. Οἱ γὰρ μὴ πεφραγμένοι λόγῳ καὶ δυνάμει ἀγγελικῇ, ἔκδοτοί εἰσι τοῖς ἀλόγοις κινήμασι, καὶ, διὰ τὴν πλεονάζουσαν ἐν αὐτοῖς τῆς ἁμαρτίας δυσωδίαν, ἐπιτήδειοί εἰσι χοίρων ὑποδοχῆς, ἐπὶ πλέον τῆς ἁμαρτίας τὸν βόρβορον ἀνακινούντων καὶ ἐγκαλινδουμένων αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος λέγει· Καὶ καθ’ ὣς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, ποιεῖν τὰ μὴ καθήκοντα. Τουτέστιν· οἱ τὴν ἐκ τοῦ λόγου φυλακὴν ἀποβάλλοντες, ἔκδοτοί εἰσι τοῖς βοσκηματώδεσι λογισμοῖς, καὶ πονηροῖς δαιμονίοις τοῖς τὰ ἀκάθαρτα ἐνεργοῦσιν. Ἐπὶ μέντοι τοῦ Ἰσραὴλ ἔφθασεν ἡ ἀπειλὴ, ὅτε διὰ τὴν εἰς τὸν Κύριον ἁμαρτίαν ἔκδοτοι τοῖς ἔθνεσιν ἀφεθέντες, εἰς διαρπαγὴν ἐγένοντο καὶ καταπάτημα τῶν πολεμίων. Εἶτά φησι·
Καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. Ἐν τοῖς ἄνω διηγούμενος τὰς παρ’ ἑαυτοῦ εἰς τὸν λαὸν εὐεργεσίας, Φραγμὸν (φησὶ) περιέθηκα καὶ ᾠκοδόμησα πύργον· ἐνταῦθα δὲ Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ καθελῶ τὸν τοῖχον, ἀντὶ πύργου (ὡς οἶμαι) τὸν τοῖχον λέγων· ἐπεὶ καὶ ὁ πύργος τέσσαρές εἰσι τοῖχοι κατὰ γωνίας ἀλλήλοις συναπτόμενοι, ὥστε κἀκεῖ πύργον νοεῖσθαι τὴν ὑψηλὴν τοῦ ἀμπελῶνος τῶν τοίχων περιβολὴν, πρὸς τὸ ἀνέμβατον αὐτὸν εἶναι καὶ ἀνεπιχείρητον τοῖς ὑπεναντίοις. Καὶ ἡμῶν δὲ τοῖχος καθαιρεῖται, ὅταν ἀναξίους ἑαυτοὺς τῆς ἐκ τῶν θείων δογμάτων φυλακῆς διὰ ῥᾳθυμίας ποιήσωμεν. Τῷ μὲν γὰρ δικαίῳ πύργος ἐστὶν ὁ Θεὸς ἀπὸ προσώπου ἐχθροῦ· τοῦ δὲ ἁμαρτωλοῦ διὰ τὴν ἐγκατάλειψιν περιαιρεῖται πᾶσα ἀσφάλεια καὶ παντὸς ὀχυρώματος προβολή. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Ἐντεῦθεν δῆλον, ὅτι ἡ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται, ὁ λόγος φησίν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω·
PG 30:357ὧν δ’ ἂν παντελῶς ἀπογνῷ, τούτους ἀνέτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Ἀνήσω οὖν (φησὶ) τὸν ἀμπελῶνα. Καὶ τί τὸ ἐντεῦθεν αὐτῷ συμβαῖνον; Οὐ μὴ τμηθῇ (φησὶν) οὐδὲ μὴ σκαφῇ ἔτι. Ὥσπερ γὰρ οἱ τὴν ἄμπελον τέμνοντες, συνέχουσιν αὐτῆς τὴν δύναμιν (ὥστε τεταμιευμένως καὶ σωφρόνως, διὰ τῆς τῶν ἀναγκαίων φορᾶς, προϊέναι) οὕτω καὶ ψυχὴ ἐπικαμπτομένη ταῖς θλίψεσιν, οἱονεὶ συστέλλεται καὶ ταπεινοῦται λυσιτελῶς, καὶ πρὸς τὴν οἰκείαν ἑαυτῆς ἐπιμέλειαν ἐπανάγεται, τὸ ἀναγκαῖον καὶ ὠφέλιμον ἐν τοῖς πράγμασιν αἱρουμένη. Ἡ δὲ ἀφεθεῖσα ἄνετος, οἷόν τις ἄμπελος ἀτημέλητος, ὑλομανεῖ καὶ ἐκχεῖται περὶ τὰ ἄχρηστα καὶ ἀνωφελῆ, πρὸς τὴν τῶν πολλῶν ἀπάτην πᾶσαν τὴν τῶν ἔργων ἐπίδειξιν ποιουμένη. Ὁ γὰρ τῶν φθαρτῶν τὴν ἐργασίαν ποιούμενος, ὅμοιός ἐστιν ἀμπέλῳ, ξύλα καὶ φύλλα καὶ ἕλικας ἐκτρεφούσῃ, οἶνον δὲ εὐφροσύνης ποιητικὸν, εἰς ἀποθήκας βασιλικὰς ἀποτεθῆναι δυνάμενον, μὴ ποιούσῃ. Ὁ οὖν ἀνεθεὶς ἀμπελὼν δύο πάσχει δεινά· οὔτε τέμνεται (φησὶν) οὔτε σκάπτεται.
Εἴρηται τί τὸ μὴ τέμνεσθαι, τουτέστι μὴ κατακονδυλίζεσθαι ταῖς περιστάσεσιν, ὅπερ ἐπ’ ὠφελείᾳ τῶν θλιβομένων οἰκονομεῖται. Σκάπτεται δὲ ὁ πᾶσαν τὴν περικειμένην αὐτῷ ὕλην διδασκόμενος πρὸς τὴν οἰκείαν ὠφέλειαν λαμβάνειν. Οἷον ἄσκαφός ἐστιν πλούσιος, ὁ τῷ βάρει τῶν γηί̈νων τὴν ψυχὴν πιεζόμενος· πρὸς ὃν οὔτε ὑετὸς οὐράνιος καταβαίνει· οὐ γὰρ ἐφικνεῖται τῆς ῥίζης, πολλῆς ἐπ’ αὐτῆς συμπεφορημένης τῆς ματαιότητος. Ὁ μέντοι τῷ κατανυκτικῷ λόγῳ ἀποσκευάσασθαι τὸν ὄχλον τῶν γηί̈νων πραγμάτων καὶ φθαρτῶν διδαχθεὶς, καὶ ἀναπνεῦσαι μὲν ἀπὸ τῆς συνοχῆς, ἐκκαλύψαι δὲ ἑαυτοῦ τὰ κρυπτὰ, ἀνατρέψαι δὲ τὰς τῆς πικρίας ῥίζας, καὶ οἱονεὶ ξηρᾶναι διὰ μετανοίας, οὗτός ἐστιν ὁ σκαφείς. Διόπερ καὶ ἡ τῶν ἀκανθῶν χύσις κωλύεται, τουτέστιν αἱ μέριμναι τοῦ βίου τούτου οὐδεμίαν ἕξουσι χώραν ἐν τῇ ἀνατροπῇ τῶν γηί̈νων. Ἔτι πρὸς τὸ μὴ τμηθῆναι καὶ τὸ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ εἰρημένον παραληπτέον· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.
PG 30:359Ὁ μὲν οὖν κακὸς οἰκονόμος Σκάπτειν (φησὶν) οὐκ ἰσχύω· ὁ δὲ ἀγαθὸς καὶ φρόνιμος οἰκονόμος ἐπιστημόνως περισκάψει, τουτέστιν ἀνακινήσει πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τῇ προηγουμένῃ ἑαυτοῦ ζωῇ προσοικειώσει· δεικνὺς, ὅτι ὥσπερ ἡ γῆ, ἀφισταμένη μὲν τῆς ῥίζης, τροφὴ τοῦ φυτοῦ γίνεται (ἐπικειμένη δὲ αὐτῇ, θλίβει αὐτὴν καὶ βαρύνει) οὕτω καὶ ἡ τῶν χρημάτων περιβολὴ, ἐπικειμένη μὲν τοῖς πλουτοῦσι, βυθίζει αὐτῶν τὰς ψυχὰς, ἀλλοτριουμένη δὲ τῶν ἐχόντων εἰς τὴν τῶν δεομένων μετάδοσιν, τότε αὐτῶν οἰκεία γίνεται. Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτεσθαι, τὸ ἀναβαίνειν, ὡς εἰς χέρσον, ἄκανθαν. Τοὺς ἐνεχομένους ταῖς τοῦ βίου μερίμναις ὁ Σωτὴρ ἡμῶν ἔφησεν εἶναι γῆν ἀκάνθας ἐκφύουσαν, δεχομένην μὲν τὸν τοῦ λόγου καρπὸν, συμπνίγουσαν δὲ ὑπὸ τῶν ἀκανθῶν. Εἰς οὖν τὴν ἀγεώργητον ψυχὴν πολὺ τὸ πλῆθος τῶν μεριμνῶν. Διό φησιν· Ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι. Τήρει δὲ ὅτι ἄνω μὲν εἶπεν· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκε τὸ Καὶ ἀναβήσονται. Μέγεθος γάρ τι τῆς κακίας καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει διὰ τῆς τῶν ἀκανθῶν ἀναβάσεως.
Εἶτα, ἐπειδὴ πονηρὰ τῆς ἀμπέλου τὰ βλαστήματα, αἴρεται αὐτῆς ὁ ὑετός, ἐπειδήπερ οὐκ εἰς δέον ἐχρήσατο τῇ παρ’ αὐτοῦ βοηθείᾳ. Ὥστε καὶ ἡμεῖς ὅταν ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις ἡμῖν ἀφορμαῖς μὴ εἰς ἀγαθὸν κεχρημένοι ὦμεν, ἀφαιρεῖται ἡμῶν ἡ ἐξ οὐρανοῦ βοήθεια. Εἰ δὲ ἀμπελὼν ὁ Ἰσραὴλ, ἀγεώργητος μένει διὰ τὸ μὴ ἀποδιδόναι τοὺς ἐπιβάλλοντας αὐτῷ καρποὺς τῷ Δεσπότῃ, ἀλλὰ πρότερον μὲν τοὺς ἀπεσταλμένους δούλους δεῖραι καὶ λιθοβολῆσαι καὶ ἀποκτεῖναι, ὕστερον δὲ καὶ αὐτῷ τῷ υἱῷ τοῦ Δεσπότου τὰς χεῖρας εἰς φόνον ἐπιβαλεῖν. Αὐταὶ δὲ πᾶσαι αἱ πονηραὶ καὶ ἄδικοι πράξεις ἄκανθαί εἰσιν ὠνομασμέναι· διὰ τὸ γῆς κατηραμένης εἶναι βλαστήματα, εἰκότως ἐντολὰς λαμβάνουσιν αἱ νεφέλαι τοῦ μὴ βρέχειν ἐπὶ τὸν τὰ τοιαῦτα ἐκφέροντα ἀμπελῶνα. Τίνες οὖν αἱ νεφέλαι, καὶ τίς ὁ ὄμβρος; Ἐκ τῆς περὶ νεφῶν φυσιολογίας πειραθῶμεν εἰς ἔννοιαν τῶν εἰρημένων ἐλθεῖν. Ἔστι τοίνυν ἡ νεφέλη ἀὴρ παχὺς, ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀναθυμιάσεως συνιστάμενος· εἶτα μετεωρισθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ’ αὐτῶν ἀξιόλογον ἄθροισμα καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι.
PG 30:361Καὶ αὕτη τῶν ὄμβρων ἡ φύσις, ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ δι’ ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων. Τοιοῦτοι ἦσαν καὶ οἱ Προφῆται, ἐκ μὲν τῆς κοινῆς φύσεως ὡρμημένοι, διὰ δὲ καθαρότητα ψυχῆς τῇ δυνάμει τοῦ Πνεύματος ὑπερυψούμενοι καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ἦν Μωϋσῆς, λέγων· Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου· καὶ πάλιν· Ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. Αὗται οὖν αἱ οὐράνιοι δυνάμεις ἐντολὴν λαμβάνουσι τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπελῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώσαντά μου τὸν Δεσπότην. Διὰ τοῦτο νῦν σιωπή ἐστι παρὰ τῇ συναγωγῇ ἐκείνῃ λόγου Θεοῦ, καὶ οὐκ ἔστιν ἔτι προφήτης, οὐδὲ ἄρχων, οὔτε ἡγούμενος, ἀλλ’ αἰθρία δεινὴ καὶ ἀνέφελος, τῆς πάλαι κατάρας ἐπ’ αὐτῆς βεβαιουμένης, ὅτι Καὶ ἔσται σοι ὁ οὐρανὸς ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ὑποκάτω σου σιδηρᾶ· καὶ πάλιν· Δῴη ὁ Κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτὸν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε. Οὐκέτι γὰρ αἱ νεφέλαι αἱ πνευματικαί, καὶ οὐκέτι προφήτης, τῆς ἐντολῆς τοῦ Κυρίου βεβαίας φυλαττομένης.
Κἂν αἱ νεφέλαι δὲ βρέχειν λέγωνται, οὐδὲν ἧττον ὁ Κύριός ἐστιν ὁ βρέχων. Οὐκ ἔστι γὰρ (φησὶν ὁ Προφήτης) ὑετίζων ὥσπερ σύ. Καὶ πάλιν ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· Καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται καὶ μερὶς, ἐφ’ ἣν οὐ βρέξω, ξηρανθήσεται, οἰκονομοῦντος τοῦ ἀγαθοῦ Θεοῦ τὴν μερίδα τῶν χειρόνων μὴ βραχῆναι, ὑπὲρ τοῦ ξηρανθῆναι ἐν αὐτῇ τὰ τῆς πονηρίας βλαστήματα. Σαφῶς παρέστησε τὸ βούλημα τοῦ λόγου, ὅτι ἀμπελῶνα τὸν Ἰσραὴλ λέγει, περὶ ὃν γενήσεσθαι τὰ ἐπαγγελθέντα καὶ προειρημένα ἠπείληται. Καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Διῃρέθη ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλ καὶ Ἰούδαν, πρότερον μὲν ἐπὶ τοῦ Δαβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, μερισθέντος τοῦ λαοῦ εἰς τὸν υἱὸν Σαοὺλ καὶ τὸν Δαβίδ, ὕστερον δὲ ἐπὶ τοῦ Ῥοβοὰμ, ὅτε Ἱεροβοὰμ ἀπέστησε τὰς δέκα φυλὰς, υἱὸς Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. Διὰ τοῦτο καὶ νῦν διπλῆς ἔτυχε τῆς προσηγορίας. Φαίνεται δὲ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν, πλεῖον ἁμαρτὼν ὁ Ἰσραὴλ, διὸ καὶ τάχιον ᾐχμαλωτίσθη.
PG 30:363Καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐννενήκοντα μὲν καὶ τρεῖς ἡμέραι ἐπὶ τῶν ἁμαρτιῶν τοῦ Ἰσραὴλ ἀριθμοῦνται, τεσσαράκοντα δὲ ἐπὶ τοῦ Ἰούδα. Διὰ τοῦτο καὶ ἐνταῦθα ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ Ἰσραὴλ γίνεται· ὁ δὲ τοῦ Ἰούδα ἄνθρωπος, οὐκέτι ἀμπελών· ἀλλὰ νεόφυτον, οὐ κεχερσωμένον, ἀλλ’ ἠγαπημένον. Τίς δὲ ὁ ἐξ Ἰούδα ἀνατείλας ἄνθρωπος, ἀκμάζων τῇ ζωῇ καὶ ἀληθινῶς ὑπάρχων ἀγαπητὸς, οὐ χαλεπὸν ἰδεῖν τῷ ἐπισταμένῳ τὰ τοιαῦτα θεωρεῖν. Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπείπερ, κατὰ τὸν Σολομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἀπαιτούμεθα πάντα κρίσει ποιεῖν, καὶ μηδὲν ἀκρίτως. Ἕπεται μέντοι τῇ ἀκρίτῳ καὶ ἀνεξετάστῳ ζωῇ τὰ ἄνομα. Ὁ γὰρ μὴ ἑπόμενος τῷ ὀρθῷ λόγῳ, μηδὲ κρίνων τὸ πρακτέον καὶ μὴ, κατὰ τὸν δεδομένον ἐκ τοῦ νόμου κανόνα, ἀνομίαν ποιεῖ, καὶ οὐ δικαιοσύνης ἐστὶν ἐργάτης, ἀλλὰ κραυγῆς καὶ θορύβου καὶ συγχύσεως αἴτιος. Διότι τοῖς μὲν δικαίοις κρίμασιν ἡ ἡσυχία τῶν κρινομένων ἀκολουθεῖ, εὐσταθῶς καταδεχομένων τὰ ὁριζόμενα· τοῖς δὲ ἀδίκοις κραυγὴ καὶ θόρυβος στασιαστικὸς, ἀγανακτούντων ἐπὶ τῇ ἀδικίᾳ.
Περὶ δὲ τῆς κραυγῆς ταύτης καὶ ὁ Ἀπόστολος παραινεῖ, λέγων· Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ. Ἔστι δέ τις καὶ κραυγὴ ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν· ᾗ καὶ Δαβὶδ ἐκέχρητο, λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ οὐδὲν θαυμαστὸν, τὸ αὐτὸ ὄνομα ἐπὶ τῶν ἐναντίων τετάχθαι, καὶ σημαίνειν νῦν μὲν τὸ ταραχῶδες καὶ σεσοβημένον, νῦν δὲ τὸ μεγαλόφωνον καὶ μεγαλοφυὲς τῶν οὐρανίων δογμάτων. Ἐπὶ μέντοι τῆς παρούσης λέξεως, ἡ κραυγὴ συγγενής ἐστι τῇ ἀπὸ Σοδόμων καὶ Γομόῤῥας ἀναβαινούσῃ. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τὸν πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία. Ταλανίζονται νῦν οἱ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν τὰ τῶν πλησίον παρατεμνόμενοι, καὶ μήτε ἐν ἀγροῖς ταῖς οἰκείαις ἀρκούμενοι κτήσεσι, μήτε ἐν ταῖς οἰκήσεσιν ἀρκούμενοι τοῖς ἑαυτῶν·
PG 30:365ἀλλὰ παρορίζοντες μὲν τοὺς πέλας ἐν τῇ γεωργουμένῃ, προσπεριβαλλόμενοι δὲ τὰ τῶν γειτόνων οἰκήματα, ὑπὸ τῆς οἰκείας πλεονεξίας στενοχωρούμενοι καὶ μένειν ἐν τοῖς οἰκείοις ὅροις οὐκ ἀνεχόμενοι· ἀλλ’ εὐλόγῳ δὴ ταύτῃ κατακεχρημένοι προφάσει πρὸς τὴν ἄμετρον φιλοκτημοσύνην, τῷ δοκεῖν προσεχῆ καὶ συνημμένα εἶναι τὰ τῶν γειτόνων. Πρὸς οὓς ἐλεγκτικώτατα ὁ λόγος ἀπήντησεν, εἰπών· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Εἰ γὰρ ὅτι γείτων ὁ τὴν ἐχομένην γῆν γεωργῶν ἀφαιρεθῆναι δίκαιος, δηλονότι, τούτου ἐκβληθέντος, ἕτερός σοι πάλιν γείτων ἀναφανήσεται· καὶ τὸ αὐτό σοι πάλιν καὶ πρὸς ἐκεῖνον λέγειν ἡ πλεονεκτικὴ καρδία ὑποβάλλει, εὔλογον ὑποδεικνύουσα εἶναι σεαυτοῦ ποιήσασθαι τὰ πλησιόχωρα. Ὅταν δὲ κἀκεῖνος γυμνωθεὶς ἀπέλθῃ τῶν ἰδίων, καὶ γένηται μέρος τῆς σῆς κτήσεως ἡ τοῦ τρίτου χώρα, πάλιν ἄλλος γείτων, ἄλλαι σπουδαὶ, ἀποδιῶξαι μὲν τῶν ὑπαρχόντων ἐκεῖνον, ἑαυτοῦ δὲ ποιήσασθαι τὰ τοῦ τετάρτου γείτονος. Τίς οὖν ἔσται σοι ὅρος τῆς ἐπιθυμίας τοῦ πλείονος; Πυρὶ γὰρ ἔοικεν ἡ πλεονεκτικὴ καρδία, διὰ τῆς καιομένης ὕλης πορευομένῳ καὶ τὰ μὲν φθείροντι, τὰ δὲ ἐπερχομένῳ.
Ἤπου καθάπερ τοῦ ἐμπρησμοῦ σβέσις γίνεται ἡ ἀπορία τῆς ὕλης, οὕτω καὶ τὴν πλεονεκτικὴν καρδίαν καὶ τὸν ἀπλήρωτον ὀφθαλμὸν ἐκεῖνο ἵστησι μόνον, τὸ μηδένα ἔχειν τὸν συνοριζόμενον τοῖς κτήμασι. Πόῤῥωθεν οὖν ἰώμενος ὁ λόγος τὸ πάθος, οἱονεὶ ἐπᾴδων τῇ φιλοκτήμονι ψυχῇ, ταῦτά φησι· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Εἰ γὰρ ἐπιθυμεῖς τῶν τοῦ γείτονος (γείτων δέ σοι πάντως οὐ λείψει) ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ’ ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις, εἰδὼς ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων καὶ πλῆθος χώρας, ἐκ πλεονεξίας περιβληθὲν, ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως πεπορισμένας οἰκίας, εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας, ἐρήμους τῶν οἰκητόρων ποιοῦσα.
Πολλάκις γοῦν ἔγνωμεν ὅλα γένη ἄρδην ἀφανισθέντα, ὡς ἀπορίᾳ τῶν διαδεχομένων καταῤῥυῆναι πρὸς γῆν τὰς μεγαλοφυεῖς καὶ ὑπερηφάνους τῶν οἰκημάτων κατασκευάς. Ἀλλὰ καὶ ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον τοὺς ὅρους τῶν οἰκείων κτήσεως ὑπερεξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, πάντως ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας, ὥστε ἔνθα δέκα ζεύγη βοῶν εἰργάσατο, μόγις κεράμιον ἓν τρυγηθῆναι καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τῶν καρπῶν, ἅπερ ἐστὶ πολλοστημόριον τῶν σπερμάτων. Ἔχει μὲν οὖν πολὺ καὶ αὐτόθεν τὸ ὠφέλιμον ἡ λέξις· δυνατὸν δὲ τῷ φιλοπόνῳ κατὰ ἀναγωγὴν ἐπὶ πλεῖον ἄγειν τὸ ἀπὸ τῆς προφητείας χρήσιμον. Δύναται γὰρ οἰκία ἑκάστου νοεῖσθαι τὰ δόγματα καὶ αἱ πράξεις, διὰ τὸ πυκνὸν καὶ ἡνωμένον τῆς ἐν τοῖς νοήμασι κατασκευῆς, περὶ ἑκάστου δόγματος. Διότι, ὥσπερ ἐν οἰκίᾳ θεμέλιος ὑπόκειται τῇ λοιπῆ κατασκευῇ, οὕτω καὶ ἐπὶ τῶν δογμάτων ὑποθέσεις τινές εἰσι καὶ πρῶται ἀρχαὶ, οἷς ἐπερειδόμενοι δογματίζουσι, τὰ ἐφεξῆς ἀκολούθως καὶ συναφῶς ταῖς πρώταις ἀρχαῖς συνυφαίνοντες.
PG 30:367Ὅσοι οὖν τὸ τῆς πίστεως δόγμα, ὅπερ ἔχει θεμέλιον καὶ ἀρχὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δόγμασιν ἀλλοτρίοις καὶ ξένοις τῆς θεοσεβείας ἐπισυνάπτουσιν, οὗτοί εἰσιν οὓς ὁ λόγος ὀδύρεται παρὰ τὸ καθῆκον ποιοῦντας ἐν τῷ συνάπτειν οἰκίαν πρὸς οἰκίαν. Ὅτι γὰρ οἰκία τὰ τῆς θεοσεβείας ὠνόμασται δόγματα, αὐτὸς ὁ Κύριος διὰ τῆς παραβολῆς ἡμᾶς ἐδίδαξε, λέγων, ὅτι Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν. Ἔοικε δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ διδάσκειν ἡμᾶς, ὅτι ἕκαστος ἑαυτῷ οἰκίαν οἰκοδομεῖ τῶν εἰς Χριστὸν πεπιστευκότων. Θεμέλιον γὰρ (φησὶν) ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην ... Ἐπειδὴ δὲ τῶν κατασκευαζόντων τὰ δόγματα οἱ μὲν γέλωτος καὶ χλεύης ἄξια φρονοῦντες, οἱονεὶ γέλωτα οἰκοδομοῦσιν, οἱ δὲ ἀστειότεροι σπουδαῖα κατασκευάζουσιν, ὁ Μιχαίας, καθαιρῶν τὰ οἰκήματα τῶν καταγελάστων· Οἱ ἐν Γὲθ (φησὶ) μὴ μεγαλύνεσθε·
PG 30:369καὶ οἱ ἐν Ἀκαρεὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα ὑμῶν. Καὶ πάλιν ὁ αὐτὸς, ἐπιπλήττων μοχθηροῖς διδασκάλοις, φησίν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις ... Πᾶς γὰρ ὁ τὰ ἀλλότρια κατασκευάζων δόγματα, οἰκοδομεῖ τὴν Σιὼν, τουτέστι τὸ ἑαυτοῦ σκοπευτήριον, ἐν αἵμασι· καὶ ὁ συνιστὰς ἐκκλησίαν πονηρευομένων, οἰκοδομεῖ τὴν Ἱερουσαλὴμ ἐν ἀδικίαις. Εἰ οὖν δύο ἐστὶν εἴδη οἰκοδομῶν (τὸ μὲν ἀγαθὸν, τὸ ἐπὶ τὴν πέτραν, καὶ ἐπὶ τὸν θεμέλιον τοῦ Χριστοῦ· τὸ δὲ ἕτερον φαῦλον, ὃ καὶ καταγέλαστόν ἐστι καὶ ἀπωλείας αἴτιον) εἰκότως ὁ λόγος ταλανίζει τοὺς τὴν ἀγαθὴν οἰκίαν τῇ φαυλοτέρᾳ συνάπτοντας, καὶ οἱονεὶ μιγνύντας τὰ ἄμικτα.
Ἐπιστήσεις δὲ μήποτε πάντες ἄνθρωποι, ὅ τι ποτ’ οὖν περὶ ἀληθείας δογματίζοντες, ὑγιέσι τισὶ καὶ ἀληθέσι τοῖς προκατειλημμένοις κατὰ τὰς κοινὰς ἐννοίας καὶ ἐνεσπαρμένοις ὑπὸ τοῦ δημιουργοῦ, καλὴν ἔχοντες οἰκίαν, ὅταν σφαλλόμενοι τῆς ἀληθείας, ἀλλότρια τῆς θείας διδασκαλίας ἐκ τῆς ἔξωθεν ἀπάτης ἐπεισάγωσιν, οἷον οἰκίᾳ καλῇ συνάπτουσιν οἰκίαν τὴν χείρονα. Καὶ ταῦτα μὲν εἰς τὸν περὶ τῆς οἰκίας λόγον. Ἐπειδὴ δὲ ὁ Ἅγιος οὐ μόνον Θεοῦ ἐστιν οἰκοδομὴ, ἀλλὰ καὶ Θεοῦ γεώργιον, ὡς ὁ μακάριος Παῦλός φησι, καὶ ἡ αὐτὴ ψυχὴ τεθεμελίωται ὡς οἰκία, καὶ ἐῤῥίζωται ὡς φυτόν (Ἐν ἀγάπῃ γὰρ (φησὶν) ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι) φέρε καὶ περὶ τοῦ κατὰ τὸν ἀγρὸν προσεγγισμοῦ διαλάβωμεν, ὃν οἱ φαύλως ποιοῦντες καὶ ἐσφαλμένως, τῇ ἐγκειμένῃ κατακρίσει ὑπόδικοι γίνονται. Ὅσα οὖν περὶ γεωργίας εἴρηται, ὡς συγγενῆ τοῖς προκειμένοις, συνεξετάσωμεν. Ἔστι μὲν οὖν ἀστεία φυτεία, ἡ κατὰ τὸν Σολομῶντα, λέγοντα. Ἐφύτευσά μοι ἀμπελῶνα, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ.
Ἔστι δέ τις φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατὴρ, ἥτις καὶ ἐκριζοῦται κατὰ, τὴν ἀπειλὴν τοῦ Κυρίου. Αὕτη δὲ ἡ φυτεία ἐκ φυτοῦ Σοδόμων τὴν ἄμπελον ἔχει, καὶ τὴν κληματίδα ἐκ Γομόῤῥας, καὶ σταφυλὴν χολῆς γεωργεῖ, καὶ βότρυν πικρίας φέρει τοῖς κεκτημένοις· Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. Ὁ οὖν καταφυτεύσας τὸ ἑαυτοῦ ἡγεμονικὸν πάσῃ καρποφορίᾳ πνευματικῇ, καὶ τοῖς ἐκ φύσεως ἐῤῥιζωθεῖσιν αὐτῷ πρὸς ἐπίδειξιν καρπῶν δικαιοσύνης παρὰ τοῦ Κτίσαντος ἐπιβαλὼν τὰ ἐκ τοῦ πονηροῦ γεωργοῦ, οὗτός ἐστιν ὁ διὰ τὸν ἀπηγορευμένον προσεγγισμὸν ἀγροῦ πρὸς ἀγρὸν ὑπὸ τοῦ λόγου ταλανιζόμενος. Διὰ τοῦτο καὶ ἀπειλεῖ αὐτῷ τὴν ἀφορίαν, ὡς μὴ ἐξοίσοντος ἀναλογοῦντα τῇ διδασκαλίᾳ τῇ περὶ αὐτὸν τὰ τῶν καρπῶν ἐπιδείγματα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. Ἡ μὲν λέξις τὴν ἐγχώριον συνήθειαν λέγει τῶν κατὰ τὴν Φοινίκην διὰ βοῶν ἀροτριώντων τὴν ἄμπελον· ὁ δὲ λόγος ἐνδείκνυται περὶ τῶν ἐπαμφοτεριστῶν καὶ τῶν ἐναντίων δογμάτων ἐφαπτομένων καὶ συναπτόντων πρὸς ἄλληλα· ὧν ἄκαρποί εἰσιν αἱ ψυχαί.
PG 30:371Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ̈ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Τῆς ἀποστολικῆς λέξεως τὴν ἐξήγησιν τὸ παρὸν τοῦτο μέρος τῆς προφητείας περιέχει· ἐκεῖ μὲν γάρ φησι· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ἐνταῦθα δέ· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ̈ καὶ τὸ σίκερα διώκοντες. Σίκερα γὰρ πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα, τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν εὐθὺς ἀρχομένης τῆς ἡμέρας, κατὰ τὴν Παροιμίαν, ἐπὶ τὰ ποτήρια καὶ τὰς φιάλας διδόντες ἑαυτῶν τοὺς ὀφθαλμοὺς, καὶ περισκοποῦντες ποῦ πότοι γίνονται, οἰνοπωλεῖα καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὰ συμπόσια παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες. Οὗτοι ὑπὸ τοῦ Προφήτου καταθρηνοῦνται.
Οἳ καιρὸν μὲν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν παρέχουσιν, οὐδὲ διδόασι σχολὴν τοῖς ὀφθαλμοῖς ἀνανεῦσαι πρὸς οὐρανὸν καὶ τὰ ἐν αὐτῷ κάλλη, ὥστε ἐκ τῆς τούτων διακοσμήσεως τὸν γενεσιουργὸν ἐννοεῖν· ἀλλὰ καὶ κοσμοῦντες ἑαυτῶν τὸ συμπόσιον τάπησι ποικίλοις καὶ ἀνθινοῖς παραπετάσμασι, περιττὴν δέ τινα σπουδὴν καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ ῥυτὰ καὶ φιάλας καὶ κισσύβιον, καὶ κρατῆρας καὶ τὰ τοιαῦτα ὀνόματά τε καὶ σχήματα τῇ παρασκευῇ τῆς μέθης ἐπινοοῦντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτοι, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Εἶτα ἀντιπροπίνοντες ἀλλήλοις καὶ εἰς τὴν ὑπὲρ τοῦ πίνειν ἅμιλλαν καθιστάντες, τίνα ὑπερβολὴν εἰς αἰσχύνην καταλείπουσιν; Οἱ ἡττώμενοι, οἱ νικῶντες, πάντες μεθύουσιν. Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι καὶ ἀρχιτρίκλινοι, καὶ τάξις ἐν ἀταξίᾳ καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι. Μεθύουσιν οἱ ἐπιστάται, μεθύουσιν οἱ ὑπηρέται· πάντα γελώντων καὶ μεθυόντων γέμει· ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς.
Εἶτα μέντοι, ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἡ σεμνότης τῶν δορυφόρων τὴν δυναστείαν παραύξει, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι θεραπείαν τινὰ περιστήσαντες, τὸ ἐπονείδιστον διὰ τὸ ὑπερβάλλον τῆς σπουδῆς περιστέλλουσι. Στέφανοι ἐπὶ τούτοις καὶ ἄνθη κατασκεδαννύμενα τῷ συμποσίῳ, καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι προσμηχανώμεναι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν, ἰσόῤῥοπον αὐτοῖς τῇ παρούσῃ φαιδρότητι τὴν αἰώνιον κόλασιν προξενοῦντα. Εἶτα πόῤῥω, προϊόντος τοῦ πότου, αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, κατὰ μὲν τὴν ἀλήθειαν ἀποθρηνοῦντα τοὺς ἀπολλυμένους, κατὰ δὲ τὴν ἐπιτήδευσιν τῶν μεθυόντων· ὥστε αὐτοῖς πάσας τῆς ψυχῆς τὰς ἡδονὰς τῇ μελῳδίᾳ διεγερθῆναι, ὡς, οὐκ ἀρκοῦντος τοῦ οἴνου, τῇ παρ’ ἑαυτοῦ θερμότητι σμῆνος ἐπιθυμιῶν τῇ ἀθλίᾳ ψυχῇ τοῦ πίνοντος ἐπεγεῖραι.
PG 30:373Ἀλλ’ ἵνα πᾶσαι αὐτοῖς αἱ αἰσθήσεις ὑπὸ τῆς ἡδονῆς καταγοητευθεῖσαι κατέχωνται, αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ ὀσφρήσεις ὑπὸ τῶν ἀναθυμιωμένων πληροῦνται, τὸ στόμα τῇ παρόδῳ τοῦ οἴνου ὑπηρετεῖ, ὀφθαλμοὶ βλέπουσι τὰ γινόμενα, μᾶλλον δὲ παραβλέπουσι, τὴν ἀκρίβειαν τῆς αἰσθήσεως ὑπὸ τῆς μέθης ἀφῃρημένοι. Δι’ ἃ εἴρηται τὸ Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ̈ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ καὶ διημερεύοντες ἐν τούτοις, ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν τὰ ἔργα Κυρίου ἐμβλέπειν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Πότε γὰρ διδαχθῶσι περὶ Θεοῦ; Τὸ πρωί̈; Ἀλλ’ εὐθὺς ἐξαναστάντες ἀπὸ τοῦ ὕπνου, τὸ σίκερα διώκουσιν. Ἀλλὰ μεσούσης ἡμέρας; Ἀλλὰ τότε δὴ μάλιστα αὐτοῖς αὔξησιν καὶ ἐπίδοσιν ὁ πότος ἔχει. Ἀλλ’ ἑσπέρας; Ἀλλ’ ἔτι πίνουσι. Καὶ ἡ μὲν ἡμέρα αὐτοὺς ἐπιλέλοιπεν, ἡ δὲ μέθη οὐκ ἐπιλείπει· ἀλλὰ μάλιστα δὴ τῆς νυκτὸς, ὡς ἰδίως αὐτοῖς διαφερούσης, ἀντέχονται. Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωὶ̈ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Εἶτα τὴν αἰτίαν τοῦ δύνασθαι αὐτοὺς διαρκεῖν ἐν τῷ πότῳ ὁ Προφήτης φησίν·
Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει, τὴν αἰτίαν λέγων καθ’ ἣν ἀπλήρωτος αὐτοῖς ἐστιν ἡ τοῦ πίνειν ἐπιθυμία. Ὅτι ἐπειδὰν πολὺς (φησὶν) ὁ ἄκρατος εἰσχεθῇ, πλείονα τὴν θερμασίαν ἐπεισαγαγὼν τῷ σώματι, τὴν φυσικὴν ἰκμάδα τοῦ πίνοντος καταφρύσσει. Εἶτα (οἶμαι) αὐτὸς ἑαυτῷ ὁ οἶνος ὑπέκκαυμα γινόμενος, ὁ προλαβὼν τὴν εὐρυχωρίαν παρασκευάζει τῷ εἰσιόντι. Ὥσπερ δὲ αἱ χαράδραι, ἐπιῤῥέοντος μὲν τοῦ ὑγροῦ, πλήρεις εἶναι δοκοῦσι, παρελθόντος δὲ, ξηραὶ καὶ λιθώδεις καὶ ἄνικμοι καταλείπονται, οὕτω καὶ τὰ τῶν μεθυόντων σώματα ἀποχαραδρωθέντα τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ἐκ φύσεως ἰκμάδα προσκατασύρει. Οἱ μένοντες τὸ ὀψέ. Διὰ τοῦτο μένουσι (φησὶ) τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τὸ δὲ ἐκ τοῦ οἴνου πῦρ, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει, τὰς δὲ ἐπιθυμίας καὶ τὰς ἡδονὰς, ὥσπερ ἔλαιον, φλόγα ἐξάπτει· ὥστε τὸ εἰρημένον, ὅτι Ὁ οἶνος αὐτοὺς συγκαύσει, οὐκ ἐπὶ τὴν εἰς τὸ πίνειν ἐπιθυμίαν μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν λοιπὴν τοῦ σώματος πύρωσιν ἐκδεχόμεθα. Εἶτα παραύξων τὴν ἀτοπίαν ὁ λόγος πρόεισι·
PG 30:375Μετὰ γὰρ κιθάρας (φησὶ) καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Κιθαρισταὶ γάρ τινες νέοι, οἳ κακῶς παραπεσόντες μεθύουσιν ὀφθαλμοῖς, καὶ αὐλητρίδες καὶ ψάλτριαι, κακῶς τὴν ὥραν διατιθέμεναι, καὶ χοροὶ καὶ συνῳδία κακῶν πρὸς τὸ ἔκλυτον διατεθρυμμένοι τὰ σώματα καὶ ἐπὶ τῇ πανδήμῳ μουσικῇ τὰς ψυχὰς κατακλῶντες, πρὸς πᾶσαν αἰσχρὰν καὶ παράνομον ἡδονὴν τοὺς ἐν τῇ μέθῃ διερεθίζουσιν. Ἐκ δὲ τούτου τί συμβαίνει; Τὰ ἔργα Κυρίου μὴ ἐμβλέπειν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν. Ἀλλὰ τὸ μὲν Ἐμβλέπειν τὴν δι’ ὀφθαλμῶν κατάληψιν τῶν ὁρατῶν ὑποφαίνει· τὸ δὲ Κατανοεῖν τὴν διὰ τοῦ νοῦ θεωρίαν τῶν ἀοράτων παρίστησιν. Ἐπεὶ οὖν τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα, καθορᾶται, ὁ μὴ ἐμβλέπων τοῖς ἔργοις, οὐδὲ πρὸς τὴν διὰ τοῦ νοῦ νόησιν ὁδηγεῖται. Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅτι μέθη ἀθεότητός ἐστιν ἀρχὴ, σκότωσις οὖσα τοῦ διανοητικοῦ, δι’ οὗ μάλιστα ὁ Θεὸς ἐπιγινώσκεσθαι πέφυκεν. Ἔργα δὲ χειρῶν καὶ ἡ προσδοκωμένη ἀντίδοσις, τὸ πῦρ ἐκεῖνο καὶ ἡ ἐν ᾅδου κόλασις, γλῶσσα κατάξηρος μικρᾶς ῥανίδος παραμυθίαν ἐπιθυμοῦσα·
φλὸξ πανταχόθεν, οὐδὲ ἀέρος ἀναπνοὴν ἀναψύχειν τὸν καύσωνα, τὸν ἐν τοῖς σπλάγχνοις ἐῶσα. Ἄνθ’ ὧν αὐληταὶ, ὁ στεναγμός· ἀντὶ τῆς ἀμέτρου μέθης, ἐπιθυμία σταγόνος, τῆς σαρκὸς τῶν μεθυόντων ἀποτηγανιζομένης ἐν τῇ καμίνῳ· ἀντὶ τῶν ἀσελγῶν θεαμάτων, τὸ σκότος τὸ βαθύ· ἀντὶ τῆς ἀκοιμήτου ἐπιθυμίας, ὁ ἀκοίμητος σκώληξ. Οἱ οὖν ἐν τῇ μέθῃ τὸν νοῦν ἑαυτῶν καταβυθίσαντες, κατανοεῖν ταῦτα τὰ ἔργα τῶν χειρῶν ἀδυνατοῦσι· καὶ διὰ τὸ μὴ προβλέπειν τὰ ἀναμένοντα αὐτοὺς, εἰκότως ὡς ἤδη ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς ὁ λόγος ὀδύρεται. Ἀκουέτωσαν τούτων οἱ ἀντὶ τῶν Εὐαγγελίων τὰς κιθάρας καὶ τὰς λύρας ἐπὶ τῶν οἴκων φυλάσσοντες, ὅτι ὡς ἤδη ἀπολωλότας ὁ Προφήτης ἀνακαλεῖται, ἐκ τῆς κατ’ ἀγάπην συμπαθείας θρηνῶν αὐτῶν τὴν ἀπώλειαν. Οὐαὶ (φησὶν) οἱ μετὰ κιθάρας καὶ αὐλῶν καὶ τυμπάνων καὶ ψαλμῶν τὸν οἶνον πίνοντες. Σοὶ δὲ χρυσῷ καὶ ἐλέφαντι πεποικιλμένη ἡ λύρα, ἐφ’ ὑψηλοῦ τινος βωμοῦ ὥσπερ τι ἄγαλμα καὶ εἴδωλον δαιμόνων ἀνάκειται·
PG 30:377καὶ γυνή τις ἀθλία, ἀντὶ τοῦ τὰς χεῖρας ἐρείδειν πρὸς ἄτρακτον διδαχθῆναι, διὰ τὴν ἐκ τῆς δουλείας ἀνάγκην ἐπὶ λύραν ἐκτείνειν ἐδιδάχθη παρὰ σοῦ, ἴσως καὶ μισθοὺς τελέσαντος, τάχα καὶ προαγωγῷ τινι γυναικὶ παραδόντος, ἣ μετὰ τὸ πᾶσαν ἀσέλγειαν ἐν τῷ ἰδίῳ σώματι ἀπαθλῆσαι, ταῖς νέαις προκάθηται τῶν ὁμοίων διδάσκαλος. Ὑπὲρ ἧς σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως διπλοῦν τὸ κακὸν ἀπαντήσεται· ὧν τε αὐτὸς ἀσελγαίνεις, καὶ ὧν ἀθλίαν ψυχὴν διὰ πονηρῶν διδαγμάτων ἀπηλλοτρίωσας τοῦ Θεοῦ. Εἶτα παρίσταται τῇ λύρᾳ καὶ ἐπιβάλλει τοῖς φθόγγοις τὰς χεῖρας· γυμνὸς ὁ πῆχυς, ἀναιδὲς τὸ πρόσωπον. Εἶτα ἐπέςτραπται τὸ συμπόσιον ἅπαν, καὶ οἱ ὀφθαλμοὶ πάντων ἐκεῖ φέρονται, καὶ ὦτα ὑποσιωπᾷ τοῖς κρούμασι· καὶ καταστέλλεται μὲν ὁ θόρυβος ἐκεῖ, κατασιγάζεται δὲ ὁ γέλως καὶ τῶν ἀσελγῶν ῥημάτων ἡ ἅμιλλα. Ἐφησυχάζουσι δὲ οἱ κατὰ τὸν οἶκον ἅπαντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλούμενοι ... οὐχ ἡσυχάζει δὲ ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, οὔτε ὑποσιωπᾷ ταῖς τοῦ Εὐαγγελίου φωναῖς, ὁ ἐκεῖ σιωπῶν. Εἰκότως. Ὁ γὰρ ἐκεῖ σιωπὴν ἐπιτάσσων ἐχθρὸς, οὗτος ἐνταῦθα τὸν θόρυβον ὑποβάλλει.
Ἐλεεινὸν θέαμα σώφροσιν ὀφθαλμοῖς μὴ ἱστουργεῖν γυναῖκα, ἀλλὰ λυρῳδεῖν· μὴ ὑπὸ ἰδίου γνωρίζεσθαι ἀνδρὸς, ἀλλ’ ὑπὸ ἄλλων ἀποβλέπεσθαι· πάνδημον εἶναι· μὴ ψαλμὸν ᾄδειν ἐξομολογήσεως, ἀλλὰ ᾄσματα πόρνης· μὴ Θεὸν ἱκετεύειν, ἀλλ’ ἐπὶ τὴν γέενναν ἐπείγεσθαι· μὴ εἰς ἐκκλησίαν Θεοῦ σπουδάζειν, ἀλλὰ συνεκβάλλειν ἑαυτῇ καὶ ἑτέρους. Ἐχθρὰ μὲν ταύτῃ ἔρια· στήμονα δὲ κατάγειν, ἢ κρόκην στρέφειν οὔτε οἶδεν, οὔτε θέλει. Μεθύουσι δὲ συνοῦσα, τὰ ἐκείνων ἐπιτηδεύει. Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν, οἷον ἐν στήμοσί τισι ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας ἑαυτῶν ἐπιβάλλουσαι, πυκνὰ δὲ τὸ κέντρον οἷον κερκίδα, ὧδε καὶ ὧδε μετακομίσασαι, πέρας οὐδὲν τῆς ἐνεργείας ἐπιδεικνύουσι. Τῶν μὲν γὰρ τεχνῶν, ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι, καὶ τὸ τέλος ὀφθαλμοῖς ἐγκείμενόν ἐστιν, οἷον τεκτονικῆς τὸ βάθρον, οἰκοδομικῆς οἰκία, ναυπηγικῆς τὸ πλοῖον, ὑφαντικῆς τὸ ἱμάτιον, χαλκευτικῆς ἡ μάχαιρα· τῶν δὲ ματαιοτεχνιῶν, οἷον κιθαριστικῆς, ἢ ὀρχηστικῆς, ἢ αὐλητικῆς, ἢ ἄλλων τοιούτων, παυσαμένης τῆς ἐνεργείας, τὸ ἔργον συναφανίζεται. Καὶ ὄντως, κατὰ τὴν ἀποστολικὴν φωνὴν, τὸ τέλος τούτων ἀπώλεια.
PG 30:379Ταῦτα τοῖς διὰ πολλὴν ἄνεσιν τρυφῆς χρωμένοις παρὰ δεῖπνον, ἤτοι συνεχῶς, ἢ ἐν οἷς ὑπολαμβάνουσι καιροῖς εὐφροσύνης γάμων, ἢ ἑστιάσεων, αὐλοῖς καὶ κιθάραις, καὶ χοροῖς, ἀναγκαίως ἡμῖν ἐξήτασται, ἵνα τὴν ἐκ τοῦ θείου λόγου διαβολὴν πρὸς τὰς τοιαύτας ἐπιτηδεύσεις καταμαθόντες, φόβῳ τῶν ἐπηρτημένων δεινῶν, πρὸς γοῦν τὸ ἐφεξῆς τὴν πονηρὰν τοῦ βίου ὑμῶν συνήθειαν εἰς τὸ βέλτιον μεταβάλητε. Ἔστι δὲ καὶ τὴν διάνοιαν τῶν ῥητῶν καθ’ ἑτέραν ἐκδοχὴν βασανίσαντας, εὑρεῖν τι καὶ ἕτερον ὠφελοῦν ἡμῶν τὰς ψυχάς. Οὐαὶ (φησὶν) οἱ ἐγειρόμενοι τὸ πρωὶ̈ καὶ τὸ σίκερα διώκοντες. Τουτέστιν οἱ ἅμα τῷ λυθῆναι αὐτοῖς τὸν ἐκ τῆς ἀγνοίας σκότον διὰ τῆς εἰς θεογνωσίαν εἰσαγωγῆς, ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης (ἀντὶ τῶν προτέρων ἀνόμων καὶ ἀσεβῶν θεοσεβεῖς χρηματίσαντες καὶ ἐγκαταλεγέντες Ἐκκλησίᾳ Θεοῦ) οὕτως ὑπὸ τῶν παθῶν τῆς σαρκὸς κατακρατούμενοι, ὥστε ἐξίστασθαι τῶν λογισμῶν καὶ ἀνατρέπεςθαι ἐξίσου τοῖς ὑπὸ μέθης ἐσκοτισμένοις.
Τοὺς οὖν τοιούτους ὁ λόγος ταλανίζει, τοὺς μετὰ τὴν τοῦ θεοῦ διδασκαλίαν ἐπιδιδόντας ἑαυτοὺς μέθῃ παθῶν, Οἶδε γὰρ μεθύοντας καὶ χωρὶς οἴνου πολλάκις, ὁ λέγων· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου. Ὥσπερ γὰρ ὁ οἶνος πλείων τῆς χρείας, ἢ τῆς δυνάμεως τοῦ πίνοντος εἰσρυεὶς, σκότωσιν ἐπάγειν τῷ λογισμῷ πέφυκεν, οὕτω καὶ πάθη ἐπιθυμίας, ἢ λύπης, ἢ θυμοῦ, κατακρατήσαντα τοῦ λογισμοῦ, ἔκφρονας ποιεῖ τοὺς ὑπ’ αὐτῶν κατεχομένους. Ἄθλιοι οὖν καὶ τρισάθλιοι οἱ μὴ μόνον ἀρχομένου τοῦ βίου τῇ μέθῃ βεβαπτισμένοι, ἀλλὰ καὶ μένοντες τὸ ὀψέ, τουτέστιν οἱ μέχρι τῶν δυσμῶν τῆς ζωῆς πάθεσιν ἑαυτοὺς παραπέμποντες. Καθ’ ἕνα μὲν οὖν τρόπον ὁ ἐκ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ φωτισμὸς ἐγγινόμενος ταῖς καρδίαις πρωί̈α λέγεται· καθ’ ἕτερον δὲ, καθ’ ὃν ἀρχόμεθα τῆς λογικῆς ζωῆς, συμπληρωθέντος τοῦ λόγου. Καθ’ ἑκάτερον γὰρ σκοτία καὶ νὺξ ὁ πρότερον βίος, ἤτοι τοῦ λόγου μήπω τετελειωμένου, καὶ τῆς ψυχῆς ἐν ἀλογίᾳ βεβαπτισμένης· ἢ διὰ τὴν ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, σκότῳ βαθεῖ τῆς διανοίας κεκαλυμμένης.
PG 30:381Οὐαὶ οὖν οἱ ἐγειρόμενοι τὸ πρωὶ̈, τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν ἀποθέμενοι καὶ, ἀντὶ τοῦ διὰ τῆς τοῦ λόγου δυνάμεως εὐτόνως καταπαλαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ’ αὐτῶν καὶ οἷόν τινα μέθην τὰ πάθη μεταδιώκοντες. Ταλανώτατοι μὲν γὰρ οἱ, ἀρχομένου τοῦ βίου καὶ λήγοντος, τῆς τοιαύτης μέθης μὴ ἀπολήγοντες. Διαφοραὶ δὲ πολλαὶ τῶν μεθυόντων· οἱ μὲν γὰρ εὐθὺς μετὰ τὸν ὄρθρον τῆς μέθης ἐπαύσαντο, οἱ δὲ ἐπὶ μικρὸν προελθόντες ἔληξαν, οἱ δὲ ἐπὶ πλεῖον παρέτειναν. Καλὸν μὲν οὖν τὸ ἅμα τῷ ἐγερθῆναι, ζητῆσαι τὸ νηφαλίως ζῆσαι καὶ ἱερατικῶς, ἵνα ἄξιοι γενώμεθα τῆς εἰς τὰ ἅγια εἰσόδου, οἶνον καὶ σίκερα μὴ πίνοντες. Γέγραπται γάρ· Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρών, λέγων· Οἶνον καὶ σίκερα οὐ μὴ πίεσθε, σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Ἐπεὶ δὲ δύσκολον ἐν ἀνθρώπου φύσει κατορθωθῆναι τὸ ἀναμάρτητον, δεύτερος (φησὶ) πλοῦς εὐθὺς μετὰ τὴν πρωί̈αν ἀναστῆναι ἀπὸ τῆς μέθης.
Τῶν δὲ χρονιζόντων ἐν οἴνοις καὶ τῶν ζητούντων ποῦ πότοι γίνονται, ἄσχολός ἐστιν ἡ διάνοια περὶ τὴν τούτων ἔρευναν, ὥστε μὴ δύνασθαι ἐμβλέπειν τοῖς ἔργοις Κυρίου, μηδὲ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ἀλλὰ κιθάρα καὶ ψαλτήριον τὴν μέθην αὐτοῖς συνεπιτείνει, τὰ εὑρήματα τοῦ Ἰουβὰλ, τοῦ ἐκ τῆς γενεαλογίας Κάϊν καθήκοντος. Ἔλαβε γὰρ ἑαυτῷ (φησὶ) Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά. Καὶ ἔτεκεν Ἀδδὰ τὸν Ἰωβήλ. Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Τοιαύτης ἦν κιθάρας καὶ μουσικῆς ὁ Λάβαν οἰκεῖος, μεθ’ ἧς ἐβούλετο παραπέμπειν τὸν Ἰακώβ. Εἰ γὰρ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετὰ εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας. Ἀλλ’ ἀπεδίδρασκεν ὁ πατριάρχης, ὡς ἐμπόδιον οὖσαν πρὸς τὸ ἐμβλέπειν τοῖς ἔργοις Κυρίου καὶ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.
Ἀλλὰ καὶ τοῦ Ναβουχοδονόσορ ἐπὶ τοῦ ἐγκαινισμοῦ τῆς εἰκόνος, σάλπιγγος καὶ σύριγγος καὶ κιθάρας καὶ σαμβύκης καὶ ψαλτηρίου συμφωνίας, καὶ παντὸς γένους μουσικῶν συνηχούντων, οἱ μὲν λαοὶ καὶ αἱ φυλαὶ καὶ αἱ γλῶσσαι κατέπιπτον· οἱ δὲ τὸν Βαβυλώνιον οἶνον πίνειν πόῤῥωθεν μὴ ἀνασχόμενοι καὶ τὴν τρυφὴν βδελυξάμενοι τῆς βασιλικῆς τραπέζης, οὔτε πεσόντες προσεκύνησαν καὶ κατεφρόνησαν πάσης ἀνθρωπίνης δυναστείας καὶ αὐτὴν δὲ κατέσβεσαν τὴν δύναμιν τοῦ πυρός. Εἰ δὲ ἁμάρτημά ἐστι τὸ μὴ βλέπειν τὰ ἔργα Κυρίου καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν, ἐπάρωμεν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν καὶ εἰδῶμεν τοὺς δημιουργικοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ, καὶ τοῦ μεγέθους τῆς καλλονῆς τῶν κτισμάτων, ἀνάλογον τοῖς δημιουργηθεῖσι τὸν τῶν ποιημάτων γενεσιουργὸν καθορῶντες. Καὶ ἐπειδὴ Τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἡ μὲν αἰσθητὴ τῶν ποιημάτων ἀντίληψις ὅρασις τάχα εἴρηται, ἡ δὲ νοητὴ τῶν ὑπερκοσμίων κατάληψις νόησις προςηγόρευται. Διὰ τοῦτο· Τὰ ἔργα (φησὶ) τοῦ Κυρίου οὐκ ἐμβλέπουσι (τουτέστι τοῖς αἰσθητοῖς διὰ τῶν ὄψεων οὐ προςβλέπουσι)·
PG 30:383καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι, τουτέστι διὰ τῆς τοῦ νοῦ ἐνεργείας τὴν κατάληψιν τῶν ἀοράτων οὐκ ἐκζητοῦσιν. Ἵνα δὲ ἔτι μᾶλλον ἡμῖν τὸ τῆς πρωί̈ας ὄνομα τρανωθῇ, ὅτι ἡ ἀπὸ σκότους ἐπάνοδος (εἴτε τοῦ κατὰ τὴν ἐκ τῆς νεότητος ἀλογίαν, εἴτε τοῦ τῆς ἀγνωσίας τοῦ Θεοῦ ταῖς ψυχαῖς ἐγγινομένου) ἡ πρώτη εἴσοδος εἰς τὴν ἀλήθειαν πρωί̈α λέγεται. Συνάξεις δὲ τὰ πολλαχοῦ τῶν Προφητῶν περὶ πρωί̈ας, ἢ περὶ ὄρθρου, ὑπὲρ τοῦ τῇ τῶν πλειόνων παραθέσει φανῆναι τὸ προκείμενον. Οἷον, Ἀπέστελλον ὄρθρου τοὺς Προφήτας· καὶ τὸ Πρωὶ̈ εἰσακούσῃ τῆς φωνῆς μου· καὶ τὸ Πρωὶ̈ παραστήσομαί σοι καὶ ἐπόψομαι· καὶ τὸ Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ τὸ Εἰς τὰς πρωί̈ας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· καὶ τὸ Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ̈ ἀγαλλίασις. Πῶς οὖν, ἐπιβαλλόντως τῇ τοῦ Θεοῦ εὐεργεσίᾳ εἰς ἀνθρώπους γινομένῃ, πρωὶ̈ ἀποστέλλονται οἱ Προφῆται;
Ὅτι πᾶς λόγος, ἀπὸ Θεοῦ ἐρχόμενος, ἡμῖν τοῖς δυναμένοις κατακούειν τοῦ θείου βουλήματος ἔρχεται, τῶν ἐν παιδικῇ ἀνοίᾳ ὄντων οὐ καθαπτόμενος, ἀλλὰ τῶν ἐχόντων ἤδη τὰς φυσικὰς ἐννοίας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Περὶ τούτων οὖν ὁ λόγος, ὅτι ἅμα τῷ παρακύψαι αὐτοὺς εἰς τὴν νόησιν καὶ οἱονεὶ ἐπᾶραι ἀπὸ τῆς πρὸ τούτου ἀγνοίας τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ δέξασθαί τινα αὐγὴν τοῖς τῆς καρδίας ὄμμασι, συνεισέπιπτεν ὁ τοῦ Θεοῦ λόγος, τὰ πρακτέα καὶ τίμια διορίζων. Τοῦ αὐτοῦ ἔχεται νοῦ καὶ τὸ τοῦ ψαλμοῦ· Τὸ πρωὶ̈ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωὶ̈ παραστήσομαί σοι. Ἕως μὲν γὰρ νὺξ ᾖ περὶ τὴν ψυχὴν ἡμῶν καὶ μήπω ἐπανατείλῃ ὁ ἥλιος, οὐκ ἔστιν ἐπακουσθῆναι ὑπὸ Θεοῦ· ἐπειδὰν δὲ ἀποκαθαρθεῖσα ψυχὴ τῆς περὶ Θεοῦ ἀγνοίας ἀνενέγκῃ δεήσεις, ἐν τῇ λαμπρότητι τῆς λογικῆς καὶ πνευματικῆς ἡμέρας γενομένη, εἰσακούοντα ἔχει τῆς φωνῆς τὸν Θεόν. Διὰ τοῦτό φησι· Τὸ πρωὶ̈ παραστήσομαί σοι καὶ ἐπόψομαι. Εἰ γὰρ μέλλεις παρίστασθαι τῷ Θεῷ, μηδενὶ πονηρῷ παρίστασο πράγματι, ἀλλὰ ποίει τὰ τῷ Μωϋσεῖ προστεταγμένα·
PG 30:385σὺ δὲ αὐτοῦ στῆθι ἐνώπιόν μου, ἑδραῖος, καὶ ἀσάλευτος καὶ ἀμετακίνητος, τῇ πίστει παριστάμενος αὐτῷ, ἵνα ἄξιος γένῃ τοῦ κατοπτεύειν τὰ τῆς ἀληθείας θεάματα. Παραστήσομαί σοι (φησὶ) καὶ ἐπόψομαι. Ἕως μὲν γὰρ ἂν θεωρητικός τις ᾖ τοῦ ἐν τοῖς ὁρατοῖς ἐμφαινομένου κάλλους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται· ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς, αὐτῷ παραστῇ τῷ Θεῷ, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, καὶ ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν καὶ ἐράσμιον ἀναδραμεῖν, οὗ ἡ θέα μόναις ταῖς ψυχαῖς καθαραῖς φαίνεσθαι πέφυκε, τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα παρά τισι μεταφυσικὰ, ἐποπτικὸς γενέσθαι δύναται. Ἐπειδὰν οὖν (φησὶ) σοὶ παραστῶ καὶ αὐτῇ τῇ περὶ σοῦ θεωρίᾳ διὰ τοῦ νοῦ προσεγγίσω, τότε τὴν ἐποπτικὴν ἐνέργειαν διὰ τοῦ κατὰ τὴν γνῶσιν φωτισμοῦ ἀναλήψομαι.
Συνᾴδει δὲ τούτῳ τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχ ὅτι φωνὴν αἰσθητὴν ἀφιᾶσι ταῖς ἀκοαῖς ἡμῶν, ἀλλ’ ὅτι ὁ τοῖς λόγοις τῆς τοῦ κόσμου συστάσεως ἐγγυμνασάμενος καὶ γνωρίσας ἁπάντων τῶν κατ’ οὐρανὸν τὴν διάθεσιν, διὰ τούτων οἱονεὶ φωνὴν ἀφιέντων, τὸ μεγαλεῖον τῆς δόξης τοῦ πεποιηκότος αὐτοὺς διδαχθήσεται. Πρὸς τοῦτο καὶ ὁ Προφήτης ἡμᾶς διανίστησι, λέγων· Ἀναβλέψατε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε πάντα ταῦτα. Τὸ γὰρ ὑψηλῶς θεωρῆσαι τὸ ἀναβλέψαι ἐστὶ καὶ τὸ διὰ τῶν ὁρωμένων τῇ τοῦ πεποιηκότος ἐννοίᾳ προσαχθῆναι. Τὸ δὲ ἐκ νυκτὸς ὀρθρίζειν πρὸς τὸν Θεὸν, τοιοῦτόν ἐστιν· ὅταν ἡ νὺξ προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν ἀρξώμεθα, ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους (κώμους καὶ μέθας, κοίτας καὶ ἀσελγείας) τότε δυνάμεθα λέγειν τό· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός. Εἶτα καὶ δηλοῖ διὰ τοῦ ἐπιφερομένου, τί ἐστι τὸ ἐν αὐτῷ ποιοῦν τὸν ὄρθρον· Διότι φῶς (φησὶ) τὰ προςτάγματά σου ἐπὶ τῆς γῆς. Φῶς γάρ ἐστι τὰ προστάγματα, λύοντα τὸ τῆς ἀγνοίας σκότος· διὸ καὶ Ἡ ἐντολὴ Κυρίου τηλαυγῆς, φωτίζουσα ὀφθαλμούς.
PG 30:387Τὸ δὲ ἐν τῷ ἑκατοστῷ Ψαλμῷ εἰρημένον (ὅτι Εἰς τὰς πρωί̈ας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς) παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται. Οὐ γὰρ, ὅτι καθ’ ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην· οὐ τοῦτό φησιν ὁ λόγος. Τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει· πῶς γὰρ πάντων ἠδύνατο καθ’ ἑκάστην πρωί̈αν αὐτόχειρ γενέσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ πάντων περιγίνεσθαι δυνατὸν ἦν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων ὄντων, ὡς τὸ εἰκός· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ πάντως ἂν ἀπέκτεινε πρωί̈ᾳ τοὺς σύμπαντας, ἀλλ’ οὐχὶ καὶ καθ’ ἑκάστην πρωί̈αν αὐτόχειρ αὐτῶν ἐγένετο. Τί οὖν ἐστι τὸ Εἰς τὰς πρωί̈ας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους ἀνομίαν; Συνετώτερον τῶν λεγομένων ἐπακούσωμεν, ἵνα μὴ κατηγορήσωμεν τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου, ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· Ἁμαρτωλοὶ δὲ γῆς οὐκ ἄλλοι τινές εἰσιν, ἢ περὶ ὧν φησιν ὁ Σωτήρ·
ὅτι ἔσωθεν Ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι καὶ τὰ τούτοις ὅμοια. Τούτους δὴ τοὺς τῆς γῆς ἁμαρτωλοὺς, τοὺς ἐκ τῆς γηί̈νης σαρκὸς προϊόντας, καθ’ ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συςτάσεως ὁ ἑαυτὸν ἐκκαθαίρων. Πρωί̈α οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ’ ἑκάστην σωτηρίου δόγματος ἀνατολὴν γίνεται· ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίαν κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀναγκὴ εἰς ἔργον προχωρεῖν τὰς ἐνθυμήσεις. Οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογιςμός, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς. Ἐὰν οὖν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ, τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωί̈ᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν, μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. Τούτῳ σύμφωνον ἡγούμεθα εἶναι τὸ παρὰ τοῦ Ἱερεμίου λεγόμενον·
Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς καὶ ἀφαιρῶν μάχαιραν αὐτοῦ ἀφ’ αἵματος. Δεῖ γὰρ τὸν μέλλοντα φεύγειν τὸ τῆς κατάρας βαρὺ, μηδέποτε ἀναπαύειν τὴν πνευματικὴν μάχαιραν ἀπὸ τοῦ κατὰ τῶν τοιούτων ἁμαρτωλῶν αἵματος. Τοιοῦτον οὖν ἐστι καὶ τὸ νῦν εἰρημένον περὶ τοῦ πρωί̈. Οὐαὶ τῷ ἀπὸ σκότους καὶ τῆς ἐν ἀγνοίᾳ νυκτὸς, μετὰ τὴν πρώτην ἡλικίαν, τοῦ λόγου ἐν αὐτῷ ἀνατείλαντος, ὁμοῦ τῷ διαναστῆναι ἐκ τοῦ ὕπνου, τὸ σίκερα διώκοντι. Οἱ δὲ ὑπὸ τῶν παθῶν νικηθέντες, οἱ μὲν ἔμειναν ἐν τῇ μέθῃ τοῦ πάθους, οἱ δὲ ἀποκαθηράμενοι τὸν νοῦν, ἐμβλέπουσι μὲν τῷ κόσμῳ τῶν ὁρατῶν, κατανοοῦσι δὲ τὰς τῶν νοητῶν ὑποστάσεις καὶ οὐσίας. Τὰ μὲν γὰρ ὁρατὰ ἐνατενίσεως δεῖται· διὰ τοῦτο Ἐμβλέπουσι. Τὰ δὲ νοητὰ χρῄζει λόγου διεξοδικοῦ· διὸ εἴρηται Κατανοοῦσι. Πλὴν ὅτι πρῶτον δεῖ ἐμβλέψαι τοῖς ἔργοις Κυρίου, καὶ τότε εἰς τὸ κατανοῆσαι αὐτὰ προελθεῖν. Ὁποῖος ἦν ὁ περὶ ἑαυτοῦ λέγων·
PG 30:389Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν ἄρτου καὶ δίψος ὕδατος. Ταῦτα καθ’ ἱστορίαν δυνατὸν τυχεῖν τῆς ἐξηγήσεως ἐπὶ τῶν καιρῶν τῆς ἐσχάτης πολιορκίας τῶν Ἰουδαίων, τῶν μὲν εἰς αἰχμαλωσίαν ἀπαχθέντων, τῶν δὲ ἐν λιμῷ καὶ δίψει διαφθαρέντων. Καὶ ἡ αἰτία σαφὴς, δι’ ἣν ταῦτα πεπόνθασιν· ὅτι ἐπιδημήσαντα αὐτοῖς τὸν Κύριον οὐκ ἐπέγνωσαν. Ὥστε δὲ καὶ ἡμῖν οἰκειωθῆναι τὴν ἐκ τῆς λέξεως παραίνεσιν. Ἐκεῖνα λέγομεν, ὅτι οἱ διώκοντες τὸ μέθυσμα καὶ μετὰ τῆς ἀπηγορευμένης μουσικῆς τὸν οἶνον πίνοντες, καὶ θεάμασι μὲν ἀτόποις τὰς ὄψεις ἐνασχολοῦντες, τοῖς δὲ ἔργοις Κυρίου ἐμβλέπειν μὴ ἀνεχόμενοι, διὰ τὸ φιλήδονοι εἶναι μᾶλλον ἢ φιλόθεοι, αἰχμάλωτοι γίνονται καὶ ὑποχείριοι τοῖς ὑπεναντίοις.
Ἀλλὰ καὶ πλῆθος ἐν αὐτοῖς νεκρῶν ἐγενήθη διὰ λιμὸν καὶ ὕδατος ἀπορίαν. Οἱ γὰρ τὴν ἐπιβάλλουσαν ταῖς ψυχαῖς τροφὴν μὴ προσιέμενοι, νεκροὶ γίνονται τοῖς παραπτώμασι· καὶ οἱ ἐπὶ ὕδατος ἀναπαύσεως μὴ ἐκτρεφόμενοι, μηδὲ ζητοῦντες πιεῖν ἐξ ἐκείνου τοῦ ὕδατος, περὶ οὗ φησι πρὸς τὴν Σαμαρεῖτιν ὁ Κύριος, ὅτι Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, οὗτοι γίνονται νεκροί. Ἄκουε γὰρ, ὅτι πλῆθος νεκρῶν ἐγενήθη, οὐ διὰ λιμὸν μόνον, ἀλλὰ καὶ διὰ δίψαν ὕδατος· ἐπειδὴ ἀπ’ ἐκείνου ἔπινον τοῦ ὕδατος, οὗ καὶ ἡ Σαμαρεῖτις· ὃς γὰρ ἂν πίῃ (φησὶν) ἐκ τοῦ ὕδατος ἐκείνου, διψήσει πάλιν· οὐκ ἔπιον δὲ ἐκ τοῦ ὕδατος τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον. Προτρεπτικὸν δὲ τοῦτο ἐπὶ τὴν γνῶσιν. Εἰ γὰρ διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον αἰχμάλωτοι γίνονται, ζηλωτέον ἡμῖν τὸ τῆς γνώσεως χάρισμα. Τάχα δὲ ἡ ἀληθὴς νέκρωσις οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος τούτου τοῦ αἰσθητοῦ, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου ταῖς ψυχαῖς τῶν ἀνηκόων ἐγγίνεται. Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλὰ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Διὰ τοῦτο Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων·
PG 30:391καὶ Νεώτερος ἐγενόμην (καὶ γὰρ ἐγήρασα) καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ Οἱ υἱοὶ τοῦ νυμφῶνος, ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος, οὐ δύνανται νηστεύειν. Ὅπου δὲ λιμὸς καὶ δίψα, ἐκεῖ καὶ ἡ νεκρότης. Ἵνα οὖν μὴ λιμοκτονηθῶμεν, ζητήσωμεν τὸν ἄρτον τὸν ἐπουράνιον· μηδὲ τῷ δίψει καταφρυγῶμεν, ζητήσωμεν τὸ ὕδωρ, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα. Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνὴρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Ἵνα τὸ ἁδρὸν τῶν ἀπολλυμένων ὁ λόγος ἡμῖν παραστήσῃ, πλατύνειν ἔφη τὸν ᾅδην τὸ στόμα αὐτοῦ. Ὥσπερ ἐπὶ τῶν ζώων, ὅσα λάβρως ὑπὸ πολλῆς ἐνδείας τὴν τροφὴν διαρπάζει καὶ πλατύνει τὸ στόμα περιτεινόμενον τῇ τροφῇ, οὕτω (φησὶ) καὶ ὁ ᾅδης τὸ ἑαυτοῦ στόμα εὐρυχωρότερον ποιεῖν εἴρηται.
Τάχα δὲ ἡμῖν ὁ λόγος ἐνδείκνυται, κοινόν τινα τόπον ἐν τῷ ἐσωτάτῳ τῆς γῆς, ἐπίσκιον πανταχόθεν καὶ ἀλαμπῆ, τὸ τοῦ ᾅδου χωρίον εἶναι· στόμιον δέ τι ἐπὶ τὰ κοῖλα καθῆκον, δι’ οὗ τὴν κάθοδον εἶναι ταῖς πρὸς τὸ χεῖρον κατεγνωσμέναις ψυχαῖς· ὃ διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥστε ὑποδέξασθαι πάντας εὐρυχωρότερόν φησι γεγενῆσθαι. Οὐ γὰρ δὴ ζῶόν τι ὁ ᾅδης, οὐδὲ δύναμίς τις ἐπιτεταγμένη τοῖς ἀποθνήσκουσι, κατὰ τὴν μυθοποιίαν τῶν ἔξωθεν. Οἱ οὖν διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον, αἰχμάλωτοι γενόμενοι καὶ λιμῷ καὶ δίψει τῆς πνευματικῆς τροφῆς ἐκτακέντες, εἰς ᾅδου καταβαίνουσι, μετὰ τῶν ἐνδόξων καὶ μεγάλων καὶ πλουσίων καὶ λοιμῶν. Τρία δέ ἐστι τὰ περὶ τοὺς ἁμαρτάνοντας ἀπειληθέντα· αἰχμαλωσία καὶ νέκρωσις καὶ εἰς ᾅδου κάθοδος. Αἰχμαλωσία μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς προηγουμένης ζωῆς κατάπτωσις, κατὰ ἀπάτην τοῦ ἐχθροῦ, ὑπεξάγοντος ἡμᾶς τῆς ἐν τῷ παραδείσῳ μακαριότητος· νέκρωσις δὲ ἡ τῆς ζωοποιοῦ ἐντολῆς ἀλλοτρίωσις· εἰς ᾅδου δὲ κατάβασις, ὁ διὰ τὴν πολλὴν τῆς ἁμαρτίας χύσιν καὶ τὴν ἐναντίαν τῷ ἀγαθῷ διάθεσιν, ἀπὸ Θεοῦ γινόμενος χωρισμός.
PG 30:393Ὥσπερ γὰρ ὁ δίκαιος ἤδη συνηγέρθη Χριστῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, οὕτως ὁ ἄδικος αἰχμάλωτος ἤδη καὶ νεκρὸς καὶ εἰς ᾅδου διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων καταβεβηκὼς λέγεται. Διαφορὰς δὲ ταγμάτων καταβαινόντων εἰς τὸν ᾅδην ὁ λόγος ἀπηριθμήσατο· πρῶτον τοὺς ἐνδόξους· οὗτοι δ’ ἂν εἶεν οἱ ἐν ὑπολήψει τινὶ δεξιᾷ, οὐ πάντως ἔχοντες τῷ ἐπιφαινομένῳ σχήματι τὴν ἐκ τοῦ βίου μαρτυρίαν ἀκολουθοῦσαν· εἶτα οἱ μεγάλοι, οἱ ἐν δυνάμει τινὶ καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες· καὶ οἱ πλούσιοι, οἱ πολὺ πλῆθος χρημάτων ἄδικον περιβεβλημένοι, ἢ οἱ ἀκόρεστον τὴν ἐπιθυμίαν τοῦ πλείονος ἔχοντες· καὶ οἱ λοιμοὶ αὐτῆς, ὅσοι δίκην νόσου φθοροποιοῦ κατὰ διάδοσιν ἐπινεμομένης, τοὺς προσιόντας αὐτοῖς διαφθείροντες, ἤτοι ἐκ μοχθηρᾶς διδασκαλίας, ἢ ἐκ τοῦ κατὰ τὴν ἁμαρτίαν ἐρεθισμοῦ, λοιμοὶ δικαίως προσαγορεύονται. Οἵτινες καταβαίνουσιν εἰς τὸν ᾅδην. Καὶ ὁ ἀγαλλιώμενος (φησὶν) ἐν αὐτῇ. Οὗτος δ’ ἂν εἴη ὁ ἐν σαρκὶ Ἰουδαῖος, τῇ γηί̈νῃ Ἱερουσαλὴμ ἐναγαλλιώμενος, πρὸς δὲ τὴν ἀποκειμένην τοῖς Ἁγίοις τοῦ Θεοῦ μακαριότητα μὴ βλέπων. Τήρει δὲ ὅτι τὸ, Ἐν αὐτῇ, κατὰ τὴν κοινὴν συνήθειαν εἴρηται·
ὡς καὶ ἐπὶ τῶν ἰδιωτικῶν οἴκων πολλάκις τοὺς ὑπερέχοντας αὐτοὺς προσαγορεύεσθαι ὑπὸ τῶν ἐνοικούντων σύνηθες. Τοιοῦτόν ἐστι καὶ τὸ Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Καὶ ὁ τοίνυν ἀγαλλιώμενος ἐν αὐτῇ, εἰς ᾅδου καταβήσεται. Καὶ ταπεινωθήσεται ἄνθρωπος (φησὶ) καὶ ἀτιμασθήσεται ἀνήρ. Οὐ τόπῳ παθεῖν ἐστι τὴν ταπείνωσιν, ὅσον ἐν προαιρέσει. Ὑψοῦται μὲν γὰρ ὁ δίκαιος τῷ οὐρανίῳ φρονήματι, ταπεινοῦται δὲ ὁ ἀσεβὴς διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ μὲν γὰρ κοινὸς ἄνθρωπος, ὁ μόνοις τοῖς κοινοῖς τῆς φύσεως πλεονεκτήμασιν ἐπηρμένος, μὴ ζῶν κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἐκ τῆς πρώτης κατασκευῆς δύναμιν, ταπεινοῦται· ὁ δὲ ἤδη καὶ ἐν προκοπῇ τινι γενόμενος καὶ ἄξιος ἤδη τοῦ ἀνὴρ χρηματίζειν, ἐπειδὰν καταμαλακισθεὶς ἐνδῷ πρὸς τὰ πάθη, ἀτιμασθήσεται. Διὰ τοῦτο ὁ μὲν Ἄνθρωπος ταπεινωθήσεται, ὁ δὲ ἀνὴρ ἀτιμασθήσεται· ὅτι ὁ μὲν τὸ κοινὸν οὐκ ἐφύλαξεν, ὁ δὲ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ περιγενόμενον ἀγαθὸν διὰ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς ἐζημιώθη. Ὁ μὲν γὰρ ἄνθρωπος ταπεινοῦται· οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός.
PG 30:395Ὁ δὲ ἀνὴρ ἀτιμάζεται, ὡς ἐξουθενῶν τὸν Θεὸν διὰ τῆς τῶν Ἐντολῶν παραβάσεως. Οἱ γὰρ ἐξουθενοῦντες αὐτὸν ἀτιμασθήσονται, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἠκούσαμεν τοῦ Κυρίου, λέγοντος· Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται. Ἀτιμασθήσεται οὖν ἀνὴρ ὑπὸ τῆς ἰδίας ἁμαρτίας· ἀτιμοποιὸς γὰρ ἡ ἁμαρτία. Ἀναστήσονται γὰρ (φησὶν) οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Ἐπειδὴ γὰρ τιμή ἐστι γέρως ἀπόδοσις, γέρας δέ ἐστιν ἆθλον ἀρετῆς, τοῖς μὲν Ἁγίοις καὶ τιμὴ καὶ γέρας ἀπονέμεται, τοῖς δὲ ἀσεβέσι τὰ ἐναντία. Τιμᾷ μὲν γὰρ ὁ Θεὸς τοὺς ἀξίους· Αὐτὸς γάρ ἐστι τὸ ὄντως τίμιον καὶ τιμῆς παρεκτικόν· διότι οὐ δύναται τὴν τιμὴν περιποιῆσαι ὁ ἠτιμωμένος. Ἀτιμάζει δὲ ἕκαστον τὰ πάθη τῆς αἰσχύνης, ἐπὶ τῆς κτίσεως πάσης ἀνακαλυπτόμενα. Καὶ οἱ ὀφθαλμοὶ (φησὶν) οἱ μετέωροι ταπεινωθήσονται. Ὅσοι ἐπάραντες εἰς ὕψος ἑαυτῶν τὴν διάνοιαν, εἶδον τὸν καταδείξαντα ταῦτα πάντα, οὗτοι ἔχοντες μετεώρους τοὺς ὀφθαλμοὺς, τῷ ὑπεράνω πάντων σωμάτων ἀγαγεῖν τὴν διάνοιαν·
εἶτα διὰ ψευδοδοξίας καὶ τῆς πολλῆς περὶ τὰ ὑλικὰ προσπαθείας, οὐδὲν ἔτι τῶν μεγάλων θεωρεῖν ἠνέσχοντο, ἀλλ’ ὅλοι γινόμενοι τῆς σωματικῆς ἀπολαύσεως, ταπεινοῦσθαι δικαίως λέγονται. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Τουτέστι κατὰ τὴν δικαίαν ἐπὶ τῶν προειρημένων ἀνταπόδοσιν, ὑψοῦται Κύριος ὁ Θεὸς ἐν κρίματι, ὡς ἓν τῶν εἰς δόξαν Θεοῦ συντεινόντων εἶναι καὶ τὸ ἐπὶ τοῖς ἀσεβέσι κρίμα κατὰ τὴν ἀξίαν τῶν ἔργων ἐγγινόμενον παρὰ τοῦ κριτοῦ· ὥστε καὶ ἐν τῇ κρίσει θεωρεῖσθαι τὸ ὕψος τῆς συνέσεως καὶ τῆς δυνάμεως τοῦ Κυρίου. Ὥσπερ γὰρ οἱ θεωροῦντες τὴν σοφίαν τῆς διατάξεως τῶν οὐρανίων (κατὰ τὴν τῶν ἀστέρων θέσιν καὶ φορὰν καὶ σχέσιν, ἣν ἔχουσι πρὸς ἀλλήλους) τῆς συνέσεως αὐτοῦ τὸ μεγαλεῖον νοοῦσιν (ὥστε ἂν δύνασθαι εἰπεῖν, ὅτι Τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός) οὕτως οἱ βλέποντες τοὺς τῆς κρίσεως λόγους, οὐχ ἧττον θαυμάσονται τὸ ἐν τῇ κρίσει σοφὸν καὶ συνετὸν, καὶ μέχρι τῶν λεπτοτάτων, ἀνταποδοτικὸν ἑκάστῳ τοῦ πρὸς ἀξίαν. Τάχα οὖν καθ’ ἕκαστον κατόρθωμα ὑψοῦμεν τὸν Θεόν, ὥστε ὑψοῦσθαι αὐτὸν ἐν τῇ σωφροσύνῃ ἡμῶν καὶ ὑψοῦσθαι αὐτὸν ἐν τῇ δικαιοσύνῃ ἡμῶν.
PG 30:397Ταῦτα δὲ ἐπειδὴ διὰ τῆς συνεργίας τοῦ Θεοῦ κατορθοῦται, ὅταν ὑπολαβὼν ἡμᾶς ἀνορθώσῃ, ὑπερείδων ἡμᾶς τῇ συνεργίᾳ τῇ παρ’ ἑαυτοῦ, καὶ στηρίζων, τότε λέγομεν· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με. Πολλαὶ δὲ αἱ ὑψώσεις τοῦ Θεοῦ· ἥ τε κατὰ γνῶσιν καὶ σύνεσιν· καὶ ἡ κατὰ τὴν διέξοδον τῶν μεγαλείων αὐτοῦ καὶ κατὰ τὴν τῶν κριμάτων αὐτοῦ θεωρίαν. Διὸ εἴρηται περὶ τοῦ δικαίου, ὅτι Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ. Εἶτα, ἐπειδὴ τῇ κατὰ θεωρίαν ὀρθότητι τὸ ἐν τῇ πράξει εὔτονον συντέτακται, Καὶ ῥομφαῖαι δίστομοι (φησὶν) ἐν ταῖς χερσὶν αὐτῶν, τουτέστι λόγοι ἐκτέμνοντες τῆς ψυχῆς καὶ ἐκριζοῦντες τὰ πάθη. Ἐπειδὴ δὲ ὁ Κύριος Σαβαὼθ Κύριος λέγεται τῶν στρατιῶν, τότε αἱ στρατιαὶ, αἱ λειτουργοῦσαι αὐτῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὑψώσουσι καὶ δοξάσουσιν ἐπὶ τῷ δικαίῳ καὶ ἀπαραλογίστῳ κρίματι. Τοιοῦτον δέ τι ὑπονοοῦμεν, ὅτι κρινομένου τοῦ Κυρίου μετὰ τῶν ἀνθρώπων (Αὐτὸς γὰρ Κύριος ἥξει εἰς κρίσιν μετὰ τοῦ λαοῦ) μόνος ὁ Κύριος ὑψωθήσεται, οὐδενὸς δικαιουμένου κατενώπιον αὐτοῦ.
Τίς γὰρ ὁ συνεξεταζόμενος ταῖς ἀπὸ τοῦ κτίσαντος ἡμᾶς εὐεργεσίαις καὶ ποικίλαις ὅσαις οἰκονομίαις φθανούσαις κοινῶς ἐπὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, ἀποδοῦναι τὰ ἴσα καὶ ἄξια τῶν εἰς αὐτὸν ἐφθακότων ἀπὸ τῆς δωρεᾶς τοῦ Κυρίου δυνήσεται; Διόπερ ἀποροῦσιν οἱ Ἅγιοι, Τί ἀνταποδώσω τῷ Κυρίῳ (λέγοντες) περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ἀκολουθεῖ τῷ ὑψωθῆναι ἐν κρίματι τὸ δοξασθῆναι τὸν Ἅγιον ἐν δικαιοσύνῃ. Οἱ τεθεωρηκότες αὐτὸν ὑψούμενον ἐν τοῖς κρίμασιν, οὗτοι καταλαμβάνουσι τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὁ γινόμενος αἰχμάλωτος λαὸς διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον καὶ τῷ περὶ τὸ μέθυσμα ἡμαρτηκέναι, τρόπον βουκολίου βοσκηθήσεται. Οἱ δὲ αὐτοὶ οὗτοί εἰσιν οἱ διηρπασμένοι, κατὰ τὸν τοῦ αἰχμαλωτίζεσθαι αὐτοὺς καιρόν. Δῆλον δὲ ὅτι, ἐπειδὰν ἡττηθῶμεν ἐν τῷ πολέμῳ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, αἰχμαλωτιζόμενοι ὑπ’ αὐτῶν, ὥσπερ λάφυρα μετὰ τὴν νίκην διαρπαζόμεθα.
PG 30:399Διαρπασθέντες δὲ, οὐκέτι τὰ τῶν λογικῶν ἴδια εἰς τροφὴν τὴν ἑαυτῶν παραλαμβάνομεν, ἀλλ’ ὑπὸ ἀλόγων κινημάτων (ὡς ἔτυχε) φερόμενοι, τρόπον ταύρων ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. Διὰ τοῦτο δὲ οὐκ εἶπε βοῶν, ἀλλὰ ταύρων· ὅτι αἱ μὲν βόες ἀλλήλαις, συναγελάζονται, οἱ ταῦροι δὲ διὰ τὸ θυμοειδὲς ὀργίλως ἔχοντες πρὸς ἀλλήλους, διεσπασμένοι ἀπ’ ἀλλήλων νέμονται. Ἐπειδὴ δὲ μετὰ τὴν αἰχμαλωσίαν πολλὰ εἰκὸς ἐρημοῦσθαι (τῷ ὑπὸ τῶν πολεμίων ἀπῆχθαι τοὺς οἰκήτορας) διὰ τοῦτό φησι· Καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Οἱονεὶ γὰρ, κατὰ ἱστορίαν, ἐπὶ τῆς Βαβυλωνίας ἀποληφθέντες κατείχοντο οἱ ἀνάστατοι ἀπὸ τῆς Ἰουδαίας κατὰ τὴν τοῦ Ναβουχοδονόσορ ἐπιστρατείαν γενόμενοι. Τὴν οὖν χώραν τὴν διαφέρουσαν τοῖς ἀπειλημμένοις καὶ κατεχομένοις ὑπὸ τῆς τοῦ πολέμου ἀνάγκης μηλόβοτον ὑπὸ πολλῆς ἐρημίας γενομένην, ἄρνες (φησὶν) ἐπινεμήσονται, διὰ τὸ μηδὲν λείψανον παλαιᾶς οἰκήσεως φέρειν, ἀλλὰ βαθεῖαν καὶ ἁπαλὴν ἐκ τῆς τῶν ἀνθρώπων ἐρημίας τὴν πόαν ἐκτρέφειν.
Τάχα δὲ καὶ προφητικῶς ὁ λόγος αἰνίσσεται, ὅτι τῶν παραβεβηκότων τὰ θεῖα προστάγματα ἐκβληθέντων τῆς παλαιᾶς αὐτῶν ἐν τοῖς ἁγίοις διαγωγῆς, ἡμεῖς (οἱ τῷ παραπτώματι αὐτῶν πρὸς τὸ σωθῆναι οἰκονομηθέντες) ἄρνες τινὲς διὰ τὸ εἰς τὴν πίστιν ἀρτιγενὲς ὀνομαζόμενοι τοῖς τῶν ἀπειλημμένων τόποις ἐπινεμόμεθα, τῆς πνευματικῆς καὶ λογικῆς τροφῆς τῶν λογίων τοῦ Θεοῦ, οἷόν τινος πόας ἁπαλῆς ἀπολαύοντες. Καὶ ὁ Κύριος δὲ τοὺς ἀρτιγενεῖς κατὰ τὴν πίστιν ἄρνας προσηγόρευσεν, ἐν τῷ λέγειν Πέτρῳ. Σίμων Βὰρ Ἰῶνα, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Οἱ ἁμαρτάνοντες δεσμοὺς ἑαυτοῖς καὶ σχοινία, οἷς δεδέμεθα κατασκευάζομεν, κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους ἢ μεγέθους τῶν ἁμαρτημάτων, ἢ μείζονα ἢ μικρότερα ἑαυτοῖς τῶν ψυχῶν τὰ δεσμὰ πλέκοντες, ὑφ’ ὧν κατὰ τὸν Ἱερεμίαν δέσμιοι ἐγενόμεθα.
PG 30:401Οἱ οὖν κεκρατημένοι ὑπὸ τοῦ φρονήματος τῆς σαρκὸς, οὗτοι γηί̈νοις δεσμοῖς εἰσι κατειλημμένοι, ὑφ’ ὧν, μετὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀπόφασιν, δεθέντες χειρῶν καὶ ποδῶν, οἱ καταδικασθέντες ἐκβάλλονται εἰς τὸ σκότος τὸ ἐξώτερον· χειρῶν μὲν, διὰ τὸ πρακτικὸν, ποδῶν δὲ, διὰ τὸ πορευτικόν. Σειραῖς γὰρ, τῷ ὄντι, τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὥστε ἕκαστον τῶν ἐνεργησάντων τὴν ἁμαρτίαν μελῶν ἰδίῳ τινὶ δεσμῷ κολαζόμενον κατασφίγγεσθαι. Οὐαὶ οὖν (φησὶν) οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τουτέστιν οἱ συνείροντες τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρίτα καὶ καθεξῆς ἀσεβήματα καὶ ἀδικήματα καὶ ἀκολαστήματα. Ἔδει γὰρ τοὺς προληφθέντας ἐν ταῖς ἁμαρτίαις, ἀντὶ τοῦ σωρεύειν καὶ ἐπισυνάπτειν τοῖς κακοῖς ἕτερα, εὐθὺς ἀπὸ τῆς πρώτης τῶν κακῶν πλοκῆς καταλύειν ἑαυτῶν τὰ ἁμαρτήματα. Μὴ ἁμαρτεῖν μὲν γὰρ τὴν ἀνθρωπίνην φύσιν ἀμήχανον, διότι οὐκ ἔστι δίκαιος ἐπὶ τῆς γῆς, ὡς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται· δυνατὸν δὲ (ἀπὸ τοῦ ἁμαρτεῖν κατὰ προπέτειαν ἢ συναρπαγὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν) εὐθὺς μεταβαλλομένους μετανοεῖν καὶ μὴ ἐπισωρεύειν κακὰ κακοῖς.
Ὥσπερ γὰρ οἱ τὰς σχοίνους πλέκοντες, δαπανᾶσθαι λοιπὸν μέλλοντος τοῦ συγκλωθομένου, ἕτερον παρεμβάλλουσι, μηκύνοντες αὐτὸ καὶ παραύξοντες, οὕτω καὶ οἱ τοῖς κακοῖς ἐμβαθύνοντες· πρὶν τὴν προτέραν ἁμαρτίαν συντελεσθῆναι, δευτέρας ἄρχονται, κἀκείνῃ πάλιν ἐπισυνάπτουσιν ἑτέραν. Καὶ οὕτως ὅλος αὐτοῖς ὁ βίος δι’ ἁμαρτιῶν προϊὼν, πλεκομένῳ τινὶ ἔοικε σχοινίῳ μακρῷ, καὶ τὸ προλαβὸν συνδεδεμένον ἔχων, καὶ τὸ ἀεὶ παρὸν εἰς τὴν τοῦ προάγοντος ὁμοιότητα συναπτόμενον. Διὰ τοῦτο, Οὐαὶ (φησὶν) οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ. Νοήσωμεν καὶ ἀπὸ παραδείγματος τὸ λεγόμενον. Ἔστω τις περὶ τὴν ἁμαρτίαν τῆς ἀκολασίας ἐπτερωμένος· σκόπει διὰ πόσων ἑαυτῷ τῶν ἐν τῷ μέσῳ τὴν ἁμαρτίαν ἐπισπᾶται τῆς ἀσελγείας· πρῶτον μὲν τὸ σῶμα ἑαυτοῦ τοιῶσδε σχηματίζων, περικειρόμενος μὲν τοιῶσδε τὰς τρίχας, περιβαλλόμενος δὲ τὴν ἐσθῆτα τοιῶσδε, καὶ ταύτην οὐ τὴν τυχοῦσαν, ἀλλὰ πρὸς καλλωπισμὸν ἐπιτετηδευμένην, μέχρι ζώνης, μέχρι ὑποδημάτων τὸ περίεργον τῆς περὶ αὐτὸν φιλοκαλίας ἐπιδεικνύμενος. Εἶτα χρήματα συμπορίζων, ὥστε δι’ αὐτῶν ἐξωνήσασθαι τὴν ὥραν τῆς ἐρωμένης·
εἶτα προμνηστρίας ἑαυτῷ προαγωγοὺς περινοῶν, ῥήματα ἐπιτηδεύων φθοροποιὰ, συντυχιῶν ἀφορμὰς ἑαυτῷ κατασκευάζων, πότους καὶ συμπόσια, ὁμιλίας μακράς ... Διὰ τοσούτων, ὅσων τῶν ἐν τῷ μέσῳ, τὸ κακὸν τῆς πορνείας προσάγων ἑαυτῷ, οὗτός ἐστιν ὁ ἐπισπώμενος τὴν ἁμαρτίαν ὡς σχοινίῳ μακρῷ· καὶ πᾶσα, ἁπαξαπλῶς εἰπεῖν, ἡ κατὰ τοῦ πλησίον κακία (μὴ ἐκ τοῦ περιτυχόντος ἐπιτελουμένη, ἀλλὰ ἐκ βουλῆς καὶ ἐνέδρας, διὰ μακρῶν κατασκευῶν συντελουμένη) σχοινίον ἐστὶ μακρὸν, δι’ οὗ καὶ πόῤῥω κειμένας ἐπισύρονται ἑαυτοῖς τὰς ἁμαρτίας οἱ ἄνθρωποι. Οὕτω δὲ μακρὰ ὄντα τὰ σχοινία ταῦτα, δυσδιάλυτά εἰσι, διὰ τὸ ἐν κακίαις εὔτονον τῶν ἁμαρτανόντων, καὶ σφοδρῶς ἑαυτοῖς καὶ πυκνῶς ἐπιπλεκόντων τὰ ἁμαρτήματα. Διὰ τοῦτό φησι· Καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως. Οἱ γὰρ ζυγόδεσμοι οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζευγῶν καὶ βιαίως ἐπισπωμένων τὰ βάρη εὐκόλως διαῤῥήγνυνται. Ἐπέτεινε δὲ τὴν ἰσχὺν ὁ λόγος, τὸν ἱμάντα τοῦ ζυγοῦ ἐκ δαμάλεως εἶναι λέγων, τουτέστιν ἀπὸ ἰσχυροτάτου ζώου, οὔτε διὰ πόνων, οὔτε διὰ χρόνων ἠσθενηκότος.
PG 30:403Οὐαὶ οὖν οἱ καὶ μακράς τινας κατασκευὰς πρὸς τὸ ἁμαρτάνειν ἐπιτηδεύοντες, καὶ ταύτας εὐτόνως καὶ ἰσχυρῶς. Δυνατὸν μέντοι γενόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ, τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀποκαλυφθῆναι. Ἐξελθόντες δὲ ἀπὸ φυλακῆς οἱ δέσμιοι καὶ ἀπὸ τοῦ σκότους τῷ ἀληθινῷ φωτὶ διὰ τῆς μετανοίας ἐμβλέψαντες, ἕπονται Χριστῷ ἐξομολογούμενοι, δεδεμένοι ἐν χειροπέδαις, ἕως ἂν ἐκ τῆς τῶν ἀγαθῶν μεταβολῆς ἄξιοι γένωνται τοῦ λυθῆναι ὑπ’ αὐτοῦ τῶν ἀφύκτων τέως νομιζομένων εἶναι δεσμῶν. Οὗτοι δὲ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας καὶ καταφρονοῦντες τῆς θείας κρίσεως, ἐπείγουσι πολλάκις τῷ λόγῳ τὰ ἀπειλούμενα, ὡς μηδὲν πεισόμενοι παρ’ αὐτῶν, καὶ λέγουσι· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Ἀλλὰ τοῦτο σχοινίον μακρὸν, τὴν πόῤῥω κειμένην ἁμαρτίαν ἐπισυρόμενον. Δῆλον γὰρ, ὅτι ἀπιστοῦντες περὶ τοῦ μέλλοντος αἰῶνος καὶ καταφρονοῦντες τῶν ἀπειλουμένων, τοιαῦτα λέγουσιν.
Οὐ γὰρ ὁ φοβούμενος τὸ τοῦ Χριστοῦ δικαστήριον καὶ ἀναλαμβάνων τῇ μνήμῃ τὰ ἐκ νεότητος ἡμαρτημένα, τολμήσει καταφρονητικῶς ἐπισπεύδειν τὴν κρίσιν. Τὸ ἐναντίον μὲν οὖν, καὶ προθεσμίας ἑαυτῷ μακροτέρας ἐπιζητεῖ, πρὸς τὸ ἐν πλείονι χρόνῳ δυνηθῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ῥύπου τῶν ἁμαρτιῶν ἀποσμῆξαι. Τοῦ δὲ ἀλόγως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα, ἀπόδειξις Ἀχιτόφελ καὶ Ἰούδας, οἳ διὰ τὸ βαρύτερα κρίνειν τὰ παρόντα τῶν μετὰ ταῦτα, καὶ τὸν ἐν ἀνθρώποις ὀνειδισμὸν τῆς ἐν γεέννῃ κολάσεως, τὸν δι’ ἀγχόνης θάνατον τοῦ αὐτομάτου προετίμησαν. Οὐκ ἂν γὰρ πιστεύοντες περὶ τοῦ μέλλοντος αἰῶνος ἀπηγχονίσαντο, ἀλλ’ εἰ καὶ δυσηρεστοῦντο τῷ βίῳ, προσετίθεσαν ἂν τοῖς ἐνταῦθα, φοβερώτερα κρίνοντες τῶν παρόντων τὰ μέλλοντα. Ὁποῖος ἦν ὁ Ἰὼβ, λέγων· Ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. Ἐκ τῶν τοιούτων γὰρ καὶ τὸ τῆς πληγῆς δύσφορον ἐνεδείκνυτο καὶ τὸ περὶ τὴν ἑαυτοῦ ἐπιβουλὴν εὐλαβὲς διεσώζετο. Τοῖς γὰρ βιαίως ἑαυτοὺς ὑπεξάγουσι κατάκρισις ἀνδροφονίας ἐπίκειται.
PG 30:405Ἐπεὶ δὲ καὶ παρὰ τῷ Παύλῳ εὑρήκαμεν ὡς λεγόμενον ὑπό τινων τὸ Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά, ἡγούμεθα κἀκείνην τὴν ἐπιτήδευσιν σχοινίον εἶναι ἁμαρτίας μεγάλης ἐπακτικόν. Λέγεται γὰρ γεγονέναι ἐκ τῆς πολλῆς διαστροφῆς καὶ τοιαύτη τις γνώμη παρὰ τοῖς Ἰουδαίοις, ὅτι, ἐπειδὴ ἡ φθορὰ προσδοκᾶται (τῷ πλήθει τῆς ἁμαρτίας) γενήσεσθαι, φέρε ποιήσωμεν τὰ κακὰ καὶ τὸ ἔσχατον μέτρον τῆς ἀδικίας πληρώσωμεν, ὥστε ἐπελθεῖν τὴν ἀλλαγὴν τῶν παρόντων, καὶ ἐν τῇ βελτίονι καταστάσει γενέσθαι τὰ σύμπαντα. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Τελείου δέ ἐστι τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχοντος τῆς ψυχῆς τὸ κριτήριον, ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. Καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δοξάζειν τῇ περὶ ἕκαστον ἀληθείᾳ.
Καὶ εἴθε ἐπὶ μόνους τοὺς ἔξω τῆς κατὰ τὰς Γραφὰς πίστεως ἔφθανεν ἡ διαφωνία αὕτη, οἳ ἰσοπαλεῖς λέγοντες εἶναι τοὺς περὶ ἑκάστου πράγματος λόγους καὶ πᾶσαν ἐνάργειαν, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, εἰς ἀμφιβολίαν ἄγουσι, μέλανα εἶναι τὸν ἄργυρον, ἐκ τοῦ ἰοῦ ὃν ἀφίησι· καὶ μέλανα εἶναι τὸν ἥλιον, ἐκ τοῦ μελαίνειν τὰ σώματα, οἷς ἂν ἐπὶ πλέον προσομιλήσῃ, λέγοντες. Καὶ ἐκ τῶν τοιούτων τὸ τῆς ἐποχῆς κατασκευάζουσι δόγμα, ὡς τῆς αἰσθήσεως παραλογισμοὺς ἐχούσης, καὶ οὐχ οἷά ἐστι τῇ φύσει καταλαμβανούσης τὰ πράγματα, ἀλλ’ ὑπὸ μὲν ζωγραφίας ἀπατωμένων τῶν ὀφθαλμῶν· ἐπὶ δὲ τοῦ τραχήλου τῆς περιστερᾶς, ἄλλοτε ἄλλας χρόας μεταλαμβανόντων πρὸς τὰς ἐκκλίσεις τοῦ ζώου, καὶ τὰς πρὸς τὴν ἀκτῖνα σχέσεις, συμμεταβαλλομένης τῆς ὄψεως. Διὰ τοῦτο ἐπιστήσαντες τῇ διὰ τῶν ὀφθαλμῶν καταλήψει, οὔτε τῇ ἡμέρᾳ συντίθενται, οὔτε τὴν νύκτα ὁμολογοῦσιν· ἐκ δὲ τοῦ ἀκολούθου καὶ εἰς ἀθεότητα ἐκπίπτουσι, μήτε εἰ προνοίᾳ Θεοῦ διοικεῖται τὸ πᾶν, μήτε εἰ αὐτομάτως φέρεται συντιθέμενοι.
Ἴδοις δὲ ἂν πολλοὺς καὶ τῶν πεπιστευκότων τοῖς νομικοῖς καὶ προφητικοῖς γράμμασι, τῇ περὶ ἕκαστον ἐνστάσει μετὰ πιθανότητος ἀπομαχομένους πρὸς τὴν ἐνάργειαν, ὥστε σαθροῦσθαι καὶ διασαλεύεσθαι τὸ ἐν τοῖς δόγμασιν ἀληθές. Ἀλλὰ πιστεύειν μὲν εἰς Χριστὸν Ἰησοῦν ὁμολογοῦσί τινες, εὑρίσκονται δὲ μὴ Κατηρτισμένοι ἐν τῷ αὐτῷ νοὶ̈ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἀλλ’ εἰς τὰς ἐναντιωτάτας διαφωνίας ἀποσχιζόμενοι· οἱ μὲν διὰ ἰδιωτισμὸν, οὐκ ὀλίγοι δὲ καὶ οἱ διὰ φιλαρχίαν καὶ κενοδοξίαν, ἐνεπιδείκνυσθαι θέλοντες τοῖς πολλοῖς ὡς ἄρα εἶεν σοφοὶ, καὶ ὑπὲρ τοὺς ἄλλους τὴν γνῶσιν ἔχουσι. Διὰ τοῦτο πάντα μαχομένων ἀλλήλοις καὶ ἀντιδογματιζόντων πεπλήρωται, ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγματι παρισταμένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν καὶ διελέγχειν βιαζομένου. Ὄφελον δ’ οἱ αὐχοῦντες τὴν ἀποστολικὴν διδασκαλίαν τετηρηκέναι καὶ κατὰ διαδοχὴν ἀπ’ ἐκείνων τὸ κήρυγμα τοῦ Εὐαγγελίου παρειληφέναι, διὰ τῆς περὶ τῶν δογμάτων ὁμοφωνίας ἐδείκνυον, ὅτι μιᾶς εἰσι μέρη τῆς Χριστοῦ Ἐκκλησίας. Οὐκ ἐπὶ τὴν γνῶσιν δὲ μόνον φθάνει αὕτη ἡ ταραχὴ, ἀλλὰ καὶ ἐπὶ τὰς πράξεις·
εἴπερ Εἰσὶν ὁδοὶ ἀνδρὸς δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ δὲ τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Καὶ Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Εἰ γάρ τί ἐστι δυσθεώρητον, τούτου τοῦ γένους ἂν εἴη καὶ ἡ ἀληθὴς δικαιοσύνη. Διὸ καὶ ὁ Σολομὼν, ὡς ὁμότιμα ταῦτα ἀλλήλοις συναριθμεῖ, λέγων· Νοῆσαί τε παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· νοῆσαι δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. Πολλοὶ οὖν κατὰ συναρπαγὴν παρηλλαγμένας τὰς κρίσεις ἐκφέρουσι, πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου καὶ ἐπὶ πλεῖον ἐρευνηθέντος ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι· διαιρεῖν εὐκρινῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὁμογενῆ γνωρίζειν καὶ τὰ ἐναντία διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγε τὸ Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶν καὶ φιλονείκως ἐπιβαινόντων τοῖς πράγμασι διαλεκτικὴ οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστι.
PG 30:409Τριῶν δὲ συζυγιῶν οὐσῶν (φωτὸς καὶ σκότους, καλοῦ καὶ πονηροῦ, πικροῦ καὶ γλυκέος) πότερον ἕν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, ἢ κατὰ γένος ἀλλήλων ἀποδιέστηκεν; Ὡς μὲν οὖν πρὸς τὸ ἁπλούστερον, σαφὲς ὅτι τὸ πονηρὸν ἐπὶ τῆς τῶν ἠθῶν μοχθηρίας τέτακται· καλὸν δὲ ὁρίζονται ἀγαθὸν ἐπαινετόν· πάλιν σκότος μὲν ἀὴρ ἐστερημένος φωτός· φῶς δὲ, οὐσία διαλυτικὴ σκότους. Πάλιν γλυκὺ μέν ἐστι λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν· πικρὸν δέ ἐστι γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν νόησιν, τοσοῦτον διέστηκε ταῦτα ἀλλήλων. Τίς οὖν οὕτως ἔκφρων, ὡς ἐν νυκτὶ βαθείᾳ ἑστὼς, φῶς ὀνομάζειν τὸ σκότος, καὶ συγκεχυμένων αὐτῷ τῶν ὀφθαλμῶν ἐν τῷ σκότει, ὡς ὑπὸ φωτὸς καταλαμπόμενος διακεῖσθαι; Τίς δὲ τῇ γεύσει τῶν πικρῶν ἀλγυνόμενος, ὡς ἐπὶ γλυκύτητος ἡδονῇ διάκειται; Τὸ δὲ αἰσθητὸν κάλλος τίνι τῶν ὀφθαλμοὺς ἐχόντων οὐκ εὔγνωστον; Ὅτι ἐν τῇ πρὸς ἄλληλα τῶν μερῶν συμμετρίᾳ μετὰ τῆς ἐπιφαινομένης εὐχροίας αὐτομάτῳ τινὶ καὶ φυσικῇ ὁλκῇ προσοικειοῦται τοὺς ἐντυγχάνοντας· καὶ μέντοι καὶ τὸ αἰσχρὸν αὐτόθεν ποιεῖ τὴν ἀποστροφὴν τοῖς ὁρῶσιν.
Ἀλλ’ ἔοικεν οὐ περὶ τῶν κατὰ τὴν αἴσθησιν γνωρίμων ὁ λόγος εἶναι, ἀλλ’ εἴπερ Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς καὶ λύχνος τοῖς ποσὶ τοῦ δικαίου, ὁ λόγος ἐστὶ τοῦ Θεοῦ, ὁ μὴ κατὰ ἀρετὴν ζῶν, ἀλλὰ τοῖς ὑλικοῖς πάθεσιν ἐγκυλιόμενος, οὗτος ἂν εἴη ὁ τὸν ἐν κακίᾳ βίον, ὥσπερ τι φῶς, ὑπερασπαζόμενος, τὸν δὲ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου οἷόν τι σκότος ἀποστρεφόμενος. Καὶ ὁ τὰ γλυκέα τῷ λάρυγγι τοῦ δικαίου λόγια τοῦ Θεοῦ, ὑπὲρ μέλι ὄντα τῇ νοητῇ αὐτοῦ γεύσει, διὰ τὸ ἐπίπονον τῶν προςταγμάτων ἀποστρεφόμενος, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἂν λέγοι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Κατὰ ταῦτα δὴ καὶ περὶ τοῦ καλοῦ ἐστι διανοεῖσθαι, ὅτι τὸ ἀληθινῶς καλὸν τὸ ἐν τῇ ψυχῇ σύμμετρόν ἐστι κατ’ ἀρετὴν διακειμένῃ· μεσότης γὰρ καὶ συμμετρία τις ἡ ἀρετή· αἱ δὲ ἐφ’ ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. Οἷον ἡ μὲν ἀνδρεία μεσότης· ὑπερβολὴ δὲ περὶ ταύτην θρασύτης, καὶ ἔνδεια ταύτης δειλία. Οὐκοῦν κάλλος μὲν ψυχῆς, τὸ κατ’ ἀρετὴν σύμμετρον· αἶσχος δὲ, αἱ ἀπὸ κακίας ἐγγινόμεναι ἀμετρίαι.
PG 30:411Τούτους οὖν ταλανίζει ὁ λόγος, τοὺς τὴν μὲν κακίαν ὡς ἀγαθὸν αἱρουμένους, τὴν δὲ ἀρετὴν ὡς πονηρίαν ἀποφεύγοντας. Ἐξεταστέον δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ἐπὶ μὲν τοῦ καλοῦ τὸ Λέγοντες εἴρηται, ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος οὐκέτι Λέγοντες, ἀλλὰ Τιθέντες. Οὐαὶ γὰρ οἱ λέγοντες τὸ καλὸν πονηρόν, καὶ οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς· καὶ Οὐαὶ οἱ τιθέντες τὸ γλυκὺ πικρόν. Μήποτε οὖν ὁ λόγος ἐνδείκνυται, ὅτι παρὰ τὰς πρώτας τοῦ βίου αἱρέσεις διὰ τοῦ λόγου μόνου σφαλλόμεθα, γενόμενοι δὲ ἐν ταῖς πράξεσι καὶ μηδὲ μετὰ τὴν πεῖραν ἀφιστάμενοι τοῦ κακοῦ, οἷον ὅρους ἑαυτοῖς τῶν ἔργων τιθέμεθα, ἀκίνητα τιθέντες τῆς κακίας τὰ ἔργα; Ὁ γὰρ ἀπὸ ἀκολασίας καὶ φιληδονίας μὴ μετατιθέμενος εἰς σωφροσύνην, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Καὶ ὁ φεύγων μὲν τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν, τὸν δὲ κτηνώδη καὶ ἄλογον βίον αἱρούμενος, τίθησιν ἑαυτῷ τὸ φῶς σκότος. Ὁ μέντοι συνηγορῶν τούτοις καὶ ἐμπαῤῥησιαζόμενος ταῖς ἀτόποις πράξεσιν, οὗτός ἐστιν ὁ λέγων τὸ καλὸν πονηρόν, κατὰ τὸν Ἀπόστολον, μεμφόμενον τοῖς οὐ μόνον ποιοῦσιν αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι.
Τίθησι δὲ τὸ φῶς σκότος ὁ τὸν λύχνον τιθεὶς ὑπὸ τὸν μόδιον, ἢ καλύπτων τῷ σκεύει καὶ μὴ τιθεὶς αὐτὸν ἐπὶ τὴν λυχνίαν. Τὸ μὲν οὖν, λέγειν τὸ καλὸν πονηρὸν, ἐπὶ τοῦ δογματίζειν παρείληπται· τὸ δὲ τιθέναι φῶς σκότος, ἐπὶ τοῦ διὰ τῶν πράξεων ἐθισμοῦ. Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἅπτεται δὲ ταῦτα οὐ μόνον τῶν κατὰ πράξεις σφαλλομένων, ἀλλὰ καὶ τῶν ἐν ἀπιστίᾳ καὶ τῇ ἀγνωσίᾳ, τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατεχομένων. Ὁ γὰρ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ ποιῶν ἑαυτὸν υἱὸν τοῦ διαβόλου, οὗτος λέγει τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ὥσπερ οὖν φῶς ἐστιν ὁ Κύριος, οὕτω καὶ γλυκύτης ἐστὶ τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις, ἡδεῖαν παρέχων καὶ πάσης θυμηδίας γέμουσαν τὴν ἀπόλαυσιν. Διὰ τοῦτο ὁ γευσάμενος αὐτοῦ καὶ ἐν πείρᾳ γενόμενος τῆς ἡδίστης καὶ προσηνοῦς ἀπολαύσεως, λέγει· Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὁ τοίνυν μὴ πιστεύων εἰς τὸν Κύριον Ἰησοῦν, λέγει τὸ γλυκὺ πικρόν. Ὁ δὲ μὴ πιστεύων εἰς τὸν Κύριον, οὐδὲ τῇ τοῦ ἀληθινοῦ κάλλους συντίθεται φύσει, οὐδὲ καταδέχεται τὴν θεωρίαν αὐτοῦ.
PG 30:413Οὐ γὰρ ἐν τῇ εὐαρμοστίᾳ τῶν μελῶν, οὐδὲ ἐν εὐχροίᾳ τινὶ τῇ ἐπανθούσῃ τῷ σώματι, τὸ τερπνὸν ἔχοντι· ἀλλὰ μόνῃ τῇ διανοίᾳ τῇ καθ’ ὑπερβολὴν κεκαθαρμένῃ τὸ κυρίως καλὸν ἐν τῇ θείᾳ φύσει γινώσκεται, κατὰ τὸν Ψαλμὸν, τὸν λέγοντα· Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ὁ οὖν τὰς ἀστραπὰς τοῦ θείου κάλλους τῷ ἑαυτοῦ ὄμματι μὴ παραδεχόμενος, οὗτος λέγει τὸ καλὸν πονηρόν· ἐν δὲ τῇ τούτου ἀρνήσει, συντίθεται δηλονότι τῷ ἐναντίῳ. Εἰ γὰρ φῶς ὁ Κύριος, σκότος δηλονότι ὁ ἀντικείμενος· εἰ γλυκεῖα ἡ φύσις τῆς ἀληθείας, πικρὸν δηλονότι τὸ ψεῦδος· ἐν οὖν τῇ ἀρνήσει τοῦ Θεοῦ, συγκατάθεσις γίνεται τοῦ ἐναντίου. Ἐπεὶ οὖν οὐκ ἔστι μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ, οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ· χωριστέον ταῦτα ἀλλήλων. Μεγάλης οὖν καὶ ἀκριβοῦς τῆς προσοχῆς χρεία, πρὸς τὸ μὴ παραλογισθέντας ἡμᾶς τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, ὡς φῶς λογίσασθαι, μηδὲ τῇ πικρότητι τῆς κακίας ἐνευφραινόμενον, γλυκύτητος δόξαν τῷ φιληδόνῳ βίῳ προσμαρτυρῆσαι· μηδὲ σωμάτων κάλλει τὴν ψυχὴν δουλωθέντας, ἐν τούτῳ λογίζεσθαι εἶναι τοῦ ἀληθινοῦ κάλλους τὴν φύσιν.
Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Δύναται ταῦτα λέγεσθαι περὶ τῶν ἑαυτοὺς δεδοκηκότων, ὅτι εἶεν συνετοὶ καὶ ἐπιστήμονες, μὴ ὄντων δὲ τοιούτων· δύναται δὲ καὶ περὶ τῶν ἐχόντων μὲν κατὰ ἀλήθειαν τὸ τῆς συνέσεως καὶ ἐπιστήμης χάρισμα, μὴ κοινωνούντων δὲ καὶ ἑτέροις. Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Οἱ οὖν τοιοῦτοι ἐνώπιον ἑαυτῶν εἰσιν ἐπιστήμονες· οὐχὶ δὲ καὶ ἐνώπιον ἑτέρων, ὡς ὁ τὸ τάλαντον κρύψας παρ’ ἑαυτῷ. Ἀλλ’ οὐδὲ ἐνώπιον Θεοῦ ἐπιστήμων, ὁ μὴ εἰς δόξαν Θεοῦ τῇ ἐπιστήμῃ κατακεχρημένος. Καὶ τρίτη δ’ ἄν τις τοιαύτη εἶναι δοκεῖ ἐκδοχὴ τῶν συνετῶν καὶ ἐπιστημόνων· οἱ μὲν ἀπὸ Θεοῦ ὄντες τοιοῦτοι, οἱ αἰσθανόμενοι τῆς παρ’ αὐτοῦ δωρεᾶς· οἱ δὲ μὴ ἀναφέροντες ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν τῆς συνέσεως, ἑαυτοῖς δὲ τὰ κατορθώματα ἐπιγράφοντες, συνετοί εἰσιν ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Καὶ τὸ Ἐὰν μὴ ὁ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
PG 30:415Λέγεται τοίνυν σύνεσις οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας, ἥτις κατὰ τὸν ἀπαρτισμὸν τῶν ἐν ἡμῖν λογικῶν σπερμάτων συνίςτασθαι πέφυκεν. Ἤ ἐστι σύνεσις ἐντρέχεια διανοίας εὐπαρακολουθήτως τῷ ἑκάστῳ πράγματι οἰκεῖον καὶ πρέπον ἐξευρίσκουσα. Ἐπιστήμη δὲ ἕξις ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ τοῦ λόγου. Ἐπιστήμων δὲ ὁ κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα τῶν εἰς μακαριότητα θεωρημάτων, καθ’ ὃ ἤδη ἑκτικῶς καὶ βεβαίως συνέχει ἐν ἑαυτῷ. Σοφίαν δέ φησιν εἶναι ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστός ἐστι, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ’ ὃ σοφία ἐστὶ, τετελειωμένον. Ὁ δὲ συνετὸς νοεῖται κατὰ ἀπαρτισμὸν τῶν ἐν ἡμῖν τῆς συνέσεως σπερμάτων. Ὁ δὲ ἐπιστήμων, κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα εἰς μακαριότητα θεωρήματα, μετὰ τοῦ ἤδη ἑκτικῶς καὶ παγίως συνέχειν ἐν ἑαυτῷ. Ηὕρομεν δὲ ἐν τῇ Ἐξόδῳ τὸν χρηματισμὸν, λέγοντα περὶ τῶν ἀρχιτεκτόνων· Ἐμπλήσω αὐτοὺς Πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης. Διὰ τοῦτο οὐαὶ τῷ μὴ ἀνατιθέντι τὴν αἰτίαν τῆς συνέσεως καὶ τῆς ἐπιστήμης Θεῷ.
Μηδεὶς οὖν ἑαυτῷ λαμβανέτω τὰ τηλικαῦτα, μήτε ἐπιστήμονα ἑαυτὸν, μήτε συνετὸν λέγων, μήτε σοφόν. Ἐπειδήπερ ἡ σοφία ἐπιςτήμη ἐστὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, τῷ ἁγίῳ Πνεύματι τὴν τούτων αἰτίαν ἀνατιθέτω· Ἐξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἀναπαύσεται ἐπ’ αὐτὸ Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Καὶ τοῖς ἱερεῦσιν ἀπαγορεύει ὁ νόμος, εἰσερχομένοις εἰς τὰ ἅγια, οἴνῳ καὶ σίκερα κεχρῆσθαι, καὶ τοῖς καλουμένοις Ναζιραίοις, ὡς εἴρηται ἐν τοῖς Ἀριθμοῖς, τοῦτον τὸν τρόπον· Ἐλάλησε γὰρ Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ἐν ταῖς Παροιμίαις ὁ Σολομών φησιν· Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας.
PG 30:417Πρέπει γὰρ τοῖς θεραπευταῖς τοῦ θείου λόγου καὶ τοῖς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν ἐγκεχειρισμένοις, πάντη ἀπέχεσθαι τῶν ἐμποιούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος, ἀλλ’ αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ καταράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέτωσαν οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι καὶ δημοσίων πραγμάτων οἰκονομίαν, εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι, φύσει τυγχάνοντες πρὸς τὰς ὀργὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαμμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ἐπεὶ δέ· Ὁ μὲν ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Διὰ τοῦτο οὐαὶ τοῖς ἰσχύουσιν ἀπὸ τῆς τοῦ οἴνου βλάβης καὶ τοῦ σίκερα.
Ὧ γὰρ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Εἰ οὖν ἐγκεχείρισταί σοι οἰκονομία μυστηρίων, λόγος σοφίας, δύναμις γνώσεως, σὺ δὲ οἴνῳ βεβαπτισμένην τὴν ψυχὴν περιφέρεις; Πῶς οὐχὶ δικαίως ὀδύρεταί σε ὁ Προφήτης; Ὅτι ἔχων ἰσχὺν πνευματικὴν, ἀσθενῆ αὐτὴν ποιεῖς τῇ ἀμετρίᾳ τοῦ οἴνου. Καὶ ὁ ὁποίῳ δήποτε πάθει τῆς ψυχῆς κεκρατημένος, οἱονεὶ εἰς μέθην ἐναχθεὶς κατὰ τὴν ἐγγενομένην αὐτῷ ὑπὸ τοῦ πάθους ἔκστασιν, πίνειν οἶνον λέγεται καὶ κιρνᾷν ἑαυτῷ σίκερα, ὅπερ ἑρμηνευόμενον ἔγνωμεν μέθυσμα· τὸ γὰρ ἀπαρακολούθητον ὁμοίως καὶ ἀπὸ λύπης καὶ ἀπὸ φόβου, καὶ ἡδονῆς, καὶ ἐπιθυμίας, ἐγγίνεται τῇ ψυχῇ, τοῦ λογισμοῦ κεκρατημένου ὑπὸ τοῦ πάθους. Ὥστε ἡμεῖς οἱ δυνάσται, οἱ τὴν προστασίαν τοῦ λαοῦ ἐγκεχειρισμένοι, κἂν ἐπὶ ποσὸν ὑπὸ τοῦ πάθους κρατώμεθα καὶ δοκῶμεν αὐτὸ κατακιρνῶντες τῷ λογισμῷ, χαλινοῦν τῷ λόγῳ καὶ ἐπέχειν, οὐκ ἔξω ἐσμὲν τοῦ ταλανίζεσθαι ἐπὶ τοῖς τοιούτοις. Μέθη γὰρ δεινὴ, φιλοδοξία καὶ φιλαρχία· δεινὸν μέθυσμα φθόνος, δεινὸν ἡ ὑπόκρισις, καὶ ἡ τοῦ πλησίον καταλαλιά· οἷς μεθυσθεῖσα ἡ ψυχὴ ἐπιλανθάνεται τῆς σοφίας.
PG 30:419Οὐδὲν γὰρ οὕτω συγχεῖ τὰ ἀπὸ σοφίας θεωρήματα, ὡς τοῦτο τὸ πάθος καὶ πᾶσα ἁμαρτία. Πῶς δὲ ὁ ἔχων σοφίαν θυμώδης ἐστίν; (Ὅτι οὔπω τὸν ἀπαθῆ λέγει, ἀλλὰ τέως περὶ τοῦ μετριοπαθοῦς διαλέγεται). Καθ’ ἃ καὶ ἐν ἑτέροις λέγει· Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. Τεταμιευμένως οὖν τὴν ὀργὴν προφέρειν λέγει τὸν λογισμῷ ἡνιοχοῦντα τὸ πάθος, καθ’ ὃ εἴρηται· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ὁ δὲ Κύριος τὰ τελειότερα διατάσσων, φησὶν ἐκτεμεῖν καθόλου τὸ πάθος, οὐχὶ κολάζειν κελεύει. Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Σαφὲς τὸ ῥητὸν, κατακρίνον τοὺς ἐν τοῖς δικαστηρίοις, διὰ τὴν πρὸς τὸν μαμωνὰν φιλίαν, ἀφανίζοντας μὲν τὸ εὐθὺ τῆς κρίσεως, προστιθεμένους δὲ τῇ δωροδοκίᾳ, καὶ τὸν μὲν ἀσεβῆ δίκαιον ὀνομάζοντας, τὸν δὲ δίκαιον ἐπ’ ἀδικίᾳ καταδικάζοντας. Λογισμὸς γὰρ φιλαργυρίᾳ προειλημμένος τρυτάνη ἐστὶν ἐπὶ τὸ βαρὺ τοῦ κανόνος τὴν ῥοπὴν καταφέρουσα.
Ἐπιμελέστερον δὲ ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἢ ἄνθρωπον ἢ λόγον δικαιώσωμεν, κατὰ τὴν πρὸς ἡμᾶς χάριν προσαχθέντες αὐτῶν τῇ συγκαταθέσει, μήποτε ὑποπέσωμεν τῷ ἐγκειμένῳ ταλανισμῷ. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Ἀπειλεῖ ὁ λόγος συγκαυθήσεσθαι τὰς ῥίζας τῶν ἁμαρτωλῶν καὶ εἰς χνοῦν λεπτοποιηθήσεσθαι, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸν ἀναβήσεσθαι. Ἀκολούθως τοῖς προαποδεδομένοις νοήσωμεν τὰ ἐπαγόμενα. Περὶ γὰρ τῶν οἴνῳ κεχρημένων ἀμέτρως ἐν τοῖς κατόπιν διαλεχθεὶς καὶ τοὺς τὰ δῶρα λαμβάνοντας ἐν ταῖς κρίσεσι διαβάλλων, νῦν συγκαυθήσεσθαι τὰς ῥίζας αὐτῶν λέγει, ὡς καλάμην ὑπὸ ἄνθρακος πυρός.
Ἔστι δὲ κάλαμος φυτὸν, ἐπὶ ἀσθενοῦς τῆς ῥίζης βεβηκὸς, λεῖον μὲν τὴν ἔξωθεν ἐπιφάνειαν, διάκενον δὲ τὰ ἔνδον, ἀνώμαλον δὲ τὴν αὔξησιν, γόνασι πυκνοῖς διειλημμένον, διὰ τὸ ἀσθενῆ οὖσαν τὴν δύναμιν, ὑφ’ ἧς αὔξεται, μὴ δύνασθαι ὁμαλῶς αὐξῆσαι τὸ φυτὸν, ἀλλὰ δεῖσθαί τινος ἀναπαύσεως ἐν τῷ μεταξύ. Διὸ καὶ τὸ γόνυ ἀποτελεῖται τῇ ἐνηρεμήσει τῆς δυνάμεως· ὅταν γὰρ μικρὸν προκύψῃ, εἶτα ἵσταται, καὶ οὕτω τῇ ἐπιπλεῖον ἐπιμονῇ τὸ γόνυ ἀποτελεῖ. Εἶτα πάλιν οἷον βάθρῳ τινὶ καὶ θεμελίῳ τῷ γόνατι κεχρημένη, ἡ δύναμις πάλιν προκύπτει, καὶ οὕτως ἀεὶ ἀναπαυομένη ἀποτελεῖ τὸ φυτόν. Τοιοῦτοι δὲ οἱ ἀπὸ τῶν τοῦ κόσμου τούτου πραγμάτων γνώριμοι, ἐπὶ σαθρᾶς βεβηκότες τῆς βάσεως, διάκενοι τὸν ἔσω ἄνθρωπον, τῇ ἀνωμαλίᾳ τῶν τοῦ κόσμου τούτου πραγμάτων συζῶντες. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, οὕτω φησὶ καταφλεγήσεσθαι τὰς ῥίζας αὐτῶν ὑπὸ φλογὸς ἀνημμένης. Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες, μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν.
PG 30:421Ἐπεὶ οὖν οἱ ἐμπαθῶς ζῶντες οἰκεῖον ἔχουσι τὸ τῶν παθῶν πῦρ (ὡς ὁ πλούσιος ἔνδον εἶχε τὴν αἰτίαν τὴν καταφρύσσουσαν αὐτὸν τῷ δίψει) διὰ τοῦτο τοῖς πίνουσι τὸν οἶνον ἀπειλεῖ ὡς οἰνόφλυξι τὸν ἐκ τῆς καύσεως ἀφανισμόν. Ἐπειδὴ δὲ καὶ ἕνεκεν δώρων τὸ δίκαιον διαστρέφουσι, καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαί φησιν ὑπὸ φλογὸς ἀνημμένης (ῥίζαν λέγων τὴν φιλαργυρίαν δηλονότι, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἀπεφήνατο, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία). Ἀπὸ δὲ τοιαύτης ῥίζης ὁποῖον τὸ ἄνθος εἰκὸς ἀναβαίνειν, ἢ κονιορτῷ παραπλήσιον, ἀστάτῳ φύσει καὶ σκεδαννυμένῃ εἰς ἀέρα; Ἢ μήποτε, ὥσπερ ὁ κονιορτὸς ἐμποδίζων ταῖς ἀναπνοαῖς, ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ, οὕτω καὶ τὰ τῆς φιλαργυρίας ἄνθη, αἱ πλεονεξίαι, αἱ ἀδικίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὰ ἄλλα ὅσα τῆς πονηρᾶς ῥίζης ἐστὶ βλαστήματα, ἀναιρετικὰ τῆς ζωῆς ἡμῶν ἐστι, τῇ καθαρότητι τοῦ πνεύματος ἐμποδίζοντα. Σφόδρα δὲ παρατετηρημένως οὐκ εἶπε καὶ ὁ καρπὸς αὐτῶν, ἀλλὰ Τὸ ἄνθος αὐτῶν. Ἀτελῆ γὰρ τὰ τῆς κακίας βλαστήματα, ἐν αὐτῇ τῇ βλαστήσει καὶ τῷ πρώτῳ ἄνθει ἀφανιζόμενα· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν.
Ὁ μὲν οὖν δίκαιος, ὡς τὸ ξύλον ἐστὶ τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, διηνεκεῖ τῇ ἐπιῤῥοῇ τῆς ζωῆς καταρδόμενος· τοῦ δὲ ἁμαρτωλοῦ ἡ ῥίζα συγκαυθήσεται· Καὶ τὸ ἄνθος ὡς κονιορτὸς ἀναβήσεται. Διότι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Νόμον καὶ λόγιον διαφόρους λέγει προσηγορίας Κυρίου· διὰ τοῦτο ὡς περὶ ἐμψύχου τοῦ λογίου ὁ Προφήτης φησί· Τὸ λόγιον Κυρίου παρώξυναν. Νόμος γὰρ ζῶν καὶ Λόγος Θεοῦ ὁ Μονογενὴς Υἱὸς, δι’ οὗ τὰ πάντα. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Ἡ τῶν ἰσχυόντων καὶ τῶν δυναστῶν ἁμαρτία ὁδὸν ἐποίησε τῇ ὀργῇ τῇ κατὰ τοῦ λαοῦ κινουμένῃ παρὰ Κυρίου. Διὰ τοῦτο πρότερον τὸ Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ δυνάσται· ἔπειτα·
PG 30:423Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, δηλονότι καὶ αὐτοῦ, κατὰ μίμησιν τῶν προεστώτων, ἐν ἁμαρτίαις γενομένου καὶ ἀξίου ὄντος παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ Κυρίου. Ἔστι δὲ θυμὸς ζέσις τοῦ περὶ καρδίαν αἵματος, παρὰ τὸ οἱονεὶ ἐξ ἀναθυμιάσεως τῶν χυμῶν, συνιστάμενον οἴδημα περὶ τὴν καρδίαν ὠνομαςμένος· ὀργὴ δέ ἐστιν ὄρεξις ἀντιλυπήσεως. Ὥστε τὸ μὲν ὀξεῖαν ἔχει τοῦ πάθους τὴν κίνησιν, τὸ δὲ μονιμωτέραν καὶ παρατεταμένην ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ἐπὶ μέντοι Θεοῦ οὐδέτερον αὐτῶν κυρίως λέγεσθαι εὐσεβές ἐστι παραδέξασθαι, ἀλλὰ τροπικαὶ αἱ φωναί. Οὐ γὰρ πάθος Θεοῦ, οὐδὲ αὐτῇ τῇ οὐσίᾳ αὐτοῦ συμβεβηκός· ἀλλ’ ἡ περὶ ἡμᾶς τοιάδε ἐνέργεια θυμὸς προσηγόρευται. Καὶ τάχα, ἡ μὲν ἐπίπονος παίδευσις, ὀργή· ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ταράσσει μὲν γὰρ τῷ θυμῷ, μηδέπω λόγου ἀξιῶν τοὺς οἷς θυμοῦται ὁ Θεὸς, κατὰ τὸ εἰρημένον, ὅτι Ἐν θυμῷ αὐτοῦ ταράξει αὐτούς· διδασκαλίας δὲ ἐν ὀργῇ οἱ παιδευόμενοι ἀξιοῦνται, κατὰ τὸ εἰρημένον, ὅτι Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Ὁ μὲν γὰρ ἐλεγχόμενος ἐπὶ τοῖς ἡμαρτημένοις, οὔπω πεπαίδευται·
ὁ δὲ παιδευόμενος, ἤδη ἐγγύτητά τινα πρὸς ἐπιστήμην ἐμφαίνει. Εἰ οὖν παιδεύει μὲν ὀργὴ, ἐλέγχει δὲ θυμὸς ἀνυσιμώτερον ἡ ὀργὴ τοῦ θυμοῦ. Διὰ τοῦτο καὶ ὁ Ἱερεμίας· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. Οὐ γὰρ εἶπε καὶ μὴ ἐν ὀργῇ, πλὴν χρηστοτέρα ἡ παίδευσις, ἡ ἀπὸ κρίσεως, τῆς ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, φωτιζόμενος ὑπὸ τοῦ λόγου, ὠφεληθήσεται ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων πρὸς τὸ μηδὲν ἀκρίτως πράσσειν, ἀλλὰ πάντα κρίσει ὑγιεῖ ἐπιτελεῖν, ὥστε καὶ αὐτοὺς ἔχειν τοὺς λογισμοὺς κεκριμένους, κατὰ τὸ εἰρημένον· Λογισμοὶ δικαίων, κρίματα. Κατὰ μέντοι τὸν καιρὸν τῆς κρίσεως, ὅταν ἐπιβάλῃ τῷ λαῷ τὴν χεῖρα αὐτοῦ, καὶ τὰ ὄρη παροξυνθήσεσθαι λέγεται, δεικνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις συνεπιτίθεται τῇ ἐκδικήσει τῶν ἁμαρτωλῶν. Ὡς γὰρ, ἐπὶ τῶν πληγῶν τῶν Αἰγυπτιακῶν, πανταχόθεν αὐτοῖς ὁ πόλεμος (ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος) οὕτω καὶ νῦν, ὅταν ἐπιβάλλῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν λαὸν ὁ Κύριος, τοῦ πατάξαι αὐτόν· καὶ τὰ ὄρη παροξυνθήσεται, τὰ δὲ θνησιμαῖα τοῦ λαοῦ, ὡς κοπρία διὰ τὴν ἀτιμίαν ἐν μέσῳ τῆς ὁδοῦ κείμενα, καταπατηθήσεται.
PG 30:425Νόησόν μοι τοὺς ἐν ἁμαρτίαις γενομένους, ἐναπομείναντας τοῖς πράγμασι τοῦ βίου τούτου καὶ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένους, ὧν διὰ τὴν ἀμετανόητον καρδίαν ὁ λόγος τοῦ Κυρίου φησὶν, οὐκ ἀποστραφήσεσθαι τὸν θυμὸν, ἀλλὰ ἔτι μένειν τὴν χεῖρα ὑψηλήν, τουτέστιν ἐπηρμένην εἰς ἐκδίκησιν (χεῖρα λέγων τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ· Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι)· καὶ ἐν τούτῳ τοῦ διαβόλου χεῖρα λέγοντος ἐν τῷ καιρῷ τῆς κολάσεως· Οὐ μὴν δὲ, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ. Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, καὶ συριεῖ αὐτοὺς ἀπ’ ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Κατὰ μὲν τὸ ῥητὸν, δόξει τὴν Ῥωμαϊκὴν δύναμιν τὴν ἐπὶ τῇ ἐσχάτῃ πολιορκίᾳ ἐπελθοῦσαν τῇ Ἱερουσαλὴμ ὁ λόγος προφητεύειν. Ἐν ἐκείνῳ γὰρ οἱ στρατιωτικοὶ κατάλογοι συνεπληροῦντο, ἔν τε τῶν μακρὰν ἐθνῶν καὶ ἐκ τῶν σύνεγγυς, τῶν περὶ τὴν Συρίαν καὶ Ἀραβίαν, καὶ ἄλλα ἔθνη, ὅσα παρακείμενα τῇ Ἰουδαίᾳ, ἐστρατολογεῖτο παρὰ τῶν Ῥωμαίων. Τὸ μὲν οὖν σύσσημον ἐν τοῖς ἔθνεσιν ἤρθη, τουτέστι τὸ σημεῖον τοῦ σταυροῦ τοῦ ἀναδειχθέντος.
Καὶ τὰ μὲν ἔθνη ἐπὶ τὴν πίστιν ἐκλήθη, ἡ δὲ Ἱερουσαλὴμ τῇ καταστροφῇ παρεδόθη. Οὕτω δὲ ταχὺ καὶ κούφως ἤρχοντο, τοσαύτην ἔχοντες προθυμίαν εἰς τὸ πολεμεῖν, ὥστε καὶ τῶν τροφῶν ἐπιλανθάνεσθαι καὶ μηδὲ τὰ σιτηρέσια ἀναμένειν, μηδὲ ἀναπαύσεως δεῖσθαι, μηδὲ ἀποτίθεσθαι τὸ τῶν πολεμούντων σχῆμα. Οὗτοι ὥσπερ στερεὰ πέτρα ἐλογίσθησαν καὶ τὰ ἅρματα αὐτῶν ὡς καταιγίδες· ὅμοιοι λέουσι τὴν ἰσχὺν, καὶ σκύμνοις λεόντων τὴν ὁρμήν· ὧν ἡ βοὴ ὡς θαλάσσης κυμαινούσης, ὅτε καὶ οὐδὲν ἄλλο ὁ πολεμούμενος λαὸς ἑώρα, ἀλλ’ ἢ σκότος σκληρὸν ἐπὶ τῆς γῆς ...

Chapter 2ΚΕΦΑΛΑΙΟΝ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ 2 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον. Καὶ ἐπεστάλη πρός με ἓν τῶν Σεραφίμ. Πρὸς τοὺς ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου Ἁγίους ἀεὶ ἀποστέλλονται θεῖαι δυνάμεις, τὸ σαθρὸν τῆς ἀνθρωπίνης φύσεως ἐπανορθούμεναι. Ἀπεστάλη τοίνυν καὶ πρὸς Ἡσαί̈αν, ἐπὶ τῷ περιελεῖν αὐτοῦ τὰς ἁμαρτίας καὶ καθαρίσαι. Ἀπεστάλη δὲ ἐπειδὴ ἤκουσεν ὀδυρομένου τὰς ἰδίας ταλαιπωρίας, καὶ ὁμολογοῦντος τὴν ἐν λογισμοῖς αὐτοῦ ἁμαρτίαν.
PG 30:427Εἶπε γὰρ τὸ Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Ταῦτα ἔλεγε καὶ ὁ Παῦλος· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶτα καὶ αὐτὸς, ὡς τυχὼν θείας ἀντιλήψεως, ἐπάγει· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Εἶπε δὲ τὸ Ὢ τάλας ἐγὼ, διορατικῶς εἰς ἔννοιαν ἐλθὼν τῆς βασιλείας τοῦ Θεοῦ τοῦ καθημένου ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πεπληρωκότος τῆς δόξης αὐτοῦ τὸν τηλικοῦτον κόσμον. Πρὶν γὰρ ἐννοῆσαι Θεὸν, οὐ φαίνεται εἰπὼν τὸ Ὢ τάλας ἐγώ. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε ἀναγέγραπται εἰρηκὼς τὸ Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Οὕτω δὲ καὶ Μωϋσῆς, παιδευόμενος μὲν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ, ὡς εἰκὸς, διαβαίνων πάντας αὐτοὺς τῇ εὐφυί̈ᾳ καὶ τῇ συνέσει, οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε τῆς ἀφωνίας αὐτοῦ καὶ τῆς περὶ τὴν γλῶσσαν βραδύτητος ᾔσθετο. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου.
Ὁ μὲν Ἰουδαϊκῶς ἐξηγούμενος τὸ ῥητὸν, ἐρεῖ ὡς ἄρα ὁ Κύριος ἑώραται ἐπὶ τῷ κατὰ Ἱερουσαλὴμ τόπῳ, καθήμενος ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ ἑστηκότα· καὶ ἐκ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων τὸ πῦρ ληφθὲν παρὰ τοῦ Σεραφεὶμ προςηνέχθη τῷ στόματι τοῦ Προφήτου, εἰς καθαρισμὸν τῶν χειλέων αὐτοῦ. Ἡμεῖς δὲ οἱ πεπιστευκότες, ὅτι ὑπόδειγμά τι καὶ σκιὰ τῶν ἐπουρανίων ἐστὶ τὰ κατὰ τὸν νόμον, οἶκον μὲν λέγομεν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, θρόνον δὲ ἐπηρμένον τὴν ἐπὶ πάντων ἀρχὴν καὶ δεσποτείαν τοῦ Θεοῦ· Σεραφὶμ δὲ τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ γὰρ (ὅπερ ἐφαντάσθησάν τινες) τὰ δύο τοῦ οὐρανοῦ ἡμισφαίρια, ἀνὰ μέρος ὑπὲρ γῆς φαινόμενα, ἓξ μέρεσιν ἑκατέρων, οἱονεί τισι πτεροῖς, πρὸς τὴν ὀξείαν κίνησιν κεχρημένων, πῶς ἀπεστέλλετο τὸ ἕτερον τούτων, ἢ πῶς ἀπεσπᾶτο ἀπὸ τοῦ ἄλλου, συνημμένης τοῦ οὐρανοῦ τῆς φύσεως οὔσης; Ἀλλ’, ὅπερ εἶπον, δυνάμεις ὑπερκόσμιαι, τῆς ἐγγυτάτω στάσεως διὰ τὴν ἐν ἁγιασμῷ ἀκρότητα κατηξιωμέναι· ὧν ἡ μία ἦλθε πρὸς τὸν Προφήτην.
PG 30:429Ὡς γὰρ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ μερικαὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνοῦνται. Ἔλαβεν οὖν τὸ Σεραφεὶμ ἀπὸ τοῦ θυσιαστηρίου τῇ λαβίδι. Ἐνθυμήθητι πηλίκον τὸ θυσιαστήριον, ὅπως δυσπρόσιτον, ὡς μὴ κατατολμᾷν αὐτοῦ τὸ Σεραφεὶμ τῇ χειρὶ προσάπτεσθαι, ἀλλὰ διὰ τῆς λαβίδος λαμβάνειν τὸ πῦρ εἰς τὴν χεῖρα. Καὶ ἔλαβεν ἄνθρακα. Λαμβάνει τὸ πῦρ εἰς τὴν χεῖρα. Ποδαπὸν τοῦτο τὸ πῦρ, ὃ ἁμαρτίας καθαίρει; Ἢ μήποτε συγγενὲς ἐκείνῳ, περὶ οὗ εἴρηται, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Ἐπειδὴ δὲ ὁ ἄνθραξ πῦρ ἐστι, τῇ παχυτέρᾳ ἤδη καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν (μετὰ γὰρ τὸ παραδραμεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται) τάχα οὖν σημαίνει τὴν ἐν τῇ σαρκὶ τοῦ Κυρίου ἐπιδημίαν. Φησὶ γάρ· Ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ σὰρξ τὸν ἐκ τῆς θεότητος φωτισμὸν ὑποδεξαμένη, κατὰ μὲν τὸ σωματικὸν αἰσθητή, κατὰ δὲ τὴν πρὸς Θεὸν ἕνωσιν, διαυγὴς καὶ ἐκλάμπουσα. Ἐκείνη δὲ ἡ σὰρξ ἦρε τὰς ἁμαρτίας τοῦ κόσμου καὶ τὰς ἀνομίας ἡμῶν περιεκάθηρεν·
ἣν δι’ αἰνίγματος ἡμῖν ἡ προφητεία παρέστησε. Ναδὰβ μὲν γὰρ καὶ Ἀβιοὺδ κατεκάησαν, ἀλλοτρίῳ πυρὶ χρησάμενοι· τὸ δὲ Σεραφεὶμ ἀπὸ τοῦ ἁγίου πυρὸς τοῦ ἐν τῷ νοητῷ θυσιαστηρίῳ τῶν ἀληθινῶν ὁλοκαρπωμάτων, τὸν ἄνθρακα ἔλαβεν, οὐχ ἑαυτῷ, ἀλλὰ τῇ λαβίδι. Ἵνα δὲ δείξῃ, ὅτι τὸ πῦρ τὸ οὐράνιον οὐχὶ καίει, ἀλλὰ καθαίρει, τῇ χειρὶ ὑποδεξάμενον, οὕτω προσάγει τοῖς χείλεσι. Συγγενὲς ἦν τούτῳ τῷ πυρὶ καὶ τὸ ἐπὶ τῆς βάτου, ὃ εἶδεν Μωϋσῆς ἐπικείμενον μὲν τῷ φυτῷ, μὴ κατακαῖον δὲ τὴν βάτον. Τάχα δὲ ἡ λαβίς ἐστιν ἡ ἐν ἑκάστῳ ἐνυπάρχουσα ἐπιτηδειότης πρὸς τὴν τῶν ἀπὸ Θεοῦ δεδομένων ἀγαθῶν ὑποδοχὴν, κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς τὸ καλὸν οἰκειώσεως. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Μωϋσέα μὲν οὐκ ἐρωτᾷ, ἀλλ’ ὡς ἔχων ἕτοιμον (φησὶ) Καὶ νῦν δεῦρο· ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Πρὸς μέντοι τὸν Ἡσαί̈αν φησί· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Τίς οὖν ἡ αἰτία; Ὅτι ἐκεῖ μὲν ἐπὶ ἀγαθῷ καὶ εὐεργεσίᾳ τοῦ λαοῦ ἀπεστέλλετο Μωϋσῆς, ἐνταῦθα δὲ σκυθρωπῶν πραγμάτων διακονία πρόκειται.
Διὰ τοῦτο ἐκείνῳ μὲν πρόσταγμα, τούτῳ δὲ ἐπ’ ἐξουσίας ἀφείθη ἡ ὑπουργία, διότι πεφύκαμεν οἱ ἄνθρωποι, ἅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Διὰ τοῦτο αὐτὸν βούλεται ἑκόντα καταδέξασθαι τὴν ἀποστολὴν ὁ Κύριος. Καὶ ὅτι μὲν χρεία τῆς ἀποστολῆς, ἔδειξε· τὸ δὲ εὔθετον εἰς διακονίαν πρόσωπον ἐξ αὐτῆς βούλεται τῆς προθυμίας ἀναφανῆναι. Διὰ τοῦτο Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ τοσούτου προστασίαν καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. Καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ἡσαί̈ας δὲ, οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς τῇ ὑπερβολῇ τῆς ἀγάπης, μηδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ λογισάμενος. Παρατήρει δὲ τὸ ἀκριβὲς καὶ περιεσκεμμένον τοῦ Προφήτου. Πρὸς γὰρ δύο λόγους, μίαν ποιεῖται τὴν ἀπόκρισιν· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται;
PG 30:431Ἰδοὺ ἐγώ εἰμι· ἀπόςτειλόν με. Οὐκέτι προσέθηκεν· καὶ ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ’ ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, τοῦ διδόντος τὴν χάριν ἐκ τοῦ ἐνισχύοντος, Θεοῦ. Ὥστε, ὃ μὲν τῆς προαιρέσεως ἦν, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με· ὃ δὲ τῆς χάριτος ἦν, τῷ Κυρίῳ κατέλιπεν. Οὐ γὰρ ἐπηγγείλατο πορευθήσεσθαι, διὰ τὸ ἐπαισθάνεσθαι τῆς ἑαυτοῦ ἀσθενείας. Ἀκούει δὲ φωνῆς Κυρίου καὶ ὁ μὴ πληγεὶς τὴν σωματικὴν ἀκοὴν, τοῦ ἡγεμονικοῦ τυπουμένου ἀπὸ Θεοῦ, οἷς ἂν ἐθέλῃ τὸ βούλημα φανεροῦν ὁ Θεός. Ἀφάτῳ γάρ τινι δυνάμει φαντασιούμενοι τὸν νοῦν, οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἐνηχοῦντα ἑαυτοῖς, ἔχουσι τὸν λόγον τοῦ Θεοῦ, κἂν ὁ ἀὴρ μὴ δέξηται τοὺς τύπους, μηδὲ τῇ ἀκοῇ παραπέμπῃ. Οἱονεὶ γὰρ βιβλίῳ τινὶ, τὸ ἑαυτοῦ θέλημα ἐγγράφει ὁ Θεὸς τῇ ψυχῇ τοῦ Προφήτου· καὶ ἀκούειν λέγεται ὁ τὰ θεῖα νοήματα ὑποδεξάμενος τῇ ψυχῇ. Διὰ τοῦτο δὲ τὸ Ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με, ὁ Προφήτης εἰπὼν, τὸ ἐφεξῆς ἀπεσιώπησεν. Οὐ γὰρ εἶπεν «ἐγὼ πορεύσομαι», διότι μεῖζον καὶ ὑπὲρ αὐτὸν τὸ ἐπάγγελμα. Ὅπερ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο ὁ Κύριος ἐχαρίσατο. Εἶπε γὰρ αὐτῷ·
Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ. Ὁ μέντοι λέγων· Ἰδού εἰμι ἐγὼ, τεθαῤῥηκὼς ἤδη, ὡς μεταλαβὼν τοῦ Ὄντος, ἐν τοῖς οὖσιν ἀριθμεῖν ἑαυτὸν ἀποτολμᾷ· καὶ τοῦτο εἶπε μετὰ, τὸ καθαρθῆναι αὐτοῦ τὰ χείλη. Ὁ δὲ ἐν ἀνομίαις τυγχάνων καὶ τῆς ἐπιγνώσεως τοῦ Ὄντος μὴ καταξιούμενος, οὐ δύναται ἑαυτῷ μαρτυρεῖν τὸ Ἰδού εἰμι ἐγώ. Ἐπειδὴ δὲ ἔθετο ὁ Θεὸς πρῶτον Ἀποστόλους, δεύτερον Προφήτας, διὰ τοῦτο καὶ ὁ Ἡσαί̈ας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα. Καὶ Μωϋσῆς δὲ τῶν Ἀποστόλων ἐστί· Δεῦρο γὰρ (φησὶν) ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Καὶ Ἱερεμίας δὲ ἀκούει, ὅτι Πρὸς πάντας, οὓς ἂν ἐξαποστείλω σε, πορεύσῃ. Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Τοῦτο τὸ ῥητὸν ἀνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ.
PG 30:433Ὅτι δύναμίς τίς ἐστιν ὑπερκόσμιος, καθαρτικὴ ἀνομιῶν, διακονίαν πεπιστευμένη, τὸ Σεραφεὶμ τὰ γεγραμμένα παρίστησιν. Ἀπέσταλται οὖν ταῦτα τὰ λειτουργικὰ πνεύματα πρὸς ἡμᾶς, τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ἔρχεται δὲ οὐκ αὐθεντικῶς, οὐδὲ αὐτεξουσίως ἐπισκεπτόμενα ἡμᾶς· καὶ γὰρ προηγουμένη μὲν αὐτῶν ζωὴ καὶ κατὰ φύσιν, τῷ κάλλει τοῦ Θεοῦ ἐνατενίζειν καὶ αὐτὸν δοξάζειν διηνεκῶς· περιστατικὴ δέ τίς ἐστιν ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιστροφὴ καὶ ἐπιμέλεια. Διὰ τοῦτο Ἀπεστάλη (φησὶ) πρός με ἓν τῶν Σεραφίμ. Ἔοικε δὲ ὁ Προφήτης, ὅτε εἶδε τῶν Σεραφὶμ τὴν ἐνέργειαν, οὐδὲν ἄλλο ποιούντων ἢ ἁγιαζόντων τὸν Θεὸν, τότε εἰς συναίσθησιν τῆς ἐν τοῖς ἰδίοις χείλεσιν ἀκαθαρσίας ἐληλυθέναι, ὅτι καὶ ἀνθρώπινα λαλεῖ, καὶ ἐμόλυνεν ἑαυτοῦ τὴν γλῶσσαν πολλάκις τοῖς περὶ τῆς ματαιότητος τοῦ κόσμου ῥήμασι. Τῇ οὖν πρὸς ἐκεῖνα συγκρίσει κατανυγεὶς (καὶ ὅτι τὰ μὲν οὐδὲν ἕτερον φθέγγεται, ἢ τὸν ἁγιασμὸν τῆς θεότητος ἐκβοᾷ, αὐτὸς δὲ τὸ πλεῖστον τοῖς ἀνθρωπίνοις πράγμασι τὴν ἑαυτοῦ φωνὴν ἐνασχολουμένην ἔχει) διὰ τοῦτο εἶπεν·
Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος. Οὕτω καὶ Μωϋσῆς τέως οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ὄντος καὶ βραδυγλώσσου, ὅς γε πάσῃ σοφίᾳ Αἰγυπτίων πεπαίδευτο καὶ διέβαινε πάντας αὐτοὺς τῇ εὐφυί̈ᾳ καὶ τῇ συνέσει· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε εἶδεν ἑαυτοῦ τὴν ἀσθένειαν. Καὶ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε εἶπεν ἑαυτὸν γῆς καὶ σποδόν. Παραπλησίως οὖν τούτοις καὶ ὁ Ἡσαί̈ας, μετὰ τὸ ἰδεῖν τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ θεωρῆσαι τὴν δόξαν τὸν σύμπαντα οἶκον τοῦ κόσμου πεπληρωκυῖαν καὶ τὰ κύκλῳ αὐτοῦ Σεραφὶμ, μετὰ ἐκπλήξεως ἐκείνην τὴν φωνὴν ἀναφέροντα, τότε ἑαυτὸν ταλαίπωρον προσηγόρευσε, τότε τὴν ἐν τοῖς χείλεσιν ἑαυτοῦ ἀκαθαρσίαν ἐπέγνω, διὸ καὶ ἠξιώθη τῆς διὰ τῶν Σεραφὶμ καθάρσεως. Παρατήρει δὲ, ὅτι οὐκ ἐπὶ πᾶσαν πρᾶξιν καὶ ἐνέργειαν ἦν αὐτοῦ τὰ παραπτώματα κεχυμένα, ἀλλὰ μέχρι χειλέων καὶ λόγων ὑπῆρχε μόνον συνεσταλμένα. Καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τοῦ στόματός μου.
PG 30:435Ἔοικε μὲν, ὡς πρὸς τὸ ῥητὸν, περὶ τοῦ ἐν τῷ ναῷ θυσιαςτηρίου ὁ λόγος εἶναι, ἀφ’ οὗ ἔλαβε τὸ Σεραφεὶμ εἰς τὴν χεῖρα ἑαυτοῦ ἀπὸ τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων ἄνθρακα· ὡς δὲ πρὸς τὴν ἀλήθειαν, διὰ τὸ τὴν Ἰουδαϊκὴν λατρείαν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν, ἐπουράνιόν τι χρὴ νοεῖν θυσιαστήριον, τουτέστι χωρίον καθαρισμοῦ ψυχῶν, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Τοιούτῳ πυρὶ Κλεόπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς· τοιούτῳ θερμαίνονται πυρὶ τὴν καρδίαν οἱ τῷ πνεύματι ζέοντες· τοιοῦτον ἔλαβε πῦρ Ἱερεμίας, διὸ καὶ ἔλεγε· Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρεῖμαι πάντοθεν. Ἐμφαίνει δὲ πολλὴν τὴν περὶ τὸ θυσιαστήριον τιμὴν καὶ εὐλάβειαν, τὸ μὴ καταθαρσῆσαι τῇ ἰδίᾳ χειρὶ ἐφάψασθαι τὸ Σεραφεὶμ, ἀλλ’, οἱονεὶ μεσίτῃ τινὶ, χρήσασθαι τῇ λαβίδι. Νοήσωμεν οὖν ἄνθρακα λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς καθαίροντα τὸ ψεῦδος, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Καὶ εἶπεν·
Ἰδοὺ, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Οὐ πρὸς μόνον Ἡσαί̈αν νομιστέον εἰρῆσθαι, ἀλλὰ καὶ πρὸς πάντας, ὧν καθάπτεται ὁ διάπυρος καὶ ἀληθὴς λόγος, περιαιρῶν τὰ ἔξω τοῦ θείου νόμου ἐπιτελούμενα καὶ ἐκ τῶν ἁμαρτητικῶς πραττομένων καθαίρων. Δεξώμεθα δὲ καὶ ἡμεῖς θείου Λόγου ἐπιδημίαν, ἵνα οἱονεὶ ἐγκαθεζόμενος τοῖς στόμασιν ἡμῶν καὶ μηδεμίαν χώραν παρέχων τῷ ψεύδει, καθαρίσῃ ἡμῶν τὰ χείλη καὶ ἀφέλῃ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἀπιθάνως δὲ ὁ ἄνθραξ εἰς τὴν τοῦ λόγου φύσιν μεταληφθήσεται, κατὰ τὴν τοῦ ψαλμοῦ μαρτυρίαν, λέγοντος· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Καὶ ἤκουσα φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. Ζητήσεως ἄξιον, τί δήποτε Μωϋσῆς μὲν παραιτεῖται πεμπόμενος καὶ ἐπὶ πλεῖστον ἀπομάχεται τὴν ἀποστολὴν παραιτούμενος· Ἡσαί̈ας δὲ οὕτω προχείρως ἑαυτὸν ἐπιδίδωσι. Μωϋσῆς μὲν γὰρ οὐχὶ ἐρωτᾶται Τίνα ἀποστείλω; ἀλλ’ αὐτὸς εἰς πρόσωπον δέχεται τὸ ἐπίταγμα· Καὶ νῦν (φησὶ) δεῦρο·
PG 30:437ἀποστείλω σε πρὸς Φαραὼ εἰς Αἴγυπτον, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου. Ἡσαί̈ας δὲ, ἀορίστως τοῦ λόγου τὸν διακονούμενον τῇ ἀποστολῇ ἐπιζητοῦντος, ἑαυτὸν ὑποβάλλει. Τί οὖν φαμεν; Οὐκ ἀπομαχόμεναί εἰσι τῶν Ἁγίων αἱ διαθέσεις περὶ τὸ αὐτὸ πρᾶγμα ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἀλλ’ ὅτι Μωϋσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκεν ἀπεστέλλετο, διὰ τοῦτο ὤκνει πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες, ἐφυγάδευσαν αὐτόν. Διὸ καὶ τὴν κακίαν αὐτῶν μὴ φέρων, πρὸς τὴν ἐν τῇ ἐρήμῳ ἡσυχίαν ἀνεχώρησεν· ἐπὶ προφάσει τοῦ ποιμαίνειν, τοὺς τῶν πόλεων καὶ τῶν πολλῶν ἀνθρώπων θορύβους ἀποδιδράσκων. Διὰ τοῦτό φησι· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ καὶ ὅτι ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Οὔτε γὰρ Φαραὼ ἄνευ μεγάλων κακῶν ἐξαποστέλλει τὸν λαὸν, καὶ ὁ λαὸς οὐκ εὔκολος μεταχειρισθῆναι, ἀντιβαίνων ἀεὶ τοῖς πρὸς σωτηρίαν αὐτοῦ ἐπιμελομένοις. Δείκνυσι δὲ τὴν διάνοιαν Μωϋσέως καὶ τὰ ἐφεξῆς.
Ὅτε γὰρ μετὰ τὴν μοσχοποιίαν δοὺς τὴν χάριν τῷ θεράποντι αὐτοῦ ὑπὲρ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος τοῦ λαοῦ ὁ Θεὸς, τελευταῖόν φησι· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον καὶ ἐξαποστελῶ Ἄγγελόν μου ἔμπροσθέν σου, τί οὖν Μωϋσῆς; Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν. Τί οὖν ἡ διάνοια τοῦ ἀνδρός; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς καὶ χρῄζει τοῦ Ἀφιέντος ἁμαρτίας, ὅπερ Ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν τῶν ἁμαρτανομένων Ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκέτι. Διὰ τοῦτο ἐπιζητεῖ αὐτὸν ἐλθεῖν, τουτέστιν ὃ καὶ νῦν φησι· Προχείρισαι ἄλλον, ὃν ἀποστελεῖς, τουτέστιν ἐλθέτω ὁ ἀληθινὸς Νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Ἐπειδὴ δὲ οὔπω ἦλθε τὸ πλήρωμα τῶν καιρῶν καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα, διὰ τοῦτο οὐκ εἰσηκούσθη τοῦ Προφήτου ἡ αἴτησις. Ἡσαί̈ας μέντοι, μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἐπειδὴ εἴρηκεν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγῶ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, εἶτα ἤκουσε· Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;
PG 30:439Νομίσας ἐπὶ τῷ τὰ παραπλήσια κἀκείνους εὐεργετηθῆναι ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτίαι. Ἰδού φησιν ἐγώ· ἀπόστειλόν με. Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις καὶ τούτου ἡ προθυμία. Ἀσφαλὴς μέντοι ἡ ἀπόκρισις τοῦ ἁγίου, ὡς ὠφελημένου ἤδη ἐκ τῆς διὰ τῶν ἀνθράκων καθάρσεως. Εἰπόντος γὰρ τοῦ Κυρίου Τίνα ἀποστείλω, καὶ Τίς πορεύσεται, πρὸς μὲν τὸ Ἀποστείλω, ἰδού εἰμι ἐγώ· πρὸς δὲ τὸ Τίς πορεύσεται, οὐκέτι εἶπεν, ὅτι καὶ πορεύσομαι· οἶδε γὰρ ὅτι Θεοῦ συνεργοῦ χρεία πρὸς τὴν ἐνέργειαν. Διόπερ ὃ μὲν προαιρέσεως ἦν, τοῦτο ἐπέδωκεν· ὃ δὲ τοῦ τελειοῦντος ἔχρῃζε, τοῦτο ἀπεσιώπησε. Πῶς δὲ ἀκούει τῆς φωνῆς Κυρίου, πολλάκις εἴρηται, ὡς ἄρα τὸ ἡγεμονικὸν τοῦ ἀξιουμένου τῆς τοιαύτης χάριτος ἀφάτῳ τινὶ δυνάμει φαντασιοῦται λόγον Θεοῦ, τῆς θείας δυνάμεως ἐνηχούσης τοῖς ἀξίοις, οὐ διὰ τῆς σωματικῆς ἀκοῆς, ἀλλ’ αὐτὸ τὸ ἡγεμονικὸν τῶν κεκαθαρμένων τὴν διάνοιαν τυπούσης, καὶ οἱονεὶ ἐγγραφούσης αὐτοῖς τὰ νοήματα κατὰ τὸ σιωπώμενον· ὅπερ ἡμῖν διὰ τῆς αἰσθητῆς φωνῆς πλησσομένη ἡ ἀκοὴ ἐπὶ τὴν συναίσθησιν τῆς ψυχῆς παραπέμπει.
Νοητῆς οὖν ἤκουσε φωνῆς, τῇ καρδίᾳ ἐγγενομένης, ὅπερ καὶ ἐν τοῖς ὕπνοις συμβαίνει γίνεσθαι· ἀκούειν γὰρ δοκοῦμεν, μηδενὸς φθεγγομένου, ἀλλ’ οὐχὶ αἰσθητῆς διὰ τοῦ ἀέρος πρὸς τοὺς πόρους τῆς ἀκοῆς ἐνεχθείσης. Οὕτως οὖν λαλεῖ ὁ Θεὸς καὶ οὕτως ἀκούουσιν οἱ Ἅγιοι. Πορεύου (φησὶ) καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Τοῦτο τὸ ῥητὸν σαφῶς καὶ ἀναντιῤῥήτως ἐπὶ τοὺς χρόνους φέρων τῆς τοῦ Κυρίου ἐπιδημίας, ὁ Μακάριος Παῦλος ἔλεγεν ἐν ταῖς Πράξεσι, τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις διαλεγόμενος· Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαί̈ου τοῦ Προφήτου πρὸς τοὺς πατέρας ὑμῶν, λέγον· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο μάλιστα τὸ ῥητὸν τὸν Προφήτην, ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευάζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τὸν Ἰησοῦ λόγον καὶ οὐ συνῆκε, καὶ βλέπων τὰ ὑπ’ αὐτοῦ γινόμενα τεράστια, οὐχ ἑώρα.
PG 30:441Εἰς μέλλοντα γὰρ χρόνον ἐκκλῖνον τὸ ῥητὸν ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων ἀναφορὰν, καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ τοῦ Ἡσαί̈ου, ὅτι Ἀκάθαρτα χείλη ἔχω καὶ (συνάψαντος καὶ περὶ τοῦ λαοῦ) ὅτι Ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, αὐτῷ μὲν ἐδόθη ἡ χάρις τῆς συγχωρήσεως καὶ ἡ κάθαρσις δι’ ἑνὸς τῶν Σεραφὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ τὴν διάθεσιν ὁμοίαν εἶχον ὅ τε Προφήτης καὶ ὁ λαός· Ὁ μὲν γὰρ εἶδε Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον· καὶ ὁ μὲν ἀκούσας τῶν Σεραφείμ, συνῆκε τὴν δοξολογίαν αὐτῶν· οἱ δὲ ἀκούοντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέχοντο· καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα, συνῄσθετο τῆς ἰδίας ἁμαρτίας, διὸ εἶπεν· Ὢ τάλας ἐγὼ, διότι κατανένυγμαι· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρτανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι τὰς ἁμαρτίας. Διὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθησαν ἐν ταῖς ἁμαρτίαις, ὡς καὶ ὁ Κύριος ἔφη πρὸς αὐτοὺς, ὅτι Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Τάχα δέ τις ἀντιστήσεται ὑμῶν τῷ λόγῳ, διὰ τὸ εἰρῆσθαι· Εἶπον τῷ λαῷ τούτῳ, οὐ προσιέμενος ἐπὶ τοὺς χρόνους τοῦ Σωτῆρος ταῦτα προφητεύεσθαι. Εἰ γὰρ τὸ Τούτῳ δεικτικόν ἐστι, οὐδεὶς δὲ τῶν ἀπὸ τοῦ δεικνυμένου λαοῦ ἤμελλεν ἀκούειν τοῦ Σωτῆρος, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια, πῶς ἁρμόζει τὸ Τῷ λαῷ τούτῳ τοῖς τοσοῦτον τοῦ Προφήτου μεταγενεστέροις; Ἡμεῖς δὲ ἐξ ἄλλων ῥημάτων προφητικῶν ῥᾳδίαν λύσιν ἐπινοήσωμεν τῷ προβλήματι. Εἴρηται γὰρ ἔν τινι τῶν Δώδεκα· Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνόχλησά σοι; Ἀποκρίθητί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ; Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν Προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, ἢ ὡδηγήθη παρὰ τῶν προειρημένων, καὶ ὅμως αὐτὸς ὀνειδίζεται ὡς ἐπὶ ταῖς ἐργασίαις ταύταις ἀγνωμονῶν, οὕτω καὶ νῦν δείκνυται μὲν τὸ σύστημα τοῦ λαοῦ τὸ κατὰ τὸν Προφήτην· ἐκβαίνει δὲ αὐτῷ τὰ προφητευθέντα κατὰ τὴν γενεὰν τῆς τοῦ Κυρίου ἐπιφανείας. Πέφυκε δὲ καὶ ἡ συνήθεια κεχρῆσθαι τῷ τοιούτῳ λόγῳ, ὃν καὶ ἀλλοιούμενόν τινες προσαγορεύειν εἰώθασιν.
PG 30:443Οἷον, τὸν αὐτὸν νοοῦντες χορὸν, τὸν ἐκ τοσῶνδε ἀνδρῶν συνεστῶτα· εἶτα ἑνὸς ὑπεξελθόντος καὶ ἑτέρου ἐκείνου τόπον ἀντιπληρώσαντος, ὁ αὐτὸς λέγεται μένειν χορός. Καὶ εἰ δεύτερος δὲ ὑπεξέλθῃ καὶ εἰ τρίτος, καὶ τοῦτο ἐπὶ πολὺ γένοιτο, καὶ ἑκάστῳ ἕτερος ἀντεισαχθείη τις, κατὰ μικρὸν ὑπαλλοιουμένου τοῦ χοροῦ, οἱ μὲν καθ’ ἕνα διημείφθησαν, ἡ μέντοι προσηγορία τῷ χορῷ ἡ αὐτὴ διασώζεται. Οὕτω καὶ πόλις ἡ αὐτὴ εἶναι λέγεται καὶ στρατόπεδον τὸ αὐτό, οὐ τῷ τὸν καθ’ ἕκαστον διαμένειν, ἀλλὰ τῷ τὴν προσηγορίαν τῷ συστήματι τὴν αὐτὴν διασώζεσθαι. Οὕτως οὐδὲν κωλύει καὶ νῦν τὸν ἐπὶ τοῦ Ἡσαί̈ου δεικτικῶς θεωρούμενον λαὸν τὸν αὐτὸν εἶναι καὶ ἐπὶ τοῦ Κυρίου, οὐ τῇ διαμονῇ τῶν καθ’ ἕκαστον, ἀλλὰ τῇ κοινῇ τοῦ ἔθνους ὀνομασίᾳ. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς· Καὶ ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ ἐπιδέκατον·
καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα Ἅγιον, τὸ στήλωμα αὐτῆς. Ἐπειδὴ σκυθρωπὰ τὰ διηγηθέντα ἦν παρὰ τοῦ Κυρίου, ἀπαραίτητον τὴν κρίσιν ἡγούμενος, τὸν γοῦν χρόνον πόσος ἐστὶν, ἐν ᾧ ἡ καταδίκη αὐτοῖς αὕτη ἐπιτεθήσεται, ἀξιοῖ διδαχθῆναι. Σαφῶς ταῦτα ἐπὶ τοὺς χρόνους τῆς Ῥωμαϊκῆς δυναστείας λοιπὸν ἀναφέρεται. Μετὰ γὰρ τὸ μὴ ἀκοῦσαι τῶν ῥημάτων τοῦ Κυρίου καὶ μὴ θελῆσαι ἐνιδεῖν ὀφθαλμοῖς εὐγνώμοσι τὰ ὑπὲρ ἄνθρωπον αὐτοῦ τεράστια, ἠρημώθησαν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ κατελείφθη ἔρημος, λιμῷ καὶ φυγαῖς καὶ αἰχμαλωσίᾳ τῶν οἰκητόρων θανατωθέντων. Τὸ δὲ ἐπαγόμενον, ὅτι Μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, ἀναφέρεσθαί μοι δοκεῖ ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἀπὸ μέρους ἐγένετο πώρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἀλλὰ Καὶ οἱ καταλειφθέντες (φησὶ) πληθυνθήσονται. Τίνες οὖν εἰσιν οὗτοι;
Ἢ περὶ ὧν εἶπεν ὁ Ἀπόστολος, ὅτι Λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν, οἵτινες καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς, τῷ εἰς πᾶσαν τὴν γῆν λοιπὸν εἶναι τοὺς μαθητευομένους τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ; Εἰ γὰρ καὶ οὐκ ἐπέτυχεν ὃ ἐπιζητεῖ ὁ πᾶς Ἰσραὴλ, ἀλλ’ ἡ ἐκλογὴ ἐπέτυχε, περὶ ὧν φησι τῷ Ἠλίᾳ· Κατέλιπον ἐμαυτῷ ἑπτάκις χιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὗτοι οὖν εἰσι, περὶ ὧν εἴρηται· Καὶ ἔτι ἐπ’ αὐτῆς ἔσται τὸ ἐπιδέκατον. Τὸ δὲ Καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, δοκεῖ μοι δηλοῦν τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ ἔσονται οὗτοι εἰς προνομὴν συνηγμένοι, ὡς συνάγεται ὁ καρπὸς τῆς τερεβίνθου, καὶ ὡς ἡ βάλανος, ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἐκλύεται ἀπὸ τοῦ πρὸς τὴν θήκην δεσμοῦ ἡ πεφθεῖσα ἤδη τῷ χρόνῳ καὶ τελειωθεῖσα. Τάχα δὲ καὶ διὰ τὸ ἐκπεπτωκέναι τῆς Ἰουδαϊκῆς χώρας καὶ ἐν τῇ διασπορᾷ γεγενῆσθαι, βαλάνῳ παρεικάζεται ἐκπιπτούσῃ ἐκ τῆς θήκης αὐτῆς.
PG 30:445Τὸ δὲ Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ἐκ τῶν Θεοδοτίωνος πρόσκειται, μὴ κείμενον παρὰ τοῖς ἑβδομήκοντα, ἀξιόλογον νοῦν, ὡς πρὸς τὴν τῶν προαποδεδομένων ἀκολουθίαν ἔχον. Συνάγονται γὰρ οὗτοι ὡς τερέβινθος, καὶ ὡς βάλανος, ἐν τῷ γενέσθαι Σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι ἑαυτῶν. Ἀκολούθως δὲ τοῖς πολλαχοῦ παρὰ τῇ Γραφῇ κειμένοις καὶ ἐνταῦθα φαίνεται τὸ χρηστὸν τέλος τῶν ἐπ’ εὐεργεσίᾳ κολαζομένων. Πατάξω γὰρ (φησὶ) κἀγὼ ἰάσομαι. Καὶ αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν. Οἱ οὖν πρότερον ἀκοῇ ἀκούοντες καὶ μὴ συνιέντες, καὶ τὰ ἑξῆς ποιοῦντες, μέχρι τοσούτου, ἕως τοῦ μὴ κατοικεῖσθαι πόλεις καὶ ἐν τῇ διασπορᾷ γενόμενοι, ὡς μόλις τὸ ἐπιδέκατον τοῦ λαοῦ περισωθῆναι, οὗτοι πάλιν πληθυνθήσονται καὶ πάλιν καρποφορήσουσι, παραπλησίως τερεβίνθῳ καὶ βαλάνῳ, Σπέρμα ἅγιον φέροντες, ἐν τῷ ἑστηκέναι ἑδραῖοι καὶ μὴ μετακινούμενοι καὶ ἐῤῥιζῶσθαι ἐν ἀγάπῃ.

Chapter 7ΚΕΦΑΛΑΙΟΝ ζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ ζ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου, βασιλέως Ἰούδα, ἀνέβη Ῥασὶν, βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ, υἱὸς Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.
Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραί̈μ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστι· Δύο βασιλεῖς, ὁ τῆς Συρίας καὶ ὁ τοῦ Ἰσραὴλ ἀνέβησαν ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ οὐκ ἠδύναντο πολιορκῆσαι αὐτήν. Ὄνομα δὲ τῷ μὲν βασιλεῖ Συρίας, Ῥασὶν, τῷ δὲ βασιλεῖ Ἰσραὴλ, Φακεέ. Ἦλθον δὲ ἄγγελοι, καταμηνύοντες τῷ βασιλικῷ οἴκῳ τὴν συμφωνίαν τῶν βασιλέων, τοῦ τε Σύρου καὶ τοῦ Ἰσραήλ. Ὁ γὰρ Σύρος, Ἀρὰμ κατὰ τὴν διάλεκτον τῶν Ἑβραίων καλεῖται· ὁ δὲ Ἰσραὴλ, Ἐφραὶ̈μ ὀνομάζεται, διὰ τὸ ἐκ τῆς φυλῆς ἐκείνης ὡρμῆσθαι τὸν τὴν ἀποστασίαν ἐξ ἀρχῆς πεποιηκότα, Ἱεροβοάμ. Κατεπλάγη οὖν ὅ τε βασιλεὺς καὶ ὁ λαὸς ἅπας ἐπὶ τῇ ἀκοῇ, καὶ οὕτως ἐσείσθη καὶ ἐταράχθη, ὥστε ὁμοιωθῆναι τὸν κλόνον αὐτῶν ξύλῳ δρυμοῦ, ἀπὸ σφοδροτάτου πνεύματος ἀνέμων σαλευομένῳ. Ἡ μὲν οὖν ἁπλῆ διήγησις τῶν ῥημάτων αὕτη. Βασανίζων δ’ ἄν τις τὸ ῥητὸν, εὕροι τινὰ οἰκειότητα πρὸς ἡμᾶς καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐκ τῶν ἱστορουμένων.
PG 30:447Τίνες οὖν εἰσιν οἱ συμφωνήσαντες ἀλλήλοις βασιλεῖς, κατὰ δύναμιν ἐξετάσωμεν. Ἡγοῦμαι τοίνυν τὸν μὲν ἐπαιρόμενον τῇ σοφίᾳ τοῦ αἰῶνος τούτου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λόγον δηλοῦσθαι διὰ τὸν Ἀράμ· ἑρμηνεύεται γὰρ ὁ Ἀρὰμ, μετέωρος. Τοιοῦτος δὲ ὁ λόγος τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἀστρονομίαις προσέχων καὶ κινήσεσιν ἀστέρων καὶ συμπλοκαῖς καὶ σχήμασι, κἀκεῖθεν τῶν ἀνθρωπίνων πραγμάτων τὰς αἰτίας ἠρτῆσθαι λέγων. Μετέωρος δὲ καὶ διὰ τὴν οἴησιν καὶ τὸ ἀλαζονικὸν αὐτοῦ ἔπαρμα, ὃ μόνος οἶδε καθαιρεῖν τοῖς λόγοις τῆς ἀληθείας ὁ Ἅγιος, τῇ δυνάμει τοῦ Πνεύματος καταβάλλων πᾶν ὕψωμα ἐπαιρόμενον, κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὴν δὲ κατὰ παραδοχὴν τῶν θείων Γραφῶν συστᾶσαν, ἐκτετραμμένην τῆς εὐθείας καὶ ψευδώνυμον γνῶσιν, Ἐφραὶ̈μ ἡγούμεθα προσαγορεύεσθαι. Ἐπειδὴ ἀπ’ αὐτῆς ὥρμητο Ἱεροβοὰμ, ὁ πρῶτος ἀποσχίσας τοῦ σπέρματος Δαβὶδ τὰς δέκα φυλὰς, ὃς καὶ δραπέτης ποτὲ τοῦ Σολομῶντος γενόμενος, εἰς Αἴγυπτον ἀπῆλθε, καὶ τὴν ἀδελφὴν Θεκεμίνας, τῆς γυναικὸς Φαραὼ, πρὸς γάμον ἔλαβεν. Ὃς καὶ τὰς χρυσᾶς δαμάλεις ἀνέπλασε, καὶ ἑορτὰς ἀνέπεμψεν ἀπὸ τῆς καρδίας αὐτοῦ.
Ὅταν οὖν ὁ ἐθνικὸς λόγος, ὁ μέγα φρονῶν ἐπὶ διαλεκτικαῖς ἐπιχειρήσεσιν, ἐπιπλακῇ τῷ αἱρετικῷ καὶ παρατετραμμένῳ, συμφωνεῖν λέγεται ὁ Ἀρὰμ πρὸς τὸν Ἐφραὶ̈μ, ἐπιθυμίαν ἔχων καθελεῖν τὰ τοῦ Δαβὶδ οἰκοδομήματα καὶ ἐκπορθῆσαι τὸν τόπον τῆς ἀληθινῆς λατρείας. Οὐ μήν γε περιγίνεται τοῦ σκοποῦ. Οὐ γὰρ δυνήσεται ἐκπολιορκῆσαι διὰ τὸν ὑπερασπίζοντα αὐτῆς Κύριον. Τάχα δὲ οὐδὲ δύνανται συμφωνῆσαι οὗτοι, ἐὰν μὴ ἡ ἁμαρτία ἡμῶν πλεονάσῃ· ἐπειδὴ καὶ οἱ κατὰ τὴν ἱστορίαν συμφωνήσαντες, ἐν ταῖς ἡμέραις τοῦ Ἀχὰζ, τὴν πρὸς ἀλλήλους ἐπεδείκνυντο συμφωνίαν διὰ τὴν ἁμαρτίαν τοῦ Ἀχὰζ, ὃς οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλὰ τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Ταράσσει μέντοι τὸν οἶκον Δαβὶδ καὶ ἐξίστησι τὴν ψυχὴν τοῦ λαοῦ, ὥστε καὶ ἀκάρπῳ ξύλῳ προσεοικέναι, διὰ τὸν ἀπὸ τῆς ταραχῆς ἐγγενόμενον κλόνον, ἡ τῶν πονηρῶν βασιλέων κατὰ τῶν ἐκκλησιῶν ἐπιχείρησις. Ἀλλ’ ὅμως ὁ φιλάνθρωπος Θεὸς, θεραπεύων αὐτῶν τὴν ταραχὴν, πέμπει προφητικὸν λόγον, ἐξελαύνοντα τὸν φόβον τῶν καρδιῶν τοῦ λαοῦ, διὰ τοῦ λέγειν· Μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν καπνιζομένων τούτων.
PG 30:449Ὅρα δὲ εἰ δύνασαι καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἀφορμὰς λαβεῖν τοῦ ἔτι τρανότερον τὰ κατὰ τὸν τόπον ἰδεῖν. Ἑρμηνεύεται γὰρ ὁ Ἀχὰζ, κατάσχεσις· Ἰωάθαν, Ἰαῶ συντέλεια· ὁ δὲ Ὀζίας, ἰσχὺς Ἰαῶ· ὁ δὲ Ἀρὰμ (ὡς προείπαμεν) μετέωρος· ὁ δὲ Φακεὲ, διάνοιξις· ὁ δὲ Ῥομελίας, μετέωρος περιτομῆς. Συμφωνεῖ οὖν ὁ μετέωρος λόγος, καὶ ὁ ἐπαγγελλόμενος σαφηνιστὴν εἶναι τῶν θείων Γραφῶν λόγος. Τοῦτο γὰρ ἐμφαίνει ὁ Φακεὲ, ἑρμηνευόμενος διάνοιξις, οἱονεὶ σαφηνισμὸν τῶν ἀποκεκλεισμένων τῆς Γραφῆς μαρτυριῶν δι’ ἑαυτοῦ ὑπισχνούμενος. Ὅτι δὲ ἡ κατὰ τῆς Ἱερουσαλὴμ συμφωνία τῶν δύο βασιλέων (τοῦ τε ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου φρονοῦντος καὶ τοῦ ἐπαγγελλομένου τὰ κεκαλυμμένα τῆς Γραφῆς ἀναπτύσσειν) ἐν δόγμασι καὶ λόγοις ἐναντίοις γίνεται, προσδοκώντων ὑποχειρίους λήψεσθαι τοὺς τὰ τῆς Ἐκκλησίας δεδιδαγμένους, ἐκ τῶν ἐφεξῆς ἀποδείκνυται. Ἐβουλεύσαντο γὰρ βουλὴν πονηρὰν ὁ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς.
Σαφῶς γὰρ ὁ λόγος παρίστησιν, ὅτι διὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος ἐλπίζουσι τὸν οἶκον Δαβὶδ ἀποστρέψαι πρὸς ἑαυτούς. Ἐπαγγέλλονται δὲ καὶ βασιλέα καταστήσειν τὸν υἱὸν Ταβεήλ· ἑρμηνεύεται δὲ ὁ Ταβεὴλ, ἀγαθὸς Θεός. Ἴδιον δὲ τῶν ἐπιτιθεμένων τῇ Ἐκκλησίᾳ τὸ ὑπισχνεῖσθαι παραδώσειν τὰ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τῆς τοιαύτης χρηστολογίας ἐξαπατῶσι τοὺς ἀκεραιοτέρους. Ὅτι δὲ ταῦτα αἰνίγματά ἐστι, διὰ τῆς ἱστορίας πρὸς τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν φέροντα, σαφῶς ὁ λόγος προϊὼν ἀπογυμνοῖ, λέγων· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Καὶ εἶπε Κύριος πρὸς Ἡσαί̈αν· Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱός σου, εἰς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ὑσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες·
PG 30:451Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ’ ἡ κεφαλὴ τοῦ Ἀρὰμ, Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίν. Ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραὶ̈μ ἀπὸ τοῦ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραὶ̈μ, Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, ὁ υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ἡγοῦμαι τοίνυν, ὅτι οὐ διὰ τῆς αἰσθητῆς ἀκοῆς πληςσομένου τοῦ ἀέρος συνίεσαν τὸν τοῦ Θεοῦ λόγον οἱ Προφῆται· ἀλλ’ ἐπειδή ἐστιν ὦτα νοητῆς ψυχῆς, ἐπ’ ἐκεῖνα ἔφθανε, γυμνὰ φωνῆς, τὰ σημαινόμενα. Καὶ τοῦτο αὐτοῖς ἐγίνετο, τῆς αὐγῆς τοῦ ἀληθινοῦ φωτὸς φθανούσης αὐτῶν ἐπὶ τὸ ἡγεμονικὸν, καὶ διακονούσης τῷ φωτισμῷ τῶν Προφητῶν. Ταύτης δὲ ἀντελαμβάνοντο τῆς φωνῆς οἱ γενόμενοι ἔξω τῶν φθαρτῶν αἰσθητηρίων, καὶ οἱ σπεύδοντες πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον. Ὅτε μὲν γὰρ πρὸς τῇ θεωρίᾳ τῶν θείων γίνεται ἡ ψυχὴ, συλλέγουσα ἑαυτὴν ἀπὸ τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς, ἐξιέναι λέγεται·
ὅταν δὲ πρὸς τοῖς ἀνθρωπίνοις ἐστὶν, ἢ κατὰ τὸ ἀναγκαῖον τῆς τοῦ σώματος θεραπείας, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπιπλέον ἐκτείνεσθαι πρὸς τὰ διαφέροντα, οἱονεὶ ἔξωθεν ἐπὶ τὰ ἔσω πάρεισιν, ὥσπερ εἰς οἰκίαν τινὰ, ἢ εἰς πόλιν, πρὸς τὴν ἐπὶ τὸ σῶμα συμπάθειαν ἐπιστρέφουσα. Ἐπεὶ οὖν ἔδει λόγων Θεοῦ ἀκοῦσαι τὸν Προφήτην, διὰ τοῦτο πρὸ πάντων αὐτῷ εἴρηται τὸ Ἔξελθε σὺ καὶ ὁ υἱός σου. Τοιοῦτον δέ πώς ἐστι καὶ τὸ ἐν Γενέσει κατὰ τὸν πρῶτον χρηματισμὸν εἰρημένον τῷ Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Τελειοτάτη γὰρ ἔξοδος, ἡ ἀπὸ πάντων τῶν σωματικῶν ἀνάβασις, ἅτινα εἴρηται γῆ· καὶ ἡ ἀπὸ τῶν αἰσθητηρίων φυγὴ, ἅπερ ὠνόμασται συγγένεια· καὶ τὸ ἀποστραφῆναι τὸν ὑπαίτιον βίον, ἐν ᾧ ᾠκείωτο πρότερον τοῖς ἐναντίοις ἐπιτηδεύμασιν, ἅπερ οἶκος εἴρηται τοῦ πατρός. Καὶ μετ’ ὀλίγον δὲ περὶ τοῦ αὐτοῦ Ἀβραὰμ γέγραπται· ὅτι Ἐξήγαγεν αὐτὸν ὁ Θεὸς ἔξω. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν πρὸς τὸ ἐξελθεῖν προθυμίαν, αὐτὸς αὐτὸν πρὸς τὸ τέλειον τῆς ἐνεργείας ἐχειραγώγησεν. Αὐτὸς γὰρ καθ’ ἑαυτὸν οὐχ οἷός τε ἦν ποιῆσαι·
PG 30:453διὰ τοῦτο, καὶ ἐπὶ μὲν τοῦ πρώτου προστάγματος, εἰ ἐξέλθοι ἔξω, ἐπαγγελίαν λαμβάνει τῆς ἀπολαύσεως. Ὅτε δὲ ἐξήγαγεν αὐτὸν ὁ Θεὸς, ἐδίδασκεν αὐτὸν τὰ ἄνω ζητεῖν, οὗ ὁ Χριστός ἐστιν. Καὶ Μωϋσῆς δὲ, ὅτε τῶν ἀνθρωπίνων ἔξω ἐγένετο, ἀποσχολάζων τῷ νῷ πρὸς τὴν θεωρίαν τῶν λογίων, ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν τὴν ἑαυτοῦ σκηνήν. Διὸ καὶ πᾶς ὁ ζητῶν τὸν Κύριον, ἐξεπορεύετο εἰς τὴν σκηνήν. Ὥστε ὁ ἐπὶ πλέον διαβεβηκὼς ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω τὴν ἑαυτοῦ καταπήξει σκηνὴν, ἵνα παγεῖσα καὶ ἑδρασθεῖσα ἀσάλευτος αὐτοῦ ἡ ζωὴ διαμείνῃ. Διὸ καὶ νῦν μέλλοντα προφητεύειν καὶ λέγειν τὰ προστασσόμενα ὑπὸ τοῦ Θεοῦ, ἐξελθεῖν ὁ Κύριος ἐπιτάσσει· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱὸς αὐτοῦ. Ἐμφαίνεται δὲ, ὅσον ἐκ τοῦ λόγου, ὅτι ἐκ πολλῶν εἷς αὐτῷ περιελέλειπτο υἱὸς, ὃν καὶ αὐτὸν ἐβούλετο ὁ λόγος μὴ ἀπολείπεσθαι τῆς τοῦ πατρὸς ἕξεως, ἀλλὰ συνεξιέναι τῷ πατρὶ, ἐφ’ ἃ προεκαλεῖτο αὐτὸν ὁ Θεός.
Ἐπειδὴ δὲ ἑρμηνεύεται Ἰασοὺβ, ἐπιστρέφων, πᾶσιν ἡμῖν, τοῖς ἐκ μετανοίας βουλομένοις ἐξελθεῖν ἀπὸ τῶν παθῶν τῆς σαρκὸς, ἐνδείκνυται ἡ Γραφὴ, δύνασθαι μετὰ τοῦ Προφήτου γενομένοις, κατορθοῦν τὴν ἔξοδον. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνω ὁδὸν, τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν τοῦ ἀγροῦ τοῦ γναφέως. Ἔστι μὲν οὖν, καὶ κατὰ τὴν ἱστορίαν, ἐπίσημος ὁ τόπος οὗτος· γέγραπται γὰρ, ὅτι ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχις εἰς Ἱερουσαλὴμ μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. Τάχα δέ τι καὶ διδακτικὸν ἔχει πρὸς ἠθῶν παίδευσιν ὁ λόγος, ὅτι χρὴ ἀφίστασθαι τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων, καὶ ἐπὶ τὰ ἄνω ἐπείγεσθαι· ὅπου γενομένοις ὕδωρ εἰς ἀποκάθαρσιν καὶ ἀγρὸς γναφέως, τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, εὑρεθήσεται· ὃ χρησιμεύει ἡμῖν πρὸς τὸ τοῦ Ἐκκλησιαστοῦ παράγγελμα, λέγοντος· Ἐν παντὶ καιρῷ ἔστωσάν σου τὰ ἱμάτια λαμπρά. Κελεύει δὲ καὶ ὁ χρηματίζων τῷ Μωϋσεῖ, πλύνειν τὰ ἱμάτια τὸν μέλλοντα ἀκούειν τοῦ Θεοῦ·
Καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Ὁ δὲ ἐκεῖ φθάσας, καὶ τὸ τοῦ γάμου ἔνδυμα ἕτοιμον ἕξει, πρὸς τὸ μὴ, δεθεὶς χεῖρας καὶ πόδας, ἀπὸ τοῦ νυμφῶνος εἰς τὸ σκότος ῥίπτεσθαι τὸ ἐξώτερον. Εἶπον οὖν (φησὶ) τῷ Ἀχάζ· Φύλαξαι τοῦ ἡσυχάσαι. Τοῦτο δὲ καὶ ἡμῖν χρήσιμόν ἐστι, πρὸς τὸ πάσῃ φυλακῇ τηρεῖν ἡμᾶς τὴν ἑαυτῶν καρδίαν· Ἐὰν γὰρ ἰσχυρὸς φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει, τὸν ὄχλον καὶ τὸν θόρυβον ἀποσειόμενος καὶ μὴ φοβούμενος τὸν παθητικὸν φόβον, μηκέτι ἀσθενῶν τῇ ψυχῇ, ἀλλὰ τῷ πνεύματι τῆς ἰσχύος καθωπλισμένος. Μηδὲ δειλιάσῃς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τούτων, τῶν καπνιζομένων.
PG 30:455Πρόσταγμα ἡμῖν, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων καὶ ἀπὸ τῶν παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν, ἅτινά ἐστι δύο ξύλα, μᾶλλον δὲ δύο δαλοὶ, ἀπολέσαντες μὲν τοῦ φυτοῦ τὸ ζωτικὸν καὶ τοῦ ξύλου τὸ ἰσχυρὸν, μὴ ἔχοντες δὲ τὸ τοῦ πυρὸς φωτεινὸν, ἀλλὰ δαλοὶ καπνιζόμενοι, μελαίνοντες μὲν τοὺς ἁπτομένους αὐτῶν καὶ σπιλοῦντες, δακρύειν δὲ τοὺς ὀφθαλμοὺς τῶν ἐγγιζόντων παρασκευάζοντες. Εἰ δὲ θέλεις νοῆσαι τὴν ἀπὸ τῶν καπνιζομένων δαλῶν βλάβην, γινομένην ἀπὸ τοῦ ἐν αὐτοῖς καπνοῦ, μνήσθητι τοῦ Σολομῶντος, λέγοντος· Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ. Οἶμαι γὰρ ὄμφακα μὲν εἰρῆσθαι τὴν ἀπὸ τῶν τῆς κακίας πράξεων ἁμαρτίαν, καπνὸν δὲ τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν. Ὅταν δὲ γένηται (φησὶν) ὀργὴ τοῦ θυμοῦ μου, πάλιν ἰάσομαι, τουτέστι μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς, ἐπειδὰν ἱκανῶς ἔχουσαν ἴδω τὴν διόρθωσιν, οὐκ ἀφήσω αὐτοὺς ἐν τοῖς σκυθρωποτέροις, ὥσπερ ἂν εἰ καὶ ἰατρὸς λέγοι τοῖς κάμνουσιν· ὅταν τέμω καὶ ὅταν καυτηριάσω, οὔτε τὴν τομὴν, οὔτε τὰ ἀπὸ τοῦ καυτῆρος ἕλκη ἀτημέλητα καταλείψω.
Ἐπειδὰν γὰρ ἀνυσθῇ τοῦτο, δι’ ὃ τὰ ἐπίπονα παραλαμβάνεται, τότε τὴν λειπομένην θεραπείαν ἐπαγαγὼν, εἰς τὴν ὑγείαν ἀποκαταστήσω. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Ἐπεὶ οὖν συμφωνοῦσι δύο λόγοι, οἱ ἔξω τῆς ἀληθείας, κατὰ τῆς Ἐκκλησίας, ὅτε υἱὸς τοῦ Ἀρὰμ (ὁ μετέωρος λόγος, ὁ ἐπαιρόμενος κατὰ τῆς γνώσεως τοῦ Θεοῦ) καὶ ὁ υἱὸς τοῦ Ῥομελίου (ὁ λόγος ὁ ἐκ τῆς μετεώρου περιτομῆς) ὃς, προφάσει γνώσεως καὶ ἐμφάσει τῆς περὶ ὑψηλοτέρων διδασκαλίας, ἀφίστησι τῆς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀληθείας· ἐβουλεύσαντο τοίνυν οὗτοι βουλὴν πονηρὰν, ὅτι συνομιλήσαντες τοῖς ἐν τῇ Ἰουδαίᾳ, τουτέστι τοῖς ἐν τῇ ἐξομολογουμένῃ ψυχῇ (ἐξομολόγησις γὰρ Θεοῦ, ἡ Ἰουδαία μετονομάζεται) ἥντινα διὰ τῆς ἐν τῇ διαλεκτικῇ πιθανότητος ἀποστρέψωμεν πρὸς ἑαυτοὺς, ἐπαγγελλόμενοι μὴ ἄλλον τινὰ δώσειν βασιλέα, ἢ τὸν υἱὸν τοῦ Ταβεήλ, τουτέστι τοῦ ἀγαθοῦ Θεοῦ·
PG 30:457ὃν ἀγαθοῦ μὲν Θεοῦ υἱὸν λέγουσιν, ἀγαθὸν δὲ αὐτὸν οὐκ ὀνομάζουσι, πρὸς ἐπήρειαν κεχρημένοι τῇ τοῦ Εὐαγγελίου φωνῇ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Ὅταν οὖν ἴδῃς ἑτεροδόξους ἐπαγγελλομένους γνῶσιν, ἐπαγομένους τὴν ἐκ τῶν ἐθνῶν σοφίαν, ἐπιστρατεύοντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἐνθυμοῦ ὅτι καὶ νῦν ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου βουλεύονται βουλὴν πονηράν. Πρὸς δὲ τὴν πονηρὰν βουλὴν τοῦ (ὡς ἀποδεδώκαμεν) υἱοῦ Ἀρὰμ καὶ υἱοῦ Ῥομελίου, ταῦτά φησιν ὁ Κύριος· ὅτι ἡ μὲν τοῦ Θεοῦ βουλὴ ἕστηκε καὶ μένει, ἡ δὲ τῶν ἀγωνιζομένων κατὰ τῆς ἀληθείας, οὐ στήσεται, ἀλλὰ πεπτωκυῖα καὶ ἀνατετραμμένη κείσεται. Διότι φησί· Κεφαλὴ τοῦ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν· τουτέστιν ἡ τῶν μετεώρων κεφαλὴ ἐναγής τίς ἐστι καὶ αἵματος πλήρης (ἐπείπερ ἡ Δαμασκὸς ἑρμηνεύεται αἷμα σάκκου). Σάκκος μὲν οὖν σύμβολόν ἐστι μετανοίας· ὁ δὲ ἐν αἵματι πεφυρμένος, οὐκ ἔστι καθαρός. Δύναται οὖν λαμβάνεσθαι εἰς τὴν νομιζομένην μετάνοιαν, οὐκ οὖσαν δὲ ἀληθινὴν μετάνοιαν, διὰ τὸ μὴ ἐν ὑγιέσι δόγμασι γεγενῆσθαι.
Κεφαλὴ δὲ πάλιν Δαμασκοῦ, τῆς μὴ καθαρᾶς μετανοίας, ἀλλὰ πεφυρμένης ἐν ταῖς πρὸς θάνατον ἁμαρτίαις, ὁ Ῥασὶν λέγεται, σύμβολον ὢν καὶ αὐτὸς οὐδενὸς ὑγιοῦς, οὐδὲ καθαροῦ δόγματος. Ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη (φησὶν) ἐκλείψει ἡ βασιλεία Ἐφραὶ̈μ ἀπὸ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραὶ̈μ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥομελίου. Ἔστιν οὖν ἡ βασιλεία τοῦ Ἐφραὶ̈μ ἑτεροδόξων τις ἐπικράτεια, διὰ τὸ ἐκ τοιαύτης φυλῆς εἶναι τὸν ἀποσχίσαντα τὸν Ἰσραὴλ ἀπὸ τοῦ Ἰούδα. Κεφαλὴ οὖν τοῦ Ἐφραὶ̈μ ἡ Σομόρων, τουτέστιν ἡ Σαμάρεια. Καὶ ἡ Σαμάρεια δὲ ἐχθρῶν τινών ἐστι χώρα, τῶν παραχαραξάντων τὸν ὑγιαίνοντα λόγον, διὰ τὸ ἀποκλῖναι τοὺς Σαμαρείτας ἀπὸ τοῦ Ἰουδαϊσμοῦ. Ὥσπερ δὲ τῆς Συρίας ἦν κεφαλὴ Δαμασκὸς, Δαμασκοῦ δὲ κεφαλὴ ὁ Ῥασίν, οὕτω Σαμάρεια μὲν κεφαλὴ τοῦ Ἐφραὶ̈μ, Σαμαρείας δὲ κεφαλὴ ὁ υἱὸς τοῦ Ῥομελίου. Κακῶν τινες ἐπιτάσεις καὶ ὑπερβολαὶ διὰ τοῦ λόγου ἡμῖν παραδίδονται, ὥστε μὴ εἶναι δυνατὸν τὴν παρὰ τῶν τοιούτων συμφωνίαν ἐπικρατῆσαι, μηδὲ ἰσχύν τινα ἔχειν κατὰ τῶν οἷς ἐπιβουλεύειν ἐπιχειροῦσι. Καὶ ἐὰν μὴ πιστεύητε, οὐδὲ μὴ συνῆτε.
Πιστεῦσαι μέντοι δεῖ τοῖς Γράμμασιν, ὡς περιέχουσι θεῖον νοῦν, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν τῶν ἐγγεγραμμένων σύνεσιν. Δεῖ γὰρ ὑπερβάντας τοὺς τύπους, οὕτω καταλαβεῖν τὴν τῶν ἐνδειχθέντων ἡμῖν ἀλήθειαν. Πρότερον γὰρ δεῖ ἁπλῇ πιστεύειν πίστει ταῖς Γραφαῖς, ὅτι θεόπνευστοι καὶ ὠφέλιμοι· ἔπειτα λεπτῶς καὶ ἐξεταστικῶς τὸν ἐναποκείμενον αὐταῖς νοῦν διερευνᾶσθαι. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου εἰς βάθος, ἢ εἰς ὕψος. Ἐν μὲν τοῖς κατόπιν διὰ τοῦ Ἡσαί̈ου διδάσκεται, ἃ χρὴ ποιεῖν ὁ Ἀχὰζ, φυλάσσεσθαι τοῦ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων. Νυνὶ δὲ, ὡς τὴν διὰ τοῦ Προφήτου διδασκαλίαν εὐπειθῶς ὑποδεξάμενος, αὐτὸς ἀξιοῦται τῶν θείων χρηματισμῶν· Προσέθετο γὰρ Κύριος αὐτῷ λαλῆσαι τῷ Ἀχάζ. Καὶ τάχα διδασκόμεθα, ὅτι ὁ διά τινος ὑπηρετουμένου τῷ θείῳ βουλήματι μαθητευθεὶς, ὕστερον προκόπτων δυνήσεται καὶ αὐτὸς ὑποδέξασθαι τοὺς τοῦ Κυρίου χρηματισμούς. Εἰσὶ μέντοι τινὲς, οἱ μὴ δι’ ἀνθρώπων πρότερον μαθητευθέντες Θεῷ, ἀρχῆθεν δεδύνηνται, ὡς καθαροὶ, χωρῆσαι τὰς ἐμφάσεις τοῦ Πνεύματος.
PG 30:459Ὁποῖος ἦν Ἀβραὰμ καὶ Μωϋσῆς καὶ Ἠλίας καὶ Ἱερεμίας, καὶ εἴ τινες ἐκείνοις παραπλήσιοι. Καὶ προσέθετο Κύριος λαλῆσαι. Ἡ προσθήκη τοῖς προάγουσι συνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραὶ̈μ, τουτέστι τὸν ἀποστατήσαντα Ἰσραὴλ, τότε προφητεύεσθαι, τίνα τρόπον ἐπιδημήσει διὰ τῆς ἀμιάντου Παρθένου ὁ Ἐμμανουήλ. Τί οὖν ἐστιν ὃ προστάσσει τῷ Ἀχὰζ ὁ λόγος; Αἴτησαι (φησὶ) σεαυτῷ σημεῖον παρὰ Κυρίου, τοῦ Θεοῦ σου, εἰς βάθος, ἢ εἰς ὕψος. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν, κεκρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν ἔχον, ὡς τὸ σημεῖον Ἰωνᾶ τὴν εἰς ᾅδου κάθοδον, καὶ πάλιν ἐκ νεκρῶν ἄνοδον, παρίστησι τοῖς δυναμένοις ἐκλαμβάνειν τὸν μυστικὸν λόγον τῶν γινομένων. Δεῖ δὲ ἀεὶ τὸ μὲν σημεῖον παρεῖναι, καὶ κατὰ τὸ ἐνεστὸς θεωρεῖσθαι· τὸ δὲ ὑπ’ αὐτοῦ σημαινόμενον πρᾶγμα τοῖς τρισὶ πολλάκις συγκαταμερίζεσθαι χρόνοις· ἔστι γὰρ καὶ παρόντα παρόντων σημεῖα, ὡς ὁ ἐξιὼν ἐκ τῆς οἰκίας καπνὸς τοῦ ἔνδον καιομένου πυρός. Ἔστι δὲ καὶ παρόντα μελλόντων, ὡς ἡ ὁρωμένη τῶν νεφῶν συνδρομὴ, τοῦ ἐσομένου ἐπὶ τὴν γῆν ὑετοῦ.
Ἔτι δὲ καὶ παρόντα παρεληλυθότων, ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τοῦ κεκαῦσθαι ἐπ’ αὐτῆς τὴν πυρκαϊάν. Ἡ μέντοι Γραφὴ τὰ παράδοξα καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Τί δὲ ἂν παραδοξότερον, ἢ θειότερον ἄκουσμα, ἢ θέαμα τῆς τοῦ Θεοῦ ἡμῶν διὰ Παρθένου γεννήσεως; Διὰ τοῦτο Αἴτησαι παρὰ Κυρίου, τοῦ Θεοῦ σου (ὡς οὐδενὸς ἑτέρου δυναμένου δοῦναι) τὸ εἰς βάθος, ἢ εἰς ὕψος σημεῖον. Ἔστι τοίνυν ἐν τῇ τοῦ κόσμου θέσει, τὸ μὲν φύσει λαχὸν τὴν κάτω χώραν ἡ γῆ· τὸ δὲ ἀνωτάτω πάντων τῶν ὁρωμένων, ὁ οὐρανός. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, ἡ προφητεία, διὰ μὲν τοῦ εἰς βάθος, τὴν γῆν σημαίνει, καὶ τὴν ἀπ’ αὐτῆς λαμβανομένην Σάρκα· διὰ δὲ τοῦ εἰς ὕψος, τὸν ὑπερουράνιον λόγον, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Πατέρα, καὶ Θεὸν ὄντα Λόγον. Ἢ τάχα βάθος σημαίνει τὰ κατώτατα τοῦ ᾅδου, ὕψος δὲ τὴν ὑπερουράνιον χώραν, ὡς ὁ Ἀπόστολος ἡμῖν παρίστησι λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου «Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν»; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ «Τίς καταβήσεται εἰς τὴν ἄβυσσον» τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
PG 30:461Ἐπεὶ οὖν Ὁ καταβὰς, αὐτός ἐστι καὶ Ὁ ἀναβὰς, τὸ εἰς βάθος καὶ εἰς ὕψος σημεῖον περὶ τῆς καθόδου ἂν εἴη λεγόμενον τῆς τοῦ Κυρίου· Καὶ ὁ ἀναβὰς, αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν. Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον. Ἡ μὲν τοῦ Θεοῦ δωρεὰ μεγάλη καὶ πλουσία καὶ δαψιλής. Ὁ δὲ Ἀχὰζ, ὡς μήπω δεδιδαγμένος αἰτεῖν τὰ μεγάλα καὶ ἐπουράνια, παραιτεῖται ζητῆσαι σημεῖον, ὡς μεῖζον ὑπάρχον τῆς ἀνθρωπίνης φύσεως, ἢ ὡς παρὰ τὴν ἐντολὴν μέλλων ποιεῖν, τὴν εἰποῦσαν· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Ἀναγκαίως δὲ οἱ περὶ τῶν τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι βασιλεῖ γίνονται, ἵνα δι’ αὐτοῦ εἰς πάντας διαλαληθῇ τὰ προφητευόμενα. Ἡσαί̈ας μὲν γὰρ ἂν ἴσως ἠπιστήθη (ἢ φθόνῳ τῶν κατ’ αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι) ὡς μὴ δεξάμενος τῆς ἐπιδημίας τοῦ Ἐμμανουὴλ παρὰ τοῦ Κυρίου χρηματισμὸν, ἀλλ’ ἐκ τῆς ἰδίας καρδίας ἀναπλάσας τὸν λόγον.
Ἀχὰζ δὲ οὕτως ἐδέξατο τὴν περὶ τῶν ἐσομένων προφητείαν, ὡς Λάβαν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσορ, ὡς Φαραὼ, ὡς Καϊάφας τὸ τελευταῖον, οὐ διὰ τὴν τοῦ βίου ἀξίαν, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. Οὐ γὰρ δὴ εὐλαβείᾳ τινὶ παρῃτεῖτο τὴν αἴτησιν τοῦ σημείου ὁ Ἀχάζ· εἰ γὰρ οὐκ ἦν αὐτῷ συμφέρον, οὐδ’ ἂν ἐπέταξε τὴν ἀρχὴν ὁ Θεός. Διὰ τοῦτο καὶ τὰ ἐπιφερόμενα μέμψιν περιέχει, τὴν εἰς τὸν Ἀχάζ· ἀποστρέψας γὰρ τὸν λόγον ἐπὶ τὸν Δαβίδ, Ἀκούσατε δὴ (φησὶν) οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς Κυρίῳ παρέχετε; Διὰ γὰρ τούτων πρὸς τὸ ἀπειθὲς ἔοικε δυσχεραίνειν τοῦ Ἀχάζ. Τρανότερον δέ πως ἐμφαίνει τὴν διάνοιαν ταύτην ἑτέρα ἔκδοσις, εἰποῦσα· Μὴ ὀλίγον ἀφ’ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Πῶς δὲ Θεῷ ἀγῶνα παρέχει ἄνθρωπος, εἴπερ ἡ ἀγωνία φόβος ἐστὶ διαπτώσεως; Ἀλλὰ τοῦτο οὐχὶ πάθος περὶ τὸν Θεὸν λέγει, ἀλλὰ τὴν ἀντιδιάθεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασι, διὰ τῆς τοῦ ἀγῶνος προσηγορίας, παρίστησιν. Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Καὶ μὴ αἰτουμένοις (φησὶ) δώσει.
PG 30:463Κἂν μὴ εὑρίσκῃ τὸν τῆς ὑποδοχῆς ἄξιον, ἀλλ’ ὅμως, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Κυρίου, αὐτὸς (φησὶ) δώσει Κύριος ὁ Θεὸς σημεῖον. Ἔδει μὲν γὰρ συνεῖναι τὸν Ἀχὰζ, ὅτι ἄλλην τὰ ἀνθρώπινα διόρθωσιν οὐκ ἐπιδέχεται, εἰ μὴ διὰ μόνης τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιδημίας, καὶ αἰτῆσαι τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον. Ἐπειδὴ δὲ αἰνάξιον ἔκρινεν ἑαυτὸν (ἀπαιδεύτως ἔχων τῆς τῶν μεγάλων καὶ οὐρανίων σημείων αἰτήσεως) διὰ τοῦτό φησι· Δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, οὐ διά τινος ὑπηρέτου καὶ διακόνου καὶ λειτουργοῦ δίδωσιν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ· ἵν’ ἐκ τούτου δηλωθῇ τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι’ Ἀγγέλων, ἐν χειρὶ Μεσίτου, Μωϋσέως· τὸ δὲ σημεῖον αὐτὸς ἔδωκε τῷ οἴκῳ Δαβίδ. Δίδοται δὲ οὐκέτι τῷ Ἀχὰζ, ἀλλὰ παντὶ τῷ οἴκῳ Δαβίδ, διότι ἐκ σπέρματος Δαβὶδ, τὸ κατὰ σάρκα, ὁ Κύριος· καὶ διὰ τοῦτο πάσῃ διέφερε τῇ συγγενείᾳ τοῦ Δαβὶδ τὸ περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ εὐαγγέλιον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Ἀνθίστανται οἱ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα, λέγοντες μὴ κεῖσθαι παρὰ τῷ Ἑβραίῳ τὸ Ἡ παρθένος, ἀλλ’ Ἡ νεᾶνις, ὡς δυναμένης νεάνιδος ὀνομάζεσθαι τῆς ἀκμαζούσης καθ’ ἡλικίαν, οὐχὶ δὲ τῆς ἀπειρογάμου γυναικός. Πρὸς οὓς ῥᾳδία καὶ αὐτόθεν ἡ ἀπάντησις. Εἰ γὰρ σημεῖόν ἐστι τεραστίου τινὸς καὶ παρηλλαγμένου τὴν κοινὴν συνήθειαν τῶν ἀνθρώπων ἐπίδειξις, τί θαυμαστὸν ἦν, μίαν τῶν πολλῶν γυναῖκα, ἀνδρὶ συνοικοῦσαν, μητέρα γενέσθαι παιδίου; Πῶς δ’ ἂν καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ προσηγορεύετο; Ὥστε, εἰ μὲν σημεῖόν ἐστι τὸ διδόμενον, παράδοξος ἔστω καὶ ἡ γέννησις. Εἰ δὲ κοινὸς ὁ τρόπος τῆς γεννήσεως τοῦ παιδίου, μήτε σημεῖον λεγέσθω, μήτε Ἐμμανουὴλ προσαγορευέσθω. Ὥστε εἰ μὴ παρθένος ἡ τεκοῦσα, ποῖον τοῦτο σημεῖον; Καὶ εἰ μὴ θειοτέρα ἢ κατὰ τοὺς πολλοὺς ἡ γέννησις, πῶς ἡ τοῦ Ἐμμανουὴλ παρουσία; Ὅτι μέντοι ἡ νεᾶνις ἐπὶ παρθένων ἰδίως ὠνομάσθη, δῆλον ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ οὕτως εἰρημένων·
PG 30:465Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον, καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδὲν, ὅτι οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτόν· οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐν τῷ πεδίῳ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν. Ἡ τοίνυν βοῶσα, πρὸ τῆς φθορᾶς, παρθένος ἦν, δηλονότι. Ἴσον οὖν δύναται εἰπεῖν, ἐβόησεν ἡ παρθένος, καὶ ἐβόησεν ἡ νεᾶνις. Καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ἡ Σωμανῖτις, ἡ συνθάλπουσα τὸν Δαβὶδ, παρθένος οὖσα καὶ ἀνδρὸς ἀπείρατος, νεᾶνις προσαγορεύεται. Εὗρον γὰρ (φησὶ) τὴν Ἀβισὰκ καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα· καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἐλειτούργει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν Ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν ὁ Ἄγγελος, ὅτι Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοί. Αὕτη ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ.
Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ, ὅτι Γυνὴ, ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Αὕτη δὲ ἐπειδὴ μὴ σπερματισθεῖσα ἐγένετο μήτηρ τοῦ Ἐμμανουὴλ, καθαρὰ καὶ ἁγία καὶ ἀμίαντός ἐστι, καὶ μετὰ τὸ γενέσθαι μητέρα, ἔτι παρθένος διαμένουσα. Ἐπειδὴ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐ τῇ ἐξ ἀνδρὸς καὶ γυναικὸς συνόδῳ παρῆλθεν εἰς γένεσιν, ἀλλ’ ἐκ τῆς γῆς ἀνεπλάσθη, καὶ ὁ ἔσχατος Ἀδὰμ τὴν ἐκείνου φθορὰν ἀνακαινίζων, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα ἔλαβεν, ἵνα ἐν τῷ ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. Ὑπὲρ δὲ τοῦ τὴν παράδοξον ταύτην γέννησιν μὴ πάντη ἄπιστον ἔχειν τοῖς δυσπαραδέκτως περὶ τὴν θείαν οἰκονομίαν διακειμένοις, ἔκτισέ τινα τῶν ζώων ὁ δημιουργὸς δυνάμενα ἀπὸ μόνου τοῦ θήλεος, χωρὶς τῆς τῶν ἀῤῥένων ἐπιπλοκῆς, ἀποτίκτειν. Τοιαῦτα γὰρ ἱστοροῦσι περὶ γυπῶν οἱ τὰ περὶ ζώων πραγματευσάμενοι. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Παιδικῇ τροφῇ χρῆται ὁ Ἐμμανουὴλ διὰ τὴν σάρκα, βουτύρῳ καὶ μέλιτι.
Καὶ ὅμως ἐν τῇ τοῦ νηπίου καταστάσει ὑπάρχων, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν τῆς ἀγαθότητος, πρὸ τῆς κατὰ τὴν ἡλικίαν τελειώσεως, ἀπειθήσει μὲν πονηρίᾳ, ἐκλέξεται δὲ τὸ ἀγαθόν. Διότι ἡ μὲν ἡμετέρα φύσις ἴσην ἔχει τὴν ἐφ’ ἑκάτερα ῥοπὴν, καὶ πολλάκις μὲν πρὸς τὸ πονηρὸν, πολλάκις δὲ καὶ πρὸς τὸ ἀγαθὸν ἀποκλίνει, ὡς ἐπὶ ζυγοῦ, νῦν μὲν ἐπὶ τὰ πάθη τῆς ψυχῆς καταῤῥεπούσης, νῦν δὲ πάλιν ὑπὸ τοῦ λόγου ἀνελκομένης ἐπὶ τὸ βέλτιον. Ἀλλ’ οὐχὶ καὶ ὁ Κύριος οὕτως· ἀλλ’ ἡ πρὸς τὸ ἀγαθὸν αὐτοῦ οἰκείωσις, εὐθὺς ἐκ πρώτης γενέσεως διεφαίνετο. Τί γὰρ γέγραπται; Ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Ἀναδραμῶν δὲ ἐπὶ τὰ ἐν Γενέσει γεγραμμένα περὶ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, εὑρήσεις ἐκεῖ τὴν πρὸ τῆς ἁμαρτίας κατάστασιν τοῦ Ἀδὰμ παραπλησίαν οὖσαν τῇ νῦν ἀναγεγραμμένῃ· ὅτι ἐν ἀγνοίᾳ ἦν τοῦ πονηροῦ κατὰ πεῖραν. Διὸ καὶ ὁ Κύριος ἐν μὲν τῇ παιδικῇ διαθέσει τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο· ἐν δὲ τῷ ἀθετεῖν τὴν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώσατο.
PG 30:469Ἀλλ’ ἐπάξει (φησὶν) ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἀφεῖλεν Ἐφραὶ̈μ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ἔοικε τὰς τελευταίας ἡμέρας, μετὰ τὸ Πάθος τοῦ Κυρίου, ἐκ τῆς τῶν Ῥωμαίων πολιορκίας ἐπελθούσης τῇ Ἱερουσαλὴμ, ὁ λόγος αἰνίσσεσθαι. Μετὰ γὰρ τὴν ἐπιδημίαν τοῦ Ἐμμανουὴλ, ἐπάξει Κύριος ἐπὶ τὸν Ἀχὰζ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ’ οὗ ἀπεμερίσθη τοῦ Ἰούδα, αἰχμάλωτος ἀπαχθεὶς ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων. Ἀπέστη δὲ Ἐφραὶ̈μ ἀπὸ τοῦ Ἰούδα ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ὃς πρῶτος κατῆρξε τῆς ἀποστασίας, εἰπών· Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. Διὰ τοῦτο ὁ Ἐφραὶ̈μ ἀφεῖλε τὸν βασιλέα τῶν Ἀσσυρίων ἀπὸ τοῦ Ἰούδα ἐφ’ ἑαυτὸν, περιπατήσας καὶ μὴ ἐάσας ἐπικεῖσθαι σφοδρῶς τῇ πολιορκίᾳ τῆς Ἱερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.
Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰς Αἴγυπτον (φησὶ) κατέβη ὁ λαός μου, παροικῆσαι ἐκεῖ· καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διὰ τοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη, τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν τοῖς Ἀσσυρίοις, ἐξελεύσεσθαι αὐτοὺς καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους ἀναπαύσασθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσι. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίσσας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησί, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γάρ ἐστι ζῶον ἀπὸ κόπρου τὴν γένεσιν ἔχον, ὀχληρὸν τοῖς ἀνθρώποις γένος καὶ μυσαρὸν, ὧν καὶ ἡ ζωὴ ὀχληρὰ καὶ ὁ θάνατος βδελυκτός. Τότε μέρους κυριεύουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ἀρχόμενος ὁ Νεῖλος, περὶ βραχὺ ἑαυτοῦ μέρος, τὸ πρὸς ταῖς ἐκβολαῖς τῆς θαλάσσης, κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον. Ἐν ᾧ τόπῳ πάντα τὰ τετράποδα καὶ θηρία καὶ ἑρπετὰ καὶ πτηνὰ θεοποιούμενα προσκυνεῖται.
Ταύτας οὖν τὰς μυίας, τὸ ἀσθενὲς τῆς ἀντικειμένης δυνάμεως, τῷ συριγμῷ ἑαυτοῦ ἀφανίσει Κύριος, τουτέστι τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ἀφανίσει. Καὶ ἐν χώρᾳ τῶν Ἀσσυρίων τῇ μελίσσῃ. Ἔστι δὲ καὶ ἡ μέλισσα μικρὸν ζῶον καὶ ἀσθενὲς, ἀποθνῆσκον ἐν ᾧ ἀμύνεται. Ὁμοῦ τε γὰρ ἐνῆκε τὸ κέντρον, καὶ συναπέθανε τῇ πληγῇ· καὶ τὸν μὲν τρωθέντα μικρὸν ἔβλαψεν, ἑαυτὴν δὲ τῆς ζωῆς ἀπεστέρησε. Τοιαύτη τῶν πικρῶν ἀνθρώπων καὶ πνευματομάχων ἡ φύσις, μείζονα κακούντων ἑαυτοὺς διὰ τῆς πονηρίας, ἢ ὅσοι ἂν αὐτῶν τῇ ὀργῇ περιτύχωσιν. Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ. Μετὰ τὴν γένεσιν τοῦ Χριστοῦ, πάσης τῆς ἀντικειμένης δυνάμεως, ὡς μυίας καὶ μελίσσης, τῷ πνεύματι τοῦ στόματος τοῦ Κυρίου διασκεδασθείσης, ἐπισυναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐναναπαύσονται ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, φάραγξι καὶ χώραις καὶ ταῖς ῥαγάσι καὶ τοῖς τοιούτοις.
Τὸ δὲ Ξυρήσει Κύριος ἐν τῷ μεμισθωμένῳ ξυρῷ τοῦ βασιλέως τῶν Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα αὐτοῦ ἀφελεῖ, ἔοικεν ὁ λόγος αἰνίσσεσθαι διὰ τοῦ μεμισθωμένου ξυροῦ δύναμίν τινα μισθοφορικὴν, τὴν μέλλουσαν ψιλὴν ἀποδεικνύειν τὴν Ἀσσυρίων βασιλείαν, ἥτις καὶ τὰ ἔνδοξα αὐτῆς περιαιρήσεται, τουτέστι τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ τὸν πολὺν καὶ χυδαῖον λαὸν ἐξαφανίσει, οὓς τροπικῶς ὁ λόγος τρίχας ποδῶν παρέδωκεν. Ἔπειτα μέντοι καὶ αὐτὰ τὰ τιμιώτατα καὶ τὰ τῆς ἀνδρείας σύμβολα, ἃ πώγωνα προσηγόρευσεν, ὑπὸ τοῦ ξυροῦ τοῦ μεμισθωμένου περιαιρήσεσθαι ἀπειλεῖ. Καὶ τάχα οἱ προσέχοντες τῇ ἱστορίᾳ εὑρήσουσι παρὰ τῆς Ῥωμαϊκῆς δυνάμεως ταῦτα περὶ τοὺς Ἀσσυρίους γεγενημένα, ἃ ἐπὶ τῆς γεννήσεως γίνεται τοῦ Ἐμμανουήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
PG 30:471Ἐπειδὰν ἡ ἀνάπαυσις τῷ Ἰσραὴλ ῥυςθέντι ἀπὸ τῆς αἰχμαλωσίας γένηται, ἀτιμωθῇ δὲ ὁ ἐπιβουλεύων αὐτῷ βασιλεὺς, γυμνωθεὶς ὑπὸ τοῦ μεμισθωμένου ξυροῦ, τότε (φησὶ) τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὥστε μίαν δάμαλιν καὶ δύο πρόβατα τῷ κεκτημένῳ δαψιλὲς χορηγεῖν τὸ γάλα· ὥστε ἔχειν αὐτὸν περιουσίαν βουτύρου, διὰ τὸ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς βουτύρῳ καὶ μέλιτι τρέφεσθαι. Τάχα δὲ εὐπρεπέστερον ὑψηλοτέραις ἐννοίαις τὰς περὶ τῶν ζώων διδασκαλίας ἐκδέχεσθαι. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, ὅτι θρέψει ἕκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς, δάμαλιν εἶπε, τὸ γεωργικὸν καὶ συνεργὸν ἡμῖν ζῶον· καὶ ἀντὶ τοῦ ἡμέρου καὶ ἐπιεικοῦς καὶ εὐμεταδότου ἤθους, πρόβατα τροπικῶς προςηγόρευσε. Διότι, ὥσπερ ἀπὸ τοῦ ζώου τούτου ἡ ὕλη τῆς σκέπης ἡμῖν ὑπάρχει, οὕτως ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν περιβολῆς ἡ ζωὴ τῶν σπουδαίων κατακοσμεῖσθαι πέφυκεν. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς καὶ κεκόσμηται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ δύο πρόβατα. Βούτυρον καὶ μέλι τὰ εἰσαγωγικὰ εἰς τὴν θείαν διδασκαλίαν διδάγματα λέγει· διότι πρῶτον ἀνθρώπου τροφὴ, βούτυρον καὶ μέλι ἐπινενόηται.
Ὅταν δὲ τούτοις αὐτάρκως τραφῇ, μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μείζονος καὶ ἀνδράσι πρεπούσης τροφῆς μεταλήψεται, τοῖς πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ, ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης, βόσκημα προβάτου καὶ καταπάτημα βοός. Ὥς γε ἐν τόποις δυσθεωρήτοις, ἡγούμεθα μὴ πάντη ἀπᾴδουσαν διήγησιν εὑρηκέναι. Ὅρα τοίνυν, εἰ δύνασαι τοιαύτην διάνοιαν περὶ τῶν ῥητῶν ἐκλαβεῖν, ὡς ἄρα μὲν οἱ ἐκ περιτομῆς ἦσαν αἱ χίλιαι ἄμπελοι χιλίων σίκλων. Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε καὶ, ἐκβαλὼν ἔθνη, κατεφύτευσεν αὐτήν· ἥτις, εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη διὰ τὸ στραφῆναι αὐτὴν εἰς πικρίαν· καὶ καθῃρέθη μὲν αὐτῆς ὁ φραγμὸς, ἐγένετο δὲ εἰς διαρπαγὴν τοῖς παραπορευομένοις.
PG 30:473Ἐκεῖναι τοίνυν αἱ ἄμπελοι αἱ πολύφοροι ἐγένοντο εἰς χέρσον καὶ ἀνακανθῶνας, ὅτε μετὰ μυρίων βελῶν καὶ τοξευμάτων ὁ πολέμιος αὐτοῖς ἐπῆλθε στρατὸς, τὴν ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενά εἰσιν αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαί· πρότερον μὲν ἔρημοι καὶ ἀγεώργητοι, διὰ τοῦτο ἐχέρσευον καὶ ἠκανθοφόρουν πρὸ τῆς Χριστοῦ ἐπιδημίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν καὶ ἐκάλεσε τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, διὰ τοῦτο οἱ μὲν ἐν περιτομῇ, ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέβαλον. Τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, ὅπερ ὄρος ὠνόμασται ἀροτριώμενον, ἀροτριᾶται, ἀπαλλαγὲν πάσης δειλίας καὶ τοῦ ἀπὸ τῶν πολεμίων φόβου. Ὄρος οὖν, ἡ ὑψωθεῖσα ὑπὸ τῆς τοῦ Χριστοῦ διδασκαλίας ψυχή. Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος, ἐξεκλάσθη μὲν ὁ Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ἵνα τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμόμενα, ἄφθονον τὴν παρ’ ἑαυτῶν ὠφέλειαν παρέχωνται. Δηλονότι πρόβατα οἱ χρηστότεροι τὰ ἤθη, βόες δὲ, οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτεροι.

Chapter 8ΚΕΦΑΛΑΙΟΝ η

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ η Καὶ εἶπε Κύριος πρός με·
Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρτυρας ποίησαι πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν, τὸν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Δόξει ἕτερον προσταχθεὶς ὁ Προφήτης, ἕτερον πεποιηκέναι· τί γὰρ κοινὸν ἔχει τὸ Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, πρὸς τὸ ἐπιφερόμενον, ὅτι Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν; Εἴποι ἂν οὖν τις, ὅτι οὐχὶ ἀπόδοσίς ἐστι τοῦ προάγοντος τὸ ἐπιφερόμενον, ἀλλὰ ἀπὸ ἰδίας ἀρχῆς παραδίδοται, ἐκείνου περιγεγραμμένου. Εἰ γὰρ καὶ μὴ πρόσκειται, ὅτι ἔλαβε τόμον τοῦ καινοῦ καὶ μεγάλου, ἀλλὰ προσυπακούεται, ὅτι ἐποίησε τὸ προστεταγμένον. Ἀπὸ ἑτέρας δὲ ἀρχῆς νοεῖται τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν.
PG 30:475Εἰ μὲν γὰρ ἀντέλεγε τῷ προστάγματι ὁ Προφήτης, ἐγράφη ἂν ἡ ἀντιλογία, ὡς ἐπὶ τοῦ Ἰεζεκιὴλ, παραιτουμένου τὸ ἐπὶ βολβίτων ἀνθρωπίνων ὀπτηθέντα ἐσθίειν τὸν ἄρτον, Ἐκεῖ γὰρ ἀρνεῖται, λέγων· Μηδαμῶς, Κύριε, Θεὲ τοῦ οὐρανοῦ, εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον. Διὰ τοῦτο συνεχωρήθη αὐτῷ ἐν βολβίτοις βοῶν ποιῆσαι τοὺς ἄρτους. Ἐνταῦθα μέντοι ἐπειδὴ ἀπαγόρευσις οὐκ ἔστιν, ἡ σιωπὴ δηλονότι τὴν συγκατάθεσιν δείκνυσιν· εἰ δὲ οὐ μεμαρτύρηται ποιήσας τὸ προστεταγμένον. Ὥσπερ ὁ Ὠσηέ· Βάδιζε γὰρ (φησὶ) λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας· εἶτα μαρτυρῶν αὐτῷ ὁ λόγος, ὡς πεποιηκότι τὸ προςτεταγμένον, ἐπιφέρει· Καὶ ἐπορεύθη καὶ ἔλαβε τὴν Γομὲρ, θυγατέρα Δεβηλαίμ. Ἀλλαχοῦ δὲ εὑρήσομεν προστάγματα μὲν ἐκφωνηθέντα, τὸ δὲ ἔργον μὴ μαρτυρούμενον μὲν γεγενῆσθαι, νοούμενον δὲ παρ’ ἡμῶν, διὰ τὸ εὐπειθὲς τῶν ἐπιτεταγμένων, ὡς ἐπὶ τοῦ Ἰεζεκιήλ· Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν· καὶ πάλιν· Κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν.
Οὐ γὰρ ἐπενήνεκται ὅτι ἐκοιμήθη ἐπὶ τὸ δεξιὸν πλευρὸν, ἢ τὸ ἀριστερὸν, ἀλλὰ παρασεσιώπηται· νοεῖται δὲ παρ’ ἡμῶν ἡ ὑπακοὴ τοῦ Προφήτου. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν ἀπολογήσασθαι περὶ τοῦ ἐπαπορηθέντος ἡμῖν, ὅτι οὐχὶ ἕτερον προσταχθεὶς, ἄλλο ἐποίησεν· ἀλλ’ ἐκεῖνο τελέσας, ἀπὸ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς Προφήτιδος ἡμῖν διαλέγεται. Μήποτε δὲ τύπος ἐστὶν ὁ τοῦ Καινοῦ καὶ μεγάλου τόμος τῆς Καινῆς καὶ μεγάλης Διαθήκης, γραφίδι ἀνθρώπου γεγραμμένης, διὰ τὸ λέξει ἀνθρωπίνῃ καὶ ἀκούεσθαι δυναμένῃ παρὰ τῶν πολλῶν, γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Ἐν ᾧ γέγραπται τὸ ὀξέως προνομὴν ποιῆσαι σκύλων, διότι ταχεῖα γέγονε καὶ ἀστραπῆς ὀξυτέρα πάσης, ἡ τοῦ Εὐαγγελίου διδασκαλία, ἐπὶ τὰ πέρατα τῆς οἰκουμένης διικνουμένη, καὶ σκυλεύουσα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀντιμεθιστῶσα τοὺς αἰχμαλωτισθέντας. Προνομὴ δέ ἐστιν ἡ τῶν σκύλων διανομή, ὅπερ τοῖς ἐπιμεληταῖς τοῦ τῶν ἀνθρώπων γένους Ἀγγέλοις διέδωκεν ὁ Θεὸς, εἰς φυλακὴν καὶ σωτηρίαν. Διὰ τοῦτο γέγραπται, ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ τὸ Εὐαγγέλιον·
τὸν πάλαι προσδοκώμενον ἐξ οὐρανοῦ, τοῦτον παρόντα ἡμῖν εὐαγγελίζεται. Μάρτυρες δὲ τῶν γραφομένων ἐν τῷ Εὐαγγελίῳ ἔστωσαν (φησὶν) Οὐρίας καὶ Ζαχαρίας. Ἔστι δὲ ὁ μὲν Οὐρίας ἱερεὺς, συμβολικῶς χαρακτηρίζων τὸν διὰ Μωϋσέως παραδεδομένον νόμον· ὁ δὲ Ζαχαρίας, Προφήτης. Μαρτυρούμενον δὲ ὑπὸ τοῦ νόμου καὶ τῶν Προφητῶν συνίσταται τὸ Εὐαγγέλιον. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας, φωτισμὸς Θεοῦ· ὁ δὲ Ζαχαρίας, μνήμη Θεοῦ· υἱὸς δὲ Βαραχίου, τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίνας οὖν ἔπρεπεν εἶναι πιστοὺς ἀνθρώπους μάρτυρας; Εἴ τίς ἐστι πεφωτισμένος ἀπὸ Θεοῦ, καὶ μνήμην ἔχων διηνεκῆ Θεοῦ. Τί οὖν ἐστι τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν; τουτέστιν· ἤγγισα, τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν ἐσομένων, τῇ Προφήτιδι. Κατέλαβον γὰρ καὶ οἱονεὶ ἐπλησίασα τῇ κατανοήσει τῇ προφητικῇ, καὶ εἶδον αὐτῆς τὴν σύλληψιν πόῤῥωθεν, προενατενίσας τῷ χαρίσματι τῆς προφητείας, ὅτι ἔτεκεν υἱὸν, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Καλέσεις τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
PG 30:477Ταχέως ἐσκύλευσε τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα ἑαυτοῦ τὰ κτήματα, τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους καὶ κατεχομένους ἐν τοῖς δεσμοῖς τοῦ θανάτου. Ἐσκύλευσε μὲν ἐκεῖνον, προενόμευσε δὲ ταῖς ἰδίαις δυνάμεσι, διαδοὺς τοὺς πιστοὺς πρὸς φυλακὴν καὶ φρουρὰν τοῖς ἁγίοις Ἀγγέλοις, περὶ ὧν καὶ αὐτὸς λέγει, ὅτι Οἱ Ἄγγελοι ὑμῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς. Οὗτος γάρ ἐστιν ὁ ὀξέως προνομεύσας, περὶ οὗ γέγραπται· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔλαβε δόματα ἐν ἀνθρώποις. Ὅτι δὲ Προφῆτις ἡ Μαρία, ᾗ προσῆλθε κατὰ τὸν προσεγγισμὸν τὸν διὰ τῆς γνώσεως ὁ Ἡσαί̈ας, οὐδεὶς ἀντερεῖ, μεμνημένος αὐτῆς τῶν ῥημάτων, ἃ προφητικῶς ἀπεφθέγξατο. Τί γάρ φησι; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ, τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὅλοις γε, ἐπιστήσας τοῖς ῥήμασιν αὐτῆς, οὐ διστάσεις αὐτὴν εἰπεῖν καὶ Προφῆτιν. Διότι Πνεῦμα Κυρίου ἐπῆλθεν ἐπ’ αὐτὴν καὶ δύναμις Ὑψίστου ἐπεσκίασεν.
Ὅπερ οὖν προσετάχθη γράψαι ἐν τῷ τόμῳ τούτῳ, πλησιάσας τῇ Προφήτιδι, γενηθὲν ἐθεώρησεν. Ἐκεῖ γὰρ εἴρηται· Γράψον γραφίδι ἀνθρώπου, ὀξέως προνομὴν ποιῆσαι σκύλων· ἐνταῦθα δὲ, μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, γέγραπται τὸ Καὶ εἶπε Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ὥστε διαφόροις λέξεσι καὶ ἐπινοίαις τὸ αὐτὸ λέγεται· ἐν τῷ Λάβε σεαυτῷ τόμον, καὶ ἐν τῷ Προσῆλθον πρὸς τὴν Προφῆτιν. Καὶ οὐδὲν ἀκατάλληλον ἔχει ἡ ἐπαγωγὴ πρὸς τὸ προκείμενον. Οὗτος δὲ καὶ ἔλαβε δύναμιν Δαμασκοῦ, ὁ ἐκ τῆς Προφήτιδος γεγεννημένος, καὶ τὰ σκῦλα τῆς Σαμαρείας. Δύναμις Δαμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες· σκῦλα δὲ Σαμαρείας, οἱ ἀπὸ περιτομῆς πεπιστευκότες. Διότι Δαμασκὸς μὲν μητρόπολις τῆς Συρίας, Σαμάρεια δὲ τοῦ Ἰσραήλ. Πλὴν τὰ προστάγματα καὶ τὰ ἀνδραγαθήματα τοῦ ἐκ τῆς Προφήτιδος γεννηθέντος, ἀντὶ ὀνομάτων αὐτῷ ἐπιτίθεται παρὰ τοῦ Κυρίου, ὡς καὶ τὸ Ἰησοῦς ὄνομα παρὰ τὴν σωτηρίαν, τὴν ἀπὸ Θεοῦ ἡμῖν δεδομένην ἐφηρμόσθη τῷ Κυρίῳ· Καλέσεις γὰρ (φησὶ) τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
PG 30:479Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασὶν καὶ τὸν υἱὸν Ῥομελίου, βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἀνάγει ἰδοὺ Κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Τίνα ἔχει λόγον, τὸν Θεὸν τῶν ὅλων, ἕνεκεν ὕδατος τοῦ ἐν τῷ Σιλωὰμ, τοιαῦτα ἀπειλεῖν τῷ λαῷ; Πῶς δὲ καὶ οὐ βούλεται ὁ λαὸς τὸ ὕδωρ τοῦ Σιλωὰμ, οὔτε νοσοποιὸν ἱστορούμενον, οὔτε ἄλλην τινὰ βλάβην τοῖς χρωμένοις παρεχόμενον; Εἶτα καὶ τίς ἡ ἀκολουθία, τὸν μὴ βουλόμενον τὸ ὕδωρ τοῦ Σιλωὰμ, βούλεσθαι τὸν Ῥασὶν καὶ τὸν υἱὸν τοῦ Ῥομελίου; Τίς γὰρ κοινωνία ὕδατι ἀψύχῳ, πρὸς βασιλέα, κρατοῦντα καὶ ἄρχοντα τῶν ὑπηκόων; Ἀλλὰ τροπικῶς ἀκουστέον τοῦ Σιλωὰμ, ἑρμηνευομένου κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἀπεσταλμένου.
Οὕτω γὰρ ἑρμηνεύεται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ὕπαγε, νίψαι ἐν τῷ Σιλωὰμ, ὅ ἐστιν ἀπεσταλμένος. Τίς οὖν ὁ ἀπεςταλμένος, καὶ ἀψοφητὶ ῥέων, ἢ περὶ οὗ εἴρηται· Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ; Καὶ πάλιν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουστὴ γενήσεται ἡ φωνὴ αὐτοῦ ἐν ταῖς πλατείαις. Οἱ τοίνυν μὴ δεχόμενοι τὸν ἐξ οὐρανῶν Ἀπεσταλμένον, ὑπερορῶντες μὲν αὐτοῦ τῆς πραότητος, ἐπισπώμενοι δὲ ἑαυτοῖς τὸν υἱὸν τοῦ Ῥομελίου, τουτέστι λόγον ψευδοδοξίαν περιέχοντα, ἐπαγγελλόμενον δὲ κατὰ τὰς θείας ἀποδείκνυσθαι Γραφάς· καὶ τὸν Ῥασὶν, ὅστις ἑρμηνεύεται μετέωρος, καὶ τὸν ἔξω τῆς κατὰ τὰς θείας Γραφὰς πίστεως μετεωρίζοντα τὸν ἀκροατὴν, καὶ φυσῶντα καὶ ἀπάγοντα τῆς κατὰ τὴν πίστιν θεμελιώσεως. Ἀρὰμ γὰρ ὁ μετέωρος ἑρμηνεύεται. Τοὺς οὖν καταφρονητικῶς μὲν ἔχοντας πρὸς τὸν εὐσταθῆ λόγον, καὶ μὴ καταδεχομένους τὸ σταθερὸν καὶ γαληνὸν καὶ εὔδιον, ἀλλὰ συμπλέκοντας τὰ ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς ἀπὸ τῶν Γραφῶν παρακούσμασι, τούτοις ἀπειλεῖ ὁ λόγος ἐπάξειν τὸ ὕδωρ τὸ πολὺ καὶ ἰσχυρὸν, τὸν βασιλέα Ἀσσυρίων, τουτέστι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου.
PG 30:481Ὅτι γὰρ εἰς τὸν Ἀσσύριον λαμβάνει πολλάκις ἡ Γραφὴ τὸν ἀντικείμενον, δηλοῦται ἐν τοῖς ἑξῆς τῷ αὐτῷ τούτῳ Προφήτῃ· Καὶ ἔσται γὰρ (φησὶν) ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Τοιοῦτον οὖν καὶ νῦν ἔοικε λέγειν τὸν ἄρχοντα τῶν Ἀσσυρίων ὕδωρ ὄντα πολὺ, χειμάῤῥου τρόπον, βιαίως καὶ ῥαγδαίως παρασύροντος τοὺς προστυγχάνοντας· οὗ οἱ καταξιωθέντες τοὺς πειρασμοὺς ἀβλαβῶς διαβῆναι λέγουσι· Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον. Καὶ τὸ Εὐαγγέλιον δὲ ἐπὶ τῆς παραβολῆς τοῦ αὐτοῦ ὕδατος μέμνηται, ἐν τῷ παραβαλεῖν τὸν ἀκούσαντα τοὺς λόγους καὶ μὴ ποιοῦντα, ἀνθρώπῳ ἄνευ θεμελίου οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν·
πλημμύρας δὲ γενομένης (φησὶν) οὐκ ἀντέσχεν, ἀλλ’ ἔπεσεν ἡ οἰκία, καὶ ἐγένετο τὸ πτῶμα τῆς οἰκίας ἐκείνης μέγα. Τοῦτο δὲ τὸ ὕδωρ τὸ πολὺ ἀναβήσεται (φησὶν) ἐπὶ πᾶσαν φάραγγα ὑμῶν. Αἱ δὲ φάραγγες κοιλότητές εἰσι τῆς γῆς. Πῶς οὖν οὐχὶ καταβαίνειν τὸ ὕδωρ, ἀλλὰ ἀναβαίνειν λέγεται; Ὅτι πᾶσα ἡ ἐν ἀνθρώποις κατὰ τὴν ἁμαρτίαν ταπείνωσις ὑψηλοτέρα ἐστὶ τῶν ἀρχιπηγῶν καὶ τῶν οἱονεὶ ἀρχῶν τῆς πονηρίας. Ἐπειδὰν μέντοι παραδοθῶσι ταῖς ἀντικειμέναις δυνάμεσι, περιπατήσουσιν ἐπὶ πᾶν τεῖχος τῶν ἀποστατούντων, τουτέστιν ἐπὶ πάντα τὰ ὀχυρὰ δόγματα καὶ ἐπὶ πάντα τὰ δοκοῦντα ἀσφαλίσματα αὐτῶν εἶναι. Διὰ δὲ τὴν ἀπὸ τοῦ Σιλωὰμ ἀποστασίαν καὶ τὴν πρὸς τοὺς ὀλεθρίους τῶν βασιλέων πρόσκλισιν, ἀπειλεῖ ὁ λόγος ἀφαιρεθήσεσθαι ἀπὸ τῆς Ἰουδαίας πάντα ἄνθρωπον, δυνάμενον ἐπαίρειν τὴν κεφαλὴν καὶ τὸν δυνατὸν συντελέσασθαί τι, τουτέστι τόν τε ἐν τῇ κατὰ τὸν νοῦν θεωρίᾳ ὑψηλὸν καὶ τὸν κατὰ τὴν πρακτικὴν ἀρετὴν δυνατῶς ἐπιτελοῦντα τὰ δόξαντα, ἀλλὰ καὶ καταστρατοπεδεῦσαι τοῦ πλάτους τῆς χώρας τῶν μὴ καταδεχομένων τὸν Σιλωάμ.
PG 30:483Διὰ γὰρ τὸ ἐπιδεδωκέναι ἑαυτοὺς τῇ πλατείᾳ ὁδῷ καὶ εὐρυχώρῳ, ἄξιοι γίνονται τοῦ στρατόπεδον εἶναι τῆς ἀντικειμένης δυνάμεως, οὐχὶ πρὸς ἀνάγκην καταδικαζόμενοι, ἀλλ’ ἑαυτοῖς ἑλόμενοι τὴν μερίδα τὴν χείρονα. Καθ’ ὅσον γὰρ οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἀναφέρεται τοίνυν ἐπὶ τὸν Σωτῆρα τὸ Μεθ’ ἡμῶν ὁ Θεός· οὕτω γὰρ ὠνομάζετο ἐν τοῖς κατόπιν ὁ ἐκ τῆς Παρθένου γεννώμενος, τῇ Ἑβραί̈δι διαλέκτῳ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐκ περιχαρείας δοκεῖ μοι ἡ φωνὴ ἀναφέρεσθαι τῶν ἐπεγνωκότων μὲν τὴν Χριστοῦ παρουσίαν, κατανενοηκότων δὲ τὴν δύναμιν τοῦ σταυροῦ φοβερὰν οὖσαν τοῖς ἔθνεσι. Διὰ τοῦτο Γνῶτε (φησὶν) ἔθνη, καὶ ἡττᾶσθε, ἵνα ἡττηθέντες τὴν καλὴν ἧτταν καὶ συμφέρουσαν ὑμῖν, αἰχμαλωτισθῆτε εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ, διὰ τῆς εἰς τὸν Χριστὸν δουλείας, ἐλεύθεροι γένησθε τοῦ νόμου τῆς ἁμαρτίας. Πῶς οὖν ἡττᾶται τὰ ἔθνη; Ἐὰν ἐπιγνῷ τὸν Θεόν.
Ἡττᾶται γὰρ σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ. Μόνον οὖν γνῶτε τὴν ἀλήθειαν, τὰ ἔθνη, καὶ εὐθὺς ἡττηθήσεσθε τὴν σωτήριον ὑμῖν ἧτταν. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Τίνων ἐπακούσατε; Τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον· Εἰς πᾶσαν γὰρ (φησὶ) τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἰσχυκότες, ἡττᾶσθε, ἀπόθεσθε τὴν ἰσχὺν τοῦ σώματος, ἀναλάβετε τὴν ἀσθένειαν τῆς σαρκὸς, ἵνα ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Ἐάν σοί ποτε ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, σπούδασον αὐτὸ δουλαγωγῆσαι καὶ καταπαλαῖσαι καὶ ὑποτάξαι τῷ πνεύματι. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον, ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ Θεός. Διότι ἀπολεῖ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν οὖν ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Ὧν οὐδὲν ὑμῖν (φησὶν) οὐ μὴ ἐμμείνῃ· διότι μεθ’ ἡμῶν ὁ Θεός.
PG 30:485Χρήσιμον δὲ ἐν καιρῷ διωγμοῦ θαῤῥοῦντας λέγειν τοῖς ἔθνεσι τὸ Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Πολλάκις γὰρ ἐπαναστάντες τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, πολλάκις κατέπεσον. Ὥσπερ γὰρ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως ἀεὶ οἱ καθελεῖν τὴν Ἐκκλησίαν σπουδάσαντες, διὰ τῶν διωγμῶν αὐτὴν εἰς μείζονα δόξης προήγαγον καὶ δυνάμεως. Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες· μήποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος· κἂν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα· καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι. Μετὰ τὸ εὐαγγελισθῆναι τὸν λόγον περὶ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας καὶ οἱονεὶ ἐπὶ τῇ νίκῃ, τῇ κατὰ τῶν ἐθνῶν ἐκείνην τὴν φωνὴν ἀφεθῆναι (τὸ Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· μεθ’ ἡμῶν ὁ Θεός) τοῦτο ἐπάγει ὁ λόγος, κατακρίνων τὰ ἔθνη, ὅτι Ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρί.
Χεὶρ δὲ ἰσχυρὰ, ἡ δύναμις ἡ τῶν ὄντων δημιουργικὴ, ἀφ’ ἧς συνέστη πᾶσα ἡ κτίσις τῶν ὁρωμένων καὶ τῶν ὑπὲρ τὰ ὁρώμενα. Δύο γάρ εἰσι τρόποι, δι’ ὧν εἰς ἐπίγνωσιν Θεοῦ καὶ ἐπιμέλειαν ἑαυτῶν ἐναχθῆναι δυνάμεθα· ἢ ἐκ τῶν φυσικῶν ἐννοιῶν, διὰ τῶν ὁρωμένων πρὸς τὸν ποιητὴν ἀναβαίνοντες, ἢ ἐκ τῆς διὰ τοῦ νόμου ἡμῖν δεδομένης διδασκαλίας. Οὗτοι δὲ φαίνονται καὶ τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦντες, τουτέστιν ἐκ τῶν κτισμάτων μὴ ἐναγόμενοι πρὸς τὴν τοῦ ποιήσαντος κατανόησιν, καὶ τῇ πορείᾳ, τουτέστι τῇ ὁδῷ. Ὁδὸς δὲ ἤτοι ὁ Κύριος, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ αὐτὸς δὲ καὶ χεὶρ Θεοῦ καὶ δεξιά. Ἡ δεξιὰ γὰρ σοῦ (φησὶ) Κύριε, δεδόξασται ἐν ἰσχύϊ· καὶ Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Οὐκοῦν κατηγοροῦνται οἱ μὴ πιστεύοντες εἰς τὸν Κύριον. Ἢ πορείαν λέγει νῦν τὴν ὁδὸν τοῦ βίου τούτου, τὴν κατὰ τὸν νόμον ἡμῖν διατεταγμένην. Ὅτι γὰρ ὁδὸς ἡ διδασκαλία λέγεται, πολλαχόθεν ἐστὶ γνώριμον, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Καὶ Ἐν τῇ ὁδῷ τῶν μαρτυριῶν σου ἐτέρφθην. Καὶ Ἐν τῇ ὁδῷ σου ζήσομαι. Καὶ Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ.
PG 30:487Καὶ ἁπαξαπλῶς πλήρης ἐστὶν ἡ Γραφὴ, ὁδοιπορίαν τινὰ τὴν διὰ τοῦ νόμου προκοπὴν ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς ὀνομάζουσα. Καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀπειθείας· οὐ δέχονται (φησὶ) τὰ προστάγματα τῆς ὁδοῦ, οἷς κέχρηται ὁ λόγος· ἀλλ’ ἀπειθοῦσιν αὐτοῖς, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες. Ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ οἱ Ἰουδαῖοι, μὴ ἀνασχόμενοι τῶν τοῦ Κυρίου διδαγμάτων, ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν τῷ πόρνῳ τὸ σωφρονεῖν, σκληρὸν τῷ μεθύσῳ τὸ ἐγκρατεύεσθαι· σκληρὸν τῷ λοιδόρῳ τὸ εὐλογεῖν· καὶ ὅλως παντὶ τραχήλῳ ἐλευθεριάζειν ἐπιθυμοῦντι σκληρὸς ὁ ζυγὸς τοῦ νόμου φαίνεται, διὰ τοῦτο πολλοὶ (οἱ ἐπὶ τὴν ἀπώλειαν φερόμενοι, διὰ τὸ λεῖον καὶ πλατὺ τῆς ὁδοῦ) ὀλίγοι δὲ, οἱ ἐπὶ τὴν βασιλείαν, τὸ τραχὺ καὶ ἐπίπονον τοῦ κατ’ ἀρετὴν βίου μὴ φέροντες. Ἡ μὲν γὰρ κακία δελεάζει τῷ λείῳ τῆς ἡδονῆς· ἡ δὲ ἀρετὴ σκληραγωγίαις καὶ πόνοις ἐκτραχύνει τὸν βίον τῶν ἀσκουμένων· Διὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Σκληρὰς ὁδοὺς λέγει τὰς ἐπὶ τὸν καταρτισμὸν τῶν ψυχῶν ἡμῶν δεδομένας ἡμῖν Ἐντολάς.
Τί σκληρότερον τοῦ, λαβόντα πληγὴν κατὰ σιαγόνος, στρέψαι αὐτῷ καὶ τὴν ἄλλην; τοῦ ἀποστερούμενον, μὴ ἀπαιτεῖν; τοῦ ἑλκόμενον εἰς δικαστήριον ... ἐπαποδύεσθαι καὶ τὸν χιτῶνα; λοιδορούμενον εὐλογεῖν; βλασφημούμενον παρακαλεῖν; μηδένα μισεῖν; ὑπὲρ τῶν διωκόντων προσεύχεσθαι; Ἀλλὰ ταῦτα τὰ σκληρὰ τὸν ἁπαλὸν ἡμῖν κόλπον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ εἰς ἀνάπαυσιν εὐτρεπίζει. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Καὶ σχεδὸν πᾶσα ἡ ἐνταῦθα κακοπάθεια πρόξενός ἐστι τῶν αἰωνίων ἀγαθῶν. Διὰ τοῦτο Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ ἔσται τῶν μελλόντων ἀγαθῶν αἱ νῦν, διὰ τὸν τοῦ Θεοῦ νόμον ἐγγινόμεναι, θλίψεις. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ἀπειθοῦσιν οὖν τὰ ἔθνη τῇ πορείᾳ τοῦ λαοῦ, λέγοντες· Μήποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἐξέτασον οὖν τοὺς τοῖς εἰδώλοις προσκαθεζομένους, τίνος ἕνεκεν οὐ προσέρχονται τῇ διδασκαλίᾳ τοῦ κηρύγματος.
Ὁμολογοῦσι γὰρ αὐτῶν οἱ εὐγνωμονέστεροι, ὅτι τὸ αὐστηρὸν οὐχ ὑποφέρουσιν. Εἶτα ἐπάγει· Τὸν δὲ φόβον αὐτοῦ μὴ φοβηθῆτε. Τοῦτο δὲ διχῶς νοεῖται· καὶ γὰρ τοῖς ἔθνεσι λέγει, μὴ φοβεῖσθε τὸν φόβον, ὃν νῦν ἀπαιδεύτως φοβοῦνται, μὴ ἐπιδιδόντες ἑαυτοὺς τῇ ἀσκήσει τῶν βελτιόνων· ὡσανεὶ ἔλεγε· μὴ φοβοῦ τὴν σωφροσύνην, μὴ φοβοῦ τὴν ἀνδρίαν· μὴ φοβοῦ τὴν εὐσέβειαν, μηδεμίαν τῶν ἀρετῶν φοβηθῇς. Ἥμεροί εἰσιν, εὐπρόσιτοι, ἀγαθῶν παρεκτικαὶ, ζωῆς πρόξενοι. Ἢ, μεταστρέψας τὸν λόγον, πρὸς τὸν λαὸν ἀποτείνεται· ὅτι ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ὑπειλήφασι, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῆς τοῦ νόμου πορείας μὴ καταδεχόμενοι. Ὑμεῖς δὲ μὴ φοβηθῆτε τὰς καθ’ ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν, ἀλλὰ, νοήσαντες τὸν Κύριον, ἁγιάσατε αὐτόν. Καὶ αὐτὸς ἔσται σου φόβος. Μέγιστον εἰς τελείωσιν, πεπαιδευμένως φοβεῖσθαι καὶ μὴ πάντα καταπτήσσειν, μηδὲ ψοφοδεεῖς εἶναι, τὰ ἀδεᾶ δεδοικότας. Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ ψαλμὸς, λέγων· Ἐκεῖ φοβηθήσονται φόβῳ, οὗ οὐκ ἦν φόβος. Κύριον οὖν ἁγίασον. Καὶ αὐτὸς ἔσται σου φόβος. Ἐκείνου τὴν παρουσίαν ἐκδέχου, ἐκείνου φοβοῦ τὸ κριτήριον.
PG 30:489Φοβερὸς ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φοβερὸς ὁ ἐν φωνῇ σάλπιγγος μετὰ ἁγίων Ἀγγέλων ἐπιδημεῖν μέλλων ἐξ οὐρανῶν· φοβερὸς, οὗ ἡ ἀπόφασις κόλασις αἰωνία. Ἐὰν οὖν ᾖς πεποιθὼς ἐπὶ Κύριον, οὐ συναντήσεις αὐτῷ, ὡς λίθου προσκόμματι, οὐδὲ ὡς πέτρας πτώματι. Σαφῶς ὁ λόγος εἰς τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν προσκαλεῖται πίστιν. Περὶ τούτου γὰρ εἴρηται, ὅτι Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου. Οἱ τυφλοὶ καὶ μὴ δυνάμενοι τὰ ἐν ποσὶ καθορᾷν, προσπταίουσι τοῖς λίθοις· καὶ οἱ μὴ ἠσφαλισμένοι τὰς βάσεις, περιολισθαίνουσι ταῖς πέτραις. Ὁ τοίνυν μηδεμίαν ἐπιμέλειαν τοῦ διορατικοῦ τῆς ψυχῆς ποιησάμενος, μηδὲ διὰ τῆς διδασκαλίας τῶν Γραφῶν γνωρίσας τὴν τοῦ Κυρίου παρουσίαν, περιπταίει τῷ κηρύγματι τοῦ Εὐαγγελίου· καὶ ὁ κατὰ τὴν πίστιν εὐπερίτρεπτος, σκανδαλίζεται ἐν τῇ πέτρα, ἥτις ἐστὶν ὁ Χριστός. Σὺ δὲ (φησὶν) ὁ λαὸς, ἐὰν ᾖς πεποιθὼς καὶ τελείᾳ τῇ πίστει ἐρηρεισμένος ἐπὶ τὸν Κύριον, οὐχ ὡς λίθου προσκόμματι τῷ περὶ αὐτοῦ λόγῳ συναντήσῃ, οὐδὲ περισφαλήσῃ αὐτῷ, ὡς πέτρας πτώματι.
Τάχα δὲ πρόςκομμά ἐστιν Ἕλλησι, τοῖς τὴν σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· καὶ πέτρα ἐστὶ σκανδάλου τοῖς Ἰουδαίοις, τοῖς τὰ σημεῖα αἰτοῦσι. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, τὸ κήρυγμα εἶναι Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Τοῖς δὲ πεποιθόσιν ἐπὶ τὸν Κύριον καὶ μὴ ἀποδείξεσι λογικαῖς ὑποβάλλουσι τοῦ κηρύγματος τὴν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι τὴν ἀλήθειαν, Χριστός ἐστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. Ἐπὶ τῆς ἀκολουθίας τῶν προαγόντων ὁ λόγος ἤρτηται. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός. Καὶ πάλιν ὑποβὰς λέγει· Μεθ’ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Εἶτα πρὸς τοὺς μὴ καταδεχομένους τὸ καταγγελλόμενον παρὰ τοῦ Ἐμμανουὴλ, ἀλλὰ τὸ ἐπίπονον τῶν παρ’ αὐτοῦ διατεταγμένων ἐκκλίνοντας ἀποτείνει τὸν λόγον. Τότε (φησὶ) φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν.
PG 30:491Τοῦ γὰρ λόγου τῆς διδασκαλίας κατασπειρομένου εἰς πάντας, οἱ μὲν ἀνορθοῦσιν ἑαυτῶν τὰς καρδίας εἰς ὑποδοχὴν τῶν διδαγμάτων· καί εἰσιν ὥσπερ γῆ εὔκαρπος, οἱ δεχόμενοι τὸν λόγον καὶ εἰς βάθος ῥιζοῦντες καὶ μὴ καταπνίγοντες ὑπὸ ἀκανθῶν, μήτε ἀφύλακτον ἔχοντες, ὡς εὐδιάρπαστον εἶναι ὑπὸ τοῦ διαβόλου, ἀλλὰ καρποφοροῦντες ἐν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Εἰσὶ δὲ καὶ οἱ πάντη ἀποκλείοντες ἑαυτῶν τὴν ψυχὴν πρὸς τὸ μὴ παραδέξασθαι τὸν λόγον, ἀλλ’ οἱονεὶ ἀποδεσμοῦντες ἑαυτοὺς καὶ σφραγιζόμενοι, ὑπὲρ τοῦ μὴ ἐπεισελθεῖν τὸν λόγον τῆς ἀληθείας. Σφραγίζεσθαι δὲ λέγονται οἱ τῇ μορφῇ τοῦ ἀντικειμένου ἑαυτοὺς ὁμοιώσαντες καὶ μὴ καταδεχόμενοι ἐν αὐτοῖς μορφωθῆναι Χριστὸν, οἱ παραχαράξαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ μόνῃ χαίροντες τῇ εἰκόνι τοῦ χοϊκοῦ. Ἐσφράγισται δὲ ὁ νόμος ἀσαφείᾳ καὶ τῷ μὴ εὔληπτος εἶναι τοῖς τυχοῦσι, διὰ τὴν ἀναγκαίως ἐπιζητουμένην τοῦ νόμου γυμνασίαν. Ὁ τοίνυν μὴ ἐπιδιδοὺς ἑαυτὸν τῇ μελέτῃ, μηδὲ λύειν τὸν τῆς ἀγνοίας δεσμὸν ἐπιθυμῶν, σφραγίζειν τὸν νόμον λέγεται, ὃς φανερωθήσεται ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως.
Φανεροὶ γὰρ ἔσονται οἱ σφραγίζοντες τὸν νόμον, τοῦ μὴ μαθεῖν. Πῶς οὖν σφραγίζουσι τὸν νόμον οἱ Ἰουδαῖοι, περὶ ὧν εἴρηται, ὅτι ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε; Σφραγίζει, τοῦ μὴ μαθεῖν, ὁ, ἐπὶ προφάσει δὴ τῆς κατὰ τὸ γράμμα τηρήσεως, μὴ ἀποκαλύπτων τὰ ἐν τῷ βάθει μυστήρια, καὶ τί λέγει, σκόπει, εἰ μὴ ἄντικρυς Ἰουδαϊκαὶ αἱ φωναί. Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. Ταῦτα λέγουσιν Ἰουδαῖοι· οὐ πιστεύω εἰς τὸν Θεόν· οὐ δέχομαι τὸν Ἐμμανουήλ· εἰ καὶ νῦν ἐγκαταλέλειμμαι, ἀλλὰ μενῶ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, τοῦ ἀποστρέψαντος τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ, παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Μετὰ τὸ ἐλεγχθῆναι τοὺς ἀπειθοῦντας, τότε λοιπὸν αὐτὸς ὁ Κύριος ἀπὸ τοῦ ἰδίου προσώπου διαλέγεται. Ἐκεῖνοι μὲν οὖν (φησὶν) ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ, καὶ τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, καὶ προσποιοῦνται ἀναμένειν τὸν Κύριον, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ.
PG 30:493Ἐγὼ δὲ τοὺς εἰς ἐμὲ πεπιστευκότας, ἄρτι ἀναγεννηθέντας, ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειροκάκους, καὶ ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τελειοτέραν τροφὴν τῶν μυστηρίων χωροῦντας, τούτους προσλαβόμενος καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγω τῷ Πατρί. Δι’ ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως. Ὅτι δὲ ἐκ προσώπου τοῦ Χριστοῦ εἰσιν οἱ λόγοι, οὐδεὶς ἀντερεῖ τῶν μεμνημένων τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς. Ἔπρεπε γὰρ (φησὶ) δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας διὰ παθημάτων τελειῶσαι. Ὅ τε γὰρ ἁγιάζων (φησὶ) καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς καλεῖν ἀδελφοὺς, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται (φησὶ) σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακώβ. Παρὰ τούτων τῶν παιδίων τῶν ἀναγεννηθέντων ὑπὸ Χριστοῦ, δυνατὰ σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ ἐπιτελεσθήσεται.
Παιδία ἦσαν οἱ Ἀπόστολοι, τῇ κακίᾳ νηπιάζοντες· οἱ πρῶτον μὲν γλώσσαις λαλοῦντες, ἰδιῶται ἄνθρωποι καὶ Γαλιλαῖοι, πᾶσι φανερὰν ἐποίησαν τὴν ἐπιδημίαν τοῦ Πνεύματος, καὶ τὴν γενομένην ἐπ’ αὐτοὺς τῶν χαρισμάτων διαίρεσιν, καὶ τὸν μερισμὸν τῶν γλωσσῶν. Ἔπειτα γνωστὸν σημεῖον, ὁ ἐπὶ τῇ ὡραίᾳ πύλῃ καθεζόμενος χωλὸς, παρὰ Πέτρου καὶ Ἰωάννου, διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἀρτίπους γενόμενος, στερεωθεισῶν αὐτῷ τῶν βάσεων. Ἐφ’ ᾧ καὶ ἐπληρώθη ἡ παλαιὰ προφητεία, ὅτι Τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλός. Σημεῖον ἦν ἡ Δορκὰς, ἐκ νεκρῶν ἐγειρομένη. Σημεῖον ἦν αἱ σιδηραῖ πύλαι τῆς φυλακῆς, αὐτομάτως ὑπανοιγόμεναι τῇ ἐξόδῳ τοῦ Πέτρου, τὰ δεσμὰ λυόμενα, καὶ ὅσα ἄλλα διὰ τῶν Ἀποστόλων ἐγίνετο εἰς φανέρωσιν τῆς θεότητος τοῦ Μονογενοῦς. Ταῦτα δὲ πάντα τὰ σημεῖα καὶ τέρατα παρὰ Θεοῦ ἐστι Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Θεὸν Σαβαὼθ τὸν Θεὸν τῶν στρατιῶν νοεῖν προσῆκε. Τίς δὲ ἄλλος τῶν στρατιῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχιστράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ, παρ’ οὗ δέδοται τὰ σημεῖα τοῖς παιδίοις;
PG 30:495Ὅτι δὲ παιδία οἱ εἰς Χριστὸν πεπιστευκότες, δῆλον μὲν καὶ ἐκ τοῦ εἰρηκέναι τὸν Κύριον (περὶ τῶν αἰνούντων αὐτὸν καὶ λεγόντων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, πρὸς τοὺς Ἰουδαίους, τοὺς εἰπόντας αὐτῷ· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;) Ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Νηπίους γὰρ ἐκεῖ εἶπε τοὺς τέμνοντας τὰ βάϊα τῶν φοινίκων καὶ τὰ ἱμάτια στρωννύντας ἐν τῇ ὁδῷ, καὶ τοὺς κράζοντας καὶ δοξολογοῦντας αὐτόν. Ἀλλὰ καὶ ἑτέρωθι· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, νηπίους λέγων τοὺς μαθητευθέντας τῷ λόγῳ καὶ διὰ τοῦ Πνεύματος τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἀξιωθέντας. Ἰδοὺ οὖν ἐγὼ καὶ τὰ παιδία, δείκνυσι τοὺς ἐκλεκτοὺς ἑαυτοῦ, διότι Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Πᾶς οὖν ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος, παιδίον ἐστὶ κατὰ τὸ μυστικὸν τοῦ Χριστοῦ. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς·
Ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν, ἕως καιροῦ. Οἱ μὴ καταδεχόμενοι τὸν λόγον τοῦ Εὐαγγελίου, οἱ ἐξουθενοῦντες τὸ κήρυγμα ὡς μωρίαν, καὶ ἐπὶ τῷ σταυρῷ σκανδαλιζόμενοι, ὅταν αὐτοῖς συμβουλεύωμεν ἐπανελθεῖν πρὸς τὴν ἐπίγνωσιν, ἀντιπροτείνονται ἡμῖν τὰς ἐκ τῆς ἰδίας πλάνης παραινέσεις, λέγοντες· ζητήσατε μὴ τὸν Κύριον, ἀλλὰ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς φωνοῦντας, τοὺς κενολογοῦντας. Καὶ τούτου μάρτυς ἡ πεῖρα.
Οἱ γὰρ προστετηκότες τοῖς εἰδώλοις, ὀνείροις καὶ κληδόσι καὶ μαντείαις δαιμόνων προςέχοντες, καὶ αὐτοὶ τὴν ἀλήθειαν ἐξουδενοῦσι καὶ ἡμῖν συμβουλεύουσι τὰ τοιαῦτα ἐξαιτεῖν. Διότι ἐνέργειαι πλάνης ἐπὶ καταστροφῇ τῶν πεπειραμένων αὐτοῖς ἐνεργοῦνται παρὰ τῶν δαιμόνων· νῦν μὲν ἐν τοῖς ὕπνοις φαντασίας τινὰς περιιςτώντων, ἢ συμβουλὴν ἐχούσας πάθους σωματικοῦ, ἢ προαγορευούσας τὸ μέλλον. Δύνανται δὲ τὰ τοιαῦτα συνορᾷν οἱ δαίμονες· περὶ μὲν τὰ τοῦ σώματος πάθη, διὰ τὸ διορατικώτεροι εἶναι τῶν ὑλικῶν ἰδιωμάτων, καὶ ἐπισκέφθαι ποιότητας βοτανῶν, καὶ τὸ ἀπ’ αὐτῶν πρὸς τὰ πάθη κατάλληλον. Περὶ δὲ τῶν μελλόντων πολλάκις προλέγουσι τὰ ἤδη γενόμενα, ἡμῖν δὲ μήπω ἐγνωσμένα, ὡς ἐσόμενα ἡμῖν ἀναγγέλλουσιν. Οἷον εἴ τις καὶ παρ’ ἡμῶν ἀκούσας παρουσίαν τινὸς, ταύτην τῷ προσδοκῶντι ὡς μέλλουσαν ἀναγγέλλοι, τὴν ἐκ τοῦ δοκεῖν προφήτης εἶναι δόξαν δι’ ἀπάτης θηρώμενος. Οὕτω καὶ οἱ δαίμονες τὰ διατετυπωμένα, τὰ ἀποφάσει Θεοῦ δημοσιευθέντα, ἀνήγγειλαν πολλάκις τοῖς πρὸς ἀπάτην εὐκόλως ἔχουσιν. Ὡς καὶ ἡ ἐγγαστρίμυθος τῷ Σαοὺλ διὰ τῶν δαιμόνων ἀνήγγειλε τὴν μέλλουσαν ἧτταν.
PG 30:497Δαίμονες γὰρ ἦσαν οἱ κατασχηματίζοντες ἑαυτοὺς εἰς τὸ τοῦ Σαμουὴλ πρόςωπον, οἳ διὰ τὸ ἀκηκοέναι τῆς ἐπὶ τῷ Σαοὺλ κατακρίσεως, ὡς ἰδίαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν παρὰ Θεοῦ διηγοῦνται. Ἐπὶ οὖν τὰς ἐκ τῶν δαιμόνων ἀπάτας προτρέπονται ἡμᾶς πολλάκις τὰ ἔθνη, λέγοντες· ἐκζητήσατε τοὺς ἐγγαςτριμύθους, τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας. Οὐδὲ γὰρ τολμῶσιν εἰπεῖν ἐξ οὐρανῶν αὐτῶν εἶναι τὰ ῥήματα. Ὡς καὶ ἡ ἐν ταῖς Βασιλείαις ἐκείνη διαλεγομένη τῷ Σαοὺλ ἔλεγεν, ὅτι Ὁρῶ ἐγὼ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. Τοιαύτη γὰρ ἡ τῶν ἐγγαστριμύθων ἐπίνοια· ψυχὰς ἐπαγγέλλονται τετελευτηκότων ἀνάγειν εἰς φανέρωσιν τῶν ἐπιζητουμένων· εἶτα τὴν ἑαυτοῦ γνώμην ἐπιφέρει, ἣν ἔχει περὶ τῶν τοιούτων ἐπινοιῶν, καὶ ἀποφαίνεται αὐτοὺς ματαιολόγους, εἰπών· Τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, ἤτοι ἀπὸ τοῦ θελήματος ἑαυτῶν φθεγγόμενοι. Οὐ γὰρ ἑτέρωθεν διδαχθεὶς λέγει, ἀλλὰ ἀναπλάσας ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ψεῦδος, τοῦ θελήματος τῶν ὁρώντων παραστοχαζόμενος, λέγει τὰ πρὸς ἀπάτην τῶν ἀνοήτων αὐτῷ χρησιμεύοντα.
Ἢ τάχα ἐκ τῆς κοιλίας φωνοῦσιν, Ὧν ὁ θεὸς ἡ κοιλία, οἱ πάντα πραγματευόμενοι, τῆς ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕνεκεν ἡδονῆς. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, εἰπὼν ἐγγαστριμύθους καὶ ἐκ τῆς κοιλίας φωνοῦντας τοὺς ὑπὲρ τοῦ τὴν γαστέρα πληρῶσαι διδασκαλίαν σχηματιζομένους, καὶ εὐλαβείας ἑαυτοῖς περιτιθέντας μορφήν· οἳ διὰ τὸ μὴ ἀπὸ διαθέσεως τοὺς λόγους προφέρεσθαι, κενολογοῦσιν. Εἰκότως· ὁ γὰρ μὴ ποιῶν, καὶ διδάσκων, ἀναξιόπιστός ἐστιν εἰς ὠφέλειαν. Τὸ δὲ Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι, τοιοῦτόν ἐστιν, ὅτι ἕκαστον ἔθνος τῷ ἑαυτοῦ θεῷ προσάγει τὴν, περὶ οὗ βούλεται, μαθεῖν ζήτησιν. Καὶ ἐρωτηματικῶς χρὴ τυποῦσθαι τὴν ἀνάγνωσιν πρὸς τὴν σαφήνειαν τοῦ ῥητοῦ· Οὐχὶ ἔθνος πρὸς θεὸν αὐτοῦ ἐκζητήσουσιν; Ὥστε τοὺς ἔξω τῆς καθ’ ἡμᾶς θεραπείας, ἀκολούθως τοῖς θεοῖς, οὓς ὑπέθεντο εἶναι θεοὺς, καὶ τὰς ἐπερωτήσεις προςάγειν. Νεκροὺς γὰρ θεοὺς ὑποθέμενοι, αὐτοὺς ἐπερωτῶσι περὶ τῶν ζώντων. Νεκροὺς δὲ λέγει, ἤτοι τὰ ἄψυχα εἴδωλα, λίθους καὶ ξύλα, καὶ χαλκὸν καὶ χρυσόν· ἢ νεκροὺς λέγει τοὺς τὴν ζωὴν τὴν ἀληθινὴν διὰ τῆς ἀποστασίας ἀποβεβληκότας.
PG 30:499Ἢ τάχα καὶ πᾶσα τῶν ἐγγαστριμύθων λεγομένων ἡ πραγματεία, περὶ τὰ μνήματα στρέφεται, κἀκεῖθεν ἔχει τῆς μαγγανείας τὴν δύναμιν. Εἶτα δυσανασχετῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν εἰδωλολατρούντων ὁ λόγος φησί· Τί ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Τί προσκυνεῖς τὸν λίθον, ὁ ἔμψυχος; τί ἐρωτᾶς τὸν κωφὸν, ὁ λογικός; Ὑπὲρ τοῦ παιδὸς ἱκετεύεις τοῦ ζῶντος τὸν ζωὴν οὐκ ἔχοντα, τὸν ζωῆς ἐστερημένον, τὸν ἄπνουν; Κἂν εἰς μαντεῖον ἀπέλθῃς, κἂν καθαρμοὺς περινοῇς, πρὸς νεκροὺς ἀπῆλθες, καὶ αὐτοὺς τὴν ζωὴν ἀπολωλεκότας καὶ σοὶ μέλλοντας διὰ τῆς παρακοῆς τὴν νέκρωσιν ἐμποιεῖν. Νόμον δέδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Μὴ πολυπραγμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν σε τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προδαπανᾶσθαι τῇ λύπῃ; Νόμον ἔλαβες εἰς βοήθειαν. Μεγάλη μὲν ἦν σοι καὶ ἡ ἐκ φύσεως ἐνυπάρχουσα πρὸς τὸ καλὸν ἐπιτηδειότης, ἀλλὰ τοῦτο τελειῶν ὁ Θεὸς καὶ τὴν ἐκ τοῦ νόμου σοι χειραγωγίαν προσέθηκε.
Βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι; Ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Ἐπιθυμεῖς τῶν ἀγαθῶν; Ποίει τὰ διατεταγμένα. Μὴ ἐρώτα τὸν μάντιν περὶ τῆς ὑγείας, ἀλλ’ ἀνάσχου τοῦ ἰατροῦ, ὑποτιθεμένου τὰ πρὸς ὑγείαν, ὧν αὐτὸς εἶ κύριος. Τί παρ’ ἑτέρου διδάσκῃ; Οὐδεὶς μάντις ἀθανασίαν χαρίζεται, οὐδεὶς ἀνάγει πρὸς οὐρανόν· οὐδείς σε τῷ κριτῇ ἐν παῤῥησίᾳ παρίστησιν, ἀλλ’ ὁ νόμος καὶ ἡ τούτου ἀκριβὴς τήρησις· ὃν τηρῶν, μὴ πολυπραγμόνει τὸ μέλλον, ἀλλ’ ἀνάμενε τὴν ἀντίδοσιν. Νόμον οὖν ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. οὐ γὰρ πρὸς ἀπάτην ἐπινενόηται, ὥσπερ ἐκεῖνα, ἀλλὰ ἀληθείας ἐστὶ διδάσκαλος. Κἀκεῖνοι μὲν ἐπ’ ἀργυρίῳ μαντεύονται· τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι, μισθὸν τοῦ ψεύδους, οἱ ἀπατώμενοι.
PG 30:501Τοῦτο δὲ τὸ ῥῆμα, τουτέστι τοῦ νόμου, οὔκ ἐστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ. Οὐδεὶς γὰρ τὴν χάριν τοῦ Θεοῦ ἀποδίδοται· Δωρεὰν (φησὶν) ἐλάβετε, δωρεὰν δότε. Ὁρᾷς πῶς ἠγανάκτησε Πέτρος ἐπὶ τῷ Σίμωνι, ἀργύριον ὑπὲρ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι· Τὸ γὰρ ἀργύριόν σου (φησὶ) σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτᾶσθαι. Οὔκ ἐστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὡς τὰ πωλούμενα ῥήματα παρὰ τῶν ἐγγαστριμύθων. Τί γὰρ ἄν τις δοίη ἄξιον αὐτῶν ἀντάλλαγμα; Ἄκουε τοῦ Δαβὶδ ἀποροῦντος καὶ λέγοντος· Τί ἀνταποδώσω τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς ἀπ’ αὐτοῦ χάριτος. Ἓν δῶρον ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος. Ὁ δούς σοι τὸν θησαυρὸν, οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν τοῦ δεδομένου. Καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμὸς (φησί) καὶ ἔσται, ὡς ἂν πεινάσητε· λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Ὁ πάντα πρὸς σωτηρίαν οἰκονομῶν, Κύριος, ἐπάγει ποτὲ καὶ λιμὸν ἐπὶ συμφέροντι τῶν παιδαγωγουμένων. Ἐκάκωσα γάρ σε (φησὶ) καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω.
Σκληρὰν τοίνυν λιμὸν λέγει τὴν ἀπαραμύθητον, τὴν ἀνεπινόητον. Εἰσὶ γὰρ λιμῶν διαφοραί. Αἱ μέν εἰσι κατὰ ἐπίλειψιν σίτου μόνον γινόμεναι· αἱ δὲ καὶ κατὰ τὴν τῶν λοιπῶν ἀπορίαν, τῶν ἐσθίεσθαι δυναμένων. Αὕτη γάρ ἐστιν ἡ σκληρὰ λιμὸς, ἣν ἐπάγειν ὁ λόγος ἐπαγγέλλεται, ὥστε διὰ τῆς ἐνδείας λύπην ἐμποιῆσαι, σωτηρίαν ἀμεταμέλητον ἐνεργάσασθαι δυναμένην. Ὅταν δὲ λυπηθῶσι κατὰ Θεὸν, τότε κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια. Τίς ἐστιν ὁ ἄρχων, ὁ παρὰ τῶν καλῶς λυπουμένων κακηγορούμενος; Ἦ δηλονότι ὁ ἄρχων τοῦ κόσμου τούτου, ὃν κακῶς ἐροῦσιν ἐκ μετανοίας, ὅταν εἰς συναίσθησιν τῆς ἀπ’ αὐτοῦ βλάβης ἔλθωσι. Κακηγοροῦσι δὲ καὶ τὰ πάτρια. Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις ζώντων αἱ τοῦ βίου πραγματεῖαι, αἷς οἱ φιλόδοξοι πάντες ἐμπλέκονται. Πάτριά ἐστι τῷ ἁμαρτωλῷ τὰ ἔργα τῆς σαρκὸς (μοιχεία, πορνεία, ἀκαθαρσία· ἀσέλγεια, εἰδωλολατρεία, πάθος· ἐπιθυμία κακή). Πάτριά ἐστι δόλος καὶ ψεῦδος, ἐπιβουλαὶ καὶ ῥᾳδιουργίαι καὶ ὑποκρίσεις. Ὁ τοίνυν ἀνανήψας, οἷον ἀπό τινος μέθης, τῶν τοῦ κόσμου πραγμάτων, κακῶς μὲν ἐρεῖ τὸν ἄρχοντα αὐτοῦ, τὸν καθηγησάμενον αὐτῷ πρὸς τὰ τῆς ἀπωλείας ἔργα.
PG 30:503Κακῶς δὲ ἐρεῖ καὶ τὰ πάτρια, οἷς συζῶν, τὸν δεδομένον ἡμῖν παρὰ τοῦ Θεοῦ νόμον εἰς βοήθειαν οὐκ ἐδέχετο. Οὐ δύνασαι ὑπὸ τὸν ἀληθινὸν γενέσθαι βασιλέα, ἐὰν μὴ κακῶς εἴπῃς τὸν ἄρχοντα. Διὰ τοῦτο ἐδίδαξέ σε ἡ Ἐκκλησία λέγειν· ἀποτάσσομαί σοι, Σατανᾶ. Αὕτη τοῦ ἄρχοντος ἡ κακηγορία. Τίς δὲ ἡ τῶν πατρίων; Ἀποτάσσομαι καὶ τοῖς ἔργοις σου. Ταῦτα τὰ πάτρια, ἔργα τοῦ διαβόλου. Μακάριος ὁ γνησίως κακηγορήσας τὸν ἄρχοντα. Προσέρχεται γὰρ λοιπὸν πρὸς τὸν ἀληθινὸν καὶ φωτίζεται. Μακάριος ὁ μεμψάμενος τοῖς πάλαι πατρίοις· εὑρήσει γὰρ πατρίδα τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ τῶν ὁμοίων τῷ μακαρίῳ Παύλῳ. Πάτριά ἐστι καὶ τὰ ἐκ πατέρων ἡμῖν πονηρὰ ἔθη παραδιδόμενα. Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα; Ἀπόδος τῷ ἠδικημένῳ· μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον; Δὸς αὐτῷ σὺ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Εἶτα τί φησι; Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, ὥστε μὴ βλέπειν.
Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Περὶ τούτων φησὶ, τῶν διὰ τὴν στενοχωρίαν εἰς μετάνοιαν ἐναχθέντων, ὅτι ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω. Οἱ πρότερον συγκύπτοντες καὶ οὐ δυνάμενοι τὰ ὑψηλὰ κατανοεῖν τῶν θείων θεωρημάτων, οὗτοι, ὥσπερ ἀπὸ δεσμοῦ τινος, τῆς πρὸς τὰ γήϊνα συμπαθείας λυθέντες, ἐλεύθερον ἑαυτῶν τὸ ὄμμα πρὸς οὐρανὸν περιάξουσι, θεωροῦντες τὴν τῶν ἀοράτων καὶ νοητῶν φύσιν, καὶ κατανοοῦντες τὸν τόπον, ὅπου δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. Εἶτα Ἐμβλέψονται εἰς τὴν γῆν κάτω. Τὸ εὐτελὲς τῆς αὐτῶν φύσεως ἐννοήσουσιν ἐκ τῆς πρὸς τὴν ζῆν συγγενείας οἱ τέως ἐπηρμένοι καὶ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς. Θαύμασον δὲ πῶς παρατετηρημένως ταῖς λέξεσιν ἐχρήσατο ἡ Γραφὴ, ἁρμόζουσαν ἑκατέρῳ πράγματι, ἐπινοήσασα τὴν ἐκφώνησιν. Οὐρανὸς γὰρ πρόκειται εἰς θεωρίαν, καὶ γῆ. Περὶ μὲν οὖν τοῦ οὐρανοῦ λέγει· Ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω· περὶ δὲ τῆς γῆς, Ἐμβλέψονται τὴν γῆν κάτω.
PG 30:505Εἶτα ἐπὶ τῷ θαύματι τῆς τῶν τηλικούτων κατανοήσεως ἀποροῦνται, καὶ στενοχωρηθήσονται καὶ σκοτωθήσονται τὴν διάνοιαν, τῆς ἐπὶ τοῖς καταληφθεῖσιν ἐκπλήξεως τὴν μεγάλην αὐτοῖς ταύτην ταραχὴν ἐμποιούσης. Ὅταν γὰρ συντελέσῃ (φησὶν) ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. Οὐδεὶς οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Πλὴν ὁ ἀγαθὸς Δεσπότης ἐπαγγέλλεται αὐτοῖς τὰ χρηστότερα. Οὐκ ἀπορηθήσεται γὰρ (φησὶν) ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὕτη ἡ ἄγνοια καθέξει τὸ γένος τῶν ἀνθρώπων· ἀλλ’ ὁ νῦν αὐτῆς ἐκζητῶν τὴν ἀλήθειαν, καὶ ὠδίνων αὐτῆς τὴν εὕρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον καὶ ἀπολήψεται τὸ τῆς γνώσεως τέλειον, ἐπειδὰν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστάσεως. Τοῦτο γάρ ἐστι τὸ Ἕως καιροῦ.

Chapter 9ΚΕΦΑΛΑΙΟΝ θ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦΑΛΑΙΟΝ θ Τοῦτο πρῶτον πίε· ταχὺ ποίει, χώρα Ζαβουλῶν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ, οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου·
καὶ ἐυφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα· ὅτι ἀφῄρηται ὁ ζυγὸς, ὁ ἐπ’ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι· καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οἱ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς Ἄγγελος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Εὐαγγελίζεσθαι μέλλων τὰ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ὁ λόγος, ὥσπερ τινὰ πρότασιν ὀρέγων πνευματικῆς εὐφροσύνης, οὕτω δεξιοῦται τὸν εὐαγγελιζόμενον· Τοῦτο πρῶτον πίε. Ὁ πίνων πρῶτον, εἰς ἑαυτὸν καταδέχεται τὸ ποτὸν, μετ’ ἐπιθυμίας αὐτὸ προσιέμενος.
PG 30:507Τότε γὰρ μάλιστα καὶ ἡ ἀπ’ αὐτοῦ χάρις ἀναδίδοσθαι πέφυκεν, ὅταν μὴ ναυτιῶν, μηδὲ ἀποβλύζων, ἀλλὰ δι’ ὑπερβολὴν ξηρότητος ἐφιέμενος τῆς ἐκ τοῦ ποτοῦ παραμυθίας, καὶ ταῖς νοτίσι τοῦ ποθέντος ἑαυτὸν διυγραίνει. Διὰ τοῦτο καὶ νῦν ὁ εὐαγγελιζόμενος ὡς δεδιψηκότι λαῷ τὴν προσδοκωμένην χάριν, φησί· Τοῦτο πρῶτον πίε. Ὑπόδεξαι τῇ ψυχῇ τὴν εὐφροσύνην, ἔνθου τὸ δόγμα τῆς σωτηρίας. Μὴ δεύτερον ἄλλου ἡγήσῃ, μηδὲ προτιμότερόν τι τούτου νομίσῃς ἕτερον. Πρὸ πάντων ἐστίν. Οὔτε σοί τι πρότερον νοηθῆναι δύναται τοῦ Κτίσαντός σε, οὔτε τῇ φύσει τιμιώτερόν τι, τοῦ Πρωτοτόκου πάσης κτίσεως. Πρῶτον πίε. Μάθε ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐδὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διάστημα, μὴ τόπον ἔρημον τῆς Υἱοῦ ὑπάρξεως· μὴ χρόνον, μὴ καιρόν· μηδὲν τῶν κατὰ φαντασίαν ματαίων, δυναμένων τῇ ψυχῇ ἐγγίνεσθαι. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Μὴ χαύνως, μηδὲ καταβεβλακευμένως, μηδὲ ἀσπούδως, μηδὲ ἐκλύτως ἐπὶ τὴν τοῦ ἔργου ἔρχου παραδοχὴν, ἀλλὰ συντόνως καὶ κατεσπευσμένως. Οἷος ἦν Παῦλος· ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλλετο πρὸς τὸ κήρυγμα·
ὅς γε οὐδὲ προσανέθετο σαρκὶ καὶ αἵματι, ἀλλ’ εὐθὺς, ὥσπερ τις δρομεὺς, ὁμοῦ τε ἔλαβε τὸ τοῦ δρόμου σύνθημα, καὶ πρὸς τὸ τέλος ἐπείγετο, κατὰ σκοπὸν διώκων, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Χώρα Ζαβουλών. Πρὸς τοὺς αὐτοὺς ἀποτείνεται ὁ Προφήτης, πρὸς οὓς ἐπεχωρίαζεν ὁ Κύριος, οἵτινες πρότερον ἐν τῷ σκότει τῆς ἀγνοίας πορευόμενοι, ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἶδον φῶς μέγα. Καὶ μηδεὶς οἰέσθω διαφωνίαν ἔχειν πρὸς τὸ προφητικὸν ῥητὸν τὰ παρὰ τοῦ Ματθαίου, εἴπερ ὁ μὲν εἶπεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ὁ δὲ Ἡσαί̈ας φαίνεται εἰρηκώς· Ὁ πορευόμενος ἐν σκότει. Ἴσον γὰρ δύναται καὶ τὸ ἐν σκότει πορεύεσθαι, καὶ τὸ καθέζεσθαι, διότι τοῦ ἀποκειμένου τέλους ὁμοίως ἀμφότεροι ἀπολείπονται· ὁ μὲν μὴ κινούμενος, ὁ δὲ εἰκῆ περιερχόμενος. Καὶ γὰρ ὁ ἄνευ σκοποῦ βαδίζων, οὐδαμοῦ προχωρεῖ, καὶ ὁ ἐν ἀργίᾳ πεπεδημένος οὐκ ἐφικνεῖται τοῦ τέλους. Οὗτος τοίνυν ὁ λαὸς, ὁ ἐν τῇ ἐθνικῇ ἀγνοίᾳ ἐσκοτωμένος, εἶδε φῶς, οὐχ οἷον τὸ ἀπὸ πυρὸς, οὐδὲ οἷον τὸ ἀπὸ ἀστέρων ἢ σελήνης, οὐδὲ οἷον τὸ ἡλιακὸν ἢ ἀστραπαῖον·
PG 30:509ἀλλὰ φῶς μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ αἰσθητοῖς, ὃ καὶ Πατρὶ σύνεστι, καὶ ἀνθρώπους φωτίζει, καὶ Ἀγγέλους φαιδρύνει, καὶ πᾶσιν ἐπαρκεῖ, καὶ ἔτι ἑαυτοῦ τὰς αὐγὰς ἔχει ὑπερτεινομένας πρὸς τὸ πλεῖον. Ὁ δὲ λαὸς ὁ τῶν ἐθνῶν ᾤκει ἐν χώρᾳ ποδαπῇ; Σκιαζομένῃ ὑπὸ τοῦ θανάτου. Οἱονεὶ γὰρ νεφέλη βαθεῖα ἐπέκειτο αὐτοῖς, διὰ τῆς εἰδωλολατρείας, ἕως ἐλθὸν τὸ φῶς διέκοψε μὲν τὴν ἀχλὺν, ἐφήπλωσε δὲ αὐτοῖς τῆς ἀληθείας τὸ φέγγος. Εἶτα πρὸς αὐτὸ τὸ τοῦ Κυρίου πρόσωπον μεταβαίνει ὁ λόγος. Τί λέγων; Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Οὐ γὰρ πάντες ἐδέξαντο τὸν λόγον, ἀλλ’ οἱ πλεῖστοι ἠκολούθησαν τῷ καλοῦντι εἰς εὐφροσύνην αἰώνιον, οἵτινες καὶ εὐφρανθήσονται ἐνώπιον τοῦ Θεοῦ, Ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ. Ὃ γὰρ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. Ἐν οὖν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως οἱ τὸν λόγον δεξάμενοι καὶ καρποφορήσαντες κατὰ ἀναλογίαν τῶν ἐνταῦθα αὐτοῖς προκαταβεβλημένων, κομιζόμενοι παρὰ τοῦ δικαίου Κριτοῦ τὰς ἀντιμισθίας, εὐφρανθήσονται Ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.
Οἱ μὲν εὐφραινόμενοι ἐν ἀμήτῳ, ἐκ τῶν ἰδίων πόνων τὰς ἀρχὰς τῆς εὐφροσύνης ἔχουσιν· οἱ δὲ ἀπὸ σκύλων πλουτοῦντες, ἀθρόαν ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμήν. Διὰ τοῦτο ἀμφότερα εἶπεν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος ὑπὸ τοῦ Μεγαλοδώρου δίδοσθαι μέλλοντα. Ἀφῄρηται γὰρ ὁ ζυγὸς ὁ ἐπὶ τῶν ἐθνῶν κείμενος, ἀπεσείσαντο τὸν βαρὺν ζυγὸν τοῦ τῇ δουλείᾳ τῆς ἁμαρτίας αὐτοὺς ὑποζεύξαντος, καὶ ῥάβδῳ τὸν τράχηλον αὐτῶν κατακάμποντος, ἵνα τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς καταβαλόντες, μὴ ὑποκύψωσι τῇ δουλείᾳ τῆς ἁμαρτίας. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Δεινὸς ἀπαιτητὴς ἐφέστηκε τῇ ἀνθρωπίνῃ ζωῇ, ῥαβδίζων καὶ ἀπαιτῶν τὰ ἑαυτοῦ θελήματα, ὁ κοινὸς ἡμῶν ἐχθρός. Βούλει μαθεῖν τῆς ῥάβδου ταύτης τὰς πληγάς; Ἄκουε τοῦ λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Δυσώδεις μώλωπας ἐμποιεῖ τῷ πληγέντι ἡ πονηρὰ ῥάβδος. Ἐννόησόν μοί τινα συνεχόμενον ἐν ἐπιθυμίαις ποικίλαις καὶ σφοδρῶς ἐγκείμενον τῇ ἀπολαύσει τῶν ἡδονῶν· πῶς ῥαβδιζομένῳ ἔοικε καὶ ἀπαγομένῳ πρὸς τὴν ἁμαρτίαν.
Οὐκ ἀνίησιν ἡ ἐπιθυμία κέντρα καὶ ὀδύνας ἐμποιοῦσα τῷ ἀκολάστῳ, ἕως ἂν τὸν ἐκ τῆς ἁμαρτίας μώλωπα τῇ ψυχῇ ἐμποιήσῃ, δυσωδίαν ἐναφιέντα ἐν τῇ τῶν αἰσχρῶν ἀναμνήσει. Ταύτην τοίνυν τὴν ῥάβδον διασκεδάσει, ὡς διεσκέδασε τὴν ἀρχὴν καὶ τὴν δυναςτείαν τῶν Μαδιηναίων· ὧν (οἶμαι) τῆς ἱστορίας μέμνησθε, ἢ τῆς κατὰ τοὺς Ἀριθμοὺς, ἢ τῆς ἐν τοῖς Κριταῖς. Ἐν μὲν γὰρ τοῖς Ἀριθμοῖς φησι· Παρετάξαντο ἐπὶ Μαδιὰμ, καθ’ ἃ ἐνετείλατο Κύριος τῷ Μωϋσεῖ· καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιὰμ ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν. Ἐν δὲ τοῖς Κριταῖς· Ὁ Γεδεὼν ἀπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν· Ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χερσὶν ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. Τί δέ ἐστι τὸ Πᾶσαν στολὴν συνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσειν; Οἶμαι λέγεσθαι, ὅτι οἱ τὸν βαρὺν ἐπιτιθέντες τῆς ἁμαρτίας ζυγὸν καὶ ῥάβδῳ συντρίβοντες, συναναγκάζουσι πρὸς ἁμαρτίαν, οὗτοι τὴν μετὰ δόλου ἐπισυνηγμένην στολὴν καὶ τὸ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Οἱ λωποδυτήσαντες τοὺς ἀνθρώπους καὶ δόλῳ αὐτοὺς γυμνοὺς τῶν σκεπασμάτων ἀποδείξαντες, μετὰ καταλλαγῆς ἀποτίσουσιν.
PG 30:511Ὅταν γὰρ λάβῃ ἡμᾶς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν ὁ κοινὸς ἐχθρὸς, ἀφαιρεῖ ἡμῶν τὰ ἱμάτια, τὰ τοῖς ἀσχήμοσιν ἡμῶν εὐσχημοσύνην περιτιθέντα. Ἱμάτιον δὲ Χριστιανῶν, σκέπον τὸ ἄσχημον ἡμῶν τῆς ἁμαρτίας, ἡ εἰς Χριστὸν πίστις· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἦν δὲ καὶ πρὸ τῆς εἰς Χριστὸν πίστεως γυμνῶν τὴν ἀνθρωπείαν ἀσχημοσύνην ὁ ἐχθρὸς ἡμῶν τὰς ἐννοίας ἡμῶν, αἷς ἡ ζωὴ ἡμῶν κατεκοσμεῖτο, περιαιρῶν, καὶ τὴν γύμνωσιν ἡμῶν δημοσιεύων. Ἐπεὶ οὖν δολεραῖς ἐπινοίαις ἀπημφίασε, πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ πᾶν ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσει. Οὐ γὰρ μόνον ἀπολαμβάνομεν, ἃ ἀφῃρήμεθα, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν ἐπιγνώσεως βελτιούμεθα. Ἐνέδυσε γάρ με (φησὶν) ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης. Πᾶσαν οὖν στολὴν ἐπισυνηγμένην δόλῳ, τουτέστι λαθραίως ὑφαιρεθεῖσαν, μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν. Αἱ πονηραὶ δυνάμεις μετὰ τὴν τοῦ Κυρίου ἐπιδημίαν ἔκραζον· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Τότε αἱροῦνται γενέσθαι πυρίκαυστοι μᾶλλον, ἢ ὑπὸ τῆς ἐν σαρκὶ Χριστοῦ ἐπιφανείας κατακρίνεσθαι. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ ὤμου αὐτοῦ. Καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Πόσα ἤδη ὀνόματα ἐδιδάχθημεν τοῦ Κυρίου, ἀνώτερον ἠκούομεν. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐνταῦθα καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Οὗτος, ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων γνωρίσας, τὴν ἑτέραις γενεαῖς μὴ φανερωθεῖσαν. Οὗτος, ὁ ἀναγγείλας καὶ φανερώσας τὸν ἀνεξιχνίαστον ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα, αὐτοῦ γὰρ τούτου, οὗ ἡ ἀρχή ἐστιν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν, ἡ βασιλεία καὶ ἡ δύναμις ἐν τῷ σταυρῷ. Ἐπὶ τοῦ σταυροῦ γὰρ ὑψωθεὶς, πάντας εἴλκυσε πρὸς Ἑαυτόν. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ἐκ τούτου παρίσταται, ὅτι ἐκ τοῦ Πατρικοῦ Προσώπου ἐστὶ τὰ λεγόμενα.
PG 30:513Διὰ τὸ εἰρηνοποιῆσαι αὐτὸν διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴρηται τὸ Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Οἶμαι τὸ τῆς ἀναστάσεως δείκνυσθαι διὰ τούτου μυστήριον. Ἐπειδὴ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ· διὰ τοῦτο ὑγεία ἄγεσθαι αὐτῷ λέγεται, ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφε. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Εἰρήνην (φησὶ) δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Διὰ τοῦτο οὐκ ἔστιν ὅριον τῆς εἰρήνης αὐτοῦ, ἐπειδὴ ὑπερκόςμιόν ἐστι τὸ δῶρον· εἰ γὰρ ἐκ τοῦ κόσμου ἦν, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Νῦν δὲ ὁ δεξάμενος αὐτοῦ τὴν εἰρήνην καὶ φυλάξας εἰς τὸν αἰῶνα χρόνον, τοῖς ἐκ τῆς εἰρήνης καλοῖς συμβιώσεται. Ἡ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιωρίζετο· ἡ δὲ παρὰ τοῦ Κυρίου εἰρήνῃ τῷ αἰῶνι παντὶ συμπαρεκτείνεται, ἀπεριόριστος οὖσα καὶ ἀτερμάτιστος. Πάντα γὰρ ὑποταγήσεται αὐτῷ, καὶ πάντα ἐπιγνώσεται τὴν αὐτοῦ δεσποτείαν·
καὶ ἐπειδὰν γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, καθησυχασθέντων τῶν θορυβούντων ταῖς ἀποστασίαις, ἐν εἰρηνικῇ συμφωνίᾳ τὸν Θεὸν ὑμνήσουσιν. Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. Διὰ τὸ εἰρῆσθαι, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, πάντες σχεδὸν ὁμοφώνως ἐκ σπέρματος Δαβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν Κύριον, καταγγέλλουσιν. Ἐπὶ οὖν τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ καθήσεται, ὥστε κατορθῶσαι αὐτὴν, καὶ ἀντέχεσθαι αὐτῆς ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Τὰ κρίματά σου (φησὶν) ἄβυσσος πολλή· καὶ Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Οὔτε οὖν τὰ κρίματα καταληπτὰ, οὔτε ἡ δικαιοσύνη κατ’ ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ποιήσει ὁ ζῆλος Κυρίου Σαβαώθ. Ζηλώσας ἡμᾶς, τοὺς ἀπολλυμένους τῇ ἀγνοίᾳ, δέξεται, ὑπὲρ τοῦ περιποιήσασθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν, τὴν ἐν ἀνθρώποις οἰκονομίαν. Ὁ οὖν ζῆλος Κυρίου Σαβαὼθ, τοῦ Θεοῦ τῶν στρατιῶν, ᾧ πᾶσα δύναμις ὑποτέτακται, οὗτος ταῦτα ποιήσει. Λόγον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.
PG 30:515Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶ̈μ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Ἐν τῇ προσηγορίᾳ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ δύο πραγμάτων ἔννοιαν ὑποβάλλειν ἡμῖν ὁ λόγος ἔοικε· τήν τε εἰσαγωγὴν τῶν ἀτελεστέρων, καὶ τὴν ἐπὶ τὸ ἀκρότατον τῆς ἀρετῆς τελείωσιν. Τοῦτον δὲ ἡμῖν ὑποβάλλει τὸν νοῦν ὁ τρόπος τῆς μετωνομασίας τοῦ πατριάρχου· ἐπὶ μὲν γὰρ τῇ γενέσει, διὰ τὸ ἐπειλῆφθαι τῆς πτέρνης τοῦ ἀδελφοῦ, Ἰακὼβ εἴρηται· μετὰ δὲ τὴν πάλην, ἀντὶ ἄθλου δίδοται αὐτῷ ἡ προσηγορία ὡς νενικηκότι· Οὐ γὰρ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Ἀπεστάλη τοίνυν Λόγος πρὸς Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ. Διὰ μὲν γὰρ ἐλεημοσύνην τοῖς ἀσθενεστέροις πρώτοις συγκαταβαίνει ὁ Λόγος· οἱ δὲ διορατικώτεροι, αἰσθανόμενοι τῆς ἀπ’ αὐτοῦ ὠφελείας, οἱονεὶ διαρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη, νωθρότητα προλαμβάνοντες. Λόγον οὖν ἀπέστειλε Κύριος ἐπὶ Ἰακώβ. Οἶδας τὸν Λόγον, τὸν ἐν ἀρχῇ ὄντα, τὸν πρὸς τὸν Θεὸν ὄντα;
Τοῦτον ἀπέστειλεν ὁ Πατὴρ ἐπὶ Ἰακώβ. Ἐγνώρισε δὲ αὐτὸν ὁ ἀληθινὸς Ἰσραὴλ, αἱ ψυχαὶ αἱ διορατικώτεραι. Καὶ ἐπέγνω πᾶς ὁ λαὸς Ἐφραὶ̈μ, οἱ πρότερον καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ. Οὗτός ἐστιν Ἐφραὶ̈μ, ἐξ οὗ βλαστήσας ὁ ἀποστάτης Ἱεροβοὰμ, τὰς δέκα φυλὰς ἑαυτῷ συναπέσχισε καὶ χρυσᾶς δαμάλεις ἀναπλάσας, ἀναχωρῆσαι τὸν λαὸν ἔπεισε τῆς λατρείας τοῦ Θεοῦ καὶ λατρεύειν εἰδώλοις Αἰγυπτίων. Οἱ οὖν καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, οὗτοι τῆς ἀληθείας ἐν συναισθήσει γενόμενοι, ἐδέξαντο τὸν λόγον, καθὼς καὶ αἱ Πράξεις διηγοῦνται, ὅτι ἤκουσαν οἱ Ἀπόστολοι, ὅτι ἡ Σαμάρεια δέδεκται τὸν λόγον. Εἶτα διαγράφει αὐτῶν ὁ Προφήτης τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ὅση ἦν· καταφρονοῦντες γὰρ τῆς μερίδος τοῦ Δαβὶδ, ὡς εὐκαθαίρετον ἐχούσης τὴν βασιλείαν, ἔλεγον ἐπὶ χλεύει τὸ Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λίθους. Πλίνθους μὲν ὠνόμαζον τὴν οἰκοδομὴν τῆς βασιλείας τῶν υἱῶν Ἰεσσαί· λίθων δὲ στεῤῥότητα συνηρμοσμένων ἀλλήλοις, τὴν ἑαυτῶν δύναμιν, καὶ τὴν πρὸς τὰ τοῦ βίου πράγματα σύμπνοιαν προσηγόρευον.
PG 30:517Καὶ κόψωμεν (φησὶ) συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον, ἀντὶ τοῦ ναοῦ, ὃν κατεσκεύασε τῷ Ἰούδᾳ ὁ Σολομῶν. Ὅμοια διενοοῦντο τοῖς δι’ ὑψηλῆς πύργου κατασκευῆς, ἐπιχειροῦσιν ἑαυτοῖς βάσιμον ποιῆσαι τὸν οὐρανόν. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Δεῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί· καὶ πάλιν· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Ἡ δὲ συκάμινος δένδρον ἐστὶ πολυφορώτατον καρπῶν, οὐδεμίαν ποιότητα ἐχόντων, εἰ μή τις ἐξ ἐπιμελείας ἀμύξας, ὀπόν τινα αὐτοῖς ἐπισπάσαιτο, ἡδονὴν ἐμποιοῦντα τῇ γεύσει. Ὅθεν ἡγούμεθα σύμβολον εἶναι τῆς ἐθνικῆς συναγωγῆς, πληθυνούσης μὲν, οἱονεὶ δὲ μεμωραμμένης, διὰ τὴν ἐν τοῖς ἐθνικοῖς ἐπιτηδεύμασι συνήθειαν, ἣν ἐὰν καταμύξαι τις διὰ τοῦ Λόγου δυνηθῇ, γλυκανθεῖσα τῇ μεταβολῇ, εἰς εὐχρηστίαν μεταβάλλεται. Καὶ αἱ κέδροι λαμβάνονται μέν ποτε καὶ εἰς εἰκόνα ψυχῶν μεγάλων καὶ ἀξιόλογον ἐχουσῶν δίαρμα, ἐκ τοῦ διανεστηκέναι τῷ φρονήματι καὶ τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς· καθὼς ἐδιδάχθημεν ἐν ψαλμοῖς, νῦν μὲν εἰς τὸν αἶνον τοῦ Θεοῦ παραλαμβάνοντος αὐτὰς τοῦ Δαβὶδ, καὶ λέγοντος·
Ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· πάλιν δέ· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν. Ἤδη δὲ καὶ τὰ σκληρὰ καὶ δύσκαμπτα ἤθη, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, κέδρους ἔγνωμεν λεγόμενα· Διὰ τοῦτο Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ οἱ ἐπαιρόμενοι ἐπὶ τῇ ψευδωνύμῳ γνώσει καὶ φαντασιούμενοι ὡς τὰ μυστήρια τοῦ ὑπεράνω Θεοῦ κατειληφότες, κέδροι λέγονται· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· ὧν ἡ ἐξολόθρευσις ταχεῖα· Παρῆλθον γὰρ καὶ ἰδοὺ οὐκ ἦν. Ταύτας οὖν τὰς κέδρους παρελάμβανον εἰς τὴν τοῦ πύργου κατασκευὴν οἱ, πρὸ τῆς ἐπιδημίας τοῦ Λόγου, καθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει, καὶ χλευάζοντες τὴν κατὰ τὸν Ἰούδαν θεοσέβειαν καὶ πλίνθους πεπτωκυίας λέγοντες τὰ ἐν δόγμασιν ἐκείνων οἰκοδομήματα. Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ’ αὐτὸν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει, Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι.
PG 30:519Ῥάξειν οὖν αὐτοὺς ἐπαγγέλλεται καὶ καταβαλεῖν πάντας τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ διασκεδάσειν αὐτῶν τὴν κατὰ τῆς ἀληθείας ἀσεβῆ συμφωνίαν. Εἰσὶ δὲ οἱ ἐχθροὶ Σύροι καὶ Ἕλληνες· οἱ μὲν τὰ πρὸς ἀνατολὰς τοῦ ἡλίου κατέχοντες, οἱ δὲ τὰ πρὸς ταῖς δυσμαῖς. Διὰ τοῦτο δὲ διασκεδασθήσονται, ἐπειδὴ κατήσθιον ὅλῳ τῷ στόματι τὸν Ἰσραήλ. Στόμα δὲ λέγει νῦν τὴν σοφιστικὴν τοῦ λόγου δύναμιν, ᾗ πάσῃ κατεκέχρηντο εἰς τὴν ἐπιβουλὴν τῶν ἐν ἁπλότητι πεπιστευκότων τῷ Θεῷ. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη· καὶ τὸν Κύριον τῶν δυνάμεων οὐκ ἐζήτησαν. Ἐπὶ τούτοις πᾶσι, διὰ τὸ μήπω κατανυγῆναι μαστιζομένους τοὺς ἐχθροὺς τοῦ Θεοῦ, οὔπω ὁ θυμὸς ἀπεστράφη, ἀλλ’ ἔτι ἡ χεὶρ ἡ κολαστικὴ δύναμις ἐπηρμένη ἐστὶν ἐπὶ τῶν μὴ μετανοούντων ἐπὶ τῇ κακίᾳ καὶ πονηρίᾳ ᾗ ἔπραξαν. Ἐπειδὴ οὖν ὁ λαὸς οὗτος οὐ διὰ λόγου, ἀλλὰ διὰ πληγῆς θεραπεύεται, γέγραπται· Καὶ πᾶς ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. Διόπερ ἀναγκαῖαι τοῖς τοιοῖσδε αἱ πληγαί. Μηδεὶς οὖν πολυπραγμονείτω τὰς αἰτίας τῶν σκυθρωποτέρων·
διὰ τί αὐχμοὶ, διὰ τί ἐπομβρίαι, διὰ τί σκηπτοὶ, διὰ τί χάλαζαι. Δι’ ἡμᾶς, τοὺς τὴν ἀμετανόητον καρδίαν ἔχοντας καὶ μὴ πρότερον ἐπιστρέφοντας, ἐὰν μὴ πληγῶμεν. Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ. Μετὰ τὸ φθάσαι ἐπ’ αὐτοὺς τὸν Λόγον τὸν ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει, καὶ περιαιρεθήσεσθαι μὲν ἄρχοντας καὶ τοὺς ἑπομένους, τούς τε ἐν δυναστείᾳ μέγα φυσῶντας καὶ τοὺς ὑποβεβηκότας. Ἀτιμασθήσεται πρεσβυτέρων προεδρία, καὶ τῶν κατὰ προσωποληψίαν κρινόντων. Οἱ δὲ μηδεμίαν τάξιν ἔχοντες ἐν τῷ λαῷ, αὐτοχειροτόνητοι δὲ καὶ προφητικὸν ἑαυτοῖς ἐπιψευδόμενοι χάρισμα (ὃ μὴ ἔλαβον παρὰ τοῦ Πνεύματος) καὶ διδάσκοντες τὰ ἄνομα, οἷος ἦν ἐπὶ Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου οἱ ψευδοπροφῆται, ἐν οἷς ἐγένετο πνεῦμα ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχαὰμ, προτρεπόμενον ἐπὶ τὸν κατὰ τῶν Σύρων πόλεμον· ἀφαιρεθήσονται καὶ οὗτοι, οἱονεὶ τὴν οὐραγίαν τοῦ λαοῦ κατέχοντες. Ἀλλὰ καὶ μακαρίζοντες τὸν λαὸν τοῦτον, καὶ πλανῶντες αὐτὸν καὶ διὰ τῆς ἀπάτης ἐκκαρπούμενοι.
Διὰ τοῦτο οὔτε ἐπὶ τοῖς νεανίσκοις καὶ ἀκμάζουσιν ἐν αὐτοῖς εὐφρανθήσεται ὁ Κύριος. Οὔτε εἴ τις ὀρφανὸς ἐν τῷ τοιούτῳ λαῷ, οὔτε εἴ τις χήρα ἐλεηθήσεται. Τὸ μὲν γὰρ ἀσθενὲς καὶ ἀβοήθητον, ἐλέους ἄξιον· τὸ δὲ δυνατὸν ἐν κακίᾳ καὶ πονηρίᾳ, ἀποστροφῆς καὶ μίσους. Εἶτα ἐπάγει, ὅτι οὐδέπω ὁ θυμὸς αὐτοῦ ἀποστρέφεται, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ ἐπίκειται, διὰ τοὺς πλανῶντας ἐν τῷ λαῷ καὶ πλανωμένους, παρ’ οἷς πάντες ἄνομοι καὶ πονηροὶ καὶ ἄδικα λαλοῦντες. Ἔχει δέ τινα ἡ ἀπειλὴ εὐεργεσίας ἔμφασιν, ὅτι Καυθήσεται ἡ ἀνομία, ὡς πῦρ. Τὴν γὰρ παρασκευασθεῖσαν ὕλην ἐκ τῆς ἀνομίας ἀφανισμῷ παραδοθῆναι ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων παρὰ τοῦ ἀγαθοῦ Δεσπότου ᾠκονόμηται. Καὶ ὡς ἄγρωστις (φησὶ) ξηρὰ βρωθήσεται ὑπὸ πυρὸς, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἕως μὲν ἐγκέχωσται τοῖς γηί̈νοις πάθεσιν ἡ ψυχὴ, ὡς ἄγρωστις τὰ πάθη αὐτῆς, ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐκφυόμενα, διέρπει, δι’ ἀλλήλων τὴν γένεσιν ἔχοντα, καὶ ἄλλα ἐπ’ ἄλλοις γεννώμενα.
PG 30:521Ὡς γὰρ ἡ ἄγρωστις πολυγονώτατόν ἐστιν ἐν βοτάναις καὶ οὐδαμοῦ καταλήγει αὐτῆς ἡ γέννησις, ἀλλ’ ἀεὶ τὸ πέρας τῆς πρώτης γενέσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται, τοιαύτη καὶ ἡ τῶν ἁμαρτημάτων ἐστὶ φύσις· αὐτὴ ἑαυτὴν διαδέχεται. Καὶ γεννᾷ μὲν ἡ πορνεία πορνείαν· ἡ δὲ ἐν τῷ ψεύδει συνήθεια ψεύδους γίνεται μήτηρ, καὶ ὁ ἐν κλοπαῖς μελετήσας, κατατολμᾷ ῥᾳδίως τοῦ ἀδικήματος. Ἡ γὰρ προλαβοῦσα ἁμαρτία ἀφορμὴ ἁμαρτίας γίνεται. Ἐὰν οὖν γυμνώσωμεν τὴν ἁμαρτίαν διὰ τῆς ἐξομολογήσεως, ἐποιήσαμεν αὐτὴν ξηρὰν ἄγρωστιν, ἀξίαν τοῦ ὑπὸ τοῦ καθαρτικοῦ πυρὸς καταβρωθῆναι. Αὕτη δὲ καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Τήρησον ὅσα περὶ δρυμῶν εἴρηται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Ἀλλὰ καὶ Ἀβεσσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Ἐὰν οὖν μὴ γένηται ὡς ἄγρωστις ξηρὰ, ἡ ἁμαρτία ἡμῶν, οὐ βρωθήσεται ὑπὸ πυρὸς, οὔτε κατακαυθήσεται. Καὶ τὰ Δάση τοῦ δρυμοῦ τοὺς ὑπούλους λέγει καὶ συνεςκιασμένους τῇ διανοίᾳ, τοὺς ἐν τῷ κρυπτῷ τῆς καρδίας ἑαυτῶν πολλὰ τῶν κακῶν συντηροῦντας. Εἶτα ἐπάγει, ὅτι Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη.
Δείκνυσιν ὅτι τὰ γήϊνα τῷ πυρὶ τῷ κολαστικῷ παραδίδοται, ἐπὶ εὐεργεσίᾳ τῆς ψυχῆς, καθ’ ἃ καὶ ὁ Κύριος ὑποφαίνει, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον ἰδεῖν εἰ ἤδη ἀνήφθη. Καὶ ἔσται ὁ λαὸς, ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος. Οὐκ ἀφανισμὸν ἀπειλεῖ, ἀλλὰ τὴν κάθαρσιν ὑποφαίνει, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Εἶτα τὴν κακίαν τὴν ἐν τῷ λαῷ καὶ τὴν στάσιν τὴν ἐν αὐτοῖς ἀκατάπαυστον ἤδη, καὶ παντελῶς εἰς τὸ ἀνίατον προχωρήσασαν διαγράφει. Ἄνθρωπος γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ (φησὶν) οὐκ ἐλεήσει ἕκαστος, ἀλλὰ προσιόντα ἐπὶ τὸ τινὸς τυχεῖν ἀντιλήψεως, ἐκκλινεῖ εἰς τὰ δεξιὰ, τουτέστιν ἀδέξιος γίνεται, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ· ὁ γὰρ μὴ ἐργαζόμενος δεξιὰ καὶ ἀποδοχῆς ἄξια, οὗτος ἐμπλησθήσεται ἐκ τῶν σκαιοτέρων καὶ ἀπηγορευμένων. Τί οὖν ἐστι τὸ Φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ, ἑρμηνεύει. Καὶ οὐ μὴ ἐμπλησθῇ (φησὶν) ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.
PG 30:523Θηριώδη τινὰ κατάστασιν τῆς ψυχῆς ὑποφαίνει, ἀλληλοφαγίαν τῶν ἀδελφῶν διηγούμενος, ὠμῶς ἐπιβαινόντων ἀλλήλοις. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραί̈μ, καὶ Ἐφραὶ̈μ τοῦ Μανασσῇ. Ἐξαγριοῖ γὰρ αὐτοὺς ἡ κακία καὶ θηρίοις ὠμοβόροις ποιεῖ παρεικάζεσθαι, οὐκ ἐμπιπλαμένους τοῦ ἐσθίειν ἀπὸ τῶν σαρκῶν τοῦ βραχίονος τοῦ ἑτέρου, ὧν τὸ τέλος ἐστὶ παντελὴς ἀπώλεια, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε. Οὕτω δὲ πρὸς ἀλλήλους ἐχθρῶς διακείμενοι, ὅμως ἐν τῇ κατὰ τοῦ πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσι τὸν Ἰούδαν (φησὶ) τουτέστι τοὺς ἐξομολογουμένους τῷ Θεῷ καὶ παραμένοντας αὐτοῦ τῇ λατρείᾳ. Ἰούδας γὰρ ἡ ἐξομολόγησις ἑρμηνεύεται. Πλὴν ἡ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ πρὸς τὴν ἀρετὴν μάχῃ ἐπιδείκνυταί τινα συμφωνίαν· οἷον θρασύτης καὶ δειλία ἀλλήλαις ἀντίκεινται, ἡ μὲν ὑπερβολὴ τυγχάνουσα, ἡ δὲ ἔλλειψις· ἀλλὰ τῇ ἀνδρείᾳ, ἐν μέσῳ κειμένῃ, ὁμοίως μάχονται, οἱονεὶ πολιορκοῦσαι αὐτὴν ἑκατέρωθεν. Διὰ τοῦτο Ἐφραὶ̈μ καὶ Μανασσῆς ἐσθίειν μὲν ἀλλήλων τὰς σάρκας λέγονται, πολιορκεῖν δὲ ὁμοῦ γενόμενοι τὸν Ἰούδαν.

Chapter 10ΚΕΦΑΛΑΙΟΝ ι

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 30:525ΚΕΦΑΛΑΙΟΝ ι Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ, πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Εἰσί τινες, οἱ κατακολουθεῖν τοῖς πατράσι καὶ τοῖς παρ’ αὐτῶν παραδεδομένοις δόγμασιν ἀπαξιοῦντες, αὐτοὶ κατάρχειν αἱρέσεων ἐπιθυμοῦσι. Διὸ καινοτομίας τινὰς παρεπινοοῦσι τῷ ὀρθῷ λόγῳ, γράφοντες πονηρίαν καὶ ἀσέβειαν· εἰς οὓς φθάνει τὸ οὐαὶ, εἰς τοὺς πατέρας τῆς ψευδωνύμου γνώσεως, καὶ συγγραφέας τῶν ἀθέων δογμάτων. Οἱ γὰρ τοιοῦτοι τοὺς πτωχεύοντας τῇ πίστει συναρπάζουσι καὶ καταδυναστεύουσι ψυχὰς χηρευούσας τοῦ ἀληθινοῦ νυμφίου, τοῦ Θεοῦ Λόγου.
Ἀλλὰ κἄν τινα ἴδωσιν ἀπορφανισθέντα Θεοῦ διὰ τὴν ἁμαρτίαν, καὶ τοῦτον ὥσπερ λάφυρον ἑαυτῶν ποιοῦνται, κατεπαγγελλόμενοι μὲν αὐτοῖς πᾶσαν ἄδειαν, καὶ τὸν ἐν ἡδονῇ προτείνοντες βίον, εἰ μόνον λάβοιεν αὐτοὺς συντεθειμένους τοῖς δόγμασι τῆς ἀθεότητος. Ὁποία ἡ νῦν παραβλαστήσασα τῶν Ἀνομοίων αἵρεσις, καὶ πόρνοις καὶ μοιχοῖς καὶ ἀρσενοκοίταις καὶ ἀνδραποδισταῖς καὶ ἐπιόρκοις καὶ ψεύσταις συγχώρησιν ἁμαρτημάτων ὑπιςχνούμενοι, ἐὰν μόνον αὐτοὺς λάβωσι τῇ κατὰ τοῦ Μονογενοῦς βλασφημίᾳ συνερχομένους. Πρὸς οὕς φησιν ὁ λόγος· Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν λέγει τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν, ἐν ᾗ ἐπιδημήσει τῷ κόσμῳ, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καθ’ ἣν ἀπολήψονται τὴν θλίψιν πόῤῥωθεν ἐπ’ αὐτοὺς ἐρχομένην, ὡς γράφοντες πονηρίαν. Πρὸς τίνα δὲ καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Κατὰ γὰρ Θεοῦ ἐγράψατε, τοῦ κρίνοντος ζῶντας καὶ νεκρούς. Κατηγορία ὑμῶν ἔσται τὰ ὑμέτερα γράμματα. Εἶτά φησι· Ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν;
Οἱ φανητιῶντες καὶ τῆς ἀνθρωπίνης τιμῆς ἀντεχόμενοι καὶ αἱρεσιαρχεῖν ἐπιθυμήσαντες, ἵνα ὀνόματος τύχητε, καὶ διὰ τοῦτο λαλήσαντες ἀδικίαν εἰς τὸ ὕψος, ποῦ τότε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως καταλείψετε τὴν δόξαν ὑμῶν; Ὑποκάτω δὲ (φησὶν) οἱ τοιοῦτοι τῶν ἀνῃρημένων πεσοῦνται. Νῦν προςτάτης εἶ τῶν ἐξηπατημένων καὶ θαυμάζῃ παρ’ αὐτῶν, ὄνομα διδασκάλου καὶ καθηγητοῦ περιφέρων, σεμνυνόμενος παρ’ αὐτῶν καὶ μακαριζόμενος· τότε δὲ τούτων αὐτῶν ἀτιμότερος ἔσῃ, τῶν ὑπὸ σοῦ πεφονευμένων. Φόνος γάρ ἐστι ψυχῆς, ψευδοδοξίας παραδοχή. Ὑποκάτω οὖν τούτων ἔσῃ πεπτωκὼς, καὶ τὸ τῶν ἀνῃρημένων ὑπὸ σοῦ βάρος ἐπικείσεταί σοι. Ἐπειδὴ δὲ ἕκαστος ἡμῶν διὰ τοῦ βίου οἱονεὶ χειρόγραφα ἡμῶν γράφομεν, τῷ μνημονικῷ ἡμῶν τοὺς τύπους τῶν πραγμάτων ἐναποσφραγιζόμενοι, τάχα καὶ τοὺς τοιούτους ταλανίζει ὁ λόγος, ὡς γράφοντας πονηρίαν. Ἡ μὲν γὰρ καρδία τῶν δικαίων καταγέγραπται οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἡ δὲ τῶν ἀδίκων καρδία οὐ Πνεύματι Θεοῦ ζῶντος, ἀλλὰ μέλανι τῷ συγγενεῖ τοῦ σκότους καὶ ἐχθρῷ τοῦ φωτός.
PG 30:527Ὥστε ἕκαστος ἢ ὑπὲρ ἑαυτοῦ συγγράφει, τὰ ἀγαθὰ πράσσων, ἢ καθ’ ἑαυτοῦ ποιῶν χειρόγραφα κατατίθεται πονηρά. Ἔστιν οὖν τι χειρόγραφον καθ’ ἡμῶν, χειρογραφούμενον ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὅταν πράξωμεν τὰ χείρονα· καὶ ἔστι τι ὑπὲρ ἡμῶν χειρόγραφον, ὅταν πράσσωμεν τὰ βελτίονα. Ἤδη δέ τινες καὶ τὰ ἐν συμβολαίοις γράμματα ῥᾳδιουργοῦντες καὶ παραποιοῦντες χαρακτῆρας γραμμάτων ἐν κτήσεσιν ἀγρῶν καὶ διαθήκαις καὶ ὑποθήκαις, καὶ συναλλάγμασι ποικίλοις, ὅσα διὰ τῆς τῶν γραμμάτων ἀποδείξεως τὴν σύςτασιν ἔχει, γράφοντες· καὶ οἱ τοιοῦτοι πονηρίαν γράφουσι, διαστρέφοντες τὸ δίκαιον κρίμα ἐπὶ τῶν πτωχῶν καὶ διαρπάζοντες τὰ τῶν πενήτων τοῦ λαοῦ, ὥστε εἶναι αὐτοῖς χήραν εἰς κατάβρωμα, καὶ ὀρφανὸν εἰς κέρδος. Οἷα τὰ ἐν ταῖς τῶν πολέμων προνομαῖς τοῖς κρατοῦσι προσγίνεται, οὓς ὑπομιμνήσκει ὁ λόγος, ὅτι Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Τὴν τῆς κρίσεως ἡμέραν καὶ τῆς κατ’ ἀξίαν τῶν ἑκάστῳ πεπλημμελημένων ἀνταποδόσεως, ἐπισκοπῆς εἶπεν ἡμέραν, ἣν τούτοις ἀπειλεῖ, ὅτι Ἡ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Νοήσωμεν δὲ τί λέγει, Πόῤῥωθεν, οὕτως. Ἡ σωτηρία ἡμῶν οὐ πόῤῥωθεν, ἀλλ’ ἐγγὺς ἡμῶν ἐστι·
Θεὸς γὰρ (φησὶν) Ἐγγίζων ἐγώ εἰμι· καὶ Ἐγγιῶ αὐτοῖς μᾶλλον ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν· καὶ πάλιν. Ἡ ἐντολὴ αὕτη (φησὶν) ἣν ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακράν ἐστιν ἀπὸ σοῦ. Οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καὶ λήψεται αὐτὴν ἡμῖν; Οὐδὲ πέραν τῆς θαλάσσης, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; Ἐγγύς σού ἐστι τὸ ῥῆμα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. Καὶ ὁ Κύριος δὲ ἡμῶν· Ἡ βασιλεία τοῦ Θεοῦ (φησὶν) ἐντὸς ὑμῶν ἐστι. Τὰ μὲν οὖν κρείττονα καὶ δι’ ὧν ἡ σωτηρία, ἐγγὺς ἡμῶν ἐστι καὶ ἐντός· τὰ δὲ ἐναντία, ἡμῶν πόῤῥωθεν ἔρχεται, ἐκτὸς ἡμῶν τυγχάνοντα. Οὐ γὰρ τῇ κατασκευῇ ἡμῶν ἐνυπάρχει ἡ ἁμαρτία, ἀλλ’ ὕστερον ἐπιγεγένηται. Διὰ τοῦτο καὶ ἡ θλίψις, ἡ ἐπὶ τοῖς πλημμελήμασιν ἐπαγομένη, πόῤῥωθεν ἥξειν ἀπειλεῖται παρὰ τοῦ Προφήτου. Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.
PG 30:529Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ’ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· «Σὺ μόνος εἶ ἄρχων» ἐρεῖ «Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη· καὶ ἔλαβον τὴν Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι». Διὰ τὸ πλῆθος τῶν ἀνομιῶν τοῦ λαοῦ, Ἀσσύριοι αὐτοῖς ἐπάγονται· οὐ διὰ τὴν ἑαυτῶν δικαιοσύνην, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν τοῦ λαοῦ ἀδικίαν. Ἀλλ’ ὅμως καὶ οὗτοι (μὴ νοοῦντες ὅτι ἀντὶ μάστιγος παιδευτικῆς κατὰ τοῦ τὰ θεῖα νόμιμα παραβαίνοντος λαοῦ δέδονται, ἀλλ’ ἐφ’ ἑαυτοῖς, ὡς δή τινα δύναμιν κεκτημένοις, μεγαλυνόμενοι) ταλανίζονται παρὰ τοῦ λόγου· Οὐαὶ ὑμῖν, Ἀσσύριοι, οἵτινες ῥάβδος ἐστὲ τοῦ θυμοῦ μου, ὄργανον κολαστικόν ἐστε· οὐκ οἰκείᾳ δυνάμει ποιεῖτε, ἀλλὰ τῇ τοῦ Κινοῦντος ἐνεργείᾳ τοῖς ἀξίοις τοῦ συντριβῆναι ἐπάγεσθε. Καὶ ὀργὴ (φησὶν) ἐστὶν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν παίδευσιν ἐνταῦθα φανερῶς ὀργὴν ὀνομάζει, ὡς καὶ ὁ ψαλμῳδός· Μηδὲ τῇ ὀργῇ σου, παιδεύσῃς με. Παίδευσις οὖν τοῦ Ἰσραὴλ ἐν ταῖς χερσίν ἐστι τῶν Ἀσσυρίων.
Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τὴν κόλασιν τῷ μὴ κατὰ τὸν νόμον, τὸν διατεταγμένον αὐτῷ βιοῦν ἀνεχομένῳ λαῷ, ἐπάξω. Καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα. Διὰ τὴν φιλανθρωπίαν ἔτι ἴδιον ὀνομάζει λαὸν τὸν ἀνομήσαντα ὁ ἀγαθὸς Θεός. Ὅτι μὲν γὰρ ἠνόμησε, τὴν ὀργὴν ἀποστέλλει· ἐπεὶ δὲ αὐτὸν ἅπαξ εἵλετο διὰ τὴν ἐκλογὴν τῶν πατέρων, οὐκ ἀπαρνεῖται αὐτοῦ τὴν οἰκείωσιν. Συντάσσω οὖν (φησὶ) ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν· ἵνα εἰδῶμεν, ὅτι πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς καὶ κολαστικαῖς δυνάμεσιν, ἀλλ’ αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Σκῦλα μὲν οὖν ἐστι τὰ τοῖς νεκροῖς, τοῖς πεσοῦσιν ἐν πολέμῳ περικείμενα, εἴτε ὅπλα, εἴτε ἐσθὴς, εἴτε τις ἕτερος κόσμος· προνομὴ δὲ, ἡ διανομὴ τῶν λαφύρων, κατὰ τὴν ἀξίαν τῶν κεκρατηκότων διανεμομένη. Ἐκελεύσθησαν οὖν οἱ Ἀσσύριοι σκυλεῦσαι τὸν Ἰσραὴλ καὶ προνομεῦσαι καὶ καταπατῆσαι αὐτοῦ τὰς πόλεις καὶ θεῖναι εἰς κονιορτόν.
PG 30:531Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται· ἀλλ’ ὑπερήρθη τῇ διανοίᾳ, οὐχ ὡς διὰ τὰ ἁμαρτήματα τοῦ λαοῦ παραδοθέντος αὐτῷ, ἀλλ’ ἐπαρθεὶς τῇ διανοίᾳ καὶ ἀπαλλάξας ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας τὸν ἀληθῆ λόγον, οἴεται δυνατὸς εἶναι τοῦ ἔθνη ἐξολοθρεύειν οὐκ ὀλίγα. Καὶ, ἐπειδὴ κολακεύοντες αὐτὸν καὶ θωπεύοντες, οἱ ὑποχείριοι λέγουσι· Σὺ μόνος εἶ ἄρχων, ὥσπερ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνην. Οὔπω (φησὶ) γέγονα πάντων κύριος· ἐκφεύγει μου τὴν βασιλείαν ἡ χώρα ἡ ἐπάνω Βαβυλῶνος καὶ ἡ Χαλάνη, Οὗ ὁ πύργος ᾠκοδομήθη. Πύργον μὲν οὖν ἐκεῖνον λέγει τὸν ἀρχαῖον, ὃν ἐν τῷ πεδίῳ τῷ Σεναὰρ ᾠκοδόμησαν, εἰπόντες· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, πρὸ τοῦ διαχωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Τὸ δὲ τῆς Χαλάνης ὄνομα οὐκ ἐντέτριπται τῇ χρήσει τῆς Γραφῆς· εἰκάζομεν δὲ περὶ τὴν Βαβυλωνίαν που κεῖσθαι, ἐπειδὴ ἡ Βαβυλῶν ἐστιν ἐπώνυμος τῇ συγχύσει τῶν γλωσσῶν, ἃς συνέχεεν ὁ Κύριος, τὴν πρὸς τὸ κακὸν συμφωνίαν διασπῶν.
Φησὶ γὰρ ἡ Γραφὴ, ὅτι ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου σύγχυσις, Ἑβραϊστὶ δὲ Βαβέλ. Ἔλαβον δὲ (φησὶν) Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Ἐπεὶ οὖν ἑαυτῷ ἔλαβε τὸ πάσας δύνασθαι ὑποχειρίους ποιεῖν τὰς πόλεις, καὶ οὐ συνῆκεν ὅτι ἀνθρώπων ἐκράτησεν οὐ δι’ οἰκείαν δύναμιν, ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦ παιδεύοντος τοὺς ἡμαρτηκότας Θεοῦ περιεγένετο, τούτου ἕνεκεν θρήνου αὐτὸν ἄξιον ὁ προφητικὸς τίθεται λόγος. Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω τῇ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Πῶς ὀλολύξει γλυπτὰ, ἃ ἐκ ξύλου καὶ λίθου, ἤ τινος ἄλλης ὕλης ἐστὶ, μορφούσης αὐτὰ τῆς τέχνης εἰς ἀνθρώπων εἰκόνας, ἢ ζώων ἀλόγων τετραπόδων, ἢ πτηνῶν, ἢ καὶ ἑρπετῶν, οἷα τὰ τῶν Αἰγυπτίων ἐστὶν ἀφιδρύματα; Ὀλολυγμὸς δέ ἐστι φωνὴ λυπηρὰ, ὀδύνην καρδίας ἀσήμῳ τινὶ φθόγγῳ παριστῶσα. Πῶς οὖν ὀλολύξει γλυπτά;
Ὅτι τοῖς ὑπὸ χειρῶν ἀνθρωπίνων μεμορφωμένοις ξύλοις (ἢ λίθοις, ἤπου καὶ χρυσῷ καὶ ἀργύρῳ, ἢ ἐλέφαντι, ἢ ὅσα ἄλλα τιμίας ἢ ἀτιμωτέρας ὕλης ἐστὶ παρὰ τοῖς ἔθνεσιν εἴδωλα προςκυνούμενα) τούτοις ἐκ τοῦ ἀφανοῦς δαίμονές τινες προςπτάντες παρακαθέζονται, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντες. Ὥσπερ γὰρ τὰ λίχνα κυνίδια περὶ τοὺς τῶν μακέλλων τόπους, ἐν οἷς αἷμα καὶ ἰχῶρες, διατρίβουσιν, οὕτω καὶ τὰ λίχνα δαιμόνια, θηρώμενα τὴν ἀπὸ τῶν αἱμάτων καὶ τῆς κνίσσης τῶν θυσιῶν ἀπόλαυσιν, περὶ τοὺς βωμοὺς εἱλεῖται, καὶ τὰ ἀγάλματα, τὰ αὐτοῖς ἀνακείμενα. Τάχα γάρ που καὶ τρέφεται τὰ ἀέρια σώματα αὐτῶν, ἤτοι καὶ πύρινα, ἢ καὶ ἐξ ἀμφοτέρων τῶν στοιχείων μικτά. Δείκνυσι δὲ καὶ ἡ ἱστορία τῶν Βασιλειῶν, ὅτι προσεδρεύει ἡ δαιμονικὴ δύναμις τοῖς ἐπιφημισθεῖσιν αὐτοῖς ἀγάλμασιν. Ἔλαβον γὰρ (φησὶν) οἱ ἀλλόφυλοι τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήγαγον αὐτὴν ἐχόμενα Δαγών. Καὶ ὤρθρωσαν οἱ Ἀζώτιοι τῇ ἐπαύριον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς εἰς τὰ ἔμπροσθεν αὐτοῦ, ἐπὶ τὴν γῆν. Οὐκοῦν Δαγὼν μὲν ἦν τὸ ὁρώμενον ἄγαλμα· ὁ δὲ πίπτων ἐπὶ πρόσωπον, ὁ δαίμων, ὁ νικώμενος ὑπὸ τῆς περὶ τὴν κιβωτὸν τοῦ Θεοῦ δόξης·
PG 30:533καὶ πίπτων μὲν αὐτὸς ἐπὶ πρόσωπον, συγκαταβάλλων δὲ ἑαυτῷ τὸ χειροποίητον. Διὰ τοῦτο οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμόνων. Ἐπειδὴ τὸ σφάγιον, τὸ προσαγόμενον τῷ εἰδώλῳ, προσεμερίσθη τι καὶ εἰς τὸν παρεδρεύοντα δαίμονα, ἔκ τε τοῦ ἐξαερουμένου αἵματος καὶ ἐκ τῆς ἀναθυμιωμένης πιμελῆς καὶ τῶν λοιπῶν τῶν ὁλοκαυτωμάτων, λαμβάνοντός τινα μερίδα τοῦ δαιμονίου. Καὶ ὁ ἀπὸ τοῦ ποτηρίου πίνων, ἀφ’ οὗ ἡ σπονδὴ, ποτήριον πίνει δαιμονίων. Διὰ τοῦτο ὀλολύξει τὰ γλυπτὰ, τουτέστι τὰ ὁμώνυμα τοῖς γλυπτοῖς δαιμόνια. Καὶ ὅταν λέγηται, ὅτι ἥξει εἰς Αἴγυπτον Κύριος καὶ σειςθήσεται τὰ χειροποίητα Αἰγύπτου καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται, τὴν αὐτὴν διάνοιαν ἐξηγούμεθα. Τὰ γὰρ δαιμόνια, τὰ προσδιατρίβοντα τῷ περιγείῳ τόπῳ, σεισθήσεται φυγαδευόμενα, καὶ εἰς τὸν οἰκεῖον τῆς ἀβύσσου ἀπελαθήσεται τόπον, ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου. Διὰ τοῦτο Ἐπικατάρατος πᾶς ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτὸν, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ, ὅτι κακὸν ἑαυτῷ θησαύρισμα διὰ τοῦ γλυπτοῦ τὸν ἐπακολουθοῦντα αὐτῷ δαίμονα ἐπηγάγετο καὶ κατάραν σύνοικον διὰ τοῦ δαίμονος ἐπεσπάσατο.
Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μετὰ τὸ προστάξαι τοῖς γλυπτοῖς τοῖς ἐν Ἱερουσαλὴμ καὶ τοῖς ἐν Σαμαρείᾳ ὀλολυγμὸν, καὶ τῇ ἐπ’ αὐτοῖς ἀπειλῇ (οἷον καθαρισθείσης λοιπὸν τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἀπὸ τῶν εἰδώλων μιάσματος ἐλευθερωθείσης καὶ παιδευθείσης ταῖς πληγαῖς ταῖς κολαστικαῖς, ἃς διὰ τοῦ παραδοθῆναι τοῖς Ἀσσυρίοις ὑπέμενεν) τότε λοιπὸν ἀπειλεῖ ὁ λόγος ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων τὴν πληγὴν μεταθήσειν. Ἐπειδὴ γὰρ ὑπερήρθη τῷ φρονήματι καὶ οὐκ ἐνόησεν, ὅτι ἡ ἐκείνων ἁμαρτία αἰτία γέγονε τῶν τοσούτων κακῶν, ἀλλ’ ᾠήθη ἰδίᾳ ἐπινοίᾳ καὶ δυνάμει δεδυνῆσθαι κατὰ τῆς Ἱερουσαλήμ, διὰ ταύτην τὴν ἀλαζονείαν καὶ τὸ ἄλογον ὕψος τῆς κατὰ τὸν νοῦν ἐπάρσεως, Ἐπάξει (φησὶν) ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Μέγας ὁ μέν τίς ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· ὁ δὲ κατὰ τὴν οἴησιν, καὶ τὴν ὑπερβολὴν τῶν οὐδὲν αὐτῷ προσηκόντων.
PG 30:535Νοῦς δὲ μέγας, ὡς ἀληθῶς, ὁ τὰ μεγάλα θεωρῶν, ὁ δυνάμενος τοῖς λόγοις τοῖς δημιουργικοῖς ἐπιβάλλειν, καὶ ἀπ’ αὐτῶν τὸ κάλλος τῆς σοφίας τοῦ τεχνίτου τῶν ὅλων κατανοεῖν. Μέγας ὁ τῇ οἰκονομίᾳ τῶν παρὰ Θεοῦ γινομένων καὶ τῇ μέχρι τῶν λεπτοτάτων διηκούσῃ παρ’ αὐτοῦ προνοίᾳ ἐπιβάλλειν δυνάμενος, καὶ ἐντεῦθεν αὐτοῦ τὰ δίκαια κρίματα θεωρεῖν. Μέγας ὁ νοῦς, ὁ διὰ τῶν Ἀγγέλων καὶ τῶν Δυνάμεων καὶ πάσης τῆς περὶ τὰ ὑπερκόσμια δόξης, τὸν βασιλέα τῆς δόξης καὶ Κύριον τῶν Δυνάμεων ἐννοῶν. Ὁ μέντοι ἑαυτὸν μακαρίζων καὶ ὑπεραίρων, οἰησίσοφός τις καὶ ματαιόφρων μᾶλλον δικαίως, ἢ μέγας, κατὰ νοῦν ὀνομάζοιτο. Πλὴν ἀλλ’ ἐπειδὴ σύνηθες τῇ Γραφῇ τῇ τῶν πολλῶν οἰήσει πρὸς τὰς ὀνομασίας ἀκολουθεῖν, μέγαν εἴρηκε νοῦν, οὐ τὸ τῇ φύσει μεγαλεῖον προσμαρτυρῶν, ἀλλὰ τὸ ἐκ τῆς οἰήσεως ἐπιφημισθὲν αὐτῷ ὀνομάζων. Διὰ τοῦτο κολάζων ὑπερηφανίαν ὁ Κύριος, καὶ ταπεινῶν αὐτοῦ τὴν ὑψηλοφροσύνην, ἐπάγειν λέγεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων. Τὴν δὲ ἀσθενῆ ὑπόληψιν ἐξελέγχων, ἐπὶ τὸ ὕψος φησὶ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἐπάξειν τὴν κόλασιν.
Καὶ γὰρ τὴν δόξαν, πολύσημον οὖσαν φωνὴν, κατὰ ἓν τῶν σημαινομένων ὡρίσαντό τινες, ἀσθενῆ ὑπόληψιν. Δύναται δὲ ὁ νοῦς ὁ μέγας καὶ ὁ φρόνιμος, ὁ ἀντὶ τοῦ πανούργου λαμβανόμενος. Ὡς Ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· καὶ ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησε· καὶ Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, εἰς τὴν γενεὰν αὐτῶν. Ἡρμήνευσε δὲ ἡμῖν ὁ Ἀπόστολος τοῦ φρονίμου τὴν ἔννοιαν, ἐν τῇ πρὸς Κορινθίους, εἰπών· Φοβοῦμαι δὲ, μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ ... Ἔδειξε γὰρ, ὅτι ἡ ἱστορία τὴν ψεκτὴν φρονιμότητα τῷ ὄφει προσμαρτυρεῖ, ἐκ τοῦ αὐτὸν εἰς πανουργίαν μεταβάλλειν τὸ φρόνιμον. Οὕτως οὖν καὶ νοῦς μέγας, οὐ κατά τινος ἐπαινετοῦ, ὡς οἱ τὰ παρ’ Ἕλλησι σημαινόμενα ἀκριβοῦντες ἔταξαν, λέγοντες τὸν νοῦν εἶναι φρόνησιν συνεστραμμένην, ἀλλὰ ψευδωνύμως. Ἢ αὐτὸς ἑαυτὸν ἐκθαυμάζων, ἢ παρὰ τῶν κολάκων οὕτω προσαγορευόμενος, ὠνόμασται νῦν παρὰ τῆς Γραφῆς.
PG 30:537Οὗτος δὲ ὁ νοῦς ὁ μέγας, ἐπειδὴ οἶδεν, ὅτι τοῦ σοφοῦ (τοῦ γε ἀληθινῶς σοφοῦ) οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς οὐ κάτω βλέπων, οὐδὲ τὰ γήϊνα, ἀλλὰ τὰ μετέωρα πολυπραγμονῶν, καὶ τὴν ἄνω διατριβὴν ποιούμενος. Ὁποῖοί εἰσιν οἱ παρὰ τοῖς Ἕλλησι σοφοί, τὸν μὲν βίον ἔχοντες τοῖς αἰσχίστοις τῆς σαρκὸς πάθεσιν ἐγκαλινδούμενον, τὰ δὲ περὶ οὐρανοῦ καὶ ἀστέρων καὶ τῶν αἰθερίων καὶ τῶν περὶ τὸν ἀέρα συμπτωμάτων φυσιολογοῦντες, δόξαν τινὰ ἑαυτῶν τοῖς ὀφθαλμοῖς περιτιθέασιν. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, ἢ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Νῦν ἑρμηνεύει σαφῶς, διὰ τί μέγαν νοῦν εἴρηκεν αὐτὸν καὶ διὰ τί ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἀπειλεῖ τὰς κολάσεις ἐπαγαγεῖν, τὸν κόμπον αὐτοῦ τῶν ῥημάτων, ᾧ κέχρηται κατὰ τῶν ὑποδεεστέρων, μετὰ πάσης πικρίας αὐτοῖς ἀπειλῶν πᾶν εἶδος ἀφανισμοῦ, ἄμαχον ἑαυτοῦ καὶ ἀνανταγώνιστον λέγων εἶναι τὴν δύναμιν.
Ὡς γὰρ κύριος τυγχάνων ὧν βούλεται καὶ πάντως ἐπιτελέσων τὰ κατὰ πρόθεσιν, οὕτως ἐκόμπαζεν. Ἐπειδὴ πολλή μοί ἐστιν ἱππικὴ καὶ πεζικὴ δύναμις καὶ οὐδεὶς ὁ ἀνταίρων, καὶ ἐπειδὴ ἀπρόσιτος ἡ ἐν τοῖς στρατηγικοῖς σοφία μοι πάρεστι καὶ ἡ σύνεσις ἀνεπίληπτος, διὰ τοῦτο (φησὶν) Ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Πάντα γὰρ τὰ ἔθνη τῇ ἐμαυτοῦ ὑποκύπτειν βασιλείᾳ συναναγκάσας, ἕνα τῶν πάντων ποιοῦμαι ὅρον, τὴν ἐμὴν ἐπικράτειαν. Νῦν γὰρ ἕκαστον ἰδίοις ὁροθεσίοις ἀπὸ τοῦ ἑτέρου διώρισται· ἀφελὼν οὖν αὐτῶν τὰ ὅρια, ὑπὸ ἓν σκῆπτρον τῆς ἐμῆς βασιλείας γενέσθαι τὰ πάντα συναναγκάσω. Καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Προνομὴ λέγεται ἡ ἐν τοῖς πολεμίοις τῶν ἑαλωκότων εἰς τοὺς κρατοῦντας διανομὴ, ὅταν ἢ αἰχμάλωτα σώματα, ἤ τινα τῶν βοσκημάτων, ἢ ἄλλα τινὰ τῶν κατὰ τὸν βίον, οἱ κρατοῦντες ἐν ἀλλήλοις διαλαγχάνουσι. Καὶ ἕκαστος κατὰ τὴν προσοῦσαν αὐτῷ ὑπεροχὴν τῆς ἐκ τῶν λαφύρων προνομῆς ἀξιούμενος, οὕτω μετέχει τῶν ἐκ τοῦ πολέμου. Καὶ τὰς νῦν (φησὶ) καθιδρυμένας παγίως πόλεις σείσω καὶ κλονήσω τῇ ἐμαυτοῦ δυνάμει καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιάν.
PG 30:539Ποῖος γὰρ πόνος, νεοσσοὺς ἀπτῆνας ἐπὶ τῆς καλιᾶς θαλπομένους παρὰ τῶν ἐκτρεφόντων αὐτοὺς ὀρνίθων καταλαβεῖν τῇ χειρὶ, μήτε πτερῷ χρῆσθαι, μήτε ποσὶ πρὸς φυγὴν δυναμένων; Εἶτα ἐπιτείνων καὶ τὴν καταφρόνησιν τὴν εἰς τοὺς ἀνθρώπους καὶ τὴν ἑαυτοῦ ὑπεραίρων δύναμιν, οὐδὲ ὡς νοσσιὰν (φησὶ) τὴν οἰκουμένην, ἀλλ’ ὡς ὠὰ (φησὶν) ἐγκαταλελειμμένα, οὕτω λήψομαι. Καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὡς μὲν οὖν πρὸς τὴν λέξιν, ὁ τῶν Ἀσσυρίων ἄρχων ταῦτα ἐρεῖ διὰ τὴν κατὰ τῆς Ἰουδαίας καὶ Σαμαρείας εὐημερίαν ὑπερφυσηθεὶς τὴν διάνοιαν, καὶ ἡγούμενος πάντα ἐξ ἐπιδρομῆς αἱρήσειν τὰ ἔθνη, καὶ μηδένα ἕξειν τὸν χεῖρας ἀνταίροντα, ἀλλὰ πάντα μὲν ὅρια ἐθνῶν τῇ δυνάμει αὐτοῦ συγχυθήσεσθαι, δονεῖσθαι δὲ πᾶσαν τὴν οἰκουμένην τῷ φόβῳ τῆς ἐπιδημίας αὐτοῦ· τὸν δὲ εἰς χεῖρας ἐρχόμενον, εὐαλωτότερον εἶναι νεοττῶν ὄρνιθος, ῥᾷον δὲ ἀρθήσεσθαι τῇ δυνάμει αὐτοῦ ἐφοδενούσῃ τὴν ὑφ’ ἡλίῳ πᾶσαν οἰκουμένην, ἢ ὡς ἄν τις λάβοι ὠὰ, ἔρημα τῆς θαλπούσης αὐτὰ καὶ ζωογονούσης ὄρνιθος.
Ἐπειδὴ δὲ ἡ ὑπερηφανία ὥσπερ μείζων ἐστὶν ἢ κατὰ ἄνθρωπον, πρέπειν τινὲς ἐνόμισαν τὰ ῥήματα ταῦτα τῷ ἀληθῶς ὑπερηφάνῳ, τῷ τραχηλιάσαντι κατὰ τοῦ Παντοκράτορος, τῷ ἀνυποτάκτῳ καὶ ἀποστάτῃ, καὶ εἰς τὴν ἑαυτοῦ κακίαν συναποστήσαντι αὐτῷ τὰ συνεπακολουθήσαντα αὐτῷ πονηρὰ πνεύματα. Ἐκεῖνος γὰρ ἑαυτὸν καὶ νοῦν οἴεται μέγαν καὶ φαντάζεται τὰ ὑψηλὰ περισκοπεῖν καὶ ἀπειλεῖ πᾶσαν τὴν οἰκουμένην ὑφ’ ἑαυτὸν ποιήσασθαι· ὅς γε οὐδὲ τῷ Κυρίῳ ἐρωτήσαντι, πόθεν πάρεστι, παρῃτήσατο εἰπεῖν, ὅτι Περιελθὼν τὴν ὑπὸ τὸν ἥλιον καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν, πάρειμι. Οὗτος ἐτόλμησε καὶ τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι τὰς βασιλείας τῆς γῆς καὶ εἰπεῖν, ὅτι ταῦτα πάντα ἐμά ἐστι· Νῦν οὖν, ἐὰν πεσὼν προσκυνήσῃς μοι, σοὶ δώσω. Τάχα οὖν τὸν βασιλέα τῶν Ἀσσυρίων, τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ὁ λόγος αἰνίττεται· καὶ γὰρ ὁ Κύριος ἄρχοντα ὀνομάζει τοῦ αἰῶνος τούτου, λέγων· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται ἔξω. Καὶ μετ’ ὀλίγα· Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.
PG 30:541Ἐπειδὴ δὲ πολλοὶ ἄρχοντες, οἱ ἐθνάρχαι τινὲς, διατεταγμένοι πρὸς φυλακὴν καὶ διατήρησιν τοῦ ὑφ’ ἑαυτῶν ἑκάστου ἔθνους, καθ’ ἅ φησιν ὁ Μωϋσῆς ἐν τῇ ᾠδῇ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ. Καὶ πάλιν ὁ Ἀπόστολός φησι· Σοφίαν δὲ λαλοῦμεν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. Καὶ πάλιν ἐν τῷ Δανιὴλ, ἄρχων τις Περσῶν καὶ ἄρχων Ἑλλήνων ἀναγέγραπται. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Ἄγγελος· Καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου. Καὶ ἰδοὺ Μιχαὴλ, εἷς τῶν ἀρχόντων τῶν πρώτων, ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ, μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν. Καὶ μετ’ ὀλίγα· Καὶ ἐγὼ ἐξεπορευόμην (φησὶ) καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Μήποτε οὖν ἐὰν ᾖ ταῦτα ἐκ προσώπου διαβόλου λεγόμενα, ἡ ὑπερηφανία αὐτοῦ οὐ κατὰ ἀνθρώπων, ἀλλὰ κατὰ νοητῶν ἤ τινων δυνάμεων γινομένη. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;
ὡσαύτως ἄν τις ἄρῃ ῥάβδον, ἢ ξύλον. Ἐλεγκτικὸς τῆς ὑπερηφανίας τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ὁ λόγος. Τί φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη καὶ καθαιροῦντι τὰς δυναστείας τῶν πόλεων; Ἢ οὕτω γὰρ καὶ ἡ ἀξίνη μέγα φρονοίη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα, καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ’ οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν καὶ εἰς χρείαν τινὰ τεχνικῶς καθαιροῦντος τὰ ξύλα, δύναται πρίζειν. Ἐπαινετὸς δὲ εἴπερ ἄρα ὁ τῇ ἀξίνῃ κεχρημένος, καὶ ὁ τὸν πρίονα ἕλκων ἐπιστημόνως. Οὕτως οὐδὲ τὸ ξύλον, ὃ εἰς σκῆπτρον μετεσχηματίσθη, τὴν τοῦ κρατεῖν, ἀξίαν ὀφείλει καρποῦσθαι, ἀλλ’ ὁ ταῦτα μεταχειριζόμενος, εἰς σύμβολον τῆς ὑπαρχούσης αὐτῷ δυναστείας. Οὕτως οὖν κἀγώ σε παρέλαβον εἰς τὴν τοῦ λαοῦ τοῦ ἡμαρτηκότος κόλασιν· εἰς ἀξίνην καὶ πρίονα τῇ ὠμότητί σου συγχρώμενος, εἰς τὴν δικαίαν τοῦ λαοῦ καὶ ἐπ’ ὠφελείᾳ αὐτοῦ ἐνεργουμένην παίδευσιν.
PG 30:543Ὡς οὖν ἐπὶ τῶν δικαςτηρίων οἱ δήμιοι ἐπὶ τῷ κολάζειν τεταγμένοι οὐχὶ κύριοι τιμωρίας εἰσὶν, οὐδὲ τῇ ἑαυτῶν ἰσχύϊ ἢ ἐξουσίᾳ τι ποιοῦσιν, ἀλλ’ ἅπερ ἂν αὐτοῖς παρὰ τῶν νόμων ἐπιτραπῇ, οὕτω καὶ Ἀσσύριοι, οὐκ ἰσχυρὸν ἔθνος, οὐδὲ ἀφ’ ἑαυτοῦ ἐνεργεῖν τι δυνάμενον, ἀλλὰ κατὰ τὸ ἐνδεδομένον αὐτῷ μέτρον παρὰ τοῦ θεραπευτοῦ τῶν ἡμαρτηκότων, ταῖς ἐπὶ τὸ κακοῦν κέχρηται ἐνεργείαις. Καὶ οὐχ οὕτως, ἀλλ’ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται, ὡσεὶ χόρτον τὴν ὕλην. Αὕτη ἡ ἀντιμισθία τῆς ἀλόγου ὑπερηφανίας. Ἐπειδὴ νοῦν μέγαν ἑαυτὸν ἀποσεμνύνων ἔλεγες καὶ τῷ ὕψει τῆς δόξης τῶν ὀφθαλμῶν ἐπηγάλλου, Ἀποστελεῖ Κύριος ἀτιμίαν εἰς τὴν σὴν τιμὴν, πῦρ δὲ εἰς τὴν δόξαν σου. Ἐπειδὴ γὰρ ἀφαιρεῖσθαι ἠπείλεις ὅρια ἐθνῶν καὶ σείειν πόλεις κατοικουμένας καὶ καταλήψεσθαι τὴν ὅλην οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς ὠὰ ἐγκαταλελειμμένα αἴρειν, μηδενὸς διαφεύγοντος, μηδὲ τοῦ ἀντιλέγοντος ὄντος, διὰ τοῦτο Πῦρ καιόμενον καυθήσεται καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ.
Περιστραφήσεται (φησὶ) τῶν πραγμάτων ἡ κατάστασις, καὶ ἐν λαμπρότητι (φησὶν) ἔσται ὁ Ἰσραὴλ (ὁ νῦν τεταπεινωμένος καὶ σοὶ παραδεδομένος διὰ τὴν ἁμαρτίαν εἰς κόλασιν). Ἡ οὖν ἐκείνου περιφάνεια εἰς ἀφανισμόν σοι γενήσεται. Ἔσται γὰρ (φησὶ) τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ. Καὶ δύο ἐνεργειῶν οὐσῶν περὶ τὸ πῦρ (τῆς τε φωτιστικῆς καὶ τῆς καυστικῆς) τὸ μὲν γλυκὺ καὶ χαρίεν τοῦ πυρὸς τῷ Ἰσραὴλ παραμενεῖ, φωτίζον αὐτὸν καὶ περιλάμπον· τὸ δὲ πικρὸν καὶ κατώδυνον, ἐπὶ τὸν ὑπερήφανον καταμερισθήσεται, καῖον αὐτὸν καὶ ἀπαραμυθήτῳ πόνῳ διὰ τῆς καύσεως παραδιδοῦν. Καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. Δείκνυσι τὴν φύσιν τοῦ πυρὸς, ὅτι καθαρτική. Ἁγιάσει γὰρ αὐτὸν, ὡς ἐν πυρὶ καιομένῳ. Πῶς δὲ ἁγιάζει τὸ πῦρ; Ἐπειδὰν φάγῃ τὴν ὕλην, ὡς χόρτον. Ἐπεὶ οὖν Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶ, καταναλώσει (δηλονότι) τὴν ὕλην καὶ τὰ ἀπὸ ὕλης ἐλθόντα πάθη, οὐ τῇ μὲν ἐν πνεύματι, ἀλλ’ ἐν σαρκὶ διατριβούσῃ ψυχῇ. Ἰστέον δὲ, ὅτι οἱ ἀκριβολογούμενοι περὶ τὰ σημαινόμενα τὴν δόξαν ἀπὸ τοῦ κλέους διώρισαν·
καὶ φασὶ τὴν μὲν δόξαν εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, τὸ δὲ κλέος, τὸν ἀπὸ τῶν ἀγαθῶν ἔπαινον. Ὁμοίως καὶ τὴν τιμὴν διαιροῦσι, φάσκοντες τὴν μὲν ἀστείαν τινὰ εἶναι καὶ ἐπὶ τὸν σπουδαῖον πίπτειν, γέρως οὖσαν ἀξίωσιν· τὸ δὲ γέρας ἆθλον ἀρετῆς τίθενται· τὴν δέ τινα τιμὴν παρὰ τῶν τυχόντων, τοῖς οὐ πάνυ ἀποδεκτῶς γεγενημένοις ἀντίδοσιν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Μετὰ τὸ ἀποστεῖλαι Κύριον Σαβαὼθ εἰς τὴν τιμὴν τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀτιμίαν καὶ εἰς τὴν δόξαν αὐτοῦ πῦρ καιόμενον, καὶ μετὰ τὸ γενέσθαι τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ τῷ Ἀσσυρίῳ (ἵνα ὁ μὴ ἁγιασθεὶς ἐν τῇ λαμπρότητι τοῦ φωτὸς, καθαρθῇ διὰ τῆς καύσεως τοῦ πυρὸς, τῆς ἐνεργουμένης ἐπὶ καθάρσει, καὶ κατεσθιούσης ὡς χόρτον τὴν ἐνυπάρχουσαν ὕλην τῶν ἁμαρτημάτων) τότε λοιπὸν, ἀναλωθείσης τῆς ὕλης τῆς ἐξαπτούσης τὴν κολαστικὴν φλόγα, παυθήσεται (φησὶ) τὰ ὄρη καιόμενα καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ λήξει τὸ πῦρ τοῦ ἐμπρησμοῦ κατεσθίον τὰ πάντα καὶ ἐπιβοσκόμενον, τὴν μὲν ἀρχὴν ἀπὸ ψυχῆς ποιούμενον, φθάνον δὲ ἕως τῶν σαρκῶν.
PG 30:545Οὐδενὶ δὲ ἄγνωστον ἡ συνήθεια τῆς Γραφῆς, ὅτι τοὺς ἐν προτερήμασί τισι γενομένους καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ πλεῖόν τι τῶν πολλῶν ἔχοντας, ὄρη εἴωθε προσαγορεύειν καὶ βουνούς· τοὺς δὲ ἀκάρπους καὶ εἰκῆ ἀλλήλοις συμπεφυρμένους, οἱονεὶ αὐτόματόν τινα καὶ ἀτελῆ ζωὴν ἔχοντας, ἀλλ’ οὐχὶ ἐκ τῆς φυτείας τοῦ ἀληθινοῦ γεωργοῦ πεφυτευμένους, δρυμοὺς ὀνομάζει. Πάντων μέντοι τὸ πῦρ ἅπτεται, ἀρξάμενον ἀπὸ ψυχῆς, λῆγον δὲ ἐπὶ τὰς σάρκας. Τὰ μὲν γὰρ μέχρι ἐνθυμήσεων στάντα ἁμαρτήματα (ὁποῖόν ἐστι τὸ μοιχεῦσαι ἐν τῇ καρδίᾳ ἑαυτοῦ) ἐν ψυχῇ ἐστιν ὕλη, ἀξία τοῦ ὑπὸ πυρὸς καταβρωθῆναι· τὰ δὲ καὶ μέχρι τῶν ἔργων φθάσαντα, νεμηθέντων τῶν ἁμαρτημάτων ἐπὶ τὰς διὰ σαρκὸς καὶ πράξεως ἐνεργείας, ταῦτα ὑπολαμβάνω ἁμαρτήματα εἶναι. Ἀρξάμενοι μὲν γὰρ ἀπὸ ψυχῆς, λήγοντες δὲ ἐν τῇ καρδίᾳ, οὐδὲ μέχρις αὐτῆς περιορίζονται οἱ πονηροὶ διαλογισμοί· ἀλλ’ ἐξέρχονται καὶ οἱονεὶ διακύπτουσι, περῶντες τὴν σάρκα καὶ ἐκφαινόμενοι πρὸς τὰ ἔξω. Εἰ γὰρ φόνον ἐνεθυμήθη μέν τις ποιῆσαι, οὐκ ἔπραξε δὲ, οὐκ ἐξῆλθεν ὁ φόνος ἀπὸ τῆς καρδίας.
Καὶ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, μὴ φθείρας δὲ τὸν ναὸν τοῦ Θεοῦ, μηδὲ ποιήσας τὰ μέλη τοῦ Χριστοῦ πόρνης μέλη, οἱονεὶ ὅριον τῆς ἁμαρτίας ἑαυτοῦ τὴν καρδίαν ἐποίησεν· ὥστε οὐκ ἐξῆλθεν ἀπὸ τῆς καρδίας τοῦ τοιούτου ὁ πονηρὸς διαλογισμός. Οὕτω καὶ περὶ κλοπῆς ἔστιν εἰπεῖν καὶ περὶ εἰδωλολατρείας καὶ φαρμακείας καὶ ὅσα ἄλλα εἴδη ἁμαρτημάτων, ὅταν μὴ στέγηται ὑπὸ τοῦ σώματος, ἀλλ’ ὥσπερ ὑπὸ ἀγγείου ἀραιοῦ ῥέοντα, φέρηται πρὸς τὰ ἔξω. Καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν, ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Μετὰ τὸν ἐμπρησμὸν, τὸν ἀπὸ τοῦ πυρὸς, τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς δρυμοῖς ἐγγινόμενον, τὸ εὐαρίθμητον λέγει τῶν διασωζομένων. Καὶ οὕτω δὲ (φησὶν) εἰς ἀριθμὸν εὐσημείωτον περιστήσεται αὐτῶν τὸ πλῆθος, ὥστε καὶ ὑπὸ παιδίου, μὴ πάνυ τι μηδὲ πρὸς τὸ ἀριθμεῖν, μηδὲ γράφειν ἐμπείρως ἔχοντος, δύνασθαι αὐτοὺς ἀπογραφῆναι. Τάχα δὲ ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, τῇ μετανοίᾳ φεύγει τὸν πονηρὸν βίον, καὶ τῇ ἐπιστροφῇ τὴν κολάζουσαν σάρκα ἀποδιδράσκει.
PG 30:547Πᾶς γὰρ ὁ μετὰ τὸ καταληφθῆναι ἐν ἁμαρτήμασι, συναισθόμενος ἑαυτοῦ ἀξίου ὄντος τῆς ἐν ῥάβδῳ καὶ μάστιγι ἐπιστροφῆς (φεύγων τὴν ἁμαρτίαν, ὡς ὕλην κολάσεως) φεύγει ὡς ἀπὸ φλογὸς καιομένης. Καὶ τότε οἱ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον (ὡς ἀποδεδώκαμεν) ἀλλὰ καὶ διὰ τὸ λοιπὸν ἄξιοι εἶναι εἰς ἀριθμὸν ἀναλαμβάνεσθαι Ὡς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν εὑρήκαμεν, παιδία καὶ γυναῖκας καὶ γέροντας, ὅσοι τὴν ἄχρηστον ἐν πολέμοις ἔχουσιν ἡλικίαν, καὶ τὸν ἐπίμικτον (ὡς ἀλλότριον τοῦ Ἰσραὴλ) ἔξω ἀφιεμένους τοῦ ἀριθμεῖσθαι, ἀριθμουμένους δὲ τοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δυνατοὺς ἐν πολέμῳ. Καὶ οἱ πρωτότοκοι τοῦ Ἰσραὴλ πάντες ἀριθμοῦνται, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ὁμοίως καὶ οἱ Λευῖται, ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ οἱ λειτουργοῦντες ἱερεῖς ἕως πεντήκοντα ἐτῶν ἀριθμοῦνται. Ποῖον δὲ παιδίον γράψει τοὺς τοιούτους (οὐχ ὁ ἀνὴρ, οὐδὲ ὁ πρεσβύτης); Οὐδεὶς ἀντερεῖ, τοὺς προεστῶτας ἐν τῇ Ἐκκλησίᾳ, διὰ τὸ ἐν ἀκακίᾳ διάγειν καὶ διὰ τὸ πιστεύεσθαι παρὰ τῶν ἡμαρτηκότων τὰ ἀπόῤῥητα, ὧν οὐδεὶς μάρτυς, εἰ μὴ ὁ τὰ κρυπτὰ ἑκάστου διερευνώμενος.
Οὗτος γράψει τοὺς τοιούτους, οἱονεὶ ἐξαλειφθέντας διὰ τῆς ἁμαρτίας, πάλιν ἐγγράψει τοὺς τὸν ἐμπρησμὸν φυγόντας καὶ τὴν διὰ τῆς μετανοίας κάθαρσιν, οἱονεὶ πῦρ ἀναλωτικὸν τῆς ἐνυπαρχούσης ὕλης τῶν κακῶν, δεξαμένους· γράφει τοὺς τοιούτους. Ἢ τάχα (ἐπειδὴ ἐν βίβλῳ ζωῆς γράφονται, καὶ τοῖς δικαίοις συνεγγράφονται, οἱ ἄξιοι τοῦ ἀριθμεῖσθαι παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου) ἄξιόν ἐστι νοῆσαι γραφέα τῶν σωζομένων, συναναλαμβάνοντα τοῖς δικαίοις, καὶ ἐγκατατάσσοντα τὰ ὀνόματα τῶν ἐπιστρεφόντων ἀπὸ τῶν πονηρῶν ἔργων ἐν τῇ βίβλῳ τῶν οὐρανῶν. Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Ποῖον οὖν παιδίον ἐν τοῖς οὐρανοῖς γράφειν τὰ ὀνόματα δύναται τῶν εὐδοκίμων, ἢ περὶ οὗ ἐλέχθη, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν; Ἐκεῖνο, τὸ Παιδίον, ὃ οἱ Μάγοι προσεκύνησαν· ἐκεῖνο, ὃ κατῆλθεν εἰς Αἴγυπτον καὶ ἐπανῆλθε πάλιν εἰς τὴν γῆν Ἰσραήλ. Πολλῶν οὖν ἐπινοιῶν οὐσῶν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ἕν ἐστι τῶν κατ’ αὐτὸν νοουμένων, καὶ τὸ Παιδίον, ὃ γράψει τοὺς προσερχομένους διὰ τῆς μετανοίας τῇ τοῦ Θεοῦ ἐπιγνώσει.
Page scan enlarged

Notebook

Full View