PG 58John Chrysostom
Commentary on the Gospel of Matthew (Homilies 45-90)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 58:620ᾔτησαν. Τί οὖν αὐτός; Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Μεγάλα αὐτοῖς προεφήτευσεν ἀγαθά· τουτέστι, Μαρτυ-ρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· βιαίῳ θανάτῳ τὴν ζωὴν καταλύσετε, καὶ τούτων μοι κοινωνήσετε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐω-νύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου. γ. Ἐπάρας αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλοτέρας ποιή-σας, καὶ πρὸς λύπην ἀχειρώτους ἐργασάμενος, τότε διορθοῦται αὐτῶν τὴν αἴτησιν. Ἀλλὰ τί ποτέ ἐστι τὸ νῦν εἰρημένον; Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα παρὰ πολλῶν· ἓν μὲν, εἰ ἡτοίμασταί τισι τὸ καθίσαι ἐκ δε-ξιῶν αὐτοῦ· ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις, οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι παρασχεῖν. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἂν τὸ πρότερον λύσωμεν, τότε καὶ τὸ δεύ-τερον τοῖς ζητοῦσιν ἔσται σαφές. Τί οὖν ἐστι τοῦτο; Οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ καθεδεῖται, οὐδὲ ἐξ εὐωνύμων. Ἄβατος γὰρ πᾶσιν ὁ θρόνος ἐκεῖνος· οὐκ ἀνθρώποις λέγω καὶ ἁγίοις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις, καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν. Ὡς γοῦν ἐξαίρετον τοῦ Μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου; Καὶ πρὸς μὲν τοὺς ἀγγέ-λους φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ-ματα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν φησι, Τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύ-μων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ὡς ὄντων τινῶν τῶν καθ-εδουμένων; Οὐχ ὡς ὄντων, ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπό-νοιαν ἀπεκρίνατο τῶν ἐρωτώντων, συγκαταβαίνων αὐ-τῶν τῇ διανοίᾳ. Οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτων καταδεέστερα καὶ καθ’ ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν· ἀλλ’ ἓν ἐζήτουν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ πρὸ τῶν ἄλλων στῆναι, καὶ μηδένα εἶναι πρὸ αὐτῶν παρ’ αὐτῷ· ὅπερ καὶ ἤδη ἔφθην εἰπὼν, ὅτι ἐπειδὴ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαν-τες ὅ τι ποτέ ἐστι τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζή-τησαν. Ὃ τοίνυν φησὶν ὁ Χριστὸς, τοῦτό ἐστιν· Ἀπο-θανεῖσθε μὲν δι’ ἐμὲ, καὶ σφαγήσεσθε τοῦ κηρύγματος ἕνεκεν, καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι τῆς προεδρίας ὑμᾶς ἀπολαῦσαι, καὶ τὴν πρώτην τάξιν κατασχεῖν. Ἂν γάρ τις ἕτερος ἔλθῃ μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν
κεκτημένος πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκεῖνον τὸν ἀπὸ τῶν ἔργων κηρυττόμενον, ὑμῖν δώσω τὰ πρωτεῖα. Ἀλλ’ οὕτω μὲν οὐκ εἶπεν, ὥστε μὴ λυπῆ-σαι· αἰνιγματωδῶς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται. Τίσι δὲ ἡτοίμασται; Τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροῖς. Διὰ τοῦτο οὐκ εἶπεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τοῦ Πατρός μου, ἵνα μὴ ἀσθενεῖν, μηδὲ ἀτονεῖν αὐτὸν φαίη τις πρὸς τὴν ἀντίδοσιν· ἀλλὰ πῶς; Οὐκ ἔστιν
PG 58:621ἐμὸν, ἀλλ’ ἐκείνων οἷς ἡτοίμασται. Ἵνα δὲ καὶ σαφέ-στερον ὃ λέγω γένηται, ἐπὶ ὑποδείγματος αὐτὸ γυμνά-σωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα κατιέναι τοῦτον, καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν τῶν μάλιστα ᾠκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι Ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαῤῥοῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν. Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων· ἆρ’ οὖν καταγνωσό-μεθα αὐτοῦ ἀσθένειαν; Οὐδαμῶς· ἀλλ’ ἀποδεξόμεθα αὐτὸν τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. Ὥς-περ οὖν ἐκεῖνον οὐκ ἂν φαίημεν ἀτονοῦντα μὴ διδόναι τὸν στέφανον, ἀλλὰ μὴ βουλόμενον διαφθεῖραι τῶν ἀγώ-νων τὸν νόμον, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμι ἂν τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς συνελαύνοντα, μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. Διὰ τοῦτό φησιν, Οἷς ἡτοίμασται. Τί γὰρ, φησὶν, ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους; τί δὲ ἂν μείζονα ἐργά-σωνται; Μὴ γὰρ ἐπειδὴ μαθηταί μου γεγόνατε, διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε; Ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παν-τὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν. Καὶ γὰρ Πέτρῳ οὕτω φησίν· Ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀπο-δώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγα-πηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐπιφάνεια δὲ τοῦ Χριστοῦ γέγονεν. Ὅτι δὲ Παύλου οὐδεὶς πρῶτος στή-σεται, παντί που δῆλον. Εἰ δὲ ἀσαφέστερον ταῦτα εἴρηκε, μὴ θαυμάσῃς. Παραπεμπόμενός τε γὰρ αὐτοὺς οἰκονο-μικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· (καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπί-νου·) καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφείᾳ ἀμφότερα ταῦτα κατορθοῖ. Τότε ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο. Τότε, πότε; Ὅτε ἐπετίμησεν αὐτοῖς. Ἕως μὲν γὰρ τοῦ Χριστοῦ ἡ ψῆφος ἦν, οὐκ ἠγανά-κτουν, ἀλλ’ ὁρῶντες αὐτοὺς προτιμωμένους, ἔστεργον καὶ ἐσίγων, αἰδούμενοι τὸν Διδάσκαλον καὶ τιμῶντες· καὶ εἰ κατὰ διάνοιαν ἤλγουν, ἀλλ’ εἰς μέσον τοῦτο ἐξ-ενεγκεῖν οὐκ ἐτόλμων. Καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, ὅτε τὰ δίδραχμα ἔδωκεν, οὐκ ἐδυσχέραναν, ἀλλ’ ἠρώτησαν μόνον, Τίς ἄρα μείζων ἐστίν; Ἐπειδὴ δὲ τῶν μαθητῶν ἐνταῦθα ἡ αἴτησις ἦν, ἀγανακτοῦσι. Καὶ οὐδὲ ἐνταῦθα εὐθέως ἀγανακτοῦσιν, ὅτε ᾔτησαν, ἀλλ’ ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔφησεν οὐκ ἀπολαύσεσθαι τῶν πρωτείων αὐτοὺς, εἰ μὴ παράσχοιεν ἑαυτοὺς τούτων ἀξίους. δ. Εἶδες πῶς ἀτελέστερον πάντες διέκειντο, καὶ οὗτοι κατεξανιστάμενοι τῶν δέκα, καὶ ἐκεῖνοι φθονοῦντες τοῖς δυσίν; Ἀλλ’, ὅπερ ἔφην, μετὰ ταῦτά μοι αὐτοὺς δεῖ-ξον, καὶ ὄψει πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν. Ἄκουσον γοῦν πῶς οὗτος αὐτὸς ὁ Ἰωάννης, ὁ νῦν προς-
PG 58:622ελθὼν ὑπὲρ τούτων, πανταχοῦ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ δημηγοροῦντι καὶ θαυματουργοῦντι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Καὶ οὐκ ἀποκρύπτει αὐ-τοῦ τὰ κατορθώματα, ἀλλὰ καὶ τὴν ὁμολογίαν λέγει, ἣν πάντων σιγώντων ἐπεδείξατο, καὶ τὴν εἰς τὸν τάφον εἴσοδον, καὶ προτίθησιν ἑαυτοῦ τὸν ἀπόστολον. Ἐπειδὴ γὰρ ἀμφότεροι παρέμειναν σταυρουμένῳ, τὸ ἑαυτοῦ ἐγκώμιον ὑποτεμνόμενός φησιν, ὅτι Γνώριμος ἦν ὁ μαθητὴς ἐκεῖνος τῷ ἱερεῖ. Ὁ δὲ Ἰάκωβος μακρὸν μὲν οὐκ ἐπέζησε χρόνον· ἐκ προοιμίων δὲ οὕτω διεθερ-μάνθη, καὶ πάντα τὰ ἀνθρώπινα ἀφεὶς πρὸς ὕψος ἀν-έδραμεν ἄφατον, ὡς εὐθέως σφαγῆναι. Οὕτω πάντων ἕνεκεν μετὰ ταῦτα ἄκροι ἐγένοντο. Ἀλλὰ τότε ἠγανάκτησαν. Τί οὖν ὁ Χριστός; Προσκαλεσάμενος αὐτούς φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύ-ουσιν αὐτῶν. Ἐπειδὴ γὰρ ἐθορυβήθησαν καὶ ἐτα-ράχθησαν, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραύ̈-νει, καὶ τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι. Καὶ γὰρ οἱ δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀποῤῥήξαντες, ἐγ-γύτερον εἱστήκεσαν ἰδιολογούμενοι. Διὰ τοῦτο καὶ τού-τους πλησίον ἄγει· τούτῳ τε αὐτῷ, καὶ τῷ τὸ εἰρημένον ἐκπομπεῦσαι καὶ εἰς τοὺς ἄλλους ἐξαγαγεῖν, παραμυ-θούμενος τὸ πάθος καὶ τούτων κἀκείνων. Καὶ οὐχ ὡς ἔμπροσθεν, οὕτω καὶ νῦν καταστέλλει. Πρότερον μὲν γὰρ παιδία ἄγει εἰς μέσον, καὶ τὸ ἀφελὲς αὐτῶν καὶ τὸ τα-πεινὸν μιμεῖσθαι κελεύει· ἐνταῦθα δὲ πληκτικώτερον ἀπὸ τοῦ ἐναντίου ἐντρέπει λέγων· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατ-εξουσιάζουσι· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως· ἀλλ’ ὁ θέλων ἐν ὑμῖν γενέσθαι μέγας, οὗτος ἔστω πάντων διάκονος, καὶ ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος· δεικνὺς ὅτι ἐθνικῶν τὸ τοιοῦτον, τὸ τῶν πρωτείων ἐρᾷν. Καὶ γὰρ τυραννικὸν τὸ πάθος, καὶ συνεχῶς ἐνοχλοῦν καὶ μεγάλοις ἀνδράσι· διὰ τοῦτο καὶ σφοδροτέρας δεῖται πληγῆς. Διὸ καὶ αὐτὸς βαθύτερον αὐτῶν καθικνεῖται, τῇ τῶν ἐθνῶν παραθέσει φλεγμαί-νουσαν αὐτῶν τὴν ψυχὴν ἐντρέπων· καὶ τῶν μὲν τὸν φθόνον, τῶν δὲ τὴν ἀπόνοιαν ὑποτέμνεται, μόνον οὐχὶ λέγων· Μὴ ἀγανακτεῖτε ὡς ὑβρισμένοι. Ἑαυτοὺς γὰρ μάλιστα βλάπτουσί τε καὶ καταισχύνουσιν οἱ οὕτω τὰ πρωτεῖα ζητοῦντες· ἐν γὰρ τοῖς ἐσχάτοις εἰσίν. Οὐ γάρ ἐστι τὰ παρ’ ἡμῖν οἷα τὰ ἔξωθεν. Οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν· παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος οὗτος πρῶτός ἐστιν. Ὅτι δὲ οὐχ ἁπλῶς ταῦτα λέγω, δι’ ὧν ποιῶ καὶ πάσχω λάβε τὴν ἀπόδειξιν τῶν εἰρημένων. Ἐγὼ γάρ τι καὶ πλέον ἐποίη-σα. Βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι, καὶ καταφρονηθῆναι κατεδεξάμην, καὶ ὑβρισθῆναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθην, ἀλλὰ καὶ ἐπὶ θάνατον ἦλθον. Διὰ τοῦτό φησιν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακο-νῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Οὐδὲ γὰρ μέχρι τούτου ἔστην, φησὶν, ἀλλὰ καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων; Τῶν ἐχθρῶν. Σὺ δὲ ἂν ταπεινωθῇς, ὑπὲρ σαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. Μὴ τοίνυν φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαι-
PG 58:623ρουμένης. Ὅσον γὰρ ἂν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦ-τον κατελθεῖν, ὅσον ὁ Δεσπότης σου. Ἀλλ’ ὅμως ἡ κατά-βασις αὕτη πάντων ἀνάβασις γέγονε, καὶ τὴν δόξαν ἐκ-λάμψαι πεποίηκε τὴν ἑαυτοῦ. Πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ’ ἀγγέλοις ἐγνωρίζετο μόνοις· ἐπειδὴ δὲ
ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, τὴν ἀπὸ τῆς γνώσεως τῆς οἰκουμένης. Μὴ δὴ φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. ἐὰν ταπεινώσῃς σαυτόν· ταύτῃ γὰρ μᾶλλον ἐπαίρεταί σου ἡ δόξα· ταύτῃ γίνεται μείζων. Αὕτη τῆς βασιλείας ἡ θύρα. Μὴ δὴ τὴν ἐναντίαν ἔλθωμεν, μηδὲ ἑαυτοῖς πολεμῶμεν. Ἐὰν γὰρ βουληθῶμεν μεγάλοι φαίνεσθαι, οὐκ ἐσόμεθα μεγά-λοι, ἀλλὰ καὶ πάντων ἀτιμότεροι. Εἶδες πῶς πανταχοῦ ἀπὸ τῶν ἐναντίων αὐτοὺς προτρέπει, διδοὺς αὐτοῖς ὅπερ ἐπιθυμοῦσι; Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν τοῦτο ἐδείξαμεν· καὶ ἐπὶ τῶν φιλοχρημάτων καὶ τῶν κενοδοξούντων οὕτως ἐποίησε. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων ἐλεεῖς; ἵνα δόξης ἀπολαύσῃς; Οὐκοῦν μὴ ποίει οὕτω, καὶ ἀπολαύσῃ πάντως. Τίνος δὲ ἕνεκεν θησαυρίζεις; ἵνα πλουτῇς; Οὐκοῦν μὴ θη-σαυρίσῃς, καὶ πλουτήσεις. Οὕτω καὶ ἐνταῦθα· τίνος ἕνεκεν τῶν πρωτείων ἐρᾷς; ἵνα πρὸ τῶν ἄλλων ᾖς; Οὐκοῦν τὴν ἐσχάτην ἐπίλεξαι τάξιν καὶ τότε τῶν πρω-τείων ἀπολαύσῃ. Ὥστε εἰ θέλεις γενέσθαι μέγας. μὴ ζήτει γενέσθαι μέγας, καὶ τότε ἔσῃ μέγας. Ἐκεῖνο γὰρ μικρόν ἐστιν εἶναι. ε. Ὁρᾷς πῶς αὐτοὺς ἀπήγαγε τοῦ νοσήματος, τῷ δεῖξαι καὶ ἐκεῖθεν ἐκπίπτοντας, καὶ ἐντεῦθεν ἐπιτυγ-χάνοντας· ἵνα τὸ μὲν φύγωσι, τὸ δὲ διώκωσι. Καὶ τῶν ἐθνῶν δὲ διὰ τοῦτο ἀνέμνησεν, ἵνα καὶ ταύτῃ τὸ πρᾶγμα ἐπονείδιστον καὶ βδελυκτὸν ἀποδείξῃ. Τὸν γὰρ ἀπονε-νοημένον ἀνάγκη ταπεινὸν εἶναι. καὶ τοὐναντίον τὸν ταπεινόφρονα, ὑψηλόν. Τοῦτο γὰρ τὸ ὕψος τὸ ἀληθὲς καὶ γνήσιον, καὶ οὐκ ἐν ὀνόματι μόνον, οὐδὲ ἐν προσηγορίᾳ ὅν. Καὶ τὸ μὲν ἔξωθεν ἀνάγκης ἐστὶ καὶ φόβου· τοῦτο δὲ τῷ τοῦ Θεοῦ προσέοικεν. Ὁ τοιοῦτος. κἂν παρὰ μη-δενὸς θαυμάζηται, ὑψηλὸς μένει· ὥσπερ οὖν ἐκεῖνος, κἂν παρὰ πάντων θεραπεύηται, πάντων ἐστὶ ταπεινό-τερος. Καὶ ἡ μὲν κατὰ ἀνάγκην ἐστὶ τιμὴ, ὅθεν καὶ διαῤῥεῖ ῥᾳδίως· ἡ δὲ ἐκ προαιρέσεως, ὅθεν καὶ μένει βεβαία. Ἐπεὶ καὶ τοὺς ἁγίους διὰ τοῦτο θαυμάζομεν, ὅτι πάντων ὄντες μείζους, πάντων μᾶλλον ἑαυτοὺς ἐτα-πείνουν. Διὸ καὶ μέχρι τῆς σήμερον μένουσιν ὄντες ὑψηλοὶ, καὶ οὐδὲ ἡ τελευτὴ τὸ ὕψος ἐκεῖνο κατήνεγκεν. Εἰ δὲ βούλεσθε, καὶ ἀπὸ λογισμῶν ἐξετάσωμεν τοῦτο αὐτό. Ὑψηλὸς εἶναι λέγεταί τις, ἢ ὅταν τῷ μήκει τοῦ σώματος τοῦτο ᾖ, ἢ ὅταν ἐφ’ ὑψηλοῦ τόπου ἑστηκὼς τύχῃ· καὶ ταπεινὸς ὡσαύτως ἀπὸ τῶν ἐναντίων. Ἴδω-μεν οὖν τίς τοιοῦτός ἐστιν, ὁ ἀλαζὼν, ἢ ὁ μετριάζων· ἵνα ἴδῃς, ὅτι οὐδὲν ταπεινοφροσύνης ὑψηλότερον, καὶ οὐδὲν ἀλαζονείας χθαμαλώτερον. Ὁ μὲν οὖν ἀλαζὼν πάντων βούλεται εἶναι μείζων, καὶ οὐδένα ἑαυτοῦ ἄξιον εἶναί φησι, καὶ ὅσης ἂν τύχῃ τιμῆς, πλείονος ἐρᾷ καὶ ἀντέχεται, καὶ οὐδεμιᾶς τετυχηκέναι νομίζει, καὶ διαπτύει τοὺς ἀνθρώπους, καὶ τῆς παρ’ αὐτῶν ἐφίεται τιμῆς· οὗ τί γένοιτ’ ἂν ἀλογώτερον; Καὶ γὰρ αἰνίγματι τοῦτο ἔοικεν. Οὓς γὰρ οὐδὲν ἡγεῖται, παρὰ τούτων δο-ξάζεσθαι βούλεται. Εἶδες πῶς ὁ ἐπαρθῆναι βουλόμενος καταπίπτει, καὶ χαμαὶ ἕστηκεν; Ὅτι γὰρ οὐδὲν εἶναι
PG 58:624νομίζει πάντας ἀνθρώπους πρὸς ἑαυτὸν, αὐτὸς ἀποφαίνεται· τοῦτο γὰρ ἀλαζονεία. Τί τοίνυν πρὸς τὸν οὐδὲν ὄντα πίπτεις; τί παρ’ ἐκείνου ζητεῖς τιμήν; τί τοσούτους ὄχλους περιάγεις; Ὁρᾷς ταπεινὸν καὶ ἐπὶ ταπεινοῦ ἑστηκότα; Φέρε οὖν ἐξετάσωμεν τὸν ὑψηλόν. Οἶδεν οὗτος ὅσον ἄνθρωπος, καὶ ὅτι μέγα ἄνθρωπος, καὶ ὅτι πάντων ἐστὶν ἔσχατος, καὶ διὰ τοῦτο ἧς ἂν ἀπολαύσῃ τιμῆς, μέγα τοῦτο τίθεται. Ὥστε οὗτος μὲν ἑαυτῷ ἀκολουθεῖ, καὶ ἔστιν ὑψηλὸς, καὶ τὴν ψῆφον οὐ μετατίθησιν· οὓς γὰρ ἡγεῖται μεγάλους, καὶ τὰς παρὰ τούτων τιμὰς μεγάλας εἶναι νομίζει, κἂν μικραὶ τύχωσιν οὖσαι, ἐπειδὴ μεγάλους ἐκείνους ἡγεῖται. Ὁ δὲ ἀλαζὼν τοὺς μὲν τιμῶντας οὐδὲν εἶναι νομίζει, τὰς δὲ παρ’ αὐτῶν τιμὰς μεγάλας εἶναι ψηφίζεται. Πάλιν ὁ ταπεινὸς ὑπ’ οὐδενὸς ἁλίσκεται πάθους· οὐκ ὀργὴ τούτῳ διεν-οχλῆσαι δυνήσεται, οὐ δόξης ἔρως, οὐ βασκανία, οὐ ζηλο-τυπία· τῆς δὲ τούτων ἀπηλλαγμένης ψυχῆς τί γένοιτ’ ἂν ὑψηλότερον; Ὁ δὲ ἀλαζὼν ἅπασι τούτοις κατέχεται, καθάπερ τις σκώληξ ἐγκαλινδούμενος βορβόρῳ· καὶ γὰρ καὶ ζηλοτυπία καὶ βασκανία καὶ θυμὸς ἀεὶ τὴν ἐκείνου διενοχλεῖ ψυχήν. Τίς οὖν ὑψηλός; ὁ τῶν παθῶν ἀνώτερος, ἢ ὁ δοῦλος αὐτῶν; ὁ τρέμων αὐτὰ καὶ δεδοι-κὼς, ἢ ὁ ἀχείρωτος καὶ οὐδαμῶς ὑπ’ αὐτῶν ἁλισκόμε-νος; Ποῖον ὄρνιν ὑψηλότερον πέτεσθαι φαίημεν ἄν; τὸν τῶν χειρῶν καὶ τῶν καλάμων τοῦ θηρατοῦ ὑψηλό-τερον ὄντα, ἢ τὸν μηδὲ καλάμου ἀφιέντα δεηθῆναι τὸν θηρατὴν, ἐκ τοῦ χαμαὶ πέτεσθαι, καὶ μὴ δύνασθαι με-τεωρίζεσθαί ποτε; Οὐκοῦν τοιοῦτος ὁ ἀπονενοημένος ἐστί· καὶ γὰρ ἑκάστη παγὶς εὐκόλως αὐτὸν αἱρεῖ, ἅτε χαμαὶ ἕρποντα. 2. Εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ πονηροῦ δαίμονος ἐκεί-νου τοῦτο ἐξέτασον. Τί γὰρ διαβόλου ταπεινότερον γέ-νοιτ’ ἂν, ἐπειδὴ ἐπήρθη; τί δὲ ἀνθρώπου ὑψηλότερον, τοῦ ταπεινοῦν ἑαυτὸν βουλομένου; Ὁ μὲν γὰρ χαμαὶ σύρεται ὑπὸ τὴν πτέρναν κείμενος τὴν ἡμετέραν· ( Πα-τεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων· ) ὁ δὲ μετὰ τῶν ἀγγέλων ἕστηκεν ἄνω. Εἰ δὲ καὶ ἐξ ἀνθρώπων τοῦτο βούλει μαθεῖν ὑπερηφάνων, ἐννόησον τὸν βάρβα-ρον ἐκεῖνον, τὸν τοσαύτην ἄγοντα στρατιὰν, ὃς οὐδὲ τὰ πᾶσι δῆλα ἠπίστατο· οἷον, ὅτι ὁ λίθος ἦν λίθος, καὶ τὰ εἴδωλα, εἴδωλα· διὸ καὶ τούτων κατώτερος ἦν. Οἱ δὲ εὐσεβεῖς καὶ πιστοὶ καὶ ὑπὲρ τὸν ἥλιον ἵενται· ὧν τί γένοιτ’ ἂν ὑψηλότερον; οἳ καὶ αὐτὰς ὑπερβαίνουσι τοῦ οὐρανοῦ τὰς ἁψῖδας, καὶ ἀγγέλους παρερχόμενοι, παρ-εστήκασιν αὐτῷ τῷ θρόνῳ τῷ βασιλικῷ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς αὐτῶν τὴν εὐτέλειαν, τίς ἂν ταπεινω-θείη; ὁ βοηθούμενος παρὰ τοῦ Θεοῦ, ἢ ὁ πολεμούμενος; Εὔδηλον ὅτι ὁ πολεμούμενος. Οὐκοῦν ἄκουσον περὶ ἑκα-τέρων τούτων τί φησιν ἡ Γραφή. Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Πάλιν σε καὶ ἕτερον ἐρήσομαι. Τίς ὑψηλότερος, ὁ ἱερώμενος τῷ Θεῷ, καὶ θυσίαν προσάγων, ἢ ὁ πόῤῥω που τῆς παῤ-ῥησίας ὢν τῆς πρὸς αὐτόν; Καὶ ποίαν θυσίαν προς-φέρει ὁ ταπεινός; φησίν. Ἄκουσον τοῦ Δαυὶ̈δ λέ-γοντος· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ-δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἶδες τούτου τὸ καθαρόν; Βλέπε καὶ ἐκείνου τὸ ἀκάθαρτον. Ἀκάθαρτος γὰρ παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος. Πρὸς τούτοις ὁ μὲν ἔχει ἀναπαυό-μενον ἐπ’ αὐτῷ τὸν Θεόν. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω,

Homily LXVIHomilia LXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:625φησὶν, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέ-μοντά μου τοὺς λόγους; ὁ δὲ μετὰ τοῦ διαβόλου σύ-ρεται· ὁ γὰρ τετυφωμένος τὰ ἐκείνου πείσεται. Διὸ καὶ Παῦλος ἔλεγε· Μήπως τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Καὶ τοὐναντίον δὲ οὗ βούλεται αὐτῷ συμβαίνει. Βούλεται μὲν γὰρ ἀπονοεῖσθαι, ὥστε τιμᾶ-σθαι· ὁ δὲ μάλιστα πάντων καταφρονούμενος οὗτός ἐστιν. Οἱ γὰρ καταγέλαστοι, οἱ πᾶσιν ἐχθροὶ καὶ πολέ-μιοι, οἱ εὐχείρωτοι τοῖς ἐχθροῖς, οἱ πρὸς ὀργὴν εὐέμ-πτωτοι, οἱ ἀκάθαρτοι παρὰ Θεῷ, οὗτοι μάλιστα πάν-των εἰσί. Τί τοίνυν τούτου χεῖρον γένοιτ’ ἄν; Τὸ γὰρ πέρας τοῦτό ἐστι τῶν κακῶν. Τί δὲ τῶν ταπεινῶν ἥδιον; τί δὲ μακαριώτερον, ὅταν ποθεινοὶ καὶ ἐπέραστοι ὦσι
τῷ Θεῷ; Καὶ τῆς παρ’ ἀνθρώπων δὲ οὗτοι μάλιστα ἀπο-λαύουσι δόξης, καὶ πάντες αὐτοὺς ὡς πατέρας τιμῶσιν, ὡς ἀδελφοὺς ἀσπάζονται, ὡς οἰκεῖα μέλη προσίενται. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί. Καὶ γὰρ μεθ’ ὑπερβολῆς πολλῆς ταπεινοῖ ἡ ἀπόνοια. Τοῦτο ἐταπείνωσε τὸν Φαραώ. Οὐκ οἶδα γὰρ, φησὶ, τὸν Κύ-ριον, καὶ μυιῶν καὶ βατράχων καὶ κάμπης ἐγένετο χείρων, καὶ μετὰ ταῦτα αὐτοῖς ὅπλοις καὶ ἵπποις κατ-εποντίζετο. Ἀπεναντίας τούτῳ Ἀβραὰμ, Ἐγὼ δὲ, φησὶν, εἰμὶ γῆ καὶ σποδὸς, καὶ μυρίων βαρβάρων
PG 58:626ἐκράτησε, καὶ εἰς μέσον ἐμπεσὼν Αἰγυπτίων, ἐπανῄει λαμπρότερον τοῦ προτέρου τρόπαιον φέρων, καὶ ταύτης ἀντεχόμενος τῆς ἀρετῆς ἀεὶ ὑψηλότερος ἐγίνετο. Διὰ τοῦτο ᾄδεται πανταχοῦ, διὰ τοῦτο στεφανοῦται καὶ ἀνα-κηρύττεται· ὁ δὲ Φαραὼ καὶ γῆ καὶ σποδὸς, καὶ εἴ τι τούτων εὐτελέστερον ἕτερον. Οὐδὲν γὰρ οὕτως ἀποστρέ-φεται ὁ Θεὸς ὡς ὑπερηφανίαν. Διὰ τοῦτο ἐξ ἀρχῆς πάντα ἐποίησεν, ἵνα τοῦτο ἐξέλῃ τὸ πάθος. Διὰ τοῦτο θνητοὶ γεγόναμεν, καὶ ἐν λύπαις καὶ ἐν ὀδυρμοῖς· διὰ τοῦτο ἐν πόνῳ καὶ ἐν ἱδρῶτι καὶ ἐν ἐργασίᾳ διηνεκεῖ καὶ τε-ταλαιπωρημένῃ. Καὶ γὰρ ἐξ ἀπονοίας ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος, προσδοκήσας ἰσοθεί̈αν. Διὰ τοῦτο οὔτε ἅπερ εἶχεν ἔμεινεν ἔχων, ἀλλὰ καὶ τούτων ἐξέπεσε. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· οὐ μόνον οὐδὲν ἡμῖν προστίθησι κατόρ-θωμα βίου, ἀλλὰ καὶ ἃ ἔχομεν ὑποτέμνεται· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον τῶν ὄντων οὐδὲν ὑποτέ-μνεται, ἀλλὰ καὶ τὰ μὴ ὄντα προστίθησι. Ταύτην τοίνυν ζηλώσωμεν, ταύτην διώξωμεν, ἵνα καὶ τῆς παρούσης ἀπολαύσωμεν τιμῆς, καὶ τῆς μελλούσης ἐπιτύχωμεν δόξης, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:625ΟΜΙΛΙΑ ΞϚ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυί̈δ. α. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλὰ διὰ τῆς Σαμαρείας. Ἀλλὰ τοῦτο μὲν τοῖς φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προ-κειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν τούτων ἀκούσωμεν, οἳ πολλῶν βλεπόντων ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδη-γοῦντα ἔχοντες, οὔτε ἰδεῖν αὐτὸν δυνάμενοι ἐπιστάντα, ὅμως ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρ-ξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ καρτερική· δι’ αὐτῶν τῶν κωλυόν-των αἴρεται. Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. Διὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι’ ἡμῶν αὐτῶν δυ-νησόμεθα ἀνύειν ὅπερ ἂν αἰτῶμεν. Ὅρα γοῦν καὶ οὗτοι πῶς οὐδένα τῶν ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆ-ναι τὰ κωλύματα, καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Ἰησοῦν. Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς μαρτυρεῖ ὁ εὐαγγελιστὴς, ἀλλ’ ἤρκεσεν ἀντὶ πάντων αὐτοῖς ἡ προ-
PG 58:626θυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλ-ληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλο-μένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ παν-ταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδη-λον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι’ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι’ ἕτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπο-λαύοντας. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ Δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ μετὰ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ. Οὕτως αὐτῷ παν-ταχοῦ περισπούδαστον ἦν ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα, καὶ πολλῷ μείζονα ἀποφαίνειν τῶν ὄντων· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Εἶτα, ἐπειδὴ εἶπον ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς ἥψατο αὐτῶν. Αὕτη γὰρ μόνον ἡ αἰτία τῆς ἰατρείας, δι’ ἣν καὶ εἰς τὸν κόσμον ἦλθεν. Ἀλλ’ ὅμως εἰ καὶ ἔλεος ἦν καὶ χάρις, τοὺς ἀξίους ἐπιζητεῖ. Ὅτι δὲ ἄξιοι, δῆλον καὶ ἐξ ὧν ἐβόησαν, καὶ ἐξ ὧν λαβόντες οὐκ ἀπεπήδησαν, ὃ πολλοὶ ποιοῦσι, μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες. Ἀλλ’ οὐκ ἐκεῖνοι τοιοῦ-τοι· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες· καὶ γὰρ ἠκολούθησαν αὐτῷ. Καὶ ὅτε
PG 58:627ἤγγισεν εἰς Ἱεροσόλυμα, καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθη-τῶν αὐτοῦ, λέγων· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς. Τοῦτο δὲ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφή-του Ζαχαρίου· Εἴπατε τῇ θυγατρὶ Σιὼν, Ἰδοὺ ὁ βα-σιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον, ἀλλ’ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; Προοίμια ἦν τότε τῆς οἰκονομίας· καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφο-ρώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον κρύπτων ἑαυ-τόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐ-τοὺς ἐκκαίειν. Δυνατὸν μὲν γὰρ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι· ἀλλ’ οὐ χρήσιμον, οὐδὲ λυσιτελὲς οὕτω. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται, καὶ ὅσαι πλη-ροῦνται προφητεῖαι. Εἶπεν, ὅτι Εὑρήσετε ὄνον· προεῖ-πεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι. Τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων, εἰ τοὺς οὐδέποτε γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ αὐτῶν προ-έσθαι καὶ μηδὲν ἀντειπεῖν, καὶ διὰ τῶν μαθητῶν· οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν.
β. Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σι-γῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαυμαστὰ ἦν. καὶ εἰ μηδὲν εἶπον, ἑλκομένων τῶν ὑπο-ζυγίων, καὶ εἰ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι, ἀλλ’ οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνω-στοι αὐτῷ παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοὺς ἁπάντων ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πά-λιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι’ ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· ἡ δὲ διὰ τῶν ῥημάτων, ἡ τοῦ προ-φήτου Ζαχαρίου· καὶ γὰρ εἶπεν, ὅτι καθεδεῖται ὁ βασι-λεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι’ ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ἀκα-θάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται, καὶ εἴξουσιν αὐτῷ καὶ ἕψονται· καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέ-
PG 58:628τρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προ-φητείας ἐπλήρου, οὐδὲ δόγματα ἐφύτευε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον ἡμῖν διώρθου δι’ αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διά τοι τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα ἔχουσαν, καὶ ἐν καλύβῃ γεννᾶται, καὶ ἐν φάτνῃ τίθεται· καὶ μαθητὰς ἐκλέγων, οὐ ῥήτορας καὶ σοφοὺς, οὐδὲ εὐπόρους καὶ εὐ-γενεῖς, ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσή-μους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος, ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται, ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμ-φιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν. Καὶ καθήμενος οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ’ ἐπὶ τοῦ ἐδά-φους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σα-μαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς, μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συν-έβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖ-σθαι, κἀνταῦθα μέτρον ἔθηκε, δεικνὺς ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλὰ ὄνῳ κεχρῆ-σθαι, καὶ περαιτέρω μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προ-φητεία; Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· οὐχὶ ἅρ-ματα ἐλαύνων, ὡς οἱ λοιποὶ βασιλεῖς· οὐ φόρους ἀπαι-τῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων· ἀλλὰ πολλὴν τὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμε-νος ἦλθεν εἰς Ἱερουσαλήμ; Ἀλλ’ οὐκ ἂν ἔχοι εἰπεῖν, ἀλλ’ ἢ τοῦτον μόνον. Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦ-ται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκά-θαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμε-νος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μα-θηταὶ λύουσι τὰ ὑποζύγια. Διὰ γὰρ τῶν ἀποστόλων κἀ-κεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προς-ήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ἡ ὄνος ἀκο-λουθοῦσα τῷ πώλῳ Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέ-ρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦνται διὰ τῶν εἰρημένων. ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐν-
PG 58:629ταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶ-λον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προί̈ενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδα-πανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπει-ρος, οὐκ ἐσκίρτησεν, ἀλλ’ εὐτάκτως ἐφέρετο. Ὃ καὶ αὐτὸ προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα, καὶ τὰ ἀκάθαρτα γενέ-σθαι λοιπὸν καθαρά. γ. Ἀλλ’ ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Τοσαῦτα θαύματα εἰργάσατο, καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλά-γησαν· ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμά-ζουσιν. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰη-σοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ ὅτε ἔδοξαν μέγα τι λέγειν, τότε χαμαίζηλος ἦν αὐτῶν ἡ γνώμη, καὶ ταπεινὴ καὶ σεσυρμένη. Ταῦτα δὲ αὐτὸς ἐποίει, οὐ πομπήν τινα ἐπιδεικνύμενος, ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ φι-λοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυ-θούμενος λυπουμένους διὰ τὸν θάνατον, καὶ δεικνὺς ὅτι ταῦτα πάντα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προ-φήτου τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ Δαυὶ̈δ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ὑμνῶμεν, καὶ τὰ ἱμάτια προώ-μεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν εἰς ἢν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες, καὶ οὐδὲ ἀποδῦναι κελευόμενοι, ἀλλ’ ἀπὸ τῶν κειμένων δαπανᾷν, μηδὲ οὕτως ὦμεν φιλό-τιμοι; κἀκεῖνοι μὲν παρακολουθῶσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντα παραπεμπώμεθα καὶ διακρουώμεθα καὶ ὑβρίζωμεν; Πόσης ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; Προσέρχεταί σοι δεόμενος ὁ Δε-σπότης, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ’ ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα ἀκούσας τοιούτων ῥη-μάτων. Εἰ δὲ ἕνα ἄρτον διδοὺς καὶ ἀργύριον ὀλίγον, οὕτω
βάναυσος εἶ καὶ ὀλίγωρος καὶ ὀκνηρὸς, εἰ πάντα κενῶ-σαι ἔδει, τίς ἂν ἐγένου; Οὐχ ὁρᾷς τοὺς ἐν τῷ θεάτρῳ φιλοτίμους, ὅσα ταῖς πόρναις προί̈ενται; σὺ δὲ οὐδὲ τὸ ἥμισυ τούτων δίδως, οὐδὲ τὸ πολλοστὸν πολλάκις. Ἀλλ’ ὁ μὲν διάβολος κελεύει δοῦναι τοῖς τυχοῦσι, γέενναν προ-ξενῶν, καὶ δίδως· ὁ δὲ Χριστὸς τοῖς δεομένοις, βασι-λείαν ἐπαγγελλόμενος, καὶ οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ ὑβρίζεις· καὶ αἱρῇ μᾶλλον ὑπακοῦσαι τῷ διαβόλῳ, ἵνα κολασθῇς, ἢ πεισθῆναι τῷ Χριστῷ καὶ σωθῆναι. Καὶ τί ταύτης χεῖρον γένοιτ’ ἂν τῆς παραπληξίας; Ὁ μὲν γέεν-ναν προξενεῖ, ὁ δὲ βασιλείαν· καὶ τοῦτον ἀφέντες, ἐκείνῳ προστρέχετε. Καὶ τὸν μὲν προσιόντα παραπέμπεσθε, τὸν δὲ μακρὰν ὄντα προσκαλεῖσθε. Καὶ ταὐτὸν γίνε-ται, οἷον ἂν εἰ βασιλεὺς μὲν ἁλουργίδα ἔχων, καὶ διάδημα προτεινόμενος μὴ πείθοι, λῃστὴς δὲ μάχαιραν ἐπισείων, καὶ θάνατον ἀπειλῶν πείθοι. Ταῦτ’ οὖν ἐννοοῦντες, ἀγα-πητοὶ, διαβλέψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἀνανήψωμεν. Καὶ γὰρ ἐγὼ λοιπὸν αἰσχύνομαι περὶ ἐλεημοσύνης δια-
PG 58:630λεγόμενος, διὰ τὸ πολλάκις περὶ ταύτης τῆς ὑποθέσεως εἰπὼν, μηδὲν ἄξιον ἀνῦσαι τῆς παραινέσεως. Γέγονε μὲν γάρ τι πλέον, οὐ τοσοῦτον δὲ ὅσον ἐβουλόμην. Ὁρῶ μὲν γὰρ σπείροντας ὑμᾶς, οὐ δαψιλεῖ δὲ τῇ δεξιᾷ. Διὸ καὶ φοβοῦμαι μήπως καὶ φειδομένως θερίσητε. Ὅτι γὰρ φειδομένως σπείρομεν, ἐξετάσωμεν, εἰ δοκεῖ, τίνες πλείους ἐν τῇ πόλει, πένητες ἢ πλούσιοι· καὶ τίνες οὔτε πένητες, οὔτε πλούσιοι, ἀλλ’ οἱ μέσην χώραν ἔχοντες. Οἷον, ἔστι τὸ δέκατον μέρος πλουσίων, καὶ τὸ δέκατον πενήτων τῶν οὐδὲν ὅλως ἐχόντων· οἱ δὲ λοιποὶ τῶν μέσων εἰσί. Διέλωμεν τοίνυν εἰς τοὺς δεομένους τὸ πᾶν πλῆθος τῆς πόλεως, καὶ ὄψεσθε τὴν αἰσχύνην ὅση. Οἱ μὲν γὰρ σφόδρα πλουτοῦντες ὀλίγοι· οἱ δὲ μετ’ ἐκείνους πολλοί· πάλιν οἱ πένητες πολλῷ τούτων ἐλάττους. Ἀλλ’ ὅμως τοσούτων ὄντων τῶν δυναμένων τοὺς πεινῶντας τρέφειν, πολλοὶ πεινῶν-τες καθεύδουσιν· οὐ διὰ τὸ μὴ δύνασθαι μετ’ εὐκολίας αὐτοῖς ἐπαρκεῖν τοὺς ἔχοντας, ἀλλὰ διὰ τὴν πολλὴν αὐ-τῶν ὠμότητα καὶ ἀπανθρωπίαν. Εἰ γὰρ διέλοιντο οἵ τε πλουτοῦντες, οἵ τε μετ’ ἐκείνους, τοὺς δεομένους ἄρτων καὶ ἐνδυμάτων, μόλις ἂν πεντήκοντα ἀνδράσιν ἢ καὶ ἑκατὸν λάχοι πένης εἷς. Ἀλλ’ ὅμως καὶ ἐν τοσαύτῃ ἀφθο-νίᾳ τῶν προστησομένων ὄντες, ὀδύρονται καθ’ ἑκάστην ἡμέραν. Καὶ ἵνα μάθῃς αὐτῶν τὴν ἀπανθρωπίαν, ἑνὸς τῶν ἐσχάτων εὐπόρων καὶ τῶν μὴ σφόδρα πλουτούντων πρόσοδον ἡ Ἐκκλησία ἔχουσα, ἐννόησον ὅσαις ἐπαρκεῖ καθ’ ἑκάστην ἡμέραν χήραις, ὅσαις παρθένοις· καὶ γὰρ εἰς τὸν τῶν τρισχιλίων ἀριθμὸν ὁ κατάλογος αὐτῶν ἔφθασε. Μετὰ τούτων τοῖς τὸ δεσμωτήριον οἰκοῦσι, τοῖς ἐν τῷ ξενοδοχείῳ κάμνουσι, τοῖς ὑγιαίνουσι, τοῖς ἀποδη-μοῦσι, τοῖς τὰ σώματα λελωβημένοις, τοῖς τῷ θυσια-στηρίῳ προσεδρεύουσι, καὶ τροφῆς καὶ ἐνδυμάτων ἕνε-κεν, τοῖς ἁπλῶς προσιοῦσι καθ’ ἑκάστην ἡμέραν· καὶ οὐ-δὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες μόνον οὕτως ἠθέλησαν ἀναλίσκειν, οὐδεὶς ἂν ἦν πένης. δ. Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέ-χεσθαι; Τὸ κεφάλαιον ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτη-μάτων. Ἀλλ’ οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δε-κάτης. Διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένη-τας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος. Ὁρᾶτε γοῦν εἰς τὰς λειτουργίας τὰς πολιτικὰς, ὅσα οἰκία μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ’ οὐδὲ μικρὸν ᾔσθετο τῆς δα-πάνης· ἢν εἰ τῶν πλουσίων ἕκαστος εἰς τοὺς πένητας λει-τουργεῖν λειτουργίαν ἐβούλετο, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν τὸν οὐρανόν. Τίς οὖν ἂν εἴη συγγνώμη, ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάν-τως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ’ ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες καρ-ποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν ἀπαγώμεθα, καὶ πάντων ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολο-γίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες τοῖς λιμώτ-

Homily LXVIIHomilia LXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:631τουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ’ ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ’ ἀπὸ τῶν καρ-πῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν. Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων. Ἀλλὰ τελέσματα δίδωμι, φησί. Διὰ τοῦτο οὖν καταφρο-νεῖς, ὅτι ἐνταῦθα οὐδεὶς ἀπαιτεῖ; κἀκείνῳ μὲν τῷ, κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν· τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐν-νόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων οὖν ἕνεκεν ταῦτα πρῶτον καταθῶμεν τὰ τελέσματα. Καὶ γὰρ πολλὴ ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν ἡμῖν. Κόλασις γὰρ διαδέχεται τέλος οὐκ ἔχουσα. Εἰ δὲ τοὺς στρατιώτας μοι λέγεις τοὺς ὑπὲρ σοῦ πολεμοῦντας βαρβάροις, ἔστι καὶ ἐν-ταῦθα στρατόπεδον, τὸ τῶν πτωχῶν, καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται ἀντὶ βαρβάρων τὰς τῶν δαιμόνων ἐπιβου-λάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπι-τίθεσθαι συνεχῶς, ἀλλ’ ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν. ε. Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ’ ἑκά-στην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμε-ρος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦν-τας, ἀλλ’ ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου κα-ταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μα-κροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στε-φάνους. Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακο-μιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαρ-γυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατί-θησιν εἰς τὸν οὐρανὸν ὁ Δεσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων·
PG 58:632μόνον κατάβαλε, καὶ εὐθέως ἄνεισιν· οὐχ ἵνα στρατιῶται ἕτεροι τραφῶσιν, ἀλλ’ ἵνα σοὶ μένῃ μετ’ ἐμπορίας πολ-λῆς. Ἐνταῦθα μὲν γὰρ ἅπερ ἂν δῷς, ἀναλαβεῖν οὐκ ἔνι· ἐκεῖ δὲ μετὰ πολλῆς ἀπολήψῃ πάλιν αὐτὰ τῆς τιμῆς, καὶ
κερδανεῖς μείζω καὶ πνευματικώτερα κέρδη. Ἐνταῦθα τὰ διδόμενα ἀπαίτησίς ἐστιν· ἐκεῖ χρῆσις καὶ δάνειον καὶ ὄφλημα. Καὶ γὰρ χειρόγραφά σοι ἐποίησεν ὁ Θεός· Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ἔδωκέ σοι καὶ ἀῤῥαβῶνα καὶ ἐγγυητὰς, καὶ ταῦτα Θεὸς ὤν. Ποῖον ἀῤῥαβῶνα; Τὰ ἐν τῷ παρόντι βίῳ, τὰ αἰσθητὰ, τὰ πνευματικὰ, τὰ προοίμια τῶν μελλόντων. Τί τοίνυν ἀναβάλλῃ καὶ ὀκνεῖς, τοσαῦτα ἤδη λαβὼν, τοσαῦτα προσδοκῶν; Ἃ μὲν γὰρ ἔλαβες, ἔστι ταῦτα· σῶμα αὐτός σοι διέπλασε· ψυχὴν αὐτός σοι ἐνέθηκεν· ἐτίμησέ σε λόγῳ μόνον τῶν ἐπὶ γῆς· τῶν ὁρωμένων σοι ἁπάντων τὴν χρῆσιν ἔδωκεν· ἐχαρίσατό σοι τὴν ἑαυτοῦ γνῶσιν· τὸν Υἱὸν ἐπέδωκεν ὑπὲρ σοῦ· βάπτισμα τοσού-των γέμον ἀγαθῶν ἐδωρήσατο· ἔδωκέ σοι τράπεζαν ἱε-ράν· ἐπηγγείλατο βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Τοσαῦτα τοίνυν λαβὼν, τοσαῦτα μέλλων λαμβάνειν (πά-λιν γὰρ τὸ αὐτὸ ἐρῶ, περὶ χρήματα ἀπολλύμενα μικρο-λογῇ; καὶ ποίαν ἕξεις συγγνώμην; Ἀλλὰ τοὺς παῖδας πάντως ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; Καὶ μὴν κἀκεί-νους παίδευσον τοιαῦτα κερδαίνειν κέρδη. Καὶ γὰρ εἰ ἀργύριον ἦν σοι δεδανεισμένον καὶ τόκους φέρον, εἶτα ὀφειλέτης εὐγνώμων ἦν, μυριάκις ἂν εἵλου ἀντὶ τοῦ χρυ-σίου τὸ γραμματεῖον καταλιπεῖν τῷ παιδὶ, ὥστε αὐτῷ τὰς προσόδους γενέσθαι πολλὰς, καὶ μὴ ἀναγκάζεσθαι περιϊέναι καὶ ζητεῖν ἑτέρους τοὺς δανεισομένους. Καὶ νῦν τοῦτο δὸς τὸ χειρόγραφον τοῖς παιδίοις, καὶ κατά-λιπε τὸν Θεὸν αὐτοῖς ὀφειλέτην. Σὺ δὲ τοὺς μὲν ἀγροὺς οὐ πωλεῖς καὶ δίδως τοῖς παιδίοις, ἀλλ’ ἐᾷς, ὅπως ἡ πρόσοδος μένῃ, καὶ ὁ τῶν χρημάτων πλεονασμὸς αὐτοῖς γένηται πλείων ἐντεῦθεν· τὸ δὲ χειρόγραφον τοῦτο, παν-τὸς ἀγροῦ καὶ προσόδων εὐπορώτερον, καὶ τοσούτους φέρον καρποὺς, τοῦτο δέδοικας καταλιπεῖν; καὶ πόσης ἂν εἴη τοῦτο εὐηθείας τε καὶ παραπληξίας; Καὶ ταῦτα εἰδὼς ὅτι κἂν αὐτοῖς αὐτὸ καταλίπῃς, καὶ αὐτὸς αὐτὸ λαβὼν ἀπελεύσῃ πάλιν. Τοιαῦτα γὰρ τὰ πνευματικά· πολ-λὴν ἔχει τὴν φιλοτιμίαν. Μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάν-θρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ’ ἐμπο-ρευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν· ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν, καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:631ΟΜΙΛΙΑ ΞΖ. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. α. Τοῦτο καὶ Ἰωάννης φησίν· ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς. Καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρί-σεως. Ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ πρὸ πολλοῦ. Κἀκεῖ μὲν λέγουσιν Ἰουδαῖοι·
PG 58:632Τί σημεῖον δεικνύεις ἡμῖν; ἐνταῦθα δὲ σιγῶσι, καίτοι ἐπιτιμηθέντες, διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. Τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀν-τεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν. Καὶ γὰρ καὶ ἐθαυματούργησε, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας. Ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· καὶ ταῦτα τοῦ προφήτου βοῶντος ἀκούοντες, καὶ τῶν παιδίων παρὰ καιρὸν ἡλικίας ἀνακηρυττόντων αὐτόν. Διόπερ καὶ αὐτὸς τὸν Ἡσαί̈αν αὐτοῖς ἐπιτειχίζει κατήγορον, λέγων· Ὁ
PG 58:633οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Οὐ ταύτῃ δὲ μόνον δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν, ἀλλὰ καὶ τῷ θεραπεῦσαι ποικίλα νοσήματα· Προσῆλθον γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς· καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἐξουσίαν ἐνδείκνυται. Οἱ δὲ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλὰ μετὰ τῶν λοιπῶν θαυμάτων καὶ τῶν παίδων ἀκούοντες ἀνακηρυττόντων αὐτὸν ἀπεπνί-γοντο, καί φασιν· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; Καὶ μὴν τοῦτο τοῦ Χριστοῦ ἦν εἰπεῖν πρὸς αὐτούς· Οὐκ ἀκούετε τί οὗτοι λέγουσιν; ὡς γὰρ Θεῷ ᾖδον ἐκεῖνοι Τί οὖν αὐτός; Ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον, ἐπιπληκτικώτερον κέχρηται τῇ διορθώσει, λέγων· Οὐ-δέποτε ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλα-ζόντων κατηρτίσω αἶνον; Καὶ καλῶς εἶπεν, Ἐκ στό-ματος. Οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὸ τῆς γλώττης ἐκείνων ἄωρον. Τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόον ἠχησάντων μεγάλα μετὰ δια-νοίας καὶ πίστεως. Καὶ τοῖς ἀποστόλοις δὲ ἐντεῦθεν οὐ μικρὰ παράκλησις. Ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες δυνήσονται τὸ κήρυγμα καταγγεῖλαι, προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν, ὅτι δώσει καὶ αὐτοῖς λόγον ὁ τούτους ποιήσας ὑμνεῖν. Οὐ ταύτῃ δὲ μόνον, ἀλλ’ ὅτι καὶ τῆς φύσεώς ἐστι δη-μιουργὸς, ἐδήλου τὸ θαῦμα. Οἱ μὲν οὖν παῖδες, καίτοι ἄωρον ἔχοντες τὴν ἡλικίαν, εὔσημα ἐφθέγγοντο καὶ τοῖς ἄνω συνῳδά· οἱ δὲ ἄνδρες παραφροσύνης γέμοντα καὶ μανίας. Τοιοῦτον γὰρ ἡ κακία. Ἐπεὶ οὖν πολλὰ ἦν αὐτοὺς τὰ παροξύνοντα, τὰ παρὰ τῶν ὄχλων, τὰ παρὰ τῆς ἐκβολῆς τῶν πωλούντων, τὰ τῶν θαυμάτων, τὰ τῶν παιδίων, πάλιν αὐτοὺς καταλιμπάνει, χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους, καὶ μὴ βουλόμενος ἄρχεσθαι τῆς διδασκαλίας, ἵνα μὴ ζέοντες τῷ φθόνῳ δυσχεραίνωσιν ἐπιπλέον πρὸς τὰ λεγόμενα. Πρωί̈ας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε. Πῶς πρωί̈ας πεινᾷ; Ὅτε συνεχώρησε τῇ σαρκὶ, τότε ἐπιδείκνυται αὐτῆς τὸ πάθος. Καὶ ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ’ αὐτὴν, καὶ οὐδὲν εὗρεν εἰ μὴ φύλλα μόνον. Ἄλλος φησὶν εὐαγγελιστὴς, ὅτι Οὐδέπω καιρὸς ἦν· εἰ δὲ καιρὸς οὐκ ἦν, πῶς ἕτερος εὐαγγελιστής φη-σιν, Ἦλθεν, εἰ ἄρα εὕροι καρπὸν ἐν αὐτῇ; Ὅθεν δῆ-λον, ὅτι τῆς ὑπονοίας τῶν μαθητῶν ἦν τοῦτο, ἀτελέστε-ρον ἔτι διακειμένων. Καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν πολλαχοῦ γράφουσιν οἱ εὐαγγελισταί. Ὥσπερ οὖν τοῦτο τῆς ὑπονοίας αὐτῶν ἦν, οὕτω καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι, διὰ τὸ μὴ ἔχειν καρπόν. Τίνος οὖν ἕνεκεν κατηράθη; Τῶν μαθητῶν ἕνεκεν, ἵνα θαῤῥῶ-σιν. Ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐηργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσι καὶ οἱ μαθηταὶ καὶ οἱ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηρᾶναι τοὺς σταυροῦντας αὐ-τὸν, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει· οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι· εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν παρ-έσχετο. Ὅταν δὲ εἰς τόπους, ἢ εἰς φυτὰ, ἢ εἰς ἄλογα γίνηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μηδὲ λέγε· Πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τοῦτο γὰρ ἐσχάτης ληρωδίας λέγειν· ἀλλὰ τὸ θαῦμα ὅρα, καὶ θαύμαζε καὶ δόξαζε τὸν θαυματουργόν. Ἐπεὶ καὶ ἐπὶ
PG 58:634τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέν-
των, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐν-ταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον σχῆμα τῷ πράγματι, καὶ τῆς κατάρας αὕτη ἡ πρόφασις; Ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τοῦτο ἦν. Εἰ δὲ μηδέπω καιρὸς ἦν, εἰκῆ τινες τὸν νόμον δηλοῦσθαι ἐνταῦθα λέγουσι. Καὶ γὰρ τούτου καρπὸς ἦν ἡ πίστις, καὶ τότε ἦν ὁ καιρὸς τοῦ καρποῦ τούτου, καὶ ἤνεγκε γοῦν αὐτόν. Ἤδη γὰρ αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμὸν, φησί· καὶ, Ἀπέστειλα ὑμᾶς θερίζειν ἃ οὐχ ὑμεῖς κεκοπιάκατε. β. Οὐκ ἄρα τούτων τι αἰνίττεται ἐνταῦθα, ἀλλ’ ὅπερ ἔφην ἐστὶ, τὴν δύναμιν ἐπιδείκνυται τὴν τιμωρητικήν· καὶ τοῦτο ἐκ τοῦ λέγειν, Οὔπω γὰρ ἦν καιρὸς, δείκνυσι· δηλῶν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθεν, οὐ διὰ τὴν πείνην, ἀλλὰ διὰ τοὺς μαθητὰς, οἳ καὶ σφόδρα ἐθαύμασαν, καίτοι πολλῶν ἤδη σημείων γενομένων μει-ζόνων· ἀλλ’ ὅπερ ἔφην, ξένον τοῦτο ἦν· νῦν γὰρ πρῶτον τὴν τιμωρητικὴν ἐπεδείξατο δύναμιν. Διὸ οὐδὲ ἐν ἄλ-λῳ φυτῷ, ἀλλ’ ἐν τῷ πάντων ὑγροτάτῳ τὸ θαῦμα ἐποίη-σεν, ὥστε κἀντεῦθεν μεῖζον φανῆναι τὸ θαῦμα. Καὶ ἵνα μάθῃς, ὅτι δι’ αὐτοὺς τοῦτο γέγονεν, ἵνα εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἀλείψῃ, ἄκουε τῶν ἑξῆς ὧν λέγει. Τί δέ φησιν; Καὶ ὑμεῖς μείζονα ἐργάσεσθε, ἐὰν θέλητε πιστεύειν, καὶ εὐχῇ θαῤῥεῖν. Ὁρᾷς ὅτι τὸ πᾶν δι’ αὐτοὺς γέγονεν, ὥστε μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς; Διὸ καὶ δεύτερον τοῦτο λέγει, εὐχῇ προσηλῶν καὶ πίστει. Οὐ γὰρ δὴ τοῦτο ἐργάσεσθε μόνον, φησὶν, ἀλλὰ καὶ ὄρη μεταστήσετε, καὶ ἕτερα πλείονα ποιήσετε, πίστει καὶ εὐχῇ θαῤ-ῥοῦντες. Ἀλλ’ οἱ ἀλαζόνες Ἰουδαῖοι καὶ τετυφωμένοι, διακόψαι βουλόμενοι τὴν διδασκαλίαν αὐτοῦ, προσελθόν-τες ἠρώτων· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπει-δὴ γὰρ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσιν αὐτῷ διόρθωσιν. Τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ. Καὶ γὰρ ἐκεῖ λέγουσι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀλλ’ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοὺς ἐμβάλλει. Ὅθεν δῆλον, ὅτι τότε μὲν ἀρχὴ καὶ προοίμιον ἦν τῶν θαυμάτων, ἐνταῦθα δὲ τέλος. Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· Τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω; φησί. Καὶ μὴν οὐδὲν ἐποίη-σεν αὐθάδειαν ἔχον, ἀλλὰ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ· ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τούτῳ ἐπισκήπτουσι. Καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα· ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. Τί οὖν αὐτός; Οὐκ ἐξ εὐθείας αὐτοῖς ἀποκρίνεται, δεικνὺς ὅτι εἰ ἤθελον ἰδεῖν αὐτοῦ τὴν ἐξουσίαν, ἠδύναντο· ἀλλ’ ἀντερωτᾷ αὐτοὺς λέγων· Τὸ βάπτισμα Ἰωάννου πό-θεν ἐστίν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Καὶ ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Εἰ γὰρ εἶπον, Ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Εἰ γὰρ ἐπίστευσαν, οὐκ ἂν ἠρώτησαν ταῦτα. Περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό-
PG 58:635σμου· καὶ, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Ὥστε εἰ ἐπίστευσαν ἐκείνῳ, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, Οὐκ ἴσμεν, οὐκ εἶπεν, Οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλὰ τί; Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκα-κούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Καὶ πῶς οὐκ εἶπον, ὅτι Ἐξ ἀνθρώπων τὸ βάπτισμα; Ἐφοβοῦντο τοὺς ὄχλους, φησίν. Εἶδες διεστραμμένην καρδίαν; Πανταχοῦ τοῦ Θεοῦ καταφρονοῦσι, καὶ διὰ τοὺς ἀνθρώ-πους ἅπαντα πράττουσι. Καὶ γὰρ καὶ τοῦτον δι’ αὐτοὺς ἐφοβοῦντο, οὐκ αἰδούμενοι τὸν ἄνδρα, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· καὶ τῷ Χριστῷ πιστεύειν διὰ τοὺς ἀνθρώ-πους οὐκ ἤθελον· καὶ πάντα ἐντεῦθεν αὐτοῖς ἐτίκτετο τὰ κακά. Εἶτά φησι· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε υἱοὺς δύο, καὶ λέγει τῷ πρώτῳ· Ὕπαγε, σήμερον ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως. Ὁ δὲ ἀπο-κριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς οὖν ἐκ τῶν δύο ἐποίησε τοῦ πατρὸς τὸ θέλημα; Λέγουσιν, Ὁ πρῶτος. Πάλιν διὰ παραβολῶν αὐτοὺς ἐλέγχει, τήν τε αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ τῶν σφόδρα κατεγνωσμένων καταπειθὲς αἰνιττόμενος. Τὰ γὰρ τέκνα ταῦτα τὰ δύο τοῦτο δηλοῖ, ὃ καὶ ἐπὶ τῶν ἐθνῶν καὶ ἐπὶ Ἰουδαίων γέγονε. Καὶ γὰρ ἐκεῖνοι οὐχ ὑποσχόμενοι ἀκούσεσθαι, οὐδὲ γενόμενοι ἀκροαταὶ τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν· καὶ οὗτοι εἰπόντες, Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, διὰ τῶν ἔργων παρήκουσαν. Διά τοι τοῦτο ἵνα μὴ νομίσωσι τὸν νόμον αὐτοὺς ὠφελεῖν, δεί-κνυσιν ὅτι αὐτὸ μὲν οὖν τοῦτο αὐτοὺς καταδικάζει· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, ὅτι Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δι-καιωθήσονται. Διὰ τοῦτο ἵνα καὶ αὐτοκατακρίτους ποιήσῃ παρ’ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ παραβολῇ ποιεῖ τοῦ ἀμπελῶνος. γ. Καὶ ἵνα τοῦτο γένηται, ἐπ’ ἄλλου προσώπου γυμνά-ζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει τὸ συνεσκιασμένον λοιπὸν, καὶ λέγει· Ὅτι τελῶναι καὶ πόρναι προάγου-σιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. Διὰ τοῦτο καὶ τὴν αἰτίαν προς-τίθησι. Τίς δὲ ἦν αὕτη; Ἦλθεν Ἰωάννης, φησὶ, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν,
PG 58:636ὅτι ἠμελημένος τις ἦν, καὶ οὐδὲν ὠφελῶν· ἀλλὰ καὶ ὁ βίος ἀνεπίληπτος, καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προς-έσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ’ ἐκείνους ὑμεῖς. Ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν· τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων ἔπαινος, καὶ τού-των κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ
πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. Διὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Διὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παρα-ζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων ἐπιθυμίας. Δείκνυσι δὲ, ὅτι τοῦτο μά-λιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ πιστεῦ-σαι. Οὐκ ἄρα χάριτος μόνης τὸ εἰσελθεῖν πόρνας, ἀλλὰ καὶ δικαιοσύνης. Οὐ γὰρ πόρναι μένουσαι εἰσῆλθον, ἀλλ’ ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ τὸν λόγον ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς τῶν πορνῶν ἐπαγωγῆς; Οὐδὲ γὰρ εἶπεν εὐθέως, Διατί οὐκ ἐπιστεύσατε Ἰωάννῃ; ἀλλ’, ὃ πολλῷ πληκτι-κώτερον ἦν, τοὺς τελώνας καὶ τὰς πόρνας προθεὶς, τότε τοῦτο ἐπήγαγεν, ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας διελέγχων αὐτῶν τὸ ἀσύγγνωστον, καὶ δεικνὺς, ὅτι διὰ φόβον ἀνθρώπων πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν διὰ φόβον, ἵνα μὴ ἀπο-συνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλ-μων κακίζειν· οὐδὲ τοῦτο δι’ εὐλάβειαν, ἀλλὰ διὰ φόβον. Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπω-τέραν ὕστερον ἐπήγαγε τὴν πληγὴν, εἰπών· Ὑμεῖς δὲ εἰδότες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέ-σθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέ-σθαι. Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς πονηροὺς, ὃ καὶ νῦν πάσχοντας ἐνίους ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχά-της. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ κακίας, μὴ ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαρά-θρων τῆς πονηρίας ἀνενεγκεῖν. Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας παρελάσασα, πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομω-τάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ’ ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφα-
PG 58:637νούς· πολλοὶ δὲ αὐτὴν καὶ εἰς γοητείαν διέβαλλον, ὡς οὐ τῇ τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρ-μάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βα-σιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ’ ἀθρόον οὐκ οἶδ’ ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκεί-νων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐ-τῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ’ ὅμως ὕστερον πολ-λὰς παρήλασε τῇ τῆς ἐγκρατείας ὑπερβολῇ, καὶ σάκκον περιθεμένη, πάντα τὸν χρόνον οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν καὶ ὕπαρχος ἠνωχλήθη, καὶ στρατιῶται ὡπλίσθη-σαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυ-σαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθέ-νων. Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσο-φίαν. Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ ἔτη πολλὰ καθάπερ ἐν δεσμωτηρίῳ διατελέσασα. Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον οὐδὲν γε-νέσθαι μέγαν καὶ θαυμαστόν. δ. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολ-λάκις γὰρ αὐτὸν ἡ πόρνη παρελεύσεται· μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ἄκουσον τί φησιν ὁ Θεὸς πρὸς τὴν Ἱερου-σαλήμ· Εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρω-πος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, Διατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν μετανοή-σωμεν· ἀλλ’ ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προς-ηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; Ἀλλ’ ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτε-ρον; ἀλλ’ ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου· καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν ὁ αὐτός. Τί τοῦ Ἰούδα μακαριώτερον; ἀλλ’ ἐγένετο προδότης. Τί τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ’ ἐγένετο εὐαγγελιστής. Τί τοῦ Παύλου χεῖρον, ἀλλ’ ἐγένετο ἀπόστολος. Τί τοῦ Σίμωνος ζηλωτότερον; ἀλλ’ ἐγένετο καὶ αὐτὸς ἁπάντων ἀθλιώτερος. Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν μετα-βολὰς, καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας καθ’ ἑκάστην ἡμέραν; Διὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν ἑστά-ναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Πάλιν πρὸς τού-
PG 58:638τους φησὶ, Γρηγορεῖτε· πρὸς δὲ ἐκείνους, Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Οὗτοι μὲν γὰρ φυλάξαι δέονται ὅπερ ἔχουσιν, ἐκεῖνοι δὲ γενέσθαι ὅπερ οὐκ εἰσίν· οὗτοι διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνοι τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνουσι γάρ· ἀλλὰ πολλοὶ καὶ τῶν καμνόντων ὑγιαίνουσι, καὶ τῶν ὑγιαινόντων ῥᾳθυμήσαντες ἀῤῥωστοῦσι. Πρὸς μὲν οὖν ἐκείνους φη-σίν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τούτους· Θέλεις ὑγιὴς γενέσθαι; ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Δεινὴ γὰρ, δεινὴ παρά-λυσις ἁμαρτία· μᾶλλον δὲ οὐ παράλυσις μόνον ἐστὶν, ἀλλὰ καὶ ἄλλο τι χαλεπώτερον. Οὐ γὰρ ἐν ἀργίᾳ μόνον ἀγαθῶν ἐστιν ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν ἐνεργείᾳ κακῶν. Ἀλλ’ ὅμως κἂν οὕτω διακείμενος ᾖς, καὶ θελήσῃς μι-κρὸν διαναστῆναι, πάντα λύεται τὰ δεινά. Κἂν τριακον-ταοκτὼ ἔτη ἔχῃς, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων. Πάρεστι καὶ νῦν ὁ Χριστὸς, καὶ λέγει, Ἆρον τὴν κλίνην σου· μόνον θέλησον διαναστῆναι· μὴ ἀπογνῷς. Οὐκ ἔχεις ἄνθρωπον; ἀλλ’ ἔχεις Θεόν. Οὐκ ἔχεις τὸν βάλλοντά σε εἰς τὴν κολυμβήθραν; ἀλλ’ ἔχεις τὸν οὐκ ἀφιέντα σε δεηθῆναι κολυμβήθρας. Οὐκ ἔχεις τὸν ἐκεῖ σε ῥίπτοντα; ἀλλ’ ἔχεις τὸν κελεύοντά σοι ἆραι τὴν κλίνην. Οὐκ ἔστιν εἰπεῖν, Ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἂν γὰρ θελήσῃς κατελ-θεῖν εἰς τὴν πηγὴν, οὐδεὶς ὁ κωλύων. Οὐκ ἀναλίσκεται, οὐ δαπανᾶται ἡ χάρις· πηγή τίς ἐστιν ἀναβλύζουσα δι-
ηνεκῶς· ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες θεραπευό-μεθα καὶ ψυχὴν καὶ σῶμα. Προσερχώμεθα τοίνυν καὶ νῦν. Καὶ γὰρ Ῥαὰβ πόρνη ἦν, ἀλλ’ ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ ὁ μὲν Ἰούδας μετὰ τοῦ Διδασκάλου ὢν, ἀπώλετο· ὁ δὲ λῃστὴς ἐν σταυρῷ ὢν, μαθητὴς ἐγένετο. Ταῦτα τοῦ Θεοῦ τὰ παράδοξα. Οὕτως οἱ μάγοι εὐδοκίμησαν· οὕτως ὁ τελώνης εὐαγγελιστὴς ἐγένετο· οὕτως ὁ βλάσφημος, ἀπόστολος. ε. Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ’ ἀεὶ θάῤῥει καὶ διανάστησον σαυτόν. Ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως. Μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάν-τως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς κάματος οὗτος κἀκεῖνος. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς καὶ κίνδυνοι συνεχεῖς, καὶ ζημίαι ἐπάλ-ληλοι, καὶ ἡ ἐλπὶς ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ, καὶ χρημάτων καὶ σωμάτων καὶ ψυχῆς δαπάνη· καὶ τότε ἡ τῶν καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεε-στέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ καὶ πολλὴν ἐνέγκῃ τὴν φο-ρὰν, ἐν βραχεῖ παραμένει τῷ χρόνῳ. Ὅταν γὰρ γη-ράσῃς, καὶ μηκέτι λοιπὸν ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ

Homily LXVIIIHomilia LXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:639ἐν γεγηρακότι καὶ παρειμένῳ, ὅταν καὶ τὴν αἴσθησιν ὁ χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς ἐλπὶς οὐκ ἠφίει τρυφᾷν. Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μὲν πόνος, ἐν φθορᾷ καὶ τελευτῶντι σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ τέλος οὐκ ἔχοντι. Καὶ ὁ μὲν πόνος καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀνα-παύῃ λοιπὸν, μηδὲν προσδοκῶν ἀηδές. Οὐ γὰρ ἔστι μεταβολὴν δεῖσαι λοιπὸν, οὐδὲ ἔκπτωσιν, καθάπερ ἐν-ταῦθα. Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων ἀγαθὰ ἴσα, τῶν ἀκινήτων, τῶν ἀγηράτων, τῶν μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτων
PG 58:640καταφρονῶν, καὶ ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, φροντίδος ἀπαλλαττόμενος, βασκανίας, συκοφαντίας, ἐπιβουλῆς, φθόνου. Ὁ σώφρων, καὶ κοσμίως ζῶν, καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας στεφανοῦται καὶ τρυφᾷ, ἀσχημοσύνης, γέλωτος, κινδύνων κατηγορίας, τῶν ἄλλων ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν’ οὖν καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, φύγωμεν κακίαν καὶ ἑλώμεθα ἀρετήν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφήσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:639ΟΜΙΛΙΑ ΞΗ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἴσως ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται γεωργοῖς ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; α. Πολλὰ ἀπὸ τῆς παραβολῆς ταύτης αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς ἄνωθεν γεγενημέ-νην· τὸ ἐξ ἀρχῆς αὐτῶν φονικόν· τὸ μηδὲν παραλει-φθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν· τὸ καὶ προφητῶν σφαγέντων μὴ ἀποστραφῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν Υἱὸν πέμψαι· τὸ καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεόν· τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν· τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τολμήματος αὐτοὺς ὑπομένειν· τῶν ἐθνῶν τὴν κλῆ-σιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν. Διὰ τοῦτο αὐτὴν μετὰ τὴν ἔμπροσθεν τίθησιν, ἵνα δείξῃ κἀντεῦθεν τὸ ἔγκλημα μεῖζον καὶ σφόδρα ἀσύγγνωστον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τοσαύτης τυχόντες ἐπιμελείας, πορνῶν καὶ τελωνῶν ἡττήθησαν, καὶ παρὰ τοσοῦτον. Θέα δὲ καὶ αὐτοῦ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν τούτων ἀργίαν τὴν ἄφατον. Καὶ γὰρ ἃ τῶν γεωργῶν ἦν, αὐτὸς ἐποίησε· τὸ φραγμὸν περιθεῖναι, τὸ φυ-
PG 58:640τεῦσαι τὸν ἀμπελῶνα, τὰ ἄλλα πάντα· καὶ μικρὸν αὐ-τοῖς κατέλιπε, τὸ ἐπιμελεῖσθαι τῶν ὄντων, καὶ διαφυλάξαι τὰ δοθέντα. Οὐδὲν γὰρ ἦν ἐλλειφθὲν, ἀλλὰ πάντα ἀπηρτισμένα· καὶ οὐδὲ οὕτως ἐκέρδαναν, καὶ ταῦτα τοσούτων ἀπολαύσαντες παρ’ αὐτοῦ. Ὅτε γὰρ ἐξ Αἰγύπτου ἐξῆλθον, καὶ νόμον ἔδωκε, καὶ πόλιν ἀν-έστησε, καὶ ναὸν ᾠκοδόμησε, καὶ θυσιαστήριον κατ-εσκεύασε. Καὶ ἀπεδήμησε· τουτέστιν, ἐμακροθύμη-σεν, οὐκ ἀεὶ τοῖς ἁμαρτήμασι παραπόδας ἐπάγων τὰς τιμωρίας· τὴν γὰρ ἀποδημίαν τὴν πολλὴν αὐτοῦ μα-κροθυμίαν φησί. Καὶ ἀπέστειλε τοὺς δούλους αὐ-τοῦ, τουτέστι, τοὺς προφήτας, τὸν καρπὸν λαβεῖν, τουτέστι, τὴν ὑπακοὴν, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Οἱ δὲ κἀνταῦθα τὴν κακίαν ἐπεδείξαντο, οὐ τῷ μὴ δοῦ-ναι τὸν καρπὸν τοσαύτης ἀπολαύσαντας ἐπιμελείας, ὅπερ ἀργίας ἦν, ἀλλὰ καὶ τῷ δυσχερᾶναι πρὸς τοὺς ἐλθόντας. Τοὺς γὰρ οὐκ ἔχοντας δοῦναι καὶ ὀφείλοντας, οὐκ ἀγα-νακτεῖν ἐχρῆν, οὐδὲ δυσχεραίνειν, ἀλλὰ παρακαλεῖν. Οἱ δὲ οὐ μόνον ἠγανάκτησαν, ἀλλὰ καὶ αἱμάτων τὰς χεῖρας ἐνέπλησαν· καὶ δίκην ὀφείλοντες, αὐτοὶ δίκην ἀπῄτουν. Διὰ τοῦτο καὶ δευτέρους ἔπεμψε καὶ τρίτους, ἵνα δειχθῇ καὶ ἡ τούτων κακία, καὶ ἡ τοῦ πέμψαντος φιλανθρω-πία. Καὶ διατί μὴ τὸν υἱὸν εὐθέως ἀπέστειλεν; Ἵνα ἐκ τῶν εἰς ἐκείνους γενομένων καταγνόντες ἑαυτῶν, καὶ τὸν θυμὸν ἀφέντες, ἐκεῖνον ἐντραπῶσιν ἐλθόντα. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι· ἀλλὰ τέως ἐπὶ τὰ ἑξῆς ἴωμεν. Τί δέ ἐστι τὸ, Ἴσως ἐντραπήσονται; Οὐχὶ ἀγνοοῦν-τος, ἄπαγε· ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα, καὶ ἀπολογίας πάσης ἐστερημένον. Ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε. Λέγει δὲ, Ἐντραπήσονται, τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντρα-
πῆναι. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, Ἐὰν ἄρα ἀκούσω-σιν· οὐδὲ ἐκεῖ ἀγνοῶν· ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόῤῥησις αὐτοῦ γέγονεν ἀναγκα-στικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις, Ἐὰν ἄρα, λέγων, καὶ, Ἴσως. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τὸ τοῦ υἱοῦ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. Τί οὖν οὗτοι; Δέον προσδραμεῖν, δέον
PG 58:641αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, καὶ ἐπαγωνίζονται τοῖς προτέροις, ἐπαποδύονται τοῖς μιά-σμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες· ὃ καὶ αὐτὸς δηλῶν ἔλεγε· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται λέγοντες· Αἱ χεῖρες ὑμῶν αἵματος πλή-ρεις· καὶ, Αἵματα ἐφ’ αἵμασι μίσγουσι· καὶ, Οἰκο-δομοῦντες Σιὼν ἐν αἵμασιν. Ἀλλ’ οὐκ ἐσωφρονίζοντο· καίτοι ταύτην λαβόντες πρώτην τὴν ἐντολὴν, τὸ, Οὐ φο-νεύσεις, καὶ μυρίων ἑτέρων κελευσθέντες ἀπέχεσθαι διὰ τοῦτο, καὶ διὰ πολλῶν καὶ παντοδαπῶν εἰς τὴν φυλακὴν τῆς ἐντολῆς ταύτης ἐναγόμενοι. Ἀλλ’ ὅμως τὴν πονηρὰν ἐκείνην οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ τί λέγουσιν ἰδόντες αὐτόν; Δεῦτε, ἀποκτείνωμεν αὐτόν. Τίνος ἕνεκεν, καὶ διατί; τί ποτε ἔχοντες ἐγκα-λεῖν, ἢ μικρὸν, ἢ μέγα; Ὅτι ἐτίμησεν ὑμᾶς, καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο δι’ ὑμᾶς, καὶ τὰ μυρία ἐκεῖνα εἰργάσατο θαύματα; ἀλλ’ ὅτι τὰ ἁμαρτήματα συνεχώ-ρει; ἀλλ’ ὅτι ἐπὶ βασιλείαν ἐκάλει; Ὅρα δὲ μετὰ τῆς ἀσεβείας καὶ τὴν ἄνοιαν πολλὴν οὖσαν, καὶ τὴν αἰτίαν τῆς σφαγῆς πολλῆς γέμουσαν παραπληξίας. Ἀποκτείνωμεν γὰρ αὐτὸν, φησὶ, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ ποῦ ἀποκτεῖναι βουλεύονται; Ἔξω τοῦ ἀμπελῶνος. β. Εἶδες πῶς προφητεύει καὶ τὸν τόπον, ἔνθα ἔμελλε σφάττεσθαι; Καὶ ἐκβαλόντες ἀπέκτειναν. Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο ὃ παθεῖν ἔδει τού-τους, κἀκεῖνοι εἶπον, Μὴ γένοιτο· καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. Ἐμβλέψας γὰρ αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· καὶ πᾶς ὁ πεσὼν ἐπ’ αὐτὸν συνθλασθήσεται; Ὁ δὲ Ματθαῖος, ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Ἀλλ’ οὐκ ἔστι τοῦτο ἐναντιολογίας. Καὶ γὰρ ἀμφότερα γέγονε· καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων εἶπον, Μὴ γένοιτο· καὶ τὸν προφήτην αὐτοῖς ἐπετείχισε, πείθων αὐτοὺς, ὅτι πάντως ἔσται τοῦτο. Ἀλλ’ ὅμως οὐδὲ οὕτω τὰ ἔθνη σαφῶς ἀπεκά-λυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν λαβὴν, ἀλλ’ ᾐνίξατο εἰπὼν, Δώσει τὸν ἀμπελῶνα ἄλλοις. Διὰ τοῦτο δὴ καὶ διὰ παραβολῆς εἴρηκεν, ἵνα αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσιν· ὅπερ καὶ ἐπὶ τοῦ Δαυὶ̈δ γέγονεν, ὅτε ἔκρινε τὴν παραβολὴν τοῦ Νάθαν. Σὺ δέ μοι σκόπει κἀντεῦθεν πῶς δικαία ἡ ψῆφος, ὅταν αὐτοὶ οἱ μέλλοντες κολάζεσθαι ἑαυτοὺς καταδικάζωσιν. Εἶτα ἵνα μάθωσιν, ὅτι οὐ μόνον ἡ τοῦ δικαίου φύσις ταῦτα ἀπῄτει, ἀλλὰ καὶ ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις προὔλεγε ταῦτα, καὶ ὁ Θεὸς οὕτως ἐψηφίζετο, καὶ προφητείαν ἐπήγαγε, καὶ ἐντρεπτικῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Οὐδέποτε ἀνέγνωτε, ὅτι Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο-μοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· διὰ πάντων δεικνὺς, ὅτι οἱ μὲν ἐκ-βάλλεσθαι ἔμελλον ἀπιστοῦντες, τὰ δὲ ἔθνη εἰσάγεσθαι. Τοῦτο καὶ διὰ τῆς Χαναναίας, τοῦτο καὶ διὰ τοῦ ὄνου, καὶ διὰ τοῦ ἑκατοντάρχου, καὶ δι’ ἄλλων πολλῶν παρα-βολῶν ᾐνίξατο· τοῦτο καὶ νῦν. Διὸ καὶ ἐπήγαγε· Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ-μοῖς ἡμῶν· προδηλῶν, ὅτι τὰ ἔθνη πιστεύοντα, καὶ Ἰουδαίων ὅσοι ἂν καὶ αὐτοὶ πιστεύσωσιν, ἔσονται ἓν, καίτοι τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν. Εἶτα, ἵνα
PG 58:642μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν, ἀλλὰ καὶ σφόδρα εὐαπόδεκτον τὸ συμβαῖνον, καὶ παράδοξον, καὶ τῶν ὁρώντων ἕκαστον ἐκπλῆττον· (καὶ γὰρ ἦν θαῦμα σφόδρα ἄφατον·) ἐπήγαγε λέγων· Παρὰ Κυρίου ἐγένετο αὕτη. Λίθον δὲ ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων· ὃ καὶ Ἰεζε-κιήλ φησιν· Οἱ οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλεί-φοντες ἀναρτύτως. Πῶς δὲ ἀπεδοκίμασαν; Λέγοντες, Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· Οὗτος πλανᾷ τὸν ὄχλον· καὶ πάλιν, Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις. Εἶτα, ἵνα γνῶσιν ὅτι οὐ μέχρι τοῦ ἐκβληθῆναι αὐτοὺς ἡ ζημία, ἐπήγαγε καὶ τὰς κολά-σεις, λέγων· Πᾶς ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐ-τόν. Δύο φησὶν ἀπωλείας ἐνταῦθα· μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, Ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον· ἑτέραν δὲ, τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν, καὶ τῆς συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσεν εἰπὼν, Λικμήσει αὐτόν. Διὰ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. Ὁ μὲν οὖν προφήτης Ἡσαί̈ας τὸν ἀμπελῶνα αἰτιᾶσθαί φησιν αὐτόν· ἐνταῦθα δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ διαβάλλει. Καὶ ἐκεῖ μέν φησι· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα; καὶ ἀλλαχοῦ πάλιν· Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπη-σά σε; δεικνὺς αὐτῶν τὴν ἀχάριστον γνώμην, καὶ ὅτι πάντων ἀπολαύοντες, τοῖς ἐναντίοις ἠμείβοντο· ἐνταῦθα δὲ μετὰ πλείονος τίθησιν αὐτὸ ὑπερβολῆς. Οὐ γὰρ αὐ-τὸς ἀποφαίνεται λέγων· Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; ἀλλ’ αὐτοὺς ἐκείνους εἰσάγει ψηφιζομένους, ὅτι οὐδὲν ἐνέλιπε, καὶ καταδικάζοντας ἑαυτούς. Ὅταν γὰρ εἴπωσιν, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οὐδὲν ἕτερον ἢ τοῦτο λέγουσι, μετὰ πολλῆς τῆς περι-ουσίας τὴν ψῆφον ἐκφέροντες. Τοῦτο καὶ Στέφανος αὐ-τοῖς ὀνειδίζει, ὃ καὶ μάλιστα αὐτοὺς ἔδακνεν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ προνοίας, τοῖς ἐναντίοις ἠμείβοντο τὸν εὐεργέτην· ὅπερ καὶ αὐτὸ μέγιστον ἦν σημεῖον τοῦ μὴ τὸν κολάζοντα, ἀλλὰ τοὺς κολαζομένους αἰτίους εἶναι τῆς τιμωρίας τῆς ἐπαγομένης αὐτοῖς. Τοῦτο δὴ καὶ ἐνταῦθα δείκνυται διὰ τῆς παραβολῆς, διὰ τῆς προ-φητείας. Οὐδὲ γὰρ ἠρκέσθη τῇ παραβολῇ μόνον, ἀλλὰ καὶ προφητείαν διπλῆν ἐπήγαγε, τὴν μὲν τοῦ Δαυὶ̈δ, τὴν δὲ παρ’ ἑαυτοῦ. Τί οὖν ἐχρῆν ταῦτα ἀκούσαντας ποιεῖν; οὐχὶ προσκυνῆσαι; οὐχὶ θαυμάσαι τὴν κηδεμο-νίαν, τὴν ἔμπροσθεν, τὴν μετὰ ταῦτα; Εἰ δὲ μηδενὶ τούτων ἐγένοντο βελτίους, τῷ γοῦν φόβῳ τῆς κολάσεως οὐκ ἔδει γενέσθαι σωφρονεστέρους; Ἀλλ’ οὐκ ἐγένοντο· ἀλλὰ τί μετὰ ταῦτα; Ἀκούσαντες, φησὶν, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Ἠσθάνοντο γὰρ λοιπὸν, ὅτι αὐτοὺς ᾐνίττετο. Ποτὲ μὲν οὖν κατεχόμενος, διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνου-σαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. Ὃ καὶ θαυμάζοντες ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ τῷ φόβῳ τοῦ πλήθους κατείχοντο, ἀρκεῖται τούτῳ, καὶ οὐ παραδοξοποιεῖ, ὥσπερ ἔμπροσθεν, διὰ μέσου
PG 58:643ἀναχωρῶν καὶ μὴ φαινόμενος. Οὐ γὰρ ἐβούλετο πάντα
ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονο-μίαν. Οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὐδὲ ἀπὸ τῶν εἰρημένων· οὐ τὴν τῶν προφητῶν μαρτυρίαν, οὐ τὴν ἑαυτῶν ᾐδοῦντο ψῆφον, οὐ τὴν τῶν πολλῶν γνώ-μην· οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία καὶ ὁ τῆς κενοδοξίας ἐπήρωσεν ἔρως, καὶ τὸ τὰ πρόσκαιρα ζητεῖν. γ. Οὐδὲν γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρη-μνῶν φέρει· οὐδὲν οὕτω ποιεῖ τῶν μελλόντων ἐκπί-πτειν, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις· οὐδὲν οὕτω ποιεῖ καὶ τούτων κἀκείνων ἀπολαύειν, ὡς τὸ πάντων ἐκεῖνα προτιμᾷν. Ζητεῖτε γὰρ, φησὶν ὁ Χρι-στὸς, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καίτοι εἰ μηδὲ τοῦτο προς-έκειτο, οὐδὲ οὕτως αὐτῶν ἐφίεσθαι ἔδει. Νῦν δὲ ἐν τῷ λαβεῖν ἐκεῖνα, καὶ ταῦτα ἔστι προσλαβεῖν· καὶ οὐδὲ οὕτως ἔνιοι πείθονται· ἀλλὰ λίθοις ἀναισθήτοις ἐοίκασι, καὶ σκιὰς διώκουσιν ἡδονῆς. Τί γὰρ ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ; τί δὲ τερπνόν; Μετὰ γὰρ παῤῥησίας ὑμῖν πλείονος διαλεχθῆναι βούλομαι σήμερον· ἀλλὰ ἀνάσχε-σθε, ἵνα μάθητε ὅτι ὁ δοκῶν οὗτος φορτικὸς εἶναι βίος καὶ ἐπαχθὴς, ὁ τῶν μοναχῶν λέγω καὶ τῶν ἐσταυρωμέ-νων, πολὺ τούτου τοῦ δοκοῦντος εἶναι προσηνοῦς καὶ ἁπαλωτέρου γλυκύτερός ἐστι καὶ ποθεινότερος. Καὶ τούτου μάρτυρες ὑμεῖς, οἱ θάνατον πολλάκις αἰτήσαντες ἐν ταῖς καταλαβούσαις ὑμᾶς περιστάσεσι καὶ ἀθυμίαις, καὶ ἐκείνους μακαρίσαντες τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαί-οις, τοὺς μὴ γεγαμηκότας, τὸν ἀπράγμονα βίον ζῶντας, οἵ τε ἐν ταῖς τέχναις, οἵ τε ἐν ταῖς στρατείαις, οἵ τε ἁπλῶς ζῶντες καὶ εἰκῆ, καὶ ἐν τῇ σκηνῇ διημερεύοντες καὶ ταῖς ὀρχήστραις. Καὶ γὰρ ἐκεῖθεν, εἰ καὶ μυρίαι ἡδοναὶ βρύειν δοκοῦσι καὶ εὐφροσύνης πηγαὶ, ἀλλὰ μυ-ρία τίκτεται πικρότερα βέλη. Ἂν γὰρ ἁλῷ τις ἔρωτι κόρης τινὸς τῶν ὀρχουμένων ἐκεῖ, ὑπὲρ μυρίας στρα-τείας, ὑπὲρ μυρίας ἀποδημίας χαλεπωτέραν ὑποστήσε-ται βάσανον, πάσης πόλεως πολιορκουμένης ἀθλιώτερον διακείμενος. Πλὴν ἀλλ’ ἵνα μὴ ἐκεῖνα ἐξετάσωμεν τέως, τῷ συνειδότι ταῦτα ἀφέντες τῶν ἑαλωκότων, φέρε περὶ τοῦ τῶν πολλῶν διαλεχθῶμεν βίου· καὶ τοσοῦτον εὑρήσομεν τὸ μέσον ἑκατέρας τῆς ζωῆς ταύτης, ὅσον λιμένος καὶ πελάγους συνεχῶς ἀνέμοις διακοπτομένου τὸ διάφορον. Σκόπει δὲ ἀπὸ τῶν καταγωγίων εὐθέως τὰ προοίμια τῆς εὐημερίας. Ἀγορὰς γὰρ καὶ πόλεις καὶ τοὺς ἐν μέσῳ φυγόντες θορύβους, τὸν ἐν ὄρεσι βίον εἵλοντο, τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς τὰ παρόντα, τὸν οὐδὲν ἀνθρώπινον ὑπομένοντα, οὐ λύπην βιωτικὴν, οὐκ ὀδύνην, οὐ φροντίδα τοσαύτην, οὐ κινδύνους, οὐκ ἐπιβουλὰς, οὐ βασκανίαν, οὐ ζηλοτυπίαν, οὐκ ἔρωτας ἀτόπους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐντεῦθεν ἤδη τὰ τῆς βασιλείας μελετῶσι, νάπαις ὁμιλοῦντες καὶ ὄρεσι καὶ πηγαῖς, καὶ ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολ-λῇ, καὶ πρὸ τούτων ἁπάντων τῷ Θεῷ. Καὶ παντὸς μὲν θορύβου τὸ δωμάτιον αὐτοῖς καθαρὸν, παντὸς δὲ πάθους ἡ ψυχὴ καὶ νοσήματος ἐλευθέρα, λεπτὴ καὶ κούφη, καὶ τοῦ λεπτοτάτου ἀέρος σφόδρα καθαρωτέρα. Ἔργον δὲ αὐτοῖς, ὅπερ ἦν καὶ τῷ Ἀδὰμ παρὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἁμαρτίας, ὅτε τὴν δόξαν ἠμφιεσμένος ἦν, καὶ τῷ Θεῷ μετὰ παῤῥησίας ὡμίλει, καὶ τὸ χωρίον ἐκεῖνο τὸ πολλῆς γέμον μακαριότητος ᾤκει. Τί γὰρ οὗτοι χεῖρον
PG 58:644ἐκείνου διάκεινται, ὅτε πρὸ τῆς παρακοῆς ἐτέθη ἐργά-ζεσθαι τὸν παράδεισον; Οὐδεμία φροντὶς ἦν αὐτῷ βιω-τική; ἀλλ’ οὐδὲ τούτοις. Θεῷ διελέγετο μετὰ καθαροῦ συνειδότος; τοῦτο καὶ οὗτοι· μᾶλλον δὲ καὶ πολλῷ μεί-ζονα ἔχουσι παῤῥησίαν ἐκείνου, ὅσῳ καὶ μείζονος ἀπο-λελαύκασι χάριτος διὰ τῆς τοῦ Πνεύματος χορηγίας. Ἐχρῆν μὲν οὖν ὑμᾶς ὄψει ταῦτα παραλαμβάνειν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀλλ’ ἐν θορύβοις καὶ ἀγοραῖς διατρίβετε, κἂν λόγῳ γοῦν διδάξωμεν ὑμᾶς, ἓν μέρος ἀπολαβόντες αὐτῶν τῆς διαγωγῆς· πάντα γὰρ οὐ δυνα-τὸν ἐπελθεῖν τὸν ἐκείνων βίον. Οὗτοι οἱ φωστῆρες τῆς οἰκουμένης, ἐπειδὰν ἥλιος ἀνίσχῃ, μᾶλλον δὲ πολλῷ πρὸ τῆς ἀκτῖνος, ἀπὸ τῆς εὐνῆς ἀναστάντες, ὑγιεῖς καὶ ἐγρηγορότες καὶ νήφοντες· (οὔτε γὰρ λύπη τις καὶ φρον-τὶς, οὔτε καρηβαρία καὶ πόνος καὶ πραγμάτων ὄχλος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοῖς ἐνοχλεῖ, ἀλλ’ ὡς ἄγγελοι διάγουσιν ἐν οὐρανῷ) ἀναστάντες τοίνυν εὐθέως ἀπὸ τῆς εὐνῆς φαιδροὶ καὶ γεγηθότες; καὶ χορὸν ἕνα στησάμενοι, ἐν φαιδρῷ τῷ συνειδότι συμφώνως ἅπαν-τες ὥσπερ ἐξ ἑνὸς στόματος, ὕμνους εἰς τὸν τῶν ὅλων ᾄδουσι Θεὸν, γεραίροντές τε αὐτὸν, καὶ χάριν εἰδότες ὑπὲρ ἁπάντων αὐτῷ, τῶν τε ἰδίων, τῶν τε κοινῶν εὐ-εργετημάτων. Ὥστε, εἰ δοκεῖ, τὸν Ἀδὰμ ἀφέντες, ἐρω-τήσομεν τί τῶν ἀγγέλων οὗτος διέστηκεν ὁ χορὸς τῶν ἐπὶ γῆς ᾀδόντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἡ στολὴ δὲ αὐτοῖς τῆς ἀνδρίας ἀξία. Οὐ γὰρ δὴ κατὰ τοὺς ἑλκεχίτωνας καὶ ἐκνενευρισμένους καὶ δια-κλωμένους εἰσὶν ἐστολισμένοι· ἀλλὰ κατὰ τοὺς μακαρίους ἐκείνους ἀγγέλους, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰωάννην, κατὰ τοὺς ἀποστόλους· τῶν ἱματίων κατ-εσκευασμένων αὐτοῖς, τοῖς μὲν ἀπὸ τριχῶν αἰγῶν, τοῖς δὲ ἀπὸ τριχῶν καμήλων· εἰσὶ δὲ οἷς Καὶ δέρματα ἤρκεσε μόνον, καὶ ταῦτα πάλαι πεπονηκότα. Εἶτα ἐπειδὰν τὰς ᾠδὰς ἐκείνας εἴπωσι, τὰ γόνατα κάμψαντες, τὸν ὑμνη-θέντα Θεὸν παρακαλοῦσιν ὑπὲρ πραγμάτων, ὧν ἔνιοι οὐδὲ εἰς ἔννοιαν ταχέως ἔρχονται. Αἰτοῦσι γὰρ τῶν μὲν παρόντων οὐδέν· οὐδεὶς γὰρ αὐτοῖς τούτων λόγος· τὸ δὲ μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς ὁ μο-νογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τὸ μηδένα ἀκοῦσαι τῆς φοβερᾶς ἐκείνης φωνῆς τῆς λεγούσης, Οὐκ οἶδα ὑμᾶς· καὶ ὥστε μετὰ καθαροῦ συνειδότος καὶ πολλῶν τῶν κατ-ορθωμάτων τὸν ἐπίμοχθον τοῦτον διανύσαι βίον, καὶ τὸ χαλεπὸν πλεῦσαι πέλαγος ἐξ οὐρίας. Ἡγεῖται δὲ αὐτοῖς τῆς εὐχῆς, ὁ πατὴρ καὶ ὁ προεστηκώς. Εἶτα ἀνα-στάντες καὶ τελέσαντες τὰς ἁγίας ἐκείνας καὶ συν-εχεῖς εὐχὰς, ἀνισχούσης τῆς ἀκτῖνος, εἰς ἔργον ἄπεισιν ἕκαστος, πολλὴν πρόσοδον ἐντεῦθεν τοῖς δεομένοις συνάγοντες. δ. Ποῦ νῦν εἰσιν οἱ τοῖς διαβολικοῖς ἑαυτοὺς ἐκδι-δόντες χοροῖς καὶ τοῖς ᾄσμασι τοῖς πορνικοῖς, καὶ ἐν θεάτροις καθήμενοι; Αἰσχύνομαι μὲν γὰρ μεμνημένος ἐκείνων· πλὴν διὰ τὴν ἀσθένειαν ὑμῶν ἀνάγκη καὶ τοῦτο ποιῆσαι. Καὶ γὰρ ὁ Παῦλός φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καὶ ἡμεῖς τοίνυν, φέρε παρεξετάσωμεν τὸν χορὸν τὸν ἐκ τῶν πορνευομένων γυ-ναικῶν καὶ τῶν ἡταιρηκότων νέων συνεστῶτα ἐν τῇ
PG 58:645σκηνῇ. καὶ τοῦτον αὐτὸν τὸν τῶν μακαρίων τούτων, εἰς ἡδονῆς λόγον δι’ ἣν μάλιστα πολλοὶ τῶν ῥᾳθύμων νέων ἁλίσκονται ταῖς ἐκείνων παγίσι. Τοσοῦτον γὰρ τὸ μέσον εὑρήσομεν, ὅσον εἰ ἀγγέλων τις ἤκουσεν ᾀδόντων ἄνω τὴν παναρμόνιον μελῳδίαν ἐκείνην, καὶ κυνῶν καὶ χοίρων ἐπὶ τῆς κοπρίας κατωρυομένων καὶ γρυ-ζόντων. Διὰ τούτων μὲν γὰρ τῶν στομάτων ὁ Χριστὸς, δι’ ἐκείνων δὲ τῆς γλώττης ὁ διάβολος φθέγγεται. Ἀλλὰ σύριγγες συνηχοῦσιν ἐκείνοις ἀσήμῳ φωνῇ καὶ ἀτερπεῖ τῇ ὄψει, τῶν γνάθων αὐτοῖς φυσωμένων, καὶ τῶν νεύ-ρων διασπωμένων; Ἀλλ’ ἐνταῦθα ἡ τοῦ Πνεύματος ἐνηχεῖ χάρις, ἀντὶ αὐλοῦ καὶ κιθάρας καὶ σύριγγος τοῖς
τῶν ἁγίων στόμασι κεχρημένη. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐ δυνατὸν παραστῆσαι τὴν ἡδονὴν διὰ τοὺς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλωμένους. Διὰ τοῦτο καὶ ἐβουλόμην τινὰ τῶν περὶ ταῦτα μαινομένων λαβεῖν, καὶ ἀπαγαγεῖν ἐκεῖ, καὶ δεῖξαι τῶν ἁγίων τὸν χορὸν τού-των, καὶ οὐκ ἂν ἐδέησέ μοι λόγου λοιπόν. Πλὴν κἂν πρὸς πηλίνους διαλεγώμεθα, πειρασόμεθα καὶ τῷ λόγῳ κἂν μετὰ μικρὸν αὐτοὺς ἀνασπάσαι τῆς ἰλύος καὶ τῶν τελμάτων. Ἐκεῖθεν μὲν γὰρ εὐθέως πῦρ δέχεται ἔρω-τος ἀτόπου ὁ ἀκροατής· ὡς γὰρ οὐκ ἀρκούσης τῆς ὄψεως τῆς πόρνης φλέξαι τὴν διάνοιαν, καὶ τὴν ἀπὸ τῆς φωνῆς προστιθέασι λύμην· ἐνταῦθα δὲ, κἂν ἔχῃ τι τοιοῦτον ἡ ψυχὴ, ἀποτίθεται εὐθέως. Οὐχ ἡ φωνὴ δὲ μόνον, οὐδὲ ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἱμάτια μᾶλλον τούτων θορυβεῖ τοὺς ὁρῶντας. Κἂν πένης ᾖ τις τῶν παχυτέρων καὶ ἠμελη-μένων, ἀπὸ τῆς θεωρίας μυρία ἀποδυσπετήσει πολλάκις, καὶ πρὸς ἑαυτὸν ἐρεῖ, ὅτι Ἡ μὲν πόρνη καὶ ὁ ἡταιρη-κὼς, μαγείρων τέκνα καὶ σκυτοτόμων, πολλάκις δὲ καὶ οἰκετῶν, ἐν τοσαύτῃ ζῶσι τρυφῇ· ἐγὼ δὲ ἐλεύθερος καὶ ἐς ἐλευθέρων, δικαίους πόνους αἱρούμενος, οὐδὲ ὄναρ ταῦτα φαντασθῆναι δύναμαι· καὶ οὕτως ἐμπρησθεὶς ὑπὸ τῆς ἀθυμίας ἄπεισιν. Ἐπὶ δὲ τῶν μοναχῶν οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Ὅταν γὰρ ἴδῃ πλου-σίων παῖδας καὶ προγόνων περιφανῶν ἐκγόνους τοι-αῦτα ἠμφιεσμένους ἱμάτια, οἷα οὐδὲ οἱ ἔσχατοι τῶν πε-νήτων. καὶ ἐπὶ τούτῳ χαίροντας, ἐννοήσατε πόσην τῆς πενίας παραμυθίαν δεξάμενος ἄπεισι. Κἂν πλούσιος ᾖ, σωφρονισθεὶς ἀναχωρεῖ, βελτίων γενόμενος. Πάλιν ἐν μὲν τῷ θεάτρῳ ὅταν ἴδωσι χρυσία περικειμένην τὴν πόρ-νην, ὁ μὲν πένης οἰμώξεται καὶ θρηνήσει, τὴν ἑαυτοῦ γυναῖκα οὐδὲν τοιοῦτον ἔχουσαν βλέπων· οἱ δὲ πλουτοῦντες ὑπερόψονται καὶ διαπτύσουσιν ἀπὸ τῆς θέας ταύτης τὰς συνοικούσας αὐτοῖς. Ὅταν γὰρ καὶ σχῆμα, καὶ βλέμμα, καὶ φωνὴν, καὶ βάδισιν, πάντα δια-κεκλασμένα ἐκείνη παρέχῃ τοῖς ὁρῶσιν, ἐμπρησθέντες ἀναχωροῦσι, καὶ αἰχμάλωτοι λοιπὸν εἰς τὰς οἰκίας εἰσέρχονται τὰς ἑαυτῶν. Ἐντεῦθεν αἱ ὕβρεις καὶ αἱ ἀτι-μίαι, ἐντεῦθεν αἱ ἀπέχθειαι, οἱ πόλεμοι, οἱ θάνατοι οἱ καθημερινοί· ἐντεῦθεν ἀβίωτος τοῖς ἁλοῦσιν ὁ βίος, καὶ ἡ συνοικοῦσα λοιπὸν ἀηδὴς, καὶ τὰ παιδία οὐχ ὁμοίως ποθεινὰ, καὶ πάντα ἄνω καὶ κάτω τὰ τῆς οἰκίας, καὶ ὑπ’ αὐτῆς λοιπὸν τῆς ἀκτῖνος ἐνοχλεῖσθαι δοκεῖ. Ἀλλ’ οὐκ ἀπὸ τῶν χορῶν τούτων ἀηδία τις τοιαύτη· ἀλλ’ ἥμερον καὶ πρᾶον δέξεται ἡ γυνὴ τὸν ἄνδρα, πάσης ἡδονῆς ἀτόπου ἀπηλλαγμένον, καὶ εὐκολώτερον αὐτῷ χρήσεται, ἢ πρὸ τούτου. Τοιαῦτα ὁ μὲν χορὸς ἐκεῖνος τίκτει κακὰ,
PG 58:646οὗτος δὲ ἀγαθά· ὁ μὲν ἀπὸ προβάτων λύκους ποιῶν, οὗτος δὲ ἀπὸ λύκων ἀρνειοὺς ἐργαζόμενος. Ἀλλ’ οὔπω περὶ τῆς ἡδονῆς οὐδὲν οὐδέπω τάχα εἰρήκαμεν. Καὶ τί γένοιτ’ ἂν ἥδιον τοῦ μὴ θορυβεῖσθαι μηδὲ ὀδυνᾶσθαι τὴν διάνοιαν, μηδὲ ἀθυμεῖν καὶ στένειν; Πλὴν ἀλλὰ καὶ πε-ραιτέρω τὸν λόγον προαγάγωμεν, καὶ ἑκατέρας τῆς ᾠδῆς καὶ τῆς θέας τὴν ἀπόλαυσιν ἐξετάσωμεν· καὶ ὀψόμεθα τὴν μὲν μέχρις ἑσπέρας μένουσαν, ἕως ἂν ἐν τῷ θεάτρῳ καθέζηται ὁ θεατὴς, μετὰ δὲ ταῦτα κέντρου παντὸς χαλεπώτερον ἀνιῶσαν αὐτόν· ἐνταῦθα δὲ διηνε-κῶς ἐνακμάζουσαν ταῖς ψυχαῖς τῶν ἑωρακότων. Καὶ γὰρ καὶ τῶν ἀνδρῶν τὸν τύπον, καὶ τοῦ τόπου τὸ τερπνὸν, καὶ τῆς διαγωγῆς τὸ γλυκὺ, καὶ τῆς πολιτείας τὸ καθα-ρὸν, καὶ τῆς καλλίστης ᾠδῆς καὶ πνευματικῆς τὴν χά-ριν, ἔχουσιν ἑαυτοῖς διαπαντὸς ἐνιζάνοντα. Οἱ γοῦν τούτων ἀπολαύοντες διηνεκῶς τῶν λιμένων, ὥσπερ τινὰ χειμῶνα λοιπὸν φεύγουσι τῶν πολλῶν τοὺς θορύβους. Οὐκ ᾄδοντες δὲ μόνον καὶ εὐχόμενοι, ἀλλὰ καὶ ταῖς βίβλοις προσηλωμένοι, τερπνόν τι θέαμα τοῖς ὁρῶσίν εἰσιν. Ἐπειδὰν γὰρ τὸν χορὸν διαλύσωσιν, ὁ μὲν τὸν Ἡσαί̈αν λαβὼν ἐκείνῳ διαλέγεται, ὁ δὲ τοῖς ἀποστόλοις ὁμιλεῖ, ἕτερος τὰ παρ’ ἑτέρων πονηθέντα ἔπεισι, καὶ φιλοσοφεῖ περὶ Θεοῦ, περὶ τοῦδε τοῦ παντὸς, περὶ τῶν ὁρωμένων, περὶ τῶν ἀοράτων, περὶ αἰσθητῶν, περὶ νοη-τῶν, περὶ τῆς εὐτελείας τούτου τοῦ βίου, περὶ τῆς τοῦ μέλλοντος μεγαλειότητος. ε. Καὶ τρέφονται τροφὴν ἀρίστην, οὐ σάρκας ἀλόγων ἑψημένας παρατιθέμενοι, ἀλλὰ λόγια Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, μέλι θαυμάσιον, καὶ πολλῷ κρεῖττον ἢ κατὰ τὴν ἔρημον ὁ Ἰωάννης τὸ παλαιὸν ἐσιτεῖτο. Τὸ γὰρ μέλι τοῦτο οὐ μέλιτταί τινες ἄγριαι τοῖς ἄνθεσιν ἐφιζάνουσαι συλλέγουσιν, οὐδὲ δρόσον πεπαίνουσαι τοῖς σίμβλοις ἐνιᾶσιν· ἀλλ’ ἡ τοῦ Πνεύματος κατασκευάζουσα χάρις, ἀντὶ κηρίων καὶ σίμβλων καὶ συρίγγων ταῖς τῶν ἁγίων ἐναποτίθεται ψυχαῖς, ὥστε εἶναι τῷ βουλομένῳ μετὰ ἀδείας ἐσθίειν διηνεκῶς. Ταύτας δὴ οὖν τὰς μελίττας καὶ αὐτοὶ μιμούμενοι, περιί̈πτανται τοῖς κηρίοις τῶν ἁγίων βιβλίων, πολλὴν ἐντεῦθεν δρεπόμενοι τὴν ἡδονήν. Καὶ εἰ βούλει μαθεῖν τὴν τράπεζαν τὴν ἐκείνων, ἐγγὺς γενοῦ, καὶ ὄψει τοιαῦτα ἐρευγομένους αὐτοὺς, προσηνῆ πάντα καὶ ἡδέα, καὶ εὐωδίας γέμοντα πνευ-ματικῆς. Οὐδὲν αἰσχρὸν ἐκεῖνα τὰ στόματα ἐξενεγκεῖν δύναται ῥῆμα, οὐδὲν εὐτράπελον, οὐδὲν τραχὺ, ἀλλὰ πάντα τῶν οὐρανῶν ἄξια. Οὐκ ἄν τις ἁμάρτοι, τὰ μὲν στόματα τῶν πολλῶν τῶν ἐν ἀγοραῖς συρομένων καὶ πρὸς τὰ βιωτικὰ λυσσώντων, βορβόρου τινὸς ὀχετοῖς παραβάλλων, τὰ δὲ τούτων, πηγαῖς μέλι ῥεούσαις καὶ νάματα προχεούσαις καθαρά. Εἰ δέ τις ἐδυσχέρανεν, ὅτι τὰ τῶν πολλῶν βορβόρου τινὸς προσεῖπον ὀχετοὺς, ἴστω ὅτι σφόδρα φειδόμενος εἶπον. Ἡ γὰρ Γραφὴ οὐδὲ τούτῳ κέχρηται τῷ μέτρῳ, ἀλλ’ ἑτέρῳ πολλῷ σφοδρο-τέρῳ παραδείγματι. Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἀλλ’ οὐ τὰ ἐκείνων τοιαῦτα, ἀλλ’ εὐωδίας γέμει πολλῆς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ ποῖος ἡμῖν παραστήσει λόγος; ποία ἐννοήσει διάνοια; τὴν λῆξιν τὴν ἀγγελικὴν, τὴν μακαριότητα τὴν ἄφραστον, τὰ ἀπόῤ-ῥητα ἀγαθά; Τάχα πολλοὶ διεθερμάνθητε νῦν, καὶ εἰσ

Homily LXIXHomilia LXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:647ἐπιθυμίαν ἐνεπέσετε τῆς καλῆς ταύτης πολιτείας· ἀλλὰ τί τὸ κέρδος, ὅταν ἐνταῦθα ὄντες μόνον τοῦτο ἔχητε τὸ πῦρ, ἐξελθόντες δὲ σβέσητε τὴν φλόγα, καὶ καταμαραν-θῇ οὗτος ὁ πόθος; Πῶς οὖν, ἵνα μὴ τοῦτο γένηται; Ὡς ἔστι σοι θερμὸς οὗτος ὁ ἔρως, ἄπελθε πρὸς αὐτοὺς ἐκεί-νους τοὺς ἀγγέλους, ἀνάκαυσον αὐτὸν πλέον. Οὐ γὰρ οὕτως ὁ παρ’ ἡμῶν λόγος δυνήσεταί σε ἀνάψαι, ὡς ἡ τῶν πραγμάτων θέα. Μὴ εἴπῃς, Διαλεχθῶ τῇ γυναικὶ, καὶ διαλύσω τὰ πράγματα πρῶτον. Ἀρχὴ ῥᾳθυμίας αὕτη ἡ ἀναβολή. Ἄκουσον ὅτι συντάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ ἠθέλησέ τις, καὶ οὐκ εἴασεν ὁ προφήτης. Καὶ τί λέγω συντάξασθαι; Θάψαι πατέρα ἠθέλησεν ὁ μαθη-τὴς, καὶ οὐδὲ τοῦτο συνεχώρησεν ὁ Χριστός. Καίτοι τί σοι πρᾶγμα ἀναγκαῖον οὕτως εἶναι δοκεῖ, ὡς κηδεία πατρός; ἀλλ’ οὐδὲ τοῦτο ἐπέτρεψε. Τί δήποτε; Ὅτι σφοδρὸς ἐφέστηκεν ὁ διάβολος, παρείσδυσίν τινα βου-λόμενος λαβεῖν· κἂν ὀλίγης ἀσχολίας ἐπιλάβηται καὶ ἀναβολῆς, μεγάλην ἐργάζεται ῥᾳθυμίαν. Διὰ τοῦτο παρ-αινεῖ τις, Μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας. Οὕτω γὰρ δυνήσῃ τὰ πλείονα κατορθοῦν, οὕτω καὶ τὰ κατὰ
PG 58:648τὴν οἰκίαν σοι καλῶς διακείσεται· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστε-θήσεται ὑμῖν. Εἰ γὰρ ἡμεῖς τοὺς τὰ ἑαυτῶν ὑπερορῶν-τας, καὶ τῶν ἡμετέρων τὴν ἐπιμέλειαν προτιθέντας, ἐν
πολλῇ καθιστῶμεν ἀμεριμνίᾳ· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τούτων κηδόμενος καὶ προνοῶν. Μὴ τοίνυν φροντίσῃς τῶν σῶν, ἀλλὰ ἄφες αὐτὰ τῷ Θεῷ. Ἂν γὰρ σὺ φροντίσῃς, ὡς ἄνθρωπος φροντίζεις· ἂν δὲ ὁ Θεὸς προνοήσῃ, ὡς Θεὸς προνοεῖ. Μὴ φροντίσῃς αὐτῶν ἀφεὶς τὰ μείζω, ἐπεὶ αὐτὸς οὐ σφόδρα αὐτῶν προνοήσει. Ἵν’ οὖν σφόδρα αὐτῶν προνοῇ, αὐτῷ μόνῳ πάντα ἐπίτρεψον. Ἂν γὰρ καὶ αὐτὸς αὐτὰ μεταχειρίσῃ, ἀφεὶς τὰ πνευματικὰ οὐ πολλὴν αὐτῶν αὐτὸς ποιήσε-ται πρόνοιαν· Ἵν’ οὖν καὶ σοὶ ταῦτα εὖ διακέηται, καὶ φροντίδος ἀπαλλαγῇς ἁπάσης, ἔχου τῶν πνευματι-κῶν, ὑπερόρα τῶν βιωτικῶν· οὕτω γὰρ καὶ τὴν γῆν ἕξεις μετὰ τῶν οὐρανῶν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:647ΟΜΙΛΙΑ ΞΘ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν, καὶ τὰ ἑξῆς. α. Εἶδες καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ τῇ παραβολῇ τοῦ υἱοῦ καὶ τῶν δούλων τὸ μέσον; εἶδες πολλὴν μὲν ἑκατέρων τῶν παραβολῶν τὴν συγγένειαν, πολλὴν δὲ καὶ τὴν διαφοράν; καὶ γὰρ αὕτη δείκνυσι καὶ τοῦ Θεοῦ τὴν μακροθυμίαν καὶ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν Ἰου-δαϊκὴν ἀγνωμοσύνην. Ἀλλ’ ἔχει τι καὶ πλέον ἐκείνης αὕτη. Προαναφωνεῖ μὲν γὰρ καὶ τὴν ἔκπτωσιν τῶν Ἰουδαίων, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· δείκνυσι δὲ μετὰ τούτου καὶ τοῦ βίου τὴν ἀκρίβειαν, καὶ ὅση τοῖς ἀμελοῦ-σιν ἡ δίκη κεῖται. Καὶ καλῶς αὕτη μετ’ ἐκείνην ἐστίν. Ἐπειδὴ γὰρ εἶπε· Δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλοῖ λοιπὸν ἐνταῦθα καὶ ποίῳ ἔθνει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄφατον εἰς τοὺς Ἰου-δαίους πάλιν τὴν πρόνοιαν ἐπιδείκνυται. Ἐκεῖ μὲν γὰρ πρὸ τοῦ σταυροῦ φαίνεται καλῶν· ἐνταῦθα δὲ καὶ μετὰ τὸ σφαγῆναι ἐπίκειται ἐπισπώμενος αὐτούς. Καὶ ὅτε τὴν χαλεπωτάτην αὐτοὺς ἔδει δοῦναι δίκην, τότε καὶ εἰς γάμους αὐτοὺς ἕλκει, καὶ τῇ τιμῇ τῇ ἀνωτάτῳ τιμᾷ. Καὶ ὅρα πῶς καὶ ἐκεῖ οὐ πρότερα τὰ ἔθνη, ἀλλ’ Ἰου-δαίους, καὶ ἐνταῦθα πάλιν. Ἀλλ’ ὥσπερ ἐκεῖ, ὅτε οὐκ ἠθέλησαν αὐτὸν δέξασθαι, ἀλλὰ καὶ ἐλθόντα ἔσφαξαν, τότε ἔδωκε τὸν ἀμπελῶνα· οὕτω καὶ ἐνταῦθα, ὅτε μὴ ἠθέλησαν παραγενέσθαι ἐν τῷ γάμῳ, τότε ἑτέρους ἐκά-λεσε. Τί τοίνυν γένοιτ’ ἂν αὐτῶν ἀγνωμονέστερον, ὅταν ἐπὶ γάμους καλούμενοι ἀποπηδῶσι; Τίς γὰρ οὐκ ἂν ἕλοιτο ἐπὶ γάμους ἐλθεῖν, καὶ γάμους βασιλέως, καὶ
PG 58:648βασιλέως υἱῷ ποιοῦντος γάμους; Καὶ τίνος ἕνεκεν γάμος εἴρηται; φησίν. Ἵνα μάθῃς τοῦ Θεοῦ τὴν κηδεμο-νίαν, τὸν πόθον τὸν περὶ ἡμᾶς, τῶν πραγμάτων τὴν φαιδρότητα, ὡς οὐδὲν λυπηρὸν ἐκεῖ, οὐδὲ σκυθρωπὸν, ἀλλὰ πάντα χαρᾶς γέμει πνευματικῆς. Διὰ τοῦτο καὶ νυμφίον αὐτὸν Ἰωάννης καλεῖ· διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί· καὶ πάλιν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί οὖν οὐκ αὐτῷ ἁρμόζεσθαι λέγεται ἡ νύμφη, ἀλλὰ τῷ Υἱῷ; Ὅτι ἡ τῷ Υἱῷ ἁρμοζομένη τῷ Πατρὶ ἁρμόζεται. Καὶ γὰρ ἀδιά-φορον τῇ Γραφῇ τοῦτο ἢ τοῦτο λέγεσθαι, διὰ τὸ ἀπαρ-άλλακτον τῆς οὐσίας. Ἀπὸ τούτου καὶ τὴν ἀνάστασιν ἀνεκήρυξεν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν τὸν θάνα-τον εἶπε, δείκνυσιν ὅτι καὶ μετὰ τὸν θάνατον τότε οἱ γάμοι, τότε ὁ νυμφίος. Ἀλλ’ οὐδὲ οὕτως οὗτοι γίνονται βελτίους, οὐδὲ ἡμερώτεροι· οὗ τί γένοιτ’ ἂν χεῖρον· Καὶ γὰρ αὕτη τρίτη κατηγορία. Πρώτη μὲν, ὅτι προφή-τας ἀπέκτειναν· ἔπειτα, ὅτι τὸν Υἱόν· μετὰ ταῦτα, ὅτι καὶ ἀνελόντες, καὶ εἰς τοὺς γάμους τοῦ ἀναιρεθέντος καλούμενοι παρ’ αὐτοῦ τοῦ ἀναιρεθέντος οὐ παραγί-νονται, ἀλλ’ αἰτίας πλάττουσι, ζεύγη βοῶν, καὶ ἀγροὺς, καὶ γυναῖκας. Καίτοι δοκοῦσιν εὔλογοι αἱ προφάσεις εἶναι· ἀλλ’ ἐντεῦθεν μανθάνομεν, κἂν ἀναγκαῖα ᾖ τὰ κατέχοντα, πάντων προτιμότερα ποιεῖσθαι τὰ πνευ-ματικά. Καὶ καλεῖ οὐχὶ προσφάτως, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου. Εἴπατε γὰρ, φησὶ, τοῖς κεκλημένοις καὶ πάλιν, Καλέσατε τοὺς κεκλημένους· ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει. Καὶ πότε ἐκλήθησαν; Διὰ τῶν προφητῶν ἁπάντων, διὰ Ἰωάννου πάλιν· αὐτῷ γὰρ παρέπεμπεν ἅπαντας, λέγων· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· δι’ αὐτοῦ πάλιν τοῦ Υἱοῦ· Δεῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ πάλιν. Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐκάλει, καὶ μετὰ τὴν ἀνάληψιν διὰ Πέτρου καὶ τῶν
PG 58:649κατ’ αὐτόν. Ὁ γὰρ ἐνεργήσας, φησὶ, Πέτρῳ εἰς ἀπο-στολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὸν υἱὸν ἰδόντες ὠργίσθησαν καὶ ἀνεῖλον, διὰ τῶν δούλων καλεῖ πάλιν. Καὶ ἐπὶ τί καλεῖ; Ἐπὶ μόχθους καὶ πόνους καὶ ἱδρῶτας; Οὐχὶ, ἀλλ’ ἐπὶ τρυφήν· Οἱ ταῦροι γάρ μου, φησὶ, καὶ τὰ σιτιστὰ τεθυμένα. Ὅρα πόση ἡ πανδαισία· πόση ἡ φιλοτιμία. Καὶ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλ’ ὅσῳ μειζόνως ἐμακροθύμησε, τοσούτῳ μειζόνως ἐσκληρύ-νοντο. Οὐδὲ γὰρ ἀσχολούμενοι, ἀλλ’ ἀμελήσαντες οὐκ ἦλθον. Πῶς οὖν οἱ μὲν γάμους, οἱ δὲ ζεύγη βοῶν προβάλλονται; ταῦτα γοῦν ἀσχολίας. Οὐδαμῶς· τῶν γὰρ πνευματικῶν καλούντων, οὐκ ἔστιν ἀσχολία οὐδεμία ἀναγκαία. Ἐμοὶ δὲ δοκοῦσι καὶ ταύταις ταῖς προφά-σεσι κεχρῆσθαι, τῆς ἀμελείας παρακαλύμματα ταῦτα προβαλλόμενοι. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ὅτι οὐκ ἦλθον, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον καὶ μανι-κώτερον, τὸ καὶ συγκόψαι τοὺς ἐλθόντας, καὶ ὑβρίσαι, καὶ ἀνελεῖν· τοῦτο τοῦ προτέρου χεῖρον. Ἐκεῖνοι μὲν γὰρ ἦλθον ἀπαιτοῦντες πρόσοδον καὶ καρποὺς, καὶ ἐσφάγησαν· οὗτοι δὲ εἰς γάμους καλοῦντες τοῦ παρ’ αὐτῶν σφαγέντος, καὶ οὗτοι πάλιν φονεύονται. Τί ταύτης τῆς μανίας ἴσον; Τοῦτο καὶ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγε· Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι Ἀντίθεός ἐστι, καὶ διὰ τοῦτο οὐ παραγινόμεθα, ἄκουσον τί λέγουσιν οἱ καλοῦντες· ὅτι Ὁ Πατήρ ἐστιν ὁ ποιῶν τοὺς γάμους, καὶ αὐτὸς ὁ καλῶν. Τί οὖν μετὰ ταῦτα; Ἐπειδὴ οὐκ ἠθέλησαν ἐλθεῖν, ἀλλὰ καὶ ἀνεῖλον τοὺς ἐπ’ αὐτοὺς ἐλθόντας, κατακαίει τὰς πόλεις, καὶ τὰ στρατόπεδα πέμψας, ἀνεῖλεν αὐτούς. Ταῦτα δὲ λέγει, προδηλῶν τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενόμενα, καὶ ὅτι καὶ τὸν Πατέρα παρώξυναν αὐτῷ μὴ πιστεύσαντες· αὐτὸς γοῦν ἐστιν ὁ ἐπεξελθών. Διά τοι τοῦτο οὐκ εὐθέως ἀναιρε-θέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τες-σαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν· ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον Ἰάκωβον, ὅτε
ὕβρισαν τοὺς ἀποστόλους. Εἶδες πραγμάτων ἀλήθειαν καὶ τάχος; Ἔτι γὰρ Ἰωάννου ζῶντος, καὶ ἑτέρων πολλῶν τῶν τῷ Χριστῷ συγγενομένων, ταῦτα ἐξέβαινε. καὶ μάρτυρες ἦσαν τῶν γινομένων οἱ ταῦτα ἀκούσαντες. Ὅρα τοίνυν κηδεμονίαν ἄφατον. Ἐφύτευσεν ἀμπελῶνα, πάντα ἐποίησε καὶ ἀπήρτισε· τῶν οἰκετῶν ἀναιρεθέν-των, ἑτέρους ἀπέστειλε δούλους· ἐκείνων σφαγέντων, τὸν Υἱὸν ἔπεμψε· καὶ τούτου ἀναιρεθέντος, καλεῖ αὐτοὺς εἰς τοὺς γάμους· οὐκ ἠθέλησαν ἐλθεῖν. Εἶτα πέμπει ἑτέρους δούλους· οἱ δὲ καὶ τούτους ἀνεῖλον. Τότε λοιπὸν αὐτοὺς ἀναιρεῖ, ἅτε ἀνίατα νοσοῦντας. Ὅτι γὰρ ἀνίατα ἐνόσουν, οὐ τὰ γεγενημένα ἔδειξε μόνον, ἀλλ’ ὅτι καὶ πορνῶν καὶ τελωνῶν πιστευσάντων, αὐτοὶ ταῦτα ἐποίησαν. Ὥστε οὐκ ἀφ’ ὧν ἐτόλμησαν μόνον, ἀλλὰ καὶ ἀφ’ ὧν ἕτεροι κατώρθωσαν· κατακρί-νονται οὗτοι. Εἰ δὲ λέγοι τις, ὅτι οὐ τότε ἐκλήθησαν οἱ ἐξ ἐθνῶν, ὅτε ἐμαστίχθησαν καὶ μυρία ἔπαθον οἱ ἀπό-στολοι, ἀλλ’ εὐθέως μετὰ τὴν ἀνάστασιν· (τότε γάρ φησιν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ) εἴποιμεν ἂν, ὅτι καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν αὐτοῖς διελέγοντο πρώτοις. Καὶ γὰρ πρὸ τοῦ σταυροῦ φησιν αὐτοῖς· Πορεύεσθε ἐπὶ τὰ πρόβατα
PG 58:650τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ μετὰ τὸν σταυρὸν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἐκέλευσεν αὐτοῖς διαλέγεσθαι. Εἰ γὰρ καὶ εἶπε, Μαθητεύσατε πάντα τὰ ἔθνη· ἀλλὰ μέλλων εἰς τὸν οὐρανὸν ἀναβαίνειν, ἐδήλωσεν ὅτι ἐκείνοις διαλέξονται πρώτοις. Λήψεσθε γὰρ δύναμιν, φησὶν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς· καὶ ὁ Παῦλος πάλιν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀπο-στολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι πρὸς τοὺς Ἰου-δαίους πρῶτον ἐχώρησαν, καὶ πολὺν ἐν Ἱερουσαλὴμ διατρίψαντες χρόνον εἶτα ὑπ’ αὐτῶν ἐλαθέντες, οὕτω διεσπάρησαν εἰς τὰ ἔθνη. β. Σὺ δὲ ὅρα κἀντεῦθεν τὴν φιλοτιμίαν. Ὅσους ἐὰν εὕρητε, φησὶ, καλέσατε εἰς τοὺς γάμους. Πρὸ τούτου μὲν γὰρ, ὅπερ ἔφην, καὶ Ἰουδαίοις καὶ Ἕλλησι διελέγοντο, ἐπὶ πλεῖον ἐν τῇ Ἰουδαίᾳ διατρίβοντες· ἐπειδὴ δὲ ἐπέμενον ἐπιβουλεύοντες αὐτοῖς, ἄκουσον Παύλου τὴν παραβολὴν ἑρμηνεύοντος ταύτην, καὶ λέγον-τος οὕτως Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Διὰ τοῦτό φησι καὶ αὐτός· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Ἤδει μὲν οὖν καὶ πρὸ τούτου τοῦτο· ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλίπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καίπερ εἰδὼς, πρὸς αὐτοὺς πρώτους καὶ ἦλθε καὶ ἔπεμψεν, ἐκεί-νους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυ-τῶν ἅπαντα πληροῦν, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλῃ. Ἐπεὶ οὖν οὐκ ἦσαν ἄξιοι, Πορεύεσθε, φησὶν, εἰς τὰς τριόδους, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε· καὶ τοὺς τυχόντας καὶ τοὺς ἀπεῤῥιμμένους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι Πόρναι καὶ τελῶναι κληρονομήσουσι τὸν οὐρανόν· καὶ, Οἱ πρῶτοι ἔσχα-τοι ἔσονται, καὶ οἱ ἔσχατοι πρῶτοι· δείκνυσιν ὅτι δικαίως ταῦτα γίνεται· ὃ μάλιστα πάντων ἔδακνεν Ἰου-δαίους, καὶ τῆς κατασκαφῆς χαλεπώτερον μᾶλλον ἔκνιζε, τὸ εἰς τὰ ἐκείνων, καὶ πολλῷ μείζω τῶν ἐκεί-νων, τοὺς ἐξ ἐθνῶν ὁρᾷν εἰσαγομένους. Εἶτα ἵνα μηδὲ οὗτοι τῇ πίστει θαῤῥήσωσι μόνῃ, καὶ περὶ τῆς κρίσεως αὐτοῖς διαλέγεται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσι, τοῖς μὲν οὐδέπω πεπιστευκόσι περὶ τοῦ προσελθεῖν τῇ πίστει, τοῖς δὲ πεπιστευκόσι περὶ τῆς κατὰ τὸν βίον ἐπιμελείας. Ἔνδυμα γὰρ βίος ἐστὶ καὶ πρᾶξις. Καὶ μὴν χάριτος ἦν ἡ κλῆσις· τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται; Ὅτι τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν· τὸ δὲ κλη-θέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα δια-τηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς. Τὸ κλη-θῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος. Ἔδει τοίνυν ἀμείψασθαι τὴν χάριν καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. Ἀλλ’ οὐκ ἀπήλαυσα, φησὶν, ὅσον Ἰουδαῖοι. Καὶ μὴν πολλῷ μειζόνων ἀπήλαυσας ἀγαθῶν. Ἃ γὰρ διὰ παντὸς τοῦ χρόνου παρεσκευάζετο ἐκείνοις, ταῦτα ἀθρόον ἔλαβες σὺ, οὐκ ὢν ἄξιος. Διὸ καὶ Παῦλος λέγει· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἃ γὰρ ἐκείνοις ὠφείλετο, ταῦτα ἔλαβες Διὸ καὶ πολλὴ κεῖται ἡ δίκη τοῖς ἐῤῥᾳθυμηκόσι. Καθάπερ γὰρ ἐκεῖνοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτω καὶ σὺ τῷ οὕτω κατακλιθῆναι
PG 58:651μετὰ βίου διεφθαρμένου. Τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν τοῦτό ἐστι· βίον ἀκάθαρτον ἔχοντα ἀπελ-θεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο. Ὁρᾷς πῶς, καίτοι οὕτω τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ; Τῷ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ οὕτω πρὸς τὰς ἀποῤῥήτους αἴρεται κολάσεις. Μὴ γὰρ δὴ σκότος ἀκούσας, τούτῳ νομίσῃς αὐτὸν τιμωρεῖ-σθαι, τῷ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ’ ὅπου καὶ ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τοῦ-το δὲ λέγει, τὰς ἀκαρτερήτους ἐνδεικνύμενος ὀδύνας. Ἀκούσατε ὅσοι μυστηρίων ἀπολαύσαντες, καὶ τοῖς γάμοις παραγενόμενοι, ῥυπαραῖς τὴν ψυχὴν περιβάλ-λετε πράξεσιν. Ἀκούσατε πόθεν ἐκλήθητε. Ἀπὸ τῆς τριόδου. Τί ὄντες; Χωλοὶ καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὃ πολλῷ χαλεπώτερον τῆς τοῦ σώματος λώβης. Αἰδέσθητε τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκαστος ἡμῶν περιεργαζέσθω τὴν στολὴν τῆς ψυχῆς. Ἀκούσατε, γυναῖκες· ἀκούσατε, ἄνδρες. Οὐ τούτων ἡμῖν δεῖ τῶν ἱματίων τῶν χρυσο-πάστων [τῶν τὰ ἔξωθεν ἡμῖν καλλωπιζόντων,] ἀλλ’ ἐκείνων τῶν [τὰ] ἔνδον. Ἕως ἂν ταῦτα ἔχωμεν, ἐκεῖνα περιθέσθαι δύσκολον. Οὐκ ἔστιν ὁμοῦ καὶ ψυχὴν καὶ σῶμα καλλωπίζειν. Οὐκ ἔστιν ὁμοῦ καὶ μαμωνᾷ δου-λεύειν, καὶ Χριστῷ ὑπακούειν ὡς χρή. Ἀποθώμεθα τοίνυν ταύτην τὴν τυραννίδα τὴν χαλεπήν. Οὐδὲ γὰρ εἴ τις τὸν μὲν οἶκον ἐκόσμει, παραπετάσματα χρυσᾶ κρε-μάσας, σὲ δὲ ἐν ῥακίοις γυμνὸν ἐποίει καθῆσθαι, πράως ἂν ἤνεγκας. Ἀλλ’ ἰδοὺ νῦν τοῦτο σὺ σαυτὸν ἐργάζῃ, τὴν μὲν οἰκίαν τῆς ψυχῆς σου, τὸ σῶμα λέγω, μυρίοις παραπετάσμασι καλλωπίζων, ἐκείνην δὲ ἐν ῥακίοις ἀφεὶς καθῆσθαι. Οὐκ οἶσθα, ὅτι τὸν βασιλέα τῆς πόλεως μᾶλ-λον κοσμεῖσθαι δεῖ; Διά τοι τοῦτο τῇ μὲν πόλει παραπε-τάσματα ἐκ λίνου κατεσκεύασται, τῷ δὲ βασιλεῖ ἁλουργὶς καὶ διάδημα. Οὕτω καὶ σὺ, τὸ μὲν σῶμα πολλῷ φαυλο-τέρᾳ περίβαλε στολῇ, τὸν δὲ νοῦν ἁλουργίδα ἔνδυσον, καὶ στέφανον ἐπίθες αὐτῷ, καὶ κάθισον ἐπὶ ὀχήματος ὑψηλοῦ καὶ περιφανοῦς. Νῦν γὰρ τοὐναντίον ποιεῖς, τὴν μὲν πόλιν καλλωπίζων ποικίλως, τὸν δὲ βασιλέα νοῦν ἀφεὶς σύρεσθαι δεδεμένον ὀπίσω τῶν ἀλόγων παθῶν. Οὐκ ἐννοεῖς, ὅτι εἰς γάμον ἐκλήθης, καὶ Θεοῦ γάμον; οὐ λογίζῃ πῶς εἰς ταύτας τὰς παστάδας τὴν κληθεῖσαν ψυχὴν εἰσιέναι χρὴ, κροσσωτοῖς χρυσοῖς περιβεβλημέ-νην, πεποικιλμένην; γ. Βούλει σοι δείξω τοὺς οὕτως ἐστολισμένους; τοὺς ἔν-δυμα ἔχοντας γάμου; Ἀναμνήσθητι τῶν ἁγίων ἐκείνων, ὑπὲρ ὧν πρώην ὑμῖν διελέχθην, τῶν τὰ τρίχινα ἐχόν-των ἱμάτια, τῶν τὰς ἐρήμους οἰκούντων. Οὗτοι μάλιστά
εἰσιν οἱ τὰ ἐνδύματα τῶν γάμων ἐκείνων ἔχοντες· καὶ δῆλον ἐντεῦθεν· Ὅσας ἂν αὐτοῖς δῷς πορφυρίδας, οὐκ ἂν ἕλοιντο λαβεῖν· ἀλλ’ ὥσπερ βασιλεὺς, εἰ τοῦ πτωχοῦ τὰ ῥάκιά τις λαβὼν, κελεύει ταῦτα αὐτὸν ἐνδυθῆναι, βδελύξαιτο ἂν τὴν στολήν· οὕτω καὶ ἐκεῖνοι τὴν ἁλουργίδα τὴν ἐκείνου. Οὐδαμόθεν δὲ ἑτέρωθεν τοῦτο πάσχουσιν, ἀλλ’ ἢ διὰ τὸ εἰδέναι τὸ κάλλος τῆς ἑαυτῶν στολῆς. Διὰ τοῦτο καὶ τὴν ἁλουργὸν ἐκείνην χλανίδα διαπτύουσιν ὡς ἀράχνην. Ταῦτα γὰρ αὐτοὺς ὁ σάκκος ἐδίδαξε· καὶ γάρ εἰσιν αὐτοῦ τοῦ
PG 58:652βασιλεύοντος ὑψηλότεροι πολλῷ καὶ λαμπρότεροι. Κἂν δυνηθῇς τὰς πύλας ἀναπτύξαι τοῦ νοῦ, καὶ τὴν ψυχὴν αὐτῶν κατιδεῖν, καὶ τὸν ἔνδον ἅπαντα κόσμον, κἂν εἰς τὴν γῆν καταπέσοις, οὐ φέρων τῆς εὐμορφίας τὴν λαμ-πηδόνα, καὶ τὴν αἴγλην τῶν ἱματίων ἐκείνων, καὶ τὴν ἀστραπὴν τοῦ συνειδότος αὐτῶν. Ἔχομεν γὰρ εἰπεῖν καὶ παλαιοὺς ἄνδρας μεγάλους καὶ θαυμαστούς· ἀλλ’ ἐπει-δὴ τοὺς παχυτέρους τὰ ὁρώμενα ὑποδείγματα μᾶλλον ἐνάγει, διὰ τοῦτο ὑμᾶς καὶ ἐπὶ τὰς σκηνὰς πέμπω τῶν ἁγίων ἐκείνων. Οὐδὲν γὰρ ἔχουσι λυπηρὸν, ἀλλ’ ἅτε ἐν οὐρανοῖς πηξάμενοι τὰς καλύβας, οὕτω πόῤῥω τῶν ἐν τῷ παρόντι βίῳ μοχθηρῶν ἐσκήνωνται, στρατοπεδευό-μενοι κατὰ τοῦ διαβόλου, καὶ ὥσπερ χορεύοντες, οὕτω πολεμοῦσιν αὐτῷ. Διά τοι τοῦτο καλύβας πηξάμενοι, πόλεις καὶ ἀγορὰς καὶ οἰκίας ἔφυγον. Τὸν γὰρ πολε-μοῦντα οὐκ ἔνι ἐν οἰκίᾳ καθῆσθαι, ἀλλὰ σχεδιάσαντα τὴν οἴκησιν, ὡς μέλλοντα εὐθέως ἀπανίστασθαι, οὕτω κατοικεῖν. Τοιοῦτοι ἐκεῖνοι πάντες, ἀπεναντίας ἡμῖν. Ἡμεῖς μὲν γὰρ οὐχ ὡς ἐν στρατοπέδῳ, ἀλλ’ ὡς ἐν πόλει εἰρηνικῇ ζῶμεν. Τίς γὰρ ἐπὶ στρατοπέδου ποτὲ θεμε-λίους καταβάλλεται, καὶ οἰκίαν οἰκοδομεῖται, ἢν μικρὸν ὕστερον ἀπολιμπάνειν μέλλει; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ κἂν ἐπιχειρήσῃ τις, ὡς προδότης ἀναιρεῖται. Τίς ἐπὶ στρατοπέδου πλέθρα γῆς ὠνεῖται, καὶ πραγματείας συντίθησιν; Οὐκ ἔστιν οὐδείς· καὶ μάλα εἰκότως. Πολε-μῆσαι γὰρ, φησὶ, παραγέγονας, οὐ καπηλεῦσαι. Τί τοί-νυν φιλοπονεῖς περὶ τὸν τόπον, ὃν μικρὸν ὕστερον ἀφ-ήσεις; Ὅταν ἀπέλθωμεν εἰς τὴν πατρίδα, ταῦτα ποίει. Ταῦτα καὶ σοὶ λέγω νῦν ἐγώ. Ὅταν ἀναχωρήσωμεν εἰς τὴν πόλιν τὴν ἄνω, ταῦτα ποίει· μᾶλλον δὲ οὐδέν σοι δεῖ πόνων ἐκεῖ· λοιπὸν ὁ βασιλεύς σοι πάντα ἐργάσε-ται. Ἐνταῦθα δὲ ἀρκεῖ τάφρον περιελάσαι μόνον, καὶ χάρακα πήξασθαι· οἰκοδομῆς δὲ οὐδεμία χρεία. Ἄκουσον οἷος τῶν ἁμαξοβίων Σκυθῶν ὁ βίος, οἵαν τοὺς νομάδας φασὶν ἔχειν διαγωγήν. Οὕτω τοὺς Χριστια-νοὺς ζῇν ἔδει· περιϊέναι τὴν οἰκουμένην, πολεμοῦντας τῷ διαβόλῳ, αἰχμαλώτους ῥυομένους τοὺς ὑπ’ ἐκείνου κατεχομένους, καὶ πάντων ἀπηλλάχθαι τῶν βιωτικῶν. Τί κατασκευάζεις οἰκίαν. ἄνθρωπε, ἵνα μᾶλλον σαυτὸν δήσῃς; Τί κατορύττεις θησαυρὸν, καὶ καλεῖς κατὰ σαυ-τοῦ τὸν πολέμιον; τί περιβάλλεις τείχη, καὶ σαυτῷ κατασκευάζεις φυλακήν; Εἰ δὲ δύσκολα ταῦτα εἶναί σοι δοκεῖ, ἀπέλθωμεν πρὸς τὰς ἐκείνων σκηνὰς, ἵνα διὰ τῶν ἔργων μάθωμεν τὴν εὐκολίαν. Καλύβας γὰρ ἐκεῖ-νοι πηξάμενοι, κἂν ἀποστῆναι δέῃ τούτων, οὕτως ἀφ-ίστανται, ὥσπερ οἱ στρατιῶται ἐν εἰρήνῃ τὸ στρατόπε-δον ἀφέντες. Καὶ γὰρ οὕτως ἐσκήνωνται, μᾶλλον δὲ καὶ πολλῷ ἥδιον. Καὶ γὰρ ἥδιον ἰδεῖν ἐρημίαν σκηνὰς ἔχου-σαν μοναχῶν συνεχεῖς, ἢ στρατιώτας ἐν στρατοπέδῳ παραπετάσματα τείνοντας, καὶ δόρατα πηγνυμένους, καὶ τῆς τῶν δοράτων αἰχμῆς φάρη κροκωτὰ ἐξαρτῶν-τας, καὶ πλῆθος ἀνθρώπων χαλκᾶς ἐχόντων κεφαλὰς, καὶ πολὺ τῶν ἀσπίδων ἀστράπτοντας τοὺς ὀμφαλοὺς, καὶ σιδήρῳ τεθωρακισμένους ὅλους διόλου, καὶ βασίλεια ἐσχεδιασμένα, καὶ πεδίον ἡπλωμένον πολὺ, καὶ ἀριστο-ποιουμένους καὶ αὐλοῦντας. Οὐδὲ γὰρ οὕτω τερπνὸν τὸ θέατρον τοῦτο, οἷον ὃ ἐγὼ λέγω νῦν. Ἂν γὰρ ἀπέλ-θωμεν εἰς τὴν ἔρημον, καὶ ἴδωμεν τῶν τοῦ Χριστοῦ
PG 58:653στρατιωτῶν τὰς σκηνὰς, οὐ παραπετάσματα τεινόμενα ὀψόμεθα, οὐδὲ αἰχμὰς δοράτων, οὐδὲ πέπλους χρυσοῦς θόλον βασιλικὴν ποιοῦντας, ἀλλ’ οἷον ἂν εἴ τις ἐν γῇ πολλῷ ταύτης μακροτέρᾳ καὶ ἀπείρῳ πολλοὺς ἔτεινεν οὐρανοὺς καινὸν καὶ φρικῶδες ἂν ἔδειξε τὸ θέατρον, οὕτω καὶ ἐκεῖ θεάσασθαι ἔνι. Οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατ-άγονται πρὸς αὐτοὺς, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης. Εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία τρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον· ὅταν πολ-λῷ πλείονα εὕρωσιν ἀρετὴν, καὶ ἄνθρωπον σώματος ἀπαλλαγέντα, καὶ ἐν σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι, καὶ χορεύουσι τὴν αὐτοῖς πρέπουσαν χορείαν. Καὶ γὰρ τράπεζα παρ’ ἐκείνοις πάσης πλεονεξίας καθαρὰ, καὶ φιλοσοφίας μεστή. Οὐχ αἱμάτων χείμαῤῥοι παρ’ αὐτοῖς, οὐδὲ κρεῶν κατα-κοπαὶ, οὐδὲ καρηβαρίαι, οὐδὲ καρυκεῖαι, οὐδὲ κνῖσαι παρ’ αὐτοῖς ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, οὐδὲ δρό-μοι καὶ θόρυβοι καὶ ταραχαὶ καὶ κραυγαὶ ἐπαχθεῖς· ἀλλ’ ἄρτος καὶ ὕδωρ· τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ πόνων δικαίων. Εἰ δέ που καὶ φιλοτιμότερον ἑστιά-σασθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται· καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ, ἢ ἐν ταῖς βασιλικαῖς τραπέζαις. Οὐδεὶς ἐνταῦθα φόβος καὶ τρόμος, οὐκ ἄρχων ἐνεκάλε-σεν, οὐ γυνὴ παρώξυνεν, οὐ παιδίον εἰς ἀθυμίαν ἐνέβα-λεν, οὐ γέλως ἄτακτος ἐξέλυσεν, οὐ κολάκων πλῆθος ἐφύσησεν· ἀλλ’ ἀγγέλων ἐστὶν ἡ τράπεζα, πάσης τοιαύ-της ταραχῆς ἀπηλλαγμένη. Καὶ στιβὰς αὐτοῖς χόρτος ἁπλῶς ὑπόκειται, καθάπερ ἐν ἐρήμῳ ἀριστοποιῶν ὁ Χριστὸς ἐποίησε. Πολλοὶ δὲ οὐδὲ ὑπωρόφιοι τοῦτο ποιοῦσιν, ἀλλ’ ἀντὶ στέγης τὸν οὐρανὸν ἔχουσι, καὶ τὴν σελήνην ἀντὶ φωτὸς λύχνου οὐ δεομένου ἐλαίου, οὐδὲ τοῦ διακονησομένου· ἐκείνοις μόνοις ἀξίως ἄνωθεν αὕτη φαίνει. δ. Ταύτην καὶ ἄγγελοι ἐκ τοῦ οὐρανοῦ τὴν τράπεζαν θεωροῦντες, τέρπονται καὶ ἥδονται. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσού-τοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Οὐκ ἔστιν ἐκεῖ δεσπότης καὶ δοῦλος· πάντες δοῦλοι, πάντες ἐλεύθε-ροι. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον· καὶ γὰρ δοῦλοι ἀλλήλων, καὶ δεσπόται ἀλλήλων εἰσίν. Οὐκ ἔστιν ἑσπέρας καταλαβούσης ἐν κατηφείᾳ γενέσθαι, ὅπερ πολλοὶ τῶν ἀνθρώπων πάσχουσι, τὰς ἐκ τῶν μεθ-ημερινῶν κακῶν ἀναλογιζόμενοι φροντίδας. Οὐκ ἔστι μετὰ τὸ δεῖπνον μεριμνῆσαι λῃστὰς, καὶ ἀποκλεῖσαι θύρας, καὶ ἐπιθεῖναι μοχλοὺς, οὐδὲ τἄλλα δεῖσαι, ἃ πολλοὶ δεδοίκασι, τοὺς λύχνους μετὰ ἀκριβείας κοιμί-ζοντες, μή που σπινθὴρ ἐμπρήσῃ τὴν οἰκίαν. Καὶ ἡ διάλεξις δὲ αὐτοῖς τῆς αὐτῆς γέμει γαλήνης. Οὐ γὰρ ταῦτα, ἅπερ ἡμεῖς διαλεγόμεθα, φθέγγονται, τὰ μηδὲν πρὸς ἡμᾶς· Ὁ δεῖνα γέγονεν ἄρχων, ὁ δεῖνα ἐπαύσατο τῆς ἀρχῆς, ὁ δεῖνα ἐτελεύτησε, καὶ τὸν κλῆρον δι-εδέξατο ἕτερος, καὶ ὅσα τοιαῦτα· ἀλλ’ ἀεὶ περὶ τῶν μελλόντων φθέγγονται καὶ φιλοσοφοῦσι· καὶ ὥσπερ ἑτέραν οἰκοῦντες οἰκουμένην, ὥσπερ εἰς αὐτὸν μετα-στάντες τὸν οὐρανὸν, ὥσπερ ἐκεῖ ζῶντες οὕτω τὰ ἐκεῖ πάντα διαλέγονται, περὶ τῶν κόλπων τοῦ Ἀβραὰμ, περὶ τῶν στεφάνων τῶν ἁγίων, περὶ τῆς μετὰ Χριστοῦ χορείας· καὶ τῶν παρόντων αὐτοῖς οὐδὲ μνήμη τις, οὐδὲ λόγος· ἀλλ’ ὥσπερ ἡμεῖς οὐκ ἂν ἀξιώσαιμέν τι εἰπεῖν περὶ ὧν οἱ μύρμηκες κατὰ τὰς ὀπὰς καὶ τοὺς χηραμοὺς πράττουσιν, οὕτως οὐδὲ ἐκεῖνοι, τί ποιοῦμεν
PG 58:654ἡμεῖς, ἀλλὰ περὶ τοῦ βασιλέως τοῦ ἄνω, περὶ τοῦ πολέ-μου τοῦ ἐν χερσὶ, περὶ τῶν τοῦ διαβόλου μηχανημάτων, περὶ τῶν κατορθωμάτων ὧν οἱ ἅγιοι κατώρθωσαν. Τί τοίνυν πρὸς ἐκείνους ἡμεῖς παραβαλλόμενοι μυρμήκων διενηνόχαμεν; Καθάπερ γὰρ ἐκεῖνοι τῶν σωματικῶν ἐπιμελοῦνται, οὕτω καὶ ἡμεῖς· καὶ εἴθε τούτων μόνων ἡμεῖς· νῦν δὲ καὶ πολλῷ χειρόνων. Οὐ γὰρ τῶν ἀναγ-καίων ἐπιμελούμεθα μόνον, καθάπερ ἐκεῖνοι, ἀλλὰ καὶ τῶν περιττῶν. Οἱ μὲν γὰρ πόρον παντὸς ἐγκλήματος ἀπηλλαγμένον μετέρχονται· ἡμεῖς δὲ πᾶσαν πλεονεξίαν· καὶ οὐδὲ τὰ μυρμήκων μιμούμεθα, ἀλλὰ τὰ τῶν λύκων, τὰ τῶν παρδάλεων· μᾶλλον δὲ καὶ ἐκείνων χείρους. Ἐκείνοις μὲν γὰρ ἡ φύσις οὕτως ἔδωκε τρέφεσθαι· ἡμᾶς δὲ λόγῳ καὶ ἰσονομίᾳ τετίμηκεν ὁ Θεὸς, καὶ τῶν θηρίων γεγόναμεν χείρους. Καὶ ἡμεῖς μὲν τῶν ἀλό-γων χείρους, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλ-λακται πρὸς ἡμᾶς, καὶ ἐνδύματα, καὶ τροφὴ, καὶ οἰκία, καὶ ὑποδήματα, καὶ λαλιά. Καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. Διὰ δὴ τοῦτο, ἐπειδάν τις ἀξίωμα περιβεβλημένος ἀπέλθῃ πρὸς αὐτοὺς, τότε μάλιστα ἐλέγχεται ὁ τῦφος ἅπας. Ὁ γὰρ γηπόνος ἐκεῖνος, καὶ ὁ πάντων ἄπειρος τῶν βιωτι-κῶν, τοῦ στρατηγοῦ καὶ μέγα ἐπὶ τῇ ἀρχῇ φρονοῦντος πλησίον κάθηται ἐπὶ στιβάδος, ἐπὶ προσκεφαλαίου ῥυ-πῶντος. Οὐ γάρ εἰσιν οἱ αἴροντες αὐτὸν, καὶ φυσῶντες· ἀλλὰ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρὰ χρυσοχόον ἔλθοι καὶ ῥοδωνιάν· καὶ γὰρ καὶ ἀπὸ τοῦ χρυσίου καὶ ἀπὸ τῶν ῥόδων δέχεταί τινα λαμπηδόνα· οὕτω κἀκεῖνοι, ἀπὸ τῆς αὐγῆς τῆς τούτων κερδαίνοντες μικρὸν, τῆς ἀπονοίας τῆς ἔμπροσθεν ἀπαλλάττονται. Καὶ ὥσπερ εἴ τις εἰς ὑψηλὸν ἔλθοι τόπον, κἂν σφόδρα βραχὺς ἦ, ὑψη-λὸς φαίνεται· οὕτω καὶ οὗτοι, πρὸς τὰς ὑψηλὰς αὐτῶν ἐρχόμενοι διανοίας, τοιοῦτοι φαίνονται, ἕως ἂν ἐκεῖ μένωσι, κατελθόντες δὲ ταπεινοῦνται πάλιν, ἀπὸ τοῦ ὕψους ἐκείνου καταβαίνοντες. Οὐδὲν παρ’ ἐκείνοις βασιλεὺς, οὐδὲν ὕπαρχος· ἀλλ’ ὥσπερ ἡμεῖς τῶν παιδίων ταῦτα παιζόντων γελῶμεν οὕτω κἀκεῖνοι τὴν φλεγμο-νὴν τῶν ἔξω σοβούντων διαπτύουσι. Καὶ δῆλον ἐντεῦθεν· εἰ γάρ τις αὐτοῖς δοίη μετὰ ἀσφαλείας βασιλείαν, οὐκ ἄν ποτε ἕλοιντο· ἕλοιντο δ’ ἂν, εἰ μὴ μεῖζον αὐτῆς ἐφρόνουν, εἰ μὴ πρόσκαιρον τὸ πρᾶγμα εἶναι ἐνόμιζον. Τί οὖν; οὐκ αὐτομολήσομεν πρὸς τοσαύτην μακαριότητα; οὐχ ἥξομεν πρὸς τοὺς ἀγγέλους τούτους; οὐ ληψόμεθα καθαρὰ ἱμά-τια, καὶ ἐμπομπεύσομεν τοῖς γάμοις τούτοις, ἀλλὰ με-νοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν οὐ-δὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον; Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες, καὶ βέλτιον ἐπαιτεῖν ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην, τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους ὑφίσταται τῆς ἁρπαγῆς, τὴν δὲ ἀπόλαυσιν ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν. Ταῦτ’ οὖν εἰδότες, καὶ ἀποθέμενοι τὴν πλεονεξίαν πᾶ-σαν, πλεονεκτήσωμεν τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας ταύτης ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily LXXHomilia LXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:655ΟΜΙΛΙΑ Ο. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. α. Τότε, πότε; Ὅτε μάλιστα κατανυγῆναι ἔδει, ὅτε ἐκπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλ-λοντα, ὅτε ἀπὸ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόν-των πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ ἐπὶ τῶν πραγμάτων τὰ εἰρημένα ἐβόα. Καὶ γὰρ τελῶναι καὶ πόρναι ἐπίστευσαν, καὶ προφῆται καὶ δίκαιοι ἀνῃρέθησαν, καὶ ἀπὸ τούτων ἐχρῆν καὶ περὶ τῆς ἀπωλείας ἑαυτῶν μὴ ἀντιλέγειν, ἀλλὰ καὶ πιστεύειν καὶ σωφρονίζεσθαι. Ἀλλ’ ὅμως οὐδὲ οὕτω λήγει τὰ τῆς κακίας αὐτῶν, ἀλλ’ ὠδίνει καὶ πρό-εισι περαιτέρω. Καὶ ἐπειδὴ κατασχεῖν αὐτὸν οὐκ εἶχον (ἐφοβοῦντο γὰρ τοὺς ὄχλους), ἑτέραν ἦλθον ὁδὸν, ὡς δὴ εἰς κίνδυνον ἐμβαλοῦντες, καὶ δημοσίων ποιήσοντες ἀδικημάτων ὑπεύθυνον. Ἀποστέλλουσι γὰρ αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν, λέ-γοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀν-θρώπων. Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦ-ναι κῆνσον Καίσαρι, ἢ οὔ; Καὶ γὰρ φόρου λοιπὸν ἦσαν ὑποτελεῖς, τῶν πραγμάτων αὐτοῖς εἰς τὴν Ῥωμαίων ἀρχὴν μεταπεσόντων. Ἐπειδὴ οὖν εἶδον, ὅτι οἱ πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, ὡς ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. Διὰ τοῦτο καὶ τοὺς αὐτῶν μαθητὰς καὶ τοὺς Ἡρώδου στρα-τιώτας ἔπεμπον, διπλοῦν, ὡς ᾤοντο, τὸν κρημνὸν ἑκα-τέρωθεν ὀρύττοντες, καὶ πάντοθεν τιθέντες τὴν παγίδα, ἵν’, ὅπερ ἂν εἴπῃ, ἐπιλάβωνται· κἂν μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν· ἂν δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι. Καίτοιγε ἦν δεδωκὼς τὰ δίδραχμα· ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο. Καὶ ἑκατέρωθεν μὲν αὐτὸν προσεδόκων αἱρήσειν, ἐπεθύμουν δὲ μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν αὐτὸν εἰπεῖν τι. Διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν, εἰς τοῦτο ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδῶσι τῷ ἡγεμόνι ὡς τύραννον. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἐδήλου λέγων, ὅτι καὶ ἐπὶ τῶν ὄχλων ἠρώτων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν. Ἐγένετο δὲ τοὐναντίον ἅπαν· ἐν πλείονι γὰρ θεάτρῳ τῆς αὐτῶν ἀνοίας παρεῖχον τὴν ἀπόδειξιν. Καὶ ὅρα τὴν κο-λακείαν, καὶ τὸν ἐγκεκρυμμένον δόλον. Οἴδαμεν, φησὶν, ὅτι ἀληθὴς εἶ. Πῶς οὖν ἐλέγετε, ὅτι Πλάνος ἐστὶ, καὶ, Πλανᾷ τὸν ὄχλον, καὶ, Δαιμόνιον ἔχει, καὶ, Οὐκ ἔστιν ἀπὸ Θεοῦ; πῶς πρὸ μικροῦ ἐβουλεύεσθε αὐτὸν ἀνελεῖν; Ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπι-βουλὴ ὑπαγορεύσῃ. Ἐπειδὴ γὰρ πρὸ μικροῦ εἰπόντες μετὰ αὐθαδείας, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; πρὸς τὴν ἐρώτησιν οὐκ ἔτυχον ἀποκρίσεως, προσδοκῶσιν αὐ-τὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν καθεστώτων νόμων, καὶ τῇ κρατούσῃ πολιτείᾳ τὸ ὑπ-εναντίον. Ὅθεν καὶ τὴν ἀλήθειαν μαρτυροῦσιν αὐτῷ, ὁμολογοῦντες τὸ ὄν· πλὴν οὐκ ὀρθῇ γνώμῃ, οὐδὲ ἑκόν-τες· καὶ προστιθέασι λέγοντες· Οὐ μέλει σοι περὶ οὐ-δενός. Ὅρα πῶς εἰσι δῆλοι βουλόμενοι εἰς τούτους μᾶλ-λον ἐμβαλεῖν αὐτὸν τοὺς λόγους, τοὺς ποιοῦντας αὐτὸν καὶ Ἡρώδῃ προσκροῦσαι, καὶ τυράννου ὑποψίαν λαβεῖν, ὡς κατεξανιστάμενον τῶν νόμων, ἵν’ ὡς στασιαστὴν καὶ τύραννον κολάσωσιν. Τὸ γὰρ, Οὐ μέλει σοι περὶ οὐ-
PG 58:656δενὸς, καὶ, Οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο λέγοντες· Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Νῦν τιμᾶτε, καὶ διδάσκαλον νομί-ζετε, ἐν οἷς τὰ περὶ τῆς σωτηρίας ὑμῶν διελέγετο κα-ταφρονήσαντες καὶ ὑβρίσαντες πολλάκις. Ὅθεν καὶ σύμψηφοι γεγόνασι. Καὶ ὅρα τὸ κακοῦργον. Οὐ λέ-γουσιν, Εἰπὲ ἡμῖν τί τὸ καλὸν, τί τὸ συμφέρον, τί
τὸ νόμιμον; ἀλλὰ, Τί σοι δοκεῖ; Οὕτω πρὸς ἓν τοῦτο ἔβλεπον, τὸ προδοῦναι αὐτὸν, καὶ ἐκπολεμῶσαι τῷ κρα-τοῦντι. Καὶ ὁ Μάρκος δὲ τοῦτο δηλῶν, καὶ τὸ αὔθαδες αὐτῶν σαφέστερον ἐκκαλύπτων, καὶ τὴν φονικὴν αὐτῶν γνώμην, φησὶν αὐτοὺς εἰρηκέναι· Δῶμεν Καίσαρι κῆν-σον, ἢ μὴ δῶμεν; Οὕτω θυμοῦ μὲν ἔπνεον, καὶ ὤδι-νον ἐπιβουλὴν, ὑπεκρίνοντο δὲ θεραπείαν. Τί οὖν αὐτός; Τί με πειράζετε, ὑποκριταί; Εἶδες πῶς πληκτικώτερον αὐτοῖς διαλέγεται; Ἐπειδὴ γὰρ ἀπηρτισμένη καὶ πρό-δηλος ἦν ἡ κακία, βαθυτέραν δίδωσι τὴν τομὴν, πρῶτον αὐτοὺς συγχέων, καὶ ἐπιστομίζων, τῷ τὰ ἀπόῤῥητα αὐ-τῶν εἰς μέσον ἀγαγεῖν, καὶ δῆλον ἅπασι ποιεῖν μεθ’ οἵας αὐτῷ προσέρχονται διανοίας. Ταῦτα δὲ ἐποίει, ἀναστέλ-λων αὐτῶν τὴν κακίαν, ὥστε μὴ πάλιν τοῖς αὐτοῖς ἐπι-χειροῦντας καταβλάπτεσθαι. Καίτοιγε τὰ ῥήματα πολλῆς ἔγεμε θεραπείας· καὶ γὰρ καὶ διδάσκαλον ἐκά-λουν, καὶ ἀλήθειαν ἐμαρτύρουν, καὶ τὸ ἀπροσωπόλη-πτον· ἀλλὰ Θεὸς ὢν, οὐδενὶ τούτων παρελογίζετο Ὅθεν κἀκείνους ἐχρῆν στοχάζεσθαι, ὅτι οὐ στοχασμοῦ ἡ ἐπί-πληξις ἦν, ἀλλὰ σημεῖον τοῦ τὰ ἀπόῤῥητα αὐτῶν εἰδέναι. β. Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη· καίτοιγε ἤρ-κει μόνον ἐλέγξαντα τὴν γνώμην αὐτῶν, καταισχῦναι αὐτῶν τὴν πονηρίαν· ἀλλ’ οὐχ ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ ἑτέρως ἀποῤῥάπτει αὐτῶν τὰ στόματα. Ἐπι-δείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου. Καὶ ὡς ἐπέδειξαν, ὅπερ ἀεὶ ποιεῖ, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρα-σκευάζει, ὅτι ἔξεστιν· ὅπερ λαμπρὰ καὶ σαφὴς ἦν νίκη. Ὥστε ὅταν ἐρωτᾷ, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους αὐτοὺς ποιῆσαι βουλόμε-νος. Ἐπειδὴ γὰρ ἐρωτηθέντες, Τίνος ἡ εἰκών; εἶπον, ὅτι Καίσαρος, φησίν· Ἀπόδοτε τὰ Καίσαρος Καί-σαρι. Οὐ γάρ ἐστι τοῦτο δοῦναι, ἀλλ’ ἀποδοῦναι· καὶ τοῦτο καὶ ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς δεί-κνυται. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἀνθρώποις ἡμᾶς ὑπο-τάττεις; ἐπήγαγε, Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῶν πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν ὀφειλόμενα. Διὸ καὶ Παῦλός φη-σιν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον. Σὺ δὲ ὅταν ἀκούσῃς, Ἀπόδος τὰ τοῦ Καίσαρος Καίσαρι, ἐκεῖνα γίνωσκε λέγειν αὐτὸν μόνον, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα· ὡς ἄν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος τὸ τοιοῦτον. Ταῦτα ἀκούσαντες ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν. Οὐκοῦν πιστεῦσαι ἐχρῆν, οὐκοῦν ἐκπλαγῆναι. Καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν ἀπόδει-ξιν, τὰ ἀπόῤῥητα ἐκκαλύψας, καὶ μετ’ ἐπιεικείας αὐ-τοὺς ἐπεστόμισε. Τί οὖν; ἐπίστευσαν; Οὐδαμῶς· ἀλλ’ Ἀφέντες αὐτὸν ἀπῆλθον, καὶ μετ’ αὐτοὺς προσῆλθον οἱ Σαδδουκαῖοι. Ὢ τῆς ἀνοίας Ἐκείνων ἐπιστομισθέν-
PG 58:657των οὗτοι προσβάλλουσι, δέον ὀκνηροτέρους γενέσθαι. Ἀλλὰ τοιοῦτον ἡ θρασύτης, ἀναίσχυντον καὶ ἰτα-μὸν καὶ ἀδυνάτοις ἐπιχειροῦν. Διὰ τοῦτο καὶ ὁ εὐαγ-γελιστὴς ἐκπληττόμενος αὐτῶν τὴν ἄνοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προς-ῆλθον. Ἐν ἐκείνῃ, ποίᾳ; Ἐν ᾗ τὴν ἐκείνων κακουρ-γίαν ἤλεγξεν, καὶ κατῄσχυνεν αὐτούς. Τίνες δέ εἰσιν οὗτοι; Αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα λέγουσα μὴ εἶναι ἀνάστα-σιν, μήτε ἄγγελον, μήτε πνεῦμα. Παχύτεροι γάρ τινες οὗτοι, καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι. Πολλαὶ γὰρ καὶ ἐπὶ Ἰουδαίων αἱρέσεις ἦσαν. Διὸ καὶ Παῦλος λέγει· Φα-ρισαῖός εἰμι, τῆς ἀκριβεστάτης αἱρέσεως παρ’ ἡμῖν. Καὶ ἐξ εὐθείας μὲν οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι· λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασιν, ὡς ἔγωγε οἶμαι, οὐδὲ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ θέλοντες ἀνατρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν. Πάλιν δὲ καὶ οὗτοι μετ’ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέ-γοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐὰν ἀποθάνῃ τις μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς τὴν γυναῖκα, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ. Ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖ-κα τῷ ἀδελφῷ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Ὅρα τούτοις διδασκαλικῶς ἀποκρινόμενον. Εἰ γὰρ καὶ ἀπὸ κακουργίας προσῆλθον, ἀλλ’ ὅμως καὶ ἀγνοίας ἡ ἐρώτησις ἦν μᾶλλον. Διὸ οὐδὲ λέγει αὐτοῖς. Ὑποκριταί. Εἶτα ἵνα μὴ ἐγκαλέσῃ, διατί ἑπτὰ μίαν ἔσχον, προστι-θέασι τὸν Μωϋσέα· καίτοιγε, ὅπερ ἔφθην εἰπὼν, πλά-σμα ἦν, ὡς ἔγωγε οἶμαι. Οὐ γὰρ ἂν ὁ τρίτος ἔλαβε, τοὺς δύο νυμφίους νεκροὺς γενομένους ἰδών· εἰ δὲ ὁ τρίτος, ἀλλ’ οὐχ ὁ τέταρτος, οὐδὲ ὁ πέμπτος· εἰ δὲ καὶ οὗτοι, πολλῷ μᾶλλον ὁ ἕκτος ἢ ὁ ἕβδομος οὐκ ἂν προσῆλθον, ἀλλ’ οἰωνίσαντο ἂν τὴν γυναῖκα. Τοιοῦτοι γὰρ οἱ Ἰου-δαῖοι. Εἰ γὰρ νῦν πολλοὶ τοῦτο πάσχουσι, πολλῷ μᾶλλον τότε ἐκεῖνοι· ὅπου γε καὶ χωρὶς τούτου πολλάκις τὸ οὕτω συνοικεῖν ἔφυγον, καὶ ταῦτα τοῦ νόμου καταναγκάζοντος. Οὕτω γοῦν ἡ Ῥοὺθ ἡ Μωαβῖτις ἐκείνη γυνὴ πρὸς τὸν μακροτέρω τῆς συγγενείας ἐξεκυλίσθη· καὶ ἡ Θάμαρ δὲ ἐντεῦθεν παρὰ τοῦ κηδεστοῦ κλέψαι σπέρμα κατηναγκά-ζετο. Καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ’ ἑπτά; Ὥστε ἐκ περιουσίας κωμῳδῆσαι, ὡς ᾤοντο, τὴν ἀνάστασιν. Διὸ καὶ λέγουσι, Πάντες ἔσχον αὐτὴν, ὡς εἰς ἄπορόν τι αὐτὸν ἐμβάλλοντες. Τί οὖν ὁ Χριστός; Πρὸς ἀμφότερα ἀποκρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην ἱστάμενος, καὶ πανταχοῦ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων, καὶ ποτὲ μὲν αὐτὰ ἐκπομπεύων, ποτὲ δὲ τῷ συνειδότι τῶν ἐρωτώντων ἀφιεὶς τὸν ἔλεγχον. Ὅρα γοῦν ἐνταῦθα πῶς ἀμφότερα δείκνυσι, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑποπτεύουσι. Τί γάρ φησι; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ ὡς εἰδότες, Μωϋσέα προβάλλονται καὶ τὸν νόμον, δείκνυ-σιν ὅτι τοῦτο μάλιστα ἀγνοούντων ἐστὶ τὰς Γραφὰς τὸ
PG 58:658ἐρώτημα. Ἐντεῦθεν γὰρ καὶ τὸ πειράζειν αὐτοῖς ἦν, ἐκ τοῦ τὰς Γραφὰς ἀγνοεῖν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν μὴ εἰδέναι ὡς χρή. Τί οὖν θαυμαστὸν, φησὶν, εἰ ἐμὲ πειρά-ζετε τὸν ἔτι ἀγνοούμενον ὑμῖν, ὅπου γε οὐδὲ τοῦ Θεοῦ τὴν δύναμιν ἴστε, ἧς τοσαύτην πεῖραν εἰλήφατε, καὶ οὔτε ἐκ κοινῶν ἐννοιῶν, οὔτε ἀπὸ Γραφῶν αὐτὴν ἔγνω-τε; εἰ ἄρα καὶ κοινοὶ λογισμοὶ τοῦτο παρέχουσιν εἰδέ-ναι, ὅτι τῷ Θεῷ πάντα δυνατά. γ. Καὶ πρῶτον μὲν πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνεται. Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἦν αὐτοῖς τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ νομίζειν τοιαύτην εἶναι τὴν τῶν πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα (ἀπὸ γὰρ τούτου καὶ τὸ νόσημα γέγονε)· καὶ δείκνυσι τῆς ἀναστάσεως τὸν τρόπον. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ. Ὁ δὲ Λουκᾶς φησιν, Ὡς υἱοὶ Θεοῦ. Εἰ τοίνυν οὐ γαμοῦσι, περιττὴ ἡ ἐρώτησις. Οὐ μὴν ἐπειδὴ οὐ γαμοῦσι, διὰ τοῦτο ἄγγελοι·
ἀλλ’ ἐπειδὴ ὡς ἄγγελοι, διὰ τοῦτο οὐ γαμοῦσιν. Ἀπὸ τούτου καὶ ἕτερα πολλὰ ἀνεῖλεν, ἅπερ ἅπαντα δι’ ἑνὸς ῥήματος ὁ Παῦλος ᾐνίξατο εἰπών· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ διὰ μὲν τούτων ἐδή-λωσεν ἡλίκον ἡ ἀνάστασις· ὅτι δὲ καὶ ἀνάστασίς ἐστι, δείκνυσι Καίτοι συναποδέδεικται τῷ εἰρημένῳ καὶ τοῦτο, ἀλλ’ ὅμως ἐκ περιουσίας τῷ λόγῳ πάλιν προστί-θησι λέγων. Οὐδὲ γὰρ πρὸς τὸ ἐρώτημα ἔστη μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἔννοιαν αὐτῶν. Οὕτως ὅταν μὴ σφό-δρα κακουργῶσιν, ἀλλ’ ἀγνοοῦντες ἐρωτῶσι, καὶ ἐκ περιουσίας διδάσκει· ὅταν δὲ ἀπὸ κακίας μόνης, οὐδὲ πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεται. Καὶ πάλιν ἀπὸ τοῦ Μωϋσέως ἐπιστομίζει αὐτοὺς, ἐπειδὴ κἀκεῖνοι Μωϋσέα προεβάλοντο, καί φησι· Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε, ὅτι Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Οὐχὶ τῶν οὐκ ὄντων, φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων. Οὐ γὰρ εἶπεν, Ἤμην, ἀλλ’, Εἰμί· τῶν ὄντων καὶ τῶν ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει· οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ; Ἀλλ’ οὐκ ἔστιν ἐναν-τίον τοῦτο ἐκείνῳ. Νεκρῶν γὰρ ἐνταῦθά φησι, τῶν καὶ αὐτῶν ζήσεσθαι μελλόντων. Ἄλλως δὲ καὶ ἕτερον τὸ, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ τὸ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οἶδε δὲ καὶ ἄλλην νεκρότητα. περὶ ἧς φησιν· Ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλά-γησαν ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οὐδὲ ἐνταῦθα οἱ Σαδ-δουκαῖοι· ἀλλ’ οὗτοι μὲν ἡττηθέντες ἀναχωροῦσι· τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν. Ἐπεὶ οὖν τοιαύτη ἡ ἀνάστασις, φέρε πάντα ποιῶμεν, ἵνα τῶν πρωτείων ἐκεῖ τύχωμεν. Εἰ δὲ δοκεῖ, καὶ πρὸ τῆς ἀνα-στάσεως δείξωμεν ὑμῖν τινας ταῦτα ἐντεῦθεν ἐπιτη-δεύοντας καὶ καρπουμένους, πάλιν ἐπὶ τὰς ἐρήμους ἀπελθόντες. Πάλιν γὰρ τῶν αὐτῶν ἅψομαι λόγων, ἐπειδὴ μετὰ πλείονος ἡδονῆς ἀκούοντας ὑμᾶς βλέπω. Ἴδωμεν
PG 58:659τοίνυν καὶ τήμερον τὰ στρατόπεδα τὰ πνευματικά· ἴδωμεν τὴν φόβου καθαρὰν ἡδονήν. Οὐ γὰρ μετὰ δορά-των εἰσὶν ἐσκηνωμένοι, καθάπερ οἱ στρατιῶται (ἐνταῦθα γὰρ πρώην κατέλυσα τὸν λόγον), οὐδὲ μετὰ ἀσπίδων καὶ θωράκων· ἀλλὰ γυμνοὺς ὄψει τούτων ἁπάντων, καὶ τοιαῦτα ἐργαζομένους, οἷα οὐδὲ μετὰ ὅπλων ἐκεῖνοι. Καὶ εἰ δύνασαι συνιδεῖν, ἐλθὲ, καὶ χεῖρά μοι ὄρεξον, καὶ ἴωμεν εἰς τὸν πόλεμον τοῦτον ἀμφότεροι, καὶ ἴδωμεν τὴν παράταξιν. Καὶ γὰρ καὶ οὗτοι καθ’ ἑκάστην πολε-μοῦσι τὴν ἡμέραν, καὶ σφάττουσι τοὺς ὑπεναντίους, καὶ νικῶσι τὰς ἐπιθυμίας ἁπάσας τὰς ἐπιβουλευούσας ἡμῖν. Καὶ ὄψει ταύτας ἐῤῥιμμένας χαμαὶ, καὶ μηδὲ σπαίρειν δυναμένας· ἀλλὰ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων δεικνύμενον, ὅτι Οἱ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες πλῆθος νεκρῶν κειμένων, ἐσφαγμένων τῇ μα-χαίρα τοῦ πνεύματος; Διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖ μέθη, οὐδὲ ἀδηφαγία. Καὶ δείκνυσιν ἡ τράπεζα, καὶ τὸ τρό-παιον τὸ ἐπ’ αὐτῇ ἑστηκός. Ἡ γὰρ μέθη καὶ ἡ ἀδη-φαγία κεῖται νεκρὰ διὰ τῆς ὑδροποσίας τροπωθεῖσα, τὸ πολυειδὲς τοῦτο καὶ πολυκέφαλον θηρίον. Καθάπερ γὰρ ἐπὶ τῆς μυθοποιουμένης Σκύλλης καὶ Ὕδρας, οὕτω καὶ ἐπὶ τῆς μέθης πολλὰς ἔστι κεφαλὰς ἰδεῖν· ἐντεῦθεν πορνείαν, ἐκεῖθεν ὀργὴν, ἄλλοθεν βλακείαν, ἑτέρωθεν ἔρωτας ἀτόπους φυομένους· ἀλλὰ πάντα ταῦτα ἀν-ῄρηται. Καίτοιγε ἐκεῖνα πάντα τὰ στρατόπεδα, κἂν μυρίων περιγένωνται πολέμων, ὑπὸ τούτων ἁλίσκονται· καὶ οὔτε ὅπλα, οὔτε δόρατα, οὐχ ὅπερ ἂν ἕτερον ᾖ, δύναται πρὸς ταύτας στῆναι τὰς φάλαγγας· ἀλλ’ αὐ-τοὺς τοὺς γίγαντας, τοὺς ἀριστέας, τοὺς τὰ μυρία ἀνδραγαθοῦντας, εὕροις ἂν χωρὶς δεσμῶν δεδεμένους ὕπνῳ καὶ μέθῃ, χωρὶς σφαγῆς καὶ τραυμάτων, καθάπερ τοὺς τετραυματισμένους, κειμένους, μᾶλλον δὲ καὶ χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ κἂν σπαίρουσιν· οὗτοι δὲ οὐδὲ τοῦτο, ἀλλ’ εὐθέως καταπίπτουσιν. Ὁρᾷς ὅτι μεῖζον τοῦτο τὸ στρατόπεδον καὶ θαυμαστότερον; τοὺς γὰρ ἐκείνων περιγινομένους πολεμίους ἀναιρεῖ τῷ θελῆσαι μόνον. Οὕτω γὰρ αὐτὴν ἀσθενῆ τὴν μητέρα ἁπάντων τῶν κακῶν ποιοῦσιν, ὡς μηδὲ ἐνοχλεῖν λοι-πόν· τοῦ δὲ στρατηγοῦ κειμένου, καὶ τῆς κεφαλῆς ἀνῃρημένης, καὶ τὸ λοιπὸν σῶμα ἡσυχάζει. Καὶ τὴν νίκην ταύτην ἕκαστον τῶν ἐκεῖ μενόντων ἐργαζόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ὥσπερ ἐπὶ τούτων τῶν πολέμων ἐὰν ὑφ’ ἑνός τις λάβῃ πληγὴν, ἑτέρῳ λοιπὸν οὐκ ἔστι βαρὺς καταπεσὼν ἅπαξ· ἀλλ’ ἀνάγκη πάντας τὸ θηρίον τοῦτο παίειν· καὶ ὁ μὴ πλήξας αὐτὴν, καὶ καταβαλὼν, ἐνοχλεῖται πάντως. δ. Εἶδες νίκην λαμπράν; Οἷον γὰρ τὰ στρατόπεδα τὰ πανταχοῦ τῆς οἰκουμένης ὁμοῦ συνελθόντα στῆσαι τρό-παιον οὐκ ἰσχύει, τοῦτο ἕκαστος ἐκείνων ἵστησι· καὶ πάντα ἀναμέμικται τετρωμένα, παράφορα παραπληξίας ῥήματα, νοήματα μανικὰ, ἀηδὴς τῦφος, πάντα ὅσα ἀπὸ μέθης ὁπλίζεται. Καὶ μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην, ὃν ἡ Γραφὴ θαυμάζουσα ἔλεγεν· Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. Βούλεσθε καὶ ἕτερον πλῆθος νεκρῶν ἰδεῖν; Ἴδωμεν τὰς ἐκ τῆς τρυφῆς ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουντοποιῶν. Αἰσχύνομαι μὲν γὰρ πάντα διηγούμενος· πλὴν ἀλλ’ ὅμως ἐρῶ τὰς ὄρνεις τὰς ἀπὸ Φάσιδος, τοὺς ζωμοὺς τοὺς χύδην μιγνυ-μένους, τὰ ὑγρὰ, τὰ ξηρὰ ἐδέσματα, τοὺς περὶ τούτων
PG 58:660κειμένους νόμους. Καθάπερ γάρ τινα πόλιν οἰκοῦντες, καὶ στρατόπεδα διατάττοντες, οὕτω καὶ οὗτοι, τὸ καὶ τὸ πρῶτον, καὶ τὸ καὶ τὸ δεύτερον νομοθετοῦσι καὶ κατατάττουσι. Καὶ οἱ μὲν πρῶτον ὄρνεις ἐπ’ ἀνθρά-κων ὠπτημένας, ἔνδοθεν μεμεστωμένας ἰχθύων εἰς-άγουσιν· ἕτεροι δὲ ἄλλοθεν τὰ προοίμια ποιοῦνται τῶν παρανόμων τούτων δείπνων· καὶ ἅμιλλα πολλὴ περὶ τούτων, καὶ ὑπὲρ ποιότητος, καὶ ὑπὲρ τάξεως, καὶ ὑπὲρ πλήθους· καὶ φιλοτιμοῦνται ἐφ’ οἷς κατορύττεσθαι ἔδει, οἱ μὲν ὅτι τὸ ἥμισυ τῆς ἡμέρας ἀνάλωσαν, οἱ δὲ πᾶσαν αὐτὴν, οἱ δὲ ὅτι καὶ τὴν νύκτα προσέθηκαν λέγοντες· Ἴδε τὸ μέτρον, ταλαίπωρε, τῆς γαστρὸς, καὶ αἰσχύνθητι τὴν ἄμετρον σπουδήν. Ἀλλ’ οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· ἀλλὰ καὶ αὗται πᾶσαι αἱ ἐπιθυμίαι νεκραί. Οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυφὴν, ἀλλ’ εἰς χρείαν αὐτοῖς αἱ τροφαί. Οὐκ ὀρνί-θων ἐκεῖ θηραταὶ, οὐδὲ ἰχθύων, ἀλλ’ ἄρτος καὶ ὕδωρ. Ἡ δὲ σύγχυσις αὕτη, καὶ ὁ θόρυβος, καὶ αἱ ταραχαὶ, πάντα ἐκποδὼν ἐκεῖθεν, καὶ ἀπὸ τοῦ δωματίου, καὶ ἀπὸ τοῦ σώματος, καὶ πολὺς ὁ λιμήν· παρὰ δὲ τούτοις πολλὴ ἡ ζάλη. Ἀνάῤῥηξον σὺν τῷ λόγῳ τὴν γαστέρα τῶν τὰ τοιαῦτα σιτουμένων, καὶ ὄψει τὸν πολὺν φορυτὸν, καὶ τὸν ἀκάθαρτον ὀχετὸν, καὶ τὸν κεκονιαμένον τάφον. Τὰ δὲ μετὰ ταῦτα καὶ αἰσχύνομαι εἰπεῖν, τὰς ἐρυγὰς τὰς ἀηδεῖς, τοὺς ἐμέτους, τὰς κάτωθεν, τὰς ἄνωθεν ἐκκρίσεις. Ἀλλὰ καὶ ταύτας ἴθι καὶ βλέπε νεκρὰς τὰς ἐπιθυμίας ἐκεῖ, καὶ τοὺς ἀπὸ τούτων σφοδροτέρους ἔρωτας· τοὺς τῶν ἀφροδισίων λέγω. Καὶ γὰρ καὶ τού-τους ὄψει πάντας ἐῤῥιμμένους μετὰ τῶν ἵππων, μετὰ τῶν σκευοφόρων. Σκευοφόρος γὰρ καὶ ὅπλον καὶ ἵππος
αἰσχρᾶς πράξεως ῥῆμά ἐστιν αἰσχρόν. Ἀλλ’ ὄψει ἵππον ὁμοῦ καὶ ἀναβάτην τοιοῦτον, καὶ ὅπλα κείμενα· ἐκεῖ δὲ τοὐναντίον ἅπαν, καὶ ψυχὰς νεκρὰς ἐῤῥιμμένας. Οὐκ ἐπὶ τῆς τραπέζης δὲ μόνον ἡ νίκη λαμπρὰ τοῖς ἁγίοις ἐκείνοις, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ τῶν χρη-μάτων, ἐπὶ τῆς δόξης, ἐπὶ τῆς βασκανίας, ἐπὶ τῶν νοσημάτων ἁπάντων. Ἆρά σοι οὐ δοκεῖ τοῦτο ἐκείνου τοῦ στρατοπέδου ἰσχυρότερον εἶναι, καὶ ἡ τράπεζα βελτίων; Καὶ τίς ἀντερεῖ; Οὐδεὶς, οὐδὲ αὐτῶν ἐκείνων, κἂν σφόδρα μαινόμενος ᾖ. Αὕτη μὲν γὰρ εἰς οὐρανὸν παραπέμπει, ἐκείνη δὲ εἰς γέενναν ἕλκει· ταύτην ὁ διάβολος διατάττεται, ἐκείνην δὲ ὁ Χριστός· ταύτην τρυφὴ νομοθετεῖ καὶ ἀκολασία, ἐκείνην δὲ φιλοσοφία καὶ σωφροσύνη· ἐνταῦθα ὁ Χριστὸς παραγίνεται, ἐκεῖ δὲ ὁ διάβολος. Ἔνθα γὰρ μέθη, διάβολος· ἔνθα αἰσχρὰ ῥήματα, ἔνθα πλησμονὴ, ἐκεῖ δαίμονες χορεύουσι. Τοιαύτην εἶχε τράπεζαν ὁ πλούσιος ἐκεῖνος· διὰ τοῦτο οὐδὲ σταγόνος ὕδατος κύριος ἦν. Ἀλλ’ οὐχ οὗτοι τοιαύτην, ἀλλὰ τὰ τῶν ἀγγέλων ἤδη μελετῶσιν. Οὐ γαμοῦσιν, οὐδὲ γαμίσκονται, οὐδὲ καθεύ-δουσιν ἄρδην, οὐδὲ τρυφῶσιν· ἀλλὰ πλὴν ὀλίγων τινῶν καὶ ἀσώματοι γεγόνασι. Τίς οὖν ἐστιν οὕτως εὐκόλως νικῶν τοὺς ἐχθροὺς, ὡς ἀριστοποιούμενος τρόπαιον ἱστᾷν; Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Οὐ γὰρ ἄν τις ἁμάρτοι καὶ περὶ ταύτης τοῦτο εἰπὼν τὸ λόγιον τῆς τραπέζης. Οὐδὲν γὰρ οὕτω θλίβει ψυχὴν, ὡς ἐπιθυμία ἄτοπος, καὶ τρυφὴ, καὶ μέθη, καὶ τὰ ἐκ τού-των κακά· καὶ τοῦτο ἴσασιν οἱ πεῖραν εἰληφότες καλῶς. Εἰ δὲ μάθοις καὶ πόθεν αὕτη συλλέγεται ἡ τράπεζα, καὶ πόθεν ἐκείνη, τότε ὄψει καλῶς ἑκατέρας τὸ διάφορον. Πό-

Homily LXXIHomilia LXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:661θεν οὖν αὕτη συλλέγεται; Ἀπὸ μυρίων δακρύων, ἀπὸ χηρῶν πλεονεκτουμένων, ἀπὸ ὀρφανῶν ἁρπαζομένων· ἡ δὲ ἀπὸ πόνων δικαίων. Καὶ ἔοικεν αὕτη μὲν ἡ τράπεζα γυναικὶ καλῇ καὶ εὐειδεῖ, οὐδενὸς τῶν ἔξωθεν δεομένῃ, ἀλλὰ φυ-σικὸν ἐχούσῃ τὸ κάλλος· ἐκείνη δὲ, πόρνῃ τινὶ αἰσχρᾷ καὶ δυσειδεῖ, πολλὰ μὲν ἐπιτρίμματα ἐχούσῃ, οὐκ ἰσχυούσῃ δὲ συσκιάσαι τὴν ἀμορφίαν, ἀλλ’ ὅσῳ ἂν ἐγγὺς γίνηται, μᾶλλον ἐλεγχομένη. Καὶ γὰρ καὶ αὕτη ὅταν ἐγγυτέρω γένηται τοῦ συγγινομένου, τότε δείκνυσι τὸ αἶσχος μᾶλ-λον. Μὴ γάρ μοι ἀνιόντας ἴδῃς τοὺς δαιτυμόνας, ἀλλὰ καὶ κατιόντας, καὶ τότε αὐτῆς ὄψει τὴν αἰσχρότητα. Ἐκείνη μὲν γὰρ τοὺς συγγινομένους, ἅτε ἐλευθέρα οὖσα, οὐδὲν ἀφίησιν αἰσχρὸν εἰπεῖν· αὕτη δὲ οὐδὲν σε-μνὸν, ἅτε πόρνη οὖσα καὶ ἠτιμωμένη. Αὕτη τὸ χρήσι-μον ζητεῖ τοῦ συνόντος αὐτῇ· ἐκείνη δὲ τὸ ἐπιβλαβές. Καὶ ἡ μὲν οὐκ ἀφίησι προσκροῦσαι Θεῷ· ἡ δὲ οὐκ ἀφίησι μὴ προσκροῦσαι. Ἀπίωμεν τοίνυν πρὸς ἐκείνους. Ἐκεῖ-θεν εἰσόμεθα πόσοις δεσμοῖς ἐσμεν περιβεβλημένοι· ἐκεῖ-θεν εἰσόμεθα τράπεζαν παρατίθεσθαι μυρίων γέμουσαν ἀγαθῶν, ἡδίστην, ἀδάπανον, φροντίδος ἀπηλλαγμένην,
PG 58:662φθόνου καὶ βασκανίας καὶ νόσου πάσης ἐλευθέραν, καὶ χρηστῆς γέμουσαν ἐλπίδος, καὶ πολλὰ τὰ τρόπαια ἔχου-σαν. Οὐκ ἔστι θόρυβος ψυχῆς ἐκεῖ, οὐκ ἔστι λύπη, οὐκ ἔστιν ὀργή· πάντα γαλήνη, πάντα εἰρήνη. Μὴ γάρ μοι τὴν σιγὴν τῶν διακονούντων εἴπῃς ἐν ταῖς τῶν πλου-σίων οἰκίαις, ἀλλὰ τὴν κραυγὴν τῶν ἀριστοποιουμένων· οὐ τὴν πρὸς ἀλλήλους λέγω (καὶ αὕτη μὲν γὰρ καταγέ-λαστος), ἀλλὰ τὴν ἔνδον, τὴν ἐν τῇ ψυχῇ, τὴν πολλὴν ἐπάγουσαν αἰχμαλωσίαν, τοὺς θορύβους τῶν λογισμῶν, τὴν ζάλην, τὸν ζόφον, τὸν χειμῶνα· δι’ ὧν ἅπαντα μί-γνυται καὶ συγχεῖται, καὶ νυκτομαχίᾳ τινὶ προσέοι-κεν. Ἀλλ’ οὐκ ἐν ταῖς σκηναῖς τῶν μοναχῶν τοιαῦτα ἀλλὰ πολλὴ ἡ γαλήνη, πολλὴ ἡ ἡσυχία. Κἀκείνην μὲν ὕπνος θανάτῳ προσεοικὼς διαδέχεται τὴν τράπεζαν, ταύ-την δὲ νῆψις καὶ ἀγρυπνία· ἐκείνην κόλασις, ταύτην οὐ-ρανῶν βασιλεία καὶ τὰ ἀθάνατα βραβεῖα. Ταύτην τοίνυν διώκωμεν, ἵνα καὶ τῶν καρπῶν αὐτῆς ἀπολαύσωμεν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά-τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:661ΟΜΙΛΙΑ ΟΑ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό· καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; α. Πάλιν τὴν αἰτίαν τίθησιν ὁ εὐαγγελιστὴς, δι’ ἢν ἔδει σιγῆσαι, καὶ τὴν θρασύτητα τὴν ἐκείνων κἀντεῦθεν ἐν-δείκνυται. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπιστομισθέντων ἐκείνων οὗτοι πάλιν ἐπιτίθενται. Δέον γὰρ κἀντεῦθεν ἡσυχάζειν, οἱ δὲ ἐπαγωνίζονται τοῖς προτέροις, καὶ προ-βάλλονται τὸν νομικὸν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπό-πειραν ποιούμενοι· καὶ ἐρωτῶσι, Ποία ἐντολὴ πρώτη; Ἐπειδὴ γὰρ ἡ πρώτη αὕτη ἦν, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· προσδοκῶντές τινα λαβὴν παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ αὐτὸν δεικνύναι ἑαυτὸν Θεὸν, προβάλλονται τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅθεν ἦλθον ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ τήκεσθαι, ἀπὸ τοῦ ζηλοτυπίᾳ ἁλίσκεσθαι, φησίν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· αὕτη πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία ταύ-τῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Διατί δὲ, Ὁμοία ταύτης; Ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τί ἀπὸ τούτου; Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία ἧς τινες ὀρε-γόμενοι ἀπεπλανήθησαν τῆς πίστεως· καὶ, Ὁ ἀγα-πῶν με, τὰς ἐντολάς μου τηρήσει. Αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ τοίνυν τὸ ἀγαπᾷν τὸν Θεὸν ἀγαπᾷν τὸν πλησίον ἐστίν· Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, ποίμαινε τὰ πρόβατά μου· τὸ δὲ ἀγαπᾷν τὸν πλησίον τῶν ἐντολῶν ἐργάζεται φυλακὴν, εἰκότως φησίν· Ἐν ταύταις ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Διὰ δὴ
PG 58:662τοῦτο ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καὶ γὰρ ἐκεῖ ἐρωτηθεὶς περὶ τρόπου ἀναστά-σεως, καὶ ἀνάστασιν ἐδίδαξε, πλέον οὗ ἐπύθοντο παι-δεύων αὐτούς· καὶ ἐνταῦθα τὴν πρώτην ἐρωτηθεὶς, καὶ τὴν δευτέραν λέγει, οὐ σφόδρα ἐκείνης ἀποδέουσαν· (δευτέρα μὲν γὰρ, ὁμοία δὲ ἐκείνης·) αἰνιττόμενος αὐτοῖς, ὅθεν ἡ ἐρώτησις γέγονεν, ὅτι ἐξ ἀπεχθείας. Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ. Ἀπὸ τούτου δείκνυσιν ἑαυτὸν καὶ τῷ νόμῳ καὶ τοῖς προφήταις πειθόμενον. Ἀλλὰ τίνος ἕνεκεν ὁ μὲν Ματθαῖός φησιν, ὅτι πειράζων ἠρώ-τησεν, ὁ δὲ Μάρκος τοὐναντίον; Εἰδὼς γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐκ ἐναν-τιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. Ἠρώ-τησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχήν· ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς ἐπῃνέθη. Οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν· ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλέον ἐστὶ τῶν ὁλοκαυτωμάτων, τότε φησίν· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας· ὅτι τῶν ταπει-νῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. Καὶ
γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοι-πά. Καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον συν-έθηκεν, ἀλλ’ ἔτι λείποντα. Τὸ γὰρ εἰπεῖν, Οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. Εἰ δὲ εἰπόντα αὐτὸν, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος, ἐπῄνεσε, μὴ θαυμάσῃς· ἀλλὰ καὶ ἐντεῦθεν κατάμαθε, πῶς πρὸς τὴν ὑπόληψιν ἀποκρίνε-ται τῶν προσιόντων. Κἂν γὰρ μυρία περὶ τοῦ Χριστοῦ λέγωσιν ἀνάξια τῆς δόξης αὐτοῦ, ἀλλὰ τοῦτό γε οὐ τολ-μήσουσιν εἰπεῖν, ὅτι καθόλου οὐκ ἔστι Θεός. Τίνος οὖν ἕνεκεν ἐπαινεῖ τὸν εἰρηκότα, ὅτι πλὴν τοῦ Πατρὸς οὐκ ἔστιν ἄλλος Θεός; Οὐχ ἑαυτὸν ἐξάγων τοῦ Θεὸς εἶναι· ἄπαγε· ἀλλ’ ἐπειδὴ οὐδέπω καιρὸς ἦν ἐκκαλύψαι αὐ-τοῦ τὴν θεότητα, ἐκεῖνον ἀφίησιν ἐπὶ τοῦ προτέρου δόγματος μένειν, καὶ ἐπαινεῖ τὰ παλαιὰ εἰδότα καλῶς, ὥστε ἐπιτήδειον αὐτὸν καὶ πρὸς τὴν τῆς Καινῆς ποιῆσαι διδασκαλίαν, κατὰ καιρὸν αὐτὴν εἰσάγων. Ἄλλως δὲ καὶ τὸ, Εἷς Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι· καὶ ἐν τῇ
PG 58:663Παλαιᾷ καὶ πανταχοῦ, οὐ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν εἰδώλων. Ὥστε καὶ τοῦτον ἐπαινῶν οὕτως εἰρηκότα, ταύτῃ ἐπαινεῖ τῇ γνώ-μῃ. Εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ Δαυί̈δ. Ὅρα μετὰ πόσα θαύματα, μετὰ πόσα σημεῖα, μετὰ πόσας ἐρωτήσεις, μετὰ πόσην ἐπίδειξιν ὁμονοίας τῆς πρὸς τὸν Πατέρα, τὴν διὰ λόγων, τὴν δι’ ἔργων, μετὰ τὸ ἐπαινέσαι τοῦτον τὸν εἰρηκότα, ὅτι Εἷς ἐστιν ὁ Θεὸς, ἐρωτᾷ· ἵνα μὴ ἔχωσι λέ-γειν, ὅτι Θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιος ἦν. Διὰ τοῦτο μετὰ τοσαῦτα ταῦτα ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. Καὶ τοὺς μὲν μαθητὰς πρῶτον ἠρώ-τησε, τί οἱ ἄλλοι λέγουσι, καὶ τότε αὐτούς· τούτους δὲ οὐχ οὕτως· ἦ γὰρ ἂν καὶ πλάνον εἶπον καὶ πονηρὸν, ἅτε ἀδεῶς ἅπαντα φθεγγόμενοι. Διὰ δὴ τοῦτο τὴν αὐτῶν ἐκείνων ψῆφον ἐξετάζει. β. Ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἔμελλεν ἰέναι λοιπὸν, τίθησι τὴν σαφῶς Κύριον αὐτὸν ἀνακηρύττουσαν προφη-τείαν, ἀλλ’ οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως ἐπὶ τοῦτο ἐλθὼν, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. Ἐρωτήσας γὰρ αὐτοὺς πρότερος, ἐπειδὴ οὐκ ἀπεκρίναντο τἀληθῆ περὶ αὐτοῦ (ἄνθρωπον γὰρ αὐτὸν ἔφησαν εἶναι ψιλὸν), ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, οὕτως εἰσάγει τὸν Δαυὶ̈δ, ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζον, ὅτι ψιλὸς ἄνθρωπος ἦν, διὸ καὶ ἔλεγον, Τοῦ Δαυί̈δ· αὐτὸς δὲ τοῦτο διορθούμενος παράγει τὸν προφήτην, καὶ τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς υἱότητος, καὶ τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα μαρ-τυροῦντα. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται· ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὸ ἑξῆς ἐπάγει λέγων· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. Καὶ ἵνα μὴ λέγωσιν, ὅτι κο-λακεύων αὐτὸν οὕτως ἐκάλεσε, καὶ ἀνθρωπίνη ἡ ψῆφος αὕτη, ὅρα τί φησι· Πῶς οὖν Δαυὶ̈δ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; Ὅρα πῶς ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ ψῆφον καὶ δόξαν. Πρότερον εἶπε, Τί ὑμῖν δο-κεῖ; τίνος υἱός ἐστιν; ὥστε δι’ ἐρωτήσεως εἰς ἀπό-κρισιν αὐτοὺς ἀγαγεῖν. Εἶτα ἐπειδὴ εἶπον, Τοῦ Δαυὶ̈δ, οὐκ εἶπε· Καὶ μὴν ὁ Δαυὶ̈δ τάδε φησὶν, ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως· Πῶς οὖν Δαυὶ̈δ ἐν Πνεύματι Κύ-ριον αὐτὸν καλεῖ; ὥστε μὴ προσστῆναι αὐτοῖς τὰ λεγόμενα. Διὸ οὐδὲ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, Περὶ τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑφειμέ-νως διελέγοντο, λέγοντες· Ἐξὸν εἰπεῖν μετὰ παῤῥη-σίας περὶ τοῦ πατριάρχου Δαυὶ̈δ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ αὐτὸς ὁμοίως διὰ τοῦτο ὡς ἐν ἐρω-τήσεως τάξει καὶ συλλογισμοῦ τὸ δόγμα εἰσάγει, λέγων· Πῶς οὖν Δαυὶ̈δ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· Εἰ οὖν Δαυὶ̈δ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοῦ υἱὸς, ἄπαγε· οὐ γὰρ ἂν Πέτρῳ ἐπετίμησε διὰ τοῦτο· ἀλλὰ τὴν ἐκείνων ὑπόνοιαν διορθούμενος. Ὥστε ὅταν λέγῃ, Πῶς υἱὸς αὐτοῦ ἐστι; τοῦτο
PG 58:664λέγει· Οὐχ οὕτως ὡς ὑμεῖς φατε. Ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι μόνον υἱὸς αὐτοῦ ἐστι, καὶ οὐχὶ καὶ Κύριος. Καὶ τοῦτο μετὰ τὴν μαρτυρίαν, καὶ τότε ὑφειμένως· Εἰ οὖν Δαυὶ̈δ Κύριον αὐτὸν καλεῖ, πῶς υἱὸς αὐτοῦ ἐστιν; Ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. Διὸ αὐτὸς ἐπάγει λέγων, ὅτι Κύριος αὐτοῦ ἐστι. Μᾶλλον δὲ οὐδὲ τοῦτο αὐτὸ ἀπολελυμένως, ἀλλὰ τὸν προφήτην μεθ’ ἑαυ-τοῦ παραλαβὼν, διὰ τὸ σφόδρα ἀπιστεῖσθαι ὑπ’ αὐτῶν, καὶ διαβεβλῆσθαι παρ’ αὐτοῖς. Ὃ δὴ μάλιστα χρὴ σκο-ποῦντας, κἂν ταπεινὸν καὶ ὑφειμένον τι λέγηται παρ’ αὐτοῦ, μὴ σκανδαλίζεσθαι· ἡ γὰρ αἰτία αὕτη, μετὰ καὶ ἑτέρων πλειόνων, τὸ συγκαταβαίνοντα ἐκείνοις διαλέ-γεσθαι. Διὸ καὶ νῦν ἐν τάξει μὲν πεύσεως καὶ ἀποκρί-σεως δογματίζει· αἰνίττεται δὲ καὶ οὕτω τὴν ἀξίαν αὐ-τοῦ. Οὐ γὰρ ἦν ἴσον ἀκοῦσαι Ἰουδαίων Κύριον, καὶ τοῦ Δαυί̈δ. Σὺ δέ μοι σκόπει καὶ τὸ εὔκαιρον. Ὅτε γὰρ εἶπεν, Εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι, καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον. Καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον αὐτοὺς τὸν Πατέρα· Ἕως ἂν θῶ γὰρ, φησὶ, τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πολλὴν κἀντεῦθεν ὁμόνοιαν τοῦ γεγεννηκότος πρὸς αὐτὸν καὶ τιμήν. Καὶ τοῦτο τὸ τέλος ἐπιτίθησι τῶν πρὸς αὐτοὺς διαλέξεων, ὑψηλὸν καὶ μέγα καὶ ἱκανὸν αὐῶν ἀποῤῥά-ψαι τὰ στόματα. Καὶ γὰρ ἐσίγησαν ἐξ ἐκείνου, οὐχ ἑκόντες, ἀλλὰ τῷ μηδὲν ἔχειν εἰπεῖν· καὶ οὕτω καιρίαν ἐδέξαντο πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὑτοῖς ἐπι-χειρῆσαι λοιπόν. Οὐδεὶς γὰρ, φησὶν, ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπερωτῆσαι αὐτόν. Οὐ μικρὸν δὲ τοῦτο τοὺς ὄχλους ὠφέλει. Διὸ καὶ πρὸς αὐτοὺς λοι-πὸν τρέπει τὸν λόγον, ἀποστήσας τοὺς λύκους, καὶ ἀπο-κρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς. Ἐκεῖνοι γὰρ οὐδὲν ἐκέρδαινον, ὑπὸ κενοδοξίας ἁλόντες, καὶ εἰς τὸ δεινὸν τοῦτο πάθος ἐμπεσόντες. Δει-νὸν γὰρ τὸ πάθος καὶ πολυκέφαλον· οἱ μὲν γὰρ ἀρχῆς διὰ ταύτην. οἱ δὲ χρημάτων, οἱ δὲ ἰσχύος ἐρῶσιν. Ὁδῷ δὲ βαδίζουσα καὶ ἐπὶ ἐλεημοσύνην ἔρχεται, καὶ νηστείαν, καὶ εὐχὰς, καὶ διδασκαλίαν· καὶ πολλαὶ αἱ τοῦ θηρίου τούτου κεφαλαί. Ἀλλὰ τὸ μὲν ἐπὶ τοῖς ἄλλοις ἐκείνοις κενοδοξεῖν, θαυμαστὸν οὐδέν· τὸ δὲ ἐπὶ νηστείᾳ καὶ εὐχῇ, τοῦτό ἐστι τὸ ξένον καὶ δακρύων μεστόν. Ἀλλ’ ἵνα μὴ πάλιν ἐγκαλῶμεν μόνον, φέρε καὶ τὸν τρόπον, δι’ οὗ ταύτην φευξόμεθα, εἴπωμεν. Πρὸς τίνας οὖν ἀποδυσόμεθα πρώτους; πρὸς τοὺς ἐπὶ χρή-μασιν ἢ τοὺς ἐπὶ ἱματίοις, ἢ τοὺς ἐπὶ ἀρχαῖς, ἢ τοὺς ἐπὶ διδασκαλίαις. ἢ τοὺς ἐπὶ τέχναις, ἢ τοὺς ἐπὶ σώ-ματι, ἢ τοὺς ἐπὶ κάλλει, ἢ τοὺς ἐπὶ καλλωπισμοῖς, ἢ τοὺς ἐπὶ ὠμότητι, ἢ τοὺς ἐπὶ φιλανθρωπίᾳ καὶ ἐλεημο-σύνῃ, ἢ τοὺς ἐπὶ πονηρίᾳ, ἢ τοὺς ἐπὶ τελευτῇ, ἢ τοὺς μετὰ τελευτὴν κενοδοξοῦντας; Καὶ γὰρ, ὅπερ ἔφην, πολ-
λὰς ἔχει τὰς πλεκτάνας τοῦτο τὸ πάθος, καὶ περαιτέρω τῆς ζωῆς ἡμῶν πρόεισι. Καὶ γὰρ ὁ δεῖνα, φησὶν, ἀπέθανε· καὶ ἵνα θαυμασθῇ, τὰ καὶ τὰ ἐπέσκηψε γενέσθαι· καὶ διὰ τοῦτο ὁ δεῖνα πένης, καὶ ὁ δεῖνα πλούσιος. Τὸ γὰρ χαλεπὸν τοῦτο, ὅτι καὶ ἀπὸ τῶν ἐναντίων συνέστηκε. γ. Πρὸς τίνας οὖν στησόμεθα καὶ παραταξόμεθα
PG 58:665πρώτους; οὐ γὰρ ἀρκεῖ πρὸς πάντας εἷς καὶ ὁ αὐτὸς λόγος. Βούλεσθε οὖν πρὸς τοὺς ἐπὶ ἐλεημοσύνῃ κενο-δοξοῦντας; Ἔμοιγε δοκεῖ· καὶ γὰρ σφόδρα τὸ πρᾶγμα τοῦτο φιλῶ, καὶ ἀλγῶ λυμαινόμενον ὁρῶν, καὶ καθάπερ τινὶ βασιλικῇ κόρῃ τροφὸν προαγωγὸν ἐπιβουλεύουσαν τὴν κενοδοξίαν. Τρέφει μὲν γὰρ αὐτὴν, ἐπ’ αἰσχύνῃ δὲ καὶ ζημίᾳ, μαστροπεύουσα, καὶ τοῦ μὲν πατρὸς κελεύ-ουσα καταφρονεῖν, καλλωπίζεσθαι δὲ πρὸς μιαρῶν καὶ καταπτύστων πολλάκις ἀνδρῶν ἀρέσκειαν· καὶ τοιοῦτον αὐτῇ περιτίθησι κόσμον, οἷον οἱ ἔξω βούλονται, αἰσχρὸν καὶ ἄτιμον, οὐχ οἷον ὁ πατήρ. Φέρε δὴ οὖν πρὸς τού-τους ἀποτεινώμεθα, καὶ ἔστω τις ἐλεημοσύνη γινομένη μετὰ δαψιλείας πρὸς τὴν τῶν πολλῶν ἐπίδειξιν. Οὐκοῦν πρῶτον αὐτὴν ἐξάγει τοῦ θαλάμου τοῦ πατρικοῦ. Καὶ ὁ μὲν πατὴρ οὐδὲ τῇ ἀριστερᾷ φαίνεσθαι κελεύει· αὕτη δὲ αὐτὴν τοῖς δούλοις ἐπιδείκνυσι καὶ τοῖς τυχοῦσι καὶ οὐδὲ εἰδόσιν αὐτήν. Εἶδες πόρνην καὶ μαστροπὸν εἰς ἔρωτα αὐτὴν ἐμβάλλουσαν ἀτόπων ἀνθρώπων, ἵνα ὡς ἂν ἐκεῖνοι κελεύωσιν, οὕτως αὕτη ῥυθμίζηται; Βούλει ἰδεῖν πῶς οὐ πόρνην μόνον, ἀλλὰ καὶ μανικὴν ποιεῖ τὴν τοιαύ-την ψυχήν; Οὐκοῦν καταμάνθανε αὐτῆς τὴν γνώμην Ὅταν γὰρ τὸν οὐρανὸν ἀφεῖσα τρέχῃ ὀπίσω δραπετῶν καὶ οἰκοτρίβων, κατὰ τὰ ἄμφοδα καὶ τοὺς στενωποὺς διώκουσα τοὺς μισοῦντας αὐτὴν, τοὺς αἰσχροὺς καὶ δυσειδεῖς, τοὺς οὐδὲ ἰδεῖν αὐτὴν βουλομένους, τοὺς, ἐπειδὴ περι-καίεται αὐτῶν, μισοῦντας αὐτὴν, τί γένοιτ’ ἂν τούτου μανικώτερον; Οὐδένα γὰρ οὕτω μισοῦσιν οἱ πολλοὶ, ὡς τοὺς δεομένους τῆς παρ’ αὐτῶν δόξης. Μυρίας γοῦν κατηγορίας κατ’ αὐτῶν πλέκουσι, καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρθένον καὶ θυγατέρα βασιλέως ἀπὸ τοῦ θρόνου κατενεγκὼν τοῦ βασιλικοῦ, κελεύοι μονομάχοις ἀνδράσι καὶ διαπτύουσιν αὐτὴν ἑαυτὴν ἐκδιδόναι. Οὗτοι μὲν οὖν, ὅσον αὐτοὺς διώκεις, τοσοῦτόν σε ἀποστρέ-φονται· ὁ δὲ Θεὸς, ἂν τὴν παρ’ αὐτοῦ δόξαν ζητῇς, τοσούτῳ μᾶλλον καὶ ἐφέλκεταί σε καὶ ἐπαινεῖ, καὶ πολλὴν ἀποδίδωσί σοι τὴν ἀμοιβήν. Εἰ δὲ βούλει καὶ ἑτέ-ρωθεν αὐτῆς τὴν ζημίαν καταμαθεῖν, ὅταν δῷς πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν, ἀναλόγισαι πόση σε λοιπὸν ἐπεισέρχεται ἡ λύπη, καὶ πῶς διηνεκὴς ἡ ἀθυμία, ἐν-ηχοῦντός σοι τοῦ Χριστοῦ, καὶ λέγοντος, ὅτι Πάντα ἀπ-ώλεσάς σου τὸν μισθόν. Πανταχοῦ μὲν γὰρ κενοδοξία κακὸν, μάλιστα δὲ ἀπὸ φιλανθρωπίας, ὅτι ἐσχάτη ἐστὶν ὠμότης, τὰς ἀλλοτρίας ἐκπομπεύουσα συμφορὰς, καὶ μόνον οὐχὶ ὀνειδίζουσα τοὺς ἐν πτωχείᾳ. Εἰ γὰρ τὸ τὰς ἰδίας λέγειν εὐεργεσίας ὀνειδίζειν ἐστὶ, τὸ καὶ εἰς ἑτέ-ρους πολλοὺς ταύτας ἐξάγειν, τί οἴει εἶναι; Πῶς οὖν διαφευξόμεθα τὸ δεινόν; Ἂν μάθωμεν ἐλεεῖν, ἂν ἴδωμεν τίνων τὴν δόξαν ἐπιζητοῦμεν. Εἰπὲ γάρ μοι, τίς ὁ τῆς ἐλεημοσύνης τεχνίτης ἐστίν; Ὁ τὸ πρᾶγμα κατα-δείξας Θεὸς δηλονότι, ὁ μάλιστα πάντων αὐτὸ εἰδὼς, καὶ πρὸς ἄπειρον αὐτὸ μεταχειρίζων. Τί οὖν; ἂν παλαιστὴς μανθάνῃς, πρὸς τίνας ὁρᾷς, ἤ τίσιν ἐπιδείκνυσαι ἐν τῇ παλαίστρᾳ, τῷ λάχανα πωλοῦντι καὶ τοὺς ἰχθύας, ἢ τῷ παιδοτρίβῃ; Καὶ μὴν οἱ μὲν εἰσὶ πολλοὶ, ὁ δὲ εἷς. Τί οὖν, ἂν ἐκείνου θαυμάζοντος ἄλλοι καταγελῶσιν, οὐχὶ καὶ σὺ καταγελάσῃ μετ’ ἐκείνου αὐτούς; Τί δὲ, ἂν πυκτεύειν μανθάνῃς; οὐχ ὁμοίως πρὸς ἐκεῖνον ὄψει τὸν τοῦτο παιδεύειν εἰδότα; Ἂν δὲ λόγους μετίῃς, οὐχὶ τοῦ
PG 58:666ῥήτορος τοὺς ἐπαίνους καταδέξῃ, καὶ τῶν ἄλλων κατα-φρονήσεις; Πῶς οὖν οὐκ ἄτοπον, ἐν μὲν ταῖς ἄλλαις τέχναις πρὸς τὸν διδάσκαλον ὁρᾷν μόνον, ἐνταῦθα δὲ τοὐναντίον ποιεῖν; καίτοιγε οὐκ ἴση ἡ ζημία. Ἐκεῖ μὲν γὰρ, ἂν πρὸς τὸ δοκοῦν τοῖς πολλοῖς παλαίῃς, καὶ μὴ πρὸς τὸ τῷ διδασκάλῳ, ἐν τῇ πάλῃ ἡ ζημία· ἐνταῦθα δὲ ἐν αἰωνίῳ ζωῇ. Γέγονας ὅμοιος Θεῷ κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι. Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τί τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδὲν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι, οὓς εἰς μαρτυρίαν καλεῖς, λῃσταὶ γί-νονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ’ ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορ-πίζοντες τὰ ἄνω κείμενα. Ὢ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους Ὅπου σὴς οὐκ ἀφα-νίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει. Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος ὁ κλέπτης τῆς εὐπορίας τῆς ἐν οὐρανοῖς· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον· τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι καὶ λῃσταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον. δ. Ἀλλὰ δόξης ἐπιθυμεῖς; Εἶτα οὐκ ἀρκεῖ σοι ἡ παρ’ αὐτοῦ τοῦ λαμβάνοντος, ἡ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀλλὰ καὶ τῆς παρὰ ἀνθρώπων ἐρᾷς; Ὅρα μὴ τοὐναν-τίον ὑπομείνῃς· μή τίς σου καταγνῷ ὡς οὐκ ἐλεοῦντος, ἀλλ’ ἐκπομπεύοντος καὶ φιλοτιμουμένου, ὡς ἐκτραγ-ῳδοῦντος τὰς ἀλλοτρίας συμφοράς. Καὶ γὰρ μυστήριόν ἐστιν ἡ ἐλεημοσύνη. Κλεῖσον τοίνυν τὰς θύρας, ἵνα μή τις ἴδῃ ἅπερ ἐπιδεῖξαι οὐ θέμις. Καὶ γὰρ τὰ μυστήρια τὰ ἡμέτερα τοῦτο μάλιστά ἐστιν, ἐλεημοσύνη καὶ φιλ-ανθρωπία Θεοῦ. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ὄντας ἡμᾶς ἀπειθεῖς ἠλέησε. Καὶ ἡ πρώτη δὲ δέησις ἐλέους γέμει, ὅταν ὑπὲρ τῶν ἐνεργουμένων παρακαλῶμεν· καὶ ἡ δευτέρα πάλιν, ὑπὲρ ἑτέρων τῶν ἐν μετανοίᾳ, πολὺ τὸ ἔλεος ἐπιζητοῦσα· καὶ ἡ τρίτη δὲ πάλιν, ὑπὲρ ἡμῶν αὐτῶν, καὶ αὕτη τὰ παιδία τὰ ἄμωμα τοῦ δήμου προ-βάλλεται, τὸν Θεὸν ἐπὶ ἔλεον παρακαλοῦντα. Ἐπειδὴ γὰρ αὐτοὶ κατεγνώκαμεν ἑαυτῶν ἁμαρτήματα, ὑπὲρ μὲν τῶν πολλὰ ἡμαρτηκότων καὶ ἐγκληθῆναι ὀφειλόντων αὐτοὶ βοῶμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν οἱ παῖ-δες, ὧν τῆς ἁπλότητος τοὺς ζηλωτὰς ἡ βασιλεία τῶν οὐρανῶν μένει. Ὁ γὰρ τύπος οὗτος τοῦτο ἐνδείκνυται, ὅτι οἱ κατ’ ἐκείνους τοὺς παῖδας ταπεινοὶ καὶ ἄπλαστοι, οὗτοι μάλιστα δύνανται ἐξαιτεῖσθαι τοὺς ὑπευθύνους. Αὐτὸ δὲ τὸ μυστήριον πόσου ἐλέου, πόσης φιλανθρωπίας, ἴσασιν οἱ μεμνημένοι. Καὶ σὺ τοίνυν κατὰ δύναμιν τὴν σὴν ἐλεῶν ἄνθρωπον, ἀπόκλεισον τὰς θύρας· αὐτὸς ὁ ἐλεούμενος ἰδέτω μόνος· εἰ δὲ οἷόν τε, μηδὲ οὗτος. Ἂν δὲ ἀναπετάσῃς, ἐκπομπεύεις σου τὸ μυστήριον. Ἐννόησον ὅτι καὶ αὐτὸς ἐκεῖνος, οὗ τὴν δόξαν ἐπιζητεῖς, καὶ αὐτός σου καταγνώσεται· κἂν μὲν φίλος ᾖ, παρ’ ἑαυτῷ σου κατηγορήσει· ἂν δὲ ἐχθρὸς, καὶ παρ’ ἑτέροις σε κωμῳδήσει. Καὶ τἀναντία ὑπομενεῖς ὧν ἐπιθυμεῖς. Σὺ μὲν γὰρ ἐπιθυμεῖς, ἵνα εἴπῃ; ὅτι Ὁ ἐλεήμων· αὐτὸς δὲ οὐκ ἐρεῖ τοῦτο, ἀλλ’ ὁ κενόδοξος, ὁ ἀνθρωπ-

Homily LXXIIHomilia LXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:667άρεσκος, καὶ ἕτερα πολὺ τούτων χαλεπώτερα. Ἂν δὲ κρύψῃς, πάντα ἐρεῖ τἀναντία τούτοις, Ὁ φιλάνθρωπος, ὁ ἐλεήμων. Οὐ γὰρ ἀφίησιν ὁ Θεὸς κρυβῆναι· ἀλλ’ ἐὰν σὺ κρύψῃς, ἐκεῖνος κατάδηλον ποιήσει, καὶ μεῖζον τὸ θαῦμα, καὶ πλέον τὸ κέρδος. Ὥστε καὶ πρὸς τοῦτο αὐτὸ τὸ δοξάζεσθαι ἐναντίον ἡμῖν τὸ ἐπιδείκνυσθαι· πρὸς
γὰρ ὃ σπεύδομεν καὶ ἐπειγόμεθα, πρὸς τοῦτο μάλιστα ἡμῖν αὑτὸ τοῦτο ἀνθίσταται. Οὐ γὰρ μόνον ἐλεήμονοσ
PG 58:668δόξαν οὐ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐναντίαν· καὶ πρὸς ταύτῃ πολλὴν καὶ τὴν ζημίαν ὑπομένομεν. Πάντων οὖν ἕνεκεν ἀπεχώμεθα ταύτης, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐρῶμεν μόνης. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἐπιτευξόμεθα δόξης, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:667ΟΜΙΛΙΑ ΟΒ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. α. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστό-μισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐ-τόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν ἐπὶ τὸν νόμον ἀνατρέχει. Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. Διορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συν-τελοῦν, τὸ τῶν διδασκάλων μὴ καταφρονεῖν, μηδὲ κατ-εξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει. Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομέ-νοις οὐδεμίαν παραλιμπάνων παρακοῆς πρόφασιν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐπειδὴ φαῦλος ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα· καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος, ὅπου γε καὶ ἐντεῦθεν αὐ-τοὺς αἰδεσίμους ποιεῖ. Ἐπὶ γὰρ τῆς Μωϋσέως καθ-έδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῶν ἐγχωρούντων τοῦτο ποιεῖ, τῆς καθέδρας καὶ τῆς ἐκείνου διαδοχῆς. Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθε-σίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ Πάντα φησὶ τὰ διορθοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαί-νοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ’ ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω καιρὸς ἦν πρὸ τοῦ σταυροῦ ταῦτα σαφῶς διαλέγεσθαι. Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προ-
PG 58:668οικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγο-ρεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι’ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶ-τον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος ἕνεκεν αὐτοὺς ἐλέγ-χει, καὶ μακροὺς λοιπὸν ἀποτείνει λόγους κατ’ αὐτῶν; Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι· ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. Διὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώ-σει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι κατηγο-ρίαν ποιεῖται. Τί γὰρ διδασκάλου γένοιτ’ ἂν ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ δια-σώζῃ; Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατ-ηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. Διὰ τοῦτο καὶ εἰς τὰς κατ’ αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστη-σαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης κατηγορία. Θέα δὲ πόθεν ἄρχε-ται, καὶ πόθεν αὔξει τὰ ἐγκλήματα; Ὅτι λέγουσι, φησὶ, καὶ οὐ ποιοῦσιν. Ἕκαστος μὲν γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ καὶ τριπλῇ δίκαιος κατακρί-νεσθαι. Δι’ ἓν μὲν, ὅτι παραβαίνει· δι’ ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων διορθοῦν, εἶτα χωλεύων, μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ δια-φθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων καὶ ἕτερον αὐτῶν πάλιν λέγει κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις. Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. Δι-πλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρί-βειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν· ὧν τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ’ ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον ἐποίουν. β. Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι’ ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶ-
PG 58:669πεν, Οὐ δύνανται, ἀλλ’ Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ Δακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώ-ποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμό-τητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπ-έστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέ-σκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐ-τὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδά-ζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦν-τος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ’ ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦ-
σιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγ-καίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ’ ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ’ ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κρά-σπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύ-ματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου· ) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλά-κις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κρά-σπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν. Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ’ αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐν-αβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐν-
PG 58:670τεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται ταῦτα παρ’ ἡμῶν μαθεῖν. Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας ἐκράτει· ἔνθα ἐκελεύοντο μὴ κενοδοξεῖν, ἐν ταῖς συναγωγαῖς· ἔνθα εἰσῄεσαν ῥυθμίζοντες ἑτέρους. Τὸ μὲν γὰρ ἐπὶ τῶν δείπνων τοῦτο παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δο-κεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυ-μάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ. Καὶ καθάπερ ὁ ἄνθρωπος, ὅπουπερ ἂν φανῇ, δῆλός ἐστι τῶν ἀλόγων διεστηκώς· οὕτω καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον, καὶ σιγῶντα, καὶ ἀρι-στοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ κατ-ῃσχύνοντο, μελετῶντες ἃ φεύγειν ἔδει. Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν; γ. Τὰ μὲν οὖν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς μικρὰ καὶ εὐτελῆ, καὶ μὴ δεομένων τῶν μαθητῶν καὶ ὑπὲρ τούτων διορθωθῆναι· ὃ δὲ πάντων αἴτιον ἦν τῶν κακῶν, ἡ φιλαρχία, καὶ τὸ τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικὸν, τοῦτο εἰς μέσον ἀγαγὼν διορθοῦται σπουδαίως, ὑπὲρ τούτου σφόδρα καὶ αὐτοῖς εὐτόνως ἐπισκήπτων. Τί γάρ φησιν; Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί. Εἶτα καὶ ἡ αἰτία· Εἷς γὰρ ὑμῶν ἐστιν ὁ Διδάσκαλος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, κατὰ τὸ μηδὲν εἰ-δέναι παρ’ ἑαυτοῦ. Διὸ καὶ Παῦλος λέγει· Τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, τίς δὲ Κηφᾶς, ἀλλ’ ἢ διάκονοι; Οὐκ εἶπε, Διδάσκαλοι. Καὶ πάλιν· Μὴ καλέσητε πατέρα· οὐχ ἵνα μὴ καλέσωσιν, ἀλλ’ ἵνα εἰ-δῶσιν ὃν κυρίως πατέρα καλεῖν χρή. Καθάπερ γὰρ ὁ διδάσκαλος οὐκ ἔστι διδάσκαλος προηγουμένως· οὕτως οὐδὲ ὁ πατήρ. Ἐκεῖνος γὰρ πάντων αἴτιος, καὶ τῶν δι-δασκάλων, καὶ τῶν πατέρων. Καὶ πάλιν ἐπάγει· Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστι καθηγητὴς, ὁ Χριστός· καὶ οὐκ εἶπεν, Ἐγώ. Ὥσπερ ἀνωτέρω εἶπε, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; καὶ οὐκ εἶπε, Περὶ ἐμοῦ· οὕτω καὶ ἐνταῦθα. Ἀλλ’ ἡδέως ἂν ἐροίμην ἐνταῦθα, τί ἂν εἴποιεν οἱ τὸ Εἷς καὶ Εἷς πολλάκις ἁρ-μόζοντες τῷ Πατρὶ μόνῳ, ἐπὶ ἀθετήσει τοῦ Μονογε-νοῦς. Καθηγητὴς ὁ Πατήρ; Ἅπαντες ἂν εἴποιεν, καὶ οὐδεὶς ἀντερεῖ. Καὶ μὴν εἷς, φησὶν, ἐστὶν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος ὁ Χριστὸς οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ εἶναι καθηγη-τήν· οὕτω καὶ εἷς διδάσκαλος λεγόμενος ὁ Πατὴρ οὐκ ἐκβάλλει τὸν Υἱὸν τοῦ εἶναι διδάσκαλον. Τὸ γὰρ Εἷς καὶ Εἷς πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων εἴρηται, καὶ τῆς λοιπῆς κτίσεως. Ἀπαγορεύσας τοίνυν αὐτοῖς τὸ χαλε-πὸν τοῦτο νόσημα καὶ διορθωσάμενος, παιδεύει καὶ πῶς ἂν αὐτὸ διαφύγοιεν· διὰ ταπεινοφροσύνης. Διὸ καὶ ἐπάγει· Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. Ὅστις γὰρ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· διὸ καὶ συνεχῶς αὐτοὺς ὑπομιμνή-σκει ταύτης τῆς ἀρετῆς, καὶ ὅτε τὰ παιδία εἰς μέσον ἤγαγε, καὶ νῦν· καὶ ἀρχόμενος ἐπὶ τοῦ ὄρους τῶν μακα-ρισμῶν, ἐντεῦθεν ἤρξατο· καὶ ἐνταῦθα πρόῤῥιζον
PG 58:671αὐτὸ ἀνασπᾷ ἐντεῦθεν λέγων· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Εἶδες πῶς ἐκ διαμέτρου πρὸς τοὐναν-τίον ἀπάγει τὸν ἀκροατήν; Οὐ γὰρ δὴ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν. Οὕτω γὰρ τεύξῃ τῆς ἐπιθυμίας, φησί. Διὸ χρὴ τῶν πρω-τείων τὴν ἐπιθυμίαν διώκοντα, τὴν ἐσχάτην διώκειν τάξιν. Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, ὑψωθήσεται. Καὶ ποῦ τὴν ταπεινοφροσύνην ταύτην εὑρήσομεν; Βούλεσθε πάλιν ἐπὶ τὴν πόλιν τῆς ἀρετῆς ἴωμεν, τὰς τῶν ἁγίων σκηνὰς, τὰ ὄρη λέγω, καὶ τὰς νάπας; Καὶ γὰρ ἐκεῖ τὸ ὕψος τῆς ταπεινοφροσύνης ὀψόμεθα τοῦτο. Ἄν-θρωποι γὰρ οἱ μὲν ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, οἱ δὲ καὶ ἀπὸ χρημάτων ὄντες λαμπροὶ, πάντοθεν ἑαυτοὺς καταστέλλουσιν, ἀπὸ τῆς ἐσθῆτος, ἀπὸ τῆς οἰκίας, ἀπὸ τῶν διακονουμένων· καὶ καθάπερ ἐν γράμμασι διὰ πάντων τὴν ταπεινοφροσύνην γράφουσι. Καὶ ἅπερ ἐστὶν ὑπεκκαύματα ἀλαζονείας, τὸ καλῶς ἀμφιέννυσθαι, καὶ τὸ λαμπρῶς οἰκοδομεῖν, καὶ τὸ πολλοὺς ἔχειν διακό-νους, ἃ καὶ ἄκοντας πολλάκις εἰς ἀλαζονείαν ἐμβάλλει, ταῦτα ἐκεῖ ἅπαντα ἀνῄρηται. Καὶ αὐτοὶ καίουσι πῦρ, αὐτοὶ διακλῶσι ξύλα, αὐτοὶ ἕψουσιν, αὐτοὶ τοῖς ἐρχο-μένοις διακονοῦνται. Οὐκ ἔστιν ὑβρίζοντος ἀκοῦσαί τινος ἐκεῖ, οὐδὲ ὑβριζόμενον ἰδεῖν, οὐδὲ ἐπιταττόμενον, οὐδὲ ἐπιτάττοντα· ἀλλὰ πάντες τῶν διακονουμένων εἰσι, καὶ ἕκαστος τοὺς πόδας νίπτει τῶν ξένων, καὶ πολλὴ περὶ τούτου μάχη. Καὶ ποιεῖ τοῦτο, οὐκ ἐξετάζων ὅστις ἐστὶν, οὔτε εἰ δοῦλος, οὔτε εἰ ἐλεύθερος· ἀλλ’ ἐπὶ παντὸς τὴν διακονίαν ταύτην πληροῖ. Οὐδεὶς ἐκεῖ οὐ μέγας, οὐδὲ
μικρός. Τί οὖν; σύγχυσις; Μὴ γένοιτο· ἀλλ’ ἡ πρώτη εὐταξία. Κἂν γὰρ ᾖ τις μικρὸς, ὁ μέγας οὐχ ὁρᾷ τοῦτο, ἀλλὰ καὶ ἐκείνου πάλιν καταδεέστερον ἑαυτὸν εἶναι νε-νόμικε, καὶ ταύτῃ γίνεται μείζων. Μία τράπεζα πᾶσι, καὶ τοῖς διακονουμένοις, καὶ τοῖς διακονοῦσι, τὰ αὐτὰ ἐδέσματα, τὰ αὐτὰ ἐνδύματα, τὰ αὐτὰ οἰκήματα, ἡ αὐτὴ δίαιτα. Μέγας ἐκεῖ ὁ τὸ εὐτελὲς ἔργον ἁρπάζων. Οὐκ ἔστι τὸ Ἐμὸν καὶ τὸ Σόν· ἀλλ’ ἐξώρισται τοῦτο τὸ ῥῆμα, τὸ μυρίων αἴτιον πολέμων. δ. Καὶ τί θαυμάζεις, εἰ δίαιτα καὶ τράπεζα καὶ στολὴ μία πᾶσιν, ὅπου γε καὶ ψυχὴ μία πᾶσιν, οὐ κατὰ τὴν οὐσίαν μόνον (τοῦτο γὰρ καὶ ἐπὶ πάντων), ἀλλὰ κατὰ τὴν ἀγάπην; πῶς οὖν ἂν αὐτὴ καθ’ ἑαυτῆς ἐπαρ-θείη ποτέ; Οὐκ ἔστιν ἐκεῖ πενία καὶ πλοῦτος, δόξα καὶ ἀτιμία· πῶς οὖν ἂν εὕροι παρείσδυσιν ἀπόνοια καὶ ἀλα-ζονεία; Εἰσὶ μὲν γὰρ καὶ μικροὶ καὶ μεγάλοι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ’ ὅπερ ἔφην, οὐδεὶς τοῦτο ὁρᾷ. Ὁ μικρὸς οὐκ ἀλγεῖ ὡς καταφρονούμενος· οὔτε γὰρ ὁ καταφρονῶν τίς ἐστι· κἂν διαπτύσῃ δέ τις, τοῦτο μάλιστα παιδεύονται, καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων· καὶ πτω-χοῖς καὶ ἀναπήροις συναναστρέφονται, καὶ αἱ τρά-πεζαι αὐτοῖς τούτων γέμουσι τῶν δαιτυμόνων· διὰ δὴ τοῦτο καὶ τῶν οὐρανῶν εἰσιν ἄξιοι. Καὶ ὁ μὲν θεραπεύει τραύματα τῶν λώβην ἐχόντων, ὁ δὲ χειραγωγεῖ τὸν τυφλὸν, ὁ δὲ βαστάζει τὸν τὸ σκέλος πεπηρωμένον. Οὐκ ἔνι κολάκων ἐκεῖ πλῆθος, οὐδὲ παρασίτων· μᾶλλον
PG 58:672δὲ οὐδὲ ὅ τί ποτέ ἐστι κολακεία ἴσασι· πόθεν οὖν ἂν ἐπαρθεῖέν ποτε; Καὶ γὰρ πολλὴ παρ’ αὐτοῖς ἰσότης· διὸ καὶ εὐκολία πολλὴ τῆς ἀρετῆς. Καὶ γὰρ τούτοις μᾶλλον οἱ καταδεέστεροι παιδεύονται, ἢ εἰ ἀναγκάζοιντο αὐτοῖς παραχωρεῖν τῶν πρωτείων. Ὥσπερ γὰρ τὸν θρασὺν ὁ πληττόμενος καὶ παραχωρῶν παιδεύει· οὕτω τὸν φιλό-τιμον ὁ μὴ ἀντιποιούμενος δόξης, ἀλλὰ καταφρονῶν. Τοῦτο δὲ μετὰ δαψιλείας ἐκεῖ ποιοῦσι· καὶ ὅση μάχη παρ’ ἡμῖν ὑπὲρ τοῦ τυχεῖν τῶν πρωτείων, τοσοῦτος ἀγὼν παρ’ ἐκείνοις ὑπὲρ τοῦ μὴ τυχεῖν, ἀλλὰ διακρούσασθαι, καὶ πολλὴ σπουδὴ, τίς πλεονεκτήσει τιμῶν, ἀλλ’ οὐ τιμώ-μενος. Ἄλλως δὲ καὶ αὐτὰ τὰ ἔργα μετριάζειν πείθει, καὶ οὐκ ἀφίησι φλεγμαίνειν. Τίς γὰρ, εἰπέ μοι, γῆν σκά-πτων καὶ ἄρδων καὶ φυτεύων, ἢ πλέκων σπυρίδας, καὶ σάκκον ὑφαίνων, ἢ ἄλλα τινὰ μεταχειρίζων, μέγα φρο-νήσει ποτέ; τίς δὲ πενίᾳ συζῶν, καὶ λιμῷ παλαίων, τοῦτο νοσήσει τὸ νόσημα; Οὐκ ἔστιν οὐδείς. Διὰ τοῦτο εὔκολος αὐτοῖς ἡ ταπεινοφροσύνη. Καὶ ὥσπερ ἐνταῦθα χαλεπὸν τὸ μετριάζειν διὰ τὸ πλῆθος τῶν κροτούντων καὶ θαυμαζόντων· οὕτως ἐκεῖ σφόδρα εὔκολον. Καὶ γὰρ τῇ ἐρημίᾳ προσέχει μόνον ἐκεῖνος, καὶ ὄρνιθας ἱπτα-μένας ὁρᾷ, καὶ δένδρα σειόμενα, καὶ ζέφυρον πνέοντα, καὶ ῥύακας διὰ φαράγγων φερομένους. Πόθεν οὖν ἂν ἐπαρθείη ὁ ἐρημίᾳ τοσαύτῃ συζῶν; Οὐ μὴν διὰ τοῦτο ἀπολογίαν ἐντεῦθεν ἡμεῖς ἕξομεν, ἐπειδὴ ἐν μέσοις στρεφόμενοι μέγα φρονοῦμεν. Καὶ γὰρ ὁ Ἀβραὰμ μεταξὺ Χαναναίων ὢν ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ ὁ Δαυὶ̈δ ἐν μέσοις στρατοπέδοις, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ ὁ Ἀπόστολος ἐν μέσῃ τῇ οἰκουμένῃ· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Ποία τοίνυν ἡμῖν ἔσται παραμυθία, ποία δὲ ἀπολογία, ὅταν μηδὲ τοσαῦτα ἔχοντες παραδείγματα μετριάζωμεν; Ὥσπερ γὰρ ἐκεῖνοι μυρίων στεφάνων ἄξιοι, πρῶτοι τῆς ἀρετῆς τὴν ὁδὸν ἐλθόντες· οὕτως ἡμεῖς μυρίων τιμω-ριῶν ὑπεύθυνοι, μηδὲ μετ’ ἐκείνους τοὺς ἀπελθόντας καὶ ἐν τοῖς γράμμασι κειμένους, μηδὲ μετὰ τούτους τοὺς ζῶντας καὶ διὰ τῶν πραγμάτων θαυμαζομένους, ἐπὶ τὸν ἴσον ἑλκόμενοι ζῆλον. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, μὴ διορ-θούμενος; Οὐκ οἶσθα γράμματα, οὐδὲ Γραφαῖς ἐνέκυ-ψας, ἵνα μάθῃς τῶν παλαιῶν τὰς ἀρετάς; Μάλιστα μὲν καὶ τοῦτο ἔγκλημα, τῆς ἐκκλησίας διηνεκῶς ἀνεῳγμέ-νης, μὴ εἰσιέναι καὶ μετέχειν τῶν καθαρῶν ἐκείνων ναμάτων. Πλὴν ἀλλ’ εἰ καὶ τοὺς ἀπελθόντας οὐκ ἔγνως διὰ τῶν Γραφῶν, τοὺς ζῶντας τούτους ἰδεῖν ἐχρῆν. Ἀλλ’ οὐδεὶς ὁ χειραγωγῶν; Ἐλθὲ πρός με, καὶ ἐγώ σοι δείξω τὰ καταγώγια τῶν ἁγίων τούτων· ἐλθὲ, καὶ μάθε τί παρ’ αὐτῶν χρήσιμον. Λύχνοι πανταχοῦ τῆς γῆς εἰσιν οὗτοι λάμποντες· τείχη ταῖς πόλεσι περικάθην-ται. Διὰ ταῦτα τὰς ἐρημίας κατέλαβον, ἵνα καὶ σὲ παιδεύσωσι τῶν ἐν τῷ μέσῳ θορύβων καταφρονεῖν. Οἱ μὲν γὰρ, ἅτε ἰσχυροὶ ὄντες, καὶ ἐν μέσῳ τῷ κλύδωνι δύνανται γαλήνης ἀπολαύειν· σοὶ δὲ τῷ περιαντλου-μένῳ πανταχόθεν ἡσυχίας δεῖ, καὶ τοῦ μικρὸν ἀναπνεῦ-σαι ἐκ τῶν ἐπαλλήλων κυμάτων. Βάδιζε τοίνυν ἐκεῖ συνεχῶς, ἵνα τὴν διηνεκῆ κηλῖδα καθάρας ταῖς ἐκεί-

Homily LXXIIIHomilia LXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:673νων εὐχαῖς καὶ παραινέσεσι, καὶ τὸν ἐνταῦθα ἄριστα διαγάγῃς βίον, καὶ τῶν μελλόντων ἐπιτύχῃς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-
PG 58:674στοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:673ΟΜΙΛΙΑ ΟΓ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. α. Ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν αὐτοὺς κωμ-ῳδεῖ· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλ’ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἢν διορθοῦσθαι ἔδει. Οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ κατήσθιον. Εἶτα καὶ ὁ τρόπος τῆς καπηλείας χαλεπώτερος· Προφάσει μακρὰ προσευχόμενοι. Πᾶς μὲν γὰρ ἄξιος τιμωρίας ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τούτῳ χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας ὑπεύθυνος κολάσεως. Καὶ τίνος ἕνεκεν οὐκ ἀπεχειροτόνησεν αὐτούς; Ὅτι ὁ καιρὸς οὐκ ἐπέτρεπεν οὐδέπω. Διὰ δὴ τοῦτο ἀφίησι μὲν αὐτοὺς τέως· διὰ δὲ ὧν λέγει, κατασκευάζει τὸ ἀνεξαπάτητον τῷ δήμῳ, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν εἰς τὸν αὐτὸν ἕλκωνται ζῆλον. Ἐπειδὴ γὰρ εἶπεν, Ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· δείκνυσιν ὅσα παραποιοῦσιν, ἵνα μὴ ἐξ ἐκείνου νομισθῇ παρὰ τοῖς ἀνοήτοις πάντα ἐπιτρέπειν αὐτοῖς. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Εἰ δὲ τὸ μηδένα ὠφελεῖν κατηγορία, τὸ καὶ βλάπτειν καὶ κωλύειν ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι, Τοὺς εἰσερχομένους; Τοὺς ἐπιτηδείους. Ὅτε μὲν γὰρ ἐπιτάξαι ἑτέροις ἔδει, ἀφόρητα ἐποίουν τὰ φορτία· ὅτε δὲ αὐτοὺς ποιῆσαί τι τῶν δεόντων, τὸ ἐναντίον, οὐ μόνον οὐδὲν ἐποίουν αὐτοὶ, ἀλλ’ ὃ πολλῷ πλέον ἐστὶν εἰς κακίαν, καὶ ἑτέρους διέφθειρον. Οὗτοί εἰσιν οἱ λεγόμενοι λοιμοὶ, οἱ ἔργον τιθέμενοι τὴν ἑτέρων ἀπώλειαν, ἐκ διαμέτρου πρὸς τοὺς διδασκάλους ἑστῶτες. Εἰ γὰρ διδασκάλου τὸ σώζειν τὸν ἀπολλύμενον, τὸ ἀπολλύναι τὸν σώζεσθαι μέλλοντα, λυμεῶνος. Εἶτα πάλιν ἕτερον ἔγκλημα· Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν· τουτέστιν, οὐδὲ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων, φείδεσθαι αὐτοῦ παρασκευάζει ὑμᾶς· καίτοιγε τῶν μόλις κτηθέντων φειδόμεθα μειζό-νως· ὑμᾶς δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐργάζεται.
Ἐνταῦθα δύο αὐτοῖς ἐγκαλεῖ· ἓν μὲν, ὅτι ἄχρηστοι πρὸς σωτηρίαν τῶν πολλῶν, καὶ πολλοῦ δέονται τοῦ ἱδρῶτος, ὥστε κἂν ἕνα ἐφελκύσασθαι· ἕτερον δὲ, ὅτι ῥᾴθυμοι πρὸς τὴν φυλακὴν τοῦ κτηθέντος· μᾶλλον δὲ οὐ ῥᾴθυμοι μόνον, ἀλλὰ καὶ προδόται διὰ τῆς κατὰ τὸν βίον πονηρίας διαφθείροντες αὐτὸν καὶ χείρω ποιοῦντες. Ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ τοιούτους ὁ μαθητὴς, χείρων γίνεται. Οὐ γὰρ ἵσταται μέχρι τῆς τοῦ διδασκάλου κα-κίας· ἀλλ’ ὅταν μὲν ἐνάρετος ᾖ, μιμεῖται· ὅταν δὲ φαῦ-λος, καὶ ὑπερβαίνει διὰ τὴν εὐκολίαν τὴν ἐπὶ τὸ χεῖρον. Υἱὸν δὲ γεέννης φησὶ, τουτέστιν, αὐτογέενναν. Εἶπε δὲ, Διπλότερον ὑμῶν ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τού-
PG 58:674των καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσί. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ πλείονα τοῖς μαθηταῖς ἐντιθέναι σπουδάζουσι τὴν κακίαν, ἐπιτρίβοντες αὐτοὺς ἐπὶ πολλῷ μείζονα φαυλότητα ἧς ἔχουσιν· ὅπερ μάλιστα ψυχῆς διεφθαρμένης ἐστίν. Εἶτα καὶ εἰς ἄνοιαν αὐτοὺς σκώπτει, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρο-νεῖν. Καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, ὅτι Δε-σμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα. Ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν, καὶ πάντα ἔπραττον εἰς τὴν τῶν ὑπηκόων διαφθορὰν, ἐν τοῖς μικροῖς ζητοῦντες τὴν ἀκρίβειαν, καὶ τῶν μεγάλων καταφρονοῦντες. Ἀποδε-κατοῦτε γὰρ, φησὶ, τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστὶ καὶ ἐλεημοσύνη· τί γὰρ βλάπτει τὸ ἐλεημοσύνην διδόναι; Ἀλλ’ οὐχ ὡς νόμον τηροῦντας· οὐδὲ γὰρ αὐτὸς οὕτως φησί. Διὰ δὴ τοῦτο ἐνταῦθα μὲν λέγει· Ταῦτα ἔδει ποιῆσαι· ἔνθα δὲ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλέγεται, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ, καὶ δείκνυσιν ἐξ ἀνάγκης τῇ ἔνδον καθα-ρότητι καὶ τὴν ἔξωθεν ἑπομένην· τοὐναντίον δὲ οὐκέτι. Ὅπου μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, ἀδιαφόρως αὐτὸ παρατρέχει, διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω και-ρὸς ἦν διαῤῥήδην καὶ σαφῶς τὰ νομικὰ ἀνελεῖν· ἔνθα δὲ παρατήρησις σωματικῶν καθαρμῶν, σαφέστερον ἀνατρέπει. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησί· Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως· ἀλλὰ τί; Καθαρίζετε, φησὶ, τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος· ἔσωθεν δὲ γέμει ἁρπαγῆς καὶ ἀδικίας. Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Καὶ ἔλαβεν αὐτὸ ἀπὸ πράγματος ὡμολογημένου καὶ δή-λου, ἀπὸ ποτηρίου καὶ παροψίδος. β. Εἶτα δεικνὺς, ὅτι οὐδεμία βλάβη ἐκ τοῦ καταφρο-νεῖν τῶν σωματικῶν καθαρμῶν, μεγίστη δὲ τιμωρία ἐκ τοῦ μὴ φροντίζειν τῶν τῆς ψυχῆς καθαρσίων, ἅπερ ἐστὶν ἀρετὴ, κώνωπα ἐκάλεσε ταῦτα, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ ἐκεῖνα, ἀφόρητα γὰρ ἦν. Διὸ καί φησι· Τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπί-νοντες. Καὶ γὰρ καὶ ἐκεῖνα διὰ ταῦτα νενομοθέτηται, διὰ τὸν ἔλεον καὶ τὴν κρίσιν· ὥστε οὐδὲ τότε ὠφέλει μόνα γινόμενα. Ὅτε γὰρ τὰ μικρὰ διὰ τὰ μεγάλα ἦν εἰρημένα, εἶτα ἐκεῖνα μὲν ἠμελεῖτο, ταῦτα δὲ ἐσπουδά-ζετο μόνα, οὐδὲν ἦν πλέον οὐδὲ τότε ἐντεῦθεν. Τούτοις μὲν γὰρ ἐκεῖνα οὐχ εἵπετο· ἐκεῖνα δὲ τούτοις πάντως. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι καὶ πρὶν ἢ τὴν χάριν παρα-γενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδά-στων ταῦτα ἦν, ἀλλ’ ἕτερα ἦν τὰ ζητούμενα. Εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα ἦν, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων ταῦτα ἀνόνητα, καὶ καθόλου μετιέναι αὐτὰ οὐκ ἐχρῆν. Πανταχοῦ μὲν οὖν κακία χαλεπόν· μά-λιστα δὲ ὅταν μηδὲ νομίζῃ δεῖσθαι διορθώσεως· καὶ
PG 58:675τὸ ἔτι χαλεπώτερον, ὅταν καὶ ἑτέρους ἀρκεῖν οἴηται διορθοῦν· ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλούς. Εἰ γὰρ τὸ μὴ νομίζειν δεῖσθαι ὁδηγοῦ τυφλὸν, ἐσχάτη συμφορὰ καὶ ἀθλιότης· τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους, ὅρα ἐπὶ πόσον ἄγει τὸ βάραθρον. Ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. Τοῦτο γὰρ αἴτιον πάντων τῶν κακῶν αὐτοῖς γέγονε, τὸ πρὸς ἐπίδειξιν πάντα ποιεῖν. Τοῦτο καὶ τῆς πίστεως αὐτοὺς ἀπήγαγε, καὶ τῆς ὄντως ἀρετῆς ἀμελεῖν παρ-εσκεύασε, καὶ περὶ καθάρσια ἀσχολεῖσθαι σωματικὰ μόνα ἔπειθε, τῶν τῆς ψυχῆς καθαρμῶν ἀμελοῦντας. Διὰ δὴ τοῦτο ἄγων αὐτοὺς εἰς τὴν ὄντως ἀρετὴν, καὶ τὰ καθάρ-σια τῆς ψυχῆς, ἐλέου καὶ κρίσεως καὶ πίστεως μέμνη-ται. Ταῦτα γὰρ τὰ συνέχοντα ἡμῶν τὴν ζωὴν, ταῦτα τὰ καθαίροντα τὴν ψυχὴν, δικαιοσύνη, φιλανθρωπία, ἀλή-θεια· ἡ μὲν εἰς συγγνώμην ἡμᾶς ἄγουσα, καὶ μὴ ἀφιεῖσα χαλεποὺς μεθ’ ὑπερβολῆς εἶναι τοῖς ἁμαρτά-νουσι, καὶ ἀσυγγνώστους· (οὕτω γὰρ διπλῇ κερδανοῦ-μεν, φιλάνθρωποί τε γινόμενοι, καὶ φιλανθρωπίας ἐντεῦθεν πολλῆς καὶ αὐτοὶ παρὰ τοῦ τῶν ὅλων ἀπολαύον-τες Θεοῦ·) καὶ παρασκευάζουσα συναλγεῖν τε τοῖς ἐπηρεαζομένοις καὶ ἀμύνειν αὐτοῖς· ἡ δὲ οὐκ ἐῶσα ἀπατεῶνας εἶναι καὶ ὑπούλους. Ἀλλ’ οὔτε ὅταν λέγῃ, Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι, ὡς νομικὴν παρατήρησιν εἰσάγων λέγει· ἄπαγε· τοῦτο γὰρ ἀπεδείξαμεν ἔμπροσθεν· οὔτε ἐπὶ τῆς παροψίδος καὶ τοῦ ποτηρίου εἰπὼν, Καθάρισον τὸ ἐντὸς τοῦ ποτη-ρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρὸν, ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἄγει μικρολογίαν· ἀλλὰ τοὐναντίον μὲν οὖν, ἅπαντα ποιεῖ δεικνὺς αὐτὴν περιττὴν οὖσαν. Οὐ γὰρ εἶπε, Καὶ τὸ ἔξωθεν καθαρίσατε, ἀλλὰ, Τὸ ἔνδον· καὶ πάντως ἕπεται τούτῳ ἐκεῖνο. Ἄλλως δὲ, οὐδὲ περὶ ποτηρίου καὶ παροψίδος λέγει, ἀλλὰ περὶ ψυχῆς καὶ σώματος διαλέγεται· τὸ μὲν ἔξω τὸ σῶμα καλῶν, τὸ δὲ ἔνδον τὴν ψυχήν. Εἰ δὲ ἐπὶ τῆς παροψίδος τοῦ ἔνδον χρεία, πολλῷ μᾶλλον ἐπὶ σοῦ. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, φησί· τὰ μικρὰ καὶ ἔξω φυλάττον-τες, τῶν μεγάλων καὶ ἔνδον ἀμελεῖτε· ὅθεν μεγίστη γίνεται βλάβη, ὅτι νομίζοντες τὸ πᾶν κατωρθωκέναι, τῶν λοιπῶν καταφρονεῖτε· καταφρονοῦντες δὲ, οὐδὲ σπουδάζετε ἢ ἐπιχειρεῖτε αὐτὰ κατορθοῦν. Εἶτα πάλιν εἰς κενοδοξίαν αὐτοὺς σκώπτει, τάφους κεκονιαμένους καλῶν, καὶ πᾶσιν ἐπιλέγων, Ὑποκριταί· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, καὶ ἀπωλείας αὐτοῖς ὑπόθεσις. Οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους ἐκάλεσεν, ἀλλὰ καὶ ἀκαθαρσίας γέμειν καὶ ὑποκρίσεως ἔφησε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπίστευσαν, ὅτι μεστοὶ ἦσαν ὑποκρίσεως καὶ ἀνομίας. Ταῦτα δὲ οὐχ ὁ Χριστὸς μόνον, ἀλλὰ καὶ οἱ προφῆται συνεχῶς ἐγκα-λοῦσιν, ὅτι ἁρπάζουσιν, ὅτι οὐ κρίνουσιν οἱ ἄρχοντες αὐτῶν κατὰ τὸν τοῦ δικαίου λόγον· καὶ πανταχοῦ εὕροις ἂν τὰς μὲν θυσίας ἐκβαλλομένας, ταῦτα δὲ ἐπιζη-τούμενα. Ὥστε οὐδὲν ξένον, οὐδὲ καινὸν, οὔτε τῆς νομο-θεσίας, οὔτε τῆς κατηγορίας· ἀλλ’ οὐδὲ τὸ τῆς εἰκό-νος τοῦ τάφου. Μέμνηται γὰρ αὐτῆς ὁ προφήτης, οὐδὲ αὐτὸς ἁπλῶς τάφον καλέσας, ἀλλὰ Τάφον ἀνεῳγμένον τὸν λάρυγγα αὐτῶν. Τοιοῦτοι καὶ νῦν εἰσι πολλοὶ ἄνθρωποι, καλλωπιζόμενοι μὲν ἔξωθεν, πάσης δὲ ἀνο-μίας ἔνδον πεπληρωμένοι. Καὶ γὰρ καὶ νῦν τῶν μὲν
PG 58:676ἔξωθεν καθαρμῶν πολὺς ὁ τρόπος, πολλὴ ἡ φροντίς· τῶν δὲ κατὰ ψυχὴν οὐδὲ εἷς. Ἀλλ’ εἴγε τὸ ἑκάστου συνειδὸς ἀναῤῥήξειέ τις, πολλοὺς τοὺς σκώληκας καὶ
τὸν ἰχῶρα εὑρήσει, καὶ δυσωδίαν ἄφατον· ἐπιθυμίας ἀτόπους λέγω καὶ πονηρίας, αἳ σκωλήκων εἰσὶν ἀκαθαρ-τότεραι. γ. Ἀλλὰ τὸ μὲν ἐκείνους τοιούτους εἶναι, οὐχ οὕτω δεινὸν, καίπερ ὃν δεινόν· τὸ δὲ ὑμᾶς, τοὺς καταξιω-θέντας ναοὺς γενέσθαι Θεοῦ, τάφους ἐξαίφνης γενέσθαι, τοσαύτην ἔχοντας δυσωδίαν, τοῦτο ἀθλιότητος ἐσχάτης. Ἔνθα ὁ Χριστὸς κατοικεῖ, καὶ Πνεῦμα ἅγιον ἐνήργησε, καὶ μυστήρια τοσαῦτα, τάφον εἶναι τοῦτον, πόσης τοῦτο ἀθλιότητος; πόσων θρήνων καὶ ὀδυρμῶν, ὅταν τὰ μέλη τοῦ Χριστοῦ τάφος ἀκαθαρσίας γένη-ται; Ἐννόησον πῶς ἐγεννήθης, τίνων κατηξιώθης, οἵαν ἔλαβες στολὴν, πῶς ναὸς κατεσκευάσθης ἀῤῥαγὴς, πῶς καλός· οὐ χρυσῷ καλλωπισθεὶς, οὐδὲ μαργαρίταις, ἀλλὰ τῷ τούτων τιμιωτέρῳ πνεύματι. Ἐννόησον ὅτι οὐδεὶς τάφος ἐν πόλει κατασκευάζεται· οὐκοῦν οὐδὲ σὺ εἰς τὴν ἄνω φανῆναι δυνήσῃ πόλιν. Εἰ γὰρ ἐνταῦθα τοῦτο ἀπείρηται, πολλῷ μᾶλλον ἐκεῖ. Μᾶλλον δὲ καὶ ἐνταῦθα πᾶσιν εἶ καταγέλαστος, νεκρὰν περιφέρων ψυ-χήν· οὐ καταγέλαστος δὲ μόνον, ἀλλὰ καὶ φευκτός. Εἰπὲ γάρ μοι, εἴ τις περιῄει νεκρὸν εἴδωλον περιφέρων, οὐκ ἂν πάντες ἀπεπήδησαν; οὐκ ἂν πάντες ἔφυγον; Τοῦτο καὶ νῦν λογίζου. Καὶ γὰρ τούτου πολὺ χαλεπώτερον περιέρχῃ θέαμα περιφέρων, ψυχὴν ὑπὸ ἁμαρτιῶν νενε-κρωμένην, ψυχὴν παρειμένην. Τίς οὖν ἐλεήσει τὸν τοιοῦτον; Ὅταν γὰρ σὺ τὴν σαυτοῦ ψυχὴν μὴ ἐλεῇς, πῶς ἕτερος ἐλεήσει τὸν οὕτως ὠμὸν καὶ πολέμιον ὄντα ἑαυτῷ καὶ ἐχθρόν; Εἴ τις ἔνθα ἐκάθευδες καὶ ἐδείπνεις, κατώρυξε σῶμα νεκρὸν, τί οὐκ ἂν ἐποίησας; σὺ δὲ ψυ-χὴν νεκρὰν κατορύττεις, οὐκ ἔνθα ἀριστοποιῇ, οὐδὲ ἔνθα καθεύδεις, ἀλλ’ ἐν τοῖς μέλεσι τοῦ Χριστοῦ, καὶ οὐ δέδοικας μὴ μυρίοι κατενεχθῶσιν ἄνωθεν ἐπὶ τὴν σὴν κεφαλὴν σκηπτοὶ καὶ κεραυνοί; Πῶς δὲ καὶ τολμᾷς ἐκκλησίαις ἐπιβαίνειν Θεοῦ, καὶ ναοῖς ἁγίοις, ἔνδον τοσαύτης βδελυγμίας ὄζων; Εἰ γὰρ εἰς τὰ βασίλεια φέρων τις νεκρὸν καὶ κατορύξας, τὴν ἐσχάτην ἂν ἔδωκε δίκην· σὺ τῶν ἱερῶν ἐπιβαίνων περιβόλων, καὶ τοσαύτης δυσωδίας πληρῶν τὸν οἶκον, ἐννόησον ὅσην ὑποστήσῃ τιμωρίαν. Μίμησαι τὴν πόρνην ἐκείνην, ἣ μύρῳ ἔχρισε τοῦ Χριστοῦ τοὺς πόδας, καὶ τὴν οἰκίαν ἅπασαν ἐπλή-ρωσεν εὐωδίας· οὗ σὺ τοὐναντίον ποιεῖς εἰς τὸν οἶκον. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνῃ σὺ τῆς δυσωδίας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ χαλεπὸν τοῦ νοσήματος· διὸ καὶ ἀνίατα νοσεῖς, καὶ χαλεπώτερα τῶν τὰ σώματα λελωβημένων τε καὶ ὀδωδότων. Ἐκείνη μὲν γὰρ ἡ νόσος καὶ αἴσθησιν τοῖς κάμνουσι παρέχει, καὶ οὐδὲν ἔγκλημα ἔχει, ἀλλὰ καὶ ἐλέους ἐστὶν ἀξία· αὕτη δὲ μίσους καὶ κολάσεως. Ἐπεὶ οὖν καὶ ταύτῃ χαλεπωτέρα, καὶ τῷ μηδὲ αἰσθά-νεσθαι αὐτῆς ὡς χρὴ τὸν νοσοῦντα, φέρε, ἐπίδος σαυ-τὸν τῷ λόγῳ, ἵνα σε διδάξω σαφῶς αὐτῆς τὴν λύμην. Πρῶτον δὲ ἄκουσον τί ψάλλων λέγεις· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὅταν οὖν μὴ θυμίαμα, ἀλλὰ καπνὸς ἀπὸ σοῦ καὶ τῶν σῶν πράξεων ἀναβαίνῃ δυσώδης, ποίαν δίκην οὐκ ἄξιος εἶ ὑποστῆναι; Τίς οὖν ὁ καπνὸς ὁ δυσώδης; Πολλοὶ εἰσίασι κάλλη γυναικῶν περιβλέποντες· ἄλλοι παίδων ὥρας περιεργαζόμενοι. Εἶτα οὐ θαυμάζεις, πῶς οὐ σκηπτοὶ
PG 58:677φέρονται, καὶ πάντα ἐκ βάθρων ἀνασπᾶται; Καὶ γὰρ ἄξια μὲν σκηπτῶν καὶ γεέννης τὰ γινόμενα· ἀλλ’ ὁ Θεὸς, μακρόθυμος ὢν καὶ πολυέλεος, ἀνέχει τέως τὴν ὀργὴν, εἰς μετάνοιάν σε καλῶν καὶ διόρθωσιν. Τί ποιεῖς, ἄνθρωπε; κάλλη γυναικῶν περιεργάζῃ, καὶ οὐ φρίττεις οὕτως ἐνυβρίζων εἰς τὸν ναὸν τοῦ Θεοῦ; Πορ-νεῖον εἶναί σοι δοκεῖ ἡ ἐκκλησία, καὶ τῆς ἀγορᾶς ἀτιμο-τέρα; Ἐν ἀγορᾷ μὲν γὰρ δέδοικας καὶ αἰσχύνῃ φα-νῆναι γυναῖκα περιεργαζόμενος· ἐν δὲ τῷ ναῷ τοῦ Θεοῦ, αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου σοι καὶ ἀπειλοῦντος ὑπὲρ τούτων, πορνεύεις καὶ μοιχεύεις κατ’ αὐτὸν τὸν καιρὸν, καθ’ ὃν ἀκούεις μὴ ταῦτα ποιεῖν· καὶ οὐ φρίτ-τεις, οὐδὲ ἐξέστηκας; Ταῦτα ὑμᾶς τὰ θέατρα τῆς ἀσελ-γείας διδάσκει, ὁ λοιμὸς ὁ δυσκατάλυτος, τὰ δηλητήρια φάρμακα, αἱ χαλεπαὶ τῶν ἀναπεπτωκότων πάγαι, ἡ μεθ’ ἡδονῆς τῶν ἀκολάστων ἀπώλεια. Διὰ τοῦτο καὶ ὁ προφήτης ἐγκαλῶν ἔλεγεν· Οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή. Βέλτιον τοὺς τοιούτους πηροὺς εἶναι· βέλτιον νοσεῖν, ἢ εἰς ταῦτα κατακε-χρῆσθαι τοῖς ὀφθαλμοῖς. Ἐχρῆν μὲν οὖν ἔνδον ἔχειν τὸ τεῖχος τὸ διεῖργον ὑμᾶς τῶν γυναικῶν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀναγκαῖον ἐνόμισαν εἶναι οἱ Πατέρες, κἂν ταῖς σανίσιν ὑμᾶς ταύταις διατειχίσαι· ὡς ἔγωγε ἀκούω τῶν πρεσβυτέρων, ὅτι τὸ παλαιὸν οὐδὲ ταῦτα ἦν τὰ τειχία. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐδὲ θῆλυ. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ ὁμοῦ καὶ ἄνδρες καὶ γυναῖκες ἦσαν. Καὶ γὰρ οἱ ἄνδρες, ἄνδρες ἦσαν, καὶ αἱ γυναῖκες, γυναῖκες· νῦν δὲ πᾶν τοὐναντίον, αἱ μὲν γυναῖκες εἰς τὰ τῶν ἑταιρίδων ἑαυτὰς ἐξώθησαν ἤθη· οἱ δὲ ἄνδρες ἵππων μαινομένων οὐδὲν ἄμεινον διάκεινται. Οὐκ ἠκού-σατε, ὅτι ἦσαν συνηγμένοι ἄνδρες καὶ γυναῖκες ἐν τῷ ὑπερῴῳ, καὶ τῶν οὐρανῶν ἐκεῖνος ὁ σύλλογος ἄξιος ἦν; Καὶ μάλα εἰκότως. Πολλὴν γὰρ καὶ γυναῖκες τότε φιλο-σοφίαν ἤσκουν, καὶ ἄνδρες σεμνότητα καὶ σωφροσύνην. Ἀκούσατε γοῦν τῆς πορφυροπώλιδος λεγούσης· Εἰ κεκρίκατέ με ἀξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ’ ἐμοί. Ἀκούσατε τῶν γυναικῶν, αἳ περιῆγον μετὰ τῶν ἀποστόλων, ἀνδρεῖον ἀναλαβοῦσαι φρόνημα, τῆς Πρι-σκίλλης, τῆς Περσίδος, τῶν ἄλλων· ὧν αἱ παροῦσαι γυν-αῖκες τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ ἄνδρες τῶν ἀνδρῶν. δ. Τότε μὲν γὰρ καὶ ἀποδημοῦσαι οὐκ ἐλάμβανον δόξαν πονηράν· νῦν δὲ καὶ ἐν θαλάμῳ τρεφόμεναι μόλις ταύτην διαφεύγουσι τὴν ὑποψίαν. Ταῦτα δὲ ἀπὸ τῶν καλλωπισμῶν γίνεται καὶ τῆς τρυφῆς. Τότε ἐκείναις ἔργον ἦν, αὐξῆσαι τὸ κήρυγμα· νῦν δὲ εὐειδεῖς καὶ καλὰς φανῆναι, καὶ εὐπροσώπους. Τοῦτο ἡ δόξα αὐταῖς, τοῦτο ἡ σωτηρία· τὰ δὲ ὑψηλὰ καὶ μεγάλα κατορθώματα οὐδὲ ὄναρ φροντίζουσι. Τίς γυνὴ σπουδὴν ἐποιήσατο ἄνδρα βελτίω ποιῆσαι; τίς ἀνὴρ ταύτην ἔθετο τὴν φροντίδα, ὥστε γυναῖκα διορθώσασθαι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ τῇ μὲν γυναικὶ πᾶσα σπουδὴ περὶ χρυσίων ἐπιμέ-λειαν, καὶ ἱματίων, καὶ τῶν λοιπῶν τοῦ σώματος καλλω-πισμῶν, καὶ ὥστε τὴν οὐσίαν αὐξῆσαι· τῷ δὲ ἀνδρὶ καὶ αὕτη καὶ ἕτεραι πλείους, πᾶσαι μέντοι βιωτικαί. Τίσ
PG 58:678μέλλων γαμεῖν, τρόπον ἐξήτασε καὶ ἀνατροφὴν κόρης; Οὐδείς· ἀλλὰ χρήματα εὐθέως καὶ κτήματα, καὶ μέτρα οὐσίας ποικίλης καὶ διαφόρου, καθάπερ τι πρίασθαι μέλλων, ἢ συνάλλαγμά τι κοινὸν ἐπιτελεῖν. Διὰ τοῦτο καὶ οὕτω καλοῦσι τὸν γάμον. Πολλῶν γὰρ ἤκουσα λεγόν-των· Συνήλλαξεν ὁ δεῖνα τῇ δεῖνι, τουτέστιν, Ἔγημε. Καὶ εἰς τὰς τοῦ Θεοῦ δωρεὰς ἐνυβρίζουσι, καὶ ὥσπερ ὠνούμενοι καὶ πωλοῦντες, οὕτω γαμοῦσι καὶ γαμοῦνται. Καὶ γραμματεῖα πλείονος ἀσφαλείας δεόμενα, ἢ τὰ περὶ πράσεως καὶ ἀγορασίας. Μάθετε πῶς οἱ παλαιοὶ ἐγάμουν, καὶ ζηλώσατε. Πῶς οὖν ἐγάμουν ἐκεῖνοι; Τρόπους ἐζήτουν καὶ ἤθη, καὶ ψυχῆς ἀρετήν. Διὰ τοῦτο γραμμάτων αὐτοῖς οὐκ ἔδει, οὐδὲ τῆς ἀπὸ χάρτου καὶ μέλανος ἀσφαλείας· ἤρκει γὰρ ἀντὶ πάντων αὐτοῖς ὁ τῆς νύμφης τρόπος. Παρακαλῶ τοίνυν καὶ ὑμᾶς, μὴ χρή-ματα ἐπιζητεῖν καὶ περιουσίαν, ἀλλὰ τρόπον καὶ ἐπιεί-κειαν. Ζήτησον εὐλαβῆ καὶ φιλόσοφον κόρην· καὶ μυ-ρίων ταῦτά σοι βελτίω θησαυρῶν ἔσται. Ἂν τὰ τοῦ Θεοῦ
ζητῇς, καὶ ταῦτα ἥξει· ἂν δὲ ἐκεῖνα παραδραμὼν ἐπὶ ταῦτα τρέχῃς, οὐδὲ ταῦτα ἕψεται. Ἀλλ’ ὁ δεῖνα, φησὶν, ἀπὸ γυναικὸς εὔπορος γέγονεν. Οὐκ αἰσχύνῃ τοιαῦτα παραδείγματα φέρων; Μυριάκις γενοίμην πένης, πολ-λῶν ἤκουσα λεγόντων, ἢ παρὰ γυναικὸς λάβοιμι πλοῦ-τον. Τί γὰρ ἀηδέστερον ἐκείνου τοῦ πλούτου; τί δὲ ταύ-της πικρότερον τῆς εὐπορίας; τί δὲ αἰσχρότερον τοῦ ἐπίσημον εἶναι ἐντεῦθεν, καὶ λέγεσθαι παρὰ πάντων, Ὁ δεῖνα ἀπὸ γυναικὸς εὔπορος γέγονε; Τὰς γὰρ ἔνδον ἀη-δίας ἀφίημι, ὅσα ἐκ τούτου συμβαίνειν ἀνάγκη· τὸ φρόνημα τῆς γυναικὸς, τὴν δουλοπρέπειαν, τὰς μάχας, τὰ τῶν οἰκετῶν ὀνείδη· Ὁ πένης, ὁ ῥακοδύτης, ὁ ἄτι-μος καὶ ἐξ ἀτίμων· τί γὰρ ἔχων ἦλθεν; οὐ γὰρ πάντα τῆς κυρίας; Ἀλλ’ οὐδέν σοι μέλει τῶν ῥημάτων τούτων· οὐδὲ γὰρ ἐλεύθερος εἶ. Ἐπεὶ καὶ οἱ παράσιτοι τούτων καταδεέστερα ἀκούουσι, καὶ οὐκ ἀλγοῦσιν· οὐκοῦν οὐδὲ οὗτοι, ἀλλὰ καὶ ἐγκαλλωπίζονται τῇ αἰσχύνῃ· καὶ ὅταν ταῦτα λέγωμεν αὐτοῖς, Ἔστω, φησὶν, ἡδύ τι καὶ γλυκὺ, καὶ ἀποπνιγέτω με. Ὢ τοῦ διαβόλου οἵας παροιμίας εἰσήγαγε τῷ βίῳ, ὁλόκληρον τὴν ζωὴν τῶν τοιούτων ἀνατρέψαι δυναμένας Ὅρα γοῦν αὐτὴν ταύτην τὴν διαβολικὴν καὶ ὀλέθριον ῥῆσιν, ὅσης γέμει τῆς ἀπ-ωλείας. Οὐδὲν γὰρ ἄλλο φησὶν, ἀλλ’ ἢ ταυτὶ τὰ ῥήματα· Μηδείς σοι τοῦ σεμνοῦ, μηδείς σοι τοῦ δικαίου λόγος ἔστω· πάντα ἐῤῥίφθω ἐκεῖνα· ἓν μόνον ζήτησον, τὴν ἡδονήν. Κἂν ἄγχῃ σε τὸ πρᾶγμα, αἱρετὸν ἔστω· κἂν πάντες ἐμπτύωσιν οἱ ἀπαντῶντες, κἂν τῇ ὄψει προς-τρίβωνται βόρβορον, κἂν ὡς κύνα ἐλαύνωσι, πάντα φέρε. Καὶ τί ἂν ἄλλο χοῖροι φωνὴν λαβόντες εἶπον; τί δὲ κύνες οἱ ἀκάθαρτοι; Τάχα δὲ οὐδ’ ἂν ἐκεῖνοι τοιαῦτα ἐφθέγξαντο, οἷα ἀνθρώπους ἔπεισεν ὁ διάβολος λυττᾷν. Διὸ παρακαλῶ, τὴν ἀναισθησίαν συνειδότας τῶν τοιούτων ῥημάτων, φεύγειν τὰς τοιαύτας παροιμίας, καὶ τὰς ἀπὸ τῆς Γραφῆς ἐκλέγειν ἀπεναντίας αὐταῖς οὔσας. Τίνες δέ εἰσιν αὗται; Μὴ πορεύου, φησὶν, ὀπίσω τῆς ἐπιθυ-μίας τῆς ψυχῆς σου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κω-

Homily LXXIVHomilia LXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:679λύου. Καὶ περὶ πόρνης πάλιν φησὶν ἀπεναντίας τῇ παρ-οιμίᾳ ταύτῃ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ὕστερον μέντοι πι-κρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τούτων τοίνυν ἀκούωμεν, μὴ ἐκεί-νων. Καὶ γὰρ ἐντεῦθεν οἱ ἀνελεύθεροι, ἐντεῦθεν οἱ δου-λοπρεπεῖς λογισμοὶ φύονται, ἐντεῦθεν ἄλογα οἱ ἄνθρω-ποι γίνονται, ὅτι πανταχοῦ τὴν ἡδονὴν διώκειν ἐθέλουσι κατὰ τὴν παροιμίαν ταύτην, ἣ καὶ χωρὶς τῶν ἡμετέρων
PG 58:680λόγων αὐτόθεν ἐστὶ καταγέλαστος. Μετὰ γὰρ τὸ ἀπο-πνιγῆναι, τί τὸ κέρδος τῆς γλυκύτητος; Παύσασθε τοί-νυν τοσοῦτον κατασκευάζοντες γέλωτα, καὶ γέενναν ἀν-άπτοντες καὶ πῦρ ἄσβεστον· καὶ διαβλέψωμεν κἂν ὀψέ ποτε ὡς χρὴ πρὸς τὰ μέλλοντα, τὴν τῶν ὀφθαλμῶν λήμην ἀποβαλόντες, ὅπως καὶ τὸν ἐνταῦθα βίον κοσμίως καὶ μετὰ πολλῆς τῆς σεμνότητος καὶ εὐλαβείας παρέλ-θωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:679ΟΜΙΛΙΑ ΟΔ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν. α. Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ’ ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ’ ὅτι καὶ ταύτῃ καὶ δι’ ὧν λέγουσι, κα-ταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν. Ὅτι γὰρ προσποίησις ἦν ἡ κατάγνωσις, ὁ Λουκᾶς φησιν, Ὅτι καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε. Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐ-τούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν. Ἐνταῦθα γὰρ τὴν γνώμην αὐτῶν διαβάλλει, μεθ’ ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ’ ὡς ἐμπομ-πεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι τοῖς ἐκείνων τολμήμασι καὶ ἐπιδει-κνύμενοι. Τὰ γὰρ νῦν τολμώμενα παρ’ ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐ-τῶν κοινωνοί· ἀλλ’ ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. Διὸ καὶ ἐκκαλύπτων αὐτὴν, αἰνιγματωδῶς μὲν, εἴρηκε δ’ οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν· ἐπήγαγεν· Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ποῖον ἔγκλημα υἱὸν εἶναι ἀνδροφό-νου, ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρός; Οὐδέν. Ὅθεν δῆλον, ὅτι δι’ αὐτὸ τοῦτο αὐτοῖς προφέρει, τὴν κατὰ κα-κίαν συγγένειαν αἰνιττόμενος. Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε γοῦν· Ὄφεις, γεννήματα ἐχιδνῶν. Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖ-σαν, καὶ ἀφ’ ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων, κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευ-σάντων τοὺς προφήτας, δηλῶν ὅτι τὴν κατὰ πονηρίαν συγγένειαν λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ, ἐπήγαγε· Καὶ ὑμεῖς πληρώ-σατε τὸ μέτρον τῶν πατέρων ὑμῶν· οὐκ ἐπιτάτ-των, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν
PG 58:680ἑαυτοῦ σφαγήν. Διὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, οἷον ὅτι Οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν· (οἱ γὰρ τοῦ Δεσπότου μὴ ἀπεχόμενοι, πῶς ἂν τῶν δού-λων ἀπέσχοντο;) καταφορικωτέρῳ τῷ μετὰ ταῦτα κέχρη-ται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα ἐχιδνῶν, καὶ λέ-γων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων ἐκ περι-ουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτε-νεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν Δε-σπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ νικώντων τοὺς πατέρας τοῖς τολμήμασι. Πρὸς δὲ τοῖς εἰρημένοις δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγω-σιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις φιλοσοφοῦντες μόνον, ἐν δὲ τοῖς ἔργοις τὰ ἐναντία
πράττουσιν. Ὄφεις, γεννήματα ἐχιδνῶν· τουτέστι, Πονηροὶ πονηρῶν παῖδες, καὶ τῶν γεννησαμένων πονη-ρότεροι. Δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας, τῷ τε μετ’ ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ χαλεπώτερα ἐκεί-νων, καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν ποτε τοῖς αὐτοῖς περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι. καὶ τὴν κορωνίδα τῶν κακῶν. Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγ-γενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. Διὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου κατηγορίας ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος οὕτως αὐτοὺς ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρ-όντων αὐτοὺς καταστέλλει, καί φησι· Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμ-ματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δί-καιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ
PG 58:681Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. β. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι’ ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καται-σχῦναι. Εἶπεν, ὅτι Οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται, καὶ φό-βον ἐντεῦθεν αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστη-σεν αὐτοῖς καὶ παρόντα τὰ δεινά· Ἥξει γὰρ ταῦτα πάν-τα, φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλε-πώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα πάσχουσι πάντων; Εἴποιμεν ἂν, ὅτι καὶ πάντων χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων ἐσωφρονίσθη-σαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λά-μεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ’ ὅτι οὐδὲ τῷ παραδεί-γματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέ-κνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ’ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέν-τας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμε-ληκότων, καὶ ἐκείνων τὰς τιμωρίας ὑποσχεῖν ὄντων δι-καίων. Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνη-σε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην δίκην; Μὴ γὰρ οὐκ ἠκού-σατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀν-ελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις μυρίαις ἐξεδόθησαν; Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω τὰς κολά-σεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύ-την ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχα-ρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλ-μημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. Ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφό-βει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Τού-τους δὲ ἐφόβει, προλέγων ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδο-σαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. Διὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν. Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν αἱμάτων εἰς τοῦτο ἦγε. Διὸ καὶ προεῖπεν, ὅτι Διὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω. Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵμα-τα ἐφ’ αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱ-μάτων εἰσί. Διὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε
PG 58:682προσφέρεσθαι, δεικνὺς ὅτι εἰ ἐπὶ ἀλόγου οὕτω τίμιον, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς δια-ταττόμενον· διὸ οὐδὲ πνικτὸν ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ὅτι καὶ προειδὼς οὐδὲν κερ-δανοῦντας, τὰ αὐτοῦ ὅμως ἐποίει Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συν-αγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας ἀνεῖλον, ἀλλὰ προφήτας καὶ σοφοὺς, ὥστε μηδὲν αὐτοῖς ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστό-λους φησὶ καὶ τοὺς μετ’ ἐκείνους· καὶ γὰρ πολλοὶ προ-εφήτευον. Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην· τουτέστιν, Εἰς κεφαλὰς ὑμῶν πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην. Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα ἂν ἐκέρδανε τοῖς, ἑτέρων παραδεί-γμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κο-λασθέντων ἀπολελαυκὼς, καὶ οὐδὲν καρπωσάμενος. γ. Εἶτα πρὸς τὴν πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασια-σμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος. Ὥσπερ γὰρ πρὸς ἐρωμέ-νην, φιληθεῖσαν μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολο-γεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμέ-νους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις με ἀπ-έστρεψας, οὐδὲ ἀπέστησας τῆς περὶ σὲ πολλῆς εὐνοίας, ἀλλ’ ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ
πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέ-λησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει, δηλῶν ὅτι ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρ-τημάτων. Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδεί-κνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτε-ρύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη. Ἀλλ’ οὐκ ἠθελήσατε, φησίν. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· γυμνὸς τῆς παρ’ ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων καὶ διακρατῶν· ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων ἀεί. Καὶ τίθησι τιμωρίαν, ἣν ἀεὶ ἐδεδοίκεισαν μεθ’ ὑπερβο-λῆς· αὕτη γὰρ πᾶσαν αὐτῶν τὴν ἀνατροπὴν τῆς πολι-
PG 58:683τείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων ἐπισπω-μένου, οὐκ ἀπὸ παρελθόντων μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα λέγει. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἔκτοτε; Ἀλλ’ οὐχὶ τὴν ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν, ὅτι ἀντίθεός τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. Διὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. Διὰ δὲ τού-των καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρ-ουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς τοῦτο ἐδή-λωσε; Πολλὰ εἰπὼν πρότερον ἐσόμενα· ὅτι ἀποστελεῖ προφήτας· ὅτι ἀναιρήσουσιν αὐτούς· ὅτι ἐν ταῖς συν-αγωγαῖς· ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημω-θήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπό-δειξιν. Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν ταῖς συναγωγαῖς; ἀφέθη ὁ οἶκος αὐτῶν ἔρημος; ἦλθε πάντα ἐπὶ τὴν γενεὰν ἐκεί-νην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβή-σεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ’ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. Διόπερ ἕως ἐστὶ και-ρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ κυβερνήτῃ, τῆς θαλάσσης ὑπερενεχθείσης τοῦ σκάφους παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν, οὐκ ἰατρῷ, τοῦ κάμνοντος ἀπελθόντος, ἔσται τι πλέον· ἀλλ’ ἕκαστον τούτων πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μη-δενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλί-σκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάν-τες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρό-νοιαν, ὅταν αὐτῶν τὰ σώματα κάμνῃ, τοσαύτην περὶ ἡμᾶς αὐτοὺς ἐπιδειξώμεθα, τῆς ψυχῆς ἡμῶν νοσού-σης. Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ’ ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰς-ενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελ-θόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι εἰς ἀπολογίας λόγον. δ. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μηδὲ τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτως ἐσμὲν ἄτιμοι παρ’ ἡμῖν αὐτοῖς, ὡς καὶ τῶν οἰκετῶν μᾶλλον ἑαυτῶν καταφρονεῖν. Τῶν μὲν γὰρ οἰκετῶν πυρεττόντων, καὶ ἰατροὺς καλοῦμεν, καὶ οἰκίαν
PG 58:684ἀφορίζομεν, καὶ τοῖς νόμοις πείθεσθαι τῆς τέχνης ἐκεί-νης καταναγκάζομεν· καὶ ἀμελουμένων τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυ-μίαν ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κά-μνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκο-μεν, ἀλλ’ ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ’ ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσα-σθαι ἐπιμέλειαν. Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν. Ἐπίδειξον αὐτὴν Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην. Ἄκουσον παρ’ αὐτῶν τί δεῖ ποιεῖν τὸν οὕτω κάμνοντα· πάντως ἐροῦσι, καὶ οὐκ ἀποκρύψονται. Οὐ γὰρ δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται. Ἀλλ’ οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη; Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγει-ρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα τοῖς ἰατροῖς καταθεῖναι τούτοις· οὔτε γὰρ αὐτοὶ μισθὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν, οὔτε ὑπὲρ φαρμάκων, ὧν κατα-σκευάζουσιν, εἰς ἀνάγκην σε δαπάνης ἐμβάλλουσι, πλὴν τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων· ὅταν ἀπέχεσθαι μέ-θης, εὐπορώτερόν σε ποιοῦσιν. Εἶδες ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ’ αὐτῶν τοῦ νοσήματός σου τὴν φύσιν. Οἷον, ἐρᾷς χρημάτων πολλάκις καὶ πλεον-εξίας, ὥσπερ οἱ πυρέττοντες ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπί-πτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυ-θίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀλλ’ ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος· Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μό-νον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν ἕτερά τινα ἐπινοοῦσιν, οὕτω καὶ οὗτος μετοχετεύει τὴν ἐπιθυμίαν. Βούλει πλουτεῖν; φη-σίν. Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐ-δὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ αὐτὸς, συντομώτερον μὲν, ἅτε βρα-χυλογίας ἐπιμελούμενος, σαφέστερον δὲ πολλῷ καὶ δυ-νατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαρ-γυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορι-σμὸς μέγας, φησὶν, ἡ αὐτάρκεια μετ’ εὐσεβείας. Εἰ δὲ δυσανασχετεῖς, καὶ πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως
ἀῤῥώστῳ, καὶ τούτοις πῶς χρήσασθαι δεῖ. Ἵνα οἱ χαί-

Homily LXXVHomilia LXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:685ροντες ἐπὶ κτήμασιν, ὡς μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. Εἶδες οἷα ἐπι-τάττει; Βούλει καὶ ἕτερον ἐπεισαγάγω τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις ἀντιφιλοτιμούμενοι ἀλλή-λοις κατέδυσαν τὸν ἀῤῥωστοῦντα. Ἀλλ’ οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται Διδάσκαλος ὁ Χριστός. ε. Ὅρα γοῦν εἰσελθόντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ τοῦ νοσήματος τούτου· μᾶλλον δὲ τὸν Διδάσκαλον δι’ αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δου-λεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦ-θεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέ-πτουσιν. Εἶδες πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν λυμαι-νομένων, ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐν-ταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα ἀν-άλωτα; Ἂν γὰρ μεταθῆτε τὸν πλοῦτον ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐ-πορίᾳ. Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέ-σον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ’ ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα κύριον. Εἶτα δεικνὺς ὅτι εὔκολα τὰ ἐπιτάγματα, φησὶν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ. Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώ-σκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυ-νατὰ παρὰ τῷ Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί
PG 58:686σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι χρημάτων, καὶ πλεονεξίας ἐραστήν. Πῶς οὖν δυνατὸν τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος ἐπιθυμίαν ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα τὴν ἀναγκαίαν. Δείκνυσί σοι μετὰ τούτων καὶ τοῦτον αὐτὸν τὸν τε-λώνην, τὸν σφόδρα κατεχόμενον τῷ πυρετῷ τῆς πλεον-εξίας, ταχέως ἀπαλλαγέντα. Τί γὰρ τελώνου καπηλικώ-τερον; ἀλλ’ ὅμως γέγονεν ἀκτήμων ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθη-τὰς τοιούτους ἔχει, ταῦτα νοσήσαντας τὰ νοσήματα ἅπερ ἡμεῖς, καὶ ὑγιάναντας ταχέως. Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων ὧν ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν Ἰησοῦν. Ἀλλ’ ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρη-μάτων; Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλα-σίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων οὐκ ἐφιέμενος, ἀλλ’ οὐδὲ τῶν ἀναγκαίων πολ-λάκις. Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος καὶ στε-φανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳ-στώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν, ἂν γευσώμεθα ὡς χρὴ τῶν καρπῶν τῶν πνευ-ματικῶν, λοιπὸν οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ μέθῃ καλλίστῃ τῇ τῶν μελλόντων ἐπιθυ-μίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπι-τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:685ΟΜΙΛΙΑ ΟΕ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρη-μος, καὶ μυρία ἔμπροσθεν προανεφώνησεν αὐτοῖς χα-λεπά· εἶτα οἱ μαθηταὶ ταῦτα ἀκούσαντες, ὥσπερ θαυ-μάζοντες προσῆλθον ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐ-κέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήτ-τεσθε; Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφα-σις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ,
PG 58:686ταῦτα ἔλεγεν· ἢ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν προσῆλθον οἱ μα-θηταὶ κατ’ ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Διὰ τοῦτο κατ’ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρω-
PG 58:687τῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέ-τρον καὶ Ἰωάννην, ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι. Μελλή-σετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν, καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς χα-λεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν, καὶ κελεύων διπλῇ νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλο-γιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος
τῶν καταληψομένων κακῶν βιασθῆναι. Διπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ’ ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ ταραχῇ πραγμάτων, καὶ φοβουμένων καὶ ταραττομένων ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀν-θεῖν, καὶ πόλεων ἁλισκομένων, καὶ στρατοπέδων καὶ ὅπλων κινουμένων, καὶ πολλῶν εὐκόλως πιστευομένων. Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μα-κρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν καὶ ταῦτα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, προλέγει ταῦτα πάντα. Εἶτα δεικνὺς ὅτι καὶ αὐτὸς συνεπιθήσεται Ἰουδαίοις καὶ πο-λεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν τοῖς ἀνθρώποις οὖσαν συνήθειαν, ἀλλ’ ἐκ τῆς ἄνωθεν ὀργῆς. Διὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες, νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα, ἐπήγα-γεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέ-σθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ’ ἐμοῦ εἰρημένων· ἀλλ’ ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα ἐπειδὴ εἶπε τοῖς Ἰουδαίοις· Οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ᾤοντο δὲ οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ καὶ τὴν συντέλειαν ἔσεσθαι. καὶ ταύτην διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν· Ἀλλ’ οὔπω τὸ τέλος. Ὅτι γὰρ οὕτως ὡς ἔφην ὑπώπτευον, ἐκ τῆς ἐρωτήσεως αὐτῶν μάνθανε. Τί γὰρ ἠρώτησαν; Πότε ταῦτα ἔσται; τουτέστι, Πότε τὰ Ἱεροσόλυμα ἀπ-ολεῖται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ
PG 58:688τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς δὲ οὐδὲν εὐθέως πρὸς τὴν ἐρώτησιν ἀπεκρίνατο ταύτην, ἀλλὰ πρότερον ἐκεῖνα τὰ κατεπείγοντα λέγει, καὶ ἃ πρῶτα μαθεῖν ἐχρῆν. Οὔτε γὰρ περὶ Ἱεροσολύμων εὐθέως, οὔτε περὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας εἴρηκεν· ἀλλὰ περὶ τῶν ἐπὶ θύραις ἀπαντησομένων κακῶν. Διὸ καὶ ἐναγω-νίους αὐτοὺς ποιεῖ λέγων· Βλέπετε μή τις ὑμᾶς πλα-νήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός. Εἶτα διεγείρας αὐτοὺς εἰς τὴν περὶ τούτων ἀκρόασιν· ( Βλέπετε γὰρ, φησὶ, μή τις ὑμᾶς πλανήσῃ· ) καὶ ἐναγωνίους ποιήσας, καὶ νήφειν παρασκευάσας, καὶ εἰπὼν τοὺς ψευδοχρίστους πρότερον, τότε τὰ τῶν Ἱεροσολύμων λέγει κακὰ, ἀπὸ τῶν ἤδη γενομένων καὶ τὰ μέλλοντα ἀεὶ καὶ παρὰ τοῖς ἀνοήτοις καὶ φιλονείκοις πιστούμενος. β. Πολέμους δὲ καὶ ἀκοὰς πολέμων, ὅπερ καὶ ἔμ-προσθεν εἶπον, τὰς αὐτοῖς ἐπιούσας φησὶ ταραχάς. Εἶτα ἐπειδὴ, καθὼς καὶ προεῖπον, ἐνόμιζον μετ’ ἐκεῖνον τὸν πόλεμον ἥξειν τὸ τέλος, ὅρα πῶς αὐτοὺς ἀσφαλίζεται λέγων· Ἀλλ’ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ, φησὶν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Τὰ προοίμια λέγει τῶν Ἰουδαϊκῶν κακῶν. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· τουτέστι, τῶν συμβαινόν-των αὐτοῖς. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι Διὰ τὸ ὄνομά μου. Ἔσεσθε γὰρ, φησὶ, μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι· καὶ πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανή-σουσι πολλούς. Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνο-μίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπο-μείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοῦτο μεῖζον κακὸν, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ· πολλοὶ γὰρ ψευδάδελφοι γεγόνασιν. Εἶδες τριπλοῦν τὸν πόλεμον ὄντα, τὸν ἀπὸ τῶν πλάνων, τὸν ἀπὸ τῶν πολεμίων, τὸν ἀπὸ τῶν ψευδαδέλφων; Ὅρα καὶ Παῦλον τὰ αὐτὰ ἀπ-οδυρόμενον καὶ λέγοντα· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κίνδυνοι ἐν ψευδαδέλφοις· καὶ πάλιν· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχη-ματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Εἶτα πάλιν τὸ πάντων χαλεπώτερον, ὅτι οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης πα-ραμυθίαν ἕξουσιν. Εἶτα δεικνὺς ὅτι τὸν γενναῖον καὶ καρτερικὸν οὐδὲν ταῦτα λυμανεῖται, Μὴ φοβεῖσθε, φησὶ, μηδὲ ταράττεσθε. Ἂν γὰρ τὴν προσήκουσαν ὑπομονὴν ἐπιδείξησθε, οὐ περιέσται ὑμῶν τὰ δεινά. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ πάντως κηρυχθῆναι τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης· οὕτως ὑψηλότεροι ἔσεσθε τῶν δεινῶν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς οὖν ζησόμεθα; τὸ πλέον εἶπεν, ὅτι Καὶ ζήσεσθε καὶ διδάξετε πανταχοῦ. Διὸ καὶ ἐπήγαγε· Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος· τῆς συντελείας τῶν Ἱεροσολύμων. Ὅτι γὰρ ἐκεῖνο ἔλεγε, καὶ πρὸ τῆς ἁλώσεως τὸ Εὐαγγέλιον ἐκηρύχθη, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ πάλιν, Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντοσ
PG 58:689ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Καὶ ὁρᾷς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Σπανίαν τρέχοντα. Εἰ δὲ εἷς τοσοῦτον μέρος κατέλαβεν, ἐννόησον καὶ οἱ λοιποὶ πόσα εἰργάσαντο. Καὶ γὰρ καὶ ἑτέροις γράφων πάλιν ὁ Παῦλος ἔλεγε περὶ τοῦ Εὐαγγελίου, ὅτι Ἔστι καρπο-φορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τί δέ ἐστιν, Εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν; Ἐπειδὴ ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ, Εἰς μαρτύριον, φησὶ, τοῖς ἀπιστήσασι· τουτέστιν, εἰς ἔλεγχον, εἰς κατηγορίαν, εἰς μαρτυρίαν· οἱ γὰρ πιστεύσαντες καταμαρτυρήσουσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. Διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. Οἱ γὰρ ἰδόντες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην, ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες; Ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦ-λος· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως, ὅτι ἐν εἴκοσι ἢ καὶ τριά-κοντα ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. Μετὰ τοῦτο οὖν, φησὶν, ἥξει τὸ τέλος τῶν Ἱερο-σολύμων. Ὅτι γὰρ τοῦτο αἰνίττεται, τὸ ἑξῆς ἐδήλωσεν. Ἐπήγαγε γὰρ καὶ προφητείαν, πιστούμενος αὐτῶν τὸν ἀφανισμὸν, καὶ λέγων· Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου,
ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Παρ-έπεμψεν αὐτοὺς ἐπὶ τὸν Δανιήλ. Βδέλυγμα δὲ τὸν ἀν-δριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος φησὶν, ὃ ὁ ἐρημώ-σας τὴν πόλιν καὶ τὸν ναὸν ἔστησεν ἔνδον· διὸ καὶ ἐρη-μώσεως αὐτὸ καλεῖ. Εἶτα, ἵνα μάθωσιν, ὅτι καὶ ζώντων ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο ἔλεγεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως. γ. Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις και-ροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον αὐτοῖς, ὅτε ὁ Καῖσαρ ἐκέλευσεν ἅπαντας ἀπελαύνεσθαι. Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων ἐπαλλήλων γινομένων, καὶ πάντων ἄνωθεν τῶν συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων, καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων, καὶ πειρατῶν ὄν-των, καὶ τῶν ἔνδον ἀλλήλοις ἐπιβουλευόντων, ἀνθρώ-πους ἀπείρους τοῦ πλεῖν καὶ οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως ὡς εἶπον ταραττομένῳ, καταδύειν καὶ χειροῦσθαι. Καὶ γὰρ ὑπὸ ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰου-δαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκό-πελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις· καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάν-
PG 58:690τα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παρα-στῆναι μὴ δυναμένη. Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων ἀρχῇ μισητὸν τὸ Ἰουδαίων γένος ἦν, ἅτε μυρία πράγ-ματα αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ’ ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύ-ριστο, καὶ μυρία τοὺς οἰκοῦντας διέθηκε κακά· οἱ δὲ ἐντεῦθεν ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδό-ξων πραγμάτων Μυριάδας ἀπείρους Ἰουδαίων τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ δώδεκα ἀνδρῶν οὐ περιεγέ-νοντο, γυμνῶν, ἀόπλων μαχομένων αὐτοῖς. Τίς παρα-στῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιο-πίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομέ-νων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λε-γόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούν-των ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο, ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν φιλουμένων ἀπῆγον, καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, τα-ραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν εἰρημένων ἦν, ἱκανῶς πάντα διαταράξαι. Εὔκαιρον εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν τοὺς καθ’ ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ’ εἰς οἰκίαν μι-κρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι’ αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν, καταλεύοντες αὐτὸν ἀναιρήσουσιν· Ἂν δὲ καὶ εὐκατα-φρόνητος ᾖ, καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν τοὺς τρυφῶντας κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔ-δηλον ὅτι παντάπασιν ἀπολεῖται; Ἀλλ’ ὅμως τοῦτο, ὅπερ ἀδύνατον ἐν οἰκίᾳ γενέσθαι μιᾷ, τοῦτο ἐν τῇ οἰκου-μένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θα-λάττης πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς σεισμοὺς, τὰς ἄλλας τραγῳδίας, τὴν ἱστορίαν τὴν περὶ τούτων Ἰωσήπῳ συγ-κειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθή-
PG 58:691σεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέν-τας τῷ φόβῳ τῶν εἰρημένων, συστρέφει λέγων, ὅτι κἂν μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον παν-ταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος. δ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδο-προφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς ἐπάγων· τέταρτος, ὁ τοὺς λοιμοὺς καὶ σεισμούς· πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· ἕβδομος, Παρα-δώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐν-ταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελ-φοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παρά-δοξα; Ἀλλ’ ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πό-λεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς γενέσεως τὴν τυραννίδα ἐπιτειχίζοντες, καὶ τῶν καιρῶν τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον; Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν παρῆλθον· ἀλλὰ τοῦτο οὐδὲ πλάσασθαι δύνανται. Ποίαν τοίνυν περιφορὰν εἴποιτ’ ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε. Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔ-δωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα ὁ δαίμων, καὶ μετα-τίθησιν. Ἀλλ’ οὐκ ἐπὶ τῶν ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ’ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ’ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν
δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γέ-νεσις; Οὐδὲν ἕτερον ἀλλ’ ἢ ἀδικία καὶ σύγχυσις, καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα. Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρε-σθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων, οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν. Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμ-
PG 58:692μένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκε-χαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξ-αλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων τοῦ τὰ βλάπτοντα προσάγοντος πολλῷ βελτίων ἐστί· καὶ ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ’ ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοί-νυν ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ’ ἀνεχώμεθά τινα καὶ ἀγνοεῖν· ἵν’ ὅταν εὕρωμεν διδάσκαλον, μὴ διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν, τῷ περιπεσεῖν ἁπλῶς πονηροῖς δόγμασιν. Οὐδὲ γὰρ ὅμοιος ὁ ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι. Ἐκεῖ μὲν γὰρ ἀνα-τρέψαι δεῖ πρότερον, καὶ τότε ἕτερα ἐνθεῖναι· ἐνταῦ-θα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλου-τεῖ; Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ Θεοῦ διδόντος, πολλοὶ δὲ συγχωροῦντος, πλοῦτον ἐκτήσαντο. Οὗτος γὰρ σύντο-μος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγ-χωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν; Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ’ ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλου-σίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος τῷ Λαζάρῳ; Ἀλλ’ ὅμως ἁπάντων ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι’ αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ’ ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ’ ὁ εὐπορώ-τερος χαλεπώτερον. ε. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἀδίκως πλουτοῦντα εὐημεροῦντα, στέναξον, δάκρυσον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ βουλόμενοι μετανοεῖν, θη-σαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μεί-ζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος Δαυὶ̈δ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο μάλι-στα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου, καὶ πάντα τὸν οἶκον Ἰς-ραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν ἐναντίον μου; Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κο-λάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα ἓν, ἡ πορνεία, καὶ σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ’ ἐμαυ-

Homily LXXVIHomilia LXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:693τοῦ, ἀλλ’ ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως κολάζεται· καὶ τοῦτο ὁ Παῦλος δεί-κνυσιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπ-ολοῦνται. Ἐπόρνευσέ τις μετὰ τὸν νόμον; χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νό-μου κριθήσονται. Ἐπόρνευσέ τις ἱερεὺς ὤν; προσθή-κην ἀπὸ τῆς ἀξίας εἰς τὴν τιμωρίαν λαμβάνει μεγίστην. Διὰ δὴ τοῦτο αἱ μὲν ἄλλαι ἀνῃροῦντο πορνευόμεναι· αἱ δὲ τῶν ἱερέων θυγατέρες κατεκαίοντο, τοῦ νομοθέτου ἐκ περιουσίας δηλοῦντος, ὅση τὸν ἱερέα μένει κόλασις τοῦτο ἁμαρτάνοντα. Εἰ γὰρ τὴν θυγατέρα μείζονα ἀπῄτησε δίκην διὰ τὸ ἱερέως εἶναι θυγατέρα, πολλῷ μᾶλλον αὐτὸν τὸν ἱερωμένον. Ἐπορνεύθη τις βιαίως; αὕτη καὶ ἀπήλ-λακται κολάσεως· ἐπορνεύθη τις πλουτοῦσα, ἑτέρα δὲ πενομένη; πάλιν καὶ ἐνταῦθα διαφορά. Καὶ τοῦτο δῆλον, ἀφ’ ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ τοῦ Δαυί̈δ. Ἐπόρ-νευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ; ἂν ἀμύη-τος ἀπέλθῃ, πάντων ἐκείνων χαλεπωτέραν δώσει δί-κην. Ἐπόρνευσέ τις μετὰ τὸ λουτρόν; ἐνταῦθα οὐδὲ παραμυθία λοιπὸν τῷ ἁμαρτήματι λείπεται. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρ-τυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθή-σεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Ἐπόρνευσέ τις ἱερωμένος νῦν; αὕτη μάλιστα πάντων ἡ κορυφὴ τῶν κακῶν. Εἶδες ἑνὸς ἁμαρτήματος πόσαι διαφοραί; Ἑτέρα ἡ πρὸ τοῦ νόμου, ἄλλη ἡ μετὰ τὸν νόμον, ἡ τοῦ ἱερωμέ-νου ἄλλη, ἡ τῆς πλουτούσης καὶ τῆς πενομένης, τῆς κατηχουμένης καὶ τῆς πιστῆς, τῆς τοῦ ἱερέως. Καὶ ἀπὸ συνέσεως δὲ πολλὴ ἡ διαφορά· Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολ-λάς. Καὶ τὸ μετὰ τὰ παραδείγματα ἁμαρτάνειν πλείονα φέρει τὴν τιμωρίαν. Διὰ τοῦτό φησιν· Ὑμεῖς δὲ οὐδὲ ἰδόντες ὕστερον μετενοήσατε, καίτοι πολλῆσ
PG 58:694ἀπολαύσαντες θεραπείας. Διὰ τοῦτο καὶ τὴν Ἱερουσα-λὴμ τοῦτο ὀνειδίζει λέγων· Ποσάκις ἠθέλησα ἐπι-συναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; Καὶ τὸ ἐν τρυφῇ ὄντας· τοῦτο δὴ τὸ τοῦ Λαζάρου. Καὶ ἀπὸ τοῦ τόπου δὲ χαλεπώτερον τὸ ἁμάρτημα γίνεται· ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγε· Μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ ἀπὸ τῆς ποιότητος δὲ αὐτῶν τῶν πλημμελημάτων· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· καὶ πάλιν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο ὑπὲρ πάσας τὰς πορνείας σου καὶ τὰ βδελύγματά σου. Καὶ ἀπὸ τῶν προσώπων πάλιν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ τις εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ὅταν τοὺς πολλῷ χείρονάς τις ὑπερβαίνῃ τῇ ῥᾳθυμίᾳ· ὅπερ καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐγκαλεῖ· Οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐποίησας. Καὶ ὅταν μηδὲ τοῖς ἑτέρων παραδεί-γμασι σωφρονισθῇ τις· Εἶδε τὴν ἀδελφὴν αὐτῆς, φησὶ, καὶ ἐδικαίωσεν αὐτήν. Καὶ ὅταν πλείονος ἀπο-λαύσῃ ἐπιμελείας· Εἰ γὰρ ἐν Τύρῳ, φησὶ, καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αὗται, πάλαι ἂν μετενόησαν·
πλὴν ἀνεκτότερον ἔσται Τύρῳ καὶ Σιδῶνι, ἢ τῇ πό-λει ἐκείνῃ. Εἶδες ἀκρίβειαν ἀπηρτισμένην, καὶ πάν-τας τῶν αὐτῶν ἁμαρτημάτων οὐ τὴν αὐτὴν διδόντας δί-κην; Καὶ γὰρ ὅταν μακροθυμίας ἀπολαύσαντες μηδὲν κερδάνωμεν, χείρονα πεισόμεθα. Καὶ τοῦτο δηλοῖ Παῦ-λος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα-νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ταῦτ’ οὖν εἰδότες, μὴ σκανδαλιζώμεθα, μηδὲ θορυβώμεθα μη-δενὶ τῶν γινομένων, μηδὲ τὴν τῶν λογισμῶν ἐπεισάγω-μεν ζάλην· ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας παραχωροῦντες, ἀρετῆς ἐπιμελώμεθα, καὶ φεύγωμεν κακίαν· ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:693ΟΜΙΛΙΑ Ο. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. α. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψο-μένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκου-μένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖ-ται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παρ-ιστῶν αὐτοῦ τὸ ἀφόρητον. Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη. Τότε, πότε; Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ. Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέ-γειν. Φεύγετε τοίνυν τότε, φησίν· οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν. Ἐπειδὴ γὰρ συνέβη πολλάκις αὐ-τοὺς ἀνενεγκεῖν ἐν πολέμοις χαλεποῖς, οἷον ἐπὶ τοῦ Σε-ναχηρεὶμ, ἐπὶ Ἀντιόχου πάλιν· (καὶ γὰρ καὶ τότε στρα-τοπέδων ἐπεισελθόντων καὶ τοῦ ναοῦ προκαταληφθέντος, συστραφέντες οἱ Μακκαβαῖοι μετέστησαν εἰς τὸ ἐναντίον τὰ πράγματα·) ἵνα οὖν μὴ καὶ νῦν τοῦτο ὑποπτεύσω-
PG 58:694σιν, ὅτι ἔσται τις μεταβολὴ τοιαύτη, πᾶν τὸ τοιοῦτον αὐτοῖς ἀπαγορεύει. Ἀγαπητὸν γὰρ, φησὶ, τὸ γυμνῷ τῷ σώματι σωθῆναι λοιπόν. Διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια, τὰ ἄφευκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέ-ραντον συμφοράν· καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάν-τως ἀπολέσθαι. Διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ προστί-θησι λέγων, Μηδὲ οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμά-τια αὐτοῦ. Εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλ-λον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις· ταῖς μὲν, διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμένας· ταῖς δὲ, διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παι-δίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα. Χρη-μάτων μὲν γὰρ καὶ καταφρονῆσαι εὔκολον καὶ προνοῆ-σαι ῥᾴδιον, καὶ ἱματίων· τὰ δὲ ἀπὸ τῆς φύσεως πῶς ἄν τις διαφύγοι; πῶς ἂν ἡ ἔγκυος γένοιτο κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος ὑπεριδεῖν; Εἶτα πά-λιν δεικνὺς τὸ μέγεθος τῆς συμφορᾶς, φησί· Προσεύχε-σθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ ἐν σαββάτῳ. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα
PG 58:695οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Ὁρᾷς ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγε-ται; Οὐ γὰρ δὴ οἱ ἀπόστολοι ἔμελλον Σάββατον τηρεῖν, ἢ ἐκεῖ ἔσεσθαι, ἡνίκα Οὐεσπασιανὸς ταῦτα ἔπραξε. Καὶ γὰρ ἔφθασαν προαπελθόντες οἱ πλείους· εἰ δέ τις ἀπ-ελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε μέρεσι τότε. Διατί δὲ μηδὲ χειμῶνος, μηδὲ Σαββάτου; Χειμῶνος μὲν, διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· Σαββάτου δὲ, διὰ τὴν αὐθεντίαν τὴν ἀπὸ τοῦ νόμου. Ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν Σαββάτῳ τότε Ἰουδαῖοι φεύγειν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι τὸ τοιοῦτον εὔκολον, διὰ τοῦτο, Προσεύχεσθε, φησίν. Ἔσται γὰρ τότε θλῖψις, οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ μή τις νομίσῃ τοῦτο ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου γράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι πιστὸς ὢν ὁ ἄνθρωπος εἰς τὸ συ-στῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν. Καὶ γὰρ καὶ Ἰουδαῖος ἦν, καὶ σφόδρα Ἰουδαῖος, καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. Τί οὖν οὗτός φη-σιν; Ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. Τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μη-τράσι περιμάχητον εἶναι τὴν παιδοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι· πολλοὺς δὲ καὶ νεκροὺς γε-νομένους κατὰ μέσας ἀναῤῥήγνυσθαι τὰς γαστέρας ἔφη. Ἡδέως ἂν οὖν ἐροίμην Ἰουδαίους, πόθεν οὕτω θεήλατος ὀργὴ καὶ ἀφόρητος ἦλθεν ἐπ’ αὐτοὺς, καὶ πασῶν ἔμπρο-σθεν γενομένων, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης χαλεπωτέρα; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ τοῦ σταυροῦ τόλμημα καὶ τὴν ἀπόφασιν ταύτην; Ἅπαντες εἴποιεν ἂν, καὶ μετὰ πάντων καὶ πρὸ πάντων αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια. Θέα δέ μοι τὴν ὑπερβολὴν τῶν κακῶν, ὅταν μὴ πρὸς τὸν ἔμπροσθεν χρόνον παραβαλ-λόμενα χαλεπώτερα φαίνηται, ἀλλὰ καὶ πρὸς τὸν ἐπιόντα ἅπαντα. Οὔτε γὰρ ἐν τῇ οἰκουμένῃ πάσῃ, οὔτε ἐν τῷ χρόνῳ παντὶ, τῷ γενομένῳ τῷ τε ἐσομένῳ, δυνήσεταί τις εἰπεῖν τοιαῦτα κακὰ γεγενημένα. Καὶ μάλα εἰκό-τως. Οὐδὲ γὰρ ἐτόλμησέ τις ἀνθρώπων, οὐ τῶν πώ-ποτε, οὐ τῶν μετὰ ταῦτα, τόλμημα οὕτω παράνομον καὶ φρικῶδες. Διὰ τοῦτό φησιν· Ἔσται θλῖψις οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἀπὸ τούτων δείκνυσιν αὐτοὺς χαλεπωτέρας τιμωρίας ἀξίους ὄντας τῆς εἰρημένης, ἡμέρας νῦν λέγων τὰς τοῦ πολέμου καὶ τῆς πολιορκίας ἐκείνης. Ὃ δὲ λέγει, τοιοῦ-τόν ἐστιν· Εἰ ἐπὶ πλέον ἐκράτησε, φησὶν, ὁ πόλεμος Ῥω-μαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰου-δαῖοι (πᾶσαν γὰρ σάρκα ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγει)· καὶ οἱ ἔξω, καὶ οἱ ἔνδον. Οὐ γὰρ δὴ μόνον τοῖς ἐν Ἰου-δαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττόν τε καὶ ἤλαυνον, διὰ τὸ πρὸς ἐκείνους μῖσος. β. Τίνας δὲ ἐνταῦθά φησι τοὺς ἐκλεκτούς; Τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα καὶ τὸ προς-κυνεῖσθαι τὸν Χριστὸν ταῦτα γέγονε τὰ κακὰ, δείκνυ-σιν ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ’ εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόῤῥιζοι ἂν ἀπ-ώλοντο ἅπαντες. Εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον, οὐδ’ ἂν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐ-
PG 58:696τῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. Διὰ τοῦτό φησι· Διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται. Ταῦτα δὲ ἔλεγε, κατα-λιμπάνων παραμυθίαν τοῖς ἐν μέσῳ ἀπειλημμένοις αὐτῶν, καὶ διδοὺς ἀναπνεῦσαι, ἵνα μὴ φοβῶνται ὡς
συναπολούμενοι. Εἰ δὲ ἐνταῦθα τοσαύτη αὐτῶν πρόνοια, ὡς δι’ αὐτοὺς καὶ ἑτέρους σώζεσθαι, καὶ τῶν ἀπίστων λείψανα γίνεσθαι Ἰουδαίων διὰ Χριστιανοὺς, πόση ἐν τῷ καιρῷ τῶν στεφάνων ἡ τιμή; Ἐντεῦθεν αὐτοὺς καὶ παρεμυθεῖτο μὴ ἀλγεῖν ἐπὶ τοῖς οἰκείοις κινδύνοις, ὅπου γε καὶ ἐκεῖνοι τοιαῦτα πάσχουσι, καὶ ἐπ’ οὐδενὶ κέρδει, ἀλλ’ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς. Οὐ παρεμυθεῖτο δὲ μόνον, ἀλλὰ καὶ ἀπῆγε τῶν Ἰουδαϊκῶν ἐθῶν λοιπὸν λανθανόντως καὶ ἀνυπόπτως. Εἰ γὰρ οὐκ ἔσται μεταβολὴ λοιπὸν, οὐδὲ ὁ ναὸς στήσεται, εὔδηλον ὅτι καὶ ὁ νόμος παυθήσεται. Ἀλλὰ φανερῶς μὲν τοῦτο οὐκ εἶπε, διὰ δὲ τῆς παντελοῦς αὐτῶν ἀπ-ωλείας τοῦτο ᾐνίξατο. Φανερῶς δὲ οὐκ εἶπεν, ἵνα μὴ πρὸ καιροῦ πλήξῃ. Διὸ οὐδὲ ἀρχόμενος προηγουμένως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον· ἀλλὰ ταλανίσας πρῶτον τὴν πόλιν, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τῆς τε ἐπιδείξεως τῶν λίθων καὶ τῆς ἐρωτήσεως, ἵνα ὡς αὐτοῖς ἀποκρινόμενος πρὸς τὴν ἐρώτησιν ἅπαντα προ-αναφωνήσῃ τὰ μέλλοντα. Σὺ δέ μοι σκόπει Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν· (καὶ γὰρ καὶ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν·) ἀλλ’ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες, καὶ μηδὲν τού-των ἑωρακότες, αὐτοὶ γράφουσιν, ὥστε πανταχόθεν διαλάμπειν τῆς προῤῥήσεως τὴν ἰσχύν. Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχρι-στοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλε-κτούς. Ἰδοὺ προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώ-που. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτῆς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις πᾶσι. Τότε, πότε; Ἐνταῦθα, ὃ πολλάκις εἶπον, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων τὸ, Τότε· ὅπου γοῦν ἀκολουθίαν ἐβούλετο εἰπεῖν, ἐπήγαγεν, Εὐ-θέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ, Τότε· οὐ τὰ μετὰ ταῦτα εὐθέως δηλῶν, ἀλλὰ τὰ ἐν τῷ καιρῷ, ᾧ μέλλει ταῦτα γίνεσθαι, ἅπερ ἔμελλε λέγειν. Οὕτω καὶ ὅταν λέγῃ, Ἐν ἐκεί-ναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, οὐ τὸν ἑξῆς εὐθέως λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ’ ὃν ταῦτα ἐγίνετο, ἅπερ ἐρεῖν ἔμελλε. Καὶ γὰρ περὶ τῆς γεννήσεως διαλεχθεὶς τοῦ Ἰησοῦ, καὶ τῆς τῶν μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώ-δου, εὐθέως φησίν· Ἐν ἐκείναις ταῖς ἡμέραις παρα-γίνεται Ἰωάννης ὁ Βαπτιστής· καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη. Ἀλλ’ ἔθος τοῦτο τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώ-σεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντε-λείας, λέγει τὸν ὀλίγῳ πρὸ τῆς συντελείας. Τότε οὖν
PG 58:697ἐάν τις ὑμῖν εἴπῃ, φησὶν, Ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζε-ται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ. παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. Οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτω καὶ τότε φησίν· ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπά-σης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ μὴ λανθανόντως παραγί-νεσθαι. Σκόπει δὲ πῶς ἐνταῦθα οὐδὲν περὶ πολέμου διαλέγεται· τὸν γὰρ περὶ τῆς παρουσίας αὐτοῦ διευκρι-νεῖ λόγον· ἀλλὰ περὶ τῶν ἀπατᾷν ἐπιχειρούντων. Οἱ μὲν γὰρ ἐπὶ τῶν ἀποστόλων τοὺς πολλοὺς ἠπάτων· Ἐλεύσονται γὰρ, φησὶ, καὶ ἀπατήσουσι πολλούς· οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ἦσαν πικρότεροι. Δώσουσι γὰρ, φησὶ, σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλε-κτούς. Ἐνταῦθα τὸν ἀντίχριστόν φησι, καὶ δείκνυσί τινας καὶ διακονησομένους αὐτῷ· περὶ οὗ καὶ Παῦλος οὕτω φησί. Καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν· Οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Καὶ ὅρα πῶς ἀσφαλί-ζεται. Μὴ ἐξέλθητε, φησὶ, εἰς τὴν ἔρημον, μὴ εἰσέλ-θητε εἰς τὰ ταμεῖα. Οὐκ εἶπεν, Ἀπέλθετε καὶ μὴ πιστεύσητε· ἀλλὰ, Μὴ ἐξέλθητε, μηδὲ ἀπέλθητε. Καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη, διὰ τὸ καὶ σημεῖα γίνε-σθαι ἀπάτης. γ. Εἰπὼν τοίνυν πῶς ἐκεῖνος παραγίνεται, οἷον ὅτι ἐν τόπῳ, λέγει πῶς καὶ αὐτός. Πῶς οὖν αὐτός; Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Πῶς οὖν ἡ ἀστραπὴ φαίνεται; Οὐ δεῖται ἀπαγγέλλοντος, οὐ δεῖται κήρυκος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ ταῖς ἐν θαλάμοις, ἐν ἀκα-ριαίᾳ ῥοπῇ κατὰ τὴν οἰκουμένην δείκνυται πᾶσαν. Οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινο-μένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. Λέγει δὲ καὶ ἕτερον σημεῖον· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί· τὸ πλῆθος τῶν ἀγγέλων, τῶν μαρτύρων, τῶν ἁγίων ἁπάντων δηλῶν. Εἶτα λέγει θαύματα φοβερά. Τίνα δέ ἐστι τὰ θαύματα; Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκεί-νων, φησὶν, ὁ ἥλιος σκοτισθήσεται. Θλῖψιν ποίων λέγει ἡμερῶν; Τοῦ ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν. Θλῖψις γὰρ τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. Ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. Εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. Διὰ τοῦτο οὐκ εἶπε, μετὰ τὴν θλῖψιν, ἀλλ’, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται. Οἵ τε γὰρ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς παρέσται. Καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην. Πῶς δὲ παραγίνεται; Μετασχηματιζο-μένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ Ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· Καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης;
PG 58:698Καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ μάλα εἰκότως, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην. Εἰ γὰρ ὅτε ἐγένετο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύ-μασαν· (Ὅτε γὰρ ἐγενήθη ἄστρα, ᾔνεσάν με, φησὶ, φωνῇ μεγάλῃ πάντες ἄγγελοι· ) πολλῷ μᾶλλον ὁρῶντες πάντα μεταῤῥυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἐκ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους λόγον ἀπαιτουμένους ἁπάντων ὧν ἔπραξαν, πῶς οὐ φρίξουσι καὶ σαλευθήσονται; Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου
ἐν τῷ οὐρανῷ· τουτέστιν, ὁ σταυρὸς, τοῦ ἡλίου φαιδρό-τερος ὤν· εἴγε ἐκεῖνος μὲν σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φαίνεται· οὐκ ἂν φανεὶς, εἰ μὴ πολλῷ τῶν ἡλια-κῶν ἀκτίνων φαιδρότερος ἦν. Τίνος δὲ ἕνεκεν τὸ σημεῖον φαίνεται; Ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τῶν Ἰουδαίων τὴν ἀναισχυντίαν. Καὶ γὰρ δικαίωμα μέγιστον ἔχων τὸν σταυρὸν, οὕτω παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μό-νον, ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνύς. Τότε κόψονται αἱ φυλαί. Οὐ γὰρ χρεία κατηγορίας, ὅταν ἴδωσι τὸν σταυρόν· καὶ κόψονται, ὅτι ἀποθανόντος οὐδὲν ὠφελήθησαν, ὅτι ἐσταύρωσαν ὃν προσκυνῆσαι ἔδει. Εἶδες πῶς ὑπέγραψε τὴν παρουσίαν αὐτοῦ φοβερῶς; πῶς ἀνέστησε τὰ φρονήματα τῶν μαθητῶν; Διά τοι τοῦτο πρότερον τὰ λυπηρὰ τίθησι, καὶ τότε τὰ χρηστὰ, ἵνα καὶ ταύτῃ αὐτοὺς παραμυθήσηται καὶ ἀναπαύσῃ. Καὶ περὶ τοῦ πάθους δὲ αὐτοὺς ὑπομιμνήσκει πάλιν καὶ τῆς ἀναστάσεως, καὶ μετὰ λαμπροῦ τοῦ σχήμα-τος μέμνηται τοῦ σταυροῦ, ὥστε μὴ αἰσχύνεσθαι αὐτοὺς, μηδὲ ὀδυνᾶσθαι, ὅπου γε ἀντὶ σημείου τότε ἔρχεται προβαλλόμενος αὐτόν. Ἄλλος δέ φησιν, ὅτι Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Διὰ δὴ τοῦτο κόψονται, ἰδοῦσαι ὅτι οὗτος ἐκεῖνός ἐστιν. Ἐπειδὴ δὲ καὶ σταυροῦ ἀνέμνησε, προσέθηκεν ὅτι Ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον, οὐκέτι ἐπὶ τοῦ σταυροῦ, ἀλλ’ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Μὴ γὰρ ἐπειδὴ τὸν σταυρὸν ἤκουσας, φησὶ, νομίσῃς πάλιν σκυθρωπὸν εἶναί τι· μετὰ γὰρ δυνάμεως ἥξει καὶ δόξης πολλῆς. Φέρει δὲ αὐτὸν, ἵνα αὐτοκατάκρι-τος αὐτῶν γένηται ἡ ἁμαρτία· ὥσπερ ἂν εἴ τις λίθῳ πληγεὶς, αὐτὸν ἐπιδείξειε τὸν λίθον, ἢ τὰ ἱμάτια ᾑμαγ-μένα. Καὶ ἐν νεφέλῃ ἔρχεται, ὡς ἀνελήφθη· καὶ ταῦτα ὁρῶσαι θρηνοῦσιν αἱ φυλαί. Οὐ μὴν μέχρι θρήνων στήσεται αὐτοῖς τὰ δεινά· ἀλλ’ ὁ μὲν θρῆνος ἔσται, ἵνα οἴκοθεν τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικά-σωσι· τότε δὲ πάλιν Ἀποστελεῖ τοὺς ἀγγέλους αὐ-τοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων τῶν οὐρανῶν ἕως ἄκρων αὐτῶν. Ὅταν δὲ τοῦτο ἀκούσῃς, ἐννόει τῶν μενόντων τὴν κόλασιν. Οὐδὲ γὰρ ἐκείνην δώσουσι τὴν δίκην μόνον, ἀλλὰ καὶ ταύτην. Καὶ ὥσπερ ἀνωτέρω ἔλεγεν, ὅτι ἐροῦσιν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· οὕτως ἐνταῦθα, ὅτι Κόψονται. Ἐπειδὴ γὰρ περὶ πολέμων αὐτοῖς διελέχθη χαλεπῶν, ἵνα μάθωσιν, ὅτι μετὰ τῶν ἐνταῦθα δεινῶν καὶ τὰ ἐκεῖ αὐτοὺς ἀναμένει βασανιστήρια, καὶ κοπτο-μένους εἰσάγει, καὶ χωριζομένους τῶν ἐκλεκτῶν, καὶ γεέννῃ παραδιδομένους· κἀντεῦθεν πάλιν τοὺς μαθητὰσ
PG 58:699διεγείρων, καὶ δεικνὺς, ὅσων μὲν ἀπαλλαγήσονται κακῶν, ὅσων δὲ ἀπολαύσονται ἀγαθῶν. δ. Καὶ τί δήποτε δι’ ἀγγέλων αὐτοὺς καλεῖ, εἰ οὕτω φανερῶς ἔρχεται; Τιμῶν αὐτοὺς καὶ ταύτῃ. Ὁ δὲ Παῦλος, ὅτι ἁρπαγήσονται ἐν νεφέλαις. Εἶπε δὲ καὶ τοῦτο, ὅτε περὶ ἀναστάσεως διελέγετο. Αὐτὸς γὰρ, φη-σὶν, ὁ Κύριος καταβήσεται ἀπ’ οὐρανοῦ ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Ὥστε ἀναστάντας μὲν συλλέξου-σιν ἄγγελοι, συλλεγέντας δὲ ἁρπάσουσιν αἱ νεφέλαι· καὶ ταῦτα πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ. Οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ’ αὐτὸς ἔρχεται ἐν σάλπιγγι. Καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; Πρὸς διανάστα-σιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῆς τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. Οἴμοι ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. Δέον ἡμᾶς χαίρειν ὅταν ταῦτα ἀκούωμεν, ἀλγοῦμεν, καὶ κατηφεῖς ἐσμεν, καὶ σκυθρωπάζομεν. Ἢ μόνος ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει; Ὡς ἔμοιγε καὶ φρίκη τις ὑπεισέρχεται λεγομένων τούτων, καὶ πι-κρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας. Οὐ-δὲν γὰρ τούτων πρὸς ἐμὲ, ἀλλ’ ἐκείνων τῶν μετὰ ταῦτα λεχθέντων, τῶν πρὸς τὰς παρθένους, τῶν πρὸς τὸν κα-ταχώσαντα τὸ τάλαντον ὅπερ ἔλαβε, τῶν πρὸς τὸν πο-νηρὸν δοῦλον. Διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς καὶ εἰς ἀεὶ, ἵνα μὴ μικρὸν σπουδάσωμεν. Εἰ μὲν γὰρ πόνος πολὺς ἦν καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτω πάντα ποιεῖν· πλὴν ἀλλὰ κἂν πρόφασίν τινα ἐδόκουν ἔχειν πολ-λοὶ τῶν ῥᾳθύμων, ψυχρὰν μὲν, ἐδόκουν δ’ οὖν ἔχειν, τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων, καὶ ὅτι μέγας ὁ πόνος, καὶ ἄπειρος ὁ χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτον ἔστι προβάλλεσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν και-ρὸν ἐκεῖνον, ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα, τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες καὶ τὰ ἀπόῤῥητα ἀγα-θά. Καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν. Ἐν γῇ ἀγω-νίζῃ, καὶ ἐν οὐρανοῖς ὁ στέφανος· ὑπὸ ἀνθρώπων κολά-ζῃ, καὶ ὑπὸ Θεοῦ τιμᾶσαι· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀπείρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ αἱ τιμαί. Καὶ χωρὶς δὲ τούτων κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι κἂν μὴ διὰ τὸν Χριστὸν ἑλώμεθά τι παθεῖν τῶν ὀδυνηρῶν, ἀνάγκη αὐτὰ καὶ ἄλ-λως ὑπομεῖναι πάντως. Οὐδὲ γὰρ ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ· οὐδὲ ἂν διὰ τὸν Χριστὸν μὴ ῥίψῃς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγ-κῃ σε δεῖ ποιῆσαι. Τοσοῦτον δὲ ἀπαιτεῖ προσεῖναι μόνον, τὸ δι’ αὐτὸν γίνεσθαι· ὡς τό γε συμβῆναι ταῦτα καὶ παρ-ελθεῖν, καὶ ἀπὸ τῆς κατὰ τὴν φύσιν ἀνάγκης γίνεται. Εἶδες πῶς εὔκολος ὁ ἀγών; Ἃ πάντως ἀνάγκη σε πα-θεῖν, ἑλοῦ παθεῖν δι’ ἐμέ· τοῦτο προσκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ὃ ἑτέρῳ μέλλεις δανείζειν χρυσίον, τοῦτο δάνεισον ἐμοὶ, καὶ ἐπὶ πλείοσι, καὶ ἐπὶ ἀσφαλείᾳ μείζονι· ὃ ἑτέρῳ μέλλεις στρατεύειν σῶμα, τοῦτο στράτευσον ἐμοί· καὶ γὰρ ὑπερβαίνω σου τοὺς πόνους ταῖς ἀντιδόσεσιν ἐκ πολλῆς τῆς περιουσίας. Σὺ δὲ ἐν μὲν τοῖς ἄλλοις τὸν τὸ πλέον παρέχοντα προτιμᾷς,
PG 58:700καὶ ἐν δανείσμασι, καὶ ἐν ἀγορασίᾳ, καὶ ἐν στρατείᾳ· τὸν δὲ Χριστὸν μόνον πλέον ἁπάντων παρέχοντα, καὶ ἀπείρως πλέον, τοῦτον οὐ καταδέχῃ. Καὶ τίς ὁ τοσοῦτος πόλεμος; τίς ἡ τοσαύτη ἀπέχθεια; Πόθεν λοιπὸν ἕξεις συγγνώμην καὶ ἀπολογίαν, οὐδὲ ἀφ’ ὧν ἀνθρώπους προ-τιμᾷς ἀνθρώπων, ἀπὸ τούτων ἀνεχόμενος τὸν Θεὸν προ-τιμῆσαι τῶν ἀνθρώπων; Τί τῇ γῇ παραδίδως τὸν θη-σαυρόν; Δὸς τῇ ἐμῇ χειρὶ, φησίν. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς Δεσπότης; Ἐκείνη τὸ καταβληθὲν ἀποδίδωσι, πολλάκις δὲ οὐδὲ τοῦτο· αὐτὸς δὲ καὶ μισθούς σοι ἀποδίδωσι τῆς φυλακῆς. Καὶ γὰρ σφόδρα ἡμῶν ἐρᾷ. Διὰ τοῦτο κἂν δανεῖσαι θέλῃς, ἕστη-κεν ἕτοιμος· κἂν σπεῖραι, αὐτὸς ὑποδέχεται· κἂν οἰκο-δομῆσαι θέλῃς, ἕλκει σε πρὸς ἑαυτὸν, Ἐν τοῖς ἐμοῖς, λέ-γων, οἰκοδόμει. Τί τρέχεις πρὸς τοὺς πένητας, πρὸς ἀν-θρώπους τοὺς πτωχεύοντας; Δράμε πρὸς τὸν Θεὸν, τὸν ὑπὲρ μικρῶν μεγάλα σοι παρέχοντα πράγματα. Ἀλλ’ ὅμως οὐδὲ ταῦτα ἀκούοντες ἀνεχόμεθα, ἀλλ’ ἔνθα μά-χαι, καὶ πόλεμοι, καὶ παγκράτια, καὶ δίκαι καὶ συκο-φαντίαι, ἐκεῖ σπεύδομεν. ε. Ἆρ’ οὖν οὐ δικαίως ἡμᾶς ἀποστρέφεται καὶ κολά-
ζει, ὅταν εἰς πάντα ἡμῖν ἑαυτὸν παρέχῃ, ἡμεῖς δὲ ἀντι-πίπτωμεν; Παντί που δῆλον. Εἴτε γὰρ καλλωπίσασθαι θέλεις, φησὶ, τὸν ἐμὸν καλλωπισμόν· εἴτε ὁπλισθῆναι, τὰ ἐμὰ ὅπλα· εἴτε ἐνδύσασθαι, τὸ ἱμάτιον τὸ ἐμόν· εἴτε τραφῆναι, τὴν τράπεζαν τὴν ἐμήν· εἴτε ὁδεῦσαι, τὴν ὁδὸν τὴν ἐμήν· εἴτε κληρονομῆσαι, τὴν κληρονομίαν τὴν ἐμήν· εἴτε εἰς πατρίδα εἰσελθεῖν, εἰς τὴν πόλιν, ἧς τε-χνίτης καὶ δημιουργὸς ἐγώ· εἴτε οἰκοδομῆσαι οἰκίαν, ἐν ταῖς σκηναῖς ταῖς ἐμαῖς. Ἐγὼ γὰρ ὧν δίδωμι οὐκ ἀπαι-τῶ σε μισθὸν, ἀλλὰ καὶ αὐτοῦ τούτου μισθόν σοι προς-οφείλω, ἂν τοῖς ἐμοῖς χρήσασθαι βουληθῇς ἅπασι. Τί ταύτης γένοιτ’ ἂν ἴσον τῆς φιλοτιμίας; Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέ-λῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δου-λεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγ-χάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέ-γονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέ-λεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κά-μνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; Τοῦτο γάρ ἐστιν εἰς τὸν παρόντα βίον πονεῖσθαι. Τί εἰς πῦρ ξαίνεις; τί τῷ ἀέρι πυκτεύεις; τί εἰκῆ τρέχεις; Οὐχὶ ἑκάστη τέχνη τέλος ἔχει; Παντί που δῆλον. Δεῖξόν μοι καὶ σὺ τῆς σπουδῆς τῆς βιωτικῆς τὸ τέλος. Ἀλλ’ οὐκ ἔχεις. Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἴωμεν εἰς τοὺς τάφους, δεῖξόν μοι τὸν πατέρα, δεῖξόν μοι τὴν γυναῖκα. Ποῦ ὁ χρυσᾶ ἐνδεδυμένος ἱμάτια; ὁ ἐπὶ τοῦ ὀχήματος καθήμενος; ὁ στρατό-πεδα ἔχων, ὁ τὴν ζώνην, ὁ τοὺς κήρυκας; ὁ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ ἐμβάλλων εἰς δεσμωτήριον; ὁ ἀπο-κτέννων οὓς ἐβούλετο, καὶ ἀπαλλάττων οὓς ἤθελεν; Οὐδὲν ὁρῶ πλὴν ὀστέων, καὶ σητὸς, καὶ ἀράχνης· πάντα

Homily LXXVIIHomilia LXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:701ἐκεῖνα γῆ, πάντα ἐκεῖνα μῦθος, πάντα ὄναρ καὶ σκιὰ, καὶ διήγημα ψιλὸν, καὶ γραφή· μᾶλλον δὲ οὐδὲ γραφή. Τὴν μὲν γὰρ γραφὴν κἂν ἐν εἰκόνι ὁρῶμεν· ἐνταῦθα δὲ οὐδὲ εἰκόνα. Καὶ εἴθε μέχρι τούτων τὰ δεινά Νυνὶ δὲ τὰ μὲν τῆς τιμῆς, καὶ τῆς τρυφῆς, καὶ τῆς περιφανείας, μέχρι σκιᾶς, μέχρι ῥημάτων· τὰ δὲ ἀπ’ αὐτῶν οὐκέτι μέχρι σκιᾶς καὶ ῥημάτων, ἀλλὰ μένει καὶ διαβήσεται μεθ’ ἡμῶν ἐκεῖ, καὶ πᾶσιν ἔσται δῆλα· αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, αἱ πορνεῖαι, αἱ μοιχεῖαι, τὰ μυρία δεινά· ταῦτα οὐκ ἐν εἰκόνι, οὐδὲ ἐν τέφρᾳ, ἀλλὰ γεγραμμένα ἄνω καὶ ῥήματα καὶ πράγματα. Ποίοις οὖν ὀψόμεθα τὸν Χριστὸν ὀφθαλμοῖς; Εἰ γὰρ πατέρα τις οὐκ ἂν ἤνεγκεν ἰδεῖν, συνειδὼς ἑαυτῷ ἡμαρτηκότι εἰς αὐτὸν, τὸν πα-τρὸς μᾶλλον ἀπείρως πραότερον ὄντα πῶς ἀντιβλέ-ψομεν τότε; πῶς οἴσομεν; Καὶ γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ πάντων ἀκριβὴς ἔσται ἐξέτα-σις. Εἰ δέ τις ἀπιστεῖ τῇ μελλούσῃ κρίσει, ὁράτω τὰ ἐν-ταῦθα, τοὺς ἐν τοῖς δεσμωτηρίοις, τοὺς ἐν τοῖς μετάλ-λοις, τοὺς ἐν ταῖς κοπρίαις, τοὺς δαιμονῶντας, τοὺσ
PG 58:702παραπαίοντας, τοὺς νόσοις ἀνιάτοις παλαίοντας, τοὺς πε-νίᾳ διηνεκεῖ πυκτεύοντας, τοὺς λιμῷ συζῶντας, τοὺς πένθεσιν ἀνηκέστοις βεβλημένους, τοὺς ἐν αἰχμαλω-σίαις. Οὐ γὰρ ἂν οὗτοι ταῦτα ἔπαθον νῦν, εἰ μὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς τὰ τοιαῦτα ἡμαρτηκότας ἔμελ-λεν ἀναμένειν τιμωρία καὶ κόλασις. Εἰ δὲ μηδὲν ἐν-ταῦθα ὑπέμειναν οἱ λοιποὶ, τοῦτο μὲν οὖν αὐτὸ σημεῖόν σε ποιεῖσθαι δεῖ τοῦ πάντως εἶναί τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Οὐ γὰρ ἂν ἁπάντων ὁ αὐτὸς ὢν Θεὸς τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἀφῆκεν ἀτιμωρήτους, τὰ αὐτὰ ἢ καὶ χαλεπώτερα πεπλημμεληκότας, εἰ μή τινα ἔμελλεν ἐκεῖ αὐτοῖς τιμωρίαν ἐπάγειν. Ἀπὸ τού-των τοίνυν τῶν λογισμῶν καὶ τῶν παραδειγμάτων καὶ ἡμεῖς ταπεινώσωμεν ἑαυτοὺς, καὶ οἱ τῇ κρίσει διαπι-στοῦντες πιστευέτωσαν λοιπὸν, καὶ βελτίους γινέσθω-σαν· ἵνα ἀξίως ἐνταῦθα τῆς βασιλείας βιώσαντες, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:701ΟΜΙΛΙΑ ΟΖ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. α. Ἐπειδὴ εἶπεν, ὅτι εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, αὐτοὶ δὲ τοῦτο ἐζήτουν μεθ’ ὅσον χρό-νον, καὶ αὐτὴν κυρίως τὴν ἡμέραν ἐπεθύμουν εἰδέναι, διὰ τοῦτο καὶ τὸ παράδειγμα τίθησι τῆς συκῆς, δεικνὺς ὅτι οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς καὶ ἡ παρουσία ἀπαν-τήσεται· ὅπερ οὖν οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων ἐδήλωσεν εἰπών· Γινώ-σκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος πνευματικὸν, καὶ γαλήνην κατ’ ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ τοῦ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. Οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικεν, ἵνα τὸ διάστημα δηλώσῃ· ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παρα-στῆσαι· ἀλλ’ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. Ὥσπερ γὰρ τοῦτο ἀνάγκη εἶναι, οὕτω καὶ ἐκεῖνο. Καὶ γὰρ ὅπουπερ ἂν ἐθέλῃ τὸ πάν-τως ἀποβησόμενον λέγειν, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει, καὶ αὐτὸς, καὶ ὁ μακάριος Παῦλος αὐτὸν μι-μούμενος. Διὰ τοῦτο καὶ περὶ ἀναστάσεως διαλεγόμενός φησιν· Ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅθεν καὶ ὁ μακάριος Παῦλος παιδευθεὶς, τῷ αὐτῷ κέχρηται ὑποδείγματι, Κορινθίοις περὶ ἀναστάσεως διαλεγόμενος. Ἄφρων γὰρ, φησὶ, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἶτα ἵνα μὴ ταχέως πάλιν ἐπ’ αὐτὸ ἔλθωσι, καὶ ἐρωτήσωσι, Πότε; εἰς μνήμην αὐτοὺς τῶν παρελθόντων ἐνάγει, λέ-γων· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Ταῦτα πάντα, ποῖα; εἰπέ μοι. Τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ τῶν λιμῶν, τὰ τῶν λοιμῶν, τὰ τῶν σεισμῶν, τὰ τῶν ψευδοχρίστων, τὰ τῶν ψευδοπροφητῶν, τὸ πανταχοῦ σπαρῆναι τὸ Εὐαγγέλιον, τὰς στάσεις, τὰς ταρα-
PG 58:702χὰς, τὰ ἄλλα πάντα, ἅπερ εἰρήκαμεν μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. Πῶς οὖν, φησὶν, εἶπεν, ἡ γενεὰ αὕτη; Οὐ περὶ τῆς τότε λέγων, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. Οἶδε γὰρ γενεὰν οὐκ ἀπὸ χρόνων χαρακτη-ρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ὅπερ γὰρ ἄνω ἔλεγε· Δεῖ γὰρ πάντα γε-νέσθαι· καὶ πάλιν, Κηρυχθήσεται τὸ Εὐαγγέλιον· τοῦτο καὶ ἐνταῦθα δηλοῖ λέγων, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη. Ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται, καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται, ταύτης δὲ οὐδὲν περιέσται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σει-
σμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδιδόντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. Εἶτα καὶ μᾶλλον αὐτοὺς εἰς πίστιν ἐνάγων, φησίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ-σεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανι-σθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. Καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ εὑρὼν ἀληθῆ (εὑρήσει γὰρ πάντως), ἀπὸ τῶν παρ-ελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω, καὶ πάντα ἐξ-εταζέτω μετὰ ἀκριβείας, καὶ ὄψεται τῶν πραγμάτων τὸ τέλος μαρτυροῦν τῇ τῆς προφητείας ἀληθείᾳ. Τὰ δὲ στοιχεῖα εἰς μέσον τέθεικεν, ὁμοῦ μὲν δηλῶν, ὅτι προ-τιμοτέρα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία· ὁμοῦ δὲ δημιουργὸν ἑαυτὸν καὶ ἐντεῦθεν δεικνὺς τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον ἤγαγε, τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον ἐνδεικνύ-μενος, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας δηλῶν, ὅτι Δεσπό-της ἐστὶ τοῦ παντὸς, καὶ ἐκ τούτων καὶ τοῖς σφόδρα ἀμφιβάλλουσιν ἀξιόπιστα τὰ εἰρημένα κατασκευάζων. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Τῷ μὲν εἰπεῖν, οὐδὲ οἱ ἄγγελοι, ἐπ-εστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τῷ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνον
PG 58:703μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. Ὅτι γὰρ διὰ τοῦτο τοῦτο εἴρηκεν, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέ-ρους εἶδε γενομένους, πῶς ἐπεστόμισε μειζόνως. Νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοι· φησὶν, Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ γὰρ σφόδρα ἔμελεν αὐτῷ τοῦ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι. Διὰ τοῦτο αὐτὸ τῷ Πατρὶ αὐτοῦ ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἀποτειχίζων τῇ πεύσει τὸ εἰρημένον· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ’ ἀγνοεῖ, πότε εἴσεται; Ἆρα μεθ’ ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς, ὡς ἐκεῖνος τὸν Υἱόν· τὴν δὲ ἡμέραν ἀγνοεῖ; Εἶτα, τὸ μὲν Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν τῆς κρίσεως οἶδεν; Ἀλλὰ τὸ μὲν πῶς δεῖ κρίνειν οἶδε, καὶ τὰ ἑκάστου ἀπόῤῥητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; Πῶς δὲ, εἰ Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὴν ἡμέραν ἠγνόησεν; Ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν· πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; β. Καὶ ὑμεῖς μὲν αὐτοῦ καὶ τὴν οὐσίαν εἰδέναι φατὲ, τὸν δὲ Υἱὸν οὐδὲ τὴν ἡμέραν, τὸν Υἱὸν, τὸν διαπαντὸς ἐν τῷ κόλπῳ ὄντα τοῦ Πατρός; καίτοι πολλῷ μείζων ἡ οὐσία τῶν ἡμερῶν, καὶ ἀπείρως μείζων. Πῶς οὖν τὸ μεῖζον ἑαυτοῖς διδόντες, οὐδὲ τὸ ἔλαττον συγχωρεῖτε τῷ Υἱῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι; Ἀλλ’ οὔτε ὑμεῖς ἴστε τί τὴν οὐσίαν ὁ Θεὸς, κἂν μυριάκις ταῦτα μαίνησθε· οὔτε ὁ Υἱὸς ἀγνοεῖ τὴν ἡμέραν, ἀλλὰ καὶ σφόδρα ἐπίσταται. Διά τοι τοῦτο πάντα εἰπὼν, καὶ τοὺς χρόνους, καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν, ( Ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις, φησίν·) ἀπεσίγησε τὴν ἡμέραν. Εἰ μὲν γὰρ ἡμέραν ζητοίης καὶ ὥραν, οὐκ ἀκούσῃ παρ’ ἐμοῦ, φησίν· εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀπο-κρυψάμενος ἐρῶ πάντα σοι μετὰ ἀκριβείας. Ὅτι μὲν γὰρ οὐκ ἀγνοῶ, διὰ πολλῶν ἔδειξα, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ ὅσον ἀπὸ τοῦδε τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς· (τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολή·) καὶ ἐπὶ τὰ πρόθυρά σε ἤγαγον αὐτά· εἰ δὲ μὴ ἀνοίγω σοι τὰς θύρας, καὶ τοῦτο συμ-φερόντως ποιῶ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο προστίθησι σημεῖον· Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυ-σμὸς, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρ-ουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ταῦτα δὲ εἶπε, δηλῶν ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων. Καὶ γὰρ ὁ Παῦλος τοῦτό φησιν, οὕτω γρά-φων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος· καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ
PG 58:704ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις; Τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ’, Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐ-τῶν ἐνδεικνύμενος, ὡς τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων. Ἀλλ’ οὐχ οἱ δίκαιοι, ἀλλ’ ἐν θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι. Διὸ καὶ μάλιστα ὑπόδειγμα τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον, φησὶν, ἀλλὰ προ-έκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κα-κὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν, φανεῖται μὲν ὁ ἀντίχρι-στος, μεθ’ ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ, καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων. Διὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, οὕτως αὐτοῖς παραστήσεται τὰ φο-βερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι ἀπιστηθέν. Διὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν. Μετὰ δὲ τῶν εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν ἄλλο σημεῖον τίθησι, δι’ ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέ-ραν, κατάδηλον ποιεῖ. Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παρα-λαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. Διὰ γὰρ τοῦτο εἶπε καὶ τὰς ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλί-νης, τοῦτο δηλῶν, ὅτι οὕτως ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλή-θουσαι, ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων. Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται καὶ παραλαμβά-νονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ
ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ’ ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες σώ-ζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησιν. Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ’, Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς. Διὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτι
PG 58:705διὰ τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Διὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται, πάντως ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν. γ. Ἵν’ οὖν μὴ ἐκείνην μόνον σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. Διὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ ὅσην περὶ χρήματα σπουδὴν πεποί-ηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκή-σωσι, γρηγοροῦσι, καὶ οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυλη-θῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως ἥ-ξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμέ-νοι, ὥστε μὴ ἀπαρασκευάστως ἐντεῦθεν ἀπενεχθῆναι. Διὰ τοῦτο ἐπ’ ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων. Ὥσπερ γὰρ ἐκεῖνος, εἰ ᾔδει, διέφυγεν ἄν· οὕτω καὶ ὑμεῖς, ἐὰν ἦτε ἕτοιμοι, διαφεύξεσθε. Εἶτα ἐπειδὴ εἰς τὴν τῆς κρίσεως ἐνέβαλε μνήμην, καὶ πρὸς τοὺς διδασκά-λους τρέπει τὸν λόγον λοιπὸν, περὶ κολάσεως καὶ τι-μῶν διαλεγόμενος· καὶ προτέρους θεὶς τοὺς κατορθοῦν-τας, εἰς τοὺς διαμαρτάνοντας τελευτᾷ, πρὸς τὸ φοβερὸν κατακλείων τὸν λόγον. Διὸ πρῶτον τοῦτό φησι· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν και-ρῷ αὐτῶν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Μὴ καὶ τοῦτο ἀγνοοῦντός ἐστιν; εἰπέ μοι. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Οὐδὲ ὁ Υἱὸς οἶδεν, ἀγνοεῖν αὐτὸν φῄς· ἐπειδὴ εἶπε, Τίς ἄρα, τί ἂν εἴποις; ἢ καὶ τοῦτο ἀγνοεῖν αὐτὸν φῄς; Ἄπαγε. Οὐδὲ γὰρ τῶν ἐξεστηκότων τοῦτο ἄν τις εἴποι· καίτοιγε ἐκεῖ καὶ αἰτίαν ἔστιν εἰ-πεῖν, ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Τί δὲ ὅταν λέγῃ, Πέτρε, φιλεῖς με; ἐρωτῶν, οὐδὲ τοῦτο ᾔδει; ἢ ὅταν λέγῃ, Ποῦ τεθείκατε αὐτόν; Καὶ ὁ Πατὴρ δὲ εὑρεθήσεται τοιαῦτα φθεγγόμενος. Καὶ γὰρ καὶ αὐτός φησιν· Ἀδὰμ, ποῦ εἶ; καὶ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πε-πλήθυνται πρός με. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συν-τελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ ἐν τῷ Εὐαγγελίῳ δὲ, Ἴσως ἐντραπήσονται τὸν υἱόν μου· ἅπερ ἅπαντα ἀγνοίας ῥήματα ἦν. Ἀλλ’ οὐκ ἀγνοῶν ταῦτα ἔλεγεν, ἀλλ’ οἰκονομῶν τὰ αὐτῷ πρέποντα· ἐπὶ μὲν τοῦ Ἀδὰμ, ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁ-μαρτίας· ἐπὶ δὲ τῶν Σοδομιτῶν, ἵνα ἡμᾶς παιδεύσῃ μηδέποτε ἀποφαίνεσθαι, πρὶν ἂν αὐτοῖς παραγενώμεθα τοῖς πράγμασιν· ἐπὶ δὲ τοῦ προφήτου, ἵνα μὴ δοκῇ ἡ πρόῤῥησις παρὰ τοῖς ἀνοήτοις ἀναγκαστική τις εἶναι
PG 58:706τῆς παρακοῆς· ἐπὶ δὲ τῆς παραβολῆς τοῦ Εὐαγγελίου, ἵνα δείξῃ ὅτι ὤφειλον τοῦτο ποιῆσαι καὶ ἐντραπῆναι τὸν υἱόν· ἐνταῦθα δὲ, καὶ ἵνα μὴ περιεργάζωνται, μηδὲ πολυπραγμονῶσι πάλιν, καὶ ἵνα δείξῃ τὸ σπάνιον καὶ πολύτιμον. Καὶ ὅρα πόσης ἀγνοίας ἐνδεικτικὸν τὸ ῥῆμα, εἴγε καὶ τὸν καθιστάμενον ἀγνοεῖ. Μακαρίζει μὲν γὰρ αὐτόν· Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος· οὐ λέγει δὲ, τίς ἐστιν οὗτος. Τίς γάρ ἐστι, φησὶν, ἄρα, ὃν καταστήσει ὁ κύριος αὐτοῦ; καὶ, Μακάριος ὃν εὑ-ρήσει ποιοῦντα οὕτως. Ταῦτα δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου, καὶ περὶ δυνάμεως, καὶ περὶ χαρισμάτων, καὶ περὶ πάσης οἰκονομίας, ἧς ἕκαστος ἐνεχειρίσθη. Αὕτη καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν ἡ παραβολή. Ἕκαστον γὰρ οἷς ἔχει πρὸς τὸ κοινῇ συμφέρον ἀποκεχρῆσθαι δεῖ. Κἂν σοφίαν ἔχῃς, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπ’ ἀπωλείᾳ ἑαυ-τοῦ. Διὰ δὴ τοῦτο ἀμφότερα ἀπαιτεῖ παρ’ αὐτοῦ, φρόνη-σιν καὶ πίστιν. Καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀνοίας γίνεται. Πιστὸν μὲν οὖν αὐτόν φησιν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ παρανάλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην· φρόνι-μον δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. Καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. Ἂν δὲ θάτε-ρον ἀπῇ, τὸ ἕτερον χωλεύει. Ἄν τε γὰρ πιστὸς ᾖ καὶ μὴ κλέπτῃ, ἀπολλύῃ δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα· ἄν τε εἰδῇ καλῶς οἰκονομεῖν, νοσφί-ζηται δὲ, πάλιν οὐχ ἡ τυχοῦσα κατηγορία. Ἀκούσωμεν καὶ οἱ τὰ χρήματα ἔχοντες ταῦτα. Οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν. Ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν πλοῦτον· τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. Ὅταν οὖν τῶν διδα-σκόντων σκορπιζόντων τὰ μείζονα, ὑμεῖς μηδὲ ἐν τοῖς ἐλάττοσι βούλησθε τὴν μεγαλοψυχίαν ἐπιδείκνυσθαι, μᾶλλον δὲ οὐδὲ μεγαλοψυχίαν, ἀλλ’ εὐγνωμοσύνην· (τὰ γὰρ ἀλλότρια δίδοτε·) ποία ἔσται ἀπολογία; Ἀλλὰ τέ-ως, πρὸ τῆς κολάσεως τῶν τὰ ἐναντία ποιούντων, τὴν τιμὴν τοῦ εὐδοκιμοῦντος ἀκούσωμεν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς τιμῆς; ποῖος πα-ραστῆσαι δυνήσεται λόγος τὴν ἀξίαν, τὴν μακαριότητα, ὅταν ὁ τῶν οὐρανῶν Βασιλεὺς, καὶ τὰ πάντα ἔχων, ἄνθρωπον ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καθιστᾷν μέλλῃ; Διὸ καὶ φρόνιμον αὐτὸν καλεῖ, ὅτι ἔγνω μὴ τῶν μικρῶν τὰ μεγάλα προέσθαι, ἀλλὰ σωφρονήσας ἐν-ταῦθα, τῶν οὐρανῶν ἔτυχεν. δ. Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, οὐκ ἀπὸ τῆς τοῖς ἀγαθοῖς κειμένης τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τοῖς πονηροῖς ἠπειλη-μένης κολάσεως διορθοῦται τὸν ἀκροατήν. Διὸ καὶ ἐπ-ήγαγεν· Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ
μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐ-τοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἰ δὲ λέγοι τις· Εἶδες οἷος ἐπεισῆλθε λογισμὸς, διὰ τὸ μὴ εἶναι τὴν ἡμέραν γνώριμον; Χρονίζει γὰρ ὁ κύριός μου, φησί· εἴποιμεν ἂν, οὐ διὰ τὸ μὴ εἶναι γνώριμον τὴν ἡμέραν,
PG 58:707ἀλλὰ διὰ τὸ πονηρὸν εἶναι τὸν οἰκέτην. Ἐπεὶ τῷ φρονί-μῳ καὶ πιστῷ τίνος ἕνεκεν οὐκ ἐπεισῆλθεν αὕτη ἡ ἔννοια; Τί γὰρ, εἰ καὶ χρονίζει ὁ δεσπότης, ἄθλιε, ὅλως προσδοκᾷς αὐτὸν ἥξειν; Τί οὖν οὐ μεριμνᾷς; Ἐντεῦ-θεν οὖν μανθάνομεν, ὅτι οὐδὲ χρονίζει. Αὕτη γὰρ οὐ τοῦ δεσπότου, ἀλλὰ τῆς τοῦ πονηροῦ οἰκέτου γνώμης ἡ ψῆ-φος· διὸ καὶ διὰ τοῦτο ἐγκαλεῖται. Ὅτι γὰρ οὐ χρονίζει, ἄκουσον Παύλου λέγοντος· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Σὺ δὲ καὶ τῶν ἑξῆς ἄκουε, καὶ μάνθανε πῶς συνεχῶς ὑπομιμνήσκει τῆς ἀγνοίας τῆς ἡμέρας, δηλῶν τοῖς οἰκέταις τοῦτο χρήσιμον ὂν, καὶ ἱκανὸν ἀφυπνίσαι αὐ-τοὺς καὶ διαναστῆσαι. Τί γὰρ εἰ καὶ μηδέν τινες ἐντεῦ-θεν ἐκέρδαναν; Οὐδὲ γὰρ ἀπὸ τῶν ἄλλων τῶν ὠφελούν-των ὠφελήθησάν τινες, ἀλλ’ ὅμως οὗτος οὐ παύεται τὰ αὐτοῦ ποιῶν. Τί οὖν φησι τὰ ἑξῆς; Ἐλεύσεται γὰρ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώ-σκει, καὶ τὰ ἔσχατα αὐτὸν διαθήσει. Ὁρᾷς πῶς καὶ πανταχοῦ τοῦτο τίθησι, τὸ τῆς ἀγνοίας, δεικνὺς χρήσι-μον ὂν, καὶ ταύτῃ ποιῶν ἐναγωνίους ἀεί; Τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον, τὸ ἀεὶ ἡμᾶς ἐγρηγορέ-ναι· καὶ ἐπειδὴ ἀεὶ ἐν ταῖς τρυφαῖς ἀναπίπτομεν, ἐν δὲ ταῖς συμφοραῖς μᾶλλον συστελλόμεθα, διὰ τοῦτο παντα-χοῦ τοῦτο λέγει, ὅτι ὅταν ἄνεσις ᾖ, τότε ἔρχεται τὰ δει-νά. Καὶ ὥσπερ ἀνωτέρω διὰ τοῦ Νῶε τοῦτο ἐδήλωσεν, οὕτω καὶ ἐνταῦθά φησιν, Ὅταν ὁ δοῦλος ἐκεῖνος μεθύῃ, ὅταν τύπτῃ, καὶ ἡ κόλασις ἀφόρητος. Ἀλλὰ μὴ τὴν κόλασιν ἴδωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀ-κεῖνο σκοπήσωμεν, μήποτε καὶ αὐτοὶ τὰ αὐτὰ πράττον-τες λανθάνωμεν. Καὶ γὰρ τούτῳ ἐοίκασιν οἱ χρήματα ἔχοντες, καὶ μὴ διδόντες τοῖς δεομένοις. Καὶ γὰρ καὶ σὺ οἰκονόμος εἶ τῶν σαυτοῦ χρημάτων, οὐχ ἧττον ἢ ὁ τὰ τῆς Ἐκκλη-σίας οἰκονομῶν. Ὥσπερ οὖν ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα παρ’ ὑμῶν εἰς πένητας ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι, ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφήν· οὕτως οὐδὲ σὺ τὰ σά. Εἰ γὰρ καὶ πατρῷον διεδέξω κλῆρον, καὶ οὕτως ἔχεις πάντα ἃ ἔχεις· καὶ οὕτω τοῦ Θεοῦ πάντα ἐστίν. Εἶτα, σὺ μὲν ὅπερ ἔδωκας, οὕτω βούλει μετὰ ἀκριβείας οἰκονομεῖσθαι· τὸν δὲ Θεὸν οὐκ οἴει τὰ αὐτοῦ μετὰ πλείονος ἀπαιτήσειν ἡμᾶς τῆς σφοδρότητος, ἀλλὰ ἀνέχεσθαι ἁπλῶς αὐτῶν ἀπολλυμένων; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ διὰ τοῦτο καὶ παρὰ σοὶ ταῦτα εἴασεν, ὥστε δοῦναι τὴν τροφὴν αὐτοῖς ἐν καιρῷ. Τί ἐστιν, ἐν καιρῷ; Τοῖς δεομένοις, τοῖς πεινῶσιν. Ὥσπερ γὰρ σὺ τῷ συνδούλῳ ἔδωκας οἰκονομῆσαι, οὕτω καὶ σὲ ὁ Δεσπότης βούλεται εἰς δέον ταῦτα δαπανᾷν. Διὰ τοῦτο καὶ δυνάμενος αὐτὰ ἀφελέσθαι, ἀφῆκεν, ἵνα ἔχῃς ἀφορ-μὴν ἀρετὴν ἐπιδείξασθαι· ἵνα ἀλλήλων εἰς χρείαν κατα-στήσας τὴν πρὸς ἀλλήλους ἀγάπην θερμοτέραν ἐργάση-ται. Σὺ δὲ λαβὼν, οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ τύπτεις. Καίτοιγε εἰ τὸ μὴ δοῦναι ἔγκλημα, τὸ τυπτῆσαι ποίαν φέρει συγγνώμην; ε. Τοῦτο δέ μοι δοκεῖ λέγειν, τοὺς ὑβριστὰς καὶ τοὺς πλεονέκτας αἰνιττόμενος, καὶ πολλὴν ἐνδεικνύμενος τὴν κατηγορίαν, ὅταν οὓς τρέφειν ἐκελεύσθησαν, τούτους τύπτωσι. Δοκεῖ δέ μοι καὶ τοὺς τρυφῶντας ἐνταῦθα αἰ-νίττεσθαι· καὶ γὰρ καὶ τρυφῆς μεγάλη κεῖται κόλασις.
PG 58:708Ἐσθίει γὰρ καὶ πίνει, φησὶ, μετὰ τῶν μεθυόντων, τὴν γαστριμαργίαν δηλῶν. Οὐ γὰρ διὰ τοῦτο ἔλαβες, ἵνα εἰς τρυφὴν δαπανήσῃς, ἀλλ’ ἵνα εἰς ἐλεημοσύνην ἀν-αλώσῃς. Μὴ γὰρ τὰ σαυτοῦ ἔχεις; Τὰ τῶν πενήτων ἐνεπι-στεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς. Μὴ γὰρ οὐκ ἠδύνατο ταῦτα ὁ Θεὸς ἀφελέσθαι σου; Ἀλλ’ οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας. Σὺ δέ μοι σκόπει, πῶς διὰ πασῶν τῶν παραβολῶν κολάζει τοὺς εἰς τοὺς δεομένους τοῖς χρήμασι χρωμένους τοῖς ἰδίοις. Οὔτε γὰρ αἱ παρθένοι ἥρπασαν τὰ ἀλλότρια, ἀλλ’ οὐκ ἔδωκαν τὰ ἴδια· οὔτε ὁ τὸ ἓν τάλαντον κατορύ-ξας ἐπλεονέκτησεν, ἀλλ’ οὐκ ἐδιπλασίασεν· οὔτε οἱ πεινῶντας παριδόντες, ἐπειδὴ τὰ ἀλλότρια ἥρπασαν, κο-λάζονται, ἀλλ’ ἐπειδὴ τὰ αὐτῶν οὐκ ἐσκόρπισαν, καθά-περ καὶ ὁ δοῦλος οὗτος. Ἀκούσωμεν τοίνυν ὅσοι γαστρι-ζόμεθα, ὅσοι εἰς δεῖπνα πολυτελῆ τὸν πλοῦτον ἀναλίσκο-μεν τὸν οὐδὲν ἡμῖν προσήκοντα, ἀλλὰ τῶν δεομένων ὄντα. Μὴ γὰρ ἐπειδὴ ἀπὸ φιλανθρωπίας πολλῆς ὡς ἐκ τῶν σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο καὶ σαυτοῦ νομίσῃς εἶναι ταῦτα. Ἔχρησέ σοι, ἵνα δυνηθῇς εὐδο-κιμῆσαι. Μὴ τοίνυν σὰ εἶναι νόμιζε, τὰ αὐτοῦ αὐτῷ διδούς. Οὐδὲ γὰρ εἰ σὺ ἐδάνεισάς τινι, ἵνα ἀπελθὼν δυ-νηθῇ τινας ἀφορμὰς λαβεῖν πόρων, ἐκείνου τὰ χρήματα ἔφης ἂν εἶναι. Καὶ σοὶ τοίνυν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐμ-πορεύσῃ τὸν οὐρανόν. Μὴ τοίνυν τὴν ὑπερβολὴν τῆς φι-λανθρωπίας ὑπόθεσιν ἀγνωμοσύνης ποιήσῃς. Ἐννόη-σον ὅσης εὐχῆς ἄξιον ἦν, τὸ δυνηθῆναι μετὰ τὸ βάπτισμα εὑρεῖν ὁδὸν λύουσαν ἁμαρτήματα. Εἰ μὴ τοῦτο εἶπε, Δὸς ἐλεημοσύνην, πόσοι ἂν εἶπον, Εἴθε ἦν δυνατὸν χρή-ματα δοῦναι, καὶ ἀπαλλαγῆναι τῶν κακῶν τῶν μελλόν-των; Ἐπειδὴ δὲ δυνατὸν τοῦτο γέγονε, πάλιν γεγόνασιν ὕπτιοι. Ἀλλὰ δίδωμι, φησί. Καὶ τί τοῦτο; Οὐδέπω γὰρ ἔδωκας ὅσον ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· μᾶλλον δὲ οὐδὲ τὸ ἥμισυ, οὐδὲ τὸ πολλοστὸν ἐκείνης, ἀλλὰ τὰ πλείονα εἰς ἀνονήτους ἐκβάλλεις δαπάνας, εἰς συμ-πόσια καὶ μέθην καὶ ἀσωτίαν ἐσχάτην· νῦν μὲν καλῶν, νῦν δὲ καλούμενος· νῦν μὲν ἀναλίσκων, νῦν δὲ ἑτέρους ἀναλίσκειν ἀναγκάζων· ὥστε καὶ διπλῆν σοι γενέσθαι τὴν κόλασιν, καὶ ἀφ’ ὧν αὐτὸς ποιεῖς, καὶ ἀφ’ ὧν ἑτέ-ρους προτρέπεις. Ὅρα γοῦν καὶ τοῦτον αὐτὸν τοῦτο ἐγκαλούμενον τὸν οἰκέτην. Ἐσθίει γὰρ, φησὶ, καὶ πί-νει μετὰ τῶν μεθυόντων. Οὐδὲ γὰρ τοὺς μεθύοντας μόνον, ἀλλὰ καὶ τοὺς μετ’ αὐτῶν ὄντας κολάζει· καὶ μάλα εἰκότως, ὅτι μετὰ τῆς οἰκείας διαφθορᾶς καὶ τῆς τῶν πλησίον ὑπερορῶσι σωτηρίας. Τὸν δὲ Θεὸν οὐδὲν οὕτω παροξύνει, ὡς τὸ ὑπεροπτικῶς ἔχειν τῶν τῷ πλη-σίον προσηκόντων. Διὸ καὶ τὸν θυμὸν ἐνδεικνύμενος, δι-χοτομηθῆναι αὐτὸν ἐκέλευσε. Διὰ τοῦτο καὶ τὴν ἀγάπην γνώρισμα τῶν αὐτοῦ μαθητῶν ἔφησεν εἶναι· ἐπειδὴ πᾶσα ἀνάγκη, τὸν ἀγαπῶντα τὰ τοῦ ἀγαπωμένου μερι-μνᾷν. Ταύτης τοίνυν ἐχώμεθα τῆς ὁδοῦ· καὶ γὰρ αὕτη μάλιστά ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀνάγουσα, ἡ τοῦ Χριστοῦ μιμητὰς ἐργαζομένη, ἡ τοῦ Θεοῦ κατὰ δύναμιν ὁμοίους ποιοῦσα. Ὅρα γοῦν καὶ τὰς ἀρετὰς ταύτας οὔ-σας ἀναγκαιοτέρας, αἳ παρὰ ταύτην ἐσκήνωνται τὴν ὁδόν. Καὶ εἰ βούλεσθε, ποιήσωμεν αὐτῶν ἐξέτασιν, καὶ τὰς ψήφους ἀπὸ τῆς τοῦ Θεοῦ ἐνέγκωμεν γνώμης.
PG 58:709Ἔστωσαν τοίνυν δύο ζωῆς ἀρίστης ὁδοί· καὶ ἡ μὲν μία αὐτῶν αὐτὸν κατασκευαζέτω καλὸν τὸν μετιόντα· ἡ δὲ ἑτέρα, καὶ τὸν πλησίον. Ἴδωμεν ποία μᾶλλον εὐδοκι-μεῖ, καὶ πρὸς τὴν κορυφὴν ἡμᾶς ἄγει τῆς ἀρετῆς. Οὐκ-
οῦν ἐκεῖνος μὲν ὁ τὰ ἑαυτοῦ μόνον ζητῶν, καὶ ἀπὸ τοῦ Παύλου μυρίας δέξεται αἰτίας· ὅταν δὲ ἀπὸ τοῦ Παύλου εἴπω, τοῦ Χριστοῦ λέγω· οὗτος δὲ ἐγκώμια καὶ στεφά-νους. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί μὲν τούτῳ διαλέ-γεται, τί δὲ ἐκείνῳ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ πλησίον ἕκαστος. Ὁρᾷς πῶς τὸ μὲν ἐξ-έβαλε, τὸ δὲ εἰσήγαγε; Πάλιν, Ἕκαστος ὑμῶν τῷ πλη-σίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Εἶτα καὶ ὁ ἔπαινος ἄφατος μετὰ παραινέσεως· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Ἱκαναὶ μὲν οὖν καὶ αὗται αἱ ψῆφοι δεῖξαι τὴν νίκην· ἵνα δὲ καὶ ἐκ περιουσίας τοῦτο γένηται, ἴδωμεν τί μὲν τῶν κατορθωμάτων μέχρις ἡμῶν ἵσταται, τί δὲ ἀφ’ ἡμῶν καὶ εἰς ἑτέρους διαβαίνει. Οὐκοῦν τὸ μὲν νηστεῦσαι, καὶ χαμευνῆσαι, καὶ παρθε-νίαν ἀσκῆσαι, καὶ σωφρονῆσαι, ταῦτα αὐτοῖς τοῖς ἐρ-γαζομένοις φέρει τὸ κέρδος· τὰ δὲ ἀφ’ ἡμῶν εἰς τὸν πλησίον διαβαίνοντα, ἐλεημοσύνη, διδασκαλία, ἀγάπη. Οὐκοῦν κἀνταῦθα ἄκουσον Παύλου λέγοντος, ὅτι Κἂν ψωμίσω μου τὰ ὑπάρχοντα, κἂν παραδῶ τὸ σῶμα μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 2. Ὁρᾷς αὐτὴν καθ’ ἑαυτὴν λαμπρῶς ἀνακηρυτ-τομένην καὶ στεφανουμένην; Εἰ δὲ βούλεσθε, καὶ ἐκ τρίτου συμβάλωμεν. Καὶ ὁ μὲν νηστευέτω, καὶ σωφρο-νείτω, καὶ μαρτυρείτω, καὶ κατακαιέσθω· ἕτερος δέ τις ἀναβαλλέσθω τὸ μαρτύριον διὰ τὴν τοῦ πλησίον οἰκοδομὴν, καὶ μὴ μόνον ἀναβαλλέσθω, ἀλλὰ καὶ ἀπερ-χέσθω μαρτυρίου χωρίς· τίς μᾶλλον εὐδοκιμήσει μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Οὐ δεῖ πολλῶν ἐνταῦθα λόγων ἡμῖν, οὐδὲ μακρᾶς τῆς περιόδου. Ἐφέστηκε γὰρ ὁ μα-κάριος Παῦλος τὴν ψῆφον φέρων καὶ λέγων· Τὸ ἀναλῦ-σαι καὶ σὺν Χριστῷ εἶναι, κρεῖσσον· τὸ δὲ ἐπιμέ-νειν τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς· καὶ τῆς πρὸς τὸν Χριστὸν ἀποδημίας προετίμησε τοῦ πλησίον τὴν οἰκοδομήν. Τοῦτο γὰρ μάλιστά ἐστι συνεῖναι Χριστῷ, τὸ τὸ θέλημα αὐτοῦ ποιεῖν· θέλημα δὲ αὐτοῦ οὐδὲν οὕ-τως ἐστὶ, ὡς τὸ συμφέρον τῷ πλησίον. Βούλει καὶ τετάρτην εἴπω τούτου ἀπόδειξιν; Πέτρε, φιλεῖς με; φησί· ποίμαινε τὰ πρόβατά μου· καὶ τρίτον αὐτὸν ἐρωτήσας, τοῦτο ἔφησε φιλίας εἶναι τεκμήριον. Οὐ πρὸς ἱερέας δὲ τοῦτο εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον ἡμῶν, τῶν καὶ μικρὸν ἐμπεπιστευμένων ποίμνιον. Μὴ γὰρ ἐπειδὴ μικρόν ἐστι, καταφρονήσῃς· Ὁ γὰρ Πατήρ μου, φησὶν, εὐδόκησεν ἐν αὐτοῖς. Ἔχει ἕκαστος ἡμῶν πρόβατον· τοῦτο ἐπὶ τὰς προσηκούσας ἀγέτω νομάς. Καὶ ὁ ἀνὴρ ἀναστὰς ἀπὸ τῆς εὐνῆς μηδὲν ἄλλο ζητείτω, ἀλλ’ ἢ ὅπως ἐργάσηταί τι καὶ εἴπῃ, δι’ ὧν ἅπασαν εὐλαβεστέραν ποιήσει τὴν οἰκίαν. Ἡ γυνὴ πάλιν ἔστω μὲν οἰκουρὸς, πρὸ δὲ ταύτης τῆς ἐπιμε-λείας ἑτέραν ἀναγκαιοτέραν ἐχέτω φροντίδα, τὰ τῶν
PG 58:710οὐρανῶν ὅπως ἅπασα ἐργάζηται ἡ οἰκία. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς, πρὸ τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τὰ δημόσια σπουδάζομεν καταθεῖναι ὀφλήματα, ὥστε μὴ διὰ τὴν ἐν τούτοις ἀγνωμοσύνην δέρεσθαι καὶ ἕλκε-σθαι ἐπ’ ἀγορᾶς, καὶ μυρία ἀσχημονεῖν· πολλῷ μᾶλ-λον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν, τὰ τοῦ βασι-λέως τῶν ὅλων Θεοῦ καταθεῖναι πρότερον, ἵνα μὴ ἔλθω-μεν ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἱ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δύναιντ’ ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη, τοιοῦτον ἡ εὐχή· μᾶλλον δὲ καὶ αὕτη παρ’ ἐκείνης δυνατὴ καὶ ὑπόπτερος γίνεται. Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Οὐκ εὐχὴ δὲ μό-νον, ἀλλὰ καὶ νηστεία ἐντεῦθεν τὰ νεῦρα ἔχει. Κἂν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται· ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος, καὶ τοσούτῳ χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον. Καὶ τί λέγω νηστείαν; Κἂν γὰρ σωφρο-νῇς, κἂν παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεημοσύνην οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον, ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμου ἦλθεν ἀνάγκην διὰ τὸ ὑπερ-έχον; ἀλλ’ ὅμως ἐκβάλλεται, ὅταν τὴν ἐλεημοσύνην μὴ ἔχῃ. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην οὐκ εἶχον μετὰ δαψιλείας τῆς προσηκούσης, τίς δυνήσεται ταύτης ἄνευ συγγνώμης τυχεῖν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ’ ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειρο-τέχνης, καὶ στρατιώτης, καὶ γεωργὸς, καὶ ἔμπορος, πρὸς τὸ κοινῇ συμφέρον καὶ τὸ τῷ πλησίον ὠφέλιμον συντελοῦσιν ἅπαντες· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματι-κῶν τοῦτο δεῖ ποιεῖν. Τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅγε ἑαυτῷ ζῶν μόνον, καὶ πάντων ὑπερορῶν, περιτ-τός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμε-τέρου. Τί οὖν, φησὶν, ἂν τὰ καθ’ ἑαυτὸν παρίδω. τὰ τῶν ἄλλων ἐπιζητῶν; Οὐκ ἔστι τὰ τῶν ἄλλων ἐπι-ζητοῦντα τὰ ἑαυτοῦ παριδεῖν. Ὁ γὰρ τὰ τῶν ἄλλων ἐπιζητῶν, οὐδένα λυπεῖ, ἀλλ’ ἐλεεῖ πάντας, ὠφελεῖ εἰς δύναμιν τὴν ἑαυτοῦ· οὐδένα ἁρπάσεται, οὐδένα πλεο-νεκτήσει, οὐ κλέψει, οὐ ψευδομαρτυρήσει· πάσης ἀφ-έξεται κακίας, πάσης ἐπιλήψεται ἀρετῆς, καὶ ὑπερεύξε-ται τῶν ἐχθρῶν, καὶ εὐεργετήσει τοὺς ἐπιβουλεύοντας· καὶ οὔτε λοιδορήσεταί τινι, οὔτε κακῶς ἐρεῖ, κἂν μυρία ἀκούσῃ κακῶς, ἀλλ’ ἐρεῖ τὰ ἀποστολικά· Τίς ἀσθε-νεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἐν δὲ τῷ τὰ ἡμέτερα σκοπεῖν οὐ πάν-τως καὶ τὰ τῶν ἄλλων ἕψεται. Ἐκ τούτων ἁπάντων πεισθέντες, ὡς οὐκ ἔνι σωθῆναι μὴ τὸ κοινῇ συμφέρον σκοποῦντα, καὶ τὸν διχοτομηθέντα τοῦτον ἰδόντες, καὶ τὸν τὸ τάλαντον κατορύξαντα, ταύτην ἑλώμεθα τὴν ὁδὸν, ἵνα καὶ τῆς αἰωνίου τύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily LXXVIIIHomilia LXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:711ΟΜΙΛΙΑ ΟΗ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν φρόνιμοι, καὶ πέντε μωραὶ, αἵτινες οὐκ ἔλαβον, φησὶν, ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπά-δων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, καὶ τὰ ἑξῆς. α. Αὗται αἱ παραβολαὶ τῇ προτέρᾳ ἐοίκασι τῇ τοῦ πιστοῦ δούλου, καὶ τοῦ ἀγνώμονος καὶ τὰ δεσποτικὰ κατεδηδο-κότος. Τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι· λέγω δὴ τῆς περὶ τὴν ἐλε-ημοσύνην σπουδῆς, καὶ τοῦ διὰ πάντων, ὧν ἂν δυνώ-μεθα, τὸν πλησίον ὠφελεῖν, ὡς οὐκ ἐνὸν σωθῆναι ἑτέρως. Ἀλλ’ ἐνταῦθα μὲν περὶ πάσης ὠφελείας λέγει καθολικώτερον, ἢν εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή· ἐπὶ δὲ τῶν παρθένων περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι λέγει, καὶ σφοδρότερον ἢ ἐπὶ τῆς προτέρας παραβολῆς. Ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα, καὶ μεθύοντα, καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλύντα κολάζει· ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις τὰ ὄντα κενοῦντα. Εἶχον μὲν γὰρ ἔλαιον, οὐ δαψιλὲς δέ· διὸ καὶ κολάζονται. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ προσώπου τῶν παρθένων ταύτην προάγει τὴν παραβο-λὴν, καὶ οὐχ ἁπλῶς ὁτιδήποτε ὑποτίθεται πρόσωπον; Μεγάλα περὶ παρθενίας διελέχθη εἰπών· Εἰσὶν εὐνοῦ-χοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ, Ὁ δυνάμενος χωρεῖν, χωρείτω.
Οἶδε καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων μεγάλην περὶ αὐτῆς δόξαν ἔχοντας. Καὶ γάρ ἐστι φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ Παλαιᾷ ὑπὸ τῶν παλαιῶν καὶ ἁγίων ἀνδρῶν ἐκείνων κατωρθώθη, καὶ ἐν τῇ Καινῇ δὲ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου. Οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε. Διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν παρθέ-νων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ἐπαινῶ μὲν γὰρ τὸν κατορθοῦντα, οὐκ ἀναγκάζω δὲ τὸν μὴ βουλόμενον, οὐδὲ ἐπίταγμα τὸ πρᾶγμα ποιῶ. Ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶ-χεν, ἵνα μή τις τοῦτο κατορθῶν, ὡς τὸ πᾶν κατωρθω-κὼς διακέηται, καὶ τῶν λοιπῶν ἀμελῇ, τίθησι ταύτην τὴν παραβολὴν, ἱκανὴν πεῖσαι, ὅτι παρθενία, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ τῶν πόρνων ἐκβάλλεται· καὶ τὸν ἀπάνθρωπον καὶ τὸν ἀνελεήμονα ἵστησι μετ’ αὐτῶν. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ σωμάτων ἔρωτος ἡττή-θη, αἱ δὲ χρημάτων. Οὐκ ἔστι δὲ ἴσον σωμάτων ἔρως καὶ χρημάτων· ἀλλ’ ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος. Ὅσῳ οὖν ἀσθενέστερος ὁ ἀνταγωνιστὴς, τοσούτῳ ἀσύγγνωστοι μᾶλλον αἱ νικη-θεῖσαι. Διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζονα ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πᾶν προὔ-δωκαν. Λαμπάδας δὲ ἐνταῦθά φησιν αὐτὸ τὸ τῆς παρ-θενίας χάρισμα, τὸ καθαρὸν τῆς ἁγιωσύνης· ἔλαιον δὲ, τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τοὺς δεο-μένους βοήθειαν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύ-σταξαν πᾶσαι, καὶ ἐκάθευδον. Δείκνυσιν οὐκ ὀλί-
PG 58:712γον τὸν χρόνον ἐσόμενον πάλιν τὸν μεταξὺ, τοὺς μαθη-τὰς ἀπάγων τοῦ προσδοκᾷν αὐτίκα μάλα φανεῖσθαι τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ τοῦτο ἤλπιζον· διὰ τοῦτο καὶ συνεχῶς αὐτοὺς ἀναχαιτίζει τῆς ἐλπίδος ταύτης. Μετὰ δὲ τούτου κἀκεῖνο ἐμφαίνει, ὅτι ὕπνος ὁ θάνατός ἐστιν. Ἐκάθευδον γὰρ, φησί. Περὶ δὲ μέσας νύκτας κραυ-γὴ γέγονεν. Ἤτοι τῇ παραβολῇ ἐπέμεινεν, ἢ πάλιν δείκνυσιν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται. Τὴν δὲ κραυγὴν καὶ ὁ Παῦλος ἐνδείκνυται, λέγων· Ἐν κελεύ-σματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ’ οὐρανοῦ. Καὶ τί βούλονται αἱ σάλ-πιγγες; τί δὲ ἡ κραυγὴ λέγει; Ὁ νυμφίος ἔρχεται. Ἐπεὶ οὖν ἐκόσμησαν τὰς λαμπάδας, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Πάλιν αὐτὰς μωρὰς καλεῖ, δεικνὺς ὅτι οὐδὲν μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, καὶ γυμνῶν ἀπιόντων ἐκεῖσε, ἔνθα μάλιστα φιλανθρωπίας ἡμῖν χρεία, ἔνθα πολλοῦ τοῦ ἐλαίου. Οὐ ταύτῃ δὲ μόνον μωραὶ, ἀλλ’ ὅτι καὶ προσεδόκησαν ἐκεῖθεν λήψεσθαι, καὶ ἀκαίρως ἐζή-τησαν· καίτοιγε οὐδὲν ἐκείνων φιλανθρωπότερον ἦν τῶν παρθένων, αἳ διὰ τοῦτο μάλιστα εὐδοκίμησαν. Καὶ οὐδὲ τὸ πᾶν ζητοῦσι· Δότε γὰρ ἡμῖν, φησὶν, ἐκ τοῦ ἐλαίου ὑμῶν· καὶ τὸ ἀναγκαῖον τῆς χρείας ἐπιδείκνυνται· σβέννυνται γὰρ, φησὶν, αἱ λαμπάδες ἡμῶν. Ἀλλὰ καὶ οὕτως ἀπέτυχον· καὶ οὔτε ἡ φιλανθρωπία τῶν αἰτου-μένων, οὔτε τὸ εὔκολον τῆς αἰτήσεως, οὔτε τὸ ἀναγ-καῖον καὶ χρειῶδες ἐποίησεν αὐτὰς ἐπιτυχεῖν. Ἀλλὰ τί δὴ ἐντεῦθεν μανθάνομεν; Ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ, τῶν ἐκ τῶν ἔργων προδοθέντων, προστῆναι δυνήσεται· οὐκ ἐπειδὴ οὐ βούλεται, ἀλλ’ ἐπειδὴ οὐ δύναται. Καὶ γὰρ καὶ αὗται ἐπὶ τὸ ἀδύνατον καταφεύγουσι. Τοῦτο καὶ ὁ μακάριος Ἀβραὰμ ἐδήλωσεν εἰπὼν, ὅτι Χάσμα μέγα ἐστὶ μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πορεύεσθε δὲ πρὸς τοὺς πωλοῦν-τας, καὶ ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Οἱ πέ-νητες. Καὶ ποῦ οὗτοι; Ἐνταῦθα· καὶ τότε ζητῆσαι ἐχρῆν, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. β. Ὁρᾷς ὁπόση γίνεται ἀπὸ τῶν πενήτων ἡμῖν ἡ πραγ-ματεία; κἂν τούτους ἀνέλῃς, τὴν πολλὴν τῆς σωτηρίας ἡμῶν ἀνεῖλες ἐλπίδα. Διόπερ ἐνταῦθα τὸ ἔλαιον συν-άγειν χρὴ, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ καιρὸς τῆς συλλογῆς. ἀλλ’ οὗτος. Μὴ τοίνυν ἀνάλισκε μάτην τὰ ὄντα εἰς τρυφὰς καὶ κενοδοξίας. Πολλοῦ γάρ σοι ἐκεῖ χρεία τοῦ ἐλαίου. Ταῦτα ἀκούσασαι ἐκεῖναι ἀπῆλθον, ἀλλ’ οὐδὲν ὤνησαν. Τοῦτο δέ φησιν, ἢ τῇ παραβολῇ παραμένων, καὶ ὑφαί-νων αὐτήν· ἢ καὶ διὰ τούτων δεικνὺς, ὅτι κἂν φιλάνθρω-ποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν, οὐδὲν ἐντεῦθεν κερδή-σομεν εἰς τὸ διαφυγεῖν. Οὐκοῦν οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία· ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πω-λοῦντας, ἀλλ’ ἐκεῖ· οὔτε τῷ πλουσίῳ, ὅτε οὕτω φιλάν-θρωπος γέγονεν, ὡς καὶ ὑπὲρ τῶν αὐτῷ προσηκόντων μεριμνᾷν. Ὁ γὰρ τὸν ἐν τῷ πυλῶνι κείμενον παρατρέ-χων, τοὺς οὐδὲ ὁρωμένους ἐξαρπάσαι τῶν κινδύνων καὶ τῆς γεέννης ἐπείγεται, καὶ παρακαλεῖ πεμφθῆναί τινας τοὺς ταῦτα ἀπαγγελοῦντας αὐτοῖς. Ἀλλ’ ὅμως οὐδὲν
PG 58:713ἐκεῖνος ἐντεῦθεν ἀπώνατο, ὥσπερ οὐδὲ αὗται. Ἐπειδὴ γὰρ ταῦτα ἀκούσασαι ἀπῆλθον, ἦλθεν ὁ νυμφίος· καὶ αἱ μὲν ἕτοιμοι, συνεισῆλθον αἱ δὲ ἀπεκλείσθησαν. Μετὰ τοὺς πολλοὺς πόνους, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν ἀφόρητον μάχην ἐκείνην, καὶ τὰ τρόπαια ἃ κατὰ τῆς φύσεως λυττώσης ἀνέστησαν, καταισχυνθεῖσαι καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω κύπτουσαι. Οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας, ἔλεον μὴ ἐχούσης· οὕτω καὶ οἱ πολλοὶ τοὺς ἀνελεήμονας εἰώθασι καλεῖν σκοτεινούς. Ποῦ τοίνυν τῆς παρθενίας ὄφελος, ὅτε τὸν νυμφίον οὐκ εἶδον, καὶ οὐδὲ κρούσασαι ἤνυσαν, ἀλλὰ τὸ φοβερὸν ἐκεῖνο ἤκουσαν ῥῆμα, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς; Ὅταν δὲ αὐτὸς εἴπῃ τοῦτο, οὐδὲν ἕτερον ἢ γέεννα καταλιμπάνεται καὶ ἡ ἀφόρητος κόλασις· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον. Τοῦτο τὸ ῥῆμα καὶ τοῖς τὴν ἀνομίαν ἐργαζομένοις εἶπε. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ὁρᾷς πῶς συνεχῶς τοῦτο ἐπιλέγει, χρησί-μην δεικνὺς τὴν ἄγνοιαν τῆς ἐξόδου τῆς ἐντεῦθεν; Ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς μὲν τοῦ βίου ῥᾴθυμοι, ὅταν δὲ ἐγκαλῶνται παρ’ ἡμῶν, λέγοντες, ὅτι Ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις; Ἀκουέτωσαν τῶν ῥημά-των τούτων, καὶ διορθούσθωσαν. Καὶ γὰρ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πολλοὶ ἐξέπεσον τούτου, ἀθρόον ἀναρ-πασθέντες, καὶ οὐδὲ ἐπισκῆψαι συγχωρηθέντες τοῖς οἰ-κείοις ὑπὲρ ὧν ἐβούλοντο. Αὕτη μὲν οὖν ἡ παραβολὴ τῆς διὰ χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ μετὰ ταύτην, πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ ὁτῳοῦν ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἀποκρύπτοντας. Καὶ τί δήποτε αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἐκείνη δὲ νυμφίον; Ἵνα μά-θῃς πῶς οἰκείως ἔχει πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς ἀποδυομένας τὰ ὄντα· τοῦτο γὰρ καὶ παρθενία. Διὸ καὶ Παῦλος τοῦτον τίθησιν ὅρον τοῦ πράγματος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, φησί· καὶ, Πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ταῦτα παραινοῦμεν, φησίν. Εἰ δὲ ἐν τῷ Λουκᾷ ἑτέρως κεῖται ἡ τῶν ταλάντων παραβολὴ, ἐκεῖνο λεκτέον, ὅτι ἄλλη αὕτη, καὶ ἑτέρα ἐκείνη. Ἐν ἐκείνῃ μὲν γὰρ ἀπὸ ἑνὸς κεφαλαίου διάφοροι γεγόνασιν αἱ πρόσοδοι· ἀπὸ γὰρ μιᾶς μνᾶς ὁ μὲν πέντε, ὁ δὲ δέκα προσήνεγκαν, διὸ οὐδὲ τῶν αὐτῶν ἔτυχον· ἐνταῦθα δὲ τοὐναντίον, διὸ καὶ ὁ στέφανος ἴσος. Ὁ γὰρ δύο λαβὼν, δύο ἔδωκε, καὶ ὁ τὰ πέντε πάλιν
ὁμοίως· ἐκεῖ δὲ, ἐπειδὴ ἐκ τῆς αὐτῆς ὑποθέσεως ὁ μὲν πλείονα, ὁ δὲ ἐλάττονα πρόσοδον ἐποιήσατο, εἰκότως καὶ ἐν τοῖς ἐπάθλοις οὐχ ὁμοίως ἀπολαύουσιν. Ὅρα δὲ αὐτὸν πανταχοῦ οὐκ εὐθέως ἀπαιτοῦντα. Καὶ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος ἐξέδοτο γεωργοῖς, καὶ ἀπεδήμησε· καὶ ἐν-ταῦθα ἐνεπίστευσε, καὶ ἀπεδήμησεν, ἵνα μάθῃς αὐτοῦ τὴν μακροθυμίαν. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀνάστασιν αἰνιττόμενος ταῦτα λέγειν. Ἀλλ’ ἐνταῦθα οὐκέτι γεωρ-γοὶ καὶ ἀμπελὼν, ἀλλὰ πάντες ἐργάται. Οὐ γὰρ πρὸς ἄρχοντας μόνον, οὐδὲ πρὸς Ἰουδαίους, ἀλλὰ πρὸς ἅπαν-τας διαλέγεται. Καὶ οἱ μὲν προσφέροντες ὁμολογοῦσιν εὐγνωμόνως καὶ τὰ αὐτῶν καὶ τὰ τοῦ δεσπότου. Καὶ ὁ μὲν λέγει, Κύριε, πέντε τάλαντά μοι ἔδωκας· ὁ δὲ λέ-γει, δύο· δεικνύντες ὅτι παρ’ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβον τῆς ἐργασίας, καὶ πολλὴν χάριν ἴσασι, καὶ τὸ πᾶν αὐτῷ
PG 58:714λογίζονται. Τί οὖν ὁ δεσπότης; Εὖ, δοῦλε ἀγαθὲ, φησὶ (τοῦτο γάρ ἐστιν ἀγαθοῦ, τὸ εἰς τὸν πλησίον ὁρᾷν), καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε κατα-στήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· τὴν πᾶσαν μακαριότητα διὰ τοῦ ῥήματος τούτου δεικνύς. Ἀλλ’ οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ πῶς; Ἤδειν ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἔκρυψα τὸ τά-λαντόν σου· ἴδε, ἔχεις τὸ σόν. Τί οὖν ὁ δεσπότης; Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, τουτέστιν, εἰπεῖν ἐχρῆν, παραινέσαι, συμβουλεῦσαι. Ἀλλ’ οὐ πείθονται; Ἀλλ’ οὐκ ἔστι τοῦτο πρὸς σέ. Τί τούτου γένοιτ’ ἂν ἡμερώτερον; γ. Ἄνθρωποι μὲν γὰρ οὐχ οὕτω ποιοῦσιν, ἀλλ’ αὐτὸν τὸν δανείσαντα, αὐτὸν καὶ ὑπεύθυνον τῆς ἀπαιτήσεως καθ-ιστῶσιν. Αὐτὸς δὲ οὐχ οὕτως· ἀλλὰ, σὲ ἔδει καταβαλεῖν, φησὶ, καὶ τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι. Κἀγὼ μετὰ τόκου ἂν ἀπῄτησα· τόκον λέγων ἀκροάσεως τὴν τῶν ἔργων ἐπίδειξιν. Σὲ ἔδει τὸ εὐκολώτερον ποιῆσαι, ἐμοὶ δὲ τὸ δυσκολώτερον ἀφεῖναι. Ἐπεὶ οὖν τοῦτο οὐκ ἐποίη-σε, Λάβετε, φησὶν, ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ τὰ δέκα τάλαντα ἔχοντι. Τῷ γὰρ ἔχοντι δοθή-σεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ’ αὐτοῦ. Τί δὴ τοῦτό ἐστιν; Ὁ χάριν λόγου καὶ διδασκαλίας εἰς τὸ ὠφελεῖν ἔχων, καὶ μὴ χρώμενος αὐτῇ, καὶ τὴν χάριν ἀπολεῖ· ὁ δὲ σπου-δὴν παρεχόμενος, πλείονα ἐπισπάσεται τὴν δωρεάν· ὥσπερ οὖν ἐκεῖνος καὶ ὃ ἔλαβεν ἀπόλλυσιν. Ἀλλ’ οὐ μέ-χρι τούτου ἡ ζημία τῷ ἀργοῦντι, ἀλλὰ καὶ ἀφόρητος ἡ κόλασις, καὶ μετὰ τῆς κολάσεως ἡ ἀπόφασις πολλῆς γέ-μουσα τῆς κατηγορίας. Τὸν γὰρ ἀχρεῖον δοῦλον ἐκβά-λετε, φησὶν, εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργα-ζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰ μὴ ποιῶν κολάζεται κόλασιν τὴν ἐσχάτην; Ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τού-των. Ὡς ἔστι καιρὸς, ἀντιλαβώμεθα τῆς σωτηρίας τῆς ἡμετέρας, λάβωμεν ἔλαιον εἰς τὰς λαμπάδας, ἐργασώ-μεθα εἰς τὸ τάλαντον. Ἂν γὰρ ὀκνήσωμεν καὶ ἐν ἀργίᾳ διατρίβωμεν ἐνταῦθα, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρηνῶμεν. Κατέγνω ἑαυτοῦ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἔχων, καὶ οὐδὲν ὠφέλησεν. Ἀπέδωκε καὶ ἣν ἐπι-στεύθη παρακαταθήκην ὁ τὸ ἓν τάλαντον, καὶ οὕτω κατεκρίθη. Παρεκάλεσαν καὶ αἱ παρθένοι, καὶ προσῆλθον, καὶ ἔκρουσαν, καὶ πάντα εἰκῆ καὶ μάτην. Ταῦτ’ οὖν εἰδότες, καὶ χρήματα, καὶ σπουδὴν, καὶ προστασίαν, καὶ πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. Τάλαντα γὰρ ἐνταῦθά ἐστιν ἡ ἑκάστου δύναμις, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἵῳ δήποτε πράγματι τοιούτῳ. Μηδεὶς λεγέτω, ὅτι Ἓν τάλαντον ἔχω, καὶ οὐδὲν δύναμαι ποιῆσαι. Δύ-νασαι γὰρ καὶ δι’ ἑνὸς εὐδοκιμῆσαι. Οὐ γὰρ εἶ τῆς χή-ρας ἐκείνης πενέστερος, οὐκ εἶ Πέτρου καὶ Ἰωάννου ἀγροικότερος, οἳ καὶ ἰδιῶται καὶ ἀγράμματοι ἦσαν, ἀλλ’ ὅμως ἐπειδὴ προθυμίαν ἐπεδείξαντο, καὶ πρὸς τὸ κοινῇ συμφέρον πάντα ἐποίουν, τῶν οὐρανῶν ἐπελάβοντο. Οὐδὲν γὰρ οὕτως ἐστὶ τῷ Θεῷ φίλον, ὡς τὸ κοινωφελῶς ζῇν. Διὰ τοῦτο λόγον ἡμῖν ἔδωκεν ὁ Θεὸς, καὶ χεῖρας,
PG 58:715καὶ πόδας, καὶ σώματος ἰσχὺν, καὶ νοῦν, καὶ σύνεσιν, ἵνα πᾶσι τούτοις καὶ εἰς τὴν ἡμῶν αὐτῶν σωτηρίαν καὶ εἰς τὴν τῶν πλησίον ὠφέλειαν χρησώμεθα. Οὐδὲ γὰρ εἰς ὕμνον ἡμῖν ὁ λόγος καὶ εὐχαριστίας χρήσιμος μόνον, ἀλλὰ καὶ εἰς διδασκαλίαν λυσιτελὴς καὶ παραίνεσιν. Κἂν μὲν εἰς τοῦτο χρησώμεθα, τὸν Δεσπότην ἐζηλώσαμεν· ἂν δὲ εἰς τἀναντία, τὸν διάβολον. Ἐπεὶ καὶ Πέτρος, ὅτε μὲν ὡμολόγησε τὸν Χριστὸν, ἐμακαρίζετο ὡς τὰ τοῦ Πατρὸς εἰρηκώς· ὅτε δὲ παρῃτεῖτο τὸν σταυρὸν καὶ ἀπηγόρευ-σεν, ἐπετιμᾶτο σφοδρῶς, ὡς τὰ τοῦ διαβόλου φρονῶν. Εἰ δὲ ἔνθα ἀγνοίας ἦν. τὸ εἰρημένον, τοσαύτη ἡ κατηγορία· ὅταν ἑκόντες πολλὰ ἁμαρτάνωμεν, ποίαν ἕξομεν συγ-γνώμην; Τοιαῦτα τοίνυν φθεγγώμεθα, ἵνα αὐτόθεν ᾖ δῆλα τὰ ῥήματα τοῦ Χριστοῦ ὄντα. Οὐδὲ γὰρ ἂν εἴπω μόνον, Ἔγειραι καὶ περιπάτει, οὐδὲ ἂν εἴπω, Ταβιθὰ, ἀνάστηθι, τότε τὰ τοῦ Χριστοῦ λαλῶ· ἀλλὰ πολλῷ μᾶλ-λον ἂν λοιδορηθεὶς εὐλογήσω, ἂν ἐπηρεασθεὶς εὔξωμαι ὑπὲρ τοῦ ἐπηρεάζοντος. Πρώην μὲν οὖν ἔλεγον, ὅτι χείρ ἐστιν ἡ γλῶττα ἡμῶν, τῶν τοῦ Θεοῦ ἁπτομένη ποδῶν· νῦν δὲ πολλῷ πλέον λέγω, ὅτι γλῶττά ἐστιν ἡ γλῶττα ἡμῶν, τὴν τοῦ Χριστοῦ μιμουμένη, ἐὰν τὴν προσήκου-σαν ἀκρίβειαν ἐπιδείξηται, ἂν ἐκεῖνα φθεγγώμεθα, ἅπερ ἐκεῖνος βούλεται. Τί δέ ἐστιν ἃ ἐκεῖνος ἡμᾶς βού-λεται φθέγγεσθαι; Τὰ ἐπιεικείας γέμοντα ῥήματα καὶ πραότητος· ὥσπερ οὖν καὶ αὐτὸς ἐφθέγγετο, λέγων τοῖς ὑβρίζουσιν αὐτὸν, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· καὶ πάλιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κα-κοῦ. Ἐὰν οὕτω καὶ σὺ λέγῃς, ἐὰν εἰς διόρθωσιν τῶν πλησίον λαλῇς, κέκτησαι γλῶτταν ἐοικυῖαν ἐκείνῃ. Καὶ ταῦτα αὐτός φησιν ὁ Θεός· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται, φησίν. Ὅταν οὖν ἡ γλῶττά σου ὡς ἡ γλῶττα ᾖ τοῦ Χριστοῦ, καὶ τὸ στόμα σου γένη-ται στόμα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ναὸς ᾖς, ποία ταύτης λοιπὸν ἴση γένοιτ’ ἂν τιμή; Οὐδὲ γὰρ εἰ ἀπὸ χρυσίου συνέκειτό σου τὸ στόμα, οὐδὲ εἰ ἀπὸ λί-θων τιμίων, οὕτως ἔμελλε λάμπειν ὡς νῦν, τῷ κόσμῳ τῆς ἐπιεικείας καταυγαζόμενον. Τί γὰρ στόματος ποθει-νότερον οὐκ εἰδότος ὑβρίζειν, ἀλλ’ εὐλογεῖν [καὶ χρηστο-λογεῖν] μεμελετηκότος; Εἰ δὲ οὐκ ἀνέχῃ εὐλογεῖν τὸν καταρώμενον, σίγησον, καὶ τοῦτο τέως κατόρθωσον· καὶ ὁδῷ προβαίνων καὶ σπουδάζων ὡς χρὴ, καὶ ἐπ’ ἐκεῖνο ἥξεις, καὶ κτήσῃ στόμα τοιοῦτον οἷον εἰρήκαμεν. δ. Καὶ μὴ νομίσῃς τολμηρὸν εἶναι τὸ λεχθέν. Φιλάν-θρωπος γάρ ἐστιν ὁ Δεσπότης, καὶ τῆς ἀγαθότη-τος αὐτοῦ τὸ δῶρον γίνεται. Τολμηρόν ἐστι, διαβόλῳ στόμα ἔχειν ἐοικὸς, δαίμονος πονηροῦ κεκτῆσθαι γλῶτ-ταν ὁμοίαν, μάλιστα τὸν μυστηρίων τοιούτων μετέχοντα, καὶ αὐτῇ κοινωνοῦντα τῇ σαρκὶ τοῦ Δεσπότου. Ταῦτ’ οὖν ἀναλογιζόμενος, γενοῦ κατ’ ἐκεῖνον εἰς δύναμιν τὴν σήν. Οὐκέτι σοι λοιπὸν ὁ διάβολος οὐδὲ ἀντιβλέψαι τοιούτῳ γενομένῳ δυνήσεται. Καὶ γὰρ ἐπιγινώσκει τὸν χαρακτῆρα τὸν βασιλικόν· οἶδε τοῦ Χριστοῦ τὰ ὅπλα, δι’ ὧν ἡττήθη. Τίνα δὲ ταῦτά ἐστιν; Ἐπιείκεια καὶ πραό-
της. Καὶ γὰρ ὅτε ἐν τῷ ὄρει προσβάλλοντα αὐτὸν κατέῤ-ῥαξε καὶ ἐξέτεινεν, οὐχὶ γνωριζόμενος ὅτι Χριστὸς ἦν, ἀλλ’ ἀπὸ τῶν ῥημάτων αὐτὸν ἐσαγήνευσε τούτων, ἀπὸ ἐπιεικείας εἷλεν, ἀπὸ πραότητος ἐτροπώσατο. Τοῦτο καὶ σὺ ποίησον· ἂν ἴδῃς ἄνθρωπον διάβολον γενόμενον, καὶ προσιόντα σοι, οὕτω καὶ σὺ νίκησον. Ἔδωκέ σοι ὁ Χρι-
PG 58:716στὸς ἐξουσίαν γενέσθαι κατ’ αὐτὸν εἰς δύναμιν τὴν σήν. Μὴ φοβηθῇς τοῦτο ἀκούων. Φόβος ἐστὶ, τὸ μὴ γενέσθαι κατ’ αὐτόν. Φθέγγου τοίνυν κατ’ ἐκεῖνον, καὶ γέγονας κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. Διὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφη-τεύων. Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ ἱδρώς. Δίδαξον τὴν ψυχὴν διαπλάττειν σοι στόμα στόματι Χριστοῦ ἐοικός. Δύναται γὰρ τοιαῦτα δη-μιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται τοιοῦτον στόμα; φησί· διὰ ποίων χρωμάτων; διὰ ποίας ὕλης; Διὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάτ-τεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν πλάττεται; Διὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι’ ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου φθέγγηταί τις, τὴν ἐκείνου γλῶτταν λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώ-μην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι Δεσπο-τικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην; Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν Δεσπότην μιμεῖσθαι τὸν ἑαυ-τῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ. Ἂν μή τις οὕτως εἰδῇ λαλεῖν, οὐδὲ ἀκούσεται αὐτοῦ ὁ δικαστής. Καθάπερ γὰρ, ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου τοῦ οὐκ εἰδότος οὕτω φθέγ-γεσθαι· οὕτω καὶ ὁ Χριστὸς, ἂν μὴ κατὰ τὸν αὐτοῦ τρό-πον λαλῇς, οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθω-μεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτ-ταν. Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς, ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει. Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Πε-ρίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς τὰ μέτρα, καὶ τοὺς δοθέντας σοι μὴ διαφθείρῃς κα-νόνας. Οὕτω δυνήσῃ στόμα ἔχειν ἐοικὸς ἐκείνου τῷ στό-ματι· οὕτως ἐπὶ γῆς βαδίζων, τοῦ ἄνω καθημένου γλῶτ-ταν ἡμῖν ἐπιδείξεις ὁμοίαν, τὰ μέτρα τὰ ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει, τὰ ἐν ἀγωνίᾳ διατηρῶν. Πόσοι ὑμῶν εἰσιν οἱ ἐπιθυμοῦντες αὐτοῦ τὴν μορφὴν ἰδεῖν; Ἰδοὺ οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ γενέσθαι κατ’ αὐτὸν δυ-νατὸν, ἂν σπουδάζωμεν. Μὴ ἀναβαλλώμεθα τοίνυν. Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν, ἄν-θρωπος πραότατος παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς· ) οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰ-πεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλά-

Homily LXXIXHomilia LXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:717λει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπι-τάξεις δαίμοσι νῦν, ἀλλ’ ἐπιτάξεις τότε τῷ τῆς γεέν-νης πυρὶ, ἐὰν ἔχῃς τῷ στόματι τοῦ Χριστοῦ τὸ στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν
PG 58:718οὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γέ-νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:717ΟΜΙΛΙΑ ΟΘ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν ἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα συνήγαγον, καὶ γυμνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. α. Τῆς περικοπῆς ταύτης τῆς ἡδίστης, ἣν συνεχῶς στρέ-φοντες οὐ διαλιμπάνομεν, ἀκούσωμεν νῦν μετὰ σπουδῆς καὶ κατανύξεως πάσης, εἰς ἣν καὶ ἐσχάτην ὁ λόγος ἐτελεύτησεν· εἰκότως. Καὶ γὰρ πολὺς αὐτῷ φιλανθρω-πίας καὶ ἐλεημοσύνης ὁ λόγος. Διὸ καὶ ἐν τοῖς ἔμ-προσθεν ὑπὲρ ταύτης διελέχθη διαφόρως, καὶ ἐνταῦθα λοιπὸν σαφέστερόν πως καὶ εὐτονώτερον, οὐ δύο πρόσωπα καὶ τρία, οὐδὲ πέντε τιθεὶς, ἀλλὰ τὴν οἰκουμένην ἅπα-σαν· εἰ καὶ τὰ μάλιστα καὶ αἱ πρότεραι, αἱ διὰ τῶν δύο προσώπων, οὐ δύο πρόσωπα ἐδήλουν, ἀλλὰ μέρη δύο, τὸ μὲν παρακουόντων, τὸ δὲ ὑπακουόντων. Ἀλλ’ ἐνταῦθα καὶ φρικωδέστερον μεταχειρίζει τὸν λόγον, καὶ τηλαυγέ-στερον. Διόπερ οὐδὲ λέγει, Ὡμοιώθη ἡ βασιλεία. λοι-πὸν, ἀλλ’ ἐκκεκαλυμμένως ἑαυτὸν δείκνυσι, λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐ-τοῦ. Νῦν γὰρ ἐν ἀτιμίᾳ παραγέγονε, νῦν ἐν ὕβρεσι καὶ ὀνείδεσι· τότε δὲ καθεδεῖται ἐπὶ θρόνου δόξης αὐτοῦ. Καὶ συνεχῶς μνημονεύει δόξης. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, διὰ τοῦτο ἐπαίρει τὸν ἀκροατὴν, καὶ ὑπ’ ὄψιν αὐτῷ τὸ δικαστήριον ἄγει, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν. Καὶ οὐ ταύτῃ μόνον φοβερὸν ποιεῖ τὸν λόγον, ἀλλὰ καὶ τῷ δει-κνύναι τοὺς οὐρανοὺς κενουμένους. Πάντες γὰρ οἱ ἄγγε-λοι παρέσονται μετ’ αὐτοῦ, φησὶ, καὶ αὐτοὶ μαρτυροῦν-τες ὅσα διηκονήσαντο πεμπόμενοι παρὰ τοῦ Δεσπότου πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν. Καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα τότε ἐκείνη. Εἶτα Συναχθήσεται, φησὶ, πάντα τὰ ἔθνη, τουτέστι, πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποι-μὴν τὰ πρόβατα. Νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφωρισμένοι, ἀλλὰ ἀναμὶξ ἅπαντες· ἡ δὲ διαίρεσις τότε ἔσται μετὰ ἀκριβείας ἁπάσης. Καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων τὸν ἑκάστου τρόπον ἐνδείκνυται, τοὺς μὲν ἐρίφια καλῶν, τοὺς δὲ πρόβατα, ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ· οὐδεὶς γὰρ ἀπὸ ἐρίφων καρπὸς γένοιτ’ ἄν· τῶν δὲ τὴν πολλὴν πρόσοδον· καὶ γὰρ πολλὴ τῶν προβάτων ἡ πρόσοδος, ἀπό τε ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων, ὧν ἁπάντων ἔρημον ἔριφος. Ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύ-σεως ἔχει τὸ ἄκαρπον καὶ τὸ ἔγκαρπον· ἐκεῖνοι δὲ ἀπὸ
προαιρέσεως· διὸ καὶ κολάζονται ἐκεῖνοι, καὶ στεφα-νοῦνται οὗτοι.
PG 58:718Καὶ οὐ πρότερον αὐτοὺς κολάζει, ἕως ἂν δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήμα-τα. Οἱ δὲ μετὰ ἐπιεικείας φθέγγονται, ἀλλ’ οὐδὲν αὐτοῖς ὄφελος λοιπόν· καὶ μάλα εἰκότως, ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον. Καὶ γὰρ καὶ οἱ προφῆται ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ὁ νομοθέτης διὰ πάντων εἰς τοῦτο ἐνῆγε, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· καὶ αὐτὴ ἡ φύσις τοῦτο ἐπαίδευσε. Σκόπει δὲ αὐτοὺς οὐχ ἑνὸς καὶ δύο μόνον, ἀλλὰ πάντων ἐρήμους ὄντας. Οὐ γὰρ δὴ μόνον πεινῶντα οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν οὐ περιέβαλον· ἀλλ’ οὐδὲ ὃ κουφότερον ἦν, οὐδὲ ἄῤῥωστον ἐπεσκέψαντο. Καὶ σκόπει πῶς κοῦφα ἐπιτάττει. Οὐκ εἶπεν, Ἐν φυ-λακῇ ἤμην, καὶ ἀπηλλάξατέ με· ἄῤῥωστος ἤμην, καὶ ἀνεστήσατέ με· ἀλλ’, Ἐπεσκέψασθέ με, καὶ, Ἤλ-θετε πρός με. Καὶ οὐδὲ ἐν τῷ πεινῇν ἐπαχθὲς τὸ κελευό-μενον. Οὐδὲ γὰρ πολυτελῆ ἐζήτει τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνον, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἐζήτει ἐν ἱκέτου σχήματι. Ὥστε πάντα αὐτοὺς ἱκανὰ κολάσαι· τὸ εὔκολον τῆς αἰτήσεως, ἄρτος γὰρ ἦν· τὸ ἐλεεινὸν τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τῆς ἐπαγ-γελίας, βασιλείαν γὰρ ἐπηγγείλατο· τὸ φοβερὸν τῆς κο-λάσεως, γέενναν γὰρ ἠπείλησε· τὸ ἀξίωμα τοῦ λαμβά-νοντος, Θεὸς γὰρ ἦν ὁ διὰ τῶν πτωχῶν λαμβάνων· τὸ ὑπερβάλλον τῆς τιμῆς, ὅτι τοσοῦτον καταβῆναι κατ-ηξίωσε· τὸ δίκαιον τῆς παροχῆς, ἀπὸ γὰρ τῶν ἑαυτοῦ ἐλάμβανεν. Ἀλλὰ πρὸς ἅπαντα ταῦτα ἡ φιλαργυρία κα-θάπαξ ἐπήρωσε τοὺς ἁλόντας, καὶ ταῦτα τοσαύτης ἀπει-λῆς κειμένης. Καὶ γὰρ καὶ ἀνωτέρω φησὶ, τοὺς οὐ δε-χομένους τοὺς τοιούτους τῶν Σοδόμων χαλεπώτερα πεί-σεσθαι· καὶ ἐνταῦθά φησιν· Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν ἐλαχίστων τούτων τῶν ἀδελφῶν μου, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τί λέγεις; ἀδελφοί σού εἰσι· καὶ πῶς ἐλαχίστους καλεῖς; Διὰ γὰρ τοῦτο ἀδελφοὶ, ἐπειδὴ τα-πεινοὶ, ἐπειδὴ πτωχοὶ, ἐπειδὴ ἀπεῤῥιμμένοι. Τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνῶτας, τοὺς εὐκαταφρονήτους· οὐχὶ τοὺς μοναχοὺς λέγων τού-τους μόνον, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ’ ἕκαστον πιστόν· κἂν βιωτικὸς ᾖ, πεινῶν δὲ ᾖ καὶ λιμώττων, καὶ γυμνὸς, καὶ ξένος, πάσης αὐτὸν τῆς ἐπιμελείας ταύτης ἀπολαύειν βούλεται. Ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζε-ται, καὶ ἡ τῶν θείων μυστηρίων κοινωνία. β. Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς τὸ δίκαιον τῆς ἀπο-φάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώ-κατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει· ὥσπερ τὰς παρθένους ἀπὸ τῶν παρθένων,
PG 58:719καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων, καὶ ἕκαστον τῶν δι-αμαρτανόντων ἀπὸ τῶν κατωρθωκότων. Καὶ αὕτη ποτὲ μὲν ἐξ ἴσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κα-τακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύ-την, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε· καὶ ἀπὸ τοῦ ἰσά-ζοντος δὲ πάλιν, ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν ἀπὸ τοῦ πλεονάζοντος· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτιγε βιωτικά; Καὶ ἐνταῦθα μέντοι ἀπὸ τοῦ ἰσάζοντος· καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένη-τας πένησι παραβάλλει. Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως ἐκφερομένην, τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι ἐν τοῖς αὐτοῖς ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον ἰδεῖν, ἐν τῷ ἄῤῥωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατ-ωρθωκότας, δείκνυσιν ὅσον ἄνωθεν ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Πόσων ἀγα-θῶν τοῦτο τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογημένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένους; Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώ-κατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ῥήμα-τα; Καὶ οὐκ εἶπε, λάβετε, ἀλλὰ, κληρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφει-λόμενα. Πρὶν ἢ γὰρ ὑμᾶς γενέσθαι, φησὶ, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. Καὶ ἀντὶ τίνων τοσαῦτα λαμβάνου-σιν; Ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδα-τος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ τῆς χρείας ἐστίν· ἔστι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος τοῦτο ἐπιζητεῖ μόνον, ἀλλ’ ὁ μὲν λυθῆναι, ὁ δὲ ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας. Ἀλλ’ αὐτὸς, ἥμερος ὢν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. Ἐκείνοις δὲ, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλὰ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἡτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπο-λογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἰ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιὼν, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατα-κλάσαι καὶ ἐπικάμψαι, λιμὸς, καὶ κρυμὸς, καὶ δεσμὰ,
PG 58:720καὶ γυμνότης, καὶ ἀῤῥωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον ταῦτα ἐποίησατε, καὶ φίλον, καὶ εὐεργέτην καὶ Δεσπότην ὄντα. Καὶ κύνα μὲν ἂν ἴδω-μεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἂν θεα-σώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ Δεσπότην ὁρῶν οὐκ ἐπικάμπτῃ; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦ-το μόνον ἦν, οὐχ ἱκανὸν εἰς ἀντίδοσιν; οὐ λέγω τὸ ἀκοῦ-σαι φωνῆς τοιαύτης ἐπὶ τῆς οἰκουμένης παρὰ τοῦ καθ-ημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ’ αὐτὸ τὸ ἐργάσασθαι οὐχ ἱκανὸν εἰς ἀμοιβήν; Νυνὶ δὲ καὶ τῆς οἰκουμένης παρούσης, καὶ τῆς ἀῤῥήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιαῦτα λέγων, ἵνα σοι λαμπρότερον
ποιήσῃ τὸν στέφανον. Διὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν. Κἂν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτι-μία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦ-τον καὶ βασιλείαν καὶ τηλικαύτην αὐτοῖς δοθῆναι τιμήν. Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λό-γους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Πάλιν εὐκαίρως περὶ τοῦ πάθους διαλέγεται, ὅτε βασι-λείας ἀνέμνησε, καὶ τῆς ἀντιδόσεως τῆς ἐκεῖ, καὶ τῆς ἀθανάτου κολάσεως· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν; γ. Σὺ δέ μοι σκόπει πῶς τὸ μάλιστα λυποῦν αὐτοὺς καινοτέρως μεθώδευσε καὶ συνεσκίασεν ἐν τοῖς ἔμ-προσθεν ἅπασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οἴδατε ὅτι μετὰ δύο ἡμέρας παραδίδομαι· ἀλλὰ τί; Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται· καὶ τότε ἐπήγαγεν, ὅτι παραδίδοται εἰς τὸ σταυρωθῆναι· δεικνὺς μυστή-ριον ὂν τὸ γινόμενον, καὶ ἑορτὴν καὶ πανήγυριν ἐπὶ σω-τηρίᾳ τῆς οἰκουμένης τελουμένην, καὶ ὅτι προειδὼς ἅ-παντα ἔπασχε. Διὰ δὴ τοῦτο, ὡς ἀρκοῦντος τούτου εἰς παραμυθίαν αὐτοῖς, οὐδὲ εἶπεν αὐτοῖς τι νῦν περὶ ἀνα-στάσεως· περιττὸν γὰρ ἦν, τοσαῦτα διαλεχθέντα περὶ αὐτῆς πάλιν εἰπεῖν. Καὶ ἄλλως δὲ, ὅπερ εἶπον, δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ παθεῖν μυρίων ἀπαλλαγὴ κακῶν, διὰ τοῦ Πάσχα τῶν παλαιῶν εὐεργετημάτων τῶν κατ’ Αἴ-γυπτον ἀναμνήσας αὐτούς. Τότε συνήχθησαν οἱ ἀρχ-ιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύοντο ἵνα τὸν Ἰησοῦν δό-λῳ κρατήσωσι, καὶ ἀποκτείνωσιν. Ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Εἶδες τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθο-ράν; Παρανόμοις πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται, ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν λα-βεῖν, ὅθεν κωλύεσθαι ἔδει. Καὶ πόσοι ἦσαν οἱ ἀρχιερεῖς; Ὁ γὰρ νόμος ἕνα εἶναι βούλεται· ἀλλὰ τότε πολλοὶ ἦσαν. Ὅθεν δῆλον, ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς, ὅπερ ἔφην, ἕνα εἶναι ἐκέλευσε, καὶ τελευτήσαντος τότε ἕτερον γίνεσθαι, καὶ τῇ ζωῇ τῇ τούτου τὴν φυγὴν ἐμέτρει τῶν ἀκου-σίως ἐργασαμένων φόνον. Πῶς οὖν τότε πολλοὶ ἀρχιε-ρεῖς; Ἐνιαυσιαῖοι ὕστερον ἐγένοντο Καὶ τοῦτο ἐδή-λωσεν ὁ εὐαγγελιστὴς, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο, εἰπὼν ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. Αὐτοὺς οὖν
PG 58:721ἐνταῦθά φησιν ἀρχιερεῖς, τοὺς ἀπὸ ἀρχιερέων. Τί δὲ συνεβουλεύσαντο; ἵνα κρατήσωσιν αὐτὸν λάθρα, ἢ ἵνα ἀνέλωσιν; Ἀμφότερα· ἐδεδοίκεισαν γὰρ τὸν λαόν. Διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· ἔλεγον γὰρ, Μὴ ἐν τῇ ἑορτῇ. Ὁ μὲν γὰρ διάβολος, ἵνα μὴ φανερὸν κατα-στήσῃ τὸ πάθος, οὐκ ἐβούλετο ἐν τῷ Πάσχα· ἐκεῖνοι δὲ, ἵνα μὴ θόρυβος γένηται. Σκόπει τοίνυν αὐτοὺς φοβουμένους, οὐ τὰ τοῦ Θεοῦ, οὐδὲ μὴ μίασμα αὐτοῖς μεῖζον ἀπὸ τοῦ καιροῦ γένηται· ἀλλὰ πανταχοῦ τὰ ἀνθρώπινα. Ἀλλ’ ὅμως τῷ θυμῷ ζέοντες, πάλιν μετ-έθεντο. Εἰπόντες γὰρ, Μὴ ἐν τῇ ἑορτῇ, ἐπειδὴ τὸν προ-δότην εὗρον, οὐκ ἠνέσχοντο τοῦ καιροῦ, ἀλλ’ ἐν αὐτῇ κατέσφαξαν. Διατί δὲ αὐτὸν τότε κατέσχον; Καὶ τῷ θυ-μῷ ζέοντες, ὅπερ εἶπον, καὶ τότε αὐτὸν εὑρήσειν προς-εδόκησαν, καὶ πάντα ὥσπερ πεπηρωμένοι ἔπραττον. Εἰ καὶ τὰ μάλιστα αὐτὸς τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν οἰ-κείαν ἐκέχρητο οἰκονομίαν, οὐ μὴν διὰ τοῦτο ἀνεύθυνοι, ἀλλὰ μυρίων ἄξιοι κολάσεων ἀπὸ τῆς γνώμης. Ὅτε γοῦν ἅπαντας ἀπολύεσθαι ἔδει καὶ τοὺς ὑπευθύνους, τότε οὗτοι τὸν ἀθῶον ἀνεῖλον, τὸν μυρία εὐεργετηκότα, καὶ τῶν ἐθνῶν τέως ὑπεριδόντα δι’ αὐτούς. Ἀλλὰ, ὢ τῆς φιλ-ανθρωπίας τοὺς οὕτω μοχθηροὺς, τοὺς [οὕτω σκαιοὺς καὶ] μυρίων γέμοντας κακῶν, πάλιν σώζει, καὶ πέμπει σφαγησομένους ὑπὲρ αὐτῶν τοὺς ἀποστόλους, καὶ δι’ αὐ-τῶν ἱκετηρίαν τίθησιν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύο-μεν. Τοιαῦτα τοίνυν παραδείγματα ἔχοντες, οὐ λέγω, Ἀποθάνωμεν ὑπὲρ τῶν ἐχθρῶν· ἔδει μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἐπειδὴ ἀσθενέστεροι ἡμεῖς, ἐκεῖνο λέγω τέως· Κἂν μὴ βασκαίνωμεν τοῖς φίλοις, μὴ φθονῶμεν τοῖς εὐεργετοῦσιν. Οὐ λέγω τέως, Τοὺς κακῶς ποιοῦντας εὐ-εργετήσωμεν· ἐπιθυμῶ μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἐπει-δὴ παχύτεροι ὑμεῖς, κἂν μὴ ἀμύνησθε. Μὴ γὰρ σκη-νή τίς ἐστι τὰ ἡμέτερα, καὶ ὑπόκρισις; Τί δήποτε ἐκ διαμέτρου πρὸς τὰ πράγματα ἵστασθε; Οὐχ ἁπλῶς γέγραπται τά τε ἄλλα, καὶ ὅσα παρ’ αὐτὸν τὸν σταυρὸν εἰργάσατο, δυνάμενα αὐτοὺς ἀνακαλέσασθαι· ἀλλ’ ἵνα μιμήσῃ τὴν ἀγαθότητα, ἵνα ζηλώσῃς τὴν φιλανθρωπίαν. Καὶ γὰρ καὶ ὑπτίους ἔῤῥιψε, καὶ τὸ ὠτίον ἀπεκατέστησε τοῦ οἰκέτου, καὶ μετ’ ἐπιεικείας διελέχθη· καὶ μεγάλα ἄνω ὢν ἐπεδείξατο θαύματα, τὰς ἀκτῖνας ἀποστρέ-φων, τὰς πέτρας ῥηγνὺς, τοὺς τετελευτηκότας ἐγείρων, τὴν γυναῖκα τοῦ δικάζοντος φοβῶν δι’ ὀνειράτων, ἐν αὐ-τῇ τῇ κρίσει πᾶσαν πραότητα ἐπιδειξάμενος, θαυμάτων οὐχ ἧττον δυναμένην αὐτοὺς ἐπισπάσασθαι, μυρία προ-λέγων ἐν τῷ δικαστηρίῳ, ἐν αὐτῷ τῷ σταυρῷ βοῶν, Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Ταφεὶς δὲ, πόσα ἐπεδείξατο πρὸς τὴν ἐκείνων σωτηρίαν; ἀναστὰς δὲ, οὐκ εὐθέως Ἰουδαίους ἐκάλεσεν; οὐκ ἄφεσιν ἔδωκεν ἁμαρτημάτων; οὐ τὰ μυρία ἀγαθὰ προὔθηκε; Τί τούτου παραδοξότερον; Οἱ σταυρώσαντες καὶ φόνου πνέ-οντες, μετὰ τὸ σταυρῶσαι γεγόνασιν υἱοὶ Θεοῦ. Τί ταύτης ἴσον τῆς κηδεμονίας; Ταῦτα ἀκούσαντες ἐγκαλυ-ψώμεθα, ὅτι τοσοῦτον ἀφεστήκαμεν τούτου, ὃν μιμεῖ-σθαι κελευόμεθα. Ἴδωμεν κἂν τὸ διάστημα ὅσον, ἵνα κἂν καταγνῶμεν ἑαυτῶν, τούτοις πολεμοῦντες, ὑπὲρ ὧν ὁ Χριστὸς τὴν ψυχὴν ἔδωκε· καὶ οὐ βουλόμενοι κατ-αλλαγῆναι, οὓς ἵνα καταλλάξῃ, οὔτε σφαγῆναι παρ-ῃτήσατο· εἰ μὴ καὶ τοῦτο δαπάνη τίς ἐστι, καὶ
PG 58:722χρημάτων ἀνάλωμα, ὅπερ ἐν τῇ ἐλεημοσύνῃ προβάλ-λεσθε. δ. Ἐννόησον ὅσων ὑπεύθυνος εἶ, καὶ οὐ μόνον οὐκ ἀναδύσῃ πρὸς τὴν ἄφεσιν τῶν σε ἠδικηκότων, ἀλλὰ καὶ δραμῇ πρὸς τούς σε λελυπηκότας, ὥστε γενέσθαι σοι συγχωρήσεως ἀφορμὴν, ὥστε εὑρεῖν παραμυθίαν τῶν οἰκείων κακῶν. Ἑλλήνων παῖδες, οὐδὲν μέγα προσδο-κῶντες, πολλάκις ἐν τούτοις ἐφιλοσόφησαν· καὶ σὺ μέλ-λων ἐπὶ τοιαύταις ἐλπίσιν ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς; καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρό-νου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ἀμισθὶ μᾶλ-λον, ἢ ἐπὶ μισθῷ βούλει σοι σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι. Εἰ δὲ λέγεις, ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένος, ἀνα-μνήσθητι εἴ τι γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα σὺ ἑτέρους διέθηκας κακά. Κακῶς σε εἶπε, καὶ κατῄσχυνε; Λόγισαι ὅτι καὶ σὺ ἑτέρους εἴρηκας. Πῶς οὖν ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἀλλ’ οὐδένα εἴρηκας; Ἀλλ’ ἤκουσας λεγόντων, καὶ ἀπεδέξω. Οὐδὲ τοῦτο ἀνεύθυνον. Θέλεις μαθεῖν ὅσον ἀγαθόν ἐστι τὸ μὴ μνησικακεῖν, καὶ πῶς μάλιστα τοῦτο τὸν Θεὸν εὐ-φραίνει; Τοὺς ἐφηδομένους τοῖς δικαίως παρ’ αὐτοῦ κο-λαζομένοις τιμωρεῖται· καίτοι δικαίως κολάζονται, ἀλλὰ
σὲ ἐπιχαίρειν οὐκ ἐχρῆν. Καὶ ὁ προφήτης πολλὰ ἐγκα-λέσας, καὶ τοῦτο ἐπήγαγεν εἰπών· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ· καὶ πάλιν· Οὐκ ἐξῆλθε κατοικοῦσα Ἐνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Καίτοι καὶ ὁ Ἰωσὴφ, τουτέστιν, αἱ φυλαὶ αἱ ἐξ αὐ-τοῦ, καὶ οἱ τούτων γείτονες, κατὰ Θεοῦ γνώμην ἐτιμωροῦν-το· ἀλλ’ ὅμως βούλεται καὶ τούτοις ἡμᾶς συναλγεῖν. Εἰ γὰρ ἡμεῖς πονηροὶ ὄντες, ὅταν τιμωρώμεθα οἰκέτην, ἄν τινα τῶν συνδούλων γελάσαντα ἴδωμεν, καὶ παροξυνόμεθα μᾶλλον, καὶ ἐπ’ ἐκεῖνον μετάγομεν τὴν ὀργήν· πολλῷ μᾶλλον ὁ Θεὸς τιμωρήσεται τοὺς ἐφηδομένους τοῖς κολα-ζομένοις. Εἰ δὲ τοῖς παρὰ Θεοῦ κολαζομένοις οὐκ ἐπεμ-βαίνειν, ἀλλὰ συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι. Τοῦτο γὰρ ἀγάπης σημεῖον, ταύτην πάντων προτίθησιν ὁ Θεός. Καθάπερ γὰρ ἐπὶ τῆς ἁλουρ-γίδος τῆς βασιλικῆς, ἐκεῖνά ἐστι τὰ τίμια τῶν ἀνθῶν καὶ τῶν χρωμάτων, ἅπερ τὴν χλανίδα κατασκευάζει ταύτην· οὕτω καὶ ἐνταῦθα αὗταί εἰσιν αἱ ἀρεταὶ αἱ τί-μιαι, αἵπερ ἂν τὴν ἀγάπην συνέχωσιν. Οὐδὲν δὲ οὕτως ἀγάπην διατηρεῖ, ὡς τὸ μὴ μεμνῆσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. Μὴ γὰρ οὐκ ἐφρόντισε καὶ θατέρου μέρους ὁ Θεός; μὴ γὰρ οὐκ ὦσε τὸν ἠδικηκότα πρὸς τὸν ἠδικημένον; οὐκ ἀπὸ τοῦ θυσιαστηρίου πέμπει πρὸς ἐκεῖνον αὐτὸν, καὶ μετὰ τὰς καταλλαγὰς ἐπὶ τὴν τρά-πεζαν αὐτὸν καλεῖ; Ἀλλὰ μὴ διὰ τοῦτο περιμείνῃς ἐκεῖ-νον ἐλθεῖν, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Διὰ γὰρ τοῦτο μά-λιστά σοι μισθὸν ἄφατον ὁρίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκέτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Τί λέγεις; Ἐχθρὸν ἔχεις, καὶ οὐκ αἰσχύνῃ; Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπι-

Homily LXXXHomilia LXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:723σπώμεθα; Εἴθε μηδὲ ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμῆσαι, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν Οὐκ οἶσθα πόση ἡ ἡδονὴ μετὰ τὰς καταλλαγάς; Τί γὰρ, εἰ καὶ ἐν τῇ ἔχθρᾳ οὐ σφόδρα φαίνεται; Ὅτι γὰρ ἥδιον φιλεῖν τὸν ἀδικοῦντα, ἢ μισεῖν, μετὰ τὸ λυθῆναι τὴν ἔχθραν, τότε δυνήσῃ μα-θεῖν καλῶς. ε. Τί τοίνυν τοὺς μαινομένους μιμούμεθα, ἀλλήλους κατεσθίοντες, τῇ οἰκείᾳ σαρκὶ πολεμοῦντες; Ἄκουσον καὶ ἐν τῇ Παλαιᾷ πόσος ἦν ὑπὲρ τούτου λόγος. Ὁδοὶ μνησικάκων εἰς θάνατον. Ἄνθρωπος ἀνθρώπῳ συν-τηρεῖ ὀργὴν, καὶ παρὰ Θεοῦ ζητεῖ ἴασιν. Καίτοι συνεχώρησεν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· πῶς οὖν ἐγκαλεῖ; Ὅτι κἀκεῖνα συνεχώρησεν, οὐχ ἵνα ἀλλήλοις αὐτὰ ποιῶμεν, ἀλλ’ ἵνα δέει τοῦ παθεῖν ἀπεχώμεθα τοῦ τολμᾷν. Καὶ ἄλλως δὲ, ἐκεῖνα μὲν προς-καίρου τινὸς ὀργῆς ἐστι, τὸ δὲ μνησικακεῖν, ψυχῆς πονη-ρίαν μελετώσης. Ἀλλὰ κακῶς ἔπαθες; Ἀλλ’ οὐδὲν τοσοῦτον, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν. Ἄλλως δὲ οὐδὲ δυνατὸν ἄνδρα ἀγαθὸν κακόν τι παθεῖν. Ἔστω γάρ τις καὶ παιδία ἔχων καὶ γυναῖκα, καὶ φιλοσοφείτω, ἐχέτω δὲ καὶ πολλὰς ἀφορμὰς βλάβης, καὶ χρημάτων περιουσίαν, καὶ ἀρχῆς δυναστείαν, καὶ φίλους πολλοὺς, καὶ τιμῆς ἀπολαυέτω, πλὴν φιλοσοφείτω· τοῦτο γὰρ δεῖ προσκεῖσθαι· καὶ προσάγωμεν αὐτῷ τὰς πληγὰς τῷ λόγῳ. Καὶ προσιών τις μοχθηρὸς ἀνὴρ περιβαλλέτω ζη-μίᾳ· τί οὖν πρὸς τὸν οὐδὲν ἡγούμενον εἶναι χρή-ματα; Τὰ τέκνα ἀναιρείτω· τί οὖν πρὸς τὸν περὶ ἀνα-στάσεως φιλοσοφοῦντα; Τὴν γυναῖκα σφαττέτω· καὶ τί τοῦτο πρὸς τὸν πεπαιδευμένον μὴ πενθεῖν τοὺς κεκοι-
PG 58:724μημένους; Εἰς ἀτιμίαν ἐμβαλλέτω· τί πρὸς τὸν ἄνθος χόρτου τὰ παρόντα ἡγούμενον; Εἰ βούλει, καὶ τὸ σῶμα κολαζέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· τί οὖν πρὸς τὸν μαθόντα, Εἰ καὶ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθεί-ρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται, καὶ ὅτι Ἡ θλῖψις δοκιμὴν κατεργάζεται; Ἐγὼ μὲν οὖν μηδὲν βλαβή-σεσθαι αὐτὸν ὑπεσχόμην· ὁ δὲ λόγος προϊὼν ἔδειξεν ὅτι καὶ ὠφελεῖται, ἀνακαινούμενος καὶ δόκιμος γινόμε-νος. Μὴ τοίνυν πρὸς ἑτέρους ἀλγῶμεν, ἑαυτοὺς ἀδικοῦντες, καὶ ἀσθενῆ κατασκευάζοντες τὴν ψυχήν. Οὐ γὰρ τῆς τῶν πλησίον πονηρίας ἐστὶ τοσοῦτον, ὅσον τῆς ἡμετέρας ταλαιπωρίας ἡ ἀλγηδών. Διὰ τοῦτο, κἂν ὑβρίσῃ τις, δακρύομεν καὶ συστελλόμεθα· κἂν ἁρπάσῃ τις, τὸ αὐτὸ πάσχομεν, κατὰ τὰ παιδία ἐκεῖνα τὰ μικρὰ, ἅπερ οἱ τῶν ὁμηλίκων ἀστειότεροι παροξύνουσιν ὑπὲρ οὐδενὸς [ἀναγκαίου, ἀλλ’] ἀπὸ μικρῶν προφάσεων λυ-ποῦντες· ἀλλ’ ὅμως κἀκεῖνα, ἂν μὲν ἴδωσι κνιζόμενα, ἐπιμένουσι δάκνοντες· ἂν δὲ γελῶντα, καὶ ἀφίστανται. Ἀλλ’ ἡμεῖς καὶ τούτων ἀνοητότεροι, ὑπὲρ ὧν ἔδει γελᾷν, ὑπὲρ τούτων ὀδυρόμενοι. Διὸ παρακαλῶ, τὴν παιδικὴν ταύτην διάνοιαν ἀφέντες, τῶν οὐρανῶν ἐπιλα-βώμεθα. Καὶ γὰρ ἄνδρας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται, ἄνδρας τελείους. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν, Ἀδελ-φοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶ, λέγων, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Νηπιάσωμεν τοίνυν τῇ κακίᾳ, καὶ τὴν πονηρίαν φυγόντες, τῆς ἀρετῆς ἐπιλαβώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:723ΟΜΙΛΙΑ Π. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. α. Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ· ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι· ἀλλ’ ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή. Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ’ ἵνα δείξῃ πόθεν θαῤ-ῥοῦσα προσῆλθεν ἡ γυνή. Ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἐδόκει ἀκάθαρτον εἶναι πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν καὶ θεραπεύσαντα τὸν ἄνθρωπον (οὐ γὰρ ἂν εἵλετο μεῖναι παρὰ τῷ λεπρῷ), καὶ καταχθέντα παρ’ αὐτῷ, ἐθάρσησεν ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς ἀκα-θαρσίαν ἀποσμήξει ῥᾳδίως. Οὐχ ἁπλῶς δὲ καὶ τὴν πόλιν φησὶ, τὴν Βηθανίαν, ἀλλ’ ἵνα μάθῃς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται ὡς ἀπὸ σταδίων δεκαπέντε· οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν. Ἰδοῦσα τοίνυν αὐτὸν ἡ γυνὴ, καὶ τὸ θαῤῥεῖν λαβοῦσα ἐντεῦθεν, προσῄει. Εἰ γὰρ ἡ αἱμοῤῥοοῦσα, καίτοι οὐδὲν ἑαυτῇ συνειδυῖα τοιοῦτον, διὰ τὴν ἀπὸ τῆς φύσεως δοκοῦσαν εἶναι ἀκα-θαρσίαν, τρέμουσα καὶ δεδοικυῖα προσῆλθε· πολλῷ μᾶλ-
PG 58:724λον ταύτην ὀκνεῖν καὶ ἀναδύεσθαι εἰκὸς ἦν, διὰ τὸ πο-νηρὸν συνειδός. Διὸ καὶ μετὰ πολλὰς γυναῖκας, τὴν Σαμαρεῖτιν, τὴν Χαναναίαν, τὴν αἱμοῤῥοοῦσαν, καὶ ἑτέρας πλείους προσέρχεται, διὰ τὸ πολλὴν ἑαυτῇ συνει-δέναι ἀσέλγειαν· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ’ ἐν οἰκίᾳ. Καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σω-ματικῆς μόνον, αὕτη τιμῆς ἕνεκεν προσῄει μόνης, καὶ τῆς κατὰ ψυχὴν διορθώσεως. Οὐδὲ γάρ τι τοῦ σώμα-τος ἀνάπηρος ἦν· ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειε. Καὶ οὐδὲ ὡς ἀνθρώπῳ προσῄει ψι-λῷ· οὐ γὰρ ἂν ταῖς θριξὶ κατέμαξεν· ἀλλ’ ὡς μείζονι ἢ κατὰ ἄνθρωπον. Διὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε
τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, φησὶ, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο τὸ μύ-ρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπε· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίη-σεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγ-γέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Καὶ πόθεν
PG 58:725αὐτοῖς αὕτη ἡ διάνοια; Ἤκουον τοῦ διδασκάλου λέ-γοντος, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, καὶ τοῖς Ἰου-δαίοις ἐγκαλοῦντος, ὅτι τὰ βαρύτερα ἠφίεσαν, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν, καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος καὶ ἀπὸ τούτων συνελογί-ζοντο πρὸς ἑαυτοὺς καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν, πολλῷ μᾶλ-λον τοῦ ἐλαίου τὴν χρίσιν. Ἀλλ’ οὗτοι μὲν οὕτως ἐνόμιζον· ὁ δὲ τὴν διάνοιαν αὐτῆς ὁρῶν, ἀφίησι. Καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον. Εἰ γὰρ ἄνθρωπος γενέσθαι, καὶ κυοφορηθῆναι, καὶ γαλακτοτροφηθῆναι οὐ παρῃτήσατο, τί θαυμάζεις εἰ τοῦτο οὐ διακρούεται; Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτοῦ κνίσης ἠνέσχετο καὶ καπνοῦ, οὕτω καὶ αὐτὸς τῆς πόρνης, ὅπερ ἔφθην εἰπὼν, τὴν αὐτῆς διάνοιαν ἀποδεχόμενος. Καὶ γὰρ ὁ Ἰακὼβ στή-λην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. Ἀλλ’ οἱ μαθηταὶ τὴν γνώ-μην αὐτῆς οὐκ εἰδότες, ἀκαίρως ἐμέμφοντο, καὶ δι’ ὧν ἐνεκάλουν, δεικνύουσι τῆς γυναικὸς τὴν φιλοτιμίαν. Εἰ-πόντες γὰρ, ὅτι Ἠδύνατο τριακοσίων δηναρίων πρα-θῆναι, ἔδειξαν ὅσον ἀνάλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην ἐπεδείξατο τὴν μεγαλοψυχίαν. Διὸ καὶ ἐπετίμα αὐτοῖς, λέγων· Τί κόπους παρέχετε τῇ γυναικί; Καὶ λογισμὸν προστίθησι, βουλόμενος αὐτοὺς πάλιν ἀναμνῆ-σαι τοῦ πάθους· Εἰς τὸν ἐνταφιασμόν μου γὰρ, φησὶν, ἐποίησε. Καὶ ἕτερον λογισμόν· Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· καὶ, Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον, λα-ληθήσεται καὶ ὃ ἐποίησεν αὕτη. Εἶδες πῶς πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ παραμυθού-μενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου, εἴγε τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα; Τίς οὖν οὕτως ἄθλιος, ὡς πρὸς τοσαύτην ἀντιβλέψαι ἀλήθειαν; Ἰδοὺ γὰρ ὅπερ εἶπε, γέγονε· καὶ ὅπουπερ ἂν ἀπέλθῃς τῆς οἰκουμένης, ὄψει καὶ ταύτην ἀνακηρυττομένην. Καίτοι οὐδὲ τὸ πρόσωπον ἐπίσημον ἦν, οὔτε μάρτυρας ἔχον πολλοὺς, οὔτε ἐν θεά-τρῳ τὸ γεγενημένον, ἀλλ’ ἐν οἰκίᾳ, καὶ ἐν οἰκίᾳ λεπροῦ τινος, τῶν μαθητῶν μόνων παρόντων. β. Τίς οὖν αὐτὸ ἐξήχησε καὶ διαδοθῆναι ἐποίησεν; Ἡ τοῦ ταῦτα λέγοντος δύναμις. Καὶ βασιλέων μὲν μυρίων καὶ στρατηγῶν ἀνδραγαθήματα, ὧν καὶ τὰ ὑπομνήματα μένει, σεσίγηνται· καὶ πόλεις ἀναστήσαντες, καὶ τείχη περιβαλόντες, καὶ πολέμους νικήσαντες, καὶ τρόπαια στήσαντες, καὶ ἔθνη πολλὰ δουλωσάμενοι, οὐδὲ ἐξ ἀκοῆς, οὐδὲ ἐξ ὀνόματός εἰσι γνώριμοι, καίτοι καὶ ἀνδριάντας ἀναστήσαντες καὶ νόμους θέντες· ὅτι δὲ πόρνη γυνὴ ἔλαιον ἐξέχεεν ἐν οἰκίᾳ λεπροῦ τινος, δέκα ἀνδρῶν παρόντων, τοῦτο πάντες ᾄδουσι κατὰ τὴν οἰκουμένην, καὶ χρόνος τοσοῦτος διῆλθε, καὶ ἡ μνήμη τοῦ γενομέ-νου οὐκ ἐμαράνθη· ἀλλὰ καὶ Πέρσαι, καὶ Ἰνδοὶ, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Σαυρομάται, καὶ τὸ Μαύρων γένος, καὶ οἱ τὰς Βρεττανικὰς νήσους οἰκοῦντες τὸ ἐν Ἰουδαίᾳ γενόμενον λάθρα ἐν οἰκίᾳ παρὰ γυναικὸς πεπορνευμένης περιφέρουσι. Μεγάλη ἡ φιλαν-θρωπία τοῦ Δεσπότου. Πόρνης ἀνέχεται, πόρνης πόδας φι-λούσης, καὶ βρεχούσης ἐλαίῳ, καὶ καταμασσούσης ταῖς θριξὶ, καὶ προσίεται, καὶ ἐπιτιμᾷ τοῖς ἐγκαλοῦσιν. Οὐδὲ
PG 58:726γὰρ ἔδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι τὴν γυναῖκα. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἦσαν λοιπὸν ὑψηλοὶ καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην. Καὶ διατί μὴ ἁπλῶς εἶπεν, ὅτι Ἔργον καλὸν ἐποίησεν· ἀλλὰ πρότερον, Τί κόπους παρέχετε τῇ γυναικί; Ἵνα μάθωσι μὴ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν. Διὰ τοῦτο οὐδὲ αὐτὸ καθ’ ἑαυτὸ ἁπλῶς τὸ πρᾶγμα ἐξ-ετάζει, ἀλλὰ μετὰ τοῦ προσώπου τῆς γυναικός. Καίτοι εἰ ἐνομοθέτει, οὐκ ἂν προσέθηκε τὴν γυναῖκα· ἀλλ’ ἵνα μά-θῃς, ὅτι δι’ αὐτὴν ταῦτα εἴρηται, ἵνα μὴ τὴν βλαστή-σασαν αὐτῆς πίστιν πηρώσωσιν, ἀλλ’ ἐκθρέψωσι μᾶλ-λον, διὰ τοῦτό φησι, παιδεύων ἡμᾶς ὅπερ ἂν γίνηται καλὸν παρ’ ὁτουοῦν, κἂν μὴ σφόδρα ἠκριβωμένον ᾖ, δέ-χεσθαι αὐτὸ καὶ θάλπειν, καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν ἀρχὴν πᾶσαν ἐπιζητεῖν ἀκρίβειαν. Ἐπεὶ ὅτι γε καὶ αὐτὸς τοῦτο μᾶλλον ἠβούλετο, δῆλον ἐξ ὧν καὶ γλωσσόκομον βαστάζεσθαι ἐκέλευσεν, ὁ μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι. Ἀλλὰ τότε οὐκ ἀπῄτει τοῦτο ὁ και-ρὸς, ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ’ ὥστε ἀποδέ-ξασθαι μόνον. Ὥσπερ γὰρ εἴ τις αὐτὸν ἤρετο χωρὶς τοῦ ποιῆσαι τοῦτο τὴν γυναῖκα, οὐκ ἂν τοῦτο ἀπεφήνατο· οὕτως ἐπειδὴ ἐποίησεν, εἰς ἓν ὁρᾷ λοιπὸν, ὅπως ἂν μὴ διαπορηθῇ ἐκ τῆς τῶν μαθητῶν ἐπιτιμήσεως, ἀλλ’ ἐκ τῆς αὐτοῦ θεραπείας εὐθυμοτέρα γενομένη καὶ ἀμεί-νων ἀπέλθῃ. Καὶ γὰρ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, οὐδὲ καιρὸν εἶχεν αὐτῶν ἡ ἐπιτίμησις. Καὶ σὺ τοίνυν ἂν μέν τινα ἴδῃς σκεύη κατασκευάσαντα ἱερὰ καὶ προσάγοντα, ἢ ἄλλον τινὰ Ἐκκλησίας κόσμον περὶ τοίχους καὶ ἔδα-φος φιλοπονοῦντα, μὴ κέλευε πραθῆναι, ἢ ἀνατραπῆναι τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτοῦ τὴν προθυμίαν. Ἂν δὲ πρὶν ἢ κατασκευάσαι τις ἔρηται, κέλευε δοθῆ-ναι πτωχοῖς· ἐπεὶ καὶ αὐτὸς, ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς, τοῦτο ἐποίησε, καὶ ὅσα φησὶν, εἰς παραμυθίαν αὐτῆς λέγει. Εἶτα ἐπειδὴ εἶπεν, Εἰς τὸν ἐνταφιασμόν μου ἐποίησεν· ἵνα μὴ δόξῃ ἀπορεῖν τὴν γυναῖκα, τοῦ τοιούτου πράγματος ἀναμνήσας, τά-φου καὶ θανάτου λέγω, ὅρα διὰ τῶν ἑξῆς πῶς αὐτὴν ἀνα-κτᾶται πάλιν λέγων· Ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται ὃ ἐποίησεν αὕτη. Τοῦτο δὲ καὶ τῶν μαθητῶν παραμυ-θία, κἀκείνης παράκλησις καὶ ἔπαινος ἦν. Πάντες γὰρ αὐτὴν, φησὶν, ᾄσονται μετὰ ταῦτα· καὶ νῦν δὲ προαν-εκήρυξε τὸ πάθος, τὰ πρὸς κηδείαν προσάγουσα· μὴ τοίνυν τις αὐτῇ ἐπιτιμάτω. Ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμ-ψασθαι ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λα-θεῖν τὸ γεγενημένον, ἀλλ’ ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν κρυπτῷ. Καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γεγενημένον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς. Καὶ διατί μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; Ἀπὸ τούτων καὶ περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζων. Εἰ γὰρ ἔργον καλὸν ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψε-ται. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ παραδώσω ὑμῖν αὐτόν; Τότε, πότε; Ὅτε ταῦτα ἐλέγετο, ὅτε εἶπεν, Εἰς τὸν
ἐνταφιασμόν· καὶ οὐδὲ ἐντεῦθεν κατενύγη, οὔτε ἀκούσας, ὅτι κηρυχθήσεται τὸ εὐαγγέλιον πανταχοῦ, ἔδεισε· (καὶ γὰρ δυνάμεως ἀφάτου τὸ εἰρημένον ἦν·) ἀλλ’ ὅτε γυναῖκες τοσαύτην ἐπεδείξαντο τιμὴν, καὶ
PG 58:727γυναῖκες πεπορνευμέναι, τότε αὐτὸς τὰ διαβόλου εἰρ-γάζετο. Τί δήποτε λέγουσιν αὐτοῦ τὸ παράσημον; Ὅτι ἦν καὶ ἄλλος Ἰούδας. Καὶ οὐδὲ παραιτοῦνται εἰπεῖν, ὅτι ἀπὸ τῶν δώδεκα ἦν· οὕτως οὐδὲν κρύπτουσι τῶν δο-κούντων εἶναι ἐπονειδίστων. Καίτοι ἐνῆν εἰπεῖν οὕτως ἁπλῶς, ὅτι τῶν μαθητῶν αὐτοῦ τις ἦν· ἦσαν γὰρ καὶ ἄλλοι. Νῦν δὲ προστιθέασι, Τῶν δώδεκα, ὡσανεὶ ἔλε-γον, τοῦ πρώτου χοροῦ τῶν ἀριστίνδην ἐξειλεγμένων, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου. Ἑνὸς γὰρ αὐτοῖς ἔμε-λε, τῆς ἀληθείας μόνης, οὐ τοῦ συσκιάσαι τὰ γινόμενα. Διὰ τοῦτο τῶν μὲν σημείων πολλὰ παρατρέχουσι, τῶν δὲ δοκούντων ἐπονειδίστων εἶναι οὐδὲν ἀποκρύπτονται, ἀλλὰ κἂν ῥῆμα, κἂν πρᾶγμα, κἂν ὁτιοῦν ᾖ τοιοῦτον, μετὰ παῤῥησίας ἀνακηρύττουσι. γ. Καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τὰ ὑψηλό-τερα φθεγγόμενος Ἰωάννης. Αὐτὸς γὰρ μάλιστα λέγει καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη τὰ εἰς αὐτὸν γενόμενα. Καὶ ὅρα πόση ἡ κακία τοῦ Ἰούδα, ὅταν αὐτομάτως προσίῃ, ὅταν ἀργυρίου τοῦτο ποιῇ, καὶ ἀργυρίου τοσού-του. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι τοῖς στρατηγοῖς συνέθετο. Ἐπειδὴ γὰρ ἐστασίαζον οἱ Ἰουδαῖοι, τοὺς τῆς εὐταξίας αὐτῶν ἐπιμελησομένους ἐπέστησαν αὐτοῖς οἱ Ῥωμαῖοι. Καὶ γὰρ ἡ ἀρχὴ αὐτῶν μεταπεσοῦσα λοιπὸν ἦν κατὰ τὴν προφητείαν. Τούτοις οὖν προσελθών φησι· Τί θέ-λετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Καὶ γὰρ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον ἀπολαβεῖν ἤθελεν. Ὢ τῆς ἀνοίας πῶς αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία Ὁ γὰρ πολλάκις ἰδὼν αὐτὸν διὰ μέσου διελθόντα, καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ θεότητος καὶ δυνάμεως πολλὰς παρασχόντα τὰς ἀποδείξεις, προσεδόκησεν αὐτὸν καθέξειν· καὶ ταῦτα, τοσαῦτα αὐτῷ κατεπᾴδοντα καὶ φοβερὰ καὶ προσηνῆ ῥήματα, ὥστε καταλῦσαι τὴν πο-νηρὰν ταύτην ἔννοιαν. Οὐδὲ γὰρ ἐν τῷ δείπνῳ ταύτης ἀπέστη τῆς ἐπιμελείας, ἀλλ’ ἕως ἐσχάτης ἡμέρας ὑπὲρ τούτων αὐτῷ διελέγετο. Ἀλλ’ οὐδὲν ἐκεῖνος ἐκέρδανεν. Οὐ μὴν διὰ τοῦτο ὁ Δεσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. Ταῦτ’ οὖν καὶ ἡμεῖς εἰδότες, μὴ διαλιμπάνωμεν πάντα ποιοῦντες εἰς τοὺς ἁμαρτάνοντας καὶ ῥᾳθύμους, νουθετοῦντες, διδάσκοντες, παρακαλοῦντες, παραινοῦν-τες, συμβουλεύοντες, κἂν μηδὲν ὠφελῶμεν. Καὶ γὰρ ὁ Χριστὸς προῄδει τὸ ἀδιόρθωτον τοῦ προδότου· ἀλλ’ ὅ-μως οὐκ ἐπαύσατο τὰ παρ’ ἑαυτοῦ εἰσφέρων, καὶ νου-θετῶν, καὶ ἀπειλῶν, καὶ ταλανίζων, καὶ οὐδαμοῦ σα-φῶς, οὐδὲ δήλως, ἀλλ’ ἐπικεκρυμμένως. Ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς προδοσίας καὶ φιλῆσαι αὐτὸν κατεδέξατο· ἀλλ’ οὐδὲν ἐκεῖνον ὤνησε τοῦτο. Τοσοῦτον ἡ φιλαργυ-ρία κακόν· αὕτη γὰρ αὐτὸν καὶ προδότην καὶ ἱερόσυλον ἐποίησεν. Ἀκούσατε, πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε καὶ φυλάξασθε τὸ πάθος. Εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασά-μενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ μὴ ἀπηλλάγη τοῦ νοσήματος, εἰς τοσοῦτον κατηνέχθη βά-ραθρον· πολλῷ μᾶλλον ὑμεῖς, οἱ μηδὲ Γραφῶν ἀκούον-τες, οἱ διαπαντὸς τοῖς παροῦσι προσηλωμένοι, εὐάλω-τοι τῷ πάθει τούτῳ γενήσεσθε, εἰ μὴ συνεχοῦς ἀπο-λαύοιτε ἐπιμελείας. Καθ’ ἑκάστην ἡμέραν συνῆν ἐκεῖνο. τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ’ ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν, δι’ ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ
PG 58:728ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς σὺ προσδοκᾷς διαφεύ-ξεσθαι τὸ νόσημα, μὴ σφοδρᾶς ἀπολαύων θεραπείας, καὶ πολλῇ τῇ σπουδῇ κεχρημένος; Δεινὸν γὰρ, δεινὸν τουτὶ τὸ θηρίον· ἀλλ’ ὅμως ἂν ἐθέλῃς, ῥᾳδίως περιέσῃ. Οὐ γάρ ἐστιν ἡ ἐπιθυμία φυσική· καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. Τὰ γὰρ τῆς φύσεως κοινὰ πάντων ἐστίν· αὕτη δὲ ἐκ ῥᾳθυμίας ἡ ἐπιθυμία γίνεται μόνης· ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται· καὶ τοὺς πρὸς αὐτὴν κεχηνότας ὅταν ἕλῃ, παρὰ φύσιν ποιεῖ ζῇν. Ὅταν γὰρ ἀγνοῶσι τοὺς ὁμοφύλους, τοὺς φίλους, τοὺς ἀδελφοὺς, τοὺς συγγενεῖς, ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό ἐστι ζῇν. Ὅθεν δῆλον, ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα, ᾧ καὶ Ἰούδας περιπεσὼν, προδότης ἐγένετο. Καὶ πῶς τοιοῦτος γέγονε, φησὶ, κληθεὶς ὑπὸ τοῦ Χρι-στοῦ; Ὅτι οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν γνώμην τῶν μὴ βουλομένων ἀρετὴν ἑλέ-σθαι, ἀλλὰ παραινεῖ μὲν καὶ συμβουλεύει, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρη-στούς· εἰ δὲ μὴ ἀνάσχοιντό τινες, οὐκ ἀναγκάζει. Εἰ δὲ βούλει μαθεῖν, πόθεν αὐτὸς γέγονε τοιοῦτος, εὑρήσεις ἀπὸ τῆς φιλαργυρίας αὐτὸν ἀπολωλότα. Καὶ πῶς ὑπὸ τοῦ πάθους ἑάλω τούτου; φησίν. Ἐπειδὴ ἐῤῥᾳθύμησεν. Ἐντεῦθεν γὰρ αἱ τοιαῦται μεταβολαὶ, ὥσπερ οὖν ἀπὸ σπουδῆς αἱ πρὸς τὸ ἐναντίον. Πόσοι γοῦν βίαιοι γενόμε-νοι, προβάτων εἰσὶν ἡμερώτεροι νῦν; πόσοι ἀσελγεῖς, σώφρονες μετὰ ταῦτα κατέστησαν; πόσοι πλεονέκται πρὸ τούτου, νῦν δὲ καὶ τὰ ἑαυτῶν ἔῤῥιψαν; Καὶ τοὐ-ναντίον πάλιν ἀπὸ ῥᾳθυμίας συνέβη. Καὶ γὰρ ὁ Γιεζῆ ἀνδρὶ ἁγίῳ συνέζη, καὶ γέγονε μοχθηρὸς καὶ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ νοσήματος. Τὸ γὰρ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος. Ἐντεῦθεν τυμβωρύχοι, ἐντεῦθεν ἀνδρο-φόνοι, ἐντεῦθεν πόλεμοι καὶ μάχαι, καὶ ὅπερ ἂν εἴπῃς κακὸν, ἐντεῦθεν. Καὶ πανταχοῦ ἄχρηστος ὁ τοιοῦτος, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσαι δέῃ· μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις. Κἂν γυναῖκα ἄγεσθαι μέλλῃ, οὐ λήψεται τὴν ἐνάρετον, ἀλλὰ τὴν πασῶν φαυλοτάτην· κἂν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολὺν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν· κἂν οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖ-σθαι μέλλῃ, τὸ φαυλότατον λήψεται. Καὶ τί λέγω στρατ-ηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας; Κἂν γὰρ βα-σιλεὺς ᾖ, πάντων ἐστὶν ἀθλιώτερος, καὶ λύμη τῆς οἰκου-μένης, καὶ πάντων πενέστερος. Ὡς γὰρ εἷς τῶν πολλῶν διακείσεται, οὐχὶ τὰ πάντων αὐτοῦ νομίζων εἶναι, ἀλλ’ αὐτὸν ἕνα τῶν πάντων· καὶ τὰ πάντων ἁρπάζων, πάν-των ἐλάττονα ἔχειν νομίζει. Τῇ γὰρ τῶν οὐδέπω κτη-θέντων ἐπιθυμίᾳ τὰ παρόντα μετρῶν, οὐδὲν ταῦτα πρὸς ἐκεῖνα εἶναι ἡγήσεται. δ. Διὸ καί τίς φησι· Φιλαργύρου μὲν οὐδὲν ἀνο-μώτερον. Ὁ γὰρ τοιοῦτος καὶ ἑαυτὸν ἀποδίδοται, καὶ κοινὸς περιέρχεται τῆς οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν λίθων τὰ ὄρη· δυσχε-ραίνων πρὸς τὴν εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος· πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον λαβεῖν· πάντα ὑπομένων, ὅθεν καὶ δύο συλλέξαι μόνον ὀβολοὺς ἔνι· ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουτοῦντας· τοὺς μὲν πένητας, μή-ποτε προσελθόντες αἰτήσωσι· τοὺς δὲ πλουτοῦντας, ὅτι μὴ τὰ ἐκείνων ἔχει. Ἅπαντας τὰ αὐτοῦ νομίζει κεκτῆ-

Homily LXXXIHomilia LXXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:729σθαι, καὶ ὡς παρὰ πάντων ἠδικημένος, οὕτω πρὸς πάντας δυσχεραίνει. Πλησμονὴν οὐκ οἶδε, κόρον οὐκ ἐπίσταται, πάντων ἐστὶν ἀθλιώτερος· ὥσπερ οὖν ὁ
τούτων ἀπηλλαγμένος καὶ φιλοσοφῶν, ζηλωτότερος πάν-των. Ὁ μὲν γὰρ ἐνάρετος, κἂν οἰκέτης ᾖ, κἂν δεσμώ-της, πάντων ἐστὶ μακαριώτερος. Οὐδεὶς γὰρ αὐτὸν ποιήσει κακῶς, οὐδ’ ἂν οἱ ἐκ τῆς οἰκουμένης συνέλ-θωσιν ἅπαντες, ὅπλα καὶ στρατόπεδα κινοῦντες, καὶ πολεμοῦντες αὐτῷ. Ὁ δὲ μοχθηρὸς καὶ φαῦλος, καὶ τοιοῦτος οἷον διεγράψαμεν, κἂν βασιλεὺς ᾖ, κἂν μυρία πε-ρικέηται διαδήματα, καὶ παρὰ τοῦ τυχόντος τὰ ἔσχατα πείσεται. Οὕτως ἡ κακία ἀσθενές· οὕτως ἰσχυρὸν ἡ ἀρετή. Τί τοίνυν πενθεῖς ἐν πενίᾳ ὤν; τί θρηνεῖς ἑορ-τὴν ἄγων; καὶ γὰρ ἑορτῆς ὁ καιρός. Τί κλαίεις; καὶ γὰρ πανήγυρις ἡ πτωχεία, ἂν σωφρονῇς. Τί ὀδύρῃ, παιδίον; παιδίον γὰρ δεῖ τὸν τοιοῦτον καλεῖν. Ἐτύ-πτησέ σε ὁ δεῖνα; Καὶ τί τοῦτο; καρτερικώτερον ἐποίη-σεν. Ἀλλ’ ἀφείλετο χρήματα; Τὸ πλέον ὑπετέμετο τοῦ φορτίου. Ἀλλὰ τὴν δόξαν περιέκοψε; Πάλιν ἄλλης ἐλευθερίας εἶδός μοι λέγεις. Ἄκουσον καὶ τῶν ἔξωθεν ταῦτα φιλοσοφούντων, καὶ λεγόντων· Οὐδὲν κακὸν πέ-πονθας, ἂν μὴ προσποιῇ. Ἀλλὰ τὴν οἰκίαν ἀφείλετο, τὴν μεγάλην ἐκείνην καὶ περιβόλους ἔχουσαν; Ἀλλ’ ἰδοὺ πᾶσα ἡ γῆ ἐνώπιόν σου, τὰ δημόσια οἰκοδομήματα, εἴτε εἰς τέρψιν, εἴτε εἰς χρείαν ἔχειν ἐθέλοις. Καὶ τί τερπνότερον ἢ ὡραιότερον τοῦ στερεώματος τοῦ οὐρα-νοῦ; Μέχρι τίνος πτωχοὶ καὶ πένητες; Οὐκ ἔστι πλού-σιον εἶναι τὸν μὴ ψυχῇ πλουτοῦντα· ὥσπερ οὐκ ἔνι πτω-χὸν εἶναι τὸν μὴ ἐν διανοίᾳ ἔχοντα τὴν πενίαν. Εἰ γὰρ κυριώτερον τοῦ σώματος ἡ ψυχὴ, οὐκ ἰσχύει τὰ ἀκυρό-τερα αὐτὴν διαθεῖναι πρὸς ἑαυτά· ἀλλ’ ἡ κυρία τὰ μὴ οὕτω κύρια πρὸς ἑαυτὴν ἐφέλκεται καὶ μεταβάλλει. Καὶ γὰρ ἡ καρδία, ὅταν τινὰ δέξηται βλάβην, ἅπαν τὸ σῶμα οὕτω διατίθησι· κἂν δύσκρατος γένηται, τῷ παντὶ λυ-μαίνεται· κἂν εὔκρατος, τὸ πᾶν ὀνίνησιν. Ἂν δέ τι τῶν λοιπῶν διαφθαρῇ, ταύτης μενούσης ὑγιοῦς, εὐκόλως κἀκείνων τὴν λύμην ἀποτινάσσεται. Ἵνα δὲ καὶ σαφέ-στερον ὃ λέγω ποιήσω, τί κλάδων ὄφελος, εἰπέ μοι, χλω-ρῶν, ὅταν ἡ ῥίζα μαραίνηται; τί δὲ βλάβος τῶν ἄνωθεν ξηρανθέντων φύλλων, ταύτης οὔσης ὑγιοῦς; Οὕτω
PG 58:730καὶ ἐνταῦθα οὐδὲν ὄφελος χρημάτων, ψυχῆς οὔσης πενι-χρᾶς· οὐδὲ βλάβος πενίας, ψυχῆς οὔσης πλουσίας. Καὶ πῶς ἂν γένοιτο πλουσία, φησὶ, ψυχὴ, ἐν πενίᾳ χρη-μάτων οὖσα; Μάλιστα ἂν τότε γένοιτο· τότε γὰρ καὶ πλουτεῖν εἴωθεν. Εἰ γὰρ, καθὼς πολλάκις ἐδείξαμεν, τοῦτο πλουτοῦντος τεκμήριον, τὸ καταφρονεῖν χρημάτων καὶ μηδενὸς δεῖσθαι, καὶ πενίας πάλιν τὸ δεῖσθαι· εὐκολώτερον δ’ ἄν τις ἐν πενίᾳ ἢ ἐν πλούτῳ καταφρονή-σειε χρημάτων· εὔδηλον ὅτι μάλιστα τὸ ἐν πενίᾳ εἶναι μᾶλλον ποιεῖ πλουτεῖν. Καὶ γὰρ ὅτι μᾶλλον ἐφίεται χρημάτων ὁ πλούσιος ἢ ὁ πένης, παντί που δῆλον· ὥς-περ ὁ μεθύων μᾶλλον διψᾷ τοῦ μετασχόντος αὐτάρκως τοῦ πόματος. Οὐδὲ γὰρ τοιαύτη ἐστὶν ἡ ἐπιθυμία, ὥστε τῷ πλείονι σβέννυσθαι, ἀλλὰ τοὐναντίον ἀνάπτεσθαι πέ-φυκε τούτῳ. Καὶ γὰρ τὸ πῦρ ὅταν πλείονα λάβῃ τροφὴν, τότε μάλιστα ἀγριοῦται· καὶ ἡ τῶν χρημάτων ἐπιθυ-μία, ὅταν πλέον ἐμβάλῃς χρυσίον, τότε μάλιστα αἴρε-ται. Εἰ τοίνυν τὸ πλειόνων ἐφίεσθαι, πενίας, ὁ δὲ ἐν πλούτῳ τοιοῦτος, οὗτος μάλιστα ἐν πενίᾳ. Ὁρᾷς ὅτι τότε μάλιστα πένεται ἡ ψυχὴ, ὅταν πλουτῇ, καὶ τότε πλου-τεῖ, ὅταν ἐν πενίᾳ ᾖ; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπων τὸν λόγον γυμνάσωμεν, καὶ ἔστωσαν δύο τινὲς, ὁ μὲν ἔχων μυρία τάλαντα, ὁ δὲ δέκα· καὶ ἀμφοτέρους ταῦτα ἀφαιρώμεθα· τίς οὖν μᾶλλον ἀλγήσει; Ὁ τὰ μυρία ἀπολέσας. Οὐκ ἂν δὲ μᾶλλον ἤλγησεν, εἰ μὴ μᾶλ-λον ἐφίλει· εἰ δὲ μᾶλλον φιλεῖ, μᾶλλον ἐπιθυμεῖ· εἰ δὲ ἐπιθυμεῖ μᾶλλον, μᾶλλόν ἐστιν ἐν πενίᾳ. Τούτου γὰρ μάλιστα ἐπιθυμοῦμεν, οὗ μάλιστα ἐν ἐνδείᾳ ἐσμέν· ἀπὸ γὰρ ἐνδείας ἡ ἐπιθυμία. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν οὐκ ἔστιν εἶναι. Καὶ γὰρ τότε μάλιστα διψῶ-μεν, ὅταν ἐνδεῶς ἔχωμεν ποτοῦ. Ταῦτα δέ μοι ἅπαντα εἴρηται, ὥστε δεῖξαι, ὅτι ἂν νήφωμεν, οὐδεὶς ἡμᾶς λυμα-νεῖται· καὶ ὅτι οὐ παρὰ πενίαν, ἀλλὰ παρ’ ἡμᾶς αὐτοὺς ἡ βλάβη γίνεται. Διὸ παρακαλῶ πάσῃ σπουδῇ τὴν νόσον τῆς φιλαργυρίας ἐκβαλεῖν, ἵνα καὶ ἐνταῦθα πλουτῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάν-τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:729ΟΜΙΛΙΑ ΠΑ. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. α. Πρώτην τῶν ἀζύμων, τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν· καὶ ταύτης μνημονεύει, καθ’ ἢν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι· τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλ-θον. Καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, τὸν καιρὸν λέγων, καθ’ ὃν προσῆλθον· ὁ δὲ οὕτω λέγει· Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾖ ἔδει θύεσθαι τὸ πάσχα· τὸ, Ἦλθε, τοῦτο λέγων, Ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης. Ἀπὸ γὰρ
PG 58:730τῆς ἑσπέρας ἤρχοντο· διὸ καὶ ἕκαστος προστίθησιν, Ὅτε ἐθύετο τὸ πάσχα. Καὶ λέγουσι· Ποῦ θέλεις ἑτοι-μάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὥστε κἀντεῦθεν δῆ-λον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον· ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς ἔχειν. Ἦ γὰρ ἂν αὐτὸν ἐκεῖ παρεκά-λεσαν ἐλθεῖν. Ἀλλ’ οὐκ ἦν οὐδὲ τούτοις, πᾶσιν ἀποτα-ξαμένοις λοιπόν. Τίνος δὲ ἕνεκεν τὸ πάσχα ἐπετέλει Διὰ πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐ ἔστιν ἐναντίος τῷ νόμῳ. Καὶ τί δήποτε πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς κἀντεῦθεν, ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, τί οὐκ ἂν εἰργά-σατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο μὴ πα-θεῖν; Καὶ ὅπερ ἐπὶ τῆς ὄνου ἐποίησε, τοῦτο καὶ ἐνταῦθα
PG 58:731Καὶ γὰρ ἐκεῖ φησιν· Ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· οὕτω καὶ ἐνταῦθα· Ὁ Διδάσκαλος εἶπε, Πρὸς σὲ ποιῶ τὸ πάσχα. Ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὢν, ἀλλ’ ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοσαύτην καὶ πόλεμον ἄσπονδον, κατεφρόνησε τῆς τῶν πολλῶν ἀπεχθείας. Εἶτα ἐπειδὴ ἠγνόουν, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαοὺλ ὁ προφήτης λέγων· Εὑρήσεις τινὰ ἀναβαίνοντα καὶ ἀσκὸν ἔχοντα· καὶ ἐνταῦθα, Κεράμιον βαστάζοντα. Καὶ ὅρα πάλιν τὴν ἐπίδειξιν τῆς δυνάμεως. Οὐ γὰρ εἶπε μόνον, Τὸ Πάσχα ποιῶ· ἀλλὰ καὶ ἕτερον προστίθησιν, Ὁ καιρός μου ἐγγύς ἐστι. Τοῦτο δὲ ἐποίει, ἅμα μὲν τοὺς μαθητὰς συνεχῶς ὑπομιμνήσκων τοῦ πάθους, ὥστε τῇ πυκνότητι τῆς προῤῥήσεως ἐγγυμνασθέντας μελετῆσαι τὸ συμ-βησόμενον· ἅμα δὲ δεικνὺς αὐτοῖς τε ἐκείνοις, καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. Προστίθησι δὲ, Μετὰ τῶν μαθητῶν μου, ὥστε καὶ ἀρκοῦσαν γενέ-σθαι τὴν παρασκευὴν, κἀκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώ-δεκα μαθητῶν. Βαβαὶ τῆς ἀναισχυντίας, Ἰούδα Καὶ
γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνήσων καὶ μυστηρίων καὶ ἁλῶν, καὶ παρ’ αὐτὴν ἐλέγχεται τὴν τράπεζαν, ὅτε καὶ θηρίον εἰ ἦν, πραότερον ἐγεγόνει ἄν. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται, ὅτι ἐσθιόντων αὐτῶν διαλέγεται περὶ τῆς προδοσίας ὁ Χριστὸς, ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Ὡς γὰρ ἐποίησαν οἱ μαθηταὶ, καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, Ὀψίας γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. Ἐσθιόντων δὲ αὐτῶν εἶπε, φησὶν, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πό-δας αὐτοῦ ἔνιψε. Καὶ ὅρα πῶς φείδεται τοῦ προδότου. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνά με παραδώσει· ἀλλ’, Εἷς ἐξ ὑμῶν, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τῷ λαθεῖν· καὶ αἱρεῖται φοβῆσαι ἅπαντας, ὑπὲρ τοῦ διασῶ-σαι τοῦτον. Ἐξ ὑμῶν τῶν δώδεκα, φησὶ, τῶν παντα-χοῦ μοι συμπαρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς το-σαῦτα ἐπηγγειλάμην. Πένθος ἄρα ἀφόρητον τὸν χορὸν τότε τὸν ἅγιον ἐκεῖνον κατέλαβε. Καὶ ὁ μὲν Ἰωάννης φησὶν, Ἠποροῦντο, καὶ εἰς ἀλλήλους ἔβλεπον, καὶ ἕκαστος αὐτῶν ἠρώτα δεδοικὼς ὑπὲρ ἑαυτοῦ, καίτοι μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· οὗτος δέ φησιν, ὅτι Λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος, Μήτι ἐγὼ, Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Ὅρα πότε αὐτὸν ἐξ-εκάλυψεν, ὅτε τοὺς λοιποὺς ἀπαλλάξαι τῆς ταραχῆς ταύ-της ἠθέλησε· καὶ γὰρ καὶ ἀποτεθνήκεισαν τῷ δέει· διὸ καὶ ἐπέκειντο ἐρωτῶντες. Οὐκ ἐκείνους δὲ ἀνεῖναι βου-λόμενος μόνον τῆς ἀγωνίας, τοῦτο ἐποίει, ἀλλὰ καὶ τὸν προδότην διορθῶσαι θέλων. Ἐπειδὴ γὰρ πολλάκις ἀκού-σας ἀδιορίστως, ἀδιόρθωτος ἔμενεν, ἀνάλγητος ὢν, βουλόμενος αὐτοῦ καθικέσθαι μᾶλλον, περιαιρεῖ τὸ προς-ωπεῖον αὐτοῦ. Ἐπειδὴ γὰρ λυπούμενοι ἤρξαντο λέ-γειν, Μήτι ἐγὼ, Κύριε; ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβά-ψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
PG 58:732Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγρα-πται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Τινὲς μὲν οὖν φασιν, ὅτι οὕτως ἰταμὸς ἦν, ὡς μὴ τιμᾷν τὸν Διδάσκα-λον, ἀλλὰ μετ’ αὐτοῦ βάπτειν· ἐμοὶ δὲ δοκεῖ καὶ τοῦτο ποιῆσαι ὁ Χριστὸς, μᾶλλον αὐτὸν ἐντρέπων, καὶ εἰς διά-θεσιν ἐπισπώμενος· ἔχει γάρ τι καὶ τοῦτο πλέον. β. Ταῦτα δὲ οὐχ ἁπλῶς παρατρέχειν δεῖ, ἀλλ’ ἐμπε-πηγέναι ἡμῶν ταῖς διανοίαις, καὶ οὐκ ἄν ποτε χώραν σχοίη θυμός. Τίς γὰρ ἐννοῶν τὸ δεῖπνον ἐκεῖνο, καὶ τὸν προδότην κατακείμενον μετὰ τοῦ πάντων Σωτῆρος, καὶ τὸν προδίδοσθαι μέλλοντα οὕτως ἐπιεικῶς διαλεγόμενον, οὐκ ἂν πάντα ἰὸν ἐκβάλοι θυμοῦ καὶ ὀργῆς; Ὅρα γοῦν πῶς πράως αὐτῷ προσφέρεται. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθώς ἐστι γεγραμμένον περὶ αὐτοῦ. Ταῦτα δὲ πάλιν καὶ τοὺς μαθητὰς ἀνακτώ-μενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶ-γμα, καὶ τὸν προδότην διορθούμενος. Οὐαὶ δὲ τῷ ἀν-θρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παρα-δίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρω-πος ἐκεῖνος. Ὅρα πάλιν ἐν τοῖς ἐλέγχοις ἄφατον τὴν πραότητα. Οὐδὲ γὰρ ἐνταῦθα καταφορικῶς, ἀλλ’ ἐλεεινό-τερον μᾶλλον τὸν λόγον προσάγει, καὶ συνεσκιασμένως πάλιν· καίτοιγε οὐχ ἡ ἔμπροσθεν μόνον ἀναισθησία, ἀλλὰ καὶ ἡ μετὰ ταῦτα ἀναισχυντία ἀξία τῆς ἐσχάτης ἀγανακτήσεως ἦν. Μετὰ γὰρ τὸν ἔλεγχον τοῦτόν φησι· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ τῆς ἀναισθησίας Ἐξετάζει συνειδὼς ἑαυτῷ τοιαῦτα. Καὶ γὰρ ὁ εὐαγγελιστὴς θαυ-μάζων αὐτοῦ τὴν ἰταμότητα, τοῦτό φησι. Τί οὖν ὁ πραό-τατος καὶ ἡμερώτατος Ἰησοῦς; Σὺ εἶπας. Καίτοιγε ἐνῆν εἰπεῖν· Ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγὲς καὶ βέ-βηλε· τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν, καὶ συμβόλαια σατανικὰ ποιήσας, καὶ ἀργύριον συν-θέμενος λαμβάνειν, καὶ παρ’ ἐμοῦ δὲ διελεγχθεὶς, ἔτι τολμᾷς ἐρωτᾷν; Ἀλλ’ οὐδὲν τούτων εἴρηκεν· ἀλλὰ πῶς; Σὺ εἶπας· ὅρους ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. Ἀλλ’ ἐρεῖ τις· Καὶ μὴν εἰ γέγραπται παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας; τὰ γὰρ γεγραμμένα ἐποίησεν. Ἀλλ’ οὐ ταύτῃ τῇ γνώμῃ, ἀλλὰ διὰ πονηρίαν. Εἰ δὲ μὴ τὸν σκοπὸν ἐξετάζοις, καὶ τὸν διάβολον ἀπαλ-λάξεις τῶν ἐγκλημάτων. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μυρίων γὰρ ἄξιοι κολάσεων καὶ οὗτος κἀκεῖνος, εἰ καὶ ἡ οἰκουμένη ἐσώθη. Οὐδὲ γὰρ ἡ προδοσία τοῦ Ἰούδα τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ἀλλ’ ἡ τοῦ Χριστοῦ σοφία, καὶ τῆς αὐτοῦ εὐμηχανίας τὸ εὔπορον, ταῖς ἑτέρων πονηρίαις εἰς τὸ ἡμῖν συμφέρον ἀποχρωμένου. Τί οὖν; φησίν· εἰ καὶ Ἰούδας μὴ προὔδωκεν, ἕτερος οὐκ ἂν προὔδωκε; Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; Ὅτι εἰ σταυρωθῆναι ἔδει τὸν Χριστὸν, φησὶ, διά τινος ἔδει· εἰ δὲ διά τινος ἔδει, δι’ ἀνθρώπου πάντως τοιούτου. Εἰ δὲ πάντες ἦσαν ἀγαθοὶ, ἐνεποδίσθη ἂν ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μὴ γένοιτο Αὐτὸς γὰρ ὁ πάνσοφος ᾔδει πῶς οἰκονομήσει τὰ ἡμέτερα, καὶ τούτου συμβάντος· εὔ-πορος γὰρ αὐτοῦ ἡ σοφία καὶ ἀκατάληπτος. Διὰ γὰρ τοῦτο ἵνα μή τις νομίσῃ, ὅτι οἰκονομίας ὑπηρέτης ἐγέ-νετο, ταλανίζει τὸν ἄνθρωπον.
PG 58:733Ἀλλ’ ἐρεῖ τις πάλιν· Καὶ εἰ καλὸν ἦν τὸ μὴ γεννηθῆ-ναι αὐτὸν, τίνος ἕνεκεν εἴασεν εἰς μέσον ἐλθεῖν, καὶ τοῦ-τον καὶ τοὺς πονηροὺς ἅπαντας; Δέον σε τοῖς πονηροῖς ἐγκαλεῖν, ὅτι κύριοι ὄντες μὴ γενέσθαι τοιοῦτοι, γεγό-νασι πονηροὶ, σὺ δὲ τοῦτο ἀφεὶς, πολυπραγμονεῖς τὰ τοῦ Θεοῦ, καὶ περιεργάζῃ· καίτοι εἰδὼς, ὡς οὐκ ἀνάγκῃ τίς ἐστι πονηρός. Ἀλλὰ τοὺς ἀγαθοὺς ἔδει γενέ-σθαι μόνους, φησὶ, καὶ γεέννης οὐκ ἦν χρεία, οὐδὲ κο-λάσεως καὶ τιμωρίας, οὐδὲ κακίας ἴχνος· τοὺς δὲ πονη-ροὺς ἢ μὴ γενέσθαι, ἢ γενομένους εὐθέως ἀπελθεῖν. Πρῶτον μὲν οὖν ἄξιον πρὸς σὲ εἰπεῖν τὸ ἀποστολικόν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Εἰ δὲ καὶ λογισμοὺς ἀπαιτεῖς, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι μειζόνως θαυμάζονται οἱ ἀγαθοὶ μεταξὺ πονηρῶν ὄντες· καὶ γὰρ ἡ ἀνεξικακία καὶ ἡ πολλὴ φιλοσοφία αὐτῶν τότε μάλιστα δείκνυται. Σὺ δὲ ὑπόθεσιν ἀναιρεῖς παλαισμάτων καὶ ἀγώνων, ταῦτα λέγων. Τί οὖν; ἵνα οὗτοι καλοὶ φανῶσι, κολάζονται ἕτεροι; φησί. Μὴ γένοιτο ἀλλὰ διὰ τὴν ἑαυτῶν πονηρίαν. Οὐδὲ γὰρ ἐπειδὴ παρήχθησαν, γεγόνασι πονηροὶ, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· διὸ καὶ κολάζονται. Πῶς γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι, τοσούτους διδασκάλους ἔχοντες ἀρετῆς, καὶ μηδὲν ἐντεῦθεν κερδαίνοντες; Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι, καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι, δυνάμενοι γενέσθαι καλοί (καὶ δηλοῦσιν οἱ γενόμενοι)· καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδαναν. Ἀλλ’ ἴδωμεν τί φησιν ὁ δείλαιος οὗτος διελεγχόμενος παρὰ τοῦ διδασκάλου. Τί οὖν φησι; Μήτι ἐγώ εἰμι, Ῥαββί; Καὶ διατί μὴ ἐξ ἀρχῆς τοῦτο ἠρώτησεν; Ἐνόμισε λανθάνειν τῷ εἰρῆσθαι, Εἷς ἐξ ὑμῶν· ὅτε δὲ αὐτὸν δῆλον ἐποίησεν, ἐτόλμησε πάλιν ἐρέσθαι, τῇ ἐπιει-κείᾳ τοῦ Διδασκάλου θαῤῥῶν, ὡς οὐκ ἐλέγξοντος αὐ-τόν. Διὰ τοῦτο γοῦν καὶ Ῥαββὶ ἐκάλεσεν.
γ. Ὢ τῆς πηρώσεως ποῦ αὐτὸν ἐξήγαγε; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· μωροὺς καὶ ἀνοήτους ἐργάζεται, ἰταμοὺς καὶ κύνας ἀντὶ ἀνθρώπων· μᾶλλον δὲ καὶ κυνῶν χαλεπωτέρους, καὶ δαίμονας ἀπὸ κυνῶν. Οὗτος γοῦν τὸν μὲν διάβολον προσίετο καὶ ἐπιβουλεύοντα, τὸν δὲ Ἰησοῦν καὶ εὐεργετοῦντα προὔδωκε, διάβολος ἤδη γενόμενος τῇ προαιρέσει. Τοιούτους γὰρ ποιεῖ ἡ ἀκό-ρεστος τῶν χρημάτων ἐπιθυμία, ἔκφρονας, παραπλῆ-γας, ὅλους τοῦ λήμματος, καθάπερ καὶ Ἰούδας ἐγένετο. Πῶς δὲ ὁ μὲν Ματθαῖός φησι καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετά-ξατο περὶ τῆς προδοσίας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ Ἰωάννης, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Καὶ αὐτὸς τοῦτο οἶδεν. Ἀνωτέρω γάρ φησι· Δείπνου γενομένου, καὶ τοῦ διαβόλου ἤδη βεβληκό-τος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα αὐτὸν παραδῷ. Πῶς οὖν φησι, Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Ὅτι οὐκ ἀθρόον εἰσέρχεται, οὐδὲ ὑφ’ ἓν, ἀλλὰ πολλὴν ποιεῖται τὴν ἀπόπειραν πρῶτον· ὃ δὴ καὶ ἐνταῦ-θα γέγονε. Διακωδωνίσας γὰρ αὐτὸν ἐν ἀρχῇ, καὶ προς-βαλὼν ἠρέμα, ἐπειδὴ εἶδεν ἐπιτήδειον πρὸς ὑποδοχὴν, ὅλος λοιπὸν ἐνταῦθα ἔπνευσε, καὶ ὁλοσχερῶς αὐτοῦ πε-ριγέγονε. Πῶς δὲ, εἰ τὸ πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους ἔδει φαγεῖν. Τί οὖν ἔστιν
PG 58:734εἰπεῖν; Ὅτι μετὰ τὸ φαγεῖν, ἀνέκειντο λοιπὸν ἑστιώμε-νοι. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι κατὰ τὴν ἑσπέ-ραν ἐκείνην οὐκ ἤσθιε μόνον τὸ πάσχα, ἀλλὰ καὶ ἔλε-γεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ’ ὑμῶν· τουτέστι, κατὰ τὸν ἐνιαυτὸν τοῦτον. Τί δή-ποτε; Ὅτι τότε ἔμελλε τῆς οἰκουμένης ἡ σωτηρία γίνε-σθαι, καὶ τὰ μυστήρια παραδίδοσθαι, καὶ τὰ λυπηρὰ λύεσθαι διὰ τοῦ θανάτου· οὕτω κατὰ γνώμην αὐτῷ ὁ σταυρὸς ἦν. Ἀλλ’ οὐδὲν τὸν ἀνήμερον θῆρα ἐμάλαξεν, οὐδὲ ἔκαμψεν, οὐδὲ ἐνέτρεψεν. Ἐταλάνισεν αὐτὸν εἰπών· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ. Ἐφόβησεν αὐτὸν πάλιν εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη. Ἐν-έτρεψεν αὐτὸν εἰπών· Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπι-δώσω. Καὶ οὐδὲν τούτων αὐτὸν κατέσχεν, ἀλλ’ ὥσπερ ὑπὸ μανίας τινὸς ἑάλω τῆς φιλαργυρίας, μᾶλλον δὲ ὑπὸ χαλεπωτέρου νοσήματος. Καὶ γὰρ αὕτη χαλεπωτέρα ἡ μανία. Τί γὰρ ἂν τοιοῦτον εἰργάσατο ὁ μαινόμενος; Οὐ προί̈ετο ἀφρὸν ἐκ τοῦ στόματος οὗτος, ἀλλὰ προί̈ετο φόνον Δεσποτικόν· οὐκ ἐστραγγάλου τὰς χεῖρας, ἀλλὰ προέτεινεν εἰς ὠνὴν αἵματος τιμίου. Διὸ μείζων ἡ μανία, ὅτι ὑγιαίνων ἐμαίνετο. Ἀλλ’ οὐ φθέγγεται ἄσημα; Καὶ τί τῆς φωνῆς ταύτης ἀσημότερον, Τί θέλετέ μοι δοῦ-ναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδώσω· ὁ διάβολος ἤχησε διὰ τοῦ στόματος ἐκείνου. Ἀλλ’ οὐκ ἐπάταξε τὴν γῆν τοῖς ποσὶ σπαίρων; Καὶ πόσῳ βέλτιον ἐκείνως σπαίρειν, ἢ οὕτως ἑστάναι ὀρθόν; Ἀλλὰ λίθοις ἑαυτὸν οὐκ ἔκοπτε; Καὶ πόσῳ ἄμεινον ἦν, ἢ τοιαῦτα ἐργάσασθαι; Βούλεσθε εἰς μέσον ἀγάγωμεν τοὺς δαιμονῶντας καὶ τοὺς φιλαργύρους, καὶ ποιήσωμεν σύγκρισιν ἑκατέ-ρων; Ἀλλὰ μηδεὶς οἰκείαν ἡγείσθω τὸ πρᾶγμα ὕβριν. Οὐ γὰρ τὴν φύσιν ὑβρίζομεν, ἀλλὰ τὸ πρᾶγμα κακίζο-μεν. Οὐδέποτε ἐνεδιδύσκετο ἱμάτια, λίθοις ἑαυτὸν κατακόπτων, ὁ δαιμονῶν, καὶ τὰς ἀβάτους ὁδοὺς καὶ τὰς τραχείας ἐπῄει τρέχων, καὶ κατὰ κράτος ἐλαυνόμενος ὑπὸ τοῦ δαίμονος. Οὐ δοκεῖ ταῦτα φρικτὰ εἶναι; Τί οὖν ἂν δείξω τοὺς φιλαργύρους τούτων χαλεπώτερα ἐργα-ζομένους τὴν ψυχὴν τὴν ἑαυτῶν, καὶ οὕτω χαλεπώτερα, ὡς ταῦτα παιδιὰν πρὸς ἐκεῖνα νομίζεσθαι; Ἆρα ἀπο-στήσεσθε τῆς νόσου; Φέρε οὖν, ἴδωμεν εἴ τι ἀνεκτό-τερον αὐτῶν διάκεινται. Οὐδέν· ἀλλὰ καὶ χαλεπώτε-ρον· καὶ γὰρ μυρίων γυμνῶν εἰσιν αἰσχρότεροι. Πολλῷ γὰρ βέλτιον γυμνὸν εἶναι ἱματίων, ἢ τὰ ἀπὸ πλεονεξίας ἐνδεδυμένον περιιέναι κατὰ τοὺς βακχευομένους τῷ Διο-νύσῳ. Καθάπερ γὰρ ἐκεῖνοι προσωπεῖα καὶ ἱμάτια μαι-νομένων ἔχουσιν, οὕτω καὶ οὗτοι. Καὶ καθάπερ τὴν γύ-μνωσιν τῶν δαιμονώντων ποιεῖ μανία, οὕτω καὶ τὴν πε-ριβολὴν ταύτην μανία ἐργάζεται· καὶ τῆς γυμνώσεως ἡ περιβολὴ ἐλεεινοτέρα. Καὶ τοῦτο ἐντεῦθεν δεῖξαι πειρά-σομαι. Τίνα γὰρ ἂν εἴποιμεν μᾶλλον μαίνεσθαι ἐν αὐτοῖς τοῖς μαινομένοις; εἴ τις ἑαυτὸν κατακόπτοι, ἢ εἴ τις μεθ’ ἑαυτοῦ καὶ τοὺς ἀπαντῶντας ἅπαντας; Εὔδηλον ὅτι οὗτος. Οὐκοῦν ἐκεῖνοι μὲν ἑαυτοὺς ἐγύμνουν, οὗτοι δὲ ἅπαντας τοὺς ἀπαντῶντας. Ἀλλὰ διασχίζουσιν ἐκεῖνοι τὰ ἱμάτια. Καὶ πόσῳ ἂν κατεδέξατο τῶν ἠδι-κημένων ἕκαστος ἱμάτιον διαῤῥαγῆναι, ἢ πᾶσαν ἀποδυ-θῆναι τὴν οὐσίαν; Ἀλλὰ πληγὰς οὐκ ἐντείνουσιν εἰς τὸ πρόσωπον. Μάλιστα μὲν καὶ τοῦτο ποιοῦσιν οἱ πλεον-έκται· εἰ δὲ μὴ πάντες, ἀλλ’ εἰς τὴν γαστέρα διὰ τοῦ
PG 58:735λιμοῦ καὶ τῆς πενίας χαλεπωτέρας ἅπαντες ἐνιᾶσι τὰς ὀδύνας. Ἀλλ’ οὐ δάκνουσιν ὀδοῦσιν. Εἴθε ὀδοῦσι, καὶ μὴ βέλεσι πλεονεξίας χαλεπωτέροις ὀδόντων. Οἱ γὰρ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη. Τίς γὰρ μᾶλλον ἀλγήσει, ὁ δη-χθεὶς ἅπαξ καὶ εὐθέως θεραπευθεὶς, ἢ ὁ διαπαντὸς τοῖς ὀδοῦσι τῆς πενίας κατεσθιόμενος; Πενία γὰρ ἀκούσιος, καὶ καμίνου καὶ θηρίου χαλεπώτερον. Ἀλλ’ οὐ διώκουσι τὰς ἐρημίας, καθάπερ οἱ δαιμονῶντες. Εἴθε τὰς ἐρημίας, καὶ μὴ τὰς πόλεις κατέτρεχον, καὶ πάντες ἂν οἱ ἐν πόλεσιν ἀδείας ἀπήλαυσαν. Νυνὶ δὲ καὶ ταύτῃ πάντων ἐκείνων εἰσὶν ἀφορητότεροι, ὅτι ἐν ταῖς πόλεσι ταῦτα ποιοῦσιν, ἅπερ ἐν ἐρημίαις ἐκεῖνοι, τὰς πόλεις ἐρημίας ἐργαζόμενοι, καὶ καθάπερ ἐν ἐρημίᾳ οὐδενὸς ὄντος τοῦ κωλύοντος, οὕτω τὰ πάντων συλῶντες. Ἀλλ’ οὐ βάλλουσι λίθοις τοὺς ἀπαντῶντας. Καὶ τί τοῦτο; Λί-θους μὲν γὰρ ῥᾴδιον καὶ φυλάξασθαι· ἃ δὲ διὰ χάρτου καὶ μέλανος ἐργάζονται τοῖς ταλαιπώροις πένησι τραύ-ματα, γραμματεῖα μυρίων πληγῶν γέμοντα συντιθέν-τες, τίς ἄν ποτε ῥᾳδίως φυλάξαιτο τῶν ἐμπεσόντων; δ. Ἴδωμεν δὲ καὶ ἑαυτοὺς ὅσα ἐργάζονται. Γυμνοὶ περιπατοῦσι κατὰ τὴν πόλιν· ἱμάτιον γὰρ αὐτοῖς οὐκ ἔστιν ἀρετῆς. Εἰ δὲ οὐ δοκεῖ τοῦτο αὐτοῖς αἰσχρὸν εἶναι, καὶ τοῦτο τῆς ὑπερβαλλούσης αὐτῶν μανίας, ὅτι οὐδὲ αἰσθάνονται τῆς ἀσχημοσύνης· ἀλλὰ σῶμα μὲν γυ-μνωθέντες αἰσχύνονται, τὴν δὲ ψυχὴν γυμνὴν περιφέροντες ἐγκαλλωπίζονται. Εἰ δὲ βούλεσθε, καὶ τὸ αἴτιον τῆς ἀναι-σθησίας ἐρῶ. Τί οὖν τὸ αἴτιον; Ἐν πολλοῖς οὕτω γυμνουμένοις γυμνοῦνται, διόπερ οὐδὲ αἰσχύνονται, καθάπερ οὐδὲ ἐν τοῖς βαλανείοις ἡμεῖς. Ὡς εἴγε πολλοὶ ἦσαν οἱ τὴν ἀρετὴν περιβεβλημένοι, τότε ἂν μειζόνως τὸ αἶσχος αὐτῶν ἐφάνη. Νῦν δὲ τοῦτο μάλιστά ἐστι τὸ πολλῶν δακρύων ἄξιον, ὅτι διὰ τὸ πολλοὺς εἶναι κακοὺς οὐδὲ ἐν αἰσχύνῃ τὰ κακά. Μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἰργάσατο ὁ διάβολος, τὸ μηδὲ αἴσθησιν ἀφιέναι λαβεῖν τῶν κακῶν, ἀλλὰ τῷ πλήθει τῶν μετιόντων τὴν πονηρίαν συσκιάζειν αὐτῆς τὴν αἰσχύνην· ἐπεὶ εἰ συνέβη ἐν πλήθει πολλῶν εἶναι φιλοσοφούντων, μᾶλλον ἂν εἶδεν αὐτοῦ τὴν γύμνωσιν ὁ τοιοῦτος. Ὅτι μὲν οὖν τῶν δαι-μονώντων εἰσὶ γυμνότεροι, δῆλον ἐκ τούτων· ὅτι δὲ καὶ ἐρήμους ἐπέρχονται, οὐδὲ τοῦτο ἄν τις ἀντείποι. Ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ἐρήμου πάσης ἐρημοτέρα. Εἰ γὰρ καὶ πολλοὺς ἔχει τοὺς ὁδεύοντας, ἀλλ’ ὅμως ἀνθρώπων οὐδένα, ἀλλ’ ὄφεις, σκορπίους, λύκους, ἔχεις, ἀσπίδας. Τοιοῦτοι γὰρ οἱ τὴν πονηρίαν μετιόντες. Οὐκ ἐρήμη δὲ μόνον αὕτη, ἀλλὰ καὶ τραχυτέρα ἐκείνης. Καὶ τοῦτο δῆλον ἐντεῦθεν. Οὐ γὰρ οὕτω πλήττουσι λίθοι καὶ
φάραγγες καὶ ἀκρώρειαι τοὺς ἀναβαίνοντας αὐτὰς, ὡς ἁρπαγὴ καὶ πλεονεξία τὰς μετιούσας αὐτὴν ψυχάς. Ὅτι δὲ καὶ παρὰ τὰ μνημεῖα ζῶσι, καθάπερ οἱ δαιμονῶντες, μᾶλλον δὲ καὶ αὐτοὶ μνήματά εἰσι, δῆλον ἐντεῦθεν. Τί γάρ ἐστι μνημεῖον; Λίθος, σῶμα νεκρὸν ἔχων ἐγκείμε-νον. Τί οὖν ἐκείνων διαφέρει τῶν λίθων τὰ τούτων σώματα; μᾶλλον δὲ καὶ ἐκείνων ἐλεεινότερα ταῦτα. Οὐ γὰρ λίθος ἐστὶ σῶμα νεκρὸν ἔχων, ἀλλὰ σῶμα λίθων ἀναισθητότερον, ψυχὴν περιφέρον νεκράν. Διὸ οὐκ ἄν τις ἁμάρτοι τάφους αὐτοὺς προσειπών. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἐκάλεσε τοὺς Ἰουδαίους, διὰ τοῦτο μάλιστα· ἐπήγαγε γοῦν λέγων· Ἔσωθεν δὲ γέμου-σιν ἁρπαγῆς καὶ πλεονεξίας. Βούλεσθε λοιπὸν δείξω, πῶς καὶ λίθοις τὰς ἑαυτῶν κατατέμνουσι κεφαλάς; Πόθεν οὖν πρῶτον, εἰπέ μοι, τοῦτο βούλει μαθεῖν; ἀπὸ τῶν
PG 58:736ἐντεῦθεν, ἢ ἀπὸ τῶν μελλόντων; Ἀλλὰ τῶν μελλόντων αὐτοῖς οὐ πολὺς ὁ λόγος· οὐκοῦν τὰ ἐνταῦθα ῥητέον. Πόσων γὰρ λίθων οὐ χαλεπώτεραι αἱ φροντίδες, οὐ κε-φαλὰς τιτρώσκουσαι, ἀλλὰ ψυχὴν δαπανῶσαι; Δεδοίκασι γὰρ, μήποτε δικαίως ἐκ τῆς αὐτῶν οἰκίας ἐξέλθῃ τὰ ἀδί-κως ἐπεισελθόντα· τρέμουσιν ὑπὲρ τῶν ἐσχάτων, ὀργί-ζονται, παροξύνονται, πρὸς οἰκείους, πρὸς ἀλλοτρίους· καὶ νῦν μὲν ἀθυμία, νῦν δὲ φόβος, νῦν δὲ θυμὸς αὐτοὺς διαδέχεται, καὶ καθάπερ κρημνοὺς ἀπὸ κρημνῶν δια-βαίνοντες, καὶ τὰ μηδέπω κτηθέντα καθ’ ἑκάστην καρα-δοκοῦσι τὴν ἡμέραν. Διόπερ οὐδὲ ἥδονται ὑπὲρ ὧν ἔχουσι, τῷ τε μὴ θαῤῥεῖν ὑπὲρ τῆς ἀσφαλείας αὐτῶν, τῷ τε ὅλῃ τῇ διανοίᾳ πρὸς τὰ μηδέπω ληφθέντα κεχηνέναι. Καὶ καθάπερ ὁ διηνεκῶς διψῶν, κἂν μυρίας ἐκπίῃ πηγὰς, οὐκ αἰσθάνεται τῆς ἡδονῆς, διὰ τὸ μὴ λαμβάνειν κόρον· οὕτω καὶ οὗτοι, οὐ μόνον οὐχ ἥδονται, ἀλλὰ καὶ βασανί-ζονται, ὅσῳ ἂν περιβάλλωνται, τῷ μηδὲν εἰδέναι πέ-ρας τῆς τοιαύτης ἐπιθυμίας. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦ-τα· εἴπωμεν δὲ καὶ περὶ τῆς μελλούσης ἡμέρας. Εἰ γὰρ καὶ αὐτοὶ μὴ προσέχουσιν, ἀλλ’ ἡμῖν ἀναγκαῖον εἰπεῖν. Κατὰ τὴν μέλλουσαν οὖν ἡμέραν πανταχοῦ κολα-ζομένους ἴδοι τις ἂν τοὺς τοιούτους. Καὶ γὰρ ὅταν λέγῃ, Ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ οὐκ ἐποτίσατέ με, τούτους κολάζει· καὶ ὅταν λέγῃ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, τοὺς κακῶς πλουτοῦντας ἐκεῖ παραπέμπει. Καὶ ὁ δοῦλος ὁ πονηρὸς, ὁ μὴ διδοὺς τοῖς συνδούλοις τὰ ὑπάρχοντα τὰ δεσποτικὰ, τῆς τούτων μερίδος ἐστί· καὶ ὁ τὸ τάλαντον κατορύξας, καὶ αἱ πέντε παρθένοι. Καὶ ὅπου δ’ ἂν ἀπέλθῃς, τοὺς φιλαργύρους κολαζομένους ὄψει. Καὶ νῦν μὲν ἀκούσονται, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· νῦν δὲ, Πορεύεσθε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον· καὶ νῦν μὲν διχοτομηθέντες ἀπελεύσονται ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ πάντο-θεν αὐτοὺς ἐλαυνομένους ἴδοι τις ἂν, καὶ οὐδαμοῦ χώραν ἔχοντας, ἀλλ’ εἰς τὴν γέενναν μόνην συναγομένους. ε. Τί τοίνυν τῆς ὀρθῆς ἡμῖν πίστεως ὄφελος εἰς σωτη-ρίαν, ὅταν ταῦτα ἀκούσωμεν; Ἐκεῖ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ πῦρ τὸ ἡτοιμα-σμένον τῷ διαβόλῳ, καὶ τὸ διχοτομεῖσθαι, καὶ τὸ ἐλαύνε-σθαι· ἐνταῦθα ἀπέχθειαι, κακηγορίαι, διαβολαὶ, κίνδυ-νοι, φροντίδες, ἐπιβουλαὶ, τὸ παρὰ πάντων μισεῖσθαι, τὸ παρὰ πάντων βδελύττεσθαι, καὶ παρ’ αὐτῶν τῶν δο-κούντων κολακεύειν. Ὥσπερ γὰρ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦ-λοι μισοῦσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, τοὺς φιλαργύ-ρους ἡδέως ἂν ἐροίμην, εἰ μὴ πρὸς ἀλλήλους ἀηδῶς ἔχουσι, καὶ τῶν τὰ μέγιστα ἠδικηκότων πολεμιωτέ-ρους εἶναι νομίζουσιν, εἰ μὴ καὶ ἑαυτῶν κατηγοροῦσιν, εἰ μὴ ὕβριν τὸ πρᾶγμά φασιν, ὅταν τις αὐτοῖς τοῦτο προσενέγκῃ τὸ ὄνειδος. Καὶ γὰρ ὄνειδος ἔσχατον τοῦτο, καὶ πολλῆς κακίας ἀπόδειξις. Εἰ γὰρ χρημάτων ὑπερ-ιδεῖν οὐκ ἀνέχῃ, τίνος περιέσῃ ποτέ; ἐπιθυμίας, καὶ δοξομανίας, καὶ θυμοῦ, καὶ ὀργῆς; Καὶ πῶς ἄν τις πει-σθείη; Ἐπιθυμίας μὲν γὰρ ἕνεκεν τῆς τῶν σωμάτων, καὶ ὀργῆς καὶ θυμοῦ, πολλοὶ καὶ τῇ τῆς σαρκὸς κατα-σκευῇ λογίζονται, καὶ τὰς ὑπερβολὰς ἀνατιθέασιν ἰατρῶν παῖδες· καὶ τὸν μὲν θερμότερον καὶ ὑγρότερον λαγνότερον εἶναί φασι, τὸν δὲ πρὸς ξηροτέραν ἐκπεσόντα δυσκρασίαν, ὁρμητίαν καὶ ἀκρόχολον καὶ θυμώδη. Φιλ-

Homily LXXXIIHomilia LXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:737αργυρίας δὲ ἕνεκεν οὐδεὶς οὐδέποτε αὐτῶν ἤκουσεν οὐδὲν εἰρηκότων τοιοῦτον. Οὕτω ῥᾳθυμίας μόνης ἐστὶ καὶ ψυ-χῆς ἀναλγήτου τὸ νόσημα. Διὸ παρακαλῶ, σπουδάζωμεν πάντα τὰ τοιαῦτα διορθοῦν, καὶ τὰ καθ’ ἑκάστην ἡμῖν ἡλικίαν ἐπιγινόμενα πάθη πρὸς τὸ ἐναντίον μετατιθέ-ναι. Ἂν δὲ καθ’ ἕκαστον μέρος τῆς ζωῆς ἡμῶν παρα-πλέωμεν τοὺς τῆς ἀρετῆς πόνους, πανταχοῦ ναυάγια ὑπομένοντες, ἐπὶ τὸν λιμένα ἐλθόντες ἔρημοι φορτίων πνευματικῶν, τὰ ἔσχατα ὑπομενοῦμεν. Πέλαγος γάρ ἐστι τεταμένον ὁ παρὼν βίος. Καὶ ὥσπερ ἐν τῇ θαλάττῃ ταύτῃ διάφοροι κόλποι, διαφόρους ἔχοντες χειμῶνας· καὶ ὁ μὲν Αἰγαῖος διὰ τὰ πνεύματά ἐστι χαλεπός· ὁ δὲ πορ-θμὸς ὁ Τυῤῥηνικὸς, διὰ τὴν στενοχωρίαν· ἡ δὲ Χάρυβδις ἡ πρὸς τῇ Λιβύῃ, διὰ τὰ τέλματα· ἡ Προποντὶς ἡ ἔξω τοῦ Εὐξείνου πόντου, διὰ τὸ ῥαγδαῖον καὶ ῥόθιον· τὰ ἔξω Γαδείρων, διὰ τὴν ἐρημίαν καὶ τὸ ἀτριβὲς καὶ τὸ ἀνιστό-ρητον τῶν τόπων· καὶ ἄλλο μέρος δι’ ἕτερον· οὕτω καὶ ἐπὶ τῆς ζωῆς τῆς ἡμετέρας. Καὶ πρῶτον πέλαγος ἔστιν ἰδεῖν τὸ τῆς παιδικῆς ἡλικίας, πολὺν ἔχον τὸν σάλον διὰ τὸ ἀνόητον, διὰ τὴν εὐκολίαν, διὰ τὸ μὴ πεπηγέναι. Διὰ τοῦτο καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶμεν, τὸ λεῖπον τῇ φύσει διὰ τῆς ἐπιμελείας εἰσφέροντες, ὥσπερ ἐκεῖ διὰ τῆς τέχνης τῆς κυβερνητικῆς. Μετὰ ταύτην τὴν ἡλικίαν ἡ τοῦ μειρακίου διαδέχεται θάλαττα, ἔνθα σφο-δρὰ τὰ πνεύματα, καθάπερ ἐν τῷ Αἰγαίῳ, τῆς ἐπιθυ-μίας ἡμῖν αὐξανομένης. Καὶ αὕτη μάλιστα ἡ ἡλι-κία διορθώσεως ἔρημος· οὐ διὰ τὸ ἐνοχλεῖσθαι μόνον
PG 58:738σφοδρότερον, ἀλλὰ καὶ διὰ τὸ τὰ ἁμαρτήματα μὴ ἐλέγ-χεσθαι· καὶ γὰρ καὶ διδάσκαλος καὶ παιδαγωγὸς λοιπὸν ὑπεξίστανται. Ὅταν οὖν τὰ μὲν πνεύματα σφοδρότερον διαπνέῃ, ὁ δὲ κυβερνήτης ἀσθενέστερος ᾖ, καὶ ὁ ἀμύ-νων μηδεὶς ᾖ, ἐννόησον τοῦ χειμῶνος τὸ μέγεθος. Μετὰ τοῦτο πάλιν ἕτερον μέρος τῆς ἡλικίας, τὸ τῶν ἀνδρῶν ἔπεισιν, ἐν ᾧ τὰ τῆς οἰκονομίας ἐπίκειται· ὅτε γυνὴ, καὶ γάμος, καὶ παιδοποιία, καὶ οἰκίας προστασία, καὶ πολλαὶ τῶν φροντίδων νιφάδες. Τότε μάλιστα καὶ φιλαργυρία ἀνθεῖ καὶ βασκανία. Ὅταν οὖν ἕκαστον μέρος ἡλικίας παρερχώμεθα μετὰ ναυαγίων, πῶς ἀρκέσομεν τῇ παρούσῃ ζωῇ; πῶς τὴν μέλλουσαν διαφευξόμεθα κό-λασιν; Ὅταν γὰρ ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ μηδὲν μαν-θάνωμεν ὑγιὲς, ἐν δὲ τῇ νεότητι μὴ σωφρονήσωμεν, καὶ ἄνδρες γενόμενοι φιλαργυρίας μὴ περιγενώμεθα, ὥσπερ εἴς τινα ἀντλίαν τὸ γῆρας ἐλθόντες, καὶ πάσαις ταῖς πληγαῖς ταύταις τὸ σκάφος τῆς ψυχῆς ἀσθενέστερον κατασκευάσαντες, τῶν σανίδων διαλελυμένων, ἀπαντη-σόμεθα εἰς ἐκεῖνον τὸν λιμένα, πολὺν ἐπιφερόμενοι φο-ρυτὸν ἀντὶ πνευματικῆς ἐμπορίας, καὶ τῷ μὲν διαβόλῳ παρέξομεν γέλωτα, θρῆνον δὲ ἡμῖν αὐτοῖς, καὶ τὰς ἀφο-ρήτους ἐπισπασόμεθα τιμωρίας. Ἵν’ οὖν μὴ ταῦτα γέ-νηται, πάντοθεν ἑαυτοὺς συσφίγξαντες, καὶ πρὸς πάντα τὰ πάθη στάντες, ἐκβάλωμεν τοῦ πλούτου τὴν ἐπιθυ-μίαν· ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χά-
ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:737ΟΜΙΛΙΑ ΠΒ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. α. Βαβαὶ, πόση ἡ πήρωσις τοῦ προδότου Καὶ τῶν μυστηρίων μετέχων, ἔμενεν ὁ αὐτός· καὶ τῆς φρικωδε-στάτης ἀπολαύων τραπέζης, οὐ μετεβάλλετο. Καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, οὐ τοῦ σώματος καταφρονῶν τοῦ Δεσποτι-κοῦ, ἀλλὰ τῆς ἀναισχυντίας καταγελῶν τοῦ προδότου λοιπόν. Καὶ γὰρ μεῖζον τὸ ἁμάρτημα ἐγίνετο ἑκατέρω-θεν· καὶ ὅτι μετὰ τοιαύτης γνώμης τοῖς μυστηρίοις προσῄει, καὶ ὅτι προσελθὼν οὐκ ἐγένετο βελτίων, οὔτε ἀπὸ τοῦ φόβου, οὔτε ἀπὸ τῆς εὐεργεσίας, οὔτε ἀπὸ τῆς τιμῆς. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καίτοι πάντα εἰδώς· ἵνα μάθῃς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. Διὰ τοῦτο καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο συνεχῶς ὑπεμίμνησκε καὶ κατεῖχε, καὶ δι’ ἔρ-γων, καὶ διὰ λόγων, καὶ διὰ φόβου, καὶ διὰ θεραπείας, καὶ δι’ ἀπειλῆς, καὶ διὰ τιμῆς. Ἀλλ’ οὐδὲν αὐτὸν ἀφ-ίστη τοῦ νοσήματος ἐκείνου τοῦ χαλεποῦ. Διὸ λοιπὸν ἐκεῖνον ἀφεὶς, τοὺς μαθητὰς διὰ τῶν μυστηρίων ἀναμι-μνήσκει πάλιν τῆς σφαγῆς, καὶ μεταξὺ τῆς τραπέζης περὶ τοῦ σταυροῦ διαλέγεται, τῇ συνεχείᾳ τῆς προῤῥή-σεως εὐπαράδεκτον αὐτοῦ ποιῶν τὸ πάθος. Εἰ γὰρ τοσού-των γενομένων καὶ προλεχθέντων, ἐθορυβήθησαν, εἰ μηδὲν τούτων ἠκηκόεισαν, τί οὐκ ἂν ἔπαθον; Καὶ ἐσθιόν-των αὐτῶν, λαβὼν ἄρτον ἔκλασε. Τί δήποτε τότε κατὰ τὸν καιρὸν τοῦ πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο;
PG 58:738Ἵνα μάθῃς πάντοθεν καὶ τῆς Παλαιᾶς αὐτὸν ὄντα νομο-θέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. Διά τοι τοῦτο ἔνθα ὁ τύπος, τὴν ἀλήθειαν ἐπιτίθησιν. Ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸ λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγμα-τα. Καὶ εὐχαριστεῖ, διδάσκων ἡμᾶς ὅπως δεῖ τὸ μυστή-ριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς, ὅπερ ἂν πάσχωμεν, εὐχαρίστως φέρειν, καὶ χρηστὰς κἀντεῦθεν ὑποτείνων τὰς ἐλπίδας. Εἰ γὰρ ὁ τύπος τοσαύτης δουλείας γέγονεν ἀπαλλαγὴ, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὴν οἰκουμένην ἐλευθερώσει, καὶ ἐπὶ εὐεργεσίᾳ τῆς ἡμετέρας παραδο-θήσεται φύσεως. Διά τοι τοῦτο οὐδὲ πρὸ τούτου παρέδωκε τὸ μυστήριον, ἀλλ’ ὅτε λοιπὸν παύσασθαι ἔδει τὰ νομικά. Καὶ τὸ κεφάλαιον δὲ τῶν ἑορτῶν αὐτῶν καταλύει, ἐφ’ ἑτέραν αὐτοὺς μετατιθεὶς τράπεζαν φρικωδεστάτην, καί φησι· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ πολλῶν κλώμενον. Καὶ πῶς οὐκ ἐθορυβήθησαν τοῦτο ἀκούσαντες; Ὅτι πολλὰ καὶ μεγάλα περὶ τούτου καὶ ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθείς. Διόπερ ἐκεῖνο μὲν οὐκέτι κατασκευάζει· καὶ γὰρ αὐτάρκως ἦσαν ἀκού-σαντες· τὴν δὲ αἰτίαν λέγει τοῦ πάθους, τῶν ἁμαρτη-μάτων τὴν ἀναίρεσιν. Καὶ αἷμα Καινῆς Διαθήκης κα-λεῖ, τουτέστι, τῆς ὑποσχέσεως, τῆς ἐπαγγελίας, τοῦ νόμου τοῦ καινοῦ. Τοῦτο γὰρ καὶ ὑπέσχετο πάλαι, καὶ τὴν Διαθήκην τοῦτο συνέχει τὴν ἐν τῇ Καινῇ. Καὶ ὥσπερ ἡ Παλαιὰ πρόβατα καὶ μόσχους εἶχεν, οὕτως αὕτη τὸ αἷμα τὸ Δεσποτικόν. Κἀντεῦθεν δείκνυσιν, ὅτι καὶ μέλλει τελευτᾷν· διὸ καὶ Διαθήκης μέμνηται· καὶ ἀναμιμνήσκει δὲ τῆς προτέρας· καὶ γὰρ καὶ ἐκείνη δι’ αἵματος ἐγκεκαίνιστο. Καὶ πάλιν λέγει τοῦ θανάτου τὴν αἰτίαν· Τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν
PG 58:739ἁμαρτιῶν· καί φησι, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνά-μνησιν. Εἶδες πῶς ἐξάγει τῶν Ἰουδαϊκῶν ἐθῶν, καὶ ἀφίστησι; Καθάπερ γὰρ ἐκεῖνο ἐποιεῖτε, φησὶν, εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. Ἐκεῖνο ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτό-κων; τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν τῆς οἰκουμένης ἁπά-σης. Τοῦτο γάρ ἐστι τὸ αἷμά μου, φησὶ, τὸ ἐκχυνόμε-νον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο δὲ ἔλεγε, κἀν-τεῦθεν δεικνὺς ἅμα ὅτι μυστήριόν ἐστι τὸ πάθος καὶ ὁ σταυρὸς, καὶ διὰ τούτου πάλιν παρακαλῶν τοὺς μαθη-τάς. Καὶ καθάπερ Μωϋσῆς φησι, Τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον· οὕτω καὶ αὐτὸς, Εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. Διὰ τοῦτο καὶ, Ἐπιθυμίᾳ ἐπ-εθύμησα, φησὶ, τὸ πάσχα τοῦτο φαγεῖν· τουτέστι, πα-ραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ πάσχα δοῦναι, καθ’ ὃ μέλλω πνευματικοὺς ποιεῖν. Καὶ αὐτὸς ἔπιεν ἐξ αὐτοῦ. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες εἴπωσι, Τί οὖν; αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσι τότε· (καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνει λόγους, καὶ πρὸς τὰ ῥήματα αὐτὰ πολλοὶ ἐσκανδαλίζοντο·) ἵν’ οὖν μὴ καὶ τότε ταραχθῶσι, πρῶτος αὐτὸς τοῦτο ἐποίη-σεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. Διὰ τοῦτο τὸ ἑαυτοῦ αἷμα αὐτὸς ἔπιεν. Τί οὖν· κἀκεῖνο χρὴ ποιεῖν τὸ παλαιόν; φησίν. Οὐδα-μῶς. Διὰ γὰρ τοῦτο εἶπε, Τοῦτο ποιεῖτε, ἵνα ἐκείνου ἀπαγάγῃ. Εἰ γὰρ τοῦτο ἄφεσιν ἁμαρτιῶν ἐργάζεται, ὥσπερ οὖν καὶ ἐργάζεται, περιττὸν ἐκεῖνο λοιπόν. Ὥς-περ οὖν ἐπὶ τῶν Ἰουδαίων, οὕτω καὶ ἐνταῦθα τῆς εὐερ-γεσίας ἐγκατέδησε τὸ μνημόσυνον τῷ μυστηρίῳ, κἀν-τεῦθεν ἐμφράττων τῶν αἱρετικῶν τὰ στόματα. Ὅταν γὰρ λέγωσι, Πόθεν δῆλον ὅτι ἐτύθη ὁ Χριστός; μετὰ τῶν ἄλλων καὶ ἀπὸ τῶν μυστηρίων αὐτοὺς ἐπιστομίζο-μεν. Εἰ γὰρ μὴ ἀπέθανεν ὁ Ἰησοῦς, τίνος σύμβολα τὰ τελούμενα; β. Ὁρᾷς ὅση γέγονε σπουδὴ, ὥστε ἀεὶ ἀναμιμνήσκε-σθαι, ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐπειδὴ γὰρ ἔμελλον οἱ περὶ Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Μανιχαῖον φύε-σθαι, ταύτην ἀρνούμενοι τὴν οἰκονομίαν, διηνεκῶς ἀνα-μιμνήσκει τοῦ πάθους καὶ διὰ τῶν μυστηρίων, ὥστε μηδένα παραλογισθῆναι· ὁμοῦ μὲν σώζων, ὁμοῦ δὲ παι-δεύων διὰ τῆς ἱερᾶς τραπέζης ἐκείνης. Καὶ γὰρ τὸ κε-φάλαιον τῶν ἀγαθῶν τοῦτο. Διὸ καὶ ὁ Παῦλος τοῦτο ἄνω καὶ κάτω στρέφει. Εἶτα ἐπειδὴ παρέδωκε, φησίν· Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Ἐπειδὴ γὰρ περὶ πάθους αὐτοῖς καὶ σταυροῦ διελέχθη, καὶ τὸν περὶ τῆς ἀναστάσεως πάλιν εἰσάγει λόγον, βασιλείας εἰς μέσον ἀναμνήσας, καὶ τὴν ἀνάστασιν οὕτω τὴν ἑαυτοῦ καλέ-σας. Καὶ τίνος ἕνεκεν ἀναστὰς ἔπιεν; Ἵνα μὴ νομίσω-σιν οἱ παχύτεροι φαντασίαν εἶναι τὴν ἀνάστασιν. Τοῦ γὰρ ἀναστῆναι τοῦτο τεκμήριον ἐτίθεντο οἱ πολλοί. Διὸ καὶ οἱ ἀπόστολοι πείθοντες αὐτοὺς περὶ ἀναστάσεως, τοῦτο ἔλεγον· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Δηλῶν τοίνυν ὅτι αὐτὸν ὄψονται ἀναστάντα λαμ-πρῶς, καὶ μετ’ αὐτῶν ἔσται πάλιν, καὶ αὐτοὶ μαρτυρή-σουσι τοῖς γινομένοις, καὶ δι’ ὄψεως καὶ διὰ πραγμά-των, φησίν· Ἕως ἂν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν, ὑμῶν μαρτυρούντων. Ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι, Καινόν; Καινῶς, τουτέστι ξένως, οὐ σῶμα
PG 58:740παθητὸν ἔχων, ἀλλ’ ἀθάνατον λοιπὸν καὶ ἄφθαρ-τον, καὶ οὐ δεόμενον τροφῆς. Οὐ τοίνυν διὰ χρείαν μετὰ
τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὐδὲ γὰρ ἐδεῖτο λοι-πὸν τὸ σῶμα τούτων· ἀλλὰ δι’ ἀναστάσεως πληροφο-ρίαν. Καὶ τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστὰς, ἀλλ’ οἶνον; Ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρη-μένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκε, καὶ ἡνίκα ἀναστὰς χωρὶς μυστηρίων ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐκέχρητο, Ἐκ τοῦ γεννήματος, φησὶ, τῆς ἀμπέλου. Ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἀκουέτωσαν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες ἁπλῶς λακτίζουσι τὴν τράπεζαν τὴν αἰσθη-τὴν, καὶ ἀνίστανται μετὰ μέθης, δέον εὐχαριστεῖν καὶ εἰς ὕμνον τελευτᾷν. Ἀκούσατε ὅσοι τὴν τελευταίαν πά-λιν εὐχὴν οὐκ ἀναμένετε τῶν μυστηρίων· αὕτη γὰρ ἐκείνης σύμβολον. Εὐχαρίστησε πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς εὐχαριστῶμεν. Εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. Τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξέρχεται; Δῆλον ἑαυτὸν ποιῶν πρὸς τὸ ληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτε-σθαι. Ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. Τότε λέγει αὐτοῖς· Πάντες ὑμεῖς σκανδα-λισθήσεσθε ἐν ἐμοί. Εἶτα λέγει καὶ προφητείαν· Γέ-γραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπι-σθήσεται τὰ πρόβατα· ὁμοῦ μὲν πείθων αὐτοὺς ἀεὶ προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι κατὰ Θεοῦ γνώμην ἐσταυροῦτο, καὶ πανταχόθεν δεικνὺς οὐκ ἀλλότριον ὄντα ἑαυτὸν τῆς Παλαιᾶς, οὐδὲ τοῦ ἐν αὐτῇ καταγγελλομένου Θεοῦ, καὶ ὅτι οἰκονομία τὸ γινόμενον ἦν, καὶ πάντα προανεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι, ὥστε αὐτοὺς καὶ περὶ τῶν χρηστοτέρων σφόδρα θαῤῥεῖν. Καὶ διδάσκει εἰδέναι, τίνες μὲν πρὸ τοῦ σταυροῦ οἱ μαθηταὶ, τίνες δὲ μετὰ τὸν σταυρόν. Καὶ γὰρ οἱ σταυρουμένου μηδὲ στῆναι δυνάμενοι, οὗτοι μετὰ θάνατον σφοδροὶ καὶ ἀδάμαντος ἰσχυρότεροι. Καὶ τοῦτο δὲ αὐτὸ ἀπόδειξις τοῦ θανάτου, ἡ φυγὴ τῶν μαθητῶν καὶ ἡ δειλία. Εἰ γὰρ τοσαῦτα γέγονέ τε καὶ ἐλέχθη, καὶ ἀναισχυντοῦσί τινες, καί φασιν αὐτὸν μὴ ἐσταυρῶσθαι· εἰ μηδὲν τούτων συνέβη, ποῦ οὐκ ἂν ἐξέπεσον παρανομίας; Διά τοι τοῦτο οὐχὶ διὰ τῶν οἰ-κείων παθῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐν τοῖς μαθηταῖς βεβαιοῖ τὸν περὶ τοῦ θανάτου λόγον, καὶ διὰ τῶν μυ-στηρίων, πάντοθεν καταισχύνων τοὺς τὰ Μαρκίωνος νοσοῦντας. Διὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφίησιν ἀρνήσα-σθαι. Εἰ δὲ μὴ ἐδέθη, μηδὲ ἐσταυρώθη, πόθεν καὶ ἐκείνῳ καὶ τοῖς λοιποῖς τοσοῦτος ἐγένετο φόβος; Οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν μεῖναι, ἀλλὰ τί φησι; Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ ἀπὸ οὐρανοῦ φαί-νεται εὐθέως, οὐδὲ εἰς μακράν τινα χώραν ἄπεισιν, ἀλλ’ ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς πιστώσα-σθαι, ὅτι ὁ σταυρωθεὶς αὐτὸς ἦν καὶ ὁ ἀναστὰς, καὶ ταύτῃ σκυθρωπάζοντας μειζόνως παραμυθήσασθαι. Διὰ τοῦτο καὶ, Ἐν τῇ Γαλιλαίᾳ, εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσι τῷ λεγομένῳ. Διὸ καὶ ἐκεῖ ἐφάνη. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ’ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
PG 58:741γ. Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορ-πισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρη-μένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; Διὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πι-στοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοι-ποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστα-σθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. Δέον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοή-θησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ’ ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν, ἐγὼ οὐ πείσομαι· ὅπερ εἰς αὐθάδειαν αὐτὸν ἦγε κατὰ μικρόν. Τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, συνεχώρησε τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ οὐδὲ αὐτοῦ ἠν-έσχετο, οὔτε τοῦ προφήτου· (καίτοι διὰ τοῦτο καὶ τὸν προφήτην ἐπηγάγετο, ἵνα μὴ ἀντείπωσιν·) ἀλλ’ ὅμως ἐπειδὴ οὐκ ἠνέσχετο τῶν ῥημάτων, παιδεύεται διὰ τῶν ἔργων. Ὅτι γὰρ διὰ τοῦτο συνεχώρησεν, ἵνα τοῦτο ἐν αὐτῷ κατορθώσῃ, ἄκουσον τί φησιν· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Τοῦτο γὰρ σφόδρα αὐτοῦ καθαπτόμενος ἔλεγε, καὶ δηλῶν ὅτι τὸ πτῶμα αὐτοῦ τῶν ἄλλων χαλεπώτερον, καὶ πλείονος δεό-μενον βοηθείας. Καὶ γὰρ δύο τὰ ἐγκλήματα ἦν, καὶ ὅτι ἀντεῖπε, καὶ ὅτι τῶν ἄλλων ἑαυτὸν προὔθηκε· μᾶλλον δὲ καὶ τρίτον, ὅτι τὸ πᾶν ἑαυτῷ ἀνέθηκε. Ταῦτα οὖν ἰώμενος, εἴασε γενέσθαι τὸ πτῶμα· καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀφεὶς, πρὸς αὐτὸν ἀποτείνεται. Σίμων γὰρ, φησὶ, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο ὑμᾶς συνιά-σαι ὡς τὸν σῖτον· τουτέστι, θορυβῆσαι, ταράξαι, πει-ράσαι· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Καὶ διατί, εἰ πάντας ᾐτήσατο, οὐ περὶ πάντων εἶπεν, Ἐδεήθην; Οὐκ εὔδηλον, ὅτι τοῦτό ἐστιν, ὅπερ ἔμπροσθεν εἶπον, ὅτι καθαπτόμενος αὐτοῦ, καὶ δεικνὺς ὅτι χαλεπώτερον τῶν ἄλλων αὐτοῦ τὸ πτῶμα, πρὸς αὐτὸν τρέπει τὸν λόγον; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἐγὼ δὲ οὐκ εἴασα, ἀλλ’, Ἐδεήθην; Ταπεινὰ λοιπὸν φθέγγεται, πρὸς τὸ πάθος ἰὼν, ἵνα τὸ ἀν-θρώπινον δείξῃ. Ὁ γὰρ τὴν Ἐκκλησίαν ἐπὶ τῇ ὁμολογίᾳ αὐτοῦ οἰκοδομήσας, καὶ οὕτω τειχίσας αὐτὴν, ὡς μυ-ρίους κινδύνους καὶ θανάτους αὐτῆς μὴ περιγενέσθαι, ὁ τῶν οὐρανῶν αὐτῷ τὰς κλεῖς δεδωκὼς, καὶ τοσαύτης ἐξουσίας ποιήσας κύριον, καὶ μηδαμοῦ εὐχῆς εἰς ταῦτα δεηθείς· (οὐδὲ γὰρ εἶπεν, Ἐδεήθην· ἀλλὰ μετὰ αὐθεν-τίας, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν· ) πῶς εὐχῆς ἐδεῖτο, ἵνα ἑνὸς ἀνθρώπου σαλευομένην περισφίγξῃ ψυχήν; Τίνος οὖν ἕνεκεν οὕτως εἶπε; Διὰ τὴν αἰτίαν ἣν εἴρηκα, καὶ διὰ τὴν ἐκείνων δὲ ἀσθένειαν· οὐδέπω γὰρ ἦσαν τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντες. Πῶς οὖν ἠρνή-σατο; Οὐκ εἶπεν, Ἵνα μὴ ἀρνήσῃ, ἀλλ’, Ὥστε μὴ ἐκλι-πεῖν τὴν πίστιν, ὥστε μὴ τέλεον ἀπολέσθαι. Τῆς γὰρ αὐ-τοῦ κηδεμονίας τοῦτο γέγονε. Καὶ γὰρ ὁ φόβος πάντα
PG 58:742ἐξέβαλεν· ἄμετρος γὰρ ἦν· ἄμετρος δὲ ἐγένετο, ἐπειδὴ σφόδρα αὐτὸν ἐγύμνωσεν ὁ Θεὸς τῆς ἑαυτοῦ ῥοπῆς ἐγύμνωσε δὲ σφόδρα, ἐπειδὴ καὶ σφοδρὸν ἐν αὐτῷ τὸ πάθος ἦν τῆς αὐθαδείας καὶ τῆς ἀντιῤῥήσεως. Ἵν’ οὖν πρόῤῥιζον ἀνέλῃ, διὰ τοῦτο εἴασεν οὕτω κατασχεῖν αὐτὸν τὴν ἀγωνίαν. Ὅτι γὰρ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τοῦτο, οὐκ ἠρκέσθη τοῖς προτέροις, καὶ προφήτῃ καὶ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος αὐτῷ τοῦ Χριστοῦ, Ἀμὴν λέγω σοι, ὅτι ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, λέγει· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε
ἀπαρνήσομαι. Ὁ δὲ Λουκᾶς ἐπισημαίνεται, ὅτι ὅσῳ ἀπηγόρευεν ὁ Χριστὸς, τοσούτῳ ἠναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. Τί ταῦτα, ὦ Πέτρε; Ὅτε μὲν ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἐφοβοῦ μὴ σὺ ᾖς ὁ προδότης, καὶ ἠνάγκαζες τὸν μαθητὴν ἐρωτῆσαι, καίτοι οὐδὲν σαυτῷ συνειδὼς τοιοῦτον· νυνὶ δὲ διαῤῥήδην αὐτοῦ βοῶν-τος καὶ λέγοντος, ὅτι Πάντες σκανδαλισθήσεσθε, ἀντιλέγεις; καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ πολλά-κις; Τοῦτο γὰρ ὁ Λουκᾶς φησι. Πόθεν οὖν αὐτῷ τοῦτο συνέβη; Ἀπὸ πολλῆς ἀγάπης, ἀπὸ πολλῆς ἡδονῆς. Ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ τὸν προδότην εἶδε, θαῤῥῶν ἔλεγε λοιπὸν, καὶ τῶν ἄλλων κατεξανίστατο λέγων· Κἂν πάν-τες σκανδαλισθήσονται, ἀλλ’ ἐγὼ οὐ σκανδαλι-σθήσομαι. Ἠρέμα δὲ καὶ φιλοτιμίας τὸ πρᾶγμα ἦν· καὶ γὰρ ἐν τῷ δείπνῳ, τίς αὐτῶν μείζων ἐστὶν, ἐλογί-ζοντο· οὕτως αὐτοῖς παρηνόχλει τὸ πάθος. Διὰ τοῦτο αὐ-τὸν ἐκώλυεν, οὐκ ὠθῶν αὐτὸν ἐπὶ τὴν ἄρνησιν· μὴ γένοιτο· ἀλλ’ ἔρημον τῆς αὐτοῦ βοηθείας ἀφεὶς, καὶ τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. Ὅρα γοῦν μετὰ ταῦτα πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ εἶπεν, Οὗτος δὲ τί; καὶ ἐπεστομίσθη, οὐδὲν ἀντειπεῖν λοιπὸν ὡς ἐνταῦθα ἐτόλμησεν, ἀλλ’ ἐσίγησε. Πάλιν πρὸς τῇ ἀναλήψει ἀκούσας, Οὐχ ὑμῶν ἐστι γνῶ-ναι χρόνους ἢ καιροὺς, πάλιν σιγᾷ καὶ οὐκ ἀντιλέγει. Μετὰ ταῦτα ἐπὶ τοῦ δώματος καὶ τῆς σινδόνος, ἀκού-σας φωνῆς λεγούσης αὐτῷ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τέως τί ποτέ ἐστι τὸ λεγόμενον, ἡσυχάζει καὶ οὐ φιλονεικεῖ. δ. Ταῦτα δὲ πάντα τὸ πτῶμα ἐκεῖνο εἰργάσατο. Καὶ πρὸ μὲν τούτου τὸ πᾶν ἑαυτῷ ἀνατίθησι λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ’ ἐγὼ οὐ σκανδαλι-σθήσομαι· κἂν δέῃ με ἀποθανεῖν, οὐ μή σε ἀπαρ-νήσομαι· δέον εἰπεῖν, Ἂν ἀπολαύσω τῆς παρὰ σοῦ ῥοπῆς. Μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν· Τί ἡμῖν προς-έχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθέν τις ἀπολαύσῃ ῥοπῆς· καὶ ὅτι πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. Καὶ ταῦτα ἀμ-φότερα δείκνυσιν Ἰούδας καὶ Πέτρος· ὁ μὲν γὰρ πολλῆς ἀπολαύσας βοηθείας, οὐδὲν ὠφελήθη, ἐπειδὴ μὴ ἠθέ-λησε, μηδὲ τὰ παρ’ ἑαυτοῦ συνεισήνεγκεν· οὗτος δὲ καὶ προθυμηθεὶς, ἐπειδὴ μηδεμιᾶς ἀπήλαυσε βοηθείας, κατέπεσε. Καὶ γὰρ ἀπὸ δυοῖν τούτων ἡ ἀρετὴ ὑφαί-νεται. Διὸ παρακαλῶ, μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαν-
PG 58:743τας, αὐτοὺς καθεύδειν, μήτε σπουδάζοντας, νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν. Οὔτε γὰρ ὑπτίους ἡ-μᾶς αὐτοὺς εἶναι βούλεται ὁ Θεός· διὰ τοῦτο οὐ τὸ πᾶν αὐτὸς ἐργάζεται· οὔτε ἀλαζόνας· διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν ἔδωκεν· ἀλλ’ ἑκατέρου τὸ βλαβερὸν ἀνελὼν, τὸ χρή-σιμον ἡμῖν εἴασε. Διὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφῆκε πεσεῖν, συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλείονα λοιπὸν ἀγάπην ἀλείφων. Ὧ γὰρ πλέον, φησὶν, ἀφείθη, μειζόνως ἀγαπήσει. Πειθώμεθα τοίνυν πανταχοῦ τῷ Θεῷ, καὶ μηδὲν ἀντιλέγωμεν, κἂν ἐναντίον εἶναι δοκῇ τοῖς ἡμετέροις λογισμοῖς καὶ ταῖς ὄψεσι τὸ λεγόμενον· ἀλλ’ ἔστω καὶ λογισμῶν καὶ ὄψεως κυριώ-τερος αὐτοῦ ὁ λόγος. Οὕτω καὶ ἐπὶ τῶν μυστηρίων ποιῶμεν, οὐ τοῖς κειμένοις μόνον ἐμβλέποντες. ἀλλὰ τὰ ῥήματα αὐτοῦ κατέχοντες. Ὁ μὲν γὰρ λόγος αὐτοῦ ἀπαραλόγιστος· ἡ δὲ αἴσθησις ἡμῶν εὐεξαπάτητος. Οὗτος οὐδέποτε διέπεσεν· αὕτη δὲ τὰ πλείονα σφάλλε-ται. Ἐπεὶ οὖν ὁ λόγος φησὶ, Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πειθώμεθα καὶ πιστεύωμεν, καὶ νοητοῖς αὐτὸ βλέ-πωμεν ὀφθαλμοῖς. Οὐδὲν γὰρ αἰσθητὸν παρέδωκεν ἡμῖν ὁ Χριστός· ἀλλ’ ἐν αἰσθητοῖς μὲν πράγμασι. πάντα δὲ νοητά. Οὕτω καὶ ἐν τῷ βαπτίσματι, δι’ αἰσθητοῦ μὲν πράγματος γίνεται τοῦ ὕδατος τὸ δῶρον, νοητὸν δὲ τὸ ἀποτελούμενον, ἡ γέννησις καὶ ἡ ἀνακαίνισις. Εἰ μὲν γὰρ ἀσώματος ἦς, γυμνὰ ἂν αὐτά σοι τὰ ἀσώματα παρέδωκε δῶρα· ἐπειδὴ δὲ σώματι συμπέπλεκται ἡ ψυχὴ, ἐν αἰσθητοῖς τὰ νοητά σοι παραδίδωσι. Πόσοι νῦν λέγουσιν, Ἐβουλόμην αὐτοῦ τὴν μορφὴν ἰδεῖν, τὸν τύπον, τὰ ἱμάτια, τὰ ὑποδήματα Ἰδοὺ αὐτὸν ὁρᾷς, αὐτοῦ ἅπτῃ, αὐτὸν ἐσθίεις. Καὶ σὺ μὲν ἱμάτια ἐπιθυ-μεῖς ἰδεῖν· αὐτὸς δὲ ἑαυτόν σοι δίδωσιν, οὐκ ἰδεῖν μό-νον, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ λαβεῖν ἔνδον. Μηδεὶς τοίνυν ναυτιῶν προσίτω, μηδεὶς ἐκλελυμέ-νος· ἅπαντες πεπυρωμένοι, ἅπαντες ζέοντες καὶ διεγη-γερμένοι. Εἰ γὰρ Ἰουδαῖοι ἑστῶτες, καὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶν, ἤσθιον μετὰ σπουδῆς, πολλῷ μᾶλλον σὲ νήφειν δεῖ. Ἐκεῖνοι μὲν γὰρ εἰς Παλαιστίνην ἔμελλον ἐξιέναι, διὸ καὶ ὁδοι-πόρων σχῆμα εἶχον· σὺ δὲ εἰς τὸν οὐρανὸν μέλλεις ἀποδημεῖν. ε. Διὸ χρὴ πάντοθεν ἐγρηγορέναι· καὶ γὰρ οὐ μικρὰ κεῖται κόλασις τοῖς ἀναξίως μετέχουσιν. Ἐννόησον πῶς ἀγανακτεῖς κατὰ τοῦ προδότου, κατὰ τῶν σταυρωσάν-των. Σκόπει τοίνυν, μὴ καὶ αὐτὸς ἔνοχος γένῃ τοῦ σώμα-τος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐκεῖνοι κατέσφαξαν τὸ πανάγιον σῶμα, σὺ δὲ ῥυπαρᾷ ὑποδέχῃ ψυχῇ μετὰ τοσαύτας εὐεργεσίας. Οὐδὲ γὰρ ἤρκεσεν αὐτῷ τὸ γενέ-σθαι ἄνθρωπον, τὸ ῥαπισθῆναι καὶ σφαγῆναι, ἀλλὰ καὶ ἀναφύρει ἑαυτὸν ἡμῖν· καὶ οὐ τῇ πίστει μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι σῶμα ἡμᾶς αὐτοῦ κατασκευά-ζει. Τίνος οὖν οὐκ ἔδει καθαρώτερον εἶναι τὸν ταύτης ἀπολαύοντα τῆς θυσίας; ποίας ἡλιακῆς ἀκτῖνος τὴν χεῖρα τὴν ταύτην διατέμνουσαν τὴν σάρκα, τὸ στόμα τὸ πλη-ρούμενον πυρὸς πνευματικοῦ, τὴν γλῶσσαν τὴν φοινις-σομένην αἵματι φρικωδεστάτῳ; Ἐννόησον ποίαν ἐτιμή-θης τιμήν· ποίας ἀπολαύεις τραπέζης. Ὅπερ ἄγγελοι βλέποντες φρίττουσι, καὶ οὐδὲ ἀντιβλέψαι τολμῶσιν ἀδεῶς διὰ τὴν ἐκεῖθεν φερομένην ἀστραπὴν, τούτῳ
PG 58:744ἡμεῖς τρεφόμεθα, τούτῳ ἀναφυρόμεθα, καὶ γεγόναμεν ἡμεῖς Χριστοῦ σῶμα ἓν καὶ σὰρξ μία. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς ποιμὴν τοῖς οἰκείοις μέλεσι τρέφει τὰ πρόβατα; Καὶ τί λέγω, ποιμήν; Μη-τέρες πολλάκις εἰσὶ, καὶ μετὰ τὰς ὠδῖνας ἑτέραις ἐκδιδόασι τροφοῖς τὰ παιδία; αὐτὸς δὲ τοῦτο οὐκ ἠν-έσχετο, ἀλλ’ αὐτὸς ἡμᾶς τρέφει οἰκείῳ αἵματι, καὶ διὰ πάντων ἡμᾶς ἑαυτῷ συμπλέκει. Σκόπει δέ· ἐγεννήθη ἐκ τῆς ἡμετέρας οὐσίας. Ἀλλ’ οὐδὲν τοῦτο πρὸς πάν-τας, φησί· καίτοιγε πρὸς πάντας. Εἰ γὰρ πρὸς τὴν φύ-σιν ἦλθε τὴν ἡμετέραν, εὔδηλον ὅτι πρὸς πάντας. Εἰ δὲ πρὸς πάντας, καὶ πρὸς ἕνα ἕκαστον. Καὶ πῶς ἅπαν-τες οὐκ ἐκαρπώσαντο τὸ ἐντεῦθεν κέρδος; φησί. Τοῦτο οὐ παρ’ ἐκεῖνον τὸν ὑπὲρ ἁπάντων τοῦτο ἑλόμενον, ἀλλὰ παρὰ τοὺς μὴ βουληθέντας. Ἑνὶ ἑκάστῳ τῶν πιστῶν ἀναμίγνυσιν ἑαυτὸν διὰ τῶν μυστηρίων· καὶ οὓς ἐγέννη-σεν, ἐκτρέφει δι’ ἑαυτοῦ, καὶ οὐκ ἄλλῳ ἐκδίδωσι. καὶ τούτῳ σε πείθων πάλιν, ὅτι σάρκα ἔλαβε τὴν σήν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, τοσαύτης ἠξιωμένοι ἀγάπης τε καὶ τιμῆς. Οὐχ ὁρᾶτε τὰ παιδία μεθ’ ὅσης προθυμίας δράσσεται τοῦ μαστοῦ; μεθ’ ὅσης ὁρμῆς ἐμπήγνυσι τῇ θηλῇ τὰ χείλη; Μετὰ τοσαύτης προσίωμεν καὶ ἡ-μεῖς τῇ τραπέζῃ ταύτῃ, καὶ τῇ θηλῇ τοῦ ποτηρίου τοῦ πνευματικοῦ· μᾶλλον δὲ μετὰ πολλῷ πλείονος ἑλκύ-
σωμεν, ὡς παιδία ὑπομάζια, τοῦ Πνεύματος τὴν χάριν· καὶ μία ἡμῖν ἔστω ὀδύνη, τὸ μὴ μετασχεῖν ταύτης τῆς τροφῆς. Οὐκ ἔστιν ἀνθρωπίνης δυνάμεως ἔργα τὰ προ-κείμενα. Ὁ τότε ταῦτα ποιήσας ἐν ἐκείνῳ τῷ δε-ίπνῳ, οὗτος καὶ νῦν αὐτὰ ἐργάζεται. Ἡμεῖς ὑπηρετῶν τάξιν ἐπέχομεν· ὁ δὲ ἁγιάζων αὐτὰ καὶ μετασκευάζων. αὐτός. Μηδεὶς τοίνυν Ἰούδας παρέστω, μηδεὶς φιλάρ-γυρος. Εἴ τις μὴ μαθητὴς, παραχωρείτω· οὐ δέχε-ται τοὺς τοιούτους ἡ τράπεζα. Μετὰ γὰρ τῶν μαθητῶν μου, φησὶ, ποιῶ τὸ πάσχα. Αὕτη ἐκείνη ἐστὶν ἡ τρά-πεζα, καὶ οὐδὲν ἔλαττον ἔχει. Οὐ γὰρ ἐκείνην μὲν ὁ Χριστὸς, ταύτην δὲ ἄνθρωπος δημιουργεῖ· ἀλλὰ καὶ ταύτην αὐτός. Τοῦτο ἐκεῖνο τὸ ἀνώγεων, ἔνθα τότε ἦσαν· ἐντεῦθεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξῆλθον. Ἐξέλ-θωμεν καὶ ἡμεῖς ἐπὶ τὰς χεῖρας τῶν πενήτων· τοῦτο γὰρ ὄρος τῶν Ἐλαιῶν τὸ χωρίον. Ἐλαῖαι γάρ εἰσι κατα-πεφυτευμέναι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῶν πενήτων τὸ πλῆ-θος, ἀποστάζουσαι τὸ ἔλαιον τὸ ἐκεῖ χρησιμεῦον ἡμῖν, ὃ αἱ πέντε παρθένοι εἶχον· αἱ δὲ ἕτεραι μὴ λαβοῦσαι ἐντεῦθεν ἀπώλοντο. Τοῦτο λαβόντες εἰσίωμεν, ἵνα φαι-δραῖς ἀπαντήσωμεν ταῖς λαμπάσι τῷ Νυμφίῳ· τοῦτο λαβόντες ἐξέλθωμεν ἐντεῦθεν. Μηδεὶς ἀπάνθρωπος προς-ίτω, μηδεὶς ὠμὸς καὶ ἀνελεὴς, μηδεὶς ὅλως ἀκά-θαρτος. 2. Ταῦτα πρὸς ὑμᾶς τοὺς μεταλαμβάνοντας λέγω, καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους. Καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι, ὥστε μετὰ πολλῆς τῆς σπου-δῆς διανέμειν ταυτὶ τὰ δῶρα. Οὐ μικρὰ κόλασις ὑμῖν ἐστιν, εἴ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχεῖν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικεί-μενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου

Homily LXXXIIIHomilia LXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:745τὴν ἐξουσίαν ἔχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχει-ρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβατον πολὺν ἐπὶ τοῦ στόματος φέρον τὸν βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω, καὶ θολῶσαι τὸ ῥεῖθρον· νυνὶ δὲ οὐχ ὕδατος, ἀλλ’ αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχει-ρισμένος, καὶ ὁρῶν γῆς καὶ βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς, οὐδὲ ἀπείργεις; καὶ τίνα ἂν σχοίης συγγνώμην; Διὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμὴν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφά-λεια, τοῦτο ὁ στέφανος ἅπας, οὐχ ἵνα λευκὸν χιτωνίσκον καὶ ἀποστίλβοντα περιβαλλόμενοι περιίητε. Καὶ πόθεν οἶδα, φησὶ, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοου-μένων, ἀλλὰ περὶ τῶν γνωρίμων λέγω. Εἴπω τι φρι-κωδέστερον; Οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους ἔνδον εἶναι, ὡς τούτους, οὕς φησιν ὁ Παῦλος τὸν Χριστὸν καταπατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγή-σασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι. Δαιμο-νῶντος γὰρ χείρων ὁ ἡμαρτηκὼς καὶ προσιών. Οἱ μὲν γὰρ ἐπειδὴ δαιμονῶσιν, οὐ κολάζονται· οὗτοι δὲ ὅταν ἀναξίως προσίωσιν, ἀθανάτῳ παραδίδονται τιμωρίᾳ. Μὴ τοίνυν τούτους ἐλαύνωμεν μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδωμεν ἀναξίως προσιόντας. Μηδεὶς κοινωνείτω τῶν μὴ μαθητῶν. Μηδεὶς λαμβανέτω Ἰού-δας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ
PG 58:746τουτὶ τὸ πλῆθος. Ὅρα τοίνυν, ὁ διακονούμενος τοῖς μυστηρίοις, μὴ παροξύνῃς τὸν Δεσπότην, οὐκ ἐκκαθαί-ρων τὸ σῶμα τοῦτο· μὴ ξίφος δῷς ἀντὶ τροφῆς. Ἀλλὰ κἂν ὑπὸ ἀγνοίας ἐκεῖνος ἔρχηται μεθέξων, κώλυσον, μὴ φοβηθῇς. Φοβήθητι τὸν Θεὸν, μὴ ἄνθρωπον. Ἂν φο-βηθῇς ἄνθρωπον, καὶ ὑπ’ αὐτοῦ καταγελασθήσῃ· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε· οὐ συγχωρήσω ταῦτα τολμᾶ-σθαι. Τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ Δεσποτικοῦ παρ’ ἀξίαν· καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ ἠγνόησέ τις τὸν φαῦλον πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα. Ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴρηται. Ἂν γὰρ τού-τους διορθώσωμεν, καὶ τοὺς ἀγνῶτας ταχέως ἡμῖν ὁ Θεὸς γνωριεῖ· ἂν δὲ τούτους ἐάσωμεν, τίνος ἕνεκεν ἡμῖν ἐκεί-νους ποιήσει φανεροὺς λοιπόν; Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀπείργωμεν, οὐδ’ ἵνα ἐκτέμνωμεν μόνον, ἀλλ’ ἵνα διορ-θώσαντες ἐπαναγάγωμεν, ἵνα ἐπιμελώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ πολλοὺς τοὺς κατ’ ἀξίαν μεταλαμβάνοντας εὑρήσομεν, καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀποληψό-μεθα τὸν μισθόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:745ΟΜΙΛΙΑ ΠΓ. Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. α. Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευά-ζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμ-βάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ’ ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύ-δοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μα-θηταὶ εἶπον ) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐ-τῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορό-τες, ἀλλ’ ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα.
PG 58:746Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. Διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵμα-τος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλα-σμένα εἶναι. Διὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰ-πεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥή-
ματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι’ ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; Δι’ ὧν φθέγγεται, δι’ ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; Ἅπαντες ἐκάθευ-δον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ’ ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ’ ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντε-τρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνε-ται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐ-τῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲν
PG 58:747πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ’ οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ’ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐν-ύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. Διὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβα-πτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμη-θέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπι-τιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ’ ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δει-νῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρ-τωλῶν. Δείκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον. β. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Εἰς χεῖρας ἁμαρτωλῶν, ἀνίστησιν αὐτῶν τὰ φρονήματα, δηλῶν ὅτι τῆς ἐκείνων πονηρίας τὸ ἔργον ἦν, οὐ τοῦ αὐτὸν ὑπεύθυνον εἶναι πλημμελήματι. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. Διὰ πάν-των γὰρ αὐτοὺς ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ’ οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ’ αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρα-τήσατε αὐτόν. Βαβαί πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν Διδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤ-ῥει τῇ ἐπιεικείᾳ τοῦ Διδασκάλου· ὃ μάλιστα πάντων
PG 58:748ἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆ-σαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατα-σχεθεὶς ὑπ’ αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ’ ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ’ ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ’ ᾧ πά-ρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ’ ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέ-ξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ’ αὐτὴν τὴν νύκτα, καθ’ ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ’ ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολά-σεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ’ οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπαν-θρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλ-λων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. Διὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολα-σίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλη-σαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. Διὸ δὴ φεύγω-μεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέ-ραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φρον-τίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ’ ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ’ οἶδα, φησὶν, ὅτι
ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ’ ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι’ ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπου-δακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιν
PG 58:749τὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς χειρώσασθαι δύναιτ’ ἂν καὶ ἑλεῖν. γ. Τὸν μέντοι φιλάργυρον ἅπαντες ὁμοῦ λυποῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους, ὅπου καὶ σῆτες καὶ σκώλη-κες ἐπιστρατεύουσι τῷ τοιούτῳ; Καὶ τί λέγω σῆτας; Ὁ χρόνος ὁ πολὺς ἀρκεῖ μόνος, καὶ μηδενὸς ἐνοχλοῦντος, τὰ μέγιστα ἀδικῆσαι τὸν τοιοῦτον. Τίς οὖν ἡ τοῦ πλού-του ἡδονή; Ἐγὼ μὲν γὰρ αὐτοῦ τὰς ἀηδίας βλέπω· σὺ δέ μοι τὴν ἡδονὴν εἰπέ. Καὶ τίνες αἱ ἀηδίαι; φησί. Φρον-τίδες, ἐπιβουλαὶ, ἀπέχθειαι, μῖσος, φόβος, τὸ ἀεὶ διψῇν καὶ ἐν ὀδύνῃ εἶναι. Καὶ γὰρ εἴ τις συμπλέκοιτο κόρῃ ἐρωμένῃ, τὴν δὲ ἐπιθυμίαν ἐμπλῆσαι μὴ δύναιτο, τὴν ἐσχάτην ὑπομένει βάσανον. Οὕτω καὶ ὁ πλουτῶν. Ἔχει μὲν γὰρ τὴν εὐπορίαν, καὶ συγγίνεται αὐτῇ· ἐμπλῆσαι δὲ οὐ δύναται τὴν ἐπιθυμίαν ἅπασαν, ἀλλὰ συμβαίνει ταὐτὸν, οἷόν τίς φησι σοφὸς ἀνήρ· Ἐπιθυ-μία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν· καὶ, Ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον, καὶ στενάζων· οὕτως οἱ πλουτοῦντες ἅπαντες. Τί ἄν τις τἄλλα λέγοι; πῶς πᾶσίν ἐστιν ἀηδὴς ὁ τοιοῦτος, τοῖς οἰκέταις, τοῖς γεωργοῖς, τοῖς γείτοσι, τοῖς τὰ πολιτικὰ πράττουσι, τοῖς ἀδικουμένοις, τοῖς οὐκ ἀδικουμένοις, τῇ γυναικὶ μάλιστα ἁπάντων, τοῖς παιδίοις πλέον ἁπάντων; Οὐδὲ γὰρ ὡς ἐλευθέρους, ἀλλ’ ἀνδραπόδων καὶ ἀργυρωνήτων ἀθλιώτερον αὐτοὺς ἐκτρέφει. Καὶ μυρίας ὀργῆς καὶ λύπης καὶ παροινίας καὶ γέλωτος ἀφορμὰς καθ’ ἑαυτοῦ παρέξει, κοινὴ πᾶσι κωμῳδία προκείμενος. Καὶ αἱ μὲν ἀηδίαι αὗται, καὶ τούτων πλείους ἴσως· οὐ γὰρ ἄν τις αὐτὰς πάσας ἐπέλθοι τῷ λόγῳ ποτὲ, ἀλλ’ ἡ πεῖρα παραστῆσαι δυνήσεται. Σὺ δέ μοι τὴν ἡδονὴν λέγε τὴν ἐντεῦθεν. Δοκῶ πλουτεῖν, φησὶ, καὶ νομίζομαι πλουτεῖν. Καὶ ποία ἡδονὴ τὸ νομίζεσθαι; Φθόνου μὲν οὖν ὄνομα μέγιστον. Καὶ γὰρ ὄνομα μόνον ἐστὶν ὁ πλοῦτος, πρά-γματος ἔρημον. Ἀλλὰ καὶ ἐντρυφῶν εὐφραίνεται τῇ ὑπολήψει ταύτῃ, φησὶν, ὁ πλουτῶν. Εὐφραίνεται ὑπὲρ ὧν ἀλγεῖν ἔδει. Ἀλγεῖν; διατί; φησί. Ὅτι τοῦτο αὐτὸν πρὸς πάντα ἄχρηστον ἐργάζεται, καὶ δειλὸν καὶ ἄναν-δρον, καὶ πρὸς ἀποδημίαν καὶ πρὸς θάνατον· καὶ γὰρ διπλοῦν ἡγεῖται τοῦτον, μᾶλλον τῶν χρημάτων, ἢ τοῦ φωτὸς ἐπιθυμῶν. Τὸν τοιοῦτον οὐδὲ ὁ οὐρανὸς τέρπει, ὅτι μὴ χρυσίον φέρει· οὐδὲ ὁ ἥλιος, ἐπειδὴ μὴ χρυσᾶς ἀκτῖνας ἀφίησιν. Ἀλλ’ εἰσί τινες, οἳ καὶ ἀπολαύουσι τῶν ὄντων, φησὶ, τρυφῶντες γαστριζόμενοι, μεθύοντες, πο-λυτελῶς δαπανῶντες. Τοὺς χείρονάς μοι τούτων λέγεις. Ἐκεῖνοι γὰρ μάλιστά εἰσιν, οἳ οὐκ ἀπολαύουσιν. Οὗτος μὲν γὰρ κἂν ἑτέρων ἀπέχεται κακῶν, ἑνὶ προς-δεδεμένος ἔρωτι· ἐκεῖνοι δὲ τούτων χείρους, πρὸς τοῖς εἰρημένοις ἑτέρων δεσποινῶν χαλεπῶν συρφετὸν ἐπεις-άγοντες, καὶ καθάπερ τυράννοις τισὶ χαλεποῖς, τῇ γαστρὶ, τῇ τῶν σωμάτων ἡδονῇ, τῇ μέθῃ, καὶ ταῖς ἄλλαις ἀκο-λασίαις καθ’ ἑκάστην λειτουργοῦντες τὴν ἡμέραν, πόρ-νας τρέφοντες, δεῖπνα πολυτελῆ κατασκευάζοντες, πα-ρασίτους, κόλακας ὠνούμενοι, ἐπὶ τοὺς παρὰ φύσιν ἐκπίπτοντες ἔρωτας, μυρίοις νοσήμασιν ἐκ τούτων καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν περιβάλλοντες. Οὐδὲ γὰρ εἰς χρείαν ἀναλίσκουσι τὰ ὄντα, ἀλλ’ εἰς τὸ φθεῖραι τὸ σῶμα, καὶ συνδιαφθεῖραι τούτῳ τὴν ψυχήν· καὶ ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις τὸ σῶμα κοσμῶν, δοκοίη εἰς τὴν ἑαυτοῦ χρείαν ἀναλίσκειν. Ὥστε ἐκεῖνος μόνος ἡδονῆς ἀπολαύει, καὶ κύριός ἐστι τῶν ὄντων, ὁ χρώμενοσ
PG 58:750εἰς δέον τῷ πλούτῳ· οὗτοι δὲ δοῦλοι καὶ αἰχμάλωτοι· καὶ γὰρ τὰ πάθη τοῦ σώματος ἐπιτρίβουσι, καὶ τὰ νο-σήματα τῆς ψυχῆς. Ποία οὖν αὕτη ἀπόλαυσις, ὅπου πολιορκία καὶ πόλεμος, καὶ χειμὼν θαλαττίας πάσης ζάλης χαλεπώτερος; Κἂν γὰρ ἀνοήτους ὁ πλοῦτος λάβῃ, ἀνοητοτέρους ἐργάζεται· κἂν ἀσελγεῖς, ἀσελγεστέρους. Καὶ τί τῷ πένητι, φησὶ, τῆς συνέσεως ὄφελος; Εἰκότως ἀγνοεῖς. Οὐδὲ γὰρ ὁ τυφλὸς οἶδε, τί τοῦ φωτὸς τὸ κέρδος. Ἄκουσον τοῦ Σολομῶνος λέγοντος, ὅτι Ὅσον τὸ μέσον σκότους καὶ φωτὸς, τοσαύτη ἡ περιουσία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα. Ἀλλὰ τὸν ἐν σκότῳ πῶς διδάξομεν; Σκότος γάρ ἐστιν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν ὄντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ’ ἑτέρως. Καθάπερ γὰρ ὁ ἐν σκότῳ, κἂν χρυσοῦν ἴδῃ σκεῦος, κἂν λίθον τίμιον, κἂν ἁλουργὰ ἱμάτια, οὐδὲν εἶναι νο-μίζει· οὐ γὰρ ὁρᾷ αὐτῶν τὸ κάλλος· οὕτω καὶ ὁ ἐν φιλαργυρίᾳ οὐκ οἶδε τῶν περισπουδάστων, ὡς χρὴ, τὸ κάλλος. Διασκέδασόν μοι τὴν ἀχλὺν τὴν ἀπὸ τοῦ πά-θους τούτου, καὶ τότε ὄψει τῶν πραγμάτων τὴν φύσιν. Οὐδαμοῦ δὲ ταῦτα οὕτω φαίνεται, ὡς ἐν πενίᾳ· οὐδα-μοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, οὐκ ὄντα δὲ, ὡς ἐν φιλοσοφίᾳ. δ. Ἀλλ’ ὢ τῶν ἀνοήτων ἀνθρώπων, οἳ καὶ καταρῶν-ται τοῖς πένησι, καί φασι καταισχύνεσθαι καὶ οἰκίας καὶ βίον ὑπὸ πενίας· πάντα φύροντες Τί γάρ ἐστιν αἰσχύνη οἰκίας; εἰπέ μοι. Οὐκ ἔχει κλίνην ἐξ ἐλέφαντος, οὐδὲ ἀργυρᾶ σκεύη, ἀλλ’ ἐξ ὀστρά-κου πάντα καὶ ξύλων. Τοῦτο μὲν οὖν μεγίστη δόξα οἰκίας καὶ περιφάνεια. Τὸ γὰρ τῶν βιωτικῶν ἀμελεῖν εἰς τὴν ἐπιμέλειαν τῆς ψυχῆς πολλάκις ποιεῖ τὴν σχολὴν ἀναλίσκεσθαι πᾶσαν. Ὅταν οὖν πολλὴν ἐν τοῖς ἔξω τὴν ἐπιμέλειαν ἴδῃς, τότε αἰσχύνθητι ἐπὶ τῇ πολλῇ ἀσχημοσύνῃ. Σχῆμα γὰρ μάλιστα αἱ τῶν πλου-τούντων οὐκ ἔχουσιν οἰκίαι. Ὅταν γὰρ ἴδῃς ξύλα περι-βεβλημένα τάπησι, καὶ κλίνας ἀργύρῳ ἐνδεδεμένας, ὥσπερ ἐν τῷ θεάτρῳ, ὥσπερ ἐν τῇ πομπῇ τῆς σκηνῆς, τί ταύτης τῆς ἀσχημοσύνης ἴσον γένοιτ’ ἄν; Ποία γὰρ μᾶλλον οἰκία ἔοικε τῇ ὀρχήστρᾳ καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας; ἡ τοῦ πλουσίου, ἢ ἡ τοῦ πένητος; Οὐκ εὔδηλον, ὅτι ἡ τοῦ πλουσίου; Οὐκοῦν αὕτη ἀσχημο-σύνης γέμει. Ποία οἰκία ἔοικε τῇ τοῦ Παύλου, τῇ τοῦ Ἀβραάμ; Εὔδηλον ὅτι ἡ τοῦ πένητος. Οὐκοῦν αὕτη μά-λιστα κεκαλλώπισται καὶ εὐδοκιμεῖ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο μάλιστα κόσμος οἰκίας. εἴσελθε εἰς τὴν οἰκίαν τοῦ Ζακχαίου, καὶ μάθε, ὅτε ἔμελλεν εἰς αὐτὴν εἰσιέναι ὁ Χριστὸς, πῶς αὐτὴν ἐκόσμησεν ἐκεῖνος. Οὐ γὰρ ἔδραμε πρὸς τοὺς γείτονας, ἀμφίθυρα αἰτῶν καὶ καθέδρας καὶ βάθρα ἐξ ἐλέφαντος πεποιημένα, οὐδὲ ἐξέβαλεν ἐκ τῶν ταμιείων τὰ ἐπιβλήματα τὰ Λακωνικά· ἀλλ’ ἐκόσμησε κόσμῳ τῷ Χριστῷ πρέποντι. Τίς δὲ οὗτος ἦν; Τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω, φησὶ, πτωχοῖς, καὶ οὗ ἂν ἥρπασα, τετραπλασίονα ἀποδώσω. Οὕτω καὶ ἡμεῖς κοσμῶμεν τὰς οἰκίας, ἵνα καὶ πρὸς ἡμᾶς εἰσέλθῃ ὁ Χριστός. Ταῦτα καλὰ τὰ ἀμφίθυρα, ταῦτα ἐν οὐρανοῖς κατασκευάζεται, ἐκεῖ ὑφαίνεται. Ἔνθα ἂν ταῦτα ᾖ, ἐκεῖ καὶ ὁ τῶν οὐρανῶν Βασιλεύς. Ἂν δὲ ἑτέ-ρως κοσμῇς, τὸν διάβολον καλεῖς, καὶ τὸν ἐκείνου χορόν. Ἦλθε καὶ εἰς τὴν οἰκίαν τοῦ τελώνου Ματθαίου. Τί οὖν καὶ οὗτος ἐποίησε; Τῇ προθυμίᾳ πρότερον ἑαυτὸν
ἐκόσμησε, καὶ τῷ πάντα ἀφεῖναι καὶ ἀκολουθῆσαι αὐτῷ.

Homily LXXXIVHomilia LXXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:751Οὕτω καὶ ὁ Κορνήλιος ἐκόσμει τὴν οἰκίαν εὐχαῖς καὶ ἐλεημοσύναις· διὸ καὶ μέχρι σήμερον ὑπὲρ αὐτὰ λάμπει τὰ βασίλεια. Καὶ γὰρ οἰκίας εὐτέλεια, οὐ σκεύη κείμενα ἁπλῶς, οὐδὲ κλίνη ἠμελημένη, οὐδὲ τοῖχοι καπνοῦ γέ-μοντες, ἀλλ’ ἡ τῶν ἐνοικούντων κακία. Καὶ δείκνυσιν ὁ Χριστός· εἰς μὲν γὰρ τὴν τοιαύτην, ἂν ᾖ ἐνάρετος ὁ κατοικῶν, οὐκ ἐπαισχύνεται εἰσελθεῖν· εἰς δὲ ἐκείνην, κἂν χρυσοῦν ὄροφον ἔχῃ, οὐδέποτε εἰσελεύσεται. Ὥστε αὕτη μὲν τῶν βασιλείων λαμπροτέρα, τὸν πάντων Δε-σπότην δεχομένη· ἐκείνη δὲ, μετὰ τοῦ ὀρόφου τοῦ χρυ-σοῦ καὶ τῶν κιόνων, ἀμάραις καὶ ὀχετοῖς ἔοικεν ἀκα-θάρτοις, σκεύη τοῦ διαβόλου ἔχουσα. Ταῦτα δὲ ἡμῖν οὐ περὶ τῶν πλουτούντων εἰς δέον, ἀλλὰ περὶ τῶν πλεον-εκτούντων καὶ φιλαργύρων εἴρηται. Οὐδὲ γὰρ ἐκεῖ σπου-δὴ, οὐδὲ φροντὶς ὑπὲρ τῶν ἀναγκαίων, ἀλλ’ ὑπὲρ τοῦ γαστρίζεσθαι καὶ μεθύειν, καὶ ἕτερα τοιαῦτα ἀσχημο-
PG 58:752νεῖν· ἐνταῦθα δὲ ὑπὲρ τοῦ φιλοσοφεῖν. Διὰ ταῦτα οὐδαμοῦ εἰσῆλθεν εἰς οἰκίαν λαμπρὰν ὁ Χριστὸς, ἀλλ’ εἰς τὴν τοῦ τελώνου καὶ ἀρχιτελώνου καὶ ἁλιέως, τὰ βασίλεια ἀφεὶς, καὶ τοὺς τὰ μαλακὰ ἐνδεδυμένους ἱμά-τια. Εἰ τοίνυν αὐτὸν βούλει καλέσαι καὶ σὺ, κόσμησον τὴν οἰκίαν ἐλεημοσύναις, εὐχαῖς, ἱκετηρίαις, παννυ-χίσι. Ταῦτα τοῦ βασιλέως Χριστοῦ τὰ ἀναθήματα, ἐκεῖνα δὲ τοῦ μαμωνᾶ, τοῦ ἐχθροῦ τοῦ Χριστοῦ. Μηδεὶς τοίνυν ἐγκαλυπτέσθω οἰκίαν ἔχων εὐτελῆ, ἂν ταῦτα ἔχῃ τὰ ἐπιβλήματα· μηδεὶς πλούσιος φρονείτω μέγα, οἰκίαν ἔχων πολυτελῆ, ἀλλ’ ἐγκαλυπτέσθω μᾶλλον, καὶ ταύτην ζηλούτω, ἐκείνην ἀφείς· ἵνα καὶ ἐνταῦθα τὸν Χριστὸν ὑποδέξηται, καὶ ἐκεῖ τῶν αἰωνίων ἀπολαύσῃ σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:751ΟΜΙΛΙΑ ΠΔ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ γενέσθαι, Τίς ἦν ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν, ὅτι ὁ Πέτρος. Τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα. Ἀλλ’ ἐκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν μαχαίρας ἐβά-σταζον; Ὅτι γὰρ ἐβάσταζον, οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἐρωτηθέντες εἶπον, ὅτι Εἰσὶν ὧδε δύο. Τίνος δὲ ἕνεκεν καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Χριστὸς ἔχειν; Καὶ γὰρ τοῦτό φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Καὶ ἐπειδὴ εἶ-πον, Οὐδενὸς, εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βα-λάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πω-λησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Καὶ ἐπειδὴ εἶπον, ὅτι Εἰσὶ μάχαιραι ὧδε δύο, εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. Τίνος οὖν ἕνεκεν εἴασεν ἔχειν; Πιστούμενος αὐτοὺς, ὅτι παραδοθήσεται. Διὰ τοῦτο λέγει αὐτοῖς, Ἀγορασάτω μάχαιραν· οὐχ ἵνα ὁπλίσων-ται· ἄπαγε· ἀλλὰ διὰ τούτου τὴν παράδοσιν δηλῶν. Καὶ τίνος ἕνεκεν καὶ πήραν φησίν; Ἐπαίδευεν αὐ-τοὺς λοιπὸν νήφειν καὶ ἐγρηγορέναι, καὶ πολλῇ καὶ οἰκείᾳ κεχρῆσθαι σπουδῇ. Ἐν ἀρχῇ μὲν γὰρ ὡς ἀπεί-ρους ὄντας πολλῇ ἔθαλπε τῇ δυνάμει· λοιπὸν δὲ ὥσπερ νεοττοὺς καλιᾶς ἐξαγαγὼν κελεύει καὶ τοῖς οἰκείοις κεχρῆσθαι πτεροῖς. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δι’ ἀσθέ-νειαν αὐτοὺς ἐᾷ, κελεύων καὶ αὐτοὺς τὰ παρ’ ἑαυτῶν ἐνεργεῖν, ὑπομιμνήσκει τῶν προτέρων, λέγων· Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, μή τινος ὑστε-ρήσατε; ἵνα δι’ ἀμφοτέρων μάθωσιν αὐτοῦ τὴν ἰσχὺν, καὶ δι’ ὧν προέστη, καὶ δι’ ὧν ἐγκαταλιμπάνει νῦν ἠρέμα. Ἀλλὰ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; Ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες. Εἰκὸς οὖν καὶ μα-
PG 58:752χαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαν-τας, ὅτι ἥξουσί τινες ἐπ’ αὐτὸν, λαβεῖν εἰς βοήθειαν, ὡς πολεμήσοντας ὑπὲρ τοῦ Διδασκάλου· ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. Καὶ γὰρ ἠμύνατο τὸν οἰκέτην ἐλθόντα, θερμῶς μὲν, πλὴν οὐχ ἑαυτῷ ἀμύνων, ἀλλ’ ὑπὲρ τοῦ Διδασκάλου τοῦτο ποιῶν. Οὐ μὴν ἀφῆκέ τινα γενέσθαι βλάβην ὁ Χριστός. Καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆ-ναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο φιλοστόργως, καὶ τοῦτο πειθηνίως. Ἀκού-σας γὰρ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἕτερος δέ φησιν, ὅτι καὶ ἠρώτησαν, Εἰ πατά-ξομεν· αὐτὸς δὲ ἐκώλυσε, καὶ ἰάσατο ἐκεῖνον, καὶ τῷ μαθητῇ ἐπετίμησε, καὶ ἠπείλησεν, ἵνα πείσῃ. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, φησὶν, ἐν μαχαίρᾳ ἀπο-θανοῦνται. Καὶ λογισμὸν προστίθησι, λέγων· Ἢ δο-κεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ἀλλ’ ἵνα πληρωθῶσιν αἱ Γραφαί. Διὰ τούτων τὸν θυμὸν αὐτῶν ἔσβεσε, δεικνὺς ὅτι καὶ ταῖς Γραφαῖς τοῦτο δοκεῖ. Διὰ τοῦτο κἀκεῖ ηὔξατο, ἵνα πράως ἐνέγκωσι τὸ συμβὰν, μαθόντες ὅτι κατὰ Θεοῦ πάλιν γί-νεται γνώμην. Καὶ δύο τούτοις αὐτοὺς παρεμυθήσατο, τῇ τε τιμωρίᾳ τῶν ἐπιβουλευόντων· Πάντες γὰρ οἱ λα-βόντες, φησὶ, μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· καὶ τῷ μὴ ἄκων ταῦτα ὑπομεῖναι· Δύναμαι γὰρ, φησὶ, παρακαλέσαι τὸν Πατέρα μου. Καὶ διατί οὐκ εἶπεν· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι; Ὅτι πιθανώτερος μᾶλλον ἦν τοῦτο λέγων· οὐδέπω γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον. Καὶ πρὸ μι-κροῦ δὲ ἦν εἰρηκὼς, ὅτι Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον· καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος. Ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἰρήκει, ὅτι Δοκεῖτε, ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; Διὰ τοῦτό
PG 58:753φησι· Τί δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καὶ αὐτὸ πάλιν ταπεινῶς ἀπαγγέλλει εἰπών· Παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων. Εἰ γὰρ εἷς ἄγγελος ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίους ἀνθρώπους; Ἀλλὰ πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζει τὸν λόγον· καὶ γὰρ ἀπο-τεθνηκότες ἦσαν τῷ δέει. Διὰ τοῦτο καὶ τὰς Γραφὰς ἐπιτειχίζει λέγων· Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί; φοβῶν αὐτοὺς κἀντεῦθεν. Εἰ γὰρ ἐκείναις τοῦτο δοκεῖ, ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; β. Καὶ πρὸς μὲν τοὺς μαθητὰς ταῦτα, πρὸς δὲ ἐκεί-νους φησίν· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὅρα πόσα ποιεῖ τὰ δυνάμενα αὐτοὺς διαναστῆσαι. Ὑπτίους ἔῤῥιψε, τὸ ὠτίον τοῦ οἰκέτου ἰάσατο, ἠπείλη-
σεν αὐτοὺς σφαγήν· Ἐν μαχαίρᾳ γὰρ ἀπολοῦνται, φησὶν, οἱ λαβόντες μάχαιραν· ἀπὸ τῆς τοῦ ὠτίου θε-ραπείας καὶ ταῦτα ἐπιστώσατο· πάντοθεν ἀπὸ τῶν παρ-όντων, ἀπὸ τῶν μελλόντων ἐμφαίνων αὐτοῦ τὴν δύναμιν, καὶ δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον γέγονε τὸ κρατῆσαι αὐτόν. Διὸ καὶ ἐπάγει· Καθ’ ἡμέραν μεθ’ ὑμῶν ἤμην, καὶ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρα-τήσατέ με· κἀντεῦθεν δηλῶν, ὅτι τῆς αὐτοῦ συγχω-ρήσεως ἦν τὸ ἑλεῖν. Τὰ θαύματα παραδραμὼν, τὴν διδασκαλίαν λέγει, ἵνα μὴ δόξῃ κομπάζειν. Ὅτε ἐδίδα-σκον, οὐκ ἐκρατήσατέ με· ὅτε ἐσίγησα, ἐπήλθετε; Ἐν τῷ ἱερῷ ἤμην, καὶ οὐδεὶς κατέσχε· νυνὶ δὲ ἀωρὶ καὶ μέσων νυκτῶν ἐπέστητε μετὰ μαχαιρῶν καὶ ξύλων; Τί τούτων ἐδέησε τῶν ὅπλων ἐπὶ τὸν μεθ’ ὑμῶν ὄντα ἀεί; ἀπὸ τούτων διδάσκων, ὅτι εἰ μὴ ἑκὼν ἐνέδωκεν, οὐδ’ ἂν τότε ἴσχυσαν. Οὐδὲ γὰρ ἂν οἱ τὸν ἐν χερσὶν ὄντα μὴ δυνηθέντες κατασχεῖν, καὶ μέσον αὐτὸν λαβόντες καὶ μὴ περιγενόμενοι, οὔτε τότε ἂν ἴσχυσαν, εἰ μὴ ἠθέλησεν. Εἶτα καὶ τὴν ἀπορίαν λύει, διατί τότε ἠβου-λήθη. Τοῦτο γὰρ γέγονε, φησὶν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Εἶδες πῶς μέχρι τῆς ἐσχάτης ὥρας, καὶ ἐν αὐτῷ τῷ παραδοθῆναι, πάντα ἐποίει πρὸς διόρθωσιν τὴν ἐκείνων, θεραπεύων, προφητεύων, ἀπειλῶν· Ἐν μαχαίρᾳ γὰρ, φησὶν, ἀπολοῦνται· δει-κνὺς ὅτι ἑκὼν πάσχει· Καθ’ ἡμέραν γὰρ μεθ’ ὑμῶν, φησὶν, ἤμην διδάσκων· τὴν πρὸς τὸν Πατέρα συμφω-νίαν δηλῶν· Ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφη-τῶν. Διατί δὲ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; Ὅτι οὐκ ἂν ἐτόλμησαν ἐν τῷ ἱερῷ διὰ τὸν ὄχλον. Διὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν, καὶ μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν. Ὁ γὰρ ἵνα πεισθῇ τοῖς προφήταις, καὶ ἑαυτὸν παραδοὺς, πῶς ἐναντία ἐδίδασκε; Τότε πάντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, ἀφέντες αὐτὸν ἔφυγον. Ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, ἔφυγον. Εἶδον γὰρ λοιπὸν, ὅτι οὐκέτι διαφυγεῖν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς Γραφὰς τοῦτο γίνεσθαι.
PG 58:754Φυγόντων δὲ αὐτῶν, Ἄγουσιν αὐτὸν πρὸς Καϊάφαν· ὁ δὲ Πέτρος ἠκολούθησε καὶ εἰσῆλθεν, ἰδεῖν τί τὸ τέλος. Πολλὴ ἡ θερμότης τοῦ μαθητοῦ· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν, ἀλλ’ ἔστη καὶ συνεισῆλθεν. Εἰ δὲ καὶ Ἰωάν-νης, ἀλλὰ γνώριμος ἦν τῷ ἀρχιερεῖ. Καὶ διατί ἐκεῖ ἀπ-ήγαγον αὐτὸν, ἔνθα ἦσαν πάντες συνηγμένοι; Ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων. Ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεὺς, καὶ πάντες ἦσαν αὐτὸν αὐτόθι ἀναμένοντες· οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τούτῳ. Οὐδὲ γὰρ ἔφαγον τότε τὸ πάσχα, φησὶν, ἀλλὰ διὰ τοῦτο ἠγρύπνουν. Εἰπὼν γὰρ, ὅτι πρωί̈α ἐστὶν, ὁ Ἰωάννης, ἐπήγαγεν· Οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἐν ἑτέρᾳ ἡμέρᾳ ἔφαγον, καὶ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφα-γὴν ταύτην. Οὐδὲ γὰρ ἂν ὁ Χριστὸς παρέβη τὸν καιρὸν τοῦ πάσχα, ἀλλ’ ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους. Ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρήσαντες ἀνελεῖν, οὐκ ἴσχυ-σαν· τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλοντο καὶ τὸ πάσχα ἀφεῖναι, ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν. Διὸ καὶ συνήχθησαν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν, καὶ ἐρωτῶσί τινα, βουλόμενοι σχῆμα περι-θεῖναι τῇ ἐπιβουλῇ ταύτῃ δικαστηρίου. Οὐδὲ γὰρ ἦσαν ἴσαι αἱ μαρτυρίαι, φησίν· οὕτω πεπλασμένον τὸ δικα-στήριον ἦν, καὶ θορύβου πάντα καὶ ταραχῆς. Ἐλθόν-τες δὲ ψευδομάρτυρες ἔλεγον, ὅτι Οὗτος εἶπεν, ὅτι Λύσω τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ μὴν εἶπεν, ὅτι Ἐν τρισὶν, ἀλλ’ οὐκ εἶπε, Λύω, ἀλλὰ, Λύσατε· καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ περὶ τοῦ σώματος τοῦ ἰδίου. Τί οὖν ὁ ἀρχιερεύς; Βουλόμενος αὐτὸν εἰς ἀπολογίαν καταστῆσαι, ἵνα ἐξ αὐ-τῆς αὐτὸν ἕλῃ, φησίν· Οὐκ ἀκούεις, τί οὗτοί σου κα-ταμαρτυροῦσιν; Ὁ δὲ ἐσίγα. Ἀνόνητα γὰρ ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος. Καὶ γὰρ σχῆμα τοῦτο δικαστηρίου ἦν μόνον· τὸ δὲ ἀληθὲς, λῃστῶν ἔφοδος, ὡς ἐν σπηλαίῳ καὶ ἐν ὁδῷ ἁπλῶς ἐπελθόντων. Διὸ ἐσίγα· ὁ δὲ ἐπέμενε λέγων· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ δὲ εἶπε, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησε. Τοῦτο δὲ ἐποίη-σε, σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. Ἐπειδὴ γὰρ εἰς φόβον ἐνέβαλε τοὺς ἀκροατὰς τὸ εἰρημένον, ὅπερ ἐπὶ Στεφάνου πεποιήκασι, τὰ ὦτα συσχόντες, τοῦτο καὶ ἐνταῦθα οὗτος. γ. Καίτοι ποία βλασφημία αὕτη; Καὶ γὰρ ἔμπροσθεν ἦν εἰρηκὼς, συνηγμένων αὐτῶν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ ἡρμήνευσε τὸ εἰρημένον· καὶ οὐδὲν ἐτόλμησαν εἰπεῖν, ἀλλ’ ἐσίγησαν, καὶ ἐξ ἐκείνου οὐκέτι λοιπὸν ἀντεῖπον. Πῶς οὖν νῦν βλασφημίαν τὸ εἰρημένον ἐκάλουν; Τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο; Πᾶσαν αὐτῶν ἀναιρῶν
PG 58:755ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδασκεν, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρίνων τὴν οἰκουμένην, ὃ πολλὴν πρὸς αὐτὸν τὴν συμφωνίαν δηλοῦντος ἦν. Διαῤ-ῥήξας τοίνυν αὐτοῦ τὰ ἱμάτιά φησι· Τί ὑμῖν δοκεῖ; Οὐ φέρει τὴν ψῆφον οἴκοθεν, ἀλλὰ παρ’ ἐκείνων αὐτὴν ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων καὶ βλασφη-μίας δήλης ἐκκαλεῖται. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλ-λάττει πάσης αὐτὸν αἰτίας, παρ’ ἑαυτοῖς αὐτὸν καταδι-κάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγον-τες, Ὑμεῖς ἠκούσατε τῆς βλασφημίας, μόνον οὐχὶ καταναγκάζοντες καὶ βιαζόμενοι τὴν ψῆφον ἐξενεγκεῖν. Τί οὖν ἐκεῖνοι; Ἔνοχός ἐστι θανάτου· ἵν’ ὡς κατάδι-κον λαβόντες, οὕτω τὸν Πιλάτον λοιπὸν ἀποφήνασθαι πα-ρασκευάσωσιν. Ὃ δὴ κἀκεῖνοι συνειδότες φασὶν, Ἔν-οχος θανάτου ἐστίν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ δικά-ζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε. Πῶς δὲ οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; Ὅτι πολλά-κις αὐτοὺς ἐπεστόμισεν· ἄλλως δὲ καὶ ἐκ τῶν τότε λε-γομένων ἐβούλοντο αὐτὸν ἑλεῖν καὶ καταδικάσαι. Καὶ προλαβὼν, καὶ τὴν ψῆφον παρ’ αὐτῶν ἐνεγκὼν, καὶ πάντας ἐπισπασάμενος διὰ τοῦ ῥῆξαι τὸν χιτωνίσκον, ὡς κατάδικον λοιπὸν ἀπαγαγὼν πρὸς τὸν Πιλάτον, οὕτως ἅπαντα ἔπραττεν. Ἐπ’ ἐκείνου γοῦν οὐδὲν τοιοῦτόν φασιν· ἀλλὰ τί; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν· ἀπὸ δημοσίων ἐγκλημάτων ἀνελεῖν αὐτὸν ἐπιχειροῦντες. Καὶ διατί μὴ λάθρα αὐτὸν ἀνεῖλον; Ἠβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν ἤδη ἀκηκοότες αὐτοῦ, καὶ θαυ-μάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι, διὰ τοῦτο ἐσπούδα-σαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφαγῆναι. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν, ἀλλὰ τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν τῆς ἀληθείας σύστασιν ἀπεχρήσατο, ὥστε κατάδηλον αὐτοῦ
γενέσθαι τὸν θάνατον. Καὶ τοὐναντίον ἐξέβαινεν, ἤπερ ἐβούλοντο. Αὐτοὶ μὲν γὰρ ἐκπομπεύειν ἤθελον, ὡς ταύτῃ καταισχύνοντες· αὐτὸς δὲ καὶ δι’ αὐτῶν τούτων μᾶλλον ἐξέλαμπε. Καὶ ὥσπερ ἔλεγον, Ἀνέλωμεν αὐτὸν, μή-ποτε ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν καὶ τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ ἐπειδὴ ἀνεῖλον αὐτὸν, τοῦτο γέγονεν· οὕτω καὶ ἐνταῦθα, δημοσίᾳ αὐτὸν σταυρῶσαι ἐσπούδαζον, ἵνα βλάψωσιν αὐτοῦ τὴν δόξαν, καὶ τοὐναντίον ἐξέβη. Ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ’ ἑαυτοὺς ἀνελεῖν, ἄκουσον τί φησιν ὁ Πιλάτος· Λά-βετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Ἀλλ’ οὐκ ἤθελον, ἵνα ὡς παράνομος, ὡς τύραν-νος, ὡς στασιώδης ἀνῃρῆσθαι δόξῃ. Διὰ τοῦτο καὶ λῃ-στὰς αὐτῷ συνεσταύρωσαν· διὰ τοῦτο καὶ ἔλεγον· Μὴ γράφε, ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι Ἐκεῖνος εἶπε. Ταῦτα δὲ πάντα ὑπὲρ τῆς ἀληθείας ἐγίνετο, ὥστε μηδὲ σκιάν τινα αὐτοὺς ἔχειν ἀναισχύντου γοῦν ἀπο-λογίας. Καὶ ἐπὶ τοῦ τάφου δὲ ὁμοίως τὰ σήμαντρα καὶ αἱ φυλακαὶ μᾶλλον διαλάμψαι τὴν ἀλήθειαν ἐποίησαν· καὶ αἱ χλευασίαι καὶ τὰ σκώμματα καὶ αἱ λοιδορίαι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίουν. Τοιοῦτον γὰρ ἡ πλάνη· δι’ ὧν ἐπιβουλεύει, λύεται· οὕτω γοῦν καὶ ἐνταῦθα συνέβη. Οἱ μὲν γὰρ δοκοῦντες νενικηκέναι, οὗτοι μάλιστα καὶ ᾐσχύν-θησαν, καὶ ἡττήθησαν, καὶ ἀπώλοντο· ὁ δὲ ἡττῆσθαι δοκῶν, οὗτος μάλιστα καὶ ἔλαμψε, καὶ ἐνίκησε κατὰ κράτος. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν, μηδὲ παν-ταχοῦ τὸ ἡττᾶσθαι φεύγωμεν. Ἔστιν ὅπου νίκη μὲν
PG 58:756φέρει βλάβην, ἧττα δὲ ὠφέλειαν. Καὶ γὰρ ἐπὶ τῶν θυ-μουμένων, δοκεῖ μὲν ὁ πολλὰ ὑβρικὼς κεκρατηκέναι· οὗτος δὲ μάλιστά ἐστιν ὁ ἡττηθεὶς ὑπὸ τοῦ χαλεπωτάτου πάθους, καὶ βλαβείς· ὁ δὲ ἐνεγκὼν γενναίως, οὗτος πε-ριεγένετο καὶ ἐνίκησε. Καὶ ὁ μὲν οὐδὲ τὸ οἰκεῖον ἴσχυσε σβέσαι νόσημα· ὁ δὲ καὶ τὸ ἀλλότριον ἀνεῖλε· καὶ ὁ μὲν ὑπὸ τοῦ οἰκείου ἡττήθη· ὁ δὲ καὶ τοῦ ἀλλοτρίου περι-εγένετο, καὶ οὐ μόνον αὐτὸς οὐ κατεκάη, ἀλλὰ καὶ τὴν ἑτέρου φλόγα ἀρθεῖσαν εἰς ὕψος ἔσβεσεν. Εἰ δὲ ἠθέλησε νικῆσαι τὴν δοκοῦσαν νίκην εἶναι, καὶ αὐτὸς ἂν ἡττήθη, κἀκεῖνον ἐκκαύσας χαλεπώτερον τοῦτο παθεῖν παρ-εσκεύασεν ἂν, καὶ καθάπερ γυναῖκες, αἰσχρῶς καὶ ἐλεει-νῶς ὑπὸ τοῦ θυμοῦ κατεπαλαίσθησαν ἂν ἑκάτεροι. Νυνὶ δὲ καὶ ταύτης ἀπηλλάγη τῆς αἰσχύνης ὁ φιλο-σοφήσας, καὶ τρόπαιον λαμπρὸν καὶ ἐν ἑαυτῷ καὶ ἐν τῷ πλησίον ἔστησε κατὰ τῆς ὀργῆς διὰ τῆς καλῆς ἥττης. δ. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν. Καὶ γὰρ ὁ πλεον-εκτήσας τὸν πλεονεκτηθέντα νενίκηκεν, ἀλλὰ κακὴν νίκην, καὶ ὄλεθρον φέρουσαν τῷ νικήσαντι· ὁ δὲ πλεον-εκτηθεὶς, καὶ δοκῶν νενικῆσθαι, φιλοσόφως ἐνεγκὼν, οὗτος μάλιστά ἐστιν ὁ τὸν στέφανον ἔχων. Πολλαχοῦ γὰρ τὸ ἡττᾶσθαι βέλτιον, καὶ ἔστιν οὗτος ἄριστος νίκης τρόπος. Ἄν τε γὰρ πλεονεκτῇ τις, ἄν τε παίῃ, ἄν τε βασκαίνῃ, ὁ ἡττώμενος καὶ μὴ ὁμόσε χωρῶν, οὗτός ἐστιν ὁ νικῶν. Καὶ τί λέγω πλεονεξίαν καὶ βασκανίαν; Καὶ γὰρ ὁ εἰς μαρτύριον ἑλκόμενος, οὕτω νικᾷ, δεσμού-μενος καὶ μαστιγούμενος καὶ κατακοπτόμενος καὶ σφαττόμενος. Καὶ ὅπερ ἐστὶν ἐν τοῖς πολέμοις ἧττα, τὸ πεσεῖν τὸν ἀγωνιζόμενον, τοῦτο παρ’ ἡμῖν νίκη. Οὐδα-μοῦ γὰρ δρῶντες κακῶς νικῶμεν, ἀλλὰ πανταχοῦ πά-σχοντες κακῶς. Οὕτω καὶ ἡ νίκη λαμπροτέρα γίνεται, ὅταν πάσχοντες τῶν δρώντων περιγενώμεθα. Ἐντεῦ-θεν δείκνυται ὅτι Θεοῦ ἡ νίκη. Καὶ γὰρ ἐναντίαν ἔχει τῇ ἔξωθεν τὴν φύσιν· ὃ καὶ μάλιστα ἰσχύος τεκμή-ριον. Οὕτω καὶ αἱ θαλάττιαι πέτραι τῷ παίεσθαι τὰ κύματα διαλύουσιν· οὕτω καὶ οἱ ἅγιοι πάντες ἀνεκη-ρύχθησαν καὶ ἐστεφανώθησαν, καὶ λαμπρὰ τὰ τρό-παια ἔστησαν, τὴν ἀπράγμονα ταύτην νικῶντες νίκην. Μηδὲ γὰρ κινήσῃς σαυτὸν, φησὶ, μηδὲ κάμῃς· ὁ Θεός σοι ταύτην ἔδωκε τὴν ἰσχὺν, ὡς μὴ ἐκ συμπλοκῆς νικᾷν, ἀλλὰ ἀνεχόμενον μόνον. Μὴ παρατάξῃ καὶ αὐτὸς ἐξίσης, καὶ νενίκηκας· μὴ συμπλακῇς, καὶ ἐστε-φανώθης. Πολὺ βελτίων εἶ τοῦ ἀνταγωνιστοῦ, καὶ δυνα-τώτερος. Τί καταισχύνεις σαυτόν; Μὴ δῷς ἐκείνῳ λέ-γειν, ὅτι Συμπλακεὶς περιεγένου, ἀλλ’ ἄφες αὐτὸν τεθη-πέναι καὶ θαυμάζειν σου τὴν ἄμαχον δύναμιν, καὶ πρὸς πάντας λέγειν, ὅτι καὶ χωρὶς τοῦ συμβαλεῖν ἐνίκησας. Οὕτω καὶ ὁ μακάριος Ἰωσὴφ ἀνεκηρύχθη, παν-ταχοῦ τῷ πάσχειν κακῶς περιγενόμενος τῶν ποιούντων. Καὶ γὰρ οἱ ἀδελφοὶ καὶ ἡ Αἰγυπτία τῶν ἐπιβουλευόν-των ἦσαν· ἀλλὰ πάντων οὗτος ἐκράτησε. Μὴ γάρ μοι τὸ δεσμωτήριον, ὅπερ οὗτος ᾤκησε, μηδὲ τὰ βασίλεια, ἔνθα διέτριβεν ἐκείνη, λέγε· ἀλλὰ δεῖξόν μοι, τίς ὁ νι-κηθεὶς, τίς ὁ ἡττηθεὶς, τίς ὁ ἐν ἀθυμίᾳ, τίς ὁ ἐν ἡδονῇ. Ἐκείνη μὲν γὰρ οὐ μόνον τοῦ δικαίου, ἀλλ’ οὐδὲ τοῦ οἰκείου ἴσχυσε κρατῆσαι πάθους· οὗτος δὲ καὶ αὐτῆς καὶ τοῦ νοσήματος περιεγένετο τοῦ χαλεποῦ. Εἰ δὲ καὶ βούλει, αὐτῶν ἄκουσον τῶν ῥημάτων, καὶ ὄψει τὸ τρόπαιον. Εἰσήγαγες ἡμῖν ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν. Οὐχ οὗτος ἐνέπαιξεν, ἀθλία καὶ τα-λαίπωρε, ἀλλ’ ὁ διάβολος εἰπὼν, ὅτι δύνασαι κατα-κλάσαι τὸν ἀδάμαντα. Οὐχ οὗτος εἰσήγαγέ σοι παῖδα

Homily LXXXVHomilia LXXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:757Ἑβραῖον ἐπιβουλεύοντα, ἀλλ’ ὁ πονηρὸς δαίμων τὴν ἀκάθαρτον ἀσέλγειαν· ἐκεῖνός σοι ἐνέπαιξε. Τί οὖν ὁ Ἰωσήφ; Σιγᾷ, καὶ οὕτω κατακρίνεται, καθάπερ καὶ ὁ Χριστός. Πάντα γὰρ ἐκεῖνα τύποι τούτων. Καὶ ὁ μὲν ἦν ἐν δεσμοῖς, ἡ δὲ ἐν βασιλείοις. Καὶ τί τοῦτο; Ὁ μὲν γὰρ ἦν στεφανίτου παντὸς λαμπρότερος, καὶ ἐν ἁλύσει μένων· ἡ δὲ δεσμώτου παντὸς ἀθλιώτερον διέκειτο, ἐν βασιλικοῖς θαλάμοις διατρίβουσα. Οὐκ ἐν-τεῦθεν δὲ μόνον τὴν νίκην καὶ τὴν ἧτταν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ τέλους. Τίς γὰρ ὅπερ ἠθέλησεν, ἐποίησεν; Ὁ δεσμώτης, ἀλλ’ οὐχ ἡ βασίλισσα. Ὁ μὲν
PG 58:758γὰρ ἐσπούδαζε διατηρῆσαι τὴν σωφροσύνην, ἡ δὲ ἀφελέσθαι. Τίς οὖν ἐποίησεν ὅπερ ἠθέλησεν; ὁ κακῶς παθὼν, ἢ ἡ κακῶς δράσασα; Εὔδηλον ὅτι ὁ παθών. Οὐκοῦν οὗτός ἐστιν ὁ νενικηκώς. Ταῦτα οὖν εἰδότες, ταύτην διώκωμεν τὴν νίκην, τὴν διὰ τοῦ πάσχειν κα-κῶς· ἐκείνην δὲ φεύγωμεν, τὴν διὰ τοῦ δρᾷν κακῶς. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀπραγμοσύνης ἁπάσης καὶ πολλῆς ἡσυχίας ζησόμεθα, καὶ τῶν μελ-λόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά-τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:757ΟΜΙΛΙΑ ΠΕ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐῤῥάπισαν, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; α. Διατί ταῦτα ἐποίουν, ἀναιρεῖν μέλλοντες; τίς χρεία τῆς κωμῳδίας ταύτης ἦν; Ἵνα μάθῃς αὐτῶν τὸν ἀκό-λαστον τρόπον διὰ πάντων· καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐνεδείκνυντο παροινίαν, καὶ τῆς μανίας ἐνεφοροῦντο, ἑορτὴν ταύτην ποιούμενοι, καὶ μεθ’ ἡδονῆς ἐπιόντες, καὶ τὸν φονικὸν αὐτῶν ἐνδει-κνύμενοι τρόπον. Σὺ δέ μοι θαύμασον τῶν μαθητῶν τὴν φιλοσοφίαν, μεθ’ ὅσης αὐτὰ ἀκριβείας ἀπαγγέλλουσιν. Ὅθεν τὸ φιλάληθες αὐτῶν ἦθος διαδείκνυται, ὅτι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα ἐξηγοῦνται μετὰ ἀληθείας ἁπάσης, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι μεγίστην, ὥσπερ οὖν καὶ ἦν, τὸ τὸν Δεσπότην τῆς οἰκουμένης ὑπὲρ ἡμῶν τοιαῦτα πάσχοντα ἀνέχεσθαι. Τοῦτο καὶ τὴν αὐτοῦ κηδεμονίαν
ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγ-γνωστον, οἳ ταῦτα ἐτόλμων εἰς τὸν οὕτως ἥμερον καὶ πρᾶον, καὶ τοιαῦτα κατεπᾴδοντα, οἷα καὶ λέοντα ἀρνίον ποιῆσαι ἱκανὰ ἦν. Οὐδὲν γὰρ οὔτε αὐτὸς ἐνέλιπεν ἡμερότητος, οὔτε αὐτοὶ ὕβρεως καὶ ἀπηνείας, δι’ ὧν ἐποίουν, δι’ ὧν ἔλεγον. Ἅπερ ἅπαντα καὶ ὁ προφήτης Ἡσαί̈ας προὔλεγεν, οὕτω προαναφωνῶν, καὶ ἑνὶ ῥήματι πᾶσαν ταύτην ἐμφαίνων τὴν ὕβριν. Ὃν τρόπον γὰρ ἐκ-στήσονται πολλοὶ ἐπὶ σὲ, φησὶν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀν-θρώπων. Τί γὰρ τῆς ὕβρεως ταύτης ἴσον γένοιτ’ ἄν· Εἰς τὸ πρόσωπον ἐκεῖνο, ὃ ἡ θάλασσα ἰδοῦσα ᾐδέσθη, ὃ ἐπὶ σταυροῦ θεασάμενος ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέστρε-ψεν, ἐνέπτυον καὶ ἐῤῥάπιζον, καὶ ἐπὶ τῆς κεφαλῆς ἔτυ-πτον, ἐμφορούμενοι μετὰ δαψιλείας ἁπάσης τῆς ἑαυτῶν μανίας. Καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προσετίθεσαν ὕβριν. Καὶ ῥήματα πάλιν πολλῆς γέμοντα κωμῳδίας ἐφθέγγοντο λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; ἐπειδὴ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοί. Ἕτερος δέ φησιν, ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριωβολιμαῖον εἰς μέσον λαβόντες. Καὶ οὐκ ἐλεύ-θεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε. Ταῦτα ἀναγινώσκωμεν συν-εχῶς, ταῦτα ἀκούωμεν ὡς χρὴ, ταῦτα ἐγγράφωμεν ἡμῶν τῇ διανοίᾳ· καὶ γὰρ ταῦτα ἡμῶν τὰ σεμνά. Ἐπὶ τούτοις ἐγὼ μέγα φρονῶ, οὐ μόνον ἐπὶ τοῖς μυρίοις νεκροῖς οἷς ἀνέστησεν, ἀλλὰ καὶ ἐπὶ τοῖς παθήμασιν οἷς ἔπαθε. Ταῦτα ἄνω καὶ κάτω Παῦλος στρέφει· τὸν
PG 58:758σταυρὸν, τὸν θάνατον, τὰ πάθη, τὰς λοιδορίας, τὰς ὕβρεις, τὰ σκώμματα. Καὶ νῦν μέν φησιν, Ἐξερχώ-μεθα πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· νῦν δὲ, Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπ-έμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ὁ δὲ Πέτρος ἐκάθητο ἐν τῇ αὐλῇ ἔξω· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξ-ελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ’ ὅρκου. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταθε-ματίζειν, καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέ-τρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξ-ελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Ὢ καινῶν καὶ παρα-δόξων πραγμάτων Ὅτε μὲν κατεχόμενον εἶδε τὸν Διδά-σκαλον μόνον, οὕτως ἔζεεν, ὡς καὶ τὴν μάχαιραν σπά-σασθαι, καὶ ἐκκόψαι τὸ ὠτίον· ὅτε δὲ μᾶλλον ἀγανακτῆ-σαι εἰκὸς ἦν, καὶ πυρωθῆναι καὶ ἐκκαυθῆναι, λοιδοριῶν τοιούτων ἀκούοντα, τότε ἔξαρνος γίνεται. Τίνα γὰρ οὐκ ἂν ἐξῆψεν εἰς μανίαν τὰ τότε γινόμενα; Ἀλλ’ ὅμως ὁ μαθητὴς ὑπὸ τοῦ δέους καταγωνισθεὶς οὐ μόνον οὐκ ἐνδείκνυται ἀγανάκτησιν, ἀλλὰ καὶ ἀρνεῖται, καὶ κορα-σίου ταλαιπώρου καὶ εὐτελοῦς ἀπειλὴν οὐ φέρει· καὶ οὐδὲ ἅπαξ μόνον. ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἀρνεῖται, καὶ ἐν χρόνῳ βραχεῖ, καὶ οὐδὲ ἐπὶ δικαστῶν· ἔξω γὰρ ἦν· ἐξελθόντα γὰρ αὐτὸν εἰς τὸν πυλῶνα ἠρώτησαν· καὶ οὐδὲ ᾔσθετο ταχέως τοῦ πτώματος. Καὶ τοῦτο ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, δεικνὺς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἀλλ’ ἐδεήθη τῆς τοῦ Διδασκάλου πάλιν ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονεν ἀντὶ φωνῆς· οὕτω περιδεὴς ἦν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ’ αὐτοῦ τοῦ Διδασκάλου μαθών· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. Ὅθεν μάλιστα ἄν τις αὐτὸν ἐκπλαγείη, ὅτι οὐ μόνον οὐκ ἔκρυψε τὸ ἐλάττωμα τοῦ Διδασκάλου, ἀλλὰ καὶ τῶν ἄλλων σαφέστερον ἀπήγγειλεν, αὐτῷ τούτῳ τῷ μαθητὴς εἶναι. β. Πῶς οὖν ἀληθὲς τὸ εἰρημένον, τοῦ μὲν Ματθαίου
PG 58:759λέγοντος, ὅτι εἶπεν, Ἀμὴν λέγω σοι, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; τοῦ δὲ Μάρκου μετὰ τὸ τρίτον λέγοντος, ὅτι Ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε; Σφόδρα μὲν οὖν καὶ ἀληθὲς, καὶ σύμφωνον. Ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φω-νεῖν εἴωθεν ὁ ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· Ὥστε ἀμφότερα ἀληθῆ. Πρὶν ἢ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Καὶ οὐδὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, κλαῦσαι ἐτόλμα φανερῶς, μὴ κατηγορηθῇ διὰ τῶν δακρύων· ἀλλ’ Ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ γενο-μένης ἡμέρας ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα ἐπὶ τὸν Πιλάτον. Ἐπειδὴ γὰρ ἠβούλοντο αὐτὸν ἀνελεῖν, αὐτοὶ δὲ οὐκ ἴσχυον διὰ τὴν ἑορτὴν, ἐπὶ τὸν ἡγε-μόνα ἄγουσι. Σὺ δέ μοι σκόπει πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι. Οὕτω γὰρ ἄνωθεν προδιετετύπωτο. Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια. Τοῦτο καὶ ἐκείνου καὶ τούτων κατ-ηγορία· τοῦ μὲν, οὐχ ὅτι μετεμελήθη, ἀλλ’ ὅτι ὀψὲ καὶ βραδέως, καὶ αὐτοκατάκριτος γέγονεν· ὅτι γὰρ παρέδω-κεν, αὐτὸς ὡμολόγησε· τῶν δὲ, ὅτι κύριοι ὄντες μετα-θέσθαι, οὐ μετενόησαν. Σκόπει δὲ πότε μεταμελεῖ-ται. Ὅτε ἀπηρτίσθη καὶ τέλος ἔλαβεν ἡ ἁμαρτία. Τοιοῦ-τος γὰρ ὁ διάβολος· οὐκ ἀφίησι τοὺς μὴ νήφοντας ἰδεῖν πρὸ τούτου τὸ κακὸν, ἵνα μὴ μετανοήσῃ ὁ ἁλούς. Τοσαῦτα γοῦν λέγοντος τοῦ Ἰησοῦ, οὐκ ἐπεκάμφθη· ἐπειδὴ δὲ ἀπηρτίσθη τὸ πλημμέλημα, τότε ἐπεισῆλθεν αὐτῷ ἡ μετάνοια· καὶ οὐδὲ τότε χρησίμως. Τὸ μὲν γὰρ καταγνῶναι, καὶ τὸ ῥῖψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον. Προεξήγαγε γὰρ αὐτὸν τῆς μετα-νοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται· καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖ, πείσας ἑαυτὸν ἀπολέσαι. Σὺ δέ μοι σκόπει πανταχόθεν τὴν ἀλήθειαν λάμπουσαν, καὶ δι’ ὧν οἱ ἐναντίοι καὶ ποιοῦσι καὶ πάσχουσι. Καὶ γὰρ καὶ αὐτὴ τοῦ προδότου ἡ τελευτὴ τῶν κατακρινάντων αὐτὸν ἀποῤῥάπτει τὰ στόματα, καὶ οὐκ ἀφίησιν αὐτοὺς οὐδὲ σκιάν τινα ἀναισχύντου γοῦν ἀπολογίας ἔχειν. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι, ὅταν ὁ προδότης τοιαῦτα καθ’ ἑαυτοῦ ψηφιζόμενος φαίνηται; Ἴδωμεν δὲ καὶ τὰ ῥήματα, ἅ φησιν. Ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι, καὶ λέγει· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. Οὐδὲ γὰρ ἤνεγκε τὸ συνειδὸς μαστίζον αὐτόν. Σκόπει δέ μοι καὶ τοὺς Ἰουδαίους τὰ αὐτὰ πάσχοντας. Καὶ γὰρ καὶ οὗτοι ἀφ’ ὧν ἔπαθον ὀφείλοντες διορθωθῆναι, οὐ πρότε-
ρον ἵστανται, ἕως ἂν τὴν ἁμαρτίαν πληρώσωσιν. Ἡ μὲν γὰρ τούτου πεπλήρωτο ἁμαρτία· προδοσία γὰρ ἦν· ἡ δὲ ἐκείνων οὐδέπω. Ὅτε δὲ καὶ ἐκεῖνοι ἀπήρτισαν, καὶ προσήλωσαν αὐτὸν, τότε καὶ αὐτοὶ ταράττονται· νῦν μὲν λέγοντες, Μὴ γράφε, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων (καίτοιγε τί δεδοίκατε, τί θορυβεῖσθε,
PG 58:760νεκροῦ σώματος ἐπὶ σταυροῦ προσηλωμένου;) νῦν δὲ φυλάττουσιν αὐτὸν, λέγοντες· Μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, καὶ εἴπωσιν ὅτι ἀνέστη· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Καὶ μὴν ἐὰν εἴπωσιν, ἐλέγχεται τὸ πρᾶγμα, ἐὰν μὴ ἀληθὲς ᾖ. Πῶς δὲ ἐροῦσιν οἱ μηδὲ στῆναι τολμήσαντες, κατα-σχεθέντος αὐτοῦ, ὁ δὲ κορυφαῖος καὶ τρὶς ἠρνήσατο, κο-ρασίου μὴ φέρων ἀπειλήν; Ἀλλ’ ὅπερ ἔφην, ἐταράτ-τοντο λοιπόν. Ὅτι γὰρ ᾔδεσαν παρανομίαν τὸ πρᾶγμα, δῆλον ἐξ ὧν ἔλεγον, Σὺ ὄψει. Ἀκούσατε, οἱ φιλάργυροι, ἐννοήσατε τί ἔπαθεν ἐκεῖ-νος· πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ. Τοιαύτη τῆς φιλαργυρίας ἡ τυραννίς. Οὐδὲ τοῦ ἀργυ-ρίου ἀπώνατο, οὐδὲ τῆς παρούσης ζωῆς, οὐδὲ τῆς μελ-λούσης, ἀλλὰ πάντα ἀθρόον ἀπέβαλε, καὶ δόξαν λαβὼν πονηρὰν παρ’ αὐτοῖς ἐκείνοις, οὕτως ἀπήγξατο. Ἀλλ’, ὅπερ ἔφην, μετὰ τὸ πρᾶξαι, τότε τινὲς διαβλέ-πουσιν. Ὅρα γοῦν καὶ τούτους τέως οὐκ ἐθέλοντας αἰσθάνεσθαι σαφῶς τοῦ τολμήματος, ἀλλὰ λέγοντας, Σὺ ὄψει· ὃ καὶ αὐτὸ μέγιστον ἦν αὐτῶν ἔγκλημα. Τοῦτο γὰρ μαρτυρούντων μὲν ἔστι τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὑπὸ δὲ τοῦ πάθους μεθυόντων, καὶ οὐκ ἐθελόντων ἀποσχέσθαι τῆς σατανικῆς ἐγχειρήσεως, ἀλλὰ πεπλασμένης ἀγνοίας παραπετάσματι περιστέλλον-τας ἑαυτοὺς ἀνοήτως. Εἰ μὲν γὰρ μετὰ τὸν σταυρὸν ταῦτα ἐλέγετο, καὶ τὸ ἀναιρεθῆναι αὐτὸν, μάλιστα μὲν οὐδὲ τότε λόγον εἶχε τὸ λεγόμενον, πλὴν ἀλλ’ οὐχ οὕτως αὐτοὺς κατέκρινε· νυνὶ δὲ ἔτι παρ’ ὑμῖν αὐτὸν ἔχοντες, καὶ κύριοι ὄντες ἀφεῖναι, πῶς ἂν δύναισθε ταῦτα λέγειν; Ἡ γὰρ ἀπολογία αὕτη κατηγορία ἂν ὑμῶν γένοιτο μεγίστη. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπὶ τὸν προδότην ὅλον τὸ ἔγκλημα φέροντες, ( Σὺ γὰρ ὄψει, φησί·) δυνάμενοι αὐτοὶ τῆς Χριστοκτονίας ἀπαλλαγῆναι, ἀφέντες αὐτὸν καὶ ἐπηγωνίσαντο τῷ τολ-μήματι, τῇ προδοσίᾳ τὸν σταυρὸν προσθέντες. Τί γὰρ ἐκώλυεν εἰπόντας ἐκείνῳ, Σὺ ὄψει, αὐτοὺς ἀπο-στῆναι τοῦ τολμήματος; Νῦν δὲ καὶ τοὐναντίον ἐργάζον-ται, προστιθέντες τὴν σφαγὴν, καὶ πανταχοῦ, καὶ δι’ ὧν ποιοῦσι, καὶ δι’ ὧν λέγουσιν, ἀφύκτοις ἐμπλέκοντες ἑαυτοὺς κακοῖς. Καὶ γὰρ μετὰ ταῦτα, ἐπιτρέψαντος τοῦ Πιλάτου, τὸν μὲν λῃστὴν εἵλοντο ἀφεθῆναι μᾶλ-λον, ἢ τὸν Ἰησοῦν· τὸν δὲ οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ τοσαῦτα εὐεργετηκότα, ἀνῄρουν. γ. Τί οὖν ἐκεῖνος; Ὡς εἶδεν ἀνόνητα πονῶν, καὶ οὐκ ἀνεχομένους δέξασθαι τὰ ἀργύρια, Ἔῤῥιψεν αὐτὰ εἰς τὸν ναὸν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐ-τὰ εἰς τὸν κορβονᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Καὶ συμβούλιον λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Διὸ ἐκλή-θη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφή-του λέγοντες· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Εἶδες πάλιν αὐτόθεν κατακρινομένους ὑπὸ τοῦ συνει-
PG 58:761δότος; Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι τὸν φόνον ἠγόρασαν, οὐκ ἔβαλον εἰς τὸν κορβονᾶν, ἀλλ’ ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τοῖς ξένοις. Ἐγίνετο δὲ καὶ τοῦτο μαρτύ-ριον κατ’ αὐτῶν, καὶ τῆς προδοσίας ἔλεγχος. Τὸ γὰρ ὄνομα τοῦ χωρίου σάλπιγγος λαμπρότερον πᾶσιν ἀν-εκήρυττε τὴν μιαιφονίαν αὐτῶν. Καὶ οὐδὲ ἁπλῶς αὐτὸ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαβόντες, καὶ πανταχοῦ οὕτως, ἵνα μηδεὶς ἀθῶος ᾖ τοῦ τολμήματος, ἀλλὰ πάν-τες ὑπεύθυνοι. Ταῦτα δὲ ἄνωθεν προὔλεγεν ἡ προφητεία. Ὁρᾷς οὐχὶ τοὺς ἀποστόλους μόνον, ἀλλὰ καὶ τοὺς προ-φήτας τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγουμένους, καὶ πάντοθεν τὸ πάθος ἀνακηρύττοντας καὶ προεμφαίνον-τας; Τοῦτο καὶ Ἰουδαῖοι μὴ συνειδότες ὑπέμε-νον. Εἰ γὰρ εἰς τὸν κορβονᾶν ἐνέβαλον, οὐκ ἂν οὕτω τὸ πρᾶγμα κατάδηλον ἐγένετο· νυνὶ δὲ χωρίον ὠνησά-μενοι, καὶ ταῖς μετέπειτα γενεαῖς δῆλον ἐποίησαν τὸ πᾶν. Ἀκούσατε ὅσοι ἀπὸ φόνων δοκεῖτε εὐποιί̈ας ποιεῖν, καὶ τιμὴν λαμβάνετε ψυχῶν ἀνθρώπων. Ἰουδαϊ-καὶ αὗται αἱ ἐλεημοσύναι, μᾶλλον δὲ σατανικαί. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν, οἳ μυρία ἑτέρων ἁρπάζοντες, ὑπὲρ τοῦ παντὸς ἀπολογεῖσθαι νομίζουσι, ἂν δέκα χρυσίνους ἢ ἑκατὸν καταβάλωσι. Περὶ ὧν καὶ ὁ προφήτης φησίν· Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου. Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐ δέχεται ταύ-την τὴν τροφήν. Τί τὸν Δεσπότην ὑβρίζεις, ἀκάθαρτα προσάγων αὐτῷ; Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων. Ἐκεῖνο ὠμοῦ, τοῦτο καὶ ὠμοῦ καὶ ὑβριστοῦ. Βέλτιον μηδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέ-ροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα, εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀπο-δύσας, περιέβαλες τὸν γυμνὸν, ἆρ’ οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκη-σας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ ἄλογα προς-φέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς τῷ Κυρίῳ ὁ κλέπτης ἔτι ἀδικεῖ, καὶ οὕτως ἀδικεῖ, ὡς τε-τραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμε-νος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι διδοὺς, ἀλλ’ ἀντ’ ἐκείνου ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ’ ἐν τῇ Καινῇ πολι-τευόμενος, ἐννόησον ὅσον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν συν-άγει τὸ πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν δίκην, δι’ αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν θρήνησον, ὅτι μείζονα ἑαυτῷ θη-σαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; Δο-κεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ’ οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσε-σθε. Μετανοήσωμεν τοίνυν καὶ δῶμεν ἐλεημοσύνην πλεονεξίας καθαρὰν, καὶ πολλὴν ἔχουσαν τὴν δαψίλειαν. Ἐννοήσατε ὅτι Ἰουδαῖοι Λευί̈τας ὀκτακισχιλίους ἔτρε-φον, καὶ μετὰ τῶν Λευϊτῶν καὶ χήρας καὶ ὀρφανοὺς, καὶ πολλὰ ἕτερα ἐλειτούργουν, καὶ μετὰ τούτου καὶ ἐστρατεύοντο· νυνὶ δὲ ἀγροὶ, καὶ οἰκίαι, καὶ μισθώματα οἰκημάτων, καὶ ὀχήματα, καὶ ὀρεωκόμοι, καὶ ἡμίο-νοι, καὶ πολλὴ τοιαύτη παράταξις ἐν τῇ Ἐκκλησίᾳ δι’ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀπανθρωπίαν. Καὶ γὰρ ἐχρῆν
PG 58:762παρ’ ὑμῖν εἶναι τὸν θησαυρὸν τοῦτον τῆς Ἐκκλη-σίας, καὶ πρόσοδον αὐτῇ τὴν ὑμετέραν γίνεσθαι προθυ-μίαν· νυνὶ δὲ δύο τὰ ἄτοπα γίνεται, καὶ ὑμεῖς ἄκαρποι μένετε, καὶ οἱ τοῦ Θεοῦ ἱερεῖς τὰ προσήκον-τα οὐ μεταχειρίζουσι. Μὴ γὰρ οὐκ ἦν δυνατὸν ἐπὶ τῶν ἀποστόλων τὰς οἰκίας μένειν καὶ τοὺς ἀγρούς; Τίνος οὖν ἕνεκεν ἐπώλουν καὶ ἐδίδοσαν; Ὅτι τοῦτο βέλτιον ἦν. δ. Ἀλλὰ νῦν δέος ἔλαβε τοὺς πατέρας ὑμῶν, οὕτω
πρὸς τὰ βιωτικὰ μαινομένων ὑμῶν, καὶ διὰ τὸ συλ-λέγειν, ἀλλὰ μὴ σκορπίζειν, μὴ λιμῷ διαφθαρῶσιν οἱ τῶν χηρῶν καὶ ὀρφανῶν καὶ τῶν παρθένων χοροί· διὰ τοῦτο ταῦτα κατασκευάσαι ἠναγκάσθησαν. Οὐδὲ γὰρ ἠβούλοντο ἑαυτοὺς εἰς τοιαύτην ἀσχημοσύνην ἐμβαλεῖν, ἀλλ’ ἐπεθύμουν τὴν ὑμετέραν γνώμην αὐτοῖς πρόσοδον εἶναι, καὶ τοὺς καρποὺς ἐντεῦθεν τρυγᾷν, καὶ αὐτοὺς εὐχαῖς προσέχειν μόναις. Νυνὶ δὲ αὐτοὺς ἠναγκάσατε τῶν τὰ πολιτικὰ πραττόντων πράγματα τὰς οἰκίας μι-μεῖσθαι· ὅθεν πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ ὑμεῖς καὶ ἡμεῖς τοῖς αὐτοῖς ἐνεχώμεθα, τίς ὁ ἐξιλεού-μενος τὸν Θεόν; Διὰ ταῦτα οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, ὅτι οὐδὲν τῶν βιωτικῶν ἀνδρῶν ἄμεινον ἡ Ἐκκλησία διάκειται. Οὐκ ἠκούσατε, ὅτι οὐδὲ τὰ ἀπραγ-μόνως συλλεγόμενα χρήματα διανέμειν κατεδέξαντο οἱ ἀπόστολοι; Νυνὶ δὲ ἐπιτρόπους καὶ οἰκονόμους καὶ καπήλους παρῆλθον ἡμῖν οἱ ἐπίσκοποι τῇ περὶ ταῦτα φροντίδι· καὶ δέον αὐτοὺς ὑπὲρ τῶν ψυχῶν μεριμνᾷν καὶ φροντίζειν τῶν ὑμετέρων, οἱ δὲ, ὑπὲρ ὧν ὑποδέκται καὶ φορολόγοι καὶ λογισταὶ καὶ ταμίαι μεριμνῶσιν, ὑπὲρ τούτων καθ’ ἑκάστην κόπτονται τὴν ἡμέραν. Ταῦτα οὐχ ἁπλῶς ἀποδυρόμενος λέγω, ἀλλ’ ὥστε γενέ-σθαι τινὰ διόρθωσιν καὶ μεταβολὴν, ὥστε ἡμᾶς ἐλεηθῆ-ναι χαλεπὴν δουλεύοντας δουλείαν, ὥστε ὑμᾶς γενέσθαι πρόσοδον καὶ θησαυρὸν τῆς Ἐκκλησίας. Εἰ δὲ μὴ βού-λεσθε, ἰδοὺ οἱ πένητες πρὸ τῶν ὑμετέρων ὀφθαλμῶν· ὅσοις μὲν δυνατὸν ἡμῖν ἀρκέσαι, οὐ διαλείψομεν τρέφον-τες· οὓς δὲ οὐ δυνατὸν, ὑμῖν ἀφήσομεν, ἵνα μὴ τῶν ῥημά-των ἐκείνων ἀκούσητε κατὰ τὴν φοβερὰν ἡμέραν, τῶν πρὸς τοὺς ἀνελεεῖς καὶ ὠμοὺς λεγομένων, ὅτι Πει-νῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Καὶ γὰρ μεθ’ ὑμῶν ἡμᾶς καταγελάστους ἡ ἀπανθρωπία αὕτη ποιεῖ, ὅτι τὰς εὐχὰς ἀφέντες, καὶ τὴν διδασκαλίαν, καὶ τὴν ἄλλην ἁγιωσύνην, οἱ μὲν οἰνοπώλαις, οἱ δὲ σιτοπώλαις, οἱ δὲ τοῖς τὰ ἕτερα καπηλεύουσιν ὤνια, τὸν πάντα πυκτεύομεν χρόνον. Ἐντεῦθεν μάχαι καὶ φιλονεικίαι, καὶ καθημεριναὶ λοιδορίαι, καὶ ὀνείδη καὶ σκώμματα, καὶ ἑκάστῳ τῶν ἱερέων ὀνόματα ἐπίκειται, βιωτικαῖς μᾶλλον πρέποντα οἰκίαις· δέον ἀντὶ τούτων ἕτερα ἀνταλλάξασθαι, καὶ ἐντεῦθεν καλεῖσθαι, ἀφ’ ὧν καὶ οἱ ἀπόστολοι ἐνομοθέτουν, ἀπὸ τῆς τῶν πενήτων διατρο-φῆς, ἀπὸ τῆς τῶν ἀδικουμένων προστασίας, ἀπὸ τῆς τῶν ξένων ἐπιμελείας, ἀπὸ τῆς τῶν ἐπηρεαζομένων βοηθείας, ἀπὸ τῆς τῶν ὀρφανῶν προνοίας, ἀπὸ τῆς τῶν χηρῶν συμμαχίας, ἀπὸ τῆς τῶν παρθένων ἐπιστασίας, καὶ ταύτας ἀντὶ τῆς τῶν χωρίων καὶ τῶν οἰκημάτων φροντίδος διανέμεσθαι τὰς οἰκονομίας. Ταῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κειμήλια· οὗτοι οἱ πρέποντες αὐτῇ θησαυροὶ, καὶ πολλὴν καὶ ἡμῖν εὐκολίαν. καὶ ὑμῖν ὠφέλειαν παρέχοντες, μᾶλλον δὲ καὶ ὑμῖν εὐκολίαν μετὰ τῆς ὠφελείας. Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι εἰς δέ-

Homily LXXXVIHomilia LXXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:763κα μυριάδων ἀριθμὸν οἶμαι τοὺς ἐνταῦθα συναγομέ-νους τελεῖν· καὶ εἰ ἑνὸς ἄρτου μετεδίδου τινὶ τῶν πενήτων ἕκαστος, ἅπαντες ἦσαν ἂν ἐν εὐπορίᾳ· εἰ ἐξ ἑνὸς ὀβολοῦ μόνον, οὐδεὶς ἂν ἦν πένης, οὐκ ἂν τοσαῦτα ὑπεμείναμεν ὀνείδη καὶ σκώμματα ἀπὸ τῆς περὶ τὰ κτήματα προνοίας. Καὶ γὰρ τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ δεῦρο ἀκολούθει μοι, καὶ πρὸς τοὺς τῆς Ἐκκλησίας προέδρους ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων καιρὸν ἂν ἔχοι λέγεσθαι. Ἄλλως γὰρ ἀκολουθῆσαι ὡς χρὴ οὐκ ἔνι, μὴ πάσης φρον-τίδος ἀπηλλαγμένον παχυτέρας καὶ βιωτικωτέρας. Νυνὶ δὲ οἱ τοῦ Θεοῦ ἱερεῖς τρυγητῷ καὶ ἀμητῷ παρακάθηνται, καὶ πράσει καὶ ἀγορασίᾳ προσόδων· καὶ οἱ μὲν τῇ σκιᾷ λατρεύοντες, πᾶσαν τῶν τοιούτων ἀτέλειαν εἶχον, καί-τοι σωματικωτέραν λειτουργίαν ἐγκεχειρισμένοι· ἡμεῖσ
PG 58:764δὲ οἱ πρὸς αὐτὰ τῶν οὐρανῶν τὰ ἄδυτα καλούμενοι, καὶ εἰς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων εἰσιόντες, ἐμπόρων καὶ παλιγκαπήλων ἀναδεχόμεθα φροντίδας. Ἐντεῦθεν καὶ Γραφῶν ἀμέλεια πολλὴ, καὶ εὐχῶν ῥᾳθυμία, καὶ ἡ περὶ τὰ ἄλλα πάντα ὀλιγωρία. Οὐδὲ γὰρ δυνατὸν εἰς ἀμφό-τερα σχίζεσθαι μετὰ τῆς προσηκούσης σπουδῆς. Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὰς ἡμῖν πάντοθεν ἀναβλύσαι πηγὰς, καὶ τὴν ἅλω καὶ τὴν ληνὸν τὴν ὑμετέραν γε-νέσθαι προθυμίαν ἡμῖν. Οὕτω γὰρ καὶ οἱ πένητες δια-τραφήσονται εὐκολώτερον, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ ὑμεῖς ἐπὶ πλέον ἐπιδώσετε φιλανθρωπίας, καὶ τῶν αἰωνίων ἀπολαύσεσθε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:763ΟΜΙΛΙΑ ΠϚ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. α. Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον. Ἐπειδὴ γὰρ εἶδον τὸν Πιλάτον οὐδένα ποιούμενον λόγον τῶν νομικῶν, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέ-γοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰη-σοῦν, ὡς περὶ ἀνθρώπου τινὸς ψιλοῦ διαλεγόμενοι, καὶ τυραννίδος ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλα-γῆναι, σκῆψις ἦν. Πάντα δὲ ἐκύκων καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. Τοῦτο γοῦν καὶ ὁ Πι-λάτος ἠρώτησε τότε. Τί οὖν ὁ Χριστός; Σὺ εἶπας. Ὡμο-λόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε, πρὸς τὸν Πιλάτον ἀποκρινό-μενος, ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἵνα μηδὲ ἐκεῖνοι, μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες. Καὶ λογισμὸν ἀντίῤῥητον τίθησι λέγων· Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. Διά τοι τοῦτο, ὥστε ταύτην ἀποκρούσασθαι τὴν ὑποψίαν, καὶ φόρον κατέβαλε, καὶ ἑτέρους καταβαλεῖν ἐκέλευσε· καὶ ἡνίκα ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, ἔφυγε. Τί οὖν οὐ ταῦτα προήνεγκεν εἰς μέσον, φησὶ, τότε, ἐγκαλούμενος ἐπὶ τυραννίδι; Διότι μυρίας ἔχοντες τὰς ἀπὸ τῶν πραγμά-των ἀποδείξεις τῆς δυνάμεως, τῆς πραότητος, τῆς ἐπιει-κείας, ἑκόντες ἐτύφλωττον καὶ ἐκακούργουν, καὶ δι-εφθαρμένον τὸ δικαστήριον ἦν. Διὰ δὴ ταῦτα πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ, καὶ βραχέα ἀποκρινόμενος, ὥστε μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς αὐθαδείας δόξαν λα-βεῖν, ὅτε ὥρκισεν ὁ ἀρχιερεὺς, ὅτε ὁ ἡγεμὼν ἤρετο· πρὸς δὲ τὰς κατηγορίας αὐτῶν οὐδὲν οὐκέτι φησίν· οὐ γὰρ δὴ πείσειν ἔμελλεν. Ὥσπερ καὶ ὁ προφήτης ἄνωθεν τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπὶ τούτοις ὁ ἡγεμὼν ἐθαύμαζε. Καὶ γὰρ θαύματος ἄξιον ἦν ἰδεῖν τοσαύτην ἐπιείκειαν
PG 58:764ἐπιδεικνύμενον, καὶ σιγῶντα, τὸν μυρία ἔχοντα εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τοῦ συνειδέναι τι πονηρὸν αὐτῷ κατηγόρουν, ἀλλ’ ἀπὸ βασκανίας καὶ φθόνου μόνον. Ὅτε γοῦν ἔστησαν ψευδομάρτυρας, διατί μηδὲν ἐχόντων εἰπεῖν ἐπέκειντο ἔτι, καὶ τὸν Ἰούδαν ἀποπνεύσαντα ἰδόντες, οὐ κατενύγησαν, καὶ τὸν Πιλάτον τὰς χεῖρας ἀπονιψάμενον; Καὶ γὰρ πολλὰ καὶ παρ’ αὐτὸν τὸν και-ρὸν ἐποίησεν, ὥστε αὐτοὺς ἀνανῆψαι· ἀλλ’ οὐδενὶ τού-
των ἐγένοντο βελτίους. Τί οὖν ὁ Πιλάτος; Οὐκ ἀκού-εις πόσα σου καταμαρτυροῦσιν οὗτοι; Ἠβούλετο μὲν γὰρ αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὸ καὶ ταῦτα ἔλεγεν· ἐπειδὴ δὲ οὐδὲν ἀπεκρίνατο, καὶ ἕτερόν τι μηχανᾶται. Ποῖον δὴ τοῦτο; Ἔθος ἦν αὐτοῖς ἀφιέναι ἕνα τῶν καταδίκων, καὶ ἐντεῦθεν αὐτὸν ἐξελέσθαι ἐπεχείρησεν. Εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὡς ἀθῶον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ. Εἶδες τάξιν ἀντεστραμμένην; Τὴν μὲν γὰρ αἴτησιν τὴν ὑπὲρ τῶν καταδίκων, τοῦ δήμου ἔθος ἦν εἶναι, τὴν δὲ δόσιν τοῦ ἄρχοντος· νῦν δὲ τοὐναντίον γέγονε, καὶ ὁ ἄρχων αἰτεῖ τὸν δῆμον, καὶ οὐδὲ οὕτω γίνονται ἥμεροι, ἀλλ’ ἐκ-θηριοῦνται μειζόνως καὶ φονῶσιν, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Οὐδὲ γὰρ εἶχον ὅ τι κατηγο-ρήσουσιν αὐτοῦ, καὶ ταῦτα σιγῶντος, ἀλλ’ ἠλέγχοντο καὶ οὕτω διὰ τὴν τῶν δικαιωμάτων περιουσίαν, καὶ σιγῶν ἐνίκα τοὺς μυρία λέγοντας καὶ μαινομένους. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. Ὅρα οἷον γίνεται πάλιν, ἱκανὸν πάν-τας αὐτοὺς ἀνακαλέσασθαι. Μετὰ γὰρ τῆς ἀπὸ τῶν πραγ-μάτων ἀποδείξεως, καὶ τὸ ὄναρ οὐ μικρὸν ἦν. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ὁρᾷ; Ἢ ὅτι ἐκείνη ἀξία ἦν μᾶλ-λον· ἢ ὅτι αὐτὸς εἰ εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ’ ἂν ἐξεῖπε. Διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσι. Καὶ οὐχ ἁπλῶς ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδεν. Ἀλλ’ οὐκ ἦν αὐτῷ ἀσφαλὲς, φησὶν, ἀφεῖναι, ἐπειδὴ εἶπον, ὅτι βασιλέα ἑαυτὸν
PG 58:765ἐποίει. Ἐχρῆν οὖν ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, καὶ ὅσα τυραννίδος ἐστὶ τεκμήρια· οἷον, εἰ στρατόπεδα κατ-έλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, εἰ ἄλλο τι τοιοῦτον ἐπεχείρει. Ὁ δὲ ἁπλῶς παρασύρεται· διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων, λέγων· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Ὥστε μαλακίας ἦν ἡ συγχώρησις, καὶ τὸ μαστίξαντα ἐκδοῦναι. Οὗτος μὲν οὖν ἄνανδρος καὶ μαλακός· οἱ δὲ ἀρχιερεῖς πονηροὶ καὶ κακοῦργοι. Ἐπειδὴ γὰρ εὗρέ τινα ἐπίνοιαν, τὸν τῆς ἑορτῆς νόμον τὸν κελεύοντα ἀφεῖ-ναι κατάδικον, τί πρὸς τοῦτο μηχανῶνται; Ἔπεισαν τὸν ὄχλον, φησὶν, ἵνα τὸν Βαραββᾶν αἰτήσωσιν. β. Εἶδες πόσην αὐτὸς πρόνοιαν ποιεῖται, ὥστε αὐ-τοὺς ἀπαλλάξαι ἐγκλημάτων, καὶ πόσην αὐτοὶ σπουδὴν, ὥστε μηδὲ σκιὰν ἑαυτοῖς ἀπολογίας καταλιπεῖν; Τί γὰρ ἔδει; τὸν ὡμολογημένον, ἢ τὸν ἀμφισβητούμενον ἀφεῖ-ναι· Εἰ γὰρ ἐπὶ τοῖς ὡμολογημένοις ἀφίεσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἀμφιβόλοις. Οὐ γὰρ δήπου ὡμο-λογημένων ἀνδροφόνων χείρων αὐτοῖς οὗτος ἐδόκει εἶναι. Διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Εἶχον λῃστὴν, ἀλλ’, Ἐπίσημον· τουτέστι, Περιβόητον ἐν κακίᾳ, μυρίους ἐργασάμενον φόνους. Ἀλλ’ ὅμως κἀκεῖνον τοῦ τῆς οἰκου-μένης Σωτῆρος προὔθηκαν· καὶ οὔτε τὸν καιρὸν ᾐδέ-σθησαν ὅτι ἅγιος ἦν, οὐ τοὺς τῆς φιλανθρωπίας νό-μους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπαξ αὐ-τοὺς ὁ φθόνος ἀπετύφλωσε. Καὶ μετὰ τῆς οἰκείας κα-κία καὶ τὸν δῆμον διαφθείρουσιν, ἵνα καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην δῶσι δίκην. Ἐπεὶ οὖν ἐκεῖνον ᾐτήσαντο, λέγει· Τί οὖν ποιήσω τὸν Χριστόν, καὶ ταύτῃ πάλιν ἐντρέψαι βουλόμενος, τῷ ποιῆσαι κυρίους τῆς αἱρέσεως, ἵνα κἂν αἰσχυνθέντες αἰτήσωσι, καὶ τῆς αὐτῶν φιλοτιμίας γένηται τὸ πᾶν. Τὸ μὲν γὰρ λέγειν, Οὐχ ἥμαρτε, φιλονεικοτέρους ἐποίει· τὸ δὲ ἐκ φιλανθρω-πίας ἀξιοῦν σωθῆναι, ἀναντίῤῥητον ἔχει τὴν πειθὼ καὶ τὴν αἴτησιν. Οἱ δὲ καὶ οὕτως ἔλεγον· Σταύ-ρωσον. Ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, Σταυρωθήτω. Ὁ δὲ ἰδὼν, ὅτι οὐ-δὲν ὠφελεῖ, ἐνίψατο τὰς χεῖρας, λέγων, ὅτι Ἀθῶός εἰμι. Τί οὖν παραδίδως; τί δὲ οὐκ ἐξήρπασας, καθάπερ τὸν Παῦλον ὁ ἑκατοντάρχης; Καὶ γὰρ ἐκεῖνος ᾔδει χαριζόμενος τοῖς Ἰουδαίοις· καὶ στάσις ἐγένετο δι’ αὐτὸν καὶ θόρυβος· ἀλλ’ ὅμως ἔστη πρὸς πάντα. Ἀλλ’ οὐχ οὗτος, ἀλλὰ ἄνανδρος σφόδρα καὶ μαλακός· καὶ πάν-τες ὁμοῦ διεφθείροντο. Οὔτε γὰρ οὗτος πρὸς τὸ πλῆθος ἔστη, οὔτε τὸ πλῆθος πρὸς τοὺς Ἰουδαίους· καὶ παντα-χόθεν αὐτῶν ἡ ἀπολογία ἀνῄρητο. Καὶ γὰρ Περισσῶς ἔκραζον, τουτέστι, μᾶλλον ἔκραζον, Σταυρωθήτω. Οὐ γὰρ ἀνελεῖν μόνον ἤθελον, ἀλλὰ καὶ ἐπὶ πονηρᾷ αἰτίᾳ, καὶ τοῦ δικάζοντος ἀντιλέγοντος ἐπέμενον τὰ αὐτὰ βοῶν-τες. Εἶδες πόσα ἐποίησεν ὁ Χριστὸς, ὥστε αὐτοὺς ἀνα-κτήσασθαι; Καθάπερ γὰρ τὸν Ἰούδαν ἀνεκρούετο πολλάκις, οὕτω καὶ τούτους ἀνέστελλε, διά τε παντὸς τοῦ εὐαγγελίου, καὶ παρ’ αὐτὸν τὸν καιρὸν τῆς κρίσεως. Καὶ γὰρ ὅτε εἶδον τὸν ἄρχοντα καὶ δικάζοντα ἀπονιψά-μενον καὶ λέγοντα, Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου, ἔδει κατανυγῆναι καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων· καὶ ὅτε τὸν Ἰούδαν ἀπαγξάμενον, καὶ ὅτε αὐτὸν παρακαλοῦντα, ἕτερον ἀντ’ αὐτοῦ λα-
PG 58:766βεῖν. Ὅταν γὰρ ὁ κατήγορος καὶ προδότης ἑαυτὸν καταδικάζῃ, καὶ ὁ ψηφιζόμενος ἀποδύηται τὰ ἐγκλή-ματα, καὶ ὄψις τοιαύτη κατ’ αὐτὴν τὴν νύκτα φαίνηται, καὶ ὡς κατάδικον αὐτὸν ἐξαιτῆται, ποίαν ἕξουσιν ἀπο-λογίαν; Εἰ γὰρ μὴ ἐβούλοντο ἀθῶον εἶναι. ἀλλ’ οὐχὶ καὶ λῃστὴν αὐτοῦ προτιμῆσαι ἔδει, τὸν ὡμολογημένον καὶ σφόδρα ἐπίσημον ὄντα. Τί οὖν ἐκεῖνοι; Ἐπειδὴ τὸν δικαστὴν εἶδον νιπτόμενον τὰς χεῖρας, καὶ λέγοντα, Ἀθῶός εἰμι, ἔκραζον· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τί τέκνα ἡμῶν. Τότε δὴ λοιπὸν, ὅτε καθ’ ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν, συνεχώρησε πάντα γενέσθαι. Θέα δὲ καὶ ἐνταῦθα τὴν πολλὴν παραπληξίαν. Τοιαύτη γὰρ ἡ ὁρμὴ, καὶ ἡ πονηρὰ ἐπιθυμία· οὐκ ἀφίησί τι τῶν δεόντων ἰδεῖν. Ἔστω γὰρ, ὑμῖν αὐτοῖς ἐπαρᾶσθε· τί καὶ ἐπὶ τὰ τέκνα τὴν ἀρὰν ἕλκετε; Ἀλλ’ ὅμως ὁ φιλάν-θρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐ μόνον ἐπὶ τῶν παίδων, ἀλλ’ οὐδὲ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύ-μοις, ( Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυ-ριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· ) ἐκ τούτων ἦσαν. Εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Καὶ διὰ τί ἐφραγέλλωσεν; Ἢ ὡς κατά-δικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἢ ἐκεί-νοις χαρίσασθαι. Καίτοιγε ἐνστῆναι ἐχρῆν. Καὶ γὰρ καὶ πρὸ τούτου εἶπε· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Καὶ πολλὰ ἦν τὰ δυνά-μενα αὐτὸν κἀκείνους ἀναχαιτίσαι, καὶ τὰ σημεῖα, καὶ τὰ θαύματα, καὶ ἡ πολλὴ τοῦ ταῦτα πάσχοντος ἀνεξι-κακία, καὶ ἡ σιγὴ μάλιστα ἡ ἄφατος. Ἐπειδὴ γὰρ καὶ δι’ ὧν ἀπελογήσατο καὶ δι’ ὧν ηὔξατο τὸ ἀνθρώπινον ἔδειξε, πάλιν τὸ ὑψηλὸν καὶ μεγαλοφυὲς καὶ διὰ τῆς σιγῆς καὶ διὰ τοῦ καταφρονεῖν τῶν λεγομένων ἐπιδεί-
κνυται, διὰ πάντων αὐτοὺς πρὸς τὸ οἰκεῖον ἐνάγων θαῦμα. Ἀλλ’ οὐδενὶ τούτων εἶξαν. γ. Ὅταν γὰρ ἅπαξ, καθάπερ ὑπὸ μέθης ἢ μανίας τινὸς ἀτόπου κατασχεθῶσιν οἱ λογισμοὶ, δύσκολον ἀν-ενεγκεῖν μὴ σφόδρα γενναίαν οὖσαν τὴν καταπίπτουσαν ψυχήν. Δεινὸν γὰρ, δεινὸν τοῖς πονηροῖς πάθεσι τού-τοις δοῦναι χώραν· διὸ χρὴ παντὶ τρόπῳ διακρούεσθαι καὶ ἐξωθεῖν αὐτῶν τὴν εἴσοδον. Ὅταν γὰρ ἐπιλάβωνται τῆς ψυχῆς, καὶ κρατήσωσι, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσὸν, οὕτω λαμπρὰν τὴν φλόγα ἀνάπτουσι. Διὸ πα-ρακαλῶ πάντα ποιεῖν, ὥστε ἀποτειχίζειν αὐτοῖς τὴν εἴς-οδον· μηδὲ τούτῳ τῷ λογισμῷ τῷ ψυχρῷ παραμυ-θουμένους ἑαυτοὺς, πᾶσαν ἐπεισάγειν πονηρίαν, λέγον-τας· Τί παρὰ τοῦτο, καὶ τί παρ’ ἐκεῖνο; τὰ γὰρ μυρία κακὰ ἐντεῦθεν τίκτεται. Ὁ γὰρ διάβολος μιαρὸς ὢν, πολλῇ κέχρηται τῇ [κακουργίᾳ καὶ εὐτονίᾳ καὶ] συγ-καταβάσει πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, καὶ ἀπὸ τῶν μικροτέρων προσβάλλει. Σκόπει δέ. Ἠβούλετο τὸν Σαοὺλ εἰς ἐγγαστριμύθου ληρωδίαν ἐμβαλεῖν. Ἀλλὰ τοῦτο εἰ παρὰ τὴν ἀρχὴν συνεβούλευσεν, οὐκ ἂν προς-έσχεν ἐκεῖνος· πῶς γὰρ, ὁ καὶ ἐλαύνων αὐτάς; Διὰ
PG 58:767τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτὸν εἰσάγει. Ἐπειδὴ γὰρ παρήκουσε τοῦ Σαμουὴλ, καὶ παρεσκεύασε μὴ πα-ραγενομένου ἀνενεχθῆναι τὴν ὁλοκαύτωσιν, ἐγκαλούμε-νός φησιν, Ἡ ἀνάγκη τῶν πολεμίων ἐγένετο μείζων· καὶ δέον θρηνῆσαι, ὡς οὐδὲν ἐργασάμενος διετέθη. Πάλιν ἐκέλευσε τὰ κατὰ τοὺς Ἀμαληκίτας ὁ Θεός· ὁ δὲ καὶ ταῦτα παρέβη. Ἐντεῦθεν εἰς τὰ κατὰ τὸν Δαυὶ̈δ ἐξέβη τολμήματα, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ὀλισθαίνων οὐκ ἔστη, ἕως εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βά-ραθρον ἐλθὼν ἐνέβαλεν ἑαυτόν. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν· οὐκ εὐθέως παρώρμησεν ἀνελεῖν τὸν ἀδελφὸν, ἐπεὶ οὐκ ἂν ἔπεισεν· ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει τὰ φαυλότερα προσενεγκεῖν, λέγων· Οὐδὲν τοῦτό ἐστιν ἁμάρτημα· δεύτερον, φθόνον καὶ βασκανίαν ἀνῆψεν, Οὐδὲν οὐδὲ παρὰ τοῦτο, λέγων· τρίτον, ἀνελεῖν ἔπεισε καὶ ἀρνήσασθαι τὴν μιαιφονίαν· καὶ οὐ πρό-τερον ἀπέστη, ἕως τὸν κολοφῶνα ἐπέθηκε τῶν κακῶν. Διὸ χρὴ τὰς ἀρχὰς ἀνακρούεσθαι. Μάλιστα μὲν γὰρ εἰ καὶ ἐφ’ ἑαυτῶν τὰ πρῶτα ἁμαρτήματα εἱστήκει, οὐδὲ οὕτω καταφρονεῖν ἐχρῆν τῶν πρώτων πλημμελημάτων· νυνὶ δὲ καὶ ἐπὶ μεῖζον ἄνεισιν, ὅταν ἀμελῇ ἡ διάνοια. Διὸ χρὴ πάντα ποιεῖν, ὥστε τὰς ἀρχὰς αὐτῶν ἀναιρεῖν. Μὴ γὰρ δὴ πρὸς τὴν φύσιν ἴδῃς τοῦ ἁμαρτήματος, ὅτι μικρὰ, ἀλλ’ ὅτι μεγάλου γίνεται ῥίζα ἀμελουμένη. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσαύτης δεῖται σπουδῆς τὰ μεγάλα ἁμαρτήματα, ὡς τὰ μικρὰ καὶ εὐ-τελῆ. Ἐκεῖνα μὲν γὰρ αὐτὴ ἡ φύσις τῆς ἁμαρτίας ἀπο-στρέφεσθαι παρασκευάζει· τὰ δὲ μικρὰ αὐτῷ τούτῳ εἰς ῥᾳθυμίαν ἐμβάλλει, καὶ οὐκ ἀφίησι γενναίως διανα-στῆναι πρὸς τὴν αὐτῶν ἀναίρεσιν. Διὸ καὶ ταχέως γίνε-ται μεγάλα, καθευδόντων ἡμῶν. Τοῦτο καὶ ἐν τοῖς σώ-μασι συμβαῖνον ἴδοι τις ἄν. Οὕτω καὶ ἐπὶ τοῦ Ἰούδα τὸ μέγα τοῦτο ἐτέχθη κακόν. Εἰ γὰρ μὴ ἔδοξεν αὐτῷ μικρὸν εἶναι τὸ κλέπτειν τῶν πενήτων τὰ χρήματα, οὐκ ἂν εἰς ταύτην ἐξηνέχθη τὴν προδοσίαν. Εἰ μὴ μικρὸν ἔδοξεν εἶναι τοῖς Ἰουδαίοις τὸ ὑπὸ κενοδοξίας ἁλίσκεσθαι, οὐκ ἂν ἐξώλισθον εἰς τὸ Χριστοκτόνοι γενέσθαι. Καὶ πάντα δὲ τὰ κακὰ ἐκ τούτου ἴδοι τις ἂν γινόμενα. Οὐδεὶς γὰρ ταχέως καὶ ἀθρόον ἐπὶ τὴν κακίαν ἐκπηδᾷ. Ἔχει γὰρ, ἔχει τινὰ αἰσχύνην ἐγκειμένην ἡμῖν ἡ ψυχὴ, καὶ τὴν πρὸς τὰ καλὰ αἰδῶ, καὶ ἀθρόον οὐκ ἂν τοσοῦ-τον ἀναισχυντήσειεν, ὡς ὑφ’ ἓν ἅπαντα ῥῖψαι, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀπόλλυται, ὅταν ἀμελῇ. Οὕτω καὶ εἰδωλολατρεία εἰσῆλθεν, τῶν ἀνθρώπων ὑπὲρ μέτρον τιμωμένων, καὶ τῶν ζώντων καὶ τῶν παρελθόντων οὕτω καὶ ξόανα προσεκυνήθη· οὕτω καὶ πορνεία ἐκρά-τησε, καὶ τὰ ἄλλα κακά. Σκόπει δέ. Ἐγέλασέ τις ἀκαί-ρως· ἐνεκάλεσεν ἕτερος· ἄλλος ἐξέλυσε τὸν φόβον εἰπὼν, Οὐδὲν παρὰ τοῦτο. Τί γάρ ἐστι τὸ γελᾷν; τί γὰρ παρὰ τοῦτο γένοιτ’ ἄν; Ἀπὸ τούτου εὐτραπελία ἐτέχθη, ἐν-τεῦθεν αἰσχρολογία, εἶτα πρᾶξις αἰσχρά. Πάλιν ἕτε-ρος ἐγκαλούμενος ἐπὶ τῷ διαβάλλειν τὸν πλησίον καὶ λοιδορεῖσθαι καὶ κακηγορεῖν, κατεφρόνησεν εἰπών· Οὐδέν ἐστι τὸ κακῶς λέγειν. Ἀπὸ τούτου μῖσος ἔτεκεν ἄφατον, ἔχθραν ἄσπονδον, λοιδορίας ἀπείρους· ἀπὸ τῶν λοιδοριῶν πληγάς· ἀπὸ τῶν πληγῶν φόνον πολλάκις. δ. Ἀπὸ μὲν οὖν τῶν μικρῶν οὕτω τὰ μεγάλα εἰσάγει ὁ πονηρὸς δαίμων ἐκεῖνος· ἀπὸ δὲ τῶν μεγάλων τὸ ἀπο-
PG 58:768γινώσκειν, ἄλλην ταύτην μέθοδον οὐκ ἐλάττονα τῆς προ-τέρας εὑρών. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν, ὡς τὸ ἀπο-γινώσκειν ἀπόλλυσιν. Ὁ μὲν γὰρ πλημμελήσας, ἂν νήφῃ, ταχέως μετανοήσας διορθοῦται τὸ γεγενημένον· ὁ δὲ ἀπαγορεύσας καὶ μὴ μετανοῶν, διὰ τοῦτο ἐκπίπτει τῆς διορθώσεως ταύτης, οὐκ ἐπιτιθεὶς τὰ ἀπὸ τῆς μετα-νοίας φάρμακα. Ἔχει καὶ τρίτην ἐνέδραν χαλεπήν· οἶον ὅταν εὐλαβείας σχῆμα περιθῇ τῷ ἁμαρτήματι. Καὶ ποῦ τοσοῦτον ἴσχυσεν ὁ διάβολος, φησὶν, ὥστε μέχρι τούτων ἀπατῆσαι; Ἄκουε, καὶ φυλάττου αὐτοῦ τὰ νοήματα. Προσέταξεν ὁ Χριστὸς διὰ Παύλου γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, καὶ μὴ ἀποστερεῖν ἀλλή-λους, εἰ μὴ ἐκ συμφώνου· ἀλλά τινες ἔρωτι δῆθεν ἐγκρατείας ἀποστᾶσαι τῶν ἰδίων ἀνδρῶν, ὡς εὐλαβές τι ποιοῦσαι, ὤθησαν αὐτοὺς ἐπὶ μοιχείαν. Ἐννόησον οὖν ἡλίκον κακὸν, πόνον τοσοῦτον ὑπομενούσας, ὡς τὰ μέγιστα ἠδικηκυίας ἐγκαλεῖσθαι, καὶ τὴν ἐσχάτην τίνειν δίκην, καὶ εἰς βάραθρον ἀπωλείας τοὺς συνοικοῦντας ὠθεῖν. Ἕτεροι πάλιν νόμῳ νηστείας ἀπεχόμενοι σιτίων, κατὰ μικρὸν προῆλθον ἐπὶ τὸ βδελύττεσθαι ταῦτα· ὃ καὶ αὐτὸ μεγίστην φέρει τὴν κόλασιν. Τοῦτο δὲ γίνεται, ὅταν τινὲς τὰς οἰκείας προλήψεις παρὰ τὰ ταῖς Γραφαῖς δοκοῦντα κρατύνωσιν. Ἐνόμισαν καὶ οἱ παρὰ Κορινθίοις τελειότητος εἶναι τὸ πάντων ἀδιαφόρως ἀπογεύεσθαι, καὶ τῶν κεκωλυμένων· ἀλλ’ ὅμως οὐκ ἦν τελειότητος τοῦτο, ἀλλὰ καὶ ἐσχάτης παρανομίας. Διὰ τοῦτο καὶ σφοδρῶς αὐτοῖς ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τῆς ἐσχάτης ἔλε-γεν ὑπευθύνους εἶναι δίκης. Ἕτεροι πάλιν εὐλαβείας εἶναι νομίζουσι τὸ κομᾷν τὰς κεφαλάς. Καὶ τοῦτο δὲ τῶν κεκωλυμένων ἐστὶ, καὶ πολλὴν ἔχον τὴν αἰσχύνην. Πάλιν ἕτεροι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἁμαρτήμασιν ἀμέ-τρως ὡς κερδαλέον διώκουσιν· ἀλλὰ καὶ αὐτὸ μεθοδείας διαβολικῆς, καὶ ἐδήλωσεν ὁ Ἰούδας· ἐντεῦθεν γοῦν καὶ ἀπήγξατο. Διὰ τοῦτο καὶ Παῦλος ὑπὲρ τοῦ πεπορ-νευκότος ἐδεδοίκει, μή τι τοιοῦτον πάθῃ, καὶ παρῄνει Κορινθίοις ταχέως αὐτὸν ἐξαρπάσαι, Μήπως τῇ περις-σοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἶτα δεικνὺς ὅτι τὸ τοιοῦτον τῆς ἐνέδρας ἐστὶ τῆς ἐκείνου, φησί· Μή-πως πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, ὅτι μετὰ δόλου πολλοῦ προς-βάλλει, φησίν. Ἐπεὶ εἰ μετὰ παῤῥησίας καὶ φανερῶς ἐπολέμει, εὔκολος ἦν καὶ ῥᾳδία ἡ νίκη· μᾶλλον δὲ καὶ νῦν, ἐὰν νήφωμεν, εὔκολος ἔσται. Καὶ γὰρ πρὸς ἑκάστην τῶν ὁδῶν τούτων καθώπλισεν ἡμᾶς ὁ Θεός. Πείθων γὰρ μηδὲ τῶν μικρῶν τούτων καταφρονεῖν, ἄκουσον τί παρ-αινεῖ λέγων· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνο-χος ἔσται εἰς τὴν γέενναν· καὶ, Ὁ ὀφθαλμοῖς ἀκολάστοις ἰδὼν, μοιχός ἐστιν ἀπηρτισμένος. Καὶ τοὺς γελῶντας ταλανίζει, καὶ πανταχοῦ τὰς ἀρχὰς καὶ τὰ σπέρματα ἀναιρεῖ τῶν κακῶν, καὶ περὶ ἀργοῦ ῥή-
ματός φησι διδόναι λόγον. Διὰ τοῦτο καὶ ὁ Ἰὼβ καὶ τὰς ἐννοίας τῶν παίδων ἐθεράπευεν. Ὑπὲρ δὲ τοῦ μὴ ἀπογινώσκειν φησὶ, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ θε-λήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι-στρέψαι καὶ ζῇν αὐτόν· καὶ, Σήμερον ἐὰν τῆς φω-νῆς αὐτοῦ ἀκούσητε. Καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ ῥήματα καὶ παραδείγματα κεῖται ἐν τῇ Γραφῇ. Πρὸσ

Homily LXXXVIIHomilia LXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:769δὲ τὸ σχήματι εὐλαβείας μὴ ἀπόλλυσθαι, ἄκουσον Παύ-λου λέγοντος· Μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτ’ οὖν εἰδότες, πάσαις ἐπιτειχίζω-μεν ταῖς ὁδοῖς ταῖς παρατρεπούσαις τοὺς ῥᾳθύμους τὴν ἀπὸ τῶν Γραφῶν σύνεσιν. Μηδὲ λέγε· Τί γάρ ἐστιν, ἐὰν ἴδω γυναῖκα καλὴν περιέργως; Ἂν γὰρ τὴν ἐν καρδίᾳ μοιχείαν ἐργάσῃ, ταχέως καὶ τὴν ἐν σαρκὶ τολμήσεις. Μὴ εἴπῃς· Τί γάρ ἐστι, ἐὰν τὸν πένητα τοῦτον παρα-δράμω; Ἂν γὰρ τοῦτον παρέλθῃς, καὶ τὸν ἕτερον· ἂν ἐκεῖνον, καὶ τὸν ἄλλον. Μηδ’ αὖ πάλιν· Τί γὰρ, ἐὰν ἐπιθυμήσω τῶν τοῦ πλησίον; Τοῦτο γὰρ, τοῦτο ἐποίησε τὸν Ἀχαὰβ ἀπολέσθαι, καίτοι τιμὴν κατέβαλεν, ἀλλὰ
PG 58:770παρὰ ἄκοντος ἔλαβεν. Οὐ γὰρ βιαζόμενον δεῖ ὠνεῖσθαι, ἀλλὰ πείθοντα. Εἰ δὲ ὁ τὴν προσήκουσαν τιμὴν καταβα-λὼν, οὕτως ἐκολάζετο, ἐπειδὴ παρὰ ἄκοντος ἔλαβεν· ὁ μηδὲ τοῦτο ποιῶν, καὶ παρὰ ἄκοντος ἁρπάζων, καὶ ταῦτα ἐν τῇ χάριτι πολιτευόμενος, τίνος οὐκ ἔσται κο-λάσεως ἄξιος; Ἵν’ οὖν μὴ κολαζώμεθα, βίας ἁπάσης καὶ ἁρπαγῆς ἑαυτοὺς καθαροὺς διατηροῦντες, καὶ μετὰ τῶν ἁμαρτημάτων καὶ τὰς ἀρχὰς αὐτῶν φυλαττόμενοι, μετὰ πολλῆς τῆς σπουδῆς ἐπιμελώμεθα ἀρετῆς· οὕτω γὰρ καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:769ΟΜΙΛΙΑ ΠΖ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. α. Ὥσπερ ἔκ τινος συνθήματος ὁ διάβολος εἰς πάντας τότε ἐχόρευεν. Ἔστω γὰρ, Ἰουδαῖοι φθόνῳ καὶ βασκανίᾳ τηκόμενοι ἐπαροίνουν εἰς αὐτόν· οἱ στρατιῶται πόθεν καὶ ἐκ ποίας αἰτίας; Οὐκ εὔδηλον ὅτι ὁ διάβολος ἦν ὁ τότε βακχεύων εἰς πάντας; Καὶ γὰρ τέρψεις ἐποίουν τὰς εἰς αὐτὸν ὕβρεις, ὠμοὶ καὶ ἀνήμεροί τινες ὄντες. Δέον γὰρ συσταλῆναι, δέον δακρῦσαι, ὅπερ καὶ ὁ δῆμος ἔπασχε, τοῦτο μὲν οὐκ ἐποίουν, τοὐναντίον δὲ, ὕβριζον καὶ ἐνήλλοντο, ἴσως καὶ αὐτοὶ χαριζόμενοι τοῖς Ἰουδαίοις, ἢ καὶ κατ’ οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. Καὶ αἱ ὕβρεις διάφοροι καὶ ποικίλαι. Τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν καθύβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς. Τίς ἡμῖν ἔσται λόγος λοιπὸν ἐπὶ ὕβρεσι κινουμένοις, μετὰ τὸ τὸν Χριστὸν ταῦτα παθεῖν; Καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμε-νον ἦν. Οὐδὲ γὰρ μέλος ἓν, ἀλλ’ ἅπαν τὸ σῶμα ὅλον διόλου ὑβρίζετο· ἡ κεφαλὴ διὰ τοῦ στεφάνου καὶ τοῦ κα-λάμου καὶ τοῦ κολαφίζεσθαι· τὸ πρόσωπον ἐμπτυόμε-νον· αἱ σιαγόνες ῥαπιζόμεναι· τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως· ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς. Τί τούτων γένοιτ’ ἂν χαλεπώτερον; τί ὑβριστικώτερον; Πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. Καθάπερ γὰρ δεδοικότες, μὴ δόξωσιν ἐλλιμπάνειν τι τοῦ τολμήματος, τοὺς μὲν προφήτας οἰκείαις ἀνελόντες χερσὶ, τοῦτον δὲ ψήφῳ δικαστοῦ, οὕτως ἅπαντα πράττουσι· καὶ αὐτόχειρες γίνονται, καὶ κατακρίνουσι, καὶ παρ’ ἑαυτοῖς κατα-δικάζουσι καὶ παρὰ τῷ Πιλάτῳ, λέγοντες, Τὸ αἷμα αὐ-τοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἐνάλλονται καὶ ὑβρίζουσι δι’ ἑαυτῶν, δεσμοῦντες, ἀπάγοντες, καὶ τῶν ὕβρεων τῶν ὑπὸ τῶν στρατιωτῶν αἴτιοι καθίσταν-ται· καὶ προσηλοῦσι, καὶ λοιδοροῦνται, καὶ ἐμπτύουσι, καὶ κωμῳδοῦσιν. Οὐδὲν γὰρ ἐνταῦθα ὁ Πιλάτος εἰς-ήνεγκεν, ἀλλὰ πάντα αὐτοὶ ἐποίουν, καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα γινόμενοι. Καὶ ταῦτα
PG 58:770ἀναγινώσκεται παρ’ ἡμῖν, ὅταν πάντες συνέρχωνται. Ἵνα γὰρ μὴ λέγωσιν Ἕλληνες, ὅτι Τὰ μὲν λαμπρὰ καὶ περιφανῆ, οἷον τὰ σημεῖα καὶ τὰ θαύματα, ἐπιδείκνυσθε τοῖς δήμοις καὶ τοῖς λαοῖς, τὰ δὲ ἐπονείδιστα ταῦτα ἀπο-κρύπτεσθε· ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις, ἐν πανδήμῳ ἑορτῇ, ὅταν ἄνδρες παμπληθεὶ καὶ γυναῖκες παρῶσι, καὶ πάντες ἁπλῶς κατὰ τὴν μεγάλην τοῦ πάσχα ἑσπέραν, τότε ταῦτα πάντα ἀναγινώσκεσθαι· ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, τότε λαμπρᾷ ταῦτα ἀνα-κηρύττεται τῇ φωνῇ. Καὶ τούτων ἀναγινωσκομένων, καὶ πᾶσι γνωριζομένων, ὁ Χριστὸς πιστεύεται εἶναι Θεός· καὶ μετὰ τῶν ἄλλων καὶ διὰ ταῦτα προσκυνεῖ-ται, ὅτι τοσοῦτον ὑπὲρ ἡμῶν καταβῆναι κατηξίωσεν, ὡς καὶ ταῦτα παθεῖν, καὶ παιδεῦσαι πᾶσαν ἡμᾶς ἀρετήν. Ταῦτα τοίνυν διαπαντὸς ἀναγινώσκωμεν· καὶ γὰρ πολὺ τὸ κέρδος, μεγίστη ἐντεῦθεν ἡ ὠφέλεια. Ὅταν γὰρ ἴδῃς καὶ σχήμασι καὶ πράγμασιν αὐτὸν χλευαζό-μενον, καὶ προσκυνούμενον μετὰ τοσαύτης κωμῳδίας, καὶ κονδυλιζόμενον, καὶ τὰ ἔσχατα πάσχοντα, κἂν αὐ-τόλιθος ᾖς, κηροῦ γενήσῃ παντὸς ἁπαλώτερος, καὶ πᾶσαν ἐκβαλεῖς ἀπὸ τῆς ψυχῆς φλεγμονήν. Ἄκουε τοί-νυν καὶ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐνέπαιξαν, Ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, φησὶ, καὶ γυμνώσαντες ἔλα-βον αὐτοῦ τὰ ἱμάτια, καὶ καθήμενοι ἐτήρουν αὐτὸν, πότε ἀποπνεύσει. Καὶ διανέμονται αὐτοῦ τὰ ἱμάτια· ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπεῤῥιμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, καὶ ἐπ’ ἐρημίας ὑπαρ-χόντων ἁπάσης. Ἐμέριζον τὰ ἱμάτια, δι’ ὧν τηλι-καῦτα γέγονε θαύματα. Ἀλλ’ οὐδὲν ἐνήργει τότε, τοῦ Χριστοῦ κατέχοντος τὴν ἀπόῤῥητον δύναμιν. Οὐ μικρὰ δὲ καὶ αὕτη προσθήκη παροινίας ἦν. Ὡς γὰρ εἰς ἄτιμον καὶ ἀπεῤῥιμμένον, ὅπερ ἔφην, καὶ τὸν πάντων εὐτελέστατον, οὕτω πάντα ἐτόλμων. Εἰς γοῦν τοὺς λῃστὰς οὐδὲν τοιοῦτον εἰργάσαντο, ἀλλ’ εἰς τὸν Χριστὸν ἅπαντα ἐτόλμων. Καὶ μέσον αὐτὸν ἐσταύρωσαν, ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ. Καὶ ἔδωκαν αὐτῷ ὄξος πιεῖν, καὶ τοῦτο ἐνυβρίζοντες· ὁ δὲ οὐκ ἠθέλησεν. Ἕτερος δέ φησιν, ὅτι γευσάμενος εἶπε, Τετέλεσται. Τί δέ ἐστι, Τετέλεσται; Ἡ προφητεία πεπλήρωται ἡ περὶ αὐτοῦ. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Οὐδὲ ἐκεῖνος δὲ δείκνυσιν ὅτι ἔπιεν· οὐδὲν γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν, ἀλλ’ ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. Ἀλλ’ ὅμως οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς παροινίας, ἀλλὰ καὶ γυμνώσαντες, καὶ σταυρώσαντες, καὶ ὄξος προσενεγκόντες, περαιτέρω προβαίνουσι·
PG 58:771καὶ ἐπὶ τοῦ σταυροῦ βλέποντες ἀνεσκολοπισμένον, ὀνειδίζουσι καὶ αὐτοὶ καὶ οἱ παραπορευόμενοι· ἃ πάντων χαλεπώτερα ἦν, τὸ καὶ ἐπὶ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου ταῦτα παθεῖν, καὶ ὡς ἀλαζόνα, καὶ εἰκῆ κομπάζοντα ἅπερ ἔλεγε. Διὰ ταῦτα αὐτὸν καὶ ἐσταύρω-σαν δημοσίᾳ, ἵνα πάντων ὁρώντων ἐμπομπεύσωσι·
διὰ τοῦτο καὶ χερσὶ ταῖς στρατιωτικαῖς, ἵνα καὶ ἐν δημοσίῳ δικαστηρίῳ τούτων τολμωμένων, τὰ τῆς πα-ροινίας ἐπιτείνηται. β. Καίτοι τίνα οὐκ ἂν ἔκαμψεν ὁ ὄχλος ὁ ἀκολουθῶν αὐτῷ καὶ θρηνῶν; Ἀλλ’ οὐχὶ τοὺς θῆρας τούτους. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἐκείνους μὲν ἀποκρίσεως ἀξιοῖ, τούτους δὲ οὐκέτι. Μετὰ γὰρ τὸ πρᾶξαι ἅπερ ἤθελον, καὶ τὴν δόξαν αὐτοῦ σπουδάζουσι λυμήνασθαι, δεδοικό-τες αὐτοῦ τὴν ἀνάστασιν. Διὰ τοῦτο δημοσίᾳ ταῦτα λέ-γουσι, καὶ λῃστὰς συνεσταύρωσαν, καὶ βουλόμενοι δεῖ-ξαι ἀπατεῶνα, ἔλεγον· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν, (αὕτη δὲ ἦν τὸ γεγράφθαι, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ) οὐδὲν ἴσχυσαν, ἀλλ’ ἐνεστήκει λέγων ἐκεῖ-νος, Ὃ γέγραφα, γέγραφα· αὐτοὶ λοιπὸν ἐπειρῶντο, δι’ ὧν ἐχλεύαζον, δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. Διὸ καὶ ἐκεῖνα ἔλεγον, καὶ ταῦτα· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ· καὶ πάλιν, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβάλλειν· καὶ πάλιν Εἰ Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ θέλει αὐτὸν, σωσάτω αὐτόν. Ὦ μιαροὶ καὶ παμμίαροι Τί δέ; οἱ προφῆται οὐκ ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι δίκαιοι, ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπασε τῶν κινδύνων ὁ Θεός; Ἀλλὰ μὴν ἦσαν, καὶ ταῦτα πάσχοντες. Τί οὖν ἴσον τῆς ἀνοίας ὑμῶν γένοιτ’ ἄν; Εἰ γὰρ ἐκείνων οὐκ ἐλυμήνατο παρ’ ὑμῖν τὴν δόξαν ἡ τῶν κινδύνων ἐπαγωγὴ, ἀλλ’ ἦσαν προφῆται καὶ πάσχοντες ἅπερ ἔπασχον· πολλῷ μᾶλ-λον ἐπὶ τούτου οὐκ ἐχρῆν ὑμᾶς σκανδαλίζεσθαι, καὶ δι’ ὧν ἐποίησε καὶ δι’ ὧν εἶπεν, ἀεὶ ταύτην ὑμῶν προδιορ-θωσαμένου τὴν ὑπόνοιαν. Ἀλλ’ ὅμως καὶ τού-των λεγομένων καὶ γενομένων οὐδὲν ἴσχυσαν, οὐδὲ παρ’ αὐτὸν τὸν καιρόν. Ὁ γοῦν ἐν ἐσχάτῃ πονηρίᾳ κατασα-πεὶς, καὶ ἐν φόνοις καὶ τοιχωρυχίαις τὸν ἅπαντα κατ-αναλώσας βίον, ὅτε ταῦτα ἐλέγετο, τότε αὐτὸν ὡμολό-γησε, καὶ βασιλείας ἐμνημόνευσε· καὶ ὁ δῆμος αὐτὸν ὠλοφύρετο. Καίτοιγε ἐδόκει τἀναντία μαρτυρεῖν τὰ γινόμενα παρὰ τοῖς οὐκ εἰδόσι τοῦ μυστηρίου τὴν οἰκονομίαν, ὅτι ἀσθενὴς καὶ οὐδὲν δυνάμενος· ἀλλ’ ὅμως ἡ ἀλήθεια καὶ διὰ τῶν ἐναντίων ἴσχυσε. Ταῦτ’ οὖν ἀκούοντες, ὁπλίζωμεν ἑαυτοὺς κατὰ παντὸς θυμοῦ, κατὰ πάσης ὀργῆς. Κἂν φλεγμαίνουσαν ἴδῃς τὴν καρ-δίαν σου, σφράγισον τὸ στῆθος, τὸν σταυρὸν ἐπιθείς· ἀνάμνησόν τι τῶν τότε συμβάντων, καὶ ὥσπερ κο-νιορτὸν ἐκβαλεῖς πάντα θυμὸν τῶν γεγενημένων τῇ μνήμῃ. Ἐννόησον τὰ ῥήματα, τὰ πράγματα· ἐννόησον ὅτι ἐκεῖνος Δεσπότης, σὺ δὲ δοῦλος· ἐκεῖνος διὰ σὲ, σὺ δὲ διὰ σαυτόν· ἐκεῖνος ὑπὲρ τῶν εὐεργετηθέντων καὶ σταυρωσάντων, σὺ δὲ ὑπὲρ σαυτοῦ· ἐκεῖνος ὑπὲρ τῶν ὑβρικότων, σὺ δὲ πολλάκις ὑπ’ αὐτῶν τῶν ἀδι-κηθέντων· ἐκεῖνος τῆς πόλεως ὁρώσης ἁπάσης, μᾶλλον δὲ τοῦ δήμου παντὸς τῶν Ἰουδαίων, καὶ τῶν ξένων καὶ τῶν ἐπιχωρίων, ἐφ’ ὧν τὰ φιλάνθρωπα ἐφθέγξατο ῥή-ματα, σὺ δὲ ὀλίγων παρόντων· καὶ τὸ μεῖζον εἰς ὕβριν, τὸ καὶ τοὺς μαθητὰς αὐτὸν ἐγκαταλιπεῖν. Οἱ μὲν γὰρ
PG 58:772ἔμπροσθεν θεραπεύοντες ἀπεπήδησαν· οἱ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεσκολοπισμένον ἐν μέσῳ λαβόντες ὕβριζον. ἐλοιδόρουν, ἐκωμῴδουν, ἐγέλων, ἐχλεύαζον· Ἰουδαῖοι, στρατιῶται κάτωθεν· ἄνωθεν, ἑκατέρωθεν λῃσταί· καὶ γὰρ οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον ἀμφότεροι. Πῶς οὖν ὁ Λουκᾶς φησιν, ὅτι ὁ εἷς ἐπετίμα; Ἀμφό-τερα γέγονε· πρότερον μὲν γὰρ ἀμφότεροι ὠνείδιζον, ὕστερον δὲ οὐκέτι. Ἵνα γὰρ μὴ νομίσῃς ἔκ τινος συν-θήματος τὸ πρᾶγμα γεγενῆσθαι, μηδὲ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσί σοι, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς ἦν καὶ ἐχθρὸς, καὶ ἀθρόον μετ-εβλήθη. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενος φιλοσόφει. Τί γὰρ πάσχεις τοιοῦτον, οἷον ἔπαθεν ὁ Δεσπότης σου; Δημοσίᾳ ὑβρίσθης; Ἀλλ’ οὐ τοιαῦτα. Χλευάζῃ; Ἀλλ’ οὐ πᾶν τὸ σῶμα, οὐδὲ οὕτω μαστιζόμενος καὶ γυμνού-μενος. Εἰ δὲ καὶ ἐκολαφίσθης, ἀλλ’ οὐχ οὕτως. γ. Προστίθει δέ μοι, καὶ ὑπὸ τίνων, καὶ διατί, καὶ πότε, καὶ τίς· καὶ τὸ δὴ χαλεπώτατον, ὅτι τούτων γινομένων οὐδεὶς ἐνεκάλει, οὐδεὶς ἐμέμφετο τὰ γινό-μενα· ἀλλὰ τοὐναντίον, καὶ ἐπῄνουν ἅπαντες, καὶ συν-εχλεύαζον, καὶ συνέσκωπτον, καὶ ὡς ἀλαζόνα καὶ ἀπα-τεῶνα καὶ πλάνον, καὶ οὐκ ἔχοντα δεῖξαι ἐπὶ τῶν ἔργων ἅπερ εἶπεν, οὕτως αὐτὸν ἐλοιδόρουν. Ὁ δὲ σιγᾷ πρὸς πάντα, φάρμακα μέγιστα κατασκευάζων ἡμῖν μακροθυ-μίας. Ἀλλ’ ἡμεῖς ταῦτα ἀκούοντες, οὐδὲ πρὸς οἰκέτας καρτεροῦμεν, ἀλλὰ τῶν ἀγρίων ὄνων μείζονα πηδῶμεν καὶ λακτίζομεν· ὑπὲρ μὲν τῶν εἰς ἡμᾶς ὠμοὶ καὶ ἀπ-άνθρωποι ὄντες, ὑπὲρ δὲ τῶν εἰς Θεὸν οὐ πολὺν ποιού-μενοι λόγον. Καὶ περὶ φίλους δὲ ὁμοίως διακείμεθα· κἂν λυπήσῃ τις, οὐ φέρομεν· κἂν ὑβρίσῃ, θηρίων ἀγριαίνομεν μᾶλλον, οἱ καθ’ ἑκάστην ταῦτα ἀναγινώ-σκοντες τὴν ἡμέραν. Ὁ μαθητὴς προέδωκεν· οἱ λοιποὶ καταλιπόντες αὐτὸν ἔφυγον· οἱ εὐεργετηθέντες ἐνέπτυ-σαν· ὁ δοῦλος τοῦ ἀρχιερέως ἐῤῥάπισεν· οἱ στρατιῶ-ται ἐκολάφιζον· οἱ παριόντες ἔσκωπτον καὶ ἐλοιδόρουν· οἱ λῃσταὶ κατηγόρουν· καὶ πρὸς οὐδένα ἐξέβαλε ῥῆμα, ἀλλὰ τῇ σιγῇ ἅπαντας ἐνίκα, σὲ παιδεύων διὰ τῶν ἔργων, ὅτι ὅσῳ ἂν ἐνέγκῃς πράως, τοσούτῳ μᾶλλον τῶν κακῶς ποιούντων κρατήσεις, καὶ παρὰ πᾶσιν ἔσῃ θαυμαστός. Τίς γὰρ οὐ θαυμάσεται τὸν ἐπιεικῶς φέ-ροντα τὰς παρὰ τῶν ἐπηρεαζόντων ὕβρεις; Ὥσπερ γὰρ κἂν δικαίως πάσχῃ τις, τὸ κακὸν ἐνεγκὼν πράως, νομίζεται παρὰ τοῖς πολλοῖς ἀδίκως πάσχειν· οὕτω κἂν ἀδίκως πάσχῃ, θρασύνηται δὲ, τοῦ δικαίως πάσχειν ὑπόνοιαν λήψεται, καὶ καταγέλαστος ἔσται, ὡς αἰχμάλω-τος συρόμενος ὑπὸ τῆς ὀργῆς, καὶ τὴν εὐγένειαν ἀπολ-λὺς τὴν ἑαυτοῦ. Τὸν γὰρ τοιοῦτον οὐδὲ ἐλεύθερον δεῖ προσειπεῖν, κἂν μυρίων δεσπόζῃ δούλων. Ἀλλὰ σφο-δρῶς σε παρώξυνεν ὁ δεῖνα; Καὶ τί τοῦτο; Τότε γὰρ δεῖ τὴν φιλοσοφίαν ἐνδείκνυσθαι· ὡς ὅταν μηδεὶς ὁ παρα-κνίζων ᾖ, καὶ τὰ θηρία ὀψόμεθα ἥμερα· οὔτε γὰρ ἐκεῖνα ἀεὶ ἀγριοῦται, ἀλλ’ ὅταν αὐτά τις διεγείρῃ. Καὶ ἡμεῖς τοίνυν, ἐὰν τότε μόνον ἡσυχάζωμεν, ὅταν μηδεὶς ὁ παροξύνων ᾖ, τί τὸ πλέον; Ἐκεῖνα μὲν γὰρ καὶ δικαίως ἀγανακτεῖ πολλάκις, καὶ πολλὴν ἔχει τὴν ἀπολογίαν· καὶ γὰρ κινούμενα καὶ νυττόμενα διεγείρε-ται· χωρὶς δὲ τούτων, καὶ λογισμῶν ἐστιν ἐστερημένα, καὶ ἐν τῇ φύσει τὸ θηριοῦσθαι ἔχει. Σὺ δὲ πόθεν, εἰπέ μοι, θηριούμενος καὶ ἀγριαίνων δυνήσῃ συγγνώμης τυχεῖν; Τί πέπονθας δεινόν; ἡρπάγης; Δι’ αὐτὸ μὲν οὖν τοῦτο δεῖ ἐνεγκεῖν, ὥστε μειζόνως κερδᾶναι. Ἀλλὰ
PG 58:773δόξης ἀπεστερήθης; Καὶ τί τοῦτο; Οὐδὲν γὰρ ἠλάττω-ται ταύτῃ τὰ κατὰ σὲ, ἐὰν φιλοσοφῇς. Εἰ δὲ οὐδὲν πά-σχεις δεινὸν, πόθεν ὀργίζῃ τῷ μηδέν σε διαθέντι κακὸν, ἀλλὰ καὶ ὠφεληκότι; Οἱ μὲν γὰρ τιμῶντες, τοὺς μὴ νήφοντας καὶ χαυνοτέρους ποιοῦσιν· οἱ δὲ ὑβρίζοντες καὶ καταφρονοῦντες, τοὺς ἑαυτοῖς προσέχοντας καρτερι-κωτέρους ἐργάζονται. Οἱ γὰρ δὴ ῥᾴθυμοι τιμώμενοι μᾶλλον ἀδικοῦνται, ἢ ὑβριζόμενοι. Καὶ οὗτοι μὲν, ἐὰν νήφωμεν, αἴτιοι γίνονται φιλοσοφίας ἡμῖν· ἐκεῖνοι δὲ τὸν τῦφον ἡμῶν ἐπαίρουσιν, ἀλαζονείας, κενοδοξίας, βλακείας πληροῦσι, μαλακωτέραν ἡμῶν ἐργάζονται τὴν ψυχήν. Καὶ μαρτυροῦσιν οἱ πατέρες οἱ τοὺς ἑαυτῶν υἱοὺς οὐ τοσαῦτα κολακεύοντες ὅσα ὑβρίζουσι, δεδοικότες
μή τινα ἐντεῦθεν δέξωνται βλάβην· καὶ οἱ διδάσκαλοι τούτῳ πρὸς αὐτοὺς κέχρηνται τῷ φαρμάκῳ. Ὥστε εἰ χρὴ ἀποστρέφεσθαι, κολακεύοντας μᾶλλον ἢ ὑβρίζοντας χρή· μείζονα γὰρ φέρει λύμην τῆς ὕβρεως τουτὶ τὸ δέλεαρ τοῖς μὴ προσέχουσι, καὶ δυσκολώτερον τούτου κατασχεῖν, ἢ ἐκείνου τοῦ πάθους. Καὶ ὁ μισθὸς δὲ πολλῷ πλείων ἐντεῦθεν, καὶ τὸ θαῦμα πλέον. Καὶ γὰρ θαυμαστότερον ἰδεῖν ἄνθρωπον ὑβριζόμενον καὶ μὴ κινού-μενον, ἢ τυπτόμενον καὶ πληττόμενον καὶ μὴ κατα-πίπτοντα. Καὶ πῶς δυνατὸν μὴ κινηθῆναι; φησίν. Ὕβρισέ τις; Τὸ σημεῖον ἐπίθες τῷ στήθει· ἀναμνή-σθητι πάντων τῶν τότε γενομένων, καὶ πάντα σβέννυται. Μὴ ἐννοήσῃς τὰς ὕβρεις μόνον, ἀλλ’ εἰ καί τί σοι χρη-στὸν γέγονέ ποτε παρὰ τοῦ ὑβρικότος, καὶ εὐθέως γενήσῃ πρᾶος. Μᾶλλον δὲ ἐννόησον πρὸ πάντων τὸν τοῦ Θεοῦ φόβον, καὶ ταχέως ἔσῃ μέτριος καὶ ἐπιεικής. δ. Μετὰ τούτων καὶ ἀπὸ τῶν οἰκετῶν τῶν σῶν λάμβανε τὴν ὑπὲρ τούτων νουθεσίαν. Καὶ ὅταν ἴδῃς σαυτὸν μὲν ὑβρίζοντα, ἐκεῖνον δὲ σιγῶντα, ἐννόησον ὅτι δυνατὸν φιλοσοφεῖν, καὶ κατάγνωθι σαυτοῦ τραχυνομέ-νου, καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν ὕβρεων παιδεύθητι μὴ ὑβρίζειν, καὶ οὕτως οὐδὲ ὑβριζόμενος ἀλγήσεις. Ἐννόησον ὅτι ἐξέστηκεν ὁ ὑβρίζων καὶ μαίνεται, καὶ οὐκ ἀγανακτήσεις ὑβριζόμενος· ἐπεὶ καὶ οἱ δαιμονῶν-τες τύπτουσιν ἡμᾶς, καὶ οὐ μόνον οὐ κινούμεθα, ἀλλὰ καὶ ἐλεοῦμεν αὐτούς. Τοῦτο καὶ σὺ ποίησον· ἐλέησον τὸν ὑβρίζοντα· δεινῷ γὰρ κατέχεται θηρίῳ, τῷ θυμῷ· χαλεπῷ δαίμονι, τῇ ὀργῇ. Λῦσον αὐτὸν ἐνεργούμενον ὑπὸ δαίμονος χαλεποῦ, καὶ ἐν βραχεῖ διαφθειρόμενον. Τοιοῦτον γὰρ τοῦτο τὸ νόσημα, ὡς μηδὲ χρόνου δεῖσθαι εἰς ἀπώλειαν τοῦ ἁλόντος. Διὸ καί τις ἔλεγεν· Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· τούτῳ αὐτοῦ μάλιστα δεικνὺς τὸ τυραννικὸν, ὅτι ἐν βραχεῖ καιρῷ μεγάλα ἐργάζεται κακὰ, καὶ οὐ δεῖται πολλῆς τῆς δια-τριβῆς· ὡς εἴγε πρὸς τῇ ἰσχύϊ καὶ μόνιμον εἴη, καὶ δυσκαταγώνιστον ἔσται. Ἠβουλόμην δεῖξαι, τίς μὲν ὁ ὑβρίζων, τίς δὲ ὁ φιλοσοφῶν, καὶ γυμνὴν εἰς μέσον ἀγαγεῖν τὴν ἑκατέρου ψυχήν. Εἶδες γὰρ ἂν τὴν μὲν ἐοικυῖαν πελάγει κλυδωνιζομένῳ, τὴν δὲ λιμένι ταραχῆς ἀπηλλαγμένῳ. Οὔτε γὰρ ταράττεται ὑπὸ τῶν πονηρῶν τούτων πνευμάτων, καὶ αὐτὰ καταλύει ῥᾳδίως. Καὶ γὰρ οἱ ὑβρίζοντες πάντα ποιοῦσιν ὥστε δακεῖν· ὅταν οὖν ταύ-
PG 58:774της ἐκπέσωσι τῆς ἐλπίδος, καὶ αὐτοὶ λοιπὸν καταλύουσι, καὶ διορθωθέντες ἀπέρχονται. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀργιζόμενον μὴ σφόδρα καταγινώσκειν ἑαυτοῦ· ὥσπερ οὖν οὐκ ἔστι μὴ ὀργιζόμενον καταγινώσκειν ἑαυτοῦ. Κἂν γὰρ ἐπεξιέναι δέῃ, ἔξεστι χωρὶς ὀργῆς τοῦτο ποιῆ-σαι, καὶ εὐκολώτερον καὶ συνετώτερον, ἢ μετ’ ὀργῆς, καὶ μηδὲν παθεῖν ἀηδές. Ἂν γὰρ ἐθέλωμεν, παρ’ ἡμῶν αὐ-τῶν τὰ ἀγαθὰ ἔσται, καὶ αὐτάρκεις ἐσόμεθα μετὰ τῆς τοῦ Θεοῦ χάριτος πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν καὶ τιμήν. Τί γὰρ ζητεῖς τὴν παρ’ ἑτέρου δόξαν; Σὺ σαυτὸν τίμη-σον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάσῃς, κἂν ἅπαντές σε τιμῶσιν, οὐ τιμηθήσῃ. Ὥσπερ γὰρ ἐὰν μὴ ἑαυτοὺς κακῶς διαθῶμεν, οὐδεὶς ἡμᾶς ἕτερος διαθήσει· οὕτως ἐὰν μὴ ἑαυτοὺς ὑβρίσωμεν, οὐδεὶς ἡμᾶς ἕτερος καταισχυνεῖ. Ἔστω γάρ τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πάντες αὐτὸν μοιχὸν καλείτωσαν, κλέπτην, τυμβωρύχον, ἀνδροφόνον, λῃστήν· ἐκεῖνος δὲ μήτε παροξυνέσθω, μήτε ἀγανακτείτω, μήτε συνειδέτω τι τούτων ἑαυτῷ· ποίαν ἐντεῦθεν ὕβριν ὑπο-μενεῖ; Οὐδεμίαν. Τί οὖν, ἂν πολλοὶ τοιαύτην περὶ αὐ-τοῦ δόξαν ἔχωσι; φησίν. Οὐδὲ οὕτως ὑβρίσθη, ἀλλ’ ἐκεῖνοι ἑαυτοὺς κατῄσχυναν τὸν οὐ τοιοῦτον τοιοῦτον νομίζον-τες. Εἰπὲ γάρ μοι, εἴ τις τὸν ἥλιον σκοτεινὸν εἶναι νο-μίζοι, ἆρα τὸ ἄστρον διέβαλεν, ἢ ἑαυτόν; Ἑαυτὸν δη-λονότι, πηροῦ δόξαν ἢ μαινομένου ἑαυτῷ περιθείς. Οὕτω καὶ οἱ τοὺς πονηροὺς ἀγαθοὺς νομίζοντες, καὶ οἱ τοὐναντίον, ἑαυτοὺς καταισχύνουσι. Διὸ χρὴ πλείονα ποιεῖσθαι σπουδὴν, ὥστε τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρειν, καὶ μηδεμίαν καθ’ ἡμῶν αὐτῶν παρέχειν λαβὴν, μηδὲ ὑποψίαν πονηράν· εἰ δὲ ἕτεροι βούλοιντο μαίνεσθαι, καὶ οὕτω διακειμένων ἡμῶν, μὴ σφόδρα φροντίζειν, μηδὲ ἀλγεῖν. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν, ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος, οἷός ἐστιν· ὁ δὲ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην ἐδέξατο λύμην· ὥσπερ οὖν καὶ ὁ πονηρὸς, ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρίμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπει-νωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα αὐτοῦ· ὅταν δὲ λανθάνῃ, εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατ-ηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον μὴ κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε διαβλέψαι δυνήσονται οἱ τῇ κακίᾳ συζῶντες; Οὐκ ἀκούεις, ὅτι καὶ Παῦλος τοῦτο ἐγκαλεῖ, ὅτι τὸν πεπορνευκότα οὐ μόνον οὐκ ἠφίε-σαν ἐπιγνῶναι τὸ οἰκεῖον ἁμάρτημα Κορίνθιοι, κρο-τοῦντες, τιμῶντες αὐτὸν, ἀλλὰ καὶ ἐπέτριβον εἰς κακίαν ἐντεῦθεν; Διὸ παρακαλῶ, τὰς τῶν πολλῶν ὑπο-νοίας ἀφέντες, καὶ τὰς ὕβρεις καὶ τὰς τιμὰς, ἓν σπουδάζωμεν μόνον, τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονη-ρὸν, μηδὲ ἑαυτοὺς καθυβρίζειν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολλῆς ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ-ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily LXXXVIIIHomilia LXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:775ΟΜΙΛΙΑ ΠΗ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. α. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέ-γων καὶ τὸν θάνατον, καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἕτερος δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώ-σεσθε ὅτι ἐγώ εἰμι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγεγενῆσθαί μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, τὰ Ἰουδαϊκὰ ἐπαύσατο, τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος· καὶ γῆ καὶ θάλαττα, καὶ ἡ οἰκουμένη καὶ ἡ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακη-ρύττουσι. Ταῦτά τε οὖν φησι, καὶ τὰ παρ’ αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ συμβάντα. Καὶ γὰρ πολλῷ θαυμα-στότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γίνε-σθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ’ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν, ὅπερ ἐζήτουν· καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ’ ἢ ἐν Αἰγύπτῳ μόνον, ὅτε τὸ πάσχα τελεῖσθαι ἔμελλε. Καὶ γὰρ ἐκεῖνα τούτων
τύπος ἦν. Καὶ σκόπει πότε γίνεται. Ἐν μέσῃ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν· ὅτε παν-ταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι. Μετὰ γὰρ πάντα τὰ τῆς παροι-νίας, καὶ τῆς παρανόμου κωμῳδίας, τοῦτο γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, ὅτε ἀνεπαύσαντο γελῶντες, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο ἅπερ ἠ-θέλησαν· τότε δείκνυσι τὸ σκότος, ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες κερδάνωσιν ἀπὸ τοῦ θαύματος. Τοῦ γὰρ κατα-βῆναι ἀπὸ τοῦ σταυροῦ τοῦτο θαυμαστότερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. Εἴτε γὰρ αὐτὸν αὐτὰ ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβη-θῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν ἐπὶ τοῖς τολμω-μένοις τὸ σκότος ἐκεῖνο. Ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ’ ὀργή τε καὶ ἀγανάκτησις, οὐκ ἐντεῦθεν μόνον δῆλον ἦν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ· τρεῖς γὰρ ὥρας παρέμεινεν· ἡ δὲ ἔκλειψις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη. Καὶ πῶς οὐκ ἐθαύμασαν, φησὶν, ἅπαν-τες, οὐδὲ ἐνόμισαν εἶναι Θεόν; Ὅτι τὸ τῶν ἀνθρώπων γένος τότε ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ κακίᾳ κατείχετο. Καὶ τὸ θαῦμα τοῦτο ἓν ἦν, καὶ γενόμενον εὐθέως παρ-ῆλθε· καὶ οὐδενὶ τὴν αἰτίαν ἐπιζητῆσαι ἐμέλησε καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόληψις καὶ ἡ συνήθεια. Καὶ
PG 58:776οὐδὲ ᾔδεσαν τίς ἡ αἰτία τοῦ γινομένου· καὶ ἐνόμιζον ἴσως κατ’ ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσι-κὴν γεγενῆσθαι τοῦτο. Καὶ τί θαυμάζεις περὶ τῶν ἕξω τῶν οὐδὲν εἰδότων, οὐδὲ ἐπιζητησάντων διὰ ῥᾳ-θυμίαν πολλὴν, ὅπου γε οἱ ἐν αὐτῇ τῇ Ἰουδαία ὄντες, μετὰ τοσαῦτα θαύματα, ἔτι ἐπέμενον ἐνυβρίζοντες, καίτοι σαφῶς αὐτοῖς ἐδείκνυ, ὅτι αὐτὸς τοῦτο εἰργά-σατο; Διὰ γὰρ τοῦτο καὶ μετὰ τοῦτο φθέγγεται, ἵνα μά-θωσιν ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένων-ται κἀντεῦθεν ἐπιεικέστεροι· καὶ λέγει· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανὶ, ἵνα μέχρις ἐσχάτης ἀναπνοῆς ἴδωσιν ὅτι τιμᾷ τὸν Πατέρα, καὶ οὐκ ἔστιν ἀντίθεος. Διὸ καὶ προφητικὴν ἀφῆκέ τινα φωνὴν, μέχρις ἐσχά-της ὥρας μαρτυρῶν τῇ Παλαιᾷ· καὶ οὐχ ἁπλῶς προ-φητικὴν, ἀλλὰ καὶ Ἑβραϊκὴν φωνὴν, ὥστε αὐτοῖς γε-νέσθαι γνώριμον καὶ κατάδηλον· καὶ διὰ πάντων δεί-κνυσιν αὐτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν γεγεννηκότα. Ἀλλ’ ὅρα καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολα-σίαν, καὶ τὴν ἄνοιαν. Ἐνόμισαν Ἠλίαν εἶναι, φησὶ, τὸν καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Ἕτερος δὲ προσελθὼν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε. Τί γένοιτ’ ἂν τούτων παρανομώτερον, τί δὲ θηριωδέστερον, οἳ μέχρι τοσούτου τὴν ἑαυτῶν μα-νίαν ἐξέτειναν, καὶ εἰς νεκρὸν σῶμα λοιπὸν ὑβρίζον-τες; Σὺ δέ μοι σκόπει πῶς ταῖς παρανομίαις αὐτῶν εἰς ἡμετέραν κέχρηται σωτηρίαν. Μετὰ γὰρ τὴν πλη-γὴν αἱ πληγαὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν ἀνέβλυσαν. Ὁ δὲ Ἰησοῦς, κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Τοῦτό ἐστιν ὃ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Διὰ τοῦτο γὰρ φωνῇ ἔκραξεν, ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται. Ὁ γοῦν Μάρκος φησὶν, ὅτι ἐθαύ-μασεν ὁ Πιλάτος, εἰ ἤδη ἐτεθνήκει· καὶ ὅτι ὁ κεντυ-ρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανεν. Αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον. Ἐποίησε δὲ τοῦτο οὐκ ἐνυβρίζων εἰς τὸν ναόν· (πῶς γὰρ, ὁ λέγων, Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου; ) ἀλλ’ ἀναξίους αὐτοὺς ἀποφαίνων καὶ τῆς ἐκεῖ διατριβῆς, ὥσπερ οὖν καὶ ὅτε παρέδωκεν αὐτὸν τοῖς Βαβυλωνίοις. Οὐ διὰ τοῦτο δὲ μόνον ταῦτα ἐγίνετο, ἀλλὰ καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν τὸ συμβαῖνον, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως, καὶ τῆς ἰσχύος αὐτοῦ. β. Μετὰ δὲ τούτων καὶ ἐκ τῶν μετὰ ταῦτα ἑαυτὸν ἐδεί-κνυ, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως [ἐκ τῆς τοῦ φωτὸς ἀμαυρώσεως, ἐκ τῆς τῶν στοιχείων ἀλλοιώσεως]. Ἐπὶ μὲν γὰρ Ἑλισσαίου νεκρὸς εἷς ἁψάμενος νεκροῦ ἀν-έστη· νυνὶ δὲ φωνὴ αὐτοὺς ἤγειρε, τοῦ σώματος ἄνω κειμένου ἐπὶ τοῦ σταυροῦ. Ἄλλως δὲ καὶ ἐκεῖνα τού-του τύπος ἦν. Ἵνα γὰρ τοῦτο πιστευθῇ, διὰ τοῦτο κἀκεῖνο γίνεται. Καὶ οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ ἡ γῆ σείεται, ἵνα μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σκοτίσας. πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε
PG 58:777ἐβούλετο. Ἀλλ’ οὐκ ἠθέλησεν, ἀλλ’ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. Ἀλλ’ οὐ καθυφῆκαν τῆς μανίας. Τοιοῦτον γὰρ ὁ φθόνος, τοιοῦτον ἡ βασκανία· οὐχ ἵσταται ῥᾳδίως. Τότε μὲν οὖν καὶ πρὸς αὐτὰ τὰ φαινόμενα ἠναισχύντουν· μετὰ δὲ ταῦτα ὅτε σφραγῖδος ἐπικειμένης καὶ στρατιωτῶν τη-ρούντων ἀνέστη, καὶ παρ’ αὐτῶν ταῦτα ἤκουσαν τῶν φυλάκων, καὶ ἀργύριον ἔδοσαν, ὥστε καὶ ἑτέρους διαφθεῖραι, καὶ κλέψαι τῆς ἀναστάσεως τὸν λόγον. Μὴ τοίνυν θαύμαζε, εἰ καὶ τότε ἠγνωμόνουν, οὕτω καθάπαξ παρεσκευασμένοι πρὸς πάντα ἀναισχυντεῖν· ἀλλ’ ἐκεῖνο σκόπει, ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρα-νοῦ, τὰ δὲ ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων τὰ πράγματα με-ταστήσεται. Καὶ οἱ μὲν ἔλεγον, Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω ἀπὸ τοῦ σταυροῦ· αὐτὸς δὲ δείκνυσιν, ὅτι τῆς οἰκουμένης ἁπάσης. Καὶ ἐκεῖνοι μὲν ἔλεγον, Ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· αὐτὸς δὲ δείκνυ-σιν, ὅτι εἰς τέλος ἐρημωθήσεται. Πάλιν οὗτοι μὲν ἔλε-γον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· αὐτὸς δὲ ἐν τῷ σταυρῷ μένων, ἐν τοῖς τῶν δούλων σώ-μασι τοῦτο ἐκ περιουσίας ἐδείκνυ πολλῆς. Εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πάντας ἀθρόως τοὺς πάλαι κοιμηθέντας φανῆναι ζῶν-τας· ὃ τῆς ἐσομένης ἀναστάσεως σημεῖον ἦν· Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, φησὶ, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ πολλοῖς ἐν-εφανίσθησαν. Ἵνα γὰρ μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, καὶ πολλοῖς φαίνονται ἐν τῇ πόλει. Καὶ ὁ κεντυρίων δὲ τότε ἐδόξαζε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ οἱ ὄχλοι δὲ, οἱ παρα-γενόμενοι εἰς τὴν θεωρίαν, τύπτοντες αὐτῶν τὰ στήθη ὑπέστρεφον. Τοσαύτη τοῦ ἐσταυρωμένου ἡ δύναμις, ὡς μετὰ χλευασίας τοσαύτας καὶ κωμῳδίας καὶ σκώμματα, καὶ τὸν κεντυρίωνα κατανυγῆναι, καὶ τὸν δῆμον. Τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριον ἔστι τοῦ κεντυρίωνος τούτου, ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει· Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν διακονοῦσαι αὐ-τῷ, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. Ταῦτα θεωροῦσιν αἱ γυναῖκες γινόμενα, αἱ μάλιστα συμπαθέστεραι, αἱ μάλιστα θρηνοῦσαι. Καὶ σκόπει πό-ση αὐτῶν ἡ προσεδρεία. Ἠκολούθουν αὐτῷ διακονού-
Page scan enlarged

Notebook

Full View