Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (megaspan gap-fill) — PG column chips mark the printed columns.
PG 62:729οἶδας, εἰς σάρκα κινώτας ἑαυτὸν, άτρεπτον, ἀγαλλι τον, ἀπαθὴ τὴν οὐσίαν ἐφύλαξας τῆς θεότητος. "Οθεν ὁ Προφήτης οὐκ ἀμφιβάλλων, ἀλλὰ θαυμάζων, οὐ συγκ κρίνων, ἀλλὰ δεικνύ; τὸ ἀπαράβλητον ἔλεγεν· Ο Θεός, τὶς ὁμοιωθήσεταί σοι; Πάντα γὰρ ἐκ σοῦ καὶ διὰ σοῦ γεγένηται· τὰ δὲ γενόμενα δῆλον ὅτι τοῦ πεποιηκότος ἐλάττονα ἀεὶ δείκνυται, καθό και μείζονα τιμὴν ἔχει οἴκου ὁ κατασκευάσας αὐτόν. Τις οὖν ὁμοιωθήσεται σαι; ἥλιος διὰ τί φῶς; ἀλλὰ καθ᾿ ἑκάστην αὐτὸν ὁρῶ σβεννύμενον· τάξιν γὰρ ἔλαχε πρὸς ἑσπέραν διαδεχθῆς και ὑπὸ νυκτός. Σελήνη διὰ τὴν εὐπρέπειαν; ἀλλ' ἑκάστου ἔτους ἀποθνήσκει, καὶ τίκτεται τρόπον τινά. Αστέρες, ὅτι φαίνουσιν; ἀλλ' ἡμέρας λαμψάσης, ἀρ νοῦνται τὴν ἔλλαμψιν. θάλασσα διὰ τὸ τοῦ πελάγους ἀμέτρητον; ἀλλὰ ξύλῳ τέμνεται μικρῷ, καὶ κώπη μα στίζεται· ἀνθρωπίναις γάρ χρείαις παρὰ σοῦ κεκέλευσται [] υπουργεῖν. Γῆ πάλιν διὰ τὸ ἑδραῖον; ἀλλὰ σοῦ βουληθέντος οτὲ δήποτε σαλεύεται βλέμματι· καὶ γὰρ χοῦν σοι προσήνεγκε δημιουργοῦντι τὸν ἄνθρωπον, ὅτε ψυχῆς ἐμπνεύσει τον πηλὸν πτησας. Οὐρανὸς οὖν ὁμοιωθήσεται σοι; Πῶς; καίτοι σοῦ κελεύσαντος, νε φέλην σοι παρέστησεν εἰς ὕψος ἀφιππεύουσαν, ὡς ποτε τὸν ἀστέρα τοῖς μάγοις ἐν Βηθλεὲμ, τὰ σὰ θεῖα γενέθλια διδάξαντα. Αγγελος οὖν ἢ ἀρχάγγελος ὁμοιωθήσεται σοι; Πῶς ἢ τίνι τρόπῳ; ὅτι πνεύματα λει τουργικά τυγχάνουσι, τοῖς σοῖς μετά φόβου διακονοῦντα προστάγμασιν. Αλλὰ ἀγγέλων μνησθείς, τῷ λόγῳ κατεπείγομαι πρὸς ἐκεῖνον τὸν ἄγγελον, τὸν ἐπὶ τῷ λίγῳ τοῦ ζωηφόρου καθεζόμενον μνήματος. Οίδα γὰρ ὅτι οὐκ ἀγανακτήσει. λειτουργὸς ὑπάρχων ἐκείνου τοῦ τὸν Θωμᾶν πείσαντος ψηλαφὴν εὐσεβῶς, καὶ ἐρευ νὰν ἀσφαλῶς, καὶ τιμὴν θεοπρεπῶς τὸ μέγα μυστήριον. Λέγε μοι τοίνυν, ὦ ἄγγελε· ὅπου μὲν γὰρ ἕνα σε, ὅπου δὲ καὶ συλλειτουργὸν ἔχοντα μεθ᾿ ἑαυτοῦ τὰ θεῖα γράφουσιν Εὐαγγέλια· μία δὲ χάρις, μία δὲ διακονία τὸ πράγμα συνίστησι λέγε μοι, τίνος χάριν τοὺς οὐ ρανούς καταλιπών προσεδρεύεις τῷ τάτῳ, καὶ ταῖς ἄνω δυνάμεσι συνδιαιτώμενος, κάτω γυναιξὶ φαίνῃ διαλεγόμενος; ἀφῆκας τὰ Χερουβίμ, καὶ παρακάθῃ τῷ μνήματι; τῆς ἄνω φοβερᾶς ἐπαύσω λειτουργίας, καὶ κάτω μετὰ χαρᾶς πληροφορείς τὴν Μαριάμ; σεισμῷ τοὺς φυλάσσοντας στρατιώτας ἐνέκρωσας, καὶ πειθοί τὰς γυναῖκας ἀποστολικῶς ἐξεπαίδευσας; "Ηλθε Πέτρος, ἀλλ᾽ ἑαυτὸν ὡς ἀσώματος έκρυψας· κατέλαβεν Ιωάν τῆς, ἀλλὰ τὴν σὴν καὶ οὗτος παρουσίαν ηγνόησεν. Αμε φότερο: μὲν σύμβολα τῆς ἐγέρσεως τοῦ μὴ κλαπέντος νεκροῦ, ἀλλ' ἀναστάντος Θεοῦ ἐθεώρησαν τὰ ἐθόνια μόναις δὲ ταῖς γυναιξὶν ἐμφανίζῃ, καὶ μόναις ταύταις παρεγγυᾷς μὴ φοβεῖσθαι, καίτοι κοινὸν ὑπῆρχε πᾶσι τὸ τῆς ἀναστάσεως κέρδος. Μὴ γὰρ γυναῖκας μόνον, οὐχὶ δὲ καὶ ἄνδρας ὁ Δεσπότης ἐκ νεκρῶν ἀνέστησε; μὴ μόνον σῶσαι τὴν Εὔαν, οὐχὶ δὲ καὶ τὸν ᾿Αδὰμ ὁ Λόγος σαρκωθείς παρεγένετο; Τί τοίνυν τους πόδας τῆς κεφα λῆς προτάττεις, καὶ τὴν τάξιν ἀνατρέπεις, γυναίκας χειροτονῶν ἀποστόλους; Πρνήσατο Πέτρος; ἀλλὰ Πέ τρου ἡ ἄρνησις ὀνίνησι· πικρῶς γὰρ δακρύσας ἐδίδαξε πῶς ἀνύεται ἄφεσις. Πάντες αὐτὸν κατέλιπον οἱ ἀπόστολοι; ἀλλ᾽ Ἰωάννῃ τῷ Θεολόγῳ καὶ παρθένῳ τὴν οἰκείαν κατὰ σάρκα μητέρα παρέθετο. Οὐχ ἁπλῶς επετράπη το πράττειν τὸ νῦν θεωρούμενον, ἀλλὰ δέ δαξον τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἀσφαλεστέρῳ πόθῳ ψηλαφώσαν τὸ κέλευσμα. Ναι, φησί, προλαμβάνω τὸν Παῦλον, καὶ τὴν ἐκείνου προαρπάζω φωνήν· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ Ελλην, οὐκ ἔστι δοῦλος ἢ ἐλεύθερος, οὐκ ἔστιν ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Διὸ λάμβανε σύντομον, ὦ πιστέ, τήν απόκρισιν ὧν ζητεῖς καὶ ὧν μαθεῖν ἐπεζήτησας. Τιμώ τὴν γυναῖκα διὰ τὸν ἐκ γυναικὸς καὶ περιποιοῦμαι τὸ ἀσθενὲς τῆς φύσεως διὰ τὸν ἐξ αὐτῆς προελθόντα καθὼς αὐτὸς ὁ τεχθεὶς ᾠκονόμησε. Δοῦλος γάρ εἰμι, καί νόμοις ἀκολουθώ Δεσποτικοῖς. Ο Ποιητής ἐξελέξατο γυναῖκα, καθώς ἠθέλησε· πρὸς ταύτην κἀγὼ διαλέγομαι. Οὐκ ἐκτήσατο πατέρα ἐπὶ τῆς γῆς· ἔχει γὰρ ἐν οὐρανῷ. Καθώς οὖν ἀπάτωρ ἐπὶ γῆς, ἀμήτωρ ἐστὶν ἐν οὐρανῷ. Ελαβεν ἐξ ἀνθρώπων μητέρα, χρεία γὰρ ην δι' ἡμᾶς ἐκ γυναικός προελθεῖν τὸν τοῦ γένους Δη μιουργόν. Ο ποιῶν τοίνυν ἡμᾶς] τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργούς αὐτοῦ πυρὸς φλόγα, ἐν ἀρχῇ τοῦ μυστηρίου οὐ πρὸς τὸν Ἰωσήφ, ἀλλὰ πρὸς την Μαρίαν τὸν Γαβριὴλ ἀπέστειλε, καὶ τῇ φύσει συνηγορῶν ὡς Δεσπότης, καὶ τὰ τῶν βλασφήμων στό ματα χαλινῶν ὡς προγνώστης. Τὸν γὰρ διὰ γυναικὸς απατηθέντα, δι' αὐτῆς εἰκότως ἐπιστρέψαι βούλεται. Ωδινεν Εύα θάνατον· αὕτη δὲ πάλιν τὴν ζωὴν ἡμῖν ἔτεκε διὰ τῆς Μαρίας. Ελάλησε ποτε τῷ διαβόλῳ ἐκείνη δι' όφεως. νῦν ἄγγελοι πρὸς αὐτὴν διαλέγονται. Ξύλω γὰρ τὸ ξύλον ὁ Χριστὸς ἀντεστράτευσε, καὶ γεῦσιν ὑμῖν ἀντὶ γεύσεως δέδωκεν, ἵνα βλέποντες ἑκόντα ταπεινούμενον δι' ὑμᾶς, τὴν ὑμᾶς κατ' εἰκόνα ποιήσαντα, ὁμολογήσητε την συγκατάβασιν, καὶ δοξάσητε τὸν [] οὕτω θελήσαντα, λέγοντες καὶ διὰ τοῦτο, καὶ διὰ πάντα· Ο Θεός, τίς ὁμοιωθήσεται σοι; Χαρίζῃ, καὶ οὐ μετα νοεῖς· ὀγίζῃ, καὶ μετανοεῖς· λύεις τὰ σὰ, ἵνα στήσης τὰ ἡμέτερα. Εἶπας πρὸς τὸν ᾿Αδάμ Εν ἱδρῶτι του προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ πάλιν ἀπόφασιν ἔλυσας, ζωῆς γεγονώς ἄρτος, και σε χωρίς ἱδρῶτος ἐσθίομεν. Εἶπας αὐτῷ πρώην Γἢ εἰ καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλὰ νῦν τὸν ἀπὸ τῆς γῆς καὶ εἰς γῆν ἀναλύοντα ἐπὶ τῶν ὤμων λαβὼν, εἰς οὐρανὸν ἐνεθρό νισας, διὰ Μαρίας τὸ μέλλον τοῖς μαθηταῖς σου δη λώσας· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Εἶπας πρὸς τὴν Εξαν· Ἐν λύπαις τέξῃ τέκνα· ἀλλὰ τεχθεὶς ἐκ γυναικός, τὴν χρόνιον κατάραν ευκαίρως ήμαύρωσας. Εἶπας προς τὸν ὄφιν· Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή σεις αὐτοῦ πτέρναν· ἀλλὰ ἔνιψας ἡμῶν τοὺς πόδας ἐν τῷ βαπτίσματι, καὶ οὐκέτι προσέρχεται, χεῖρα δεσποτικὴν ἐν τοῖς ποσὶ τῶν οἰκετῶν λάμπουσαν εὐλαβούμενος. Ὦ πῶς οὐκ ἀφίει τῷ διαβόλῳ τόπον φυγῆς, ὁ ἄνω καὶ κάτω καὶ πανταχού παρών οικονομία τῆς χάριτος 1 Οὗτος ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν. ᾿Αλλὰ τί τὸ καινοπρεπὲς τῆς παρούσης ἑορτῆς; ὅπερ ἐστὶ καὶ γλώσσῃ καὶ διανεία πρὸς ἔκφασιν δύσκολον. Αφνω γὰρ τοὺς μαθητάς δι δάσκοντι, καὶ πρὸς τὴν πάλην ἀλείφοντι, ὡς παιδίσκη τις τοῖς ἀχράντοις ίχνεσι τοῦ Χριστοῦ ὑπεισελθοῦσα νεφέλη, την πρώην αὐτὸν βαστάσασαν ἀβρόχως θάλασσαν μιμουμένη, ἀτρόμως, αταράχως τὸν Δεσπότην ἀνέλαβε, καὶ τὸν ποτε ὡς ὑετὸν ἐπὶ πόκον καταβάντα, τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐμφανῶς ἀποδέδωκε. Τὴν μὲν γὰρ κατάβασιν Αγνόησαν άγγελοι, Εξουσίαι, Δυνά μεις, Κυριότητες, τὴν δὲ μετὰ σαρκὸς ἀνάληψιν ἀνευφη μοῦσαι ἐκέκραγον· Κύριος τῶν Δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. Οὗτός ἐστιν ὁ κατὰ Παῦλον δεύτερος Αδάμ. Αλλ' ἐκεῖνος μὲν ἄνευ μητρὸς τίκτεται, οὗτος δὲ ἄνευ πατρὸς κατὰ τὴν σάρκωσιν φαί νεται. Οὗτός ἐστιν ὁ τοῦ γένους κεραμεύς, ὅθεν τὸ φύραμα λαβὼν τὸ ἡμέτερον, ἐν ἑαυτῷ ὡς ἠθέλησε τὸ σαθρωθεν ἀνεκαίνισεν· οὗτός ἐστιν ὁ τὴν Εὔαν διὰ Μαρίας ἀπαλλάξας ὠδίνων· παρθενία γὰρ διηκόνησε θεότητι, καὶ νηδύς ἐλειτούργησε τόκῳ, τῷ σαρκι θέντι Λόγῳ· Πνεῦμα γὰρ ἦν ἅγιον, ὅπερ ἐμαιεύσατο τὴν ἀπειρόγαμον παρὰ φύσιν λοχεύουσαν. Οὗτός ἐστιν ὁ παθὼν ὡς ἐτέχθη, καὶ ἀναστὰς ὡς ἐτάφη, καὶ ἀνελ θὼν εἰς οὐρανοὺς, οὐχ ὡς κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς ἀπίστοις Ιουδαίοις όνειδος αἰώνιον καταλιπών τὰ ἐντά φια. Οὗτός ἐστιν ὁ παρὰ γυναικών θρηνούμενος ὡς νεκρὸς, καὶ ταῖς γυναιξὶ φανερούμενος ὡς Θεός· ουτός ἐστιν ὁ γενόμενος ἐκὼν ὅπερ εσμέν, καὶ ποιήσας ἡμᾶς, ὅπερ ἐστίν· οὗτός ἐστι Θεός· πάλιν Οὕτως ἐλεύσεται, δν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Οὔτε γὰρ ἀπελείφθη τοῦ θρόνου ποτὲ οὗτος, κἂν λαθὼν τὰ Χερουβὶμ κατῆλθε δι' ἐμὲ, ἵνα τοῖς ἐμοῖς κοινωνήσας κατ' ἐμὲ τὰ ὑπὲρ φύσιν τῇ φύσει εὐκόλως δωρήσηται. Οὗτός ἐστιν ὁ ἀθάνατος νεκρός, ὁ ἀχώρητος Θεός, ὁ συναΐδιος Υἱὸς, καὶ σύνθρονος τοῦ Πατρός περὶ οὗ διαρρήδην ὁ Προφήτης ἐδέα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθον ἐκ δεξιών μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Εὐτρεπίσω μεν τοίνυν ἑαυτούς, παρακαλῶ, ἵνα τῆς παρὰ τοῦ Πνεύ ματος συνεργείας ἀπολαύοντες, καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
οἶδας, εἰς σάρκα κινώτας ἑαυτὸν, άτρεπτον, ἀγαλλι
τον, ἀπαθὴ τὴν οὐσίαν ἐφύλαξας τῆς θεότητος. "Οθεν
ὁ Προφήτης οὐκ ἀμφιβάλλων, ἀλλὰ θαυμάζων, οὐ συγκ
κρίνων, ἀλλὰ δεικνύ; τὸ ἀπαράβλητον ἔλεγεν· Ο Θεός,
τὶς ὁμοιωθήσεταί σοι; Πάντα γὰρ ἐκ σοῦ καὶ διὰ σοῦ
γεγένηται· τὰ δὲ γενόμενα δῆλον ὅτι τοῦ πεποιηκότος
ἐλάττονα ἀεὶ δείκνυται, καθό και μείζονα τιμὴν ἔχει
οἴκου ὁ κατασκευάσας αὐτόν. Τις οὖν ὁμοιωθήσεται
σαι; ἥλιος διὰ τί φῶς; ἀλλὰ καθ᾿ ἑκάστην αὐτὸν ὁρῶ
σβεννύμενον· τάξιν γὰρ ἔλαχε πρὸς ἑσπέραν διαδεχθῆς
και ὑπὸ νυκτός. Σελήνη διὰ τὴν εὐπρέπειαν; ἀλλ'
ἑκάστου ἔτους ἀποθνήσκει, καὶ τίκτεται τρόπον τινά.
Αστέρες, ὅτι φαίνουσιν; ἀλλ' ἡμέρας λαμψάσης, ἀρ
νοῦνται τὴν ἔλλαμψιν. θάλασσα διὰ τὸ τοῦ πελάγους
ἀμέτρητον; ἀλλὰ ξύλῳ τέμνεται μικρῷ, καὶ κώπη μα
στίζεται· ἀνθρωπίναις γάρ χρείαις παρὰ σοῦ κεκέλευ
σται [801] υπουργεῖν. Γῆ πάλιν διὰ τὸ ἑδραῖον; ἀλλὰ
σοῦ βουληθέντος οτὲ δήποτε σαλεύεται βλέμματι· καὶ
γὰρ χοῦν σοι προσήνεγκε δημιουργοῦντι τὸν ἄνθρωπον,
ὅτε ψυχῆς ἐμπνεύσει τον πηλὸν πτησας. Οὐρανὸς οὖν
ὁμοιωθήσεται σοι; Πῶς; καίτοι σοῦ κελεύσαντος, νε
φέλην σοι παρέστησεν εἰς ὕψος ἀφιππεύουσαν, ὡς
ποτε τὸν ἀστέρα τοῖς μάγοις ἐν Βηθλεὲμ, τὰ σὰ θεῖα
γενέθλια διδάξαντα. Αγγελος οὖν ἢ ἀρχάγγελος ὁμοιω
θήσεταί σοι; Πῶς ἢ τίνι τρόπῳ; ὅτι πνεύματα λει
τουργικά τυγχάνουσι, τοῖς σοῖς μετά φόβου διακονοῦντα
προστάγμασιν. Αλλὰ ἀγγέλων μνησθείς, τῷ λόγῳ
κατεπείγομαι πρὸς ἐκεῖνον τὸν ἄγγελον, τὸν ἐπὶ τῷ
λίγῳ τοῦ ζωηφόρου καθεζόμενον μνήματος. Οίδα γὰρ
ὅτι οὐκ ἀγανακτήσει. λειτουργὸς ὑπάρχων ἐκείνου
τοῦ τὸν Θωμᾶν πείσαντος ψηλαφὴν εὐσεβῶς, καὶ ἐρευ
νὰν ἀσφαλῶς, καὶ τιμὴν θεοπρεπῶς τὸ μέγα μυστήριον.
Λέγε μοι τοίνυν, ὦ ἄγγελε· ὅπου μὲν γὰρ ἕνα σε,
ὅπου δὲ καὶ συλλειτουργὸν ἔχοντα μεθ᾿ ἑαυτοῦ τὰ θεῖα
γράφουσιν Εὐαγγέλια· μία δὲ χάρις, μία δὲ διακονία
τὸ πράγμα συνίστησι λέγε μοι, τίνος χάριν τοὺς οὐ
ρανούς καταλιπών προσεδρεύεις τῷ τάτῳ, καὶ ταῖς
ἄνω δυνάμεσι συνδιαιτώμενος, κάτω γυναιξὶ φαίνῃ
διαλεγόμενος; ἀφῆκας τὰ Χερουβίμ, καὶ παρακάθῃ τῷ
μνήματι; τῆς ἄνω φοβερᾶς ἐπαύσω λειτουργίας, καὶ
κάτω μετὰ χαρᾶς πληροφορείς τὴν Μαριάμ; σεισμῷ
τοὺς φυλάσσοντας στρατιώτας ἐνέκρωσας, καὶ πειθοί
τὰς γυναῖκας ἀποστολικῶς ἐξεπαίδευσας; "Ηλθε Πέτρος,
ἀλλ᾽ ἑαυτὸν ὡς ἀσώματος έκρυψας· κατέλαβεν Ιωάν
τῆς, ἀλλὰ τὴν σὴν καὶ οὗτος παρουσίαν ηγνόησεν. Αμε
φότερο: μὲν σύμβολα τῆς ἐγέρσεως τοῦ μὴ κλαπέντος
νεκροῦ, ἀλλ' ἀναστάντος Θεοῦ ἐθεώρησαν τὰ ἐθόνια
μόναις δὲ ταῖς γυναιξὶν ἐμφανίζῃ, καὶ μόναις ταύταις
παρεγγυᾷς μὴ φοβεῖσθαι, καίτοι κοινὸν ὑπῆρχε πᾶσι τὸ
τῆς ἀναστάσεως κέρδος. Μὴ γὰρ γυναῖκας μόνον, οὐχὶ
δὲ καὶ ἄνδρας ὁ Δεσπότης ἐκ νεκρῶν ἀνέστησε; μὴ
μόνον σῶσαι τὴν Εὔαν, οὐχὶ δὲ καὶ τὸν ᾿Αδὰμ ὁ Λόγος
σαρκωθείς παρεγένετο; Τί τοίνυν τους πόδας τῆς κεφα
λῆς προτάττεις, καὶ τὴν τάξιν ἀνατρέπεις, γυναίκας
χειροτονῶν ἀποστόλους; Πρνήσατο Πέτρος; ἀλλὰ Πέ
τρου ἡ ἄρνησις ὀνίνησι· πικρῶς γὰρ δακρύσας ἐδίδαξε
πῶς ἀνύεται ἄφεσις. Πάντες αὐτὸν κατέλιπον οἱ
ἀπόστολοι; ἀλλ᾽ Ἰωάννῃ τῷ Θεολόγῳ καὶ παρθένῳ
τὴν οἰκείαν κατὰ σάρκα μητέρα παρέθετο. Οὐχ ἁπλῶς
επετράπη το πράττειν τὸ νῦν θεωρούμενον, ἀλλὰ δέ
δαξον τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἀσφαλεστέρῳ πόθῳ
ψηλαφώσαν τὸ κέλευσμα. Ναι, φησί, προλαμβάνω
τὸν Παῦλον, καὶ τὴν ἐκείνου προαρπάζω φωνήν· Οὐ
γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· οὐκ ἔστιν
Ἰουδαῖος, οὐδὲ Ελλην, οὐκ ἔστι δοῦλος ἢ ἐλεύθερος,
οὐκ ἔστιν ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς ἐστε ἐν
Χριστῷ Ἰησοῦ. Διὸ λάμβανε σύντομον, ὦ πιστέ, τήν
απόκρισιν ὧν ζητεῖς καὶ ὧν μαθεῖν ἐπεζήτησας. Τιμώ
τὴν γυναῖκα διὰ τὸν ἐκ γυναικὸς καὶ περιποιοῦμαι
τὸ ἀσθενὲς τῆς φύσεως διὰ τὸν ἐξ αὐτῆς προελθόντα
καθὼς αὐτὸς ὁ τεχθεὶς ᾠκονόμησε. Δοῦλος γάρ εἰμι, καί
νόμοις ἀκολουθώ Δεσποτικοῖς. Ο Ποιητής ἐξελέξατο
γυναῖκα, καθώς ἠθέλησε· πρὸς ταύτην κἀγὼ διαλέ
γομαι. Οὐκ ἐκτήσατο πατέρα ἐπὶ τῆς γῆς· ἔχει γὰρ ἐν
οὐρανῷ. Καθώς οὖν ἀπάτωρ ἐπὶ γῆς, ἀμήτωρ ἐστὶν
ἐν οὐρανῷ. Ελαβεν ἐξ ἀνθρώπων μητέρα, χρεία γὰρ
ην δι' ἡμᾶς ἐκ γυναικός προελθεῖν τὸν τοῦ γένους Δη
μιουργόν. Ο ποιῶν τοίνυν ἡμᾶς] τοὺς ἀγγέλους αὐτοῦ
πνεύματα καὶ τοὺς λειτουργούς αὐτοῦ πυρὸς φλόγα, ἐν
ἀρχῇ τοῦ μυστηρίου οὐ πρὸς τὸν Ἰωσήφ, ἀλλὰ πρὸς
την Μαρίαν τὸν Γαβριὴλ ἀπέστειλε, καὶ τῇ φύσει
συνηγορῶν ὡς Δεσπότης, καὶ τὰ τῶν βλασφήμων στό
ματα χαλινῶν ὡς προγνώστης. Τὸν γὰρ διὰ γυναικὸς
απατηθέντα, δι' αὐτῆς εἰκότως ἐπιστρέψαι βούλεται.
Ωδινεν Εύα θάνατον· αὕτη δὲ πάλιν τὴν ζωὴν ἡμῖν
ἔτεκε διὰ τῆς Μαρίας. Ελάλησε ποτε τῷ διαβόλῳ ἐκείνη
δι' όφεως. νῦν ἄγγελοι πρὸς αὐτὴν διαλέγονται. Ξύλω
γὰρ τὸ ξύλον ὁ Χριστὸς ἀντεστράτευσε, καὶ γεῦσιν ὑμῖν
ἀντὶ γεύσεως δέδωκεν, ἵνα βλέποντες ἑκόντα ταπεινού
μενον δι' ὑμᾶς, τὴν ὑμᾶς κατ' εἰκόνα ποιήσαντα, όμο
λογήσητε την συγκατάβασιν, καὶ δοξάσητε τὸν [803] οὕτω
θελήσαντα, λέγοντες καὶ διὰ τοῦτο, καὶ διὰ πάντα· Ο
Θεός, τίς ὁμοιωθήσεται σοι; Χαρίζῃ, καὶ οὐ μετα
νοεῖς· ὀγίζῃ, καὶ μετανοεῖς· λύεις τὰ σὰ, ἵνα στήσης
τὰ ἡμέτερα. Εἶπας πρὸς τὸν ᾿Αδάμ Εν ἱδρῶτι του
προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ πάλιν
ἀπόφασιν ἔλυσας, ζωῆς γεγονώς ἄρτος, και σε χωρίς
ἱδρῶτος ἐσθίομεν. Εἶπας αὐτῷ πρώην Γἢ εἰ καὶ εἰς
γῆν ἀπελεύσῃ· ἀλλὰ νῦν τὸν ἀπὸ τῆς γῆς καὶ εἰς γῆν
ἀναλύοντα ἐπὶ τῶν ὤμων λαβὼν, εἰς οὐρανὸν ἐνεθρό
νισας, διὰ Μαρίας τὸ μέλλον τοῖς μαθηταῖς σου δη
λώσας· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα
ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Εἶπας πρὸς τὴν
Εξαν· Ἐν λύπαις τέξῃ τέκνα· ἀλλὰ τεχθεὶς ἐκ γυναικός,
τὴν χρόνιον κατάραν ευκαίρως ήμαύρωσας. Εἶπας προς
τὸν ὄφιν· Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή
σεις αὐτοῦ πτέρναν· ἀλλὰ ἔνιψας ἡμῶν τοὺς πόδας
ἐν τῷ βαπτίσματι, καὶ οὐκέτι προσέρχεται, χεῖρα Δεσπο
τικὴν ἐν τοῖς ποσὶ τῶν οἰκετῶν λάμπουσαν εὐλαβούμε
νος. Ὦ πῶς οὐκ ἀφίει τῷ διαβόλῳ τόπον φυγῆς, ὁ ἄνω
καὶ κάτω καὶ πανταχού παρών οικονομία τῆς χάριτος 1
Οὗτος ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα,
ὅσα ἠθέλησεν, ἐποίησεν. ᾿Αλλὰ τί τὸ καινοπρεπὲς τῆς
παρούσης ἑορτῆς; ὅπερ ἐστὶ καὶ γλώσσῃ καὶ διανεία
πρὸς ἔκφασιν δύσκολον. Αφνω γὰρ τοὺς μαθητάς δι
δάσκοντι, καὶ πρὸς τὴν πάλην ἀλείφοντι, ὡς παιδίσκη
τις τοῖς ἀχράντοις ίχνεσι τοῦ Χριστοῦ ὑπεισελθοῦσα
νεφέλη, την πρώην αὐτὸν βαστάσασαν ἀβρόχως θάλασ
σαν μιμουμένη, ἀτρόμως, αταράχως τὸν Δεσπότην
ἀνέλαβε, καὶ τὸν ποτε ὡς ὑετὸν ἐπὶ πόκον καταβάντα,
τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐμφανῶς ἀποδέδωκε. Τὴν
μὲν γὰρ κατάβασιν Αγνόησαν άγγελοι, Εξουσίαι, Δυνά
μεις, Κυριότητες, τὴν δὲ μετὰ σαρκὸς ἀνάληψιν ἀνευφη
μοῦσαι ἐκέκραγον· Κύριος τῶν Δυνάμεων, αὐτός ἐστιν
ὁ Βασιλεὺς τῆς δόξης. Οὗτός ἐστιν ὁ κατὰ Παῦλον
δεύτερος Αδάμ. Αλλ' ἐκεῖνος μὲν ἄνευ μητρὸς τίκτε
ται, οὗτος δὲ ἄνευ πατρὸς κατὰ τὴν σάρκωσιν φαί
νεται. Οὗτός ἐστιν ὁ τοῦ γένους κεραμεύς, ὅθεν τὸ
φύραμα λαβὼν τὸ ἡμέτερον, ἐν ἑαυτῷ ὡς ἠθέλησε τὸ
σαθρωθεν ἀνεκαίνισεν· οὗτός ἐστιν ὁ τὴν Εὔαν διὰ
Μαρίας ἀπαλλάξας ὠδίνων· παρθενία γὰρ διηκόνησε
θεότητι, καὶ νηδύς ἐλειτούργησε τόκῳ, τῷ σαρκι
θέντι Λόγῳ· Πνεῦμα γὰρ ἦν ἅγιον, ὅπερ ἐμαιεύσατο
τὴν ἀπειρόγαμον παρὰ φύσιν λοχεύουσαν. Οὗτός ἐστιν
ὁ παθὼν ὡς ἐτέχθη, καὶ ἀναστὰς ὡς ἐτάφη, καὶ ἀνελ
θὼν εἰς οὐρανοὺς, οὐχ ὡς κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς
ἀπίστοις Ιουδαίοις όνειδος αἰώνιον καταλιπών τὰ ἐντά
φια. Οὗτός ἐστιν ὁ παρὰ γυναικών θρηνούμενος ὡς
νεκρὸς, καὶ ταῖς γυναιξὶ φανερούμενος ὡς Θεός· ουτός
ἐστιν ὁ γενόμενος ἐκὼν ὅπερ εσμέν, καὶ ποιήσας ἡμᾶς,
ὅπερ ἐστίν· οὗτός ἐστι Θεός· πάλιν Οὕτως ἐλεύσεται,
δν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν
οὐρανόν. Οὔτε γὰρ ἀπελείφθη τοῦ θρόνου ποτὲ οὗτος,
κἂν λαθὼν τὰ Χερουβὶμ κατῆλθε δι' ἐμὲ, ἵνα τοῖς ἐμοῖς
κοινωνήσας κατ' ἐμὲ τὰ ὑπὲρ φύσιν τῇ φύσει εὐκόλως
δωρήσηται. Οὗτός ἐστιν ὁ ἀθάνατος νεκρός, ὁ ἀχώρητος
Θεός, ὁ συναΐδιος Υἱὸς, καὶ σύνθρονος τοῦ Πατρός
περὶ οὗ διαρρήδην ὁ Προφήτης ἐδέα, Εἶπεν ὁ Κύριος
τῷ Κυρίῳ μου· Κάθον ἐκ δεξιών μου, ἕως ἂν θῶ τοὺς
ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Εὐτρεπίσω
μεν τοίνυν ἑαυτούς, παρακαλῶ, ἵνα τῆς παρὰ τοῦ Πνεύ
ματος συνεργείας ἀπολαύοντες, καὶ τὸν παρόντα βίον
ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Αμήν.
Continue reading PG 62: Ordo Rerum →≣ entire volume