PG 55John Chrysostom
Expositions on the Psalms
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG_UC clean (diplomatic Greek); OCR kept as Page view — PG column chips mark the printed columns.

On Psalm CXXIXIn Psalmum CXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:373ΕΙΣ ΤΟΝ ΡΚΘ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. α. Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος, οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ, ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυ-μίας, ἐξ αὐτῶν τῆς διανοίας τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν ὁλό-κληρον τὴν καρδίαν, μετὰ πολλῆς τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες· διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν, οὐ περιτρεπό-μεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ. Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον τὴν ῥί-ζαν, καὶ τοὺς κόλπους αὐτῆς περισφίγγον, πρὸς ἅπα-σαν πνευμάτων ῥύμην ἀνθίσταται, τὸ δὲ περὶ τὴν ἐπιφάνειαν κείμενον, μικρᾶς προσπεσούσης αὔρας διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ τῆς γῆς κεῖ-ται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι, κἂν μυρίοι προσέλ-θωσι λογισμοὶ, κἂν ἅπασα ἡ τοῦ διαβόλου παράταξις, ἐκτενεῖς μένουσι καὶ ἀνένδοτοι, μὴ περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι, καὶ μὴ ἀνερχόμεναι κάτωθεν, οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος. Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρε-ψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας· καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος. Ἀλλ’ οὐχ οἱ ἅγιοι οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύ-της τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ σῶμα κατακάμ-πτειν. Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος, πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν ἀνακαίων τῆς θερμότητος, οὕτω τὰς εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτετα-μένον πρὸς τὸν οὐρανὸν, καὶ οὕτως ἐκτεταμένον, ὡς καὶ πῦρ ἄνωθεν κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντεί-νας, τὴν ἀνάστασιν ἐκείνην εἰργάζετο, οὐ διακλώμε-νος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερ-μαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν καὶ τοὺς ἁγίους ἐκείνους; Γυναῖκας εἶδον πολλάκις δι’ ἀπόδημον ἄνδρα καὶ παιδίον ἀῤῥωστοῦν οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται γυναῖκες ἐν εὐ-χαῖς, ποίαν ἕξει συγγνώμην ὁ ἀνὴρ τῆς ψυχῆς νενε-κρωμένης μαλακιζόμενος; Διά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας ἠφίει πη-γὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς. Ὁ γὰρ οὕτως εὐχόμενος, καὶ πρὶν ἢ λαβεῖν ἅπερ αἰτεῖ, μεγάλα ἀπὸ τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα, θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν τήκων, τῶν βιωτικῶν τὸν ἔρωτα καταμαραίνων, ἐν πολλῇ γαλήνῃ τὴν ψυχὴν καθι-
PG 55:374στὰς, εἰς αὐτὸν λοιπὸν τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον, καὶ ὑετοῦ μᾶλλον καταμαλάσσει καὶ διαβρέχει. Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ’ ὅπερ τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυ-μῷ πετρούμενον, τοῦτο καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη καὶ λίθος γινομένη. Δεῖ τοίνυν ἡμῖν πολλῆς θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον, ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν. Καὶ γὰρ καὶ τοῦτο ἔργον εὐχῆς. Ὁ οὕτως εὐχόμενος, ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ δια-νοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Δύο ἐνταῦθα τίθησι, καὶ τὸ, Ἐκ βαθέων, καὶ τὸ κράξαι· κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φω-νῆς μου. Ἐντεῦθεν δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ’ ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ’ αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύ-ριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διά-θεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε,
τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρ-τωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προς-ιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν φησίν· Ἐὰν ἀνομίας παρατη-ρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ. β. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ τί λέγω τοὺς ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαι-τῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δυνήσεται ὑποστῆναι. Τί γὰρ καὶ δυνήσεται ἐρεῖν; Προφήτας ἀνέγνω κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νό-μου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη, ἕως τῆς θαυμαστῆς ἐκείνης ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε πάντα φύρων καὶ συγχέων. Ἀλλ’ ὅμως πάντα ἐκεῖνα
PG 55:375παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα καὶ σημεῖα, καὶ τοσαύτην πα-ραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπὸν πεσόντα; Ἀλλ’ ὅμως κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. Διὸ ἔλεγε· Σίμων, Σίμων, ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι, ἀλλ’ ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας ὑπευθύνους εὑρήσει πάντως. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασια-σμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττο-μένου τὸν πολὺν τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον, καὶ τὸ ἀχα-νὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται; Καὶ οὐκ εἶπε, τίς διαφεύξεται; ἀλλὰ, Τίς ὑποστή-σεται; Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι παρὰ σοὶ ὁ ἱλα-σμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ’ ἐν τῇ ἀγαθότητι τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κό-λασιν. Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι ὀργῆς. γ. Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρω-πίας. Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν, Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλ-ανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σω-τηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων, πάλαι ἂν ἀπήλπισα· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας. Ποίῳ λόγῳ; Τῷ τῆς φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ’ ὅσον ἀπέχουσιν αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Τουτέστιν, οὐ κατορ-θώσαντας ἔσωσα μόνον, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφει-σάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν ἐπεδειξά-μην. Ἄλλος φησὶν, Ὅπως ἐπίφοβος ἔσῃ, προσεδό-κησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς, τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πά-λιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ὅτι εἰ καὶ ἁμαρ-τωλὸς ἐγὼ, καὶ μυρίων γέμων κακῶν, φησὶν, ἀλλ’ ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷ
PG 55:376Ἰεζεκιὴλ λέγει· Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν. Τουτέστιν, ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζε-σθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα Κύριον. Ἄλλος, Ἕνεκεν νόμου ὑπέμεινα Κύριον. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἄλλος, Προσεδό-κησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκα-ραδόκησα. Τουτέστιν, ἀπὸ τῶν ἐπαγγελιῶν καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν περὶ φιλανθρωπίας καὶ χρη-στότητος ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον τὰ κατὰ ἐμαυτόν. Ἀπὸ φυλακῆς πρωί̈ας μέχρι νυ-κτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί· τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν. Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμ-πίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα. Τοῦτο τεῖχος ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο πύργος ἄμαχος. Κἂν τὰ πράγματα τοίνυν θάνατον ἀπειλῇ, καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ’ αὐτοῦ σωτηρίαν. Ῥᾴδια γὰρ αὐτῷ πάντα καὶ εὔκολα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν φερο-μένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμ-μαχίας μόνον· ἀλλὰ καὶ τότε μάλιστα, ὅταν κλυδώ-νιον ᾖ καὶ χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέ-μαται κίνδυνος. Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσε-ται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας ἄπειρον πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ ἀπαγο-ρεύειν. Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικά-ζοντος διὰ τὸν πολὺν ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπὲς, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς καὶ συγγνώμην διδόναι ἐπιῤῥεπὲς καὶ πρόχειρον. Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ τῆς φιλ-ανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μό-νον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ’ οὖν εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι, καὶ μηδέποτε
ἀποστῶμεν, κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι κύριός ἐστι,

On Psalm CXXXIn Psalmum CXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:377καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες αὐτοῦ τῷ ἐλέει καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ πάντως ἕψεται τὰ παρ’ ἐκείνου, ἐπειδὴ ἄφατον παρ’ αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλ-ανθρωπία· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛ ΨΑΛΜΟΝ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἄλλος· Οὐδὲ ὑψώθησαν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Ἐν μεγαλωσύναις. Ἄλλος, Ἐν μεγαλειότησιν, οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Τί τοῦτο; Ὁ Παῦλος, καὶ ἀνάγκης οὔσης, τὸ ἑαυ-τὸν ἐγκωμιάζειν ἀφροσύνην φησί· διὸ καὶ ἐπήγαγε λέγων· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Πῶς οὖν τοῦτο ἠγνόησεν ὁ Προφήτης καὶ καυχᾶται νῦν οὐκ ἐπὶ δύο, καὶ τριῶν, καὶ δέκα, ἀλλ’ ἐπὶ τῆς οἰκουμένης ἁπάσης, καὶ καυχᾶται λέ-γων, Ταπεινός εἰμι καὶ μέτριος, καὶ ταπεινὸς καθ’ ὑπερβολὴν, καὶ ἁπλοῦς; Τοῦτο γάρ ἐστι τὸ, Ὡς ἀπο-γεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὅτι οὐ πανταχοῦ τὸ πρᾶγμα κεκώλυται, ἀλλ’ ἔστιν ὅπου καὶ ἀναγκαῖόν ἐστι, μᾶλ-λον δὲ ἔστιν ὅπου οὐ καυχώμενοι, ἀλλὰ μὴ καυχώμε-νοι, ἄφρονες γινόμεθα. Διὸ καὶ ὁ Παῦλος λέγει· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ γὰρ ὁ ἐπὶ τῷ σταυρῷ μὴ καυχώμενος πάντων ἐστὶν ἀφρονέστα-τος καὶ παρανομώτατος· ὁ ἐπὶ τῇ πίστει μὴ καυχώμενος πάντων ἐστὶν ἀθλιώτερος· ὁ ἐπὶ τούτοις μὴ καυχώμενος καὶ παῤῥησιαζόμενος ἀπολεῖται πάν-τως. Διὰ τοῦτο θαῤῥῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Μὴ καυ-χάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχά-σθω, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Πῶς δὲ κακὸν τὸ καυχᾶσθαι; Ἐὰν ὡς ὁ Φαρισαῖος αὐτὸ ποιῶμεν. Καὶ διὰ τί, φησὶν, ὁ Παῦλος εἶπε, Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε; Ὅτι τὰ κατορθώματα αὐτοῦ διηγεῖτο τὰ ἐπὶ τοῦ βίου καὶ τῆς πολιτείας, ἅπερ οὐκ ἔδει προφέρειν ἀνάγκης μὴ οὔσης. Ἀλλαχοῦ δέ φησιν· Ἐὰν καὶ θελήσω καυ-χήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Ὥστε ὁ τὰ ἀληθῆ λέγων, τοῦ καιροῦ καλοῦντος, οὐκ ἔστιν ἄφρων. Οὐκ ἄρα οὐδὲ ὁ Προφήτης ἄφρων καυ-χώμενος· καὶ γὰρ ἀληθῆ ἔλεγεν. Ἀλλὰ τίς ἡ αἰτία, δι’ ἣν εἰς τοῦτο κατήγαγε τὸν λόγον; Ὥστε παιδεῦ-σαι τοὺς ἀκροατὰς μὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν κα-κῶν εἰς ἀπόνοιαν ἐπανελθεῖν, μηδὲ ἐλευθερωθέντας τοῦ δεσμοῦ ἀποσκιρτῆσαι πάλιν, καὶ εἰς ἀνάγκην ἐμ-πεσεῖν ἑτέρας αἰχμαλωσίας. Διὰ δὴ τοῦτο ἐν τῷ τὰ οἰκεῖα διηγεῖσθαι διορθοῖ τὸν ἀκροατήν· καὶ οὐ λέγει, ὅτι Ὑψώθην μὲν, κατέσχον δὲ τοῦ πάθους, ἀλλὰ τί; Οὐχ ὑψώθη ἡ καρδία μου· τουτέστιν, οὐδὲ ἥψατό
PG 55:378μου τῆς ψυχῆς ἡ πονηρία. Οἷον γάρ τις λιμὴν ἀκύ-μαντος ἦν ἡ διάνοια, οὐ δεχομένη τὰ κύματα τοῦ νο-σήματος, ὃ πάντων αἴτιον τῶν κακῶν, καὶ ῥίζα παρα-νομίας ἐσχάτης. Τί ἐστιν ὃ λέγει, Κύριε, οὐχ ὑψώ-θη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλ-μοί μου; Οὐκ ἀνέσπασα, φησὶ, τὰς ὀφρῦς, οὐδὲ ἀνέτεινα τὸν αὐχένα. Ἀπὸ γὰρ τῆς ἔνδοθεν πηγῆς τοῦ πάθους ὑπερβλύζον τὸ νόσημα καὶ τὸ σῶμα συσχη-ματίζει πρὸς τὴν ἔνδοθεν φλεγμονήν. Οὐδὲ ἐπορεύ-θην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Τί ἐστιν, Ἐν μεγάλοις; Τοῖς ὑπερόγκοις ἀνδράσι, τοῖς πλουτοῦσι, τοῖς ἀλαζόσι, τοῖς ὑπερηφάνοις. Εἶδες ἀκρίβειαν ταπεινοφροσύνης; Οὐ μόνον αὐτὸς ἦν ἐκτὸς τοῦ νοσήματος, ἀλλὰ καὶ τοὺς οὕτω φλεγμαίνοντας ἔφευγε, καὶ τῶν τοιούτων ἀπεπήδα συλλόγων διὰ τὸ πολὺ πρὸς τὴν ἀλαζονείαν μῖσος. Ἐπειδὴ γὰρ ἀπε-χθῶς εἶχε πρὸς τὴν κακίαν ταύτην, οὐ μόνον αὐτῆς ἀπεπήδα, οὐδὲ ἄβατον αὐτῇ τὸ χωρίον τῆς διανοίας ἐποίει μόνον, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὴν ἐκ πολ-λοῦ τοῦ διαστήματος ἔφευγεν, ὥστε μηδὲ ἐκεῖθέν τινα δέξασθαι λύμην. Οὐ μικρὸν δὲ τοῦτο κατόρθωμα τὸ φεύγειν τοὺς ὑπερόγκους, τὸ μισεῖν τοὺς ἀλαζόνας, τὸ ἀποστρέ-φεσθαι καὶ βδελύσσεσθαι· μεγίστη ἀρετῆς ἀσφά-λεια, μεγίστη ταπεινοφροσύνης φυλακή. Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Οὐδὲ ὑπερβάλλου-σιν ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν καρδίαν μου, ὡς τὸ ἀπογεγαλακτισμέ-νον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἄλλος, Οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Καθ’ ὑπερβατόν ἐστι τὸ εἰρημένον, οἷον, Εἰ μὴ ἐταπεινοφρόνουν, ὡς τὸ ἀπογεγαλακτισμέ-νον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἀλλ’ ὕψωσα τὴν καρδίαν μου, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐ μόνον τῆς κακίας καθαρὸς ἤμην, τῆς ἀλαζονείας λέγω, οὐδὲ μόνον τῶν ἐχόντων αὐτὴν ἀλλότριος, ἀλλὰ καὶ τὴν ἀρετὴν τὴν ἐναντίαν αὐτῇ μετὰ πολλῆς ἐδεξάμην τῆς ὑπερβολῆς, τὴν ταπεινο-φροσύνην, τὸ μετριάζειν, τὸ συντετρίφθαι. Τοῦτο ἐκεῖνο ὃ τοῖς μαθηταῖς ὁ Χριστὸς ἐκέλευσε λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοιαύτην, φησὶν, ἐκτησάμην ταπεινοφροσύνην, ὡς τὸ ὑπομάζιον παιδίον. Ὥσπερ γὰρ ἐκεῖνο ἔχεται τῆς μητρὸς, τεταπείνωται, ἀλαζονείας ἁπάσης ἐστὶ κα-θαρὸν, ἀφελείᾳ συζῇ καὶ ἁπλότητι· οὕτω καὶ ἐγὼ πρὸς τὸν Θεὸν ἤμην, ἐχόμενος αὐτοῦ διηνεκῶς. Οὐχ ἁπλῶς δὲ τοῦ ἀπογεγαλακτισμένου ἐμνήσθη, ἀλλὰ τὴν θλίψιν θέλων παραστῆσαι, τὴν στενοχωρίαν, τὴν ὀδύνην, τὸ μέγεθος τῶν κακῶν. Καθάπερ οὖν τὸ παι-δίον ἄρτι τοῦ μαστοῦ ἀποσπασθὲν, οὐδὲ οὕτως ἀφ-ίσταται τῆς μητρὸς, ἀλλ’ ὀδυνώμενον, θρηνοῦν, δυς-χεραῖνον, ἀλῦον, κλαυθμυριζόμενον, ὅμως ἔχεται τῆς τεκούσης, καὶ οὐκ ἂν ἀποσταίη· οὕτω κἀγὼ, φησὶ, καὶ ἐν θλίψει, καὶ ἐν στενοχωρίᾳ, καὶ ἐν πολλαῖς ὢν

On Psalm CXXXIIn Psalmum CXXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:379συμφοραῖς, εἰχόμην τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως ἤμην, ἀνταποδοθείη, φησὶν, ἐπὶ τὴν ψυχήν μου, τουτέστι, δίκην δοίην τὴν ἐσχάτην. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς, ὅπερ ἔφην ἐξ ἀρχῆς, ὅτι ἐν μὲν τοῖς περὶ πί-στεως καὶ δογμάτων, καὶ αἰτίας οὐκ οὔσης, διηνεκῶς δεῖ καυχᾶσθαι, καὶ ὁ μὴ καυχώμενος ἀπόλωλεν· ἐν δὲ τοῖς κατορθώμασι τοῦ βίου, τοῦ καιροῦ καλοῦντος οὐδέποτε παραιτεῖσθαι δεῖ τὸ καυχᾶσθαι. Ποῖος δὲ καιρός; Πολλοὶ καὶ διάφοροι, ὧν καὶ εἷς ἐστι τὸ παιδεῦσαι τὸν ἀκροατήν. Ὃ δὴ καὶ οὗτος εἰδὼς, καὶ δεικνὺς, ὅτι διὰ τοῦτο λέγει αὐτοῦ τὰ κατορθώματα, ἵνα τὸν ἀκροατὴν ἐπισπάσηται πρὸς τὸν αὐτὸν ζῆλον, ἐπήγαγε λέγων· Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύ-ριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Κἂν συμ-φοραὶ, φησὶ, κἂν ἀθυμίαι, κἂν πόλεμοι, κἂν αἰχμα-λωσίαι, κἂν ὁτιοῦν τῶν ἀδοκήτων περισταίη δεινῶν, σὺ τῆς ἐλπίδος ἔχου τῆς εἰς τὸν Θεὸν, καὶ τῆς προς-δοκίας ἐκείνης, καὶ πάντως ἐπιτεύξῃ χρηστοῦ τοῦ τέλους, τοῦ Θεοῦ τῇ λύσει τῶν δεινῶν ἀμειβομένου
σε τῆς καλῆς ταύτης ἐλπίδος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΑ ΨΑΛΜΟΝ. Μνήσθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. α. Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν προγόνων μόνον ἀξιοῦσι σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώ-ματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην, πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο καὶ Μωϋσῆς. Ἦν γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰου-δαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν γῆν εὐχῇ διελὼν, καὶ κεραυνοὺς ἄνωθεν ἐνεγκὼν, καὶ τοὺς μὲν καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώ-πων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ’ ἀπ’ αὐτῶν τούτων τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐ-τοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετη-ρίαν, ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ, καὶ τῶν οὐρανῶν ἄξια, τὴν ἐπιείκειαν μεθ’ ἧς τῷ δήμῳ διελέγετο. Ἐνῆν καὶ ταῦτα λέγειν, καὶ ἕτερα τούτων πλείονα ἀπαριθμεῖν· ἀλλ’ εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ’ αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ’ ὧν βαρὺν καὶ σκλη-ρὸν καὶ ὀργίλον αὐτὸν εἶναι νομίζουσί τινες. Πῶς οὖν
PG 55:380δείξομεν; Εἰ πρότερον διακρίναιμεν, καὶ ὁρισαίμεθα, τί ποτέ ἐστι πραότης, καὶ τί τραχύτης. Οὐδὲ γὰρ τὸ πλήττειν, τραχύτητος ἁπλῶς, οὐδὲ τὸ φείδεσθαι, πραότητος· ἀλλὰ πρᾶος ἐκεῖνός ἐστιν, ὁ τὰ εἰς ἑαυτὸν πλημμελήματα φέρειν δυνάμενος, καὶ ὁ τοῖς ἀδικου-μένοις ἀμύνων, καὶ σφοδρὸς ἔκδικος τῶν ἐπηρεαζο-μένων γινόμενος· ὡς ὅ γε μὴ τοιοῦτος, νωθὴς, καὶ ὑπνηλὸς, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, οὐ πρᾶος, οὐδὲ ἐπιεικής. Τὸ παρορᾷν ἀδικουμένους, τὸ μὴ ἀλγεῖν ὑπὲρ τῶν ἀδικουμένων, μηδὲ θυμοῦσθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἀρετῆς, ἀλλὰ κακίας· οὐκ ἄρα πραότητος, ἀλλὰ νωθείας. Ὥστε αὐτὸ δὴ τοῦτο δεί-κνυσιν αὐτοῦ τὴν πραότητα, καὶ ὅτι οὕτως ἦν θερμὸς, ὡς καὶ προπηδᾷν, ἐν οἷς ἑτέρους ἀδικουμένους ἑώρα, κατέχειν οὐ δυνάμενος τὴν ὑπὲρ τοῦ δικαίου ἀγανά-κτησιν· ἡνίκα γοῦν αὐτὸς κακῶς ἔπασχεν, οὔτε ἠμύ-νατο, οὔτε ἐπεξῄει, ἀλλ’ ἔμεινε φιλοσοφῶν διηνεκῶς. Εἰ δὲ τραχὺς ἦν, καὶ ὀργίλος, οὐκ ἂν ὑπὲρ ἑτέ-ρων ὁ οὕτω ζέων καὶ διαθερμαινόμενος, ὑπὲρ τῶν αὐ-τοῦ ἂν κατεδέξατο ἡσυχάσαι, ἀλλὰ πολὺ μᾶλλον τότε ἂν ἐξηγριώθη. Ἴστε γὰρ, ὅτι μᾶλλον ἐπὶ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις ἀλγοῦμεν. Ἐκεῖνος δὲ τῶν μὲν ἄλ-λων πασχόντων κακῶς, αὐτῶν οὐκ ἔλαττον τῶν πα-σχόντων ἠμύνετο· τὰ δὲ εἰς αὐτὸν γινόμενα πλημμε-λήματα μετὰ πολλῆς παρέτρεχε τῆς καρτερίας, ἐν ἑκατέροις ἄκρος ὢν, καὶ τῷ μὲν τὸ μισοπόνηρον, τῷ δὲ τὸ μακρόθυμον ἐπιδεικνύμενος. Ἀλλὰ τί ποιεῖν ἐχρῆν, εἰπέ μοι; περιορᾷν τὴν ἀδικίαν γινομένην, καὶ εἰς τὸ πλῆθος ἐκβαῖνον τὸ κακόν; Ἀλλ’ οὐκ ἦν τοῦτο δημαγωγοῦ, οὐδὲ μακροθύμου τινὸς καὶ ἀνεξι-κάκου, ἀλλὰ νωθροῦ καὶ ἀναπεπτωκότος. Σὺ δὲ ἰατρῷ μὲν οὐκ ἐγκαλεῖς τὴν σηπεδόνα βαδίζουσαν κατὰ παντὸς τοῦ σώματος προαναστέλλοντι τῇ τομῇ, ἐκεῖ-νον δὲ τραχύτατον εἶναι φῂς, τὸν νόσον πολλῷ σηπε-δόνος χαλεπωτέραν κατὰ παντὸς ῥέουσαν τοῦ δήμου βουληθέντα ἀναχαιτίσαι πληγῇ τραχυτέρᾳ; Ἀλλὰ ταῦτα ἀγνώμονος δικαστοῦ. Τὸν γὰρ προστάτην δήμου τοσούτου, καὶ ἔθνος οὕτω σκληρὸν ἄγοντα, καὶ τραχὺ καὶ δυσήνιον, ἐν προοιμίοις ἀναστέλλειν ἐχρῆν, καὶ ἐκ προθύρων ἀνακόπτειν, ὥστε μὴ περαιτέρω προ-βαίνειν τὸ δεινόν. Ἀλλὰ κατέδυσε, φησὶ, Δαθὰν, καὶ Ἀβειρών. Τί λέγεις; καὶ ἔδει περιιδεῖν ἱερωσύ-νην πατουμένην, καὶ Θεοῦ νόμους ἀνατρεπομένους, καὶ τὸ συνέχον ἅπαντα διαλυόμενον, λέγω δὴ τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ πᾶσι βατὰ ποιῆσαι τὰ ἄδυτα, καὶ ἀπὸ τῆς περὶ τούτους ῥᾳθυμίας προθεῖναι τοῖς βουλομένοις τοὺς ἱεροὺς καταπατεῖν περιβόλους, καὶ πάντα ἄνω καὶ κάτω γίνεσθαι; Ἀλλὰ ταῦτα μάλιστα πραότητος οὐκ ἦν, ἀλλὰ ἀπανθρωπίας καὶ ὠμότητος, τὸ περιιδεῖν τοσοῦτον κακὸν αὐξόμενον, καὶ φειδόμε-νον διακοσίων, ἀπολέσαι μυριάδας τοσαύτας. Εἰπὲ γάρ μοι, ὅτε ἐκέλευσε σφάξαι τοὺς προσήκοντας, τί ποιῆσαι ἐχρῆν, ὀργιζομένου Θεοῦ, τῆς ἀσεβείας αὐ-ξομένης, οὐδενὸς ὄντος τοῦ δυναμένου τῆς ὀργῆς αὐ-τοὺς ἐξαρπάσαι; ἀφεῖναι τὴν ἐκ τῶν οὐρανῶν πληγὴν ἐπὶ τὰς φυλὰς ἁπάσας ἐνεχθῆναι, καὶ πανωλεθρίᾳ παραδοῦναι τὸ γένος, καὶ μετὰ τῆς κολάσεως περι-ιδεῖν καὶ τὴν ἁμαρτίαν ἀνίατον γινομένην; ἢ τιμωρίᾳ
PG 55:381καὶ φόνῳ σωμάτων ὀλίγων τό τε ἁμάρτημα ἀνελεῖν, τήν τε ὀργὴν ἀναχαιτίσαι, τόν τε Θεὸν ἵλεω κατα-στῆσαι τοῖς τὰ τοιαῦτα πεπλημμεληκόσιν; Ἂν οὕτως ἐξετάζῃς τὰ τοῦ δικαίου, ὄψει μάλιστα ἐντεῦθεν ὄντα αὐτὸν πραότατον. β. Ἀλλὰ ταῦτα ἐκ τῶν εἰρημένων τοῖς φιλομαθέσιν ἀφέντες ἀναλέγειν, ἵνα μὴ τὸ πάρεργον τοῦ μετὰ χεῖ-ρας μεῖζον ποιήσωμεν, ἐπὶ τὸ προκείμενον ἴωμεν. Τί δὲ ἦν τὸ προκείμενον; Μνήσθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμο-σε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Προθεὶς εἰπεῖν περὶ πραότητος, ἀφεὶς διηγήσασθαι τὰ κατὰ τὸν Σαοὺλ, τὰ κατὰ τοὺς ἀδελφοὺς, τὰ τοῦ Ἰωνάθαν, τὴν μακροθυμίαν τὴν ἐπὶ τοῦ στρατιώτου τοῦ μυρίοις αὐ-τὸν περιβαλόντος ὀνείδεσιν, ἕτερα πλείονα τούτων, ἐφ’ ἕτερον κεφάλαιον ἄγει τὸν λόγον, ὃ ζήλου μάλιστα ἦν πολλοῦ. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἐπειδὴ τούτῳ μάλιστα ἐπιτέρπεται ὁ Θεός· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λό-γους; ἑτέρου δὲ, ἐπειδὴ τὸ κατεπεῖγον τοῦτο μάλιστα ἦν, ἀνάστασις ναοῦ, καὶ οἰκοδομὴ πόλεως, καὶ ἡ τῆς παλαιᾶς πολιτείας ἀπόδοσις, πρὸς τοῦτο μάλι-στα ἐπείγει τὸν λόγον, καὶ τὸ μὲν ὡς δῆλον καὶ ὡμο-λογημένον παρίησι· τὸ δὲ πᾶσι καταφανὲς, τὸ τῆς πραότητος· οὗ δὴ μάλιστα ἐδεῖτο εἰς τὸ προκείμε-νον, τοῦτο εἰς μέσον φέρει. Τί γὰρ ἐπεθύμουν ἰδεῖν; Τὸν ναὸν ἀναστάντα, καὶ τὴν παλαιὰν ἁγιαστίαν ἀπο-δοθεῖσαν. Ἐπεὶ οὖν ἐν τούτῳ μάλιστα ἔλαμψεν ὁ Δαυὶ̈δ, ὥσπερ ἀμοιβὴν τῆς ἐκείνου σπουδῆς ἀπαιτεῖ τὸν Θεὸν τοῦ ναοῦ τὴν οἰκοδομὴν, καί φησι· Μνή-σθητι, Κύριε, τοῦ Δαυὶ̈δ, καὶ πάσης τῆς πραό-τητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Καὶ τί τοῦτο πρὸς σέ; Ὅτι ἐκείνου, φησὶν, ἔκγονός εἰμι, καὶ ἐπεὶ ἐκεῖνον ἀποδεξάμενος τῆς σπουδῆς, ἔφησας στήσειν αὐτοῦ τὸ γένος καὶ τὴν βασιλείαν, διὰ τοῦτο ταύτας ἀπαιτοῦ-μεν τὰς συνθήκας νῦν. Καὶ οὐκ εἶπεν, ἕως οὗ οἰκοδο-μήσω [τοῦτο γὰρ αὐτῷ οὐκ ἐφεῖτο], ἀλλ’, Ἕως οὗ
εὕρω τόπον τῷ Κυρίῳ καὶ σκήνωμα. Εἶτα τὸν μὲν οἰκοδομήσαντα παρατρέχει· τὸν δὲ ἐπαγγειλάμενον εἰς μέσον τίθησιν, ἵνα μάθῃς πόσον ἐστὶ γνώμη ὀρθὴ ἀγαθὸν, καὶ πῶς ἀεὶ τῇ προαιρέσει τὸν μισθὸν ὁ Θεὸς ὁρίζειν εἴωθε· διὰ δὴ τοῦτο αὐτοῦ μέμνηται μᾶλλον, ἐπειδὴ καὶ αὐτὸς μᾶλλόν ἐστιν ὁ ᾠκοδομηκὼς, ἢ ὁ παῖς. Ὁ μὲν γὰρ ἐπηγγείλατο, ὁ δὲ ἐπετάγη. Καὶ ὅρα αὐτοῦ τὴν προθυμίαν. Οὐ μόνον εἰς οἰκίαν φησὶν οὐκ εἰσελεύσεσθαι, οὐδὲ εἰς κλίνην ἀναβήσεσθαι, ἀλλ’ οὐδὲ ἃ ἀπὸ τῆς φυσικῆς ἀνάγκης ἦν, οὐδὲ τού-των ἀπολαύσεσθαι μετὰ ἀδείας, ἕως οὗ εὕρῃ τό-πον καὶ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὧν τὰ ἐναντία αὐτοὶ ἐνεκαλοῦντο παρὰ τοῦ Θεοῦ, λέγοντος· Ὑμεῖσ
PG 55:382μὲν Οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκός μού ἐστιν ἔρημος. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὅρα πάλιν καὶ ἐντεῦθεν τὴν σπουδὴν, καὶ τὴν μεμεριμνημένην ψυχήν. Ὁ βασιλεὺς λέγει, Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ, ὁ πάντων κρατῶν. Οὐ γὰρ ἁπλῶς οἰκοδομῆσαι ἐβούλετο, ἀλλ’ ἐν ἐπιτηδειο-τάτῳ χωρίῳ, καὶ σφόδρα τῷ ναῷ πρέποντι, καὶ ζη-τήσεως ἐδεῖτο· οὕτως ἦν ἄγρυπνος τῇ ψυχῇ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὰ παλαιὰ διηγεῖται νῦν, δεικνὺς ὅτι καὶ ἔμπροσθεν πολὺν περιῄει χρόνον ἡ κιβωτὸς, τόπον ἐκ τόπου ἀμείβουσα· διὰ τοῦτό φησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά· τουτέστι, ταῦτα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, ταῦτα ἐξ ἀκοῆς κατέχομεν, ὅτι καὶ τότε περιιοῦσα πανταχοῦ, ἐν πεδίοις καὶ ἀγροῖς, ἡδράσθη μετὰ ταῦτα· τοῦτο δὴ γενέσθω καὶ νῦν. Ἐφραθὰ ἐνταῦθα τὴν Ἰούδα λέγει φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν περίοδον εἰσηνέχθη. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προς-κυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Εἶδες πόσῃ παχύτητι κέχρηται τῆς λέξεως διὰ τὴν πολλὴν τῶν ἀκουόντων ἀναισθησίαν, σκηνώ-ματα λέγων τοῦ Θεοῦ, καὶ πόδας, καὶ τόπον, ἔνθα ἔστησαν οἱ πόδες. Ταῦτα δὲ πάντα τὸν τόπον λέγει τῆς κιβωτοῦ, ἐπειδὴ ἐκεῖθεν αἱ φρικταὶ φωναὶ ἐφέ-ροντο περὶ τῶν ἐν τοῖς Ἰουδαίοις πραγμάτων λύου-σαι τὰ ἀσαφῆ, καὶ περὶ τῶν μελλόντων προλέγου-σαι. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἕτερος. Τῆς ἰσχύος σου. Ἄλλος, Τοῦ κράτους σου· ἀμφό-τερα δὲ ἀληθῆ. Καὶ γὰρ ἡ ἁγιωσύνη ἐκεῖθεν ἐδίδοτο, καὶ ἁγιωσύνης ἦν ποιητικὰ τὰ γράμματα τὰ ἐπι-κείμενα, καὶ ἰσχύος. γ. Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς ἐνε-δείξατο δι’ αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ τῶν ἄλλων δὲ, δι’ ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος, Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰ-τοῦντος τὴν τῆς ἀρετῆς κτῆσιν. Δικαιοσύνην δὲ ἐν-ταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην, τὴν λα-τρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα οἰκοδομὴν, οὐκ ἀφθονίαν ὠνίων, οὐ τὴν ἄλλην εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων πλή-ρωμα, τὴν ἁγιαστίαν, τὴν λατρείαν, τὴν ἱερωσύνην. Εἶτα ἐπειδὴ ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρ-τήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει πάλιν λέγων· Ἕνεκεν Δαυὶ̈δ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν Δαυὶ̈δ τοῦ δούλου σου; Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον, φησὶν, οὐδ’ ὅτι το-σαύτην σπουδὴν ἐποιήσατο πρὸς τὸ τὸν ναὸν ἀνα-
PG 55:383στῆσαι, ἀλλ’ ὅτι καὶ συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν Δαυὶ̈δ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ Δαυὶ̈δ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ Δαυὶ̈δ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ διηγή-ματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ φανῆναι πολιτείας, ὅπερ μέγιστον ἔχει κεφάλαιον, τοῦτο προβάλλεται, τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοι-λίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ’ οὐχ ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσο-μεν καὶ ἀκουσόμεθα. Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον ἄγει τὸν λόγον, πανταχόθεν κινῶν λόγους παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετί-σατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατά-παυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος τὸν τόπον ἐξελέξατο, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἐψηφίσατο, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕτερος, Τὸν ἐπισιτισμόν. Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν ἀναγκῶν, εἴ ποτε τὸν Θεὸν ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν παρ’ αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴω-θεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἀσθένειαν διορθουμένης. Τοῦτο οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν αὐτῆς εὐλογήσειν, τουτέστι, τὴν τῶν ἀναγκαίων ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς χορ-τάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτη-ρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιά-σονται. Ἐκεῖ ἐξανατελῶν κέρας τῷ Δαυί̈δ· ἡτοί-μασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθή-σει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίαν

On Psalm CXXXIIIn Psalmum CXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:384συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐν-δεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ
τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ. Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντί-ληψιν, ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ τούτων τὸ μέγι-στον τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ μηδένα εἶναι τὸν λυ-μαινόμενον τοῖς καλοῖς τούτοις. Καὶ οὐκ εἶπεν ἀπώ-λειαν ἁπλῶς, ἀλλ’ αἰσχύνην, βουλόμενος ὥστε ζῶντας ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι, καὶ μαρτυρεῖν δι’ ὧν πάσχουσι τὴν ἰσχὺν καὶ τὴν εὐημερίαν τῷ ἔθνει τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμα ἕτερος Τὸ κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ. Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν. Ἅπερ ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ, ταῦτα μενεῖ ἀν-θοῦντα, φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ κατα-πίπτοντα· ἀλλὰ ταῦτα πάντα ἔσται, τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τού-του; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις τοῦ Θεοῦ παρ-έχουσιν ἡμῖν τὰ ἀγαθὰ, ἂν μὴ καὶ ἡμεῖς τὰ παρ’ ἑαυτῶν ποιῶμεν, οὐδὲ χρὴ τούτοις προσέχοντας ἀναπεπτωκέναι, καὶ ὑπτίους εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει, τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων. Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ κατα-πέσωμεν, μήτε διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόν-των ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΒ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν [ἄλλος, Ἰδοὺ τί ἀγαθὸν, καὶ τί καλόν], ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πολλὰ τῶν πραγμάτων ἐστὶ μὲν καλὰ, τὸ δὲ τερ-πνὸν οὐκ ἔχει· ἕτερα ἡδονὴν μὲν ἔχει πάλιν, τοῦ καλλίστου δὲ ἀπεστέρηται· ἀμφότερα δὲ συνελ-θεῖν, οὐ σφόδρα εὔπορον. Ἀλλ’ ἐπὶ τούτου τοῦ εἰρη-μένου ἀμφότερα ταῦτα συνδεδράμηκε, καὶ ἡδονὴ, καὶ τὸ κάλλιστον. Τοῦτο γὰρ μάλιστα ἡ ἀγάπη κέκτηται· μετὰ τῆς ὠφελείας καὶ τὸ ῥᾷστον ἔχει, καὶ ἡδύ. Ταύτην γοῦν καὶ ἐνταῦθα ἀνυμνεῖ. Οὐ γὰρ ἁπλῶς τὴν οἴκησιν εἶπεν, οὐδὲ τῷ ἑνὶ συνέχεσθαι οἰκίσκῳ, ἀλλ’ ἐπὶ τὸ αὐτὸ κατοικεῖν, τουτέστι, μετὰ ὁμοφωνίας καὶ ἀγάπης· τοῦτο γὰρ ποιεῖ ψυχὴν εἶναι μίαν. Εἶτα εἰπὼν καλὸν καὶ τερπνὸν, σαφέστερον ποιῶν τὸν λό-γον, καὶ εἰς παράδειγμα ἐκφέρει τὸ εἰρημένον, καὶ σωματικὰς εἰκόνας τίθησι, δυναμένας σαφεστέραν τῷ ἀκροατῇ παραστῆσαι τὴν ὄψιν. Τίνες δέ εἰσιν αἱ εἰκόνες ὅρα. Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖ-νον ἐπὶ τὸν πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.
PG 55:385Οὗτος γὰρ ἀρχιερεὺς ὢν, ἐχρίετο τῷ μύρῳ τούτῳ, καὶ κατεστάζετο πάντοθεν, καὶ σφόδρα ἐπίχαρις ἦν τοῖς ὁρῶσι, καὶ ἡδὺς, καὶ ἐπέραστος ἀπὸ τῆς ἀλεί-ψεως ταύτης. Ὥσπερ οὖν ἐκεῖνος, φησὶν, ὁ ἠλειμ-μένος τῷ μύρῳ τούτῳ, ἐμπρέπει τῷ σχήματι, φαι-δρός ἐστι τῷ προσώπῳ, πολλῆς εὐωδίας ἐμπέπλη-σται, χάριν παρέχει τοῖς ὁρῶσιν ὀφθαλμοῖς· οὕτω καὶ τοῦτό ἐστι καλόν· καὶ ὥσπερ ἐκεῖνο τὸ θέαμα οὐ μόνον ὡραῖόν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ τέρπει τὰς ὄψεις· οὕτω καὶ τοῦτο τῇ ψυχῇ τὴν ἡδονὴν ἐντίθησιν. Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Καὶ ἑτέραν εἰκόνα παρήγαγε πολλὴν τὴν ἡδονὴν ἔχουσαν, καὶ τῷ θεατῇ τὴν τέρψιν παρεχο-μένην. Ταῦτα δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἐπειδὴ πρὸ τῆς αἰχμαλωσίας αἱ δέκα φυλαὶ καὶ αἱ δύο διε-σπαρμέναι ἦσαν, καὶ τοῦτο πολλῆς παρανομίας αἴτιον γέγονε, καὶ εἰς στάσεις, καὶ φιλονεικίας, καὶ πολέ-μους αὐτοὺς ἐνέβαλεν, ἵνα μὴ ταῦτα γένηται παραι-νεῖ, καὶ συμβουλεύει μηκέτι διεσπάσθαι τὸν δῆμον, ἀλλ’ ὁμοῦ κατοικεῖν, καὶ συνῆφθαι, καὶ ὑπὸ ἑνὶ τάττεσθαι δημαγωγῷ καὶ βασιλεῖ, καὶ τὴν ἀγάπην εἶναι ῥέουσαν ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους, ὥσπερ οὖν καὶ τὴν δρόσον διὰ πάντων διαβαίνουσαν. Καὶ παραβάλλει τὴν ἀγάπην μύρῳ καὶ δρόσῳ, δι’ ἐκεί-νου μὲν τὴν εὐωδίαν, διὰ τούτου δὲ τὴν ἀνάπαυσιν καὶ τὸ τερπνὸν τῆς ὄψεως παραστῆσαι βουλόμενος. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ποῦ, Ἐκεῖ; Ἐν τῇ τοιαύτῃ κατοικήσει, ἐν τῇ τοιαύτῃ συμφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοσκηνίᾳ. Καὶ γὰρ εὐλογία τοῦτό ἐστιν, ὥσπερ οὖν τὸ ἐναντίον ἀρά. Διὸ καί τις ἐπαινεῖ τοῦτο λέγων· Φιλία ἀδελφῶν, καὶ ὁμόνοια τῶν πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἀλλήλοις συμπεριφερόμενοι. Καὶ ἕτερος αἰνιγματωδῶς αἰνιττόμενος τὸ ἰσχυρὸν αὐτοῦ, λέγει· Ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀποῤῥαγή-σεται. Καὶ γὰρ καὶ τὴν ἡδονὴν ἐνταῦθα καὶ τὴν ἰσχὺν ἐνδείκνυται, καὶ ἐμφαίνει ὅτι καὶ ἡσυχάζουσι πολλὴ ἔσται ἡ ἡδονὴ, καὶ ἐνεργοῦσι πολλὴ ἡ ἰσχύς. Καὶ πά-λιν, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Καὶ ὁ Χριστὸς δέ φησιν, Οὗ ἐὰν ὦσι δύο, ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ αὕτη δὲ ἡ φύσις τοῦτο ἀπαιτεῖ. Διὸ καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον διαπλάττων ἔλεγεν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· καὶ ποιῶν τὸ ζῶον τοῦτο, τὴν γυναῖκα λέγω, τῇ τῆς χρείας ἀνάγκῃ συνέδησεν ἀνδρὶ, διὰ μυρίων τρόπων ἡμᾶς πρὸς ἀλλήλους συνάγων. Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Καλῶς τοῦτο προσέθηκεν. Ἔνθα γὰρ ἡ ἀγάπη, πολλὴ ἡ ἀσφάλεια, πολλὴ ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Αὕτη γὰρ μήτηρ τῶν ἀγαθῶν, αὕτη ῥίζα καὶ πηγὴ, αὕτη πο-λέμων ἀναίρεσις, φιλονεικίας ἀφανισμός. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε, Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ὥσπερ γὰρ ἡ στάσις καὶ ἡ φιλονεικία θανάτους ἐργάζεται, καὶ θανάτους ἀώρους· οὕτω καὶ ἡ ἀγάπη καὶ ἡ ὁμοφωνία εἰρήνην καὶ ὁμόνοιαν· ὅπου δὲ εἰρήνη καὶ ὁμόνοια, τὰ τῆς ζωῆς μετὰ ἀδείας ἐστὶ καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τί δεῖ λέγειν τὰ παρόντα; Τὸν γὰρ οὐρανὸν ἡμῖν αὕτη χαρίζεται, καὶ τὰ ἀπόῤ-

On Psalm CXXXIIIIn Psalmum CXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:386ῥητα ἀγαθὰ, καὶ βασιλίς ἐστι τῶν ἀρετῶν. Ταῦτ’ οὖν εἰδότες, μετὰ ἀκριβείας αὐτὴν διώκωμεν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελ-λόντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΓ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου. Ἐνταῦθα κατέλυσε τοὺς περὶ τῶν ἀναβαθμῶν ψαλμοὺς, εἰς καλὸν τέλος κατακλείσας τὸν λόγον, εὐφημίαν τε καὶ εὐλογίαν. Δούλους δὲ Κυρίου βού-λεται εἶναι οὐ κατὰ τὰ δόγματα μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν· διὸ καὶ προσέθηκεν, Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν. Τὸν γὰρ ἀκάθαρτον καὶ βέβηλον οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν περιβόλων θέμις. Ὥστε εἴ τις ἄξιός ἐστιν ἐπιβαίνειν, καὶ εὐλογεῖν ἄξιός ἐστιν. Ὁ
γὰρ οἶκος τοῦ Θεοῦ τῷ οὐρανῷ ἔοικε· καὶ καθάπερ ἐκεῖ τῶν ἀντικειμένων δυνάμεων μηδεμίαν ἐπιβῆναι θέμις, οὕτως οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννόησον ἡλίκης ἀπολαύεις τῆς ἀξίας, ἄνθρωπε, ὅπου γε καὶ αὐτὸς ἐγένου ναὸς, ὅσην δίκαιος ἂν εἴης παρέχειν καθαρότητα. Πῶς δὲ ἂν παράσχοις τὴν καθαρότητα; Εἰ πάντα λογισμὸν πονηρὸν ἐκβάλοις, εἰ διαβολικαῖς ἐνεργείαις ἄβατον ποιήσῃς τὸ χωρίον τῆς διανοίας, εἰ καθάπερ ἐν ἀδύτοις ἁγίοις μένεις καλλωπίζων τὴν διάνοιαν τὴν σαυτοῦ. Εἰ γὰρ ἐπὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ οὐ πᾶς τόπος ἅπασιν ἦν βατὸς, ἀλλὰ πολλοὶ καὶ διάφοροι διορισμοὶ, καὶ ὁ μὲν τοῖς προσηλύτοις, ὁ δὲ τοῖς ἐξ ἀρχῆς Ἰουδαίοις, ὁ δὲ τοῖς ἱερεῦσιν, ὁ δὲ τῷ ἀρχιερεῖ μόνῳ, καὶ οὐδὲ τούτῳ ἀεὶ, ἀλλ’ ἅπαξ τοῦ ἐνιαυτοῦ· πόσης ἐννόησον ἁγιωσύνης σοι δεῖ τῷ πολλῷ μείζονα σύμβολα δεξα-μένῳ, ὧν ἐδέξατο τὰ ἅγια τῶν ἁγίων τότε. Οὐ γὰρ Χερουβὶμ ἔχεις, ἀλλ’ αὐτὸν τὸν τῶν Χερουβὶμ Δεσπό-την ἔχεις ἐνοικοῦντα, οὐδὲ στάμνον, καὶ μάννα, καὶ πλάκας λιθίνας, καὶ τὴν ῥάβδον τὴν Ἀαρὼν, ἀλλὰ σῶμα καὶ αἷμα δεσποτικὸν, καὶ Πνεῦμα ἀντὶ τοῦ γράμματος, καὶ χάριν ὑπερβαίνουσαν λογισμὸν ἀν-θρώπινον, καὶ δωρεὰν ἀνεκδιήγητον. Ὅσῳ δὲ μειζόνων ἠξιώθης συμβόλων καὶ φρικτῶν μυστηρίων, τοσούτῳ μείζονος εἶ ὑπεύθυνος τῆς ἁγιωσύνης, καὶ πλείονος κολάσεως, εἰ παραβαίης τὰ ἐπιτεταγμένα. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἕτε-ρος, Ἁγίως. Ἄλλος, Ἡγιασμένως. Καὶ εὐλογεῖτε τὸν Κύριον. Διὰ τί φησιν, Ἐν νυξί; Παιδεύων ἡμᾶς μὴ τὴν πᾶσαν αὐτὴν εἰς ὕπνον δαπανᾷν, καὶ δεικνὺς τότε καθαρωτέρας εἶναι τὰς εὐχὰς, ὅτε καὶ κουφότε-ρος ὁ νοῦς, καὶ πλείων ἡ σχολή. Εἰ δὲ ἐν νυκτὶ πα-ραγίνεσθαι εἰς τὰ ἅγια δεῖ, ἐννόησον ποίας τεύξεται συγγνώμης ὁ μηδὲ οἴκοι κατὰ τὸν καιρὸν ἐκεῖνον εὐχὰς ἐπιτελῶν. Ὁ μὲν γὰρ Προφήτης ἀνίστησί σε ἀπὸ τῆς κλίνης, καὶ πρὸς τὸν ναὸν ἄγει, κελεύων ἐνταῦθα διανυκτερεύειν· σὺ δὲ οὐδὲ οἴκοι καθήμενος τοῦτο ποιεῖς. Καλῶς δὲ εἶπεν, Ἁγίως, δηλῶν ὅτι χωρὶς διαλογισμῶν πονηρῶν εὔχεσθαι δεῖ, χωρὶς μνησικα-κίας, χωρὶς πλεονεξίας, χωρὶς ἄλλης τινὸς τοιαύ-της ἁμαρτίας, λυμαινομένης τὴν διάνοιαν. Καὶ εὐλογεῖτε τὸν Κύριον. Τοῦτο γὰρ μάλιστά ἐστιν

On Psalm CXXXIVIn Psalmum CXXXIV · In Psalmum CXXXIV (Greek0

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:387εὐλογία ἠκριβωμένη, ὅταν μετὰ τῶν ῥημάτων καὶ ὁ βίος σύμφωνα φθέγγηται, καὶ διὰ τῶν ἔργων δοξά-σῃς τὸν ποιήσαντά σε Θεὸν, κατὰ τὸ Εὐαγγέλιον τὸ λέγον· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν-θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Τουτέστιν, ἂν ταῦτα ποιῇς, τεύξῃ καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας, ἂν διανυκτε-ρεύῃς, ἂν εὔχῃ ἁγίως, ἂν ἄξιος ᾖς τοῦ ἑστάναι ἐν τῷ οἴκῳ Κυρίου, ἂν σαυτὸν ναὸν ἐπιτήδειον παράσχῃς. Παραινέσας τοίνυν ὡς ἐχρῆν, λοιπὸν εἰς εὐχὴν κα-τακλείει τὸν λόγον. Τοῦτο γὰρ ἀρίστου διδασκάλου, καὶ τῇ συμβουλῇ διορθοῦν τὸν ἀκροατὴν, καὶ ταῖς εὐχαῖς νευροῦν. Τί βούλεται δηλοῦν διὰ τοῦ εἰπεῖν, Ἐκ Σιών; Ποθεινὸν αὐτοῖς τὸ ὄνομα ἦν, καὶ ἐκεῖ τῆς ἁγιαστίας ἁπάσης ἡ ὑπόθεσις ἐτελεῖτο. Διὰ δὴ τοῦτο ἐπεύχεται αὐτοῖς ἀπολαβεῖν τὴν προτέραν πολιτείαν, καὶ ἐν ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ, καὶ ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα, καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐ-τὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ’ ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν παν-δοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ συμβαίνων. Τοῦτο τοίνυν κατορ-θώσαντες, πανταχοῦ τὸν Θεὸν καλῶμεν, καὶ παρα-στήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελ-λόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΔ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος. α. Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ τὴν διὰ τῶν αἴνων. Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. Διὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέ-σει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Συνεχῶς δὲ μέμνηται τοῦ οἴκου καὶ τῶν αὐλῶν, προσηλῶν αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν. Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο αὐτὸν ἐνομοθέτησεν ἀνεγείρειν, ὥστε πάσης ἀσεβείας τε καὶ εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ μὴ ἀπαυθαδιαζομένους καὶ ἐλευθεριάζοντας πανταχοῦ πλανᾶσθαι, καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς, καὶ ὄρη ὑπόθεσιν λαμβάνειν εἰς ἀσεβείας ἀφορμὴν, θύον-τας ἐκεῖ, καὶ σπένδοντας ἐπὶ τῶν ὑψηλῶν. Διὰ δὴ τοῦτο καὶ φόνῳ κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ, λέγων· Ὃς ἂν μὴ ἐνέγκῃ εἰς τὴν σκηνὴν καὶ θύσῃ, αἷμα αὐτῷ λογισθήσεται. Τούτου χάριν πανταχόθεν
PG 55:388αὐτοὺς εἰς τὸν τόπον ἐκεῖ συνάγει, ἵνα καὶ ἀκούον-τες σωφρονῶσιν, καὶ τῆς πεπλανημένης ἀπέχωνται διανοίας. Ἄδειν δὲ καὶ ψάλλειν παρακελεύεται καὶ αἰνεῖν, ὅτι οἱ αἶνοι οἱ εἰς τὸν Θεὸν γινόμενοι καὶ εὐ-σεβείας ἦσαν ὑποθέσεις αὐτοῖς, τὰ παλαιὰ ἔχοντες διηγήματα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας, τὰ περὶ τοῦ νόμου, τὰ ἐν τῷ Σινᾷ ὄρει, τὰ τῶν πολέμων· καὶ τὸ αὐτὸ ὁμοῦ τε εἰς τὸν Θεὸν εὐφημία ἐγίνετο, ὁμοῦ τε τοῖς ᾄδουσι διδασκα-λίας ὑπόθεσις, καὶ τὸν βίον ῥυθμίζουσα, καὶ πρὸς δογμάτων ἀκρίβειαν χειραγωγοῦσα. Αἰνεῖτε τὸν Κύ-ριον, ὅτι ἀγαθὸς Κύριος. Ἄλλος φησὶν, Ὅτι χρη-στός. Ὅπερ μάλιστα τοῖς ἀκούουσι ποθεινὸν, τοῦτο συνεχῶς τίθησι, τὴν φιλανθρωπίαν, τὸν ἔλεον, τὴν χρηστότητα. Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τοῦτό φησι δεικνὺς ὅτι ἔχει τινὰ καὶ καθ’ ἑαυτὸ ἡδονὴν τὸ πρᾶγμα μετὰ τῆς ὠφελείας. Τὸ μὲν γὰρ κέρδος αὐτοῦ τὸ προηγούμενον, τὸ εἰς τὸν Θεὸν ὕμνους λέγειν, τὸ τὴν ψυχὴν ἐκκαθαίρειν, τὸ μετάρσιον ποιεῖν τὸν λογισμὸν, τὸ παιδεύεσθαι δόγματα ἀκριβῆ, τὸ φιλοσοφεῖν περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Ἔχει δὲ μετὰ τούτων διὰ τῆς μελῳ-δίας καὶ ἡδονὴν πολλὴν καὶ παραμυθίαν τινὰ καὶ ἄνεσιν, καὶ σεμνὸν ποιεῖ τὸν ᾄδοντα. Καὶ ὅτι τοιού-τους ἐργάζεται, δῆλον ἐκ τοῦ τὸν μὲν τῶν ἑρμηνευ-τῶν εἰπεῖν, Ὅτι εὐπρεπὲς, τὸν δὲ, Ὅτι ἡδύ. Ἀμφότεροι δὲ τὰ ἀληθῆ λέγουσι. Κἂν γὰρ μυριάκις ἀσελγὴς ὁ ψάλλων ᾖ, αἰδούμενος τὸν ψαλμὸν, κατα-κοιμίζει τῆς ἀσελγείας τὴν τυραννίδα· κἂν μυρίοις ᾖ κακοῖς βεβαρημένος, καὶ ὑπὸ ἀθυμίας κατεχόμε-νος, κατακηλούμενος ὑπὸ τῆς ἡδονῆς, κουφίζει τὸν λογισμὸν, πτεροῖ τὴν διάνοιαν, καὶ μετάρσιον ἐργά-
ζεται τὴν ψυχήν. Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Οὐ λέγει τὰς κοινὰς εὐεργεσίας, ἃς μετὰ τῶν ἄλλων ἔχου-σιν, ἀλλὰ τὴν ἰδίαν καὶ ἐξαίρετον αὐτῶν. Τίς δὲ αὕτη ἦν; Τὸ τὸν λαὸν ἐκλέξασθαι, καὶ ἑαυτῷ ἀναθεῖναι, καὶ ἰδιάζουσάν τινα παρὰ τοὺς ἄλλους εἰς αὐτοὺς πρόνοιαν ἐπιδείξασθαι. Καὶ πανταχοῦ τοῦτο ποιοῦσιν οἱ προφῆται, ἀπὸ τῶν εἰς ἑαυτοὺς εὐεργεσιῶν τὰ πολλὰ τῶν λόγων ὑφαίνοντες. Τί δέ ἐστιν, Εἰς περι-ουσιασμὸν ἑαυτῷ; Εἰς πλοῦτον, εἰς περιουσίαν. Εἰ γὰρ καὶ ὀλίγον τὸ ἔθνος, ἀλλὰ τοῦτο ὡς πλοῦτον ἑαυτῷ ἐξελέξατο, οὐ τῇ ὀλιγότητι, ἀλλὰ τῇ ἀρετῇ προσέχων, πρὸς ἣν αὐτοὺς χειραγωγῆσαι βουλόμενος ἐκλέγεται, ὡς τῶν ἄλλων ἀνθρώπων οὐ τοσοῦτον αὐτῷ ποιούντων πλοῦτον, ὅσον οὗτος ὁ δῆμος, ὡς τοῦτο καὶ γέγονεν ἀπό τε τῆς εὐνοίας τοῦ ἑλομένου, ἀπό τε τῆς παιδαγωγίας αὐτῶν. Οἶδε γὰρ πλοῦτον ὁ Παῦ-λος τὴν σωτηρίαν τῶν ἀνθρώπων καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ γὰρ αὐτὸς Κύριος πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Καὶ πάλιν· Τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Ὁρᾷς πῶς τὴν ἀγάπην ἐνεδείξατο τοῦ Θεοῦ τὴν περὶ αὐτοὺς, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν διάθεσιν, ὅπου γε περιουσιασμὸν αὐτοὺς ἐκάλεσε. Δι’ ἀμφοτέρων τοίνυν τούτων δείκνυ-σιν αὐτοῦ τὴν ἐξαίρετον περὶ αὐτοὺς πρόνοιαν, ὅτι τε ἐξελέξατο, ὅτι τε εἰς περιουσιασμὸν ἑαυτῷ. Εἶδες πῶσ
PG 55:389παρέστησεν αὐτοῦ τὴν φιλανθρωπίαν; Διὰ τοῦτο ἀρ-χόμενος ἔλεγεν· Αἰνεῖτε αὐτὸν, ὅτι ἀγαθὸς Κύριος. Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος. Ἰδοὺ καὶ ἄλλην αἰτίαν τίθησι τοῦ ὑμνεῖν. Εἰπὲ δή μοι· σὺ ἔγνωκας, οἱ δὲ ἄλλοι οὐκ ἴσασι; Ἴσασι μὲν, οὐχ οὕ-τως δὲ ὡς ἐγώ. Τῶν γὰρ μάλιστα ἁγίων καὶ ἀναβε-βηκότων ἐστὶ τὸ ἀκριβέστερον εἰδέναι αὐτοῦ τὴν με-γαλωσύνην, οὐ πᾶσαν, ἥτις ἐστὶ [τοῦτο γὰρ ἀδύνα-τον], ἀλλὰ τῶν ἄλλων σαφέστερον. Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἰδοὺ, φησὶν, ὁ εἰπὼν ὅτι μέγας Κύριος, καὶ ὅτι σὺ ἔγνωκας, προϊὼν ἐλατ-τοῖ τὸν λόγον, καὶ συγκρίνει αὐτὸν τοῖς ἄλλοις, καὶ κατὰ σύγκρισιν αὐτῷ δίδωσι τὴν ὑπεροχήν. Οὐδα-μῶς, φησὶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων τότε διελέγετο, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων ἐπὶ τοῦτο. Οὐ σφόδρα γὰρ παραστατικὸν τοῦτο τοῦ μεγά-λου, τὸ μείζονα τὸν Θεὸν λέγεσθαι, καὶ ὑπὲρ ἐκείνους εἶναι μέγαν· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, συμμετρεῖ τὸν λόγον ἐν τῇ εὐτελείᾳ τῶν ἀκροατῶν, κατὰ μικρὸν αὐτοὺς ἀνάγων. Καὶ γὰρ ἀγαπητὸν ἦν αὐτοὺς τέως τοῦτο ἀκοῦσαι, καὶ πεισθῆναι. β. Ἐπεὶ ὅτι πάντων ἀσυγκρίτως ὑπερέχει, διὰ τῶν ἑξῆς δηλοῖ, τεκμήριον αὐτοῦ τῆς δυνάμεως τιθεὶς μέγιστον, καὶ δηλῶν, ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν εἴρηται· διά τοι τοῦτο ὅταν μὲν ἀποφαίνηται, μικρὰ λέγει· ὅταν δὲ κατασκευάζῃ καὶ ἀποδεικνύῃ καὶ παρέχῃ τῆς μεγαλωσύνης αὐτοῦ τὴν ἀπόδειξιν, τὰ μεγάλα τίθησι. Τί τοίνυν τίθησι μετὰ ταῦτα ἄξιον αὐτοῦ, καὶ ὃ Θεοῦ μόνον ἐστίν; Ὅρα· ἐπάγει γάρ· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάς-σαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἶδες παναρκῆ δύναμιν; εἶδες πηγὴν ζωῆς; εἶδες ἰσχὺν ἄμαχον; εἶδες ἀσύγκριτον ὑπεροχήν; εἶδες ἐξουσίαν οὐδαμοῦ κωλυομένην; εἶδες πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα; Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν, ἐποίησεν. Εἰπὲ καὶ ποῦ; Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Τουτέστιν, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ. Οὐκ ἐν τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ. Οὐκ ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ Ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Διὰ γὰρ τῆς ἀβύσσου τὰ ὑποκάτω λέγει τῆς γῆς, ὥσπερ διὰ τοῦ εἰπεῖν, Ἐν τῷ οὐρανῷ, τὰ ὑπεράνω τῶν οὐρανῶν. Ὑφ’ ὧν καὶ τοσούτων ὄν-των οὐδαμοῦ τὸ θέλημα αὐτοῦ ἐμποδίζεται, ἀλλὰ πάντα ἔπεισι, καὶ τὸ δὴ θαυμαστὸν, ὁ ποιήσας, οὐ πόνῳ, οὐ μόχθῳ, οὐκ ἐπιτάγματι, ἀλλὰ θελήματι ἐποίησε· μόνον γὰρ ἐβουλήθη, καὶ τὸ ἔργον εἵπετο. Εἶδες πῶς καὶ τὴν εὐκολίαν παρέστησε, καὶ τὴν ἀφθονίαν τῶν δημιουργημάτων, καὶ τὴν ἐξουσίαν τὴν ἀκώλυτον; Εἶτα ἀφεὶς εἰπεῖν τὸν οὐρανὸν καὶ τὴν θάλασσαν, τὰ ἐν αὐτοῖς τίθησι, καὶ οὐδὲ τὰ ἐν αὐτοῖς πάντα, ἀλλὰ παραδραμὼν τὰ ἐν τῷ οὐρανῷ, καίτοι θαυμαστότερα ὄντα, λέγει τὰ περὶ τὸν οὐρα-νόν. Τί δήποτε; Ὅτι τὰ μὲν, εἰ καὶ μεγάλα ἦν, ἀλλ’ ἄδηλα ἦν τοῖς πολλοῖς· ταῦτα δὲ, εἰ καὶ ἐλάτ-τονα, ὅμως φαινόμενα, καὶ πάντας ἔχοντα θεωρούς. Ἐπεὶ οὖν πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ, οὐ τος-οῦτον πίστει παιδευομένους τῶν ἀφανῶν ἔχειν ἔν-νοιαν, ὅσον ἀπὸ τῶν φαινομένων χειραγωγουμένους.
PG 55:390ἐντεῦθεν ὑφαίνει τὸν λόγον, καὶ τῆς διδασκαλίας ἄρ-χεται, ὃ τοῖς ἄλλοις παρῄνεσε ποιεῖν, τοῦτο καὶ αὐτὸς ποιῶν. Ποῖον δὴ τοῦτο; Τὸ αἰνεῖν τὸν Θεὸν ἀπὸ τῶν ἔργων αὐτοῦ, καὶ εὐφημίας ἀναφέρειν αὐτῷ, ἕκαστον τῶν γενομένων καταμανθάνοντα, καὶ ὑπὲρ ἑκάστου δοξολογοῦντα. Ἐπειδὴ γὰρ περὶ τοῦ τὸν Θεὸν αἰνεῖν παραινῶν, συνεχῶς εἶπεν, Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, τὸν Κύριον· δείκνυσι καὶ πῶς δεῖ αἰνεῖν, ἐπιόντα τὸ σῶμα τῆς κτίσεως, καὶ θαυμάζοντα, καὶ ἐκπληττόμενον τὴν σοφίαν, τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν κηδεμονίαν. Ἐν-τεῦθεν μανθάνομεν, ὅτι οὐ μία τίς ἐστι θάλασσα αὕτη ἡ καθ’ ἡμᾶς, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ πελάγη ἄπειρα. Ἔφη γὰρ, Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Ἥ τε γὰρ Κασπία, ἥ τε Ἰνδικὴ, ἥ τε Ἐρυθρὰ διῃρημέναι σχεδὸν ταύ-της εἰσὶ, καὶ ἔξωθεν περικείμενος ὁ Ὠκεανός. Ἀν-άγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Ἄλλος, Ἀνα-βιβάζων. Ἕτερος, Ἀνασπᾷ ἀπ’ ἄκρων. Ἄλλος, Ἐκ τελέσματος. Τοῦτο καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Καὶ ὁ Σολο-μῶν· Συνέχων ὕδωρ ἐν ἱματίῳ. Οὗτος δὲ οὐ τοῦτό φησιν, ἀλλ’ ἕτερον θαυμαστόν. Ποῖον δὴ τοῦτο; Ὅτι παχύτερος ὢν ὁ ἀὴρ, τὴν ἄνω φέρεται φορὰν, καὶ δια-βαστάζεται, καὶ ἄνεισι τὸ βαρὺ, τὴν ἐναντίαν ἐρχό-μενον ὁδόν. Θαυμαστὸν μὲν οὖν καὶ τὸ στέγεσθαι τὸ ὕδωρ ἐν αὐτῷ, πολὺ δὲ θαυμαστότερον τὸ φέρεσθαι στεγόμενον ἐπὶ τοῦ κούφου· καὶ τὸ δὴ ἔτι παραδο-ξότερον, ὅτι τὸ στεγόμενον ὑπ’ ἐκείνου τοῦ ἀέρος, ἐπειδὰν ἐκρυῇ τοῦ νέφους, οὐκέτι κατέχεται τῷ μετ’ αὐτὸν ἀέρι, καὶ στέγεται, ἀλλὰ διαῤῥεῖ πανταχόθεν, καὶ εἰς τὴν γῆν φέρεται. Καὶ μὴν εἰ κατὰ φύσιν ἐστέ-γετο τοῦτο, ἔδει καὶ ἐν τῷ ἀέρι στέγεσθαι. Ὥσπερ γὰρ ἀσκὸν εἴ τις εἴασεν εἰς τὸν ἀέρα πεπληρωμένον ὕδατος, εἶτα ἐφέρετο ὑπὸ τοῦ ἀέρος, ἠνέχθη ἂν καὶ τὸ ἔνδον στεγόμενον ὕδωρ διαῤῥυὲν ἐκ τοῦ ἀσκοῦ· οὕτως ἀκόλουθον καὶ ἐνταῦθα γίνεσθαι. Ἀλλ’ ἐπειδὴ πάντα θαύματος γέμει, καὶ παράδοξα τὰ γινόμενα, ὑπὲρ ἀκολουθίαν, ὑπὲρ λόγον ἅπαντα ταῦτα γίνεται. Καὶ γὰρ τὸ στεγόμενον ἐν τῷ ἀέρι τῆς νεφέλης, οὐ στέγεται ἐν τῷ ἀέρι τῷ μετὰ ταῦτα. Εἶδες τὸ πα-ράδοξον, καὶ πῶς ὃ δοκεῖ τῶν ἄλλων εἶναι καταδεέ-στερον, τοῦτο θεὶς, ἔδειξεν ὂν θαυμαστόν; Εἶτα καὶ ἄλλο δείκνυσι θαυμαστὸν, Ἐξ ἐσχάτων, λέγων, τῆς γῆς, ἢ, Ἀπ’ ἄκρων τῆς γῆς. Οὐ γὰρ δὴ μόνον ἀνιᾶ-σιν, ἀλλὰ καὶ βαδίζουσιν, οὐδ’ ἔνθα ἂν φανῶσιν, ἐκεῖ
καὶ τὸν ὑετὸν ἀφιᾶσιν, ἀλλὰ πολλὰ πολλάκις παρα-δραμόντα χωρία ἀλλαχοῦ τὸν ὑετὸν ἐργάζονται, καὶ πόλεις καὶ ἔθνη παρελθοῦσαι. Οὐ τοῦτο τοίνυν τὸ θαυ-μαστὸν μόνον, ὅτι ἀνάγονται, ἀλλ’ ὅτι καὶ βαδίζουσι καθάπερ ἐν ὑπερῴοις, ὄγκον φέρουσαι τοσούτων ὑδά-των. γ. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Ὅρα παράδοξον ἕτερον πάλιν, καὶ ἐναντίας φύσεις συνιούσας. Οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὑδάτων ψυχρό-τερον, ἀλλ’ ὅμως ἀναμίγνυνται αὗται, καὶ οὐ συγ-χέονται, οὐδὲ κεράννυνται, ἀλλὰ τοὺς οἰκείους ἑκά-στη διατηρεῖ ὅρους. Μένον γὰρ τὸ πῦρ ἐν τῷ ὕδατι,
PG 55:391καὶ τὸ ὕδωρ ἐν τῷ πυρὶ, οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσε. Καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον, φανότερον, τομώτερον. Καὶ μαρτυροῦσιν αἱ ὄψεις αὐταῖς ἀκτῖσι διηνεκῶς προσβάλλουσαι· ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέ-ρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν· καθάπερ καὶ ὁ Χρι-στὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ πορεύεται ἐξ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Αὕτη πάλιν ἑτέρα φύ-σις, χρείαν οὐ μικρὰν ἡμῖν παρέχουσα, ἀλλὰ τοσαύτην, ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν, καὶ κε-κμηκότα ἀνακτᾶσθαι τὰ σώματα, καὶ καταψύχειν, καὶ τὸν ἀέρα κουφότερον ποιεῖν. Τοῦτο γὰρ ἔργον ἀνέ-μων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τοὺς καρποὺς, τρέφειν τὰ σώ-ματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, τοὺς καιροὺς, καθ’ οὓς τεταγμένως ἐφίστανται, καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει, καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; Καὶ ὁ μὲν παρέ-πεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται, καὶ ἡ μάχη αὐτῶν τῷ βίῳ πάλιν γίνεται χρήσιμος. Καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. Ἀλλ’ ὅμως ταῦτα πάντα παραδραμὼν ὁ Προφήτης, καὶ καταλιπὼν τῷ ἀκροατῇ ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέ-στησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιστατοῦντος, τὸ ἕτοιμον τῆς κτίσεως, τὸ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἐν θη-σαυρῷ ἔχων, μετ’ ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βού-λεται· οὕτω καὶ ὁ τοῦ παντὸς δημιουργὸς πάντα εὐ-κόλως ἐποίησε, καὶ τῇ φύσει παρέδωκεν. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ, πολλαὶ ἐναλλαγαί; Καὶ γὰρ τοῦ ὕδατος τὸν μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ οὐράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον. Καὶ ἐν τῷ πυρὶ, τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δέ ἐστιν ἐν σελήνῃ, τὸ δέ ἐστιν ἐν ἄστροις, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύ-λων, τὸ περὶ ἡμᾶς, καὶ τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆς· καὶ γάρ ἐστι πολλαχοῦ τοιοῦτον ἀπὸ γῆς ἀνα-διδόμενον, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων· τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων, καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς. Οὕτω δὴ καὶ ἐν ἀέρι, ὁ μέν ἐστι παχύτερος, ὁ περὶ ἡμᾶς· ὁ δὲ λεπτότερος, ὁ δὲ ἀνώτερος πάλιν πυρω-δέστερος. Καὶ τῶν ἀνέμων πολλαὶ αἱ διαφοραί· ὁ μὲν γὰρ λεπτότερος, ὁ δὲ παχύτερος· ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος· ὁ μὲν ὑγρότερος, ὁ δὲ θερμότερος. Ἀὴρ δὲ καὶ νέφος, τὸ μὲν σχολαιότερον, τὸ δὲ ταχύτε-ρον χωρεῖ, καθάπερ ἐφ’ ἵππων. Οὕτω δὴ καὶ ἐπὶ νεφε-λῶν καὶ ἀνέμων αἱ μὲν ἐοίκασιν ὑδροφόροις σκεύεσι, ποτὲ μὲν ὑδάτων ἐμπεπλησμέναι, ποτὲ δὲ κεναὶ φε-ρόμεναι· αἱ δὲ ῥιπίδι ἐοίκασι. Σὺ δὲ ταῦτα ὁρῶν καὶ τὴν διαφορὰν καὶ τὴν ποικιλίαν αὐτῶν, θαύμαζε τὸν δημιουργόν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Εἰπὼν τὰ καθόλου, καὶ δείξας τοῦ Θεοῦ τὴν πρό-
PG 55:392νοιαν τὴν περὶ τὴν οἰκουμένην ἅπασαν, διὰ τῶν ἀστραπῶν, διὰ τῶν ἀνέμων, διὰ τῶν ἀέρων, διὰ τῶν νεφελῶν, διὰ τῶν ὑετῶν, καὶ ἐλέγξας τὴν ληρωδίαν τῶν μέχρι σελήνης πρόνοιαν λεγόντων εἶναι, ἐπὶ τὸ μερικὸν ἔρχεται τὸ περὶ Ἰουδαίους μέρος. Ὅτι μὲν γὰρ γῆ, καὶ οὐρανὸς, καὶ τὰ ὁρώμενα πάντα τῆς αὐτοῦ φιλανθρωπίας ἀπολαύει, ἔδειξε διὰ τῶν εἰρη-μένων· ἵνα δὲ εὐγνωμονεστέρους Ἰουδαίους ἐργά-σηται, καὶ τὰ μερικὰ διηγεῖται, δεικνὺς ὅτι ὁ καθό-λου Θεὸς, καὶ τῶν ἁπάντων προνοῶν, ἰδικὰς αὐτοῖς τινας εὐεργεσίας ἐχαρίσατο. Καίτοι καὶ τὰ εἰς ἐκεί-νους γινόμενα, καθολικὰ πάλιν ἦν. Τό τε γὰρ ἐκ τῶν ἄλλων αὐτοὺς ἐξειλέχθαι, παραζηλοῦν ἐκείνους ἐποίει· ὅπερ καὶ ὁ Παῦλος δεικνὺς λέγει· Τῷ αὐτῶν παρα-πτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζη-λῶσαι αὐτούς. Καὶ γὰρ ὥσπερ πατὴρ ἐπὶ παιδίων ἀφισταμένων αὐτοῦ, λαβὼν ἓν ἐξ αὐτῶν ἐπὶ τῶν γο-νάτων καθίζει, καὶ οὐ δι’ ἐκεῖνο τοῦτο ποιεῖ, ἀλλὰ πολλῷ μᾶλλον διὰ τὰ ἄλλα, ὥστε δηχθέντα αὐτὰ τῇ τιμῇ προσδραμεῖν πρὸς τὸν πατέρα τῆς αὐτῆς ἀπο-λαύσοντα θεραπείας· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν Ἰου-δαίων ἐποίησε. Λαβὼν γὰρ αὐτοὺς οὐκ ἐπὶ τῶν γονά-των, ἀλλ’ ἐπὶ τῶν βραχιόνων [καθάπερ ὁ προφήτης φησὶ], καὶ ἐπὶ τῶν μεταφρένων ἀνέλαβεν αὐτοὺς, χαρίζεται τὰ ἐκείνοις ποθεινὰ, ναὸν, θυσίας, ἃ μάλι-στα ἐζήτουν μετὰ πλείονος τῆς ἀκριβείας, προστα-σίας τὰς ἐν πολέμοις, νίκας, τρόπαια, τὴν ἀπὸ τῆς γῆς εὐθηνίαν, τὴν τῆς φύσεως εὐετηρίαν, τούτοις τε τούτους καλλωπίζων, καὶ τοὺς ἄλλους εἰς ζῆλον ἄγων. Ἀλλ’ ἐπειδὴ ἔμελλον φαῦλοι γίνεσθαι διαπαν-τὸς κολακευόμενοι, καὶ διὰ τῶν τιμωριῶν αὐτοὺς ῥυθμίζει. Πολλὴ γὰρ ἡ τοῦ Θεοῦ σοφία, καὶ ἐξ ἀμη-χάνων εὑρίσκει πόρους. δ. Καὶ ὅρα Προφήτου σύνεσιν· ἀπὸ τῶν καθόλου εἰς ταῦτα τὸν λόγον ἐξαγαγὼν, ἵνα μή τις τῶν ἀνοήτων μερικὸν νομίσῃ τὸν Θεὸν εἶναι, ὅτε ἐπὶ τὰ καθόλου ἦλθε, τότε τούτων ἅπτεται τῶν λόγων, καί φησιν· Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἆρα οὐ δο-κεῖ μᾶλλον ὑμῖν διὰ τοὺς Ἰουδαίους γεγενῆσθαι ταῦτα; Ἂν τοίνυν δείξω, ὅτι καὶ δι’ ἑτέρους ταῦτα ἐγένετο, τί ἐροῦσιν οἱ μὴ καθόλου τοῦ Θεοῦ τὴν πρό-νοιαν λέγοντες; Πῶς οὖν ἔστι δεῖξαι; Μάλιστα μὲν γὰρ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἀπόφασις, ἡ σαφῶς αὐτὸ δηλοῦσα, καὶ λέγουσα· Ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶδες εὐαγγέλιον τὸν θάνατον γι-νόμενον, καὶ κήρυγμα τὴν θεήλατον πληγὴν ἐκείνην, πανταχοῦ περιιοῦσαν, καὶ ἀνακηρύττουσαν τὴν τοῦ Θεοῦ δύναμιν; Προνοεῖ τοίνυν τῆς οἰκουμένης ἁπά-σης, καὶ ἡνίκα τὰ Ἰουδαίων διοικεῖ. Καίτοι γε ἐγνώ-ρισε τὴν δύναμιν αὐτοῦ καὶ πάλαι, οἷον ἐπὶ τοῦ Ἰω-σὴφ, ἐπὶ τοῦ Ἀβραὰμ, ἀλλ’ ὅμως νῦν σαφέστερον. Πῶς; Τότε μὲν δι’ εὐεργεσίας· ὕστερον δὲ καὶ διὰ πληγῆς· καὶ οὐ διαλιμπάνει, ὃ καὶ πολλάκις ἔφθην εἰπὼν, συνεχῶς καὶ καθ’ ἑκάστην γενεὰν ἀναδεικνὺς ἑαυτὸν διὰ τῶν πραγμάτων, καὶ γνωρίζων. Οὐχ ὁμοίως δὲ ἀεὶ τοῦτο ποιεῖ, ἀλλὰ ποικίλως καὶ δια-φόρως· τότε μὲν γὰρ διὰ τῆς γυναικὸς τοῦ Ἀβραὰμ, πηρώσας τὰς ὠδῖνας τῆς φύσεως, ὕστερον δὲ διὰ λι-
PG 55:393μοῦ, καὶ δι’ εὐετηρίας· μετὰ δὲ ταῦτα διὰ τῶν πλη-γῶν τῶν ἐπαλλήλων. Ἐπειδὴ οὖν ἀσθένειαν τοῦ Θεοῦ κατεψηφίζοντο, καὶ ἀνῄρουν αὐτοὶ τὰ πρωτό-τοκα, καὶ τὸν ποταμὸν ἐφοίνιξαν· δείκνυσι μὲν αὐ-τοῖς καὶ παρ’ αὐτὸν τὸν καιρὸν δι’ ἀμυδροτέρων
αὐτοῦ τὴν ἰσχύν. Αἱ γὰρ μαῖαι τῶν Αἰγυπτίων κατα-φρονήσασαι τῶν ἐπιταγμάτων τῶν ὠμῶν ἐκείνων, καὶ παραλογισάμεναι τὸ ἀπηνὲς τοῦ βασιλέως δόγμα, πολλῆς ἀπέλαυσαν τῆς εὐετηρίης. Ταῦτα δὲ ἀμφότερα τῆς τοῦ Θεοῦ προνοίας ἦν· τό τε γὰρ γυναῖκας ἀν-δρειοτέρας ἀποφῆναι τῶν τὰ διαδήματα φορούντων, τό τε ἀμοιβὰς ταύταις ἀποδιδόναι, καὶ εἰς πλῆθος αὐ-τὰς ἐκτεῖναι πολύ. Τὸ γὰρ, Εὖ ἐποίει ταῖς μαίαις, τοῦτό ἐστιν, ἐξετάθη αὐτῶν ἡ συγγένεια· δι’ ὧν γὰρ εὐηργέτουν τοὺς Ἰουδαίους, διὰ τούτων ἐλάμβανον παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοίνυν οὐκ ἀνῄρουν αὐτῶν τὰ τέκνα, καὶ αὐταῖς πολυπαιδίαν ὁ Θεὸς ἐχαρίσατο. Ἐπειδὴ δὲ ἐπέμενον ἀναισθήτως διακείμενοι, ὀξυτέραν ἐπήγαγε τὴν πληγὴν, καὶ ἐμάν-θανε μὲν ἡ οἰκουμένη, ἐμάνθανον δὲ καὶ οἱ Αἰγύπτιοι· καὶ ἐκεῖνοι μὲν ἐξ ἀκοῆς, οὗτοι δὲ ἐν τοῖς οἰκείοις πά-θεσι, καὶ ὄψει, καὶ πείρᾳ τοῦ Θεοῦ τὴν δύναμιν ἑώρων. Διὰ γὰρ τοῦτο καὶ προέλεγεν αὐτοῖς, ἵνα μὴ συντυχίας τινὸς εἶναι νομισθείη ἡ πληγὴ καὶ αὐτομά-του θανάτου. Ὅπερ οὖν ἀλλαχοῦ εἴρηται περὶ τοῦ Σωτῆρος, τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ποῖον δὴ τοῦτο; Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐ γὰρ εἰς ἔρημον αὐτοὺς ἐξαγαγὼν, οὐδὲ ἀλ-λαχοῦ που, ἀλλ’ ἐν αὐτῇ τῇ πόλει τὴν πληγὴν ἐπήγαγε. Καὶ ὅρα καὶ ἐν τῇ πληγῇ φιλανθρωπίαν. Ἀπὸ γὰρ κτηνῶν πρότερον ἤρξατο, καὶ τότε ἐπὶ τοὺς ἀνθρώ-πους ἐχώρησε. Τίς οὖν οὐκ ἂν ἀγάσαιτο τὴν δύναμιν, πῶς ἅπαντα ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκε, τὴν φει-δὼ, τὴν σοφίαν τὴν ἀπόῤῥητον; Οὔτε γὰρ πρώτην αὐτὴν ἐπήγαγε πληγὴν, δι’ ἑτέρων αὐτοὺς διορθῶ-σαι βουλόμενος, οὔτε ἐπειδὴ ἐπήγαγε, χωρὶς προῤ-ῥήσεως ἐπήγαγε. Τί δήποτε; Ἵνα τοῖς ῥήμασιν αὐτοὺς σωφρονίσῃ, καὶ μὴ ἔλθωσιν εἰς πεῖραν τῶν πραγμάτων· οὔτε πάλιν ἐπειδὴ οὐ διορθώθησαν, ἀφῆ-κεν ἀμφίβολον γενέσθαι τὴν πληγήν. Ἵνα γὰρ μή τις αὐτόματον αὐτὴν νομίσῃ ἢ νόσον, ἢ λοιμὸν αὐτὴν ἐπιοῦσαν, ὅρα πόσα γίνεται. Πρῶτον ὅτι ἐν μιᾷ νυκτὶ πάντες. Δεύτερον ὅτι τὰ πρωτότοκα πάντα. Εἰ γὰρ λοιμὸς ἦν, οὐκ ἂν τῶν πρωτοτόκων πάντων μόνον ἥψατο, καὶ τῶν δευτέρων ἐφείσατο· ἀλλ’ ἀδιακρίτως ἂν ἐπὶ πάντας ἦλθε. Τρίτον, ὅτι εἰ λοιμὸς ἦν, οὐκ ἂν τῶν Ἰουδαίων ἀπέσχετο καθόλου, καὶ τῶν Αἰγυπτίων ἥψατο μόνον, ἀλλ’ ἐκεῖνα πολλῷ πλέον ἂν κατειργά-σατο τὰ σώματα, τὰ πόνῳ καὶ ταλαιπωρίᾳ καὶ το-σούτοις κατειργασμένα κακοῖς, τὰ ἐν πενίᾳ καὶ λιμῷ ἐπὶ τοσοῦτον ταριχευθέντα· οὐχὶ τὰ βασιλικὰ, οὐδὲ τὰ ἐν ἀξιώμασι, τὰ πολλῆς ἀπολαύοντα ἀδείας, καὶ πολλῆς μετέχοντα τῆς θεραπείας. Εἰ λοιμὸς ἦν, οὐκ ἂν ἀθρόον ἐπῆλθεν, ἀλλὰ πάντα τὰ προοίμια ἐπιδει-κνύμενος τῆς ἐλεύσεως πρότερον. Νῦν δὲ ὁμοῦ ταῦτα
PG 55:394γίνεται, ἵνα ἐλέγχηται τῶν Αἰγυπτίων ἡ ἀγνωμοσύνη. Καὶ γὰρ μετὰ τὴν πληγὴν ταύτην, καὶ τὸ σαφῶς μα-θεῖν, ὅτι θεήλατος ἦν ἡ πληγὴ, ἀπελθόντας κατεδίω-κον τοὺς Ἰουδαίους, ὅπερ τῆς ἐσχάτης ἦν αὐτῶν ἀγνωμοσύνης σημεῖον, καὶ ὑπὲρ τοῦ Θεοῦ μεγίστη ἀπολογία. Ἐπειδὴ γὰρ ἔμελλε παύεσθαι τὰ σημεῖα, ἐν τοιούτῳ αὐτὰ σημείῳ ἔπαυσεν, ἐν ᾧ καὶ περὶ τῶν ἔμπροσθεν ἀπελογήσατο τοῖς βουλομένοις προσέχειν. Ἵνα γὰρ μή τις λέγῃ, Τί δήποτε πάντες κολάζονται, τοῦ βασιλέως κατέχοντος τοὺς Ἰουδαίους καὶ διαμαρ-τάνοντος; διὰ τοῦ ἐσχάτου λύει τὴν ἀπορίαν ταύτην. Πῶς διὰ τοῦ ἐσχάτου; Ὅτι ἡνίκα τὰ πρωτότοκα αὐτῶν ἐπλήγη, καὶ ἄκοντος τοῦ βασιλέως τοὺς Ἰου-δαίους ἐξέβαλλον. Ὥστε εἰ καὶ ἐκ προοιμίων ἐβού-λοντο, ἴσχυσαν ἂν περιγενέσθαι ἐκείνου. Οὐκ ἄρα παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι, οὐκ ἐκράτουν τοῦ βασιλέως. Καὶ ἡ δίωξις δὲ ἡ μετὰ ταῦτα κατηγορίας ἐπίτασις. ε. Τοῦτο δὴ καὶ ἐπὶ Σαοὺλ συνέβη. Ὅτε μὲν γὰρ ἔδει τὸν υἱὸν ἐξελέσθαι, πάντες κοινῇ κολακεύοντες τὸν βασιλέα, καὶ παρανομήσαντα ἐξείλοντο· ὅτε δὲ ἱερέας ἐβούλετο σφάξαι τοσούτους, οὐδὲ φωνὴν ἔῤῥη-ξαν, οὐδὲ προέστησαν. Εἰ δὲ τότε τὴν φύσιν εἶχον συμπράττουσαν, ἀλλὰ καὶ ἐνταῦθα τοῦ δικαίου τὴν φύσιν. Ἱερεῖς γὰρ ἦσαν, καὶ ἡ σφαγὴ παράνομος ἦν, καὶ θυμὸς κρίσεως οὐκ ὀρθῆς. Ἀλλ’ αἴτιον ἦν ἡ ῥᾳθυμία, καὶ τὸ μὴ σφόδρα ἀλγεῖν ὑπὲρ τῶν ἱερέων. Ὅρα γοῦν οἷα αὐτοὺς μετὰ ταῦτα κατελάμβανε κακά· τῆς γὰρ ὀλιγωρίας ἐκείνης οὐ τὴν τυχοῦσαν ἔτισαν δίκην. Ὅταν οὖν τι παράνομον γένηται, μηδεὶς ἔστω νωθὴς, ἀλλὰ πυρὸς θερμότερος, καὶ τῶν ἀδικουμένων μὴ ἔλαττον ἀλγείτω, καὶ οὕτω τὰ πλείονα στήσεται τῶν κακῶν. Ἀπὸ ἀνθρώπου ἕως κτήνους. Τί δή ποτε καὶ τὰ κτήνη; Ἐπειδὴ δι’ ἀνθρώπους ταῦτα ἐγί-νετο, δι’ ἄνθρωπον καὶ κολάζει αὐτὰ, ὥστε αὐξῆσαι τὸν φόβον, ὥστε ἐπιτεῖναι τὴν συμφορὰν, ὥστε δεῖξαι θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐκ τῶν οὐρανῶν τὸν πόλεμον ἥκοντα. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Τί ἐστι τὸ, Ἐν μέσῳ σου; Ἢ τὸν τόπον φησὶν, ἢ τὸ φανερῶς. Τὸ γὰρ, Ἐν μέσῳ, πανταχοῦ τὸ φανερῶς δηλοῖ, ὡς ὅταν ἀλλαχοῦ λέγῃ· Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς· ἐπειδὴ τὸ μέσον ἅπασι κατάδηλον. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἰκότως· πρὸς γὰρ διόρθωσιν τὰ γινόμενα ἐγίνετο, καὶ πρὸς ἐπίδειξιν τῶν ὀφειλόντων κερδαίνειν· οὐ γὰρ ἁπλῶς συνέβαινεν, ἀλλὰ μετὰ πολλῆς τῆς παραδοξοποιίας, ὥστε καὶ τῷ πλήττειν, καὶ τῷ παραδόξως, διπλῆν ἐμποιεῖν τὴν ὠφέλειαν. Ἐν Φαραὼ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. Εἶδες τὴν δύναμιν τὴν ἄφατον; πῶς ὁμοῦ πάν-των ὄντων, τούτους ἐπεγίνωσκεν ἡ τιμωρία, καὶ ἔπασχον μὲν ἐκεῖνοι, ἐκέρδαινον δὲ ἕτεροι; Πῶς δέ φη-σιν, Ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ; Καίτοι γε οὐ πάν-τες εἶχον πρωτότοκα· ἀλλὰ περὶ τῶν ἄλλων σημείων λέγει, καὶ ἐν μὲν Αἰγύπτῳ πληττομένων τούτων ἐκέρ-δαινον οἱ Ἰουδαῖοι· ἐν δὲ τῇ ἐρήμῳ εὐεργετουμένων Ἰουδαίων, ὠφελοῦντο ἕτεροι· καὶ τὰς μὲν πληγὰς τοῖς πολεμίοις ἐπήγαγε, τὰς δὲ εὐεργεσίας τούτοις, δι’
PG 55:395ἑκατέρων πάντας ὠφελῶν. Καὶ τίνος ἕνεκεν οὐκ εὐερ-γετεῖ καὶ τούτους; Ὅτι εἰώθασιν οἱ πλείους τῶν ἀν-θρώπων πληττόμενοι μᾶλλον ἢ εὐεργετούμενοι τὸν Θεὸν ἐπιγινώσκειν. Ἐπεὶ ὅτι γε αὐτὸς οὐκ ἐβούλετο κολάζειν, ὅρα αὐτὸν συνεχῶς ἀνέχοντα τὰς πληγὰς, καὶ δι’ ἑκατέρων αὐτοῦ δεικνύντα καὶ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν. Καίτοι γε ἤρκει μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην, ὡς ἀνίατα νοσοῦντας ἀπο-λέσαι πάντη· ἀλλ’ οὐκ ἐβούλετο, ἀλλὰ καίτοι τὰ μέλ-λοντα προειδὼς, καὶ ὅτι οὐδὲ πέμπτῃ, οὐδὲ ἕκτῃ, οὐδὲ δεκάτῃ γενήσονται βελτίους, τὰ αὐτοῦ ποιῶν οὐκ ἐπαύετο· ὅθεν μάλιστα καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν κηδεμονίαν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα ἔστι θαυμάσαι. Τὴν δύναμιν, ὅτι ἔπληξε· τὴν κηδεμο-νίαν, ὅτι ἀνέσχε· τὴν σοφίαν, ὅτι εἰδὼς τὰ μέλλοντα τὸ αὐτοῦ ἐποίει· ὃ μάλιστα καὶ αὐτὸ φιλανθρωπίας ἐστὶ, τὸ ἀπὸ τῶν μικροτέρων ἄρχεσθαι, τὸ ἀπὸ τῶν ἀλογωτέρων. Καὶ προϊὼν δὲ καὶ τοῦ βασιλέως ἥπτετο, ὃ καὶ μάλιστα ἐκκηρυχθῆναι ἐποίει τὰ συμβαίνοντα. Τὰ μὲν γὰρ ἐπὶ τῶν ἰδιωτῶν γινόμενα, εἰκὸς καὶ λα-θεῖν· ὅταν δὲ ὁ δεχόμενος τὴν πληγὴν περιφανὴς ᾖ, τὸ κωλύον οὐδὲν πανταχοῦ τὰ πράγματα ἐξηχηθῆναι. Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι’ ἣν ἐπάταξε, λέγει καὶ τὰς πληγὰς, καὶ οὐδὲ ταύτας καταλέγει πολλάκις, οὐ-δὲ κατ’ εἶδος, ἀλλ’ ἑνὶ ῥήματι πάσας αὐτὰς αἰνιξά-
μενος παρέδραμε τῷ εἰπεῖν, Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἶτα πά-λιν ἐξ Αἰγύπτου τὸν λαὸν ἐξάγει εἰς τὴν ἔρημον, πανταχοῦ δεικνὺς ὅτι οὐ μερικὸς ὁ Θεὸς, οὐδὲ εἰς μίαν χώραν κρατῶν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης. Διὸ ἐπήγαγε λέγων· Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· διὰ πάσης τῆς ὁδοῦ ἐνέχυρα ποικίλως τῆς δυνάμεως αὐτοῦ διδοὺς, καὶ ἐν τῷ διδάσκειν αὐτοὺς διὰ τῶν πραγμάτων στρατηγῶν. Καὶ γὰρ διὰ τῶν πολέμων καὶ τὰ πρότερα ἐδίδασκεν, ὅτι οὐκ ἀέρος φύσις, οὐ στοιχείων δύναμις, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἡ στρατηγοῦσα αὐτῶν ἐπο-λέμει χείρ· καὶ δι’ ἑκατέρων ἑκάτερα ἐδείκνυτο, διὰ τῶν ἐν Αἰγύπτῳ τὰ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τῶν ἐν ἐρήμῳ, τὰ ἐν Αἰγύπτῳ. Ὅτε γὰρ αὐτοὶ χωρὶς ὅπλων, καὶ παρατάξεως, καὶ μάχης, ἔβαλλον τοὺς πολε-μίους, δῆλον αὐτοῖς ἐποίει, ὅτι καὶ ἐν Αἰγύπτῳ οὐ στοιχείων δεόμενος ταῦτα ἐκίνησε κατ’ αὐτῶν, ἀλλὰ ποικίλως καὶ διαφόρως τὴν ἑαυτοῦ δύναμιν ἐνδείξα-σθαι θέλων, τοῖς οὖσιν εἰς ταῦτα ἐκέχρητο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Οὐκ ἔπεισι τὰς πόλεις, οὐδὲ κατὰ μικρὸν λέγει τὴν παράταξιν, ἀλλὰ πάλιν μεγαλοψύχως πα-ρατρέχει μυρίας νιφάδας θαυμάτων. Δυνάμενος γὰρ ἐνδιατρῖψαι, καὶ τὴν τραγῳδίαν ἐκείνην ἐξογκῶσαι, τοῦτο οὐ ποιεῖ· ἀλλὰ καὶ ἐν πλήθει ὢν καὶ περιουσίᾳ τῶν ἔργων τοῦ Θεοῦ, ἐκ παραδρομῆς ἅπαντα ἔπεισι. Καίτοι γε οἱ μὲν ὡπλισμένοι ἦσαν, καὶ τειχήρεις πό-λεις οἰκοῦντες, καὶ τὰ τακτικὰ μεμελετηκότες· οἱ δὲ φυγάδες, πολέμων ἄπειροι, δουλείας μακρᾶς ἀπηλ-λαγμένοι καὶ τυραννίδος χρονίας, λιμῷ ἀναλωθέντες καὶ τιμωρίᾳ, πᾶσι προκείμενοι πρὸς τὸ κακῶς πά-
PG 55:396σχειν· ἀλλὰ πάντων ἦσαν δυνατώτεροι διὰ τὴν στρα-τηγοῦσαν αὐτῶν χεῖρα. 2. Εἶχε δὲ καὶ τὸ δίκαιον ὁ πόλεμος. Οὐ γὰρ αὐτοὶ ἐπῄεσαν, ἀλλ’ ἐκείνων τὰς αἰτίας παρεχόντων, ἀποτει-χιζόντων αὐτοῖς τὴν ὁδὸν, ὅπερ ἐσχάτης ἀπανθρωπίας ἦν· τούς τε Ἰδουμαίους οὐκ ἀφῆκεν εἰς πόλεμον εἰσελ-θεῖν. Ἵνα γὰρ μὴ τῇ σιγῇ θαῤῥοῦντες μετὰ ταῦτα πάλιν ἐπίωσιν, ἀλλ’ εἰδῶσι τίσι μὲν πολεμεῖν, τίνων δὲ φεί-δεσθαι χρὴ, ἐν τῇ ἐρήμῳ τοῦτο ποιεῖ, διὰ τῶν πρα-γμάτων νόμον αὐτοῖς τιθεὶς, πῶς δεῖ κεχρῆσθαι τοῖς ἀπαντῶσι. Καὶ πάσας τὰς βασιλείας Χαναάν. Εἶδες τὴν οἰκουμένην ἅπασαν ἐντεῦθεν παιδευομένην; Κα-θάπερ γὰρ πῦρ ἀκάνθαις, οὕτως ἐπῄεσαν ἅπασι, καὶ οὐδεὶς αὐτοὺς φέρειν ἐδύνατο. Ἄκουε γοῦν τί φησιν ὁ Βαλαὰμ, οὐκ ἀπὸ τῶν προφητῶν, οὐκ ἀπὸ Μωϋ-σέως μαθὼν, ἀλλ’ ἀπὸ τῶν πραγμάτων· Τὸ ἔθνος τοῦτό ἐστι τὸ ἐκλεῖχον πᾶσαν τὴν γῆν. Εἶδες τὴν μεταφορὰν κυρίως εἰρημένην; Οὐκ εἶπε, Τὸ πολεμοῦν, τὸ καταβάλλον, ἀλλὰ, Τὸ ἐκλεῖχον τὸ ἀπονητὶ τῆς νίκης παραστῆσαι βουλόμενος, καὶ τὰ ἀναιμωτὶ γινόμενα τρόπαια, καὶ τὴν ἐξ ἐπιδρομῆς κράτησιν. Οὐδὲ παρατάξεως δέονται, φησὶ, καὶ συμβολῆς, ἀλλ’ ἀρκεῖ μόνον ἐπελθεῖν, καὶ ἅπαντα ἐξίσταται καὶ παρα-χωρεῖ. Οὐ γὰρ δὴ μόνον νόμῳ πολέμου καὶ παρατά-ξεως κρατεῖν αὐτοὺς ἐποίει, ἵνα μή τις αὐτοῖς λογίσηται τὰ γινόμενα, ἀλλὰ τὰ στοιχεῖα τῆς οἰκου-μένης κατ’ αὐτῶν ἐκίνει· διὸ καὶ προκατέβαλλεν αὐτῶν τὰς διανοίας, καὶ χάλαζα κατενεχθεῖσα πολ-λοὺς ἀπώλεσε, καὶ ἥλιος ἔστη, καὶ τῷ πολέμῳ μῆκος ἔδωκε, καὶ πολλὰ παράδοξα τοιαῦτα ἐγίνετο, καὶ ἠχὴ σαλπίγγων πυρὸς σφοδρότερον τοῖς πύργοις προς-βάλλουσα τὰ τείχη κατήνεγκε. Τοῦτο δὲ ἑκατέρους ὠφέλει. Ἐκεῖνοί τε γὰρ ἐμάνθανον, ὡς οὐ παρ’ ἀν-θρώπων ἐστὶν ὁ πόλεμος· καὶ οὗτοι ἐπαιδεύοντο πρὸς τὸν Θεὸν βλέπειν, καὶ μηδέποτε ἐπὶ τοῖς κατορθώμασι μεγαλοφρονεῖν, ἀλλὰ καὶ καλλωπίζεσθαι καὶ μετριά-ζειν. Τοῦ γὰρ κρατῆσαι τὸ οὕτω κρατῆσαι μᾶλλον αὐτοὺς ἐκόσμει, ὅπερ καὶ σεμνοὺς ἐποίει, καὶ μετριά-ζειν ἐδίδασκε· σεμνοὺς μὲν, ὅτι τοιοῦτον εἶχον στρα-τηγόν· μετριάζειν δὲ, ὅτι οὐκ οἰκείοις ἐφυσῶντο κα-τορθώμασι. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονο-μίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ. Καὶ τοῦτο μέγιστον θαῦμα, τὸ μὴ μόνον ἐκβάλλειν, ἀλλὰ καὶ δυνηθῆναι κατασχεῖν τὴν γῆν, καὶ πόλεις νείμασθαι· ὃ καὶ πολλὴν παρεῖχεν αὐτοῖς τὴν ἡδονήν, πολὺν τὸν κόσμον, πολλὴν τὴν φαιδρότητα. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ μικρὸν κατασχεῖν πολεμίων χώραν, ἀλλὰ πολλῆς καὶ ἐνταῦθα χρεία ῥοπῆς. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Ἄλλος, Ἡ ἀνάμνησίς σου. Ἐνταῦθα τῇ δοξολογίᾳ τὸ συνεχὲς διακόπτει τοῦ λόγου, ὅπερ τοῖς ἁγίοις ποιεῖν ἔθος ἀεί. Ἐπειδὰν γὰρ ἀρξάμενοί τι λέγειν τῶν τοῦ Θεοῦ θαυμάτων. πυρω-θῶσιν, οὐ πρότερον ἐπὶ τὸ τέλος ἔρχονται, ἕως ἂν ὑπὲρ τῶν εἰρημένων δοξάσωσι τὸν Θεὸν, καὶ εὐφημή-σωσι, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσωσι τὴν ἑαυτῶν. Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ· καὶ ἐν προοι-
PG 55:397μίοις δὲ μάλιστα τῶν Ἐπιστολῶν, ὡς ὅταν λέγῃ ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χρι-στοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους· Ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ λατρεία, καὶ ἡ ἐπαγγελία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν ἀλλαχοῦ· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὕτω δὴ καὶ ὁ προφήτης ἐνταῦθα ἐννοήσας τὴν πρόνοιαν τὴν καθ-όλου, τὴν ἐν Αἰγύπτῳ πληγὴν, τὰς ἐπὶ τῇ ἐρήμῳ γενομένας εὐεργεσίας, τὰς ποικίλας καὶ διαφό-ρους, τὰς εἰς Ἰουδαίους, τὰς ὑπὲρ ἐκείνων εἰς τοὺς πολεμίους, καὶ πυρωθεὶς ἀπὸ τῆς ἀφάτου αὐτοῦ φι-λανθρωπίας, δοξολογίαν ἀνήνεγκε, λέγων· Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τουτέστιν, ἡ δόξα σου διη-νεκής. Οὐδὲν γὰρ αὐτὴν λυμαίνεται, οὐδὲν αὐτὴν διακόπτει, ἀλλ’ ἔστιν ἀεὶ, καὶ μένει ἄτρεπτος, ἀμε-τάβλητος, ἀνθοῦσα, ἀκμάζουσα. Τί δέ ἐστι, Τὸ μνη-μόσυνόν σου εἰς γενεὰν καὶ γενεάν; Ἡ μνήμη, φησὶν, ἡ περὶ σοῦ, ἀτελεύτητος καὶ πέρας οὐκ ἔχουσα. Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. Ἢ ἀμφότερα ταῦτα περὶ τοῦ λαοῦ ἔστιν εἰπεῖν, ὅτι δίκην ἀπαιτή-σει, καὶ μετὰ ταῦτα παύσεται καὶ ἀνακτήσεται αὐ-τούς· ἢ διελόντας, τὸ μὲν Παρακληθήσεται, περὶ τοῦ λαοῦ· τὸ δὲ Κρινεῖ, περὶ τῶν πολεμίων. Τουτέστι, τοὺς μὲν ἀνακτήσεται· τοῦτο γάρ ἐστι τὸ, Παρακλη-θήσεται· Κρινεῖ δὲ τοὺς πολεμίους, τουτέστι, δίκην ἀπαιτήσει ὑπὲρ αὐτῶν. ζ. Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων. Εἰπὼν δὲ, Παρακληθήσεται, δείκνυσι τῆς τοῦ Θεοῦ φιλαν-θρωπίας τὴν καταλλαγὴν, οὐ τῆς ἐκείνων ἀξίας. Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία· ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων, ἀλλὰ φι-λανθρωπίας καιρός. Ἐπειδὴ τοίνυν εἶπεν ἀνωτέρω· Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο τότε, τοιοῦτόν τι αἰνίττεται διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ
σωτηρία ἐπὶ τὸν λαὸν τὴν δόξαν τὴν παρὰ τοῖς πολ-λοῖς περὶ σοῦ οὖσαν δείκνυσιν. Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων ᾖ, μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος· ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων ἡμῶν τὴν πόλιν, καὶ τὸ ἱερὸν, καὶ τὸν ναὸν, καὶ ἐπὶ τῆς προτέρας γενομένων πολιτείας πάλιν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅρα τοῦτο πῶς ἐπιτείνει τῷ λόγῳ. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνά-
PG 55:398μεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰ-κείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων. τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν χρηστότητα, τὴν φιλανθρωπίαν, τὴν κηδεμονίαν, τὴν σοφίαν, τὴν δύναμιν, καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰ-κουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν καὶ τῶν εἰδω-λικῶν θεῶν τὴν ἀσθένειαν, καὶ εὐθέως ἀπὸ τῆς φύσεως αὐτῆς καταφορικῶς κέχρηται τῷ λόγῳ· μᾶλ-λον δὲ καὶ τὸ ὄνομα αὐτῶν εἰς κατηγορίαν παράγει. Τὸ γὰρ εἴδωλον οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀδρανές τι καὶ εὐτελὲς, καὶ ἀσθενείας ὄνομα ἐπιτεταμένης. Διόπερ ἐντεῦθεν ἄρχεται λέγων· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Πρῶτον, ὅτι εἴδωλον· δεύτε-ρον, ὅτι ἄψυχος ὕλη καὶ κωφή· τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ’ ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν ἀνθρώ-πων. Διὸ καὶ ἐπήγαγεν, Ἔργα χειρῶν ἀνθρώπων, ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων αὐτούς· ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν αὐτοῖς τῆς σωτηρίας τὰς ἐλπίδας ἔχουσι. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθή-σονται. Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐ-τῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Στόμα, φη-σὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν. Εἶδες πῶς ἐπιτεί-νει τὴν κωμῳδίαν, καὶ διελέγχει τὴν ἀπάτην; Ἐπειδὴ γὰρ πολλάκις αὐτὰ δαίμονες κινοῦσιν, ἀπαμφιέννυσι τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Καὶ τίνος ἕνεκεν ὁ πο-νηρὸς δαίμων οὐ χωρὶς ἐκείνων δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων, παιδεύων τοὺς ἀπατωμένους διὰ τῆς ὄψεως τῶν ξοάνων μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσε-δρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν. Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐν-νόησον ἡλίκοι θεοὶ, ὧν ἡ ὁμοίωσις ἐν τάξει κεῖται ἀρᾶς. Ἀλλ’ οὐ τὰ παρ’ ἡμῖν τοιαῦτα. Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν, τὸ πρὸς τὸν Θεὸν ὁμοιωθῆναι, κατὰ τὸ ἐγχωροῦν ἡμῖν. Παρὰ δὲ ἐκείνοις ἡ λατρεία, φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης. Ὥστε καὶ δι’ ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι’ ὧν παρὰ τῶν θερα-πευόντων γίνονται, καὶ δι’ ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι’ ὧν ἀναίσθητα κεῖται, καὶ δι’ ὧν ἐν τάξει ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν· διὰ πάν-των γὰρ δείκνυται τῆς πλάνης ἡ ὑπερβολή. Εἰπὼν τοίνυν αὐτῶν τὴν ἀσθένειαν, τὴν ἀπάτην, τὴν τῶν δαιμόνων πονηρίαν, τὴν τῶν ποιούντων αὐτὰ ἄνοιαν, καὶ ταχέως αὐτῶν ἀπαλλαγεὶς, ἐπὶ τὴν δοξολογίαν κατακλείει τὸν λόγον, οὐκέτι διηγούμενος τὰ περὶ τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀποδείξας σαφῶς, ἐπὶ ὡμολογημένοις πᾶσι τὴν εὐφημίαν ἀπαιτῶν παρὰ τῶν τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ· διὸ καὶ καλεῖ πάντας εἰς δοξο-λογίαν, οὕτω λέγων· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον. Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύ-

On Psalm CXXXVIn Psalmum CXXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:399ριον. Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον. Οἱ φο-βούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱε-ρουσαλήμ. Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ’ εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλο-γίας. Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως ὁ Λευίτης, ἄλλως ὁ λαϊκὸς, ἄλλως ὁ πολὺς λαὸς εὐλογεῖ. Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος ἐστὶ τὴν μακαρίαν καὶ ἀκή-ρατον φύσιν ἐκείνην. Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν ἐπέγνωτε. Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν, οὐ δεόμενος τῆς παρ’ ἑτέρων εὐφημίας· πλὴν καὶ ὑμεῖς εὐλογεῖτε, οὐχ ὡς ἐκείνῳ τι προστι-θέντες, ἀλλ’ ὡς αὐτοί τι μέγα καρπούμενοι. Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ’ ἡμῶν εὐλογεῖσθαι. Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται, καὶ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ ἐκεῖ τὰ τῆς πολιτείας αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο, βούλεται ποιῆσαι τοὺς τόπους σεμνοὺς τῇ ἐπωνυμίᾳ τοῦ Θεοῦ, ἵνα αἰ-δέσιμοι ὄντες, μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ, προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ, εἰς μείζονα ἄγωσιν ἀρετὴν, δι’ ἢν πάντα ἐγένετο Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Τούτῳ δὴ καὶ ἡμεῖς ὦμεν, παρακαλῶ, προσηλωμένοι, ἵνα καὶ τῶν μελ-λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΕ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. α. Εἰπὼν ἄνω περὶ τῆς εὐεργεσίας τοῦ Θεοῦ τῆς εἰς ἀνθρώπους γενομένης, καὶ περὶ τῆς ποσότητος τοῦ ἐλέους αὐτοῦ διαλέγεται, οὐ μετρῶν [οὐδὲ γὰρ δυνα-τὸν], ἀλλὰ τῷ ἀπείρῳ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βουλόμενος, καὶ παρακαλεῖ πρὸς δοξολογίαν ἅπαντας, καλῶν καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Κυρίῳ· του-τέστιν, εὐχαριστεῖτε, εὐφημεῖτε αὐτόν. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί δέ ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ ποτὲ μὲν, φησὶν, εὐεργετεῖ, ποτὲ δὲ ἀφί-σταται, οὐδὲ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ παύεται, ὅπερ ἐπ’ ἀνθρώπων συμβαίνει, καὶ πάθει κωλυομένων, καὶ εὐτελείᾳ διακοπτομένων, καὶ θεραπείᾳ ἐμποδιζο-μένων, καὶ περιστάσει πραγμάτων οὐ συγχωρουμέ-νων· ἀλλ’ ὁ Θεὸς οὐ τοιοῦτος, ἀλλὰ διηνεκῶς ἐλεεῖ, καὶ οὐδέποτε παύεται τοῦτο ποιῶν, κἂν διαφόρως καὶ ποικίλως ἐπιτελῇ. Ἀεὶ οὖν ἐλεεῖ, καὶ οὐδέποτε ἵστα-ται τοὺς ἀνθρώπους εὐεργετῶν. Εἶτα εἰπὼν, ὅτι ἐλεεῖ διαπαντὸς, δείκνυσι καὶ τὰ δείγματα τοῦ ἐλέους, καὶ τοῦ διαπαντὸς μένειν αὐτοῦ τὸν ἔλεον, ἐκ τῶν ὁρωμένων ποιούμενος τὴν ἀπόδειξιν· καὶ ἐπειδὴ πρὸς εὐσέβειαν αὐτοὺς ἐχειραγώγει, ὅρα πῶς πάλιν πρὸς τοὺς τῶν Ἑλλήνων θεοὺς ἀποτείνεται, πάλιν τῇ αὐτῇ συγκαταβάσει κεχρημένος. Τί γάρ φησιν; Ἐξομο-
PG 55:400λογεῖσθε τῷ Θεῷ θεῶν, καθ’ ἕκαστον ἐπιλέγων, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ, Τῷ Κυρίῳ
τῶν κυρίων. Ἐν μὲν οὖν τῷ προτέρῳ ψαλμῷ ἔλεγεν, ὅτι παρὰ πάντας τοὺς θεούς ἐστιν· ἐνταῦθα δὲ ἔτι πλέον, ὅτι καὶ Κύριος αὐτῶν καὶ Δεσπότης αὐτῶν ἐστιν, ἄν τε τῶν εἰδώλων λέγῃς, ἄν τε τῶν δαιμόνων. Εἰ γὰρ καὶ ἠτιμωμένοι, καὶ προσκεκρουκότες οἱ δαί-μονες, ἀλλὰ δοῦλοι καὶ ὑποκύπτοντες. Διὰ τοῦτο οὖν ἐξομολογεῖσθε, φησὶν, ὅτι Θεὸν ἔχετε πάντων ἀνώτε-ρον, οὗ ὅμοιος οὐδεὶς, πάντων Δεσπότην, πάντων Κύ-ριον. Καίτοι τῶν εὐαρεστούντων καλεῖται Θεὸς, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Πῶς οὖν ἐνταῦθα τῶν δαιμόνων φησίν; Ἀλλ’ ἑτέρως ἐκεῖνο, καὶ ἑτέρως τοῦτο. Ἐκεῖ μὲν γὰρ ἵνα τὴν οἰκείωσιν παραστήσῃ, καὶ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην· ἐνταῦθα δὲ, ἵνα τὴν ὑπεροχὴν γνωρίσῃ. Τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπειδὴ ἀπεφήνατο, ὅτι Κύ-ριός ἐστι τῶν θεῶν, καὶ Δεσπότης, τῇ ἀποφάσει πα-ρέχει λοιπὸν τὴν ἀπόδειξιν, καὶ κατασκευάζει τὸ εἰ-ρημένον, ἀπὸ τῆς δυνάμεως αὐτὸν πάλιν ἀνακηρύτ-των. Καὶ οὐκ εἶπε, Τῷ ποιήσαντι, ἀλλὰ, Τῷ ποιοῦντι, δεικνὺς αὐτὸν διηνεκῶς εὐεργετοῦντα, καὶ θαυματο-ποιοῦντα, καὶ παράδοξα ἐργαζόμενον. Καὶ δύο ταῦτα αὐτοῦ τίθησιν ἐξαίρετα, ὅτι τε ποιεῖ, καὶ ὅτι μόνος ποιεῖ· μᾶλλον δὲ καὶ τρία, καὶ τέσσαρα· καὶ γὰρ ὅτι ποιεῖ, καὶ ὅτι θαύματα, καὶ μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ Παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα, ἴδωμεν, τὰ μεγάλα, ἃ μόνος ποιεῖ. Καίτοι γε ἀρχόμενος οὐ περὶ δυνάμεως διελέχθη ἡμῖν, ἀλλὰ περὶ φιλανθρωπίας καὶ ἀγαθό-τητος. Ἐξομολογεῖσθε γὰρ, φησὶ, τῷ Κυρίῳ, ὅτι ἀγαθός. Πῶς οὖν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τίνα δέ ἐστι τὰ θαύματα δεικνὺς, ἐπάγει λέγων· Τῷ ποιή-σαντι τοὺς οὐρανοὺς ἐν συνέσει, τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἕτερος, Τῷ πιλήσαντι τὴν γῆν παρ’ ὕδασι, τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυ-κτός. Ταῦτα εἰ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν σο-φίαν ἐμφαίνει, ἀλλ’ ὅμως καὶ πολλὴν τὴν φιλανθρω-πίαν δείκνυσι. Τὸ μὲν γὰρ οὕτω μεγάλα γενέσθαι, καὶ καλὰ καὶ διαρκῆ, τὴν ἰσχὺν ἀνακηρύττει, καὶ τὴν σοφίαν· τὸ δὲ δι’ ἡμᾶς αὐτὰ γενέσθαι, καὶ τὴν χρείαν τὴν ἡμετέραν, τὴν φιλανθρωπίαν καὶ τὴν ἀγα-θότητα τὴν διηνεκῆ. Ὁρᾷς πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Οὐ γὰρ πρὸς δέκα καὶ εἴκοσι ἔτη πεποίηκεν αὐτὰ, οὐδὲ πρὸς ἑκατὸν, καὶ διακόσια, καὶ χίλια, ἀλλὰ παρὰ πᾶσαν τὴν ζωὴν ἡμῶν ἐξέτεινεν αὐτά. Διὸ καὶ τοῦτο δηλῶν, ἐν ἑκάστῳ στίχῳ ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸ δὴ ἐκπλῆττον, ὅτι ἐποίησε μὲν, καὶ ἔδωκεν ἐξ ἀρχῆς γενόμενα· ἐπειδὴ δὲ παρέβη ὁ ἄνθρωπος, οὐδὲ οὕτως αὐτὸν ἐξέ-βαλεν· ἀλλὰ ἅπερ ἔδωκεν οὐχ ἁμαρτόντι, τούτοισ
PG 55:401ἀφῆκε καὶ μετὰ τὴν ἁμαρτίαν ἐνδιαιτᾶσθαι, καὶ οὐκ ἐκώλυσεν αὐτῶν τὴν χρῆσιν μετὰ τὴν ἁμαρτίαν ἐκεί-νην. Καὶ οὐκ ἐποίησεν οὐρανὸν ἕνα μόνον, ἀλλὰ καὶ ἕτερον, ἐκ προοιμίων δεικνὺς, ὅτι οὐκ ἐναφίησιν ἡμᾶς τῇ γῇ, ἀλλ’ ἐκεῖ μεταστήσει. Εἰ γὰρ μὴ ἔμελλεν ἐκεῖ μεθιστᾷν, τίνος ἕνεκεν καὶ οὐρανὸς παρήγετο; Οὐ γὰρ δὴ αὐτῷ χρήσιμον τοῦτο τὸ στοιχεῖον· οὐδενὸς γὰρ δεῖται· ἀλλὰ τοὺς ἀπὸ γῆς ἐκεῖ μεθιστᾷν βουλό-μενος, παρεσκεύασε τὰ οἰκήματα. β. Διὸ καὶ ὁ Προφήτης ταῦτα εἰδὼς, ἐφ’ ἑκάστῳ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐπιλέγει, ἐκπληττόμενος αὐτοῦ τὴν φιλανθρωπίαν. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ὅρα πάλιν κἀνταῦθα τὴν φιλαν-θρωπίαν. Ἐπειδὴ γὰρ ἐγενόμεθα θνητοὶ, καὶ ἐν πολ-λαῖς χρείαις κατέστημεν, οὐδὲ οὕτως ἐγκατέλιπεν, ἀλλὰ καὶ ἐνταῦθα κατάλληλον ἡμῖν καταγώγιον δέ-δωκε τὸν μεταξὺ χρόνον, καὶ τοσούτων τὴν γῆν δει-γμάτων τῆς αὐτοῦ φιλανθρωπίας ἐνέπλησεν, ὡς μηδὲ λόγῳ παραστῆναι δύνασθαι. Ὁ γοῦν προφήτης ἐμπε-σὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας καὶ εἰπών· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸν ἥλιον δὲ εἴ τις κατίδοι, καὶ τὴν σελήνην, καὶ τὴν διάταξιν τῶν και-ρῶν, πάλιν ὄψεται αὐτοῦ τὴν φιλανθρωπίαν ἅπασαν. Οὐ γὰρ μικρὸν ἡμῖν εἰς εὐταξίαν ζωῆς, καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖ τὰ στοιχεῖα, τρέφοντα, καρ-ποὺς πεπαίνοντα, ὧν ἄνευ ζῆσαι οὐκ ἦν, καιροὺς ἡμῖν δεικνύντα, ὥρας χαρακτηρίζοντα, δρόμους ἡμέ-ρας καὶ νυκτὸς διαστέλλοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχό-μενα. Εἶδες πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ πῶς καθ’ ἕκαστον τῶν στίχων τοῦτο ἐπιλέγει ὁ Προ-φήτης; Ἕτερος δὲ ἑρμηνευτὴς, Εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἐπικρατεῖν εἶπε τῆς ἡμέρας. Ἄλλος, Εἰς ἐξουσίαν ἐν νυκτί. Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν· καὶ ἐξαγαγόντι τὸν Ἰς-ραὴλ ἐκ μέσου αὐτῶν. Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. Συνεχῶς περιστρέφει τὸ θαῦμα τὸ ἐν Αἰγύπτῳ, διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ ἀεὶ τούτων ἀκούοντας ἐπιλανθάνεσθαι. Οὐ μικρὸν δὲ καὶ τὸ ἔλεος σημεῖον· τοῦτο γὰρ ἀπήλλαξεν αἰχμαλωσίας ἐκείνους, δουλείας, καὶ τοῖς μετὰ ταῦτα γέγονε θεογνωσίας ὑπόθεσις. Καὶ ἕτερον δὲ ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ μετὰ τὴν πλη-γὴν ἐκείνην τῆς αὐτοῦ δυνάμεως γέγονε τὸ ἀπαλλάξαι αὐτοὺς τῆς δουλείας, κατασείσαντος αὐτοὺς τῷ φόβῳ, καὶ καταποντίσαντος τῇ θαλάσσῃ. Ταῦτα δὲ λέγει, ἵνα μή τις τῶν ἀνοητοτέρων νομίσῃ, ὅτι κελεύων αὐ-τοῖς τὸ χρυσίον λαβεῖν, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ, δι’ ἀσθένειαν ἐκέλευε. Καὶ γὰρ καὶ τοῦτο ἐποίησε παν-ταχόθεν βουλόμενος εἶναι φοβερὸς τοῖς πολεμίοις, καὶ δεῖξαι ὅτι καὶ δυνάμει καὶ μετὰ αὐθεντίας ἅπαντα δύναται ἐργάζεσθαι, καὶ ἀπατᾷν αὐτοὺς, καὶ παρα-κρούεσθαι. Ἅ τε γὰρ φανερῶς ἐποίησεν, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος ἀπατῆσαι· ἅ τε ἀπατήσας, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος φανερῶς λα-βεῖν, ἀλλ’ ἐν ἑκατέρῳ τῷ μέρει τὴν ἰσχὺν τὴν ἑαυτοῦ δεικνύς. Ὅτι γὰρ καὶ τοῦτο μέγαν φόβον ἐνέθηκε
PG 55:402τοῖς ἀλλοφύλοις, ἄκουσον τί φασι μετὰ ταῦτα οἱ μάν-τεις οἱ Ἀζωτίων· Οὗτος ὁ Θεὸς ὁ σκληρὸς, ὃς ἐπάταξε τὴν Αἴγυπτον, καὶ ὅτε ἐνέπαιξεν αὐ-τοῖς, τότε ἐξήγαγεν αὐτούς. Ὁρᾷς αὐτοὺς καὶ διὰ τοῦτο τρέμοντας αὐτὸν, διὰ τὴν κλοπὴν, διὰ τὴν ἀπά-την, διὰ τὸ ἀποχρήσασθαι αὐτούς; Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἕτερος, Εἰς τομάς. Ἄλλος, Εἰς τμή-ματα. Τινὲς γάρ φασιν, ὅτι οὐ μία γέγονεν ἡ ὁδὸς, ἀλλὰ καθ’ ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις. Ἀλλὰ ταῦτα πάντα εἰ καὶ πολλὴν τὴν ἰσχὺν ἐπεδείκνυτο, καὶ φοβερὸν αὐτὸν ἀπέφαινε καὶ μέγαν, ἀλλ’ οὖν πολλὴν καὶ τὴν φιλαν-θρωπίαν εἶχεν, οὐχὶ τοῖς ἀπολαύουσι μόνον, ἀλλ’, εἰ προσέχειν ἐβούλοντο, καὶ τοῖς ἐναντίοις. Οὐ γὰρ ἁπλῶς κατεπόντισεν αὐτοὺς, ἀλλὰ μετὰ τοσαύτην θαυμα-τουργίαν βουλομένους κατατολμῆσαι τῶν ὑδάτων· ἔδει δὲ αὐτοὺς, εἰ καὶ πάντων ἦσαν ἀναισθητότεροι, τά τε πρότερα ἐννοήσαντας, τά τε παρόντα καὶ πρὸ
τῶν ὀφθαλμῶν, ἐκπλαγῆναι αὐτοῦ τὴν ἰσχὺν, καὶ προσκυνῆσαι, καὶ παύσασθαι τῆς ἀκαίρου φιλονεικίας. Οἱ δὲ τὴν κτίσιν ἅπασαν ὁρῶντες πρὸς τὸ δοκοῦν αὐτῷ μεταστοιχειουμένην, καὶ πολεμοῦσαν αὐτοῖς, οὐδὲ οὕτως ἔληξαν τῆς μανίας, ἀλλὰ καὶ τὸ παράδοξον ἐκεῖνο θαῦμα βλέποντες, κατετόλμησαν τῆς ξένης ἐκείνης καὶ καινῆς ὁδοιπορίας. Διὸ καὶ τάφος αὐτοῖς τὸ πέλαγος γίνεται· οὐδὲ γὰρ φύσεως ἦν ἔργον, ἀλλὰ θεηλάτου πληγῆς τὸ γενόμενον· διὰ δὴ τοῦτο ἐν βρα-χείᾳ καιροῦ ῥοπῇ τὰ ἐναντία εἰργάζετο· καὶ οὐ καθ’ ἓν ἐτέμνετο μέρος, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπασῶν. Καθ’ ἕκαστον δὲ τῶν σημείων ἐλέους μνη-μονεύει, ὅτι τοῦτο μάλιστα ἦν τῷ Θεῷ περισπούδα-στον, ἐπειδὴ διὰ τῶν στοιχείων ἐγίνετο τὸ θαύματα, μὴ φυσικῆς τινος ἀκολουθίας εἶναι νομισθῇ τὰ γινό-μενα, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς παραδοξοποιού-σης τὰ θαύματα. Ὃ δὴ καὶ ἐπὶ τῆς θαλάττης συνέ-βαινε, καὶ δῆλον ἐγίνετο, οὐκ ἐκ τοῦ συμβῆναι τότε, ἀλλ’ ἐκ τοῦ μετ’ ἐκεῖνο μηκέτι γενέσθαι· πάλιν δὲ τὰ φυσικῶς γινόμενα, συνεχῆ καὶ πυκνὰ, καὶ κατὰ καιρὸν ἐπιτελεῖσθαι πέφυκε. Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. γ. Ὁρᾷς πῶς δικαίως καθ’ ἕκαστον στίχον λέγει τὸ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Ταῦτα γὰρ ἅπαντα τὴν διηνεκῆ κηδεμονίαν ἐδείκνυ. Εἰ γὰρ καὶ τὰ γενό-μενα τέλος εἶχεν, ἀλλ’ αἱ μνῆμαι αὐτῶν τοῖς μετὰ ταῦτα πολλὴν θεογνωσίας παρεῖχον ὑπόθεσιν. Καὶ γὰρ τῇ μνήμῃ εἰς ἐγγόνους παραπεμπόμενα ἐχειραγώγει πρὸς φιλοσοφίαν πολλήν. Ἄλλως δὲ οὐκ ἐκεῖνα ἐπρά-χθη μόνον, καὶ ἐπαύσατο ἡ τοῦ Θεοῦ κηδεμονία, οὐδὲ μέχρι τῶν Αἰγυπτιακῶν ἔστη τὰ τῆς φιλανθρωπίας, ἀλλ’ ἕκαστος καιρὸς καὶ χρόνος ἅπας ἔχει παρατεινό-μενα τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὰ δείγματα. Ὑπὲρ ὧν καὶ αὐτὸς ἐκπληττόμενος, συνεχῶς ἐπιλέγει τὸ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ καλῶσ
PG 55:403ἐπήγαγε, Τῷ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ἐπεὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ ἤρκει τὸ τὴν θάλασσαν ὑπονοστῆσαι, καὶ ῥᾳδίαν αὐτοῖς ποιῆσαι τὴν δίοδον· ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἂν αὐτοὺς ἐξέπληξε, καὶ ἐφόβησε, καὶ ἀπεῖρξε τολ-μᾷν, τῷ παραδόξῳ πολλὴν δειλίαν ἐμποιοῦν· ἀλλὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐγένετο τὸ καὶ μετὰ τὴν ἀνα-χώρησιν τῆς θαλάσσης θάρσος αὐτοῖς ἐνθεῖναι, καὶ πεῖσαι διαβῆναι τὴν καινὴν ἐκείνην καὶ ξένην ὁδόν. Καὶ γὰρ ἐν ἑκατέρῳ τμήματι κορυφουμένων τῶν ὑδάτων, ὑψηλῆς τινος καὶ γενναίας ἔδει ψυχῆς αὐτοῖς, ὥστε μὴ δεῖσαι τὴν διάβασιν, μηδὲ ὑποπτεῦσαι, ὅτι κορυφούμενα ἑκατέρωθεν τὰ πελάγη ἐπελεύσεται αὐ-τοῖς, καὶ καταποντίσει τὸ στρατόπεδον ἅπαν. Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θά-λασσαν Ἐρυθράν. Τὴν εὐκολίαν βουλόμενος δεῖξαι τοῦ καταποντισμοῦ, τῇ λέξει ταύτῃ ἐχρήσατο. Σὺ δέ μοι σκόπει, πῶς μετὰ τῆς δυνάμεως καὶ τῆς ἀγανα-κτήσεως καὶ τὴν μακροθυμίαν ἐπεδείξατο, οὐ πρότε-ρον αὐτοὺς ἀνελὼν, καίτοι οὕτως ἀναισχύντως καὶ φιλονείκως διακειμένους, ἕως ὅτε φέροντες αὐτοὶ ἑαυ-τοὺς ἑκόντες κατεκρήμνισαν. Οὐδ’ εἰκῆ δὲ καὶ τὸ στρατόπεδον κολάζεται· ἀλλ’ ἐπειδὴ τῶν ἁμαρτημά-των ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον, κοινω-νοῦσι καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο οὐκ ἔλαττον τοῦ διὰ τῆς θαλάττης διαγαγεῖν. Εἰ γὰρ καὶ ξηρὰ ὑπέκειτο γῆ, δυναμένη στέγειν τὸ στρατόπεδον, ἀλλ’ ὅμως πολλὰ ἕτερα ἦν τὰ λυποῦντα. Καὶ γὰρ ἱκανὰ πάντα καταναλῶσαι, καὶ θανάτῳ παραδοῦναι χαλε-πωτάτῳ, καὶ λιμὸς, καὶ αὐχμὸς, καὶ δίψος, καὶ ἀκτὶς θερμοτέρα τοῦ δέοντος ἐπικειμένη, καὶ θηρίων πλήθη, καὶ ἡ τῶν ἐπιτηδείων ἁπάντων ἐρημία. Οἶ-δας δὲ ὅσων ὁ ἄνθρωπος δεῖται. Ἀλλ’ ὅμως ἁπάν-των ἐκείνων γυμνωθέντες, καὶ οὐ στέγην ἔχοντες, οὐ τροφὰς, οὐκ ἐνδύματα ἀρκοῦντα, οὐχ ὑποδήματα, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ὡς ἐν μέσαις χορεύον-τες πόλεσιν, οὕτω διὰ τῆς ἐρήμου πάσης ἐκείνης ἐβάδιζον. Σὺ δέ μοι σκόπει, πόσα παρέδραμε θαύ-ματα τὰ ἐν τῇ ἐρήμῳ γινόμενα, καὶ πόσων ἐτῶν δημαγωγίαν· καὶ δύο τινῶν μέμνηται θαυμάτων, τῶν ἐπὶ τῶν βασιλέων ἐκείνων γεγενημένων. Καὶ γὰρ παρεὶς εἰπεῖν τὴν καινὴν τράπεζαν ἐκείνην, τὴν στέγην τὴν παράδοξον, τὴν λαμπάδα τὴν μηδέποτε μὴ φανεῖσαν, τῶν ἱματίων τὸ διαρκὲς, τῶν ὑποδημάτων τὸ ἀνένδοτον, τὰς ἀπὸ τῶν πετρῶν πηγὰς, τὰ ἄλλα τὰ καινὰ καὶ παράδοξα, δι’ ὧν ῥᾳδίαν ἐποίει τὴν ὁδοι-πορίαν αὐτοῖς, δύο μόνον μέμνηται, πῶς τοὺς βασι-λέας τῶν βαρβάρων ἀνεῖλε, καὶ πῶς τὸ τρόπαιον ἔστησε, καὶ τὴν νίκην αὐτοῖς ἐχαρίσατο, τὰ λοιπὰ παραχωρῶν τῷ ἀκροατῇ μετὰ ἀκριβείας ἀναλέγειν· διό φησι· Τῷ πατάξαντι βασιλεῖς μεγάλους. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς· τὸν Σηὼν βα-σιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Καὶ ἐφ’ ἑκάστῳ τούτων ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, δεικνὺς ὅτι εἰ καὶ ἀπὸ πολε-μίων πολέμιοι διεδέχοντο, ἀλλ’ οὐδεὶς αὐτοὺς ἐχει-ροῦτο. Διὰ τί; Ὅτι διηνεκῶς τῆς φιλανθρωπίας αὐ-
PG 55:404τοῦ ἀπέλαυον. Τοῦτο γὰρ αἰνίττεται λέγων συνεχῶς, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. Διπλᾶ τὰ τῆς εὐεργεσίας, καὶ τὸ κρα-τῆσαι τῶν πολεμίων, καὶ τὸ γενέσθαι κυρίους τῶν ἐκείνων. Καὶ γὰρ καὶ τοῦτο δυνάμεως πολλῆς ἦν, οὐ τὸ ἐκβαλεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ καὶ τὸ δυνηθῆναι κατασχεῖν καὶ περιγενέσθαι τῆς ἀλλοτρίας. Εἶτα πάλιν σαφέστερον τοῦτο δεικνὺς, ὅτι οὐκ ἀπ’ ἀξίας τούτων γεγόνασι κύριοι, ἀλλ’ ἀπὸ τῆς ἀγαθό-τητος αὐτοῦ μόνης, ἐπήγαγεν· Ὅτι ἐν τῇ ταπεινώ-σει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος· δηλῶν ὡς οὐκ ἐν τοῖς κατορθώμασιν, οὐκ ἐν τῇ εὐπραγίᾳ, ἀλλ’ ἐν τῇ ταπεινώσει ἡμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἤρκε-σεν ἡ συμφορὰ ἐπικάμψαι αὐτὸν, καὶ τὸ κακῶς πά-σχειν ἡμᾶς. Ἐπεὶ καὶ ἐξ ἀρχῆς, ὅτε αὐτοὺς ἀπήλ-λαττεν Αἰγύπτου, οὐκ εἶπεν, Ἰδὼν εἶδον τὴν καταβο-λὴν αὐτῶν τὴν ἐπὶ τὸ βέλτιον· ἀλλ’, Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Καὶ ἐλυ-τρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἵνα μὴ κατὰ μικρὸν καταλέγῃ τοὺς πολέμους, τὰς ἐφόδους, τὰς νίκας, τὰ τρόπαια, πάλιν ἑνὶ ῥήματι κατορθωμάτων ὁρμαθὸν παραδραμὼν, καὶ τὰ μερικὰ ἀφεὶς τὰ εἰς Ἰουδαίους γινόμενα, ἐπὶ τὴν καθολικὴν αὐτοῦ πρό-νοιαν ἔρχεται λέγων· Ὁ διδοὺς τροφὴν πάσῃ σαρ-κί. Ἄλλος, Ὃς δίδωσιν ἄρτον. Ἄλλος, Διδοὺς ἄρ-τον. Οὐκ ἄρα γῆς, οὐδὲ ὑδάτων, οὐδὲ ἀέρων, οὐδὲ ἀκτῖνος, οὐδὲ ἄλλου τινός εἰσι τῶν καρπῶν αἱ γοναὶ, ἀλλ’ αὐτοῦ τὸ πᾶν. Καὶ ὅρα κἀνταῦθα οὐ τὴν δύναμιν μόνον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ὅπερ γὰρ ὁ Χριστός φησιν, Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· τοῦτο καὶ οὗτος ἐνταῦθα ᾐνίξατο, εἰπών· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· τουτέστιν, οὐχὶ τοῖς δικαίοις, οὐδὲ τοῖς κατορθοῦσι μόνον, ἀλλὰ καὶ ἁμαρτωλοῖς καὶ ἀσεβέσι, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει· ὃ καὶ μάλιστα αὐτοῦ τὴν δεσποτείαν ἀνακηρύττει. Εἶδες ὅτι διὰ τοῦτο μάλιστα ὁ ψαλμὸς σύγκειται, ὥστε πρὸς θεογνωσίαν χειραγω-γῆσαι; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος ἀπὸ τῶν καθόλου
ἤρξατο, καὶ τελευτῶν εἰς ταῦτα κατέληξεν· ἀνωτέρω μὲν εἰπὼν ἥλιον καὶ σελήνην, καὶ ἀστραπὰς καὶ ὑε-τοὺς, ἅπερ οὐκ ἐν μέρει γίνεται τῆς οἰκουμένης· ἐν δὲ τῷ τέλει εἰς τὴν κοινὴν ἁπάντων καταλήξας τρο-φήν. Εἶτα ἀπὸ τούτων κατασκευάσας τὴν καθόλου πρό-νοιαν, ἐπήγαγεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐ-ρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τούτων κἀκεῖνο δῆλον, ὅτι καὶ τῶν ἄνω καὶ τῶν κάτω πάντων αὐτός ἐστι Δεσπότης, καὶ πανταχοῦ τὰ τῆς προνοίας αὐτοῦ καὶ τῆς κηδεμονίας ἐκτέταται. Ὑπὲρ ἁπάντων τοίνυν αὐτῷ τὴν εὐχαριστίαν ἀναφέ-ρωμεν, τῶν κοινῶν, τῶν ἰδικῶν, ὑπὲρ τῆς ἀγαθότη-τος, ὑπὲρ τῆς φιλανθρωπίας, ὑπὲρ τῆς δυνάμεως, ὑπὲρ τῆς κηδεμονίας, καὶ διηνεκῶς τοῦτο ποιοῦντες διατελῶμεν, καθὼς καὶ ὁ Ψαλμῳδός φησιν, Ἐξομο-λογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶ-να τὸ ἔλεος αὐτοῦ. Τοῦτο γὰρ θυσία, τοῦτο προς-φορὰ, τοῦτο μάλιστα ἡμῖν ἵλεων αὐτὸν καθίστησι, καὶ τῆς εὐνοίας ἀπολαῦσαι ποιεῖ τῆς ἐκείνου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Psalm 136In Psalmum CXXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:405ΕΙΣ ΤΟΝ ΡΛ ΨΑΛΜΟΝ. Ὑπὲρ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. α. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως, πολὺς ὁ ἔρως τῆς ἐπανόδου. Ἕως μὲν γὰρ εἶχον τὰ ἀγαθὰ ἐν χερσὶν, ἀκκιζόμενοι καὶ ὑβρίζοντες διετέλουν· ἐπειδὴ δὲ ἐξεβλήθησαν αὐτῶν, τότε λοιπὸν ἐν ἐπιθυμίᾳ κατ-έστησαν. Διὰ γὰρ τοῦτο αὐτοὺς καὶ ἐξέβαλεν, ἵνα αὐτοὺς εἰς πόθον ἀναγάγῃ μείζονα. Καὶ τοῦτο πολ-λαχοῦ ποιεῖν ὁ Θεὸς εἴωθεν. Ὅταν γὰρ ἐντρυφῶντες αὐτοῦ τοῖς ἀγαθοῖς μὴ αἰσθανώμεθα, ἐν ἐρημίᾳ αὐτῶν ἡμᾶς καθίστησιν, ὥστε τῇ στερήσει σωφρονισθέντας ζητῆσαι πάλιν τὴν ἀπόλαυσιν. Τίνος δὲ ἕνεκεν παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ἅτε αἰχμάλωτοι ὄντες, καὶ ἀπὸ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερος, Κιθάρας ἡμῶν. Ἄλλος, Λύρας. Καὶ τίνος ἕνεκεν τὰ ὄργανα ἐπήγοντο εἰς αἰχμαλωσίαν ἀπιόντες, καὶ οὐ μέλλον-τες αὐτοῖς χρῆσθαι; Ὠκονόμητο καὶ τοῦτο ὑπὸ Θεοῦ, ὥστε καὶ ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπομνήματα τῆς πολιτείας τῆς προτέρας, καὶ μᾶλλον αὐτοὺς δάκνεσθαι ὁρῶντας τὰ σύμβολα τῆς θρησκείας ἐκείνης. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Οὐ μικρὰ καὶ ἐν-τεῦθεν ἐκέρδαινον ἐν τῷ τοὺς βαρβάρους ἐπικεῖσθαι, καὶ τῶν ᾀσμάτων ἐπιθυμεῖν ἀκούειν τῶν παρ’ αὐτῶν. Ὅρα δὲ κἀντεῦθεν πόσην ἀπὸ τῆς αἰχμαλωσίας ἐδέ-ξαντο τὴν διόρθωσιν. Οἱ γὰρ ἐξορχησάμενοι, καὶ τῆς οἰκείας ἀποσκιρτήσαντες λατρείας, καὶ παντὶ τρόπῳ τὰ νόμιμα καταπατήσαντες, τοσαύτῃ ἀκριβείᾳ κέ-χρηνται ἐπὶ τῆς ἀλλοτρίας, ὡς καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ ἀπειλούντων, καὶ πανταχόθεν περι-στοιχιζόντων αὐτοὺς, καὶ ἐπιθυμούντων ἀκοῦσαι, μη-δὲ οὕτως χαρίσασθαι αὐτῶν τῇ ἐπιθυμίᾳ, ἀλλὰ προ-τιμῆσαι τὸν νόμον, καὶ διατηρῆσαι μετὰ ἀκριβείας. Τὸ δὲ, Οἱ ἀπαγαγόντες, ἕτερος εἶπεν, Οἱ καταλα-ζονευόμενοι ἡμῶν, μονονουχὶ τοῦτο δηλῶν· Οἱ πρὸ τούτου ἐπεμβαίνοντες, καὶ κατεξανιστάμενοι, οὕτω τῷ χρόνῳ γεγόνασι πρᾶοι καὶ ἐπιεικεῖς καὶ ἥμεροι, ὡς καὶ τῶν ᾠδῶν ἐπιθυμεῖν ἀκούειν τῶν ἡμετέρων. Ἀλλ’ ὅμως οὐκ ἐνέδωκαν οὗτοι. Εἶδες πῶς ἰσχυροὺς ἡ θλίψις ἐργάζεται; πῶς κατανενυγμένους ποιεῖ; πῶς συντρίβει τὴν διάνοιαν; Καὶ γὰρ ἔκλαιον, καὶ τὸν νόμον διετήρουν, καὶ οἱ τῶν προφητῶν δακρυόν-των γελῶντες, καὶ κωμῳδοῦντες, καὶ χλευάζοντες, οὗτοι νῦν μηδενὸς ὑπομιμνήσκοντος αὐτοὺς πρὸς δά-κρυα ἐτρέποντο, καὶ ἐθρήνουν. Ἐκ τούτου καὶ οἱ πο-λέμιοι τὰ μεγάλα ἐκέρδαινον. Καὶ γὰρ ἑώρων αὐτοὺς οὐ τῇ αἰχμαλωσίᾳ πιεζομένους, οὐδὲ τὴν δουλείαν θρηνοῦντας, οὐδὲ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν, ἀλλὰ τὸ τῆς οἰκείας ἐκπεσεῖν λατρείας. Διὰ τοῦτο προστίθη-σιν· Ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Καὶ γὰρ οὐχ ἁπλῶς θρηνοῦσιν, ἀλλ’ ἔργον τοῦτο ποιοῦνται. Διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγεν, Ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, δηλονότι, διὰ τοῦτο συνηδρεύσαμεν,
PG 55:406ὥστε κινῆσαι θρήνους καὶ ὀλολυγάς. Τίνος δὲ ἕνεκεν οὐκ ἐφεῖτο ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας; Ὅτι οὐκ ἔδει βέ-βηλα ὦτα ἀκούειν τῶν ἀποῤῥήτων ἐκείνων. Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, Τουτέστιν, οὐκ ἐφεῖται ἡμῖν ᾄδειν. Εἰ γὰρ καὶ τῆς πατρίδος ἐξεπέσομεν, ἀλλὰ τὸν νόμον μένομεν διατη-ροῦντες, καὶ τὴν ἀκρίβειαν αὐτοῦ διαφυλάττοντες. Ὥστε κἂν τῶν σωμάτων κρατῆτε, τῆς γνώμης οὐ περιέσεσθε. Εἶδες φιλόσοφον ψυχὴν γινομένην ἀπὸ τῆς θλίψεως, καὶ ὑψηλοτέραν τῶν δεινῶν; Ἐὰν ἐπι-λάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου. Ὅρα κἀντεῦθεν πολλὴν τὴν μεταβολήν. Καὶ γὰρ οἱ καθ’ ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι τῆς πόλεως ἐκ-πεσοῦνται, καὶ οὐ φροντίζοντες, ἑαυτοῖς ἐπαρῶνται νῦν, εἰ ἐπιλάθωνται αὐτῆς. Τί δέ ἐστιν, Ἐπιλησθείη ἡ δεξιά μου; Ἡ ἰσχύς μου, φησὶν, ἡ δύναμίς μου ἐπιλάθοιτό μου, καὶ γενοίμην ἄφωνος ἀπὸ τοῦ με-γέθους τῶν κακῶν, Ἐὰν μή σου μνησθῶ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τί ἐστιν, Ἐὰν μὴ προανα-τάξωμαι τὴν Ἱερουσαλήμ; Οὐχ ἁπλῶς σου μνημο-νεύσω, φησὶν, ἐν τοῖς ἄλλοις, ἀλλὰ καὶ ἐν τοῖς ὕμνοις, καὶ ἐν ταῖς ᾠδαῖς. Τὸ δὲ, Προανατάξωμαι, προ-ανακρούσωμαί ἐστι· σφόδρα ποθούντων ῥῆμα φθεγγό-μενοι, μᾶλλον δὲ ἐρώντων, καὶ ἐκκαιομένων περὶ αὐτήν. Ἀκούωμεν πάντες ταῦτα, καὶ παιδευώμεθα. Καθάπερ γὰρ οὗτοι ἐκπεσόντες, τότε ζητοῦσιν αὐ-τήν· οὕτω καὶ ἡμῶν πολλοὶ τοῦτο πείσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῆς ἄνω Ἱερουσαλὴμ ἐκπίπτοντες. Ἀλλ’ οὗτοι μὲν ἐκπεσόντες ἐλπίδας ἔσχον ἐπανόδου, ἡμᾶς δὲ ἐκπεσόντας οὐκ ἔνι πάλιν ἐπανελθεῖν. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησὶ, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Διὸ δὴ ἀκριβέστερον δεῖ τοῖς καθ’ ἡμᾶς αὐτοὺς προσέχειν, καὶ τὸν παρόντα βίον οὕτως οἰκονομεῖν, ὥστε μὴ γενέσθαι αἰχμαλώ-τους μηδὲ ἀλλοτρίους, μηδὲ ξένους τῆς μητροπόλεως ἐκείνης. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. Ἕτερος, Τοῖς υἱοῖς Ἐδώμ. Καὶ τοῦτο τὸ ῥῆμα ἐκκαιομένων περὶ τὴν πόλιν. Ὃ δὲ λέγουσι, τοῦτό ἐστιν· Ἀπαίτη-σον δίκην τοὺς οὐ βουληθέντας στῆναι μέχρι τῆς ἁλώ-σεως, μηδὲ κορεσθέντας τῇ κατασκαφῇ, ἀλλ’ ἐφ-ισταμένους καὶ λέγοντας· Κατασκάπτετε ἕως ἂν ᾖ θεμέλιος ἐν αὐτῇ. Ἐπεθύμουν γὰρ μηδὲ τὰ βάθρα αὐτὰ μεῖναι τῆς πόλεως, ἀλλὰ καὶ τοὺς θεμελίους αὐτῆς ἀνασπασθῆναι. β. Οὗτοι δὲ ἦσαν Ἀράβιοι, οἱ συνεπιθέμενοι τοῖς Ἰουδαίοις τότε μετὰ τῶν Βαβυλωνίων, ὧν καὶ συν-εχῶς μέμνηται ὁ προφήτης, καὶ σφόδρα αὐτῶν κατ-ηγορεῖ, ὅτι καὶ δικαίας συγγενείας ἔχοντες πρὸς αὐ-τοὺς, τῶν πολεμίων ἐγένοντο πικρότεροι. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Ἕτερος, Ἡ προνενο-μευμένη. Ἕτερος, Ἡ διαρπασθησομένη. Ἐνταῦθα δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, οὐκ ἐν τῇ τῶν κακῶν

On Psalm 137In Psalmum CXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:407ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν πολεμησάντων ἐπι-
βουλῇ, προλέγει τὰ συμβησόμενα τῇ Βαβυλῶνι κακὰ ὁ προφήτης, καὶ ἀθλίαν αὐτὴν ἀπὸ τῶν καταληψομέ-νων κακῶν καλεῖ, κἀν τούτῳ παιδεύων τοὺς Ἰου-δαίους, καὶ δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν πανταχοῦ τῆς γῆς ἐκτεταμένην. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Ἄλλος, Ὃ προεποίησας ἡμῖν. Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταῦτα εἰ καὶ πολλοῦ γέμει θυμοῦ καὶ πολλῆς κολά-σεως καὶ τιμωρίας, ὅμως τοῦ πάθους τῶν αἰχμαλω-τισθέντων ἐστι τὰ ῥήματα, πολλὴν ἀπαιτούντων τὴν τιμωρίαν, καὶ ξένην τινὰ καὶ παράδοξον κόλασιν. Πολλὰ γὰρ οἱ προφῆται οὐκ οἴκοθεν φθέγγονται, ἀλλὰ τὰ ἑτέρων πάθη διηγούμενοι, καὶ εἰς μέσον φέρον-τες. Ἂν μὲν γὰρ τὴν αὐτοῦ γνώμην ζητῇς, ἀκούσῃ λέγοντος, Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων δεδομένην αὐτῷ συμ-μετρίαν ὑπερβαίνοντος. Ὅταν δὲ τὰ ἑτέρων διηγῆται πάθη, τὸν θυμὸν ὑπογράφει, τὴν ὀδύνην· ὃ δὴ καὶ νῦν πεποίηκε, τὴν ἐπιθυμίαν τὴν τῶν Ἰουδαίων εἰς μέσον ἄγων, οἳ καὶ μέχρι τῆς ἀώρου ἡλικίας τὴν ὀργὴν ἐξέτεινον. Ἀλλ’ οὐ τὰ τῆς Καινῆς τοιαῦτα· ἀλλὰ καὶ ποτίζειν καὶ τρέφειν τοὺς ἐχθροὺς κελευό-μεθα, εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. Τοῦτο δὲ ποιοῦμεν διὰ τὴν ὡρισμένην νομοθεσίαν. Ποίαν δὲ ταύτην; Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρι-σαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πολλὴν τοίνυν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ μετὰ περιουσίας ἅπασαν φυλάξωμεν, ἅτε λοιπὸν ὡς ἐν οὐρανῷ πολιτευόμενοι ἐπὶ γῆς, καὶ μετὰ ἀγγέ-λων χορεύοντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπι-τευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ-χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΖ ΨΑΛΜΟΝ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. α. Πολλάκις ὑμῖν περὶ τούτου διελέχθην. Διόπερ αὐτὸ παρελθόντες, ἐπὶ τὸ ἐχόμενον αὐτοῦ ἥξομεν. Τί δὲ τοῦτό ἐστι, Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι; Ὅπερ ἕτερος εἶπεν ἑρμηνευτὴς, Παῤῥησίᾳ, ὁ Θεὸς, ᾄσω σε. Ἄλλος, Ἔναντι θεῶν μελῳδήσω σοι. Ἂν μὲν οὖν τοὺς ἐν οὐρανοῖς ἀγγέλους λέγῃ, τοιοῦτόν ἐστι τὸ λεγόμενον, ὅτι Μετὰ ἀγγέλων ᾄδειν βιάσομαι, καὶ φιλονεικήσω τὴν ἅμιλλαν πρὸς αὐτοὺς θέσθαι, καὶ συγχορεῦσαι ταῖς ἄνω δυνάμεσιν. Εἰ γὰρ καὶ τῇ φύ-σει διέστηκα, ἀλλ’ ὅμως τῇ προθυμίᾳ ἁμιλλήσομαι μετ’ ἐκείνων στῆναι. Εἰ δὲ κατὰ τὴν ἑτέρων ἔκδοσιν ἐκλάβωμεν τὸ εἰρημένον, δοκεῖ μοι περὶ τῶν ἱερέων τοῦτο εἰπεῖν. Ἔθος γὰρ τῇ Γραφῇ καὶ ἄγγελον καλεῖν τὸν ἱερέα καὶ θεόν· νῦν μὲν λέγουσα· Θεοὺς οὐ κα-κολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· νῦν δὲ, Χείλη ἱερέων φυλάξεται κρίσιν, καὶ ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Ἂν τοίνυν τοῦτο ἐκλαβεῖν ᾖ, ἐκεῖνο νοεῖν δεῖ, ὅτι Μετὰ τῶν ἱερέων, παρόντων αὐτῶν, μετὰ τῆς προσηκούσησ
PG 55:408εὐταξίας καταρχομένων ἐκείνων προηγουμένων ἕψο-μαι, καὶ ἀκολουθήσω, καὶ ᾄσω σοι· Ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου. Εἶδες εὐχα-ριστίαν πολλήν; εἶδες προσοχὴν ἐπιτεταμένην; Οὐ καθάπερ ἔνιοι τῶν χαύνων καὶ διαλελυμένων, πρὶν ἢ μὲν λαβεῖν σφοδροί τινές εἰσι, μετὰ δὲ τὸ λαβεῖν ἀναπεπτωκότες· ἀλλ’ οὗτος καὶ πρὶν ἢ λαβεῖν ἐπίκει-ται, καὶ μετὰ τὸ λαβεῖν μένει διηνεκῶς εὐχαριστῶν. Ἐντεῦθεν δὲ δείκνυται, ὅτι καθαρὰν καὶ ἀρίστην ἐποιεῖτο τὴν εὐχὴν, ἐκ τοῦ ἀκουσθῆναι παρὰ τοῦ Θεοῦ. Τοῦτο γὰρ μάλιστα ἀκούεσθαι ποιεῖ, ὅταν κατὰ γνώμην αὐτῷ ἡ εὐχὴ γένηται. Ὥστε καὶ τοῦ ἀκουσθῆναι ἡμεῖς κύριοι. Ὅταν γὰρ ταῦτα αἰτῶμεν, ἃ τὸν Θεὸν ἄξιον δοῦναι, ὅταν μετὰ προθυμίας, ὅταν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν παρέχω-μεν, ἀκούει καλούμενος, καὶ τὸ αἰτούμενον πληροῖ. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ τὸ δύνασθαι ἐπιβαίνειν ναοῦ, καὶ ἐπι-βαίνοντα μετὰ καθαροῦ συνειδότος προσκυνεῖν. Οὐ γὰρ δὴ τὸ κάμψαι γόνατα, οὐδὲ τὸ εἰσελθεῖν τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλὰ τὸ μετὰ διανοίας θερμῆς καὶ γνώμης συντεταμένης, τὸ μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ ἔνδον εἶναι· ὥσπερ οὐδὲ μικρὸν ἀξίωμα τὸ προσκυνεῖν τὸν ἐπὶ πάντων Θεὸν, ὡς χρὴ προσκυνεῖν. Εἰ γὰρ ἐπὶ τῶν βασιλέων ἐν ἀξιώματος τοῦτο κεῖται μέρει, πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τί ἐστι τοῦτο; Εὐχαριστήσω σοι, φησὶν, ὅτι πολλῆς ἀπέλαυσα τῆς κηδεμονίας. Οὐ γὰρ ἀπὸ τῶν οἰκείων κατορθωμάτων ἔλαβον τὸ ἀπολαβεῖν τὴν πατρίδα, καὶ τὸν ναὸν ἰδεῖν, ἀλλ’ ἀπὸ τοῦ ἐλέους σου καὶ τῆς φιλανθρωπίας σου. Ἐπὶ τούτοις σε προσκυνήσω, ἐπὶ τούτοις ἐξομολογή-σομαί σοι, ὅτι ἄξιον ὄντα κολάσεως καὶ τιμωρίας, καὶ διηνεκῶς ἐν ἀλλοτρίᾳ διατρίβειν ὄντα δίκαιον, ταχέως ἐπανήγαγες. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐ διὰ τὰς εὐεργεσίας εὐχαριστήσω μόνον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν δόξαν τὴν ἄφατον, καὶ τὴν μεγαλωσύνην τὴν ἄπειρον, καὶ τὴν φύσιν τὴν ἄῤῥητον. Ἐμεγά-λυνας γὰρ, φησὶν, ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου· τουτέστι, διὰ τῶν εὐεργεσιῶν, διὰ τῶν στοιχείων, διὰ τῶν ἐν οὐρανοῖς, διὰ τῶν ἐν γῇ, διὰ τῶν κολάσεων, διὰ τῶν εἰς τοὺς πολεμίους, διὰ τῶν εἰς τοὺς οἰκείους. Οὐκ ἔστι γὰρ οὐδὲν μέρος τῆς κτίσεως τῆς ἄνω, τῆς κάτω, ὃ μὴ φωνὴν ἀφίησι σάλπιγγος λαμπροτέραν, ἀνακηρύττουσαν τοῦ ὀνόματός σου τὴν μεγαλωσύνην. Κἂν ἀγγέλους τοίνυν εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν δαίμονας καὶ τὰ ἀναίσθητα στοιχεῖα, κἂν λίθους, κἂν σπέρματα, κἂν ἥλιον, κἂν σελήνην, κἂν γῆν, κἂν πελάγη, κἂν νηκτὰ, κἂν πετεινὰ, κἂν λίμνας, κἂν πηγὰς, κἂν ποταμοὺς, διὰ πάντων μέγα τὸ ὄνομά σου δείκνυται. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου, εἶπεν· Ἐμεγάλυνας γὰρ ὑπὲρ πάντα τὰ ὀνόματά σου τὴν ῥῆσίν σου. Ἄλλος, Τὸ λόγιόν σου, Ἐν ᾗ ἂν ἡμέρα ἐπικαλέσομαί σε, ταχὺ ἐπάκουσόν μου. Ἄλλος, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπεκαλεσάμην σε, ἐπηκουσάς μου. Τοῦτο γὰρ καὶ ὁ Θεὸς ἐπηγγείλατο, λέγων· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπι-καλέσῃ με, εἰσακούσομαί σου, καὶ ἐρῶ, Ἰδοὺ λα-λοῦντός σου πάρειμι. Καὶ αὐτὸς δὲ τοῦτο αἰτεῖ. Τοιαῦται γὰρ αἱ ὀδυνώμεναι ψυχαί· ταχίστην βού-λονται τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἰδεῖν. Πολυωρή-σεις με ἐν ψυχῇ μου δυνάμει σου. Ἄλλος, Συν-
PG 55:409έστης τῇ ψυχῇ μου δυνάμεις. Καὶ γὰρ τὸ πρό-τερον, ἀντὶ τοῦ, Εἰσάκουσόν μου, Ἐπήκου-σάς μου, ἕτερος ἔφη. Τί οὖν ἐστι τὸ εἰρημένον; Μετέωρα λέγεται τὰ ὑψηλὰ, παρὰ τὸ αἴρεσθαι, καὶ μετεωρισμοὶ θαλάττης τὰ κύματα αὐτῆς καὶ τὰ ὑψώ-ματα, παρὰ τὸ αἴρεσθαι. Τὸ τοίνυν, Πολυωρήσεις, ἐστὶν, Ἐπαρεῖς με, ὑψώσεις με. Τοῦτο καὶ ἀλλαχοῦ τέθεικε, λέγων· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· τουτέστιν, Ἐπῆρας, ὕψωσας. Οὕτω καὶ τὸ, Πολυωρήσεις με, εἶπεν, ἵνα δηλώσῃ, ὅτι Ἐμπλήσεις με εὐφροσύνης πολλῆς, καὶ μετέωρον ἐργάσῃ μου τὴν ψυχὴν, καὶ τὸ πάντων μεῖζον, οὐκ ἀφήσεις μου τὸν μετεωρισμὸν τοῦτον καὶ
τὴν εὐφροσύνην ταύτην σαθρὰν γενέσθαι, ἀλλὰ δυνα-τὴν καὶ ἰσχυρὰν, βεβαίαν τε καὶ ἀκίνητον. Τοῦτο γάρ ἐστι τὸ, Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. β. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Δυνάμει με πολυωρήσεις, ἰσχύϊ ὑψώσεις, καὶ βοηθήσεις μοι. Διὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ ἐμφαίνων, εἶπε, Συνέστης τῇ ψυχῇ μου δυνάμεις. Καλῶς δὲ εἶπε, Ψυχῇ μου, ὅπερ μάλιστα Θεοῦ ἴδιόν ἐστι, καὶ ἐν ταῖς θλίψεσιν ἀνακτᾶ-σθαι τὰς ψυχὰς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε. Μαστιζόμενοι γὰρ ἐπανῄεσαν χαίροντες, οὕτως ἐπολυωρεῖτο αὐτῶν ἡ ψυχή. Τοῦτο μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον· τοῦτο μάλιστα δείκνυσι αὐτοῦ τὴν ἰσχὺν, τὸ ἐν μέσοις τοῖς δεινοῖς μὴ ἐᾷν καταφέρεσθαι τὴν ψυχήν. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκου-σαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Ὅρα εὐ-γνωμοσύνην. Οὐ γὰρ ἀρκεῖται τῷ μόνος εὐχαρι-στῆσαι, ἀλλὰ καὶ τοὺς κρατοῦντας ἅπαντας εἰς κοι-νωνίαν λαμβάνει τῆς εὐχαριστίας, καὶ αὐτοὺς τὰ διαδήματα ἔχοντας. Εἰ γὰρ καὶ μεγάλη αὐτῶν, φησὶν, ἡ ἐξουσία καὶ δύναμις, ἀλλά σοι πάντες ὀφείλουσιν εὐχαριστεῖν καὶ ὑπὲρ τῶν εἰς ἑτέρους γεγενημένων. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν, Ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Εἰ τοίνυν εὐχαριστοῖεν, τὰ μεγάλα ἐντεῦθεν καρπώσονται καὶ κερδανοῦσι. Τοιαῦτα γάρ σου τὰ δῶρα πᾶσιν ἐν τῷ μέσῳ πρόκει-ται, ὥστε τοὺς βουλομένους, μετέχειν τε καὶ ἀπολαύειν αὐτῶν. Οὐδὲν οὖν αὐτοὺς ἡ βασιλεία ὀνῆσαι δύναται τοιοῦτον, οἷον τὸ τῶν σῶν ἀκούειν ῥημάτων. Τοῦτο αὐτοῖς ἀσφάλεια, τοῦτο ἰσχὺς, τοῦτο κόσμος, τοῦτο εὐπρέπεια, τοῦτο βασιλεία, τοῦτο τῆς ἀρχῆς ἡ φαι-δρότης τε καὶ δύναμις. Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου. Ἕτερος δὲ, Ἀδέτωσαν τὰς ὁδοὺς Κυρίου. Ἂν μὲν οὖν, Ἐν ταῖς ὁδοῖς σου, τουτέστι τὸ εἰρη-μένον, Ἐν τοῖς νόμοις σου, ἐν τοῖς προστάγμασί σου. Ἂν δὲ, Τὰς ὁδούς σου, Τὰ κατορθώματά σου ταῦτα, φησὶ, λεγέτωσαν, ὑμνείτωσαν, ἀνακηρυττέτωσαν· τοῦτο γάρ ἐστι τὸ, Ἀδέτωσαν. Ὅτι μεγάλη ἡ δόξα Κυ-ρίου· τουτέστι, πᾶσι κατάδηλος, πᾶσι σαφὴς, πᾶσι δήλη, περὶ τὰς ἁπάντων εὐεργεσίας παρεσκευασμένη, πάντας ὑπευθύνους ἔχουσα χάριτος. Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Ὑψηλὸς τὴν φύσιν, φησὶν, ὑψηλὸς τὴν οὐσίαν. Ἀλλ’ ἐνταῦθα τέως συγκα-ταβατικώτερον εἴρηται πρὸς τὴν θεραπείαν τὴν Ἰου-
PG 55:410δαϊκὴν, καὶ τροπικώτερον. Τὸ δὲ ἑξῆς καὶ τοῦτο διορ-θοῦται, καὶ εἰς μεγάλην διάνοιαν ἀνάγει καὶ τὸν τα-πεινὸν ἀκροατήν. Τί δὲ τοῦτό ἐστι, Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει; Ἐνταῦθα γὰρ περὶ προγνώσεως ὁ λόγος, ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν ἴδιον· διὸ καὶ ἐν τοῖς προφήταις πολλάκις διαλεγό-μενος, ἐντεῦθεν ἀποτείνεται πρὸς τοὺς τῇ πλάνῃ τῶν εἰδώλων κατεχομένους. Ἄλλος, Καὶ ἐπηρμένον μακρόθεν διαγινώσκει, Ἄλλος, Καὶ μετέωρον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, ἐπήγαγεν, ὅτι Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει, δηλῶν, ὅτι τὰ ὑψηλὰ οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ διαστήματος, τουτέστι, πρὶν ἢ ἐκβῆναι, πρὶν ἢ τελεσθῆναι, πρὶν ἢ εἰς ἔργον ἐλθεῖν. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Οὐκ εἶπεν, ὅτι Τὴν θλίψιν ἀπελάσεις, ἀλλ’, Ἐν αὐτοῖς μένοντα τοῖς δεινοῖς ζήσεις με· τουτέστι, διασῶσαι δυ-νήσῃ εἰς αὐτοὺς ἐμπεσόντα τοὺς κινδύνους· ὅπερ δὴ θαυμαστὸν καὶ παράδοξον, περιεστώτων τῶν λυπη-ρῶν καὶ τῶν ἐπιβουλευόντων, ἐν ἀσφαλείᾳ καταστῆ-σαι τὸν περιστοιχιζόμενον ὑπ’ αὐτῶν. Καὶ ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου. Ἕτερος, Κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς. Εἶδες ἐφ’ ἑκάτερα τὰ μέρη μεγίστην οὖσαν τὴν δύναμιν; Ἐμέ τε γὰρ, φησὶν, ἐν μέσοις ὄντα τοῖς δεινοῖς δια-σῶσαι δυνήσῃ, ἐκείνους τε μαινομένους καὶ λυττῶν-τας καὶ πῦρ πνέοντας ταπεινῶσαι καὶ καταστεῖλαι. Καὶ ἔσωσέ με ἡ δεξιά σου. Ἄλλος, Καὶ σώσει με ἡ δεξιά σου, τουτέστιν, ἡ δύναμίς σου, ἡ ἰσχύς σου. Εὔπορος γὰρ ὁ Θεὸς, καὶ εὐμήχανος, καὶ ἐξ ἀπεγνωσμένων ἱκανὸς εἰς σωτηρίαν ἀναγαγεῖν. Κύ-ριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Ἕτερος, Συντελέ-σει. Ἄλλος, Ἐπιτελέσει, τουτέστιν ἀμυνεῖται τοὺς ἐχθρούς. Καὶ οὐκ εἶπεν, Ἀμυνεῖται, ἀλλ’, Ἀνταπο-δώσει, δηλῶν, ὅτι Κἂν ὑπεύθυνος ὦ, αὐτὸς καταβαλεῖ καὶ καταθήσει· φιλάνθρωπος γάρ ἐστι. Δυνατὸν δὲ τοῦτο καὶ εἰς τὰ παρὰ τοῦ Χριστοῦ γινόμενα εἰς ἡμᾶς λέγεσθαι. Αὐτὸς γὰρ ἀνταπέδωκεν ὑπὲρ ἡμῶν. Κύ-ριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα. Τὰ ἔργα τῶν χει-ρῶν σου μὴ παρίδῃς. Δύο ταῦτα τίθησι δικαιώματα τοῦ τυχεῖν φιλανθρωπίας· ἓν μὲν, τὸ ἐλεήμονα αὐτὸν εἶναι, καὶ ἀγαθὸν, καὶ ἐλεήμονα διηνεκῶς, ὡς μηδέ-ποτε αὐτοῦ διακόπτεσθαι καὶ λήγειν τὴν φιλανθρω-πίαν, μηδὲ ἐνδιδόναι· ἕτερον δὲ, τὸ Δημιουργὸν αὐτὸν εἶναι καὶ Ποιητήν. Ἀλλ’ ὥσπερ ἀπὸ τούτων ἀξιοῦμεν σώζεσθαι, οὕτω καὶ τοῦ ἐλέους ἄξιόν τι ἐπιδειξώμεθα. Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ. Οὐ γὰρ ἁπλῶς ὁ ἔλεος ἔπεισιν, ἀλλ’ ἔχει τινὰ καὶ αὐτὸς διάκρισιν. Εἰ γὰρ δὴ ἁπλῶς ἐπῄει, οὐδεὶς ἂν ἐκολάσθη. Διὸ μὴ μόνον διὰ τὸ ἐλεεῖ-σθαι ἄξια πράττωμεν, ἀλλὰ καὶ διὰ τὸ παρὰ τοῦ Θεοῦ γεγενῆσθαι. Τὸν γὰρ ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντα, καὶ τοιοῦτον ἐσχηκότα ποιητήν τε καὶ βασιλέα, ἀξίαν τῆς κηδεμονίας αὐτοῦ καὶ τῆς τοιαύτης προνοίας πο-λιτείαν ἐπιδείκνυσθαι χρή. Ἂν ταῦτα ποιῶμεν, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Psalm 138In Psalmum CXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:411ΕΙΣ ΤΟΝ ΡΛΗ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. α. Τί λέγεις; μετὰ τὸ δοκιμάσαι οἶδεν ὁ Θεὸς, πρὸ δὲ δοκιμάσαι οὐκ οἶδεν; Οὐχὶ, μὴ γένοιτο Πῶς γὰρ, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; ἀλλὰ τὸ, Ἐδο-κίμασάς με, Ἀκριβῶς ἐπίστασαί με, ἐστίν. Ὥσπερ γὰρ ὁ Ἀπόστολος, ὅταν λέγῃ, ὅτι ἐρευνᾷ τὰς καρδίας, οὐκ ἄγνοιαν ἐμφαίνων, ἀλλὰ τὴν ἀκριβῆ εἴδησιν, λέγει· οὕτω δὴ καὶ οὗτος λέγων, Ἐδοκίμασάς με, τὴν γνῶ-σιν τὴν σαφεστάτην δηλοῖ, τουτέστιν, Ἀκριβῶς ἐπί-στασαί με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Καθέδραν καὶ ἔγερσιν τὸν βίον ἅπαντά φησιν· ἐν γὰρ τούτοις ἡμῖν ὁ βίος· τὰς πράξεις, τὰς ἐνεργείας, τὰς εἰσόδους, τὰς ἐξόδους. Εἶτα ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ἐδοκίμασάς με, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι ἀπὸ δοκιμῆς οἶδεν, ἢ ἀπὸ πείρας πραγμάτων, διὰ τὸ εἰπεῖν, Ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, ὅρα πῶς αὐτὸ διορθοῦται διὰ τῆς ἐπαγωγῆς, ἧς ἐπήγαγε λέγων, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐχὶ δοκιμασίᾳ οἶδεν, οὐδὲ δεῖται τοῦ δοκιμάσαι, ἀλλὰ προγνωστικῇ δυνάμει πάντα ἐπίσταται. Ὁ γὰρ λογισμοὺς εἰδὼς ἐν τῷ νῷ κει-μένους, οὐ δεῖται τῆς διὰ τῶν ἔργων δοκιμασίας. Ἄλλως δὲ οὐδὲ κινουμένους μόνον ἐν τῷ νοὶ̈ οἶδεν, ἀλλὰ καὶ πρὶν ἢ κινηθῆναι· καὶ οὐδὲ ἁπλῶς πρὶν ἢ κινηθῆναι, ἀλλὰ καὶ πρὸ πολλοῦ τοῦ χρόνου. Διὸ ταῦτα δηλῶσαι βουλόμενος, ἐπήγαγε τὸ, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Εἰ τοίνυν οἶδεν
ὁ Θεὸς καὶ τοὺς διαλογισμοὺς, τίνος ἕνεκεν ἐπάγει τὴν διὰ τῶν ἔργων δοκιμήν; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ’ ἵνα τοὺς ὑπομένοντας δοκίμους ἐργάσηται. Ἐπεὶ καὶ τὸν Ἰὼβ ᾔδει πρὸ τῆς πείρας· διὸ καὶ ἐμαρτύρει λέγων· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβής. Ἀλλ’ ἐπήγαγε τὴν πεῖραν, ὥστε ἐκεῖνόν τε καρτε-ρικώτερον ἐργάσασθαι, καὶ τοῦ διαβόλου τὴν πονη-ρίαν ἐλέγξαι, καὶ τοὺς ἄλλους σπουδαιοτέρους διὰ τοῦ παραδείγματος ποιῆσαι. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τοῦ Ἰὼβ τοῦτο πεποίηκεν, ὅπου γε καὶ ἐπὶ τῶν ἁμαρτωλῶν τὸ αὐτὸ ἐργάζεται; Τοὺς γὰρ Νι-νευί̈τας ᾔδει σαφῶς οὐκ ἀξίους ὄντας ἀπολέσαι, ἀλλὰ διὰ τῆς μετανοίας βελτίους ἐσομένους· ἀλλ’ ὅμως ἐπάγει καὶ τὴν διὰ τῶν πραγμάτων πεῖραν· καὶ πανταχοῦ πολλὰς ἀποδείξεις παρέχεται τῆς αὑτοῦ κηδεμονίας καὶ τῆς φιλανθρωπίας, οὐκ ἀρκούμενος τῇ αὑτοῦ γνώσει. Διὰ τοῦτο καὶ ὁ Μονογενὴς ἔλεγεν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύ-σατε. Ἐπειδὴ γὰρ πολλοὶ παχύτεροι τὴν γνώμην ὄντες, καὶ ἀναίσθητοι, πολλὰ τοιαῦτα φθέγγονται, ὅτι τὸν δεῖνα ἐξελέξατο, καὶ τὸν δεῖνα ἐφίλησε, καὶ τὸν δεῖνα ἐμίσησε, διὰ τοῦτο ὁ μὲν πονηρὸς, ὁ δὲ φαῦλος ἐγένετο· ἀπὸ τῶν πραγμάτων πείθει, τὴν ἑκάστου τούτων διορθούμενος γνώμην, καὶ παράγων εἰς μέσον
PG 55:412τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ ἀποφαίνεται μὲν, καὶ πρὸ τῶν πραγμάτων, ὅτι ἐνάρετος ὁ δεῖνα, ἵνα μάθωσιν αὐτοῦ τὴν προγνωστικὴν δύναμιν· ἐπάγει δὲ καὶ τὴν διὰ τῶν πραγμάτων πληροφορίαν, ἵνα μή τις τῶν ἀνοήτων εἴπῃ, ὅτι διὰ τὴν πρόῤῥησιν ὁ δεῖνα τοιοῦτος ἦν. Ὅρα γοῦν καὶ ὁ Παῦλος πῶς τοῦτο δηλοῖ, λέγων· Μήπω γὰρ γεννηθέντων, μηδὲ πρα-ξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δου-λεύσει τῷ ἐλάσσονι. Οὐδὲν γὰρ δεῖται ἀναμεῖναι τῶν ἔργων τὸ τέλος, ἀλλὰ καὶ πρὸ τούτων οἶδεν αὐ-τὸς τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον ἐσόμενον. Τὴν τρί-βον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Ὥσπερ καθέδραν καὶ ἔγερσιν τὰς πράξεις λέγει ἀπὸ τῆς κοινῆς συν-ηθείας· καὶ γὰρ πολλάκις καὶ ἡμεῖς λέγομεν, Οἶδεν ὁ δεῖνα, πῶς κάθηται, πῶς ἐγείρεται, τὴν ἀκριβῆ αὐτοῦ γνῶσιν μαρτυροῦντες· οὕτω τρίβον καὶ σχοῖνον ἐνταῦθα τὴν ζωὴν αὐτοῦ πᾶσαν λέγει. Διὸ καὶ ἐπάγει· Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Καὶ τὸ Ἐξ-ιχνίασας δὲ, οὐ ζητοῦντός ἐστιν, οὐδὲ ἐρευνῶντος, ἀλλ’ ἀκριβῶς ἐπισταμένου. Καὶ τοῦτο δεικνὺς ἐπήγα-γε, Προεῖδες· τουτέστι, Πρὶν ἢ γενέσθαι οἶδας πάσας τὰς πράξεις τὰς πονηρὰς καὶ τὰς ἀγαθάς. Ὅτι οὐκ ἔστι δόλος, ἐν γλώσσῃ μου. Ἄλλος, Ἑτερολογία. Τοῦτο μέγιστον τεκμήριον ἀρετῆς, τοῦτο κεφάλαιον τῶν ἀγαθῶν, τοῦτο ὃ μάλιστα ὁ Χριστὸς ἐπιζητεῖ λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ ἄκακον, τὸ ἄδολον, τὸ ἄπλαστον καὶ ἀφελὲς αἰνιττόμενος. Διὸ καὶ ἰδιώτας ἐξελέξατο, καὶ ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, ὅτι ἀπέκρυ-ψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυ-ψας αὐτὰ νηπίοις. Ὅρα· οὐκ εἶπεν, ὅτι Ἐδεξάμην, καὶ ἀπέβαλον τὸν δόλον· ἀλλ’, ὅτι Οὐδὲ ἐγένετό ποτε, οὐδὲ ἐπέβη τῆς γλώττης τῆς ἐμῆς τουτὶ τὸ νόσημα, ἀλλ’ ἄβατος ἡ πονηρία ἀπ’ ἐμοῦ αὕτη γέγονεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ ἀρχαῖα. Οὐ τοὺς λογισμοὺς μόνον οἶδας, φησὶν, οὐδὲ τὰς πρά-ξεις μου, οὐδὲ τὰς ὁδούς μου, ἀλλὰ πάντα τὰ γενό-μενα καὶ ἐσόμενα. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ἀπὸ τῆς προγνωστικῆς δυνάμεως ἐπὶ τὴν δημιουργικὴν μετέβη, καὶ ἀπὸ τῆς δημιουρ-γικῆς πάλιν ἐπὶ τὴν προγνωστικήν. Οὐ γὰρ δὴ μόνον οὐκ ὄντας ἐποίησεν, ἀλλὰ καὶ γενομένους διακρατεῖ. β. Ταῦτα ἑκάτερα καὶ ὁ Παῦλος μαρτυρεῖ τῷ Χριστῷ, λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων. Εἶτα ἐπάγων λέγει καὶ τὴν δημιουργίαν· Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ περὶ τῆς οὐσίας αὐτοῦ διαλεχθεὶς, καὶ εἰπὼν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, δείκνυσι καὶ τὴν προνοητικὴν αὐτοῦ δύναμιν, λέγων· Φέρων τε τὰ πάντα τῷ ῥή-ματι τῆς δυνάμεως αὐτοῦ. Καὶ Κολοσσαεῦσιν ἐπι-στέλλων τὰ αὐτὰ ταῦτα πάλιν ἔλεγεν, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν
PG 55:413ἔκτισται, αὐτός ἐστι πρὸ πάντων. Τοῦτο τῆς δη-μιουργίας αὐτοῦ. Εἶτα τὴν προνοητικὴν δηλῶν, ἐπ-άγει· Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Ταῦτα πάλιν ὁ Ἰωάννης ἀμφότερα ἐνδεικνύμενος, ἔλεγε· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοῦτο τὴν δημιουργίαν εἶπεν ἐμφαίνων. Εἶτα τὴν πρόνοιαν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν-θρώπων. Τοῦτο καὶ ἐνταῦθα ὁ προφήτης αἰνιττόμε-νος λέγει· Σὺ ἔπλασάς με. Τοῦτο τῆς δημιουργίας. Εἶπε καὶ τὸ τῆς προνοίας· Καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Τί ἐστιν, Ἔθηκας; Διακρατεῖς, συγκρο-τεῖς, διαβαστάζεις. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, Ὅτι ἐν αὐτῷ, εἶπε, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ γὰρ δὴ μόνον ἐν τῷ γενέσθαι, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μένειν δεόμεθα αὐτοῦ τῆς δυνάμεως. Ἐθαυ-μαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἄλλος, Ὑπερβάλλει με. Ἀντὶ δὲ τοῦ, Ἐκραταιώθη, ἕτερος, Ὑπερεπήρθη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι Καὶ προνοίας ἀπολαύω τῆς σῆς, καὶ εἰδὼς ὅτι πάντα πρόοιδας, καὶ ὅτι ἐξ οὐκ ὄντων με ἐποίησας, ὅμως τὴν περὶ σοῦ γνῶσιν ἀκριβῆ καὶ σαφῆ πᾶσαν ἔχειν οὐ δύναμαι, ἀλλ’ Ἐθαυμαστώθη, τουτέστιν, ὑπερέβαλεν, ἐπήρθη ὑπὲρ ἐμὲ, ἰσχυροτέρα ἐγένετο, ἢ ὥστε καταληφθῆναι τοῖς ἐμοῖς λογισμοῖς· οὕτως ἐστὶ θαυμαστὴ, οὕτως ἐστὶ μεγάλη. Τί οὖν εἰ θαυμαστὴ μέν ἐστι καὶ μεγάλη, δύναται δὲ κατα-ληφθῆναι; Οὐδαμῶς. Διὰ γὰρ τοῦτο ἐπήγαγεν, Οὐ δύναμαι πρὸς αὐτὴν, ἵνα μὴ τοῦτο λέγῃς. Ὅταν δὲ εἴπῃ γνῶσιν, οὐ τοῦτο λέγει, ὅτι Ἀγνοῶ τὸν Θεὸν, ἀλλ’ ὅτι Παντελῆ καὶ σαφῆ τὴν περὶ αὐτοῦ γνῶσιν οὐκ οἶδα. Ὅπερ φησὶν ὁ Παῦλος· Ὅτι μὲν γὰρ ἔστιν, ἴσμεν· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἀγνοοῦμεν· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Καὶ οὐκ εἶπε τὸ τί τὴν οὐσίαν ἐστί· τοῦτο γὰρ οὐδενὶ γνώριμον. Ὅτι φιλάνθρωπος, οἴδαμεν, ὅτι χρηστὸς, ὅτι ἀγαθός· τὸ δὲ πόσον, ἀγνοοῦμεν. Ἀλλ’ οὗτος ταῦτα πάντα παραδραμὼν, ἕτερον δοκοῦν εὐκολώτερον εἶναι προβάλλεται, καὶ αὐτό φησιν ἀγνοεῖν. Οὐ γὰρ δὴ λέγω τὸ τί τὴν οὐσίαν ἐστὶ, φησὶν, οὐδὲ τὸ πόσον ἀγαθός· ὡμολόγηται γὰρ, ὅτι ταῦτα ἀκατάληπτα· ἀλλὰ καὶ πῶς πανταχοῦ ἐστιν, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ τοῦτο ἀνώτερον τῆς ἡμετέρας κατα-λήψεως. Διὸ εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύ-ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύ-γω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν
καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ γὰρ ἐκεῖ [ἄλλος, Ἔτι ἐκεῖ] ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρός-ωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ’ ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω, πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ αὐτὸν παρ-εῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολου-
PG 55:414θήσεις μοι, καὶ καθέξεις με· ἀλλ’, Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά με. Διὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογι-σμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι’ αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν· οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως· οὔτε καθόλου αὐτὴν ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρω-πος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πό-σον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ, τοῦτο ἀγνοοῦ-μεν. Εἰπὼν τοίνυν ἀφ’ ὧν Ἐθαυμαστώθη ἡ γνῶσίς σου, καὶ ἀνακηρύξας αὐτοῦ τὸ προγνωστικὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ ἀκατάληπτον, τὸ ἀνερμήνευτον τῆς οὐσίας· πάλιν ἑτέραν αὐτοῦ δι-ηγεῖται δύναμιν, καὶ αὐτὴν πολλῆς ἀπορίας γέμουσαν, εἰ λογισμοῖς ζητοῖτο. Καὶ γὰρ καὶ αὕτη ἀκατάλη-πτος. Τί οὖν ἐστιν αὕτη; Τὸ, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τουτέστι, δυνατὸν ἐμπεσόντας ἀνθρώπους εἰς τὰ δεινὰ, μὴ ἀφεῖναι ἁλῶναι τοῖς δεινοῖς, ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς. γ. Τοῦτο οὖν ἑρμηνεύων, ἐπήγαγε· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Εἰπὼν ἄνω ταῦτα, ἅπερ ἀπηριθμησάμην, καὶ μετ’ ἐκείνων οὐ μόνον, ὅτι πάρεστι πανταχοῦ, ἀλλ’ ὅτι καὶ ποδηγεῖ καὶ ἀσφαλίζεται καὶ τειχίζει, ἐπάγει λοιπὸν καὶ ἐν τούτῳ δεικνὺς τὸ παράδοξον, οὐ μόνον ὅτι τειχίζει καὶ ἀσφα-λίζεται, ἀλλ’ ὅτι καὶ ὑπὲρ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν. Εἰπὼν γὰρ, ὅτι Καθέξει με ἡ δεξιά σου, καὶ ὅτι Ὁδηγήσει με, ἐπήγαγεν· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με. Ἄλλος, Ἐὰν εἴπω, Ἴσως σκότος ἐπισκεπάσει με. Ἄλλος, Καλύψει με. Σκότος ἐνταῦθα τὴν θλίψιν σημαίνει. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Περιεστοιχίσθην ὑπὸ τῶν δεινῶν, καὶ εἶπον ἐν ἐμαυτῷ, ὅτι περιέσται μου τὰ δεινά. Τοῦτο γάρ ἐστι τὸ, Σκότος καταπατήσει με. Ἕτερός φησι, Σκότος καλύψει με. Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ἕτερος, Νὺξ φωτεινὴ περὶ ἐμέ. Τί δὲ τοῦτό ἐστιν; Ἐγὼ, φησὶ, ταῦτα μὲν εἶπον, ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ἀναλογιζόμενος· ἀθρόον δὲ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη· μᾶλλον δὲ οὐ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη, ἀλλὰ μενόντων τῶν δεινῶν ἐγὼ πολλῆς ἀπέλαυον τῆς χρηστότητος. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ νὺξ ἠφανίσθη· ἀλλ’, ὅτι Ἡ νὺξ φω-τεινὴ ἦν· τουτέστι, μένουσα νὺξ ἡ νὺξ, δῆλον δὲ, ὅτι τὰ δεινὰ καὶ αἱ συμφοραὶ [ταῦτα γὰρ τῷ τῆς νυκτὸς ὀνόματι δηλοῖ] οὐκ ἴσχυσάν με καταπατῆσαι, ἀλλ’ ἐγένετο ἐν τῇ νυκτὶ φῶς, τουτέστιν, ἀντίληψις περὶ ἐμέ. Τὰ γὰρ ἐναντία ἐν τοῖς ἐναντίοις καὶ γί-νεται καὶ φαίνεται, ὅταν ὁ Θεὸς βούληται. Ἢ οὐκ
PG 55:415εἶδες καὶ κάμινον ἀναπτομένην, καὶ δρόσον διασυρί-ζουσαν, καὶ οὔτε ἐκείνην σβεννυμένην, οὔτε ταύτην ξηραινομένην, καὶ χάλαζαν καὶ φλόγα ὁμοῦ; Πόθεν οὖν τοῦτο γέγονεν; εἰπέ μοι. Πῶς δὲ ἐγένετο, βούλο-μαι μαθεῖν. Μᾶλλον δὲ οὐδὲ μαθεῖν βούλομαι τὸν τρόπον· οὐδὲ γὰρ δυνατόν· πιστεύω δὲ τῷ γεγενη-μένῳ, καὶ προσκυνῶ τὸν ποιήσαντα. Τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. Οὐκ εἶδες, ὅτι ἡμέρας οὔσης ἐψηλάφουν οἱ Αἰγύπτιοι ὡς ἐν σκότει, καὶ σκότους πάντα κατέχοντος ἑώρων οἱ Ἰσραηλῖται, καὶ παρὰ τὴν ἀρχὴν πάλιν σκότους ὄντος τὸ φῶς ἔλαμψεν ἐν τῷ μέσῳ; Πανταχοῦ γὰρ τῆς τῶν πρα-γμάτων φύσεως Κύριος ὁ ποιήσας, οὐχ ὥστε παρα-γαγεῖν οὐκ ὄντα, ἀλλ’ ὥστε μένοντα ἐν τῇ φύσει ἑτέρως παρασκευάζειν αὐτὰ δείκνυσθαι. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Ἕτερος, Παρὰ σοί. Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ἕτερος, Ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖ. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ἕτερος, Ὅμοιον τὸ σκότος καὶ τὸ φῶς αὐτῆς. Καλῶς εἶπεν, Ἀπὸ σοῦ, τουτ-έστι, Παρὰ σοί· δηλῶν, ὅτι Ἂν βουληθῇς, τὸ σκότος οὐκ ἔσται σκότος, ἀλλὰ τὰ φωτὸς ἐπιδείξεται. Διὸ ἐπήγαγε, Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται, σαφέ-στερον τὸ πρότερον ποιῶν, καὶ δείκνυσιν ὅτι τὰ ἡμέρας ἐπιδείξεται ἡ νὺξ, ὡς τὰ ἴδια. Ὅταν γὰρ ὁ Θεὸς βουληθῇ, πρὸς τὰ ἐναντία μεθίσταται τῶν στοιχείων ἡ ἐνέργεια, οὕτως ἀκριβῶς πρὸς τὰ ἐναντία, ὡς πρὸς τὰ οἰκεῖα παρὰ τὴν ἀρχὴν συγ-κεκλήρωτο. Ἐὰν γὰρ σὺ βουληθῇς, τοιαύτη ἔσται ἡ νὺξ, καὶ οὕτως ἕξει τὸ φῶς συγκεκληρωμένον, ὥσπερ τὸ σκότος. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ταῦτα εἴρηται μὲν κυρίως ἐπὶ τῶν στοιχείων, μετα-φορικῶς δὲ ἐπὶ τῶν πραγμάτων. Ἀφ’ ὧν δείκνυται, ὅτι δύναται ὁ Θεὸς ἐν ταῖς θλίψεσι τοσαύτην ἄνεσιν ποιῆσαι τοῖς ἐμπίπτουσιν, ὅσην ἂν τοῖς ἐν ἀνέσει οὖσι, προνοῶν τῆς θλίψεως. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτο, ὅπερ δὴ καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν. Οὐ γὰρ τοσαύτης ἀπέλαυσεν ἐκεῖνος ἀν-έσεως καὶ τιμῆς τὴν πατρῴαν οἰκίαν οἰκῶν, ὅσην πραθεὶς, καὶ ἐν βαρβαρικῇ τρεφόμενος οἰκίᾳ. Καὶ δι’ αὐτῶν τῶν ἐπιβούλων αὐτῷ τὸ διάδημα ὑφαίνετο, καὶ ἡ ἁλουργὶς κατεσκευάζετο, καὶ ἡ τῆς ἀτιμίας ὑπόθεσις αὕτη τιμῆς αὐτῷ καὶ βασιλείας ἀφορμὴ γέγονεν. Εἶδες πῶς ἡρμηνεύσαμεν, ὅτι Νὺξ ὡς ἡμέρα φωτισθήσεται; Πρὸς δὲ τὸ, Ὡς τὸ σκότος αὐῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς, πάλιν ἀνάγκη τὸ αὐτὸ εἰπεῖν· ὥσπερ ἐκεῖνο, οὕτω καὶ τοῦτο αὐτῆς ἔσται, οὐ φαντασίᾳ, ἀλλὰ σοῦ τοῦ Κυρίου τῶν φύ-σεων τὰ πράγματα μετατιθέντος. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε· ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ μὲν οὖν καὶ σφόδρα συνημμένη. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τοσαύτης, δείκνυσι λοιπὸν, ὅτι τῇ δυνάμει ταύτῃ εἰς τὸ τοῖς ἀνθρώποις χρήσιμον κέχρηται καὶ πρὸς τὴν εὐεργεσίαν. Ἵνα γὰρ μή τις λέγῃ τῶν ἀνοήτων, Καὶ τί ταῦτα πρὸς ἐμὲ, εἰ μέγας, καὶ δυνατὸς, καὶ προγνωστικός;
PG 55:416δεῖξον εἴ τι κερδαίνομεν ἐντεῦθεν· ἐπήγαγε τὸ, Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, ἀπὸ μέρους τὸν πάντα λέγων ἄνθρωπον. Οὐ μικρὸν δὲ τοῦτο εἰς ἐγ-κωμίου μέρος καὶ προνοίας, τὸ κτῆμα εἶναι Θεοῦ. Ὁ γὰρ κτώμενος καὶ κήδεται καὶ προνοεῖ. Διὸ καὶ τοῦτο δηλῶν, προστίθησι τὸ ἑξῆς, λέγων· Ἀντελά-βου μου ἐκ γαστρὸς τῆς μητρός μου. Τουτέστι, διὰ παντός με ἐτείχισας, προενόησας, ἠσφαλίσω ἐκ πρώτης τῆς ἡλικίας, ἐξ αὐτῶν τῶν σπαργάνων, καὶ ταῦτα διὰ τῶν ἔργων αὐτῶν ἐπαίδευσας ἅπερ εἶπον. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώ-
θης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Τί ἐστι τοῦτο; Ἔπλασάς με, φησὶν, ἀλλ’ οὐκ οἶδα πῶς ἔπλασας· προνοεῖς, ἀλλ’ οὐ δύναμαι πᾶσαν ὁμοῦ περιλαβεῖν τὴν πρόνοιαν τοῖς λογισμοῖς. Πανταχοῦ ὑπάρχεις, ἀλλ’ οὐδὲ τοῦτο ἐπίσταμαι. Τὰ μέλλοντα πρόοιδας, καὶ τὰ προγε-γενημένα, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας τῶν ἀνθρώ-πων· ἀλλ’ οὐδὲ τοῦτο τοῖς λογισμοῖς καταλαβεῖν δύ-ναμαι. Μεταβάλλεις γὰρ τῶν πραγμάτων τὰς φύ-σεις, καὶ μενούσας τὰ ἐναντία ἐπιδείκνυσθαι παρα-σκευάζεις, καὶ τὰ ἐναντία οὕτω πάλιν ἐξάγεις, ὡς οἰκεῖα καὶ κατὰ φύσιν συγκεκληρωμένα. δ. Ταῦτα δὴ πάντα πάλιν συναγαγὼν, καὶ γενόμενος ἔνθους, ἀνέκραξε μέγα, λέγων· Ἐξομολογή-σομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης, τουτέστι, θαυμαστὸς ἐφάνης, καὶ θαυμαστὸς εἶ. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Καὶ τί λέγω, φησὶ, περὶ σοῦ, ὅπου γε καὶ τὰ ὑπὸ σοῦ γινόμενα πολὺ τὸ θαῦμα ἔχει; Εἶτα ἀφεὶς ἅπαντα ἐπεξελθεῖν, ἀρκεῖται τῇ οἰκείᾳ γνώσει, λέγων· Καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Οὐχ ἁπλῶς γινώ-σκει, ἀλλὰ μετὰ ἐπιτάσεως, φησὶ, μετὰ σφοδρότη-τος. Καὶ εἰ γινώσκει, πῶς ἔλεγεν ἔμπροσθεν, ὅτι Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώ-θη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Μάλιστα μὲν οὖν ἐκεῖνο περὶ αὐτοῦ εἴρηται, τοῦτο δὲ περὶ τῶν ἔρ-γων. Εἰ δὲ καὶ περὶ αὐτοῦ τοῦτο, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι γινώσκει, ὅτι θαυμαστὸς, ὅτι μέγας, ὅτι ὑψηλός· τὸ δὲ τί τὴν οὐσίαν [πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ], καὶ πῶς ἡ μεγαλωσύνη, καὶ τίς ὁ τρόπος τῶν εἰρημέ-νων, ἀγνοεῖ· ἀλλ’ ἡ ἄγνοια αὕτη γνώσεώς ἐστιν ἀπόδειξις, εἰ καὶ θαυμαστὸν τὸ εἰρημένον. Ἐπεὶ καὶ τὴν θάλατταν πηλίκη τίς ἐστιν ἀγνοοῦμεν, καὶ ὅμως δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἴσμεν θάλασσαν, ὅτι ἀγνοοῦμεν αὐτῆς τὸ μέτρον. Εἰ δέ τις λέγει εἰδέναι αὐτῆς τὴν ποσότητα, οὗτος μάλιστά ἐστιν ὁ ἀγνοῶν αὐτήν. Ὥστε ἔστιν ἀπαγγελία γνώσεως ἄγνοιαν ἐλέγχουσα, καὶ ἔστιν ἄγνοια γνῶσιν ἡμῖν μαρτυ-ροῦσα. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ· καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάλιν περὶ τῆς γνώσεως αὐ-τοῦ διαλέγεται, καὶ ταῦτα πάντα εἰδέναι δείκνυσιν αὐτόν. Ἢ οὖν πάντα αὐτοῦ τὰ ἀπόῤῥητα λέγει, ἢ ἕτερόν τι αἰνίττεται, τὴν δημιουργίαν, καὶ τὴν διά-πλασιν· καὶ οὐδὲ πλαττομένου τι ἠγνόησας, ἀλλὰ πάντα ἠπίστασο κατὰ μικρὸν τῆς φύσεως ὑφαινού-σης, καίτοι ἐν ἀποῤῥήτῳ αὐτῆς ἐργαζομένης, καὶ ὡς ἐν κατωτάτοις τῆς γῆς· ἀλλ’ ὅμως σοὶ, φησὶ, πάντα γυμνὰ καὶ τετραχηλισμένα. Ἕτερος δὲ ἑρμηνευτὴσ
PG 55:417οὕτως εἶπεν· Οὐκ ἐπεκαλύφθη τὰ ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύφῳ. Ἕτερος, Οὐκ ἔλαθέ σε ἡ κραταίωσίς μου, ἣν ἐποιήθην ἐν τῷ κρυπτῷ· ἐποικίλθην ὡς ἐν τοῖς κατωτάτοις τῆς γῆς. Ἄλλος, Οὐκ ἔλαθέ σε ἡ δύναμίς μου, ἢ τὰ ὀστᾶ μου ἀπὸ σοῦ, ὅτι καὶ ἐποιήθην ἐν κρυφῇ, ἐξεικονίσθην ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάντες μὲν οὖν τὰ αὐτὰ λέγουσιν, ὅτι ἀκριβῶς καὶ πλαττό-μενόν με ἐπίστασαι κατὰ μέρος, καὶ μέχρι τῶν με-λῶν ἕκαστον οἶδας, καὶ τῆς αὐξήσεως. Ὥσπερ καὶ ὁ Χριστὸς λέγει· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κε-φαλῆς ἠριθμημέναι εἰσίν. Ὁμοῦ δὲ καὶ περὶ προ-νοίας καὶ γνώσεως ἐμφαίνων ὁ λόγος ἐστί. Τὸ ἀκατ-έργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Ἢ τὸ αὐτὸ πάλιν φησὶν, ὅτι Καὶ ἀμόρφωτόν με ᾔδεις· καὶ γὰρ ἕτερος οὕτως εἶπεν, Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· ἢ ἐπὶ τῶν πράξεων αὐτῶν, ὅτι καὶ τὸ μηδέπω πραχθὲν εἶδον οἱ ὀφθαλμοί σου. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς. Ἀσαφὲς τὸ εἰρημένον, ἀλλὰ δεῖ ἐκ τῆς ἀκολουθίας καὶ τοῦ ἑτέρου ἑρμηνέως αὐτὸ θηρεῦσαι. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι, συμφωνοῦν τῷ προτέρῳ. Τί δὲ ἦν τὸ πρότερον; Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, μηδέπω λαβόντα τύπον, ἔτι πλαττόμενον, ἔτι ὑφαι-νόμενον, καὶ οὕτω με εἶδον σαφῶς, ὡς ἐκεῖνον τὸν μεμορφωμένον, ὡς ἐκεῖνον τὸν τετυπωμένον, ὡς ἐκεῖνον τὸν πεπληρωμένον, καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον πρὸς τὴν ἀπάρτισιν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι, ἄκουσον τῆς ἑρμηνείας τοῦ ἑτέρου· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις, οὐκ ἐνδεούσης οὐδεμιᾶς. Σὺν ἐκείνοις με εἶδες, φησὶν, ὁμοίως ἐκείνοις με εἶδες, τοῖς πλασσομένοις ἐν ταῖς ἡμέραις αὐτῶν, ἡμέραις, αἷς οὐκ ἐνέδει οὐδεμία ἡμέρα. Ταῦτα δὲ λέγει, οὐχ ὡς βιβλίου ὄντος ἄνω, οὐδὲ ὡς ἐγγραφομένων τινῶν, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν διὰ τοῦ βιβλίου σημαίνων, ὥσπερ ὅταν φησίν· Ἤκουσε Κύριος, καὶ ἔγραψεν ἐν βίβλῳ. Καὶ πάλιν, Βίβλοι ἀνεῴχθησαν. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἄλλος, Τίμιοι ἐγένοντο οἱ ἑταῖροί σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ, τὸ τοὺς τοῦ Θεοῦ φίλους διὰ πολλῆς ἄγειν τιμῆς. Προενόησάς μου, φησὶν, οὐκ ὄντα παρήγαγες, διακρατεῖς, καὶ ἐγὼ ταύτην δίδωμι τὴν ἀμοιβὴν τοὺς φίλους σου τιμῶν. Λίαν ἐκραταιώθη-σαν αἱ ἀρχαὶ αὐτῶν. Τουτέστιν, αὐτοὶ ἐκραταιώ-θησαν. Ἄλλος φησί· Τί παμπληθεῖς αἱ κεφαλαὶ αὐτῶν; Ὅπερ καὶ σαφέστερον· ἐπάγει γάρ· Ἐξ-αριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθή-σονται. Ἐγὼ μὲν αὐτοὺς τιμῶ, σὺ δὲ πολλοὺς ποιεῖς, καὶ ψάμμου πλείους· οὐ μόνον δὲ πολλοὺς, ἀλλὰ καὶ ἰσχυρούς. Τὸ γὰρ, Ἐκραταιώθησαν, τοῦτό ἐστι. Καὶ διπλῆν λέγει τὴν εὐημερίαν, τήν τε εἰς πλῆθος, τήν τε εἰς ἰσχύος ἐπίδοσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. Ἄλλος, Ἐξυπνώσω, καὶ εἰς ἀεὶ ἔσομαι παρὰ σοί. ε. Οὐ μικρὸν τοῦτο ἀρετῆς σημεῖον, τὸ ἐν εὐημερίᾳ μένειν τὴν ἀρετὴν διατηροῦντα. Πολλοὶ γοῦν ἀπο-λαύσαντες εὐπραγίας, ἐπελάθοντο. Ἀλλ’ οὐκ ἐγὼ,
PG 55:418φησὶν, ἀλλὰ καὶ ἀναστὰς, τουτέστιν, ἀπαλλαγεὶς τῶν δεινῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν ἀπο-κτείνῃς, τότε ἔσομαι· ἀλλ’ ἐκεῖνο μὲν καὶ χωρὶς τούτου ἐπήγγελται· αἰτεῖ δὲ τοῦτο γενέσθαι, οὐχ ἵνα ἀφανίσῃ τὴν οὐσίαν τὴν τῶν ἀνθρώπων, ἀλλ’ ἵνα μεταβάλῃ αὐτοὺς ἐκ τῆς ἁμαρτίας ἐπὶ δικαιοσύνην. Οὐ γὰρ εἶπεν, ἐὰν ἀποκτείνῃς ἀνθρώπους, ἀλλὰ, Ἁμαρτωλούς. Ἕτερος δὲ ἀντὶ τοῦ Ἁμαρτωλοὺς, Παραβάτην εἶπε, περὶ τῶν πολεμίων λέγων τῶν εἴδωλα προσκυνούντων. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ. Αἱμάτων ἄνδρας τοὺς φονικούς φησι, τοὺς σφαγαῖς χαίροντας. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἐπίδοσιν ἀρετῆς ἡ ὁδὸς, τὸ φεύγειν καὶ ἀποπηδᾷν τὰς τῶν τοιούτων συνουσίας. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Ἄλλος, Οἵτινες ἀντελά-λησάν σοι διαλογισμόν. Ἄλλος, Ὅτι παρεπί-κρανάν σε ἐν κακοβουλίᾳ. Ὅρα μὴ τὰ ἑαυτοῦ ζητοῦντα, ἀλλὰ διὰ τὴν εἰς τὸν Θεὸν ὕβριν ἀποπη-δῶντα, καὶ φεύγοντα τὴν πρὸς ἐκείνους συνουσίαν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἀπωλείας τοῖς Ἰουδαίοις αἴ-τιον γέγονε, τὸ τοῖς πονηροῖς ἀναμίγνυσθαι. Διὰ τοῦτο καὶ νόμον ἐλάμβανον, καὶ νόμῳ διετειχί-ζοντο ἀπ’ αὐτῶν, καὶ τὰς πρὸς αὐτοὺς ἐπιγαμίας φεύγειν ἐκελεύοντο, καὶ ἀπὸ τῆς Αἰγύπτου τότε ἐξελθόντες, ἐπὶ τῆς ἐρήμου τεσσαράκοντα ἔτη καθ’ ἑαυτοὺς ἐπλάττοντο. Διὰ τοῦτο καὶ φραγμὸς ὁ νόμος ἐλέγετο, ἅτε πανταχόθεν αὐτοῖς περι-
κείμενος, καὶ τὰς πρὸς τοὺς πονηροὺς ἀναστέλ-λων συνουσίας· εὐεξαπάτητον γὰρ αὐτῶν τὸ ἦθος, εὐάλωτον καὶ εὐπερίτρεπτον. Λήψονται εἰς μα-ταιότητας τὰς πόλεις σου. Ἕτερος, Ἐπήρθη-σαν ματαίως ἀντίζηλοί σου. Ἄλλος, Οἱ ἐχθροί σου. Διὰ τοῦτο φεύγει καὶ ἀποπηδᾷ, ὅτι ἐπήρθησαν κατὰ τῆς τοῦ Θεοῦ δόξης, ὅτι παρηνόμουν, ὅτι βλά-σφημα ἐφθέγγοντο ῥήματα. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Οὕτω καὶ ὁ Θεὸς ἐπηγγεί-λατο, ἐχθραίνειν τοῖς ἐχθροῖς, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς. Ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. Καὶ αὐτὸς τοίνυν ἀμείβεται τὸν Θεὸν δι’ ἑκατέρων. Ἀνωτέρω μὲν γὰρ ἔφη, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· ἐνταῦθα δὲ, Τοὺς μισοῦντάς σε ἐμίσησα· κἀκεῖ μεθ’ ὑπερβολῆς, καὶ ἐνταῦθα μεθ’ ὑπερβολῆς. Οὐ γὰρ, Ἐμίσησα, φησὶ μόνον, ἀλλὰ καὶ, Ἐξετηκόμην. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου. Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Καίτοι γε ἀρχόμενος ἔλεγεν· Ἐδοκίμασάς με, καὶ ἔγνως με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα-κρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξ-ιχνίασας. Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Πῶς οὖν ἐνταῦθα πάλιν, ὡς μήπω δοκιμασθεὶς, Δοκίμασόν με, λέγει; Ὁρᾷς ὅτι ἀνθρωπίναις κέχρηται λέξεσιν, οὐχ ἵνα τῇ εὐτελείᾳ παραμένωμεν, ἀλλ’ ἵνα διὰ πάντων συναγαγόντες τὴν θεοπρεπῆ ἔννοιαν εἰς ὑψηλὰ ἀναβῶμεν νοήματα. Δοκιμασθῆναι γὰρ καὶ ἐτασθῆναι αἰτεῖ, οὐχ ἵνα γνῷ τὴν καρδίαν αὐτοῦ ὁ πρὸ τούτου εἰδὼς πάντα, καὶ πρὸ γενέσεως, ἀλλ’ ἵνα γνῶμεν ἡμεῖς οἱ ἀπὸ τῆς ἐκβάσεως τῶν πραγμάτων

On Psalm CXXXIXIn Psalmum CXXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:419μανθάνοντες. Τὸ γὰρ, Δοκίμασόν με, ἐνταῦθα τοῦτό ἐστι. Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὀδῷ αἰωνίᾳ. Ποία δέ ἐστιν αἰωνία ὁδὸς, ἀλλ’ ἢ ἡ πνευματικὴ, καὶ πρὸς οὐρανὸν ἀνάγουσα, καὶ ἧς τὸ τέλος οὐκ ἔνι; Ὡς τά γε ἄλλα πάντα ἐπίκηρα γέγονε, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Διὸ δὴ πάντα παραδραμὼν ἐκείνην ζητεῖ, τὴν ἀθάνατον, τὴν ἀπέ-ραντον, τὴν εἰς τέλος οὐκ ἀπαντῶσαν. Πῶς δ’ ἄν τις ὁδηγηθείη πρὸς ἐκείνην; Τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύων, καὶ τὰ παρ’ ἑαυτοῦ συνεισφέρων, ἀρετὴν μετιὼν, φιλοσοφίας ἐπειλημμένος, ὑψηλότερος τῶν βιωτικῶν γινόμενος. Τὰ γὰρ ἐκ τῆς ὁδοῦ ἐκείνης οὐκ ἔστιν ἐφήμερα, οὐδὲ πρόσκαιρα. Τοιοῦτον γὰρ ἡ ἀρετή· διηνεκεῖς ἔχει τοὺς καρποὺς ἀνθοῦντας, καὶ μηδέποτε μαραινομένους, καὶ τὰ ἀγαθὰ ἀθάνατα, καὶ ἀκήρατα, καὶ ἀτελεύτητα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ-ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά-τος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΛΘ ΨΑΛΜΟΝ. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. α. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Διὰ τί θηρία; διὰ τί σκορπίοι; διὰ τί ἔχεις; Ἰδοὺ γὰρ εὕρηται ζῶον πλείονα κακίαν ἐπιδεικνύμενον, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην, ὁ ἄνθρωπος. Διά τοι τοῦτο καὶ ὁ προφή-της παρεὶς πάντα ἐκεῖνα, ἀπὸ τούτου ἀξιοῖ ῥυσθῆναι. Τί οὖν, εἰπέ μοι; ἐπεὶ τοιοῦτος, οὐκ ἐχρῆν ἀνθρώ-πους γενέσθαι; Ἀλλ’ ἐσχάτης ἀνοίας τοῦτο λέγειν· οὐδὲν γάρ ἐστι τὸ βλάπτον ἄνθρωπον, ἀλλ’ ἢ ἡ ἁμαρτία μόνη· καὶ ταύτης ἀνῃρημένης, ἅπαντα ῥᾴδια, καὶ εὔκολα, καὶ γαληνά· ὥσπερ οὖν, ταύτης παρούσης, πάντα σκόπελοι, καὶ χειμῶνες, καὶ ναυάγια. Μηδεὶς δὲ ἡμῶν καταγινωσκέτω, εἰ θηρίου πονηρότερον ἄν-θρωπον εἶναι τὸν ἐν κακίᾳ εἰρήκαμεν· τὸ μὲν γὰρ, εἰ καὶ μὴ ἐν τῇ φύσει τὸ πρᾶον ἔχει, ἀλλ’ ἀπατηθῆ-ναι δύναται ῥᾳδίως, καὶ ὅπερ ἐστὶ φαίνεται· ὁ δὲ ἄνθρωπος μελετῶν τὴν πονηρίαν, καὶ πολλὰ τὰ προς-ωπεῖα περικείμενος, δυσφυλακτότερόν ἐστι θηρίου, δορὰν προβάτου πολλάκις προβαλλόμενος, καὶ ἔνδον τὸν λύκον ἀποκρύπτων. Διὸ καὶ ἀφυλάκτως πολλοὶ τοῖς τοιούτοις περιπίπτουσιν. Ἐπεὶ οὖν δυσφώρατα τὰ τοιαῦτα θηρία, ἐπ’ εὐχὴν ὁ προφήτης τρέπεται, καὶ τὴν παρὰ τοῦ Θεοῦ καλεῖ ῥοπὴν, ὥστε τῆς τοιαύ-της ἀπαλλαγῆναι ἐπιβουλῆς. Τοῖς γὰρ τοιούτοις πολ-λάκις καὶ ὁ διάβολος ὑποδύεται, καὶ οὕτω βάλλει. Πολλὰ τοίνυν πανταχόθεν τὰ ἐπιβουλεύοντα. Καὶ γὰρ ἄνθρωπος πονηρὸς τοῦτο ποιεῖ, καὶ δαίμων ἄγριος πολεμεῖ, καὶ πειρασμὸς ἀφόρητος ἐνοχλεῖ. Διὸ καὶ διδασκόμεθα εὐχόμενοι λέγειν· Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ποικίλαι αἱ μάχαι, καὶ πολυσχιδεῖς αἱ παρατάξεις, καὶ δεῖ πρὸς ἅπαντα παρεσκευάσθαι. Καθάπερ γὰρ
PG 55:420ὁ μέλλων εἰς πέλαγος ἀφιέναι, καὶ ὑδάτων ἀτάκτων ῥύμην, καὶ πνευμάτων ἀγρίων ἐμβολὴν, καὶ νεφῶν συνδρομὴν, καὶ ὑφάλους πέτρας καὶ σπιλάδας, καὶ θηρίων ἐπανάστασιν, καὶ πειρατῶν παράταξιν, καὶ λιμὸν, καὶ δίψος, καὶ θάλατταν, καὶ ὅρμον ἀλί-μενον, καὶ ναυτῶν φιλονεικίαν, καὶ ἐφοδίων σπάνιν, καὶ πάντα τὰ τοιαῦτα προορᾷν ὀφείλει, καὶ πρὸς ἅπαντα παρατάττεσθαι· οὕτω δὴ καὶ εἰς τὸν εὔρι-πον τοῦ παρόντος ἐλθὼν βίου, καὶ πρὸς πάθη σώ-ματος, καὶ πρὸς νοσήματα ψυχῆς, καὶ πρὸς ἀνθρώ-πων ἐπιβουλὰς, καὶ πρὸς ἐχθρῶν ἐπαναστάσεις, καὶ πρὸς φίλων ὑπούλων δόλους, καὶ πρὸς πενίαν, καὶ πρὸς βασάνους, καὶ πρὸς ἐπήρειαν, καὶ πρὸς δαιμόνων φάλαγγας, καὶ πρὸς διαβόλου μανίαν παρεσκευάσθαι ἂν εἴη δίκαιος, εἴ γε μέλλοι πρὸς τὴν βασιλίδα ἀπαν-τᾷν πόλιν, καὶ πεπληρωμένος τῶν φορτίων εἰς τὸν λι-μένα καταίρειν. Ἐνταῦθα μὲν οὖν πονηρὸν ἄνθρωπον καλεῖ· ὅταν δὲ περὶ τοῦ διαβόλου διαλέγηται, ἁπλῶς πονηρόν. Τί δή ποτε; Ὅτι αὐτὸς πατὴρ τῆς πονηρίας ἐγένετο· διὰ τοῦτο καὶ κατ’ ἐξοχὴν λέγεται πονηρὸς, καὶ ἀντὶ τοῦ κυρίου τὸ ἐπίθετον ἤρκεσεν ὄνομα διὰ τὴν ὑπερ-βολὴν τῆς κακίας, οὐκ ἔμφυτον οὖσαν, ἀλλὰ προσγε-νομένην αὐτῷ. Εἰ δὲ βούλει καὶ αὐτῆς τῆς πονηρίας τὸ ὄνομα μαθεῖν πόθεν εἴρηται, καὶ ἐντεῦθεν μεγάλα καρπώσῃ. Πονηρία γὰρ εἴρηται, ἐκ τοῦ πόνον ἐπ-άγειν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ. Διὸ καί τις σοφὸς τοῦτο παραδηλῶν λέγει· Ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τοῖς πλησίον. Καὶ πῶς, φησὶ, μόνος ἀντλεῖ τὰ κακὰ ὁ πονηρός, καίτοι γε πολλοὺς ἐπηρεάζει, Ἀλλ’ οὐδένα τῶν μὴ χαύνων καὶ ῥᾳθύμων; Καὶ εἰ βούλει, τὸν πονηρὸν ἄνθρωπον ἀφέντες, αὐτὸν τὸν πονηρὸν δαίμονα εἰς μέσον ἀγάγωμεν. Εἰπὲ δή μοι, οὐχὶ πᾶσαν αὑτοῦ ἐξέχεε τὴν κακίαν; μή τι τὸν Ἰὼβ ἔβλαψεν; οὐχὶ ἐκεῖνον μὲν καὶ λαμπρότερον ἐποίησεν, ἑαυτῷ δὲ χαλεπώτερον τὸ πτῶμα εἰργά-σατο; Τί δὲ Κάϊν; οὐχὶ μόνος ἤντλησε τὰ κακά; Οὐχὶ, φησὶν, ἀλλὰ καὶ ὁ Ἄβελ. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ταχέως εἰς τὸν ἀκύμαντον παρεπέμφθη λιμένα. Ἀλλὰ τοῦτο μέγιστον εὐεργεσίας εἶδος ἦν, ὅτι μετὰ κατορθώματος κατέλυσεν, ὅτι τὸ κοινὸν τῆς φύσεως χρέος ἐπραγματεύσατο. Καὶ γὰρ ὃ τοῖς ἄλλοις ἦν κοι-νὸν καὶ κατὰ ἀνάγκην παραγινόμενον, τοῦτο μετ’ ἐμπορίας τούτῳ παρεγένετο. Ταῦτα οὐχὶ κακὸν ἦν ὑπομεῖναι, ἀλλὰ στέφανον ἀναδήσασθαι λαμπρότερον. Τί δὲ τὸν Ἰωσὴφ ἔβλαψαν οἱ ἀδελφοί; οὐκ αὐτοὶ μόνοι τὰ κακὰ ἤντλησαν; Ἀλλὰ δοῦλος ἐγένετο,
φησί. Καὶ τί τοῦτο; Ἐγὼ δὲ λέγω, ὅτι καὶ δεσμώ-της· ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ δοῦλος γέ-γονε καὶ δεσμώτης, ἀλλ’ εἰ βλάβην τινὰ ἐντεῦθεν ὑπέμεινε. Τοὐναντίον γὰρ εὑρίσκομεν, ὅτι καὶ ἐκέρ-δανε τὰ μέγιστα, πλείονα παρὰ τῷ Θεῷ παῤῥησίαν κτησάμενος, καὶ δι’ αὐτῶν τῶν δοκούντων ἐναντίων εἶναι τὴν παροῦσαν εὐημερίαν λαβών. Μὴ δὴ φοβώμεθα πονηροὺς, ἀλλ’ ἐλεῶμεν. Τότε μὲν γὰρ εἰκότως ἦσαν φοβεροὶ, ἅτε οὐδέπω τῆς ὑψη-λῆς ὁδοῦ τετμημένης τῆς ἐπὶ φιλοσοφίαν ἀγούσης·
PG 55:421νυνὶ δὲ οὐκέτι, τῶν οὐρανῶν ἡμῖν λοιπὸν ἠνεῳγμέ-νων, καὶ τῶν ἀνθρώπων ἀγγέλων γενομένων. Ἐπεὶ καὶ θηρίον μετὰ πολλῆς ἐμπῖπτον τῆς ῥύμης τῇ τοῦ δόρατος αἰχμῇ, δοκεῖ μὲν τὸν κατέχοντα τὸ δόρυ ἀμύ-νεσθαι, ἑαυτὸν δὲ περιπείρει χαλεπωτέρᾳ πληγῇ· καὶ ὁ πρὸς κέντρα λακτίζων, ὁμοίως τοὺς πόδας αἱ-μάττει. β. Τοιοῦτόν ἐστιν ἡ ἀρετὴ, κέντρα καὶ ξίφος ἠκονη-μένα· οἱ δὲ πονηροὶ πάντες τῶν θηρίων χείρους καὶ ἀλογώτεροι. Ὅταν τοίνυν ἐπίωσι τοῖς ἀγαθοῖς, ἑαυ-τοὺς χαλεπώτερον περιπείρουσι, τοὺς μὲν εἰς χρή-ματα πολλάκις ἢ σώματα ζημιοῦντες, αὐτοὶ δὲ εἰς ψυχὴν παραβλαπτόμενοι τὴν ὄντως ζημίαν. Εἰ γὰρ ἔβλαπτεν ἡμᾶς εἰς τὴν οἰκείαν ἀρετὴν ἡ τῶν χρημά-των ζημία, οὐκ ἂν ἐκέλευσεν ὁ Παῦλος ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν. Εἰ κακὸν τὸ ἀδικεῖσθαι ἦν, οὐκ ἂν ὁ τῶν ἀγαθῶν νομοθέτης κακὰ ἐπέταξε. Πλὴν ἀλλὰ καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, οὐ δεῖ τοῖς πονηροῖς ἐπιπηδᾷν, οὐδὲ ὁμόσε χωρεῖν, ἀλλὰ φεύγειν καὶ ἐκκλίνειν αὐτῶν τὰς συνουσίας· ἐπιόντας δὲ μετὰ ἀνδρείας δέχεσθαι. Διὰ γὰρ τοῦτο κελευόμεθα εὔχε-σθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὸ καὶ οὗτος εἰ-πὼν, Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἐπ-άγει τὸ, Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· πάλιν γενικὸν ὄνομα τῆς κακίας τιθείς. Οὐ γὰρ ἁπλῶς τὸν περὶ τὰ χρήματα ἄδικον, ἀλλὰ τὸν περὶ πάντα ἐνταῦθα λέγει. Ἀξιοῖ δὲ ῥυσθῆναι, ὥστε μήτε περιπεσεῖν, μήτε κατ’ ἐκεῖνον γενέσθαι. Καὶ οὐχ ἁπλῶς αἰτεῖ, ἀλλὰ τὰ παρ’ ἑαυτοῦ συνεισενεγκών. Διά τοι τοῦτο ἐν τῷ τέλει τοῦ προτέρου ψαλμοῦ φυγὼν αὐτοὺς καὶ τὴν πρὸς αὐ-τοὺς συνουσίαν, ἐνταῦθα τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν αἰτεῖ. Ἐκεῖ μὲν γὰρ τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκε λέγων, Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· ἐνταῦθα δὲ τὸν Θεὸν παρα-καλεῖ ῥυσθῆναι ἀπὸ τῆς πονηρίας αὐτῶν. Οὐ γὰρ τὸ τυχὸν εἰς ἀσφαλείας λόγον, καὶ ἀδείας, καὶ ἐλευθε-ρίας, καὶ ἡδονῆς ἁπάσης, τὸ τῶν τοιούτων ῥύεσθαι συλλόγων, καὶ ὡς ποῤῥωτάτω κατασκηνοῦν τῆς τῶν πονηρῶν συνουσίας, ἀλλ’ ἡ μεγίστη τοῦτο εὐημερία. Εἶτα ὑπογράφων αὐτῶν τὴν πονηρίαν, ἐπάγει καὶ λέ-γει· Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ· ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Εἶδες πῶς δυσφύλακτα τὰ θηρία, κατὰ διάνοιαν τυρεύοντες τὰ κακὰ, καὶ κατακρύπτοντες ἐν τοῖς ἀποῤῥήτοις τὰς ἐπιβουλάς. Ἐλογίσαντο γὰρ, φησὶν, ἐν τῇ καρδίᾳ· τουτέστιν, οὐκ ἔξω προήνεγκαν τέως, ἀλλ’ ἔστρεφον ἔνδον ὠδίνοντες τὴν πονηρίαν, καὶ τὸ δὴ χαλεπώτε-ρον, οὐχὶ συναρπασθέντες, οὐδὲ περιτραπέντες, ἀλλὰ μελέτῃ τὸ πρᾶγμα ποιούμενοι. Τοῦτο γάρ ἐστι τὸ, Ἐλογίζοντο, μετὰ σπουδῆς, μετὰ προθυμίας ἁπάσης. Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέ-μους. Τὸν βίον ἅπαντα διὰ τούτου δηλοῖ. Πολέμους δὲ ἐνταῦθα οὐ τούτους τοὺς ἐπὶ τῶν παρατάξεων καὶ διὰ τῶν ὅπλων, ἀλλὰ τοὺς διὰ τῶν ἐπιβουλῶν αἰνίτ-τεται, οὓς καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις πολεμοῦσιν ἄνθρωποι, οὐ θώρακα ἐνδυόμενοι, οὐδὲ ἀσπίδα προ-
PG 55:422βαλλόμενοι, ἀλλ’ ἀντὶ παντὸς ὅπλου τῇ πονηρίᾳ κε-χρημένοι, καὶ ῥήματα βελῶν πικρότερα ἀκονῶντες. Τὸ μέγιστον δὲ αὐτῶν τῆς κακίας, οὐχ ὅτι δολεροὶ μόνον, οὐδ’ ὅτι ὕπουλοι, οὐδ’ ὅτι πρὸς πολέμους ἕτοιμοι καὶ μάχας, ἀλλ’ ὅτι καὶ διὰ παντὸς τοῦ βίου, καὶ οὐδέποτε ἀνακωχὴν ἔσχον τῆς χαλεπῆς ταύτης παρατάξεως. Καίτοι γε εἴ γε ἐβούλοντο πολεμεῖν, ἑτέραν εἶχον δικαίαν ὑπόθεσιν. Κατὰ γὰρ τῶν ἁμαρ-τημάτων ἵστασθαι ἔδει, καὶ πρὸς τὸν διάβολον παρα-τάττεσθαι, καὶ πρὸς τὰ νοσήματα τῆς ψυχῆς μάχε-σθαι, καὶ κατὰ τῶν δαιμόνων ἀκονᾷν τὰ ξίφη. Οἱ δὲ ἐκείνῃ μὲν οὐδὲ προκύπτουσι τῇ παρατάξει, κατὰ δὲ ἀλλήλων βάλλουσι τὰ βέλη. Ἠκόνησαν γλῶσσαν αὐ-τῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Εἶδες τῆς κακίας τὴν δυσγένειαν; Ἐξ ἀν-θρώπων θηρία ποιεῖ, ἀσπίδας καὶ ὄφεις, καὶ τὴν γλῶτταν τὴν λογικὴν πρὸς ἐκείνην καταφέρει τὴν θηριωδίαν. Ὅπερ δὲ ἀνωτέρω ᾐτιάσατο, τοῦτο πάλιν καὶ ἐνταῦθα κατηγορεῖ. Ποῖον δὴ τοῦτο; Ἰὸς ἀσπί-δων ὑπὸ τὰ χείλη αὐτῶν, φησὶν, ἀεὶ, τουτέστι, διηνεκῶς. Ὥσπερ γὰρ ἀνωτέρω εἶπεν, Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· οὕτω καὶ ἐνταῦθα, Ἠκόνησαν γλῶτταν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπί-δων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Τὸ γὰρ Διάψαλμα τοῦτο δηλοῖ πανταχοῦ. Καὶ Ἑβραϊστὶ Σὲλ εἴρηται τὸ διάψαλμα, ὅπερ ἐστὶν, ἀεί. Καίτοι γε καὶ ἐν βρα-χεῖ καιρῷ φορτικὸν ἡ κακία, ὅταν δὲ καὶ διηνεκῶς αὐτὴν μετίωσι, καὶ μηδὲ κόρον λαμβάνωσι, ποίαν ἂν σχοῖεν συγγνώμην; ποίαν ἀπολογίαν; Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ· ἀπὸ ἀνθρώπων ἀδί-κων ἐξελοῦ με. Οἵτινες διελογίσαντο τοῦ ὑποσκε-λίσαι τὰ διαβήματά μου. Ἔκρυψαν οἱ ὑπερήφανοι παγίδα μοι· καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι. Οὐδὲν ἀδικώτερον τῶν κακίαν μετιόντων, οἳ πρὸ τῶν ἄλλων τὰς ἑαυτῶν ἀδικοῦσι ψυχάς. Ὅταν γὰρ αὐτοὶ σκανδάλου γίνωνται αἴτιοι, ὅταν τοῦ Θεοῦ τὴν δόξαν παρὰ τῶν ἀνοήτων λοιδορεῖσθαι παρασκευάζωσι, ὅταν τὰ ὀφειλόμενα οὐ κατατιθῶσιν, ἀλλὰ καὶ ψυχὴν καὶ σῶμα λαβόντες παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀγνωμονῶσι περὶ τὰς ἀμοιβὰς, καὶ κόσμου τοσούτου καὶ τηλικούτου ἀπολαύοντες ἀγαθοῦ, τοῖς ἐναντίοις ἀμείβωνται τὸν εὐεργέτην, τί τούτων γένοιτ’ ἂν ἀδι-κώτερον; τί δὲ ἀγνωμονέστερον; καὶ τὸ δὴ μεῖζον καὶ πλέον εἰς κακίας ὑπερβολὴν, ὅτι καὶ ἑτέροις ἐπηρεάζειν ἐπιχειροῦσι. Διελογίσαντο γὰρ, φησὶ, τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Εἰ δὲ μὴ εἰς ἔργον ἐξῆλθεν ὁ λογισμὸς, τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας γέγονεν ἔργον. Αὐτὸς γὰρ διέκοψε τὰ πονηρὰ αὐτῶν βουλεύματα. γ. Καὶ ὅρα πῶς ἦν μεμελετημένη ἡ πονηρία, καὶ μετὰ σπουδῆς ἡ ἐπιβουλή. Καὶ γὰρ ἔκρυψαν, καὶ δι-έτειναν, καὶ ἐχόμενα τρίβου, ὥστε καὶ τῷ μήκει, καὶ τῷ λανθάνειν, καὶ τῷ πλησίον τείνειν, ἑλεῖν καὶ χει-ρώσασθαι. Δημιουργοὶ γὰρ ἐγένοντο τῆς κακίας, πανταχόθεν ἐκτείνοντες τὰς πάγας, ἓν ἔργον τιθέμε-νοι, τὸ καθελεῖν. Βούλει μαθεῖν πῶς καὶ ὁ διάβολος τοιαῦτα τίθησι σχοινία; Ὅρα πάλιν ἐπὶ τοῦ Ἰὼβ τὸ πρᾶγμα συμβαῖνον. Τί γὰρ πλατύτερον ἐκείνων; τί δὲ μακρότερον; τί δὲ ἐγγύτερον, ὅπου γε οὐκ ἐν συγ-
PG 55:423γενέσι μόνον, οὐδὲ φίλοις, οὐδὲ ἐν γυναικὶ, ἀλλ’ ἐν αὐτῷ τῷ σώματι τὴν παγίδα ἔθηκεν; Εἶπα τῷ Κυ-ρίῳ· Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σω-τηρίας μου. Ἄλλος, Κράτος τῆς σωτηρίας μου. Εἰπὼν τὸν πόλεμον καὶ τὰς ἐπιβουλὰς, καὶ δείξας ἀφόρητα τὰ δεινὰ, καταφεύγει λοιπὸν ἐπὶ τὴν ἀχεί-ρωτον συμμαχίαν, ἀπὸ τοῦ οὐρανοῦ καλῶν τὸν βοηθὸν ταῦτα λῦσαι δυνάμενον. Τοῦτο ψυχῆς γενναίας δεῖγμα, τοῦτο φιλοσόφου δια-νοίας, ἡνίκα ἂν ταῦτα πανταχόθεν περίκεινται, μὴ
καταφεύγειν εἰς ἀνθρωπίνην συμμαχίαν, μηδὲ εἰς λο-γισμοὺς θνητοὺς, ἀλλὰ πρὸς τὸν οὐρανὸν ὁρᾷν, καὶ πανταχοῦ παρόντα καλεῖν τὸν Θεὸν, μηδὲ τῆς ἀθυ-μίας γίνεσθαι, καὶ τοῦ θορύβου, καὶ τῆς ταραχῆς. Καὶ ὅρα πῶς ἀξίως ἑαυτοῦ τὸν λόγον κατασκευάζει. Οὐ γὰρ εἶπε, Τὸ καὶ τὸ κατώρθωσα, καὶ τήνδε τὴν δικαιοσύνην εἰργασάμην· ἀλλὰ τί; Θεός μου εἶ σὺ, μέγιστον δικαίωμα συμμαχίας προβαλλόμενος τὸ πρὸς Δεσπότην καταφεύγειν, καὶ Δημιουργὸν, καὶ Βασιλέα. Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεή-σεώς μου, Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Δύναμις τῆς σωτηρίας εἶπε, δεικνὺς ὅτι ἔστι καὶ δύναμις κολάσεως καὶ τιμωρίας. Ἀλλ’ ἐμοὶ τὴν δύναμιν τῆς σωτηρίας, φησὶ, παρέσχες. Δύνασαι μὲν γὰρ καὶ κακῶς ποιεῖν καὶ ἀναιρεῖν· ἀλλ’ ἀεὶ πρὸς σωτηρίαν τὴν ἐμὴν ἐχρήσω τῇ δυνάμει σου. Καὶ ὅρα τὸν πόθον τοῦ λέγοντος. Τῷ γὰρ διπλασιασμῷ καὶ τῷ προσθεῖναι, Τῆς σωτηρίας μου, πολλὴν δεί-κνυσι τὴν διάθεσιν. Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Εἶδες τὴν εὐχάριστον ψυ-χήν; Τῶν προτέρων ἀναμιμνήσκει ἑαυτὸν, ὅτι ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν. Τοῦτο γάρ ἐστι τὸ, Ἐπεσκίασας. Καὶ ὅρα τὸ εὔκολον τοῦ Θεοῦ πῶς δεί-κνυσιν. Οὐ γὰρ εἶπε, Πρὸ τούτου, ἀλλ’, Ἐν αὐτῇ τῇ ἡμέρᾳ, φησὶν, ὅτε τὰ δεινὰ ᾔρετο, ὅτε ἡ παράταξις ἦν, ὅτε περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε με ἐν ἀσφαλείᾳ κατέστησας. Οὐ γὰρ παρασκευῆς ἢ παρα-κλήσεως δεῖται ὁ Θεὸς πάντα εἰδὼς, τά τε παρόντα, τά τε μέλλοντα, τά τε γεγονότα, καὶ πάντα δυνάμε-νος, καὶ ἀεὶ παρεστὼς ἕτοιμος εἰς βοήθειαν. Εἶτα δη-λῶν τὴν ὑπερβολὴν τῆς νίκης καὶ τῆς ἀσφα-λείας, οὐκ εἶπεν, Ἔσωσάς με ἀλλὰ τί; Ἐπεσκίασας· τουτέστιν, οὐδὲ τὸ τυχὸν λυπηρὸν ὑπομεῖναι ἐποίησας, οὐδὲ ὅσον ἀπὸ καύματος· ἀλλ’ ἐν τοσαύτῃ κατέστη-σας ἀσφαλείᾳ, καὶ μετὰ τῆς ἀσφαλείας ἐν ἡδονῇ καὶ ἀνέσει, ὡς μηδὲ τυχεῖν θέρμης τινὸς λυπούσης, ἀλλὰ σκιᾷ ἐντρυφᾷν, τουτέστι, τῇ τῶν δεινῶν ἀπαλλαγῇ καὶ ἐλευθερίᾳ. Διὰ τοῦτο ἐπήγαγε τὸ, Ἐπεσκίασας, τοῦτό τε αὐτὸ δηλῶν, καὶ τὸ εὔκολον τῆς βοηθείας τοῦ Θεοῦ δεικνὺς, διὰ τοῦ τῆς σκιᾶς ὀνόματος, ὡσανεὶ ἔλεγεν, Ἀρκεῖ παρεῖναί σε μόνον, καὶ πάντα λέλυται. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἄλλος, Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ δῷς ἀπὸ τῆς ἐπιθυμίας τῆς κατ’ ἐμοῦ, τουτέστιν, ἃ ἐπιθυμεῖ κατ’ ἐμοῦ, ταῦτα μὴ ἀφῇς αὐτὸν πληρῶσαι. Καὶ οὐκ εἶπεν, Ἃ ἐπιθυμεῖ, ἀλλ’, Ἀπὸ τῆς ἐπιθυμίας μου,
PG 55:424τοιοῦτόν τι βουλόμενος δηλῶσαι· Μηδὲ μικρόν τι δῷς ὧν ἐπιθυμεῖ. Τοιοῦτοι γὰρ οἱ πονηροί· μετὰ πολλῆς τῆς ἐπιθυμίας τὴν κατὰ τῶν πλησίον ἐργάζονται ἐπι-βουλὴν, καθάπερ καὶ ὁ διάβολος, περὶ οὗ φησιν, ὅτι Περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα κατα-πίῃ. Οὕτω μετ’ ἐπιθυμίας προσέβαλε τῷ Ἰώβ· οὕτως ἐβουλεύετο τῷ Πέτρῳ προσβαλεῖν· διὸ καὶ ἔλεγε· Ποσά-κις ἐξῃτήσατό σε ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον; Εἶδες πόσην εἶχεν ἐπιθυμίαν; Εἰσὶ καὶ ἄν-θρωποι ἐκείνου ζηλοῦντες κακίαν ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τοῦ χαίρειν ἐπὶ κακοῖς. Οὓς καὶ ταλανίζει ἡ Γραφὴ λέγουσα, Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κα-κοῖς, οἱ χαίροντες ἐπὶ διαστροφῇ κακῶν· καὶ μάλα εἰκότως· διεφθαρμένης γὰρ τοῦτο διανοίας. Εἰ γὰρ καὶ ἀλγεῖν δεῖ, καὶ στένειν, καὶ θρηνεῖν ἐπὶ τοῖς ἀπολ-λυμένοις, τίνα ἂν σχοῖεν συγγνώμην, ποίαν δὲ ἀπολο-γίαν, οἱ μὴ μόνον οὐ συναλγοῦντες, ἀλλὰ καὶ χαίρον-τες; Οὐκ εἶδες, ὅτι καὶ αὐτὸς ὁ κολάζειν μέλλων Χρι-στὸς δακρύει τὴν Ἱερουσαλὴμ ἀπολλυμένην; οὐχ ὁρᾷς καὶ Παῦλον στένοντα καὶ θρηνοῦντα ταῖς ἑτέρων ἀπωλείαις καὶ πενθοῦντα; Ἀλλ’ εἰσί τινες οὕτω δι-εφθαρμένοι, ὡς τῶν ἰδίων κακῶν παραμυθίαν ἡγεῖσθαι τὰς ἀλλοτρίας συμφοράς. Διελογίσαντο κατ’ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν ἀεί. Τὸ γὰρ Διάψαλμα τοῦτό ἐστιν. Ἄλλος, Μὴ ἀποβαίης, μήποτε ὑψωθῶσι. Τοῦτο τῆς μιαρᾶς καὶ ἐφθαρμένης γνώμης, ὅταν καὶ βουλῆς καὶ σχολῆς καὶ μελέτης δέωνται πρὸς τὴν κακίαν. Οὐ γὰρ ἀρκεῖ τὰ ἀπὸ συναρπαγῆς γινόμενα· οὐ γὰρ ἱκανὰ τὰ κατὰ προπέτειαν ἡμᾶς ἀπολέσαι, ἀλλὰ καὶ βουλῆς σοι καὶ χρόνου καὶ σκέψεως δεῖ πρὸς τὴν κακίαν. δ. Ποίαν οὖν ἕξεις ἀπολογίαν, μελέτην ποιούμενος τὴν πονηρίαν, καὶ βουλὴν τιθέμενος ὑπὲρ τῆς τῶν κακῶν ἐργασίας, καὶ κοινωνοὺς λαμβάνων; Ἀλλ’ ὅρα τὴν τούτου ταπεινοφροσύνην. Οὐ γὰρ εἶπε· Μὴ ἐγκαταλίπῃς με, ὅτι ἄξιός εἰμι, μὴ ἐγκαταλίπῃς με διὰ τὴν τοῦ βίου ἀρετήν. Ἀλλὰ τί; Μήποτε ὑψωθῶ-σιν, ὥστε μὴ ἀλαζονικωτέρους γενέσθαι, καὶ εἰς πλείονα ἀπόνοιαν ἀρθῆναι διὰ τῆς ἐμῆς ἐγκαταλεί-ψεως. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Ἄλλος, Ὁ πικρα-σμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Κύκλωμα ἐνταῦθα τὸν σύλλογον λέγει, τὸ συνέδριον, τὸ πονηρὸν ἐργαστήριον, τὰ διεφθαρμένα βουλεύματα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὰ τὰ πονηρὰ βουλεύματα, καὶ τὸ κεφάλαιον τῆς πονηρίας καὶ διεφθαρμένης γνώμης, αὐτὸ αὐτοὺς καταδύσειε καὶ ἀπολέσειε. Κόπος τῶν χειλέων αὐ-τῶν. Κόπον ἐνταῦθα τὴν πονηρίαν καλεῖ. Καὶ γὰρ τοιοῦτον ἡ πονηρία· αὐτῷ τῷ κεκτημένῳ γίνεται ὄλεθρος, καὶ ὑποβρύχιον αὐτὸν ἐργάζεται. Τοῦτο γέγονεν ἐπὶ τοῦ Δαυί̈δ. Μυρίοις γὰρ αὐτὸν προσεδό-κησαν περιβαλεῖν κινδύνοις· ὁ δὲ λαμπρότερος ἦν. Ναὶ, φησὶν, ἀλλ’ οὐ τοῦτο ζητῶ· ἀλλὰ πῶς τῇ οἰκείᾳ
PG 55:425αὐτῶν βουλήσει βουλευσάμενοι περιεπάρησαν καὶ ἀπώλοντο, δεῖξον, καὶ ποῦ αὐτὸ τοῦτο συνέβη, εἰπέ. Ἐπὶ τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Βουλόμενοι γὰρ αὐτὸν ποιῆσαι δοῦλον καὶ ἀπολέσαι, περὶ τῶν ἐσχάτων αὐτοὶ ἐκινδύνευσαν. Καίτοι καὶ εἰς δουλείαν καὶ εἰς θάνατον τό γε αὐτῶν ἐνέπεσε μέρος. Καὶ ὁ Ἀβες-σαλὼμ βουλόμενος διὰ τῆς τυραννίδος ἀπολέσαι τὸν πατέρα, διὰ ταύτης αὐτὸς ἑάλω. Πεσοῦνται ἐπ’ αὐ-τοὺς ἄνθρακες πυρός· ἐν πυρὶ καταβαλεῖς αὐτούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἱκανὴ μὲν καὶ αὐτὴ ἡ πονηρία διαφθεῖραι τοὺς κυκλοῦντας αὐτήν· μετὰ δὲ ταύτης καὶ τὴν θεήλατον ὑποστήσονται ὀργήν. Ἄν-θρακας δὲ πυρὸς ἐνταῦθα καὶ πῦρ τὴν ἄνωθεν λέγει φερομένην τιμωρίαν. Πολλάκις δὲ καὶ ἐπ’ αὐτοῦ τοῦ πυρὸς γέγονεν, ὡς ἐπὶ τοῦ Δαθὰν, καὶ Κορὲ, καὶ Ἀβειρὼν, καὶ ἐπὶ τῶν κυκλωσάντων τὴν κάμινον τὴν Βαβυλωνίαν. Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑπο-στῶσιν. Ἕτερος, Πεσοῦνται εἰς βοθύνους, μήποτε ἀναστῶσιν. Ἄλλος, Ἐσπευσμένως, καὶ οὐ μὴ ἀνασταῖεν. Κατὰ μὲν οὖν τὸν ἕνα ἑρμηνευτὴν τοιοῦ-τόν τί ἐστι τὸ λεγόμενον· οὕτως αὐτοὺς ἀπόλε-σον, ὥστε μηκέτι ἀναστῆναι. Κατὰ δὲ τὸν ἄλλον, Μετὰ πολλοῦ τοῦ τάχους· τοῦτο γάρ ἐστι τὸ, Ἐσπευ-σμένως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Εἰπὼν περὶ τῆς ὀργῆς τοῦ Θεοῦ, πάλιν δείκνυ-σιν, ὅτι καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ κακία ἱκανὴ διαφθεῖ-ραι τοὺς ἔχοντας. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἶδος πο-νηρίας, τὸ προπετῆ εἶναι, καὶ τῆς γλώττης μὴ κρα-τεῖν. Γλωσσώδη γὰρ ἐνταῦθα τὸν ὑβριστὴν λέγει, τὸν φλύαρον, τὸν λοίδορον, τὸν συνεχῶς ὑλακτοῦντα, τὸν οὐδὲν κυνὸς ἄμεινον διακείμενον. Εἰπὲ, καὶ τίς ὁ τούτου καρπός. Οὐ κατευθυνθήσεται, φησὶν, ἐπὶ τῆς γῆς. Ἄλλος, Οὐχ ἑδρασθήσεται τουτέστι, περι-
τραπήσεται, κατενεχθήσεται, ἀπολεῖται. Οὗτος ὁ τοῦ λοιδόρου καρπός· πᾶσι πολέμιος, πᾶσιν ἀηδὴς, πᾶσιν ἐπαχθὴς καὶ φορτικὸς ὁ τοιοῦτος. Ὥσπερ οὖν ὁ μακρόθυμος, καὶ ἐπιεικὴς, καὶ σιγᾷν ἐπιστάμε-νος, ἀσφαλὴς καὶ βεβηκὼς καὶ πᾶσιν ἐπίχαρις· οὕτως ὁ τοιοῦτος σφαλερὸν μέτεισι βίον, μυρίους πανταχόθεν ἐχθροὺς ἐπισπώμενος, καὶ πρὸ τῶν ἄλλων τὴν ψυ-χὴν ταράττων τὴν ἑαυτοῦ, καὶ οὐκ ἀφιεὶς εἶναι ἐν ἡσυχία, ἀλλὰ καὶ μηδενὸς ἐνοχλοῦντος, μυρίους πο-λέμους καὶ θορύβους ἔνδον ἐγείρων. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Οὕτω καὶ ἄλλος σο-φὸς λέγει· Παρανομίαι ἄνδρα ἀγρεύουσιν. Ὅρα πάλιν τὴν κακίαν ἀρκοῦσαν εἰς διαφθορὰν τοῦ ἔχοντος. Ἀλλὰ τίνος ἕνεκεν τὸ τῆς θήρας ἔθηκεν ὄνομα; Ἵνα τὸ ἄφευκτον ἴδῃς, ἵνα, κἂν μὴ παραυτίκα ἐμπέσῃς ἀδι-κῶν, μὴ θαῤῥήσῃς. Τοιαύτη γὰρ ἡ ἄγρα· οὐκ ἀεὶ ἐπιτυγχάνει, οὐδὲ εὐθέως· ἀλλ’ ὅμως κἂν μὴ ἁλῷ τὰ ἄγρια ζῶα καὶ τὰ θηρευόμενα, οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ τυγχάνει, κἂν μηδέπω τῶν δικτύων ἔνδον γένηται. Οὕτω τοίνυν μηδὲ ψυχὴ θαῤῥείτω ἄδικα πράττουσα, καὶ μηδέπω ἁλοῦσα· ὁτὲ γὰρ δήποτε ἁλώσεται. Εἰ γὰρ βούλει ἐν ἀσφαλείᾳ εἶναι, παῦσαι ταῦτα πράττων, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀδείας. Τί δήποτε δὲ εἶπεν, Εἰς διαφθοράν; Ὅτι πολλοὶ καὶ εἰς σωτηρίαν ἐθηρεύθησαν· ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν. Ἀλλ’ οὐχ οἱ πονηροὶ,

On Psalm CXLIn Psalmum CXL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:426ὅταν ὑπὸ τῆς κακίας θηρεύωνται· ἀλλ’ ἐπ’ ἀπωλείᾳ καὶ διαφθορᾷ. Καὶ διὰ τί οὐ παρὰ πόδας τῆς κακίας ἕπεται τὰ τῆς τιμωρίας; Διὰ τὴν τοῦ Δεσπότου φιλαν-θρωπίαν. Εἰ γὰρ ἐβούλετο τῶν ἁμαρτανόντων ἕκαστον εὐθέως ὑπὸ τὴν τιμωρίαν ἄγειν, προανηρπάσθη ἂν τὸ πλέον γένος τῶν ἀνθρώπων. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Ἄλλος, Παρὰ τῷ προσώπῳ σου. Ἀντὶ δὲ τοῦ Κατοικήσουσι, Διαμενοῦσιν ἕτερος λέγει, καὶ ἄλλος, Καθεδοῦνται· ἀντὶ δὲ τοῦ Ἔγνων, Οἶδα, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι θηρεύσει, καὶ ὅτι ἀπολοῦνται, καὶ οὐκ εὐθέως δείκνυσι τὴν τιμω-ρίαν ἐπαγομένην· ἵνα μηδεὶς διὰ τοῦτο τῶν παχυ-τέρων ῥᾳθυμότερος γένηται, ἐπήγαγε τὸ, Οἶδα, δεικνὺς ὅτι πάντως ἔσται τοῦτο. Οὐ γὰρ μενεῖ τὰ τῶν ἀδικουμένων ἀνεκδίκητα. Πτωχοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς πένητας καλεῖ, ἀλλὰ τοὺς σφόδρα ταπει-νοὺς, τοὺς συντετριμμένους. Ταῦτα δὲ λέγει, καὶ τοὺς ἀδικουμένους παραμυθούμενος, καὶ τοὺς ἀδι-κοῦντας σωφρονίζων, ἵνα μήτε ἐκεῖνοι τῇ μελλήσει ἀπογνῶσι, μήτε οὗτοι διὰ τὴν ἀναβολὴν ῥᾳθυμότε-ροι γένωνται. Ἡ γὰρ ἀναβολὴ εἰς μετάνοιαν ἄγει· τὸν δὲ ἐπιμένοντα χαλεπώτερον κολάζει· καὶ μάλα δικαίως. Διὰ τί; Ὅτι τοσαύτης ἀπολαύσαντες ἀγα-θότητος, οὐκ ἐγένοντο βελτίους. Ἐννόησον γὰρ ὅση τοῦ Θεοῦ φιλανθρωπία, ὅταν τοὺς ἀνακειμένους αὐτῷ ἀνέχηται πάσχειν κακῶς, καὶ μὴ ἐπεξίῃ, τῇ μετανοίᾳ σε βελτίω ποιῆσαι βουλόμενος. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου. Τί ἐστιν ὃ λέγει; Ὅπερ ἂν γένηται, φησὶν, ἐκεῖνοι εὐχαριστήσουσι· κἂν τοὺς ταπεινοὺς ἴδωσιν ἐπηρεαζομένους, καὶ τοὺς πονηροὺς ἐπαιρομένους, οὐκ ἀπαιτήσουσιν εὐθύνας τῶν γινομένων. Τοῦτο γὰρ δικαίων μάλιστα, τὸ διαπαντὸς καὶ ἐν ἅπασιν εὐχα-ριστεῖν. Καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου· τουτέστι, Τῆς βοηθείας ἀπολαύσαντες τῆς παρὰ σοῦ, τὴν ἔννοιαν ἔχοντες τὴν περὶ σοῦ, ἀεὶ μετὰ σοῦ ὄντες, οὐδέποτε ἀποστήσονται· ὅπερ ἂν γένηται, οὐ-δέποτε δυσχερανοῦσιν, οὐδέποτε μέμψονται τοῖς γινο-μένοις. Τοῦτο γὰρ ψυχῆς ἀπεριτρέπτου, τοῦτο γνώ-μης ἀκλινοῦς, μὴ ἀπαιτεῖν τὸν Δεσπότην εὐθύνας. Διὸ καὶ Παῦλος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ταύτην τοίνυν καὶ ἡμεῖς διαπαντὸς τηρῶμεν τὴν εὐγνωμοσύνην, ὑπὲρ πάντων εὐχαριστοῦντες τῷ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ εὐχαριστία, καὶ ἡ προσκύνη-σις, νῦν καὶ ἀεὶ, καὶ εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. α. Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες, ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλ-λοντες· τὴν δὲ διάνοιαν τῶν εἰρημένων ἀγνοοῦσιν.
PG 55:427Ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, τὸ καθ’ ἑκά-στην ἡμέραν ψάλλοντας, καὶ διὰ στόματος τὰ ῥή-ματα προφέροντας, μὴ ζητῆσαι τῶν νοημάτων τὴν δύναμιν τῶν ἐναποκειμένων τοῖς ῥήμασιν. Ἀλλ’ ὕδωρ μέν τις διαυγὲς καὶ καθαρὸν ὁρῶν, οὐκ ἂν ἀνά-σχοιτο μὴ προσελθεῖν, καὶ ἅψασθαι, καὶ πιεῖν· καὶ εἰς λειμῶνά τις συνεχῶς εἰσιὼν, οὐκ ἂν ὑπομείνειε μὴ συλλέξας τι τῶν ἀνθῶν ἐξελθεῖν· ὑμεῖς δὲ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τοῦτον μελετῶντες τὸν ψαλμὸν διατελεῖτε, τὰ ῥήματα εἰδότες μόνον, καὶ παρακάθησθε θησαυρῷ συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρετε ἐσφραγισμένον, καὶ οὐδὲ ὑπὸ πολυπρα-γμοσύνης παρωξύνθη τις μαθεῖν, τί ποτέ ἐστι τὸ λε-γόμενον· οὐκ ἐζήτησεν, οὐκ ἠρεύνησε. Καίτοι γε οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν ὁ ψαλμὸς πάν-τας εἰς ὕπνον ἤγαγε, καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προ-χείρως κείμενον. Καὶ γάρ ἐστιν ἀσαφὴς, καὶ ἱκανὸς διεγεῖραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. Τί γάρ ἐστι τὸ, Μὴ ἐκκλίνῃς τὴν καρ-δίαν μου εἰς λόγους πονηρίας; τί δὲ τὸ, Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με; Τὸ δὲ μετὰ τοῦτο, εἰπέ μοι, οὐκ ἔστι παντὸς ζόφου ζοφωδέστερον; Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐ-τῶν. Ἀλλ’ ὅμως τοσούτων ὄντων ἀσαφῶν, ὥσπερ τινὰ ᾠδὴν ἁπλῶς παρατρέχουσιν οἱ πολλοί. Ἀλλ’ ἵνα μὴ τὴν κατηγορίαν ἐπὶ πλεῖον ἐπιτείνοντες, φορτικὸν τὸν λόγον ἐργασώμεθα, φέρε δὴ πρὸς τὴν ἔρευναν τῶν εἰρη-μένων βαδίσωμεν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ ἁπλῶς οἶμαι τὸν ψαλμὸν τοῦτον τετάχθαι παρὰ τῶν πατέρων καθ’ ἑκάστην ἑσπέραν λέγεσθαι, οὐδὲ διὰ τὴν μίαν λέξιν τὴν λέγουσαν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἐπεὶ καὶ ἄλλοι ψαλμοὶ ταύτην ἔχουσι τὴν λέξιν, ὥσπερ ἐκεῖνος ὁ λέγων, Ἑσπέρας καὶ πρωὶ̈ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Καὶ πάλιν, Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Καὶ πάλιν τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ̈ ἀγαλλίασις· καὶ πολλοὺς ἂν εὕροις τις ψαλμοὺς ἐπιτηδείους τῷ καιρῷ τῆς ἑσπέ-ρας. Οὐ διὰ τοῦτο γοῦν τοῦτον τὸν ψαλμὸν ἐτύπω-σαν οἱ πατέρες, ἀλλ’ ὥς τι φάρμακον σωτήριον καὶ ἁμαρτημάτων καθάρσιον ἐνομοθέτησαν λέγεσθαι, ἵν’ ὅσαπερ ἂν προστριβώμεθα δι’ ὅλου τοῦ μήκους τῆς ἡμέρας, ἢ ἐν ἀγορᾷ, ἢ ἐν οἰκίᾳ, ἢ ὅπου δήποτε δια-τρίβοντες, ταῦτα ἐλθόντες εἰς τὴν ἑσπέραν, διὰ τῆς ἐπῳδῆς ταύτης ἀποδυσώμεθα τῆς πνευματικῆς. Φάρ-μακον γάρ ἐστιν ἁπάντων τούτων ἀναιρετικόν. Τοιοῦ-τός ἐστι καὶ ὁ ἑωθινὸς ψαλμός· οὐδὲν γὰρ κωλύει ἐν βραχεῖ κἀκείνου ἐπιμνησθῆναι. Τὸν πόθον γὰρ ἀνά-πτει τὸν πρὸς τὸν Θεὸν, καὶ διεγείρει τὴν ψυχὴν, καὶ σφόδρα πυρώσας, καὶ πολλῆς ἐμπλήσας ἀγαθότη-τος καὶ ἀγάπης, οὕτως ἀφίησι προσελθεῖν. Ἴδωμεν δὲ καὶ πόθεν ἄρχεται, καὶ τί διδάσκει ἡμᾶς· Ὁ Θεὸς,
ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου. Ὁρᾷς πῶς πεπυρωμένης δείκνυσι ψυχῆς ῥή-ματα; Ἔνθα δὲ ἀγάπη Θεοῦ, πάντα οἴχεται τὰ πο-νηρά· ἔνθα μνήμη Θεοῦ, ἐνταῦθα ἁμαρτημάτων λήθη, καὶ κακῶν ἀναίρεσις. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην
PG 55:428σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου. Τί ἐστιν, Οὕτως; Μετὰ τοῦ πόθου, φησὶ, τού-του, μετὰ τῆς ἀγάπης ταύτης, ὥστε ἰδεῖν σου τὴν δόξαν, ἢν πανταχοῦ τῆς γῆς ἔστιν ἰδεῖν. Ἀλλ’ ἵνα μὴ τὸ ἐν χερσὶν ἀφέντες, τὸ πάρεργον ἐπεισαγάγωμεν, παραπέμψαντες τὸν ἀκροατὴν εἰς τὰ ὑπὲρ ἐκείνου εἰρημένα, τῶν προκειμένων νῦν ἁψώμεθα. Τί δέ φησιν οὗτος; Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσά-κουσόν μου. Τί λέγεις; εἰπέ μοι· ἐπειδὴ ἐκέκραξας, ἀκουσθῆναι ἀξιοῖς, καὶ ταύτην τίθης αἰτίαν, ὡς εὔλογον τοῦ ἀκουσθῆναι; Οὐκοῦν μεγαλοφώνων νῦν χρεία, καὶ τόνον ἐχόντων; Ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον. Τί γὰρ ἥμαρτεν ὁ μικρόφωνος καὶ ἰσχνόφωνος καὶ βραδύ-γλωσσος; Οὐχὶ τοιοῦτος ἦν ὁ Μωϋσῆς, καὶ πάντων μᾶλλον ἠκούετο; οὐχὶ πλείω πάντων οἱ Ἰουδαῖοι ἐβόων, ἀλλ’ οὐκ ἐπένευσεν αὐτῶν ταῖς δεήσεσιν ὁ Θεός; Τὸ γὰρ μέγα φωνῆσαι καὶ μικρὸν, φύσεως πλεονέκτημα καὶ ἐλάττωμα. Ταῦτα δὲ οὔτε ἀκούε-σθαι, οὔτε παρακούεσθαι ποιεῖ· οὔτε γὰρ ἐγκωμίων, οὔτε κατηγορημάτων ἄξια. Πολλὰ γὰρ τῶν τῆς φύσεως πλεονεκτημάτων καὶ μιαροῖς πρόσεστιν. Οὐχὶ καλὸς ἦν, καὶ εὐειδὴς, καὶ μέχρι τῶν βοστρύχων αὐτῶν εἷλκε τοῦ σώματος τὴν ὥραν ὁ Ἀβεσσαλώμ; Τί δαί; οὐχὶ φαλακρὸς ἦν ὁ Ἐλισσαῖος, ὡς καὶ σκώπτεσθαι παρὰ τῶν παιδίων; Ἀλλ’ οὐδὲν οὐδὲ ἐκεῖνον ἡ ὥρα ὠφέλησεν, οὔτε τοῦτον ἡ ἀμορφία παρέβλαψε. Καὶ τί λέγω τὸν ἰσχνόφωνον, ἢ βραδύγλωσσον, ὅπου γε καὶ σιγῶν ἠκούετο ὁ Μωϋσῆς, καὶ μηδὲ φθεγγομένη ἡ Ἄννα; Ἰουδαίοις δὲ διαλεγόμενος ὁ Θεὸς ἔλεγε· Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Τί οὖν οὗτος λέγει, Ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου; Κραυγὴν ἐνταῦθα τὴν ἔνδον φησὶν, ἢν ἡ καρδία ἔτικτεν ἡ πεπυρωμένη, καὶ ἡ διάνοια ἡ συντετριμ-μένη, ἣν καὶ Μωϋσῆς βοῶν ἠκούετο. Ὥσπερ γὰρ ὁ βοῶν πᾶσαν τὴν δύναμιν αὐτοῦ κενοῖ, οὕτω καὶ ὁ καρδίᾳ βοῶν πάντα τὸν νοῦν συστρέφει. β. Τοιαύτην οὖν κραυγὴν ζητεῖ ὁ Θεὸς, τὴν συστρέ-φουσαν τὴν καρδίαν, τὴν οὐκ ἐῶσαν χασμᾶσθαι, καὶ ἀνακλᾶσθαι τὸν ψάλλοντα. Οὐ μόνον δὲ κραυγὴν τοι-αύτην ζητεῖ, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν εὔχεσθαι. Εἰσὶ γὰρ πολλοὶ οἳ ἑστήκασι μὲν, οὐ βοῶσι δὲ πρὸς τὸν Θεὸν, ἀλλὰ τὰ μὲν χείλη πρὸς τὸν Θεὸν βοᾷ, καὶ τὸ ὄνομα τοῦ Θεοῦ περιφέρει, ἡ δὲ διάνοια οὐδενὸς ἐπαι-σθάνεται τῶν λεγομένων. Ὁ τοιοῦτος οὐ κράζει, κἂν μέγα βοᾷ· ὁ τοιοῦτος οὐδὲ πρὸς τὸν Θεὸν εὔχεται, κἂν δοκῇ πρὸς αὐτὸν εὔχεσθαι. Ἀλλ’ οὐχ ὁ Μωϋσῆς οὕτως, ἀλλ’ ἐβόα, καὶ ἠκούετο· διὸ καὶ παρὰ τοῦ Θεοῦ, Τί βοᾷς πρός με, ἀκούει. Οὐ μόνον δὲ βοῶν, ἀλλὰ καὶ σιγῶν ἤνυσεν ἅπερ ἤθελεν, ἄξιον παρασχὼν ἑαυτὸν τοῦ ἀκούεσθαι. Εἰ δὲ βούλει καὶ ἁμαρτωλοὺς ἐκτενῶς ἰδεῖν εὐχομένους, καὶ ἀνύοντας καὶ κράζοντας μεγάλα, ὅρα τὴν πόρνην τὴν σιγῇ βοῶσαν· ὅρα τὸν τελώνην ἀπὸ εὐχῆς δικαιωθέντα μόνης. Τοιαύτην κραυγὴν καὶ οὗτος ποιεῖται, διὸ καὶ λέγει· Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· καὶ διὰ τοῦτο ἀκουσθῆναι ἀξιοῖ.
PG 55:429Ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ὅρα καὶ ἄλλην ἀρετὴν εὐχῆς. Οὐ γὰρ ἀπὸ τοῦ σπουδαίως εὔχεσθαι ἀξιοῖ ἀκουσθῆναι, ἀλλὰ καὶ ἐκ τοῦ τοιαύτην παρα-στῆσαι τὴν εὐχὴν, ὥστε ἀξίαν εἶναι τῶν ἀκοι-μήτων ὀφθαλμῶν ἐκείνων. Ποία δέ ἐστιν αὕτη; Ὅταν μὴ κατ’ ἐχθρῶν τις εὔχηται, ὅταν μὴ ὑπὲρ πλούτου καὶ πλεονεξίας, ὅταν μὴ ὑπὲρ δυναστείας καὶ δόξης, μηδὲ ὑπέρ τινος τῶν ἐπικήρων τούτων, ἀλλ’ ὑπὲρ τῶν ἀκηράτων καὶ ἀθανάτων ἐκείνων. Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, φησὶ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐν τῷ κεκρα-γέναι με πρὸς σέ. Ὁρᾷς πῶς βούλεται καὶ ἡμᾶς μετὰ σπουδῆς καλεῖν, μετὰ προθυμίας; Καὶ γὰρ ὁ διάβο-λος τότε μάλιστα ἐφεδρεύει. Ἐπειδὴ γὰρ οἶδεν ὅτι μέγιστον ὅπλον ἡ εὐχὴ, καὶ, κἂν ἁμαρτωλοὶ ὦμεν καὶ κατῃσχυμμένοι, ὅμως μετὰ ἀκριβείας καὶ κατὰ τοὺς τοῦ Θεοῦ νόμους εὐξάμενοι ἀνύομεν μεγάλα· τότε ἐμβάλλειν ἐσπούδακεν εἰς ῥᾳθυμίαν, καὶ λογι-σμοὺς ἀνακινεῖν, ὥστε ἀκάρπους ποιεῖν ἡμᾶς ἀπὸ τῆς εὐχῆς ἀπελθεῖν. Διὸ δεῖ ταῦτα εἰδότας ἐπιτειχίζειν αὐτῷ τὴν ἡμετέραν σπουδὴν, καὶ μηδέποτε κατ’ ἐχθρῶν εὔχε-σθαι, ἀλλὰ τοὺς ἀποστόλους μιμεῖσθαι. Καὶ γὰρ ἐκεῖνοι μυρία παθόντες δεινὰ, εἶτα εἰς δεσμωτήρια ἐμπεσόντες, καὶ τὸν περὶ τῶν ἐσχάτων ὑπομείναντες κίνδυνον, εἰς εὐχὴν καταφυγόντες ἔλεγον· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Καὶ τί μετὰ ταῦτα; Μὴ, Κατάῤῥαξον αὐτοὺς, ἢ ἀπόκτεινον, ἔλεγον, ὃ πολ-λοὶ πολλάκις ἐπαρώμενοι λέγουσιν; Οὐδαμῶς. Ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λα-λεῖν τὸν λόγον σου. Πῶς καὶ τίνι τρόπῳ; ἐν τῷ ἀποκτεῖναι τοὺς ἐπιβουλεύοντας, ἐν τῷ ἀφανίσαι καὶ πανωλεθρίᾳ παραδοῦναι; Οὐδαμῶς. Ἀλλὰ πῶς, Ἐν τῷ σημεῖα καὶ τέρατα ποιεῖν διὰ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Εἶδες εὐχὴν φιλοσοφίας γέμουσαν, καὶ μετὰ τοσαῦτα δεινὰ οὐδεμίαν αἰτοῦσαν τῶν ἐχθρῶν τιμωρίαν; Ἀλλ’ οὕτω μὲν αὐτοὶ, ἔτι ζῶντες καὶ ἐμ-πνέοντες· ὁ δὲ Στέφανος καὶ ἀποῤῥήγνυσθαι μέλλων τῆς παρούσης ζωῆς, οὐ μόνον οὐδὲν αὐτοῖς κακὸν ᾔτη-σεν, ἀλλὰ καὶ τοὺς λιθάζοντας καὶ ἀναιροῦντας σπου-δάζει διὰ τῆς εὐχῆς ἐξαρπάσαι τῆς ὀργῆς τῆς ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ, καί φησι, Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι, ποίας ἀπολογίας, οἱ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; πῶς δ’ ἡ τοιαύτη ἀκουσθείη εὐχὴ, ὅταν ἀπεναντίας τοῖς τοῦ Θεοῦ νόμοις ἀναφέρηται; Μὴ δὴ τοιοῦτον μηδὲν λέγωμεν. Οὐ γὰρ δὴ μόνον οὐκ εὔχεσθαι δεῖ κατὰ τῶν ἐχθρῶν, ἀλλὰ καὶ τὴν ὀργὴν ἀναιρεῖν τὴν κατ’ αὐτῶν· διό φησι· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τουτέστι, κἂν ἐχθρὸν ἔχῃς, σβέσον τὴν ὀργὴν, καὶ οὕτω πρός-ιθι τῷ Δεσπότῃ, καὶ μὴ μόνον διὰ τοῦ στόματος μη-δὲν εἴπῃς κατ’ αὐτοῦ, ἀλλὰ καὶ τὴν διάνοιαν ἀπάλ-λαξον τοῦ ἰοῦ. Ἂν τοιαύτη ἡ εὐχὴ ᾖ, καὶ μετὰ σπου-δῆς καλῇς τὸν Θεὸν, καὶ πρὶν ἢ τελέσαι τὴν εὐχὴν ἀκουσθήσῃ. Τοῦτο καὶ αὐτὸς αἰτεῖ λέγων· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸσ
PG 55:430σέ. Καὶ γὰρ αὐτοῦ τοῦ Θεοῦ ἐστιν ὑπόσχεσις λέγουσα, Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Κατευ-θυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου. Ἕτερος, Ταχθήτω ἡ προσευχή μου, ὡς θυ-μίαμα ἔμπροσθέν σου. Ἄλλος, Ἑτοιμασθήτω. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἄλλος, Δῶρον ἑσπέρας. Ἕτερος, Προσφορὰ ἑσπερινή. Τί διδάξαι βουλόμενος ἡμᾶς ὁ προφήτης περὶ θυσίας ἑσπερινῆς διαλέγεται; Δύο βωμοὶ τὸ παλαιὸν ἦσαν, εἷς μὲν ἀπὸ χαλκοῦ κατεσκευασμένος, ἕτερος δὲ χρυσοῦς. Καὶ ὁ μὲν πάνδημος ἦν σχεδὸν, προκείμε-νος τοῖς ἱερείοις τοῖς τοῦ πλήθους παντὸς, ὁ δὲ ἐν τοῖς ἀδύτοις ἀπέκειτο καὶ τοῦ καταπετάσματος ἔνδον. Μᾶλλον δὲ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα ἡμῖν, εἰς ἀρχὴν τὸν λόγον ἀναγαγεῖν πειρασόμεθα. Ναὸς ἦν παρὰ Ἰουδαίοις τὸ παλαιὸν τεσσαράκοντα
μὲν πηχῶν τὸ μῆκος, τὸ δὲ πλάτος εἴκοσι. Τούτου τοῦ μήκους δέκα ἀφελὼν πήχεις ἀπέλαβεν ἔνδον διὰ τοῦ καταπετάσματος, καὶ τὸ ἀπειλημμένον ἐκαλεῖτο Ἅγια ἁγίων, τὸ δὲ ἔξω, Ἅγια μόνον. Καὶ χρυσῷ πάντα κατελάμπετο. γ. Τινὲς δὲ καὶ τὴν δοκὸν ἐκείνην τὴν ἄνω χρυσήλα-τον ἔλεγον εἶναι. Ἔνθα ὁ ἀρχιερεὺς μόνος εἰσῄει ἅπαξ τοῦ ἐνιαυτοῦ, ἐκεῖ καὶ ἡ κιβωτὸς ἔκειτο, καὶ τὰ Χερουβίμ· ἐκεῖ καὶ ὁ βωμὸς εἰστήκει ὁ χρυσοῦς, ἔνθα τὸ θυμιατήριον προσεφέρετο, εἰς οὐδὲν ἕτερον παρ-εσκευασμένος, ἀλλ’ ἢ πρὸς τὸ θυμίαμα μόνον. Τοῦτο δὲ ἐγίνετο ἅπαξ τοῦ ἐνιαυτοῦ. Ἐν τῷ ναῷ οὖν τῷ ἔξω ὁ χαλκοῦς ἦν βωμὸς, καὶ καθ’ ἑκάστην ἑσπέραν ἐφέ-ρετο ἀμνὸς καὶ κατεκαίετο. Τοῦτο ἐκαλεῖτο θυσία ἑσπερινή· ἦν γὰρ καὶ ἑωθινὴ, καὶ δὶς τῆς ἡμέρας εἰς τὸν ναὸν τὸν βωμὸν καίεσθαι ἔδει, ἐκτὸς τῶν ἄλλων ἱερείων τῶν παρὰ τοῦ λαοῦ προσαγομένων. Τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐπίταγμα καὶ νόμος ἦν, ὥστε οἴκοθεν καὶ παρ’ ἑαυτῶν, ὅταν μηδεὶς προσέφερεν, ἕνα ἑωθινὸν καὶ ἕνα ἑσπερινὸν ἀμνὸν καταθύειν καὶ κα-τακαίειν· καὶ ἡ μὲν ἐκαλεῖτο θυσία ἑωθινὴ, ἡ δὲ ἑσπε-ρινή. Τοῦτο δὲ ὑπὸ τοῦ Θεοῦ νενομοθέτητο γίνεσθαι, δηλοῦντος διὰ τοῦ γινομένου, ὅτι διηνεκῶς αὐτὸν θεραπεύεσθαι χρὴ, καὶ ἀρχομένης καὶ τελευτώσης ἡμέρας. Αὕτη τοίνυν ἡ θυσία εὐπρόσδεκτος ἦν ἀεὶ, καὶ τὸ θῦμα τοιοῦτον· τὸ δὲ ὑπὲρ ἁμαρτημάτων ποτὲ μὲν εὐπρόσδεκτον ἦν, ποτὲ δὲ οὐκ εὐπρόσδεκτον, ἀπὸ τῆς διαθέσεως τῶν προσφερόντων πρὸς ἀρετὴν ἢ κακίαν τοῦτο κἀκεῖνο γινόμενον· ὅπερ δὲ οὐχ ὑπὲρ ἁμαρτη-μάτων ἑτέρων προσεφέρετο, ἀλλ’ ἱερουργίας νόμος ἦν καὶ θεραπείας τρόπος, πάντως εὐπρόσδεκτον ἦν. Ἀξιοῖ τοίνυν οὗτος οὕτω γενέσθαι αὐτοῦ τὴν εὐχὴν ὡς ἐκεῖνο τὸ θῦμα τὸ οὐδεμιᾷ κηλῖδι τοῦ προσάγον-τος μολυνόμενον, ὡς ἐκεῖνο τὸ θυμίαμα τὸ καθαρὸν καὶ ἅγιον. Διὰ δὲ τὸ ἀξιοῦν καὶ παιδεύει καθαρὰς ἡμᾶς ποιεῖσθαι τὰς εὐχὰς καὶ εὐώδεις. Τοιοῦτον γὰρ ἡ δι-καιοσύνη· ὥσπερ οὖν ἡ ἁμαρτία δυσώδης. Διὸ καὶ τὴν δυσωδίαν αὐτῆς παραδηλῶν αὐτὸς οὗτος ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προς-ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ὥσπερ οὖν τὸ θυμίαμα καὶ καθ’ ἑαυτό ἐστι καλὸν
PG 55:431καὶ εὐῶδες, τότε δὲ μάλιστα ἐπιδείκνυται τὴν εὐ-ωδίαν, ὅταν ὁμιλήσῃ τῷ πυρί· οὕτω δὴ καὶ ἡ εὐχὴ καλὴ μὲν καὶ καθ’ ἑαυτήν· καλλίων δὲ καὶ εὐωδεστέρα γίνεται, ὅταν μετὰ θερμῆς καὶ ζεούσης ψυχῆς ἀναφέρηται, ὅταν θυμιατήριον ἡ ψυχὴ γένηται καὶ πῦρ ἀνάπτῃ σφοδρόν. Οὐδὲ γὰρ τὸ θυμίαμα τῆς ἐσχάρας μὴ προαναφθείσης ἐπετίθετο, ἢ τῶν ἀνθρά-κων μὴ διακαιομένων. Τοῦτο καὶ σὺ ἐπὶ τῆς διανοίας ποίησον· πρότερον ἄναψον αὐτὴν τῇ προθυμίᾳ, καὶ τότε ἐπιτίθει τὴν εὐχήν. Εὔχεται τοίνυν τὴν μὲν εὐχὴν αὐτοῦ γενέσθαι ὡς θυμίαμα, τὴν δὲ ἔπαρσιν τῶν χει-ρῶν ὡς θυσίαν ἑσπερινήν. Ἀμφότερα γὰρ εὐπρόσδεκτα. Πῶς δ’ ἂν γένοιτο τοῦτο; Εἰ ἀμφότερα εἴη καθαρὰ, εἰ ἀμφότερα εἴη ἄμωμα, ἥ τε γλῶττα καὶ αἱ χεῖρες, αἱ μὲν πλεονεξίας καὶ ἁρπαγῆς ἐκκεκαθαρμέναι, ἡ δὲ πονηρῶν ῥημάτων ἠλευθερωμένη. Ὥσπερ γὰρ θυμια-τήριον οὐδὲν ἔχειν ἀκάθαρτον χρὴ, ἀλλ’ ἢ πῦρ καὶ θυμίαμα· οὕτω καὶ τὴν γλῶτταν μὴ προφέρειν κεκη-λιδωμένον ῥῆμα, ἀλλ’ ἢ ἁγιωσύνην, καὶ εὐφημίαν· οὕτω καὶ τὰς χεῖρας θυμιατήριον γίνεσθαι. Ἔστω τοί-νυν θυμιατήριόν σου τὸ στόμα, καὶ σκόπει μὴ κό-πρου αὐτὸ ἐμπλήσῃς. Τοιοῦτοι οἱ τὰ αἰσχρὰ φθεγγό-μενοι καὶ ἀκάθαρτα ῥήματα. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν Ἑωθινὴ, ἀλλ’ Ἑσπερινή; Ἐμοὶ μὲν ἀδιαφόρως εἰρῆσθαι καὶ τοῦτο δοκεῖ. Καὶ γὰρ εἰ εἶπεν ἑωθινὴν, ὁ περίεργος ἠρώτησεν ἂν, τίνος ἕνεκεν οὐκ εἶπεν ἑσπε-ρινήν; Εἰ δέ τις ἀπολυπραγμόνως βούλοιτο ἀκούειν, ὅτι ἡ μὲν ἑωθινὴ ἀναμένει τὴν ἑσπερινήν· ἡ δὲ ἑσπε-ρινὴ γενομένη τὴν ἱερουργίαν ἐπλήρωσε, καὶ οὐκ ἔστιν ἀτελεστέρα πως ἔτι τῆς ἡμέρας λοιπὸν ἡ λατρεία, ἀλλὰ ἀπηρτίσθη, καὶ τέλος ἔλαβεν. Ἀλλὰ γὰρ τί βού-λεται καὶ τῶν χειρῶν ἡ ἔκτασις ἐν τῇ εὐχῇ; Ἐπειδὴ πολλαῖς πονηρίαις διακονοῦνται αὗται, οἷον πληγαῖς, φόνοις, ἁρπαγαῖς, πλεονεξίαις, δι’ αὐτὸ μὲν οὖν τοῦτο κελευόμεθα αὐτὰς ἀνατείνειν, ἵνα ἡ τῆς εὐχῆς δια-κονία δεσμὸς αὐταῖς γένηται τῆς κακίας, καὶ ἀπαλ-λαγὴ τῆς πονηρίας, ἵν’ ὅταν μέλλῃς ἁρπάζειν ἢ πλεονεκτεῖν ἢ τύπτειν ἕτερον, ἀναμνησθεὶς ὅτι ταύ-τας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν, καὶ διὰ τούτων τὴν θυσίαν ἀναπέμπειν ἐκείνην τὴν πνευματικὴν, μὴ καταισχύνῃς αὐτὰς, καὶ ἀπαῤῥη-σιάστους ἐργάσῃ τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας. Κάθαιρε τοίνυν αὐτὰς ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, προστασίᾳ δεομένων, καὶ οὕτως αὐτὰς εἰς εὐχὴν ἄγε. Εἰ γὰρ ἀνίπτους αὐτὰς οὐκ ἐπιτρέπεις εἰς εὐχὴν ἐπαίρεσθαι, πολλῷ μᾶλλον ἁμαρτήμασιν οὐκ ἂν εἴης δίκαιος αὐτὰς μιαίνειν. Εἰ τὸ ἔλαττον δέδοικας, πολ-λῷ μᾶλλον τὸ μεῖζον φρῖξον. Τὸ μὲν γὰρ ἀνίπτοις χερσὶ προσεύχεσθαι, οὐ τοσοῦτον ἄτοπον· τὸ δὲ καταῤ-ῥυπωθείσας αὐτὰς μυρίοις ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν φέρει τὴν ὀργήν. δ. Τοῦτο καὶ ἐπὶ στόματος καὶ γλώττης λογιζώ-μεθα, καὶ ἄβατον αὐτὸ τῇ πονηρίᾳ τηροῦντες, οὕτω
PG 55:432τὴν προσευχὴν προσάγωμεν. Εἰ γὰρ χρυσοῦν τις σκεῦος ἔχων, οὐκ ἂν ἕλοιτο εἰς ἄτιμον αὐτῷ χρήσασθαι δια-κονίαν διὰ τὸ πολύτιμον τῆς ὕλης· πολλῷ μᾶλλον οἱ χρυσοῦ καὶ μαργαρίτου τιμιώτερα στόματα ἔχοντες, οὐκ ἂν εἴημεν δίκαιοι ταῖς ἀναισχύντοις αὐτὰ καταῤ-ῥυπαίνειν αἰσχροῤῥημοσύναις, καὶ λοιδορίαις, καὶ ὕβρεσιν. Οὐκ ἐν χαλκῷ προσάγεις βωμῷ τὸ θυμιατή-ριον, οὐδὲ ἐν χρυσῷ, ἀλλ’ ἐν τῷ τούτου τιμιωτέρῳ, ἐν ναῷ πνευματικῷ. Ἐκείνῳ μὲν γὰρ ἄψυχος ἡ ὕλη· ἐν σοὶ δὲ ὁ Θεὸς ἐνοικεῖ, καὶ μέλος εἶ τοῦ Χριστοῦ καὶ σῶμα. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Παρακαλέσας τὸν Δεσπότην ἀκουσθῆναι αὐτοῦ τὴν εὐχὴν καὶ εὐπρόσδεκτον γενέσθαι, ὅρα ποίαν προς-άγει πρώτην αἴτησιν, ποίαν ἱκετηρίαν. Οὐ γὰρ εἶπε, Δός μοι χρήματα, δός μοι τιμὰς παρὰ ἀνθρώποις, δός μοι κρατῆσαι τῶν ἐχθρῶν, δός μοι παιδία· οὐδὲν τούτων, ἀλλὰ πάντα ἀφεὶς ἐπὶ τῆς γῆς ἐῤῥῖφθαι, αἰτεῖ παρὰ τοῦ Θεοῦ ταῦτα ἃ παρὰ τοῦ Θεοῦ αἰτεῖν δίκαιον. Τί οὖν; οὐ δεῖ, φησὶν, αἰσθητὰ αἰτεῖν; Δεῖ μὲν, μετὰ μέτρου δὲ, ὡς ὁ Ἰακὼβ λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέ-σθαι· ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι λέγοντας· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· πρὸ δὲ πάντων τὰ πνευματικά. Ὃ καὶ αὐτὸς ποιεῖ λέγων· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Εἶδες σύνεσιν; εἶδες φιλοσοφίαν; πόθεν ἄρχεται τῆς αἰτήσεως; Ἀπὸ τοῦ μεγίστου τῶν κατορθωμά-των, καὶ ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, ἀμελού-μενον· ὥσπερ τῶν ἀγαθῶν, σπουδαζόμενον. Τὰ γὰρ μυρία κακὰ τῆς γλώττης ἡ εὐκολία ἐργάζεται, ὥσπερ οὖν τὰ ἀγαθὰ ἡ ἀσφάλεια. Ὥσπερ οὖν οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ τειχῶν, οὐ πυλῶν, οὐ θυρῶν, ἂν μὴ ὦσιν οἱ φυλάττοντες, καὶ εἰδότες πότε μὲν δεῖ κλείειν, πότε δὲ ἀνοίγειν· οὕτως οὐδὲ γλώττης ὄφελος, οὐδὲ στόματος, ἂν μὴ λογισμὸς ᾖ τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν μετὰ ἀκριβείας καὶ πολλῆς τῆς ἐπιστή-μης ἐπιτετραμμένος, καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ ἔνδον κατέχειν. Οὐ τοσοῦτοι γὰρ, φησὶν,
ἔπεσον ἀπὸ μαχαίρας, ὅσοι ἀπὸ γλώττης. Καὶ πάλιν ὁ Χριστός· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοι-νοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἀπὸ τοῦ στόματος. Καὶ πάλιν ἕτερος· Ποίησον τῷ στό-ματί σου θύραν καὶ μοχλόν. Οὗτος δὲ ἐπειδὴ σφό-δρα δύσκολον ὂν οἶδε τὸ πρᾶγμα, καὶ εὐχὰς προστί-θησι, καὶ τὸν Θεὸν εἰς τὴν συμμαχίαν ταύτην καλεῖ. Μᾶλλον δὲ καὶ ἐκεῖνος τὸ αὐτὸ τοῦτο αἰνίττεται, ὡς ὅταν λέγῃ· Τίς δώσει ἐπὶ τῶν χειλέων μου σφρα-γῖδα πανοῦργον; Δεῖ μὲν γὰρ καὶ τὰ παρ’ ἡμῶν εἰσφέρειν· διὸ δὴ καὶ ἐν τάξει προστάγματος αὐτὸ τέθεικε λέγων· Ποίησον θύραν καὶ μοχλόν. Δεῖ δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν καλεῖν, ἵνα καὶ ἡ ἡμετέρα σπουδὴ εἰς ἔργον γένηται. Φυλάτ-τωμεν τοίνυν τὸ στόμα διηνεκῶς, κλεῖν αὐτῷ τὸν λο-γισμὸν ἐπιτιθέντες, οὐχ ἵνα διηνεκῶς ᾖ κεκλεισμέ-νον, ἀλλ’ ἵνα κατὰ καιρὸν ἀνοίγηται τὸν προσήκοντα. Ἔστι γὰρ ὅτε ἡ σιγὴ μᾶλλον ὠφέλησε λαλιᾶς, ὥσπερ καὶ λαλιὰ μᾶλλον σιγῆς. Διὰ δὴ τοῦτο καὶ ὁ σοφώ-τατος ἐκεῖνος ἔλεγε· Καιρὸς τοῦ σιγῆσαι, καὶ και-
PG 55:433ρὸς τοῦ λαλῆσαι. Εἰ γὰρ διαπαντὸς ἀνεῷχθαι ἔδει, οὐκ ἂν ἐγένοντο θύραι· εἰ δὲ διαπαντὸς κεκλεῖσθαι ἐχρῆν, οὐκ ἔδει φυλακῆς. Τὸ γὰρ κεκλεισμένον τί ἄν τις φυλάξειεν; Ἀλλὰ διὰ τοῦτο θύρα καὶ φυλακὴ, ἵνα καιρῷ ἐπιτηδείῳ ἕκαστα ἐργαζώμεθα. Ἕτερος δέ φησι, Ζυγὸν καὶ σταθμὸν ποίησαι τῇ σαυτοῦ γλώττῃ, πλείονα ἀκρίβειαν ἀπαιτῶν, ἵνα μὴ μό-νον ἐκφέρωμεν ῥήματα ἃ δεῖ, ἀλλὰ καὶ μετὰ τῆς προσηκούσης ἀκριβείας σταθμίζοντες, ὡς ἂν εἴποι τις, καὶ διερευνώμενοι. Εἰ γὰρ ἐπὶ χρυσοῦ τοῦτο ποιοῦμεν, καὶ ὕλης ἀπολλυμένης, πολλῷ μᾶλλον ἐπὶ ῥημάτων ποιεῖν δεῖ, ὥστε μηδὲν ὑστερεῖν, ἢ περιτ-τεύειν. Διὸ καί τίς φησι· Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἶδες καιρὸν ἐξόδου; Ἕτερος δὲ καιρὸν σιγῆς λέγων, φησίν· Εἰ ἔστι σοι λόγος, ἀποκρίθητι· εἰ δὲ μὴ, ἔστω ἡ χείρ σου ἐπὶ τῷ στόματί σου. Καὶ πάλιν, Ὁ πλεονάζων ἐν λόγῳ, μισηθήσεται. Καὶ, Κρείσσων ἄνθρωπος ἀποκρύ-πτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύ-πτων τὴν σοφίαν αὐτοῦ. Ἤκουσας λόγον; Ἐν-αποθανέτω σοι. Θάρσει, οὐ μή σε ῥήξει. Καὶ πά-λιν, Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Εἶτα καὶ περὶ μέτρου· Λάλησον, νεανίσκε, εἰ χρεία σοι, μόλις δίς· ἐὰν ἐπερωτηθῇς, κεφαλαίωσον ἐν ὀλί-γοις πολλά. Πολλῆς γὰρ χρεία ἐπιστασίας τῶν λογισμῶν, ὥστε τῇ ἐξουσίᾳ τῆς γλώττης μετὰ πολλῆς κεχρῆσθαι τῆς ἀσφαλείας. Διὸ καὶ πάλιν ἔλεγεν· Ἔστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ ἔστι τις σιγῶν καὶ εὑρισκόμενος σοφός. Οὐ γὰρ δὴ μόνον σιγᾷν δεῖ, καὶ φθέγγεσθαι εὐκαίρως, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς χάριτος. Διὸ καὶ Παῦλος ἔλε-γεν, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἐπὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἐννόησον ὅτι τοῦτό ἐστι τὸ μέλος, δι’ οὗ ὁμιλοῦ-μεν τῷ Θεῷ, δι’ οὗ τὴν εὐφημίαν ἀναφέρομεν. Τοῦτό ἐστι τὸ μέλος, δι’ οὗ τὴν φρικτὴν θυσίαν ὑποδεχό-μεθα. Ἴσασιν οἱ πιστοὶ τὸ λεγόμενον. Διὸ καὶ κατ-ηγορίας ἁπάσης αὐτὸ καθαρὸν εἶναι χρὴ, καὶ λοιδο-ρίας, καὶ αἰσχρολογίας, καὶ συκοφαντίας· κἂν ἀσελ-γής τις λογισμὸς ἐκβιάζηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ, καὶ μὴ ἐᾷν εἰς ῥήματα ἐκφέρεσθαι· κἂν μικρο-ψυχία τις ἀποδυσπετεῖν σε παρασκευάζῃ, καὶ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν, καὶ ἀσφαλῆ τὴν θύ-ραν ἔχειν, καὶ ἀκριβῆ τὴν φυλακήν· καὶ τὰ πονηρὰ βουλεύματα μήτε ἐᾷν τίκτεσθαι, καὶ τικτόμενα ἀπο-πνίγειν ἔνδον, καὶ καταξηραίνειν τὴν ῥίζαν. ε. Τοιαύτην εἶχε φυλακὴν ὁ Ἰώβ· διὰ τοῦτο οὐδὲν ἐξήνεγκε ῥῆμα ἀπηχὲς, ἀλλ’ ἐπὶ πλέον μὲν ἐσίγα·
PG 55:434ὅτε δὲ καὶ φθέγξασθαι ἔδει πρὸς τὴν γυναῖκα, ἐφθέγ-ξατο τὰ φιλοσοφίας γέμοντα ῥήματα. Τότε γὰρ δεῖ φθέγγεσθαι μόνον, ὅταν τῆς σιγῆς τὰ λεγόμενα χρη-σιμώτερα ᾖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν ἄνθρωποι, δώσου-σιν ὑπὲρ αὐτοῦ λόγον. Καὶ ὁ Παῦλος· Λόγος σα-πρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Πῶς δ’ ἂν γένοιτο ἀσφαλὴς αὕτη ἡ θύρα, καὶ ἡ φυ-λακὴ ἀκριβὴς, ἄκουσον ἑτέρου λέγοντος· Πᾶσα δι-ήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Ἐὰν γὰρ παιδευθῇς μηδὲν περιττὸν λαλεῖν, ἀλλὰ διαπαντὸς τῇ τῶν θείων Γραφῶν διηγήσει τειχίζῃς σου καὶ τὴν διάνοιαν καὶ τὸ στόμα, ἀδάμαντος ἔσται ἀσφαλεστέρα ἡ φυλακή. Καὶ γὰρ πολλαὶ ὁδοὶ ἀπωλείας διὰ τοῦ στόματος, οἷον ὅταν τις αἰσχρολογῇ, ὅταν εὐτραπε-λεύηται, ὅταν κενοδοξῇ, ὅταν μεγαλαυχῇ, ὡς ὁ Φα-ρισαῖος, ὃς ἐπεὶ οὐκ ἔσχε θύραν ἐπὶ τοῦ στόματος, πάντα ἐξεχύθη τὰ ἔνδον δι’ ὀλίγων ῥημάτων· διὸ καὶ ὥσπερ οἰκία ἀθύρωτος οὐκ ἰσχύσας κατασχεῖν τὸν θησαυρὸν τὸν ἐναποκείμενον, ἀθρόον ἐγένετο πένης. Σκόπει μοι καὶ ἄλλον διὰ μεγαληγορίας ἀπολλύμενον ὁμοίως. Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Ἰουδαῖοι δὲ διὰ τὸ ἐφήδεσθαι τοῖς τοῦ πλησίον κακοῖς νῦν μὲν ἀκούου-σιν· Ἀνθ’ ὧν εἶπας, Εὖγε, γέγονεν ὡς τὰ λοιπὰ ἔθνη Ἰσραήλ· νῦν δὲ ὀνειδίζονται, διὰ τὸ ἀποδυς-πετεῖν, καὶ λέγειν· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικο-δομοῦνται ποιοῦντες ἀνομήματα. Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βίβλῳ; Ἕτεροι διὰ γογγυσμὸν, καθώς φησιν ὁ Παῦλος· Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλεθρευτοῦ. Καὶ πότε ἐγόγγυσαν; Ὅτε ἔλεγον· Ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ἕτεροι διὰ παι-διὰν καθάπερ φησίν· Ἔφαγον καὶ ἔπιον, καὶ ἀν-έστησαν παίζειν. Ἄλλοι διὰ λοιδορίας. Πᾶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ κρίσει. Καὶ ἕτεροι τούτων πλείους δι’ ἄλλα ἀπ-ώλοντο, μὴ φυλάξαντες τὰ ἑαυτῶν στόματα. Εἰ δὲ βούλει καὶ ἀπὸ σιγῆς ἀκαίρου ἀκοῦσαι ἀπολ-λυμένους τινὰς, ἐγώ σοι δείξω. Ἐὰν γὰρ μὴ δια-στείλῃς, φησὶ, τῷ λαῷ, ἐκεῖνος μὲν ἀποθανεῖ-ται τῇ ἁμαρτίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἄλλος, ἐκ τοῦ ἀδιακρίτως τισὶ διαλέγεσθαι, καὶ τὰ ἐμπιστευθέντα ἐκχεῖν. Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μήτε ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ἄλλος, ἐκ τοῦ γελᾷν· διό φησιν· Οὐαὶ ὑμῖν οἱ γελῶντες, ὅτι κλαύσετε. Εἶδες πῶς ἀπόλ-λυσι στόμα; Ὅρα καὶ πῶς σώζει στόμα ἀπὸ τῶν
PG 55:435ἐναντίων. Εἶδες τὸν Φαρισαῖον ἀπολλύμενον δι’ αὐ-τοῦ; Ὅρα τὸν τελώνην σωθέντα δι’ αὐτοῦ. Εἶδες τὸν μεγαλήγορον βάρβαρον δίκην δόντα; Ὅρα τὸν δίκαιον μετριάζοντα καὶ λέγοντα, Ἐγώ εἰμι γῆ καὶ σπο-δός. Εἶδες τὸν ἐφηδόμενον ἐγκαλούμενον καὶ κολα-ζόμενον; Ὅρα τὸν συναλγοῦντα σωζόμενον. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυνωμένων. Διὸ καὶ Παῦλος ἔλεγε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Εἰ καὶ μηδὲν ἕτερον δύνασαι, φησὶν, οὐ μικρὸν τοῦτο εἰσοίσεις τῷ ἀλγοῦντι, τὸ συναλγῆσαι. Εἶδες τὸν γελῶντα θρήνῳ παραδιδόμενον; Ὅρα τὸν πενθοῦντα παρακλήσεως ἀπολαύοντα. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσον-ται. Εἶδες τοὺς ἀποδυσπετοῦντας κολαζομένους; Ὅρα τοὺς εὐχαριστοῦντας σωζομένους. Εὐλογητὸς
εἶ, Κύριε, καὶ αἰνετὸν τὸ ὄνομά σου, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. Καὶ μετ’ ὀλίγα, Πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας. Ἐκεῖνοι ἔλεγον, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίον· οὗτοι ἀπεναντίας, Κα-θαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά. Ἐκεῖνοι ἐμακάριζον ἀλλοτρίους, ὅτι ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα· οὗτος τοὺς ὑπὸ Θεοῦ βοηθου-μένους. Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Καὶ πάλιν, Μὴ παραζήλου ἐν πονη-ρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνο-μίαν. Εἶδες τοὺς ἁγίους καὶ ἑτέροις παραινοῦντας, καὶ αὐτοὺς ἀπεριτρέπτους ἐν τοῖς πειρασμοῖς μέ-νοντας; Ἄκουσον γοῦν τοῦ Ἰακὼβ λέγοντος· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβα-λέσθαι. Καὶ τοῦ Ἀβραάμ· Οὐ μὴ λάβω ἀπὸ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Καὶ ἡνίκα δὲ ἡ γυνὴ διαφθείρεσθαι ἔμελλε, καὶ ὁ λιμὸς ἐπέκειτο, οὐδὲν ἐφθέγξατο ῥῆμα ἀπηχές. Καὶ ὅτε ὁ παῖς εἶπεν, Πάτερ, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρόβατον; ὅρα πῶς μετὰ ἐπιεικείας καὶ φι-λοσόφου διανοίας ἀποκρίνεται, καὶ λέγει· Ὄψεται ἑαυτῷ ὁ Θεὸς πρόβατον, τέκνον· οὔτε ὑπὸ τῆς φύσεως, οὔτε ὑπὸ τῆς συμπαθείας ἐπιστραφεὶς πρὸς τὰ τοῦ παιδὸς ῥήματα, μόνος πρὸς μόνον ἃ ἐποιεῖτο, ὅτε μάλιστα καὶ τὰ τοῦ πόθου σφοδρότερον ἀνάπτε-σθαι εἰκὸς ἦν. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι ἑτέρους αἰ-δούμενος οὐκ ἐπένθησε, χωρισθεὶς αὐτῶν καὶ μόνος ὢν ἔδειξε τῆς φιλοσοφίας τὸν τόνον. 2. Εἶδες τοὺς διὰ γέλωτος κολαζομένους; Ὅρα τοὺς διὰ θρήνων καὶ νηστειῶν σωζομένους, τοὺς Νινευίτας ἐννοήσας. Εἶδες τοὺς διὰ λοιδορίας τιμωρουμένους; Σκόπει τοὺς δι’ εὐφημίαν μισθὸν λαμβάνοντας. Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώμε-νός σε, ἐπικατάρατος. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς ὅτι οὐδὲ κεκλεῖσθαι δεῖ δι’ ὅλου, οὐδὲ ἀνεῷχθαι εἰς πάντα, ἀλλ’ εἰδέναι τὸν καιρὸν ἑκάστου; Ταῦτα καὶ ὁ προφήτης εἰδὼς ἔλεγε,
PG 55:436Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Τίς δ’ ἂν γένοιτο φυ-λακὴ ἄλλη, ἢ λογισμὸς φοβερῶς ἐφεστὼς, μετὰ χεῖρας ἔχων τὸ πῦρ τὸ μέλλον κατακαίειν τοὺς ἁπλῶς τῷ στόματι κεχρημένους; Τοῦτον στῆσον πυ-λωρὸν καὶ φύλακα ἀπειλοῦντα τῷ συνειδότι, καὶ οὐ-δέποτε ἀνοίξει τὴν θύραν ταύτην ἀκαίρως, ἀλλ’ εἰς καιρὸν, καὶ ἐπὶ κέρδει καὶ μυρίοις ἀγαθοῖς. Διό τις ἔλεγε· Διὰ παντὸς μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Εἶδες πῶς καὶ οὗτος τοῦτον ἐπέστησε τὸν λογισμόν; Ἐγὼ δὲ καὶ φοβερώτερον ἐποίησα αὐτὸν, οὐχὶ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν, εἰπὼν αὐτὸν μετὰ χεῖ-ρας ἔχειν. Ἂν τοῦτο ᾖ, οὐδὲ τεχθήσεταί τι πονηρὸν ἐν τῇ διανοίᾳ. Μετὰ τούτου καὶ ἕτερον αὐτῷ παράστησον τὸν λέγοντα, ὅτι παντὸς ῥήματος ἀργοῦ λόγον ἀποδώσεις ἐν ἡμέρᾳ κρίσεως. Ἐννόησον ὅτι καὶ ὁ θάνατος ἐν-τεῦθεν εἰσῆλθεν. Εἰ γὰρ μὴ διελέχθη ἡ γυνὴ πρὸς τὸν ὄφιν ἐκεῖνα ἃ διελέχθη, εἰ μὴ προσήκατο τὰ ῥήματα, οὐκ ἂν ἐδέξατο τὴν βλάβην, οὐκ ἂν ἔδωκε τῷ ἀνδρὶ, οὐκ ἂν ἔφαγεν ἐκεῖνος. Καὶ ταῦτα λέγω, οὐ γλῶτταν καὶ στόμα αἰτιώμενος· ἄπαγε· ἀλλὰ τὴν ἄκαιρον αὐ-τῶν χρῆσιν, ἣ παρὰ ῥᾳθυμίαν γίνεται τοῦ λογισμοῦ. Ἔστι δὲ καὶ ἄλλη ὁδὸς ἀπωλείας διὰ στόματος γινο-μένη, ὅταν φιλήματα αἰσχρὰ ᾖ καὶ ἀκάθαρτα, ὅταν δολερὰ καὶ ὕπουλα. Καὶ τούτοις τίθει φυλακήν. Τοιοῦ-τον φίλημα ἦν τὸ τοῦ Ἰούδα, δόλου γέμον· ἀλλ’ οὐ τὸ τοῦ Παύλου τοιοῦτον, ᾧ φιλεῖν ἀλλήλους ἐκέλευσε, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· ὥσπερ οὐδὲ τοῦ Δαυὶ̈δ τὸ πρὸς τὸν Ἰωνάθαν, ἀλλὰ ἅγιον καὶ σεμνὸν, καὶ γνησίας ἀγάπης γέμον, καὶ οἷον ἦν τὸ τῶν ἐπιπεσόντων τῷ τοῦ Παύλου τρα-χήλῳ, καὶ καταφιλούντων αὐτόν. Διὰ τοῦτό φησι· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν· οὐχ ἁπλῶς Θύραν, ἀλλὰ Περιοχῆς ἐπαγαγὼν, ὥστε περιέχειν τὸ πᾶν καὶ ἀσφαλίζεσθαι. Ἔστι καὶ ἕτερον εἶδος ἀπωλείας διὰ γλώττης, τὸ λέγειν. Διὰ τί τοῦτο; εἰς τί τοῦτο γέγονε; Διὰ τοῦτο καθαπτόμενος ὁ Παῦλος τῶν οὕτω φθεγγομένων ἀπερισκέπτως· Μεν-οῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινό-μενος τῷ Θεῷ; Οὐ στόμα δὲ δεῖ φυλάττειν μόνον, ἀλλὰ καὶ διάνοιαν πρὸ τοῦ στόματος. Διὸ καί τις ἔλεγε· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μά-στιγας, ἵνα ἐν τοῖς ἀγνοήμασί μου μὴ φείσων-ται; Διὸ καὶ ὁ Χριστὸς ἔνδοθεν αὐτοὺς ἀναιρεῖ τοὺς πονηροὺς λογισμοὺς, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ ἀρχὴν λαβεῖν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Καὶ γὰρ Ὁ ὀργιζόμενος, φησὶ, τῷ ἀδελφῷ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Οὐ μικρὸν δὲ καὶ τὸ μὴ πολλὰ φθέγγεσθαι εἰς ἀσφάλειαν· διό φησιν, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν· φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Μὴ ἐκκλί-νῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Ἄλλος, Μὴ παρατρέψῃς τὴν καρδίαν μου εἰς λόγους πονηροὺς, ἐννοεῖν ἐννοίας παρανόμους. Τί δή-
PG 55:437ποτε ἐναντίαν τὴν τάξιν ἐποιήσατο, καὶ πρότερον περὶ στόματος διαλεχθεὶς, τότε ἐπὶ τὴν καρδίαν ἦλ-θεν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τοῦτο ποιεῖ. Καθά-περ γὰρ ἐπὶ τῶν δεσμωτῶν τῶν βουλομένων ἐκφυ-γεῖν ἔργον προηγούμενον οἱ τὴν ἐπιμέλειαν ἔχοντες ποιοῦνται προκαταλαβεῖν τοῦ δεσμωτηρίου τὰς θύρας καὶ τοῦτο πάντες ἐσπουδάκασι, κἂν τοῦτο γένηται, τὸ λειπόμενον εὐδιόρθωτον· οὕτω δὴ καὶ οὗτος ἐνταῦθα ποιεῖ, καὶ δι’ ὧν παραινεῖ, τοῦτο μονονουχὶ λέγει· Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, καὶ οἱ πονηροὶ λο-γισμοὶ ταχέως χειρωθήσονται. Διὰ τοῦτο οὐδὲ τὴν ἀρχὴν συγχωρεῖ ἔξωθεν εἰσελθόντας, καὶ τὴν πονη-ρὰν ἀνασπᾷ ῥίζαν, λέγων· Μὴ ἐκκλίνῃς τὴν καρ-δίαν μου εἰς λόγους πονηρίας. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει· μὴ γένοιτο· ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· Μὴ ἀφῇς κλιθῆναι, μὴ ἀφῇς περιτραπῆναι εἰς ἐν-νοίας πονηράς. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς ἀρετῆς καὶ τῆς κακίας, ἀπὸ τῆς καρδίας. Τίνες δὲ οἱ λόγοι τῆς πονηρίας; Πολλοὶ καὶ διάφοροι. Καὶ γὰρ οἱ ἐπιβουλὰς ῥάπτοντες, οἱ τὸν Θεὸν διαβάλλοντες, οἱ ἀρετὴν ἀποστρεφόμενοι, οἱ κακίαν διώκοντες, οἱ περὶ δογμάτων διεφθαρμένων καὶ βίου ἠμελημένου ἡδέως ἀκούονται λόγοι, καὶ τὰ τοιαῦτα, ἐκ πονηρίας πολλῆς προϊέμενοι· ὥσπερ δέ εἰσιν ἔννοιαι καὶ ῥήματα πονηρίας, οὕτω καὶ ζωῆς. Διὸ καὶ ἔλεγον οἱ μαθηταὶ τῷ Χριστῷ, Ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Λέγεται δὲ ῥήματα ζωῆς, τὰ ζωὴν παρέχοντα· λέγε-ται δὲ καὶ ῥήματα σωτηρίας, τὰ σωτηρίαν περιποι-οῦντα. Διὸ καί τις σοφὸς λέγει, Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Λόγοι πονηρίας καὶ οἱ πονηροὺς ποιοῦντες τοὺς λέγοντας. ζ. Ὥσπερ γάρ εἰσιν ἀέρες λοιμώδεις καὶ νοσοποιοὶ, οὕτω καὶ λόγοι. Ὅπερ γὰρ ἐργάζονται ἐν σώματι ἐκεῖνοι, τοῦτο οὗτοι τῇ παραδεχομένῃ ψυχῇ. Εὔχεται τοίνυν καὶ οὗτος δι’ ὧν ἐπήγαγε, καὶ λέγει· Μὴ ἀφῇς τὴν καρδίαν μου δέξασθαι λόγους τοιούτους, μὴ ἀφῇς ἐκεῖ κλιθῆναι. Εἶδες πῶς δείκνυσι τὸ αὐτεξούσιον, καὶ
ὅτι οὐκ ἐν ἑαυτῇ τὴν πονηρίαν ἡ φύσις ἔχει, ἀλλ’ ἀπὸ ῥᾳθυμίας κλινομένη δέχεται; Τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Αὕτη μάλιστά ἐστιν ἡ τῆς ἀπωλείας ὁδὸς, ὅταν ἢ αὐτὴ ἡ ἁμαρτοῦσα ψυχὴ τὸν φόβον ἐκλύσῃ, καὶ προφάσεις τινὰς εἰς ῥᾳθυ-μίαν ἐπινοῇ· ἢ καὶ ὅταν, μοιχεύσαντός τινος, βουλό-μενος ἕτερος ἐκλῦσαι αὐτοῦ τὴν κατάνυξιν, λέγῃ· Μὴ γὰρ σὺ αἴτιος; ἡ ἐπιθυμία αἰτία. Κακὸν γοῦν τὸ ἁμαρ-τεῖν, χαλεπώτερον δὲ αὐτὸ ποιεῖ τὸ ἀρνεῖσθαι μετὰ τὸ ἁμαρτεῖν. Τοῦτο μάλιστα ὅπλον τοῦ διαβόλου. Τοῦτο καὶ ἐπὶ τῶν πρωτοπλάστων ἐγένετο. Δέον γὰρ ὁμολο-γῆσαι τὸν Ἀδὰμ τὰ πεπλημμελημένα, ὁ δὲ ἐφ’ ἑτέραν μεταφέρει τὴν αἰτίαν, κἀκείνη πάλιν ἐπὶ τὸν διάβο-λον. Δέον εἰπεῖν, Ἡμάρτομεν, ἠνομήσαμεν, οἱ δὲ οὐ
PG 55:438μόνον οὐχ ὁμολογοῦσιν, ἀλλὰ καὶ ἀπολογίαν συντι-θέασιν. Ὁ γὰρ διάβολος εἰδὼς, ὅτι ἡ ὁμολογία τῆς ἁμαρτίας λύσις ἐστὶ τῆς ἁμαρτίας, πείθει τὴν ψυχὴν ἀναισχυντεῖν. Ἀλλὰ σὺ, ἀγαπητὲ, ὅταν ἁμάρτῃς, εἰπὲ, ὅτι Ἥμαρτον· ταύτης τῆς ἀπολογίας οὐδὲν δι-καιότερον. Οὕτω τὸν Θεὸν ἵλεων ποιεῖς· οὕτω καὶ σεαυτὸν ὀκνηρότερον εἰς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Ὅταν δὲ μέλλῃς προφάσεις οὐκ οὔσας ζητεῖν, καὶ ἀπαλλάττειν τὴν ψυχὴν τοῦ δέους, προθυμοτέραν αὐτὴν ἐργάσῃ πρὸς τὸ πάλιν ἐμφύρεσθαι τοῖς αὐτοῖς, καὶ τὸν Θεὸν μειζόνως παροξυνεῖς. Οὐδένα γὰρ τῶν ἁμαρτανόντων πρόφασις λείπει ἀναίσχυντος. Καὶ γὰρ ὁ ἀνδροφόνος τὸν θυμὸν αἰτιάσασθαι ἔχει, καὶ ὁ κλέ-πτης τὴν πενίαν, καὶ ὁ μοιχὸς τὴν ἐπιθυμίαν, καὶ ἕτερος τὴν δυναστείαν· ἀλλὰ ταῦτα προφάσεις εἰσὶν ἄλογοι, οὐδεμίαν ἀπολογίαν εὔλογον ἔχουσαι. Οὐδὲ γὰρ ἐκεῖνα ποιεῖ τὰς ἁμαρτίας, ἀλλ’ αἱ γνῶμαι τῶν ἁμαρτανόντων. Καὶ ὅτι αὗται, ἀπὸ τῶν προσεχόντων τοῦτο ποιήσω φανερόν. Ὅταν γὰρ φαίνηται ἕτερος ἄνθρωπος, καὶ πενίᾳ συζῶν, καὶ ἐπιθυμίαν ἔχων, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενος, καὶ ταῦτα μὴ ἁμαρτάνων, ποίαν ἕξουσιν οὗτοι ἀπολογίαν; Διὰ τοῦτο σοφός τις καλῶς οὕτως εἶπε· Τίς δώσει ἐπὶ διανοίας μου μάστιγας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; Ὅρα τὸν Δαυὶ̈δ οὐ προφασιζόμενον ἡνίκα ἥμαρτεν, ἀλλὰ λέγοντα· Ἡμάρτηκα τῷ Κυρίῳ. Καίτοι γε εἶχεν εἰπεῖν· Τί γὰρ ἐγυμνοῦτο ἡ γυνή; τί γὰρ ἐλούετο πρὸ τῶν ὀφθαλμῶν τῶν ἐμῶν; Ἀλλ’ ᾔδει ὅτι ταῦτα πρόφασις ἦν ἄλογος· καὶ διὰ τοῦτο ἦλθεν ἐπὶ τὴν σαφῆ ἀπολογίαν, τῷ εἰπεῖν, Ἥμαρτον. Ἀλλ’ οὐχ ὁ Σαοὺλ οὕτως, ἀλλ’ ἐγκαλούμενος περὶ τῆς ἐγγαστριμύθου, ἔλεγε, Θλίβομαι, καὶ οἱ ἀλλό-φυλοι πολεμοῦσιν ἐν ἐμοί. Διὰ δὴ τοῦτο μάλιστα ἐκο-λάζετο. Δέον γὰρ εἰπεῖν, Ἥμαρτον, καὶ, Παρηνόμησα· ὁ δὲ τοῦτο μὲν οὐκ εἶπε, περιήρχετο δὲ προφάσεις ἀλόγους ζητῶν. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Τοῦτο ἐπήγαγε δεικνὺς, ὅτι ἐκείνων ἐστὶ μάλιστα τὸ προφασίζεσθαι, τὸ ἀναισχυντεῖν. Διὰ δὴ τοῦτο καὶ ὁ Δαυὶ̈δ συνεχῶς ἀντὶ ἀρετῆς τοῦτο προ-βάλλεται, τὸ φεύγειν τοὺς τοιούτους συλλόγους, μᾶλ-λον δὲ καὶ ἐντεῦθεν τοῦ βιβλίου παντὸς ἄρχεται λέ-γων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε. Δι’ αὐτὸ δὲ τοῦτο εὑρίσκεις αὐτὸν ἀεὶ ἐν τοῖς ἁμαρτήμασιν εὐγνώμονα. Ὅτε γοῦν ἠρίθμησε τὸν λαὸν, ἔλεγεν· Ἐγὼ ἥμαρ-τον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα. Οὐκ εἶπε· Τί γάρ ἐστι, ὅτι ἠρίθμησα; ἀλλ’ ἑαυτὸν καταδικάζει, διὸ καὶ συγγνώμης τυγχάνει. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεων ποιεῖ, ὡς τὸ τὰ οἰκεῖα ὁμολογεῖν ἁμαρτήματα. Τοῦτο γένοιτ’ ἂν ἐκ τοῦ φεύγειν τοὺς συλλόγους τοὺς ἐκλύοντας τὸν ἐκ τῶν ἁμαρτημάτων φόβον, καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλοντας. Διὸ καὶ Παῦλος καὶ Ἱερεμίας πολὺν ὑπὲρ τούτου ποιοῦνται λόγον, φεύγειν κελεύον-τες ἑκάτεροι τῶν πονηρῶν τὰς συνουσίας, καὶ τῶν οὕτω ῥᾳθύμων. Καὶ ὁ Ἰὼβ δὲ ἐν τάξει ἀρετῆς καὶ τοῦτο τίθεται λέγων· Εἰ ἤμην πορευόμενος μετὰ γελοιαστῶν. Οὗτος δὲ μηδὲ καθίσαι δείκνυσιν ἑαυτὸν
PG 55:439μετὰ τοιούτων, λέγων· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων. Διά τοι τοῦτο καὶ Παῦλος οὐκ ἀφίησι συνεσθίειν τοῖς πονηροῖς, οὐδὲ ἁπλῶς συγγίνεσθαι, λέγων· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συν-αναμίγνυσθε αὐτῷ. Καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἕτερος, Μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Ἄλλος, Μὴ συναυλισθῶ ἐν ταῖς τερπνότησιν αὐτῶν. Τὸ ἀποστολικὸν ἐνταῦθα λέγει, ὅτι καὶ τρυφὰς αὐτῶν καὶ συμπόσια φεύγειν δεῖ, ἔνθα μάλιστα τὰ τῆς ἁμαρτίας αὔξεται, ἔνθα πλείων ἡ ἄδεια γίνεται. η. Οὐ μικρὸν δὲ τοῦτο ἀρετῆς σημεῖον, οὐ μικρὰ διορθώσεως ὁδὸς, τὸ φεύγειν τὰ τοιαῦτα συμπόσια καὶ τοὺς συλλόγους, καὶ μήτε φιλίαν αἰδεῖσθαι, μήτε γαστρὶ δουλεύοντας τὸν τόνον ἐκλύειν τῆς ψυχῆς, καὶ τὸ τῆς φιλοσοφίας εὔτονον παραλύειν. Οὕτω πολλοὶ φιλίαν αἰδεσθέντες εἰς τὸ τῆς μέθης κατεκυλίσθησαν κλυδώνιον, οὕτως ὑπὸ πορνείας ἑάλωσαν, καὶ πῦρ ἡδονῆς ἀνῆψαν, συμπόσια διώξαντες καὶ θέατρα πολ-λὴν ἔχοντα παρανομίαν. Τοῦτο καὶ αὐτὸς δείκνυσιν ἑαυτὸν πεποιηκέναι, ὡς μηδὲ μετασχεῖν τῆς τοιαύτης τραπέζης. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγ-ξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ἄλλος, Κατελεησάτω με δίκαιος ἐλέους, καὶ ἐλεγξάτω. Καὶ τοῦτο οὐ μικρὸν ἀρε-τῆς εἶδος μετὰ τοῦ προτέρου, τὸ μὴ φεύγειν ἐλέγχους, μηδὲ ἐπιτιμήσεις τὰς παρὰ τῶν δικαίων γινομένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν μὲν πρὸς χάριν δια-λεγομένων ἐπὶ βλάβῃ μηδέποτε μεταλάβοιμι, φησὶ, τῶν συλλόγων· τοὺς δὲ ἐπιστύφοντας καὶ διορθουμέ-νους, τούτους ἑλοίμην, τοὺς ἐλέγχοντας, τοὺς ἐγκα-λύπτοντας τὰ πεπλημμελημένα, τοὺς ἐπιτιμῶντας. Τοῦτο γὰρ μάλιστα ἐλέους καὶ φιλανθρωπίας, τὸ τὰ τραύματα διορθοῦν. Ἔλαιον δὲ, φησὶν, ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Εἶδες ψυχὴν συγ-κεκροτημένην ἀρετῇ; Τῶν μὲν δικαίων καὶ τὰς ἐπι-τιμήσεις μεθ’ ἡδονῆς φέρει, τῶν δὲ παρανόμων καὶ τὰ πρὸς χάριν λεγόμενα διακρούεται. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἐλεοῦντες πολλάκις ἀπώλεσαν· οὗτοι δὲ ἐπιτιμῶντες καὶ ἐπιστύφοντες διώρθωσαν· καὶ τῷ μὲν ἐλέγχῳ τούτων συγκεκλήρωται ἔλεος, τῷ δὲ ἐλέῳ ἐκείνων θάνατος. Διὸ καί τις ἔφησεν· Ἀξιοπι-στότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν. Καὶ σκόπει πῶς τὸ ἀποστολικὸν ἐνταῦθα δη-λοῖ, τὸ, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Τοιοῦ-τος γὰρ καὶ ὁ ἔλεγχος τῶν ἁγίων. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· οὐ τέμνουσι μόνον, ἀλλὰ καὶ ἐπιδεσμοῦσι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εὐπαράδεκτον ποιῶν γίνε-σθαι τὸν ἔλεγχον, οὐκ ἀφίησι δημοσιεύεσθαι ἐκ προοι-μίων τὴν ἐπιτίμησιν, λέγων· Ὕπαγε, ἔλεγξον αὐ-τὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Οὕτω καὶ Παῦ-λος ἐποίει, μετὰ ἐλέους τὸν ἔλεγχον ἐπιδεικνύμενος, καὶ νῦν μὲν λέγων· Ὦ ἀνόητοι Γαλάται· νῦν δὲ, Τεκνία μου, οὓς πάλιν ὠδίνω. Πολλὰ γὰρ δεῖ τὸν ἐλέγχοντα ἐπινοεῖν, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν ἔλεγχον, καὶ πολλῆς χρεία συνέσεως τῷ τοῦτο ἐπ-άγοντι τὸ φάρμακον· μᾶλλον μὲν οὖν, πλείονος ὁ ἐλέγχων δεῖται συνέσεως, ἢ ὁ σῶμα τέμνων. Πῶς;
PG 55:440Ὅτι ἐκεῖ μὲν ἕτερον τὸ τέμνον, καὶ ἕτερον τὸ ὑπο-μένον τὴν ὀδύνην· ἐνταῦθα δὲ αὕτη καὶ ἡ τεμνομένη καὶ ἡ φέρουσα τὴν ἀλγηδόνα. Ἔλαιον δὲ ἁμαρτω-
λοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Τί ἐστι τοῦτο; Ἐκεῖνος, φησὶν, οὐ τὸ χρήσιμον ζητεῖ τοῦ ἀκούοντος, ἀλλὰ τὸ ἑαυτοῦ, ἵνα ἡδὺς φαίνηται, ἵνα προσφιλής· οὗτος δὲ πρὸ τῆς ἑαυτοῦ χάριτος τὸ ἐκείνου συμφέ-ρον σκοπεῖ. Ὥστε ἀλλήλων καὶ ταύτῃ μάλιστα δι-εστήκασιν. Εἰ δὲ ἐλεοῦντας ἀποστρέφεσθαι χρὴ τοὺς πονηροὺς, πότε αὐτοὺς δεῖ προσίεσθαι; Οὐδέποτε. Ὥστε κἂν χρήματα παρέχῃ, κἂν τρυφὴν ἐπαγγέλλη-ται καὶ τιμὰς, διακρούου καὶ φεῦγε· τὸν δὲ δίκαιον, κἂν σκώπτῃ λόγοις, κἂν ἐπιτιμᾷ, δίωκε· ἐκεῖνος γάρ ἐστι ὁ φιλῶν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Ἄλλος, Ἔτι γὰρ καὶ ἡ προς-ευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Ἄλλος, Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς πονηρίαις αὐτῶν. Τὰ μὲν ᾔτησε, τὰ δὲ παρ’ ἑαυτοῦ παρέχεται· ἐντεῦθεν δείκνυσιν, ὅτι εὐχῇ οὐ δεῖ θαῤῥεῖν μόνον αὐτοὺς ἀναπεπτωκότας καὶ καθεύδοντας, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρειν. Τί οὖν οὗτος ἐξ ἑαυτοῦ παρέχεται; Οὐ πρόβατα, καὶ βόας, καὶ χρήματα, ἀλλὰ τρόπων ἐπιείκειαν, καὶ τὸ μεθ’ ὑπερβολῆς ἀποστρέφεσθαι αὐτῶν τὴν πονηρίαν. Οὐ μόνον, φησὶ, φεύξομαι τὴν ἐκείνων χάριν τὴν ἐπιβλαβῆ, οὐδὲ αἱρή-σομαι τὴν τούτων ἐπιτίμησιν, ἀλλὰ καὶ κατὰ τῶν ἐπιθυμιῶν αὐτῶν στήσομαι· τοσοῦτον ἀπέχω ἑλέσθαι τὸν ἐκείνων ἔλεον, ὅτι καὶ εὔχομαι κατὰ τῶν ἐπιθυ-μιῶν αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἄλλος, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἐνταῦθα δείκνυσι τὸ τῆς ἁμαρτίας εὐχείρωτον, καὶ τὸ ἀπόκρημνον τῆς κακίας. Αὐτοὶ, φησὶν, οἱ δυνά-σται, οἱ πάντα ἄγοντες καὶ φέροντες, ἀπώλοντο. Καὶ οὐκ εἶπεν, Ἀπώλοντο, ἀλλὰ, Κατεπόθησαν, δηλῶν ὅτι οὕτως, ὡς μηδὲ ἴχνος αὐτῶν φαίνεσθαι, ὃ καὶ περὶ τοῦ ἀσεβοῦς λέγει, ὅτι Παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Τί ἐστιν, Ἐχόμενα; Ἐγγύς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡ πέτρα τις κατὰ πόντου βλη-θεῖσα οὐκ ἂν φανείη, οὕτω δὴ καὶ αἱ ἐκείνων εὐημερίαι καταδυόμεναι λοιπὸν ἀφανεῖς γίνονται, ὁλοσχερῆ τὴν ἀπώλειαν ὑπομένουσαι. Ἢ τοῦτο τοίνυν φησὶ, τὸ ἀνώνυμον, τὸ πρόῤῥιζον, ἢ τὸ ἰσχυρὸν, καὶ δυνατὸν, καὶ κραταιόν. Τοῦτο γὰρ τὸ, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν. Ἕτερος, Ὅτι ἐδορυφορήθησαν. Ἄλλος, Ὅτι εὐπροσωπίσθησαν. Τουτέστι, διὰ τῆς πείρας εἴσονται τῶν πραγμάτων τὴν ἡδονὴν τῆς ἐμῆς παραινέσεως καὶ συμβουλῆς. Καὶ πῶς; Ὁ ἔλεγχος τῶν δικαίων τοῦτον φέρει τὸν καρπὸν, καὶ ἡ παιδεία αὐτῶν πολλὴν ἔχει τὴν ἡδονήν. θ. Τοιοῦτον γὰρ ἡ ἀρετή· πρόσκαιρον μὲν ἔχει τὸν πόνον, διηνεκῆ δὲ τὴν εὐφροσύνην. Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς· διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν
PG 55:441παρὰ τὸν ᾅδην. Ἕτερος, Ὥσπερ γεωργὸς, ὅταν ῥήσσῃ τὴν γῆν· οὕτως ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς στόμα ᾅδου. Ἄλλος, Ὁμοίως εἰ ἀποκλῶντι καὶ διασχίζοντι τὴν γῆν, ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς τὸν ᾅδην. Ἄλλος, Ὡς καλλιεργῶν καὶ σκάπτων ἐν τῇ γῇ, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Εἰπὼν ὅτι πολλὴν ἔχει αὐτοῦ τὰ ῥήματα τὴν ἡδονὴν, λέγει καὶ τὰς παλαιὰς συμφο-ράς. Ὅτι καίτοι γε τὰ ἔσχατα ἐπάθομεν, καὶ ὥσπερ γῆ διαῤῥαγεῖσα, καὶ ἀροτριωμένη, ἢ διασκαπτομένη, οὕτω πάντες διεσπάρημεν, καὶ ἀπωλόμεθα, καὶ πρὸς αὐτὰς τοῦ θανάτου τὰς πύλας ἤλθομεν· ἀλλ’ ὅμως καὶ οὕτω διακείμενοι μᾶλλον ἂν ἑλοίμεθα τὴν ἀπὸ τῶν δικαίων παίδευσιν καὶ διόρθωσιν, ἢ τὸν ἀπὸ τῶν ἁμαρτωλῶν ἔλεον. Καὶ γὰρ, ὅπερ ἂν γένοιτο, τῆς πρὸς σὲ ἐλπίδος ἐκκρεμάμεθα, καὶ οὐκ ἄν ποτε ἐκ-πέσοιμεν τοῦ πρὸς σὲ ὁρᾷν. Διὸ καὶ ἐπήγαγε λέγων, Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Κἂν μυρία, φησὶν, ἐπέλθῃ δεινὰ, κἂν πόλεμοι, κἂν μάχαι, κἂν θάνατοι, κἂν πύλαι ᾅδου, οὐκ ἀφιστάμεθα τῆς ἱερᾶς ἀγκύρας, ἀλλ’ ἐχόμεθα τῆς ἐλπίδος τῆς ἐπὶ τὴν σὴν συμμαχίαν, καὶ ὅπλα καὶ παρατάξεις ἀφέντες, ἐντεῦθεν τὴν ἀπαλλαγὴν προσδοκῶμεν, ἀπὸ τῆς σῆς ῥοπῆς. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ἄλλος, Μὴ ἐκκε-νώσῃς. Τουτέστι, μὴ ἄπρακτόν με ἀφῇς ἀπελθεῖν. Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνο-μίαν. Οὐχ ἁπλῶς ἐνταῦθα ἐπιβουλὰς λέγει, ἀλλὰ τὰς λαθραίους, τὰς κεκρυμμένας, αἵπερ εἰσὶ καὶ δυς-φύλακτοι καὶ δυσφώρατοι, διὸ μάλιστα καὶ τῆς ἄνω-θεν δέονται ῥοπῆς. Διὰ δὴ τοῦτο εἰς εὐχὴν κατακλείει τὸν λόγον, ἐντεῦθεν προοιμιασάμενος, καὶ ἐνταῦθα τελευτῶν· δεικνὺς, ὅτι τὰ μὲν παρ’ αὐτοῦ ταῦτά ἐστιν, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεὸν, τὸ διαπαντὸς πρὸς τὸν Θεὸν βλέπειν, τὸ φεύγειν αὐτῶν τοὺς συλ-λόγους, τὸ μισεῖν αὐτῶν τὰς πονηρὰς ἐπιθυμίας· τὰ δὲ παρὰ τοῦ Θεοῦ, ἡ βοήθεια, ἡ συμμαχία, τὸ τῶν δυσφορωτάτων αὐτὸν ἀνώτερον ποιεῖν. Οὕτω γὰρ ἡ ἀρετὴ ὑφαίνεται, καὶ τῆς ἡμετέρας σπουδῆς εἰσαγο-μένης, καὶ τῆς τοῦ Θεοῦ βοηθείας συμμαχούσης. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρτωλοί· καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω Τίνος ἐν ἀμφιβλήστρῳ πεσοῦνται; Αὐτοῦ τοῦ Θεοῦ. Τουτ-έστιν, ἁλώσονται, χειρωθήσονται. Τὰ μὲν γὰρ τῶν δικαίων, μέχρι διορθώσεως καὶ τοῦ διεγεῖραι αὐτῶν τὴν φιλοσοφίαν· τὰ δὲ τῶν ἁμαρτωλῶν, ἅτε ἀνίατα νοσούντων, μέχρι κολάσεως καὶ τιμωρίας. Καταμό-νας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω. Ἕτερος, Ἅμα ἐγώ εἰμι, ἕως οὗ παρέλθω. Ἄλλος, Ἐπὶ τὸ αὐτό. Τουτ-έστι, συνημμένος, συγκεκροτημένος, οὐ διεσπαρμένος· ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀπηλλαγμένος τῶν πο-νηρῶν, καθαρεύων τῆς ἐκείνων συνουσίας, καὶ ὡς-ανεὶ μόνος οἰκῶν· ὅπερ καὶ μέγιστόν ἐστιν ἀρετῆς εἶδος. Καὶ οὐ μίαν δὲ καὶ δύο καὶ τρεῖς φησιν ἡμέ-ρας τοῦτο ποιεῖν, ἀλλὰ πάντα τὸν βίον. Τοῦτο ἀσφά-λεια, τοῦτο τεῖχος, τοῦτο ἀρετῆς ἐπίδοσις, τὸ φεύ-γειν τοὺς πονηροὺς, καὶ πρὸς ἑαυτὸν συγκεκροτη-μένον καὶ συνηγμένον εἶναι ἅπαντα τὸν βίον, καὶ καταμόνας οἰκεῖν τῶν διαφθειρόντων. Οὐ γὰρ ἐρημία

On Psalm CXLIIn Psalmum CXLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:442ποιεῖ τὸ μόνον εἶναι, ἀλλὰ γνώμη φιλόσοφος. Οὕτω καὶ πόλεις μέσας οἰκοῦντες, καὶ θορύβους, καὶ ἀγο-ρὰς, δύναιντ’ ἂν εἶναι καταμόνας ἄνθρωποι, ὅταν τοὺς διεφθαρμένους φεύγωσι συλλόγους, καὶ τοῖς τῶν δικαίων συνεδρίοις ἑαυτοὺς ἐκδιδῶσιν. Αὕτη ἀσφαλὴς ὁδός. Ὁ μὲν οὖν ἀρκῶν καὶ ἑτέρους διορ-θῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θερα-πείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ’ ἐκείνων δέξασθαι λύμην. Καὶ οὕτω καὶ τὸν παρόντα βιώ-σεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπι-τεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ-χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΑ ΨΑΛΜΟΝ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. α. Ὁρᾷς πῶς πανταχοῦ τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύ-της προοιμιάζεται τῆς ἀρχῆς, καὶ δεύτερον ἐνταῦθα Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ὥστε διδάξαι ἡμᾶς δύο ταῦτα διὰ τοῦ διπλασια-σμοῦ, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντετα-μένον τῆς διανοίας· καὶ πρὸς τούτοις ἔτι τὸ αὐτοῦ
εἶναι τὴν φωνήν. Οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ. Δεῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. Ὁ κατ’ ἐχθρῶν βοῶν, οὐκ ἀνθρώπου φωνὴν προί̈εται, ἀλλὰ θηρίου καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ φθέγγεται. Ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις ἔφθην εἰπὼν, οὐ τὸν τόνον δηλοῖ τοῦ πνεύματος, ἀλλὰ τὴν συντε-ταμένην διάνοιαν. Ἀλλ’ οὐχ οὗτος οὕτως· ἀλλὰ τρία ταῦτα συνάγει, καὶ δείκνυσιν, ὅτι τε φωνῇ βοᾷ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ. Διὰ τοῦτο δεύ-τερόν φησι, Φωνῇ μου καὶ Φωνῇ μου. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Εἶδες ψυχὴν τῶν βιωτι-κῶν ἀπηλλαγμένην; Οὐδὲ γὰρ πρὸς ἀνθρώπους κατ-έφυγεν, οὐδὲ τὰς παρὰ τούτων ἐξῄτησε συμμαχίας, ἀλλὰ πρὸς τὴν ἀχείρωτον βοήθειαν, καὶ τὴν ἄνωθεν ῥοπήν. Εἶτα τὸ συντεταμένον τῆς διανοίας, καὶ τὴν θερμότητα, ἣν εἶχεν ἐναποκειμένην, διὰ τῆς λέ-ξεως ταύτης ἐμφῆναι βουλόμενος, Ἐκχεῶ, φησὶ, μετὰ πολλῆς τῆς δαψιλείας. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μικρὸν καὶ αἱ θλί-ψεις εἰς φιλοσοφίαν συμβάλλονται· τοῦτο γὰρ τῆς θλίψεως ὁ καρπός· μηδεὶς τοίνυν φευγέτω αὐτήν. Δύο γὰρ ταῦτα ἔχει τὰ κέρδη· ἓν μὲν, ὅτι τε σπου-δαιοτέρους ἐργάζεται καὶ προσεκτικωτέρους· ἕτερον δὲ, καὶ ὅτι οὐ μικρὸν ἡμῖν δικαίωμα εἰς τὸ ἀκου-σθῆναι γίνεται. Διά τοι τοῦτο καὶ αὐτὸς οὐκ εἶπε, Τὴν δικαιοσύνην μου, οὐδὲ, Τὰ κατορθώματά μου, ἀλλὰ, Τὴν θλίψιν μου, ὡς οὐ μικρᾶς καὶ ταύτης οὔσης αὐτῷ συνηγορίας. Διὰ τοῦτο καὶ ὁ Ἡσαί̈ας, Παρακαλεῖτε, φησὶ, τὸν λαόν μου, ἱερεῖς· λαλή-σατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ ὁ Παῦλος· Παράδοτε τὸν τοιοῦτον τῷ Σα-
PG 55:443τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ Κορινθίοις ἐπιστέλλων, ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοι-μῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παι-δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τῷ πλουσίῳ ὁ Ἀβραὰμ ἔλεγε· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν μὲν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ὁ Δαυὶ̈δ δὲ ἡνίκα αὐτὸν κατηράσατο ὁ Σεμεεὶ, ἔλεγεν· Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος αὐτῷ ἐνετείλατο, ὅπως ἂν ἴδῃ τὴν ταπεί-νωσίν μου. Καὶ πανταχοῦ τῶν Γραφῶν εὑρήσομεν, ὅτι οἱ τὰς θλίψεις εὐχαρίστως φέροντες, οὐ μόνον πολλὰ τῶν ἁμαρτημάτων διαλύονται, ἀλλὰ καὶ οὐ μικρὰν ἐντεῦθεν κτῶνται πρὸς τὸν Θεὸν τὴν παῤ-ῥησίαν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ὅτε μάλιστα οἱ μικρόψυχοι τῶν ἀνθρώπων ἀναπίπτουσι, πολλοὶ δὲ καὶ δύσφημα ῥήματα φθέγγονται, τότε οὗτος μά-λιστα φιλοσοφεῖ, διδάσκαλον ἔχων τῆς σπουδῆς τὴν θλίψιν. Ὅταν οὖν ἴδῃς τινὰ ἀπογινώσκοντα ἀπὸ θλίψεως, ἢ πικρόν τι ῥῆμα φθεγγόμενον, μὴ τὴν θλίψιν αἰτίαν ἡγοῦ, ἀλλὰ τὴν μικροψυχίαν τοῦ ταῦτα λα-λοῦντος. Τῆς γὰρ θλίψεως ἡ φύσις τὰ ἐναντία κα-τασκευάζειν εἴωθε, προσοχὴν, συντριβὴν διανοίας, συντεταμένην γνώμην, εὐλαβείας ἐπίτασιν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργά-ζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Εἰ δὲ Ἰουδαῖοι θλι-βόμενοι ἐγόγγυζον, οὐ τῆς θλίψεως, ἀλλὰ τῆς ἐκεί-νων ἀνοίας ἦν τὰ τοῦ γογγυσμοῦ ῥήματα· ἐπεὶ οἱ ἅγιοι θλιβόμενοι, λαμπρότεροι καὶ φιλοσοφώτεροι ἐγίνοντο. Διὸ καὶ ἔλεγεν αὐτὸς οὗτος· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ ὁ Παῦλος· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκά-λεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι χάρις μου. Ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται· διὸ εὐδοκῶ ἐν θλίψεσιν, ἐν ἀσθενείαις, ἐν διωγμοῖς. Ὅτε γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὁρᾷς καὶ τοῦτον ἐν τῇ θλίψει μᾶλλον διεγειρόμενον, καὶ πρὸς τὸν Θεὸν καταφεύγοντα, καὶ μειζόνως ἀντεχόμενον αὐτοῦ μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἐν αὐτῷ τῷ πυθμένι τῶν κακῶν [τοῦτο γάρ ἐστιν, Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου ], καὶ τότε μά-λιστα σπουδαιότερον γινόμενον; Τὸ δὲ, Σὺ ἔγνως τὰς τρίβους μου, ἕτερος ἑρμηνευτὴς εἶπε, Σὺ γὰρ οἶδας. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλε-πον· καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἐνταῦθα τὴν ἐπίτασιν τῆς συμφορᾶς καὶ τὰ δεινὰ αὐξόμενα δεί-κνυσι, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς, πῶς προς-ῄεσαν καὶ ἐγγυτέρω ἐγίνοντο, βουλόμενοι ὑποσκε-λίσαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ μόνον οὐκ ἦσαν αὐτῷ τινες βοηθοὶ ἢ σύμμαχοι, ἀλλ’ οὐδὲ ἐπεγίνω-σκον. β. Τοῦτο ἡ ἐπίτασις τῆς ἐρημίας, ἡ ὑπερβολὴ τῆσ
PG 55:444ἀλλοτριώσεως· ὀλίγων γάρ ἐστι τὸ ἐν συμφοραῖς παρεῖναι καὶ βοηθεῖν, καὶ μάλιστα ὅταν αἱ συμφοραὶ κινδύνους ἀπειλῶσιν. Ἀλλὰ τοῦτο οὐ μόνον αὐτὸν οὐκ ἔβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, πρὸς τὸν Θεὸν αὐτὸν οἰκειῶσαν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἴδῃς αὐξόμενα τὰ δεινὰ, μὴ ἀναπέσῃς, ἀλλὰ νῆφε μειζόνως. Διὰ γὰρ τοῦτο ἀφίησιν ὁ Θεὸς αἴρεσθαι αὐτὰ, ἵνα σου τὴν ῥᾳθυμίαν ἀποτινάξῃ, ἵνα σε ἀφ-υπνίσῃ καθεύδοντα. Τότε γὰρ πάντα τὰ περιττὰ πε-ρικόπτεται, τότε πάντα ἐκφυσᾶται τὰ βιωτικὰ, τότε ἐν προσευχῇ σπουδαιότερος γίνεται, πρὸς ἐλεημοσύ-νην προθυμότερος, πρὸς ὑπεροψίαν γαστρὸς, καὶ ἕκαστον πάθος εὐκαταγώνιστον γίνεται, ὑπὸ τῆς θλίψεως φυγαδευόμενον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐχὶ κολάσαι βουλόμενος, λύπαις ἡμᾶς συνέδησε καὶ πόνοις, εἰ καὶ ἐν τάξει κολάσεως τὴν ἀπόφασιν τέθεικεν, ἀλλὰ σωφρονίσαι καὶ βελτίους ἐργάσα-σθαι. Εἰ γὰρ καὶ λύπης ἐπικειμένης, καὶ τοῦ βίου ἐπιμόχθου ὄντος, τοσαύτη κρατεῖ κακία· εἰ μηδὲν τούτων ἦν, ποῦ οὐκ ἂν ἐξέβη τὰ τῆς πονηρίας; Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῆς ψυχῆς, ὅπου γε καὶ ἐν τοῖς σώμασιν ἀγαθὸν ἡ θλίψις; Καὶ γὰρ τὸ εἰς ἄκραν εὐπάθειαν ἐξάγεσθαι τὴν σάρκα ἐπιβλαβές· ἄλλως τε καὶ τὸ πολλαχόθεν ἐπιβουλὰς συνίστασθαι, νήφειν ποιεῖ· κἂν προσέχωμεν, οὐδὲν βλαπτόμεθα. Διὸ καί τίς φησιν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς· καὶ οὗτος, Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν πα-γίδα μοι. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκ-λάβοι, ὄψεται τὸν διάβολον αὐτὸ ποιοῦντα, οὐ πόῤῥω-θεν, ἀλλὰ πλησίον κρύπτοντα τὰς ἐπιβουλάς. Διὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς νήψεως. Κρύπτει γὰρ παγίδα, ἐν ἐλεημοσύνῃ τὴν κενοδοξίαν, ἐν νηστείᾳ τὴν ἀλαζονείαν, οὐκ ἐν ἑτέροις, ἀλλὰ ἐν αὐταῖς ταῖς ὁδοῖς, αἷς βαδίζομεν, ὅπερ ἐστὶ καὶ χαλεπώτερον. Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ. Ὅρα πάλιν ἑτέραν προς-θήκην τῶν δεινῶν. Δείκνυσι γὰρ οὐ μόνον ὅτι ἐν ταῖς ὁδοῖς αἱ παγίδες, οὐδ’ ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν, οὐδὲ ὁ ἐπιγινώσκων· ἀλλ’ ὅτι οὐδὲ τὸ λειπόμενον αὐτῷ πρὸς ἀπαλλαγὴν, τὸ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ῥᾴδιον καὶ εὔκολον ἦν. Οὕτως ἐν μέσοις ἀπείληπτο τοῖς κακοῖς, καὶ ἐν ἀφύκτῳ συμφορᾷ ἦν, ἀλλ’ ὅμως καὶ οὕτως οὐκ ἀπεγίνωσκε. Καὶ οὐκ ἔστιν ὁ ἐκζη-
τῶν τὴν ψυχήν μου, τουτέστιν, ὁ ἀμύνων, ὁ βοη-θῶν. Τί οὖν αὐτός; ἆρα ἐν τοσαύτῃ ἀπορίᾳ καὶ ἀμηχανίᾳ ὢν ἀπέγνω τὴν σωτηρίαν; Οὐδαμῶς· ἀλλὰ πρὸς τὸν Θεὸν καταφεύγει εὐθέως, καὶ λέγει· Ἐκέ-κραξα πρὸς σὲ, Κύριε, εἶπα, Σὺ εἶ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. Ὁρᾷς νῆψιν ψυχῆς; Οὐκ ἐβάπτισεν αὐτὸν τὰ δεινὰ, ἀλλὰ μᾶλλον ἐπτέ-ρωσε, καὶ ἐν ἀπόροις ὢν, ἔγνω τὴν ἄμαχον χεῖρα καὶ τὴν παναλκῆ δύναμιν, καὶ τὴν ἐν ἀμηχάνοις εὐκο-λίαν. Εἶπα, σὺ εἶ ἐλπίς μου. Τὰ ἀνθρώπινα, φησὶ, πάντα ἐλήλεγκται, καὶ ὁ χειμὼν μείζων συμμαχίας οὕτως ἁπάσης, ὡς οὐδεμιᾷ τέχνῃ οἷόν τε εἶναι περι-γενέσθαι τοῦ ναυαγίου. Ἀλλ’ ὅμως εἰ καὶ παρὰ ἀν-θρώποις ταῦτα ἀπέγνωσται, καὶ πάντες ἀπηγορεύ-σαμεν, ἀλλὰ σοὶ πάντα ῥᾴδια· ὅθεν καὶ ἐλπίζοντεσ
PG 55:445οὐκ ἀποναρκῶμεν. Μερίς μου εἶ ἐν γῇ ζώντων. Τουτέστιν, ὁ κλῆρός μου, ὁ θησαυρός μου, ὁ πλοῦ-τός μου, τὰ πάντα αὐτὸς εἶ. Ἐν γῇ ζώντων. Γῆν ζώντων ἐνταῦθα τὴν οἰκείαν πατρίδα καλεῖ. Οἶδε γὰρ πολλάκις τὴν αἰχμαλωσίαν τὴν εἰς Βαβυλῶνα ᾅδην καὶ θάνατον καλεῖν. Εἶτα ἐπειδὴ ἐν μὲν ἀλλοτρίᾳ ὢν, οὐδεμίαν λατρείαν ἐπετέλει τὴν εἰωθυῖαν, ἐκεῖ δὲ τὰ τῆς ἁγιαστίας ἅπαντα ἐπληροῦτο, διὰ τοῦτό φησι, Μερίς μου εἶ ἐν γῇ ζώντων. Ἀεί μου προ-έστης, φησὶ, καὶ ᾠκειώσω με ἐν γῇ ζώντων, καὶ πολλή μοι πρὸς σὲ γέγονε κοινωνία. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ-θην σφόδρα. Ὁρᾷς πῶς ὅπερ ἀνωτέρω ἔλεγε, τοῦτο καὶ ἐνταῦθα ἀντὶ συνηγορίας τίθησι, τὸ τα-πεινωθῆναι λέγω, τὸ δίκην δοῦναι τῶν ἡμαρτημένων μεθ’ ὑπερβολῆς. Τὸ δὲ, Σφόδρα, οὐ τῆς τῶν γενο-μένων κατηγορίας ἐστὶν, ἀλλὰ τῆς λύπης καὶ τῆς ἀσθενείας τοῦ πάσχοντος. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν τῶν ἁμαρτημάτων ἴδῃς, οὐ σφοδρὰ ἡ ταπεί-νωσις· ἂν δὲ πρὸς τὴν ἀσθένειαν τοῦ φέροντος, σφο-δρὰ μεθ’ ὑπερβολῆς. Οὐδαμοῦ γὰρ ὁ Θεὸς ἀξίαν ἀπαι-τεῖ τῶν πλημμελημάτων τιμωρίαν. Εἰ δὲ τοῖς πά-σχουσιν ἀφόρητος εἶναι δοκεῖ, οὐ παρὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ὑπο-μενόντων. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἰδοὺ καὶ ἄλλη αἰτία πάλιν, ἡ ἄδικος ἐπιβουλὴ τῶν ἐπηρεαζόντων, καὶ τὸ εἶναι αὐτὸν ἐν ἀσθενείᾳ πολλῇ· Ἐξάγαγε ἐκ φυ-λακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὸ ἐξομολογήσασθαι ἐνταῦθα ἀντὶ τοῦ εὐχαριστῆσαί ἐστιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπάλ-λαξόν με τῶν δεινῶν. Φυλακὴν γὰρ τὴν τῶν συμφο-ρῶν ὑπερβολὴν αἰνίττεται. γ. Ὥστε εὐχαριστῆσαι τῷ ὀνόματί σου. Οὐ μι-κρὸν καὶ τοῦτο, τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λή-θην ἐμπεσεῖν τῆς εὐεργεσίας. Πολλοὶ γὰρ τῶν ἀνθρώ-πων ἐν θλίψεσι μέν εἰσι σπουδαιότεροι, ἐν ἀνέσει δὲ ῥᾳθυμότεροι· ἕτεροι πάλιν ἐν ἀνέσει ῥᾴθυμοι, καὶ ἐν θλίψεσιν ἀπογινώσκοντες ἑαυτῶν, ὑπτιώτεροι γινό-μενοι. Ἀλλ’ οὗτος ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν δια-φορᾷ μένει τὴν αὐτὴν εὐλάβειαν διατηρῶν· οὔτε γὰρ ἡ θλίψις αὐτὸν ἀναπεσεῖν ἐποίησεν, ἀλλὰ μᾶλλον συνήγαγε πρὸς τὴν δέησιν καὶ τὴν εὐχήν· οὔτε ἡ ἄνεσις ὕπτιον κατεσκεύασεν, ἀλλὰ καὶ τότε πρὸς εὐχα-ριστίαν παρασκευάζεται. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἕτερος, Στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. Τί ἐστι τοῦτο; Καὶ τοὺς δικαίους, φησὶ, τοῦτο ὠφελήσει. Καὶ γὰρ καὶ ἐκεῖνοι εὐφρανθήσονται, χαρήσονται, σκιρτήσουσιν, ἰδόντες μου τὴν ἀπαλλαγὴν τῶν δεινῶν. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· καὶ τοῖς πάσχουσι κακῶς συν-αλγοῦσι, καὶ εὐθηνουμένοις οὐ βασκαίνουσιν, ἀλλὰ καὶ χαίρουσι, καὶ συνευφραίνονται καὶ συνήδονται τοῖς εὐεργετουμένοις. Ὃ καὶ Παῦλος ἐκέλευσε λέγων, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόν-των. Οὐ μικρὰ δὲ αὕτη ἀρετή. Πολλοὶ γὰρ καὶ κει-μένοις ἐφήδονται, καὶ ἀνισταμένοις βασκαίνουσιν, ἐξ ὠμότητος καὶ ἀπανθρωπίας πολλῆς ἑκάτερα τὰ πάθη τίκτοντες. Ἀλλ’ οὐχ οἱ δίκαιοι οὕτως, ἀλλ’

On Psalm CXLIIIn Psalmum CXLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:446ἑκατέρας ταύτης τῆς κακίας ἀπηλλαγμένοι, καὶ ἐλεή-μονες ὄντες καὶ φιλάνθρωποι, τὰς ἀρετὰς ταύτας κτῶνται. Ὥσπερ οὖν ἐκεῖνοι ἐξ ὠμότητος ἀμφότερα πάσχουσιν, οὕτως οὗτοι ἀπὸ φιλανθρωπίας, τῷ τε συμπάσχειν ἀλγοῦσι, τῷ τε συγχαίρειν εὖ πά-σχουσι. Διὰ τί δὲ εἶπεν, Ἀνταποδῷς μοι; Ὁ μὲν ἕτερός φησιν, Ὅταν εὐεργετήσῃς με. Οἱ δὲ ἄλλοι, Ἀνταπο-δῷς καὶ ἀμείψῃ με. Καίτοι γε ἀνωτέρω θλίψιν καὶ ταπείνωσιν εἶπεν, οὐ κατορθώματα, καὶ παῤῥησίαν τὴν ἀπὸ τῶν ἔργων. Ἀντὶ τίνος δὲ καὶ ἀνταπόδοσιν αἰτεῖ; Ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. Οὐ γὰρ μικρὸν καὶ τοῦτο κατόρθωμα, τὸ θλίψιν ἐνεγκεῖν μετ’ εὐχαριστίας. Διὸ καὶ ἀνταπόδοσιν καλεῖ τὴν μετὰ ταῦτα ἀμοιβήν. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀλύω-μεν ἐν ταῖς θλίψεσιν, ἀλλ’ εὐχώμεθα μὴ εἰσελθεῖν εἰς πειρασμόν· ἐπιόντα δὲ δεχώμεθα. Τά τε γὰρ ὄντα ἁμαρτήματα ἀποτιθέμεθα, καὶ εἴ τινα δικαιο-σύνην ἔχομεν, κἀκείνην λαμπροτέραν ἐργαζόμεθα. Καὶ τοῦτο δείκνυσιν ὁ Ἰὼβ, τότε μειζόνως διαλάμ-ψας. Τοῦτο καὶ ἐν σώμασιν ἀγαθόν· τοῦτο οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἐν ἀλόγοις· οὐκ ἐν ἀλό-γοις μόνον, ἀλλὰ καὶ ἐν φυτοῖς. Διὰ δὴ τοῦτο οὐδὲ ταῖς ἀμπέλοις συγχωροῦσιν οἱ γηπόνοι ὑπὲρ τὸ μέτρον κομᾷν, οὐδὲ ἑτέροις δένδροις, ἀλλὰ κωλύουσι τὴν εἰς τὸ πρόσω φορὰν, τῇ δρεπάνῃ ἅπασαν αὐτῆς τὴν δύναμιν εἰς τὴν ῥίζαν περιστρέφοντες, ὥστε μὴ ἐν τοῖς φύλλοις ἀναλωθεῖσαν αὐτὴν ἐξίτηλον ἐνεγκεῖν τὸν καρπόν. Ὅπερ καὶ ἐπ’ ἀνθρώπων συμ-βαίνει. Τῆς γὰρ σπουδῆς εἰς τὰ περιττὰ ἀναλισκομέ-νης, ἀτονωτέρα γίνεται ἡ ψυχὴ πρὸς τὸ τῆς εὐσεβείας καρπὸν ὥριμον ἐνεγκεῖν καὶ ἀκμάζοντα. Τοῦτο καὶ ἐπὶ ὑδάτων ἴδοι τις ἄν. Τὸ μὲν γὰρ ἑστηκὸς καὶ ἀπόρευτον, βλαβερόν· τὸ δὲ κινούμενον καὶ ἐξαντλού-μενον καὶ μετοχετευόμενον, οὐ μόνον ὑγιεινὸν, ἀλλὰ καὶ ἰδεῖν καὶ ἅψασθαι καὶ πιεῖν ἥδιόν ἐστι. Πολλάκις δὲ καὶ τὴν φύσιν ἐνίκησεν ἡ θλίψις. Τὸ γὰρ κατωφε-ρὲς τοῦτο καὶ ῥυτὸν θλιβόμενον πρὸς τὴν ἄνω φορὰν ἐξακοντίζεται. Ὃ δὴ καὶ ἐπ’ ἀνθρώπων συμβαίνει. Οἱ γὰρ εὐκόλως τὰς θλίψεις φέροντες, ὑψηλότεροι καθίστανται, κἂν σφόδρα ὦσι χαμαίζηλοι, καὶ σφό-δρα γήϊνοι, καὶ ταπεινοὶ, μεγάλα ἐντεῦθεν κερδαί-νουσι. Ταῦτ’ οὖν εἰδότες, φέρωμεν μετ’ εὐχαριστίας τὰ ἐπαγόμενα δεινὰ, ἵνα κἀκεῖνα εὐκολώτερα ἡμῖν γένηται, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλ-ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΒ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. α. Ἔστι μὲν προσευχὴ καὶ ἡ διὰ ῥημάτων δέησις, ἔστι δὲ καὶ ἡ ἐπαγγελία. Διὰ τοῦτο καί τις σοφὸσ
PG 55:447παραινεῖ, λέγων· Μὴ δευτερώσῃς λόγον ἐν προσευ-χῇ σου. Οὐχ ἵνα μὴ δεύτερον τὰ αὐτὰ λέγωμεν, πα-ρακαλοῦντες τὸν Θεὸν καὶ δεόμενοι, τοῦτο παραι-νεῖ καὶ συμβουλεύει, ἄπαγε· καὶ γὰρ κελευόμεθα προσκαρτερεῖν ταῖς προσευχαῖς· ἀλλ’ ἵνα μὴ ἀναβαλλώμεθα ὅταν τι ὑποσχώμεθα τῷ Θεῷ, ἀλλ’ ἵνα ἐπειγώμεθα. Διὸ καὶ ἀλλαχοῦ φησι· Μὴ χρονίσῃς ἀποδοῦναι τὴν προσευχήν. Καὶ γὰρ ἄδηλον τὸ μέλ-λον. Ἢ γὰρ νόσος, ἢ πραγμάτων ἀδόκητοι ἀσχο-λίαι συμπεσοῦσαι ἐκώλυσαν. Εἰ δὲ καὶ θάνατος ἐπελ-θὼν διακόψειε, συγγνώμην οὐκ ἔχεις. Ἐνταῦθα μέντοι προσευχὴν τὴν δέησιν λέγει καὶ τὴν ἱκετηρίαν. Διὸ
ἐπήγαγεν αὐτὸ τοῦτο δηλῶν, Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Ἕτερος, Ἐν τῇ πίστει σου. Ἄλλος, Ἐν τῇ βεβαιότητί σου. Τουτέστιν, Ἐπί-νευσον τῇ αἰτήσει, καὶ εἰς ἔργον αὐτὴν ἐξάγαγε, βε-βαιῶν τῇ ἀληθείᾳ σου· χρῆσαι τῇ δυνάμει πρὸς τὸ πληρῶσαι ἅπερ αἰτῶ. Ἀλλ’ ἴδωμεν οἵα ἐστὶν ἡ δέη-σις. Ἐπ’ ἀνθρώπων, ὅταν τις δέησιν προσαγάγῃ, τοῦτο σκοποῦσιν οἱ δεχόμενοι, κἂν τὸ δίκαιον καὶ ἔννομον ἔχῃ, ἀκούεται. Ἀλλὰ παρὰ μὲν ἀνθρώποις ὑπὲρ ἀξιωμάτων γίνε-ται καὶ χρημάτων ἡ δέησις, πολλάκις δὲ καὶ ὑπὲρ κωλύματος ἀδικίας· ἔνιοι δὲ καὶ τὰ ὑπερβαίνοντα τοὺς δικάζοντας ἀξιοῦσιν· ἀλλ’ ἡμεῖς ὑπὲρ ἁμαρτη-μάτων δεόμεθα συγχωρήσεως, καὶ τότε ἐρχόμεθα ἐπὶ δέησιν, ὅταν ὁ δικαστὴς ἡμῖν μὴ ἀφῇ ὁ ἔνδον, τὸ συν-ειδὸς λέγω τὸ ἡμῖν ἐγκαθήμενον. Οὐδὲ γὰρ ἐξου-σίαν ἔχει τοῦ ἀφιέναι. Καὶ καθάπερ βασιλεῖ οὐδεὶς ὑπὲρ ἱματίου διαῤῥαγέντος, οὐδὲ ὑπὲρ δέκα ὀβολῶν ἀφαιρεθέντων τολμᾷ προσελθεῖν· οὕτω καὶ σὺ, μᾶλλον δὲ καὶ πολλῷ πλέον εὐλαβούμενος, μὴ προσέλθῃς Θεῷ ὑπὲρ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν, οἷον εἴ τίς σε ἐν χρήμασιν ἠδίκησεν, ἢ καὶ ὕβρισεν· ἀλλ’ ἐν οἷς σε ὁ διάβολος ἀδικεῖ, ἔνθα μάλιστα τῆς ἄνωθεν χρεία ῥο-πῆς. Ἀλλ’ οὐκ ἔχεις τὸν προϊστάμενον καὶ εἰσάγοντά σου τὴν δέησιν; Προϊόντος τοῦ βασιλέως φώνησον, καὶ καιρὸν ἐπιτήδειον ζήτησον. Πότε οὖν πρόεισιν ὁ βα-σιλεύς; Ἀεὶ καὶ διαπαντός. Πότε δὲ καὶ ἐπιτήδειος ὁ καιρός; Ὅταν σὺ θέλῃς, ὅταν ἄξιον σαυτὸν παρα-σκευάσῃς. Ἰουδαῖοι μὲν οὖν ἐκελεύοντο ὑπὲρ τὴν ὑπ-ώρειαν ἑστάναι, τῷ Θεῷ φαινόμενοι, καὶ τὰ ἱμάτια ἔχειν λευκὰ, καὶ μὴ προσιέναι γυναικί· σὺ δὲ ἀντὶ τῶν ἱματίων τὴν ψυχὴν ἀπόσμηξον, καὶ μετὰ σωφρο-σύνης καὶ ἐπιεικείας πρόσελθε, καὶ μετὰ πολλῆς τῆς σχολῆς, καὶ ἀποδήμησον πρὸς τὸν βασιλέα, εἰ βού-λει δεόντως ἀνύσαι. Οὐ δεῖται ἀναλωμάτων πολλῶν ἡ ἀποδημία· λάβε ἐφόδια τὴν ἀρετήν. Καὶ ποῦ οὗτος ὁ βασιλεὺς διατρίβει; Ἐγγὺς τῶν συντετριμμένων τῇ καρδίᾳ. Ἐκείνην ἔπελθε τὴν ὁδόν. Ἐγγὺς, φησὶ, Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀλη-θείᾳ. Ἐκεῖ αὐτὸν εὑρήσεις, ἐκεῖ συντεύξῃ. Ἐγγύς ἐστι τῶν διαθρυπτόντων πεινῶσι τὸν ἄρτον καὶ ἐλεη-μοσύνην ἐργαζομένων. Ἐὰν ταύτην ἔλθῃς, εὑ-ρήσεις αὐτὸν ἕτοιμον, ἐπινεύοντά σου τῇ αἰτήσει. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· καὶ οὐ δεήσῃ
PG 55:448μεσίτου, ἀλλὰ διὰ σεαυτοῦ τὴν δέησιν ἐπιδώσεις. Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Τί ποιεῖς, ἄνθρωπε; Προϊὼν μέλλεις ἐρεῖν, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσε-ται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐνταῦθα ἀξιοῖς κατὰ τὸ δίκαιον ἀκουσθῆναι; Τί οὖν ἐστι τὸ λεγόμενον; Δικαιοσύνην ἐνταῦθα τὴν φιλανθρωπίαν λέγει, καὶ πολλαχοῦ τῆς Γραφῆς ἴδοι τις ἂν ἐπὶ τοῦ σημαινομέ-νου τούτου τὴν δικαιοσύνην λαμβανομένην, καὶ μάλα εἰκότως· παρὰ μὲν γὰρ τοῖς ἀνθρώποις τὸ δίκαιον ἀπεστέρηται τοῦ ἐλέους, παρὰ δὲ τῷ Θεῷ οὐχ οὕτως, ἀλλὰ ἀναμέμικται τῷ δικαίῳ καὶ ἔλεος, καὶ τοσοῦτον, ὡς καὶ αὐτὴν τὴν δικαιοσύνην φιλανθρωπίαν καλεῖ-σθαι. Σκόπει γοῦν ἐπὶ τοῦ κατακλυσμοῦ, πόσος μὲν ἦν ὁ ἔλεος, πόσον δὲ τὸ δίκαιον. Εἰ γὰρ καὶ ἐκολάσθη-σαν ἁμαρτάνοντες οἱ τότε, ἀλλὰ οὐ τὴν ἀξίαν ἔδοσαν δίκην. Μὴ γάρ μοι τὸν ὄγκον ἴδῃς τῶν ὑδάτων, μηδὲ τὸ πλῆθος τῶν ἡμερῶν, ὧν τὸ ναυάγιον ἐκεῖνο παρ-ετείνετο, μηδὲ τὴν οἰκουμένην ἄβυσσον γινομένην. Τί γὰρ τοῦτο πρὸς τοὺς ἀπολωλότας; Ταῦτα γὰρ φόβον μὲν δύναιτ’ ἂν ἔχειν ὑπέρογκον, τιμωρίαν δὲ τοῖς τετελευτηκόσιν οὐδεμίαν ἐπάγει. Οἱ γὰρ οὐκ αἰσθανόμενοι τῶν γινομένων πῶς ἐκολάζοντο; ὧν καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ τῆς ἀπωλείας ἐγίνετο, καὶ τὸν σύντομον καὶ κουφότατον ὑπέμειναν θάνατον, καὶ πυρὸς καὶ ξίφους καὶ ἀγχόνης καὶ βασάνων εὐκολώ-τερόν τε καὶ ἀλυπότερον; Ὥστε ὄψιν μᾶλλον τιμω-ρίας, ἢ πεῖραν εἶχε τὰ γινόμενα. Παρὰ πάντα τοίνυν τὸν χρόνον μέχρι γήρως ἐσχάτου τοιαῦτα παρανομή-σαντες, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν τιμωρίαν ἔδοσαν, εἴ γε τιμωρίαν δεῖ καλεῖν τὸ τῆς φύσεως χρέος. β. Εἶδες πόση ἡ φιλανθρωπία; Βούλει καὶ ἑτέρωθεν αὐτὴν ἰδεῖν; Οὐκ εὐθέως αὐτὴν ἐπήγαγεν, ἀλλὰ προ-εῖπε καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. Καὶ γὰρ διὰ τῆς λάρνακος αὐτοῖς διελέγετο· οἱ δὲ οὐδὲ οὕτως ἐνέδοσαν, καίτοι οὐδὲ παραγγελίας ἐδεῖτο ἡ παρανομία. Ἀλλ’ οὐδὲ ἡ φύσις αὐτοὺς ἐπαίδευσεν, οἱ δὲ ὡς χοῖροι, μᾶλλον δὲ καὶ χοίρων χαλεπώτερον ἁπάντων ἐν ἀλλή-λοις φθειρόμενοι, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες, καὶ μηδεμιᾷ παραινέ-σει, μηδὲ συμβουλῇ ἐνδόντες, μηδὲ τὴν ἀπὸ τῆς τοῦ δικαίου γειτνιάσεως ὠφέλειαν καρπωσάμενοι, ἐν βρα-χείᾳ καιροῦ ῥοπῇ μόνον τὴν δίκην ἔδοσαν, μᾶλλον δὲ φθορᾶς ἀπηλλάγησαν, καὶ δίκης ἠλευθερώθησαν. Τοῦ γὰρ κατακλυσθῆναι πολλῷ χαλεπώτερον τὸ τοιαῦτα ποιεῖν. Τοῦτο οὖν, εἰπέ μοι, τιμωρία τὸ κακίᾳ φθει-ρομένους, καὶ ἀλλήλοις φυρομένους παρανόμως, καὶ καταισχύνοντας, καὶ καταισχυνομένους ἀπαλλάξαι τῆς τοσαύτης λύμης; Εἶτα ἰατρὸν μὲν τὰ σεσηπότα ἐκτέμνοντα οὐ φήσομεν τιμωρεῖσθαι τὸ σῶμα, ἀλλ’ ὡς φιλάνθρωπον ἀποδεξόμεθα· τὸν δὲ Θεὸν οὐ πολλῷ μᾶλλον ἐκπλαγησόμεθα καὶ τῆς σοφίας καὶ τῆς φιλανθρωπίας, οὕτω τοὺς ἑαυτοῦ κολάζοντα; Δια-παντὸς μὲν οὖν καὶ θαυμάζειν αὐτὸν καὶ δοξάζειν χρή· ταύτης δὲ ἕνεκεν τῆς ὑποθέσεως μηδέποτε ἀπο-στῶμεν αὐτοῦ τὴν κηδεμονίαν ἐκπληττόμενοι, οὐδὲ παυσώμεθα αὐτὸν καὶ διὰ ταῦτα ἀνυμνοῦντες, ὅτι τε τομὴν ἔδωκε σύντομον, καὶ τὴν νομὴν ἀπέκοψε, καὶ
PG 55:449τὴν ἰατρείαν ἀνώδυνον ἐπέθηκε. Μὴ δὴ οὖν τοῦτό σε θορυβείτω, ὅτι ἀθρόον καὶ πάντες κατεποντίσθησαν. Τί γὰρ διαφέρει τοῦτο τοῦ κατὰ μικρόν; τί τὸν ἀπελ-θόντα ὠφελεῖ τὸ καθ’ ἑαυτὸν, ἢ βλάπτει τὸ μετὰ πάντων; Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, τουτέστιν, ἐν φιλανθρωπίᾳ. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο καὶ ὁ Ἰὼβ αἰτεῖ, οὕτω Δίκαιος ὢν, καὶ ἀληθινὸς, καὶ θεοσεβὴς, καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· Εἴθε ἦν ὁ δια-κρίνων καὶ διελέγχων μεταξὺ ἀμφοτέρων, λέγων· τοῦ δὲ Θεοῦ φανέντος, Χεῖρα θήσω ἐπὶ στόματί μου· καίτοι τοῦ Θεοῦ προκαλουμένου καὶ λέγοντος· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ Ἰουδαίοις τοῦτο ὀνειδίζει λέγων· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι οἱ ἄρχον-τες ὑμῶν ἠνόμησαν εἰς ἐμέ; Ποιεῖ δὲ τοῦτο, οὐ χαλεπωτέραν θέλων τὴν ψῆφον ἐργάσασθαι, ἀλλ’ εἰς αἴσθησιν αὐτοὺς ἐμβαλεῖν καὶ ὁμολογίαν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τότε δοῦ-ναι τὴν συγχώρησιν, ἵνα οὕτως ἴδωσι τῆς εὐεργεσίας τὸ μέγεθος. Διό φησι, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος· οὐχ, Ἵνα κατακριθῇς, ἀλλ’, Ἵνα δικαιωθῇς. Διά τοι τοῦτο οὐδὲ αὐτὸς αὐτὰς λέγει, ἀλλ’ ἐκεῖνον παρασκευάζει. Εἰ μὲν γὰρ κολάσαι ἐβούλετο, αὐτὸς ἂν κατηγόρησε· νυνὶ δὲ ἐπειδὴ ἐλεῆσαι θέλει, παραχωρεῖ τῷ ἡμαρτηκότι, ὥστε αὐτὸν εὐγνωμοσύνης λαβεῖν στέφανον, καὶ διὰ τῆς ὁμολογίας ἐπισπάσασθαι τὸν ἔλεον. Τί ταύτης τῆς φιλανθρωπίας γένοιτ’ ἂν ἴσον; Οὐδέν. Εἰπὲ, φησὶ, καὶ οὐδὲν πλέον ζητῶ· ὁμολόγη-σον, καὶ ἀρκεῖ μοι· εἰπὲ, καὶ τὸ πᾶν ἀπέχω. Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο
ἀπὸ τοῦ μέλλειν δικάζεσθαι τὸν Θεὸν παρὰ πολλοῖς κατώρθωται. Οἱ μὲν γὰρ εὐγνώμονες καὶ πρὸ τούτου ἴσασι τοῦτο· οἱ δὲ ἀγνώμονες ἀπὸ τοῦ συνεχῶς λέγειν τοὺς προφήτας, Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διαλεχθήσεται· καὶ πάλιν, Ἀκούσατε, φάραγγες καὶ θεμέλια τῆς γῆς· καὶ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἀπὸ τοῦ συνεχῶς οὖν αὐτὸν λέγεσθαι δικάζειν, καὶ παρὰ τοῖς ἀναισθήτοις κατωρθοῦτο. Καὶ γὰρ ἔλεγόν τινες τῶν Ἰουδαίων· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου· καὶ, Ἀνοικοδομοῦνται ποιοῦντες ἀνομή-ματα, καὶ μακαρίζομεν ἀλλοτρίους· καὶ, Οὐκ εὐ-θεῖα ἡ ὁδὸς Κυρίου. Καὶ ὁ μακάριος δὲ Ἰὼβ, ἐπειδὴ εἰς τὸν πειρασμὸν ἐνέπεσεν ἐκεῖνον, οὐκ ἀπὸ τοιαύτης γνώμης ἧς οἱ Ἰουδαῖοι, οὐδὲ τὰ τοιαῦτα, μὴ γένοιτο· ἔλεγε δ’ οὖν ὅμως· Εἴθε ἦν ὁ μεσίτης, καὶ διακρίνων καὶ ἐλέγχων μεταξὺ ἀμφοτέρων. Ἀπαλλαξάτω τὴν ῥάβδον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. Διὰ δὴ τοῦτο λέγει αὐτῷ· Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Εἶτα ἐπειδὴ κατεπλάγη, καὶ ἔλεγε· Τί ἔτι κἀγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχω Κύριον; καὶ
PG 55:450πάλιν, Ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ οἱ ὀφθαλμοί μου ἑωράκασί σε· διὸ ἐφαύ-λισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν· χεῖρα θήσω ἐπὶ τῷ στόματί μου· λέγει πρὸς αὐτὸν, Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, μονονουχὶ αὐτὸν ἀναμιμνήσκων αὐτοῦ τῶν ῥημάτων καὶ λέγων· Ἐπεὶ ἐβούλου κρίνε-σθαι πρὸς ἐμὲ, ἰδοὺ πάρειμι δικασόμενος. Εἶδες Θεοῦ φιλανθρωπίαν ἄφατον, εἶδες ἀγαθότητα πέρας οὐκ ἔχουσαν; Διὰ δὴ τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς ἔλεγον. Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀναισθήτων τὰ ἑαυτῶν ἁμαρτήματα ἐπὶ τὸν Θεὸν ἐπάγουσι, τοῦτο τοῦ διαβόλου κατασκευά-σαντος, πρόῤῥιζον ταύτην ἀνασπῶν τὴν συνήθειαν ὁ Θεὸς, συνεχῶς λέγει κρίνεσθαι πρὸς αὐτούς. γ. Τοιοῦτον γοῦν τι καὶ ὁ πρωτόπλαστος ἥμαρτε· διὸ καὶ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Καὶ Ἰουδαῖοι δὲ πολλὰ τοι-αῦτα ἡμάρτανον. Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Τί δαὶ λέγω ἐμαυτὸν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; φησίν. Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς, ὃς κρινόμενος πρὸς τὰ ἐπηγγελμένα παρὰ σοῦ, δικαιωθῆναι δύναται· οὕτως ἐκ περιουσίας τὰ νικη-τήρια παρὰ σοί. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἔστι μὲν τοῦτο νοεῖν καὶ διὰ τὸν Σαοὺλ εἰρῆσθαι, ἐχθρὸν ὄντα, καὶ αὐτὸν τότε διώκοντα· ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ἐχθρὸν τὸν διάβολον εἰπεῖν· οὐ παύεται γὰρ ἐκεῖνος διώκων τοὺς τοῦ Θεοῦ. Πῶς οὖν ἂν ἀπαλλαγείημεν τοῦ διώκεσθαι; Εἰ τόπον εὕροιμεν, ἔνθα εἰσελθεῖν οὐ δύναται. Καὶ ποῖος, φησὶν, οὗτός ἐστιν ὁ τόπος; Ποῖος δὲ ἕτερος, ἀλλ’ ἢ ὁ οὐρανός; Πῶς δὲ δυνατὸν εἰς τὸν οὐρανὸν ἀναβῆ-ναι; Ἄκουσον Παύλου λέγοντος καὶ δεικνύντος, ὅτι καὶ σαρκὶ συμπεπλεγμένοι δυνάμεθα διατρίβειν ἐκεῖ· Τὰ ἄνω γὰρ φρονεῖτε, φησὶν, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ πάλιν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐταπεί-νωσεν εἰς γῆν τὴν ζωήν μου. Πολλὰ σημαίνει τῆς ταπεινώσεως τὸ ὄνομα. Ἔστι γὰρ καὶ ἀρετῆς ταπείνωσις, ὡς ὅταν λέγῃ· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἔστι καὶ ἀπὸ συμφορῶν ταπείνωσις· ἔστι καὶ ἀπὸ ἁμαρτημάτων. Ἐνταῦθα μέντοι τὴν ἀπὸ τῶν συμφορῶν λέγει. Διὸ καὶ ἐπήγαγε τοῦτο δεικνύς· Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἔστι καὶ ταπείνωσις ἐξ ἀπονοίας, ὡς ὅταν λέγῃ, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Ἔστι καὶ ἑτέρα ταπείνω-σις, ἡ ἀπὸ τῆς ἀπληστίας. Τί γὰρ ταπεινότερον τῶν κατορυττόντων ἑαυτοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις; Διπλῶς γάρ εἰσι ταπεινοὶ οἱ τοιοῦτοι, ὅτι τε χαμαὶ σύρονται, καὶ ὅτι μεγάλα ταῦτα νομί-ζουσιν, ὡς τὰ παιδία τὰ μικρὰ ἀστραγάλους καὶ σφαίρας καὶ τὰ τοιαῦτα ἀθύρματα μεγάλα τίθενται. Ἀλλὰ τοῦτο οὐ τοῦ μεγάλα εἶναι ἐκεῖνα σημεῖόν ἐστιν, ἀλλὰ τοῦ τῶν θαυμαζόντων τὴν διάνοιαν ἀτελῆ τυγχάνειν καὶ ταπεινήν. Ἀλλ’ ἐκεῖνο μὲν ἡλικίας καὶ φύσεώς ἐστιν ἐλάττωμα, τοῦτο δὲ προαιρέσεως ἔγκλημα. Καὶ γὰρ ἀνὴρ ὢν, καὶ ἐν ἡλικίᾳ τελείᾳ
PG 55:451γεγονὼς, τραπέζας καὶ πόρνας καὶ τρυφὴν μεγάλα εἶναι νομίζει· οὗ τί γένοιτ’ ἂν ταπεινότερον; Καίτοι πολλοὶ τοὺς τοιούτους μεγαλοψύχους καλοῦσιν· ἀλλ’ οὗτοι ἐκείνων πολλῷ ταπεινότεροι πάλιν. Μάθωμεν τοίνυν ὅπερ ἐστὶν ὕψος ἀληθὲς, καὶ τί εὐτέλειαν ἐρ-γάζεται. Οὐδὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸ τούτων ὑπερορᾷν, ποιεῖ. Νῦν οὖν ὁ προφήτης τὴν ἀπὸ τῶν συμφορῶν λέγει ταπείνωσιν· Ἐκάθισέ με ἐν σκο-τεινοῖς ὡς νεκροὺς αἰῶνος. Διπλῆν λέγει τὴν συμ-φορὰν, καὶ ὅτι ἐν σκοτεινοῖς, καὶ ὅτι ὡς νεκροὺς αἰῶ-νος, δι’ ἑκατέρων αἰνιττόμενος τὴν τότε αἰχμαλωσίαν. Ἐπεὶ γάρ ἐστι καὶ ἐν σκοτεινοῖς ὄντα πράττειν τι, λύχνον ἅψαντα, μετ’ ἐπιτάσεως βουλόμενος δεῖξαι τὴν ὑπερβολὴν τῶν κακῶν, τῷ ὀνόματι τῶν νεκρῶν ὤγ-κωσε τὴν τραγῳδίαν. Τοιοῦτοί εἰσι καὶ οἱ ἐν ἁμαρτή-μασι ζῶντες. Ὡς γὰρ ἐν σκότῳ νεκροὶ, οὕτως εἰσί· κἂν μυρίας οὖν περιφέρωσι λαμπηδόνας, κἂν πρὸς τὸν ἥλιον βλέπωσι, κἂν φαιδροὶ γίνωνται ἀπὸ τῶν ἐσθημάτων καὶ τῆς ἄλλης θεραπείας, τῶν νεκρωθέν-των ἅπαξ καὶ ἐν σκότῳ ὄντων οὐδὲν ἄμεινον διάκειν-ται, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον, ὅσῳ τὸ μὲν φύ-σεως πρᾶγμα, τὸ δὲ προαιρέσεως κατηγορία. Ἔστι σκότος καὶ τὸ μέλλον περὶ οὗ φησιν, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἔστι καὶ σκότος τὸ τῆς κακίας. Καθημένους ἐν σκότει, φησὶ, καὶ σκιᾷ θανάτου. Καὶ ὁ Παῦλος, Οὐκ ἐσμὲν υἱοὶ σκότους. Καὶ πάλιν, Ἐματαιώθησαν ἐν τοῖς δια-λογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐ-τῶν καρδία. Διὰ δὴ τοῦτο καὶ ὥσπερ οἱ ἐν σκότῳ οὐκ ἴσασι τῶν πραγμάτων τὴν φύσιν, καὶ καθάπερ οἱ ἐν ἁμαρ-τίαις ζῶντες πεπήρωνται, καὶ οὐ διαγινώσκουσι τὰ φαινόμενα, ἀλλὰ πρὸς τὰς σκιὰς ὡς πρὸς τὴν ἀλή-θειαν τρέχουσι, πλοῦτον καὶ τρυφὰς καὶ δυναστείας διώκοντες, καὶ ἀγνοοῦσιν ἐχθροὺς, καὶ ἀγνοοῦσι φί-λους, τοῖς μὲν ἐχθροῖς ὡς φίλοις θαῤῥοῦντες, τοῖς δὲ φίλοις ὡς πολεμίοις συῤῥηγνύμενοι. Οὐχ ὁρᾷς καθ’ ἑκάστην ἡμέραν πένητας βοῶντας, ὀδυνωμένους, καὶ οὐδένα ἀκούοντα; Διὰ τί οὖν οὐκ ἀκούουσιν; Ὅτι ἐκάθ-ισεν αὐτοὺς ὁ διάβολος ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Ὅπερ γὰρ ἑτέροις τὸ σκότος καὶ ἡ νεκρότης, τοῦτο τούτοις ἡ ἀπανθρωπία. Τῶν ἐν σκότῳ καθημέ-νων ἐστὶ τὸ μὴ ὁρᾷν τὰ ἐπιόντα κακά. Τοῦτο καὶ οὗτοι πάσχουσι, παρακειμένας σχεδὸν τὰς συμφορὰς οὐ βλέ-ποντες, καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταφερό-μενοι. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὰ αἰσχρὰ μετὰ πάσης ἀδείας τολμᾷν. Τοῦτο καὶ οἱ ἐν πονηρίᾳ ζῶντες πράττουσιν, ὥσπερ ἐν σκότῳ καθήμενοι, καὶ μηδενὸς ὄντος ἀνθρώπων τοῦ βλέποντος τὰ πραττόμενα, οὕτω μετὰ ἀδείας ἅπαντα τολμῶσιν ἐν μέσαις πόλεσιν ὡς ἐν ἐρημίᾳ παρανομοῦντες. δ. Οἱ ἐν σκότῳ καθήμενοι ἐν φόβῳ εἰσὶ διηνεκεῖ· τοῦτο καὶ οὗτοι. Οὐδεὶς γὰρ πλεονέκτης καὶ ἅρπαξ ἐκτὸς δέους ἐστὶ, κἂν μυρία κομπάζῃ, καὶ φαιδρὸς ἔξωθεν φαίνηται. Τοιαύτη γὰρ τοῦ συνειδότος ἡ φύσις.
Καὶ ἔμπροσθεν μὲν οὖν ἦσαν ἀπεστερημένοι συγγνώ-μης ἁπάσης οὗτοι, πολλῷ δὲ μᾶλλον νῦν, διότι τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, ἔτι ἐν σκότῳ κάθ-ηνται. Καὶ πῶς ἡλίου λάμψαντος, ἔτι ἐν σκότῳ κάθ-ηνται; Παρὰ τὴν τῶν οἰκείων ὀφθαλμῶν ἀσθένειαν. Πρὸς γὰρ καταδύσεις ἢ φωλεοὺς ἢ καὶ χηραμοὺσ
PG 55:452ἑαυτοὺς κατορύττοντες τῆς πονηρίας, διαβλέψαι οὐ δύνανται πρὸς τὴν ἀκτῖνα, διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἕτερος, Καὶ πε-ριειλεῖτο ἐπ’ ἐμὲ ἡ ψυχή μου. Πολλὴν τὴν ὑπερ-βολὴν τῆς θλίψεως διὰ τοῦ θορύβου τῆς διανοίας ἐμ-φαίνει. Τί δέ ἐστιν, Ἐν ἐμοί; Οὐδὲ εἰς ἄλλους ἐξ-ενεγκεῖν εἶχον, φησὶ, καὶ λαβεῖν τινα παραμυθίαν. Τοιαῦται αἱ τῶν πονηρῶν ἀνθρώπων ψυχαί· οὐκ ἔστιν ὅτε οὐ ταράττονται, οὐ μόνον παρόντων, ἀλλὰ καὶ προσδοκωμένων τῶν δεινῶν. Οὐκ ἔστι παρ’ αὐ-τοῖς οὐδέποτε γαλήνη, οὐκ ἔστιν ἄδεια τῆς ψυχῆς, ἀλλὰ παντὸς πελάγους διακόπτονται μειζόνως· οὐ νὺξ, οὐχ ἡμέρα ἀτέλειαν δίδωσιν αὐτοῖς τοῦ χειμῶ-νος, ἀλλ’ ἐλαύνονται πανταχόθεν, κἂν μηδεὶς ὁ ἐν-οχλῶν ᾖ, τὸν πόλεμον σύνοικον ἔχοντες, καὶ τῶν ἤδη ληφθέντων οὐκ ἀπολαύουσι, ταῖς φροντίσι τῶν μηδέπω προσγενομένων τρυχόμενοι, κοπτόμενοι, τὰ πάντων μεριμνῶντες πράγματα, τὰς ἁπάντων περιουσίας περιεργαζόμενοι, ἀναλογιζόμενοι πῶς τὸν μὲν πεί-σουσι, τὸν δὲ φοβήσουσι, τὸν δὲ κολακεύσουσι, τὸν δὲ βιάσονται, τὸν δὲ θεραπεύσουσι, συκοφαντίας, ὠνὰς, ἀπεμπολήσεις, διαθήκας, ἐγγύας, τόκους, κεφάλαια, τὸν φορυτὸν τῶν κακῶν τούτων παρ’ ἑαυτοῖς ἀνελίτ-τοντες· καὶ ὅταν κατὰ ῥοῦν αὐτοῖς τὰ πράγματα ἔλθῃ, τότε μάλιστα θορυβοῦνται. Ὅρα γοῦν τὸν πλούσιον ἐκεῖνον ταραττόμενον, ὅταν εὐθήνησεν αὐτοῦ ἡ χώρα, καὶ διαπορούμενον, καὶ ἐν ἀμη-χανίᾳ καθεστῶτα, καὶ λέγοντα· Τί ποιήσω; Καθ-ελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἀλλ’ ὁ πένης οὐδὲν πάσχει τοιοῦτον. Ἐμνήσθην ἡμερῶν ἀρχαίων· ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐ μικρὰ αὕτη παράκλησις, τὸ τὰ πρό-τερα εἰδέναι, καὶ τὰ παρόντα. Ἐπειδὴ γὰρ, ὡς εἰπεῖν, τοῖς αὐτοῖς νόμοις ὁ Θεὸς διοικεῖ καὶ τὰ νῦν καὶ τὰ ἔμπροσθεν, μεγίστη παράκλησις εἰς τὰ παρόντα τῶν παρελθόντων ἡ μνήμη. Διὸ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; Καὶ ἄλλος, Ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον καὶ ἐγκατελείφθη; Καὶ ὁ Παῦλος, Ταῦτα δὲ πάντα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Οὐ τὰ ἀλλότρια δὲ, ἀλλὰ καὶ τὰ οἰκεῖα πολλάκις ἀναμιμνησκόμενοι κερδαίνομεν. Καὶ τοῦτο δείκνυσιν ὁ Ἀποστόλος λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Καὶ ἀπὸ τοῦ ἐναντίου· Τινὰ οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; Καὶ ἄλλος σοφὸς, Ἀναμιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Τοῦτο γὰρ εἰ καὶ μέλλον ἐστὶν, ἀλλ’ ὅμως ἀπὸ τοῦ παρ-ελθόντος ἔχει τὴν ἀρχὴν ὁ θάνατος ὁ κοινός. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ ἀπὸ τῶν μελλόντων καὶ παρελθόντων, καὶ ὅταν παρακαλέσαι δέῃ, καὶ ὅταν σωφρονίσαι· Οὐ θέλω, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέ-ρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάν-τες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες τὸ
PG 55:453αὐτὸ βρῶμα τὸ πνευματικὸν ἔφαγον· ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Ποτὲ δὲ ἀπὸ τῶν μελλόντων· Οἵτινες δίκην τίσουσιν, ὄλε-θρον αἰώνιον ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Καὶ πάλιν· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν τῷ πυρὶ ἀποκαλύπτεται. Καὶ πάλιν· Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἀλλὰ ταῦτα μὲν ὅταν σωφρονίσαι· ὅταν δὲ παρακαλέσαι δέῃ, ἀφ’ ἑκατέρων παρακαλεῖ· ἀπὸ μὲν τῶν παρελθόντων, λέγων οὕτως· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, καὶ πατὴρ πάσης πα-ρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλί-ψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ἀπὸ δὲ τῶν μελλόντων, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλ-λουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Διὰ τοῦτο καὶ οὗτος λέγει, Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέ-τησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐχ ἁπλῶς εἶπεν, Ἐμνήσθην, ἀλλ’, Ἐμελέτησα· τουτέστιν, Ἔργον ἐποιησάμην καὶ πολλὴν τὴν μελέτην, τὰ τοῖς παλαιοῖς συμβεβηκότα αὐτὸς ἀνελίττειν παρ’ ἐμαυτῷ. Μεγάλη γὰρ ἀπὸ τῆς τῶν Γραφῶν ἱστορίας ἐγγίνεται ἡμῖν καὶ παράκλησις καὶ φιλοσοφία. Διὸ καὶ ἔλεγεν ὁ Παῦλος· Διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γρα-φῶν τὴν ἐλπίδα ἔχομεν. Καὶ πάλιν· Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. ε. Καὶ οὗτος γοῦν ἐντεῦθεν ἤδη παρεκλήθη ἐν τος-αύτῃ θλίψει ὢν καὶ ταραχῇ τῷ τὰ παλαιὰ ἀνελίττειν παρ’ ἑαυτῷ, καὶ τοῦ Θεοῦ τὰς οἰκονομίας τὰς διαφόρως γεγενημένας ἀναμιμνήσκεσθαι. Ἕτερος γοῦν φησι, Καὶ ἐμελέτησα πάσας τὰς πράξεις σου. Ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Ἄλλος, Τὰ ἔργα τῶν χειρῶν σου ἐμελέτων. Δείκνυσι διὰ τού-του, ὅτι ταῦτα ποιῶν, πολλὴν ἐκαρποῦτο τὴν παράκλη-σιν, καὶ οἰκειότερος πρὸς τὸν Θεὸν ἐγίνετο. Διὸ καὶ ἐπήγαγε τοῦτο ἐμφαίνων, Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Οὐκ εἶπεν, Ἐξέτεινα, ἀλλὰ, Διεπέτασα, πολλὴν δεικνὺς τὴν διάθεσιν τῆς καρδίας, μονονουχὶ ἐξάλλεσθαι τοῦ σώματος ἐπειγομένης καὶ πρὸς αὐτὸν ἀνατρέχειν. Ἔνθους οὖν γενόμενος ὑπὸ τῆς μνήμης τῶν κατορθωμάτων, καὶ τὴν φιλανθρωπίαν ἀναλογισά-μενος ἅπασαν, καὶ τὴν ἀπὸ τῶν συμφορῶν παίδευσιν, καὶ τὴν ἀπὸ τῆς ἀπαλλαγῆς ἐλευθερίαν, πρὸς σὲ πάλιν κατέφυγον. Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ἕτερος, Ὡς γῆ διψῶσα πρὸς σὲ ἀεί· τοῦτο γάρ ἐστι τὸ, Διά-ψαλμα. Καὶ ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς εὐημερίαις καὶ ἐν πάσῃ καιρῶν διαφορᾷ τὴν ἴσην ἐπεδεικνύμην σπουδὴν, φησί. Τί δέ ἐστιν, Ὡς γῆ ἄνυδρός σοι; Ὥσπερ γῆ διψῶσα τοῦ ὑετοῦ ἐφίεται, οὕτω κἀγὼ τοῦ παρὰ σοὶ εἶναι διηνεκῶς. Μάλιστα δὲ ταύτην ἐπέτεινε τὴν ἐπιθυμίαν τῶν θλίψεων ὁ ὄγκος· διὸ καὶ ἀφῆκεν αὐτὰς ὁ Θεὸς αὐξηθῆναι, τὴν πολλὴν πρόνοιαν ἐπιδει-κνύμενος. Οὐ γὰρ ἐποίησε τὰ κτίσματα μόνον, ἀλλὰ καὶ γενομένων ἐπιμελεῖται, καὶ ἀνθρώπων, καὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γοῦν καὶ ὁ Παῦλος εἰδὼς ἔλε-γεν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ
PG 55:454ἐσμέν. Καὶ πάλιν· Ἐν αὐτῷ τὰ πάντα συνέστηκε. Καὶ ὁ Δαυί̈δ· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐ-τοῖς, συλλέξουσιν· ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσεται χρηστότητος· ἀποστρέ-ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Καὶ πάλιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ ὁ Ἡσαί̈ας· Ὁ κατέχων τὸν γῦρον τῆς γῆς. Καὶ περὶ ἀρετῆς· Ἐὰν μὴ Κύριος, φησὶν, οἰ-κοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο-μοῦντες αὐτόν. Καὶ πάλιν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Διὰ
τοῦτο καὶ σείει τὴν γῆν, καὶ καπνίζει τὰ ὄρη ἁπτόμε-νος, τὴν δεσποτείαν αὐτοῦ δηλῶν. Σκοτοῖ δὲ τὸν ἥλιον, καὶ ἐκλείπειν ποιεῖ, διὰ τούτου πάλιν τὴν δημιουργίαν αὐτοῦ ἀνακηρύττων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ ὁρᾷς ἥλιον ἀναποδίζοντα, καὶ σελήνην μετ’ αὐτοῦ πάλιν ἱσταμένην, καὶ πολλὰ ἕτερα θαύματα. Ὅτε μὲν γὰρ αὐτοῦ ἡ γνῶσις οὔπω ἐκ-τέτατο, ταῦτα ἐγίνετο· νυνὶ δὲ οὐκ ἔστι χρεία ταύτης τῆς διδασκαλίας, τῶν πραγμάτων βοώντων καὶ δει-κνύντων τὸν Δεσπότην. Εἶδες ἐν Αἰγύπτῳ σκότος, καὶ στοιχείων μεταβολάς; Εἰ δὲ λέγοιέν τινες, ὅτι ἡ ἔκλει-ψις φυσικῶς, ἀλλ’ οὐ τοῦ Θεοῦ κελεύσαντος συνέβη, εἰ-πάτωσαν πῶς ἐν τῷ καιρῷ τοῦ σταυροῦ γέγονεν. Οὐ γὰρ δὴ τῷ ὡρισμένῳ τότε καιρῷ, ἀλλ’ ὅτε μάλιστα οὐκ ἦν ἀκόλουθον, ἢ κατὰ δρόμον φύσεως, τότε συνέβη, τεσσαρεσκαιδεκαταίας καὶ πλήρους οὔσης· αἱ δὲ ἐκλείψεις οὐχ οὕτω γίνονται. Ἀλλ’ οὐκ ἂν ἔχοιεν Ὥστε δῆλον ὅτι καθάπερ τὰ ἄλλα τῇ τοῦ Δημιουργοῦ προστάξει, οὕτω καὶ ἐκλείψεις ἅπασαι γίνονται. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Τί λέγεις; ἐπείγεις τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν; Οὐδαμῶς· ἀλλ’ ἔθος καὶ τοῦτο ταῖς θλιβομέναις ψυχαῖς, ὥσπερ καὶ τοῖς κάμνουσι τῶν ἀνθρώπων, παρακαλεῖν τοὺς ἰατροὺς, κἂν ὁ καιρὸς μὴ ἀπαιτῇ, καὶ ταχέως ἐπάγειν τὴν λύσιν. Διὸ καὶ ὁ αὐτὸς τὴν αἰτίαν προστι-θεὶς ἔλεγεν· Ἐξέλιπε τὸ πνεῦμά μου. Καίτοι ὁ Θεὸς καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὢν, πολλῷ μᾶλλον πρὸ τελευτῆς. Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, ἡ ἀσθένεια τῆς φύ-σεως ἐντεῦθεν ἐλέγχεται. Ἤδει μὲν γὰρ, ὅτι αὐτῷ πάντα ῥᾴδια, ἀλλ’ οὐ φέρει τὴν ἐπαγωγὴν τῶν δεινῶν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἕτερος, Μὴ κρύψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Καὶ πόθεν ἡ ἀποστροφὴ γίνεται; Αὐτὸς ὁ Θεὸς διὰ τοῦ Ἡσαί̈ου λέγει· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου; Ἀλλ’ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὅταν οὖν τι πράξωμεν πονηρὸν, ἀποστρέφεται. Καθαρὸς γὰρ, φησὶν, ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά· καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ. Διὰ τοῦτο ἀποστρέφεται καὶ τοὺς ἀπονενοημένους. Διό φησιν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύ-την τοίνυν διώκωμεν τὴν ἀρετὴν, ἵνα ἐπισπασώμεθα
PG 55:455αὐτοῦ τὸ πρόσωπον, ἵνα μὴ καταπέσωμεν εἰς τὰ βάρα-θρα τῆς κακίας, πολλοῦ τοῦ σκότους κατέχοντος. Ἔστι καὶ πεσόντας ἀνελθεῖν. Δεῖ τοίνυν τοὺς καταπίπτοντας μὴ μένειν κάτω κειμένους. Λάκκος δέ ἐστι χαλεπὰ θηρία ἔχων καὶ σκότους γέ-μων, τῆς ἁμαρτίας ἡ φύσις. Οὐκοῦν χαλάσωμεν τῶν Γραφῶν τὰ σχοινία, καὶ τὴν προαίρεσιν ἐπιδῶμεν· καὶ ταχέως ἀναστησόμεθα, κἂν καταπέσωμεν. Πῶς δ’ ἂν γένοιτο ἀρχὴ ὁδοῦ; Ἂν καταπεσόντες μὴ καταφρονή-σωμεν, μηδὲ ἀπογνῶμεν, ἀλλ’ ἐπᾴδωμεν ἑαυτοῖς τὰ προφητικὰ ταῦτα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ πάλιν· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκού-σητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ τούτοις τοῖς λογισμοῖς δήσαντες ἑαυτοὺς ἀνελκύσωμεν. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ̈ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἕτερος, Ἀκουστὸν ποίησόν μοι ἐξ ὄρθρου τὸ ἔλεός σου, τουτέστι, ταχέως. 2. Εἶδες θλιβομένην ψυχὴν καὶ θορυβουμένην; Πρὸ γὰρ τῆς πείρας ἀκοῦσαι βούλεται, ὥστε ταῖς ἐλπίσιν ὀρθωθῆναι καὶ τῇ προσδοκίᾳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀνάστησόν με ἀπὸ τῆς ἐπαγγελίας. Εἶτα καὶ τὴν δι-καιολογίαν τοῦ τυχεῖν προστίθησι, λέγων· Ὅτι ἐπὶ σοὶ ἤλπισα. Οὐδὲν γὰρ ὁ Θεὸς οὕτως ἐπιζητεῖ, ὡς τὸ διηνεκῶς πρὸς αὐτὸν κεχηνέναι. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι· ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Τί λέγεις; καὶ τῆς φύσεως ἐχούσης τὸν νόμον τὸν ἐξ ἀρχῆς ὑπὸ τοῦ Θεοῦ ἐντεθέντα, καὶ τῶν γραμμάτων αὐτὸν ἀνανεούντων τῶν Μωσαϊκῶν, πῶς ἀξιοῖς λέγων πάλιν, Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι; Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν· Ἐπεὶ ὑπὸ τῆς κακίας κατεχώσθη μου τὸ συνειδὸς, ἀξιῶ αὐτὸ ἀνανεωθῆναι. Ἢ ὁδὸν ἐνταῦθα τὰ πολλὰ τῶν ἀγνοουμένων ἀνθρώποις λέγει, ὥσπερ καὶ Παῦλος δεί-κνυσι, λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν. Εἰ δὲ Παῦλος ἀγνοεῖ μετὰ τοσαύτην γνῶσιν, τί θαυμάζεις εἰ οὗτος ταῦτα λέγει; Ὅρα δὲ αὐτὸν οὐδὲν αἰσθητὸν ἐνταῦθα ζητοῦντα, ἀλλὰ τὴν ὁδὸν τὴν πρὸς Θεὸν φέρουσαν, καὶ οἴκοθεν παρέχοντα τὰς ἀρχάς. Οὐ γὰρ ἁπλῶς εἶπε· Γνώρισόν μοι, Κύριε, τὴν ὁδὸν τὴν πρὸς σὲ φέρουσαν, ἀλλὰ τί; Ἐπει-δὴ πρὸς σὲ ἦρα τὴν ψυχήν μου· τουτέστι, Πρὸς σὲ κέχηνα, πρὸς σὲ βλέπω. Τούτοις γὰρ μάλιστα ὁ Θεὸς γνωρίζει. Διὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα πρὸς σὲ [τὴν] ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Ὅρα πανταχοῦ τὰς αἰτίας καὶ παρὰ τοῦ δεομένου προσφερομένας. Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν, ὅτι πρὸς σὲ ἦρα τὴν ψυ-χήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, Δίδαξόν με τὸ θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ θέλημά
PG 55:456σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκα-λίας, ὥστε βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ παρ’ ἑαυτῶν εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός μου. Ὁρᾷς τὰς αἰτή-σεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας, καὶ δόξης, ἀλλ’ ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, προσάγει τὴν αἴτησιν· ὅπερ ἐστὶ θη-σαυρὸς τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς, καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐ-θείᾳ. Ὁρᾷς πῶς μανθάνομεν, πῶς διδασκόμεθα ἀνύειν τὴν ὁδὸν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου; Διὸ καὶ ὁ Παῦ-λος ἔλεγεν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἐν γῇ εὐθείᾳ. Κατὰ μὲν τὴν ῥῆσιν, τὴν πατρίδα αὐτοῦ φησι· κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Ἄλλος δέ φησι· Διὰ γῆς ὁμαλῆς. Οὐδὲν γὰρ λειότερον ἀρετῆς, θορύ-βων ἀπηλλαγμένης καὶ ταραχῆς. Ἕνεκεν τοῦ ὀνό-ματός σου, Κύριε, ζήσεις με. Ὁρᾷς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγοντα, οὐ παῤῥησίᾳ βίου θαῤ-ῥοῦντα; Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλί-ψεως τὴν ψυχήν μου. Ἄλλος φησίν· Ἐν τῇ ἐλεη-μοσύνῃ σου. Ὁρᾷς πῶς ἀληθὲς, ὅπερ ἔμπροσθεν ἔλε-γον, ὅτι πολλαχοῦ τὴν δικαιοσύνην αὐτοῦ φιλανθρωπίαν καλεῖ; Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Εὔ-χεσθε γὰρ, φησὶ, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Οὐκ ἐπειδὴ, φησὶν, ἐγὼ ἄξιος, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν ἀπάλλαξόν με τῶν πολεμούντων με, ἐλευθέρωσον τῶν ἐπιβουλευόντων, δὸς ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς θλίψεως. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί. Ὅρα πάλιν τὴν αἰτίαν κειμένην. Οὐ γὰρ ἔστιν
ἁπλῶς ἐπιτυγχάνειν τῶν αἰτήσεων, ἀλλὰ πανταχοῦ παρασκευάζειν ἑαυτοὺς ἀξίους χρὴ τοῦ λαμβάνειν ἅπερ αἰτοῦμεν, καὶ τὰ παρ’ ἑαυτῶν συνεισφέρειν, καὶ οὕτω προσιέναι. Οὐ γὰρ ἀρκεῖ μόνον τῆς εὐχῆς ἡ φύσις· ἐπεὶ καὶ Ἰουδαῖοι ηὔχοντο, καὶ ἤκουον· Κἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Καὶ τί θαυμάζεις, εἰ οἱ Ἰουδαῖοι οὐκ ἠκούοντο, ὅπου γε καὶ Ἱερεμίας ὑπὲρ αὐτῶν παρακαλῶν ἐπετιμᾶτο, καὶ ἅπαξ καὶ δὶς ἀκούει· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Καὶ τί θαυμάζεις εἰ Ἱερεμίας οὐκ εἰσακούσηται; Κἂν Νῶε, φησὶ, κἂν Ἰὼβ, κἂν Δανιὴλ στῶσιν, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Ταῦτα τοίνυν εἰ-δότες, μὴ μόνον εὐχώμεθα, ἀλλὰ μετὰ τῶν εὐχῶν ἀξίους ἑαυτοὺς παρασκευάζωμεν τοῦ λαβεῖν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγα-θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Psalm CXLIIIIn Psalmum CXLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:457ΕΙΣ ΤΟΝ ΡΜΓ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον. α. Τί λέγεις; πολέμων διδάσκαλος ὁ Θεὸς, καὶ μά-χης, καὶ παρατάξεως; Μάλιστα μέν· οὐκ ἄν τις ἁμάρ-τοι καὶ τὴν ἐν τούτοις νίκην αὐτῷ λογιζόμενος. Τοῦτο γάρ ἐστιν, Ὁ διδάσκων τὰς χεῖράς μου. Τουτ-έστιν, ὁ ποιῶν περιγενέσθαι τῶν πολεμίων, κρατεῖν, τρόπαιον ἐγείρειν. Καὶ γὰρ ἡνίκα τὸν Γολιὰθ κατ-έβαλεν, ἐκεῖνος ὁ τῆς νίκης αἴτιος· καὶ ἡνίκα πολ-λοὺς πολέμους κατώρθωσε, καὶ τρόπαια ἔστησε, καὶ αὐτάνδρους εἷλε πολεμίας τινὰς πόλεις, οὗτος αὐ-τὸν κρατῆσαι ἐποίησεν. Διὸ καὶ ᾄδων ἔλεγε· Κύ-ριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Καὶ ἐπὶ τοῦ Μωϋσέως δὲ πολλὰ τοιαῦτα εἰργάσατο. Πλὴν ἀλλ’ ἔστι καὶ ἕτερος πόλεμος τούτου χαλεπώ-τερος, ἔνθα ἡμῖν μάλιστα τῆς ἄνωθεν ῥοπῆς δεῖ, ὅταν πρὸς τὰς ἀντικειμένας παραταττώμεθα δυνάμεις. Ὅτι δὲ πρὸς ταύτας ἡμῖν ἐστι πόλεμος, ἄκουε Παύλου λέγοντος. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξ-ουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τοῦτο καὶ χαλεπώτερος, ὅτι ἐξ ἑτέρας φύσεως αἱ φάλαγγες, καὶ ταύτης ἀοράτου, καὶ ὅτι οὐ περὶ μικρῶν ὁ ἀγὼν, ἀλλὰ περὶ σωτηρίας καὶ ἀπωλείας. Ἐνταῦθα οὐκ ἔστι τοὺς σφαττομένους ἰδεῖν, οὐ τὸν καιρὸν προμαθεῖν, οὐ δυσκολίαν, οὐ τό-πον, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ παιζόντων καὶ ῥᾳθυμούντων ἐπιτίθενται αὗται αἱ φάλαγγες· ὥστε πεφραγμένους καὶ διαπαντὸς δεῖ εἶναι. Οὐ γὰρ οἶδεν ἀνακωχὴν ὁ πόλεμος, οὐδὲ ἔχει κήρυκας, οὐδὲ πρέσβεις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἀκήρυκτός ἐστιν ἡ μά-χη· διὸ δὴ μάλιστα πάντοθεν φράττεσθαι καὶ τρέφε-σθαι εὐτόνως χρή. Τροφὴ δὲ τοῦ πολέμου τούτου, καὶ ὅπλα τῶν τοιούτων στρατιωτῶν, τῶν θείων Γραφῶν ἡ ἀκρόασις. Ταύτης ὁ μὴ ἀπολαύων, λιμῷ τήκεται. Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἐνταῦθα τοίνυν, ὥσπερ καὶ ἐν τοῖς αἰ-σθητοῖς πολέμοις, τῆς ἄνωθεν χρεία ῥοπῆς. Οὐ σώ-ζεται γὰρ, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευ-δὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Οὕτω γοῦν οἱ πολλοὶ τοὺς πο-λεμίους ἐτροποῦντο, τὸ πρότερον εὐχῶν προηγουμέ-νων, καὶ τὰς πολεμίας φάλαγγας καταβαλουσῶν. Ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὁρᾷς πάλιν ἀπὸ φιλανθρωπίας ἀξιοῦντα σώζεσθαι; Μᾶλλον δὲ καὶ ἕτερόν τι ἐνταῦθα αἰνίττεται. Δείκνυσι γὰρ διὰ τούτου καὶ λέγει, ὅτι Οὐδὲ αὐτοῦ τοῦ ἐλέους ἄξιος ἤμην, εἰ μὴ αὐτὸς ἐπ-ένευσεν. Αὐτὸς οὖν ἐστιν Ὁ ἔλεός μου, φησίν· οὐκ ἐγὼ ἔσχον αὐτὸν ἐν τοῖς ἔργοις. Εἰ γὰρ καὶ ἔλεός ἐστιν, ἀλλ’ οὐκ ἀκρίτως ἅπασιν ἔπεισιν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Δεῖ τοίνυν, εἰ καὶ ἐλεεῖσθαι μέλλο-
PG 55:458μεν, παρέχεσθαι τὰς ἀφορμὰς οἴκοθεν τῆς τοιαύτης φιλανθρωπίας. Οὗτος δὲ καὶ αὐτὸ τὸ ἐλεηθῆναι παρ’ αὐτοῦ ἔχειν λέγει. Εἶδες συντετριμμένην ψυχήν; εἶ-δες γνώμην εὐγνώμονα, καὶ πῶς τὸ πᾶν ἀνατίθησι τῷ φιλανθρώπῳ Θεῷ; Ἀντιλήπτωρ μου, καὶ ῥύστης μου, ὑπερασπιστής μου· καὶ ἐπ’ αὐτῷ ἤλπισα. Συνεχῶς περιστρέφει τὴν ἐλπίδα τὴν εἰς αὐτὸν, παι-δεύων ἅπαντας μὴ βαπτίζεσθαι τοῖς δεινοῖς, ἀλλὰ καὶ ἐν μέσαις ταῖς· συμφοραῖς ἐκεῖ κεχηνέναι, μηδὲ ἀπαγορεύειν καὶ ἀναπεπτωκέναι. Αὐτὸς γάρ ἐστιν ὁ ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὥστε κἂν μὴ παρ’ αὐτὰ τῶν δεινῶν τὰ προοίμια ἀντιλάβηται, μηδὲ ῥύ-σηται, δεῖ θαῤῥεῖν. Εἰ τοίνυν αὐτός ἐστιν ἀντιλήπτωρ, πάντας ἀπαλλάξει τῶν δεινῶν. Ἐλπὶς γὰρ μάλιστα τότε ἐστὶν, ὅταν τῶν ὁρωμένων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, αὕτη θαῤῥεῖν ὑπὲρ μέλλοντος παρα-σκευάζῃ. Ὁ ὑποτάσσων λαόν μου ὑπ’ ἐμέ. Καλῶς οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς ἄνωθεν χρεία βοηθείας, ὥστε εἴκειν τοὺς ὑπηκόους, καὶ μὴ στασιά-ζειν, μηδὲ κατεξανίστασθαι. Οὐκ ἄρα ἐν τῇ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων ὑποταγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων πολλῆς ἡμῖν τῆς ἄνωθεν δεῖ ῥοπῆς. Καὶ γὰρ καὶ τοῦτο μέγα ἐστὶ, τὸ τοὺς οἰκείους εὖ διαθεῖ-ναι, καὶ οὐκ ἔλαττον τοῦ τῶν ἐχθρῶν περιγενέσθαι. Πολλοὶ γοῦν πολλάκις ἐν πολέμοις μὲν τρόπαια ἔστη-σαν, ἐν εἰρήνῃ δὲ κατεκόπησαν, τῶν ἀρχομένων οὐκ εἰδότες φέρειν τὰς ἡνίας. Οὐκ ἄρα ἐν τῇ δυνάμει τῆς βασιλείας ἐστὶ τὸ ὑποτετάχθαι τὰ στρατόπεδα, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ. Ὥσπερ δὲ ἀπὸ ταύτης αἱ τῶν πολεμίων νῖκαι, οὕτω καὶ αἱ τῶν οἰκείων ὑποταγαί. Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Ἕτερος. Τί ἄνθρωπος, καὶ γνώσῃ αὐτόν; Ἕτερος, Ὅτι γνωρί-ζεις αὐτόν; Ἄρα μέγαν τινὰ εἶναι χρὴ τὸν μέλλοντα τὸν Θεὸν γνωρίζειν, μᾶλλον δὲ τὸν μέλλοντα γνωρί-ζεσθαι παρ’ αὐτοῦ· οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ ἐκεῖνον, ᾧ μέλλει γνωρίζειν ἑαυτὸν ὁ Θεός. Διὸ καὶ ἄριστα εἰρήκασιν οἱ Ἑβδομήκοντα τὸ, Ἐγνώσθης αὐ-τῷ, δεικνύντες ὅτι οὐχ ἡμεῖς αὐτὸν εὕρομεν, ἀλλὰ αὐτὸς εὑρέθη. Οὐ γὰρ εἶπε, Τί ἐστιν ἄνθρωπος ὁ γνωρίσας σε, ἀλλὰ, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώ-σθης αὐτῷ; β. Διὸ καὶ Παῦλος ἄνω καὶ κάτω συνεχῶς τοῦτο περιστρέφει λέγων· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ἑτέρωθι δὲ πάλιν ὁ Παῦλος· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. Διὰ δὴ τοῦτο καὶ συνεχῶς ἑαυτὸν ἄνω καὶ κάτω κλητὸν λέγει, δεικνὺς ὅτι οὐκ αὐτὸς ἐπέδραμεν, ἀλλὰ πρότερον ἐκλήθη. Οὕτω καὶ ἀλλαχοῦ φησι· Διώκω δὲ, εἰ καὶ καταλά-βω, ἐφ’ ᾧ καὶ κατελήφθην. Οὐκ εἶπε, Κατέλαβον, ἀλλὰ, Καὶ κατελήφθην. Πῶς δὲ λέγει οὗτος, Τί ἐστιν ἄνθρωπος; Καί τοι ἄλλος φησὶ, Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Καὶ ἄλλος, Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ γὰρ τῆς κτίσεως ἁπάσης τὴν ἐπιστασίαν ἔλαχεν. Εἰσὶ δέ τινες, ὧν οὐδὲ ὁ κό-
PG 55:459σμος ἀντάξιος. Ἀλλ’ ἐκεῖνα μὲν περὶ ἀρετῆς, καὶ ὅταν τινὲς αὐτὴν ἐπιδείξωνται· τὸ δὲ, Τί ἐστιν ἄν-θρωπος; περὶ τῆς φύσεως εἴρηται. Καὶ μὴν καὶ ἡ φύσις μεγάλη· μεγάλη μὲν, ἀλλὰ ἐὰν τὴν γνῶσιν ἴδῃς ἧς κατηξιώθη, πολὺ καταδεεστέρα ταύτης. Ἀκουέτωσαν αἱρετικῶν παῖδες, ὅτι τοσαύτην μα-νίαν μαίνονται, τὰ μέτρα ὑπερβαίνοντες ἑαυτῶν, καὶ ἄγνοιαν ἐσχάτην νοσοῦσι, τὰ ὑπὲρ αὐτοὺς εἰδέναι φάσκοντες. Ἔστι γὰρ καὶ ἐν ἀγνοίᾳ γνῶσιν, καὶ ἐν γνώσει ἄγνοιαν εἶναι· καὶ εἰ βούλεσθε, ἐπὶ τῶν αἰσθητῶν αὐτὸ γυμνάσωμεν. Εἰπὲ γάρ μοι, ἄν τις λέγῃ τὴν θάλασσαν δύνασθαι ἐκμετρεῖν, καὶ εἰδέναι πόσους ἔχει κυάθους, ἆρα οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν, τί ποτέ ἐστι θάλασσα; Ὁ δὲ λέγων μὴ εἰδέ-ναι, ἀλλ’ ἄπειρον αὐτῆς τὸν ἀριθμὸν διατεινόμενος, οὗτος μάλιστά ἐστιν ὁ εἰδὼς τί ποτέ ἐστι θάλασσα. Τί δὲ ἐπὶ τοῦ Θεοῦ; Ἂν εἴπῃ τις, Εἶδον τὸν Θεὸν, καὶ κατέλαβον τῇ ὄψει τῇ ἐμῇ, ἆρ’ οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν τὸν Θεὸν, ὁ τὸ ἀόρατον ὁρατὸν εἶναι λέγων, καὶ ἐν προσθήκῃ γνώσεως καὶ τὴν δυνατὴν ἀφαιρού-μενος; Ἂν δέ τις ἀόρατον αὐτὸν εἴπῃ, καὶ μηδένα δύνασθαι ὁρᾷν, οὐχ οὗτος μάλιστά ἐστιν ὁ εἰδώς; Τί δὲ πάλιν ἄν τις ἀκατάληπτον αὐτὸν εἴπῃ, ἕτερος δὲ καταληπτόν· ἆρ’ οὐχ οὗτος μέν ἐστιν ὁ ἀγνοῶν, ἐκεῖνος δὲ ὁ εἰδώς; Οὐχ ὁρᾷς καὶ Παῦλον ταύτην ἐρ-χόμενον τὴν ὁδὸν, καὶ λέγοντα, Ἐκ μέρους γινώ-σκομεν, καὶ ἐκ μέρους προφητεύομεν; Λόγισαι πόσα γέγονεν, ἵνα μάθωμεν τὸν Θεὸν, οὐ τίς ἐστι τὴν οὐσίαν, ἀλλ’ ὅτι ἔστι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος λέγει· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν. Ἡ κτίσις ἅπασα αὐτὸν ἀνακηρύττει [ Ἐκ γὰρ μεγέθους, φησὶ, καὶ καλλονῆς κτισμάτων ἀνα-λόγως ὁ γενεσιουργὸς θεωρεῖται ], τοῦ ἀνθρώπου αὐτὴ ἡ κατασκευὴ, αἱ τιμαὶ αἱ παρ’ αὐτοῦ δεδομέναι, αἱ κολάσεις, αἱ εὐεργεσίαι, αἱ οἰκονομίαι, τὰ διὰ τῶν προφητῶν προαναπεφωνημένα, τὰ θαύματα τὰ διά-φορα. Μετὰ ταῦτα ἦλθεν αὐτὸς ὁ Μονογενὴς, καὶ τὴν οἰκονομίαν τὴν θαυμαστὴν ἐκείνην καὶ φρικτὴν ἐπλή-ρωσε. Καὶ ὅμως εἰσί τινες, οἱ μηδέπω τὸ σαφὲς μα-θόντες· καὶ σὺ λέγεις ἐξ οἰκείων λογισμῶν δύνασθαι καταλαμβάνειν τὸ τί τὴν οὐσίαν ἐστίν; Οὐκοῦν ἀγνοεῖς τὸν Θεόν; φησίν. Ἄπαγε· ἀλλ’ οἶδα μὲν, ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι προνοῶν, καὶ τὰ ἄλλα ἅπαντα ὅσα εἶπον αἱ Γραφαί· τὸ δὲ τί τὴν οὐσίαν, οὐκ οἶδα. Ἐνόμισε καὶ ὁ Ἀδὰμ πλέον εὑρίσκειν, τῷ διαβόλῳ πεισθεὶς, καὶ διὰ τῆς πλεονεξίας ταύτης καὶ ὃ εἶχεν ἀπώλεσεν. Ὅπερ καὶ οὗτοι πάσχουσιν ἀπὸ τῶν ἀνθρωπίνων λο-γισμῶν ἐναγόμενοι, καὶ οὐκ ἀκούοντες ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὐκ ἀκούουσι Παύλου λέγοντος, Διὰ τοῦ Πνεύματος ἀπεκάλυψεν ἡμῖν, καὶ τοὺς λογισμοὺς ἐκβάλλοντος; Λογισμοὺς, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ἄλλος σοφὸς, Λογισμοὶ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Τί ἐστιν ἄν-θρωπος, ὅτι ἐγνώσθης αὐτῷ. Ἐννόησον τὸ ἄπει-
PG 55:460ρον ἐκεῖνο μέγεθος· μᾶλλον δὲ οὐδὲ τοῦτο λέγων, ἀξίως Θεοῦ λέγω· ἀλλ’ οὐκ οἶδα πῶς λαλήσω· οὐδὲ γὰρ μέγεθος ἐπὶ Θεοῦ λέγοντες, κυρίως λέγομεν· ἀλλ’ ἐπειδὴ οὐκ ἔστιν ἑτέρως φθέγγεσθαι, τοῖς ἐγχωροῦσι κέχρημαι ῥήμασιν. Ἐπεὶ καὶ Ὕψιστον αὐτὸν καλῶν, οὐ τόπῳ αὐτὸν περιορίζω· ἀλλὰ καὶ τὸ ὑψηλὸν καὶ μεγαλεῖον αὐτοῦ τῆς φύσεως δηλῶ, καὶ διεστηκὸς, καὶ πάντων ἀνακεχωρηκός. Διὰ δὴ τοῦτο ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; Διὰ γὰρ τοῦτο καὶ ταπεινὸν ἐποίησε καὶ με-γάλα ἐχαρίσατο, ἵνα μὴ ἐπαρθῇ, ἔχων μεγίστην ἀνά-γκην τοῦ μετριάζειν, τὴν ἀπὸ τῆς φύσεως εὐτέλειαν. Ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Εἶδες πόσον τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Θεοῦ; Ἄνθρωπος ματαιό-τητι ὡμοιώθη. Ἕτερος δὲ ἑρμηνευτὴς τὸ, Ματαιότητι, Ἀτμῷ εἶπεν. Οὐκ ἄλλο δὲ τὸ Ματαιότητι δηλοῖ, ἢ ὅτι ἐπίκηρος, πρόσκαιρος, βραχύς. Ἐνταῦθα τὸν περὶ τοῦ σώματος γυμνάζει λόγον. Δι’ ὃ καὶ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὁ δὲ Ἡσαί̈ας, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δέ ἐστι, Ματαιότητι ὡμοιώθη; Τῷ μη-δενὶ, φησίν· ἐπειδὴ τῶν ἀνθρωπίνων οὐδὲν βέβαιον, οὐδὲ στάσιμον, ἀλλὰ πάντα παράγει καὶ παρέρχεται. Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι· τουτέστιν, οὐδὲ ἡνίκα πάρεισιν, ἰσχύν τινα ἔχουσιν, ἀλλὰ καὶ ταχέως ἀφίπτανται. γ. Καὶ σκόπει τοῦτο ἐπὶ τῶν πραγμάτων αὐτῶν, τοὺς ἐν ἀξιώμασι λογιζόμενος, τοὺς ἐπὶ τῶν ὀχημάτων, τοὺς ἐν ταῖς δυναστείαις, τοὺς εἰς τὸ δεσμωτήριον ἐμβάλλοντας καὶ μαστιγοῦντας. Τί γὰρ σκιᾶς διαφέ-ρουσιν οὗτοι, οὐκ ἐν τῷ καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ πρὸ τῆς τελευτῆς; Ὅταν γὰρ ἀρχῆς παραλυ-θῶσι, πάντα ἐκεῖνα οἴχεται καὶ ἐκποδὼν γίνεται· τὰ δὲ ἀληθῆ πράγματα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· τότε καὶ εὐθῦναι καὶ κολάσεις ἀληθεῖς, καὶ τὰ ἀγαθὰ ὁμοίως, καὶ ὁ δικαστὴς ἀνεξαπάτητος. Τὰ δὲ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων, ἕστηκεν αὔριον δικαζόμενος, καὶ πυκναὶ αἱ μεταβολαὶ, καὶ ἀνώμαλοι αἱ μεταβάσεις. Κύριε, κλῖνον οὐρα-νούς σου, καὶ κατάβηθι. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. Ἕτερος. Κλίναντός σου οὐρα-νοὺς, καὶ καταβάντος, καὶ ἁψαμένου τῶν ὀρέων ἐκαπνίσθησαν. Καὶ ποία αὕτη ῥημάτων ἀκολουθία; Πολλὰ μὲν οὖν, καὶ σφόδρα ἐχομένη τῶν προτέρων. Ἐπειδὴ γὰρ περὶ τῆς εὐτελείας τῆς ἀνθρωπίνης δι-ελέχθη, καὶ τὸ οὐδαμινὸν τῆς φύσεως παρέστησε, καὶ ἐνταῦθα πάλιν καταστέλλει τῶν φλεγμαινόντων τὴν ἀπόνοιαν, μονονουχὶ τοῦτο δι’ ὧν ἐπήγαγε λέγων· Ἔδει μὲν αὐτοὺς οἴκοθεν συνιδεῖν τῆς φύσεως τὸ εὐτελὲς, καὶ μὴ μέγα φρονεῖν· ἐπειδὴ δὲ οὐ βούλονται, δεῖξον ἀπὸ τῶν σῶν ἔργων ποῦ ταπεινότητός εἰσιν ἀπῳκι-σμένοι. Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Τοῦτο λέγει, οὐκ ἐπειδὴ ὁ Θεὸς καταβαίνει· πῶς γὰρ ὁ παν-ταχοῦ παρών; ἀλλ’ ἵνα διὰ τῶν ἀνθρωπίνων τούτων λέξεων τοὺς παχυτέρους ἐκπλήξῃ τῶν ἀκροατῶν, ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγεται. Ἐπεὶ καὶ τὸ
PG 55:461τῆς ἁφῆς, εἰ καὶ δοκεῖ μέγα εἶναι, ἀλλὰ πολὺ τῆς τοῦ Θεοῦ ἀξίας καταδεέστερον. Οὐδὲ γὰρ ἁφῆς ὁ Θεὸς χρείαν ἔχει, ἵνα καπνίσῃ τὰ ὄρη, μᾶλλον δὲ οὐδὲ νεύματος, ἀλλὰ βουλῆς καὶ θελήσεως. Εἰπὼν τοίνυν περὶ τῆς εὐτελείας τοῦ ἀνθρώπου, λέγει καὶ περὶ τῆς δυνάμεως τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν εἰπεῖν· ἐπεὶ καὶ ταῦτα πολὺ ἀποδέοντα τῆς μεγαλωσύνης ἐκείνης. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐ-τούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συντα-ράξεις αὐτούς. Ἀστραπὴν ἐνταῦθα καὶ βέλη οὐ τὴν ἀστραπὴν ταύτην φησὶν, οὐδὲ ταῦτα τὰ βέλη, ἀλλὰ τὰς τιμωρίας οὕτω καλεῖ, ἀπὸ τῶν ἤδη γνωρίμων τὸν καταφρονητὴν πείθων καὶ τὸν ἀναπεπτωκότα τρέμειν καὶ δεδοικέναι καὶ ὑποκύπτειν. Εἰ γὰρ ἀστραπήν τις οὐκ ἂν ἐνέγκοι, καίτοι οὐκ ἐπὶ κολάσει πεμπομένην, εἰ βουληθείη κινῆσαι τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν, τίς ὑποστήσεται; Βέλη δὲ Θεοῦ λιμοὶ, καὶ λοιμοὶ, καὶ σκη-πτοὶ, καὶ πολυειδεῖς τιμωρίαι. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδά-των πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Οὐ γὰρ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ σώζειν ἀπηρ-
τισμένη ἡ δύναμις τοῦ Θεοῦ. Χεῖρα δὲ ἐνταῦθα τὴν βοήθειαν, τὴν συμμαχίαν λέγει· διὸ οὐδὲ Ἔκτεινον, εἶπεν, ἀλλ’ Ἐξαπόστειλον, τοῦτο δηλῶν· εἰ δέ που καὶ, Ἔκτεινον, λέγοι, τὸ αὐτὸ πάλιν αἰνίττεται. Καὶ ὕδατα δὲ τὴν ἄτακτον τῶν πολεμίων ἔφοδον καλεῖ, καὶ συγκεχυμένην, καὶ πολλῇ τῇ ῥύμῃ φερομένην. Ὅτι γὰρ οὐ περὶ ὑδάτων ὁ λόγος, δῆλον διὰ τῆς ἐπαγωγῆς· Ἐκ χειρὸς γὰρ, φησὶν, υἱῶν ἀλλοτρίων. Υἱοὺς δὲ ἀλλοτρίους ἐνταῦθά μοι δοκεῖ λέγειν τοὺς τῆς ἀληθείας ἀπεξενωμένους. Ὥσπερ γὰρ τοὺς πιστοὺς οἰκείους ἡγούμεθα καὶ ἀδελφοὺς, οὕτω τοὺς ἀπίστους ἀλλοτρίους· καὶ τούτῳ μάλιστα τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον ἐπιγινώσκομεν. Οἰκεῖος γὰρ οὗτος ὁ τὸν αὐτόν μοι πατέρα ἐπιγραφόμενος, καὶ τῆς αὐτῆς κοινωνῶν τραπέζης, μᾶλλον ἢ ὁ γένει προς-ήκων· καὶ γὰρ ἀκριβέστερος οὗτος τῆς συγγενείας ὁ νόμος, ὥσπερ οὖν καὶ ἀλλοτριότης ἡ ἀπὸ τῶν ἐναντίων τρανοτέρα τῆς κατὰ γένος. Μὴ τοίνυν τοῦτο ἴδῃς, ὅτι ὑπὸ τὸν αὐτόν ἐσμεν οὐρανὸν καὶ τὴν αὐτὴν οἰκου-μένην· ἄλλην γὰρ ἐγὼ κοινωνίαν ἐπιζητῶ, καὶ ὑπὲρ τὸν οὐρανόν. Ἐκεῖ ἡμῶν τὸ πολίτευμα καὶ ἡ ζωή· Ζωὴ γὰρ ἡμῶν, φησὶ, κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Οὐδὲ γὰρ γῆν οἰκοῦμεν, ἀλλὰ μετέστημεν πρὸς τὴν ἄνω μητρόπολιν. Ἕτερον φῶς ἀληθινὸν ἔχομεν, ἑτέραν πατρίδα, καὶ πολίτας ἄλλους καὶ συγγενεῖς. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Πῶς οὖν, φησὶ, τὸν Σαμαρείτην πλησίον ἔφησεν εἶναι ὁ Χριστὸς, καίτοι πολὺ τὸ μέσον ὄν; Ἀλλ’ οὐ κατὰ τὸν τῆς φύσεως λόγον. Ὅταν οὖν εὐποιεῖν δέῃ, πᾶς ἄνθρωπός σοι ἐγγὺς ἔστω· ὅταν δὲ ὁ τῆς ἀληθείας γυμνάζηται λόγος, ἐπιγίνωσκε τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον. Κἂν ἀδελφὸν ἔχῃς ὁμοπάτριον καὶ ὁμομήτριον, καὶ μὴ κοινωνήσῃ σοι κατὰ τὸν τῆς ἀλη-θείας νόμον, ἔστω σοι τοῦ Σκύθου βαρβαρικώτερος· κἂν Σκύθης, κἂν Σαυρομάτης ᾖ, τῶν δογμάτων δὲ εἰδῇ τὴν ἀκρίβειαν, καὶ πιστεύῃ τοῦτο ὃ καὶ αὐτὸς σὺ, αὐτοῦ τοῦ τὰς αὐτὰς ὠδῖνας σοὶ λύσαντος οἰκειότερος ἔστω καὶ ἐγγύτερος· καὶ τὸν βάρβαρον καὶ τὸν οὐ τοιοῦτον ἐν-τεῦθεν διακρίνωμεν, μὴ ἀπὸ τῆς γλώττης, μηδὲ ἀπὸ τοῦ γένους, ἀλλ’ ἀπὸ τῆς γνώμης καὶ τῆς ψυχῆς.
PG 55:462Τοῦτο γὰρ μάλιστα ἄνθρωπος, ὅταν δογμάτων ἀκρί-βειαν ἔχῃ καὶ πολιτείαν φιλόσοφον. δ. Ἀλλ’ ἴδωμεν λοιπὸν τοὺς ἀλλοτρίους, πῶς αὐ-τοὺς ὑπέγραψε καὶ ὁ προφήτης, εἰπών· Ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Εἶδες τίνας φησὶν ἀλλοτρίους; Τοὺς ἐν πονηρίᾳ ζῶν-τας, τοὺς ἀδικίας ἐρῶντας, τοὺς τὰ ἀνόητα φθεγ-γομένους, τοὺς οὐδὲν χρήσιμον λέγοντας. Ἐπιγίνωσκε τοίνυν τοὺς ἀλλοτρίους ἀπὸ τοῦ στόματος, ἀπὸ τῶν ἔργων· ὥσπερ καὶ ὁ Χριστός φησιν· Ἀπὸ τῶν καρ-πῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καθάπερ γὰρ ἐν τοῖς στρατοπέδοις πολλά τινα δίδονται συνθήματα καὶ σημεῖα, ἵν’ εἴποτε ἡ νυκτομαχία γένοιτο, ἢ κό-νις ἀρθεῖσα τὰ τῆς νυκτὸς ἐπιδείξαιτο, ἢ καὶ ἑτέρα τις γένοιτο σύγχυσις καὶ ταραχὴ, μὴ τὸν οἰκεῖον ὡς τὸν πολέμιόν τις ἴδῃ, μηδὲ τὸν ἐναντίον ὡς οἰκεῖον· οὕτω καὶ ἐνταῦθα δίδωσί σοι συνθήματα ὁ προφήτης, δι’ ὧν δυνήσῃ τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον γνωρί-ζειν, οἷον ἀφ’ ὧν φθέγγεται, ἀφ’ ὧν ποιεῖ, λέγων· Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Καὶ γὰρ καὶ νῦν πόλεμός ἐστι καὶ μάχη, καὶ νυκτομαχία χαλεπωτάτη, δαιμόνων βαλλόντων, ἐπιθυμιῶν ἐπιβουλευουσῶν, λογισμῶν ἐπανισταμένων. Ἔστι καὶ ἐν τοῖς μεμυημένοις συν-θήματα καὶ σύμβολα· κἂν βουληθῶμέν τινα, ἀμφι-βάλλοντες εἴτε ἀμύητός ἐστιν, εἴτε μεμυημένος, ἐπι-γνῶναι, ταῦτα ἐρωτῶντες μανθάνωμεν. Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τί τοίνυν τούτου χαλεπώτερον γένοιτ’ ἂν, ὅταν τὴν εἰς βοήθειαν δεδο-μένην, εἰς ἐπιβουλὴν τρέπωμεν; Διὰ γὰρ τοῦτο ἔχομεν δεξιὰς, ἵνα καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀδικουμέ-νοις ἀμύνωμεν, ἵνα ἀναιρῶμεν παρανομίας, ἵνα λιμὴν γενώμεθα καὶ καταφυγὴ τοῖς ἐπηρεαζομένοις. Τίνα οὖν ἂν ἔχοιεν συγγνώμην οἱ μὴ πρὸς σωτηρίαν ἑτέρων χρώμενοι τῷ ὅπλῳ τούτῳ, ἀλλὰ πρὸς ἀπώλειαν τὴν ἑαυτῶν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Ποία αὕτη πάλιν ἡ ἀκολουθία; Πολλὴ μὲν οὖν καὶ ἐνταῦθα. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ, Ἐξελοῦ με, καὶ σκόρπισον ἐκείνους, ἐπαγγέλ-λεται καὶ ἀμείβεσθαι τῆς συμμαχίας αὐτὸν ἀμοιβὴν, ἐκείνῳ μὲν οὐδὲν πλέον ποιοῦσαν, τῷ δὲ εἰσφέροντι τὴν ἀμοιβὴν τὸ κέρδος φέρουσαν. Τί δὲ αὕτη ἐστίν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Εἰ δὲ μικρὸν τοῦτο πρὸς τὸ μέγεθος τῆς εὐεργεσίας, ἀλλ’ ὅπερ ἔσχεν. Ἐπεὶ καὶ ἡμεῖς παρὰ τῶν πενήτων καὶ οὐδὲν κεκτημένων οὐδὲν ἕτερον ἐπιζητοῦμεν, ἀλλ’ ἢ εὐφημίαν καὶ εὐγνωμοσύνην. Ἀλλ’ ἡμεῖς μὲν, ἵνα λαμπρότεροι γενώμεθα· ὁ δὲ Θεὸς, οὐκ ἐπειδὴ δεῖται, ἀλλ’ ἵνα αὐτοὺς τοὺς ᾄδοντας λαμπροτέρους ἐργάση-ται, καὶ ταύτῃ πάλιν αὐτοὺς εὐεργετήσῃ. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· τουτέστιν, Εὐ-χαριστήσω σοι. Ἀλλὰ τότε μὲν ὄργανα ἦν, δι’ ὧν τὰς ᾠδὰς ἀνέφερον· νυνὶ δὲ ἀντὶ ὀργάνων κεχρῆσθαι ἔστι τῷ σώματι. Ἔστι γὰρ καὶ δι’ ὀφθαλμῶν ᾄδειν, οὐ διὰ γλώττης μόνον, καὶ διὰ χειρῶν, καὶ διὰ πο-δῶν, καὶ διὰ ἀκοῆς. Ὅταν γὰρ ἕκαστον τούτων
PG 55:463ταῦτα πράττῃ, ἃ τῷ Θεῷ φέρει δόξαν καὶ αἶνον, οἷον ὅταν μὴ ἀκόλαστα ὀφθαλμὸς βλέπῃ, ὅταν μὴ πρὸς ἁρπαγὰς αἱ χεῖρες, ἀλλὰ πρὸς ἐλεημοσύνην ὦσι τεταμέναι, ὅταν πρὸς ψαλμῶν καὶ πνευματικῶν ἀκουσμάτων ὑποδοχὴν ὦσιν αἱ ἀκοαὶ παρεσκευα-σμέναι, ὅταν πρὸς ἐκκλησίαν οἱ πόδες τρέχωσιν, ὅταν ἡ καρδία δόλους μὴ ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ, γίνεται ψαλτήριον καὶ κιθάρα τοῦ σώματος τὰ μέλη, καὶ ᾄδει καινὴν ᾠδὴν, οὐ τὴν διὰ ῥημάτων, ἀλλὰ τὴν διὰ πραγμάτων. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν. Οὐ γὰρ στρατόπεδα καὶ πλήθη στρατιω-τῶν, οὐδὲ σωματοφύλακες, ἀλλ’ ἡ τοῦ Θεοῦ ῥοπὴ σώζειν εἴωθε. Τῷ λυτρουμένῳ Δαυὶ̈δ τὸν δοῦλον αὐτοῦ. Εἰπὼν τὸ κοινὸν, λέγει καὶ τὸ καθ’ ἑαυτὸν, καὶ οὐκ εἶπε, Τῷ λυτρωσαμένῳ, ἀλλὰ, Τῷ λυτρουμένῳ, διηνεκῆ δεικνὺς αὐτοῦ τὴν πρόνοιαν. ε. Εἶτα πάλιν αἰτεῖ ἅπερ ἔμπροσθεν ᾔτησε, συνε-χῶς προσπίπτων καὶ παρακαλῶν, ὥστε ἀπαλλαγῆναι πονηρῶν ἀνθρώπων, οὕτω λέγων· Ἐκ ῥομφαίας πονη-ρᾶς ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλο-τρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τὰς εὐπραγίας ἐνταῦθα διαγράφει τὰς κοσμικὰς καὶ τὸν πλοῦτον, καὶ τίθησιν ὅπερ ἐστὶ πρῶτον, τὸ παῖδας ἔχειν σφριγῶντας καὶ ἀκμάζοντας, καὶ ἐξ ἑκατέρας τῆς φύσεως. Ἐπήγαγε γοῦν· Αἱ θυγα-τέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Μετὰ τῆς νεότητος τὴν πολλὴν χλιδὴν ἐνδείκνυται, καὶ τὰ κρήδεμνα αὐτῶν καὶ τὸν γυναικεῖον ὑπογράφει κόσμον, ἅπερ ἐκ πολλῆς εὐημερίας γίνεται. Ἔπειτα ὃ δεύτερον εἶναι δοκεῖ, τάχα δὲ νῦν ἐστι πρῶτον, πάλιν τὸν πλοῦτον ὑπογράφει λέγων· Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Τί ἐστιν, Ἐξερευγόμενα; Στενοχωρού-μενα. Ἀχώρητός ἐστι τοῖς ταμιείοις ὁ πλοῦτος, φησί. Τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν
ταῖς ἐξόδοις αὐτῶν. Οἱ βόες αὐτῶν παχεῖς. Καὶ αὕτη δὲ οὐ μικρὰ εὐπραγία ἐδόκει εἶναι. Παρὰ γὰρ τοῖς παλαιοῖς ἐν τούτοις ὁ πλοῦτος ἦν, ἐν βου-κολίοις καὶ ποιμνίοις καὶ σπέρμασι, πρὶν ἢ τὴν βλα-κείαν εὑρεθῆναι τὴν νῦν. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος. Τουτέστι, πολλῆς ἀπο-λαύει καὶ τὰ γεώργια φυλακῆς, πολλῆς τῆς ἐπι-μελείας, πολλῆς τῆς σπουδῆς, κομώντων τῶν καρ-πῶν, τῶν φραγμῶν ἑστώτων, τῆς ἀμπέλου φυτευομέ-νης πάντοθεν καὶ περιτειχιζομένης. Οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἄλλος, Ἐν ταῖς ἐπαύ-λεσιν αὐτῶν. Ἄλλο εὐημερίας εἶδος, ὅπερ οὐ παντὶ συγκεκλήρωται πλούτῳ· τουτέστιν, εἰρήνη καὶ ἄδεια καὶ ἀσφάλεια· οὐδεὶς ὁ ἐπιβουλεύων, οὐδεὶς ὁ πολε-μῶν, ἀλλ’ οὐδὲ θόρυβος, οὐδὲ ταραχή. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι. Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Εἶδες ἀρετὴν ἀνδρός; Θεὶς γὰρ ἅπαντα τὸν πλοῦτον, καὶ ἐπελθὼν αὐτὸν τῷ λόγῳ, εἶτα τὴν ψῆφον τῶν πολλῶν προσθεὶς τὴν περὶ αὐτὸν, αὐτὸς οὐδὲν ἐκ τούτων ἀνθρώπινον πάσχει, οὐδὲ ζηλωτοὺς εἶναι

On Psalm CXLIVIn Psalmum CXLIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:464νομίζει τοὺς ταῦτα κεκτημένους, ἀλλὰ ταῦτα πάντα παραδραμὼν ἐπὶ τὸν ἀληθῆ θησαυρὸν τὸν μακαρι-σμὸν ἐκτείνει. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐμακάρισαν τοὺς ταῦτα ἔχοντας· ἐγὼ δὲ μακαρίζω τὸν λαὸν, Οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· ἑνὶ τούτῳ πᾶσαν αὐτῶν τὴν εὐπορίαν ἐνδειξάμενος, τὴν εὐθηνίαν τῶν ἀγαθῶν, τὸν πλοῦτον. Ἐκεῖνα μὲν γὰρ παραῤῥεῖ καὶ παρέρ-χεται, οὗτος δὲ ὁ μακαρισμὸς μένει διηνεκῶς, ἀντὶ προβάτων καὶ παίδων καὶ βοῶν καὶ φραγμοῦ καὶ ἀμπελῶνος, ὁ τοῦ Θεοῦ μακαρισμὸς μέλλων εἶναι καὶ πλοῦτος καὶ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώ-νιστον. Ταῦτα τοίνυν ἀκούοντες, μηδενὶ τούτων θορυ-βεῖσθε, ἀλλὰ τὰς σκιὰς παρατρέχοντες, τῆς ἀληθείας ἀντέχεσθε. Καὶ γὰρ προλαβὼν εἶπεν, ὅτι Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ, Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ἂν τοίνυν ἅπασι τούτοις ἴδῃς τινὰς περιῤῥεομένους καὶ πονηρίᾳ συζῶντας, κἂν ἡ οἰκουμένη αὐτοὺς μακαρίζῃ, ταλάνιζε, καὶ ἀθλίους εἶναι νόμιζε σύ· τοὺς δὲ ἀνακειμένους τῷ Θεῷ ζη-λωτοὺς ἡγοῦ καὶ μακαρίους. Καὶ τοῦτον ἀεὶ πάντες ζητήσωμεν τὸν πλοῦτον, καὶ τοῦτον τὸν μακαρισμόν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύ-χωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΔ ΨΑΛΜΟΝ. Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. α. Μετὰ ἀκριβείας τούτῳ μάλιστα προσέχειν ἄξιον τῷ ψαλμῷ. Οὗτος γάρ ἐστιν ὁ τὰ ῥήματα ἔχων ταῦτα, ἅπερ οἱ μεμυημένοι συνεχῶς ὑποψάλλουσι, λέγοντες· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ὁ γὰρ γενόμε-νος υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, δοξά-ζειν δίκαιος ἂν εἴη τὸν πατέρα. Υἱὸς γὰρ, φησὶ, δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. Γέγονας υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, σιτούμενος τὰς σάρκας καὶ τὸ αἷμα τὸ ἀναγεννῆσάν σε· ἀποδίδου τοίνυν τῆς τοσαύτης εὐερ-γεσίας τὴν ἀμοιβὴν, καὶ δόξαζε τὸν τοιαῦτα παρεσχη-κότα, καὶ ἀναγινώσκων τὰ ῥήματα ῥύθμιζέ σου τὴν γνώμην πρὸς τὰ λεγόμενα· καὶ λέγων, Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, πολλὴν ἐπιδείκνυσο τὴν οἰκείωσιν, ἵνα καὶ περὶ σοῦ λέγῃ ὁ Θεὸς, ὥσπερ καὶ περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἂν γὰρ σὺ λέγῃς, Ὁ Θεός μου, ὁ βα-σιλεύς μου, καὶ μὴ λέγῃς μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπιδεικνύῃς τοιαύτην, καὶ αὐτὸς τὰ αὐτὰ ἐρεῖ περὶ σοῦ, Ὁ δοῦλός μου, καὶ Ὁ θεράπων μου· ὃ καὶ περὶ τοῦ Μωϋσέως εἴρηται. Καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἶδες καὶ τῆς μελλούσης ζωῆς τὰ προοίμια πῶς ἐνδείκνυται; Εὐλογίαν δὲ ἐνταῦθα λέγει, οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων. Οὕτω γοῦν καὶ ὑψοῦται Θεὸς, οὕτω καὶ εὐλογεῖται. Τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἁγιασθήτω τὸ ὄνομά σου, τουτέστι, δοξασθήτω. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου
PG 55:465εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερος, Εἰς αἰῶνα διηνεκῶς. Τοῦτο μάλιστα ψυχῆς εὐλαβοῦς, τὸ τῶν βιωτικῶν ἀπαλλαγεῖσαν πραγμάτων τοῖς ὕμνοις ἀνακεῖσθαι. Καὶ γὰρ αἰσχρὸν ἂν εἴη τὸν λογικὸν ἄνθρωπον, καὶ τῶν ὁρωμένων ἁπάν-των τιμιώτερον, ἔλαττον τῆς κτίσεως φέρειν κατὰ τὸν τῆς εὐφημίας λόγον· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἄτοπον. Πῶς δὲ οὐκ ἄτοπον, εἴ γε αὐτὴ μὲν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἀναπέμπει τῷ Δεσπότῃ δοξολογίαν, Οἱ γὰρ οὐρανοὶ, φησὶ, διηγοῦνται δό-ξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἥλιός τε καὶ σελήνη, καὶ ὁ ποικίλος τῶν ἄστρων χορὸς, καὶ τῶν ἄλλων ἁπάντων ἡ εὐταξία τὸν οἰκεῖον κηρύττει δη-μιουργόν. Ὁ τοίνυν ἁπάντων τούτων τιμιώτερος, μὴ ποιῶν τοῦτο, ἀλλὰ καὶ βίον παρέχων δι’ ὃν βλασφημία προστρίβεται τῷ ποιήσαντι αὐτὸν Θεῷ, ποίας ἄρα ἔσται συγγνώμης ἄξιος ὁ τοιοῦτος; τίνος δὲ ἀπολογίας, ὅταν διὰ τοῦτο γενόμενος, ἵνα ἀρέσῃ τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς βασιλείας ἀπολαύσῃ τῶν μελλόντων, τούτου μὲν μὴ πολὺν ποιῆται τὸν λόγον, πραγματείαις δὲ βιωτικαῖς καὶ μερίμναις ἑαυτὸν κοσμικαῖς περι-βάλλῃ; Ἀλλ’ οὐχ οὗτος τοιοῦτος, ἀλλὰ διὰ παντὸς τοῦ βίου αἶνον ἀνέφερε τῷ Θεῷ, τὸν διὰ τῶν ῥημά-των, τὸν διὰ τῶν πραγμάτων. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι τε οὐκ ὄντας ἐποίησεν, καὶ ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, καὶ ὅτι καθ’ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρᾳ καὶ φανερῶς καὶ εἰδότων καὶ οὐκ εἰδότων. Τί γὰρ ἄν τις εἴποι τὰ ὁρώμενα, ἃ δι’ ἡμᾶς ἐποίησε; τὴν διακονίαν αὐτῶν, ἣν παρέχεται, τοῦ σώματος τὴν διάπλασιν, τῆς ψυχῆς τὴν εὐγένειαν, τὴν καθ’ ἑκάστην ἡμέραν οἰκονομίαν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν νόμων, τὴν διὰ τῶν τιμωριῶν, τὴν ποικίλην αὐτοῦ πρόνοιαν καὶ ἀκατάληπτον, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὅτι οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι’ ἡμᾶς, τὰ δοθέντα ἤδη διὰ τοῦ βαπτίσμα-τος, διὰ τῶν μυστηρίων, τὰ μέλλοντα δοθήσεσθαι, τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, τὴν βασιλείαν, τὴν ἀνάστα-σιν, τὴν λῆξιν τὴν πάσης μακαριότητος γέμουσαν; Ἂν γὰρ ἕκαστόν τις τούτων καταλέγῃ, εἰς πέλαγος ἄφατον ἐμπεσεῖται εὐεργεσιῶν, καὶ ὄψεται πόσων ἐστὶν ὑπεύθυνος τῷ φιλανθρώπῳ Θεῷ· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ καὶ διὰ ταύτην ὀφείλεται αὐτῷ παρ’ ἡμῶν αἶνος, καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συν-εχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγα-λωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω, δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν παρ’ ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προς-τίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν διακονουμέ-νων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ ἡ οὐσία καὶ
ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου προσδεῖται. Οἱ δὲ αἰνοῦντες αὐτὸν, αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰ
PG 55:466τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ’ ἡμῶν. Διὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν, οὐδενὸς δεόμενος. Τί ἐστιν, Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα· διὸ καὶ τοῦτο προσέθηκε· πόσον δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆ-σαι τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης αὐ-τοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις Δεσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ’ ἵνα μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζο-νεία, καὶ ἕτερον μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμο-δούλων ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν. καὶ τὰς φαντασίας τοῦ παρόντος βίου οὐδὲν εἶναι νο-μίζων. β. Ποῦ νῦν εἰσιν οἱ λέγοντες οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· Ἀκουέτωσαν τοῦ προφήτου λέγοντος, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέ-ρας, καὶ αἰσχυνέσθωσαν ἐπὶ τῇ οἰκείᾳ μανίᾳ. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Ὅπερ ἔθος αὐτῷ ποιεῖν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Ὅταν γὰρ αὐτοῦ θαυμάσῃ τὴν μεγαλωσύνην, τὴν δόξαν, ἔρχεται καὶ ἐπὶ τὴν τῶν ἔργων ἀπόδειξιν. Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα ποιεῖ, καὶ λέγει· Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, δεικνὺς ἀπὸ τῶν ἔργων αὐτοῦ τὴν μεγαλωσύνην. Τουτέστιν, οὐκ ἐν ἑνὶ χρόνῳ γέγονε μόνον καὶ παρῆλθεν, οὐδὲ ἐν δύο καὶ τρισὶν ἔτεσιν, ἀλλὰ παντὶ παρεκτείνεται τῷ παρόντι αἰῶνι, ὥστε ἑκάστην γενεὰν θεωρεῖν αὐτοῦ τὰ δημιουργή-ματα. Τοῦτο γάρ ἐστι, Γενεὰ καὶ γενεά· ἥ τε οὖσα, φησὶν, ἥ τε ἐπιοῦσα, ἥ τε μετ’ ἐκείνην, καὶ ἡ μετὰ ταύτην πάλιν, καὶ ἑκάστη τῶν ἐπιουσῶν· ἥ τε κτίσις πάλιν παντὶ ὁμοίως τῷ χρόνῳ παρεκτείνεται τούτῳ, οἷον οὐρανὸς, γῆ, θάλασσα, ἀὴρ, λίμναι, πηγαὶ, πο-ταμοὶ, σπέρματα, φυτὰ, βοτάναι, καὶ ἡ ἐκ τούτων εὐεργεσία, φύσεως δρόμος μηδέποτε διακοπτόμενος, ὑετοὶ, τροπαὶ διηνεκῶς χορεύουσαι, νὺξ, ἡμέρα, ἥλιος, σελήνη, τὰ ἄστρα, τὰ ἄλλα πάντα, ἔτι τε τὰ τούτων χωρὶς, ἃ καὶ καθ’ ἑκάστην γίνεται γενεὰν, καὶ ἰδίᾳ καὶ κοινῇ, πρὸς διόρθωσιν, πρὸς εὐεργεσίαν τοῦ κοινοῦ τῶν ἁπάντων ἀνθρώπων γένους, οἷα ἐπὶ τῶν Ἰουδαίων γέγονε συνεχῶς θαύματα, σημεῖα, πρόνοια ἡ ἐν εὐετηρίᾳ, ἡ ἐν ταῖς νίκαις τῶν πολέμων, ἡ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷα ἐπὶ τῆς παρουσίας τοῦ Χρι-στοῦ, ἐπὶ τῶν ἀποστόλων, ἐπὶ τοῦ καιροῦ τῶν διω-γμῶν, πλείονα καὶ πολὺ τῶν παλαιῶν διαφέροντα κατὰ μέγεθος, οἷα καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Καὶ γὰρ οὐκ ἔστι χρόνος οὐδεὶς, καὶ τούτων ἐκτὸς τῶν κοινῶν, ὁ μὴ φέρων τῆς αὐτοῦ προνοίας σημεῖον. Καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ διὰ τῶν εὐερ-γεσιῶν, φησὶ, καὶ διὰ τῶν κολάσεων. Οὐ γὰρ δια-λιμπάνει παντὶ τρόπῳ τὰ ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας οἰκονομῶν ὁ Θεὸς διὰ παντὸς τοῦ χρόνου.
PG 55:467Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσον-ται. Ἕτερος, Ὡραιότητα τοῦ ἐπαίνου σου, καὶ τοὺς λόγους τῶν παραδόξων σου διηγήσονται. Ἐπειδὴ εἶπε δύναμιν, δείκνυσι καὶ αὐτὴν μεθ’ ὑπερ-βολῆς οὖσαν δύναμιν. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ τὰ τυχόντα εἰργάζετο, ἀλλ’ οὕτω πάντα θαυματουργοῦσα, καὶ παραδοξοποιοῦσα διετέλει, ὑπὲρ τὴν φύσιν ἐργαζομένη τὴν ἀνθρωπίνην, ὡς καὶ θαύματος καὶ δόξης πλήρη τὰ γινόμενα εἶναι. Ἐννόησον γοῦν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰωσήφ· πάλιν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐπὶ τοῦ Μωϋσέως, τὰ ἐν τῇ ἐρήμῳ, τὰ μετὰ τὴν εἴσοδον· πάλιν τὰ ἐν τῇ αἰχμαλωσίᾳ, τὰ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὰ ἐπὶ τῆς καμίνου, τὰ ἐπὶ τῶν λεόντων, τὰ ἐπὶ τῆς ἐπανόδου, τὰ ἐπὶ τῶν προφη-τῶν. Ταῦτα γὰρ πάντα ἀνεκήρυττε τοῦ ποιοῦντος τὴν ἰσχὺν, τὴν δόξαν, τὴν μεγαλωσύνην, πολλήν τε τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα παρεχόμενα. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Δείκνυσι διὰ τούτου, ὅτι πρὸς ἑκάτερα ἀπηρτισμένη ἡ ἰσχὺς αὐ-τοῦ, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τιμωρίαν, καὶ ὅτι τὰ ἀπαριθμηθέντα ἅπαντα ἑκάτερα τούτων εἶχε. Πλὴν τοῦτο οὐκ ἐπὶ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν, καὶ ἑκατέρας τῆς εὐεργεσίας πολλὰ ὄντα τὰ ὄργανα, οἷον τῶν μὲν φοβερῶν, ἀστραπὰς, βροντὰς, σκηπτοὺς, πρηστῆ-ρας, λοιμοὺς, χιόνας, χάλαζαν, ἐρυσίβην, πάγον, πυρώσεις, ἐπικλύσεις· ἐν τοῖς ἑρπετοῖς δὲ δράκοντας, σκορπίους, ὄφεις, καὶ ἐν τοῖς πετεινοῖς ἀκρίδα, καὶ ἐν τοῖς εὐτελέσι κυνόμυιαν, κάμπην· ἅπερ δὴ μάλιστα καὶ αὐτὰ προνοίας ἐστὶν, ἐπιστρέφοντα τοὺς ἀνθρώ-πους, ἀπαλλάττοντα ῥᾳθυμίας, ἀφυπνίζοντα τοῦ βαθέος ὕπνου, ἀπὸ τοῦ κάρου πρὸς νῆψιν ἄγοντα. Οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις ἡ δύναμις αὐτοῦ ἀπηρτισμένη. Διὸ καὶ περὶ τούτων ἡμᾶς διδάξαι βουλόμενος, εἰπὼν, Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται, ἐπήγαγε· Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Ἄλλος, Ἀγα-θωσύνης σου, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιά-σονται. Ὅπερ ἕτερος ἑρμηνευτὴς εἶπε, Καὶ τὰς ἐλεημοσύνας σου εὐφημήσουσιν. Ἡμεῖς δὲ ὥσπερ ἀπηριθμησάμεθα ἐκεῖνα τὰ φοβερὰ, οὕτω καὶ τὰ ἐναντία τούτων ἀναγκαῖον εἰπεῖν· οἷον ἐπὶ τῶν ὁρω-μένων καὶ περὶ ἡμᾶς, τροπὰς ἐτησίους, ἡμέρας, παραδείσους, λειμῶνας, ἄνθη ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ, καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα, τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα, καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς ἴδοι τις ἂν οὐ κολάζοντα μόνον, ἀλλὰ καὶ εὐεργετοῦντα πολλῷ
PG 55:468πλεῖον ἢ κολάζοντα. Τὰ μὲν οὖν φόβου ἕνεκεν ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν πολλὴν ἀναισθησίαν τῶν οὐ διορθουμένων τῷ φόβῳ. Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας αὐτὰ προάγει οὐκ εἰς ἀξίους μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους. γ. Ποικίλλων τοίνυν ἡμῶν τὴν σωτηρίαν, ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα ἐργάζεται, πλεονάκις δὲ ἐκεῖνα, ἐπειδὴ καὶ ἐκεῖνα βούλεται μόνα. Διὰ γὰρ τοῦτο καὶ γέενναν ἠπείλησεν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ’ ἵνα μὴ ἐπαγάγῃ· καὶ τὴν μὲν τῷ διαβόλῳ παρεσκεύασε· Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμέ-νον τῷ διαβόλῳ· τὴν δὲ βασιλείαν ἀνθρώποις, δεικνὺς ὅτι οὐ βούλεται ἄνθρωπον εἰς γέενναν ἐμβαλεῖν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ὁρᾷς καὶ τὸν προφήτην τούτοις ἐνδιατρίβοντα τοῖς χρηστο-τέροις, καὶ ἐπιδαψιλευόμενον τῷ λόγῳ. Καὶ γὰρ οἶδε
σαφῶς ἐν τούτοις ὄντα μάλιστα τοῦ Θεοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ ἦν σωθῆναι, μὴ πολλῆς οὔσης αὐτοῦ τῆς φιλανθρωπίας· οὐκ ἦν μεῖναι μὴ πολλῆς ἀπολαύον-τας τῆς ἀγαθότητος. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίος σου, καὶ ἐν ταῖς ἁμαρτίαις σου προέστην σου. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ὅρα πῶς δείκνυσιν αὐτοῦ ἄφατον τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἐλεεῖ μόνον ἁμαρτάνον-τας, ἀλλὰ καὶ ἕτερον εἶδος τῆς φιλανθρωπίας οὐ μικρὸν ἐπιδείκνυται, τὸ μακρόθυμον, ὥστε αὐτοὺς εἰς με-τάνοιαν ἐλθεῖν, καὶ μετὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀπὸ τῆς οἰκείας σωθῆναι σπουδῆς, καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων παῤῥησίαν ἔχειν. Οὐχ ἁπλῶς δὲ, Ἐλεήμων, ἀλλὰ καὶ, Πολυέλεος εἶπε, δεικνὺς ὅτι τὸ πολὺ τοῦτο μετρηθῆναι οὐκ ἔνι, ἀλλὰ πάντα ὑπερ-βαίνει λόγον. Διὰ γοῦν τῶν ἑξῆς κατὰ τὸ ἐγχωροῦν αὐτῷ ἐνεδείξατο ἐπαγαγὼν καὶ εἶπε· Χρηστὸς Κύ-ριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Τί ἐστι, Τοῖς σύμπασι; Καὶ τοῖς ἁμαρτωλοῖς, φησὶ, καὶ τοῖς ἐν παρανομίαις ζῶσιν. Οὐ γὰρ δὴ μόνον οἱ δίκαιοι, οὐδὲ οἱ κατορθοῦντες, οὐδὲ οἱ μετα-νοοῦντες, ἀλλὰ καὶ πάντες, δι’ ὧν πάσχουσιν, ἀνακη-ρύττουσιν αὐτοῦ τὸν ἔλεον καὶ τὴν χρηστότητα. Κἂν μέ τις ἔρηται, τίνι χρηστὸς ἐγένετο, ἐρῶ· Οὐχὶ τῷ Ἄβελ μόνον, ἀλλὰ καὶ τῷ Κάϊν· οὐχὶ τῷ Νῶε μόνον καὶ τοῖς ἐκείνου παισὶν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ κατα-ποντισμοῦ κατακλυσθεῖσι. Πάντα γὰρ ἀπὸ φιλανθρω-πίας ἐργάζεται. Καὶ ἵνα μάθῃς, πῶς πᾶσίν ἐστιν χρηστὸς, σκόπει ἐντεῦθεν· Πόσης χρηστότητος ἦν, εἰπέ μοι, τὸ τὸν ἀδελφοκτόνον ἐκεῖνον, καὶ τοιαύτην τολμήσαντα σφαγὴν, καὶ τὴν δεξιὰν μολύναντα, καὶ τοῦ Θεοῦ καταπατήσαντα τοὺς νόμους, παραδοῦναι τιμωρίᾳ, νουθεσίᾳ μᾶλλον ἢ κολάσει οὔσῃ, ὥστε καὶ αὐτὸν ἐκεῖνον καθᾶραι διὰ τοῦ μήκους τοῦ κατὰ τὸν χρόνον τῆς ἁμαρτίας τῆς ἐγγενομένης, καὶ τοὺς ἄλλους παιδεῦσαι δι’ ὧν ἔπασχεν ἐκεῖνος; πόσης δὲ ἦν χρηστότητος, εἰπέ μοι, τὸ τοὺς ἀνίατα νοσοῦντας ἐπὶ τοῦ κατακλυσμοῦ, καὶ μήτε ἀπειλαῖς, μήτε λό-γοις, μήτε ἄλλῳ μηδενὶ διορθωθέντας στῆσαι τῆσ
PG 55:469κακίας, καὶ τῷ κοινῷ χρέει τῆς φύσεως ἀντὶ φαρμάκου χρήσασθαι, καὶ τὸν κουφότατον αὐτοῖς ἐπαγαγεῖν θάνατον τὸν διὰ τῶν ὑδάτων; Τὸ δὲ, Σύμ-πασιν, οὐκ ἐπὶ τούτου μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρωμένων ἁπάντων, ἐπὶ τῶν ζώων, ἐπὶ τῶν ἀλόγων· κἂν εἰς αὐτοὺς δὲ ἄν τις ἀναβῇ τοὺς ἀγγέ-λους, τοὺς ἀρχαγγέλους, πολλὴν ὄψεται τὴν χρη-στότητα, πολλοὺς τοὺς οἰκτιρμούς· ἕκαστον γὰρ ἔργον πολλῆς ἀπολαύει φιλανθρωπίας. Ὅπερ δὴ καὶ αὐτὸς συνιδὼν, ἐπήγαγεν· Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε· τουτέστιν, Εὐχαριστείτωσάν σοι, ἀναπεμπέτωσάν σοι ὕμνους, οἵ τε λόγῳ τετιμημένοι, τά τε φωνὴν οὐκ ἔχοντα. Καὶ γὰρ καὶ τῶν ἀφώνων ἕκαστον οὕτω γέγονεν, ὥστε εὐλογίαν ἀναπέμπειν διὰ τῆς οἰκείας φύσεως, κἂν ἄφωνα ᾖ, διὰ τῶν ὁρώντων καὶ ἀπολαυόντων ἀνθρώπων. Καὶ ἐκεῖνα μὲν διὰ τῆς οὐσίας τῆς αὑτῶν, ἄνθρωποι δὲ καὶ διὰ τῆς διαγωγῆς, καὶ διὰ τῆς πράξεως. Διὸ καὶ τοῦτο δῆλον ποιεῖ διὰ τῆς ἐπαγωγῆς τοῦ, Οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Ὁσίους δὲ ἐνταῦθα τοὺς ἁγίους καλεῖ τοὺς τὰ τοῦ Θεοῦ προστάγματα πληροῦντας, τοὺς ἀβάτους ἁμαρ-τήμασι καὶ πονηρίᾳ. Δόξαν τῆς βασιλείας σου ἐροῦσι. Τί ἐστι, Δόξαν ἐροῦσι; Τὸ ἀνενδεὲς, τὸ φιλ-άνθρωπον, φησὶν, τὸ κηδεμονικὸν, τὸ μὴ δεόμενον τῶν ἀρχομένων, τὸ τοσαύτην περὶ αὐτοὺς ἐπιδείκνυσθαι πρόνοιαν, τὸ ἀπρόσιτον τοῦ φωτὸς, τὸ ἄῤῥητον τῆς οὐσίας, τὸ ἀκατάληπτον. Καὶ τὴν δυναστείαν σου λαλήσουσι· τουτέστιν, Τὴν δύναμιν τὴν ἄμαχον, τὴν ἀχείρωτον ᾄσονται· οὐκ ἐπειδή σοι χρεία τούτων τῶν ὕμνων καὶ τῶν εὐφημιῶν, ἀλλὰ δι’ αὐτούς τε τοὺς λέγοντας, καὶ ὥστε καὶ ἑτέρους διδάξαι, καὶ ποιῆσαι τῆς εὐφημίας κοινωνούς. Διὸ ἐπήγαγε· Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυνα-στείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Δείκνυσι διὰ τούτων, ὅτι διὰ τὸ μαθεῖν ἑτέρους τὴν δυναστείαν αὐτοῦ τὰς εὐφημίας προσίεται. Πολλὴ τοίνυν ἡ δύναμις, πολλὴ ἡ δόξα, πολλὴ ἡ εὐπρέπεια, πολλὴ καὶ ἄφατος, οὐ μόνον πάντα ὑπερβαίνουσα λόγον, ἀλλὰ καὶ πάντα νικῶσα νοῦν. Ἀλλ’ ἡ πολλὴ καὶ ἄφατος αὕτη χρείαν ἔχει τῶν δι-δασκόντων αὐτὴν διὰ τὴν ἄνοιαν τῶν πολλῶν. Ἐπεὶ καὶ ἥλιος φανότατόν ἐστιν ἄστρον, καὶ ὅμως οἱ τὰ ὄμματα νοσοῦντες οὐχ ὁρῶσιν αὐτοῦ τὸ φῶς· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ πρόνοια ἡλίου μὲν παντός ἐστι φαι-δροτέρα, ἀλλ’ οἱ τοῖς λογισμοῖς διεστραμμένοι, καὶ βεβυσμένοι τὰς ἀκοὰς, πολλῆς δέονται τῆς ἐπιμε-λείας, ὥστε ἀνοιγῆναι αὐτῶν τὴν διάνοιαν. δ. Δεῖ τοίνυν συνεχῶς αὐτοῖς ἐνηχεῖν καὶ ἐνιέναι τὴν περὶ τούτων διδασκαλίαν. Εἶτα ἐπειδὴ εἶπε δόξαν βασιλείας καὶ μεγαλοπρέπειαν, καὶ μὴ διασαφήσας παρέδραμε, πάλιν ἀναλαμβάνει, καὶ λέγει κατὰ τὸ ἐγχωροῦν αὐτῷ, τί ἐστιν ἡ δόξα, ἐπαγαγών· Ἡ βα-σιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Οὐ τῶν παρόντων μόνον, φησὶν, ἀλλὰ καὶ τῶν ἐρχομένων· ἀτελεύτητος γὰρ καὶ ἄπειρος, καὶ μόνη τὸ ἀί̈διον ἔχουσα. Καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὅρα αὐτῆς καὶ ἐντεῦθεν τὸ ἀτελεύτητον. Παν-
PG 55:470ταχοῦ τῆς οἰκουμένης, πανταχοῦ τῶν αἰώνων, παν-ταχοῦ τῶν χρόνων ἐκτέταται. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· εἰπὼν τῆς βασιλείας τὸ ἀτελεύτητον, τὸ βε-βηκὸς, τὸ πάγιον, τὸ ἀκίνητον, λέγει καὶ τῶν λόγων αὐτοῦ τὸ στεῤῥόν. Τὸ γὰρ, Πιστὸς, τοῦτό ἐστιν, βέ-βαιος, ἀληθής. Εἰ δὲ πιστὸς, πάντως ἔσται τὰ εἰ-ρημένα παρ’ αὐτοῦ. Ὥσπερ δὲ ἡ βασιλεία αὐτοῦ ἀδιάπτωτος, καὶ πέρας οὐκ ἔχουσα· οὕτω καὶ οἱ λό-γοι αὐτοῦ στεῤῥοὶ, βεβηκότες. Οὔτε οὖν ἐκείνη ποτὲ διακόπτεται, οὔτε οὗτοι διαπίπτουσιν. Εἰ δὲ οὐ δια-πίπτουσι, δεῖ πάντως ἀκολουθῆσαι τὰ ἔργα. Εἰ δέ πού τι καὶ εἶπε, καὶ οὐ γέγονε, καὶ τοῦτο τῆς ἀλη-θείας αὐτοῦ ἀπόδειξις· Πέρας γὰρ λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείαν, τοῦ κατασκάπτειν καὶ ἐκριζοῦν· καὶ ἐὰν μετανοήσωσιν ἐπὶ τῇ κακίᾳ, μετανοήσω κἀγὼ ἐφ’ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Καὶ ἐπὶ τῶν ἀγαθῶν ὁμοίως· Χρηστὰ διαλέξομαι, φησὶ, κἂν μεταβάλωνται, κἀγὼ μεταβαλῶ τὰ περὶ αὐτῶν εἰρημένα. Καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμω-μος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βα-σιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων, ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων, ὅτι ἄληπτοι, περὶ τῆς δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλ-ανθρωπίας· ὃ καὶ αὐτὸ μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο παθεῖν, καὶ κειμένους ἀνιστᾷν, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάν-τας, οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάν-των γάρ ἐστι Δεσπότης, καὶ οὐδὲ κειμένους παρα-τρέχει, οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο καὶ ἐπὶ τῆς κοινῆς φύσεως ἐποίησε· τοῦτο καὶ ἐφ’ ἑκάστου ἐργάζεται. Εἰ δέ τινες τῶν κειμένων οὐκ ἀνίστανται,
οὐ παρ’ αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ’ ἐκείνους τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ’ ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν Δαυὶ̈δ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν ἐποίησε. Τὸν Πέτρον μέλλοντα καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς· Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξ-ῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Εἶτα λέγει καὶ ἕτερον εὐεργεσίας εἶδος· ποικίλη γὰρ αὐτοῦ καὶ παντοδαπὴ ἡ κηδεμονία. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Εἶδες πῶς ἔδειξεν, ὅτι Χρηστὸς τοῖς σύμ-πασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ; Ὅπερ ἐν τοῖς Εὐαγγελίοις εἴρηται, Ὅτι ἀνα-τέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγα-θοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τοῦτο καὶ ἐνταῦθα οὗτος ᾐνίξατο τῷ εἰπεῖν· Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Οὐ γὰρ ὑετοὶ καὶ γῆ καὶ ἀὴρ, ἀλλὰ τὸ ἐπίταγμα αὐτοῦ τοὺς καρποὺς τε-λεσφορεῖν εἴωθεν. Τὸ δὲ, Ἐν εὐκαιρίᾳ, τοῦτο δηλοῖ, ὅτι καιροῖσ
PG 55:471πάντα διώρισται, καὶ τροπαῖς διαφόροις ἐξάγεται. Καὶ τοῦτο γὰρ μάλιστα αὐτοῦ δείκνυσι τὴν σοφίαν, τὸ μὴ ὁμοῦ πάντα, μηδὲ ὑφ’ ἓν, ἀλλὰ παρὰ πάντα τὸν ἐνιαυτὸν διελεῖν τὰ τῆς τροφῆς, ὥστε καὶ τὸν γη-πόνον ἀναπαύεσθαι, καὶ τὰ γινόμενα μὴ διαφθείρε-σθαι. Τὸ τοίνυν, Ἐν εὐκαιρίᾳ, ἢ ὅπερ ἔμπροσθεν εἴπομεν τοῦτό ἐστιν, ὅτι καιροῖς μεμέρισται ἕκαστα· ἢ ὅτι Δεομένοις καὶ χρῄζουσι τὴν τροφὴν δί-δως. Καὶ πῶς, φησὶν, Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, εἶπε; Καίτοι πολλοί εἰσιν αὐτόματα τὰ ὄντα λέγοντες, οἱ ἐν ἀσεβείᾳ ζῶντες. Τοῦ πράγμα-τος αὐτοῦ λέγει τὴν φύσιν ἐνταῦθα, ὥσπερ καὶ ἀλ-λαχοῦ ὅταν λέγῃ· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· καίπερ ἀλόγιστα τὰ ζῶά ἐστι. Καὶ πάλιν· Σκύμνοι ὠρυόμενοι, τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Καί-τοι καὶ οὗτοι ἀλόγιστοι, καὶ οὐκ αὐτοὶ ζητοῦσιν· ἀλλὰ καὶ ἐνταῦθα πάλιν τοῦ πράγματος λέγει τὴν φύσιν· οὐ γὰρ ἀπὸ τῆς ἐκείνων προαιρέσεως, ἀλλ’ ἀπὸ τῆς τῶν γινομένων φύσεως τοῦτο ῥητέον ἐστίν. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδο-κίας. Χεῖρα τὴν ἐνέργειαν λέγει, καὶ τὴν χορηγητι-κὴν δύναμιν, διὰ πάντων σε παιδεύων εἰδέναι, ὡς οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ προνοίᾳ τῶν καρπῶν αἱ γοναί. Ἢ καὶ τὸ εὔκολον δεικνὺς, εἶπε τὸ, Ἀνοίγεις σὺ τὴν χεῖρά σου. Ἐπειδὴ γὰρ οἱ τότε μάλιστα [τὸν] πάντων αἴτιον ἀφέντες προσεκύνουν καὶ ἀέρα καὶ ἥλιον, καὶ ταῦτα ἐνόμιζον εἶναι τὰ παρ-έχοντα τοὺς καρποὺς, ἀνάγων αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν ἄνω καὶ τὸν τούτων αἴτιον καὶ Δεσπότην, συν-εχῶς ταῦτα ἐπιλέγει, δεικνὺς ὅτι ἐκ τῆς ἐκείνου χειρὸς πάντα, ἐκ τῆς ἐκείνου κηδεμονίας ἐπιῤῥεῖ τὰ ἀγαθά. ε. Εὐδοκίας δὲ ἐνταῦθα ἐμπιπλᾷν λέγει, τουτέστιν εὐαρεστήσεως, διότι ἕκαστον ζῶον πληροῖ τοῦ θε-λήματος αὐτοῦ, τοῦ ἀρέσκοντος αὐτῷ. Οὐ γὰρ ἁπλῶς δίδωσι τροφὴν, ἀλλὰ κατὰ τὸ χρήσιμον ἑκάστῳ, κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, κατὰ τὸ πλῆρες. Ὃ δὲ λέ-γει, τοῦτό ἐστι· Καὶ ἀλόγοις δίδως, καὶ ἀνθρώποις, καὶ πᾶσιν, ὡς ἑκάστῳ ἡδὺ, ὡς ἑκάστῳ ἀρεστόν· καὶ οὐ δίδως μόνον, ἀλλὰ καὶ πληροῖς, ὡς μηδὲν εἶναι ἐνδέον. Διό φησιν, Ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁδοὺς ἐνταῦθα τὰς οἰκονομίας λέγει, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, δι’ ἧς ἅπαντα διετύπωσε. Πάντα γὰρ, φησὶ, τὰ ἔργα αὐτοῦ ἐγκώμια, θαυμάτων γέμει, οὐδεμίαν οὐδενὶ παρέχοντα λαβὴν, κἄν τινες μαίνωνται καὶ λυς-σῶσι. Τὰ τοίνυν ἔργα φύσει τοιαῦτα, ὡς ἀπολάμπειν, ὡς ἀποστίλβειν, ὡς ἀνακηρύττειν τοῦ πεποιηκότος τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν φιλανθρωπίαν, τὴν δικαιοσύνην, τὴν ὁσιότητα. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλου-μένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἰδοὺ καὶ ἕτερον προ-νοίας μέρος, τὸ κεφάλαιον τῶν ἀγαθῶν. Εἰπὼν γὰρ τὰ κοινῇ καὶ τοῖς ἀπίστοις δεδομένα, τὴν τροφὴν, τοὺς ὑετοὺς, λέγει καὶ τὰ ἰδιαζόντως τοῖς πιστοῖσ

On Psalm CXLVIn Psalmum CXLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:472παρεχόμενα. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐγγὺς αὐτῶν εἶναι, τουτέστιν, ἀντέχεσθαι, κήδεσθαι, προνοεῖν πολὺ μειζόνως ἐκείνων, εὔνουν αὐτοῖς εἶναι καὶ ἵλεων καὶ εὐμενῆ, μᾶλλον αὐτοῖς ἀποκαλύπτειν τὰ ἀγαθά. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Καὶ μὴν, φησὶν, ὁ Παῦλος ἐβούλετο τὸν ἄγγελον τοῦ Σατᾶν ἀποστῆναι ἀπ’ αὐτοῦ, τουτέστι, τοὺς πειρα-σμοὺς, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, καὶ οὐκ ἐποίησε. Καὶ μὴν ἐποίησεν· ἐπειδὴ γὰρ ἔγνω ὅτι τὰ μὴ συμφέ-ροντα ᾔτει, πάλιν θελῆσαι καὶ σφόδρα θελῆσαι Θεοῦ ἔργον ἦν. Διὸ καὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς. Εἰ δὲ τὰ ἐναντία πρότερον ἐβούλετο, δι’ ἄγνοιαν ἐβούλετο· ἐπειδὴ δὲ ἔμαθεν, ὅτι τοῦτο ὁ Θεὸς βούλεται, καὶ αὐτὸς λοιπὸν εὐδοκεῖ. Οὐ γάρ ἐστιν ἄλλο τὸ θέλημα Θεοῦ, καὶ ἄλλο τῶν φοβου-μένων αὐτόν· εἰ δέ τινα καὶ αὐτοὶ ὡς ἄνθρωποι βού-λονται, ἀλλ’ ὕστερον διορθοῦνται. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ τοῦτο μέρος προ-νοίας οὐ μικρὸν, τὸ τηρεῖν, τὸ ἀσφαλίζεσθαι, τὸ τὴν παρ’ αὐτοῦ πρόνοιαν παρέχειν. Ἁμαρτωλοὺς δέ φησι τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς οὐ βουλομένους διορ-θωθῆναι. Εἰ δέ τινας καὶ τῶν ἀγαπώντων αὐτὸν ἀφ-ίησιν εἰς θανάτους ἐμπεσεῖν, καὶ τοῦτο φυλάσσοντός ἐστιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἄβελ γέγονε. Εἰ γὰρ καὶ τὰ σώματα αὐτῶν διεφθάρη, ἀλλ’ ὅμως τῇ ψυχῇ λαμ-πρότεροι γεγόνασιν· ἀπολήψονται δὲ καὶ τὰ σώματα ἄφθαρτα. Ἐπεὶ οὖν εἶπε τῆς προνοίας αὐτοῦ τὰ εἴδη, ὅσα δυνατὸν ἦν εἰπεῖν αὐτῷ, τὰ κοινὰ, τὰ ἰδιάζοντα, τὰ ἐξαίρετα τῶν ἁγίων, τὴν περὶ τοὺς σαλευομένους κηδεμονίαν, τὴν περὶ τοὺς κειμένους πρόνοιαν, τὴν μακροθυμίαν, τὴν τῶν ἁμαρτωλῶν διόρθωσιν, τὴν τῶν ἁγίων φυλακὴν, πάλιν εἰς αἶνον κατακλείει τὸν λόγον, καὶ τὴν οἰκουμένην ἅπασαν εἰς κοινωνίαν τῆς εὐφη-μίας καλεῖ λέγων· Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁρᾷς πῶς ἀπὸ τῆς χρηστῆς διαθέσεως οὐ τοὺς εὐεργετουμένους μόνον, ἀλλὰ καὶ τοὺς κολαζομέ-νους καλεῖ [καὶ γὰρ τοῦτο κηδεμονίας], οὐκ ἀνθρώ-πους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, καὶ τὰ στοιχεῖα, καὶ τὰ ἀναίσθητα ἅπαντα· πάντα γὰρ ἐμπέπλησται αὐτοῦ τῆς ἀγαθότητος. Μὴ τοίνυν μηδὲ ἡμεῖς διαλείπωμεν τὸν οὕτω χρηστὸν, τὸν οὕτω φιλάνθρωπον, τὸν παν-ταχοῦ ἐκτείνοντα αὐτοῦ τὴν εὐεργεσίαν συνεχῶς ἀνυμνοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχω-μεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΕ ΨΑΛΜΟΝ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου. Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. α. Ἔνθα κατέλυσεν, ἐντεῦθεν ἄρχεται πάλιν, ἀπὸ αἴνου καὶ εὐφημίας. Οὐ γὰρ μικρῶς ἐκκαθαίρει ψυ-
χὴν τὸ τοιοῦτον. Αἶνον δὲ λέγει, ὃ συνεχῶς λέγω, διὰ τῶν ἔργων· ὅπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα
PG 55:473ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ Παῦλος· Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ ὥσπερ ἐν τῷ πρὸ τούτου ἔλεγε, Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε· οὕτω καὶ ἐνταῦθα, Ψαλῶ τῷ Θεῷ μου, φησὶν, ἕως ὑπάρχω. Εἶτα βουλόμενος πάλιν λαβεῖν κοινωνοὺς τῆς εὐφημίας ἀνθρώπους, εἰς τὰ διηγήματα αὐτοῦ τῆς φιλανθρωπίας ἐμπίπτει, καιόμενος, θερμαινόμενος τῷ πόθῳ, περι-τρέχων τὴν οἰκουμένην ἅπασαν, ἅπαντας συνάγων εἰς τὸν οἰκεῖον χορόν. Καὶ γὰρ καὶ τοῦτο μάλιστα αἶ-νος, τοῦτο μάλιστα δόξα εἰς Θεὸν, ὅταν πολλοὺς ἐπι-ζητῇ τοὺς μέλλοντας τῆς αὐτοῦ ἀπολαύειν σωτηρίας. Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἕτερος, Τῷ οὐκ ἔχοντι σῶσαι. Ἀκουέτωσαν τῆς παραινέσεως ταύτης καὶ συμβουλῆς οἱ πρὸς τὰς ἀνθρωπίνας κεχηνότες προστα-σίας τὰς ἐπικήρους καὶ διεφθαρμένας. Τί δέ ἐστιν, Οἷς οὐκ ἔστι σωτηρία; Οὐδὲ τῆς ἰδίας, φησὶ, σωτη-ρίας εἰσὶ κύριοι, οὐδὲ ἑαυτῶν προστῆναι δύνανται. Εἰ γὰρ ἐπέλθοι ἡ τελευτὴ, κείσονται λίθων ἀφωνότε-ροι. Τοῦτο γάρ ἐστιν ὃ ἐπιφέρει λέγων· Ἐξελεύσε-ται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ἕτερος, Αἱ προθέσεις αὐ-τοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὁ ἑαυτοῦ προστῆναι μὴ δυνάμενος, πῶς ἑτέρους ἐξαρπάσεται; Οὐδὲν γὰρ οὕ-τως ἐπισφαλὲς καὶ σαθρὸν, ὡς ἡ τοιαύτη ἐλπίς. Καὶ δείκνυσι τῶν πραγμάτων ἡ φύσις. Διὸ καὶ Παῦλος περὶ τῆς εἰς Θεὸν ἐλπίδος διαλεγόμενος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἀλλ’ οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλὰ σκιᾶς ἀσθε-νέστερα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἄρχων ἐστί. Καὶ γὰρ καὶ ὁ ἄρχων οὐδὲν ἔχει πλέον τοῦ τυχόντος ἀνθρώπου· τῇ αὐτῇ ἀδηλίᾳ ὑπόκειται. Εἰ δέ τι χρὴ καὶ θαυμαστὸν εἰπεῖν, ἐπειδὴ ἄρχων ἐστὶ, καὶ διὰ τοῦτο μάλιστα οὐ χρὴ θαῤῥεῖν. Ἀκροσφαλεῖς γὰρ αἱ τοιαῦται δυνα-στεῖαι. Κἂν μὴ μεταπέσῃ, πρὸς ὀργήν ἐστιν ὀξυῤῥε-πὴς, καὶ τῇ ἐξουσίᾳ πρὸς ἀγνωμοσύνην ἀποκέχρηται, ὡς οὐ μέλλων ὑπεύθυνος εἶναι τῷ τὴν ὑπόσχεσιν δεξα-μένῳ· κἂν εὐγνώμων φανῇ, εὐκολωτέρας ἕξει τὰς μεταπτώσεις τῶν ἰδιωτευόντων, ὅσῳ καὶ μείζοσι καὶ πλείοσιν ἐπιβουλαῖς ὑπόκειται· καὶ μᾶλλόν ἐστιν εὐχείρωτος οὗτος, ὅσῳ καὶ πλείους ἔχει τοὺς ἐπιβου-λεύοντας. Τί γὰρ βούλονται οἱ σωματοφύλακες; τί δὲ αἱ πολλαὶ προφυλακαί; Πῶς οὖν ὁ ἐν πόλει εὐνομουμένῃ μηδὲ περὶ τοῦ σώματος αὐτοῦ θαῤῥῶν, ἀλλ’ ὡς ἐν μέ-σοις ἀναστρεφόμενος πολεμίοις, οὕτως ὢν ἐναγώνιος, ἑτέρους σῶσαι δυνήσεται; Ὁ εἰρήνης οὔσης τῶν ἐν πο-λέμοις χαλεπώτερον δεδοικὼς, πῶς ἑτέρους ἐν ἀσφα-λείᾳ καταστήσει καὶ ἐξαρπάσεται τῶν κινδύνων; Πολ-λοῖς δὲ δυναμένοις καθ’ ἑαυτοὺς ζῇν μετὰ ἀδείας τοῦτο αὐτὸ γέγονεν ἐπιβουλὴ, τὸ τοιούτοις θαῤῥῆσαι· καὶ καταπεσόντων ἐκείνων καὶ οὗτοι συγκατηνέχθησαν· ἑτέροις δὲ οἱ φύλακες προδόται γεγόνασιν. Ἀλλ’ ὅμως ὁ προφήτης ταῦτα ἅπαντα παραδραμὼν, ἐπειδὴ πολ-λοὶ διέφυγον, τὸ ἀναμφισβήτητον τίθησι, τὸ τῆς τε-λευτῆς. Κἂν γὰρ ἅπαντά σοι κατὰ ῥοῦν φέρηται, κἂν εὔνους ᾖ, κἂν χάριν εἰδὼς, φησὶ, κἂν μέλλῃ ἀποδιδό-ναι, ἐν μέσαις ταῖς ὑποσχέσεσι καταλύσας τὸν βίον, ἀφῆκέ σε ἐν ἐλπίσι κεναῖς, διὰ τὸ τὴν ζωὴν μὴ ἀρκέ-
PG 55:474σαι πρὸς τὸ τῆς ὑποσχέσεως τέλος. Ὅταν δὲ μηδὲ ζωὴν ἀρκοῦσαν ἔχῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ προ-καταλύηται τοῦ τέλους ὁ βίος, ἐπὶ σαθρὰν καταφεύ-γεις συμμαχίαν. Ἢ οὐκ ἴστε πολλοὺς τοῦτο πεπονθό-τας, καὶ τοῦ συμμάχου πεσόντος, τοῦ προστάτου γυμνωθέντας, ἐντεῦθεν μᾶλλον κατενεχθέντας; Καὶ τί λέγω περὶ τῆς ἐπαγγελίας, ὅτι διαχεῖται καὶ ἀπόλ-λυται, ὅταν καὶ ὁ ταύτης κύριος ὢν μηδὲ αὐτὸς μένῃ; Ἐπιστρέφει γὰρ, φησὶν, εἰς τὴν γῆν αὐτοῦ. Εἰ δὲ ἐκεῖνος ἀπόλωλε, πολλῷ μᾶλλον καὶ ταῦτα. Διὸ καὶ ἐπήγαγε τὸ, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάν-τες οἱ διαλογισμοὶ αὐτοῦ· δεικνὺς ὅτι οὐ μόνον εἰς τέλος οὐχ ἥξει τὰ τῆς ἐπαγγελίας, ἀλλὰ καὶ αὐτὸς οἰχήσεται ὁ ἐπαγγελλόμενος. Τί οὖν ἐντεῦθεν ποιεῖ; Ἐπεὶ τῶν ἀνθρωπίνων ἀπήγαγεν ἐλπίδων, δείκνυσι λοιπὸν τὸν ἀσφαλῆ λιμένα καὶ τὸν ἀχείρωτον πύργον, καὶ συμβουλεύει. Οὗτος γὰρ μάλιστα παραινέσεως ἄριστος τρόπος, ἀπάγειν τῶν σαθρῶν, καὶ ἐνάγειν πρὸς τὰ ἰσχυρά· καθαιρεῖν τὰ μάταια, καὶ ἱστᾷν τὰ ἀληθινά· διελέγχειν τὰ ἀπατῶντα, καὶ δεικνύναι τὰ ὠφελοῦντα. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Εἶδες περιουσίαν συμβουλῆς καὶ παραινέσεως; Ὅταν δὲ μακαρισμὸν εἴπῃ, πάντα λέγει τὰ ἀγαθὰ, καὶ δεί-κνυσι τὴν ἀσφάλειαν τῆς ἐλπίδος. Μακαρίσας τοίνυν τὸν ἐλπίζοντα ἐπ’ αὐτὸν, λέγει λοιπὸν τοῦ βοηθοῦ τὴν δύναμιν, δεικνὺς ὅτι ὁ μὲν ἄνθρωπος, ὁ δὲ Θεός· ὁ μὲν ἀπολλύμενος, ὁ δὲ μένων· οὐκ αὐτὸς δὲ μένων μόνος, ἀλλὰ καὶ τὰ ἔργα αὐτοῦ. Διὸ καὶ οὕτως ἐπ-ήγαγε· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. β. Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός· καὶ ὅτι τοιοῦτος, δείκνυσιν αὐτοῦ τὰ γενόμενα τὴν ἰσχύν. Τί οὖν, εἰ καὶ διαρκής ἐστι καὶ δυνατὸς, οὐ βούλεται δέ; Πολ-λοὶ γὰρ τῶν ἀνοήτων ταῦτα λέγουσιν Ἀλλ’ ὅρα πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλας-σαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἐπήγαγε· Τὸν φυ-λάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐ-τοῦ ἐστιν ἔργον, τοῦτο σύνηθες, τοῦτο μάλιστα Θεοῦ ἴδιον, τὸ μὴ περιορᾷν ἀδικουμένους, τὸ μὴ παρατρέ-χειν ἐπηρεαζομένους, τὸ χεῖρα ὀρέγειν τοῖς ἐπιβου-λευομένοις· καὶ τοῦτο εἰς τὸ διηνεκές. Διὸ καὶ ἔφη-σεν, Εἰς τὸν αἰῶνα, τοῦτο δηλῶν· οὐ τοῦτο δὲ μό-νον, ἀλλὰ καὶ τὸ ἑξῆς ἐχόμενον· Διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Ἄλλος, Φωτίζει. Κύριος ἀνορθοῖ κατεῤῥαγμένους. Κύριος ἀγαπᾷ δικαίους. Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Εἶδες πῶς διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν πρόνοιαν τετα-μένην, καὶ ὅτι τοῦτο ἔργον αὐτῷ, λύειν συμφορὰς, λιμὸν διορθοῦσθαι, δεσμῶν ἐλευθεροῦν. Ἀλλὰ ταῦτα μὲν ἐκ μέρους καὶ ἄνθρωποι δύνανται· τὰ δὲ ἑξῆς οὐκέτι. Καὶ γὰρ τῆς φύσεως αὐτῆς τὴν πήρωσιν διορθοῦται, τοὺς πεπτωκότας ἀνιστᾷ, φησὶ, τοὺς ἐν

On Psalm CXLVIIn Psalmum CXLVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:475ἀρετῇ λάμποντας ἐπαινεῖ, τοὺς ἀπροστατεύτους σώ-ζει, τοὺς δι’ ὀρφανίαν ἢ χηρείαν δυσχεραίνοντας καὶ ὀδυνωμένους παραμυθεῖται καὶ ἀνακτᾶται. Εἶτα ἐπειδὴ εἶπεν, Ἀγαπᾷ δικαίους, δείκνυσιν ὅτι πολ-λοῖς καὶ ἀπὸ συμφορᾶς μόνης ἐπήρκεσε. Καὶ γὰρ οὓς διατρέφει, διὰ τὸ πεινῇν τρέφει, ὅπερ οὐκ ἔστιν ἀρετῆς· καὶ τοὺς πεπεδημένους, διὰ τὰ δεσμὰ λύει· οὐδὲ αὐτὸ δὲ ἀρετῆς, ἀλλὰ συμφορᾶς· καὶ τοὺς τυ-φλοὺς δὲ διὰ τὴν πήρωσιν φωτίζει· οὐδὲ τοῦτο δὲ κατ-ορθώματος, ἀλλὰ καὶ αὐτὸ συμφορᾶς. Ὁμοίως καὶ τὸ κατεῤῥάχθαι, καὶ τὸ προσήλυτον εἶναι, καὶ ὀρφανὸν,
καὶ χήραν. Εἰ δὲ τοὺς ἐν συμφοραῖς, πολλῷ μᾶλλον τοὺς ἀρετῆς ἐπιμελουμένους. Ὅταν οὖν καὶ δύνηται καὶ βούληται, καὶ διαρκῆ τυγχάνῃ τὰ παρ’ αὐτῷ πάντα, καὶ ἀρετὴν ἀποδέχηται, καὶ διὰ συμφορὰς ἐλεῇ, τίνος ἕνεκεν οὐκ ἀφίης τὸν ἀπολλύμενον, τὸν ἀσθενῆ, τὸν ἐπίκηρον, καὶ ἐπὶ τὸν ἰσχυρὸν καὶ ἄμα-χον καταφεύγεις, τὸν οὐκ ὀνειδίζοντα τὰς συμφορὰς, ἀλλὰ διορθούμενον, τὸν πάντα ὅσα βούλεται δυνάμε-νον; Σκόπει δὲ καὶ τὸ ἔσχατον πῶς μετὰ ἀκριβείας εἴρηκεν. Οὐ γὰρ εἶπε, Ἁμαρτωλοὺς ἀφανιεῖ, ἀλλὰ, Τὴν ὁδὸν αὐτῶν, τουτέστι, τὴν πρᾶξιν αὐτῶν. Οὐ γὰρ τὴν φύσιν ἀποστρέφεται, ἀλλὰ τὴν κακίαν μισεῖ. Βα-σιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν. Εἰ τοίνυν βασιλεύει διὰ παντὸς καὶ μένει διὰ παντὸς, οὐκ ἔστιν ὑποπτεῦσαι, ἀλλὰ κἂν μὴ ἐνταῦθα δῷ τὴν ἀντίδοσιν, ἐπὶ μείζοσιν αὐτὴν φυλάττει. Μὴ τοίνυν μήτε ἐν πειρασμοῖς θορυ-βώμεθα καὶ ταραττώμεθα, ἂν μὴ παρὰ πόδας ἡ λύ-σις γένηται, ἀλλ’ αὐτῷ παραχωρῶμεν τὸν καιρὸν τῷ Κυρίῳ τῆς λύσεως· μήτε ἂν ἀγαθόν τι κατορθώσω-μεν, εὐθέως ἀπαιτῶμεν τὰς ἀμοιβὰς, ἀλλὰ καὶ οὕτω πάλιν ἀναμένωμεν τὸ αὐτοῦ βούλημα· μετὰ γὰρ πλείονος δίδωσι τῆς ἀμοιβῆς, ὅταν ἀναβάλληται· καὶ διὰ πάντων εὐχαριστῶμεν, καὶ μένωμεν αἰνοῦντες. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ πολλῆς βιώ-σομεν τῆς ἀδείας, καὶ τῶν ἀποῤῥήτων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. α. Ἀνωτέρω ἐν μὲν τῷ τεσσαρακοστῷ τετάρτῳ καὶ ἑκατοστῷ ψαλμῷ ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ δείκνυσι καὶ αὐτὸ τὸ αἰνεῖν ὅτι καλὸν, καὶ μυρίων ἀγαθῶν αἴτιον ὁ ψαλμός. Ἀφίστησι γὰρ τὴν διάνοιαν τῆς γῆς, καὶ πτεροῖ τὴν ψυχὴν, κουφίζει καὶ μεταρσίους ποιεῖ. Διὸ καὶ Παῦλος λέγει, Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλλη-λούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις; Εὐπρόσδεκτος γένοιτο, φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυν-θῆναι τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. Δοκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δεί-
PG 55:476κνυσι διὰ τῆς ἐπαγωγῆς. Ἐπάγει γὰρ λέγων Οἰκο-δομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν, ἀλλ’ οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ δια-σπορὰς, Τοὺς ἐξωσμένους εἶπε. Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν πάντες, ἀλλὰ μετὰ τὴν ἐπ-άνοδον κατὰ μικρὸν συνήγοντο. Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ κατεαγμένα αὐτῶν. Ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παῤ-ῥησίαν οὐκ εἶχεν εἰπεῖν, προβάλλεται πάλιν τὴν συμ-φορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμ-μένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλεί-ψει, τὸ εἰωθὸς αὐτῷ οὐκ ἀφήσει. Οὕτω καὶ Παῦλος, Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλε-σεν ἡμᾶς. Καὶ πάλιν· Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις μακροθυμίαν. Καὶ ὁ αὐτὸς οὗτος προφήτης ἀλλαχοῦ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρα-κλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν σου τὴν διάνοιαν. Τοῦτο μὲν οὖν περὶ τῆς βουλήσεως αὐ-τοῦ, περὶ τῆς χρηστότητος καὶ τῆς φιλανθρωπίας, ὅτι ἔργον αὐτοῦ τοῦτο, τὸ τοὺς ἐν συμφοραῖς παραμυ-θεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς. Ἐπειδὴ γὰρ περὶ πλήθους ἦν διασπαρέντος ὁ λόγος καὶ οὐδαμοῦ φαινομένου τέως, εἰκότως τοῦτο τὸ ὑπόδειγμα εἰς μέ-σον ἤγαγε, δεικνὺς διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρ-μένους δυνήσεται συναγαγεῖν. Τούς τε γὰρ συντετριμ-μένους ἔθος αὐτῷ διορθοῦν καὶ παραμυθεῖσθαι, τά τε ἄπειρα πλήθη τῶν ἀστέρων μετὰ ἀκριβείας ἐπίστα-ται. Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο κατὰ τὸ πλῆ-θος ἐκείνων ἔσεσθαι, μετὰ ἀκριβείας συνάξει. Καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἄλλος, Τοῖς πᾶσιν ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰ-ρῆσθαι, καὶ ταὐτὸ λέγειν τὸν προφήτην, ὅπερ καὶ Ἡσαί̈ας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει; Οὐδεὶς αὐτῶν, φησὶν, ἀπολεῖται, ἀλλ’ ὥσπερ οἱ κατ’ ὄνομα καλοῦντες, οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης δια-σπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοι-πὸν διαλέγεται, καὶ τοὺς σφόδρα θορυβουμένους τῶν Ἰουδαίων εἰς πίστιν ἄγων. Καὶ τῆς συνέσεως αὐ-τοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν πῶς καὶ τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος.
PG 55:477Διὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ’ ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. Διὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν, ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή. β. Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου, πῶς ταῦτα ἔσται. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ τὴν ἐπ’ ἀνθρώπων κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ’ ὃ πολλῷ μεῖζον, Ἀναλαμβάνων· ὡς περὶ πατρὸς φιλοστόρ-γου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων; Ἀνακτώμενος, φέρων, διαβαστάζων. Εἶδες πάλιν ἐφ’ ἑκάτερα τὴν δύναμιν αὐτοῦ ἀπηρτισμένην, ἐπί τε τὸ αἴρειν τοὺς ταπεινοὺς, καὶ ταπεινοῦν τοὺς ἀπονενοη-μένους; Οὐχ ἁπλῶς δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολ-λῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ἄλλος, Καταλέξατε. Εἰπὼν αὐτοῦ τὰ κατορθώματα, πάλιν ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ἄλλος, Διὰ λύρας. Τῷ περιβάλλοντι
τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς διὰ τῆς ἐπαγωγῆς, καὶ τίνος ἕνεκεν περιβάλλει τὸν οὐρανὸν ἐν νεφέλαις. Διὰ σὲ, φησὶν, ἵνα σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθ-ολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρη-ται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν, καὶ ὑετὸν πινεῖν, καὶ γῆν διεγείρειν, πολλῷ μᾶλλον ὑμῖν, οἳ αὐτῷ λαὸς περιούσιος ἐχρηματίσατε. Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον. Ὅρα περιου-σίαν τῆς προνοίας, ὅταν μὴ μόνον ἐν ἀροσίμῃ γῇ, ἀλλὰ καὶ ἐν τοῖς ὄρεσι δαψιλῆ αὐτοῦ παρέχῃ τὴν τράπεζαν, τὴν διατροφὴν τῶν κτηνῶν τῶν πρὸς ὑπηρεσίαν τῶν ἀνθρώπων γεγενημένων. Διὸ καὶ ἐπ-άγει· Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἑτέραν πάλιν λέγει φιλοτιμίαν, ὅταν μὴ μό-νον τοῖς ὑπηρετουμένοις ἀνθρώποις κτήνεσι τροφὴν παρέχῃ, ἀλλὰ καὶ ἑτέροις ἀλόγοις· Καὶ τοῖς νεος-σοῖς γὰρ, φησὶ, τῶν κοράκων τοῖς ἐπικαλουμέ-

On Psalm CXLVIIIn Psalmum CXLVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:478νοις αὐτόν. Εἰ δὲ ἐν τοῖς ἀλόγοις, καὶ ἀλόγοις ἀγρίοις καὶ οὐ παρέχουσιν ἀνθρώποις διακονίαν, τοσαύτη ἡ πρόνοια· πολλῷ μᾶλλον ἐν ἀνθρώποις, καὶ ἀνθρώποις ὑμνοῦσιν, οὓς καὶ λαὸν περιούσιον καὶ μερίδα αὐτοῦ ἐκάλεσεν. Εἶτα ἐπειδὴ ἀσθενεῖς ἦσαν καὶ ὅπλων ἔρημοι, καὶ πάντων γεγυμνωμένοι, ἵνα μηδὲ ἐντεῦθεν θορυβῶνται, ὅρα πῶς καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, λέγων· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνή-μαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἕτερος, Τοῖς ἀναμένουσι τὸ ἔλεος αὐτοῦ. Ἂν ταῦτα ἔχητε, φησὶ, τὸν φόβον καὶ τὴν ἐλ-πίδα τὴν εἰς αὐτὸν μετὰ ἀκριβείας, ἐπισπάσεσθε αὐ-τοῦ τὴν εὔνοιαν· ἐπισπασάμενοι δὲ, πάντων τῶν ἵπ-πους καὶ ὅπλα ἐχόντων ἔσεσθε δυνατώτεροι. Ἓν τοίνυν ἐστὶ τὸ ζητούμενον, ὥστε μὴ ἀσχάλλειν, μηδὲ θορυβεῖσθαι, ἀλλ’ ἀναμένειν τὸ ἔλεος αὐτοῦ· τοῦτο γὰρ μάλιστα ἐλπὶς, τὸ καὶ παραυτίκα μὴ λα-βόντας μὴ ἀπογινώσκειν, μηδὲ ἀπαγορεύειν. Καὶ καλῶς εἶπε, Τὸ ἔλεος αὐτοῦ. Οὐδὲ γὰρ εἶχον τὴν ἀπὸ τῶν ἔργων παῤῥησίαν. Ἀλλ’ ὅμως, φησὶ, κἂν ἀπὸ τῶν ἔργων ἦτε προδεδομένοι, ἐλπίζητε δὲ ἐπὶ τὸν ἔλεον αὐτοῦ, τεύξεσθε τῆς προνοίας καὶ τῆς βοηθείας αὐτοῦ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΖ ΨΑΛΜΟΝ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. α. Οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐνοικοῦντας ἀποτείνει τὸν λόγον, ὃ διὰ παντὸς τοῦ βιβλίου ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ποιῶν. Παραινεῖ δὲ συνεχῶς καὶ συμβουλεύει, ὥστε τὰς ὑπὲρ τῶν εὐεργεσιῶν εὐχα-ριστίας ἀναφέρειν τῷ Θεῷ, καὶ μήτε οἰκοδομήμασι, μήτε ἀσφαλείᾳ περιβόλων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ θαῤῥεῖν. Τοῦτο δὴ προκατασκευάσας, ἐπάγει, καὶ λέ-γει· Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Τί ἐστι, Τοὺς μοχλοὺς ἐνίσχυσεν; Ἐν ἀσφαλείᾳ σε, φησὶ, κατ-έστησεν, ἀχείρωτον ἐποίησεν. Εὐλόγησε τοὺς υἱούς σου, τουτέστιν, εἰς πλῆθος ἐπιδοῦναι ἐποίησεν. Ἓν μὲν τοῦτο εἶδος εὐεργεσίας· ἕτερον δὲ τὸ καὶ Ἐν σοί. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐ διεσπαρμένους, οὐδὲ διεσκορπισμένους, ἀλλὰ συναχθέντας, καὶ ἐν σοὶ ὄντας ἐπιδοῦναι ἐποίησεν. Εἶτα καὶ ἄλλο προνοίας εἶδος δεικνὺς λέγει· Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Ἔστι γὰρ καὶ ἐν ἀσφαλείᾳ εἶναι, καὶ πολλοὺς εἶναι, καὶ πολεμεῖσθαι· ἀλλ’ ἐνταῦθα καὶ ταύτης ἀπηλλα-γμένους δείκνυσι τῆς ἐπιβουλῆς, τῷ οὕτως εἰπεῖν, καὶ δεῖξαι οὐ τὴν πόλιν μόνον ἀπαλλαγεῖσαν τῶν ἐπιβου-λευόντων, ἀλλὰ καὶ αὐτὰς τὰς ἐσχατιάς. Εἶδες πόσας εὐεργεσίας ἀπαριθμεῖ; Καὶ πρώτην καὶ μείζονα πάν-
PG 55:479των, τῷ εἰπεῖν, Τὸν Θεόν σου. Διὰ γὰρ τοῦ ῥήματος τούτου πάντα ταῦτα λέγει, ὅτι ᾠκειώσατό σε, ὅτι κλη-ρονόμον σε ἐποίησεν ἑαυτοῦ, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, ἐξαιρέτως σός ἐστιν· ὅπερ κεφάλαιον πρῶ-τον τῶν ἀγαθῶν. Δεύτερον, ὅτι ἐν ἀσφαλείᾳ τὴν πό-λιν κατέστησε. Τρίτον, ὅτι πολλοὺς αὐτοὺς εἶναι ἐποίη-σε. Τέταρτον, ὅτι πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ’, Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκα-ταλιμπάνοντος, ἀλλ’ αὐτῶν ἀποπηδώντων· ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι πάσης ταραχῆς καὶ πολέμου. Εἶτα καὶ ἑτέραν μετ’ ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λο-γίζεσθαι. Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ὅρα· οὐκ εἶπεν ἁπλῶς, Πυρὸν, ἀλλὰ, Στέαρ πυροῦ, πολλὴν ἐνδεικνύμενος τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα καὶ εὐ-θαλῆ. Τὸν κάλλιστον οὖν πυρὸν ἐνταῦθα λέγει ἐμπι-πλᾷν μετὰ δαψιλείας. Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, Διδοὺς, ἀλλ’, Ἐμπιπλῶν σε. Ὁ ἀποστέλλων τὸ λό-γιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐν-ταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ τῶν Ἰουδαίων μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται, ἀπὸ τῶν ἰδιαζόντων ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. Διὸ καὶ εἰπὼν, Ὁ ἀπο-στέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς ὅτι οὐ μόνον τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν. Εἶτα τὴν εὐ-κολίαν παριστὰς, οὐ τῷ ὀνόματι τοῦ λόγου, ἀλλὰ καὶ τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προς-έθηκεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς γίνεται τῆς ταχυτῆτος. Ἐπιτάττει γὰρ πανταχοῦ τῆς οἰκουμένης. Τί δὲ ἐπιτάττει; Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν καὶ τῶν μεταβολῶν. Διὸ καὶ ἐπάγει λέγων· Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην ὡσεὶ σποδὸν πάσσον-τος. Τοῦτο ἕτερος ἑρμηνευτὴς, Δρόσον πεπηγμένην. Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύ-σταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσε-ται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται
ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐ-τοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσασ
PG 55:480παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει. β. Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Εἰ γὰρ καὶ φύσεως ἀκινήτοις ὅροις πεπέδηνται, ἀλλ’ ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλ-λει τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατί-θησιν ἐνέργειαν, καὶ τὴν μὲν οἰκείαν αὐτῷ καὶ συγ-κεκληρωμένην ἀφίησιν ἡσυχάζειν, ἑτέραν δὲ τὴν ἐναντίαν ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες ἀπέλαυον. Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε τὰ ὕδατα, ἀλλὰ πέτρας στεῤῥότερον διεβιβάζοντο. Γῆ ἦν ἐπὶ τοῦ Δα-θὰν καὶ Ἀβειρὼν, καὶ ὅμως οὐκ ἔστεγεν αὐτῶν τὰ σώματα, ἀλλὰ θαλάσσης εὐκολώτερον κατεποντίζοντο. Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ Δανιὴλ, καὶ προβάτων ἡμερότητα ἐπεδείξαντο, οὐ τῆς φύσεως αὐτῶν ἀφανισθείσης, ἀλλὰ τῆς ἐνεργείας μεταβλη-θείσης. Πολλὰ ἕτερα τοιαῦτα θαύματα καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν. Μὴ οὖν, ἐπειδὴ καθ’ ἕκαστον γίνεται ἐνιαυτὸν, καὶ ἐν ὄψεσιν ἡμῶν συμβαίνει, μι-κρὸν νομίσῃς τὸ θαῦμα· ἐπεὶ ἐννόησον ἡλίκον ἐστὶ, νῦν μὲν χιόνα φαίνεσθαι, νῦν δὲ ὕδωρ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτας γίνεσθαι μεταβολάς. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων λογίζηται τῇ φυσικῇ τῶν στοι-χείων ἐνεργείᾳ, καὶ τούτων ἁπλῶς αἴτια ταῦτα νο-μίζῃ, ἀλλ’ εἰδῇ τίς ἐστιν ὁ ἐπιτάττων, ἐπὶ τὸ πρό-σταγμα αὐτοῦ πάντων τούτων ἀνάγει τὸν λόγον, καί φησιν· Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· τουτέστι, τὸ πρόσταγμα· οὐ γὰρ τῶν ἀνέμων ἡ φύσις προηγουμένως τοῦτο ἐργάζεται, ἀλλ’ ὁ τοὺς ἀνέμους ποιήσας Θεός. Ἐξήγαγε δὲ ἐπὶ τὰ στοιχεῖα τὸν λόγον, καὶ τὰς ἐν τοῖς στοιχείοις μεταβολὰς, πεί-θων τὸν Ἰουδαῖον τὸν παχὺν καὶ ἀναίσθητον ἀπὸ τῶν καθ’ ἕκαστον ἐνιαυτὸν γινομένων εἰδέναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι καὶ τὰ κατ’ αὐτὸν ῥᾴδιον αὐτῷ δια-θεῖναι πάντα, ὡς ἂν ἐθέλῃ, καὶ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν. Ὥσπερ γὰρ κρυμοῦ γινομέ-νου καὶ πάγου ἀνυποίστου, ῥᾴδιον αὐτῷ γαλήνην ἐρ-γάσασθαι καὶ πάντα διαλῦσαι· οὕτω δὴ καὶ αὐτοὺς ἐν αἰχμαλωσίᾳ γενομένους καὶ ἐν πολέμοις εὐκολώτε-ρον αὐτῷ πρὸς εἰρήνην καὶ τὴν ἑαυτῶν ἐπαναγα-γεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν χειραγωγῆ-σαι. Οὐ τοῦτο δὲ μόνον δηλοῖ, ἀλλὰ καὶ ἕτερον κεκρυμ-μένως αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καθάπερ ταῦτα καὶ λυποῦντα πολλάκις χρησίμως τε καὶ ὠφε-λίμως γίνεται, οὕτω καὶ τὰ κατ’ αὐτοὺς συμφερόντως γέγονε, καὶ ἐργασάμενα πολλὴν τὴν ὠφέλειαν. Ἵνα μὴ ἐπὶ πλέον λυπήσῃ, πάλιν εἰς μεταβολὴν μετ-έστη τὴν εὐδιεινοτέραν. Τί δὲ αὐτῷ βούλεται καὶ τὰ παραδείγματα; Οὐ γὰρ εἶπε, Διδόντος χιόνα, μόνον, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ ἔριον· οὐδὲ, Ὁμίχλην πάς-σοντος, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ σποδόν· οὐδὲ, Βάλ-
PG 55:481λοντος κρύσταλλον, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ ψωμούς. Ἐμοὶ δοκεῖ κἀντεῦθεν τὴν εὐκολίαν τοῦ ἐργαζομένου δηλοῦν καὶ τὴν εὐπορίαν. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Ἕτερος, Ἀκριβασμούς. Ἄλλος, Προστάγματα. Δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Ἄλλος, Ὅμοια. Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐ-τοῖς. Ὅρα πῶς πάλιν ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον, καὶ τῶν Ἰουδαίων τὰ ἐξαί-ρετα, βουλόμενος διεγεῖραι αὐτοὺς πρὸς πλείονα σπου-δήν. Ἀρχόμενος οὖν τοῦ ψαλμοῦ περὶ τῶν αἰσθητῶν διελέχθη καὶ σῶμα ὠφελούντων, οἷον ἀσφαλείας, εὐ-ετηρίας, εἰρήνης· ἐνταῦθα δὲ ἐπὶ τὰ ὑψηλότερα ἀν-άγει τὸν λόγον, τὸν περὶ τῆς νομοθεσίας λόγον ἀναπλῶν, ὅπερ μάλιστα εἶδος εὐεργεσίας, ἀπάγειν κακίας, χειραγωγεῖν πρὸς ἀρετὴν, φωτίζειν διάνοιαν. Διὸ καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοῦτο στρέφων ἔλεγε· Ποῖος ὡς οὗτος λαός; τὸ ἔθνος τὸ μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσιν οἷς αὐτὸν ἐπικαλεσώμεθα; Καὶ ὁ Δαυὶ̈δ πάλιν· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ ὁ Ἰερεμίας· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοι-ποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει; Ὅτι μὲν γὰρ κολάζει καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς πανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας, δῆλον ἐξ ὧν ὁ Χριστός φησι· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατα-κρινεῖ τὴν γενεὰν ταύτην. Καὶ πάλιν· Ἄνδρες Νινευῖ̈ται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Πάντως γὰρ διὰ τοῦτο οὕτως εἴρη-ται, ὡς κἀκείνων λόγον ὑπεχόντων, καὶ τῶν μὲν ἐπαι-νουμένων, τῶν δὲ κολαζομένων. Εἰ δὲ μὴ ἦν δῆλα αὐ-τοῖς τὰ πρακτέα, πῶς ἤμελλον κατακρίνειν τούτους; Πῶς δὲ πάλιν ἔλεγεν, ὅτι Τὸ αἷμα ἐκδικηθήσεται ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵμα-τος Ζαχαρίου; πῶς δὲ καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας; Τῷ γὰρ εἰπεῖν, Ἀνεκτό-τερον, οὐ τελείαν ἀπαλλαγὴν, ἀλλὰ κουφοτέραν τι-μωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ κολασθέντες οὕτω χαλεπῶς πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων διαφεύξεται; γ. Ὁρῶμεν δὲ καὶ τοὺς ἐπὶ τοῦ κατακλυσμοῦ δίκην δεδωκότας, καὶ ἑτέρους πολλοὺς, καὶ αὐτὸν δὲ τὸν Κάϊν. Καὶ ὁ Παῦλος δέ φησι, τὸ αὐτὸ τοῦτο δηλῶν· Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶ-σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλή-θειαν ἐν ἀδικίᾳ κατεχόντων· διότι τὸ γνω-στὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ γὰρ
PG 55:482Θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ-ορᾶται, ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Εἶτα τὸν περὶ τοῦ βίου κινῶν λόγον, οὐδὲ ἐνταῦθα ἀφίησιν αὐτοὺς ἀνευθύνους, οὕτω λέγων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότη-τος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δι-καιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ
ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυ-χὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος. Ὁρᾷς διὰ πάντων τῶν εἰρημένων πῶς ἅπαντες ὅσοι γεγόνασιν ἄνθρωποι, καὶ πρὸ τοῦ νόμου, δίκην διδόασι, καὶ ὅσοι τῆς ἀρετῆς ἐπεμελήσαντο καὶ ἀσε-βείας ἀπηλλάγησαν, ἀγαθῶν ἀπολαύουσι; Πῶς οὖν ἢ τοῦτο ἔσται, ἢ ἐκεῖνο, εἴπερ οὐκ ᾔδεισαν τὸ πρα-κτέον; Εἰ δὲ καὶ ᾔδεισαν τὸ πρακτέον, φησὶ, πῶς λέγει, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρί-ματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς; Τί οὖν ἐστι τὸ εἰρημένον, καὶ τί ποτε δηλοῦν βούλεται; Ἄκουε. Γρα-πτὸν νόμον οὐδενὶ τῶν ἄλλων ἔδωκε· τὸν μὲν γὰρ φυ-σικὸν ἔνδοθεν εἶχον ἅπαντες ἐνηχοῦντα, τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Ὁμοῦ γὰρ πλάττων τὸν ἄνθρωπον ὁ Θεὸς, τοῦτο αὐτῷ ἐνέθηκε δικαστήριον ἀδέκαστον, τὴν ἐν ἑκάστῳ τοῦ συνειδότος ψῆφον. Τοῖς δὲ Ἰουδαίοις ἐξαίρετόν τι ἐπραγματεύσατο, τὸ καὶ διὰ γραμμάτων δηλῶσαι τὰ νόμιμα. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Οὐκ ἐποίησεν ἐν παντὶ ἔθνει, ἀλλ’, Οὕτως οὐκ ἐποίησε. Τουτέστιν, οὐ πλάκας αὐτοῖς ἔπεμψεν, οὐ γράμματα, οὐ νομοθέτην Μωϋσέα, οὐ τἄλλα τὰ ἐπὶ τοῦ Σινᾶ ὄρους· ἀλλὰ τούτων ἁπάντων ἐκ περιου-σίας Ἰουδαῖοι μόνοι ἀπήλαυσαν· ἡ μέντοι πᾶσα φύσις ἡ ἀνθρωπίνη ἀρκοῦντα εἶχε τὸν ἀπὸ τοῦ συνειδότος νόμον. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νό-μος. Διὸ καὶ μείζονος τῆς κατακρίσεως Ἰουδαῖοι ἄξιοι, ὅτι μετὰ τοῦ φυσικοῦ καὶ τὸν γραπτὸν λαβόντες, τοσαῦτα παρηνόμησαν. Ὥστε ἡ πολλὴ τοῦ Θεοῦ εὐερ-γεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται
PG 55:483ἐῤῥᾳθυμηκόσι. Κατὰ μὲν οὖν τὸ ῥητὸν ἀρκεῖ τὰ εἰρη-μένα· εἰ δέ τις ἐπιθυμίαν ἔχει καὶ κατὰ ἀναγωγὴν τὸν ψαλμὸν ἐκλαβεῖν, οὐ παραιτησόμεθα καὶ ταύτην ὁδεῦσαι τὴν ὁδὸν, οὐ λυμαινόμενοι τὴν ἱστορίαν, μὴ γένοιτο, ἀλλὰ μετ’ ἐκείνης καὶ ταῦτα προστιθέντες τοῖς φιλοπονωτέροις, καθὼς ἂν οἷόν τε ᾖ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Οἶδεν Ἱερουσαλὴμ τὴν ἄνω ὁ Παῦλος, περὶ ἧς λέγει· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· ὥσπερ καὶ Σιὼν οἶδε τὴν Ἐκκλησίαν, ὅταν λέγῃ· Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφω-μένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, ἀλλὰ προσεληλύθατε Σιὼν πόλει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα-νοῖς. Δυνατὸν οὖν κατὰ ἀναγωγὴν καὶ περὶ ταύτης λέ-γεσθαι τὸ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Καὶ γὰρ τῆς Ἱερουσαλὴμ ἀσφαλέστερον αὐτὴν ἐτείχισεν, οὐ μοχλοῖς καὶ θύραις, ἀλλὰ τῷ σταυρῷ περιφράξας, καὶ τῇ ἀποφάσει τῆς οἰκείας δυνάμεως, δι’ ἧς ἀνέστησεν αὐτῆς πανταχοῦ τὸν περίβολον, εἰ-πὼν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. δ. Ἐν γοῦν προοιμίοις βασιλεῖς ἅπαντες, καὶ δῆμοι καὶ πόλεις, καὶ τῶν δαιμόνων αἱ φάλαγγες, καὶ αὐτὴ τοῦ διαβόλου ἡ τυραννὶς, καὶ μυρία πράγματα ἐπ-έθεντο τῇ Ἐκκλησίᾳ· καὶ ὅμως πάντα μὲν ἐκεῖνα δι-ελύθη καὶ ἀπώλετο· αὕτη δὲ αὐξομένη πρὸς ὕψος ἤρθη τοσοῦτον, ὅτι καὶ αὐτοὺς ὑπερέβη τοὺς οὐρα-νούς. Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Ὥσπερ ἐξ ἀρχῆς εἶπεν, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ διὰ τῆς γῆς ἁπάσης ὁ λόγος διέδραμεν· οὕτω μετὰ ταῦτα, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὅτι Κηρυχθή-σεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατέλαβε τὸ ἐπίταγμα. Διὸ καὶ ἔλεγεν· Ὁ κόκ-κος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀπο-θάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Καὶ πάλιν, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἐξ ἑνὸς ἐγένοντο πολλοὶ, νόμῳ φύσεως τοῦ πλήθους αὐ-ξομένου· διὸ καὶ σχολαιότερον τὸ πρᾶγμα προῄει· ἐπὶ δὲ τῶν ἀποστόλων οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι τὸ πλῆθος ἐπεδίδου· διόπερ εὐθέως ἐν μιᾷ ἡμέρᾳ τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη διὰ τῆς καλῆς ταύτης ἀναγεννή-σεως τεχθέντες, ηὐξήθησάν τε καὶ ἐπληθύνθησαν, καὶ τὴν εὐλογίαν διὰ τῶν ἔργων ἣν ἔλαβον ἐπεδείξαντο· Οὐ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐγεννήθησαν. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Τοῦτο μάλιστα περὶ τῆς Ἐκ-κλησίας ἄν τις εἴποι κυρίως· καὶ τὸ δὴ θαυμαστότε-ρον, ὅτι πολεμουμένη εἰρήνης ἀπέλαυε, καὶ πάντων ἐπιβουλευόντων τῇ ἀδείᾳ ἐνετρύφα. Διὸ καὶ ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ στέαρ πυροῦ ἐμπι-πλῶν σε. Δυνατὸν καὶ ἐπὶ τῆς Ἐκκλησίας τοῦτο

On Psalm CXLVIIIIn Psalmum CXLVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:484λαμβάνεσθαι ἑτέρως εἰς πνευματικὴν τροφὴν, ὅτι ἄρτον ἡμῖν δέδωκε τὸν τῆς ζωῆς. Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ· ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Ποῖος λόγος, εἰπέ μοι. Ὁ διὰ τῶν ἀπο-στόλων, ὁ πτεροῦ κουφότερον πάντα περιδραμών. Διὸ καὶ ὁ Δαυὶ̈δ τοῦτο ἀλλαχοῦ αἰνιττόμενος λέγει· Κύ-ριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἰ δέ τις ἀμφιβάλλοι τῶν ἀνοήτων, ἀπὸ τῶν κατὰ τὰ στοιχεῖα γινομένων λαμβανέτω τὴν ἀπόδει-ξιν, καὶ μανθανέτω πῶς ἡ χιὼν ἀθρόον ἔπεισι, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν καλύπτει τὴν γῆν, οὐκ ἐκ περιόδου ἐπιοῦσα τῷ προσώπῳ ταύτης, ἀλλ’ ἀθρόον αὐτὴν περιστέλλουσα. Ἐπειδὴ τοίνυν προφήτης ἦν, καὶ εἰκὸς αὐτὸν τὰ μέλλοντα προαναφωνοῦντα καὶ αἰ-νιττόμενον κατὰ ἀναγωγὴν ταῦτα λέγειν, ἀκολούθως τῷ περὶ τῶν στοιχείων ἐνδιατρίβει λόγῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μέλλει πᾶσα ἡ γῆ τῷ λόγῳ τοῦ Θεοῦ κατηχεῖσθαι, καὶ μετὰ πολλοῦ τοῦ τάχους, καὶ ἐν βραχεῖ καιρῷ. Εἶτα ἵνα μή τις ἀμφιβάλλῃ, εἰ Ἰου-δαῖοι ἔθνος ἓν τοσούτῳ χρόνῳ τοσαύτης ἀπολαῦσαν ἐπιμελείας οὐ γέγονε δόκιμον, πῶς τοὺς τὴν οἰκουμέ-νην οἰκοῦντας ἐν βραχεῖ καιρῷ δυνατὸν μεταῤῥυθμι-σθῆναι, εἰς βεβαίωσιν τοῦ λόγου τὰ ἀπὸ τῶν στοι-χείων παραδείγματα παραλαμβάνει, τὴν χιόνα, τὴν ὁμίχλην, τὸν κρύσταλλον, ἅπερ μάλιστα ἐν μιᾷ και-ροῦ ῥοπῇ γίνεται. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ καὶ τὰ τῆς γνώμης αὐτῶν μέλλοι μεταβάλλεσθαι εὐκόλως. Ἀλλὰ πολλοὶ οἱ ἀνθιστάμενοι; Ἀλλὰ καὶ οὗτοι ἐκστή-σονται καὶ παραχωρήσουσιν. Εἰ γὰρ ψῦχος ὀλίγον σφοδρότερον γινόμενον οὐδεὶς ἐνεγκεῖν δύναται, ἀλλ’ εἴκουσιν αὐτῷ πάντες καὶ παραχωροῦσι· πολλῷ μᾶλ-λον τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι αὐτοῦ πάντα ἐκστή-σεται τὰ ἐναντιούμενα. Καὶ γὰρ τὰς οὐσίας ἱκανὸς μεταθεῖναι, καὶ μὴ οὔσας παραγαγεῖν, καὶ εἰς το-σαύτην αὐξῆσαι δύναμιν, ὡς πᾶσι καὶ ἀνύποιστα ταῦτα γίνεσθαι. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Ἐνταῦθα καὶ τὸν Ἰακὼβ οὐκ ἄν τις ἁμάρ-τοι τὸν πνευματικὸν εἰπὼν, καὶ τὸν Ἰσραὴλ, ὃν καὶ Παῦλος οἶδε λέγων, Εἰρήνη ὑμῖν καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΗ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ.
α. Ἔθος τοιοῦτον τοῖς ἁγίοις διὰ πολλὴν εὐγνωμο-σύνην, ἐπειδὰν μέλλωσιν εὐχαριστεῖν τῷ Θεῷ, πολ-λοὺς καλεῖν κοινωνοὺς τῆς εὐφημίας, καὶ παρακαλεῖν συνεφάπτεσθαι τῆς καλῆς ταύτης λειτουργίας αὐτοῖς. Τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς πεποιήκασι, τὴν κτίσιν ἅπασαν, ἡνίκα ἦσαν ἐν τῇ καμίνῳ, πρὸς τὴν εὐφη-μίαν τῆς ὑπὲρ αὐτῶν εὐεργεσίας καλέσαντες καὶ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν. Τοῦτο καὶ οὗτος ἐνταῦθα ποιεῖ, ἑκάτερον τὸν κόσμον καλῶν, τὸν ἄνω, τὸν κάτω, τὸν αἰσθητὸν, τὸν νοητόν. Τοῦτο καὶ ὁ προφήτης Ἡσαί̈ας, ὡς ὅταν λέγῃ· Εὐφραινέσθωσαν οἱ οὐρα-
PG 55:485νοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Καὶ αὐτὸς δὲ οὗτος πάλιν, ὅταν λέγῃ· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Καὶ ἀλλαχοῦ πάλιν ὁ Ἡσαί̈ας· Νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἅτε γὰρ οὐκ ὄντες ἱκανοὶ μόνοι πρὸς τὴν εὐφημίαν τοῦ Δεσπότου, περιέρχονται πάντας κοινωνοὺς λαβεῖν τῆς ὑμνῳδίας. Καὶ τοῦτο συνεχῶς μάλιστα οὗτος ποιεῖ, ὡς ὅταν λέγῃ, Καὶ προσκυνη-σάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πάλιν, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ ἕτερον δέ τι πάλιν ἐκ τούτων κατασκευάζει. Ποῖον δὴ τοῦτο; Τὸ μηδένα τῶν ἀλογωτέρων νομίσαι δύο δημιουργοὺς εἶναι. Ἐπειδὴ γὰρ αἱ κτίσεις διά-φοροι, καὶ διεστήκασιν ἀλλήλων ταῖς οὐσίαις [ἡ μὲν γάρ ἐστιν αἰσθητὴ, ἡ δὲ νοητή· ἡ μὲν ὁρατὴ, ἡ δὲ ἀόρατος· ἡ μὲν σωμάτων ἐμπέπλησται, ἡ δέ ἐστιν ἀσώματος], ἵνα μή τις ἐκ τῆς διαφορᾶς τῶν ἔργων διαφόρους δημιουργοὺς ἐπεισαγάγῃ, ἕνα χορὸν ἵστη-σιν, ἐξ ἁπάντων μίαν ἀνάγων αὐτῷ τὴν μελῳδίαν, καὶ τὸν αὐτὸν λέγων δεῖν ὑπό τε τῆς ἄνω, ὑπό τε τῆς κάτω κτίσεως ἀνυμνεῖσθαι Θεὸν, δηλῶν καὶ ἐντεῦθεν, ὅτι εἷς ἑκατέρας ὁ δημιουργός. Καὶ πρότερον ἄνωθεν ἄρχεται, λέγων· Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἕτερος, Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ· τὰ Χερουβὶμ λέγων, τὰ Σεραφὶμ, τὰς Κυριότητας, τὰς Ἀρχὰς, τὰς Ἐξουσίας. Τοῦτο σφόδρα ἐκκαιομένης ψυχῆς, τοῦτο φίλτρου πεπυρωμένου, τὸ πάντας διεγείρειν πρὸς τὴν εὐφημίαν τοῦ ποθουμένου· τοῦτο συνεχῶς ἐντρυφώ-σης διανοίας τῇ περὶ τοῦ Θεοῦ ἐννοίᾳ, ἐκπληττομένης, θαυμαζούσης τὴν δόξαν αὐτοῦ, ἀνακειμένης αὐτῷ. Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ἕτερος, Ἀστέρες φωτός. Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρα-νῶν· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνε-σάτωσαν τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτί-σθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄλλος, Ἔστησεν αὐτὰ δια-μένειν αἰωνίως. Πρόσταγμα ἔθετο, καὶ οὐ παρ-ελεύσεται. Τίνος ἕνεκεν ὀλίγα περὶ τῶν οὐρανίων δυνάμεων εἰπὼν, ταχέως ἀπεπήδησεν ἐκεῖθεν, καὶ ἐν τοῖς ὁρωμένοις τὸν λόγον ἀγαγὼν, ἐνταῦθα αὐτὸν μη-κύνει, πάντα καθ’ ἕκαστον ἐπεξιὼν, τὰ ἄνω, τὰ κάτω; Ὅτι ταῦτα τοῖς τότε ἀκούουσι σαφέστερα ἦν, ὁρώμενα καὶ πρὸ ὀφθαλμῶν κείμενα. Διὸ καὶ Μωϋσῆς ἀρχό-μενος τῆς δημιουργίας, καὶ μηδὲν περὶ τῶν ἄνω δια-λεχθεὶς, μὴ μικρὸν, μὴ μέγα, ἀπ’ οὐρανοῦ καὶ γῆς ποιεῖται τὴν ἀρχὴν, καὶ διαβαίνει λοιπὸν διὰ ἡλίου καὶ σελήνης, καὶ βοτανῶν, καὶ νηκτῶν, καὶ τετραπόδων, καὶ εἰς τὸν ἄνθρωπον καταλύει τὸν λόγον. Οὐρανοὺς δὲ οὐρανῶν ἐνταῦθα λέγων, οὐ πλῆθος ἐνδείκνυται, ἀλλ’ οὐρανὸν οὐρανοῦ τὸν αὐτὸν λέγει. Τῇ γὰρ Ἑβραίων φωνῇ τὸν οὐρανὸν ἔθος οὐρανοὺς καλεῖν· καθάπερ καὶ ἑτέ-
PG 55:486ρωθί φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Ἤκουες καὶ Μωϋσέως λέγοντος, ὅτι τῶν ὑδάτων τὰ μὲν εἴασε κάτω, τὰ δὲ ὑπὲρ τῶν νώτων τῶν οὐρανίων μετεωρίζεσθαι παρ-εσκεύασεν, ἐν τῷ μέσῳ τῆς ἀβύσσου πήξας τὸ στε-ρέωμα, καὶ ὑπὲρ τῶν νώτων ἀφεὶς τὰ ὕδατα μένειν. Καὶ πῶς ταῦτα αἰνεῖ, ἴσως εἴποι τις ἂν, οὐ φωνὴν ἔχοντα, οὐ γλῶτταν, οὐ ψυχὴν, οὐ λογισμὸν, οὐ νοῦν, οὐ φωνητικὸν ὄργανον, οὐ διάνοιαν; Ὅτι δύο δοξο-λογίας τρόποι· εἷς μὲν, ὁ διὰ ῥημάτων, ἕτερος δὲ, ὁ δι’ ὄψεως, καὶ τρίτος δὲ μετὰ τούτων, ὁ διὰ βίου καὶ ἔργων. Καὶ γὰρ καὶ ἀνθρώπων οὐ φθεγγομένων μό-νον, ἀλλὰ καὶ σιγώντων, δόξα ἀναφέρεται τῷ Θεῷ· ὥσπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Τοὺς δοξάζοντάς με δοξάσω. Ἔστι καὶ διὰ γλώττης δοξολογία, ὡς καὶ Μωϋσῆς ἐδόξασε μετὰ τῆς Μαρίας λέγων· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἔστι καὶ ἡ διὰ τῆς κτίσεως αὐτῆς, ὡς αὐτὸς οὗτός φησιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χει-ρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οὕτω καὶ ἐνταῦθα αἰνεῖ αὐτὸν ἡ κτίσις τῷ κάλλει, τῇ θέσει, τῷ μεγέθει, τῇ φύσει, τῇ χρήσει, τῇ διακονίᾳ, τῇ δια-μονῇ, τῇ λυσιτελείᾳ τῇ ἐξ αὐτῶν γινομένῃ. Ὅταν οὖν λέγῃ, Αἰνεῖτε τὸν Κύριον, ἄγγελοι, δυνάμεις, οὐρα-νοὶ, σελήνη, ἥλιος, ἀστέρες, τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, τοῦτο λέγει, ὅτι ἕκαστον τῶν γινομένων ἄξιον τῆς τοῦ πεποιηκότος σοφίας, καὶ πολλοῦ γέμει τοῦ θαύματος· ὅπερ συντόμως ὁ Μωϋσῆς ἐν προοι-μίοις ἔλεγε· Καὶ εἶδεν ὁ Θεὸς ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· οὕτω καλὰ, ὡς δοξάζειν τὸν πε-ποιηκότα, καὶ τὸν θεατὴν ἐνάγειν εἰς εὐφημίαν τοῦ τεκτηναμένου. β. Αἶνον οὖν τοῦτόν φησι, τὸ κάλλος τῶν γενομένων τίκτον ὑμνολογίαν τῷ πεποιηκότι. Ὅπερ καὶ ὁ Παῦλος δηλοῖ· Τὰ γὰρ ἀόρατα ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ ὁ προφήτης δὲ οὗτος, εἰπὼν τὰ κτίσματα, καὶ τῇ ὄψει τῶν θεωμένων καταλιπὼν τὸ κάλλος αὐτῶν καταμανθάνειν καὶ τὸ μέ-γεθος καὶ τὴν χρείαν, αὐτὸς ἑτέραν τίθησιν αἰτίαν, λέγων, ὅτι Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρός-ταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅτι μὲν οὖν καλὰ καὶ θαυμάσια, καὶ αὐτὴ ἡ ὄψις δηλοῖ· ὅτι δὲ καὶ δημιουργὸν ἔχει, καὶ οὐκ αὐτόματα ταῦτα, οὐδὲ ἀγένητα, ἱκανὸν μὲν καὶ τοῦτο ἀπὸ τῆς ἑρμηνείας αὐτῆς κατιδεῖν. Εἰ δέ τις ἀμφιβάλλοι, παρ’ ἐμοῦ μανθανέτω, ὅτι δημιουργὸν ἔχει καὶ ποιητὴν, καὶ προνοητὴν καὶ κηδεμόνα. Δύο γὰρ ἐνταῦθα τίθησι, μᾶλλον δὲ τρία· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, καὶ τές-
PG 55:487σαρα· ὅτι τε ἐποίησε, καὶ ἐξ οὐκ ὄντων ἐποίησε, καὶ μετ’ εὐκολίας ἐποίησε, καὶ γενόμενα διακρατεῖ. Τὸ μὲν γὰρ εἰπεῖν, Αὐτὸς εἶπε, τὴν εὐκολίαν δηλοῖ· ὡς καὶ Παῦλος δηλῶν ἔλεγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· τῷ ὀνόματι τῆς κλήσεως τὴν εὐκολίαν ἡμῖν αἰνιττόμενος. Ὅτι δὲ καὶ γενόμενα διακρατεῖ, αὐτὸς ὁ προφήτης πάλιν δείκνυσιν ἐπαγαγὼν, Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅρα καὶ ἐνταῦθα πά-λιν τὴν ἐξουσίαν, τὴν αὐθεντίαν πῶς παρεδήλωσεν, οὐ τῷ στῆναι μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Πρός-
ταγμα, ταῖς ἀνθρωπίναις λέξεσι τὴν ἐνέργειαν αὐτοῦ παραδηλῶν. Ὥσπερ γὰρ σοὶ τὸ εἰπεῖν εὔκολον, καὶ τὸ προστάξαι ῥᾴδιον· οὕτω τῷ Θεῷ τὸ ποιῆσαι οὐκ ὄντα, καὶ γενόμενα διακρατῆσαι· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ δυνατὸν πα-ραστῆσαι τῆς εὐκολίας τὴν ὑπερβολὴν, μεθ’ ἧς ταῦτα ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι διακρατεῖ μόνον, οὐδὲ ὅτι ἑστήκασιν ἀκίνητοι οἱ νόμοι τῆς φύ-σεως, ἀλλ’ ὅτι καὶ χρόνον οὕτως ἄπειρον. Ἐννόησον γοῦν πόσος αἰὼν, καὶ οὐδὲν συνεχύθη τῶν ὄντων· οὐ θάλαττα τὴν γῆν ἐπέκλυσεν, οὐχ ἥλιος τόδε τὸ ὁρώ-μενον κατέκαυσεν, οὐκ οὐρανὸς παρεσαλεύθη, οὐ νυ-κτὸς, οὐδὲ ἡμέρας ὅροι συνεχύθησαν, οὐχ ὡρῶν τρο-παὶ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ’ ἕκαστον καὶ τῶν κάτω καὶ τῶν ἄνω μετὰ πάσης ἕστηκε τῆς ἀκρι-βείας τοὺς ἅπαξ τεθέντας ὅρους ἐξ ἀρχῆς αὐτῷ δια-τηροῦν. Εἰπὼν τοίνυν περὶ τῆς ἄνω κτίσεως καὶ τῶν κατ’ οὐρανὸν, κάτεισιν ἐπὶ τὴν γῆν. Ὅπερ δὲ ἐποίησεν ἐπὶ τῶν ἄνω, ἀρξάμενος μὲν ἀπὸ τῶν ὑπερουρανίων, καταβὰς δὲ εἰς τὰ οὐράνια, τοῦτο καὶ ἐνταῦθα ποιεῖ ἀπὸ τῶν οὐρανίων ἐπὶ τὴν γῆν μεταπηδῶν. Ἐπειδὴ γάρ τινές εἰσι λέγοντες τὰ μὲν κατ’ οὐρανὸν τῆς τοῦ Θεοῦ δημιουργίας ἄξια εἶναι, τῶν δὲ ἐπὶ γῆς ἐπιλαμβάνονται, διὰ τὸ ἐν αὐτῇ εἶναι σκορπίους λέ-γοντες, ἔχεις, δράκοντας, καὶ τὸ λοιπὸν τῶν θηρίων γένος, καὶ τὰ ἄκαρπα τῶν δένδρων, πρὸς τούτους ὥσπερ ἀπολογούμενος, ἑτέρως πάλιν μεταχειρίζει τὸν λόγον. Καὶ ὅρα τί ποιεῖ· Τὰ ὡμολογημένα καλὰ ἀφεὶς, πρόβατα καὶ βόας, ὧν καὶ ἡ πεῖρα τὴν χρείαν δείκνυσιν, ὄνους, καμήλους, καὶ ὅσα πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν μετακομιδὴν ἐπιτήδεια, ἐν τοῖς δο-κοῦσιν ἀχρήστοις εἶναι περιάγει τὸν λόγον, δράκοντας εἰς μέσον ἄγων, καὶ τὸ ἄπλωτον τοῦ πελάγους μέ-ρος, καὶ τὰ δοκοῦντα λυπεῖν, οἷον τὸ πῦρ, τὴν χάλα-ζαν, τὴν χιόνα, τὸν κρύσταλλον· εἶτα τὰ ἄκαρπα τῶν δένδρων, τὰ ὄρη· καὶ πάλιν τὰ πεδία καταλιπὼν, τὰ ὕπτια καὶ πρὸς γεωργίαν ἐπιτήδεια καὶ καρπῶν ἡμέ-ρων φορὰν, ἐπὶ τὰ ὄρη μεταβαίνει καὶ τοὺς βουνοὺς καὶ τὰ ἐρημότερα τῶν χωρίων, καὶ τῶν ἑρπετῶν μέ-μνηται πάντων. Ὥστε δὲ σαφέστερον ταῦτα μαθεῖν, ἄξιον ἐπακοῦσαι αὐτῶν τῶν ῥημάτων. Μετὰ γὰρ τὸ εἰπεῖν, Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται, ἐπήγαγεν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δρά-
PG 55:488κοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα; χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἕτερος, Ἄνεμος τυφῶνος. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Τίνος ἕνεκεν οὕτω μεταχειρίζει τὸν λόγον; Ἐκ περιουσίας δεικνὺς τοῦ Θεοῦ τὴν πρό-νοιαν. Εἰ γὰρ τὰ δοκοῦντα ἄχρηστα εἶναι, καὶ πολέ-μια τῷ γένει τῶν ἀνθρώπων, οὕτως ἐστὶ καλὰ, οὕτω χρήσιμα, ὡς καὶ αὐτὰ ὕμνον ἀναφέρειν τῷ Θεῷ καὶ δοξολογίαν διὰ τῆς οἰκείας δημιουργίας· ἐννόησον οἷα τὰ ἄλλα. Καὶ εἰ δοκεῖ, ἐπέλθωμεν ἕκαστον τῶν εἰρη-μένων. Δράκοντες, φησὶ, καὶ πᾶσαι ἄβυσσοι. Δρά-κοντας ἐνταῦθα τὰ κήτη λέγει, ὡς καὶ ἀλλαχοῦ, ὅταν λέγῃ, Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ πολλαχοῦ ἴδοι τις ἂν τὸ ζῶον τοῦτο οὕτω καλού-μενον. γ. Καὶ πῶς τοῦτο αἰνεῖ τὸν ποιήσαντα; φησί. Καὶ πῶς οὐκ αἰνεῖ; Ὅταν γὰρ ἴδῃς τὸ μέγεθος, τὴν σύμ-πηξιν τοῦ σώματος, ἣν ἐν τῷ Ἰὼβ ἡ Γραφὴ διηγεῖται μετὰ πλείονος τῆς σαφηνείας· πῶς οὐ θαυμάσεις τὸν δημιουργήσαντα, ἡλίκον ζῶον παρήγαγεν; Οὐ διὰ τὸ μέγεθος δὲ μόνον, ἀλλ’ ὅτι καὶ χωρίον αὐτῷ τῆς θα-λάσσης τὸ ἄπλωτον ἀπεκλήρωσε μέρος. Καὶ ἄξιον θαυμάζειν, πῶς οὐχ ὑπερβαίνει τοὺς οἰκείους ὅρους, ζῶον ἄγριον ὂν καὶ σφόδρα μέγιστον, ἀλλὰ μένει τοῖς οἰκείοις τόποις ἐνδιαιτώμενον, καὶ οὐ μόνον οὐκ ἔξ-εισι πρὸς τὴν γῆν, οὐδὲ πρὸς τὴν οἰκουμένην χώραν, ἀλλ’ οὐδὲ τῆς θαλάττης τὸ πρὸς ναυτιλίαν ἐπιτήδειον λυμαίνεται μέρος· οὐ δαπανᾷ τῶν ἰχθύων τὰ γένη, ἀλλ’ εἴσω τῆς οἰκείας ἐνδιαιτᾶται χώρας. Καὶ οὐ ταῦτα μόνον ἄξιον θαυμάζειν, ἀλλὰ καὶ τὴν ἄβυς-σον, ὅση τὸ βάθος ἐστίν. Ὅπερ δὲ ἐπὶ τοῦ θηρίου, τοῦτο καὶ ἐπὶ τῆς θαλάσσης ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ αὕτη ταῖς τῶν πνευμάτων βίαις οὖσα ἀφόρητος, καὶ τοσοῦτον πλῆθος ὑδάτων ἔχουσα, οὐκ ἐκρήγνυται τῶν οἰκείων ὅρων, οὐκ ἐπικλύζει τὴν γείτονα γῆν, ἀλλὰ καὶ αὐτὴ δεσμοῖς ἀκινήτοις πεπέδηται· καίτοι γε ἄτακτος ἡ τῶν ὑδάτων φύσις. Ὅταν δὲ καὶ πλῆθος τοσοῦτον ᾖ, καὶ ὑπὸ τοσούτων πνευμάτων ὠθῆται, ἐννόησον ἡλίκου θαύματος τὸ μήτε κατὰ τὴν ἀταξίαν μήτε τὸν ὄγκον μήτε τὴν βίαν ἐκπίπτειν τῆς οἰκείας χώρας, ἀλλὰ πᾶσαν ἐν ἀταξίᾳ τοσαύτῃ διατηρεῖν εὐταξίαν. Ταῦτα τοίνυν ἀναλογιζόμενος δυνήσῃ καὶ ἐντεῦθεν ὕμνον ὑφαίνειν τῷ Θεῷ, καὶ θαυμάζειν αὐ-τοῦ τὴν δύναμιν, τὴν σοφίαν, τὴν ἰσχὺν, τὴν ἐξουσίαν. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι ἀπόῤῥητοι τούτων, οὓς ὁ ποιήσας οἶδεν αὐτός. Διὸ καί τις ἔλεγε· Μὴ εἴπῃς, Διὰ τί τοῦτο; Εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν αὐτοῦ ἐγένετο. Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐ-τοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι μετὰ τῶν εἰρημένων προστίθησιν. Ἐν μὲν γὰρ τῷ προτέρῳ ψαλμῷ τοῦτο ἐθαύμαζεν, ὅτι ἐν βραχείᾳ καιροῦ ῥοπῇ πᾶσαν ἔπεισι τὴν γῆν ἡ χιὼν, ὁ κρύσταλλος, ὅτι πήγνυται, ὅτι με-ταβάλλεται, ὅτι πρὸς τὰ ἐναντία μεθίσταται· ἐνταῦθα δὲ, ὅτι τε οὐκ ὄντα γέγονε, καὶ ὅτι γενόμενα μένει,
PG 55:489καὶ ὅτι μένοντα διακόνων τάξιν ἀναπληροῖ, καίτοι γε ἄλογα ὄντα, καὶ τὸ πρόσταγμα αὐτοῦ μετὰ πολλῆς τῆς ὑπακοῆς εἰς ἔργον ἐξάγει. Μᾶλλον δὲ καὶ ἐναντία τῇ φύσει ἓν πολλάκις ἐπίταγμα ἤνυσεν, ὥσπερ ἐπὶ τῆς Βαβυλωνίας καμίνου τό τε καῖον τὸ πῦρ καὶ δρο-σίζον, ἑκάτερα πρᾶττον ἐδείκνυτο. Τοῦτο οὖν, φησὶν, εὐχαριστίας ἄξιον; Καὶ πολλῆς μὲν οὖν. Τὸν γὰρ Θεὸν ὁμοίως ἀνυμνεῖν χρὴ, καὶ κολάζοντα καὶ ἀνιέντα κολάσεως. Ἀμφότερα γὰρ κηδεμονίας, ἀμφότερα ἀγαθότητος. Ἄνθρωποι μὲν γὰρ τὸ μὲν ἀγαθότητι ποιοῦσι, τὸ δὲ πονηρίᾳ καὶ θυμῷ· ὁ δὲ Θεὸς ἀμφό-τερα φιλανθρωπίᾳ. Ὁμοίως γοῦν αὐτὸν ἀνυμνεῖν δεῖ, καὶ ὅτι ἔθηκεν ἐν παραδείσῳ τὸν Ἀδὰμ, καὶ ὅτι ἐξ-έβαλε, καὶ χάριν εἰδέναι οὐχ ὑπὲρ τῆς βασιλείας μό-νον, ἀλλὰ καὶ ὑπὲρ τῆς γεέννης. Καὶ γὰρ καὶ ταύτην ἐποίησέ τε καὶ ἠπείλησεν, ὥστε κακίας ἀπαλλάξαι. Ὥσπερ οὖν ἰατρὸν οὐ τρέφοντα μόνον, ἀλλὰ καὶ ἄγχοντα λιμῷ, οὐκ εἰς ἀγορὰν μόνον ἐξάγοντα, ἀλλὰ καὶ ἐν οἴκοις που κατακλείοντα, οὐκ ἀλείφοντα μόνον, ἀλλὰ καὶ καίοντα καὶ τέμνοντα θαυμάζομεν· εἰ γὰρ καὶ ἐναντία τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ὁρᾷ τέλος· οὕτω καὶ τὸν Θεὸν ὑπὲρ ἁπάντων ἀνυμνεῖν χρὴ, καὶ πολλῷ πλέον, ὅσῳ ὁ μὲν Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὅτι τὰ μὲν τούτων πολλάκις καὶ εἰς τοὐναντίον ἐξέβη, τὰ δὲ τοῦ Θεοῦ μετὰ τῆς προσηκούσης γίνεται σοφίας καὶ κηδεμονίας. Οὐ τιμωρεῖται δὲ μόνον χά-λαζα καὶ πῦρ, ἀλλὰ καὶ τιμωρίας ἀπήλλαξε, καὶ πο-λέμους ἔστησε, καὶ ἐχθροὺς ἐπιόντας ἀπεκρούσατο. Ἢ οὐκ οἶσθα ἐν Αἰγύπτῳ ὅσα διὰ τούτων ἐθαυματουργή-θη τῶν στοιχείων, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας; Καὶ τοσαύτη ἡ τοῦ κελεύοντος δύναμις, ὅτι ἅπερ δι’ ἀγγέλων ἐποίει, τῶν νοερῶν ἐκείνων καὶ μεγάλων δυνάμεων, ταῦτα πολλάκις καὶ
διὰ τῶν στοιχείων ἐθαυματούργει, ἵνα ὅταν καὶ ἄγγε-λος ταῦτα ἐργάσηται, μηδεὶς τῶν ἀνοητοτέρων ἐκείνῳ λογίζηται, ἀλλὰ τῷ ἐπιτάξαντι. Ἔστησεν οὖν ἄγγε-λος πόλεμον; Ἔστησε καὶ χάλαζα. Ἀνεῖλε τὰ πρω-τότοκα ἄγγελος; Ἀνεῖλε καὶ καταιγὶς θαλάττης τὸν δῆμον ἅπαντα. Ὑπὲρ ἁπάντων τοίνυν εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ, καὶ πετεινὰ πτερωτά. Ὅρα πῶς τοῖς ἀχρηστοτέροις μᾶλλον ἐμφιλοχωρεῖ, ὄρεσι καὶ νάπαις, καὶ βουνοῖς, καὶ θηρίοις ἑρπετοῖς, καὶ ξύ-λοις ἀκάρποις. Τὰ μὲν γὰρ καρποφόρα αὐτόθεν δή-λην ἔχει τὴν χρείαν, ὥσπερ καὶ τὰ ὕπτια πεδία καὶ τὰ ἥμερα ζῶα· τὰ δὲ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ ὄρη, καὶ τὰ ἄκαρπα δένδρα ποίαν ἀνύει χρείαν; φησί. Πολλὴν μὲν οὖν, καὶ σφόδρα τὴν ζωὴν συνέχουσαν τὴν ἡμετέραν. Καὶ γὰρ πρὸς οἰκοδομίας ὄρη καὶ βουνοὶ καὶ ξύλα ἄκαρπα σφόδρα ἡμῖν ἐπιτή-
PG 55:490δεια, καὶ εἰ μὴ τούτων ἀπελαύομεν, οὐδὲν ἐκώλυε διαφθείρεσθαι τὸ γένος τὸ ἡμέτερον. Ὥσπερ οὖν ἐπι-δεόμεθα τῶν ἡμέρων χωρίων εἰς τὸ τρέφεσθαι, οὕτω δεόμεθα καὶ τῶν ἀκάρπων ξύλων καὶ λίθων εἰς τὸ τὰς οἰκίας οἰκοδομεῖν, καὶ μυρία ἕτερα ἐντεῦθεν κα-τασκευάζειν. δ. Ἀλλ’ οἱ ὄφεις, φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δρά-κοντες, καὶ οἱ λέοντες, τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν τὸ κέρδος; Πολὺ καὶ ἄφατον, καὶ τῶν ἡμέρων οὐκ ἔλαττον. Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει, καὶ σωφρονεῖν παρασκευά-ζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει σε τῆς ἐν τῷ παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας, καὶ δείκνυσιν ὅσων κακῶν αἰτία ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα ἦν πρὸ τούτου τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ, ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθη-κεν αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ δια-λέγεται, καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρ-εβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ τῆς τιμῆς. Ὅταν τοίνυν ἴδῃς λέοντα, ὅταν ἴδῃς ὄφιν, ἀναμιμνήσκου τῶν διηγημάτων, καὶ οὐ μικράν σοι παρ-έξει ταῦτα φιλοσοφίας ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ καὶ τοῦ Δανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν ἐπαν-ῆλθεν εἰκόνα, εὐκαταφρόνητα ἦν αὐτῷ τὰ φοβερὰ θη-ρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν ἐντεῦ-θεν καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν οἰκονομίαν τὴν ἐπ’ αὐτοῖς καὶ τὴν διάταξιν. Ποίαν δὲ ταύτην; Ὅτι καὶ τούτοις ἀφώρισε χωρία ἀπῳκισμένα τῶν πόλεων, τὰς ἐρημίας· καὶ οὕτω φοβερὰ ὄντα οὐκ ἐμφιλοχωρεῖ ταῖς πόλεσιν, οὐδὲ κατατρέχει τοὺς ἔν-δον οἰκοῦντας, ἀλλὰ στέργει καὶ ἀγαπᾷ τὴν ἔρημον, ἄνωθεν τοῦ Θεοῦ τοῦτο αὐτοῖς συγκληρώσαντος, καὶ τόπον ἐπιτήδειον ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν. Ὅπερ καὶ ἀλλαχοῦ δείκνυσιν ὁ προφήτης, οὕτω λέ-γων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ δι-ελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτη-ριασμένα, ἀλλ’ ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα, οὕτως ἀπῴκισται καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ· κἂν μὴ σὺ τούτοις ἐπέλθῃς, αὐτὰ οὐκ ἔπεισιν, ἀλλ’ ἐνδιαιτᾶται ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς καὶ δυσχεραίνεις, τίνος ἕνεκεν γέγονε θη-ρία, σφόδρα ἀνοηταίνεις. Ἂν γὰρ σὺ τὰ κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀν-θρώπων πολλάκις χαλεπωτέραν ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προ-φανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονη-
PG 55:491ρίαν τῷ τῆς ἐπιεικείας προσωπείῳ, ὅθεν καὶ πολλάκις ἐστὶ δυσφύλακτος. Ἀλλ’ ἐὰν νήφῃς, οὔτε θηρίον, οὔτε ἄνθρωπός σε δεινόν τι ἐργάσεται, ἀλλὰ καὶ τὰ μέγι-στα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος, ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων στεφάνων αὐτῷ γέγονεν ἀφορμή; τί λέγω θηρίον καὶ ἄνθρωπον, ὅπου γε καὶ ὑπὸ τῶν ἐν σοὶ κειμένων στοιχείων ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγμα-τος, ἂν ἀμετρίᾳ τινὶ τὴν τούτων πλεονεξίαν περιίδῃς; Οὕτω πανταχόθεν νηφούσης χρεία διανοίας. Ἀλλ’ ὥσπερ ῥᾳθυμῶν μεγίστην ἐντεῦθεν ὑποστήσῃ βλάβην, οὕτω νήφων καὶ ἐγρηγορὼς οὐ τὴν τυχοῦσαν καρ-πώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή. Καὶ δεῖ μετὰ ἀρίστου λόγου ταῦτα οἰκονομεῖν, ὡς καρποῦσθαί τι παρ’ αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος, ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ, ἅπερ ἐὰν ἀφῇς εἰς ἀμετρίαν ἐξελθεῖν, νοσήματα γίνεται, κολαζόμενα δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέ-γονεν ἀπωλείας ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέ-τρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν καὶ μοιχείαν σε καταβάλλει πολλάκις. Μὴ δὴ τὰ πράγματα αἰτιῶ, ἀλλὰ πανταχοῦ τὴν σὴν γνώμην, ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων, οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων, πείσῃ τι δεινὸν καὶ ἀηδές. Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί. Ἄλλος, Πάντα φῦλα. Ἄρχοντες καὶ πάντες κριταὶ γῆς. Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων, Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Πάλιν ἕτερον ἐνταῦθα κινεῖ προνοίας εἶδος, τὸ τῶν ἀρχόντων· ὃ καὶ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους τίθησι, μετὰ πολλῆς τῆς συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολ-λῶν ἐν αὐτοῖς διεφθαρμένων, τοσαύτη τοῦ πράγματός ἐστιν ἡ χρεία, ὡς καὶ κακῶς διακειμένων πολλὴν γί-νεσθαι τὴν ὠφέλειαν, ἐννόησον εἰ καλῶς μετεχείριζον οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι, πόσης ἂν τὸ γένος ἀπ-ήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρ-χὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας. ε. Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώ-πων ἐπιμελούμενος, καὶ τοῦ μὴ θηρίων ἀλογώτερον διακεῖσθαι τοὺς πολλοὺς, ὥσπερ ἡνιοχείαν καὶ κυβερ-νητικὴν, οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. Κἂν
PG 55:492ἄρχων τοίνυν ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμε-νος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον, καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν πονηρῶν ἐπιβουλεύε-σθαι. Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων ὁ ψαλμὸς
οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν αὐ-τὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. Διὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φη-σὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἄλλος, Ὅτι ὑπερ-έχον. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρα-νοῦ. Ἄλλος, Καὶ ὁ ὕμνος αὐτοῦ. Καὶ ὑψώσει κέ-ρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ὃ δὲ λέ-γει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμέ-νων ἁπάντων αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν αἰνεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων χωρίς. Καὶ γὰρ καὶ πρὸ τούτων, καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντως θεῶν εἶ-πεν. Εἶτα ἀνάγων ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν, πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν μετατίθη-σιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν ὁρωμένων ἁπάντων ἀν-άγει πάλιν αὐτὸν ὑπὲρ τὸν οὐρανὸν, λέγων· Ἡ ἐξ-ομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτ-έστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ νοεραὶ οὐ παύονται εὐχαριστοῦσαι καὶ ἀνυμνοῦσαι, ἀλλ’ ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν αὐτοὺς ἐπισπώμενος πρὸς μείζονα αὐτοῦ θεραπείαν, δεικνὺς ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας, [πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην ἔχων τὴν δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην;] ἀλλὰ δι’ ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς ἐποίησε καὶ λαμπροὺς πανταχοῦ τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς εἶπε, Τοῖς ἀνθρώποις, ἀλλὰ, Τοῖς ὁσίοις αὐτοῦ· καὶ πάλιν εἰπὼν, Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι αὐτῷ. Ἕτερος δὲ ἑρμη-νευτὴς, ἀντὶ τοῦ Ὕμνος, Ἔπαινος εἶπεν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· ἐὰν ἦτε ὅσιοι, Ἐὰν ἐγγίζητε αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύ-

On Psalm CXLIXIn Psalmum CXLIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:493την δόξαν ἔχοντος. Δεῖ δὲ καὶ τὰ παρ’ ἡμῶν λοιπὸν ἀκολουθεῖν, καὶ πολλῆς ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΘ ΨΑΛΜΟΝ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. α. Κατὰ μὲν ἀναγωγὴν τὸ τῆς Καινῆς Διαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. Δια-θήκη· Διαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄν-θρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν ἄν-θρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαι-νούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαν-τος αὐτόν. Διὰ τὴν καινὴν τοίνυν ζωὴν, καὶ τὰ ἄλλα πάντα, Διαθήκη Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν ἔργων εὐχαριστίαν ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν ὑμνούντων; Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥη-μάτων εὐχαριστεῖν μόνον, ἂν μὴ καὶ ἡ διὰ τῆς πρά-ξεως ἀρετὴ συμβαίνῃ. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκ-κλησίᾳ ὁσίων. Καὶ ἕτερόν τι ἐνταῦθα παιδεύει. Δεί-κνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τί-θησι τὴν καθολικὴν, μονονουχὶ τοῦτο, δι’ ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι δείκνυσιν. Οὐ γὰρ ἁπλῶς τὴν δημιουργίαν, ἀλλὰ τὴν οἰκειότητα ἐμφαίνει τῷ οὕτως εἰπεῖν· καὶ εὐχαριστεῖν παρακελεύεται, οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ’ ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν αὐτὸν τῷ Θεῷ καὶ συν-άπτων οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον τὴν διάνοιαν; Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο. Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα ἐκκαίηται τῷ πόθῳ, ἵνα διεγείρηται τῷ φίλτρῳ, ἵνα ὅλος ἀνακέηται τῷ ὑμνουμένῳ Θεῷ· καθάπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ δηλῶν ἔλεγεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπι-ποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Καὶ πάλιν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυ-ρὸν, τὸν ζῶντα. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ὡς ἐν γῇ διψάδι, εἶπε. Βουλόμενος γὰρ τὴν διάθεσιν τῆς ἑαυτοῦ παραστῆσαι ψυχῆς καὶ τὸν πόθον, γῇ παρα-βάλλει διψάδι, ἐλάφῳ διψώσῃ. Καὶ διὰ ῥημά-των δὲ πάλιν τὸν αὐτὸν πόθον ἐνδείκνυται, λέγων· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαὶ, ὥσπερ καὶ ἡ Παύλου στενάζουσα ἐποίει τῇ μελλήσει τῆς ἐντεῦθεν
PG 55:494ἀποδημίας. Καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Ὁρᾷς ὅτι τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ἐνταῦθα αἰνίττεται, τὴν οἰκείωσιν, τὸ ἐξαίρετον αὐτοῦ εἶναι λαόν; Διὰ δὴ τοῦτο καὶ ἐπήγαγε τὸ, Ἐπὶ τῷ βασιλεῖ αὐτῶν, τοῦτο δηλῶν. Οὐ γὰρ δὴ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἦν βασιλεὺς, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ. Ὅρα πάλιν καὶ ταύτην τὴν συμφω-νίαν διαλάμπουσαν. Διὰ γὰρ τοῦτο χοροὶ, ἵνα κοινῇ πάντες καὶ ὁμοθυμαδὸν ἀναφέρωσι τὰς εὐφημίας. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων, Μὴ καταλιμπάνον-τες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Καὶ αὐτὴ δὲ ἡ εὐ-χὴ τοῦτο αἰνίττεται, ἀπὸ τοῦ κοινοῦ πάντων ἀναφε-ρομένη· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· τῷ πληθυντικῷ ὀνόματι κεχρημένους. Οὕτω καὶ τὸ παλαιὸν ἐπαιδεύοντο μετὰ συμφωνίας ψάλλειν καὶ ᾄδειν τῷ Θεῷ, πανταχόθεν εἰς ἀγάπην ἀλειφόμενοι καὶ ὁμόνοιαν· Ἐν τυμπάνῳ καὶ ψαλ-τηρίῳ ψαλάτωσαν αὐτῷ. β. Τινὲς μὲν καὶ τούτων τῶν ὀργάνων τὸν λόγον κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες, λέγουσιν ὅτι τὸ μὲν τύμ-πανον τὴν νέκρωσιν τῆς σαρκὸς ἡμῶν ἐπιζητεῖ, τὸ δὲ ψαλτήριον τὸ πρὸς τὸν οὐρανὸν βλέπειν. Καὶ γὰρ ἄνω-θεν τὸ ὄργανον τοῦτο κινεῖται, οὐ κάτωθεν, ὥσπερ ἡ κιθάρα. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι τὸ παλαιὸν οὕτως ἤγοντο διὰ τῶν ὀργάνων τούτων, διὰ τὴν παχύ-
τητα τῆς διανοίας αὐτῶν, καὶ τὸ ἄρτι ἀπεσπάσθαι ἀπὸ τῶν εἰδώλων. Ὥσπερ οὖν τὰς θυσίας συνεχώρησεν, οὕτω καὶ ταῦτα ἐπέτρεψε, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ἀπαιτεῖ τοίνυν ἐνταῦθα τὸ μεθ’ ἡδονῆς ᾄδειν· τοῦτο γάρ ἐστι τὸ, Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, τὸ μετὰ συμφωνίας, τὸ μετὰ βίου καθαροῦ. Εἶτα πάλιν εἰς πλείονα προθυμίαν αὐτοὺς διεγείρων, λέγει καὶ τοῦ ὑμνουμένου τὴν εὔνοιαν τὴν περὶ αὐτούς. Ἐπάγει γάρ· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς εὐημε-ρίας, ὅταν ὁ Θεὸς ἵλεως ᾖ; Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Ὅρα πάλιν πῶς καὶ τὰ τοῦ Θεοῦ τίθησι, καὶ τὰ τῶν ἀνθρώπων. Ὥσπερ οὖν ἄνω τὴν εὐχαρι-στίαν παρ’ αὐτῶν ἀπαιτῶν, καὶ τὰ τοῦ Θεοῦ εἰσῆγε, λέγων· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ· οὕτω καὶ ἐνταῦθα πάλιν ἐπαγγελλόμενος τὰ παρὰ τοῦ Θεοῦ, ἀπαιτεῖ καὶ τὰ παρὰ ἀνθρώπων, λέγων· Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τὸ μὲν γὰρ ὑψῶσαι, τοῦ Θεοῦ· τὸ δὲ πρᾶον εἶναι, τῶν ἀνθρώπων. Οὐ γὰρ γί-νεται τὰ παρὰ τοῦ Θεοῦ, ἐὰν μὴ τὰ παρὰ ἀνθρώπων προηγήσηται. Καὶ ὅρα τῆς δωρεᾶς τὸ μέγεθος. Οὐκ εἶπε, Σώσει, ἁπλῶς, ἀλλ’, Ὑψώσει ἐν σωτηρίᾳ Τουτέστιν, Οὐκ ἀπαλλάξει τῶν δεινῶν μόνον, ἀλλὰ καὶ περιβλέπτους ποιήσει καὶ περιφανεῖς, μετὰ τῆς σωτηρίας καὶ τὴν δόξαν αὐτοῖς παρέχων. Τοῦτο γοῦν καὶ διασαφῶν ἐπήγαγε πάλιν, λέγων· Καυχή-σονται ὅσιοι ἐν δόξῃ. Ὥσπερ ἐκεῖ πραεῖς ἐπιζητεῖ, οὕτως ἐνταῦθα ὁσίους. Πανταχοῦ γὰρ ὁ Θεὸς μετὰ θαυμάτων τὰ ἑαυτοῦ πάντα ἐπιδείκνυται. Οὕτως αὐ-τοὺς ἀπήλλαξεν Αἰγύπτου, οὕτως ἐπανήγαγεν ἀπὸ Βαβυλῶνος, οὐκ ἐν τῇ τῶν δεινῶν ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῷ θαύματι τῶν γινομένων λαμπροτέρους αὐτοὺσ

On Psalm 150In Psalmum CL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:495ἐργασάμενος. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ ὧν οὕτως ἐπ-ήγαγε, πολλὴν τὴν ἄνεσιν, πολλὴν τὴν εὐφροσύνην, πολλὴν τὴν ἡδονήν. Ταῦτα δὲ λέγει, ὥστε εἰδέναι αὐ-τοὺς, ὅτι οὐκ οἰκείοις ὅπλοις, οὐδὲ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν γέγονε, καὶ ὅτι ταύ-την ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης καὶ πραότη-τος. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ αἱ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσον-ται. Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας λέγει. Διὸ καὶ ἕτερος τὰς Ὑψώσεις, Ὑμνολογίας εἶπε. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται, καὶ δεῖ-ξαι διὰ τῶν ἔργων αὐτῶν, ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθέ-νεια, ἀλλ’ αἱ αὐτῶν ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆ-σαι. Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν, ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν ἦλθε μεταβολήν. Καὶ ὅρα τῆς νίκης τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Εἶδες περιουσίαν ἰσχύος; Οὐ γὰρ ἀπήλασαν τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπι-δεικνύμενοι τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐ-τοῖς κρῖμα ἔγγραπτον. Τί ἐστι, Κρῖμα ἔγγραπτον; Φανερὸν, ὡμολογημένον, οὐ δυνάμενον λήθῃ παραδο-θῆναι. Τὰ γὰρ τοῦ Θεοῦ τοιαῦτα· καὶ τῷ μεγέθει τῶν κατορθωμάτων, καὶ τῇ τῆς θαυματουργίας ὑπερβολῇ εἰς πάντα διατείνεται τὸν χρόνον. Τοιαύτη οὖν ἔσται ἡ νίκη, φησὶ, καὶ τοιοῦτον τὸ τρόπαιον, ὡς ἅπασιν εἶ-ναι δῆλον, οὕτω σαφὲς, καθάπερ ἐν στήλῃ γεγραμμέ-νον, καὶ μηδέποτε ἐξαλειφόμενον. Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆ-σαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν ῥοπῆς. Ὅρα δὲ πῶς τῶν ὁσίων μέμνηται, διεγεί-ρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέ-λειαν. Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει δό-ξαν, ἀλλὰ καὶ τὸν αἶνον, καὶ τὰς μελῳδίας, καὶ τοὺς ὕμνους, παιδεύων διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες, μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΝ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ. Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα τοῦτο λέγει, ἢ περὶ βίου ἁγίου καὶ ἀνδρῶν ἁγίων. Ὅρα δὲ πῶς τὸ βιβλίον κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτι
PG 55:496τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμά-των καὶ τῶν ῥημάτων ἡμῶν. Διὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. Οὕτω καὶ τῆς εὐχῆς ἡμῶν τὸ προοίμιον ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Τὸ γὰρ λέγειν, Πάτερ ἡμῶν, εὐχαριστούντων ἐστὶν ἐπὶ ταῖς γεγενημέναις δωρεαῖς, καὶ πάσας αὐ-τὰς διὰ τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθε-σίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν ἀνεκήρυξε. Δεῖ γὰρ ταῦτα πάντα προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ ἕτερον δοκεῖ αἰνίττεσθαι λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ. Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην πολιτείαν εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Διὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰ-νεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμ-φαίνων ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέ-τῳ εἶπε. Καὶ ἄλλος, Ἐν στερεώματι κράτους αὐ-τοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι αὐτοῦ· οὕτω καὶ ἐνταῦθα, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι αὐτοῦ· τουτέστιν, οἱ ὄντες ἐν στερεώματι αὐτοῦ. Οὐ γὰρ παύεται συνεχῶς κοινω-νοὺς λαμβάνων τῆς εὐφημίας τὰς ἄνω δυνάμεις. Αἰ-νεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, Διὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐ-τὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων ἐπιδείκνυται, τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ’ ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ πῶς τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγα-λωσύνης αὐτοῦ αἶνον ἀναγαγεῖν; Οὐ τοῦτο λέγει, ὅτι ἀντίῤῥοπον, ἀλλ’ ὅσον, φησὶ, δυνατὸν ἐκτείνειν, ἐννοῶν τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ με-
γάλῳ Θεῷ καὶ μεθ’ ὑπερβολῆς μεγάλῳ ἀναφέρειν ὕμνον ἄνθρωπον ὄντα· καὶ γὰρ ἄξιον οὐδεὶς ἀνενεγ-κεῖν δύναται. Εἶδες πόθον ψυχῆς; εἶδες ἐκκαιομένην διάνοιαν, βιαζομένην, φιλονεικοῦσαν καὶ τὴν οἰκείαν ἀσθένειαν ὑπερβῆναι, καὶ ἀναπτῆναι λοιπὸν πρὸς αὐ-τὸν τὸν οὐρανὸν, συνδεδεμένην τῷ Θεῷ, ἀνακειμένην αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλ-πιγγος. Ἄλλος, Δι’ ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄλλος, Διὰ νάβλας καὶ λύρας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰ-νεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, Διὰ χορδῶν καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Ἄλλος, Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰ-
PG 55:497νεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνα-κινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀνα-φέρεσθαι παρακελεύεται, διαθερμαίνων τὴν διάνοιαν αὐτῶν καὶ ἀνεγείρων. Ὥσπερ οὖν Ἰουδαίοις διὰ πάντων τῶν ὀργάνων, οὕ-τως ἡμῖν παρακελεύεται διὰ πάντων τῶν μελῶν ἀν-υμνεῖν τὸν Θεὸν, δι’ ὀφθαλμοῦ, διὰ γλώττης, δι’ ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν, ἀλλ’ ἐπὶ ἀγαθῶν ἔργων οἰκονομίαν· καὶ χεῖρες, ὅταν μὴ ἐπὶ ἁρπαγὴν καὶ πλεονεξίαν καὶ πληγὰς, ἀλλ’ ἐπὶ ἐλεημοσύνην καὶ τὴν τῶν ἀδικουμένων προστα-σίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευμα-τικὴν ἀναφέρων τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν, καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν μεθ’ ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν παρεχόμενα, καὶ εἰς πολλὴν βούλεσθαι αὐτοὺς ἄγειν σπουδὴν διὰ τῆς τοιαύτης ψυχαγωγίας. Τὸ γὰρ βάναυσον αὐτῶν καὶ ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφ-
PG 55:498υπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακε-ράσας τῷ πόνῳ τῆς προσεδρίας τὸ ἡδὺ τῆς μελῳδίας. Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς ἐκιθάριζον, ἀλλ’ ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβά-λων, καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν τὰς σημασίας ἐνδεικνύμενοι· καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ διήγειρε τὸν δῆμον, ἐπειδὴ τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας, καὶ ἐντεῦθεν ἤδη προκαταβαλλόμενος τῆς Καινῆς Διαθήκης τὰ σπέρματα τοῖς πανταχοῦ γῆς ἐκτετα-μένοις. Αἰνῶμεν τοίνυν τὸν Θεὸν διηνεκῶς, μὴ δια-λείπωμεν ὑπὲρ ἁπάντων εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ ἡμῶν θυσία καὶ προσφορὰ, αὕτη λειτουργία ἀρίστη καὶ ταῖς ἀγγελικαῖς πολιτείαις ἐοικυῖα. Κἂν διαμείνωμεν οὕτως αὐτὸν ἀνυμνοῦντες, καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυ-σόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.
Continue reading PG 55: In Psalmum CIX →≣ entire volume
Page scan enlarged

Notebook

Full View