Diplomatic text · scholarios OCR (cleaned, language-split) — reverted from mis-slotted digitized 2026-06-09 — PG column chips mark the printed columns.
PG 55:593Καθελεῖ σε, φησὶν, καὶ ἀποξύεται σε ἀπὸ τῆς σκη τῆς σου, καὶ ἐκριζώσει σε ἐκ γῆς ζώντων εἰς ἀεὶ ἵνα βλέποντες δίκαιοι φοβωνται καὶ καταγελώσιν αὐτοῦ λέγοντες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέταξε τὸν Θεὸν ἰσχὺν αὐτοῦ, ἀλλ' ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρίσατο • τῇ συμ φορᾷ αὐτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωήκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστραφέντα δὲ ἐν μέσῳ τοῦ Ἰσραὴλ, και που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλή θους εἰς τὴν πόλιν τοῦ Θεοῦ, θεοσεβεῖν τε προσποιούμενον. Εἴρηται δὲ καὶ [] πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατόν, τη γλώττη χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν δυνατεία την ἀπωλείᾳ· ὅν ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ρίζαν ὁ τῶν ψυχῶν γεωργὸς ἐκτίλαι, κἂν δόξῃ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ, καὶ ἐν τῇ Ἐκ κλησίᾳ αὐτοῦ πεφυτεῦσθαι. Εκτιμηθεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ᾽ ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἱ τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιού του κρίσιν ὀφθαλμοῖς παραβαλόντες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακία μεγαλο αυχίαν, τό τε ύψος, καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶν τες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσιν τε καὶ ἀπώλειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἴων εἰς οἷα κακὰ ἐμπέπτωκε θεώμενοι· ἀποδέξονται τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. δ. Εἶτα καὶ τὰς αἰτίας διελεύσονται δι᾽ ἂς ταῦτα πέπονθεν ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν. Δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδὲ ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου επαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὐτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ σαλεύειν τῇ ἐλπίδι, ὁ δὲ τὴν μὲν ἀγαθὴν ἐλπίδα τῆς ἑαυτοῦ σωτηρίας καταλέλοιπεν, ἐπὶ δὲ ματαίῳ πλούτῳ τὰς ἐλπίδας ἀναρ τήσας, πλέον οὐδὲν ἡ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὐτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχία. Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. Ὁ μὲν ἐν κακία δυνατὸς ὁποίου Ο τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν. Εγώ δὲ, φησὶν ὁ Δαυΐδ, ταῦτα παιδευθείς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρ θῆναί ποτε, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου (Μα ταιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης), ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέ ρων ἀκονήσω, ἀλλ' ἐπ' ὠφελείᾳ ψυχῶν· ἔσομαι, ὡσεὶ Ελαία κατάκαρπος, εἰς σωτηρίαν τῶν τοιούτων. Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ ἐνισχυρεύσατο. γὰρ εύκαρπος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεί καὶ πολυκάρπῳ φυτῷ, ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ. Δι φημι, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. "Η, κατὰ τὸν Σύμμαχον, Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευαν τοῦ οἴκου τοῦ Θεοῦ, ἀλλ' ἔνδον ἐν αὐτῷ, ὥσπερ ἐν γεωργίῳ Θεοῦ, πεφευτευμένος, καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγενόμην και εὐθαλής, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτού, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταύτι λέγων ὁ Δαυΐδ οὔτ᾽ ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, τ ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ οὐ γὰρ ᾠκοδόμητο αὕτη, ἀλλ' οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, τῇ ἔτι τότε παρὰ Ιουδαίος οὔσῃ· φεύγων γὰρ τὸν Σαούλ παρ' ἑτέροις τὰς διατριβές ἐποιεῖτο. Όμως δ' οὖν οὐκ ἠγνόει ἑαυτὴν ἐν τῷ οἴκῳ τῷ Θεοῦ πεφυτεῦσθαι, οἶκον Θεοῦ νοῶν τὸ θεοσεβές πολίτευμα. Καὶ ἐπειδήπερ κατάκαρπος ἦν, ἀλλ᾽ οὐκ ἄκαρπος, οὐδὲ πικροὺς φέρων καρπούς, γλυκεῖς δὲ καὶ πολλέ γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρτα παρεβάλλετο, τὸν εἰς τοὺς πέλας σημαίνοντος καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς εν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέγει· Ἤλπισε ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακία δυνατοῦ τὸ τέλος, ἐκρίζωσιν αὐτῷ, καὶ ἀφανισμὸν ἐδήλου εὑρεῖν· ἡ για τὴν τῶν πικρῶν ποιητικὴν ῥίζαν καρπῶν, πρὸς τοῦ τῶν ὅλων σοφοῦ Γεωργοῦ ἐκτιλῆναι. Ὁ δὲ, ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδας, ἧς οὔποτε [] ἐκπεσεῖται. Ἡ γὰρ ἐλπὶς, κατὰ τὴν Απόστολον, οὐ καταισχύνει. Εἰθ᾽, ὡς ἐπ᾽ ἀγαθοῖς, ἀγαθες; ἐλπίδας ἑαυτοῦ ὑποτυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων ἀγαθῶν χορηγῷ· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγώ, φησίν, ἐποίησε ἐμαυτὸν ὡς ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας. Παρά σοῦ γὰρ ἡ χάρις. Διὸ οὔποτε παύσομαί σοι τὴν χάρι εἰδὼς καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰ ἀγαθῆς ἐλπίδος ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. Δι Υπομενῶ τὸ ὄνομά σου, φησίν, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου ή, κατὰ τὸν Σύμμαχον, "Οτι ἀγαθὰς τὸ ὄνομά σου ἀντικρὺ τῶν ὁσίων σου. Εἰδὼς οὖν, ότι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς τοῖς ὁσίοις, εἰκότως ὑπομενω τὸ ὄνομά σου, εὔελπις ὧν με ποτε ἐκπεσεῖν τοῦ ἐλέους. Οὕτως οὖν ἤλπισα ἐπ' αὐτὸν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, χάριτι και φιλανθρωπία τοῦ πάντα πρὸς τὸ συμφέρον οικονομούντας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τὴν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ Εὔξασθε, καὶ ἀποδῶτε • Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων κ γνῶσιν τοὺς παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Εκκλησίας διδάσκαλοι πρὸς τὴν τῶν κατορθωμάτων τελείωσιν τοὺς μαθητὰς ἐκδιδάσκουσι. Καὶ ἔστιν, ἀγα ἀπόδοτε. πητοί, καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἔκανε γνωσθέντων ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων κοιν δεστάτην ἀλήθειαν. Τί γὰρ νῦν ἔλεγεν ὁ τοῦ Πνεύματος προφήτης, ὁ μεγαλογράφος Δαυΐδ; Εὔξασθε, καὶ ἀξη γρ. πραγμάτων, οἱ πιοι ἐνάγουσι
Reg. Bibl. b Savil. legendum pilist.
Continue reading PG 55: Monitum →≣ entire volume