PG 2Andrea Gallandi
Ancient Testimonies concerning the Clementines
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 2:9ΤΑ ΚΛΗΜΕΝΤΙΑ. Βίβλος ἔχουσα ὁμιλίας διαφόρους ἀπὸ φωνῆς τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου, συγγραφεῖσα ὑπὸ τοῦ ἁγίου Κλήμεντος· ἡ λεγομένη Κλημέντια, τουτεστιν Κλήμεντος συγγράμματα. Περιέχει δὲ ἡ αὐτὴ βίβλος τάδε προλόγους τρεῖς, ὁμιλίας εἴκοσι. Ι. Τῆς Νέας πάλιν Διαθήκης ἀντιλεγόμενα ταῦτα, κτλ. Κλημέντια. Ἐξ ὧν μετεφράσθησαν ἐκλεγέντα τὰ ἀληθέστερα καὶ θεόπνευστα· ταῦτα τὰ ἀναγινωσκόμενα, καὶ τὰ ἑξῆς. Λέγει δὲ περὶ τούτου Πέτρος ὁ ἀπόστολος εἰς τὰ Κλημέντια, Παραγράφεται δὲ ὁ Παμφίλου καὶ τὰ μικρὰ (1. μα κρὰ) τούτου συγγράμματα. ἃ φησι Πέτρου καὶ 'Α πίωνος διάλογον εἶναι, ἃ μηδὲ σώζειν τὸν ἀκριβῆ τῆς ἀποστολικῆς ὀρθοδοξίας χαρακτῆρα, φησίν. Ἐγὼ δὲ, εἰ μὲν τὰ νῦν παρ' ἡμῖν Κλημέντια ὀνομαζόμενα λέγει, οὐ πείθομαι ταῦτα γὰρ τῇ Ἐκκλησίᾳ καὶ εὐπαράδεκτα· εἰ δὲ ἕτερά εἰσι παρὰ ταῦτα, λέγειν οὐκ ἔχω. Περὶ τῆς ἐν τριάδι καὶ ἐν μονάδι θεολογίας Τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, ἐκ τῶν Κλημεντίων. Ἐπειδὴ δὲ φθάσας εἶπον χειραγωγίαν εἶναι τῶν νοητῶν, τὰ αἰσθητὰ, πρὸς τὸ οἷον ὁδῷ χρησαμένους ἀσφαλῆ καὶ βεβαίαν τὴν τῆς θεολογίας ἔκθεσιν ποιή σασθαι· φέρε διαβάθρα χρησώμεθα τῇ εἰκόνι πρὸς εὕρεσιν τοῦ ἀρχετύπου. Ὁ λογικὸς ἄνθρωπος κατ᾽ εἶ
Page scan enlarged

Notebook

Full View