Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 55:741Ο λόγος τοῦ Θεοῦ ἐγένετο, καθάπερ ὁ Χριστὸς ἐν Εὐαγ γελίοις ἔλεγεν, δηλαδὴ τοὺς ἁγίους καὶ θεοφόρους ἄνδρας, ὧν οὐδεὶς ἐξομοιωθῆναι τῷ Κυρίῳ δυνήσεται. Εἰ γὰρ καὶ συγγενὴς αὐτοῖς κατὰ τὴν σάρκα ἐτύγχανεν, ἀλλὰ διὰ τὴν θεότητα ὑπῆρχεν ἀπαράβλητος· μᾶλλον δὲ καὶ διὰ τὴν ἀνθρωπότητα. Οὐδεὶς γὰρ αὐτῶν ἐκ παρθένου γεγέννηται. τὰς ἡμετέρας ἁμαρτίας ἐβάστασεν, οὐδεὶς αὐτῶν ἐτροπώσατο διὰ θανάτου θάνατον. Οὔτε αὐτῷ τοίνυν, οὔτε τοῖς ἔργοις τοῖς παρ' αὐτοῦ ἐστιν ὁ συγκριθῆναι δυνάμενος. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. Ενώπιον, ποῦ ἄρα; ἐν τῷ ναῷ τῶν Ἰουδαίων; Αλλ᾽ οὔτε ὁ ναός ἐστιν, οὔτε τὰ ἔθνη ἀκρίβυστα ὄντα ἐκεῖ προσκυνεῖν ἠδύναντο. Οὐκοῦν σαφῶς περὶ τοῦ Χριστοῦ λέγει, οὗ προσκυνεῖ πάντα τὰ ἔθνη ἐνώπιον. Οἱ γὰρ ἐν τῇ Βηθ λεὲμ καὶ τῷ σταυρῷ καὶ τῇ ἀναστάσει προσκυνοῦντες, κατὰ πρόσωπον προσκυνοῦσι τοῦ τὴν σωτηρίαν ἐκεῖ τὴν ἡμετέραν πράξαντος. Τὸ δὲ αὐτὸ καὶ οἱ ἐπὶ τοῦ θυσιαστηρίου προσκυνοῦντες, ἐνώπιον αὐτοῦ προσκυνοῦσι. Ἐκεῖ γὰρ αὐτὸν καθ' ἑκάστην θυσίαν μυστικήν θεωρούσε καθήμενον. Καὶ δοξάσουσι τὸ ὄνομά σου. Τίνος γεγονότος; Ξύλοις γὰρ καὶ λίθοις ἐλάτρευον, ὑπήκοοι καὶ δοῦ λοι δαιμόνων ἐτύγχανον. Οὐκοῦν τὰ ἑξῆς ἄκουε· "Οτι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος. β'. Οὐκοῦν τὸν Χριστὸν διὰ τοῦτο δοξάζουσι, μέγαν αὐτὸν εὑρόντες καὶ μόνον πεποιηκότα θαυμάσια.Τί δὲ αὐτοῦ τὸ μέγεθος, καὶ ποῖα τὰ θαυμάσια; Την πλάνην τῶν εἰδώλων τὴν ἀπ' αἰῶνος ἡφάνισεν, οὐκ ἀγγέλους ἐπὶ τούτῳ πέμ ψας, οὐ κινήσες τὴν γῆν, οὐ πῦρ ἐξ οὐρανοῦ βρέξας, ἀνθρώποις δὲ καὶ ἀγραμμάτοις καὶ πτωχοῖς καὶ ἁλιεῦσιν ὑπηρέταις εἰς τοῦτο χρησάμενος. Οδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Σαφῶς ὁ προφήτης πρὸ τῶν Εὐαγγελίων εὐαγγελικὰ φθέγ γεται, οδηγηθήναι παρὰ τῆς ὁδοῦ πρὸς τὴν ὁδὸν, καὶ πορευθῆναι τῇ ἀληθείᾳ βουλόμενος τοῦ λέγοντος· Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. Πλὴν ὅτι πρῶτον οδηγηθῆναι πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ καταμαθεῖν αὐτῆς τὰς ἀρχές, δηλαδὴ καὶ τὰ στοιχεῖα, χρήζομεν, καὶ τότε τῇ ἀληθείᾳ πορευσόμεθα. Τέλος γὰρ θεογνωσίας τὸ καταλαβεῖν τὴν τῶν ὄντων ἀλήθειαν. Εὐφρανθήτω η καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Καλήν χα ρὰν αἰτεῖ, καλὴν πανήγυριν εύχεται, φοβείσθαι τὸ τοῦ Θεοῦ ὄνομα. Ἐκεῖθεν γὰρ ἡμῖν ἡ ὄντως ἐπιγίνεται χαρά, ἥτις οὐ σαρκός ἐστιν, άλλα ψυχῆς καὶ καρδίας αὐτῆς, πολλὴν πρὸς τὸν Θεὸν οἰκείωσιν ἐχούσης και συγγένειαν. "Οθεν αὐτοῦ καὶ τὸν φόβον πανήγυριν [] τίθεται, οὐκ ἀγνοοῦσα ποῖον έχει αξίωμα. Εξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐκ ἄρα Θεὸν δοξάζειν πρὸ τῆς τῶν ἁμαρτ τημάτων ὁμολογίας επιτρέπει· ἐβούλετο μὲν γὰρ ἀπὸ γλώττης καθαρᾶς δοξάζειν τὸν Θεόν· καθαίρεται δὲ αὕτη τὰς ἁμαρτίας ἐξ ὅλης καρδίας ἐκλέγουσα. Τούτο γάρ ἐστιν ἀληθῶς ἐξαγόρευσις, τὸ τὴν ἁμαρτίαν ἐξ ὅλης ἐμέσαι διανοίας, καὶ μηκέτι πρὸς αὐτὴν ὑποστρέψαι, ἀλλ' ὡς ἅπαξ ἐμεθεῖσαν ἀποστρέφεσθαι. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτά του. Τούτου, φησί, χάριν τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν ἐθάρσησα, δέον αὐτὴν φοβεῖσθαι καὶ αἰσχύνεσθαι, ἐπειδὴ μέγα τὸ ἔλεός σου ἐπ' ἐμὲ, τουτέστι, τὸν ἄνθρωπον, ὥστε τὸν ὁμολογοῦντα τὴν ἁμαρτίαν οὐ μόνον ἀπο λαύειν φειδοῦς καὶ συγχωρήσεως, ἀλλὰ καὶ ἀμοιβὴν προσ δοκᾷν. Τίς δὲ αὕτη; Ρυσθῆναι τὴν ψυχὴν ἐξ ᾅδου κατω τάτου, δηλαδὴ τοῦ τῆς γεέννης χωρίου, καὶ τοῦ ἐξωτά. του σκότους. Εκεῖνος γὰρ τοῖς ἁμαρτωλοῖς ὁ τόπος κει κλήρωται· ᾅδης κατώτατος ἀναγκαίως. Οὐκ ἔνι γάρ ἐκεῖθεν ἀναθῆναι τὸν κατελθόντα, λέγομεν. Ὁ Θεὸς, παράνομοι επανέστησαν ἐπ' ἐμὲ, καὶ συναγωγὴ κρατ ταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Ὁ γὰρ τὸν πλησίον ἀδικῶν, τὸν Θεὸν πρὸ τῶν ὀφθαλμῶν τῶν οἰκείων οὐ τίθεται· ὃς [[· ὡ;], είγε ἐτίθετο, οὐκ ἂν ἡδίκει, τὸν κριτὴν εὐλαβούμενος· οὐδὲ παρηνόμει, τοῦ νομοθέτου τὴν ἀπειλὴν λογιζόμενος. Τοῦτο δὲ οὐκ ἐξ ἁγνοίας, ἀλλ' ἐκ θρασύτητος πάσχουσιν· ὥσπερ οἱ λῃστεύοντες ἐπ' ἐρημίας, οὐκ ἀγνοοῦντες εἶναι κριτὰς καὶ δικαστάς ληστεύουσι, φρον τίδα δὲ αὐτῶν ἢ φόβον ἐξ ἀνοίας οὐκ ἔχουσι. Τούτους οὐ μόνον παρανόμους, ἀλλὰ καὶ συναγωγὴν κραταιῶν, τῶν ἐν κακία δυναστευόντων, ἐκάλεσεν, οἷς καθ' ἕτερον μέτ ρος τῆς προφητείας ἐμέμφετο. Ινατί ἐγκαυχᾶς ἐν κακία, ο δυνατός; Διατί δὲ τοὺς ἐπαναστάντας οὐ μόνον παρα νόμους, ἀλλὰ καὶ κραταιοὺς ἐν κακίᾳ, ὅπερ ἔφημεν εἶναι δυνατούς, προσηγόρευσεν; Ἐπειδὴ οὐκ ἀγρὸν, οὐκ οἶκον, οὐκ ἐσθήματα, ἢ ἀνδράποδα, ἀλλὰ τὸ μονογενὲς τοῦ ἀνθρώπου κτῆμα τὴν ψυχὴν ἐζήτουν ἐπιβουλεῦσαι ταύτην, καὶ θανατώσαι βουλόμενοι. "Αντικρυς τοίνυν ταῦτα περὶ τῶν ὄντως παρανόμων, καὶ τῶν ἐν κακία δι νατῶν τῶν δαιμόνων ἐλέγετο, διόπερ αὐτοῖς τὸν Θεὸν ἐπεστράτευσεν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οικτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς· ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Μάτην, φτ σὶν, ἐπανέστησαν· σὺ γὰρ ὡς Θεὸς ὑπερμαχεῖς του πλά σματος, ὡς οἰκτίρμων καὶ ἐλεήμων τῷ ἐπιβουλευομένῳ συμπάσχεις, ὡς μακρόθυμος οὐ παραδίδως τὸν ἁμαρτω τὸν εἰς χεῖρας ἐχθρῶν, ὡς πολυέλεος οὐχ άπαξ, ἀλλὰ πολλάκις ἐλεεῖς, ὡς ἀληθινὸς ἀπωθεῖς τὸν ἀδικοῦντα, σώζεις τὸν ἀδικούμενον. Διόπερ Επίβλεψον ἐπ' ἐμέ πρό βατον γὰρ ὁ ὁ ποιμὴν ἐπιβλέπει, λύκος λαβεῖν οὐ δύναται Καὶ ἐλέησόν με. Επειδὴ γὰρ ἔργα οὐκ ἔχω, οἷς τὴν σὴν χεῖρα εἰς τὴν ἐμὴν συμμαχίαν προτρέψομαι, ἀναγ καίως προτείνω τὸν ἔλεον, τοῖς ἐπιβουλευομένοις μάλιστα χρεωστούμενον. Δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου, φησίν, ὅτι ὡς μὲν ἄνθρωπος παῖς καὶ δοῦλός ἐστιν, ὃς καὶ τὸ κατὰ τῶν παθῶν κράτος αἰτεῖται λαβεῖν· ὡς δὲ τῆς παιδίσκης απ τοῦ υἱὸς, ήγουν τῆς σοφίας, τὸ σωθῆναι ζητεῖ· ἡ παιδίσκην τοῦ Θεοῦ τὴν φύσιν τὴν ἡμετέραν λέγει. Ως παιδίσκος γὰρ ὑπακούει τῷ δημιουργῷ πρὸς ἅπερ ἂν ἐθέλη καὶ διατάττηται κελεύει τοὺς ἑαυτῆς όρους, όταν απ σθηται τοῦτο τὸν ποιητὴν κελεύοντα. Δοῦλον τοίνυν λέ γων εἶναι καὶ δούλης υἱὸν τὸν ἄνθρωπον ὁ προφήτης σεμνύνεται· διόπερ αὐτῷ καὶ τὸ τοῦ Θεοῦ κράτος προσ ήκειν ἐνόμισεν, ὡς ἀρχαίῳ δούλῳ καὶ ἐκ προγόνων τυγ χάνοντι. Οἱ δὲ τοιοῦτοι τῶν οἰκετῶν τὸν δεσποτικὸν πλοῦτον ἀνυπόπτως πιστεύονται. Καὶ τίς οὗτος ἦν, ταῖς ἑξῆς ἤδη μάνθανε. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ Αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσας με. Οὐχ ἁπλῶς αἰτεῖ [] σημεῖον, ἀλλ', Εἰς ἀγα θὸν, τουτέστιν, ἐπ᾿ εὐεργεσίαν τοῦ γένους γινόμενον· οἷόν ἐστιν ἐκεῖνο ὅπερ Ἡσαΐας πρὸς τὸν Θεὸν εἰπεῖν πρὸς τὸν *Αχαζ ἐξέθετο Αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος· καὶ μετὰ τοῦτο ἐπήγαγεν Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουήλ. Τὸ δὲ παρθένον τεκεῖν, τοῦτο σημεῖον ἄντικρυς· ἀλλὰ μὴν καὶ ὅπερ αὐτὸς ὁ Κύριος ἔλεγεν· Ἡ γενεά αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημείων οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προ φήτου. "Ωσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτουςτρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ γιὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἐπὶ τούτοις τοῖς σημείοις οἱ με σοῦντες ἡμᾶς δαίμονες κατησχύνθησαν ἅπαντες. Ούτε πρέσβυς, οὐδὲ ἄγγελος, καθά φησιν Ησαΐας, αὐτὸς δὲ ἡμῖν ὁ Θεὸς ἐβοήθησε, τεχθεὶς ἐκ παρθένου, καὶ δι' ἡμᾶς γενόμενος ἄνθρωπος, αὐτὸς ἡμᾶς καὶ παρεκάλεσε Πενθούντων γὰρ ἡμῶν ἐπὶ τῇ καταδίκη του θανάτου, ἀναστὰς ἐκ νεκρῶν, ὕπνον τὸν θάνατον ἔδειξεν. Τοῖς υἱοῖς Κορέ, ψαλμὸς ᾠδῆς πς'. Πολλάκις ἡμῖν εἴρηται, ὅτι ψαλμός ᾠδῆς, ἢ καὶ ᾠδὴν ψαλμοῦ ἐκείνας ὑπογράφει τὰς ὑποθέσεις, μάλιστα ἐν αἷς τὰς περὶ Χριστοῦ προφητείας μελωδία μίγνυσιν. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Θεμέλιοι του Χριστοῦ τῶν ἐπ' αὐτῷ παθημάτων καὶ θαυμάτων τε μυστήρια. Οὗτοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις εὑρίσκονται, ἐν τῇ Βηθλεέμ, ἐν τῷ Γολγοθᾶ, ἐν τῇ ἀναστάσει, ἐν τῷ Θαβώρ ὄρει τῷ τῆς μεταμορφώσεως, ἐν τῷ βουνῷ τῆς ἀναλήψεως. Διόπερ άγια τὰ ὄρη ὡς ὑποδεξάμενα τὸν ἁγιασμὸν τῶν δεσποτικῶν μυστηρίων ἐκάλεσεν. Εστω σαν δὲ ὄρη καὶ οἱ προφῆται, διὰ τὸ ὕψος εἰκότως τῆς προγνώσεως, οἵτινες ἔχουσι τοῦ Θεοῦ τὰ θεμέλια, τους ἐστι, τὰ τῆς θεογνωσίας προοίμια. Ἐξ αὐτῶν γὰρ στοιχειούμεθα πρὸς τὴν εὐσέβειαν. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Σκηνώματα Ἰακὼβ αἱ φυλαὶ πάντως αἱ δώδεκα, ἢ καὶ μᾶλλον ἡ Σηλώμ· ἐκεῖ γὰρ ἡ κιβωτός κατεσκήνωσεν ὡς αὐτὸς ὁ ἀρχαῖος τῶν Ἰουδαίων λαὸς, ἔνθα ἐσκήνωσε τι τῶν ἁγίων ἅγια. Ἀλλὰ τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ Ο Κελεύει τοὺς ἑαυτῆς ὅρους. αλε
741
SPURIA.
Ο λόγος τοῦ Θεοῦ ἐγένετο, καθάπερ ὁ Χριστὸς ἐν Εὐαγ
γελίοις ἔλεγεν, δηλαδὴ τοὺς ἁγίους καὶ θεοφόρους ἄνδρας,
ὧν οὐδεὶς ἐξομοιωθῆναι τῷ Κυρίῳ δυνήσεται. Εἰ γὰρ καὶ
συγγενὴς αὐτοῖς κατὰ τὴν σάρκα ἐτύγχανεν, ἀλλὰ διὰ τὴν
θεότητα ὑπῆρχεν ἀπαράβλητος· μᾶλλον δὲ καὶ διὰ τὴν
ἀνθρωπότητα. Οὐδεὶς γὰρ αὐτῶν ἐκ παρθένου γεγέννηται. τὰς ἡμετέρας ἁμαρτίας ἐβάστασεν, οὐδεὶς αὐτῶν
ἐτροπώσατο διὰ θανάτου θάνατον. Οὔτε αὐτῷ τοίνυν,
οὔτε τοῖς ἔργοις τοῖς παρ' αὐτοῦ ἐστιν ὁ συγκριθῆναι
δυνάμενος. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι,
καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. Ενώπιον,
ποῦ ἄρα; ἐν τῷ ναῷ τῶν Ἰουδαίων; Αλλ᾽ οὔτε ὁ ναός
ἐστιν, οὔτε τὰ ἔθνη ἀκρίβυστα ὄντα ἐκεῖ προσκυνεῖν
ἠδύναντο. Οὐκοῦν σαφῶς περὶ τοῦ Χριστοῦ λέγει, οὗ
προσκυνεῖ πάντα τὰ ἔθνη ἐνώπιον. Οἱ γὰρ ἐν τῇ Βηθλεὲμ καὶ τῷ σταυρῷ καὶ τῇ ἀναστάσει προσκυνοῦντες,
κατὰ πρόσωπον προσκυνοῦσι τοῦ τὴν σωτηρίαν ἐκεῖ τὴν
ἡμετέραν πράξαντος. Τὸ δὲ αὐτὸ καὶ οἱ ἐπὶ τοῦ θυσιά
στηρίου προσκυνοῦντες, ἐνώπιον αὐτοῦ προσκυνοῦσι.
Ἐκεῖ γὰρ αὐτὸν καθ' ἑκάστην θυσίαν μυστικήν θεωρούσε
καθήμενον. Καὶ δοξάσουσι τὸ ὄνομά σου. Τίνος γεγονό
τος; Ξύλοις γὰρ καὶ λίθοις ἐλάτρευον, ὑπήκοοι καὶ δοῦ
λοι δαιμόνων ἐτύγχανον. Οὐκοῦν τὰ ἑξῆς ἄκουε· "Οτι
μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος.
β'. Οὐκοῦν τὸν Χριστὸν διὰ τοῦτο δοξάζουσι, μέγαν αὐτὸν
εὑρόντες καὶ μόνον πεποιηκότα θαυμάσια.Τί δὲ αὐτοῦ τὸ
μέγεθος, καὶ ποῖα τὰ θαυμάσια; Την πλάνην τῶν εἰδώλων
τὴν ἀπ' αἰῶνος ἡφάνισεν, οὐκ ἀγγέλους ἐπὶ τούτῳ πέμψας, οὐ κινήσες τὴν γῆν, οὐ πῦρ ἐξ οὐρανοῦ βρέξας,
ἀνθρώποις δὲ καὶ ἀγραμμάτοις καὶ πτωχοῖς καὶ ἁλιεῦσιν
ὑπηρέταις εἰς τοῦτο χρησάμενος. Οδήγησόν με, Κύριε,
ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.
Σαφῶς ὁ προφήτης πρὸ τῶν Εὐαγγελίων εὐαγγελικὰ φθέγ
γεται, οδηγηθήναι παρὰ τῆς ὁδοῦ πρὸς τὴν ὁδὸν, καὶ
πορευθῆναι τῇ ἀληθείᾳ βουλόμενος τοῦ λέγοντος· Εγώ
εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. Πλὴν ὅτι πρῶτον
οδηγηθῆναι πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ καταμαθεῖν
αὐτῆς τὰς ἀρχές, δηλαδὴ καὶ τὰ στοιχεῖα, χρήζομεν,
καὶ τότε τῇ ἀληθείᾳ πορευσόμεθα. Τέλος γὰρ θεογνωσίας
τὸ καταλαβεῖν τὴν τῶν ὄντων ἀλήθειαν. Εὐφρανθήτω η
καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Καλήν χαρὰν αἰτεῖ, καλὴν πανήγυριν εύχεται, φοβείσθαι τὸ τοῦ
Θεοῦ ὄνομα. Ἐκεῖθεν γὰρ ἡμῖν ἡ ὄντως ἐπιγίνεται χαρά,
ἥτις οὐ σαρκός ἐστιν, άλλα ψυχῆς καὶ καρδίας αὐτῆς,
πολλὴν πρὸς τὸν Θεὸν οἰκείωσιν ἐχούσης και συγγένειαν.
"Οθεν αὐτοῦ καὶ τὸν φόβον πανήγυριν [755] τίθεται, οὐκ
ἀγνοοῦσα ποῖον έχει αξίωμα. Εξομολογήσομαί σοι,
Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου
εἰς τὸν αἰῶνα. Οὐκ ἄρα Θεὸν δοξάζειν πρὸ τῆς τῶν ἁμαρτ
τημάτων ὁμολογίας επιτρέπει· ἐβούλετο μὲν γὰρ ἀπὸ
γλώττης καθαρᾶς δοξάζειν τὸν Θεόν· καθαίρεται δὲ αὕτη
τὰς ἁμαρτίας ἐξ ὅλης καρδίας ἐκλέγουσα. Τούτο γάρ ἐστιν
ἀληθῶς ἐξαγόρευσις, τὸ τὴν ἁμαρτίαν ἐξ ὅλης ἐμέσαι
διανοίας, καὶ μηκέτι πρὸς αὐτὴν ὑποστρέψαι, ἀλλ' ὡς
ἅπαξ ἐμεθεῖσαν ἀποστρέφεσθαι. Ὅτι τὸ ἔλεός σου μέγα
ἐπ' ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτά
του. Τούτου, φησί, χάριν τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν ἐθάρσησα, δέον αὐτὴν φοβεῖσθαι καὶ αἰσχύνεσθαι,
ἐπειδὴ μέγα τὸ ἔλεός σου ἐπ' ἐμὲ, τουτέστι, τὸν ἄνθρω
πον, ὥστε τὸν ὁμολογοῦντα τὴν ἁμαρτίαν οὐ μόνον ἀπο
λαύειν φειδοῦς καὶ συγχωρήσεως, ἀλλὰ καὶ ἀμοιβὴν προσ
δοκᾷν. Τίς δὲ αὕτη; Ρυσθῆναι τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου, δηλαδὴ τοῦ τῆς γεέννης χωρίου, καὶ τοῦ ἐξωτά.
του σκότους. Εκεῖνος γὰρ τοῖς ἁμαρτωλοῖς ὁ τόπος κει
κλήρωται· ᾅδης κατώτατος ἀναγκαίως. Οὐκ ἔνι γάρ
ἐκεῖθεν ἀναθῆναι τὸν κατελθόντα, λέγομεν. Ὁ Θεὸς,
παράνομοι επανέστησαν ἐπ' ἐμὲ, καὶ συναγωγὴ κρατ
ταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό
σε ἐνώπιον αὐτῶν. Ὁ γὰρ τὸν πλησίον ἀδικῶν, τὸν
Θεὸν πρὸ τῶν ὀφθαλμῶν τῶν οἰκείων οὐ τίθεται· ὃς
[[· ὡ;], είγε ἐτίθετο, οὐκ ἂν ἡδίκει, τὸν κριτὴν εὐλαβούμενος· οὐδὲ παρηνόμει, τοῦ νομοθέτου τὴν ἀπειλὴν λογιζόμενος. Τοῦτο δὲ οὐκ ἐξ ἁγνοίας, ἀλλ' ἐκ θρασύτητος
πάσχουσιν· ὥσπερ οἱ λῃστεύοντες ἐπ' ἐρημίας, οὐκ
ἀγνοοῦντες εἶναι κριτὰς καὶ δικαστάς ληστεύουσι, φρον
τίδα δὲ αὐτῶν ἢ φόβον ἐξ ἀνοίας οὐκ ἔχουσι. Τούτους οὐ
μόνον παρανόμους, ἀλλὰ καὶ συναγωγὴν κραταιῶν, τῶν
ἐν κακία δυναστευόντων, ἐκάλεσεν, οἷς καθ' ἕτερον μέτ
ρος τῆς προφητείας ἐμέμφετο. Ινατί ἐγκαυχᾶς ἐν κακία,
ο δυνατός; Διατί δὲ τοὺς ἐπαναστάντας οὐ μόνον παρα748
νόμους, ἀλλὰ καὶ κραταιοὺς ἐν κακίᾳ, ὅπερ ἔφημεν εἶναι
δυνατούς, προσηγόρευσεν; Ἐπειδὴ οὐκ ἀγρὸν, οὐκ
οἶκον, οὐκ ἐσθήματα, ἢ ἀνδράποδα, ἀλλὰ τὸ μονογε
νὲς τοῦ ἀνθρώπου κτῆμα τὴν ψυχὴν ἐζήτουν ἐπιβουλεῦ
σαι ταύτην, καὶ θανατώσαι βουλόμενοι. "Αντικρυς τοίνυν
ταῦτα περὶ τῶν ὄντως παρανόμων, καὶ τῶν ἐν κακία δι
νατῶν τῶν δαιμόνων ἐλέγετο, διόπερ αὐτοῖς τὸν Θεὸν
ἐπεστράτευσεν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οικτίρμων
καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθι
νός· ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Μάτην, φτ
σὶν, ἐπανέστησαν· σὺ γὰρ ὡς Θεὸς ὑπερμαχεῖς του πλά
σματος, ὡς οἰκτίρμων καὶ ἐλεήμων τῷ ἐπιβουλευομένῳ
συμπάσχεις, ὡς μακρόθυμος οὐ παραδίδως τὸν ἁμαρτω
τὸν εἰς χεῖρας ἐχθρῶν, ὡς πολυέλεος οὐχ άπαξ, ἀλλὰ
πολλάκις ἐλεεῖς, ὡς ἀληθινὸς ἀπωθεῖς τὸν ἀδικοῦντα,
σώζεις τὸν ἀδικούμενον. Διόπερ Επίβλεψον ἐπ' ἐμέ πρό
βατον γὰρ ὁ ὁ ποιμὴν ἐπιβλέπει, λύκος λαβεῖν οὐ δύναται
Καὶ ἐλέησόν με. Επειδὴ γὰρ ἔργα οὐκ ἔχω, οἷς τὴν
σὴν χεῖρα εἰς τὴν ἐμὴν συμμαχίαν προτρέψομαι, ἀναγ
καίως προτείνω τὸν ἔλεον, τοῖς ἐπιβουλευομένοις μάλιστα
χρεωστούμενον. Δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ
σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου, φησίν, ὅτι ὡς μὲν
ἄνθρωπος παῖς καὶ δοῦλός ἐστιν, ὃς καὶ τὸ κατὰ τῶν
παθῶν κράτος αἰτεῖται λαβεῖν· ὡς δὲ τῆς παιδίσκης απ
τοῦ υἱὸς, ήγουν τῆς σοφίας, τὸ σωθῆναι ζητεῖ· ἡ παιδίσκην τοῦ Θεοῦ τὴν φύσιν τὴν ἡμετέραν λέγει. Ως παιδί
σκος γὰρ ὑπακούει τῷ δημιουργῷ πρὸς ἅπερ ἂν ἐθέλη
καὶ διατάττηται κελεύει τοὺς ἑαυτῆς όρους, όταν απ
σθηται τοῦτο τὸν ποιητὴν κελεύοντα. Δοῦλον τοίνυν λέγων εἶναι καὶ δούλης υἱὸν τὸν ἄνθρωπον ὁ προφήτης
σεμνύνεται· διόπερ αὐτῷ καὶ τὸ τοῦ Θεοῦ κράτος προσ
ήκειν ἐνόμισεν, ὡς ἀρχαίῳ δούλῳ καὶ ἐκ προγόνων τυγ
χάνοντι. Οἱ δὲ τοιοῦτοι τῶν οἰκετῶν τὸν δεσποτικὸν
πλοῦτον ἀνυπόπτως πιστεύονται. Καὶ τίς οὗτος ἦν, ταῖς
ἑξῆς ἤδη μάνθανε. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς
ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθή
τωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλε
σάς με. Οὐχ ἁπλῶς αἰτεῖ [750] σημεῖον, ἀλλ', Εἰς ἀγαθὸν, τουτέστιν, ἐπ᾿ εὐεργεσίαν τοῦ γένους γινόμενον· οἷόν
ἐστιν ἐκεῖνο ὅπερ Ἡσαΐας πρὸς τὸν Θεὸν εἰπεῖν πρὸς τὸν
*Αχαζ ἐξέθετο Αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς
ὕψος· καὶ μετὰ τοῦτο ἐπήγαγεν Ιδοὺ ἡ παρθένος ἐν
γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ
ὄνομα αὐτοῦ Εμμανουήλ. Τὸ δὲ παρθένον τεκεῖν, τοῦτο
σημεῖον ἄντικρυς· ἀλλὰ μὴν καὶ ὅπερ αὐτὸς ὁ Κύριος
ἔλεγεν· Ἡ γενεά αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημείων
οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προ
φήτου. "Ωσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ γιὸς
τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας
καὶ τρεῖς νύκτας. Ἐπὶ τούτοις τοῖς σημείοις οἱ με
σοῦντες ἡμᾶς δαίμονες κατησχύνθησαν ἅπαντες. Ούτε
πρέσβυς, οὐδὲ ἄγγελος, καθά φησιν Ησαΐας, αὐτὸς
δὲ ἡμῖν ὁ Θεὸς ἐβοήθησε, τεχθεὶς ἐκ παρθένου, καὶ δι'
ἡμᾶς γενόμενος ἄνθρωπος, αὐτὸς ἡμᾶς καὶ παρεκάλεσε
Πενθούντων γὰρ ἡμῶν ἐπὶ τῇ καταδίκη του θανάτου,
ἀναστὰς ἐκ νεκρῶν, ὕπνον τὸν θάνατον ἔδειξεν.
Τοῖς υἱοῖς Κορέ, ψαλμὸς ᾠδῆς πς'.
Πολλάκις ἡμῖν εἴρηται, ὅτι ψαλμός ᾠδῆς, ἢ καὶ ᾠδὴν
ψαλμοῦ ἐκείνας ὑπογράφει τὰς ὑποθέσεις, μάλιστα ἐν
αἷς τὰς περὶ Χριστοῦ προφητείας μελωδία μίγνυσιν. Οἱ
θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Θεμέλιοι του
Χριστοῦ τῶν ἐπ' αὐτῷ παθημάτων καὶ θαυμάτων τε
μυστήρια. Οὗτοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις εὑρίσκονται,
ἐν τῇ Βηθλεέμ, ἐν τῷ Γολγοθᾶ, ἐν τῇ ἀναστάσει, ἐν τῷ
Θαβώρ ὄρει τῷ τῆς μεταμορφώσεως, ἐν τῷ βουνῷ τῆς
ἀναλήψεως. Διόπερ άγια τὰ ὄρη ὡς ὑποδεξάμενα τὸν
ἁγιασμὸν τῶν δεσποτικῶν μυστηρίων ἐκάλεσεν. Εστω
σαν δὲ ὄρη καὶ οἱ προφῆται, διὰ τὸ ὕψος εἰκότως τῆς
προγνώσεως, οἵτινες ἔχουσι τοῦ Θεοῦ τὰ θεμέλια, τους
ἐστι, τὰ τῆς θεογνωσίας προοίμια. Ἐξ αὐτῶν γὰρ
στοιχειούμεθα πρὸς τὴν εὐσέβειαν. Ἀγαπᾷ Κύριος
τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Σκηνώματα Ἰακὼβ αἱ φυλαὶ πάντως αἱ δώδεκα, ἢ καὶ
μᾶλλον ἡ Σηλώμ· ἐκεῖ γὰρ ἡ κιβωτός κατεσκήνωσεν ὡς
αὐτὸς ὁ ἀρχαῖος τῶν Ἰουδαίων λαὸς, ἔνθα ἐσκήνωσε τι
τῶν ἁγίων ἅγια. Ἀλλὰ τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ
Ο Κελεύει τοὺς ἑαυτῆς ὅρους. Hac ila viliala sunt, ut αλε
possimus es piscari.
Continue reading PG 55: In Psalmum CXXXIV →≣ entire volume