Diplomatic text · scholarios OCR (cleaned, language-split) — vision transcription pending — PG column chips mark the printed columns.
PG 56:553αναπαυσώμεθα, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Εἰς τὸ ῥητὸν τοῦ Ἀβραὰμ τὸ λέγον, «Θὲς τὴν χεῖρά [] σου ὑπὸ τὸν μηρόν μου, καὶ εἰς διαφόρους μάρτυρας. σ. Εθαύμασα μεθ' ὑμῶν, ὦ φιλόχριστοι, τα νέα ευαγ γελικῆς χάριτος διὰ τῆς Παλαιᾶς Διαθήκης κηρυττόμενα ἐφωτίσθην μεθ' ὑμῶν τὴν διάνοιαν, θεασάμενος τὸν ἀπο στολικὸν χαρακτῆρα ἐν ταῖς προφητικαῖς φωναῖς ἐκλάμποντα. Ομολογῶ τὸ κέρδος, ἵνα δέξωμαι τὸν μισθόν. Εἶδον ξένα μυστήρια τῆς Παλαιᾶς κηρυττόμενα· τὸν Αβραὰμ ὁρκοῦντα κατὰ τοῦ μηροῦ, καὶ μηρὸν μὲν προ βαλλόμενον, τὸν δὲ ποιητὴν οὐρανοῦ καὶ γῆς ἐπιμαρτυ ρούμενον τῷ λόγῳ. Θες γάρ, φησί, τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ὅμοσόν μοι τὸν Θεὸν τὸν ποιή σαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ανακύπτει γὰρ ζή τημα. Εἰ γὰρ διὰ τὸ σπέρμα εἴρηται τὸ μέλλον ἐκ τῶν μηρῶν Ἰακὼς ἀνθεῖν, κατὰ τὸν οὐκ ἐκλείψει ἄρχων Ιούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μερῶν αὐτοῦ, πως οὖν κατὰ τοῦ Σωτῆρος εὑρεθήσεται ὁ ὅρκος; Ἐπειδὴ ὁ Ἰσαὰκ τεχθεὶς ἦν ἤδη, καὶ τὸ σπέρμα προεληλύθει, καὶ ὅτε ὁ ὅρκος ἐγένετο, οὐκ ἦν ἐλπὶς τοῦ σπέρματος ἐν τῷ μηρῷ ᾿Αβραάμ. ᾿Αβραὰμ γὰρ εἶχεν ἐν ἑαυτῷ τὸ σπέρμα τὸ σωτήριον, περὶ οὗ φησιν ὁ Παῦλος· Εἴρηται τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἀναλογιζόμενος τὸ γράμμα καὶ ἑρμηνεύων φησὶν ἐν τῇ πρὸς Γαλάτας Οὐκ εἴρηται, Τοῖς σπέρμασι σου, ὡς ἐπὶ πολλῶν, ἀλλὰ ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὃς ἐστι Χριστός. Αποδέδεικται τοίνυν ὅτι σπέρμα ᾽Αβραὰμ ὁ Χριστὸς κατὰ σάρκα· καὶ εἰκότως ὅρκος ἐγένετο κατὰ τοῦ σπέρματος. ᾿Αλλὰ τὸ ζητούμενον, πῶς ὤμους κατά τοῦ μηρού, ὡς ἤδη τοῦ σωτηρίου ἄνθους προελθόντος. ᾿Αλλ' ἐπειδὴ ἅπαξ αὐτὸ τὸ μέλος ὄργανον ἐγένετο, καὶ ᾤκησέ ποτε ἐκεῖ τὸ θεῖον σπέρμα, ὡς ἐν ναῷ ὀμνύει. Ο δὲ κατὰ τοῦ ναοῦ ὀμνύων, κατὰ τοῦ ἐνοικήσαντος ὀμνύει. Τίς ὁ τούτῳ μαρτυρῶν τῷ λόγῳ; Αὐτὸς ὁ Σωτὴρ ἡμῶν λέγει τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, Φαρισαῖοι μωροί καὶ τυφλοί, ὅτι λέγετε, Ἐάν τις ὁμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ἐὰν δέ τις ὀμόσῃ εἰς τὸν χρυσὸν τοῦ ναοῦ, ὀφείλει. Καὶ τί εὐθέως; Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων, ο χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυ σόν; Διὸ λέγω ὑμῖν· ὁ ὁμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν τῷ οἰκήσαντι ἐν αὐτῷ. Ὥσπερ γὰρ οἶκος βασιλικός, ἐπειδὰν ἀπαξ δέξηται βασιλέα, κἂν δεύτερον, κἂν τρίτον, κἂν ἀποστῇ ὁ βασιλεὺς τῶν οἰκουμένων, ὁ τόπος ἅπαξ ἀφιέρωται τῷ δέξασθαί ποτε βασιλέα· οὕτω καὶ τὰ μέλη τοῦ πατριάρχου, τῷ ἄπαξ όργανα γενέσθαι τῆς μελλούσης οικονομίας, ναὸς ἦν τῆς ἐπηγγελμένης ευεργεσίας. Καὶ οὐκ ἄδικος ὁ ὅρκος, ἀλλὰ ἀληθινὴ ἡ μαρτυρία, Όμνυσι τοίνυν κατὰ τοῦ σπέρματος, καὶ ἑρμηνεύει τι τὸ σπέρμα· θὲς γὰρ τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ὅρκωσαι Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Οὐκοῦν ὁ Σωτὴρ ἡμῶν Θεὸς οὐρανοῦ καὶ γῆς. Διὰ τοῦτο καὶ ἐν τῷ Ζαχαρία τῷ προφήτῃ, ὅτε διάφοροι ἀπεστάλησαν ὀπτασίαι καὶ ὤφθησαν τῷ ἁγίῳ, ἐγένετο ἔν τι τοῦτο εἰς ὀπτασίας μέρος· Καὶ ἀνέβλεψα, φησί, τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον· καὶ ἰδοὺ λυχνία χρυ σῆ ὅλη, καὶ ἑπτὰ λύχνοι ἐπάνω τῆς λυχνίας, καὶ ἑπτὰ ἐπαρυστρίδες των λύχνων, καὶ ἑπτὰ λαμπάδες, καὶ ἐκ δεξιῶν τῆς λυχνίας, καὶ ἐξ εὐωνύμων δύο κλάδοι ἐλαιῶν. Καὶ εἶπον τῷ ἀγγέλῳ τῷ λαλοῦντί μοι· Κύριε, τί ἐστι ταῦτα; Ἐπειδὴ ὄψις ἦν, ἄλλα δει χνύουσα, καὶ ἄλλα εἰς ἑρμηνείαν παράγουσα, καὶ οὐκ αὐτὰ ἦν τὰ φαινόμενα ἑαυτῶν σημαντικά, ἀλλ᾽ ἑτέρων ὑποδεικτικά, ἐρωτᾷ ὁ Προφήτης, Κύριε, τί ἐστι ταῦτα; Εἰ τὸ φαινόμενον ἠρώτα, κακῶς πρώτα. Οὐκ οἶδας τί λυχνία, καὶ τί ἐλαία, ᾿Αλλὰ ζητεῖ ὁ Προφήτης οὐ τὰ φαι. νόμενα, ἀλλὰ τὰ θεωρούμενα. Τι ἐστι ταῦτα; Καὶ ὁ ἄγγελος, Οὐκ ἐπιγινώσκεις τί ἐστι ταῦτα; Οὐχὶ, κύ ριε. Εὐγνωμόνως ὁμολογεῖ τὴν ἀμάθειαν, καὶ παιδεύεται [] παρὰ τῆς ἀληθείας. Αδελφὸς καὶ οὗτος τοῦ εὐνούχου τοῦ ἀκούοντος παρὰ Φιλίππου· Άρα γινώσκεις & ἀναγινώσκεις; Ὁ δὲ εὐγνωμόνως, Πῶς γὰρ, ἐὰν μὴ τις οδηγήσῃ με; Οὐ γινώσκεις τί ἐστι ταῦτα; Ὁ δὲ φησιν, οὐχὶ, κύριε. Τίνες εἰσὶν οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου; Οὗτοί εἰσι, λέγει, τὰς ἐλαίας ἑρμηνεύων· ἑρμηνεύει σὺν ταῖς ἐλαίαις καὶ τὴν λυχνίαν τί ἐστι. Πρόσεχε ἀκριβῶς. Η λυχνία ἑστήκει, οι κλάδοι παρεστήκεισαν τῇ λυχνία ὁ δὲ ἄγγελος ἐρμηνεύων οὐ δείκνυσι τὰς ἐλαίας λυχνίς παρεστώσας, ἀλλὰ Θεῷ, ὡς εἶναι τὴν λυχνίαν τύπον Θεοῦ, μᾶλλον δὲ τοῦ Σωτῆρος ἡμῶν, καὶ τῆς ἐνσάρχου αὐτοῦ οἰκονομίας. Οὐ γινώσκεις τί ἐστι ταῦτα; Οὐχὶ, κύριε. Λέγει· Οὗτοι οἱ κλάδοι οἱ δύο εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος, οι παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς, οὐ τῇ λυχνές, κατὰ τὸ φαινόμενον, ἀλλὰ τῷ Κυρίῳ πάσης τῆς γῆς. Επτάφωτον εἰσάγει λυχνίαν διὰ τὴν τοῦ Κυρίου ενσαρκον οἰκονομίαν. Λυχνία γὰρ ἦν ἀληθῆς ἡ σὰρξ ἡ δεσποτικὴ, ἡ τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις ἑπταπλασίονι χάριτι δείξασα. Εξελεύσεται γὰρ ῥάβδος, φησὶν Ησαΐας, ἐκ τῆς ῥίζης Ιεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα Θεοῦ. Ποιον; Τὸ πολυμερές ταῖς ἐνεμ γείαις, καὶ πολὺ τῇ φύσει. Επαναπαύσεται Πνεῦμα Θεοῦ. Ἐνταῦθα την ουσίαν ἑρμηνεύει, αὐτὸ τὸ Πνεῦμα
Circa hanc homiliam hoc judicium affert Savilius: «Stylus concisus, spinosa disputatio liberum illud Chrysostomianæ eloquutionis flumen non sapiunt. Utcumque certe eruditum est opus, et antiquitatem sapit. › Dupinius opinatur esse Severiani Gabalorum episcopi: si quid vero id suadere posset, frequentes sunt illæ contra Anomœos et Arianos velitationes. Sed cum sive Antiochiæ, sive Constantinopoli, disce– plationes illæ tum ferverent, tam potuit alius, quam Severianus, hasce disputationes aggredi. Supra vidi
Continue reading PG 56: In illud Abrahae dictum, pone manum tuam sub femur meum (Gen 24.2) →≣ entire volume