Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1331–1332page 1 of 4
In Orationem catecheticam
PG 45:1331τῆς ματαιότητος δοῦλοι τὰ κατὰ γνώμην αὐτοῖς, ἀλλ᾽ οὐ περὶ τοῦτο δόξαν τινὰ προστίθησι τοῖς εἰδώλοις ή αἴτησις· κἀκεῖνοι δὲ δι᾿ ἀπάτης αὐτοὺς παρέχοντες προσδοκίᾳ τοῦ μετασχεῖν τινὸς ὧν ἐλπίζουσιν, αἰτοῦντες οὐ διαλείπουσι. Σὺ δὲ πεπεισμένος οίων καὶ ὅσων παρεκτικόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὑπερορᾷς τῆς αἰτήσεως, καὶ καταφεύγεις ἐπὶ τὸν νόμον τὸν κε λεύοντα κύριον τὸν Θεὸν προσκυνεῖν, καὶ αὐτῷ μόνῳ λατρεύειν; Πῶς οὖν αὐτῷ μόνῳ λατρεύσεις, είπέ μοι, ἀποσχίσας αὐτὸν τῆς πρὸς τὸν Μονογενῆ καὶ τὸ Πνεῦμα ἑαυτοῦ συναφείας; ἀλλ᾽ αὕτη Ἰουδαϊκὴ ἡ προσκύνησις. κδ'. 'Αλλ' ἐρεῖς ὅτι, Πατέρα ἐννοῶν, καὶ τὸν Υἱόν τῇ προσηγορία συμπεριέλαβον. Τὸν δὲ Υἱὸν, εἰπέ μοι, τῇ διανοίᾳ λαβὼν, ἆρ' οὐ συμπαρεδέξω καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἂν ἀντείποις. Πῶς γὰρ αὐτὸν ὁμολογήσεις, μὴ ἐν Πνεύματι ἁγίῳ; Πότε οὖν τοῦ Υἱοῦ το Πνεῦμα χωρίζεται, ὥστε τοῦ Πατρὸς προσκυνουμένου, μὴ συμπεριλαμβάνεσθαι μετὰ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ ματος τὴν προσκύνησιν. Αὐτὴν δὲ τὴν προσκύνησιν τί ποτε εἶναι λογίζονται, ἣν ὡς ἐξαίρετόν τι γέρας τῷ ἐπὶ πάντων Θεῷ χαριζόμενοι, καὶ ἕως τοῦ Μονο γενοῦς ἔσθ' ὅτε τὴν τιμὴν ταύτην διαβιβάζοντες, ἀπ αξιοῦσι τὸ Πνεῦμα τοῦ τοιούτου γέρως; Η μὲν γὰρ ἀνθρωπίνη συνήθεια τὴν πρὸς τὸ ἔδαφος τῶν ὑπο χειρίων ἐπίκλισιν, ἣν ἀσπαζόμενοι τοὺς δυνατωτέρους ἐπιτηδεύουσι, τοῦτο προσαγορεύει προσκύνησιν· και θὼς φαίνεται καὶ ὁ Πατριάρχης Ἰακώβ τοῦ ἀδελφοῦ. τὴν ὀργὴν ἱλεούμενος τὸ καταδεέστερον ὑπὸ ταπεινα φροσύνης, διὰ τοῦ τοιούτου σχήματος ἐν τῇ ὑπαντήσει πρὸς αὐτὸν ἐπιδείκνυσθαι. • Προσεκύνησε ο γάλ φησι, ε τρίτον ἐπὶ τὴν γῆν.» Καὶ οἱ τοῦ Ἰωσὴρ ἀδελφοί, ἕως αὐτοί τε ηγνόουν, κἀκεῖνος τὴν ἄγνοιαν πρὸς αὐτοὺς ὑπεκρίνετο, διὰ τὸ ὑπερέχον τοῦ ἀξιώ ματος, τῇ προσκυνήσει την δυναστείαν ἐτίμησαν. Προσκυνεῖ δὲ ὁ μέγας ᾽Αβραὰμ τοὺς Χετταίους, τοὺς έγχωρίους ὁ ἔπηλυς, δεικνύς, οἶμαι, δι' ὧν ἐποίει, ὅσον οἱ αὐτόχθονες τῶν παροικούντων ἐπικρατέστεροι. Καὶ πολλὰ τοιαῦτα λέγειν ἐστὶ ἔκ τε τῶν ἀρχαίων διηγημάτων, καὶ ἐκ τῶν παρόντων τοῦ βίου ὑποδειγμάτων. Αρ' οὖν τοῦτο νοοῦσι καὶ αὐτοὶ τὴν προσκύνησιν; Καὶ πῶς οὐ καταγέλαστον τὸ μήτε τούτου οἴεσθαι δεῖν ἀξιοῦν τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ τοὺς Χαναναίους ὁ Πατριάρχης ἠξίωσεν; Ἢ ἄλλην τινὰ παρὰ ταύτην νομίζουσι τὴν προσκύνησιν, ὡς τὴν μὲν ἀνθρώποις, τὴν δὲ τῇ ὑπερεχούσῃ φύσει προσήκουσαν; Πῶς οὖν καθόλου τὴν προσκύνησιν ἀθετοῦσιν ἐπὶ τοῦ Πνεύματος, μηδὲ τὴν ἐπὶ τῶν ἀνθρώπων συγκεχωρημένην αὐτῷ χαριζόμενοι; κε'. Τίνα δὲ καὶ νομίζουσιν ἰδίως, ἀποτετάχθαι τῷ Θεῷ προσκυνήσεως τρόπον; Τὸ εἰπεῖν τῷ ῥήματι, ἦ τὸ ἐνεργῆσαι τῷ σχήματι; Η ταῦτα μὲν καὶ πρὸς ἀνθρώπους ἐστὶ κοινά· καὶ γὰρ λέγεται καὶ ἐπ᾿ ἀν θρώπων τὰ ῥήματα, καὶ ἐνεργεῖται τα σχήματα. Τί οὖν ἐπὶ Θεοῦ τὸ ἐξαίρετον; Η παντὶ δῆλον τῷ καὶ ὁποσονοῦν διανοίας μετέχοντι, ὅτι θεοῦ μὲν ἄξιον
col. 1333–1334page 2 of 4
PG 45:1333δῶρον ἡ ἀνθρωπίνη φύσις ἔχει οὐδέν· τῶν γὰρ ἀγα θῶν ἡμῶν ὁ Ποιητὴς ἡμῶν χρείαν οὐκ ἔχει. Ἡμεῖς δὲ οἱ ἄνθρωποι τὰς τιμητικὰς ταύτας καὶ ἀγαπητικὰς ἐνδείξεις, ἃς ἐπ' ἀλλήλων ποιούμεθα, ἕτερον τοῦ ἑτέρου ταπεινότερον εἶναι τῇ ὁμολογίᾳ τῆς τοῦ πέλας ὑπεροχῆς ἐνδεικνύμενοι, ταύτας μετηνέγκαμεν εἰς τὴν θεραπείαν τῆς κρείττονος φύσεως, τῶν ἐν ἡμῖν τὰ τίμια, τῇ ἀτιμήτῳ φύσει δωροφοροῦντες. Καὶ διὰ τοῦτο, ἐπειδὴ προσιόντες βασιλεῦσιν ἢ δυνάσταις οἱ ἄνθρωποι, ὑπὲρ ὧν ἂν γενέσθαι τι αὐτοῖς παρὰ τῶν δυναστευόντων θελήσωσι, οὐ ψιλὴν προσάγουσι τοῖς κρατοῦσι τὴν αἴτησιν, ἀλλ' ὡς ἂν μάλιστα πρὸς οἶκτον καὶ εὔνοιαν ἑαυτῶν ἐπαγάγοιντο, ταπεινοῦνται τῷ λόγῳ, καὶ προσκυνοῦσι τῷ σχήματι, καὶ γονάτων ἅπτονται, καὶ εἰς ἔδαφος πίπτουσι, καὶ διὰ πάντων οἰκτιζόμενοι συνήγορον τῆς αἰτήσεως ἑαυτῶν προβάλλονται, δι' ὧν ποιοῦσι τὸν ελ... Διὰ τοῦτο οἱ τὴν ἀληθῆ δυναστείαν ἐπεγνωκότες, δι' ἧς πάντα διοικεῖται τὰ ὄντα... τες ὑπὲρ ὧν ἂν ᾖ φίλον αὐτοῖς. Οἱ μὲν ταπεινοὶ τὰς ψυχὰς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ... ζομένων. Οἱ δὲ ὑψηλοὶ τὴν διάνοιαν περὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἐλπίδων, ἐπειδὴ οὐκ ἔχουσιν πῶς αἰτήσουσιν, οὐδὲ χωρεῖ ἡ ἀνθρωπίνη φύσις ἐνδείξασθαι τινα τιμὴν πρὸς τὴν μεγαλοπρέπειαν τῆς δόξης φθάνουσαν, μετήνεγκαν τὴν ἐπὶ τῶν ἀνθρώπων νενομισμένην θεραπείαν εἰς τὴν τοῦ θείου τιμήν. Καὶ τοῦτό ἐστιν ἡ προσκύνησις, ἡ μετὰ ἱκεσίας καὶ ταπεινότητος τῶν καταθυμίων τινὸς αἴτησις γινο μένη. Διὸ καὶ Δανιὴλ κάμπτει τῷ Κυρίῳ τὰ γόνατα, ἐπὶ τοῦ αἰχμαλώτου λαοῦ τὴν φιλανθρωπίαν αἰτούμενος. Καὶ ὁ τὰς ἀσθενείας ἡμῶν βαστάσας, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων, διὰ τοῦ ἀνθρώπου ὃν ἀν έλαβε προσπίπτειν ἐπὶ τὸ πρόσωπον ἐν καιρῷ προσ ευχῆς ὑπὸ τοῦ Εὐαγγελίου ἱστάρηται, καὶ τούτῳ τῷ σχήματι τὴν εὐχὴν ἐποιεῖτο, νομοθετῶν, οἶμαι, τῇ ἀνα θρωπίνῃ ζωῇ, τὸ μὴ ἀπαθαδιάζεσθαι ἐπὶ τοῦ καιροῦ τῆς αἰτήσεως, ἀλλὰ διὰ πάντων πρὸς τὸ ἐλεεινὸν μεθ. αρμόζεσθαι, ἐπειδὴ ο Κύριος υπερηφάνοις ἀντι τάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· ο καί που, «Ο ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.» Εἰ οὖν ἡ προσκύνησις οἷον ἱκετηρία τίς ἐστι, εἴτε συνηγορία προβεβλημένη τοῦ σκοποῦ τῆς αἰτήσεως, ἡ δὲ αἴτησις πρὸς τὸν τῆς δυνάμεως Κύριον γίνεται, τίς ἡ διάνοια τῆς καινῆς ταύτης νομοθεσίας; οὐδὲ παρὰ τοῦ διδόντος αἰτεῖν, μήτε ὑποκύπτειν τῷ ἄρχοντι, μήτε θεραπεύειν η?... τὸν δυναστεύοντα;... κε. χχνί,
col. 1335–1336page 3 of 4
PG 45:1335τῇ ἀκοῇ τῶν ἀπίστων προσαγομέ ταῖς κατασκευαῖς κεχρημένους μου τὰς κατασκ. χρωμένους. Καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονεν ἄνθρωπος, διὰ τοῦτο ὁ λόγος αὐτοῦ παύεται καὶ οὐ μὲν ἀνθρώπων πολλοὶ καὶ διάφοροι λόγοι κατὰ ἡμέ ραν παρέρχονται διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλ' πάντως ἐστὶ τῶν τὸ θεῖον, οἱ περὶ τούτων καὶ τῆς αὐτῆς ἔχεται. ἀγαθότης ἐστὶ τοῦτον ἐν κακοῖς γεγενῆσθαι παρὰ τοῦ πεποιηκότος αὐτῷ τῶν καλῶν. τῆς γὰρ βασι ἡ λογικὴ καὶ εὐκίνητός ἐστιν, μερίς χωρίον "Οτι εἰς βελτίονα χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν πῶρός ἐστιν οὐσία λιθώδης καὶ ἀπό
col. 1337–1338page 4 of 4
PG 45:133730 1), ἀποσαρκωθείσαις. ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ ἔπρεπεν ἡ τοῦ πεπτωκότος ἀνόρθωσις, διέφερεν ἡ τοῦ τὸ δυνατὸν, καὶ τὸ πρέ πεπτωκότα μανθάνοντες. μυστή μυστήριον τῆς οἰκονομίας περὶ τῆς θείας οἰκονομίας τὸ ἐξαίφνης, τὸ ἄτομον, τὴν στιγμὴν ρον τῆς σαρκὸς τῆς θεότητος) περιεί καὶ ἐξηρμένην τοῦ ὑποκειμένου, προσεγγισμόν γνωρίσαντας, τας, οι διασώσασθαι. διασώζεσθαι, πιστεύοντες, πιστεύοντας. σεως οὐκ ἐπιγινώσκομεν •; καὶ τὸν τῆς ἑνώσεως, τὸν δὲ τῆς ἀνακράσεως τρόπον. ΙΙ, 31, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν, καὶ μετὰ θάνατον ἐν δια γενῆσθαι ἀποδεικνύμενος, κτίσιν τινά. Καὶ τοῦτό ἐστι φύσει μὲν τῆς τοῦ Θεοῦ περὶ τὸν θάνατον οἰκονομίας περὶ τὸν θάνατον περὶ τὸν ἄνθρωπον, ὁ πλοῦτος τῆς χρηστά τὸ πλῆθος τῆς χρηστότητος. »: Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς έκρυψας τοῖς φοβουμένοις σε! Τί πολὺ τὸ ἀγαθόν σου, ὃ ἔκρυψας!
Continue reading PG 45: Antirrheticus adversus Eunomii Ecthesin (Gregorii Nyss.; → PG45) →≣ entire volume