PG 57John Chrysostom
Commentary on Saint Matthew (Homilies 1-44)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Homily XVIIIHomilia XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:265οὕτω χαλεπὴν ἔδωκε δίκην, τίνα ἕξομεν συγγνώμην ἡμεῖς, καὶ τῆς τυραννίδος ἐκείνης ἀπηλλαγμένοι, καὶ κολακείᾳ τὸ πᾶν διαφθείροντες; Ἵν’ οὖν μὴ καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς προσαπολέσητε, πείσθητε, παρακαλῶ, καὶ μυρίους ἐξεταστὰς καὶ λογιστὰς ἑαυ-τοῖς καταστήσαντες, ἀπαλλάγητε τῆς τῶν ὅρκων

Homilia XXXII

PG 57:266συνηθείας, ἵνα ὁδῷ προβαίνοντες ἐντεῦθεν, καὶ τὴν ἄλλην ἀρετὴν μετ’ εὐκολίας κατορθώσητε πάσης, καὶ τῶν μελλόντων ἀπολαύσητε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:265ΟΜΙΛΙΑ ΙΗ. Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. α. Ὁρᾷς ὅτι οὐ περὶ ὀφθαλμοῦ τὰ πρότερα ἔλεγεν, ἡνίκα ἐνομοθέτει ὀφθαλμὸν ἐκκόπτειν τὸν σκανδα-λίζοντα, ἀλλὰ περὶ τοῦ διὰ φιλίας βλάπτοντος ἡμᾶς,
καὶ εἰς τὸ τῆς ἀπωλείας ἐμβάλλοντος βάραθρον; Ὁ γὰρ τοσαύτην ἐνταῦθα ποιούμενος τὴν ὑπερβολὴν, καὶ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέ-πων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἂν τὸν ἑαυτοῦ ἐκκό-πτειν ἐνομοθέτησεν; Εἰ δέ τις τοῦ παλαιοῦ κατηγο-ρεῖ νόμου, διὰ τὸ κελεύειν οὕτως ἀμύνεσθαι, σφό-δρα μοι δοκεῖ σοφίας νομοθέτῃ πρεπούσης ἄπειρος εἶναι, καὶ καιρῶν δύναμιν ἀγνοεῖν, καὶ συγκαταβά-σεως κέρδος. Ἂν γὰρ ἐννοήσῃ τίνες ἦσαν οἱ ταῦτα ἀκούοντες, καὶ πῶς διακείμενοι, καὶ πότε τὴν νομοθεσίαν ἐδέξαντο ταύτην, σφόδρα ἀποδέξεται τοῦ νομοθέτου τὴν σοφίαν, καὶ ὄψεται ὅτι εἷς καὶ ὁ αὐ-τὸς ὁ ἐκεῖνα καὶ ταῦτα νομοθετήσας ἐστὶ, καὶ σφόδρα χρησίμως ἑκάτερα καὶ μετὰ τοῦ προσήκοντος γράψας καιροῦ. Καὶ γὰρ εἰ παρὰ τὴν ἀρχὴν τὰ ὑψηλὰ ταῦτα καὶ ὑπέρογκα εἰσήγαγε παραγγέλματα, οὔτ’ ἂν ταῦτα ἐδέξατο, οὔτε ἐκεῖνα· νυνὶ δὲ ἐν καιρῷ τῷ προσήκοντι ἑκάτερα διαθεὶς, τὴν οἰκουμένην δι’ ἀμ-φοτέρων κατώρθωσεν ἅπασαν. Ἄλλως δὲ καὶ τοῦτο ἐκέλευσεν, οὐχ ἵνα τοὺς ἀλλήλων ἐκκόπτωμεν ὀφθαλ-μοὺς, ἀλλ’ ἵνα παρ’ ἑαυτοῖς τὰς χεῖρας κατέχωμεν. Ἡ γὰρ ἀπειλὴ τοῦ παθεῖν τὴν ἐπὶ τὸ δρᾶσαι ὁρμὴν διεκώλυσε. Καὶ οὕτω δὴ πολλὴν ἠρέμα ὑποσπείρει τὴν φιλοσοφίαν, ὅπου γε παθόντα τοῖς ἴσοις ἀμύνε-σθαι κελεύει· καίτοιγε μείζονος κολάσεως ἄξιος ἦν ὁ τῆς παρανομίας ταύτης κατάρξας, καὶ τοῦτο ὁ τοῦ δικαίου λόγος ἀπαιτεῖ. Ἀλλ’ ἐπειδὴ καὶ φιλανθρω-πίαν ἐβούλετο κεράσαι τῷ δικαίῳ, τὸν μείζονα πλημ-μελήσαντα ἐλάττονι τῆς ἀξίας καταδικάζει τιμωρίᾳ, παιδεύων καὶ ἐν τῷ πάσχειν πολλὴν ἐπιδείκνυσθαι τὴν ἐπιείκειαν. Εἰπὼν τοίνυν τὸν παλαιὸν νόμον, καὶ ἀναγνοὺς αὐτὸν ἅπαντα, δείκνυσι πάλιν οὐ τὸν ἀδελ-φὸν ὄντα τὸν ταῦτα ἐργασάμενον, ἀλλὰ τὸν πονηρόν. Διὰ τοῦτο καὶ ἐπήγαγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. Οὐκ εἶπε, Μὴ ἀντιστῆναι τῷ ἀδελφῷ, ἀλλὰ, Τῷ πονηρῷ· δεικνὺς ὅτι ἐκείνου κινοῦντος ταῦτα τολμᾶται, καὶ ταύτῃ τὸ πολὺ τῆς ὀργῆς τῆς πρὸς τὸν πεποιηκότα χαλῶν καὶ ὑποτε-μνόμενος, τῷ τὴν αἰτίαν ἐφ’ ἕτερον μεταθεῖ-ναι. Τί οὖν; οὐ χρὴ ἡμᾶς ἀνθίστασθαι τῷ πονηρῷ· φησί. Δεῖ μὲν, οὐ τούτῳ δὲ τῷ τρόπῳ· ἀλλ’ ὡς αὐ-τὸς ἐπέταξε, τῷ παρέχειν ἑαυτὸν πάσχειν κακῶς· οὕτω γὰρ αὐτοῦ περιέσῃ. Οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδατι πῦρ. Ἵνα δὲ μάθῃς ὅτι καὶ ἐν τῷ πα-λαιῷ νόμῳ ὁ παθὼν κρατεῖ μᾶλλον, καὶ οὗτός ἐστιν ὁ στεφανούμενος, ἐξέτασον αὐτὸ τὸ γινόμενον, καὶ ὄψει πολλὴν αὐτοῦ τὴν προεδρίαν οὖσαν. Ὁ μὲν γὰρ ἄρ-
PG 57:266ξας χειρῶν ἀδίκων ἀμφοτέρους αὐτὸς ἔσται ἀν-ῃρηκὼς τοὺς ὀφθαλμοὺς, καὶ τὸν τοῦ πλησίον, καὶ τὸν αὐτοῦ. Διὸ καὶ μισεῖται παρὰ πάντων δικαίως, καὶ μυρίαις βάλλεται κατηγορίαις. Ὁ δὲ ἠδικημέ-νος, καὶ μετὰ τὸ τοῖς ἴσοις ἀμύνεσθαι. οὐδὲν ἔσται δεινὸν πεποιηκώς. Διὸ καὶ πολλοὺς ἔχει τοὺς συναλ-γοῦντας, ἅτε καθαρὸς ὢν, καὶ μετὰ τὸ ποιῆσαι, ταύτης τῆς πλημμελείας Καὶ τὰ μὲν τῆς συμφορᾶς ἴσα ἀμφοτέροις· τὰ δὲ τῆς δόξης οὐκ ἴσα, οὔτε παρὰ Θεῷ, οὔτε παρὰ ἀνθρώποις. Διόπερ λοιπὸν οὐδὲ τὰ τῆς συμφορᾶς ἴσα. Ἀρχόμενος μὲν οὖν ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, καὶ ὁ μωρὸν καλῶν, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός· ἐνταῦθα δὲ καὶ πλείονα ἀπαιτεῖ φιλοσο-φίαν, οὐ μόνον κελεύων ἡσυχάζειν τὸν πάσχοντα κακῶς, ἀλλὰ καὶ ἀντιφιλοτιμεῖσθαι μειζόνως, τὴν ἑτέραν παρέχοντα σιαγόνα. Τοῦτο δὲ λέγει, οὐ περὶ τῆς τοιαύτης πληγῆς νομοθετῶν μόνον. ἀλλὰ καὶ τὴν ἐν ἅπασι τοῖς ἄλλοις ἀνεξικακίαν παιδεύων ἡμᾶς. β. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μωρὸν, ἔνοχος ἔσται τῇ γεέννῃ. οὐ περὶ τοῦ ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ λοιδορίας ἁπάσης· οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι φέρωμεν γενναίως, νομοθετεῖ, ἀλλ’ ἵνα καὶ πᾶν ὁτιοῦν πάσχοντες μὴ θορυβώμεθα. Διὰ τοῦτο κἀκεῖ τὴν ἐσχάτην ὕβριν ἐπελέξατο, καὶ ἐνταῦθα τὴν μάλιστα δοκοῦσαν εἶναι πληγὴν ἐπονείδιστον, τὴν ἐπὶ σιαγόνος, καὶ πολλὴν ἔχουσαν τὴν ὕβριν τέθει-κε. Κελεύει δὲ τοῦτο, ὑπέρ τε τοῦ πλήττοντος, ὑπέρ τε τοῦ πληττομένου τὸν λόγον ποιούμενος. Ὅ τε γὰρ ὑβρισμένος, οὐδὲν ἡγήσεται πάσχειν δεινὸν, οὕτω παρεσκευασμένος φιλοσοφεῖν (οὐδὲ γὰρ τῆς ὕβρεως αἴσθησιν λήψεται, ἅτε ἀγωνιζόμενος μᾶλλον ἢ τυπτό-μενος)· ὅ τε ἐπηρεάζων καταισχυνθεὶς οὐκέτι δευ-τέραν ἐπάξει πληγὴν, κἂν θηρίου παντὸς χαλεπώτε-ρος ᾖ, ἀλλὰ καὶ ἐπὶ τῇ προτέρᾳ σφόδρα ἑαυτοῦ κατα-γνώσεται. Οὐδὲν γὰρ οὕτω κατέχει τοὺς ἀδικοῦντας, ὡς τὸ φέρειν τοὺς ἀδικουμένους ἐπιεικῶς τὰ γινό-μενα· οὐ κατέχει δὲ μόνον τῆς προσωτέρω ῥύμης, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι μετανοῆσαι παρασκευάζει, καὶ θαυμάζοντας τὴν ἐπιείκειαν ἀναχωρεῖν, καὶ οἰκειοτέρους καθίστησι, καὶ δούλους, οὐχὶ φίλους μό-νον, ἀντὶ ἐχθρῶν καὶ πολεμίων ποιεῖ· ὥσπερ οὖν τὸ ἀμύνεσθαι, τὰ ἐναντία ἅπαντα· ἀμφοτέρους τε γὰρ καταισχύνει καὶ χείρους κατασκευάζει, καὶ τὴν ὀργὴν εἰς μείζονα ἀνάγει φλόγα· καὶ πολλάκις καὶ εἰς θάνατον καταστρέφει περαιτέρω τὸ δεινὸν προ-βαῖνον. Διὰ τοῦτο οὐ μόνον ῥαπιζόμενον ἐκέλευσε μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἐμπιπλᾷν αὐτοῦ τὴν ἐπιθυμίαν ἐπέταξεν, ἵνα μηδὲ τὸ πρότερον δόξῃς ἄκων ὑπομε-μενηκέναι. Οὕτω γὰρ καὶ ἀναίσχυντον ὄντα καιρίᾳ δυνήσῃ πλῆξαι πληγῇ μᾶλλον, ἢ εἰ τῇ χειρὶ ἔπληξας, καὶ ἀναισχυντότερον ὄντα ἐπιεικέστερον ποιήσεις. Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λα-βεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Οὐδὲ γὰρ ἐπὶ πλη-γῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι. Διὸ πάλιν τὴν αὐ-
PG 57:267τὴν τίθησιν ὑπερβολήν. Ὥσπερ γὰρ ἐκεῖ κελεύει νι-κᾶν ἐν τῷ πάσχειν, οὕτω καὶ ἐνταῦθα τῷ ἀφαιρεῖσθαι πλείονα ὧν ὁ πλεονεκτῶν προσεδόκησε. Πλὴν οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλὰ μετὰ προσθήκης. Οὐ γὰρ εἶπε, Δὸς τῷ αἰτοῦντι τὸ ἱμάτιον, ἀλλὰ, Τῷ θέλοντί σοι κριθῆναι· τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ καὶ πράγματά σοι παρέχῃ. Καὶ ὥσπερ εἰπὼν μὴ κα-λεῖν μωρὸν, μηδὲ ὀργίζεσθαι εἰκῆ, προϊὼν πλέον ἀπῄτησεν, ἡνίκα ἐκέλευσε καὶ τὴν δεξιὰν σιαγόνα παρέχειν· οὕτω καὶ ἐνταῦθα, εἰπὼν εὐνοεῖν τῷ ἀν-τιδίκῳ, πάλιν ἐπιτείνει τὸ ἐπίταγμα. Οὐ γὰρ δὴ μό-νον ἃ βούλεται λαβεῖν κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν. Τί οὖν; γυμνὸς μέλλω πε-ριιέναι; φησίν. Οὐκ ἂν ἦμεν γυμνοὶ, εἰ τούτοις ἐπει-θόμεθα μετὰ ἀκριβείας· ἀλλὰ καὶ πολλῷ πλείονα ἁπάντων ἂν ἦμεν περιβεβλημένοι. Πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω διακειμένοις ἐπέθετο· δεύτερον δὲ, εἰ καὶ ἔτυχέ τις οὕτως ἄγριος καὶ ἀνήμερος, ὡς καὶ μέχρι τοσούτου προελθεῖν, ἀλλὰ πολλῷ πλείους ἂν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα οὐχ ἱματίοις μό-νον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες. γ. Εἰ δὲ καὶ ἐχρῆν γυμνὸν περιιέναι διὰ τοιαύτην φιλοσοφίαν, οὐδὲ οὕτως αἰσχρὸν ἦν. Ἐπεὶ καὶ ὁ Ἀδὰμ γυμνὸς ἦν ἐν τῷ παραδείσῳ, καὶ οὐκ ᾐσχύνετο· καὶ ὁ Ἡσαί̈ας γυμνὸς καὶ ἀνυπόδετος, καὶ πάντων Ἰου-δαίων λαμπρότερος ἦν· καὶ ὁ Ἰωσὴφ δὲ, ὅτε ἀπεδύ-σατο, τότε μάλιστα ἔλαμψεν. Οὐ γὰρ τὸ οὕτω γυ-μνοῦσθαι κακὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι, καθάπερ νῦν ἡμεῖς ἱματίοις πολυτελέσι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. Διά τοι τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπ-
ῄνεσε, τούτοις δὲ ἐγκαλεῖ, καὶ διὰ προφητῶν καὶ δι’ ἀποστόλων. Μὴ τοίνυν ἀδύνατα εἶναι νομίζωμεν τὰ ἐπιτάγματα. Καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν· καὶ τοσοῦτον ἔχει τὸ κέρδος, ὡς μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐκείνους τοὺς ἐπηρεάζοντας τὰ μέγιστα ὠφελεῖν. Καὶ τοῦτο μάλι-στα αὐτῶν ἐστι τὸ ἐξαίρετον, ὅτι πείθοντες ἡμᾶς πάσχειν κακῶς, διὰ τῶν αὐτῶν καὶ τοὺς ποιοῦντας διδάσκουσι φιλοσοφεῖν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἡγῆται μέγα τὸ τὰ ἑτέρων λαμβάνειν, σὺ δὲ αὐτῷ δεί-ξῃς, ὅτι σοι κοῦφον καὶ ἃ μὴ αἰτεῖ δοῦναι, καὶ ἀντίῤ-ῥοπον φιλοτιμίαν εἰσαγάγῃς τῆς ἐκείνου πτωχείας, καὶ φιλοσοφίαν τῆς ἐκείνου πλεονεξίας, ἐννόησον ὅσης ἀπολαύσεται διδασκαλίας, οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν παιδευόμενος καταφρονεῖν μὲν κα-κίας, ἐφίεσθαι δὲ ἀρετῆς. Οὐδὲ γὰρ ἑαυτοῖς χρησί-μους ἡμᾶς εἶναι βούλεται ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς πλησίον ἅπασιν. Ἂν μὲν οὖν δῷς, καὶ μὴ δικάσῃ, τὸ σαυτοῦ συμφέρον ἐζήτησας μόνον· ἂν δὲ προσδῷς καὶ ἕτερον, κἀκεῖνον βελτίω ποιήσας ἐξέπεμψας. Τοι-οῦτόν ἐστι τὸ ἅλας, ὅπερ αὐτοὺς εἶναι βούλεται· καὶ γὰρ ἑαυτὸ συγκροτεῖ, καὶ τὰ ἄλλα διακρατεῖ σώ-ματα, οἷς ἂν ὁμιλήσῃ· τοιοῦτόν ἐστι τὸ φῶς· καὶ γὰρ ἑαυτῷ καὶ τοῖς ἄλλοις φαίνει. Ἐπεὶ οὖν ἐν τάξει σε τούτων κατέστησε, ὠφέλησον καὶ τὸν ἐν σκότῳ καθήμενον, καὶ δίδαξον αὐτὸν, ὅτι οὐδὲ τὸ πρότερον βίᾳ ἔλαβε· πεῖσον ὅτι οὐκ ἐπηρέασεν. Οὕτω γὰρ καὶ αὑτὸς αἰδεσιμώτερος ἔσῃ καὶ σεμνότερος, ἐὰν δείξῃς ὅτι ἐχαρίσω, καὶ οὐχ ἡρπάγης. Ποίησον τοίνυν αὐτοῦ
PG 57:268τὴν ἁμαρτίαν διὰ τῆς σῆς ἐπιεικείας φιλοτιμίαν σήν. Εἰ δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον, καὶ ὄψει σαφῶς, ὅτι οὐδέπω πρὸς τὸ τέλειον ἀπήντηκας. Οὐδὲ γὰρ ἐνταῦθα ἵσταταί σοι ὁ τοὺς περὶ ἀνεξικα-κίας τιθεὶς νόμους, ἀλλὰ καὶ περαιτέρω πρόεισιν, οὕτω λέγων· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο. Εἶδες ὑπερβολὴν φιλοσοφίας; Μετὰ γοῦν τὸ δοῦναι τὸν χιτῶνα καὶ τὸ ἱμάτιον, οὐδὲ εἰ γυμνῷ τῷ σώματι χρῆσθαι βούλοιτο ὁ ἐχθρὸς πρὸς ταλαιπωρίας καὶ πόνους, οὐδὲ οὕτως αὐτὸν δεῖ κωλύειν, φησί. Πάντα γὰρ βούλεται κεκτῆσθαι ἡμᾶς κοινὰ, καὶ τὰ σώματα καὶ τὰ χρήματα, καὶ τοῖς δεομένοις καὶ τοῖς ὑβρίζουσι· τὸ μὲν γὰρ ἀνδρείας, τὸ δὲ φιλανθρωπίας ἐστί. Διὰ τοῦτο ἔλεγεν· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο· ἀνωτέρω σε ἀνάγων πάλιν, καὶ τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείκνυσθαι κελεύων. Εἰ γὰρ ἅπερ ἀρχόμενος ἔλε-γεν, ἐλάττονα ὄντα τούτων πολλῷ, τοσούτους ἔχει μακαρισμοὺς, ἐννόησον οἵα λῆξις τοὺς ταῦτα κατορ-θοῦντας ἀναμένει, καὶ τίνες καὶ πρὸ τῶν ἐπάθλων γίνονται, ἐν ἀνθρωπίνῳ σώματι καὶ παθητῷ ἀπάθειαν ἅπασαν κατορθοῦντες. Ὅταν γὰρ μήτε ὕβρεσι καὶ πληγαῖς, μήτε χρημάτων ἀφαιρέσει δάκνωνται, μήτε ἄλλῳ μηδενὶ εἴκωσι τοιούτῳ, ἀλλὰ καὶ ἐπιδαψιλεύων-ται τῷ πάθει μᾶλλον, σκόπησον οἵα αὐτοῖς κατα-σκευάζεται ἡ ψυχή. Διὰ δὴ τοῦτο ὅπερ ἐπὶ τῶν πλη-γῶν, ὅπερ ἐπὶ τῶν χρημάτων, τοῦτο καὶ ἐνταῦθα ἐκέλευσε ποιεῖν. Τί γὰρ λέγω, φησὶν, ὕβριν καὶ χρή-ματα; Κἂν αὐτῷ τῷ σώματί σου βούληται εἰς πόνον χρήσασθαι καὶ κάματον, καὶ τοῦτο ἀδίκως, πά-λιν νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκεί-νου. Τὸ γὰρ ἀγγαρεῦσαι τοῦτό ἐστι, τὸ ἀδίκως ἑλκύ-σαι, καὶ ἄνευ λόγου τινὸς, καὶ ἐπηρεάζοντα. Ἀλλ’ ὅμως καὶ πρὸς τοῦτο ἔσο παρατεταγμένος, ὥστε πλέον παθεῖν, ἢ ἐκεῖνος βούλεται ποιῆσαι. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ταῦτα ἐκείνων ἐλάττονα· ἀλλὰ μὴ θαυμάσῃς· τοῦτο γὰρ εἴωθεν ἀεὶ ποιεῖν, ἀναμιγνὺς τοῖς μεγάλοις τὰ μικρά. Εἰ δὲ ταῦτα μικρὰ πρὸς ἐκεῖνα, ἀκουέτωσαν οἱ τὰ ἑτέρων λαμβάνοντες, οἱ πόρναις τὰ ἑαυτῶν διανέμοντες, καὶ διπλῆν ἑαυτοῖς ἀνάπτοντες πυρὰν, καὶ διὰ τῆς προσόδου τῆς ἀδίκου, καὶ διὰ τῆς δαπάνης τῆς ὀλεθρίας. Δάνεισμα δὲ ἐν-ταῦθα οὐ τὸ μετὰ τῶν τόκων λέγει συμβόλαιον, ἀλλὰ τὴν χρῆσιν ἁπλῶς. Ἀλλαχοῦ δὲ αὐτὸ καὶ ἐπιτείνει, λέγων ἐκείνοις διδόναι, παρ’ ὧν οὐ προσδοκῶμεν ἀπο-λαμβάνειν. Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὐλο-γεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅρα τὴν κορω-νίδα τῶν ἀγαθῶν πῶς ἐπέθηκεν ἐσχάτην. Διὰ γὰρ τοῦτο παιδεύει, μὴ μόνον ῥαπιζόμενον φέρειν, ἀλλὰ καὶ παρέχειν τὴν δεξιὰν σιαγόνα, μηδὲ μόνον τῷ χι-τῶνι τὸ ἱμάτιον προστιθέναι, ἀλλὰ καὶ δύο συνοδεύειν μίλια τῷ ἓν ἀγγαρεύοντι, ἵνα τὸ πολλῷ πλέον τούτων
PG 57:269μετ’ εὐκολίας δέξῃ πάσης. Καὶ τί τούτων πλέον ἐστί; φησί. Τὸ τὸν ποιοῦντα ταῦτα μηδὲ ἐχθρὸν ἔχειν· μᾶλλον δὲ καὶ τούτου ἕτερόν τι πλέον. Οὐ γὰρ εἶπε, Μὴ μισήσῃς, ἀλλὰ, Ἀγάπησον· οὐκ εἶπε, Μὴ ἀδική-σῃς, ἀλλὰ, Καλῶς ποίησον. δ. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ τούτων αὐτῶν ἑτέραν ὄψεται προσθήκην πολλῷ μείζονα τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἐκέλευσεν ἀγαπᾷν, ἀλλὰ καὶ εὔχε-σθαι. Εἶδες ὅσους ἀνέβη βαθμοὺς, καὶ πῶς εἰς αὐτὴν ἡμᾶς τὴν κορυφὴν ἔστησε τῆς ἀρετῆς; Σκόπει δὲ ἄνωθεν ἀριθμῶν. Πρῶτός ἐστι βαθμὸς, μὴ ἄρχειν ἀδικίας· δεύτερος, μετὰ τὸ ἄρξασθαι, τοῖς ἴσοις ἀμύνασθαι· τρίτος, μὴ δρᾶσαι τὸν ἐπηρεάζοντα ταῦτα ἃ ἔπαθεν, ἀλλ’ ἡσυχάσαι· τέταρτος, τὸ καὶ παρασχεῖν ἑαυτὸν εἰς τὸ παθεῖν κακῶς· πέμπτος, τὸ καὶ πλέον παρασχεῖν ἢ ἐκεῖνος βούλεται ὁ ποιήσας· ἕκτος, τὸ μὴ μισῆσαι τὸν ταῦτα ἐργασάμενον· ἕβ-δομος, τὸ καὶ ἀγαπῆσαι· ὄγδοος, τὸ καὶ εὐεργετῆσαι· ἔννατος, τὸ καὶ τὸν Θεὸν ὑπὲρ αὐτοῦ παρακαλεῖν. Εἶδες ὕψος φιλοσοφίας; Διά τοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπ-αθλον ἔχει. Ἐπειδὴ γὰρ μέγα ἦν τὸ ἐπίταγμα, καὶ νεανικῆς δεόμενον ψυχῆς καὶ πολλῆς τῆς σπουδῆς, καὶ μισθὸν αὐτῷ τίθησι τοιοῦτον, οἷον οὐδενὶ τῶν προτέρων. Οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθά-περ ἐπὶ τῶν πράων· οὔτε παρακλήσεως καὶ ἐλέου, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων· οὔτε βασιλείας οὐρανῶν· ἀλλ’ ὃ πάντων τούτων ἦν φρικω-δέστερον, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός. Ὅπως γὰρ γένησθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Σὺ δέ μοι πα-ρατήρει, πῶς οὐδὲ ἐνταῦθα, οὐδὲ ἐν τοῖς ἔμπροσθεν Πατέρα ἑαυτοῦ καλεῖ· ἀλλ’ ἐκεῖ μὲν Θεὸν καὶ βασιλέα μέγαν, ὅτε περὶ τῶν ὅρκων διελέγετο· ἐνταῦθα δὲ Πατέρα αὐτῶν. Ποιεῖ δὲ τοῦτο, τῷ προσήκοντι καιρῷ τοὺς περὶ τούτων τηρῶν λόγους. Εἶτα καὶ προσάγων τὴν ὁμοιότητα, φησὶν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνα-τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ γὰρ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας. Καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν. Σὺ μὲν γὰρ παρὰ τοῦ ὁμοδούλου καταφρονῇ, ἐκεῖνος δὲ παρὰ τοῦ δούλου καὶ μυρία εὐεργετηθέντος· καὶ σὺ μὲν ῥήματα χαρίζῃ εὐχόμε-νος ὑπὲρ αὐτοῦ, αὐτὸς δὲ πράγματα πολὺ μεγάλα καὶ
θαυμαστὰ, τὸν ἥλιον ἀνάπτων, καὶ τοὺς ἐτησίους ὄμβρους διδούς. Ἀλλ’ ὅμως καὶ οὕτω δίδωμι ἴσον εἶναι, ὡς ἄνθρωπον ἐγχωρεῖ εἶναι. Μὴ τοίνυν μίσει τὸν ποιοῦντα κακῶς, τοιούτων ὄντα σοι πρόξενον ἀγα-θῶν, καὶ εἰς τοσαύτην ἄγοντά σε τιμήν· μὴ καταρῶ τῷ ἐπηρεάζοντι· ἐπεὶ τὸν μὲν πόνον ὑπέστης, τοῦ δὲ καρποῦ ἀπεστερήθης· καὶ τὴν μὲν ζημίαν οἴσεις, τὸν δὲ μισθὸν ἀπολεῖς· ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, τὸ χαλεπώτερον ὑπομείναντας, τὸ ἔλαττον τούτου μὴ φέρειν. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησί. Θεὸν ἰδὼν ἄνθρωπον γενόμενον, καὶ τοσοῦτον καταβάντα, καὶ τοσαῦτα παθόντα διὰ σὲ, ἐρωτᾷς ἔτι καὶ ἀμφιβάλλεις, πῶς δυνατὸν τοῖς ὁμοδούλοις ἀφεῖναι τὰς ἀδικίας; Οὐκ ἀκούεις αὐτοῦ ἐν τῷ σταυρῷ λέγοντος· Ἄφεσ
PG 57:270αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ὁ ἀναβὰς ἄνω καὶ καθήμε-νος ἐν δεξιᾷ ἐντυγχάνει ὑπὲρ ἡμῶν, Οὐχ ὁρᾷς ὅτι καὶ μετὰ τὸν σταυρὸν καὶ μετὰ τὴν ἀνάληψιν, τοῖς ἀνῃρηκόσιν Ἰουδαίοις ἔπεμπε τοὺς ἀποστόλους τὰ μυρία οἴσοντας ἀγαθὰ, καὶ ταῦτα μυρία μέλλοντας παρ’ αὐτῶν πάσχειν δεινά; Ἀλλὰ σὺ μεγάλα ἠδίκη-σαι; Καὶ τί τοιοῦτον πέπονθας, οἷον ὁ σὸς Δεσπότης, δεσμούμενος, μαστιζόμενος, ῥαπιζόμενος, παρὰ οἰκε-τῶν ἐμπτυόμενος, θάνατον ὑπομένων, καὶ θάνατον τὸν θανάτων ἁπάντων αἴσχιστον, μετὰ μυρίας εὐεργεσίας; Εἰ δὲ καὶ μεγάλα ἠδίκησαι, καὶ διὰ τοῦτο μάλιστα εὐεργέτησον, ἵνα καὶ σαυτῷ λαμπρότερον ποιήσῃς τὸν στέφανον, καὶ τὸν ἀδελφὸν τῆς ἐσχάτης ἀπαλλάξῃς ἀῤῥωστίας. Ἐπεὶ καὶ οἱ ἰατροὶ, ὅταν λακτίζωνται καὶ ὑβρίζωνται παρὰ τῶν μαινο-μένων, τότε μάλιστα αὐτοὺς ἐλεοῦσι, καὶ παρασκευά-ζονται πρὸς τὴν ἐκείνων διόρθωσιν, εἰδότες ὅτι τῆς ὑπερβολῆς τοῦ νοσήματος ἡ ὕβρις ἐστί. Καὶ σὺ τοίνυν ταύτην περὶ τῶν ἐπιβουλευόντων ἔχε τὴν γνώμην, καὶ οὕτω κέχρησο τοῖς ἀδικοῦσιν· ἐκεῖνοι γάρ εἰσι μάλιστα οἱ νοσοῦντες καὶ τὴν βίαν ὑπομένοντες ἅπα-σαν. Ἀπάλλαξον τοίνυν αὐτὸν τῆς χαλεπῆς ταύτης ἐπηρείας, καὶ δὸς ἀφεῖναι τὴν ὀργὴν, καὶ δαίμονος ἐλευθέρωσον χαλεποῦ, τοῦ θυμοῦ. Καὶ γὰρ δαιμονῶν-τας ἐὰν ἴδωμεν, δακρύομεν, οὐχὶ καὶ αὐτοὶ σπουδάζομεν δαιμονᾷν. Τοῦτο καὶ νῦν ποιῶμεν ἐπὶ τῶν ὀργιζομένων· καὶ γὰρ ἐκείνοις ἐοίκασιν οἱ θυμού-μενοι· μᾶλλον δὲ κἀκείνων εἰσὶν ἀθλιώτεροι, μετὰ αἰσθήσεως μαινόμενοι. Διὸ καὶ ἀσύγγνωστος αὐτῶν ἡ παραπληξία. ε. Μὴ τοίνυν ἐπέμβαινε κειμένῳ, ἀλλὰ καὶ ἐλέει Καὶ γὰρ ἂν ὑπὸ χολῆς ἐνοχλούμενον καὶ σκοτοδινιῶντα καὶ ἐμέσαι ἐπειγόμενον τὸν πονηρὸν τοῦτον χυμὸν ἴδωμεν, χεῖρα ὀρέγομεν, καὶ διαβαστάζομεν σπαρατ-τόμενον, κἂν τὸ ἱμάτιον μολύνωμεν, οὐκ ἐπιστρε-φόμεθα, ἀλλ’ ἓν μόνον ζητοῦμεν, ὅπως ἐκεῖνον ἀπαλλάξωμεν τῆς χαλεπῆς ταύτης στενοχωρίας Τοῦτο τοίνυν καὶ ἐπὶ τούτων ποιῶμεν, καὶ διαβαστά-ζωμεν ἐμοῦντας καὶ σπαραττομένους· μηδὲ πρότερον ἀφῶμεν, ἕως ἂν ἅπασαν ἀπόθηται τὴν πικρίαν. Καὶ τότε σοι χάριν εἴσεται μεγίστην· ἐπειδὰν παύσηται, τότε γνώσεται σαφῶς, ὅσης αὐτὸν ἀπήλλαξας ταρα-χῆς. Καὶ τί λέγω τὴν παρ’ ἐκείνου χάριν; Ὁ γὰρ Θεός σε εὐθέως στεφανώσει, καὶ μυρίοις ἀμείψεται καλοῖς, ὅτι σου τὸν ἀδελφὸν νοσήματος ἠλευθέρωσας χαλεποῦ· κἀκεῖνος δὲ ὡς Δεσπότην τιμήσει, διαπαν-τὸς αἰδούμενός σου τὴν ἐπιείκειαν. Οὐχ ὁρᾷς τὰς τι-κτούσας γυναῖκας, πῶς δάκνουσι τὰς παρεστώσας, καὶ οὐκ ἀλγοῦσιν ἐκεῖναι; μᾶλλον δὲ ἀλγοῦσι μὲν, φέρουσι δὲ γενναίως, καὶ συναλγοῦσι ταῖς ὀδυνωμέναις καὶ διακοπτομέναις ὑπὸ τῆς ὠδῖνος. Ταύτας καὶ σὺ ζήλωσον, καὶ μὴ γίνου μαλακώτερος γυναικῶν, Ἐπειδὰν γὰρ τέκωσιν αἱ γυναῖκες αὗται (γυναικῶν γάρ εἰσι μικροψυχότεροι), τότε σε τὸν ἄνδρα εἴσονται. Εἰ δὲ βαρέα τὰ ἐπιτάγματα, ἐννόησον ὅτι διὰ τοῦτο παρεγένετο ὁ Χριστὸς, ἵνα ταῦτα ἐν τῇ ἡμετέρᾳ κα-ταφυτεύσῃ διανοίᾳ, ἵνα καὶ ἐχθροῖς καὶ φίλοις χρη-σίμους κατασκευάσῃ. Διὰ τοῦτο καὶ ἑκατέρων τούτων
PG 57:271ἐπιμελεῖσθαι κελεύει· τῶν μὲν ἀδελφῶν, ἡνίκα ἂν λέγῃ, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου· τῶν δὲ ἐχθρῶν, ἐπειδὰν νομοθετῇ φιλεῖν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὐκ ἀπὸ τοῦ ὑποδείγματος τοῦ κατὰ τὸν Θεὸν ἐνάγει μόνον εἰς τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου. Ἐὰν γὰρ ἀγαπήσητε, φησὶ, τοὺς ἀγα-πῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἂν μὲν οὖν ταῦτα ποιῇς, μετὰ τοῦ Θεοῦ ἕστηκας· ἂν δὲ ἐγκαταλιμπά-νῃς αὐτὰ, μετὰ τῶν τελωνῶν. Εἶδες πῶς οὐ τοσοῦ-τον τῶν ἐντολῶν τὸ μέσον, ὅσον τῶν προσώπων τὸ διάφορον; Μὴ τοίνυν τοῦτο λογιζώμεθα, ὅτι δυσχερὲς τὸ ἐπίταγμα, ἀλλὰ καὶ τὸ ἔπαθλον ἐννοήσωμεν, καὶ λογισώμεθα τίνος ὅμοιοι γινόμεθα κατορθώσαντες, καὶ τίνος ἴσοι διαμαρτάνοντες. Τῷ μὲν οὖν ἀδελφῷ κελεύει καταλλάττεσθαι, καὶ μὴ πρότερον ἀφίστα-σθαι, ἕως ἂν τὴν ἔχθραν ἀνέλωμεν· ὅταν δὲ περὶ πάντων διαλέγηται, οὐκέτι ταύτῃ ἡμᾶς ὑποβάλλει τῇ ἀνάγκῃ, ἀλλὰ τὰ παρ’ ἡμῶν ἀπαιτεῖ μόνον, εὔκολον καὶ ταύτῃ ποιῶν τὸν νόμον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν· ἵνα μὴ διὰ ταῦτα αὐτὰ ἀηδῶς πρὸς αὐτοὺς ἔχωσι, κελεύει μὴ μόνον φέρειν ταῦτα ποιοῦντας, ἀλλὰ καὶ ἀγαπᾷν. Ὁρᾷς πῶς πρόῤῥιζον τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ σώματα, τὴν περὶ τὰ χρήματα, τὴν περὶ τὴν δόξαν, τὴν περὶ τὸν παρόντα βίον ἀναιρεῖ; Τοῦτο γὰρ ἐποίησε μὲν ἐξ ἀρχῆς, πολλῷ δὲ πλέον νῦν. Ὅ τε γὰρ πτωχὸς καὶ ὁ πρᾶος καὶ ὁ πενθῶν κενοῖ τὴν ὀργήν· ὅ τε δίκαιος καὶ ἐλεήμων κενοῖ τὴν τῶν χρημάτων ἐπιθυμίαν· ὁ καθαρὸς τὴν καρδίαν ἀπήλ-λακται ἐπιθυμίας πονηρᾶς· ὁ δεδιωγμένος καὶ φέρων τὰς ὕβρεις καὶ κακῶς ἀκούων, πᾶσαν ἀσκεῖ λοιπὸν τῶν παρόντων πραγμάτων ὑπεροψίαν, καὶ τύφου καὶ κενοδοξίας ἐστὶ καθαρός. Λύσας τοίνυν τῶν δεσμῶν τούτων τὸν ἀκροατὴν, καὶ εἰς τοὺς ἀγῶνας ἀλείψας, πάλιν ἑτέρως ἀνασπᾷ ταῦτα τὰ πάθη, καὶ μετὰ πλείο-νος τῆς ἀκριβείας. Ἀρξάμενος γὰρ ἀπὸ τῆς ὀργῆς, καὶ πάντοθεν ἐκκόψας τοῦ πάθους τούτου τὰ νεῦρα, καὶ εἰπὼν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ, καὶ ὁ μωρὸν καλῶν, καὶ ὁ ῥακὰ, κολαζέσθω· καὶ ὁ προσφέρων τὸ δῶρον μὴ πρότερον προσίτω τῇ τραπέζῃ, ἕως ἂν καταλύσῃ τὴν ἔχθραν· καὶ ὁ ἀντίδικον ἔχων, πρὶν ἢ τὸ δικαστήριον ἰδεῖν, φίλον ποιείτω τὸν ἐχθρόν· ἐπὶ τὴν ἐπιθυμίαν μεταβαίνει πάλιν, καί φησιν· Ὁ ἐμ-βλέπων ἀκολάστοις ὀφθαλμοῖς, ὡς μοιχὸς τιμωρεί-σθω· ὁ σκανδαλιζόμενος ὑπὸ γυναικὸς ἀκολάστου, ἢ ὑπὸ ἀνδρὸς, ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων, ἅπαντας ἐκκοπτέτω τούτους· ὁ νόμῳ γάμου κατέχων γυναῖκα, μηδέποτε αὐτὴν ἐκβαλλέτω καὶ πρὸς ἑτέραν βλεπέτω. Διὰ γὰρ τούτων τῆς πονηρᾶς ἐπιθυμίας τὰς ῥίζας ἀνεῖλεν. Εἶτα ἐντεῦθεν τῶν χρημάτων τὸν ἔρωτα ἀναστέλλει, κελεύων μήτε ὀμνύναι, μήτε ψεύ-δεσθαι, μήτε αὐτοῦ ἀντέχεσθαι τοῦ χιτωνίσκου, ὃν ἄν τις ἐνδεδυμένος τύχῃ· ἀλλὰ καὶ τὸ ἱμάτιον προί̈εσθαι τῷ βουλομένῳ, καὶ τὴν τοῦ σώματος χρῆσιν, ἐκ πολλῆς τῆς περιουσίας τὸν περὶ τὰ χρήματα ἀναιρῶν πόθον. 2. Τότε μετὰ ταῦτα πάντα καὶ τὸν ποικίλον τῶν ἐπιταγμάτων τούτων στέφανον, ἐπάγει λέγων· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπ’ αὐτὴν
PG 57:272ἄνω τὴν ἀκροτάτην τῆς φιλοσοφίας ἀνάγων κορυ-φήν. Ὥσπερ γὰρ τοῦ πρᾶον εἶναι μεῖζον τὸ ῥαπί-

Homilia XXXIII

ζεσθαι, καὶ τοῦ ἐλεήμονα εἶναι τὸ καὶ τὸ ἱμάτιον προ-ί̈εσθαι μετὰ τοῦ χιτωνίσκου, καὶ τοῦ δίκαιον εἶναι τὸ καὶ ἀδικούμενον φέρειν, καὶ τοῦ εἰρηνοποιὸν εἶναι τὸ καὶ ῥαπιζόμενον καὶ ἀγγαρευόμενον ἕπεσθαι· οὕτω καὶ τοῦ διώκεσθαι τὸ διωκόμενον εὐλογεῖν. Ὁρᾷς πῶς κατὰ μικρὸν εἰς αὐτὰς ἀνάγει τοῦ οὐρανοῦ τὰς ἁψῖδας; Τίνος οὖν ἂν εἴημεν ἄξιοι, οἱ πρὸς τὸν Θεὸν κελευόμενοι τὸν ζῆλον ἔχειν, καὶ τάχα μηδὲ τῶν τε-λωνῶν γινόμενοι ἴσοι; Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦν-τας, τελωνῶν καὶ ἁμαρτωλῶν καὶ ἐθνικῶν· ὅταν μηδὲ τοῦτο ποιῶμεν (οὐ γὰρ ποιοῦμεν αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσι τοῖς ἀδελφοῖς), ποίαν οὐχ ὑποστησόμεθα δίκην, ὑπερβαίνειν τοὺς γραμματεῖς κελευόμενοι, καὶ τῶν ἐθνικῶν ἑστῶτες κατώτεροι; Πῶς οὖν ὀψόμεθα βασιλείαν, εἰπέ μοι; πῶς ἐπιβησόμεθα τῶν ἱερῶν προθύρων ἐκείνων, οὐδὲ τῶν τελωνῶν ἀμείνους γι-νόμενοι; Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐχὶ καὶ οἱ τε-λῶναι τὸ αὐτὸ ποιοῦσιν, Ὃ καὶ μάλιστα θαυμάσαι αὐτοῦ τῆς διδασκαλίας ἔστιν, ὅτι πανταχοῦ τὰ ἔπαθλα τῶν ἀγώνων τιθεὶς μετὰ πολλῆς τῆς περιουσίας· οἷον καὶ τὸ τὸν Θεὸν ὁρᾷν, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖν, καὶ τὸ υἱοὺς Θεοῦ γενέσθαι, καὶ τὸ ὁμοίους Θεοῦ, καὶ τὸ ἐλεεῖσθαι, καὶ τὸ παρακαλεῖ-σθαι, καὶ τὸν μισθὸν τὸν πολύν· εἴ που καὶ λυ-πηρῶν μνησθῆναι ἔδει, ὑφειμένως τοῦτο ποιεῖ· τὸ μὲν γὰρ τῆς γεέννης ὄνομα ἅπαξ ἐν τοσούτοις τέθεικε λόγοις· καὶ ἑτέροις δέ τισιν ὑπεσταλμένως, καὶ ἐν-τρεπτικώτερον μᾶλλον ἢ ἀπειλητικώτερον κεχρημέ-νος τῷ λόγῳ, διορθοῦται τὸν ἀκροατὴν λέγων· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; καὶ, Ἐὰν τὸ ἅλας μωρανθῇ· καὶ, Ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι δὲ ὅπου καὶ τὰ ἁμαρτήματα ἀντὶ κολάσεως τίθησι, τὸ φορτικὸν τῆς κολάσεως τῷ ἀκροατῇ διδοὺς συνιδεῖν, ὡς ὅταν λέγῃ· Ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ, Ὁ ἀπολύων ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ, Τὸ πε-ρισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Τοῖς γὰρ νοῦν ἔχουσιν ἀντὶ τοῦ τῆς κολάσεως ὀνόματος ἀρκεῖ καὶ τὸ τῆς ἁμαρτίας μέγεθος εἰς σωφρονισμόν. Διὸ δὴ καὶ ἐνταῦθα τοὺς ἐθνικοὺς καὶ τοὺς τελώνας εἰς μέσον ἄγει, τῇ ποιότητι τοῦ προσώπου τὸν μαθητὴν ἐντρέπων. Ὃ καὶ ὁ Παῦλος ἐποίει λέγων· Μὴ λυπεῖ-σθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ, Καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Καὶ δει-κνὺς ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ μικρῷ πλέον τοῦ εἰωθότος, φησίν· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀλλ’ ὅμως οὐχ ἵστησιν ἐνταῦθα τὸν λόγον, ἀλλ’ εἰς τὰ ἔπαθλα αὐτὸν καταλύει καὶ τὰς χρηστὰς ἐλπίδας, λέγων· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πα-τὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ πολὺ τὸ τῶν οὐρα-νῶν ὄνομα διασπείρει πανταχοῦ, καὶ ἀπὸ τοῦ τόπου τὰ φρονήματα αὐτῶν διεγείρων. Τέως γὰρ ἀσθενέ-στερον καὶ παχύτερόν πως ἦσαν διακείμενοι. Ἅπαντα οὖν ἐννοοῦντες τὰ εἰρημένα, πολλὴν καὶ πρὸς τοὺς ἐχθροὺς ἐπιδειξώμεθα τὴν ἀγάπην, καὶ τὸ καταγέλαστον ἐκεῖνο ἔθος ἐκβάλωμεν, ὅπερ πολλοὶ τῶν ἀλογωτέρων ὑπομένουσιν, ἀναμένοντες τοὺς ἀπαντῶντας πρώτους προσειπεῖν, ὃ μὲν ἔχει πολὺν μακαρισμὸν μὴ ζηλοῦντες, ὃ δέ ἐστι καταγέλαστον,

Homily XIXHomilia XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:273τοῦτο διώκοντες. Τίνος οὖν ἕνεκεν οὐ προσερεῖς αὐ-τὸν πρότερος; Ἐπειδὴ τοῦτο ἀναμένει, φησίν. Οὐκ-οῦν δι’ αὐτὸ τοῦτο μάλιστα ἐπιπηδᾷν ἔδει, ἵνα σὺ λά-βῃς τὸν στέφανον. Οὒ, φησίν· ἐπειδὴ τοῦτο ἐσπούδακε. Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδακε, φησὶ, μισθοῦ μοι γενέ-σθαι πρόξενος, οὐ βούλομαι ἐπιλαβέσθαι τῆς ὑπο-θέσεως ταύτης. Ἂν μὲν οὖν ἐκεῖνός σε προσείπῃ πρότερος, οὐδέν σοι γίνεται πλέον καὶ προσειπόντι· ἐὰν δὲ σὺ πρότερος ἐπιπηδήσῃς τῇ προσρήσει, ἐπραγματεύσω τὸν τῦφον ἐκείνου, καὶ δαψιλῆ τινα ἐκ τῆς ἀπονοίας αὐτοῦ τὸν καρπὸν ἐτρύγησας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τοσαῦτα μέλλοντας καρποῦσθαι ἀπὸ ψιλῶν ῥημάτων, προδιδόναι τὸ κέρδος, καὶ κατα-γινώσκοντος αὐτοῦ, τοῖς αὐτοῖς περιπίπτειν; Εἰ γὰρ διὰ τοῦτο αὐτὸν αἰτιᾷ, ὅτι πρότερος ἀναμένει τὴν παρ’ ἑτέρου πρόσρησιν, τίνος ἕνεκεν ζηλοῖς ὅπερ ἐγ-καλεῖς, καὶ ὅπερ ἔφης εἶναι πονηρὸν, τοῦτο ὡς ἀγα-θὸν μιμεῖσθαι ἐσπούδακας; Ὁρᾷς πῶς οὐδὲν ἀνθρώ-που κακίᾳ συζῶντος ἀνοητότερον; Διὸ παρακαλῶ, φύγωμεν τὸ πονηρὸν τοῦτο ἔθος καὶ καταγέλαστον. Καὶ γὰρ μυρίας ἀνέτρεψε φιλίας τὸ νόσημα τοῦτο, καὶ πολλὰς ἔχθρας εἰργάσατο. Διὰ δὴ τοῦτο φθάνω-μεν αὐτοὺς ἡμεῖς. Οἱ γὰρ ῥαπίζεσθαι καὶ ἀγγα-ρεύεσθαι καὶ γυμνοῦσθαι παρ’ ἐχθρῶν κελευόμενοι, καὶ φέρειν, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, ἐν προσρήσει ψιλῇ τοσαύτην ἐπιδεικνύμενοι φιλονει-κίαν; Καταφρονούμεθα γὰρ, φησὶ, καὶ διαπτυόμεθα,
PG 57:274ὅταν αὐτῷ χαρισώμεθα τοῦτο. Καὶ ἵνα μὴ καταφρο-νήσῃ ἄνθρωπος, προσκρούεις Θεῷ; καὶ ἵνα μὴ καταφρονήσῃ σου ὁ μαινόμενος ὁμόδουλος, καταφρο-νεῖς τοῦ Δεσπότου, τοῦ τοσαῦτά σε εὐεργετηκότος; Εἰ γὰρ ἄτοπον τὸ καταφρονεῖν σου τὸν ὁμότιμον, πολλῷ μᾶλλον τό σε καταφρονεῖν τοῦ σε πεποιηκότος Θεοῦ. Μετὰ δὲ τούτου κἀκεῖνο σκόπει, ὅτι ὅταν σου κατα-φρονήσῃ, τότε σοι μείζονος μισθοῦ γίνεται πρόξενος. Διὰ γὰρ τὸν Θεὸν ταῦτα ὑπομένεις, ἐπειδὴ τῶν αὐτοῦ νόμων ἤκουσας. Τοῦτο δὲ ποίας οὐκ ἂν εἴη τιμῆς ἀντάξιον; πόσων διαδημάτων; Ἐμοὶ γένοιτο καὶ ὑβρίζεσθαι, καὶ καταφρονεῖσθαι διὰ τὸν Θεὸν, ἢ τι-μᾶσθαι παρὰ βασιλέων ἁπάντων· οὐδὲν γὰρ, οὐδὲν τῆς δόξης ταύτης ἴσον. Ταύτην τοίνυν διώκωμεν οὕ-τως, ὡς αὐτὸς ἐκέλευσε, καὶ τῶν ἀνθρωπίνων μηδένα ποιούμενοι λόγον, ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν ἐπι-δεικνύμενοι διὰ πάντων, οὕτω τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Καὶ γὰρ τῶν οὐρανῶν καὶ τῶν ἐκεῖσε στεφάνων ἐντεῦθεν ἤδη καρπωσόμεθα τὰ ἀγαθὰ, ὡς ἄγγελοι μετὰ ἀνθρώπων βαδίζοντες, ὡς αἱ τῶν ἀγ-γέλων δυνάμεις ἐν τῇ γῇ περιπολοῦντες, καὶ πάσης μὲν ἐπιθυμίας, πάσης δὲ ἐκτὸς μένοντες ταραχῆς· καὶ μετὰ τούτων δὲ πάντων καὶ τὰ ἀπόῤῥητα ἀποληψόμε-θα ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:273ΟΜΙΛΙΑ ΙΘ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. α. Τὸ τυραννικώτερον πάντων λοιπὸν ἐξορίζει πάθος, τὴν λύσσαν καὶ τὴν μανίαν τὴν περὶ τὴν κενὴν δόξαν ἐγγινομένην τοῖς κατορθοῦσιν. Ἐξ ἀρχῆς μὲν γὰρ οὐδὲν περὶ αὐτοῦ διελέχθη· καὶ γὰρ ἦν περιττὸν, πρὶν ἢ πεῖσαι ποιεῖν τι τῶν δεόντων, περὶ τοῦ πῶς δεῖ ποιεῖν αὐτὰ καὶ μετιέναι διδάσκειν. Ἐπειδὴ δὲ ἐν-ῆγεν εἰς φιλοσοφίαν, τότε λοιπὸν καὶ τὴν παρυφιστα-μένην αὐτῇ καθαίρει λύμην. Οὐδὲ γὰρ ἁπλῶς τίκτε-ται τοῦτο τὸ νόσημα, ἀλλ’ ὅταν πολλὰ κατορθώσωμεν τῶν ἐπιταττομένων. Ἔδει τοίνυν πρότερον φυτεῦσαι τὴν ἀρετὴν, καὶ τότε τὸ ἐπηρεάζον αὐτῆς τὸν καρπὸν ἀνελεῖν πάθος. Καὶ ὅρα πόθεν ἄρχεται· ἀπὸ νηστείας, καὶ εὐχῆς, καὶ ἐλεημοσύνης. Τούτοις γὰρ μάλιστα ἐμφιλοχωρεῖν εἴωθε τοῖς κατορθώμασιν. Ὁ γοῦν Φα-ρισαῖος ἐντεῦθεν ἐφυσᾶτο λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα· καὶ ἐν αὐτῇ δὲ ἐκενοδόξει τῇ εὐχῇ, πρὸς ἐπίδειξιν αὐτὴν
ποιούμενος. Ἐπειδὴ γὰρ οὐδεὶς ἄλλος παρῆν, τῷ τε-λώνῃ ἐνεδείκνυτο λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, οὐδὲ ὡς οὗτος ὁ τελώνης Καὶ σκόπει πῶς ἤρξατο, ὡς περὶ θηρίου τινὸς δυσφωράτου διαλεγόμενος, καὶ δεινοῦ κλέψαι τὸν μὴ σφόδρα ἐγρη-γορότα. Προσέχετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν. Οὕτω καὶ ὁ Παῦλος λέγει Φιλιππησίοις· Βλέ-πετε τοὺς κύνας. Καὶ γὰρ λάθρα ἐπεισέρχεται τὸ θηρίον, καὶ πάντα ἐκφυσᾷ ἀψοφητὶ, καὶ ἀνεπαισθή-τως ἐκφέρει τὰ ἔνδον ἅπαντα. Ἐπεὶ οὖν πολὺν περὶ τῆς ἐλεημοσύνης ἐποιήσατο λόγον, καὶ τὸν Θεὸν εἰς μέσον ἤγαγε, Τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ πανταχόθεν προέτρεψεν
PG 57:274εἰς τοῦτο, καὶ κομᾷν ἔπεισε τῇ δαψιλείᾳ τῆς χορηγίας, ἀναιρεῖ λοιπὸν καὶ τὰ ἐνοχλοῦντα τῇ καλῇ ταύτῃ ἐλαίᾳ πάντα. Διό φησι· Προσέχετε τὴν ἐλεη-μοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώ-πων. Ἐκείνη γὰρ ἡ ἔμπροσθεν εἰρημένη, τοῦ Θεοῦ ἐστιν ἐλεημοσύνη. Καὶ εἰπὼν, Μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, ἐπήγαγε, Πρὸς τὸ θεαθῆναι αὐ-τοῖς. Καὶ δοκεῖ μὲν δεύτερον εἰρῆσθαι τὸ αὐτό· ἂν δέ τις ἀκριβῶς προσέχῃ, οὐκ ἔστι τὸ αὐτὸ, ἀλλ’ ἕτε-ρον τοῦτο, καὶ ἕτερον ἐκεῖνο, καὶ πολλὴν ἔχει τὴν ἀσφάλειαν, καὶ ἄφατον τὴν κηδεμονίαν καὶ τὴν φειδώ. Ἔστι γὰρ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων ποιοῦντα, μὴ πρὸς τὸ θεαθῆναι ποιεῖν· καὶ μὴ ποιοῦντα ἔμπροσθεν πάλιν, πρὸς τὸ θεαθῆναι ποιεῖν. Διόπερ οὐχ ἁπλῶς τὸ γινόμενον, ἀλλὰ τὴν γνώμην καὶ κο-λάζει καὶ στεφανοῖ. Εἰ γὰρ μὴ αὐτὴ ἡ ἀκρίβεια προσκειμένη ἦν. πολλοὺς ἂν τοῦτο ὀκνηροτέρους ἐποίησε περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν. Διὰ τοῦτο ἀπολύων σε τῆς ἀνάγκης ταύτης, οὐ τῷ τέλει τοῦ πράγματος, ἀλλὰ τῇ προαιρέσει τοῦ ποιοῦν-τος, καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει. Ἵνα γὰρ μὴ λέγῃς· Τί γὰρ ἐγὼ πάθω, ἂν ἕτερος ἴδῃ; Οὐ τοῦτο ζητῶ, φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν, καὶ τὸν τρόπον τοῦ γινομένου. Τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος. Ἀπαγο-ρεύσας τοίνυν τὸ πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τὴν ἐκ τούτου ζημίαν διδάξας, τὸ μάτην καὶ εἰκῆ τοῦτο ποιεῖν, πάλιν αὐτῶν ἐγείρει τὰ φρονήματα, τοῦ Πα-τρὸς ἀναμνήσας καὶ τοῦ οὐρανοῦ, ἵνα μὴ τῇ ζημίᾳ μόνῃ καθάψηται, ἀλλὰ καὶ τῇ μνήμη τοῦ γεγεννηκό-τος ἐντρέψῃ. Οὐκ ἔχετε γὰρ μισθὸν, φησὶ, παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς. Καὶ οὐδὲ ἐνταῦθα
PG 57:275ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ δι’ ἑτέρων πολ-λὴν τὴν ἀποτροπὴν ἐργαζόμενος. Ὥσπερ γὰρ ἀνωτέρω τελώνας καὶ ἐθνικοὺς τέθεικε, τῇ ποιότητι τοῦ προς-ώπου καταισχύνων τοὺς μιμουμένους· οὕτω καὶ ἐνταῦ-θα τοὺς ὑποκριτάς. Ὅταν οὖν ποιῇς, φησὶν, ἐλεη-μοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί. Οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι βούλεται μανίαν τῇ λέ-ξει τῆς μεταφορᾶς ταύτης, κωμῳδῶν ταύτῃ καὶ ἐκ-πομπεύων αὐτούς. Καὶ καλῶς ὑποκριτὰς εἶπε. Τὸ μὲν γὰρ προσωπεῖον, ἐλεημοσύνης ἦν· ἡ δὲ διάνοια, ὠμότητος καὶ ἀπανθρωπίας. Οὐ γὰρ διὰ τοὺς πλη-σίον ἐλεεῖν ποιοῦσιν, ἀλλὰ διὰ τὸ δόξης ἀπολαύειν αὐτούς· ὅπερ ἐσχάτης ἦν ὠμότητος, ἑτέρου λιμῷ δια-φθειρομένου φιλοτιμίαν ζητεῖν, καὶ μὴ λύειν τὴν συμ-φοράν. Οὐκ ἄρα τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστι τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι. β. Κωμῳδήσας τοίνυν ἐκείνους ἱκανῶς, καὶ καθαψά-μενος αὐτῶν, ὡς καὶ αἰσχυνθῆναι τὸν ἀκροατὴν, δι-ορθοῦται πάλιν τὴν τὰ τοιαῦτα νοσοῦσαν γνώμην· καὶ εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσι πάλιν πῶς δεῖ ποιεῖν. Πῶς οὖν δεῖ ποιεῖν; Μὴ γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Πάλιν ἐνταῦθα οὐ χεῖρας αἰνίττεται, ἀλλ’ ὑπερβολικῶς αὐτὸ τέθεικεν. Εἰ γὰρ οἷόν τέ ἐστι, φησὶ, σεαυτὸν ἀγνοῆ-σαι, περισπούδαστον ἔστω σοι τοῦτο, κἂν αὐτὰς δυ-νατὸν ᾖ τὰς διακονουμένας χεῖρας λαθεῖν. Οὐχ ὥς τινές φασιν, ὅτι τοὺς σκαιοὺς δεῖ κρύπτειν ἀνθρώ-πους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν. Εἶτα καὶ ὁ μισθὸς ἐννόησον ὅσος. Ἐπειδὴ γὰρ εἶπε τὴν ἐκεῖθεν κόλασιν, δείκνυσι καὶ τὴν ἐντεῦθεν τιμὴν, ἑκατέρωθεν αὐτοὺς ὠθῶν, καὶ εἰς ὑψηλὰ ἄγων διδά-γματα. Καὶ γὰρ πείθει εἰδέναι, ὅτι πανταχοῦ πάρ-εστιν ὁ Θεός· καὶ ὅτι οὐ μέχρι τοῦ παρόντος βίου ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ καὶ φοβερώτερον ἡμᾶς ἐντεῦθεν ἐκδέξεται δικαστήριον, καὶ αἱ τῶν πεπρα-γμένων εὐθῦναι ἁπάντων, καὶ τιμαὶ καὶ κολάσεις· καὶ ὅτι οὐδὲν, οὐ μικρὸν, οὐ μέγα τις ποιῶν λήσεται, κἂν δόξῃ τοὺς ἀνθρώπους λανθάνειν. Ταῦτα γὰρ ἅπαντα ᾐνίξατο εἰπών· Ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ· μέγα καὶ σεμνὸν αὐτῷ καθίζων θέατρον, καὶ ὅπερ ἐπιθυ-μεῖ, τοῦτο μετὰ πολλῆς αὐτῷ διδοὺς τῆς περιουσίας. Τί γὰρ βούλει; φησίν· οὐχὶ θεατὰς ἔχειν τῶν γινομέ-νων τινάς; Ἰδοὺ τοίνυν ἔχεις, οὐχὶ ἀγγέλους, οὐδὲ ἀρχαγγέλους, ἀλλὰ τὸν τῶν ὅλων Θεόν. Εἰ δὲ καὶ ἀν-θρώπους ἐπιθυμεῖς ἔχειν θεωροὺς, οὐδὲ ταύτης σε ἀποστερεῖ τῆς ἐπιθυμίας καιρῷ τῷ προσήκοντι, ἀλλὰ καὶ μετὰ πλείονός σοι αὐτὸ παρέχει τῆς ὑπερβολῆς. Νῦν μὲν γὰρ ἂν ἐπιδείξῃ, δέκα καὶ εἴκοσιν, ἣ καὶ ἑκατὸν ἀνθρώποις ἐπιδείξασθαι δυνήσῃ μόνοις· ἂν δὲ σπουδάζῃς νῦν λαθεῖν, τότε σε αὐτὸς ὁ Θεὸς ἀνα-κηρύξει, τῆς οἰκουμένης παρούσης ἁπάσης. Ὥστε μάλιστα εἰ βούλει ἀνθρώπους ἰδεῖν σου τὰ κατορθώ-ματα, κρύψον αὐτὰ νῦν, ἵνα μετὰ πλείονος τιμῆς τότε αὐτὰ πάντες θεάσωνται, τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ ἐπαίροντος καὶ παρὰ πᾶσιν ἀνακηρύτ-τοντος. Νῦν μὲν γάρ σου καὶ καταγνώσονται οἱ ὁρῶν-τες, ὡς κενοδόξου· στεφανούμενον δὲ ἰδόντες, οὐ μό-νον οὐ καταγνώσονται, ἀλλὰ καὶ θαυμάσονται ἅπαν-τες. Ὅταν οὖν καὶ μισθὸν ᾖ λαβεῖν, καὶ θαῦμα καρπώσασθαι μεῖζον, ὀλίγον ἀναμείναντα χρόνον,
PG 57:276ἐννόησον ἡλίκης ἀνοίας ἐστὶν ἀμφοτέρων ἐκπεσεῖν τούτων, καὶ παρὰ τοῦ Θεοῦ τὸν μισθὸν αἰτοῦντα, καὶ τοῦ Θεοῦ ὁρῶντος, τοὺς ἀνθρώπους καλεῖν πρὸς τὴν ἐπίδειξιν τῶν γινομένων. Εἰ γὰρ ἐπιδείκνυσθαι δεῖ, τῷ Πατρὶ πρὸ πάντων ἐπιδείκνυσθαι χρή· καὶ μάλιστα ὅταν καὶ τοῦ στεφανῶσαι καὶ τοῦ ζημιῶσαι κύριος ὁ Πατὴρ ᾖ. Καίτοι εἰ καὶ ζημία μὴ ἦν, οὐκ ἔδει τὸ θέατρον τοῦτο ἀφιέντα, ἀνταλλάξασθαι τὸ τῶν ἀνθρώπων, τὸν δόξης ἐπιθυμοῦντα. Τίς γὰρ οὕ-τως ἄθλιος, ὡς τοῦ βασιλέως σπεύδοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον μὲν ἀφιέναι, ἀπὸ δὲ τῶν πτωχῶν καὶ προσαιτῶν καθ-ίζειν αὐτοῦ τὸ θέατρον; Διὰ δὴ τοῦτο οὐχὶ μόνον οὐκ ἐπιδείκνυσθαι κελεύει, ἀλλὰ καὶ σπουδάζειν λανθά-νειν. Οὐδὲ γάρ ἐστιν ἴσον, μὴ σπουδάσαι φανῆ-ναι, καὶ σπουδάσαι λαθεῖν. Καὶ ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· ὅτι φι-λοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Πάλιν καὶ τούτους ὑποκριτὰς καλεῖ, καὶ μάλα εἰκότως· ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι, ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικείμενοι σχῆμα, ἀλλ’ ἀνθρώπων καταγελάστων. Ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖ-

Homilia XXXIV

νον μόνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν. Ἂν δὲ τοῦτον ἀφεὶς, περιέρχῃ πλανώμενος καὶ πανταχοῦ περιφέρων τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύ-σῃ χερσί. Τοῦτο γὰρ αὐτὸς ἐβουλήθης. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ’ ὅτι ἀπ-έχουσι, τουτέστιν, ὅτι λήψονται μὲν, παρ’ ὧν δὲ ἐπι-θυμοῦσιν αὐτοί. Οὐ γὰρ ὁ Θεὸς βούλεται, ἀλλ’ αὐτὸς μὲν τὴν παρ’ ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκέτ’ ἂν εἶεν δίκαιοι λαβεῖν παρ’ ἐκείνου, δι’ ὃν οὐδὲν πε-ποιήκασι. Σὺ δέ μοι σκόπει τοῦ Θεοῦ τὴν φιλανθρω-πίαν, ὅτι καὶ ὑπὲρ ὧν αἰτεῖται παρ’ ἡμῶν ἀγαθῶν, ἐπαγγέλλεται μισθὸν παρέξειν. Διαβαλὼν τοίνυν τοὺς οὐ προσηκόντως τῷ πράγματι χρωμένους, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῆς διαθέσεως, καὶ δείξας σφό-δρα καταγελάστους ὄντας, εἰσάγει τὸν ἄριστον τῆς προσευχῆς τρόπον, καὶ πάλιν τὸν μισθὸν δίδωσιν, εἰπών· Εἴσελθε εἰς τὸ ταμιεῖόν σου. γ. Τί οὖν; ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύ-χεσθαι; Καὶ σφόδρα μὲν, ἀλλὰ μετὰ γνώμης τοιαύτης. Πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ζητεῖ τῶν γινο-μένων. Ἐπεὶ κἂν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας, πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, οὐδέν σοι τῶν θυρῶν ὄφελος. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς ἀκριβῆ τὸν διορισμὸν τέθεικεν, εἰπὼν, Ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ὥστε κἂν τὰς θύρας ἀποκλείσῃς, τοῦτο πρὸ τῆς τῶν θυρῶν ἀποκλείσεως κατορθῶσαί σε βούλεται, καὶ τὰς τῆς διανοίας ἀποκλείειν θύρας. Κενοδοξίας γὰρ πανταχοῦ μὲν ἀπηλλάχθαι καλὸν, μάλιστα δὲ ἐν εὐχῇ. Εἰ γὰρ καὶ τούτου χωρὶς πλανώμεθα καὶ περιφερόμεθα, ἂν καὶ ταύτην εἰσερχώμεθα τὴν νόσον ἔχοντες, πότε ἀκου-σόμεθα τῶν παρ’ ἡμῶν λεγομένων; εἰ δὲ ἡμεῖς οἱ δεόμενοι καὶ παρακαλοῦντες οὐκ ἀκούομεν, πῶς τὸν Θεὸν ἀξιοῦμεν ἀκούειν; Ἀλλ’ ὅμως εἰσί τινες, οἱ
PG 57:277μετὰ τοιαῦτα καὶ τοσαῦτα παραγγέλματα οὕτως ἀσχημονοῦντες ἐν εὐχῇ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτοὺς καταδή-λους ποιεῖν, συρφετωδῶς βοῶντες, καὶ τῷ σχήματι καὶ τῇ φωνῇ καταγελάστους ποιοῦντες ἑαυτούς. Οὐχ ὁρᾷς ὅτι καὶ ἐν ἀγορᾷ, ἂν μὲν τοιαῦτα προς-έλθῃ τις ποιῶν καὶ μετὰ βοῆς ἱκετεύων, σο-βήσει τὸν ἱκετευόμενον· ἂν δὲ ἡσυχῆ καὶ μετὰ τοῦ προσήκοντος σχήματος, τότε ἐπισπᾶται μᾶλλον τὸν δυνάμενον δοῦναι τὴν χάριν; Μὴ τοίνυν τῷ σχήματι τοῦ σώματος, μηδὲ τῇ κραυγῇ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης τὰς εὐχὰς ποιώμεθα· μηδὲ μετὰ ψόφου καὶ ἠχῆς, καὶ πρὸς ἐπίδειξιν, ὡς καὶ τοὺς πλησίον ἐκκρούειν, ἀλλὰ μετὰ ἐπιει-κείας πάσης, καὶ τῆς κατὰ διάνοιαν συντριβῆς, καὶ δακρύων τῶν ἔνδοθεν. Ἀλλ’ ἀλγεῖς τὴν ψυχὴν, καὶ οὐκ ἂν δύναιο μὴ βοᾷν; Καὶ μὴν τοῦ σφόδρα ἀλ-γοῦντός ἐστι τὸ οὕτως εὔχεσθαι καὶ παρακαλεῖν, ὥσπερ εἶπον. Ἐπεὶ καὶ Μωϋσῆς ἤλγει, καὶ οὕτως ηὔχετο, καὶ ἠκούετο· διὰ τοῦτο καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Τί βοᾷς πρός με; Καὶ ἡ Ἄννα δὲ πάλιν, τῆς φωνῆς αὐτῆς οὐκ ἀκουομένης, πάντα ἤνυσεν ὅσα ἠθέλησεν, ἐπειδὴ ἡ καρδία αὐτῆς ἐβόα. Ὁ δὲ Ἄβελ οὐχὶ σιγῶν, ἀλλὰ καὶ τελευτῶν ηὔχετο, καὶ τὸ αἷμα αὐτοῦ σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν. Στένα-ξον τοίνυν καὶ σὺ οὕτως ὡς ὁ ἅγιος ἐκεῖνος· οὐ κω-λύω. Διάῤῥηξον, ὡς ὁ Προφήτης ἐκέλευσε, τὴν καρδίαν σου, καὶ μὴ τὰ ἱμάτια. Ἐκ βαθέων κάλεσον τὸν Θεόν· Ἐκ βαθέων γὰρ, φησὶν, ἐκέκραξά σοι, Κύριε. Κάτωθεν ἀπὸ τῆς καρδίας ἕλκυσον φωνήν· μυστήριον ποίησόν σου τὴν εὐχήν. Οὐχ ὁρᾷς ὅτι καὶ ἐν τοῖς βασιλείοις θόρυβος ἐκποδὼν ἅπας, καὶ πολλὴ πανταχόθεν ἡ σιγή; Καὶ σὺ τοίνυν ὡς εἰς βασίλεια εἰσιὼν, οὐ τὰ ἐν τῇ γῇ, ἀλλὰ τὰ πολλῷ φρικωδέστερα τούτων, τὰ ἐν τοῖς οὐρανοῖς, πολλὴν ἐπιδείκνυσο τὴν εὐσχημοσύνην. Καὶ γὰρ ἀγγέλων εἶ συγχο-ρευτὴς, καὶ ἀρχαγγέλων κοινωνὸς, καὶ μετὰ τῶν Σεραφὶμ ᾄδεις. Πάντες δὲ οὗτοι οἱ δῆμοι πολλὴν ἐπιδείκνυνται τὴν εὐταξίαν, μετὰ πολλῆς τῆς φρί-κης τὸ μυστικὸν ἐκεῖνο μέλος καὶ τοὺς ἱεροὺς ὕμνους ᾄδοντες τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. Τούτοις τοίνυν ἐγκατάμιξον σαυτὸν εὐχόμενος, καὶ τὸν μυ-στικὸν αὐτῶν ζήλωσον κόσμον. Οὐδὲ γὰρ ἀνθρώποις εὔχῃ, ἀλλὰ Θεῷ τῷ πανταχοῦ παρόντι, τῷ καὶ πρὸ τῆς φωνῆς ἀκούοντι, τῷ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπισταμένῳ. Ἂν οὕτως εὔχῃ, πολὺν ἀπολήψῃ τὸν μισθόν. Ὁ Πατὴρ γάρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Οὐκ εἶπε, Χαριεῖταί σοι, ἀλλ’, Ἀποδώσει σοι. Καὶ γὰρ χρεώστην ἑαυτόν σοι, κατέστησε, καὶ μεγάλῃ σε καὶ ἐντεῦθεν ἐτίμησε τιμῇ. Ἐπειδὴ γὰρ αὐτός ἐστιν ἀόρατος, καὶ τὴν εὐχήν σου τοιαύτην εἶναι βούλεται. Εἶτα λέγει καὶ τὰ ῥήματα αὐτὰ τῆς εὐχῆς. Προς-ευχόμενοι γὰρ, φησὶ, μὴ βαττολογήσητε ὥς-περ οἱ ἐθνικοὶ ποιοῦσιν. Ὅτε μὲν γὰρ περὶ τῆς ἐλεημοσύνης διελέγετο, τὴν ἀπὸ τῆς κενοδοξίας λύ-μην ἀπέστησε μόνον, καὶ οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπε πόθεν ἐλεημοσύνην δεῖ ποιεῖν· οἶον ἀπὸ δικαίων πόνων, ἀλλὰ μὴ ἐξ ἁρπαγῆς, μηδὲ πλεονεξίας· καὶ γὰρ σφόδρα ἦν ὡμολογημένον παρὰ
PG 57:278πᾶσι. Καὶ ἀνωτέρω δὲ τοῦτο προδιεκάθαρεν, ὅτε τοὺς πεινῶντας τὴν δικαιοσύνην ἐμακάρισεν. Ἐπὶ δὲ τῆς εὐχῆς καὶ ἕτερόν τι προστίθησι πλέον, τὸ μὴ βαττολογεῖν. Καὶ ὥσπερ ἐκεῖ τοὺς ὑποκριτὰς, οὕτως ἐνταῦθα τοὺς ἐθνικοὺς κωμῳδεῖ, πανταχοῦ τῇ τῶν προσώπων εὐτελείᾳ μάλιστα ἐντρέπων τὸν ἀκροώμενον. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ τοῦτο μά-λιστα δάκνει καὶ καθάπτεται, τὸ δοκεῖν ἀπεῤῥιμμέ-νοις ἀνθρώποις ἐξομοιοῦσθαι, ἐντεῦθεν αὐτοὺς ἀπο-τρέπει, βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγων· οἷον ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ τοῦ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ τὸ ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίας, καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε. δ. Μετὰ τούτων δοκεῖ μοι κελεύειν ἐνταῦθα μηδὲ μακρὰς ποιεῖσθαι τὰς εὐχάς· μακρὰς δὲ οὐχὶ τῷ χρόνῳ, ἀλλὰ τῷ πλήθει καὶ μήκει τῶν λεγομένων. Παραμένειν μὲν γὰρ χρὴ τὰ αὐτὰ αἰτοῦντας· Τῇ γὰρ εὐχῇ, φησὶ, προσκαρτεροῦντες. Καὶ αὐτὸς δὲ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἣ τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συν-εχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον, τὸν ἀωρὶ τῶν νυκτῶν παραγενόμενον, καὶ τὸν καθεύ-δοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν φι-λίαν, ἀλλὰ διὰ τὴν προσεδρείαν, οὐδὲν ἕτερον ἢ τὸ συνεχῶς ἐντυγχάνειν αὐτῷ ἅπαντας ἐνομοθέτησεν, οὐ μὴν μυρίων στίχων εὐχὴν συντιθέντας αὐτῷ προσιέναι καὶ ἀπαγγέλλειν ἁπλῶς κελεύει. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Δοκοῦσιν ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε. Καὶ εἰ οἶδε, φησὶν, ὧν χρείαν ἔχομεν, τίνος ἕνεκεν εὔχεσθαι δεῖ; Οὐχ ἵνα διδάξῃς, ἀλλ’ ἵνα ἐπικάμψῃς· ἵνα οἰκειωθῇς τῇ συνεχείᾳ τῆς ἐντεύ-ξεως, ἵνα ταπεινωθῇς, ἵνα ἀναμνησθῇς τῶν ἁμαρ-τημάτων τῶν σῶν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, Ὅρα πῶς εὐθέως ἀνέστησε τὸν ἀκροατὴν, καὶ πάσης ἀνέμνη-σε τῆς εὐεργεσίας ἐν προοιμίοις. Ὁ γὰρ Πατέρα εἰπὼν τὸν Θεὸν, καὶ ἁμαρτημάτων ἄφεσιν, καὶ κολάσεως ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ κληρονομίαν, καὶ ἀδελφότητα τὴν πρὸς τὸν Μονογενῆ, καὶ Πνεύ-
ματος χορηγίαν, διὰ τῆς μιᾶς ταύτης ὡμολόγησε προσηγορίας. Οὐδὲ γὰρ δυνατὸν καλέσαι πατέρα τὸν Θεὸν, μὴ πάντων ἐκείνων ἐπιτυχόντα τῶν ἀγα-θῶν. Διπλῇ τοίνυν αὐτῶν διεγείρει τὸ φρόνημα, καὶ τῷ ἀξιώματι τοῦ καλουμένου, καὶ τῷ μεγέθει τῶν εὐεργετημάτων ὧν ἀπέλαυσαν. Τὸ δὲ, Ἐν τοῖς οὐ-ρανοῖς, ὅταν εἴπῃ, οὐκ ἐκεῖ τὸν Θεὸν συγκλείων τοῦτό φησιν, ἀλλὰ τῆς γῆς ἀπάγων τὸν εὐχόμενον, καὶ τοῖς ὑψηλοῖς προσηλῶν χωρίοις, καὶ ταῖς ἄνω διατριβαῖς. Παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελ-φῶν ποιεῖσθαι τὴν εὐχήν. Οὐ γὰρ λέγει Ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλ’, Ὁ Πατὴρ ἡμῶν ὑπὲρ τοῦ κοινοῦ σώματος τὰς δεήσεις ἀναφέρων, καὶ οὐδαμοῦ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ τοῦ πλησίον. Ἀπὸ δὲ τούτου καὶ ἔχθραν ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει, καὶ βασκανίαν ἐκβάλλει, καὶ τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ἀγάπην εἰς-άγει, καὶ τὴν ἀνωμαλίαν τῶν ἀνθρωπίνων ἐξορίζει
PG 57:279πραγμάτων, καὶ πολλὴν δείκνυσι τῷ βασιλεῖ πρὸς τὸν πτωχὸν τὴν ὁμοτιμίαν, εἴγε ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις κοινωνοῦμεν ἅπαντες. Τί γὰρ βλάβος ἐκ τῆς κάτω συγγενείας, ὅταν κατὰ τὴν ἄνω ἅπαντες ὦμεν συνημμένοι, καὶ μηδεὶς ἑτέρου πλέον ἔχῃ μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου, μήτε ὁ σοφὸς τοῦ ἰδιώτου; Πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως κληθῆναι καταξιώσας πατήρ. Ἀναμνήσας τοίνυν τῆς εὐγε-νείας ταύτης, καὶ τῆς ἄνωθεν δωρεᾶς, καὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμοτιμίας, καὶ τῆς ἀγάπης, καὶ τῆς γῆς ἀποστήσας, καὶ τοῖς οὐρανοῖς προσηλώσας, ἴδωμεν τί κελεύει λοιπὸν αἰτεῖν. Μάλιστα μὲν γὰρ καὶ αὐτὴ ἡ λέξις ἱκανὴ πάσης ἀρετῆς διδασκαλίαν ἐνθεῖναι. Ὁ γὰρ Πατέρα καλέσας τὸν Θεὸν, καὶ Πατέρα κοινὸν, δίκαιος ἂν εἴη τοιαύτην ἐπιδείκνυ-σθαι πολιτείαν, ὡς μὴ τῆς εὐγενείας ταύτης ἀνάξιος φανῆναι, καὶ ἴσην τῇ δωρεᾷ παρέχεσθαι τὴν σπουδήν. Πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, οὕτω λέγων· Ἁγιασθήτω τὸ ὄνομά σου. Ἀξία τοῦ τὸν Θεὸν Πατέρα καλοῦντος ἡ εὐχὴ, τὸ μηδὲν αἰτεῖν πρὸ τῆς τοῦ Πατρὸς δόξης, ἀλλὰ πάντα δεύτερα ἡγεῖσθαι τῆς εἰς ἐκεῖνον εὐ-φημίας. Τὸ γὰρ, Ἁγιασθήτω, τοῦτό ἐστι, Δοξασθήτω. Τὴν μὲν γὰρ οἰκείαν ἔχει δόξαν πεπληρωμένην, καὶ ὡσαύτως ἀεὶ μένουσαν· ἀξιοῦν δὲ κελεύει τὸν εὐχό-μενον, καὶ διὰ τῆς ἡμετέρας αὐτὸν δοξάζεσθαι ζωῆς. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ τὰ Σεραφὶμ δοξάζοντα οὕτως ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Ὥστε τὸ, Ἁγιασθήτω, τοῦτό ἐστι, Δοξασθήτω. Καταξίωσον γὰρ, φησὶν, οὕτως ἡμᾶς βιοῦν καθαρῶς, ὡς δι’ ἡμῶν ἅπαντάς σε δοξάζειν. Ὅπερ πάλιν ἀπηρτισμένης ἐστὶ φιλοσοφίας, τὸ οὕτω βίον ἄληπτον παρέχεσθαι πᾶσιν, ὡς ἕκαστον τῶν ὁρώντων τῷ Δεσπότῃ τὴν ὑπὲρ τούτων ἀναφέρειν εὐφημίαν. Ἐλθέτω ἡ βασιλεία σου. Καὶ τοῦτο πάλιν παιδὸς εὐγνώμονος τὸ ῥῆμα, τὸ μὴ προσηλῶσθαι τοῖς ὁρω-μένοις, μηδὲ μέγα τι τὰ παρόντα ἡγεῖσθαι, ἀλλ’ ἐπείγεσθαι πρὸς τὸν Πατέρα, καὶ τῶν μελλόντων ἐφίεσθαι· ὅπερ ἀπὸ συνειδότος ἀγαθοῦ γίνεται, καὶ ψυχῆς ἀπηλλαγμένης τῶν ἐν τῇ γῇ πραγμάτων. ε. Τοῦτο γοῦν καὶ ὁ Παῦλος καθ’ ἑκάστην ἐπεθύμει τὴν ἡμέραν· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες στε-νάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρω-σιν τοῦ σώματος ἡμῶν. Ὁ γὰρ τοῦτον ἔχων τὸν ἔρωτα, οὔτε ὑπὸ τῶν χρηστῶν τοῦ βίου τούτου φυση-θῆναι δύναται, οὔτε ὑπὸ τῶν λυπηρῶν ταπεινωθῆναι· ἀλλ’ ὡς ἐν αὐτοῖς διατρίβων τοῖς οὐρανοῖς, ἑκατέρας ἀπήλλακται τῆς ἀνωμαλίας. Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Εἶδες ἀκολου-θίαν ἀρίστην; Ἐπιθυμεῖν μὲν γὰρ ἐκέλευσε τῶν μελλόντων, καὶ πρὸς ἐκείνην ἐπείγεσθαι τὴν ἀποδη-μίαν· ἕως δ’ ἂν τοῦτο μὴ γίνηται, καὶ ἐνταῦθα δια-τρίβοντας τέως σπουδάζειν τὴν αὐτὴν τοῖς ἄνω πολι-τείαν ἐπιδείκνυσθαι. Ἐπιθυμεῖν μὲν γὰρ δεῖ τῶν οὐ-ρανῶν, φησὶ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς· πλὴν καὶ πρὸ τοῦ οὐρανοῦ τὴν γῆν οὐρανὸν ἐκέλευσε ποιῆσαι, καὶ ἐν αὐτῇ διατρίβοντας ὡς ἐκεῖ πολιτευομένους, οὕτω πάντα ποιεῖν καὶ λέγειν, ὡς καὶ ὑπὲρ τούτων παρα-καλεῖν τὸν Δεσπότην. Οὐδὲν γὰρ τὸ κωλύον φθάσαι
PG 57:280τὴν τῶν ἄνω δυνάμεων ἀκρίβειαν διὰ τὸ τὴν γῆν οἰκεῖν· ἀλλ’ ἔνι καὶ ἐνταῦθα διατρίβοντα, ὡς ἄνω γενόμενον ἤδη πάντα ποιεῖν. Ὃ λέγει τοίνυν, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεται, καὶ οὐ τὰ μὲν ὑπακούουσιν οἱ ἄγγελοι, τὰ δὲ παρακούου-σιν, ἀλλὰ πάντα εἴκουσι καὶ πείθονται· Δυνατοὶ γὰρ, φησὶν, ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ· οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα καθάπερ θέλεις πληροῦν. Εἶδες πῶς καὶ μετριάζειν ἐδίδαξε, δηλώσας ὅτι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον. ἀλλὰ καὶ τῆς ἄνωθεν χάριτος; Καὶ πάλιν τὴν ὑπὲρ τῆς οἰκουμένης πρόνοιαν ἕκαστον ἡμῶν τῶν προς-ευχομένων ἀναδέχεσθαι ἐπέταξεν. Οὐδὲ γὰρ εἶπε, Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοὶ, ἢ ἐν ἡμῖν· ἀλλὰ, Πανταχοῦ τῆς γῆς, ὥστε λυθῆναι τὴν πλάνην, καὶ φυτευθῆναι τὴν ἀλήθειαν, καὶ ἐκβληθῆναι κακίαν ἅπασαν, καὶ ἐπανελθεῖν ἀρετὴν, καὶ μηδὲν ταύτῃ διαφέρειν λοιπὸν τὸν οὐρανὸν τῆς γῆς. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐδὲν διοίσει τὰ κάτω τῶν ἄνω, εἰ καὶ τῇ φύσει διέστηκεν, ἀγγέλους ἑτέρους τῆς γῆς ἡμῖν ἐπιδεικνυμένης. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Τί ἐστι, Τὸν ἄρτον τὸν ἐπιού-σιον; Τὸν ἐφήμερον. Ἐπειδὴ γὰρ εἶπεν οὕτω· Γενη-θήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀνθρώποις δὲ διελέγετο σάρκα περικειμένοις, καὶ ἀνάγκῃ φύσεως ὑποκειμένοις, καὶ οὐ δυναμένοις τὴν αὐτὴν ἔχειν ἀπάθειαν τοῖς ἀγγέλοις· τὰ μὲν ἐπι-τάγματα ὁμοίως κελεύει γίνεσθαι καὶ παρ’ ἡμῶν, καθάπερ αὐτὰ κἀκεῖνοι πληροῦσι· συγκαταβαίνει δὲ καὶ τῇ τῆς φύσεως ἀσθενείᾳ λοιπόν. Ἀκρίβειαν μὲν γὰρ, φησὶ, πολιτείας ἀπαιτῶ τοσαύτην, οὐ μὴν ἀπάθειαν· οὐδὲ γὰρ ἐπιτρέπει τῆς φύσεως ἡ τυραν-νίς· δεῖται γὰρ τροφῆς τῆς ἀναγκαίας. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐν τοῖς σωματικοῖς πολὺ τὸ πνευματικόν. Οὐδὲ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τρυφῆς, οὐδὲ ὑπὲρ πολυτελείας ἱματίων, οὐδὲ ὑπὲρ ἄλλου οὐδενὸς τῶν τοιούτων, ἀλλ’ ὑπὲρ ἄρτου μόνον ἐκέλευσε τὴν εὐχὴν ποιεῖσθαι, καὶ ὑπὲρ ἄρτου τοῦ ἐφημέρου, ὥστε μὴ ὑπὲρ τῆς αὔριον μεριμνᾷν. Διὰ τοῦτο προσέθηκε, Τὸν ἄρτον τὸν ἐπιούσιον, του-τέστι, τὸν ἐφήμερον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη τῷ ῥήματι, ἀλλὰ καὶ ἕτερον μετὰ τοῦτο προσέθηκεν, εἰπὼν, Δὸς ἡμῖν σήμερον· ὥστε μὴ περαιτέρω συν-τρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας. Ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψει, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν; Τοῦτο καὶ προϊὼν διὰ πλειόνων ἐπέταξε, λέγων· Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Καὶ βούλεται πάντοθεν ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους, τοσοῦτον εἴκοντας τῇ φύσει, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ’ ἡμῶν ἀπαιτεῖ. Εἶτα ἐπειδὴ συμβαίνει καὶ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας
ἁμαρτάνειν, πολλὴν καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν αὐτοῦ ἐπιδεικνύμενος, κελεύει περὶ τῆς τῶν ἁμαρτη-μάτων ἀφέσεως προσιέναι τῷ φιλανθρώπῳ Θεῷ, καὶ λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Εἶδες φιλανθρωπίας ὑπερβολήν; Μετὰ τοσούτων κακῶν ἀναίρεσιν, καὶ δωρεᾶς μέγεθος ἄφατον, πάλιν ἁμαρ-τάνοντας ἀξιοῖ συγγνώμης. Ὅτι γὰρ πιστοῖς αὕτη ἡ προσευχὴ προσήκει, καὶ οἱ νόμοι τῆς Ἐκκλησίας διδάσκουσι, καὶ τὸ προοίμιον τῆς εὐχῆς. Ὁ γὰρ ἀμύητος οὐκ ἂν δύναιτο Πατέρα καλεῖν τὸν Θεόν. Εἰ τοίνυν πιστοῖς προσήκει ἡ εὐχὴ, εὔχονται δὲ οὗτοι ἁμαρτήματα ἑαυτοῖς ἀφεθῆναι δεόμενοι, δῆλον ὅτι οὐδὲ μετὰ τὸ λουτρὸν ἀνῄρηται τῆς μετανοίας τὸ κέρ-
PG 57:281δος, Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο δεῖξαι, οὐδ’ ἂν τοῦτο ἐνομοθέτησεν εὔχεσθαι. Ὁ δὲ καὶ ἁμαρτημάτων ἀναμιμνήσκων, καὶ κελεύων αἰτεῖν ἄφεσιν, καὶ διδά-σκων ὅπως ἂν ἐπιτύχωμεν τῆς ἀφέσεως, καὶ εὔκολον ταύτῃ ποιῶν τὴν ὁδὸν, εὔδηλον ὅτι εἰδὼς καὶ δεικνὺς ὅτι καὶ μετὰ τὸ λουτρὸν ἔστιν ἀπονίψασθαι τὰ πεπλημ-μελημένα, τοῦτον τῆς ἱκετηρίας τὸν νόμον εἰσήνεγκε· τῷ μὲν ὑπομνῆσαι τῶν ἁμαρτημάτων, μετριάζειν πείθων· τῷ δὲ ἑτέροις ἀφεῖναι κελεῦσαι, μνησικακίας ἁπάσης ἀπαλλάττων ἡμᾶς· τῷ δὲ ἀντὶ τούτων καὶ ἡμῖν ἐπαγγέλλεσθαι συγχωρεῖν, χρηστὰς ὑποτείνων ἐλπίδας, καὶ περὶ τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας φιλοσοφεῖν ἡμᾶς παιδεύων. 2. Ὃ δὲ μάλιστα χρὴ παρατηρῆσαι, τοῦτό ἐστιν· ὅτι καθ’ ἕκαστον τῶν εἰρημένων ὁλοκλήρου μνημονεύσας τῆς ἀρετῆς, καὶ ταύτῃ καὶ τὸ μὴ μνησικακεῖν περι-λαβών (καὶ γὰρ τὸ ἁγιασθῆναι τὸ ὄνομα αὐτοῦ ἀπηρ-τισμένης ἐστὶ πολιτείας ἀκρίβεια· καὶ τὸ γενηθῆναι τὸ θέλημα αὐτοῦ τὸ αὐτὸ τοῦτο πάλιν δηλοῖ· καὶ τὸ Πατέρα δύνασθαι καλεῖν τὸν Θεὸν, ἀμώμου πολιτείας ἐπίδειξίς ἐστιν· ἐν οἷς ἅπασι συνείληπτο καὶ τὸ δεῖν ἀφεῖναι τοῖς πεπλημμεληκόσι τὴν ὀργήν)· ἀλλ’ ὅμως οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ δεῖξαι βουλό-μενος ὅσην ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν σπου-δὴν, καὶ ἰδικῶς αὐτὸ τίθησι, καὶ μετὰ τὴν εὐχὴν οὐδεμιᾶς ἄλλης ἐντολῆς μέμνηται ἢ ταύτης, οὕτω λέγων· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα-πτώματα αὐτῶν, ἀφήσει ὑμῖν καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ὥστε παρ’ ἡμῶν ἡ ἀρχὴ, καὶ κύριοι τῆς κρίσεως τῆς περὶ ἡμῶν ἡμεῖς. Ἵνα γὰρ μηδὲ τῶν ἀναισθήτων μηδεὶς ἐγκαλεῖν ἔχῃ δικαζόμενος μὴ μι-κρὸν, μὴ μέγα, σὲ τὸν ὑπεύθυνον κύριον ποιεῖ τῆς ψήφου· καὶ, ὡς ἂν αὐτὸς ἐδίκασας σαυτῷ, φησὶν, οὕτω σοι δικάζω κἀγώ. Κἂν ἀφῇς τῷ συνδούλῳ, καὶ παρ’ ἐμοῦ τῆς αὐτῆς τεύξῃ χάριτος· καίτοιγε οὐκ ἴσον τοῦτο ἐκείνῳ. Σὺ μὲν γὰρ δεόμενος ἀφίης, ὁ δὲ Θεὸς μηδενὸς χρείαν ἔχων· σὺ τῷ ὁμοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ· σὺ ὑπεύθυνος ὢν μυρίοις κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὤν. Ἀλλ’ ὅμως καὶ οὕτω τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς τούτου πάντα σοι ἀφιέναι τὰ πεπλημ-μελημένα, ἀλλὰ βούλεταί σε καὶ ἐντεῦθεν εὐεργε-τεῖσθαι, μυρίας σοι πανταχόθεν παρέχων ἡμερό-τητος καὶ φιλανθρωπίας ἀφορμὰς, καὶ τὸ ἐν σοὶ θη-ριῶδες ἐκβάλλων, καὶ τὸν θυμὸν σβεννὺς, καὶ παν-ταχόθεν σε συγκολλῶν τῷ μέλει τῷ σῷ. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; ὅτι ἀδίκως ἔπαθές τι κακὸν παρὰ τοῦ πλησίον; Ταῦτα γάρ ἐστι τὰ ἁμαρτήματα· ὡς εἰ δικαίως, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμά ἐστιν. Ἀλλὰ καὶ σὺ τοιούτων προσέρχῃ ληψόμενος ἄφεσιν, καὶ πολλῷ μειζόνων. Καὶ πρὸ τῆς ἀφέσεως δὲ οὐ μικρᾶς ἀπ-έλαυσας δωρεᾶς, διδασκόμενος ἀνθρωπίνην ἔχειν ψυ-χὴν, καὶ πᾶσαν παιδευόμενος ἡμερότητα. Καὶ μετὰ τούτων καὶ μισθός σοι μέγας κείσεται ἐκεῖ, τὸ μηδε-νὸς ἀπαιτηθῆναι λόγον τῶν πεπλημμελημένων. Ποίας οὖν οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι, ὅταν τὴν ἐξουσίαν λαβόντες, προδῶμεν ἡμῶν τὴν σωτηρίαν; πῶς δὲ ἐν τοῖς ἄλλοις πράγμασιν ἀξιώσομεν ἀκούεσθαι, αὐτοὶ
PG 57:282μὴ θέλοντες, ἐν οἷς ἐσμεν κύριοι, φείδεσθαι ἑαυτῶν; Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐνταῦθα ἡμᾶς τὴν ἡμετέραν παι-δεύει σαφῶς εὐτέλειαν, καὶ καταστέλλει τὸ φύσημα, διδάσκων παραιτεῖσθαι τοὺς ἀγῶνας, ἀλλὰ μὴ ἐπιπηδᾷν. Οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστάναι· μὴ κα-λουμένους δὲ, ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Πονηρὸν δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ, κελεύων ἡμᾶς ἄσπονδον πρὸς αὐτὸν ἔχειν πό-λεμον, καὶ δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν. Οὐ γὰρ τῶν ἐκ φύσεως, ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγι-νομένων ἐστὶν ἡ πονηρία. Κατ’ ἐξοχὴν δὲ οὕτως ἐκεῖνος καλεῖται, διὰ τὴν ὑπερβολὴν τῆς κακίας, καὶ ἐπειδὴ μηδὲν παρ’ ἡμῶν ἀδικηθεὶς ἄσπονδον πρὸς ἡμᾶς ἔχει τὸν πόλεμον. Διὰ τοῦτο οὐδὲ εἶπε, Ῥῦσαι ἡμᾶς ἀπὸ τῶν πονηρῶν, ἀλλ’, Ἀπὸ τοῦ Πονηροῦ· παιδεύων ἡμᾶς μηδαμοῦ πρὸς τοὺς πλησίον ἀηδῶς ἔχειν, ἐν οἷς ἂν πάθωμεν παρ’ αὐτῶν κακῶς, ἀλλ’ ἀπὸ τούτων πρὸς ἐκεῖνον μεταθεῖναι τὴν ἔχθραν, ὡς πάν-των αὐτὸν αἴτιον τῶν κακῶν ὄντα. Ἐναγωνίους τοίνυν ποιήσας τῇ μνήμῃ τοῦ Ἐχθροῦ, καὶ τὴν ῥᾳθυμίαν ἡμῶν ἅπασαν ἐκκόψας, πάλιν θαῤῥύνει καὶ ἀνίστησι τὰ φρονήματα, τοῦ Βασιλέως ἀναμνήσας, ὑφ’ ᾧ τατ-τόμεθα, καὶ δείξας πάντων αὐτὸν ὄντα δυνατώτερον. Σοῦ γάρ ἐστι, φησὶν, ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Οὐκοῦν εἰ αὐτοῦ ἐστιν ἡ βασιλεία, οὐ-δένα δεδοικέναι χρὴ, ἅτε οὐδενὸς ὄντος τοῦ ἀνθιστα-μένου, καὶ πρὸς αὐτὸν τὴν ἀρχὴν διανεμομένου. Ὅταν γὰρ εἴπῃ, Σοῦ ἐστιν ἡ βασιλεία, δείκνυσι καὶ ἐκεῖνον τὸν πολεμοῦντα ἡμῖν ὑποτεταγμένον, κἂν ἐναντιοῦσθαι δοκῇ, τοῦ Θεοῦ συγχωροῦντος τέως. Καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων ἐστὶν, εἰ καὶ τῶν ἠτιμω-μένων καὶ προσκεκρουκότων· καὶ οὐκ ἂν τολμήσειεν οὐδενὶ τῶν ὁμοδούλων ἐπιθέσθαι, μὴ πρότερον ἄνωθεν τὴν ἐξουσίαν λαβών. Καὶ τί λέγω τῶν ὁμοδούλων; Οὐδὲ χοίρων κατατολμῆσαι ὑπέμεινεν, ἕως ὅτε αὐ-τὸς ἐπέτρεψεν· οὔτε ποιμνίων, οὔτε βουκολίων, ἕως ὅτε τὴν ἐξουσίαν ἄνωθεν ἔλαβε. Καὶ ἡ δύναμις, φησί. Οὐκοῦν κἂν μυριάκις ἀσθενὴς ᾖς, δίκαιος ἂν εἴης θαῤῥεῖν τοιοῦτον ἔχων τὸν βασιλεύοντα, πάντα εὐκό-λως καὶ διὰ σοῦ κατορθοῦν δυνάμενον. Καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ζ. Οὐδὲ γὰρ ἀπαλλάττει σε τῶν ἐπιόντων δεινῶν μόνον, ἀλλὰ καὶ ἔνδοξον δύναται ποιεῖν καὶ λαμπρόν. Ὥσπερ γὰρ ἡ δύναμις αὐτοῦ πολλὴ, οὕτω καὶ ἡ δόξα ἄφατος, καὶ τὰ πάντα ἀπέραντα καὶ τέλος αὐτῶν οὐδέν. Εἶδες πῶς πανταχόθεν ἤλειψε τὸν ἀθλητὴν, καὶ θαῤῥεῖν παρεσκεύασεν; Εἶτα, ὅπερ ἔφθην εἰπὼν, δεῖξαι βουλόμενος, ὅτι πάντων μάλιστα μνησικακίαν ἀποστρέφεται καὶ μισεῖ, καὶ μάλιστα πάντων τὴν ἐναντίαν τῇ κακίᾳ ταύτῃ ἀποδέχεται ἀρετὴν, καὶ μετὰ τὴν εὐχὴν πάλιν αὐτοῦ τοῦ κατορθώματος ὑπ-έμνησε, καὶ ἀπὸ τῆς κειμένης κολάσεως, καὶ ἀπὸ τῆσ

Homilia XXXV

PG 57:283ὡρισμένης τιμῆς τὸν ἀκροατὴν ἐνάγων εἰς τὴν τῆς ἐντολῆς ταύτης ὑπακοήν. Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἐὰν δὲ μὴ ἀφῆτε, οὐδὲ αὐτὸς ὑμῖν ἀφήσει. Διὰ τοῦτο τῶν οὐρανῶν πάλιν καὶ τοῦ Πατρὸς
ἐμνημόνευσεν, ὥστε καὶ τούτῳ τὸν ἀκροατὴν ἐντρέ-ψαι, εἴγε τοιούτου πατρὸς ὢν, ἐκθηριοῦσθαι μέλλοι, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, γήϊνόν τι καὶ βιωτικὸν ἔχοι φρόνημα. Οὐ γὰρ δὴ χάριτι δεῖ γενέσθαι παῖ-δας μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις. Οὐδὲν δὲ οὕ-τως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς πονηροῖς καὶ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικόν· ὥσπερ οὖν καὶ ἔφθη διδάξας, ἡνίκα ἔλεγε τὸ τὸν ἥλιον ἀνατέλλειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Διὰ δὴ τοῦτο καὶ καθ’ ἕκαστον τῶν ῥημάτων κοινὰς κελεύει ποιεῖν τὰς εὐχὰς, Πά-τερ ἡμῶν, λέγων· καὶ, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· καὶ, Δὸς ἡμῖν τὸν ἄρτον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς· πανταχοῦ τῷ πληθυντικῷ ῥήματι τούτῳ κελεύων κεχρῆσθαι, ἵνα μηδὲ ἴχνος ὀργῆς πρὸς τὸν πλησίον ἔχωμεν. Πόσης οὖν ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοὶ μὴ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ ὥσπερ ἐκ διαμέτρου τινὸς τὸν νόμον τοῦτον παραβαίνοντες, καὶ ταῦτα αὐτοῦ πάντα ποιοῦντος καὶ πραγματευομένου, ὥστε μὴ διαστασιάζειν ἡμᾶς πρὸς ἀλλήλους; Ἐπειδὴ γὰρ ῥίζα πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ἀγάπη, τὰ λυ-μαινόμενα αὐτὴν ἀναιρῶν, πάντοθεν ἡμᾶς πρὸς ἀλλήλους συνάγει συγκολλῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Καὶ τοῦτο μάλιστα καὶ ἐξ ὧν εὐεργετεῖ καθ’ ἑκάστην ἡμέραν, καὶ ἐξ ὧν ἐπιτάττει δῆλον. Εἰ δὲ τὰς λύπας μοι λέγεις, καὶ τὰς ὀδύνας, καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ’ ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ’ ἂν ἀγαθοῦ τινος ἀπολαύ-σῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ εἰς μὲν τὰς συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προς-κρούσματα, ἃ καθ’ ἑκάστην προσκρούομεν τὴν ἡμέραν, οὐκ ἐννοοῦμεν· διὰ τοῦτο ἀλύομεν. Ὡς εἴγε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν. Καὶ ἵνα τὰ ἄλλα ἀφεὶς τὰ ἰδίᾳ πεπλημμελημένα ἑκάστῳ, τὰ σήμερον εἴπω γινόμενα· καίτοιγε οὐκ οἶδα τί ποτε ἕκαστος ἡμῶν ἥμαρτεν· ἀλλ’ ὅμως τοσαύτη ἡ περιουσία τῶν πλημ-μελημάτων, ὡς μηδὲ τὸν ἀκριβῶς ἅπαντα εἰδότα δύνασθαι καὶ ἐκ τούτων ἑλεῖν. Τίς οὖν ἡμῶν οὐκ ἐῤῥᾳθύμησεν εὐχόμενος; τίς οὐκ ἀπενοήθη; τίς οὐκ ἐκενοδόξησε; τίς οὐ κακῶς εἶπε τὸν ἀδελφὸν, οὐδὲ ἐδέξατο πονηρὰν ἐπιθυμίαν; οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὐκ ἐμνήσθη μετὰ πάθους ἐχθροῦ, καὶ οἰδαίνειν τὴν καρδίαν ἐποίησεν; Εἰ δὲ ἐν ἐκκλησίᾳ ὄντες, καὶ ἐν καιρῷ βραχεῖ, τοσούτοις ὑπεύθυνοι γε-γόναμεν κακοῖς, τίνες ἐσόμεθα ἐξελθόντες ἐντεῦθεν; εἰ ἐν τῷ λιμένι τοσαῦτα τὰ κύματα, ὅταν ἐξέλθω-μεν εἰς τὸν εὔριπον τῶν κακῶν, τὴν ἀγορὰν λέγω, καὶ τὰ πολιτικὰ πράγματα, καὶ τὰς ἐν οἰκίᾳ φροντί-δας, ἆρα ἑαυτοὺς γοῦν ἐπιγνῶναι δυνησόμεθα; Ἀλλ’ ὅμως τῆς τῶν τοσούτων καὶ τηλικούτων ἁμαρ-
PG 57:284τημάτων ἀπαλλαγῆς ἔδωκεν ἡμῖν σύντομον καὶ ῥᾳ-δίαν ὁδὸν καὶ παντὸς ἀπηλλαγμένην πόνου ὁ Θεός. Ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; Πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι τοῦ θυμοῦ, καὶ ἄνεσιν πολλὴν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ. η. Οὐδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδη-μῆσαι μακρὰν, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφὰς, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα, ἀλλ’ ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτή-ματα. Ἂν δὲ μὴ μόνον αὐτὸς μὴ ἀφῇς, ἀλλὰ καὶ τῷ Θεῷ κατ’ αὐτοῦ ἐντυγχάνῃς, τίνα λοιπὸν ἕξεις σω-τηρίας ἐλπίδα, ὅταν ἡνίκα ἐξιλεοῦσαι αὐτὸν καὶ δέῃ, καὶ τότε αὐτὸν παροξύνῃς, ἱκέτου μὲν σχῆμα περικείμενος, θηρίου δὲ φωνὰς ἀφιεὶς, καὶ καθ’ ἑαυ-τοῦ τὰ βέλη τοῦ Πονηροῦ ἐξακοντίζων ἐκεῖνα; Διὰ τοῦτο καὶ ὁ Παῦλος εὐχῆς μεμνημένος, οὐδὲν οὕτως ἐξεζήτησεν ὡς τῆς ἐντολῆς ταύτης τὴν φυλακήν· Ἐπαίροντας γὰρ ὁσίους χεῖρας, φησὶ, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἰ γὰρ ὅτε ἐλέους χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς, πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος, καὶ τὸν πονηρὸν ἀποβλῦσαι τῆς πονηρίας ταύτης ἰόν; Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέ-γεθος, ἐπ’ ἀνθρώπων αὐτὸ λογίζου γινόμενον, καὶ τότε ὄψει τῆς ὕβρεως τὴν ὑπερβολήν. Εἰ γὰρ ἀνθρώ-πῳ σοι ὄντι προσῆλθέ τις ἀξιῶν ἐλεηθῆναι, εἶτα μεταξὺ κείμενος ἐπὶ τῆς γῆς εἶδεν ἐχθρὸν, καὶ ἀφείς σε ἱκετεῦσαι ἐκεῖνον ἔτυπτεν, ἆρα οὐκ ἂν μείζονα ἐποιήσω τὴν ὀργήν; Τοῦτο λογίζου καὶ ἐπὶ τοῦ Θεοῦ συμβαίνειν. Καὶ γὰρ καὶ σὺ τὸν Θεὸν ἱκετεύων, με-ταξὺ τὴν ἱκετηρίαν ἀφεὶς, τὸν ἐχθρὸν τοῖς ῥήμασι τύ-πτεις, καὶ τοὺς τοῦ Θεοῦ νόμους ὑβρίζεις, τὸν νομο-θετήσαντα πᾶσαν ὀργὴν ἀφιέναι κατὰ τῶν λελυπη-κότων καλῶν, καὶ ἀξιῶν ἐναντία τοῖς ἑαυτοῦ προς-τάγμασι ποιεῖν. Οὐκ ἀρκεῖ εἰς τιμωρίας σοι λόγον, ὅτι σὺ παραβαίνεις τὸν νόμον τὸν τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν τοῦτο παρακαλεῖς ποιεῖν; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξε, μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών; Θεός ἐστιν, ὁ τὰ πάντα εἰδὼς, καὶ μετὰ ἀκριβείας ἁπάσης τοὺς ἑαυτοῦ φυλάττεσθαι βουλόμενος νόμους, καὶ τοσοῦτον ἀπέχων τοῦ ποιῆσαι ταῦτα ἅπερ ἀξιοῖς, ὅτι καὶ σὲ τὸν ταῦτα λέγοντα καὶ ὑπὲρ τοῦ λέγειν μόνον ἀποστρέφεται καὶ μισεῖ, καὶ δίκην ἀπαιτεῖ τὴν ἐσχάτην. Πῶς οὖν ἀξιοῖς παρ’ αὐτοῦ τυχεῖν, ὧν αὐτὸς μετὰ πολλῆς ἀπέχεσθαί σε κελεύει σπουδῆς; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ καὶ εἰς τοσοῦτον ἀλογίας ἥκασιν, ὡς μὴ μόνον τῶν ἐχθρῶν κατεύ-χεσθαι, ἀλλὰ καὶ τέκνοις ἐπαρᾶσθαι τοῖς ἐκείνων, καὶ αὐτῶν, εἴγε ἐνῆν, ἀπογεύσασθαι τῶν σαρκῶν· μᾶλ-λον δὲ καὶ ἀπογευόμενοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι τοὺς ὀδόντας οὐκ ἐνέπηξας τῷ σώματι τοῦ λελυ-πηκότος· πολὺ γὰρ χαλεπώτερον ἐποίησας, τό γε εἰς σὲ ἧκον, ἀξιῶν ἄνωθεν ὀργὴν ἐπενεχθῆναι κατ’ αὐ-τοῦ, καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει, καὶ μετὰ τῆς οἰκίας ἀνατραπῆναι ἁπάσης. Ποίων γὰρ ταῦτα οὐ χαλεπώτερα δηγμάτων; ποίων βελῶν οὐ πικρότερα; Οὐ ταῦτά σε ἐπαίδευσεν ὁ Χριστός· οὐχ οὕτω τὸ στόμα αἱμάττειν ἐκέλευσε. Καὶ γὰρ ᾑμαγμένων στο-μάτων ἀπὸ σαρκῶν ἀνθρωπίνων χαλεπώτεραι αἱ τοιαῦται γλῶτται. Πῶς οὖν ἀσπάσῃ τὸν ἀδελφόν; πῶς ἅψῃ τῆς θυσίας; πῶς ἀπογεύσῃ τοῦ αἵματος τοῦ

Homily XXHomilia XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:285Δεσποτικοῦ, τοσοῦτον ἔχων ἐπὶ τῆς διανοίας ἰόν; Ὅταν γὰρ εἴπῃς, κατάῤῥαξον αὐτὸν, καὶ τὴν οἰκίαν ἀνάτρεψον, καὶ πάντα ἀπόλεσον, καὶ μυρίους αὐτῷ ὀλέθρους κατεύχῃ, οὐδὲν ἀνθρωποκτόνου διενήνοχας, μᾶλλον δὲ ἀνθρωποφάγου θηρίου. Παυσώμεθα τοίνυν τῆς νόσου ταύτης καὶ τῆς μα-νίας, καὶ τὴν φιλοφροσύνην, ἣν ἐκέλευσεν, ἐπιδειξώ-μεθα περὶ τοὺς λελυπηκότας, ἵνα γενώμεθα ὅμοιοι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Παυσόμεθα δὲ, ἂν τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων· ἂν μετὰ ἀκριβείας ἅπαντα ἐξετάσωμεν τὰ πεπλημμελη-μένα, τὰ ἔνδον, τὰ ἔξω, τὰ ἐν ἀγορᾷ, τὰ ἐν ἐκκλη-σίᾳ. Εἰ γὰρ μηδενὸς ἑτέρου, τῆς γοῦν ἐνταῦθα ὀλιγ-ωρίας τὴν ἐσχάτην ἄξιοί ἐσμεν δίκην ὑποσχεῖν. Καὶ
γὰρ προφητῶν ψαλλόντων, καὶ ἀποστόλων ὑμνούν-των, καὶ Θεοῦ διαλεγομένου, ἔξω πλανώμεθα, καὶ βιωτικῶν πραγμάτων ἐπεισάγομεν θόρυβον· καὶ οὐδὲ τοσαύτην ἀπονέμομεν τοῖς τοῦ Θεοῦ νόμοις τὴν ἡσυχίαν, ὅσην τοῖς τοῦ βασιλέως γράμμασιν ἐν τοῖς θεάτροις οἱ θεαταὶ παρέχουσι τὴν σιγήν. Ἐκεῖ μὲν γὰρ τῶν γραμμάτων τούτων ἀναγινωσκομένων, καὶ ὕπατοι καὶ ὕπαρχοι καὶ βουλὴ καὶ δῆμος ὀρθοὶ πάν-τες ἑστήκασι, μεθ’ ἡσυχίας ἀκούοντες τῶν λεγομέ-νων· κἂν μεταξὺ τῆς ἡσυχίας τῆς βαθυτάτης ἐκεί-νης ἀθρόον ἄν τις πηδήσας καταβοήσῃ, ἅτε εἰς τὸν βασιλέα ὑβρικὼς, τὴν ἐσχάτην δίδωσι δίκην· ἐνταῦθα δὲ τῶν ἐκ τοῦ οὐρανοῦ γραμμάτων ἀναγινωσκομένων, πολὺς πανταχόθεν ὁ θόρυβος γίνεται. Καίτοι καὶ ὁ πέμψας τὰ γράμματα πολὺ τοῦ βασιλέως τούτου μείζων ἐστὶ, καὶ τὸ θέατρον σεμνότερον· οὐ γὰρ ἀν-θρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐστί· καὶ τὰ ἐπι-νίκια ταῦτα, ἃ τὰ γράμματα εὐαγγελίζεται, πολλῷ τῶν ἐν τῇ γῇ φρικωδέστερα. Διόπερ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ οἱ τῶν οὐρανῶν δῆμοι, καὶ οἱ ἐν τῇ γῇ πάντες εὐφημεῖν κελευόμεθα. Εὐλογεῖτε γὰρ, φησὶ, τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ οὐ μικρὰ τὰ κατορ-θούμενα, ἀλλὰ πάντα ὑπερβαίνει λόγον καὶ νοῦν καὶ διάνοιαν ἀνθρωπίνην. Καὶ ταῦτα καθ’ ἑκάστην ἡμέραν ἀνακηρύττουσιν οἱ προφῆται, διαφόρως ἕκαστος τὸ λαμπρὸν τοῦτο τρόπαιον ἀναγορεύων. Ὁ μὲν γὰρ, Ἀνέβης εἰς ὕψος, φησὶ, ᾐχμαλώτευσας αἰχμ-αλωσίαν, καὶ ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δέ φησι, Τῶν ἰσχυρῶν μεριεῖται τὰ σκῦλα. Καὶ γὰρ διὰ τοῦτο ἦλθεν, ὥστε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Καὶ κατὰ τοῦ θανάτου τὴν ἐπινίκιον ἀλαλάζων φωνὴν ἔλεγε· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέν-τρον; Ἕτερος δὲ αὖ πάλιν τὴν βαθυτάτην εἰρήνην εὐαγγελιζόμενος ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέ-πανα. Καὶ ὁ μὲν τὴν Ἱερουσαλὴμ καλεῖ λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ὁ βασι-
PG 57:286λεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑπο-ζύγιον καὶ πῶλον νέον. Ὁ δὲ καὶ τὴν δευτέραν αὐτοῦ ἀνακηρύττει παρουσίαν, οὕτω λέγων· Ἥξει Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Σκιρτήσατε ὡς μοσχάρια ἐκ δε-σμῶν ἀνειμένα. Καὶ ἕτερος πάλιν τοιαῦτα ἐκπληττό-μενος ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθή-σεται ἕτερος πρὸς αὐτόν. Ἀλλ’ ὅμως καὶ τούτων καὶ πολλῷ πλειόνων λεγομένων, δέον φρίττειν· καὶ μηδὲ ἐπὶ γῆς νομίζειν εἶναι, ἀλλ’ ὡς ἐν ἀγορᾷ μέσῃ θορυβοῦμεν, ταράττομεν, τὰ μηδὲν πρὸς ἡμᾶς ὄντα διαλεγόμενοι ἅπαντα ἀναλίσκομεν τῆς συνάξεως τὸν καιρόν. Ὅταν οὖν καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις, καὶ ἐν ἀκροάσει καὶ ἐν πράξει, καὶ ἔξω καὶ ἔνδον ἐν ἐκκλησίᾳ οὕτως ὦμεν ῥᾴθυμοι, καὶ μετὰ τούτων ἁπάντων καὶ κατ’ ἐχθρῶν εὐχώμεθα, πόθεν ἕξομεν σωτηρίας ἐλπίδα, τοῖς τοσούτοις ἁμαρτήμασι προς-θήκην ἑτέραν χαλεπὴν καὶ τούτων ἀντίῤῥοπον, τὴν παράνομον ταύτην προστιθέντες εὐχήν; Ἔτι οὖν θαυμάζειν δίκαιον, ἂν συμβῇ τι τῶν ἀδοκήτων ἡμῖν καὶ λυπηρῶν, δέον ὅταν μὴ συμβῇ θαυμάζειν; Ἐκεῖνο μὲν γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας· τοῦτο δὲ ὑπὲρ λόγον πάντα καὶ προσδοκίαν. Καὶ γὰρ ὑπὲρ λόγον, ἐχθροὺς τοῦ Θεοῦ γενομένους καὶ παροργί-ζοντας αὐτὸν, ἀπολαύειν ἡλίου καὶ ὑετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἀνθρώπους θηρίων ὠμότητα νικῶν-τας, καὶ κατ’ ἀλλήλων ἱσταμένους, καὶ τοῖς τῶν πλησίον δήγμασι τὴν γλῶτταν αἱμάττοντας, μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, καὶ τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία παραγγέλματα. Ταῦτ’ οὖν ἐννοοῦντες, ἐμέσωμεν τὸν ἰὸν, καταλύσωμεν τὰς ἔχθρας, καὶ τὰς ἡμῖν πρεπούσας εὐχὰς ποιώμεθα· ἀντὶ δαιμόνων θηριωδίας, ἀγγέλων λάβωμεν ἡμερότητα· καὶ ὅσα ἂν ὦμεν ἠδικημένοι, τὰ ἡμέτερα αὐτῶν ἐννοήσαντες, καὶ τὸν ὑπὲρ ταύτης τῆς ἐντολῆς κεί-μενον ἡμῖν μισθὸν, μαλάξωμεν τὴν ὀργὴν, καταστεί-λωμεν τὰ κύματα, ἵνα καὶ τὸν παρόντα βίον ἀταράχως διέλθωμεν, καὶ ἀπελθόντες ἐκεῖ τοιούτου τύχωμεν τοῦ Δεσπότου, οἷοι περὶ τοὺς συνδούλους γεγόναμεν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φοβερὸν, ποιήσωμεν αὐτὸ κοῦφον καὶ ποθεινὸν, καὶ τὰς τῆς παῤῥησίας τῆς πρὸς αὐτὸν λαμπρὰς ἀνοίξωμεν θύρας· καὶ ὅπερ οὐκ ἰσχύ-σαμεν ἀνύσαι διὰ τοῦ τῶν ἁμαρτημάτων ἀπέχεσθαι, τοῦτο ἀνύσωμεν διὰ τοῦ γεγενῆσθαι τοῖς ἡμαρτηκό-σιν εἰς ἡμᾶς ἥμεροι (οὐδὲ γὰρ βαρὺ τοῦτο, οὐδὲ ἐπαχθές)· καὶ τοὺς ἐχθροὺς εὐεργετοῦντες τοὺς ἡμε-τέρους, πολὺν ἑαυτοῖς προαποθώμεθα ἔλεον. Οὕτω γὰρ καὶ κατὰ τὸν παρόντα βίον ἅπαντες ἡμᾶς ἀγα-πήσουσι, καὶ πρὸ τῶν ἄλλων ἁπάντων ὁ Θεὸς καὶ φιλήσει, καὶ στεφανώσει, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει πάντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:285ΟΜΙΛΙΑ Κ. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ, σκυθρωποί. Ἀφανίζουσι γὰρ τὰ πρόςωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. α. Καλὸν ἐνταῦθα στενάξαι μέγα καὶ ἀνοιμῶξαι πικρόν. Οὐ γὰρ μόνον τοὺς ὑποκριτὰς μιμούμεθα,

Homilia XXXVI

PG 57:286ἀλλὰ καὶ ἐκείνους παρεληλύθαμεν. Οἶδα γὰρ, οἶδα πολλοὺς, οὐχὶ νηστεύοντας καὶ ἐπιδεικνυμένους μόνον, ἀλλὰ καὶ μὴ νηστεύοντας καὶ τὰ τῶν νηστευόν-των προσωπεῖα περικειμένους, καὶ ἀπολογίαν χείρονα τῆς ἁμαρτίας προβαλλομένους. Ἵνα γὰρ μὴ σκανδαλίσω, φησὶ, τοὺς πολλοὺς, τοῦτο ποιῶ. Τί λέ-
PG 57:287γεις; Νόμος ἐστὶ θεῖος ὁ ταῦτα κελεύων, καὶ σκαν-δάλου μέμνησαι; καὶ φυλάττων μὲν αὐτὸν, σκανδαλί-ζειν νομίζεις, παραβαίνων δὲ, ἀπαλλάττειν σκανδάλου; καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Οὐ παύσῃ καὶ τῶν ὑποκριτῶν χείρων γινόμενος, καὶ διπλῆν τὴν ὑπόκρισιν ἐργαζόμενος; καὶ πολλὴν τῆς κακίας ταύτης τὴν ὑπερβολὴν ἐννοῶν, οὐκ αἰσχυν-θήσῃ τῆς λέξεως ταύτης τὴν ἔμφασιν; Οὐδὲ γὰρ εἶπεν, ὅτι ὑποκρίνονται ἁπλῶς, ἀλλὰ καὶ καθάψασθαι μειζόνως βουλόμενος, φησίν· Ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, τουτέστι, διαφθείρουσιν, ἀπολ-λύουσιν. Εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι, τί ἂν εἴποιμεν περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθειρουσῶν τὰ πρόσωπα γυναικῶν, ἐπὶ λύμῃ τῶν ἀκολάστων νέων; Ἐκεῖνοι μὲν γὰρ ἑαυτοὺς βλάπτουσι μόνον· αὗται δὲ καὶ ἑαυτὰς καὶ τοὺς ὁρῶντας. Διὸ χρὴ καὶ ταύτην κἀκείνην φεύγειν τὴν λύμην ἐκ πολλοῦ τοῦ περι-όντος. Οὐδὲ γὰρ μόνον μὴ ἐπιδείκνυσθαι, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· ὅπερ καὶ ἔμπρο-σθεν ἐποίησε. Καὶ ἐπὶ μὲν τῆς ἐλεημοσύνης οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ’ εἰπὼν, Προσέχετε μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, προσέθηκε, πρὸς τὸ θεαθῆναι αὐτοῖς· ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς οὐδὲν τοιοῦτον διώρισε. Τί δήποτε; Ὅτι ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν· εὐχὴν δὲ καὶ νηστείαν, δυνατόν. Ὥσπερ οὖν εἰπὼν, Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν ἔλεγεν, ἀλλὰ περὶ τοῦ δεῖν μετὰ ἀκρι-βείας ἅπαντας λανθάνειν· καὶ κελεύσας εἰς τὸ ταμιεῖον εἰσιέναι, οὐ πάντως, οὐδὲ προηγουμένως ἐκεῖ μόνον ἐπέταξεν εὔχεσθαι, ἀλλὰ τὸ αὐτὸ πάλιν ᾐνίξατο· οὕτω καὶ ἐνταῦθα ἀλείφεσθαι κελεύσας, οὐχ
ἵνα ἀλειφώμεθα πάντως ἐνομοθέτησεν· ἐπεὶ πάντες εὑρεθησόμεθα τὸν νόμον παραβαίνοντες τοῦτον, καὶ πρό γε πάντων οἱ μάλιστα αὐτὸν φυλάττειν ἐσπου-δακότες, οἱ τῶν μοναχῶν δῆμοι, οἱ τὰ ὄρη κατειλη-φότες. Οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ’ ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν εὐφραινομένοις καὶ χαίρουσι (καὶ τοῦτο ἀπὸ τοῦ Δαυὶ̈δ καὶ ἀπὸ τοῦ Δανιὴλ ἄν τις κατίδοι σαφῶς), εἶπεν ἀλείφεσθαι, οὐχ ἵνα πάντως τοῦτο ποιῶμεν, ἀλλ’ ἵνα διὰ πάντων σπουδάζωμεν μετὰ ἀκριβείας πολλῆς κρύπτειν τὸ κτῆμα τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, αὐτὸς τοῦτο, ὅπερ διὰ τῶν λόγων ἐπέταξε, διὰ τῶν ἔργων ἐπιδειξάμενος, καὶ νηστεύσας τεσσαράκοντα ἡμέρας, καὶ μετὰ τοῦ λαθεῖν νηστεύσας, οὔτε ἠλείψατο, οὔτε ἐνίψατο· ἀλλ’ ὅμως καὶ ταῦτα μὴ ποιήσας, μάλιστα πάντων χωρὶς κενοδοξίας τὸ πᾶν ἤνυσεν. Ὃ δὴ καὶ ἡμῖν ἐπιτάττει, καὶ τοὺς ὑποκριτὰς εἰς μέσον ἀγα-γὼν, καὶ διπλῇ παραγγελίᾳ τοὺς ἀκούοντας ἀπο-τρέψας. Καὶ ἕτερόν τι διὰ τῆς προσηγορίας ταύτης ᾐνίξατο, τῆς τῶν ὑποκριτῶν λέγω. Οὐ γὰρ μόνον τῷ τὸ πρᾶγμα εἶναι καταγέλαστον, οὐδὲ τῷ ζημίαν ἔχειν ἐσχάτην, ἀλλὰ καὶ τῷ πρόσκαιρον δεῖξαι τὴν τοιαύ-την ἀπάτην, ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Ὁ γὰρ ὑποκριτὴς μέχρι τότε φαίνεται λαμπρὸς, ἕως ἂν τὸ θέατρον κάθηται· μᾶλλον δὲ οὐδὲ τότε παρὰ πᾶσιν. Ἴσασι γὰρ οἱ πλείους τῶν θεωμένων, τίς ὢν τίνα ὑποκρίνεται. Πλὴν ἀλλὰ τοῦ θεάτρου λυθέντος, σαφέ-
PG 57:288στερον ἅπασιν ἐκκαλύπτεται. Τοῦτο τοίνυν καὶ τοὺς κενοδόξους ὑπομένειν ἀνάγκη πᾶσα. Καὶ ἐνταῦθα μὲν γὰρ τοῖς πλείοσίν εἰσι κατάδηλοι, ὅτι οὐκ εἰσὶ τοῦτο ὅπερ φαίνονται, ἀλλὰ προσωπεῖον περίκεινται μόνον· πολλῷ δὲ πλέον μετὰ ταῦτα ἁλώσονται, ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνεται. Καὶ ἑτέρωθεν δὲ πάλιν αὐτοὺς ἀπάγει τῶν ὑποκριτῶν, τῷ δεῖξαι κοῦφον τὸ ἐπίταγμα ὄν. Οὐ γὰρ τὴν νη-στείαν ἐπιτείνει, οὐδὲ μείζονα ἐπιδείξασθαι κελεύει, ἀλλὰ μὴ τὸν ἐξ αὐτῆς ἀπολέσαι στέφανον. Ὥστε ὃ μὲν δοκεῖ φορτικὸν εἶναι, κοινὸν ἡμῖν καὶ τοῖς ὑπο-κριταῖς· νηστεύουσι γὰρ κἀκεῖνοι· ὃ δέ ἐστι κουφό-τατον, τὸ καμόντας μὴ ἀπολέσαι τὸν μισθὸν, τοῦτό ἐστιν ὃ κελεύω, φησί· τοῖς μὲν πόνοις οὐδὲν προστι-θεὶς, τοὺς δὲ μισθοὺς ἡμῖν συνάγων μετὰ ἀσφαλείας ἁπάσης, καὶ οὐκ ἀφιεὶς ἀστεφανώτους ἀπελθεῖν, καθάπερ ἐκείνους. Καὶ οὐδὲ τοὺς ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παλαίοντας μιμεῖσθαι ἐθέλουσιν, οἳ, τοσούτου καθημένου δήμου καὶ ἀρχόντων τοσούτων, ἑνὶ βού-λονται ἀρέσαι τῷ βραβεύοντι τὴν νίκην αὐτοῖς, καίτοι πολλῷ ὄντι καταδεεστέρῳ· σὺ δὲ διπλῆν ἔχων τὴν ἀφορμὴν τοῦ τὴν νίκην ἐπιδείκνυσθαι ἐκείνῳ, τῷ καὶ αὐτὸν εἶναι τὸν βραβεύοντα, καὶ τῷ πάν-των ἀσυγκρίτως ὑπερέχειν τῶν ἐν τῷ θεάτρῳ καθ-ημένων, ἑτέροις ἐπιδείκνυσαι τοῖς οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ τὰ μέγιστά σε παραβλάπτουσι. β. Πλὴν οὐδὲ τοῦτο κωλύω, φησίν. Εἰ δὲ καὶ ἀν-θρώποις ἐπιδείξασθαι βούλει, ἀνάμεινον, καὶ ἐγώ σοι καὶ τοῦτο μετὰ πλείονος παρέξομαι τῆς περιουσίας, καὶ πολλοῦ τοῦ κέρδους. Νῦν μὲν γάρ σε ἀποῤῥήγνυσι τῆς πρός με δόξης τοῦτο, ὥσπερ οὖν συγκολλᾷ τὸ τούτων ὑπερορᾷν· τότε δὲ πάντων ἀπολαύσῃ μετὰ ἀδείας ἁπάσης, οὐ μικρὸν καὶ πρὸ ἐκείνων καὶ ἐνταῦ-θα καρπωσόμενος, τὸ πᾶσαν καταπατῆσαι τὴν ἀν-θρωπίνην δόξαν, καὶ τῆς χαλεπῆς τῶν ἀνθρώπων ἐλευθερωθῆναι δουλείας, καὶ γνήσιον γενέσθαι τῆς ἀρετῆς ἐργάτην. Ὡς νῦν γε οὕτω διακείμενος, ἂν ἐν ἐρημίᾳ γένῃ, πάσης ἔρημος ἔσῃ τῆς ἀρετῆς, οὐκ ἔχων τοὺς θεωροῦντας. Ὃ καὶ αὐτὴν ὑβρίζοντός ἐστι τὴν ἀρετὴν, εἴγε μὴ δι’ αὐτὴν, ἀλλὰ διὰ τὸν σχοινο-στρόφον, καὶ τὸν χαλκοτύπον, καὶ τὸν πολὺν τῶν ἀγο-ραίων δῆμον μέλλοις αὐτὴν μετιέναι, ἵνα καὶ οἱ κα-κοὶ, καὶ οἱ πόῤῥω ταύτης ὄντες σε θαυμάσωσι· καὶ τοὺς ἐχθροὺς αὐτῆς καλεῖς ἐπὶ τὴν ἐπίδειξιν αὐτῆς καὶ τὴν θεωρίαν· ὥσπερ ἂν εἴ τις σωφρονεῖν ἕλοιτο, μὴ διὰ τὸ τῆς σωφροσύνης καλὸν, ἀλλ’ ἵνα ἐπιδείξη-ται τοῖς ἡταιρηκόσι. Καὶ σὺ τοίνυν οὐκ ἂν εἴλου τὴν ἀρετὴν, εἰ μὴ διὰ τοὺς ἐχθροὺς τῆς ἀρετῆς· δέον αὐ-τὴν καὶ ἐντεῦθεν θαυμάσαι, ὅτι καὶ τοὺς ἐχθροὺς ἐπαινέτας ἔχει· θαυμάσαι δὲ, ὡς χρὴ, μὴ δι’ ἑτέ-ρους, ἀλλὰ δι’ αὐτήν. Ἐπεὶ καὶ ἡμεῖς, ὅταν μὴ δι’ ἑαυτοὺς, ἀλλὰ δι’ ἑτέρους φιλώμεθα, ὕβριν τὸ πρᾶγμα νομίζομεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἀρετῆς λογίζου· καὶ μήτε δι’ ἑτέρους αὐτὴν δίωκε, μήτε δι’ ἀνθρώ-πους ὑπάκουε τῷ Θεῷ, ἀλλὰ διὰ τὸν Θεὸν ἀνθρώποις· ὡς ἂν τὸ ἐναντίον ποιῇς, κἂν μετιέναι δοκῇς ἀρε-τὴν, ὁμοίως τῷ μὴ μετιόντι παρώξυνας. Ὥσπερ γὰρ ἐκεῖνος τῷ μὴ ποιῆσαι παρήκουσεν, οὕτω καὶ σὺ τῷ παρανόμως ποιῆσαι. Μὴ θησαυρίζετε ὑμῖν θη-σαυροὺς ἐπὶ τῆς γῆς. Ἐπειδὴ γὰρ τὸ τῆς κενο-
PG 57:289δοξίας ἐξέβαλε νόσημα, εὐκαίρως λοιπὸν καὶ τὸν περὶ ἀκτημοσύνης εἰσάγει λόγον. Οὐδὲν γὰρ οὕτω χρημάτων ἐρᾷν παρασκευάζει, ὡς ὁ τῆς δόξης ἔρως. Διὰ γοῦν τοῦτο καὶ τὰς τῶν ἀνδραπόδων ἀγέλας, καὶ τὸν ἐσμὸν τῶν εὐνούχων, καὶ τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τὰς ἀργυρᾶς τραπέζας, καὶ τὰ ἄλλα τὰ καταγελαστότερα ἐπινοοῦσιν ἄνθρωποι· οὐχ ἵνα χρείαν πληρώσωσιν, οὐδ’ ἵνα ἡδονῆς ἀπολαύσωσιν, ἀλλ’ ἵνα τοῖς πολλοῖς ἐπιδείξων-ται. Ἀνωτέρω μὲν οὖν, ὅτι ἐλεεῖν δεῖ μόνον ἔλεγεν· ἐν-ταῦθα δὲ καὶ πόσον ἐλεεῖν χρὴ δείκνυσιν, εἰπὼν, Μὴ θη-σαυρίζετε. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἐξ ἀρχῆς ἀθρόον τὸν περὶ τῆς ὑπεροψίας τῶν χρημάτων εἰσαγαγεῖν λόγον διὰ τὴν τυραννίδα τοῦ πάθους, κατὰ μικρὸν αὐτὸν διατεμὼν καὶ ἐλευθερώσας, ἐνίησιν ἐν τῇ τῶν ἀκροα-τῶν διανοίᾳ, ὥστε εὐπαράδεκτον γενέσθαι. Διὰ δὴ τοῦτο πρῶτον μὲν ἔλεγε, Μακάριοι οἱ ἐλεήμονες· μετὰ δὲ τοῦτο, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου· καὶ μετ’ ἐκεῖνο πάλιν, Ἐάν τίς σοι θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον· ἐν-ταῦθα δὲ τὸ πολλῷ μεῖζον πάντων ἐκείνων. Ἐκεῖ μὲν γὰρ εἶπεν, ὅτι Ἂν δίκην ἐπικειμένην ἴδῃς, τοῦτο ποίη-σον· τοῦ γὰρ μάχεσθαι ἔχοντα βέλτιον τὸ μὴ ἔχοντα ἀπηλλάχθαι μάχης. Ἐνταῦθα δὲ οὔτε ἀντίδικον, οὔτε τὸν κρινόμενον θεὶς, οὔτε ἄλλου οὐδενὸς τοιούτου μνη-μονεύσας, αὐτὴν καθ’ ἑαυτὴν διδάσκει τὴν τῶν χρη-μάτων ὑπεροψίαν, δεικνὺς ὅτι οὐ διὰ τοὺς ἐλεουμένους τοσοῦτον, ὅσον διὰ τὸν διδόντα ταῦτα νομοθετεῖ· ἵνα κἂν μηδεὶς ᾖ ὁ ἀδικῶν καὶ ἕλκων εἰς δικαστήριον, καὶ οὕτω καταφρονῶμεν τῶν ὄντων, παρέχοντες αὐτὰ τοῖς δεομέ-νοις. Καὶ οὐδὲ ἐνταῦθα τὸ ὅλον τέθεικεν, ἀλλὰ καὶ ἐνταῦ-θα ἠρέμα, καίτοιγε τοὺς ἀγῶνας τοὺς περὶ τούτων μετὰ πολλῆς ἐν τῇ ἐρήμῳ τῆς ὑπερβολῆς ἐπιδειξάμενος. Ἀλλ’ ὅμως οὐ τίθησι τοῦτο, οὐδὲ εἰς μέσον ἄγει· οὐδέπω γὰρ ἐκκαλύψαι καιρὸς ἦν· ἀλλὰ λογισμοὺς ἐξετάζει τέως, συμβούλου μᾶλλον ἢ νομοθέτου τάξιν ἐν τοῖς περὶ τού-των φυλάττων λόγοις. Εἰπὼν γὰρ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς, ἐπήγαγεν· Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσι. Τέως δείκνυσι τοῦ ἐνταῦθα θησαυροῦ τὴν βλάβην, καὶ τοῦ ἐκεῖ τὴν ὠφέλειαν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν λυμαινο-μένων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ ἕτερον ἐπάγει λογισμόν. Καὶ πρῶτον, ἀφ’ ὧν μάλιστα δεδοίκασιν, ἀπὸ τούτων αὐτοὺς προτρέπει. Τί γὰρ δέ-δοικας; φησί· μὴ ἀναλωθῇ τὰ χρήματα, ἐὰν ἐλεημοσύνην
δῷς; Οὐκοῦν δὸς ἐλεημοσύνην, καὶ τότε οὐκ ἀναλωθήσε-ται· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐ μόνον οὐκ ἀναλωθήσεται, ἀλλ’ ὅτι καὶ προσθήκην λήψεται πλείονα· καὶ γὰρ τὰ ἐν τοῖς οὐρανοῖς προστίθεται. Ἀλλὰ τέως αὐτὸ οὐ λέγει, ἀλλ’ ὕστερον αὐτὸ τίθησι. γ. Τέως δὲ ὃ μάλιστα αὐτοὺς προτρέψαι ἡδύνατο, τοῦτο εἰς μέσον ἄγει, τὸ μένειν ἀνάλωτον αὐτοῖς τὸν θησαυρὸν, καὶ ἑκατέρωθεν αὐτοὺς ἐφέλκεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι Ἐὰν δῷς ἐλεημοσύνην, τηρεῖται μόνον, ἀλλὰ καὶ τὸ ἐναντίον ἠπείλησεν, ὅτι καὶ Ἐὰν μὴ δῷς, ἀπόλλυ-ται. Καὶ ὅρα τὴν ἄφατον σύνεσιν. Οὐδὲ γὰρ εἶπεν, ὅτι Καὶ ἑτέροις αὐτὰ καταλιμπάνεις· ἐπεὶ καὶ τοῦτο ἡδὺ τοῖς ἀνθρώποις· ἀλλ’ ὅμως ἑτέρωθεν αὐτοὺς φοβεῖ, δει-κνὺς ὅτι οὐδὲ τούτου τυγχάνουσι· κἂν γὰρ ἄνθρωποι μὴ ἀδικήσωσιν, εἰσὶν οἱ ἀδικοῦντες πάντως, ὁ σὴς καὶ ἡ βρῶσις. Εἰ γὰρ καὶ σφόδρα εὐάλωτος εἶναι δοκεῖ αὕτη ἡ

Homilia XXXVII

PG 57:290λύμη, ἀλλ’ ὅμως ἄμαχός ἐστι καὶ ἀκάθεκτος· κἂν ὁτιοῦν ἐπινοήσῃς, οὐ δυνήσῃ ταύτην ἐπισχεῖν τὴν βλά-βην. Τί οὖν; τὸ χρυσίον σὴς ἀφανίζει; Εἰ καὶ μὴ σὴς, ἀλλὰ κλέπται. Τί οὖν; ἅπαντες ἐσυλήθησαν; Εἰ καὶ μὴ πάντες, ἀλλ’ οἱ πλείους. Διὰ δὴ τοῦτο καὶ ἕτερον, ὅπερ ἔφθην εἰπὼν, ἐπάγει λογισμὸν, λέγων· Ὅπου ὁ θησαυ-ρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Κἂν γὰρ μηδὲν τούτων γένηται, φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλά-βην, τοῖς κάτω προσηλωμένος, καὶ δοῦλος ἀντ’ ἐλευθέ-ρου γινόμενος, καὶ τῶν οὐρανίων ἐκπίπτων, καὶ μη-δὲν τῶν ὑψηλῶν ἐννοῆσαι δυνάμενος, ἀλλὰ πάντα χρή-ματα καὶ τόκους καὶ δανείσματα καὶ κέρδη καὶ καπη-λείας ἀνελευθέρους· οὗ τί γένοιτ’ ἂν ἀθλιώτερον; Καὶ γὰρ ἀνδραπόδου παντὸς ὁ τοιοῦτος διακείσεται χεῖ-ρον, τυραννίδα χαλεπωτάτην ἐπισπώμενος, καὶ τὸ πάντων καιριώτατον προδοὺς, τὴν εὐγένειαν τοῦ ἀνθρώπου καὶ τὴν ἐλευθερίαν. Ὅσα γὰρ ἄν τίς σοι διαλέγηται, τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, οὐδὲν ἀκοῦσαι δυνήσῃ τῶν σοι προσηκόντων· ἀλλ’ ὥσπερ κύων τάφῳ προσδεδεμέ-νος ἁπάσης ἁλύσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυ-ραννίδι, κατὰ τῶν προσιόντων ἁπάντων ὑλακτῶν, ἓν ἔρ-γον τοῦτο ἔχεις διηνεκὲς, τὸ τηρεῖν ἑτέροις τὰ κείμενα· οὗ τί γένοιτ’ ἂν ἀθλιώτερον; Ἀλλ’ ὅμως ἐπειδὴ τοῦτο ὑψηλότερον ἦν τῆς τῶν ἀκροωμένων διανοίας· καὶ οὔτε ἡ βλάβη αὐτοῦ τοῖς πολλοῖς εὐσύνοπτος, οὔτε τὸ κέρδος φανερὸν, ἀλλὰ φιλοσοφωτέρας ἐδεῖτο γνώμης, ὥστε ἑκά-τερα ταῦτα συνιδεῖν· τέθεικε μὲν αὐτὸ μετ’ ἐκεῖνα τὰ δῆλα, εἰπών· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ποιεῖ δὲ αὐτὸ σαφέστερον πάλιν, ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ἐξάγων τὸν λόγον, καὶ λέγων· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ κατορύξῃς χρυσίον ἐν τῇ γῇ, μηδὲ ἄλλο τι τῶν τοιούτων μηδέν· τῷ γὰρ σητὶ καὶ τῇ βρώσει καὶ τοῖς κλέπταις αὐτὰ συνάγεις. Ἐὰν δὲ καὶ ταύτας διαφύγῃς τὰς βλάβας, τὸ δουλωθῆναί σου τὴν καρ-δίαν, καὶ προσηλωθῆναι τοῖς κάτω πᾶσιν, οὐ διαφεύξῃ· Ὅπου γὰρ ἂν ᾖ ὁ θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία σου. Ὥσπερ οὖν εἰς τὸν οὐρανὸν ἀποτιθέμενος, οὐ τοῦτο καρ-ποῦσαι μόνον, τὸ τυχεῖν τῶν ἐπὶ τούτοις ἐπάθλων, ἀλλ’ ἐντεῦθεν ἤδη τὸν μισθὸν λαμβάνεις, ἐκεῖ μεθορμι-ζόμενος, καὶ τὰ ἐκεῖ φρονῶν, καὶ ὑπὲρ τῶν ἐκεῖ μερι-μνῶν· ὅπου γὰρ ἀπέθου τὸν θησαυρὸν, εὔδηλον ὅτι καὶ τὴν διάνοιαν μετατίθης. Οὕτως ἂν ἐπὶ τῆς γῆς τοῦτο ποιήσῃς, τἀναντία πείσῃ. Εἰ δὲ ἀσαφές σοι τὸ εἰρημένον, ἄκουσον τῶν ἑξῆς· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾗ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλ-μός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον. Ἐπὶ τὰ αἰσθητότερα ἐξάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε τοῦ νοῦ, ὡς καταδου-λουμένου καὶ αἰχμαλωτιζομένου, τοῦτο δὲ οὐ πολλοῖς εὐσύνοπτον ἦν, ἐπὶ τὰ ἔξω καὶ πρὸ τῶν ὀφθαλμῶν κεί-μενα τὴν διδασκαλίαν μετατίθησιν, ἵνα ἀπὸ τούτων καὶ περὶ ἐκείνων νοήσωσιν. Εἰ γὰρ μὴ οἶσθα, φησὶ, τί ποτέ ἐστι βλάβη νοῦ, ἀπὸ τῶν σωματικῶν τοῦτο καταμάνθανε· ὅπερ γάρ ἐστιν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοῦς τῇ ψυχῇ. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιο χρυσοφορεῖν, καὶ σηρικὰ περιβεβλῆσθαι ἱμάτια, καὶ πεπηρῶσθαί σου τοὺς ὀφθαλ-μοὺς, ἀλλὰ τὴν ὑγείαν τὴν τούτων ἁπάσης τῆς τοιαύτησ
PG 57:291περιουσίας ποθεινοτέραν εἶναι νομίζεις (ἂν γὰρ αὐτὴν ἀπολέσῃς καὶ διαφθείρῃς, οὐδέν σοι τῆς λοιπῆς ὄφελος ζωῆς· ὥσπερ γὰρ τῶν ὀφθαλμῶν τυφλωθέντων, τὸ πολὺ τῆς τῶν λοιπῶν μελῶν ἐνεργείας οἴχεται, τοῦ φωτὸς αὐ-τοῖς σβεσθέντος, οὕτω καὶ τῆς διανοίας διαφθαρείσης, μυ-ρίων ἡ ζωή σου κακῶν ἐμπλησθήσεται)· καθάπερ οὖν ἐν σώματι τοῦτο σκοποῦμεν, ὥστε τὸν ὀφθαλμὸν ἔχειν ὑγιῆ, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸν νοῦν. Ἂν δὲ τοῦτον πηρώ-σωμεν, τὸν καὶ τοῖς ἄλλοις ὀφείλοντα παρέχειν τὸ φῶς, πόθεν διαβλέψωμεν λοιπόν; Ὥσπερ γὰρ ὁ τὴν πηγὴν ἀνελὼν, καὶ τὸν ποταμὸν ἐξήρανεν, οὕτως ὁ τὸν νοῦν ἀφανίσας, πᾶσαν αὐτοῦ τὴν ἐν τῇ ζωῇ ταύτῃ πρᾶξιν ἐθόλωσε. Διό φησιν, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; Ὅταν γὰρ ὁ κυβερνήτης ὑποβρύχιος γέ-νηται, καὶ ὁ λύχνος σβεσθῇ, καὶ ὁ ἡγεμὼν αἰχμάλωτος γένηται, ποία λοιπὸν ἔσται τοῖς ὑπηκόοις ἐλπίς; δ. Διὰ δὴ τοῦτο ἀφεὶς εἰπεῖν νῦν τὰς ἐπιβουλὰς τὰς διὰ τὸν πλοῦτον, τὰς μάχας, τὰς δίκας· (ᾐνίξατο μὲν γὰρ αὐτὰς ἀνωτέρω εἰπών· Παραδώσει σε ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ· ) τὰ πάντων χα-λεπώτερα τούτων συμβαίνοντα πάντως θεὶς, οὕτως ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Τοῦ γὰρ τὸ δεσμωτή-ριον οἰκῆσαι πολλῷ χαλεπώτερον τὸ δεδουλῶσθαι τὸν νοῦν τῷ νοσήματι τούτῳ· καὶ τὸ μὲν οὐ πάντως συμβαίνει, τὸ δὲ ἐφεξῆς συγκεκλήρωται τῇ τῶν χρημάτων ἐπιθυ-μίᾳ. Διόπερ αὐτὸ μετ’ ἐκεῖνο τίθησιν, ἅτε χαλεπώτερον ὂν, καὶ πάντως συμβαῖνον. Ὁ γὰρ Θεὸς, φησὶν, ἔδωκεν ἡμῖν νοῦν, ἵνα τὴν ἄγνοιαν διασκεδάσωμεν, καὶ τὴν τῶν πραγμάτων κρίσιν ὀρθὴν ἔχωμεν, καὶ πρὸς τὰ λυποῦντα πάντα καὶ ἐπιβλαβῆ τούτῳ ὥσπερ ὅπλῳ τινὶ καὶ φωτὶ χρώμενοι, μένωμεν ἐν ἀσφαλείᾳ. Ἡμεῖς δὲ προδίδομεν τὴν δωρεὰν διὰ τὰ περιττὰ καὶ ἀνόνητα. Τί γὰρ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅταν ὁ στρατηγὸς αἰχμά-λωτος ἕλκηται; τί κέρδος νηὸς καλλωπιζομένης, ὅταν ὁ κυβερνήτης ὑποβρύχιος γένηται; τί δὲ σώματος εὖ συγκειμένου πλέον, ὅταν οἱ ὀφθαλμοὶ τῆς ὄψεως ὦσιν ἐκκεκομμένοι; Ὥσπερ οὖν τὸν ἰατρὸν τὸν ὀφείλοντα ὑγιαίνειν, ἵνα λύῃ τὰς νόσους, ἄν τις ἐμβαλὼν εἰς νόσον, εἰς ἀργυρᾶν κελεύσῃ κεῖσθαι κλίνην καὶ χρυσοῦν θάλα-μον, οὐδὲν ὄφελος ἔσται τοῖς κάμνουσιν· οὕτως ἂν τὸν νοῦν διαφθείρας τὸν δυνάμενον λύειν τὰ πάθη θησαυ-ρῷ παρακαθίσῃς, οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα ἐζημίωσας, καὶ πᾶσαν ἔβλαψας τὴν ψυχήν. Εἶδες πῶς δι’ ὧν μάλιστα ἐπιθυμοῦσιν ἄνθρωποι τῆς πονηρίας πανταχοῦ, διὰ τούτων αὐτοὺς μάλιστα ἐκείνης ἀπάγει, καὶ πρὸς ἀρετὴν ἐπανάγει; Τίνος γὰρ ἕνεκεν ἐπιθυμεῖς χρημάτων; φησίν· οὐχ ἵνα ἡδονῆς ἀπολαύῃς καὶ τρυφῆς; Τοῦτο μὲν οὖν μάλιστα οὐκ ἔσται σοι ἐν-τεῦθεν, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ ὀφθαλμῶν ἐκκο-πέντων οὐδενὸς αἰσθανόμεθα τῶν ἡδέων διὰ τὴν συμ-φορὰν τὴν ἐκεῖθεν, πολλῷ μᾶλλον ἐν τῇ τοῦ νοῦ διαστροφῇ
καὶ πηρώσει τοῦτο πεισόμεθα. Τίνος δὲ ἕνεκεν κατορύτ-τεις ἐν τῇ γῇ; ἵνα φυλάττηται μετὰ ἀσφαλείας; Ἀλλὰ κἀνταῦθα πάλιν τοὐναντίον, φησίν. Ὥσπερ οὖν τὸν νη-στεύοντα καὶ ἐλεοῦντα καὶ προσευχόμενον πρὸς κενοδο-ξίαν, ἀφ’ ὧν ἐπιθυμεῖ μάλιστα, ἀπὸ τούτων αὐτὸν ἐπε-
PG 57:292σπάσατο εἰς τὸ μὴ κενοδοξεῖν· (Τίνος γὰρ ἕνεκεν οὕτως εὔχῃ καὶ ἐλεεῖς; φησίν· τῆς παρὰ τῶν ἀνθρώπων δόξης ἐρῶν; οὐκοῦν μὴ οὕτως εὔχου, φησὶ καὶ τότε αὐτῆς τεύξῃ κατὰ τὴν ἡμέραν τὴν μέλλουσαν·) οὕτω καὶ τὸν φιλάργυρον, ἀφ’ ὧν μάλιστα ἐσπούδακεν, ἀπὸ τούτων εἷλε. Τί γὰρ βούλει; φησί· τὰ χρήματά σου φυλάττεσθαι, καὶ ἡδονῆς ἀπολαύειν; Ταῦτά σοι ἀμφότερα παρέξομαι μετὰ πολλῆς τῆς περιουσίας, ἐὰν ἐκεῖ καταθῇ τὸ χρυσίον, ὄπου κελεύω. Σαφέστερον μὲν οὖν ἐν τοῖς μετὰ ταῦτα τὴν τοῦ νοῦ βλάβην τὴν ἐντεῦθεν γινομένην ἐπέδειξεν, ὅτε τῶν ἀκανθῶν ἐμνημόνευσε· τέως δὲ καὶ ἐνταῦθα οὐχ ὡς ἔτυχε τοῦτο ᾐνίξατο, δείξας ἐσκοτωμένον τὸν περὶ ταῦτα μαινόμενον. Καὶ καθάπερ οἱ ἐν σκότῳ ὄντες οὐδὲν ὁρῶσι σαφὲς, ἀλλὰ ἄν τε σχοῖνον ἴδωσιν, ὄφιν εἶναι νομίζουσιν, ἄν τε ὄρη καὶ φάραγγας, ἀποτεθνήκασι τῷ δέει· οὕτω καὶ αὐτοὶ τὰ μὴ φοβερὰ τοῖς ὁρῶσι, ταῦτα δι’ ὑποψίας ἔχουσι· καὶ γὰρ πενίαν τρέμουσι· μᾶλλον δὲ οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ τὴν τυχοῦσαν ζημίαν. Καὶ γὰρ ἂν μικρόν τι παραπολέσωσι, τῶν τῆς ἀναγκαίας ἀπορούντων τροφῆς μᾶλλον ἀλγοῦσι καὶ διακόπτονται. Πολλοὶ γοῦν τῶν πλουτούντων καὶ ἐπὶ βρόχον ἦλθον, τὴν τοιαύτην οὐκ ἐνεγκόντες δυση-μερίαν. Καὶ τὸ ὑβρίζεσθαι δὲ καὶ τὸ ἐπηρεάζεσθαι οὕτως ἀφόρητον αὐτοῖς εἶναι δοκεῖ, ὡς καὶ διὰ τοῦτο πάλιν τῆς παρούσης πολλοὺς ἀποῤῥαγῆναι ζωῆς. Πρὸς γὰρ πάντα μαλακοὺς αὐτοὺς ὁ πλοῦτος ἐποίησε, πλὴν τῆς αὐτοῦ διακονίας. Ὅταν γὰρ αὐτῷ δουλεύειν κελεύῃ, καὶ φόνων κατατολμῶσι, καὶ μαστίγων. καὶ ὀνειδῶν, καὶ αἰσχύνης ἁπάσης. Ὅπερ τῆς ἐσχάτης ἐστὶν ἀθλιότητος, ἐν μὲν οἷς δεῖ φιλοσοφεῖν, πάντων εἶναι μαλακωτέρους· ἐν δὲ οἷς εὐλαβεστέρους εἶναι ἐχρῆν, ἀναισχυντοτέρους πάλιν καὶ ἰταμωτέρους γίνεσθαι. Καὶ γὰρ τὸ αὐτὸ συμβαίνει τούτοις, οἷον ἂν εἴ τις πάθοι τὰ ὄντα πάντα ἀναλώσας εἰς τὰ μὴ δέοντα. Ὁ γὰρ τοιοῦτος, τοῦ καιροῦ τῆς ἀναγ-καίας δαπάνης ἐπιστάντος, οὐδὲν ἔχων ἐπιδοῦναι, τὰ ἀνήκεστα πάσχει δεινὰ, πάντων τῶν αὐτοῦ προαναλω-θέντων κακῶς. ε. Καὶ καθάπερ οἱ ἐπὶ τῆς σκηνῆς τὰς πονηρὰς τέ-χνας εἰδότες ἐκείνας, ἐν μὲν ταύταις πολλὰ τῶν παρα-δόξων καὶ ἐπικινδύνων ὑπομένουσιν, ἐν δὲ ἑτέροις χρησίμοις καὶ ἀναγκαίοις πράγμασι πάντων εἰσὶ κατα-γελαστότεροι· οὕτω καὶ οὗτοι. Καὶ γὰρ οἱ ἐπὶ σχοίνου τεταμένης βαδίζοντες, τοσαύτην ἀνδρείαν ἐπιδεικνύ-μενοι, ἡνίκα ἄν τι τῶν ἀναγκαίων τόλμαν ἀπαιτῇ καὶ ἀνδρείαν, οὐδὲ ἐννοῆσαί τι δύνανται ἢ ἀνέχονται τοιοῦ-τον. Οὕτω δὴ καὶ οἱ πλουτοῦντες, πάντα ὑπὲρ χρημάτων τολμῶντες, ὑπὲρ τοῦ φιλοσοφεῖν οὐ μικρὸν, οὐ μέγα τι τοιοῦτον ὑπομεῖναι ἀνέχονται. Καὶ καθάπερ ἐκεῖνοι καὶ σφαλερὸν καὶ ἀκερδὲς πρᾶγμα μεταχειρίζουσιν· οὕτω καὶ οὗτοι κινδύνους μὲν ὑπομένουσι πολλοὺς καὶ κρη-μνοὺς, εἰς οὐδὲν δὲ χρήσιμον ἀπαντῶσι τέλος, καὶ δι-πλοῦν ὑπομένουσι σκότος, ἀπό τε τῆς τοῦ νοῦ διαστροφῆς πεπηρωμένοι, ἀπό τε τῆς τῶν φροντίδων ἀπάτης πολλὴν τὴν ἀχλὺν ὑπομένοντες. Διόπερ οὐδὲ διαβλέψαι ῥᾳδίως δύνανται. Ὁ μὲν γὰρ ἐν σκότῳ ὢν, μόνον ἡλίου φα-νέντος ἀπαλλάττεται τοῦ σκότους· ὁ δὲ τὰς ὄψεις πεπη-

Homily XXIHomilia XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:293ρωμένος, οὐδὲ ἡλίου φανέντος· ὃ δὴ καὶ οὗτοι πεπόνθασι. Οὐδὲ γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος καὶ πα-ραινοῦντος ἀκούουσιν, ἀποκλείσαντος αὐτοῖς τοὺς ὀφθαλ-μοὺς τοῦ πλούτου. Διὸ καὶ διπλοῦν σκότος ὑπομένουσι· τὸ μὲν ἐξ ἑαυτῶν, τὸ δὲ ἐκ τοῦ μὴ προσέχειν τῷ διδα-σκάλῳ. Προσέχωμεν τοίνυν αὐτῷ μετὰ ἀκριβείας, ἵνα ὀψὲ γοῦν ποτε ἀναβλέψωμεν. Καὶ πῶς ἀναβλέψαι δυ-νατόν; Ἐὰν μάθῃς πῶς ἐτυφλώθης. Πῶς οὖν ἐτυφλώθης; Ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας. Καθάπερ γὰρ κόρῃ καθαρᾷ χυμὸς ἐπιῤῥεύσας πονηρὸς ὁ τῶν χρημάτων ἔρως, πυκνὴν τὴν νεφέλην ἐποίησεν. Ἀλλὰ καὶ διασκεδα-σθῆναι καὶ ῥαγῆναι τὴν νεφέλην ταύτην ῥᾴδιον, ἐὰν τὴν ἀκτῖνα τῆς τοῦ Χριστοῦ δεξώμεθα διδασκαλίας· ἂν ἀκούσωμεν αὐτοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ θη-σαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς. Καὶ τί μοι, φησὶ, πλέον ἀπὸ τῆς ἀκροάσεως, ὅταν ὑπὸ τῆς ἐπιθυμίας κατέχωμαι; Μάλιστα μὲν οὖν καὶ τὴν ἐπιθυμίαν ἡ συνε-χὴς ἀκρόασις καταλῦσαι δυνήσεται. Ἂν δ’ ἄρα ἐπι-μένῃς κατεχόμενος, ἐννόησον ὅτι οὐδὲ ἐπιθυμία τὸ πρᾶ-γμά ἐστι. Ποία γὰρ ἐπιθυμία, δουλεύειν χαλεπῶς, καὶ ὑποκεῖσθαι τυραννίδι, καὶ δεδέσθαι πανταχόθεν, καὶ ἐν σκότῳ διατρίβειν, καὶ θορύβου γέμειν, καὶ πόνους ὑπο-μένειν ἀκερδεῖς, καὶ ἑτέροις φυλάττειν τὰ χρήματα, πολλάκις δὲ καὶ ἐχθροῖς; Ποίας ταῦτα ἐπιθυμίας ἄξια; ποίας δὲ οὐ φυγῆς καὶ δρόμων; Ποία ἐπιθυμία, θησαυρὸν ἀποτίθεσθαι μεταξὺ κλεπτῶν; Εἰ γὰρ ὅλως ἐπιθυμεῖς χρημάτων, μετάθες ἔνθα δύναται μένειν ἀσφαλῆ καὶ ἀνεπηρέαστα. Ὡς ἅ γε νῦν ποιεῖς, οὐ χρημάτων ἐπιθυμοῦντός ἐστιν, ἀλλὰ δουλείας, καὶ ἐπηρείας, καὶ ζημίας, καὶ ὀδύνης διηνεκοῦς. Σὺ δὲ, ἂν μέν τις ἀνθρώ-πων ἐπὶ τῆς γῆς τόπον ἀνεπηρέαστον δείξῃ, κἂν εἰς αὐτὴν ἐξαγάγῃ τὴν ἔρημον, ὑποσχόμενος ἀσφάλειαν τῇ φυλακῇ τῶν χρημάτων, οὐ κατοκνεῖς, οὐδὲ ἀναδύῃ, ἀλλὰ καὶ ἐμπιστεύεις, καὶ ἐκβάλλεις ἐκεῖ τὰ χρήματα· τοῦ Θεοῦ δὲ ἀντὶ ἀνθρώπων ὑπισχνουμένου σοι τοῦτο, καὶ οὐχὶ τὴν ἔρημον, ἀλλὰ τὸν οὐρανὸν προτιθέντος, τὰ ἐναντία καταδέχῃ. Καίτοιγε κἂν μυριάκις ἐν ἀσφαλείᾳ γένηται κάτω, τῆς φροντίδος οὐδέποτε ἐλεύθερος γε-νέσθαι δυνήσῃ. Κἂν γὰρ μὴ ἀπολέσῃς, τοῦ φροντίζειν μὴ ἀπολέσῃς οὐδέποτε ἀπαλλαγήσῃ. Ἐκεῖ δὲ οὐδὲν ὑποστήσῃ τούτων· καὶ τὸ δὴ πλέον, ὅτι οὐ κατορύττεις τὸ χρυσίον μόνον, ἀλλὰ καὶ φυτεύεις. Τὸ γὰρ αὐτὸ καὶ θησαυρός ἐστι καὶ σπόρος· μᾶλλον δὲ ἑκατέρων τούτων πλέον. Ὁ μὲν γὰρ σπόρος οὐ μένει διαπαντὸς, τοῦτο δὲ μένει διηνεκῶς. Πάλιν ὁ θησαυρὸς οὐ βλαστάνει, οὗτος δὲ ἀθανάτους σοι φέρει καρπούς. Εἰ δὲ τὸν χρόνον μοι λέγεις, καὶ τὴν ἀναβολὴν τῆς ἀποδόσεως, ἔχω μὲν καὶ ἐγὼ δεῖξαι, καὶ εἰπεῖν ὅσα καὶ ἐνταῦθα ἀπολαμ-βάνεις· χωρὶς δὲ τούτων, καὶ ἀπ’ αὐτῶν τῶν βιωτικῶν
PG 57:294σε ἐλέγξαι πειράσομαι μάτην ταῦτα προφασιζόμενον. 2. Πολλὰ γὰρ καὶ ἐν τῷ παρόντι βίῳ κατασκευάζεις, ὧν οὐ μέλλεις αὐτὸς ἀπολαύειν· κἂν ἐγκαλῇ τις, τοὺς παῖδας καὶ τοὺς ἐκείνων παῖδας προβαλλόμενος, ἱκανὴν δοκεῖς παραμυθίαν τῶν περιττῶν εὑρηκέναι πόνων. Ὅταν γὰρ ἐν ἐσχάτῳ γήρᾳ γενόμενος οἰκοδομῇς οἰκίας λαμπρὰς, ὧν πρὸ τοῦ τέλους ἀπελεύσῃ πολλάκις, καὶ δένδρα φυτεύῃς, ἃ μετὰ πολλὰ ἔτη τὸν καρπὸν οἴσει· [ὅταν φυτεύῃς ἐν χωρίῳ δένδρα, ὧν μετὰ μυρία ἔτη ὁ καρπὸς ἥξει,] καὶ οὐσίας ἀγοράζῃς καὶ κλήρους, ὧν μετὰ πολὺν δέξῃ χρόνον τὴν δεσποτείαν, καὶ ἕτερα πολλὰ τοιαῦτα φιλοπονῇς, ὧν οὐ καρπώσῃ τὴν ἀπόλαυσιν· ἆρα διὰ σεαυτὸν ἢ διὰ τοὺς μετὰ ταῦτα ποιεῖς; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἐνταῦθα μὲν μηδὲν ἀλύειν πρὸς τὴν τοῦ χρόνου μέλλησιν, καὶ ταῦτα μέλλοντα ἐκ τῆς μελλή-σεως ταύτης ἁπάσης τῶν πόνων ἐκπίπτειν τῆς ἀμοιβῆς· ἐκεῖ δὲ διὰ τὴν ἀναβολὴν ναρκᾷν, καὶ ταῦτα πλέον σοι φερούσης τὸ κέρδος, καὶ οὐκ εἰς ἑτέρους παραπεμπού-
σης τὰ ἀγαθὰ, ἀλλὰ σοὶ κομιζούσης τὰς δωρεάς; Χωρὶς δὲ τούτων οὐδὲ ἡ ἀναβολὴ πολλή. Καὶ γὰρ ἐπὶ θύραις τὰ πράγματα, καὶ οὐκ ἴσμεν μή ποτε καὶ ἐν τῇ ἡμε-τέρᾳ γενεᾷ τέλος ἕξει τὰ καθ’ ἡμᾶς ἅπαντα, καὶ ἡ φοβερὰ παραγένηται ἡμέρα ἐκείνη. τὸ φρικῶδες ἡμῖν ἐνδει-κνυμένη καὶ ἀδέκαστον δικαστήριον. Καὶ γὰρ τὰ πλείονα τῶν σημείων ἀπήρτισται, καὶ τὸ Εὐαγγέλιον λοιπὸν πανταχοῦ τῆς οἰκουμένης κεκήρυκται, καὶ τὰ τῶν πολέμων, καὶ τὰ τῶν σεισμῶν, καὶ τὰ τῶν λιμῶν ἐξέβη, καὶ οὐ πολὺ τὸ μέσον. Ἀλλ’ οὐχ ὁρᾷς σημεῖα; Καὶ τοῦτο αὐτὸ μέγιστον σημεῖον. Οὐδὲ γὰρ οἱ ἐπὶ Νῶε εἶδον προοίμια τῆς πανωλεθρίας ἐκείνης, ἀλλὰ μεταξὺ παίζοντες, ἐσθίοντες, γαμοῦντες, τὰ συνήθη πράττοντες ἅπαντα, οὕτω κατελήφθησαν ὑπὸ τῆς φοβερᾶς δίκης ἐκείνης. Καὶ οἱ ἐν Σοδόμοις δὲ ὁμοίως, τρυφῶντες καὶ οὐδὲν ὑφορώμενοι τῶν γεγενημένων, ὑπὸ τῶν κεραυ-νῶν κατεφλέχθησαν τῶν τότε κατενεχθέντων. Ἅπερ οὖν ἅπαντα ἐννοοῦντες, ἐπιστρέψωμεν ἑαυτοὺς πρὸς τὴν τῆς ἐντεῦθεν ἀποδημίας παρασκευήν. Κἂν γὰρ ἡ κοινὴ τῆς συντελείας ἡμέρα μηδέποτε ἐπιστῇ, τὸ ἑκάστου τέλος ἐπὶ θύραις, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος· καὶ οὐκ ἔστιν ἐντεῦθεν ἀπελθόντας οὔτε ἔλαιον πρίασθαι λοιπὸν, οὔτε δεηθέντας ἐπιτυχεῖν συγγνώμης, κἂν Ἀβραὰμ ὁ παρακαλῶν ᾖ, κἂν Νῶε, κἂν Ἰὼβ, κἂν Δανιήλ. Ἕως οὖν καιρὸν ἔχομεν, προαποθώμεθα ἑαυτοῖς πολλὴν τὴν παῤῥησίαν, συναγάγωμεν ἔλαιον δαψιλὲς, μεταθῶμεν ἅπαντα εἰς τὸν οὐρανὸν, ἵνα ἐν καιρῷ τῷ προσήκοντι καὶ ᾧ μάλιστα αὐτῶν δεόμεθα, πάντων ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:293ΟΜΙΛΙΑ ΚΑ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἔνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. α. Ὁρᾷς πῶς κατὰ μικρὸν τῶν ὄντων ἀφίστησι, καὶ
PG 57:294διὰ πλειόνων τὸν περὶ τῆς ἀκτημοσύνης εἰσάγει λόγον, καὶ τὴν τῆς φιλαργυρίας καταβάλλει τυραννίδα; Οὐδὲ γὰρ ἠρκέσθη τοῖς ἔμπροσθεν, καίτοι πολλοῖς καὶ μεγά-λοις οὖσιν· ἀλλὰ καὶ ἕτερα προστίθησι πλείονα καὶ φο-
PG 57:295βερώτερα. Τί γὰρ τῶν νῦν εἰρημένων φοβερώτερον, εἴγε μέλλοιμεν τῆς τοῦ Χριστοῦ δουλείας ἐκπίπτειν διὰ τὰ χρήματα· τί δὲ ποθεινότερον, εἴγε μέλλοιμεν αὐτῶν ὑπεριδόντες ἀκριβῆ τὴν πρὸς αὐτὸν εὔνοιαν ἔχειν καὶ τὴν ἀγάπην; Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι δι’ ἑκατέρων ὠθεῖ τὸν ἀκροατὴν εἰς τὴν ὑπακοὴν τῶν λεγο-μένων, καὶ διὰ τῶν ὠφελίμων, καὶ διὰ τῶν βλαβερῶν· καθάπερ ἰατρὸς ἄριστος, καὶ τὴν ἐκ τῆς ἀπροσεξίας νόσον, καὶ τὴν ἀπὸ τῆς ὑπακοῆς ὑγείαν ἐνδεικνύμενος. Ὅρα γοῦν οἷον πάλιν δείκνυσι τὸ κέρδος τοῦτο, καὶ πῶς κατασκευάζει τὸ συμφέρον ἀπὸ τῆς τῶν ἐναντίων ἀπαλ-λαγῆς. Οὐ γὰρ τοῦτο μόνον ὑμᾶς βλάπτει, φησὶν, ὁ πλοῦτος, ὅτι λῃστὰς ὁπλίζει καθ’ ὑμῶν, οὐδ’ ὅτι τὸν νοῦν σκοτοῖ μετ’ ἐπιτάσεως ἁπάσης· ἀλλ’ ὅτι καὶ τῆς δουλείας ὑμᾶς ἐκβάλλει τοῦ Θεοῦ, αἰχμαλώτους τῶν ἀψύχων χρημάτων ποιῶν, καὶ ἑκατέρωθεν βλάπτων, καὶ τῷ δούλους ποιεῖν ὧν κρατεῖν ἔδει, καὶ τῷ τῆς δουλείας ἐκβάλλειν τοῦ Θεοῦ, ᾧ μάλιστα πάντων δουλεύειν ἀναγ-καῖον ὑμῖν. Ὥσπερ γὰρ ἐκεῖ διπλῆν ἔδειξε τὴν βλάβην, τῷ καὶ ἐνταῦθα τιθέναι, ὅπου σὴς ἀφανίζει, καὶ ἐκεῖ μὴ τιθέναι, ἔνθα ἀνάλωτος ἡ φυλακή· οὕτω καὶ ἐνταῦθα διπλῆν δείκνυσι τὴν ζημίαν, καὶ δι’ ὧν ἀφέλκει τοῦ Θεοῦ, καὶ δι’ ὧν ὑποτάττει τῷ μαμωνᾷ. Ἀλλ’ οὐκ εὐ-θέως αὐτὸ τίθησιν, ἀλλ’ ἀπὸ κοινῶν αὐτὸ πρῶτον κατα-σκευάζει λογισμῶν, οὕτω λέγων· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· δύο τοὺς τὰ ἐναντία ἐπιτάττοντας λέγων ἐνταῦθα. Ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. Καὶ γὰρ Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρ-δία καὶ ἡ ψυχὴ μία· καίτοι εἰς πολλὰ σώματα ἦσαν διῃ-ρημένοι, ἀλλ’ ὅμως ἡ ὁμόνοια τοὺς πολλοὺς ἓν ἐποίησεν. Εἶτα ἐπιτείνων αὐτὰ, φησίν· οὐ μόνον οὐ δουλεύσει, ἀλλὰ καὶ μισήσει καὶ ἀποστραφήσεται. Ἢ γὰρ τὸν ἔνα μι-σήσει, φησὶ, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Καὶ δοκεῖ μὲν δεύτερον εἰρῆσθαι τὸ αὐτό· οὐ μὴν ἁπλῶς οὕτως αὐτὸ συνέθηκεν, ἀλλ’ ἵνα δείξῃ ῥᾳδίαν οὖσαν τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ἵνα γὰρ μὴ λέγῃς· ἐδουλώθην ἅπαξ, ἐτυραννήθην ὑπὸ τῶν χρημάτων· δείκνυσιν ὅτι δυνατὸν μεταθέσθαι, καὶ ὥσπερ ἐκεῖθεν ἐπὶ τοῦτο, οὕτω καὶ ἐντεῦθεν ἐπ’ ἐκεῖνο ἐλθεῖν. Εἰπὼν τοίνυν ἀορίστως, ἵνα πείσῃ τὸν ἀκροατὴν ἀδέκαστον κριτὴν γενέσθαι τῶν λε-γομένων, καὶ ἀπ’ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως τὴν ψῆφον ἐξενεγκεῖν, ὅτε ἔλαβεν αὐτὸν συμφωνοῦντα, τότε καὶ ἑαυτὸν ἀποκαλύπτει. Ἐπήγαγε γοῦν· Οὐ δύ-νασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Φρίξωμεν ἐννοή-σαντες τί παρεσκευάσαμεν τὸν Χριστὸν εἰπεῖν, καὶ μετὰ Θεοῦ θεῖναι τὸν χρυσόν. Εἰ δὲ τοῦτο φρικτὸν, τὸ διὰ τῶν ἔργων γίνεσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ τὴν τοῦ χρυσοῦ τυραννίδα, πολλῷ φρικωδέστερον. Τί οὖν; ἐπὶ τῶν παλαιῶν οὐκ ἦν τοῦτο δυνατόν; Οὐδα-μῶς. Πῶς οὖν ὁ Ἀβραὰμ, φησὶ, πῶς ὁ Ἰὼβ εὐδοκί-μησε; Μή μοι τοὺς πλουτοῦντας εἴπῃς, ἀλλὰ τοὺς δου-λεύοντας. Ἐπεὶ καὶ ὁ Ἰὼβ πλούσιος ἦν· ἀλλ’ οὐκ ἐδού-λευε τῷ μαμωνᾷ, ἀλλ’ εἶχεν αὐτὸν καὶ ἐκράτει, καὶ δε-σπότης, οὐ δοῦλος ἦν. Ὥσπερ οὖν ἀλλοτρίων οἰκονόμος ὢν χρημάτων, οὕτω πάντα ἐκεῖνα ἐκέκτητο, οὐ μόνον τὰ ἑτέρων οὐχ ἁρπάζων, ἀλλὰ καὶ τὰ ἴδια προϊέμενος τοῖς δεομένοις. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ παροῦσιν ἔχαιρεν· ὃ καὶ ἐδήλου λέγων· Εἰ καὶ εὐφράνθην πολ-λοῦ πλούτου μοι γενομένου· διὰ τοῦτο οὐδὲ ἤλγησεν
PG 57:296ἀπελθόντος. Ἀλλ’ οὐχὶ νῦν τοιοῦτοι οἱ πλουτοῦντές εἰσιν, ἀλλὰ καὶ παντὸς ἀνδραπόδου χεῖρον διακείμενοι, καθά-περ τυράννῳ τινὶ χαλεπῷ φόρους ἄγοντες. Ὥσπερ γὰρ ἀκρόπολίν τινα αὐτῶν καταλαβὼν τὴν διάνοιαν ὁ τῶν χρημάτων ἔρως, τὰ πάσης παρανομίας γέμοντα ἐπιτάγματα ἐκεῖθεν αὐτοῖς καθ’ ἑκάστην πέμπει τὴν ἡμέραν, καὶ ὁ παρακούων οὐδείς. Μὴ τοίνυν περιττὰ φιλοσόφει. Καὶ γὰρ ἀπεφήνατο ἅπαξ ὁ Θεὸς, καὶ εἶπεν ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν. Μὴ τοίνυν σὺ λέγε, ὅτι δυνατόν. Ὅταν γὰρ ὁ μὲν ἁρπά-ζειν κελεύῃ, ὁ δὲ τὰ ὄντα ἀποδύεσθαι· ὁ μὲν σωφρονεῖν, ὁ δὲ πορνεύειν· ὁ μὲν μεθύειν καὶ τρυφᾷν, ὁ δὲ γαστρὸς κατέχειν· καὶ ὁ μὲν ὑπερορᾷν τῶν ὄντων, ὁ δὲ προση-λῶσθαι τοῖς παροῦσιν· ὁ μὲν θαυμάζειν μάρμαρα καὶ τοίχους καὶ ὀρόφους, ὁ δὲ ταῦτα ἀτιμάζειν, τιμᾷν δὲ φιλοσοφίαν, πῶς δυνατὸν ταῦτα συμβῆναι; β. Κύριον δὲ ἐνταῦθα τὸν μαμωνᾶν ἐκάλεσεν, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τῶν ὑποκλινομένων αὐτῷ ταλαιπωρίαν. Οὕτω καὶ τὴν κοιλίαν Θεὸν καλεῖ, οὐκ ἀπὸ τοῦ τῆς δεσποίνης ἀξιώματος, ἀλλ’ ἀπὸ τῆς τῶν δουλευ-όντων ἀθλιότητος· ὃ πάσης κολάσεως χεῖρόν ἐστι, καὶ πρὸ τῆς κολάσεως ἱκανὸν τιμωρήσασθαι τὸν ἁλόντα. Ποίων γὰρ καταδίκων οὐκ ἂν εἶεν ἀθλιώτεροι οἱ τὸν Θεὸν δεσπότην ἔχοντες, καὶ ἀπὸ τῆς ἡμέρου βασιλείας ἐκείνης ἐπὶ τὴν χαλεπὴν αὐτομολοῦντες τυραννίδα, καὶ ταῦτα τοσαύτης ἀπὸ τοῦ πράγματος βλάβης καὶ ἐνταῦθα γινομένης; Καὶ γὰρ ζημία ἄφατος ἀπὸ τοῦ πράγματος, καὶ δίκαι, καὶ ἐπήρειαι, καὶ ἀγῶνες, καὶ πόνοι, καὶ ψυχῆς πήρωσις·
καὶ τὸ πάντων χαλεπώτερον, ὅτι τῶν ἀγαθῶν ἐκπίπτει τῶν ἀνωτάτω, ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ δουλεία. Διδά-ξας τοίνυν διὰ πάντων τὸ συμφέρον τῆς τῶν χρημά-των ὑπεροψίας, καὶ πρὸς αὐτὴν τῶν χρημάτων τὴν φυ-λακὴν, καὶ πρὸς τὴν τῆς ψυχῆς ἡδονὴν, καὶ πρὸς τὴν τῆς φιλοσοφίας κτῆσιν, καὶ πρὸς τὴν τῆς εὐσεβείας ἀσφάλειαν, κατασκευάζει λοιπὸν ὅτι καὶ δυνατὴ αὕτη ἡ παραίνεσις. Τοῦτο γὰρ μάλιστα νομοθεσίας ἀρίστης, τὸ μὴ τὰ συμφέροντα μόνον ἐπιτάττειν, ἀλλὰ καὶ δυνατὰ αὐτὰ ποιεῖν. Διὰ τοῦτο καὶ ἐπάγει, λέγων· Μὴ μερι-μνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν; ἂν πάντα ῥίψωμεν, πῶς δυνησόμεθα ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφό-δρα εὐκαίρως. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχὴν εἶπε, Μὴ μεριμνήσητε, ἐδόκει βαρὺς εἶναι ὁ λόγος· οὕτως ἐπειδὴ ἔδειξε τὴν λύμην τὴν ἐγγινομένην ἀπὸ τῆς φιλαρ-γυρίας, εὐπαράδεκτον λοιπὸν ποιεῖ τὴν παραίνεσιν. Διόπερ οὐδὲ νῦν ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε, ἀλλὰ τὴν αἰτίαν προσθεὶς, οὕτω τοῦτο ἐπέταξε. Μετὰ γὰρ τὸ εἰπεῖν, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἐπήγαγε· Διὰ τοῦτο λέγω ὑμῖν, Μὴ μεριμνήσητε. Τοῦτο, ποῖον; Τὸ τῆς ζημίας ἄφατον. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον ὑμῖν ἡ βλάβη, ἀλλὰ καὶ ἐν τοῖς καιριω-τάτοις ἡ πληγὴ, καὶ τῇ τῆς σωτηρίας ὑμῶν ἀνατροπῇ. Τοῦ γὰρ ποιήσαντος ὑμᾶς καὶ κηδομένου καὶ φιλοῦντος ἐκβάλλει Θεοῦ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μερι-μνήσητε. Ἐπειδὴ γὰρ τὴν βλάβην ἔδειξεν ἄφατον, καὶ ἐπιτείνει λοιπὸν τὸ ἐπίταγμα. Οὐδὲ γὰρ τὰ ὄντα κελεύει ῥίπτειν μόνον, ἀλλὰ μηδὲ ὑπὲρ τῆς ἀναγκαίας μερι-μνᾶν τροφῆς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε. Οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται· ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο συνήθειαν. Εἰ

Homilia XXXVIII

PG 57:297γὰρ καὶ μὴ δεῖται τροφῆς, ἀλλὰ ἄλλως οὐκ ἂν ἀνάσχοιτο μένειν ἐν τῷ σώματι, ἀλλ’ ἢ τρεφομένου αὐτοῦ. Καὶ τοῦτο εἰπὼν, οὐχ ἁπλῶς αὐτὸ τίθησιν, ἀλλὰ καὶ ἐνταῦθα λογισμοὺς ἀνακινεῖ· τοὺς μὲν ἐκ τῶν ὑπηργμένων ἡμῖν ἤδη, τοὺς δὲ ἐξ ἑτέρων παραδειγμάτων. Ἀπὸ μὲν τῶν ὑπηργμένων, οὕτω λέγων· Οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Ὁ τοίνυν τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρ-έξει; Διόπερ οὐδὲ ἁπλῶς εἶπε, Μὴ μεριμνήσητε τί φάγητε καὶ τί ἐνδύσησθε, ἀλλὰ, Τῷ σώματι, καὶ, Τῇ ψυχῇ· ἐπειδὴ ἀπ’ αὐτῶν ἔμελλε τὰς ἀποδείξεις ποιεῖ-σθαι, κατὰ σύγκρισιν τὸν λόγον προάγων. Ἀλλὰ τὴν μὲν ψυχὴν ἅπαξ ἔδωκε, καὶ μένει τοιαύτη· τὸ δὲ σῶμα καθ’ ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ἅπερ οὖν ἀμφό-τερα ἐνδεικνύμενος, καὶ τῆς μὲν τὸ ἀθάνατον, τούτου δὲ τὸ ἐπίκηρον, ἐπήγαγε λέγων· Τίς δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ τὴν ψυχὴν σιγήσας, ἅτε οὐ λαμβάνουσιν ἐπίδοσιν, περὶ τοῦ σώματος διελέχθη μόνον· ἀπὸ τούτου κἀκεῖνο δηλῶν, ὅτι οὐχ ἡ τροφὴ αὐτὸ αὔξει, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια. Ὃ καὶ δι’ ἄλλων δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὥστε οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι, ἀλλ’ ὁ αὐξάνων Θεός. Ἀπὸ μὲν οὖν τῶν ὑπηργμένων οὕτω προέτρε-ψεν· ἀπὸ δὲ ἑτέρων παραδειγμάτων, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, λέγων. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ὠφελοῦμεν μεριμνῶντες, καὶ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάττονος αὐτοὺς ἀποτρέπει τοῦ μείζονος μὲν, τῆς ψυχῆς, καὶ τοῦ σώματος· τοῦ ἐλάττονος δὲ, τῶν πετεινῶν. Εἰ γὰρ τῶν σφόδρα καταδεεστέρων τοσοῦτος λόγος αὐτῷ, πῶς ὑμῖν οὐ δώσει; φησίν. Καὶ πρὸς μὲν τούτους οὕτως· ὄχλος γὰρ ἦν τέως δημώδης· τῷ διαβό-λῳ δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευο-μένῳ διὰ στόματος Θεοῦ. Ἐνταῦθα δὲ τῶν ὀρνίθων μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μεγίστην εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχύν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον ἀνοίας ἦλθόν τινες τῶν ἀσεβῶν, ὡς καὶ ἐπιλαβέ-σθαι τοῦ παραδείγματος. Οὐ γὰρ ἔδει, φησὶ, προαίρεσιν ἀλείφοντα, ἀπὸ φυσικῶν πλεονεκτημάτων εἰς τοῦτο ἐνάγειν· ἐκείνοις γὰρ τοῦτο κατὰ φύσιν πρόσεστι, φησί. γ. Τί οὖν πρὸς τοῦτο ἂν εἴποιμεν; Ὅτι εἰ καὶ κατὰ φύσιν ἐκείνοις πρόσεστιν, ἀλλὰ δυνατὸν καὶ ἡμῖν ἐκ προαιρέσεως γενέσθαι τοῦτο. Οὐδὲ γὰρ εἶπεν, ἐμβλέψατε ὅτι πέταται τὰ πετεινὰ, ὅπερ ἀδύνατον ἦν ἀνθρώπῳ· ἀλλ’ ὅτι τρέφεται χωρὶς μερίμνης, ὅπερ καὶ ἡμῖν, ἐὰν ἐθέλωμεν, εὔκολον κατορθωθῆναι. Καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες. Διὸ δὴ ἄξιον μάλιστα θαυμάσαι τὴν τοῦ νομοθέτου σύνεσιν, ὅτι ἐξ ἀνθρώπων ἔχων τὸ ὑπόδειγμα παρασχεῖν, καὶ δυνάμενος εἰπεῖν τὸν Ἠλίαν, καὶ τὸν Μωϋσέα, καὶ τὸν Ἰωάννην, καὶ ἑτέρους τοιούτους μὴ μεριμνήσαντας, ἵνα αὐτῶν καθάψηται, τῶν ἀλόγων ἐμνημόνευσεν. Εἰ μὲν γὰρ εἶπε τοὺς δικαίους ἐκείνους, εἶχον οὗτοι λέγειν, ὅτι οὐδέπω κατ’ ἐκείνους γεγόναμεν. Νυνὶ δὲ σιγήσας αὐ-τοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ παραγαγὼν, πᾶσαν αὐτῶν ἐξέκοψε πρόφασιν, καὶ ἐνταῦθα παλαιὸν μιμού-
PG 57:298μενος νόμον. Καὶ γὰρ καὶ ἡ Παλαιὰ Διαθήκη καὶ πρὸς τὴν μέλισσαν πέμπει, καὶ πρὸς τὸν μύρμηκα, καὶ πρὸς τὴν τρυγόνα, καὶ πρὸς τὴν χελιδόνα. Οὐ μικρὸν δὲ καὶ τοῦτο τιμῆς δεῖγμα, ὅταν ἅπερ ἐκεῖνα ἀπὸ φύσεως ἔχει, ταῦτα δυνώμεθα ἡμεῖς κατορθοῦν τῇ προαιρέσει. Εἰ τοίνυν τῶν δι’ ἡμᾶς τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· εἰ τῶν δούλων, πολλῷ μᾶλλον τοῦ δεσπότου. Διὰ τοῦτο ἔλεγεν. Ἐμβλέψατε εἰς τὰ πε-τεινά· καὶ οὐκ εἶπεν, ὅτι οὐ καπηλεύουσιν, οὐδὲ ἐμπο-ρεύονται· ταῦτα γὰρ τῶν σφόδρα ἀπειρημένων ἦν· ἀλλὰ τί; Οὐ σπείρουσιν, οὐδὲ θερίζουσι. Τί οὖν; οὐ δεῖ σπείρειν; φησίν. Οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ’ ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδ’ ὅτι ἐργάζεσθαι οὐ χρὴ, ἀλλ’ ὅτι μικρόψυχον εἶναι καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντί-σιν οὐ χρή. Ἐπεὶ καὶ τρέφεσθαι ἐκέλευσεν, ἀλλὰ μὴ μεριμνῶντας. Τοῦτον καὶ ὁ Δαυὶ̈δ ἄνωθεν προκατα-βάλλεται τὸν λόγον, αἰνιγματωδῶς οὕτω λέγων· Ἀνοί-γεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας· καὶ πάλιν, Τῷ διδόντι τοῖς κτήνεσι τρο-φὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπι-καλουμένοις αὐτόν. Τίνες οὖν οὐκ ἐμερίμνησαν; φη-σίν. Οὐκ ἤκουσας ὅσους παρήγαγον τῶν δικαίων; Οὐχ ὁρᾷς μετ’ ἐκείνων τὸν Ἰακὼβ ἀπὸ τῆς πατρῴας οἰκίας γυμνὸν ἁπάντων ἀναχωροῦντα; οὐκ ἀκούεις αὐτοῦ εὐχο-μένου καὶ λέγοντος· Ἐὰν δῴη μοι Κύριος ἄρτον φα-γεῖν, καὶ ἱμάτιον περιβαλέσθαι; ὅπερ οὐχὶ μεριμνῶν-τος, ἀλλὰ παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητοῦντος ἦν. Τοῦτο καὶ οἱ ἀπόστολοι κατώρθωσαν, ἅπαντα ῥίψαντες, καὶ μὴ μεριμνήσαντες· καὶ οἱ πεντακισχίλιοι, καὶ οἱ τρισχίλιοι. Εἰ δὲ οὐκ ἀνέχῃ, τοσούτων ἀκούων ῥημά-των, ἀπολῦσαι σαυτὸν τῶν χαλεπῶν τούτων δεσμῶν, τὸ ἀνόνητον τοῦ πράγματος ἐννοήσας, κατάλυσον τὴν φρον-τίδα. Τίς γὰρ ἐξ ὑμῶν, φησὶ, μεριμνῶν δύναται προς-θεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἶδες πῶς ἀπὸ τοῦ φανεροῦ καὶ τὸ ἀφανὲς κατάδηλον ἐποίη-σεν; Ὥσπερ γὰρ τῷ σώματι, φησὶν, οὐδὲ μικρὸν πρου-θεῖναι δυνήσῃ μεριμνῶν· οὕτως οὐδὲ τροφὴν συναγαγεῖν, εἰ καὶ οὕτω νομίζεις. Ἀπὸ τούτου δῆλον, ὅτι οὐχὶ ἡ ἡμετέρα σπουδὴ, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἐν οἷς
δοκοῦμεν ἐνεργεῖν, τὸ πᾶν ἀνύει· ὡς ἂν ἐκεῖνος ἡμᾶς ἐγκαταλίπῃ, οὐ φροντὶς, οὐ μέριμνα, οὐ πόνος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν φανεῖταί ποτε, ἀλλὰ πάντα οἰχήσεται. δ. Μὴ τοίνυν νομίζωμεν ἀδύνατα εἶναι τὰ ἐπιτά-γματα· πολλοὶ γάρ εἰσιν οἱ κατορθοῦντες αὐτὰ καὶ νῦν. Εἰ δὲ ἀγνοεῖς, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ Ἠλίας ἐνόμιζεν εἶναι μόνος, ἀλλ’ ἤκουσεν, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτα-κισχιλίους ἄνδρας. Ὅθεν δῆλον ὅτι καὶ νῦν πολλοὶ τὸν ἀποστολικόν εἰσιν ἐπιδεικνύμενοι βίον, καθάπερ καὶ οἱ τρισχίλιοι τότε, καὶ οἱ πεντακισχίλιοι. Εἰ δὲ οὐ πιστεύο-μεν, οὐ παρὰ τὸ μὴ εἶναι τοὺς κατορθοῦντας, ἀλλὰ παρὰ τὸ πολὺ τοῦ πράγματος ἀπέχειν. Ὥσπερ οὖν ὁ μεθύων οὐκ ἂν εὐκόλως πιστεύσειεν, ὅτι ἐστὶν ἄνθρωπός τις οὐδὲ ὕδατος ἀπογευόμενος· καίτοιγε καὶ τοῦτο πολλοὶ κατώρθωσαν ἐφ’ ἡμῶν μοναχοί· καὶ ὁ μυρίαις γυναιξὶ μιγνύμενος, ὅτι εὔκολον παρθενεύειν· οὐδὲ ὁ τὰ ἀλλό-τρια ἁρπάζων, ὅτι καὶ τὰ αὐτοῦ τις ῥᾳδίως προήσεται· οὕτως οὐδὲ οἱ καθ’ ἑκάστην ἡμέραν μυρίαις φροντίσιν ἑαυτοὺς κατατήκοντες οὐκ εὐκόλως ἂν τοῦτο παρα-

Homily XXIIHomilia XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:299δέξοιντο. Ὅτι μὲν οὖν πολλοὶ οἱ τοῦτο κατορθωκότες εἰ-σὶν, ἀπ’ αὐτῶν δυνατὸν ἡμῖν δεῖξαι τῶν ταῦτα φιλοσο-φούντων καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς. Ἀλλ’ ὑμῖν τέως ἀρκεῖ τὸ μὴ πλεονεκτεῖν μαθεῖν, καὶ ὅτι καλὸν ἡ ἐλεη-μοσύνη, καὶ τὸ εἰδέναι ὅτι χρὴ τῶν ὄντων μεταδι-δόναι. Ταῦτα γὰρ ἂν κατορθώσῃς, ἀγαπητὲ, ταχέως καὶ ἐπ’ ἐκεῖνα βαδιεῖς. Τέως τοίνυν τὴν πολυτέλειαν ἀποθώμεθα τὴν περιττὴν, καὶ ἀνασχώμεθα τῆς συμμε-τρίας, καὶ μάθωμεν ἀπὸ δικαίων πόνων κτᾶσθαι ἅπαντα ἅπερ μέλλομεν ἔχειν· ἐπεὶ καὶ ὁ μακάριος Ἰωάννης, ὅτε διελέγετο τοῖς περὶ τὴν τελωνείαν ἐσχολακόσι καὶ τοῖς στρα-τευομένοις, ἀρκεῖσθαι τοῖς ὀψωνίοις προσέταττεν. Ἐβούλετο μὲν γὰρ καὶ ἐφ’ ἑτέραν μείζονα αὐτοὺς ἀγα-γεῖν φιλοσοφίαν· ἐπειδὴ δὲ οὐδέπω πρὸς ταῦτα ἦσαν ἐπι-τήδειοι, τὰ ἐλάττονα λέγει, ὡς εἰ τὰ ὑψηλότερα τούτων εἶπεν, οὔτ’ ἂν ἐκείνοις προσέσχον, καὶ τούτων ἐξέπε-σον ἄν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἐν τοῖς καταδεεστέροις ὑμᾶς γυμνάζομεν. Καὶ γὰρ τέως ἴσμεν, ὅτι μεῖζον ὑμῶν τῆς ἀκτημοσύνης τὸ φορτίον, καὶ ὅσον ἀφέστηκεν ὁ οὐ-ρανὸς τῆς γῆς, τοσοῦτον ὑμῶν ἡ φιλοσοφία ἐκείνη. Οὐκοῦν κἂν τῶν ἐσχάτων ἐπιλαβώμεθα ἐπιταγμάτων· οὐδὲ γὰρ αὕτη μικρὰ παραμυθία. Καίτοιγε παρ’ Ἕλλησί

Homilia XL

PG 57:300τινες καὶ τοῦτο κατώρθωσαν, εἰ καὶ μὴ μετὰ τῆς προση-κούσης γνώμης, καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσαντο. Ἀλλ’ ὅμως ἡμεῖς ἀρκούμεθα ἐφ’ ὑμῶν τῷ τὴν ἐλεημοσύνη δαψιλῆ παρέχεσθαι παρ’ ὑμῶν· ταχέως γὰρ καὶ ἐπ’ ἐκεῖνα ἥξομεν, ἂν οὕτω προβαίνωμεν. Εἰ δὲ μηδὲ τοῦτο ποιοῦμεν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ τοὺς ἐν τῇ παλαιᾷ ὑπερβῆναι κελευόμενοι, καὶ τῶν παρ’ Ἕλ-λησι φιλοσόφων ἐλάττους φαινόμενοι; Τί ἂν εἴποιμεν ὅταν ὀφείλοντες εἶναι ἄγγελοι καὶ υἱοὶ Θεοῦ, μηδὲ τὸ ἄνθρωποι εἶναι διατηρῶμεν; Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν οὐ τῆς ἀνθρώπων ἡμερότητος, ἀλλὰ τῆς τῶν θηρίων ὠμότητος· μᾶλλον δὲ καὶ ἐκείνων χείρους οἱ τοῖς ἀλλοτρίοις ἐπιτιθέμενοι. Τοῖς μὲν γὰρ ἀπὸ φύσεως τοῦτο πρόσεστιν· ἡμεῖς δὲ οἱ λόγῳ τιμηθέντες, καὶ πρὸς τὴν παρὰ φύσιν καταπίπτοντες δυσγένειαν, τίνος ἀπολαυσόμεθα συγγνώμης; Ἐννοήσαντες τοίνυν τὰ μέ-τρα τῆς προκειμένης ἡμῖν φιλοσοφίας, κἂν εἰς τὰ μέσα φθάσωμεν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῶμεν κολά-σεως, καὶ ὁδῷ προβαίνοντες ἐπ’ αὐτὴν ἔλθωμεν τὴν κο-ρυφὴν τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 57:299ΟΜΙΛΙΑ ΚΒ. Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. α. Εἰπὼν περὶ τῆς ἀναγκαίας τροφῆς, καὶ δείξας ὅτι οὐδὲ ὑπὲρ ταύτης χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν. Οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα, ὡς τροφή. Τίνος οὖν ἕνεκεν οὐ κέχρηται καὶ ἐνταῦθα τῷ αὐτῷ ὑποδείγματι τῷ τῶν ὀρνίθων, οὐδὲ λέγει τὸν ταῶνα ἡμῖν, καὶ τὸν κύκνον, καὶ τὸ πρόβατον; καὶ γὰρ πολλὰ τοιαῦτα παραδείγματα ἦν ἐκεῖθεν λαβεῖν. Ὅτι βούλεται ἑκατέρωθεν δεῖξαι τὴν ὑπερβολὴν, ἀπό τε τῆς εὐτελείας τῶν τῆς τοιαύτης μετασχόντων εὐπρεπείας, ἀπό τε τῆς φιλοτιμίας τοῦ καλλωπισμοῦ τῆς δοθείσης τοῖς κρίνοις. Διὰ τοῦτο ὅτε αὐτὰ κατεσκεύασεν, οὐδὲ κρίνα αὐτὰ καλεῖ λοιπὸν, ἀλλὰ χόρτον ἀγροῦ. Καὶ οὐ-δὲ τῷ ὀνόματι ἀρκεῖται τούτῳ, ἀλλὰ πάλιν ἑτέραν εὐτέλειαν προστίθησιν, εἰπὼν, σήμερον ὄντα. Καὶ οὐκ εἶπεν, αὔριον οὐκ ὄντα, ἀλλὰ τὸ πολλῷ πάλιν καταδεέστε-ρον. εἰς κλίβανον βαλλόμενον. Καὶ οὐκ εἶπεν, ἀμ-φιέννυσιν, ἀλλ’, οὕτως ἀμφιέννυσιν. Ὁρᾷς πανταχοῦ πολλὰς τὰς ὑπερβολὰς καὶ τὰς ἐπιτάσεις; Ποιεῖ δὲ τοῦτο, ἵνα αὐτῶν καθάψηται· διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν· Οὐ πολλῷ μᾶλλον ὑμᾶς; Καὶ γὰρ πολλὴν ἔχει καὶ τοῦτο τὴν ἔμφασιν. Τὸ γὰρ, ὑμᾶς, οὐδὲν ἕτερον ἐστὶν αἰνιττομένου, ἢ τὸ πολυτίμητον καὶ περισπούδαστον τοῦ γένους· ὡσανεὶ ἔλεγεν, Ὑμᾶς, οἷς ψυχὴν ἔδωκεν, οἷς σῶμα δι-έπλασε, δι’ οὓς τὰ ὁρώμενα πάντα ἐποίησε, δι’ οὓς προ-φήτας ἔπεμψε, καὶ νόμον ἔδωκε, καὶ τὰ μυρία εἰργά-σατο ἀγαθά· δι’ οὓς τὸν μονογενῆ παῖδα ἐξέδωκεν. Ἐπειδὴ δὲ ἀπέδειξε σαφῶς, τότε καὶ ἐπιπλήττει λέγων· Ὀλιγόπιστοι. Τοιοῦτον γὰρ ὁ συμβουλεύων· οὐ πα-ραινεῖ μόνον, ἀλλὰ καὶ καθάπτεται, ἵνα διεγείρῃ πλέον πρὸς τὴν πειθὼ τῶν λεγομένων. Ἀπὸ τούτων ἡμᾶς οὐχὶ μὴ μεριμνᾷν διδάσκει μόνον, ἀλλὰ μηδὲ ἐπτοῆσθαι
PG 57:300πρὸς τὴν πολυτέλειαν τῶν ἱματίων. Χλόης γὰρ ἡ εὐπρέ-πεια, καὶ πόας τὸ κάλλος· μᾶλλον δὲ καὶ τιμιώτερος ὁ χόρτος τῆς τοιαύτης στολῆς. Τί τοίνυν μέγα φρονεῖς, ἐν οἷς τὰ νικητήρια παρὰ τῇ βοτάνῃ μετὰ πολλῆς τῆς περιουσίας; Καὶ ὅρα πῶς ἀπὸ τῶν προοιμίων κοῦφον δείκνυσι τὸ ἐπίταγμα, πάλιν ἀπὸ τῶν ἐναντίων αὐτοὺς καὶ ἀφ’ ὧν δεδοίκασιν, ἀπὸ τούτων ἀπάγων. Εἰπὼν γὰρ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, ἐπήγαγεν, Οὐ κο-πιῶσιν. Ὥστε κόπων ἡμᾶς ἀπαλλάξαι βουλόμενος, ταῦ-τα ἐκέλευσεν. Οὐ τοίνυν τὸ μὴ μεριμνᾷν ταῦτα πόνος ἀλλὰ τὸ μεριμνᾷν. Καὶ καθάπερ εἰπὼν, Οὐ σπείρου-σιν, οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα· οὕ-τως εἰπὼν, Οὐ κοπιῶσιν, οὐδὲ νήθουσιν, οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν. Εἰ δὲ Σολομῶν ἡττή-θη τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ δι’ ὅλης τῆς βασιλείας αὐτοῦ· (οὐδὲ γὰρ ἔχοι τις εἰπεῖν ὅτι νῦν μὲν τοιαῦτα περιεβάλετο, μετὰ δὲ ταῦτα οὐκέτι ἀλλὰ οὐδὲ ἐν μιᾷ ἡμέρᾳ οὕτως ἐκαλλωπίσατο· τοῦτο γὰ ἐδήλωσεν εἰπὼν, Ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ)· καὶ οὐχ ὑπὸ τούτου μὲν ἡττήθη τοῦ ἄνθους, τὸ δὲ ἕτερον ἐμι-μήσατο, ἀλλὰ πᾶσιν ὁμοῦ παρεχώρησε· (διὸ καὶ ἔλεγεν Ὡς ἓν τούτων· ὅσον γὰρ τῆς ἀληθείας πρὸς τὸ ψεῦδος τοσοῦτον τῶν ἱματίων ἐκείνων καὶ τῶν ἀνθῶν τούτων τὸ μέσον·) εἰ τοίνυν ἐκεῖνος ὡμολόγησε τὴν ἧτταν, ἁ-πάντων βασιλέων τῶν πώποτε γενομένων λαμπρότερος πότε σὺ περιγενέσθαι δυνήσῃ, μᾶλλον δὲ ἐγγὺς γενέσθαι κἂν μικρὸν τῆς τοιαύτης εὐμορφίας; Ἐντεῦθεν ἡμᾶς παιδεύει μηδ’ ὅλως ἐφίεσθαι τοῦ τοιούτου καλλωπισμοῦ.
Ὅρα γοῦν αὐτοῦ τὸ τέλος· μετὰ τὴν νίκην εἰς κλίβανον βάλλεται. Εἰ δὲ περὶ τὰ εὐτελῆ καὶ οὐδενὸς ἄξια λόγοι καὶ τὴν τυχοῦσαν παρεχόμενα χρείαν, τοσαύτην προ-νοιαν ὁ Θεὸς ἐπεδείξατο, πῶς σὲ προήσεται τὸ πάντων ἀναγκαιότατον ζῶον; Τίνος οὖν ἕνεκεν οὕτω καλὰ αὐτὰ ἐποίησεν; Ἵνα τὴν αὐτοῦ σοφίαν ἐπιδείξηται καὶ τὴν περιουσίαν τῆς δυνάμεως, ἵνα πανταχόθεν αὐτοῦ τὴν δόξαν μάθωμεν. Οὐ γὰρ οἱ οὐρανοὶ μόνοι διηγοῦνται τὴν
PG 57:301δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἡ γῆ· καὶ τοῦτο ὁ Δαυὶ̈δ δη-λῶν ἔλεγεν· Αἰνεῖτε τὸν Κύριον, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ μὲν γὰρ διὰ τοῦ καρποῦ, τὰ δὲ διὰ τοῦ μεγέθους, τὰ δὲ διὰ τοῦ κάλλους ἀναπέμπει τῳ ποιήσαντι τὴν εὐφημίαν. Πολλῆς γὰρ καὶ τοῦτο περιουσίας σοφίας σημεῖον, ὅταν καὶ εἰς τὰ σφόδρα εὐτελῆ, (τί γὰρ εὐτελέστερον τοῦ σήμερον ὄντος, καὶ αὔριον οὐκ ὄντος;) τοσοῦτον ἐκχέῃ τὸ κάλλος. Εἰ τοίνυν τῷ χόρτῳ τὸ μὴ ἐν χρεία δέδωκε, (τί γὰρ αὐτοῦ τὸ κάλλος πρὸς τὴν τοῦ πυρὸς τροφὴν συντελεῖ;) πῶς σοὶ τὸ ἐν χρείᾳ οὐ δώσει; Εἰ τὸ πάντων εὐτελέστερον ἐκαλ-λώπισεν ἐκ περιουσίας, καὶ ταῦτα οὐ πρὸς χρείαν, ἀλλὰ πρὸς φιλοτιμίαν τοῦτο ποιῶν· πολλῷ μᾶλλον σὲ τὸν ἁπάντων τιμιώτερον ἐν τοῖς κατὰ τὴν χρείαν τιμήσει, β. Ἐπειδὴ τοίνυν ἀπέδειξε πολλὴν τοῦ Θεοῦ τὴν πρόνοιαν οὖσαν, καὶ ἔδει καὶ ἐπιπλῆξαι λοιπὸν, καὶ ἐνταῦθα κέχρηται τῇ φειδοῖ, οὐκ ἀπιστίαν, ἀλλ’ ὀλιγο-πιστίαν αὐτοῖς ἐγκαλῶν. Εἰ γὰρ τὸν χόρτον τοῦ ἀγροῦ. φησὶν, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. Καίτοιγε ταῦτα πάντα αὐτὸς ἐργά-ζεται· Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ-τοῦ ἐγένετο οὐδὲ ἕν· ἀλλ’ ὅμως οὐδαμοῦ ἑαυτοῦ μέ-μνηται τέως. Ἤρκει γὰρ εἰς τὸ δεῖξαι τὴν αὐθεντίαν τέως, τὸ λέγειν καθ’ ἑκάστην τῶν ἐντολῶν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν. Μὴ τοί-νυν θαυμάσῃς, ὅταν καὶ ἐν τοῖς μετὰ ταῦτα κρύπτῃ ἑαυτὸν, ἢ ταπεινόν τι περὶ ἑαυτοῦ φθέγγηται. Ἓν γὰρ ἐσπούδαζε τέως, εὐπαράδεκτον αὐτοῖς γενέσθαι τὸν λό-γον, καὶ διὰ πάντων ἀποδεῖξαι οὐκ ἀντίθεόν τινα ὄντα, ἀλλ’ ὁμονοοῦντα καὶ συμβαίνοντα τῷ Πατρί. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Τοσούτους γὰρ ἀναλώσας λόγους συνεχῶς αὐτὸν ἐν τῷ μέσῳ τίθησι, τὴν σοφίαν αὐτοῦ θαυμάζων, τὴν πρόνοιαν, τὴν κηδεμονίαν τὴν διὰ πάντων, καὶ τῶν μεγάλων καὶ τῶν μικρῶν. Καὶ γὰρ ὅτε περὶ τῆς Ἰερουσαλὴμ ἔλεγε, τὴν πόλιν τοῦ μεγάλου βασι-λέως αὐτὴν ἐκάλεσε· καὶ ὅτε τοῦ οὐρανοῦ ἐμνημόνευσε, θρόνον πάλιν ὠνόμασε τοῦ Θεοῦ· καὶ ὅτε περὶ τῆς κατὰ τὸν κόσμον οἰκονομίας διελέγετο, αὐτῷ πάλιν τὸ πᾶν ἀνατίθησι λέγων ὅτι· Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ ἐν τῇ εὐχῇ δὲ ἐδίδασκε λέγειν ὅτι, Αὐτοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Καὶ ἐνταῦθα περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, καὶ δει-κνὺς πῶς καὶ ἐν τοῖς μικροῖς ἀριστοτέχνης ἐστὶ, φησὶν ὅτι Τὸν χόρτον τοῦ ἀγροῦ ἀμφιέννυσι. Καὶ οὐδαμοῦ ἑαυτοῦ Πατέρα καλεῖ, ἀλλ’ ἐκείνων, ἵνα καὶ τῇ τιμῇ καθάψηται, καὶ ὅταν αὐτοῦ λέγῃ Πατέρα, μηκέτι ἀγα-νακτῶσιν. Εἰ δὲ ὑπὲρ ψιλῶν καὶ ἀναγκαίων οὐ δεῖ με-ριμνᾷν, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης οἱ ὑπὲρ τῶν πο-λυτελῶν μεριμνῶντες; μᾶλλον δὲ τίνος ἂν εἶεν συγγνώ-μης ἄξιοι οἱ μηδὲ καθεύδοντες, ἵνα τὰ τῶν ἄλλων λά-βωσι; Μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Εἶδες πῶς πάλιν αὐτοὺς καὶ ἐνέτρεψε μειζόνως, καὶ παρεδήλωσεν ὅτι οὐδὲν φορ-τικὸν, οὐδὲ ἐπαχθὲς ἐπέταξεν; Ὥσπερ οὖν ὅτε ἔλεγεν· Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε· καὶ γὰρ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἀπὸ τῆς μνήμης τῶν ἐθνικῶν αὐτοὺς διήγειρε πρὸς τὸ
PG 57:302μεῖζον· οὕτω καὶ νῦν ἐκείνους εἰς μέσον ἄγει, καθαπτό-μενος καὶ δεικνὺς ὅτι ἀναγκαῖον ἀπαιτεῖ παρ’ ἡμῶν ὀφείλημα. Εἰ γὰρ τῶν γραμματέων καὶ Φαρισαίων πλέον ἐπιδείξασθαι χρὴ, τίνος ἂν εἴημεν ἄξιοι οἱ μὴ μό-νον ἐκείνους μὴ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐν τῇ τῶν ἐθνικῶν εὐτελείᾳ μένοντες, καὶ τὴν αὐτῶν μικροψυχίαν ζηλοῦντες; Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη, ἀλλὰ καθαψάμενος ἐντεῦθεν καὶ διεγείρας αὐτοὺς, καὶ ἐν-τρέψας μεθ’ ὑπερβολῆς ἁπάσης, καὶ ἑτέρωθεν παρακα-λεῖ λέγων· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων. Οὐκ εἶπεν, Οἶδεν ὁ Θεὸς, ἀλλ’, Οἶδεν ὁ Πατὴρ, ὥστε αὐτοὺς εἰς μείζονα ἐλπίδα ἀγαγεῖν. Εἰ γὰρ πατήρ ἐστι, καὶ πατὴρ τοιοῦτος, οὐ δυ-νήσεται περιϊδεῖν τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς· ὅπου γε οὐδὲ ἄνθρωποι πατέρες ὄντες τοῦτο ὑπομένουσι. Καὶ ἕτερον δὲ μετὰ τούτου πάλιν ἐπάγει λογισμόν. Ποῖον δὴ τοῦτον; Ὅτι χρῄζετε αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. Μὴ γὰρ περιττά ἐστι ταῦτα, ἵνα κατα-φρονήσῃ; Καίτοιγε οὐδὲ ἐν τοῖς περισσοῖς κατεφρόνη-σεν, ἐπὶ τοῦ χόρτου· νυνὶ δὲ καὶ ἀναγκαῖά ἐστιν. Ὥστε ὃ νομίζεις αἴτιον εἶναί σοι τῆς φροντίδος, τοῦτο ἱκανὸν εἶναί φημι τῆς φροντίδος σε ταύτης ἀπαγαγεῖν. Εἰ γὰρ λέγοις, ὅτι διὰ τοῦτό με χρὴ μεριμνᾷν, ἐπειδὴ ἀναγκαῖά ἐστι, τοὐναντίον ἐγώ φημι, ὅτι δι’ αὐτὸ μὲν οὖν τοῦτο μὴ μεριμνήσῃς, ἐπειδὴ ἀναγκαῖά ἐστιν. Εἰ γὰρ περιττὰ ἦν, οὐδ’ οὕτως ἀπογινώσκειν, ἀλλὰ θαῤῥεῖν ὑπὲρ τῆς αὐτῶν χορηγίας ἐχρῆν· ἐπειδὴ δὲ ἀναγκαῖά ἐστιν, οὐκέτι ἀμφιβάλλειν δεῖ. Ποῖος γάρ ἐστι πατὴρ, ὃς ὑπομένει μη-δὲ τὰ ἀναγκαῖα παρασχεῖν τοῖς παισίν; Ὥστε καὶ διὰ τοῦτο πάντως παρέξει ὁ Θεός. Καὶ γὰρ δημιουργὸς τῆς φύσεως αὐτός ἐστι, καὶ τὴν χρείαν αὐτῆς μετὰ ἀκριβείας αὐτὸς ἐπίσταται. Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοις εἰπεῖν, ὅτι Πατὴρ μέν ἐστι, καὶ ἀναγκαῖά ἐστι τὰ ζητούμενα, ἀγνοεῖ δὲ ὅτι ἐν χρείᾳ αὐτῶν καθεστήκαμεν. Ὁ γὰρ τὴν φύσιν αὐτὴν εἰδὼς, καὶ δημιουργὸς αὐτῆς γεγενημένος, καὶ τοιαύτην αὐτὴν διαπλάσας, εὔδηλον ὅτι καὶ τὴν χρείαν αὐτῆς ἐπίσταται σοῦ μᾶλλον τοῦ ἐν χρείᾳ αὐτῶν καθε-στῶτος. Καὶ γὰρ αὐτῷ τοῦτο ἔδοξεν, ὥστε ἐν τοιαύτῃ χρείᾳ εἶναι αὐτήν. Οὐ τοίνυν ἐναντιώσεται οἷς ἠθέλησε, καταστήσας μὲν ἐν ἀνάγκῃ τοσαύτης χρείας ἀποστε-ρῶν δὲ αὖ πάλιν τῆς χρείας καὶ τῶν ἀναγκαίων αὐτήν. γ. Μὴ τοίνυν φροντίζωμεν· οὐδὲν γὰρ ἡμῖν περιέσται πλέον, ἢ τὸ κατατείνειν ἑαυτούς. Ὅταν γὰρ καὶ μερι-μνώντων ἡμῶν καὶ μὴ μεριμνώντων παρέχῃ, καὶ μᾶλ-λον μὴ μεριμνώντων, τί σοι πλέον ἀπὸ τῆς φροντίδος, ἢ τὸ δίκην σαυτὸν περιττὴν ἀπαιτεῖν; Οὐδὲ γὰρ ἐπὶ δαψιλὲς ἀπιέναι μέλλων ἄριστόν τις, ὑπὲρ τροφῆς ἀνέξεται μεριμνᾷν· οὐδὲ ὁ ἐπὶ πηγὴν βαδίζων, ὑπὲρ τοῦ πίνειν φροντίζει. Μὴ τοίνυν μηδὲ ἡμεῖς, καὶ πηγῆς ἁπάσης καὶ μυρίων δείπνων παρεσκευασμένων δαψιλε-στέραν ἔχοντες χορηγίαν τοῦ Θεοῦ τὴν πρόνοιαν, πτωχεύωμεν, μηδὲ μικροψυχῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον λογισμὸν πάλιν ὑπὲρ τοῦ θαῤ-ῥεῖν περὶ τῶν τοιούτων τίθησι λέγων· Ζητεῖτε τὴν βα-σιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστε-θήσεται ὑμῖν. Ἐπειδὴ γὰρ ἀνῆκε τῆς φροντίδος τὴν ψυχὴν, τότε καὶ τῶν οὐρανῶν ἐμνημόνευσε. Καὶ γὰρ τὰ παλαιὰ ἀναλύσων παραγέγονε, καὶ πρὸς μεί-ζονα καλέσων πατρίδα. Διὰ τοῦτο πάντα ποιεῖ, ὥστε τῶν
PG 57:303περιττῶν ἡμᾶς ἀπαλλάττειν, καὶ τῆς πρὸς τὴν γῆν συμ-
παθείας. Διὰ τοῦτο καὶ τῶν ἐθνικῶν ἐμνημόνευσεν, εἰ-πὼν ὅτι τὰ ἔθνη ἐπιζητεῖ ταῦτα, οἷς ὁ πόνος ἅπας κατὰ τὸν παρόντα βίον, οἷς λόγος οὐδεὶς περὶ τῶν μελλόντων, οὐδὲ ἔννοια τῶν οὐρανῶν. Ὑμῖν δὲ οὐχὶ ταῦτά ἐστι τὰ προηγούμενα, ἀλλ’ ἕτερα. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ πίωμεν καὶ περιβαλώμεθα. ἀλλ’ ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν. Ὥσπερ οὖν ἐν τῇ σπουδῇ πάρεργα ταῦτα, οὕτω καὶ ἐν τῇ αἰτήσει πάρεργα ἔστω. Διὰ τοῦτο καὶ ἔλεγε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προς-τεθήσεται ὑμῖν. Καὶ οὐκ εἶπε, Δοθήσεται, ἀλλὰ, Προς-τεθήσεται, ἵνα μάθῃς, ὅτι οὐδὲν μέγα τῶν διδομένων τὰ παρόντα ἐστὶ πρὸς τὸ μέγεθος τῶν μελλόντων. Διὰ δὴ τοῦτο οὐδὲ αἰτεῖν αὐτὰ κελεύει, ἀλλ’ αἰτεῖν μὲν ἕτερα, θαῤῥεῖν δὲ ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων. Ζήτει τοίνυν τὰ μέλλοντα, καὶ λήψῃ καὶ τὰ παρόντα· μὴ ζήτει τὰ ὁρώμενα, καὶ πάντως αὐτῶν ἐπιτεύξῃ. Καὶ γὰρ ἀνά-ξιόν σου τὸ περὶ τοιούτων προσιέναι τῷ δεσπότῃ. Ὁ γὰρ τὴν ἅπασαν σπουδὴν καὶ τὴν μέριμναν ὑπὲρ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων ὀφείλων ποιεῖσθαι, σφόδρα σεαυτὸν καταισχύνεις, εἰς τὴν τῶν ῥεόντων πραγμάτων ἐπιθυμίαν καταναλίσκων αὐτήν. Πῶς οὖν; φησίν· οὐκ ἐκέλευσε τὸν ἄρτον αἰτεῖν; Ἀλλὰ, Τὸν ἐπιούσιον, προσέθηκε, καὶ τούτῳ πάλιν τὸ, σήμερον· ὅπερ οὖν καὶ ἐνταῦθα ποιεῖ. Οὐ γὰρ εἶπε, Μὴ μεριμνήσητε· ἀλλὰ, Μὴ μεριμνήσητε ὑπὲρ τῆς αὔριον· ὁμοῦ καὶ τὴν ἐλευ-θερίαν ἡμῖν παρέχων, καὶ τὴν ψυχὴν ἡμῶν προσηλῶν τοῖς ἀναγκαιοτέροις. Καὶ γὰρ καὶ ἐκεῖνα αἰτεῖν διὰ τοῦτο ἐκέλευσεν, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς παρ’ ἡμῶν ὑπομνήσεως, ἀλλ’ ἵνα μάθωμεν, ὅτι μετὰ τῆς αὐτοῦ βοηθείας κατορθοῦμεν ἅπερ ἂν κατορθώσωμεν, καὶ ἵνα οἰκειωθῶμεν τῇ συνεχεῖ περὶ τούτων αἰτήσει. Εἶδες πῶς καὶ ἐντεῦθεν ἔπεισεν, ὅτι λήψονται τὰ παρόντα πάντως; Ὁ γὰρ τὰ μείζω παρέχων, πολλῷ μᾶλλον τὰ ἐλάττω δώσει. Οὐ γὰρ διὰ τοῦτο, φησὶν, εἶπον μὴ με-ριμνᾷν, μηδὲ αἰτεῖν, ἵνα ταλαιπωρῆτε καὶ γυμνοὶ πε-ριέρχησθε, ἀλλ’ ἵνα καὶ τούτων ἐν ἀφθονίᾳ ἦτε· ὃ δὴ μάλιστα πάντων ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι. Ὥσπερ οὖν ἐπὶ τῆς ἐλεημοσύνης ἀποτρέπων αὐτοὺς ἐπι-δείκνυσθαι τοῖς ἀνθρώποις, τούτῳ μάλιστα ἔπειθε. τῷ μετὰ πλείονος αὐτὸ παρέξειν ὑποσχέσθαι τῆς φιλοτι-μίας αὐτοῖς· ( Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ· ) οὕτω καὶ ἐνταῦθα ἀφέλκων αὐτοὺς τοῦ μὴ ζητεῖν αὐτὰ, τούτῳ μάλιστα πείθει, τῷ μὴ ζητοῦσι μετὰ πλείονος ὑποσχέ-σθαι παρέχειν τῆς περιουσίας. Διὰ γὰρ τοῦτο κελεύω, φησὶ, μὴ ζητεῖν, οὐχ ἵνα μὴ λάβῃς, ἀλλ’ ἵνα λάβῃς δα-ψιλῶς· ἵνα λάβῃς μετὰ τοῦ σοι προσήκοντος σχήματος, μετὰ τῆς ἁρμοζούσης σοι λυσιτελείας· ἵνα μὴ μεριμνῶν, μηδὲ σχιζόμενος εἰς τὴν τούτων φροντίδα, ἀνάξιον σαυ-τὸν καὶ τούτων καὶ τῶν πνευματικῶν καταστήσῃς· ἵνα μὴ ταλαιπωρίαν περιττὴν ὑπομείνῃς, καὶ τοῦ προκειμέ-νου πάλιν ἐκπέσῃς. Μὴ οὖν μεριμνήσητε περὶ τῆς αὔ-ριον. Ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς· τουτέ-στιν, ἡ ταλαιπωρία, ἡ συντριβή. Οὐκ ἀρκεῖ σοι τὸ ἐν ἱδρῶτι τοῦ προσώπου σου ἐσθίειν τὸν ἄρτον σου; τί καὶ ἑτέραν προστιθεῖς τὴν ἀπὸ τῆς φροντίδος ταλαιπωρίαν, μέλλων λοιπὸν καὶ τῶν προτέρων ἀπολύεσθαι κόπων;
PG 57:304δ. Κακίαν δὲ ἐνταῦθά φησιν, οὐ τὴν πονηρίαν, μὴ γένοιτο, ἀλλὰ τὴν ταλαιπωρίαν καὶ τὸν πόνον καὶ τὰς συμφοράς· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν· Εἰ ἔστι κα-κία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησεν; οὐχ ἁρπαγὰς λέγων, οὐδὲ πλεονεξίας, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὰς ἄνωθεν φερομένας πληγάς. Καὶ πάλιν, Ἐγὼ, φησὶ, ποιῶν εἰρήνην καὶ κτίζων κακά. Οὐδὲ γὰρ ἐνταῦθα τὴν κακίαν φησὶν, ἀλλὰ τοὺς λιμοὺς καὶ τοὺς λοιμοὺς, τὰ δοκοῦντα εἶναι κακὰ παρὰ τοῖς πολλοῖς. Ἔθος γὰρ τοῖς πολλοῖς τὸ ταῦτα λέγειν κακά. Οὕτω γοῦν καὶ οἱ τῶν πέντε σατραπειῶν ἐκείνων ἱερεῖς καὶ μάντεις, ἡνίκα τὰς βοῦς ὑποζεύξαντες τῇ κιβωτῷ χωρὶς τῶν δαμάλεων ἀφῆκαν βαδίζειν, κακίαν τὰς θεηλάτους ἐκάλουν πληγὰς ἐκείνας, καὶ τὴν ἐξ αὐτῶν ἀθυμίαν καὶ ὀδύνην ἐγγινομένην αὐτοῖς. Τοῦτο τοίνυν καὶ ἐνταῦθα δηλοῖ λέγων· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Οὐδὲν γὰρ οὕτως ἀλγύνει ψυχὴν, ὡς μέριμνα καὶ φροντίς. Οὕτω καὶ Παῦλος εἰς παρθενίαν ἐνάγων συνεβούλευε λέγων· Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὅταν δὲ λέγῃ, ὅτι ἡ αὔριον μεριμνήσει περὶ ἑαυτῆς, οὐχ ὡς τῆς ἡμέρας μεριμνώσης ταῦτά φησιν, ἀλλ’ ἐπειδὴ πρὸς δῆμον ἀτε-λέστερον ὁ λόγος ἦν αὐτῷ, βουλόμενος ἐμφαντικώτερον ποιῆσαι τὸ λεγόμενον, προσωποποιεῖται τὸν καιρὸν, κατὰ τὴν τῶν πολλῶν συνήθειαν φθεγγόμενος πρὸς αὐτούς. Καὶ ἐνταῦθα μὲν συμβουλεύει, προϊὼν δὲ αὐτὸ καὶ νο-μοθετεῖ λέγων· Μὴ κτήσησθε χρυσίον, μήτε ἀργύ-ριον, μήτε πήραν εἰς ὁδόν. Ἐπειδὴ γὰρ διὰ τῶν ἔρ-γων αὐτὰ ἐπεδείξατο, τότε λοιπὸν καὶ τὴν ἀπὸ τῶν ῥημάτων εἰσάγει νομοθεσίαν εὐτονωτέραν, ὅτε καὶ εὐπαράδεκτος ὁ λόγος ἐγένετο, τοῖς ἔργοις τοῖς ἑαυτοῦ πρότερον βεβαιωθείς. Ποῦ οὖν ἔδειξε διὰ τῶν ἔργων; Ἄκουσον αὐτοῦ λέγοντος· Ὁ δὲ Υἱὸς τοῦ ἀν-θρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται μόνῳ, ἀλλὰ καὶ ἐν τοῖς μαθηταῖς παρέ-χεται τὴν ὑπὲρ τούτων ἀπόδειξιν, καὶ αὐτοὺς οὕτω σχη-ματίσας, καὶ οὐκ ἀφεὶς οὐδενὸς δεηθῆναι. Σκόπει δὲ αὐ-τοῦ καὶ τὴν κηδεμονίαν, πῶς πατρὸς παντὸς ὑπερβαίνει φιλοστοργίαν. Τοῦτο γὰρ κελεύω, φησὶ, δι’ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ὑμᾶς ἀπαλλάξω περιττῶν φροντίδων. Κἂν γὰρ σήμερον μεριμνήσῃς ὑπὲρ τῆς αὔριον, καὶ πάλιν αὔριον μεριμνήσεις. Τί οὖν τὸ περιττόν; Τί καταναγκά-ζεις τὴν ἡμέραν πλέον τῆς συγκεκληρωμένης αὐτῇ τα-λαιπωρίας καταδέχεσθαι, καὶ μετὰ τῶν οἰκείων πόνων καὶ τὸ τῆς ἐπιούσης προστιθεῖς αὐτῇ φορτίον, καὶ ταῦτα οὐδὲν τὴν ἑτέραν μέλλων ἀπὸ τῆς προσθήκης τῆς γινο-μένης ἐπικουφίζειν, ἀλλὰ πλεονεξίαν μόνον περιττῶν ἐπιδείκνυσθαι πόνων; Ἵνα γὰρ μειζόνως αὐτῶν καθά-ψηται, μονονουχὶ τὸν καιρὸν αὐτὸν ψυχώσας ὡς ἀδικού-μενον εἰσάγει, καὶ καταβοῶντα αὐτῶν ὑπὲρ τῆς περιττῆς ἐπηρείας. Καὶ γὰρ ἔλαβες τὴν ἡμέραν, ἵνα τὰ αὐτῆς φροντίζῃς. Τίνος οὖν ἕνεκεν καὶ τὰ τῆς ἑτέρας αὐτῇ προστιθεῖς; μὴ γὰρ οὐκ ἀρκοῦν ἔχει φορτίον τὴν ἑαυ-τῆς φροντίδα; τί τοίνυν αὐτὴν βαρύνεις μειζόνως; Ὅταν δὲ ὁ νομοθέτης ταῦτα λέγῃ, καὶ ὁ μέλλων ἡμῖν δικάζειν, ἐννόησον πῶς ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας, ὅταν αὐτὸς μαρτυρῇ, ὅτι ταλαίπωρος ὁ βίος οὗτος καὶ ἐπί-μοχθος, ὡς καὶ τὴν τῆς μιᾶς ἡμέρας φροντίδα ἀρκεῖν εἰς τὸ κακοῦν ἡμᾶς καὶ συντρίβειν. Ἀλλ’ ὅμως τοσού-των εἰρημένων καὶ τηλικούτων, ἡμεῖς ὑπὲρ μὲν τού-
PG 57:305των μεριμνῶμεν, ὑπὲρ δὲ τῶν ἐν τοῖς οὐρανοῖς οὐκέτι, ἀλλ’ ἀντεστρέψαμεν τὴν τάξιν, ἑκατέρωθεν μαχόμενοι τοῖς λεγομένοις. Σκόπει γάρ· μὴ ζητεῖτε τὰ παρόντα, φησὶ, καθόλου· ἡμεῖς δὲ ταῦτα ζητοῦμεν διηνεκῶς. Ζη-τεῖτε τὰ ἐπουράνια, φησίν· ἡμεῖς δὲ οὐδὲ μικρὰν ὥραν ἐκεῖνα ζητοῦμεν, ἀλλ’ ὅσην ὑπὲρ τῶν βιωτικῶν ἐπιδεικ-νύμεθα τὴν μέριμναν, τοσαύτην ἐν τοῖς πνευματικοῖς ἔχομεν τὴν ὀλιγωρίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Ἀλλ’ οὐκ ἀεὶ ταῦτα προχωρεῖ, οὐδὲ ἀεὶ ταῦτα ἐνδέχεται. Ἰδοὺ δέκα ἡμέρας καταφρονοῦμεν, ἰδοὺ εἴκοσιν, ἰδοὺ
ἑκατόν· οὐκ ἀνάγκη πάντως ἀπελθεῖν, καὶ ἐμπεσεῖν εἰς τὰς τοῦ δικάζοντος χεῖρας; Ἀλλ’ ἔχει παραμυθίαν ἡ ἀναβολή. Καὶ ποία παραμυθία, τὸ καθ’ ἑκάστην ἡμέ-ραν προσδοκᾷν κόλασιν καὶ τιμωρίαν; Εἰ γὰρ βούλει παραμυθίαν τινὰ ἀπὸ τῆς ἀναβολῆς ταύτης λαβεῖν, λάβε τὴν ἀπὸ τῆς μετανοίας καρπούμενος διόρθωσιν. Καὶ γὰρ εἰ τὸ μέλλειν τὴν τιμωρίαν παραψυχήν τινα εἶναι νομί-ζεις, πολλῷ μᾶλλον κέρδος τὸ μὴ περιπεσεῖν τῇ τιμωρίᾳ. Καταχρησώμεθα τοίνυν τῇ μελλήσει ταύτῃ πρὸς τὸ παν-τελῶς ἀπαλλαγῆναι τῶν ἐπικειμένων δεινῶν. Οὐδὲ γὰρ φορτικὸν, οὐδὲ ἐπαχθές τι τῶν ἐπιταχθέντων ἐστίν· ἀλλ’ οὕτως εὔκολα πάντα καὶ ῥᾴδια, ὡς προαίρε-σιν μόνον εἰσενεγκόντας γνησίαν πάντα δυνηθῆναι ἀνύσαι, κἂν μυρίων ὦμεν ὑπεύθυνοι πλημμελημάτων. Καὶ γὰρ ὁ Μανασσῆς μιάσματα ἄπειρα ἦν τετολμηκώς· καὶ γὰρ κατὰ τῶν ἁγίων τὰς χεῖρας ἐξέτεινε, καὶ τὰ βδελύγματα εἰς τὸν ναὸν εἰσήγαγε, καὶ φόνων τὴν πόλιν ἐνέπλησε, καὶ πολλὰ ἕτερα εἰργάσατο συγγνώμης μεί-ζονα· ἀλλ’ ὅμως μετὰ τὴν τοσαύτην καὶ τηλικαύτην παρανομίαν, ἅπαντα ἀπενίψατο ἐκεῖνα. Πῶς καὶ τίνι τρόπῳ; Μετανοίᾳ καὶ γνώμῃ. ε. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ τῆς μετανοίας δυνάμει, μᾶλλον δὲ τῇ τοῦ Χριστοῦ χάριτι. Καὶ γὰρ ἂν μετα-βαλώμεθα μόνον, αὐτὸν ἔχομεν συνεφαπτόμενον ἡμῖν· κἂν θελήσῃς γενέσθαι καλὸς, οὐδεὶς ὁ κωλύων· μᾶλλον δέ ἐστι μὲν ὁ κωλύων, ὁ διάβολος, οὐ μὴν ἰσχύει; σοῦ τὰ ἄριστα προαιρουμένου, καὶ ταύτῃ τὸν Θεὸν ἐπισπω-μένου πρὸς συμμαχίαν. Ἂν δὲ σὺ μὴ βουληθῇ, ἀλλ’ ἀποπηδήσῃς, πῶς σου προστήσεται; Οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλ’ ἑκόντα βούλεται σώζεσθαι. Εἰ γὰρ αὐτὸς οἰκέτην ἔχων μισοῦντά σε καὶ ἀποστρεφόμενον, καὶ συνεχῶς ἀποπηδῶντα καὶ φεύγοντα, οὐκ ἂν ἕλοιο κατέ-χειν, καὶ ταῦτα δεόμενος αὐτοῦ τῆς διακονίας· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ διὰ τὴν οἰκείαν χρείαν, ἀλλὰ διὰ τὴν σὴν σωτηρίαν πάντα ποιῶν, οὐκ ἂν ἕλοιτό σε πρὸς βίαν κατέχειν· ὥσπερ οὖν ἐὰν προαίρεσιν ἐπιδείξῃ μό-νον, οὐκ ἂν ἕλοιτό σέ ποτε προέσθαι, οὐδ’ ἂν ὁτιοῦν ὁ διάβολος ποιῇ. Ὥστε ἡμεῖς αἴτιοι τῆς ἀπωλείας τῆς ἡμετέρας ἐσμέν. Οὐδὲ γὰρ προσερχόμεθα αὐτῷ, οὐδὲ ἐντυγχάνομεν, οὐδὲ παρακαλοῦμεν, ὡς χρή· ἀλλὰ κἂν προσέλθωμεν, τοῦτο ποιοῦμεν οὐχ ὡς ὀφείλοντες λαβεῖν, οὐδὲ μετὰ τῆς προσηκούσης πίστεως, οὐδὲ ὡς ἀπαιτοῦν-τες, ἀλλὰ χασμώμενοι καὶ ἀναπεπτωκότες πάντα ποιοῦ-μεν. Καίτοιγε βούλεται ἀπαιτεῖσθαι παρ’ ἡμῶν ὁ Θεὸς, καὶ χάριν ἔχει σοι τούτου πολλήν. Μόνος γὰρ οὗτος ὁ χρεώστης, ὅταν ἀπαιτῆται, χάριν ἔχει, καὶ ἃ μὴ ἐδα-νείσαμεν δίδωσι. Κἂν μὲν σφοδρῶς ἴδῃ ἐπικείμενον τὸν ἀπαιτοῦντα, καὶ ἃ μὴ ἔλαβε παρ’ ἡμῶν καταβάλλει· ἂν δὲ νωθρῶς, καὶ αὐτὸς διαναβάλλεται, οὐ διὰ τὸ μὴ βού-

Homilia XLI

PG 57:306λεσθαι δοῦναι, ἀλλ’ ἐπειδὴ παρ’ ἡμῶν ἡδέως ἔχει ἀπαι-τεῖσθαι. Διὰ τοῦτό σοι καὶ ὑπόδειγμα εἶπεν ἐκείνου τοῦ φίλου τοῦ νύκτωρ παραγενομένου καὶ ἄρτον αἰτοῦντος, καὶ τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν μὴ φοβουμένου, μηδὲ ἀν-θρώπους ἐντρεπομένου. Καὶ οὐκ ἔστη μέχρι τῶν παρα-δειγμάτων, ἀλλὰ καὶ ἐπ’ αὐτῶν αὐτὸ τῶν ἔργων ἔδειξεν, ἡνίκα τὴν Φοινίκισσαν ἐκείνην γυναῖκα τῆς μεγάλης δωρεᾶς ἐμπλήσας ἐξέπεμψε. Διὰ μὲν γὰρ ταύτης, ὅτι καὶ τὰ μὴ προσήκοντα τοῖς ἀπαιτοῦσι σφοδρῶς δίδωσιν, ἔδειξεν. Οὐ γὰρ καλόν ἐστι, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις· ἀλλ’ ὅμως ἔδωκεν, ἐπειδὴ σφόδρα αὐτὸν ἀπῄτησε. Διὰ δὲ τῶν Ἰουδαίων ἐδήλωσεν, ὅτι τοῖς ῥᾳθυμοῦσιν οὐδὲ τὰ αὐτῶν δίδωσιν. Οὐκοῦν ἔλαβον ἐκεῖνοι οὐδὲν, ἀλλὰ τὰ αὐτῶν ἀπώλεσαν. Καὶ οὗτοι μὲν, ἐπειδὴ μὴ ᾔτησαν, οὐδὲ τὰ ἴδια ἔλαβον· ἐκείνη δὲ, ἐπειδὴ σφοδρῶς ἐπετέθη, καὶ τὰ ἀλλότρια ἴσχυσεν ἐκδικῆσαι, καὶ τὰ τῶν τέκνων ἔλαβε τὸ κυνάριον. Τοσοῦτον ἡ προσεδρεία ἀγαθόν. Κἂν γὰρ κύων ᾖς, προσεδρεύων προτιμηθήσῃ τοῦ τέκνου ῥᾳ-θυμοῦντος· ὅσα γὰρ οὐκ ἀνύει ἡ φιλία, τοσαῦτα ἤνυ-σεν ἡ προσεδρεία. Μὴ τοίνυν λέγε, ὅτι Ἐχθρός μού ἐστιν ὁ Θεὸς, καὶ οὐκ εἰσακούσεται. Εὐθέως σοι ἀποκρίνεται συνεχῶς ἐνοχλοῦντι· εἰ καὶ μὴ διὰ τὸ εἶναι φίλον, ἀλλὰ διὰ τὸ προσεδρεύειν· καὶ οὔτε ἡ ἔχθρα, οὔτε ἡ ἀκαιρία, οὔτε ἄλλο οὐδὲν γίνεται κώλυμα. Μὴ εἴπῃς, Οὐκ εἰμὶ ἄξιος, καὶ οὐκ εὔχομαι· καὶ γὰρ ἡ Συροφοινίκισσα τοιαύτη ἦν. Μὴ εἴπῃς, ὅτι Πολλὰ ἥμαρτον, καὶ οὐ δύνα-μαι παρακαλέσαι τὸν ὠργισμένον· οὐ γὰρ τὴν ἀξίαν ὁ Θεὸς σκοπεῖ, ἀλλὰ τὴν γνώμην. Εἰ γὰρ τὸν ἄρχοντα τὸν τὸν Θεὸν μὴ φοβούμενον, μηδὲ ἀνθρώπους αἰσχυνό-μενον ἔκαμψεν ἡ χήρα· πολλῷ μᾶλλον τὸν ἀγαθὸν ἐπι-σπάσεται ἡ συνεχὴς ἔντευξις. Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατε-δηδοκὼς ᾖς, καὶ πολὺν χρόνον ἐξ ὄψεως γενόμενος, κἂν ἄτιμος, κἂν πάντων ἔσχατος, κἂν ὀργιζομένῳ, κἂν ἀγανακτοῦντι προσέλθῃς· θέλησον μόνον εὔξασθαι καὶ ἐπανελθεῖν, καὶ πάντα ἀπολήψῃ, καὶ τὴν ὀργὴν καὶ τὴν καταδίκην σβέσεις εὐθέως. Ἀλλ’ ἰδοὺ εὔχομαι, φησὶ, καὶ οὐδὲν γίνεται πλέον. Οὐ γὰρ εὔχῃ κατ’ ἐκείνους· οἷον τὴν Συροφοινίκισσαν λέγω, καὶ τὸν φίλον τὸν ἀωρὶ πα-ραγενόμενον, καὶ τὴν χήραν τὴν συνεχῶς ἐνοχλοῦσαν τὸν δικαστὴν, καὶ τὸν υἱὸν τὸν τὰ πατρῷα καταναλώσαντα. Εἰ γὰρ οὕτως ηὔχου, ταχέως ἐπετύγχανες. Καὶ γὰρ εἰ καὶ ὑβρίσθη, πατήρ ἐστι· καὶ εἰ ὤργισται, φιλόπαις ἐστί· καὶ ἓν ζητεῖ μόνον, οὐ δίκην λαβεῖν τῶν ὕβρεων, ἀλλ’ ἰδεῖν σε μεταμελόμενον καὶ παρακαλοῦντα. 2. Ὄφελον καὶ ἡμεῖς οὕτω διεθερμάνθημεν, ὡς ἐκεῖνα τὰ σπλάγχνα πρὸς τὴν ἀγάπην διανίσταται τὴν ἡμετέ-ραν. Ἀλλ’ ἀφορμὴν ἐπιζητεῖ μόνον τοῦτο τὸ πῦρ· κἂν μικρὸν αὐτῷ παράσχῃς σπινθῆρα, ὁλόκληρον ἀνάπτεις φλόγα εὐεργεσίας. Οὐδὲ γὰρ ἐπειδὴ ὕβρισται, ἀγανακτεῖ, ἀλλ’ ἐπειδὴ σὺ ὁ ὑβρίζων εἶ, καὶ ταύτῃ γινόμενος πάροι-νος. Εἰ γὰρ ἡμεῖς πονηροὶ ὄντες, τῶν παίδων ὑβρι-ζόντων, ὑπὲρ ἐκείνων ἀλγοῦμεν, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μηδὲ ὑβρισθῆναι δυνάμενος, ὑπὲρ σοῦ τοῦ ὑβρικότος ἀγανακτεῖ. Εἰ ἡμεῖς οἱ φύσει ἀγαπῶντες, πολλῷ μᾶλ-λον ὁ ὑπὲρ φύσιν φιλόστοργος. Εἰ γὰρ καὶ ἐπιλάθοι-το, φησὶ, γυνὴ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου. Προσέλθωμεν τοίνυν

Homily XXIIIHomilia XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:307αὐτῷ καὶ εἴπωμεν· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνά-ρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Προσέλθωμεν εὐκαίρως, ἀκαίρως· μᾶλλον δὲ οὐδέποτε ἔστιν ἀκαίρως προσελθεῖν· ἄκαιρον γὰρ τὸ μὴ διηνεκῶς προσιέναι. Τὸν γὰρ ἐπιθυμοῦντα διδόναι διαπαντὸς εὔκαιρον αἰτεῖν. Ὥσπερ γὰρ τὸ ἀναπνεῖν οὐδέποτε ἄκαιρον, οὕτως οὐδὲ τὸ αἰτεῖν, ἀλλὰ τὸ μὴ αἰτεῖν ἄκαιρον. Καὶ γὰρ καθάπερ τῆς ἀναπνοῆς δεόμεθα ταύτης, οὕτω καὶ τῆς παρ’ αὐ-τοῦ βοηθείας· κἂν θέλωμεν, ῥᾳδίως αὐτὸν ἐπισπασό-μεθα. Καὶ τοῦτο δηλῶν ὁ προφήτης, καὶ δεικνὺς τῆς εὐεργεσίας τὸ ἀεὶ παρεσκευασμένον, ἔλεγεν· Ὡς ὄρ-θρον ἕτοιμον εὑρήσομεν αὐτόν. Ὁσάκις γὰρ ἂν προς-έλθωμεν, ἀναμένοντα τὰ παρ’ ἡμῶν ὀψόμεθα. Εἰ δὲ οὐδὲν ἀπὸ τῆς πηγαζούσης αὐτοῦ ἀρετῆς ἀρυόμεθα, ἡμέτερον τὸ ἔγκλημα ἅπαν. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ἐγκαλῶν ἔλεγε· Τὸ δὲ ἔλεός μου ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ παραπορευομένη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν τὰ παρ’ ἐμαυτοῦ ἅπαντα παρ-
έσχον· ὑμεῖς δὲ, ὥσπερ ἥλιος θερμὸς ἐπιὼν καὶ τὴν νεφέλην καὶ τὴν δρόσον διακρούεται καὶ ἀποκρύπτει, οὕτω διὰ τῆς πολλῆς πονηρίας τὴν ἄφατον ἀνεστείλατε φιλοτιμίαν. Ὃ καὶ αὐτὸ πάλιν προνοίας ἐστίν. Ὅταν γὰρ καὶ ἀναξίους ἴδῃ τοῦ παθεῖν εὖ, ἐπέχει τὰς εὐεργε-
PG 57:308σίας, ἵνα μὴ ῥᾳθύμους ἡμᾶς ἐργάσηται. Ἂν δὲ μετα-βαλώμεθα μικρὸν, καὶ τοσοῦτον ὅσον γνῶναι ὅτι ἡμάρ-τομεν, ὑπὲρ τὰς πηγὰς ἀναβλύζει, ὑπὲρ τὸ πέλαγος χεῖται· καὶ ὅσῳ ἂν πλείονα λάβῃς, τοσούτῳ μᾶλλον χαίρει· καὶ ταύτῃ πρὸς τὸ πλείονα δοῦναι διανίσταται πάλιν. Καὶ γὰρ πλοῦτον οἰκεῖον τὴν ἡμετέραν ἡγεῖται σωτηρίαν, καὶ τὸ δοῦναι δαψιλῶς τοῖς αἰτοῦσιν· ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὅταν γὰρ μὴ αἰτήσωμεν, τότε ὀργίζεται· ὅταν μὴ αἰτήσωμεν. τότε ἀποστρέφεται. Διὰ τοῦτο ἐπτώχευσεν, ἵνα ἡμᾶς πλουσίους ἐργάσηται· διὰ τοῦτο καὶ πάντα ὑπέστη ἐκεῖνα, ἵνα ἡμᾶς ἐκκαλέσηται πρὸς τὸ αἰτεῖν. Μὴ τοίνυν ἀπογνῶμεν· ἀλλ’ ἔχοντες τοσαύτας ἀφορμὰς καὶ χρη-στὰς ἐλπίδας, κἂν καθ’ ἑκάστην ἁμαρτάνωμεν τὴν ἡμέραν, προσίωμεν παρακαλοῦντες, δεόμενοι, τὴν ἄφε-σιν τῶν πλημμελημάτων αἰτοῦντες. Οὕτω γὰρ καὶ πρὸς τὸ ἁμαρτάνειν ὀκνηρότεροι λοιπὸν ἐσόμεθα, καὶ τὸν διά-βολον ἀποσοβήσομεν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐκκαλεσόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.

Homilia XLII

PG 57:307ΟΜΙΛΙΑ ΚΓ. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. α. Τί οὖν; οὐ χρὴ τοῖς ἁμαρτάνουσιν ἐγκαλεῖν; Καὶ γὰρ ὁ Παῦλος τὸ αὐτὸ τοῦτό φησι· μᾶλλον δὲ κἀκεῖ ὁ Χριστὸς διὰ Παύλου, λέγων· Σὺ τί κρίνεις τὸν ἀδελ-φόν σου; καὶ σὺ, τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ, Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ πάλιν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος. Πῶς οὖν ἑτέρωθί φησιν· Ἔλεγξον, ἐπιτί-μησον, παρακάλεσον; Καὶ, Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε; καὶ ὁ Χριστὸς δὲ τῷ Πέτρῳ· Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· κἂν παρακούσῃ, καὶ ἕτερον σαυτῷ πρόσθες· ἂν δὲ μηδὲ οὕτως ἐνδῷ, καὶ τῇ ἐκκλησίᾳ κατάγγειλον· καὶ τοσούτους ἐπέστησε τοὺς ἐπιτιμῶντας, καὶ οὐ μό-νον τοὺς ἐπιτιμῶντας, ἀλλὰ καὶ κολάζοντας; Τὸν γὰρ οὐδενὸς τούτων ἀκούσαντα, ἐκέλευσεν ὡς ἐθνικὸν εἶναι καὶ τελώνην. Πῶς δὲ αὐτοῖς καὶ τὰς κλεῖς ἔδωκεν; Εἰ γὰρ μὴ μέλλουσι κρίνειν, ἁπάντων ἔσονται ἄκυροι, καὶ μάτην τοῦ δεσμεύειν καὶ τοῦ λύειν ἐξουσίαν εἰλή-φασι. Καὶ ἄλλως δὲ, εἰ τοῦτο κρατήσειεν, ἅπαντα οἰχή-σεται, καὶ τὰ ἐν ταῖς ἐκκλησίαις, καὶ τὰ ἐν ταῖς πόλεσι, καὶ τὰ ἐν ταῖς οἰκίαις. Καὶ γὰρ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον ἐὰν μὴ κρίνωσιν, ἐπιδώσει τὰ τῆς κακίας. Καὶ τί λέγω, ὁ φίλος τὸν φίλον; Τοὺς ἐχθροὺς ἐὰν μὴ κρίνωμεν, οὐδέποτε καταλῦσαι δυνησόμεθα τὴν ἔχθραν, ἀλλ’ ἄνω καὶ κάτω πάντα γενήσεται. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Προσέχωμεν μετὰ ἀκριβείας, ἵνα μὴ τὰ φάρμακα τῆς σωτηρίας καὶ τοὺς τῆς εἰρήνης νόμους νομίζῃ τις ἀνατροπῆς εἶναι καὶ συγχύσεως νό-
PG 57:308μους. Μάλιστα μὲν γὰρ καὶ διὰ τῶν ἑξῆς ἐνεδείξατο τοῖς νοῦν ἔχουσι τοῦ νόμου τούτου τὴν ἀρετὴν, εἰπών· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατα-νοεῖς; Εἰ δὲ πολλοῖς τῶν ῥᾳθυμοτέρων ἀσαφέστερον ἔτι εἶναι δοκεῖ, ἄνωθεν αὐτὸ διαλῦσαι πειράσομαι. Ἐν-ταῦθα γὰρ, ὡς ἔμοιγε δοκεῖ, οὐχ ἁπλῶς ἅπαντα τὰ ἁμαρτήματα κελεύει μὴ κρίνειν, οὐδὲ ἁπλῶς ἀπαγορεύει τὸ τοιοῦτον ποιεῖν, ἀλλὰ τοῖς μυρίων γέμουσι κακῶν, καὶ ἄλλοις ὑπὲρ τῶν τυχόντων ἐπεμβαίνουσι. Δοκεῖ δέ μοι καὶ Ἰουδαίους ἐνταῦθα αἰνίττεσθαι, ὅτι πικροὶ τῶν πλησίον ὄντες κατήγοροι, μικρῶν ἕνεκεν καὶ οὐδαμινῶν, αὐτοὶ τὰ μεγάλα ἀνεπαισθήτως ἡμάρτανον· ὃ καὶ πρὸς τῷ τέλει ὀνειδίζων αὐτοὺς ἔλεγεν, ὅτι Δεσμεύετε φορ-τία βαρέα καὶ δυσβάστακτα, ὑμεῖς δὲ τῷ δακτύλῳ οὐ θέλετε κινῆσαι αὐτά· καὶ, Ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ κατελίπετε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Δοκεῖ μὲν οὖν καὶ πρὸς τούτους ἀποτεί-νεσθαι, προαναστέλλων αὐτοὺς ἐν οἷς ἔμελλον τῶν μα-θητῶν κατηγορεῖν. Εἰ γὰρ καὶ μηδὲν ἥμαρτον ἐκεῖνοι τοιοῦτον, ἀλλ’ ὅμως ἐκείνοις πλημμελήματα ἐνομίζετο εἶναι· οἷον, τὸ Σάββατον μὴ τηρεῖν, τὸ χερσὶν ἀνίπτοις ἐσθίειν, τὸ μετὰ τελωνῶν κατακεῖσθαι· ὃ καὶ ἀλλαχοῦ φησιν· Οἱ τὸν κώνωπα διϋλίζοντες, καὶ τὴν κάμη-λον καταπίνοντες. Πλὴν καὶ κοινὸν τὸν περὶ τούτων τίθησι νόμον. Καὶ Κορινθίοις δὲ ὁ Παῦλος οὐχ ἁπλῶς ἐκέλευσε μὴ κρίνειν, ἀλλὰ τοὺς ὑπὲρ ἑαυτοὺς μὴ κρί-νειν, καὶ δι’ ὑπόθεσιν μὴ ὡμολογημένην· οὐχ ἁπλῶς τοὺς ἁμαρτάνοντας μὴ διορθοῦν. Καὶ οὐδὲ ἀδιορίστωσ
PG 57:309ἅπασι τότε ἐπετίμα, ἀλλὰ μαθηταῖς περὶ διδασκάλων τοῦτο ποιοῦσιν ἐπέπληττε, καὶ τοῖς μυρίων κακῶν ὑπευθύνοις οὖσι, τοὺς ἀνευθύνους διαβάλλουσιν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐνταῦθα ᾐνίξατο· καὶ οὐχ ἁπλῶς ᾐνίξατο, ἀλλὰ καὶ πολὺν ἐπέστησε τὸν φόβον. καὶ τὴν κόλασιν ἀπαραίτητον. Ἐν ᾧ γὰρ κρίματι κρίνετε, φησὶ, κριθήσεσθε. Οὐ γὰρ ἐκεῖνον κατα-δικάζεις, φησὶν, ἀλλὰ σαυτὸν, καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας. Ὥσπερ οὖν ἐν τῇ τῶν ἁμαρτημάτων ἀφέσει παρ’ ἡμῶν αἱ ἀρχαὶ, οὕτω καὶ ἐν ταύτῃ τῇ κρίσει παρ’ ἡμῶν τὰ μέτρα τῆς καταδίκης τίθεται. Οὐδὲ γὰρ ὀνειδίζειν δεῖ, οὐδὲ ἐπεμβαίνειν, ἀλλὰ νουθετεῖν· οὐ κακη-γορεῖν, ἀλλὰ συμβουλεύειν· οὐδὲ μετὰ ἀπονοίας ἐπι-τίθεσθαι, ἀλλὰ μετὰ φιλοστοργίας διορθοῦν. Οὐ γὰρ ἐκεῖνον, ἀλλὰ σαυτὸν ἐσχάτῃ παραδίδως τιμωρίᾳ, μὴ φειδόμενος αὐτοῦ, ἡνίκα ἂν δεήσῃ ψηφίζεσθαι περὶ τῶν πεπλημμελημένων αὐτῷ. β. Ὁρᾷς πῶς αὗται αἱ δύο ἐντολαὶ καὶ κοῦφαι καὶ μεγάλων αἴτιαι ἀγαθῶν τοῖς πειθομένοις, ὥσπερ οὖν καὶ κακῶν τοῖς μὴ προσέχουσιν; Ὅ τε γὰρ ἀφιεὶς τῷ πλησίον, ἑαυτὸν πρὸ ἐκείνου τῶν ἐγκλημάτων ἀπήλλα-ξεν, οὐδὲν καμών· ὅ τε μετὰ φειδοῦς καὶ συγγνώμης τὰ πεπλημμελημένα ἑτέροις ἐξετάσας, πολὺν ἑαυτῷ τῆς συγγνώμης τὸν ἔρανον ἀπὸ τῆς ψήφου προαπέθετο. Τί οὖν; ἂν πορνεύῃ, φησὶ, μὴ εἴπω ὅτι κακὸν ἡ πορνεία, μηδὲ διορθώσωμαι τὸν ἀσελγαίνοντα; Διόρθωσον μὲν, ἀλλὰ μὴ ὡς πολέμιος, μηδὲ ὡς ἐχθρὸς ἀπαιτῶν δίκην, ἀλλ’ ὡς ἰατρὸς φάρμακα κατασκευάζων. Οὐδὲ γὰρ εἶπε, μὴ παύσῃς ἁμαρτάνοντα, ἀλλὰ, μὴ κρίνῃς· τουτέστι, μὴ πικρὸς γίνου δικαστής. Ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευμένων, ὅπερ ἔφθην εἰπὼν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται. Διὸ καὶ ἔλεγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; Καὶ γὰρ πολλοὶ νῦν τοῦτο ποιοῦσι· κἂν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία ἁρπάζοντες καὶ καθ’ ἑκάστην πλεονε-κτοῦντες τὴν ἡμέραν· κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται κατήγοροι καθ’ ἡμέραν αὐτοὶ μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων μεῖζον ἑαυτοῖς ἐντεῦθεν συν-
άγουσι τὸ πῦρ, καὶ πάσης ἑαυτοὺς ἀποστεροῦσιν ἀπολο-γίας. Ὅτι μὲν γὰρ δεῖ μετὰ ἀκριβείας ἐξετάζειν τὰ σὰ, σὺ πρῶτος νόμον ἔθηκας, οὕτω τοῖς τοῦ πλησίον δικάσας. Μὴ τοίνυν βαρὺ νόμιζε εἶναι, εἰ καὶ αὐτὸς μέλλεις τοιαύτας ὑπέχειν εὐθύνας. Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. Ἐνταῦθα τὴν ὀργὴν ἐνδείξασθαι βούλεται τὴν πολλὴν, ἢν ἔχει πρὸς τοὺς τὰ τοιαῦτα ποιοῦντας. Καὶ γὰρ ὅπουπερ ἂν βουληθῇ δεῖξαι τὸ ἁμάρτημα μέγα ὂν, καὶ πολλὴν τὴν ἐπ’ αὐτῷ κόλασιν καὶ ὀργὴν, ἀπὸ ὕβρεως ἄρχεται. Ὥσπερ οὖν καὶ πρὸς ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντα ἀγανακτῶν ἔλεγε· Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὕτω καὶ ἐνταῦθα, Ὑποκριτά. Οὐ γὰρ κηδεμονίας ἡ τοιαύτη ψῆφος, ἀλλὰ μισανθρωπίας ἐστί· καὶ προσωπεῖον μὲν φιλανθρωπίας προβάλλεται, ἔργον δὲ ἐσχάτης πονηρίας πληροῖ, ὀνείδη περιττὰ καὶ ἐγκλήματα προστριβόμενος τοῖς πλησίον, καὶ
PG 57:310διδασκάλου τάξιν ἁρπάζων, οὐδὲ μαθητὴς ἄξιος ὢν εἶναι· διὰ τοῦτο ὑποκριτὴν αὐτὸν ἐκάλεσεν. Ὁ γὰρ ἐν τοῖς ἑτέρων οὕτως ὢν πικρὸς, ὡς καὶ τὰ μικρὰ ἰδεῖν, πῶς ἐν τοῖς σοῖς οὕτω γέγονας ῥᾴθυμος, ὡς καὶ τὰ μεγάλα παραδραμεῖν; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. Ὁρᾷς, ὅτι οὐ κωλύει τὸ κρίνειν, ἀλλὰ κελεύει ἐκβάλλειν πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ, καὶ τότε τὰ τῶν ἄλλων διορθοῦν; Καὶ γὰρ τὰ ἑαυτοῦ τις μᾶλλον οἶδεν, ἢ τὰ ἑτέρων· καὶ τὰ μείζονα μᾶλλον ὁρᾷ, ἢ τὰ ἐλάττω· καὶ ἑαυτὸν μᾶλλον φιλεῖ, ἢ τὸν πλησίον. Ὥστε εἰ κηδόμενος ποιεῖς, σαυτοῦ κήδου πρότερον, ἔνθα καὶ σαφέστερον καὶ μεῖζον τὸ ἁμάρ-τημα. Εἰ δὲ σαυτοῦ καταφρονεῖς, εὔδηλον ὅτι καὶ τὸν ἀδελφὸν οὐ κηδόμενος κρίνεις, ἀλλὰ μισῶν καὶ ἐκ-πομπεῦσαι βουλόμενος. Εἰ γὰρ καὶ δέοι τοῦτον κρίνε-σθαι, παρὰ τοῦ μηδὲν τοιοῦτον ἁμαρτάνοντος, οὐ παρὰ σοῦ. Ἐπειδὴ γὰρ μεγάλα καὶ ὑψηλὰ φιλοσοφίας ἐνέθηκε δόγματα, ἵνα μή τις λέγῃ, ὅτι τὰ τοιαῦτα φιλοσοφεῖν λόγοις εὔκολον, δεῖξαι βουλόμενος τὴν παῤῥησίαν, καὶ τὸ μηδενὶ τῶν εἰρημένων ὑπεύθυνον εἶναι, ἀλλὰ πάντα κατορθωκέναι, ταύτην εἶπε τὴν παραβολήν. Καὶ γὰρ καὶ αὐτὸς ἔμελλε κρίνειν μετὰ ταῦτα, Οὐαὶ ὑμῖν, γραμ-ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, λέγων· ἀλλ’ οὐκ ἦν ὑπεύθυνος τοῖς εἰρημένοις· οὔτε γὰρ κάρφος ἐξέβαλεν, οὔτε δοκὸν εἶχεν ἐπὶ τῶν ὀμμάτων, ἀλλὰ πάντων τούτων ὢν καθαρὸς, οὕτω τὰ πάντων διώρθου πλημμελήματα. Οὐδὲ γὰρ δεῖ, φησὶ, κρίνειν ἑτέρους, ὅταν τις τῶν αὐ-τῶν ὑπεύθυνος ᾖ. Καὶ τί θαυμάζεις, εἰ τὸν νόμον τοῦ-τον αὐτὸς ἔθηκεν, ὅπου γε καὶ ὁ λῃστὴς αὐτὸν ἐγίνω-σκεν ἐπὶ τοῦ σταυροῦ, τῷ ἑτέρῳ λῃστῇ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; τὰ αὐτὰ τῷ Χριστῷ νοήματα λέγων. Σὺ δὲ τὴν μὲν σαυτοῦ δοκὸν οὐ μόνον οὐκ ἐκβάλλεις, ἀλλ’ οὐδὲ ὁρᾷς· τὸ δὲ ἑτέρου κάρφος οὐ μόνον ὁρᾷς, ἀλλὰ καὶ κρίνεις, καὶ ἐκβάλλειν ἐπιχειρεῖς· ὥσπερ εἴ τις ὑδέρῳ συνεχόμενος χαλεπῷ, ἢ καὶ ἑτέρῳ τινὶ νοσήματι ἀνιάτῳ, τούτου μὲν ἀμελοίη, ἐγκαλοίη δὲ ἑτέρῳ φυ-σήματος ἀμελοῦντι μικροῦ. Εἰ δὲ κακὸν τὸ μὴ ὁρᾷν τὰ ἑαυτοῦ ἁμαρτήματα, διπλοῦν καὶ τριπλοῦν κακὸν τὸ καὶ ἑτέροις δικάζειν, αὐτοὺς ἀναλγήτως ἐπὶ τῶν ὀφθαλμῶν περιφέροντας τὰς δοκούς. Καὶ γὰρ δοκοῦ βα-ρύτερον ἁμαρτία. γ. Ὃ τοίνυν ἐκέλευσε διὰ τῶν εἰρημένων, τοῦτό ἐστι, τὸν ὑπεύθυνον ὄντα μυρίοις κακοῖς μὴ πικρὸν εἶναι δικα-στὴν τῶν ἑτέροις πλημμελουμένων, καὶ μάλιστα ὅταν μικρὰ ταῦτα ᾖ· οὐ τὸ ἐλέγχειν, οὐδὲ τὸ διορθοῦν ἀνατρέ-πων, ἀλλὰ τὸ τῶν οἰκείων ἀμελεῖν κωλύων, καὶ τὸ τοῖς ἀλλοτρίοις ἐνάλλεσθαι. Καὶ γὰρ εἰς μεγάλην ἐπιδιδόναι κακίαν ἐποίει τοῦτο, διπλῆν πονηρίαν εἰσάγον. Ὁ γὰρ μελετήσας ἀμελεῖν μὲν τῶν ἑαυτοῦ μεγάλων ὄντων, ἐξε-τάζειν δὲ τὰ ἑτέρων πικρῶς μικρὰ ὄντα καὶ εὐτελῆ, δι-πλῇ διεφθείρετο· τῷ τε τῶν οἰκείων καταφρονεῖν, τῷ τε ἔχθρας καὶ ἀπεχθείας πρὸς ἅπαντας ἀναδέχεσθαι, καὶ εἰς ἐσχάτην ὠμότητα καὶ τὸ ἀσυμπαθὲς καθ’ ἑκάστην ἀλείφεσθαι τὴν ἡμέραν. Ταῦτ’ οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθεσίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα, λέγων· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοί-ρων. Καίτοιγε προϊὼν, φησὶν, ἐκέλευσεν· Ὃ ἠκού-
PG 57:311σατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Ἀλλ’ οὐδὲ τοῦτο ἐναντίον ἐστὶ τῷ προτέρῳ. Οὐδὲ γὰρ ἐκεῖ πᾶσιν ἁπλῶς ἐπέταξεν εἰπεῖν, ἀλλ’ οἷς δεῖ εἰπεῖν, μετὰ παῤῥησίας εἰπεῖν. Κύνας δὲ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ ζῶντας ἀνιάτῳ, καὶ μεταβολῆς τῆς ἐπὶ τὸ κρεῖττον οὐκ ἔχοντας ἐλπίδα ᾐνίξατο, καὶ χοίρους τοὺς ἐν ἀκολάστῳ βίῳ διατρίβοντας διαπαντὸς, οὕσπερ ἅπαντας ἀναξίους ἔφησεν εἶναι τῆς τοιαύτης ἀκροάσεως. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι. Καὶ πολλαχοῦ δὲ ἑτέρωθι βίου διαφθορὰν αἰτίαν φησὶν εἶναι τοῦ μὴ δέχεσθαι τὰ τελειότερα δόγματα. Διὸ κελεύει μὴ ἀναπετάσαι τὰς θύρας αὐτοῖς· καὶ γὰρ θρασύτεροι γίνονται μετὰ τὸ μαθεῖν. Τοῖς μὲν γὰρ εὐγνώμοσι καὶ νοῦν ἔχουσιν ἐκκαλυπτόμενα σεμνὰ φαίνεται· τοῖς δὲ ἀναισθήτοις, ὅταν ἀγνοῆται μᾶλλον. Ἐπεὶ οὖν ἀπὸ τῆς φύσεως οὐ δύνανται αὐτὰ καταμαθεῖν, [καλυπτέ-σθωσαν, φησὶν, ἵνα] κἂν ἀπὸ τῆς ἀγνοίας αἰδεσθῶσιν. Οὐδὲ γὰρ ὁ χοῖρος οἶδε, τί ποτέ ἐστι μαργαρίτης. Οὐκοῦν ἐπειδὴ οὐκ οἶδε, μηδὲ ὁράτω, ἵνα μὴ καταπατήσῃ ἃ οὐκ οἶδεν. Οὐδὲν γὰρ γίνεται πλέον, ἢ βλάβη μείζων τοῖς οὕτω διακειμένοις καὶ ἀκούουσι. Καὶ γὰρ τὰ ἅγια ἐμπαροινεῖται παρ’ ἐκείνων, οὐκ εἰδότων τίνα ἐστὶ ταῦτα· καὶ ἐκεῖνοι μᾶλλον ἐπαίρονται καὶ ὁπλίζονται καθ’ ἡμῶν. Τοῦτο γάρ ἐστι· Μὴ καταπατήσωσι, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Καὶ μὴν οὕτως ἰσχυρὰ ἔδει εἶναι, φησὶν, ὡς καὶ μετὰ τὸ μαθεῖν ἀνάλωτα μένειν, καὶ μὴ παρέχειν ἑτέροις λαβὰς καθ’ ἡμῶν. Ἀλλ’ οὐκ ἐκεῖνα παρέχει, ἀλλὰ τὸ χοίρους εἶναι τούτους· ὥσπερ οὖν καὶ ὁ μαργαρίτης καταπατούμενος, οὐκ ἐπειδὴ εὐκα-ταφρόνητός ἐστι, καταπατεῖται, ἀλλ’ ἐπειδὴ εἰς χοίρους ἐνέπεσε. Καὶ καλῶς εἶπε· Στραφέντες ῥήξωσιν. Ὑποκρίνονται γὰρ ἐπιείκειαν, ὥστε μαθεῖν· εἶτα ἐπει-δὰν μάθωσιν, ἕτεροι ἀνθ’ ἑτέρων γενόμενοι κωμῳδοῦσι, χλευάζουσι, γελῶσιν ὡς ἀπατηθέντας ἡμᾶς. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε τῷ Τιμοθέῳ· Ὃν καὶ σὺ φυλάς-σου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις· καὶ πάλιν ἀλλαχοῦ, Τοὺς τοιούτους ἀποτρέπου· καὶ, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθε-σίαν παραιτοῦ. Οὐ τοίνυν παρ’ ἐκείνων ὁπλίζονται, ἀλλ’ αὐτοὶ ἀνόητοι ταύτῃ γίνονται, πλείονος ἀπονοίας πληρούμενοι. Διὰ τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· οὐδὲ γὰρ οὕτω καταφρονοῦσιν. Ἂν δὲ μάθωσι, διπλῆ ἡ ζημία. Αὐτοί τε γὰρ οὐδὲν ἐντεῦθεν καρπώσονται, ἀλλὰ καὶ βλαβήσονται μειζόνως, καὶ σοὶ μυρία παρέξουσι πράγματα. Ἀκουέτωσαν οἱ πᾶσιν ἀναι-δῶς συμπλεκόμενοι, καὶ τὰ σεμνὰ εὐκαταφρόνητα ποι-οῦντες. Καὶ γὰρ τὰ μυστήρια διὰ τοῦτο τὰς θύρας κλεί-οντες ἐπιτελοῦμεν, καὶ τοὺς ἀμυήτους εἴργομεν, οὐκ ἐπειδὴ ἀσθένειαν κατέγνωμεν τῶν τελουμένων, ἀλλ’ ἐπειδὴ ἀτελέστερον οἱ πολλοὶ πρὸς αὐτὰ ἔτι διάκεινται. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἐν παραβολαῖς πολλὰ τοῖς Ἰου-
δαίοις διελέγετο, ἐπειδὴ βλέποντες οὐκ ἔβλεπον. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν εἰδέναι, πῶς δεῖ ἑνὶ ἑκά-στῳ ἀποκρίνεσθαι. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζη-τεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἐπειδὴ γὰρ μεγάλα ἐπέταξε καὶ θαυμαστὰ, καὶ πάντων
PG 57:312ἐκέλευσε τῶν παθῶν εἶναι ἀνωτέρους, καὶ πρὸς αὐτὸν ἤγαγε τὸν οὐρανὸν, καὶ σπουδάζειν ἐπέταξεν, οὐκ ἀγγέ-λοις, οὐδὲ ἀρχαγγέλοις, ἀλλ’ αὐτῷ τῷ τῶν ὅλων Δε-σπότῃ κατὰ τὸ ἐγχωροῦν ὁμοίους γίνεσθαι, τοὺς δὲ μα-θητὰς οὐκ αὐτοὺς μόνους ταῦτα κατορθοῦν, ἀλλὰ καὶ ἑτέρους διορθοῦν ἐκέλευσε, καὶ διακρίνειν τοὺς πονηροὺς καὶ τοὺς οὐ τοιούτους, τοὺς κύνας καὶ τοὺς οὐ κύνας, (πολὺ δὲ τὸ ἐπικεκρυμμένον ἐν ἀνθρώποις), ἵνα μὴ λέ-γωσιν, ὅτι χαλεπὰ ταῦτα καὶ ἀφόρητα· καὶ γὰρ ἐν τοῖς μετὰ ταῦτα ὁ Πέτρος ἐφθέγξατό τι τοιοῦτον εἰπών· Τίς δύναται σωθῆναι; καὶ πάλιν· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, οὐ συμφέρει γαμῆσαι. δ. Ἵνα οὖν μὴ ταῦτα λέγωσι καὶ νῦν, μάλιστα μὲν καὶ διὰ τῶν ἔμπροσθεν ἀπέδειξεν εὔκολα ὄντα, λο-γισμοὺς τιθεὶς πολλοὺς καὶ συνεχεῖς, τοὺς δυναμένους πεῖσαι· λοιπὸν δὲ καὶ τὴν κορωνίδα ἐπάγει τῆς εὐκολίας, οὐ τὴν τυχοῦσαν ἐπινοῶν παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν εὐχῶν τῶν καρτερικῶν συμμαχίαν. Οὐ γὰρ αὐτοὺς σπουδάζειν δεῖ μόνους, φησὶν, ἀλλὰ καὶ τὴν ἄνωθεν καλεῖν βοήθειαν· καὶ πάντως ἥξει καὶ παρέσται, καὶ συνεφάψεται τῶν ἀγώνων ἡμῖν, καὶ πάντα ποιήσει ῥᾴδια. Διὰ τοῦτο καὶ αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐνηγγυήσατο. Πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρείας πολλῆς καὶ εὐτονίας. Τοῦτο γάρ ἐστι τὸ, Ζητεῖτε. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς δια-νοίας, πρὸς ἐκεῖνο γίνεται μόνον τὸ ζητούμενον, καὶ οὐδένα τῶν παρόντων ἐννοεῖ. Καὶ ἴσασι τοῦτο ὃ λέγω, ὅσοι ἢ χρυσίον ἢ οἰκέτας ἀπολέσαντες ἐπιζητοῦσιν. Ἀπὸ μὲν οὖν τοῦ ζητεῖν, τοῦτο· ἀπὸ δὲ τοῦ κρούειν, τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας ἐδήλωσε. Μὴ τοίνυν καταπέσῃς, ἄνθρωπε, μηδὲ ἐλάττονα ἐπιδείξῃ περὶ τὴν ἀρετὴν σπουδὴν τῆς περὶ τὰ χρήματα ἐπιθυ-μίας. Ἐκεῖνα μὲν γὰρ πολλάκις ζητήσας οὐχ εὗρες· ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς, ὅτι οὐ πάντως εὑρήσεις, πάντα κινεῖς ἐρεύνης τρόπον· ἐνταῦθα δὲ καὶ ἐπαγγε-λίαν ἔχων ὅτι λήψῃ πάντως, οὐδὲ τὸ πολλοστὸν τῆς σπουδῆς ἐκείνης ἐπιδείκνυσαι μέρος. Εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς. Διὰ γὰρ τοῦτο εἶπε, κρούετε, ἵνα δείξῃ ὅτι κἂν εὐθέως μὴ ἀνοίξῃ τὴν θύραν, παραμένειν δεῖ. Εἰ δὲ ἀπιστεῖς μου τῇ ἀποφάσει, κἂν τῷ ὑποδείγματι πίστευσον. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἐπ’ ἀνθρώπων μὲν γὰρ, ἂν συνεχῶς τοῦτο ποιῇς, καὶ ὀχληρὸς καὶ βαρὺς εἶναι δοκεῖς· ἐπὶ δὲ τοῦ Θεοῦ, ὅταν μὴ τοῦτο ποιῇς, τότε παροξύνεις μειζό-νως. Ἂν δὲ ἐπιμένῃς αἰτῶν, κἂν μὴ εὐθέως λάβῃς, λήψῃ πάντως. Διὰ γὰρ τοῦτο κέκλεισται ἡ θύρα, ἵνα σε εἰς τὸ κρούειν ἐναγάγῃ· διὰ τοῦτο οὐκ εὐθέως ἐπινεύει, ἵνα αἰτήσῃς. Μένε τοίνυν ταῦτα ποιῶν, καὶ λήψῃ πάντως. Ἵνα γὰρ μὴ λέγῃς· τί οὖν, ἂν αἰτήσω καὶ μὴ λάβω; ἐπετείχισέ σοι τὴν παραβολὴν, λογισμοὺς πάλιν τιθεὶς, καὶ ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων εἰς τὸ περὶ τούτων θαῤῥεῖν ἐνάγων· δεικνὺς διὰ τούτων, ὅτι οὐκ αἰτεῖν χρὴ μόνον, ἀλλὰ καὶ ἃ χρὴ αἰτεῖν. Τίς γάρ ἐστιν ἐξ ὑμῶν πατὴρ, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπι-δώσει αὐτῷ; Ὥστε ἂν μὴ λάβῃς, ἐπειδὴ λίθον αἰτεῖς, οὐ λαμβάνεις. Εἰ γὰρ καὶ υἱὸς εἶ, οὐκ ἀρκεῖ τοῦτο εἰσ
PG 57:313τὸ λαβεῖν· ἀλλὰ καὶ αὐτὸ μὲν οὖν τοῦτο κωλύει τὸ λα-βεῖν, τὸ υἱὸν ὄντα, ἃ μὴ συμφέρει, αἰτεῖν. Καὶ σὺ τοίνυν μηδὲν αἰτήσῃς κοσμικὸν, ἀλλὰ πνευματικὰ πάντα, καὶ λήψῃ πάντως. Καὶ γὰρ ὁ Σολομῶν, ἐπειδήπερ ᾔτησεν ἅπερ αἰτῆσαι ἐχρῆν, ὅρα πῶς ταχέως ἔλαβε. Δύο τοίνυν εἶναι χρὴ τῷ εὐχομένῳ, καὶ τὸ αἰτεῖν σφοδρῶς, καὶ τὸ ἃ χρὴ αἰτεῖν· ἐπεὶ καὶ ὑμεῖς, φησὶ, κἂν πατέρες ἦτε, μένετε αἰτῆσαι τοὺς υἱούς· κἂν ἀσύμφορόν τι παρ’ ὑμῶν αἰτήσωσι, κωλύετε τὴν δόσιν· ὥσπερ οὖν ἐὰν συμ-φέρον, ἐπινεύετε καὶ παρέχετε. Καὶ σὺ ταῦτα ἐννοῶν, μὴ ἀποστῇς, ἕως ἂν λάβῃς· ἕως ἂν εὕρῃς, μὴ ἀναχω-ρήσῃς· μὴ καταλύσῃς τὴν σπουδὴν, ἕως ἂν ἀνοιχθῇ ἡ θύρα. Ἐὰν γὰρ μετὰ ταύτης προσέλθῃς τῆς διανοίας, καὶ εἴπῃς, Ἐὰν μὴ λάβω, οὐκ ἀπέρχομαι, λήψῃ πάντως, ἐὰν τοιαῦτα αἰτῇς, οἷα καὶ τῷ αἰτουμένῳ δοῦναι πρέπει, καί σοι τῷ αἰτοῦντι συμφέρει. Τίνα δέ ἐστι ταῦτα; Τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα· τὸ ἀφέντα τοῖς πεπλημ-μεληκόσιν, οὕτω προσιέναι τὴν ἄφεσιν αἰτοῦντα· τὸ χω-ρὶς ὀργῆς καὶ διαλογισμῶν χεῖρας ἐπαίρειν ὁσίους. Ἂν οὕτως αἰτῶμεν, ληψόμεθα. Ὡς νῦν γε γέλως ἐστὶν ἡ αἴτησις ἡμῶν, καὶ μεθυόντων ἀνθρώπων, ἢ νηφόντων. Τί οὖν, φησὶν, ὅταν καὶ πνευματικὰ αἰτήσω, καὶ μὴ λάβω; Οὐ μετὰ σπουδῆς ἔκρουσας πάντως, ἢ σαυτὸν ἀνάξιον παρεσκεύασας τοῦ λαβεῖν, ἢ ταχέως ἀπέστης. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ εἶπεν ἃ χρὴ αἰτεῖν; Καὶ μὴν εἶπεν ἅπαντα ἐν τοῖς ἔμπροσθεν, καὶ ἔδειξεν ὑπὲρ τίνων χρὴ προσιέναι. Μὴ τοίνυν λέγε, ὅτι Προσῆλθον, καὶ οὐκ ἔλαβον. Οὐδαμοῦ γὰρ παρὰ τὸν Θεὸν τὸ μὴ λαβεῖν, τὸν οὕτω φιλοῦντα, ὡς καὶ πατέρας νικῆσαι, καὶ τοσοῦτον νικῆσαι, ὅσον τὴν πονηρίαν ταύτην ἡ ἀγαθότης. Εἰ γὰρ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδό-ναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτα δὲ ἔλεγεν, οὐ διαβάλλων τὴν ἀνθρω-πίνην φύσιν, οὐδὲ κακίζων τὸ γένος· ἀλλὰ πρὸς ἀντι-διαστολὴν τῆς ἀγαθότητος τῆς αὐτοῦ, τὴν φιλοστοργίαν τὴν πατρικὴν πονηρίαν καλῶν· τοσαύτη αὐτοῦ τῆς φιλαν-θρωπίας ἡ ὑπερβολή. ε. Εἶδες λογισμὸν ἀπόῤῥητον, ἱκανὸν καὶ τὸν σφό-δρα ἀπεγνωκότα πρὸς χρηστὰς διαναστῆσαι ἐλπίδας; Ἐνταῦθα μὲν οὖν ἀπὸ τῶν πατέρων τὴν ἀγαθότητα δεί-κνυσιν· ἐν δὲ τοῖς ἔμπροσθεν ἀπὸ τῶν μειζόνων ὧν ἔδωκεν, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τοῦ σώματος· καὶ οὐδαμοῦ τὸ κεφάλαιον τῶν ἀγαθῶν τίθησιν, οὐδὲ εἰς μέσον παρά-γει τὴν ἑαυτοῦ παρουσίαν· ὁ γὰρ οὕτω τὸν Υἱὸν πρὸς σφαγὴν ἐκδοῦναι σπεύσας, πῶς οὐ πάντα ἡμῖν χαριεῖται; Οὐδέπω γὰρ ἦν ἐκβεβηκός. Ἀλλ’ ὁ μὲν Παῦλος τοῦτο τίθησιν, οὕτω λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί-σατο, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσε-ται; Αὐτὸς δὲ ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἔτι διαλέγεται. Εἶτα δεικνὺς ὅτι οὔτε εὐχῇ δεῖ θαῤῥεῖν, ἀμελοῦντας τῶν καθ’ ἑαυτοὺς, οὔτε σπουδάζοντας τῇ οἰκείᾳ μόνον πι-στεύειν σπουδῇ, ἀλλὰ καὶ τὴν ἄνωθεν ἐπιζητεῖν βοήθειαν, καὶ τὰ παρ’ ἑαυτῶν συνεισφέρειν, συνεχῶς τοῦτο κἀκεῖνο τίθησι. Καὶ γὰρ παραινέσας πολλὰ, καὶ εὔχεσθαι ἐδίδαξε, καὶ διδάξας εὔχεσθαι, πάλιν ἐπὶ τὴν παραίνεσιν τῶν πρακτέων ἦλθεν· εἶτα ἀπ’ ἐκείνου πάλιν ἐπὶ τὸ δεῖν εὔχε-σθαι συνεχῶς, εἰπών· Αἰτεῖτε, καὶ ζητεῖτε, καὶ κρούετε· καὶ ἐντεῦθεν πάλιν ἐπὶ τὸ δεῖν καὶ αὐτοὺς σπουδαίουσ

Homilia XLIII

PG 57:314εἶναι· Πάντα γὰρ, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶ-σιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· ἐν βραχεῖ πάντα ἀνακεφαλαιούμενος, καὶ δεικνὺς ὅτι σύν-τομος ἡ ἀρετὴ, καὶ ῥᾳδία, καὶ πᾶσι γνώριμος. Καὶ οὐδὲ ἁπλῶς εἶπε, Πάντα ὅσα ἂν θέλητε· ἀλλὰ, Πάντα οὖν
ὅσα ἂν θέλητε. Τὸ γὰρ οὖν τοῦτο, οὐχ ἁπλῶς προσέθη-κεν, ἀλλ’ αἰνιττόμενος· Εἰ βούλεσθε, φησὶν, ἀκούεσθαι, μετ’ ἐκείνων ὧν εἶπον καὶ ταῦτα ποιεῖτε. Ποῖα δὴ ταῦτα; Ὅσα ἂν βούλησθε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι. Εἶδες πῶς ἔδειξε καὶ ἐντεῦθεν, ὅτι μετὰ τῆς εὐχῆς καὶ πολιτείας ἡμῖν ἀκριβοῦς δεῖ; Καὶ οὐκ εἶπεν, Ὅσα θέλεις γενέσθαι σοι παρὰ τοῦ Θεοῦ, ταῦτα ποίει εἰς τὸν πλησίον· ἵνα μὴ λέγῃς, Καὶ πῶς δυνατόν; ἐκεῖνος Θεὸς, ἐγὼ δὲ ἄνθρωπος· ἀλλ’, Ὅσα ἂν θέλῃς γενέσθαι σοι παρὰ τοῦ ὁμοδούλου, ταῦτα καὶ αὐτὸς περὶ τὸν πλησίον ἐπιδείκνυσο. Τί τούτου κουφότερον; τί δικαιότερον; Εἶτα καὶ τὸ ἐγκώμιον πρὸ τῶν ἐπάθλων μέγιστον. Οὗτος γάρ ἐστιν ὁ νόμος, καὶ οἱ προφῆται. Ὅθεν δῆλον, ὅτι κατὰ φύσιν ἡμῖν ἡ ἀρετὴ, καὶ οἴκοθεν τὰ δέοντα ἅπαντες ἴσμεν, καὶ οὐχ οἷόν τε εἰς ἄγνοιαν οὐδέ-ποτε καταφυγεῖν. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐ-τῆς. Καὶ στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκον-τες αὐτήν. Καὶ μὴν μετὰ ταῦτα ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι· καὶ ἐν τοῖς ἔναγχος δὲ εἰρημένοις τὸ αὐτὸ ᾐνίξατο· πῶς οὖν ἐνταῦθα στενὴν αὐτὴν εἶναί φησι, καὶ τεθλιμμένην; Μάλιστα μὲν ἐὰν προσέχῃς, καὶ ἐνταῦθα δείκνυσι πολὺ κούφην οὖσαν, καὶ ῥᾳδίαν, καὶ εὔκολον. Καὶ πῶς, φησὶν, ἡ στενὴ καὶ τεθλιμμένη, ῥᾳδία; Ὅτι ὁδός ἐστι καὶ πύλη· ὥσπερ οὖν καὶ ἡ ἑτέρα, κἂν πλατεῖα, κἂν εὐ-ρύχωρος, καὶ αὐτὴ ὁδὸς καὶ πύλη. Τούτων δὲ οὐδὲν μό-νιμον, ἀλλὰ πάντα παροδεύεται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου. Καὶ οὐ ταύτῃ μόνον ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ τῷ τέλει πάλιν εὐκολώτερα γίνεται. Οὐ γὰρ τὸ παροδεύεσθαι τοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἀλλὰ καὶ τὸ εἰς χρηστὸν τέλος ἀπαντᾷν (εἰς ζωὴν γὰρ τελευτᾷ) ἱκανὸν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. Ὥστε καὶ τὸ πρόσκαιρον τῶν πόνων, καὶ τὸ διηνεκὲς τῶν στεφάνων, καὶ τὸ ταῦτα μὲν εἶναι πρῶτα, ἐκεῖνα δὲ μετὰ ταῦτα, μεγίστη τῶν πόνων γένοιτ’ ἂν παραμυθία. Διὸ καὶ ὁ Παῦλος ἐλαφρὰν τὴν θλῖψιν ἐκάλεσεν, οὐ διὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν ἀγωνιζομένων, καὶ τὴν τῶν μελλόντων ἐλπίδα. Τὸ γὰρ ἐλαφρὸν τῆς θλίψεως, φησὶν, αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰ γὰρ τὰ κύματα καὶ τὰ πελάγη τοῖς ναύταις, καὶ αἱ σφαγαὶ καὶ τὰ τραύματα τοῖς στρατιώταις, καὶ οἱ χειμῶνες καὶ οἱ κρυμοὶ τοῖς γεωργοῖς, καὶ τοῖς πυκτεύουσιν αἱ δριμεῖαι πληγαὶ, κοῦφα καὶ φορητὰ πάντα διὰ τὴν ἐλπίδα τῶν ἐπάθλων τῶν ἐπικήρων καὶ ἀπολλυμένων· πολλῷ μᾶλλον ὅταν ὁ οὐρανὸς προκείμενος ᾖ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ τὰ ἀθάνατα ἔπαθλα, οὐδενός τις αἰσθήσεται τῶν παρόν-των δεινῶν. 2. Εἰ δέ τινες αὐτὴν καὶ οὕτως ἐπίπονον εἶναι νομί-
PG 57:315ζουσι, τῆς αὐτῶν ῥᾳθυμίας ἡ ὑπόνοια μόνον. Ὅρα γοῦν πῶς καὶ ἑτέρωθεν αὐτὴν εὔκολον ποιεῖ, κελεύων μὴ συμπλέκεσθαι τοῖς κυσὶ, μηδὲ ἐκδιδόναι ἑαυτοὺς τοῖς χοίροις, καὶ φυλάττεσθαι ἀπὸ τῶν ψευδοπροφητῶν, καὶ πανταχόθεν αὐτοὺς ἐναγωνίους ἐργαζόμενος. Καὶ αὐτὸ δὲ τὸ στενὴν καλέσαι μέγιστον εἰς τὸ ποιῆσαι αὐτὴν εὔκολον συνεβάλετο· νήφειν γὰρ αὐτοὺς παρεσκεύα-ζεν. Ὥσπερ οὖν ὁ Παῦλος, ὅταν λέγῃ, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, οὐχ ἵνα καταβάλῃ, ἀλλ’ ἵνα διεγείρῃ τὰ φρονήματα τῶν στρατιωτῶν, τοῦτο ποιεῖ· οὕτω δὴ καὶ αὐτὸς ἀφυπνίζων τοὺς ὁδοιπόρους, τραχεῖαν ἐκάλεσε τὴν ὁδόν. Καὶ οὐ ταύτῃ μόνον νήφειν παρεσκεύασεν, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι καὶ πολ-λοὺς ἔχει τοὺς ὑποσκελίζοντας καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ φανερῶς προσβάλλουσιν, ἀλλὰ κρύπτοντες ἑαυτούς· τοιοῦτον γὰρ τῶν ψευδοπροφητῶν τὸ γένος. Ἀλλὰ μὴ τοῦτο ἴδῃς, φησὶν, ὅτι τραχεῖα καὶ στενὴ, ἀλλὰ ποῦ τελευτᾷ· μηδ’ ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ἐναν-τία, ἀλλὰ ποῦ καταστρέφει. Ταῦτα δὲ πάντα λέγει, διεγείρων ἡμῶν τὴν προθυμίαν· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἔλεγεν, ὅτι Βιασταὶ ἁρπάζουσιν αὐτήν. Ὁ γὰρ ἀγωνι-ζόμενος, ἐπειδὰν ἴδῃ σαφῶς τὸν ἀγωνοθέτην θαυμά-ζοντα τὸ ἐπίπονον τῶν ἀγωνισμάτων, προθυμότερος γίνεται. Μὴ τοίνυν ἀλύωμεν, ὅταν πολλὰ ἡμῖν ἐντεῦθεν συμβαίνῃ λυπηρά. Τεθλιμμένη γὰρ ἡ ὁδὸς, καὶ στενὴ ἡ πύλη, ἀλλ’ οὐχ ἡ πόλις. Διὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἄνεσιν χρὴ προσδοκᾷν, οὐδὲ ἐκεῖ λυπηρόν τι λοιπὸν ἐκδέχεσθαι. Εἰπὼν δὲ, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, πάλιν ἐνταῦθα καὶ τὴν τῶν πολλῶν ῥᾳθυμίαν ἐδήλωσε, καὶ τοὺς ἀκούοντας ἐπαίδευσε μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις. Οἱ γὰρ πλείους, φησὶν, οὐ μόνον αὐτὴν οὐ βαδί-ζουσιν, ἀλλ’ οὐδὲ αἱροῦνται· ὅπερ ἐσχάτης κατηγορίας ἐστίν. Ἀλλ’ οὐ τοῖς πολλοῖς δεῖ προσέχειν, οὐδὲ ἐντεῦθεν θορυβεῖσθαι, ἀλλὰ ζηλοῦν τοὺς ὀλίγους, καὶ πανταχόθεν ἑαυτοὺς συγκροτοῦντας οὕτως αὐτὴν βαδίζειν. Καὶ γὰρ πρὸς τῷ στενὴν εἶναι, πολλοὶ καὶ οἱ ὑποσκε-λίζοντες τὴν ἐκεῖσε φέρουσάν εἰσιν ὁδόν. Διὸ καὶ ἐπή-γαγε· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· ἐλεύ-σονται γὰρ πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἰδοὺ μετὰ τῶν κυνῶν καὶ χοίρων ἕτερον εἶδος ἐνέδρας καὶ ἐπιβουλῆς, πολὺ χαλεπώτερον ἐκείνου. Οἱ μὲν γὰρ ὡμολογημένοι καὶ φανεροὶ, οὗτοι δὲ συνεσκιασμένοι. Διὸ καὶ ἐκείνων μὲν ἀπέχεσθαι ἐκέλευσε, τούτους δὲ καὶ διασκέπτεσθαι μετὰ ἀκριβείας, ὡς οὐκ ἐνὸν ἐκ πρώτης αὐτοὺς ἰδεῖν προσβολῆς. Διὸ καὶ ἔλεγε, Προσέχετε, πρὸς τὴν διά-γνωσιν αὐτῶν ἀκριβεστέρους ποιῶν. Εἶτα, ἵνα μὴ στενὴν ἀκούσαντες καὶ τεθλιμμένην, καὶ ὅτι ἐναντίαν τοῖς πολλοῖς δεῖ βαδίζειν, καὶ χοίρους φυλάττεσθαι καὶ κύνας, καὶ μετὰ τούτων ἕτερον πονηρότερον γένος τοῦτο τὸ τῶν λύκων· ἵνα μὴ τῷ πλήθει τῶν λυπηρῶν καταπέσωσι, μέλλοντες καὶ ἐναντίαν τοῖς πολλοῖς ἰέναι, καὶ μετὰ τούτων πάλιν καὶ τὴν ὑπὲρ τούτων ἔχειν φροντίδα, ἀνέμνησε τῶν ἐπὶ τῶν πατέρων αὐτῶν γενομένων, ψευδοπροφήτας καλέσας· καὶ γὰρ καὶ τότε τοιαῦτα συνέβαινε. Μὴ τοίνυν θορυβεῖσθε, φησίν· οὐδὲν γὰρ καινὸν οὐδὲ ξένον συμβήσεται. Τῇ γὰρ ἀλη-θείᾳ παρυφίστησιν ἀεὶ τὴν ἀπάτην ὁ διάβολος. Ψευδο-προφήτας δὲ ἐνταῦθα οὐ τοὺς αἱρετικοὺς αἰνίττεσθαί

Homilia XLIV

PG 57:316μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσω-πεῖον δὲ ἀρετῆς περικειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ καλεῖν εἰώθασιν οἱ πολλοί. Διὸ καὶ ἐπήγαγε λέγων· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐ-τούς. Παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν· παρὰ δὲ τούτοις, οἷς εἶπον, οὐδαμῶς. Τί οὖν, φησὶν, ἂν καὶ ἐν τούτοις ὑποκρίνωνται; Ἀλλὰ ἁλώσον-ται ῥᾳδίως. Τοιαύτη γὰρ ἡ τῆς ὁδοῦ ταύτης φύσις, ἣν ἐκέλευσα βαδίζειν, ἐπίπονος καὶ μοχθηρά· ὁ δὲ ὑποκρι-τὴς πονεῖν οὐκ ἂν ἕλοιτο, ἀλλ’ ἐπιδείκνυσθαι μόνον· διὸ καὶ ἐλέγχεται ῥᾳδίως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, ἐκκαθαίρει πάλιν αὐτοὺς ἀπὸ τῶν οὐχ εὑρισκόντων μὲν, ὑποκρινομένων δὲ, κε-λεύων μὴ τοὺς τὰ προσωπεῖα περικειμένους μόνον ὁρᾷν, ἀλλὰ τοὺς μετὰ ἀληθείας μετιόντας αὐτήν. Καὶ τίνος
ἕνεκεν οὐ καταδήλους αὐτοὺς ἐποίησε, φησὶν, ἀλλ’ ἡμᾶς εἰς τὴν ἔρευναν ἐνέβαλεν; Ἵνα γρηγορῶμεν, καὶ ἐνα-γώνιοι διαπαντὸς ὦμεν, μὴ τοὺς φανεροὺς μόνον, ἀλλὰ καὶ τοὺς κρυπτομένους ἐχθροὺς φυλαττόμενοι· οὕσπερ οὖν καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, ὅτι Τῇ χρηστο-λογίᾳ ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Μὴ τοί-νυν θορυβώμεθα, ἐπειδὰν πολλοὺς ἴδωμεν τοιούτους καὶ νῦν ὄντας Καὶ γὰρ καὶ τοῦτο προεῖπεν ἄνωθεν ὁ Χριστός. ζ. Καὶ ὅρα τὴν ἡμερότητα. Οὐδὲ γὰρ εἶπε, Κολάσατε αὐτοὺς, ἀλλὰ, Μὴ βλαβῆτε παρ’ αὐτῶν, μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. Εἶτα, ἵνα μὴ λέγῃς, ὅτι ἀδύνατον ἐπιγνῶναι τοὺς τοιούτους, πάλιν λογισμὸν ἀπὸ παρα-δείγματος ἀνθρωπίνου τίθησιν, οὕτω λέγων· Μήτι συλ-λέγουσιν ἀπὸ ἀκανθῶν στραφυλὰς, ἢ ἀπὸ τριβό-λων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονη-ροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν ἔχουσιν ἥμερον, οὐδὲ γλυκύ· μέχρι τῆς δορᾶς τὸ πρό-βατον· διὸ καὶ εὔκολος ἡ διάγνωσις. Καὶ ἵνα μηδὲ τὸ τυχὸν ἐνδοιάζῃς, φυσικαῖς ἀνάγκαις παραβάλλει τὰ οὐκ ἐγχωροῦντα ἄλλως γενέσθαι. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Εἰ δὲ δεύτερον τὸ αὐτὸ τίθησιν, οὐκ ἔστι ταυτολογία. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι τὸ πονηρὸν δέν-δρον φέρει μὲν καρποὺς πονηροὺς, φέρει δὲ καὶ ἀγα-θοὺς, καὶ δύσκολον ποιεῖ τὴν διάγνωσιν, διπλῆς τῆς φορᾶς οὔσης· οὐκ ἔστι, φησὶ, τοῦτο· πονηροὺς γὰρ φέρει μόνον, καὶ ἀγαθοὺς οὐκ ἄν ποτε ἐνέγκοι· ὥσπερ οὖν καὶ τὸ ἐναντίον. Τί οὖν; οὐκ ἔστιν ἀνὴρ ἀγαθὸς, γινόμενος πονηρός; Καὶ τοὐναντίον πάλιν ἐστὶ, καὶ πολλῶν ὁ βίος τοιούτων γέμει παραδειγμάτων. Ὁ δὲ Χριστὸς οὐ τοῦτο λέγει, ὅτι τὸν πονηρὸν ἀμήχανον μετα-βαλέσθαι, ἢ τὸν ἀγαθὸν οὐκ ἔνι μεταπεσεῖν· ἀλλ’, ἕως ἂν ᾖ πονηρίᾳ συζῶν, οὐ δυνήσεται καρπὸν ἀγαθὸν ἐνεγκεῖν. Μεταβαλεῖν· μὲν γὰρ εἰς ἀρετὴν δύναται πονηρὸς ὤν· μένων δὲ ἐν πονηρίᾳ, καρπὸν οὐκ οἴσει καλόν. Τί οὖν; ὁ Δαυὶ̈δ οὐκ ἀγαθὸς ὢν πονηρὸν καρπὸν ἤνεγκεν; Οὐχὶ μένων ἀγαθὸς, ἀλλὰ μεταβληθείς· ὡς εἴγε ἔμενεν ὅπερ ἦν διηνεκῶς, οὐκ ἂν καρπὸν τοιοῦτον ἤνεγκεν. Οὐ γὰρ δὴ μένων ἐν τῇ ἕξει τῆς ἀρετῆς ἐτόλ-μησεν ἅπερ ἐτόλμησε. Ταῦτα δὲ καὶ τοὺς ἁπλῶς διαβάλλον-τας ἐπιστομίζων ἔλεγε, καὶ τῶν κακηγόρων χαλινῶν τὰ
PG 57:317στόματα. Ἐπειδὴ γὰρ πολλοὶ τοὺς ἀγαθοὺς ἀπὸ τῶν πο-νηρῶν ὑποπτεύουσι, πάσης ἀποστερῶν αὐτοὺς ἀπολογίας τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι Ἠπάτημαι καὶ παρελογίσθην· καὶ γὰρ ἀκριβῆ σοι παρέσχον τὴν ἀπὸ τῶν ἔργων διάγνωσιν, καὶ προστάξας βαδίζειν ἐπὶ τὰς πράξεις, καὶ μὴ πάντα ἁπλῶς συνταράττειν. Εἶτα ἐπειδὴ κολάζειν μὲν αὐτοὺς οὐκ ἐκέλευσε, φυλάττεσθαι δὲ μόνον, ὁμοῦ καὶ τοὺς ἐπηρεαζομένους παρ’ αὐτῶν παραμυθούμενος, κἀκείνους φοβῶν καὶ μεταβάλλων, ἐπετείχισεν αὐτοῖς τὴν παρ’ αὐτοῦ κόλασιν, εἰπὼν ὅτι Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Εἶτα ἀνεπαχθέστερον ποιῶν τὸν λόγον, ἐπήγαγεν· Ἄρα οὖν ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· ἵνα μὴ προηγουμένην τὴν ἀπειλὴν δόξῃ εἰσάγειν, ἀλλ’ ἐν τάξει παραινέσεως καὶ συμβουλῆς κατασείειν αὐτῶν τὴν διάνοιαν. Ἐνταῦθά μοι καὶ Ἰουδαίους αἰνίττεσθαι δοκεῖ, τοιούτους καρποὺς ἐπιδεικνυμένους. Διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέ-μνησε, διὰ τῶν αὐτῶν ὀνομάτων τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. Καὶ γὰρ καὶ ἐκεῖνος ταῦτα ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου πρὸς αὐτοὺς μεμνημένος. Καὶ δοκεῖ μὲν μία τις εἶναι τιμωρία, τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολάσεις εἰσίν. Ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· αὕτη δὲ ἐκείνης χαλεπωτέρα ἡ τιμωρία. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναί φημι. Εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν. Οὐδὲ γὰρ ἴσμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα, ἵνα καὶ τὴν ἀθλιότητα τὴν ἀπὸ τῆς στερήσεως αὐτῶν σαφῶς ἴδωμεν· ἐπεὶ Παῦλος ὁ ταῦτα σαφῶς εἰδὼς, οἶδεν ὅτι τὸ ἐκπεσεῖν τῆς τοῦ Χριστοῦ δόξης πάντων ἐστὶ χαλεπώτερον. Καὶ τοῦτο εἰσόμεθα τότε, ὅταν εἰς αὐτὴν τὴν πεῖραν ἐμπέσωμεν. η. Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ὦ μονογενὲς τοῦ Θεοῦ παῖ, μηδὲ λάβοιμέν ποτέ τινα πεῖραν τῆς ἀνηκέ-στου ταύτης κολάσεως. Ὅσον γάρ ἐστι κακὸν ἐκπεσεῖν τῶν ἀγαθῶν ἐκείνων, σαφῶς μὲν εἰπεῖν οὐκ ἔνι· πλὴν, ὡς ἂν οἷός τε ὦ, βιάσομαι καὶ φιλονεικήσω δι’ ὑποδεί-γματος ὑμῖν αὐτὸ κἂν κατὰ μικρὸν ποιῆσαι φανερόν. Ὑποθώμεθα γὰρ παιδίον εἶναι θαυμαστὸν, καὶ μετὰ τῆς ἀρετῆς καὶ τὴν βασιλείαν τῆς οἰκουμένης ἔχειν, καὶ οὕτως εἶναι ἐνάρετον πανταχοῦ, ὡς δύνασθαι ἅπαν-τας ἐν φιλοστοργίᾳ πατρικῆς καταστῆσαι διαθέσεως. Τί τοίνυν οὐκ ἂν οἴεσθε τὸν πατέρα τὸν τούτου παθεῖν ἂν ἡδέως, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τῆς ὁμιλίας; τί δὲ ἢ μικρὸν ἢ μέγα κακὸν οὐκ ἂν δέξασθαι, ὥστε ὁρᾷν καὶ ἀπολαύειν αὐτοῦ; Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς δόξης ἐκείνης λογιζώμεθα. Οὐ γὰρ οὕτω πατρὶ παιδίον, κἂν μυριάκις ἐνάρετον ᾖ, ποθεινόν ἐστι καὶ ἐπέραστον, ὡς τῶν ἀγαθῶν ἡ λῆξις ἐκείνων, καὶ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ἀφόρητον καὶ ἡ γέεννα, καὶ ἡ κόλασις ἐκείνη. Πλὴν κἂν μυρίας τις θῇ γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖ, οἷον τὸ τῆς μακαρίας δόξης ἐκπε-σεῖν ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χριστοῦ, τὸ ἀκοῦ-
PG 57:318σαι ὅτι Οὐκ οἶδα ὑμᾶς, τὸ ἐγκληθῆναι ὅτι πεινῶντα αὐτὸν ἰδόντες οὐκ ἐθρέψαμεν. Καὶ γὰρ μυρίους βέλτιον ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γαληνὸν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν. Εἰ γὰρ αὐτὸς ἐχθρὸν ὄντα με καὶ μισοῦντα αὐτὸν καὶ ἀποστρεφόμενον οὕτως ἐδίωξεν, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλ’ ἐκδοῦναι ἑαυτὸν εἰς θάνατον· ὅταν μετὰ πάντα ἐκεῖνα μηδὲ ἄρτου αὐτὸν ἀξιώσω λιμώττοντα, ποίοις λοιπὸν αὐτὸν ὀφθαλ-μοῖς ὄψομαι; Σκόπει δὲ αὐτοῦ καὶ ἐνταῦθα τὴν ἡμερό-τητα. Οὐδὲ γὰρ λέγει τὰς εὐεργεσίας, οὐδ’ ὅτι τὸν τοσαῦτα ὠφελήσαντα περιεῖδες. Οὐδὲ γὰρ λέγει· Ἐμὲ τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε παραγαγόντα, τὸν ψυχὴν ἐμπνεύσαντα, καὶ ἐπιστήσαντά σε πᾶσι τοῖς ἐν τῇ γῇ, τὸν διὰ σὲ γῆν καὶ οὐρανὸν καὶ θάλατταν καὶ ἀέρα καὶ πάντα τὰ ὄντα ποιήσαντα, τὸν ἀτιμασθέντα παρὰ σοῦ, καὶ τοῦ διαβόλου ἀτιμότερον εἶναι δόξαντα, καὶ μηδὲ οὕτως ἀποστάντα, ἀλλὰ μυρία μετὰ ταῦτα ἐπι-νοήσαντα, τὸν ἑλόμενον γενέσθαι δοῦλον, τὸν ῥαπισθέντα καὶ ἐμπτυσθέντα, τὸν σφαγέντα, τὸν ἀποθανόντα θάνατον τὸν αἴσχιστον, τὸν καὶ ἄνω ὑπὲρ σοῦ ἐντυγχά-νοντα, τὸν πνεῦμά σοι χαριζόμενον, τὸν βασιλείας σε καταξιοῦντα, τὸν τὰ τοιαῦτα ἐπαγγελλόμενον, τὸν κεφαλήν σου βουληθέντα εἶναι, καὶ νυμφίον, καὶ ἱμά-τιον, καὶ οἶκον, καὶ ῥίζαν, καὶ τροφὴν, καὶ πόμα, καὶ ποιμένα, καὶ βασιλέα, καὶ ἀδελφὸν, καὶ κληρονόμον καὶ συγκληρονόμον σε ἑλόμενον, τὸν ἀπὸ σκότους εἰς ἐξου-σίαν φωτὸς ἀγαγόντα. Ταῦτα γὰρ καὶ πλείονα τούτων
ἔχων εἰπεῖν, οὐδὲν τούτων λέγει· ἀλλὰ τί; Μόνον αὐτὸ τὸ ἁμάρτημα. Καὶ ἐνταῦθα δείκνυσι τὴν ἀγάπην, καὶ τὸν πόθον ὃν ἔχει περὶ σὲ ἐνδείκνυται. Οὐδὲ γὰρ εἶπε, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ, Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Καὶ πρότερον λέγει ἃ ἠδίκησαν, καὶ οὐδὲ οὕτως ὑπομένει πάντα εἰπεῖν, ἀλλ’ ὀλίγα. Καὶ πρὸ τούτων ἐκείνους καλεῖ τοὺς κατωρ-θωκότας, ἵνα δείξῃ καὶ ἐντεῦθεν δίκαια ἐγκαλῶν. Πόσης οὖν κολάσεως τὰ ῥήματα ταῦτα οὐ χαλεπώτερα; Εἰ γὰρ ἄνθρωπόν τις εὐεργέτην λιμώττοντα ἰδὼν, οὐκ ἂν περιί̈δοι· εἰ δὲ καὶ περιί̈δοι, ὀνειδιζόμενος ἕλοιτο μᾶλ-λον καταδῦναι εἰς τὴν γῆν, ἢ ἐπὶ δύο ἢ τριῶν φίλων ταῦτα ἀκοῦσαι· τί πεισόμεθα ἡμεῖς ἐπὶ τῆς οἰκουμένης ἁπάσης ταῦτα ἀκούοντες, ἅπερ οὐδ’ ἂν τότε εἶπεν, εἰ μὴ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογήσασθαι ἔσπευδεν; Ὅτι γὰρ οὐκ ὀνειδίζων αὐτὰ προέφερεν, ἀλλ’ ἀπολογούμενος, καὶ ὑπὲρ τοῦ δεῖξαι ὅτι οὐ μάτην οὐδὲ εἰκῆ πρὸς αὐτοὺς ἔλεγε, Πορεύεσθε ἀπ’ ἐμοῦ, δῆλον ἐκ τῶν ἀφάτων εὐερ-γεσιῶν. Εἰ γὰρ ἐβούλετο ὀνειδίσαι, πάντα ἂν ἐκεῖνα εἰς μέσον ἤγαγε· νυνὶ δὲ ἅπερ ἔπαθε λέγει μόνον. θ. Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, τὸ ταῦτα ἀκοῦσαι τὰ ῥήματα. Οὐκ ἔστι παίγνιον ὁ βίος· μᾶλλον δὲ ὁ μὲν παρὼν βίος παίγνιον, τὰ δὲ μέλλοντα οὐ παίγνια. Τάχα δὲ οὐδὲ παίγνιον μόνον ὁ βίος, ἀλλὰ καὶ τούτου χεῖρον. Οὐ γὰρ εἰς γέλωτα τελευτᾷ, ἀλλὰ καὶ πολλὴν φέρει τὴν βλάβην τοῖς μὴ μετὰ ἀκριβείας τὰ καθ’ ἑαυτοὺς οἰκονομεῖν βουλο-μένοις. Τί γὰρ παίδων, εἰπέ μοι, διεστήκαμεν τῶν παι-ζόντων καὶ οἰκίας οἰκοδομούντων ἡμεῖς οἱ τὰς λαμπρὰσ
PG 57:319οἰκίας οἰκοδομοῦντες; τί δὲ ἀριστοποιουμένων αὐτῶν ἡμεῖς οἱ τρυφῶντες; Οὐδὲν, πλὴν ὅσον μετὰ κολάσεως ταῦτα πράττομεν. Εἰ δὲ οὐδέπω συνορῶμεν τὴν εὐτέλειαν τῶν γινομένων, θαυμαστὸν οὐδέν· οὔπω γὰρ ἄνδρες γε-γόναμεν· ὅταν δὲ γενώμεθα, εἰσόμεθα ὅτι ταῦτα πάντα παιδικά. Ἐπεὶ καὶ ἐκείνων γινόμενοι ἄνδρες καταγελῶ-μεν· παῖδες δὲ ὄντες περισπούδαστα νομίζομεν εἶναι, καὶ ὄστρακα καὶ πηλὸν συνάγοντες, τῶν τοὺς μεγάλους ἀνιστώντων περιβόλους οὐκ ἔλαττον φρονοῦμεν. Ἀλλ’ ὅμως εὐθέως ἀπόλλυται καὶ καταπίπτει, καὶ οὔτε ἑστῶτά που χρήσιμα γένοιτ’ ἂν ἡμῖν, ὥσπερ οὖν οὐδὲ αὗται αἱ λαμπραὶ οἰκίαι. Τὸν γὰρ τοῦ οὐρανοῦ πολίτην οὐκ ἂν δύναιντο δέξασθαι, οὐδ’ ἂν ἀνάσχοιτο μεῖναι ἐν αὐταῖς ὁ τὴν ἄνω πατρίδα ἔχων· ἀλλ’ ὥσπερ ἡμεῖς τοῖς ποσὶ ταῦτα καθαιροῦμεν, οὕτω κἀκεῖνος τῷ φρονήματι καταστρέφει. Καὶ καθάπερ ἡμεῖς τῶν παίδων ἐπὶ τῇ κα-ταστροφῇ κλαιόντων καταγελῶμεν· οὕτω καὶ οὗτοι, ταῦτα ὀδυρομένων ἡμῶν, οὐ γελῶσι μόνον, ἀλλὰ καὶ κλαίουσιν· ἐπειδὴ καὶ συμπαθῆ αὐτῶν τὰ σπλάγχνα, καὶ πολλὴ ἐν-τεῦθεν ἡ βλάβη. Γενώμεθα τοίνυν ἄνδρες. Μέχρι τίνος χαμαὶ συρόμεθα, ἐπὶ λίθοις καὶ ξύλοις μέγα φρονοῦντες; μέχρι τίνος παίζομεν; Καὶ εἴθε μόνον ἐπαίζομεν· νυνὶ δὲ καὶ τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν· καὶ καθάπερ τὰ παιδία, ὅταν τὴν ἐν τούτοις σχολὴν ἀγάγῃ τῶν γραμμάτων ἀμελήσαντα, ἐσχάτας ὑπομένουσι πληγάς· οὕτω καὶ ἡμεῖς ἐν τούτοις ἅπασαν τὴν σπουδὴν κατα-ναλίσκοντες, καὶ τὰ πνευματικὰ ἀπαιτούμενοι μαθή-ματα τότε διὰ τῶν ἔργων, καὶ οὐκ ἔχοντες παρασχεῖν, τὴν ἐσχάτην δώσομεν τιμωρίαν. Καὶ οὐδεὶς ὁ ἐξαιρού-μενος· κἂν πατὴρ ᾖ, κἂν ἀδελφὸς, κἂν ὁστισοῦν. Ἀλλὰ ταῦτα μὲν οἰχήσεται πάντα, ἡ δὲ ἐξ αὐτῶν γινομένη βά-σανος ἀθάνατος μένει καὶ διηνεκής· ὅπερ οὖν καὶ ἐπὶ τῶν παίδων γίνεται, τὰ μὲν παιδικὰ ἀθύρματα τοῦ πα-τρὸς διὰ τὴν ῥᾳθυμίαν αὐτῶν τέλεον ἀφανίζοντος, αὐτοὺς δὲ εἰς τὸ κλαίειν διηνεκῶς καθιστῶντος. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοιαῦτά ἐστιν, ὃ μάλιστα πάντων εἶναι δοκεῖ περισπούδαστον, τὸν πλοῦτον εἰς μέσον ἀγάγωμεν, καὶ ἀντιθῶμεν αὐτῷ ψυχῆς ἀρετὴν ἣν ἂν θέλῃς, καὶ τότε αὐ-τοῦ μάλιστα ὄψει τὴν εὐτέλειαν. Θῶμεν τοίνυν ἀνθρώπους εἶναι δύο· καὶ οὔπω λέγω περὶ πλεονεξίας, ἀλλὰ περὶ δικαίου πλούτου τέως· καὶ τῶν δύο τούτων, ὁ μὲν συνα-γέτω χρήματα, καὶ πλείτω θάλατταν, καὶ γεωργείτω γῆν, καὶ πολλοὺς ἑτέρους ἐμπορίας εὑρισκέτω τρόπους· καίτοιγε οὐκ οἶδα εἰ ταῦτα ποιῶν δύναται δικαίως κερ-δαίνειν· πλὴν ἀλλ’ ἔστω καὶ ὑποκείσθω δίκαια κέρδη κερ-δαίνειν αὐτὸν, καὶ ἀγροὺς ὠνεῖσθαι καὶ ἀνδράποδα καὶ ὅσα τοιαῦτα, καὶ μηδεμία προσέστω τούτοις ἀδικία· ὁ δὲ ἕτερός τις τοσαῦτα κεκτημένος, πωλείτω ἀγροὺς, πωλείτω οἰκίας, καὶ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ παρε-χέτω τοῖς δεομένοις, ἐπαρκείτω τοῖς πενομένοις, θερα-πευέτω νοσοῦντας, τοὺς ἐν ἀνάγκῃ λυέτω, τοὺς ἀπὸ δεσμῶν ἐκβαλλέτω, τοὺς ἐν μετάλλοις ἐλευθερούτω, τοὺς ἀπὸ βρόχων καταγέτω, τοὺς αἰχμαλώτους λυέτω τῆς τιμωρίας. Τίνος οὖν βούλεσθε μερίδος εἶναι; Καὶ οὐδέπω τὰ μέλλοντα, ἀλλὰ τέως τὰ ἐνταῦθα εἰρήκαμεν. Τίνος οὖν εἶναι βούλεσθε; τοῦ συνάγοντος χρυσίον, ἢ τοῦ λύοντος συμφοράς; τοῦ τοὺς ἀγροὺς ὠνουμένου, ἢ τοῦ λιμένα κατασκευάζοντος ἑαυτὸν τῇ τῶν ἀνθρώπων φύ-
PG 57:320σει; τοῦ τὸ πολὺ περιβεβλημένου χρυσίον, ἢ τοῦ μυρίαις εὐφημίαις ἐστεφανωμένου; Οὐχ ὁ μὲν ἀγγέλῳ τινὶ προσέοι-κεν ἐξ οὐρανοῦ καταβάντι πρὸς τὴν τῶν λοιπῶν ἀν-θρώπων διόρθωσιν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ, ἀλλὰ παιδίῳ τινὶ μάτην καὶ ἁπλῶς πάντα συνάγοντι; Εἰ δὲ τὸ δικαίως χρηματίζεσθαι οὕτω καταγέλαστον, καὶ ἀνοίας ἐσχάτης· ὅταν μηδὲ τὸ δικαίως προσῇ, πῶς οὐ πάντων ἀθλιώτερος ὁ τοιοῦτος; Εἰ γὰρ ὁ γέλως τοσοῦτος, ὅταν καὶ γέεννα προσῇ καὶ βασιλείας ἔκπτωσις, πόσων ἂν εἴη θρήνων ἄξιος, καὶ ζῶν καὶ τετελευτηκώς; ι. Ἀλλὰ καὶ ἕτερον βούλει τῆς ἀρετῆς μεταχειρι-σώμεθα μέρος; Οὐκοῦν ἀγάγωμεν πάλιν ἕτερον ἄνθρω-πον ἐν δυναστείᾳ ὄντα, πᾶσιν ἐπιτάττοντα, ἀξίωμα περι-βεβλημένον μέγα, κήρυκα ἔχοντα λαμπρὸν καὶ ζώνην καὶ ῥαβδούχους, καὶ πολὺν τὸν τῆς θεραπείας χορόν. Οὐχὶ δοκεῖ τοῦτο μέγα εἶναι καὶ μακαριστόν; Φέρε οὖν, καὶ τούτῳ πάλιν ἀντιθῶμεν ἕτερον, τὸν ἀνεξίκακον καὶ πρᾷον καὶ ταπεινὸν καὶ μακρόθυμον· καὶ οὗτος ὑβρι-ζέσθω, τυπτέσθω, καὶ φερέτω εὐκόλως, καὶ τοὺς τὰ τοιαῦτα ποιοῦντας εὐλογείτω. Τίς οὖν ὁ θαυμαστὸς, εἰπέ μοι; ὁ πεφυσιωμένος καὶ φλεγμαίνων, ἢ ὁ κατε-σταλμένος; Οὐχὶ ὁ μὲν ἔοικε πάλιν ταῖς ἄνω δυνάμεσι ταῖς πολλὴν ἐχούσαις τὴν ἀπάθειαν, ὁ δὲ φύσῃ σπωμένῃ, ἢ ὕδερον ἀνθρώπῳ ἔχοντι, καὶ πολλὴν τὴν φλεγμονήν; καὶ ὁ μὲν ἰατρῷ πνευματικῷ, ὁ δὲ τὰς γνάθους φυσῶντι παιδίῳ καταγελάστῳ; Τί γὰρ μέγα φρονεῖς, ἄνθρωπε; ὅτι ὑψηλὸς ἐπὶ ὀχήματος φέρῃ; ὅτι σε ζεῦγος ἡμιόνων ἕλκει; Καὶ τί τοῦτο; Τοῦτο γὰρ καὶ ἐπὶ ξύλων καὶ ἐπὶ λίθων γινόμενον ἴδοι τις ἄν. Ἀλλ’ ὅτι καλὰ περιβέβλησαι ἱμάτια; Ἀλλ’ ὅρα τὸν ἀρετὴν ἀντὶ ἱματίων ἐνδεδυμένον, καὶ ὄψει σαυτὸν μὲν χόρτῳ ἐοικότα σηπομένῳ, ἐκεῖνον δὲ δένδρῳ θαυμαστὸν φέροντι καρπὸν, καὶ πολλὴν τοῖς ὁρῶσι παρέχοντι τὴν εὐφροσύνην. Σὺ μὲν γὰρ τροφὴν σκωλήκων περιφέρεις καὶ σητῶν, οἳ, ἂν ἐπιθῶνταί σοι, ταχέως σε γυμνὸν ποιήσουσι τοῦ κόσμου τούτου· (καὶ γὰρ καὶ ἱμάτια καὶ χρυσὸς καὶ ἄργυρος, τὰ μὲν σκωλή-κων νήματα, τὰ δὲ γῆ καὶ κόνις, καὶ πάλιν γῆ, καὶ πλέον οὐδέν·) ὁ δὲ ἀρετὴν περιβεβλημένος τοιαύτην ἔχει στολὴν, ἣν οὐ μόνον σῆτες, ἀλλ’ οὐδὲ αὐτὸς ὁ θάνατος λυμήνασθαι δύναται· καὶ μάλα εἰκότως. Οὐ γὰρ ἀπὸ γῆς ἔχουσι τὴν ἀρχὴν αὗται τῆς ψυχῆς αἱ ἀρεταὶ, ἀλλὰ πνεύματός
εἰσι καρπός· διὸ οὐδὲ σκωλήκων ὑπόκεινται στόμασι. Καὶ γὰρ ἐν οὐρανῷ τὰ ἱμάτια ταῦτα ὑφαίνεται, ὅπου οὐ σὴς, οὐ σκώληξ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τί τοίνυν βέλτιον, εἰπέ μοι; πλουτεῖν, ἢ πένεσθαι; ἐν δυναστείᾳ εἶναι, ἢ ἐν ἀτιμίᾳ; ἐν τρυφῇ, ἢ ἐν λιμῷ; Εὔδηλον, ὅτι ἐν τιμῇ, καὶ τρυφῇ, καὶ πλούτῳ. Οὐκοῦν εἰ τὰ πράγματα βούλει, καὶ μὴ τὰ ὀνόματα, τὴν γῆν ἀφεὶς καὶ τὰ ἐν αὐ-τῇ, μεθορμίζου πρὸς τὸν οὐρανόν· τὰ μὲν γὰρ ἐνταῦθα σκιὰ, τὰ δὲ ἐκεῖ πράγματα ἀκίνητα, καὶ πεπηγότα καὶ πᾶσιν ἀχείρωτα. Ἑλώμεθα τοίνυν αὐτὰ μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τοῦ θορύβου τῶν ἐνταῦθα ἀπαλ-λαγῶμεν, καὶ πρὸς τὸν γαληνὸν ἐκεῖνον καταπλεύσαντες λιμένα, μετὰ πολλῶν τῶν φορτίων φανῶμεν, καὶ ἀφάτου τοῦ τῆς ἐλεημοσύνης πλούτου· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXIVHomilia XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:321ΟΜΙΛΙΑ ΚΔ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. α. Διὰ τί μὴ εἶπεν, Ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τὸ ἐμόν; Ὅτι τέως ἀγαπητὸν ἦν καὶ τοῦτο πρότερον δέξασθαι· καὶ γὰρ πολὺ μέγα ἦν πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνων. Ἄλλως δὲ καὶ τοῦτο δι’ ἐκείνου ᾐνίξατο. Μετὰ δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐδέ ἐστιν ἕτερον θέλημα τοῦ Υἱοῦ παρὰ τὸ τοῦ Πατρός. Ἐνταῦθα δέ μοι τῶν Ἰουδαίων μάλιστα καθάπτεσθαι δοκεῖ, ἐν τοῖς δόγμασι τιθεμένων τὸ πᾶν, καὶ τοῦ βίου πρόνοιαν οὐδεμίαν ποιουμένων. Διὸ καὶ ὁ Παῦλος αὐτοῖς ἐγκαλεῖ λέγων· Ἴδε σὺ Ἰου-δαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυ-χᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα· ἀλλ’ οὐδέν σοι πλέον ἐντεῦθεν, ὅταν ἡ τοῦ βίου καὶ τῶν ἔργων ἐπί-δειξις μὴ παρῇ. Αὐτὸς δὲ οὐ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸ πολλῷ πλέον εἶπε. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Οὐ γὰρ δὴ μόνον, φησὶν, ὁ πίστιν ἔχων, τοῦ βίου ἠμελημένου, τῶν οὐρανῶν ἐκβάλλεται, ἀλλὰ κἂν μετὰ τῆς πίστεως σημεῖα πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, καὶ οὗτος ὁμοίως τῶν ἱερῶν εἴργεται προθύρων ἐκείνων. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνό-ματι προεφητεύσαμεν; Ὁρᾷς πῶς λανθανόντως ἑαυτὸν συνεισάγει λοιπὸν, ἐπειδὴ τὴν πᾶσαν ἀπήρτισε δημηγο-ρίαν, καὶ δείκνυσιν ἑαυτὸν ὄντα κριτήν; Ὅτι μὲν γὰρ κόλασις ἐκδέξεται τοὺς ἁμαρτάνοντας, ἐν τοῖς ἔμπρο-σθεν ἔδειξε· τίς δὲ καὶ ὁ κολάζων, ἐνταῦθα λοιπὸν ἐκκαλύπτει. Καὶ οὐκ εἶπε φανερῶς, ὅτι Ἐγώ εἰμι· ἀλλὰ Πολλοὶ ἐροῦσί μοι, τὸ αὐτὸ τοῦτο πάλιν κατα-σκευάζων. Εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ κριτὴς, πῶς ἂν πρὸς αὐτοὺς εἶπε· Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχω-ρεῖτε ἀπ’ ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς; Οὐχὶ μόνον ἐν τῷ καιρῷ τῆς κρίσεως, ἀλλ’ οὐδὲ τότε, ἡνίκα ἐθαυμα-τουργεῖτε, φησί. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἔλεγε· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρα-νοῖς. Καὶ πανταχοῦ πολλὴν κελεύει τοῦ βίου σπουδὴν ποιεῖσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀρθῶς βιοῦντα, καὶ πάντων ἀπηλλαγμένον τῶν παθῶν, περιοφθῆναί ποτε· ἀλλὰ κἂν πλανώμενος τύχῃ, ταχέως αὐτὸν ὁ Θεὸς πρὸς τὴν ἀλήθειαν ἐπισπάσεται. Ἀλλ’ εἰσί τινες οἵ φα-σιν, ὅτι ψευδόμενοι οὗτοι ταῦτα ἔλεγον· διόπερ οὐδὲ ἐσώθησαν, φησίν. Οὐκοῦν τὸ ἐναντίον οὗ βούλεται κατα-σκευάζει. Καὶ γὰρ βούλεται ἐνταῦθα δεῖξαι, ὅτι ἡ πί-στις οὐδὲν ἰσχύει χωρὶς ἔργων. Εἶτα ἐπιτείνων αὐ-τὰ, προσέθηκε καὶ τὰ σημεῖα· δηλῶν ὅτι οὐ μόνον ἡ πίστις, ἀλλ’ οὐδὲ ἡ τῶν σημείων ἐπίδειξις ὀνίνησί τι τὸν θαυματουργοῦντα ἀρετῆς χωρίς. Εἰ δὲ μὴ ἐποίησαν, πῶς ἂν ἐδυνήθη τοῦτο συστῆναι ἐνταῦθα; Ἄλλως δὲ οὐδ’ ἂν ἐτόλμησαν, τῆς κρίσεως παρούσης, πρὸς αὐτὸν ταῦτα εἰπεῖν. Καὶ αὑτὴ δὲ ἡ ἀπόκρισις, καὶ τὸ κατ’ ἐρώτησιν λέγειν, δείκνυσιν αὐτοὺς πεποιηκότας. Ἐπειδὴ γὰρ ἐναντίον τῇ προσδοκίᾳ τὸ τέλος εἶδον, καὶ ἐνταῦθα μὲν θαυμαστοὶ ἦσαν παρὰ πᾶσι θαυματουργοῦντες, ἐκεῖ δὲ ὁρῶσιν ἑαυτοὺς λοιπὸν κολαζομένους, ὡς ἐκπλητ-
PG 57:322τόμενοι καὶ θαυμάζοντες λέγουσι· Κύριε, οὐχὶ ἐν τῷ σῷ ὀνόματι προεφητεύσαμεν; πῶς οὖν ἡμᾶς ἀπο-στρέφῃ νῦν; τί βούλεται τὸ ξένον καὶ παράδοξον τοῦτο τέλος; Ἀλλ’ ἐκεῖνοι μὲν θαυμάζουσιν, ὅτι τοιαῦτα θαυ-ματουργήσαντες ἐκολάσθησαν· σὺ δὲ μὴ θαύμαζε. Ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ἐκεῖνοι δὲ οὐδὲν παρ’ ἑαυτῶν εἰσήνεγκαν· διὸ καὶ κολάζεσθαι δί-καιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ὡς καὶ ἀναξίοις δοῦναι τὴν χάριν, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι. Τί οὖν, φησὶν, ἐργαζόμενοι τὴν ἀνομίαν, τοιαῦτα ἐποίουν; Τινὲς μέν φασιν, ὅτι οὐκ ἐν τῷ καιρῷ, ἐν ᾧ ταῦτα ἐθαυματούργουν, καὶ ἠνόμουν, ἀλλ’ ὕστερον με-τεβάλοντο, καὶ τὴν ἀνομίαν ἐποίουν. Ἀλλ’ ἐὰν τοῦτο ᾖ, πάλιν τὸ σπουδαζόμενον οὐχ ἵσταται. Ὃ γὰρ δεῖξαι ἐσπούδακε, τοῦτό ἐστιν· ὅτι οὔτε πίστις, οὔτε θαύματα ἰσχύει, βίου μὴ παρόντος· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Τίνες οὖν εἰσιν οὗτοι; φησί. Πολλοὶ τῶν πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὢν μετ’ αὐτοῦ, οἷος ἦν ὁ Ἰούδας· καὶ γὰρ καὶ οὗτος, πονηρὸς ὢν, χάρισμα εἶχε. Καὶ ἐν τῇ Παλαιᾷ δὲ τοῦτο εὕροι τις ἂν, εἰς ἀν-αξίους τὴν χάριν ἐνεργήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. Ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτη-δείως εἶχον, ἀλλ’ οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον, οἱ δὲ τοὐναντίον· κἀκείνους διὰ τού-των προτρέπει, ὥστε πολλὴν ἐπιδείξασθαι πίστιν, καὶ τούτους διὰ τῆς ἀφάτου ταύτης δωρεᾶς ὥστε γενέσθαι βελτίους ἐξεκαλεῖτο. β. Διὸ καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν χάριν ἐδίδου. Δυνάμεις γὰρ, φησὶ, πολλὰς ἐποιήσαμεν. Ἀλλ’ ὁμο-λογήσω αὐτοῖς τότε, ὅτι Οὐκ οἶδα ὑμᾶς. Νῦν μὲν γὰρ νομίζουσιν εἶναί μοι φίλοι· τότε δὲ εἴσονται, ὅτι οὐχ ὡς φίλοις ἔδωκα. Καὶ τί θαυμάζεις εἰ ἀνδράσι πε-πιστευκόσι μὲν εἰς αὐτὸν, βίον δὲ οὐκ ἔχουσι τῇ πίστει συμβαίνοντα, χαρίσματα δέδωκεν, ὅπου γε καὶ εἰς τοὺς ἀμφοτέρων τούτων ἐκπεπτωκότας εὑρίσκεται ἐνερ-γῶν; Καὶ γὰρ ὁ Βαλαὰμ καὶ πίστεως καὶ πολιτείας ἀρίστης ἀλλότριος ἦν· ἀλλ’ ὅμως ἐνήργησεν εἰς αὐ-τὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. Καὶ ὁ Φαραὼ τοιοῦτος· ἀλλ’ ὅμως κἀκείνῳ τὰ μέλλοντα ἔδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος, καὶ τούτῳ πάλιν τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψε. Καὶ τῷ παιδὶ πάλιν τῷ ἐκείνου νικῶντι τὸν πατέρα τῇ παρα-νομίᾳ, τὰ μέλλοντα ἔδειξε, θαυμαστὰ καὶ μεγάλα οἰκονομῶν πράγματα. Ἐπεὶ οὖν καὶ τότε ἀρχὰς τὸ κή-ρυγμα εἶχε, καὶ πολλὴν ἔδει γενέσθαι τῆς δυνάμεως αὐ-τοῦ τὴν ἐπίδειξιν, πολλοὶ καὶ τῶν ἀναξίων δῶρα ἐλάμ-βανον. Ἀλλ’ ὅμως ἀπὸ τῶν σημείων τούτων οὐδὲν ἐκέρ-δαναν ἐκεῖνοι, ἀλλὰ καὶ μᾶλλον κολάζονται. Διὸ καὶ τὸ φοβερὸν ἐκεῖνο ῥῆμα εἶπεν αὐτοῖς· Οὐδέποτε ἔγνων ὑμᾶς. Πολλοὺς γὰρ καὶ ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς
κρίσεως ἀποστρέφεται. Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου, μηδὲ νομί-ζωμεν ἔλαττον ἔχειν, ἐπειδὴ σημεῖα οὐ ποιοῦμεν νῦν. Οὐδὲν γὰρ ἐκ τούτου πλέον ἔσται ἡμῖν ποτε, ὥσπερ οὖν οὐδὲ ἔλαττον ἐκ τοῦ μὴ ποιεῖν, ἐὰν ἀρετῆς ἐπιμε-
PG 57:323λώμεθα πάσης. Τῶν μὲν γὰρ σημείων αὐτοὶ ὀφειλέται ἐσμὲν, τοῦ δὲ βίου καὶ τῶν πράξεων τὸν Θεὸν ἔχομεν ὀφειλέτην. Ἐπειδὴ τοίνυν πάντα ἀπήρτισε, καὶ περὶ ἀρετῆς διελέχθη μετὰ ἀκριβείας ἁπάσης, καὶ τοὺς ὑπο-κρινομένους αὐτὴν ἔδειξε διαφόρους ὄντας, τούς τε νηστεύοντας πρὸς ἐπίδειξιν καὶ εὐχομένους, τούς τε ἐν δορᾷ προβάτων παραγενομένους, τούς τε λυμαινομένους αὐτὴν, οὓς καὶ χοίρους καὶ κύνας ἐκάλεσε, δεικνὺς λοι-πὸν πόσον μὲν τῆς ἀρετῆς καὶ ἐνταῦθα τὸ κέρδος, πόσον δὲ τῆς κακίας τὸ βλάβος, φησί· Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ἃ μὲν γὰρ οἱ μὴ ποιοῦντες, κἂν σημεῖα ἐργάζωνται, πείσονται, ἀκηκόατε· δεῖ δὲ ὑμᾶς εἰδέναι, καὶ τίνων οἱ πειθόμενοι τοῖς εἰρη-μένοις ἅπασιν ἀπολαύσονται, οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα. Πᾶς γὰρ, φησὶν, ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιω-θήσεται ἀνδρὶ φρονίμῳ. Εἶδες πῶς ποικίλλει τὸν λό-γον, ποτὲ μὲν λέγων, Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, καὶ ἑαυτὸν ἐκκαλύπτων· ποτὲ δὲ λέγων, Ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν κριτὴν ἑαυτὸν εἰσάγων· Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφη-τεύσαμεν; Καὶ ἐρῶ· Οὐκ οἶδα ὑμᾶς. Καὶ ἐνταῦθα πάλιν δείκνυσιν ἑαυτὸν τὴν ἐξουσίαν ἔχοντα τοῦ παντός· διὸ καὶ ἔλεγεν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους. Ἐπειδὴ γὰρ πάντα περὶ τῶν μελλόντων δι-ελέχθη, καὶ βασιλείαν λέγων, καὶ μισθὸν ἄφατον, καὶ παράκλησιν, καὶ ὅσα τοιαῦτα, βούλεται καὶ ἐντεῦθεν αὐτοῖς δοῦναι τοὺς καρποὺς, καὶ δεῖξαι πόση καὶ κατὰ τὸν παρόντα βίον ἡ ἰσχὺς τῆς ἀρετῆς. Τίς οὖν ἐστιν ἡ ἰσχύς; Τὸ μετὰ ἀσφαλείας ζῇν, τὸ μηδενὶ τῶν δεινῶν εὐχείρωτον εἶναι, τὸ πάντων ἀνώτερον ἑστάναι τῶν ἐπηρεαζόντων· οὗ τί γένοιτ’ ἂν ἴσον; Τοῦτο γὰρ οὐδὲ αὐτὸς ὁ τὸ διάδημα περικείμενος ἑαυτῷ κατασκευάσαι δύναιτ’ ἂν, ἀλλ’ ὁ ἀρετὴν μετιών. Αὐτὸς γὰρ μόνος μετὰ πολλῆς κέκτηται τῆς περιουσίας, ἐν τῷ τῶν παρόντων εὐρίπῳ πραγμάτων πολλῆς ἀπολαύων γαλήνης. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ εὐδίας οὔσης, ἀλλὰ σφοδροῦ τοῦ χειμῶνος, καὶ πολλῆς τῆς ταραχῆς, καὶ συνεχῶν τῶν πειρασμῶν, αὐτὸς οὐδὲ μικρὸν σαλευ-θῆναι δύναται. Κατέβη γὰρ ἡ βροχὴ, φησὶν, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· βροχὴν ἐνταῦθα καὶ ποταμοὺς καὶ ἀνέμους μεταφορικῶς τὰς ἀνθρωπίνας λέγων συμφορὰς καὶ δυς-πραγίας, οἷον συκοφαντίας, ἐπιβουλὰς, πένθη, θανά-τους, οἰκείων ἀποβολὰς, ἀλλοτρίων ἐπηρείας, πάντα ὅσα ἂν εἴποι τις τὰ ἐν τῷ βίῳ κακά. Ἀλλ’ οὐδενὶ εἴκει, φησὶν, ἡ τοιαύτη ψυχή· τὸ δὲ αἴτιον, ὅτι ἐπὶ τῆς πέτρας τεθεμελίωται. Πέτραν δὲ τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ δι-δασκαλίας καλεῖ. Καὶ γὰρ πέτρας ἰσχυρότερα τὰ προς-
PG 57:324τάγματα, ὑψηλότερον πάντων ποιοῦντα τῶν ἀνθρω-πίνων κυμάτων. Ὁ γὰρ ταῦτα μετὰ ἀκριβείας φυλάτ-των, οὐκ ἀνθρώπων περιέσται μόνον ἐπηρεαζόντων, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων ἐπιβουλευόντων αὐτῷ. γ. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, μάρτυς ἡμῖν ὁ Ἰὼβ, πάσας δεξάμενος τοῦ διαβόλου τὰς προσβολὰς, καὶ μείνας ἀκίνητος· μαρτυρήσειαν δ’ ἂν καὶ οἱ ἀπόστολοι, τῶν κυμάτων τῆς οἰκουμένης προσρηγνυμένων αὐτοῖς, καὶ δήμων καὶ τυράννων, καὶ οἰκείων καὶ ἀλλοτρίων, καὶ δαιμόνων καὶ διαβόλου, καὶ πάσης μηχανῆς κινη-θείσης, πέτρας στεῤῥότερον στάντες, καὶ ταῦτα πάντα διαλύσαντες. Τί τοίνυν τοῦ βίου τούτου μακαριώτερον γένοιτ’ ἄν; Τοῦτο γὰρ οὐ πλοῦτος, οὐ σώματος ἰσχὺς, οὐ δόξα, οὐ δυναστεία, οὐκ ἄλλο οὐδὲν ὑποσχέσθαι δυ-νήσεται, ἀλλ’ ἡ τῆς ἀρετῆς κτῆσις μόνη. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον εὑρεῖν ἕτερον κακῶν ἐλεύθερον ἁπάντων, ἀλλ’ ἢ τοῦτον μόνον. Καὶ μάρτυρες ὑμεῖς, οἱ τὰς ἐν τοῖς βασιλείοις εἰδότες ἐπιβουλὰς, οἱ τοὺς θορύβους καὶ τὰς ταραχὰς τὰς ἐν ταῖς τῶν πλουτούντων οἰκίαις. Ἀλλ’ οὐκ ἐν τοῖς ἀποστόλοις τοιοῦτον οὐδέν. Τί οὖν; οὐδὲν γέγονε τοιοῦτον, οὐδὲ ἔπαθόν τι δεινὸν παρ’ οὐδενὸς ἐκεῖνοι; Τὸ γὰρ θαυμαστὸν τοῦτο μάλιστα πάντων ἐστὶν, ὅτι πολλὰς μὲν ὑπέμειναν ἐπιβουλὰς, καὶ πολλοὶ κατεῤῥάγησαν ἐπ’ αὐτῶν οἱ χειμῶνες, τὴν δὲ ψυχὴν αὐτῶν οὐ περιέτρεψαν, οὐδὲ εἰς ἀθυμίαν ἐνέβαλον· ἀλλὰ γυμνοῖς σώμασι παλαίοντες ἐκράτησαν καὶ περιεγένοντο. Καὶ σὺ τοίνυν, ἐὰν θέλῃς ταῦτα ποιεῖν μετὰ ἀκριβείας, πάντων καταγελάσῃ. Κἂν γὰρ ᾖς ὠχυρωμένος τῇ τῶν παραινέσεων τούτων φιλοσοφίᾳ, οὐδέν σε λυπῆσαι δυνήσεται. Τί γάρ σε βλάψει ὁ βουλό-μενος ἐπιβουλεύειν; Χρήματά σου ἀφαιρήσεται; Ἀλλὰ καὶ πρὸ τῆς ἀπειλῆς τῆς ἐκείνου ἐκελεύσθης αὐτῶν καταφρονεῖν, καὶ μετὰ τοσαύτης ἀπέχεσθαι τῆς ὑπερβολῆς, ὡς μηδὲ παρὰ τοῦ Δεσπότου τί ποτε τοιοῦτον αἰτεῖν. Ἀλλ’ εἰς δεσμωτήριον ἐμβάλλει; Ἀλλὰ πρὸ τοῦ δεσμωτηρίου οὕτω ζῇν ἐκελεύσθης, ὡς καὶ παντὶ ἐσταυ-ρῶσθαι τῷ κόσμῳ. Ἀλλὰ λέγει κακῶς; Ἀλλὰ καὶ ταύ-της ἀπήλλαξέ σε τῆς ὀδύνης ὁ Χριστὸς, πολύν σοι ἀπο-νητὶ τῆς ἀνεξικακίας ἐπαγγελλόμενος μισθὸν, καὶ οὕτω σε καθαρὸν τῆς ἐντεῦθεν ὀργῆς καὶ λύπης ποιήσας, ὡς καὶ κελεῦσαι ὑπὲρ ἐχθρῶν εὔχεσθαι. Ἀλλ’ ἐλαύνει καὶ μυρίοις σε περιβάλλει κακοῖς; Ἀλλὰ λαμπρότερόν σοι ποιεῖ τὸν στέφανον. Ἀλλ’ ἀναιρεῖ καὶ κατασφάττει; Καὶ διὰ τοῦτο τὰ μέγιστά σε ὠφελεῖ πάλιν, τὰ τῶν μαρτύρων σοι ἔπαθλα κατασκευάζων, καὶ ταχύτερον εἰς τὸν ἀκύμαντον λιμένα παραπέμπων, καὶ μείζονος ἀμοι-βῆς ὑπόθεσίν σοι παρέχων, καὶ τὴν κοινὴν δίκην πραγ-ματεύεσθαί σε παρασκευάζων. Ὃ δὴ καὶ μάλιστα πάν-των ἐστὶ θαυμαστότερον· ὅτι οὐ μόνον οὐδὲν παραβλά-πτουσιν οἱ ἐπιβουλεύοντες, ἀλλὰ καὶ εὐδοκιμωτέρους ποιοῦσι τοὺς ἐπηρεαζομένους. Οὗ τί γένοιτ’ ἂν ἴσον, τοιοῦτον ἑλέσθαι βίον, οἷος μόνος οὗτός ἐστιν; Ἐπειδὴ
PG 57:325γὰρ εἶπε στενὴν καὶ τεθλιμμένην τὴν ὁδὸν, κἀντεῦθεν παραμυθούμενος τοὺς πόνους, δείκνυσι πολλὴν αὐτῆς οὖσαν τὴν ἀσφάλειαν, πολλὴν τὴν ἡδονὴν, ὥσπερ οὖν καὶ τῆς ἐναντίας πολλὴν τὴν σαθρότητα καὶ τὴν ζημίαν. Καθάπερ γὰρ τῆς ἀρετῆς κἀντεῦθεν ἔδειξε τὰ ἔπαθλα, οὕτω καὶ τῆς κακίας τὰ ἐπίχειρα. Καὶ γὰρ ὅπερ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, δι’ ἀμφοτέρων πανταχοῦ κα-τασκευάζει τῶν ἀκροατῶν τὴν σωτηρίαν, διά τε τοῦ ζήλου τῆς ἀρετῆς, διά τε τοῦ τῆς κακίας μίσους. Ἐπειδὴ γὰρ ἔμελλόν τινες εἶναι, τὰ μὲν λεγόμενα θαυμάζοντες, τὴν δὲ διὰ τῶν ἔργων οὐ παρέχοντες ἐπίδειξιν, προκα-ταλαμβάνων αὐτοὺς φοβεῖ λέγων, ὅτι εἰ καὶ καλὰ τὰ εἰρημένα, οὐκ ἀρκεῖ εἰς ἀσφάλειαν ἡ ἀκρόασις, ἀλλὰ δεῖ καὶ τῆς διὰ τῶν ἔργων ὑπακοῆς, καὶ τὸ πᾶν ἐν τούτῳ μάλιστά ἐστι. Καὶ ἐνταῦθα καταλύει τὸν λόγον, τὸν φόβον αὐτοῖς ἐνακμάζοντα ἀφείς. Ὥσπερ γὰρ ἐπὶ τῆς ἀρε-τῆς οὐκ ἀπὸ τῶν μελλόντων προέτρεψε μόνον, βασιλείαν εἰπὼν, καὶ οὐρανοὺς, καὶ μισθὸν ἄφατον, καὶ παράκλη-σιν, καὶ τὰ μυρία ἀγαθὰ ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, τὸ στεῤῥὸν καὶ ἀκίνητον ἐνδειξάμενος τῆς πέτρας· οὕτω
καὶ ἐπὶ τῆς κακίας οὐκ ἀπὸ τῶν προσδοκωμένων φοβεῖ μόνον, οἷον τοῦ κοπτομένου δένδρου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ τοῦ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν, καὶ τοῦ λέγειν, Οὐκ οἶδα ὑμᾶς· ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, τῆς πτώσεως λέγω τῆς κατὰ τὴν οἰκίαν. Διὸ καὶ ἐμφαντικώτερον τὸν λόγον ἐποίησεν, ἐπὶ παραβο-λῆς αὐτὸ γυμνάζων. Οὐδὲ γὰρ ἦν εἰπεῖν ἴσον, ὅτι ἀχείρωτος ἔσται ὁ ἐνάρετος, καὶ εὐάλωτος ὁ πονηρὸς, καὶ πέτραν θεῖναι, καὶ οἰκίαν, καὶ ποταμοὺς, καὶ βρο-χὴν, καὶ ἄνεμον, καὶ ὅσα τοιαῦτα. Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, φησὶ, καὶ μὴ ποιῶν αὐ-τοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ψάμμον. Καλῶς δὲ μωρὸν ἐκάλεσε τοῦτον. Τί γὰρ ἂν γένοιτο ἀνοητότερον τοῦ οἰκίαν οἰκοδομοῦντος ἐπὶ τῆς ψάμμου, καὶ τὸν μὲν πόνον ὑπομένοντος, τοῦ δὲ καρποῦ καὶ τῆς ἀναπαύσεως ἀποστερουμένου, καὶ ἀντὶ τούτου κόλασιν ὑπομένοντος; Ὅτι γὰρ καὶ οἱ κακίαν μετιόντες κάμνουσι, παντί που δῆλόν ἐστι· καὶ γὰρ καὶ ὁ ἅρπαξ, καὶ ὁ μοιχὸς, καὶ ὁ συκοφάντης πολλὰ πονοῦσι καὶ ταλαιπωροῦνται, ὥστε τὴν αὐτῶν κακίαν εἰς τέλος ἀγαγεῖν· ἀλλ’ οὐ μόνον οὐδὲν ἀπὸ τῶν πόνων τούτων καρποῦνται τὸ κέρδος, ἀλλὰ καὶ πολλὴν ὑπομένουσι τὴν ζημίαν. Ἐπεὶ καὶ ὁ Παῦλος τοῦτο αἰνιττόμενος ἔλεγεν· Ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθο-ράν. Τούτῳ ἐοίκασι καὶ οἱ ἐπὶ τῆς ψάμμου οἰκοδο-μοῦντες· οἷον οἱ ἐπὶ πορνείᾳ, οἱ ἐπὶ ἀσελγείᾳ, οἱ ἐπὶ μέθῃ, οἱ ἐπὶ θυμῷ, οἱ ἐπὶ τοῖς ἄλλοις ἅπασι. δ. Τοιοῦτος ἦν ὁ Ἀχαὰβ, ἀλλ’ οὐ τοιοῦτος ὁ Ἠλίας. Καὶ γὰρ παράλληλα θέντες τὴν ἀρετὴν καὶ τὴν κακίαν, ἀκριβέστερον εἰσόμεθα τὸ διάφορον. Ὁ μὲν γὰρ ἐπὶ τῆς πέτρας ᾠκοδόμησεν, ὁ δὲ ἐπὶ τῆς ψάμμου· διὸ καὶ βα-σιλεὺς ὢν ἐδεδοίκει καὶ ἔτρεμε τὸν προφήτην, τὸν τὴν μηλωτὴν ἔχοντα μόνον. Τοιοῦτοι οἱ Ἰουδαῖοι, ἀλλ’ οὐχ οἱ ἀπόστολοι· διὸ καὶ ὀλίγοι ὄντες καὶ δεδεμένοι, τῆς πέτρας ἐνεδείκνυντο τὸ στεῤῥόν· ἐκεῖνοι δὲ καὶ πολλοὶ καὶ ὡπλισμένοι, τῆς ψάμμου τὸ ἀσθενές. Καὶ γὰρ ἔλε-γον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους καὶ δεδεμένους,
PG 57:326ἀλλὰ τοὺς κατέχοντας καὶ δεσμεύοντας; οὗ τί γένοιτ’ ἂν καινότερον; Σὺ κατέχεις καὶ διαπορεῖς; Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἐπὶ τῆς ψάμμου πάντα ᾠκοδόμη-σαν, διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν. Διὰ τοῦτο καὶ πάλιν ἔλεγον· Τί ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Τί φησι; Σὺ μαστίζεις, καὶ σὺ φοβῇ; σὺ ἐπηρεάζεις, καὶ σὺ δέ-δοικας; σὺ κρίνεις, καὶ σὺ τρέμεις; Οὕτως ἀσθενὴς ἡ κακία. Ἀλλ’ οὐχ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λα-λεῖν. Εἶδες φρόνημα ὑψηλόν; εἶδες πέτραν κυμάτων καταγελῶσαν; εἶδες οἰκίαν ἄσειστον; Καὶ τὸ δὴ θαυ-μαστότερον, ὅτι οὐ μόνον οὐδὲ ἐγίνοντο αὐτοὶ δειλοὶ δι’ ὧν ἐπεβουλεύοντο, ἀλλ’ ὅτι καὶ πλεῖον ἐλάμβανον θάρσος, κἀκείνους εἰς μείζονα ἐνέβαλον ἀγωνίαν. Καὶ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτός ἐστιν ὁ πληττόμε-νος· καὶ ὁ τὰ κέντρα λακτίζων, αὐτός ἐστιν ὁ κεντού-μενος, καὶ τὰ χαλεπὰ δεχόμενος τραύματα· καὶ ὁ τοῖς ἐναρέτοις ἐπιβουλεύων, αὐτός ἐστιν ὁ κινδυνεύων. Ἡ γὰρ κακία τοσούτῳ μᾶλλον ἀσθενεστέρα γίνεται, ὅσῳ-περ ἂν πρὸς τὴν ἀρετὴν παρατάττηται. Καὶ καθάπερ ὁ πῦρ ἐν ἱματίῳ δεσμῶν, τὴν μὲν φλόγα οὐκ ἔσβεσε, τὸ δὲ ἱμάτιον ἐδαπάνησεν· οὕτως ὁ τοῖς ἐναρέτοις ἐπ-ηρεάζων, καὶ κατέχων, καὶ δεσμεύων, ἐκείνους μὲν λαμ-προτέρους εἰργάσατο, ἑαυτὸν δὲ ἠφάνισε. Καὶ γὰρ ὅσα ἂν δεινὰ πάθῃς ἐπιεικῶς ζῶν, τοσούτῳ γέγονας ἰσχυρό-τερος· ὅσῳ γὰρ τιμῶμεν φιλοσοφίαν, τοσούτῳ μᾶλλον οὐδενὸς δεησόμεθα· καὶ ὅσῳ ἂν μηδενὸς δεηθῶμεν, τος-ούτῳ μᾶλλον ἰσχυροὶ γινόμεθα καὶ πάντων ἀνώτεροι. Τοιοῦτος ἦν ὁ Ἰωάννης· διὸ ἐκεῖνον μὲν οὐδεὶς ἐλύπει, αὐτὸς δὲ ἐλύπει τὸν Ἡρώδην· καὶ ὁ μὲν μηδὲν ἔχων, κατεξανέστη τοῦ κρατοῦντος· ὁ δὲ διάδημα καὶ ἁλουρ-γίδα καὶ μυρίαν φαντασίαν περιβεβλημένος, τρέμει καὶ δέδοικε τὸν πάντων γεγυμνωμένον, καὶ οὐδὲ ἀποτετμημέ-νον τὴν κεφαλὴν ἀδεῶς ἰδεῖν ἐδύνατο. Ὅτι γὰρ καὶ μετὰ τελευτὴν ἀκμάζοντα εἶχε τὸν φόβον, ἄκουσον τί φησιν· Οὗτός ἐστιν ὁ Ἰωάννης, ὃν ἀνεῖλον ἐγώ. Τὸ δὲ, Ἀνεῖλον, οὐκ ἐπαιρομένου ἦν, ἀλλὰ τὸν φόβον πα-ραμυθουμένου, καὶ πείθοντος τὴν ψυχὴν τὴν ταραττο-μένην ἀναμνησθῆναι, ὅτι αὐτὸς αὐτὸν ἔσφαξε. Τοσαύτη τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ μετὰ τελευτὴν τῶν ζώντων ἐστὶ δυνατωτέρα. Διὰ δὴ τοῦτο καὶ ἡνίκα ἔζη, οἱ τὰ πολλὰ κεκτημένοι χρήματα πρὸς αὐτὸν ἐρχόμενοι ἔλε-γον· Τί ποιήσομεν; Τοσαῦτα ἔχετε, καὶ παρὰ τοῦ μηδὲν ἔχοντος βούλεσθε μαθεῖν τῆς ὑμετέρας εὐημερίας τὴν ὁδόν; παρὰ τοῦ πένητος οἱ πλουτοῦντες; παρὰ τοῦ μηδὲ οἰκίαν ἔχοντος οἱ στρατευόμενοι; Τοιοῦτος καὶ ὁ Ἠλίας ἦν· διὸ καὶ μετὰ τῆς αὐτῆς παῤῥησίας τῷ δήμῳ διελέγετο. Ὁ μὲν γὰρ ἔλεγε, Γεννήματα ἐχιδνῶν· οὗτος δὲ, Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Καὶ ὁ μὲν ἔλεγεν, Ἐφόνευσας καὶ ἐκληρονόμησας· ὁ δὲ ἔλεγεν, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Εἶδες τὴν πέτραν; εἶδες τὴν ψάμμον; πῶς εὐκόλως καταπίπτει; πῶς εἴκει ταῖς συμφοραῖς; πῶς περιτρέπεται, κἂν μετὰ βασιλέως, κἂν μετὰ πλήθους ᾖ, κἂν μετὰ δυναστείας; Ἁπάντων γὰρ τοὺς μετιόντας αὐτὴν ἀναισθητοτέρους ποιεῖ. Καὶ οὐδὲ ἁπλῶς καταπίπτει, ἀλλὰ μετὰ πολλῆς τῆς συμφορᾶς. Καὶ γὰρ ἦν, φησὶν, ἡ πτῶσις αὐτῆς μεγάλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ὁ κίνδυνος. ἀλλ’

Homily XXVHomilia XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:327ὑπὲρ ψυχῆς, ὑπὲρ ἐκπτώσεως οὐρανῶν καὶ τῶν ἀθανά-των ἐκείνων ἀγαθῶν. Μᾶλλον δὲ καὶ πρὸ ἐκείνων, πάντων ἀθλιώτερον ὁ ταύτην διώκων βιώσεται βίον, ἀθυμίαις διηνεκέσι, δειλίαις, φροντίσιν, ἀγωνίαις συζῶν· ὅπερ οὖν καί τις σοφὸς αἰνιττόμενος ἔλεγε· Φεύγει ἀσεβὴς, οὐδενὸς διώκοντος. Οἱ γὰρ τοιοῦτοι τὰς σκιὰς τρέμουσι, τοὺς φίλους ὑποπτεύουσι, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας αὐ-τοὺς, καὶ πρὸ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην τίνουσι κόλασιν. Καὶ ταῦτα πάντα δηλῶν ὁ Χριστὸς ἔλεγε· Καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη· εἰς τὸ προσῆκον τέλος κατακλείων τὰ καλὰ ταῦτα παραγγέλματα, καὶ τοὺσ
PG 57:328σφόδρα ἀπίστους πείθων καὶ ἀπὸ τῶν παρόντων φεύγειν κακίαν. Εἰ γὰρ καὶ μείζων ὁ περὶ τῶν μελλόν-των λόγος, ἀλλὰ τοὺς παχυτέρους οὗτος μᾶλλον ἱκανὸς κατασχεῖν, καὶ ἀπαγαγεῖν τῆς πονηρίας. Διὸ καὶ εἰς αὐτὸ κατέληξεν, ὥστε ἔναυλον εἶναι τὴν ὠφέλειαν αὐτοῖς. Πάντα τοίνυν ταῦτα συνειδότες, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, φύγωμεν κακίαν, ζηλώσωμεν ἀρετὴν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ κάμνωμεν, ἀλλὰ καὶ τῆς ἐνταῦθα ἀπολαύσωμεν ἀσφαλείας, καὶ τῆς ἐκεῖ μετάσχωμεν δό-ξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ-ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:327ΟΜΙΛΙΑ ΚΕ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ. α. Καὶ μὴν ἀκόλουθον ἦν ἀλγεῖν αὐτοὺς πρὸς τὸ φορ-τικὸν τῶν εἰρημένων, καὶ ναρκᾷν πρὸς τὸ ὕψος τῶν ἐπι-
τεταγμένων· νῦν δὲ τοσαύτη ἡ ἰσχὺς τοῦ διδάσκοντος ἦν, ὡς πολλοὺς αὐτῶν καὶ ἑλεῖν, καὶ εἰς θαῦμα μέγιστον ἐμβαλεῖν, καὶ πεῖσαι διὰ τὴν ἡδονὴν τῶν εἰρημένων, μηδὲ παυομένου τοῦ λέγειν ἀποστῆναι λοιπόν. Οὐδὲ γὰρ ἐπειδὴ ἐκ τοῦ ὄρους κατέβη, ἀπέστησαν οἱ ἀκροαταὶ, ἀλλὰ καὶ οὕτω τὸ θέατρον ἅπαν ἠκολούθησε· τοσοῦτον ἐνέθηκεν αὐτοῖς τῶν εἰρημένων ἔρωτα. Ἐξεπλήσσοντο δὲ αὐτοῦ μάλιστα τὴν ἐξουσίαν. Οὐ γὰρ εἰς ἕτερον ἀνα-φέρων, ὡς ὁ προφήτης καὶ Μωϋσῆς, ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πανταχοῦ ἑαυτὸν ἐνδεικνύμενος εἶναι τὸν τὸ κῦρος ἔχοντα. Καὶ γὰρ νομοθετῶν συνεχῶς προσετί-θει· Ἐγὼ δὲ λέγω ὑμῖν. Καὶ τῆς ἡμέρας ἀναμιμνή-σκων ἐκείνης, ἑαυτὸν ἐδείκνυ τὸν δικάζοντα εἶναι, καὶ διὰ τῶν κολάσεων, καὶ διὰ τῶν τιμῶν. Καίτοι καὶ ἐν-τεῦθεν θορυβηθῆναι εἰκὸς ἦν. Εἰ γὰρ διὰ τῶν ἔργων ὁρῶντες ἐπιδεικνύμενον αὐτὸν τὴν ἐξουσίαν ἐλίθαζον οἱ γραμματεῖς καὶ ἤλαυνον· ὅπου ῥήματα ἦν μόνον τοῦτο ἐμφαίνοντα, πῶς οὐκ εἰκὸς ἦν αὐτοὺς σκανδαλίζεσθαι, καὶ μάλιστα ὁπότε ἐν προοιμίοις ταῦτα ἐλέγετο, καὶ πρὶν ἢ πεῖραν αὐτὸν δεδωκέναι τῆς ἑαυτοῦ δυνά-μεως; Ἀλλ’ ὅμως οὐδὲν τούτων ἔπασχον· ὅταν γὰρ ψυχὴ καὶ διάνοια εὐγνώμων ᾖ, ῥᾳδίως πείθεται τοῖς τῆς ἀλη-θείας λόγοις. Διὰ δὴ τοῦτο ἐκεῖνοι μὲν, καὶ τῶν ση-μείων ἀνακηρυττόντων αὐτοῦ τὴν δύναμιν, ἐσκανδαλί-ζοντο· οὗτοι δὲ λόγων ψιλῶν ἀκούοντες, ἐπείθοντο καὶ ἠκολούθουν. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· οὐχὶ τῶν ἀρχόντων τινὲς, οὐδὲ τῶν γραμματέων, ἀλλ’ ὅσοι κακίας ἦσαν ἀπηλλαγμένοι, καὶ γνώμην εἶχον ἀδέκα-στον. Διὰ παντὸς δὲ τοῦ Εὐαγγελίου τούτους ὁρᾷς αὐτῷ προσηλωμένους. Καὶ γὰρ ἡνίκα ἔλεγε, μετὰ σιγῆς ἤκουον, οὐδὲν παρεμβάλλοντες, οὐδὲ διακόπτοντες τὴν ἀκολουθίαν, οὐδὲ ἀποπειρώμενοι καὶ λαβὴν ἐπιθυμοῦντες εὑρεῖν, καθάπερ οἱ Φαρισαῖοι· καὶ μετὰ τὴν δημηγορίαν ἠκολούθουν πάλιν θαυμάζοντες. Σὺ δέ μοι σκόπει τοῦ Δεσπότου τὴν σύνεσιν, πῶς ποικίλλει τὴν ὠφέλειαν τῶν παρόντων, ἀπὸ θαυμάτων εἰς λόγους ἐμβαίνων, καὶ πάλιν
PG 57:328ἀπὸ τῆς τῶν λόγων διδασκαλίας εἰς θαύματα μεταβαί-νων. Καὶ γὰρ πρὶν ἢ ἀναβῆναι εἰς τὸ ὄρος, πολλοὺς ἐθεράπευσε, προοδοποιῶν τοῖς λεγομένοις· καὶ μετὰ τὸ τὴν μακρὰν ταύτην ἀπαρτίσαι δημηγορίαν, πάλιν ἐπὶ θαύματα ἔρχεται, βεβαιῶν ἐκ τῶν γινομένων τὰ εἰρη-μένα. Ἐπειδὴ γὰρ ὡς ἐξουσίαν ἔχων ἐδίδασκεν, ἵνα μὴ νομισθῇ κόμπος εἶναι καὶ αὐθαδιασμὸς οὗτος τῆς διδα-σκαλίας ὁ τρόπος, καὶ ἐν τοῖς ἔργοις τὸ αὐτὸ τοῦτο ποιεῖ, ὡς ἐξουσίαν ἔχων θεραπεύειν, ἵνα μηκέτι θορυ-βῶνται ὁρῶντες αὐτὸν οὕτω διδάσκοντα, ὁπότε καὶ τὰ θαύματα οὕτως ἐποίει. Καταβάντι γὰρ αὐτῷ ἀπὸ τοῦ ὄρους, προσῆλθε λεπρὸς λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος. Οὐ γὰρ διέκοψε τὴν διδασκαλίαν, οὐδὲ ἔτεμε τὸ θέατρον, ἀλλ’ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος, καὶ πρὸ τῶν γονά-των αὐτὸν παρακαλεῖ, ὡς ἕτερός φησιν εὐαγγελιστὴς, καὶ μετὰ γνησίας τῆς πίστεως, καὶ τῆς προσηκούσης περὶ αὐτοῦ δόξης. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν ἀξιώσῃς τὸν Θεόν· οὐδὲ, Ἐὰν εὔξῃ· ἀλλ’, Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Οὐδὲ εἶπε· Κύριε, καθάρισον· ἀλλ’ αὐτῷ τὸ πᾶν ἐπιτρέπει, καὶ Κύριον ποιεῖ τῆς διορθώσεως, καὶ τὴν ἐξουσίαν αὐτῷ μαρτυρεῖ ἅπασαν. Τί οὖν, φησὶν, εἰ ἐσφαλμένη ἡ δόξα τοῦ λεπροῦ ἦν; Καταλῦσαι αὐτὴν ἐχρῆν, καὶ ἐπιτιμῆσαι, καὶ διορθῶσαι. Ἆρ’ οὖν τοῦτο ἐποίησεν; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, καὶ συνίστησι καὶ βεβαιοῖ τὸ εἰρημένον. Διά τοι τοῦτο οὐδὲ εἶπε, Καθάρθητι· ἀλλὰ, Θέλω, καθαρίσθητι· ἵνα μηκέτι τῆς ὑπονοίας τῆς ἐκείνου, ἀλλὰ τῆς γνώμης τῆς αὐτοῦ τὸ δόγμα γένηται. Ἀλλ’ οὐχ οἱ ἀπόστολοι οὕτως· ἀλλὰ πῶς; Ἐπειδὴ ὁ δῆμος ἐξεπλήττετο ἅπας, ἔλεγον· Τί προσέχετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ὁ δὲ Δεσπότης, καίτοι πολλὰ μέτρια φθεγξάμενος πολλάκις, καὶ κατα-δεέστερα τῆς αὐτοῦ δόξης, ὥστε πῆξαι τὸ δόγμα ἐνταῦθα τῶν ἐκπληττομένων αὐτὸν ἐπὶ τῇ ἐξουσίᾳ τί φησι; Θέλω, καθαρίσθητι. Καίτοι τοσαῦτα καὶ τηλικαῦτα ποιή-σας σημεῖα, οὐδαμοῦ φαίνεται τοῦτο εἰρηκὼς τὸ ῥῆμα. Ἐνταῦθα μέντοι ὥστε κυρῶσαι τὴν ὑπόνοιαν καὶ τοῦ δήμου παντὸς καὶ τοῦ λεπροῦ τὴν περὶ τῆς ἐξουσίας, διὰ τοῦτο προσέθηκε, Θέλω. Καὶ οὐκ εἶπε μὲν τοῦτο,
PG 57:329οὐκ ἐποίησε δέ· ἀλλὰ καὶ τὸ ἔργον εὐθέως ἠκολούθησεν. Εἰ δὲ μὴ καλῶς ἔλεγεν, ἀλλὰ βλασφημία ἦν τὸ εἰρημέ-νον, ἔδει διακοπῆναι τὸ ἔργον. Νυνὶ δὲ καὶ εἶξεν ἡ φύσις ἐπιταττομένη, καὶ μετὰ τοῦ προσήκοντος τάχους, καὶ μείζονος ἣ ὁ εὐαγγελιστὴς εἶπε. Καὶ γὰρ τὸ, εὐθέως, πολὺ βραδύτερόν ἐστι τοῦ τάχους τοῦ κατὰ τὸ ἔργον γεγενημένου. Οὐχ ἁπλῶς δὲ εἶπε, Θέλω, καθα-ρίσθητι· ἀλλὰ καὶ τὴν χεῖρα ἐκτείνας ἥψατο· ὃ δὴ μάλιστα ἄξιον ζητήσεως. Τίνος γὰρ ἕνεκεν θελήματι καθαίρων αὐτὸν καὶ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; Ἐμοὶ δοκεῖ δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐχ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται· καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. Διὰ δὴ τοῦτο Ἑλισσαῖος μὲν οὐδὲ ἑώρα τὸν Νεεμὰν, ἀλλὰ καὶ σκαν-δαλισθέντα ἰδὼν, ἐπειδὴ μὴ ἐξῆλθε καὶ ἥψατο, τηρῶν τοῦ νόμου τὴν ἀκρίβειαν, οἴκοι μένει, καὶ πέμπει πρὸς τὸν Ἰορδάνην αὐτὸν λουσόμενον. Ὁ δὲ Δεσπότης, δει-κνὺς ὅτι οὐχ ὡς δοῦλος, ἀλλ’ ὡς κύριος θεραπεύει, καὶ ἅπτεται. Οὐ γὰρ ἡ χεὶρ ἀπὸ τῆς λέπρας ἐγένετο ἀκάθαρτος, ἀλλὰ τὸ σῶμα τὸ λεπρὸν ἀπὸ τῆς χειρὸς τῆς ἁγίας καθίστατο καθαρόν. Οὐ γὰρ δὴ μόνον σώματα παρ-εγένετο θεραπεύσων, ἀλλὰ καὶ ψυχὴν εἰς φιλοσοφίαν ἐνάξων. Ὥσπερ οὖν χερσὶν ἀνίπτοις ἐσθίειν οὐκέτι λοιπὸν ἐκώλυσε, τὸν ἄριστον ἐκεῖνον εἰσάγων νόμον, τὸν περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας· οὕτω δὴ καὶ ἐνταῦθα λοιπὸν παιδεύων, ὅτι τῆς ψυχῆς ἐπιμελεῖσθαι χρὴ, καὶ τῶν ἔξωθεν ἀπαλλαγέντας καθαρμῶν ἐκείνην ἀποσμήχειν, καὶ τὴν αὐτῆς λέπραν δεδοικέναι μόνην, ὅπερ ἐστὶν ἁμαρτία (τὸ γὰρ λεπρὸν εἶναι οὐδὲν κώλυμα εἰς ἀρετήν)· πρῶτος αὐτὸς ἅπτεται τοῦ λεπροῦ, καὶ οὐδεὶς ἐγκαλεῖ. Οὐδὲ γὰρ ἦν διεφθαρμένον τὸ δικαστή-ριον, οὐδὲ ὑπὸ φθόνου κατεχόμενοι οἱ θεαταί. Διὰ τοῦ-το οὐ μόνον οὐκ ἐπέσκηψαν, ἀλλὰ καὶ ἐξεπλάγησαν τὸ θαῦμα, καὶ παρεχώρησαν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν γινομένων τὴν ἀμήχανον αὐτοῦ δύναμιν προς-κυνήσαντες. Θεραπεύσας τοίνυν αὐτοῦ τὸ σῶμα, κελεύει μηδενὶ εἰπεῖν, ἀλλὰ δεῖξαι ἑαυτὸν τῷ ἱερεῖ, καὶ προσενεγκεῖν τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Τινὲς μὲν οὖν φασιν, ὅτι διὰ τοῦτο ἐκέλευσε μηδενὶ εἰπεῖν, ἵνα μὴ κακουργήσωσι περὶ τὴν διάκρισιν τοῦ καθαρμοῦ, σφόδρα ἀνοήτως τοῦτο ὑποπτεύοντες. Οὐ γὰρ οὕτως ἐκάθηρεν, ὡς καὶ ἀμφισβητήσιμον εἶναι τὸν καθαρμόν· ἀλλὰ μηδενὶ εἰπεῖν κελεύει, διδάσκων τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον. Καί-τοιγε ᾔδει, ὅτι οὐ πεισθήσεται ἐκεῖνος, ἀλλ’ ἀνακηρύξει τὸν εὐεργέτην· ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ. Πῶς οὖν ἀλ-λαχοῦ κελεύει εἰπεῖν; φησίν. Οὐχὶ ἑαυτῷ περιπίπτων, οὐδὲ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι.
Οὐδὲ γὰρ ἐκεῖ ἀνακηρύττειν ἑαυτὸν ἐκέλευσεν, ἀλλὰ δοῦναι δόξαν τῷ Θεῷ· διὰ μὲν τοῦ λεπροῦ τούτου ἀτύ-φους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους, διὰ δὲ ἐκεί-νου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι, καὶ παιδεύων πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ ἄνθρωποι νοσοῦν-τες μὲν μέμνηνται τοῦ Θεοῦ, τῆς δὲ ἀῤῥωστίας ἀπαλ-λαγέντες ῥᾳθυμότεροι γίνονται, κελεύων διηνεκῶς καὶ νοσοῦντας καὶ ὑγιαίνοντας προσέχειν τῷ Δεσπότῃ, φησί· Δὸς δόξαν τῷ Θεῷ.
PG 57:330Τίνος δὲ ἕνεκεν καὶ δεῖξαι ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσενεγκεῖν; Πάλιν τὸν νόμον ἐνταῦθα ἀνα-πληρῶν. Οὐδὲ γὰρ πανταχοῦ αὐτὸν παρέλυεν, οὐδὲ πανταχοῦ ἐφύλαττεν· ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τούτῳ μὲν τῇ μελλούσῃ φιλοσοφίᾳ προοδο-ποιῶν, ἐκείνῳ δὲ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθε-νείᾳ. Καὶ τί θαυμάζεις, εἴγε ἐν προοιμίοις αὐτὸς τοῦτο ἐποίησεν, ὅπου γε καὶ οἱ ἀπόστολοι μετὰ τὸ κελευσθῆναι εἰς τὰ ἔθνη ἀπελθεῖν, καὶ τὰς θύρας ἀνοιγῆναι τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας, καὶ τὸν νόμον ἐγκλεισθῆ-ναι, καὶ ἀνανεωθῆναι τὰ πράγματα, καὶ τὰ παλαιὰ ἀναπαύσασθαι ἅπαντα, φαίνονται ποτὲ μὲν τηροῦντες τὸν νόμον, ποτὲ δὲ αὐτὸν παρατρέχοντες; Καὶ τί τοῦτο, φησὶ, πρὸς τὴν τοῦ νόμου συντελεῖ φυλακὴν, τὸ εἰπεῖν, Δεῖξον σεαυτὸν τῷ ἱερεῖ; Οὐ τὸ τυχόν. Καὶ γὰρ νό-μος ἦν παλαιὸς, τὸν λεπρὸν καθαρθέντα μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς ψήφου ταύτης ἐγκρίνεσθαι τοῖς καθαροῖς. Εἰ γὰρ μὴ εἶπεν ὁ ἱερεὺς, ὅτι κεκάθαρται ὁ λεπρὸς, ἔτι μετὰ τῶν ἀκαθάρτων ἔμενεν ἔξω τῆς παρ-εμβολῆς. Διό φησι, Δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προς-ένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Οὐκ εἶπεν, Ὃ προστάσσω ἐγώ· ἀλλὰ τέως παραπέμπει τῷ νόμῳ, πανταχόθεν ἀποῤῥάπτων αὐτῶν τὰ στόματα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι τῶν ἱερέων τὴν δόξαν ἥρπασε, τὸ μὲν ἔργον αὐτὸς ἐπλήρωσε, τὴν δὲ δοκιμασίαν ἐκείνοις ἐπ-έτρεψε, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν οἰκείων θαυμά-των. Τοσοῦτον γὰρ ἀπέχω μάχεσθαι, φησὶν, ἢ Μωϋσῇ, ἢ τοῖς ἱερεῦσιν, ὅτι καὶ τοὺς παρ’ ἐμοῦ εὐεργετηθέντας εἰς τὸ πείθεσθαι ἐκείνοις ἐνάγω. Τί δέ ἐστιν, εἰς μαρτύριον αὐτοῖς; Εἰς ἔλεγχον, εἰς ἀπόδειξιν, εἰς κατηγορίαν, ἐὰν ἀγνωμονῶσιν. Ἐπειδὴ γὰρ ἔλεγον, Ὡς πλάνον καὶ ἀπατεῶνα διώκομεν, ὡς ἀντίθεον καὶ παράνομον· σύ μοι μαρτυρήσεις, φησὶ, κατ’ ἐκεῖνον τὸν καιρὸν, ὅτι οὐ παράνομος ἐγώ. Καὶ γὰρ θεραπεύσας σε παραπέμπω τῷ νόμῳ καὶ τῇ τῶν ἱερέων δοκιμασίᾳ· ὅπερ τιμῶντος ἦν τὸν νόμον, καὶ θαυμάζοντος τὸν Μωϋσέα, καὶ οὐκ ἐναντιουμένου τοῖς παλαιοῖς δόγμασιν. Εἰ δὲ μηδὲν ἔμελλον κερδαίνειν, κἀν-τεῦθεν μάλιστα τὴν πρὸς τὸν νόμον αὐτοῦ καταμαθεῖν ἔστι τιμὴν, ὅτι καὶ προειδὼς οὐδὲν καρπωσομένους, τὰ αὐτοῦ πάντα ἐπλήρου. Καὶ γὰρ προῄδει τοῦτο αὐτὸ, καὶ προεῖπεν. Οὐδὲ γὰρ εἶπεν, εἰς διόρθωσιν αὐτῶν, οὐδὲ, εἰς διδασκαλίαν· ἀλλ’, εἰς μαρτύριον αὐτοῖς, τουτ-έστιν, εἰς κατηγορίαν, καὶ εἰς ἔλεγχον, καὶ εἰς μαρτυ-ρίαν, ὅτι τὰ παρ’ ἐμοῦ πάντα γέγονε· καὶ προειδὼς ἀδιορθώτους μένοντας, οὐδὲ οὕτως ἐνέλιπον ἅπερ ποιῆ-σαι ἐχρῆν· ἐκεῖνοι δὲ τὴν οἰκείαν ἔμενον διατηροῦντες κακίαν. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ φησι· Κηρυχθήσε-ται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρ-τύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος· τοῖς ἔθνεσι, τοῖς οὐχ ὑπακούουσι, τοῖς οὐ πειθομένοις. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ τίνος ἕνεκεν πᾶσι κηρύττεις, εἰ μὴ πάντες μέλλουσι πείθεσθαι; ἵνα τὰ ἐμαυτοῦ πάντα φανῶ πεποιηκὼς, καὶ μηδεὶς ἔχῃ μετὰ ταῦτα ἐγκαλεῖν, ὡς οὐκ ἀκηκοώς. Καταμαρτυρήσει γὰρ αὐτῶν αὐτὴ ἡ κή-
PG 57:331ρυξις, καὶ οὐκ ἂν ἔχοιεν μετὰ ταῦτα εἰπεῖν, ὅτι Οὐκ ἠκούσαμεν· πρὸς γὰρ τὰ πέρατα τῆς οἰκουμένης ὁ λό-γος ἐξέβη τῆς εὐσεβείας. Ταῦτα οὖν ἐννοοῦντες καὶ ἡμεῖς, τὰ παρ’ ἑαυτῶν ἅπαντα πληρῶμεν εἰς τοὺς πλησίον, καὶ τῷ Θεῷ δια-παντὸς εὐχαριστῶμεν. Καὶ γὰρ ἄτοπον, ἔργῳ τῆς εὐερ-γεσίας αὐτοῦ καθ’ ἑκάστην ἀπολαύοντας τὴν ἡμέραν, μηδὲ λόγῳ χάριν ὁμολογεῖν, καὶ ταῦτα τῆς ὁμολογίας πάλιν ἡμῖν τὴν ὠφέλειαν φερούσης. Οὐδὲ γὰρ αὐτὸς δεῖται τῶν ἡμετέρων τινὸς, ἀλλ’ ἡμεῖς δεόμεθα τῶν ἐκεί-νου ἁπάντων. Καὶ γὰρ ἡ εὐχαριστία ἐκείνῳ μὲν οὐδὲν προστίθησιν, ἡμᾶς δὲ οἰκειοτέρους αὐτῷ κατασκευάζει. Εἰ γὰρ ἀνθρώπων εἰς μνήμην λαβόντες εὐεργεσίας, θερμαινόμεθα μειζόνως τῷ φίλτρῳ· πολλῷ μᾶλλον τοῦ Δεσπότου μεμνημένοι διηνεκῶς τῶν κατορθωμάτων τῶν εἰς ἡμᾶς, σπουδαιότεροι πρὸς τὰς ἐντολὰς τὰς ἐκείνου ἐσόμεθα. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Εὐχάριστοι γίνεσθε. Φυλακὴ γὰρ εὐεργεσίας ἀρίστη ἡ τῆς εὐεργε-σίας μνήμη, καὶ διηνεκὴς εὐχαριστία. Διὰ δὴ τοῦτο καὶ τὰ φρικώδη μυστήρια, καὶ πολλῆς γέμοντα τῆς σωτηρίας, τὰ καθ’ ἑκάστην τελούμενα σύναξιν, Εὐχαρι-στία καλεῖται, ὅτι πολλῶν ἐστιν εὐεργετημάτων ἀνά-μνησις, καὶ τὸ κεφάλαιον τῆς τοῦ Θεοῦ προνοίας ἐν-δείκνυται, καὶ διὰ πάντων παρασκευάζει εὐχαριστεῖν. Εἰ γὰρ τὸ γεννηθῆναι ἐκ παρθένου θαῦμα μέγα, καὶ ἐκπληττόμενος ὁ εὐαγγελιστὴς ἔλεγε, Τοῦτο δὲ ὅλον γέγονε· τὸ καὶ σφαγῆναι ποῦ θήσομεν; εἰπέ μοι. Εἰ γὰρ τὸ γεννηθῆναι τοῦτο ὅλον καλεῖται, τὸ σταυ-ρωθῆναι, καὶ τὸ αἷμα ἐκχεῖν, καὶ τὸ ἑαυτὸν δοῦναι ἡμῖν εἰς ἑστίασιν καὶ εὐωχίαν πνευματικὴν, τί ἂν κλη-θείη; Εὐχαριστῶμεν τοίνυν αὐτῷ διηνεκῶς, καὶ ῥημά-των καὶ ἔργων τῶν ἡμετέρων προηγείσθω τοῦτο. Εὐχα-ριστῶμεν δὲ μὴ ὑπὲρ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν· οὕτω γὰρ καὶ τὴν βασκα-νίαν ἀνελεῖν δυνησόμεθα, καὶ τὴν ἀγάπην ἐπισφίγξαι καὶ γνησιωτέραν ποιῆσαι. Οὐδὲ γὰρ δυνήσῃ βασκῆναι λοιπὸν ἐκείνοις, ὑπὲρ ὧν εὐχαριστεῖς τῷ Δεσπότῃ. Διὸ δὴ καὶ ὁ ἱερεὺς ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῶν προτέ-ρων, ὑπὲρ τῶν νῦν, ὑπὲρ τῶν γενηθέντων ἔμπροσθεν, ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομένων εἰς ἡμᾶς εὐχαριστεῖν κελεύει, τῆς θυσίας προκειμένης ἐκείνης. Τοῦτο γὰρ ἡμᾶς καὶ τῆς γῆς ἀπαλλάττει, καὶ πρὸς τὸν οὐρανὸν μετατίθησι, καὶ ἀγγέλους ἐξ ἀνθρώπων ποιεῖ. Καὶ γὰρ καὶ ἐκεῖνοι, χορὸν στησάμενοι, ὑπὲρ τῶν εἰς ἡμᾶς ἀγα-θῶν εὐχαριστοῦσι τῷ Θεῷ, λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ τί πρὸς ἡμᾶς τοὺς οὐκ ἐπὶ γῆς, οὐδὲ ἀνθρώπους; Μά-λιστα μὲν οὖν πρὸς ἡμᾶς· οὕτω γὰρ ἐπαιδεύθημεν τοὺς συνδούλους φιλεῖν, ὡς καὶ τὰ ἐκείνων ἀγαθὰ ἡμέτερα εἶναι νομίζειν. δ. Διὸ καὶ Παῦλος πανταχοῦ τῶν Ἐπιστολῶν ὑπὲρ τῶν τῆς οἰκουμένης εὐχαριστεῖ κατορθωμάτων. Καὶ ἡμεῖς τοίνυν ὑπὲρ τῶν οἰκείων καὶ ὑπὲρ τῶν ἀλλοτρίων, καὶ ὑπὲρ μικρῶν καὶ ὑπὲρ μεγάλων διηνεκῶς εὐχαρι-στῶμεν. Κἂν γὰρ μικρὸν ᾗ τὸ δοθὲν, μέγα γίνεται τῷ παρὰ τοῦ Θεοῦ δεδόσθαι· μᾶλλον δὲ οὐδὲν μικρὸν τῶν παρ’ ἐκείνου, οὐ τῷ παρ’ ἐκείνου μόνον παρέχεσθαι, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ ἵνα τὰ ἄλλα πάντα παρῶ, ἃ τὴν ἄμμον νικᾷ τῷ πλήθει· τί ἴσον τῆς ὑπὲρ ἡμῶν γενομέ-
PG 57:332νης οἰκονομίας; Ὃ γὰρ ἦν αὐτῷ τιμιώτερον ἁπάντων, ὁ μονογενὴς Παῖς, τοῦτον ἔδωκεν ὑπὲρ ἡμῶν τῶν ἐχθρῶν·
καὶ οὐκ ἔδωκε μόνον, ἀλλὰ καὶ μετὰ τὸ δοῦναι τράπεζαν ἡμῖν αὐτὸν παρέθηκε, πάντα αὐτὸς τὰ ὑπὲρ ἡμῶν ποιῶν, καὶ τὸ δοῦναι, καὶ τὸ εὐχαρίστους ὑπὲρ τούτων ποιῆσαι. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἀχάριστός ἐστιν ὁ ἄνθρωπος, πανταχοῦ αὐτὸς ἀναδέχεται καὶ κατασκευάζει τὰ ὑπὲρ ἡμῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων ἐποίησεν, ἀπὸ τόπων καὶ χρόνων καὶ ἑορτῶν ἀναμιμνήσκων αὐτοὺς τῶν εὐ-εργεσιῶν, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο, ἀπὸ τοῦ τρόπου τῆς θυσίας εἰς διηνεκῆ τῆς ὑπὲρ τούτων εὐεργεσίας μνήμην ἡμᾶς ἐμβάλλων. Οὕτως οὐδεὶς ἐσπούδακε δοκί-μους γενέσθαι καὶ μεγάλους καὶ διὰ πάντων εὐγνώμο-νας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Διὰ τοῦτο καὶ ἄκοντας ἡμᾶς εὐεργετεῖ πολλάκις, καὶ ἀγνοοῦντας τὰ πλείονα. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, οὐκ ἐπὶ τῶν τυχόντων τινὸς, ἀλλ’ ἐπὶ τοῦ μακαρίου Παύλου δείκνυμί σοι τοῦτο συμ-βάν. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος πολλὰ κινδυνεύων καὶ θλιβόμενος, πολλάκις παρεκάλει τὸν Θεὸν, ἀποστῆναι αὐτοῦ τοὺς πειρασμούς· ἀλλ’ ὅμως οὐ τῇ αἰτήσει αὐτοῦ, ἀλλὰ τῇ λυσιτελείᾳ προσεῖχεν ὁ Θεός· καὶ τοῦτο δεικνὺς ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε πρὶν εἰπεῖν αὐτῷ τὴν αἰτίαν, ἄκοντα εὐεργετεῖ καὶ οὐκ εἰδότα. Τί οὖν μέγα αἰτεῖ, ἀντὶ τῆς τοσαύτης κηδεμονίας εὐχαρίστους κελεύων εἶ-ναι; Πειθώμεθα τοίνυν, καὶ πανταχοῦ τοῦτο διατηρῶμεν. Καὶ γὰρ τοὺς Ἰουδαίους οὐδὲν οὕτως ἀπώλεσεν, ὡς τὸ ἀχαρίστους εἶναι, καὶ τὰς πολλὰς καὶ ἐπαλλήλους ἐκεί-νας πληγὰς οὐδὲν ἕτερον ἢ τοῦτο ἐπήγαγε· μᾶλλον δὲ καὶ πρὸ τῶν πληγῶν τὴν ψυχὴν αὐτῶν τοῦτο ἀπώλεσε καὶ διέφθειρεν. Ἀχαρίστου γὰρ ἐλπὶς ὡς πάχνη χει-μέριος, φησίν· οὕτω ναρκᾷν καὶ νεκροῦσθαι τὴν ψυχὴν ποιεῖ, ὥσπερ ἐκείνη τὰ σώματα. Τοῦτο δὲ γίνεται ἐξ ἀπονοίας, καὶ τοῦ νομίζειν ἑαυτὸν ἄξιον εἶναί τινος. Ὁ δὲ συντετριμμένος, οὐχ ὑπὲρ ἀγαθῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐναντίων δοκούντων εἶναι, εὐχαριστίας εἴσεται τῷ Θεῷ, καὶ ὅσα ἂν πάθῃ, οὐδὲν ἡγήσεται ἀνάξιον πε-πονθέναι. Καὶ ἡμεῖς τοίνυν, ὅσῳ ἂν πρὸς ἀρετὴν ἐπι-δῶμεν, τοσούτῳ μᾶλλον ἑαυτοὺς συντρίψωμεν· ἐπεὶ καὶ τοῦτο μάλιστα ἀρετή. Ὥσπερ γὰρ ὅσῳπερ ἂν ὀξύτερον ἴδωμεν, τοσούτῳ μᾶλλον μανθάνομεν ὅσον διεστήκαμεν τοῦ οὐρανοῦ· οὕτως ὅσῳ ἂν ἐπιδῶμεν πρὸς ἀρετὴν, τοσούτῳ μᾶλλον παιδευόμεθα εἰδέναι τοῦ Θεοῦ τὸ μέσον τὸ πρὸς ἡμᾶς. Οὐ μικρὸν δὲ τοῦτο μέρος φιλοσοφίας, δυνηθῆναι συνιδεῖν τὴν ἀξίαν τὴν ἡμετέραν. Οὗτος γὰρ μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδὼς, ὁ μηδὲν εἶναι ἑαυτὸν νομίζων. Διὰ δὴ τοῦτο καὶ ὁ Δαυὶ̈δ καὶ ὁ Ἀβραὰμ, ὅτε πρὸς τὴν ἄκραν ἀνέβησαν τῆς ἀρετῆς κορυφὴν, τότε μάλιστα τοῦτο κατώρθωσαν· καὶ ὁ μὲν γῆν καὶ σπο-δὸν, ὁ δὲ σκώληκα ἑαυτὸν ἐκάλει· καὶ πάντες δὲ οἱ ἅγιοι ὁμοίως τούτοις ἑαυτοὺς ταλανίζουσιν· ὡς ὅ γε πρὸς ἀλαζονείαν αἰρόμενος, ἐκεῖνός ἐστιν ὁ μάλιστα πάντων ἑαυτὸν ἀγνοῶν. Διὸ καὶ κατὰ τὴν κοινὴν συν-ήθειαν ἔθος ἡμῖν λέγειν περὶ τῶν ὑπερηφάνων· Οὐκ οἶδεν ἑαυτὸν, ἀγνοεῖ ἑαυτόν. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν, τίνα γνώσεται; Ὥσπερ γὰρ ὁ ἑαυτὸν εἰδὼς, ἅπαντα εἴσεται· οὕτως ὁ τοῦτο μὴ εἰδὼς, οὐδὲ τὰ ἄλλα εἴσεται. Τοιοῦτος ἦν ἐκεῖνος ὁ λέγων· Ἐπάνω τῶν οὐρανῶν θήσω τὸν θρόνον μου. Ἐπειδὴ γὰρ ἠγνόησεν ἑαυτὸν, καὶ τὰ ἄλλα

Homily XXVIHomilia XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:333πάντα ἠγνόησεν. Ἀλλ’ οὐχ ὁ Παῦλος· ἀλλ’ ἔκτρωμα ἑαυτὸν καὶ τῶν ἁγίων ἔσχατον ἐκάλει, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον ἑαυτὸν εἶναι ἐνόμιζε τῶν ἀποστόλων, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα. Τοῦτον τοίνυν ζηλώσωμεν καὶ μιμησώμεθα. Μιμησόμεθα δὲ, ἂν τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ ἀπαλλαγῶμεν πραγμάτων. Οὐδὲν γὰρ οὕτως ἀγνοεῖν ἑαυτὸν ποιεῖ, ὡς τὸ τοῖς βιω-τικοῖς προσηλῶσθαι· οὐδὲν οὕτω πάλιν τοῖς βιωτικοῖς προσηλῶσθαι πράγμασι παρασκευάζει, ὡς τὸ ἀγνοεῖν ἑαυτόν· ἀλλήλων γὰρ ταῦτα ἐξήρτηται. Ὥσπερ γὰρ ὁ τῆς δόξης ἐρῶν τῆς ἔξωθεν, καὶ μεγάλα τὰ παρόντα ἡγούμενος, κἂν μυρία φιλονεικῇ, οὐ συγχωρεῖται
PG 57:334ἑαυτὸν κατιδεῖν· οὕτως ὁ τούτων ὑπερορῶν ῥᾳδίως ἑαυ-τὸν εἴσεται· ἑαυτὸν δὲ μαθὼν ὁδῷ καὶ ἐπὶ τὰ ἄλλα πάντα βαδιεῖται μέρη τῆς ἀρετῆς. Ἵν’ οὖν τὴν καλὴν ταύτην μάθωμεν ἐπιστήμην, ἀπαλλαγέντες τῶν ἐπι-κήρων ἁπάντων τῶν πολλὴν ἐν ἡμῖν ποιούντων τὴν φλόγα, καὶ μαθόντες ἑαυτῶν τὴν εὐτέλειαν, πᾶσαν ἐπι-δειξώμεθα ταπεινοφροσύνην καὶ φιλοσοφίαν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:333ΟΜΙΛΙΑ Κ. Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος·» α. Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος οὗτος εἰσελθόντι εἰς τὴν Καπερναούμ. Τίνος οὖν ἕνεκεν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; Οὐ διὰ ῥᾳθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμή· ἀλλ’ ὥστε μὴ ἐγκόψαι τὴν διδασκαλίαν. Προσελθὼν δέ φησιν· Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος. Τινὲς μὲν οὖν φασιν, ὅτι ἀπολογούμενος καὶ τὴν αἰτίαν εἴρηκε, δι’ ἣν αὐτὸν οὐκ ἤγαγεν. Οὐδὲ γὰρ δυνατὸν ἦν, φησὶ, παραλελυμένον καὶ βασανιζόμενον καὶ πρὸς ἐσχάτας ὄντα ἀναπνοὰς φοράδην κομίζειν. Ὅτι γὰρ καὶ ἀπο-πνεῖν ἔμελλεν, ὁ Λουκᾶς φησιν, ὅτι καὶ ἔμελλε τελευ-τᾷν. Ἐγὼ δὲ τοῦ μεγάλην αὐτὸν ἔχειν πίστιν τοῦτο σημεῖον εἶναί φημι, καὶ πολλῷ μείζονα τῶν διὰ τοῦ στέγους χαλασάντων. Ἐπειδὴ γὰρ ᾔδει σαφῶς, ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμέ-νου, περιττὸν εἶναι ἐνόμισεν αὐτὸν ἀγαγεῖν. Τί οὖν ὁ Ἰησοῦς; Ὃ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ. Πανταχοῦ γὰρ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκε-τευόντων, ἐνταῦθα καὶ ἐπιπηδᾷ, καὶ οὐχὶ θεραπεῦσαι ἐπαγγέλλεται μόνον, ἀλλὰ καὶ παραγενέσθαι εἰς τὴν οἰκίαν. Ποιεῖ δὲ τοῦτο, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. Εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶ-πεν, Ὕπαγε, ἰαθήτω ὁ παῖς σου, οὐδὲν ἂν τούτων ἔγνω-μεν. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Φοινικίσσης ἀπεναντίας ἐποίησε γυναικός. Ἐνταῦθα μὲν γὰρ μὴ καλούμενος εἰς τὴν οἰκίαν, αὐτεπάγγελτός φησιν ἥξειν, ἵνα μάθῃς τοῦ ἑκατοντάρχου τὴν πίστιν καὶ τὴν πολλὴν ταπεινοφροσύ-νην· ἐπὶ δὲ τῆς Φοινικίσσης καὶ ἀρνεῖται τὴν δόσιν, καὶ ἐπιμένουσαν ἐξαπορεῖ. Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος ἰατρὸς, διὰ τῶν ἐναντίων τὰ ἐναντία κατασκευάζειν οἶδε. Καὶ ἐνταῦθα μὲν διὰ τῆς αὐτεπαγγέλτου παρουσίας, ἐκεῖ δὲ διὰ τῆς ἐπιτεταμένης ὑπερθέσεως καὶ παραιτήσεως τὴν πίστιν ἐκκαλύπτει τῆς γυναικός. Οὕτω καὶ ἐπὶ τοῦ Ἀβραὰμ ποιεῖ λέγων· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραάμ. ἵνα μάθῃς ἐκείνου τὴν φι-λοστοργίαν, καὶ τὴν ὑπὲρ Σοδόμων πρόνοιαν. Καὶ ἐπὶ τοῦ Λὼτ ἀρνοῦνται εἰσελθεῖν πρὸς αὐτὸν οἱ πεμφθέντες, ἵνα τοῦ δικαίου μάθῃς τῆς φιλοξενίας τὸ μέγεθος. Τί οὖν ὁ ἑκατόνταρχός φησιν; Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ἀκούσωμεν ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι· δυνατὸν γὰρ αὐτὸν ὑπο-δέχεσθαι καὶ νῦν. Ἀκούσωμεν καὶ ζηλώσωμεν, καὶ μετὰ
PG 57:334τοσαύτης δεξώμεθα τῆς σπουδῆς· καὶ γὰρ ὅταν πένητα ὑποδέξῃ πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον ὑπεδέξω καὶ ἔθρεψας. Ἀλλ’ εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ὅρα καὶ τοῦτον, ὥσπερ τὸν λεπρὸν, τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντα. Οὐδὲ γὰρ οὗτος εἶπε, Παρακάλεσον· οὐδὲ εἶπεν, Εὖξαι καὶ ἱκέτευσον· ἀλλ’ Ἐπίταξον μόνον. Εἶτα δεδοικὼς μὴ μετριάζων ἀνανεύσῃ, φησί· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Καὶ τί τοῦτο, φησὶν, εἰ ὁ ἑκατοντάρ-χης ὑπώπτευσεν οὕτω; Τὸ γὰρ ζητούμενον, εἰ ὁ Χρι-στὸς τοῦτο ἀπεφήνατο καὶ ἐκύρωσε. Καλῶς καὶ σφό-δρα λέγεις συνετῶς. Οὐκοῦν ἴδωμεν τοῦτο αὐτό· καὶ εὑρήσομεν, ὅπερ ἐπὶ τοῦ λεπροῦ γέγονε, τοῦτο καὶ ἐν-ταῦθα γεγενημένον. Ὥσπερ γὰρ ὁ λεπρὸς εἶπεν, Ἐὰν θέλῃς (καὶ οὐκ ἀπὸ τοῦ λεπροῦ διισχυριζόμεθα μόνον περὶ τῆς ἐξουσίας, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Χριστοῦ φω-νῆς· οὐ γὰρ μόνον οὐ κατέλυσε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐβεβαίωσε μειζόνως, ὃ περιττὸν ἦν εἰπεῖν προσθεὶς, καὶ εἰπὼν, Θέλω, καθαρίσθητι, ἵνα κυρώσῃ τὸ δόγμα τὸ ἐκείνου)· οὕτω δὴ καὶ ἐνταῦθα σκοπεῖν δίκαιον, εἴ τι τοιοῦτον γέγονε· καὶ γὰρ εὑρήσομεν τὸ αὐτὸ τοῦτο πά-λιν συμβεβηκός. Τοιαῦτα γὰρ τοῦ ἑκατοντάρχου εἰρηκό-τος, καὶ μαρτυρήσαντος ἐξουσίαν τοσαύτην, οὐ μόνον οὐκ ἐνεκάλεσεν, ἀλλὰ καὶ ἀπεδέξατο, καὶ πλέον τι ἐποίη-σεν ἢ ἀπεδέξατο. Οὐδὲ γὰρ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐπῄνεσε τὸ εἰρημένον μόνον, ἀλλὰ καὶ ἐπίτασιν δηλῶν τοῦ ἐπαίνου φησὶν, ὅτι καὶ ἐθαύμασε· καὶ οὐδὲ ἁπλῶς ἐθαύμασεν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς παρόντος, καὶ τοῖς ἄλλοις ὑπόδειγμα δέδωκεν, ὥστε αὐτὸν ζηλοῦν. Ὁρᾷς πῶς ἕκαστος τῶν μαρτυρησάντων αὐτῷ ἐξουσίαν θαυμάζεται; Καὶ ἐξεπλήττοντο οἱ ὄχλοι ἐπὶ τῇ δι-δαχῇ αὐτοῦ, ὅτι ὡς ἐξουσίαν ἔχων ἐδίδασκε· καὶ οὐ μόνον οὐκ ἐνεκάλεσεν, ἀλλὰ καὶ λαβὼν αὐτοὺς κατῆλθε, καὶ δι’ ὧν τὸν λεπρὸν ἐκάθηρεν, ἐκύρωσεν αὐτῶν τὴν γνώμην. Πάλιν ἔλεγεν ἐκεῖνος· Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ οὐ μόνον οὐκ ἐπετίμησεν, ἀλλὰ καὶ θεραπεύων αὐτὸν οὕτως, ὡς ἐκεῖνος εἶπεν, ἐκάθηρε. Πάλιν ὁ ἑκατοντάρχης οὗτός φησιν· Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ θαυμάζων αὐτὸν ἔλε-γεν· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. β. Ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον, ὅτι Ὅσα
PG 57:335ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι καὶ γνώριμος οὖσα καὶ ἀγαπητὴ καὶ τῶν σφό-δρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη καὶ διωρθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα. Καὶ γὰρ ἔλεγεν αὐτῇ· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; ὡς μηδέπω πιστευσάσῃ ἐγκαλῶν. Καὶ πάλιν, ἐπειδὴ ἔλεγεν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι· ἀπάγων τῆς τοιαύτης ὑπονοίας αὐτὴν, καὶ διδάσκων ὅτι παρ’ ἑτέρου οὐ δέεται λαβεῖν, ἀλλ’ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, φησίν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· τουτέστιν, Οὐκ ἀναμένω δέξα-σθαι ἐνέργειαν, ἀλλ’ οἴκοθεν πάντα ἐργάζομαι. Ὅθεν τὸν ἑκατοντάρχην καὶ θαυμάζει, καὶ τοῦ δήμου παντὸς προτίθησι, καὶ τῇ τῆς βασιλείας δόσει τιμᾷ, καὶ τοὺς ἄλ-λους εἰς τὸν αὐτὸν ζῆλον καλεῖ. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο ταῦτα εἶπεν, ἵνα καὶ τοὺς ἄλλους παιδεύσῃ πι-στεύειν οὕτως, ἄκουσον τοῦ εὐαγγελιστοῦ τὴν ἀκρίβειαν, πῶς αὐτὸ ᾐνίξατο· Στραφεὶς γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶπε τοῖς ἀκολουθοῦσιν αὐτῷ· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύ-την πίστιν εὗρον. Ἄρα τὸ μεγάλα περὶ αὐτοῦ φαντά-ζεσθαι, τοῦτο μάλιστα πίστεως, καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν. Οὐδὲ γὰρ μέχρι λόγων αὐτῷ γέγονεν ὁ ἔπαινος, ἀλλὰ καὶ τὸν νοσοῦντα ὑγιῆ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφα-νον, καὶ μεγάλας ἐπαγγέλλεται δωρεὰς, οὕτω λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνα-κλιθήσονται εἰς τοὺς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ἐπειδὴ γὰρ πολλὰ ἐπεδείξατο θαύματα, μετὰ πλείονος αὐτοῖς λοιπὸν διαλέγεται παῤῥησίας. Εἶτα, ἵνα μή τις νομίσῃ κολακείας εἶναι τὰ ῥήματα, ἀλλὰ μάθω-σιν ἅπαντες, ὅτι οὕτω διέκειτο ὁ ἑκατοντάρχης, φη-σίν· Ὕπαγε· ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ εὐθέως τὸ ἔργον ἠκολούθησε μαρτυροῦν τῇ προαιρέσει. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἀπὸ τῆς ὥρας ἐκείνης. Ὅπερ καὶ ἐπὶ τῆς Συροφοινικίσσης συνέβη· καὶ γὰρ ἐκείνῃ φησίν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς. Ἐπειδῆ δὲ καὶ ὁ Λουκᾶς τοῦτο τὸ θαῦμα ἀπαγγέλλων παρεντίθησιν ἕτερα πλείονα, ἃ δοκεῖ διαφωνίαν ἐμφαίνειν, ἐπιλῦσαι καὶ ταῦτα ἀναγκαῖον ὑμῖν. Τί οὖν φησιν ὁ Λουκᾶς; Ἔπεμψε πρεσβυτέρους τῶν Ἰουδαίων πρὸς αὐτὸν, παρακαλῶν αὐτὸν ἐλθεῖν. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι αὐτὸς προς-ελθὼν ἔλεγεν, ὅτι Οὐκ εἰμὶ ἄξιος. Καί τινες μέν φα-σιν, ὅτι οὐκ ἔστιν οὗτος ἐκεῖνος, εἰ καὶ πολλὰ ἐοικότα ἔχει. Περὶ μὲν γὰρ ἐκείνου φησὶν, ὅτι Καὶ τὴν συν-αγωγὴν ἡμῶν ἔκτισε, καὶ τὸ ἔθνος ἀγαπᾷ· περὶ δὲ τούτου αὐτός φησιν ὁ Ἰησοῦς· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ ἐπ’ ἐκείνου μὲν οὐκ εἶ-πεν, ὅτι Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν, ὅθεν εἰκὸς Ἰουδαῖον αὐτὸν εἶναι. Τί οὖν ἐροῦμεν; Ὅτι αὕτη μὲν εὔκολος ἡ λύσις· τὸ δὲ ζητούμενον, εἰ ἀληθής. Ἐμοὶ δοκεῖ οὗτος ἐκεῖνος εἶναι. Πῶς οὖν, φησὶν, ὁ μὲν Ματ-θαῖος λέγει, ὅτι αὐτὸς εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ὁ δὲ Λουκᾶς, ὅτι ἔπεμψεν ἵνα ἔλθῃ; Ἐμοὶ δοκεῖ τὴν κολακείαν τὴν Ἰουδαϊκὴν αἰνίττε-σθαι ἡμῖν ὁ Λουκᾶς, καὶ ὅτι οἱ ἐν συμφορᾷ ἀκατάστατοι
PG 57:336ὄντες πολλὰ μεταβουλεύονται. Εἰκὸς γὰρ τὸν ἑκατόνταρ-χον βουλόμενον ἀπελθεῖν κωλυθῆναι ὑπὸ τῶν Ἰουδαίων, κολακευόντων αὐτὸν καὶ λεγόντων, ὅτι Ἡμεῖς ἀπελθόντες ἄξομεν αὐτόν. Ὅρα γοῦν αὐτῶν καὶ τὴν παράκλησιν κολακείας οὖσαν μεστήν. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, φησὶ, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν· οὐδὲ ἴσασιν ὅθεν ἐπαινοῦσι τὸν ἄνδρα. Δέον γὰρ εἰπεῖν, ὅτι Ἐβουλήθη μὲν αὐτὸς ἐλθεῖν καὶ παρακαλέσαι, ἡμεῖς δὲ ἐκωλύσαμεν, τὴν συμφορὰν ἰδόντες, καὶ τὸ πτῶμα τὸ ἐπὶ τῆς οἰκίας κείμενον, καὶ οὕτω παραστῆσαι τῆς πί-στεως αὐτοῦ τὸ μέγεθος· τοῦτο μὲν οὐ λέγουσιν· οὐδὲ γὰρ ἤθελον διὰ τὸ βασκαίνειν ἐκκαλύψαι τοῦ ἀνδρὸς τὴν πί-στιν· ἀλλ’ ᾑροῦντο μᾶλλον συσκιάσαι τὴν ἀρετὴν, ὑπὲρ οὗ τὴν ἱκεσίαν ἦλθον ποιησόμενοι, ἵνα μὴ δόξῃ μέγας τις εἶναι ὁ παρακαλούμενος, ἢ τὴν πίστιν ἀνακηρύξαν-τες τὴν ἐκείνου, ἀνύσαι τοῦτο, δι’ ὅπερ ἦσαν ἀφιγμένοι. Ἱκανὸν γὰρ ἡ βασκανία πηρῶσαι διάνοιαν. Ἀλλ’ ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ ἀκόντων αὐτῶν ἐκεῖνον ἀνεκήρυξε. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον αὐτοῦ τοῦ Λουκᾶ πάλιν αὐτὸ ἑρμηνεύοντος. Αὐτὸς γὰρ οὕτω φησὶν, ὅτι Οὐ μακρὰν ἀπέχοντος αὐτοῦ ἔπεμψε λέγων· Ὦ Κύ-ριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅτε γὰρ ἀπηλλάγη τῆς ἐπ-
αχθείας αὐτῶν, τότε πέμπει λέγων· Μὴ νομίσῃς ὅτι δι’ ὄκνον οὐ παρεγενόμην, ἀλλ’ ἐμαυτὸν ἀνάξιον εἶναι ἐνό-μισα τοῦ δέξασθαί σε ἐν τῇ οἰκίᾳ. γ. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι μὴ διὰ τῶν φίλων, ἀλλὰ δι’ ἑαυτοῦ τοῦτο αὐτὸν εἰρηκέναι, οὐδὲν τοῦτο ποιεῖ· τὸ γὰρ ζητούμενον, εἰ τὴν προθυμίαν ἑκάτερος παρέστησε τοῦ ἀνδρὸς, καὶ ὅτι τὴν προσήκουσαν περὶ τοῦ Χριστοῦ δόξαν εἶχεν. Εἰκὸς δὲ καὶ αὐτὸν μετὰ τὸ πέμψαι τοὺς φίλους παραγενόμενον ταῦτα εἰπεῖν. Εἰ δὲ μὴ εἶπε τοῦτο ὁ Λουκᾶς, ἀλλ’ οὐδὲ ἐκεῖνο ὁ Ματθαῖος· ὅπερ οὐ μαχομένων ἑαυτοῖς ἦν, ἀλλὰ τὰ ὑπ’ ἀλλήλων παραλιμπανόμενα ἀναπληρούντων μᾶλλον. Ὅρα δὲ αὐτοῦ πῶς καὶ ἑτέρωθεν τὴν πίστιν ὁ Λουκᾶς ἀνεκήρυξεν εἰπὼν, ὅτι ἔμελλε τελευτᾷν ὁ παῖς. Ἀλλ’ ὅμως οὐδὲ τοῦτο εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλεν, οὐδὲ ἀπελπίσαι παρεσκεύασεν· ἀλλὰ καὶ οὕτως ἤλπισε περιέσεσθαι. Εἰ δὲ ὁ μὲν Ματ-θαῖός φησι τὸν Χριστὸν εἰρηκέναι, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον, καὶ ταύτῃ δηλοῦν οὐκ ὄντα αὐτὸν Ἰσραηλίτην, ὁ δὲ Λουκᾶς, ὅτι ᾠκοδόμησε τὴν συν-αγωγήν· οὐδὲ τοῦτο ἐναντίον. Δυνατὸν γὰρ καὶ Ἰουδαῖον οὐκ ὄντα, καὶ τὴν συναγωγὴν οἰκοδομῆσαι, καὶ τὸ ἔθνος ἀγαπᾷν. Σὺ δέ μοι μὴ ἁπλῶς ἐξέταζε τὰ εἰρημένα παρ’ αὐτοῦ, ἀλλὰ καὶ τὴν ἀρχὴν αὐτοῦ προστίθει, καὶ τότε ὄψει τὴν ἀρετὴν τοῦ ἀνδρός. Καὶ γὰρ πολὺς ὁ τύφος τῶν ἐν ἀρ-χαῖς ὄντων, καὶ οὐδὲ ἐν συμφοραῖς καταβαίνουσιν. Ὁ γοῦν παρὰ τῷ Ἰωάννῃ κείμενος ἕλκει αὐτὸν πρὸς τὴν οἰκίαν, καί φησι· Κατάβηθι· μέλλει γάρ μου τὸ παιδίον τελευτᾷν. Ἀλλ’ οὐχ οὕτως οὗτος· ἀλλὰ καὶ ἐκείνου καὶ τῶν διὰ τοῦ στέγους καθέντων τὴν κλίνην πολὺ βελ-τίων. Οὐ γὰρ σωματικὴν παρουσίαν ἐπιζητεῖ, οὐδὲ ἐγγὺς τοῦ ἰατροῦ τὸν κάμνοντα ἤνεγκεν· ὅπερ οὐ μικρὰ φαν-ταζομένου ἦν περὶ αὐτοῦ, ἀλλὰ θεοπρεπῆ τὴν ὑπόνοιαν ἔχοντος· καί φησιν· Εἰπὲ λόγῳ μόνον. Καὶ οὐδὲ ἐν
PG 57:337ἀρχῇ λέγει, Εἰπὲ λόγῳ, ἀλλὰ μόνον τὸ πάθος διηγεῖται· οὐδὲ γὰρ προσεδόκησεν ἀπὸ πολλῆς ταπεινοφροσύνης εὐθέως ἐπινεύσειν τὸν Χριστὸν, καὶ τὴν οἰκίαν ἐπιζητή-σειν. Διὰ τοῦτο, ὅτε ἤκουσεν αὐτοῦ λέγοντος, Ἐγὼ ἐλ-θὼν θεραπεύσω αὐτὸν, τότε φησὶν, Εἰπὲ λόγῳ. Καὶ οὐδὲ τὸ πάθος αὐτὸν συνέχεεν, ἀλλὰ καὶ ἐν συμφορᾷ φιλοσοφεῖ, οὐ πρὸς τὴν ὑγίειαν τοσοῦτον ὁρῶν τοῦ παι-δὸς, ὅσον πρὸς τὸ μὴ δόξαι μηδὲν ἀνευλαβὲς ποιεῖν. Καί-τοιγε οὐκ αὐτὸς ἠνάγκασεν, ἀλλ’ ὁ Χριστὸς ἐπηγγείλα-το· ἀλλὰ καὶ οὕτω δέδοικε μή ποτε δόξῃ τὴν ἀξίαν ὑπερ-βαίνειν τὴν ἑαυτοῦ, καὶ βαρὺ πρᾶγμα ἐφέλκεσθαι. Εἶδες αὐτοῦ τὴν σύνεσιν; Σκόπει τῶν Ἰουδαίων τὴν ἄνοιαν λεγόντων· Ἄξιός ἐστιν ᾧ παρέξει τὴν χάριν. Δέον γὰρ ἐπὶ τὴν φιλανθρωπίαν καταφυγεῖν τοῦ Ἰησοῦ, οἱ δὲ τὴν ἀξίαν τούτου προβάλλονται, καὶ οὐδὲ ὅθεν προ-βάλλεσθαι δεῖ ἴσασιν. Ἀλλ’ οὐκ ἐκεῖνος οὕτως· ἀλλὰ καὶ σφόδρα ἑαυτὸν ἀνάξιον εἶναι ἔφη, οὐ μόνον τῆς εὐ-εργεσίας, ἀλλὰ καὶ τοῦ τῇ οἰκίᾳ δέξασθαι τὸν Κύριον. Διὰ τοῦτο καὶ εἰπὼν, Ὁ παῖς μου βέβληται, οὐκ ἐπ-ήγαγεν, Εἰπὲ, δεδοικὼς μὴ ἀνάξιος εἴη τοῦ τυχεῖν τῆς δωρεᾶς, ἀλλὰ τὴν συμφορὰν ἀπήγγειλε μόνον. Ἐπειδὴ δὲ εἶδε τὸν Χριστὸν φιλοτιμούμενον, οὐδὲ οὕτως ἐπεπή-δησεν, ἀλλ’ ἔτι μένει τὸ ἑαυτῷ προσῆκον διατηρῶν μέ-τρον. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν οὐκ ἀντετίμησεν αὐ-τὸν ὁ Χριστός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ σφόδρα αὐτὸν ἀντετίμησε· πρῶτον μὲν, τῷ δεῖξαι τὴν γνώμην, ὅπερ ἐκ τοῦ μάλιστα μὴ ἐλθεῖν αὐτὸν εἰς τὴν οἰκίαν ἐφάνη· δεύτερον δὲ, τῷ εἰς τὴν βασιλείαν αὐτὸν εἰσαγαγεῖν, καὶ προτιμῆσαι παντὸς τοῦ ἔθνους τοῦ Ἰουδαϊκοῦ. Ἐπειδὴ γὰρ καὶ τοῦ δέξασθαι τὸν Χριστὸν εἰς τὴν οἰκίαν ἀν-άξιον ἑαυτὸν ἐποίησε, καὶ βασιλείας γέγονεν ἄξιος, καὶ τοῦ τῶν καλῶν ἐπιτυχεῖν, ὧν ἀπήλαυσεν ὁ Ἀβραάμ. Καὶ τίνος ἕνεκεν ὁ λεπρὸς, φησὶ, μείζονα τούτων ἐπι-δειξάμενος, οὐκ ἐπῃνέθη; Οὐδὲ γὰρ εἶπεν ἐκεῖνος, Εἰπὲ λόγῳ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, Θέλησον μόνον· ὃ περὶ τοῦ Πατρός φησιν ὁ Προφήτης, ὅτι Πάντα ὅσα ἠθέλη-σεν, ἐποίησεν. Ἀλλὰ κἀκεῖνος ἐπῃνέθη. Ὅταν γὰρ εἴ-πῃ, Προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋ-σῆς, εἰς μαρτύριον αὐτοῖς, οὐδὲν ἕτερόν φησιν ἢ ὅτι Σὺ κατηγορήσεις αὐτῶν, ἐξ ὧν ἐπίστευσας. Ἄλλως δὲ οὐκ ἦν ἴσον Ἰουδαῖον ὄντα πιστεῦσαι, καὶ ἔξωθεν τοῦ ἔθνους. Ὅτι γὰρ οὐκ ἦν Ἰουδαῖος ὁ ἑκατοντάρχης, καὶ ἀπὸ τοῦ ἑκατοντάρχης εἶναι δῆλον, καὶ ἀπὸ τοῦ εἰρῆ-σθαι, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. δ. Καὶ πολὺ μέγα ἦν, ἄνθρωπον ἐκτὸς ὄντα τοῦ Ἰου-δαϊκοῦ καταλόγου τοσαύτην λαβεῖν ἔννοιαν. Καὶ γὰρ ἐφαντάσθη, ὡς ἔμοιγε δοκεῖ, τὰς ἐν οὐρανῷ στρατιάς· ἢ ὅτι αὐτῷ τὰ πάθη οὕτως ἐστὶν ὑποτεταγμένα, καὶ θάνα-τος, καὶ τὰ ἄλλα πάντα, ὡς αὐτῷ οἱ στρατιῶται. Διὸ καὶ ἔλεγε· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος· τουτέστι, Σὺ Θεὸς, ἐγὼ ἄνθρωπος· ἐγὼ ὑπ’ ἐξουσίαν, σὺ δὲ οὐχ ὑπ’ ἐξουσίαν. Εἰ τοίνυν ἐγὼ, ἄνθρωπος καὶ ὑπ’ ἐξουσίαν ὢν, τοσαῦτα δύναμαι· πολλῷ μᾶλλον αὐτὸς, καὶ Θεὸς ὢν, καὶ οὐχ ὑπ’ ἐξουσίαν. Μετὰ γὰρ ὑπερβολῆς αὐτὸν θέλει πεῖσαι, ὅτι οὐχ ὡς ὅμοιον διδοὺς ὑπόδειγμα ταῦτα λέγει, ἀλλ’ ὡς σφόδρα ὑπερέχον. Εἰ γὰρ ἐγὼ ὁμότιμος ὢν τοῖς ἐπιταττομέ-νοις, φησὶ, καὶ ὑπ’ ἐξουσίαν ὢν, ὅμως διὰ τὴν μικρὰν τῆς ἀρχῆς ὑπεροχὴν τοσαῦτα δύναμαι, καὶ οὐδεὶς ἀντ-ερεῖ, ἀλλ’ ἅπερ ἐπιτάσσω, ταῦτα γίνεται, κἂν διάφορα ᾖ τὰ ἐπιτάγματα ( Λέγω γὰρ τούτῳ, Πορεύου, καὶ πο-ρεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται )· πολλῷ μᾶλλον
PG 57:338αὐτὸς δυνήσῃ. Τινὲς δὲ καὶ οὕτως ἀναγινώσκουσι τοῦτο τὸ χωρίον· Εἰ γὰρ ἐγὼ ἄνθρωπος ὢν, καὶ μεταξὺ στί-ξαντες ἐπάγουσιν, Ὑπὸ ἐξουσίαν ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας. Σὺ δέ μοι σκόπει, πῶς ἔδειξεν ὅτι καὶ θα-νάτου κρατεῖν δύναται ὡς δούλου, καὶ ἐπιτάττειν ὡς δεσπότης. Ὅταν γὰρ εἴπῃ, ὅτι Ἔρχου, καὶ ἔρχεται, καὶ Πορεύου, καὶ πορεύεται, τοῦτο λέγει, ὅτι Ἂν κε-λεύσῃς μὴ ἐλθεῖν τὴν τελευτὴν ἐπ’ αὐτὸν, οὐχ ἥξει. Εἶ-δες πῶς ἦν πιστός; Ὃ γὰρ ἔμελλεν ἅπασιν φανερὸν ὕστερον ἔσεσθαι, τοῦτο οὗτος ἤδη κατάδηλον κατέστη-σεν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ κατ-άγει εἰς πύλας ᾅδου καὶ ἀνάγει. Καὶ οὐ περὶ στρατιω-τῶν εἶπε μόνον, ἀλλὰ καὶ περὶ δούλων· ὅπερ ἦν μείζο-νος ὑπακοῆς. Ἀλλ’ ὅμως καὶ τοσαύτην πίστιν ἔχων, ἔτι ἀνάξιον ἑαυτὸν εἶναι ἐνόμιζεν. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι ἄξιός ἐστι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ, πολλῷ μείζονα ἐποίησε, θαυμάζων αὐτὸν, καὶ ἀνακηρύττων, καὶ πλείονα διδοὺς ὧν ᾔτησε. Καὶ γὰρ ἦλθεν ὑγίειαν ζη-τῶν τῷ παιδὶ σωματικὴν, καὶ βασιλείαν λαβὼν ἀπῆλθεν. Εἶδες πῶς ἤδη ἐπεπλήρωτο τὸ, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν; Ἐπειδὴ γὰρ πολλὴν πίστιν ἐπεδείξατο καὶ ταπεινο-φροσύνην, καὶ τὸν οὐρανὸν ἔδωκε, καὶ τὴν ὑγίειαν αὐτῷ προσέθηκε· καὶ οὐ τούτῳ μόνον ἐτίμη-σεν, ἀλλὰ καὶ τῷ δεῖξαι, τίνων ἐκβαλλομένων αὐτὸς εἰσάγεται. Καὶ γὰρ ἐντεῦθεν ἤδη λοιπὸν πᾶσι ποιεῖ γνώριμον, ὅτι ἀπὸ πίστεως ἡ σωτηρία, οὐκ ἀπὸ ἔργων τῶν κατὰ νόμον. Διόπερ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ ἔθνεσι τὸ τῆς δωρεᾶς ταύτης προκείσεται· καὶ ἐκεί-
νοις μᾶλλον ἢ τούτοις. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπὶ τούτου γέγονε τοῦτο μόνον· καὶ γὰρ ἐπὶ τῆς οἰκουμένης ἁπάσης τοῦτο ἔσται. Τοῦτο δὲ ἔλεγε, περὶ τῶν ἐθνῶν προφητεύων, καὶ χρηστὰς αὐτοῖς ὑποτείνων ἐλπίδας. Καὶ γὰρ ἦσαν καὶ ἀπὸ Γαλιλαίας ἀκολουθοῦν-τες τῆς τῶν ἐθνῶν. Ταῦτα δὲ ἔλεγε, τούς τε ἐθνικοὺς οὐκ ἀφιεὶς ἀπογνῶναι, τῶν τε Ἰουδαίων καθαιρῶν τὰ φρονήματα. Ὥστε δὲ μὴ προσστῆναι τὸ λεγόμενον τοῖς ἀκούουσι, μηδὲ παρασχεῖν αὐτοῖς λαβὴν μηδεμίαν, οὔτε προηγουμένως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον, ἀλλ’ ἀφορμὴν λαβὼν ἀπὸ τοῦ ἑκατοντάρχου, οὔτε γυ-μνὸν τὸ ὄνομα τῶν ἐθνῶν τίθησιν. Οὐ γὰρ εἶπε, Πολλοὶ τῶν ἐθνῶν, ἀλλὰ, Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν· ὅπερ ἦν δηλοῦντος τὰ ἔθνη, οὐ προσίστατο δὲ οὕτω τοῖς ἀκούουσι· συνεσκιασμένον γὰρ ἦν τὸ λεχθέν. Οὐ ταύτῃ δὲ μόνον παραμυθεῖται τὴν δοκοῦσαν εἶναι τῆς διδασκα-λίας καινοτομίαν, ἀλλὰ καὶ τῷ τοὺς κόλπους Ἀβραὰμ ἀντὶ τῆς βασιλείας εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνο γνώριμον αὐτοῖς τὸ ὄνομα ἦν, καὶ μειζόνως αὐτοὺς ἔδακνεν ὁ Ἀβραὰμ εἰς τὸ μέσον τεθείς. Διὸ καὶ ὁ Ἰωάννης οὐδὲν εὐθέως περὶ γεέννης εἶπεν, ἀλλ’ ὃ μάλιστα αὐτοὺς ἐλύπει φησίν· Μὴ δόξητε λέγειν, ὅτι παῖδές ἐσμεν τοῦ Ἀβραάμ. Μετὰ δὲ τούτων καὶ ἕτερον κατασκευάζει, τὸ μὴ δόξαι ἐναντίος τις εἶναι τῇ παλαιᾷ πολιτείᾳ. Ὁ γὰρ τοὺς πατριάρχας θαυμάζων, καὶ λῆξιν ἀγαθῶν τοὺς ἐκεί-νων κόλπους καλῶν, ἐκ πολλῆς τῆς περιουσίας καὶ ταύ-την ἀναιρεῖ τὴν ὑπόνοιαν. Μηδεὶς οὖν μίαν εἶναι νομι-ζέτω τὴν ἀπειλήν· διπλῆ γάρ ἐστι καὶ τούτοις ἡ κόλασις, κἀκείνοις ἡ εὐφροσύνη· τούτοις μὲν, οὐχ ὅτι ἐξέπεσον, ἀλλ’ ὅτι τῶν ἰδίων ἐξέπεσον· ἐκείνοις δὲ, οὐχ ὅτι ἐπέτυ-χον, ἀλλ’ ὅτι ὧν οὐ προσεδόκων ἐπέτυχον· καὶ τρίτη μετὰ τούτων, ὅτι τὰ ἐκείνων ἔλαβον οὗτοι. Υἱοὺς δὲ βασιλείας φησὶν, οἷς ἡ βασιλεία ἦν ἡτοιμασμένη· ὃ
PG 57:339καὶ μάλιστα αὐτοὺς ἔδακνε. Δείξας γὰρ εἰς κόλπους ὄντας τῇ ἐπαγγελίᾳ καὶ τῇ ὑποσχέσει, τότε ἐξάγει. Εἶτα, ἐπειδὴ ἀπόφασις ἦν τὸ εἰρημένον, πιστοῦται αὐτὸ τῷ σημείῳ· ὥσπερ οὖν καὶ τὰ σημεῖα ἀπὸ τῆς προῤ-ῥήσεως τῆς μετὰ ταῦτα γεγενημένης δείκνυσιν. Ὁ τοίνυν ἀπιστῶν τῇ ὑγιείᾳ τῇ γενομένῃ τῷ παιδὶ τότε, ἀπὸ τῆς προφητείας τῆς ἐξελθούσης σήμερον πι-στευέτω κἀκεῖνο. Καὶ γὰρ καὶ ἡ προφητεία καὶ πρὸ τῆς ἐκβάσεως ἀπὸ τοῦ σημείου τοῦ τότε δήλη πᾶσιν ἐγένετο. Διά τοι τοῦτο πρότερον ταῦτα προαναφωνήσας, τότε τὸν παραλελυμένον ἀνέστησεν, ἵνα τὰ μέλλοντα ἀπὸ τῶν παρόντων πιστώσηται, καὶ τὸ ἔλαττον ἀπὸ τοῦ μείζονος. Τὸ μὲν γὰρ ἐναρέτους ἀπολαύειν τῶν ἀγαθῶν, καὶ τοὺς ἐναντίους τὰ λυπηρὰ ὑπομένειν, οὐδὲν ἀπεικὸς, ἀλλὰ κατὰ λόγον καὶ κατὰ ἀκολουθίαν νόμων ἐγίνετο· τὸ δὲ παρειμένον σφίγξαι, καὶ νεκρὸν ἀναστῆσαι, μεῖζον ἢ κατὰ φύσιν ἦν. Ἀλλ’ ὅμως εἰς τὸ μέγα τοῦτο καὶ θαυ-μαστὸν οὐ μικρὸν καὶ ὁ ἑκατοντάρχης συνεισήνεγκεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Εἶδες πῶς ἀνεκήρυξεν ἡ τοῦ παιδὸς ὑγίεια καὶ τὴν τοῦ Χριστοῦ δύναμιν, καὶ τὴν τοῦ ἑκατοντάρχου πίστιν, καὶ τὸ μέλλον ἐπιστώ-σατο; Μᾶλλον δὲ πάντα τὴν τοῦ Χριστοῦ δύναμιν ἀνεκή-ρυττεν. Οὐδὲ γὰρ τὸ σῶμα διωρθώσατο μόνον τοῦ παιδὸς, ἀλλὰ καὶ τὴν τοῦ ἑκατοντάρχου ψυχὴν εἰς τὴν πίστιν διὰ τῶν θαυμάτων αὐτὸς ἐφειλκύσατο. Σὺ δὲ μὴ τοῦτο σκόπει μόνον, ὅτι οὗτος ἐπίστευσε, καὶ ὅτι ἐκεῖνος ἰάθη, ἀλλὰ καὶ τὸ τάχος θαύμασον. Καὶ γὰρ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ λεπροῦ εἶπεν, ὅτι Εὐθέως ἐκαθαρίσθη. Οὐδὲ γὰρ τῷ θεραπεύειν, ἀλλὰ καὶ τῷ παραδόξως τοῦτο ποιεῖν, καὶ ἐν ἀκαρεῖ ῥοπῇ, τὴν δύναμιν ἐπεδείκνυτο. Καὶ οὐ ταύτῃ μόνον ὠφέλει, ἀλλὰ καὶ τῷ συνεχῶς ἐν τῇ τῶν θαυμάτων ἐπι-δείξει τοὺς περὶ τῆς βασιλείας παρανοίγειν λόγους, καὶ πάντας ἐφέλκεσθαι πρὸς αὐτήν. Καὶ γὰρ οὓς ἐκβάλ-λειν ἠπείλει, οὐχ ἵνα ἐκβάλῃ ἠπείλει, ἀλλ’ ἵνα τῷ φόβῳ πρὸς αὐτὴν διὰ τῶν ῥημάτων ἐπισπάσηται. Εἰ δὲ μηδὲ ἐντεῦθεν ἐκέρδαναν, αὐτῶν τὸ ἔγκλημα ἅπαν, καὶ πάντων τῶν τὰ τοιαῦτα νοσούντων. Οὐδὲ γὰρ ἐπὶ Ἰου-δαίων μόνον τοῦτο συμβὰν ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπὶ τῶν πιστευσάντων. Καὶ γὰρ ὁ Ἰούδας υἱὸς βασιλείας ἦν, καὶ ἤκουσε μετὰ τῶν μαθητῶν, Ἐπὶ δώδεκα θρόνους καθιεῖ-σθε ἀλλὰ γέγονεν υἱὸς γεέννης· ὁ δὲ Αἰθίοψ, βάρβαρος ἄνθρωπος ὢν, καὶ τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπολαύσεται τῶν στε-φάνων. Τοῦτο καὶ ἐφ’ ἡμῶν γίνεται νῦν. Πολλοὶ γὰρ ἔσονται, φησὶ, πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ λέγει, ἵνα μήτε ἐκεῖνοι ῥᾳθυμῶσιν, ὡς οὐ δυνάμενοι ἐπανελθεῖν, μήτε οὗτοι θαῤῥῶσιν, ὡς ἑστῶτες. Τοῦτο καὶ ὁ Ἰωάννης ἄνωθεν προαναφωνῶν ἔλεγε· Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἐπειδὴ γὰρ τοῦτο ἔμελλε γίνεσθαι, προανα-κηρύττεται πόῤῥωθεν, ὥστε μηδένα τῷ ξένῳ τοῦ πράγ-ματος θορυβηθῆναι. Ἀλλ’ ἐκεῖνος μὲν ὡς ἐνδεχόμενον αὐτὸ λέγει· πρῶτος γὰρ ἦν· ὁ δὲ Χριστὸς ὡς πάντως ἐσόμενον, τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν παρέχων.
PG 57:340ε. Μὴ τοίνυν θαῤῥῶμεν οἱ ἑστῶτες, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μηδὲ ἀπογινώσκωμεν οἱ κείμενοι, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ πολλοὶ εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθόντες, καὶ πᾶσαν τὴν καρτε-ρίαν ἐπιδειξάμενοι, καὶ τὰς ἐρήμους κατειληφότες, καὶ οὐδὲ γυναῖκα ὄναρ ἰδόντες, ῥᾳθυμήσαντες μικρὸν ὑπεσκελίσθησαν, καὶ πρὸς αὐτὸ ἦλθον τῆς κακίας τὸ βάραθρον. Ἕτεροι δὲ πάλιν ἐκεῖθεν πρὸς τὸν οὐρανὸν ἀνέβησαν, καὶ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας πρὸς τὴν ἀγγελικὴν μετετάξαντο πολιτείαν· καὶ τοσαύ-την ἐπεδείξαντο τὴν ἀρετὴν, ὡς δαίμονας ἀπελάσαι, καὶ πολλὰ ἄλλα σημεῖα τοιαῦτα ἐργάσασθαι. Καὶ τούτων μὲν πλήρεις εἰσὶν αἱ Γραφαὶ, πλήρης δὲ ὁ βίος τῶν πα-ραδειγμάτων ἡμῖν. Καὶ πόρνοι καὶ μαλακοὶ τὰ Μανι-χαίων ἐμφράττουσι στόματα, οἳ τὴν κακίαν ἀκίνητον εἶναί φασι, τῷ διαβόλῳ τελούμενοι, καὶ τὰς τῶν σπου-δάζειν βουλομένων χεῖρας ἐκλύοντες, καὶ τὴν ζωὴν ἅπα-σαν ἀνατρέποντες. Οἱ γὰρ ταῦτα πείθοντες, οὐ πρὸς τὰ μέλλοντα παραβλάπτουσι μόνον, ἀλλὰ καὶ ἐνταῦθα πάντα ἄνω καὶ κάτω ποιοῦσι, τό γε αὐτῶν μέρος. Πότε γὰρ ἐπιμελήσεταί τις ἀρετῆς τῶν ἐν κακίᾳ ζώντων, ὅταν ἀδύνατον τὴν πρὸς ἐκείνην ἐπάνοδον εἶναι νομίζῃ, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν; Εἰ γὰρ νῦν, καὶ νόμων ὄντων, καὶ κολάσεων ἠπειλημένων, καὶ δόξης τοὺς πολ-λοὺς ἐκκαλουμένης, καὶ γεέννης προσδοκωμένης, καὶ βασιλείας ἐπηγγελμένης, καὶ τῶν κακῶν ὀνειδιζομένων, καὶ τῶν καλῶν ἐγκωμιαζομένων, μόλις αἱροῦνταί τινες τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας· ἂν ταῦτα πάντα ἀνέλῃς, τί τὸ κωλύον πάντα ἀπολέσθαι καὶ διαφθαρῆναι; 2. Συνειδότες τοίνυν τὴν κακουργίαν τὴν διαβολικὴν, καὶ ὅτι καὶ τοῖς ἔξω νομοθέταις, καὶ τοῖς τοῦ Θεοῦ χρησμοῖς, καὶ τοῖς τῆς φύσεως λογισμοῖς, καὶ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ, καὶ βαρβάροις, καὶ Σκύθαις, καὶ Θρᾳξὶ, καὶ πᾶσιν ἁπλῶς ἀπεναντίας οὗτοι καὶ οἱ τὰ τῆς εἱμαρμένης δόγματα νομοθετεῖν ἐπιχειροῦντες, νήφωμεν, ἀγαπητοὶ, καὶ πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι εἰπόν-
τες, ὁδεύωμεν διὰ τῆς στενῆς ὁδοῦ, καὶ θαῤῥοῦντες, καὶ δεδοικότες· δεδοικότες μὲν, διὰ τοὺς ἑκατέρωθεν κρημνούς· θαῤῥοῦντες δὲ, διὰ τὸν προηγούμενον ἡμῶν Ἰησοῦν. Ὁδεύωμεν νήφοντες καὶ ἐγρηγορότες. Κἂν γὰρ μικρόν τις ἀπονυστάξῃ, κατηνέχθη ταχέως. Οὐ γάρ ἐσμεν ἀκριβέστεροι τοῦ Δαυὶ̈δ, ὃς μικρὸν ὀλιγωρήσας πρὸς αὐτὸ κατεκρημνίσθη τῆς ἁμαρτίας τὸ βάραθρον. Ἀλλ’ ἀνέστη ταχέως. Μὴ τοίνυν ὅτι ἥμαρτεν ἴδῃς μόνον, ἀλλ’ ὅτι καὶ τὴν ἁμαρτίαν ἀπενίψατο. Διὰ γὰρ τοῦτο τὴν ἱστορίαν ἐκείνην ἀνέγραψεν, οὐχ ἵνα πεσόντα θεάσῃ, ἀλλ’ ἵνα ἀναστάντα θαυμάσῃς· ἵνα μάθῃς, ἐπειδὰν πέ-σῃς, πῶς ἀνίστασθαι χρή. Καθάπερ γὰρ οἱ ἰατροὶ τῶν νοσημάτων τὰ χαλεπώτατα ἐκλεγόμενοι ταῖς βίβλοις ἐγγράφουσι, καὶ τῆς τοιαύτης διορθώσεως τὴν μέθοδον διδάσκουσιν, ἵνα ἐν τοῖς μείζοσι γυμνασάμενοι, ῥᾳδίως τῶν ἐλαττόνων περιγένωνται· οὕτω δὴ καὶ ὁ Θεὸς τὰ μέγιστα τῶν ἁμαρτημάτων εἰς μέσον ἤγαγεν, ἵνα καὶ οἱ τὰ μικρὰ πταίοντες δι’ ἐκείνων ῥᾳδίαν τὴν τούτων διόρθωσιν εὕρωσιν. Εἰ γὰρ ἐκεῖνα ἔσχεν ἴασιν, πολλῷ μᾶλλον τὰ ἐλάττονα. Ἴδωμεν τοίνυν πῶς καὶ ἠῤῥώστησε,
PG 57:341πως καὶ ἀνέστη ταχέως ὁ μακάριος ἐκεῖνος. Τίς οὖν τῆς ἀῤῥωστίας ὁ τρόπος ἦν; Ἐμοίχευσε καὶ ἐφόνευσεν. Οὐδὲ γὰρ ἐγκαλύπτομαι λαμπρᾷ ταῦτα ἀνακηρύττων τῇ φωνῇ. Εἰ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐνόμισεν αἰσχύνην, ταύτην ἀναθεῖναι πᾶσαν τὴν ἱστορίαν, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς συσκιάζειν χρή. Διόπερ οὐ μόνον αὐτὰ ἀνακη-ρύττω, ἀλλὰ καὶ ἕτερον προστίθημι. Καὶ γὰρ ὅσοι ταῦτα κρύπτουσιν, οὗτοι μάλιστα τὴν ἀρετὴν συσκιάζουσι τὴν ἐκείνου· καὶ ὥσπερ οἱ τὸν πόλεμον σιγῶντες τοῦ Γολιὰθ οὐ μικρῶν αὐτὸν ἀποστεροῦσι στεφάνων, οὕτω καὶ οἱ ταύτην παρατρέχοντες τὴν ἱστορίαν. Ἆρα οὐ δοκεῖ πα-ράδοξον εἶναι τὸ λεγόμενον; Οὐκοῦν ἀναμείνατε μικρὸν, καὶ τότε εἴσεσθε ὅτι δικαίως ταῦτα ἡμῖν εἴρηται. Διὰ γὰρ τοῦτο αὔξω τὸ ἁμάρτημα, καὶ παραδοξότερον ποιῶ τὸν λόγον, ἵνα ἐκ πλείονος τῆς περιουσίας τὰ φάρμακα κατασκευάσω. Τί οὖν ἐστιν ὃ προστίθημι; Τὴν ἀρε-τὴν τοῦ ἀνδρός· ὃ μεῖζον ποιεῖ καὶ τὸ ἔγκλημα. Οὐ γὰρ ὁμοίως πάντα ἐπὶ πάντων κρίνεται· Δυνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται· καὶ, Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιῶν, δαρήσεται πολλάς. Ὥστε ἡ πλείων γνῶσις πλείονός ἐστι κολάσεως ὑπόθεσις. Διὰ δὴ τοῦτο ὁ ἱερεὺς τὰ αὐτὰ τοῖς ἀρχομένοις ἁμαρτά-νων, οὐ τὰ αὐτὰ πείσεται, ἀλλὰ πολλῷ χαλεπώτερα. Τάχα ὁρῶντες τὴν κατηγορίαν αὐξανομένην, τρέμετε καὶ δεδοίκατε, καὶ θαυμάζετέ με ὡς κατὰ κρημνῶν ἐρχό-μενον. Ἀλλ’ ἐγὼ οὕτω θαῤῥῶ ὑπὲρ τοῦ δικαίου, ὅτι καὶ περαιτέρω πρόειμι· ὅσῳ γὰρ ἂν αὔξω τὸ ἔγκλημα, τοσούτῳ μᾶλλον δεῖξαι δυνήσομαι τὸ ἐγκώμιον τοῦ Δαυί̈δ. Καὶ τί τούτων πλέον ἔστι, φησὶν, εἰπεῖν; Πάνυ γε πλέον. Ὥσπερ γὰρ ἐπὶ τοῦ Κάϊν οὐ φόνος μόνον τὸ γενόμενον ἦν, ἀλλὰ καὶ πολλῶν φόνων χεῖρον· οὐ γὰρ ἀλλότριον, ἀλλ’ ἀδελφὸν, καὶ ἀδελφὸν οὐκ ἠδικηκότα, ἀλλ’ ἠδικη-μένον ἐφόνευσεν, οὐ μετὰ πολλοὺς φονέας, ἀλλὰ πρῶτος τὸ μύσος εὑρών· οὕτω δὴ καὶ ἐνταῦθα οὐ φόνος ἦν μό-νον τὸ τόλμημα· οὐ γὰρ ὁ τυχὼν ἦν ἀνὴρ ὁ πεποιηκὼς, ἀλλὰ προφήτης· καὶ οὐ τὸν ἠδικηκότα, ἀλλὰ τὸν ἠδικη-μένον ἀναιρεῖ· καὶ γὰρ ἠδίκητο ἐν τοῖς καιρίοις, τῆς γυναικὸς ἁρπαγείσης· ἀλλ’ ὅμως μετ’ ἐκεῖνο καὶ τοῦτο προσέθηκεν. Εἴδετε πῶς οὐκ ἐφεισάμην τοῦ δικαίου; πῶς οὐδὲ μεθ’ ὑποστολῆς τινος εἶπον τὰ πεπλημμε-λημένα αὐτῷ; Ἀλλ’ ὅμως οὕτως ὑπὲρ τῆς ἀπολογίας θαῤῥῶ, ὅτι μετὰ τοσοῦτον ὄγκον τοῦ ἁμαρτήματος ἐβου-λόμην παρεῖναι καὶ Μανιχαίους τοὺς μάλιστα ταῦτα κωμῳδοῦντας, καὶ τοὺς τὰ Μαρκίωνος νοσοῦντας, ἵνα ἐκ περιουσίας αὐτῶν ἐμφράξω τὰ στόματα. Ἐκεῖνοι μὲν γὰρ λέγουσιν, ὅτι ἐφόνευσε καὶ ἐμοίχευσεν· ἐγὼ δὲ οὐ τοῦτο λέγω μόνον, ἀλλὰ καὶ διπλοῦν τὸν φόνον ἀπ-έφηνα, ἀπό τε τοῦ ἠδικημένου, ἀπό τε τῆς ποιότητος τοῦ προσώπου τοῦ πεπλημμεληκότος. ζ. Οὐ γάρ ἐστιν ἴσον Πνεύματος ἀξιωθέντα, καὶ τοσαῦτα εὐεργετηθέντα, καὶ τηλικαύτην ἐσχηκότα παῤ-ῥησίαν, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ τοιαῦτα τολμᾷν, καὶ τού-των πάντων χωρὶς τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἀλλ’ ὅμως καὶ ταύτῃ μάλιστα θαυμαστός ἐστιν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ὅτι εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσὼν, οὐκ ἀνέπεσεν, οὐδὲ ἀπέγνω, οὐδὲ ἔῤῥιψεν ἑαυτὸν ὕπτιον,
PG 57:342οὕτω παρὰ τοῦ διαβόλου καιρίαν λαβὼν πληγὴν, ἀλλὰ ταχέως, μᾶλλον δὲ εὐθέως, καὶ μετὰ πολλῆς τῆς σφοδρό-τητος καιριωτέραν ἔδωκεν ἢ ἔλαβε τὴν πληγήν. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ ἐν πολέμῳ καὶ παρατάξει βαρ-βάρου τινὸς εἰς ἀριστέως καρδίαν ἐμπήξαντος δόρυ, ἢ κατὰ τοῦ ἥπατος ἀφέντος βέλος, καὶ δεύτερον τῷ προ-τέρῳ τραῦμα προσθέντος ἐκείνου καιριώτερον, πεσὼν καὶ αἵματι πολλῷ περιῤῥεόμενος πάντοθεν ὁ τὰς χαλεπὰς ταύτας λαβὼν πληγὰς, καὶ ἀνασταίη ταχέως, καὶ δόρυ κατὰ τοῦ τοξεύσαντος ἀφεὶς νεκρὸν ἐπὶ τοῦ πεδίου δεί-ξειεν εὐθέως. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅσῳ ἂν μείζονα εἴπῃς τὴν πληγὴν, τοσούτῳ θαυμαστοτέραν δεικνύεις τοῦ πληγέντος τὴν ψυχὴν, ὅτι ἴσχυσε μετὰ τὸ χαλε-πὸν τοῦτο τραῦμα καὶ ἀναστῆναι, καὶ στῆναι ἐν αὐτῷ τῷ τῆς φάλαγγος μετώπῳ, καὶ τὸν τρώσαντα κατενεγκεῖν. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασι μάλιστα ὅσοι χαλεπαῖς περιπίπτουσιν ἁμαρτίαις. Οὐ γὰρ οὕτω γενναίας καὶ νεανικῆς ἐστι ψυχῆς ὀρθὰ βαδίζειν καὶ διόλου τρέχειν (ἔχει γὰρ ἡ τοιαύτη συνοδοιπόρον τὴν ἀγαθὴν ἐλπίδα, ἀλείφουσαν, διεγείρουσαν, νευροῦσαν, προθυμοτέραν ἐργαζομένην), ὡς τὸ μετὰ τοὺς μυρίους στεφάνους καὶ τὰ πολλὰ τρόπαια καὶ τὰς νίκας, τὴν ἐσχάτην ὑπομείνασαν ζημίαν, δυνηθῆναι πάλιν ἐπιλα-βέσθαι τῶν αὐτῶν δρόμων. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, καὶ ἕτερον τοῦ προτέρου οὐδὲν ἔλαττον παρα-δείγματος εἰς μέσον ὑμῖν ἀγαγεῖν πειράσομαι. Ἐννόη-σον γάρ μοί τινα κυβερνήτην μυρία διαλαβόντα πελάγη, μετὰ τὸ τὴν θάλασσαν διαπλεῦσαι ἅπασαν, μετὰ τοὺς πολλοὺς χειμῶνας καὶ τοὺς σκοπέλους καὶ τὰ κύματα, πολὺν ἔχοντα τὸν φόρτον, ἐν αὐτῷ καταποντιζόμενον τῷ στόματι τοῦ λιμένος, καὶ γυμνῷ μόλις τῷ σώματι τὸ χαλεπὸν τοῦτο διαφυγόντα ναυάγιον· πῶς πρὸς τὴν θάλασσαν διακεῖσθαι εἰκὸς, καὶ τὴν ναυτιλίαν, καὶ τοὺς τοιούτους πόνους; Ἆρα αἱρήσεταί ποτε ὁ τοιοῦτος, εἰ μὴ σφόδρα γενναίας εἴη ψυχῆς, αἰγιαλὸν ἰδεῖν, ἢ πλοῖον, ἢ λιμένα; Οὐκ ἔγωγε οἶμαι· ἀλλ’ ἐγκαλυψάμενος κείσεται, νύκτα τὴν ἡμέραν ὁρῶν, καὶ πρὸς πάντα ἀπ-αγορεύων· καὶ μᾶλλον αἱρήσεται προσαιτῶν ζῇν, ἢ τῶν αὐτῶν ἅψασθαι πόνων. Ἀλλ’ οὐχ ὁ μακάριος οὗτος τοιοῦτος· ἀλλὰ τοιοῦτον ναυάγιον ὑπομείνας, μετὰ τοὺς μυρίους πόνους καὶ ἱδρῶτας ἐκείνους, οὐκ ἔμεινεν ἐγκεκαλυμμένος, ἀλλὰ καὶ τὸ πλοῖον καθείλκυσε, καὶ τὰ ἱστία πετάσας, καὶ τὸ πηδάλιον μεταχειρίσας, τῶν αὐτῶν ἅπτεται πόνων, καὶ πλείονα τὸν πλοῦτον εἰργάσατο πάλιν. Εἰ δὲ τὸ στῆναι θαυμαστὸν οὕτω, καὶ τὸ μὴ κεῖσθαι διόλου πεσόντα, τὸ καὶ ἀναστῆναι καὶ τοιαῦτα ἐργάσασθαι, πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιον; Καίτοιγε πολλὰ ἦν τὰ εἰς ἀπόγνωσιν αὐτὸν ἐμ-βάλλοντα· καὶ πρῶτον, τὸ μέγεθος τοῦ ἁμαρτήματος· δεύτερον, τὸ μὴ ἐν προοιμίοις τῆς ζωῆς, ὅτε καὶ πλείους αἱ ἐλπίδες, ἀλλὰ πρὸς τῷ τέλει ταῦτα παθεῖν. Οὐδὲ γὰρ ὁ ἔμπορος ἀπὸ λιμένος ἐξελθὼν εὐθέως καὶ ναυάγιον ὑπομείνας, ὁμοίως ἀλγεῖ τῷ μετὰ μυρίας ἐμπορίας
προσαράσσοντι σκοπέλῳ. Τρίτον, τὸ πολὺν ἤδη συνει-ληχότα πλοῦτον τοῦτο παθεῖν. Καὶ γὰρ οὐ μικρὰ ἀπ-έκειτο αὐτῷ φορτία τότε· οἷον τὰ κατὰ τὴν πρώτην

Homily XXVIIHomilia XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:343ἡλικίαν, ἡνίκα ἐποίμαινε· τὰ κατὰ τὸν Γολιὰθ, ὅτε τὸ λαμπρὸν τρόπαιον ἔστησε· τὰ κατὰ τὴν φιλοσοφίαν τὴν ἐπὶ τοῦ Σαούλ. Καὶ γὰρ τὴν εὐαγγελικὴν ἐπεδείκνυτο μακροθυμίαν, μυριάκις τὸν ἐχθρὸν εἰς χεῖρας ἑλὼν, καὶ φεισάμενος διηνεκῶς· καὶ μᾶλλον ἑλόμενος ἐκπεσεῖν πατρίδος καὶ ἐλευθερίας καὶ αὐτῆς τῆς ζωῆς, ἢ τὸν ἀδίκως ἐπιβουλεύοντα ἀνελεῖν. Καὶ μετὰ τὴν βασιλείαν δὲ οὐ μικρὰ ἦν αὐτῷ τὰ κατωρθωμένα. Μετὰ δὲ τῶν εἰρημένων, καὶ ἡ παρὰ τῶν πολλῶν ὑπόληψις, καὶ τὸ λαμπρᾶς οὕτω δόξης ἐκπεσεῖν, οὐ τὸν τυχόντα ἐποίει θόρυβον. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἐκαλλώπιζεν ἡ πορ-φύρα, ὡς κατῄσχυνεν ἡ τῆς ἁμαρτίας κηλίς. η. Ἴστε δὲ πάντως ἡλίκον ἐστὶν ἁμαρτήματα ἐκπομ-πεύεσθαι, καὶ πῶς μεγάλης δεῖται ψυχῆς ὁ τοιοῦτος, ὥστε μετὰ τὴν τῶν πολλῶν κατηγορίαν, καὶ τὸ μάρτυ-ρας ἔχειν τοσούτους τῶν οἰκείων πλημμελημάτων, μὴ ἀναπεσεῖν. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα ὁ γενναῖος ἐκεῖνος τῆς ψυχῆς ἐξελκύσας τὰ βέλη, οὕτως ἔλαμψε μετὰ ταῦτα, οὕτως ἔσμηξε τὴν κηλῖδα, οὕτως ἐγένετο καθα-ρὸς, ὡς τῶν ἐκγόνων τῶν αὐτοῦ καὶ τελευτήσας τὰ ἁμαρτήματα παραμυθήσασθαι· καὶ ὅπερ ἐλέγετο περὶ τοῦ Ἀβραὰμ, καὶ περὶ τούτου φαίνεται ὁ Θεὸς λέγων· μᾶλλον δὲ πολλῷ πλέον περὶ τούτου. Ἐπὶ μὲν γὰρ τοῦ πατριάρχου φησὶν, ὅτι Ἐμνήσθην τῆς διαθήκης τῆς πρὸς Ἀβραάμ· ἐνταῦθα δὲ οὐ, τῆς διαθήκης, φησὶν, ἀλλὰ πῶς; Διὰ Δαυὶ̈δ τὸν παῖδά μου ὑπερασπιῶ τῆς πόλεως ταύτης. Καὶ τὸν Σολομῶντα δὲ διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀφῆκε τηλικαύτην ἁμαρτήσαντα ἁμαρτίαν τῆς βασιλείας ἐκπεσεῖν. Καὶ τοσαύτη ἦν ἡ δόξα τοῦ ἀνδρὸς, ὥστε τὸν Πέτρον μετὰ τοσαῦτα ἔτη πρὸς Ἰουδαίους δημηγοροῦντα οὕτω λέγειν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατρι-άρχου Δαυὶ̈δ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ ὁ Χριστὸς δὲ τοῖς Ἰουδαίοις διαλεγόμενος, δείκνυσιν αὐτὸν μετὰ τὴν ἁμαρτίαν Πνεύματος ἠξιωμένον τος-οῦτον, ὡς καὶ περὶ τῆς αὐτοῦ θεότητος ἀξιωθῆναι προφητεῦσαι πάλιν· καὶ ἐντεῦθεν αὐτοὺς ἐπι-στομίζων ἔλεγε· Πῶς οὖν Δαυὶ̈δ ἐν πνεύματι Κύριον
PG 57:344αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε, τοῦτο καὶ ἐπὶ τοῦ Δαυί̈δ. Καθάπερ γὰρ τὴν Μαρίαν, καὶ ἄκοντος τοῦ Μωϋσέως, ἐκόλασεν ὁ Θεὸς διὰ τὴν εἰς τὸν ἀδελφὸν ὕβριν, ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἅγιον· οὕτω καὶ τούτῳ παρὰ τοῦ παιδὸς ὑβρισθέντι τα-χέως ἤμυνε, καὶ ταῦτα μὴ βουλομένῳ. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, μᾶλλον δὲ πρὸ τῶν ἄλλων ταῦτα ἱκανὰ δεῖξαι τὴν ἀρετὴν τοῦ ἀνδρός. Ὅταν γὰρ ὁ Θεὸς ψηφίζηται, οὐδὲν δεῖ πλέον περιεργάζεσθαι. Εἰ δὲ βούλεσθε κατ’ εἶδος αὐτοῦ τὴν φιλοσοφίαν μαθεῖν, ἔξεστιν ὑμῖν ἐπελ-θοῦσι τὴν ἱστορίαν τὴν μετὰ τὴν ἁμαρτίαν, ἰδεῖν αὐτοῦ τὴν παῤῥησίαν τὴν πρὸς τὸν Θεὸν, τὴν εὔνοιαν, τὴν τῆς ἀρετῆς ἐπίδοσιν, τὴν εἰς ἐσχάτας ἀναπνοὰς ἀκρίβειαν. Ταῦτ’ οὖν ἔχοντες τὰ παραδείγματα, νήφωμεν, καὶ σπουδάζωμεν μὴ καταπίπτειν· εἰ δέ ποτε καὶ πέσοιμεν, μὴ κεῖσθαι. Οὐδὲ γὰρ ἵνα ὑμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλω τὰ τοῦ Δαυὶ̈δ ἁμαρτήματα εἶπον· ἀλλ’ ἵνα πλείονα φόβον ἐργάσωμαι. Εἰ γὰρ ὁ δίκαιος ἐκεῖνος ῥᾳθυμήσας μικρὸν τοιαῦτα ἐδέξατο τραύματα, τί πεισόμεθα ἡμεῖς καθ’ ἑκάστην ὀλιγωροῦντες; Μὴ τοίνυν ὅτι ἔπεσεν ἴδῃς, καὶ ῥᾳθυμήσῃς· ἀλλ’ ἐννόησον πόσα καὶ μετὰ ταῦτα εἰργά-σατο, πόσους θρήνους ἐπεδείξατο, πόσην μετάνοιαν, τὰς νύκτας ταῖς ἡμέραις προστιθεὶς, πηγὰς δακρύων ἀφιεὶς, τὴν κλίνην λούων τοῖς δάκρυσι, πρὸς τούτοις σάκκον περιβαλλόμενος. Εἰ δὲ ἐκεῖνος τοσαύτης ἐδεήθη τῆς ἐπι-στροφῆς, πότε δυνησόμεθα σωθῆναι ἡμεῖς, μετὰ τοσαῦτα ἁμαρτήματα ἀναλγήτως διακείμενοι; Ὁ μὲν γὰρ πολλὰ ἔχων κατορθώματα, ῥᾳδίως ἂν καὶ ἐντεῦθεν τὰ ἁμαρτή-ματα συσκιάσειεν· ὁ δὲ γυμνὸς, ὅπου ἂν δέξηται βέλος, καιρίαν δέχεται πληγήν. Ἵν’ οὖν μὴ τοῦτο γένηται, ὁπλίσωμεν ἑαυτοὺς ἀγαθοῖς ἔργοις, κἂν προσγένηταί τι πλημμέλημα, ἀπονιψώμεθα· ἵνα καταξιωθῶμεν, εἰς δόξαν Θεοῦ ζήσαντες τὸν παρόντα βίον, τῆς μελλούσης ἀπολαῦσαι ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:343ΟΜΙΛΙΑ ΚΖ. Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέςσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ. α. Ὁ δὲ Μάρκος καὶ, εὐθέως, προσέθηκε, βουλόμενος καὶ τὸν χρόνον δηλῶσαι· οὗτος δὲ μόνον τὸ σημεῖον τέ-θεικε, τὸν χρόνον οὐκ ἐπισημηνάμενος. Καὶ οἱ μὲν ἄλλοι φασὶν, ὅτι καὶ παρεκάλεσεν αὐτὸν ἡ κατακειμένη· οὗ-τος δὲ καὶ τοῦτο ἐσίγησε. Τοῦτο δὲ οὐκ ἔστι διαφωνίας, ἀλλὰ τὸ μὲν συντομίας, τὸ δὲ ἀκριβοῦς ἐξηγήσεως. Ἀλλὰ τίνος ἕνεκεν εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ Πέτρου; Ἐμοὶ δοκεῖ, τροφῆς μεταληψόμενος· τοῦτο γοῦν ἐδή-λωσεν εἰπών· Ἀνέστη, καὶ διηκόνει αὐτῷ. Παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσε, τιμῶν αὐτοὺς καὶ προθυμοτέρους ταύτῃ ποιῶν. Σὺ δέ μοι σκόπει καὶ ἐνταῦθα τοῦ Πέτρου τὴν αἰδῶ τὴν πρὸς αὐτόν. Ἔχων γὰρ τὴν πενθερὰν οἴκοι κειμένην καὶ πυρέσσουσαν σφοδρῶς, οὐχ εἵλκυσεν αὐτὸν εἰς τὴν οἰκίαν, ἀλλ’ ἔμεινε καὶ τὴν διδασκαλίαν ἀπαρ-τισθῆναι, καὶ τοὺς ἄλλους θεραπευθῆναι πάντας, καὶ τότε αὐτὸν εἰσελθόντα παρεκάλεσεν. Οὕτως ἐξ ἀρχῆσ
PG 57:344ἐπαιδεύετο τὰ τῶν ἄλλων ἑαυτοῦ προτιθέναι. Οὐκοῦν οὐδ’ αὐτὸς αὐτὸν εἰσάγει, ἀλλ’ αὐτὸς αὐτομάτως ἐπέβη, μετὰ τὸ εἰπεῖν τὸν ἑκατόνταρχον· Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· δεικνὺς ὅσον ἐχαρί-ζετο τῷ μαθητῇ. Καίτοι ἐννόησον οἷα ἦν τὰ δώματα τῶν ἁλιέων τούτων· ἀλλ’ ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς, παιδεύων σε διὰ πάντων τὸν ἀνθρώπινον καταπατεῖν τύφον. Καὶ ποτὲ μὲν λόγοις θεραπεύει μόνον, ποτὲ δὲ καὶ τὴν χεῖρα ἐκτείνει, ποτὲ δὲ ἀμφότερα ταῦτα ποιεῖ, εἰς ὄψιν ἄγων τὴν ἰατρείαν. Οὐ γὰρ ἐβούλετο ἀεὶ μεθ’ ὑπερβολῆς θαυ-ματουργεῖν. Ἔδει γὰρ τέως λανθάνειν, καὶ μάλιστα ἐπὶ τῶν μαθητῶν· καὶ γὰρ ἐκ πολλῆς ἡδονῆς πάντα ἂν ἐκήρυξαν. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ μετὰ τὸ ἐλθεῖν εἰς τὸ ὄρος ἐδέησε τοῦ παραγγεῖλαι αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν. Ἁψάμενος τοίνυν τοῦ σώματος, οὐχὶ τὸν πυρε-τὸν ἔσβεσε μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγίειαν ἀπέδω-κεν. Ἐπειδὴ γὰρ τὸ νόσημα εὐτελὲς ἦν, τῷ τρόπῳ τῆς ἰατρείας τὴν δύναμιν ἐπεδείκνυτο· ὅπερ οὐκ ἂν εἰργά-σατο τέχνη ἰατρική. Ἴστε γὰρ ὅτι καὶ μετὰ τὴν ἀπαλλαγὴν τῶν πυρετῶν
PG 57:345πολλοῦ δεῖ χρόνου πάλιν τοῖς κάμνουσιν, ὥστε εἰς τὴν προτέραν ὑγίειαν ἐπανελθεῖν. Ἀλλὰ τότε ὁμοῦ πάντα ἐγένετο. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θα-λάττης. Οὐδὲ γὰρ ἐκεῖ τοὺς ἀνέμους ἔπαυσε μόνον καὶ τὸν χειμῶνα, ἀλλὰ καὶ τὸν σάλον εὐθέως ἔστησεν, ὅπερ καὶ τοῦτο ξένον ἦν· εἰ γὰρ καὶ ἡ ζάλη λήξειε, μέ-χρι πολλοῦ μένει τὰ ὕδατα σαλευόμενα. Ἀλλ’ οὐκ ἐπὶ τοῦ Χριστοῦ οὕτως, ἀλλ’ ὁμοῦ πάντα ἐλύετο· ὅπερ οὖν καὶ
ἐπὶ τῆς γυναικὸς γέγονε. Διὰ τοῦτο καὶ ἐμφαίνων αὐτὸ ὁ εὐαγγελιστὴς ἔλεγεν· Ἀνέστη, καὶ διηκόνει αὐτῷ· ὃ καὶ τῆς τοῦ Χριστοῦ δυνάμεως σημεῖον ἦν, καὶ τῆς διαθέσεως τῆς γυναικὸς, ἢν περὶ τὸν Χριστὸν ἐπεδεί-κνυτο. Καὶ ἕτερον δέ τι μετὰ τούτων ἐντεῦθεν ἂν κατ-ίδοιμεν, ὅτι καὶ τῇ ἑτέρων πίστει χαρίζεται ὁ Χριστὸς τὴν ἑτέρων διόρθωσιν (καὶ γὰρ καὶ ἐνταῦθα ἕτεροι αὐ-τὸν παρεκάλεσαν, ὡς καὶ ἐπὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρ-χου)· χαρίζεται δὲ, ὅταν μὴ ἀπιστῇ ὁ θεραπεύεσθαι μέλλων, ἀλλ’ ἢ διὰ νόσον μὴ δύνηται πρὸς αὐτὸν ἰέναι, ἢ δι’ ἄγνοιαν μηδὲν μέγα περὶ αὐτοῦ φαντάζηται, ἢ διὰ ἡλικίαν ἄωρον. Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλοὺς, καὶ ἐξέβαλε τὰ πνεύματα ἀπ’ αὐτῶν λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ὑπὸ τοῦ προφήτου Ἠσαί̈ου λεχθὲν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Εἶδες τὸ πλῆθος εἰς πίστιν αὐξανόμενον λοιπόν; Οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· οὐδὲ γὰρ ἄκαι-ρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀῤῥώ-στους αὐτῶν. Σὺ δέ μοι σκόπει, πόσον πλῆθος θερα-πευομένων παρατρέχουσιν οἱ εὐαγγελισταὶ, οὐχὶ καθ’ ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ’ ἑνὶ ῥήματι πέ-λαγος ἄφατον θαυμάτων ὑπερβαίνοντες. Εἶτα ἵνα μὴ πάλιν τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ, εἴγε δῆμον τοσοῦτον καὶ ποικίλα νοσήματα ἐν μιᾷ και-ροῦ ῥοπῇ ἔλυσε καὶ διώρθωσεν, ἐπάγει τὸν προφήτην μαρτυροῦντα τοῖς γινομένοις, μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν Γραφῶν ἀπόδειξιν ἡμῖν οὖσαν δεικνὺς, καὶ τῶν σημείων αὐτῶν οὐκ ἐλάττονα· καί φησιν, ὅτι καὶ Ἡσαί̈ας ταῦτα εἶπεν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Οὐκ εἶπεν, Ἔλυσεν, ἀλλ’, Ἔλαβε καὶ ἐβάστασεν· ὃ περὶ ἁμαρτιῶν μᾶλλον εἰρῆσθαί μοι δοκεῖ τῷ προφήτῃ συμφώνως Ἰωάννῃ τῷ λέγοντι· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. β. Πῶς οὖν ἐνταῦθα αὐτὸ περὶ νοσημάτων τίθησιν ὁ εὐαγγελιστής; Ἢ κατὰ ἱστορίαν τὴν μαρτυρίαν ἀνα-γινώσκων, ἢ δηλῶν ὅτι τὰ πλείονα τῶν νοσημάτων ἐξ ἁμαρτημάτων ἐστὶ ψυχικῶν. Εἰ γὰρ τὸ κεφάλαιον, αὐ-τὸς ὁ θάνατος, ἐξ ἁμαρτίας ἔσχε τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν, πολλῷ μᾶλλον καὶ τῶν νοσημάτων τὰ πολλά· ἐπεὶ καὶ αὐτὸ τὸ παθητοὺς εἶναι ἡμᾶς ἐκεῖθεν γέγονεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Εἶδες πάλιν τὸ ἀκόμπαστον; Οἱ μὲν γὰρ ἄλλοι φασὶν, ὅτι τοῖς δαίμοσιν ἐπετίμα, ἵνα μὴ εἴπωσιν ὅτι αὐτός ἐστιν· οὗτος δέ φησιν, ὅτι τοὺς ὄχλους διωθεῖται. Ἐποίει δὲ τοῦτο, ὁμοῦ τε μετριάζειν ἡμᾶς παιδεύων, ὁμοῦ τε τὸν φθόνον παρα-μυθούμενος τὸν Ἰουδαϊκὸν, καὶ διδάσκων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Οὐ γὰρ δὴ σώματα ἐθε-ράπευε μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν διώρθου, καὶ φιλο-σοφεῖν ἐπαίδευε, δι’ ἀμφοτέρων ἑαυτὸν δεικνὺς, καὶ τῷ λύειν τὰ νοσήματα, καὶ τῷ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν.
PG 57:346Καὶ γὰρ ἦσαν αὐτῷ προσηλωμένοι, φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι. Τίς γὰρ ἂν ἀπέστη τοιαῦτα θαυματουργοῦντος; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησεν ἁπλῶς ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; Οὐδὲ γὰρ θαυματουργῶν ἦν θαυμαστὸς μόνον, ἀλλὰ καὶ φαινόμενος ἁπλῶς πολλῆς ἔγεμε χάριτος· καὶ τοῦτο ὁ Προφήτης δηλῶν ἔλεγεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ δὲ ὁ Ἡσαί̈ας λέγει, Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἢ πρὸς τὴν τῆς θεότητος δόξαν τὴν ἀπόῤῥητον καὶ ἄφρα-στον τοῦτό φησιν· ἢ τὰ ἐν τῷ πάθει συμβάντα διηγού-μενος, καὶ τὴν ἀτιμίαν ἢν ὑπέμεινεν ἐν τῷ καιρῷ τοῦ σταυροῦ, καὶ τὴν εὐτέλειαν ἣν παρὰ πάντα τὸν βίον ἐπεδείξατο διὰ πάντων. Οὐ πρότερον δὲ ἐκέλευσεν ἀπελ-θεῖν εἰς τὸ πέραν, ἕως οὗ ἐθεράπευσεν. Ἦ γὰρ ἂν οὐδὲ ἠνέσχοντο. Ὥσπερ οὖν ἐν τῷ ὄρει οὐχὶ δημηγο-ροῦντι παρέμενον μόνον, ἀλλὰ καὶ σιγῆς οὔσης ἠκολού-θουν· οὕτω καὶ ἐνταῦθα οὐχὶ θαυματουργοῦντι προς-ήδρευον, ἀλλὰ καὶ παυσαμένῳ πάλιν, καὶ ἀπὸ τοῦ προς-ώπου πολλὴν τὴν ὠφέλειαν δεχόμενοι. Εἰ γὰρ Μωϋσῆς δεδοξασμένον τὸ πρόσωπον εἶχε, καὶ Στέφανος ὡς ἀγ-γέλου, ἐννόησον τὸν κοινὸν Δεσπότην οἷον εἰκὸς φαί-νεσθαι τότε. Τάχα πολλοὶ νῦν εἰς ἐπιθυμίαν ἐνέπεσον τοῦ τὴν εἰκόνα ἐκείνην ἰδεῖν· ἀλλ’ ἂν ἐθέλωμεν, πολλῷ βελτίονα ὀψόμεθα ἐκείνης. Ἂν γὰρ μετὰ παῤῥησίας τὸν παρόντα διανύσωμεν βίον, ἐπὶ τῶν νεφελῶν αὐτὸν δεξό-μεθα, ἀπαντήσαντες ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ σώματι. Θέα δὲ πῶς αὐτοὺς οὐχ ἁπλῶς ἐλαύνει, ἵνα μὴ πλήξῃ. Οὐ γὰρ εἶπεν, Ἀναχωρήσατε, ἀλλ’ εἰς τὸ πέραν ἐκέλευ-σεν ἀπελθεῖν, προσδοκίαν διδοὺς τοῦ πάντως ἥξειν ἐκεῖ. Καὶ οἱ μὲν ὄχλοι τοσαύτην ἐπεδείξαντο τὴν ἀγάπην, καὶ μετὰ πολλῆς ἠκολούθουν τῆς διαθέσεως· εἷς δέ τις χρημάτων δοῦλος, καὶ πολλὴν ἔχων τὴν ἀπόνοιαν, προς-ελθών φησι Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου δ’ ἂν ἀπέρχῃ. Εἶδες πόσος ὁ τύφος; Ἅτε γὰρ οὐκ ἀξιῶν μετὰ τοῦ ὄχλου ἀριθμεῖσθαι, ἀλλ’ ἐνδεικνύμενος ὅτι ὑπὲρ τοὺς πολλούς ἐστιν αὐτὸς, οὕτω πρόσεισι. Τοιαῦτα γὰρ τὰ ἤθη τὰ Ἰουδαϊκά· ἀκαίρου παῤῥησίας ἐστὶν ἀνάπλεα. Οὕτω καὶ ἄλλος μετὰ ταῦτα πάντων σιγώντων αὐτὸς ἀνα-πηδήσας, φησί· Ποία ἐντολὴ πρώτη; Ἀλλ’ ὅμως οὐκ ἐπετίμησεν ὁ Δεσπότης τῇ ἀκαίρῳ παῤῥησίᾳ, παιδεύων ἡμᾶς καὶ τοὺς τοιούτους φέρειν. Διὰ τοῦτο οὐκ ἐλέγχει φανερῶς τοὺς πονηρὰ βουλευομένους· πρὸς δὲ τὴν ὑπόνοιαν αὐτῶν ἀποκρίνεται, αὐτοῖς μόνοις καταλιμπά-νων εἰδέναι τὸν ἔλεγχον, καὶ διπλῇ αὐτοὺς ὠφελῶν, τῷ τε δηλῶσαι ὅτι οἶδε τὰ ἐν τῷ συνειδότι, καὶ τῷ μετὰ τὴν ἐπίδειξιν ταύτην χαρίσασθαι τὸ λαθεῖν, καὶ δοῦναι πάλιν, εἰ βούλοιντο, ἑαυτοὺς ἀνακτήσασθαι· ὃ δὴ καὶ ἐπὶ τούτου ποιεῖ. Οὗτος γὰρ ἰδὼν τὰ πολλὰ σημεῖα, καὶ πολλοὺς ἐπισυρομένους, προσεδόκησε χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διόπερ καὶ ἀκολουθῆσαι ἔσπευδε. Καὶ πόθεν τοῦτο δῆλον; Ἀπὸ τῆς ἀποκρί-σεως, ἧς ὁ Χριστὸς ποιεῖται, οὐ πρὸς τὴν ἐρώτησιν τῶν ῥημάτων, ἀλλὰ πρὸς τὴν γνώμην τῆς διανοίας ἀπαντῶν. Τί γάρ; φησί· χρήματα προσδοκᾷς ἀκολουθῶν ἐμοὶ συλ-λέγειν; εἶτα οὐχ ὁρᾷς ὅτι οὔτε καταγώγιόν μοί ἐστιν, οὐδὲ τοσοῦτον ὅσον τοῖς ὄρνισιν; Αἱ γὰρ ἀλώπεκες, φησὶ, φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ταῦτα δὲ οὐκ ἦν ἀποτρεπο-μένου, ἀλλ’ ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρ-
PG 57:347έχοντος δὲ, εἰ βούλοιτο, μετὰ τῆς τοιαύτης προσδοκίας ἀκολουθεῖν. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πονηρίαν, ἀκούσας ταῦτα καὶ ἐλεγχθεὶς οὐκ εἶπεν, Ἕτοιμός εἰμι ἀκολουθῆσαι. γ. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο φαίνεται ποιῶν ὁ Χριστός· φανερῶς μὲν οὐκ ἐλέγχει, ἀπὸ δὲ τῆς ἀποκρί-σεως δηλοῖ τὴν γνώμην τῶν προσιόντων. Καὶ γὰρ ἐκείνῳ τῷ λέγοντι, Διδάσκαλε ἀγαθὲ, καὶ προσδοκήσαντι διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι, πρὸς τὴν γνώμην ἀπεκρίνατο λέγων· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγα-θὸς, εἰ μὴ εἷς ὁ Θεός. Καὶ ὅτε ἔλεγον αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε, ἐπειδὴ ἀνθρώπινόν τι ἔπασχον, οὐκ ἀκοῦσαί τι τῶν χρησίμων βουλόμενοι, ἀλλ’ ἐπιδείξασθαι ὅτι προσήκουσιν αὐτῷ,
καὶ ταύτῃ κενοδοξῆσαι, ἄκουσον τί φησιν· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Καὶ αὐ-τοῖς πάλιν τοῖς ἀδελφοῖς, λέγουσιν αὐτῷ, Φανέρωσον σεαυτὸν τῷ κόσμῳ, καὶ βουλομένοις ἐντεῦθεν κενοδο-ξεῖν, ἔλεγεν· Ὁ ὑμέτερος καιρὸς, φησὶν, ἀεὶ ἕτοι-μος, ὁ δὲ ἐμὸς οὔπω πάρεστι. Καὶ ἀπὸ τῶν ἐναντίων δὲ τοῦτο ποιεῖ, ὡς ἐπὶ τοῦ Ναθαναὴλ, λέγων· Ἴδε ἀλη-θῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ πάλιν, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε. Οὐδὲ γὰρ ἐνταῦθα πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο. Καὶ τῷ δήμῳ δὲ πάλιν ὁμοίως πρὸς τὸ συνειδὸς διαλέγεται, λέγων· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὡς περὶ εὐκόλου καὶ εὐριπίστου τινὸς διά-κεισθαι τοῦ Ἰωάννου, ταύτην διορθούμενος τὴν ὑποψίαν, φησί· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἢ ἄνθρωπον ἐν μαλακοῖς ἱμα-τίοις ἠμφιεσμένον; δι’ ἀμφοτέρων δηλῶν, ὅτι οὔτε οἴκοθέν ἐστιν εὐρίπιστος, οὔτε ἀπὸ τρυφῆς τινος μαλα-κισθήσεται. Οὕτω τοίνυν καὶ ἐνταῦθα πρὸς τὴν γνώμην τὴν ἀπόκρισιν ποιεῖται. Καὶ ὅρα πῶς καὶ ἐν τούτῳ πολὺ τὸ μέτριον ἐνδείκνυται. Οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔχω μὲν, καταφρονῶ δέ· ἀλλ’ ὅτι Οὐκ ἔχω. Εἶδες ὅση μετὰ τῆς συγκαταβάσεως ἡ ἀκρίβεια; Ὡς ὅταν ἐσθίῃ καὶ πίνῃ, ὅταν φαίνηται ἀπεναντίας τῷ Ἰωάννῃ ποιῶν, καὶ τοῦτο τῆς τῶν Ἰουδαίων ἕνεκα σωτηρίας ποιεῖ, μᾶλλον δὲ τῆς οἰκουμένης ἁπάσης, ὁμοῦ μὲν τῶν αἱρε-τικῶν ἐμφράττων τὰ στόματα, ὁμοῦ δὲ καὶ τοὺς τότε ἐκ περιουσίας βουλόμενος ἐπισπάσασθαι. Ἕτερος δέ τις, φησὶν, εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. Εἶδες τὸ διά-φορον; πῶς ὁ μὲν ἀναισχύντως φησὶν, Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· οὗτος δὲ, καίτοι ὅσιον πρᾶγμα αἰτῶν, φησὶν, Ἐπίτρεψόν μοι; Ἀλλ’ οὐκ ἐπέτρεψεν· ἀλλά φησιν· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς, σὺ δέ μοι ἀκολούθει. Πανταχοῦ γὰρ τῇ γνώμῃ προσεῖχε. Καὶ τίνος ἕνεκεν οὐκ ἐπέτρεψε; φησίν. Ὅτι καὶ οἱ ἐκεῖνο πληρώσοντες ἦσαν, καὶ οὐκ ἔμελ-λεν ἄταφος μένειν· καὶ τοῦτον τῶν ἀναγκαιοτέρων ἀπάγεσθαι οὐκ ἐχρῆν. Εἰπὼν δὲ, τοὺς ἑαυτῶν νεκροὺς, δείκνυσιν ὅτι οὗτος οὐκ ἔστιν αὐτοῦ νεκρός. Καὶ γὰρ τῶν ἀπίστων, ὡς ἔγωγε οἶμαι, ἦν ὁ τετελευτηκώς. Εἰ δὲ θαυμάζεις τὸν νεανίσκον, ὅτι ὑπὲρ πράγματος οὕτωσ
PG 57:348ἀναγκαίου τὸν Ἰησοῦν ἠρώτησε, καὶ οὐκ αὐτομάτως ἀπῆλθε· πολλῷ μᾶλλον θαύμασον, ὅτι καὶ κωλυθεὶς ἔμεινεν. Ἆρ’ οὖν οὐκ ἦν ἀχαριστίας ἐσχάτης, φησὶ, τὸ μὴ παραγενέσθαι θαπτομένου τοῦ πατρός; Εἰ μὲν ἀπὸ ῥᾳθυμίας ἐποίησεν, ἀχαριστίας ἦν· εἰ δὲ, ὥστε μὴ ἐγκό-ψαι ἔργον ἀναγκαιότερον, τὸ ἀπελθεῖν μάλιστα ἀγνωμο-σύνης ἦν τῆς ἐσχάτης. Καὶ γὰρ ὁ Ἰησοῦς ἐκώλυσεν αὐ-τὸν, οὐχὶ καταφρονεῖν τῆς εἰς τοὺς γεγεννηκότας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς ὅτι οὐδὲν τῶν οὐρανίων πραγμά-των ἡμῖν ἀναγκαιότερον εἶναι χρὴ, καὶ ὅτι μετὰ σπου-δῆς ἁπάσης τούτων ἔχεσθαι δεῖ, καὶ οὐδὲ μικρὸν ἀναβάλ-λεσθαι, κἂν σφόδρα ἀπαραίτητα καὶ κατεπείγοντα ᾖ τὰ ἐφέλκοντα. Τί γὰρ ἀναγκαιότερον ἂν εἴη τοῦ θάψαι πατέρα; τί δὲ εὐκολώτερον; Οὐδὲ γὰρ χρόνον πολὺν ἀναλῶσαι ἦν. Εἰ δὲ μηδὲ ὅσον εἰς ταφὴν πατρὸς και-ρὸν ἀναλῶσαι δεῖ, οὐδὲ τοσοῦτον ἀπολιμπάνεσθαι τῶν πνευματικῶν ἀσφαλές· ἐννόησον τίνος ἂν εἴημεν ἄξιοι οἱ πάντα τὸν χρόνον ἀφιστάμενοι τῶν τῷ Χριστῷ προς-ηκόντων πραγμάτων, καὶ τὰ σφόδρα εὐτελῆ τῶν ἀναγ-καίων προτιθέντες, καὶ μηδενὸς κατεπείγοντος ῥᾳθυ-μοῦντες. Καὶ ἐντεῦθεν δὲ τῆς διδασκαλίας τὴν φιλοσο-φίαν θαυμάζειν χρὴ, ὅτι σφόδρα αὐτὸν προσήλωσε τῷ λόγῳ· καὶ μετὰ τούτου τῶν μυρίων ἀπήλλαξε κακῶν, οἷον θρήνων, καὶ πένθους, καὶ τῶν ἐντεῦθεν ἐκδεχομέ-νων. Μετὰ γὰρ τὸ θάψαι ἀνάγκη λοιπὸν ἦν καὶ διαθή-κας περιεργάζεσθαι, καὶ κλήρου διανομὴν, καὶ τὰ ἄλλα ὅσα τούτοις ἕπεται ἅπαντα· καὶ οὕτω κύματα ἐκ κυ-μάτων αὐτὸν διαδεχόμενα ποῤῥωτάτω τοῦ τῆς ἀληθείας ἀπῆγε λιμένος. Διὰ τοῦτο αὐτὸν ἕλκει, καὶ ἑαυτῷ προς-ηλοῖ. Εἰ δὲ ἔτι θαυμάζεις καὶ θορυβῇ, ὅτι οὐ συνεχω-ρήθη παραγενέσθαι τῇ ταφῇ τοῦ πατρὸς, ἐννόησον ὅτι πολλοὶ τοὺς κακῶς ἔχοντας, κἂν πατὴρ, κἂν μήτηρ ᾖ, κἂν παιδίον, κἂν ἄλλος ὁστισοῦν τῶν προς-ηκόντων ὁ τετελευτηκὼς, οὐκ ἀφιᾶσι μαθεῖν, οὐδὲ ἐπὶ τὸ μνῆμα ἀκολουθῆσαι· καὶ οὐκ ἐγκαλοῦμεν ταύτῃ αὐτοῖς ὠμότητα, οὐδὲ ἀπανθρωπίαν· καὶ μάλα εἰκότως. Τοὐναντίον γὰρ ἂν ὠμότητος ἦν, τὸ οὕτω διακειμένους ἐπὶ τὸ πένθος ἐξαγαγεῖν. δ. Εἰ δὲ τὸ τοὺς προσήκοντας πενθῆσαι καὶ συντριβῆναι τὴν διάνοιαν κακὸν, πολλῷ μᾶλλον τὸ τῶν πνευματικῶν ἀπάγεσθαι λόγων. Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασι-λείᾳ τῶν οὐρανῶν. Καὶ γὰρ πολλῷ βέλτιον βασιλείαν ἀνακηρύττειν, καὶ ἑτέρους ἀνασπᾷν ἀπὸ θανάτου, ἢ τὸν οὐδὲν ὠφελούμενον νεκρὸν θάπτειν· καὶ μάλιστα ὅταν ὦσιν οἱ ταῦτα πληρώσοντες ἅπαντα. Οὐδὲν οὖν ἕτερον ἐντεῦθεν μανθάνομεν, ἀλλ’ ἢ ὅτι οὐδὲ τὸν τυχόντα καιρὸν παραπολλύναι χρὴ, κἂν μυρία τὰ κατεπείγοντα ᾖ, ἀλλὰ πάντων καὶ τῶν ἀναγκαιοτάτων τὰ πνευματικὰ προτι-θέναι, καὶ εἰδέναι, τί μὲν ζωὴ, τί δὲ θάνατος. Πολλοὶ γὰρ καὶ τῶν ζῇν δοκούντων νεκρῶν οὐδὲν διαφέρουσιν, ὅταν ἐν κακίᾳ ζῶσι· μᾶλλον δὲ καὶ ἐκείνων οὗτοι χείρους. Ὁ μὲν γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· οὗτος δὲ δουλεύει τῇ ἁμαρτίᾳ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Ὑπὸ σκωλήκων οὐ κατεσθίεται, οὐδὲ ἐν λάρνακι κεῖται, οὐδὲ ἀπέκλεισε τοὺς ὀφθαλμοὺς, οὐδὲ

Homily XXVIIIHomilia XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:349κειρίαις δέδεται. Καὶ γὰρ ταῦτα χαλεπώτερα ὑπομέ-νει τοῦ τετελευτηκότος, οὐ σκωλήκων αὐτὸν κατεσθιόν-των, ἀλλὰ θηρίων σφοδρότερον τῶν παθῶν τῆς ψυχῆς αὐτὸν σπαραττόντων. Εἰ δὲ ἀνεῴγασιν οἱ ὀφθαλμοὶ, καὶ τοῦτο πολὺ χεῖρον πάλιν τοῦ μεμυκέναι. Οἱ μὲν γὰρ τοῦ νεκροῦ οὐδὲν ὁρῶσι πονηρόν· οὗτος δὲ μυρίας ἑαυτῷ συνάγει νόσους, ἀνεῳγμένων αὐτοῦ τῶν ὀφθαλ-μῶν. Καὶ ὁ μὲν ἐν λάρνακι κεῖται, πρὸς πάντα ἀκίνητος ὤν· οὗτος δὲ ἐν τῷ τάφῳ τῶν μυρίων κατορώρυκται νοσημάτων. Ἀλλὰ τὸ σῶμα αὐτοῦ σηπόμενον οὐχ ὁρᾷς; Καὶ τί τοῦτο; Πρὸ γὰρ τοῦ σώματος αὐτοῦ ἡ ψυχὴ διέφθαρται καὶ ἀπόλωλε, καὶ πλείονα ὑπομένει τὴν σηπεδόνα. Ὁ μὲν γὰρ δέκα ὄδωδεν ἡμέρας· οὗτος δὲ ἅπαντα τὸν βίον δυσωδίας ἀποπνεῖ, στόμα ἔχων ὀχετῶν ἀκαθαρτότερον. Ὥστε τοσοῦτον αὐτοῦ διενήνοχεν ἐκεῖνος, ὅσον ὁ μὲν τὴν ἀπὸ τῆς φύσεως ὑπομένει μόνον φθο-ρὰν, οὗτος δὲ μετ’ ἐκείνης καὶ τὴν ἀπὸ τῆς ἀσωτίας ἐπεισάγει σηπεδόνα, μυρίας καθ’ ἑκάστην ἡμέραν ἐπινοῶν ὑποθέσεις διαφθορᾶς. Ἀλλ’ ἐφ’ ἵππου φέρεται; Καὶ τί τοῦτο; Καὶ γὰρ ἐκεῖνος ἐπὶ κλίνης· καὶ τὸ δὴ χαλεπὸν, λυόμενον μὲν ἐκεῖνον καὶ σηπόμενον οὐδεὶς ὁρᾷ, ἀλλ’ ἔχει τὴν λάρνακα παραπέτασμα· οὗτος δὲ ὀδωδὼς παντα-χοῦ περίεισι, καθάπερ ἐν τάφῳ τῷ σώματι νενεκρωμένην ψυχὴν περιφέρων. Καὶ εἴγε ἦν ψυχὴν ἀνδρὸς ἰδεῖν τρυφῇ καὶ κακίᾳ συζῶντος, εἶδες ἂν ὅτι πολὺ βέλτιον ἐν τάφῳ κεῖσθαι δεδεμένον, ἢ ταῖς τῶν ἁμαρτιῶν σφίγγεσθαι σειραῖς· καὶ λίθον ἔχειν ἐπικείμενον, ἢ τὸ βαρὺ τῆς ἀναισθησίας πῶμα. Διὸ δὴ μάλιστα τοὺς τού-
τοις προσήκοντας τοῖς νεκροῖς, ἐπειδὴ οὗτοι ἀναλγήτως διάκεινται, προσιέναι δεῖ περὶ αὐτῶν τῷ Ἰησοῦ, καθάπερ ἡ Μαρία τότε ἐποίησεν ἐπὶ τοῦ Λαζάρου. Κἂν ὀδωδὼς ᾖ, κἂν τεταρταῖος ᾖ, μὴ ἀπογνῷς, ἀλλὰ πρόσελθε, καὶ τὸν λίθον ἄνελε πρῶτον. Καὶ γὰρ τότε ὄψει κείμενον, ὥσπερ ἐν τάφῳ, καὶ ταῖς κειρίαις δεδεμένον. Καὶ εἰ βού-λεσθε, τῶν μεγάλων τινὰ καὶ περιφανῶν εἰς μέσον ἀγάγωμεν. Ἀλλὰ μὴ δείσητε· ἀνωνύμως γὰρ ἐρῶ τὸ ὑπόδειγμα· μᾶλλον δὲ, εἰ καὶ τὴν προσηγορίαν ἔλεγον, οὐδὲ οὕτω δεδοικέναι ἐχρῆν. Τίς γάρ ποτε νεκρὸν δέδοικε; Καὶ γὰρ ὅσα ἂν πράξῃ, μένει νεκρὸς ὤν· νεκρὸς δὲ ζῶντα οὐ μικρὸν, οὐ μέγα ἀδικῆσαι δύναται. Ἴδωμεν τοίνυν τὴν κεφαλὴν αὐτῶν δεδεμένην. Καὶ γὰρ ὅταν μεθύωσι διηνε-
PG 57:350κῶς, καθάπερ οἱ νεκροὶ τοῖς πολλοῖς ἐπιβλήμασιν ἐκεί-νοις καὶ ταῖς κειρίαις, οὕτω πάντα τὰ αἰσθητήρια ἀπο-κλείεται καὶ δεσμεῖται. Εἰ δὲ βούλει καὶ τὰς χεῖρας ἰδεῖν, ὄψει καὶ ταύτας τῇ γαστρὶ προσδεδεμένας, καθά-περ τῶν οἰχομένων, καὶ περιεσφιγμένας, οὐ κειρίαις, ἀλλ’ ὃ πολλῷ χαλεπώτερόν ἐστι, τοῖς τῆς πλεονεξίας δεσμοῖς. Οὐ γὰρ ἀφίησιν αὐτὰς ἐκταθῆναι πρὸς ἐλεημο-σύνην ἐκείνη, οὐδὲ πρὸς ἄλλο τι τῶν τοιούτων κατορθω-μάτων, ἀλλὰ τῶν νενεκρωμένων ἀχρηστοτέρας ἐργάζεται. Βούλει καὶ τοὺς πόδας ἰδεῖν συνδεδεμένους; Ὅρα αὐτοὺς πάλιν περιεσφιγμένους φροντίσι, καὶ διὰ τοῦτο οὐδέποτε δυναμένους εἰς οἶκον Θεοῦ δραμεῖν. Εἶδες τὸν νεκρόν; βλέπε καὶ τὸν ἐνταφιαστήν. Τίς οὖν ἐστιν ὁ ἐνταφιαστὴς τούτων; Ὁ διάβολος, ὁ ἀκριβῶς αὐτοὺς περισφίγγων, καὶ οὐκ ἀφιεὶς λοιπὸν τὸν ἄνθρωπον ἄνθρωπον φαίνεσθαι, ἀλλὰ ξύλον ξηρόν. Ὅπου γὰρ οὐκ ὀφθαλμὸς, οὐ χεῖρες, οὐ πόδες, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, πῶς ἂν ὁ τοιοῦ-τος ἄνθρωπος φανείη; Οὕτω καὶ τὴν ψυχὴν αὐτῶν ἐσπαργανωμένην ἔστιν ἰδεῖν, καὶ εἴδωλον μᾶλλον ἢ ψυχὴν οὖσαν. Ἐπεὶ οὖν ἀναισθήτως αὐτοὶ διάκεινταί πως νεκροὶ γεγενημένοι, προσέλθωμεν ὑπὲρ αὐτῶν τῷ Ἰησοῦ, παρακαλέσωμεν ἀναστῆσαι, ἀνέλωμεν τὸν λίθον, λύσω-μεν τὰς κειρίας. Ἂν γὰρ τὸν λίθον ἀνέλῃς, τουτέστι, τὴν ἀναισθησίαν τὴν ἐπὶ τοῖς κακοῖς, ταχέως καὶ ἐξαγα-γεῖν αὐτοὺς δυνήσῃ τοῦ μνήματος· ἐξαγαγὼν δὲ, εὐκο-λώτερον τῶν δεσμῶν ἀπαλλάξεις. Τότε σε εἴσεται ὁ Χριστὸς, ὅταν ἀναστῇς, ὅταν λυθῇς· τότε σε καὶ ἐπὶ τὰ δεῖπνα καλέσει τὰ ἑαυτοῦ. Ὅσοι τοίνυν τοῦ Χριστοῦ φίλοι, ὅσοι μαθηταὶ, ὅσοι τὸν ἀπελθόντα φιλεῖτε, προς-έλθετε τῷ Ἰησοῦ καὶ δεήθητε. Εἰ γὰρ καὶ μυρίας γέμει τῆς δυσωδίας, ἀλλ’ ὅμως τοὺς προσήκοντας οὐδὲ οὕτως αὐτὸν καταλιμπάνειν χρὴ, ἀλλὰ τοσούτῳ μᾶλλον προσιέναι· ὅπερ οὖν καὶ αἱ ἀδελφαὶ τοῦ Λαζάρου τότε ἐποίησαν· καὶ μὴ πρότερον ἀφίστασθαι παρακαλοῦντας, δεομένους, ἱκετεύοντας, ἕως ἂν αὐτὸν ζῶντα λάβωμεν. Ἂν γὰρ οὕτω τὰ καθ’ ἑαυτοὺς καὶ τὰ τῶν πλησίον διοι-κῶμεν, καὶ τῆς μελλούσης ταχέως ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:349ΟΜΙΛΙΑ ΚΗ. Ἐμβάντι δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἰδοὺ χειμὼν μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. α. Ὁ μὲν οὖν Λουκᾶς, ἀπαλλάττων ἑαυτὸν τοῦ ἀπαιτη-θῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν· Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἀνέβη εἰς τὸ πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ὁ Μάρκος ὁμοίως. Οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. Οὐδὲ γὰρ οὕτω πάντες πάντα ἔγραφον. Ταῦτα δέ μοι καὶ ἔμπροσθεν εἴρηται, ἵνα μὴ τῇ παραλείψει διαφωνίαν τις εἶναι νομίζοι. Τοὺς μὲν οὖν ὄχλους προέπεμψε, τοὺσ
PG 57:350δὲ μαθητὰς μεθ’ ἑαυτοῦ ἔλαβε· καὶ γὰρ καὶ τοῦτο ἐκεῖνοι λέγουσι. Παρέλαβε δὲ οὐ μάτην, οὐδὲ εἰκῆ, ἀλλ’ ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος. Καθάπερ γάρ τις παιδοτρίβης ἄριστος, εἰς ἀμφότερα αὐτοὺς ἤλειφεν, εἴς τε τὸ ἀκαταπλήκτους εἶναι ἐν τοῖς δεινοῖς, εἴς τε τὸ μετριάζειν ἐν ταῖς τιμαῖς. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους ἐκπέμψας αὐτοὺς κατ-έσχεν, ἀφίησι κλυδωνισθῆναι, τοῦτό τε κατορθῶν, καὶ γυμνάζων πειρασμοὺς φέρειν γενναίως. Μεγάλα μὲν γὰρ καὶ τὰ πρότερα θαύματα ἦν, ἀλλὰ τοῦτο καὶ γυμνα-σίαν τινὰ εἶχεν οὐ μικρὰν, καὶ τοῦ παλαιοῦ συγγενὲς σημεῖον ἦν. Διὰ τοῦτο μόνους τοὺς μαθητὰς ἄγει μεθ’
PG 57:351ἑαυτοῦ. Ἔνθα μὲν γὰρ θαυμάτων ἐπίδειξις ἦν, καὶ τὸν δῆμον ἀφίησι παρεῖναι· ἔνθα δὲ πειρασμῶν καὶ φόβων ἐπανάστασις, τοὺς ἀθλητὰς τῆς οἰκουμένης, οὓς γυμνά-ζειν ἔμελλε, τούτους παραλαμβάνει μόνους. Καὶ ὁ μὲν Ματθαῖος ὅτι ἐκάθευδεν εἶπεν ἁπλῶς, ὁ δὲ Λουκᾶς ὅτι ἐν προσκεφαλαίῳ φησὶ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολ-λὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, καὶ τῆς θαλάσσης μαινομένης, δι-εγείρουσιν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολ-λύμεθα. Ὁ δὲ αὐτοῖς ἐπετίμα πρὸ τῆς θαλάσσης. Καὶ γὰρ, ὅπερ ἔφην, γυμνασίας ἕνεκεν ταῦτα συνεχωρεῖτο, καὶ τύπος ἦν τῶν μελλόντων καταλήψεσθαι αὐτοὺς πει-ρασμῶν. Καὶ γὰρ καὶ μετὰ ταῦτα πολλάκις ἀφῆκεν αὐ-τοὺς εἰς χαλεπωτέρους χειμῶνας πραγμάτων ἐμ-πεσεῖν, καὶ ἐμακροθύμησε. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· καὶ μετὰ ταῦτα πάλιν, Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Δεικνὺς τοίνυν ἐντεῦθεν, ὅτι θαῤῥεῖν χρὴ, κἂν μεγάλα διεγείρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφερόντως οἰκονομεῖ, πρῶτον αὐτοῖς ἐπι-τιμᾷ. Καὶ γὰρ αὐτὸ τὸ θορυβηθῆναι συμφερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γε-νέσθαι τοῦ συμβάντος τὴν μνήμην. Ὅταν γὰρ παράδοξόν τι γενέσθαι μέλλῃ, πολλὰ προκατασκευάζεται πρότε-ρον μνήμης ποιητικὰ, ἵνα μὴ μετὰ τὸ παρελθεῖν τὸ θαῦμα εἰς λήθην ἐμπέσωσιν. Οὕτω καὶ Μωϋσῆς πρότερον φοβεῖται τὸν ὄφιν, καὶ φοβεῖται οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἀγωνίας, καὶ τότε ὁρᾷ τὸ παράδοξον ἐκεῖνο γινόμενον. Οὕτω καὶ οὗτοι, προσδοκήσαντες ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν· ἵνα ὁμολογήσαν-τες τὸν κίνδυνον, μάθωσι τοῦ θαύματος τὸ μέγεθος. Διὰ τοῦτο καὶ καθεύδει· εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ’ ἂν ἐνό-μισαν αὐτὸν δύνασθαι τοιοῦτόν τι ποιεῖν. Διὰ τοῦτο καθ-εύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, καὶ τρανοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινόμενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, καὶ ὕπτιοι ἦσαν, (οὔτε γὰρ χωλοὶ, οὔτε ἄλλο τι τοιοῦτον νόσημα εἶχον), ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν· συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλα-γῆς σαφεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. Διὰ τοῦτο οὐδὲ παρόντων τῶν ὄχλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι ὀλιγοπιστίας· ἀλλ’ αὐτοὺς μόνους λα-βὼν διορθοῦται, καὶ πρὸ τοῦ χειμῶνος τῶν ὑδάτων τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτιμῶν καὶ λέγων· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; καὶ παιδεύων ὁμοῦ, ὅτι τὸν φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ,
ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. Εἰ δὲ λέγοι τις, ὅτι δειλίας οὐκ ἦν, οὐδὲ ὀλιγοπιστίας, τὸ προσελθόντας ἐγεῖραι, ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτο αὐτὸ μάλιστα σημεῖον ἦν τοῦ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν. Ὅτι μὲν γὰρ δύναται ἐπιτιμᾷν ἐγερθεὶς, ᾔδεσαν· ὅτι δὲ καὶ καθεύδων, οὐδέπω. Καὶ τί θαυμάζεις, εἰ νῦν, ὅπου γε καὶ μετὰ πολλὰ ἕτερα θαύματα ἀτελέστερον ἔτι διέκειν-το; Διὸ καὶ ἐπιτιμῶνται πολλάκις, ὡς ὅταν λέγῃ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Μὴ τοίνυν θαυμά-
PG 57:352σῃς, εἰ τῶν μαθητῶν ἀτελέστερον διακειμένων οἱ ὄχλοι οὐδὲν μέγα περὶ αὐτοῦ ἐφαντάζοντο· Ἐθαύμαζον γὰρ λέγοντες· Ποταπός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν, ὅτι ἄνθρωπον αὐτὸν ἐκά-λουν, ἀλλ’ ἀνέμενε, διὰ τῶν σημείων αὐτοὺς διδάσκων, ὅτι πεπλανημένη ἦν αὐτῶν ἡ ὑπόληψις. Πόθεν δὲ ἄν-θρωπον αὐτὸν ἐνόμιζον; Ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου, καὶ τοῦ πλοίῳ κεχρῆσθαι. Διὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες· Ποταπός ἐστιν οὗτος; Ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον ἄνθρωπον ἐδείκνυ· ἡ δὲ θάλαττα καὶ ἡ γαλήνη Θεὸν ἐνέφαινεν. β. Ἐπειδὴ γὰρ καὶ Μωϋσῆς ἐποίησέ τι τοιοῦτόν ποτε, καὶ ἐντεῦθεν δείκνυσι τὴν ὑπεροχήν· καὶ ὅτι ὁ μὲν ὡς δοῦλος, ὁ δὲ ὡς Δεσπότης θαυματουργεῖ. Οὐ γὰρ ῥάβδον ἔτεινεν ὥσπερ ἐκεῖνος, οὐδὲ χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν, οὐδὲ εὐχῆς ἐδεήθη· ἀλλ’ ὥσπερ εἰκὸς δε-σπότην ἐπιτάττοντα θεραπαινίδι, καὶ Δημιουργὸν κτίσμα-τι, οὕτως αὐτὴν κατέστειλέ τε καὶ ἐχαλίνωσε λόγῳ καὶ ἐπιτάγματι μόνον· καὶ πᾶσα εὐθέως ἐλύετο ἡ ζάλη, καὶ οὐδὲ ἴχνος ἀπέμενε τῆς ταραχῆς. Τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπών· Καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ὅπερ περὶ τοῦ Πατρὸς ὡς μέγα εἴρητο, τοῦτο αὐτὸς διὰ τῶν ἔργων ἐπεδείξατο πάλιν. Τί δὲ εἴρητο περὶ αὐτοῦ; Εἶπε, φησὶ, καὶ ἔστη πνεῦμα καταιγίδος. Οὕτω καὶ ἐνταῦθα· Εἶπε, καὶ ἐγένετο γαλήνη μεγάλη. Διὸ μάλιστα καὶ ἐθαύμαζον οἱ ὄχλοι αὐτὸν, οὐκ ἂν θαυ-μάσαντες, εἴπερ οὕτως ἐποίησεν ὡς ἐκεῖνος. Ἐπειδὴ δὲ ἀπέβη τῆς θαλάττης, διαδέχεται θαῦμα ἕτερον φοβε-ρώτερον. Δαιμονῶντες γὰρ καθάπερ δραπέται πονηροὶ δεσπότην ἰδόντες, ἔλεγον· Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἐπειδὴ γὰρ ἄνθρωπον αὐτὸν ἔλεγον οἱ ὄχλοι, ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύττοντες· καὶ οἱ τῆς θαλάττης κυμαινούσης καὶ πάλιν ἡσυχαζούσης οὐκ ἀκούοντες, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων, ἅπερ ἐκείνη διὰ τῆς γαλήνης ἔκραζεν. Εἶτα ἵνα μὴ δόξῃ κο-λακείας τὸ πρᾶγμα εἶναι, ἀπὸ τῆς πείρας τῶν πραγμά-των βοῶσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Διὰ δὴ τοῦτο πρότερον ὡμολόγηται ἡ ἔχθρα, ἵνα μὴ ὕποπτος αὐτῶν ἡ ἱκετηρία γένηται. Καὶ γὰρ ἐμα-στίζοντο ἀοράτως, καὶ τῆς θαλάττης ἐχειμάζοντο μᾶλ-λον, κεντούμενοι καὶ ἐμπιπράμενοι, καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης. Ἐπειδὴ γὰρ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα, αὐτὸς πρὸς αὐτοὺς ἀπέρχεται ὁ Χριστός. Καὶ ὁ μὲν Ματθαῖός φησιν αὐτοὺς εἰρηκέναι· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς· οἱ δὲ ἄλλοι προσέθηκαν, ὅτι καὶ παρεκάλουν αὐτὸν καὶ ὥρκιζον, ἵνα μὴ εἰς τὴν ἄβυσσον αὐτοὺς ἐμβάλῃ. Ἐνό-μισαν γὰρ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, καὶ ἔδει-σαν ὡς ἤδη εἰς τιμωρίαν ἐμπεσούμενοι. Εἰ δὲ οἱ περὶ τὸν Λουκᾶν ἕνα φασὶν αὐτὸν εἶναι, οὗτος δὲ δύο, οὐδὲ τοῦτο διαφωνίαν ἐμφαίνει. Εἰ μὲν γὰρ εἶπον, ὅτι εἷς μόνος ἦν, ἕτερος δὲ οὐκ ἦν, ἐδόκουν ἐναντία λέγειν τῷ Ματθαίῳ· εἰ δὲ, ὁ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν δύο διελέχθη, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγή-σεως. Καὶ γὰρ ἔμοιγε δοκεῖ τὸν χαλεπώτερον τούτων ἐπιλεξάμενος ὁ Λουκᾶς εἰρηκέναι· διὸ καὶ τραγι-κώτερον ἀπαγγέλλει τὴν συμφοράν· οἷον, ὅτι τὰ δεσμὰ
PG 57:353καὶ τὰς ἁλύσεις διαῤῥήσσων κατὰ τὴν ἔρημον ἐπλανᾶτο· ὁ δὲ Μάρκος ὅτι καὶ τοῖς λίθοις ἑαυτὸν ἔκοπτέ φησι· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἱκανὰ τὸ ἀπηνὲς καὶ τὸ ἀναί-σχυντον ἐνδείξασθαι. Ἦλθες γὰρ ὧδε πρὸ καιροῦ βα-σανίσαι ἡμᾶς; φησίν. Ὅτι μὲν γὰρ οὐχ ἥμαρτον, οὐκ εἶχον εἰπεῖν· ἀξιοῦσι δὲ μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην. Ἐπειδὴ γὰρ κατέλαβεν αὐτοὺς τὰ ἀνήκεστα δεινὰ καὶ παράνομα ἐκεῖνα ἐργαζομένους, καὶ τὸ πλάσμα τὸ ἑαυτοῦ παντὶ διαστρέφοντας τρόπῳ καὶ τιμωρουμένους, καὶ ἐνόμιζον αὐτὸν δι’ ὑπερβολὴν τῶν γενομένων οὐκ ἀναμένειν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκά-λουν καὶ ἐδέοντο· καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδη-ρῶν, ἔρχονται δεδεμένοι· καὶ οἱ τὰ ὄρη κατατρέχοντες, εἰς τὰ πεδία ἐξῄεσαν· καὶ οἱ τοὺς ἄλλους κωλύοντες διαβαίνειν, τὸν ἀποτειχίζοντα τὴν ὁδὸν αὐτοῖς ἰδόντες, ἔστησαν. Τί δήποτε δὲ καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν; Ὀλέθριον δόγμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἷον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μηδέ-ποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. Τί οὖν, φησὶν, ἂν εἴποις, ὅταν πολλοὶ τῶν γοήτων παῖδας λαβόντες ἀποσφάττωσιν, ὥστε αὐτοῖς μετὰ ταῦτα συμπράττουσαν τὴν ψυχὴν ἔχειν; Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι μὲν γὰρ ἀποσφάττουσι, πολλοὶ λέγουσιν· ὅτι δὲ αἱ ψυχαὶ τῶν σφαγέντων μετ’ αὐτῶν εἰσι, πόθεν ἔγνως; εἰπέ μοι. Αὐ-τοὶ, φησὶν, οἱ δαιμονῶντες βοῶσιν, ὅτι Ψυχὴ τοῦ δεῖνος ἐγώ. Ἀλλὰ καὶ τοῦτο σκηνή τις καὶ ἀπάτη διαβολική. Οὐ γὰρ ἡ ψυχὴ τοῦ τετελευτηκότος ἐστὶν ἡ βοῶσα, ἀλλ’ ὁ δαίμων ὁ ὑποκρινόμενος ταῦτα, ὥστε ἀπατῆσαι τοὺς ἀκούοντας. Εἰ γὰρ εἰς δαίμονος οὐσίαν δυνατὸν ψυχὴν εἰσελθεῖν, πολλῷ μᾶλλον εἰς τὸ σῶμα τὸ ἑαυτῆς. Ἄλλως δὲ οὐκ ἂν ἔχοι λόγον τὴν ἠδικημένην ψυχὴν συμπράτ-τειν τῷ ἠδικηκότι· ἣ ἄνθρωπον δύνασθαι δύναμιν ἀσώ-ματον εἰς ἑτέραν μεταβαλεῖν οὐσίαν. Εἰ γὰρ ἐπὶ τῶν σωμάτων τοῦτο ἀμήχανον, καὶ οὐκ ἄν τις ἀνθρώπου σῶμα ὄνου ἐργάσαιτο· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀοράτου ψυ-χῆς τοῦτο ἀδύνατον, καὶ οὐκ ἄν τις ἰσχύσειεν εἰς δαίμο-νος οὐσίαν αὐτὴν μετενεγκεῖν. γ. Ὥστε γραϊδίων μεθυόντων ταυτὶ τὰ ῥήματα, καὶ παίδων μορμολύκεια. Οὐδὲ γὰρ ἔνι ψυχὴν ἀποῤῥαγεῖσαν τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι λοιπόν. Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ· εἰ δὲ αἱ τῶν δικαίων, καὶ αἱ τῶν παίδων· οὐδὲ γὰρ ἐκεῖναι πονηραί. Καὶ αἱ τῶν ἁμαρτω-λῶν δὲ εὐθέως ἐντεῦθεν ἀπάγονται. Καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Χρι-στός· Σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Καὶ οὐχ οἷόν τε ψυχὴν ἐξελθοῦσαν τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι· καὶ μάλα εἰκότως. Εἰ γὰρ ἐν γῇ βαδί-ζοντες τῇ συνήθει καὶ γνωρίμῳ, καὶ σῶμα περικείμενοι, ὅταν ξένην ὁδεύωμεν ὁδὸν, ποίαν ἐλθεῖν οὐκ ἴσμεν, ἂν μὴ τὸν χειραγωγοῦντα ἔχωμεν· πῶς ἡ τοῦ σώματος ἀποῤῥαγεῖσα ψυχὴ, καὶ τῆς συνηθείας ἐξελθοῦσα πάσης, εἴσεται ποῦ δεῖ βαδίζειν ἄνευ τοῦ καθοδηγοῦντος αὐ-τήν; Καὶ πολλαχόθεν δὲ ἑτέρωθεν ἄν τις κατίδοι, ὅτι οὐκ ἔνι ψυχὴν ἐξελθοῦσαν ἐνταῦθα μεῖναι. Καὶ γὰρ ὁ Στέφα-νός φησι· Δέξαι τὸ πνεῦμά μου· καὶ ὁ Παῦλος, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖτ-τον. Καὶ περὶ τοῦ πατριάρχου δέ φησιν ἡ Γραφή· Καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, τραφεὶς ἐν γήρει
PG 57:354καλῷ. Ὅτι δὲ οὐδὲ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ διατρίβειν ἐνταῦθα δύνανται, ἄκουσον τοῦ πλουσίου πολλὰ ὑπὲρ τούτου παρακαλοῦντος, καὶ οὐκ ἐπιτυγχάνοντος· ὡς εἴγε ἦν δυνατὸν, αὐτὸς ἂν ἦλθε, καὶ ἀνήγγειλε τὰ ἐκεῖ γεγενημένα. Ὅθεν δῆλον, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδη-μίαν εἰς χώραν τινὰ ἀπάγονται αἱ ψυχαὶ, οὐκέτι κύριαι οὖσαι ἐπανελθεῖν, ἀλλὰ τὴν φοβερὰν ἐκείνην ἡμέραν ἀναμένουσαι. Εἰ δὲ λέγοι τις, Καὶ τίνος ἕνεκεν ὅπερ ἠξίωσαν οἱ δαί-μονες ἐποίησεν ὁ Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλὰ πολλὰ ἐντεῦθεν οἰκονομῶν· ἓν μὲν, τὸ διδάξαι τοὺς ἀπαλλαγέντας τῶν πο-νηρῶν τυράννων ἐκείνων τὸ μέγεθος τῆς λύμης τῶν ἐπιβουλευόντων αὐτοῖς· ἕτερον δὲ, ἵνα μάθωσι πάντες, ὅτι οὐδὲ χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρή-σειε· τρίτον, ὅτι χαλεπώτερα τῶν χοίρων ἐκείνους ἂν εἰργάσαντο, εἰ μὴ καὶ ἐν τῇ συμφορᾷ πολλῆς ἀπέλαυον τῆς τοῦ Θεοῦ προνοίας. Ὅτι γὰρ ἡμᾶς τῶν ἀλόγων μᾶλλον μισοῦσι, παντί που δῆλόν ἐστιν. Ὥστε οἱ τῶν χοίρων μὴ φειδόμενοι, ἀλλ’ ἐν μιᾷ καιροῦ ῥοπῇ πάντας αὐτοὺς κατακρημνίσαντες, πολλῷ μᾶλλον ἂν τοὺς ἀν-θρώπους ταῦτα εἰργάσαντο, οὓς εἶχον, ἐπ’ ἐρημίας ἄγοντες καὶ ἀπάγοντες, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ τυραννίδι πολλὴ ἦν ἡ τοῦ Θεοῦ κηδεμονία, χαλινοῦσα καὶ ἐπέχουσα τὴν περαιτέρω ῥύμην αὐτῶν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν οὐδεὶς, ὃς οὐκ ἀπολαύει τῆς τοῦ Θεοῦ προνοίας. Εἰ δὲ μὴ πάντες ὁμοίως, μηδὲ καθ’ ἕνα τρόπον, καὶ τοῦτο προ-νοίας μέγιστον εἶδός ἐστι. Πρὸς γὰρ τὸ ἑκάστῳ λυσιτε-λοῦν καὶ τὸ τῆς προνοίας ἐπιδείκνυται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐκ τούτου μανθάνομεν, ὅτιπερ οὐ κοινῇ πάντων προνοεῖ μόνον, ἀλλὰ καὶ ἰδίᾳ ἑκάστου· ὁ καὶ ἐπὶ τῶν μαθητῶν ἐδήλωσεν εἰπών· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Καὶ ἀπὸ τῶν δαιμονώντων δὲ τούτων ἄν τις τοῦτο κατίδοι σαφῶς, οἳ πάλαι ἂν ἀπεπνίγησαν, εἰ μὴ πολλῆς τῆς ἄνωθεν κηδεμονίας ἀπέλαυον. Διὰ δὴ ταῦτα ἐπέτρεψεν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, καὶ ἵνα καὶ οἱ τὰ χωρία οἰκοῦντες ἐκεῖνα μάθωσιν αὐτοῦ τὴν δύνα-μιν. Ἔνθα μὲν γὰρ πολὺ τὸ ὄνομα αὐτοῦ ἐστιν, οὐ σφόδρα ἐπεδείκνυτο· ἔνθα δὲ μηδεὶς αὐτὸν οἶδεν, ἀλλ’ ἔτι ἀναισθήτως διάκεινται, ἐκλάμπειν ἐποίει τὰ θαύματα, ὥστε αὐτοὺς εἰς τὴν αὐτοῦ θεογνωσίαν ἐπισπά-σασθαι. Ὅτι γὰρ ἀναίσθητοί τινες ἦσαν οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, δῆλον ἀπὸ τοῦ τέλους. Δέον γὰρ αὐ-τοὺς προσκυνῆσαι καὶ θαυμάσαι τὴν δύναμιν, οἱ δὲ ἀπέπεμπον, Καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Ἀλλὰ τίνος ἕνεκεν ἀνεῖλον τοὺς χοίρους οἱ δαίμονες; Πανταχοῦ τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλλειν ἐσπουδάκασι, καὶ πανταχοῦ χαίρουσι τῇ ἀπωλείᾳ. Τοῦτο γοῦν καὶ ὁ διάβολος ἐπὶ τοῦ Ἰὼβ ἐποίησε· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον, καὶ τῷ δαίμονι πᾶσαν ἀναισχυντίας ἐκκόπτων πρόφασιν, καὶ εἰς τὴν αὐτοῦ περιτρέπων κεφαλὴν τὰ κατὰ τοῦ δικαίου γινόμενα. Ἐπεὶ καὶ νῦν τοὐναντίον, ἤπερ ἤθελον οὗτοι, γέγονε. Καὶ γὰρ ἡ τοῦ Χριστοῦ δύναμις λαμπρῶς ἀνεκηρύττετο,
PG 57:355καὶ ἡ πονηρία τῶν δαιμόνων, ἧς ἀπήλλαξε τοὺς ὑπ’ αὐ-τῶν κατεχομένους, σαφέστερον διεδείκνυτο, καὶ ὅτι οὐδὲ χοίρων εἰσὶν ἅπτεσθαι κύριοι, μὴ τοῦ τῶν ὅλων ἐπιτρέ-ποντος Θεοῦ. δ. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλάβοι, τὸ κωλύον οὐδέν. Ἡ μὲν γὰρ ἱστορία αὕτη· δεῖ δὲ εἰδέναι σαφῶς, ὡς οἱ χοιρώδεις τῶν ἀνθρώπων εὐεπιχείρητοι ταῖς τῶν δαιμόνων ἐνεργείαις εἰσί. Καὶ ἄνθρωποι μὲν ὄντες οἱ ταῦτα πάσχοντες, δύνανται καὶ περιγενέσθαι πολλάκις· ἂν δὲ χοῖροι τὸ ὅλον γένωνται, οὐ δαιμονί-ζονται μόνον, ἀλλὰ καὶ κατακρημνίζονται. Καὶ ἄλλως δὲ, ἵνα μή τις σκηνὴν εἶναι νομίσῃ τὰ γενόμενα, ἀλλὰ πι-στεύσῃ σαφῶς ὅτι ἐξῆλθον οἱ δαίμονες, ἀπὸ τοῦ θανά-του τῶν χοίρων τοῦτο γίνεται κατάδηλον. Σκόπει δὲ αὐτοῦ καὶ τὸ πρᾶον μετὰ τῆς δυνάμεως. Ἐπειδὴ γὰρ τοιαῦτα εὐεργετηθέντες ἀπήλαυνον αὐτὸν οἱ τὴν χώραν οἰκοῦντες ἐκείνην, οὐκ ἀντέτεινεν, ἀλλ’ ἀνεχώρησε, καὶ τοὺς ἀναξίους ἀποφήναντας ἑαυτοὺς τῆς αὐτοῦ δι-δασκαλίας κατέλιπε, τοὺς ἐλευθερωθέντας τῶν δαιμόνων δοὺς διδασκάλους καὶ τοὺς συβώτας, ὥστε παρ’ ἐκεί-νων μαθεῖν πάντα τὰ γεγενημένα· καὶ αὐτὸς ἀναχωρή-σας τὸν φόβον ἀφίησιν αὐτοῖς ἐνακμάζοντα. Καὶ γὰρ τῆς ζημίας τὸ μέγεθος διεδίδου τοῦ γεγενημένου τὴν φήμην, καὶ καθικνεῖτο τῆς διανοίας αὐτῶν τὸ συμβάν. Καὶ πολλαχόθεν ἐφέροντο φωναὶ, ἀνακηρύττουσαι τοῦ θαύ-ματος τὸ παράδοξον, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τῶν καταποντισθέντων, ἀπὸ τῶν δεσποτῶν τῶν χοίρων, ἀπὸ τῶν ποιμαινόντων αὐτοὺς ἀνθρώπων. Ταῦτα καὶ νῦν γινόμενα ἴδοι τις ἂν, καὶ πολλοὺς ἐν τοῖς μνημείοις δαι-μονιζομένους, οὓς οὐδὲν κατέχει τῆς μανίας, οὐ σίδηρος, οὐχ ἅλυσις, οὐκ ἀνθρώπων πλῆθος, οὐ παραίνεσις, οὐ νουθεσία, οὐ φόβος, οὐκ ἀπειλὴ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ ὅταν τις ἀκόλαστος ᾖ πρὸς πάντα σώ-ματα ἐπτοημένος, οὐδὲν διενήνοχε τοῦ δαιμονῶντος· ἀλλὰ γυμνὸς ὡς ἐκεῖνος περιέρχεται, ἱμάτια μὲν ἐνδεδυμένος, τῆς δὲ ἀληθοῦς περιβολῆς ἐστερημέ-νος, καὶ τῆς αὐτῷ προσηκούσης δόξης γεγυμνωμένος, οὐ λίθοις ἑαυτὸν κόπτων, ἀλλὰ ἁμαρτήμασι πολλῶν λίθων χαλεπωτέροις. Τίς οὖν τὸν τοιοῦτον δῆσαι δυνήσεται; τίς παῦσαι ἀσχημονοῦντα καὶ οἰστρούμενον, καὶ οὐδέ-ποτε ἐν ἑαυτῷ γινόμενον, ἀλλ’ ἀεὶ παρὰ τὰ μνήματα φοιτῶντα; Τοιαῦτα γὰρ τῶν πορνῶν τὰ καταγώγια, πολλῆς τῆς δυσωδίας γέμοντα, πολλῆς τῆς σηπεδόνος. Τί δὲ ὁ φιλάργυρος; οὐχὶ τοιοῦτος; τίς γὰρ αὐτὸν ἰσχύσει δῆσαί ποτε; οὐχὶ φόβοι καὶ ἀπειλαὶ καθημεριναὶ, καὶ παραινέσεις καὶ συμβουλαί; Ἀλλὰ πάντα ταῦτα διακόπτει τὰ δεσμά· κἂν ἔλθῃ τις αὐτὸν ἀπαλλάξαι, ὁρκίζει ὥστε μὴ ἀπαλλαγῆναι, βάσανον ἡγούμενος εἶναι μεγίστην τὸ μὴ εἶναι ἐν τῇ βασάνῳ· οὗ τί γένοιτ’ ἂν ἀθλιώτερον; Ἐκεῖνος μὲν γὰρ ὁ δαίμων, εἰ καὶ ἀν-θρώπων κατεφρόνησεν, ἀλλὰ τῷ προστάγματι εἶξε τοῦ Χριστοῦ, καὶ ταχέως ἀπεπήδησε τοῦ σώματος· οὗτος δὲ οὐδὲ τῷ προστάγματι εἴκει. Ἰδοὺ γοῦν καθ’ ἑκάστην ἡμέραν ἀκούει αὐτοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δου-λεύειν καὶ μαμωνᾷ, καὶ γέενναν ἀπειλοῦντος, καὶ τὰς ἀνηκέστους κολάσεις, καὶ οὐ πείθεται· οὐχ ὅτι ἰσχυρο-
PG 57:356τερός ἐστι τοῦ Χριστοῦ, ἀλλ’ ὅτι ἄκοντας ἡμᾶς ὁ Χριστὸς οὐ σωφρονίζει. Διὰ τοῦτο ὡς ἐν ἐρήμοις οἱ τοιοῦτοι δια-τρίβουσι, κἂν ἐν μέσαις πόλεσιν ὦσι. Τίς γὰρ ἂν ἕλοιτο νοῦν ἔχων τοιούτοις συγγίνεσθαι ἀνθρώποις; Μᾶλλον ἂν ἔγωγε κατεδεξάμην μετὰ μυρίων δαιμονώντων οἰκεῖν, ἢ μετὰ ἑνὸς ταύτην νοσοῦντος τὴν νόσον. Καὶ ὅτι οὐ σφάλ-λομαι ταῦτα λέγων, δῆλον ἐξ ὧν ἑκάτεροι πάσχουσιν. Οὗτοι μὲν γὰρ τὸν οὐδὲν ἠδικηκότα ἐχθρὸν ἡγοῦνται, καὶ βούλονται καὶ δοῦλον λαβεῖν ἐλεύθερον ὄντα, καὶ μυ-ρίοις περιβάλλουσι κακοῖς· οἱ δὲ δαιμονῶντες οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλ’ ἐν ἑαυτοῖς τὴν νόσον στρέ-φουσι. Καὶ οὗτοι μὲν πολλὰς οἰκίας ἀνατρέπουσι, καὶ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖσθαι παρασκευάζουσι, καὶ λύμη πόλεως καὶ τῆς οἰκουμένης ἁπάσης εἰσίν· οἱ δὲ ὑπὸ δαιμόνων ἐνοχλούμενοι, ἐλεεῖσθαι μᾶλλόν εἰσιν
ἄξιοι καὶ δακρύεσθαι. Καὶ οἱ μὲν ἐν ἀναισθησίᾳ τὰ πλείονα πράττουσιν· οἱ δὲ μετὰ λογισμοῦ παραπαίουσιν, ἐν μέ-σαις πόλεσι βακχευόμενοι, καὶ καινήν τινα μαινόμενοι μανίαν. Τί γὰρ τοιοῦτον ἐργάζονται οἱ δαιμονῶντες ἅπαν-τες, οἷον Ἰούδας ἐτόλμησε, τὴν ἐσχάτην παρανομίαν ἐπι-δειξάμενος; Καὶ πάντες δὲ οἱ ἐκεῖνον ζηλοῦντες, καθά-περ θηρία χαλεπὰ ἀπὸ γαλεάγρας φυγόντα, τὰς πόλεις θορυβοῦσιν, οὐδενὸς κατέχοντος. Περίκειται μὲν γὰρ καὶ τούτοις δεσμὰ πανταχόθεν· οἷον ὁ τῶν δικαστῶν φόβος, ἡ τῶν νόμων ἀπειλὴ, ἡ παρὰ τῶν πολλῶν κατάγνωσις, καὶ ἕτερα πλείονα τούτων· ἀλλ’ ὅμως καὶ ταῦτα διαῤῥη-γνύντες πάντα ἄνω καὶ κάτω ποιοῦσι. Καὶ εἴ τις αὐτὰ τέλεον αὐτῶν ἀφεῖλε, τότε ἂν ἔγνω σαφῶς τὸν ἐν αὐ-τοῖς δαίμονα πολὺ τοῦ νῦν ἐξελθόντος ἀγριώτερον ὄντα καὶ μανικώτερον. ε. Ἀλλ’ ἐπειδὴ τοῦτο οὐκ ἔνι, τῷ λόγῳ τέως αὐτὸ ὑποθώμεθα, καὶ πάσας αὐτοῦ περιέλωμεν τὰς ἁλύσεις· καὶ τότε αὐτοῦ σαφῶς εἰσόμεθα τὴν λαμπρὰν μανίαν. Ἀλλὰ μὴ δείσητε τὸ θηρίον, ὅταν αὐτὸ ἐκκαλύψωμεν· ἐν γὰρ τῷ λόγῳ ἡ σκηνὴ, οὐκ ἐν ἀληθείᾳ τὸ πρᾶγμα. Ἔστω τοίνυν τις ἄνθρωπος πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς, μέλας, ἐξ ἑκατέρων τῶν ὤμων δράκοντας ἀντὶ χειρῶν ἔχων ἐξηρτημένους· ἔστω δὲ αὐτῷ καὶ στόμα, ἀντὶ μὲν ὀδόντων ξίφη ὀξέα ἔχον ἐμπεπηγότα, ἀντὶ δὲ γλώσσης ἰοῦ καὶ δηλητηρίου φαρμάκου πηγὴν ἀναβλύ-ζουσαν· γαστὴρ δὲ, καμίνου πάσης δαπανητικωτέρα, τὰ ἐμβαλλόμενα ἀναλίσκουσα ἅπαντα· καὶ πόδες ὑπό-πτεροί τινες καὶ φλογὸς ἁπάσης σφοδρότεροι· καὶ τὸ πρόσωπον δὲ αὐτῷ ἀπὸ κυνὸς καὶ λύκου κατεσκευασμέ-νον ἔστω· καὶ φθεγγέσθω μηδὲν ἀνθρώπινον, ἀλλ’ ἀπ-ηχές τι καὶ ἀηδὲς καὶ φοβερόν· ἐχέτω δὲ καὶ ἐν χερσὶ φλόγα. Τάχα φοβερὰ δοκεῖ εἶναι ὑμῖν τὰ εἰρημένα· ἀλλ’ οὐδέπω κατ’ ἀξίαν αὐτὸν ἐσχηματίσαμεν· μετὰ γὰρ τούτων καὶ ἕτερα δεῖ προσθεῖναι. Καὶ γὰρ τοὺς ἀπαν-τῶντας σφαττέτω, κατεσθιέτω, τῶν σαρκῶν αὐτῶν ἁπτέσθω. Ἀλλὰ καὶ τούτου πολλῷ χαλεπώτερος ὁ φιλάρ-γυρος, πᾶσιν ἐπιὼν ὥσπερ ᾅδης, πάντας καταπίνων, κοινὸς πολέμιος περιερχόμενος τοῦ τῶν ἀνθρώπων γέ-νους. Καὶ γὰρ βούλεται μηδένα ἄνθρωπον εἶναι, ἵνα τὰ πάντα κατέχῃ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ’ ὅταν πάντας ἀπολέσῃ τῇ ἐπιθυμίᾳ, καὶ τῆς γῆς τὴν οὐ-

Homily XXIXHomilia XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:357σίαν ἀφανίσαι ἐπιθυμεῖ, καὶ χρυσὸν αὐτὴν οὖσαν ἰδεῖν· οὐ τὴν γῆν δὲ μόνον, ἀλλὰ καὶ ὄρη καὶ νάπας καὶ πη-γὰς, καὶ πάντα ἁπλῶς τὰ φαινόμενα. Καὶ ἵνα μάθητε ὅτι οὐδέπω τὴν μανίαν παρεστήσαμεν τὴν ἐκείνου, μη-δεὶς ἔστω ὁ ἐγκαλῶν καὶ δεδιττόμενος, ἀλλ’ ἄνελε τὸν ἐκ τῶν νόμων φόβον τῷ λόγῳ τέως, καὶ ὄψει αὐτὸν ξί-φος ἁρπάσαντα, καὶ πάντας διαχρώμενον, καὶ οὐδενὸς φειδόμενον, οὐ φίλου, οὐ συγγενοῦς, οὐκ ἀδελφοῦ, οὐκ αὐτοῦ τοῦ γεγεννηκότος. Μᾶλλον δὲ οὐδὲ ὑποθέσεως ἐν-ταῦθα χρεία· ἀλλ’ ἐρώμεθα αὐτὸν, εἰ μὴ τοιαύτας πλάττει καθ’ ἑαυτὸν ἀεὶ φαντασίας, καὶ πάντας ἔπεισιν ἀναιρῶν τῷ λογισμῷ, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτοὺς τοὺς γεγεννηκότας. Μᾶλλον δὲ οὐδὲ ἐρωτήσεως χρεία· καὶ γὰρ πάντες ἴσασιν ὡς οἱ τούτῳ κατεχόμε-νοι τῷ νοσήματι, καὶ γῆρας βαρύνονται πατρὸς, τό τε γλυκὺ καὶ πᾶσιν ἐπέραστον, τὸ παῖδας ἔχειν, βαρὺ καὶ ἐπαχθὲς εἶναι νομίζουσι. Πολλοὶ γοῦν καὶ ἀτοκίαν διὰ τοῦτο ὠνήσαντο, καὶ τὴν φύσιν ἐπήρωσαν, οὐκ ἀνελόν-τες τεχθέντας τοὺς παῖδας, ἀλλὰ μηδὲ φῦναι τὴν ἀρ-χὴν συγχωρήσαντες. Μὴ τοίνυν θαυμάσητε, εἰ τὸν φι-λάργυρον οὕτως ἐσχηματίσαμεν (καὶ γὰρ πολὺ χείρων ἐστὶ τῶν εἰρημένων). ἀλλὰ σκοπήσωμεν πῶς τοῦ δαίμονος αὐτὸν ἀπαλλάξομεν. Πῶς οὖν ἀπαλλάξο-μεν; Εἰ μάθοι σαφῶς, ὅτι ἡ φιλαργυρία πρὸς αὐτὸ τοῦτο μάλιστα αὐτῷ ἐναντιοῦται, πρὸς τὸ πορίζειν χρή-ματα· οἱ γὰρ τὰ μικρὰ κερδαίνειν βουλόμενοι, με-γάλας ὑπομένουσι ζημίας· ὅθεν δὴ καὶ παροιμία εἰς αὐτὸ τοῦτο ἐξενήνεκται. Πολλοὶ γοῦν πολλάκις ἐπὶ με-γάλοις δανεῖσαι βουλόμενοι τόκοις, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐκ ἐξετάσαντες τοὺς λαμβάνοντας, μετὰ τοῦ τόκου καὶ τοῦ κεφαλαίου παντὸς ἐξέπεσον. Πάλιν εἰς κινδύνους περιπεσόντες ἕτεροι, καὶ μὴ βουληθέντεσ
PG 57:358ὀλίγα προέσθαι, καὶ τὴν ψυχὴν μετὰ τῆς οὐσίας ἀπ-ώλεσαν. Παρὸν πάλιν, ἢ ἀξιώματα κερδαλέα, ἢ ἄλλο τι τοιοῦτον ὠνήσασθαι, μικρολογησάμενοι τὸ πᾶν ἀπώλε-σαν. Ἐπειδὴ γὰρ οὐκ ἴσασι σπείρειν, ἀλλ’ ἀεὶ θερί-ζειν μεμελετήκασι, καὶ τοῦ ἀμητοῦ συνεχῶς ἐκπίπτου-σιν. Οὐδεὶς γὰρ ἀεὶ θερίζειν δύναται, ὥσπερ οὐδὲ ἀεὶ κερδαίνειν. Ἐπεὶ οὖν οὐ βούλονται δαπανᾷν, οὐδὲ κερ-δαίνειν ἴσασιν. Ἀλλὰ κἂν γυναῖκα δέῃ λαβεῖν, πάλιν τὸ αὐτὸ τοῦτο ὑπομένουσιν· ἢ γὰρ ἐξηπατήθησαν ἄπορον ἀντ’ εὐπόρου λαβόντες· ἢ καὶ πλουσίαν εἰσαγαγόν-τες καὶ μυρίων γέμουσαν ἐλαττωμάτων, πλείονα πάλιν τὴν ζημίαν ὑπέμειναν. Οὐ γὰρ ἡ περιουσία, ἀλλ’ ἡ ἀρετὴ τὸν πλοῦτον ἐργάζεται. Τί γὰρ ὄφελος τοῦ πλού-του, ὅταν δαπανηρὰ ᾖ καὶ ἄσωτος, καὶ πάντα ἀνέμου σφοδρότερον ἐκφορῇ; τί δὲ, ἂν ἀσελγὴς, καὶ μυρίους ἐραστὰς ἐφέλκηται; τί δὲ, ἂν μέθυσος; οὐ πάντων πενέ-στερον ταχέως τὸν ἄνδρα ἐργάσεται; Οὐ γαμοῦσι δὲ μό-νον, ἀλλὰ καὶ ὠνοῦνται ἐπισφαλῶς, ὑπὸ τῆς ἐπιθυμίας τῆς πολλῆς οὐ τὰ σπουδαῖα τῶν ἀνδραπόδων, ἀλλὰ τὰ εὔωνα περιεργαζόμενοι. Ταῦτ’ οὖν ἅπαντα ἀναλογισά-μενοι (τῶν γὰρ περὶ τῆς γεέννης καὶ τῆς βασιλείας οὐδέπω λόγων ἀκούειν δύνασθε), καὶ τὰς ζημίας ἐννοή-σαντες, ἃς ὑπεμείνατε πολλάκις ἀπὸ τῆς φιλοχρηματίας, καὶ ἐν δανείσμασι, καὶ ἐν ὠνίοις, καὶ ἐν γάμοις, καὶ ἐν προστασίαις, καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἀπόστητε τοῦ χρημάτων ἐρᾷν. Οὕτω γὰρ δυνήσεσθε καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας ζῇν, καὶ μικρὸν ἐπιδόντες καὶ τῶν περὶ φιλοσοφίας ἀκοῦσαι λόγων, καὶ διαβλέψαντες εἰς αὐτὸν τῆς δικαιοσύνης ἰδεῖν τὸν ἥλιον, καὶ τῶν ἐπηγ-γελμένων παρ’ αὐτοῦ ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:357ΟΜΙΛΙΑ ΚΘ. Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, εἶπε τῷ παραλυτικῷ· «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.» α. Ἰδίαν αὐτοῦ πόλιν ἐνταῦθα τὴν Καπερναοὺμ λέγει. Ἡ μὲν γὰρ ἤνεγκεν αὐτὸν, ἡ Βηθλεέμ· ἡ δὲ ἔθρεψεν, ἡ Ναζαρέτ· ἡ δὲ εἶχεν οἰκοῦντα διηνεκῶς, ἡ Καπερ-ναούμ. Ὁ μέντοι παραλυτικὸς ἕτερος οὗτός ἐστι παρὰ τὸν ἐν τῷ Ἰωάννῃ κείμενον. Ὁ μὲν γὰρ ἐν τῇ κολυμ-βήθρᾳ κατέκειτο, οὗτος δὲ ἐν τῇ Καπερναούμ· καὶ ὁ μὲν τριακονταοκτὼ εἶχεν ἔτη, περὶ τούτου δὲ οὐδὲν τοιοῦτον εἴρηται· καὶ ὁ μὲν ἐν ἐρημίᾳ τῶν προστησομένων ἦν, οὗτος δὲ εἶχε τοὺς ἐπιμελουμένους, οἳ καὶ βαστάζον-τες αὐτὸν ἔφερον. Καὶ τούτῳ μέν φησι, Τέκνον, ἀφέων-ταί σου αἱ ἁμαρτίαι· ἐκείνῳ δέ φησι, Θέλεις ὑγιὴς γενέσθαι; Καὶ τὸν μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἦ γὰρ ἂν ἐνεκάλεσαν καὶ τοῦτο Ἰουδαῖοι· καὶ ἐπὶ τούτου μὲν ἐσίγησαν, ἐπ’ ἐκείνου δὲ ἐπέκειντο διώκοντες. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα μή τις διαφωνίαν εἶναι νομίσῃ, ἕνα καὶ τὸν αὐτὸν ὑποπτεύσας παραλυτικόν. Σὺ δέ μοι σκόπει τὸ
PG 57:358ἄτυφον καὶ τὸ ἐπιεικὲς τοῦ Δεσπότου. Καὶ γὰρ καὶ πρὸ
τούτου τοὺς ὄχλους διεκρούσατο· καὶ ὑπὸ τῶν ἐν Γαδά-ροις δὲ ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλ’ ἀνεχώρησε μὲν, οὐ μὴν μακράν. Καὶ πάλιν εἰς τὸ πλοῖον ἐμβὰς δι-έβαινε, δυνάμενος καὶ πεζῇ διαβαίνειν. Οὐ γὰρ ἀεὶ πα-ραδοξοποιεῖν ἐβούλετο, ὥστε μὴ τῷ τῆς οἰκονομίας λυ-μήνασθαι λόγῳ. Ὁ μὲν οὖν Ματθαῖός φησιν, ὅτι προς-έφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόν-τες, καθῆκαν αὐτόν. Καὶ προὔθηκαν τῷ Χριστῷ τὸν κάμνοντα, λέγοντες μὲν οὐδὲν, αὐτῷ δὲ τὸ πᾶν ἐπιτρέ-ποντες. Ἐν ἀρχῇ μὲν γὰρ καὶ αὐτὸς περιῆγε, καὶ οὐ τοσαύτην παρὰ τῶν προσιόντων ᾔτει τὴν πίστιν· ἐν-ταῦθα δὲ καὶ προσῄεσαν. καὶ πίστιν ἀπῃτοῦντο. Ἰδὼν γὰρ, φησὶ, τὴν πίστιν αὐτῶν, τουτέστι, τῶν χαλα-σάντων. Οὐ γὰρ πανταχοῦ παρὰ τῶν καμνόντων μόνον ζητεῖ τὴν πίστιν· οἷον, ὅταν παραπαίωσιν, ἢ ἑτέρως ὑπὸ τοῦ νοσήματος ὦσιν ἐξεστηκότες. Μᾶλλον δὲ ἐν-ταῦθα καὶ τοῦ κάμνοντος ἦν ἡ πίστις· οὐ γὰρ ἂν ἠν-έσχετο χαλασθῆναι μὴ πιστεύων. Ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας ἁπάσης λύων τὰ ἁμαρτήματα, καὶ δεικνὺς διὰ πάντων, ὅτι ὁμότιμός ἐστι τῷ γεγεννη-
PG 57:359κότι. Σκόπει δέ· ἄνωθεν ἔδειξε διὰ τῆς διδασκαλίας, ὅτε ἐδίδαξεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων· διὰ τοῦ λεπροῦ, ὅτε εἶπε, Θέλω, καθαρίσθητι· διὰ τοῦ ἑκατοντάρχου, ὅτε εἰπόντα, Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου, ἐθαύμασε καὶ ὑπὲρ πάντας ἀνεκήρυξε· διὰ τῆς θαλάττης, ὅτε αὐτὴν ἐχαλίνωσε λόγῳ μόνῳ· διὰ τῶν δαι-μόνων, ὅτε αὐτὸν κριτὴν ἀνωμολόγουν, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας αὐτοὺς ἐξέβαλεν. Ἐνταῦθα πάλιν ἑτέρῳ μείζονι τρόπῳ τοὺς ἐχθροὺς αὐτοὺς καταναγκάζει ὁμολογῆσαι τὴν ὁμοτιμίαν, καὶ διὰ τοῦ στόματος αὐτῶν αὐτὸ καθίστησι φανερόν. Αὐτὸς μὲν γὰρ τὸ ἀφιλότιμον δεικνὺς (καὶ γὰρ πολὺ περιειστήκει θέατρον τὴν εἴς-οδον ἀποτειχίζον, διὸ καὶ ἄνωθεν αὐτὸν καθῆκαν), οὐκ ἐπέδραμεν εὐθέως τῇ τοῦ σώματος θεραπείᾳ τοῦ φαινο-μένου, ἀλλὰ παρ’ ἐκείνων λαμβάνει τὴν ἀφορμήν· καὶ τὸ ἄδηλον πρῶτον ἐθεράπευσε, τὴν ψυχὴν, τὰ ἁμαρτή-ματα ἀφείς· ὅπερ ἐκεῖνον μὲν ἔσωζεν, αὐτῷ δὲ οὐ πολ-λὴν δόξαν ἔφερεν. Ἐκεῖνοι μὲν γὰρ ὑπὸ πονηρίας ἐνοχλούμενοι, καὶ ἐπισκῆψαι βουλόμενοι, ἐκλάμψαι τὸ γεγενημένον καὶ ἄκοντες παρεσκεύασαν. Καὶ γὰρ εὐ-μήχανος ὢν αὐτὸς, τῇ βασκανίᾳ αὐτῶν εἰς τὴν τοῦ ση-μείου φανέρωσιν ἀπεχρήσατο. Ἐπεὶ οὖν ἐθορυβοῦντο καὶ ἔλεγον· Οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; ἴδωμεν τί φησιν αὐτός. Ἆρα ἀνεῖλε τὴν ὑπόνοιαν; Καίτοιγε εἰ μὴ ἴσος ἦν, ἐχρῆν εἰπεῖν· Τί μοι προστρίβεσθε μὴ προσήκουσαν ὑπόληψιν; πόῤῥω ταύτης ἐγὼ τῆς δυνάμεως. Νῦν δὲ τούτων μὲν οὐδὲν εἶπε· τοὐναντίον δὲ ἅπαν καὶ ἐβε-βαίωσε καὶ ἐκύρωσε, τῇ τε παρ’ ἑαυτοῦ φωνῇ, καὶ τῇ τοῦ θαύματος ἐπιδείξει. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν ἐδόκει προσίστασθαι τοῖς ἀκροωμένοις, διὰ τῶν ἄλλων βεβαιοῖ τὰ περὶ ἑαυτοῦ· καὶ τὸ δὴ θαυμα-στὸν, ὅτι οὐ διὰ τῶν φίλων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐχθρῶν· τοῦτο γὰρ ἡ περιουσία τῆς αὐτοῦ σοφίας. Διὰ μὲν τῶν φίλων, ὅτε εἶπε, Θέλω, καθαρίσθητι, καὶ ὅτε εἶπεν, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον· διὰ δὲ τῶν ἐχθρῶν νῦν. Ἐπειδὴ γὰρ εἶπον, ὅτι οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐπήγαγεν· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς· (τότε λέγει τῷ παραλυτικῷ·) Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶ-κόν σου. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἀλλα-χοῦ πάλιν λεγόντων αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· οὐδὲ ἐκεῖ τὴν δόξαν ταύτην κατέλυσεν, ἀλλὰ πάλιν αὐτὴν ἐκύρωσε λέγων, Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πι-στεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. β. Ἐνταῦθα μέντοι καὶ ἕτερον σημεῖον τῆς ἑαυτοῦ θεότητος δείκνυσιν οὐ μικρὸν, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοτιμίας. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι τὸ λύειν ἁμαρτήματα Θεοῦ μόνου ἐστίν· αὐτὸς δὲ οὐ λύει ἁμαρτήματα μόνον, ἀλλὰ καὶ πρὸ τούτου ἕτερόν τι ἐπιδείκνυται, ὃ Θεοῦ μόνου ἦν, τὸ τὰ ἐν τῇ καρδίᾳ ἀπόῤῥητα ἐκφέρειν. Οὐδὲ γὰρ ἐξήνεγκαν εἰς μέσον ὅπερ ἐνενόουν. Ἰδοὺ γάρ τινες τῶν γραμματέων, φησὶν, ἐν ἑαυτοῖς εἶπον· Οὗτος βλασφημεῖ. Καὶ εἰδὼς ὁ Ἰη-σοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν· Ἱνατί ἐνθυ-μεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Ὅτι δὲ Θεοῦ
PG 57:360μόνου ἐστὶ τὸ τὰ ἀπόῤῥητα εἰδέναι, ἄκουσον τί φησιν ὁ προφήτης· Σὺ ἐπίστασαι καρδίας μονώτατος· καὶ πάλιν, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Καὶ ὁ Ἱερεμίας δέ φησι· Βαθεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; καὶ, Ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρ-δίαν. Καὶ διὰ πολλῶν ἔστιν ἰδεῖν, ὅτι Θεοῦ μόνου ἐστὶ τὰ κατὰ διάνοιαν εἰδέναι. Δεικνὺς τοίνυν, ὅτι Θεός ἐστιν, ἴσος τῷ γεγεννηκότι, ἅπερ ἐν ἑαυτοῖς ἐλογί-ζοντο (δεδοικότες γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων αὐτῶν τὴν γνώμην εἰς τὸ μέσον ἐξενεγκεῖν), ταύτην ἐκκαλύ-πτει καὶ δήλην ποιεῖ, πολὺ καὶ ἐνταῦθα τὸ ἀνεπαχθὲς ἐνδεικνύμενος. Ἱνατί γὰρ, φησὶν, ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Καίτοιγε εἰ ἀγανακτῆσαι ἐχρῆν, τὸν κάμνοντα ἀγανακτῆσαι ἔδει ὡς διαπατη-θέντα, καὶ εἰπεῖν· Ἕτερον ἦλθον θεραπεῦσαι, καὶ ἕτερον διορθοῦσαι; πόθεν γὰρ δῆλον, ὅτι ἀφέωνταί μου αἱ ἁμαρτίαι; Νυνὶ δὲ ἐκεῖνος μὲν οὐδὲν τοιοῦτον φθέγ-γεται, ἀλλὰ δίδωσιν ἑαυτὸν τῇ τοῦ θεραπεύοντος ἐξουσίᾳ· οὗτοι δὲ περιττοὶ ὄντες καὶ βάσκανοι, ταῖς ἑτέρων ἐπιβουλεύουσιν εὐεργεσίαις. Διὸ ἐπισκήπτει μὲν αὐτοῖς, μετ’ ἐπιεικείας δὲ ἁπάσης. Εἰ γὰρ ἀπιστεῖτε, φησὶ, τῷ προτέρῳ, καὶ κόμπον εἶναι νομίζετε τὸ λεχθὲν, ἰδοὺ καὶ ἕτερον ἐκείνῳ προστίθημι, τὸ τὰ ἀπόῤῥητα ὑμῶν ἐκκαλύψαι· καὶ μετ’ ἐκεῖνο πάλιν ἕτερον. Ποῖον δὴ τοῦτο; Τὸ σφίγξαι τὸ σῶμα τοῦ παραλελυμένου. Καὶ ὅτε μὲν εἶπε τῷ παραλυτικῷ, οὐ σαφῶς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ δηλῶν εἶπεν· οὑ γὰρ εἶπεν, Ἀφίημί σοι τὰς ἁμαρτίας, ἀλλ’, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἐπειδὴ δὲ ἐκεῖνοι ἠνάγκασαν, τρανοτέραν αὐτοῦ δεί-κνυσι τὴν ἐξουσίαν, λέγων· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξου-σίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὁρᾷς ὅσον ἀπεῖχε τοῦ μὴ θέλειν νομίζεσθαι ἴσος τῷ Πατρί; Οὐδὲ γὰρ εἶπεν, ὅτι δεῖται ἑτέρου ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἢ ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, ἀλλ’ ὅτι Ἐξουσίαν ἔχει. Καὶ οὐδὲ αὐτὸ πρὸς φιλοτιμίαν λέ-γει, ἀλλ’ Ἵνα ὑμᾶς πείσω, φησὶν, ὅτι οὐ βλασφημῶ ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Πανταχοῦ γὰρ ἀποδείξεις βούλεται παρέχειν σαφεῖς καὶ ἀναντιῤῥήτους, ὡς ὅταν λέγῃ· Ὕπαγε, σαυτὸν δεῖξον τῷ ἱερεῖ· καὶ τὴν πεν-θερὰν Πέτρου δεικνύῃ διακονοῦσαν, καὶ τοὺς χοίρους συγχωρῇ κατακρημνίζεσθαι. Οὕτω δὴ καὶ ἐνταῦθα, τῆς μὲν τῶν ἁμαρτημάτων ἀφέσεως τεκμήριον, τὴν τοῦ σώματος σφίγξιν ποιεῖται· τῆς δὲ σφίγξεως, τὸ βαστάσαι τὸν κράββατον· ὥστε μὴ νομισθῆναι φαντασίαν εἶναι τὸ γεγενημένον. Καὶ οὐ πρότερον τοῦτο ποιεῖ, ἕως αὐτοὺς ἠρώτησε. Τί γὰρ, φησὶν, εὐκοπώτερόν ἐστιν
εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δοκεῖ ῥᾷον ὑμῖν εἶναι, σῶμα σφίγξαι διῳκισμένον, ἢ ψυχῆς ἁμαρτήματα λῦσαι; Εὔδηλον ὅτι σῶμα σφίγξαι. Ὅσῳ γὰρ ψυχὴ σώματος βελτίων, τοσούτῳ τὸ ἁμαρτήματα λῦσαι τούτου μεῖ-ζον· ἀλλ’ ἐπειδὴ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερὸν, προς-τίθημι τὸ καταδεέστερον μὲν, φανερώτερον δέ· ἵνα καὶ τὸ μεῖζον καὶ τὸ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν, διὰ τῶν ἔργων προαποκαλύπτων ἤδη τὸ ὑπὸ τοῦ Ἰωάννου εἰρημένον, ὅτι αὐτὸς αἴρει τὰς ἁμαρτίας τοῦ κόσμου. γ. Ἀναστήσας τοίνυν αὐτὸν, εἰς τὴν οἰκίαν πέμπει· πάλιν ἐνταῦθα τὸ ἄτυφον δεικνὺς, καὶ ὅτι οὐ φαντασία ἦν τὸ γεγενημένον· τοὺς γὰρ τῆς ἀῤῥωστίας μάρτυρας,

Homily XXXHomilia XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:361τούτους ποιεῖται καὶ τῆς ὑγιείας. Ἐγὼ μὲν γὰρ ἐβου-λόμην, φησὶ, διὰ τοῦ σοῦ πάθους καὶ τοὺς δοκοῦντας ὑγιαίνειν, νοσοῦντας δὲ τὴν διάνοιαν, θεραπεῦσαι· ἐπειδὴ δὲ οὐ βούλονται, ἄπιθι οἴκαδε, τοὺς ἐκεῖ διορθωσόμενος. Ὁρᾷς πῶς δείκνυσι καὶ ψυχῆς καὶ σωμάτων αὐτὸν ὄντα δημιουργόν; Ἑκατέρας οὖν οὐσίας τὴν παρά-λυσιν ἰᾶται, καὶ τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ δῆλον ποιεῖ· ἀλλ’ ὅμως ἔτι χαμαὶ σύρονται. Ἰδόντες γὰρ οἱ ὄχλοι ἐθαύ-μασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, φησὶν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις· προσίστατο γὰρ αὐτοῖς ἡ σάρξ. Αὐτὸς δὲ αὐτοῖς οὐκ ἐπετίμα, ἀλλὰ πρό-εισι διὰ τῶν ἔργων ἐγείρων αὐτοὺς, καὶ ὑψηλὸν τὸ φρό-νημα ποιῶν. Τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων εἶναι μείζω, καὶ παρὰ Θεοῦ ἥκειν. Εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἂν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν. Ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· διὰ τοῦτο οὐδὲ προσελθεῖν ἠδυνήθησαν. Ἔλεγον γὰρ πάλιν· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· πῶς ἐστιν οὗτος παρὰ τοῦ Θεοῦ; Καὶ συνεχῶς αὐτὰ ἔστρεφον, τῶν οἰκείων παθῶν ταῦτα προβαλλόμενοι προκαλύμματα. Ὃ πολλοὶ καὶ νῦν ποιοῦσι, καὶ τὸν Θεὸν δοκοῦντες ἐκδικεῖν, οἰκεῖα πληροῦσι πάθη, δέον μετ’ ἐπιεικείας ἅπαντα μετιέναι. Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς, σκηπτὸν δυνάμενος ἀφιέναι ἐπὶ τοὺς βλασφημοῦντας αὐτὸν, τὸν ἥλιον ἀνατέλλει, καὶ τοὺς ὄμβρους ἀφίησι, καὶ τὰ ἄλλα πάντα μετὰ δαψι-λείας παρέχει· ὃν χρὴ καὶ ἡμᾶς μιμουμένους παρα-καλεῖν, παραινεῖν, νουθετεῖν μετὰ πραότητος, οὐκ ὀργι-ζομένους, οὐδὲ ἐκθηριουμένους. Οὐδὲ γὰρ βλάβη τις εἰς τὸν Θεὸν ἀπὸ τῆς βλασφημίας ἐκβαίνει, ἵνα θυμωθῇς· ἀλλ’ ὁ βλασφημήσας αὐτὸς καὶ τὸ τραῦμα ἔλαβεν. Οὐκ-οῦν στέναξον, θρήνησον· καὶ γὰρ δακρύων ἄξιον τὸ πάθος. Καὶ τὸν τραυματισθέντα δὲ οὐδὲν οὕτως ὡς ἐπι-είκεια θεραπεῦσαι δύναται. Ἐπιείκεια γὰρ πάσης βίας δυνατωτέρα. Ὅρα γοῦν πῶς αὐτὸς ἡμῖν ὁ ὑβρισμένος διαλέγεται, καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς· ἐκεῖ μὲν λέγων, Λαός μου, τί ἐποίησά σοι; ἐνταῦθα δὲ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Καὶ ὁ Παῦ-
PG 57:362λος δὲ ἐν πραότητι κελεύει παιδεύειν τοὺς ἀντιδιατιθε-μένους. Καὶ τῷ Χριστῷ δὲ ἡνίκα προσῄεσαν οἱ μαθηταὶ ἀξιοῦντες πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, σφόδρα ἐπ-ετίμησεν αὐτοῖς λέγων· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς. Καὶ ἐνταῦθα δὲ οὐκ εἶπεν, Ὦ μιαροὶ καὶ γόητες ὑμεῖς· ὦ βάσκανοι καὶ τῆς τῶν ἀνθρώπων σω-τηρίας ἐχθροί· ἀλλὰ, Τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Δεῖ τοίνυν μετ’ ἐπιεικείας ἐξαίρειν τὸ νόσημα. Ὁ γὰρ φόβῳ γενόμενος ἀνθρωπίνῳ βελτίων, ταχέως ἐπανήξει πρὸς τὴν πονηρίαν πάλιν. Διὰ τοῦτο καὶ τὰ ζιζάνια ἀφεθῆναι ἐκέλευσε, διδοὺς προθεσμίαν μετανοίας. Πολλοὶ γοῦν αὐτῶν μετενόησαν, καὶ γεγό-νασι σπουδαῖοι, πρότερον ὄντες φαῦλοι, οἷον ὁ Παῦλος, ὁ τελώνης, ὁ λῃστής· καὶ γὰρ ζιζάνια ὄντες οὗτοι σῖτος γεγόνασιν ὥριμος. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων τοῦτο ἀμήχανον· ἐπὶ δὲ τῆς προαιρέσεως ῥᾴδιόν τε καὶ εὔκο-λον· οὐ γὰρ φύσεως ὅροις αὕτη δέδεται, ἀλλ’ ἐλευθερίᾳ προαιρέσεως τετίμηται. Ὅταν τοίνυν ἴδῃς ἐχθρὸν τῆς ἀληθείας, θεράπευσον, ἐπιμέλησαι, πρὸς ἀρετὴν ἐπαν-άγαγε, βίον ἐπιδεικνύμενος ἄριστον, λόγον παρεχόμενος ἀκατάγνωστον, προστασίαν καὶ κηδεμονίαν παρέχων, πάντα τρόπον κινῶν διορθώσεως, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος. Οὐδὲ γὰρ ἐκεῖνοι καθ’ ἕνα τρόπον θεραπεύουσι μόνον, ἀλλ’ ὅταν ἴδωσιν οὐκ εἶκον τὸ ἕλκος τῷ προτέρῳ φαρμάκῳ, προστιθέασιν ἕτερον, καὶ μετ’ ἐκεῖνο πάλιν ἄλλο· καὶ νῦν μὲν τέμνουσι, νῦν δὲ ἐπι-δεσμοῦσι. Καὶ σὺ τοίνυν ψυχῶν ἰατρὸς γενόμενος, πάντα κίνει θεραπείας τρόπον κατὰ τοὺς τοῦ Χριστοῦ νόμους, ἵνα καὶ τῆς σαυτοῦ σωτηρίας καὶ τῆς ἑτέρων ὠφελείας λάβῃς μισθὸν, εἰς δόξαν Θεοῦ πάντα ποιῶν, καὶ ταύτῃ καὶ αὐτὸς δοξαζόμενος. Τοὺς δοξάζοντας γάρ με δο-ξάσω, φησί· καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθή-σονται. Πάντα τοίνυν εἰς δόξαν αὐτοῦ πράττωμεν, ἵνα τῆς μακαρίας ἐκείνης ἐπιτύχωμεν λήξεως· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:361ΟΜΙΛΙΑ Λ. Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον ἐπὶ τὸ τελώνιον καθήμενον, Ματθαῖον λεγόμενον· καὶ λέγει αὐτῷ· «Ἀκολούθει μοι.» α. Ποιήσας γὰρ τὸ θαῦμα οὐκ ἐπέμεινεν, ἵνα μὴ τὸν ζῆλον ἐξάψῃ πλέον ὁρώμενος· ἀλλὰ χαρίζεται αὐτοῖς ἀναχωρῶν, καὶ τὸ πάθος παραμυθούμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μὴ ὁμόσε χωροῦντες τοῖς ἐπιβου-λεύουσιν, ἀλλὰ παραμυθώμεθα αὐτῶν τὸ ἕλκος, ἐνδι-δόντες καὶ χαλῶντες αὐτῶν τὸν τόνον. Ἀλλὰ τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ Ἰωάννου καὶ τῶν ἄλλων αὐτὸν ἐκά-λεσεν; Ὥσπερ ἐκεῖ τότε παρεγένετο, ὅτε ᾔδει τοὺς ἀν-θρώπους πεισθησομένους· οὕτω καὶ τὸν Ματθαῖον τότε ἐκάλεσεν, ὅτε ἠπίστατο εἴξοντα. Διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. Ὁ γὰρ τὰς καρ-δίας ἐπιστάμενος, καὶ τὰ ἀπόῤῥητα τῆς ἑκάστου δια-νοίας εἰδὼς, ᾔδει καὶ πότε ἔμελλεν ἕκαστος τούτων ὑπακούσεσθαι. Διὰ τοῦτο οὐκ ἐν προοιμίοις αὐτὸν ἐκάλει, ὅτε σκληρότερον ἔτι διέκειτο, ἀλλὰ μετὰ τὰ μυρία θαύματα, καὶ τὴν πολλὴν περὶ αὐτοῦ φήμην, ὅτε καὶ
PG 57:362ἐπιτηδειότερον ᾔδει πρὸς τὴν ὑπακοὴν γεγενημένον. Ἄξιον δὲ καὶ τοῦ εὐαγγελιστοῦ θαυμάσαι τὴν φιλο-σοφίαν, πῶς οὐκ ἀποκρύπτεται αὐτοῦ τὸν ἔμπροσθεν βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ. Τίνος δὲ ἕνεκεν εἶπεν, ὅτι Ἐπὶ τὸ τελώνιον καθήμενον; Δεικνὺς τοῦ καλέσαντος τὴν δύναμιν, ὅτι οὐ λήξαντα, οὐδὲ ἀποστάντα τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐκ μέσων αὐτὸν ἀν-έσπασε τῶν κακῶν· καθάπερ οὖν καὶ τὸν μακάριον Παῦ-λον μαινόμενον καὶ λυττῶντα καὶ πῦρ ἀφιέντα μετ-έστησεν· ὅπερ οὖν καὶ αὐτὸς δεῖγμα ποιούμενος τῆς τοῦ καλέσαντος δυνάμεως, φησὶ Γαλάταις· Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τοὺς ἁλιέας δὲ ἐν μέσοις τοῖς ἔργοις ὄντας ἐκάλεσεν. Ἀλλ’ ἐκεῖνο μὲν τέχνη τις ἦν οὐ διαβεβλημένη μὲν, ἀνθρώπων δὲ ἀγροικότερον διακειμένων, καὶ ἀμίκτων, καὶ πολὺ τὸ ἀφελὲς κεκτημένων· τοῦτο δὲ ἐπιτήδευμα ἀναισχυντίας γέμον ἦν καὶ ἰταμότητος, καὶ κέρδοσ
PG 57:363οὐκ ἔχον πρόφασιν εὔλογον, καὶ ἐμπορία ἀναιδὴς, καὶ
ἁρπαγὴ σχῆμα ἔχουσα ἔννομον· ἀλλ’ ὅμως οὐδὲν τούτων ἐπῃσχύνετο ὁ καλέσας. Καὶ τί λέγω, εἰ τελώνην οὐκ ἐπῃσχύνετο, ὅπου γε οὐδὲ πόρνην γυναῖκα οὐ μόνον καλέσαι οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ φιλῆσαι τοὺς πόδα, αὐτοῦ καὶ βρέξαι τοῖς δάκρυσι παρεῖχεν αὐτῇ; Καὶ γὰρ διὰ τοῦτο παραγέγονεν, οὐχ ἵνα σώματα θερα-πεύσῃ μόνον, ἀλλ’ ἵνα καὶ ψυχῆς κακίαν ἰάσηται. Ὃ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκε· καὶ δείξας σαφῶς, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε ἐπὶ τοῦτον ἔρχεται, ἵνα μηκέτι θορυβῶνται τελώνην ὁρῶντες εἰς τὸν τῶν μαθητῶν ἐγκρινόμενον χορόν. Ὁ γὰρ κύριος ὢν λῦσαι τὰ πεπλημμελημένα πάντα, τί θαυμάζεις εἰ καὶ τοῦτον ἀπόστολον ποιεῖ; Ἀλλ’ ὥσπερ εἶδες τοῦ καλέ-σαντος τὴν δύναμιν, οὕτω καταμάνθανε καὶ τοῦ κληθέν-τος τὴν ὑπακοήν. Οὔτε γὰρ ἀντέτεινεν, οὐδὲ ἀμφι-σβητῶν εἶπε· Τί τοῦτο; ἆρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖς; καὶ γὰρ ἄκαιρος αὕτη πάλιν ἡ ταπεινοφροσύνη· ἀλλ’ εὐθέως ὑπήκουσε, καὶ οὐδὲ οἴκαδε ἀπελθεῖν ἠξίωσε, καὶ τοῖς αὐτοῦ περὶ τούτου κοινώ-σασθαι, ὥσπερ οὖν οὐδὲ οἱ ἁλιεῖς· ἀλλ’ ὃν τρόπον ἐκεῖ-νοι τὸ δίκτυον καὶ τὸ πλοῖον καὶ τὸν πατέρα, οὕτω καὶ οὗτος τὴν τελωνείαν καὶ τὸ κέρδος ἀφεὶς εἵπετο, παρ-εσκευασμένην πρὸς ἅπαντα τὴν γνώμην ἐπιδεικνύμενος· καὶ πάντων ἀθρόως ἑαυτὸν ἀποῤῥηγνὺς τῶν βιωτικῶν, ἐμαρτύρει τῇ εὐκαιρίᾳ τοῦ καλέσαντος διὰ τῆς ἀπηρ-τισμένης ὑπακοῆς. Καὶ τί δήποτε, φησὶν, οὐχὶ καὶ περὶ τῶν ἄλλων εἶπεν ἡμῖν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν, ἀλλὰ περὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ Φι-λίππου, περὶ δὲ τῶν ἄλλων οὐδαμοῦ; Ὅτι οὗτοι μάλιστα ἦσαν ἐν τοῖς ἀτόποις καὶ ταπεινοῖς ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελωνείας τι χεῖρον, οὔτε ἁλείας εὐτελέστερον. Ὅτι δὲ καὶ Φίλιππος τῶν σφόδρα ἀσήμων ἦν, ἀπὸ τῆς πα-τρίδος δῆλον. Διὰ τοῦτο τούτους μάλιστα ἡμῖν ἀνακη-ρύττουσι μετὰ τῶν ἐπιτηδευμάτων, δηλοῦντες ὅτι καὶ ἐν τοῖς λαμπροῖς τῶν διηγημάτων τούτοις πιστεύειν χρή. Οἱ γὰρ τῶν δοκούντων ἐπονειδίστων εἶναι μηδὲν αἱρούμενοι παραλιπεῖν, ἀλλὰ πρὸ τῶν ἄλλων ταῦτα μετὰ ἀκριβείας ἀνακηρύττοντες, καὶ ἐπὶ τοῦ Διδασκά-λου καὶ ἐπὶ τῶν μαθητῶν, πῶς ἂν εἶεν ἐπὶ τῶν σεμνῶν ὕποπτοι; καὶ μάλιστα ὅταν σημεῖα μὲν πολλὰ καὶ θαύ-ματα παρατρέχωσι, τὰ δὲ ἐπὶ τοῦ σταυροῦ δοκοῦντα εἶναι ὀνείδη μετὰ ἀκριβείας βοῶσι· καὶ τῶν μαθητῶν τὰ ἐπιτηδεύματα καὶ τὰ ἐλαττώματα, καὶ τοῦ Διδασκά-λου τοὺς προγόνους τοὺς ἐπὶ ἁμαρτήμασι βεβοημένους λαμπρὰ ἐκκαλύπτωσι τῇ φωνῇ; Ὅθεν δῆλον ὅτι πολὺν τῆς ἀληθείας ἐποιοῦντο λόγον, καὶ οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἐπίδειξιν ἔγραφον. β. Καλέσας τοίνυν αὐτὸν, καὶ τιμῇ μεγίστῃ τετίμηκε, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ταύτῃ γὰρ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὔελπιν ἐποίει· καὶ εἰς πλείονα παῤῥησίαν ἦγεν. Οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλ’ ἀθρόον ἰάσατο τὴν κακίαν. Καὶ οὐκ αὐτῷ συνανάκειται μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολλοῖς· καίτοι καὶ τοῦτο ἐδόκει αὐτοῦ ἔγκλημα εἶναι, ὅτι οὐκ ἀπεσόβησε τοὺς ἁμαρτωλούς. Ἀλλ’ οὐδὲ τοῦτο κρύπτουσιν, οἷα ἐπισκήπτειν ἐπι-χειροῦσι τοῖς παρ’ αὐτοῦ γινομένοις. Συνέρχονται δὲ οἱ τελῶναι ὡς πρὸς ὁμότεχνον· ἐγκαλλωπιζόμενος γὰρ τῇ εἰσόδῳ τῇ τοῦ Χριστοῦ, πάντας αὐτοὺς συνεκάλεσε. Καὶ γὰρ πᾶν εἶδος θεραπείας ὁ Χριστὸς ἐκίνει, καὶ οὐχὶ
PG 57:364διαλεγόμενος μόνον, οὐδὲ θεραπεύων, οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν κακῶς διακειμένων· διὰ τούτων διδάσκων ἡμᾶς, ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν τὴν ὠφέλειαν. Καίτοιγε τὰ παρακείμενα τότε ἐξ ἀδικίας ἦν καὶ πλεον-εξίας· ἀλλ’ οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν, ἐπειδὴ μέγα τὸ κέρδος ἐντεῦθεν ἔμελλε γίνεσθαι, ἀλλὰ καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τοιαῦτα πεπλημμεληκόσι. Τοιοῦτος γὰρ ὁ ἰατρός· ἂν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάτ-τει τῆς ἀῤῥωστίας αὐτούς. Καίτοιγε πονηρὰν ἐντεῦθεν ἔλαβε δόξαν, καὶ τῷ μετ’ αὐτοῦ φαγεῖν, καὶ τῷ ἐν τῇ οἰκίᾳ τῇ ἐκείνου, καὶ τῷ μετὰ πολλῶν τελωνῶν. Ὅρα γοῦν αὐτοὺς τοῦτο ὀνειδίζοντας· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἀκουέτωσαν ὅσοι μεγάλην ἐπὶ νηστείᾳ δόξαν ἑαυτοῖς περιτιθέναι σπουδάζουσιν, καὶ ἐννοείτωσαν ὅτι ὁ Δεσπό-της ἡμῶν φάγος καὶ οἰνοπότης ἐκλήθη, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ πάντων ὑπερεώρα τούτων, ἵνα τὸ προκείμενον ἀνύσῃ· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ καὶ μετεβάλετο ὁ τελώνης, καὶ βελτίων οὕτως ἐγένετο. Καὶ ἵνα μάθῃς, ὅτι μέγα τοῦτο ἤνυσε τὸ κοινωνῆσαι αὐτῷ τῆς τραπέζης, ἄκουσον τί φησιν ὁ Ζακχαῖος, ἕτερος πάλιν τελώνης. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, ὑπὸ τῆς ἡδονῆς πτερω-θεὶς, Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι πτω-χοῖς, φησὶ, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀπο-δίδωμι τετραπλοῦν. Καὶ πρὸς αὐτὸν ὁ Ἰησοῦς φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Οὕτω διὰ πάντων ἔνεστι παιδεύειν. Καὶ πῶς ὁ Παῦλος, φησὶ, κελεύει, ἐάν τις, ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν; Μάλιστα μὲν οὔπω δῆλον, εἰ καὶ διδασκάλοις ταῦτα παραινεῖ, ἀλλ’ οὐχὶ ἀδελφοῖς μόνοις. Ἔπειτα, οὗτοι οὔπω τῶν ἀπηρτισμένων ἦσαν, οὐδὲ ἀδελφῶν γεγενη-μένων. Πρὸς δὲ τούτοις ὁ Παῦλος καὶ τοὺς ἀδελφοὺς γε-γενημένους τότε ἀποστρέφεσθαι κελεύει, ὅταν ἐπιμένω-σιν· οὗτοι δὲ ἦσαν παυσάμενοι λοιπὸν καὶ μεταβαλόμενοι. Ἀλλ’ οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν, ἀλλ’ ἐγκαλοῦσι τοῖς μαθηταῖς λέγοντες· Διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ ὅταν μὲν αὐτοὶ δοκῶσιν ἁμαρτάνειν, αὐτῷ ἐντυγχάνουσι λέγοντες· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξ-εστι ποιεῖν ἐν σαββάτῳ· ἐνταῦθα δὲ πρὸς αὐτοὺς αὐτὸν διαβάλλουσιν. Ἅπερ πάντα κακουργούντων ἦν καὶ βου-λομένων ἀποῤῥῆξαι τοῦ διδασκάλου τὸν χορὸν τῶν μαθη-τῶν. Τί οὖν ἡ ἄπειρος σοφία; Οὐ χρείαν ἔχουσι, φησὶν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Ὅρα πῶς αὐτῶν εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. Ἐκεῖνοι μὲν γὰρ ἔγκλημα ἐποιοῦντο τὸ συγγίνεσθαι αὐτὸν τούτοις· αὐτὸς δὲ τοὐναντίον φησὶν, ὅτι τὸ μὴ συγγίνεσθαι ἀνάξιον αὐτοῦ καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ οὐ μόνον ἐγκλήματος ἐκτὸς τὸ τοὺς τοιούτους διορ-θοῦν, ἀλλὰ προηγούμενον καὶ ἀναγκαῖον καὶ μυρίων ἄξιον ἐπαίνων. Εἶτα ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς κληθέντας τῷ λέγειν, οἱ κακῶς ἔχοντες, ὅρα πῶς αὐτὸ παραμυθεῖται πάλιν, ἐπιτιμῶν αὐτοῖς καὶ λέγων· Πο-ρευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τοῦτο δὲ ἔλεγε, τὴν τῶν Γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων. Διὸ καὶ πληκτικώτερον κέχρηται τῷ λόγῳ,
PG 57:365οὐχὶ αὐτὸς ὀργιζόμενος· μὴ γένοιτο· ἀλλ’ ὥστε ἐκείνους μὴ ἐξαπορηθῆναι. Καίτοιγε ἠδύνατο εἰπεῖν· Οὐκ ἐνενοή-σατε, πῶς ἔλυσα τὰς ἁμαρτίας τοῦ παραλυτικοῦ; πῶς τὸ σῶμα ἔσφιγξα; Ἀλλ’ οὐ λέγει τούτων οὐδέν· ἀλλ’ ἀπὸ τῶν κοινῶν λογισμῶν πρῶτον αὐτοῖς διαλέγεται, καὶ τότε ἀπὸ τῶν Γραφῶν. Εἰπὼν γὰρ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, καὶ λανθανόντως δείξας ἑαυτὸν ὄντα τὸν ἰατρὸν, τότε εἶπε· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυ-
σίαν. Οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Πρότερον ἀπὸ τῶν κοινῶν παραδειγμάτων τὸν λόγον κατασκευάσας, καὶ εἰπών· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει τότε καὶ τὰς Γραφὰς ἐπήγαγε λέ-γων· Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται, Οὐ φι-μώσεις βοῦν ἀλοῶντα· καὶ πάλιν, Οὕτως ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Πρὸς δὲ τοὺς μαθητὰς οὐχ οὕτως· ἀλλὰ τῶν σημείων ἀναμιμνήσκει οὕτω λέγων· Οὔπω μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχι-λίων, καὶ πόσους κοφίνους ἐλάβετε; γ. Ἀλλ’ οὐ πρὸς τούτους οὕτως· ἀλλὰ τῆς ἀσθενείας ἀναμιμνήσκει τῆς κοινῆς, καὶ δείκνυσι καὶ αὐτοὺς ὄντας τῶν ἀσθενούντων, οἴγε οὐδὲ τὰς Γραφὰς ᾔδεσαν, καὶ πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ὃ καὶ σφόδρα αὐτοὺς αἰνιττόμενος, τὸ διὰ τῶν προφητῶν πάντων εἰρημένον ἐν βραχεῖ τίθησι, λέγων· Μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Διὰ γὰρ τούτων δείκνυσιν οὐκ αὐτὸν ὄντα τὸν παρανο-μοῦντα, ἀλλ’ ἐκείνους· ὡσανεὶ ἔλεγε· Τίνος ἕνεκεν ἐγκαλεῖτέ μοι· ὅτι ἁμαρτωλοὺς διορθοῦμαι; Οὐκοῦν καὶ τῷ Πατρὶ τοῦτο ἐγκαλέσετε. Ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῦτο κατασκευάζων ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἐνταῦθα πάλιν· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὥσπερ γὰρ ἐκεῖνος τοῦτο βούλεται, φησὶν, οὕτω καὶ ἐγώ. Ὁρᾷς πῶς ἐκεῖνα μὲν περιττὰ, ταῦτα δὲ ἀναγκαῖα; Οὐδὲ γὰρ εἶπεν, Ἔλεον θέλω καὶ θυσίαν, ἀλλ’, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τὸ μὲν γὰρ ἐνέκρινε, τὸ δὲ ἐξέβαλε· καὶ ἀπέδειξεν οὐ μόνον οὐ κεκωλυμένον ὅπερ ἐνεκάλουν, ἀλλὰ καὶ νενομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας· καὶ τὴν Παλαιὰν αὐτὴν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν. Καθαψά-μενος τοίνυν αὐτῶν καὶ ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων, καὶ ἀπὸ τῶν Γραφῶν, ἐπάγει πάλιν· Οὐκ ἦλθον κα-λέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ταῦτα δὲ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει, ὡς ὅταν λέγῃ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. Ὅτι γὰρ οὐδεὶς δίκαιος ἦν ἐπὶ τῆς γῆς, Παῦλος ἐδήλωσεν εἰ-πών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τοῦτο δὲ καὶ ἐκείνους παρεμυθή-σατο τοὺς κεκλημένους. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, τοῦ βδελύξασθαι ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παρα-γέγονα μόνους. Εἶτα, ἵνα μὴ ὑπτιωτέρους ἐργάσηται, εἰπὼν ἁμαρτωλοὺς, οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, εἰς μετάνοιαν. Οὐ γὰρ ὥστε ἁμαρτωλοὺς μεῖναι παρεγε-νόμην, ἀλλ’ ὥστε μεταβαλέσθαι καὶ γενέσθαι βελτίους. Ἐπεὶ οὖν πάντοθεν ἐπεστόμισε, καὶ ἀπὸ τῶν Γρα-φῶν, καὶ ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας, καὶ οὐ-δὲν ἔσχον εἰπεῖν, ὑπεύθυνοι τοῖς ἐγκλήμασι φανέντες, οἷς ἐπήγαγον αὐτῷ, καὶ ἐναντίοι τῷ νόμῳ καὶ τῇ Παλαιᾷ ἀφέντες αὐτὸν, πάλιν ἐπὶ τοὺς μαθητὰς τὸ ἔγκλημα
PG 57:366μεταφέρουσι Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι οἱ Φαρισαῖοι εἶπον· οὗτος δὲ, ὅτι οἱ μαθηταὶ Ἰωάννου· εἰκὸς δὲ καὶ ἀμφοτέρους ταῦτα εἰρηκέναι. Ἐξαπορηθέντες γὰρ ἐκεί-νους, ὡς εἰκὸς, μεθ’ ἑαυτῶν λαμβάνουσιν, ὅπερ καὶ ἐπὶ τῶν Ἡρωδιανῶν ὕστερον ἐποίησαν. Καὶ γὰρ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον οἱ Ἰωάννου μαθηταὶ, καὶ ἀπεναν-τίας αὐτῷ διελέγοντο· τότε μόνον ταπεινωθέντες, ὅτε ἐν ἀρχῇ τὸ δεσμωτήριον ᾤκησεν Ἰωάννης. Ἐλθόντες γοῦν τότε ἀνήγγειλαν τῷ Ἰησοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τὴν προτέραν ἐπανῆλθον βασκανίαν. Τί οὖν φασι; Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; Τοῦτό ἐστι τὸ νόσημα, ὃ πάλαι ἐξέκοπτεν ὁ Χριστὸς, λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, τὰ ἐξ αὐτοῦ τικτόμενα κακὰ προειδώς, Ἀλλ’ οὐδὲ τούτοις ἐπιτιμᾷ, οὐδὲ λέγει· Ὦ κενόδοξοι καὶ περιττοί· ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς ἁπάσης διαλέ-γεται, λέγων· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἕως ἂν μετ’ αὐτῶν ὁ νυμφίος ἐστίν. Ὅτε μὲν γὰρ ὑπὲρ ἑτέρων ὁ λόγος ἦν, τῶν τελωνῶν λέγω, ἵνα αὐτῶν παραμυθήσηται πληγεῖσαν τὴν ψυχὴν, σφοδρότερον ἐπετίμησε τοῖς ὀνειδίσασιν· ἔνθα δὲ αὐτὸν καὶ τοὺς μαθητὰς ἔσκωπτον, μετὰ ἐπιεικείας ἁπάσης ποιεῖται τὴν ἀπάντησιν. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστιν· Ἔστω, σὺ, φησὶν, ὡς ἰατρὸς ταῦτα ποιεῖς· τί καὶ οἱ μαθηταὶ τὸ νηστεύειν ἀφέντες ταῖς τοιαύταις τραπέζαις προσέχουσιν; Εἶτα ἵνα μείζω ποιήσωσι τὴν κατηγορίαν, πρώτους ἑαυτοὺς τιθέασι, καὶ τότε τοὺς Φαρισαίους, τῇ συγκρίσει τὸ ἔγκλημα αὐξῆσαι βουλόμενοι. Καὶ γὰρ καὶ ἡμεῖς, φησὶ, καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά. Καὶ γὰρ ἐνήστευον, οἱ μὲν παρὰ Ἰωάννου μαθόντες, οἱ δὲ ἀπὸ τοῦ νόμου· ὥσπερ οὖν καὶ ὁ Φαρισαῖος ἔλεγε· Νη-στεύω δὶς τῆς ἑβδομάδος. Τί οὖν φησιν ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; Πρότερον μὲν ἰατρὸν ἑαυτὸν ἐκάλεσεν, ἐνταῦθα δὲ νυμφίον, τὰ ἀπόῤ-ῥητα μυστήρια διὰ τῶν ὀνομάτων τούτων ἀποκα-λύπτων. Καίτοιγε ἐνῆν πληκτικώτερον πρὸς αὐτοὺς εἰπεῖν, ὅτι Οὐκ ἐστὲ τούτων κύριοι ὑμεῖς, ὥστε τοιαῦτα νομοθετεῖν. Τί γὰρ ὄφελος τῆς νηστείας, ὅταν πονηρίας ᾖ γέμουσα ἡ διάνοια; ὅταν ἑτέροις ἐγκαλῆτε; ὅταν κατακρίνητε, δοκοὺς περιφέροντες ἐπὶ τῶν ὀφθαλμῶν, καὶ πρὸς ἐπίδειξιν πάντα ποιῆτε; Πρὸ γὰρ τούτων ἁπάντων κενοδοξίαν ἐκβάλλειν ἐχρῆν, καὶ τὰ ἄλλα κατ-ορθοῦν ἅπαντα, ἀγάπην, πραότητα, φιλαδελφίαν. Ἀλλ’ οὐδὲν τούτων φησὶν, ἀλλὰ μετ’ ἐπιεικείας ἁπάσης· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος· ἀναμιμνήσκων αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι· Χαρᾶς ὁ παρὼν καιρὸς καὶ εὐφροσύνης· μὴ τοίνυν ἐπείσαγε τὰ σκυθρωπά. Καὶ γὰρ σκυθρωπὸν ἡ νηστεία, οὐ τῇ φύσει, ἀλλ’ ἐκείνοις τοῖς ἀσθενέστερον ἔτι διακειμένοις· ὡς τοῖς γε φιλοσοφεῖν ἐθέλουσι καὶ σφόδρα ἡδὺ τὸ πρᾶγ-μα καὶ ποθεινόν. Ὥσπερ γὰρ τοῦ σώματος ὑγιαίνοντος, πολλὴ ἡ εὐφροσύνη· οὕτω τῆς ψυχῆς εὖ διακειμένης, μείζων ἡ ἡδονή. Ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἐκείνων ταῦτά φησιν. Οὕτω καὶ Ἡσαί̈ας περὶ αὐτῆς διαλεγόμενος, τα-πείνωσιν ψυχῆς αὐτὴν καλεῖ, καὶ Μωϋσῆς δὲ ὁμοίως.
PG 57:367δ. Οὐ μὴν ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, λέγων· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι. Διὰ γὰρ τούτων δείκνυσιν, ὅτι οὐ γαστριμαργίας τὸ γινό-μενον ἦν, ἀλλ’ οἰκονομίας τινὸς θαυμαστῆς· ἅμα δὲ καὶ τὸν περὶ τοῦ πάθους προκαταβάλλεται λόγον, ἐν ταῖς πρὸς ἑτέρους ἀντιλογίαις παιδεύων τοὺς μαθητὰς, καὶ γυμνάζων μελετᾷν ἤδη ἐν τοῖς δοκοῦσιν εἶναι σκυθρω-ποῖς. Πρὸς μὲν γὰρ αὐτοὺς ἤδη τοῦτο εἰπεῖν, φορτικὸν ἦν καὶ ἐπαχθὲς, ὅπου γε καὶ μετὰ ταῦτα λεχθὲν αὐτοὺς ἐθορύβησε· πρὸς δὲ ἑτέρους λεγόμενον, ἀνεπαχθέστερον τούτοις μᾶλλον ἐγίνετο. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἐπὶ τῷ πάθει Ἰωάννου μέγα φρονεῖν, καὶ τοῦτο ἐν-τεῦθεν καταστέλλει τὸ φύσημα· τὸν μέντοι περὶ τῆς ἀναστάσεως λόγον οὔπω προστίθησι· οὐδέπω γὰρ ἦν
καιρός. Τοῦτο μὲν γὰρ κατὰ φύσιν ἦν, τὸ ἄνθρωπον νο-μιζόμενον εἶναι ἀποθανεῖν, ἐκεῖνο δὲ ὑπὲρ φύσιν. Εἶτα ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ ἐπιχειροῦντας αὐτὸν δεῖξαι ἐγκλήμασιν ὄντα ὑπεύθυνον τῷ μετὰ ἁμαρτωλῶν ἐσθίειν, ἔπεισε τοὐναντίον, ὅτι οὐ μόνον οὐκ ἔγκλημα, ἀλλὰ καὶ ἔπαινος τὸ γινόμενον ἦν· οὕτω καὶ ἐνταῦθα βουλομέ-νους αὐτοὺς ἀποφῆναι αὐτὸν, ὅτι οὐκ οἶδε κεχρῆσθαι τοῖς μαθηταῖς, δείκνυσιν ὅτι τὸ ταῦτα λέγειν οὐκ εἰδότων ἐστὶ κεχρῆσθαι τοῖς ἑπομένοις, ἀλλ’ ἁπλῶς ἐγκαλούντων. Οὐδεὶς γὰρ ἐπιβάλλει, φησὶν, ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ. Πάλιν ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων κατασκευάζει τὸν λόγον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μα-θηταὶ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· οὔπω διὰ τοῦ Πνεύματος ἀνεκαινίσθησαν. Οὕτω δὲ διακειμέ-νοις οὐ χρὴ βάρος ἐπιτιθέναι ἐπιταγμάτων. Ταῦτα δὲ ἔλεγε, νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθη-ταῖς, ἵν’ ὅταν μέλλωσι μαθητὰς λαμβάνειν τοὺς ἐκ τῆς οἰκουμένης ἅπαντας, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται τῆς ἡμερότητος. Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἶδες τὰ ὑποδείγματα τῇ Παλαιᾷ ἐοικότα; τὸ ἱμάτιον; τοὺς ἀσκούς; Καὶ γὰρ ὁ Ἱερεμίας περίζωμα τὸν λαόν φησι, καὶ πάλιν ἀσκῶν μέμνηται καὶ οἴνου. Ἐπειδὴ γὰρ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης, ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα. Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν, ὅτι καὶ τὸ καινὸν σχίζεται, ἐὰν ἐπιβάλῃς αὐτὸ τῷ παλαιῷ. Ὁρᾷς ὅτι οὐ μόνον οὐδὲν γίνεται ὄφελος, ἀλλὰ καὶ πλείων ἡ ζη-μία; Καὶ λέγει μὲν τὸ παρὸν, προαναφωνεῖ δὲ τὸ μέλ-λον· οἷον ὅτι καινοὶ μετὰ ταῦτα ἔσονται· ἕως δ’ ἂν τοῦτο γένηται, οὐδὲν αὐστηρὸν αὐτοῖς ἐπιτάττειν χρὴ καὶ βαρύ. Ὁ γὰρ πρὸ καιροῦ ζητῶν, φησὶ, τοῦ προσήκον-τος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργα-σάμενος ἅπαξ. Τοῦτο δὲ οὐ παρὰ τὸν οἶνον συμβαίνει, οὐδὲ παρὰ τοὺς ὑποδεχομένους, ἀλλὰ παρὰ τὴν ἀκαι-ρίαν τῶν ἐμβαλλόντων. Ἐντεῦθεν ἡμᾶς καὶ τὴν αἰτίαν ἐδίδαξε τῶν ταπεινῶν ῥημάτων, ὧν συνεχῶς πρὸς αὐ-τοὺς διελέγετο. Διὰ γὰρ τὴν ἀσθένειαν αὐτῶν πολλὰ ἔλεγε καταδεέστερα τῆς ἀξίας τῆς ἑαυτοῦ· ὅπερ οὖν
PG 57:368καὶ ὁ Ἰωάννης ἐνδεικνύμενος αὐτὸν εἰρηκέναι, φησί· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ἵνα γὰρ μὴ νομίσωσι ταῦτα εἶναι μόνον ἅπερ εἶπεν, ἀλλὰ καὶ ἕτερα πολλῷ μείζονα φαντάζωνται, τὴν ἀσθένειαν αὐτῶν εἰς τὸ μέσον τέθεικεν, ἐπαγγει-λάμενος, ὅταν γένωνται ἰσχυροὶ, κἀκεῖνα ἐρεῖν· ὅπερ οὖν καὶ ἐνταῦθά φησιν· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύ-σουσι. Μὴ τοίνυν μηδὲ ἡμεῖς πάντα παρὰ πάντων ἀπαιτῶμεν ἐν προοιμίοις, ἀλλ’ ὅσα δυνατόν· καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξομεν. Εἰ δὲ ἐπείγῃ καὶ σπεύδεις, δι’ αὐτὸ τοῦτο μὴ ἐπείγου, ἐπειδὴ σπεύδεις. Εἰ δὲ αἴνιγμά σοι τὸ εἰρημένον δοκεῖ εἶναι, ἀπ’ αὐτῆς αὐτὸ τῶν πραγ-μάτων μάνθανε τῆς φύσεως, καὶ τότε ὄψει αὐτοῦ τὴν δύναμιν ἅπασαν. Καὶ μηδείς σε τῶν ἀκαίρως ἐγκα-λούντων κινείτω· ἐπεὶ καὶ ἐνταῦθα Φαρισαῖοι οἱ ἐγκα-λοῦντες ἦσαν, καὶ μαθηταὶ οἱ ὀνειδιζόμενοι. ε. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἔπεισε τὸν Χριστὸν μετα-θεῖναι τὴν δόξαν, οὐδὲ εἶπεν· Αἰσχύνη ἐστὶ τούτους νηστεύειν καὶ τούτους μὴ νηστεύειν. Ἀλλ’ ὥσπερ ὁ ἄριστος κυβερνήτης οὐ τοῖς ταραττομένοις κύμασιν, ἀλλὰ τῇ οἰκείᾳ τέχνῃ προσέχει· οὕτω καὶ ὁ Χριστὸς τότε ἐποίησε. Καὶ γὰρ αἰσχύνη ἦν, οὐ τὸ μὴ νη-στεύειν αὐτοὺς, ἀλλὰ τὸ διὰ τὴν νηστείαν ἐν τοῖς και-ρίοις πληγῆναι, καὶ ἀποσχισθῆναι, καὶ διαῤῥαγῆναι. Ἅπερ οὖν καὶ ἡμεῖς ἐννοοῦντες, οὕτω τοῖς οἰκείοις χρώμεθα πᾶσι. Κἂν γυναῖκα φιλόκοσμον ἔχῃς, πρὸς ἐπιτρίμματα κεχηνυῖαν καὶ ἀνεπτερωμένην, καὶ πολλῇ τρυφῇ διαχεομένην, καὶ λάλον, καὶ ἀνόητον· καίτοιγε οὐκ ἔνι ταῦτα πάντα εἰς γυναῖκα μίαν συνεμπεσεῖν· πλὴν ἀλλὰ διαπλάσωμεν τῷ λόγῳ γυναῖκα τοιαύτην. Τί οὖν ὅτι γυναῖκα, φησὶ, καὶ οὐχὶ ἄνδρα διαπλάττεις; Εἰσὶ καὶ ἄνδρες ταύτης χείρους τῆς γυναικός. Ἀλλ’ ἐπειδὴ ἀνδράσιν ἡ ἐπιστασία ἐγκεχείρισται, διὰ τοῦτο γυναῖκα διαπλάττομεν τέως, οὐχ ὡς ἐκεῖ τῆς κακίας πλεοναζούσης. Πολλὰ γὰρ καὶ παρὰ ἀνδράσιν ἔστιν εὑ-ρεῖν, ἃ παρὰ γυναιξὶν οὐκ ἔστιν, οἷον ἀνδροφονίαν, τυμβωρυχίαν, θηριομαχίαν, καὶ πολλὰ τοιαῦτα. Μὴ τοίνυν νομίσητε τὸ γένος ἡμᾶς ἐξευτελίζοντας ταῦτα ποιεῖν· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ’ οὕτω χρήσι-μον τέως ὑπογράψαι τὴν εἰκόνα. Ὑποκείσθω τοίνυν ἡμῖν γυνὴ τοιαύτη, καὶ σπουδαζέτω παντὶ τρόπῳ αὐτὴν διορθοῦσθαι ὁ ἀνήρ. Πῶς οὖν αὐτὴν διορθώσεται; Μὴ πάντα ἀθρόον ἐπιτάττων, ἀλλὰ τὰ κουφότερα πρότερον, καὶ οἷς οὐ σφόδρα κατέχεται. Ἂν γὰρ τὸ πᾶν ἐπείξῃς αὐτὴν κατορθῶσαι ἐξ ἀρχῆς, τὸ πᾶν ἀπώλεσας. Μὴ τοίνυν περιέλῃς τὰ χρυσία εὐθέως, ἀλλ’ ἄφες ἔχειν καὶ περικεῖσθαι τέως· δοκεῖ γὰρ τοῦτο ἔλαττον εἶναι κακὸν τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν. Πρότερον τοί-νυν ἐκεῖνα ἀναιρείσθω· καὶ μηδὲ ἐκεῖνα φόβῳ καὶ ἀπειλῇ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ διὰ τῆς ἑτέρων κατηγορίας, καὶ διὰ τῆς σῆς ψήφου καὶ γνώμης. Καὶ λέγε πρὸς αὐτὴν συνεχῶς, ὅτι Σοὶ οὐκ ἔστιν ἐπέραστος ἡ ὄψις οὕτω καλλωπιζομένη, ἀλλὰ καὶ σφόδρα ἀηδής· καὶ πεῖθε μάλιστα ὅτι σε τοῦτο λυπεῖ. Καὶ μετὰ τὴν σὴν ψῆφον, καὶ τὴν παρ’ ἑτέρων δόξαν εἴσαγε, καὶ λέγε, ὅτι καὶ τὰς εὐμόρφους τοῦτο ἀφανίζειν εἴωθεν, ἵνα τὸ

Homily XXXIHomilia XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:369πάθος ἐξέλῃς. Καὶ μηδὲν μηδέπω περὶ γεέννης εἴπῃς, μηδὲ περὶ βασιλείας· εἰκῆ γὰρ ταῦτα ἐρεῖς· ἀλλὰ πεῖσον αὐτὴν, ὅτι σε τέρπει μᾶλλον γυμνὸν ἐπιδεικνῦσα τοῦ Θεοῦ τὸ ἔργον· ἡ δὲ βασανίζουσα τὴν ὄψιν, καὶ κα-τατείνουσα, καὶ κονιῶσα, οὐδὲ παρὰ τοῖς πολλοῖς φαί-νεται καλὴ καὶ εὐειδής. Πρότερον δὲ τοῖς κοινοῖς λο-γισμοῖς καὶ ταῖς πάντων ψήφοις τὸ νόσημα ἔκβαλλε· καὶ ὅταν τούτοις καταμαλάξῃς τοῖς λόγοις, καὶ ἐκεῖνα προστίθει. Κἂν ἅπαξ εἴπῃς, καὶ μὴ πείσῃς, καὶ δεύ-τερον καὶ τρίτον καὶ πολλάκις τὰ αὐτὰ ἐπαντλῶν ῥή-ματα μὴ ἀποκάμῃς· μὴ μέντοι μετὰ ἐπαχθείας τινὸς, ἀλλὰ μετὰ χαριεντισμοῦ· καὶ νῦν μὲν ἀποστρέφου, νῦν δὲ κολάκευε καὶ θεράπευε. Οὐχ ὁρᾷς τοὺς ζωγρά-φους πόσα ἐξαλείφουσι, πόσα παρεγγράφουσιν ὅταν ὄψιν ποιῶσι καλήν· Μὴ γίνου τοίνυν ἐκείνων χείρων. Εἰ γὰρ ἐκεῖνοι σώματος εἰκόνα γράφοντες τοσαύτῃ κέ-χρηνται τῇ σπουδῇ· πόσῳ μᾶλλον ἡμᾶς ψυχὴν δια-πλάττοντας πᾶσαν ἂν εἴη δίκαιον κινεῖν μηχανήν. Ἂν γὰρ καλῶς τῆς ψυχῆς ταύτης διαπλάσῃς τὴν ὄψιν, οὐκ ὄψει τὸ τοῦ σώματος ἀσχημονοῦν πρόσωπον, οὐδὲ ᾑμαγ-μένα χείλη, οὐδὲ στόμα ἄρκτου αἵματι πεφοινιγμένῳ προσεοικὸς, οὐδὲ ἠσβολωμένας ὀφρῦς ὡς ἀπὸ χύτρας τινὸς, οὐδὲ κεκονιαμένας παρειὰς κατὰ τοὺς τοίχους τῶν τάφων. Πάντα γὰρ ταῦτα ἀσβόλη καὶ τέφρα καὶ κό-νις, καὶ ἐσχάτης δυσειδείας γνωρίσματα. 2. Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἔλαθον εἰς τούτους ἐξ-ενεχθεὶς τοὺς λόγους, καὶ ἑτέρῳ παραινῶν ὥστε διδά-σκειν μετ’ ἐπιεικείας, αὐτὸς εἰς ὀργὴν ἐξεκυλίσθην. Οὐκοῦν ἐπανίωμεν πάλιν πρὸς τὴν ἡμερωτέραν παραί-νεσιν, καὶ πάντα φέρωμεν τὰ ἐλαττώματα τῶν γυναι-κῶν, ἵνα κατορθώσωμεν ὃ βουλόμεθα. Οὐχ ὁρᾷς πῶς τὰ παιδία φέρομεν κλαίοντα, ὅταν αὐτὰ τῆς θηλῆς
ἀπάγειν βουλώμεθα, καὶ πάντα ὑπομένομεν δι’ ἐκεῖνο μόνον, ἵνα αὐτὰ πείσωμεν καταφρονεῖν τῆς προτέρας τραπέζης; Οὕτω καὶ ἐνταῦθα ποιῶμεν· πάντων ἀνεχώ-μεθα τῶν ἄλλων, ἵνα τοῦτο κατορθώσωμεν. Ὅταν γὰρ τοῦτο διορθωθῇ, ὄψει καὶ τὸ ἕτερον ὁδῷ προβαίνων, καὶ ἐπὶ τὰ χρυσία πάλιν ἥξεις, καὶ τῷ αὐτῷ τρόπῳ καὶ περὶ τούτων ὁμοίως διαλέξῃ καὶ οὕτω κατὰ μικρὸν ῥυθμίζων τὴν γυναῖκα. ἔσῃ ζωγράφος κάλλιστος, δοῦλος πιστὸς, γεωργὸς ἄριστος. Μετὰ τούτων· ἀναμίμνη-σκε αὐτὴν καὶ τῶν παλαιῶν γυναικῶν, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας, καὶ τῶν εὐμόρφων καὶ τῶν οὐ τοιούτων, καὶ δείκνυ πάσας ὁμοίως σωφρονούσας. Καὶ γὰρ Λεία ἡ τοῦ πατριάρχου γυνὴ οὐκ οὖσα εὔμορφος, οὐκ ἠναγ-κάσθη τοιοῦτον οὐδὲν ἐπινοῆσαι, ἀλλὰ καὶ δυσειδὴς οὖσα, καὶ οὐ σφόδρα φιλουμένη παρὰ τοῦ συνοικοῦντος, οὔτε ἐπενόησέ τι τοιοῦτον, οὔτε τὴν ὄψιν διέφθειρεν,
PG 57:370ἀλλ’ ἔμενεν ἀκέραιον διατηροῦσα τὸν χαρακτῆρα, καὶ ταῦτα ὑπὸ Ἑλλήνων τραφεῖσα. Σὺ δὲ ἡ πιστὴ, ἡ τὸν Χριστὸν ἔχουσα κεφαλὴν, σατανικὴν ἐπεισάγεις ἡμῖν μηχανήν; καὶ οὐκ ἀναμιμνήσκῃ τοῦ ὕδατος τοῦ περι-κλύσαντός σου τὴν ὄψιν, τῆς θυσίας τῆς κοσμούσης σου τὰ χείλη, τοῦ αἵματος τοῦ φοινίξαντός σου τὴν γλῶτ-ταν; Ἂν γὰρ ταῦτα πάντα ἐννοήσῃς, κἂν μυριάκις φι-λόκοσμος ᾖς, οὐ τολμήσεις, οὐδὲ ἀνέξῃ τὸν κονιορτὸν καὶ τὴν τέφραν ἐκείνην ἐπιβαλεῖν. Μάθε ὅτι τῷ Χρι-στῷ ἡρμόσθης, καὶ ἀπόστηθι τῆς ἀσχημοσύνης ταύτης. Οὐδὲ γὰρ τέρπεται τοῖς χρώμασι τούτοις, ἀλλ’ ἕτερον ἐπιζητεῖ κάλλος, οὗ καὶ σφοδρός ἐστιν ἐραστὴς, τὸ ἐν τῇ ψυχῇ λέγω. Τοῦτό σοι καὶ ὁ προφήτης ἀσκεῖν ἐκέλευσε, καὶ ἔλεγε· Καὶ ἐπιθυμήσει ὁ βασι-λεὺς τοῦ κάλλους σου. Μὴ τοίνυν περιττὰ ἀσχημο-νῶμεν. Οὐδὲ γὰρ ἀτελές τι τῶν ἔργων ἐστὶ τοῦ Θεοῦ, οὐδὲ διορθώσεως δεῖται τῆς παρὰ σοῦ. Οὐδὲ γὰρ εἰ βα-σιλικῇ τις εἰκόνι μετὰ τὸ ἀναστῆναι προσθεῖναι ἐπι-χειρήσειε τὰ παρ’ ἑαυτοῦ, ἀσφαλὴς ἡ ἐπιχείρησις, ἀλλὰ τὸν ἔσχατον ὑποστήσεται κίνδυνον. Εἶτα ἄνθρωπος μὲν ἐργάζεται, καὶ οὐ προστιθεῖς· Θεὸς δὲ ἐργάζεται. καὶ διορθοῦσαι; Καὶ οὐκ ἐννοεῖς τῆς γεέννης τὸ πῦρ; οὐκ ἐννοεῖς τῆς ψυχῆς τὴν ἐρημίαν; Διὰ γὰρ τοῦτο ἐκείνη ἠμέληται, ἐπειδὴ πᾶσα εἰς τὴν σάρκα ἡ σπουδὴ κενοῦται. Καὶ τί λέγω τὴν ψυχήν; Καὶ γὰρ αὐτῇ τῇ σαρκὶ τἀναντία συμβαίνει ἅπαντα, ὧν ἐσπουδάκατε. Σκόπει δέ. Βούλει καλὴ φαίνεσθαι; Τοῦτό σε ἄμορφον δείκνυσι. Βούλει ἀρέσαι τῷ ἀνδρί; Τοῦτο αὐτὸν μᾶλλον λυπεῖ· καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἔξω κατ-ηγόρους παρασκευάζει γενέσθαι. Βούλει νέα φαίνεσθαι; Τοῦτό σε ταχέως εἰς γῆρας ἄξει. Βούλει καλλωπίζεσθαι; Τοῦτό σε αἰσχύνεσθαι ποιεῖ. Ἡ γὰρ τοιαύτη οὐχὶ τὰς ὁμοτίμους μόνον, ἀλλὰ καὶ τῶν θεραπαινίδων τὰς συν-ειδυίας καὶ τῶν οἰκετῶν τοὺς ἐπισταμένους αἰσχύνεται· καὶ πρό γε πάντων ἑαυτήν. Ἀλλὰ τί δεῖ λέγειν ταῦτα; Τὸ γὰρ πάντων χαλεπώτερον παρῆκα νῦν, ὅτι τῷ Θεῷ προσκρούεις, ὅτι σωφροσύνην ὑπορύττεις, ὅτι ζηλοτυ-πίας ἀνάπτεις φλόγα, ὅτι τὰς ἐπὶ τοῦ στέγους ζη-λοῖς πορνευομένας γυναῖκας. Ταῦτ’ οὖν ἅπαντα λογι-σάμεναι, καταγελάσατε τῆς σατανικῆς πομπῆς καὶ τῆς διαβολικῆς τέχνης, καὶ τὸν κόσμον τοῦτον ἀφεῖσαι, μᾶλ-λον δὲ τὴν ἀκοσμίαν, τὸ κάλλος ἐκεῖνο κατασκευάσατε ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ὃ καὶ ἀγγέλοις ἐπέραστον, καὶ Θεῷ ποθεινὸν, καὶ τοῖς συνοικοῦσιν ἡδὺ, ἵνα καὶ τῆς παρούσης καὶ τῆς μελλούσης ἐπιτύχητε δόξης· ἧς γέ-νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά-τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:369ΟΜΙΛΙΑ ΛΑ. Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰςελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτὴν, καὶ ζήσεται. α. Κατέλαβε τοὺς λόγους τὸ ἔργον, ὥστε πλέον τοὺς Φαρισαίους ἐπιστομισθῆναι. Καὶ γὰρ ὁ ἐλθὼν ἀρχισυν-άγωγος ἦν, καὶ τὸ πένθος δεινόν. Καὶ γὰρ μονογενὲς ἦν τὸ παιδίον, καὶ ἐτῶν δώδεκα γεγονὸς αὐτὸ τῆς ἡλι-
PG 57:370κίας τὸ ἄνθος· ὃ δὴ μάλιστα καὶ εὐθέως αὐτὸ ἀνέστη-σεν. Εἰ δὲ ὁ Λουκᾶς λέγει, ὅτι ἦλθον λέγοντες· Μὴ σκύλλε τὸν Διδάσκαλον· τέθνηκε γάρ· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ, Ἄρτι ἐτελεύτησε, στοχαζομένου ἦν ἀπὸ τοῦ καιροῦ τῆς ὁδοιπορίας, ἢ αὔξοντος τὴν συμ-φοράν. Καὶ γὰρ ἔθος τοῖς δεομένοις ἐπαίρειν τῷ λόγῳ τὰ οἰκεῖα κακὰ καὶ πλέον τι τῶν ὄντων λέγειν, ὥστε μᾶλλον ἐπισπάσασθαι τοὺς ἱκετευομένους. Ὅρα δὲ αὐτοῦ τὴν
PG 57:371παχύτητα. Δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παρα-γενέσθαι αὐτὸν, καὶ τὴν χεῖρα ἐπιθεῖναι· ὅπερ ση-μεῖον ἦν τοῦ καταλιπεῖν αὐτὴν ἐμπνέουσαν ἔτι. Τοῦτο καὶ ὁ Σύρος ἐκεῖνος ὁ Νεεμὰν τὸν προφήτην ἀπῄτει. Ἔλεγον γὰρ, φησὶν, ὅτι καὶ ἐξελεύσεται, καὶ τὴν χεῖρα αὐτοῦ ἐπιθήσει. Καὶ γὰρ καὶ ὄψεως δέονται καὶ αἰσθητῶν πραγμάτων οἱ παχύτερον διακείμενοι. Καὶ ὁ μὲν Μάρκος φησὶν, ὅτι τοὺς τρεῖς ἔλαβε μαθητὰς, καὶ ὁ Λουκᾶς· οὗτος δὲ ἁπλῶς φησι τοὺς μαθητάς. Τίνος οὖν ἕνεκεν τὸν Ματθαῖον οὐ παρέλαβε, καίτοιγε ἄρτι προς-ελθόντα; Εἰς πλείονα αὐτὸν ἐπιθυμίαν ἐμβάλλων, καὶ διὰ τὸ ἀτελέστερον ἔτι διακεῖσθαι. Διὰ γὰρ τοῦτο ἐκεί-νους τιμᾷ, ἵνα οὗτοι κατ’ ἐκείνους γένωνται. Τούτῳ δὲ ἤρκει τέως τὰ κατὰ τὴν αἱμοῤῥοοῦσαν ἰδεῖν, καὶ τὸ τραπέζῃ τιμηθῆναι, καὶ κοινωνίᾳ ἁλῶν. Ἀναστάντι δὲ ἠκολούθουν πολλοὶ, ὡς ἐπὶ θαύματι μεγάλῳ, καὶ διὰ τὸ πρόσωπον τὸ παραγεγονὸς, καὶ ὅτι οἱ πλείους πα-χύτερον διακείμενοι οὐχ οὕτω ψυχῆς ἐπιμέλειαν, ὡς σώματος ἰατρείαν ἐζήτουν καὶ συνέῤῥεον, οἱ μὲν ὑπὸ τῶν οἰκείων συνωθούμενοι παθῶν, οἱ δὲ τῆς τῶν ἀλλο-τρίων διορθώσεως σπεύδοντες θεαταὶ γενέσθαι· λόγων δὲ ἕνεκεν καὶ διδασκαλίας προηγουμένως ὀλίγοι οἱ παρ’ αὐτὸν φοιτῶντες ἦσαν τέως. Οὐ μὴν εἴασεν αὐτοὺς εἰς τὴν οἰκίαν εἰσελθεῖν, ἀλλὰ τοὺς μαθητὰς μόνον, καὶ οὐδὲ τούτους πάντας, πανταχοῦ παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διακρούεσθαι δόξαν. Καὶ ἰδοὺ, φησὶ, γυνὴ ἐν ῥύσει αἵματος δώδεκα ἔτη ἔχουσα, προσῆλθεν ὄπισθεν, καὶ ἥψατο τοῦ κρασπέ-δου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Τί-νος ἕνεκεν οὐ μετὰ παῤῥησίας αὐτῷ προσῆλθεν; Ἠσχύ-νετο διὰ τὸ πάθος, ἀκάθαρτος εἶναι νομίζουσα. Εἰ γὰρ ἡ ἐν καταμηνίοις οὖσα οὐκ ἐδόκει εἶναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἂν ἐνόμισε· καὶ γὰρ πολλὴ παρὰ τῷ νόμῳ ἀκαθαρσία ἐνομίζετο εἶναι τὸ πάθος. Διὰ τοῦτο λανθάνει καὶ κρύ-πτεται. Οὐδέπω γὰρ οὐδὲ αὐτὴ τὴν προσήκουσαν καὶ ἀπηρτισμένην περὶ αὐτοῦ δόξαν εἶχεν· ἐπεὶ οὐκ ἂν ἐνόμισε λανθάνειν. Καὶ πρώτη προσέρχεται δημοσίᾳ αὕτη ἡ γυνή· καὶ γὰρ ἤκουσεν ὅτι καὶ γυναῖκας θερα-πεύει, καὶ ὅτι ἐπὶ τὸ θυγάτριον ἀπέρχεται τὸ τετελευτη-κός. Καὶ εἰς τὴν οἰκίαν μὲν αὐτὸν καλέσαι οὐκ ἐτόλμησε, καίτοιγε εὔπορος οὖσα· ἀλλ’ οὔτε δημοσίᾳ προσῆλθε, λάθρα δὲ μετὰ πίστεως τῶν ἱματίων ἥψατο. Οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἶπεν ἐν ἑαυτῇ· Ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος; ἆρα οὐκ ἀπαλλαγήσομαι; ἀλλὰ θαῤ-ῥήσασα περὶ τῆς ὑγιείας οὕτω προσῆλθεν. Ἔλεγε γὰρ, φησὶν, ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Καὶ γὰρ εἶδεν ἐκ ποίας ἐξῆλθεν
οἰκίας, τῆς τῶν τελωνῶν, καὶ τίνες ἦσαν οἱ ἑπόμενοι, ἁμαρτωλοὶ καὶ τελῶναι· καὶ ταῦτα πάντα εὐέλπιδα αὐ-τὴν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν, ἀλλ’ εἰς μέσον ἄγει καὶ δήλην καθίστησι, πολλῶν ἕνεκεν. Καίτοιγέ τινες τῶν ἀναισθήτων φασὶ, δόξης αὐτὸν ἐρῶντα τοῦτο ποιεῖν. Διατί γὰρ, φησὶν, οὐκ ἀφῆκεν αὐ-τὴν λαθεῖν; Τί λέγεις, ὦ μιαρὲ καὶ παμμίαρε; ὁ κελεύων σιγᾷν, ὁ μυρία παρατρέχων θαύματα, οὗτος δόξης ἐρᾷ; Τίνος οὖν ἕνεκεν εἰς μέσον ἄγει; Πρῶτον λύει τὸ δέος τῆς γυναικὸς, ἵνα μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη, καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐν ἀγωνίᾳ διατρίβῃ. Δεύτερον, αὐτὴν διορθοῦται, ἐπειδὴ ἐνόμισε λανθάνειν. Τρίτον, πᾶσι τὴν πίστιν αὐτῆς ἐπιδείκνυται, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι· καὶ τοῦ στῆσαι τὰς πηγὰς τοῦ αἵματος οὐκ ἔλαττον σημεῖον παρέχεται, τὸ δεῖξαι ὅτι
PG 57:372πάντα ἐπίσταται. Ἔπειτα, τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν, καὶ ταύτῃ τὸ πᾶν διαφθείρειν, κατορθοῖ διὰ τῆς γυναικός. Καὶ γὰρ οἱ ἐλθόντες ἔλεγον· Μὴ σκύλλε τὸν Διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον· καὶ οἱ ἐν τῇ οἰκίᾳ κατεγέλων αὐτοῦ εἰπόντος, ὅτι Καθεύδει· καὶ εἰκὸς ἦν καὶ τὸν πατέρα τοιοῦτόν τι πεπονθέναι. β. Διὰ τοῦτο προδιορθούμενος ταύτην τὴν ἀσθένειαν. ἄγει τὸ γύναιον εἰς μέσον. Ὅτι γὰρ τῶν σφόδρα πα-χυτέρων ἦν ἐκεῖνος, ἄκουσον τί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ, σὺ μόνον πίστευε, καὶ σωθήσεται. Καὶ γὰρ τὸν θάνατον ἐπίτηδες ἔμενεν ἐπελθεῖν, καὶ τότε παρα-γενέσθαι, ὥστε σαφῆ γενέσθαι τῆς ἀναστάσεως τὴν ἀπό-δειξιν. Διὰ τοῦτο καὶ σχολαιότερον βαδίζει, καὶ διαλέ-γεται τῇ γυναικὶ πλείονα, ἵνα συγχωρήσῃ τελευτῆσαι ἐκείνην, καὶ παραγενέσθαι τοὺς ταῦτα ἀπαγγέλλοντας καὶ λέγοντας· Μὴ σκύλλε τὸν Διδάσκαλον. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἐπισημαίνεται λέγων, ὅτι Ἔτι λαλοῦντος αὐτοῦ, ἦλθον οἱ ἀπὸ τῆς οἰκίας λέγοντες· Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν Διδάσκαλον. Ἐβούλετο γὰρ πιστευθῆναι τὸν θάνα-τον, ἵνα μὴ ὑποπτευθῇ ἡ ἀνάστασις. Καὶ τοῦτο παν-ταχοῦ ποιεῖ. Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου, καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινε. Διὰ δὴ ταῦτα πάντα ἄγει αὐτὴν εἰς μέσον, καί φησι· Θάρσει, θύγατερ· ὥσπερ καὶ τῷ παραλύτῳ ἔλεγε· Θάρσει, τέκνον. Καὶ γὰρ περιδεὴς ἦν ἡ γυνή· διὰ τοῦτό φησι, Θάρσει, καὶ θυγατέρα καλεῖ· ἡ γὰρ πίστις αὐτὴν θυγατέρα ἐποίησεν. Εἶτα καὶ τὸ ἐγκώμιον· Ἡ πίστις σου σέ-σωκέ σε. Ὁ δὲ Λουκᾶς καὶ πλείονα τούτων ἡμῖν ἕτερα ἀπαγγέλλει περὶ τῆς γυναικός. Ἐπειδὴ γὰρ προσῆλθε, φησὶ, καὶ τὴν ὑγίειαν ἔλαβεν, οὐκ εὐθέως ἐκάλεσεν αὐτὴν ὁ Χριστὸς, ἀλλὰ πρότερόν φησι· Τίς ἐστιν ὁ ἁψάμενός μου; Εἶτα τοῦ Πέτρου καὶ τῶν μετ’ αὐτοῦ λεγόντων· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; (ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περι-κεῖσθαι, καὶ πάντα τύφον καταπατεῖν· οὐδὲ γὰρ πόῤ-ῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν·) αὐτὸς δὲ ἐπέμενε, φησὶ, λέγων, ὅτι Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν· πρὸς τὴν ὑπό-νοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ ἐκείνην ἀφ’ ἑαυτῆς ὁμολογῆσαι πείσῃ. Διὰ γὰρ τοῦτο οὐδὲ εὐθέως αὐτὴν ἤλεγξεν, ἵνα δείξας ὅτι πάντα οἶδε σαφῶς, αὐτόματον πείσῃ πάντα ἐξει-πεῖν, καὶ αὐτὴν ἀνακηρῦξαι τὸ γεγενημένον παρα-σκευάσῃ, καὶ μὴ λέγων ὕποπτος εἶναι δόξῃ. Εἶδες τοῦ ἀρχισυναγώγου βελτίονα τὴν γυναῖκα; Οὐ κατέσχεν, οὐκ ἐκράτησεν· ἀλλ’ ἄκροις τοῖς δακτύλοις ἥψατο μόνον, καὶ ὑστέρα ἐλθοῦσα, προτέρα θεραπευ-θεῖσα ἀπῆλθε. Καὶ ἐκεῖνος μὲν ὅλον τὸν ἰατρὸν ἦγεν εἰς τὴν οἰκίαν· ταύτῃ δὲ ἤρκεσε καὶ ἁφὴ μόνον. Εἰ γὰρ καὶ τῷ πάθει ἦν συνδεδεμένη, ἀλλὰ τῇ πίστει ἦν ἀνεπτερω-μένη. Σκόπει δὲ πῶς αὐτὴν παραμυθεῖται λέγων· Ἡ πίστις σου σέσωκέ σε. Καίτοιγε εἰ ἐπιδείξεως ἕνεκεν αὐτὴν εἵλκυσεν εἰς τὸ μέσον, οὐκ ἂν τοῦτο προσέθηκεν· ἀλλ’ ὁμοῦ τὸν ἀρχισυνάγωγον παιδεύων πιστεῦσαι, ταῦτά φησι, καὶ τὴν γυναῖκα ἀνακηρύττων, καὶ οὐκ ἐλάττω τῆς τοῦ σώματος ὑγιείας διὰ τῶν ῥημάτων τού-των παρέχων αὐτῇ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν. Ὅτι γὰρ ἐκείνην δοξάσαι βουλόμενος ταῦτα ἐποίει, καὶ ἑτέρους διορθῶσαι, ἀλλ’ οὐχ ἑαυτὸν ἀποφῆναι λαμπρὸν, δῆλον ἐντεῦθεν. Αὐτὸς μὲν γὰρ ὁμοίως ἔμελλεν εἶναι θαυμα-στὸς καὶ τούτου χωρὶς (ὑπὲρ γὰρ τὰς νιφάδας αὐτὸν περιέῤῥει τὰ θαύματα, καὶ πολλῷ τούτου μείζονα καὶ
PG 57:373εἰργάσατο καὶ ποιήσειν ἔμελλεν)· ἡ δὲ γυνὴ, εἰ μὴ τοῦτο γέγονε, λαθοῦσα ἂν ἀπῆλθε, τῶν μεγάλων τούτων ἀπεστερημένη ἐπαίνων. Διὰ τοῦτο αὐτὴν εἰς μέσον ἀγα-γὼν ἀνεκήρυξε, καὶ τὸ δέος ἐξέβαλε (καὶ γὰρ τρέμουσα, φησὶ, προσῆλθε), καὶ θαῤῥεῖν αὐτὴν παρεσκεύασε, καὶ μετὰ τῆς ὑγιείας τοῦ σώματος καὶ ἕτερα αὐτῇ δέδωκεν ἐφόδια, εἰπὼν, Πορεύου ἐν εἰρήνῃ. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς, καὶ τὸν ὄχλον θορυβούμενον, ἔλεγεν· Ἀποχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ κα-θεύδει. Καὶ κατεγέλων αὐτοῦ. Καλά γε τῶν ἀρχισυν-αγώγων τὰ τεκμήρια, ἐν τῷ ἀποθανεῖν αὐλοὶ καὶ κύμβα-λα θρῆνον ἐγείροντες. Τί οὖν ὁ Χριστός; Τοὺς μὲν ἄλλους ἅπαντας ἐξέβαλε, τοὺς δὲ γεγεννηκότας εἰσήγαγεν, ὥστε μὴ ἐγγενέσθαι εἰπεῖν, ὅτι ἄλλως ἐθεράπευσε· καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐγείρει τῷ λόγῳ, λέγων· Οὐ τέθνηκε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ὥσπερ οὖν καὶ ἐπὶ τῆς θαλάττης ἐπιτιμᾷ τοῖς μαθηταῖς πρῶτον· οὕτω δὴ καὶ ἐνταῦθα τὸν θόρυβον ἐκ-βάλλει τῆς διανοίας τῶν παρόντων, ὁμοῦ καὶ δεικνὺς ὅτι εὔκολον αὐτῷ τοὺς τεθνηκότας ἐγεῖραι (ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου πεποίηκε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ), καὶ ἅμα παιδεύων μὴ δεδιέναι τὸν θάνατον· οὐ γὰρ εἶναι θάνατον αὐτὸν, ἀλλ’ ὕπνον λοιπὸν γεγενῆσθαι. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἔμελλεν ἀπο-θνήσκειν, ἐν τοῖς ἑτέρων σώμασι προπαρασκευάζει τοὺς μαθητὰς θαῤῥεῖν, καὶ πράως φέρειν τὴν τελευτήν. Καὶ γὰρ αὐτοῦ παραγενομένου λοιπὸν ὕπνος ὁ θάνατος ἦν. Ἀλλ’ ὅμως κατεγέλων αὐτοῦ· αὐτὸς δὲ οὐκ ἠγανάκτη-σεν ἀπιστούμενος ἐφ’ οἷς μικρὸν ὕστερον ἔμελλε θαυ-ματουργεῖν· οὐδὲ ἐπετίμησε τῷ γέλωτι, ἵνα καὶ αὐτὸς, καὶ οἱ αὐλοὶ, καὶ τὰ κύμβαλα, καὶ τὰ ἄλλα πάντα ἀπό-δειξις γένηται τοῦ θανάτου. γ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ μετὰ τὸ γενέσθαι τὰ θαύματα ἀπιστοῦσιν ἄνθρωποι, προκαταλαμβάνει ταῖς οἰκείαις ἀποκρίσεσιν αὐτούς· ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γέγονε, καὶ ἐπὶ τοῦ Μωϋσέως. Καὶ γὰρ Μωϋσῇ φησι· Τί τοῦτο τὸ ἐν τῇ χειρί σου; ἵν’ ὅταν ἴδῃ ὄφιν γεγε-νημένον, μὴ ἐπιλάθηται ὅτι ῥάβδος ἦν πρὸ τούτου, ἀλλὰ τῆς οἰκείας ἀναμνησθεὶς φωνῆς ἐκπλαγῇ τὸ γινόμενον. Καὶ ἐπὶ τοῦ Λαζάρου φησί· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ὅτι Ὄζει, τεταρταῖος γάρ ἐστι, μηκέτι ἀπιστεῖν ἔχωσιν, ὅτι νεκρὸν ἀνέστη-σεν. Ἰδὼν τοίνυν τὰ κύμβαλα καὶ τοὺς ὄχλους, ἐξήγαγεν ἅπαντας, καὶ παρόντων τῶν γονέων θαυματουργεῖ, οὐχ ἑτέραν ἐπεισάγων ψυχὴν, ἀλλ’ αὐτὴν τὴν ἐξελθοῦσαν ἐπανάγων, καὶ ὥσπερ ἐξ ὕπνου διεγείρων. Κατέχει δὲ τῆς χειρὸς, πληροφορῶν τοὺς ὁρῶντας, ὥστε προοδοποιῆ-σαι διὰ τῆς ὄψεως τῇ πίστει τῆς ἀναστάσεως. Ὁ μὲν
γὰρ πατὴρ ἔλεγεν, Ἐπίθες τὴν χεῖρα· αὐτὸς δέ τι πλέον ποιεῖ· οὐ γὰρ ἐπιτίθησιν, ἀλλὰ καὶ κατασχὼν ἀν-ίστησι, δεικνὺς ὅτι πάντα αὐτῷ ἕτοιμα. Καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τροφὴν κελεύει δοῦναι, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γεγενημένον. Καὶ οὐκ αὐτὸς δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει· ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, καὶ μετὰ ταῦτα κοινωνὸν ποιεῖ τῆς τραπέζης. Καὶ γὰρ ἀμφότερα ἀεὶ κατασκευάζειν εἴωθε, καὶ τοῦ θανάτου καὶ τῆς ἀνα-στάσεως μετὰ ἀκριβείας ἁπάσης τὴν ἀπόδειξιν ποιού-μενος. Σὺ δέ μοι μὴ τὴν ἀνάστασιν σκόπει μόνον, ἀλλ’ ὅτι καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· καὶ τοῦτο μάλιστα διὰ
PG 57:374πάντων παιδεύου, τὸ ἄτυφον καὶ ἀκενόδοξον· καὶ μετὰ τούτου κἀκεῖνο μάνθανε, ὅτι τοὺς κοπτομένους ἔξω τῆς οἰκίας ἐξέβαλε, καὶ ἀναξίους τῆς τοιαύτης θεω-ρίας ἀπέφηνε· καὶ μὴ ἐξέλθῃς μετὰ τῶν αὐλούντων, ἀλλὰ μένε μετὰ Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Εἰ γὰρ τότε ἐξέβαλεν ἐκείνους ἔξω, πολλῷ μᾶλλον νῦν. Τότε μὲν γὰρ οὔπω δῆλος ὁ θάνατος ἦν ὕπνος γεγενημένος· νῦν δὲ καὶ αὐτοῦ τοῦ ἡλίου τοῦτο φανερώτερον. Ἀλλ’ οὐκ ἤγειρέ σου τὸ θυγάτριον νῦν; Ἀλλὰ πάντως ἐγερεῖ, καὶ μετὰ πλείονος τῆς δόξης. Ἐκεῖνο μὲν γὰρ ἀναστὰν πάλιν ἀπέθανε· τὸ δὲ σὸν ἐὰν ἀναστῇ, μένει λοιπὸν ἀθάνατον ὄν. Μηδεὶς τοίνυν κοπτέσθω λοιπὸν, μηδὲ θρηνείτω, μηδὲ τὸ κατόρθωμα τοῦ Χριστοῦ δια-βαλλέτω. Καὶ γὰρ ἐνίκησε τὸν θάνατον. Τί τοίνυν πε-ριττὰ θρηνεῖς; Ὕπνος τὸ πρᾶγμα γέγονε. Τί ὀδύρῃ καὶ κλαίεις; Τοῦτο γὰρ εἰ καὶ Ἕλληνες ἐποίουν, καταγελᾷν ἔδει· ὅταν δὲ ὁ πιστὸς ἐν τούτοις ἀσχημονῇ, ποία ἀπο-λογία; τίς ἔσται συγγνώμη τοιαῦτα ἀνοηταίνουσι, καὶ ταῦτα μετὰ χρόνον τοσοῦτον καὶ σαφῆ τῆς ἀναστάσεως ἀπόδειξιν; Σὺ δὲ ὥσπερ αὐξῆσαι τὸ ἔγκλημα σπεύδων, καὶ θρηνῳδοὺς ἡμῖν ἄγεις Ἑλληνίδας γυναῖκας, ἐξάπτων τὸ πάθος, καὶ τὴν κάμινον διεγείρων, καὶ οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ παῖδες μὲν Ἑλλήνων οἱ μηδὲν περὶ ἀναστάσεως εἰδότες, ὅμως εὑρίσκουσι λόγους παραμυθίας, λέγοντες· Φέρε γενναίως· καὶ γὰρ ἀναλῦσαι τὸ γεγενημένον οὐκ ἔνι, οὐδὲ διορ-θῶσαι τοῖς θρήνοις· σὺ δὲ ὁ φιλοσοφώτερα καὶ χρηστό-τερα τούτων ἀκούων, οὐκ αἰσχύνῃ μείζονα ἐκείνων ἀσχημονῶν; Οὐδὲ γὰρ λέγομεν· Φέρε γενναίως, ἐπειδὴ τὸ γεγενημένον ἀναλῦσαι οὐκ ἔνι· ἀλλὰ, Φέρε γενναίως· καὶ γὰρ ἀναστήσεται πάντως· καθεύδει τὸ παιδίον, καὶ οὐ τέθνηκεν· ἡσυχάζει, καὶ οὐκ ἀπόλωλεν. Ἀνάστα-σις γὰρ αὐτὸ διαδέξεται, καὶ ζωὴ αἰώνιος, καὶ ἀθανα-σία, καὶ λῆξις ἀγγελική. Οὐκ ἀκούεις τοῦ ψαλμοῦ λέ-γοντος, Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε; Εὐεργεσίαν ὁ Θεὸς τὸ πρᾶγμα καλεῖ, καὶ σὺ θρηνεῖς; Καὶ τί πλέον ἂν ἐποίη-σας, εἰ πολέμιος καὶ ἐχθρὸς τοῦ τετελευτηκότος ἦς; Εἰ γὰρ δεῖ θρηνεῖν, τὸν διάβολον δεῖ θρηνεῖν. Ἐκεῖνος κο-πτέσθω, ἐκεῖνος ὀδυρέσθω, ὅτι πρὸς τὰ μείζονα ὁδεύο-μεν ἀγαθά. Τῆς ἐκείνου πονηρίας ἀξία αὕτη ἡ οἰμωγὴ, οὐχὶ σοῦ τοῦ στεφανοῦσθαι μέλλοντος καὶ ἀναπαύεσθαι. Καὶ γὰρ λιμὴν εὔδιος ὁ θάνατος. Σκόπει γοῦν πόσων γέμει κακῶν ὁ παρὼν βίος· ἐννόησον ποσάκις αὐτὸς κατηράσω τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἐπὶ τὸ χεῖρον τὰ πράγματα πρόεισι, καὶ ἐξ ἀρχῆς δὲ οὐ μικρᾷ συν-εκληρώθης καταδίκῃ. Ἐν γὰρ λύπαις τέξῃ τέκνα, φησί· καὶ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀλλ’ οὐ περὶ τῶν ἐκεῖ τοιοῦτον οὐδὲν εἴρηται, ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ ὅτι Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθή-σονται εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· καὶ ὅτι νυμφὼν τὰ ἐκεῖ πνευματικὸς, καὶ φαιδραὶ λαμπάδες, καὶ μετάστασις πρὸς τὸν οὐρανόν. δ. Τί τοίνυν καταισχύνεις τὸν ἀπελθόντα; τί παρασκευά-ζεις τοὺς ἄλλους δεδοικέναι καὶ τρέμειν τὸν θάνατον; τί ποιεῖς πολλοὺς κατηγορεῖν τοῦ Θεοῦ, ὡς μεγάλα ἐρ-γασαμένου δεινά; μᾶλλον δὲ τί μετὰ ταῦτα πένητας καλεῖς, καὶ παρακαλεῖς ἱερέας εὔξασθαι; Ἵνα εἰς ἀνά-
PG 57:375παυσιν ἀπέλθῃ, φησὶν, ὁ τετελευτηκὼς, ἵνα ἵλεων σχῇ τὸν δικαστήν. Ὑπὲρ τούτων οὖν θρηνεῖς καὶ ὀλολύ-ζεις; Οὐκοῦν σαυτῷ μάχῃ καὶ πολεμεῖς, ὑπὲρ ὧν εἰς λι-μένας ἀπῆλθεν ἐκεῖνος, χειμῶνα σαυτῷ κατασκευά-ζων. Καὶ τί πάθω; φησί· τοιοῦτον ἡ φύσις. Οὐκ ἔστι φύσεως τὸ ἔγκλημα, οὐδὲ τῆς τοῦ πράγματος ἀκολουθίας· ἀλλ’ ἡμεῖς οἱ πάντα ἄνω καὶ κάτω ποιοῦντές ἐσμεν, οἱ καταμαλακιζόμενοι, καὶ τὴν οἰκείαν προδιδόντες εὐγέ-νειαν, καὶ τοὺς ἀπίστους χείρους ποιοῦντες. Πῶς γὰρ ἑτέρῳ περὶ ἀθανασίας διαλεξόμεθα; πῶς πείσομεν τὸν ἐθνικὸν, ὅταν μᾶλλον ἐκείνου τὸν θάνατον φοβώμεθα καὶ φρίττωμεν; Πολλοὶ γοῦν παρ’ Ἕλλησι, καίτοιγε οὐδὲν περὶ ἀθανασίας εἰδότες, ἐστεφανώθησαν, τῶν παίδων αὐτοῖς ἀπελθόντων, καὶ λευχειμονοῦντες ἐφαίνοντο, ἵνα τὴν παροῦσαν καρπώσωνται δόξαν· σὺ δὲ οὐδὲ διὰ τὴν μέλλουσαν παύῃ γυναικιζόμενος καὶ κοπτόμενος. Ἀλλὰ κληρονόμους οὐκ ἔχεις, οὐδὲ διάδοχον τῶν ὄντων; Καὶ τί μᾶλλον ἐβούλου, τῶν σῶν αὐτὸν εἶναι κληρονόμον, ἢ τῶν οὐρανῶν; τί δὲ ἐπεθύμεις, τὰ ἀπολλύμενα αὐτὸν διαδέχεσθαι, ἃ μικρὸν ὕστερον ἀφιέναι ἔμελλεν, ἢ τὰ μένοντα καὶ ἀκίνητα; Οὐκ ἔσχες κληρονόμον αὐτὸν, ἀλλ’ ἀντὶ σοῦ ἔσχεν αὐτὸν ὁ Θεός· οὐκ ἐγένετο τῶν ἀδελ-φῶν τῶν ἰδίων συγκληρονόμος, ἀλλ’ ἐγένετο τοῦ Χριστοῦ. Καὶ τίνι, φησὶ, τὰ ἱμάτια, τίνι τὰ οἰκήματα, τίνι τὰ ἀνδράποδα καὶ τοὺς ἀγροὺς καταλιμπάνομεν; Αὐτῷ πάλιν, καὶ ἀσφαλέστερον, ἢ εἰ ἔζη· τὸ γὰρ κωλύον οὐδέν. Εἰ γὰρ βάρβαροι συγκατακαίουσι τοῖς ἀπελ-θοῦσι τὰ ὄντα, πολλῷ μᾶλλον σὲ συναποστεῖλαι τῷ τετε-λευτηκότι δίκαιον τὰ αὐτοῦ, οὐχ ἵνα τέφρα γένηται, καθάπερ ἐκεῖνα, ἀλλ’ ἵνα πλείονα τούτῳ περιβάλῃ δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἵνα τὰ ἁμαρτήματα λύσῃ· εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως. Ἀλλ’ ἰδεῖν αὐτὸν ἐπιθυμεῖς; Οὐκοῦν τὸν αὐτὸν αὐτῷ βίου βίον, καὶ ταχέως ἀπολήψῃ τὴν ἱερὰν ἐκείνην ὄψιν. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι κἂν ἡμῶν μὴ ἀκούσῃς, τῷ χρόνῳ πάντως πεισθήσῃ. Ἀλλ’ οὐδεὶς τότε σοι ὁ μισθός· τοῦ γὰρ πλήθους τῶν ἡμερῶν γίνεται ἡ παραμυθία. Ἂν δὲ νῦν βουληθῇς φιλοσοφεῖν, δύο κερδανεῖς τὰ μέγιστα· καὶ σαυτὸν τῶν ἐν μέσῳ κακῶν ἀπαλλάξεις, καὶ παρὰ τοῦ Θεοῦ λαμπρότερον ἀναδήσῃ τὸν στέφανον. Καὶ γὰρ ἐλεημοσύνης καὶ τῶν ἄλλων πολλῷ μεῖζον τὸ πράως συμφορὰν ἐνεγκεῖν. Ἐν-νόησον ὅτι καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀπέθανε· καὶ ἐκεῖνος μὲν διὰ σὲ, σὺ δὲ διὰ σαυτόν. Καὶ εἰπὼν, Εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον, καὶ λυπηθεὶς, καὶ ἀγωνιάσας, ὅμως οὐ παρέδραμε τὴν τελευτὴν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὴν ὑπέστη τῆς τραγῳδίας. Οὐδὲ γὰρ ἁπλῶς θάνατον ὑπέμεινεν, ἀλλὰ τὸν αἴσχιστον· καὶ πρὸ τοῦ θανάτου μάστιγας, καὶ πρὸ τῶν μαστίγων ὀνείδη καὶ σκώμματα καὶ λοιδορίας, σὲ παιδεύων πάντα φέ-ρειν γενναίως. Ἀλλ’ ὅμως ἀποθανὼν, καὶ τὸ σῶμα ἀποθέμενος, πάλιν αὐτὸ ἀνέλαβε μετὰ μείζονος δόξης, σοὶ καὶ ἐνταῦθα χρηστὰς ὑποτείνων ἐλπίδας. Ταῦτα εἰ μὴ μῦθος, μὴ θρήνει ταῦτα εἰ πιστὰ νομίζεις εἶναι, μὴ δάκρυε· εἰ δὲ δακρύεις, πῶς δυνήσῃ πεῖσαι τὸν
Ἕλληνα, ὅτι πιστεύεις; ε. Ἀλλὰ καὶ οὕτως ἀφόρητον ἔτι σοι φαίνεται τὸ συμβάν; Οὐκοῦν δι’ αὐτὸ τοῦτο οὐκ ἄξιον ἐκεῖνον θρη-νεῖν· πολλῶν γὰρ τοιούτων ἀπηλλάγη συμφορῶν ἐκεῖνος. Μὴ τοίνυν αὐτῷ φθόνει, μηδὲ βάσκαινε. Τὸ γὰρ ἑαυτῷ μὲν θάνατον αἰτεῖν διὰ τὴν ἄωρον ἐκείνου τελευτὴν,
PG 57:376πενθεῖν δὲ ἐκεῖνον, ὅτι μὴ ἔζη, ἵνα πολλὰ ὑπομείνῃ τοιαῦτα, φθονοῦντος μᾶλλόν ἐστι καὶ βασκαίνοντος. Μὴ δὴ τοῦτο ἐννόει, ὅτι οὐκέτι ἀναστρέψει εἰς τὴν οἰκίαν, ἀλλ’ ὅτι καὶ αὐτὸς ἀπελεύσῃ μικρὸν ὕστερον πρὸς αὐτόν. Μὴ τοῦτο λογίζου, ὅτι οὐκέτι ἐπανέρχεται ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲ αὐτὰ ταῦτα τὰ ὁρώμενα μένει τοιαῦτα, ἀλλὰ καὶ ταῦτα μετασχηματίζεται. Καὶ γὰρ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ πάντα μεθαρμόζεται, καὶ τότε ἀπο-λήψῃ σου τὸ παιδίον μετὰ πλείονος δόξης. Καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἔστη τὰ τῆς κακίας· οὐδὲ γὰρ ἂν, εἰ μεταβαλλόμενον ὁ Θεὸς ᾔδει, προανήρπασεν ἂν τῆς μετανοίας· εἰ δὲ δίκαιος ὢν κατέλυσεν, ἐν ἀσφαλείᾳ τὰ ἀγαθὰ κέκτηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστι φιλοστοργίας σου τὰ δάκρυα, ἀλλὰ πάθους ἀλογίστου. Ἐπεὶ εἰ τὸν ἀπελθόντα ἐφίλεις, χαίρειν ἔδει καὶ εὐφραίνεσθαι, ὅτι τῶν παρόντων ἀπηλλάγη κυμάτων. Τί γὰρ τὸ πλέον; εἰπέ μοι· τί δὲ τὸ ξένον καὶ καινόν; οὐχὶ τὰ αὐτὰ καθ’ ἑκάστην ἡμέραν ὁρῶμεν ἀνακυκλούμενα; Ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα· χειμὼν καὶ θέρος, θέρος καὶ χει-μὼν, καὶ πλέον οὐδέν. Καὶ ταῦτα μὲν ἀεὶ τὰ αὐτά· τὰ δὲ κακὰ ξένα καὶ καινότερα. Ταῦτα οὖν αὐτὸν ἀντλεῖν καθ’ ἑκάστην ἡμέραν ἐβούλου, καὶ μένειν ἐνταῦθα, καὶ νοσεῖν, καὶ πενθεῖν, καὶ δεδοικέναι, καὶ τρέμειν, καὶ τὰ μὲν ὑπομένειν τῶν δεινῶν, τὰ δὲ μήποτε ὑπομείνῃ φο-βεῖσθαι; Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μακρὸν τοῦτο πλέοντα πέλαγος, δυνατὸν ἦν ἀθυμίας καὶ φρον-τίδων καὶ τῶν ἄλλων ἀπηλλάχθαι τῶν τοιούτων. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι οὐκ ἀθάνατον ἔτεκες· καὶ ὅτι εἰ μὴ νῦν ἐτελεύτησε, μικρὸν ὕστερον ἂν τοῦτο ὑπ-έμεινεν. Ἀλλ’ οὐκ ἐνεπλήσθης αὐτοῦ; Ἀλλὰ ἀπολαύσῃ πάντως ἐκεῖ. Ἀλλὰ καὶ ἐνταῦθα ἐπιθυμεῖς ὁρᾷν· Καὶ τί τὸ κωλύον; Ἔξεστι γὰρ καὶ ἐνταῦθα, ἐὰν νήφῃς· ἡ γὰρ ἐλπὶς τῶν μελλόντων ὄψεως φανερωτέρα. Σὺ δὲ εἰ μὲν ἐν βασιλείοις ἦν, οὐκ ἄν ποτε αὐτὸν ἐπεζήτησας ἰδεῖν, ἀκούουσα εὐδοκιμοῦντα· πρὸς δὲ τὰ πολλῷ βελτίω ὁρῶσα ἀποδεδημηκότα, ὑπὲρ ὀλίγου χρόνου μικροψυ-χεῖς, καὶ ταῦτα ἔχουσα ἀντ’ ἐκείνου τὸν συνοικοῦντα· Ἀλλ’ οὐκ ἔχεις ἄνδρα; Ἀλλ’ ἔχεις παραμυθίαν, τὸν Πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν. Ἄκουσον καὶ Παύλου ταύτην μακαρίζοντος τὴν χηρείαν, καὶ λέγον-τος· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ Κύριον. Καὶ γὰρ εὐδοκιμωτέρα ἡ τοιαύτη φανεῖται, πλείονα ἐπιδεικνυμένη τὴν ὑπομονήν. Μὴ τοίνυν θρήνει ὑπὲρ οὗ στεφανοῦσαι. ὑπὲρ οὗ μισθὸν ἀπαιτεῖς. Καὶ γὰρ ἀπέδωκας τὴν παρακαταθήκην, εἰ ὅπερ ἐνεπιστεύ-θης παρέστησας. Μηκέτι φρόντιζε λοιπὸν, ἐν ἀσύλῳ τὸ κτῆμα ἀποθεμένη θησαυρῷ. Εἰ δὲ καὶ μάθοις, τίς μὲν ὁ παρὼν βίος, τίς δὲ ἡ μέλλουσα ζωὴ, καὶ ὅτι οὗτος μὲν ἀράχνη καὶ σκιὰ, τὰ δὲ ἐκεῖ πάντα ἀκίνητα καὶ ἀθάνατα, οὐ δεήσῃ λοιπὸν ἑτέρων λόγων. Νῦν μὲν γὰρ ἁπάσης τὸ παιδίον ἀπήλλακται μεταβολῆς· ἐνταῦθα δὲ ὢν, ἴσως μὲν χρηστὸς, ἴσως δὲ οὐ τοιοῦτος ἔμενεν ἄν. Ἢ οὐχ ὁρᾷς, ὅσοι τοὺς ἑαυτῶν ἀποκηρύττουσι παῖδας; ὅσοι τῶν ἀποκηρυττομένων χείρους ὄντας ἀναγκάζονται οἴκοι κατέχειν; Ταῦτα πάντα λογιζόμενοι φιλοσοφῶ-μεν· οὕτω γὰρ καὶ τῷ τετελευτηκότι χαριούμεθα, καὶ παρὰ ἀνθρώπων πολλῶν ἀπολαυσόμεθα τῶν ἐπαίνων, καὶ παρὰ τοῦ Θεοῦ τοὺς μεγάλους τῆς ὑπομονῆς ἀπο-ληψόμεθα μισθοὺς, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγα-θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXXIIHomilia XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:377ΟΜΙΛΙΑ ΛΒ. Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυί̈δ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. α. Τί δήποτε παρέλκει αὐτοὺς κράζοντας; Πάλιν ἐνταῦ-θα παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δό-ξαν. Ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρ-ήγγειλε μηδενὶ εἰπεῖν. Οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία, ὅταν οὗτοι μὲν, τῶν ὀφθαλμῶν αὐτοῖς ἐκκε-κομμένων, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχωνται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα, καὶ τὴν ὄψιν μαρτυροῦσαν τοῖς γινομένοις ἔχοντες, τἀναντία πάντα ποιῶσιν. Ὅρα δὲ αὐτῶν καὶ τὴν προθυμίαν, καὶ ἀπὸ τῆς κραυγῆς, καὶ ἀπ’ αὐτῆς τῆς ἐντεύξεως. Οὐδὲ γὰρ ἁπλῶς προσῆλ-θον, ἀλλὰ μεγάλα βοῶντες, καὶ οὐδὲν ἕτερον ἀλλ’ ἢ ἔλεον προβαλλόμενοι. Υἱὸν δὲ Δαυὶ̈δ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς ἐδόκει εἶναι. Πολλαχοῦ γοῦν καὶ οἱ προ-φῆται τοὺς βασιλέας, οὓς ἐβούλοντο τιμᾷν καὶ μεγάλους ἀποφαίνειν, οὕτως ἐκάλουν. Καὶ ἀγαγὼν αὐτοὺς εἰς τὴν οἰκίαν, δευτέραν ἐρώτησιν προσάγει. Πολλαχοῦ γὰρ ἐσπούδακεν ἱκετευόμενος ἰᾶσθαι, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασι τούτοις ἐπιπηδᾶν· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἵνα δείξῃ, ὅτι καὶ ἄξιοι ἦσαν θεραπείας· καὶ ἵνα μή τις λέγῃ, ὅτι Εἰ ἐλέῳ μόνον ἔσωζε, πάντας σώζεσθαι ἔδει. Ἔχει γάρ τινα καὶ ἡ φιλ-ανθρωπία λόγον, τὸν ἀπὸ τῆς πίστεως τῶν σωζομένων. Οὐ διὰ ταῦτα δὲ μόνον τὴν πίστιν αὐτοὺς ἀπαιτεῖ, ἀλλ’ ἐπειδὴ εἶπον υἱὸν Δαυὶ̈δ, ἀνάγων αὐτοὺς ἐπὶ τὸ ὑψη-λότερον, καὶ παιδεύων, ἃ χρὴ, περὶ αὐτοῦ φαντάζεσθαι, φησί· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Οὐκ εἶ-πεν, ὅτι Πιστεύετε ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέ-ρα μου, ὅτι δύναμαι εὔξασθαι, ἀλλ’, Ὅτι ἐγὼ δύνα-μαι τοῦτο ποιῆσαι. Τί οὖν ἐκεῖνοι; Ναὶ, Κύριε. Οὐκέτι Δαυὶ̈δ υἱὸν αὐτὸν καλοῦσιν, ἀλλ’ ὑψηλότερον ἀνίπτανται, καὶ τὴν δεσποτείαν ὁμολογοῦσι. Καὶ τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Ποιεῖ δὲ τοῦτο, τὴν πίστιν αὐ-τῶν ῥωννὺς, καὶ δεικνὺς μεριστὰς ὄντας τοῦ κατορθώ-ματος, καὶ μαρτυρῶν ὅτι οὐ κολακείας τὰ ῥήματα ἦν. Οὐδὲ γὰρ εἶπεν, Ἀνοιχθήτωσαν ὑμῶν οἱ ὀφθαλμοὶ, ἀλλὰ, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν· ὃ πολλοῖς τῶν προσελθόντων λέγει, πρὸ τῆς τῶν σωμάτων ἰατρείας τὴν ἐν τῇ ψυχῇ πίστιν προανακηρῦξαι σπεύδων, ὥστε καὶ ἐκείνους εὐδοκιμωτέρους ποιῆσαι, καὶ ἑτέρους σπουδαιο-τέρους κατασκευάσαι. Οὕτω καὶ ἐπὶ τοῦ παραλυτικοῦ· καὶ γὰρ πρὸ τοῦ σφίγξαι τὸ σῶμα, τὴν ψυχὴν κειμένην ἀνίστησι, λέγων· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τὸ κοράσιον δὲ ἀναστήσας κατέσχε, καὶ διὰ τῆς τραπέζης ἐδίδαξεν αὐτὴν τὸν εὐεργέτην· καὶ ἐπὶ τοῦ ἑκατοντάρχου δὲ ὁμοίως ἐποίησε, τῇ πίστει τὸ πᾶν ἐπιτρέψας· καὶ τοὺς μαθητὰς δὲ ἀπαλλάττων τοῦ χειμῶνος τῆς θαλάσσης, τῆς ὀλιγοπιστίας πρῶτον ἀπήλλαττεν Οὕτω δὴ καὶ ἐνταῦθα· ᾔδει μὲν καὶ πρὸ
PG 57:378τῆς ἐκείνων φωνῆς αὐτὸς τὰ ἀπόῤῥητα τῆς διανοίας· ἵνα δὲ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγάγῃ, καὶ τοῖς ἄλλοις καταδήλους αὐτοὺς ποιεῖ, διὰ τοῦ τέλους τῆς ἰα-τρείας τὴν κρυπτομένην αὐτῶν πίστιν ἀνακηρύττων. Εἶτα μετὰ τὴν ἰατρείαν κελεύει μηδενὶ εἰπεῖν· καὶ οὐχ ἁπλῶς κελεύει, ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότη-τος. Ἐνεβριμήσατο γὰρ αὐτοῖς ὁ Ἰησοῦς, φησὶ, λέ-γων· Ὁρᾶτε, μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Οὐ μὴν ἠν-έσχοντο ἐκεῖνοι, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· καὶ κελευόμενοι κρύπτειν τὸ γεγενημένον, οὐκ ἠν-έσχοντο. Εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων· Ἄπελθε, καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκεῖνο τούτῳ, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Παιδεύει γὰρ ἡμᾶς αὐτοὺς μὲν περὶ ἑαυτῶν μηδὲν λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύειν· εἰ δὲ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέροιτο, μὴ μόνον μὴ κωλύειν, ἀλλὰ καὶ ἐπιτάττειν τοῦτο ποιεῖν. Αὐτῶν δὲ ἐξερχομένων, φησὶν, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν, δαιμονιζόμενον. Οὐ γὰρ τῆς φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων. Οὐδὲ γὰρ δι’ ἑαυτοῦ παρακα-λέσαι ἠδύνατο, ἄφωνος ὢν, οὐδὲ ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος. Διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ πίστιν αὐ-τὸν, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. Ἐκβληθέντος γὰρ τοῦ δαίμονος, φησὶν, ἐλάλησεν ὁ κωφός. Οἱ δὲ ὄχλοι ἐθαύμασαν, λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων· προὐτίθεσαν δὲ, οὐχ ὅτι ἐθεράπευεν, ἀλλ’ ὅτι ῥᾳδίως, καὶ ταχέως, καὶ ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. Καὶ ὁ μὲν δῆμος οὕτως. β. Οἱ Φαρισαῖοι δὲ τοὐναντίον ἅπαν. Οὐ γὰρ μόνον διαβάλλουσι τὰ γεγενημένα, ἀλλὰ καὶ ἐναντία λέγοντες ἑαυτοῖς οὐκ αἰσχύνονται. Τοιοῦτον γὰρ ἡ πονηρία. Τί γάρ φασιν; Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· οὗ τί γένοιτ’ ἂν ἀνοητότερον; Μάλιστα μὲν γὰρ, ὃ καὶ προϊών φησιν, ἀμήχανον δαίμονα ἐκβάλ-λειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ κατα-λύειν ἐκεῖνος. Αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρε, καὶ νεκροὺς ἤγειρε, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυε, καὶ βασι-λείαν ἐκήρυττε, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὔτ’ ἂν ἕλοιτό ποτε δαίμων, οὔτ’ ἂν δυνηθείη ποτὲ ἐργάσασθαι. Οἱ γὰρ δαίμονες εἰδώλοις προσάγουσι, καὶ Θεοῦ ἀπ-άγουσι, καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν. Ὁ δαί-μων ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὅπου γε καὶ μὴ ὑβριζό-μενος βλάπτει τοὺς θεραπεύοντας αὐτὸν καὶ τιμῶντας. Αὐτὸς δὲ τοὐναντίον ποιεῖ· μετὰ γὰρ τὰς ὕβρεις ταύτας καὶ τὰς λοιδορίας, Περιῆγε, φησὶ, τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ οὐ μόνον αὐτοὺς οὐκ ἐκόλασεν ἀναισθητοῦντας, ἀλλ’ οὐδὲ ἁπλῶς ἐπετίμησεν· ὁμοῦ τε τὴν πραότητα ἐπιδεικνύμε-νος, καὶ ταύτῃ τὴν κακηγορίαν ἐλέγχων· ὁμοῦ τε βου-λόμενος διὰ τῶν ἑξῆς σημείων πλείονα παρασχεῖν τὴν
PG 57:379ἀπόδειξιν, καὶ τότε καὶ τὸν ἀπὸ τῶν λόγων ἔλεγχον ἐπ-αγαγεῖν. Περιῆγε τοίνυν καὶ ἐν πόλεσι, καὶ ἐν χώραις, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν· παιδεύων ἡμᾶς οὕτως ἀμείβεσθαι τοὺς κακηγόρους, οὐ κακηγορίαις ἑτέραις. ἀλλ’ εὐεργεσίαις μείζοσιν. Εἰ γὰρ μὴ δι’ ἀνθρώπους, ἀλλὰ διὰ τὸν Θεὸν εὐεργετεῖς τοὺς ὁμοδούλους, ὅσα ἂν ποιῶσι, μὴ ἀποστῇς εὐεργετῶν, ἵνα μείζων ὁ μισθὸς ᾖ· ὡς ὅ γε μετὰ τὴν κακηγορίαν ἀφιστάμενος τῆς εὐεργε-σίας, δείκνυσιν ὅτι διὰ τὸν ἐκείνων ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν, τῆς τοιαύτης ἐπιλαμβάνεται ἀρετῆς. Διὰ τοῦ-το ὁ Χριστὸς παιδεύων ἡμᾶς, ὅτι ἐξ ἀγαθότητος μόνης ἐπὶ τοῦτο ᾔει, οὐ μόνον οὐκ ἀνέμενε πρὸς αὐτὸν ἐλθεῖν τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτὸς πρὸς ἐκείνους ἠπείγετο, δύο τὰ μέγιστα αὐτοῖς κομίζων ἀγαθά· ἓν μὲν, τῆς βα-σιλείας τὸ Εὐαγγέλιον· ἕτερον δὲ, τὴν πάντων τῶν νοση-μάτων διόρθωσιν. Καὶ οὐδὲ πόλιν παρεώρα, οὐ κώμην παρέτρεχεν, ἀλλὰ πάντα ἐπῄει τόπον. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ ἑτέραν πρόνοιαν ἐπιδείκνυται. Ἰδὼν γὰρ, φησὶ, τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθη-ταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργά-ται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὅρα πάλιν τὸ ἀκενόδοξον. Ἵνα μὴ ἅπαντας πρὸς ἑαυτὸν ἐπισύρηται, ἐκπέμπει τοὺς μαθητάς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἵνα αὐτοὺς καὶ παιδεύσῃ, καθάπερ ἔν τινι παλαίστρᾳ τῇ Παλαιστίνῃ μελετήσαντας, οὕτω πρὸς τοὺς ἀγῶνας τῆς οἰκουμένης ἀποδύσασθαι. Διὰ δὴ τοῦτο καὶ μείζονα τὰ γυμνάσια τῶν ἀγώνων τίθησι, ὅσον εἰς τὴν αὐτῶν ἧκεν ἀρετὴν, ἵνα εὐκοπώτερον τῶν μετὰ ταῦτα ἀγώνων ἅψωνται, καθάπερ τινὰς νεοσσοὺς ἁπαλοὺς πρὸς τὸ πτῆναι προάγων ἤδη. Καὶ τέως αὐτοὺς ἰατροὺς σω-μάτων ποιεῖ, ὕστερον ταμιευόμενος τὴν τῆς ψυχῆς διόρ-θωσιν τὴν προηγουμένην. Καὶ σκόπει πῶς εὔκολον τὸ πρᾶγμα δείκνυσι καὶ ἀναγκαῖον. Τί γάρ φησιν; Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Οὐ γὰρ ἐπὶ τὸν σπόρον ὑμᾶς, φησὶν, ἀλλ’ ἐπὶ τὸν ἀμητὸν πέμπω. Ὅπερ ἐν τῷ Ἰωάννῃ ἔλεγεν· Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταῦτα δὲ ἔλεγε, καὶ τὸ φρόνημα αὐτῶν καταστέλλων, καὶ θαῤῥεῖν πα-ρασκευάζων, καὶ δεικνὺς ὅτι ὁ μείζων προέλαβε πόνος. Θέα δὲ καὶ ἐνταῦθα ἀπὸ φιλανθρωπίας ἀρχόμενον, οὐκ ἐξ ἀμοιβῆς τινος. Ἐσπλαγχνίσθη γὰρ, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Αὕτη τῶν ἀρχόντων τῶν Ἰουδαίων ἡ κατηγο-ρία, ὅτι ποιμένες ὄντες τὰ τῶν λύκων ἐπεδείκνυντο. Οὐ γὰρ μόνον οὐ διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαί-νοντο αὐτῶν τὴν προκοπήν. Ἐκείνων γοῦν θαυμαζόντων, καὶ λεγόντων, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ· οὗτοι τὰ ἐναντία ἔλεγον, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαι-μονίων ἐκβάλλει τὰ δαιμόνια. Ἀλλὰ τίνας ἐργάτας ἐνταῦθά φησι; Τοὺς δώδεκα μαθητάς. Τί οὖν; εἰπὼν, Οἱ δὲ ἐργάται ὀλίγοι, προσέθηκεν αὐτοῖς; Οὐδαμῶς· ἀλλ’ αὐτοὺς ἔπεμψε. Τίνος οὖν ἕνεκεν ἔλεγε, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, καὶ οὐδένα αὐτοῖς προσέθηκεν; Ὅτι καὶ δώδεκα ὄντας πολλοὺς ἐποίησε λοιπὸν, οὐχὶ τῷ ἀριθμῷ προσθεὶς, ἀλλὰ δύναμιν χαρισάμενος. γ. Εἶτα δεικνὺς ἡλίκον τὸ δῶρόν ἐστι, φησὶ, Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ· καὶ λανθανόντως ἑαυτὸν ἐμφαίνει τὸν τὸ κῦρος ἔχοντα. Εἰπὼν γὰρ, Δεήθητε τοῦ
PG 57:380Κυρίου τοῦ θερισμοῦ, οὐδὲν δεηθέντων αὐτῶν, οὐδὲ εὐ-ξαμένων, αὐτὸς αὐτοὺς εὐθέως χειροτονεῖ, ἀνα-μιμνήσκων αὐτοὺς καὶ τῶν Ἰωάννου ῥημάτων, καὶ τῆς ἅλω, καὶ τοῦ λικμῶντος, καὶ τοῦ ἀχύρου, καὶ τοῦ σίτου. Ὅθεν δῆλον, ὅτι αὐτός ἐστιν ὁ γεωργὸς, αὐτὸς ὁ τοῦ θε-ρισμοῦ Κύριος, αὐτὸς ὁ τῶν προφητῶν δεσπότης. Εἰ γὰρ θερίζειν ἔπεμψε, δῆλον ὅτι οὐ τὰ ἀλλότρια, ἀλλ’ ἃ διὰ
τῶν προφητῶν ἔσπειρεν. Οὐ ταύτῃ δὲ αὐτοὺς μόνον παρεθάῤῥυνε, τῷ θερισμὸν καλέσαι τὴν αὐτῶν διακο-νίαν, ἀλλὰ καὶ τῷ ποιῆσαι δυνατοὺς πρὸς τὴν διακονίαν. Καὶ προσκαλεσάμενος, φησὶ, τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρ-των, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καίτοι οὔπω ἦν Πνεῦμα δεδομένον· Οὔπω γὰρ ἦν, φησὶ, Πνεῦμα, ἐπειδὴ Ἰη-σοῦς οὐδέπω ἐδοξάσθη. Πῶς οὖν ἐξέβαλλον τὰ πνεύ-ματα; Ἀπὸ τῆς ἐπιταγῆς τῆς αὐτοῦ, ἀπὸ τῆς ἐξουσίας. Σκόπει δέ μοι καὶ τὸ εὔκαιρον τῆς ἀποστολῆς. Οὐ γὰρ ἐκ προοιμίων αὐτοὺς ἔπεμψεν, ἀλλ’ ὅτε ἱκανῶς τῆς ἀκο-λουθήσεως ἦσαν ἀπολελαυκότες, καὶ εἶδον καὶ νεκρὸν ἐγερθέντα, καὶ θάλατταν ἐπιτιμηθεῖσαν, καὶ δαίμονας ἐλαθέντας, καὶ παραλυτικὸν σφιγέντα, καὶ ἁμαρτήματα λυθέντα, καὶ λεπρὸν καθαρθέντα, καὶ ἀρκοῦσαν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀπόδειξιν, καὶ δι’ ἔργων καὶ διὰ λόγων, τότε αὐτοὺς ἐκπέμπει· καὶ οὐκ εἰς ἐπικίνδυνα πράγματα (οὐδεὶς γὰρ ἐν Παλαιστίνῃ τέως κίνδυνος ἦν), ἀλλὰ πρὸς κακηγορίας ἔδει ἵστασθαι μόνον. Πλὴν καὶ τοῦτο αὐτοῖς προλέγει, τὸ περὶ τῶν κινδύνων, προπαρα-σκευάζων αὐτοὺς καὶ πρὸ τοῦ καιροῦ, καὶ ἐναγωνίους ποιῶν τῇ συνεχεῖ περὶ τούτων προῤῥήσει. Εἶτα, ἐπειδὴ δύο συζυγίας εἶπεν ἡμῖν ἀποστόλων, τὴν Πέτρου καὶ Ἰω-άννου, καὶ μετ’ ἐκείνας τὸν Ματθαῖον ἔδειξε κληθέντα, περὶ δὲ τῆς τῶν ἄλλων ἀποστόλων κλήσεώς τε καὶ προς-ηγορίας οὐδὲν ἡμῖν διελέχθη, ἐνταῦθα ἀναγκαίως τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν τίθησι, καὶ τὰ ὀνόματα δῆλα ποιεῖ, λέγων οὕτως· Τῶν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος, Σίμων ὁ λεγόμε-νος Πέτρος. Καὶ γὰρ ἕτερος Σίμων ἦν, ὁ Κανανίτης· καὶ Ἰούδας ὁ Ἰσκαριώτης, καὶ Ἰούδας ὁ Ἰακώβου· καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου. Ὁ μὲν οὖν Μάρκος καὶ κατὰ τὴν ἀξίαν αὐτοὺς τίθησι· μετὰ γὰρ τοὺς δύο κορυφαίους τότε τὸν Ἀνδρέαν ἀριθ-μεῖ· οὗτος δὲ οὐχ οὕτως, ἀλλ’ ἀδιαφόρως, μᾶλλον δὲ καὶ Θωμᾶν τὸν πολὺ καταδεέστερον ἑαυτοῦ προτίθησιν. Ἀλλ’ ἴδωμεν αὐτῶν ἄνωθεν τὸν κατάλογον. Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον· τὸν μὲν γὰρ ἀπὸ τῆς ἀρετῆς, τὸν δὲ ἀπὸ τῆς εὐγενείας τῆς κατὰ τὸν τρόπον ὠνόμασεν. Εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ. Ὁρᾷς πῶς οὐ κατὰ τὴν ἀξίαν τίθησιν; Ἐμοὶ γὰρ δοκεῖ ὁ Ἰωάννης οὐχὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ἀδελφοῦ μείζων εἶναι. Εἶτα εἰπὼν, Φίλιππος καὶ Βαρθολομαῖος, ἐπήγαγε· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης. Ἀλλ’ οὐχ ὁ Λουκᾶς οὕ-τως· ἀλλ’ ἀντιστρόφως, καὶ προτίθησιν αὐτὸν τοῦ Θωμᾶ, Εἶτα Ἰάκωβος ὁ τοῦ Ἀλφαίου. Ἦν γὰρ, ὡς ἔφθην εἰ-πὼν, καὶ ὁ τοῦ Ζεβεδαίου. Εἶτα εἰπὼν Λεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν ζηλωτὴν, ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· καὶ οὐχ ὡς ἐχθρός τις καὶ πολέμιος, ἀλλ’ ὡς ἱστορίαν γράφων οὕτω διηγήσατο. Οὐκ εἶπεν, Ὁ μιαρὸς καὶ παμμίαρος, ἀλλ’ ἀπὸ τῆς πόλεως αὐτὸν ἐκάλεσεν, Ἰούδας ὁ Ἰσκα-
PG 57:381ριώτης. Ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπι-κληθεὶς Θαδδαῖος, ὃν Ἰακώβου φησὶν ὁ Λουκᾶς εἶναι λέγων, Ἰούδας Ἰακώβου. Ἀπὸ τούτου τοίνυν διαιρῶν αὐτὸν, φησίν· Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Καὶ οὐκ αἰσχύνεται λέγων· Ὁ καὶ παραδοὺς αὐτόν. Οὕτως οὐδὲν οὐδέποτε οὐδὲ τῶν δοκούντων ἐπ-ονειδίστων εἶναι ἀπέκρυπτον. Πρῶτος δὲ πάντων καὶ κορυφαῖος, ὁ ἀγράμματος, ὁ ἰδιώτης. Ἀλλ’ ἴδωμεν ποῦ καὶ πρὸς τίνας αὐτοὺς πέμπει. Τούτους τοὺς δώδεκα, φησὶν, ἀπέστειλεν ὁ Ἰησοῦς. Ποίους τούτους; Τοὺς ἁλιέας, τοὺς τελώνας· καὶ γὰρ τέσσαρες ἦσαν ἁλιεῖς, καὶ δύο τελῶναι, Ματθαῖος καὶ Ἰάκωβος· ὁ δὲ εἷς καὶ προδότης. Καὶ τί πρὸς αὐτούς φησιν; Εὐθέως παραγγέλ-λει αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδή με ὑβρί-ζουσι, καὶ δαιμονῶντα καλοῦσιν, ὅτι μισῶ αὐτοὺς καὶ ἀποστρέφομαι. Καὶ γὰρ πρώτους αὐτοὺς διορθῶσαι ἐσπούδακα, καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, τού-τοις πέμπω διδασκάλους καὶ ἰατρούς. Καὶ οὐ μόνον πρὸ τούτων ἄλλοις καταγγεῖλαι κωλύω, ἀλλ’ οὐδὲ ὁδοῦ ἅψα-σθαι τῆς ἐκεῖ φερούσης ἐπιτρέπω, οὐδὲ εἰς πόλιν τοιαύτην εἰσελθεῖν. δ. Καὶ γὰρ καὶ οἱ Σαμαρεῖται ἐναντίως πρὸς Ἰου-δαίους διάκεινται. Καίτοιγε εὐκολώτερα τὰ ἐκείνων ἦν· πολλῷ γὰρ ἐπιτηδειότερον πρὸς τὴν πίστιν εἶχον· τὰ δὲ τούτων χαλεπώτερα. Ἀλλ’ ὅμως ἐπὶ τὰ δυσκολώτερα πέμπει, τὴν κηδεμονίαν τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος, καὶ τὰ στόματα τῶν Ἰουδαίων ἐμφράττων, καὶ προ-οδοποιῶν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων, ἵνα μὴ πάλιν ἐγκαλῶσιν, ὅτι πρὸς ἀκροβύστους εἰσῆλθον, καὶ δι-καίαν δόξωσιν αἰτίαν ἔχειν τοῦ φυγεῖν αὐτοὺς καὶ ἀπο-στρέφεσθαι. Καὶ πρόβατα αὐτοὺς καλεῖ ἀπολωλότα, οὐκ ἀποπηδήσαντα, πανταχόθεν συγγνώμην αὐτοῖς ἐπι-νοῶν, καὶ ἐφελκόμενος αὐτῶν τὴν γνώμην. Πορευόμε-νοι δὲ, φησὶ, κηρύξατε λέγοντες, ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες διακονίας μέγεθος; εἶδες ἀποστόλων ἀξίωμα; Οὐδὲν αἰσθητὸν κελεύονται λέγειν, οὐδὲ οἷον οἱ περὶ Μωϋσέα καὶ τοὺς προφήτας τοὺς ἔμ-προσθεν, ἀλλὰ καινά τινα καὶ παράδοξα. Οὐ γὰρ τοιαῦτα ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ γῆν, καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· οἱ δὲ βασιλείαν οὐρανῶν, καὶ τὰ ἐκεῖ ἅπαντα. Οὐκ ἐντεῦθεν δὲ μόνον οὗτοι μείζους, ἀλλὰ καὶ ἐκ τῆς ὑπακοῆς. Οὐδὲ γὰρ ἀναδύονται, οὐδὲ ὀκνοῦσι, καθάπερ οἱ παλαιοί· ἀλλὰ, καίτοι κινδύνους καὶ πολέμους καὶ τὰ ἀφόρητα ἀκούοντες κακὰ, μετὰ πολλῆς δέχονται τῆς πειθοῦς τὰ ἐπιταττόμενα, ἅτε βασιλείας κήρυκες ὄντες. Καὶ τί θαυμαστὸν, φησὶν, εἰ μηδὲν σκυθρωπὸν κηρύτ-τοντες καὶ χαλεπὸν, εὐκόλως ὑπήκουσαν; Τί λέγεις; οὐδὲν χαλεπὸν ἐπετάγησαν; Οὐκ ἀκούεις τῶν δεσμωτη-ρίων, τῶν ἀναγωγῶν, τῶν πολέμων τῶν ἐμφυλίων, τοῦ παρὰ πάντων μίσους, ἅπερ ἅπαντα μικρὸν ὕστερον αὐ-τοὺς ὑποστήσεσθαι ἔλεγεν; Ἑτέροις μὲν γὰρ μυρίων ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας ἔπεμπεν αὐτοὺς δὲ ἀνήκεστα δεινὰ πείσεσθαι ἔλεγε καὶ προανεφώ-νει. Εἶτα ποιῶν αὐτοὺς ἀξιοπίστους, φησίν· Ἀσθενοῦν-
PG 57:382τας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκ-βάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὅρα πῶς τῶν ἠθῶν ἐπιμελεῖται, καὶ οὐκ ἔλαττον ἢ τῶν σημείων, δεικνὺς ὅτι τὰ σημεῖα τούτων χωρὶς οὐδέν ἐστι. Καὶ γὰρ τὸ φρόνημα αὐτῶν καταστέλλει λέγων· Δωρεὰν ἐλά-βετε, δωρεὰν δότε· καὶ φιλοχρηματίας καθαρεύειν παρασκευάζει. Εἶτα ἵνα μὴ νομισθῇ αὐτῶν εἶναι κατόρ-θωμα, καὶ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησί· Δωρεὰν ἐλάβετε. Οὐδὲν χαρίζεσθε τοῖς δεχομένοις ὑμᾶς· οὐ γὰρ μισθοῦ ταῦτα ἐλάβετε, οὐδὲ πονέσαντες· ἐμὴ γὰρ ἡ χάρις. Οὕτως οὖν καὶ ἐκείνοις δότε· οὐδὲ γὰρ ἔστι τιμὴν αὐτῶν ἀξίαν εὑρεῖν. Εἶτα τὴν ῥίζαν τῶν κα-κῶν εὐθέως ἀνασπῶν, φησί· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. Οὐκ εἶπε, Μὴ λάβητε μεθ’ ἑαυτῶν, ἀλλὰ, Κἂν ἑτέρωθεν ἐξῇ λαβεῖν, φύγε τὸ πονηρὸν νόσημα.
Καὶ γὰρ πολλὰ διὰ τούτου κατώρθου· ἓν μὲν, ἀνυπ-όπτους ποιῶν τοὺς μαθητάς· δεύτερον δὲ, πάσης αὐτοὺς ἀπαλλάττων φροντίδος, ὥστε τὴν σχολὴν πᾶσαν τῷ λόγῳ παρέχειν· τρίτον, διδάσκων αὐτοὺς τὴν ἑαυτοῦ δύναμιν. Τοῦτο γοῦν αὐτοῖς καὶ λέγει μετὰ ταῦτα· Μή τινος ὑστερήσατε, ὅτε ἔπεμψα ὑμᾶς γυμνοὺς καὶ ἀνυπο-δέτους; Οὐκ εὐθέως εἶπε, Μὴ κτήσησθε· ἀλλ’ ὅτε εἶπε, Λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, τότε εἶπε, Μηδὲν κτήσησθε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ τὸ συμφέρον διὰ τῶν πραγμάτων, καὶ τὸ πρέπον αὐτοῖς, καὶ τὸ δυνατὸν παρεχόμενος. Ἀλλ’ ἴσως εἴποι τις ἂν, ὅτι Τὰ μὲν ἄλλα λόγον ἂν ἔχοι· τὸ δὲ μὴ πήραν ἔχειν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ῥάβδον, μηδὲ ὑποδήματα, τίνος ἕνεκεν ἐπέταξεν; Εἰς πᾶσαν αὐ-τοὺς ἀκρίβειαν ἀσκῆσαι βουλόμενος· ἐπεὶ καὶ ἀνωτέρω, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέρας μεριμνᾷν ἐπέτρεψε. Καὶ γὰρ καὶ τῇ οἰκουμένῃ διδασκάλους ἔμελλεν ἀποστέλ-λειν. Διὰ τοῦτο καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων, ὡς εἰπεῖν, κατασκευάζει, πάσης ἀπολύων φροντίδος βιωτι-κῆς, ὥστε μιᾷ κατέχεσθαι φροντίδι μόνῃ, τῇ τῆς διδα-σκαλίας· μᾶλλον δὲ καὶ ἐκείνης αὐτοὺς ἀπολύει, λέγων· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε. Ὥστε ὃ δοκεῖ σφόδρα φορτικὸν εἶναι καὶ ἐπαχθὲς, τοῦτο μάλιστα εὔκολον αὐτοῖς ἀποφαίνει καὶ ῥᾴδιον. Οὐδὲν γὰρ οὕτως εὐθυμεῖσθαι ποιεῖ, ὡς τὸ φροντίδος ἀπηλλάχθαι καὶ με-ρίμνης· καὶ μάλιστα ὅταν ἐξῇ ταύτης ἀπηλλαγμένους μηδενὸς ἐλαττοῦσθαι, τοῦ Θεοῦ παρόντος, καὶ ἀντὶ πάν-των αὐτοῖς γινομένου. Εἶτα ἵνα μὴ λέγωσι, Πόθεν οὖν τῆς ἀναγκαίας τροφῆς ἀπολαύσομεν; οὐ λέγει αὐτοῖς, ὅτι Ἠκούσατε ὅτι εἶπον ὑμῖν ἔμπροσθεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ (οὔπω γὰρ ἦσαν δυνατοὶ τὸ ἐπίταγμα τοῦτο διὰ τῶν ἔργων ἐπιδείξασθαι)· ἀλλὰ τὸ πολὺ τούτου καταδεέστερον ἐπήγαγε, λέγων· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· δηλῶν ὅτι παρὰ τῶν μαθητῶν αὐτοὺς τρέφεσθαι ἔδει· ἵνα μήτε αὐτοὶ μέγα φρονῶσι κατὰ τῶν μαθητευομένων, ὡς πάντα παρέχοντες, καὶ μηδὲν λαμβάνοντες παρ’ αὐτῶν· μήτε ἐκεῖνοι πάλιν ἀποῤῥαγῶσιν ὑπερορώμενοι παρὰ τούτων. ε. Εἶτα, ἵνα μὴ λέγωσι, Προσαιτοῦντας οὖν ἡμᾶσ
PG 57:383κελεύεις ζῇν; καὶ αἰσχύνωνται τοῦτο· δείκνυσι τὸ πρᾶγ-μα ὀφειλὴν ὂν, ἐργάτας τε αὐτοὺς καλῶν, καὶ τὸ διδό-μενον μισθὸν ὀνομάζων. Μὴ γὰρ ἐπειδὴ ἐν λόγοις ἡ ἐρ-γασία, φησὶ, νομίσητε μικρὰν εἶναι τὴν εὐεργεσίαν τὴν παρ’ ὑμῶν· καὶ γὰρ πόνους ἔχει τὸ πρᾶγμα πολλούς· καὶ ὅπερ ἂν δῶσιν οἱ διδασκόμενοι, οὐ χαριζόμενοι παρ-έχουσιν, ἀλλ’ ἀμοιβὴν ἀποδιδόντες· Ἄξιος γὰρ ὁ ἐρ-γάτης τῆς τροφῆς αὐτοῦ ἐστι. Τοῦτο δὲ εἴρηκεν, οὐ τοσούτου τοὺς ἀποστολικοὺς ἀποφαίνων πόνους ἀξίους· ἄπαγε, μὴ γένοιτο· ἀλλὰ καὶ ἐκείνοις νομοθετῶν μηδὲν πλέον ζητεῖν, καὶ τοὺς παρέχοντας πείθων, ὅτι οὐ φιλο-τιμία τὸ γινόμενον παρ’ αὐτῶν ἐστιν, ἀλλ’ ὀφειλή. Εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἄξιος ἐν αὐτῇ ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. Οὐδὲ γὰρ ἐπειδὴ εἶπον, φησὶν, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι, τὰς πάντων ὑμῖν θύρας ἀνέῳξα· ἀλλὰ καὶ ἐνταῦθα πολλὴν κελεύω ποιεῖσθαι τὴν ἀκρί-βειαν. Τοῦτο γὰρ καὶ εἰς δόξαν ὑμᾶς ὠφελήσει, καὶ εἰς αὐτὸ τὸ τρέφεσθαι. Εἰ γὰρ ἄξιός ἐστι, πάντως δώσει τροφήν· καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγ-καίων αἰτῆτε. Οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γα-στριμαργίας καὶ εὐκολίας. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἄλ-λων εὐαγγελιστῶν ἔστι καταμαθεῖν. Εἶδες πῶς αὐτοὺς καὶ ταύτῃ σεμνοὺς ἐποίησε, καὶ τοὺς δεχομένους ἐναγωνίους, δείξας ὅτι αὐτοὶ μᾶλλόν εἰσιν οἱ κερδαίνοντες, καὶ εἰς δό-ξαν καὶ εἰς ὠφελείας λόγον; Εἶτα αὐτὸ τοῦτο πάλιν ἐπ-εξιών φησιν· Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσα-σθε αὐτήν. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρή-νη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστραφήτω. Ὁρᾷς μέχρι τίνος οὐ παραιτεῖται διατάττεσθαι; Καὶ μάλα εἰκότως. Ἀθλη-τὰς γὰρ εὐσεβείας καὶ κήρυκας κατεσκεύαζε τῆς οἰκου-μένης· καὶ ταύτῃ μετριάζειν αὐτοὺς παρασκευάζων, καὶ ἐπεράστους ποιῶν, φησί· Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Μὴ γὰρ ἐπειδὴ διδάσκετε, φησὶ, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι, ἀλλὰ προηγεῖσθε τῇ τιμῇ. Εἶτα δεικνὺς ὅτι οὐκ ἀσπασμὸς τοῦτό ἐστι ψιλὸς, ἀλλ’ εὐλογία, Ἐὰν ᾖ, φησὶν, ἀξία ἡ οἰκία, ἥξει ἐπ’ αὐτήν· ἐὰν δὲ ὑβρίζῃ, πρώτη μὲν κόλασις, τὸ μὴ ἀπόνασθαι τῆς εἰρήνης· δευτέρα δὲ, ὅτι τὰ Σοδόμων πείσεται. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ἡ ἐκείνων κόλασις; Ἕξετε τὰς τῶν ἀξίων οἰκίας. Τί δὲ βούλεται τὸ Ἐκτινάξατε τὸν κονιορτὸν τῶν πο-δῶν ὑμῶν; Ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ’ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοι-πορίας, ἣν ἐστείλαντο δι’ αὐτούς. Σὺ δέ μοι σκόπει πῶς οὐδέπω τὸ πᾶν αὐτοῖς δίδωσιν. Οὐδὲ γὰρ πρόγνωσιν τέως αὐτοῖς χαρίζεται, ὥστε μαθεῖν τίς ἄξιος, καὶ τίς οὐ τοιοῦτος· ἀλλὰ περιεργάζεσθαι καὶ τὴν πεῖραν ἀναμέ-νειν κελεύει. Πῶς οὖν αὐτὸς παρὰ τελώνῃ ἔμενεν;
PG 57:384Ὅτι ἄξιος γέγονεν ἐκ τῆς μεταβολῆς. Σὺ δέ μοι σκόπει πῶς πάντων αὐτοὺς γυμνώσας, πάντα αὐτοῖς ἔδωκεν, ἐπιτρέψας ἐν ταῖς τῶν μαθητευομένων μένειν οἰκίαις, καὶ οὐδὲν ἔχοντας εἰσιέναι. Οὕτω γὰρ καὶ τῆς φροντίδος ἀπηλλάττοντο, κἀκείνους ἔπειθον, ὅτι διὰ τὴν αὐτῶν παραγεγόνασι σωτηρίαν μόνην, καὶ τῷ μηδὲν ἐπιφέρε-σθαι, καὶ τῷ μηδὲν πλέον αὐτοὺς ἀπαιτεῖν τῶν ἀναγ-καίων, καὶ τῷ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι. Οὐδὲ γὰρ ἀπὸ τῶν σημείων αὐτοὺς ἐβούλετο φαίνεσθαι λαμ-προὺς μόνον, ἀλλὰ καὶ πρὸ τῶν σημείων ἀπὸ τῆς οἰκείας ἀρετῆς. Οὐδὲν γὰρ οὕτω χαρακτηρίζει φιλοσοφίαν, ὡς τὸ ἀπέριττον, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνενδεές. Τοῦτο καὶ οἱ ψευδαπόστολοι ᾔδεσαν, Διὰ τοῦτο καὶ Παῦλος ἔλε-γεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς. Εἰ δὲ ἐπὶ ξένης ὄντας καὶ πρὸς ἀγνῶτας ἀπιόντας οὐδὲν δεῖ πλέον ζητεῖν τῆς ἐφημέρου τροφῆς, πολλῷ μᾶλλον οἴκοι μένοντας. 2. Ταῦτα μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ μιμώμεθα. Οὐ γὰρ περὶ τῶν ἀποστόλων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ τῶν μετὰ ταῦτα ἁγίων. Γενώμεθα τοίνυν αὐτῶν ἄξιοι τῆς ὑποδοχῆς. Ἀπὸ γὰρ τῆς γνώμης τῶν ὑποδε-χομένων καὶ ἡ εἰρήνη ἔρχεται αὕτη, καὶ ἀφίπταται πά-λιν. Οὐδὲ γὰρ μόνον ἀπὸ τῆς τῶν διδασκόντων παῤῥησίας, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν λαμβανόντων ἀξίας τοῦτο γίνεται. Μηδὲ μικρὰν νομίζωμεν εἶναι ζημίαν τὸ μὴ ἀπολαῦσαι τοιαύτης εἰρήνης. Ταύτην γὰρ καὶ ὁ προ-φήτης ἄνωθεν προαναφωνεῖ λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην Εἶτα αὐτῆς τὸ ἀξίωμα ἑρμηνεύων ἐπήγαγε, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Ταύτην καὶ ὁ Χριστὸς μεγάλην οὖσαν ἀπ-έφηνεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ δεῖ πάντα ποιεῖν, ὥστε αὐτῆς
ἀπολαύειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἐκκλησίᾳ. Καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ προεστὼς δίδωσιν εἰρήνην. Καὶ τοῦτο ἐκείνου τύπος ἐστὶ, καὶ δεῖ μετὰ πάσης αὐτὸν δέχεσθαι προθυμίας, τῇ γνώμῃ πρὸ τῆς τραπέζης. Εἰ γὰρ τὸ ἀπὸ τῆς τραπέζης μὴ μεταδοῦναι φορτικὸν, τὸ τὸν λέ-γοντα διακρούεσθαι πόσῳ μᾶλλον ἂν φορτικώτερον; Διὰ σὲ κάθηται ὁ πρεσβύτερος, διὰ σὲ ἕστηκεν ὁ διδάσκαλος, πονῶν καὶ ταλαιπωρούμενος. Τίνα οὖν ἕξεις ἀπολογίαν, μηδὲ τὴν ἐκ τῆς ἀκροάσεως αὐτῷ παρέχων ὑποδοχήν; Καὶ γὰρ οἰκία κοινὴ πάντων ἐστὶν ἡ ἐκκλησία, καὶ προ-λαβόντων ὑμῶν εἴσιμεν ἡμεῖς, τὸν ἐκείνων τύπον διατη-ροῦντες. Διὰ τοῦτο καὶ κοινῇ πᾶσι τὴν εἰρήνην ἐπιλέγο-μεν εἰσιόντες εὐθέως, κατὰ τὸν νόμον ἐκεῖνον. Μηδεὶς τοίνυν ἔστω ῥᾴθυμος, μηδεὶς μετέωρος, εἰσελθόντων τῶν ἱερέων καὶ διδασκόντων· οὐδὲ γὰρ μικρὰ ἐπὶ τούτῳ κεῖται κόλασις. Καὶ γὰρ βουλοίμην ἂν ἔγωγε μυ-ριάκις εἰς οἰκίαν τινὸς ὑμῶν εἰσελθὼν ἐξαπορηθῆναι, ἢ ἐνταῦθα λέγων μὴ ἀκουσθῆναι. Τοῦτο ἐμοὶ φορτικώτερον ἐκείνου, ἐπειδὴ καὶ κυριωτέρα αὕτη ἡ οἰκία. Καὶ γὰρ τὰ μεγάλα ἡμῶν ἐνταῦθα κεῖται κτήματα· ἐνταῦθα ἡμῶν αἱ ἐλπίδες πᾶσαι. Τί γὰρ οὐχὶ ἐνταῦθα μέγα καὶ φρι-κῶδες; Καὶ γὰρ ἡ τράπεζα αὕτη πολλῷ τιμιωτέρα καὶ ἡδίων, καὶ ἡ λυχνία τῆς λυχνίας. Καὶ ἴσασιν ὅσα μετὰ πίστεως καὶ εὐκαίρως ἐλαίῳ χρισάμενοι νοσή-ματα ἔλυσαν. Καὶ τὸ κιβώτιον δὲ τοῦτο ἐκείνου τοῦ κι-
PG 57:385βωτίου πολλῷ βέλτιον καὶ ἀναγκαιότερον· οὐ γὰρ ἱμάτια, ἀλλ’ ἐλεημοσύνην ἔχει συγκεκλεισμένην, εἰ καὶ ὀλίγοι εἰ-σὶν κεκτημένοι. Ἐνταῦθα καὶ κλίνη ἐκείνης βελτίων· ἡ γὰρ τῶν θείων Γραφῶν ἀνάπαυσις πάσης κλίνης ἡδίων ἐστί. Καὶ εἰ καλῶς ἦν ἡμῖν [τὰ τῆς ὁμονοίας κατωρθωμένα], οὔτ’ ἂν ἑτέραν ἔσχομεν παρὰ ταύτην οἰκίαν. Καὶ ὅτι οὐ φορτικὸν τὸ εἰρημένον, μαρτυροῦσιν οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι, καὶ οἰκίαν καὶ τρά-πεζαν καὶ ψυχὴν ἐσχηκότες μίαν· Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἐπειδὴ δὲ πολὺ τῆς ἐκείνων ἀποδέομεν ἀρετῆς, καὶ διῳκίσμεθα κατὰ τὰς οἰκίας, κἂν, ἡνίκα ἐνθάδε συλλεγό-μεθα, μετὰ προθυμίας τοῦτο ποιῶμεν. Εἰ γὰρ ἐν τοῖς ἄλλοις πτωχοὶ καὶ πένητές ἐσμεν, [ἀλλ’ ἐν τούτοις πλούσιοι. Διὸ] κἂν ἐνταῦθα δέξασθε μετὰ ἀγάπης εἰσιόν-τας ἡμᾶς πρὸς ὑμᾶς. Καὶ ὅταν εἴπω, Εἰρήνη ὑμῖν, εἶτα εἴπητε, Καὶ τῷ πνεύματί σου· μὴ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ λέγετε· μὴ τῷ στόματι, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἂν δὲ ἐνταῦθα μὲν λέγῃς, Εἰρήνη καὶ τῷ πνεύματί σου, ἔξω δέ μοι πολεμῇς διαπτύων καὶ κακη-γορῶν, μυρίοις λάθρα πλύνων ὀνείδεσι, ποία εἰρήνη αὕτη; Ἐγὼ μὲν γὰρ, κἂν μυριάκις κακηγορήσῃς, μετὰ καθα-ρᾶς καρδίας τὴν εἰρήνην σοι δίδωμι, μετὰ εἰλικρινοῦς γνώμης, καὶ πονηρὸν οὐδὲν δύναμαί ποτε περὶ σοῦ εἰ-πεῖν· σπλάγχνα γὰρ ἔχω πατρικά. Κἂν ἐπιπλήξω ποτὲ, κηδόμενος τοῦτο ποιῶ. Σὺ δὲ λάθρα δάκνων, καὶ μὴ δεχό-μενός με ἐν δεσποτικῇ οἰκίᾳ, δέδοικα μὴ πάλιν μοι τὴν ἀθυμίαν αὐξήσῃς· οὐκ ἐπειδὴ ὕβρισας, οὐδὲ ἐπειδὴ ἐξέβαλες, ἀλλ’ ἐπειδὴ τὴν εἰρήνην ἀπεκρούσω, καὶ τὴν χαλεπὴν ἐκείνην ἐπεσπάσω κόλασιν. Κἂν γὰρ μὴ ἐκτι-νάξω τὸν κονιορτὸν ἐγὼ, κἂν μὴ ἀποστραφῶ, τὰ τῆς ἀπει-λῆς ἀκίνητα μένει. Ἐγὼ μὲν γὰρ ἐπιλέγω πολλάκις ὑμῖν εἰρήνην, καὶ ἀεὶ τοῦτο λέγων οὐ παύσομαι· ἂν δὲ μετὰ τῶν ὕβρεων καὶ μὴ δέξησθε, οὐδὲ οὕτω τὸν κο-νιορτὸν ἐκτινάσσω· οὐκ ἐπειδὴ παρακούω τοῦ Δεσπότου, ἀλλ’ ἐπειδὴ σφόδρα ὑμῶν ἐκκαίομαι. Ἄλλως δὲ οὐδὲ ἔπαθόν τι δι’ ὑμᾶς· οὔτε μακρὰν ἦλθον ἀποδημίαν, οὐδὲ μετὰ τοῦ σχήματος ἐκείνου καὶ τῆς ἀκτημοσύνης ἦλθον (διὰ τοῦτο πρότερον ἑαυτοῖς ἐγκαλοῦμεν), οὐδὲ χωρὶς ὑποδημάτων καὶ δευτέρου χιτῶνος· διὰ τοῦτο τάχα καὶ τὰ παρ’ ὑμῶν ἐλλιμπάνετε. Πλὴν ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο ὑμῖν εἰς ἀπολογίαν· ἀλλ’ ἡμῖν μὲν τὸ κρίμα μεῖζον, ὑμῖν δὲ συγγνώμης οὐ μεταδίδωσι. ζ. Τότε αἱ οἰκίαι ἐκκλησίαι ἦσαν, νῦν δὲ ἡ ἐκκλησία οἰκία γέγονεν. Οὐδὲν ἦν τότε ἐν οἰκίᾳ λαλῆσαι βιωτικόν· οὐδέν ἐστι νῦν ἐν ἐκκλησίᾳ πνευματικὸν εἰπεῖν, ἀλλὰ καὶ ἐνταῦθα τὰ ἐκ τῆς ἀγορᾶς ἐπεισάγετε· καὶ τοῦ Θεοῦ διαλεγομένου, ἀφέντες τὸ σιγῇ τῶν λεγομένων ἀκούειν, τἀναντία φέροντες συμβάλλετε πράγματα· καὶ εἴθε τὰ ὑμέτερα· νυνὶ δὲ τὰ μηδὲν ὑμῖν προσήκοντα καὶ λέγετε καὶ ἀκούετε. Διὰ ταῦτα θρηνῶ, καὶ θρηνῶν οὐ παύσομαι. Οὐδὲ γάρ εἰμι κύριος τὴν οἰκίαν ἀμεῖψαι ταύτην, ἀλλ’ ἐνταῦθα ἀνάγκη μένειν, ἕως ἂν ἐκ τοῦ παρόντος ἐξέλθωμεν βίου. Χωρήσατε τοίνυν ἡμᾶς, καθὼς ὁ Παῦλος ἐκέλευσεν. Οὐδὲ γὰρ περὶ τραπέζης ἐκεῖ τὸ εἰρημένον ἦν αὐτῷ, ἀλλὰ περὶ γνώμης καὶ διανοίας.
PG 57:386Τοῦτο καὶ ἡμεῖς παρ’ ὑμῶν ζητοῦμεν, τὴν ἀγάπην, τὴν φιλίαν τὴν θερμὴν ἐκείνην καὶ γνησίαν. Εἰ δὲ οὐδὲ τοῦτο ἀνέχεσθε, κἂν ὑμᾶς αὐτοὺς φιλήσατε, τὴν παροῦσαν ἀποτιθέμενοι ῥᾳθυμίαν. Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἡμῖν, ἂν ἴδωμεν εὐδοκιμοῦντας καὶ γενομένους βελτίους ὑμᾶς. Οὕτω καὶ αὐτὸς μείζονα ἐπιδείξομαι τὴν ἀγάπην, Εἰ καὶ περισσότερον ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ γὰρ πολλὰ ἡμᾶς ἐστι τὰ συνάγοντα· μία τράπεζα πρό-κειται πᾶσιν, εἷς ἐγέννησεν ἡμᾶς Πατὴρ, τὰς αὐτὰ, πάντες ἐλύσαμεν ὠδῖνας, τὸ αὐτὸ ποτὸν ἅπασι δέδοται· μᾶλλον δὲ οὐ μόνον τὸ αὐτὸ ποτὸν, ἀλλὰ καὶ ἐξ ἑνὸς ποτηρίου πίνειν. Ὁ γὰρ Πατὴρ, βουλόμενος ἡμᾶς εἰς φιλοστοργίαν ἀγαγεῖν, καὶ τοῦτο ἐμηχανήσατο, ἐξ ἑνὸς ποτηρίου πίνειν ἡμᾶς· ὅπερ ἐπιτεταμένης ἐστιν ἀγάπης. Ἀλλ’ οὐκ ἐσμὲν ἄξιοι τῶν ἀποστόλων ἡμεῖς. Ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἄν ποτε ἀρνηθείην. Οὐ μόνον ἐκείνων, ἀλλ’ οὐδὲ τῆς σκιᾶς ἄξιοι τῆς ἐκείνων ἡμεῖς. Ἀλλ’ ὅμως τὰ παρ’ ὑμῶν γινέσθω. Οὐδὲν ὑμᾶς τοῦτο καταισχῦναι δυνήσεται, ἀλλὰ καὶ ὠφελῆσαι μειζόνως. Ὅταν γὰρ καὶ περὶ ἀναξίους τοσαύτην ἐπιδείξησθε τὴν ἀγάπην καὶ τὴν ὑπακοὴν, τότε μείζονα λήψεσθε τὴν ἀντ-απόδοσιν. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν· ἐπεὶ μηδέ ἐστιν ὑμῖν διδάσκαλος ἐπὶ τῆς γῆς· ἀλλ’ ἃ παρελά-βομεν, καὶ διδόαμεν· καὶ διδόντες οὐδὲν πλέον ἐπιζητοῦ-μεν παρ’ ὑμῶν, ἀλλ’ ἢ τὸ φιλεῖσθαι μόνον. Εἰ δὲ ἀνάξιοι καὶ τούτου, ἀλλ’ ἀπὸ τοῦ φιλεῖν ὑμᾶς ἄξιοι ταχέως ἐσό-μεθα. Καίτοιγε προσετάγημεν, μὴ τοὺς φιλοῦντας φιλεῖν μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τίς οὖν οὕτως ἀπηνὴς, τίς οὕτως ἄγριος, ὃς τοιοῦτον δεξάμενος νόμον, καὶ τοὺς φιλοῦντας ἀποστραφήσεται καὶ μισήσει, κἂν μυρίων κακῶν ἀνάμεστος ᾖ; Ἐκοινωνήσαμεν τραπέζης πνευμα-τικῆς· κοινωνήσωμεν καὶ ἀγάπης πνευματικῆς. Εἰ γὰρ λῃσταὶ, κοινωνοῦντες ἁλῶν, ἐπιλανθάνονται τοῦ τρό-που, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, σώματος ἀεὶ Δεσπο-τικοῦ μετέχοντες, καὶ οὐδὲ τὴν ἐκείνων μιμούμενοι ἡμε-ρότητα; Καίτοιγε πολλοῖς οὐχὶ τράπεζα μόνον, ἀλλὰ καὶ τὸ πόλεως εἶναι μιᾶς ἤρκεσεν εἰς φιλίαν· ἡμεῖς δὲ, ὅταν καὶ πόλιν τὴν αὐτὴν ἔχωμεν, καὶ οἰκίαν τὴν αὐτὴν, καὶ τράπεζαν, καὶ ὁδὸν, καὶ θύραν, καὶ ῥίζαν, καὶ ζωὴν, καὶ κεφαλὴν, καὶ ποιμένα τὸν αὐτὸν, καὶ βασιλέα, καὶ διδάσκαλον, καὶ κριτὴν, καὶ δημιουργὸν, καὶ πατέρα, καὶ πάντα ἡμῖν ᾖ κοινὰ, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, ἀπ’ ἀλλήλων διαιρούμενοι; Ἀλλὰ τὰ σημεῖα ἐπι-ζητεῖτε, ἅπερ εἰσιόντες ἐποίουν ἐκεῖνοι, τοὺς λεπροὺς τοὺς καθαιρομένους, καὶ τοὺς δαίμονας τοὺς ἐλαυνομέ-
νους, καὶ τοὺς ἐγειρομένους νεκρούς; Ἀλλὰ καὶ τοῦτο τῆς εὐγενείας ὑμῶν μέγιστον δεῖγμα, καὶ τῆς ἀγάπης, τὸ μὴ μετ’ ἐνεχύρων πιστεύειν τῷ Θεῷ. Καὶ γὰρ καὶ διὰ τοῦτο καὶ δι’ ἕτερον τὰ σημεῖα ἔπαυσεν ὁ Θεός. Εἰ γὰρ, οὐ γινομένων σημείων, οἱ πλεονεκτήμασιν ἑτέροις κο-μῶντες, οἷον ἢ λόγῳ σοφίας, ἢ εὐλαβείας ἐπιδείξει, κενοδοξοῦσιν, ἐπαίρονται, ἀπ’ ἀλλήλων σχίζονται· εἰ καὶ σημεῖα ἐγένοντο, ποῦ οὐκ ἂν ἐγένετο ῥήγματα; Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, μαρτυροῦσι Κορίνθιοι εἰς πολλὰ ἐντεῦθεν διαιρεθέντες μέρη. Μὴ δὴ σημεῖα ζήτει, ἀλλὰ ψυχῆς ὑγείαν. Μὴ ζήτει νεκρὸν ἕνα ἰδεῖν ἐγειρό-

Homily XXXIIIHomilia XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:387μενον· καὶ γὰρ ἔμαθες ὅτι ὁλόκληρος ἡ οἰκουμένη ἀνίστα-ται. Μὴ ζήτει τυφλὸν ἰδεῖν θεραπευόμενον, ἀλλ’ ὅρα πάν-τας ἀναβλέποντας νῦν τὴν βελτίω καὶ χρησιμωτέραν ἀνάβλεψιν· καὶ μάθε καὶ σὺ σωφρόνως ὁρᾷν, καὶ διόρθωσαί σου τὸν ὀφθαλμόν. Καὶ γὰρ εἰ πάντες ὡς ἐχρῆν ἐζῶμεν, μᾶλλον ἂν τῶν θαυματουργούντων ἐθαύμασαν ἡμᾶς Ἑλλήνων παῖδες. Τὰ μὲν γὰρ ση-μεῖα καὶ φαντασίας ὑπόνοιαν ἔχει πολλάκις, καὶ ἑτέ-ραν πονηρὰν ὑποψίαν, εἰ καὶ τὰ ἡμέτερα οὐ τοιαῦτα· βίος δὲ καθαρὸς οὐδεμίαν τοιαύτην ἐπήρειαν δέξασθαι δύναται· ἀλλὰ πάντων ἐμφράττει τὰ στόματα τῆς ἀρετῆς ἡ κτῆσις. η. Ταύτης τοίνυν ἐπιμελώμεθα· πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα. Αὕτη τὴν ὄντως ἐλευθε-ρίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν· οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα. Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν, ἀπαλλάγηθι πλημμελημάτων, καὶ τὸ πᾶν ἤνυσας. Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ· κἂν ταύ-την ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων μεῖζον εἰργάσω. Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων προτιθέντος· Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· καὶ μέλλων λέγειν τὴν ὁδὸν ταύ-την, οὐ νεκρῶν εἶπεν ἔγερσιν, οὐ κάθαρσιν λεπρῶν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ’ ἀντὶ πάντων τούτων τὴν ἀγάπην τέθεικεν. Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ’
PG 57:388ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ τούτου πάλιν· Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐκ οἶδα ὑμᾶς. Καὶ ὅτε ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ’ ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν οὗτοι, ἀλλ’ ἐὰν ὦσιν ἕν. Τὰ μὲν γὰρ σημεῖα πολλάκις ἕτερον μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενο-δοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόν-τας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ. Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα. Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας. Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας. Ἂν ἀπο-στήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλ-λους ἀλλοτρίου, τυφλοὺς ὄντας ἀνέῳξας. Ἐὰν ἀντὶ σατα-νικῶν ᾠδῶν μάθῃς ψαλμοὺς πνευματικοὺς, κωφὸς ὢν ἐλάλησας. Ταῦτα τὰ θαύματα μέγιστα· ταῦτα τὰ σημεῖα παράδοξα. Ἂν ταῦτα τὰ σημεῖα ποιοῦντες διατελῶμεν, καὶ αὐτοὶ μεγάλοι τινὲς καὶ θαυμαστοὶ διὰ τούτων ἐσόμε-θα, καὶ τοὺς πονηροὺς ἐπισπασόμεθα ἅπαντας εἰς ἀρετὴν, καὶ τῆς μελλούσης ἀπολαυσόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:387ΟΜΙΛΙΑ ΛΓ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. α. Ἐπειδὴ περὶ τῆς ἀναγκαίας τροφῆς ἐποίησεν αὐ-τοὺς θαῤῥεῖν, καὶ τὰς πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, καὶ σεμνὸν τῇ εἰσόδῳ αὐτῶν σχῆμα περιέθηκεν, οὐχ ὡς ἀλήτας καὶ προσαίτας εἰσιέναι κελεύων, ἀλλ’ ὡς τῶν ὑποδεχομένων πολλῷ σεμνοτέρους (τοῦτο γὰρ ἔδειξε δι’ ὧν ἔλεγεν· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· καὶ δι’ ὧν ἐκέλευσεν ἐρωτᾷν, τίς ἄξιος, κἀκεῖ μένειν, καὶ ἀσπάζεσθαι τοὺς δεχομένους προσέταττε, καὶ δι’ ὧν τοῖς μὴ δεχομένοις τὰ ἀνήκεστα ἐκεῖνα ἠπείλησε κακά)· ἐπειδὴ οὖν ταύτῃ ἐξέβαλεν αὐτῶν τὴν φρον-τίδα, καὶ τῇ τῶν σημείων καθώπλισεν ἐπιδείξει, καὶ σιδηροῦς τινας καὶ ἀδαμαντίνους εἰργάσατο, πάντων ἀπαλλάξας τῶν βιωτικῶν, καὶ πάσης ἐλευθερώσας ἐπι-καίρου μερίμνης αὐτούς· λέγει λοιπὸν καὶ τὰ μέλλοντα συμπίπτειν αὐτοῖς κακὰ, οὐ τὰ μικρὸν ὕστερον συμβη-σόμενα μόνον, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα χρόνον, ἄνωθεν καὶ πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρα-σκευάζων αὐτοὺς πολέμῳ. Καὶ γὰρ πολλὰ ἐντεῦθεν κατωρθοῦτο· καὶ πρῶτον, τὸ μαθεῖν τῆς προγνώσεωσ
PG 57:388αὐτοῦ τὴν δύναμιν· δεύτερον δὲ, τὸ μηδένα ὑποπτεύειν, ὅτι δι’ ἀσθένειαν τοῦ διδασκάλου ταῦτα ἐπῄει τὰ δεινά· τρίτον, τὸ τοὺς ὑπομένοντας ταῦτα μὴ ἐκπλήττεσθαι τῷ ἀπροσδοκήτως καὶ παρ’ ἐλπίδα ἐκβαίνειν· τέταρτον, τὸ μὴ παρ’ αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ ταῦτα ἀκούοντας θορυβηθῆναι. Καὶ γὰρ καὶ ἔπαθον τοῦτο αὐτὸ τότε, ὅτε καὶ ὀνειδίζων αὐτοῖς ἔλεγεν· Ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρ-δίαν· καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Καίτοι οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ ἦν εἰρηκὼς, οἷον, ὅτι δεθήσεται καὶ μαστιγωθήσεται καὶ ἀναιρεθήσεται, ὥστε μὴ καὶ ταύτῃ συνταράξαι αὐτῶν τὴν διάνοιαν· ἀλλὰ τέως τὰ αὐτοῖς συμβησόμενα προαναφωνεῖ. Εἶτα ἵνα μάθωσιν, ὅτι καινὸς οὗτος ὁ τοῦ πολέμου νόμος, καὶ πα-ράδοξος τῆς παρατάξεως ὁ τρόπος, γυμνοὺς πέμπων, καὶ μονοχίτωνας, καὶ ἀνυποδέτους, καὶ χωρὶς ῥάβδου, καὶ χωρὶς ζώνης καὶ πήρας, καὶ παρὰ τῶν δεχομένων κελεύων τρέφεσθαι, οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησεν, ἀλλὰ δεικνὺς αὐτοῦ τὴν ἄφατον δύναμιν, φησί· Καὶ οὕτως ἀπιόντες, τὴν προβάτων ἡμερότητα ἐπιδεί-κνυσθε, καὶ ταῦτα πρὸς λύκους ἰέναι μέλλοντες· καὶ οὐχ ἁπλῶς πρὸς λύκους, ἀλλὰ καὶ εἰς μέσους λύκων. Καὶ
PG 57:389οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον. Οὕτω γὰρ μάλιστα τὴν ἐμὴν ἐνδείξομαι ἰσχὺν, ὅταν πρόβατα λύκων περιγένη-ται, καὶ ἐν μέσῳ τῶν λύκων ὄντα, καὶ μυρία λαμβάνοντα δήγματα, μὴ μόνον μὴ καταναλίσκηται, ἀλλὰ καὶ ἐκείνους μεταβάλλῃ· ὃ πολλῷ θαυμαστότερόν ἐστι καὶ μεῖζον τοῦ ἀνελεῖν, τὸ μεταθεῖναι τὴν γνώμην, καὶ με-ταῤῥυθμίσαι τὴν διάνοιαν· καὶ ταῦτα δώδεκα ὄντες μόνον, τῆς οἰκουμένης τῶν λύκων ἐμπεπλησμένης. Αἰσχυνώμεθα τοίνυν οἱ τἀναντία ποιοῦντες, οἱ ὡς λύκοι τοῖς ἐχθροῖς ἐπιτιθέμενοι. Ἕως γὰρ ἂν ὦμεν πρόβατα, νικῶμεν· κἂν μυρίοι περιστοιχίσωνται λύκοι, περιγι-νόμεθα καὶ κρατοῦμεν· ἂν δὲ γενώμεθα λύκοι, ἡττώ-μεθα· ἀφίσταται γὰρ ἡμῶν ἡ τοῦ ποιμένος βοήθεια. Οὐ
γὰρ λύκους, ἀλλὰ πρόβατα ποιμαίνει, καὶ καταλιμ-πάνει σε καὶ ἀναχωρεῖ· οὐδὲ γὰρ συγχωρεῖς αὐτοῦ δειχθῆναι τὴν δύναμιν. Ἂν μὲν γὰρ πάσχων κακῶς ἡμερότητα ἐπιδείξῃ, αὐτῷ λογίζεται ἅπαν τὸ τρόπαιον· ἂν δὲ ἐπεξίῃς καὶ πυκτεύῃς, ἐπισκιάζεις τῇ νίκῃ. Σὺ δέ μοι σκόπει τίνες εἰσὶν οἱ τῶν προσταγμάτων τούτων ἀκούοντες τῶν σκληρῶν καὶ ἐπιπόνων· οἱ δειλοὶ καὶ ἰδιῶται· οἱ ἀγράμματοι καὶ ἀμαθεῖς· οἱ πάντοθεν ἄσημοι· οἱ μηδέποτε τοῖς ἔξωθεν ἐντραφέντες νόμοις· οἱ μὴ ταχέως εἰς ἀγορὰς ἐμβάλλοντες ἑαυτούς· οἱ ἁλιεῖς, οἱ τελῶναι, οἱ μυρίων γέμοντες ἐλαττωμάτων. Εἰ δὲ καὶ τοὺς ὑψηλοὺς καὶ μεγάλους ἱκανὰ ταῦτα θορυβῆσαι ἦν, τοὺς πάντοθεν ἀπείρους καὶ οὐδὲν οὐδέποτε φαντασθέντας γενναῖον πῶς οὐκ ἦν ἱκανὰ καταβαλεῖν καὶ ἐκπλῆξαι; Ἀλλ’ οὐ κατέβαλε. Καὶ μάλα εἰκότως, ἴσως εἴποι τις ἄν· ἔδωκε γὰρ αὐτοῖς ἐξουσίαν λεπροὺς καθαίρειν, δαί-μονας ἐλαύνειν. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ἱκανὸν ἦν θορυβῆσαι, ὅτι καὶ νεκροὺς ἐγείροντες τὰ ἀνήκεστα ταῦτα ἔμελλον ὑπομένειν, καὶ δικαστήρια, καὶ ἀπαγωγὰς, καὶ τοὺς παρὰ πάντων πολέμους, καὶ τὸ κοινὸν τῆς οἰκουμένης μῖσος, καὶ τοιαῦτα αὐτοὺς θαυματουργοῦντας ἀναμένειν δεινά. Τίς οὖν ἡ τούτων πάντων παράκλησις; Ἡ τοῦ πέμποντος δύναμις. Διὸ καὶ τοῦτο πρὸ πάντων τέθεικε, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν· ἀρκεῖ τοῦτο εἰς τὸ θαῤῥεῖν, καὶ μηδένα δεδοικέναι τῶν ἐπιόντων. β. Εἶδες αὐθεντίαν; εἶδες ἐξουσίαν; εἶδες δύναμιν ἄμαχον; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ θορυβηθῆτε, φησὶν, ὅτι μεταξὺ λύκων πέμπων, ὡς πρόβατα καὶ ὡς περιστερὰς εἶναι κελεύω. Ἠδυνάμην μὲν γὰρ ποιῆσαι τοὐναντίον, καὶ μηδὲν ὑμᾶς ἀφεῖναι δεινὸν ὑπομέ-νειν, μηδὲ ὡς πρόβατα ὑποτεθῆναι λύκοις, ἀλλὰ λεόντων ἐργάσασθαι φοβερωτέρους· ἀλλ’ οὕτω συμφέρει γενέ-σθαι. Τοῦτο καὶ ὑμᾶς λαμπροτέρους ποιεῖ· τοῦτο καὶ τὴν ἐμὴν ἀνακηρύττει δύναμιν. Τοῦτο καὶ πρὸς Παῦλον ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐγὼ τοίνυν οὕτως ὑμᾶς ἐποίησα εἶναι. Ὅταν γὰρ εἴπῃ, Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα, τοῦτο αἰνίττεται· Μὴ τοίνυν καταπέσητε· οἶδα γὰρ, οἶδα σαφῶς, ὅτι ταύτῃ μάλιστα πᾶσιν ἀχείρω-τοι ἔσεσθε. Εἶτα, ἵνα τι καὶ παρ’ ἑαυτῶν εἰσφέρωσι, καὶ μὴ πάντα τῆς χάριτος εἶναι δοκῇ, μηδὲ εἰκῆ καὶ μάτην στεφανοῦσθαι νομίζωνται, φησί· Γίνεσθε οὖν
PG 57:390φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ τί δύναιτ’ ἂν ἡ ἡμετέρα φρόνησις, φησὶν, ἐν τοσού-τοις κινδύνοις; πῶς δὲ ὅλως δυνησόμεθα φρόνησιν ἔχειν, ὑπὸ τοσούτων περιαντλούμενοι κυμάτων; Ὅσον γὰρ ἂν γένηται φρόνιμον πρόβατον μεταξὺ λύκων ὂν, καὶ λύκων τοσούτων, τί δυνήσεται πλέον ἀνύσαι; ὅσον ἂν γένηται ἀκέραιος ἡ περιστερὰ, τί ὠφελήσει, τοσούτων ἐπικειμένων ἱεράκων; Ἐπὶ μὲν τῶν ἀλόγων, οὐδέν· ἐπὶ δὲ ὑμῶν, τὰ μέγιστα. Ἀλλ’ ἴδωμεν ποίαν φρόνησιν ἐνταῦθα ἀπαιτεῖ. Τὴν τοῦ ὄφεως, φησί. Καθάπερ γὰρ ἐκεῖνος τὰ πάντα προί̈εται, κἂν αὐτὸ δέῃ τὸ σῶμα ἀποτμηθῆναι, οὐ σφόδρα ἀντέχεται αὐτοῦ, ὥστε τὴν κεφαλὴν διατηρῆσαι· οὕτω καὶ σὺ, φησὶ, πλὴν τῆς πίστεως πάντα ἐκδίδου, κἂν χρήματα, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν ἐκδοῦναι δέῃ. Ἐκεῖνο γὰρ ἡ κεφαλὴ καὶ ἡ ῥίζα· κἀκείνης διατηρουμένης, κἂν πάντα ἀπολέσῃς, ἅπαντα ἀνακτήσῃ πάλιν μετὰ πλείονος τῆς περιφανείας. Διὰ δὴ τοῦτο οὔτε ἁπλοῦν τινα εἶναι καὶ ἀφελῆ προσέταξεν, οὔτε φρόνιμον μόνον, ἀλλ’ ἐκέρασε ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· τὴν μὲν φρόνησιν τοῦ ὄφεως εἰς τὸ μὴ πλήττεσθαι ἐν τοῖς και-ρίοις παραλαβών· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, εἰς τὸ μὴ ἀμύνεσθαι τοὺς ἀδικοῦντας, μηδὲ τιμωρεῖσθαι τοὺς ἐπιβουλεύοντας· ἐπεὶ πάλιν οὐδὲν ὄφελος τῆς φρο-νήσεως, ἂν μὴ τοῦτο προσῇ. Τί τοίνυν τούτων εὐτονώ-τερον γένοιτ’ ἂν τῶν ἐπιταγμάτων; Οὐ γὰρ ἤρκει τὸ παθεῖν κακῶς; Οὐχὶ, φησίν· ἀλλ’ οὐδὲ ἀγανακτεῖν σοι συγχωρῶ. Τοῦτο γάρ ἐστιν ἡ περιστερά. Ὥσπερ ἂν εἴ τις κάλαμον εἰς πῦρ ἐμβαλὼν, κελεύοι μὴ καίεσθαι ὑπὸ τοῦ πυρὸς, ἀλλὰ σβεννύναι τὸ πῦρ. Ἀλλὰ μὴ θορυβώ-μεθα· καὶ γὰρ ἐξέβη ταῦτα, καὶ τέλος ἔλαβε, καὶ ἐπ’ αὐτῶν ἐδείχθη τῶν ἔργων, καὶ φρόνιμοι γεγόνασιν ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί· οὐκ ἄλλης ὄντες φύσεως, ἀλλὰ τῆς αὐτῆς ἡμῖν. Μὴ τοίνυν ἀδύνατα νομιζέτω τις εἶναι τὰ ἐπιτάγματα. Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸς οἶδε τὴν τῶν πραγμάτων φύσιν· οἶδεν ὅτι θρασύτης οὐ θρασύτητι, ἀλλ’ ἐπιεικείᾳ σβέν-νυται. Εἰ δὲ καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο γινόμενον ἰδεῖν ἐθέλοις, ἀνάγνωθι τῶν Πράξεων τῶν ἀποστόλων τὸ βιβλίον, καὶ ὄψει ποσάκις τοῦ δήμου τῶν Ἰουδαίων κατεξαναστάντος καὶ τοὺς ὀδόντας θήγοντος, τὴν περι-στερὰν οὗτοι μιμούμενοι, καὶ μετὰ τῆς πρεπούσης ἐπιει-κείας ἀποκρινόμενοι, κατέλυσαν τὸν ἐκείνων θυμὸν, ἔσβεσαν τὴν μανίαν, ἐξέλυσαν τὴν ὁρμήν. Ἐπειδὴ γὰρ ἔλεγον· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λα-λεῖν ἐν τῷ ὀνόματι τούτῳ; καίτοι μυρία δυνάμενοι θαυματουργεῖν, τραχὺ μὲν οὐδὲν οὔτε εἶπον, οὔτε ἐποίη-σαν, μετὰ πραότητος δὲ πάσης ἀπελογοῦντο λέγοντες· Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Εἶδες τὸ ἀκέραιον τῆς περιστερᾶς; βλέπε τὸ φρόνιμον τοῦ ὄφεως· Ἡμεῖς γὰρ οὐ δυνάμεθα ἃ οἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες πῶς παντα-χόθεν ἠκριβωμένους εἶναι χρὴ, ὥστε μὴ ὑπὸ κιν-δύνων ταπεινοῦσθαι, μηδὲ ὑπὸ θυμοῦ παροξύνεσθαι; Διὰ τοῦτο καὶ ἔλεγε· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰσ
PG 57:391μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι. Πάλιν γὰρ νήφειν αὐτοὺς παρασκευάζει, πανταχοῦ τὸ μὲν παθεῖν κακῶς αὐτοῖς διδοὺς, τὸ δὲ ποιῆσαι ἑτέροις ἀφιεὶς, ἵνα μάθῃς ὅτι ἐν τῷ παθεῖν κακῶς ἡ νίκη, καὶ τὰ λαμπρὰ ἐντεῦθεν ἕστηκε τρόπαια. Οὐδὲ γὰρ εἶπε, Πυκτεύετε καὶ ὑμεῖς, καὶ ἀνθίστασθε τοῖς ἐπηρεάζειν βουλομένοις ὑμῖν· ἀλλ’ ὅτι Τὰ ἔσχατα πείσεσθε, μόνον. γ. Βαβαί πόση τοῦ λέγοντος ἡ δύναμις πόση τῶν ἀκουόντων ἡ φιλοσοφία Καὶ γὰρ σφόδρα ἄξιον θαυμά-ζειν, πῶς οὐκ εὐθέως ἀπεπήδησαν ταῦτα ἀκούοντες, ἄν-θρωποι ψοφοδεεῖς, καὶ τὴν λίμνην οὐδέποτε ὑπερβάντες ἐκείνην, περὶ ἣν ἡλίευον· πῶς δὲ οὐκ ἐνενόησαν, καὶ πρὸς ἑαυτοὺς εἶπον· Καὶ ποῦ φευξόμεθα λοιπόν; Τὰ δι-καστήρια καθ’ ἡμῶν, οἱ βασιλεῖς καθ’ ἡμῶν, οἱ ἡγεμόνες, αἱ συναγωγαὶ τῶν Ἰουδαίων, οἱ δῆμοι τῶν Ἑλλήνων, ἄρχοντες καὶ ἀρχόμενοι. Ἐντεῦθεν γὰρ οὐχὶ μόνον τὴν Παλαιστίνην αὐτοῖς καὶ τὰ ἐν αὐτῇ κακὰ προανεφώνη-σεν, ἀλλὰ καὶ τοὺς τῆς οἰκουμένης παρήνοιξε πολέμους, εἰπών· Ἐπὶ βασιλεῖς ἀχθήσεσθε καὶ ἡγεμόνας· δεικνὺς ὅτι καὶ τοῖς ἔθνεσι μετὰ ταῦτα κήρυκας αὐτοὺς ἔμελλε πέμπειν. Τὴν οἰκουμένην ἡμῖν ἐξεπολέμωσας, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ὥπλισας καθ’ ἡμῶν, δήμους, τυράννους, βασιλεῖς. Καὶ τὸ ἑξῆς δὲ πολὺ φρι-κωδέστερον, ὅταν καὶ ἀδελφοκτόνοι καὶ παιδοκτόνοι καὶ πατροκτόνοι δι’ ἡμᾶς μέλλωσιν οἱ ἄνθρωποι γίνεσθαι. Παραδώσει γὰρ, φησὶν, ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γο-
νεῖς, καὶ θανατώσουσιν αὐτούς. Πῶς οὖν οἱ λοιποὶ, φησὶ, πιστεύσουσιν, ὅταν ἴδωσι δι’ ἡμᾶς παῖδας ὑπὸ πατέρων ἀναιρουμένους, καὶ ἀδελφοὺς ὑπὸ ἀδελφῶν, καὶ μιασμά-των τὰ πάντα πληρούμενα; Οὐ γὰρ ὡς δαίμονας ἀλάστορας, οὐ γὰρ ὡς ἐναγεῖς καὶ τῆς οἰκουμένης λυμεῶνας ἀπελάσουσιν ἡμᾶς πάντοθεν, αἱμάτων συγ-γενικῶν τὴν γῆν πληρουμένην ὁρῶντες καὶ φόνων τοι-ούτων; Καλήν γε (οὐ γάρ;) τὴν εἰρήνην εἰς τὰς οἰκίας εἰσάγοντες δώσομεν, τοσούτων αὐτὰς ἐμπιπλῶντες σφαγῶν. Εἰ γὰρ πολλοί τινες ἦμεν, καὶ μὴ δώδεκα· εἰ γὰρ μὴ ἰδιῶται μηδὲ ἀγράμματοι, ἀλλὰ σοφοὶ καὶ ῥήτορες καὶ δεινοὶ λέγειν· μᾶλλον δὲ εἰ βασιλεῖς αὐτοὶ, καὶ στρατόπεδα ἔχοντες, καὶ χρημάτων περιουσίαν· πῶς ἂν ἰσχύσαμεν πεῖσαί τινας, ἐμφυλίους πολέμους ἀνάπτοντες, καὶ ἐμφυλίων δὲ πολλῷ χαλεπωτέρους; Κἂν γὰρ τῆς ἡμετέρας σωτηρίας καταφρονήσωμεν, τίς ἡμῖν τῶν ἄλλων προσέξει; Ἀλλ’ οὐδὲν τούτων οὔτε ἐνενόησαν, οὔτε εἶπον, οὔτε εὐθύνας ἀπῄτουν τῶν ἐπι-ταγμάτων, ἀλλ’ εἶκον καὶ ἐπείθοντο μόνον. Τοῦτο δὲ οὐ τῆς αὐτῶν ἀρετῆς ἦν μόνον, ἀλλὰ καὶ τῆς τοῦ Διδα-σκάλου σοφίας. Ὅρα γὰρ πῶς ἑκάστῳ τῶν δεινῶν παρα-μυθίαν παρέζευξε· καὶ ἐπὶ τῶν μὴ δεχομένων αὐτοὺς ἔλεγεν· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ· καὶ ἐνταῦθα πάλιν εἰπὼν, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, ἐπήγαγεν, ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Οὐ μικρὰ δὲ αὕτη παράκλησις, τὸ καὶ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν, καὶ εἰς ἔλεγχον ἐκείνων. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς προσέχῃ, τὰ αὐτοῦ πανταχοῦ φαίνεται
PG 57:392ποιῶν. Ταῦτα δὲ αὐτοὺς παρεκάλει, οὐκ ἐπειδὴ τῆς ἑτέρων ἐπεθύμουν τιμωρίας, ἀλλ’ ἵνα θαῤῥεῖν ἔχωσιν, ὅτι πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα, τὸν καὶ προ-ειπόντα καὶ προειδότα ταῦτα, καὶ ὅτι οὐχ ὡς πονηροὶ καὶ λυμεῶνες ταῦτα πείσονται. Μετὰ δὲ τούτων οὐ μικρὰν καὶ ἑτέραν προστίθησιν αὐτοῖς παράκλησιν, λέγων· Ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μερι-μνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς πεῖσαι δυνησόμεθα, τοιούτων γινομένων πραγμάτων; καὶ περὶ τῆς ἀπολογίας κελεύει θαῤῥεῖν. Καὶ ἀλλαχοῦ μέν φησιν· Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν· ἐνταῦθα δὲ, Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ἐν ὑμῖν, εἰς τὸ τῶν προφητῶν αὐτοὺς ἀνάγων ἀξίωμα. Διὰ τοῦτο, ὅτε εἶπε τὴν δύναμιν τὴν δεδομένην, τότε καὶ τὰ δεινὰ ἐπήγαγε, τοὺς φόνους καὶ τὰς σφαγάς. Παραδώσει γὰρ ἀδελφὸς ἀδελφὸν, φησὶν, εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὸ πολὺ φρικωδέστερον προσέθηκε, καὶ πέτραν ἱκανὸν διασαλεῦσαι, ὅτι Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων. Καὶ ἐνταῦθα πάλιν ἐπὶ θύραις ἡ παράκλησις· Διὰ τὸ ὄνομά μου γὰρ, φησὶ, ταῦτα πείσεσθε. Καὶ μετὰ τούτου πάλιν ἕτερον· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ταῦτα δὲ καὶ ἄλλως ἱκανὰ ἦν ἀνορ-θῶσαι αὐτῶν τὰ φρονήματα, εἴγε τοσαύτη τοῦ κηρύγμα-τος ἔμελλεν ἀνάπτεσθαι δύναμις, ὡς φύσιν ἀτιμάζεσθαι, καὶ συγγένειαν ἐκβάλλεσθαι, καὶ προτιμᾶσθαι πάντων τὸν λόγον, κατὰ κράτος πάντα ἐλαύνοντα. Εἰ γὰρ φύ-σεως τυραννὶς οὐκ ἰσχύει πρὸς τὰ λεγόμενα ἀντιστῆναι, ἀλλὰ διαλύεται καὶ καταπατεῖται, τί ἕτερον ὑμῶν περι-γενέσθαι δυνήσεται; Οὐ μὴν, ἐπειδὴ ταῦτα ἔσται, ἐν ἀδείᾳ ὑμῶν ἔσται ὁ βίος, ἀλλὰ καὶ κοινοὺς ἕξετε πολεμίους καὶ ἐχθροὺς τοὺς τὴν οἰκουμένην οἰκοῦντας. δ. Ποῦ νῦν Πλάτων; ποῦ Πυθαγόρας; ποῦ τῶν Στωϊ-κῶν ὁ ὁρμαθός; Καὶ γὰρ πολλῆς ἀπολαύσας ἐκεῖνος τιμῆς, οὕτως ἠλέγχετο, ὡς καὶ ἀπεμποληθῆναι, καὶ μηδὲν ὧν ἐβούλετο κατορθῶσαι, οὐδὲ ἐφ’ ἑνὸς τυράν-νου· ἀλλὰ καὶ τοὺς μαθητὰς προδοὺς, ἐλεεινῶς τὸν βίον κατέλυσε. Καὶ τὰ Κυνικὰ καθάρματα ὥσπερ ὄναρ καὶ σκιὰ πάντες παρῆλθον. Καίτοιγε οὐδέποτε τοιοῦ-τον οὐδὲν ἐκείνοις συνέπεσεν, ἀλλὰ καὶ λαμπροὶ διὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν εἶναι ἐδόκουν, καὶ τὰς ἐπι-στολὰς ἀνέθεσαν δημοσίᾳ Ἀθηναῖοι τὰς Πλάτωνος παρὰ Δίωνος πεμφθείσας, καὶ ἐν ἀνέσει τὸν πάντα διῆγον χρόνον, καὶ χρήμασιν ἐπλούτουν οὐκ ὀλίγοις. Οὕτω γοῦν ὁ μὲν Ἀρίστιππος πόρνας ἠγόραζε πολυτελεῖς· ὁ δὲ διαθήκας ἔγραφεν, οὐ τὸν τυχόντα κλῆρον καταλιμ-πάνων· ὁ δὲ, τῶν μαθητῶν γεφυρωσάντων ἑαυτοὺς, ἄνωθεν ἐβάδιζε· τὸν δὲ Σινωπέα φασὶ καὶ δημοσίᾳ ἀσχημονεῖν ἐπὶ τῆς ἀγορᾶς. Ταῦτα γὰρ αὐτῶν τὰ σεμνά. Ἀλλ’ οὐδὲν τοιοῦτον ἐνταῦθα, ἀλλ’ ἐπιτεταμένη σωφρο-σύνη καὶ κοσμιότης ἠκριβωμένη, καὶ πόλεμος πρὸς τὴν οἰκουμένην ἅπασαν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς εὐσε-
PG 57:393βείας, καὶ τὸ καθ’ ἑκάστην σφάττεσθαι τὴν ἡμέραν, καὶ μετὰ ταῦτα τὰ λαμπρὰ τρόπαια. Ἀλλ’ εἰσί τινες, φησὶ, καὶ στρατηγικοὶ παρ’ αὐτοῖς, οἷον ὁ Θεμιστο-κλῆς, ὁ Περικλῆς. Ἀλλὰ καὶ ταῦτα παίδων ἀθύρματα πρὸς τὰ τῶν ἁλιέων. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; Ὅτι τοὺς Ἀθηναίους ἔπεισεν ἐπιβῆναι τῶν πλοίων, τοῦ Ξέρξου κατὰ τῆς Ἑλλάδος ἐλαύνοντος; Ἐνταῦθα δὲ οὐ Ξέρξου ἐλαύνοντος, ἀλλὰ τοῦ διαβόλου μετὰ τῆς οἰκουμένης ἁπάσης καὶ τῶν ἀπείρων δαιμόνων κατὰ τῶν δώδεκα τούτων ἐπιόντων, οὐκ ἐν ἑνὶ καιρῷ, ἀλλὰ διὰ παντὸς τοῦ βίου, περιεγένοντο καὶ ἐκράτησαν· καὶ τὸ δὴ θαυ-μαστὸν, οὐκ ἀνελόντες τοὺς ἐναντίους, ἀλλὰ μεταβαλόν-τες καὶ μεταῤῥυθμίσαντες. Τοῦτο γὰρ μάλιστα δεῖ παν-ταχοῦ παρατηρεῖν, ὅτι οὐκ ἀνεῖλον, οὐδὲ ἠφάνισαν τοὺς ἐπιβουλεύοντας αὐτοῖς, ἀλλὰ δαιμόνων λαβόντες ἴσους, ἀγγέλων ἐποίησαν ἐφαμίλλους, τὴν μὲν ἀνθρωπίνην φύσιν τῆς πονηρᾶς ταύτης ἐλευθερώσαντες τυραννίδος, τοὺς δὲ ἀλιτηρίους ἐκείνους καὶ πάντα συνταράττοντας δαίμονας ἐκ μέσων ἀγορῶν καὶ οἰκιῶν, μᾶλλον δὲ καὶ αὐτῆς ἀπελάσαντες τῆς ἐρημίας. Καὶ μαρτυροῦσιν οἱ τῶν μοναχῶν χοροὶ, οὓς κατεφύτευσαν πανταχοῦ, οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον ἐκ-καθάραντες. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐκ ἐκ πα-ρατάξεως ἴσης ταῦτα ἐποίουν, ἀλλ’ ἐν τῷ πάσχειν κακῶς πάντα ἤνυον. Καὶ γὰρ εἶχον αὐτοὺς ἐν τῷ μέσῳ, δώδεκα ἀνθρώπους ἰδιώτας, δεσμεύοντες, μαστίζοντες, περι-άγοντες, καὶ οὐκ ἴσχυον ἐπιστομίσαι· ἀλλ’ ὥσπερ τὴν ἀκτῖνα δῆσαι ἀδύνατον, οὕτω καὶ τὴν γλῶτταν ἐκεί-νων. Τὸ δὲ αἴτιον, οὐκ αὐτοὶ ἦσαν οἱ λαλοῦντες, ἀλλ’ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω γοῦν καὶ ὁ Παῦλος ἐνίκησε τοὺς περὶ Ἀγρίππαν, καὶ τὸν κακίᾳ νικήσαντα πάντας ἀνθρώπους Νέρωνα. Ὁ γὰρ Κύριός μοι παρ-έστη, φησὶ, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος. Σὺ δὲ καὶ αὐτοὺς θαύμαζε, πῶς ἀκούσαντες, Μὴ μεριμνήσητε, καὶ ἐπίστευσαν καὶ κατεδέξαντο, καὶ οὐδὲν αὐτοὺς τῶν φοβερῶν ἐξέπληξεν. Εἰ δὲ λέγοις, ὅτι ἱκανὴν αὐτοῖς δέδωκε παράκλησιν τῷ εἰπεῖν, ὅτι Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἔσται τὸ λαλοῦν· καὶ διὰ τοῦτο μάλιστα ἐκπλήττομαι αὐτοὺς, ὅτι οὐκ ἀμφέβαλον, οὐδὲ ἐζήτησαν ἀπαλλαγὴν τῶν δεινῶν· καὶ ταῦτα, οὐ δύο, οὐ τρία ἔτη μέλλοντες ταῦτα πάσχειν, ἀλλὰ παρὰ πάντα τὸν βίον. Τὸ γὰρ εἰπεῖν, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, τοῦτό ἐστιν αἰνιττομένου. Βούλεται γὰρ μὴ τὰ παρ’ αὐτοῦ μόνον εἰσφέρεσθαι, ἀλλὰ καὶ παρ’ αὐτῶν γίνεσθαι
τὰ κατορθώματα. Σκόπει γοῦν ἄνωθεν πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται. Τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. Πάλιν, τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάρι-τος· τὸ δὲ μηδὲν πλέον τῆς χρείας ἀπαιτῆσαι, τῆς αὐ-τῶν φιλοσοφίας· Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δω-ρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν ἐγκρατείας. Πάλιν, τὸ κολά-ζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπι-εικείας ἀναχωρεῖν ἐκ τούτων, μὴ λοιδορουμένους, μηδὲ ὑβρίζοντας, τῆς τῶν ἀποστόλων πραότητος. Τὸ δοῦναι Πνεῦμα, καὶ μὴ ποιῆσαι μεριμνᾷν, τοῦ πέμποντος ἦν· τὸ δὲ ὡς πρόβατα γίνεσθαι καὶ περιστερὰς, καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως. Τὸ μισεῖσθαι, καὶ τὸ μὴ καταπίπτειν, καὶ τὸ ὑπομένειν, αὐ-τῶν· τὸ ὑπομείναντας σῶσαι, τοῦ πέμποντος. Διὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
PG 57:394ε. Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ, μετὰ δὲ ταῦτα ἐκλύεσθαι, διὰ τοῦτό φησιν, ὅτι Τὸ τέλος ἐπιζητῶ. Τί γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; Διὰ τοῦτο διαρκῆ τὴν ὑπομονὴν παρ’ αὐτῶν ἀπαιτεῖ. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι τὸ πᾶν αὐτὸς ἐποίησε, καὶ θαυμαστὸν οὐδὲν, τοιούτους ἐκείνους γενέσθαι οὐδὲν πάσχοντας φορτικὸν, διὰ τοῦτό φησιν αὐτοῖς, ὅτι Καὶ τῆς ὑπομονῆς ὑμῶν χρεία. Κἂν γὰρ τῶν πρώτων ἐξαρπάσω κινδύνων, ἑτέροις χαλε-πωτέροις τηρῶ, καὶ μετ’ ἐκείνους πάλιν ἕτεροι διαδέξον-ται· καὶ οὐ στήσεσθε ἐπιβουλευόμενοι, ἕως ἂν ἐμπνέητε. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Διὰ δὴ τοῦτο καὶ εἰπὼν, Μὴ μερι-μνήσητε, τί λαλήσητε, ἀλλαχοῦ φησιν· Ἕτοιμοι γί-νεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λό-γον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος. Ὅταν μὲν γὰρ μεταξὺ φίλων ὁ ἀγὼν ᾖ, κελεύει καὶ ἡμᾶς μεριμνᾷν· ὅταν δὲ δικαστήριον φοβερὸν, καὶ δῆμοι μαινόμενοι, καὶ φόβος πάντοθεν, τὴν παρ’ αὐτοῦ παρέχει ῥοπὴν, ὥστε θαῤῥῆ-σαι καὶ φθέγξασθαι, καὶ μὴ καταπλαγῆναι, μηδὲ προ-δοῦναι τὰ δίκαια. Καὶ γὰρ πολὺ μέγα ἦν, ἄνθρωπον περὶ λίμνας ἠσχολημένον καὶ δέρματα καὶ τελωνείαν, τυράννων καθημένων, καὶ σατραπῶν παρεστηκότων καὶ δορυφόρων, καὶ τῶν ξιφῶν γεγυμνωμένων, καὶ πάντων μετ’ ἐκείνων ἑστώτων, εἰσελθόντα μόνον, δεδεμένον, κάτω κύπτοντα, δυνηθῆναι διᾶραι στόμα. Καὶ γὰρ οὐδὲ λόγου, οὐδὲ ἀπολογίας αὐτοῖς μετεδίδοσαν τῶν δογμάτων ἕνεκεν, ἀλλ’ ὡς κοινοὺς τῆς οἰκουμένης λυμεῶνας, οὕτως ἀπο-τυμπανίζειν ἐπεχείρουν. Οἱ γὰρ τὴν οἰκουμένην, φησὶν, ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι· καὶ πάλιν Ἐναντία τοῖς Καίσαρος δόγμασι πρεσβεύουσι, λέ-γοντες εἶναι βασιλέα Χριστὸν Ἰησοῦν. Καὶ πανταχοῦ τὰ δικαστήρια προκατείληπτο ταῖς τοιαύταις ὑπονοίαις, καὶ πολλῆς ἔδει τῆς ἄνωθεν ῥοπῆς εἰς τὸ ἀμφότερα δεῖξαι, καὶ τὸ δόγμα ἀληθὲς ὂν, ὅπερ ἐπρέσβευον, καὶ ὅτι οὐ λυμαίνονται τοῖς κοινοῖς νόμοις, καὶ μήτε σπου-δάζοντας εἰπεῖν περὶ τοῦ δόγματος, ἐμπεσεῖν εἰς ὑπό-νοιαν τῆς τῶν νόμων ἀνατροπῆς, μηδ’ αὖ πάλιν σπου-δάζοντας δεῖξαι, ὅτι οὐκ ἀνατρέπουσι τὴν κοινὴν πολι-τείαν, διαφθεῖραι τὴν τῶν δογμάτων ἀκρίβειαν· ἅπερ ἅπαντα ὄψει καὶ παρὰ Πέτρῳ, καὶ παρὰ Παύλῳ, καὶ παρὰ τοῖς πολλοῖς ἅπασι μετὰ τῆς πρεπούσης συνέσεως κατωρθωμένα. Καὶ γὰρ ὡς στασιασταὶ καὶ νεωτεροποιοὶ καὶ καινοτόμοι πανταχοῦ τῆς οἰκουμένης ἐνεκαλοῦντο· ἀλλ’ ὅμως καὶ ταύτην ἀπεκρούσαντο τὴν ὑπόνοιαν, καὶ τὴν ἐναντίαν ἑαυτοῖς περιέθηκαν, ὡς σωτῆρες καὶ κηδε-μόνες καὶ εὐεργέται παρὰ πᾶσιν ἀνακηρυττόμενοι. Ταῦτα δὲ πάντα διὰ τῆς πολλῆς κατώρθουν ὑπομονῆς. Διὸ καὶ Παῦλος ἔλεγε· Καθ’ ἡμέραν ἀποθνήσκω· καὶ μέχρι τέλους κινδυνεύων διέμενε. Τίνος οὖν ἂν εἴη-μεν ἄξιοι, τοσαῦτα ἔχοντες ὑποδείγματα, καὶ ἐν εἰρήνῃ μαλακιζόμενοι καὶ καταπίπτοντες; Οὐδενὸς γοῦν πολε-μοῦντος σφαττόμεθα, οὐδενὸς διώκοντος ἐκλυόμεθα· ἐν εἰρήνῃ σωθῆναι κελευόμεθα, καὶ οὐδὲ τοῦτο δυνάμεθα. Κἀκεῖνοι μὲν, τῆς οἰκουμένης καιομένης, καὶ κατὰ τὴν γῆν ἅπασαν τῆς πυρᾶς ἀναπτομένης, εἰσιόντες ἔνδοθεν, ἐκ μέσης ἥρπαζον τῆς φλογὸς τοὺς ἐμπιπραμένους· σὺ δὲ οὐδὲ σαυτὸν διατηρῆσαι δύνασαι. Τίς οὖν ἡμῖν ἔσται παῤῥησία; ποία συγγνώμη; Οὐ μάστιγες, οὐ δεσμωτή-ρια, οὐκ ἄρχοντες, οὐ συναγωγαὶ, οὐκ ἄλλο τι τῶν τοιούτων ἐπίκειται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, ἡμεῖς ἄρ-χομεν καὶ κρατοῦμεν. Καὶ γὰρ βασιλεῖς εὐσεβεῖς,
PG 57:395καὶ τιμαὶ πολλαὶ Χριστιανοῖς, καὶ προεδρίαι καὶ δόξαι καὶ ἀνέσεις· καὶ οὐδὲ οὕτω περιγινόμεθα. Ἀλλ’ ἐκεῖνοι μὲν ἀπαγόμενοι καθ’ ἡμέραν, καὶ διδάσκαλοι καὶ μαθη-ταὶ, καὶ μυρίους μώλωπας ἔχοντες καὶ συνεχῆ στίγμα-τα, τῶν ἐν παραδείσῳ διαγόντων μᾶλλον ἐτρύφων· ἡμεῖς δὲ οὐδὲ ὄναρ τοιοῦτόν τι ὑπομείναντες, κηροῦ παν-τός ἐσμεν μαλακώτεροι. Ἀλλ’ ἐκεῖνοι, φησὶν, ἐθαυμα-τούργουν. Διὰ τοῦτο γοῦν οὐκ ἐμαστιγοῦντο; διὰ τοῦτο οὐκ ἠλαύνοντο; Καὶ γὰρ τοῦτό ἐστι τὸ παράδοξον, ὅτι καὶ παρὰ τῶν εὐεργετουμένων πολλάκις τοιαῦτα ἔπα-σχον, καὶ οὐδὲ οὕτως ἐθορυβοῦντο, κακὰ ἀντὶ ἀγαθῶν ἀπολαμβάνοντες· σὺ δὲ, ἄν τινα εὐεργετήσῃς μικράν τινα εὐεργεσίαν, εἶτα λυπηροῦ τινος ἀπολαύσῃς, θορυβῇ, ταράττῃ, καὶ ἐπὶ τῷ γεγενημένῳ μετανοεῖς. 2. Εἰ τοίνυν γένοιτο, ὃ μὴ γένοιτο, μηδὲ συμβαίη ποτὲ, γενέσθαι πόλεμον Ἐκκλησιῶν καὶ διωγμὸν, ἐννόησον πό-σος ἔσται ὁ γέλως, πόσα τὰ ὀνείδη. Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἐν τῇ παλαίστρᾳ μηδεὶς γυμνάζηται, πῶς ἐν τοῖς ἀγῶσιν ἔσται λαμπρός; Ποῖος γὰρ ἀθλητὴς, παιδο-τρίβην οὐκ εἰδὼς, δυνήσεται, καλούντων τῶν Ὀλυμ-πιακῶν ἀγώνων, μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι πρὸς τὸν ἀνταγωνιστήν; Οὐ γὰρ ἐχρῆν καθ’ ἑκάστην ἡμέραν παλαίειν ἡμᾶς, καὶ πυκτεύειν, καὶ τρέχειν; Οὐχ ὁρᾶτε τοὺς λεγομένους πεντάθλους, ἐπειδὰν μηδένα ἔχωσι τὸν ἀνταγωνιστὴν, πῶς θύλακον ἄμμου γεμίσαντες πολλῆς, καὶ κρεμάσαντες, ἐκεῖ τὴν ἰσχὺν γυμνάζουσιν ἅπασαν; οἱ δὲ τούτων νεώτεροι ἐν τοῖς τῶν ἑταίρων σώμασι με-λετῶσι τὴν πρὸς τοὺς ἐχθροὺς μάχην; Τούτους καὶ σὺ ζήλωσον, καὶ μελέτα τῆς φιλοσοφίας τὰ παλαίσματα. Καὶ γὰρ εἰς θυμὸν πολλοὶ παροξύνουσι, καὶ εἰς ἐπιθυ-μίαν ἐμβάλλουσι, καὶ πολλὴν ἀνάπτουσι φλόγα. Στῆθι τοίνυν κατὰ τῶν παθῶν, φέρε γενναίως τὰς κατὰ διά-νοιαν ὀδύνας, ἵνα καὶ τὰς τοῦ σώματος ἐνέγκῃς. Καὶ γὰρ ὁ μακάριος Ἰὼβ, εἰ μὴ καλῶς ἦν γυμνασάμενος πρὸ τῶν ἀγώνων, οὐκ ἂν οὕτω λαμπρῶς ἐπὶ τῶν ἀγώνων ἔλαμ-ψεν· εἰ μὴ μεμελετήκει πάσης ἐκτὸς ἀθυμίας εἶναι, εἶπεν ἄν τι τολμηρὸν, τῶν παίδων ἀποθανόντων. Νυνὶ δὲ πρὸς πάντα ἔστη τὰ παλαίσματα, πρὸς χρημάτων ἀπώλειαν καὶ περιουσίας τοσαύτης ἀφανισμὸν, πρὸς παίδων ἀποβολὴν, πρὸς γυναικὸς συμπάθειαν, πρὸς σώματος μάστιγας, πρὸς ὀνείδη φίλων, πρὸς λοιδορίας οἰκετῶν. Εἰ δὲ θέλεις καὶ τὰ γυμνάσια αὐτοῦ ἰδεῖν, ἄκουσον αὐτοῦ λέγοντος, πῶς κατ-εφρόνει χρημάτων· Εἰ δὲ καὶ εὐφράνθην, φησὶ, πολλοῦ πλούτου μοι γενομένου· εἰ ἔταξα χρυσίον εἰς χοῦν, εἰ λίθῳ πολυτελεῖ ἐπεποίθειν. Διὰ τοῦτο οὐδὲ ἁρπα-γέντων αὐτῶν ἐθορυβεῖτο, ἐπειδὴ καὶ παρόντων αὐ-τῶν οὐκ ἐπεθύμει. Ἄκουσον πῶς καὶ τὰ κατὰ τοὺς παῖ-δας διῴκει, οὐ καταμαλακιζόμενος παρὰ τὸ δέον, ὥσπερ
ἡμεῖς, ἀλλὰ πᾶσαν ἀκρίβειαν παρ’ αὐτῶν ἀπαιτῶν. Ὁ γὰρ καὶ ὑπὲρ τῶν ἀδήλων θυσίαν ἀναφέρων, ἐννόησον πῶς ἦν ἀκριβὴς τῶν φανερῶν δικαστής. Εἰ δὲ καὶ τοὺς περὶ σω-φροσύνης ἀγῶνας ἀκοῦσαι βούλει, ἄκουσον αὐτοῦ λέγον-τος· Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι εἰς παρθένον. Διὰ τοῦτο αὐτὸν οὐ κατέκλα-σεν ἡ γυνή· ἐφίλει μὲν γὰρ αὐτὴν καὶ πρὸ τούτου, ἀλλ’ οὐχ ὑπὲρ τὸ μέτρον, ἀλλ’ ὡς εἰκὸς γυναῖκα. Ὅθεν μοι καὶ θαυμάσαι ἔπεισι, πόθεν ἐπῆλθε τῷ διαβόλῳ, εἰδότι αὐτοῦ
PG 57:396τὰ γυμνάσια, κινῆσαι τοὺς ἀγῶνας. Πόθεν οὖν ἐπῆλθε; Πονηρόν ἐστι τὸ θηρίον, καὶ οὐδέποτε ἀπογινώσκει· ὃ μέ-γιστον ἡμῖν κατάκριμα γίνεται, ὅτι ἐκεῖνος μὲν οὐδέποτε ἡμῶν ἀπελπίζει τὴν ἀπώλειαν, ἡμεῖς δὲ τὴν ἑαυτῶν ἀπο-γινώσκομεν σωτηρίαν. Ἀλλὰ σώματος πήρωσιν καὶ λώβην σκόπει πῶς ἐμελέτα. Ἐπειδὴ γὰρ αὐτὸς οὐδέποτέ τι τοιοῦτον ὑπέμεινεν, ἀλλ’ ἐν πλούτῳ καὶ τρυφῇ καὶ τῇ ἄλλῃ περιφανείᾳ διετέλεσε ζῶν, τὰς ἀλλοτρίας καθ’ ἑκά-στην ὠνειροπόλει συμφοράς· καὶ τοῦτο δηλῶν ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοί-κειν, συνήντησέ μοι. Καὶ πάλιν· Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀν-άγκαις· διὰ δὴ τοῦτο οὐδὲν αὐτὸν ἐθορύβει τῶν προς-πιπτόντων, τῶν μεγάλων ἐκείνων καὶ ἀφορήτων. Μὴ γάρ μοι τὴν ἀπώλειαν ἴδῃς τῶν χρημάτων, μηδὲ τὴν τῶν παίδων ἀφαίρεσιν, μηδὲ τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον, μηδὲ τὴν τῆς γυναικὸς ἐπιβουλήν· ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα. Καὶ τί τούτων χαλεπώτερον, φησὶν, ἔπαθεν ὁ Ἰώβ; παρὰ γὰρ τῆς ἱστορίας οὐδὲν τούτων πλέον μανθάνομεν. Ἐπειδὴ καθεύδομεν, οὐ μανθάνομεν· ὡς ὅ γε μεριμνῶν, καὶ τὸν μαργαρίτην καλῶς διερευνώμενος, πολλῷ πλείονα τούτων εἴσεται. Τὰ γὰρ χαλεπώτερα καὶ ἱκανὰ μείζονα ἐνιέναι θόρυβον, ἕτερα ἦν. Καὶ πρῶτον, τὸ μηδὲν εἰδέναι περὶ βασιλείας οὐρανῶν καὶ ἀναστάσεως σαφές· ὅπερ οὖν καὶ θρηνῶν ἔλεγεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Δεύτερον, τὸ πολλὰ ἑαυτῷ συνειδέναι καλά. Τρίτον, τὸ μηδὲν συνειδέναι πο-νηρόν. Τέταρτον, τὸ παρὰ Θεοῦ νομίζειν ταῦτα ὑπομέ-νειν· εἰ δὲ καὶ παρὰ διαβόλου, καὶ τοῦτο ἱκανὸν ἦν αὐτὸν σκανδαλίσαι. Πέμπτον, τὸ ἀκούειν τῶν φίλων ἐπὶ κακίᾳ διαβαλλόντων αὐτόν· Οὐκ ἄξια γὰρ, φησὶν, ὧν ἥμαρτες, μεμαστίγωσαι. Ἕκτον, τὸ τοὺς πονηρίᾳ ζῶντας εὖ πά-σχοντας ὁρᾷν, καὶ ἐπεγγελῶντας αὐτῷ. Ἕβδομον, τὸ μὴ ἔχειν εἰς ἕτερον ἰδεῖν τοιαῦτα πεπονθότα ποτέ. ζ. Καὶ εἰ βούλει μαθεῖν, ἡλίκα ταῦτά ἐστιν, ἐννόησον τὰ παρόντα. Εἰ γὰρ νῦν βασιλείας προσδοκωμένης, καὶ ἀναστάσεως ἐλπιζομένης, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, καὶ μυρία συνειδότες ἑαυτοῖς κακὰ, καὶ τοσαῦτα ἔχοντες παραδείγματα, καὶ τοσαύτης μετέχοντες φιλοσο-φίας, ἂν ὀλίγον χρυσίον ἀπολέσωσί τινες, καὶ τοῦτο πολλάκις ἁρπάσαντες, ἀβίωτον τὸν βίον εἶναι νομίζουσιν, οὐ γυναικὸς ἐπικειμένης, οὐ παίδων ἀφαιρεθέντων, οὐ φίλων ὀνειδιζόντων, οὐκ οἰκετῶν ἐπεμβαινόντων, ἀλλὰ καὶ πολλῶν ὄντων τῶν παρακαλούντων, τῶν μὲν διὰ ῥημάτων, τῶν δὲ διὰ πραγμάτων· πόσων οὐκ ἄξιος ἐκεῖνος ἂν εἴη στεφάνων, τὰ ἐκ δικαίων πόνων συλ-λεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρία ὑπομένων πειρασμῶν νιφά-δας, καὶ διὰ πάντων ἀκίνητος μένων, καὶ τὴν προς-ήκουσαν ἀναφέρων τῷ Δεσπότῃ περὶ τούτων εὐχαρι-στίαν; Ἂν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικὸς μόνον ῥήματα καὶ πέτραν ἦν ἱκανὰ διασα-λεῦσαι. Ὅρα γοῦν αὐτῆς τὴν κακουργίαν. Οὐ μέμνηται χρημάτων, οὐ μέμνηται καμήλων καὶ ποιμνίων καὶ βουκολίων (συνῄδει γὰρ τῷ ἀνδρὶ τὴν ἐπὶ τούτοις φιλο-σοφίαν), ἀλλὰ τοῦ πάντων τούτων φορτικωτέρου, τῶν παίδων λέγω, καὶ πλατύνει τὴν τραγῳδίαν, καὶ τὰ

Homily XXXIVHomilia XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:397παρ’ ἑαυτῆς προστίθησιν Εἰ δὲ ἐν εὐθηνίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς, πολλὰ πολλάκις ἔπεισαν γυναῖ-κες· ἐννόησον πῶς ἦν ἐκείνη νεανικὴ ἡ ψυχὴ, μετὰ τος-ούτων ὅπλων αὐτὴν ἐπελθοῦσαν ἀποκρουσαμένη, καὶ δύο τὰ τυραννικώτατα πάθη καταπατήσασα, ἐπιθυμίαν καὶ ἔλεον. Καίτοι πολλοὶ τῶν κρατησάντων ἐπιθυμίας, ὑπ’ ἐλέου ἐκάμφθησαν. Ὁ γοῦν γενναῖος ἐκεῖνος Ἰωσὴφ τῆς μὲν τυραννικωτάτης ἡδονῆς κατέσχε, καὶ τὴν βάρ-βαρον ἐκείνην γυναῖκα διεκρούσατο μυρία προσάγουσαν μηχανήματα· δακρύων δὲ οὐ κατέσχεν, ἀλλ’ ἰδὼν τοὺς ἀδελφοὺς τοὺς ἠδικηκότας, ἐνεπρήσθη τῷ πάθει, καὶ τὸ προσωπεῖον ταχέως ῥίψας, τὸ δρᾶμα ἀπεκάλυψεν. Ὅταν δὲ καὶ γυνὴ ᾖ, καὶ ἐλεεινὰ λέγῃ, καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ τὰ τραύματα, καὶ τοὺς μώλω-πας, καὶ τὰ μυρία κύματα τῶν συμφορῶν, πῶς οὐκ ἄν τις δικαίως ἀδάμαντος παντὸς στεῤῥοτέραν τὴν οὐδὲν ὑπὸ τοσούτου χειμῶνος παθοῦσαν ψυχὴν εἶναι ἀποφή-ναιτο; Δότε μοι μετὰ παῤῥησίας εἰπεῖν, ὅτι καὶ τῶν ἀποστόλων, εἰ μὴ μείζων, ἀλλ’ οὐδὲ ἐλάττων ὁ μακάριος οὗτος ἦν. Ἐκείνους μὲν γὰρ παρεμυθεῖτο τὸ διὰ τὸν Χριστὸν πάσχειν· καὶ οὕτω τοῦτο ἱκανὸν ἦν τὸ φάρμα-κον καθ’ ἑκάστην ἡμέραν αὐτοὺς ἀναστῆσαι, ὡς παντα-χοῦ αὐτὸ τιθέναι τὸν Δεσπότην, Δι’ ἐμὲ, καὶ, Ἕνεκεν ἐμοῦ, λέγοντα, καὶ, Εἰ ἐμὲ τὸν οἰκοδεσπότην Βεελζε-βοὺλ ἐκάλεσαν. Ἐκεῖνος δὲ ταύτης ἔρημος ἦν τῆς παραμυθίας, καὶ τῆς ἀπὸ τῶν σημείων, καὶ τῆς ἀπὸ τῆς χάριτος. Οὐδὲ γὰρ εἶχε τοσαύτην Πνεύματος δύνα-μιν. Καὶ τὸ δὴ μεῖζον. ὅτιπερ ἐν πολλῇ τρυφῇ τρα-φεὶς, οὐκ ἐξ ἁλιέων καὶ τελωνῶν καὶ τῶν εὐτελῶς βε-βιωκότων, ἀλλὰ τοσαύτης ἀπολελαυκὼς τιμῆς, ἔπασχεν
PG 57:398ἅπερ ἔπασχεν ἅπαντα. Καὶ ὅπερ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, τὸ αὐτὸ καὶ αὐτὸς ὑπέμενε, παρὰ φίλων, παρὰ οἰκετῶν, παρ’ ἐχθρῶν μισούμενος, παρὰ τῶν εὖ πεπονθότων· καὶ τὴν ἱερὰν ἄγκυραν, καὶ τὸν ἀκύμαντον λιμένα (τοῦτο δὲ ἦν τὸ τοῖς ἀποστό-λοις εἰρημένον, τὸ, Ἕνεκεν ἐμοῦ ), τοῦτο ἰδεῖν οὐκ εἶχε. Θαυμάζω καὶ τοὺς παῖδας τοὺς τρεῖς, ὅτι κατ-ετόλμησαν καμίνου, ὅτι κατεξανέστησαν τυράννου. Ἀλλ’ ἄκουσον τί λέγουσι· Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Ὅπερ μεγίστη παραμυθία αὐτοῖς ἦν, τὸ σαφῶς εἰδέναι, ὅτι διὰ τὸν Θεὸν πάντα πάσχουσιν, ἅπερ ἂν πάθωσιν. Οὗτος δὲ οὐκ ᾔδει, ὅτι ἀγωνίσματα ταῦτα ἦν καὶ πάλη· εἰ γὰρ ᾔδει, οὐκ ἂν ᾔσθετο τῶν γινομένων. Ὅτε γοῦν ἤκου-σεν, ὅτι Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; ἐννόησον πῶς εὐθέως ἀπὸ ψιλοῦ ῥήματος ἀνέπνευσε· πῶς ἐξηυτέλισεν ἑαυτόν· πῶς οὐδὲ πεπονθέναι ἐνόμισεν ἅπερ ἔπαθεν, οὕτω λέγων· Τί ἔτι κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ Κυρίου, ἀκούων τοιαῦτα, οὐδὲν ὢν ἐγώ; Καὶ πάλιν· Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ταύ-την τοίνυν τὴν ἀνδρείαν, ταύτην τὴν ἐπιείκειαν καὶ ἡμεῖς ζηλώσωμεν, οἱ μετὰ νόμον καὶ χάριν, τοῦ πρὸ νό-μου καὶ χάριτος γενομένου, ἵνα καὶ τῶν αἰωνίων αὐτῷ δυνηθῶμεν κοινωνῆσαι σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:397ΟΜΙΛΙΑ ΛΔ. Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. α. Εἰπὼν ἐκεῖνα τὰ φοβερὰ καὶ φρικώδη, καὶ ἀδά-μαντα ἱκανὰ διαλῦσαι, τὰ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνά-στασιν καὶ τὴν ἀνάληψιν αὐτοῖς συμβησόμενα, ἄγει πάλιν τὸν λόγον ἐπὶ τὰ ἡμερώτερα, διδοὺς ἀναπνεῦσαι τοῖς ἀθληταῖς, καὶ πολλὴν αὐτοῖς παρέχων τὴν ἄδειαν. Οὐδὲ γὰρ ἐκέλευσε διωκομένους ὁμόσε χωρεῖν, ἀλλὰ φεύ-γειν. Ἐπειδὴ γὰρ ἀρχὴ τέως ἦν καὶ προοίμια, συγκατα-βατικώτερον κέχρηται τῷ λόγῳ. Οὐ γὰρ δὴ περὶ τῶν μετὰ ταῦτά φησι διωγμῶν, ἀλλὰ τῶν πρὸ τοῦ σταυροῦ καὶ τοῦ πάθους. Καὶ τοῦτο ἐδήλωσε λέγων· Οὐ γὰρ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν, ἐὰν διωκόμενοι φεύγωμεν, καὶ πάλιν ἐκεῖ καταλαβόντες ἐλαύ-νωσι; τοῦτον ἀναιρῶν τὸν φόβον φησίν· Οὐ φθήσεσθε περιελθόντες τὴν Παλαιστίνην, καὶ εὐθέως ὑμᾶς κατα-λήψομαι. Καὶ θέα πῶς καὶ ἐνταῦθα οὐ λύει τὰ δεινὰ, ἀλλὰ παρίσταται τοῖς κινδύνοις. Οὐ γὰρ εἶπεν, ὅτι Ἐξαρπάσομαι, καὶ λύσω τοὺς διωγμούς· ἀλλὰ τί; Οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Καὶ γὰρ ἤρκει εἰς παραμυθίαν
PG 57:398αὐτοῖς τὸ ἰδεῖν αὐτὸν μόνον. Σὺ δέ μοι σκόπει, πῶς οὐ πανταχοῦ πάντα ἐπιτρέπει τῇ χάριτι, ἀλλά τι καὶ παρ’ αὐτῶν εἰσφέρεσθαι κελεύει. Εἰ γὰρ φοβεῖσθε, φησὶ, φεύ-γετε· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Φεύγετε, καὶ, Μὴ φοβεῖσθε. Καὶ οὐκ αὐτοὺς πρώτους ἐκέλευσε φεύγειν, ἀλλ’ ἐλαυνομένους ὑποχωρεῖν· καὶ οὐδὲ πολὺ τὸ διάστημα δίδωσιν, ἀλλ’ ὅσον περιελθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ. Εἶτα πάλιν πρὸς ἕτερον αὐτοὺς ἀλείφει μέρος φιλοσο-φίας. Πρότερον μὲν, τὴν μέριμναν τῆς τροφῆς ἐκβάλ-λων· δεύτερον δὲ, τὸν τῶν κινδύνων φόβον· νυνὶ δὲ τὸν τῆς κακηγορίας. Ἐκείνης μὲν γὰρ ἀπήλλαξε τῆς φρον-τίδος, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, καὶ δείξας ὅτι πολλοὶ αὐτοὺς ὑποδέξονται· τῶν κινδύνων δὲ ἕνεκεν τῆς ἀγωνίας, εἰπὼν, Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε, καὶ ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἐπειδὴ δὲ μετὰ τούτων εἰκὸς ἦν αὐτοὺς καὶ πονηρὰν δόξαν λαβεῖν, ὅπερ πολλοῖς πάντων φορτικώτερον εἶ-ναι δοκεῖ, ὅρα πόθεν αὐτοὺς καὶ ἐνταῦθα παρακαλεῖ, ἀφ’ ἑαυτοῦ καὶ τῶν περὶ αὐτοῦ εἰρημένων ἁπάντων τὴν παραμυθίαν τιθεὶς, οὗπερ ἴσον οὐδὲν ἦν. Ὥσπερ γὰρ εἶπεν ἐκεῖ, ὅτι Ἔσεσθε μισούμενοι ὑπὸ πάν-των· καὶ προσέθηκε, Διὰ τὸ ὄνομά μου· οὕτω καὶ ἐν-ταῦθα. Καὶ ἑτέρως αὐτὸ παραμυθεῖται, ἕτερον μετ’
PG 57:399ἐκείνου τιθείς. Ποῖον δὴ τοῦτο; Οὐκ ἔστι μαθητὴς, φη-σὶν, ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ· καὶ ὁ δοῦλος, ὡς ὁ κύριος αὐ-τοῦ· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Μὴ οὖν φο-βεῖσθε αὐτούς. Ὅρα πῶς ἑαυτὸν ἐκκαλύπτει τῶν πάντων ὄντα Δεσπότην καὶ Θεὸν καὶ Δημιουργόν. Τί οὖν; Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦ-λος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἕως ἂν μὲν ᾖ μαθη-τὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν. Μὴ γάρ μοι τὰ σπανίζοντα ἐνταῦθα λέγε, ἀλλ’ ἀπὸ τῶν πλειόνων δέχου τὸν λόγον. Καὶ οὐ λέγει, Πόσῳ μᾶλλον τοὺς δούλους, ἀλλὰ, τοὺς οἰκειακοὺς αὐτοῦ, πολλὴν πρὸς αὐτοὺς γνησιότητα ἐπιδεικνύμενος. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Οὐκέτι καλῶ ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε. Καὶ οὐκ εἶπεν, Εἰ τὸν οἰκοδεσπότην ὕβρισαν καὶ ἐκατηγόρησαν· ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος τῆς ὕβρεως τίθησιν, ὅτι Βεελζεβοὺλ ἐκάλεσαν. Εἶτα καὶ ἑτέραν οὐκ ἐλάττονα ταύτης δίδωσι παραμυθίαν· ἡ μὲν γὰρ μεγί-στη αὕτη· ἐπειδὴ δὲ τοῖς οὐδέπω φιλοσοφοῦσι καὶ ἑτέρας ἔδει τῆς μάλιστα αὐτοὺς ἀνακτήσασθαι δυναμέ-νης, καὶ ταύτην τίθησι· καὶ τὸ μὲν σχῆμα τῶν λεγο-μένων καθολικὴν δοκεῖ τὴν ἀπόφασιν ἔχειν· πλὴν οὐ περὶ πάντων τῶν πραγμάτων, ἀλλὰ περὶ τῶν προκειμένων εἴρηται μόνον. Τί γάρ φησι; Οὐδέν ἐστι κεκαλυμ-μένον, ὃ οὐκ ἀποκαλυφθήσεται· οὐδὲ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν Ἀρκεῖ μὲν ὑμῖν εἰς παραμυθίαν τὸ καὶ ἐμὲ κοινωνῆσαι τῆς αὐ-τῆς λοιδορίας ὑμῖν, τὸν Διδάσκαλον καὶ τὸν Δεσπότην. Εἰ δὲ ἔτι ἀλγεῖτε ταῦτα ἀκούοντες, ἐννοήσατε κἀκεῖ-νο, ὅτι καὶ ταύτης μικρὸν ὕστερον ἀπαλλαγήσεσθε τῆς ὑποψίας. Τίνος γὰρ ἕνεκεν ἀλγεῖτε; ὅτι γόητας ὑμᾶς καλοῦσι καὶ πλάνους; Ἀλλ’ ἀναμείνατε μικρὸν καὶ σω-τῆρας ὑμᾶς καὶ εὐεργέτας τῆς οἰκουμένης προσεροῦσιν ἅπαντες. Καὶ γὰρ ἀποκαλύπτει ἅπαντα ὁ χρόνος τὰ συν-εσκιασμένα, καὶ τὴν ἐκείνων συκοφαντίαν ἐλέγξει, καὶ δήλην ποιήσει τὴν ὑμετέραν ἀρετήν. Ὅταν γὰρ διὰ τῶν πραγμάτων φαίνησθε σωτῆρες καὶ εὐεργέται, καὶ πᾶ-σαν ἀρετὴν ἐπιδεικνύμενοι, οὐ τοῖς ἐκείνων προσέξουσι λόγοις οἱ ἄνθρωποι, ἀλλὰ τῇ τῶν πραγμάτων ἀληθείᾳ· καὶ οἱ μὲν συκοφάνται καὶ ψεῦσται καὶ κακηγόροι, ὑμεῖς δὲ τοῦ ἡλίου φανεῖσθε λαμπρότεροι, τοῦ μακροῦ χρόνου ἐκκαλύπτοντος ὑμᾶς καὶ ἀνακηρύττοντος, καὶ σάλπιγγος λαμπροτέραν φωνὴν ἀφιέντος, καὶ μάρτυρας ἅπαντας τῆς ὑμετέρας ποιοῦντος ἀρετῆς. Μὴ τοίνυν τὰ λεγό-μενα νῦν ὑμᾶς ταπεινούτω, ἀλλ’ ἡ ἐλπὶς τῶν μελλόν-των ἀγαθῶν ἀνορθούτω. Ἀμήχανον γὰρ κρυβῆναι τὰ καθ’ ὑμᾶς. β. Εἶτα, ἐπειδὴ πάσης αὐτοὺς ἀπήλλαξεν ἀγωνίας καὶ φόβων καὶ μερίμνης, καὶ ὑψηλοτέρους ἐποίησε τῶν ὀνειδῶν, τότε λοιπὸν εἰς καιρὸν αὐτοῖς καὶ περὶ τῆς ἐν τῷ κηρύγματι παῤῥησίας διαλέγεται. Ὃ λέγω γὰρ ἡμῖν, φησὶν, ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καίτοιγε οὐκ ἦν σκότος, ἡνίκα ταῦτα ἔλεγεν, οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο. ἀλλὰ μεθ’ ὑπερβολῆς κέχρηται τῷ λόγῳ. Ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο, καὶ ἐν μικρᾷ γωνίᾳ τῆς Παλαιστίνης, διὰ τοῦτο εἶπεν, Ἐν τῇ σκοτίᾳ, καὶ, Εἰς τὸ οὖς, πρὸς τὴν μετὰ ταῦτα παῤῥη-σίαν ἐσομένην. ἣν ἔμελλεν αὐτοῖς διδόναι, τὸν τρόπον
PG 57:400τῆς διαλέξεως ἀντιδιαστέλλων ἐκείνης. Οὐ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ τῇ οἰκουμένῃ κηρύξετε πάσῃ, φησὶ, γῆν καὶ θάλατταν ἐπιόντες, καὶ οἰκουμένην καὶ ἀοίκητον· καὶ τυράννοις καὶ δήμοις, καὶ φιλοσόφοις καὶ ῥήτορσι, γυμνῇ τῇ κεφαλῇ καὶ μετὰ παῤῥησίας πάσης πάντα λέγοντες. Διὰ τοῦτο εἶπεν, Ἐπὶ τῶν δω-μάτων, καὶ, Ἐν τῷ φωτὶ, χωρὶς ὑποστολῆς τινος, καὶ μετὰ ἐλευθερίας ἁπάσης. Καὶ διατί μὴ εἶπε, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ, Εἴπατε ἐν τῷ φωτὶ, μόνον, ἀλλὰ καὶ προσέθηκεν, Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, καὶ, Ὃ εἰς τὸ οὖς ἀκούετε; Ἐπαίρων αὐτῶν τὰ φρονήματα. Ὥσπερ οὖν ὅτε ἔλεγε, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· οὕτω δὴ καὶ ἐνταῦθα, δεικνὺς ὅτι τὸ πᾶν δι’ αὐτῶν ἐργάσεται, καὶ πλέον ἢ δι’ ἑαυτοῦ, τοῦτο τέ-θεικε. Τὴν μὲν γὰρ ἀρχὴν ἐγὼ δέδωκα, φησὶ, καὶ τὰ προοίμια· τὸ δὲ πλέον δι’ ὑμῶν ἀνύσαι βούλομαι. Τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστι μόνον, ἀλλὰ καὶ τὸ μέλλον προαναφωνοῦντος, καὶ θαῤῥύνοντος τοῖς λεγο-μένοις, καὶ δεικνύντος ὅτι πάντων κρατήσουσι, καὶ
ἠρέμα καὶ τὴν περὶ τῆς κακηγορίας ἀγωνίαν πάλιν ὑπορύττοντος. Ὥσπερ γὰρ τοῦτο τὸ κήρυγμα, λανθάνον τέως, πάντα ἐπελεύσεται, οὕτω καὶ ἡ πονηρὰ τῶν Ἰου-δαίων ὑπόληψις ἀπολεῖται ταχέως. Εἶτα, ἐπειδὴ ἐπῆρεν αὐτοὺς καὶ ὕψωσε, προαναφωνεῖ πάλιν καὶ τοὺς κινδύ-νους, ἀναπτερῶν αὐτῶν τὴν διάνοιαν, καὶ ὑψηλοτέρους πάντων ποιῶν. Τί γάρ φησι; Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα-μένων ἀποκτεῖναι. Εἶδες πῶς πάντων αὐτοὺς ἔστησεν ἀνωτέρους, οὐχὶ φροντίδος μόνον καὶ κακηγορίας, οὐδὲ κινδύνων καὶ ἐπιβουλῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πάντων δοκοῦντος εἶναι φοβεροῦ θανάτου πείθων καταφρονεῖν, καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου; Καὶ οὐκ εἶπεν, ὅτι Ἀναιρεθήσεσθε, ἀλλὰ καὶ μετὰ τῆς αὐτῷ προσηκούσης μεγαλοπρεπείας τοῦτο παρεδήλωσε, Μὴ φοβηθῆτε, λέγων, ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ· ὅπερ ἀεὶ ποιεῖ, εἰς τοὐναντίον περιτρέπων τὸν λόγον. Τί γάρ; Δεδοίκατε, φησὶ, θά-νατον, καὶ διὰ τοῦτο ὀκνεῖτε κηρύσσειν; Δι’ αὐτὸ μὲν οὖν τοῦτο κηρύξατε, ἐπειδὴ δεδοίκατε θάνατον. Τοῦτο γὰρ ὑμᾶς ἐξαιρήσεται τοῦ ὄντως θανάτου. Εἰ γὰρ καὶ μέλλουσιν ὑμᾶς ἀναιρεῖν, ἀλλὰ τοῦ κρείττονος οὐ περι-έσονται, κἂν μυρία φιλονεικήσωσι. Διὰ τοῦτο οὐκ εἶπε, Τὴν δὲ ψυχὴν μὴ ἀποκτενόντων, ἀλλὰ, Μὴ δυνα-μένων ἀποκτεῖναι. Κἂν γὰρ θελήσωσιν, οὐ περι-έσονται. Ὥστε εἰ δέδοικας κόλασιν, ἐκείνην φοβοῦ τὴν πολλῷ χαλεπωτέραν. Ὁρᾷς πῶς πάλιν οὐκ ἐπαγγέλ-λεται αὐτοῖς ἀπαλλαγὴν θανάτου, ἀλλ’ ἀφίησιν ἀποθα-νεῖν, μείζονα χαριζόμενος ἢ εἰ μὴ συνεχώρησε τοῦτο παθεῖν; Τοῦ γὰρ ἀπαλλάξαι θανάτου τὸ πεῖσαι κατα-φρονεῖν θανάτου πολλῷ μεῖζόν ἐστιν. Οὐ τοίνυν εἰς κινδύνους ἐμβάλλει αὐτοὺς, ἀλλ’ ἀνωτέρους ποιεῖ κινδύ-νων, καὶ ἐν βραχεῖ λόγῳ τὰ περὶ ἀθανασίας ψυχῆς ἐν αὐτοῖς πήγνυσι δόγματα· καὶ ἐν δύο καὶ τρισὶ λέξεσι δόγμα σωτήριον καταφυτεύσας, καὶ ἀπὸ λογισμῶν αὐ-τοὺς ἑτέρων παραμυθεῖται. Ἵνα γὰρ μὴ νομίσωσιν ἀναιρούμενοι καὶ σφαττόμενοι, ὡς ἐγκαταλιμπανόμενοι τοῦτο πάσχειν, πάλιν τὸν περὶ τῆς προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον, οὕτω λέγων· Οὐχὶ δύο στρουθία ἀσσα-
PG 57:401ρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμη-μέναι εἰσί. Τί γὰρ εὐτελέστερον ἐκείνων· φησίν· ἀλλ’ ὅμως οὐδὲ ἐκεῖνα ἁλώσεται, ἀγνοοῦντος τοῦ Θεοῦ, Οὐ γὰρ τοῦτό φησιν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτει· τοῦτο γὰρ ἀνάξιον Θεοῦ· ἀλλ’ ὅτι οὐδὲ αὐτὸν λανθάνει τῶν γινομένων. Εἰ τοίνυν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόν-των, ὑμᾶς δὲ φιλεῖ πατρὸς γνησιώτερον, καὶ οὕτω φιλεῖ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ δεδοικέ-ναι. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ αὐτοὺς ἐνδείξηται. Εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γινόμενα, καὶ δύναται σώζειν ὑμᾶς, καὶ βούλεται, ὅσα ἂν πάθητε, μὴ νομίσητε ἐγκαταλιμπανόμενοι πά-σχειν. Οὐδὲ γὰρ ἀπαλλάξαι ὑμᾶς βούλεται τῶν δεινῶν, ἀλλὰ πεῖσαι καταφρονεῖν τῶν δεινῶν· ἐπειδὴ τοῦτο μάλιστα ἀπαλλαγὴ τῶν δεινῶν. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Ὁρᾷς ἤδη τὸν φόβον αὐτῶν κρατήσαντα; Καὶ γὰρ ᾔδει τὰ ἀπόῤ-ῥητα τῆς διανοίας· διὰ τοῦτο ἐπήγαγε, Μὴ οὖν φο-βεῖσθε αὐτούς. Κἂν γὰρ κρατήσωσι, τοῦ καταδεεστέ-ρου κρατήσουσι, τοῦ σώματος λέγω· ὃ κἂν μὴ οὗτοι ἀποκτείνωσιν, ἡ φύσις λαβοῦσα ἄπεισι πάντως. γ. Ὥστε οὐδὲ τούτου οὗτοι γεγόνασι κύριοι, ἀλλ’ ἀπὸ τῆς φύσεως αὐτὸ ἔχουσιν. Εἰ δὲ τοῦτο δέδοικας, πολλῷ μᾶλ-λον τὸ μεῖζον δεδοικέναι χρὴ, καὶ φοβεῖσθαι τὸν δυνά-μενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Καὶ οὐ λέγει φανερῶς ἑαυτὸν νῦν εἶναι τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι· δι’ ὧν δὲ ἔμπροσθεν ἀπ-έφηνε κριτὴν ἑαυτὸν ὄντα, ἐδήλωσεν. Ἀλλὰ νῦν τοὐναν-τίον γίνεται Τὸν μὲν γὰρ δυνάμενον ψυχὴν ἀπολέσαι, τουτέστι, κολάσαι, οὐ φοβούμεθα· τοὺς δὲ τὸ σῶμα ἀναιροῦντας πεφρίκαμεν. Καίτοιγε ὁ μὲν μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα τιμωρεῖται· οἱ δὲ οὐ μόνον τὴν ψυ-χὴν, ἀλλ’ οὐδὲ τὸ σῶμα κολάσαι δύνανται, κἂν μυριάκις κολάσωσιν. ἀλλὰ λαμπρότερον μᾶλλον οὕτω ποιοῦσιν αὐτό. Εἶδες πῶς δείκνυσι τοὺς ἀγῶνας εὐχερεῖς; Καὶ γὰρ σφόδρα ὁ θάνατος κατέσειεν αὐτῶν τὴν ψυχὴν, φοβερὸν τέως ἐμπνέων, τῷ μηδέπω γεγενῆσθαι εὐκατα-γώνιστος, μηδὲ τοὺς μέλλοντας αὐτοῦ καταφρονεῖν τῆς τοῦ Πνεύματος ἀπολελαυκέναι χάριτος. Ἐκβαλὼν τοί-νυν τὸν φόβον καὶ τὴν ἀγωνίαν τὴν κατασείουσαν αὐτῶν τὴν ψυχὴν, καὶ διὰ τῶν ἑξῆς παραθαῤῥύνει πάλιν, φόβῳ φόβον ἐκβάλλων, καὶ οὐ φόβῳ μόνον, ἀλλὰ καὶ ἐπάθλων ἐλπίδι μεγάλων· καὶ μετὰ πολλῆς ἀπειλεῖ τῆς ἐξου-σίας, ἑκατέρωθεν αὐτοὺς προτρέπων εἰς τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν, καὶ ἐπάγει λέγων· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὃς δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γὰρ ἀπὸ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων ὠθεῖ, καὶ εἰς τὰ σκυθρωπὰ καταλήγει. Καὶ σκόπει τὴν ἀκρί-βειαν. Οὐκ εἶπεν, Ἐμὲ, ἀλλ’, Ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν. Περὶ δὲ τοῦ ἀρνουμένου οὐκ εἶπεν,
PG 57:402Ἐν ἐμοὶ, ἀλλ’, Ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς δωρεᾶς, οὕτως ἀρνεῖται. Τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, φη-σὶν, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; Ὅτι τὸ ἐγκαταλει-φθῆναι παρ’ αὐτὸν γίνεται τὸν ἐγκαταλιμπανόμενον. Τίνος δὲ ἕνεκεν οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; Εἰς παῤ-ῥησίαν ἡμᾶς ἀλείφων καὶ πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. Διὸ καὶ πρὸς ἅπαντας διαλέ-γεται. Καὶ οὐδὲ τῷ προσώπῳ τῶν μαθητῶν κέχρηται μόνον· οὐ γὰρ αὐτοὺς, ἀλλὰ καὶ τοὺς μαθητὰς αὐτῶν ἤδη κατασκευάζει γενναίους. Ὁ γὰρ τοῦτο μαθὼν, οὐ διδάξει μόνον μετὰ παῤῥησίας, ἀλλὰ καὶ πείσεται πάντα εὐκόλως καὶ μετὰ προθυμίας. Τοῦτο γοῦν πολλοὺς τοῖς ἀποστόλοις προσήγαγε, τὸ πιστεῦσαι τῷ ῥήματι τούτῳ. Καὶ γὰρ καὶ ἐν τῇ κολάσει πλείων ἡ τιμωρία, καὶ ἐν τοῖς ἀγαθοῖς μείζων ἡ ἀντίδοσις. Ἐπειδὴ γὰρ τῷ χρόνῳ πλεονεκτεῖ ὁ κατορθῶν, καὶ τῇ ἀναβολῇ τῆς τιμωρίας νομίζει κερδαίνειν ὁ ἁμαρτάνων, ἀντίῤῥοπον, μᾶλλον δὲ πολλῷ πλεῖον μείζονα πλεονεξίαν εἰσήγαγε, τὴν προσθήκην τῶν ἀντιδόσεων. Ἐπλεονέκτησας, φησὶ, τῷ πρότερός με ὁμολογῆσαι ἐνταῦθα; Πλεονεκτήσω σε κἀγὼ, φησὶ, τῷ μείζονά σοι δοῦναι, καὶ ἀφάτως μείζονα· ἐκεῖ γάρ σε ὁμολογήσω. Ὁρᾷς ἐκεῖ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ταμιευόμενα; Τί τοίνυν σπεύδεις καὶ ἐπείγῃ; τί δὲ ζη-τεῖς ἐνταῦθα τὰς ἀμοιβὰς, ἐλπίδι σωθείς; Διὰ δὴ τοῦτο κἂν ποιήσῃς τι χρηστὸν, καὶ μὴ λάβῃς αὐτοῦ τὴν ἀντί-δοσιν ἐνταῦθα, μὴ ταράττου· μετὰ γὰρ προσθήκης ἐν τῷ μέλλοντί σε καιρῷ ἀναμένει τούτων ἡ ἀμοιβή. Κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ ῥᾳθύμει· ἐκεῖ γάρ σε ἐκδέξεται ἡ τιμωρία, ἂν μὴ μεταβάλῃ καὶ γένῃ βελτίων. Εἰ δὲ ἀπιστεῖς, ἀπὸ τῶν ἐνταῦθα στοχάζου
καὶ περὶ τῶν μελλόντων. Εἰ γὰρ ἐν τῷ καιρῷ τῶν ἀγώ-νων οὕτως εἰσὶ λαμπροὶ οἱ ὁμολογοῦντες, ἐν τῷ καιρῷ τῶν στεφάνων ἐννόησον τίνες ἔσονται; Εἰ οἱ ἐχθροὶ ἐν-ταῦθα κροτοῦσιν, ὁ πάντων πατέρων φιλοστοργότερος πῶς οὐ θαυμάσεταί σε καὶ ἀνακηρύξει· Τότε γὰρ ἡμῶν εἰσι καὶ τῶν ἀγαθῶν αἱ δωρεαὶ, καὶ τῶν κακῶν αἱ τιμω-ρίαι. Ὥστε οἱ μὲν ἀρνούμενοι, καὶ ἐνταῦθα καὶ ἐκεῖ βλαβήσονται· ἐνταῦθα μὲν, μετὰ πονηροῦ συνειδότος ζῶντες, κἂν μήποτε ἀποθάνωσιν, ἀποθανοῦνται πάν-τως· καὶ ἐκεῖ τὴν ἐσχάτην ὑπομένοντες δίκην· οἱ δὲ ἕτεροι καὶ ἐνταῦθα καὶ ἐκεῖ κερδανοῦσι, καὶ τὸν θάνα-τον ἐνταῦθα πραγματευόμενοι, καὶ τῶν ζώντων ταύτῃ λαμπρότεροι γινόμενοι, καὶ ἐκεῖ τῶν ἀποῤῥήτων ἀπο-λαύοντες ἀγαθῶν. Οὐ γὰρ δὴ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ εὐεργετεῖν ἕτοιμος ὁ Θεός· καὶ πρὸς τοῦτο μᾶλλον ἢ ἐκεῖνο. Ἀλλὰ τίνος ἕνεκεν τοῦτο μὲν ἅπαξ τίθησιν, ἐκεῖνο δὲ δίς; Οἶδε μᾶλλον τούτῳ σω-φρονιζομένους. Διὰ τοῦτο εἰπὼν, Φοβήθητε τὸν δυνά-μενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν ἀπολέσαι, πάλιν λέγει, Ἀρνήσομαι αὐτὸν κἀγώ. Οὕτω καὶ Παῦ-λος ποιεῖ, συνεχῶς τῆς γεέννης μεμνημένος. δ. Ἀλείψας τοίνυν τὸν ἀκροατὴν διὰ πάντων (καὶ γὰρ τοὺς οὐρανοὺς ἀνέῳξεν αὐτῷ, καὶ τὸ δικαστή-ριον ἐκεῖνο ἐπέστησε τὸ φοβερὸν, καὶ τὸ θέατρον ἔδειξε τῶν ἀγγέλων, καὶ τὴν ἐν τούτοις ἀνακήρυξιν τῶν στεφά-νων, πολλὴν ἐντεῦθεν προοδοποιοῦσαν τῷ λόγῳ τῆς εὐσεβείας τὴν εὐκολίαν), λοιπὸν ἵνα μὴ δειλῶν γενο-
PG 57:403μένων ἐμποδισθῇ τὸ κήρυγμα, καὶ πρὸς αὐτὰς τὰς σφαγὰς αὐτοὺς παρασκευάζεσθαι κελεύει· ἵνα μάθωσιν ὅτι οἱ ἐν τῇ πλάνῃ μένοντες, καὶ τῆς τούτων ἐπιβουλῆς δώσουσι δίκην. Καταφρονῶμεν τοίνυν θανάτου, κἂν μὴ παρῇ καιρὸς ὁ τοῦτον ἀπαιτῶν· καὶ γὰρ εἰς πολλῷ βελτίονα μεταστησόμεθα ζωήν. Ἀλλὰ φθείρεται τὸ σῶμα; Καὶ διὰ τοῦτο μάλιστα χαίρειν δεῖ, ὅτι ὁ θάνατος φθείρεται, καὶ ἡ θνητότης ἀπόλλυται, οὐχ ἡ οὐσία τοῦ σώματος. Οὐδὲ γὰρ εἰ ἀνδριάντα ἴδοις χωνευόμενον, ἀπώλειαν προσερεῖς τὸ γινόμενον, ἀλλὰ βελτίω κατα-σκευήν. Τοῦτο δὴ καὶ ἐπὶ τοῦ σώματος λογίζου, καὶ μὴ θρήνει. Τότε γὰρ ἔδει θρηνεῖν, εἰ ἔμενεν ἐν τῇ κολάσει. Ἀλλ’ ἔδει, φησὶ, χωρὶς τοῦ φθείρεσθαι τὰ σώματα τοῦτο γίνεσθαι, καὶ ὁλόκληρα μένειν αὐτά. Καὶ τί τοῦτο ἢ τοὺς ζῶντας ἢ τοὺς ἀπελθόντας ὤνησεν ἄν; Μέχρι πότε φιλοσώματοι; μέχρι πότε τῇ γῇ προσηλωμένοι πρὸς τὰς σκιὰς κεχήνατε; Τί γὰρ τοῦτο ὠφέλησεν ἄν; μᾶλλον δὲ τί οὐκ ἂν ἔβλαψεν; Εἰ γὰρ μὴ ἐφθείρετο τὰ σώματα, πρῶτον τὸ πάντων μεῖζον τῶν κακῶν ὁ τῦφος παρὰ πολλοῖς ἔμενεν ἄν. Εἰ γὰρ καὶ τούτου γινομένου, καὶ σκωλήκων πηγαζόντων, πολλοὶ θεοὶ εἶναι ἐφιλονείκη-σαν· τί οὐκ ἂν ἐγένετο, τούτου μένοντος; Δεύτερον, οὐκ ἂν ἐπιστεύθη ἀπὸ γῆς εἶναι· εἰ γὰρ τοῦ τέλους μαρτυ-ροῦντος ἀμφισβητοῦσιν ἔτι τινὲς, τί οὐκ ἂν ὑπώπτευσαν, εἰ μὴ τοῦτο ἑώρων; Τρίτον, σφόδρα ἂν ἐφιλήθη τὰ σώ-ματα, καὶ οἱ πλείους σαρκικώτεροι καὶ παχύτεροι ἐγέ-νοντο ἄν· εἰ δὲ καὶ νῦν τινες τοῖς τάφοις συμπλέκονται καὶ ταῖς σοροῖς, ἀφανισθέντων ἐκείνων, τί οὐκ ἂν ἐποίη-σαν, εἰ καὶ τὴν εἰκόνα εἶχον διατηρουμένην; Τέταρτον, οὐκ ἂν σφόδρα ἐπόθησαν τὰ μέλλοντα. Πέμπτον, οἱ τὸν κόσμον ἀθάνατον εἶναι λέγοντες, μᾶλλον ἂν ἐβεβαιώ-θησαν, καὶ οὐκ ἂν ἔφησαν Θεὸν εἶναι Δημιουργόν. Ἔκτον, οὐκ ἂν ἔγνωσαν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ πό-σον ἐστὶ παροῦσα σώματι ψυχή. Ἕβδομον, πολλοὶ τῶν ἀποβαλλόντων τοὺς οἰκείους, τὰς πόλεις ἀφέντες, τὰ μνήματα ἔμελλον οἰκεῖν, καὶ παραπλῆγες γίνεσθαι, τοῖς νεκροῖς τοῖς αὐτῶν διηνεκῶς διαλεγόμενοι. Εἰ γὰρ καὶ νῦν εἰκόνας διαπλάττοντες ἄνθρωποι, ἐπειδὴ τὸ σῶμα κατασχεῖν οὐκ ἔχουσιν (οὐδὲ γὰρ δυνατὸν, ἀλλὰ καὶ ἀκόντων αὐτῶν ῥεῖ καὶ ἀποπηδᾷ), προσηλωμένοι ταῖς σανίσιν εἰσὶ, τί οὐκ ἂν τότε ἐπενόησαν ἄτοπον; Ἐμοὶ δοκεῖν καὶ ναοὺς ἂν τοῖς τοιούτοις σώμασιν οἰκοδομῆσαι οἱ πολλοὶ, καὶ πεῖσαι δαίμονας φθέγγεσθαι δι’ αὐτῶν οἱ τὰ τοιαῦτα μαγγανεύειν δεινοὶ, ὅπου γε καὶ νῦν οἱ τὰς νεκρομαντείας τολμῶντες πολλὰ τούτων ἀτο-πώτερα ἐπιχειροῦσι. Πόσαι δὲ οὐκ ἂν εἰδωλολατρεῖαι ἐντεῦθεν ἐγένοντο; οἵ γε μετὰ τὴν κόνιν καὶ τὴν τέφραν ταῦτα ποιεῖν ἔτι φιλονεικοῦσι. Πάντα τοίνυν ἀναιρῶν ὁ Θεὸς τὰ ἄτοπα, καὶ παιδεύων ἡμᾶς ἀφίστασθαι τῶν γηί̈-νων ἁπάντων, ἀφανίζει τὰ σώματα πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων. Καὶ γὰρ ὁ φιλοσώματος, καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ μὴ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι’ αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται. Καὶ γὰρ πολλαὶ τῆς ἐρωμένης ὁμήλικες, πολλάκις δὲ καὶ λαμπρότεραι, ἀποθανοῦσαι μετὰ μίαν καὶ δευτέραν ἡμέραν δυσωδίαν παρέσχον, καὶ ἰχῶρα, καὶ σηπεδόνα σκωλήκων. Ἐννόησον τοίνυν οἶον κάλλος φιλεῖς, καὶ πρὸς ποίαν ἐπτόησαι εὐμορφίαν. Εἰ δὲ μὴ ἐφθείρετο τὰ σώ-ματα, οὐκ ἂν τοῦτο ἐγνώσθη καλῶς· ἀλλ’ ὥσπερ οἱ δαί-
PG 57:404μονες παρὰ τοὺς τάφους τρέχουσιν, οὕτω καὶ πολλοὶ τῶν ἐρώντων τοῖς μνήμασι παρακαθήμενοι διηνεκῶς, δαίμο-νας ἂν ἐδέξαντο τῇ ψυχῇ, καὶ τῇ χαλεπῇ ταύτῃ ταχέως ἂν ἐναπέθανον μανίᾳ. Νῦν δὲ μετὰ τῶν ἄλλων ἁπάντων καὶ τοῦτο παραμυθεῖται τὴν ψυχὴν, τὸ μὴ φαίνεσθαι τὴν εἰκόνα, καὶ εἰς λήθην ἐμβάλλει τοῦ πάθους. ε. Εἰ δὲ μὴ τοῦτο ἦν, οὐδὲ μνήματα ἦν, ἀλλὰ τὰς πό-λεις εἶδες ἂν ἀντὶ ἀνδριάντων νεκροὺς ἐχούσας, ἑκάστου τὸν ἑαυτοῦ βλέπειν ἐπιθυμοῦντος. Καὶ πολλὴ ἂν ἐντεῦθεν ἐγένετο σύγχυσις, καὶ οὐδεὶς ἂν τῶν πολλῶν ψυχῆς ἐπεμε-λήσατο, οὐκ ἂν παρεχώρησε τῷ περὶ ἀθανασίας ἐπεισελ-θεῖν λόγῳ· καὶ ἕτερα δὲ πολλὰ ἂν ἀτοπώτερα τούτων ἐγέ-νετο, ἃ μηδὲ εἰπεῖν καλόν. Διὰ τοῦτο σήπεται εὐθέως, ἵνα ἴδῃς γυμνὸν τῆς ψυχῆς τὸ κάλλος. Εἰ γὰρ ἐκείνη τοσού-του κάλλους καὶ τοσαύτης ζωῆς πρόξενος, πολλῷ μᾶλλον αὐτὴ βελτίων ἂν εἴη· εἰ τὸ οὕτως εἰδεχθὲς καὶ δυσειδὲς διακρατεῖ, πολλῷ μᾶλλον ἑαυτήν. Οὐ γὰρ τὸ σῶμά ἐστι τὸ καλὸν, ἀλλ’ ἡ διάπλασις, καὶ τὸ ἄνθος ὅπερ παρὰ τῆς ψυχῆς ἐπιχρώννυται τῇ οὐσίᾳ. Φίλει τοίνυν ἐκείνην τὴν κἀκεῖνο τοιοῦτον ποιοῦσαν φαίνεσθαι. Καὶ τί λέγω τὸν θάνατον; Καὶ γὰρ ἐν αὐτῇ τῇ ζωῇ δείκνυμί σοι, πῶς πάντα αὐτῆς ἐστι τὰ καλά. Ἄν τε γὰρ ἡσθῇ, ῥόδα κατέπασε τῶν παρ-ειῶν· ἄν τε ἀλγήσῃ, τὸ κάλλος λαβοῦσα ἐκεῖνο, μελαίνῃ στολῇ τὸ πᾶν περιέβαλε. Κἂν εὐφραίνηται διηνεκῶς, γέγο-νεν εὐπαθὲς τὸ σῶμα· ἂν δ’ ἀλγήσῃ, ἀράχνης ἰσχνότερόν τε καὶ ἀσθενέστερον ἐποίησεν· ἂν θυμωθῇ, πάλιν πε-ποίηκεν ἀποτρόπαιον καὶ αἰσχρόν· ἂν γαληνὸν ὀφθαλμὸν δείξῃ, πολὺ τὸ κάλλος ἐχαρίσατο· ἂν βασκήνῃ, πολλὴν τὴν ὠχρίαν καὶ τὴν τηκεδόνα ἐξέχεεν· ἂν ἀγα-πήσῃ, πολλὴν τὴν εὐμορφίαν ἐδωρήσατο. Οὕτω γοῦν πολ-λαὶ οὐκ οὖσαι εὔμορφοι τὴν ὄψιν, χάριν πολλὴν ἀπὸ ψυχῆς ἔλαβον· ἕτεραι πάλιν λάμπουσαι τῇ ὥρᾳ, ἐπειδὴ ψυχὴν ἄχαριν ἔσχον, ἐλυμήναντο τὴν εὐμορφίαν. Ἐννόησον πῶς ἐρυθραίνει πρόσωπον λευκὸν ὂν, καὶ τῇ τοῦ χρώματος ποι-κιλίᾳ πολλὴν ἐργάζεται τὴν ἡδονὴν, ὅταν αἰσχύνεσθαι δέῃ καὶ ἐρυθριᾷν· ὥσπερ οὖν ἐὰν ἀναίσχυντος ᾖ, θηρίου παν-τὸς ἀηδεστέραν τὴν ὄψιν ἐργάζεται. Οὐδὲν γὰρ ψυχῆς καλῆς ὡραιότερον, οὐδὲν ἥδιον. Ἐπὶ μὲν γὰρ τῶν σω-μάτων, μετὰ ἀλγηδόνος ὁ πόθος· ἐπὶ δὲ τῶν ψυχῶν, καθ-αρὰ καὶ ἀκύμαντος ἡ ἡδονή. Τί τοίνυν τὸν βασιλέα ἀφεὶς,
πρὸς τὸν κήρυκα ἐπτόησαι; τί τὸν φιλόσοφον καταλιπὼν, κέχηνας πρὸς τὸν ἑρμηνέα; Εἶδες καλὸν ὀφθαλμόν; κατά-μαθε τὸν ἔνδον· κἂν μὴ ᾖ καλὸς ἐκεῖνος, καταφρόνησον καὶ τούτου. Οὐδὲ γὰρ εἰ γυναῖκα εἶδες ἄμορφον προς-ωπεῖον περικειμένην καλὸν, ἔπαθες ἄν τι πρὸς αὐτήν· ὥσπερ οὖν οὐδὲ εὐειδῆ καὶ καλὴν ἠνέσχου ἂν κρύπτεσθαι τῷ προσωπείῳ, ἀλλὰ περιελὼν αὐτὸ, γυμνὴν ἂν ἠθέλησας τὴν ὥραν ἰδεῖν. Τοῦτο δὴ καὶ ἐπὶ τῆς ψυχῆς ποίει, καὶ αὐτὴν καταμάνθανε πρώτην· ἐν προσωπείου γὰρ χώρᾳ αὕτη τὸ σῶμα περίκειται· διὸ καὶ μένει τοιοῦτον οἷόν ἐστιν· ἐκείνη δὲ κἂν ἄμορφος ᾖ, ταχέως δύναται γε-νέσθαι καλή. Κἂν ὀφθαλμὸν ἔχῃ δυσειδῆ καὶ τραχὺν καὶ σκληρὸν, δύναται γενέσθαι καλὸς, ἥμερος, γαληνὸς, μει-λίχιος, προσηνής. Ταύτην τοίνυν τὴν εὐμορφίαν ζητῶ-μεν, ταύτην καλλωπίζωμεν τὴν ὄψιν, ἵνα καὶ ὁ Θεὸς ἐπιθυμήσας τοῦ κάλλους ἡμῶν, μεταδῷ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXXVHomilia XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:405ΟΜΙΛΙΑ ΛΕ. Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. α. Πάλιν τὰ φορτικώτερα τίθησι καὶ μετὰ πολλῆς τῆς περιουσίας· καὶ ὅπερ ἔμελλον ἀνθυποφέρειν, τοῦτο προλέγει. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες λέγωσι· Διὰ τοῦτο οὖν παραγέγονας, ὥστε καὶ ἡμᾶς ἀνελεῖν καὶ τοὺς ἡμῖν πειθομένους, καὶ πολέμου τὴν γῆν ἐμπλῆσαι; πρότερον αὐτός φησιν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Πῶς οὖν αὐτοῖς ἐπέταξεν εἰς ἑκάστην οἰκίαν εἰσιοῦσιν εἰρήνην ἐπιλέγειν; πῶς δὲ καὶ οἱ ἄγγελοι ἔλεγον, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη; πῶς δὲ καὶ οἱ προφῆται πάντες τοῦτο εὐηγγελίζοντο; Ὅτι τοῦτο μά-λιστα εἰρήνη, ὅταν τὸ νενοσηκὸς ἀποτέμνηται, ὅταν τὸ στασιάζον χωρίζηται. Οὕτω γὰρ δυνατὸν τὸν οὐρανὸν τῇ γῇ συναφθῆναι. Ἐπεὶ καὶ ἰατρὸς οὕτω τὸ λοιπὸν διασώζει σῶμα, ὅταν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· καὶ στρατηγὸς, ὅταν κακῶς ὁμονοοῦντας εἰς διάστασιν ἀγάγῃ. Οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσε, καὶ ἐποίησεν εἰρήνην. Οὕτω καὶ Παῦλος τοὺς κατ’ αὐτοῦ συμφωνοῦντας διέσχισεν. Ἐπὶ δὲ τοῦ Ναβουθὲ πολέμου παντὸς τότε ἡ συμφωνία ἐκείνη χαλεπωτέρα γέγονεν. Οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν· ἐπεὶ καὶ λῃσταὶ συμφωνοῦσιν. Οὐκ ἄρα οὖν τῆς αὐτοῦ προθέσεως τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνων γνώμης ὁ πόλεμος. Αὐτὸς μὲν γὰρ ἐβούλετο πάντας ὁμονοεῖν εἰς τὸν τῆς εὐσεβείας λόγον· ἐπειδὴ δὲ ἐκεῖνοι διεστασίαζον, πόλεμος γίνεται. Ἀλλ’ οὐκ εἶπεν οὕτως· ἀλλὰ τί φησιν; Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἐκείνους παραμυθούμενος. Μὴ γὰρ νο-μίσητε, φησὶν, ὅτι ὑμεῖς αἴτιοι τούτων· ἐγώ εἰμι ὁ ταῦτα κατασκευάζων, ἐπειδὴ οὕτω διάκεινται. Μὴ τοίνυν θορυ-βεῖσθε, ὡς παρὰ προσδοκίαν τῶν πραγμάτων γινομένων. Διὰ τοῦτο ἦλθον, ὥστε πόλεμον ἐμβαλεῖν· τοῦτο γὰρ ἐμόν ἐστι τὸ θέλημα. Μὴ τοίνυν θορυβεῖσθε πολεμουμένης, ὡς ἐπιβουλευομένης τῆς γῆς. Ὅταν γὰρ ἀποσχισθῇ τὸ χεῖρον, τότε λοιπὸν τῷ κρείττονι συνάπτεται ὁ οὐρανός. Ταῦτα δὲ λέγει, πρὸς τὴν πονηρὰν ὑπόνοιαν τῶν πολλῶν αὐτοὺς ἀλείφων. Καὶ οὐκ εἶπε, Πόλεμον, ἀλλ’ ὃ τούτου χαλεπώτερον ἦν, Μάχαιραν. Εἰ δὲ φορτικώτερον εἴρηται ταῦτα καὶ κακεμφάτως, μὴ θαυμάσῃς. Βουλόμενος γὰρ αὐτῶν γυμνάσαι τῇ τραχύτητι τῶν ῥημάτων τὴν ἀκοὴν, ἵνα μὴ ἐν τῇ δυσκολίᾳ τῶν πραγμάτων ἀποπηδή-σωσιν, οὕτω καὶ τὸν λόγον ἐσχημάτισε· ἵνα μή τις λέγῃ, ὅτι κολακεύσας ἔπεισε καὶ τὰ δυσχερῆ κρύψας, διὰ τοῦτο καὶ τὰ ἑτέρως ὀφείλοντα λεχθῆναι, ἐπαχθέστερον ἡρμήνευσε καὶ φορτικώτερον. Βέλτιον γὰρ ἐπὶ τῶν πρα-γμάτων τὴν ἡμερότητα ἰδεῖν, ἢ ἐπὶ τῶν ῥημάτων. Διὰ τοῦτο οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ καὶ ἀναπλώσας αὐτὸ τοῦ πολέμου τὸ εἶδος, δείκνυσι καὶ τοῦτο ἐμφυλίου πολλῷ χαλεπώτερον ὂν, καί φησιν· Ἦλθον διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μη-τρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς. Οὐ γὰρ φίλοι, φησὶν, οὐδὲ πολῖται μόνον, ἀλλὰ καὶ συγ-γενεῖς κατ’ ἀλλήλων στήσονται, καὶ ἡ φύσις καθ’ ἑαυ-τὴν σχισθήσεται. Ἦλθον γὰρ, φησὶ, διχάσαι ἄνθρω-πον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐ-τῆς. Οὐδὲ γὰρ ἁπλῶς ἐν τοῖς οἰκείοις ὁ πόλεμος, ἀλλ’ ἐν τοῖς φιλτάτοις καὶ τοῖς σφόδρα ἀναγκαίοις. Ὃ μάλιστα
PG 57:406αὐτοῦ τὴν δύναμιν δείκνυσιν, ὅτι ταῦτα ἀκούοντες καὶ αὐτοὶ κατεδέχοντο, καὶ τοὺς ἄλλους ἔπειθον. Καίτοιγε οὐκ αὐτὸς ταῦτα ἐποίει, ἀλλ’ ἡ ἐκείνων πονηρία· ἀλλ’ ὅμως αὐτὸς ταῦτα λέγει ποιεῖν. Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Δέδωκεν αὐτοῖς ὁ Θεὸς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν. Καὶ ἐνταῦθα οὕτω φησίν· ἵν’, ὅπερ ἔφθην εἰπὼν, μελετήσαντες ἐν τοῖς ῥή-μασι τούτοις, μὴ θορυβῶνται ὀνειδιζόμενοι καὶ ὑβριζόμε-νοι. Εἰ δέ τινες φορτικὰ ταῦτα νομίζουσιν εἶναι, ἀνα-μνησθήτωσαν παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἐν τοῖς ἄνω χρόνοις τοῦτο συνέβη, ὃ μάλιστα δείκνυσι τὴν Παλαιὰν τῇ Καινῇ συγγενῆ, καὶ τὸν ταῦτα λέγοντα τοῦτον ὄντα τὸν καὶ ἐκεῖνα ἐπιτάξαντα. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων ὅτε ἕκαστος τὸν πλησίον ἀνεῖλε, τότε αὐτοῖς τὴν ὀργὴν εἴασε· καὶ ὅτε τὸν μόσχον ἐποίησαν, καὶ ὅτε τῷ Βεελφε-γὼρ ἐτελέσθησαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Πο-νηρὸς ἐκεῖνος ὁ Θεὸς, οὗτος δὲ ἀγαθός; Ἰδοὺ γὰρ συγγε-νικῶν αἱμάτων τὴν οἰκουμένην ἐπλήρωσεν. Ἀλλ’ ὅμως πολλῆς καὶ τοῦτο φιλανθρωπίας ἔργον εἶναί φαμεν. Διὰ δὴ τοῦτο δεικνὺς αὐτὸν ὄντα τὸν καὶ ἐκεῖνα ἀποδεξάμενον, καὶ προφητείας μέμνηται, εἰ καὶ μὴ εἰς τοῦτο εἰρημένης, ἀλλ’ ὅμως τὸ αὐτὸ ἐμφαινούσης. Τίς δὲ αὕτη ἐστίν; Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων τοιουτόν τι συνέβη. Ἦσαν γὰρ προφῆται καὶ ψευδοπροφῆται, καὶ ὁ δῆμος ἐσχίζετο, καὶ αἱ οἰκίαι διῃροῦντο· καὶ οἱ μὲν τούτοις ἐπίστευον, οἱ δὲ ἐκείνοις. Διὰ τοῦτο παραινεῖ ὁ προφήτης λέγων· Μὴ πιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἀλλὰ καὶ ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀνα-θέσθαι τι αὐτῇ· καὶ, Ἐχθροὶ τοῦ ἀνδρὸς οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, τὸν μέλλοντα δέχεσθαι τὸν λόγον πάντων ἀνώτερον εἶναι παρασκευά-ζων. Οὐ γὰρ τὸ ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ κακῶς ἀπο-θανεῖν. Διὰ τοῦτο καὶ ἔλεγε· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν. Τοῦτο δὲ ἔλεγε, τὴν σφοδρότητα καὶ θερμότητα δηλῶν τῆς ἀγάπης, ἣν ἀπῄτει. Ἐπειδὴ γὰρ αὐτὸς ἡμᾶς σφόδρα ἠγάπησεν, οὕτω καὶ ἀγαπᾶσθαι βούλεται παρ’ ἡμῶν. Ταῦτα δὲ καὶ τούτους ἤλειφε τὰ ῥή-ματα, καὶ ὑψηλοτέρους ἐποίει. Εἰ γὰρ ἐκεῖνοι μέλλουσι, φησὶ, συγγενῶν καὶ παίδων καὶ γονέων καταφρονεῖν, ἐννόησον ὑμᾶς τοὺς διδασκάλους ὁποίους εἶναι χρή. Οὐδὲ γὰρ μέχρις ὑμῶν τὰ δυσχερῆ στήσεται, ἀλλὰ καὶ ἐπὶ τοὺς ἄλλους διαβήσεται. Ἐπειδὴ γὰρ μεγάλα κο-μίζων ἦλθον ἀγαθὰ, μεγάλην ἀπαιτῶ καὶ τὴν ὑπακοὴν καὶ τὴν διάθεσιν. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Εἶδες ἀξίωμα. Δι-
δασκάλου; εἶδες πῶς δείκνυσιν ἑαυτὸν γνήσιον τοῦ γεγεννηκότος Υἱὸν, πάντα κελεύων ἀφεῖναι κάτω, καὶ τὴν ἀγάπην τὴν αὐτοῦ προτιμᾷν; Καὶ τί λέγω, φησὶ, φίλους καὶ συγγενεῖς; Κἂν τὴν ψυχὴν τὴν σαυτοῦ προτιμήσῃς τῆς ἐμῆς ἀγάπης, πόῤῥω τῶν ἐμῶν ἕστηκας μαθητῶν. Τί οὖν; οὐκ ἐναντία ταῦτα τῇ Παλαιᾷ; Μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Καὶ γὰρ ἐκεῖ τοὺς εἰδωλολατροῦντας οὐχὶ μισεῖν μόνον, ἀλλὰ καὶ λιθά-σαι κελεύει, καὶ ἐν τῷ Δευτερονομίῳ δὲ τούτους θαυμά-
PG 57:407ζων φησίν· Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, Οὐχ ἑώ-ρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἔγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγιά σου. Εἰ δὲ ὁ Παῦλος πολλὰ περὶ γονέων διατάττεται, πάντα αὐτοῖς ὑπακούειν κελεύων, μὴ θαυμάσῃς· εἰς ἐκεῖνα γὰρ μόνον φησὶν ὑπακούειν, ὅσα μὴ παραβλάπτει τὴν εὐσέβειαν. Καὶ γὰρ ὅσιον τὴν ἄλλην αὐτοῖς ἅπασαν ἀπο-διδόναι τιμήν· ὅταν δὲ πλέον τῆς ὀφειλομένης ἀπαιτῶ-σιν, οὐ δεῖ πείθεσθαι. Διὰ τοῦτο ὁ Λουκᾶς φησιν· Εἰ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ψυχὴν τὴν ἑαυτοῦ, οὐ δύναταί μου μαθητὴς εἶναι· οὐχ ἁπλῶς μισῆσαι κε-λεύων, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ’ Ὅταν βούληται πλέον ἐμοῦ φιλεῖσθαι, μίσησον αὐτὸν κατὰ τοῦτο. Τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φι-λοῦντα ἀπόλλυσι. β. Ταῦτα δὲ ἔλεγε, καὶ τοὺς παῖδας ἀνδρειοτέρους ἐργαζόμενος, καὶ τοὺς πατέρας τοὺς μέλλοντας κωλύειν πραοτέρους ποιῶν. Ὁρῶντες γὰρ, ὅτι τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν, ὡς ἀποσχίζειν αὐτῶν τὰ τέκνα, ἅτε ἀδυνά-τοις ἐπιχειροῦντες, καὶ ἀφίστασθαι ἔμελλον. Διὸ καὶ τού-τους ἀφεὶς, πρὸς ἐκείνους ποιεῖται τὸν λόγον, τούτους παι-δεύων μὴ ἐπιχειρεῖν, ἅτε ἀμηχάνοις ἐπιχειροῦντας. Εἶτα ἵνα μὴ ἀγανακτῶσιν ἐκεῖνοι, μηδὲ δυσχεραίνωσιν, ὅρα ποῦ προάγει τὸν λόγον. Εἰπὼν γὰρ, Ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα, ἐπήγαγε, Καὶ τὴν ἑαυτοῦ ψυχήν. Τί γάρ μοι λέγεις τοὺς γεγεννηκότας, φησὶ, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα; Ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ’ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, τἀναντία τοῦ φιλ-οῦντος ὑποστήσῃ πάντα. Καὶ οὐδὲ ἁπλῶς αὐτὴν μισῆσαι ἐκέλευσεν, ἀλλ’ ὥστε καὶ εἰς πόλεμον καὶ εἰς μάχας αὐτὴν ἐκδιδόναι, καὶ εἰς σφαγὰς καὶ αἵματα. Ὃς γὰρ οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου μαθητὴς εἶναι. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι πρὸς θάνατον δεῖ παρατετάχθαι, ἀλλ’ ὅτι καὶ πρὸς θάνατον βίαιον· καὶ οὐ πρὸς βίαιον μόνον, ἀλλὰ καὶ ἐπ-ονείδιστον. Καὶ οὐδὲν οὐδέπω περὶ τοῦ οἰκείου διαλέγεται πάθους, ἵνα τέως ἐν τούτοις παιδευθέντες εὐκολώτερον τὸν περὶ ἐκείνου δέξωνται λόγον. Ἆρα οὐκ ἄξιον ἐκπλαγῆναι, πῶς ταῦτα ἀκουόντων αὐτῶν οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πανταχοῦ τῶν μὲν λυπηρῶν ἐν χερσὶν ὄντων, τῶν δὲ χρηστῶν ἐν ἐλπίσι; Πῶς οὖν οὐκ ἀπέπτη; Πολλὴ καὶ ἡ τοῦ λέγοντος δύναμις ἦν, καὶ ἡ τῶν ἀκουόντων ἀγάπη. Διὸ πολλῷ φορτικώτερα καὶ ἐπαχθέστερα τῶν μεγάλων ἐκεί-νων ἀκούοντες ἀνδρῶν τῶν περὶ Μωϋσέα καὶ Ἱερεμίαν, ἔμενον πειθόμενοι καὶ οὐδὲν ἀντιλέγοντες. Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Εἶδες πόσον τῶν παρὰ τὸ δέον φιλούντων τὸ βλάβος; πόσον τῶν μισούντων τὸ κέρδος; Ἐπειδὴ γὰρ τὰ ἐπιτάγματα φορτικὰ ἦν, πρὸς γονέας, καὶ παῖδας, καὶ φύσιν, καὶ συγγένειαν, καὶ τὴν οἰκουμένην, καὶ πρὸς αὐτὴν τὴν ψυχὴν κελεύοντος αὐτοὺς παρατάττεσθαι, τίθησι καὶ τὸ ὄφελος, μέγιστον ὄν. Οὐ γὰρ δὴ μόνον οὐ βλάψει, φησὶ, ταῦτα, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, τἀναντία δὲ παραβλάψει· ὅπερ πανταχοῦ ποιεῖ, ἀφ’ ὧν ἐπιθυμοῦσιν, ἀπὸ τούτων ἐνάγων.
PG 57:408Διατί γὰρ οὐ βούλει καταφρονῆσαί σου τῆς ψυχῆς; Ἐπειδὴ φιλεῖς αὐτήν; Οὐκοῦν διὰ τοῦτο καταφρόνησον, καὶ τότε αὐτὴν τὰ μέγιστα ὀνήσεις, καὶ τὰ τοῦ φιλοῦντος ἐπιδείξῃ. Καὶ σκόπει σύνεσιν ἄφατον. Οὐ γὰρ ἐπὶ τῶν γονέων μό-νον γυμνάζει τὸν λόγον τοῦτον, οὐδὲ ἐπὶ τῶν παίδων, ἀλλ’ ἐπὶ τῆς πάντων οἰκειοτέρας ψυχῆς, ἵνα ἐκεῖνο ἐν-τεῦθεν ἀναμφισβήτητον γένηται, καὶ μάθωσιν ὅτι καὶ ἐκείνους οὕτω τὰ μέγιστα ὠφελήσουσι, ὅπου γε καὶ ἐπὶ τῆς πάντων ἀναγκαιοτέρας ψυχῆς τοῦτο συμβαίνει. Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πεῖσαι δέχεσθαι τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν. Τίς γὰρ τοὺς οὕτω γεν-ναίους καὶ ἀριστέας, καὶ καθάπερ λέοντας τὴν οἰκου-μένην περιτρέχοντας, καὶ πάντων καταφρονοῦντας τῶν καθ’ ἑαυτοὺς, ἵνα ἕτεροι σωθῶσιν, οὐκ ἂν ἐδέξατο προθυ-μίᾳ πάσῃ; Ἀλλ’ ὅμως καὶ ἕτερον μισθὸν τίθησι, δεικνὺς ὅτι τῶν ξενοδοχούντων φροντίζει μᾶλλον ἐν τούτῳ, ἢ τῶν ξενιζομένων. Καὶ δίδωσι μὲν πρώτην τιμὴν, λέγων· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με· οὗ τί γένοιτ’ ἂν ἴσον, τοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὑποδέχεσθαι; Ἐπαγγέλλεται δὲ μετὰ τούτου καὶ ἑτέραν ἀμοιβήν· Ὁ δεχόμενος γὰρ, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Καὶ ἀνωτέρω μὲν κό-λασιν ἀπειλεῖ τοῖς μὴ δεχομένοις· ἐνταῦθα δὲ καὶ ἄνεσιν ἀγαθῶν ὁρίζει. Καὶ ἵνα μάθῃς ὅτι αὐτῶν φροντίζει μᾶλλον, οὐχ ἁπλῶς εἶπεν, Ὁ δεχόμενος προφήτην, ἢ, Ὁ δεχόμενος δίκαιον, ἀλλ’ ἐπήγαγεν, Εἰς ὄνομα προ-φήτου, καὶ, Εἰς ὄνομα δικαίου· τουτέστιν, Ἐὰν μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ δι’ ἄλλο τι τῶν ἐπικήρων δέ-ξηται, ἀλλ’ ἐπειδὴ ἢ προφήτης ἐστὶν, ἢ δίκαιος, μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται· οἷον εἰκὸς τὸν προφήτην ἢ δίκαιον δεξάμενον λαβεῖν· ἢ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκεί-νων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Εἶτα ἵνα μή τις πενίαν προβάληται, φησίν· Ἢ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Κἂν ποτήριον ψυχροῦ ὕδατος δῷς, ἔνθα οὐδὲν ἔστι δαπανῆσαι, καὶ τούτου κείσεταί σοι μι-σθός. Διὰ γὰρ ὑμᾶς ἅπαντα ποιῶ τοὺς δεχομένους. γ. Εἶδες δι’ ὅσων ἔπεισε, καὶ τὰς οἰκίας αὐτοῖς ἀνέῳξε τῆς οἰκουμένης ἁπάσης; Καὶ γὰρ ἔδειξε διὰ πάντων ὀφειλέτας αὐτῶν ὄντας· πρῶτον, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· δεύτερον, τῷ μηδὲν ἔχοντας ἐκπέμψαι· τρίτον, τῷ εἰς πολέμους καὶ μάχας ὑπὲρ τῶν δεχομένων ἐκδοῦναι· τέταρτον, τῷ καὶ σημεῖα αὐτοῖς ἐγχειρίσαι· πέμπτον, τῷ τὴν πάντων τῶν ἀγα-θῶν αἰτίαν εἰρήνην διὰ τοῦ στόματος αὐτῶν εἰς τὰς τῶν δεχομένων εἰσαγαγεῖν οἰκίας· ἕκτον, τῷ χαλεπώτερα Σοδόμων ἀπειλῆσαι τοῖς μὴ δεχομένοις αὐτούς· ἕβδομον, τῷ δεῖξαι καὶ αὐτὸν καὶ τὸν Πατέρα δεχομένους τοὺς ὑποδεχομένους αὐτούς· ὄγδοον, τῷ καὶ προφήτου καὶ δικαίου μισθὸν ἐπαγγείλασθαι· ἔνατον, τῷ καὶ ποτη-ρίου ψυχροῦ μεγάλας ὑποσχέσθαι τὰς ἀμοιβάς. Τούτων δὲ ἕκαστον καὶ καθ’ ἑαυτὸ ἱκανὸν ἦν αὐτοὺς ἐπισπά-
PG 57:409σασθαι. Τίς γὰρ, εἰπέ μοι, στρατηγὸν μυρία τραύματα ἔχοντα καὶ ᾑμαγμένον ὁρῶν, καὶ μετὰ πολλὰ τρόπαια ἀπὸ πολέμου καὶ παρατάξεως ἐπανιόντα, οὐκ ἂν ἐδέξατο,
τὰς θύρας ἀναπετάσας τῆς οἰκίας ἁπάσης; Καὶ τίς νῦν τοιοῦτος; φησί. Διὰ τοῦτο προσέθηκεν, εἰς ὄνομα μα-θητοῦ, καὶ προφήτου, καὶ δικαίου, ἵνα μάθῃς ὅτι οὐ τῇ ἀξίᾳ τοῦ παραγενομένου, ἀλλὰ καὶ τῇ γνώμῃ τοῦ ξενί-ζοντος τὸν μισθὸν τίθησιν. Ἐνταῦθα μὲν γὰρ περὶ προ-φητῶν καὶ δικαίων καὶ μαθητῶν φησιν· ἀλλαχοῦ δὲ καὶ τοὺς σφόδρα ἀπεῤῥιμμένους ὑποδέχεσθαι κελεύει, καὶ τοὺς μὴ ὑποδεχομένους κολάζει. Ἐφ’ ὅσον γὰρ οὐκ ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ τοὐναντίον πάλιν ἐπὶ τῶν αὐτῶν λέγει. Κἂν γὰρ μηδὲν ᾖ κατορθῶν τοιοῦτον, ἄνθρωπός ἐστι, τὸν αὐτὸν σοὶ κόσμον οἰκῶν, τὸν αὐτὸν ἥλιον ὁρῶν, τὴν αὐτὴν ἔχων ψυχὴν, τὸν αὐτὸν Δεσπότην, τῶν αὐτῶν σοὶ κεκοινωνηκὼς μυστηρίων, ἐπὶ τὸν αὐτὸν σοὶ καλούμενος οὐρανὸν, ἔχων μέγα δικαίωμα, τὴν πενίαν, καὶ τὸ δεῖσθαι τῆς ἀναγκαίας τροφῆς. Νῦν δὲ οἱ μὲν ἐξυπνίζοντες μετὰ αὐλῶν καὶ συρίγγων ἐν χειμῶνος ὥρᾳ, καὶ εἰκῆ καὶ μάτην ἐνοχλοῦντες, ξένια πολλὰ λαμβάνοντες παρὰ σοῦ ἀναχωροῦσι· καὶ οἱ χελιδόνας περιφέροντες, καὶ ἠσβο-λωμένοι, καὶ πάντας κακηγοροῦντες, μισθὸν τῆς τερα-τωδίας ταύτης λαμβάνουσιν. Ἂν δὲ προσέλθῃ πένης ἄρτου δεόμενος, μυρίαι κακηγορίαι καὶ διαβολαὶ, καὶ ἀργίας ἐγκλήματα, καὶ λοιδορίαι καὶ ὕβρεις καὶ σκώμ-ματα· καὶ οὐ λογίζῃ πρὸς ἑαυτὸν, ὅτι καὶ σὺ ἀργεῖς, καὶ ὅμως ὁ Θεὸς τὰ παρ’ ἑαυτοῦ σοι δίδωσι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι πράττεις τι καὶ αὐτός· ἀλλ’ ἐκεῖνό μοι δεῖξον, εἰ τῶν ἀναγκαίων τι ποιεῖς καὶ μεταχειρίζῃ. Εἰ δὲ λέγεις μοι χρηματισμοὺς καὶ καπηλείας, καὶ τὴν τῶν ὄντων ἐπιμέλειαν καὶ προσθήκην, εἴποιμι ἄν σοι καὶ αὐτὸς, ὅτι ταῦτα οὐκ ἂν εἴη ἔργα, ἀλλ’ ἐλεημοσύνη, καὶ εὐχαὶ, καὶ τῶν ἀδικουμένων προστασίαι, καὶ ὅσα τοιαῦτα, ὧν ἐν ἀργίᾳ ζῶμεν διαπαντός. Ἀλλ’ ὅμως ἡμῖν οὐδέποτε εἶπεν ὁ Θεὸς, Ἐπειδὴ ἀργεῖς, οὐκ ἀνά-πτω σοι τὸν ἥλιον· ἐπειδὴ οὐδὲν πράττεις τῶν ἀναγκαίων, τὴν σελήνην σβεννύω, πηρῶ τὴν γαστέρα τῆς γῆς, κω-λύω τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμοὺς, ἀφανίζω τὸν ἀέρα, ἐπέχω τοὺς ἐτησίους ὑετούς· ἀλλὰ πάντα μετὰ δαψιλείας ἡμῖν παρέχει. Ἐνίοις δὲ οὐ μόνον ἀρ-γοῦσιν, ἀλλὰ καὶ πονηρὰ πράττουσι τούτων χαρίζεται τὴν ἀπόλαυσιν. Ὅταν τοίνυν ἴδῃς πένητα, καὶ εἴπῃς, Ἀποπνίγομαι ὅτι νέος ὢν οὗτος, ὑγιὴς, οὐδὲν ἔχων, βούλεται τρέφεσθαι ἀργῶν, οἰκέτης που καὶ δραπέτης ὢν, καὶ τὸν ἑαυτοῦ δεσπότην καταλιπών· ταῦτα, ἅπερ εἶπον, εἰπὲ πρὸς ἑαυτὸν, μᾶλλον δὲ ἐκείνῳ δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν πρὸς σὲ, καὶ δικαιότερον ἐρεῖ, ὅτι Ἀποπνίγομαι, ὅτι ὑγιὴς ὢν ἀργεῖς, καὶ οὐδὲν πράτ-τεις ὧν ἐπέταξεν ὁ Θεὸς, ἀλλὰ δραπετεύσας ἀπὸ τῶν ἐπιταγμάτων τοῦ Δεσπότου, περιέρχῃ καθάπερ ἐν ἀλλο-δαπῇ τῇ κακίᾳ διατρίβων, μεθύων, κραιπαλῶν, κλέ-πτων, ἁρπάζων, τὰς ἑτέρων ἀνατρέπων οἰκίας. Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς· ἐγὼ δὲ ὑπὲρ ἔργων πονη-ρῶν, ὅταν ἐπιβουλεύῃς, ὅταν ὀμνύῃς, ὅταν ψεύδῃ, ὅταν ἁρπάζῃς, ὅταν μυρία τοιαῦτα ποιῇς. δ. Ταῦτα δὲ λέγω, οὐχὶ νομοθετῶν ἀργεῖν· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα βουλόμενος πάντας ἐν ἔργοις εἶναι· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· παρακαλῶ δὲ μὴ ἀνηλεεῖς εἶναι, μηδὲ ὠμούς. Ἐπεὶ καὶ Παῦλος μυρία μεμψάμενος καὶ εἰπών· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· οὐκ ἔστη μέχρι τούτου,
PG 57:410ἀλλὰ προσέθηκεν· Ὑμεῖς δὲ μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες. Καὶ μὴν ταῦτα ἐναντία ἐστίν. Εἰ γὰρ ἐκέ-λευσας αὐτοὺς μὴ ἐσθίειν, πῶς ἡμῖν παραινεῖς διδόναι; Ναὶ, φησί· καὶ γὰρ ἐκέλευσα αὐτοὺς ἀποστρέφεσθαι, καὶ μὴ ἀναμίγνυσθαι, καὶ πάλιν εἶπον· Μὴ ἐχθροὺς ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε· οὐκ ἐναντία νομοθετῶν, ἀλλὰ καὶ πάνυ συνᾴδοντα. Ἂν γὰρ σὺ πρὸς ἔλεον ἕτοιμος ᾖς, κἀκεῖνος ταχέως ὁ πένης τῆς ἀργίας ἀπαλ-λαγήσεται, καὶ σὺ τῆς ὠμότητος. Ἀλλὰ ψεύδεται πολλὰ καὶ πλάττεται, φησίν. Ἀλλὰ καὶ ἐντεῦθεν ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην κατέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναισχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλα-βες ἅπαξ καὶ δίς; λέγοντες. Τί οὖν; οὐ δεῖται τραφῆ-ναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; Διατί μὴ καὶ τῇ σαυ-τοῦ γαστρὶ τούτους τιθεῖς τοὺς νόμους, καὶ λέγεις καὶ πρὸς αὐτήν· Ἐνεπλήσθης χθὲς καὶ πρὸ τῆς χθὲς, μὴ ζήτει νῦν; Ἀλλ’ ἐκείνην μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον δὲ καὶ τὰ σύμμετρα αἰτοῦντα ἀποστρέφῃ, ὀφείλων διὰ τοῦτο αὐτὸν ἐλεεῖν, ὅτι καθ’ ἑκάστην ἀναγκάζεταί σοι προσιέναι τὴν ἡμέραν. Εἰ γὰρ καὶ μηδαμόθεν ἑτέρωθεν ἐπικάμπτῃ, διὰ τοῦτο αὐτὸν ἔδει σε ἐλεεῖν· τῇ γὰρ τῆς πενίας ἀνάγκῃ ταῦτα βιάζεται καὶ ποιεῖ. Καὶ οὐκ ἐλεεῖς αὐτὸν, ὅτι τοιαῦτα ἀκούων οὐκ αἰσχύνεται· ἡ γὰρ ἀνάγκη δυνατωτέρα. Σὺ δὲ οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἐκπομπεύεις· καὶ τοῦ Θεοῦ κελεύσαντος λάθρα διδόναι, ἕστηκας δημοσιεύων τὸν προσελθόντα, καὶ ὀνειδίζων, ὑπὲρ ὧν ἐλεεῖν ἐχρῆν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ ἐγκαλεῖς, καὶ συντρί-βεις τὴν ταλαίπωρον καὶ ἀθλίαν ψυχήν; Ἦλθεν ὡς εἰς λιμένα τὰς σὰς χεῖρας ἐπιζητῶν· τί κύματα ἐγείρεις, καὶ χαλεπώτερον τὸν χειμῶνα ἐργάζῃ; Τί καταγινώ-σκεις ἀνελευθερίαν; Μὴ γὰρ, εἰ προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθεν ἄν; Εἰ δὲ καὶ ταῦτα προειδὼς προσῆλθε, διὰ τοῦτο ἄξιον κἀκεῖνον ἐλεεῖν, καὶ τὴν σὴν φρίττειν ὠμότητα, ὅτι οὐδὲ οὕτως, ἀπαραίτητον ἐπι-κειμένην ὁρῶν ἀνάγκην, ἡμερώτερος γίνῃ, οὐδὲ ἀρ-κεῖν αὐτῷ νομίζεις εἰς ἀπολογίαν τῆς ἀναισχυντίας τὸ τοῦ λιμοῦ δέος, ἀλλ’ ἀναισχυντίαν ἐγκαλεῖς· καίτοι μείζονα αὐτὸς ἠναισχύντησας πολλάκις, καὶ ὑπὲρ χαλε-πῶν πραγμάτων. Ἐνταῦθα μὲν γὰρ καὶ συγγνώμην ἡ ἀναισχυντίᾳ φέρει, ἡμεῖς δὲ πολλάκις κολάσεως ἄξια πράττοντες ἀναιδευόμεθα· καὶ δέον ἐννοοῦντας ἐκεῖνα ταπεινοὺς γίνεσθαι, καὶ ἐπεμβαίνομεν τοῖς ταλαιπώροις τούτοις, καὶ φάρμακα αἰτοῦσι τραύματα προστίθε-μεν. Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ πλήττεις; εἰ μὴ βούλει χαρίσασθαι, τίνος ἕνεκεν καὶ ὑβρίζεις; Ἀλλ’ οὐκ ἀνέχεται ἀποστῆναι ἑτέρως. Οὐκοῦν ὡς ἐκέλευ-σεν ὁ σοφὸς ἐκεῖνος, οὕτω ποίησον· Ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραύ̈τητι. Οὐδὲ γὰρ ἑκὼν τοσαῦτα ἀναι-σχυντεῖ. Οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνθρωπος βουλόμενος ἁπλῶς καταισχύνεσθαι· κἂν μυρία τινὲς φιλονεικήσωσιν, οὐκ ἂν ἀνασχοίμην ἐγὼ πεισθῆναί ποτε, ὅτι ἄνθρωπος ἐν ἀφθονίᾳ ζῶν ἕλοιτο ἂν ἐπαιτεῖν. Μηδεὶς τοίνυν ἡμᾶς παραλογιζέσθω. Ἀλλὰ κἂν λέγῃ Παῦ-λος· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, πρὸς ἐκείνους λέγει· πρὸς δὲ ἡμᾶς οὐ τοῦτο λέγει, ἀλλὰ τοὐναντίον· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Οὕτω καὶ ἐν οἰκίᾳ ποιοῦμεν ἡμεῖς· ὅταν δύο τινὲς μά-χωνται πρὸς ἀλλήλους, κατ’ ἰδίαν ἕκαστον λαβόντες τἀ-ναντία παραινοῦμεν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε, καὶ Μωϋσῆς. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν
PG 57:411ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξ-άλειψον· αὐτοῖς δὲ ἐκέλευε κατασφάττειν ἀλλήλους καὶ τοὺς προσήκοντας ἅπαντας. Καίτοι ταῦτα ἐναντία ἐστὶν, ἀλλ’ ὅμως εἰς ἓν ἀμφότερα ἔβλεπε τέλος. Πάλιν ὁ Θεὸς τῷ μὲν Μωϋσεῖ, Ἰουδαίων ἀκουόντων, ἔλεγεν· Ἄφες με, καὶ ἐκτρίψω τὸν λαὸν (εἰ γὰρ καὶ μὴ παρῆσαν, ταῦτα λέγοντος τοῦ Θεοῦ, ἀλλ’ ἔμελλον αὐτὰ ἀκούσεσθαι
ὕστερον)· κατ’ ἰδίαν δὲ τἀναντία τούτων αὐτῷ παραινεῖ. Καὶ ταῦτα Μωϋσῆς ἀναγκασθεὶς ὕστερον ἐξελάλησεν, οὕτω λέγων· Μὴ γὰρ ἐγὼ αὐτοὺς ἐν γαστρὶ ἔλαβον, ὅτι λέγεις μοι, Ἆρον αὐτοὺς, ὡς ἂν ἄρῃ τιθηνὸς τὸν θηλάζοντα εἰς τὸν κόλπον αὐτῆς; Ταῦτα καὶ ἐν οἰ-κίαις γίνεται· καὶ πολλάκις πατὴρ τῷ μὲν παιδαγωγῷ τὸν παῖδα ὑβρίσαντι κατ’ ἰδίαν ἐπιτιμᾷ λέγων· Μὴ ἔσο τραχὺς, μηδὲ σκληρός· τῷ δὲ νέῳ τὰ ἐναντία λέγει· Κἂν ἀδίκως ὑβρίζῃ, φέρε· ἀπὸ τῶν ἐναντίων ἕν τι χρήσιμον συνάγων. Οὕτω καὶ Παῦλος, τοῖς μὲν ὑγιαίνουσι καὶ προς-αιτοῦσιν ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέ-τω, ἵνα αὐτοὺς εἰς ἔργον ἐμβάλῃ· τοῖς δὲ ἐλεεῖν δυναμέ-νοις· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε, ἵνα αὐτοὺς εἰς ἐλεημοσύνην ἀγάγῃ. Οὕτω καὶ ἡνίκα τοῖς ἐξ ἐθνῶν παρῄνει ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μὴ ὑψηλοφρονεῖν κατὰ τῶν Ἰουδαίων, καὶ τὴν ἀγριελαίαν παρήγαγεν εἰς μέσον, καὶ ἄλλα μὲν τούτοις, ἄλλα δὲ ἐκείνοις φαίνεται λέγων. Μὴ τοίνυν εἰς ὠμότητα ἐκπέ-σωμεν, ἀλλ’ ἀκούσωμεν Παύλου λέγοντος· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε· ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν. Καίτοι πολλὰ εἰπὼν, οὐδαμοῦ τοῦτο τέθεικεν, ἀλλ’ ἐπὶ τῶν οἰκτιρμῶν μόνον. Οὐδὲν γὰρ ἡμᾶς ἴσους Θεῷ ποιεῖ, ὡς τὸ εὐεργετεῖν. ε. Ἀλλ’ οὐδὲν ἀναιδέστερον, φησὶ, πένητος. Διατί; παρακαλῶ· ὅτι ἐπιτρέχων καταβοᾷ; Βούλει οὖν δείξω, ὅτι ἐκείνων ἡμεῖς ἐσμεν ἀναισχυντότεροι, καὶ σφόδρα ἀναιδεῖς; Ἀναμνήσθητί μοι νῦν ἐν καιρῷ τῆς νηστείας, ποσάκις τραπέζης παρακειμένης ἐν ἑσπέρᾳ, τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας, λακτίζων, ὑβρίζων, λοιδορούμενος, ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς ἐδωδῆς. Εἶτα σαυτὸν μὲν ὑπὲρ τοῦ μηδενὸς ἐκθηριού-μενον οὐ καλεῖς ἀναίσχυντον, τὸν δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ πᾶς ὁ φόβος αὐτῷ), τοῦτον καὶ ἰταμὸν, καὶ ἀναιδῆ, καὶ ἀναίσχυντον, καὶ πάντα προσερεῖς τὰ αἴσχιστα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Ἀλλ’ οὐκ ἐννοοῦμεν ταῦτα· διὰ τοῦτο ἐκείνους ἐπαχθεῖς εἶναι νομίζομεν· ὡς εἴ γε τὰ ἡμέτερα ἐξητάζομεν καὶ παρεβάλλομεν τοῖς ἐκείνων, οὐκ ἂν αὐ-τοὺς ἐνομίσαμεν εἶναι φορτικούς. Μὴ δὴ γίνου πι-κρὸς δικαστής. Καὶ γὰρ εἰ πάντων ἁμαρτημάτων ἦς ἀπηλλαγμένος, οὐδὲ οὕτω σοι ἐπέτρεπεν ὁ τοῦ Θεοῦ νόμος ἀκριβῆ γενέσθαι ἐξεταστὴν τῶν ἀλλοτρίων. Εἰ γὰρ ὁ Φαρισαῖος διὰ τοῦτο ἀπώλετο, ποίας τευξόμεθα ἀπολογίας ἡμεῖς; Εἰ τοῖς κατωρθωκόσιν οὐκ ἐπιτρέ-πει πικρῶς ἐξετάζειν τὰ ἑτέρων, πολλῷ μᾶλλον τοῖς ἐπταικόσι. Μὴ τοίνυν ὠμοὶ, μηδὲ ἀπηνεῖς, μὴ ἄστορ-γοι, μὴ ἄσπονδοι, μὴ θηρίων χείρους ὦμεν. Καὶ γὰρ πολ-
PG 57:412λοὺς εἰς τοῦτο οἶδα θηριωδίας ἐλθόντας, ὡς δι’ ὄκνον μικρὸν λιμώττοντας περιορᾷν, καὶ ταῦτα λέγοντας τὰ ῥήματα· Οὐ πάρεστιν οἰκέτης ἐμοὶ νῦν, πόῤῥω τῆς οἰ-κίας ἐσμὲν, τραπεζίτης οὐδείς ἐστί μοι γνώριμος. Ὢ τῆς ὠμότητος Τὸ μεῖζον ὑπέσχου, καὶ τὸ ἔλαττον οὐκ ἀνύεις; ἵνα σὺ μὴ βαδίσῃς μικρὸν, ἐκεῖνος λιμῷ δια-φθείρεται; Ὢ τῆς ὕβρεως ὢ τοῦ τύφου Εἰ γὰρ δέκα στάδια βαδίσαι ἐχρῆν, ὀκνῆσαι ἔδει; Οὐδὲ ἐννοεῖς ὅτι μείζων ὁ μισθός σοι οὕτω γίνεται; Ὅταν μὲν γὰρ δῷς, ὑπὲρ τοῦ διδομένου λαμβάνεις μισθὸν μόνον· ὅταν δὲ καὶ αὐτὸς βαδίσῃς, καὶ τούτου σοι κεῖται πάλιν ἀμοιβή. Ἐπεὶ καὶ τὸν πατριάρχην διὰ τοῦτο θαυμάζομεν, ὅτι αὐτὸς ἐπὶ τὰς βοῦς ἔδραμε, καὶ τὸ μοσχάριον ἥρ-πασε, καὶ ταῦτα τριακοσίους δέκα ὀκτὼ οἰκογενεῖς ἔχων. Νῦν δὲ τοσούτου τινές εἰσι τύφου πεπληρωμένοι, ὡς διὰ παίδων ταῦτα ποιεῖν, καὶ μὴ αἰσχύνεσθαι. Ἀλλὰ δι’ ἐμαυτοῦ ταῦτα κελεύεις ἀνύειν; φησί· καὶ πῶς οὐ δόξω κενοδοξεῖν; Καὶ μὴν καὶ νῦν δι’ ἑτέραν κενοδο-ξίαν τοῦτο ποιεῖς, αἰσχυνόμενος ὀφθῆναι πένητι διαλε-γόμενος. Ἀλλ’ οὐδὲν ὑπὲρ τούτων ἀκριβολογοῦμαι· μό-νον δίδου, εἴτε διὰ σαυτοῦ, εἴτε δι’ ἑτέρου τοῦτο βού-λει ποιεῖν· καὶ μὴ ἐγκάλει, μὴ πλῆττε, μὴ λοιδόρει. Φαρμάκων γὰρ, οὐ τραυμάτων, δεῖται ὁ προσιών· ἐλέου, οὐ ξίφους. Εἰπὲ γάρ μοι, εἴ τις λίθῳ βληθεὶς καὶ τραῦμα λαβὼν κατὰ τῆς κεφαλῆς, τοὺς ἄλλους ἅπαντας ἀφεὶς, προσέδραμέ σου τοῖς γόνασι καταῤῥεόμενος τῷ αἵματι, ἆρα ἑτέρῳ λίθῳ πατάξας προσέθηκας ἂν αὐτῷ ἕτερον τραῦμα; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ καὶ αὐτὸ ἐπεχείρησας ἂν διορθῶσαι. Τί οὖν ἐπὶ τῶν πενήτων ποιεῖς τὰ ἐναν-τία; Οὐκ οἶδας ὅσον δύναται καὶ ἀναστῆσαι καὶ καθελεῖν λόγος; Κρεῖττον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὐ λογίζῃ, ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, καὶ χαλεπώτερον τραῦμα λαμβάνεις, ὅταν λοιδορηθεὶς ἐκεῖνος ἀναχωρήσῃ σιγῇ, στένων καὶ πολλὰ δακρύων; Καὶ γὰρ παρὰ τοῦ Θεοῦ πέμπεται πρὸς σέ. Ἐννόησον οὖν, ὑβρίζων αὐτὸν, ποῦ διαβιβάζεις τὴν ὕβριν, ὅταν ἐκεῖνος μὲν πρὸς σὲ πέμπῃ, καὶ σοὶ δοῦναι κελεύῃ, σὺ δὲ μὴ μόνον μὴ δῷς, ἀλλὰ καὶ ὑβρίσῃς ἐλθόντα. Εἰ δὲ ἀγνοεῖς τὴν ὑπερβολὴν τῆς ἀτοπίας, ἐπ’ ἀνθρώπων αὐτὸ σκόπησον, καὶ τότε εἴσῃ καλῶς τὸ μέγεθος τῆς ἁμαρτίας. Εἰ γὰρ σὸς οἰκέ-της παρὰ σοῦ κελευσθεὶς πρὸς ἕτερον ἀπελθεῖν οἰκέτην, ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθεὶς, τί οὐκ ἂν εἰργάσω τὸν ὑβρι-κότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος; Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ λογίζου· καὶ γὰρ αὐτὸς πέμπει πρὸς ἡμᾶς τοὺς πένητας, καὶ τὰ ἐκείνου δίδομεν, ἂν ἄρα δῶμεν. Ἂν δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμψωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κεραυνῶν ἄξιον πρᾶγμα ποιοῦμεν. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενοι, καὶ τὴν γλῶτταν χαλι-νώσωμεν, καὶ τὴν ἀπανθρωπίαν ἐκβάλωμεν, καὶ τὴν χεῖρα πρὸς ἐλεημοσύνην ἐκτείνωμεν, καὶ μὴ χρήμασι μόνον, ἀλλὰ καὶ ῥήμασι παραμυθώμεθα τοὺς δεομέ-νους· ἵνα καὶ τὴν ἀπὸ τῆς λοιδορίας κόλασιν ἐκφύ-γωμεν, καὶ τὴν ἀπὸ τῆς εὐλογίας καὶ ἐλεημοσύνης βα-σιλείαν κληρονομήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:413ΟΜΙΛΙΑ Λ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. α. Ἐπειδὴ γὰρ αὐτοὺς ἔπεμψεν, ὑπεξήγαγε λοιπὸν ἑαυτὸν, διδοὺς χώραν αὐτοῖς καὶ καιρὸν ποιεῖν ἅπερ ἐπ-έταξεν. Οὐ γὰρ ἂν αὐτοῦ παρόντος καὶ θεραπεύοντος ἠθέλησεν ἄν τις ἐκείνοις προσελθεῖν. Ἀκούσας δὲ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Ἰησοῦ, πέμψας δύο τῶν μαθητῶν, ἠρώτα αὐτὸν λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ δὲ Λου-κᾶς φησιν, ὅτι καὶ αὐτοὶ ἀπήγγειλαν τὰ σημεῖα τῷ Ἰωάννῃ, καὶ τότε ἔπεμψεν αὐτούς. Πλὴν ἀλλὰ τοῦτο μὲν ἀπορίαν οὐδεμίαν ἔχει, ἀλλὰ θεωρίαν μόνον· τὴν γὰρ ζηλοτυπίαν αὐτῶν ἐμφαίνει καὶ τοῦτο τὴν πρὸς αὐ-τόν· τὸ δὲ ἑξῆς σφόδρα ἐστὶ τῶν ζητουμένων. Ποῖον δὴ τοῦτο; Τὸ εἰπεῖν, Σὺ εἰ ὁ ἐρχόμενος, ἢ ἕτερον προς-δοκῶμεν; Ὁ γὰρ πρὸ τῶν σημείων εἰδὼς αὐτὸν, ὁ παρὰ τοῦ Πνεύματος μαθὼν, ὁ παρὰ τοῦ Πατρὸς ἀκού-
σας, ὁ ἐπὶ πάντων ἀνακηρύξας, νῦν πέμπει παρ’ αὐτοῦ μαθησόμενος εἴτε αὐτὸς εἴη, εἴτε μή; Καίτοι εἰ μὴ οἶδας ὅτι αὐτός ἐστι σαφῶς, πῶς σαυτὸν ἀξιόπι-στον εἶναι νομίζεις, ἀποφαινόμενος ὑπὲρ τῶν ἀγνοου-μένων; Τὸν γὰρ ἑτέροις μαρτυρήσοντα. πρότερον αὐτὸν ἀξιόπιστον εἶναι δεῖ. Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ εἰμὶ ἱκα-νὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος; Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ ᾔδειν αὐτὸν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ; Οὐκ εἶδες τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς; οὐχὶ τῆς φωνῆς ἤκουσας; Οὐχὶ διεκώλυες αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Οὐχὶ καὶ τοῖς μαθηταῖς ἔλεγες, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι; Οὐχὶ τὸν δῆμον ἐδίδασκες ἅπαντα, ὅτι αὐτὸς αὐτοὺς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; καὶ ὅτι αὐτός ἐστιν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό-σμου; Οὐχὶ πρὸ τῶν σημείων ταῦτα πάντα καὶ τῶν θαυμάτων ἀνεκήρυξας; Πῶς οὖν νῦν, ὅτε δῆλος πᾶσιν ἐγένετο, καὶ πανταχοῦ διῆλθεν αὐτοῦ ἡ φήμη, καὶ νεκροὶ ἠγέρθησαν, καὶ δαίμονες ἀπηλάθησαν, καὶ σημείων το-σούτων ἐπίδειξις γέγονε, τότε πέμπεις μανθάνων παρ’ αὐτοῦ; Τί δὴ γέγονεν; ἀπάτη τις ἦν πάντα ἐκεῖνα τὰ ῥήματα, σκηνὴ καὶ μῦθοι; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Οὐ λέγω, Ἰωάννης, ὁ ἐν τῇ μήτρᾳ σκιρ-τήσας, ὁ πρὸ τῶν ὠδίνων αὐτὸν ἀνακηρύξας, ὁ τῆς ἐρή-μου πολίτης, ὁ τὴν ἀγγελικὴν ἐπιδειξάμενος πολιτείαν· ἀλλ’ εἰ καὶ τῶν πολλῶν εἷς ἦν, καὶ τῶν σφόδρα ἀπεῤ-ῥιμμένων, οὐκ ἂν μετὰ τοσαύτας μαρτυρίας, καὶ τὰς παρ’ ἑαυτοῦ καὶ τὰς παρ’ ἑτέρων, ἀμφέβαλλεν. Ὅθεν δῆλον, ὅτι οὐδὲ αὐτὸς ἀμφισβητῶν ἔπεμπεν, οὐδὲ ἀγνοῶν ἠρώτα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι ᾔδει μὲν σαφῶς, διὰ δὲ τὸ δεσμωτήριον δειλότερος γέ-γονεν· οὐδὲ γὰρ ἀπαλλαγήσεσθαι ἐντεῦθεν προσεδόκα, οὐδὲ εἰ προσεδόκα, προὔδωκεν ἂν τὴν εὐσέβειαν ὁ πρὸς θανάτους παρατεταγμένος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ πρὸς τοῦτο ἦν παρεσκευασμένος, πρὸς δῆμον ὁλόκληρον, αἵ-ματα μελετήσαντα ἐκχέειν προφητικὰ, τοσαύτην ἂν
PG 57:414ἐπεδείξατο τὴν ἀνδρείαν· οὐκ ἂν τὸν ὠμὸν τύραννον ἐκεῖνον μετὰ τοσαύτης ἂν ἤλεγξε τῆς παῤῥησίας ἐν μέσῃ πόλει καὶ ἀγορᾷ, καθάπερ παιδίῳ μικρῷ σφόδρα ἐπιτιμῶν, ἀκουόντων ἁπάντων. Εἰ δὲ καὶ δειλότερος γέγονε, πῶς τοὺς μαθητὰς οὐκ ᾐσχύνετο τοὺς ἑαυτοῦ, ἐφ’ ὧν αὐτῷ τοσαῦτα ἐμαρτύρησεν, ἀλλὰ δι’ αὐτῶν ἠρώτα, ὀφείλων δι’ ἑτέρων; Καίτοιγε ᾔδει σαφῶς, ὅτι καὶ ἐζηλοτύπουν αὐτὸν, καὶ λαβήν τινα εὑρεῖν ἐπεθύ-μουν. Πῶς δὲ τὸν δῆμον τὸν Ἰουδαϊκὸν οὐκ ἠρυθρίασεν, ἐφ’ οὗ τοσαῦτα ἐκήρυξε; Τί δὲ αὐτῷ καὶ εἰς τὴν ἀπαλλα-γὴν τῶν δεσμῶν ἐντεῦθεν πλέον ἐγίνετο; Οὐδὲ γὰρ διὰ τὸν Χριστὸν ἦν ἐμβεβλημένος, οὐδὲ διὰ τὸ ἀνακηρῦξαι αὐτοῦ τὴν δύναμιν, ἀλλὰ διὰ τὸν ἔλεγχον τὸν ἐπὶ τῷ παρανόμῳ γάμῳ. Ποίου δὲ παιδίου ἀνοήτου, τίνος δὲ ἀν-θρώπου μαινομένου οὐκ ἂν ἑαυτῷ δόξαν περιέθηκε; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον; Ὅτι μὲν γὰρ οὐκ ἔστιν Ἰωάννου τὸ ἀμφισβητῆσαι ταῦτα, ἀλλ’ οὐδὲ τοῦ τυχόντος, οὐδὲ τοῦ σφόδρα ἀνοήτου καὶ παραπαίοντος, ἐκ τῶν εἰ-ρημένων δῆλον· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί-νος οὖν ἕνεκεν ἔπεμψεν ἐρωτῶν; Ἀπεπήδων τοῦ Ἰησοῦ οἱ Ἰωάννου μαθηταί· καὶ τοῦτο παντί που δῆλόν ἐστι· καὶ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον. Καὶ δῆλον ἐξ ὧν πρὸς τὸν Διδάσκαλον ἔλεγον· Ὃς γὰρ ἦν, φησὶ, μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· καὶ πάλιν· Ζήτησις ἐγένετο τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ· καὶ αὐτῷ πάλιν προσελθόντες ἔλεγον· Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νη-στεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; β. Οὔπω γὰρ ἦσαν εἰδότες, τίς ἦν ὁ Χριστὸς, ἀλλὰ τὸν μὲν Ἰησοῦν ἄνθρωπον ψιλὸν ὑποπτεύοντες, τὸν δὲ Ἰωάννην μείζονα ἢ κατὰ ἄνθρωπον, ἐδάκνοντο εὐδοκι-μοῦντα τοῦτον ὁρῶντες, ἐκεῖνον δὲ, καθὼς εἶπε, λοιπὸν λήγοντα. Καὶ τοῦτο αὐτοὺς ἐκώλυε προσελθεῖν, τῆς ζη-λοτυπίας διατειχιζούσης τὴν πρόσοδον. Ἕως μὲν οὖν ἦν Ἰωάννης μετ’ αὐτῶν, παρεκάλει συνεχῶς καὶ ἐδίδασκε, καὶ οὐδὲ οὕτως ἔπειθεν· ἐπειδὴ δὲ λοιπὸν ἔμελλε τελευ-τᾷν, πλείονα ποιεῖται τὴν σπουδήν. Καὶ γὰρ ἐδεδοίκει μὴ καταλίπῃ πονηροῦ δόγματος ὑπόθεσιν, καὶ μείνωσιν ἀπεῤῥηγμένοι τοῦ Χριστοῦ. Αὐτὸς μὲν γὰρ ἐσπούδαζε καὶ παρὰ τὴν ἀρχὴν αὐτῷ προσαγαγεῖν ἅπαντας τοὺς αὐτοῦ· ἐπειδὴ δὲ οὐκ ἔπειθε, τελευτῶν λοιπὸν πλείονα ποιεῖται τὴν προθυμίαν. Εἰ μὲν οὖν εἶπεν, ὅτι Ἀπέλ-θετε πρὸς αὐτὸν, αὐτός μου βελτίων ἐστὶν, οὐκ ἂν ἔπεισε δυσαποσπάστως ἔχοντας· ἀλλὰ καὶ ἐνομίσθη μετριά-ζων ἂν ταῦτα λέγειν, καὶ μᾶλλον ἂν αὐτῷ προσηλώ-θησαν· εἰ δὲ ἐσίγησε, πάλιν οὐδὲν πλέον ἐγίνετο. Τί οὖν ποιεῖ; Ἀναμένει παρ’ αὐτῶν ἀκοῦσαι, ὅτι θαύματα ἐργάζεται· καὶ οὐδὲ οὕτως αὐτοῖς παραινεῖ, οὐδὲ πάν-τας πέμπει, ἀλλὰ δύο τινὰς οὓς ᾔδει ἴσως τῶν ἄλλων εὐπειθεστέρους ὄντας, ἵνα ἀνύποπτος ἡ ἐρώτησις γένη-ται, ἵνα παρὰ τῶν πραγμάτων μάθωσι τὸ μέσον τοῦ Ἰησοῦ κἀκείνου· καί φησιν· Ἀπέλθετε καὶ εἴπατε· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ δὲ Χρι-στὸς τὴν γνώμην εἰδὼς τὴν Ἰωάννου, οὐκ εἶπεν, ὅτι Ἐγώ εἰμι· πάλιν γὰρ ἂν προσέστη τοῦτο τοῖς ἀκούουσι, καίτοι τοῦτο ἀκόλουθον ἦν εἰπεῖν· ἀλλὰ ἀπὸ τῶν πρα-
PG 57:415γμάτων αὐτοὺς ἀφίησι μανθάνειν. Λέγει γὰρ, ὅτι προς-ελθόντων αὐτῷ τούτων, τότε ἐθεράπευσε πολλούς. Καίτοι ποία ἀκολουθία ἦν, ἐρωτηθέντα, Σὺ εἶ; πρὸς μὲν τοῦτο μηδὲν εἰπεῖν, θεραπεῦσαι δὲ εὐθέως τοὺς κακῶς ἔχοντας, εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, ὅπερ εἶ-πον ἐγώ; Καὶ γὰρ τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν πιστοτέραν καὶ μᾶλλον ἀνύποπτον εἶναι ἐνόμιζον τῆς ἀπὸ τῶν ῥημάτων. Εἰδὼς τοίνυν, ἅτε Θεὸς ὢν, τὴν διά-νοιαν μεθ’ ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, εὐθέως ἐθε-ράπευσε τυφλοὺς, χωλοὺς, καὶ ἑτέρους πολλοὺς, οὐκ ἐκεῖνον διδάσκων, (πῶς γὰρ τὸν πεπεισμένον;) ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας· καὶ θεραπεύσας φησί· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπα-τοῦσι, καὶ λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, καὶ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγ-γελίζονται· καὶ προσέθηκε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί· δεικνὺς ὅτι καὶ τὰ ἀπόῤ-ῥητα αὐτῶν οἶδεν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι, καὶ προσέστη ἂν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο αὐτοῖς, καὶ ἐνενόησαν ἂν, εἰ καὶ μὴ εἶπον, ὅπερ Ἰουδαῖοι πρὸς αὐτὸν ἔλεγον· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς. Διὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει τοῦτο, ἀπὸ δὲ τῶν θαυμάτων ἀφίη-σιν αὐτοὺς πάντα μαθεῖν, ἀνύποπτον τὴν διδασκαλίαν ποιούμενος καὶ σαφεστέραν. Διὰ τοῦτο καὶ τὸν ἔλεγχον αὐτῶν λανθανόντως ἐπήγαγεν. Ἐπειδὴ γὰρ ἐσκανδαλί-ζοντο ἐν αὐτῷ, τὸ πάθος αὐτῶν ἀνακηρύξας, καὶ τῷ συνειδότι αὐτῶν μόνῳ τοῦτο καταλιπὼν, καὶ οὐδένα μάρτυρα τῆς κακηγορίας ταύτης ποιησάμενος, ἀλλ’ ἢ μόνους ἐκείνους τοὺς ταῦτα ἐπισταμένους, μειζόνως αὐτοὺς καὶ ταύτῃ ἐπεσπάσατο, εἰπών· Μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Καὶ γὰρ αὐτοὺς
αἰνιττόμενος ταῦτα ἔλεγεν. Ἵνα δὲ μὴ τὰ παρ’ ἡμῶν εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ παρ’ ἑτέρων λεγό-μενα θέντες εἰς μέσον, σαφεστέραν ὑμῖν ἐκ τῆς παρα-θέσεως τῶν λεγομένων ποιήσωμεν τὴν ἀλήθειαν, ἀναγ-καῖον κἀκεῖνα εἰπεῖν. Τί οὖν φασί τινες; Ὅτι οὐχ αὕτη ἐστὶν ἡ αἰτία ἡ παρ’ ἡμῶν εἰρημένη, ἀλλ’ ἠγνόει ὁ Ἰωάννης, ἠγνόει δὲ οὐ τὸ πᾶν· ἀλλ’ ὅτι μὲν αὐτὸς ἦν ὁ Χριστὸς, ᾔδει, εἰ δὲ καὶ ὑπὲρ ἀνθρώπων ἔμελλε τε-λευτᾷν, οὐκ ᾔδει· διὰ τοῦτο εἶπε, Σὺ εἶ ὁ ἐρχόμενος; τουτέστιν, ὁ εἰς τὸν ᾅδην μέλλων καταβαίνειν. Ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον· ὁ γὰρ Ἰωάννης οὐδὲ τοῦτο ἠγνόει. Τοῦτο γοῦν καὶ πρὸ τῶν ἄλλων ἐκήρυσσε, καὶ πρῶτον τοῦτο ἐμαρτύρησεν. Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸν δὲ ἐκάλεσε, τὸν σταυρὸν ἀνακηρύττων· καὶ τῷ εἰπεῖν δὲ, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ αὐτὸ τοῦτο ἐδήλωσεν. Οὐ γὰρ ἑτέρως, ἀλλ’ ἢ διὰ τοῦ σταυροῦ τοῦτο εἰργάσατο· ὃ καὶ Παῦλος ἔλεγε· Καὶ τὸ χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐν Πνεύματι βαπτίσει ὑμᾶς, τὰ μετὰ τὴν ἀνάστασιν προφητεύσαντος ἦν. Ἀλλ’ ὅτι μὲν ἀναστήσεται, φησὶν, ᾔδει, καὶ δώσει Πνεῦμα ἅγιον· ὅτι δὲ καὶ σταυ-ρωθήσεται, οὐκ ᾔδει. Πῶς οὖν ἔμελλεν ἀνίστασθαι ὁ μὴ παθὼν, μηδὲ σταυρωθείς; πῶς δὲ μείζων προφήτου οὗ-τος, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; γ. Ὅτι γὰρ μείζων προφήτου ἦν, καὶ αὐτὸς ὁ Χρι-
PG 57:416στὸς ἐμαρτύρησεν· ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστι. Καὶ γὰρ Ἡσαί̈ας φησίν· Ὡς πρό-βατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πρὸ τῆς μαρτυρίας δὲ ταύτης φησίν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀν-ιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Εἶτα τὸ πάθος λέγων καὶ τὴν ἀπ’ αὐτοῦ δόξαν ἐπήγαγε· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐ μόνον δὲ ὅτι σταυρωθήσεται προὔλεγεν οὗτος, ἀλλὰ καὶ μετὰ τίνων· Καὶ γὰρ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, φησί. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ’ ὅτι οὐδὲ ἀπολογήσεται· Οὗτος γὰρ, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι ἀδίκως κατακριθήσεται· Ἐν τῇ ταπεινώσει γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ πρὸ τούτου δὲ ὁ Δαυὶ̈δ καὶ τοῦτο λέγει, καὶ τὸ δικαστήριον ὑπογράφει. Ἵνα τί γὰρ, φησὶν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέ-τησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυ-ρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἀλλαχοῦ δὲ καὶ τὸν τύπον λέγει τοῦ σταυροῦ, οὕτω λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὰ παρὰ τῶν στρατιω-τῶν τολμηθέντα προστίθησι μετὰ πάσης ἀκριβείας· Διεμερίσαντο γὰρ, φησὶ, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ἀλλαχοῦ δὲ ὅτι καὶ ὄξος προσήνεγκαν αὐτῷ λέγει· Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἶτα οἱ μὲν προ-φῆται πρὸ τοσούτων ἐτῶν καὶ τὸ δικαστήριον, καὶ τὴν καταδίκην, καὶ τοὺς συσταυρωθέντας μετ’ αὐτοῦ λέ-γουσι, καὶ τῶν ἱματίων τὴν διανομὴν, καὶ τὸν ἐπ’ αὐ-τῶν κλῆρον, καὶ πολλῷ πλείονα ἕτερα· οὐδὲ γὰρ πάντα ἀναγκαῖον παρατιθέναι νῦν, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον· οὗτος δὲ ὁ μείζων ἐκείνων ἁπάντων, ἅπαντα ταῦτα ἠγνόει; Καὶ πῶς ἂν ἔχοι λόγον; Τίνος δὲ ἕνεκεν οὐκ ἔλεγε, Σὺ εἶ ὁ ἐρχόμενος εἰς τὸν ᾅδην; ἀλλ’ ἁπλῶς, Ὁ ἐρχόμενος; Καίτοι πολλῷ καταγελαστότερον τού-του ἐκεῖνο ἂν εἴη· φασὶ γάρ· Διὰ τοῦτο ταῦτα ἔλεγεν, ἵνα κἀκεῖ ἀπελθὼν κηρύξῃ. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Ὁ μὲν γὰρ παρὼν βίος πολιτείας ἐστὶ καιρός· μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Πῶς οὖν συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συν-εθλάσθησαν; Διὰ τοῦ σώματος τοῦ αὐτοῦ. Τότε γὰρ πρῶτον ἐδείχθη σῶμα ἀθάνατον, καὶ διαλύον τοῦ θανά-του τὴν τυραννίδα. Ἄλλως δὲ τοῦτο τοῦ θανάτου δεί-κνυσι τὴν ἰσχὺν ἀνῃρημένην, οὐ τῶν πρὸ τῆς παρουσίας αὐτοῦ τετελευτηκότων τὰ ἁμαρτήματα λελυμένα. Εἰ δὲ μὴ τοῦτο, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν ἅπαντας ἀπήλλαξε γεέννης, πῶς φησιν, Ἀνεκτότερον ἔσται γῇ Σο-δόμων καὶ Γομόῤῥων; Τοῦτο γὰρ ὡς καὶ ἐκείνων κολασθησομένων εἴρηται, ἡμερώτερον μὲν, κολασθησο-μένων δ’ οὖν ὅμως. Καίτοιγε καὶ δίκην ἐνταῦθα ἔδοσαν τὴν ἐσχάτην· ἀλλ’ ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐξαιρήσεται. Εἰ δὲ τούτους, πολλῷ μᾶλλον τοὺς μηδὲν πεπονθότας. Τί οὖν; ἠδικήθησαν, φησὶν, οἱ πρὸ τῆς παρουσίας αὐτοῦ; Οὐδαμῶς· ἐνῆν γὰρ καὶ μὴ ὁμολογήσαντας τὸν Χριστὸν τότε σωθῆναι. Οὐ γὰρ τοῦτο ἀπῃτεῖτο παρ’ αὐτῶν, ἀλλὰ τὸ μὴ εἰδωλολατρεῖν, καὶ τὸ τὸν ἀληθινὸν Θεὸν εἰδέναι.
PG 57:417Κύριος γὰρ, φησὶν, ὁ Θεός σου, Κύριος εἷς ἐστι. Διὰ τοῦτο καὶ οἱ Μακκαβαῖοι ἐθαυμάζοντο, ὅτι ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς ἔπαθον ἅπερ ἔπαθον, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ παρὰ Ἰουδαίοις, βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸ μέτρον τῆς γνώσεως ταύ-της διατηρήσαντες, οὐδὲν ἀπῃτήθησαν πλέον. Τότε μὲν γὰρ ἤρκει εἰς σωτηρίαν, καθάπερ ἔφθην εἰπὼν, τὸ τὸν Θεὸν εἰδέναι μόνον· νυνὶ δὲ οὐκέτι, ἀλλὰ δεῖ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως. Διὰ τοῦτο ἔλεγεν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Οὕτω καὶ ἐπὶ τῆς πολιτείας. Τότε μὲν ὁ φόνος ἀπώλλυε τὸν ἐργασάμενον, νῦν δὲ καὶ τὸ ὀργίζεσθαι. Καὶ τότε μὲν τὸ μοιχεύειν καὶ μίγνυσθαι ἀλλοτρίᾳ γυναικὶ κόλα-σιν ἔφερε· νῦν δὲ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλμοῖς. Ὥσπερ γὰρ ἡ γνῶσις, οὕτω καὶ ἡ πολιτεία ἐπιτέταται νῦν. Ὥστε οὐδὲν ἔδει προδρόμου ἐκεῖ. Ἄλλως δὲ, εἰ μέλλοιεν μετὰ τὸ ἀποθανεῖν οἱ ἄπιστοι πιστεύοντες σώ-ζεσθαι, οὐδεὶς ἀπολεῖταί ποτε. Πάντες γὰρ μεταγνώ-σονται τότε καὶ προσκυνήσουσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ, ὅτι Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἀλλ’ οὐδὲν ὄφελος τῆς ὑποταγῆς ἐκείνης· οὐ γὰρ προαιρέσεώς ἐστιν εὐγνώ-μονος, ἀλλὰ τῆς τῶν πραγμάτων, ὡς ἂν εἴποι τις, λοι-πὸν ἀνάγκης. δ. Μὴ δὴ τοιαῦτα λοιπὸν εἰσάγωμεν δόγματα γραώδη, καὶ μύθους Ἰουδαϊκούς. Ἄκουσον γοῦν τί περὶ τούτων ὁ Παῦλός φησιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· περὶ τῶν ἐν τῷ πρὸ τοῦ νόμου χρόνῳ διαλεγόμενος· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρ-τον, διὰ νόμου κριθήσονται· περὶ τῶν μετὰ Μωϋσέα πάντων λέγων· καὶ, Ὅτι ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀν-θρώπων· καὶ, Θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενο-χωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζο-μένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καίτοι μυρία ἔπαθον ἐνταῦθα Ἕλληνες κακά· καὶ τοῦτο καὶ αἱ τῶν ἔξωθεν ἱστορίαι δηλοῦσι, καὶ αἱ Γρα-φαὶ αἱ παρ’ ἡμῖν. Τίς γὰρ ἂν διηγήσαιτο τὰς τῶν Βαβυλωνίων τραγῳδίας, ἢ τὰς τῶν Αἰγυπτίων;
Ὅτι δὲ καὶ οἱ τὸν Χριστὸν οὐκ ἐγνωκότες πρὸ τῆς ἐν-σάρκου παρουσίας, εἰδωλολατρείας δὲ ἀποστάντες, καὶ τὸν Θεὸν προσκυνήσαντες μόνον, καὶ πολιτείαν ἀρίστην ἐπιδειξάμενοι, ἁπάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ἄκουσον τί φησιν· Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ὁρᾷς ὅτι ἀγαθῶν ἀμοιβαὶ πολλαὶ τούτοις εἰσὶ, καὶ κολάσεις καὶ τιμωρίαι πάλιν τοῖς τὰ ἐναντία πεποιηκόσι; Ποῦ τοίνυν εἰσὶν οἱ τῇ γεέννῃ διαπιστοῦν-τες; Εἰ γὰρ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ, οἱ μηδὲ ὄνομα γεέννης ἀκούσαντες, μηδὲ ἀναστάσεως, καὶ ἐνταῦθα κολασθέντες, κἀκεῖ δώσουσι δίκην· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοσούτοις τραφέντες λόγοις φιλοσοφίας; Καὶ πῶς εὔλογον, φησὶ, τοὺς μηδὲν περὶ γεέννης ἀκούσαντας,
PG 57:418εἰς γέενναν ἐμπεσεῖν; Ἐροῦσι γὰρ, ὅτι Εἰ ἠπείλησας γέεν-ναν, μᾶλλον ἂν ἐφοβήθημεν καὶ ἐσωφρονήσαμεν. Πάνυ γε, (οὐ γάρ;) ὡς ἡμεῖς βιοῦμεν νῦν, καθ’ ἑκάστην ἡμέραν ἀκούοντες τοὺς περὶ γεέννης λόγους, καὶ οὐδὲ ὅλως προς-έχοντες. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ὁ ταῖς παρὰ πόδας μὴ κατεχόμενος τιμωρίαις, πολλῷ μᾶλλον ἐκείναις οὐ κατασχεθήσεται. Τοὺς γὰρ ἀλογωτέρους καὶ παχύτερον διακειμένους τὰ ἐν χερσὶ μᾶλλον καὶ εὐθέως συμβησόμενα εἴωθε σωφρονίζειν, ἢ τὰ μακροῖς ὕστερον ἐκβησόμενα χρόνοις. Ἀλλ’ ἡμῖν, φησὶ, μείζων ἐπεκρε-μάσθη ὁ φόβος, καὶ τοῦτο ἐκεῖνοι ἠδίκηνται. Οὐδαμῶς. Πρῶτον μὲν γὰρ οὐ τὰ αὐτὰ πρόκειται σκάμματα ἡμῖν κἀκείνοις, ἀλλὰ πολλῷ μείζονα ἡμῖν. Τοὺς δὲ μείζονας ἀναδεξαμένους πόνους, μείζονος ἔδει βοηθείας ἀπολαῦσαι. Βοήθεια δὲ οὐ μικρὰ, τὸ αὐξηθῆναι τὸν φόβον. Εἰ δὲ πλεονεκτοῦμεν αὐτῶν τῷ τὰ μέλλοντα εἰδέναι, πλεονεκτοῦσιν ἡμῶν κἀκεῖνοι τῷ παραυτίκα σφοδρὰς ἐπιφέρεσθαι τὰς τιμωρίας αὐτοῖς. Ἀλλ’ ἕτερόν τι καὶ πρὸς ταῦτα λέγουσιν οἱ πολλοί. Ποῦ γὰρ τὸ δίκαιον, φησὶ, τοῦ Θεοῦ, ὅταν τις ἐνταῦθα ἁμαρτὼν, καὶ ἐνταῦθα κἀκεῖ κολάζηται; Βούλεσθε οὖν ὑμᾶς ἀναμνήσω τῶν ὑμετέρων λόγων, ἵνα μηκέτι κό-πους ἡμῖν παρέχητε, ἀλλ’ οἴκοθεν φέρητε τὴν λύσιν; Ἐγὼ πολλῶν ἤκουσα ἀνθρώπων ἡμετέρων, εἴ ποτε μά-θοιεν ἀνδροφόνον ἀποτμηθέντα ἐν δικαστηρίῳ, δυσχε-ραινόντων καὶ ταῦτα λεγόντων τὰ ῥήματα· Τριάκοντα φόνους ὁ μιαρὸς οὗτος καὶ ἐναγὴς τολμήσας, ἢ καὶ πολλῷ πλείους, ἕνα μόνον αὐτὸς ὑπέμεινε θάνατον· καὶ ποῦ τὸ δίκαιον; Ὥστε ὑμεῖς αὐτοὶ ὁμολογεῖτε, ὅτι οὐκ ἀρκεῖ θάνατος εἷς εἰς τιμωρίαν. Πῶς οὖν τὰ ἐναντία ψηφίζεσθε νῦν; Ὅτι οὐχ ἑτέροις, ἀλλ’ ὑμῖν αὐτοῖς δικάζετε. Το-σοῦτον ἡ φιλαυτία γίνεται κώλυμα εἰς τὸ μὴ συνορᾷν τὸ δίκαιον. Διὰ τοῦτο ὅταν μὲν ἑτέροις κρίνωμεν, μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν· ὅταν δὲ ἡμῖν αὐτοῖς δικάζωμεν, ἐσκοτώμεθα· ὡς ἐὰν καὶ ἐφ’ ἡμῶν αὐτῶν ταῦτα ἐξετάζωμεν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀδέκαστον τὴν ψῆφον οἴσομεν. Ἔστι γὰρ καὶ ἡμῖν ἁμαρτήματα, οὐ δύο καὶ τριῶν, ἀλλὰ μυρίων θανάτων ἄξια. Καὶ ἵνα τὰ ἄλλα παρῶ, ἀναμνήσωμεν ἑαυτοὺς ὅσοι τῶν μυστηρίων μετέχομεν ἀναξίως· οἱ δὲ τοιοῦτοι ἔνοχοί εἰσι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ὥστε ὅταν τὸν ἀνδροφόνον λέγῃς, καὶ σεαυτὸν λογίζου. Ἐκεῖνος μὲν γὰρ ἄνθρωπον ἐφόνευσε, σὺ δὲ τῆς σφαγῆς ὑπεύθυνος εἶ τοῦ Δεσπότου· κἀκεῖνος μὲν, οὐ μετασχὼν μυστηρίων· ἡμεῖς δὲ, τραπέζης ἀπο-λαύοντες ἱερᾶς. Τί δὲ οἱ τοὺς ἀδελφοὺς δάκνοντες καὶ κατεσθίοντες, καὶ πολὺν ἀφιέντες τὸν ἰόν; τί δὲ ὁ τὴν τροφὴν τῶν πενήτων ἀφαιρούμενος; Εἰ γὰρ ὁ μὴ μετα-διδοὺς τοιοῦτός ἐστι, [πολλῷ μᾶλλον ὁ τὰ ἀλλότρια λαμβάνων.] Πόσων λῃστῶν οἱ πλεονέκται χείρους εἰσί; πόσων ἀνδροφόνων οἱ ἅρπαγες; πόσων τυμβωρύχων; πόσοι δὲ μετὰ τὸ ἀποδῦσαι καὶ αἱμάτων εἰσὶν ἐπιθυ-μηταί; Ἄπαγε μὴ γένοιτο, φησί. Νῦν λέγεις, Μὴ γένοιτο· ὅταν ἐχθρὸν ἔχῃς, τότε εἰπὲ, Μὴ γένοιτο, καὶ μέμνησο τῶν εἰρημένων, καὶ βίον ἐπιδείκνυσο πολλῆς γέμοντα ἀκριβείας, ἵνα μὴ καὶ ἡμᾶς τὰ Σοδόμων μείνῃ,

Homily XXXVIIHomilia XXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 57:419ἵνα μὴ τὰ Γομόῤῥων πάθωμεν, ἵνα μὴ τὰ Τυρίων ὑπο-μείνωμεν καὶ τὰ Σιδωνίων κακά· μᾶλλον δὲ ἵνα μὴ τῷ Χριστῷ προσκρούσωμεν, ὅπερ ἁπάντων ἐστὶ χαλεπώ-τερον [καὶ φοβερώτερον]. Εἰ γὰρ καὶ πολλοῖς ἡ γέεννα φοβερὸν εἶναι δοκεῖ, ἀλλ’ ἔγωγε οὐ παύσομαι συνεχῶς βοῶν, ὅτι τοῦτο γεέννης ἁπάσης χαλεπώτερον καὶ
PG 57:420φοβερώτερον· καὶ ὑμᾶς οὕτω διακεῖσθαι παρακαλῶ. Οὕτω γὰρ καὶ γεέννης ἀπαλλαγησόμεθα, καὶ τῆς παρὰ τοῦ Χριστοῦ ἀπολαύσομεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 57:419ΟΜΙΛΙΑ ΛΖ. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. α. Τὸ μὲν γὰρ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονο-μήθη καλῶς, καὶ βεβαιωθέντες ἀπῆλθον ἀπὸ τῶν παραυ-τίκα γενομένων σημείων· ἔδει δὲ λοιπὸν καὶ τὰ πρὸς τὸν δῆμον ἰάσασθαι. Ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἂν τοιοῦτον ὑπώπτευσαν περὶ τοῦ ἑαυτῶν διδασκάλου· ὁ δὲ πολὺς ὄχλος ἐκ τῆς ἐρωτήσεως τῶν Ἰωάννου μαθητῶν πολλὰ ἂν ἄτοπα ὑπενόησεν, οὐκ εἰδὼς τὴν γνώμην μεθ’ ἧς ἔπεμψε τοὺς μαθητάς. Καὶ εἰκὸς ἦν διαλογίζεσθαι πρὸς ἑαυτοὺς καὶ λέγειν· Ὁ τοσαῦτα μαρτυρήσας μετεπείσθη νῦν, καὶ ἀμφιβάλλει εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχό-μενος; ἆρα μὴ στασιάζων πρὸς τὸν Ἰησοῦν ταῦτα λέ-γει; ἆρα μὴ δειλότερος ὑπὸ τοῦ δεσμωτηρίου γενόμενος; ἆρα μὴ μάτην καὶ εἰκῆ τὰ πρότερα εἴρηκεν; Ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν αὐτοὺς ὑποπτεύειν, ὅρα πῶς αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, καὶ ταύτας ἀναιρεῖ τὰς ὑποψίας. Πορευομένων γὰρ αὐτῶν, ἤρξατο λέ-γειν τοῖς ὄχλοις. Διατί, πορευομένων αὐτῶν; Ἵνα μὴ δόξῃ κολακεύειν τὸν ἄνθρωπον. Διορθούμενος δὲ τὸν δῆ-μον, οὐκ ἄγει εἰς μέσον αὐτῶν τὴν ὑπόνοιαν, ἀλλὰ τὴν λύσιν μόνον ἐπάγει τῶν κατὰ διάνοιαν θορυβούντων αὐ-τοὺς λογισμῶν, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόῤῥητα ἁπάντων. Οὐδὲ γὰρ λέγει καθάπερ πρὸς Ἰουδαίους· Τί ἐνθυ-μεῖσθε πονηρά; Εἰ γὰρ καὶ ἐνενόησαν, οὐκ ἀπὸ πονη-ρίας ἐλογίζοντο ταῦτα, ἀλλ’ ἀπὸ τῆς τῶν εἰρημένων ἀγνοίας. Διὰ τοῦτο οὐδὲ ἐπιπληκτικῶς αὐτοῖς διαλέ-γεται, ἀλλὰ διορθοῦται αὐτῶν μόνον τὴν διάνοιαν, καὶ ἀπολογεῖται ὑπὲρ Ἰωάννου· καὶ δείκνυσιν ὅτι οὐ μετ-έπεσε τῆς προτέρας δόξης, οὐδὲ μεταβέβληται. Οὐδὲ γάρ ἐστιν εὔκολος ἄνθρωπος καὶ εὐρίπιστος, ἀλλὰ πεπηγὼς καὶ βέβαιος, καὶ οὐ τοιοῦτος, ὡς καὶ προδοῦναι τὰ ἐμ-πεπιστευμένα. Ταῦτα δὲ κατασκευάζων, οὐκ ἐκ τῆς οἰ-κείας ἀποφάσεως εὐθέως, ἀλλ’ ἐκ τῆς ἐκείνων πρότερον ταῦτα κατασκευάζει μαρτυρίας· οὐ δι’ ὧν εἶπον μόνον, ἀλλὰ καὶ δι’ ὧν ἔπραξαν, δεικνὺς αὐτοὺς μαρτυροῦν-τας αὐτοῦ τῇ στεῤῥότητι. Διό φησι· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; Ὡσανεὶ ἔλεγε· Διατί τὰς πόλεις ἀφέντες καὶ τὰς οἰκίας, συνήλθετε εἰς τὴν ἔρημον ἅπαντες; ἵνα οἰκτρόν τινα ἴδητε καὶ εὔκολον ἄνθρωπον; Ἀλλ’ οὐκ ἂν ἔχοι λόγον. Οὐ γὰρ τοῦτο δείκνυσιν ἡ
σπουδὴ ἐκείνη, καὶ τὸ πάντας συντρέχειν εἰς τὴν ἔρη-μον. Οὐ γὰρ ἂν δῆμος τοσοῦτος καὶ πόλεις τοσαῦται μετὰ τοσαύτης προθυμίας εἰς τὴν ἔρημον καὶ τὸν Ἰορ-δάνην ποταμὸν ἐξεχύθησαν τότε, εἰ μὴ μέγαν τινὰ καὶ
PG 57:420θαυμαστὸν καὶ πέτρας στεῤῥότερον ὄψεσθαι προσεδοκή-σατε. Οὐ γὰρ δὴ κάλαμον ἐξήλθετε ἰδεῖν, ὑπὸ ἀνέμου σαλευόμενον· οἱ γὰρ εὔκολοι, καὶ ῥᾳδίως περιφερόμενοι, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντες, καὶ ἐπὶ μη-δενὸς ἑστῶτες, τούτῳ μάλιστα ἐοίκασι. Καὶ ὅρα πῶς πᾶσαν πονηρίαν ἀφεὶς, ταύτην τίθησι τὴν μάλιστα ὑφορμοῦσαν αὐτοῖς τότε, καὶ ἀναιρεῖ τὴν τῆς εὐκολίας ὑπόθεσιν· Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἴκοθεν οὐκ ἦν εὐρίπιστος· καὶ τοῦτο ἐδηλώσατε διὰ τῆς σπουδῆς ὑμεῖς. Οὐ μὴν οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὡς στεῤῥὸς μὲν ἦν, τρυφῇ δὲ δουλεύσας ὕστερον χαῦνος γέγονε. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν οἴκοθέν εἰσι τοιοῦτοι, οἱ δὲ γίνονται· οἷον, ὁ μέν ἐστιν ὀργίλος φύσει, ὁ δὲ εἰς ἀῤῥωστίαν ἐμπεσὼν μα-κρὰν, τοῦτο κτᾶται τὸ νόσημα. Πάλιν εὔκολοι καὶ κοῦφοι οἱ μέν εἰσι φύσει, οἱ δὲ ἀπὸ τοῦ τρυφῇ δουλεύειν καὶ μα-λακίζεσθαι τοῦτο γίνονται. Ἀλλ’ ὁ Ἰωάννης, φησὶν, οὔτε φύσει τοιοῦτος ἦν· οὐδὲ γὰρ κάλαμον ἐξήλθετε ἰδεῖν· οὔτε τρυφῇ δοὺς ἑαυτὸν, ἀπώλεσεν ὅπερ εἶχε πλεονέ-κτημα. Ὅτι γὰρ οὐκ ἐδούλευσε τρυφῇ, δείκνυσιν ἡ στολὴ καὶ ἡ ἐρημία καὶ τὸ δεσμωτήριον. Εἰ γὰρ ἐβούλετο μα-λακὰ φορεῖν, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἂν τὸ δεσμωτήριον, ἀλλὰ τὰ βασίλεια. Ἐξῆν γὰρ αὐτῷ σιγή-σαντι μόνον μυρίας ἀπολαῦσαι τιμῆς. Ὅπου γὰρ καὶ ἐλέγξαντα καὶ δεδεμένον οὕτως ᾐδεῖτο ὁ Ἡρώδης, πολλῷ μᾶλλον σιγήσαντα ἐκολάκευσεν ἄν. Ἔργῳ τοίνυν τῆς αὐτοῦ στεῤῥότητος παρασχὼν βάσανον καὶ τῆς καρ-τερίας, πῶς ἂν εἴη δίκαιος ἐπὶ τοιούτοις ὑποπτεύεσθαι; β. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τῶν ἱματίων, καὶ ἀπὸ τῆς συνδρομῆς τὸ ἦθος αὐτοῦ χαρακτηρίσας, ἐπάγει λοιπὸν καὶ τὸν προφήτην. Εἰπὼν γὰρ, Τί ἐξήλ-θετε; προφήτην ἰδεῖν; Ναὶ, λέγω ὑμῖν, καὶ περισσό-τερον προφήτου, φησίν· οὗτος γάρ ἐστι, περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμ-προσθέν σου. Πρότερον τὴν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ πρῶτον μὲν τὴν ψῆφον τίθησι τὴν Ἰουδαϊκὴν, ἥπερ μεγίστη γένοιτ’ ἂν ἀπόδειξις, ὅταν παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία φέρηται· δεύτερον, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν ἑαυτοῦ κρίσιν· τέταρτον, τὸν προφήτην, πάντοθεν αὐ-τοὺς ἐπιστομίζων. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ τότε μὲν τοιοῦτος ἦν, νῦν δὲ μεταβέβληται; ἐπήγαγε καὶ τὰ μετὰ ταῦτα, τὰ ἱμάτια, τὸ δεσμωτήριον, καὶ μετὰ τούτων τὴν προφητείαν. Εἶτα εἰπὼν ὅτι μείζων προ-φήτου, δείκνυσι καὶ κατὰ τί μείζων. Κατὰ τί τοίνυν μείζων; Κατὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου. Ἀπο-
PG 57:421στέλλω γὰρ, φησὶ, τὸν ἄγγελόν μου πρὸ προσώπου σου· τουτέστιν, ἐγγύς σου. Καθάπερ γὰρ ἐπὶ τῶν βασι-λέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι· οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων. Ὅρα πῶς καὶ ἐντεῦ-θεν τὴν ὑπεροχὴν ἔδειξε· καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν παρ’ ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι-κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἔτεκε γυνὴ τούτου μείζονα. Καὶ ἀρκεῖ μὲν καὶ ἡ ἀπόφασις· εἰ δὲ βούλει καὶ ἀπὸ τῶν πραγμάτων μαθεῖν, ἐννόησον αὐτοῦ τὴν τράπεζαν, τὴν διαγωγὴν, τῆς γνώμης τὸ ὕψος. Ὥσπερ γὰρ ἐν οὐρανῷ, οὕτω διῆγε, καὶ τῶν τῆς φύσεως ἀναγκῶν ἀνωτέρω γενόμενος, ξένην τινὰ ὥδευσεν ὁδὸν, ἐν ὕμνοις καὶ εὐ-χαῖς τὸν πάντα διάγων χρόνον, καὶ ἀνθρώπων μὲν οὐδενὶ, Θεῷ δὲ ὁμιλῶν μόνῳ διηνεκῶς. Οὐδὲ γὰρ εἶδέ τινα τῶν ὁμοδούλων, οὔτε ὤφθη τινὶ τούτων, οὐκ ἐγαλακτοτροφήθη, οὐ κλίνης, οὐ στέγης, οὐκ ἀγορᾶς, οὐκ ἄλλου τινὸς ἀπέλαυσε τῶν ἀνθρωπίνων· καὶ ὅμως ἥμερος ἦν ὁμοῦ καὶ σφοδρός. Ἄκουσον γοῦν πῶς μετ’ ἐπιεικείας τοῖς ἑαυτοῦ μαθηταῖς διαλέγεται, πῶς μετὰ ἀνδρείας τῷ δήμῳ τῶν Ἰουδαίων, πῶς μετὰ παῤ-ῥησίας τῷ βασιλεῖ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐκ ἐγή-γερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀλλ’ ἵνα μὴ πάλιν ἡ ὑπερβολὴ τῶν ἐγ-κωμίων τέκῃ τινὰ ἀτοπίαν, προτιμώντων αὐτὸν τοῦ Χριστοῦ τῶν Ἰουδαίων, σκόπει πῶς καὶ τοῦτο διορθοῦ-ται. Καθάπερ γὰρ ἐξ ὧν ᾠκοδομοῦντο οἱ μαθηταὶ, ἐβλά-πτοντο οἱ ὄχλοι, εὔκολον αὐτὸν εἶναι νομίζοντες· οὕτω καὶ ἐξ ὧν ἐθεραπεύοντο οἱ ὄχλοι, μείζων ἂν ἐγένετο ἡ βλάβη, σεμνοτέραν τοῦ Χριστοῦ περὶ αὐτοῦ λαμβα-νόντων αὐτῶν ὑπόνοιαν ἐκ τῶν εἰρημένων. Διὸ καὶ τοῦτο ἀνυπόπτως διορθοῦται λέγων· Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστι. Μικρότερος κατὰ τὴν ἡλικίαν, καὶ κατὰ τὴν τῶν πολλῶν δόξαν· καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην· καὶ, Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ πανταχοῦ αὐ-τὸν ἐξηυτέλιζον. Τί οὖν; φησί· κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν; Ἄπαγε. Οὐδὲ γὰρ Ἰωάννης ὅταν λέγῃ, Ἰσχυρότερός μού ἐστι, συγκρίνων λέγει· οὐδὲ Παῦλος, ὅταν Μωϋσέως μεμνημένος γράφῃ, Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, συγκρίνων γράφει. Καὶ αὐτὸς δὲ, Ἰδοὺ πλέον Σολομῶνος ὧδε, λέγων, οὐχὶ συγκρίνων φησίν. Εἰ δ’ ἄρα δοίημεν καὶ κατὰ σύγκρισιν εἰρῆσθαι παρ’ αὐτοῦ τοῦτο, οἰκονομικῶς ἐγίνετο διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. Καὶ γὰρ σφό-δρα ἦσαν πρὸς αὐτὸν κεχηνότες οἱ ἄνθρωποι· τότε δὲ λαμπρότερον αὐτὸν καὶ τὸ δεσμωτήριον ἐποίησε, καὶ ἡ πρὸς τὸν βασιλέα παῤῥησία, καὶ ἀγαπητὸν ἦν τέως τοῦτο δεχθῆναι παρὰ τοῖς πολλοῖς. Καὶ γὰρ καὶ ἡ Πα-λαιὰ οἶδεν οὕτω διορθοῦν τὰς τῶν πεπλανημένων ψυχὰς, τὰ ἀσύγκριτα κατὰ σύγκρισιν παραβάλλουσα· ὡς ὅταν λέγῃ· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πάλιν, Οὐκ ἔστι θεὸς ὡς ὁ Θεὸς ἡμῶν. Τινὲς δέ φασιν, ὅτι περὶ τῶν ἀποστόλων τοῦτο εἴρηκεν ὁ Χριστός· ἕτεροι δὲ περὶ ἀγγέλων. Ὅταν γὰρ τῆς ἀληθείασ
PG 57:422τινὲς ἐκτραπῶσι, πολλὰ πλανᾶσθαι εἰώθασι. Ποία γὰρ ἀκολουθία, ἢ περὶ ἀγγέλων ἢ περὶ ἀποστόλων εἰπεῖν; Ἄλλως δὲ, εἰ περὶ τῶν ἀποστόλων ἔλεγε, τί ἐκώλυεν ὀνομαστὶ παραγαγεῖν; Περὶ μὲν γὰρ ἑαυτοῦ λέγων, εἰκότως κρύπτει τὸ πρόσωπον διὰ τὴν ἔτι κρατοῦσαν ὑπόνοιαν, καὶ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ μέγα τι λέ-γειν· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἐν τοῖς πνευ-ματικοῖς καὶ τοῖς κατὰ τὸν οὐρανὸν ἅπασι. Καὶ τὸ εἰπεῖν δὲ, Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μεί-ζων Ἰωάννου, ἀντιδιαστέλλοντος ἦν ἑαυτῷ τὸν Ἰωάννην, καὶ οὕτως ἑαυτὸν ὑπεξαιροῦντος. γ. Εἰ γὰρ καὶ γεννητὸς γυναικὸς ἦν αὐτὸς, ἀλλ’ οὐχ οὕτως ὡς Ἰωάννης· οὐ γὰρ ψιλὸς ἄνθρωπος ἦν, οὐδὲ ὁμοίως ἀνθρώπῳ ἐτέχθη, ἀλλὰ ξένον τινὰ τόκον καὶ παράδοξον. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτι-στοῦ, φησὶν, ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ ποίαν
τοῦτο ἀκολουθίαν ἔχοι πρὸς τὰ ἔμπροσθεν εἰρημένα; Πολλὴν μὲν οὖν καὶ σφόδρα συνᾴδουσαν. Καὶ γὰρ ὠθεῖ καὶ ἐπείγει λοιπὸν αὐτοὺς καὶ ἐντεῦθεν εἰς τὴν πίστιν τὴν ἑαυτοῦ· ἅμα δὲ καὶ τοῖς ἔμπροσθεν εἰρημένοις παρὰ Ἰωάννου συνηγορεῖ. Εἰ γὰρ μέχρι Ἰωάννου πάντα πε-πλήρωται, ἐγώ εἰμι ὁ ἐρχόμενος. Πάντες γὰρ, φησὶν, οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευ-σαν. Οὐ γὰρ ἂν ἔστησαν οἱ προφῆται, εἰ μὴ ἦλθον ἐγώ. Μηδὲν τοίνυν προσδοκᾶτε περαιτέρω, μηδὲ ἕτερόν τινα μένετε. Ὅτι γὰρ ἐγώ εἰμι, δῆλον καὶ ἐκ τοῦ τοὺς προ-φήτας στῆναι, καὶ ἐκ τῶν καθ’ ἑκάστην ἁρπαζόντων ἡμέραν τὴν πίστιν τὴν εἰς ἐμέ. Οὕτω γὰρ δήλη ἐστὶ καὶ σαφὴς, ὡς καὶ πολλοὺς ἁρπάζειν αὐτήν. Καὶ τίς ἥρπασεν; εἰπέ μοι. Πάντες οἱ μετὰ σπουδῆς προσιόν-τες. Εἶτα καὶ ἕτερον τεκμήριον τίθησι λέγων· Εἰ θέ-λετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχε-σθαι. Ἀποστελῶ γὰρ, φησὶν, ὑμῖν Ἠλίαν τὸν Θε-σβίτην, ὃς ἐπιστρέψει καρδίαν πατρὸς ἐπὶ τέκνα. Οὗτος οὖν ἐστιν Ἠλίας, ἐὰν προσέχητε μετὰ ἀκρι-βείας, φησί. Καὶ γὰρ, Ἀποστελῶ, φησὶ, τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Καὶ καλῶς εἶπεν, Εἰ θέλετε δέξασθαι, τὸ ἀβίαστον δεικνύς. Οὐ γὰρ ἀναγκάζω, φησί. Τοῦτο δὲ ἔλεγεν, εὐγνώμονα ἀπαιτῶν διάνοιαν, καὶ δη-λῶν ὅτι οὗτος ἐκεῖνός ἐστι, κἀκεῖνος οὗτος. Ἀμφότεροι γὰρ μίαν διακονίαν ἀνεδέξαντο, καὶ πρόδρομοι γεγόνασιν ἀμφότεροι. Διόπερ οὐδὲ ἁπλῶς εἶπεν, Οὗτός ἐστιν Ἠλίας, ἀλλ’, Εἰ θέλετε δέξασθαι, οὗτός ἐστι· τουτέστιν· Εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομένοις. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προς-έθηκε, δεικνὺς ὅτι συνέσεως χρεία, πρὸς τὸ, Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τοσαῦτα δὲ αἰνίγματα ἐτίθει, διεγείρων αὐτοὺς εἰς ἐρώτησιν. Εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐκ ἐτόλμων ἐρωτᾷν, καὶ ὅτι δυσπρόσιτος ἦν. Οἱ γὰρ ὑπὲρ τῶν τυχόντων αὐτὸν ἐρωτῶντες καὶ πειράζοντες, καὶ μυριάκις ἐπιστομισθέντες, καὶ οὐκ ἀποστάντες, πῶς ἂν ὑπὲρ τῶν ἀναγκαίων οὐκ ἐπύθοντο καὶ ἠρώτησαν, εἴγε καὶ μαθεῖν ἐπεθύμουν; Εἰ γὰρ ὑπὲρ τῶν νομίμων ἠρώτων, ποία ἐντολὴ πρώτη, καὶ
Page scan enlarged

Notebook

Full View