PG 55John Chrysostom
Homily on the Saying
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Monitum ad homiliam in Psalmum LI (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 55:589〔Editorial preface, from the Migne page scan (OCR)〕 MONITUM Jure Savilius et Fronto Ducæus homiliam sequentem pro spuria habuerunt. Nihil in ea Chrysostomum sapit. Stylus omnino alienus ab ejus dicendi genere. Repetita vero frequenter ejus lectione, Eusebium Cæsariensein me legere videbar, quamobrem ad ejus Commentarium in Psalmos adii, comperique nihil aliud hanc homiliam esse, si tamen vere homilia dici possit, quam Commentarium Eusebii in bunc Psal- mum, et quidem fere semper de verbo ad verbum, paucis tantum hinc et inde adjectis. Tanta quippe [] ΕΙΣ ΤΟΝ ΝΑ ΨΑΛΜΟΝ 4. Εἰς τὸ τέλος συνέσεως τῷ Δαυΐδ, ἐν τῷ ἐλθεῖν Δωήκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαούλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυΐδ εἰς τὸν οἶκον 'Αβιμέλεχ. Τι ἐγκαυχῇ ἐν κακίᾳ ὁ δυνατός; Ανομίαν ὅλην τὴν ἡμέραν, ἀδικίαν ελογίσατο ἡ γλῶσσα σου· ὡσεὶ ξυρὸν ἠκονημένον, ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆ σαι δικαιοσύνην. Ηγάπησας πάντα ῥήματα κατα- ποντισμοῦ, γλώσσαν δολίαν. α'. Ο μὲν λγ' ψαλμὸς εἴρηται τῷ Δαυΐδ. Οπότε ήλλοίω σε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμέλεχ, καὶ ἀπέλυ- σεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὑτοσὶ δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βα σιλειῶν· Καὶ ἐκεῖ ἦν ἐν τῶν παιδαρίων του Σαούλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Επισημαίνεται δὲ τὸν καιρὸν, ἐν ᾧ ἦλθε Δαυΐδ εἰς τὸν οἶκον Αβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, λαβὼν παρὰ τοῦ ἀρχιερέως, ὅτε καὶ Αλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Αβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. Κατ' αὐτὸν γὰρ ἐκεῖνον τὸν καιρὸν ἐκεῖ ἦν, φησὶν, ἐν τῶν παιδαρίων τοῦ Σαούλ Δωήκ ο Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ, ὃς μετὰ ταῦτα ἐλθὼν πρὸς Σαούλ εἶπεν· Εώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν ᾿Αχιτώβ τὸν ἱερέα. Καὶ ἠρώτα αὐτὸν διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ· καὶ τὴν ῥομ φαίαν Γολιάθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ, τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νομβᾷ, καὶ παρεγέ- νοντο πάντες πρὸς τὸν βασιλέα· ὅτε καὶ κελεύσαν τος τοῦ Σαούλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ Ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τριακοσίους καὶ πέντε ἄνδρας φέροντας Ἐφούδ, καὶ τὴν Νομβᾶ τὴν πόλιν των ἱερέων επάταξεν ἐν στόματι ρομφαίας, ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μό σχου, καὶ ὄνου, καὶ προβάτου ἐν στόματι ρομφαίας. Ταῦτ᾽ οὖν μαθὼν ὁ Δαυΐδ τοῦτον πεπραγμένα τον τρό- πον, τοὺς προκειμένους προφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ψαλμὸν, οὔτε τι τοιοῦτο. Πως γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοιούτων ἱερέων ᾠδὰς αὐτὸν καὶ ψαλμοὺς ἄδειν; Διὸ οὐδὲν τοιοῦτον ἐπι- γέγραπται· μόνον δὲ Εἰς τὸ τέλος, εἴρηται, καὶ, Συν- ἔσεως, ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικά, ἐν οἷς φησιν· Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατά καρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶν νος. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφε- ρημένων λόγων διάνοια. "Οτε μὲν οὖν παρὰ τῷ ᾿Αβιμέλεχ γενόμενος τῆς ἱερατικῆς ἀπελεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ, ἢ, Τὸν τρόπον αὐτοῦ, κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπε * Collata cum cod. Reg. , qui paucissima habet lectio- num discrimiua. τῷ Θεῷ, λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὅτε τοῦ διαβόλου Δωὴν τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς ἔργῳ δια- βολικῷ χρησάμενος, πρὸς αὐτὸν συντάττει τοὺς προκει μένους λόγους, φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνα τός ; 'Ανομίαν ὅλην τὴν ἡμέραν, ἀδικίαν ελογίσατα ἡ γλῶσσά σου. Καλοῦνται b [] μὲν τὰ μετὰ χεῖρας πολύ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ πεντηκο στοῦ ψαλμοῦ. Ἔτι γὰρ ζῶντος Σαούλ, καὶ πρὸ τοῦ βασι λεῦσαι τὸν Δαυΐδ, ταῦτα καὶ πέπρακτο καὶ εἴρητο μακροῖς δὲ ὕστερον χρόνοις μετὰ τὸν θάνατον Σαούλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς ἑαυτοῦ βασιλείας ὁ Δαυτό τὴν ἐν τῷ πεντηκοστῷ ποιεῖται ἐξομολόγησιν· ἣν προ ταξε διὰ τὴν πρὸς τὸν μθ' ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν ἀποδέδεικται. Οἱ δ᾽ ἀπὸ τοῦ πρώτου καὶ πεντηκο στοῦ τὸν ἀριθμὸν εἴκοσι τοῦ Δαυΐδ ἐπιγεγραμμένοι μέχρι τοῦ ἑβδομηκοστοῦ, ἐξ ἑτέρας
PG 55:593Τοῦ αὐτοῦ εἰς τὸν 12 ψαλμόν· «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί», τουτέστιν ὁ ἄνθρωπος καὶ ἡ ἐκκλησία. Καὶ εἰς τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Εὐφροσύνης εἰ μὴ γάρ τι γεγόνει ἀγαθὸν, οὐκ ἂν προφῆται ἀνεφθέγγοντο «ὁ κύριος ἐβασίλευσεν». Ἀλλ’ ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην, καὶ λοιπὸν ἀκούω· «οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Οὐκέτι ὑποχθόνια κεῖμαι, οὐκέτι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ σκοτεινοῖς καὶ ἀφεγγέσιν ταμείοις καὶ περιβόλοις τοῦ διαβόλου ἐν τῷ Ἅδῃ κατέχομαι·
PG 55:594δεῖ με λοιπὸν νεφέλαις ἐπιβῆναι καὶ οὐρανὸν ἀναδραμεῖν διὰ τῆς τοῦ βασιλεύσαντος Χριστοῦ χάριτος. Οὐκ ἀμάρτυρος ὁ λόγος· «ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις, Παῦλος βοᾷ, εἰς ἀπάντησιν τοῦ κυρίου, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.»· «Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Οὐκέτι Εὔα φοβεῖται τὸν Ἀδὰμ ὀνειδίζοντα· ἐν γὰρ Μαριὰμ τὸ ταύτης ἥττημα ἀνασέσωσται· καὶ οὐκέτι φοβοῦμαι τὸν ὄφιν τὸν καμπύλα διαβαίνοντα, τὸν ἀλλαχόσε τὴν κεφαλὴν ἀποκλίνοντα, οὐκέτι φοβοῦμαι αὐτοῦ τὸ ἰοβόλον δῆγμα· οὐ γάρ εἰμι λοιπὸν γῆ ἀλλ’ ἅλας, τῷ γὰρ ὄφει εἶπεν ὁ κύριος καταρασάμενος· «γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γῆ ἤμην ἐσθιομένη ἀπὸ ὄφεως, ἐλθὼν δὲ ὁ κύριος εἰς ἅλας με μετέβαλεν. Μάθετε, ἀγαπητοὶ, πῶς τὸ ἅλας γίνεται ἵνα σεαυτὸν ἐν ἐκείνῳ τῷ πράγματι καταμάθῃς· ἅλας τοίνυν ἐξ ὕδατος καὶ πνεύματος γίνεται καὶ ἡμᾶς τοίνυν ἐξ ὕδατος καὶ πνεύματος ἀνεγέννησεν. «Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Διατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν ὀρθοδόξων ἐκκλησίαι·
αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ. Ἐὰν προσέλθῃ Εὐνόμιος ἢ Ἄρειος ἢ Μακεδόνιος τῷ Χριστῷ μου κυρίῳ, καὶ εἴπῃ αὐτῷ· «ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέλθῃς»· προσφόρως αὐτῷ καὶ ἁρμοζόντως ἀντιφθέγγεται λέγων· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Περὶ τούτων λέγει ὁ ἐκκλησιαστής· «πιάσατέ μοι ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.» Μικροὶ ἀλώπεκές εἰσιν οἱ αἱρετικῶν μαθηταὶ, οἵτινες ἐνδύνοντες ἐν ταῖς ἐκκλησίαις ἡμῶν τοὺς δίκην βοτρύων ἐξέχοντας τῷ χριστοφόρῳ ἀμπελῶνι πιστοὺς τῇ διδασκαλίᾳ λυμαίνονται· «φθείρουσιν γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» «Ὁ κύριος οὖν ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νήσοι πολλαί.» Εἶτα τὸ ἑξῆς·
PG 55:595«Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡ νεφέλη τοὺς Ἑβραίους ἐξερχομένους ποτὲ ἐκ τῆς Αἰγύπτου ἐσκέπαζεν, τὰς μὲν τοῦ ἡλίου καυσωνιζούσας ἀκτίνας ἀναχαιτίζουσα, ταῖς δὲ ἰδίαις αὐγαῖς αὐτὴν φωταγωγοῦσα. Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ.» Τί δέ ἐστιν τὸ· «νεφέλη κύκλῳ αὐτοῦ»; ἄλλο νεφέλη καὶ ἄλλο γνόφος. Νεφέλη γάρ ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος δέ ἐστιν ἀχλυώδης, καὶ ὁμιχλώδης σκοτασμός. Πῶς οὖν νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ προέταξεν τὴν νεφέλην καὶ τότε τὸν γνόφον. Πρῶτον γὰρ ἡ νεφελότης [θεότης ] καὶ τότε ἡ ἀνθρωπότης. Νεφέλη οὖν εἶπεν ἵνα διὰ τῆς νεφέλης τὸ θεοειδὲς αὐτοῦ καὶ φωτοφόρον τῆς θεότητος ἐνδείξηται κάλλος· γνόφον δὲ εἶπεν ἵνα διὰ τοῦ γνόφου τὸ ἀνθρώπινον σημάνῃ κάλυμμα· τούτῳ τῷ γνόφῳ τὴν ἑαυτοῦ πορείαν ὁ θεοῦ λόγος ἔκρυψεν. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος·
PG 55:596«ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Πόδας δὲ Θεοῦ εἶπεν ἵνα τὴν ἐπὶ γῆς πορείαν αὐτοῦ μηνύσῃ. «Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἔκρυψεν δὲ τὴν πορείαν τῆς θεότητος αὐτοῦ τῷ καλύμματι τῆς σαρκὸς, ἵνα μὴ ταῖς ἀντικειμέναις δυνάμεσιν γνώσθῃ ἡ πολυποίκιλος αὐτοῦ τῆς σοφίας ὁδός. «Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Καθὼς καὶ ὁ προφήτης λέγει· «ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασιν πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Καὶ τὰ μὲν ἴχνη αὐτοῦ οὐ γνωσθήσονται, λέγει ὁ προφήτης, τὴν δὲ τῆς θεότητος αὐτοῦ γέννησιν Εὐνόμιος ἐξιχνιάζειν τολμᾷ. «Καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Οὐχ ὅτι πτέρυγας ἔχει ὁ Κύριος καὶ πέταται, ἀλλ’ εἶπεν ὁ προφήτης τὸ ἐπετάσθη, ἵνα τὴν ταχεῖαν καὶ ὀξεῖαν ἀπ’ οὐρανῶν εἰς τὴν γῆν καταδρομὴν τοῦ θεοῦ Λόγου δηλώσῃ. «Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη.
PG 55:597Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Τίνες εἰσὶν ἢ πάντως οἱ ἄγγελοι; «Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Ἀλλ’ ἐπειδὴ εἶπον τὸν γνόφον ἀχλυώδη καὶ ὁμιχλώδη, σκοτασμὸν ἀχλυώδη ἵνα μή τις νομίσῃ μύθον λέγειν καὶ μὴ πρᾶγμα, αὐτὸς ὁ προφήτης μαρτυρησάτω· «καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἢ πάντως τὸ σῶμα. Ὅτι δὲ τὸ σκήνωμα τοῦ σώματος λέγει σκότος, ὁ ἑξῆς στίχος τοῦ ψαλμοῦ σε διδαξάτω. Μετὰ γὰρ τὸ εἰπεῖν «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἐπήγαγεν λέγων· «κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Εἶδες αὐτοῦ τὴν νεφέλην; ἔγνως αὐτοῦ τὸν γνόφον; ἔγνως τί ἐστιν γνόφος; νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ σκότος, φησὶν ἡ γραφὴ, ὁ θεὸς ἐκάλεσεν νύκτα», νὺξ μὲν ἦν εἰς τὰ ἔθνη· τὴν νύκτα οὖν ἐνεδύσατο ὁ κύριος· τὸ ἡμέτερον σκῆνος ἐφόρεσεν. «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.» Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός.
«Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου»· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ «ἐρεύγεται ῥῆμα»· λέγει γὰρ οὕτως· «οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.» Ἀλλ’ ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· «λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ.» «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» «Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν· «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα.» «Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν.
PG 55:598Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Second witness · khazarzar edition

In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum Τοῦ αὐτοῦ εἰς τὸν ϛϛʹ ψαλμόν· "ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί", τουτέστιν ὁ ἄνθρωπος καὶ ἡ ἐκκλησία. Καὶ εἰς τὸ "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα" 1 Εὐφροσύνης εἰ μὴ γάρ τι γεγόνει ἀγαθὸν, οὐκ ἂν προφῆται ἀνεφθέγγοντο "ὁ κύριος ἐβασίλευσεν". Ἀλλ' ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων "γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην, καὶ λοιπὸν ἀκούω· "οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Οὐκέτι ὑποχθόνια κεῖμαι, οὐκέτι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ σκοτεινοῖς καὶ ἀφεγγέσιν ταμείοις καὶ περιβόλοις τοῦ διαβόλου ἐν τῷ Ἅδῃ κατέχομαι· δεῖ με λοιπὸν νεφέλαις ἐπιβῆναι καὶ οὐρανὸν ἀναδραμεῖν διὰ τῆς τοῦ βασιλεύσαντος Χριστοῦ χάριτος. Οὐκ ἀμάρτυρος ὁ λόγος· "ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις, Παῦλος βοᾷ, εἰς ἀπάντησιν τοῦ κυρίου, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα."· "Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Οὐκέτι Εὔα φοβεῖται τὸν Ἀδὰμ ὀνειδίζοντα· ἐν γὰρ Μαριὰμ τὸ ταύτης ἥττημα ἀνασέσωσται· καὶ οὐκέτι φοβοῦμαι τὸν ὄφιν τὸν καμπύλα διαβαίνοντα, τὸν ἀλλαχόσε τὴν κεφαλὴν ἀποκλίνοντα, οὐκέτι φοβοῦμαι αὐτοῦ τὸ ἰοβόλον δῆγμα· οὐ γάρ εἰμι λοιπὸν γῆ ἀλλ' ἅλας, τῷ γὰρ ὄφει εἶπεν ὁ κύριος καταρασάμενος· "γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου." Πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γῆ ἤμην ἐσθιομένη ἀπὸ ὄφεως, ἐλθὼν δὲ ὁ κύριος εἰς ἅλας με μετέβαλεν. Μάθετε, ἀγαπητοὶ, πῶς τὸ ἅλας γίνεται ἵνα σεαυτὸν ἐν ἐκείνῳ τῷ πράγματι καταμάθῃς· ἅλας τοίνυν ἐξ ὕδατος καὶ πνεύματος γίνεται καὶ ἡμᾶς τοίνυν ἐξ ὕδατος καὶ πνεύματος ἀνεγέννησεν. 2 "Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Διατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν ὀρθοδόξων ἐκκλησίαι· αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ. 3 Ἐὰν προσέλθῃ Εὐνόμιος ἢ Ἄρειος ἢ Μακεδόνιος τῷ Χριστῷ μου κυρίῳ, καὶ εἴπῃ αὐτῷ· "ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέλθῃς"· προσφόρως αὐτῷ καὶ ἁρμοζόντως ἀντιφθέγγεται λέγων· "αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ." Περὶ τούτων λέγει ὁ ἐκκλησιαστής· "πιάσατέ μοι ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας." Μικροὶ ἀλώπεκές εἰσιν οἱ αἱρετικῶν μαθηταὶ, οἵτινες ἐνδύνοντες ἐν ταῖς ἐκκλησίαις ἡμῶν τοὺς δίκην βοτρύων ἐξέχοντας τῷ χριστοφόρῳ ἀμπελῶνι πιστοὺς τῇ διδασκαλίᾳ λυμαίνονται· "φθείρουσιν γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί." "Ὁ κύριος οὖν ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νήσοι πολλαί."

4 Εἶτα τὸ ἑξῆς· "Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ." Ἡ νεφέλη τοὺς Ἑβραίους ἐξερχομένους ποτὲ ἐκ τῆς Αἰγύπτου ἐσκέπαζεν, τὰς μὲν τοῦ ἡλίου καυσωνιζούσας ἀκτίνας ἀναχαιτίζουσα, ταῖς δὲ ἰδίαις αὐγαῖς αὐτὴν φωταγωγοῦσα. Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν· "οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ." Τί δέ ἐστιν τὸ· "νεφέλη κύκλῳ αὐτοῦ"; ἄλλο νεφέλη καὶ ἄλλο γνόφος. Νεφέλη γάρ ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος δέ ἐστιν ἀχλυώδης, καὶ ὁμιχλώδης σκοτασμός. Πῶς οὖν νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ προέταξεν τὴν νεφέλην καὶ τότε τὸν γνόφον. Πρῶτον γὰρ ἡ νεφελότης (θεότης?) καὶ τότε ἡ ἀνθρωπότης. Νεφέλη οὖν εἶπεν ἵνα διὰ τῆς νεφέλης τὸ θεοειδὲς αὐτοῦ καὶ φωτοφόρον τῆς θεότητος ἐνδείξηται κάλλος· γνόφον δὲ εἶπεν ἵνα διὰ τοῦ γνόφου τὸ ἀνθρώπινον σημάνῃ κάλυμμα· τούτῳ τῷ γνόφῳ τὴν ἑαυτοῦ πορείαν ὁ θεοῦ λόγος ἔκρυψεν. 5 Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· "ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ." Πόδας δὲ Θεοῦ εἶπεν ἵνα τὴν ἐπὶ γῆς πορείαν αὐτοῦ μηνύσῃ. "Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ." Ἔκρυψεν δὲ τὴν πορείαν τῆς θεότητος αὐτοῦ τῷ καλύμματι τῆς σαρκὸς, ἵνα μὴ ταῖς ἀντικειμέναις δυνάμεσιν γνώσθῃ ἡ πολυποίκιλος αὐτοῦ τῆς σοφίας ὁδός. "Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν." Καθὼς καὶ ὁ προφήτης λέγει· "ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασιν πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται." Καὶ τὰ μὲν ἴχνη αὐτοῦ οὐ γνωσθήσονται, λέγει ὁ προφήτης, τὴν δὲ τῆς θεότητος αὐτοῦ γέννησιν Εὐνόμιος ἐξιχνιάζειν τολμᾷ. 6 "Καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων." Οὐχ ὅτι πτέρυγας ἔχει ὁ Κύριος καὶ πέταται, ἀλλ' εἶπεν ὁ προφήτης τὸ ἐπετάσθη, ἵνα τὴν ταχεῖαν καὶ ὀξεῖαν ἀπ' οὐρανῶν εἰς τὴν γῆν καταδρομὴν τοῦ θεοῦ Λόγου δηλώσῃ. "Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη. Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων." Τίνες εἰσὶν ἢ πάντως οἱ ἄγγελοι; "Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα." Ἀλλ' ἐπειδὴ εἶπον τὸν γνόφον ἀχλυώδη καὶ ὁμιχλώδη, σκοτασμὸν ἀχλυώδη ἵνα μή τις νομίσῃ μύθον λέγειν καὶ μὴ πρᾶγμα, αὐτὸς ὁ προφήτης μαρτυρησάτω· "καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων." 7 Καὶ "ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ", ἢ πάντως τὸ σῶμα. Ὅτι δὲ τὸ σκήνωμα τοῦ σώματος λέγει σκότος, ὁ ἑξῆς στίχος τοῦ ψαλμοῦ σε διδαξάτω. Μετὰ γὰρ τὸ εἰπεῖν "καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ", ἐπήγαγεν λέγων· "κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ." Εἶδες αὐτοῦ τὴν νεφέλην; ἔγνως αὐτοῦ τὸν γνόφον; ἔγνως τί ἐστιν γνόφος; νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν· "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ." "Τὸ σκότος, φησὶν ἡ γραφὴ, ὁ θεὸς ἐκάλεσεν νύκτα", νὺξ μὲν ἦν εἰς τὰ ἔθνη· τὴν νύκτα οὖν ἐνεδύσατο ὁ κύριος· τὸ ἡμέτερον σκῆνος ἐφόρεσεν. 8 "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα." Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός. "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου"· "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα". Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ "ἐρεύγεται

ῥῆμα"· λέγει γὰρ οὕτως· "οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα", μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· "λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ." 9 "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." "Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ." Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν· "ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ." "Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα." "Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Page scan enlarged

Notebook

Full View