Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 56:409πάσσαλον καὶ τὴν σφύραν, διήλασε κατὰ τοῦ κρατάς φου αὐτοῦ οὕτως ἰσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι καὶ οὕτω μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανε. ζ'. Μὴ λείπει τῷ Θεῷ πρόφασις, καὶ ὅτε βούλεται, οὐκ ἐμποδίζει τὸ μὴ παρεῖναι συμμαχίαν· Θεοῦ ὅπλον, Θεοῦ στρατιώτης, Θεοῦ δύναμις, νεῦμα μόνον Θεοῦ. Τῷ Χριστῷ τοῦτο εἴπωμεν· Εἰπὲ λόγῳ, καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· εἰπὲ λόγῳ, καὶ ἐλεήσεις τὴν πόλιν σου· εἰπὶ λόγῳ, καὶ οἰκτειρήσεις τὸν κόσμον σου. Εἴπωμεν αὐτῷ· Ἰδοὺ οἱ ἐχθροί σου ήχησαν, καὶ οἱ μισοῦντές σε ήραν κεφαλήν. Θέλεις μαθεῖν καὶ ἄλλης γυναικός στρατήγημα, ἐπειδὴ τοῦτο ἡθέ λησεν ὁ Θεός; "Αλλος τις ἦν, Αβιμελὲχ ὄνομα, ἀν ελὼν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα, καὶ κρατήσας ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν ἔχων ὑποχείριον, συνεπάλαισέ τινι πόλει τειχομαχῶν, καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ Θεὸς γυναικὸς χεῖρα νευρώσας, ποιεῖ τινα γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ήτις κλάσμα μύλου λαβοῦσα, ἐπέρριψε τῇ κεφαλῇ τοῦ τυράννου, καὶ συν έτριψεν αὐτοῦ τὸ κρανίον. Καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν. Λέγει τῷ παρ εστῶτι δορυφόρῳ· Σπάσαι τὴν μάχαιράν σου, καὶ πλῆξόν με, ἵνα μὴ εἴπωσι· Γυνὴ αὐτὸν ἀπὸ ἐκτεινε. Τὸ σῶμα αὐτοῦ ἀπέθνησκε, καὶ ἡ ὑπερ ηφανία ἔμενεν· ἀπετίθετο τὴν ζωὴν, καὶ οὐκ ἀπετίθετο τὴν κενοδοξίαν. Καὶ νῦν οὐ λείπει τῷ Θεῷ Δε Τώρα, οὐ λείπει τῷ Θεῷ Ἰαήλ. Ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν Παρθένον καὶ Θεοτόκον Μαρίαν πρεσβεύουσαν ὑπὲρ ἡμῶνα. Εἰ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησε, πόσῳ μᾶλλον ἡ τοῦ Χριστοῦ μήτηρ καταισχύνει τους ἐχθροὺς τῆς ἀληθείας: Πανοπλίαν ἐνδυόμενος ὁ ὁ Εχθρὸς ἐνόμισε γυναίκα εἶναι χλευαζομένην, καὶ εὗρε ὑπὲρ ἡμῶν ἀδιαλείπτως. ἐνδεδυμένος, μνήματος άπτεσθαι. στρατηγὸν ἀγωνιζόμενον. Οὐκ ενόμισε μνήματι άπτε σθαι, καὶ εὑρέθη αὐτῷ τάφος· νεκρὰν ἐνόμισε, καὶ ἐνεκρώθη ὑπ' αὐτῆς. Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον· ἀλλὰ χρεία καὶ ἀποστόλων. Εἴπωμεν Παύλῳ, καθὼς εἶπον οἱ τότε· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. Ἔχομεν ἀποστόλους, μὴ ναρκήσωμεν. [] Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν Θεοτόκον, τὴν ἁγίαν ἀειπαρθένου Μαρίαν, μὴ ὀκνήσωμεν. Ἔχομεν τὸν χορὴν τῶν Μαρτύρων, μὴ ῥᾳθυμήσωμεν. Μὴ μόνον ἱκετεύσωμεν, ἀλλ', εἰ δοκεῖ, καὶ νηστεύσωμεν. Βέλτιον νηστεῦσαι νηστείαν πόθου, καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νηστεῦσαι νηστείαν ἀγάπης, καὶ μὴ νηστείαν ἀνάγκης. Λέγει ὁ Σωτὴρ περὶ τῶν δαιμόνων· Τὸ γένος τοῦτο οὐκ ἐχει πορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστεία. Δεί μονας φυγαδεύει εὐχὴ καὶ νηστεία, καὶ βαρβάρους οὐκ ἐλαύνει; Καὶ ἤδη εἶπον, καὶ πάλιν λέγω· Παρα καλέσωμεν τὴν ἁγίαν ἔνδοξον Παρθένον καὶ Θεοτόκον Μαρίαν· παρακαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους· παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας. Εάν τις ἐν ἀνάγκῃ καταστὰς προσδράμῃ τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῷ γνησίως. Πρὸ ἀνάγκης, φησὶν, οὐκ ᾔδεις με τιμῆσαι ἢ θεραπεῦσαι, ἀλλ᾽ ἐν τῇ ἀνάγκῃ. Ανύποπτος τιμὴ ἡ ἔξω ἀνάγκης. Ἐὰν πρὸ ἀνάγκη; θεραπεύσῃς τὸν δικαστήν, ἐν τῇ ἀνάγκη εὑρήσεις σύμμαχον. (ἶδε γὰρ, ὅτι οὐχ ἡ ἀνάγκη, ἀλλ' ὁ πόθος σε ἤγαγε. Γενώμεθα οὖν τῶν μαρτύρων μὴ ἐν τῇ ἀνάγκῃ φίλοι, ἀλλ᾽ ἐν τῇ ἀγάπῃ. Πρὸ χει μῶνος, ὡς ἐν χειμῶνι, λυπηθῶμεν, ἵνα ἐν καιρῷ χειμῶνος τὸ ἔαρ εὕρωμεν. Ταῦτα λέγομεν οὐκ αὐτ θεντοῦντες, ἀλλὰ παρακαλοῦντες· οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· ἱκετεύομεν πάντας νῆψαι. Ικανὸς δὲ ὁ Θεὸς ὑπὲρ πᾶσαν πίστιν, ὑπὲρ πάντα λόγον, καὶ τοὺς ἐχθροὺς καταισχύναι, καὶ τὴν οἰκουμένην ἐλεῆσαι, καὶ τοὺς βασιλεῖς τιμῆσαι, καὶ τὴν βασιλείαν στῆσαι, καὶ τὴν αὐτοῦ δόξαν φαιδρῦναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Τῶν δὲ ἐκκλησιαζομένων.
Continue reading PG 56: In illud: Domine, non est in homine →≣ entire volume