col. 781–782page 1 of 2
PG 55:781μασίας τοῦ Χριστοῦ τὸν ἁγιασμὸν ἔχουσιν. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Τί γὰρ ἔργον τῆς κρίσεως; Απολύειν τοὺς ἀθώους, φανεροῦν τοὺς ὑπευθύνους· διό περ κρίσιν ἀγαπᾷ ἡ τοῦ βασιλέως τιμή, τουτέστιν ἡ ἀρχὴ καὶ ἡ ἐξουσία. Ὅθεν οἱ λοιποὶ τῶν ἑρμηνευτών ἀντὶ τῆς τιμῆς, οἱ μὲν Ἰσχύν, οἱ δὲ Κράτος ἐκδεδώκασι. Σὺ Ητοίμασας ευθύτητας. Πῶς ἡτοίμασε; προαποστείλας τὸν νόμον, ἐν ᾧ τὰς ἐντολὰς εὐθύτητας ἔταξεν. Ορθοτομεῖν γὰρ τοῦ βίου τὴν ὁδὸν ἔξεστι κατ' ἐκεί τους ὁδεύοντας. Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τίνι τρόπῳ; Τῷ εἰρημένῳ εύδηλον. Ο γάρ νόμος ὁ δοθεὶς Ἐν Ἰακὼβ (λέγει δὲ τὸ γένος τοῦ Ἰσ ραήλ) οὗτος καὶ τοῖς ἁμαρτάνουσι κρίσιν ἐπήγαγε την κατάκρισιν. καὶ τοῖς ἀγαθὰ βιοῦσι τὴν δικαιοσύνην ὑπο έδειξε, καθ᾽ ἣν δεῖ πολιτεύεσθαι. Τίνος δὲ χάριν ταῦτα νῦν ἐξέθετο; Ασφαλίσασθαι τὴν ἀκοὴν τὴν ἡμετέραν βουλόμενος και μαρτυρεῖσθαι σαφῶς ὡς ὁ ταῦτα κατορ δώσας, οὗτός ἐστιν ὁ τὸν ὑπὲρ ἡμῶν σταυρὸν ἀνασχόμενος· δηλοῖ δὲ τὰ ἐχόμενα· Ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Καὶ τίνος χάριν οὐ τῷ θρόνῳ τοῦ Θεοῦ προσκυνεῖν μᾶλλον, ἀλλὰ τῷ ὑποποδίῳ παρα κελεύεται; Ποίῳ δὲ ὅλως ὑποποδίῳ; "Αρα τῇ γῇ. Ὁ γὰρ οὐρανὸς, φησί, μοὶ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. β'. Καὶ μὴν προσκυνεῖν ἡμᾶς τοῖς στοιχείοις οὐκ ἔξω εστιν. Ἀλλὰ τοῦτον λέγει τὸν τόπον, ὃν δι' ἑτέρου ψαλμού ἐξέθετο τηλαυγέστερον, Προσκυνήσωμεν, εἰπὼν, εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· λέγει δὲ τὸν Γολγοθᾶν. Ἐκεῖνος γὰρ ὄντως ὑπὸ τοὺς πόδας αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν καιρὸν τὸν τοῦ σταυροῦ γεγένηται. Οθεν εἰπὼν, Υποπόδιον, οὐκ ἠρκέσθη, αλλά φησι, Τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Καὶ μὴν παντὶ δῆλον, ὅτι τὸ ὑποπόδιον τῶν ποδῶν ἐστιν ὑποπόδιον. Αλλ' ἐν ταῦθα πόδας λέγει τοῦ Χριστοῦ τὴν ἀνθρωπότητα, ἐπειδὴ κεφαλὴν τὴν θεότητα. Ο Γολγοθάς τοίνυν [] ὑπὸ τοὺς πόδας τῆς ἀνθρωπότητος γέγονεν, ἔνθα ὁ προσκυνῶν ὑψοῦ τὸν Χριστόν. Υψος γὰρ αὐτὸς ἑαυτοῦ νομίζει τὰ παθήματα, ἐπειδὴ δι' αὐτῶν τὴν σωτηρίαν τὴν ἡμε τέραν ἔπραξε. Διόπερ πρὸς Νικόδημον ἔλεγεν· ὥσπερ ὕψωσε Μωϋσῆς τὸν ὄψιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψω θῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὗτος ἅγιος εἰκό τως ονομάζεται, τοσαύτην ἁγιωσύνης παρουσίαν ἔχων, ὥστε καὶ τοὺς ἁμαρτωλοὺς ἁγίους διὰ τῆς αὐτοῦ με του σίας ἐργάζεσθαι. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον. καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν. Ἐπειδὴ ἅγιοι καὶ ἱερεις και με προφῆται ἐλέγοντο, ἁγίων δὲ τούτων οὐ δεῖ τῷ ὑποποδίῳ προσκυνεῖν, προσηγόρευσε, δείξαι βούλεται πόσην είχε διαφορὰν πρὸς τοὺς λοιποὺς ἁγίους. Αὐτὸς γὰρ ἦν ὁ τῶν ἁγίων ἅγιος. Διὰ τοῦτο Μωϋσέως μὲν ὡς νομοθέτου, Ααρών δὲ ὡς ἀρχιερέως, Σαμουήλ ὡς ἐξάρχου των προφητῶν ἐμνημόνευσεν, οἵτινες καὶ ὑπῆρχαν ἅγιοι. Αλλ' ὅμως τὸ ὄνομα τοῦ Θεοῦ ἐπεκαλούντο, καὶ ἅπερ ἔπραττον οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ γὰρ τοῦ καλουμένου, ἔπραττον· ὡς τοῖς ἑξῆς ἐμφανίζει σαφέστερον. Εν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ὅτι ἐφύλαξαν τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ὁ ἔδωκεν αὐτοῖς. Οὗτοι, φησὶν, ἐξ ἀρετῆς προέκοψαν, ἐκ τοῦ φυλάττειν τοῦ Θεοῦ τὸν νόμον καὶ κατορθοῦν τὰ παρ' αὐτοῦ δοθέντα προστάγματα. ῞Οτε δὲ καὶ θεοπτίας ἠξιώθησαν, ἐν στύλῳ τὸν Θεὸν ἐθεάσαντο, οὐσίαν ἰδεῖν μὴ χωρήσαντες. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ᾽ ἐν ἑαυτῷ μὲν τὸν Πατέρα ἔχει, καὶ αὐτός ἐστιν ἐν τῷ Πατρί ἀλλ' οὐδὲ ἐκ προκοπῆς εἰς ἀξίαν ἐπέδωκε. Ορὰ γὰρ τοῦ Πιλάτου ἐρωτήσαντος, Βασιλεὺς εἶ σύ; αὐτὸς ποίου τούτου πρὸς τὴν πεῦσιν ἀπήγαγεν· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι· ἐγὼ εἰς τοῦτο γεγέννημαι· τουτέστιν, ἄχρονον τὴν βασιλείαν ὥσπερ τὴν γέννησιν κέκτημαι. Πρὸς τοῦτον ὁ ψαλμῳδὸς τὰ ἑξῆς χωρίς πάσης αμφι βολίας επήγαγε. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν. Ὁ Θεὸς ἡμῶν· τίνων; Τῶν διὰ πίστεως αὐτῷ στρατευσαμένων καὶ κτησαμένων τὸν ἐπὶ πάντων Θεὸν διὰ τῆς υιοθεσίας τοῦ βαπτίσματος ἴδιον. Ὅτι γὰρ Θεός κατ' ἐξαίρετον τῶν εἰς αὐτὸν πεπιστευκότων λέγε ται, ὁ Θωμᾶς διδάσκει· 'Ο Κύριός μου καὶ ὁ Θεός μου· ἴδιον ἑαυτοῦ Κύριον καὶ Θεὸν καλῶν, τὸν ἐπὶ πάντων Θεὸν ἀνέκραγεν. Οὗτος τοίνυν, εἰς ἂν ἡμεῖς ἐπιστεύσαμεν, οὐδὲ τοῖς δικαίοις ἡγνωἴτο τοῖς ἔμπροσθεν. διόπερ αὐτῶν εὐχομένων ἐπήκους και μαρτυρεί τὰ ἐχόμενα. Ο Θεός, σὺ εὐλατος ἐγένου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Θεωρεῖς ὅτι περὶ Χριστοῦ λέγει· αὐτοῦ γὰρ ίδιον ταῖς ἡμετέραις ἁμαρτίαις οὐ νῦν μόνον ἀλλὰ καὶ πάλαι ἱλάσκεσθαι· περὶ οὗ καὶ Παυλός φησι· "Ον προσέθετο ὁ Θεὸς ἱλαστήριον διά πίστεως ἐν τῷ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Αὐτὸς ἐπὶ πάντα ἐκδικεῖ τὰ τῶν δικαίων ἐπιτηδεύματα. Ἐπειδὴ γὰρ πολλὰ μὲν ἐκεῖνοι πρὸς τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐπετήδευσαν, ηναντιοῦτο δὲ τούτοις ὁ νοητὸς ἐχθρὸς. ἐξεδίκτ σεν ὁ σταυρὸς, ὁμοῦ μὲν τὰ δικαίων στήσας ἐπιτηδεύμα τα, ὁμοῦ δὲ καθελών, ὅστις αὐτῶν ἀνωφελεῖς τους πό νους ἐδείκνυεν. Εφ' οἷς ὁ Ἱερεμίας ἐβόα· Οἴμοι ἐγώ, μῆτερ! ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ. Οὔτε ὠφέλησα, οὔτε ὠφέλησε με οὐδείς· ἡ ἰσχὺς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Υψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ τί χρήζει ὑψωθῆναι ἡ ὑψηλό;; πῶς δὲ παρὰ ἀνθρώπων ὁ ἐν οὐρανοῖς ὑψωθήσεται; Ἀλλὰ ὑψηλά, φησί, περὶ αὐτοῦ διανοήθητε. Τίνα τρόπον; Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Υψος ἄρα τοῦ Θεοῦ Λόγου ἡ ἐν τῷ ἁγίῳ προσκύνησις. "Ωσπερ γὰρ δόξα βασιλεῖ τὰ ἐν πολέμω τρόπαια, οὕτω καὶ τῷ Χριστῷ ἡ διὰ τῶν παθη μάτων κατόρθωσις, ἥτις ἐν τῷ ὄρει τῷ ἁγίῳ τῷ τὸν σταυρὸν δεξαμένῳ γεγένηται. "Αγιον δὲ τὸ ὄρος οὐκ ἀφ' ἑαυτοῦ καλεῖ, ἀλλ' ἀπὸ τῆς τοῦ σταυρωθέντος ἐπιφοιτήσεως. Τούτου γὰρ χάριν ἐπήγαγεν. "Οτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Εἰ δὲ ἅγιος, ἅπερ ἂν αὐτοῦ τύχη της ἐπιφοιτήσεως, ἁγιάζεται. [] Τῷ Δαυΐδ εἰς ἐξομολόγησιν. Ψαλμὸς 10. εἰν Ανώνυμος μὲν ὁ ψαλμός, οὐ μὴν διὰ τοῦτο τῆς τοῦ Δαυτό προφητείας ἀλλότριος· ἀλλ᾽ ἴσως αὐτὸν ἐν τῷ ναῷ κιθαρίσαι οὐκ ἔφθασεν, ἀλλ' οὐδὲ ψαλτῳδοῖς ἑτέροις ἐχι δέδωκεν. Ἐκεῖθεν αὐτὸν χωρὶς ὀνόματος ή προφητεία ἐξέθετο. Πλὴν ἀλλ' ἐξομολόγησιν τὴν εὐχαριστία, ένα ταῦθα ἀναγκαίως νοήσομεν. Τοῦτο γὰρ καὶ τῆς προφητείας ὁ σκοπὸς τῆς ἐχομένης βούλεται. Διόπερ Ακύλας μὲν, Εἰς εὐχαριστίαν, Σύμμαχος δὲ, Εὐλογίαν, φησίν. Εἰς αἴνεσιν γὰρ ἡ πέμπτη παραδέδωκεν ἔκδοσις Αλε λάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυ ρίῳ ἐν εὐφροσύνῃ. Πολλή τις καὶ νῦν τῆς προφητείας ἡ τάξις τοῖς ἀκριβῶς αὐτὴν κατασκοποῦσιν εὑρίσκεται. Αλαλάξειν γὰρ πᾶσαν τὴν γῆν ὡς τὴν κοινὸν ἡμῶν ἐχθρὸν νενικηκότων βούλεται· εἰδότας δὲ τὸν Θεὸν εἶναι τῆς νίκης ὑπόθεσιν, αὐτῷ δουλεύειν ἐν εὐφροσύνῃ. καθά κεμ ὁ Παῦλος ἔλεγεν Ινα πάντες χαίρωμεν, ἀδια λείπτως προσευχώμεθα, ἐν παντὶ εὐχαριστῶμεν, ενα δότες τίνι καὶ ἐπὶ ποίοις δουλεύομεν, ποίας έῤῥύσθηκεν δουλείας, καὶ πρὸς ποίαν ἐκλήθημεν, οἷον ἀνθ' στου ζυ γόν, ἀντὶ τοῦ βαρυτάτου τὸν ἄγαν ἐλαφρὸν ἐλλαξάμεθα. Εισέλθετε ενώπιον αὐτοῦ ἐν ἀγαλλιάσει· τουτέστιν, ἐν χαρᾷ χαρὰν δὲ οὐ ταύτην τὴν πρόσκαιρον ὑποτίθεται. Ὥσπερ γὰρ τοῖς ἀνδράσιν ἡ χαρὰ των παίδων καταγές λαστος, ἐπειδήπερ ἐπὶ πράγμασιν οὐδενὸς ἀξίοις χαίρ ρουσι καὶ σεμνύνονται· οὕτως ἡ τῶν ἁμαρτωλῶν χαρά τοῖς δικαίοις ἐπονείδιστος· χαίρουσι γὰρ ἐπὶ τυφλῷ καὶ τῷ ἐξ ἁρπαγῆς πλούτῳ, καὶ τοιούτοις ἑτέροις ἐφ᾽ οἷς οὐκ ἔνι χαίρειν, ἡνίκα τῷ κριτῇ μέλλομεν τῷ φοβερῷ παρ ἱστασθαι· ἐπὶ δὲ τοῖς ἐναντίοις, ὅταν ἡμεῖς ἁρπασθωμεν, όταν συκοφαντηθώμεν, ἐπὶ τούτοις ἐν ἀγαλλιάσει εἰσελθεῖν ἐνώπιον τοῦ Θεοῦ δυνησόμεθα· δηλοῖ δὲ τοῦ Κυρίου τὰ ῥήματα· Μακάριοί έστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πάν πονηρὸν ῥῆμα καθ' ύμων ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιάσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Γνώτα ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν· αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς. Θεωρεῖς ὅτι κατά πάσης γλώττης αἱρετικῆς τὸ Πνεῦμα στρατεύεται. Ἐπειδὴ γὰρ κατατεμεῖν τινες τὴν Τριάδα βουλόμενοι και του Μονογενούς εὐτελίσαι τὸ ἀξίωμα, αὐτὸν μέν φασιν ονομάζεσθαι τη Γραφῇ τῇ θεοπνεύστῳ Κύριον, Θεὸν δὲ τὸν Πατέρα, καὶ διαφορὰν Κυρίου καὶ Θεοῦ τὴν οὐκ οὖσαν εἰσάγουσι, καὶ τὴν ἀποστολικὴν φωνὴν ἐπὶ κακῷ τῷ σφῶν εἰς βλασφημίαν ἔλκουσιν· εἰς Θεός ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἰς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τα πάντα· καὶ τὸν υἱὸν ἐλάττονα τοῦ Πατρὸς ὡς Κυ ριον· οὐ γὰρ δὴ Θεὸν ὀνομασθέντα λέγουσιν· ὥστε καὶ περὶ αὐτὸν ἁρμόττειν ταῖς ἀποστολικοῖς ἑπόμενον λέξεσιν
col. 783–784page 2 of 2
ait: Scitote quoniam Dominus ipse est Deus noster
nt ne ultra Dominum a Deo, neque Filium a Patre,
separare audeamus. Ipse fecit nos, et non ipsi nos.
Neque enim, ut quidam arbitrantur, ex nobis ipsis
subsistimus; Ipsius vero opificia sumus, creati in Chri
sto Jesu ad bona opera (Ephes. 2. 10), quemadmodum
Paulus scripsit: sed creatorem quemdam nobis ad
scribere par est. Nos autem populus ejus el oves pascuæ
ejus. 4. Introite portas ejus in confessione, in atria ejus
in hymnis. Cujusnam simus oves discas Unigenito di
cente: Oves meæ vocem meum audiunt (Joan. 10. 27).
Ipsius etiam populus sumus, qui nobis per prophe
ticain linguain dicebat: Et eritis mihi in populum
et ego ero vobis in Deum (Ezech. 36. 28). Idem igitur
ipse est Deus et Dominus: utrumque enim est Filius,
quemadmodum et Pater. Hujus portas introire jubet
in confessione, et atria in hymnis. Oportet itaque
prius confiteri, et postea hymnis celebrare. Quemad
modum enim atriis portæ præmittuntur, neque in atrio
quis esse potest, nisi per portam intraverit: ita prius
quam confiteamur, hymnis celebrare non poterimus
quoniam opus est corde puro, lingua quæ sordes pec
catorum amiserit, ut hymnorum nostrorum sacriſi
cium Deo placeat. Confitemini illi, laudate nomen ejus.
Ilic rursus posuit confessionem ante laudem, ut nobis
clarius exponat ea quæ in superioribus versibus dicta
sunt. Cæterum præcipit ut ei confiteamur ut Deo,
laudemusque nomen ejus, quod est Servator. Hoc enim
nobis salutis ansa fuit. Id nobis testificabitur Petrus
una cum Joanne coucionans Judæis: Neque enim es
aliud nomen sub cælo datum hominibus, in quo oporleal
nos salvari (Act. 4. 12;; ita ut admodum congruenter
psalmista subjungat: Et usque in generationem el ge
nerationem veritas ejus (his nempe verbis): 5. Quia
Christus Dominus est (a); in sæculum misericordia ejus.
Nam ab hodierna generatione incipiens ejus veritas
in generatione futura manifestabitur, cum reddet uni
cuique secundum opera ejus (Psal. 61. 12). Hæc est
enim inexpugnabilis et mendacii expers veritas, Chri
stus nempe Dominus, in æternum misericordia ejus.
Nam ut Christus, videlicet ut indulgens. ut hominum
amans, in præsenti misericordiam dedit, ut etiamsi
erremus ex ignavia, per ejus clementiam ad illum
revertamur.
(a) In Vulgata legitur, quia sumris Dominus est; in Græ
ca Biblia versione, &, suavis. Forte vitiato usus
exemplari xp, legerit noster, et ad hanc vocem com
mentarium suum concinnavit, quasi Christus hic nominatim
expressus esset.
In Codice Anglicano sequuntur Expositiones in Psalmos C, CI, CII, CIII, CIV, CV, CVI, CVIL
CVIII. Sed quia Expositiones in hos ipsos Psalmos spurias, his etiam meliores, jam edidimus
supra, has longe minoris, imo nullius pretii visum est prætermittere, ne hujusmodi mercibus
Tomus plus æquo crescat: hæc sine dispendio latebunt, ut etiam multa in Psalmos, quæ de
dimus, non incommode latuissent.