PG 55John Chrysostom
Psalm 94
Printed text · machine OCR
machine OCR · Migne scan
Diplomatic text · scholarios OCR (cleaned, language-split) — reverted from mis-slotted digitized 2026-06-09 — PG column chips mark the printed columns.
PG 55:769ὑμᾶς· καὶ πάλιν, Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. Θρόνος ἀνομίας ὁ διάβολος εἰκότως ὀνομάζεται· εἴτε γὰρ βασι λείαν τὸν θρόνον, εἴτε ἀνάπαυσιν λέγοις, είτε τινὰ καθ έδραν, ἀνομία ἐν τῷ διαβόλῳ καὶ βασιλεύει καὶ ἀνα παύεται. Ἀλλὰ μὴν καὶ κριτὴς ἀδικίας, οὐχ ὡς κατα κρίνων τὴν ἀδικίαν, ἀλλ' ὡς ἄδικα κρίνων, ἐπωνόμασται. Οὗτος πλάσσει κόπον ἐπὶ πρόσταγμα, δηλαδὴ τὸ τοῦ Θεοῦ. Ἐπίπονον γὰρ ἡμῖν τὸν θεῖον κατασκευάζει νό μον, ἡδονὴν καὶ ῥαστώνην ὑποτιθέμενος. Ο Θεὸς δὲ ἀνέχεται αὐξῆσαι τὸν μισθόν τοῖς ἐργαζομένοις τὸν νό μεν τὸν ἑαυτοῦ βουλόμενος· ἐπειδὴ Εκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὗτος οὐ συμ προσέσται τῷ Θεῷ, τουτέστιν, οὐδὲ συμπαραστήσεταί ποτε κατὰ τὸν καιρὸν, δηλονότι τῆς κρίσεως· οἱ μὲν γὰρ ἄγγελοι τῷ Θεῷ παραστήσονται κρίνοντι· οὗτος δὲ οὐ παραστήσεται· ἐπειδὴ εἰ καὶ τὴν οὐσίαν ἔχει, ἀλλὰ τῆς ἀξίας ἐκπέπτωκε. Διατί δὲ οὐ παραστήσεται; Ἐπειδὴ ὁ Θεὸς κρίνων φιλανθρώπως κρίνει· οὗτος δὲ λίαν υπάρχει μισάνθρωπος, ὡς δηλοῖ τὰ ἑπόμενα· περὶ γὰρ αὐτοῦ καὶ τῶν σὺν αὐτῷ καθημένων καὶ στρατευομένων λέγεται· θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Τὴν αἰτίαν ἐξέθετο σαφῶς, ἧς ἕνεκα οὐ παραστήσεται τῷ κριτηρίῳ τῷ μέλλοντι ἐπειδὴ καὶ ψυχὴν δικαίου θηρεύσαι οὐκ ὀκνήσουσιν, ἀφορ μὴν λαβόντες καὶ τὸ γεγονὸς ἐν ἁγνοίᾳ ἡ παρὰ γνώμην πλημμέλημα· ἀλλὰ καὶ Αἷμα καταδικάσουσιν ἀθῶον, ἐάν τις αὐτοῖς ἐξοισία καταδικάζειν γένηται. "Οθεν οὐδὲ κατηγορεῖν αὐτοῖς ἢ καταμαρτυρεῖν ὁ Θεὸς ἐπιτρέπει, ἡνίκα τὰ πταίσματα τὰ ἡμέτερα κρίνεται, ἀλλὰ τοὺς λογισμοὺς ἡμῶν κατηγόρους, το συνειδός δὲ εἰς μαρτύριον καλεῖ. Φησὶ γὰρ ὁ Παῦλος· Συμμαρτυρούσης τῆς συνειδήσεως ἡμῶν, καὶ μεταξὺ ἀλλήλων των λογι σμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων· οὕτω γὰρ κρίνεται παρὰ Θεῷ τὰ κρυπτὰ τὰ ἡμέτερα. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Τις ἐγένετο; Εστω οἱ ἄλλοι ἑρμηνευταὶ ἐκδεδώκασιν· ὥστε εἰς τὴν τοῦ Μονογενούς ἐνδημίαν τὸ ῥηθὲν ἐκλαμβάνεσθαι· αὐτὸς γὰρ ἡμῖν καταφυγὴ ὑπὸ τῶν ὄντων ἐχθρῶν διωκομένοις γεγένης ται· αὐτὸς καὶ βοηθὸς ἐλπίδος κινδυνευούσης ἤδη· ἐν ἀπογνώσει γὰρ διὰ τὸ πλῆθος τῆς ἀσεβείας υπήρχομεν. ᾿Αλλὰ τὴν ἀπόγνωσιν ἔλυσεν εἰπών· ῾Ηλθεν ὁ Υἱός τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Καὶ αποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν· καὶ κατὰ την πονηρίαν [] αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός. Τοῦτο δικαίου κριτοῦ, ἀποδοῦναι τὴν ἀνομίαν τού της, οἵπερ αὐτῆς τὴν αἰτίαν δεδώκασιν. Ανομίαν δὲ ἀκούων, τὴν ἡτοιμασμένην, ἐπ' αὐτῇ τιμωρίαν ἐκλάμβανε. Διόπερ ή πέμπτη καὶ ἔκτη τῶν ἐκδόσεων βίβλος Τὰς οδύνας αὐτῶν φησι. Μεγίστην γὰρ ταύτην οἱ που νηροί τιμωρίαν ὑφίστανται, ὅταν αὐτοί τε ἐκ μέσου καὶ τὰ παρ' αὐτῶν γίνηται· ὅταν μηκέτι τρέφωνται ταῖς τῶν ἀνθρώπων διαφοραῖς καὶ προσκόμμασιν. Ἀφανιεῖ τοί νυν αὐτοὺς, οὐκ ἀφανίζων αὐτῶν τὴν οὐσίαν· μένειν γὰρ αὐτοὺς διηνεκώς κολαζομένους βούλεται· ὅθεν καὶ τὸ ἑτοιμασθὲν αὐτοῖς πῦρ χρηματίζει αἰώνιον· ἀλλ' ἀφανίζει ἐκ μέσου ποιῶν, καταργῶν αὐτῶν τὴν δυνα στείαν, μηκέτι μέσους ἡμῶν εἶναι συγχωρῶν. Νῦν μὲν γὰρ, ἐπειδὴ ἀγωνιζόμεθα ένα στεφανωθῶμεν, ἀντιπάλου τάξιν ἔχει· καὶ διὰ τοῦτο ἐνεργεῖν συγχωρεῖται· ὁ δὲ μέλλων αιὼν οὐκ ἔστιν ἀγῶνας, ἀλλ' ἀμοιβῆς· οὐ πάλης, ἀλλὰ στεφάνου. Διόπερ ὁ Παῦλος περὶ μὲν τοῦ παρόντος βίου φησί. Τὸν ἀγῶνα τὸν καλὸν ἡγώνισμαι, τον δρό μον τετέλεκα, τὴν πίστιν τετήρηκα· περὶ δὲ τοῦ μέλ λοντος, Λοιπὸν ἀπόκειται μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Ὥστε εἰκότως οἱ ἐχθροί, παυσαμένης τῆς πλάνης τῆς πρὸς αὐτοὺς, ἀφανίζονται. Αἶνος ᾠδῆς τῷ Δαυΐδ· ἀνεπίγραφος παρ' Εβραίοις. Ψαλμὸς 18. σ'. Εἰ καὶ τοῖς Εβραίοις ὁ ψαλμὸς ἀνεπίγραφος, ὡς κοι νῆς ὑπαρχούσης τῆς εἰς αὐτὸν ὑποθέσεως, ἀναγκαίαν ὅμως αὐτῷ ἐπιγραφὴ, οι Εβδομήκοντα τάττουσιν, Αίνον ᾠδῆς ἐπιγράψαντες, ἐπειδὴ δοξολογία τῇ προφητείᾳ μέ μικται· ἔθος δὲ τοῦτο τους ψαλμοὺς τοὺς οὕτως ἔχοντας ἐπιγράφεσθαι. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἀλαλάξωμεν τῷ θεῷ σωτῆρι ἡμῶν. Δεῦτε πρὸς τίνας λέγει; Ορᾷς γὰρ, οὐ προσέθηκεν· ἀπρόσωπον δὲ τὴν κλῆσιν ἐκθέμενος ἐπιτρέπει πᾶσιν ὡς κεκλημένοις προ έρχεσθαι. Τίνα δὲ ταύτην καὶ ἐπὶ τίσιν ἐδίδαξε, μηνες τὰ ἐχόμενα. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ορᾶς ὅτι λύτρωσιν ἁμαρτημάτων εὐαγγελίζεται; Τούτο γὰρ μηνύει σαφῶς ἡ ἐξομολόγησις. Αγαλλιάσθαι τοίνυνἐπὶ ταύτῃ καὶ ἀλαλάζειν, τουτέστι, φωνὴν βοᾶν ἐπιν χιον, ὡς τῶν νοητῶν ἡττημένων ἐχθρῶν, ἀναγκαίως παρεγγυᾷ. Αλαλάζειν δὲ καὶ ἀγαλλιάσθαι Θεῷ· αὐτο γὰρ ἔργον ή ήττα τῶν ἐχθρῶν, καὶ ἡ τῶν ἡμετέρων πλημμελημάτων συγχώρησις. Ὅθεν αὐτοῦ καὶ τὸ πρόσ ωπον προφθάσαι υπερτίθεται προσαπαντῆσαι τῷ Χρι στῷ. Οὗτος γὰρ τοῦ Πατρὸς πρόσωπον προτρέπον απ τῆς ἐξομολογήσεως. Ἐπεὶ μηδὲ ἄλλως τῷ Κριτῇ εἰς ὄψιν ἐλθεῖν οἱ ἁμαρτωλοί, ἀλλὰ προλαβόντες καὶ τ σαντες ἐξαγορεῦσαι τὰς ἑαυτῶν πλημμελείας, δυνάμενα. Φησί γάρ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου να καιωθῇς. Οταν δὲ ἐξομολογησώμεθα, τότε καὶ ἐν φαίν μοῖς ἀλαλάζειν δυνάμεθα. ᾠδὴ γὰρ ἐπινίκιος, όπ ἐστὶν ἀλαλαγμός, ἀπὸ καρδίας ῥυπαρὰς καὶ βεβ γλώττης οὐχ ἁρμοδίως προφέρεται· ἑκατέρας δὲ το ἐξαγορεύσει καθαρθείσης, θυσία γίνεται ἡ ᾠδὴ, καὶ ὁ ψαλμὸς ἡμῖν ἀλαλαγμός εὑρίσκεται. Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Με σαυτῷ, φησί, λογίζου τὴν νίκην, μηδὲ ἀλαλάζων, ὡς αὐτὸς κατορθώσας, σεμνύνου τῶν ἐναντίων τὴν τρόπω σιν. Πῶς γὰρ ἂν ὁ κάτω τοὺς ἀπὸ ὕψους πολεμούντας ἐνίκησας; ἢ πῶς τοὺς ἀσάρκους ή σάρκινος: Ενίκησες δὲ ὅμως, ἐπειδὴ ὁ Θεὸς, ὅστις ἡμῶν ἀντελάβετο, μέγι ἐστὶ Κύριος, καὶ μέγας βασιλεύς· ὡς μέγας Κύριος, τοὺς καλῶς αὐτῷ δεδουλευκότας οὐ μόνον ἐλευθερων, ἀλλὰ καὶ εἰς υἱοθεσίαν καλῶν· ὡς μέγας βασιλεὺς, της ἀγαθῷ ζήλῳ στρατευσαμένους οὐχ ἁπλῶς ἄρχοντας ποιῶν, ἀλλὰ καὶ κοινωνοὺς τῆς αὐτοῦ βασιλείας έργα μενος. Ἐπὶ τίνας δέ ἐστι μέγας; [] Ἐπὶ πάντας της θεούς, δηλαδὴ τοὺς δικαίους. Τὸ γὰρ τοῦ Θεοῦ μέγειν; τοῖς ἀσεβοῦσιν ἡγνόηται. τοῖς δὲ εὐσεβοῦσιν ἔγνως:1. Οὐ γὰρ ἐπειδὴ τυφλοὶ τὸ φῶς ἀγνοοῦσιν, ἡ δόξα παρὰ τοῦτο τοῦ ἡλίου ἠλάττωται· οὐδὲ ὅτι οἱ ἀσεβεῖς τὴν τὴν Θεοῦ δυναστείαν παραλογίζονται, μικρὰ τοὺς εὐτεξού τας προσήκει περὶ τῆς αὐτοῦ διανοεῖσθαι δυνάμεως οὔσπερ δὴ καὶ θεοὺς προσηγόρευσεν, ἐπειδὴ τῶν ἀτείων οἱ δίκαιοι θεοὶ παρὰ τοῦ Θεοῦ κεχειροτόνηνται. Οθεν πρὸς τὸν Μωϋσέα φησί· Τέθεικά σε θεὸν τοῦ Φαραώ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Μέγαν προσαγορεύσας τὸν Θεόν, εἰκότως αὐτοῦ διηγεῖται τὸ μέγεθος, οὐχ ἔστιν ἐστὶν, ἀλλ᾽ ὅσον ἡμεῖς καταλαβεῖν ἐκ τῶν ὁρωμένων κτισμάτων δυνάμεθα· καὶ σύμφωνα τῆς Ἡσαΐου προ φητείας ἐκτίθεται. Φησὶ γὰρ ἐκεῖνος· Ὁ κατέχων τὰς γῦρον τῆς γῆς δρακί· καὶ πάλιν· Τίς ἔστησε τὰ ἔχη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Οτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηράτ αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Εἰπὼν τὰ στοιχεῖα, τὰ ἐν τοῖς στοιχείοις ἀναγκαίως ἐδήλωσεν. Είτε τοίνυν πρ ρευόμεθα θάλατταν, εἴτε γεωργοῦμεν τὴν γῆν, εἰα; τίνος ταῦτα τυγχάνει κτίσματά τε καὶ κτήματα, εὐχα ριστῶμεν ὅτι τηλικαῦτα πρὸς χρήσιν ἡμετέραν παι ἦγαγεν, οὐ τὴν μέχρι λόγων, τὴν ἐξ ἔργων δὲ αὐτῷ ἐν ξολογίαν προσφέροντες. Ποίαν δὲ ταύτην; Δεῦτε προσ κυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Προσκυνήσω μεν ὡς δοῦλοι, προσπέσωμεν ὡς ἐπικουρίας τῆς παρ' αὐτοῦ δεόμενοι· κλαύσωμεν ὡς ἁμαρτωλοὶ, καὶ τῆς πρεσβείας οὐκ ἂν ἄλλως εἰ μὴ διὰ συμπαθείας τευξόμενοι. Οὐδὲν δὲ ἡμᾶς τῶν εἰρημένων εἰκὸς αἰσχύνεσθαι ἐναντίον γὰρ τοῦ ποιήσαντος ἡμᾶς, δηλαδὴ τοῦ ἐξ οὐκ ὄντων παραγαγόντος, γίνεται· ὁ δὲ ἐξ οὐκ ὄντων παραγαγών, πάσης οὗτος εὐεργεσίας αἴτιος. β. Τίς τοίνυν τῷ καὶ μικρὸν εὐεργετήσαντι, μήτι με τοσαῦτα, προσκυνεῖν ἢ καὶ κλαίειν αὐτὸν ἱκετεύων αἰσχύνεται; ὥστε καὶ σφόδρα ἀκολούθως ἐπήγαγε το ἑπόμενα “Οτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Εἰ καὶ ὁ Θεὸς ποιητὴς καθέστηκεν, ἀλλ' ὅμως, δι᾿ ἣν ἔχει προς ἡμᾶς κηδεμονίαν καὶ πρόνοιαν, λαός ἐσμεν νομῆς αὐτ του, τουτέστιν, αὐτὸν νεμόμενοι καὶ τροφὴν αὐτὸν ἔχοντες. Ἐσμὲν δὲ καὶ Πρόβατα χειρὸς αὐτοῦ, ἐπειδὴ καὶ ποιμὴν ὁ Θεὸς τοῦ ἀνθρωπίνου γένους καθέστηκε.
Continue reading PG 55: Psalmus XCV →≣ entire volume
Page scan enlarged

Notebook

Full View