PG 56John Chrysostom
On Abraham and Isaac
Printed text · machine OCR
machine OCR · Migne scan
Diplomatic text · scholarios OCR (cleaned, language-split) — reverted from mis-slotted digitized 2026-06-09 — PG column chips mark the printed columns.
PG 56:537Εἰπὶ, φησίν πάτερ, Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Πάλιν φωνή τοῦ παιδὸς δριμύσσει σπλάγχνα πατρός· πάλιν ἄλλος πειρασμὸς ἔσχεν αὐτὸν φοβερός· πάλιν ἄλλη βάσανος συνέσχε τὸν δίκαιον οὐκ ἐλάττων τῆς πρώτης, οὐδὲ φιλανθρωποτέρα. Καὶ πῶς ἂν οὐ κατεπλάγη δάκρυσιν ὁ Αβραάμ, μηκέτι προσδοκήτας λοιπὸν πατὴρ ἀκοῦσαι; Οὐ λέγει το γοερόν, οὐ θρηνώδες φθέγγεται· ἀλλ' ἀτρεμεῖ τῇ ψυχῇ καὶ ἀκλινεί λογισμῷ ἐδέξατο τὴν φωνὴν τοῦ παιδὸς τὴν ἡδίστην, καὶ ἀνταποκρίνεται, καὶ λόγους μεταδιδοῖ· ὁ Θεὸς ὄψεται, τέκνον, πρόβατον εἰς θυσίαν. Είτε παραθαῤῥύνων τὸν παῖδα τοῦτο ἔφη, είτε καὶ προφητεύων τὸ μέλλον ὁ ᾿Αβραάμ. Ἐν δὲ τῷ φθάς σαι σπουδῇ τὴν προσταχθέντα τόπον, οἰκοδομεῖ τὸν βω μόν, τὸ θυσιαστήριον ἑτοιμάζει, μάχαιραν ευτρεπίζει, καὶ τὸ πῦρ καὶ τὰ ξύλα ὁ πατὴρ παρατιθεῖ τῷ παιδί. Απτεται μετά τούτου τοῦ υἱοῦ ὁ πατὴρ, καὶ οὐδὲν ἀντι πράττει ή φύσις πρὸς κώλυμα. Εξέδωκεν ἑαυτὸν ὁ Ἰσαὰκ τῷ πατρὶ, ἵνα χρήσηται αὐτῷ καθ᾿ ὃν τρόπον βούληται. Τίνα πρῶτον θαυμάτω, ή τίνα καταπλαγῶ; ποίῳ τρόπῳ στέφανον πλέξω τῶν ἐγκωμίων; τὸν ἐπὶ τὸν φίλτατον χεῖρας ἐπιβαλόντα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγά πην καὶ εὔνοιαν, ἢ τὸν μέχρι θανάτου πατρὶ ὑπακούσαντα, καὶ οὐράνιον σφαγὴν παρ' αὐτοῦ δεχόμενον; Ο μὲν γὰρ τῆς φύσεως ὑπερηρεν ἑαυτὸν, τοῦ Θεοῦ τὴν ἐντολὴν τῆς φύσεως προτιμῶν· ὁ δὲ μέχρι θανάτου ὑπήκουσε τῷ πατρὶ, χεῖρον θανάτου εἰδὼς τὸ λυπῆσαι πατέρα. Εντεῦθεν ὁ ᾿Αβραὰμ λαβὼν δέσμιον παῖδα, οὐ ναρκεῖ τὴν χεῖρα, οὐκ ἐξίσταται τὸν νοῦν. Οσάκις ἴδω τούτου τοῦ παιδὸς τὰς εἰκόνας, οὐδέποτε ίσχυσα ἀδακρυτὶ παρελθεῖν, ἐνεργοῦς μοι τῆς τέχνης ὑπ' ὄψιν ἀγα γούσης τῇ ἱστορία ταύτῃ σαφή κατανόησιν 4. Πλησίον προέκειτο τοῦ θυσιαστηρίου ὁ Ἰσαὰκ, τῷ πατρὶ ἐπὶ γόνο ὀκλάσας, περιηγμένας τε ἔχων εἰς τουπίσω τὰς χεῖρας, κατόπιν τοῦ Ἀβραὰμ τὴν ἀγκύλην πατοῦντας. Εἶτα τῇ μιᾷ χειρὶ τὴν κόμην πρὸς ἑαυτὸν τοῦ παιδὸς ἀνακλάσας, ἐπικύπτει πρὸς αὐτὸν, καὶ βλέπει τὸ πρόσωπον τοῦ Ἰσαὰκ πρὸς αὐτὸν ἐλεεινώς βλέποντα, καὶ τὴν πληγὴν μένοντα κ· καθωπλισμένην ἔχων τῷ ξίφει τὴν δεξιάν κατευθύνει τὴν σφαγήν, ἅπτεται τοῦ σώματος ἤδη πρὸς φάρυγγι ἡ ἀκμὴ τοῦ ξίφους· ἦν ὠθῆσαι τὴν μάχαιραν κατὰ τῶν σπλάγχνων αὐτοῦ, καὶ τότε δὴ θεόθεν ἡ φωνὴ ἐγίνετο, τὴν ὀργὴν ἐπέχουσα, καὶ τὸ ἔργον κωλύουσα· Ἀβραὰμ γὰρ, Ἀβραὰμ, μὴ ἐπιβάλης, φησί, τὴν χεῖρα τῷ Ἰσαάκ, μηδέ τι κακόν πράξης εἰς τὸν σὸν υἱόν. Νῦν γὰρ ἔγνων ἀληθῶς, ὅτι φοβῇ τὸν θεὸν, καὶ οὐκ ἐξείσω δι' ἐμὲ τοῦ σοῦ ἀγαπητοί. Ἰδοὺ κριὸς δέδεται ἐν τῷ φυτῷ τοῦ Σαβέκ· λάβε καὶ ἀνένεγκε αὐτὸν ἀντὶ τοῦ Ἰσαάκ, φησίν, όπως πληροφορηθῇς ὅτι προσεδεξάμην ἐγὼ τὴν θυσίαν, τὴν θερμήν προαίρεσιν. Εθαύμασαν ἄγγελοι, ἀρχαὶ καὶ ἐξουσίας, θρόνοι, κυριότητες, καὶ πᾶσαι αἱ στρατιαί· ἐξέστησαν οὐρανοί, ἥλιος καὶ σελήνη, καὶ ἀστέρων χορεῖαι ἐπὶ [] τῷ παραδόξῳ θεάματι· ὁ δὲ θεὸς ἠρκέσθη μόνη τη προαιρέσει του πιστοτάτου ὄντως καὶ ὁσίου Αβραάμ, καὶ ἔφησε πρὸς αὐτόν· Εὐλογῶν εὐλογήσω, καὶ πλη θύνων πληθυνῶ τὸ σπέρμα σου ἐπὶ τῆς γῆς ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἐπειδὴ ὑπήκουσας τῆς φωνῆς μου προθύμως, καὶ ἔσπευσας πληρῶσαι τὸ πρόσταγμα τὸ ἐμόν. Καὶ ἔδωκεν ὁ Θεὸς πρόβατον ἐκ τῆς πέτρας ἀντὶ τοῦ παιδαρίου τελέσαι την θυσίαν. Οὐ γὰρ ἡδεται Θεὸς ἐπὶ νεκρᾷ θυσίᾳ διὰ κνίσσης καὶ καπνού προσαγομένη αὐτῷ, ἀλλὰ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ἐπιζητεί παρ' ἡμῶν, καθὼς ὁ ἀπόστολος παραινεῖ πᾶσι, σαφῶς ἐπιστάμενος τοῦτο εὐάρεστον Θεῷ. Οὐ γὰρ θέλων ὁ Θεὸς παιδοκτόνον ποιῆσαι τὸν Αβραάμ, ἔλεγεν ἀνενεγκεῖν τὸν υἱὸν, ἀλλ' ίνα δείξῃ πάσι τοῖς τὸν κόσμον οἰκοῦσιν, ὅτι σφόδρα ἠγάπα τὸν θεὸν ὁ ᾿Αβραάμ, ὅτι οὐκ ἐφείσατο δι' αὐτὸν τοῦ Ἰσαάκ, καίτοι μονογενές ἔχων τὸ παιδάριον. Διὸ καὶ μυστήριον υπέ δειξεν ὁ Θεὸς ὡς φίλῳ τῷ Ἀβραὰμ μέγα καὶ παρά δοξον. Διὰ γὰρ τῆς θυσίας ἱερεὺς ἐγένετο, ἐν δὲ τῷ τύπο αὐτὸν προφήτην ἐποίησε· καὶ ἐγνώρισεν αὐτῷ ὁ Θεὸς ὁ ὕψιστος, ὅτι μέλλει καὶ αὐτὸς τὸν μονογενῆ Υἱὸν διδόναι ὑπὲρ τοῦ κόσμου, ἵνα σώσῃ ἐκ τῆς πλάνης τὸ γένος τῶν ἀνθρώπων Θεὸς ἐνανθρωπήσας. Τοῦτο γὰρ ἐσήμαινεν, ἀντὶ Ἰσαὰκ δεδωκώς πρόβατον ἐκ τοῦ Σαβὲκ γενέσθαι εἰς θυσίαν. Ἐπειδὴ γὰρ ἔμελλον οἱ δύσπιστοι άνθρωποι ἀπιστεῖν τῷ τοκετῷ τῆς ἁγίας Παρθένου, τὸ πῶς ἂν ἡδύνατο δίχα κοίτης ἀνδρικῆς κυοφορῆσαι υἱόν, ὡς ἀμή χανον όν. διὰ τοῦτο ἐκ πέτρας παρήγαγε τὸν κριόν, ἵνα τὸ παράδοξον ἐκ τούτου πιστώσηται, ότιπερ βουλήματι τῆς αὐτοῦ θεότητος πᾶν τὸ προσταττόμενον ευθέως ὑφί σταται. ὡς οὖν ἐκεῖ ὁ λόγος πρόβατον ὑπέστησεν, οὗ ἕως ἐν τῇ παρθένῳ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ὥστερ τὸ πρόβατον ἐν τῷ φυτῷ ἐδέθη, οὕτως ὁ Μονογενής ἐν σταυρῷ καθηλώθη. Διὰ τοῦτο ἐβόα ὁ Ἡσαΐας λέγων· Ὡς πρόβατον ἤχθη ἐπὶ σφαγὴν ἄφωνος. Πάλιν δὲ ὁ Κύ ριος Ἰουδαίοις ἔλεγεν ᾿Αβραὰμ ἐπεθύμει τὴν ἡμέραν μου ἰδεῖν, καὶ εἶδε καὶ ἐχάρη, τὴν του πάθους δηλαδή ἐν τῷ τύπῳ Ἰσαάκ, ἐν ὄρει τῷ ἁγίῳ. Εὐλογητὸς θεὸς ὁ προτυπώσας ἡμῖν πάντα πρὸς σωτηρίαν ἐν ταῖς ἀγίαις Γραφαῖς, καὶ ἐλθὼν ἐπλήρωσε τους λόγους τῶν προφητῶν, καὶ ἀνῆλθεν ἐν δόξῃ πρὸς τὸν αὐτοῦ Πατέρα, ἵνα ἐν παντὶ τόπῳ προσκυνῶμεν τῷ Πατρὶ σὺν Υἱῷ καὶ τῷ Πνεύματι, εἰς τοὺς αἰῶνας. Αμήν. τῶν ὁ ἐναργώς μοι τ. τ. υ. δ. ἀζ. τῆς ἱστορίας ταύτης σ. κ. βλέποντος... μένοντος. [] Εἰς τὸ μὴ πλησιάζειν θεάτροις, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο, καὶ εἰς τὸν ᾿Αβραάμ. σ'. Πολλοὺς οἶμαι των πρώην καταλιπόντων ἡμᾶς καὶ πρὸς τὰ θέατρα της παρανομίας αὐτομολησάντων παρεί και τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκώς, ἀλλ᾽ ἵνα διορθωθέντες επανέλθωσι πάλιν. Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσι, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσία ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης καὶ τιμῆς ἐπὶ τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο καὶ ποιμένες ποιοῦσι· τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα ἀποθέμενα τὴν ἀρρωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ υγιαίνοντα επανέλθῃ πάλιν, καὶ μὴ νοσούντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀρρωστίας ἐκείνης. Διά του τούτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ᾽ εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρίναι δυνάμεθα, δ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος, πείσει ῥᾳδίως εκόντας αυτούς ὑπεξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν παρέχων τὴν γνώμην· ὡς ὁ μετά πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τας ἐλπίδας· καν γὰρ θέλωσι δια τώσασθαι τὰ παραπτώματα,
Boisius proponit b Congruenter diceretur
Page scan enlarged

Notebook

Full View