PG 58John Chrysostom
Commentary on the Gospel of Matthew (Homilies 45-90)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

John Chrysostom, Commentaries on Matthew (Continuation)Joannis Chrysostomi Commentariorum in Matthæum (Continuatio)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:464ἀποστόλων. Εἰ γὰρ δώδεκα ὄντες ἐκεῖνοι πόλεις ὁλοκλή-ρους καὶ χώρας ἐπέστρεψαν· εἰ πάντες γενησόμεθα διδάσκαλοι διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, ἐννόησον ποῦ ἀρθήσεται τὰ ἡμέτερα. Οὐδὲ γὰρ οὕτως ἐπισπᾶται τὸν Ἕλληνα νεκρὸς ἀνιστάμενος, ὡς ἄνθρωπος φιλοσο-φῶν. Πρὸς μὲν γὰρ ἐκεῖνο ἐκπλαγήσεται, ἀπὸ δὲ τούτου κερδανεῖ. Ἐκεῖνο γέγονε, καὶ παρῆλθε· τοῦτο δὲ μένει, καὶ διαπαντὸς αὐτοῦ γεωργεῖ τὴν ψυχήν. Ἐπιμελησώ-μεθα τοίνυν ἡμῶν αὐτῶν, ἵνα καὶ ἐκείνους κερδάνωμεν. Οὐδὲν λέγω φορτικόν· οὐ λέγω, Μὴ γάμει· οὐ λέγω, Καταλίμπανε πόλεις, καὶ ἀφίστασο πολιτικῶν πραγμά-των· ἀλλ’ ἐν αὐτοῖς ὢν δεῖξον τὴν ἀρετήν. Καὶ γὰρ τοὺς ἐν μέσαις πόλεσι στρεφομένους βούλομαι μᾶλλον
εὐδοκιμεῖν τῶν τὰ ὄρη κατειληφότων. Διατί; Ὅτι πολὺ τὸ κέρδος ἐντεῦθεν γίνεται. Οὐδεὶς γὰρ καίει λύχνον, καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον. Διὰ τοῦτο βούλο-μαι ἐπὶ τῆς λυχνίας κεῖσθαι τοὺς λύχνους ἅπαντας, ἵνα πολὺ τὸ φῶς γένηται. Ἀνάψωμεν τοίνυν αὐτοῦ τὸ πῦρ, ποιήσωμεν τοὺς ἐν σκότῳ καθημένους ἀπαλλα-γῆναι τῆς πλάνης. Καὶ μή μοι λέγε, ὅτι Γυναῖκα ἔχω, καὶ παιδία κέκτημαι, καὶ οἰκίας προί̈σταμαι, καὶ οὐ δύ-ναμαι ταῦτα κατορθοῦν. Κἂν γὰρ τούτων μηδὲν ἔχῃς, ῥᾴθυμος δὲ ᾖς, πάντα οἴχεται· κἂν ταῦτα πάντα ᾖς περικείμενος, σπουδαῖος δὲ ᾖς, περιέσῃ τῆς ἀρετῆς. Ἓν γάρ ἐστι τὸ ζητούμενον, γνώμης γενναίας παρα-σκευή· καὶ οὔτε ἡλικία, οὔτε πενία, οὐ πλοῦτος, οὐ πραγμάτων περίστασις, οὐκ ἄλλο οὐδὲν, ἐμποδίσαι δυ-νήσεται. Καὶ γὰρ καὶ γέροντες καὶ νέοι, καὶ γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, καὶ τέχνας μεταχειριζό-μενοι, καὶ στρατευόμενοι, κατώρθωσαν τὰ ἐπιτα-χθέντα ἅπαντα. Καὶ γὰρ ὁ Δανιὴλ νέος ἦν, καὶ ὁ Ἰωσὴφ δοῦλος ἦν, καὶ ὁ Ἀκύλας τέχνην μετεχειρίζετο, καὶ ἡ πορφυρόπωλις ἐργαστηρίου προειστήκει, καὶ ἄλλος δεσμοφύλαξ ἦν, καὶ ἄλλος ἑκατοντάρχης, ὡς ὁ Κορνή-λιος, καὶ ἕτερος ἀσθενὴς, ὡς ὁ Τιμόθεος, καὶ ἄλλος δραπέτης, ὡς Ὀνήσιμος· ἀλλ’ οὐδὲν οὐδενὶ τούτων γέ-γονε κώλυμα, ἀλλὰ πάντες εὐδοκίμησαν, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ δοῦλοι καὶ ἐλεύθε-ροι, καὶ στρατιῶται καὶ ἰδιῶται. Μὴ τοίνυν περιττὰ σκηπτώμεθα, ἀλλὰ γνώμην παρασκευάσωμεν ἀρίστην· κἂν ὁτιοῦν ὦμεν, πάντως ἐπιληψόμεθα ἀρετῆς, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πα-τρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ρόν τι μανθάνομεν, ὅτι οὐδὲ τὸ κυοφορῆσαι τὸν Χρι-στὸν, καὶ τὸν θαυμαστὸν ἐκεῖνον τόκον τεκεῖν, ἔχει τι κέρδος, ἀρετῆς οὐκ οὔσης. Καὶ τοῦτο μάλιστα ἐντεῦθεν δῆλον. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, φησὶν, εἶπέ τις αὐτῷ, ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Ὁ δὲ λέγει· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπαισχυνόμενος ἐπὶ τῇ μητρὶ, οὐδὲ ἀρνούμενος τὴν γε-γεννηκυῖαν· εἰ γὰρ ἐπῃσχύνετο, οὐδ’ ἂν διῆλθε διὰ τῆς μήτρας ἐκείνης· ἀλλὰ δηλῶν, ὅτι οὐδὲν ὄφελος αὐτῇ τούτου, εἰ μὴ τὰ δέοντα ποιεῖ ἅπαντα. Καὶ γὰρ ὅπερ ἐπεχείρησε, φιλοτιμίας ἦν περιττῆς· ἐβούλετο γὰρ ἐν-
PG 58:465δείξασθαι τῷ δήμῳ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ τοῦ παιδὸς, οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα φανταζομένη· διὸ καὶ ἀκαίρως προσῆλθεν. Ὅρα γοῦν καὶ αὐτῆς καὶ ἐκείνων τὴν ἀπόνοιαν. Δέον γὰρ εἰσελθόντας ἀκοῦσαι μετὰ τοῦ ὄχλου, ἢ μὴ τοῦτο βουλομένους ἀναμεῖναι καταλῦσαι τὸν λόγον, καὶ τότε προσελθεῖν· οἱ δὲ ἔξω καλοῦσιν αὐ-τὸν, καὶ ἐπὶ πάντων τοῦτο ποιοῦσι, φιλοτιμίαν ἐπιδει-κνύμενοι περιττὴν, καὶ δεῖξαι θέλοντες, ὅτι μετὰ πολλῆς αὐτῷ ἐπιτάττουσι τῆς ἐξουσίας. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς δείκνυται ἐγκαλῶν· αὐτὸ γὰρ τοῦτο αἰ-νιττόμενος οὕτως εἴρηκεν· Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις· ὡσανεὶ ἔλεγε· Μὴ γὰρ οὐκ ἦν καιρὸς ἕτερος; μὴ γὰρ οὐκ ἦν κατ’ ἰδίαν διαλεχθῆναι; Τί δὲ καὶ λαλῆσαι ἐβούλοντο; Εἰ μὲν γὰρ ὑπὲρ τῶν τῆς ἀληθείας δογμά-των, κοινῇ ταῦτα προσθεῖναι ἐχρῆν, καὶ ἐπὶ πάντων εἰπεῖν, ὥστε καὶ τοὺς ἄλλους κερδάναι· εἰ δὲ περὶ ἑτέ-ρων τῶν αὐτοῖς διαφερόντων, οὐκ ἐχρῆν οὕτω κατεπεί-γειν. Εἰ γὰρ πατέρα θάψαι οὐκ ἀφῆκεν, ἵνα μὴ δια-κόπτηται ἡ ἀκολούθησις, πολλῷ μᾶλλον τὴν αὐτοῦ δη-μηγορίαν καταλῦσαι οὐκ ἐχρῆν ὑπὲρ τῶν οὐδὲν προς-ηκόντων. Ὅθεν δῆλον, ὅτι κενοδοξίᾳ τοῦτο μόνον ἐποίουν· ὃ καὶ Ἰωάννης δηλῶν ἔλεγεν, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐ-τοῦ ἐπίστευον εἰς αὐτόν· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἀπαγγέλλει τὰ πολλῆς γέμοντα ἀνοίας, λέγων ὅτι εἷλκον αὐτὸν ἐπὶ τὰ Ἱεροσόλυμα, δι’ ἕτερον μὲν οὐδὲν, ἵνα δὲ αὐτοὶ δόξαν ἀπὸ τῶν ἐκείνου σημείων καρπώ-σωνται· Εἰ γὰρ ταῦτα ποιεῖς, φησὶ, δεῖξον σεαυτὸν τῷ κόσμῳ· οὐδεὶς γάρ τι ποιεῖ ἐν κρυπτῷ, καὶ ζητεῖ αὐτὸς φανερὸς εἶναι· ὅτε καὶ αὐτὸς αὐτοῖς ἐπετί-μησε, τὴν σαρκικὴν αὐτῶν αἰτιώμενος γνώμην. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι ὠνείδιζον, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πα-τέρα καὶ τὴν μητέρα; καὶ οἱ ἀδελφοὶ αὐτοῦ οὐχὶ παρ’ ἡμῖν εἰσι; τὴν εὐτέλειαν βουλόμενοι τὴν ἀπὸ τοῦ γένους ἀποκρούεσθαι, ἐπὶ τὴν τῶν σημείων αὐτὸν ἐκά-λουν ἐπίδειξιν. Διὰ τοῦτο αὐτοὺς διακρούεται, τὸ πά-θος αὐτῶν βουλόμενος ἰάσασθαι· ὡς εἴγε ἀρνήσασθαι ἤθελε τὴν μητέρα, ὅτε ἐκεῖνοι ὠνείδιζον, τότε ἂν ἠρνή-σατο. Νῦν δὲ φαίνεται τοσαύτην αὐτῆς ποιούμενος πρό-νοιαν, ὡς καὶ πρὸς αὐτῷ τῷ σταυρῷ τῷ πάντων μά-λιστα ποθουμένῳ μαθητῇ παρακαταθέσθαι αὐτὴν, καὶ πολλὰ ὑπὲρ αὐτῆς ἐπισκῆψαι. Ἀλλ’ οὐχὶ νῦν τοῦτο ποιεῖ, κηδόμενος αὐτῆς καὶ τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ ὡς ἀνθρώπῳ προσεῖχον ψιλῷ, καὶ ἐκενοδόξουν, τὸ νόσημα ἐκβάλλει, οὐχ ὑβρίζων, ἀλλὰ διορθούμενος. Σὺ δέ μοι μὴ τὰ ῥήματα ἐξέταζε μόνον τὰ ἐπιτίμησιν ἔχοντα σύμ-μετρον, ἀλλὰ καὶ τὴν ἀτοπίαν καὶ τὴν τόλμην τῶν ἀδελ-φῶν, ἣν ἐτόλμησαν, καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ’ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τί βουλόμενος ἐπετίμα· οὐδὲ γὰρ ἐξαπορῆσαι θέλων, ἀλλ’ ἀπαλλάξαι τοῦ τυραννικωτάτου πάθους, καὶ κατὰ μικρὸν ἐναγαγεῖν εἰς τὴν προσήκουσαν περὶ αὐτοῦ ἔν-νοιαν, καὶ πεῖσαι ὅτι οὐχὶ υἱὸς αὐτῆς μόνον ἐστὶν, ἀλλὰ καὶ Δεσπότης· καὶ ὄψει σφόδρα πρέπουσαν καὶ αὐτῷ τὴν ἐπιτίμησιν, κἀκείνῃ λυσιτελοῦσαν, καὶ μετὰ τούτων πολὺ καὶ τὸ ἥμερον ἔχουσαν. Οὐδὲ γὰρ εἶπεν, Ἄπελθε, εἰπὲ τῇ μητρὶ, ὅτι Οὐκ εἶ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται λέγων· Τίς ἐστιν ἡ μήτηρ μου; μετὰ τῶν εἰρημένων καὶ ἕτερόν τι κατασκευάζων. Ποῖον δὴ τοῦτο; Τὸ μήτε ἐκείνους, μήτε ἄλλους, συγ-γενείᾳ θαῤῥοῦντας, ἀρετῆς ἀμελεῖν, Εἰ γὰρ ταύτην οὐ-δὲν ὠφελεῖ τὸ μητέρα εἶναι, εἰ μὴ ἐκεῖνο εἴη, σχολῇ γ’ ἂν ἕτερός τις ἀπὸ συγγενείας σωθήσεται Μία γάρ ἐστιν
PG 58:466εὐγένεια μόνη, τὸ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν. Οὗτος τῆς εὐγενείας ὁ τρόπος βελτίων ἐκείνου καὶ κυριώτερος. β. Ταῦτ’ οὖν εἰδότες, μήτε ἐπὶ παισὶν εὐδοκίμοις μέγα φρονῶμεν, ἂν μὴ τὴν ἀρετὴν αὐτῶν ἔχωμεν· μήτε ἐπὶ πατράσι γενναίοις, ἐὰν μὴ ὦμεν αὐτοῖς ὁμότροποι. Ἔστι γὰρ καὶ τὸν γεννήσαντα μὴ εἶναι πατέρα, καὶ τὸν μὴ
γεννήσαντα εἶναι. Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ γυναικός τινος εἰπούσης· Μακαρία ἡ γαστὴρ ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· οὐκ εἶπεν, Οὐκ ἐβάστασέ με κοιλία, οὐδὲ Μαστοὺς οὐκ ἐθήλασα· ἀλλὰ τοῦτο· Μενοῦνγε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου. Ὁρᾷς πῶς ἄνω καὶ κάτω οὐκ ἀρ-νεῖται τὴν κατὰ φύσιν συγγένειαν, ἀλλὰ προστίθησι τὴν κατ’ ἀρετήν; Καὶ ὁ πρόδρομος δὲ λέγων, Γεννήματα ἐχιδνῶν, μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ Ἀβραὰμ κατὰ φύσιν, ἀλλ’ ὅτι οὐδὲν αὐτοὺς ὠφελεῖ τὸ εἶναι ἐκ τοῦ Ἀβραὰμ, εἰ μὴ τὴν ἀπὸ τῶν τρόπων συγγένειαν ἔχοιεν· ὃ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· οὐ τῆς συγγενείας αὐτοὺς ἀποστερῶν τῆς κατὰ σάρκα, ἀλλὰ παιδεύων τὴν μείζονα ταύτης καὶ κυριωτέραν ἐπιζητεῖν. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζει, ἀλλ’ ἀνεπαχθέστερον καὶ ἐμμελέστερον· καὶ γὰρ πρὸς μη-τέρα ἦν ὁ λόγος αὐτῷ. Οὐδὲ γὰρ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, οὐδὲ ἀδελφοὶ ἐκεῖνοι, ἐπειδὴ οὐ ποιοῦσι τὸ θέ-λημά μου· οὐδὲ ἀπεφήνατο καὶ κατεδίκασεν· ἀλλ’ ἔτι κυρίους αὐτοὺς ἐποίει τοῦ βούλεσθαι, μετὰ τῆς αὐτῷ πρεπούσης ἐπιεικείας φθεγγόμενος. Ὁ γὰρ ποιῶν, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελ-φὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ὥστε εἰ βούλονται εἶναι, ταύτην ἐρχέσθωσαν τὴν ὁδόν. Καὶ ἡνίκα δὲ ἐβόη-σεν ἡ γυνὴ λέγουσα, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, οὐκ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, ἀλλ’, Εἰ βούλεται μακαρία εἶναι, τὸ θέλημα ποιείτω τοῦ Πατρός μου. Ὁ γὰρ τοιοῦτος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Βαβαὶ τῆς τιμῆς βαβαὶ τῆς ἀρετῆς εἰς ὅσην ἀνάγει κορυφὴν τὸν μετιόντα αὐτήν. Πόσαι γυναῖκες ἐμακάρι-σαν τὴν ἁγίαν Παρθένον ἐκείνην καὶ τὴν νηδὺν, καὶ ηὔ-ξαντο τοιαῦται γενέσθαι μητέρες, καὶ πάντα προέσθαι. Τί τοίνυν τὸ κωλύον; Ἰδοὺ γὰρ εὐρεῖαν ἔτεμεν ἡμῖν ὁδὸν, καὶ ἔξεστιν οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἀνδράσιν ἐπὶ τῆς τοιαύτης γενέσθαι τάξεως· μᾶλλον δὲ καὶ ἔτι πολλῷ μείζονος. Τοῦτο γὰρ πολλῷ μᾶλλον μητέρα ποιεῖ, ἢ αἱ ὠδῖνες ἐκεῖναι. Ὥστε εἰ μακαριστὸν ἐκεῖνο, πολλῷ μᾶλλον τοῦτο, ὅσῳ καὶ κυριώτερον. Μὴ τοίνυν ἁπλῶς ἐπιθύμει· ἀλλὰ καὶ τὴν ὁδὸν τὴν φέρουσάν σε ἐπὶ τὴν ἐπιθυμίαν βάδιζε μετὰ πολλῆς τῆς σπουδῆς. Ταῦτα τοίνυν εἰπὼν ἐξῆλθεν ἐκ τῆς οἰκίας. Εἶδες πῶς καὶ ἐπέπληξε, καὶ ἐποίησεν ὅπερ ἐπόθουν; Ὃ δὴ καὶ ἐπὶ τῶν γάμων ποιεῖ. Καὶ γὰρ ἐκεῖ καὶ ἐπετίμησεν ἀκαίρως αἰτούσῃ, καὶ ὅμως οὐκ ἀντεῖπε· τῷ μὲν προ-τέρῳ διορθούμενος τὴν ἀσθένειαν, τῷ δὲ δευτέρῳ τὴν περὶ τὴν μητέρα εὔνοιαν ἐπιδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα τῆς τε κενοδοξίας τὸ νόσημα ἰάσατο, καὶ τὴν πρέπουσαν τιμὴν τῇ μητρὶ ἀπέδωκε, καίτοι καὶ ἄκαιρα αἰτούσῃ. Ἐν γὰρ τῇ ἡμέρᾳ, φησὶν, ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλας-σαν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἰδεῖν καὶ ἀκοῦσαι, ἰδοὺ ἐξέρχομαι καὶ διαλέγομαι. Ἐπειδὴ γὰρ σημεῖα πολλὰ ἐποίησε, πάλιν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν παρ-έχει. Καὶ κάθηται παρὰ τὴν θάλασσαν, ἁλιεύων καὶ σαγηνεύων τοὺς ἐν τῇ γῇ. Ἐκάθισε δὲ παρὰ τὴν
PG 58:467θάλασσαν οὐχ ἁπλῶς· καὶ τοῦτο αὐτὸ τέθεικεν αἰνιτ-τόμενος ὁ εὐαγγελιστής. Ἵνα γὰρ δείξῃ, ὅτι βουλό-μενος μετὰ ἀκριβείας συγκροτῆσαι τὸ θέατρον, τοῦτο πεποίηκε, καὶ ὥστε μηδένα ἀφεῖναι κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχειν, Καὶ συνήχθησαν, φησὶ, πρὸς αὐτὸν ὄχλοι πολλοὶ, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγια-λὸν εἱστήκει. Καθίσας δὲ ἐκεῖ, διὰ παραβολῶν φθέγ-γεται. Καὶ ἐλάλησεν αὐτοῖς, φησὶ, πολλὰ ἐν παρα-βολαῖς. Καίτοιγε ἐπὶ τοῦ ὄρους οὐχ οὕτως ἐποίησεν, οὐδὲ διὰ παραβολῶν τοσούτων τὸν λόγον ὕφηνεν· τότε γὰρ ὄχλοι μόνον ἦσαν καὶ δῆμος ἄπλαστος· ἐνταῦθα δὲ καὶ γραμματεῖς καὶ Φαρισαῖοι. Σὺ δέ μοι σκόπει ποίαν προτέραν λέγει παραβολὴν, καὶ πῶς κατὰ ἀκολουθίαν αὐτὰς τίθησιν ὁ Ματθαῖος. Ποίαν οὖν πρώτην λέγει; Ἣν μάλιστα πρώτην ἐχρῆν εἰπεῖν, τὴν ποιοῦσαν τὸν ἀκροατὴν προσεκτικώτερον. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς ἔμελλε διαλέγεσθαι, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόν-των πρῶτον διὰ τῆς παραβολῆς. Διὰ τοῦτο καὶ ἕτερος εὐαγγελιστής φησιν, ὅτι ἐπετίμησεν αὐτοῖς, ὅτι οὐ νοοῦσι, λέγων· Πῶς οὐκ ἔγνωτε τὴν παραβολήν; Οὐ διὰ τοῦτο δὲ μόνον ἐν παραβολαῖς φθέγγεται, ἀλλ’ ἵνα καὶ ἐμφαντικώτερον τὸν λόγον ποιήσῃ, καὶ πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ’ ὄψιν ἀγάγῃ τὰ πράγματα. Οὕτω καὶ οἱ προφῆται ποιοῦσι. γ. Τίς οὖν ἐστιν ἡ παραβολή; Ἰδοὺ ἐξῆλθεν ὁ σπεί-ρων τοῦ σπείρειν, φησί. Πόθεν ἐξῆλθεν ὁ πανταχοῦ παρὼν, ὁ πάντα πληρῶν; ἢ πῶς ἐξῆλθεν; Οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος ἡμῖν γενόμενος διὰ τῆς κατὰ σάρκα περιβολῆς. Ἐπειδὴ γὰρ ἡμεῖς εἰσελθεῖν οὐκ ἐδυνάμεθα, τῶν ἁμαρτημάτων διατειχιζόντων ἡμῖν τὴν εἴσοδον, αὐτὸς ἐξέρχεται πρὸς ἡμᾶς. Καὶ τί ἐξῆλθεν; ἀπολέσαι τὴν γῆν ἀκανθῶν γέ-μουσαν; τιμωρήσασθαι τοὺς γεωργούς; Οὐδαμῶς· ἀλλὰ γεωργῆσαι καὶ ἐπιμελήσασθαι, καὶ σπεῖραι τῆς εὐσε-βείας τὸν λόγον. Σπόρον γὰρ ἐνταῦθα τὴν διδασκαλίαν φησίν· ἄρουραν δὲ, τῶν ἀνθρώπων τὰς ψυχάς· σπορέα δὲ, ἑαυτόν. Τί τοίνυν γίνεται ἀπὸ τοῦ σπέρματος τού-του; Τρία ἀπόλλυται μέρη, καὶ σώζεται τὸ ἕν. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσε, φησὶ, παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν αὐτά. Οὐκ εἶπεν, ὅτι αὐτὸς ἔῤῥιψεν, ἀλλὰ ὅτι ἔπεσεν. Ἃ δὲ ἐπὶ τὴν πέτραν, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη. Ἃ δὲ ἐπὶ τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ ἀπέπνιξαν αὐτά. Ἃ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν, ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τέταρτον μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Ταῦτα δὲ ἔλεγε, δηλῶν ὅτι μετὰ ἀφθονίας ἅπασι διελέ-γετο. Καθάπερ γὰρ ὁ σπείρων οὐ διαιρεῖ τὴν ὑποκει-μένην ἄρουραν, ἀλλ’ ἁπλῶς καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς οὐ πλούσιον, οὐ πένητα διαιρεῖ, οὐ σοφὸν, οὐκ ἄσοφον, οὐ ῥᾴθυμον, οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον, οὐ δειλὸν, ἀλλὰ πᾶσι διελέγετο, τὰ παρ’ ἑαυτοῦ πληρῶν, καίτοι προειδὼς τὰ ἐσόμενα· ἵνα ἐξῇ αὐτῷ λέγειν· Τί με ἔδει ποιῆσαι, καὶ οὐκ ἐποίησα;
PG 58:468Καὶ οἱ μὲν προφῆται ὡς περὶ ἀμπέλου διαλέγονται τοῦ δήμου· Ἀμπελὼν γὰρ ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ· καὶ, Ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν· αὐτὸς δὲ ὡς περὶ σπόρου. Τί δήποτε δηλῶν; Ὅτι ταχεῖα ἔσται νῦν ἡ ὑπακοὴ, καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, μὴ ταυτολογίαν εἶναι νόμιζε. Ἐξέρχεται γὰρ ὁ σπείρων πολλάκις καὶ ἐφ’ ἕτερον πρᾶγμα, ἢ ὥστε νεῶσαι, ἢ ὥστε τὰς πονηρὰς ἐκτεμεῖν βοτάνας, ἢ ὥστε ἀκάνθας ἀνασπάσαι, ἢ ἄλλο τι ἐπιμελήσασθαι τοιοῦτον· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι ἐξῆλθε. Πόθεν οὖν, εἰπέ μοι, τὸ πλέον ἀπώλετο τοῦ σπόρου; Οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην
γῆν· τουτέστι, παρὰ τὴν μὴ ἀκούσασαν ψυχήν. Καὶ τί-νος ἕνεκεν οὐ λέγει, ὅτι τὰ μὲν ἐδέξαντο οἱ ῥᾴθυμοι, καὶ ἀπώλεσαν· τὰ δὲ οἱ πλούσιοι, καὶ ἀπέπνιξαν· τὰ δὲ οἱ χαῦνοι, καὶ προὔδωκαν; Οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ἀλλὰ καταλιμπάνει τῷ συνειδότι τῶν ἀκουόντων τὸν ἔλεγχον. Οὐχ ὁ σπόρος δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ ἡ σαγήνη. Πολλὰ γὰρ καὶ ἐκείνη ἤνεγκεν ἄχρηστα. Ταύτην δὲ λέγει τὴν παραβολὴν, τοὺς μαθητὰς ἀλείφων, καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων τὸν λόγον ὦσιν οἱ ἀπολλύ-μενοι, μὴ καταπίπτειν. Καὶ γὰρ ἐπὶ τοῦ Δεσπότου τοῦτο γέγονε· καὶ ὁ πάντως προειδὼς, ὅτι ταῦτα ἔσται, οὐκ ἀπέστη τοῦ σπείρειν. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐπὶ τὰς ἀκάνθας σπείρειν, ἐπὶ τὴν πέτραν, ἐπὶ τὴν ὁδόν; Ἐπὶ μὲν τῶν σπερμάτων καὶ τῆς γῆς, οὐκ ἂν ἔχοι λόγον· ἐπὶ δὲ τῶν ψυχῶν καὶ τῶν διδαγμάτων, καὶ πο-λὺν ἔχει τοῦτο τὸν ἔπαινον. Ὁ μὲν γὰρ γεωργὸς εἰκό-τως ἂν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, οὐδὲ τὰς ἀκάνθας μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν οὐχ οὕτω. Δυνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι, καὶ γενέσθαι γῆν λιπαράν· καὶ τὴν ὁδὸν μηκέτι καταπατεῖσθαι, μηδὲ προκεῖσθαι τοῖς παριοῦσιν ἅπασιν, ἀλλ’ εἶναι ἄρουραν πίονα· καὶ τὰς ἀκάνθας ἀφανισθῆναι, καὶ πολλῆς ἀπο-λαύειν ἀδείας τὰ σπέρματα. Εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἂν ἔσπειρεν οὗτος. Εἰ δὲ μὴ ἐγένετο ἐπὶ πάντων ἡ μετα-βολὴ, οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τοὺς μὴ βου-λομένους μεταβληθῆναι. Αὐτὸς μὲν γὰρ τὸ αὐτοῦ πεποίη-κεν· εἰ δὲ ἐκεῖνοι τὰ παρ’ αὐτοῦ προὔδωκαν, ἀνεύθυνος αὐτὸς ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος. Σὺ δέ μοι ἐκεῖνο σκόπει, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι καὶ ἀλλήλων διεστηκυῖαι. Οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικό-τες εἰσὶν, οἱ βάναυσοι καὶ ῥᾴθυμοι καὶ ὀλίγωροι· οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. Ὁ γὰρ ἐπὶ τὰ πετρώδη σπαρεὶς, φησὶν, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως ἐσκανδαλίσθη. Παντὸς, φησὶν, ἀκούοντος τὸν λόγον τῆς ἀληθείας, καὶ μὴ συνιέντος, ἔρχε-ται ὁ Πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐκ τῆς καρδίας αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπα-ρείς. Οὐκ ἔστι δὲ ἴσον, μηδενὸς ἐπηρεάζοντος, μηδὲ ἀναμοχλεύοντος, τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πει-ρασμῶν ἐπικειμένων. Οἱ δὲ ταῖς ἀκάνθαις προσεοικότες, πολλῷ τούτων ἀσυγγνωστότεροι. δ. Ἵν’ οὖν μή τι τούτων πάθωμεν, ἐπικαλύψωμεν τῇ προθυμίᾳ τὰ λεγόμενα, καὶ τῇ διηνεκεῖ μνήμῃ. Εἰ γὰρ
PG 58:469καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ’ ἡμεῖς κύριοι τοῦ μὴ ἁρπα-γῆναι· εἰ καὶ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα τοῦτο γίνεται (οὐ γὰρ εἶπεν, ὅτι διὰ τὸν καύσωνα ἐξηράνθη, ἀλλὰ διὰ τὸ μὴ ἔχειν ῥίζαν)· εἰ καὶ ἀποπνίγεται τὰ λεγόμενα, οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι ταύτας. Ἔνεστι γὰρ, ἐὰν θέλῃς, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάστην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ὁ αἰὼν, ἀλλ’, Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ, Ὁ πλοῦτος, ἀλλ’, Ἡ ἀπάτη τοῦ πλούτου. Μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην τὴν διεφθαρ-μένην. Ἔστι γὰρ καὶ πλουτεῖν, καὶ μὴ ἀπατᾶσθαι· καὶ ἐν τῷ αἰῶνι εἶναι τούτῳ, καὶ μὴ ἀποπνίγεσθαι ταῖς φροντίσι. Καὶ γὰρ δύο ἐλαττώματα ὁ πλοῦτος ἔχει ἐναν-τία· τὸ μὲν, κατατεῖνον καὶ ἐπισκοτοῦν, τὴν μέριμναν· τὸ δὲ, μαλακωτέρους ποιοῦν, τὴν τρυφήν. Καὶ καλῶς εἶπεν, Ἡ ἀπάτη τοῦ πλούτου. Πάντα γὰρ τὰ τοῦ πλούτου ἀπάτη· ὀνόματα γὰρ μόνον ἐστὶν, οὐκ ἐπὶ πραγμάτων κείμενα. Καὶ γὰρ ἡ ἡδονὴ, καὶ ἡ δόξα, καὶ ὁ καλλωπισμὸς, καὶ πάντα ταῦτα, φαντασία τίς ἐστιν, οὐ πραγμάτων ἀλήθεια. Εἰπὼν τοίνυν τοὺς τρόπους τῆς ἀπωλείας, ὕστερον τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι, ἀλλὰ διδοὺς ἐλπίδα μετανοίας, καὶ δεικνὺς, ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων εἰς ταύτην μεταβαλεῖν. Καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρ-ματα τὰ αὐτὰ, διατί ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα ἤνεγκεν; Ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορά· καὶ γὰρ ἔνθα ἂν καλὴ ἡ γῆ, πολλὴ ἐν αὐτῇ καὶ ἡ διαφορά. Ὁρᾷς οὐχὶ τὸν γεωργὸν αἴτιον ὄντα, οὐδὲ τὰ σπέρματα, ἀλλὰ τὴν δεχομένην γῆν· οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην. Καὶ ἐνταῦθα δὲ πολλὴ ἡ φιλανθρωπία. ὅτι οὐχ ἓν ἀπαιτεῖ μέτρον ἀρετῆς, ἀλλὰ καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς τρίτοις δίδωσι χώραν. Ταῦτα δὲ λέγει, ἵνα μὴ νομίσωσιν οἱ ἀκολουθοῦντες αὐτῷ, ὅτι ἀρκεῖ ἡ ἀκρόασις εἰς σωτηρίαν. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ καὶ τὰς ἄλλας ἔθηκε πονηρίας, οἷον, ἐπιθυμίαν σωμάτων, κενοδοξίαν; Εἰπὼν τὴν μέριμναν τοῦ αἰῶνος τούτου, καὶ τὴν ἀπάτην τοῦ πλούτου, ἅπαντα τέθεικε. Καὶ γὰρ καὶ κενοδοξία, καὶ τὰ ἄλλα ἅπαντα, τοῦ αἰῶνος τούτου, καὶ τῆς τοῦ πλούτου ἀπάτης ἐστίν· οἷον, ἡδονὴ, καὶ γαστριμαργία, καὶ βασκανία, καὶ κενοδοξία, καὶ ὅσα τοιαῦτα. Προσέθηκε δὲ καὶ τὴν ὁδὸν καὶ τὴν πέτραν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ χρημάτων ἀπηλ-λάχθαι μόνον, ἀλλὰ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν ἀσκεῖν. Τί γὰρ, ἂν χρημάτων μὲν ἐλεύθερος ᾖς, ἄνανδρος δὲ καὶ μαλακός; τί δὲ, ἂν ἄνανδρος μὲν μὴ ᾖς, ῥᾴθυμος δὲ καὶ ὀλίγωρος περὶ τὴν ἀκρόασιν; Οὐδὲ γὰρ ἀρκεῖ μέρος ἓν πρὸς σωτηρίαν ἡμῖν, ἀλλὰ δεῖ πρῶτον μὲν ἀκροάσεως ἀκριβοῦς καὶ μνήμης διηνεκοῦς, ἔπειτα ἀνδρείας, εἶτα χρημάτων ὑπεροψίας καὶ τῆς τῶν βιωτικῶν ἁπάντων ἀπαλλαγῆς. Διὰ γάρ τοι τοῦτο πρῶτον τίθησιν ἐκείνου τοῦτο, ἐπειδὴ τούτου πρώτου χρεία ( Πῶς γὰρ πι-στεύσουσιν, ἐὰν μὴ ἀκούσωσι; καθάπερ οὖν καὶ ἡμεῖς ἐὰν μὴ προσέχωμεν τοῖς λεγομένοις, οὐδὲ μαθεῖν δυνη-σόμεθα ἃ χρὴ ποιεῖν)· ἔπειτα τὴν ἀνδρείαν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν. Ταῦτ’ οὖν ἀκούοντες, πάν-τοθεν ἑαυτοὺς τειχίζωμεν, προσέχοντες τοῖς λεγομένοις, καὶ κατὰ βάθους ἀφιέντες τὰς ῥίζας, καὶ πάντων ἑαυ-
PG 58:470τοὺς ἐκκαθαίροντες τῶν βιωτικῶν. Ἂν δὲ τὰ μὲν ποιῶ-μεν, τῶν δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· κἂν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα. Τί γὰρ δια-φέρει, ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας· ἂν μὴ διὰ ῥᾳθυμίας, ἀλλὰ δι’ ἀνανδρίας διαφθαρῶμεν; Ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. Μὴ τοίνυν ἐπειδὴ μὴ πᾶσιν ἀπολ-λύμεθα τοῖς τρόποις, παραμυθίαν ἔχωμεν, ἀλλὰ ἀλγῶ-μεν οἵῳ ἂν ἀπολώμεθα τρόπῳ. Καὶ κατακαίωμεν τὰς ἀκάνθας· καὶ γὰρ ἀποπνίγει τὸν λόγον. Καὶ ἴσασι τοῦτο οἱ πλουτοῦντες, οἱ μὴ πρὸς ταῦτα μόνον, ἀλλὰ μηδὲ πρὸς ἕτερα ὄντες χρήσιμοι. Δοῦλοι γὰρ καὶ αἰχμά-λωτοι γενόμενοι τῶν ἡδονῶν, καὶ πρὸς τὰ πολιτικά εἰσιν ἄχρηστοι πράγματα· εἰ δὲ πρὸς ἐκεῖνα, πολλῷ μᾶλλον πρὸς τὰ τῶν οὐρανῶν. Καὶ γὰρ διπλῆ τοῖς λογισμοῖς ἐντεῦθεν ἡ λύμη γίνεται, ἀπό τε τῆς τρυφῆς, ἀπό τε τῆς φροντίδος. Τούτων γὰρ καὶ καθ’ ἑαυτὸ μὲν ἕκαστον ἱκα-νὸν καταποντίσαι τὸ σκάφος· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἐννόησον ἡλίκον τὸ κλυδώνιον γίνεται. ε. Καὶ μὴ θαυμάσῃς, εἰ τὴν τρυφὴν ἀκάνθας ἐκά-
λεσε. Σὺ μὲν γὰρ ἀγνοεῖς, μεθύων τῷ πάθει· οἱ δὲ ὑγιαί-νοντες ἴσασιν ὅτι ἀκάνθης μᾶλλον κεντεῖ, καὶ τρυφὴ πλέον ἢ μέριμνα δαπανᾷ τὴν ψυχὴν, καὶ χαλεπωτέρας παρέχει τὰς ὀδύνας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ. Οὐδὲ γὰρ οὕτως ὑπὸ φροντίδος τις πλήττεται, ὡς ὑπὸ πλη-σμονῆς. Ὅταν γὰρ ἀγρυπνίαι, καὶ κροτάφων διατάσεις, καὶ καρηβαρίαι, καὶ σπλάγχνων ὀδύναι περιέχωσι τὸν τοιοῦτον, ἐννόησον πόσων ἀκανθῶν ταῦτα χαλεπώτερα. Καὶ καθάπερ αἱ ἄκανθαι, ὅθεν ἂν κατασχεθῶσιν, αἱμάτ-τουσι τὰς κατεχούσας αὐτὰς χεῖρας· οὕτω δὴ καὶ ἡ τρυφὴ καὶ πόδας, καὶ χεῖρας, καὶ κεφαλὴν, καὶ ὀφθαλμοὺς, καὶ πάντα ἁπλῶς λυμαίνεται τὰ μέλη· καὶ ξηρὰ δὲ καὶ ἄκαρπός ἐστιν, ὥσπερ ἡ ἄκανθα, καὶ πολλῷ μειζόνως ἐκείνης λυπεῖ, καὶ ἐν τοῖς καιρίοις. Καὶ γὰρ γῆρας ἄκαιρον ἐπεισάγει, καὶ ἀμβλύνει τὰς αἰσθήσεις, καὶ σκοτοῖ τὸν λογισμὸν, καὶ πηροῖ τὸν νοῦν ὀξὺ βλέποντα, καὶ πλαδαρὸν τὸ σῶμα ποιεῖ, δαψιλεστέραν τῆς κόπρου τὴν ἀποθήκην ἐργαζομένη, καὶ πολλὴν τὴν σωρείαν τῶν κακῶν συνάγουσα, καὶ μεῖζον τὸ φορτίον, καὶ ὑπέρ-ογκον ποιεῖται τὸν γόμον· ὅθεν καὶ πολλὰ καὶ συνεχῆ τὰ πτώματα, καὶ πυκνὰ τὰ ναυάγια. Τί γὰρ λιπαίνεις, εἰπέ μοι, τὸ σῶμα; Μὴ γὰρ καταθῦσαί σε ἔχομεν; μὴ γὰρ παραθεῖναι τραπέζῃ; Τὰς ὄρνεις καλῶς πιαίνεις· μᾶλλον δὲ οὐδὲ ἐκείνας καλῶς· ὅταν γὰρ πιανθῶσιν, ἄχρηστοι πρὸς ὑγιεινήν εἰσι δίαιταν. Τοσοῦτον κακὸν ἡ τρυφὴ, ὡς καὶ ἐν ἀλόγοις τὴν λύμην ἐπιδείκνυσθαι. Καὶ γὰρ ἐκείνας τρυφώσας καὶ ἑαυταῖς καὶ ἡμῖν ἀχρήστους ποιοῦμεν. Καὶ γὰρ τὰ περιττώματα ἀκατέργαστα, καὶ ἡ ὑγροτέρα σῆψις ἀπὸ τῆς πιμελῆς ἐκείνης γίνεται. Τὰ δὲ οὐχ οὕτω τρεφόμενα, ἀλλ’, ὡς ἂν εἴποι τις, ἐν νη-στείᾳ διάγοντα, καὶ συμμέτρῳ διαίτῃ, καὶ πονοῦντα καὶ ταλαιπωρούμενα, ταῦτα καὶ ἑαυτοῖς καὶ ἄλλοις χρησι-μώτατα, καὶ πρὸς τροφὴν καὶ πρὸς τὰ ἄλλα ἅπαντα. Οἱ γοῦν ἐκεῖνα σιτούμενοι μᾶλλον ὑγιαίνουσιν· οἱ δὲ τού-τοις τρεφόμενοι, αὐτοῖς ἐοίκασι, νωθροὶ καὶ ἐπίνοσοι γινόμενοι, καὶ τὸν δεσμὸν χαλεπώτερον ἐργαζόμενοι. Οὐδὲν γὰρ οὕτω σώματι πολέμιον καὶ βλαβερὸν, ὡς ἡ τρυφή· οὐδὲν οὕτω διαῤῥήγνυσι καὶ καταχώννυσιν αὐ-τὴν καὶ διαφθείρει, ὡς ἀσωτία. Διὸ μάλιστα ἄν τισ

Homily XLVHomilia XLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:471κἀντεῦθεν ἐκπλαγείη τῆς ἀνοίας αὐτοὺς, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ’ ἑαυτῶν θέλουσιν ἐπιδείκνυσθαι οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἐῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαῤῥαγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας· ἀλλ’ ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαῤῥήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῶν ῥινῶν, μέχρι τῆς φάρυγγος αὐτῆς πληροῦσιν ἅπαν-τα, διπλῆν ἐντεῦθεν τῷ πνεύματι καὶ τῇ τὸ ζῶον οἰκονομούσῃ δυνάμει κατασκευάζοντες τὴν στενοχωρίαν. Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυγξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης ἀποπλη-ρώσης αὐτὸν διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἄνθρωπε, ἀλλ’ ἵνα προηγουμένως ᾄδῃς τῷ Θεῷ, καὶ τὰς ἱερὰς ἀναπέμ-πῃς εὐχὰς, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Σὺ δὲ ὥσπερ διὰ τοῦτο αὐτὴν λαβὼν, ἐκείνῃ μὲν οὐδὲ μικρὸν ἐᾷς καιρὸν σχολάζειν τῇ λειτουργίᾳ, πάντα δὲ τὸν βίον τῇ πονηρᾷ ταύτῃ αὐτὴν ὑποτάττεις δουλείᾳ. Καὶ ὥσπερ εἴ τις κιθάραν λαβὼν, χρυσᾶς νευρὰς ἔχουσαν, καὶ ἡρμοσμένην καλῶς, ἀντὶ τοῦ τὴν παναρμόνιον μελῳδίαν εἰς αὐτὴν ἀνακρούεσθαι, κόπρῳ πολλῇ καταχώσειε καὶ πηλῷ· οὕτω καὶ οὗτοι ποιοῦσι. Κόπρον δὲ οὐ τὴν τροφὴν ἐκάλεσα, ἀλλὰ τὴν τρυφὴν, καὶ τὴν πολλὴν ἐκείνην ἀσέλγειαν. Τὸ γὰρ πλέον τοῦ δέοντος οὐκ ἔστι τροφὴ, ἀλλὰ λύμη μόνον. Καὶ γὰρ ἡ γαστὴρ μόνη διὰ τὴν τῶν σι-
PG 58:472τίων μόνον γέγονεν ὑποδοχήν· στόμα δὲ, καὶ φάρυγξ, καὶ γλῶττα, καὶ δι’ ἕτερα ἀναγκαιότερα τούτων πολλῷ· μᾶλλον δὲ οὐδὲ ἡ γαστὴρ διὰ σιτίων ὑποδοχὴν ἁπλῶς, ἀλλὰ διὰ σιτίων ὑποδοχὴν συμμέτρων. Καὶ τοῦτο δηλοῖ, κατα-βοῶσα ἡμῶν μυρία, ὅταν ἐπηρεάσωμεν αὐτὴν διὰ τῆς πλεονεξίας ταύτης· οὐ καταβοᾷ δὲ μόνον, ἀλλὰ καὶ ἀμυ-νομένη τῆς ἀδικίας τὴν ἐσχάτην ἡμᾶς ἀπαιτεῖ δίκην. Καὶ πρῶτον τοὺς πόδας τιμωρεῖται, τοὺς βαστάζοντας καὶ ἀπάγοντας ἡμᾶς ἐπὶ τὰ πονηρὰ ἐκεῖνα συμπόσια, ἔπειτα τὰς χεῖρας τὰς διακονουμένας αὐτῇ συνδέουσα, ἀνθ’ ὧν τοσαῦτα καὶ τοιαῦτα προσῆγον ἐδέσματα· πολλοὶ δὲ καὶ αὐτὸ τὸ στόμα διέστρεψαν, καὶ ὀφθαλμοὺς καὶ κεφα-λήν. Καὶ καθάπερ οἰκέτης, ὅταν ἐπιταγῇ τι τὴν δύναμιν ὑπερβαῖνον, ἀπονοηθεὶς ὑβρίζει εἰς τὸν ἐπιτάξαντα πολ-λάκις· οὕτω καὶ αὕτη μετὰ τῶν μελῶν τούτων καὶ τὸν ἐγκέφαλον πολλάκις αὐτὸν βιασθεῖσα ἀπόλλυσι καὶ διαφθείρει. Καὶ τοῦτο ὁ Θεὸς ᾠκονόμησε καλῶς, ἐκ τῆς ἀμετρίας τοσαύτην γίνεσθαι βλάβην, ἵν’ ὅταν ἑκὼν μὴ φιλοσοφῇς, κἂν ἄκων διὰ τὸν φόβον τῆς τοσαύτης δια-φθορᾶς μετριάζειν μάθῃς. Ταῦτ’ οὖν εἰδότες, φεύγω-μεν τρυφὴν, ἐπιμελώμεθα συμμετρίας, ἵνα καὶ τῆς τοῦ σώματος ὑγείας ἀπολαύσωμεν, καὶ τὴν ψυχὴν πάσης ἀπαλλάξαντες ἀῤῥωστίας, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.
PG 58:471ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ. ΟΜΙΛΙΑ ΜΕ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. α. Ἄξιον θαυμάσαι τοὺς μαθητὰς, πῶς καὶ ἐπιθυ-μοῦντες μαθεῖν, ἴσασι πότε ἐρωτῆσαι ἐχρῆν. Οὐ γὰρ ἐπὶ πάντων τοῦτο ποιοῦσι· καὶ τοῦτο ἐδήλωσεν ὁ Ματθαῖος εἰπὼν, Καὶ προσελθόντες. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰ-ρημένον, ὁ Μάρκος αὐτὸ σαφέστερον παρέστησεν, εἰπὼν ὅτι κατ’ ἰδίαν προσῆλθον αὐτῷ. Τοῦτο δὴ καὶ τοὺς ἀδελ-φοὺς καὶ τὴν μητέρα ποιῆσαι ἐχρῆν, καὶ οὐχὶ καλέσαι ἔξω καὶ ἐπιδείξασθαι. Σκόπει δὲ αὐτῶν καὶ τὴν φιλο-στοργίαν, πῶς πολὺν ὑπὲρ τῶν ἄλλων ποιοῦνται λόγον, καὶ πρότερον τὰ ἐκείνων ζητοῦσι, καὶ τότε τὰ ἑαυτῶν. Διατί γὰρ, φησὶν, ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Οὐκ εἶπον, Διατί ἐν παραβολαῖς λαλεῖς ἡμῖν; Καὶ γὰρ καὶ ἀλλαχοῦ πολλαχῶς φαίνονται φιλοστόργως πρὸς ἅπαντας διακείμενοι, ὡς ὅταν λέγωσιν, Ἀπόλυσον τοὺς ὄχλους, καὶ ὅτι Οἶδας ὅτι ἐσκανδαλίσθησαν; Τί οὖν ὁ Χριστός; Ὅτι ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυ-στήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται. Τοῦτο δὲ εἶπεν, οὐκ ἀνάγκην εἰσάγων, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γινομένην· ἀλλὰ δεικνὺς αὐτοὺς ἁπάντων αἰτίους ὄντας τῶν κακῶν, καὶ παραστῆσαι θέλων, ὅτι δωρεὰ τὸ πρᾶγμά ἐστι, καὶ χά-ρις ἄνωθεν δεδομένη. Οὐ μὴν ἐπειδὴ δωρεὰ, διὰ τοῦτο τὸ αὐτεξούσιον ἀνῄρηται· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ὅρα γοῦν πῶς, ἵνα μήτε ἐκεῖνοι ἀπογνῶσι, μήτε οὗτοι ῥᾳθυμήσωσιν, ἀκούσαντες ὅτι δέδοται, δείκνυσι παρ’ ἡμῖν τὴν ἀρχὴν οὖσαν. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ πολλῆς μὲν
ἀσαφείας γέμει τὸ εἰρημένον, ἄφατον δὲ δικαιοσύνην ἐν-δείκνυται. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν τις προ-θυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ τὰ παρ’ ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ παρὰ τοῦ Θεοῦ δίδοται. Καὶ γὰρ Ὃ δοκεῖ ἔχειν, φησὶν, ἀρθήσεται ἀπ’ αὐτοῦ·
PG 58:472οὐ τοῦ Θεοῦ αἴροντος, ἀλλὰ μὴ καταξιοῦντος αὐτὸν τῶν αὐτοῦ. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· ὅταν ἴδωμέν τινα ἀκούοντα ῥᾳθύμως, καὶ πολλὰ παρακαλοῦντες προσέχειν μὴ πείθωμεν, σιγῶμεν λοιπόν. Εἰ γὰρ μέλλομεν ἐπι-μένειν, ἐπιτείνεται αὐτῷ τὰ τῆς ῥᾳθυμίας. Τὸν δὲ σπου-δάζοντα μαθεῖν ἐπισπώμεθα καὶ πολλὰ ἐγχέομεν. Καὶ καλῶς εἶπε, Καὶ ὃ δοκεῖ ἔχειν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει. Εἶτα καὶ σαφέστερον ὅπερ εἶπεν ἐποίησε, δεικνὺς τί ἐστι τὸ, Τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. Διὰ τοῦτο, φησὶν, ἐν παραβολαῖς λαλῶ αὐτοῖς, ὅτι βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἀνοῖξαι ἔδει, φησὶ, τοὺς ὀφθαλμοὺς, εἰ μὴ βλέπουσιν. Ἀλλ’ εἰ μὲν φύσεως ἡ πήρωσις ἦν, ἀνοῖξαι ἔδει· ἐπειδὴ δὲ ἑκουσία καὶ αὐθαί-ρετος ἡ πήρωσις, διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Οὐ βλέ-πουσιν· ἀλλὰ, Βλέποντες οὐ βλέπουσιν· ὥστε τῆς αὐτῶν πονηρίας ἡ πήρωσις. Εἶδον γὰρ καὶ δαίμονας ἐξελθόντας, καὶ ἔλεγον· Ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἤκουσαν τῷ Θεῷ προσάγοντος αὐτοὺς, καὶ πολλὴν πρὸς αὐτὸν ἐπι-δεικνυμένου τὴν ὁμόνοιαν, καὶ λέγουσιν, ὅτι Οὐκ ἔστιν οὗτος ἀπὸ τοῦ Θεοῦ. Ἐπεὶ οὖν τἀναντία καὶ ὧν ἔβλε-πον καὶ ὧν ἤκουον ἀπεφαίνοντο, Διὰ τοῦτο, φησὶ, καὶ τὸ ἀκούειν ἀπ’ αὐτῶν ἀφαιρῶ. Οὐδὲν γὰρ αὐτοῖς ἐντεῦ-θεν πλέον γίνεται, ἀλλὰ καὶ κρίμα πλέον. Οὐ γὰρ μό-νον ἠπίστουν, ἀλλὰ καὶ ἐπετίμων, καὶ κατηγόρουν, καὶ ἐπεβούλευον. Ἀλλ’ οὐ λέγει τοῦτο· οὐ γὰρ βούλεται εἶ-ναι φορτικὸς κατηγορῶν. Οὐκοῦν ἐξ ἀρχῆς οὐχ οὕτως αὐτοῖς διελέχθη, ἀλλὰ μετὰ πολλῆς τῆς σαφηνείας· ἐπειδὴ δὲ διέστρεφον ἑαυτοὺς, ἐν παραβολαῖς λοιπὸν φθέγγεται. Εἶτα ἵνα μὴ νομίσῃ τις κατηγορίαν εἶναι ψιλὴν τὰ εἰρημένα, μηδὲ λέγωσιν, ὅτι Ἐχθρὸς ἡμῶν ὢν ταῦτα αἰτιᾶται καὶ διαβάλλει, καὶ τὸν προφήτην εἰς-άγει τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον. Πληροῦται γὰρ αὐ-τοῖς, φησὶν, ἡ προφητεία Ἡσαί̈ου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέ-ψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες καὶ τὸν προφήτην μετὰ ταύτης τῆς ἀκριβείας κατηγοροῦντα; Οὐδὲ γὰρ αὐτὸσ
PG 58:473εἶπεν, ὅτι Οὐ βλέπετε· ἀλλὰ, Βλέψετε, καὶ οὐ μὴ ἴδητε· οὐδ’ ὅτι Οὐκ ἀκούσεσθε· ἀλλ’ ὅτι Ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ὥστε αὐτοὶ ἑαυτοὺς ἀφείλοντο πρῶτον, τὰ ὦτα βύσαντες, τοὺς ὀφθαλμοὺς μύσαντες, τὴν καρδίαν πα-χύναντες. Οὐ γὰρ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ Βαρέως ἤκουον· ἐποίησαν δὲ τοῦτο, φησὶ, Μήποτε ἐπιστρέψω-σι, καὶ ἰάσωμαι αὐτούς· τὴν ἐπιτεταμένην αὐτῶν λέγων πονηρίαν, καὶ τὴν μετὰ σπουδῆς ἀποστροφήν. β. Καὶ τοῦτο λέγει, ἐφελκόμενος αὐτοὺς καὶ ἐρεθίζων, καὶ δεικνὺς ὅτι, ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτούς· ὥσπερ ἂν εἴ τις λέγοι· Οὐκ ἐβουλήθη με ἰδεῖν, καὶ χάριν ἔχω· εἰ γὰρ ἠξιώθην, εὐθέως ἐνδιδόναι ἔμελλον. Τοῦτο δὲ λέγει, δεικνὺς πῶς ἂν καταλλαγείη. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μήποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς· δεικνὺς ὅτι καὶ τὸ ἐπιστραφῆναι δυνατὸν, καὶ μετανοήσαντας ἔνι σωθῆναι· καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ’ εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει. Εἰ γὰρ μὴ ἐβούλετο αὐτοὺς ἀκοῦσαι καὶ σωθῆναι, σιγῆσαι ἔδει, οὐχὶ ἐν παραβολαῖς λέγειν· νῦν δὲ αὐτῷ τούτῳ κινεῖ αὐτοὺς, τῷ συνεσκιασμένα λέγειν. Ὁ γὰρ Θεὸς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι-στρέψαι καὶ ζῇν αὐτόν. Ὅτι γὰρ οὐ φύσεως τὸ ἁμάρτημα, οὐδὲ ἀνάγκης καὶ βίας, ἄκουσον τί φησι πρὸς τοὺς ἀποστόλους· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλ-μοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούου-σι· οὐ ταύτην λέγων τὴν ὄψιν, οὐδὲ τὴν ἀκοὴν, ἀλλὰ τὴν ἀπὸ διανοίας. Καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι· ἀλλ’ ὅμως οὐδὲν παρεβλά-βησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν ῥίζαν τῶν ἀγα-θῶν εἶχον εὖ διακειμένην, τὴν προαίρεσιν λέγω καὶ τὴν γνώμην. Ὁρᾷς ὅτι τὸ, Ὑμῖν δέδοται, οὐκ ἀνάγκης ἦν; Οὐδὲ γὰρ ἂν ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἀσαφῶς ἐλέγετο· ἠδύναντο γὰρ καὶ προσελθεῖν καὶ ἐρωτῆσαι, καθάπερ οἱ μαθηταί· ἀλλ’ οὐκ ἠθέλησαν, ῥᾴθυμοι ὄντες καὶ ἀναπεπτωκότες. Τί λέγω, οὐκ ἠθέλησαν; Καὶ τὰ ἐναντία μὲν οὖν ἐποίουν, Οὐ γὰρ μόνον ἠπίστουν, οὐδὲ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ ἐπολέμουν, καὶ σφόδρα ἀη-δῶς εἶχον πρὸς τὰ λεγόμενα· ὅπερ τὸν προφήτην εἰς-άγει κατηγοροῦντα, τῷ λέγειν, Βαρέως ἤκουσαν. Ἀλλ’ οὐ κἀκεῖνοι τοιοῦτοι· διὸ καὶ ἐμακάριζεν αὐτούς. Καὶ ἑτέρωθεν δὲ αὐτοὺς βεβαιοῖ πάλιν λέγων· Ἀμὴν γὰρ λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπ-εθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦ-σαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· τὴν παρουσίαν τὴν ἐμὴν, φησὶ, τὰ θαύματα αὐτὰ, τὴν φωνὴν, τὴν διδασκα-λίαν. Ἐνταῦθα γὰρ οὐχὶ τῶν διεφθαρμένων τούτων, ἀλλὰ καὶ τῶν κατωρθωκότων αὐτοὺς προτίθησι· καὶ γὰρ καὶ ἐκείνων μακαριωτέρους αὐτοὺς εἶναί φησι. Τί δή-ποτε; Ὅτι οὐ μόνον ἅπερ οἱ Ἰουδαῖοι οὐκ εἶδον, βλέ-πουσιν οὗτοι, ἀλλὰ καὶ ἅπερ ἐκεῖνοι ἐπεθύμησαν ἰδεῖν. Ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνον ἐθεάσαντο· οὗτοι δὲ καὶ τῇ ὄψει, καὶ πολλῷ σαφέστερον. Εἶδες πῶς πάλιν τὴν Παλαιὰν συνάπτει τῇ Καινῇ, δεικνὺς οὐ μόνον εἰδότας ἐκείνους τὰ μέλλοντα, ἀλλὰ καὶ σφόδρα ἐπιθυμοῦντας; Οὐκ ἂν δὲ, εἰ ἀλλοτρίου τινὸς καὶ ἐναντίου Θεοῦ ἦσαν, ἐπεθύμησαν ἄν. Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβο-
PG 58:474λὴν τοῦ σπείροντος, φησί· καὶ λέγει τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα, τὰ περὶ ῥᾳθυμίας καὶ σπουδῆς, τὰ περὶ δειλίας καὶ ἀνδρείας, τὰ περὶ χρημάτων καὶ ἀκτημο-σύνης· δεικνὺς τὴν ἐκεῖθεν βλάβην καὶ τὴν ἐντεῦθεν ὠφέλειαν. Εἶτα καὶ τῆς ἀρετῆς εἰσάγει διαφόρους τρό-πους. Φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ἔτεμεν ὁδὸν, οὐδὲ εἶπεν, Ἐὰν μή τις ἑκατὸν ποιήσῃ, ἐξέπεσεν· ἀλλὰ, Καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται, καὶ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα. Τοῦτο δὲ ἐποίησεν, εὔκολον κατα-σκευάζων τὴν σωτηρίαν. Καὶ σὺ τοίνυν οὐ δύνασαι παρθενίαν ἀσκῆσαι; Γάμησον σωφρόνως. Οὐ δύνασαι γενέσθαι ἀκτήμων; Δὸς ἐκ τῶν ὄντων. Οὐ φέρεις ἐκεῖνο τὸ φορτίον; Μέρισαι μετὰ τοῦ Χριστοῦ τὰ ὑπάρχοντα. Οὐ βούλει αὐτῷ παραχωρῆσαι ἁπάντων; Κἂν τὴν ἡμί-σειαν, κἂν τὴν τρίτην ἐπίδος μοῖραν. Ἀδελφός σού ἐστι καὶ συγκληρονόμος· ποίησον αὐτὸν καὶ ἐνταῦθα συγ-κληρονόμον. Ὅσα ἂν ἐκείνῳ δῷς, σαυτῷ δώσεις. Οὐκ ἀκούεις τί φησιν ὁ προφήτης; Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ δὲ συγγενεῖς ὑπερορᾷν οὐ χρὴ, πολλῷ μᾶλλον τὸν Δεσπότην, μετὰ τῆς δεσποτείας καὶ τὸ τῆς συγγενείας δικαίωμα πρὸς σὲ ἔχοντα, καὶ πολλῷ πλείονα ἕτερα. Καὶ γὰρ καὶ με-ριστήν σε ἐποίησε τῶν αὐτοῦ, οὐδὲν παρὰ σοῦ λαβὼν, ἀλλὰ καὶ κατάρξας τῆς ἀφάτου ταύτης εὐεργεσίας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὸ μηδὲ τῇ δωρεᾷ ταύτῃ
γενέσθαι φιλάνθρωπον, μηδὲ ἀμοιβὴν ἀντὶ χάριτος δοῦ-ναι, καὶ ἐλάττονα ἀντὶ μειζόνων; Αὐτὸς μὲν γάρ σε τῶν οὐρανῶν κληρονόμον ἐποίησε· σὺ δὲ αὐτῷ οὐδὲ τῶν ἐν τῇ γῇ μεταδίδως; Αὐτός σε οὐδὲν κατωρθωκότα, ἀλλὰ καὶ ἐχθρὸν ὄντα κατήλλαξε· σὺ δὲ οὐδὲ φίλον ὄντα καὶ εὐεργέτην ἀμείβῃ; καίτοιγε καὶ πρὸ τῆς βασιλείας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, καὶ ὑπὲρ αὐτοῦ τοῦ δοῦναι χάριν δίκαιον ἔχειν αὐτῷ; Καὶ γὰρ καὶ οἰκέται, δεσπό-τας ἐπ’ ἄριστον καλοῦντες, οὐ παρέχειν, ἀλλὰ λαμβά-νειν νομίζουσιν· ἐνταῦθα δὲ τοὐναντίον γέγονεν. Οὐ γὰρ ὁ οἰκέτης τὸν Δεσπότην, ἀλλὰ ὁ Δεσπότης τὸν οἰ-κέτην πρῶτος ἐκάλεσεν ἐπὶ τὴν αὐτοῦ τράπεζαν· σὺ δὲ οὐδὲ μετὰ τοῦτο καλεῖς; Πρῶτός σε εἰς τὴν αὐτοῦ στέγην εἰσήγαγε· σὺ δὲ οὐδὲ δεύτερος; Γυμνὸν ὄντα σε περι-έβαλε· σὺ δὲ οὐδὲ μετὰ ταῦτα ξένον ὄντα συνάγεις; Πρῶτός σε ἐπότισε τὸ ἑαυτοῦ ποτήριον· σὺ δὲ οὐδὲ ψυ-χροῦ μεταδίδως ὕδατος; Ἐπότισέ σε Πνεῦμα ἅγιον· σὺ δὲ οὐδὲ τὴν σωματικὴν παραμυθῇ δίψαν; Ἐπότισέ σε Πνεῦμα, ἄξιον ὄντα κολάσεως· σὺ δὲ καὶ διψῶντα περιορᾷς, καὶ ταῦτα ἐκ τῶν αὐτοῦ μέλλων ἅπαντα ταῦτα ποιεῖν; γ. Οὐ γὰρ μέγα ἡγῇ τὸ ποτήριον κατασχεῖν, ἐξ οὗ πίνειν ὁ Χριστὸς μέλλει, καὶ προσάγειν τῷ στόματι; Οὐχ ὁρᾷς, ὅτι τῷ ἱερεῖ μόνῳ θέμις τὸ τοῦ αἵματος ἐπιδιδόναι ποτήριον; Ἐγὼ δὲ οὐδὲν ὑπὲρ τούτων ἀκριβολογοῦμαι, φησίν· ἀλλὰ κἂν αὐτὸς ἐπιδῷς, δέ-χομαι· κἂν λαϊκὸς ᾖς, οὐ παραιτοῦμαι. Καὶ οὐκ ἀπαιτῶ οἷον ἔδωκα· οὐ γὰρ αἷμα ζητῶ, ἀλλ’ ὕδωρ ψυχρόν. Ἐν-νόησον τίνα ποτίζεις, καὶ φρίξον. Ἐννόησον ὅτι ἱερεὺς τοῦ Χριστοῦ γίνῃ σὺ, ἰδίᾳ χειρὶ διδοὺς, οὐ σάρκα, ἀλλ’ ἄρτον, οὐχ αἷμα, ἀλλὰ ψυχροῦ ὕδατος ποτήριον. Ἐν-έδυσέ σε ἱμάτιον σωτηρίου, καὶ ἐνέδυσέ σε δι’ ἑαυτοῦ· σὺ κἂν διὰ τοῦ παιδὸς ἔνδυσον. Ἐποίησέ σε ἔνδοξον ἐν

Homily XLVIHomilia XLVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:475οὐρανοῖς· σὺ τῆς φρίκης ἀπάλλαξον, καὶ τῆς γυμνό-τητος, καὶ τῆς ἀσχημοσύνης. Ἐποίησέ σε ἀγγέλων πολίτην· σὺ κἂν στέγης μετάδος μόνον, κἂν ὡς τῷ οἰκέτῃ τῷ σῷ δὸς οἰκίαν· οὐκ ἀποστρέφομαι τουτὶ τὸ καταγώγιον, καὶ ταῦτά σοι τὸν οὐρανὸν ἀνοίξας ἅπαντα. Ἀπήλλαξά σε φυλακῆς χαλεπωτάτης· ἐγὼ τοῦτο οὐκ ἀπαιτῶ, οὐδὲ λέγω, Ἀπάλλαξόν με· ἀλλ’ ἂν ἴδῃς με μόνον δεδεμένον, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἐμοί. Νε-κρὸν ὄντα ἀνέστησα· ἐγὼ τοῦτο παρὰ σοῦ οὐκ ἀπαιτῶ, ἀλλὰ λέγω, Ἐπίσκεψαί με μόνον ἀῤῥωστοῦντα. Ὅταν οὖν οὕτως ᾖ μεγάλα τὰ δεδομένα, καὶ πολὺ κοῦφα τὰ ἀπαιτούμενα, καὶ μηδὲ ταῦτα παρέχωμεν, πόσης οὐκ ἂν εἴημεν ἄξιοι γεέννης; Εἰκότως εἰς τὸ πῦρ ἄπιμεν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, πέ-τρας ὄντες ἀναισθητότεροι. Πόσης γὰρ ἀναισθησίας, εἰπέ μοι, τοσαῦτα λαβόντας, τοσαῦτα ληψομένους, χρημάτων εἶναι δούλους, ὧν μικρὸν ὕστερον ἀποστησό-μεθα καὶ ἄκοντες; Καὶ ἕτεροι μὲν καὶ τὴν ψυχὴν ἐπ-έδωκαν, καὶ τὸ αἷμα ἐξέχεαν· σὺ δὲ οὐδὲ τὰ περιττὰ προί̈εσαι ὑπὲρ τῶν οὐρανῶν, ὑπὲρ τῶν τοσούτων στεφά-νων; Καὶ ποίας ἂν εἴης ἄξιος συγγνώμης, τίνος ἀπο-
PG 58:476λογίας, ἐν μὲν τῷ σπόρῳ τῆς γῆς πάντα ἡδέως προϊέ-μενος, καὶ ἐν τῷ δανείζειν ἀνθρώποις οὐδενὸς φειδόμενος, ἐν δὲ τῷ τρέφειν σου τὸν Δεσπότην διὰ τῶν δεομένων ὠμὸς καὶ ἀπάνθρωπος ὤν; Ταῦτ’ οὖν ἅπαντα ἐννοήσαν-τες, καὶ λογισάμενοι ἅπερ εἰλήφαμεν, ἅπερ λαμβάνειν μέλλομεν, ἅπερ αἰτούμεθα, τὴν σπουδὴν ἅπασαν ἐν τοῖς πνευματικοῖς ἐπιδειξώμεθα. Γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι, ἵνα μὴ τὴν ἀφόρητον δίκην ἐφ’ ἑαυτοὺς ἑλκύσωμεν. Τί γὰρ ἡμᾶς οὐχ ἱκανὸν κατακρῖναι; τὸ τοσούτων καὶ τηλικούτων ἀπολαῦσαι, τὸ μηδὲν μέγα αἰτεῖσθαι, τὸ τοιαῦτα αἰτεῖσθαι ἃ καὶ ἄκοντες ἐνταῦθα ἀπολείψομεν, τὸ πολλὴν ἐν τοῖς βιωτικοῖς φιλοτιμίαν ἐπιδείκνυσθαι; Τούτων γὰρ ἕκαστον καὶ καθ’ ἑαυτὸ ἱκανὸν ἡμᾶς καταδικάσαι· ὅταν δὲ ὁμοῦ τὰ πάντα συν-έλθῃ, τίς ἔσται σωτηρίας ἐλπίς; Ἵν’ οὖν ἅπασαν ταύ-την τὴν κατάκρισιν διαφύγωμεν, ἐπιδειξώμεθά τινα δαψίλειαν περὶ τοὺς δεομένους. Οὕτω γὰρ καὶ τῶν ἐν-ταῦθα καὶ τῶν ἐκεῖ ἁπάντων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:475ΟΜΙΛΙΑ ΜϚ. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συναυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ. α. Τί τὸ μέσον ταύτης καὶ τῆς πρὸ ταύτης παραβο-λῆς; Ἐκεῖ τοὺς μηδὲ ὅλως προσεσχηκότας αὐτῷ φησιν, ἀλλ’ ἀποπηδήσαντας καὶ τὸν σπόρον προεμένους· ἐν-ταῦθα δὲ, τῶν αἱρετικῶν λέγει τὰ συστήματα. Ἵνα γὰρ μηδὲ τοῦτο τοὺς μαθητὰς θορυβῇ, καὶ τοῦτο προλέγει, μετὰ τὸ διδάξαι αὐτοὺς διατί ἐν παραβολαῖς λαλεῖ. Ἐκείνη μὲν οὖν ἡ παραβολή φησιν, ὅτι οὐκ ἐδέξαντο· αὕτη δὲ, ὅτι καὶ φθορέας ἐδέξαντο. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τῇ ἀληθείᾳ ἀεὶ παρεισάγειν τὴν πλάνην, πολλὰ ἐπιχρωννύντα αὐτῇ τὰ ὁμοιώματα, ὥστε εὐκόλως κλέψαι τοὺς εὐεξαπατήτους. Διὰ τοῦτο οὐκ ἄλλο τι σπέρμα, ἀλλὰ ζιζάνια καλεῖ, ὃ κατὰ τὴν ὄψιν ἔοικέ πως τῷ σίτῳ. Εἶτα λέγει καὶ τὸν τρό-πον τῆς ἐπιβουλῆς. Ἐν γὰρ τῷ καθεύδειν τοὺς ἀνθρώ-πους, φησίν. Οὐ μικρὸν τοῖς ἄρχουσιν ἐντεῦθεν ἐπι-κρεμνᾷ τὸν κίνδυνον, τοῖς μάλιστα τῆς ἀρούρας τὴν φυλακὴν ἐμπεπιστευμένοις· οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχομένοις. Δείκνυσι δὲ καὶ τὴν πλάνην μετὰ τὴν ἀλήθειαν οὖσαν· ὅπερ καὶ ἡ τῶν πραγμάτων
PG 58:476ἔκβασις μαρτυρεῖ. Καὶ γὰρ μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται· καὶ μετὰ τοὺς ἀποστόλους, οἱ ψευδ-απόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ ἀντίχριστος. Ἂν γὰρ μὴ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἢ τίσιν ἐπιβου-λεύσῃ, οὔτε ἐπιχειρεῖ, οὔτε οἶδε. Καὶ νῦν τοίνυν, ἐπειδὴ εἶδεν, ὅτι ὁ μὲν ἐποίησεν ἑκατὸν, ὁ δὲ ἑξή-κοντα, ὁ δὲ τριάκοντα, ἄλλην ἔρχεται λοιπὸν ὁδόν. Ἐπεὶ γὰρ ἁρπάσαι οὐκ ἠδυνήθη τὸ ῥιζωθὲν, οὐδὲ ἀποπνῖξαι, οὐδὲ κατακαῦσαι, δι’ ἑτέρας ἀπάτης ἐπιβουλεύει, παρ-εμβάλλων τὰ παρ’ ἑαυτοῦ. Καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν τὴν ὁδὸν μιμουμένων; Ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ πλείονος ἐδεήθη τῆς μηχανῆς. Ταῦτα δὲ λέγει ὁ Χρι-στὸς, παιδεύων ἡμᾶς διαπαντὸς ἐγρηγορέναι. Κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη. Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται· ὥστε διηνεκοῦς φυλακῆς δεῖ. Διὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοιοῦτόν τι γέγονε καὶ παρὰ τὴν ἀρχήν. Πολλοὶ γοῦν τῶν
προεστώτων πονηροὺς εἰσάγοντες ἄνδρας ἐν ταῖς ἐκκλη-σίαις, αἱρεσιάρχας κρυπτομένους, πολλὴν εὐκολίαν τῇ τοιαύτῃ παρέσχον ἐπιβουλῇ. Οὐδὲ γὰρ πόνων δεῖ τῷ δια-βόλῳ λοιπὸν, ὅταν ἐκείνους εἰς μέσον φυτεύσῃ. Καὶ πῶς δυνατὸν μὴ καθεύδειν; φησί. Τὸν μὲν οὖν φυσικὸν ὕπνον, οὐ δυνατόν· τὸν δὲ τῆς προαιρέσεως, δυνατόν. Διὸ καὶ Παῦλος ἔλεγε· Γρηγορεῖτε, στήκετε ἐν τῇ πί-στει. Εἶτα δείκνυσι καὶ περιττὸν τὸ πρᾶγμα, οὐχὶ βλα-βερὸν μόνον. Μετὰ γὰρ τὸ γεωργηθῆναι τὴν ἄρουραν, καὶ μὴ χρείαν εἶναι μηδενὸς, τότε ἐπισπείρει οὗτος· καθάπερ καὶ οἱ αἱρετικοὶ ποιοῦσιν, οἳ δι’ οὐδὲν ἕτερον ἢ διὰ κενοδοξίαν ἐμβάλλουσι τὸν ἑαυτῶν ἰόν. Οὐκ ἐντεῦ-
PG 58:477θεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα μετὰ ἀκρι-βείας αὐτῶν ὑπογράφει τὴν σκηνὴν ἅπασαν. Ὅτε γὰρ ἐβλάστησε, φησὶν, ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια· ὅπερ καὶ οὗτοι ποιοῦσι. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν συσκιάζουσιν ἑαυτούς· ἐπειδὰν δὲ πολλὴν λάβωσι τὴν παῤῥησίαν, καὶ λόγου τις αὐτοῖς μεταδῷ, τότε τὸν ἰὸν ἐκχέουσι. Τίνος δὲ ἕνεκεν εἰσάγει τοὺς δούλους λέ-γοντας τὸ γεγενημένον; Ἵνα εἴπῃ ὅτι οὐ δεῖ ἀναιρεῖν αὐ-τούς. Ἐχθρὸν δὲ ἄνθρωπον αὐτὸν καλεῖ, διὰ τὴν εἰς ἀνθρώ-πους βλάβην. Ἡ μὲν γὰρ ἐπήρεια καθ’ ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς, ἀλλ’ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο. Ὅθεν δῆλον, ὅτι μᾶλλον ὁ Θεὸς ἡμᾶς φιλεῖ, ἢ ἡμεῖς ἑαυτούς. Ὅρα δὲ καὶ ἑτέρωθεν τοῦ διαβόλου τὴν κακουργίαν. Οὐ γὰρ πρὸ τούτου ἔσπειρεν, ἐπειδὴ μηδὲν εἶχεν ἀπολέσαι· ἀλλ’ ὅτε ἦν ἅπαντα πεπληρωμένα, ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ· οὕτω πρὸς ἐκεῖνον ἐχθρωδῶς ἔχων πάντα ἐποίει. Σκόπει δὲ καὶ τῶν οἰκετῶν τὴν φιλοστοργίαν. Καὶ γὰρ ἐπείγονται ἤδη τὰ ζιζάνια ἀν-ασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως ποιοῦσιν· ὅπερ δείκνυσι τὴν ὑπὲρ τοῦ σπόρου μέριμναν αὐτῶν, καὶ πρὸς ἓν μόνον βλέποντας, οὐχ ὅπως ἐκεῖνος δῷ δίκην, ἀλλ’ ὥστε τὰ κατα-βληθέντα μὴ ἀπολέσθαι· οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ κατεπεῖ-γον. Διόπερ ὅπως τὸ νόσημα τέως ἐξέλωσι, σκοποῦσι. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ζητοῦσιν· οὐ γὰρ ἑαυτοῖς ἐπιτρέ-πουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσι λέγον-τες· Θέλεις; Τί οὖν ὁ δεσπότης; Κωλύει λέγων· Μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Τοῦτο δὲ ἔλεγε, κω-λύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς. Οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικόν· ἐπεὶ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. β. Δύο τοίνυν τούτοις αὐτοὺς κατέχει τοῖς λογισμοῖς· ἑνὶ μὲν, τῷ μὴ τὸν σῖτον βλαβῆναι· ἑτέρῳ δὲ, τῷ κατα-λήψεσθαι τὴν κόλασιν πάντως αὐτοὺς ἀνιάτως νοσοῦντας. Ὥστε εἰ βούλει καὶ κολασθῆναι αὐτοὺς, καὶ χωρὶς τῆς τοῦ σίτου βλάβης, ἀνάμεινον τὸν προσήκοντα καιρόν. Τί δέ ἐστι, Μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; Ἢ τοῦτό φησιν, ὅτι Εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλ-λεσθαι· ἢ ὅτι ἀπ’ αὐτῶν τῶν ζιζανίων πολλοὺς εἰκὸς μεταβαλέσθαι καὶ γενέσθαι σῖτον. Ἂν τοίνυν προλαβόντες αὐτοὺς ἐκριζώσητε, λυμαίνεσθε τῷ μέλλοντι γίνεσθαι σί-τῳ, οὓς ἐγχωρεῖ μεταβαλέσθαι καὶ γενέσθαι βελτίους ἀναιροῦντες. Οὐ τοίνυν κατέχειν αἱρετικοὺς, καὶ ἐπι-στομίζειν, καὶ ἐκκόπτειν αὐτῶν τὴν παῤῥησίαν, καὶ τὰς συνόδους καὶ τὰς σπονδὰς διαλύειν κωλύει, ἀλλ’ ἀναιρεῖν καὶ κατασφάττειν. Σὺ δὲ αὐτοῦ σκόπει τὴν ἡμερότητα, πῶς οὐκ ἀποφαίνεται μόνον, οὐδὲ κωλύει, ἀλλὰ λογι-σμοὺς τίθησι. Τί οὖν, ἂν μέχρι τέλους μένῃ τὰ ζιζάνια; Τότε ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζά-νια, καὶ δήσατε αὐτὰ δεσμὰς πρὸς τὸ κατακαῦσαι αὐτά. Πάλιν ἀναμιμνήσκει αὐτοὺς τῶν Ἰωάννου ῥημάτων τῶν κριτὴν αὐτὸν εἰσαγόντων, καί φησιν, ὅτι ἕως μὲν ἑστήκασιν ἐγγὺς τοῦ σίτου, φείδεσθαι χρή· ἐγχωρεῖ γὰρ αὐτοὺς καὶ σῖτον γενέσθαι· ὅταν δὲ μηδὲν κερδάναντες ἀπέλθωσι, τότε αὐτοὺς ἀναγκαίως ἡ ἀπαραίτητος διαδέ-ξεται δίκη. Ἐρῶ γὰρ τοῖς θερισταῖς, φησὶ, Συλλέξατε
PG 58:478πρῶτον τὰ ζιζάνια. Διατί πρῶτον; Ἵνα μὴ φοβηθῶσιν οὗτοι, ὡς συναπαγομένου ἅμα αὐτοῖς τοῦ σίτου. Καὶ δή-σατε αὐτὰ δεσμὰς, ὥστε κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπὸ τοῦ σπόρου τρία μέρη ἀπόλλυται, καὶ σώ-ζεται ἓν, καὶ ἐν αὐτῷ πάλιν τῷ σωζομένῳ τοσαύτη γίνεται βλάβη, ἵνα μὴ λέγωσι, Καὶ τίνες καὶ πόσοι ἔσονται οἱ πιστοί; καὶ τοῦτον ἐξαιρεῖ τὸν φόβον, διὰ τῆς παραβολῆς τοῦ σινάπεως ἐνάγων εἰς πίστιν αὐτοὺς, καὶ δεικνὺς ὅτι πάντως ἐκταθήσεται τὸ κήρυγμα. Διὰ τοῦτο τοῦ λαχάνου τὴν εἰκόνα εἰς μέσον ἤγαγε σφόδρα ἐοικυῖαν τῇ ὑποθέσει· Ὃ μικρότερον μὲν, φησὶν, ἐστὶ πάντων τῶν σπερμά-των· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶ, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Τοῦ γὰρ μεγέθους τὸ τεκμήριον ἐνδείξασθαι ἠβουλήθη. Οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος ἔσται, φησί. Καὶ γὰρ ἁπάντων ἀσθενέστεροι ἦσαν οἱ μαθηταὶ, καὶ πάντων ἐλάττους· ἀλλ’ ὅμως, ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης. Εἶτα καὶ τὴν ζύμην ταύτῃ προστίθησι τῇ εἰκόνι, λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καθάπερ γὰρ αὕτη τὸ πολὺ ἄλευρον μεθίστησιν εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω καὶ ὑμεῖς τὸν πάντα κόσμον μεταστήσετε. Καὶ ὅρα σύνεσιν. Τὰ γὰρ τῆς φύσεως παράγει, δεικνὺς ὅτι ὥσπερ ἐκεῖνα ἀνεγχώρητον μὴ γενέσθαι, οὕτω καὶ ταῦτα. Μὴ γάρ μοι τοῦτο λέγε· Τί δυνησόμεθα δώδεκα ἄνθρωποι εἰς πλῆθος ἐμπεσόντες τοσοῦτον; Καὶ γὰρ τοῦτο αὐτὸ μά-λιστα ὑμῶν ποιεῖ τὴν ἰσχὺν ἐκλάμψαι, τὸ ἀναμιγῆναι τῷ πλήθει καὶ μὴ φυγεῖν. Ὥσπερ οὖν καὶ ἡ ζύμη τότε τὸ φύραμα ζυμοῖ, ὅταν ἐγγὺς γένηται τοῦ ἀλεύρου, καὶ οὐχ ἁπλῶς ἐγγὺς, ἀλλ’ οὕτως ὥστε καὶ μιγῆναι· (οὐ γὰρ εἶπεν, Ἔθηκεν, ἁπλῶς, ἀλλ’, Ἔκρυψεν· ) οὕτω καὶ ὑμεῖς, ὅταν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε. Καὶ καθάπερ ἐκείνη καταχώννυται μὲν, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ κατὰ μικρὸν πρὸς τὴν ἑαυτῆς ἕξιν ἅπαντα μεταποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ κηρύ-γματος τοῦτο συμβήσεται. Μὴ τοίνυν, ἐπειδὴ πολλὰς εἶκον εἶναι τὰς ἐπηρείας, φοβηθῆτε· καὶ γὰρ καὶ οὕτως ἐκλάμ-ψετε, καὶ ἁπάντων περιέσεσθε. Τρία δὲ σάτα ἐνταῦθα τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πλήθους λαμβάνειν. Μὴ θαυμάσῃς δὲ, εἰ περὶ βασιλείας διαλεγόμε-νος κόκκου καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγε-σθαι. Οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα πάντα δεηθῆναι ἑρμηνείας πολλῆς. Ποῦ τοίνυν Ἑλλήνων παῖδές εἰσι; Μανθανέτωσαν τοῦ Χριστοῦ τὴν δύναμιν, ὁρῶντες τῶν πραγμάτων τὴν ἀλήθειαν· καὶ ἑκατέρωθεν αὐτὸν προσκυνείτωσαν, ὅτι καὶ προεῖπε πρᾶγμα τοσοῦτον, καὶ ἐπλήρωσε. Καὶ γὰρ αὐτός ἐστιν ὁ τὴν δύναμιν ἐνθεὶς τῇ ζύμῃ. Διὰ τοῦτο καὶ ἀνέμιξε τῷ πλήθει τοὺς αὐτῷ πι-στεύοντας, ἵνα μεταδῶμεν τοῖς ἄλλοις τῆς ἡμετέ-ρας συνέσεως. Μηδεὶς τοίνυν ὀλιγότητα αἰτιάσθω. Πολλὴ
PG 58:479γὰρ τοῦ κηρύγματος ἡ δύναμις· καὶ τὸ ζυμωθὲν ἅπαξ, ζύμη γίνεται τῷ λοιπῷ πάλιν. Καὶ καθάπερ ὁ σπινθὴρ ὅταν ἐπιλάβηται ξύλων, τὰ ἤδη κατακαυθέντα ποιήσας τῆς φλογὸς προσθήκην, οὕτω τοῖς ἄλλοις ἔπεισιν· οὕτω δὴ καὶ τὸ κήρυγμα. Ἀλλ’ οὐκ εἶπε πῦρ, ἀλλὰ ζύμην· τί δήποτε, Ὅτι οὐ τοῦ πυρός ἐστιν ἐκεῖ τὸ ὅλον, ἀλλὰ καὶ τῶν ἀναπτομένων ξύλων· ἐνταῦθα δὲ τὸ ὅλον ἡ ζύμη ἐργά-ζεται δι’ ἑαυτῆς. Εἰ δὲ ἄνθρωποι δώδεκα τὴν οἰκουμένην ἅπασαν ἐζύμωσαν, ἐννόησον ὅση ἡμῶν ἡ κακία, ὅταν τος-οῦτοι ὄντες τοὺς ὑπολειπομένους μὴ δυνηθῶμεν διορθοῦν, οὓς μυρίοις κόσμοις ἀρκεῖν ἐχρῆν καὶ γενέσθαι ζύμην. γ. Ἀλλ’ ἐκεῖνοι, φησὶν, ἀπόστολοι ἦσαν. Καὶ τί τοῦτο; Οὐχὶ τῶν αὐτῶν σοι μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφη-σαν; οὐ τῶν αὐτῶν ἀπέλαυσαν; οὐχὶ τέχνας μετεχει-ρίσαντο; μὴ γὰρ ἄγγελοι ἦσαν; μὴ γὰρ ἐξ οὐρανοῦ κατ-έβησαν; Ἀλλὰ τὰ σημεῖα, φησὶν, εἶχον. Οὐ τὰ σημεῖα θαυμαστοὺς αὐτοὺς ἐποίησε. Μέχρι πότε προκαλύμμασι κεχρήμεθα τῆς ἡμετέρας ῥᾳθυμίας τοῖς θαύμασιν ἐκεί-νοις; [Ἴδε τὸν χορὸν τῶν ἁγίων οὐ τοῖς θαύμασιν ἐκείνοις λάμψαντα.] Πολλοὶ γὰρ καὶ δαίμονας ἐκβαλόντες, ἐπειδὴ τὴν ἀνομίαν εἰργάσαντο, οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἐκολάσθησαν. Καὶ τί ποτ’ οὖν ἐστι, φησὶν, ὃ μεγάλους αὑτοὺς ἔδειξε; Τὸ χρημάτων καταφρονεῖν, τὸ δόξης ὑπερορᾷν, τὸ πραγμάτων ἀπηλλάχθαι βιωτικῶν. Ὡς εἴγε μὴ ταῦτα εἶχον, ἀλλὰ δοῦλοι τῶν παθῶν ἦσαν, εἰ καὶ μυρίους νεκροὺς ἤγειραν, οὐ μόνον οὐδὲν ἂν ὠφέ-λησαν, ἀλλὰ καὶ ἀπατεῶνες ἂν ἐνομίσθησαν εἶναι. Οὕτως ὁ βίος ἐστὶν ὁ πανταχοῦ λάμπων, ὁ καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπώμενος. Ποῖον σημεῖον Ἰωάννης ἐποίη-σεν, ὅτι πόλεις τοσαύτας ἀνηρτήσατο; Ὅτι γὰρ οὐδὲν ἐθαυματούργησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὅτι Ἰωάννης μὲν ἐποίησε σημεῖον οὐδέν. Πόθεν δὲ θαυμαστὸς Ἠλίας ἐγένετο; Οὐκ ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν Θεόν; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτῆς καὶ τοῦ σπηλαίου καὶ τῶν ὀρῶν; Τὰ γὰρ σημεῖα μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; Σημεῖον μὲν οὐδὲν, βίον δὲ λάμποντα καὶ ὑπομονὴν ἀδάμαντος στεῤῥοτέραν ἐπιδεικνύμενον. Ποῖον σημεῖον ὁ Δαυὶ̈δ ἐποίησεν, ἔτι νέος ὢν, ὡς εἰπεῖν τὸν Θεόν· Εὗρον Δαυὶ̈δ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου; Ὁ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ποῖον νεκρὸν ἤγειραν; ποῖον δὲ λεπρὸν ἐκάθηραν; Οὐκ οἶσθα ὅτι τὰ σημεῖα, ἐὰν μὴ νήφωμεν, καὶ βλάπτει πολ-λάκις; Οὕτω πολλοὶ τῶν Κορινθίων ἀπεσχίσθησαν ἀπ’ ἀλλήλων· οὕτω πολλοὶ τῶν Ῥωμαίων ἀπενοήθησαν· οὕτω Σίμων ἐξεβλήθη· οὕτως ὁ τῷ Χριστῷ τότε ἐπιθυμήσας ἀκολουθῆσαι ἀπεδοκιμάζετο, ἀκούσας ὅτι Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις. Τούτων γὰρ ἕκαστος, ὁ μὲν χρημάτων, ὁ δὲ δόξης ἐφιέμενος τῆς ἀπὸ τῶν σημείων, ἐξέπιπτον καὶ ἀπώλλυντο. Βίου δὲ ἐπιμέλεια καὶ ἀρετῆς ἔρως οὐ μόνον οὐ τίκτει τοιαύτην ἐπιθυμίαν, ἀλλὰ καὶ οὖσαν ἀναιρεῖ. Καὶ αὐτὸς δὲ ὅτε ἐνομοθέτει τοῖς ἑαυτοῦ μαθη-ταῖς, τί ἔλεγε; Ποιήσατε σημεῖα, ἵνα ἴδωσιν οἱ ἄνθρωποι; Οὐδαμῶς· ἀλλὰ τί; Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν
PG 58:480τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τῷ Πέτρῳ δὲ οὐκ εἶπεν, Εἰ φιλεῖς με, ποίει σημεῖα· ἀλλὰ, Ποίμαινε τὰ πρόβατά μου. Καὶ πανταχοῦ δὲ αὐτὸν προτιμῶν τῶν ἄλλων μετὰ Ἰακώβου καὶ Ἰωάννου, πόθεν, εἰπέ μοι, προετίμα; ἀπὸ τῶν σημείων; Καὶ μὴν πάντες ὁμοίως ἐκάθαιρον τοὺς λεπροὺς, καὶ τοὺς νεκροὺς ἤγειρον· καὶ πᾶσιν ὁμοίως τὴν ἐξουσίαν ἔδωκε. Πόθεν οὖν εἶχον τὸ πλέον οὗτοι; Ἀπὸ τῆς κατὰ ψυχὴν ἀρετῆς. Ὁρᾷς ὅτι παν-ταχοῦ βίου χρεία καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως; Ἀπὸ τῶν καρπῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς. δ. Τί δὲ τὴν ζωὴν συνίστησι τὴν ἡμετέραν; Ἆρα ση-μείων ἐπίδειξις, ἢ πολιτείας ἀρίστης ἀκρίβεια; Εὔδηλον ὅτι τὸ δεύτερον· τὰ δὲ σημεῖα καὶ τὰς ἀφορμὰς ἐντεῦθεν ἔχει, καὶ εἰς τοῦτο καταλήγει. Ὅ τε γὰρ βίον ἄριστον ἐπιδεικνύμενος, ἐπισπᾶται ταύτην τὴν χάριν· ὅ τε λαμ-βάνων τὴν χάριν, διὰ τοῦτο λαμβάνει, ἵνα τὸν ἑτέρων διορθώσηται βίον. Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο τὰ θαύ-ματα ἐκεῖνα ἐποίησεν, ἵνα ἀξιόπιστος φανεὶς ἐντεῦθεν καὶ πρὸς ἑαυτὸν ἑλκύσας, ἀρετὴν εἰς τὸν βίον εἰσαγάγῃ. Διὸ καὶ τὴν πλείονα ὑπὲρ τούτου ποιεῖται σπουδήν. Οὐδὲ γὰρ τοῖς σημείοις ἀρκεῖται μόνον, ἀλλὰ καὶ γέενναν ἀπ-ειλεῖ, καὶ βασιλείαν ἐπαγγέλλεται, καὶ τοὺς παραδόξους ἐκείνους τίθησι νόμους, καὶ πάντα ὑπὲρ τούτου πραγμα-τεύεται, ἵνα ἰσαγγέλους ἐργάσηται. Καὶ τί λέγω, ὅτι ὁ Χριστὸς πάντα τούτου ἕνεκεν ποιεῖ; Σοὶ γὰρ εἴ τις ἔδωκεν, εἰπέ μοι, αἵρεσιν, νεκροὺς ἀναστῆσαι ἐν τῷ ὀνόματι αὐτοῦ, ἢ διὰ τὸ ὄνομα αὐτοῦ ἀποθανεῖν, τί ἂν ἐδέξω μᾶλ-λον; Οὐκ εὔδηλον ὅτι τὸ δεύτερον; Καὶ μὴν τὸ μὲν σημεῖόν ἐστι, τὸ δὲ ἔργον. Τί δὲ, εἴ τίς σοι προὔθηκε ποιῆσαι χόρ-τον χρυσὸν, ἢ δυνηθῆναι πάντων τῶν χρημάτων ὡς χόρτου καταφρονῆσαι, οὐκ ἂν τοῦτο ἐδέξω μᾶλλον; Καὶ μάλα εἰκότως. Καὶ γὰρ τοὺς ἀνθρώπους τοῦτο ἂν μάλιστα ἐπ-εσπάσατο. Εἰ μὲν γὰρ εἶδον τὸν χόρτον χρυσὸν γινόμενον, κἂν ἐπεθύμησαν καὶ αὐτοὶ λαβεῖν τὴν δύναμιν, ὥσπερ ὁ Σίμων, καὶ ηὐξήθη ἂν αὐτοῖς ὁ τῶν χρημάτων ἔρως· εἰ δὲ εἶδον ὡς χόρτου τοῦ χρυσοῦ πάντας καταφρονοῦντας καὶ ὑπερορῶντας, πάλαι ἂν τῆς νόσου ταύτης ἀπηλλάγησαν. Ὁρᾷς ὅτι ὁ βίος μᾶλλον ὠφελεῖν δύναται; Βίον δὲ λέγω νῦν, οὐχὶ ἂν νηστεύσῃς, οὐδὲ ἂν σάκκον καὶ σποδὸν ὑποστρώσῃς· ἀλλ’ ἐὰν χρημάτων ὑπερίδῃς ὡς ὑπεριδεῖν χρὴ, ἐὰν φιλοστοργήσῃς, ἐὰν δῷς πεινῶντι τὸν ἄρτον σου, ἐὰν θυμοῦ κρατήσῃς, ἂν κενοδοξίαν ἐκβάλῃς, ἂν βασκανίαν ἀνέλῃς. Οὕτω καὶ αὐτὸς ἐπαίδευε· Μάθετε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ εἶπεν, Ὅτι ἐνήστευσα· καίτοιγε εἶχεν εἰπεῖν τὰς τεσσαράκοντα ἡμέρας, ἀλλ’ οὐ λέγε τοῦτο· ἀλλ’, Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ πάλιν πέμπων αὐτοὺς, οὐκ εἶπεν, ὅτι Νηστεύετε ἀλλὰ, Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Χρημάτων μέντοι ἕνεκεν πολλὴν ἀκρίβειαν ἀπῄτησε λέγων· Μὴ κτήσησθε χρυσὸν ἢ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτα δὲ λέγω, οὐχὶ νηστείαν κακίζων· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· ἀλγῶ δὲ, ὅταν τῶν ἄλλων ἠμελημένων ταύτην νομίζητε ἀρκεῖν εἰς σωτηρίαν ὑμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχου-

Homily XLVIIHomilia XLVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:481σαν μέρος. Τὸ γὰρ μέγιστον, ἀγάπη καὶ ἐπιείκεια καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν ὑπερηκόντισεν. Ὥστε εἰ βούλει ἀποστόλων γενέσθαι ἴσος, οὐδὲν τὸ κωλύον. Ἀρκεῖ γὰρ ταύτην τὴν ἀρετὴν ἐπελθόντα μόνον μηδὲν ἔλαττον ἐκείνων ἔχειν. Μηδεὶς τοίνυν εἰς σημεῖα ἀναβαλλέσθω. Ἀλγεῖ μὲν γὰρ, ὅταν ἐξελαθῇ σώματος δαίμων· πολλῷ δὲ μᾶλλον, ὅταν ἁμαρτίας ἀπαλλαττομένην ἴδῃ ψυχήν. Καὶ γὰρ αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου ἡ μεγάλη. Διὰ ταύτην ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύσῃ. Καὶ γὰρ αὕτη τὸν θάνατον εἰσήγαγε· διὰ ταύτην τὰ ἄνω κάτω γέγονεν. Ἂν τοίνυν ταύτην ἀνέλῃς, ἐξέκοψας τοῦ διαβόλου τὰ νεῦρα, συνέτριψας αὐτοῦ τὴν κεφαλὴν,
κατέλυσας αὐτοῦ τὴν ἰσχὺν ἅπασαν, διέσπασας τὸ στρα-τόπεδον, ἁπάντων σημείων ἐπεδείξω σημεῖον μεῖζον. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου. Εἰπὼν γὰρ, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, οὐκ ἐπήγαγε σημεῖον, ἀλλὰ ἀγάπην τὴν πάντων ῥίζαν τῶν
PG 58:482ἀγαθῶν. Ἂν τοίνυν ταύτην ἀσκῶμεν, καὶ τὴν ἐκ ταύτης φιλοσοφίαν ἅπασαν, οὐδὲν δεηθησόμεθα σημείων· ὥσπερ οὖν ἐὰν μὴ ἀσκῶμεν, οὐδὲν κερδανοῦμεν ἀπὸ τῶν ση-μείων. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦντες, ἀφ’ ὧν ἐγένοντο οἱ ἀπόστολοι μεγάλοι, ταῦτα ζηλώσωμεν. Πόθεν οὖν ἐγέ-νοντο ἐκεῖνοι μεγάλοι; Ἄκουσον λέγοντος Πέτρου· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος αὐτοῖς, ὅτι Ἐπὶ δώδεκα θρόνους καθίσεσθε· καὶ ὅτι Πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀπάντων τοίνυν ἑαυτοὺς ἀποστήσαντες τῶν βιωτικῶν, ἀναθώμεθα ἑαυτοὺς τῷ Χριστῷ, ἵνα καὶ τῶν ἀποστόλων γενώμεθα ἴσοι κατὰ τὴν ἀπόφασιν τὴν αὐτοῦ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:481ΟΜΙΛΙΑ ΜΖ. Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. α. Ὁ δὲ Μάρκος φησὶν, ὅτι Καθὼς ἠδύναντο ἀκούειν, ἐλάλει αὐτοῖς τὸν λόγον ἐν παραβολαῖς. Εἶτα δεικνὺς οὐδὲν αὐτὸν καινοτομοῦντα, εἰσάγει τὸν προφήτην καὶ τοῦτον προαναφωνοῦντα τῆς διδασκαλίας τὸν τρόπον. Καὶ διδάσκων ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνοῶσιν, ἀλλ’ ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ, οὕτω διελέγετο, ἐπήγαγε· Καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς καίτοιγε πολλὰ χωρὶς παραβολῆς εἶπεν· ἀλλὰ τότε οὐδέν. Καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησε· καί-τοιγε τοὺς προφήτας πολλάκις ἠρώτων, ὡς τὸν Ἰεζεκιὴλ, ὣς ἑτέρους πολλούς· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐποίουν. Καίτοιγε ἱκανὰ τὰ εἰρημένα ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν, καὶ διεγείρειν πρὸς τὴν ἐρώτησιν· καὶ γὰρ κόλασιν μεγίστην ἠπείλουν αἱ παραβολαί· ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐκινήθησαν. Διὸ καὶ ἀφεὶς αὐτοὺς, ἀπῆλθε. Τότε γὰρ, φησὶν, ἀφεὶς τοὺς ὄχλους, ἀπῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ ὁ Ἰησοῦς· καὶ οὐδεὶς ἕπεται τῶν γραμματέων· ὅθεν δῆλον, ὅτι δι’ οὐδὲν ἕτερον εἴποντο, ἢ ὥστε ἐπιλαβέσθαι. Ἐπειδὴ δὲ οὐ συνῆκαν τὰ λεγό-μενα, εἴασεν αὐτοὺς λοιπόν. Καὶ προσέρχονται οἱ μαθηταὶ αὐτοῦ ἐρωτῶντες περὶ τῆς παραβολῆς τῶν ζιζανίων· καίτοιγε ἔστιν ὅπου βουλόμενοι μαθεῖν καὶ δεδοικότες ἐρωτῆσαι. Πόθεν οὖν ἐνταῦθα γέγονεν αὐ-τοῖς ἡ παῤῥησία; Ἤκουσαν, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐθάῤ-ῥησαν. Διὸ καὶ ἰδίᾳ ἐρωτῶσιν, οὐ τῷ πλήθει βασκαί-νοντες, ἀλλὰ τὸν τοῦ Δεσπότου τηροῦντες νόμον. Τούτοις γὰρ, φησὶν, οὐκ ἐδόθη. Καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες παραβολὴν, περὶ ταύτης πυνθάνονται; Ὡς σαφεστέρας ἐκείνας ἀφῆκαν· ταύτην δὲ, ὡς ἔχουσαν συγγένειαν πρὸς τὴν προειρημένην, καὶ πλέον τι ἐνδεικνυμένην ἐκείνης, μαθεῖν ἠβουλήθησαν. Οὐδὲ γὰρ ἂν ἐκ δευτέρου τὴν αὐτὴν εἶπεν ἐπιθυμοῦσι μαθεῖν· καὶ γὰρ ἑώρων πολλὴν ἐξ αὐτῆς ἐμφαινομένην
PG 58:482τὴν ἀπειλήν. Διὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ καὶ ἀνα-πληροῖ τὰ εἰρημένα. Καὶ ὅπερ ἔλεγον ἀεὶ, ὅτι τὰς παραβολὰς οὐ κατὰ τὴν ῥῆσιν ἐπεξιέναι δεῖ, ἐπεὶ πολλὰ τὰ ἄτοπα ἕψεται· τοῦτο καὶ αὐτὸς ἐνταῦθα παιδεύων ἡμᾶς, οὕτως ἐξηγεῖται τὴν παραβολήν. Οὐδὲ γὰρ λέγει, τίνες εἰσὶν οἱ δοῦλοι οἱ προσελθόντες· ἀλλὰ δεικνὺς ὅτι ἀκολουθίας τινὸς ἕνεκεν αὐτοὺς παρείληφε, καὶ τοῦ δια-πλάσαι τὴν εἰκόνα, ἐκεῖνο ἀφεὶς τὸ μέρος, τὰ κατ-επείγοντα ἑρμηνεύει καὶ συνέχοντα μάλιστα, καὶ δι’ ἃ ἡ παραβολὴ εἴρηται, δεικνὺς ἑαυτὸν ὄντα κριτὴν καὶ κύριον τοῦ παντός. Καὶ ἀποκριθεὶς, φησὶν, εἶπεν αὐ-τοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπεί-ρων αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, ἔστιν ἡ συντέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀπο-στελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὅταν γὰρ αὐτὸς ᾖ ὁ σπείρων, καὶ τὸν ἀγρὸν τὸν ἑαυτοῦ, καὶ ἐκ τῆς βασιλείας τῆς ἑαυτοῦ συνάγῃ, εὔδηλον ὅτι καὶ ὁ παρὼν κόσμος αὐτοῦ ἐστι. Σκόπει δὲ αὐτοῦ φιλανθρωπίαν ἄφατον, καὶ τὸ πρὸς εὐεργεσίαν ἐπιῤῥεπὲς, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριω-μένον. Ὅταν μὲν γὰρ σπείρῃ, δι’ ἑαυτοῦ σπείρει, ὅταν δὲ κολάζῃ, δι’ ἑτέρων, τουτέστι, τῶν ἀγγέλων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Οὐκ ἐπειδὴ οὕτω μόνον, ἀλλ’ ἐπειδὴ τούτου τοῦ ἄστρου φανότερον οὐκ ἴσμεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασι. Καίτοιγε ἀλλα-χοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅταν λέγῃ περὶ τῶν Σαμαρειτῶν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερι-
PG 58:483σμὸν ἤδη, καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐρ-γάται ὀλίγοι. Πῶς οὖν ἐκεῖ μὲν ἤδη τὸν θερισμὸν παρ-εῖναί φησιν, ἐνταῦθα δὲ μέλλειν τὸν θερισμὸν εἶπε; Κατ’ ἄλλο σημαινόμενον. Καὶ πῶς ἀλλαχοῦ εἰπὼν, Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων, ἐνταῦθα ἑαυτόν φησιν εἶναι τὸν σπείροντα; Ὅτι κἀκεῖ οὐχ ἑαυτῷ, ἀλλὰ προφήταις ἀποστόλους ἀντιδιαστέλλων ἔλεγε, καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ Σαμαρειτῶν. Καὶ γὰρ καὶ διὰ τῶν προ-φητῶν αὐτὸς ἔσπειρεν. Ἔστι δὲ ὅπου καὶ θερισμὸν καὶ σπό-ρον αὐτὸ τοῦτο καλεῖ, πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων. β. Ὅταν μὲν γὰρ τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν ὑπ-ακουσάντων λέγῃ, θερισμὸν τὸ πρᾶγμα καλεῖ, ὡς τὸ πᾶν ἀπαρτίσας· ὅταν δὲ τὸν καρπὸν ἐπιζητῇ τῆς ἀκροά-σεως, σπόρον· καὶ θερισμὸν τὴν συντέλειαν λέγει. Καὶ πῶς ἀλλαχοῦ φησιν, ὅτι πρῶτοι οἱ δίκαιοι ἁρπά-ζονται; Ἁρπάζονται μὲν γὰρ πρῶτοι, παραγενομένου δὲ τοῦ Χριστοῦ παραδίδονται οὗτοι κολάσει, καὶ τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται ἐκεῖνοι. Ἐπειδὴ γὰρ ἐν οὐρανῷ δεῖ αὐτοὺς εἶναι, ἐνταῦθα δὲ αὐτὸς ἥξει καὶ κρινεῖ πάντας ἀνθρώπους, δοὺς τὴν ἀπόφασιν τούτοις, καθάπερ τις βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοὺς ἄγων. Εἶδες διπλῆν τὴν κόλασιν οὖσαν, τῷ τε κατακαίεσθαι, τῷ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης; Ἀλλὰ τίνος ἕνεκεν λοιπὸν, ἀναχωρησάντων ἐκείνων, καὶ αὐτοῖς ἐν παρα-
βολαῖς λαλεῖ; Σοφώτεροι ἐκ τῶν εἰρημένων ἐγένοντο, ὡς καὶ συνιέναι. Ἀμέλει γοῦν λέγει αὐτοῖς μετὰ ταῦ-τα, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Οὕτω μετὰ τῶν ἄλλων καὶ τοῦτο κατώρθωσεν ἡ παραβολὴ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι. Τί οὖν φησι πάλιν; Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι κα-λοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργα-ρίτην, ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Ὥσπερ ἐκεῖ ὁ κόκκος τοῦ σινάπεως καὶ ἡ ζύμη μικράν τινα ἔχουσι πρὸς ἀλλήλας διαφοράν· οὕτω δὴ καὶ ἐνταῦθα αἱ δύο παραβολαὶ αὗται, ἥ τε τοῦ θησαυροῦ καὶ ἡ τοῦ μαργαρίτου. Καὶ γὰρ τοῦτο δι’ ἀμφοτέρων αἰνίττεται, ὅτι δεῖ τὸ κήρυγμα πάντων προτιμᾷν. Κἀ-κείνη μὲν ἡ τῆς ζύμης καὶ τοῦ σινάπεως πρὸς τὴν δύναμιν εἴρηται τοῦ κηρύγματος, καὶ ὅτι περιέσται τῆς οἰκουμένης πάντως· αὗται δὲ τὸ τίμιον καὶ πολυτελὲς ἐμφαίνουσιν. Ἐκτείνεται μὲν γὰρ ὡς σίνηπι, καὶ περι-γίνεται ὡς ζύμη, πολυτελὴς δέ ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν εὐπορίαν ὡς θησαυρός. Οὐ δὴ τοῦτο μόνον ἔστι μαθεῖν, ὅτι πάντα δεῖ τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι· ἀλλ’ ὅτι καὶ μετὰ χαρᾶς τοῦτο δεῖ ποιεῖν· καὶ ἀποκτώμενον τὰ ὄντα δεῖ εἰδέναι, ὅτι τὸ πρᾶγμα ἐμπορία ἐστὶν, οὐχὶ ζημία. Ὁρᾷς πῶς κέκρυπται καὶ ἐν τῷ κόσμῳ τὸ κήρυγμα, καὶ ἐν τῷ κηρύγματι τὰ ἀγαθά; Κἂν μὴ πωλήσῃς πάντα, οὐκ ἀγοράζεις· κἂν μὴ ψυχὴν τοιαύτην ἔχῃς, μεμεριμνημένην καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις. Δύο
PG 58:484τοίνυν δεῖ προσεῖναι, καὶ τὸ τῶν βιωτικῶν ἀπέχεσθαι, καὶ τὸ ἐγρηγορότα εἶναι. Ζητοῦντι γὰρ, φησὶ, κα-λοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον, πέπρακε πάντα, καὶ ἠγόρασεν αὐτόν. Μία γάρ ἐστιν ἡ ἀλήθεια, καὶ οὐ πολυσχιδής. Καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ, τοῖς δὲ λοιποῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος, οἱ μὲν αὐτὸ κατέχοντες ἴσασιν, ὅτι πλουτοῦσιν, οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον, καὶ τὸν πλοῦτον ἡμῶν ἀγνοοῦσιν. Εἶτα ἵνα μὴ θαῤῥῶμεν τῷ κηρύγματι μόνον, μηδὲ ἀρκεῖν τὴν πίστιν μόνην νομίζωμεν εἰς σωτη-ρίαν ἡμῖν, λέγει καὶ ἑτέραν φοβερὰν παραβολήν. Ποίαν δὴ ταύτην; Τὴν τῆς σαγήνης. Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν, ὅτε ἐπληρώθη, ἀνενέγκαντες, εἰς τὸν αἰγια-λὸν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. Καὶ τί διέστηκεν αὕτη τῆς τῶν ζιζανίων παραβολῆς; Καὶ γὰρ ἐκεῖ οἱ μὲν σώζονται, οἱ δὲ ἀπόλλυνται· ἀλλ’ ἐκεῖ διὰ πονηρῶν δογμάτων αἵρεσιν· καὶ οἱ πρὸ τούτου δὲ, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ, διὰ βίου πονηρίαν· οἳ πάντων εἰσὶν ἀθλιώτεροι, τῆς μὲν γνώσεως ἐπιτυ-χόντες καὶ ἁλιευθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. Καίτοιγε ἀλλαχοῦ φησιν, ὅτι αὐτὸς ἀφορίζει ὁ ποιμὴν, ἐνταῦθα δὲ τοὺς ἀγγέλους τοῦτο ποιεῖν φη-σιν, καὶ ἐπὶ τῶν ζιζανίων. Τί οὖν ἐστι; Ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται, ποτὲ δὲ ὑψηλότερον. Καὶ ταύτην οὐδὲ ἐρωτηθεὶς τὴν παραβολὴν ἑρμηνεύει, ἀλλ’ αὐτομάτως ἀπὸ τοῦ μέρους αὐτὴν ἐγνώρισε, καὶ τὸν φόβον ηὔξησεν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἀκίνδυνον εἶναι νομίσῃς τὴν ἀπώλειαν, διὰ τῆς ἑρμηνείας ἔδειξε τὴν κόλασιν, εἰπὼν, ὅτι Εἰς κά-μινον βαλοῦσι· καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τὴν ὀδύνην ἄῤῥητον οὖσαν ἐνέφηνεν. Εἶδες πόσαι τῆς ἀπωλείας αἱ ὁδοί; Ἡ διὰ τῆς πέτρας, ἡ διὰ τῶν ἀκαν-θῶν, ἡ διὰ τῆς ὁδοῦ, ἡ διὰ τῶν ζιζανίων, ἡ διὰ τῆς σαγήνης. Οὐκ ἄρα ἀπεικότως ἔλεγεν, ὅτι Εὐρεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ ἀπερχόμενοι δι’ αὐτῆς. Ταῦτα τοίνυν εἰπὼν, καὶ εἰς τὸ φοβερὸν κατακλείσας τὸν λόγον, καὶ πλείονα ταῦτα δείξας (μᾶλλον γὰρ αὐτοῖς ἐνδιέτριψε), φησί· Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Εἶτα ἐπειδὴ συνῆκαν, πάλιν αὐτοὺς ἐπαινεῖ λέ-γων· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Διὸ καὶ ἀλλαχοῦ φησιν· Ἀποστελῶ ὑμῖν σοφοὺς καὶ γραμματέας. γ. Εἶδες πῶς οὐκ ἐκκλείει τὴν Παλαιὰν, ἀλλὰ καὶ ἐγκωμιάζει καὶ δημηγορεῖ, θησαυρὸν αὐτὴν καλῶν; Ὥστε ὅσοι τῶν θείων εἰσὶν ἄπειροι Γραφῶν, οὐκ ἂν εἶεν οἰκοδεσπόται, ὅσοι μήτε αὐτοὶ ἔχουσι, μήτε παρ’ ἑτέρων λαμβάνουσιν, ἀλλὰ περιορῶσι ἑαυτοὺς λιμῷ φθειρομέ-νους. Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ ἐκτόσ
PG 58:485εἰσι τοῦ μακαρισμοῦ τούτου. Οὐ γὰρ ἐκβάλλουσι καινὰ καὶ παλαιά. Οὐδὲ γὰρ ἔχουσι τὰ παλαιὰ, διὸ οὐδὲ καινά· ὥσπερ οὖν οἱ καινὰ οὐκ ἔχοντες, οὐδὲ παλαιὰ ἔχου-σιν, ἀλλ’ ἑκατέρων ἐστέρηνται· ταῦτα γὰρ ἀλλή-λοις συνδέδεται καὶ συμπλέκεται. Ἀκούσωμεν τοίνυν ὅσοι τῆς τῶν Γραφῶν ἀμελοῦμεν ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν. Πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιληψόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νό-μους εἰδότες καθ’ οὓς πολιτεύεσθαι χρή; Ἀλλ’ οἱ μὲν πλουτοῦντες, οἱ περὶ χρήματα μεμηνότες, συνεχῶς τι-νάσσουσιν αὐτῶν τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· σὺ δὲ σητὸς χαλεπώτερον ὁρῶν τὴν λήθην λυμαινομένην σου τὴν ψυχὴν, οὐκ ἐντυγχάνεις βιβλίοις, οὐ διακρούῃ τὴν λύμην, οὐ καλλωπίζεις σου τὴν ψυχὴν, οὐκ ἐπισκοπεῖς συνεχῶς τὴν εἰκόνα τῆς ἀρετῆς, καὶ τὰ μέλη αὐτῆς καταμανθάνεις καὶ τὴν κε-φαλήν; Καὶ γὰρ καὶ κεφαλὴν ἔχει, καὶ μέλη παντὸς σώματος εὐειδοῦς καὶ καλοῦ εὐπρεπέστερα. Τίς οὖν ἡ κεφαλὴ, φησὶ, τῆς ἀρετῆς; Ἡ ταπεινοφροσύνη. Διὸ καὶ ἀπ’ αὐτῆς ἄρχεται ὁ Χριστὸς λέγων· Μακάριοι οἱ πτωχοί. Αὕτη ἡ κεφαλὴ οὐ κόμας ἔχει καὶ βοστρύχους, ἀλλὰ κάλλος τοιοῦτον, οἷον τὸν Θεὸν ἐπισπάσασθαι. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πραεῖς τῆς γῆς. Καὶ, Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν. Αὕτη ἡ κεφαλὴ, ἀντὶ τριχῶν καὶ κόμης, θύματα φέρει τῷ Θεῷ κεχαρισμένα. Βωμός ἐστι χρυσοῦς, καὶ θυσια-στήριον πνευματικόν· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Αὕτη ἐστὶν ἡ τῆς σοφίας μήτηρ. Ἂν ταύτην ἔχῃ τις, καὶ τὰ λοιπὰ ἕξει. Εἶδες κεφαλὴν, οἵαν οὐδέποτε εἶδες; Βούλει καὶ τὸ πρόσωπον ἰδεῖν, μᾶλλον δὲ μαθεῖν; Οὐκοῦν μάθε τέως αὐτοῦ τὸ χρῶμα τὸ ἐρυθρὸν καὶ εὐανθὲς καὶ πολλὴν ἔχον τὴν χάριν, καὶ μάθε πόθεν συνίσταται. Πόθεν οὖν συνίσταται; Ἀπὸ τοῦ αἰσχύνε-σθαι καὶ ἐρυθριᾷν. Διὸ καί τίς φησι· Πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Τοῦτο καὶ τῶν ἄλλων μελῶν πολὺ καταχεῖ τὸ κάλλος. Κἂν μυρία μίξῃς χρώματα, οὐκ ἐργάσῃ τοιαύτην ὥραν. Εἰ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἰδεῖν βούλει, ὅρα κοσμιότητι καὶ σωφροσύνῃ μετὰ ἀκριβείας ὑπογεγραμμένους. Διὸ καὶ οὕτω καλοὶ καὶ ὀξυδερκεῖς γίνονται, ὡς καὶ αὐτὸν τὸν Κύριον ὁρᾷν. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν
ὄψονται. Στόμα δὲ αὐτῆς, σοφία καὶ σύνεσις, καὶ τὸ πνευματικοὺς ὕμνους εἰδέναι. Καρδία δὲ, Γραφῶν ἐμ-πειρία, καὶ δογμάτων ἀκριβῶν διατήρησις, καὶ φιλαν-θρωπία, καὶ χρηστότης. Καὶ καθάπερ ταύτης ἄνευ οὐκ ἔνι ζῆσαι, οὐδὲ ἐκείνης χωρὶς σωθῆναι ἔνι ποτέ. Καὶ γὰρ ἐκεῖθεν πάντα τίκτεται τὰ καλά. Εἰσὶν αὐτῇ καὶ πόδες καὶ χεῖρες, τῶν ἀγαθῶν ἔργων αἱ ἐπιδείξεις· ἔστιν αὐτῇ καὶ ψυχὴ, ἡ εὐσέβεια· ἔστιν αὐτῇ καὶ στῆθος χρυσοῦν καὶ ἀδάμαντος στεῤῥότερον, ἡ ἀνδρεία· καὶ πάντα ἁλῶναι εὔκολον, ἢ τοῦτο διαῤῥαγῆναι τὸ στῆθος. Τὸ δὲ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ, ἡ ἀγάπη ἐστί. δ. Βούλει καὶ ἐπ’ αὐτῶν τῶν ἔργων δείξω σοι τὴν εἰκόνα; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν εὐαγγελιστήν· καίτοι οὐ πάντα αὐτοῦ τὸν βίον ἀνάγραπτον ἔχομεν, ἀλλ’ ὅμως καὶ ἐξ ὀλίγων ἔνεστιν αὐτοῦ τὴν εἰκόνα ἰδεῖν διαλάμπουσαν. Ὅτι μὲν ταπεινὸς καὶ συντετριμ-μένος ἦν, ἄκουσον μετὰ τὸ Εὐαγγέλιον τελώνην ἑαυτὸν καλοῦντα· ὅτι δὲ καὶ ἐλεήμων, ὅρα πάντα ἀποδυσάμε-
PG 58:486νον καὶ ἀκολουθήσαντα τῷ Ἰησοῦ· ὅτι δὲ καὶ εὐσεβὴς, δῆλον ἀπὸ τῶν δογμάτων. Καὶ τὴν σύνεσιν δὲ αὐτοῦ ἀφ’ οὗ συνέθηκεν Εὐαγγελίου ῥᾴδιον ἔστιν ἰδεῖν, καὶ τὴν ἀγάπην· τῆς γὰρ οἰκουμένης ἐπεμελήσατο· καὶ τὴν τῶν ἔργων τῶν ἀγαθῶν ἐπίδειξιν ἀπὸ τοῦ θρόνου ἐφ’ οὗ μέλλει καθεδεῖσθαι· καὶ τὴν ἀνδρείαν δὲ, ἐξ ὧν χαίρων ὑπέστρεψεν ἀπὸ προσώπου τοῦ συνεδρίου. Ζηλώ-σωμεν τοίνυν τὴν ἀρετὴν ταύτην, καὶ μάλιστα πάντων τὴν ταπεινοφροσύνην καὶ ἐλεημοσύνην, ὧν ἄνευ σωθῆναι οὐκ ἔνι. Καὶ δηλοῦσιν αἱ πέντε παρθένοι, καὶ μετ’ ἐκεί-νων ὁ Φαρισαῖος. Χωρὶς μὲν γὰρ παρθενίας δυνατὸν ἰδεῖν· χωρὶς δὲ ἐλεημοσύνης ἀμήχανον· τῶν γὰρ ἀναγκαίων τοῦτό ἐστι καὶ συνεχόντων τὸ πᾶν. Οὐκ ἄρα ἀπεικότως καρδίαν αὐτὸ κεκλήκαμεν ἀρετῆς. Ἀλλ’ ἡ καρδία αὕτη, ἐὰν μὴ πᾶσι χορηγῇ πνεῦμα, ταχέως σβέννυται. Ὥσπερ οὖν καὶ ἡ πηγὴ, ἐὰν συνέχῃ τὰ νάματα παρ’ ἑαυτῇ, σήπεται· οὕτω καὶ οἱ πλουτοῦντες, ὅταν παρ’ ἑαυτοῖς τὰ ὄντα κατέχωσι. Διὰ τοῦτο καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, Πολλὴ ἡ σῆψις τοῦ πλούτου παρὰ τῷ δεῖνι· καὶ οὐ λέγομεν, Πολλὴ ἡ ἀφθονία, πολὺς ὁ θη-σαυρός. Καὶ γὰρ σῆψίς ἐστιν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ καὶ αὐτοῦ τοῦ πλούτου. Καὶ γὰρ τὰ ἱμάτια κείμενα φθείρεται, καὶ τὸ χρυσίον ἰοῦται, καὶ ὁ σῖτος διαβιβρώ-σκεται· καὶ ἡ ψυχὴ δὲ τοῦ ταῦτα ἔχοντος τούτων ἁπάν-των μᾶλλον ταῖς φροντίσι καὶ ἰοῦται καὶ σήπεται. Κἂν ἐθέλῃς φιλαργύρου ψυχὴν εἰς τὸ μέσον ἐξενεγκεῖν καθά-περ ἱμάτιον ὑπὸ μυρίων βρωθὲν σκωλήκων, καὶ οὐκ ἔχον οὐδὲν ὑγιὲς, οὕτως εὑρήσεις διατετρυπημένην πάντοθεν αὐτὴν ὑπὸ φροντίδων, ὑπὸ τῶν ἁμαρτημάτων σεση-πυῖαν, ἰωμένην. Ἀλλ’ οὐχὶ τοῦ πένητος τοιαύτη, τοῦ πένητος τοῦ ἑκόντος· ἀλλ’ ἀποστίλβει μὲν ὡς χρυσίον, λάμπει δὲ ὥσπερ μαργαρίτης, ἀνθεῖ δὲ ὥσπερ ῥόδον. Οὐ γάρ ἐστιν ἐκεῖ σὴς, οὐκ ἔστιν ἐκεῖ κλέπτης, οὐκ ἔστι φροντὶς βιωτική· ἀλλ’ ὡς ἄγγελοι, οὕτω πολιτεύονται. Βούλει τῆς ψυχῆς ταύτης τὸ κάλλος ἰδεῖν; βούλει τῆς πενίας τὸν πλοῦτον καταμαθεῖν; Οὐκ ἐπιτάττει ἀνδρά-σιν, ἀλλὰ δαίμοσιν ἐπιτάττει· οὐ παρίσταται βασιλεῖ, ἀλλὰ παρέστηκε Θεῷ· οὐ στρατεύεται μετὰ ἀνθρώπων, ἀλλὰ στρατεύεται μετὰ ἀγγέλων· οὐκ ἔχει κιβώτια δύο καὶ τρία καὶ εἴκοσιν, ἀλλὰ τοιαύτην εὐπορίαν, ὡς τὸν κόσμον ἅπαντα μηδὲν εἶναι νομίζειν. Οὐκ ἔχει θησαυρὸν, ἀλλὰ τὸν οὐρανόν· οὐ δεῖται δούλων, μᾶλλον δὲ ἔχει δούλους τὰ πάθη, ἔχει δούλους τοὺς βασιλέων κρατοῦντας λογισμούς. Ὁ γὰρ ἐπιτάττων τῷ τὴν ἁλουρ-γίδα περικειμένῳ, οὗτος αὐτὸν κατέπτηχεν ὁ λογισμὸς, καὶ ἀντιβλέψαι οὐ τολμᾷ. Βασιλείαν δὲ καὶ χρυσὸν καὶ πάντα τὰ τοιαῦτα, καθάπερ παίδων ἀθύρματα γελᾷ, καὶ καθάπερ τροχοὺς καὶ ἀστραγάλους καὶ κεφαλὰς καὶ σφαίρας, οὕτω ταῦτα πάντα ἡγεῖται εἶναι εὐκατα-φρόνητα. Ἔχει γὰρ κόσμον, ὃν οὐδὲ ἰδεῖν οἱ ἐν τούτοις παίζοντες δύνανται. Τί τοίνυν τοῦ πένητος τούτου βέλ-τιον γένοιτ’ ἄν; Ἔδαφος γοῦν ἔχει τὸν οὐρανόν. Εἰ δὲ τὸ ἔδαφος τοιοῦτον, ἐννόησον τὸν ὄροφον. Ἀλλ’ οὐκ ἔχει ἵππους καὶ ὀχήματα; Τί γὰρ αὐτῷ τούτων χρεία, τῷ μέλλοντι ἐπὶ τῶν νεφελῶν ὀχεῖσθαι, καὶ μετὰ τοῦ Χριστοῦ εἶναι; Ταῦτ’ οὖν ἐννοήσαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, καὶ τὴν ἀνάλω-τον εὐπορίαν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπι-τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.

Homily XLVIIIHomilia XLVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:487ΟΜΙΛΙΑ ΜΗ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. α. Τίνος ἕνεκεν εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελ-λεν ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψω-θεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων καθυφίησιν, ὥστε μὴ εἰς πλείονα αὐτοὺς φθόνον ἐκκαῦσαι, μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπι-τεινομένης· διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν. Οἱ γὰρ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, οὗτοι δὲ τοὐναντίον ἐξευτελίζουσιν αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· καίτοιγε πολλὰ τούτων παρα-δείγματα ἔχοντες τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότες παῖδας. Καὶ γὰρ ὁ Δαυὶ̈δ εὐτελοῦς τινος ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ ὁ Ἀμὼς αἰπόλου παῖς καὶ αὐτὸς αἰπόλος· καὶ ὁ Μωϋσῆς δὲ ὁ νομοθέτης σφόδρα αὐτοῦ ἀποδέοντα ἔσχε πατέρα. Δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι τοιούτων ὢν τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ, ὅτι οὐκ ἐξ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· οἱ δὲ ἀφ’ ὧν ἔδει θαυμάζειν, ἀπὸ τούτων καταφρονοῦσι. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπιχωριάζει, ἵνα μὴ διαπαντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος αὐτοῦ μᾶλλον κατηγορήσωσιν, ὡς ἀποσχίζοντος καὶ τῇ πολιτείᾳ μαχο-μένου. Ἐκπληττόμενοι τοίνυν καὶ ἐν ἀπορίᾳ ὄντες ἔλε-γον· Πόθεν αὕτη ἡ σοφία τούτῳ, καὶ αἱ δυνάμεις; ἤτοι τὰ σημεῖα δυνάμεις καλοῦντες, ἢ καὶ αὐτὴν τὴν σοφίαν. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐκοῦν μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ ἔκπληξις. Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι παρ’ ἡμῖν εἰσι; Πόθεν τούτῳ ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῇ Ναζαρὲτ διελέγετο; Οὐχὶ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνά εἰσι; Καὶ τί τοῦτο; Ἐντεῦθεν γὰρ ὑμᾶς μάλιστα εἰς πίστιν ἐνάγεσθαι ἔδει. Ἀλλὰ γὰρ πονηρὸν ὁ φθόνος, καὶ ἑαυτῷ περιπίπτει πολλάκις. Ἃ γὰρ ἦν παράδοξα καὶ θαυμαστὰ, καὶ ἱκανὰ αὐτοὺς ἐφελκύσασθαι, ταῦτα ἐκείνους ἐσκανδάλιζε. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Οὐκ ἔστι προφήτης, φη-σὶν, ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ
αὐτοῦ. Καὶ οὐκ ἐποίησε, φησὶ, δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ δὲ Λουκᾶς φησι· Καὶ οὐκ ἐποίη-σεν ἐκεῖ σημεῖα πολλά. Καίτοι ποιῆσαι εἰκὸς ἦν. Εἰ γὰρ τὸ θαυμάζεσθαι αὐτῷ προεχώρει (καὶ γὰρ καὶ τότε ἐθαυμάζετο), τίνος ἕνεκεν οὐκ ἐποίησεν; Ὅτι οὐ πρὸς ἐπίδειξιν ἔβλεπε τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὸ ἐκείνοις συμφέ-ρον. Τούτου τοίνυν μὴ προχωροῦντος, παρεῖδε τὸ ἑαυτοῦ, ὥστε μὴ τὴν κόλασιν αὐτοῖς αὐξῆσαι. Καίτοι ὅρα μετὰ πόσον πρὸς αὐτοὺς ἦλθε χρόνον, καὶ πόσην σημείων
PG 58:488ἐπίδειξιν· ἀλλ’ οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλὰ πάλιν ἐξ-εκαίοντο τῷ φθόνῳ. Τίνος οὖν ἕνεκεν καὶ ὀλίγα ἐποίησε σημεῖα; Ἵνα μὴ λέγωσιν· Ἰατρὲ, θεράπευσον σεαυ-τόν· ἵνα μὴ λέγωσι, Πολέμιος ἡμῖν ἐστι καὶ ἐχθρὸς, καὶ τοὺς οἰκείους ὑπερορᾷ· ἵνα μὴ λέγωσιν, ὅτι Εἰ ἐγεγόνει σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν. Διὰ τοῦτο καὶ ἐποίησε, καὶ ἐπέσχε· τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἵνα μὴ ἐκείνους μειζόνως κατακρίνῃ. Ἐννόησον δὲ τῶν λεγομένων τὴν δύναμιν, ὅπου γε καὶ ὑπὸ φθό-νου κατεχόμενοι ὁμοίως ἐθαύμαζον. Ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἔργων οὐ τὸ γινόμενον μέμφονται, ἀλλ’ αἰτίας πλάτ-τουσιν οὐκ οὔσας, λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· οὕτω καὶ ἐνταῦθα, οὐ τὴν διδασκαλίαν αἰτιῶνται, ἀλλ’ ἐπὶ τὴν εὐτέλειαν καταφεύγουσι τοῦ γένους. Σὺ δέ μοι σκόπει τὴν ἐπιείκειαν τοῦ Διδασκάλου, πῶς αὐτοὺς οὐχ ὑβρίζει, ἀλλὰ μετὰ πολλῆς τῆς ἡμερό-τητός φησιν· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προς-έθηκε, Καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ἐμοὶ δοκεῖ καὶ τοὺς ἀδελφοὺς αἰνιττόμενος τοὺς ἑαυτοῦ τοῦτο προστεθεικέναι. β. Ἐν δὲ τῷ Λουκᾷ καὶ παραδείγματα τούτου τίθησι λέγων, ὅτι οὐδὲ Ἠλίας ἦλθε πρὸς τοὺς οἰκείους, ἀλλὰ πρὸς τὴν ἀλλόφυλον χήραν· οὐδὲ παρ’ Ἐλισσαίου ἄλλος τις ἐθεραπεύθη λεπρὸς, ἀλλ’ ἢ ὁ ἀλλόφυλος Νεεμάν· Ἰσραηλῖται δὲ οὔτε εὖ ἔπαθον, οὔτε εὖ ἐποίησαν, ἀλλ’ οἱ ξένοι. Ταῦτα δὲ λέγει, πανταχοῦ δεικνὺς τὴν πονηρὰν αὐτῶν συνήθειαν, καὶ ὅτι οὐδὲν ἐπ’ αὐτοῦ γίνεται και-νόν. Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τε-τράρχης τὴν ἀκοὴν Ἰησοῦ. Ὁ γὰρ βασιλεὺς Ἡρώδης ὁ τούτου πατὴρ τετελευτηκὼς ἦν, ὁ τὰ παιδία ἀνελών. Οὐχ ἁπλῶς δὲ τὸν καιρὸν ἐπισημαίνεται ὁ εὐαγγε-λιστὴς, ἀλλ’ ἵνα μάθῃς τὸν τῦφον τοῦ τυράννου καὶ τὴν ὀλιγωρίαν. Οὐδὲ γὰρ ἐν προοιμίοις ἔμαθε τὰ κατ’ αὐτὸν, ἀλλὰ μετὰ χρόνον ἄπειρον. Τοιοῦτοι γὰρ οἱ ἐν δυνα-στείαις καὶ πολὺν τὸν ὄγκον περιβεβλημένοι· ὀψὲ ταῦτα μανθάνουσι, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον. Σὺ δέ μοι σκόπει ἡλίκον ἡ ἀρετή· ὅτι καὶ τετελευτη-κότα αὐτὸν δέδοικε, καὶ ὑπὸ τοῦ φόβου καὶ περὶ ἀνα-στάσεως φιλοσοφεῖ. Εἶπε γὰρ, φησὶ, τοῖς παισὶν αὐ-τοῦ· Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα· οὗτος ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Εἶδες τὸν φόβον ἐπιτε-ταμένον; Οὐδὲ γὰρ τότε ἐξειπεῖν ἐτόλμησεν ἔξω, ἀλλὰ καὶ τότε τοῖς οἰκέταις λέγει τοῖς ἑαυτοῦ. Ἀλλ’ ὅμως καὶ αὕτη ἡ δόξα στρατιωτικὴ καὶ παράλογος. Καὶ γὰρ καὶ πολλοὶ ἀνέστησαν ἀπὸ νεκρῶν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο. Δοκεῖ δέ μοι καὶ φιλοτιμίας εἶναι καὶ φόβου τὰ ῥήματα. Τοιοῦτον γὰρ αἱ ἄλογοι ψυχαί· ἐναντίων μίξιν δέχονται παθῶν πολλάκις. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι οἱ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἠλίας, ἢ Ἱερεμίας, ἢ τῶν προφητῶν εἷς τῶν ἀρχαίων· οὗτος δὲ, ὡς δή τι τῶν ἄλλων σοφώτερον λέγων, τοῦτο εἴρηκεν. Εἰκὸς δὲ αὐτὸν πρότερον μὲν πρὸς τοὺς λέγοντας αὐτὸν εἶναι τὸν Ἰωάννην (πολλοὶ γὰρ καὶ τοῦτο ἔλεγον) ἀρνεῖσθαι, καὶ λέγειν, ὅτι Ἐγὼ αὐτὸν ἀπέκτεινα, φιλοτιμούμενον καὶ ἐναβρυ-νόμενον. Τοῦτο γὰρ καὶ ὁ Μάρκος καὶ ὁ Λουκᾶς φησιν, ὅτι ἔλεγεν, ὅτι Ἐγὼ Ἰωάννην ἀπεκεφάλισα. Τῆς δὲ φήμης ἀρθείσης, λοιπὸν καὶ αὐτὸς τὰ αὐτὰ λέγει τοῖσ
PG 58:489πολλοῖς. Εἶτα καὶ τὴν ἱστορίαν ἡμῖν ὁ εὐαγγελιστὴς διηγεῖται. Καὶ τί δήποτε οὐ προηγουμένως αὐτὴν εἰς-ήγαγεν; Ὅτι καὶ ἡ πᾶσα πραγματεία αὐτοῖς, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν· καὶ οὐδὲν ἐποιοῦντο τούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντε-λεῖν ἔμελλεν. Οὐκοῦν οὐδ’ ἂν νῦν ἐμνημόνευσαν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστὸν, καὶ διὰ τὸ λέγειν Ἡρώ-δην, ὅτι ἀνέστη ἐκεῖνος. Ὁ δὲ Μάρκος φησὶν, ὅτι σφό-δρα ἐτίμα τὸν ἄνδρα ὁ Ἡρώδης, καὶ ταῦτα ἐλεγχό-μενος. Τοσοῦτόν ἐστιν ἡ ἀρετή. Εἶτα διηγούμενος οὕτω φησίν· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν, καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Καὶ τίνος ἕνεκεν οὐδὲν ἐκείνῃ διαλέγεται, ἀλλὰ τῷ ἀνδρί; Ὅτι κυριώτερος οὗτος ἦν. Ὅρα δὲ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγο-ρίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον, ἢ κατηγορίαν εἰσάγων. Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρώδου, φησὶν, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὢ συμπόσιον διαβολικόν ὢ θέατρον σατανικόν ὢ παράνομος ὄρχησις, καὶ μισθὸς ὀρχήσεως παρανομώτερος Φόνος γὰρ ὁ πάντων φόνων ἐναγέστερος ἐτολμᾶτο, καὶ ὁ στεφανοῦσθαι καὶ ἀνακη-ρύττεσθαι ἄξιος ἐν τῷ μέσῳ κατεσφάττετο· καὶ τὸ τῶν δαιμόνων τρόπαιον ἐπὶ τῆς τραπέζης ἵστατο. Καὶ ὁ τρόπος δὲ τῆς νίκης τῶν γενομένων ἄξιος. Ὠρχή-σατο γὰρ, φησὶν, ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὅθεν μεθ’ ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἂν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, Δός μοι, φησὶν, ὧδε ἐπὶ πίνακι τὴν κεφα-λὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε, καὶ οὕτως ἤρεσεν ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν. Εἶδες πῶς ὠμός; πῶς ἀναίσθητος; πῶς ἀνόητος; Ἑαυτὸν μὲν γὰρ ὅρκῳ ὑπεύθυνον ποιεῖ· ἐκείνην δὲ κυρίαν τῆς αἰτήσεως καθ-ίστησιν. Ἐπειδὴ δὲ εἶδε τὸ κακὸν ὅτι ἐξέβη, ἐλυπήθη, φησί· καίτοιγε ἐξ ἀρχῆς ἔδησεν αὐτόν. Τίνος οὖν ἕνεκεν λυπεῖται; Τοιοῦτον ἡ ἀρετή; καὶ παρὰ τοῖς κακοῖς θαύματος καὶ ἐπαίνων ἀξία. Ἀλλ’ ὢ τῆς μαινο-μένης δέον καὶ αὐτὴν θαυμάζειν, δέον προσκυνεῖν, ὅτι ἤμυνεν ὑβριζομένῃ, ἡ δὲ καὶ συγκατασκευάζει τὸ δρᾶμα, καὶ παγίδα τίθησι, καὶ αἰτεῖ χάριν σατανικήν. Ὁ δὲ ἔδεισε διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συν-ανακειμένους. Καὶ πῶς τὸ χαλεπώτερον οὐκ ἔδεισας; Εἰ γὰρ τὸ μάρτυρας ἔχειν ἐπιορκίας ἐδεδοίκεις, πολλῷ μᾶλλον φοβηθῆναι ἐχρῆν σφαγῆς οὕτω παρανόμου μάρ-τυρας ἔχειν τοσούτους. γ. Ἐπειδὴ δὲ πολλοὺς ἡγοῦμαι καὶ τοῦ ἐγκλήματος, ὅθεν ὁ φόνος ἐτέχθη, τὴν ὑπόθεσιν ἀγνοεῖν, ἀναγκαῖον καὶ τοῦτο ἐξειπεῖν, ἵνα μάθητε τοῦ νομοθέτου τὴν σύν-εσιν. Τίς οὖν ἦν ὁ παλαιὸς νόμος, ὃν κατεπάτησε μὲν ὁ Ἡρώδης, ἐξεδίκησε δὲ ὁ Ἰωάννης; Τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τῷ ἀδελφῷ δίδοσθαι ἔδει. Ἐπειδὴ
PG 58:490γὰρ ἀπαραμύθητον κακὸν ὁ θάνατος ἦν, καὶ πάντα ὑπὲρ ζωῆς ἐπραγματεύετο, νομοθετεῖ γαμεῖν τὸν ζῶντα ἀδελ-φὸν, καὶ ἐπ’ ὀνόματι τοῦ τετελευτηκότος τὸ τικτόμενον καλεῖν παιδίον, ὥστε μὴ διαπεσεῖν τὴν οἰκίαν τὴν ἐκεί-
νου. Εἰ γὰρ μηδὲ παῖδας ἔμελλε καταλιμπάνειν ὁ τετε-λευτηκὼς, ὅπερ μεγίστη τοῦ θανάτου ἐστὶ παραμυθία, ἀνήκεστον ἔμελλεν εἶναι τὸ πένθος. Διὰ δὴ τοῦτο ἐπ-ενόησε τὴν παραψυχὴν ταύτην ὁ νομοθέτης τοῖς ἐκ φύσεως παίδων ἀπεστερημένοις, καὶ τὸ τικτόμενον ἐκέλευσεν ἐκείνῳ λογίζεσθαι. Ὄντος δὲ παιδὸς, οὐκέτι ἐφεῖτο οὗ-τος ὁ γάμος. Καὶ τίνος ἕνεκεν; φησίν· εἰ γὰρ ἑτέρῳ ἐξῆν, πολλῷ μᾶλλον τῷ ἀδελφῷ. Οὐδαμῶς. Βούλεται γὰρ ἐκ-τείνεσθαι τὴν συγγένειαν, καὶ πολλὰς εἶναι τὰς ἀφορμὰς τῆς πρὸς ἀλλήλους οἰκειώσεως. Διατί οὖν καὶ ἄπαιδος τελευτήσαντος, οὐκ ἄλλος ἐγάμει; Ὅτι οὐκ ἂν οὕτως ἐνομίσθη τοῦ ἀπελθόντος εἶναι τὸ παιδίον· νυνὶ δὲ τοῦ ἀδελφοῦ σπείροντος, πιθανὸν τὸ σόφισμα ἐγίνετο. Ἄλ-λως τε οὐδὲ ἀνάγκην εἶχεν ἕτερος τὴν οἰκίαν στῆσαι τοῦ τετελευτηκότος· οὗτος δὲ τὸ ἀπὸ τῆς συγγενείας ἐκέκτητο δικαίωμα. Ἐπεὶ οὖν ὁ Ἡρώδης παιδίον ἔχου-σαν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἔγημε, διὰ τοῦτο ἐγκαλεῖ ὁ Ἰωάννης, καὶ ἐγκαλεῖ συμμέτρως, μετὰ τῆς παῤῥη-σίας καὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμενος. Σὺ δέ μοι σκό-πει, ὅπως τὸ θέατρον ὅλον σατανικόν. Πρῶτον μὲν γὰρ ἀπὸ μέθης καὶ τρυφῆς συνειστήκει, ὅθεν οὐδὲν ἂν γέ-νοιτο ὑγιές. Δεύτερον, τοὺς θεατὰς διεφθαρμένους εἶχε, καὶ τὸν ἑστιάτορα ἁπάντων παρανομώτερον. Τρίτον, ἡ τέρψις ἡ παράλογος. Τέταρτον, ἡ κόρη, δι’ ἣν παράνο-μος ἦν ὁ γάμος, ἣν καὶ κρύπτεσθαι ἔδει, ὡς ὑβριζομένης αὐτῇ τῆς μητρὸς, ἐπεισέρχεται ἐμπομπεύουσα, καὶ πόρνας ἁπάσας ἀποκρύπτουσα ἡ παρθένος. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν εἰς κατηγορίαν συντελεῖ τῆς παρανομίας ταύτης. Ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγε, τότε τὰ παράνομα ἐκεῖνα τολμᾷ· ὅτε λῦσαι ἐχρῆν δεδεμένον, τότε σφαγὴν τοῖς δεσμοῖς προστίθησιν. Ἀκούσατε, τῶν παρθένων, μᾶλλον δὲ καὶ τῶν γεγαμημένων, ὅσαι ἐν τοῖς ἑτέρων γάμοις τοιαῦτα ἀσχημονεῖν καταδέχεσθε, ἁλλό-μεναι καὶ πηδῶσαι, καὶ τὴν κοινὴν καταισχύνουσαι φύ-σιν. Ἀκούσατε καὶ, ἄνδρες, ὅσοι τὰ πολυτελῆ συμπόσια καὶ μέθης γέμοντα διώκετε· καὶ δείσατε τοῦ διαβόλου τὸ βάραθρον. Καὶ γὰρ οὕτω κατὰ κράτος εἷλε τὸν ἄθλιον ἐκεῖνον τότε, ὡς ὀμόσαι καὶ τὰ ἡμίση δοῦναι τῆς βασι-λείας. Τοῦτο γὰρ ὁ Μάρκος φησὶν, ὅτι Ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Τοσούτου τὴν ἀρχὴν ἐτιμᾶτο τὴν ἑαυ-τοῦ, οὕτω καθάπαξ αἰχμάλωτος ὑπὸ τοῦ πάθους ἐγέ-νετο, ὡς δι’ ὄρχησιν αὐτῆς παραχωρῆσαι. Καὶ τί θαυ-μάζεις, εἰ τότε ταῦτα ἐγίνετο, ὅπου γε καὶ νῦν, μετὰ τοσαύτην φιλοσοφίαν, ὀρχήσεως ἕνεκεν τῶν μαλακιζο-μένων τούτων νέων πολλοὶ καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδι-δόασιν, οὐδὲ ἀνάγκην ἔχοντες ὅρκου; Ὑπὸ γὰρ τῆς ἡδο-νῆς αἰχμάλωτοι γινόμενοι, καθάπερ βοσκήματα ἄγον-ται, ᾗπερ ἂν ὁ λύκος σύρῃ. Ὃ δὴ καὶ τότε ἔπασχεν ὁ παραπλὴξ ἐκεῖνος, δύο τὰ ἔσχατα παραφρονήσας, τό
PG 58:491τε ἐκείνην κυρίαν ποιῆσαι οὕτω μαινομένην καὶ μεθύου-σαν τῷ πάθει, καὶ οὐδὲν παραιτουμένην· τό τε ἀνάγκῃ ὅρκου καταδῆσαι τὸ πρᾶγμα. Ἀλλ’ οὕτως ὄντος ἐκείνου παρανόμου, παρανομώτερον ἁπάντων τὸ γύναιον ἦν, καὶ τῆς κόρης καὶ τοῦ τυράννου. Καὶ γὰρ ἡ τῶν κακῶν ἁπάντων ἀρχιτέκτων καὶ τὸ πᾶν ὑφάνασα δρᾶμα αὕτη ἦν ἣν μάλιστα χάριν εἰδέναι ἐχρῆν τῷ προφήτῃ. Καὶ γὰρ ἡ θυγάτηρ αὐτῇ πεισθεῖσα καὶ ἠσχημόνησε, καὶ ὠρ-χήσατο, καὶ τὸν φόνον ᾔτησε· καὶ ὁ Ἡρώδης ὑπ’ αὐτῆς ἐσαγηνεύθη. Ὁρᾷς πῶς δικαίως ἔλεγεν ὁ Χριστός· Ὁ φι-λῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος; Εἰ γὰρ αὕτη τὸν νόμον τοῦτον ἐτήρησεν, οὐκ ἂν τοσού-τους παρέβη νόμους, οὐκ ἂν τὴν μιαιφονίαν ταύτην εἰρ-γάσατο. Τί γὰρ τῆς θηρωδίας ταύτης χεῖρον γένοιτ’ ἄν; φόνον ἐν χάριτος αἰτεῖν μέρει, φόνον παράνομον, φόνον μεταξὺ δείπνου, φόνον δημοσίᾳ καὶ ἀναισχύντως; Οὐ γὰρ ἰδίᾳ προσελθοῦσα διελέχθη περὶ τούτων, ἀλλὰ δημοσίᾳ, καὶ τὸ προσωπεῖον ῥίψασα, γυμνῇ τῇ κε-φαλῇ, καὶ τὸν διάβολον λαβοῦσα συνήγορον, οὕτω φησὶν ὅ φησι. Καὶ γὰρ ἐκεῖνος αὐτὴν καὶ εὐδοκιμῆσαι ἐποίησεν ὀρχουμένην, καὶ τὸν Ἡρώδην τότε ἑλεῖν. Ἔνθα γὰρ ὄρ-χησις, ἐκεῖ διάβολος. Οὐδὲ γὰρ εἰς τοῦτο ἔδωκεν ἡμῖν πόδας ὁ Θεὸς, ἀλλ’ ἵνα εὔτακτα βαδίζωμεν· οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα κατὰ τὰς καμήλους πηδῶμεν (καὶ γὰρ καὶ ἐκεῖναι ἀηδεῖς ὀρχούμεναι, μήτιγε δὴ γυναῖ-κες). ἀλλ’ ἵνα σὺν ἀγγέλοις χορεύωμεν. Εἰ γὰρ τὸ σῶμα αἰσχρὸν τοιαῦτα ἀσχημονοῦν, πολλῷ μᾶλλον ἡ ψυχή. Τοιαῦτα ὀρχοῦνται οἱ δαίμονες· τοιαῦτα ἐπιτωθάζουσιν οἱ τῶν δαιμόνων διάκονοι. δ. Σκόπει δὲ καὶ αὐτὴν τὴν αἴτησιν. Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Εἶδες τὴν ἀπηρυθριασμένην, τὴν ὅλην τοῦ διαβόλου γε-γενημένην; Καὶ τοῦ ἀξιώματος μέμνηται, καὶ οὐδὲ οὕ-τως ἐγκαλύπτεται, ἀλλ’ ὡς περί τινος ἐδέσματος διαλε-γομένη, οὕτω τὴν ἱερὰν ἐκείνην καὶ μακαρίαν αἰτεῖ κεφαλὴν ἐπὶ πίνακος εἰσενεχθῆναι. Καὶ οὐδὲ αἰτίαν τί-θησιν· οὐδὲ γὰρ εἶχεν εἰπεῖν· ἀλλ’ ἁπλῶς τιμηθῆναι ταῖς ἑτέρων ἀξιοῖ συμφοραῖς. Καὶ οὐκ εἶπεν, Εἰσάγαγε αὐτὸν ἐνταῦθα, καὶ κατάσφαξον· οὐδὲ γὰρ μέλλοντος τελευτᾷν τὴν παῤῥησίαν ἤνεγκεν ἄν. Καὶ γὰρ ἐδεδοίκει καὶ κατασφαττομένου τῆς φρικτῆς ἀκοῦσαι φωνῆς· οὐδὲ γὰρ ἀποτέμνεσθαι μέλλων ἐσίγησεν ἄν. Διὰ τοῦτό φησι· Δός μοι ὧδε ἐπὶ πίνακι· ἰδεῖν γὰρ ἐπιθυμῶ τὴν γλῶτταν ἐκείνην σιγῶσαν. Οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ἐπιβῆναι καὶ ἐπιτωθάσαι κειμένῳ. Ὁ δὲ Θεὸς ἠνέσχετο, καὶ οὔτε κε-ραυνὸν ἀφῆκεν ἄνωθεν, καὶ τὴν ἀναίσχυντον κατέφλεξεν ὄψιν· οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· ὁμοῦ καὶ τὸν δίκαιον μειζό-νως στεφανῶν, καὶ τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχουσι πολλὴν καταλιμπάνων παραμυθίαν. Ἀκούσωμεν τοί-νυν ὅσοι δεινὰ πάσχομεν ἐν ἀρετῇ ζῶντες παρὰ πονηρῶν ἀνθρώπων. Καὶ γὰρ καὶ τότε ὁ Θεὸς ἠνείχετο τὸν ἐν ἐρήμῳ, τὸν ἐν τῇ ζώνῃ τῇ δερματίνῃ, τὸν ἐν τριχίνῳ ἱματίῳ, τὸν προφήτην, τὸν τῶν προφητῶν μείζονα, τὸν μηδένα μείζονα ἔχοντα ἐν γεννητοῖς γυναικῶν, καὶ κατασφαγῆναι, καὶ ὑπὸ κόρης ἀκολάστου καὶ διεφθαρ-μένης πόρνης, καὶ ταῦτα νόμοις ἀμύνοντα θείοις. Ταῦτα τοίνυν λογιζόμενοι, φέρωμεν πάντα γενναίωσ
PG 58:492ὅσα ἂν πάσχωμεν. Καὶ γὰρ καὶ τότε ἡ μιαιφόνος καὶ παράνομος αὕτη, ὅσον ἀμύνασθαι ἐπεθύμησε τὸν λελυ-πηκότα, τοσοῦτον ἴσχυσε, καὶ τὸν θυμὸν ἅπαντα ἐν-έπλησε, καὶ ὁ Θεὸς συνεχώρει. Καίτοιγε πρὸς αὐτὴν οὐδὲν εἶπεν, οὐδὲ κατηγόρησεν, ἀλλὰ τῷ ἀνδρὶ μόνῳ ἐνεκάλει. Ἀλλὰ τὸ συνειδὸς πικρὸς κατήγορος ἦν. Διὸ καὶ εἰς μείζονα ἐξεβακχεύετο κακὰ, ἀλγοῦσα καὶ δα-κνομένη, καὶ κατῄσχυνεν ὁμοῦ πάντας, ἑαυτὴν, τὴν θυ-γατέρα, τὸν ἀπελθόντα ἄνδρα, τὸν ζῶντα μοιχὸν, καὶ τοῖς προτέροις ἐπηγωνίζετο. Εἰ γὰρ ἀλγεῖς, φησὶν, ὅτι μοιχεύει, ἐγὼ αὐτὸν ἐργάζομαι καὶ ἀνδροφόνον, καὶ ποιῶ σφαγέα τοῦ ἐγκαλοῦντος. Ἀκούσατε, ὅσοι πρὸς γυναϊκάς ἐστε ἐπτοημένοι παρὰ τὸ δέον. Ἀκούσατε, ὅσοι ἐπ’ ἀδήλοις ὅρκους προτείνετε, καὶ ἑτέρους κυρίους ποιεῖτε τῆς ὑμετέρας ἀπωλείας, καὶ βάραθρον ἑαυτοῖς κατορύττετε. Καὶ γὰρ καὶ οὗτος οὕτως ἀπώλετο. Καὶ γὰρ προσεδόκησεν ἀξίαν τινὰ τῶν δείπνων αὐτὴν αἰτεῖν αἴτησιν, καὶ κόρην οὖσαν, καὶ
ἐν ἑορτῇ καὶ συμποσίῳ καὶ πανηγύρει χάριν αἰτοῦσαν φαιδράν τινα καὶ ἐπίχαριν, οὐ μὴν κεφαλὴν αἰτεῖν· καὶ ἠπατήθη. Ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτοῦ προστή-σεται. Εἰ γὰρ καὶ ἐκείνη θηριομάχων ἀνδρῶν ψυχὴν ἐκτήσατο, ἀλλ’ αὐτὸν παραλογισθῆναι οὐκ ἔδει, οὐδὲ τυραννικοῖς οὕτω διακονήσασθαι ἐπιτάγμασι. Πρῶτον μὲν γὰρ τίς οὐκ ἂν ἔφριξε τὴν ἱερὰν ἐκείνην κεφαλὴν αἷμα στάζουσαν ὁρῶν ἐπὶ τοῦ δείπνου προκειμένην; Ἀλλ’ οὐχ ὁ παράνομος Ἡρώδης, οὐδὲ ἡ ἐναγεστέρα τούτου γυνή. Τοιαῦται γὰρ αἱ πορνευόμεναι γυναῖκες· ἁπάντων εἰσὶν ἰταμώτεραι καὶ ὠμότεραι. Εἰ γὰρ ἡμεῖς ἀκούοντες ταῦτα φρίττομεν, τί εἰκὸς ἦν ἐκείνην τὴν ὄψιν τότε ἐργάσασθαι; τί παθεῖν τοὺς συνανακειμένους νεοσφαγοῦς κεφαλῆς αἷμα στάζον ὁρῶντας ἐν μέσῳ τῷ συμποσίῳ; Ἀλλ’ οὐχ ἡ αἱμοβόρος ἐκείνη καὶ ἐρινύων ἀγριωτέρα ἔπαθέ τι πρὸς τὴν θεωρίαν ταύτην, ἀλλὰ καὶ ἐνηβρύνετο· καίτοιγε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ τῆς ὄψεως μόνης εἰκὸς ἦν ναρκῆσαι λοιπόν. Ἀλλ’ οὐδὲν τοιοῦτον ἔπαθεν ἡ μιαιφόνος καὶ αἱμάτων διψῶσα προ-φητικῶν. Τοιοῦτον γὰρ ἡ πορνεία· οὐκ ἀσελγεῖς μόνον, ἀλλὰ καὶ μιαιφόνους ποιεῖ. Αἱ γοῦν μοιχευθῆναι ἐπι-θυμοῦσαι, καὶ πρὸς σφαγήν εἰσι παρεσκευασμέναι τῶν ἀδικουμένων ἀνδρῶν· καὶ οὐχ ἕνα μόνον, οὐδὲ δύο, ἀλλὰ καὶ μυρίους ἕτοιμαι τολμῆσαι φόνους. Καὶ τούτων πολλοὶ μάρτυρές εἰσι τῶν δραμάτων. Ὃ δὴ καὶ ἐκείνη τότε ἐποίησε, προσδοκῶσα λήσεσθαι λοιπὸν καὶ ἀποκρύ-ψειν τὸ τόλμημα. Οὗ τοὐναντίον ἅπαν ἐξέβαινε· καὶ γὰρ μειζόνως μετὰ ταῦτα ἐβόησεν ὁ Ἰωάννης. ε. Ἀλλὰ πρὸς τὸ παρὸν ἡ κακία μόνον ὁρᾷ, καθάπερ οἱ πυρέττοντες, ὅταν ψυχρὸν ἀκαίρως αἰτῶσι. Καὶ γὰρ εἰ μὴ ἔσφαξε τὸν κατήγορον, οὐκ ἂν οὕτως ἐξεκαλύφθη τὸ τόλμημα. Οἱ γοῦν μαθηταὶ, ὅτε αὐτὸν εἰς τὸ δεσμω-τήριον ἐνέβαλεν, οὐδὲν τοιοῦτον εἶπον· ὅτε δὲ ἀπέκτεινε, τότε ἠναγκάσθησαν καὶ τὴν αἰτίαν εἰπεῖν. Τὴν γὰρ μοιχαλίδα κρύπτειν ἐβούλοντο, καὶ οὐκ ἤθελον ἐκπομ-πεύειν τὰς τῶν πλησίον συμφοράς· ἐπειδὴ δὲ εἰς ἀνάγ-κην ἐνέπεσον τῆς ἱστορίας, τότε λέγουσι τὸ τόλμημα ἅπαν. Ἵνα γὰρ μὴ πονηράν τις ὑποπτεύσῃ τῆς σφαγῆς τὴν αἰτίαν, καθάπερ ἐπὶ Θευδᾶ καὶ Ἰούδα, ἀναγκάζονται καὶ τὴν πρόφασιν εἰπεῖν τοῦ φόνου. Ὥστε ὅσῳ ἂν βου-ληθῇς ἁμαρτίαν συσκιάσαι τῷ τρόπῳ τούτῳ, τοσούτῳ
PG 58:493μᾶλλον αὐτὴν ἐκπομπεύεις. Ἁμαρτία γὰρ οὐχ ἁμαρτίας προσθήκῃ κρύπτεται, ἀλλὰ μετανοίᾳ καὶ ἐξ-ομολογήσει. Θέα δὲ τὸν εὐαγγελιστὴν, πῶς ἀνεπαχθῶς πάντα διηγεῖται, καὶ ὡς οἷόν τέ ἐστιν αὐτῷ καὶ ἀπολο-γίαν συντίθησιν. Ὑπὲρ μὲν γὰρ τοῦ Ἡρώδου φησί· διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, καὶ ὅτι ἐλυπήθη· περὶ δὲ τῆς κόρης, ὅτι προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, καὶ ὅτι ἤνεγκε τῇ μητρὶ τὴν κεφαλήν· ὡσανεὶ ἔλεγεν, Ἐκείνης τὸ πρόσταγμα ἐπλήρου. Οὐ γὰρ ὑπὲρ τῶν κακῶς πασχόντων, ἀλλ’ ὑπὲρ τῶν ποιούντων ἀλγοῦ-σιν οἱ δίκαιοι πάντες, ἐπειδὴ καὶ οὗτοι μάλιστα οἱ πάσχοντές εἰσι κακῶς. Οὐδὲ γὰρ Ἰωάννης ἠδί-κητο, ἀλλ’ οὗτοι οἱ ταῦτα κατασκευάσαντες οὕτω. Τούτους καὶ ἡμεῖς μιμώμεθα, καὶ μὴ ἐπεμβαίνωμεν ταῖς τῶν πλησίον ἁμαρτίαις, ἀλλ’ ὅσον ἂν δέῃ, συσκιά-ζωμεν. Ἀναλάβωμεν φιλόσοφον ψυχήν. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς ὑπὲρ πόρνης καὶ μιαιφόνου γυναικὸς δια-λεγόμενος ἀνεπαχθὴς ἐγένετο, ὡς οἷόν τε ἦν. Οὐδὲ γὰρ εἶπεν, Ὑπὸ τῆς μιαιφόνου καὶ ἐναγοῦς, ἀλλὰ, Προβιβα-σθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπὸ τῶν εὐφημοτέρων καλῶν ὀνομάτων. Σὺ δὲ καὶ ὑβρίζεις καὶ κακηγορεῖς τὸν πλη-σίον, καὶ οὐκ ἂν ἀνάσχοιό ποτε λελυπηκότος οὕτως ἀδελφοῦ μνησθῆναι, ὡς ἐκεῖνος τῆς πόρνης, ἀλλὰ μετὰ πολλῆς τῆς θηριωδίας καὶ τῶν ὀνειδῶν, τὸν πονηρὸν, τὸν κακοῦργον, τὸν ὕπουλον, τὸν ἀνόητον, καὶ πολλὰ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ γὰρ ἐκθηριούμεθα μᾶλλον, καὶ ὡς περὶ ἀλλογενοῦς ἀνθρώπου διαλεγόμεθα, κακίζοντες, λοιδορούμενοι, ὑβρίζοντες. Ἀλλ’ οὐχ οἱ ἅγιοι οὕτως· ἀλλὰ θρηνοῦσι μᾶλλον τοὺς ἁμαρτάνοντας, ἢ καταρῶνται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ δα-κρύωμεν τὴν Ἡρωδιάδα, καὶ τοὺς ἐκείνην ζηλοῦντας. Πολλὰ γὰρ καὶ νῦν τοιαῦτα συμπόσια γίνεται· κἂν μὴ Ἰωάννης ἀναιρῆται, ἀλλὰ τοῦ Χριστοῦ τὰ μέλη, καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ κεφαλὴν αἰτοῦσιν ἐπὶ πί-νακι οἱ νῦν ὀρχούμενοι, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνακειμέ-νων. Ὅταν γὰρ δούλους αὐτοὺς ποιῶσι, καὶ εἰς παρανόμους ἔρωτας ἄγωσι, καὶ πόρνας ἐπιτειχίζωσιν, οὐχὶ τὴν κεφαλὴν ἀναιροῦσιν, ἀλλὰ τὴν ψυχὴν σφάτ-τουσι, μοιχοὺς ἐργαζόμενοι καὶ θηλυδρίας καὶ πόρνους. Οὐ γὰρ δή μοι ἐρεῖς, ὡς οἰνωμένος καὶ μεθύων, καὶ γυναῖκα ὀρχουμένην καὶ αἰσχρολογοῦσαν ὁρῶν, οὐ πά-σχεις τι πρὸς αὐτὴν, οὐδὲ ἐκφέρῃ πρὸς ἀσωτίαν ὑπὸ τῆς ἡδονῆς ἡττώμενος. Καὶ πάσχεις ἐκεῖνο τὸ φρικτὸν, τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιῶν. Εἰ γὰρ καὶ μὴ ἡ θυγάτηρ Ἡρωδιάδος πάρεστιν, ἀλλ’ ὁ δι’ ἐκείνης ὀρ-χησάμενος τότε διάβολος καὶ διὰ τούτων χορεύει νῦν, καὶ τὰς ψυχὰς τῶν ἀνακειμένων αἰχμαλώτους λαβὼν ἄπεισιν. Εἰ δὲ ὑμεῖς δύνασθε μέθης μένειν ἐκτὸς, ἀλλ’ ἑτέρας κοινωνεῖτε ἁμαρτίας χαλεπωτάτης· καὶ γὰρ πολλῶν ἁρπαγῶν τὰ τοιαῦτα γέμει συμπόσια. Μὴ γάρ μοι τὰ παρακείμενα κρέα ἴδῃς, μηδὲ τοὺς πλακοῦντας· ἀλλὰ πόθεν συνείλεκται ἐννόει, καὶ ὄψει ὅτι ἐξ ἐπηρείας καὶ πλεονεξίας καὶ βίας καὶ ἁρπαγῆς. Ἀλλ’ οὐκ ἔστιν ἐκ τούτων ταῦτα, φησί. Μὴ γένοιτο· οὐδὲ γὰρ ἐγὼ βούλομαι. Πλὴν εἰ καὶ τούτων καθαρεύοι, οὐδὲ οὕ-τως ἐγκλημάτων τὰ πολυτελῆ δεῖπνα ἀπήλλακται. Ἄκουσον γοῦν καὶ χωρὶς τούτων πῶς ἐγκαλεῖ ὁ προφή-της, οὕτω λέγων· Οὐαὶ οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ὁρᾷς πῶς καὶ
PG 58:494τρυφῆς κατηγορεῖ; Οὐδὲ γὰρ πλεονεξίαν ἐνταῦθα αἰ-τιᾶται, ἀλλ’ ἀσωτίαν μόνον. 2. Καὶ σὺ μὲν εἰς ἀμετρίαν ἐσθίεις, ὁ δὲ Χριστὸς οὐδὲ εἰς χρείαν· σὺ μὲν πλακοῦντας διαφόρους, ἐκεῖνος δὲ οὐδὲ ἄρτον ξηρόν· σὺ Θάσιον οἶνον, ἐκείνῳ δὲ οὐδὲ ψυχρὸν ἐπέδωκας ποτήριον διψῶντι· σὺ μὲν ἐπὶ στρω-μνῆς ἁπαλῆς καὶ πεποικιλμένης, ὁ δὲ ὑπὸ τοῦ κρυμοῦ διαφθείρεται. Διὸ κἂν πλεονεξίας καθαρὰ ᾖ τὰ δεῖπνα, καὶ οὕτως ἐστὶν ἐναγῆ, ὅτι σὺ μὲν ὑπὲρ τὴν χρείαν πάντα ποιεῖς, ἐκείνῳ δὲ οὐδὲ τὴν χρείαν δίδως, καὶ ταῦτα ἐντρυφῶν τοῖς αὐτοῦ. Ἀλλ’ εἰ παιδὸς μὲν ἐπετρόπευες, καὶ λαβὼν τὰ αὐτοῦ, περιεώρας αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα, μυρίους ἂν ἔσχες κατηγόρους, καὶ τὴν ἀπὸ τῶν νόμων ἔδωκας ἂν δίκην· τὰ δὲ τοῦ Χριστοῦ λαβὼν, καὶ οὕτω μάτην ἀναλίσκων, οὐχ ἡγῇ δώσειν εὐθύνας; Καὶ ταῦτα οὐ περὶ τῶν τὰς πόρνας ταῖς τραπέζαις αὐτῶν ἐπεισαγόντων λέγω· (πρὸς γὰρ ἐκείνους οὐδείς μοι λόγος, ὥσπερ οὐδὲ πρὸς τοὺς κύνας·) οὐδὲ περὶ τῶν πλεον-εκτούντων καὶ ἑτέρους γαστριζόντων· (οὐδὲ γὰρ πρὸς αὐτούς ἐστί τί μοι κοινὸν, ὥσπερ οὐδὲ πρὸς τοὺς χοίρους καὶ τοὺς λύκους·) ἀλλὰ περὶ τῶν ἀπολαυόντων μὲν τῆς ἰδίας οὐσίας, οὐ μεταδιδόντων δὲ ἑτέροις, περὶ τῶν τὰ πατρῷα καταναλισκόντων ἁπλῶς. Οὐδὲ γὰρ οὗτοι κατηγορίας ἐκτός. Πῶς γὰρ, εἰπέ μοι, διαφεύξῃ κατηγο-ρίαν καὶ ἐγκλήματα, ὅταν ὁ μὲν παράσιτός σου γαστρί-ζηται καὶ ὁ κύων παρεστὼς, ὁ δὲ Χριστὸς μηδὲ τού-των ἄξιός σοι φαίνηται; ὅταν ὁ μὲν ὑπὲρ γέλωτος τος-αῦτα λαμβάνῃ, ὁ δὲ ὑπὲρ βασιλείας οὐρανῶν οὐδὲ τὸ πολλοστὸν τούτων; καὶ ὁ μὲν ἵνα τι εἴπῃ ἀστεῖον ἐμπλη-
σθεὶς ἀπῆλθεν, οὗτος δὲ διδάξας ἡμᾶς, ἃ μὴ μαθόντες οὐδὲν ἂν τῶν κυνῶν διεφέρομεν, οὐδὲ τῶν αὐτῶν ἀξιοῦ-ται ἐκείνῳ; Φρίττεις ἀκούων; Οὐκοῦν φρῖξον ἐπὶ τῶν ἔργων. Ἔκβαλε τοὺς παρασίτους, καὶ ποίησον συγκατα-κλίνεσθαί σοι τὸν Χριστόν. Ἂν ἁλῶν κοινωνήσῃ καὶ τραπέζης, ἥμερος ἔσται σοι δικάζων· οἶδεν αἰδεῖσθαι τράπεζαν. Εἰ γὰρ λῃσταὶ ἴσασι, πολλῷ μᾶλλον ὁ Δεσπό-της. Ἐννόησον γοῦν τὴν πόρνην ἐκείνην πῶς ἀπὸ τρα-πέζης ἐδικαίωσε, καὶ Σίμωνι ὀνειδίζει λέγων· Φίλημά μοι οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ποιοῦντά σε ταῦτα τρέφει, πολλῷ μᾶλλον ποιοῦντα ἀμείψεται. Μὴ πρὸς τὸν πένητα ἴδῃς, ὅτι ῥυπῶν προσέρχεται καὶ αὐχμῶν· ἀλλ’ ἐννόησον, ὅτι ὁ Χριστὸς δι’ ἐκείνου ἐπιβαίνει τῆς σῆς οἰκίας, καὶ παῦσαι τῆς ὠμότητος καὶ τῶν ἀπηνῶν ῥη-μάτων, οἷς ἀεὶ πλύνεις τοὺς προσιόντας, ἐπιθέτας, ἀργοὺς, καὶ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ λο-γίζου, ὅταν ταῦτα λέγῃς, οἱ παράσιτοι ποῖα ἔργα κατα-σκευάζουσι; τί τὴν οἰκίαν ὠφελοῦσι τὴν σήν; Ἡδὺ πάντως σοι ποιοῦσι τὸ ἄριστον; Καὶ πῶς ἡδὺ, ῥαπι-ζόμενοι καὶ αἰσχρὰ λέγοντες; Καὶ τί τούτου ἀηδέστερον, ὅταν τὸν κατ’ εἰκόνα Θεοῦ γενόμενον τύπτῃς, καὶ ἐκ τῆς εἰς ἐκεῖνον ὕβρεως τέρψιν ἑαυτῷ συνάγῃς, θέατρον ποιῶν τὴν οἰκίαν, καὶ μίμων πληρῶν τὸ συμπόσιον, καὶ τοὺς ἐπὶ τῆς σκηνῆς ἐξυρημένους μιμούμενος ὁ εὐγενὴς καὶ ἐλεύθερος; Καὶ γὰρ καὶ ἐκεῖ γέλως καὶ ῥαπίσματα. Ταῦτα οὖν ἡδονὴν καλεῖς, εἰπέ μοι, ἃ πολ-λῶν ἄξια δακρύων ἐστὶν, ἃ πολλῶν θρήνων καὶ οἰμωγῶν; καὶ δέον εἰς βίον αὐτοὺς ἐμβαλεῖν σπουδαῖον, δέον πα-ραινέσαι τὰ δέοντα, σὺ δὲ εἰς ἐπιορκίας καὶ ῥήματα ἄτακτα ἐνάγεις, καὶ τέρψιν τὸ πρᾶγμα καλεῖς, καὶ τὸ

Homily XLIXHomilia XLIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:495γεέννης πρόξενον ἡδονῆς εἶναι ὑπόθεσιν νομίζεις; Καὶ γὰρ ὅταν ἀπορήσωσιν ἀστείων ῥημάτων, ὅρκοις καὶ ἐπιορκίαις τὸ πᾶν διαλύονται. Ταῦτα οὖν γέλωτος ἄξια, ἀλλ’ οὐκ ὀδυρμῶν καὶ δακρύων; Καὶ τίς ἂν ταῦτα εἴποι νοῦν ἔχων; ζ. Καὶ ταῦτα λέγω, οὐ κωλύων τρέφεσθαι αὐτοὺς, ἀλλὰ μὴ ἐπὶ τοιαύτῃ αἰτίᾳ. Φιλανθρωπίας γὰρ ἡ τροφὴ τὴν ὑπόθεσιν ἐχέτω, μὴ ὠμότητος· ἔλεον, μὴ ὕβριν. Ὅτι πένης ἐστὶ, θρέψον, ὅτι Χριστὸς τρέφεται, θρέψον μὴ ἐπειδὴ σατανικὰ εἰσάγει ῥήματα, καὶ τὴν ἑαυτοῦ καταισχύνει ζωήν. Μὴ ἴδῃς αὐτὸν ἔξωθεν γελῶντα, ἀλλὰ τὸ συνειδὸς ἐξέτασον, καὶ τότε ὄψει μυριάκις αὐτὸν ἑαυτῷ καταρώμενον, καὶ στένοντα, καὶ ὀδυρόμενον. Εἰ δὲ οὐκ ἐπιδείκνυται, καὶ τοῦτο διὰ σέ. Ἔστωσαν τοίνυν ἄνθρωποι πένητες καὶ ἐλεύθεροι οἱ σύσσιτοί σου, μὴ ἐπίορκοι, μηδὲ μῖμοι. Εἰ δὲ βούλει καὶ τῆς τροφῆς αὐ-τοὺς ἀμοιβὴν ἀπαιτῆσαι, κέλευσον, ἂν ἴδωσί τι τῶν ἀτό-πων γινόμενον, ἐπιπλῆξαι, παραινέσαι, συναντιλαβέ-σθαι τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τῆς τῶν οἰκετῶν προστασίας. Παῖδας ἔχεις; Κοινοὶ πατέρες ἔστωσαν ἐκείνων, μετὰ σοῦ τὴν προστασίαν διανεμέσθωσαν, κέρδη σοι φερέτωσαν τὰ τῷ Θεῷ φίλα. Εἰς ἐμπορίαν αὐτοὺς ἔμβαλε πνευματικήν. Κἂν ἴδῃς δεόμενον προ-στασίας, ἐπίταξον βοηθῆσαι, κέλευσον διακονήσασθαι. Διὰ τούτων θήρευε τοὺς ξένους, διὰ τούτων ἔνδυε τοὺς γυμνοὺς, διὰ τούτων εἰς δεσμωτήριον πέμπε, τὰς ἀνάγ-κας λύε τὰς ἀλλοτρίας. Ταύτην σοι διδότωσαν τῆς τροφῆς τὴν ἀμοιβὴν, τὴν καὶ σὲ καὶ ἐκείνους, ὠφελοῦ-σαν, καὶ οὐδεμίαν κατάγνωσιν ἔχουσαν. Διὰ τούτων καὶ ἡ φιλία σφίγγεται μᾶλλον. Νῦν μὲν γὰρ κἂν δοκῶσι φιλεῖσθαι, ἀλλ’ ὅμως αἰσχύνονται, ὡς εἰκῆ ζῶντες παρὰ σοί· ἂν δὲ ταῦτα ἀνύωσι, καὶ αὐτοὶ ῥᾴδιον δια-κείσονται, καὶ σὺ ἥδιον θρέψεις, ἅτε οὐ μάτην δαπανῶν, κἀκεῖνοι μετὰ παῤῥησίας σοι συνέσονται καὶ τῆς προς-ηκούσης ἐλευθερίας, καὶ ἡ οἰκία σου ἀντὶ θεάτρου ἐκ-κλησία σοι γενήσεται, καὶ ὁ διάβολος δραπετεύσει, καὶ ὁ Χριστὸς εἰσελεύσεται καὶ ὁ τῶν ἀγγέλων χορός. Ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι· ὅπου δὲ ὁ Χριστὸς καὶ οἱ ἄγγελοι, ἐκεῖ ὁ οὐρανὸς, ἐκεῖ φῶς τοῦ ἡλιακοῦ τούτου φαιδρότερον. Εἰ δὲ καὶ ἑτέραν βούλει δι’ αὐτῶν καρποῦσθαι παράκλησιν, κέλευσον, σχολὴν ἄγων, βι-
PG 58:496βλία λαβόντας τὸν θεῖον νόμον ἀναγινώσκειν. Ἥδιόν σοι ταῦτα ὑπηρετήσονται, ἢ ἐκεῖνα. Ταῦτα μὲν γὰρ καὶ σὲ κἀκείνους ποιεῖ σεμνοτέρους· ἐκεῖνα δὲ ἅπαντας ὁμοῦ καταισχύνει· σὲ μὲν ὡς ὑβριστὴν καὶ πάροινον, ἐκείνους δὲ ὡς ἀθλίους καὶ γαστριμάργους. Ἂν μὲν γὰρ ἐφ’ ὕβρει τρέφῃς, χαλεπώτερον, ἢ εἰ ἀνεῖλες· ἂν δὲ ἐπ’ ὠφελείᾳ καὶ κέρδει, χρησιμώτερον πάλιν, ἢ εἰ ἀπαγο-μένους τὴν ἐπὶ θανάτῳ ἐπανήγαγες. Καὶ νῦν μὲν τῶν οἰκετῶν μᾶλλον αὐτοὺς καταισχύνεις, καὶ οἱ οἰκέται πλείονα τούτων ἔχουσι παῤῥησίαν καὶ ἐλεύθερον συν-ειδός· τότε δὲ τῶν ἀγγέλων ἐργάσῃ ἴσους. Καὶ τούτους τοίνυν καὶ σαυτὸν ἀπάλλαξον, καὶ ἐξελὼν τὸ τῶν πα-ρασίτων ὄνομα, συσσίτους κάλει, καὶ ἐκβαλὼν τὴν τῶν κολάκων, τὴν τῶν φίλων ἐπιτίθει προσηγορίαν. Διὰ τοῦτο καὶ τὰς φιλίας ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπὶ κακῷ τῶν φιλουμένων καὶ τῶν φιλούντων, ἀλλ’ ἐπ’ ἀγαθῷ καὶ χρησίμῳ. Αὗται δὲ αἱ φιλίαι πάσης ἔχθρας εἰσὶ χαλεπώτεραι. Παρὰ μὲν γὰρ τῶν ἐχθρῶν, ἂν ἐθέλωμεν, καὶ κερδαίνομεν· παρὰ δὲ τούτων ἀνάγκη καὶ βλά-πτεσθαι πάντως. Μὴ δὴ κάτεχε φίλους, βλάβης διδα-σκάλους· μὴ κάτεχε φίλους τραπέζης μᾶλλον ἢ φιλίας ἐραστὰς ὄντας. Οἱ γὰρ τοιοῦτοι πάντες, ἂν τὴν τρυφὴν καταλύσῃς, καταλύουσι καὶ τὴν φιλίαν· οἱ δὲ δι’ ἀρετήν σοι συνόντες, μένουσι διηνεκῶς, πᾶσαν φέροντες ἀνω-μαλίαν. Τὸ δὲ τῶν παρασίτων γένος, καὶ ἀμύνονταί σε πολλάκις, καὶ πονηρὰν περιτιθέασι δόξαν. Ἐντεῦθεν γοῦν πολλοὺς τῶν ἐλευθέρων οἶδα πονηρὰς ὑπολήψεις λαβόντας· καὶ οἱ μὲν ἐπὶ γοητείαις, οἱ δὲ ἐπὶ μοι-χείαις καὶ παίδων διαφθοραῖς διεβλήθησαν Ὅταν γὰρ μηδὲν ἔργον ἔχωσιν, ἀλλ’ εἰκῆ τὸν ἑαυτῶν ζῶσι βίον, ὡς ταὐτὰ διακονούμενοι τοῖς παισὶ παρὰ πολλοῖς ὑπ-οπτεύονται. Καὶ δόξης τοίνυν ἑαυτοὺς ἀπαλλάττοντες πονηρᾶς, καὶ πρὸ πάντων τῆς μελλούσης γεέννης, καὶ τὰ τῷ Θεῷ δοκοῦντα ποιοῦντες, τὴν διαβολικὴν ταύτην καταλύσωμεν συνήθειαν, ἵνα καὶ ἐσθίοντες καὶ πίνοντες πάντα εἰς δόξαν Θεοῦ ποιῶμεν, καὶ τῆς παρ’ αὐτοῦ δόξης ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυ-χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:495ΟΜΙΛΙΑ ΜΘ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων. α. Ὅρα πανταχοῦ αὐτὸν ἀναχωροῦντα, καὶ ὅτε παρ-εδόθη Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ἰουδαῖοι ὅτι πλείους μαθητὰς ποιεῖ. Τὰ γὰρ πλείονα ἀνθρωπινώτερον βούλεται διοικεῖν, οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπογυμνῶσαι τὴν θεότητα σαφῶς. Διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε, μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· μετὰ γὰρ τὴν ἀνάστασιν ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον. Ὅθεν τοῖς τέως διαπιστήσασι τῶν Ἰουδαίων οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγγνω-
PG 58:496μονικός. Ἀναχωρήσας δὲ οὐκ ἄπεισιν εἰς πόλιν, ἀλλ’ εἰς ἔρημον, καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. Σὺ δέ μοι σκόπει πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν μᾶλ-λον ᾠκειώθησαν τῷ Ἰησοῦ. Αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγ-γελκότες αὐτῷ τὸ γεγενημένον· καὶ γὰρ πάντας ἀφέν-τες, ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν. Οὕτως οὐ μικρὸν
μετὰ τῆς συμφορᾶς καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντα κατώρθωσεν Ἀλλὰ τίνος ἕνεκεν πρὶν ἢ ἀπαγγεῖλαι αὐτοὺς οὐκ ἀν-εχώρησε, καίτοιγε ᾔδει καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γε-γενημένον; Δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔρ-γοις τοῦτο πιστοῦσθαι ἐβούλετο, διὰ τὸ εἰδέναι τοῦ δια-
PG 58:497βόλου τὴν κακουργίαν, καὶ ὅτι πάντα ἐργάσεται, ὥστε ταύτην ἀνελεῖν τὴν δόξαν. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀνα-χωρεῖ· οἱ δὲ ὄχλοι οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ τὸ δρᾶμα αὐτοὺς ἐφόβησε τὸ Ἰωάννου. Τοσοῦτόν ἐστι πόθος, τοσοῦτον ἀγάπη· οὕτω πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. Διὰ δὴ τοῦτο καὶ τὴν ἀμοιβὴν εὐθέως ἀπελάμβανον. Ἐξελθὼν γὰρ, φη-σὶν, ὁ Ἰησοῦς εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνί-σθη ἐπ’ αὐτοὺς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Εἰ γὰρ καὶ πολλὴ ἦν αὐτῶν ἡ προσεδρεία, ἀλλ’ ὅμως τὰ παρ’ αὐτοῦ γινόμενα πάσης σπουδῆς ὑπερ-έβαινεν ἀμοιβήν. Διὸ καὶ αἰτίαν τῆς τοιαύτης θεραπείας τὸν ἔλεον τίθησιν, ἔλεον ἐπιτεταμένον· καὶ θεραπεύει πάντας. Καὶ οὐκ ἀπαιτεῖ πίστιν ἐνταῦθα. Καὶ γὰρ τῷ προσελθεῖν, καὶ τῷ τὰς πόλεις ἀφεῖναι, καὶ τῷ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τῷ παραμένειν, καὶ τοῦ λιμοῦ καταναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυνται τὴν ἑαυτῶν. Μέλλει δὲ καὶ τρέφειν αὐτούς. Καὶ οὐ ποιεῖ τοῦτο ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἀναμένει παρακληθῆναι, ὅπερ ἔφην, πανταχοῦ τοῦτο διατηρῶν, τὸ μὴ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος. Καὶ διατί μηδεὶς τῶν ὄχλων προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη; Ἠδοῦντο αὐτὸν μεθ’ ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρείας. Ἀλλ’ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες λέγουσι, Θρέψον αὐτούς· ἔτι γὰρ ἀτελέστερον διέκειντο· ἀλλὰ τί; Ὀψίας δὲ γενομένης, φησὶ, προσῆλθον οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα ἐπελάθοντο τοῦ γεγενημένου, καὶ μετὰ τὰς σπυρίδας ἐνόμιζον αὐτὸν περὶ ἄρτων λέγειν, ἡνίκα ζύ-μην τὴν διδασκαλίαν τῶν Φαρισαίων ἐκάλεσε· πολλῷ μᾶλλον μηδέπω πεῖραν λαβόντες τοιούτου σημείου, οὐκ ἂν προσεδόκησάν τι τοιοῦτον ἔσεσθαι. Καίτοιγε προλα-βὼν καὶ ἀῤῥώστους πολλοὺς ἐθεράπευσεν· ἀλλ’ ὅμως οὐδὲ ἐντεῦθεν τὸ τῶν ἄρτων προσεδόκησαν· οὕτως ἦσαν ἀτελεῖς τέως. Σὺ δέ μοι σκόπει τοῦ Διδασκάλου τὴν σο-φίαν, πῶς αὐτοὺς ἐκκαλεῖται σαφῶς πρὸς τὸ πιστεῦσαι. Οὐδὲ γὰρ εἶπεν εὐθέως, Τρέφω αὐτούς· οὐδὲ γὰρ ἔμελλεν εὐπαράδεκτον εἶναι· ἀλλὰ τί; Ὁ δὲ Ἰησοῦς, φησὶν, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οὐκ εἶπε, Δίδωμι αὐτοῖς· ἀλλ’, Ὑμεῖς δότε. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον. Αὐτοὶ δὲ οὐδὲ οὕτω δι-ανέστησαν, ἀλλ’ ἔτι ὡς ἀνθρώπῳ διαλέγονται, λέγοντες· Οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Διὸ καὶ ὁ Μάρκος φησὶν, ὅτι Οὐ συνῆκαν τὸ λεχθέν· καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Ἐπεὶ οὖν ἔτι χα-μαὶ ἐσύροντο, τότε τὰ παρ’ ἑαυτοῦ λοιπὸν εἰσάγει, καί φησι· Φέρετέ μοι αὐτοὺς ὧδε. Εἰ γὰρ καὶ ἔρημος ὁ τό-πος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρεστιν· εἰ δὲ καὶ ἡ ὥρα παρῆλθεν, ἀλλ’ ὁ μὴ ὑποκείμενος ὥρᾳ ὑμῖν διαλέ-γεται. Ὁ δὲ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέ-γει, οὐ παρέργως τοῦτο διηγούμενος, ἀλλὰ τὸν τῦφον τῆς πολυτελείας παιδεύων ἡμᾶς καταπατεῖν. Τοιαύτη καὶ ἡ τῶν προφητῶν τράπεζα ἦν. Λαβὼν τοίνυν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ κελεύσας τοὺς ὄχλους, φησὶν, ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε· καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις·
PG 58:498καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλή-ρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντα-κισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων. β. Διατί ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν; Ἔδει πιστευθῆναι αὐτὸν, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι, καὶ ὅτι ἴσος ἐστί. Τὰ δὲ τούτων κατασκευαστικὰ ἀλλή-λοις ἐδόκει μάχεσθαι. Τὴν μὲν γὰρ ἰσότητα τὸ μετ’ ἐξουσίας πάντα ποιεῖν ἐδείκνυ· τὸ δὲ παρὰ τοῦ Πατρὸς εἶναι οὐκ ἂν ἑτέρως ἐπείσθησαν, εἰ μὴ μετὰ πολλῆς τῆς ταπεινότητος καὶ εἰς αὐτὸν πάντα ἀναφέρων ἐποίει, καὶ καλῶν αὐτὸν εἰς τὰ γινόμενα. Διὰ δὴ τοῦτο οὔτε ταῦτα μόνον ἐποίει, οὔτε ἐκεῖνα, ἵνα βεβαιωθῇ ἀμφότερα· καὶ νῦν μὲν μετ’ ἐξουσίας, νῦν δὲ εὐχόμενος θαυματουργεῖ. Εἶτα ἵνα μὴ δόξῃ πάλιν μάχη εἶναι τὸ γινόμενον, ἐν μὲν τοῖς ἐλάττοσιν ἀναβλέπει εἰς τὸν οὐ-ρανὸν, ἐν δὲ τοῖς μείζοσι μετ’ ἐξουσίας πάντα ποιεῖ· ἵνα μάθῃς καὶ ἐν τοῖς ἐλάττοσιν ὅτι οὐκ ἐνδυναμούμενος ἑτέρωθεν, ἀλλὰ τιμῶν τὸν γεγεννηκότα οὕτω ποιεῖ. Ὅτε γοῦν ἁμαρτήματα ἀφῆκε, καὶ τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε, καὶ τὸν παλαιὸν μετὰ πολλῆς τῆς περιουσίας ἔλυσε νόμον, καὶ νεκροὺς μυ-ρίους ἀνέστησε, καὶ θάλατταν ἐχαλίνωσε, καὶ τὰ ἀπόῤῥητα τῶν ἀνθρώπων ἤλεγξε, καὶ ὀφθαλμὸν ἐδη-μιούργησεν, ἃ Θεοῦ μόνου κατορθώματά ἐστι, καὶ ἑτέρου οὐδενὸς, οὐδαμοῦ φαίνεται εὐχόμενος· ὅτε δὲ τοὺς ἄρτους πηγάσαι παρεσκεύασεν, ὃ πολὺ τούτων ἁπάντων ἔλαττον ἦν, τότε ἀναβλέπει εἰς τὸν οὐρανόν· ὁμοῦ μὲν ταῦτα κατασκευάζων, ἅπερ εἶπον, ὁμοῦ δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν ταύτην παρέχοντι. Καὶ διατί οὐ ποιεῖ ἐκ μὴ ὄντων; Ἐμφράτ-των τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ, καὶ διὰ τῶν ἔργων αὐτῶν παιδεύων, ὅτι καὶ τὰ ὁρώμενα ἅπαντα αὐτοῦ ἔργα καὶ κτίσματά εἰσι, καὶ δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ τοὺς καρποὺς διδοὺς, ὁ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Οὐδὲ γὰρ ἔλαττον τοῦτο ἐκείνου. Εἰ γὰρ καὶ ἐξ οὐκ ὄντων ἐκεῖνα, ἀλλ’ ὅμως ἐξ ὕδατος· οὐκ ἔλαττον δὲ τοῦ ἀπὸ γῆς δεῖξαι καρπὸν καὶ ἀπὸ ὑδάτων ἑρπετὰ ἔμψυχα, τὸ ἀπὸ ἄρτων πέντε ποιῆσαι ἄρτους τοσούτους, καὶ ἀπὸ ἰχθύων πάλιν· ὃ σημεῖον ἦν τοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάττης αὐτὸν κρατεῖν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἀσθενοῦσιν ἀεὶ ἐποίει τὰ θαύματα, ποιεῖ καὶ κα-θολικὴν εὐεργεσίαν, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται, ἀλλὰ καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσι. Καὶ ὅπερ ἐδόκει ἐπὶ τῆς ἐρήμου τοῖς Ἰου-δαίοις εἶναι θαυμαστὸν, (ἔλεγον γοῦν, Μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; ) τοῦτο διὰ τῶν ἔργων ἐπιδείκνυται. Διὰ τοῦτο καὶ εἰς ἔρημον αὐτοὺς ἄγει, ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ᾖ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην παρακειμέ-νην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Διὰ τοῦτο καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον. Καὶ ἕτερον δὲ μανθάνομεν, τὴν φιλοσοφίαν τῶν μαθητῶν τὴν ἐν τοῖς ἀναγκαίοις, καὶ πῶς κατεφρόνουν τροφῆς. Δώδεκα γὰρ ὄντες πέντε ἄρτους εἶχον μόνους καὶ δύο ἰχθύας· οὕτω πάρεργα ἦν αὐτοῖς τὰ σωματικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνον. Καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ
PG 58:499καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν. Ὅθεν παιδεύεσθαι χρὴ,
ὅτι κἂν ὀλίγα ἔχωμεν, καὶ αὐτὰ προί̈εσθαι δεῖ τοῖς δεο-μένοις. Κελευσθέντες γοῦν ἐνεγκεῖν τοὺς πέντε ἄρτους, οὑ λέγουσι· Καὶ πόθεν ἡμῖν ἔσται ἡ διατροφή; πόθεν δὲ ἡμεῖς παραμυθησόμεθα τὴν πεῖναν τὴν ἡμετέ-ραν; ἀλλ’ ὑπακούουσιν εὐθέως. Πρὸς δὲ τοῖς εἰρημένοις, ὡς ἔμοιγε δοκεῖ, διὰ τοῦτο ἐκ τῶν ὑποκειμένων ποιεῖ, ἵνα αὐτοὺς εἰς πίστιν ἀγάγῃ· ἔτι γὰρ ἀσθενέστερον δι-έκειντο. Διὸ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπει. Τῶν μὲν γὰρ ἄλλων σημείων εἶχον πολλὰ ὑποδείγματα· τούτου δὲ οὐδέν. Λαβὼν τοίνυν διέκλασε, καὶ ἐδίδου διὰ τῶν μα-θητῶν, τούτῳ αὐτοὺς τιμῶν· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα ὅταν γένηται τὸ θαῦμα, μὴ ἀπιστήσωσι, μηδὲ ἐπι-λάθωνται παρελθόντος, τῶν χειρῶν αὐτοῖς μαρτυρουσῶν. Διὸ καὶ τοὺς ὄχλους ἀφίησι πρότερον τῆς πείνης αἴσθη-σιν λαβεῖν, καὶ τούτους ἀναμένει πρότερον προσελθεῖν καὶ ἐρωτῆσαι, καὶ δι’ αὐτῶν αὐτοὺς κατακλίνει, καὶ δι’ αὐτῶν διανέμει, ταῖς οἰκείαις ὁμολογίαις καὶ τοῖς ἔργοις προκαταλαβεῖν βουλόμενος ἕκαστον. Διὰ τοῦτο καὶ παρ’ αὐτῶν λαμβάνει τοὺς ἄρτους, ἵνα πολλὰ τὰ μαρτύ-ρια ᾖ τοῦ γινομένου, καὶ ὑπομνήματα τοῦ θαύματος ἔχωσιν. Εἰ γὰρ καὶ τούτων συμβάντων ἐπελάθοντο, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ καὶ ταῦτα κατεσκεύασε; Καὶ κε-λεύει αὐτοὺς ἐπὶ στιβάδος ἀναπεσεῖν, φιλοσοφεῖν τοὺς ὄχλους παιδεύων. Οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι. γ. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσι τὰ αὐτὰ προθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν, καὶ ταπεινοφροσύνην, καὶ ἐγκράτειαν, καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὸ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευε. Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Τοὺς πέντε ἄρτους κλάσας ἔδωκε, καὶ οἱ πέντε ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπήγαζον. Καὶ οὐδὲ μέχρι τούτου τὸ θαῦμα ἱστᾷ, ἀλλὰ καὶ περισσεῦσαι ἐποίησε· καὶ περισσεῦ-σαι οὐχὶ ἄρτους ὁλοκλήρους, ἀλλὰ κλάσματα· ἵνα δείξῃ ὅτι ἐκείνων τῶν ἄρτων ταῦτα λείψανα ἦν, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον. Διὰ τοῦτο καὶ πει-νᾶσαι ἀφῆκε τοὺς ὄχλους, ἵνα μή τις φαντασίαν εἶναι νομίσῃ τὸ γεγενημένον. Διὰ τοῦτο καὶ δώδεκα κοφίνους περισσεῦσαι ἐποίησεν, ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἠδύ-νατο μὲν γὰρ καὶ σβέσαι τὴν πεῖναν, ἀλλ’ οὐκ ἂν ἔγνω-σαν οἱ μαθηταὶ τὴν δύναμιν, ἐπεὶ καὶ ἐπὶ Ἠλίου τοῦτο γέγονεν. Οὕτω γοῦν αὐτὸν ἐξεπλάγησαν ἐντεῦθεν οἱ Ἰουδαῖοι, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι, καίτοιγε ἐπὶ τῶν ἄλλων σημείων οὐδαμοῦ τοῦτο ποιήσαντες. Τίς τοίνυν παραστήσειε λόγος, πῶς ἐπήγαζον οἱ ἄρτοι; πῶς ἐπέῤῥεον ἐν τῇ ἐρήμῳ; πῶς τοσούτοις ἤρκεσαν; (καὶ γὰρ πεντακισχίλιοι ἦσαν, χωρὶς γυναικῶν καὶ παι-δίων· ὃ μέγιστον ἦν τοῦ δήμου ἐγκώμιον, ὅτι καὶ γυναῖ-κες καὶ ἄνδρες προσήδρευον·) πῶς τὰ λείψανα γέγονε; (καὶ γὰρ καὶ τοῦτο τοῦ προτέρου οὐκ ἔλαττον·) καὶ τοσαῦτα γέγονεν, ὥστε ἰσαρίθμους γενέσθαι τοῖς μαθηταῖς κοφίνους, καὶ μήτε πλείω μήτε ἐλάττω; Λα-βὼν τοίνυν τὰ κλάσματα, οὐχὶ τοῖς ὄχλοις ἔδωκεν, ἀλλὰ τοῖς μαθηταῖς· καὶ γὰρ τῶν μαθητῶν οἱ ὄχλοι ἀτελέ-στερον διέκειντο. Ποιήσας δὲ τὸ σημεῖον, Εὐθέως ἠνάγκασε τοὺσ
PG 58:500μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Εἰ γὰρ καὶ παρὼν ἐδόκει φαντάζειν, ἀλλ’ οὐκ ἀλήθειαν πε-ποιηκέναι, οὐ δήπου καὶ ἀπών. Διὰ δὴ τοῦτο ἀκριβεῖ βασάνῳ ἐπιτρέπων τὰ γεγενημένα, τοὺς τὰ ὑπομνήματα λαβόντας καὶ τὸν ἔλεγχον τῶν σημείων ἐκέλευσεν αὐ-τοῦ χωρίζεσθαι. Καὶ ἄλλως δὲ, ὅταν μεγάλα ἐργάζηται, ἀποσκευάζεται τοὺς ὄχλους καὶ τοὺς μαθητὰς, παιδεύων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, καὶ μὴ ἐπισύρεσθαι πλῆθος. Ὅταν δὲ εἴπῃ, Ἠνάγκασε, τὴν πολλὴν τῶν μαθητῶν προσεδρείαν δείκνυσι. Καὶ ἔπεμπεν αὐτοὺς, ἐπὶ προφάσει μὲν τῶν ὄχλων, αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· ἐποίει δὲ τοῦτο πάλιν παιδεύων ἡμᾶς, μήτε ὄχλοις ἀναμίγνυσθαι δι-ηνεκῶς, μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκάτερα χρησί-μως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον. Μά-θωμεν τοίνυν καὶ ἡμεῖς προσεδρεύειν τῷ Ἰησοῦ, ἀλλὰ μὴ διὰ τὴν τῶν αἰσθητῶν δόσιν, ἵνα μὴ ὀνειδισθῶμεν κατὰ τοὺς Ἰουδαίους. Καὶ γὰρ, Ζητεῖτέ με, φησὶν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Διὰ τοῦτο οὐδὲ συνεχῶς ποιεῖ τουτὶ τὸ σημεῖον, ἀλλὰ δεύτερον μόνον, ὥστε παιδεύεσθαι αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν ἔχεσθαι διηνεκῶς. Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλω-μεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρή-μῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος οὐκ ἀνεχώ-ρουν· πολλῷ μᾶλλον ἡμᾶς, τοιαύτῃ προσιόντας τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι χρὴ φιλοσοφίαν, καὶ τῶν πνευμα-τικῶν ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸν ἄρτον, ἀλλ’ ὅτι διὰ τοῦτο μόνον αὐτὸν ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἂν γάρ τις τῶν μεγάλων μὲν δώρων καταφρονῇ, τῶν δὲ μικρῶν ἔχηται, καὶ ὧν βού-λεται καταφρονεῖν αὐτὸν ὁ διδοὺς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἂν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι. Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων· οὕτως εὐτελῆ ταῦτα καὶ μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἂν μεγάλα ᾖ. Μὴ τοίνυν περὶ ταῦτα σπουδάζωμεν, ἀλλ’ ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰὼβ οὔτε παρόντων ἀντείχετο, οὔτε ἀπόντα ἐζήτει. Καὶ γὰρ χρήματα διὰ τοῦτο λέγεται, οὐχ ἵνα κατορύξωμεν, ἀλλ’ ἵνα εἰς δέον αὐτοῖς χρησώμεθα. Καὶ καθάπερ τῶν τεχνιτῶν ἕκαστος ἰδίαν ἐπιστή-μην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν, οὐδὲ ναυπηγεῖν, οὐδὲ ὑφαίνειν, οὐδὲ οἰκοδομεῖν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους, καὶ πάντων ἐκείνων βελτίονα εἴσεται τέχνην. δ. Καὶ γὰρ αὕτη τῶν τεχνῶν ἐκείνων ἀνωτέρα πασῶν. Ταύτης τὸ ἐργαστήριον ἐν οὐρανοῖς ᾠκοδόμηται. Αὕτη οὐκ ἀπὸ σιδήρου καὶ χαλκοῦ τὰ ὄργανα ἔχει, ἀλλ’ ἐξ ἀγαθότητος καὶ ἀπὸ γνώμης. Ταύτης τῆς τέχνης ὁ Χριστός ἐστι διδάσκαλος, καὶ ὁ τούτου Πατήρ. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω τῶν ἄλλων οὖσα βελτίων, οὐ πόνου, οὐ χρόνου δεῖται πρὸς τὸ κατορ-θωθῆναι· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν ἤνυσται. Ἴδωμεν
PG 58:501δὲ καὶ τὸ τέλος αὐτῆς οἷόν ἐστι. Τί οὖν ἐστιν αὐτῆς τὸ τέλος; Ὁ οὐρανὸς, τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἡ δόξα ἡ ἀπόῤῥητος ἐκείνη, αἱ πνευματικαὶ παστάδες, αἱ φαι-δραὶ λαμπάδες, ἡ μετὰ τοῦ Νυμφίου διαγωγὴ, τὰ ἄλλα, ἃ μηδεὶς λόγος, μηδὲ νοῦς παραστῆσαι δύναται. Ὥστε καὶ ἐντεῦθεν πολλὴ πρὸς τὰς ἄλλας αὐτῇ ἡ διαφορά. Τῶν γὰρ τεχνῶν αἱ πλείους πρὸς τὸν παρόντα βίον εἰσὶ χρήσιμοι ἡμῖν, αὕτη δὲ καὶ πρὸς τὴν μέλλουσαν ζωήν. Εἰ δὲ τῶν εἰς τὸ παρὸν ἡμῖν ἀναγκαίων τεχνῶν τοσοῦτον διενήνοχεν, οἷον ἰατρικῆς λέγω, καὶ οἰκοδο-μικῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλῷ μᾶλλον τῶν
ἄλλων, ἃς εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ τέχνας ἂν εἶναι φαίη. Ὅθεν ἔγωγε τὰς ἄλλας τὰς περιττὰς οὐδὲ τέχνας εἴποιμι ἂν εἶναι. Ποῦ γὰρ ἡ ὀψαρτυτικὴ καὶ ἡ καρυκευτικὴ χρήσιμοι ἡμῖν; Οὐδαμοῦ· ἀλλὰ καὶ σφό-δρα ἄχρηστοι καὶ βλαβεραὶ, σώματι καὶ ψυχῇ λυμαινό-μεναι, τῷ τὴν μητέρα τῶν νοσημάτων ἁπάντων καὶ τῶν παθημάτων τὴν τρυφὴν μετὰ πολλῆς ἐπεισάγειν τῆς φιλοτιμίας. Οὐ μόνον δὲ ταύτας, ἀλλ’ οὐδὲ τὴν ζω-γραφικὴν, οὐδὲ τὴν ποικιλτικὴν εἴποιμ’ ἂν ἔγωγε τέχνην εἶναι· εἰς γὰρ δαπάνην μόνην ἐμβάλλουσι περιττήν. Τὰς δὲ τέχνας τῶν ἀναγκαίων καὶ συνεχόντων ἡμῶν τὴν ζωὴν παρεκτικὰς εἶναι δεῖ καὶ κατασκευαστικάς. Διὰ γὰρ τοῦτο καὶ σοφίαν ἡμῖν ἔδωκεν ὁ Θεὸς, ἵνα εὕρωμεν μεθόδους, δι’ ὧν δυνησόμεθα τὸν βίον συγκροτεῖν τὸν ἡμέτερον. Τὸ δὲ ζώδια γίνεσθαι, ἢ ἐν τοίχοις, ἢ ἐν ἱμα-τίοις, ποῦ χρήσιμον; εἰπέ μοι. Διὰ δὴ τοῦτο καὶ τῶν ὑποδηματοῤῥάφων καὶ τῶν ὑφαντῶν πολλὰ περικόπτειν ἔδει τῆς τέχνης. Καὶ γὰρ ἐπὶ τὸ βάναυσον τὰ πλείονα αὐτῆς ἐξήγαγον, τὸ ἀναγκαῖον αὐτῆς διαφθείραντες, τέχνῃ κακοτεχνίαν μίξαντες· ὃ καὶ ἡ οἰκοδομικὴ ἔπα-θεν. Ἀλλ’ ὥσπερ ταύτην, ἕως ἂν οἰκίας οἰκοδομῇ καὶ οὐ θέατρα, τά τε ἀναγκαῖα καὶ οὐ περιττὰ ἐργάζηται, τέχνην καλῶ· οὕτω καὶ τὴν ὑφαντικὴν, ἕως ἂν ἱμάτια ποιῇ καὶ ἐπιβλήματα, ἀλλὰ μὴ τὰς ἀράχνας μιμῆται, καὶ πολὺν καταχέῃ τὸν γέλωτα καὶ τὴν βλακείαν ἄφατον, τέχνην ὀνομάζω. Καὶ τὴν τῶν ὑποδηματοποιῶν, ἕως ἂν ὑποδήματα ποιῇ, οὐκ ἀποστερήσω τὸ τῆς τέχνης ὄνομα· ὅταν δὲ τοὺς ἄνδρας εἰς τὰ τῶν γυναικῶν ἐξάγῃ σχήματα, καὶ μαλακίζεσθαι ποιῇ διὰ τῶν ὑπο-δημάτων καὶ θρύπτεσθαι, μετὰ τῶν βλαβερῶν καὶ πε-ριττῶν αὐτὴν τάξομεν, καὶ οὐδὲ τέχνην ἐροῦμεν. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς μικρολόγος εἶναι δοκῶ ταῦτα περιεργαζόμενος· οὐ μὴν διὰ τοῦτο ἀποστήσομαι. Τὸ γὰρ ἁπάντων αἴτιον τῶν κακῶν τοῦτο, τὸ καὶ μικρὰ ταῦτα δοκεῖν εἶναι τὰ ἁμαρτήματα, καὶ διὰ τοῦτο ἀμε-λεῖσθαι. Καὶ τί τούτου, φησὶν, εὐτελέστερον ἁμάρτημα γένοιτ’ ἂν, κεκαλλωπισμένον ἔχειν ὑπόδημα καὶ ἀπο-στίλβον, καὶ τῷ ποδὶ προσηρτημένον, εἴγε καὶ ἁμάρ-τημα τοῦτο καλεῖν δοκεῖ; Βούλεσθε οὖν ἐπαφήσω τὴν γλῶτταν αὐτῷ, καὶ δείξω τὴν ἀσχημοσύνην ὅση, καὶ οὐκ ὀργιεῖσθε; Μᾶλλον δὲ, κἂν ὀργίζησθε, οὐ πολύς μοι λόγος. Καὶ γὰρ ὑμεῖς αἴτιοι τῆς ἀνοίας ταύτης, οἱ μηδὲ ἁμάρτημα εἶναι νομίζοντες, καὶ ἐντεῦθεν ἡμᾶς ἀναγκάζοντες εἰς τὴν κατηγορίαν τῆς ἀσωτίας ἐμβῆναι ταύτης. ε. Φέρε οὖν αὐτὸ ἐξετάσωμεν, καὶ ἴδωμεν ὁποῖόν ἐστι κακόν. Ὅταν γὰρ τὰ νήματα τὰ σηρικὰ, ἃ μηδὲ ἐν ἱματίοις ὑφαίνεσθαι καλὸν, ταῦτα ἐν ὑποδήμασι διαῤ-ῥάπτητε, πόσης ὕβρεως, πόσου γέλωτος ταῦτα ἄξια; Εἰ δὲ τῆς ἡμετέρας ψήφου καταφρονεῖς, ἄκουσον τῆς τοῦ Παύλου φωνῆς, μετὰ πολλῆς τῆς σφοδρότητος ταῦτα
PG 58:502ἀπαγορεύοντος, καὶ τότε αἰσθήσῃ τοῦ γέλωτος. Τί οὖν ἐκεῖνός φησι; Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργα-ρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Τίνος οὖν ἂν εἴης συγ-γνώμης ἄξιος, ὅταν τῇ γεγαμημένῃ μὴ ἐπιτρέποντος Παύλου πολυτελῆ ἱμάτια ἔχειν, σὺ καὶ ἐπὶ τὰ ὑποδή-ματα τὴν βλακείαν ταύτην ἐξάγῃς, καὶ μυρία κατα-σκευάζῃς ὑπὲρ τῆς καταγελάστου ὕβρεως; Καὶ γὰρ καὶ ναῦς πήγνυται, καὶ ἐρέται καταλέγονται, καὶ πρωρεὺς καὶ κυβερνήτης, καὶ ἱστίον ἀναπετάννυται, καὶ πέλαγος πλεῖται, καὶ γυναῖκα καὶ παιδία καὶ πατρίδα ἀφεὶς, καὶ τὴν ἑαυτοῦ ψυχὴν ὁ ἔμπορος ἐκδίδωσι κύμασι, καὶ εἰς τὴν τῶν βαρβάρων ἔρχεται χώραν, καὶ μυρίους ὑπο-μένει κινδύνους διὰ ταῦτα τὰ νήματα, ἵνα σὺ μετὰ πάντα ἐκεῖνα λαβὼν ἐπὶ τῶν ὑποδημάτων διαῤῥάψῃς, καὶ τὸ δέρμα καλλωπίσῃς. Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Ἀλλ’ οὐ τὰ παλαιὰ τοιαῦτα, ἀλλ’ ἀνδράσι πρέποντα. Ὅθεν ἔγωγε προσδοκῶ, χρόνου προϊόντος τοὺς νέους τοὺς παρ’ ἡμῖν καὶ γυναικῶν ὑποδήματα σχήσειν, καὶ οὐκ αἰσχυνεῖσθαι. Καὶ τὸ χαλεπώτερον, ὅτι οἱ πατέρες ταῦτα ὁρῶντες οὐκ ἀγανακτοῦσιν, ἀλλὰ καὶ ἀδιάφορον τὸ πρᾶγμα εἶναι νομίζουσι. Βούλεσθε εἴπω καὶ τὸ ἔτι χαλεπώτερον, ὅτι καὶ πενήτων ὄντων πολλῶν ταῦτα γίνεται; Βούλεσθε εἰς μέσον ἀγάγω τὸν Χριστὸν τὸν λιμώττοντα, τὸν γυμνὸν, τὸν ἀλώμενον πανταχοῦ, τὸν δεδεμένον; Καὶ πόσων οὐκ ἂν εἴητε σκηπτῶν ἄξιοι, ἐκεῖνον μὲν τροφῆς ἀναγκαίας ἀποροῦντα περιορῶντες, τὰ δέρματα δὲ μετὰ τοσαύτης καλλωπίζοντες τῆς σπου-δῆς; Καὶ αὐτὸς μὲν ἡνίκα τοῖς μαθηταῖς ἐνομοθέτει, οὐδὲ ἁπλῶς ὑποδήματα ἔχειν ἐπέτρεπεν· ἡμεῖς δὲ οὐ μόνον γυμνοῖς ποσὶν οὐκ ἀνεχόμεθα βαδίζειν, ἀλλ’ οὐδὲ ὑποδεδεμένοις ὡς ὑποδεδέσθαι δεῖ. Τί τοίνυν τῆς ἀκοσμίας ταύτης χεῖρον γένοιτ’ ἄν; τί τοῦ γέλωτος; Καὶ γὰρ ψυχῆς ἐστι μαλακώδους τὸ πρᾶγμα, καὶ ἀπηνοῦς καὶ ὠμῆς, καὶ περιέργου καὶ ματαιοπόνου. Πότε γὰρ δυνήσεται ἀναγκαίῳ τινὶ προσέχειν ὁ περὶ ταῦτα τὰ περιττὰ ἠσχολημένος; πότε ἀνέξεται ὁ τοιοῦτος νέος ψυχῆς ἐπιμελήσασθαι, ἢ ἐννοῆσαι ὅτι κἂν ψυχὴν ἔχει; Καὶ γὰρ μικρολόγος ἔσται ὁ τὰ τοιαῦτα θαυμάζειν ἀναγκαζόμενος, καὶ ὠμὸς ὁ διὰ ταῦτα τῶν πτωχῶν ἀμελῶν, καὶ ἀρετῆς ἔρημος ὁ πᾶσαν εἰς ταῦτα κατ-αναλίσκων τὴν σπουδήν. Ὁ γὰρ νημάτων ἀρετὴν, καὶ χρωμάτων ἄνθος, καὶ τοὺς κισσοὺς τοὺς ἀπὸ τῶν τοιού-των ὑφασμάτων περιεργαζόμενος, πότε εἰς τὸν οὐρανὸν δυνήσεται ἰδεῖν; πότε τὸ ἐκεῖ θαυμάσεται κάλλος ὁ πρὸς κάλλος ἐπτοημένος δερμάτων, καὶ χαμαὶ κύπτων; Καὶ ὁ μὲν Θεὸς ἔτεινεν οὐρανὸν, καὶ ἥλιον ἀνῆψεν, ἄνω σου τὰς ὄψεις ἕλκων· σὺ δὲ κάτω σαυτὸν καὶ πρὸς τὴν γῆν κατὰ τοὺς χοίρους νεύειν ἀναγκάζεις, καὶ τῷ δια-βόλῳ πείθῃ. Καὶ γὰρ ὁ πονηρὸς δαίμων οὗτος ταύτην ἐπενόησε τὴν ἀσχημοσύνην, ἐκείνου σε τοῦ κάλλους ἀπάγων. Διὰ τοῦτό σε ἐνταῦθα εἵλκυσε, καὶ παρευδοκι-μεῖται Θεὸς οὐρανὸν δεικνὺς ὑπὸ διαβόλου δέρματα δεικνύντος· μᾶλλον δὲ οὐδὲ δέρματα· καὶ γὰρ καὶ ταῦτα ἔργα Θεοῦ· ἀλλὰ βλακείαν καὶ κακοτεχνίαν. Καὶ κάτω εἰς τὴν γῆν νεύων ὁ νέος περίεισιν, ὁ τὰ ἐν τοῖς οὐρα-νοῖς φιλοσοφεῖν κελευσθεὶς, μᾶλλον ἐγκαλλωπιζόμενος τούτοις, ἢ εἰ τῶν μεγάλων τι κατωρθωκὼς ἦν, καὶ ἀκροβατῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ λύπας καὶ ἀθυμίας ἐντεῦθεν τίκτων ἑαυτῷ περιττὰς, μὴ μολύνῃ τῷ πηλῷ χειμῶνος ὄντος, μὴ καλύψῃ τῷ κονιορτῷ θέρους ἐπι-στάντος. Τί λέγεις, ἄνθρωπε; τὴν ψυχὴν ἅπασαν εἰς πηλὸν ἔῤῥιψας διὰ ταύτης τῆς ἀσωτίας, καὶ χαμαὶ συρο-

Homily LHomilia L

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:503μένην περιορᾷς, καὶ περὶ ὑποδημάτων τοσοῦτον ἔχεις ἀγῶνα; Μάθε τὴν χρῆσιν αὐτῶν, καὶ αἰδέσθητι τὴν ψῆφον ἣν περὶ αὐτῶν φέρεις. Ὥστε γὰρ πηλὸν πατεῖν καὶ βόρβορον, καὶ πᾶσαν τὴν ἐπὶ τοῦ ἐδάφους κηλῖδα, γέγονε τὰ ὑποδήματα. Εἰ δὲ οὐκ ἀνέχῃ, λαβὼν ἐξάρτησον τοῦ τραχήλου, ἢ τῇ κεφαλῇ περίθες. 2. Καὶ ὑμεῖς μὲν γελᾶτε ταῦτα ἀκούοντες· ἐμοὶ δὲ δακρύειν ἔπεισι τὴν τούτων μανίαν, καὶ τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἥδιον ἂν οὗτοι τὸ σῶμα μολύ-ναιεν πηλῷ, ἢ τὰ δέρματα ἐκεῖνα. Μικρολόγοι μὲν οὖν οὕτω γίνονται, φιλοχρήματοι δὲ πάλιν ἑτέρως. Ὁ γὰρ περὶ τὰ τοιαῦτα μαίνεσθαι καὶ σπουδάζειν ἐθισθεὶς, καὶ ἐν ἱματίοις καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλῆς δεῖται δαπάνης καὶ πολλῆς τῆς προσόδου. Κἂν μὲν φιλότιμον ἔχῃ πατέρα, μᾶλλον αἰχμάλωτος γίνεται, τὴν ἄτοπον ταύτην ἐπιτείνων ἐπιθυμίαν· ἂν δὲ μικρολόγον, ἀναγ-κάζεται ἕτερα ἀσχημονεῖν, ὥστε χρυσίον συνάγειν εἰς
τὰς τοιαύτας δαπάνας. Ἐντεῦθεν πολλοὶ τῶν νέων καὶ τὴν ὥραν ἀπέδοντο, καὶ παράσιτοι τοῖς εὐπόροις ἐγένοντο, καὶ ἑτέρας δουλοπρεπεῖς ὑπέμειναν διακονίας, ἀντὶ τούτων ὠνούμενοι τὸ τὰς τοιαύτας ἐπιθυμίας πλη-ροῦν. Ὅτι μὲν οὖν καὶ φιλοχρήματος οὗτος ἔσται καὶ μι-κρολόγος, καὶ περὶ τὰ ἀναγκαῖα πάντων ἀργότερος, καὶ πολλὰ ἀναγκασθήσεται ἁμαρτάνειν, δῆλον ἐκ τούτων· ὅτι δὲ ὠμὸς καὶ κενόδοξος, οὐδὲ τοῦτό τις ἀντερεῖ· ὠμὸς μὲν, ὅταν πένητα ἰδὼν, τῷ πόθῳ τοῦ καλλωπισμοῦ μηδὲ ἑωρακέναι δοκῇ, ἀλλὰ ταῦτα μὲν χρυσῷ καλλω-πίζῃ, ἐκεῖνον δὲ ὑπὸ λιμοῦ διαφθειρόμενον περιορᾷ· κενόδοξος δὲ, ὅταν καὶ ἐν τοῖς μικροῖς παιδεύηται τὴν παρὰ τῶν ὁρώντων δόξαν θηρᾷν. Οὐ γὰρ οὕτως οἶμαι στρατηγὸν ἐπὶ τοῖς στρατοπέδοις καὶ τροπαίοις μέγα φρονεῖν, ὡς τοὺς ἀκολάστους νέους ἐπὶ τῷ καλλωπι-σμῷ τῶν ὑποδημάτων, ἐπὶ τοῖς συρομένοις ἱματίοις, ἐπὶ τῇ κουρᾷ τῆς κεφαλῆς· καίτοιγε ταῦτα πάντα τεχνιτῶν ἔργα ἐστὶν ἑτέρων. Εἰ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις οὐκ ἀφ-ίστανται κενοδοξοῦντες, πότε ἐπὶ τοῖς ἰδίοις ἀποστήσον-ται; Εἴπω καὶ ἕτερα τούτων χαλεπώτερα, ἢ καὶ ταῦτα ὑμῖν ἀπόχρη; Οὐκοῦν ἀνάγκη καταλῦσαι τὸν λόγον ἐνταῦθα· ἐπεὶ καὶ ταῦτά μοι εἴρηται διὰ τοὺς φιλονεί-κους καὶ οὐδὲν ἄτοπον τὸ πρᾶγμα εἶναι λέγοντας. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν νέων οὐδὲ προσέξουσι τοῖς λεγο-μένοις, μεθύοντες ἅπαξ τῷ πάθει· οὐ μὴν διὰ τοῦτο σιγῆσαι ἔδει. Οἱ γὰρ νοῦν ἔχοντες πατέρες καὶ ὑγιαίνον-τες τέως, καὶ ἄκοντας αὐτοὺς εἰς τὴν προσήκουσαν
PG 58:504εὐσχημοσύνην ἐμβιβάσαι δυνήσονται. Μὴ τοίνυν λέγε, Οὐδὲν παρὰ τοῦτο, καὶ οὐδὲν παρ’ ἐκεῖνο· τοῦτο γὰρ, τοῦτο πάντα ἀπώλεσεν. Ἔδει γὰρ καὶ ἐντεῦθεν αὐ-τοὺς παιδεύειν, καὶ ἀπὸ τῶν δοκούντων εἶναι μικρῶν σεμνοὺς ποιεῖν, μεγαλοψύχους, κρείττους σχημά-των· οὕτως αὐτοὺς καὶ ἐν τοῖς μεγάλοις εὑρήσομεν δοκίμους. Τί γὰρ τῆς τῶν στοιχείων μαθήσεως εὐτελέ-στερον; Ἀλλ’ ὅμως ἀπὸ τούτων καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ φιλόσοφοι γίνονται· κἂν ταῦτα ἀγνοήσω-σιν, οὐδὲ ἐκεῖνά ποτε εἴσονται. Ταῦτα δὲ ἡμῖν οὐ πρὸς νέους μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας καὶ κόρας εἴρηται. Καὶ γὰρ καὶ αὗται τοῖς τοιούτοις ἐγκλήμασιν ὑπόκειν-ται, καὶ πολλῷ μᾶλλον, ὅσῳ παρθένῳ κοσμιότης ἐπιτή-δειον. Τὰ τοίνυν πρὸς ἐκείνους εἰρημένα καὶ πρὸς ὑμᾶς εἰρῆσθαι νομίζετε, ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀναλάβωμεν. Καὶ γὰρ ὥρα λοιπὸν εὐχῇ κατακλεῖσαι τὸν λόγον. Ἅπαν-τες τοίνυν ἡμῖν συνεύξασθε, ὥστε τοὺς νέους τοὺς τῆς Ἐκκλησίας μάλιστα δυνηθῆναι κοσμίως ζῇν, καὶ εἰς γῆρας ἐλθεῖν αὐτοῖς πρέπον. Ὡς τούς γε οὐχ οὕτω ζῶν-τας, οὐδὲ εἰς γῆρας ἐλθεῖν καλόν· τοὺς δὲ καὶ ἐν νεότητι γεγηρακότας εὔχομαι καὶ εἰς πολιὰν βαθυτάτην ἐλθεῖν, καὶ πατέρας γενέσθαι παίδων δοκίμων, καὶ τοὺς γεγεν-νηκότας εὐφρᾶναι, καὶ πρό γε πάντων τὸν πεποιηκότα αὐτοὺς Θεὸν, καὶ πᾶσαν ἐξελάσαι νόσον, οὐ τὴν ἐν τοῖς ὑποδήμασιν, οὐδὲ τὴν ἐν τοῖς ἱματίοις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν. Καὶ γὰρ οἷον γῆ χερσουμένη, τοιοῦτόν ἐστι καὶ νεότης ἀμελουμένη, πολλὰς πολλαχό-θεν ἐκφέρουσα τὰς ἀκάνθας. Ἐπαφῶμεν τοίνυν τὸ πῦρ τοῦ Πνεύματος, καὶ κατακαύσωμεν τὰς πονηρὰς ταύτας ἐπιθυμίας, καὶ νεώσωμεν τὰς ἀρούρας, καὶ ἑτοίμους πρὸς τὴν τοῦ σπόρου ποιήσωμεν ὑποδοχὴν, καὶ τοὺς νέους τοὺς παρ’ ἡμῖν τῶν ἀλλαχοῦ γερόντων ἀποδείξωμεν σωφρονεστέρους. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν ἐν νεότητι σωφροσύνη λάμπῃ, ὡς ὅγε ἐν γήρᾳ σωφρονῶν οὐδὲ μισθὸν ἂν ἔχοι πολὺν, ἀκριβῆ τὴν ἀπὸ τῆς ἡλικίας ἀσφάλειαν ἔχων. Τὸ δὲ παράδοξον, ἐν κύμασι γαλήνης ἀπολαύειν, καὶ ἐν καμίνῳ μὴ κατα-καίεσθαι, καὶ ἐν νεότητι μὴ ἀσελγαίνειν. Ταῦτ’ οὖν ἐννοοῦντες, ζηλώσωμεν τὸν μακάριον ἐκεῖνον Ἰωσὴφ, τὸν διὰ πάντων λάμψαντα τούτων, ἵνα καὶ τῶν αὐτῶν ἐπιτύχωμεν στεφάνων αὐτῷ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπι-τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:503ΟΜΙΛΙΑ Ν. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. α. Τίνος ἕνεκεν εἰς τὸ ὄρος ἀναβαίνει; Παιδεύων ἡμᾶς, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις, ὅταν ἐντυγχάνειν δέῃ Θεῷ. Διά τοι τοῦτο συνεχῶς εἰς τὰς ἐρήμους ἄπεισι, κἀκεῖ διανυκτερεύει πολλάκις εὐχόμενος, παιδεύων ἡμᾶς καὶ τὴν ἀπὸ τοῦ καιροῦ καὶ τὴν ἀπὸ τοῦ τόπου
PG 58:504θηρᾶσθαι ἐν ταῖς εὐχαῖς ἀταραξίαν. Ἡσυχίας γὰρ μή-τηρ ἡ ἔρημος, καὶ γαλήνη, καὶ λιμὴν, ἁπάντων ἀπαλ-λάττουσα θορύβων ἡμᾶς. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀν-έβαινεν ἐκεῖσε· οἱ δὲ μαθηταὶ κλυδωνίζονται πάλιν, καὶ χειμῶνα ὑπομένουσιν οἷον καὶ πρότερον. Ἀλλὰ τότε μὲν ἔχοντες αὐτὸν ἐν τῷ πλοίῳ τοῦτο ἔπασχον· νυνὶ δὲ καθ’ ἑαυτοὺς ὄντες μόνοι. Καὶ γὰρ ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα αὐτοὺς ἐνάγει καὶ ἐμβιβάζει, καὶ εἰς τὸ φέρειν πάντα γενναίως. Διὰ δὴ τοῦτο, ὅτε μὲν
PG 58:505πρῶτον κινδυνεύειν ἔμελλον, παρῆν μὲν, ἐκάθευδε δὲ, ὥστε ἐξ ἑτοίμου δοῦναι τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ ἐπὶ μείζονα ἄγων αὐτοὺς ὑπομονὴν, οὐδὲ τοῦτο ποιεῖ, ἀλλ’ ἄπεισι, καὶ ἐν μέσῃ θαλάσσῃ συγχωρεῖ τὸν χει-μῶνα διεγερθῆναι, ὡς μηδὲ προσδοκῆσαί ποθεν ἐλπίδα σωτηρίας, καὶ ὅλην τὴν νύκτα ἀφίησιν αὐτοὺς κλυδωνί-ζεσθαι, διεγείρων αὐτῶν, ὡς οἶμαι, πεπωρωμένην τὴν καρδίαν. Καὶ γὰρ τοιοῦτον ὁ φόβος, ὃν μετὰ τοῦ χειμῶνος καὶ ὁ καιρὸς ποιεῖ. Μετὰ δὲ τῆς κατανύξεως καὶ εἰς ἐπιθυμίαν μείζονα αὐτοὺς ἐνέβαλε τὴν αὐτοῦ, καὶ εἰς μνήμην διηνεκῆ. Διὰ δὴ τοῦτο οὐκ εὐθέως αὐτοῖς ἐπέστη· Τετάρτῃ γὰρ φυλακῇ, φησὶ, τῆς νυκτὸς ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάς-σης· παιδεύων αὐτοὺς μὴ ταχέως λύσιν ἐπιζητεῖν τῶν συνεχόντων δεινῶν, ἀλλὰ φέρειν τὰ συμπίπτοντα γεν-ναίως. Ὅτε γοῦν προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβος. Ἰδόντες γὰρ αὐτὸν, φησὶν, οἱ μαθηταὶ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐταράχθη-σαν, λέγοντες φάντασμα εἶναι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Καὶ γὰρ ἀεὶ τοῦτο ποιεῖ· ὅταν μέλλῃ λύειν τὰ δεινὰ, ἕτερα χαλεπώτερα ἐπάγει καὶ φοβερώτερα· ὃ δὴ καὶ τότε συνέβη. Μετὰ γὰρ τοῦ χειμῶνος καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησε τοῦ χειμῶνος οὐχ ἧττον. Διὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν ἑαυτὸν εὐθέως ἐποίησεν, ἀλείφων αὐτοὺς, ὅπερ εἶπον, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων, καὶ παιδεύων εἶναι καρτερικούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν· ὅτε γὰρ ἔμελλε λύειν [τὸν φόβον καὶ] τὸν πειρασμὸν, τότε τὸ τέλος χαλε-πώτερον εἴασε γενέσθαι· οὐ διὰ τὸν τῶν παίδων θάνατον λέγω, καὶ τὰ ῥήματα τῆς γυναικὸς, ἀλλὰ διὰ τὰ ὀνείδη τὰ τῶν οἰκετῶν, τὰ τῶν φίλων. Καὶ ὅτε τὸν Ἰακὼβ ἐξαρπάζειν ἔμελλε τῆς ἐν τῇ ξένῃ ταλαιπωρίας, ἀφῆκε διεγερθῆναι καὶ μείζονα γενέσθαι τὸν θόρυβον. Καὶ γὰρ ὁ κηδεστὴς καταλαβὼν θάνατον ἠπείλει, καὶ μετ’ ἐκεῖ-νον ὁ ἀδελφὸς διαδέχεσθαι μέλλων, τὸν περὶ τῶν ἐσχά-των ἐπεκρέμασε κίνδυνον. Ἐπειδὴ γὰρ οὐκ ἔνι καὶ ἐν μακρῷ χρόνῳ καὶ σφοδρῶς πειράζεσθαι, ὅταν μέλλωσιν ἐκβαίνειν τοὺς ἀγῶνας οἱ δίκαιοι, βουλόμενος αὐτοὺς
πλέον κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. Ὃ καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, τὸν ἔσχατον ἆθλον τὸν τοῦ παι-δὸς θείς. Οὕτω γὰρ καὶ φορητὰ ἔσται τὰ ἀφόρητα, ὅταν ἐπὶ θύραις ἐπάγηται ἐγγὺς ἔχοντα τὴν ἀπαλ-λαγήν. Τοῦτο δὴ καὶ τότε ἐποίησε, καὶ οὐ πρότερον ἀπεκάλυψεν ἑαυτὸν ὁ Χριστὸς, ἕως ὅτε ἔκραξαν. Ὅσῳ γὰρ ἐπετείνετο τὰ τῆς ἀγωνίας, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐβόησαν, φησὶν, Εὐθέως ἐλάλησεν αὐτοῖς ὁ Ἰη-σοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Τοῦτο τὸ ῥῆμα τὸν φόβον ἔλυσε, καὶ θαῤῥῆσαι παρ-εσκεύασεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ὄψεως αὐτὸν οὐκ ἐγί-νωσκον, καὶ διὰ τὸ παράδοξον τῆς βαδίσεως καὶ διὰ τὸν καιρὸν, ἀπὸ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιεῖ. Τί οὖν ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς καὶ ἀεὶ τῶν ἄλλων προ-πηδῶν; Κύριε, εἰ σὺ εἶ, φησὶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Οὐκ εἶπεν, Εὖξαι καὶ παρακάλεσον, ἀλλὰ, Κέλευσον. Εἶδες πόση ἡ θερμότης; πόση ἡ πί-στις; Καίτοιγε ἐκ τούτου πολλαχοῦ κινδυνεύει, ἐκ τοῦ πέρα τοῦ μέτρου ζητεῖν. Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ μέγα ἐζήτησε, δι’ ἀγάπην μόνον, οὐ δι’ ἐπίδειξιν. Οὐδὲ γὰρ εἶπε, Κέλευσόν με βαδίσαι ἐπὶ τὰ ὕδατα· ἀλλὰ τί; Κέλευσόν με ἐλθεῖν πρὸς σέ. Οὐδεὶς γὰρ οὕτως ἐφί-λει τὸν Ἰησοῦν. Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ἐποίη-
PG 58:506σεν· οὐκ ἠνέσχετο μετὰ τῶν ἄλλων ἐλθεῖν, ἀλλὰ προεπήδησεν. Οὐ τὴν ἀγάπην δὲ μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἐπιδείκνυται. Οὐ γὰρ μόνον ἐπίστευσεν, ὅτι αὐ-τὸς δύναται περιπατεῖν ἐπὶ τῆς θαλάσσης, ἀλλ’ ὅτι καὶ ἑτέρους ἐνάγειν καὶ ἐπιθυμεῖ ταχέως ἐγγὺς αὐτοῦ γε-νέσθαι. Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, καὶ ἦλθε πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰη-σοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέ-γει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Τοῦτο τοῦ προτέρου παραδοξότερον. Διὰ τοῦτο μετ’ ἐκεῖνο τοῦτο γίνεται. Ὅτε γὰρ ἔδειξεν, ὅτι κρατεῖ τῆς θαλάς-σης, τότε καὶ ἐπὶ τὸ θαυμαστότερον ἐξάγει τὸ ση-μεῖον. Τότε μὲν γὰρ τοῖς ἀνέμοις ἐπετίμησε μόνον· νυνὶ δὲ καὶ αὐτὸς βαδίζει, καὶ ἑτέρῳ παραχωρεῖ τοῦτο ποιεῖν· ὅπερ εἰ παρὰ τὴν ἀρχὴν γενέσθαι ἐκέλευσε, οὐκ ἂν ὁμοίως κατεδέξατο ὁ Πέτρος, διὰ τὸ μηδέπω το-σαύτην κεκτῆσθαι πίστιν. β. Τίνος οὖν ἕνεκεν ὁ Χριστὸς ἐπέτρεψε; Καὶ γὰρ εἰ εἶπεν, Οὐ δύνασαι, πάλιν θερμὸς ὢν ἀντεῖπεν ἄν. Διὰ τοῦτο ἀπὸ τῶν πραγμάτων αὐτὸν πείθει, ἵνα εἰς τὸ μέλλον σωφρονισθῇ. Ἀλλ’ οὐδὲ οὕτως ἀνέχεται. Κατα-βὰς τοίνυν κλυδωνίζεται· ἐφοβήθη γάρ. Καὶ τοῦτο τὸ κλυδώνιον ἐποίησε· τὸν δὲ φόβον ὁ ἄνεμος εἰργάσατο. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι Ἤθελον λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο εἰς τὴν γῆν, εἰς ἣν ὑπῆγον· τὸ αὐτὸ δὴ τοῦτο δηλῶν. Ὥστε μελλόντων αὐτῶν πρὸς τῇ γῇ γίνεσθαι, ἐπέβη τοῦ πλοίου. Καταβὰς τοίνυν ἀπὸ τοῦ πλοίου, πρὸς αὐ-τὸν ᾔει, οὐχ οὕτω τῷ περιπατεῖν ἐπὶ τῶν ὑδάτων, ὡς τῷ πρὸς αὐτὸν ἔρχεσθαι χαίρων. Καὶ τοῦ μείζονος περιγενόμενος, ἀπὸ τοῦ ἐλάττονος ἔμελλε πάσχειν κα-κῶς, τῆς τοῦ ἀνέμου λέγω ῥύμης, οὐ τῆς θαλάττης. Τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φύσις· πολλάκις τὰ μεγάλα κατορθοῦσα, ἐν τοῖς ἐλάττοσιν ἐλέγχεται. Οἷον ὁ Ἠλίας ἐπὶ τῆς Ἰεζάβελ ἔπαθεν· οἷον ὁ Μωϋσῆς ἐπὶ τοῦ Αἰγυπτίου· οἷον ὁ Δαυὶ̈δ ἐπὶ τῆς Βηρ-σαβεέ. Οὕτω δὴ καὶ οὗτος· ἔτι τοῦ φόβου ἐνακμάζοντος ἐπιβῆναι τῶν ὑδάτων ἐθάῤῥησε, πρὸς δὲ τὴν τοῦ ἀνέ-μου ἐμβολὴν οὐκέτι ἠδυνήθη στῆναι, καὶ ταῦτα ἐγγὺς ὢν τοῦ Χριστοῦ. Οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι τοῦ Χριστοῦ, μὴ πίστει ὄντα ἐγγύς. Τοῦτο δὲ καὶ τὸ μέσον ἐδείκνυ τοῦ Διδασκάλου καὶ τοῦ μαθητοῦ, καὶ τοὺς ἄλλους παρεμυθεῖτο. Εἰ γὰρ ἐπὶ τῶν δύο ἀδελφῶν ἠγα-νάκτησαν, πολλῷ μᾶλλον ἐνταῦθα· οὔπω γὰρ ἦσαν Πνεύματος ἠξιωμένοι. Μετὰ δὲ ταῦτα οὐ τοιοῦτοι. Πανταχοῦ γοῦν τῶν πρωτείων παραχωροῦσι τῷ Πέ-τρῳ, καὶ ἐν ταῖς δημηγορίαις αὐτὸν προβάλλονται, καίτοιγε ἀγροικότερον τῶν ἄλλων διακείμενον. Καὶ διατί οὐκ ἐπέταξε τοῖς ἀνέμοις παύσασθαι, ἀλλ’ αὐτὸς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ; Ὅτι τῆς ἐκείνου πίστεως ἔδει. Ὅταν γὰρ τὰ παρ’ ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται. Δεικνὺς τοίνυν ὅτι οὐχ ἡ τοῦ ἀνέμου ἐμβολὴ, ἀλλ’ ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτρο-πὴν εἰργάσατο, φησίν· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησε, καὶ πρὸς τὸν ἄνεμον ἂν ἔστη ῥᾳδίως. Διά τοι τοῦτο καὶ ἐπιλαβόμενος αὐτοῦ, τὸν ἄνεμον ἐᾷ πνεῖν, δηλῶν ὅτι οὐδὲν ἐκεῖνος παραβλά-πτει, ὅταν ἡ πίστις ᾖ πεπηγυῖα. Καὶ καθάπερ νεοττὸν πρὸ καιροῦ τῆς καλιᾶς ἐξελθόντα καὶ μέλλοντα κατα-
PG 58:507πίπτειν, ἡ μήτηρ ταῖς πτέρυξι διαβαστάσασα πάλιν ἐπὶ τὴν καλιὰν ἄγει, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ ἐπιβάντων αὐτῶν τοῦ πλοίου, τότε ἐπαύσατο ὁ ἄνεμος. Πρὸ τούτου μὲν ἔλεγον· Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; νυνὶ δὲ οὐχ οὕτως. Οἱ γὰρ ἐν τῷ πλοίῳ, φησὶν, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγον-τες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ὁρᾷς πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγε; Καὶ γὰρ ἀπὸ τοῦ βα-δίσαι ἐν τῇ θαλάσσῃ, καὶ ἀπὸ τοῦ ἑτέρῳ κελεῦσαι τοῦτο ποιῆσαι, καὶ κινδυνεύοντα διασῶσαι, πολλὴ λοιπὸν ἡ πίστις ἦν. Τότε μὲν γὰρ ἐπετίμησε τῇ θαλάσσῃ, νυνὶ δὲ οὐκ ἐπιτιμᾷ, ἑτέρως τὴν δύναμιν αὐτοῦ δεικνὺς μει-ζόνως. Διὸ καὶ ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Τί οὖν; ἐπετίμησε τοῦτο εἰρηκόσι; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐβεβαίωσε τὸ λεχθὲν, μετὰ μείζονος ἐξουσίας θεραπεύων τοὺς προσιόντας, καὶ οὐχ ὡς ἔμπροσθεν. Καὶ διαπεράσαντες, φησὶν, ἦλθον εἰς τὴν γῆν Γεν-νησαρέτ. Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τό-που ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κα-κῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα ἅψωνται τοῦ κρα-σπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο ἐσώ-θησαν. Οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσῄεσαν, εἰς τὰς οἰκίας αὐτὸν ἕλκοντες, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦν-τες, καὶ προστάγματα διὰ ῥημάτων· ἀλλ’ ὑψηλότε-ρον πολλῷ καὶ φιλοσοφώτερον, καὶ μετὰ πλείονος τῆς πίστεως τὴν θεραπείαν ἐπεσπῶντο. Ἡ γὰρ αἱμοῤῥοοῦσα ἅπαντας ἐδίδαξε φιλοσοφεῖν. Δεικνὺς δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ διὰ πολλοῦ χρόνου τοῖς μέρεσιν ἐπέβη, φη-σὶν, ὅτι Ἐπιγνόντες οἱ ἄνδρες τοῦ τόπου ἀπέστει-λαν εἰς τὴν περίχωρον, καὶ προσήνεγκαν αὐτῷ τοὺς κακῶς ἔχοντας. Ἀλλ’ ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ καὶ μείζονα εἰργάσατο, καὶ ἀκμάζουσαν διετήρησεν. Ἁψώμεθα τοίνυν καὶ ἡμεῖς τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· μᾶλλον δὲ, ἐὰν θέλωμεν, ὅλον αὐτὸν ἔχομεν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τὸ σῶμα· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ’ ὥστε καὶ φαγεῖν καὶ ἐμφορηθῆναι. Προσερχώμεθα τοίνυν μετὰ πίστεως, ἕκαστος ἀσθένειαν ἔχων. Εἰ γὰρ οἱ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι τοσαύτην εἵλκυ-σαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες; Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον
τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς καρδίας ἅψασθαι, τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ προσιόντας τῷ Χριστῷ. Τί γὰρ, εἰ μὴ φωνῆς ἀκούεις; Ἀλλ’ ὁρᾷς αὐτὸν κείμενον· μᾶλλον δὲ καὶ φωνῆς ἀκούεις, φθεγ-γομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν. γ. Πιστεύσατε τοίνυν, ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστιν, ἐν ᾧ καὶ αὐτὸς ἀνέκειτο. Οὐδὲν γὰρ ἐκεῖνο τούτου διενήνοχεν. Οὐδὲ γὰρ τοῦτο μὲν ἄνθρωπος ἐργάζεται, ἐκεῖνο δὲ αὐτὸς, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο αὐτός. Ὅταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα σοι ἴδῃς, μὴ τὸν ἱερέα νόμιζε τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν τοῦ Χριστοῦ χεῖρα εἶναι τὴν ἐκτεινομένην. Ὥσπερ γὰρ ὅταν βαπτί-ζῃ, οὐκ αὐτός σε βαπτίζει, ἀλλ’ ὁ Θεός ἐστιν ὁ κατέχων σου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις τολμᾷ προσελθεῖν καὶ ἅψα-σθαι· οὕτω καὶ νῦν. Ὅταν γὰρ ὁ Θεὸς γεννᾷ, αὐτοῦ μόνου ἐστὶν ἡ δωρεά. Οὐχ ὁρᾷς τοὺς υἱοποιουμένους ἐνταῦθα, πῶς οὐ δούλοις ἐπιτρέπουσι τὸ πρᾶγμα, ἀλλ’ αὐτοὶ πάρεισι τῷ δικαστηρίῳ; Οὕτω καὶ ὁ Θεὸς οὐκ ἀγγέλοις ἐπ-έτρεψε τὴν δωρεὰν, ἀλλ’ αὐτὸς πάρεστι κελεύων καὶ λέ-γων· Μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· οὐχ ἵνα ἀτιμάσῃς τοὺς γεγεννηκότας, ἀλλ’ ἵνα πάντων ἐκείνων
PG 58:508προθῇς τὸν ποιήσαντα σε καὶ ἐγγράψαντα εἰς τοὺς ἑαυτοῦ παῖδας, Ὁ γὰρ τὸ μεῖζον δοὺς, τουτέστιν, ἑαυ-τὸν παραθεὶς, πολλῷ μᾶλλον οὐκ ἀπαξιώσει καὶ διαδοῦ-ναί σοι τὸ σῶμα. Ἀκούσωμεν τοίνυν, καὶ ἱερεῖς καὶ ἀρχόμενοι, τίνος κατηξιώθημεν· ἀκούσωμεν, καὶ φρίξω-μεν· Τῶν ἁγίων σαρκῶν αὐτοῦ ἐμπλησθῆναι ἔδωκεν ἡμῖν, ἑαυτὸν παρέθηκε τεθυμένον. Τίς οὖν ἔσται ἀπο-λογία ἡμῖν, ὅταν τοιαῦτα σιτούμενοι, τοιαῦτα ἁμαρτά-νωμεν; ὅταν ἀρνίον ἐσθίοντες, λύκοι γινώμεθα; ὅταν πρόβατον σιτούμενοι, κατὰ τοὺς λέοντας ἁρπάζωμεν; Τοῦτο γὰρ τὸ μυστήριον οὐ μόνον ἁρπαγῆς, ἀλλὰ καὶ ψιλῆς ἔχθρας καθαρεύειν κελεύει διαπαντός. Καὶ γὰρ εἰρήνης ἐστὶ μυστήριον τοῦτο τὸ μυστήριον· οὐκ ἀφίησιν ἀντι-ποιεῖσθαι χρημάτων. Εἰ γὰρ αὐτὸς ἑαυτοῦ οὐκ ἐφείσατο δι’ ἡμᾶς, τίνος ἂν εἴημεν ἄξιοι, χρημάτων φειδόμενοι καὶ ψυχῆς ἀφειδοῦντες, ὑπὲρ ἧς ἐκεῖνος οὐκ ἐφείσατο ἑαυτοῦ; Τοῖς μὲν οὖν Ἰουδαίοις κατ’ ἐνιαυτὸν ὑπόμνημα τῶν οἰκείων εὐεργεσιῶν ταῖς ἑορταῖς ἐνέδησεν ὁ Θεός· σοὶ δὲ καθ’ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν διὰ τούτων τῶν μυστηρίων. Μὴ τοίνυν αἰσχύνου τὸν σταυρόν· ταῦτα γὰρ ἡμῶν ἐστι τὰ σεμνὰ, ταῦτα ἡμῶν τὰ μυστήρια· τούτῳ κοσμούμεθα τῷ δώρῳ, τούτῳ καλλωπιζόμεθα. Κἂν εἴπω, ὅτι τὸν οὐρανὸν ἔτεινε, τὴν γῆν καὶ τὴν θάλας-σαν ἥπλωσε, προφήτας καὶ ἀγγέλους ἔπεμψεν, οὐδὲν ἐρῶ ἴσον. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν τοῦτό ἐστιν, ὅτι τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τοὺς ἀλλοτριω-θέντας οἰκέτας σώσῃ. Μηδεὶς τοίνυν Ἰούδας ταύτῃ προσίτω τῇ τραπέζῃ, μηδεὶς Σίμων· καὶ γὰρ ἀμφό-τεροι διὰ φιλαργυρίαν ἀπώλοντο οὗτοι. Φύγωμεν τοίνυν τοῦτο τὸ βάραθρον, μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν, εἰ χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες, ποτήριον χρυσοῦν καὶ λιθοκόλλητον προσενέγκοιμεν τῇ τραπέζῃ. Εἰ γὰρ βούλει τιμῆσαι τὴν θυσίαν, τὴν ψυχὴν προς-ένεγκε, δι’ ἣν καὶ ἐτύθη· ταύτην χρυσῆν ποίησον· ἂν δὲ αὕτη μένῃ μολίβδου καὶ ὀστράκου χείρων, τὸ δὲ σκεῦος χρυσοῦν, τί τὸ κέρδος; Μὴ τοίνυν τοῦτο σκοπῶ-μεν, ὅπως χρυσᾶ σκεύη προσφέρωμεν μόνον, ἀλλ’ ὅπως καὶ ἐκ δικαίων πόνων. Ταῦτα γάρ ἐστι τὰ καὶ χρυσῶν τιμιώτερα, τὰ χωρὶς πλεονεξίας. Οὐ γὰρ χρυσο-χοεῖον, οὐδὲ ἀργυροκοπεῖόν ἐστιν ἡ Ἐκκλησία, ἀλλὰ πανήγυρις ἀγγέλων· διὸ ψυχῶν ἡμῖν δεῖ· καὶ γὰρ δὴ ταῦτα διὰ τὰς ψυχὰς προσίεται ὁ Θεός. Οὐκ ἦν ἡ τρά-πεζα ἐξ ἀργύρου τότε ἐκείνη, οὐδὲ τὸ ποτήριον χρυ-σοῦν, ἐξ οὗ ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς τὸ αἷμα τὸ ἑαυτοῦ· ἀλλὰ τίμια ἦν πάντα ἐκεῖνα καὶ φρικτὰ, ἐπειδὴ Πνεύματος ἔγεμε. Βούλει τιμῆσαι τοῦ Χριστοῦ τὸ σῶμα; Μὴ περιίδῃς αὐτὸν γυμνόν· μηδὲ ἐνταῦθα μὲν αὐτὸν σηρικοῖς ἱματίοις τιμήσῃς, ἔξω δὲ ὑπὸ κρυμοῦ καὶ γυμνότητος διαφθειρόμενον περιί̈δῃς. Ὁ γὰρ εἰπὼν, Τοῦτό μού ἐστι τὸ σῶμα, καὶ τῷ λόγῳ τὸ πρᾶγμα βεβαιώσας, οὗτος εἶπε· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ, Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τοῦτο μὲν γὰρ οὐ δεῖται ἐπιβλημάτων, ἀλλὰ ψυχῆς καθαρᾶς· ἐκεῖνο δὲ πολλῆς δεῖται ἐπιμελείας. Μάθωμεν τοίνυν φιλοσοφεῖν, καὶ τὸν Χριστὸν τιμᾷν ὡς αὐτὸς βούλεται· τῷ γὰρ τιμωμένῳ τιμὴ ἡδίστη, ἢν αὐτὸς θέλει, οὐχ ἢν ἡμεῖς νομίζομεν. Ἐπεὶ καὶ Πέτρος τιμᾷν αὐτὸν ᾤετο τῷ κωλῦσαι νίψαι τοὺς πόδας, ἀλλ’ οὐκ ἦν τιμὴ τὸ γινόμενον, ἀλλὰ τοὐναντίον. Οὕτω καὶ σὺ ταύτην αὐτὸν τίμα τὴν τιμὴν, ἣν αὐτὸς ἐνομοθέτησεν, εἰς πένητας ἀναλίσκων τὸν πλοῦτον. Οὐδὲ γὰρ σκευῶν χρείαν ἔχει χρυσῶν ὁ Θεὸς, ἀλλὰ ψυχῶν χρυσῶν. δ. Καὶ ταῦτα λέγω, οὐ κωλύων ἀναθήματα κατασκευά-ζεσθαι τοιαῦτα· ἀξιῶν δὲ μετὰ τούτων, καὶ πρὸ τούτων, τὴν ἐλεημοσύνην ποιεῖν. Δέχεται μὲν γὰρ καὶ ταῦτα, πολλῷ

Homily LIHomilia LI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:509δὲ μᾶλλον ἐκεῖνα. Ἐνταῦθα μὲν γὰρ ὁ προσενεγκὼν ὠφε-λήθη μόνον, ἐκεῖ δὲ καὶ ὁ λαβών. Ἐνταῦθα δοκεῖ καὶ φιλοτιμίας ἀφορμὴ τὸ πρᾶγμα εἶναι· ἐκεῖ δὲ ἐλεημοσύνη καὶ φιλανθρωπία τὸ πᾶν ἐστι. Τί γὰρ ὄφελος, ὅταν ἡ τράπεζα αὐτῷ γέμῃ χρυσῶν ποτηρίων, αὐτὸς δὲ λιμῷ διαφθείρηται; Πρότερον αὐτὸν ἔμπλησον πεινῶντα, καὶ τότε ἐκ περιουσίας καὶ τὴν τράπεζαν αὐτοῦ κόσμησον. Ποτήριον χρυσοῦν ποιεῖς, καὶ ποτήριον ψυχροῦ οὐ δί-δως; καὶ τί τὸ ὄφελος; Χρυσόπαστα ἐπιβλήματα κατα-σκευάζεις τῇ τραπέζῃ, αὐτῷ δὲ οὐδὲ τὴν ἀναγκαίαν παρ-έχεις σκέπην; καὶ τί τὸ κέρδος ἐκ τούτου; Εἰπὲ γάρ μοι· εἴ τινα ἰδὼν τῆς ἀναγκαίας ἀποροῦντα τροφῆς, ἀφεὶς αὐτῷ λῦσαι τὸν λιμὸν, τὴν τράπεζαν ἀργύρῳ πε-ριέβαλες μόνον, ἆρα ἂν ἔγνω σοι χάριν, ἀλλ’ οὐχὶ μᾶλλον ἠγανάκτησε; Τί δέ; εἰ ῥάκια περιβεβλημένον ὁρῶν, καὶ ὑπὸ κρυμοῦ πηγνύμενον, ἀφεὶς αὐτῷ δοῦναι ἱμάτιον, κίονας κατεσκεύαζες χρυσοῦς, λέγων εἰς ἐκείνου τιμὴν ποιεῖν, οὐκ ἄν σε καὶ εἰρωνεύεσθαι ἔφη, καὶ ὕβριν ἐνόμισε, καὶ ταύτην τὴν ἐσχάτην; Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Χριστοῦ λογίζου, ὅταν ἀλήτης καὶ ξένος περιέρχηται, δεόμενος ὀροφῆς· σὺ δὲ αὐτὸν ἀφεὶς ὑποδέξασθαι, ἔδαφος καλλωπίζῃς καὶ τοίχους καὶ κιόνων κεφαλάς· καὶ ἀργυρᾶς ἁλύσεις διὰ λαμπάδων ἐξάπτῃς, αὐτὸν δὲ ἐν δεσμωτηρίῳ δεδεμένον μηδὲ ἰδεῖν ἐθέλῃς. Καὶ ταῦτα λέγω, οὐχὶ κωλύων ἐν τούτοις φιλοτιμεῖσθαι, ἀλλὰ ταῦτα μετ’ ἐκείνων, μᾶλλον δὲ ταῦτα πρὸ ἐκείνων παραινῶν ποιεῖν. Ὑπὲρ μὲν γὰρ τοῦ ταῦτα μὴ ποιῆσαι οὐδεὶς ἐν-εκλήθη ποτέ· ὑπὲρ δὲ ἐκείνων καὶ γέεννα ἠπείληται, καὶ πῦρ ἄσβεστον, καὶ ἡ μετὰ δαιμόνων τιμωρία. Μὴ τοίνυν τὸν οἶκον κοσμῶν, τὸν ἀδελφὸν θλιβόμενον περιόρα· οὗτος γὰρ ἐκείνου ναὸς κυριώτερος. Καὶ ταῦτα μὲν καὶ βα-σιλεῖς ἄπιστοι, καὶ τύραννοι, καὶ λῃσταὶ δυνήσονται λαβεῖν τὰ κειμήλια· ὅσα δὲ ἂν εἰς τὸν ἀδελφὸν ποιήσῃσ
PG 58:510πεινῶντα καὶ ξένον ὄντα καὶ γυμνὸν, οὐδὲ ὁ διάβολος συλῆσαι δυνήσεται, ἀλλ’ ἐν ἀσύλῳ κείσεται θησαυρῷ. Τί οὖν αὐτός φησι, Τοὺς πτωχοὺς πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε; Διὰ γὰρ τοῦτο μά-λιστα ἐλεεῖν δεῖ, ὅτι οὐ πάντοτε αὐτὸν ἔχομεν πεινῶντα, ἀλλ’ ἐν τῷ παρόντι βίῳ μόνον. Εἰ δὲ βούλει καὶ τὴν
διάνοιαν πᾶσαν τοῦ εἰρημένου μαθεῖν ἄκουσον, ὅτι τοῦτο οὐ πρὸς τοὺς μαθητὰς εἴρηται, εἰ καὶ οὕτω δοκεῖ, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῆς γυναικός. Ἐπειδὴ γὰρ ἀτελέστε-ρον ἔτι διέκειτο, ἐκεῖνοι δὲ αὐτὴν διηπόρουν, ἀνακτώμε-νος αὐτὴν ταῦτα ἔλεγεν. Ὅτι γὰρ ἐκείνην παραμυθού-μενος ταῦτα ἔφη, ἐπήγαγε· Τί κόπους παρέχετε τῇ γυναικί; Ὅτι γὰρ καὶ αὐτὸν ἀεὶ μεθ’ ἡμῶν ἔχομεν, φησίν· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐξ ὧν ἁπάντων δῆ-λον, ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα ἐλέγετο, ἀλλ’ ἵνα τὴν πίστιν τῆς γυναικὸς τὴν τότε βλαστήσασαν μὴ καταμα-ράνῃ τῶν μαθητῶν ἡ ἐπιτίμησις. Μὴ τοίνυν ταῦτα εἰς μέσον φέρωμεν νῦν, ἃ διά τινα οἰκονομίαν εἴρηται· ἀλλὰ τοὺς νόμους ἅπαντας, τοὺς ἐν τῇ Καινῇ, τοὺς ἐν τῇ Παλαιᾷ περὶ ἐλεημοσύνης αὐτῷ κειμένους ἀναγνόντες, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιώμεθα τὴν σπου-δήν. Τοῦτο γὰρ ἁμαρτίας καθαίρει· Δότε γὰρ ἐλεημοσύ-νην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Τοῦτο θυσίας μεῖ-ζον· Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Τοῦτο τοὺς οὐρα-νοὺς ἀνοίγνυσιν· Αἱ εὐχαὶ γάρ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Τοῦτο παρθενίας ἀναγκαιότερον· οὕτω γὰρ ἐξεβλήθησαν τοῦ νυμφῶνος ἐκεῖναι, οὕτως αἱ ἄλλαι εἰσηνέχθησαν. Ἅπερ ἅπαντα συνειδότες σπείρωμεν φιλοτίμως, ἵνα μετὰ πλείονος θερίσωμεν δαψιλείας, καὶ τῶν μελλόντων ἐπι-τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
PG 58:509ΟΜΙΛΙΑ ΝΑ. Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· «Διατί οἱ μαθηταί σου,» κ. τ. ἑ. α. Τότε· πότε; Ὅτε τὰ μυρία σημεῖα εἰργάσατο, ὅτε τοὺς ἀῤῥώστους ἐθεράπευσεν ἐκ τῆς ἁφῆς τοῦ κρασπέ-δου. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται τὸν καιρὸν, ἵνα ἐνδείξηται τὴν ἄφατον αὐτῶν πονηρίαν οὐδενὶ εἴκουσαν. Τί δέ ἐστιν, Οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι; Πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, καὶ εἰς δώδεκα διῃρημένοι μέρη· ἀλλ’ οἱ τὴν μητρόπολιν ἔχοντες πονηρότεροι τῶν ἄλλων ἦσαν, ἅτε καὶ πλείονος ἀπολαύοντες τιμῆς, καὶ πολὺν κεκτη-μένοι τὸν τῦφον. Θέα δέ μοι πῶς καὶ ἀπὸ τῆς ἐρωτήσεως αὐτῆς ἁλίσκονται. Οὐδὲ γὰρ λέγουσι, Διατί παραβαί-νουσι τὸν νόμον Μωϋσέως; ἀλλὰ, Τὴν παράδοσιν τῶν πρεσβυτέρων. Ὅθεν δῆλον, ὅτι πολλὰ ἐκαινοτόμουν οἱ ἱερεῖς, καίτοι Μωϋσέως μετὰ πολλοῦ τοῦ φόβου καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἐπισκήψαντος ὥστε μήτε προσθεῖναι, μήτε ἀφελεῖν. Οὐ προσθήσετε γὰρ, φησὶ, πρὸς τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ οὐκ ἀφ-ελεῖτε ἀπ’ αὐτοῦ. Ἀλλ’ οὐδὲν ἧττον ἐκαινοτόμουν οἷον
PG 58:510δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν, τὸ ποτήρια βαπτίζειν καὶ χαλκεῖα, τὸ καὶ αὐτοὺς βαπτίζεσθαι. Ὅτε γὰρ ἔδει λοιπὸν αὐτοὺς ἀπαλλαγῆναι τῶν παρατηρήσεων, τοῦ χρόνου προελθόντος, τότε αὐτοὺς μᾶλλον πλείοσιν ἔδησαν ταῖς παρατηρήσεσι, δεδοικότες μή τις αὐτῶν ἀφέληται τὴν ἀρχὴν, καὶ φοβερώτεροι εἶναι βουλόμενοι, ὡς δὴ καὶ αὐτοὶ νομοθέται. Εἰς τος-οῦτον οὖν προῆλθε παρανομίας τὸ πρᾶγμα, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι ἐντολὰς, τὰς δὲ τοῦ Θεοῦ παραβαί-νεσθαι· καὶ τοσοῦτον ἐκράτουν, ὥστε κατηγορίαν λοιπὸν τὸ πρᾶγμα εἶναι. Ὅπερ διπλοῦν κατ’ αὐτῶν ἔγκλημα ἦν, ὅτι τε ἐκαινοτόμουν, καὶ ὅτι οὕτως ἐξεδί-κουν τὰ ἑαυτῶν, τοῦ Θεοῦ οὐδένα ποιούμενοι λόγον. Καὶ ἀφέντες τὰ ἄλλα εἰπεῖν, τοὺς ξέστας καὶ τὰ χαλκεῖα (καταγέλαστα γὰρ ἦν), ὃ τῶν ἄλλων μᾶλλον ἐδόκει λόγον ἔχειν, τοῦτο εἰς μέσον προφέρουσιν, οὕτως, ὡς ἔμοιγε δοκεῖ, εἰς ὀργὴν αὐτὸν ἐξάγειν βουλόμενοι. Διὸ καὶ τῶν πρεσβυτέρων ἐμνημόνευον, ἵνα ὡς ἐξουδενῶν αὐτοὺς παράσχῃ καθ’ ἑαυτοῦ λαβήν. Ἄξιον δὲ πρῶτον ἐξετά-σαι, διατί καὶ οἱ μαθηταὶ χερσὶν ἀνίπτοις ἤσθιον. Τίνος οὖν ἕνεκεν οὕτως ἤσθιον; Οὐκ ἐπιτηδεύοντες τοῦτο,
PG 58:511ἀλλ’ ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγ-καίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπ-τεσθαι νόμον ἔχοντες, ἀλλ’ ὡς ἔτυχεν ἑκάτερον ποιοῦν-τες. Οἱ γὰρ καὶ αὐτῆς τῆς ἀναγκαίας καταφρονοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν; Ἐπεὶ οὖν συνέβαινε πολλάκις τοῦτο ἀπὸ ταυτομάτου γίνεσθαι, οἷον ὡς ὅτε ἐν τῇ ἐρήμῳ ἤσθιον, ὡς ὅτε τοὺς ἀστάχυας ἔτιλλον ἀντ’ ἐγκλήματος αὐτὸ προβάλλονται, οἱ τὰ μεγάλα ἀεὶ παρατρέχοντες, καὶ τῶν περιττῶν πολὺν ποιούμενοι λόγον. Τί οὖν ὁ Χριστός; Οὐκ ἔστη πρὸς τοῦτο, οὐδὲ ἀπελογήσατο, ἀλλ’ εὐθέως ἀντεγκαλεῖ, κατασπῶν αὐτῶν τὴν παῤῥησίαν, καὶ δεικνὺς, ὅτι τὸν μεγάλα ἁμαρτάνοντα ὑπὲρ μικρῶν πρὸς ἑτέρους ἀκρι-βολογεῖσθαι οὐ χρή. Δέον γὰρ ὑμᾶς ἐγκαλεῖσθαι, φησὶ, καὶ ἐγκαλεῖτε; Σὺ δὲ παρατήρει, πῶς ὅταν τι βούληται λῦσαι τῶν νομίμων, ἐν τάξει ἀπολογίας αὐτὸ ποιεῖ· ὅπερ καὶ τότε ἐποίησεν. Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν πα-ράβασιν ἔρχεται, οὐδὲ λέγει, Οὐδέν ἐστιν· ἦ γὰρ ἂν θρασυτέρους εἰργάσατο· ἀλλὰ πρῶτον ἐκκόπτει αὐτῶν τὴν θρασύτητα, τὸ πολλῷ μεῖζον ἔγκλημα εἰς μέσον ἄγων, καὶ εἰς τὴν ἐκείνων περιέλκων κεφαλήν. Καὶ οὔτε λέγει, ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ δῷ λαβὴν αὐτοῖς· οὔτε κακίζει τὸ γινόμενον, ἵνα μὴ βε-βαιώσῃ τὸν νόμον· οὐδ’ αὖ πάλιν κατηγορεῖ τῶν πρε-σβυτέρων, ὡς παρανόμων καὶ μιαρῶν· ἦ γὰρ ἂν ὡς λοί-δορον καὶ ὑβριστὴν ἀπεστράφησαν· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἑτέραν ὁδὸν ἔρχεται. Καὶ δοκεῖ μὲν αὐτοῖς ἐπι-τιμᾷν τοῖς παραγενομένοις, καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων· τῶν μὲν πρεσβυτέρων οὐδαμοῦ μνη-μονεύων, ἐν δὲ τῇ πρὸς τούτους κατηγορίᾳ κἀκείνους καταβάλλων, καὶ δεικνὺς ὅτι διπλοῦν τὸ ἁμάρτημα, ὅτι καὶ τῷ Θεῷ οὐ πείθονται, καὶ δι’ ἀνθρώπους τοῦτο ποιοῦ-σιν· ὡσανεὶ ἔλεγε· Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπώλεσε, τὸ πάντα πείθεσθαι τοῖς πρεσβυτέροις. Ἀλλ’ οὐ λέγει οὕτω, τοῦτο δὲ αὐτὸ αἰνίττεται, οὕτως αὐτοῖς ἀποκριθείς· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς ἐνετείλατο· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντο-λὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. β. Καὶ οὐκ εἶπε, Τῶν πρεσβυτέρων, ἀλλ’, Ὑμῶν· καὶ, Ὑμεῖς λέγετε, καὶ οὐκ εἶπεν, Οἱ πρεσβύτεροι, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ παρανόμους ἠθέλησαν δεῖξαι τοὺς μαθητὰς, δείκνυσιν αὐτοὺς τοῦτο ποιοῦντας, τούτους δὲ ἀπηλλαγμένους ἐγκλήματος. Οὐ γὰρ δὴ νόμος τὸ ὑπὸ τῶν ἀνθρώπων ἐπιταχθὲν (διὸ καὶ παράδοσιν αὐτὸ καλεῖ), καὶ ἀνθρώ-πων μάλιστα παρανόμων. Καὶ ἐπειδὴ τοῦτο οὐκ ἦν ὑπεν-αντίον τῷ νόμῳ, τὸ κελεύειν τὰς χεῖρας νίπτειν, ἑτέραν παράδοσιν εἰς μέσον ἄγει, ἐναντιουμένην τῷ νόμῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπαίδευσαν τοὺς νέους εὐσε-βείας σχήματι καταφρονεῖν τῶν πατέρων. Πῶς καὶ τίνι τρόπῳ; Εἴ τις τῶν γονέων εἶπε τῷ παιδὶ, Δός μοι τὸ πρόβατον τοῦτο ὃ ἔχεις, ἢ τὸν μόσχον, ἢ ἄλλο τι τοιοῦ-τον, ἔλεγον· Δῶρόν ἐστι τῷ Θεῷ τοῦτο, ὃ θέλεις
PG 58:512ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν. Καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο τὸ κακόν. Οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν, τούς τε γεγεννηκότας διὰ τὸν Θεὸν ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγεννηκότας. Ἀλλ’ οὐ λέγει τοῦτο εὐ-θέως, ἀλλὰ πρότερον τὸν νόμον ἀναγινώσκει, δι’ οὗ δεί-κνυσι σφόδρα βουλόμενον αὐτὸν τιμᾶσθαι γονέας. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ἀλλ’ αὐτὸς ἐκεῖνο ἀφεὶς, τὸ κείμενον ἔπαθλον τοῖς τιμῶσι τοὺς γο-νέας, τὸ φοβερώτερον τίθησι, τὴν κόλασιν λέγω τὴν τοῖς ἀτιμάζουσιν ἠπειλημένην, καὶ αὐτοὺς καταπλῆξαι βουλόμενος, καὶ τοὺς νοῦν ἔχοντας ἐπισπάσασθαι· καὶ δείκνυσιν ἐντεῦθεν θανάτου ἀξίους ὄντας. Εἰ γὰρ ὁ ῥή-ματι ἀτιμάζων κολάζεται, πολλῷ μᾶλλον ὑμεῖς οἱ ἔργῳ· καὶ οὐ μόνον ἀτιμάζοντες, ἀλλὰ καὶ ἑτέρους τοῦτο διδά-σκοντες. Οἱ τοίνυν μηδὲ ζῇν ὀφείλοντες, πῶς ἐγκαλεῖτε τοῖς μαθηταῖς; Τί δὲ θαυμαστὸν, εἰ εἰς ἐμὲ τὸν τέως ἀγνοούμενον τοιαῦτα ὑβρίζετε, ὅταν καὶ εἰς τὸν πατέρα φαίνησθε τοιαῦτα ποιοῦντες; Πανταχοῦ γὰρ καὶ λέγει καὶ δείκνυσιν, ὅτι ἐκεῖθεν τῆς ἀπονοίας ἤρξαντο ταύτης. Τινὲς δὲ καὶ ἑτέρως ἑρμηνεύουσι τὸ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· τουτέστιν, Οὐκ ὀφείλω σοι τιμὴν, ἀλλὰ χαρίζομαί σοι, ἂν ἄρα σε τιμήσω. Ἀλλ’ οὐκ ἂν ὁ Χριστὸς τοιαύτης ἐμνημόνευσεν ὕβρεως. Καὶ ὁ Μάρ-κος δὲ σαφέστερον τοῦτο ποιεῖ λέγων· Κορβᾶν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· ὅπερ οὐκ ἔστι δωρεὰ καὶ προὶξ, ἀλλὰ προσφορὰ κυρίως λέγεται. Δείξας τοίνυν, ὅτι οὐκ ἂν εἶεν δίκαιοι ἐγκαλεῖν παραβαίνουσιν ἐντολὴν πρεσβυ-τέρων οἱ τὸν νόμον καταπατοῦντες, δείκνυσι τοῦτο αὐτὸ καὶ ἀπὸ τοῦ προφήτου. Ἐπειδὴ γὰρ αὐτοὺς εἷλε σφο-δρῶς, περαιτέρω πρόεισιν· ὃ δὴ πανταχοῦ ποιεῖ, τὰς Γραφὰς εἰς μέσον ἄγων, καὶ ταύτῃ δεικνὺς ἑαυτὸν συμ-βαίνοντα τῷ Θεῷ. Τί δὲ ὁ προφήτης φησίν; Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με, δι-δάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Εἶδες προφητείαν συμφωνοῦσαν τοῖς εἰρημένοις μετὰ ἀκρι-βείας, καὶ ἄνωθεν αὐτῶν προαναφωνουμένην τὴν κα-κίαν; Ὅπερ γὰρ ὁ Χριστὸς ἐνεκάλεσε νῦν, τοῦτο καὶ ὁ Ἡσαί̈ας ἄνωθεν εἶπεν, ὅτι τῶν μὲν τοῦ Θεοῦ καταφρο-νοῦσι· Μάτην γὰρ σέβονταί με, φησίν· τῶν δὲ ἰδίων πολὺν ποιοῦνται λόγον· Διδάσκοντες γὰρ ἐντάλματα, διδασκαλίας ἀνθρώπων. Οὐκοῦν εἰκότως αὐτὰς οὐ τηροῦσι. Δοὺς τοίνυν αὐτοῖς καιρίαν τὴν πληγὴν, καὶ ἀπὸ τῶν πραγμάτων, καὶ ἀπὸ τῆς οἰκείας ψήφου, καὶ ἀπὸ τοῦ προφήτου τὴν κατηγορίαν αὐξήσας, ἐκεί-νοις μὲν οὐδὲν διαλέγεται, ἀδιορθώτως λοιπὸν ἔχουσι, τὸν δὲ λόγον τρέπει πρὸς τοὺς ὄχλους, ὥστε τὸ δόγμα εἰσενεγκεῖν ὑψηλὸν καὶ μέγα ὂν, καὶ πολλῆς φιλοσοφίας γέμον· καὶ λαβὼν ἀφορμὴν ἀπ’ ἐκείνου, τὸ μεῖζον ἐνυφαίνει λοιπὸν, καὶ τὴν τῶν βρωμάτων παρατή-ρησιν ἐκβάλλων. Ἀλλ’ ὅρα πότε. Ὅτε τὸν λεπρὸν ἐκάθηρεν, ὅτε τὸ σάββατον ἔλυσεν, ὅτε γῆς καὶ θαλάτ-της βασιλέα ἑαυτὸν ἀπέφηνεν, ὅτε ἐνομοθέτησεν, ὅτε ἁμαρτήματα ἀφῆκεν, ὅτε νεκροὺς ἤγειρεν, ὅτε πολλὰ τῆς θεότητος αὐτοῦ δείγματα παρέσχεν αὐτοῖς, τότε περὶ βρωμάτων διαλέγεται.
PG 58:513γ. Καὶ γὰρ ὁ πᾶς Ἰουδαϊσμὸς ἐν τούτῳ συνέχεται· κἂν τοῦτο ἀνέλῃς, καὶ τὸ πᾶν ἀνεῖλες. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι καὶ περιτομὴν δεῖ λύειν. Ἀλλ’ αὐτὸς μὲν τοῦτο προηγουμένως οὐκ εἰσηγεῖται, ἐπειδὴ τῶν ἄλλων ἐντολῶν πρεσβύτερον ἦν, καὶ πλείονα εἶχε τὴν ὑπόληψιν· διὰ δὲ τῶν μαθητῶν αὐτὸ νομοθετεῖ. Οὕτω γὰρ μέγα ἦν, ὅτι καὶ οἱ μαθηταὶ μετὰ τοσοῦτον χρόνον βουλόμενοι αὐτὸ ἀνελεῖν, πρότερον αὐτὸ μεταχειρίζον-ται, καὶ οὕτω καταλύουσιν. Ὅρα δὲ πῶς εἰσάγει τὸν νόμον. Προσκαλεσάμενος γὰρ τοὺς ὄχλους εἶπεν αὐτοῖς· Ἀκούσατε καὶ συνίετε. Οὐδὲ γὰρ ἁπλῶς αὐ-τοῖς ἀποφαίνεται, ἀλλὰ τῇ τιμῇ καὶ τῇ θεραπείᾳ πρῶ-τον εὐπαράδεκτον ποιεῖ τὸν λόγον (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, Προσκαλεσάμενος )· ἔπειτα καὶ τῷ καιρῷ. Μετὰ γὰρ τὸν ἐκείνων ἔλεγχον καὶ τὴν νίκην τὴν κατ’ αὐτῶν, καὶ τὴν παρὰ τοῦ προφήτου κατηγο-ρίαν, τότε ἄρχεται τῆς νομοθεσίας, ὅτε καὶ εὐκολώτε-ρον κατεδέχοντο τὰ λεγόμενα. Καὶ οὐχ ἁπλῶς αὐτοὺς προσκαλεῖται, ἀλλὰ καὶ προσεκτικωτέρους ποιεῖ. Συν-ίετε γὰρ, φησί· τουτέστι, Νοήσατε, διανάστητε· τοιοῦ-τος γὰρ ὁ μέλλων γράφεσθαι νόμος. Εἰ γὰρ αὐτοὶ τὸν νόμον ἔλυσαν, καὶ παρὰ καιρὸν, διὰ τὴν ἰδίαν παρά-δοσιν, καὶ ἠκούσατε· πολλῷ μᾶλλον ἐμοῦ ἀκούειν χρὴ τοῦ κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ μείζονα ὑμᾶς ἄγοντος φιλοσοφίαν. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστιν ἡ πα-ρατήρησις τῶν βρωμάτων, οὐδ’ ὅτι Μωϋσῆς κακῶς προσέταξεν, οὐδ’ ὅτι συγκαταβαίνων· ἀλλ’ ἐν τάξει παρ-αινέσεως καὶ συμβουλῆς, καὶ ἀπὸ τῆς τῶν πραγμά-των φύσεως τὴν μαρτυρίαν λαβὼν, φησίν· Οὐ τὰ εἰς-ερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος· ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγων, καὶ νομοθετῶν, καὶ ἀποφαινόμενος. Καὶ ταῦτα ἀκούοντες οὐδὲν ἀντεῖπον ἐκεῖνοι, οὐδὲ εἶ-πον· Τί λέγεις; τοῦ Θεοῦ μυρία παραγγείλαντος περὶ βρωμάτων παρατηρήσεως, σὺ τοιαῦτα νομοθετεῖς; ἀλλ’ ἐπειδὴ σφόδρα αὐτοὺς ἐπεστόμισεν, οὐ τῷ ἐλέγξαι μό-νον, ἀλλὰ καὶ τῷ τὸν δόλον αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ τὸ λάθρα γινόμενον παρ’ αὐτῶν ἐκπομπεῦσαι, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἀνακαλύψαι, ἐπιστομι-σθέντες ἀπῆλθον. Σὺ δέ μοι σκόπει, πῶς οὐδέπω θαῤῥεῖ σαφῶς κατατολμῆσαι τῶν βρωμάτων. Διὰ τοῦτο οὐδὲ εἶπε, Τὰ βρώματα, ἀλλ’, Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον· ὅπερ εἰκὸς ἦν καὶ περὶ τῶν ἀνίπτων χειρῶν ὑποπτεύειν. Αὐτὸς μὲν γὰρ περὶ βρωμάτων ἔλε-γεν, ἐνοήθη δ’ ἂν καὶ περὶ τούτων. Τοσαύτη γὰρ ἦν ἡ παρατήρησις τῶν βρωμάτων, ὡς καὶ μετὰ τὴν ἀνάστασιν τὸν Πέτρον εἰπεῖν· Οὐχὶ, Κύριε, ὅτι οὐδέ-ποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Εἰ γὰρ καὶ δι’ ἑτέρους ταῦτα ἔλεγε, καὶ ὥστε καταλιπεῖν ἑαυτῷ ἀπο-λογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ἵνα δείξῃ ὅτι καὶ ἀντ-εῖπε, καὶ οὐδὲ οὕτω συνεχωρήθη, ὅμως δείκνυσι πολ-λὴν οὖσαν τοῦ πράγματος τὴν ὑπόνοιαν. Διά τοι τοῦτο καὶ αὐτὸς ἐξ ἀρχῆς οὐ φανερῶς εἶπε περὶ βρωμάτων, ἀλλὰ, Τὰ εἰσερχόμενα εἰς τὸ στόμα· καὶ πάλιν, ὅτε σαφέστερον ἔδοξεν ὕστερον λέγειν, ἀπὸ τοῦ τέλους αὐτὸ συνεσκίασεν εἰπών· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ
PG 58:514κοινοῖ τὸν ἄνθρωπον· ἵνα δόξῃ ἐντεῦθεν τὴν ἀρχὴν εἰληφέναι, καὶ περὶ αὐτοῦ διαλέγεσθαι τέως. Διὰ τοῦτο οὐκ εἶπε· Τὸ δὲ βρώματα φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρω-πον· ἀλλ’ ὡς περὶ ἐκείνου διαλεγόμενος, ἵνα μηδὲν ἔχωσιν ἀντειπεῖν ἐκεῖνοι. Ταῦτα τοίνυν ἀκούσαντες ἐσκανδαλίσθησαν, φησὶν, οἱ Φαρισαῖοι, οὐχ οἱ ὄχλοι. Προσελθόντες γὰρ, φησὶν, οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λό-γον ἐσκανδαλίσθησαν; Καίτοιγε οὐδὲν πρὸς αὐτοὺς εἴρητο. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ σκάνδαλον ἐκεί-νοις, ἀλλ’ ἐπετίμησε, λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Οἶδε γὰρ καὶ καταφρονεῖν σκανδάλων, καὶ μὴ καταφρο-νεῖν. Ἀλλαχοῦ γοῦν φησιν· Ἵνα δὲ μὴ σκανδαλί-
σωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ἐνταῦθα δέ φησιν· Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυ-φλοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμ-φότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ταῦτα δὲ ἔλεγον οἱ μαθηταὶ, οὐχ ὡς ὑπὲρ ἐκείνων ἀλγοῦντες μόνον, ἀλλὰ καὶ αὐτοὶ ἠρέμα θορυβούμενοι. Ἐπειδὴ δὲ οὐκ ἐτόλμων εἰπεῖν ἐξ οἰκείου προσώπου τοῦτο, ἐν τῇ περὶ ἑτέρων διηγήσει μανθάνειν ἐβούλοντο. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος προσελθών φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· τὸν ἐν τῇ ψυχῇ θόρυβον ἐκκαλύ-πτων, καὶ φανερῶς μὲν οὐ τολμῶν εἰπεῖν, ὅτι Σκανδα-λίζομαι, ἀξιῶν δὲ διὰ τῆς ἑρμηνείας ἀπαλλαγῆναι τοῦ θορύβου· διὸ καὶ ἐπετιμᾶτο. Τί οὖν ὁ Χριστός φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐ-ράνιος, ἐκριζωθήσεται. Τοῦτο περὶ τοῦ νόμου φασὶν εἰρῆσθαι οἱ τὰ Μανιχαίων νοσοῦντες· ἀλλ’ ἐπιστομίζει τὰ ἔμπροσθεν εἰρημένα αὐτούς. Εἰ γὰρ περὶ τοῦ νόμου ἔλεγε, πῶς ἀνωτέρω ἀπολογεῖται ὑπὲρ αὐτοῦ καὶ μά-χεται λέγων· Διατί παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; πῶς δὲ τὸν προφή-την παράγει εἰς μέσον; Ἀλλὰ περὶ αὐτῶν ἐκείνων καὶ τῶν παραδόσεων αὐτῶν ταῦτά φησιν. Εἰ γὰρ ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· πῶς οὐκ ἔστι φυτεία Θεοῦ τὸ παρὰ Θεοῦ εἰρημένον; δ. Καὶ τὸ ἑξῆς δὲ δείκνυσιν, ὅτι περὶ αὐτῶν εἴρηται καὶ τῶν παραδόσεων αὐτῶν. Ἐπήγαγε γοῦν· Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Εἰ δὲ περὶ τοῦ νόμου ἔλεγε τοῦτο, εἶπεν ἄν· Ὁδηγός ἐστι τυφλὸς τυφλῶν. Ἀλλ’ οὐχ οὕτως εἶπεν, ἀλλ’, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, ἐκεῖνον μὲν ἀπαλλάττων τῆς κατηγορίας, εἰς δὲ τούτους τὸ πᾶν περιέλκων. Εἶτα καὶ τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρον ἐμπίπτειν δι’ αὐτοὺς, φησί· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Μέγα μὲν κακὸν καὶ τυφλὸν εἶναι· τὸ δὲ καὶ τοιοῦτον ὄντα μήτε ἔχειν τὸν χειραγω-γὸν, καὶ ὁδηγοῦ τάξιν ἐπέχειν, διπλοῦν καὶ τριπλοῦν ἔγκλημα. Εἰ γὰρ τὸ μὴ ἔχειν ὁδηγὸν τὸν τυφλὸν ἐπι-σφαλὲς, πολλῷ μᾶλλον τὸ καὶ ἑτέρῳ τοῦτο βούλεσθαι εἶναι. Τί οὖν ὁ Πέτρος; Οὐ λέγει, Τί ποτέ ἐστι τοῦτο ὃ εἴρηκας; ἀλλ’ ὡς ἀσαφείας γέμον ἐρωτᾷ. Καὶ οὐ λέγει· Διατί παράνομον εἶπας; ἐδεδοίκει γὰρ, ἵνα μὴ νομισθῇ
PG 58:515ἐσκανδαλίσθαι· ἀλλ’ ἀσαφείας τοῦτο εἶναί φησιν. Ὅτι δὲ οὐκ ἦν ἀσαφείας, ἀλλ’ ἐσκανδαλίζετο, δῆλον· οὐδὲν γὰρ ἀσαφείας εἶχε. Διὸ καὶ ἐπιπλήττει αὐτῷ λέγων· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οἱ μὲν γὰρ ὄχλοι οὐδὲ συνῆκαν ἴσως τὸ λεχθέν· αὐτοὶ δὲ ἦσαν οἱ σκανδα-λισθέντες. Διὸ παρὰ μὲν τὴν ἀρχὴν, ὡς ὑπὲρ τῶν Φαρι-σαίων δῆθεν ἐρωτῶντες, ἐβούλοντο μαθεῖν· ἐπειδὴ δὲ ἤκουσαν αὐτοῦ μεγάλην ἀπειλὴν ἀπειλοῦντος καὶ λέγον-τος, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται, καὶ, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, κατεστάλησαν· Ὁ δὲ πανταχοῦ θερμὸς οὐδὲ οὕτως ἀνέχεται σιγῆσαι, ἀλλά φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιπληκτικῶς ἀποκρίνεται· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε; Ταῦτα δὲ ἔλεγε καὶ ἐπετίμα, ὥστε τὴν πρόληψιν ἐκβαλεῖν· οὐ μὴν ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἕτερα ἐπάγει λέγων· Ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφ-εδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στό-ματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογι-σμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, βλασφημίαι, ψευδομαρτυρίαι· καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τὸ δὲ ἀνίπτοις χερσὶν ἐσθίειν, οὐ κοινοῖ τὸν ἄνθρωπον. Εἶδες πῶς αὐτοῖς σφοδρῶς κέχρηται καὶ ἐπιτιμητικῶς; Εἶτα κατασκευάζει τὸ εἰρημένον ἀπὸ τῆς κοινῆς φύσεως, καὶ πρὸς τὴν θε-ραπείαν τὴν ἐκείνων. Ὅταν γὰρ εἴπῃ, Εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται, ἔτι κατὰ Ἰουδαϊκὴν ταπεινότητα ἀποκρίνεται. Λέγει γὰρ ὅτι οὐ μένει, ἀλλ’ ἐξέρχεται. Καίτοι καὶ εἰ ἔμενεν, οὐκ ἐποίει ἀκάθαρτον. Ἀλλ’ οὐδέπω τοῦτο δυνατοὶ ἦσαν ἀκοῦσαι. Διὰ γοῦν τοῦτο καὶ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφίησιν, ὅσον ἂν ἔνδον μένῃ· ὅταν δὲ ἐξέλθῃ, οὐκέτι. Ἐν ἑσπέρᾳ γοῦν κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι, τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν, καὶ τῆς ἐκκρίσεως. Τὰ δὲ τῆς καρδίας, φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ, οὐ μένοντα μόνον. Καὶ πρότερον τίθησι τοὺς πονηροὺς διαλογισμοὺς, ὅπερ ἦν Ἰουδαϊκόν· καὶ οὐδέπω ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ποιεῖται τὸν ἔλεγχον, ἀλλ’ ἀπὸ τοῦ τόκου τῆς κοιλίας καὶ τῆς καρδίας, καὶ ἐκ τοῦ τὰ μὲν μένειν, τὰ δὲ μὴ μένειν. Τὰ μὲν γὰρ, ἔξωθεν εἰς-ιόντα, ἔξω πάλιν ἄπεισιν· τὰ δὲ ἔνδοθεν τίκτεται, καὶ ἐξελθόντα κοινοῖ, καὶ τότε μᾶλλον, ὅταν ἐξέλθῃ. Οὔπω γὰρ ἦσαν δυνατοὶ, ὅπερ ἔφην, ἀκοῦσαι μετὰ τῆς προς-ηκούσης φιλοσοφίας ταῦτα. Ὁ δὲ Μάρκος φησὶν, ὅτι καθαρίζων τὰ βρώματα, ταῦτα ἔλεγεν· οὐ μὴν ἐνέφηνεν, οὐδὲ εἶπε, Τὸ δὲ βρώματα τοιάδε φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· οὔτε γὰρ ἠνείχοντο σαφῶς οὕτως αὐτοῦ ἀκοῦσαι. Διὸ καὶ ἐπήγαγε· Τὸ δὲ ἀνίπτοις χερσὶ φα-γεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. Μάθωμεν τοίνυν τίνα ἐστὶ τὰ κοινοῦντα τὸν ἄνθρωπον· μάθωμεν, καὶ φύγω-μεν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοιοῦτον ὁρῶμεν ἔθος κρατοῦν παρὰ τοῖς πολλοῖς, καὶ ὅπως μὲν ἐν καθαροῖς εἰσέλθοιεν ἱματίοις σπουδάζοντας, καὶ ὅπως τὰς χεῖρας νίψαιντο· ὅπως δὲ ψυχὴν καθαρὰν παραστήσαιεν τῷ Θεῷ, οὐδένα ποιουμένους λόγον. Καὶ ταῦτα λέγω, οὐ
PG 58:516κωλύων ὥστε χεῖρας νίπτειν, οὐδὲ στόμα· ἀλλὰ βου-λόμενος οὕτω νίπτειν, ὡς προσήκει, οὐχ ὕδατι μόνον, ἀλλ’ ἀντὶ τοῦ ὕδατος ταῖς ἀρεταῖς. Ῥύπος γὰρ στόμα-τος, κακηγορία, βλασφημία, λοιδορία, ὀργίλα ῥήματα, αἰσχρολογία, γέλως, εὐτραπελία. Εἰ τοίνυν σύνοιδας σαυτῷ μηδὲν τούτων φθεγγομένῳ, μηδὲ ῥυπῶντι τὸν ῥύπον τοῦτον, πρόσελθε θαῤῥῶν· εἰ δὲ μυριάκις ταύτας ἐδέξω τὰς κηλῖδας, τί ματαιοπονεῖς, ὕδατι μὲν περικλύ-ζων τὴν γλῶτταν, τὸν δὲ ὀλέθριον καὶ βλαβερὸν περιφέ-ρων ἐν αὐτῇ ῥύπον; ε. Εἰπὲ γάρ μοι, εἰ κόπρον ἐν ταῖς χερσὶν εἶχες καὶ βόρβορον, ἆρα ἂν ἐτόλμησας εὔξασθαι; Οὐδαμῶς. Καὶ μὴν τοῦτο οὐδεμία βλάβη· ἐκεῖνο δὲ ὄλεθρος. Πῶς οὖν ἐν μὲν τοῖς ἀδιαφόροις εὐλαβὴς, ἐν δὲ τοῖς κεκωλυμένοις ῥᾴθυμος; Τί οὖν; οὐ δεῖ προσεύχεσθαι; φησί. Δεῖ μὲν, ἀλλ’ οὐχὶ ῥυπῶντα, οὐδὲ τοιοῦτον ἔχοντα βόρβορον. Τί οὖν, ἐὰν προληφθῶ; φησί. Κάθαρον σαυτόν. Πῶς καὶ τίνι τρόπῳ; Κλαῦσον, στέναξον, δὸς ἐλεημοσύνην, ἀπο-λόγησαι τῷ ὑβρισμένῳ, κατάλλαξον σαυτῷ διὰ τού-των, ἀπόσμηξον τὴν γλῶτταν, ἵνα μὴ μειζόνως παροξύ-νῃς τὸν Θεόν. Καὶ γὰρ εἴ τις κόπρου τὰς χεῖρας πληρώ-σας, οὕτω σου κατέσχε τοὺς πόδας ἱκετεύων, οὐ μόνον οὐκ ἂν ἤκουσας, ἀλλὰ καὶ τῷ ποδὶ ἐλάκτισας· πῶς οὖν σὺ τολμᾷς οὕτω Θεῷ προσιέναι; Καὶ γὰρ χείρ ἐστιν ἡ γλῶττα τῶν εὐχομένων, καὶ δι’ αὐτῆς κατέχομεν τὰ γόνατα τοῦ Θεοῦ. Μὴ τοίνυν μολύνῃς αὐτὴν, ἵνα μὴ καὶ πρὸς σὲ εἴπῃ· Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Καὶ γὰρ Ἐν χειρὶ γλώσσης ζωὴ καὶ θάνατος· καὶ, Ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου κατακριθήσῃ. Μᾶλλον τοίνυν τῆς
κόρης φύλαττε τὴν γλῶτταν. Ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα. Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν, καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύσεται αὐτῇ καὶ ἐπι-καθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γί-νεται. Σὺ δὲ ἀπὸ μὲν συνουσίας ὢν τῆς σαυτοῦ γυναικὸς, οὐ τολμᾷς εὔξασθαι, καίτοιγε οὐδὲ ἔγκλημα τοῦτο· ἀπὸ δὲ λοιδορίας ὢν καὶ ὕβρεως, ὃ καὶ γέενναν προξε-νεῖ, πρὶν ἢ καθᾶραι σαυτὸν καλῶς, ἀνατείνεις τὰς χεῖ-ρας; καὶ πῶς οὐ φρίττεις; εἰπέ μοι. Οὐκ ἤκουσας Παύ-λου λέγοντος, ὅτι Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαν-τος; Εἰ δὲ ἀπὸ τῆς ἀμιάντου κοίτης ἀνιστάμενος οὐ τολμᾷς εὐχῇ προσελθεῖν, ἀπὸ τῆς κοίτης ὢν τῆς διαβο-λικῆς πῶς καλεῖς τὸ φρικτὸν ὄνομα ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ κοίτη διαβολικὴ, τὸ ἐν ὕβρεσι πλύνεσθαι καὶ λοιδορίαις. Καὶ καθάπερ πονηρός τις μοιχὸς, ὁ θυμὸς μετὰ πολλῆς ἡμῖν συγγίνεται τῆς ἡδονῆς, τὰ ὀλέθρια προϊέμενος ἐν ἡμῖν σπέρματα, καὶ τὴν διαβολικὴν ποιῶν ἀποτίκτειν ἔχθραν, καὶ ἀπεναντίας τῷ γάμῳ πάντα ἐρ-γαζόμενος. Ὁ μὲν γὰρ γάμος τοὺς δύο ποιεῖ σάρκα γε-νέσθαι μίαν· ὁ δὲ θυμὸς τοὺς ἡνωμένους εἰς πολλὰ διαι-ρεῖ μέρη, καὶ αὐτὴν κατασχίζει καὶ κατατέμνει τὴν ψυ-χήν. Ἵν’ οὖν μετὰ παῤῥησίας τῷ Θεῷ προσίῃς, μὴ δέξῃ τὸν θυμὸν ἐπεισιόντα σοι, καὶ συγγενέσθαι βουλόμε-νον· ἀλλ’ ὥσπερ κύνα λυττῶντα ἀπέλασον. Οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσεν. Ἐπαίροντας γὰρ, φησὶν, ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Μὴ δὴ καται-

Homily LIIHomilia LII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:517σχύνῃς τὴν γλῶτταν· ἐπεὶ πῶς ὑπὲρ σοῦ δεηθήσεται, ὅταν τὴν οἰκείαν παῤῥησίαν ἀπολέσῃ; ἀλλὰ κόσμησον αὐτὴν ἐπιεικείᾳ, ταπεινοφροσύνῃ· ποίησον ἀξίαν τοῦ παρακαλουμένου Θεοῦ· εὐλογίας αὐτὴν ἔμπλησον, ἐλεη-μοσύνης πολλῆς. Ἔστι γὰρ καὶ διὰ ῥημάτων ἐλεημοσύ-νην ποιεῖν. Κρεῖττον γὰρ λόγος, ἢ δόσις· καὶ, Ἀπο-κρίθητι τῷ πτωχῷ ἐν πραύ̈τητι εἰρηνικά. Καὶ τὸν ἄλλον δὲ ἅπαντα χρόνον τῇ διηγήσει τῶν θείων καλλώ-πιζε νόμων. Πᾶσα γὰρ ἡ διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Οὕτως ἑαυτοὺς κοσμήσαντες προσερχώμεθα τῷ Βασιλεῖ, καὶ πίπτωμεν ἐπὶ γόνατα, μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἐννοήσωμεν τίνι πρόσιμεν, καὶ ὑπὲρ τίνων, καὶ τί βουλόμενοι ἀνύσαι. Θεῷ πρόσιμεν, ὃν τὰ Σεραφὶμ ἰδόντα τὰς ὄψεις ἀπέστρεψεν, οὐ φέ-ροντα τὴν λαμπηδόνα· ὃν ἡ γῆ βλέπουσα τρέμει. Θεῷ πρόσιμεν, τῷ φῶς οἰκοῦντι ἀπρόσιτον. Καὶ πρόσιμεν ὑπὲρ γεέννης ἀπαλλαγῆς, ὑπὲρ ἁμαρτημάτων ἀφέσεως, ὑπὲρ τοῦ λυθῆναι τὰς ἀφορήτους ἡμῖν τιμωρίας ἐκείνας, ὑπὲρ τοῦ τῶν οὐρανῶν τυχεῖν καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖ. 2. Προσπέσωμεν τοίνυν καὶ τῷ σώματι καὶ τῇ δια-νοίᾳ, ἵνα αὐτὸς ἡμᾶς ἀναστήσῃ κειμένους· μετὰ ἐπιει-κείας διαλεχθῶμεν καὶ πραότητος ἁπάσης. Καὶ τίς οὕ-τως ἄθλιος, φησὶ, καὶ ταλαίπωρος, ὡς ἐν εὐχῇ μὴ γε-νέσθαι ἐπιεικής; Ὁ μετὰ ἀρᾶς εὐχόμενος, καὶ θυμοῦ πληρῶν ἑαυτὸν, καὶ τῶν ἐχθρῶν καταβοῶν. Εἰ γὰρ βούλει κατηγορεῖν, σαυτοῦ κατηγόρει. Εἰ βούλει τὴν γλῶτταν ἀκονᾷν καὶ θήγειν, κατὰ τῶν σῶν ἁμαρτη-μάτων. Καὶ μὴ τί ἕτερός σε εἰργάσατο κακὸν εἴπῃς, ἀλλὰ τί σὺ σαυτὸν εἰργάσω· τοῦτο γὰρ μάλιστά ἐστι κακόν. Οὐδὲ γὰρ ἕτερός σέ τις ἀδικῆσαι δυνήσεται, ἂν μὴ σὺ σαυτὸν ἀδικῇς. Ὥστε εἰ κατὰ τῶν ἀδικούντων γενέσθαι βούλει, κατὰ σαυτοῦ πρόσελθε πρῶτον· οὐδεὶς ὁ κωλύων· ὡς ἂν κατὰ ἑτέρου προσέλθῃς, μείζονα ἀδι-κηθεὶς ἀπῆλθες. Τίνα δὲ ὅλως καὶ ἀδικίαν ἔχεις εἰπεῖν; Ὅτι ὁ δεῖνα ὕβρισε, καὶ ἥρπασε, καὶ κινδύνοις περι-έβαλεν; Ἀλλὰ τοῦτο οὐκ ἔστιν ἠδικῆσθαι, ἀλλ’ ἐὰν νή-φωμεν, καὶ ὠφελεῖσθαι τὰ μέγιστα. Ὁ γὰρ ἠδικημένος ὁ τὰ τοιαῦτα ποιήσας ἐστὶν, οὐχ ὁ παθών. Καὶ τοῦτο μάλιστά ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ ἴσμεν τίς ποτέ ἐστιν ὁ ἀδικούμενος, καὶ τίς ὁ ἀδικῶν. Ὡς εἰ τοῦτο ᾔδειμεν καλῶς, οὐκ ἂν ἑαυτούς ποτε ἠδική-σαμεν, οὐκ ἂν καθ’ ἑτέρου ηὐξάμεθα, μαθόντες ὅτι παρ’ ἑτέρου ἀδύνατον παθεῖν κακῶς. Οὐδὲ γὰρ τὸ ἁρπάζεσθαι, ἀλλὰ τὸ ἁρπάζειν κακόν. Ὥστε εἰ μὲν ἥρπασας, κατηγό-ρει σαυτοῦ· εἰ δὲ ἡρπάγης, καὶ εὔχου ὑπὲρ τοῦ ἡρπακό-τος, ὅτι σε τὰ μέγιστα ὤνησεν. Εἰ γὰρ καὶ μὴ τοιαύτη
PG 58:518ἡ γνώμη τοῦ πεποιηκότος, ἀλλὰ σὺ τὰ μέγιστα ὠφελή-θης, ἂν γενναίως ἐνέγκῃς. Ἐκεῖνον μὲν γὰρ καὶ οἱ ἄν-θρωποι καὶ οἱ θεῖοι ταλανίζουσι νόμοι· σὲ δὲ τὸν ἠδικη-μένον καὶ στεφανοῦσι καὶ ἀνακηρύττουσιν. Οὐδὲ γὰρ εἰ πυρέττων τις ἥρπασε παρά τινος ἀγγεῖον ὕδωρ ἔχον, καὶ ἐνεφορήθη τῆς βλαβερᾶς ἐπιθυμίας, τὸν ἁρπαγέντα εἴ-ποιμεν ἂν ἠδικῆσθαι, ἀλλὰ τὸν ἁρπάσαντα· τὸν γὰρ πυρετὸν ηὔξησε, καὶ τὴν νόσον χαλεπωτέραν ἐποίησε. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ φιλοχρημάτου καὶ φιλαργύρου λογίζου. Καὶ γὰρ οὗτος πυρέττων πολλῷ χαλεπώτερον ἐκείνου, διὰ τῆς ἁρπαγῆς ταύτης τὴν φλόγα ἀνῆψε τὴν ἑαυτοῦ. Καὶ ξίφος δὲ εἴ τις μαινόμενος ἁρπάσας παρ’ ὁτουοῦν ἑαυτὸν διεχειρίσατο, τίς ἦν ὁ ἠδικημένος πά-λιν; ὁ ἁρπαγεὶς, ἢ ὁ ἁρπάσας; Εὔδηλον ὅτι ὁ ἁρπάσας. Οὐκοῦν καὶ ἐπὶ τῆς τῶν χρημάτων ἁρπαγῆς τὸ αὐτὸ τοῦτο ψηφιζώμεθα. Ὅπερ γὰρ μαινομένῳ ξίφος, τοῦτο καὶ φιλαργύρῳ πλοῦτος· μᾶλλον δὲ καὶ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος, τὸ ξίφος λαβὼν καὶ ὠθήσας δι’ ἑαυτοῦ, τῆς τε μανίας ἀπηλλάγη, καὶ οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ’ ἑκάστην δέχεται τὴν ἡμέραν, οὐκ ἀπαλλάττων τῆς μανίας ἑαυτὸν, ἀλλ’ ἐπιτείνων μειζό-νως· καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέραις παρέχει πληγαῖς χαλεπωτέ-ραις. Ταῦτ’ οὖν ἐννοοῦντες, φύγωμεν τουτὶ τὸ ξίφος, φύγωμεν τὴν μανίαν, κἂν ὀψέ ποτε σωφρονήσωμεν. Καὶ γὰρ καὶ ταύτην τὴν ἀρετὴν σωφροσύνην δεῖ καλεῖν, οὐχ ἧττον ἐκείνης τῆς παρὰ πᾶσι νενομισμένης. Ἐκεῖ μὲν γὰρ πρὸς μίαν ἐπιθυμίας τυραννίδα ἡ πάλη γίνε-ται· ἐνταῦθα δὲ πολλῶν καὶ παντοδαπῶν ἐπιθυμιῶν πε-ριγίνεσθαι δεῖ. Οὐδὲν γὰρ, οὐδὲν ἀφρονέστερον τοῦ χρημάτων δούλου. Δοκεῖ κρατεῖν, κρατούμενος· δο-κεῖ κύριος εἶναι, δοῦλος ὤν· καὶ δεσμὰ περιτιθεὶς ἑαυτῷ, χαίρει· χαλεπώτερον τὸ θηρίον ἐργαζόμενος, εὐφραίνε-ται· καὶ αἰχμάλωτος γινόμενος, ἀγάλλεται καὶ πηδᾷ· καὶ ὁρῶν κύνα λυττῶντα καὶ ἐφαλλόμενον αὐτοῦ τῇ ψυχῇ, δῆσαι δέον καὶ λιμῷ τῆξαι, ὁ δὲ καὶ ἄφθονον αὐτῷ παρέχει τροφὴν, ἵνα μειζόνως ἐφάλληται καὶ φο-βερώτερος ᾖ. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, λύσωμεν τὰ δεσμὰ, ἀνέλωμεν τὸ θηρίον, ἀπελάσωμεν τὴν νόσον, ἐκβάλωμεν τὴν μανίαν ταύτην, ἵνα γαλήνης ἀπολαύ-σωμεν καὶ ὑγιείας καθαρᾶς, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὸν εὔδιον καταπλεύσαντες λιμένα, τῶν αἰωνίων ἐπι-τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:517ΟΜΙΛΙΑ ΝΒ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐτῷ λέγουσα· «Ἐλέησόν με, Κύριε, υἱὲ Δαυί̈δ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.» α. Ὁ δὲ Μάρκος φησὶν, ὅτι οὐκ ἠδυνήθη λαθεῖν, ἐλθὼν εἰς τὴν οἰκίαν. Τί δὲ ὅλως ἀπῄει εἰς τὰ μέρη ταῦτα; Ὅτε τῆς τῶν βρωμάτων παρατηρήσεως ἀπήλλαξε,
τότε καὶ τοῖς ἔθνεσι θύραν ἀνοίγει λοιπὸν ὁδῷ προβαί-
PG 58:518νων· ὥσπερ οὖν καὶ Πέτρος, πρότερον τοῦτον ἐπιταγεὶς λῦσαι τὸν νόμον, πέμπεται πρὸς τὸν Κορνήλιον. Εἰ δὲ λέγοι τις, Πῶς οὖν τοῖς μαθηταῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ταύτην προσίεται; πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐχ ὅπερ ἐπέταξε τοῖς μαθηταῖς, τούτῳ καὶ αὐτὸς ὑπεύθυνος ἦν· δεύτερον δὲ, ὅτι οὐδὲ ὡς κηρύξων ἀπῆλθεν· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττό-μενος ἔλεγεν, ὅτι καὶ ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν Ὥσπερ γὰρ τὸ μὴ δραμεῖν ἐπ’ αὐτοὺς πρώτους τῆς ἀκο-
PG 58:519λουθίας τῶν πραγμάτων ἦν· οὕτω τὸ προσερχομένους διώκειν ἀνάξιον αὐτοῦ τῆς φιλανθρωπίας. Εἰ γὰρ τοὺς φεύγοντας διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει. Ὅρα γοῦν πῶς ἐστιν εὐεργεσίας ἁπά-σης ἀξία ἡ γυνή. Οὐδὲ γὰρ ἐτόλμησεν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα, φοβουμένη καὶ ἀναξίαν ἑαυτὴν τιθεμένη. Ὅτι γὰρ, εἰ μὴ τοῦτο ἦν, ἐκεῖ παρεγένετο ἂν, δῆλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τοῦ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν. Τινὲς δὲ καὶ ἀλληγοροῦντές φασιν, ὅτι, ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία, καὶ αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα. Ἐπιλάθου γὰρ, φησὶ, τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθε, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις. Ἰδοὺ γὰρ γυνὴ Χαναναία, φησὶν, ἐξελθοῦσα ἐκ τῶν ὁρίων αὐτῆς. Κατηγορεῖ τῆς γυναικὸς ὁ εὐαγγελι-στὴς, ἵνα δείξῃ τὸ θαῦμα, καὶ αὐτὴν ἀνακηρύξῃ μειζό-νως. Καὶ γὰρ ἀκούσας Χαναναίαν, ἀναμνήσθητι τῶν πα-ρανόμων ἐκείνων ἐθνῶν, οἳ καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν. Μνησθεὶς δὲ αὐτῶν, ἐννόει καὶ τῆς τοῦ Χριστοῦ παρουσίας τὴν δύναμιν. Οἱ γὰρ ἐκβλη-θέντες, ἵνα μὴ διαστρέψωσιν Ἰουδαίους, οὗτοι τοσοῦτον τῶν Ἰουδαίων ἐφάνησαν ἐπιτηδειότεροι, ὡς καὶ ἐξιέ-ναι ἐκ τῶν ὁρίων, καὶ προσιέναι τῷ Χριστῷ, ἐκείνων καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἐλαυνόντων. Προσελθοῦσα τοίνυν οὐδὲν ἕτερόν φησιν, ἀλλ’, Ἐλέησόν με, καὶ πολὺ διὰ τῆς κραυγῆς περιίστησι τὸ θέατρον. Καὶ γὰρ ἦν θέαμα ἐλεεινὸν, γυναῖκα ἰδεῖν βοῶσαν μετὰ συμπαθείας τοσαύ-της, καὶ γυναῖκα μητέρα, καὶ ὑπὲρ θυγατρὸς δεομένην, καὶ θυγατρὸς οὕτω κακῶς διακειμένης. Οὐδὲ γὰρ ἐτόλ-μησεν εἰς ὄψιν τοῦ Διδασκάλου τὴν δαιμονῶσαν ἀγαγεῖν· ἀλλ’ ἀφεῖσα οἴκοι κεῖσθαι, αὕτη τίθησι τὴν ἱκετηρίαν. Καὶ λέγει τὸ πάθος μόνον, καὶ οὐδὲν πλέον προστίθησιν, οὐδὲ ἕλκει τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, καθάπερ ὁ βασιλι-κὸς ἐκεῖνος, λέγων· Ἐλθὼν ἐπίθες τὴν χεῖρά σου καὶ, Κατάβηθι πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου. Ἀλλὰ καὶ τὴν συμφορὰν διηγησαμένη, καὶ τῆς νόσου τὴν ἐπίτασιν, τὸν ἔλεον τοῦ Δεσπότου προβάλλεται, καὶ κράζει μεγάλα· καὶ οὐ λέγει, Ἐλέησον τὴν θυγάτερά μου, ἀλλ’, Ἐλέησόν με. Ἐκείνη μὲν γὰρ ἀνεπαίσθη-τός ἐστι τῆς νόσου· ἐγὼ δὲ ἡ τὰ μυρία πάσχουσά εἰμι δεινὰ, ἡ μετὰ αἰσθήσεως νοσοῦσα, ἡ μετὰ τοῦ εἰδέ-ναι μαινομένη. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Τί τὸ καινὸν καὶ παράδοξον; τοὺς μὲν Ἰουδαίους καὶ ἀγνωμο-νοῦντας ἐνάγει, καὶ βλασφημοῦντας παρακαλεῖ, καὶ πει-ράζοντας οὐκ ἀφίησι· τὴν δὲ ἐπιτρέχουσαν αὐτῷ καὶ παρα-καλοῦσαν καὶ δεομένην, καὶ οὔτε νόμῳ οὔτε προφήταις ἐντραφεῖσαν, καὶ τοσαύτην εὐλάβειαν ἐπιδεικνυμένην, ταύτην οὐδὲ ἀποκρίσεως ἀξιοῖ. Τίνα οὐκ ἂν τοῦτο ἐσκαν-δάλισεν, ὁρῶντα ἐναντία τῇ φήμῃ τὰ γινόμενα; Καὶ γὰρ ἤκουσαν, ὅτι περιῆγε τὰς κώμας θεραπεύων· ταύ-την δὲ ἐλθοῦσαν διακρούεται. Τίνα δὲ οὐκ ἂν ἐπέκλασε τὸ πάθος καὶ ἡ ἱκετηρία, ἣν ἐποιεῖτο ὑπὲρ θυγατρὸς οὕτω κακῶς διακειμένης; Οὐδὲ γὰρ ὡς ἀξία οὖσα, οὐδὲ ὡς ὀφειλὴν ἀπαιτοῦσα, οὕτω προσῆλθεν, ἀλλ’ ἐλεηθῆναι ἐδεῖτο, καὶ τὴν συμφορὰν τὴν οἰκείαν ἐξετραγῴδει μόνον, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῦται. Τάχα πολλοὶ τῶν ἀκουόν-
PG 58:520των ἐσκανδαλίσθησαν· ἐκείνη δὲ οὐκ ἐσκανδαλίσθη. Καὶ τί λέγω, τῶν ἀκουόντων· Καὶ γὰρ οἶμαι καὶ τοὺς μαθη-τὰς αὐτοὺς παθεῖν τι πρὸς τὴν συμφορὰν τῆς γυναικὸς, καὶ διαταραχθῆναι καὶ ἀθυμῆσαι. Ἀλλ’ ὅμως οὐδὲ ταρα-χθέντες ἐτόλμησαν εἰπεῖν· Δὸς αὐτῇ τὴν χάριν· ἀλλὰ, Προσελθόντες οἱ μαθηταὶ ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Καὶ γὰρ ἡμεῖς ὅταν βουληθῶμέν τινα πεῖσαι, τἀναντία πολλάκις λέγομεν. Ὁ δὲ Χριστός φησιν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. β. Τί οὖν ἡ γυνὴ, ἐπειδὴ ταῦτα ἤκουσεν; ἐσίγησε καὶ ἀπέστη; ἢ καθυφῆκε τῆς προθυμίας; Οὐδαμῶς· ἀλλὰ μᾶλλον ἐπέκειτο. Ἀλλ’ οὐχ ἡμεῖς οὕτως· ἀλλ’ ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον διὰ τοῦτο ἐπικεῖσθαι μᾶλλον. Καίτοι τίνα οὐκ ἂν ἐξηπόρησε τοῦτο τὸ τότε ῥηθέν; Ἱκανὴ μὲν οὖν καὶ ἡ σιγὴ εἰς ἀπόγνωσιν αὐτὴν ἐμβα-λεῖν· ἡ δὲ ἀπόκρισις καὶ πολλῷ μᾶλλον ἐποίει. Τὸ γὰρ μεθ’ ἑαυτῆς καὶ τοὺς συνηγόρους ἐξαπορηθέντας ἰδεῖν, καὶ τὸ ἀκοῦσαι, ὅτι καὶ τὸ πρᾶγμα γενέσθαι ἀμήχα-νον, εἰς ἄφατον ἀπορίαν ἐνέβαλεν. Ἀλλ’ ὅμως οὐκ ἠπο-ρεῖτο ἡ γυνή· ἀλλ’ ἐπειδὴ εἶδεν οὐδὲν ἰσχύοντας τοὺς προστάτας, ἀπηναισχύντησε καλὴν ἀναισχυντίαν. Πρὸ τούτου μὲν γὰρ οὐδὲ εἰς ὄψιν ἐλθεῖν ἐτόλμα· Κράζει γὰρ, φησὶν, ὄπισθεν ἡμῶν· ὅτε δὲ εἰκὸς ἦν αὐτὴν καὶ ποῤ-ῥωτέρω ἀπελθεῖν ἐξαπορηθεῖσαν, τότε καὶ ἐγγυτέρω ἔρχεται, καὶ προσκυνεῖ λέγουσα· Κύριε, βοήθει μοι. Τί τοῦτο, ὦ γύναι; μὴ γὰρ μείζονα παῤῥησίαν ἔχεις τῶν ἀποστόλων; μὴ γὰρ πλείονα ἰσχύν; Παῤῥησίαν μὲν καὶ ἰσχὺν, φησὶν, οὐδαμῶς, ἀλλὰ καὶ αἰσχύνης γέμω· ἀλλ’ ὅμως αὐτὴν τὴν ἀναισχυντίαν ἀντὶ ἱκετηρίας προβάλλο-μαι αἰδεσθήσεταί μου τὴν παῤῥησίαν. Καὶ τί τοῦτο; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; Ἤκουσα, φησὶν, ἀλλ’ αὐτὸς Κύριός ἐστι. Διόπερ οὐδὲ ἔλεγε, Πα-ρακάλεσον καὶ δεήθητι· ἀλλὰ, Βοήθει μοι. Τί οὖν ὁ Χριστός; Οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ’ ἐπιτείνει τὴν ἐξαπόρησιν πάλιν λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὅτε ἠξίωσεν αὐτὴν λόγου, τότε μειζόνως ἐπέπληξεν ἢ διὰ τῆς σιγῆς. Καὶ οὐκέτι ἐφ’ ἕτερον μεταφέρει τὴν αἰτίαν, οὐδὲ λέγει, Οὐκ ἀπεστάλην· ἀλλ’ ὅσῳ ἐπέτεινεν ἐκείνη τὴν ἱκετηρίαν, τοσούτῳ καὶ αὐτὸς τὴν παραίτησιν ἐπιτείνει. Καὶ οὐκέτι πρόβατα αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα, καὶ αὐ-τὴν κυνάριον. Τί οὖν ἡ γυνή; Ἀπ’ αὐτῶν τῶν αὐτοῦ ῥημάτων πλέκει τὴν συνηγορίαν. Εἰ γὰρ κυνάριόν εἰμι, φησὶν, οὐκ εἰμὶ ἀλλοτρία. Δικαίως ἔλεγεν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον. Ἡ γυνὴ φιλοσοφεῖ, καὶ καρτε-ρίαν ἐπιδείκνυται πᾶσαν καὶ πίστιν, καὶ ταῦτα ὑβριζο-μένη· ἐκεῖνοι δὲ, θεραπευόμενοι καὶ τιμώμενοι, τοῖς ἐναντίοις ἀμείβονται. Ὅτι μὲν γὰρ ἀναγκαία ἡ τροφὴ τοῖς τέκνοις, φησὶν, οἶδα κἀγώ· πλὴν οὐδὲ ἐγὼ κεκώλυ-μαι, κυνάριον οὖσα. Εἰ μὲν γὰρ μὴ θέμις λαβεῖν, οὐδὲ τῶν ψιχίων μετασχεῖν θέμις· εἰ δὲ κἂν ἐκ μικροῦ δεῖ κοινωνεῖν, οὐδὲ ἐγὼ κεκώλυμαι, κἂν κυνάριον ὦ· ἀλλὰ καὶ ταύτῃ μάλιστα μετέχω, εἰ κυνάριόν εἰμι. Διὰ ταῦτα ἀνεβάλλετο ὁ Χριστός· ἐροῦσαν γὰρ ταῦτα ᾔδει· διὰ ταῦτα ἠρνεῖτο τὴν δόσιν, ἵνα δείξῃ αὐτῆς τὴν φι-
λοσοφίαν. Εἰ γὰρ μὴ δοῦναι ἔμελλεν, οὐδ’ ἂν μετὰ ταῦτα
PG 58:521ἔδωκεν, οὐδ’ ἂν ἐπεστόμισεν αὐτὴν πάλιν· ἀλλ’ ὅπερ ἐπὶ τοῦ ἑκατοντάρχου ποιεῖ, λέγων· Ἐγὼ ἐλθὼν θερα-πεύσω αὐτὸν, ἵνα μάθωμεν ἐκείνου τὴν εὐλάβειαν, καὶ ἀκούσωμεν αὐτοῦ λέγοντος· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· καὶ ὅπερ ἐπὶ τῆς αἱμοῤ-ῥοούσης ποιεῖ, λέγων· Ἐγὼ οἶδα δύναμιν ἐξ ἐμοῦ ἐξελ-θοῦσαν, ἵνα κατάδηλον αὐτῆς τὴν πίστιν ποιήσῃ· καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος, ἵνα δείξῃ πῶς οὐδὲ ἐλεγ-χομένη ἀφίσταται· οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἐβού-λετο κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν. Ὥστε οὐχ ὑβρίζοντος ἦν ἅπερ ἔλεγεν, ἀλλὰ ἐκκαλουμένου, καὶ τὸν ἐναποκείμενον θησαυρὸν ἐκκαλύπτοντος. Σὺ δέ μοι μετὰ τῆς πίστεως ὅρα καὶ τὴν ταπεινοφρο-σύνην. Αὐτὸς μὲν γὰρ τέκνα ἐκάλεσε τοὺς Ἰουδαίους· αὕτη δὲ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ κυρίους ὠνόμα-σε· τοσοῦτον ἀπέσχεν ἀλγῆσαι τοῖς ἑτέρων ἐγκωμίοις. Καὶ γὰρ τὰ κυνάρια, φησὶν, ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Εἶδες γυναικὸς σύνεσιν, πῶς οὐδὲ ἀντειπεῖν ἐτόλμησεν, οὐδὲ ἐδήχθη τοῖς ἑτέρων ἐπαίνοις, οὐδὲ ἠγανάκτησε τῇ ὕβρει; Εἶδες εὐτονίαν; Αὐτὸς ἔλεγεν, Οὐκ ἔστι καλόν· αὕτη δὲ ἔλεγε, Ναὶ, Κύριε· αὐτὸς τέκνα ἐκάλει, αὕτη δὲ κυρίους· αὐτὸς κυνάριον ὠνόμασεν, αὕτη δὲ καὶ τὸ ἔργον τοῦ κυναρίου προσέθηκεν. Εἶδες ταύτης τὴν ταπεινοφροσύνην; Ἄκουσον Ἰουδαίων μεγαληγορίαν. Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· καὶ, Ἐκ τοῦ Θεοῦ γεγεννήμεθα. Ἀλλ’ οὐχ αὕτη ἀλλὰ κυνάριον ἑαυτὴν καλεῖ, καὶ κυρίους ἐκείνους· διὰ δὴ τοῦτο γέγονε τέκνον. Τί οὖν ὁ Χριστός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Διὰ γὰρ τοῦτο ἀνεβάλλετο, ἵνα τοῦτο ἀναβοήσῃ τὸ ῥῆμα, ἵνα στεφανώσῃ τὴν γυναῖκα. Γενηθήτω σοι ὡς θέλεις. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ μὲν πίστις σου καὶ μείζονα τούτων ἀνύσαι δύναται· πλὴν γενηθήτω σοι ὡς θέλεις. Αὕτη συγγενὴς ἐκείνῃ τῇ φωνῇ τῇ λεγούσῃ· Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Εἶδες πῶς οὐ μικρὸν καὶ αὕτη εἰσήνεγκεν εἰς τὴν ἰατρείαν τοῦ θυγατρίου; Διὰ τοῦτο γὰρ οὐδὲ εἶπεν ὁ Χριστὸς, Ἰα-θήτω σου τὸ θυγάτριον· ἀλλὰ, Μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις· ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς οὐδὲ κολακείας ἦν τὰ ῥήματα, ἀλλὰ πολλὴ τῆς πίστεως ἡ δύναμις. Τὴν γοῦν ἀκριβῆ βάσανον αὐτῆς καὶ ἀπό-δειξιν τῇ τῶν πραγμάτων ἐπέτρεψεν ἐκβάσει. Ἰάθη γοῦν τὸ θυγάτριον αὐτῆς εὐθέως. γ. Σὺ δέ μοι σκόπει, πῶς τῶν ἀποστόλων ἡττηθέντων καὶ οὐκ ἀνυσάντων, αὕτη ἤνυσε. Τοσοῦτόν ἐστι προς-εδρεία εὐχῆς. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ’ ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων ἀξιοῦσθαι, ἢ παρ’ ἑτέρων ὑπὲρ ἡμῶν. Καίτοι μείζονα παῤῥησίαν εἶχον ἐκεῖνοι· ἀλλὰ πολλὴν καρτερίαν ἐπεδείξατο αὕτη. Διὰ δὲ τοῦ τέλους καὶ πρὸς τοὺς μαθητὰς ἀπελογήσατο τῆς ἀναβολῆς ἕνεκα, καὶ ἔδειξεν, ὅτι δικαίως αὐτῶν ἀξιωσάντων οὐκ ἐπένευσε. Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰη-σοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κυλλοὺς, κωφούς· καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτοὺς, ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺσ
PG 58:522λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ. Ποτὲ μὲν αὐτὸς περίεισι, ποτὲ δὲ κάθηται πε-ριμένων τοὺς κάμνοντας, καὶ χωλοὺς εἰς τὸ ὄρος ἀνάγει. Καὶ οὐκέτι ἅπτονται οὐδὲ τοῦ ἱματίου αὐτοῦ, ἀλλ’ ἐπὶ τὸ ὑψηλότερον ἀναβαίνουσι, ῥιπτόμενοι πρὸς τοὺς πόδας αὐτοῦ· καὶ διπλῆν τὴν πίστιν τὴν ἑαυτῶν ἐπεδείκνυντο, καὶ τῷ χωλεύοντες εἰς τὸ ὄρος ἀναβαίνειν, καὶ τῷ μηδε-νὸς δέεσθαι ἑτέρου, ἀλλὰ τοῦ ῥιφῆναι πρὸς τοὺς πόδας μόνον. Καὶ ἦν πολὺ τὸ θαῦμα καὶ παράδοξον, τοὺς φε-ρομένους περιπατοῦντας ἰδεῖν, τοὺς πηροὺς οὐ χρείαν ἔχοντας χειραγωγούντων. Καὶ γὰρ τὸ πλῆθος τῶν θερα-πευομένων καὶ τὸ εὔκολον τῆς ἰατρείας αὐτοὺς ἐξέπλητ-τεν. Εἶδες πῶς τὴν μὲν γυναῖκα μετὰ τοσαύτης μελλή-σεως ἐθεράπευσε, τούτους δὲ εὐθέως; οὐκ ἐπειδὴ βελτίους ἐκείνης οὗτοι, ἀλλ’ ἐπειδὴ πιστοτέρα ἐκείνη τούτων. Διὰ τοῦτο ἐπ’ ἐκείνης μὲν ἀναβάλλεται καὶ μέλλει, τὸ εὔτονον αὐτῆς ἐνδεικνύμενος· τούτοις δὲ εὐθέως παρέχει τὴν δωρεὰν, ἐμφράττων τῶν ἀπίστων Ἰουδαίων τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἐκκόπτων ἀπολογίαν. Ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετῆται, τοσούτῳ μᾶλλόν ἐστιν ὑπεύθυνος κο-λάσει ἀγνωμονῶν, καὶ μηδὲ τῇ τιμῇ γενόμενος βελτίων Διὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες τῶν πενομένων μᾶλλον κολά-ζονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι. Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην. Εἰ γὰρ μὴ κατ’ ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ’ οὕτω διαφεύξον-ται. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Εἰ δὲ οὗτοι δίκην διδόασι, πολλῷ μᾶλλον οἱ περὶ τὰ περιττὰ ἐπτοη-μένοι, οἱ τριώροφα καὶ τετραώροφα οἰκοδομοῦντες, τῶν δὲ πεινώντων καταφρονοῦντες, οἱ φιλαργυρίας μὲν ἐπιμελούμενοι, ἐλεημοσύνης δὲ ἀμελοῦντες. Ἀλλ’ ἐπει-δὴ περὶ ἐλεημοσύνης λόγος ἐνέπεσε, φέρε δὴ τὸν λόγον ἐκεῖνον, ὃν πρὸ τριῶν ἡμερῶν περὶ φιλανθρωπίας ποιού-μενος ἀτέλεστον εἴασα, ἀναλάβωμεν σήμερον. Μέμνη-σθε, ὅτε πρώην περὶ ὑποδημάτων περιεργίας διελεγό-μην, καὶ τῆς ματαιοπονίας ἐκείνης, καὶ τῆς τῶν νέων βλακείας, τότε ἀπὸ ἐλεημοσύνης ἡμῖν εἰς ἐκεῖνα ὁ λόγος ἐξέπεσε τὰ ἐγκλήματα. Τίνα οὖν ἦν τὰ τότε κινούμενα; Ὅτι τέχνη τίς ἐστιν ἡ ἐλεημοσύνη, ἐν οὐρανῷ τὸ ἐργα-στήριον ἔχουσα, καὶ διδάσκαλον οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Εἶτα ζητοῦντες, τί τέχνη, καὶ τί οὐ τέχνη, εἰς ματαιοπονίας καὶ κακοτεχνίας ἐνεπέσομεν, ἐν αἷς καὶ τῆς τέχνης ταύτης ἐμνημονεύσαμεν τῆς τῶν ὑποδη-μάτων. Ἆρα ἀνεπολήσατε; Φέρε οὖν καὶ τήμερον τὰ τότε εἰρημένα ἀναλάβωμεν, καὶ δείξωμεν πῶς τέχνη καὶ ἀμείνων πασῶν τεχνῶν ἡ ἐλεημοσύνη. Εἰ γὰρ τέχνης ἴδιον τὸ πρός τι χρήσιμον τελευτᾷν, ἐλεημοσύνης δὲ οὐδὲν χρησιμώτερον, εὔδηλον ὅτι καὶ τέχνη καὶ τεχνῶν ἁπασῶν αὕτη ἀμείνων. Οὐ γὰρ ὑποδήματα ἡμῖν ἐργάζεται, οὐδὲ ἱμάτια ὑφαίνει, οὐδὲ οἰκίας οἰκοδομεῖ τὰς πηλίνας· ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ, καὶ τῶν τοῦ θανάτου χειρῶν ἐξαρπάζει, καὶ ἐν ἐν ἑκατέρᾳ τῇ ζωῇ λαμπροὺς ἀποφαίνει, καὶ οἰκοδομεῖ τὰς μονὰς τὰς ἐν οὐρανοῖς, καὶ τὰς σκη-νὰς ἐκείνας τὰς αἰωνίους. Αὕτη τὰς λαμπάδας ἡμῶν οὐκ ἀφίησι σβεσθῆναι, οὐδὲ ῥυπαρὰ ἔχοντας ἱμάτια φανῆναι ἐν τῷ γάμω, ἀλλὰ πλύνει, καὶ χίονος καθαρώτερα ἐργά-ζεται. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, Οὐκ ἀφίησιν ἡμᾶς ἐμπεσεῖν ἔνθα
PG 58:523ὁ πλούσιος ἐκεῖνος, οὐδὲ ἀκοῦσαι τῶν φοβερῶν ῥημάτων, ἀλλ’ εἰς κόλπους χειραγωγεῖ τοῦ Ἀβραάμ. Καίτοι τῶν τεχνῶν τῶν βιωτικῶν ἓν ἑκάστη ἀπολαβοῦσα ἔχει κατόρ-θωμα· οἷον ἡ γεωργία, τὸ τρέφειν ἡ ὑφαντικὴ, τὸ ἐν-δύειν· μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀρκεῖ μόνη τὰ παρ’ ἑαυτῆς ἡμῖν συνεισενεγκεῖν. δ. Καὶ εἰ βούλει, τὴν γεωργικὴν ἐξετάσωμεν πρώ-την. Ἂν γὰρ μὴ ἔχῃ τὴν χαλκευτικὴν, ἵνα δίκελλαν
καὶ ὕνην καὶ δρεπάνην καὶ πέλεκυν, καὶ ἕτερα πλείονα δανείζηται παρ’ αὐτῆς· καὶ τὴν τεκτονικὴν, ὥστε καὶ ἄροτρον πῆξαι, καὶ ζεύγλην κατασκευάσαι, καὶ ἅμαξαν, ὥστε τρίβειν ἀστάχυας· καὶ τὴν σκυτοτομικὴν, ὥστε καὶ ἱμάντα ἐργάσασθαι· καὶ τὴν οἰκοδομικὴν, ὥστε καὶ τοῖς ἀροτριῶσι ταύροις βοοστάσιον οἰκοδομῆσαι, καὶ τοῖς σπείρουσι γεωργοῖς οἰκίας· καὶ τὴν δρυμοτομικὴν, ὥστε ξύλα τέμνειν· καὶ τὴν ἀρτοποιητικὴν μετὰ ταῦτα πάντα, οὐδαμοῦ φαίνεται. Οὕτω καὶ ἡ ὑφαντικὴ, ὅταν τι ποιῇ, πολλὰς μεθ’ ἑαυτῆς καλεῖ τέχνας, ὥστε αὐτῇ συνεφάψασθαι τῶν προκειμένων· κἂν μὴ παρα-γένωνται καὶ χεῖρα ὀρέξωσιν, ἕστηκε καὶ αὕτη κατ’ ἐκείνην ἀπορουμένη. Καὶ ἑκάστη δὲ τῶν τεχνῶν τῆς ἑτέρας δεῖται. Ὅταν δὲ ἐλεῆσαι δέῃ, οὐδενὸς ἡμῖν δεῖ ἑτέρου, ἀλλὰ γνώμης δεῖται μόνον. Εἰ δὲ λέγοις, ὅτι χρημάτων δεῖται, καὶ οἰκημάτων, καὶ ἱματίων, καὶ ὑποδημάτων, ἀνάγνωθι τὰ ῥήματα τοῦ Χριστοῦ ἐκεῖνα, ἃ περὶ τῆς χήρας εἶπε, καὶ παῦσαι ταύτης τῆς ἀγωνία· Κἂν γὰρ σφόδρα πένης ᾖς, καὶ τῶν προσαιτούντων, δύο λεπτὰ ἂν βάλῃς, τὸ πᾶν ἀπήρτισας· κἂν δῷς μά-ζαν, ταύτην ἔχων μόνον, πρὸς τὸ τέλος ἦλθες τῆς τέχνης. Ταύτην τοίνυν δεξώμεθα τὴν ἐπιστήμην, καὶ κατορθώσωμεν. Καὶ γὰρ βέλτιον ταύτην εἰδέναι, ἢ βασι-λέα εἶναι, καὶ διάδημα περικεῖσθαι. Οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ πλεονέκτημα αὐτῆς μόνον, ὅτι οὐ δεῖται ἑτέρων, ἀλλὰ καὶ ποικίλων πραγμάτων ἐστὶν ἀνυστικὴ, καὶ πολλῶν καὶ παντοδαπῶν. Καὶ γὰρ οἰκίας οἰκοδομεῖ τὰς ἀεὶ μενούσας ἐν οὐρανοῖς, καὶ διδάσκει τοὺς κατωρθω-κότας αὐτὴν, πῶς ἂν τὸν ἀθάνατον θάνατον διαφύγοιεν· καὶ θησαυρούς σοι δωρεῖται μηδέποτε δαπανωμένους, ἀλλὰ πᾶσαν διαφεύγοντας βλάβην, καὶ τὴν ἀπὸ λῃστῶν, καὶ τὴν ἀπὸ σκωλήκων, καὶ τὴν ἀπὸ σητῶν, καὶ τὴν ἀπὸ τοῦ χρόνου. Καίτοιγε εἰ ἐπὶ πυρῶν φυλακῇ τοῦτο μόνον σέ τις ἐδίδαξε, τί οὐκ ἂν ἔδωκας, ὥστε σε δυνηθῆναι ἐπὶ πολλοῖς ἔτεσιν ἀνάλωτον διατηρῆσαι τὸν σῖτον; Ἀλλ’ ἰδού σε αὕτη οὐκ ἐπὶ πυροῦ μόνον, ἀλλ’ ἐπὶ πάντων παιδεύει, καὶ πῶς ἂν καὶ τὰ ὑπάρχοντα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀνάλωτα μένοιεν δείκνυσι. Καὶ τί δεῖ κατὰ μέρος ἅπαντα λέγειν τῆς τέχνης ταύτης τὰ κατορθώ-ματα; Αὕτη γάρ σε διδάσκει, πῶς ἂν γένοιο Θεῷ ὅμοιος, ὃ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. Ὁρᾷς πῶς οὐχ ἓν αὐτῆς τὸ ἔργον, ἀλλὰ πολλά; Οὐ δεομένη τέχνης ἑτέ-ρας, οἰκίας οἰκοδομεῖ, ἱμάτια ὑφαίνει. θησαυροὺς ἀνα-λώτους κατασκευάζει, θανάτου περιγενέσθαι ποιεῖ, δια-βόλου κρατεῖν, Θεῷ κατασκευάζει ὁμοίους. Τί τοίνυν τῆς τέχνης ταύτης χρησιμώτερον γένοιτ’ ἄν; Αἱ μὲν γὰρ ἄλλαι, μετὰ τῶν εἰρημένων, καὶ τῷ παρόντι συγκατα-λύονται βίῳ, καὶ νοσούντων τῶν τεχνιτῶν οὐδαμοῦ φαί-νονται, καὶ τὰ ἔργα αὐτῶν διακρατεῖν οὐκ ἰσχύουσι, καὶ πόνου δέονται καὶ χρόνου πολλοῦ, καὶ μυρίων ἑτέρων· αὕτη δὲ, ὅταν ὁ κόσμος παρέλθῃ, τότε μάλιστα φαίνεται· ὅταν ἀποθάνωμεν, τότε μάλιστα διαλάμπει, καὶ τὰ ἔργα αὐτῆς τὰ γεγενημένα δείκνυσι· καὶ οὔτε χρόνου, οὔτε
PG 58:524πόνου, οὔτε ἄλλης τινὸς δεῖται ἐργωδίας τοιαύτης ἀλλὰ καὶ νοσοῦντός σου ἐνεργεῖ, καὶ γεγηρακότος, καὶ πρὸς τὴν μέλλουσάν σοι ζωὴν συναποδημεῖ, καὶ οὐδέποτέ σε ἀπολιμπάνει. Αὕτη σε καὶ σοφιστῶν καὶ ῥητόρων δυνα-τώτερον κατασκευάζει. Οἱ μὲν γὰρ ἐν ἐκείναις εὐδοκι-μοῦντες ταῖς τέχναις, πολλοὺς ἔχουσι τοὺς φθονοῦντας· οἱ δὲ ἐν ταύτῃ λάμποντες, μυρίους τοὺς εὐχομένους. Κἀκεῖνοι μὲν ἀνθρώπων παρεστήκασι βήματι, συνηγο-ροῦντες τοῖς ἀδικουμένοις, πολλάκις δὲ καὶ τοῖς ἀδικοῦσιν αὕτη δὲ βήματι παρέστηκε τοῦ Χριστοῦ, οὐ μόνον συν-ηγοροῦσα, ἀλλὰ καὶ αὐτὸν τὸν δικάζοντα πείθουσα συν-ηγορεῖν τῷ κρινομένῳ, καὶ τὰς ψήφους ὑπὲρ αὐτοῦ φέ-ρειν· κἂν μυρία ἡμαρτηκὼς ᾖ, καὶ στεφανοῖ καὶ ἀνα-κηρύττει. Δότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐν γὰρ τῷ παρ-όντι βίῳ εἰ τοὺς ἀνθρώπους ἐροίμεθα, τί βούλονται μᾶλλον, σοφιστὰς εἶναι πολλοὺς καὶ ῥήτορας, ἢ ἐλεήμο-νας καὶ φιλανθρώπους, ἀκούσῃ τὸ δεύτερον αἱρουμένους· καὶ μάλα εἰκότως. Εὐγλωττίας μὲν γὰρ ἀναιρεθείσης, οὐδὲν ὁ βίος βλαβήσεται· καὶ γὰρ καὶ πρὸ ταύτης συνειστήκει χρόνον πολύν· ἐὰν δὲ τὸ ἐλεεῖν περιέλῃς, πάντα οἴχεται καὶ ἀπόλωλε. Καὶ καθάπερ τὴν θάλατ-ταν οὐκ ἔνι πλεῖσθαι, λιμένων καὶ ὅρμων προσκεχω-σμένων, οὕτως οὐδὲ τὸν βίον συνεστηκέναι τοῦτον, ἂν ἔλεον καὶ συγγνώμην καὶ φιλανθρωπίαν ἀνέλῃς ε. Διὰ τοῦτο οὐδὲ λογισμῷ μόνον αὐτὰ ἐπέτρεψεν ὁ Θεὸς, ἀλλὰ πολλὰ μέρη αὐτοῦ καὶ τῇ τῆς φύσεως ἐνέσπειρε τυραννίδι. Οὕτω καὶ πατέρες παῖδας ἐλεοῦσιν, οὕτω μητέρες, οὕτω τέκνα γονεῖς· οὐκ ἐπ’ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων ἁπάντων· οὕτως ἀδελ-φοὺς ἀδελφοὶ, καὶ συγγενεῖς, καὶ προσήκοντες· οὕτως ἄνθρωπος ἄνθρωπον. Ἔχομεν γάρ τι καὶ ἀπὸ φύσεως πρὸς ἔλεον ἐπιῤῥεπές. Διὸ καὶ ὑπὲρ τῶν ἀδικουμένων ἀγανακτοῦμεν, καὶ σφαττομένους ὁρῶντες ἐπικαμπτό-μεθα, καὶ πενθοῦντας βλέποντες δακρύομεν. Ἐπειδὴ γὰρ σφόδρα αὐτὸ κατορθοῦσθαι βούλεται ὁ Θεὸς, ἐκέ-λευσε τῇ φύσει πολλὰ εἰς τοῦτο συνεισενεγκεῖν, δεικνὺς ὅτι σφόδρα αὐτῷ τοῦτό ἐστι περισπούδαστον. Ταῦτ’ οὖν ἐννοοῦντες, καὶ ἡμᾶς αὐτοὺς καὶ τὰ παιδία καὶ τοὺς προσήκοντας εἰς τὸ τῆς ἐλεημοσύνης ἀγάγωμεν διδα-σκαλεῖον, καὶ τοῦτο πρὸ πάντων ἄνθρωπος μανθανέτω, ἐπειδὴ καὶ τοῦτο ἄνθρωπος. Μέγα γὰρ ἄνθρωπος· καὶ τίμιον ἀνὴρ ἐλεήμων· ὡς ἂν μὴ τοῦτο ἔχῃ, καὶ τοῦ εἶναι ἄνθρωπος ἐξέπεσε. Τοῦτο σοφοὺς ἐργάζεται. Καὶ τί θαυμάζεις, εἰ τοῦτο ἄνθρωπος; Τοῦτο Θεός. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Μάθωμεν τοίνυν εἶναι ἐλεήμονες ἁπάντων ἕνεκα· μάλιστα δὲ, ὅτι καὶ ἡμεῖς πολλοῦ δεόμεθα ἐλέους. Καὶ μηδὲ ζῇν ἡγώ-μεθα τὸν καιρὸν ἐκεῖνον, ὅταν μὴ ἐλεῶμεν. Ἐλεημο-σύνην δὲ λέγω τὴν πλεονεξίας καθαράν. Εἰ γὰρ ὁ τοῖς αὐτοῦ ἀρκούμενος καὶ μηδενὶ μεταδιδοὺς, οὐκ ἐλεήμων· ὁ τὰ ἑτέρων λαμβάνων πῶς ἐλεήμων, κἂν μυρία δῷ; Εἰ γὰρ τὸ ἀπολαύειν μόνον τῶν ὄντων, ἀπανθρωπίας, πολλῷ μᾶλλον τὸ ἑτέρους ἀφαιρεῖσθαι. Εἰ οἱ μηδὲν ἀδική-σαντες κολάζονται, ὅτι οὐ μετέδωκαν, πολλῷ μᾶλλον οἱ καὶ τὰ ἑτέρων λαμβάνοντες. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ἄλλος ἠδίκηται, καὶ ἄλλος ἐλεεῖται. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν Ἔδει γὰρ τὸν ἀδικούμενον αὐτὸν εἶναι καὶ τὸν ἐλεούμενον· νυνὶ δὲ ἑτέρους τραυματίζων, οὓς οὐκ ἐτραυμάτισας θεραπεύεις, δέον ἐκείνους θεραπεύειν· μᾶλλον δὲ μηδὲ τραυματίζειν. Φιλάνθρωπος γὰρ οὐχ ὁ

Homily LIIIHomilia LIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:525πλήττων καὶ θεραπεύων, ἀλλ’ ὁ τοὺς παρ’ ἑτέρων πλη-γέντας ἰώμενος. Τὰ σαυτοῦ τοίνυν ἴασαι κακὰ, μὴ τὰ ἑτέρου· μᾶλλον δὲ μηδὲ πλῆττε, μηδὲ κατάβαλλε (τοῦτο γὰρ παίζοντός ἐστιν), ἀλλ’ ἀνάστησον τοὺς καταβλη-θέντας. Οὐδὲ γὰρ δυνατὸν τῷ αὐτῷ μέτρῳ τῆς ἐλεημο-σύνης θεραπεῦσαι τὸ ἀπὸ τῆς πλεονεξίας κακόν. Ἂν γὰρ πλεονεκτήσῃς ὀβολὸν, οὐκ ὀβολοῦ σοι δεῖ πάλιν εἰς ἐλεημοσύνην, ἵνα ἀνέλῃς τὸ ἀπὸ τῆς πλεονεξίας ἕλκος, ἀλλὰ ταλάντου. Διὰ τοῦτο ὁ κλέπτης ἁλοὺς τετραπλάσιον καταβάλλει· τοῦ δὲ κλέπτοντος ὁ ἁρπάζων χείρων. Εἰ δὲ ἐκεῖνον τετραπλασίονα δοῦναι δεῖ ὧν ἔκλεψε, τὸν ἁρπά-ζοντα δεκαπλασίονα καὶ πολλῷ πλέον· καὶ ἀγαπητὸν τὸ καὶ οὕτω δυνηθῆναι τὴν ἀδικίαν ἐξιλεώσασθαι· ἐλεημο-σύνης γὰρ οὐδὲ τότε λήψεται καρπόν. Διὰ τοῦτο ὁ
Ζακχαῖος, Ἀποτίσω, φησὶν, ὧν ἐσυκοφάντησα τετρα-πλασίονα, καὶ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω πτωχοῖς. Εἰ δὲ ἐν τῷ νόμῳ τετραπλασίονα δοῦναι δεῖ, πολλῷ μᾶλλον ἐν τῇ χάριτι· εἰ τὸν κλέπτοντα, πολλῷ μᾶλλον τὸν ἁρπάζοντα. Μετὰ γὰρ τῆς ζημίας ἐνταῦθα καὶ ἡ ὕβρις πολλή. Ὥστε κἂν ἑκατονταπλασίονα δῷς, οὐδέπω τὸ πᾶν ἔδωκας. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, Κἂν ὀβολὸν ἁρπάσῃς καὶ τάλαντον ἐπιδῷς, μόλις καὶ
PG 58:526οὕτω θεραπεύεις; Εἰ δὲ τοῦτο ποιῶν, μόλις· ὅταν ἀντι-στρέψῃς τὴν τάξιν, καὶ ἁρπάσῃς μὲν οὐσίας ὁλοκλήρους, ὀλίγα δὲ παράσχῃς, καὶ μηδὲ ἐκείνοις τοῖς ἀδικηθεῖσιν, ἀλλ’ ἑτέροις ἀντ’ ἐκείνων, ποίαν ἕξεις ἀπολογίαν; τίνα συγγνώμην; ποίαν σωτηρίας ἐλπίδα; Βούλει μαθεῖν ὅσον ἐργάζῃ κακὸν οὕτως ἐλεῶν; Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὡς ὁ ἀποκτένων τὸν υἱὸν ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Ταύτην τοίνυν τὴν ἀπειλὴν ἐγγρά-ψαντες τῇ διανοίᾳ, ἀπέλθωμεν· ταύτην ἐν τοῖς τοίχοις, ταύτην ἐν ταῖς χερσὶ, ταύτην ἐν τῷ συνειδότι, ταύτην πανταχοῦ· ἵνα κἂν ὁ φόβος οὗτος ἀκμάζων ἡμῶν ἐν τῇ διανοίᾳ κωλύῃ τὰς χεῖρας ἡμῶν καθημερινῶν φόνων. Φόνου γὰρ ἁρπαγὴ χαλεπώτερον, κατὰ μικρὸν τὸν πένητα ἀναλίσκουσα. Ἵν’ οὖν καθαρεύωμεν τοῦ μιάσματος τούτου, μελετῶμεν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ταῦτα. Οὕτω γὰρ καὶ πρὸς ἔλεον ἐσόμεθα προθυμότεροι, καὶ καθαροὺς τοὺς ἐπὶ ταύτῃ ληψόμεθα μισθοὺς, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
PG 58:525ΟΜΙΛΙΑ ΝΓ. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.» α. Καὶ ἀνωτέρω τὸ σημεῖον τοῦτο μέλλων ποιεῖν, πρῶ-τον ἐθεράπευσε τοὺς τὸ σῶμα πεπηρωμένους· καὶ ἐν-ταῦθα τὸ αὐτὸ τοῦτο ποιεῖ· ἀπὸ τῆς τῶν τυφλῶν καὶ χωλῶν ἰάσεως εἰς τοῦτο ἐμβαίνει πάλιν. Τί δήποτε δὲ τότε μὲν εἶπον οἱ μαθηταὶ, Ἀπόλυσον τοὺς ὄχλους· νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα παρελθουσῶν τριῶν ἡμερῶν; Ἢ καὶ αὐτοὶ βελτίους γενόμενοι λοιπὸν, ἢ καὶ ἐκείνους ὁρῶντες οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τοῖς γινομένοις. Ἀλλ’ ὅρα πῶς καὶ νῦν οὐχ ἁπλῶς ἐπὶ τὸ θαῦμα ἔρχεται, ἀλλ’ ἐκκα-λεῖται αὐτοὺς εἰς τοῦτο. Οἱ μὲν γὰρ ὄχλοι ἐπὶ ἰατρείαν ἐλθόντες οὐκ ἐτόλμων τοὺς ἄρτους αἰτῆσαι· αὐτὸς δὲ ὁ φιλάνθρωπος καὶ κηδεμὼν, καὶ οὐκ αἰτοῦσι δίδωσι, καί φησι πρὸς τοὺς μαθητάς· Σπλαγχνίζομαι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω. Ἵνα γὰρ μὴ λέ-γωσιν, ὅτι ἐφόδια ἔχοντες ἦλθον, φησί· Τρεῖς ἡμέρας ἤδη μοι παραμένουσιν· ὥστε εἰ καὶ ἔχοντες ἦλθον, ἀνά-λωται ταῦτα. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς οὐκ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τοῦτο πεποίηκεν, ἀλλ’ ὅτε αὐτοῖς ἅπαντα ἀνάλωτο, ὥστε πρότερον αὐτοὺς ἐν χρείᾳ καταστάντας μετὰ πλείονος τῆς προθυμίας δέξασθαι τὸ γινόμενον. Διὰ τοῦτό φησιν, Ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ· δεικνὺς ὅτι καὶ πόῤῥωθεν ἀφεστήκεσαν, καὶ οὐδὲν αὐτοῖς ὑπο-λελειμμένον ἦν. Καὶ εἰ μὴ θέλεις ἀπολῦσαι νήστεις, τίνος ἕνεκεν οὐ ποιεῖς τὸ σημεῖον; Ἵνα ἐν τῇ ἐρωτήσει ταύτῃ καὶ τῇ ἀποκρίσει προσεκτικωτέρους ποιήσῃ τοὺς μαθητὰς, καὶ τὴν πίστιν αὐτῶν ἐπιδείξωνται, προσιόν-τες καὶ λέγοντες· Ποίησον ἄρτους. Ἀλλ’ οὐδὲ οὕτω συνῆκαν τῆς ἐρωτήσεως τὴν αἰτίαν· ὅθεν ὕστερον λέγει
PG 58:526αὐτοῖς, καθώς φησιν ὁ Μάρκος, ὅτι Οὕτως εἰσὶ πεπω-ρωμέναι αἱ καρδίαι ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν τοῖς μαθηταῖς λέγει, καὶ δείκνυ-σιν ἀξίους τοῦ παθεῖν εὖ τοὺς ὄχλους, καὶ προστίθησι καὶ τὸν ἔλεον τὸν παρ’ αὐτοῦ; Ὁ δὲ Ματθαῖός φησιν, ὅτι μετὰ ταῦτα καὶ ἐπετίμησεν αὐτοῖς λέγων· Ὀλιγό-πιστοι, οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχι-λίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Οὕτως ἀλλήλοις συμφωνοῦσιν οἱ εὐαγγελισταί. Τί οὖν οἱ μαθηταί; Ἔτι χαμαὶ ἕρπουσι· καίτοι μυρία ἐποίησεν, ὥστε μνημονευθῆναι ἐκεῖνο τὸ θαῦμα, καὶ διὰ τῆς ἐρωτή-σεως, καὶ διὰ τῆς ἀποκρίσεως, καὶ διὰ τοῦ ποιῆσαι δια-κόνους αὐτοὺς, καὶ διὰ τοῦ νεῖμαι τοὺς κοφίνους ἀλλ’ ἔτι ἀτελέστερον διέκειντο. Διὸ καὶ λέγουσιν αὐτῷ· Πόθεν ἡμῖν ἐν ἐρήμῳ ἄρτοι τοσοῦτοι; Καὶ πρὸ τού-του καὶ νῦν τῆς ἐρημίας μέμνηνται, αὐτοὶ μὲν ἀσθε-νεῖ λογισμῷ τοῦτο λέγοντες, τὸ δὲ σημεῖον καὶ ἐν-τεῦθεν ἀνύποπτον ποιοῦντες. Ἵνα γὰρ μή τις λέγῃ, ὅπερ καὶ ἤδη εἶπον, ὅτι ἀπὸ πλησίον τινὸς κώμης οὔσης ἔλαβον, ὁμολογεῖται ὁ τόπος, ἵνα πιστευθῇ τὸ θαῦμα. Διὰ τοῦτο καὶ τὸ πρότερον σημεῖον καὶ τοῦτο ἐν ἐρημίᾳ ποιεῖ, πολὺ τῶν κωμῶν ἀπεχούσῃ. Ὧν οὐδὲν συνιέντες οἱ μαθηταὶ ἔλεγον· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι; Καὶ γὰρ ἐνόμιζον ταῦτα αὐτὸν εἰρη-κέναι, ὡς αὐτοῖς μέλλοντα ἐπιτάττειν διατρέφειν αὐτούς· σφόδρα ἀνοήτως. Διὰ γὰρ τοῦτο καὶ πρώην ἔλεγε, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν, ἵνα αὐτοὺς εἰς ἀφορμὴν ἐμβάλῃ τοῦ αὐτὸν παρακαλέσαι. Νῦν δὲ οὐδὲ τοῦτό φησιν, ὅτι Δότε αὐτοῖς φαγεῖν, ἀλλὰ τί; Σπλαγχνί-ζομαι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω· ἐγγύτερον αὐτοὺς ἄγων καὶ ἐρεθίζων μᾶλλον, καὶ διδοὺσ
PG 58:527διαβλέψαι πρὸς τὸ παρ’ αὐτοῦ ταῦτα αἰτῆσαι. Καὶ γὰρ δεικνύντος ἦν τὰ ῥήματα, ὅτι δύναται μὴ ἀπολῦσαι αὐ-τοὺς νήστεις, καὶ ἐμφαίνοντος τὴν ἐξουσίαν. Τὸ γὰρ, Οὐ θέλω, τοῦτό ἐστιν ἐνδεικνυμένου. Ἐπειδὴ δὲ τοῦ πλή-θους ἐμνημόνευσαν λοιπὸν, καὶ τοῦ τόπου, καὶ τῆς ἐρη-μίας· ( Πόθεν γὰρ, φησὶν, ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; ) καὶ οὐδὲ οὕτω συνῆκαν τὸ λεχθὲν, λοιπὸν αὐτὸς τὰ παρ’ ἑαυτοῦ εἰσφέρει, καί φησιν αὐτοῖς· Πόσους ἄρτους ἔχετε; Οἱ δὲ λέγουσιν, Ἑπτὰ, καὶ ὀλίγα ἰχθύδια. Καὶ οὐκέτι λέγουσιν, Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσού-τους; ὥσπερ ἔμπροσθεν εἶπον. Οὕτως εἰ καὶ μὴ τοῦ παντὸς ἐπελαμβάνοντο, ἀλλ’ ὅμως ὑψηλότεροι κατὰ μικρὸν ἐγίνοντο. Καὶ γὰρ καὶ αὐτὸς διὰ τούτων ἐγείρων αὐτῶν τὴν διάνοιαν, ὁμοίως ἐρωτᾷ, ὥσπερ καὶ πρότε-ρον, ἵνα καὶ τῷ τρόπῳ τῆς ἐρωτήσεως ἀναμνήσῃ αὐτοὺς τῶν ἤδη γεγενημένων. Σὺ δὲ ὥσπερ εἶδες αὐτῶν τὸ ἀτελὲς ἐκ τούτων, οὕτω κατάμαθε καὶ τὸ φιλόσοφον τῆς γνώμης, καὶ θαύμασον τὸ φιλάληθες, πῶς αὐτοὶ γρά-φοντες, τὰ ἑαυτῶν οὐ κρύπτουσιν ἐλαττώματα, καὶ ταῦτα μεγάλα ὄντα. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἔγκλημα, ἔναγχος τοῦ σημείου τούτου γενομένου οὕτως εὐθέως ἐπιλαθέσθαι· διὰ τοῦτο καὶ ἐπιτιμῶνται. β. Μετὰ δὲ τούτων καὶ τὴν ἄλλην φιλοσοφίαν ἐννόη-σον· πῶς ἦσαν γαστρὸς κρείττους· πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον. Ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον. Τὰ μὲν οὖν ἄλλα ὁμοίως τοῖς προτέροις ποιεῖ· καὶ γὰρ κατακλίνει αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐν ταῖς χερσὶ τῶν μαθητῶν ποιεῖ πηγάζειν τοὺς ἄρτους. Ἐκέλευσε γὰρ,
φησὶ, τοὺς ὄχλους ἀναπεσεῖν ἐπὶ τὴν γῆν. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαρι-στήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. Τὸ δὲ τέλος οὐκέτι ὅμοιον. Ἔφα-γον γὰρ πάντες, φησὶ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλή-ρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. Ἀλλὰ διατί τότε μὲν πεντακισχιλίων ὄντων, δώδεκα κόφινοι ἐπερίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων, ἑπτὰ σπυρίδες; τίνος οὖν ἕνεκεν καὶ διατί ἐλάττονα ἦν τὰ λείψανα, καίτοι οὐ τοσούτων ὄντων τῶν ἑστιωμένων; Ἢ τοίνυν τοῦτο ἔστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων μείζους ἦσαν· ἢ εἰ μὴ τοῦτο, ἵνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ, τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγεί-ρει, ἵνα ἐκ τοῦ παρηλλαγμένου ἀναμνησθῶσι κἀκεί-νου καὶ τούτου. Διὰ δὴ τοῦτο τότε μὲν τοῖς μαθηταῖς ἰσαρίθμους ποιεῖ τοὺς κοφίνους τῶν λειψάνων, νυνὶ δὲ τοῖς ἄρτοις τὰς σπυρίδας, κἀν τούτῳ τὴν ἄφατον δύνα-μιν ἐνδεικνύμενος, καὶ τὴν εὐκολίαν τῆς ἐξουσίας, ὅτι αὐτῷ δυνατὸν καὶ οὕτω καὶ ἑτέρως τὰ τοιαῦτα θαυμα-τουργεῖν. Οὐδὲ γὰρ μικρᾶς δυνάμεως ἦν, τὸ τὸν ἀριθμὸν διατηρῆσαι καὶ τότε καὶ νῦν, τότε μὲν πεντακις-χιλίων ὄντων, νυνὶ δὲ τετρακισχιλίων· καὶ μήτε τότε τῶν κοφίνων, μήτε νῦν τῶν σπυρίδων μήτε ἐλάττονα μήτε πλείονα γενέσθαι ἀφεῖναι τὰ λείψανα, καί-τοιγε τοῦ πλήθους τῶν ἑστιωμένων διαφόρου ὄντος. Καὶ τὸ τέλος δὲ ὅμοιον τῷ προτέρῳ. Καὶ γὰρ καὶ τότε τοὺς ὄχλους ἀφεὶς ἀνεχώρησεν ἐν πλοίῳ καὶ νῦν· καὶ ὁ Ἰωάννης δὲ τοῦτό φησιν. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω σημεῖον ἀκολουθεῖν αὐτῷ παρεσκεύαζεν, ὡς τὸ τῶν ἄρτων θαῦμα, καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ βασιλέα ποιεῖν ἐβούλοντο, τυραννίδος φεύγων ὑπο-ψίαν ἀποπηδᾷ μετὰ τὴν θαυματουργίαν ταύτην· καὶ οὐδὲ πεζῇ ἄπεισιν, ἵνα μὴ ἀκολουθήσωσιν, ἀλλ’ εἰς τὸ πλοῖον ἐμβάς. Καὶ ἀπολύσας, φησὶ, τοὺς ὄχλους,
PG 58:528ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μα-γδαλά. Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδου-καῖοι ἠρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ δεῖξαι αὐτοῖς. Ὁ δέ φησιν· Ὀψίας γενομένης λέγετε, Εὐ-δία· πυῤῥάζει γὰρ ὁ οὐρανός· καὶ πρωὶ̈, Σήμερον χειμών· πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός. Τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρῖναι, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δο-θήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι προσελθόντων αὐτῶν καὶ συζητούντων, Ἀναστενά-ξας τῷ πνεύματι αὐτοῦ, λέγει· Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Καίτοιγε ὀργῆς ἀξία ἡ ἐρώτησις καὶ ἀγανακτήσεως· ἀλλ’ ὅμως ὁ φιλάνθρωπος καὶ κη-δεμὼν οὐκ ὀργίζεται, ἀλλ’ ἐλεεῖ καὶ ταλανίζει ἅτε ἀν-ίατα νοσοῦντας, καὶ μετὰ τοσαύτην ἀπόδειξιν τῆς αὐ-τοῦ δυνάμεως πειράζοντας αὐτόν. Οὐδὲ γὰρ ὥστε πι-στεῦσαι ἐζήτουν, ἀλλ’ ὥστε ἐπιλαβέσθαι. Εἰ γὰρ ὡς πιστεύσοντες προσῆλθον, ἔδωκεν ἄν. Ὁ γὰρ τῇ γυναικὶ εἰπὼν, Οὐκ ἔστι καλὸν, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἂν τούτοις παρέσχεν. Ἀλλ’ ἐπειδὴ οὐ πιστεῦσαι ἐζήτουν, διὰ τοῦτο καὶ ὑποκριτὰς ἑτέρωθι καλεῖ, ὅτι ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. Εἰ γὰρ ἐπίστευον, οὐδ’ ἂν ᾔτησαν. Καὶ ἑτέρωθεν δὲ δῆλον, ὅτι οὐκ ἐπί-στευον· ὅτι ἐπιτιμηθέντες καὶ ἐλεγχθέντες, οὐ παρέμει-ναν, οὐδὲ εἶπον, ὅτι Ἀγνοοῦμεν καὶ μαθεῖν ζητοῦμεν. Τί δὲ σημεῖον ἐκ τοῦ οὐρανοῦ ᾔτουν; Ἢ τὸν ἥλιον στῆ-σαι, ἢ τὴν σελήνην χαλινῶσαι, ἢ κεραυνοὺς κατενεγ-κεῖν, ἢ τὸν ἀέρα μεταβαλεῖν, ἢ ἄλλο τι τοιοῦτον. Τί οὖν πρὸς ταῦτα αὐτός; Τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Ὁρᾶτε τὴν πραότητα καὶ τὴν ἐπιείκειαν; Οὐδὲ γὰρ ὡς πρότερον ἠρνήσατο μόνον καὶ εἶπεν, Οὐ δοθήσεται αὐτῇ, ἀλλὰ καὶ τὴν αἰτίαν λέγει, δι’ ἢν οὐ δίδωσι, καίτοιγε οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐρωτώντων αὐτῶν. Τίς οὖν ἡ αἰτία; Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, φησὶν, ἄλλο μὲν σημεῖον τοῦ χειμῶνος, ἄλλο δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν τοῦ χειμῶνος γαλήνην ζητήσειεν, οὐδὲ ἐν γαλήνῃ εὐδινῇ χειμῶνα· οὕτω καὶ ἐπ’ ἐμοῦ λογίζεσθαι χρή. Ἄλλος γὰρ οὗτος τῆς παρουσίας ὁ και-ρὸς, ἄλλος δὲ ὁ μέλλων. Νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ ἐκείνῳ τε-ταμίευται τῷ καιρῷ. Νῦν ὡς ἰατρὸς ἦλθον, τότε ὡς δι-καστὴς παρέσομαι· νῦν ὥστε ζητῆσαι τὸ πεπλανημένον, τότε ὥστε ἀπαιτῆσαι εὐθύνας. Διὰ τοῦτο λαθὼν ἦλθον· τότε δὲ μετὰ πολλῆς τῆς δημοσιεύσεως, τὸν οὐρανὸν ἑλίττων, τὸν ἥλιον ἀποκρύπτων, τὴν σελήνην οὐκ ἀφιεὶς δοῦναι τὸ φῶς. Τότε καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σα-λευθήσονται, καὶ ἀστραπὴν ἀθρόως πᾶσι φαινομένην μιμήσεται τῆς παρουσίας μου ἡ ἐπιφάνεια. Ἀλλ’ οὐχὶ νῦν τούτων ὁ καιρὸς τῶν σημείων· ἦλθον γὰρ ἀποθα-νεῖν, καὶ τὰ ἔσχατα παθεῖν. Οὐκ ἠκούσατε τοῦ προφή-του λέγοντος· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ; καὶ ἑτέρου πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον; γ. Εἰ δὲ τὰ ἐπὶ Φαραὼ λέγοιεν σημεῖα, πολεμίου τότε ἀπαλλαγῆναι ἔδει, καὶ εἰκότως ἐκεῖνα ἐγίνετο· τῷ δὲ πρὸς φίλους ἐλθόντι τούτων οὐ χρεία τῶν σημείων. Πῶς δὲ καὶ τὰ μεγάλα δώσω, τῶν μικρῶν μὴ πιστευο-μένων; Μικρῶν ὡς πρὸς ἐπίδειξιν λέγω· ἐπεὶ τῇ δυ-νάμει πολλῷ ταῦτα ἐκείνων μείζονα ἦν. Τί γὰρ ἂν ἴσον εἴη τοῦ ἁμαρτήματα λῦσαι, καὶ νεκρὸν ἀναστῆσαι, καὶ δαίμονας ἀπελάσαι, καὶ δημιουργῆσαι σῶμα, καὶ τὰ ἄλλα πάντα διορθῶσαι; Σὺ δὲ αὐτῶν ὅρα τὴν πεπω-ρωμένην καρδίαν, πῶς ἀκούσαντες, ὅτι Οὐ δοθήσεται
PG 58:529αὐτοῖς σημεῖον, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προ-φήτου, οὐκ ἐρωτῶσι. Καίτοιγε ἐχρῆν καὶ τὸν προφήτην εἰδότας, καὶ τὰ συμβάντα ἅπαντα, καὶ ἐκ δευτέρου τοῦτο ἀκούσαντας, πυθέσθαι καὶ μαθεῖν τί ποτε ἦν τὸ λεγό-μενον· ἀλλ’ ὅπερ ἔφην, οὐκ ἐπιθυμίᾳ τοῦ μαθεῖν ταῦτα ποιοῦσι. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀφεὶς αὐτοὺς ἀπῆλθε. Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐ-τοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φα-ρισαίων καὶ Σαδδουκαίων. Καὶ διατί μὴ εἶπε, Προς-έχετε ἀπὸ τῆς διδασκαλίας, σαφῶς; Βούλεται αὐτοὺς ἀνα-μνῆσαι τῶν γενομένων· καὶ γὰρ ᾔδει ἐπιλελησμέ-νους. Ἀλλὰ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι οὐκ ἐδόκει λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν ἀπ’ αὐτῶν λαβόντα οὕτως ἐπι-τιμῆσαι εὐπαράδεκτον ἐποίει τὸ ἔγκλημα. Καὶ διατί μὴ τότε ἐπετίμησεν αὐτοῖς, ὅτε εἶπον· Πόθεν ἡμῖν ἐπ’ ἐρημίας ἄρτοι τοσοῦτοι; καὶ γὰρ εὔκαιρον ἐδόκει τότε τοῦτο λέγεσθαι. Ἵνα μὴ δόξῃ ἐπιτρέχειν τῷ σημείῳ. Καὶ ἄλλως δὲ οὐκ ἐβούλετο ἐπὶ τῶν ὄχλων αὐτοῖς ἐγκα-λέσαι, οὐδὲ ἐπ’ ἐκείνων φιλοτιμεῖσθαι. Καὶ νῦν δὲ εὐλο-γωτέρα ἡ κατηγορία, ὅτι διπλοῦ τοῦ θαύματος γενομέ-νου τοιοῦτοι ἦσαν. Διὸ καὶ ἄλλο θαῦμα ποιήσας, τότε ἐπιτιμᾷ· ἃ γὰρ διελογίζοντο, ταῦτα εἰς μέσον φέρει. Τί δὲ διελογίζοντο; Ὅτι ἄρτους, φησὶν, οὐκ ἐλά-βομεν. Ἔτι γὰρ περὶ τὰ καθάρσια ἦσαν τὰ Ἰουδαϊκὰ ἐπτοημένοι, καὶ τὰς τῶν βρωμάτων παρατηρήσεις. Διὸ ἁπάντων ἕνεκεν καὶ σφοδρότερον αὐτοῖς ἐπιτίθε-
ται, λέγων· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένη ὑμῶν ἐστιν ἡ καρδία; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, ὦτα ἔχοντες οὐκ ἀκούετε; Οὐ μνημονεύετε τῶν πεντακισχιλίων τοὺς πέντε ἄρτους, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην; Οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται οὕτως αὐτοῖς ἐπιτιμήσας. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὥστε πάλιν τὴν περὶ τῶν βρωμάτων πρό-ληψιν ἐκβαλεῖν. Διὰ γὰρ τοῦτο τότε μὲν, Οὐ νοεῖτε, μόνον εἶπεν, οὐδὲ συνίετε· ἐνταῦθα δὲ, καὶ μετὰ πολ-λῆς τῆς ἐπιπλήξεως, Ὀλιγόπιστοι, φησίν. Οὐ γὰρ πανταχοῦ ἡ προσήνεια καλόν. Ὥσπερ γὰρ μετεδίδου παῤῥησίας αὐτοῖς, οὕτω καὶ ἐπιτιμᾷ, τῇ ποικιλίᾳ ταύτῃ τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν. Ὅρα δὲ καὶ τὴν ἐπιτί-μησιν πολλὴν, καὶ τὴν ἐπιείκειαν. Μόνον οὐχὶ γὰρ ἀπο-λογούμενος αὐτοῖς ὑπὲρ ὧν ἐπετίμησεν αὐτοῖς σφοδρῶς, φησίν· Οὔπω νοεῖτε τοὺς πέντε ἄρτους, καὶ πό-σους κοφίνους ἐλάβετε; καὶ τοὺς ἑπτὰ ἄρτους, καὶ πόσας σπυρίδας ἐλάβετε; Διὰ τοῦτο δὲ καὶ τὸν ἀριθμὸν τίθησι καὶ τῶν τραφέντων καὶ τῶν λειψάνων, ὁμοῦ τε εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν παρελθόντων, καὶ πρὸς τὰ μέλλοντα προσεκτικωτέρους ποιῶν. Καὶ ἵνα μάθῃς, ὅσον ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ πῶς διήγειρε καθεύδουσαν αὐτῶν τὴν διάνοιαν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής. Οὐδὲν γὰρ πλέον εἰπόντος τοῦ Ἰησοῦ, ἀλλ’ ἐπιτιμήσαντος, καὶ τοῦτο προσθέντος μόνον, Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν προσέχειν, ἀλλ’ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδου-καίων; ἐπήγαγε λέγων· Τότε συνῆκαν, ὅτι οὐκ εἶπε
PG 58:530προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ’ ἀπὸ τῆς διδασκαλίας τῶν Φαρισαίων καὶ Σαδδουκαίων· καίτοι αὐτοῦ τοῦτο μὴ ἑρμηνεύσαντος. Ὅρα πόσα ἀγαθὰ ἡ ἐπιτίμησις εἰργάσατο. Καὶ γὰρ τῶν Ἰουδαϊ-κῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεων, καὶ ῥᾳθύμους ὄντας προσεκτικωτέρους ἐποίησε, καὶ τῆς [φιλοτιμίας καὶ] ὀλιγοπιστίας ἀπήλλαξεν, ὥστε μὴ δεδοικέναι, μηδὲ τρέ-μειν, εἴ ποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχοντες, μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ’ ὑπερορᾷν τούτων πάντων. Μὴ τοίνυν μηδὲ ἡμεῖς πανταχοῦ κολακεύωμεν τοὺς ὑποκειμένους. μηδὲ κολακεύεσθαι παρὰ τῶν ἀρχόντων ζητῶμεν. Καὶ γὰρ ἀμφοτέρων δεῖται ἡ τῶν ἀνθρώπων ψυχὴ τῶν φαρμάκων τούτων. Διὰ δὴ τοῦτο καὶ τὰ κατὰ τὴν οἰκουμένην ἅπασαν ὁ Θεὸς οὕτω διοικεῖ, ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιῶν, καὶ οὔτε τὰ χρηστὰ μόνιμα, οὔτε τὰ λυπηρὰ καθ’ ἑαυτὰ ἀφίησιν εἶναι. Ὥσπερ γὰρ ποτὲ μὲν νὺξ, ποτὲ δὲ ἡμέρα, καὶ ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών· οὕτω καὶ ἐν ἡμῖν, ποτὲ μὲν λύπη, ποτὲ δὲ ἡδονή· ποτὲ μὲν νόσος, ποτὲ δὲ ὑγεία. Μὴ τοίνυν θαυ-μάζωμεν ὅταν νοσῶμεν, ἐπεὶ καὶ ὅταν ὑγιαίνωμεν θαυμάζειν δεῖ. Μηδὲ θορυβώμεθα ὅταν ἀλγῶμεν, ἐπεὶ καὶ ὅταν χαίρωμεν θορυβεῖσθαι εἰκός. Κατὰ φύσιν γὰρ πάντα γίνεται καὶ κατὰ ἀκολουθίαν. δ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ σοῦ ταῦτα; καὶ γὰρ καὶ ἐπὶ τῶν ἁγίων ἐκείνων συμβαῖνον τοῦτο ἴδοι τις ἄν. Καὶ ἵνα τοῦτο μάθῃς, ὃν νομίζεις μάλιστα βίον ἡδονῆς γέμειν καὶ ἀπηλλάχθαι πραγμάτων, τοῦτον εἰς μέσον ἀγάγωμεν. Βούλει τοῦ Ἀβραὰμ τὴν ζωὴν ἐξετάσωμεν ἐκ προοιμίων· Τί οὖν οὗτος εὐθέως ἤκουσεν; Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. Εἶδες πρᾶγμα λυπηρὸν ἐπιταττόμενον; Ἀλλ’ ὅρα καὶ τὸ χρηστὸν διαδεχόμενον· Καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Τί οὖν; ἐπειδὴ ἦλθεν εἰς τὴν γῆν, καὶ τοῦ λιμένος ἐπελάβετο, ἔστη τὰ λυπηρά; Οὐδαμῶς· ἀλλὰ πάλιν ἕτερα χαλεπώ-τερα τῶν προτέρων διαδέχεται, λιμὸς καὶ μετάβασις καὶ γυναικὸς ἁρπαγή· καὶ μετὰ ταῦτα χρηστὰ ἕτερα αὐτὸν ἐξεδέχετο, ἡ κατὰ τοῦ Φαραὼ πληγὴ, καὶ ἡ ἄφεσις, καὶ ἡ τιμὴ, καὶ τὰ πολλὰ δῶρα ἐκεῖνα, καὶ ἡ πρὸς τὴν οἰκίαν ἐπάνοδος. Καὶ τὰ ἑξῆς δὲ ἅπαντα τοιαύτην ἔχει τὴν σειρὰν, ἀπὸ χρηστῶν καὶ λυπηρῶν πλεκομένην. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα συνέβαινε. Διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρα-καλεῖν τοὺς ἐν πάσῃ θλίψει. Τί οὖν πρὸς ἐμὲ, φησὶ, τὸν ἀεὶ ἐν λύπαις ὄντα; Μὴ ἀγνώμων, μηδὲ ἀχάρι-στος· καὶ γὰρ ἀμήχανόν τινα ἐν λυπηροῖς εἶναι διην-εκῶς· οὐδὲ γὰρ ἀρκεῖ ἡ φύσις· ἀλλ’ ἐπειδὴ ἐν χαρᾷ βουλόμεθα εἶναι ἀεὶ, διὰ τοῦτο ἐν λύπαις νομίζομεν εἶναι ἀεί. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ τῶν μὲν χρηστῶν καὶ ἀγαθῶν εὐθέως ἐπιλανθανόμεθα, τῶν δὲ λυπηρῶν ἀεὶ μνημονεύομεν, διὰ τοῦτο ἐν λύπαις εἶναί φαμεν. Οὐδὲ γὰρ δυνατὸν ἄνθρωπον ὄντα ἀεὶ ἐν λύπαις εἶναι. Καὶ εἰ βούλεσθε, καὶ τὸν ἐν τρυφῇ βίον ἐξετάσωμεν, τὸν ἁβρὸν καὶ διαῤῥέοντα, καὶ τὸν φορτικὸν, καὶ ἐπαχθῆ καὶ ὀδυνηρόν. Ἐπιδείξομεν γὰρ ὑμῖν καὶ τοῦτον ἔχοντα λύπας, κἀκεῖνον ἀνέσεις. Ἀλλὰ μὴ θορυβήθητε. Προ-κείσθω δὲ εἰς μέσον δεσμώτης ἄνθρωπος, καὶ ἄλλος βα-

Homily LIVHomilia LIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:531σιλεὺς νέος, ὀρφανὸς, οὐσίαν διαδεξάμενος μεγάλην· προκείσθω δὲ καί τις μισθωτὸς, δι’ ὅλης πονούμενος τῆς ἡμέρας, ἕτερος δὲ τρυφῶν διηνεκῶς. Βούλει οὖν ἐκείνου τὰς ἀθυμίας πρότερον εἴπωμεν τοῦ τρυφῶντος; Ἐννόησον πῶς αὐτοῦ εἰκὸς χειμάζεσθαι τὴν διάνοιαν, ὅταν δόξης ἐφίηται τῆς ὑπερβαινούσης αὐτὸν, ὅταν κατα-φρονῆται παρὰ τῶν οἰκετῶν· ὅταν ὑπὸ τῶν ἐλαττόνων ὑβρίζηται· ὅταν μυρίους ἔχῃ κατηγόρους, καὶ τοὺς διαβάλλοντας αὐτοῦ τὴν πολυτέλειαν. Καὶ τὰ ἄλλα δὲ, ὅσα ἐν πλούτῳ τοιούτῳ συμβαίνειν εἰκὸς, οὐδὲ εἰπεῖν ἔνι· τὰς ἐπαχθείας, τὰ προσκρούσματα, τὰς κατ-ηγορίας, τὰς ζημίας, τὰς παρὰ τῶν φθονούντων ἐπι-βουλὰς, οἳ ἐπειδὰν τὸν ἐκείνου πλοῦτον εἰς ἑαυτοὺς μετενεγκεῖν μὴ δυνηθῶσιν, ἕλκουσι, σπαράττουσι πανταχόθεν τὸν νέον, μυρίους ἐγείρουσι χειμῶνας αὐτῷ. Βούλει καὶ τούτου εἴπω τὴν ἡδονὴν τοῦ μισθωτοῦ; Ἁπάντων ἀπήλλακται τούτων· κἂν ὑβρίσῃ τις αὐτὸν, οὐκ ἀλγεῖ· οὐδενὸς γὰρ ἑαυτὸν ἡγεῖται μείζονα· οὐχ ὑπὲρ χρημάτων δέδοικε, μεθ’ ἡδονῆς ἐσθίει, μετ’ εὐ-φροσύνης καθεύδει πολλῆς. Οὐχ οὕτως οἱ τὸν Θάσιον οἶνον πίνοντες τρυφῶσιν, ὡς ἐκεῖνος ἐπὶ πηγὰς ἀπιὼν καὶ τῶν ναμάτων ἀπολαύων ἐκείνων. Ἀλλ’ οὐ τὰ ἐκεί-νου τοιαῦτα. Εἰ δὲ οὐκ ἀρκεῖ σοι τὰ εἰρημένα, ἵνα μείζονα ποιήσω τὴν νίκην, φέρε, τὸν βασιλέα καὶ τὸν δεσμώτην συγκρίνωμεν· καὶ ὄψει πολλάκις τοῦτον μὲν ἐν ἡδονῇ ὄντα καὶ παίζοντα καὶ πηδῶντα, ἐκεῖνον δὲ ἐν διαδήματι καὶ πορφυρίδι ἀθυμοῦντα, καὶ μυρίας ἔχοντα φροντίδας, καὶ ἀποτεθνηκότα τῷ δέει Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἄλυπον οὐδενὸς εὑρεῖν, ἀλλ’ οὐδὲ ἡδονῆς ἄμοιρον· οὐδὲ γὰρ ἂν ἤρκεσεν ἡμῶν ἡ φύσις, καθάπερ ἔφθην εἰπών. Εἰ δὲ ὁ μὲν χαίρει πλείονα, ὁ δὲ ἀλγεῖ πλείονα, τοῦτο παρ’ αὐτὸν τὸν ἀλγοῦντα συμβαίνει, ὅταν μικρόψυχος ᾖ, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν. Εἰ γὰρ βουλοίμεθα συνεχῶς χαίρειν, πολλὰς ἔχομεν ἀφορμάς. Ἂν γὰρ ἐπι-λαβώμεθα ἀρετῆς, οὐδὲν ἔσται τὸ λυποῦν ἡμᾶς λοιπόν. Καὶ γὰρ ἐλπίδας ὑποτείνει χρηστὰς αὕτη τοῖς κεκτημέ-νοις αὐτὴν, καὶ Θεῷ εὐαρέστους ποιεῖ, καὶ παρὰ ἀν-θρώποις εὐδοκίμους, καὶ ἡδονὴν ἐνίησιν ἄφατον. Εἰ γὰρ καὶ ἐν τῷ κατορθοῦν πόνον ἔχει ἡ ἀρετὴ, ἀλλὰ τὸ συνει-δὸς πολλῆς πληροῖ τῆς εὐφροσύνης, καὶ τοσαύτην ἔνδον
ἐντίθησι τὴν ἡδονὴν, ὅσην οὐδεὶς παραστῆσαι δυνήσεται λόγος. Τί γάρ σοι δοκεῖ τῶν ἐν τῷ παρόντι βίῳ εἶναι ἡδύ; τράπεζα πολυτελὴς, καὶ σώματος ὑγεία, καὶ δόξα καὶ πλοῦτος; Ἀλλὰ ταῦτα τὰ ἡδέα ἂν ἐκείνῃ παραβά-λῃς τῇ ἡδονῇ, πάντων ἔσται πικρότερα πρὸς αὐτὴν συγκρινόμενα. Οὐδὲν γὰρ ἥδιον συνειδότος ἀγαθοῦ, καὶ ἐλπίδος χρηστῆς. ε. Καὶ εἰ βούλεσθε τοῦτο μαθεῖν, τὸν μέλλοντα ἀπιέναι ἐντεῦθεν ἐξετάσωμεν, ἢ τὸν γεγηρακότα· καὶ ἀναμνήσαντες αὐτὸν τραπέζης πολυτελοῦς ἧς ἀπέλαυσε, καὶ δόξης καὶ τιμῆς, καὶ ἀγαθῶν ἔργων ὧν εἰργάσατό ποτε καὶ ἐποίησεν, ἐρώμεθα ἐπὶ τίσι γάννυται μᾶλλον,
PG 58:532καὶ ὑψόμεθα ἐπ’ ἐκείνοις μὲν αἰσχυνόμενον καὶ ἐγκαλυ-πτόμενον, ἐπὶ τούτοις δὲ πετόμενον καὶ σκιρτῶντα. Οὕτω καὶ Ἐζεχίας ὅτε ἐμαλακίσθη, οὐ τραπέζης ἐμνη-μόνευσε πολυτελοῦς, οὐ δόξης, οὐ βασιλείας, ἀλλὰ δι-καιοσύνης. Μνήσθητι γὰρ, φησὶν, ὡς ἐπορεύθην ἐν-ώπιόν σου ἐν ὁδῷ εὐθείᾳ. Ὅρα καὶ Παῦλον ἀπὸ τού-των σκιρτῶντα καὶ λέγοντα· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετή-ρηκα. Τί γὰρ καὶ εἶχεν εἰπεῖν οὗτος; φησί. Πολλὰ καὶ πλείονα τούτων καὶ τιμὰς ἃς ἐτιμήθη, καὶ δορυ-φορίας ἧς ἀπέλαυσε, καὶ θεραπείας πολλῆς. Ἢ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· καὶ ὅτι, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ ὅτι Ὑπὲρ τῆς ψυχῆς αὐτοῦ τὸν τράχηλον ὑπέθη-καν; Ἀλλ’ οὐδὲν ἐκείνων φέρει εἰς μέσον, ἀλλὰ τοὺς πόνους καὶ τοὺς κινδύνους, καὶ τοὺς ὑπὲρ τούτων στε-φάνους καὶ μάλα εἰκότως. Ταῦτα μὲν γὰρ ἐνταῦθα ἀφίεται ἐκεῖνα δὲ ἡμῖν συναποδημεῖ· κἀκείνων μὲν δώσομεν λόγον, τούτων δὲ μισθὸν ἀπαιτήσομεν. Οὐκ ἴστε ἐν τῇ ἡμέρᾳ τῇ τελευταίᾳ πῶς συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; Τότε τοίνυν, ὅτε ταῦτα γίνεται, τῶν ἀγαθῶν ἔργων ἡ μνήμη παραστᾶσα, καθάπερ εὐδία ἐν χειμῶνι, παραμυθεῖται τὴν τεθορυβημένην ψυχήν. Ἂν μὲν γὰρ νήφωμεν, καὶ ζώντων ἡμῶν ἀεὶ οὗτος παρέσται ὁ φόβος· ἐπειδὴ δὲ ἀναι-σθήτως διακείμεθα, ὅταν ἐκβαλλώμεθα ἐντεῦθεν, ἐπιστή-σεται πάντως. Ἐπεὶ καὶ ὁ δεσμώτης τότε μάλιστα ἀλγεῖ, ὅταν αὐτὸν ἐξαγάγωσιν ἐπὶ τὸ δικαστήριον· τότε μά-λιστα τρέμει, ὅταν ἐγγὺς ᾖ τοῦ βήματος, ὅταν δέῃ τὰς εὐθύνας δοῦναι. Διὰ δὴ τοῦτο καὶ δείματα τῶν πολλῶν τότε ἔστιν ἀκούειν διηγουμένων, καὶ ὄψεις φοβερὰς, ὧν οὐδὲ τὴν θεωρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες, καὶ τὴν κλίνην αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι κείμε-νοι, καὶ φοβερὸν ἐνορῶσι τοῖς παροῦσι, τῆς ψυχῆς ἔνδον ἑαυτὴν εἰσωθούσης, καὶ ὀκνούσης ἀποῤῥαγῆναι τοῦ σώ-ματος, καὶ τὴν ὄψιν τῶν ἐρχομένων ἀγγέλων οὐ φερού-σης. Εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραγινομένων βλέποντες, τί οὐ πεισόμεθα, ἑλκομέ-νης ἡμῖν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς, καὶ συρομένης, καὶ πολλὰ ἀποδυρομένης εἰκῆ καὶ μάτην; Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος μετὰ τὸ ἀπελθεῖν πολλὰ ἐπένθησεν, ἀλλ’ οὐδὲν ἀπώνατο. Ταῦτα δὴ πάντα ἀναπλάττοντες παρ’ ἑαυτοῖς καὶ ἀναστρέφοντες, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν ἐκ τούτων φόβον ἀκμάζοντα διατη-ρῶμεν, ὅπως τὴν ἀπὸ τῶν πραγμάτων φύγωμεν κόλα-σιν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:531ΟΜΙΛΙΑ ΝΔ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι, τὸν Υἱὸν τοῦ ἀνθρώπου; α. Τίνος ἕνεκεν τὸν οἰκιστὴν τῆς πόλεως εἴρηκεν; Ἐπειδὴ ἔστι καὶ ἑτέρα, ἡ Στράτωνος. Καὶ οὐκ ἐν ἐκείνῃ,
PG 58:532ἀλλ’ ἐν ταύτῃ αὐτοὺς ἐρωτᾷ, πόῤῥω τῶν Ἰουδαίων ἀπάγων, ὡς πάσης ἀπαλλαγέντας ἀγωνίας μετὰ παῤῥησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τὴν γνώμην αὐτῶν ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; Ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰσ
PG 58:533μείζονα ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς περιπέσωσι. Διὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται· ἀλλ’ ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας πολλὰς παρέσχε τὰς ἀπο-δείξεις, τότε τὴν πεῦσιν αὐτοῖς προσάγει ταύτην. Καὶ οὐκ εἶπε, Τίνα με λέγουσιν οἱ γραμματεῖς καὶ οἱ Φαρι-σαῖοι εἶναι; καίτοιγε οὗτοι αὐτῷ πολλάκις προσῄεσαν καὶ διελέγοντο· ἀλλὰ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; τὴν τοῦ δήμου γνώμην τὴν ἀδέκαστον ἐξετάζων. Εἰ γὰρ καὶ πολλῷ ταπεινοτέρα τοῦ δέοντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο· ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κα-κίας. Καὶ δεικνὺς πῶς σφόδρα βούλεται τὴν οἰκονομίαν ὁμολογεῖσθαι, φησὶ Τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὴν θεό-τητα ἐντεῦθεν καλῶν, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ. Φησὶ γὰρ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ πάλιν, Ὅταν δὲ ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Εἶτα, ἐπειδὴ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, οἱ δὲ Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἔνα τῶν προφητῶν· καὶ τὴν πεπλα-νημένην αὐτῶν δόξαν εἰς μέσον ἤγαγον· τότε ἐπήγαγεν· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἐκκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐρωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆ-ναι περὶ αὐτοῦ, καὶ ἐνδεικνύμενος αὐτοῖς, ὅτι ἡ προτέρα ψῆφος σφόδρα ἐστὶν ἀποδέουσα αὐτοῦ τῆς ἀξίας. Διὸ παρ’ αὐτῶν ἑτέραν ἐπιζητεῖ, καὶ δευτέραν ἐπάγει πεῦσιν, ὑπὲρ τοῦ μὴ συμπεσεῖν τοῖς πολλοῖς, οἳ ἐπειδὴ μείζονα εἶδον τὰ σημεῖα ἢ κατὰ ἄνθρωπον, ἄν-θρωπον μὲν ἐνόμιζον εἶναι, ἐξ ἀναστάσεως δὲ φα-νέντα, καθάπερ καὶ Ἡρώδης ἔλεγεν. Ἀλλ’ αὐτὸς ταύ-της αὐτοὺς ἀπάγων τῆς ὑπονοίας, φησίν· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; τουτέστιν, Οἱ συνόντες ἀεὶ καὶ θαυματουργοῦντα βλέποντες, καὶ πολλὰς δυνάμεις δι’ ἐμοῦ πεποιηκότες αὐτοί. Τί οὖν τὸ στόμα τῶν ἀποστό-λων ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος; Πάντων ἐρωτηθέντων, αὐτὸς ἀποκρίνεται. Καὶ ὅτε μὲν τὴν τοῦ δήμου γνώμην ἠρώτα, πάντες εἶπον τὸ ἐρωτηθέν· ὅτε δὲ τὴν αὐτῶν, Πέτρος προπηδᾷ καὶ προλαμβάνει, καί φησι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Τί οὖν ὁ Χριστός; Μα-κάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Καὶ μὴν εἰ μὴ γνησίως αὐτὸν ὡμο-λόγησε, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς γεγεννημένον, οὐκ ἦν ἀποκαλύψεως τοῦτο ἔργον· εἰ τῶν πολλῶν αὐτὸν εἶ-ναι ἕνα ἐνόμιζεν, οὐ μακαρισμοῦ ἄξιον ἦν τὸ λεχθέν. Ἐπεὶ καὶ πρὸ τούτου εἶπον, Ἀληθῶς Θεοῦ Υἱός ἐστιν, οἱ ἐν τῷ πλοίῳ μετὰ τὸν σάλον ὃν εἶδον, καὶ οὐκ ἐμακαρίσθησαν, καίτοιγε ἀληθῶς εἰπόντες. Οὐ γὰρ τοιαύτην ὡμολόγησαν υἱότητα, οἵαν ὁ Πέτρος· ἀλλ’ ἕνα τῶν πολλῶν ἀληθῶς υἱὸν ἐνόμιζον εἶναι, ἐξαίρετον μὲν παρὰ τοὺς πολλοὺς, οὐ μὴν ἐκ τῆς οὐσίας αὐτῆς.
β. Καὶ ὁ Ναθαναὴλ δὲ ἔλεγε, Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ οὐ μό-νον οὐ μακαρίζεται, ἀλλὰ καὶ ὡς ἐνδεέστερον πολλῷ τῆς ἀληθείας εἰρηκὼς ἐλέγχεται παρ’ αὐτοῦ. Ἐπήγαγε γοῦν· Ὅτι εἶπόν σοι, ὅτι Εἶδόν σε ὑποκάτω τῆς συ-κῆς, πιστεύεις; μείζονα τούτων ὄψει. Τίνος οὖν ἕνε-κεν οὗτος μακαρίζεται; Ὅτι γνήσιον αὐτὸν ὡμολό-γησεν Υἱόν. Διὰ δὴ τοῦτο ἐπ’ ἐκείνων μὲν οὐδὲν τοιοῦτον
PG 58:534εἴρηκεν· ἐπὶ δὲ τούτου καὶ τὸν ἀποκαλύψαντα δείκνυσιν. Ἵνα γὰρ μὴ δόξῃ τοῖς πολλοῖς, ἐπειδὴ σφοδρὸς ἦν ἐρα-στὴς τοῦ Χριστοῦ, φιλίας καὶ κολακείας εἶναι τὰ ῥή-ματα, καὶ διαθέσεως αὐτῷ χαριζομένης, ἄγει εἰς μέσον τὸν ἐνηχήσαντα αὐτοῦ τῇ ψυχῇ· ἵνα μάθῃς, ὅτι Πέ-τρος μὲν ἐφθέγξατο, ὁ Πατὴρ δὲ ὑπηγόρευσε· καὶ μη-κέτι δόξαν ἀνθρωπίνην, ἀλλὰ δόγμα εἶναι θεῖον τὰ εἰρημένα πιστεύσῃς. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ἀπο-φαίνεται, οὐδὲ λέγει· Ἐγώ εἰμι ὁ Χριστός· ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, αὐτοὺς εἰσάγων ὁμολογοῦντας; Ὅτι οὕτω καὶ αὐτῷ τότε πρεπωδέστε-ρον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων. Εἶδες πῶς Υἱὸν ἀποκα-λύπτει Πατήρ; πῶς Πατέρα Υἱός; Οὐδὲ γὰρ τὸν Πα-τέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Οὐκ ἄρα ἔνι παρ’ ἑτέ-ρου μαθεῖν τὸν Υἱὸν, ἢ παρὰ τοῦ Πατρός· οὐδὲ παρ’ ἑτέρου μαθεῖν τὸν Πατέρα, ἢ παρὰ τοῦ Υἱοῦ. Ὥστε καὶ ἐντεῦθεν τὸ ὁμότιμόν τε καὶ ὁμοούσιον δῆλον. Τί οὖν ὁ Χριστός; Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς. Ἐπειδὴ γὰρ ἐκήρυξάς μου τὸν Πατέρα, φησὶ, καὶ ἐγὼ τὸν γεγεννηκότα σε ὀνομάζω· μόνον οὐχὶ λέ-γων, ὅτι Ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτω κἀγὼ τοῦ Πατρὸς τοῦ ἐμοῦ. Ἐπεὶ καὶ παρέλκον ἦν εἰπεῖν· Σὺ εἶ ὁ υἱὸς Ἰωνᾶ· ἀλλ’ ἐπειδὴ εἶπεν Υἱὸν Θεοῦ, ἵνα δείξῃ ὅτι οὕτως ἐστὶν Υἱὸς τοῦ Θεοῦ, ὥσπερ ἐκεῖνος υἱὸς Ἰωνᾶ, τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι, διὰ τοῦτο τοῦτο προσέθηκε. Καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκ-κλησίαν· τουτέστι, τῇ πίστει τῆς ὁμολογίας. Ἐν-τεῦθεν δείκνυσι πολλοὺς μέλλοντας ἤδη πιστεύειν, καὶ ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα ποιεῖ. Καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς. Εἰ δὲ ἐκείνης οὐ κατισχύσουσι, πολλῷ μᾶλλον ἐμοῦ. Ὥστε μὴ θορυβηθῇς, ἐπειδὰν μέλλῃς ἀκούειν, ὅτι Παραδοθήσομαι καὶ σταυ-ρωθήσομαι. Εἶτα καὶ ἑτέραν λέγει τιμήν· Καὶ ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Τί δέ ἐστι, Καὶ ἐγὼ δέ σοι δώσω; Ὥσπερ ὁ Πατήρ σοι ἔδωκε τὸ ἐμὲ γνῶναι, οὕτω καὶ ἐγώ σοι δώσω. Καὶ οὐκ εἶπε, Παρακαλέσω τὸν Πα-τέρα· καίτοι πολλὴ ἦν τῆς ἐξουσίας ἡ ἔνδειξις, καὶ τοῦ δώρου τὸ μέγεθος ἄφατον· ἀλλ’ Ἐγώ σοι δώσω. Τί δίδως; εἰπέ μοι. Τὰς κλεῖς τῶν οὐρανῶν· ἵνα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λε-λυμένα ἐν τοῖς οὐρανοῖς. Πῶς οὖν οὐκ ἔστιν αὐτοῦ δοῦναι τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, τοῦ λέ-γοντος, Ἐγώ σοι δώσω; Εἶδες πῶς καὶ αὐτὸς ἀνάγει τὸν Πέτρον εἰς ὑψηλὴν τὴν περὶ αὐτοῦ ἔννοιαν, καὶ ἑαυ-τὸν ἀποκαλύπτει, καὶ δείκνυσιν Υἱὸν ὄντα τοῦ Θεοῦ διὰ τῶν ὑποσχέσεων τῶν δύο τούτων; Ἃ γὰρ Θεοῦ μόνου ἐστὶν ἴδια, τό τε ἁμαρτήματα λῦσαι, καὶ τὸ ἀπερίτρε-πτον τὴν Ἐκκλησίαν ποιῆσαι ἐν τοσαύτῃ κυμάτων ἐμ-βολῇ, καὶ ἄνθρωπον ἁλιέα πέτρας πάσης ἀποφῆναι στεῤ-ῥότερον, τῆς οἰκουμένης πολεμούσης ἁπάσης, ταῦτα αὐτὸς ἐπαγγέλλεται δώσειν· καθάπερ ὁ Πατὴρ πρὸς τὸν Ἱερεμίαν διαλεγόμενος ἔλεγεν· Ὡς στῦλον χαλ-κοῦν καὶ ὡσεὶ τεῖχος θήσειν αὐτόν· ἀλλ’ ἐκεῖνον μὲν ἑνὶ ἔθνει, τοῦτον δὲ πανταχοῦ τῆς οἰκουμένης. Ἡδέως ἂν οὖν ἐροίμην τοὺς ἐλαττοῦν βουλομένους τοῦ Υἱοῦ τὴν ἀξίαν· Ποῖα μείζονα δῶρα, ἅπερ ἔδωκεν ὁ Πατὴρ τῷ Πέτρῳ, ἢ ἅπερ ἔδωκεν ὁ Υἱός; Ὁ μὲν γὰρ τῷ Πέτρῳ τὴν ἀποκάλυψιν τοῦ Υἱοῦ ἐχαρίσατο· ὁ δὲ Υἱὸς τὴν τοῦ Πατρὸς καὶ τὴν αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης σπεῖ-
PG 58:535ραι, καὶ ἀνθρώπῳ θνητῷ τῶν ἐν τῷ οὐρανῷ πάντων τὴν ἐξουσίαν ἐνεχείρισε, τὰς κλεῖς αὐτῷ δοὺς, ὃς τὴν Ἐκ-κλησίαν πανταχοῦ τῆς οἰκουμένης ἐξέτεινε, καὶ τοῦ οὐ-ρανοῦ ἰσχυροτέραν ἀπέφηνεν. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πῶς οὖν ἐλάττων ὁ τοιαῦτα δοὺς, ὁ τοιαῦτα κατωρθω-κώς; Καὶ ταῦτα λέγω, οὐ διαιρῶν Πατρὸς καὶ Υἱοῦ τὰ ἔργα· Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἀλλ’ ἐπιστομίζων τὴν ἀναί-σχυντον γλῶτταν τῶν τοιαῦτα τολμώντων. γ. Ὅρα δὲ διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν. Ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος· ἐγὼ οἰκοδομήσω τὴν Ἐκκλη-σίαν· ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ τότε, ταῦτα εἰπὼν, Διεστείλατο αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν διεστεί-λατο; Ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων, καὶ τοῦ σταυροῦ τελεσθέντος, καὶ τῶν ἄλλων ὧν ἔπαθεν ἀπαρτισθέντων, καὶ μηδενὸς ὄντος λοιπὸν τοῦ διακό-πτοντος καὶ θολοῦντος τὴν εἰς αὐτὸν τῶν πολλῶν πίστιν, καθαρὰν καὶ ἀκίνητον ἐντυπωθῆναι τῶν ἀκουόν-των τῇ διανοίᾳ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν. Καὶ γὰρ οὔπω σαφῶς ἦν ἐκλάμψασα αὐτοῦ ἡ δύναμις. Διὰ δὴ τοῦτο τότε ἐβούλετο ἀνακηρύττεσθαι παρ’ αὐτῶν, ὅτε καὶ ἡ σαφὴς τῶν πραγμάτων ἀλήθεια, καὶ ἡ τῶν γινο-μένων ἰσχὺς συνηγόρει τοῖς παρὰ τῶν ἀποστόλων λε-γομένοις. Οὐδὲ γὰρ ἴσον ἦν ὁρᾷν νῦν μὲν ἐν Παλαι-στίνῃ θαυματουργοῦντα, νῦν δὲ ὑβριζόμενον, ἐλαυνόμε-νον· (καὶ μάλιστα ὁπότε καὶ ὁ σταυρὸς ἔμελλε διαδέχε-σθαι τὰ θαύματα τὰ γινόμενα·) καὶ πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον βλέπειν καὶ πιστευόμενον, καὶ μηδὲν τοιοῦτον πάσχοντα λοιπὸν, οἷον ἔπαθε. Διὰ τοῦτό φησι μηδενὶ εἰπεῖν. Τὸ μὲν γὰρ ῥιζωθὲν ἅπαξ, εἶτα ἀνασπασθὲν, δυσκόλως ἂν φυτευθὲν κατασχεθείη πάλιν παρὰ τοῖς πολλοῖς· τὸ δὲ μετὰ τὸ παγῆναι ἅπαξ μεῖναν ἀκίνητον, καὶ μηδαμόθεν ἐπηρεασθὲν, ῥᾳδίως ἄνεισι, καὶ πρὸς αὔξησιν ἐπιδίδωσι μείζονα. Εἰ γὰρ οἱ σημείων ἀπολελαυκότες πολλῶν, καὶ τοσούτων μετασχόν-τες μυστηρίων ἀποῤῥήτων, ὑπὸ τῆς ἀκοῆς μόνης ἐσκαν-δαλίσθησαν· μᾶλλον δὲ οὐκ αὐτοὶ μόνοι, ἀλλὰ καὶ ὁ πάν-των κορυφαῖος Πέτρος· ἐννόησον τί τοὺς πολλοὺς ἦν εἰκὸς παθεῖν, μαθόντας μὲν ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὁρῶντας δὲ καὶ σταυρούμενον καὶ ἐμπτυόμενον, καὶ τῶν μυστη-ρίων τούτων τὸ ἀπόῤῥητον οὐκ εἰδότας, οὐδὲ Πνεύματος ἀπολελαυκότας ἁγίου. Εἰ γὰρ τοῖς μαθηταῖς ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· πολλῷ μᾶλλον ὁ λοιπὸς δῆμος κατέπεσεν ἂν, εἰ πρὸ καιροῦ τοῦ προσήκοντος τὸ τῶν μυστηρίων τούτων ἀκρότατον αὐτοῖς ἀπεκαλύφθη. Διὰ δὴ τοῦτο κωλύει εἰ-πεῖν. Καὶ ἵνα μάθῃς πόσον ἦν τὸ μετὰ ταῦτα μαθεῖν πλήρη τὴν διδασκαλίαν, τῶν σκανδαλιζόντων παρελθόν-των, ἀπ’ αὐτοῦ τούτου τοῦ κορυφαίου μάνθανε. Αὐτὸς γὰρ οὗτος ὁ Πέτρος, ὁ μετὰ τοσαῦτα σημεῖα οὕτω φανεὶς ἀσθενὴς, ὡς καὶ ἀρνήσασθαι, καὶ κόρην εὐτελῆ δεῖσαι, ἐπειδὴ ὁ σταυρὸς προεχώρησε, καὶ τῆς ἀναστάσεως σα-φεῖς ἔλαβε τὰς ἀποδείξεις, καὶ οὐδὲν ἦν λοιπὸν τὸ σκαν-
δαλίζον αὐτὸν καὶ θορυβοῦν, οὕτως ἀκίνητον κατέσχε τοῦ Πνεύματος τὴν διδασκαλίαν, ὡς λέοντος σφοδρότερον ἐπιπηδᾷν τῷ δήμῳ τῶν Ἰουδαίων, καίτοι κινδύνων καὶ μυρίων θανάτων ἀπειλουμένων. Εἰκότως τοίνυν τοῖς πολλοῖς ἐκέλευσε μὴ εἰπεῖν πρὸ τοῦ σταυροῦ, ὅπου γε οὐδὲ αὐτοῖς τοῖς μέλλουσι διδάσκειν πάντα ἐνθεῖναι
PG 58:536ἐθάῤῥησε πρὸ τοῦ σταυροῦ. Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Καὶ τῶν εἰρημένων δὲ παρ’ αὐτοῦ πολλὰ ἀγνοοῦσιν, ἃ οὐκ ἐποίησε σαφῆ πρὸ τοῦ σταυροῦ. Ὅτε γοῦν ἀνέστη, τότε ἔγνωσαν ἔνια τῶν λεχθέντων. Ἀπὸ τότε ἤρξατο αὐτοῖς δεικνύειν, ὅτι δεῖ αὐτὸν παθεῖν. Ἀπὸ τότε· πότε; Ὅτε ἔπηξεν ἐν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν. Ἀλλ’ οὐδὲ οὕτω συνίεσαν τὸ λεγόμε-νον· Ἦν γὰρ, φησὶ, κεκαλυμμένος ὁ λόγος ἀπ’ αὐτῶν· καὶ ὥσπερ ἐν ἀσαφείᾳ τινὶ ἦσαν, οὐκ εἰδότες ὅτι ἀναστῆναι αὐτὸν δεῖ. Διὰ τοῦτο καὶ ἐνδιατρίβει τοῖς δυσχερέσι, καὶ ἐμπλατύνει τὸν λόγον, ἵνα διανοίξῃ αὐ-τῶν τὴν διάνοιαν, καὶ συνῶσι τί ποτέ ἐστι τὸ λεγόμενον. Ἀλλ’ Οὐ συνῆκαν, ἀλλ’ ἦν τὸ ῥῆμα κεκαλυμμένον ἀπ’ αὐτῶν· καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· οὐχὶ εἰ ἀποθανεῖται, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ, καὶ τί ποτέ ἐστι τοῦτο τὸ μυστήριον. Οὐδὲ γὰρ ᾔδεσαν, τί ποτέ ἐστι τὸ ἀναστῆναι τοῦτο αὐτὸ, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν. Διὰ τοῦτο τῶν ἄλλων θορυβου-μένων καὶ διαπορούντων, πάλιν ὁ Πέτρος, θερμὸς ὢν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι· καὶ οὐδὲ οὗτος παῤῥησίᾳ, ἀλλὰ κατ’ ἰδίαν λαβών· τουτέστι, τῶν λοιπῶν ἀποσχίσας ἑαυτὸν μαθητῶν· καί φησιν· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς, οὗτος οὕτω ταχέως διέπεσε καὶ ἐσφάλη, ὡς φοβηθῆναι τὸ πάθος; Καὶ τί θαυμαστὸν, τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ὅρα ἐν τούτοις τοῖς οὐκ ἀποκεκαλυμμένοις αὐτῷ πῶς θορυβεῖται καὶ περιτρέπεται, καὶ μυριάκις ἀκούων οὐκ οἶδε τί ποτέ ἐστι τὸ λεγόμενον. Ὅτι μὲν γὰρ Υἱὸς Θεοῦ ἐστιν, ἔμαθεν· ὅ τί ποτε δέ ἐστι τὸ μυστή-ριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω αὐτῷ δῆλον ἐγένετο. Καὶ γὰρ Ἦν, φησὶν, ὁ λόγος ἀπ’ αὐτῶν κεκαλυμμένος. Ὁρᾷς ὅτι δικαίως ἐκέλευε τοῖς ἄλ-λοις μὴ ἐξειπεῖν; Εἰ γὰρ οὓς ἀναγκαῖον ἦν μαθεῖν οὕτως ἐθορύβησε, τί οὐκ ἂν ἔπαθον οἱ λοιποί; Αὐτὸς μέντοι δεικνὺς, ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ, καὶ Σατανᾶν ἐκάλεσεν. δ. Ἀκουσάτωσαν ὅσοι τὸ πάθος ἐπαισχύνονται τοῦ σταυροῦ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ κορυφαῖος, καὶ πρὶν ἢ πάντα μαθεῖν σαφῶς, Σατανᾶς ἐκλήθη τοῦτο παθὼν, τίνα ἂν ἔχοιεν συγγνώμην οἱ μετὰ τοσαύτην ἀπόδειξιν τὴν οἰκονομίαν ἀρνούμενοι; Ὅταν γὰρ ὁ οὕτω μακαρι-σθεὶς, ὁ τοιαῦτα ὁμολογήσας, τοιαῦτα ἀκούῃ, ἐννόησον τίνα πείσονται οἱ μετὰ ταῦτα ἀθετοῦντες τοῦ σταυροῦ τὸ μυστήριον. Καὶ οὐκ εἶπεν, Ὁ Σατανᾶς ἐφθέγξατο διὰ σοῦ· ἀλλ’, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Καὶ γὰρ ἐπι-θυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. Διὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος ἐπετίμησεν αὐτῷ, ἐπειδὴ ᾔδει μάλιστα καὶ αὐτὸν καὶ τοὺς ἄλλους τοῦτο φοβουμένους, καὶ οὐκ εὐκόλως αὐτὸ δεξομένους. Διὰ τοῦτο καὶ ἀποκαλύπτει τὰ ἀπὸ τῆς διανοίας αὐτοῦ λέ-γων· Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώ-πων. Τί δέ ἐστιν, Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐκεῖνος ἀνθρωπίνῳ λογισμῷ καὶ γηί̈νῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι τοῦτο αὐτῷ καὶ ἀπρεπές. Καθικνούμενος τοίνυν αὐτοῦ φησιν· Οὐ τὸ ἐμὲ παθεῖν ἀπρεπές· ἀλλὰ σὺ σαρκικῇ γνώμῃ τούτοις ψηφίζῃ· ὡς εἰ κατὰ Θεὸν ἤκουες τῶν λε-γομένων, τῆς σαρκικῆς διανοίας ἀπαλλαγεὶς, ᾔδεις ἂν,
PG 58:537ὅτι ἐμοὶ μάλιστα τοῦτο πρέπον ἐστί. Σὺ μὲν γὰρ νομί-ζεις, ὅτι ἀνάξιόν μού ἐστι τὸ παθεῖν· ἐγὼ δέ σοι λέγω, ὅτι τὸ μὴ παθεῖν με τῆς τοῦ διαβόλου γνώμης ἐστίν· ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν ἀγωνίαν. Ὥσπερ γὰρ Ἰωάννην, ἀνάξιον αὐτοῦ νομίζοντα εἶναι τὸ βαπτισθῆναι ὑπ’ αὐτοῦ, βαπτίσαι ἔπεισεν εἰπὼν, Οὕτω πρέπον ἐστὶν ἡμῖν· καὶ αὐτὸν δὲ τοῦτον τὸν Πέτρον κωλύοντα αὐτὸν νίψαι τοὺς πόδας, εἰπὼν, Οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ, ἐὰν μή σου νίψω τοὺς πόδας· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῶν ἐναντίων αὐτὸν κατέσχε, καὶ τῇ τῆς ἐπιτιμήσεως σφοδρότητι τὸν ὑπὲρ τοῦ παθεῖν φό-βον κατέστειλε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῶν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι’ ὃ καὶ ζῶμεν, καὶ δι’ ὅ ἐσμεν· ἀλλ’ ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι’ αὐτοῦ τελεῖται τὰ καθ’ ἡμᾶς. Κἂν ἀναγεννη-θῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυ-στικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίστα-ται σύμβολον. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευ-θερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ Δεσπό-του τοῦτό ἐστι τὸ σημεῖον. Ὡς πρόβατον γὰρ ἐπὶ σφα-γὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν καὶ τὰ λοιπὰ πάντα πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτ-ωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως τίνα ἐστὶ τὰ ἐλευθερίαν παρέχοντα. Διὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἐνῆγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ Δεσποτικοῦ. Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς τῶν ἀνθρώπων ἔσῃ δοῦλος· τιμὴν τὸν σταυ-ρὸν λέγων. Οὐδὲ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως. Κἂν οὕτως ἐντυπώσῃς αὐτὸν τῇ ὄψει, οὐ-δεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμό-νων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος, ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες ἐν οἷς ἀποτέμνονται οἱ κατάδικοι, φρίτ-τομεν, ἐννόησον τί πείσεται ὁ διάβολος, τὸ ὅπλον ὁρῶν δι’ οὗ πᾶσαν τὴν δύναμιν αὐτοῦ ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλήν. Μὴ τοίνυν ἐπαι-σχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χρι-στὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖνα αὐτὴν τοῦ ἡλίου. Καὶ γὰρ ἔρχεται ὁ σταυρὸς τότε, φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμε-νος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Τοῦτο τὸ σημεῖον, καὶ ἐπὶ τῶν προγόνων ἡμῶν καὶ νῦν, θύρας ἀνέῳξε κεκλεισμένας· τοῦτο δηλητήρια ἔσβεσε φάρμακα· τοῦτο κωνείου δύναμιν ἐξέλυσε· τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἐνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε· τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων,
καὶ τῶν θηρίων, καὶ τῶν ἄλλων τῶν τοιούτων περιεγένετο;
PG 58:538ε. Τοῦτον τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε καὶ ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ’ εὐκαταφρό-νητοι· οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ’ ὕπνος· διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προς-κυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ, γεγηθότι τῷ προσώπῳ· Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν. Κἂν γελάσῃ, δάκρυσον αὐτὸν ὅτι μαίνεται. Εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια εἰσαγάγῃς παιδίον, γελάσεται. Τούτοις δὴ καὶ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις· μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι, διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ’ ἐν τελείᾳ τὰ τῶν νηπίων πάσχου-σιν· ὅθεν οὐδὲ συγνώμης εἰσὶν ἄξιοι. Ἀλλ’ ἡμεῖς λαμ-πρᾷ τῇ φωνῆ, καὶ μέγα καὶ ὑψηλὸν βοῶντες, κράζωμεν καὶ λέγωμεν, καὶ ὅταν πάντες παρῶσιν Ἕλληνες μετὰ πλείονος τῆς παῤῥησίας, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυ-ρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤ-ῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην καὶ μετὰ Παύ-λου δύνασθαι λέγειν, ὅτι Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρω-ται, κἀγὼ τῷ κόσμῳ· ἀλλ’ οὐ δύναμαι, ποικίλοις πά-θεσι κατεχόμενος. Διὸ παραινῶ καὶ ὑμῖν, καὶ πρό γε ὑμῶν ἐμαυτῷ, σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης καὶ τῶν ἀγαθῶν. Καὶ γὰρ στρατιῶταί ἐσμεν Βασιλέως οὐρανίου, καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; Ὅπου γὰρ ὁ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ τῆς γῆς βα-σιλεὺς, οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασι-λείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς· ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βα-σιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ’ ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ τῆς γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βα-σιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις περιφέρου-σιν· ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα τεταμένην εἶχεν. Ὥστε ἂν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν· Οὐ φο-βηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ· καὶ αὐτὸς πά-λιν ὁ Θεός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤ-ῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπ’ αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν· Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ

Homily LVHomilia LV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:539διηνεκῶς ἑστηκυῖα, μή ποτε καλέσειε αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ· ἀλλ’ ὁ Θεὸς διηνεκῶς ἕστηκεν ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκε-τῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. Διὰ τοῦτό φησιν· Ἔτι λαλοῦντός σου· οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούω. Καλέσωμεν τοίνυν αὐτὸν ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγα-λιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου· καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνα-τελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιο-σύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικαλέσῃ με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦν-τός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύ-ναται ποιῆσαι; φησί. Τίς δὲ οὐ δύναται; εἰπέ μοι. Τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερ-ηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπῶντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς δεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώ-ματος ἱδρῶτι, καὶ κάμνοντες ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. 2. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων; Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διά-σκαψον πλέθρα γῆς τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκ-κον περιβαλοῦ· ἀλλὰ, Μετάδος τοῖς οἰκείοις, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως συγκείμενα γραμματεῖα διάῤῥη-ξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι. Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ βραβεῖα καὶ ἱμά-τια συντιθέασιν, οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χει-ρῶν τῶν τοῦ Προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτι-μίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖ-ξαι· διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρί-ζοντες, οὕτως εἰσάγουσιν εἰς μέσον. Ὁ δὲ Βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον· ἅπαντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος, καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπει μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι τὸ δῶρον τοῦτο; Ἀλλ’ οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ βραβεῖα
PG 58:540καὶ στεφάνους καὶ ἕτερα ἔπαθλα. Καὶ εἰ βούλεσθε, λύ-σαντες δείξωμεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τέ ἐστι δεῖξαι· μόνον μὴ ἀποκάμητε. Καὶ πρῶτον μά-θω· ἐν τί ἐστι, Ῥαγήσεται. Οὐδὲ γὰρ εἶπε, Φανεῖται, ἀλλὰ, Ῥαγήσεται· τὸ ταχὺ καὶ δαψιλὲς ἡμῖν ἐμφαί-νων, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν, καὶ ἐπείγε-ται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι’ ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται, καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι, Πρώϊμον; Τουτ-έστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ καὶ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα, τὸ ταχινὸν πά-λιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν· Ἔτι
λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς; καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ’ ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερου-βὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς αὐλὰς τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης, καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ἀλύτων, καὶ τῆς στενοχω-ρίας, καὶ τῆς θλίψεως, καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τοῦ ποταμοῦ τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων· καὶ ἀπελεύσῃ ἔνθα Ἀπέδρα ὀδύνη καὶ λύπη· ἔνθα πολλὴ ἡ χαρὰ, καὶ ἡ εἰρήνη, καὶ ἡ ἀγάπη, καὶ ἡ τρυφὴ, καὶ ἡ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ Βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλ-μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα πολλὰ τὰ ὑπάρχοντα τοῦ Δεσπότου, καὶ τὰ ταμεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συν-εφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύ-ξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν, καὶ πέλαγος ἀχανές. Ἔτι οὖν ἀναβαλούμεθα, εἰπέ μοι, καὶ ὀκνήσο-μεν ἐλεεῖν τοὺς δεομένους; Μὴ, παρακαλῶ, ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπι-τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς ἀποῤῥήτου δόξης ἐκείνης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:539ΟΜΙΛΙΑ ΝΕ. Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. α. Τότε· πότε; Ὅτε ὁ Πέτρος εἶπεν, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἤκουσεν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἐπιτιμήσει μόνον, ἀλλὰ καὶ ἐκ περιουσίας βουλόμενος δεῖξαι τήν τε τῶν παρὰ τοῦ Πέτρου εἰρημένων ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, φησί· Σύ μοι λέγεις, Ἵλεώς σοι, οὐ μὴ
PG 58:540ἔσται σοι τοῦτο· ἐγὼ δέ σοι λέγω, ὅτι οὐ μόνον τὸ ἐμὲ κωλῦσαι καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ’ ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς εἰς τὸ ἀποθανεῖν ᾖς παρεσκευασμένος διαπαντός. Ἵνα γὰρ μὴ ἀνάξιον αὐτοῦ τὸ παθεῖν εἶναι νομίσωσιν, οὐ διὰ τῶν προτέρων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐπαγομέ-νων αὐτοὺς παιδεύει τοῦ πράγματος τὸ κέρδος. Ἐν μὲν οὖν τῷ Ἰωάννῃ φησίν· Ἐὰν πεσὼν ὁ κόκκος τοῦ σί-του εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει·
PG 58:541ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει· ἐνταῦθα δὲ ἐκ περιουσίας αὐτὸ γυμνάζων, οὐκ ἐφ’ ἑαυτοῦ προάγει τὸν λόγον μόνον τὸν περὶ τοῦ δεῖν ἀποθνήσκειν, ἀλλὰ καὶ ἐπ’ ἐκείνων. Τοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρ-δος, ὅτι καὶ ἐφ’ ὑμῶν τὸ μὲν μὴ θέλειν ἀποθανεῖν, δει-νόν· τὸ δὲ ἕτοιμον εἶναι πρὸς τοῦτο, ἀγαθόν. Ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἑξῆς δηλοῖ, τέως δὲ ἐξ ἑνὸς αὐτὸ γυμνάζει μέρους. Καὶ ὅρα πῶς καὶ ἀκατανάγκαστον ποιεῖ τὸν λό-γον. Οὐδὲ γὰρ εἶπεν, ὅτι Κἂν βούλησθε, κἂν μὴ βού-λησθε, δεῖ τοῦτο ὑμᾶς παθεῖν· ἀλλὰ πῶς; Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ’ ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· διὸ καὶ λέγω, Εἴ τις θέλει. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐχὶ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, οὐκ ἐπὶ κόλασιν καὶ τιμωρίαν, ἵνα καὶ ἀναγκάσω. Καὶ γὰρ αὐτὴ τοῦ πράγματος ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. Ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. Ὁ μὲν γὰρ βιαζόμενος ἀποτρέπει πολλάκις· ὁ δὲ ἀφεὶς κύριον τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται. Βίας γὰρ δυνατώτερον θεραπεία. Διὸ καὶ αὐτὸς ἔλεγεν· Εἴ τις θέλει. Μεγάλα γάρ ἐστι, φησὶν, ἃ δίδωμι ὑμῖν ἀγαθὰ, καὶ τοιαῦτα, ὡς καὶ ἐπιτρέχειν ἑκόντας. Οὐδὲ γὰρ εἴ τις χρυσίον παρεῖχε, καὶ θησαυρὸν προετίθει, μετὰ βίας ἐκάλεσεν ἄν. Εἰ δὲ εἰς ἐκεῖνα οὐ μετὰ βίας, πολλῷ μᾶλ-λον ἐπὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ γὰρ μὴ ἡ τοῦ πράγματος φύσις πείθει σε δραμεῖν, οὐδὲ λαβεῖν ἄξιος εἶ, οὐδ’ ἂν λάβῃς, εἴσῃ καλῶς τὸ ληφθέν. Διὰ τοῦτο οὐκ ἀναγκάζει ὁ Χριστὸς, ἀλλὰ προτρέπει, φειδόμενος ἡμῶν. Ἐπειδὴ γὰρ ἐδόκουν πολλὰ διαθρυλλεῖν, ἰδίᾳ θορυβού-μενοι πρὸς τὸ εἰρημένον, φησίν· Οὐ χρεία θορύβου καὶ ταραχῆς. Εἰ μὴ νομίζετε μυρίων ἀγαθῶν αἴτιον εἶναι τὸ εἰρημένον, καὶ ἐφ’ ὑμῶν συμβαῖνον, οὐ βιάζομαι, οὐδὲ ἀναγκάζω, ἀλλ’ εἴ τις θέλει ἀκολουθεῖν, τοῦτον καλῶ. Μὴ γὰρ δὴ τοῦτο νομίζετε εἶναι τὴν ἀκολούθησιν, ὃ ποιεῖτε νῦν ἑπόμενοί μοι. Πολλῶν ὑμῖν δεῖ πόνων, πολλῶν κιν-δύνων, εἰ μέλλοιτε ὀπίσω μου ἰέναι. Οὐ γὰρ δὴ, ὦ Πέτρε, ἐπειδὴ Υἱόν με ὡμολόγησας Θεοῦ, διὰ τοῦτο μόνον προς-δοκᾷν ὀφείλεις στεφάνους, καὶ νομίζειν ἀρκεῖν εἰς σω-τηρίαν σοι τοῦτο, καὶ ἀδείας λοιπὸν ἀπολαύειν, ὡς τὸ πᾶν ἐργασάμενος. Δύναμαι μὲν γὰρ, ἅτε Υἱὸς ὢν Θεοῦ, μηδὲ ἀφεῖναί σε πεῖραν τῶν δεινῶν λαβεῖν· οὐ βούλομαι δὲ διὰ σὲ, ἵνα καὶ αὐτός τι συνεισενέγκῃς, καὶ δοκι-μώτερος γένῃ. Οὐδὲ γὰρ εἴ τις ἀγωνοθέτης εἴη, καὶ φί-λον ἀθλητὴν ἔχοι, βουληθείη ἂν χάριτι αὐτὸν στεφανῶσαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων πόνων· καὶ διὰ τοῦτο μάλιστα, ἐπειδὴ αὐτὸν φιλεῖ. Οὕτω καὶ ὁ Χριστός· οὓς μάλιστα φιλεῖ, τούτους μάλιστα βούλεται καὶ οἴκοθεν εὐδοκιμεῖν, οὐκ ἀπὸ τῆς αὐτοῦ βοηθείας μόνης. Ὅρα δὲ πῶς καὶ ἀνεπαχθῆ ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἰς αὐτοὺς περιίστησι μόνους τὰ δεινὰ, ἀλλὰ καὶ κοινὸν τὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι λέγων· Εἴ τις θέλει· κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν ὁδόν. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, τρία δέ ἐστι τὰ λεγόμενα· τὸ, Ἀπαρνησάσθω ἑαυτὸν, καὶ τὸ, Ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ τὸ, Ἀκολουθείτω μοι· καὶ τὰ μὲν δύο συνέζευκται, τὸ δὲ ἓν καθ’ ἑαυτὸ τέθειται. Ἀλλ’ ἴδωμεν πρότερον τί ποτέ ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Μάθωμεν πρότερον τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ποτέ ἐστιν ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστιν ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον,
PG 58:542οἷον ἢ ἀδελφὸν, ἢ οἰκέτην, ἢ ὁντιναοῦν, κἂν μαστιζό-μενον ἴδῃ, κἂν δεσμούμενον, κἂν ἀπαγόμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶ-ται, οὐ πάσχει τι πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς. Οὕτω τοίνυν βούλεται τοῦ σώματος ἀφειδεῖν τοῦ ἡμετέρου, ἵνα κἂν μαστίζωσι, κἂν ἐλαύνωσι, κἂν καίω-σι, κἂν ὁτιοῦν ποιῶσι, μὴ φεισώμεθα. Τοῦτο γάρ ἐστι φείσασθαι. Ἐπεὶ καὶ οἱ πατέρες τότε φείδονται τῶν ἐγγόνων, ὅταν διδασκάλοις αὐτὰ παραδιδόντες, κελεύωσιν αὐτῶν μὴ φείδεσθαι. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ’ ἐπιτεταμένως, Ἀπαρνη-
σάσθω ἑαυτόν· τουτέστι, Μηδὲν ἐχέτω κοινὸν πρὸς ἑαυτὸν, ἀλλ’ ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου ταῦτα πάσχοντος, οὕτω διακείσθω. Καὶ οὐκ εἶπεν, Ἀρνησάσθω, ἀλλ’, Ἀπαρνησάσθω· καὶ τῇ μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν πάλιν ἐμφαίνων τὴν ὑπερβολήν. Καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστί. β. Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Τοῦτο ἐξ ἐκείνου γίνεται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι μέχρι ῥημάτων καὶ ὕβρεων καὶ ὀνειδῶν δεῖ ἀπαρνήσασθαι ἑαυτὸν, λέγει καὶ μέχρι πόσου ἀπαρνεῖσθαι ἑαυτὸν δεῖ· τουτέστι, μέχρι θανάτου, καὶ θανάτου ἐπονειδίστου. Διὰ τοῦτο οὐκ εἶ-πεν, Ἀπαρνησάσθω ἑαυτὸν μέχρι θανάτου, ἀλλ’ Ἀράτω τὸν σταυρὸν αὐτοῦ, τὸν ἐπονείδιστον θάνατον δηλῶν· καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. Διηνεκῶς γὰρ, φησὶ, περίφερε τὸν θάνατον τοῦτον, καθ’ ἡμέραν ἕτοιμος ἔσο πρὸς σφαγήν. Ἐπειδὴ γὰρ πολλοὶ χρημάτων μὲν κατεφρό-νησαν καὶ τρυφῆς καὶ δόξης, θανάτου δὲ οὐχ ὑπερεῖ-δον, ἀλλ’ ἔδεισαν κινδύνους· ἐγὼ, φησὶ, καὶ μέχρις αἵ-ματος παλαίειν τὸν ἀγωνιστὴν βούλομαι τὸν ἐμὸν, καὶ ἕως σφαγῆς τὰ σκάμματα γίνεσθαι· ὥστε κἂν θά-νατον ὑπομεῖναι δέῃ, κἂν θάνατον τὸν ἐπονείδιστον, κἂν θάνατον τὸν ἐπάρατον, κἂν ἐπὶ πονηρᾷ ὑπολήψει, πάντα γενναίως φέρειν, καὶ ταύτῃ μᾶλλον ἀγάλλεσθαι. Καὶ ἀκολουθείτω μοι. Ἐπειδὴ γὰρ ἔστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι’ αὐτόν τις πάθῃ· (καὶ γὰρ λῃ-σταὶ πολλὰ χαλεπὰ πάσχουσι, καὶ τυμβωρύχοι καὶ γόητες·) ἵνα μὴ νομίσῃς, ὅτι ἀρκεῖ τῶν δεινῶν ἡ φύσις, προστίθησι τὴν ὑπόθεσιν τῶν δεινῶν. Τίς δέ ἐστιν αὕτη· Ἵνα ταῦτα ποιῶν καὶ πάσχων αὐτῷ ἀκολουθῇς· ἵνα δι’ αὐτὸν πάντα ὑπομένῃς· ἵνα καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃς. Καὶ γὰρ καὶ τοῦτο δηλοῖ τὸ, Ἀκολουθείτω μοι· ὥστε μὴ μόνον ἀνδρείαν τὴν ἐν τοῖς δεινοῖς, ἀλλὰ καὶ σω-φροσύνην, καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φι-λοσοφίαν. Τοῦτο γάρ ἐστιν ἀκολουθεῖν ὡς χρὴ, τὸ καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὸ δι’ αὐτὸν πάντα πάσχειν. Εἰσὶ γὰρ οἳ τῷ διαβόλῳ ἀκολουθοῦντες καὶ ταῦτα πάσχουσι, καὶ δι’ ἐκεῖνον τὰς ψυχὰς αὐτῶν ἐκ-διδόασιν· ἀλλ’ ἡμεῖς διὰ τὸν Χριστὸν, μᾶλλον δὲ δι’ ἡμᾶς αὐτούς· ἐκεῖνοι μὲν, ἵνα ἑαυτοὺς βλάψωσι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἡμεῖς δὲ, ἵνα κερδήσωμεν ἑκατέραν τὴν ζωήν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας, μηδὲ τὴν αὐτὴν τοῖς ἀπολλυμένοις ἐπιδείκνυσθαι ἀνδρείαν, καὶ ταῦτα τοσού-τους μέλλοντας καρποῦσθαι στεφάνους; Καίτοιγε ἡμῖν μὲν καὶ ὁ Χριστὸς πάρεστι βοηθῶν, ἐκείνοις δὲ οὐδείς. Εἶπε μὲν οὖν ἤδη καὶ τοῦτο τὸ ἐπίταγμα, ὅτε ἔπεμπεν αὐτοὺς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλ-
PG 58:543θητε· (Ἀποστέλλω γὰρ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, φησί· καὶ, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε· ) νυνὶ δὲ ἐπιτεταμένως μᾶλλον καὶ αὐστη-ρότερον. Τότε μὲν γὰρ θάνατον εἶπε μόνον· ἐνταῦθα δὲ καὶ σταυροῦ ἐμνημόνευσε, καὶ σταυροῦ διηνεκοῦς. Ἀράτω γὰρ, φησὶ, τὸν σταυρὸν αὐτοῦ· τουτέστι, Βασταζέτω διηνεκῶς, καὶ φερέτω. Καὶ τοῦτο ποιεῖν εἴωθε παντα-χοῦ, οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν τὰ μείζονα τῶν παραγγελμάτων εἰσάγων, ἵνα μὴ ξενίζωνται οἱ ἀκούοντες. Εἶτα, ἐπειδὴ σφοδρὸν ἐδόκει εἶναι τὸ εἰρημένον, ὅρα πῶς αὐτὸ διὰ τῶν ἑξῆς παραμυθεῖται, καὶ τίθησιν ἔπαθλα ὑπερβάλλοντα τοὺς ἱδρῶτας· καὶ οὐκ ἔπαθλα μόνον, ἀλλὰ καὶ τὰ τῆς κα-κίας ἐπίχειρα. Καὶ γὰρ τούτοις ἐνδιατρίβει μᾶλλον, ἢ ἐκείνοις· ἐπειδήπερ οὐχ οὕτως ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν αὐστηρῶν ἀπειλὴ τοὺς πολλοὺς σωφρονίζειν εἴωθε. Σκόπει γοῦν πῶς καὶ ἐντεῦθεν ἄρχεται, καὶ εἰς τοῦτο τελευτᾷ. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐ-τοῦ σῶσαι, ἀπολέσει, φησὶν, αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώ-σει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐ-τοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος, ταῦτα ἐπιτάττω. Καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ, ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος, διασώζει. Ὃ καί τις σοφὸς ἔλεγεν, ὅτι Ἐὰν παίσῃς τὸν υἱόν σου ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν, Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, καταδήσει τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδου γίνεται. Ἂν γὰρ ὁ στρατηγὸς, φειδόμενος τῶν στρατιωτῶν, ἔν-δον κελεύῃ μένειν διαπαντὸς, καὶ τοὺς ἔνδον αὐτοῖς προσαπολεῖ. Ἵν’ οὖν μὴ καὶ ἐφ’ ὑμῶν τοῦτο συμβαίνῃ, φησί· Δεῖ πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατετάχθαι. Καὶ γὰρ καὶ νῦν πόλεμος ἀναῤῥιπίζεσθαι μέλλει χα-λεπός. Μὴ τοίνυν καθίσῃς ἔνδον, ἀλλ’ ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐν τῇ παρατάξει, τότε ἔζησας. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων εὐδοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον, καὶ τοῖς πολεμίοις φοβερώτερος, καίτοιγε μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασι-λέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πολέμων τούτων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται, ὁ προβαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν· ἑνὶ μὲν τρόπῳ, ὅτι οὐ ταχέως ἁλώσεται· δευτέρῳ δὲ, ὅτι κἂν πέσῃ, ἐπὶ μείζονα αὐτὴν χειραγωγήσει ζωήν. γ. Εἶτα ἐπειδὴ εἶπεν, ὅτι Ὁ θέλων σῶσαι, ἀπολέ-σει αὐτὴν, ὃς δ’ ἂν ἀπολέσῃ, σώσει, κἀκεῖ σωτηρίαν καὶ ἀπώλειαν, καὶ ἐνταῦθα σωτηρίαν καὶ ἀπώλειαν τέθεικεν· ἵνα μὴ νομίσῃ τις ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἀλλὰ μάθῃ σαφῶς, ὅτι τοσοῦτον ἐκείνης τῆς σωτηρίας καὶ ταύτης τὸ μέσον, ὅσον ἀπωλείας καὶ σωτηρίας· καὶ ἐκ τῶν ἐναντίων καθάπαξ ἐπάγει ταῦτα κατασκευάζων. Τί γὰρ ὠφελεῖ-ται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Εἶδες πῶς ἡ παρὰ τὸ δέον αὐτῆς σωτηρία, ἀπώλεια, καὶ ἀπωλείας ἁπάσης χείρων, ἅτε καὶ ἀνίατος οὖσα, τῷ μηδὲν εἶναι λοιπὸν
PG 58:544τὸ ἐξωνούμενον αὐτήν; Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν ὁ κινδύνους διαφυγὼν τοὺς τοιούτους, ἀλλὰ μετὰ τῆς ψυχῆς αὐτοῦ θὲς καὶ τὴν οἰκου-μένην ἅπασαν, καὶ τί τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; Εἰπὲ γάρ μοι, εἰ τοὺς οἰκέτας ἴδοις τοὺς σοὺς ἐν τρυφῇ, σαυτὸν δὲ ἐν κακοῖς ἐσχάτοις, ἆρα κερδα-νεῖς ἐκ τοῦ δεσπότης εἶναί τι; Οὐδαμῶς. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου, ὅταν τῆς σαρκὸς τρυφώσης καὶ πλουτούσης, αὕτη τὴν μέλλουσαν ἀπώλειαν ἀναμένῃ. Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Πάλιν ἐπιμένει τῷ αὐτῷ. Μὴ γὰρ ἑτέραν ψυχὴν ἔχεις δοῦναι ἀντὶ ψυχῆς; φησί. Χρήματα μὲν γὰρ ἂν ἀπολέ-σῃς, δυνήσῃ δοῦναι χρήματα· κἂν οἰκίαν, κἂν ἀνδρά-ποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν οὐ δυνήσῃ ἐπιδοῦναι ψυχήν· ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης πάντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς, ψυχὴν ἀγοράσαι μίαν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ ψυχῆς τοῦτο συμβαίνει; Καὶ γὰρ καὶ ἐπὶ σώματος τοῦτο γινόμενον ἴδοι τις ἄν. Κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει
καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ, κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς, καὶ πόλεις, καὶ χρήματα. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐπὶ τῆς ψυχῆς· καὶ πάντα τὰ ἄλλα ἀφεὶς, εἰς ταύτην ἅπα-σαν ἀνάλισκε τὴν σπουδήν. δ. Μὴ δὴ τῶν ἀλλοτρίων φροντίζων, ἀμέλει σαυτοῦ καὶ τῶν σῶν· ὃ νῦν ἅπαντες ποιοῦσιν, ἐοικότες τοῖς τὰ μέταλλα ἐργαζομένοις. Οὐδὲ γὰρ ἐκείνοις ὄφελος τῆς ἐργασίας ταύτης, οὐδὲ τοῦ πλούτου· ἀλλὰ καὶ πολὺ τὸ βλάβος, ὅτι τε κινδυνεύουσιν εἰκῆ, καὶ ὅτι ἑτέροις κιν-δυνεύουσιν, οὐδὲν ἐκ τῶν ἱδρώτων ἐκείνων καὶ τῶν θανάτων καρπούμενοι. Τούτους καὶ νῦν εἰσι πολλοὶ οἱ μιμούμενοι, οἱ ἑτέροις μεταλλεύοντες πλοῦτον· μᾶλλον δὲ καὶ τούτων ἀθλιώτεροι, ὅσῳ καὶ γέεννα ἡμᾶς ἀνα-μένει μετὰ τοὺς πόνους τούτους. Ἐκείνους μὲν γὰρ ἵστησι τῶν ἱδρώτων ἐκείνων ὁ θάνατος· ἡμῖν δὲ ἀρχὴ μυρίων κακῶν ὁ θάνατος γίνεται. Εἰ δὲ λέγοις, ὅτι ἀπο-λαύεις τῶν σῶν πόνων πλουτῶν, δεῖξον τὴν ψυχὴν εὐ-φρανθεῖσαν, καὶ τότε πείθομαι. Τῶν γὰρ ἐν ἡμῖν κυριώ-τερον ἡ ψυχή. Εἰ δὲ τὸ σῶμα πιαίνεται, τηκομένης ἐκεί-νης, οὐδὲν αὕτη πρὸς σὲ ἡ εὐθηνία ὥσπερ οὖν τῆς δού-λης εὐφραινομένης, οὐδὲν πρὸς τὴν δέσποιναν ἀπολλυμένην ἡ τῆς θεραπαινίδος εὐημερία, οὐδὲ ἡ τῆς στολῆς εὐκοσμία πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν· ἀλλ’ ἐρεῖ σοι πάλιν ὁ Χριστός· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; ἄνω καὶ κάτω περὶ ἐκείνην σε στρέφεσθαι κελεύων, καὶ αὐτῆς μόνης ποιεῖσθαι λόγον. Φοβήσας τοίνυν ἐντεῦθεν, καὶ ἀπὸ τῶν ἀγαθῶν παραμυθεῖται. Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες πῶς δόξα μία Πατρὸς καὶ Υἱοῦ; Εἰ δὲ δόξα μία, εὔδηλον ὅτι καὶ οὐσία μία. Εἰ γὰρ ἐν οὐσίᾳ μιᾷ διαφορὰ δόξης ( Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, καί-τοι μιᾶς οὔσης οὐσίας), πῶς ἂν ὧν ἡ δόξα μία, ἡ οὐσία ἑτέρα νομισθείη; Οὐδὲ γὰρ εἶπεν, Ἐν δόξῃ τοιαύτῃ οἵᾳ
PG 58:545ὁ Πατὴρ, ἵνα πάλιν παραλλαγήν τινα ὑποπτεύσῃς· ἀλλὰ τὸ ἀπηκριβωμένον δεικνὺς, Ἐν αὐτῇ ἐκείνῃ τῇ δόξῃ, φησὶν, ἥξει, ὡς μίαν αὐτὴν ὑποπτεύεσθαι καὶ τὴν αὐτήν. Τί τοίνυν φοβῇ, Πέτρε, φησὶ, θάνατον ἀκούων; Τότε με γὰρ ὄψει ἐν τῇ δόξῃ τοῦ Πατρός. Εἰ δὲ ἐγὼ ἐν δόξῃ, καὶ ὑμεῖς. Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ὑμέτερα· ἀλλ’ ἑτέρα τις ὑμᾶς διαδέξεται λῆξις ἀμείνων Ἀλλ’ ὅμως εἰπὼν τὰ χρηστὰ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὰ φοβερὰ ἀνέμιξε, τὸ δικαστήριον ἐκεῖνο εἰς μέσον ἀγαγὼν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους, καὶ τὴν ψῆφον τὴν ἀδέκαστον, καὶ τὴν κρίσιν τὴν ἀνεξαπά-τητον. Οὐ μὴν ἀφῆκε σκυθρωπὸν μόνον φανῆναι τὸν λόγον, ἀλλὰ καὶ χρησταῖς ἀνέμιξεν ἐλπίσιν. Οὐδὲ γὰρ εἶπε, Τότε κολάσει τοὺς ἡμαρτηκότας, ἀλλ’, Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τοῦτο δὲ ἔλεγεν οὐχὶ τοὺς ἡμαρτηκότας κολάσεως ἀναμιμνήσκων μόνον, ἀλλὰ καὶ τοὺς κατωρθωκότας βραβείων καὶ στεφάνων. Ἀλλ’ αὐτὸς μὲν, ἵνα καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀνα-κτήσηται, ταῦτα εἴρηκεν· ἐγὼ δὲ φρίττω ἀεὶ ταῦτα ἀκούων· οὐ γάρ εἰμι τῶν στεφανουμένων. Οἶμαι δὲ καὶ ἑτέρους ἡμῖν κοινωνεῖν τοῦ φόβου καὶ τῆς ἀγωνίας. Τίνα γὰρ οὐχ ἱκανὸν τοῦτο πτοῆσαι τὸ ῥῆμα, εἰς τὸ συνειδὸς εἰσελθόντα τὸ ἑαυτοῦ, καὶ ποιῆσαι φρίττειν, καὶ πεῖσαι ὅτι σάκκου ἡμῖν χρεία, καὶ νηστείας ἐπιτεταμένης μᾶλ-λον. ἢ τῷ δήμῳ τῶν Νινευϊτῶν; Οὐ γὰρ ὑπὲρ καταστρο-φῆς πόλεως καὶ τῆς κοινῆς τελευτῆς ὁ λόγος ἡμῖν, ἀλλ’ ὑπὲρ τῆς κολάσεως τῆς αἰωνίου, καὶ τοῦ πυρὸς τοῦ μὴ σβεννυμένου. ε. Διὸ καὶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς ἐπαινῶ καὶ θαυμάζω τῶν τε ἄλλων ἕνεκεν, καὶ διὰ ταύ-την τὴν ῥῆσιν. Ἐκεῖνοι γὰρ μετὰ τὸ ἀριστοποιήσασθαι, μᾶλλον δὲ μετὰ τὸ δεῖπνον· (ἄριστον γὰρ οὐκ ἴσασί ποτε· καὶ γὰρ ἴσασιν ὅτι πένθους ὁ παρὼν καιρὸς καὶ νηστείας·) μετὰ τὸ δεῖπνον τοίνυν λέγοντές τινας εὐχαριστηρίους ὕμνους εἰς τὸν Θεὸν, καὶ ταύτης μέμνηνται τῆς φωνῆς. Καὶ εἰ βούλεσθε καὶ αὐτῶν ἀκοῦσαι τῶν ὕμνων, ἵνα καὶ αὐτοὶ λέγητε συνεχῶς, πᾶσαν ὑμῖν ἀπαγγελῶ τὴν ᾠδὴν ἐκείνην τὴν ἱεράν. Ἔχει τοίνυν τὰ ῥήματα αὐτῆς οὕτως· Εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν ἵνα πάν-τοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ σοι δόξα, τιμὴ καὶ κράτος, σὺν ἁγίῳ Πνεύ-ματι, εἰς τοὺς αἰῶνας Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι. Βασιλεῦ. ὅτι ἔδωκας ἡμῖν βρώ-ματα εἰς εὐφροσύνην. Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαν-τες, μὴ αἰσχυνόμενοι, ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πάντα μὲν οὖν ἄξιον θαυμάσαι τὸν ὕμνον τοῦτον, μάλιστα δὲ τουτὶ τὸ τέλος. Ἐπειδὴ γὰρ ἡ τράπεζα καὶ ἡ τροφὴ διαχέειν εἴωθε καὶ βαρύνειν. καθάπερ τινὰ χαλινὸν τὴν ῥῆσιν ταύτην ἐπιτιθέασι τῇ ψυχῇ, παρὰ τὸν καιρὸν τῆς ἀνέσεως τοῦ καιροῦ τῆς κρίσεως αὐτὴν ἀναμιμνήσκοντες. Ἔμαθον γὰρ τί ἔπαθεν Ἰσραὴλ ἀπὸ τραπέζης πολυτελοῦς. Ἔφαγε γὰρ, φησὶ, καὶ ἐπαχύνθη. καὶ ἀπελάκτισεν ὁ ἠγαπημέ-νος. Διὸ καὶ Μωϋσῆς ἔλεγε· Φαγὼν καὶ πιὼν καὶ ἐμ-πλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Μετὰ γὰρ ἐκείνην τὴν τράπεζαν τὰ παράνομα αὐτοῖς ἐτολμήθη
PG 58:546τότε ἐκεῖνα τολμήματα. Σκόπει τοίνυν καὶ σὺ, μὴ τοιοῦ-τόν τι πάθῃς. Κἂν γὰρ μὴ λίθῳ θύσῃς, μηδὲ χρυσῷ, καὶ πρόβατα καὶ μόσχους, σκόπει μὴ θυμῷ θύσῃς τὴν σαυτοῦ ψυχὴν, μὴ πορνείᾳ θύσῃς τὴν σωτηρίαν τὴν σὴν, μὴ ἑτέροις τοιούτοις πάθεσι. Διὰ γάρ τοι τοῦτο καὶ ἐκεῖνοι τοὺς κρημνοὺς δεδοικότες τούτους, τραπέζης ἀπολαύσαντες, μᾶλλον δὲ νηστείας (καὶ γὰρ ἡ τρά-πεζα αὐτῶν νηστεία), τοῦ φοβεροῦ δικαστηρίου καὶ τῆς ἡμέρας ἐκείνης ἑαυτοὺς ἀναμιμνήσκουσιν. Εἰ δὲ ἐκεῖνοι οἱ καὶ νηστείαις, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις, καὶ σάκκῳ, καὶ μυρίοις ἑαυτοὺς σωφρονίζοντες, ἔτι καὶ ταύτης δέονται τῆς ὑπομνήσεως· πότε δυνησόμεθα ἡμεῖς ἐπιεικῶς ζῇν, οἱ τραπέζας παρατιθέντες μυρία ναυάγια φερούσας, καὶ μηδὲ ὅλως εὐχόμενοι, μήτε ἐν ἀρχῇ, μήτε ἐν τέλει; Διόπερ ἵνα τὰ ναυάγια ταῦτα λύσωμεν, τὸν ὕμνον ἐκεῖνον εἰς μέσον ἀγαγόντες ἀναπτύξωμεν πάντα, ἵνα τὸ ἐξ αὐτοῦ κέρδος ἰδόντες, καὶ αὐτοὶ συνεχῶς ἐπᾴδωμεν αὐτὸν τῇ τραπέζῃ, καὶ τὰ σκιρτή-ματα τῆς γαστρὸς καταστέλλωμεν, καὶ τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀγγέλων ἐκείνων εἰς τὰς οἰκίας εἰσάγοντες τὰς ἡμετέρας. Ἔδει μὲν γὰρ βαδίζοντας ἐκεῖ, ταῦτα καρπίζεσθαι· ἐπειδὴ δὲ οὐ βούλεσθε, κἂν διὰ τῶν ἡμετέρων λόγων ἀκούσατε τῆς πνευματικῆς ταύτης μελῳδίας, καὶ ἕκαστος μετὰ τὴν τράπεζαν ταῦτα λεγέτω τὰ ῥήματα, ἀρχόμενος οὕτως· Εὐλογητὸς ὁ Θεός. Τὸν γὰρ ἀποστολικὸν εὐθέως πληροῦσι νόμον τὸν κελεύοντα· Πᾶν ὁτιοῦν ποιοῦμεν ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἐν ὀνό-ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαρι-στοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. Εἶτα ἡ εὐχαρι-στία οὐχ ὑπὲρ τῆς μιᾶς ἡμέρας ἐκείνης μόνης, ἀλλ’ ὑπὲρ
παντὸς τοῦ βίου γίνεται. Ὁ τρέφων γάρ με, φησὶν, ἐκ νεότητός μου. Καὶ διδασκαλία φιλοσοφίας ἐντεῦθεν. Τοῦ γὰρ Θεοῦ τρέφοντος, οὐ χρὴ μεριμνᾷν. Εἰ γὰρ βασι-λέως σοι ὑποσχομένου παρέχειν ἐκ τῶν αὐτοῦ ταμιείων τὴν καθημερινὴν τροφὴν, ἐθάρσησας ἂν λοιπόν· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς παρέχῃ, καὶ πάντα σοι ὥσπερ ἐκ πηγῶν ἐπιῤῥέῃ, πάσης φροντίδος ἀπηλλάχθαι δεῖ. Διὰ γὰρ τοῦτο καὶ ταῦτα λέγουσιν, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ὑπ’ αὐτῶν μαθητευομένους πείσωσι πᾶσαν ἀποδύσασθαι μέριμναν βιωτικήν. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ ἑαυτῶν μόνων τὴν εὐχαριστίαν ταύτην ἀναφέρουσιν, ἐπάγουσι λέγοντες, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὑπὲρ παντὸς εὐχαριστοῦντες τοῦ κόσμου· καὶ καθάπερ πατέρες τῆς οἰκουμένης ἁπάσης, οὕτω τὰς ὑπὲρ ἁπάν-των εὐφημίας ἀναφέρουσι, καὶ εἰς φιλαδελφίαν ἑαυτοὺς ἀλείφουσι γνησίαν. Οὐδὲ γὰρ δύνανται μισεῖν ἐκείνους, ὑπὲρ ὧν, ὅτι τρέφονται, εὐχαριστοῦσι τῷ Θεῷ. Εἶδες καὶ τὴν ἀγάπην διὰ τῆς εὐχαριστίας εἰσαγομένην, καὶ μέριμναν ἐκβαλλομένην βιωτικὴν, καὶ διὰ τῶν ἔμπροσθεν καὶ διὰ τούτων; Εἰ γὰρ πᾶσαν τρέφει σάρκα, πολλῷ μᾶλλον τοὺς ἀνακειμένους αὐτῷ· εἰ γὰρ τοὺς βιωτικαῖς ἐνδεδεμένους φροντίσι, πολλῷ μᾶλλον τοὺς τούτων ἀπηλλαγμένους. Τοῦτο καὶ ὁ Χριστὸς κατασκευάζων ἔλεγε· Πόσων στρουθίων διαφέρετε ὑμεῖς; Ταῦτα δὲ ἔλεγε, παιδεύων μὴ θαῤῥεῖν πλούτῳ καὶ γῇ καὶ σπέρ-μασιν. Οὐ γὰρ ταῦτά ἐστι τὰ τρέφοντα, ἀλλ’ ὁ τοῦ Θεοῦ λόγος. Ἀπὸ τούτων καὶ Μανιχαίους, καὶ τοὺς Οὐαλεντίνου, καὶ πάντας τοὺς τὰ ἐκείνων νοσοῦντας ἐπιστομίζουσιν. Οὐ γὰρ δὴ πονηρὸς οὗτος, ὁ πᾶσι προθεὶς τὰ ἑαυτοῦ, καὶ τοῖς βλασφημοῦσιν αὐτόν. Εἶτα ἡ αἴτησις· Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρ-
PG 58:547δίας ἡμῶν. Ποίας ἄρα χαρᾶς λέγει; μὴ τῆς βιωτικῆς; Μὴ γένοιτο· οὐ γὰρ ἂν, εἰ ταύτην ἤθελον, ὀρῶν κορυ-φὰς κατελάμβανον καὶ ἐρημίας, καὶ σάκκον περιεβάλ-λοντο· ἀλλ’ ἐκείνην λέγουσι τὴν χαρὰν, τὴν οὐδὲν κοι-νὸν ἔχουσαν πρὸς τὸν παρόντα βίον, τὴν τῶν ἀγγέλων, τὴν ἄνω. Καὶ οὐχ ἁπλῶς αὐτὴν αἰτοῦσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπερβολῆς· οὐ γὰρ λέγουσι, Δὸς, ἀλλὰ, Πλήρωσον· καὶ οὐ λέγουσιν, Ἡμᾶς, ἀλλὰ, Τὰς καρ-δίας ἡμῶν. Αὕτη γὰρ μάλιστα καρδίας χαρά· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγ-γένοιτο χαρά. Ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχον-τες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα τὴν εὐαγγελικὴν ἐκείνην πληροῦντας ῥῆσιν, τὴν λέγουσαν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ταύτην δὲ αὐτὴν ζητοῦντας διὰ τὰ πνευματικά. Ἵνα γὰρ περισσεύωμεν, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Οὐκ εἶπον, Ἵνα τὸ ὀφειλόμενον μόνον ποιῶμεν, ἀλλ’ ἵνα καὶ πλέον τῶν ἐπιτεταγμένων· τοῦτο γάρ ἐστιν, Ἵνα περισσεύωμεν. Καὶ παρὰ μὲν τοῦ Θεοῦ τὴν αὐτάρκειαν ζητοῦσιν ἐν τοῖς ἀναγκαίοις· αὐτοὶ δὲ οὐ μετὰ αὐταρ-κείας βούλονται ὑπακούειν μόνον, ἀλλὰ μετὰ περιουσίας πολλῆς, καὶ ἐν ἅπασι. Τοῦτο δούλων εὐγνω-μόνων, τοῦτο φιλοσόφων ἀνδρῶν, τὸ ἀεὶ καὶ ἐν πᾶσι περισσεύειν. Εἶτα πάλιν ἀναμιμνήσκοντες ἑαυτοὺς τὴν οἰκείαν ἀσθένειαν, καὶ ὡς οὐδὲν ἄνευ τῆς ἄνωθεν ῥοπῆς γενναῖον δύναται γενέσθαι, εἰπόντες, Ἵνα περισσεύω-μεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπάγουσιν· Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ σοι δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν· ἴσον τῇ ἀρχῇ τὸ τέλος ὑφαίνοντες δι’ εὐχαριστίας. 2. Εἶτα πάλιν δοκοῦσι μὲν ἐκ προοιμίων ἄρχεσθαι, τοῦ αὐτοῦ δὲ ἔχονται λόγου. Ὥσπερ καὶ ὁ Παῦλος ἐν προοιμίῳ Ἐπιστολῆς καταλύσας εἰς δοξολογίαν, καὶ εἰ-πὼν, Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν· ἄρχεται τῆς ὑποθέσεως πάλιν ὑπὲρ ἧς ἔγραφε. Καὶ πάλιν ἀλλαχοῦ εἰπών· Ἐσε-βάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτί-σαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν· οὐκ ἀπήρτισε τὸν λόγον, ἀλλ’ ἄρχεται πάλιν. Μὴ τοί-νυν μηδὲ τούτοις ἐγκαλῶμεν τοῖς ἀγγέλοις ὡς ἀτάκτως ποιοῦσιν, οἳ καταλύσαντες εἰς δοξολογίαν, πάλιν ἄρ-χονται τῶν ὕμνων τῶν ἱερῶν. Ἀποστολικοῖς γὰρ ἕπον-ται νόμοις, ἀπὸ δοξολογίας ἀρχόμενοι καὶ εἰς τοῦτο τελευτῶντες, καὶ μετὰ τὴν τελευτὴν ταύτην προοιμιαζό-μενοι πάλιν. Διὸ λέγουσι· Δόξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι, Βασιλεῦ, ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Οὐδὲ γὰρ ὑπὲρ τῶν μεγάλων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μικρῶν δεῖ εὐχαριστεῖν. Εὐχαρι-στοῦσι δὲ καὶ ὑπὲρ τούτων, καταισχύνοντες τὴν Μανι-χαίων αἵρεσιν, καὶ ὅσοι τὴν παροῦσαν ζωὴν πονηρὰν εἶναι λέγουσιν. Ἵνα γὰρ μὴ, διὰ τὴν ἄκραν φιλοσοφίαν καὶ τὴν ὑπεροψίαν τῆς γαστρὸς, ὑποπτεύσῃς περὶ αὐ-τῶν ὡς τὰ σῖτα βδελυττομένων, οἷον περὶ ἐκείνων τῶν ἀπαγχονιζόντων ἑαυτοὺς, διὰ τῆς εὐχῆς σε παιδεύουσιν, ὅτι οὐ βδελυττόμενοι τὰ κτίσματα τοῦ Θεοῦ, τῶν πλειό-
PG 58:548νων ἀπέχονται, ἀλλ’ ἢ φιλοσοφίαν ἀσκοῦντες. Καὶ ὅρα πῶς ἀπὸ τῆς εὐχαριστίας τῶν ἤδη δοθέντων, καὶ περὶ τῶν μειζόνων δυσωποῦσι, καὶ οὐ μένουσιν ἐπὶ τῶν βιω-τικῶν, ἀλλ’ ἀναβαίνουσιν ὑπὲρ τοὺς οὐρανοὺς, καί φασι· Πλήρωσον ἡμᾶς Πνεύματος ἁγίου. Οὐδὲ γὰρ ἔστιν εὐδοκιμεῖν ὡς χρὴ, μὴ πληρωθέντα τῆς χάριτος ἐκείνης· καθάπερ οὐκ ἔστι γενναῖόν τι ποιεῖν ἢ μέγα, μὴ τῆς τοῦ Χριστοῦ ῥοπῆς ἀπολαύσαντα. Ὥσπερ οὖν εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπήγαγον, Ἐν Χριστῷ Ἰησοῦ· οὕτω καὶ ἐνταῦθα λέγουσι, Πλῆ-σον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες. Εἶδες πῶς ὑπὲρ τῶν βιωτικῶν μὲν οὐκ εὔχονται, ἀλλ’ εὐχαριστοῦσι μόνον· ὑπὲρ δὲ τῶν πνευματικῶν καὶ εὐχαριστοῦσι καὶ εὔχονται; Ζη-τεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Σκόπει δὲ καὶ ἑτέραν αὐτῶν φιλοσοφίαν. Ἵνα εὑρεθῶμεν γὰρ, φησὶ, ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι. Οὐ γὰρ μέλει ἡμῖν τῆς παρὰ τῶν πολλῶν αἰσχύνης, φησίν· ἀλλ’ ὅσα ἂν εἴπωσιν οἱ ἄνθρωποι περὶ ἡμῶν γελῶντες, ὀνειδίζοντες, οὐδὲ ἐπιστρεφόμεθα· ὁ δὲ ἀγὼν ἡμῖν ἅπας, ὥστε μὴ τότε αἰσχυνθῆναι. Ὅταν δὲ ταῦτα εἴπωσι, καὶ τὸν τοῦ πυρὸς ἐπεισάγουσι ποταμὸν, καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα. Οὐκ εἶπον, Ἵνα μὴ κολασθῶμεν, ἀλλ’, Ἵνα μὴ αἰσχυνθῶμεν. Τοῦτο γὰρ ἡμῖν πολὺ φοβερώτε-ρον γεέννης, τὸ δόξαι προσκεκρουκέναι τῷ Δεσπότῃ. Ἀλλ’ ἐπειδὴ τοὺς πολλοὺς οὐ φοβεῖ τοῦτο, καὶ παχυτέρους, ἐπ-άγουσιν· Ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες ἡλίκα ἡμᾶς ὤνησαν οἱ ξένοι καὶ παρεπίδημοι οὗτοι, οἱ τῆς ἐρήμου πολῖται· μᾶλλον δὲ οἱ τῶν οὐρανῶν πολῖται; Ἡμεῖς μὲν γὰρ τῶν οὐρανῶν ξένοι, πολῖται δὲ τῆς γῆς· οὗτοι δὲ τοὐναντίον. Μετὰ δὲ τὸν ὕμνον τοῦτον πολλῆς ἐμπλησθέντες κατανύξεως, καὶ θερμῶν καὶ πολλῶν δακρύων, οὕτως ἐπὶ ὕπνον βαδίζουσι, τοσοῦτον αὐτοῦ σπῶντες, ὅσον μικρὸν ἀναπαύσασθαι. Καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν, ἐν εὐχαριστίαις καὶ ψαλμ-ῳδίαις διάγοντες. Οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖ-
κες ταύτην ἀσκοῦσι τὴν φιλοσοφίαν, τὴν ἀσθένειαν τῆς φύσεως τῇ περιουσίᾳ τῆς προθυμίας νικῶσαι. Αἰσχυν-θῶμεν τοίνυν τὴν ἐκείνων εὐτονίαν οἱ ἄνδρες ἡμεῖς, καὶ παυσώμεθα τοῖς παροῦσι προστετηκότες, τῇ σκιᾷ, τοῖς ὀνείρασι, τῷ καπνῷ. Καὶ γὰρ τὸ πλέον τῆς ζωῆς ἡμῶν ἐν ἀναισθησίᾳ. Ἥ τε γὰρ πρώτη ἡλικία πολλῆς γέμει τῆς ἀνοίας· ἡ δὲ πρὸς τὸ γῆρας ὁδεύουσα πάλιν, πᾶσαν τὴν ἐν ἡμῖν αἴσθησιν καταμαραίνει· καὶ ὀλίγον ἐστὶ τὸ μέσον, τὸ δυνάμενον μετὰ αἰσθήσεως τρυφῆς ἀπολαῦσαι· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο καθαρῶς τούτου μετέχει, μυρίων φροντίδων καὶ πόνων λυμαινομένων αὐτῷ. Διὸ παρα-καλῶ, τὰ ἀκίνητα καὶ ἀθάνατα ζητήσωμεν ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν οὐδέποτε γῆρας ἔχουσαν. Ἔστι γὰρ καὶ πόλιν οἰκοῦντα τὴν τῶν μοναχῶν φιλοσοφίαν ζηλοῦν· ἔστι γὰρ καὶ γυναῖκα ἔχοντα, καὶ ἐν οἰκίᾳ στρεφόμε-νον, καὶ εὔχεσθαι, καὶ νηστεύειν, καὶ κατανενύχθαι. Ἐπεὶ καὶ οἱ παρὰ τὴν ἀρχὴν ὑπὸ τῶν ἀποστόλων κατ-ηχηθέντες τὰς μὲν πόλεις ᾤκουν, τῶν δὲ τὰς ἐρημίας κατειληφότων τὴν εὐλάβειαν ἐπεδείκνυντο· καὶ ἕτεροι δὲ πάλιν ἐργαστηρίων προεστηκότες, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Καὶ οἱ προφῆται δὲ πάντες καὶ γυναῖκας εἶ-χον καὶ οἰκίας, ὡς ὁ Ἡσαί̈ας, ὡς ὁ Ἰεζεχιὴλ, ὡς ὁ μέ-γας Μωϋσῆς, καὶ οὐδὲν ἐντεῦθεν εἰς ἀρετὴν παρεβλάβη-σαν. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσαντες, διαπαντὸς εὐ-χαριστήσωμεν τῷ Θεῷ, διαπαντὸς ὑμνῶμεν αὐτὸν,

Homily LVIHomilia LVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:549καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἐπιμελώμεθα, καὶ τὴν ἐν ταῖς ἐρημίαις φιλοσοφίαν εἰς τὰς πόλεις εἰς-αγάγωμεν· ἵνα καὶ παρὰ Θεῷ εὐάρεστοι καὶ τοῖς ἀνθρώ-ποις δόκιμοι φανῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν
PG 58:550ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:549ΟΜΙΛΙΑ ΝϚ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. α. Ἐπειδὴ γὰρ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θα-νάτου, καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσὶ, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· οἷον, τὸ σώζειν τὴν ψυχὴν τοὺς ἀπολλύν-τας αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, τὸ ἀποδιδόναι τὰ ἔπαθλα· βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ δεῖξαι τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ’ ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν· καὶ κατὰ τὸν παρόντα βίον δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπτει ταύτην· ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ Δεσπότου λοιπὸν ἀλγῶσι, καὶ μάλιστα Πέτρος ὀδυνώμενος. Καὶ ὅρα τί ποιεῖ. Περὶ γεέννης καὶ βασιλείας διαλεχθείς· (τῷ τε γὰρ εἰπεῖν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὃς ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ τῷ εἰπεῖν, Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀμφότερα ταῦτα ἐδήλωσε·) περὶ ἀμφοτέρων τοίνυν εἰπὼν, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσι, τὴν δὲ γέενναν οὐκέτι. Τί δήποτε; Ὅτι εἰ μὲν ἄλλοι τινὲς ἦσαν παχύτεροι, ἀναγκαῖον καὶ τοῦτο ἦν· ἐπειδὴ δὲ εὐδόκιμοι καὶ εὐγνώμονες, ἀπὸ τῶν χρηστοτέρων αὐτοὺς ἐνάγει. Οὐ διὰ τοῦτο δὲ μόνον δείκνυσι τοῦτο· ἀλλ’ ὅτι καὶ αὐτῷ τοῦτο μᾶλλον πρεπωδέστερον ἦν. Οὐ μὴν οὐδὲ ἐκεῖνο παρατρέχει τὸ μέρος· ἀλλ’ ἔστιν ὅπου σχεδὸν καὶ ὑπ’ ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης· ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ, καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων. Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἕτερος δὲ μετὰ ὀκτώ φησιν, οὐκ ἐναντιού-μενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. Ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐφθέγξατο, κἀκείνην καθ’ ἣν ἀνήγαγεν, εἶπεν· ὁ δὲ τὰς μεταξὺ τούτων μόνον. Σὺ δέ μοι σκόπει πῶς ὁ Ματθαῖος φιλοσοφεῖ, οὐκ ἀπο-κρυπτόμενος τοὺς ἑαυτοῦ προτιμηθέντας. Τοῦτο δὲ καὶ Ἰωάννης πολλαχοῦ ποιεῖ, τὰ ἐξαίρετα τοῦ Πέτρου ἐγκώμια μετὰ πολλῆς ἀναγράφων τῆς ἀληθείας. Βασκα-νίας γὰρ καὶ δόξης κενῆς πανταχοῦ καθαρὸς ἦν ὁ τῶν ἁγίων τούτων χορός. Λαβὼν τοίνυν τοὺς κορυφαίους, Ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐ-τῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ γέγονε λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ’ αὐτοῦ. Διατί τούτους παραλαμβάνει μόνους; Ὅτι
PG 58:550οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες. Καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων· Δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ’ ὧν ἐπλήρωσεν ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰου-δαίοις, εἰ ἐκεῖνον ἀνέλοι. Διατί δὲ μὴ εὐθέως αὐτοὺς ἀν-άγει; Ὥστε μηδὲν παθεῖν ἀνθρώπινον τοὺς λοιποὺς μα-θητάς. Διὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. Καὶ γὰρ σφόδρα ἂν ἐπεθύμησαν οἱ λοιποὶ ἀκολουθῆσαι, ὑπόδειγμα μέλλοντες τῆς δόξης ἐκείνης ὁρᾷν, καὶ ἤλγησαν ἂν ὡς παροφθέντες. Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ, ἀλλ’ ὅμως πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε. Τί δήποτε οὖν καὶ προλέγει; Ἵνα εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται, ἀφ’ ὧν προεῖπε, καὶ σφοδροτέρας ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ τῆς ἐπιθυμίας ἐμπλησθέντες, οὕτω νηφούσῃ καὶ μεμεριμνημένῃ τῇ διανοίᾳ παραγένωνται. Τίνος δὲ ἕνεκεν καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει; Πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· καὶ πρώτην μὲν ταύ-την, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν ἀρχαίων προφητῶν, τοὺς κο-ρυφαίους ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δού-λων καὶ τοῦ Δεσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν Θεοῦ. Μετ’ ἐκείνην δὲ καὶ ἑτέ-ραν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐ-τῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· καὶ πάλιν, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφη-μίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν· ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου πα-ράβασις τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι Ἰου-δαῖοι, ὅτι οὐκ ἂν περιεῖδε πατούμενον αὐτὸν, ὡς ἐνόμι-ζον, οὐδ’ ἂν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε, καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν,
καὶ Θεὸν ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. β. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρη-μένων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν, ὅτι καὶ θανά-του καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν τετελευτηκότα, καὶ τὸν
PG 58:551οὐδέπω τοῦτο παθόντα εἰς μέσον ἄγει. Τὴν δὲ πέμπτην αἰτίαν (πέμπτη γὰρ αὕτη ἐστὶ πρὸς ταῖς εἰρημέναις) καὶ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπεκάλυψε. Τίς δὲ ἦν αὕτη; Δεῖξαι τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν τὰ φρονήματα. Καὶ γὰρ παραγενόμενοι οὐκ ἐσί-γων, ἀλλ’ Ἐλάλουν, φησὶ, τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τουτέστι, τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὸ καλοῦσιν ἀεί. Οὐ ταύτῃ δὲ μόνον αὐτοὺς ἤλειφεν, ἀλλὰ καὶ αὐτῇ τῇ ἀρετῇ τῶν ἀνδρῶν, ἣν μάλιστα παρ’ αὐτῶν ἐζήτει. Ἐπειδὴ γὰρ εἶ-πεν, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυ-ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι, τοὺς μυριάκις ἀπο-θανόντας ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων καὶ δήμου τοῦ πιστευθέντος αὐτοῖς, τούτους εἰς μέσον ἄγει. Καὶ γὰρ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας, εὗρεν αὐτήν. Καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαῤῥησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχαάβ· καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων καὶ ἀπειθῶν· καὶ ὑπ’ αὐτῶν τῶν παρ’ αὐτῶν σωζομένων εἰς τὸν περὶ τῶν ἐσχάτων ἤχθη-σαν κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρείας ἀπαλ-λάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν· ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροι-κότερον διακείμενος· καὶ ἀκτημοσύνης δὲ πολλὴ παρ’ ἑκατέρων ἡ ἀκρίβεια· οὔτε γὰρ Μωϋσῆς τι ἐκέκτητο, οὔτε Ἠλίας τι εἶχε πλέον τῆς μηλωτῆς· καὶ ταῦτα ἐν τῇ Παλαιᾷ, καὶ οὐδὲ χάριν τοσαύτην λαβόντες σημείων. Εἰ γὰρ καὶ θάλατταν ἔσχισε Μωϋσῆς, ἀλλὰ Πέτρος ἐπὶ τῆς ὑγρᾶς ἐβάδισε, καὶ ὄρη μεταθεῖναι ἱκανὸς ἦν, καὶ νοσήματα σωμάτων διώρθου παντοδαπὰ, καὶ δαίμονας ἤλαυνεν ἀγρίους, καὶ σκιᾷ σώματος τὰ μεγάλα ἐκεῖνα ἐθαυματούργει τεράστια, καὶ τὴν οἰκουμένην μετέστησεν ἅπασαν. Εἰ δὲ καὶ Ἠλίας νεκρὸν ἀνέστησεν, ἀλλ’ οὗτοι μυρίους, καὶ ταῦτα μηδέπω Πνεύματος καταξιωθέντες. Ἄγει τοίνυν καὶ διὰ τοῦτο εἰς μέσον. Ἠβούλετο γὰρ αὐ-τοὺς τὸ δημαγωγικὸν τὸ ἐκείνων ζηλῶσαι, καὶ τὸ εὔτο-νον, καὶ τὸ ἀκαμπές· καὶ γενέσθαι ἐπιεικεῖς κατὰ Μωϋσέα, καὶ ζηλωτὰς κατὰ τὸν Ἠλίαν, καὶ κηδεμονι-κοὺς ὁμοίως. Ὁ μὲν γὰρ λιμὸν τριῶν ἐτῶν ἤνεγκε διὰ τὸν δῆμον τὸν Ἰουδαϊκόν· ὁ δὲ ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Τούτων δὲ ἁπάντων ἀνεμίμνησκε διὰ τῆς ὄψεως. Καὶ γὰρ ἐν δόξῃ αὐτοὺς ἤγαγεν, οὐχ ἵνα μέχρι τούτων στῶσιν, ἀλλ’ ἵνα καὶ ὑπερβῶσι τὰ σκάμματα. Ὅτε γοῦν εἶπον, Εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσαν Ἠλία ὡς τοῦτο πεποιηκότος, φησίν· Οὐκ οἴδατε ποίου πνεύμα-τός ἐστε· εἰς ἀνεξικακίαν αὐτοὺς ἀλείφων διὰ τῆς κατὰ τὸ χάρισμα διαφορᾶς. Καὶ μή τις ἡμᾶς νομιζέτω καταγινώσκειν Ἠλίου, ὡς ἀτελοῦς· οὐ τοῦτό φαμεν· καὶ γὰρ σφόδρα τέλειος ἦν· ἀλλ’ ἐν τοῖς καιροῖς τοῖς ἑαυτοῦ, ὅτε παιδικωτέρα ἡ τῶν ἀνθρώπων διάνοια ἦν, καὶ ταύτης ἐδέοντο τῆς παιδαγωγίας. Ἐπεὶ καὶ Μωϋ-σῆς κατὰ τοῦτο τέλειος ἦν· ἀλλ’ ὅμως κἀκείνου πλέον ἀπαιτοῦνται οὗτοι. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιο-σύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ εἰς Αἴγυπτον εἰσῄεσαν, ἀλλ’ εἰς τὴν οἰκουμένην ἅπασαν, χαλεπώτερον Αἰγυπτίων διακειμένην· οὐδὲ τῷ Φαραὼ διαλεξόμενοι, ἀλλὰ τῷ διαβόλῳ πυκτεύσοντες,
PG 58:552αὐτῷ τῷ τῆς κακίας τυράννῳ. Καὶ γὰρ ἀγὼν ἦν αὐτοῖς, κἀκεῖνον δῆσαι, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι πάντα· καὶ ταῦτα ἐποίουν οὐ θάλατταν ῥηγνύντες, ἀλλὰ βυθὸν ἀσεβείας διὰ τῆς ῥάβδου τῆς Ἰεσσαὶ, πολλῷ χαλεπώ-τερα κύματα ἔχοντα. Ὅρα γοῦν πόσα ἐφόβει τοὺς ἀν-θρώπους· θάνατος, πενία, ἀδοξία, τὰ μυρία πάθη· καὶ μᾶλλον ταῦτα ἔτρεμον, ἢ τὸ πέλαγος τότε ἐκεῖνο οἱ Ἰουδαῖοι. Ἀλλ’ ὅμως ἁπάντων τούτων ἔπεισεν αὐτοὺς κατατολμῆσαι, καὶ ὥσπερ διὰ ξηρᾶς διαβῆναι μετὰ ἀσφαλείας ἁπάσης. Πρὸς ταῦτα τοίνυν ἅπαντα αὐτοὺς ἀλείφων, παρῆγε τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Τί οὖν ὁ Πέτρος ὁ θερμός; Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι δεῖ αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἀπελθεῖν καὶ παθεῖν, δεδοικὼς ἔτι καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν, προσελθεῖν μὲν καὶ εἰπεῖν τὸ αὐτὸ τοῦτο πάλιν οὐ τολμᾷ, ὅτι Ἵλεώς σοι, ἀπὸ δὲ τοῦ φόβου ἐκείνου τὰ αὐτὰ πάλιν αἰνίττεται δι’ ἑτέρων ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ τόπου· οὐ μόνον δὲ τὴν ἀπὸ τοῦ τόπου, ἀλλὰ καὶ τοῦ μηκέτι ἀπελθεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· βούλεται γὰρ αὐτὸν ἐκεῖ εἶναι διηνε-κῶς· διὸ καὶ σκηνῶν μέμνηται. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα· εἰ δὲ μὴ ἀναβαίημεν, οὐκ ἀποθανεῖται· ἐκεῖ γὰρ ἔφη τοὺς γραμματεῖς ἐπιθήσεσθαι αὐτῷ. Ἀλλ’ οὕτω μὲν οὐκ ἐτόλμησεν εἰπεῖν· ταῦτα δὲ βουλόμενος κατασκευάσαι, ἔλεγεν ἐν ἀσφαλείᾳ· Καλόν ἐστιν ἐνταῦθα εἶναι, ἔνθα καὶ Μωϋσῆς πάρεστι καὶ Ἠλίας. Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον, εἰσελθὼν, καὶ τῷ Θεῷ διαλεχθείς· καὶ οὐδεὶς οὐδὲ εἴσε-ται ἔνθα ἐσμέν. γ. Εἶδες τὸν θερμὸν ἐραστὴν τοῦ Χριστοῦ; Μὴ γὰρ δὴ τοῦτο ζήτει, ὅτι οὐκ ἦν ἐξητασμένος ὁ τρόπος τῆς παρα-κλήσεως, ἀλλὰ πῶς θερμὸς ἦν, πῶς περιεκαίετο τοῦ Χριστοῦ. Ὅτι γὰρ οὐχ ὑπὲρ ἑαυτοῦ τοσοῦτον τρέμων ταῦτα ἔλεγεν, ἡνίκα αὐτοῦ τὸν ἐσόμενον προεμήνυε θά-νατον καὶ τὴν ἔφοδον, ἄκουσον τί φησι· Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὅρα δὲ πῶς καὶ ἐν μέσοις αὐτοῖς τοῖς κινδύνοις παρεβουλεύετο. Τοσούτου γοῦν πε-ριεστῶτος δήμου, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ τὴν μάχαιραν σπασάμενος, τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως. Οὕτως οὐ τὸ καθ’ ἑαυτὸν ἐσκόπει, ἀλλ’ ὑπὲρ τοῦ Διδασκάλου ἔτρεμεν. Εἶτα ἐπειδὴ ἀποφαντικῶς ἐφθέγξατο, ἐπιλαμβάνεται ἑαυτοῦ, καὶ ἐννοήσας μὴ πάλιν ἐπιτιμηθῇ, φησίν· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἡλίᾳ μίαν. Τί λέγεις, ὦ Πέτρε; Οὐ πρὸ μικροῦ τῶν δούλων αὐτὸν ἀπήλλαξας; Πάλιν μετὰ τῶν δούλων αὐτὸν ἀριθμεῖς; Εἶδες πῶς σφόδρα ἀτελεῖς ἦσαν πρὸ τοῦ σταυροῦ; Εἰ γὰρ καὶ ἀπεκάλυψεν αὐτῷ ὁ Πατὴρ, ἀλλ’ οὐ διηνεκῶς κατεῖχε τὴν ἀποκάλυψιν, ἀλλ’ ὑπὸ τῆς ἀγωνίας ἐταρά-χθη, οὐχὶ ταύτης ἧς εἶπον μόνης, ἀλλὰ καὶ ἑτέρας, τῆς ἀπὸ τῆς ὄψεως ἐκείνης. Οἱ γοῦν ἕτεροι εὐαγ-γελισταὶ τοῦτο δηλοῦντες, καὶ τὸ συγκεχυμένον αὐτοῦ τῆς γνώμης, μεθ’ ἧς ταῦτα ἐφθέγγετο, ἀπὸ τῆς ἀγω-νίας ἐκείνης δεικνύντες γεγενῆσθαι, ἔλεγον· ὁ μὲν Μάρ-
PG 58:553κος, ὅτι Οὐ γὰρ ᾔδει τί λαλήσει· ἔκφοβοι γὰρ ἐγέ-νοντο· ὁ δὲ Λουκᾶς μετὰ τὸ εἰπεῖν, Τρεῖς σκηνὰς ποιήσωμεν, ἐπήγαγεν, ὅτι Μὴ εἰδὼς ὃ λέγει. Εἶτα
δηλῶν ὅτι πολλῷ κατείχετο φόβῳ, καὶ αὐτὸς καὶ οἱ λοι-ποὶ, φησί· Βεβαρημένοι ἦσαν ὕπνῳ· καὶ διαγρηγο-ρήσαντες εἶδον τὴν δόξαν αὐτοῦ· ὕπνον ἐνταῦθα καλῶν τὸν πολὺν κάρον τὸν ἀπὸ τῆς ὄψεως ἐκείνης αὐ-τοῖς ἐγγινόμενον. Καθάπερ γὰρ ὀφθαλμοὶ ἐξ ὑπερ-βαλλούσης λαμπηδόνος σκοτοῦνται, οὕτω καὶ τότε ἔπα-θον. Οὐ γὰρ δὴ νὺξ ἦν, ἀλλ’ ἡμέρα· καὶ τὸ τῆς αὐγῆς ὑπέρογκον ἐβάρει τῶν ὀφθαλμῶν τὴν ἀσθένειαν. Τί οὖν; Αὐτὸς μὲν οὐδὲν φθέγγεται, οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας· ὁ δὲ πάντων μείζων καὶ ἀξιοπιστότερος, ὁ Πατὴρ, φω-νὴν ἀφίησιν ἐκ τῆς νεφέλης. Διὰ τί ἐκ τῆς νεφέλης; Οὕτως ἀεὶ φαίνεται ὁ Θεός. Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ· καὶ, Κάθηται ἐπὶ νεφέλης κούφης· καὶ πάλιν, Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· καὶ, Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ, Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν. Ἵν’ οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται. Καὶ ἡ νεφέλη φω-τεινή. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φω-τεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα-πητὸς, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ὅταν μὲν γὰρ ἀπειλῇ, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· Εἰσῆλθε γὰρ, φησὶν, εἰς τὴν νεφέλην καὶ εἰς τὸν γνόφον ὁ Μωϋσῆς, καὶ ὡς ἀτμὶς, οὕτως ἐφέρετο ὁ καπνός· καὶ ὁ Προφήτης φησὶ περὶ τῆς ἀπειλῆς αὐτοῦ διαλεγόμενος· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· ἐνταῦθα δὲ, ἐπειδὴ οὐ φοβῆσαι ἐβούλετο, ἀλλὰ διδάξαι, νεφέλη φωτεινή. Καὶ ὁ μὲν Πέτρος ἔλεγε, Ποιήσωμεν τρεῖς σκηνάς· αὐτὸς δὲ ἀχειροποίητον ἔδειξε σκηνήν. Διὰ τοῦτο ἐκεῖ μὲν καπνὸς καὶ ἀτμὶς καμίνου· ἐνταῦθα δὲ φῶς ἄφατον καὶ φωνή. Εἶτα ἵνα δειχθῇ, ὅτι οὐ περὶ ἑνὸς ἁπλῶς τῶν τριῶν ἐλέχθη ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον, ὅτε ἡ φωνὴ ἠνέχθη, ἐκποδὼν ἐγένοντο ἐκεῖνοι. Οὐδὲ γὰρ ἂν εἰ περί τινος αὐτῶν ἐλέγετο ἁπλῶς, οὗτος ἔμεινεν ἂν μόνος, ἀποσχισθέντων τῶν δύο. Τί οὖν οὐχὶ καὶ ἡ νεφέλη τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἀλλὰ ἅπαντας; Εἰ τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἐνομί-σθη ἂν αὐτὸς ἀφεῖναι τὴν φωνήν. Διὸ καὶ ὁ εὐαγγελι-στὴς τοῦτο αὐτὸ ἀσφαλιζόμενος, φησὶν, ὅτι ἐκ τῆς νε-φέλης ἦν ἡ φωνὴ, τουτέστιν, ἐκ τοῦ Θεοῦ. Καὶ τί φησιν ἡ φωνή; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ ἀγαπητὸς, μὴ φοβοῦ, Πέτρε. Ἔδει μὲν γάρ σε καὶ τὴν δύναμιν αὐτοῦ ἤδη εἰδέναι, καὶ πεπληροφορῆσθαι περὶ τῆς ἀναστάσεως· ἐπειδὴ δὲ ἀγνοεῖς, κἂν ἀπὸ τῆς φωνῆς τοῦ Πατρὸς θάῤῥησον. Εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ δυνατὸς, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. Μὴ τοί-νυν δέδιθι τὰ δεινά. Εἰ δὲ οὐδέπω τοῦτο καταδέχῃ, κἂν ἐκεῖνο λογίζου, ὅτι καὶ Υἱὸς, καὶ φιλεῖται. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ φιλεῖται, μὴ φοβοῦ. Οὐδεὶς γὰρ, ὃν ἀγαπᾷ, προί̈εται. Μὴ τοίνυν θο-ρυβοῦ· κἂν μυριάκις αὐτὸν φιλῇς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος ἴσον. Ἐν ᾧ εὐδόκησα. Οὐ γὰρ ἐπειδὴ ἐγέννησε μόνον, φιλεῖ, ἀλλ’ ἐπειδὴ καὶ ἴσος αὐτῷ κατὰ πάντα καὶ ὁμογνώμων ἐστίν. Ὥστε διπλοῦν τὸ φίλτρον, μᾶλλον δὲ καὶ τριπλοῦν· ἐπειδὴ Υἱὸς, ἐπειδὴ ἀγαπητὸς, ἐπειδὴ ἐν αὐτῷ εὐδόκησε. Τί δέ ἐστιν, Ἐν ᾧ εὐδόκησα; Ὡσανεὶ ἔλεγεν, Ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας,
PG 58:554καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μέ-νοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. Αὐτοῦ ἀκούετε. Ὥστε κἂν σταυρωθῆναι βουληθῇ, μὴ ἀντιπέσῃς. Καὶ ἀκούσαντες ἔπεσον ἐπὶ πρόσωπον, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν, καὶ εἶπεν· Ἐγέρθητε, καὶ μὴ φοβεῖ-σθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον. δ. Πῶς ταῦτα ἀκούσαντες κατεπλάγησαν; Καίτοι καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη, καὶ ὄχλος παρῆν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε· καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντὴν ἔλεγον γεγονέναι· ἀλλ’ οὐδὲ τότε τοιοῦτον οὐδὲν ὑπέμειναν. Πῶς οὖν ἐν τῷ ὄρει ἔπεσον; Ὅτι καὶ ἐρημία καὶ ὕψος καὶ ἡσυχία ἦν πολλὴ, καὶ μετα-μόρφωσις φρίκης γέμουσα, καὶ φῶς ἄκρατον, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα εἰς πολλὴν ἀγωνίαν αὐτοὺς ἐνέβαλε. Καὶ πανταχόθεν ἡ ἔκπληξις συνήγετο, καὶ ἔπεσον φοβηθέντες τε ὁμοῦ καὶ προσκυνοῦντες. Ὥστε δὲ μὴ ἐπιπολὺ τὸ δέος μεῖναν ἐκβαλεῖν αὐτῶν τὴν μνήμην, εὐθέως ἔλυσεν αὐτῶν τὴν ἀγωνίαν, καὶ ὁρᾶται αὐτὸς μόνος, καὶ ἐντέλλεται αὐτοῖς μηδενὶ τοῦτο εἰπεῖν, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Καταβαινόντων γὰρ αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτότερα ἦν τοῖς πολλοῖς τότε· καὶ τὸ σκάνδαλον δὲ τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον ἐντεῦθεν. Διὰ τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τοῦ πάθους ἀναμι-μνήσκων, καὶ μόνον οὐχὶ καὶ τὴν αἰτίαν λέγων, δι’ ἣν καὶ σιγᾷν ἐκέλευσεν. Οὐ γὰρ δὴ διαπαντὸς ἐκέλευσε μη-δενὶ εἰπεῖν, ἀλλ’ ἕως ἂν ἀναστῇ ἐκ νεκρῶν. Καὶ τὸ δυς-χερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. Τί οὖν; μετὰ ταῦτα οὐκ ἔμελλον σκανδαλίζεσθαι; Οὐδαμῶς. Τὸ γὰρ ζητούμενον ὁ πρὸ τοῦ σταυροῦ καιρὸς ἦν. Μετὰ γὰρ ταῦτα καὶ Πνεύματος κατηξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν, σάλπιγγος λαμπρότερον τῶν πραγμάτων ἀνακηρυττόντων αὐτοῦ τὴν ἰσχὺν, καὶ οὐ-δενὸς σκανδάλου τοιούτου μεσολαβοῦντος τὰ γινόμενα. Οὐδὲν ἄρα τῶν ἀποστόλων μακαριώτερον, καὶ μάλιστα τῶν τριῶν, οἳ καὶ ἐν τῇ νεφέλῃ ὁμωρόφιοι γενέσθαι κατηξιώθησαν τῷ Δεσπότῃ. Ἀλλ’ ἂν θέλωμεν, ὀψόμεθα καὶ ἡμεῖς τὸν Χριστόν· οὐχ οὕτως ὡς ἐκεῖνοι τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον. Οὐ γὰρ οὕτως ὕστε-ρον ἥξει. Τότε μὲν γὰρ τῶν μαθητῶν φειδόμενος, τος-οῦτον παρήνοιξε μόνον τῆς λαμπρότητος, ὅσον ἠδύναντο ἐνεγκεῖν· ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς τῇ δόξῃ ἥξει, οὐ μετὰ Μωϋσέως καὶ Ἠλία μόνον, ἀλλὰ μετὰ τῆς ἀπείρου τῶν ἀγγέλων στρατιᾶς, μετὰ τῶν ἀρχαγγέλων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν δήμων τῶν ἀπείρων ἐκείνων· οὐ νεφέλης γινομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ. Καθάπερ γὰρ τοὺς δικαστὰς, ὅταν δημοσίᾳ κρίνωσι, τὰ παραπετάσματα συνελκύσαντες οἱ παρεστῶτες πᾶ-σιν αὐτοὺς δεικνύουσιν· οὕτω δὴ καὶ τότε καθήμενον αὐτὸν ἅπαντες ὄψονται, καὶ πᾶσα ἡ ἀνθρωπίνη παρα-στήσεται φύσις, καὶ αὐτὸς αὐτοῖς δι’ ἑαυτοῦ ἀποκρίνεται· καὶ τοῖς μὲν ἐρεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· τοῖς δὲ ἐρεῖ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ ἐναντία δὲ
PG 58:555ψηφιζόμενος, τοῖς μὲν ἀποκρίνεται, ὅτι Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· τοῖς δὲ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Καὶ τοὺς μὲν διχοτομήσει, καὶ παραδώσει τοῖς βασανισταῖς· τοὺς δὲ κελεύσει δεθέντας χεῖρας καὶ πό-δας εἰς τὸ σκότος ἐκβληθῆναι τὸ ἐξώτερον. Καὶ μετὰ
τὴν ἀξίνην ἡ κάμινος διαδέξεται, καὶ τὰ ἀπὸ τῆς σαγή-νης ῥιπτούμενα ἐκεῖ ἐμπεσεῖται. Τότε οἱ δίκαιοι ἐκλάμ-ψουσιν ὡς ὁ ἥλιος· μᾶλλον δὲ πλέον ἢ ὁ ἥλιος. Τος-οῦτον δὲ εἴρηται, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῶν μόνον ἔσται τὸ φῶς· ἀλλ’ ἐπειδὴ τοῦ ἄστρου τούτου φαιδρό-τερον οὐκ ἴσμεν ἕτερον, ἀπὸ τοῦ γνωρίμου παραστῆσαι ἠβουλήθη τὴν μέλλουσαν λαμπηδόνα τῶν ἁγίων. Ἐπεὶ καὶ ἐν τῷ ὄρει εἰπὼν, ὅτι Ἔλαμψεν ὡς ὁ ἥλιος, διὰ τὴν αὐτὴν αἰτίαν οὕτως εἴρηκεν. Ὅτι γὰρ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μαθηταὶ πεσόντες. Εἰ δὲ μὴ ἄκρα-τον ἦν τὸ φῶς, ἀλλὰ τῷ ἡλίῳ σύμμετρον, οὐκ ἂν ἔπεσον, ἀλλ’ εὐκόλως ἤνεγκαν ἄν. Οἱ μὲν οὖν δίκαιοι ἐκλάμ-ψουσιν ὡς ὁ ἥλιος, καὶ ὑπὲρ τὸν ἥλιον τότε· οἱ δὲ ἁμαρτωλοὶ τὰ ἔσχατα πείσονται. Τότε οὐχ ὑπομνη-μάτων δεήσει, οὐκ ἐλέγχων, οὐ μαρτύρων· πάντα γὰρ αὐτός ἐστιν ὁ δικάζων, καὶ μάρτυς, καὶ ἔλεγχος, καὶ κριτής. Πάντα γὰρ οἶδε σαφῶς· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐ πλού-σιος, οὐ πένης, οὐ δυνάστης, οὐκ ἀσθενὴς, οὐ σοφὸς, οὐκ ἄσοφος, οὐ δοῦλος, οὐκ ἐλεύθερος οὐδεὶς ἐκεῖ φανεῖται, ἀλλὰ τῶν προσωπείων τούτων συντριβέντων ἡ τῶν ἔρ-γων ἐξέτασις ἔσται μόνη. Εἰ γὰρ ἐν τοῖς δικαστηρίοις ὅταν τυραννίδος τις κρίνηται ἢ φόνου, ὅπερ ἂν ᾗ, κἂν ὕπαρχος, κἂν ὕπατος, κἂν ὁτιοῦν, πάντα ἀφίπταται τὰ ἀξιώματα, καὶ ὁ ἁλοὺς τὴν ἐσχάτην δίδωσι δίκην· πολλῷ μᾶλλον ἐκεῖ τοῦτο ἔσται. ε. Ἵν’ οὖν μὴ γένηται τοῦτο, ἀποθώμεθα τὰ ῥυπαρὰ ἱμάτια, ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ ἡμᾶς. Τί γὰρ καὶ φορτικὸν τῶν ἐπιτα-γμάτων; τί δὲ οὐ ῥᾴδιον; Ἄκουσον γοῦν τοῦ προφήτου λέγοντος, καὶ τότε εἴσῃ τὴν εὐκολίαν. Οὐδὲ ἐὰν κάμ-ψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδὲ οὕτω καλέσεις νηστείαν δεκτήν· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ὅρα σοφίαν προφήτου. Θεὶς γὰρ φορτικὰ πρότερον καὶ ἀνελὼν, ἀπὸ τῶν εὐκόλων ἀξιοῖ σώζεσθαι, δεικνὺς ὅτι ὁ Θεὸς οὐ πό-νων δεῖται, ἀλλ’ ὑπακοῆς. Εἶτα δεικνὺς ὅτι εὔκολον μὲν ἡ ἀρετὴ, βαρὺ δὲ καὶ φορτικὸν ἡ κακία, ἀπὸ τῶν ὀνομάτων γυμνῶν τοῦτο κατασκευάζει. Ἡ μὲν γὰρ κακία σύνδεσμος καὶ στραγγαλιὰ, φησίν· ἡ δὲ ἀρετὴ τούτων ἁπάντων ἀπαλλαγὴ καὶ διάλυσις. Πᾶσαν συγ-γραφὴν ἄδικον διάσπα· τὰ τῶν τόκων γραμματεῖα, τὰ τῶν δανεισμάτων οὕτω καλῶν. Ἀπόλυε τεθραυ-σμένους ἐν ἀφέσει· τοὺς τεταλαιπωρημένους. Τοιοῦτον γὰρ ὁ χρεώστης· ὅταν ἴδῃ τὸν δανειστὴν, κλᾶται αὐτοῦ ἡ διάνοια, καὶ θηρίου μᾶλλον αὐτὸν δέδοικε. Πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυ-μνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐκ ὑπερόψει. Ἐν μὲν οὖν τῇ πρώην ἡμῖν γενο-
PG 58:556μένῃ διαλέξει τὰ ἔπαθλα διηγούμενοι, τὸν πλοῦτον ἐδείκνυμεν τὸν ἐκ τούτων· νυνὶ δὲ ἴδωμεν εἴ τι τῶν ἐπιταγμάτων ἐστὶ δύσκολον, καὶ τὴν ἡμετέραν ὑπερ-βαῖνον φύσιν. Ἀλλ’ οὐδὲν τοιοῦτον εὑρήσομεν, ἀλλὰ τοὐναντίον ἅπαν, ταῦτα μὲν πολλὴν ἔχοντα τὴν εὐκο-λίαν, τὰ δὲ τῆς κακίας πολὺν τὸν ἱδρῶτα. Τί γὰρ δυς-κολώτερον τοῦ δανείζειν, καὶ ὑπὲρ τόκων καὶ συναλ-λαγμάτων φροντίζειν, καὶ ἐγγύας ἀπαιτεῖν, καὶ δεδοι-κέναι καὶ τρέμειν ὑπὲρ ἐνεχύρων, ὑπὲρ τοῦ κεφαλαίου, ὑπὲρ τῶν γραμματείων, ὑπὲρ τῶν τόκων, ὑπὲρ τῶν ἐγ-γυωμένων; Τοιαῦτα γὰρ τὰ βιωτικά. Αὕτη γὰρ ἡ δο-κοῦσα καὶ ἐπινοουμένη ἀσφάλεια πάντων ἐστὶ σαθροτέρα καὶ ὕποπτος· τὸ δὲ ἐλεεῖν ῥᾴδιον, καὶ πάσης ἀπαλλάττον φροντίδος. Μὴ τοίνυν πραγματευώμεθα τὰς ἀλλοτρίας συμφορὰς, μηδὲ καπηλεύωμεν τὴν φιλανθρω-πίαν. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ τούτων ἀηδῶς ἀκούουσι τῶν λόγων· ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; Κἂν γὰρ σι-γάσω, καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον διὰ τῆς σιγῆς ταύτης ἀπαλλάξαι τῆς κολάσεως ὑμᾶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐντεῦθεν γίνεται· ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προ-ξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημά-των χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ κα-ταβλάπτῃ; Τί τὸ κέρδος, εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν, Διόπερ ἀναγκαῖον ἐνταῦθα λυπεῖν, ἵνα μὴ τιμωρίαν δῶ-μεν ἐκεῖ. Καὶ γὰρ δεινὸν, ἀγαπητὲ, δεινὸν καὶ πολλῆς δεόμενον θεραπείας νόσημα εἰς τὴν Ἐκκλησίαν ἐμπέ-πτωκεν. Οἱ γὰρ μηδὲ ἐκ δικαίων πόνων θησαυρίζειν κελευόμενοι, ἀλλὰ τὰς οἰκίας ἀνοίγειν τοῖς δεομένοις, τὴν ἑτέρων καρποῦνται πενίαν, εὐπρόσωπον ἁρπαγὴν, εὐ-προφάσιστον πλεονεξίαν ἐπινοοῦντες. Μὴ γάρ μοι λέγε τοὺς ἔξω νόμους· ἐπεὶ καὶ ὁ τελώνης νόμον πληροῖ τὸν ἔξωθεν, ἀλλ’ ὅμως κολάζεται. Ὃ καὶ ἡμεῖς πεισόμεθα, ἐὰν μὴ ἀποστῶμεν τοὺς πένητας ἐπιτρίβοντες, καὶ τῇ χρείᾳ καὶ τῇ ἀνάγκῃ ἀφορμῇ εἰς καπηλείαν ἀναίσχυντον ἀποχρώμενοι. Διὰ γὰρ τοῦτο χρήματα ἔχεις, ἵνα λύσῃς πενίαν, οὐχ ἵνα πραγματεύσῃ πενίαν· σὺ δὲ ἐν προσχή-ματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς φιλανθρωπίαν χρημάτων. Πώλησον, οὐ κωλύω, ἀλλὰ βασιλείας οὐρανῶν. Μὴ μικρὰν λάβῃς τιμὴν τοῦ τοσούτου κατορθώματος τόκον ἑκατοστιαῖον, ἀλλὰ τὴν ἀθάνατον ζωὴν ἐκείνην. Τί πτωχὸς εἶ, καὶ πένης καὶ μικρολόγος, ὀλίγου τὰ μεγάλα πωλῶν, χρημάτων ἀπολ-λυμένων, δέον βασιλείας ἀεὶ μενούσης; Τί τὸν Θεὸν ἀφεὶς, ἀνθρώπινα κερδαίνεις κέρδη; τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδι-δόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι συμβάλλεις; Ἐκεῖνος ἐπιθυμεῖ ἀποδοῦναι· οὗτος δὲ καὶ δυσχεραίνει ἀποδιδούς. Οὗτος μόλις ἑκατοστὴν ἀποδίδωσιν· ἐκεῖνος δὲ ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον. Οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν· ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐ-φημίας. Οὗτός σοι βασκανίαν ἐγείρει· ἐκεῖνος δὲ καὶ στε-φάνους σοι πλέκει. Οὗτος μόλις ἐνταῦθα· ἐκεῖνος δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα. Ἆρ’ οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας.

Homily LVIIHomilia LVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:557τὸ μηδὲ εἰδέναι κερδαίνειν; Πόσοι καὶ τὸ κεφάλαιον ἀπώλεσαν διὰ τόκους; πόσοι κινδύνοις περιέπεσον διὰ τόκους; πόσοι καὶ ἑαυτοὺς καὶ ἑτέρους πενίᾳ περιέβαλον ἐσχάτῃ διὰ τὴν ἄφατον πλεονεξίαν; 2. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥδεται λαμβάνων, καὶ χάριν ἔχει τοῦ δανείσματος. Τοῦτο γὰρ διὰ τὴν σὴν ὠμότητα γίνεται. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὴν γυναῖκα ἐκδιδοὺς τοῖς βαρβάροις, αὐτὸς κατεσκεύαζεν εὐπα-ράδεκτον γενέσθαι τὴν ἐπιβουλήν· ἀλλ’ οὐχ ἑκὼν, ἀλλὰ διὰ τὸν φόβον τοῦ Φαραώ. Οὕτω καὶ ὁ πένης, ἐπειδὴ οὐδὲ τούτου ἄξιον αὐτὸν εἶναι νομίζεις, καὶ ὠμότητος ἀναγκάζεται χάριν εἰδέναι. Σὺ δέ μοι δοκεῖς, κἂν κινδύ-νων ἀπαλλάξῃς, μισθὸν ἀπαιτεῖν τῆς ἀπαλλαγῆς ταύτης αὐτόν. Ἄπαγε, φησὶ, μὴ γένοιτο. Τί λέγεις; Τοῦ μεί-ζονος ἀπαλλάττων, οὐ βούλει χρήματα ἀπαιτεῖν· ὑπὲρ δὲ τοῦ ἐλάττονος τοσαύτην ἐπιδείκνυσαι τὴν ἀπανθρω-πίαν; Οὐχ ὁρᾷς ὅση τῷ πράγματι κεῖται τιμωρία; οὐκ ἀκούεις ὅτι καὶ ἐν τῇ Παλαιᾷ τοῦτο κεκώλυται; Ἀλλὰ τίς τῶν πολλῶν ὁ λόγος; Λαβὼν τὸν τόκον, πένητι δίδωμι, φησίν. Εὐφήμει, ἄνθρωπε· οὐ βούλεται τοιαύτας θυσίας ὁ Θεός. Μὴ σοφίζου τὸν νόμον. Βέλτιον μὴ διδόναι πέ-νητι, ἢ ἐντεῦθεν διδόναι· ὅτι τὸ ἐκ δικαίων πόνων συλ-λεγὲν ἀργύριον πολλάκις ποιεῖς εἶναι παράνομον διὰ τὰ πονηρὰ γεννήματα· ὥσπερ ἂν εἴ τις νηδὺν καλὴν
ἀναγκάζοι τίκτειν σκορπίους. Καὶ τί λέγω τὸν τοῦ Θεοῦ νόμον; Οὐχὶ καὶ ὑμεῖς ῥύπον αὐτὸ καλεῖτε; Εἰ δὲ οἱ κερδαίνοντες τοιαῦτα ψηφίζεσθε, ἐννόησον τίνα ὁ Θεὸς περὶ ὑμῶν οἴσει τὴν ψῆφον. Εἰ δὲ βούλει καὶ τοὺς ἔξω-θεν νομοθέτας ἐρέσθαι, ἀκούσῃ ὅτι κἀκείνοις τῆς ἐσχάτης ἀναισχυντίας τὸ πρᾶγμα δεῖγμα εἶναι δοκεῖ. Τοὺς γοῦν ἐν ἀξιώμασιν ὄντας, καὶ εἰς τὴν μεγάλην τελοῦντας βουλὴν, ἣν σύγκλητον καλοῦσιν, οὐ θέμις τοιούτοις κέρδεσι καταισχύνεσθαι· ἀλλὰ νόμος ἐστὶ παρ’ αὐτοῖς ὁ τὰ τοιαῦτα ἀπαγορεύων κέρδη. Πῶς οὖν οὐκ ἄξιον φρίκης, εἰ μηδὲ τοσαύτην ἀπονέμοις τῇ τῶν οὐρανῶν πολιτείᾳ τιμὴν, ὅσην τῇ βουλῇ Ῥωμαίων οἱ νομοθέται· ἀλλ’ ἔλαττον οἴσει τῆς γῆς ὁ οὐρανὸς, καὶ οὐδὲ αὐτὴν αἰσχύνῃ τοῦ πράγματος τὴν ἀλογίαν; Τί γὰρ τούτου γένοιτ’ ἂν ἀλογώτερον, ἀλλ’ ἢ ὅταν τις χωρὶς γῆς καὶ ὑετοῦ καὶ ἀρότρου βιάζηται σπείρειν; Διὰ τοῦτο ζιζάνια
PG 58:558θερίζουσι τὰ τῷ πυρὶ παραδιδόμενα οἱ τὴν πονηρὰν ταύτην ἐπινοήσαντες γεωργίαν. Μὴ γὰρ οὐκ εἰσὶ δίκαιαι ἐμπορίαι πολλαί; αἱ τῶν ἀγρῶν, αἱ τῶν ποιμνίων, αἱ τῶν βουκολίων, αἱ τῶν θρεμ-μάτων. αἱ τῶν χειρῶν, αἱ τῆς ἐπιμελείας τῶν ὄντων; Τί μαίνῃ καὶ παραπαίεις εἰκῆ γεωργῶν ἀκάνθας; Ἀλλ’ ἔχου-σιν ἀποτυχίας οἱ τῆς γῆς καρποὶ, καὶ χάλαζαν καὶ ἐρυσίβην καὶ ἐπομβρίας; Ἀλλ’ οὐ τοσαύτας, ὅσας οἱ τόκοι. Καὶ γὰρ ὅσα ἂν γένηται τοιαῦτα, περὶ τὴν πρόσοδον ἡ ζη-μία· τὸ δὲ κεφάλαιον ἕστηκεν, ὁ ἀγρός. Ἐνταῦθα δὲ πολ-λοὶ πολλάκις ἐν τῷ κεφαλαίῳ τὸ ναυάγιον ὑπέμειναν· καὶ πρὸ τῆς ζημίας δὲ ἐν διηνεκεῖ εἰσιν ἀθυμίᾳ. Οὐδέ-ποτε γὰρ ἀπολαύει τῶν ὄντων ὁ δανειστὴς, οὐδὲ εὐφραί-νεται ἐπὶ τούτοις, ἀλλ’ ὅταν ὁ τόκος ἐνεχθῇ, οὐ χαίρει, ὅτι πρόσοδος γέγονεν, ἀλλὰ λυπεῖται, ὅτι οὐδέπω τὸ κε-φάλαιον ἔφθασεν ὁ τόκος· καὶ πρὶν ἢ τέλειον τεχθῆναι τὸ κακὸν γέννημα τοῦτο, καὶ αὐτὸ τίκτειν ἀναγκάζει, τοὺς τόκους κεφάλαιον ποιῶν, καὶ βιαζόμενος τὰ ἄωρα καὶ ἀμβλωθρίδια προενεγκεῖν γεννήματα τῶν ἐχιδνῶν. Τοιοῦτον γὰρ οἱ τόκοι· τῶν θηρίων ἐκείνων μᾶλλον κατ-εσθίουσι καὶ σπαράττουσι τὰς τῶν ἀθλίων ψυχάς. Τοῦτο σύνδεσμος ἀδικίας· τοῦτο στραγγαλιὰ βιαίων συν-αλλαγμάτων. Δίδωμι γὰρ, φησὶν, οὐχ ἵνα λάβῃς, ἀλλ’ ἵνα πλείονα ἀποδῷς. Καὶ ὁ μὲν Θεὸς οὔτε τὸ διδόμενον κελεύει λαβεῖν· Δίδοτε γὰρ, φησὶ, παρ’ ὧν οὐ προς-δοκᾶτε λαβεῖν· σὺ δὲ καὶ τοῦ διδομένου πλέον ἀπαι-τεῖς, καὶ ὅπερ οὐκ ἔδωκας, τοῦτο ὡς ὀφειλόμενον ἀναγκά-ζεις καταθεῖναι τὸν εἰληφότα. Καὶ σὺ μὲν νομίζεις τὴν οὐσίαν σοι πλεονάζειν ἐντεῦθεν· ἀντὶ δὲ τῆς οὐσίας τὸ πῦρ ἀνάπτεις τὸ ἄσβεστον. Ἵν’ οὖν μὴ τοῦτο γένηται, ἐκκόψωμεν τὴν πονηρὰν νηδὺν τῶν τόκων, πηρώσωμεν τὰς παρανόμους ὠδῖνας, ἀναξηράνωμεν τὴν ὀλέθριον ταύτην γαστέρα, καὶ τὰ ἀληθῆ καὶ μεγάλα κέρδη διώ-κωμεν μόνα. Τίνα δὲ ταῦτά ἐστιν; Ἄκουσον Παύλου λέγοντος, ὅτι Μέγας πορισμὸς ἡ εὐσέβεια μετὰ αὐ-ταρκείας. Τοῦτον τοίνυν πλουτῶμεν τὸν πλοῦτον μόνον, ἵνα καὶ ἐνταῦθα ἀδείας ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:557ΟΜΙΛΙΑ ΝΖ. Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; α. Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν τοῦτο ᾔδεσαν, ἀλλ’ ἐκεῖνοι ἑαυτοὺς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ, καθάπερ καὶ ἐπὶ τοῦ Χριστοῦ. Διὸ καὶ ἡ Σαμαρεῖτις ἔλεγε· Μεσσίας ἔρχεται· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα· καὶ αὐτοὶ ἠρώτων τὸν Ἰωάννην· Ἠλίας εἶ, ἢ ὁ προφήτης; Ἐκράτει μὲν γὰρ, ὅπερ ἔφην, ὁ λόγος, καὶ ὁ περὶ τοῦ Χριστοῦ, καὶ ὁ περὶ τοῦ Ἠλία, οὐχ ὡς ἐχρῆν δὲ παρ’ ἐκείνων ἑρμηνευό-μενος. Αἱ μὲν γὰρ Γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρ-ουσίας, ταύτην τε τὴν γεγενημένην, καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνη-
PG 58:558σάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν. Ἰδοὺ ἡ μία· ἄκουσον πῶς καὶ τὴν ἑτέραν δηλοῖ. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Προσδεχόμενοι τὴν μακαρίαν ἐλ-πίδα, καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆ-ρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆται δὲ ἑκατέ-ρας μέμνηνται· τῆς μέντοι μιᾶς, τῆς δευτέρας, πρό-δρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι. Τῆς μὲν γὰρ προ-τέρας ἐγένετο ὁ Ἰωάννης, ὃν καὶ Ἠλίαν ὁ Χριστὸς ἐκά-λει· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ’ ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν ἐκείνου. Ὥσπερ γὰρ ἐκεῖνος πρόδρο-μος ἔσται τῆς δευτέρας παρουσίας, οὕτω καὶ οὗτος τῆς προτέρας ἐγένετο. Ἀλλ’ οἱ γραμματεῖς ταῦτα συγχέον-τες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης πρὸς τὸν δῆμον, τῆς δευτέρας παρουσίας, καὶ
PG 58:559ἔλεγον, ὅτι Εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν. Διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι· Πῶς οἱ γραμματεῖς λέγουσιν, Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην πέμψαντες οἱ Φαρισαῖοι ἠρώτων· Εἰ σὺ εἶ Ἠλίας; οὐ μνημονεύοντες οὐδαμοῦ τῆς προτέρας παρουσίας. Τίς οὖν ἐστιν ἡ λύσις, ἣν ὁ Χριστὸς ἐπήγαγεν; Ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας· καὶ νῦν δὲ ἐλήλυθεν Ἠλίας· τὸν Ἰωάννην οὕτω καλῶν. Οὗτος ἦλθεν Ἠλίας. Εἰ δὲ τὸν Θεσβίτην ζητοίης, ἔρχεται. Διὸ καὶ ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Ποῖα πάντα; Ἅπερ ὁ προφήτης ἔλεγε Μαλα-χίας. Ἀποστελῶ γὰρ ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβί-την, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Εἶδες ἀκρίβειαν προφητικῆς ῥήσεως, Ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν κοινωνίαν τῆς διακονίας, ἵνα μὴ νομίσῃς τοῦτο καὶ παρὰ τοῦ προφήτου λέγεσθαι νῦν, προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν, Τὸν Θεσβίτην· Ἰωάννης δὲ Θεσβίτης οὐκ ἦν. Καὶ ἕτερον δὲ μετὰ τούτου παράσημον τίθησι λέγων, Μὴ ἐλθὼν πα-τάξω τὴν γῆν ἄρδην, τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐμφαίνων τὴν φοβεράν. Τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε πα-τάξαι τὴν γῆν. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Δηλῶν τοίνυν, ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχού-σης, τοῦτο εἴρηκε. Καὶ τὴν αἰτίαν δὲ ὁμοῦ διδάσκει τῆς παρουσίας αὐτοῦ. Τίς δὲ ἡ αἰτία; Ἵνα ἐλθὼν πείσῃ πιστεῦσαι τοὺς Ἰουδαίους τῷ Χριστῷ, καὶ μὴ πάντες ἄρδην ἀπόλωνται παραγενομένου. Διὸ δὴ καὶ αὐτὸς εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν μνήμην, φησί· Καὶ ἀποκαταστήσει πάντα· τουτέστι, διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Διὸ καὶ σφόδρα ἀκριβέστατα εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀποκα-ταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα, ἀλλὰ, Πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ πατέρες ἦσαν τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο λέγει, ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τουτέστι, τῶν ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τουτέστι, τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν. Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἔγνω-
σαν αὐτὸν, ἀλλ’ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. Τότε συνῆκαν, ὅτι περὶ Ἰωάννου εἶπεν αὐ-τοῖς. Καίτοι οὔτε οἱ γραμματεῖς τοῦτο εἶπον, οὔτε αἱ Γραφαί· ἀλλ’ ἐπειδὴ λοιπὸν ὀξύτεροι ἐγένοντο καὶ προς-εκτικώτεροι πρὸς τὰ λεγόμενα, ταχέως συνίεσαν. Πό-θεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; Ἦν ἤδη προειρηκὼς αὐτοῖς, Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἐν-ταῦθα δὲ, ὅτι Ἦλθε· καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι τὸν λόγον νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γὰρ ἀληθῆ ταῦτα. Ὅταν μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν ἔρχεται καὶ ἀπο-καταστήσει πάντα, αὐτὸν Ἠλίαν φησὶ, καὶ τὴν τότε ἐσομένην τῶν Ἰουδαίων ἐπιστροφήν· ὅταν δὲ εἴπῃ, ὅτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας Ἰωάννην Ἠλίαν καλεῖ. Καὶ γὰρ οἱ προφῆται ἕκαστον τῶν εὐδοκίμων βασιλέων Δαυὶ̈δ ἐκάλουν, καὶ τοὺς Ἰου-δαίους ἄρχοντας Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν
PG 58:560τρόπων. Ὥσπερ γὰρ ἐκεῖνος τῆς δευτέρας ἔσται παρου-σίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο πρόδρομος. β. Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει παν-ταχοῦ, ἀλλ’ ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαί-νοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὖσαν. Διὸ καὶ ἐπάγει πάλιν, ὅτι Ἦλθε, καὶ οὐκ ἔγνω-σαν αὐτὸν, ἀλλ’ ἐποίησαν εἰς αὐτὸν πάντα ὅσα ἠθέ-λησαν. Τί ἐστι, Πάντα ὅσα ἠθέλησαν; Ἐνέβαλον εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. Ὁρᾷς πῶς πάλιν εὐκαίρως αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ θαύματα εὐθέως ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἂν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων· καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν. Τότε, πότε; Ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς εἶναι τοῦ Θεοῦ. Πάλιν ἐν τῷ ὄρει, ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προ-φῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν· Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. Καὶ μετὰ μικρὸν πάλιν, ὅτε τὸν δαίμονα ἐξέβαλεν, ὃν οὐκ ἴσχυ-σαν οἱ μαθηταὶ ἐκβαλεῖν. Καὶ γὰρ καὶ τότε, Ἀναστρε-φομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, φησὶν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδί-δοσθαι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἀπο-κτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερ-βολὴν τῆς λύπης ὑποτεμνόμενος, καὶ παντὶ τρόπῳ αὐ-τοὺς παραμυθούμενος, ὥσπερ καὶ ἐνταῦθα τῇ μνήμῃ τοῦ θανάτου Ἰωάννου πολλὴν αὐτοῖς παρεῖχε τὴν παρά-κλησιν. Εἰ δὲ λέγοι τις· Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρ-τυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν τὸν Χριστὸν νομίζοντες Ἠλίαν εἶναι, οὐκ ἐπίστευον αὐτῷ. Οἱ μὲν γὰρ, φησὶν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερε-μίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἢ ὁ χρόνος μόνος. Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώριμος εἶναι μό-νον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέ-ρας ἐκείνης ἐπὶ πλέον τοῦ Χριστοῦ τὴν δόξαν, καὶ παρὰ πᾶσιν εἶναι τοῦ ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσδοκίας, ἔλθῃ ἐκεῖνος τὰ αὐτὰ κηρύττων τούτῳ, καὶ ἀναγγέλλων καὶ αὐτὸς τὸν Ἰησοῦν, εὐκολώτερον δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἴπῃ, Οὐκ ἔγνωσαν αὐτὸν, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογεῖται. Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ’ αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι. Ταῦτα δὲ ἀκού-σαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλίας, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. Ὅτε γοῦν ἐν τῇ Γαλιλαίᾳ διατριβόντων εἶπε, Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ ἀπο-κτενοῦσιν αὐτὸν, ἐπήγαγεν, ὁ Μάρκος μὲν, ὅτι
PG 58:561Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· ὁ Λουκᾶς δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρω-τῆσαι περὶ τοῦ ῥήματος. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πί-πτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ· καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χρι-στὸν, Τῷ πιστεύοντι πάντα δυνατά· ἔκ τε τοῦ εἰ-πεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπι-στίᾳ· καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτόν· καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ, Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία, φησὶ, τοῦ μὴ ἐξελθεῖν τὸν δαί-μονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; Δεικνὺς ὅτι δυνατὸν αὐτοῖς, καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως, πολλαχοῦ θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ’ ἐλαττόνων λα-βεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων, θαυματουργῆ-σαι. Καὶ ταῦτα ἀμφότερα δείκνυται ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἐπ-εσπάσαντο τοῦ Πνεύματος τὴν χάριν· καὶ ἐπὶ τοῦ Ἐλις-σαίου δὲ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ῥίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔῤῥιψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ ἔφυγον· αὐτός τε ὁ ῥιφεὶς ἀποτεθνηκὼς ἦν, καὶ ἀπὸ μόνης τῆς τοῦ ἁγίου σώματος δυνάμεως ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθέ-νησαν, ἀλλ’ οὐ πάντες· οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ. γ. Θέα δὲ τούτου καὶ ἑτέρωθεν τὴν ἀγνωμοσύνην, πῶς ἐπὶ τοῦ ὄχλου ἐντυγχάνει τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι Προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Ἀλλ’ αὐ-τὸς ἀπαλλάττων αὐτοὺς τῶν ἐγκλημάτων ἐπὶ τοῦ δή-μου, ἐκείνῳ τὸ πλέον λογίζεται. Ὦ γενεὰ γὰρ, φησὶν, ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; οὐκ εἰς τὸ τούτου πρόσωπον μόνον ἀποτεινό-μενος, ἵνα μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους. Καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόν-των σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. Ὅταν δὲ εἴπῃ, Ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ἐπιθυμίας τὸ πρᾶγμα, καὶ ποθεινὴν τὴν ἀποδημίαν·
καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ’ αὐτῶν βαρύ. Οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τί φησι; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ αὐτὸς δὲ ἐρωτᾷ αὐτὸν, πόσον χρόνον ἔχει, καὶ ὑπὲρ τῶν μαθητῶν ἀπο-λογούμενος, κἀκεῖνον ἄγων εἰς ἐλπίδα χρηστὴν, καὶ τοῦ πιστεῦσαι, ὅτι ἔσται αὐτῷ ἀπαλλαγὴ τοῦ κακοῦ. Καὶ ἀφίησιν αὐτὸν σπαράττεσθαι, οὐ πρὸς ἐπίδειξιν (ἐπειδὴ γοῦν ὄχλος συνήγετο, καὶ ἐπετίμησεν αὐτῷ), ἀλλὰ δι’ αὐτὸν τὸν πατέρα· ἵν’ ὅταν ἴδῃ θορυβούμενον τὸ δαιμόνιον ἀπὸ τοῦ κληθῆναι μόνον, κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι, λέγει· Τῷ πιστεύοντι πάντα δυνατὰ, πάλιν εἰς αὐτὸν περιτρέπων
PG 58:562τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν ὁ λεπρός· Εἰ θέλεις, δύνασαί με καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπαινῶν αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον, ἔλεγε· Θέλω, καθαρίσθητι. Ὅτε δὲ οὗτος οὐδὲν ἄξιον τῆς αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών· Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως εἰρημένον. Τί γάρ φησιν; Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοσαύτη παρ’ ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν ταῦτα θαυματουργεῖν. Ὥστε ἂν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησὶ, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπὼν, ἀπήλλαξε τὸν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἂν ἀπολώλει. Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν ἔβαλλε, φησὶ, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἂν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθη-κεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν· ὥσπερ οὖν καὶ ἐπ’ ἐκείνων τῶν γυμνῶν, τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων. Εἰ δὲ σεληνιαζόμενον καλεῖ, μηδὲν θορυβηθῇς· τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶν-τός ἐστιν ἡ φωνή. Πῶς οὖν φησι καὶ ὁ εὐαγγελιστὴς, ὅτι σεληνιαζομέ-νους πολλοὺς ἐθεράπευσεν; Ἀπὸ τῆς τῶν πολλῶν ὑπο-νοίας αὐτοὺς καλῶν. Ὁ γὰρ δαίμων ἐπὶ διαβολῇ τοῦ στοιχείου καὶ ἐπιτίθεται τοῖς ἁλοῦσι, καὶ ἀνίησιν αὐτοὺς, κατὰ τοὺς τῆς σελήνης δρόμους· οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε· ἀλλ’ αὐτὸς τοῦτο κακουργῶν εἰς τὴν τοῦ στοιχείου διαβολήν. Διὸ καὶ πεπλανημένη παρὰ τοῖς ἀνοήτοις ἐκράτησε δόξα, καὶ οὕτω τοὺς τοιούτους κα-λοῦσι δαίμονας ἀπατώμενοι· οὐδὲ γάρ ἐστι τοῦτο ἀλη-θές. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ κατ’ ἰδίαν, ἠρώτησαν αὐτὸν, τίνος ἕνεκεν οὐκ ἠδυνήθησαν αὐ-τοὶ τὸν δαίμονα ἐκβαλεῖν. Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν καὶ δεδοικέναι, μήποτε τὴν χάριν, ἣν ἐπιστεύθησαν, ἀπώλε-σαν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ δαιμόνων ἀκαθάρτων. Διὸ καὶ ἐρωτῶσι, κατ’ ἰδίαν αὐτῷ προσελθόντες, οὐκ αἰσχυνόμενοι (εἰ γὰρ τὸ ἔργον ἐξῆλθε, καὶ ἠλέγχθη-σαν, περιττὸν ἦν αἰσχύνεσθαι λοιπὸν τὴν διὰ τῶν λόγων ὁμολογίαν)· ἀλλ’ ἐπειδὴ περὶ ἀποῤῥήτου καὶ μεγάλου πράγματος ἔμελλον αὐτὸν ἐρωτᾷν. Τί οὖν ὁ Χριστός; Διὰ τὴν ἀπιστίαν ὑμῶν, φησίν. Ἐὰν γὰρ ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνα-τήσει ὑμῖν. Εἰ δὲ λέγοις, Ποῦ ὄρος μετέθηκαν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι πολλῷ μείζονα ἐποίησαν, μυρίους νεκροὺς ἀναστήσαντες. Οὐδὲ γὰρ ἴσον, ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι. Λέγονται δὲ μετ’ ἐκείνους ἅγιοί τινες ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη χρείας καλεσάσης μεταθεῖναι. Ὅθεν δῆλον ὡς καὶ οὗτοι μετέθεσαν ἂν, καλούσης χρείας. Εἰ δὲ τότε οὐκ ἐγένετο χρεία, μὴ ἐγκάλει. Ἄλλως δὲ καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Μεταστήσετε πάντως, ἀλλ’ ὅτι Δυνήσεσθε καὶ τοῦτο. Εἰ δὲ οὐ μετέστησαν, οὐκ ἐπειδὴ οὐκ ἠδυνή-θησαν, (πῶς γὰρ, οἱ τὰ μείζονα δυνηθέντες;) ἀλλ’ ἐπειδὴ οὐκ ἐβουλήθησαν, διὰ τὸ μὴ γενέσθαι χρείαν. Εἰκὸς δὲ καὶ γεγενῆσθαι τοῦτο, καὶ μὴ γεγράφθαι· οὐδὲ γὰρ πάντα ἃ ἐθαυματούργησαν ἐγράφη. Τότε μέν-τοι ἀτελέστερον πολλῷ διέκειντο. Τί οὖν; οὐδὲ ταύτην τὴν πίστιν εἶχον τότε; Οὐκ εἶχον· οὐδὲ γὰρ ἀεὶ οἱ αὐτοὶ
PG 58:563ἦσαν· ἐπεὶ καὶ Πέτρος νῦν μὲν μακαρίζεται, νῦν δὲ ἐπιτιμᾶται· καὶ οἱ λοιποὶ δὲ εἰς ἄνοιαν σκώπτονται παρ’ αὐτοῦ, ὅτε οὐ συνῆκαν τὸν περὶ τῆς ζύμης λόγον. Συν-έβη δὲ καὶ τότε τοὺς μαθητὰς ἀσθενῆσαι· ἀτελέστερον γὰρ διέκειντο πρὸ τοῦ σταυροῦ. Πίστιν δὲ ἐνταῦθα λέγει τὴν τῶν σημείων, καὶ σινάπεως μέμνηται, τὴν ἄφατον αὐτῆς δηλῶν δύναμιν. Εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρὸν εἴναι τὸ σίνηπι δοκεῖ, ἀλλὰ τῇ δυνάμει ἁπάντων ἐστὶ σφοδρότερον. Δεικνὺς τοίνυν, ὅτι καὶ τὸ ἐλάχιστον τῆς γνησίας πίστεως μεγάλα δύναται, ἐμνήσθη τοῦ σινάπεως· καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρη προσέθηκε, καὶ περαι-τέρω προέβη. Οὐδὲν γὰρ, φησὶν, ἀδυνατήσει ὑμῖν. δ. Σὺ δὲ κἀνταῦθα αὐτῶν θαύμασον τὴν φιλοσοφίαν, καὶ τοῦ Πνεύματος τὴν ἰσχύν· τὴν μὲν φιλοσοφίαν, ὅτι οὐκ ἔκρυψαν αὐτῶν τὸ ἐλάττωμα· τοῦ δὲ Πνεύματος τὴν ἰσχὺν, ὅτι τοὺς οὐδὲ κόκκον σινάπεως ἔχοντας οὕτω κατὰ μικρὸν ἀνήγαγεν, ὡς ποταμοὺς καὶ πηγὰς ἐν αὐτοῖς πίστεως ἀναδοῦναι. Τὸ δὲ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ· τὸ τῶν δαιμόνων ἅπαν, οὐ τὸ τῶν σεληνιαζομένων λέγων μόνον. Ὁρᾷς πῶς αὐτοῖς ἤδη τὸν περὶ νηστείας προκαταβάλλεται λόγον; Μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόν-των λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. Εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἂν εἴποι τις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυ-φῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. Δεῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῷ τὰ τοιαῦτα νοσοῦντι. Καὶ μὴν εἰ πίστεως χρεία, φησὶ, τί δεῖ νηστείας; Ὅτι μετὰ τῆς πίστεως κἀκεῖνο οὐ μικρὰν εἰσάγει τὴν ἰσχύν. Καὶ γὰρ φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἄγγελον ἐξ ἀνθρώπου κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι πυκτεύει· ἀλλ’ οὐ καθ’ ἑαυτὴν, ἀλλὰ δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐ-χῆς. Ὅρα γοῦν ὅσα ἀγαθὰ ἐξ ἀμφοτέρων γίνεται. Ὁ γὰρ εὐχόμενος ὡς χρὴ, καὶ νηστεύων, οὐ πολλῶν δεῖται· ὁ δὲ πολλῶν μὴ δεόμενος οὐκ ἂν γένοιτο φιλοχρήματος· ὁ μὴ φιλοχρήματος, καὶ πρὸς ἐλεημοσύνην ἐπιτηδειό-τερος. Ὁ νηστεύων κοῦφός ἐστι καὶ ἐπτερωμένος, καὶ μετὰ νήψεως εὔχεται, καὶ τὰς ἐπιθυμίας σβέννυσι τὰς πονηρὰς, καὶ ἐξιλεοῦται Θεὸν, καὶ ταπεινοῖ τὴν ψυ-χὴν ἐπαιρομένην. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἀεὶ σχεδὸν ἐνήστευον. Ὁ εὐχόμενος μετὰ νηστείας διπλᾶς ἔχει τὰς πτέρυγας, καὶ τῶν ἀνέμων αὐτῶν κουφοτέρας. Οὐδὲ γὰρ χασμᾶται καὶ διατείνεται καὶ ναρκᾷ εὐχόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί· ἀλλ’ ἔστι πυρὸς σφοδρότερος, καὶ τῆς γῆς ἀνώτερος. Διὸ καὶ μάλιστα ὁ τοιοῦτος τοῖς δαί-μοσιν ἐχθρὸς καὶ πολέμιος. Οὐδὲν γὰρ ἀνθρώπου γνη-σίως εὐχομένου δυνατώτερον. Εἰ γὰρ γυνὴ ὠμόν τινα ἄρχοντα, καὶ οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον ἐν-τρεπόμενον, ἴσχυσεν ἐπικάμψαι, πολλῷ μᾶλλον τὸν Θεὸν ἐπισπάσεται ὁ συνεχῶς αὐτῷ προσεδρεύων, καὶ γαστρὸς κρατῶν, καὶ τρυφὴν ἐκβάλλων. Εἰ δὲ ἀσθενές σοι τὸ σῶμα, ὥστε νηστεύειν διηνε-κῶς, ἀλλ’ οὐκ εἰς προσευχὴν ἀσθενὲς, οὐδὲ πρὸς ὑπερ-
οψίαν γαστρὸς ἄτονον. Εἰ γὰρ καὶ νηστεύειν οὐ δύνασαι, ἀλλὰ μὴ τρυφᾷν δύνασαι· οὐ μικρὸν δὲ καὶ τοῦτο, οὐδὲ πολὺ νηστείας ἀπέχον· ἀλλ’ ἱκανὸν μὲν καὶ τοῦτο κατα-σπάσαι τοῦ διαβόλου τὴν μανίαν. Καὶ γὰρ οὐδὲν οὕτως ἐκείνῳ τῷ δαίμονι φίλον, ὡς τρυφὴ καὶ μέθη· ἐπειδὴ καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν κακῶν. Διὰ ταύτης γοῦν ποτε τοὺς Ἰσραηλίτας εἰς εἰδωλολατρείαν
PG 58:564ἐνέβαλε· διὰ ταύτης τοὺς Σοδομίτας εἰς παρανόμους ἀνῆψεν ἔρωτας. Τοῦτο γὰρ, φησὶ, τὸ ἀνόμημα Σοδό-μων· ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων, καὶ εὐθηνίαις ἐσπατάλων. Διὰ ταύτης μυρίους ἑτέρους ἀπώλεσε, καὶ τῇ γεέννῃ παρέδωκε. Τί γὰρ οὐκ ἐργά-ζεται κακὸν ἡ τρυφή; Χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖ-ται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδελυκτοτέραν σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχεν· ὁμοίως γὰρ ἀναισχυντεῖ καὶ μαίνεται. Καὶ τὸν μὲν δαιμονῶντα κἂν ἐλεοῦμεν, τοῦτον δὲ ἀποστρε-φόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπι-σπᾶται μανίαν, καὶ τὸ στόμα, καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς ὀχετοὺς ἀμάρας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδοις, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲν τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν. Αἰσχύνομαι εἰπεῖν, ὅσα ἀπὸ τρυ-φῆς πάσχουσιν ἄνδρες καὶ γυναῖκες κακά· τῷ δὲ αὐ-τῶν καταλείπω συνειδότι, τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον γυναικὸς μεθυούσης, ἢ ἁπλῶς πα-ραφερομένης; Ὅσῳ γὰρ ἀσθενέστερον τὸ σκεῦος, τοσούτῳ πλέον τὸ ναυάγιον, ἄν τε ἐλευθέρα ᾖ, ἄν τε δούλη. Ἡ μὲν γὰρ ἐλευθέρα ἐν μέσῳ τῷ θεάτρῳ τῶν δούλων ἀσχημονεῖ· ἡ δὲ δούλη πάλιν ὁμοίως μεταξὺ τῶν δούλων· καὶ παρασκευάζουσι τοῦ Θεοῦ τὰ δῶρα βλασφημεῖσθαι παρὰ τῶν ἀνοήτων. Πολλῶν γοῦν ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη· Μὴ ἔστω οἶνος. Ὢ τῆς ἀνοίας ὢ τῆς παραπληξίας Ἄλλων ἁμαρ-τανόντων ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς· καὶ πόσης τοῦτο μανίας; Μὴ γὰρ ὁ οἶνος ἐποίησεν, ἀλλ’ ἡ ἀκολα-σία τῶν ἀπολαυόντων κακῶς. Εἰπὲ τοίνυν, Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή· εἰ δὲ λέγοις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδρο-φόνους· Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας· Μὴ ἔστω γυνὴ, διὰ τὰς μοιχείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις. ε. Ἀλλὰ μὴ οὕτω ποίει· σατανικῆς γὰρ τοῦτο γνώ-μης· μηδὲ διάβαλλε τὸν οἶνον, ἀλλὰ τὴν μέθην· καὶ λα-βὼν τοῦτον αὐτὸν νήφοντα, ὑπόγραψον πᾶσαν αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν· Οἶνος ἐδόθη, ἵνα εὐ-φραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν, οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος διορθωσώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Ἄκουσον τί φησιν ὁ Παῦλος· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ ἅγιος ἐκεῖνος, καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων, οὐ μετέλαβεν οἴνου, ἕως ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν ἔλεγεν, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου· ὑμῶν δὲ ἑκάστῳ τῶν μεθυόντων ἐρεῖ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνὰς αἰσχρολογίας, διὰ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴω-θεν. Εἰ δὲ μὴ βούλεσθε διὰ ταῦτα ἀπέχεσθαι, διὰ γοῦν τὰς ἀθυμίας τὰς ἐξ αὐτοῦ καὶ τὰς ἀηδίας ἀπέχεσθε. Οἶνος γὰρ εἰς εὐφροσύνην ἐδόθη· Οἶνος γὰρ,

Homily LVIIIHomilia LVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:565φησὶν, εὐφραίνει καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφρο-σύνη μὴ εἶναι ἐν ἑαυτῷ, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκοτοδίνῳ κατέχε-σθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων τὰς κεφαλάς; Ταῦτά μοι οὐ πρὸς πάν-τας εἴρηται, μᾶλλον δὲ πρὸς πάντας· οὐκ ἐπειδὴ πάν-τες μεθύουσι· μὴ γένοιτο· ἀλλ’ ἐπειδὴ τῶν μεθυόντων οἱ μὴ μεθύοντες οὐ φροντίζουσι. Διὰ τοῦτο καὶ πρὸς ὑμᾶς ἀποτείνομαι μᾶλλον, τοὺς ὑγιαίνοντας· ἐπεὶ καὶ ἰατρὸς τοὺς ἀῤῥωστοῦντας ἀφεὶς, ἐκείνοις διαλέγεται τοῖς παρακαθημένοις αὐτοῖς. Πρὸς ὑμᾶς τοίνυν ἀπο-τείνω τὸν λόγον, παρακαλῶν μήτε ἁλῶναί ποτε τῷ πά-θει τούτῳ, καὶ τοὺς ἁλόντας ἀνιμᾶσθαι, ἵνα μὴ τῶν ἀλόγων φαίνωνται χείρους. Ἐκεῖνα μὲν γὰρ πλέον τῆς χρείας οὐδὲν ἐπιζητεῖ· οὗτοι δὲ κἀκείνων ἀλογώτεροι γεγόνασι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντες ὅρους. Πόσῳ γὰρ βελτίων τούτων ὁ ὄνος; πόσῳ δὲ ἀμείνων ὁ κύων; Καὶ γὰρ ἕκαστον τούτων τῶν ζώων, καὶ τῶν ἄλλων δὲ ἁπάντων, ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσιν, οὐκ ἀνέξεται ἐξ-ελθεῖν εἰς ἀμετρίαν. Οὐκοῦν ταύτῃ καὶ τῶν ἀλόγων χείρους ὑμεῖς, οὐ παρὰ τοῖς ὑγιαίνουσι μόνον, ἀλλὰ καὶ παρ’ ὑμῖν αὐτοῖς. Ὅτι γὰρ καὶ κυνῶν καὶ ὄνων ἀτιμο-τέρους ἑαυτοὺς εἶναι κεκρίκατε, δῆλον ἐκεῖθεν. Τὰ μὲν γὰρ ἄλογα ταῦτα οὐκ ἀναγκάζεις πέρα τοῦ μέτρου τρο-φῆς ἀπολαύειν· κἂν ἔρηταί τις, Διατί; Ἵνα μὴ κατα-βλάψῃς, ἐρεῖς· σαυτῷ δὲ οὐδὲ ταύτην παρέχεις τὴν πρόνοιαν. Οὕτω κἀκείνων σαυτὸν εὐτελέστερον εἶναι νομίζεις, καὶ περιορᾷς διηνεκῶς χειμαζόμενον. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένεις, ἀλλὰ καὶ μετὰ τὴν ἡμέραν ἐκείνην. Καὶ καθάπερ πυρετοῦ παρελθόντος, ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη· οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθησ
PG 58:566ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται· καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος· ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος τὸν χειμῶνα διεγείρει, καὶ τὴν ἐπι-θυμίαν ἀνάπτει, καὶ ὅταν δοκῇ σωφρονεῖν, τότε μάλιστα μαίνεται, οἶνον καὶ πίθους καὶ φιάλας καὶ κρατῆρας φανταζομένη. Καὶ καθάπερ ἐν χειμῶνι παυθείσης τῆς ζάλης, ἡ διὰ τὸν χειμῶνα μένει ζημία· οὕτω δὴ καὶ ἐνταῦθα, Καὶ γὰρ ὥσπερ ἐκεῖ τῶν ἀγωγίμων, οὕτω καὶ Κἂν σωφροσύνην εὕρῃ, κἂν αἰδῶ, κἂν σύνεσιν, κἂν ἐπι-είκειαν, κἂν ταπεινοφροσύνην, πάντα ῥίπτει εἰς τὸ τῆς παρανομίας πέλαγος ἡ μέθη. Ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι ὅμοια. Ἐκεῖ μὲν γὰρ μετὰ τὴν ἐκβολὴν τὸ σκάφος κουφίζεται· ἐνταῦθα δὲ βαρύνεται μᾶλλον. Ἀντὶ γὰρ ἐκείνου τοῦ πλούτου δέχεται ψάμμον καὶ ὕδωρ ἁλμυρὸν, καὶ πάντα τὸν τῆς μέθης φορυτὸν, ἅπερ ἅμα τοῖς ἐπιβάταις καὶ τῷ κυβερνήτῃ καταβαπτίζει τὸ σκάφος εὐθέως. Ἵν’ οὖν μὴ ταῦτα πάσχωμεν, ἀπαλλάξωμεν ἑαυτοὺς τοῦ χειμῶνος. Οὐκ ἔστι μετὰ μέθης βασιλείαν οὐρανῶν ἰδεῖν. Μὴ πλανᾶσθε γὰρ, φησίν· οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ τί λέγω βασιλείαν; Μετὰ γὰρ μέθης οὐδὲ τὰ παρόντα ἔστιν ἰδεῖν. Καὶ γὰρ τὰς ἡμέρας νύκτας ἐργάζεται ἡμῖν ἡ μέθη, καὶ τὸ φῶς σκότος· καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲ τὰ ἐν ποσὶ βλέπουσιν οἱ μεθύοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλὰ καὶ μετὰ τούτων καὶ ἑτέραν χαλεπωτάτην ὑπομένουσι δίκην, ἀθυμίας ἀλόγους, μανίαν, ἀῤῥωστίαν, γέλωτα,
ὄνειδος διηνεκῶς ὑπομένοντες. Ποία τοίνυν συγγνώμη τοῖς ἑαυτοὺς τοσούτοις περιπείρουσι κακοῖς; Οὐκ ἔστιν οὐδεμία. Φύγωμεν τοίνυν τὸ νόσημα, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ-ματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:565ΟΜΙΛΙΑ ΝΗ. Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἐλυπήθησαν σφόδρα. α. Ἵνα γὰρ μὴ λέγωσι, Τίνος ἕνεκεν ἐνταῦθα διατρίβο-μεν διηνεκῶς; πάλιν περὶ τοῦ πάθους αὐτοῖς φησιν· ὅπερ ἀκούοντες οὐδὲ ἰδεῖν ἐβούλοντο τὰ Ἱεροσόλυμα. Ὅρα γοῦν πῶς καὶ τοῦ Πέτρου ἐπιτιμηθέντος, καὶ τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν περὶ αὐτοῦ διαλεχθέντων, καὶ δόξαν τὸ πρᾶγμα καλεσάντων, καὶ τοῦ Πατρὸς ἄνωθεν φωνὴν ἀφέντος, καὶ σημείων τοσούτων γενομένων, καὶ τῆς ἀναστάσεως ἐπὶ θύραις οὔσης· (οὐδὲ γὰρ πολὺν ἔφησε χρόνον ἐν τῷ θανάτῳ μένειν, ἀλλὰ τῇ τρίτῃ ἡμέ-ρᾳ ἀναστήσεσθαι·) οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλ’ Ἐλυπή-θησαν· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ Σφόδρα. Ἐγένετο δὲ τοῦτο διὰ τὸ ἀγνοεῖν ἔτι τῶν λεγομένων τὴν δύναμιν. Ὅπερ ὁ Μάρκος καὶ ὁ Λουκᾶς αἰνιττόμενοι ἔλεγον· ὁ μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆ-σαι· ὁ δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν, ἵνα μὴ αἴσθωνται, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι
PG 58:566περὶ τοῦ ῥήματος. Καὶ μὴν εἰ ἠγνόουν, πῶς ἐλυπή-θησαν; Ὅτι οὐ πάντα ἠγνόουν· ἀλλ’ ὅτι μὲν ἀποθανεῖ-ται ᾔδεσαν, συνεχῶς ἀκούοντες· ὅ τί ποτε δὲ ἦν οὗτος ὁ θάνατος, καὶ ὅτι ταχέως λυθήσεται, καὶ μυρία ἐρ-γάσεται ἀγαθὰ, τοῦτο οὐδέπω ᾔδεσαν σαφῶς· οὐδὲ ὅ τί ποτέ ἐστιν αὕτη ἡ ἀνάστασις· ἀλλ’ ἠγνόουν· διὸ ἤλγουν· καὶ γὰρ σφόδρα ἀντείχοντο τοῦ Διδασκάλου. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον· Ὁ Διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ τίνα ἐστὶ ταῦτα τὰ δίδραχμα; Ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευὶ̈ φυλὴν ἀντ’ αὐτῶν ἔλαβεν. Εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτο-τόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λει-πόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι· καὶ ἄλλως δὲ ἐξ ἐκείνου ἔθος ἐκράτησε, τὰ πρωτότοκα τὸν φόρον τοῦτον εἰσφέρειν. Ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδόκει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται. Καὶ γὰρ, ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν· διὸ καὶ ἐν τῇ πατρίδι προσῆλ-θον αὐτῷ, ἐπειδὴ πατρὶς αὐτοῦ ἐνομίζετο ἡ Καπερ-
PG 58:567ναούμ. Καὶ αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ· καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότη-τος, ἀλλ’ ἐπιεικέστερον. Οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ’ ἐρωτῶντες ἔλεγον· Ὁ Διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Τὴν μὲν γὰρ προσήκουσαν περὶ αὐ-τοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ’ ὡς περὶ ἀνθρώπου οὕτω διέκειντο· πλὴν ἀπένεμόν τινα αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα. Τί οὖν ὁ Πέτρος; Ναὶ, φησί· καὶ τούτοις μὲν εἶπεν, ὅτι τελεῖ· αὐτῷ δὲ οὐκ εἶπεν, ἴσως ἐρυθριῶν ὑπὲρ τούτων αὐτῷ διαλεχθῆναι. Διὸ ὁ ἥμερος καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν αὐτόν φησι· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμ-βάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ, Ἀπὸ τῶν ἀλλο-τρίων, ἔφη· Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα γὰρ μὴ νομίσῃ ὁ Πέτρος, ὅτι παρ’ ἐκείνων ἀκηκοὼς λέγει, προλαμβάνει αὐτὸν, τοῦτό τε αὐτὸ δηλῶν, καὶ παῤῥησίαν αὐτῷ παρέχων ὀκνοῦντι προτέρῳ περὶ τούτων εἰπεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον. Εἰ γὰρ οἱ τῆς γῆς βασιλεῖς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ παρὰ τῶν ἀρχομένων· πολλῷ μᾶλλον ἐμὲ ἀπηλλάχθαι δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν, καὶ βασιλέα. Ὁρᾷς πῶς διέστειλε τοὺς υἱοὺς, καὶ τοὺς οὐχ υἱούς; Εἰ δὲ οὐκ ἦν Υἱὸς, εἰκῆ καὶ τὸ ὑπόδειγμα παρήγαγε τῶν βασιλέων. Ναὶ, φησὶν, Υἱὸς, ἀλλ’ οὐ γνήσιος. Οὐκοῦν οὐχ Υἱός· εἰ δὲ οὐχ Υἱὸς, οὐδὲ γνήσιος, οὐδὲ αὐτοῦ, ἀλλ’ ἀλλότριος. Εἰ δὲ ἀλλότριος, οὐδὲ τὸ παράδειγμα ἔχει τὴν οἰκείαν ἰσχύν. Αὐτὸς γὰρ οὐ περὶ τῶν υἱῶν ἁπλῶς, ἀλλὰ περὶ τῶν γνησίων διαλέ-γεται, καὶ ἰδίων, καὶ τῶν κοινωνούντων τοῖς γεγεννηκόσι τῆς βασιλείας. Διὸ καὶ πρὸς ἀντιδιαστολὴν ἔθηκε τοὺς ἀλλοτρίους, ἀλλοτρίους καλῶν τοὺς οὐκ ἐξ αὐτῶν γεν-νηθέντας· τοὺς δὲ αὐτῶν, οὓς ἐξ ἑαυτῶν γεγεννήκασι. Σὺ δέ μοι σκόπει κἀκεῖνο, πῶς τὴν ἀποκαλυφθεῖσαν τῷ Πέτρῳ γνῶσιν καὶ ἐντεῦθεν βεβαιοῖ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ διὰ τῆς συγκαταβάσεως τὸ αὐτὸ τοῦτο δηλοῖ, ὅπερ πολλῆς ἦν σοφίας. Καὶ γὰρ ταῦτα εἰπὼν, φησίν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν αὐτῷ στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅρα πῶς οὔτε παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι· τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι σκανδαλισθῶσι· τὸ δὲ, ἵνα μὴ οὗτοι. Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ’ ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος. β. Ἀλλαχοῦ μέντοι καταφρονεῖ τοῦ σκανδάλου, ὅτε περὶ βρωμάτων διελέγετο· διδάσκων ἡμᾶς εἰδέναι και-ροὺς καθ’ οὓς δεῖ φροντίζειν τῶν σκανδαλιζομένων, καὶ καθ’ οὓς δεῖ καταφρονεῖν. Καὶ αὐτῷ δὲ τῷ τῆς δό-σεως τρόπῳ δείκνυσιν ἑαυτὸν πάλιν. Τίνος γὰρ ἕνεκεν οὐκ ἐξ ἀποκειμένων κελεύει δοῦναι; Ἵν’, ὅπερ ἔφην, καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι καὶ τῆς θαλάττης κρατεῖ. Ἔδειξε μὲν γὰρ καὶ ἤδη ἐπι-τιμήσας, καὶ τὸν Πέτρον τοῦτον αὐτὸν κελεύσας ἐπιβῆ-ναι τῶν κυμάτων· δείκνυσι δὲ καὶ νῦν τὸ αὐτὸ τοῦτο, ἑτέρῳ μὲν τρόπῳ, πολλὴν δὲ καὶ ἐν τούτῳ παρέχων τὴν ἔκπληξιν. Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι καὶ πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τε-λῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀγαγεῖν τὸν κομί-ζοντα τὸν στατῆρα· ἀλλὰ θείας δυνάμεως καὶ ἀποῤῥήτου
PG 58:568τὸ καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάν-τοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι, καὶ ἡνίκα μαι-νομένη ἐσίγα, καὶ ὅτε τὸν σύνδουλον ἐδέχετο ἀγριαίνουσα, καὶ νῦν πάλιν, ὅτε πρὸς τοὺς ἀπαιτοῦντας ὑπὲρ αὐτοῦ διαλύεται. Καὶ δὸς αὐτοῖς, φησὶν, ἀντὶ ἐμοῦ καὶ σοῦ. Εἶδες τὸ ὑπερβάλλον τῆς τιμῆς; Ἴδε καὶ τὸ φιλόσοφον τῆς Πέτρου γνώμης. Τοῦτο γὰρ οὐ φαίνεται Μάρκος, ὁ τούτου φοιτητὴς, γεγραφηκὼς τὸ κεφάλαιον, ἐπειδὴ πολλὴν ἐδείκνυ τὴν εἰς αὐτὸν τιμήν· ἀλλὰ τὴν μὲν ἄρνησιν καὶ αὐτὸς ἔγραψε, τὰ δὲ ποιοῦντα αὐτὸν λαμ-πρὸν ἀπεσίγησεν, ἴσως τοῦ Διδασκάλου παραιτουμέ-νου τὸ μεγάλα περὶ αὐτοῦ λέγειν. Ἀντὶ ἐμοῦ δὲ καὶ σοῦ, εἶπεν, ἐπειδὴ καὶ αὐτὸς πρωτότοκος ἦν. Ὥσπερ δὲ ἐξεπλάγης τοῦ Χριστοῦ τὴν δύναμιν, οὕτω θαύμασον καὶ τοῦ μαθητοῦ τὴν πίστιν, ὅτι πράγματι ἀπόρῳ
οὕτως ὑπήκουσε. Καὶ γὰρ σφόδρα ἄπορον ἦν κατὰ τὴν φύσιν. Διὸ καὶ τῆς πίστεως αὐτὸν ἀμειβόμενος, συνῆψεν ἑαυτῷ κατὰ τὴν τοῦ φόρου δόσιν. Ἐν ἐκείνῃ τῇ ὥρᾳ, προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἔπαθόν τι ἀνθρώπινον οἱ μαθηταί· διὸ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ὥρᾳ· ὅτε πάν-των αὐτὸν προετίμησε. Καὶ γὰρ καὶ Ἰακώβου καὶ Ἰωάννου θάτερος πρωτότοκος ἦν, ἀλλ’ οὐδὲν τοιοῦτον ὑπὲρ τούτων ἐποίησεν. Εἶτα αἰσχυνόμενοι τὸ πάθος ὁμο-λογῆσαι, ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσι, Τίνος ἕνεκεν τὸν Πέτρον ἡμῶν προετίμησας; καὶ, Εἰ μείζων ἡμῶν οὗτός ἐστιν; ᾐσχύνοντο γάρ· ἀδιορίστως δὲ ἐρωτῶσι· Τίς ἄρα μείζων ἐστίν; Ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον· ἐπειδὴ δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πολλὰ συναγαγόντες, τὸ πάθος ἀνῆψαν. Καὶ γὰρ εἶπεν αὐτῷ· Σοὶ δώσω τὰς κλεῖς· καὶ, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ· καὶ ἐνταῦθα, Δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τὴν ἄλλην δὲ παῤῥησίαν αὐτοῦ τὴν πολλὴν ὁρῶντες, παρεκνί-ζοντο. Εἰ δὲ ὁ Μάρκος φησὶν, ὅτι οὐκ ἠρώτησαν, ἀλλ’ ἐν ἑαυτοῖς διελογίζοντο, οὐδὲν τοῦτο ἐναντίον ἐστὶν ἐκείνῳ. Εἰκὸς γὰρ αὐτοὺς κἀκεῖνο καὶ τοῦτο ποιῆσαι, καὶ πρότερον μὲν ἐν ἑτέρῳ καιρῷ τοῦτο παθεῖν, καὶ ἅπαξ καὶ δεύτερον, τότε δὲ καὶ ἐξειπεῖν, καὶ ἐν ἑαυτοῖς διαλογίσασθαι. Σὺ δέ μοι μὴ τὸ ἔγκλημα μόνον ἴδῃς, ἀλλὰ κἀκεῖνο λογίζου· πρῶτον μὲν, ὅτι οὐδὲν τῶν ἐνταῦθα ζητοῦσιν· ἔπειτα, ὅτι καὶ τοῦτο ὕστερον τὸ πάθος ἀπέθεντο, καὶ τῶν πρωτείων ἀλλήλοις παραχω-ροῦσιν. Ἡμεῖς δὲ οὐδὲ εἰς τὰ ἐλαττώματα αὐτῶν φθάσαι δυνάμεθα, οὐδὲ ζητοῦμεν τίς μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ τίς μείζων ἐν τῇ βασιλείᾳ τῆς γῆς, τίς εὐπορώτερος, τίς δυνατώτερος. Τί οὖν ὁ Χριστός; Ἀνακαλύπτει αὐτῶν τὸ συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ ῥήματα. Προσκαλεσά-μενος γὰρ παιδίον, φησὶν, εἶπεν· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὸ παιδίον τοῦτο, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὑμεῖς μὲν γὰρ, φησὶν, ἐξετάζετε τίς μείζων, καὶ περὶ πρωτείων φιλο-νεικεῖτε· ἐγὼ δὲ τὸν μὴ πάντων ταπεινότερον γενόμενον οὐδὲ τῆς εἰσόδου τῆς ἐκεῖ ἄξιον εἶναί φημι. Καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει· καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εἶναι ταπεινοὺς οὕτω καὶ ἀπλάστους. Καὶ γὰρ φθόνου καθαρὸν τὸ παιδίον, καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν· καὶ τὴν μεγί-στην κέκτηται ἀρετὴν, τὴν ἀφέλειαν καὶ τὸ ἄπλαστον
PG 58:569καὶ τάπεινον. Οὐκ ἄρα ἀνδρείας δεῖ μόνον, οὐδὲ φρονή-σεως, ἀλλὰ καὶ ταύτης τῆς ἀρετῆς, τῆς ταπεινοφροσύ-νης λέγω καὶ τῆς ἀφελείας. Καὶ γὰρ καὶ ἐν τοῖς μεγίστοις χωλεύει τὰ τῆς σωτηρίας ἡμῶν, τούτων ἡμῖν οὐ παρου-σῶν. Τὸ παιδίον κἂν ὑβρίζηται, κἂν τύπτηται, κἂν τιμᾶται, κἂν δοξάζηται, οὔτε ἐκεῖθεν δυσχεραίνει καὶ βασκαίνει, οὔτε ἐντεῦθεν ἐπαίρεται. γ. Εἶδες πῶς πάλιν ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώ-ματα ἐκκαλεῖται, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατὸν, καὶ τὴν πονηρὰν Μανιχαίων ἐπι-στομίζει λύτταν; Εἰ γὰρ πονηρὸν ἡ φύσις, τίνος ἕνεκεν ἐκεῖθεν τῆς φιλοσοφίας τὰ παραδείγματα ἕλκει; Παιδίον δέ μοι δοκεῖ σφόδρα παιδίον ἐν τῷ μέσῳ στῆσαι, τῶν παθῶν ἁπάντων τούτων ἀπηλλαγμένον. Τὸ γὰρ τοιοῦτον παιδίον καὶ ἀπονοίας, καὶ δοξομανίας, καὶ βασκανίας, καὶ φιλονεικίας, καὶ πάντων τῶν τοιούτων ἀπήλλακται παθῶν, καὶ πολλὰς ἔχον τὰς ἀρετὰς, ἀφέλειαν, τα-πεινοφροσύνην, ἀπραγμοσύνην, ἐπ’ οὐδενὶ τούτων ἐπαίρε-ται· ὅπερ διπλῆς ἐστι φιλοσοφίας, τὸ κεκτῆσθαι ταῦτα, καὶ μὴ φυσᾶσθαι ἐπ’ αὐτοῖς. Διόπερ αὐτὸ παρήγαγε, καὶ ἔστησεν ἐν τῷ μέσῳ· καὶ οὐ μέχρι τούτου μόνον τὸν λόγον κατέκλεισεν, ἀλλὰ καὶ περαιτέρω προάγει τὴν παραίνεσιν ταύτην, λέγων· Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐν τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν· ἀλλὰ κἂν ἑτέρους τοιούτους τι-μήσητε δι’ ἐμὲ, καὶ τῆς εἰς ἐκείνους τιμῆς βασιλείαν ὑμῖν ὁρίζω τὴν ἀμοιβήν. Μᾶλλον δὲ τὸ πολλῷ μεῖζον τίθησιν, Ἐμὲ δέχεται, λέγων. Οὕτω μοι σφόδρα πο-θεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. Παιδίον γὰρ ἐνταῦθα τοὺς ἀνθρώπους τοὺς οὕτως ἀφελεῖς φησι καὶ ταπεινοὺς, καὶ ἀπεῤῥιμμένους παρὰ τοῖς πολλοῖς, καὶ εὐκαταφρο-νήτους. Εἶτα εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον, οὐκ ἀπὸ τῆς τιμῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν, ἐπάγων καὶ λέγων· Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάς-σης. Ὥσπερ γὰρ οἱ τούτους τιμῶντες, φησὶ, δι’ ἐμὲ, τὸν οὐρανὸν ἔχουσι, μᾶλλον δὲ τῆς βασιλείας αὐτῆς μείζω τιμήν· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες (τοῦτο γάρ ἐστι τὸ σκανδαλίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. Εἰ δὲ σκάνδα-λον τὴν ὕβριν καλεῖ, μὴ θαυμάσῃς· πολλοὶ γὰρ τῶν μικροψύχων οὐχ ὡς ἔτυχεν ἐκ τοῦ παροφθῆναι καὶ καθ-υβρισθῆναι ἐσκανδαλίσθησαν. Ἐπαίρων τοίνυν καὶ αὔξων τὸ ἔγκλημα, τὴν ἐξ αὐτοῦ τίθησι βλάβην. Καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τὴν τιμωρίαν ἐμφαίνει, ἀλλ’ ἀπὸ τῶν παρ’ ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐν-δείκνυται. Ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται τῶν παχυτέρων, αἰσθητὰ ἄγει παραδείγματα. Διὸ καὶ ἐνταῦθα βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐ-τοὺς ἀπονοίας, αἰσθητήν τινα κόλασιν εἰς μέσον ἤγαγε, τὴν τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. Καίτοιγε ἀκό-λουθον τῷ προτέρῳ ἦν εἰπεῖν· Ὁ μὴ δεχόμενος ἕνα τῶν μικρῶν τούτων, ἐμὲ οὐ δέχεται· ὃ πάσης κολάσεως πικρότερον ἦν· ἀλλ’ ἐπειδὴ τῶν σφόδρα ἀναισθήτων καὶ παχυτάτων, καίτοι φοβερὸν ὂν τοῦτο οὐχ οὕτω καθ-ικνεῖτο, τίθησι μύλον καὶ καταποντισμόν. Καὶ οὐκ εἶπεν, ὅτι μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ· ἀλλὰ, Συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι, δεικνὺς ὅτι ἕτερον τούτου χαλεπώτερον αὐτὸν ἀναμένει κακόν· εἰ δὲ τοῦτο ἀφόρητον, πολλῶ μᾶλλον ἐκεῖνο. Εἶδες πῶς ἑκα-
PG 58:570τέρωθεν φοβερὰν ἐποίησε τὴν ἀπειλὴν, τῇ μὲν τοῦ γνω-ρίμου παραδείγματος συγκρίσει σαφεστέραν αὐτὴν ποιῶν, τῇ δὲ ἐντεῦθεν ὑπεροχῇ πολλῷ μείζονα τῆς ὁρωμένης φαντάζεσθαι παρασκευάσας; Εἶδες πῶς πρόῤῥιζον ἀνέσπασε τῆς ἀπονοίας τὸ φρόνημα; πῶς ἰάσατο τῆς κενοδοξίας τὸ ἕλκος; πῶς ἐπαίδευσε μηδαμοῦ τῶν πρωτείων ἐρᾷν; πῶς ἔπεισε τοὺς ἐπιθυμοῦντας τῶν πρωτείων τὴν ἐσχάτην πανταχοῦ διώκειν τάξιν; Οὐδὲν γὰρ ἀπονοίας χεῖρον. Αὕτη καὶ τῶν κατὰ φύ-σιν ἐξίστησι φρενῶν, καὶ μωρῶν ἐπιτίθησι δόξαν· μᾶλλον δὲ καὶ σφόδρα ἀνοήτους εἶναι ποιεῖ. Ὥσπερ γὰρ εἴ τις, τρίπηχυς ὢν, βιάζοιτο εἶναι τῶν ὀρῶν ὑψη-λότερος, ἢ καὶ νομίζοι τοῦτο, καὶ ἀνατείνοι ἑαυτὸν ὡς ὑπερβαλλόμενος αὐτῶν τὰς κορυφὰς, οὐδὲν ἕτερον ζη-τήσομεν δεῖγμα ἀνοίας· οὕτω καὶ ὅταν ἄνθρωπον ἀπο-νενοημένον ἴδῃς, καὶ ἁπάντων βελτίονα ἑαυτὸν ἡγούμε-νον εἶναι, καὶ ὕβριν νομίζοντα τὸ μετὰ τῶν πολλῶν ζῇν, μὴ ζήτει λοιπὸν ἕτερον ἔλεγχον ἰδεῖν τῆς ἐκείνου
παρανοίας. Τῶν γὰρ φύσει μωρῶν πολὺ καταγελαστότε-ρος οὗτος, ὅσον καὶ ἑκὼν ταύτην δημιουργεῖ τὴν νόσον. Οὐ ταύτῃ δὲ μόνον ἄθλιος, ἀλλ’ ὅτι καὶ ἀναλγήτως εἰς αὐτὸ τῆς κακίας ἐμπίπτει τὸ βάραθρον. Πότε γὰρ ὁ τοιοῦτος ἐπιγνώσεται ἁμαρτίαν ὡς χρή; πότε αἰσθή-σεται πλημμελῶν; Καὶ γὰρ ὡς ἀνδράποδον κακὸν καὶ αἰχμάλωτον λαβὼν αὐτὸν ὁ διάβολος ἄπεισι, καὶ ἄγει καὶ φέρει, ῥαπίζων πάντοθεν καὶ μυρίαις περιβάλλων ὕβρεσιν. Εἰς τοσαύτην γὰρ αὐτοὺς ἄγει μωρίαν λοιπὸν, ὡς πείθειν καὶ κατὰ παίδων καὶ γυναικῶν μέγα φρονεῖν, καὶ κατὰ τῶν προγόνων τῶν οἰκείων. Ἑτέρους δὲ τοὐναντίον ἀπὸ τῆς τῶν προγόνων περιφανείας φυ-σᾶσθαι παρασκευάζει· οὗ τί γένοιτ’ ἂν ἀνοητότερον, ὅταν ἀπὸ τῶν ἐναντίων ὁμοίως φλεγμαίνωσιν, οἱ μὲν ἐπειδὴ εὐτελεῖς ἔσχον πατέρας καὶ πάππους καὶ ἐπι-πάππους, οἱ δὲ ἐπειδὴ λαμπροὺς καὶ περιφανεῖς; Πῶς οὖν ἄν τις ἑκατέρων ταπεινώσειε τὴν φλεγμονήν; Πρὸς μὲν ἐκείνους λέγων· Ἀνάβηθι περαιτέρω τῶν πάπ-πων καὶ τῶν προπάππων, καὶ πολλοὺς ἴσως εὑρήσεις μα-γείρους, καὶ ὀνηλάτας, καὶ καπήλους· πρὸς δὲ τούτους, τοὺς ἀπὸ τῆς εὐτελείας τῶν προγόνων φυσωμένους, τὸ ἐναντίον πάλιν, ὅτι Καὶ σὺ πάλιν ἀνωτέρω προελθὼν τῶν προγόνων, ὄψει πολλῷ σου λαμπροτέρους πολλούς. δ. Ὅτι γὰρ τοῦτον ἔχει τὸν δρόμον ἡ φύσις, φέρε καὶ ἀπὸ τῶν Γραφῶν ὑμῖν ἀποδείξω· Ὁ Σολομῶν υἱὸς βασιλέως ἦν, καὶ βασιλέως λαμπροῦ· ἀλλ’ ὁ τούτου πατὴρ τῶν εὐτελῶν καὶ ἀσήμων, καὶ ὁ πρὸς μητρὸς δὲ πάππος ὁμοίως· οὐδὲ γὰρ ἂν ψιλῷ στρατιώτῃ τὴν θυ-γατέρα ἐξέδωκεν. Εἰ δὲ ἀναβαίης ἀνωτέρω πάλιν ἀπὸ τῶν εὐτελῶν τούτων, λαμπρότερον ὄψει τὸ γένος καὶ βασιλικώτερον. Οὕτω καὶ ἐπὶ τοῦ Σαοὺλ, οὕτω καὶ ἐπὶ πολλῶν ἑτέρων εὕροι τις ἂν τοῦτο συμβαῖνον. Μὴ δὴ μέγα φρονῶμεν ἐντεῦθεν. Τί γάρ ἐστι γένος; εἰπέ μοι. Οὐδὲν, ἀλλ’ ἢ ὄνομα μόνον πράγματος ἔρημον· καὶ τοῦτο εἴσεσθε κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐπεὶ δὲ οὔπω πάρεστιν ἐκείνη, φέρε καὶ ἀπὸ τῶν παρόντων ὑμᾶς πείσωμεν, ὅτι οὐδεμία ἐντεῦθεν ὑπεροχή. Καὶ γὰρ κἂν πόλεμος καταλάβῃ, κἂν λιμὸς, κἂν ἕτερον ὁτιοῦν, πάντα ἐλέγχεται ταῦτα τὰ τῆς εὐγενείας φυσήματα· κἂν νό-σος ἐπέλθῃ, κἂν λοιμὸς, οὐκ οἶδε διαγνῶναι τὸν πλού-σιον καὶ τὸν πένητα, τὸν ἔνδοξον καὶ τὸν ἄδοξον, τὸν εὐγενῆ καὶ τὸν οὐ τοιοῦτον· οὔτε ὁ θάνατος, οὔτε αἱ λοιπαὶ τῶν πραγμάτων μεταβολαὶ, ἀλλ’ ὁμοίως πᾶσι πάντα ἐπανίσταται· καὶ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰ-πεῖν, τοῖς πλουτοῦσι μᾶλλον. Ὅσῳ γὰρ ἀμελέτητοι
PG 58:571τούτων εἰσὶ, τοσούτῳ μᾶλλον ἁλόντες ἀπόλλυνται. Καὶ ὁ φόβος δὲ παρὰ τοῖς πλουτοῦσι μείζων. Καὶ γὰρ ἄρχοντας οὗτοι μάλιστα τρέμουσι, καὶ τοὺς δήμους τῶν ἀρχόντων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον· πολλὰς γοῦν οἰκίας τοιαύτας ὁμοίως καὶ δήμων θυμὸς καὶ ἀρ-χόντων ἀνέτρεψεν ἀπειλή. Ὁ δὲ πένης ἑκατέρων τού-των τῶν κυμάτων ἀπήλλακται. Ὥστε ταύτην ἀφεὶς τὴν εὐγένειαν, εἰ βούλει μοι δεῖξαι ὅτι εὐγενὴς εἶ, δεῖξον τῆς ψυχῆς τὴν ἐλευθερίαν, οἵαν εἶχεν ὁ μακάριος ἐκεῖνος, καὶ ταῦτα πένης ὢν, ὁ λέγων τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· οἵαν ἐκέκτητο ὁ πρὸ ἐκείνου τοιοῦτος καὶ μετ’ ἐκεῖνον τοιοῦτος, ὁ λέγων τῷ Ἀχαάβ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου· οἵαν εἶχον οἱ προφῆται, οἵαν οἱ ἀπόστολοι πάντες. Ἀλλ’ οὐχ αἱ τῶν πλούτῳ δουλευόντων ψυχαὶ τοιαῦται, ἀλλ’ ὥσπερ οἱ ὑπὸ μυρίους ὄντες παιδαγωγοὺς καὶ δημίους, οὕτως οὐδὲ ἐπᾶραι τὸ ὄμμα τολμῶσι, καὶ ὑπὲρ ἀρετῆς παῤῥησιάσασθαι. Ὁ γὰρ τῶν χρημάτων ἔρως, καὶ ὁ τῆς δόξης, καὶ ὁ τῶν ἄλλων πραγμάτων, φοβερὸν εἰς αὐτοὺς βλέποντες, δουλοπρεπεῖς ποιοῦσι καὶ κόλα-κας. Οὐδὲν γὰρ οὕτως ἐλευθερίαν ἀναιρεῖ, ὡς τὸ βιωτι-κοῖς ἐμπεπλέχθαι πράγμασι, καὶ τὰ δοκοῦντα εἶναι λαμπρὰ περιβεβλῆσθαι. Οὐδὲ γὰρ ἕνα δεσπότην καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους ὁ τοιοῦτος ἔχει. Καὶ εἰ βού-λεσθε καὶ ἀριθμῆσαι τούτους, παραγάγωμεν ἕνα τινὰ τῶν εὐδοκιμούντων ἐν βασιλείοις, καὶ ἔστω αὐτῷ καὶ χρήματα πάμπολλα, καὶ δυναστεία μεγάλη, καὶ πατρὶς ὑπερέχουσα, καὶ προγόνων περιφάνεια, καὶ ἀποβλεπέ-σθω παρὰ πάντων. Ἴδωμεν τοίνυν εἰ μὴ οὗτός ἐστιν ὁ πάντων δουλικώτερος· καὶ ἀντιστήσωμεν αὐτῷ, μὴ δοῦλον ἁπλῶς, ἀλλὰ δοῦλον δούλου· πολλοὶ γὰρ καὶ οἰ-κέται δούλους ἔχουσιν. Οὗτος μὲν οὖν ὁ δοῦλος τοῦ δούλου ἕνα ἔχει δεσπότην. Τί γὰρ, εἰ καὶ μὴ ἐλεύθε-ρον; ἀλλ’ ἕνα, καὶ πρὸς τὸ ἐκείνῳ δοκοῦν μόνον ὁρᾷ. Κἂν γὰρ ὁ τούτου δεσπότης αὐτοῦ δοκῇ κρατεῖν, ἀλλὰ τέως ἑνὶ μόνῳ πείθεται· κἂν τὰ πρὸς ἐκεῖνον αὐτῷ καλῶς ἔχῃ, ἐν ἀδείᾳ τὸν ἅπαντα καθεδεῖται βίον. Οὗτος δὲ οὐχ ἕνα καὶ δύο μόνον, ἀλλὰ πολλοὺς καὶ χαλεπωτέρους ἔχει δεσπότας. Καὶ πρῶτον αὐτὸν τὸν βασιλεύοντα μεριμνᾷ. Οὐκ ἔστι δὲ ἴσον εὐτελῆ δε-σπότην ἔχειν, καὶ βασιλέα ὑπὸ πολλῶν τὰ ὦτα διαθρυλ-λούμενον, καὶ νῦν μὲν τούτων, νῦν δὲ ἐκείνων γινόμενον. Οὗτος κἂν μηδὲν ἑαυτῷ συνειδὼς ᾖ, πάντας ὑποπτεύει, καὶ τοὺς μετ’ αὐτοῦ στρατευομένους, καὶ τοὺς ὑπ’ αὐτῷ ταττομένους, καὶ τοὺς φίλους, καὶ τοὺς ἐχθρούς. Ἀλλὰ καὶ οὗτος, φησὶ, τὸν δεσπότην. Καὶ ποῦ ἴσον ἕνα καὶ πολλοὺς ἔχειν τοὺς δεδιττομένους αὐτόν; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ ἕνα εὑρήσει. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος μὲν οὐδένα ἔχει τὸν ἐπιθυμοῦντα αὐτὸν ἐκβαλεῖν τῆς δουλείας ταύτης, καὶ εἰσαγαγεῖν ἑαυτὸν, ὅθεν οὐδὲ τὸν ἐπιβουλεύοντα ἐν τούτοις ἔχει· οὗτοι δὲ οὐδὲ ἑτέραν σπουδὴν ἔχουσιν, ἀλλ’ ἢ τὸ δια-σαλεῦσαι τὸν εὐδοκιμώτερον καὶ μᾶλλον ἀγαπώμενον παρὰ τῷ κρατοῦντι. Διὸ καὶ πάντας ἀνάγκη κολακεύειν, τοὺς μείζους, τοὺς ὁμοτίμους, τοὺς φίλους. Ἔνθα γὰρ βασκανία καὶ δόξης ἔρως, οὐδὲ φιλίας εἰλικρινοῦς ἐστιν ἰσχύς. Ὥσπερ γὰρ οἱ ὁμότεχνοι φιλεῖν ἀλλήλους οὐκ ἂν δύναιντο ἀκριβῶς καὶ γνησίως, οὕτω καὶ οἱ ὁμότιμοι καὶ τῶν αὐτῶν ἐρῶντες ἐν τοῖς βιωτικοῖς. Ὅθεν καὶ ὁ πόλεμος ἔνδον πολύς. Εἶδες δεσποτῶν ἐσμὸν,
PG 58:572καὶ δεσποτῶν χαλεπῶν; Βούλει καὶ ἕτερον ἐπιδείξω τούτου χαλεπώτερον; Οἱ μετ’ αὐτὸν ἅπαντες πρὸ αὐτοῦ γενέσθαι σπεύδουσιν, οἱ πρὸ αὐτοῦ κωλῦσαι γενέσθαι πλησίον καὶ παραδραμεῖν. ε. Ἀλλ’ ὢ τοῦ θαύματος ἐγὼ μὲν ὑπεσχόμην δεσπότας δεῖξαι, ὁ δὲ λόγος ἡμῖν προϊὼν καὶ ἀγωνι-ζόμενος πλέον τῆς ὑποσχέσεως ἐποίησε, πολεμίους ἀντὶ δεσποτῶν δείξας, μᾶλλον δὲ καὶ πολεμίους καὶ δεσπότας τοὺς αὐτούς. Θεραπεύονται μὲν γὰρ ὡς δεσπόται, φοβε-ροὶ δέ εἰσιν ὡς πολέμιοι, καὶ ἐπιβουλεύουσιν ὡς ἐχθροί. Ὅταν οὖν τις τοὺς αὐτοὺς καὶ κυρίους ἔχῃ καὶ ἐχθροὺς, τί ταύτης τῆς συμφορᾶς χεῖρον γένοιτ’ ἄν; Ὁ μὲν δοῦ-λος, κἂν ἐπιτάττηται, ἀλλ’ ὅμως ἐπιμελείας ἀπολαύει παρὰ τῶν κελευόντων καὶ εὐνοίας· οὗτοι δὲ καὶ ἐπι-τάττονται, καὶ πολεμοῦνται, καὶ κατ’ ἀλλήλων ἑστή-κασι· καὶ τοσούτῳ τῶν ἐν ταῖς μάχαις χαλεπώτερον, ὅσῳ καὶ λάθρα κεντοῦσι, καὶ ἐν προσωπείῳ φίλων τὰ τῶν ἐχθρῶν διατιθέασι, καὶ ἐκ τῆς ἑτέρων πολλάκις εὐδοκιμοῦσι συμφορᾶς. Ἀλλ’ οὐ τὰ ἡμέτερα τοιαῦτα· ἀλλὰ κἂν πράξῃ κακῶς ἕτερος, πολλοὶ οἱ συναλγοῦν-τες· κἂν εὐδοκιμῇ, πολλοὶ οἱ συνηδόμενοι. Ἀλλ’ οὐχ ὁ Ἀπόστολος· Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος,
συγχαίρει πάντα τὰ μέλη. Καὶ νῦν μὲν ἔλεγεν ὁ ταῦτα παραινῶν· Τίς μού ἐστιν ἡ ἐλπὶς ἢ χαρὰ, ἢ οὐχὶ καὶ ὑμεῖς; νῦν δὲ, Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· νῦν δὲ, Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν· καὶ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τίνος οὖν ἕνεκεν ἔτι τῆς ζάλης ἀνεχόμεθα, καὶ τῶν κυμάτων τῶν ἔξωθεν, καὶ οὐ τρέχομεν ἐπὶ τὸν εὔδιον λιμένα τοῦτον, καὶ τὰ ὀνόματα ἀφέντες τῶν ἀγα-θῶν, ἐπὶ τὰ πράγματα βαδίζομεν αὐτά; Δόξα γὰρ καὶ δυναστεία καὶ πλοῦτος καὶ εὐδοκίμησις καὶ πάντα τὰ τοιαῦτα, ὀνόματα παρ’ ἐκείνοις, παρὰ δὲ ἡμῖν πρά-γματα· ὥσπερ οὖν τὰ λυπηρὰ, θάνατος καὶ ἀτιμία καὶ πενία καὶ ὅσα τοιαῦτα, ὀνόματα μὲν παρ’ ἡμῖν, πράγματα δὲ παρ’ ἐκείνοις. Καὶ εἰ βούλει, τὴν δόξαν πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν παρ’ ἐκείνοις πᾶσιν ἐπέρα-στον καὶ ποθεινήν. Καὶ οὐ λέγω, ὅτι ὀλιγοχρόνιος, οὐδ’ ὅτι ταχέως σβέννυται· ἀλλ’ ὅτε ἀνθεῖ, τότε μοι δεῖξον αὐτήν. Μὴ περιέλῃς τῆς πόρνης τὰ ἐπιτρίμματα καὶ τὰς ὑπογραφὰς, ἀλλὰ κεκαλλωπισμένην εἰς μέσον ἄγε καὶ ἐπίδειξον ἡμῖν, ἵνα τότε αὐτῆς ἐλέγξω τὸ δυσειδές. Οὐκοῦν τὸ σχῆμα πάντως ἐρεῖς καὶ τὸ πλῆθος τῶν ῥα-βδούχων, καὶ τοῦ κήρυκος τὴν φωνὴν, καὶ τῶν δήμων τὴν ὑπακοὴν, καὶ τὴν παρὰ τῶν πολλῶν σιγὴν, καὶ τὸ τύ-πτεσθαι τοὺς ἀπαντῶντας ἅπαντας, καὶ τὸ ὑπὸ πάντων περιβλέπεσθαι. Οὐχὶ ταῦτά ἐστι τὰ λαμπρά; Φέρε οὖν, ἐξετάσωμεν εἰ μὴ περιττὰ ταῦτα, καὶ ὑπόληψις μόνον ἀνόνητος. Τί γὰρ ἐκεῖνος ἀπὸ τούτων βελτίων γίνεται, ἢ τὸ σώμα, ἢ τὴν ψυχήν; Τοῦτο γὰρ ἄνθρωπος. Ἆρα ὑψηλότερος ἔσται ἐντεῦθεν, ἢ ἰσχυρότερος, ἢ ὑγιεινότε-ρος, ἢ ταχύτερος, ἢ τὰς αἰσθήσεις ὀξυτέρας κτήσεται καὶ τρανοτέρας; Ἀλλ’ οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν. Ἴω-μεν τοίνυν ἐπὶ τὴν ψυχὴν, μήποτε ἐκεῖ τι κέρδος προς-γινόμενον ἐντεῦθεν εὑρήσομεν. Τί οὖν; σωφρονέστερος, ἐπιεικέστερος, συνετώτερος ἀπὸ ταύτης ἔσται τῆς θερα-πείας ὁ τοιοῦτος; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Οὐ γὰρ ὅπερ ἐπὶ τοῦ σώματος, τοῦτο καὶ ἐνταῦθα συμ-βαίνει. Ἐκεῖ μὲν γὰρ οὐδὲν πρὸς τὴν οἰκείαν προσλαμ-

Homily LIXHomilia LIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:573βάνει ἀρετὴν τὸ σῶμα· ἐνταῦθα δὲ οὐ μόνον τοῦτό ἐστι τὸ δεινὸν, ὅτι οὐδὲν καρποῦται χρηστὸν, ἀλλ’ ὅτι καὶ κακίαν δέχεται πολλὴν ἐντεῦθεν ἡ ψυχή. Καὶ γὰρ εἰς ἀπόνοιαν, καὶ κενοδοξίαν, καὶ ἄνοιαν, καὶ εἰς θυμὸν, καὶ εἰς μυρία ἐλαττώματα τοιαῦτα ἐντεῦθεν ἐκφέρεται. Ἀλλὰ χαίρει, φησὶ, καὶ γάννυται τούτοις, καὶ φαιδρύ-νεται. Τὸν κολοφῶνά μοι τῶν κακῶν εἶπες, καὶ τοῦ νο-σήματος τὸ ἀνίατον. Ὁ γὰρ χαίρων ἐπὶ τούτοις, οὐδὲ ἀπαλλαγῆναι ῥᾳδίως ἂν θελήσειε τῆς ὑποθέσεως τῶν κα-κῶν, ἀλλ’ ἀπετείχισεν ἑαυτῷ τῆς θεραπείας τὴν ὁδὸν διὰ τῆς ἡδονῆς. Ὥστε τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι οὐδὲ ἀλγεῖ, ἀλλὰ καὶ χαίρει, τῶν νοσημάτων αὐξανομέ-νων αὐτῷ. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλόν· ἐπεὶ καὶ κλέπται χαίρουσι κλέπτοντες, καὶ μοιχὸς διαφθεί-ρων τὸν τοῦ πλησίον γάμον, καὶ ὁ πλεονέκτης ἁρπά-ζων, καὶ ὁ ἀνδροφόνος φονεύων. Μὴ τοίνυν εἰ χαίρει ἴδωμεν, ἀλλ’ εἰ ἐπὶ χρησίμῳ· καὶ διασκεψώμεθα, μή-ποτε τοιαύτην εὑρήσομεν τὴν χαρὰν, οἵαν τὴν τοῦ μοι-χοῦ καὶ τοῦ κλέπτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, χαί-ρει; διὰ τὴν παρὰ τῶν πολλῶν δόξαν, καὶ τὸ δύνασθαι φυσᾶσθαι καὶ περιβλέπεσθαι; Καὶ τί τῆς ἐπιθυμίας ταύτης πονηρότερον γένοιτ’ ἂν καὶ τοῦ ἀτόπου τούτου ἔρωτος; Εἰ δὲ μὴ πονηρὸν, παύσασθε τοὺς κενοδόξους σκώπτοντες, καὶ μυρίοις πλύνοντες σκώμμασι· παύ-σασθε τοῖς ἀπονενοημένοις καὶ ὑπερόπταις ἐπαρώμενοι.
PG 58:574Ἀλλ’ οὐκ ἂν ἀνάσχοισθε. Οὐκοῦν μυρίας ἄξιοι καὶ αὐτοὶ κατηγορίας, κἂν μυρίους ἔχωσι ῥαβδούχους. Καὶ ταῦτά μοι περὶ τῶν ἀνεκτοτέρων ἀρχόντων εἴρηται, ὡς τούς γε πλείονας καὶ λῃστῶν, καὶ ἀνδροφόνων, καὶ μοιχῶν, καὶ τυμβωρύχων μείζονα ἁμαρτάνοντας εὑρήσομεν, ἀπὸ τοῦ μὴ καλῶς κεχρῆσθαι τῇ ἀρχῇ. Καὶ γὰρ καὶ κλέπτουσιν ἐκείνων ἀναισχυντότερον, καὶ σφάτ-τουσιν ἰταμώτερον, καὶ ἀσελγαίνουσι πολλῷ παρανομώ-τερον, καὶ διορύττουσιν, οὐ τοῖχον ἕνα, ἀλλὰ οὐσίας καὶ οἰκίας ἀπείρους, ἀπὸ τῆς ἐξουσίας πολλὴν τὴν εὐ-κολίαν ἔχοντες. Καὶ δουλεύουσι δουλείαν χαλεπωτάτην, καὶ τοῖς πάθεσιν ὑποκύπτοντες ἀγεννῶς, [καὶ τοὺς συνδούλους τύπτοντες ἀφειδῶς,] καὶ τοὺς συνειδότας αὐτοῖς ἅπαντας τρέμοντες. Μόνος γάρ ἐστιν ἐλεύθερος, καὶ μόνος ἄρχων, καὶ τῶν βασιλέων βασιλικώτερος, ὁ τῶν παθῶν ἀπηλλαγμένος. Ταῦτ’ οὖν εἰδότες, διώξω-μεν τὴν ἀληθῆ ἐλευθερίαν, καὶ τῆς πονηρᾶς δουλείας ἀπαλλάξωμεν ἑαυτούς· καὶ μήτε ἀρχῆς ὄγκον, μήτε πλούτου τυραννίδα, μήτε ἄλλο τι τοιοῦτον μακαριστὸν νομίζωμεν, ἀλλὰ ἀρετὴν μόνην. Οὕτω γὰρ καὶ τῆς ἐν-ταῦθα ἀπολαυσόμεθα ἀδείας, καὶ τῶν μελλόντων ἐπιτευ-ξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:573ΟΜΙΛΙΑ ΝΘ. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ τὰ σκάνδαλα ἔρχεται α. Καὶ εἰ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, εἴποι τις ἂν ἴσως τῶν ἐναντίων, τί ταλανίζει τὸν κόσμον, δέον ἀμῦναι καὶ χεῖρα ὀρέξαι; Τοῦτο γὰρ ἰατροῦ καὶ προστάτου ἐκεῖνο δὲ καὶ τοῦ τυχόντος. Τί οὖν ἂν εἴποιμεν πρὸς τὴν οὕτως ἀναίσχυντον γλῶτταν; Καὶ τί τῆς θεραπείας ταύ-της ἴσον ἐπιζητεῖς; Καὶ γὰρ Θεὸς ὢν, ἄνθρωπος ἐγέ-νετο διὰ σὲ, καὶ δούλου μορφὴν ἔλαβε, καὶ τὰ ἔσχατα πάντα ὑπέστη, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Ἀλλ’ ἐπειδὴ πλέον οὐδὲν γέγονε τοῖς ἀγνώμοσι, διὰ τοῦτο αὐτοὺς ταλανίζει, ὅτι μετὰ τὴν τοσαύτην θερα-πείαν ἔμειναν ἐπὶ τῆς ἀῤῥωστίας. Ὥσπερ ἂν εἴ τις καὶ τὸν κάμνοντα πολλῆς ἀπολαύσαντα ἐπιμελείας, καὶ οὐκ ἐθελήσαντα νόμοις πεισθῆναι ἰατρικοῖς, θρηνῶν λέ-γοι Οὐαὶ τῷ δεῖνι ἀνθρώπῳ ἀπὸ τῆς ἀῤῥωστίας, ἣν διὰ τῆς οἰκείας ηὔξησε ῥᾳθυμίας Ἀλλ’ ἐκεῖ μὲν οὐδὲν ὄφε-λος ἀπὸ τοῦ θρήνου· ἐνταῦθα δὲ καὶ τοῦτο εἶδος θεραπείας ἐστὶ, τὸ προειπεῖν τὸ ἐσόμενον, καὶ ταλανίσαι. Πολλοὶ γὰρ πολλάκις συμβουλευθέντες μὲν οὐδὲν ὠφελήθησαν, θρηνη-θέντες δὲ ἀνήνεγκαν. Διὸ καὶ μάλιστα τὸ Οὐαὶ τέθεικε, διεγείρων αὐτοὺς, καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγο-ρέναι παρασκευάζων. Μετὰ δὲ τούτων καὶ τὴν εὔνοιαν ἐπιδείκνυται τὴν περὶ αὐτοὺς ἐκείνους, καὶ τὴν ἡμερότητα τὴν αὐτοῦ, ὅτι καὶ ἀντειπόντας θρηνεῖ, οὐ δυσχε-ραίνων μόνον, ἀλλὰ καὶ διορθούμενος καὶ τῷ θρήνῳ καὶ τῇ προῤῥήσει, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ πῶς ἔνι τοῦτο; φησίν. Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, πῶσ
PG 58:574δυνατὸν ταῦτα διαφυγεῖν; Ὅτι ἐλθεῖν μὲν τὰ σκάνδαλα ἀνάγκη· ἀπολέσθαι δὲ οὐ πάντως ἀνάγκη. Ὥσπερ κἂν ἰατρὸς εἴποι (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι χρήσασθαι πάλιν), ἀνάγκη τὴν νόσον τήνδε ἐπιστῆναι, ἀλλ’ οὐκ ἀνάγκη διαφθαρῆναι πάντως ὑπὸ τῆς νόσου τὸν προσέχοντα. Τοῦτο δὲ ἔλεγεν, ὅπερ ἔφην, μετὰ τῶν ἄλλων καὶ τοὺς μαθητὰς ἀφυπνίζων. Ἵνα γὰρ μὴ νυστάζωσιν, ὡς ἐπὶ εἰρήνην καὶ ἀτάραχον βίον πεμπόμενοι, πολλοὺς ἐφεστῶτας αὐτοῖς δείκνυσι πολέμους, ἔξωθεν, ἔσωθεν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσω-
θεν φόβοι· καὶ, Κινδύνοις ἐν ψευδαδέλφοις· καὶ Μιλησίοις δὲ διαλεγόμενος ἔφη· Καὶ ἀναστήσονταί τινες ἐξ ὑμῶν λαλοῦντες διεστραμμένα. Καὶ αὐτὸς δὲ ἔλεγεν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Ὅταν δὲ ἀνάγκην εἴπῃ, οὐ τὸ αὐθαίρετον τῆς ἐξου-σίας ἀναιρῶν, οὐδὲ τὴν ἐλευθερίαν τῆς προαιρέσεως, οὐδὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον, φησὶ ταῦτα· ἀλλὰ τὸ πάντως ἐσόμενον προλέγει· ὅπερ ὁ Λου-κᾶς ἑτέρᾳ λέξει παρέστησεν, εἰπὼν οὕτως· Ἀνένδε-κτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα. Τί δέ ἐστι, Τὰ σκάνδαλα; Τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ. Οὕτω καὶ οἱ ἐπὶ τῆς σκηνῆς τοὺς περὶ ταῦτα δεινοὺς καλοῦσι, τοὺς τὰ σώματα διαστρέφοντας. Οὐ τοίνυν ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει· ἄπαγε· οὐδὲ ἐπειδὴ προεῖπε, διὰ τοῦτο γίνεται· ἀλλ’ ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴγε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ’ ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ’ ἂν προεῤῥήθη. Ἐπειδὴ δὲ ἐκα-κούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον· καὶ
PG 58:575προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖ-νοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψεύδους ἁλίσκεσθαι; Οὐδαμῶς· οὐδὲ γὰρ ἂν ἐλέχθη. Εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάν-τες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ’ ἐπειδὴ προ-ῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν, ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε; φησί. Τίνος γὰρ ἕνεκεν ἀναιρεθῆναι ἔδει; διὰ τοὺς βλαπτομένους; Ἀλλ’ οὐκ ἐκεῖθεν οἱ βλαπτό-μενοι ἀπόλλυνται, ἀλλ’ ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας. Καὶ δηλοῦσιν οἱ ἐνάρετοι, οὐ μόνον οὐδὲν ἀδικούμενοι ἐντεῦ-θεν, ἀλλὰ καὶ τὰ μέγιστα κερδαίνοντες· οἷος ἦν ὁ Ἰὼβ, οἷος ὁ Ἰωσὴφ, οἷοι πάντες οἱ δίκαιοι καὶ οἱ ἀπόστολοι. Εἰ δὲ ἀπόλλυνται πολλοὶ, παρὰ τὸν ἑαυτῶν ὕπνον. Εἰ δὲ μὴ οὕτως εἶχεν, ἀλλὰ παρὰ τὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει Εἰ δὲ εἰσὶν οἱ διαφεύ-γοντες, ὁ μὴ διαφεύγων ἑαυτῷ λογιζέσθω. Τὰ γὰρ σκάνδαλα, ὅπερ ἔφην, καὶ διεγείρει, καὶ ὀξυτέρους ποιεῖ, καὶ ἀκονᾷ, οὐ μόνον τὸν φυλαττόμενον, ἀλλὰ καὶ τὸν περιπεσόντα ταχέως ἀναστάντα· ἀσφαλέστερον γὰρ αὐτὸν ἐργάζεται, καὶ δυσάλωτον μᾶλλον ποιεῖ. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ εἰ βούλει, τὸν πρῶτον ἄν-θρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπο-λαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεί̈αν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μιᾶς μὴ κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἀταλαίπωρον ἔζη, τί οὐκ ἂν εἰργάσατο; β. Ἀλλ’ ὅταν ταῦτα εἴπωμεν, πάλιν ἕτερα ἀντιλέ-γουσιν, ἐρωτῶντες· Καὶ διατί αὐτὸν τοιοῦτον ἐποίησεν ὁ Θεός; Οὐχὶ ὁ Θεὸς τοιοῦτον αὐτὸν ἐποίησεν· ἄπαγε· ἐπεὶ οὐδ’ ἂν ἐκόλασεν. Εἰ γὰρ ἡμεῖς, ἐν οἷς ἂν ὦμεν αἴτιοι, οὐκ ἐγκαλοῦμεν τοῖς οἰκέταις, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ἀλλὰ πόθεν τοῦτο ἐγένετο; φησί. Παρ’ ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ῥᾳθυμίας. Τί ἐστι, παρ’ ἑαυτοῦ; Ἐρώτησον σεαυτόν. Εἰ γὰρ μὴ παρ’ ἑαυτῶν εἰσι κακοὶ οἱ κακοὶ, μὴ κόλαζε τὸν οἰκέτην, μηδὲ ἐπι-τίμα τῇ γυναικὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, μηδὲ τύπτε τὸν υἱὸν, μηδὲ ἐγκάλει τῷ φίλῳ, μηδὲ μίσει τὸν ἐπηρεά-ζοντά σε ἐχθρόν· πάντες γὰρ οὗτοι ἐλεεῖσθαι, οὐ κο-λάζεσθαι ἄξιοι, εἰ μὴ οἴκοθεν πλημμελοῦσιν. Ἀλλ’ οὐ δύναμαι φιλοσοφεῖν, φησί. Καίτοιγε ὅταν συνίδῃς οὐκ ἐκείνων τὴν αἰτίαν οὖσαν, ἀλλ’ ἀνάγκης ἑτέρας, δύ-νασαι φιλοσοφεῖν. Ὅταν γοῦν ὑπὸ νόσου κατεχόμενος οἰκέτης μὴ ποιήσῃ τὰ ἐπιταχθέντα, οὐ μόνον οὐκ ἐγκα-λεῖς, ἀλλὰ καὶ συγγινώσκεις. Οὕτω σὺ μάρτυς, ὅτι τὸ μὲν αὐτοῦ, τὸ δὲ οὐκ αὐτοῦ. Ὥστε κἀνταῦθα, εἰ ᾔδεις ὅτι παρὰ τὸ γενέσθαι τοιοῦτος πονηρὸς ἦν, οὐ μόνον οὐκ ἂν ἐνεκάλεσας, ἀλλὰ καὶ συγγνώμην ἔδωκας ἄν. Οὐ γὰρ δήπου διὰ μὲν τὴν νόσον συγγινώσκεις, διὰ Θεοῦ δὲ δημιουργίαν οὐκ ἂν συνέγνως, εἴγε τοιοῦτος ἐξ ἀρ-χῆς γέγονε. Καὶ ἑτέρωθεν δὲ τοὺς τοιούτους ἐπιστομίσαι ῥᾴδιον· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Διατί γὰρ μηδέποτε ἐνεκάλεσας οἰκέτῃ, ὅτι οὐκ ἔστι καλὸς τὴν ὄψιν, ὅτι οὐκ ἔστιν εὐμήκης τὸ σῶμα, ὅτι οὐκ ἔστι
PG 58:576πτηνός; Ὅτι τῆς φύσεως ταῦτα. Οὐκοῦν τῶν τῆς φύσεως ἐγκλημάτων ἀπήλλακται, καὶ οὐδεὶς ἀντερεῖ. Ὅταν οὖν ἐγκαλῇς, δεικνύεις ὅτι οὐ τῆς φύσεως τὸ ἁμάρτημα, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ ἐν οἷς οὐκ ἐγκαλοῦμεν, μαρτυροῦμεν τῆς φύσεως εἶναι τὸ πᾶν, δῆλον ὅτι ἐν οἷς ἐπιτιμῶμεν, δηλοῦμεν ὅτι προαι-ρέσεώς ἐστι τὸ πλημμέλημα. Μὴ τοίνυν μοι λογι-σμοὺς εἰς μέσον ἄγε διεστραμμένους, μηδὲ σοφίσματα καὶ πλοκὰς ἀραχνῶν εὐτελεστέρας, ἀλλ’ ἐκεῖνο πάλιν ἀπόκριναί μοι· Πάντας ἀνθρώπους ὁ Θεὸς εἰργάσατο; Παντί που δῆλον. Πῶς οὖν οὐ πάντες ἴσοι κατὰ τὸν τῆς ἀρετῆς λόγον καὶ τὸν τῆς κακίας; πόθεν οἱ ἀγαθοὶ καὶ χρηστοὶ καὶ ἐπιεικεῖς; πόθεν οἱ φαῦλοι καὶ πονηροί; Εἰ γὰρ μὴ γνώμης ταῦτα δεῖται, ἀλλὰ φύσεώς ἐστι, πῶς οἱ μὲν τοῦτό εἰσιν, οἱ δὲ ἐκεῖνο; Εἰ μὲν γὰρ φύσει πάντες κακοὶ, οὐδένα οἷόν τε ἦν ἀγαθὸν εἶναι· εἰ δὲ ἀγαθοὶ φύσει, οὐδένα κακόν. Εἰ γὰρ μία φύσις ἀνθρώ-πων ἁπάντων, ἔδει κατὰ τοῦτο πάντας ἓν εἶναι, εἴτε τοῦτο, εἴτε ἐκεῖνο ἔμελλον εἶναι. Εἰ δὲ λέγοιμεν, ὅτι φύσει οἱ μὲν ἀγαθοὶ, οἱ δὲ κακοὶ, ὅπερ οὐκ ἂν ἔχοι λόγον, ὥσπερ ἀπεδείξαμεν, ἐχρῆν ἀκίνητα ταῦτα εἶναι· τὰ γὰρ τῆς φύσεως, ἀκίνητα. Σκόπει δέ· Θνητοὶ πάντες καὶ παθητοὶ, καὶ οὐδεὶς ἀπαθὴς, κἂν μυρία φιλονεικῇ. Νῦν δὲ ὁρῶμεν ἀπὸ χρηστῶν φαύλους πολλοὺς, καὶ ἀπὸ φαύλων χρηστοὺς γινομένους, τοὺς μὲν ῥᾳθυμίᾳ, τοὺς δὲ σπουδῇ· ὅπερ μάλιστα δείκνυσιν οὐκ ὄντα φύσεως ταῦτα. Οὔτε γὰρ μεταβάλλεται, οὔτε ἵνα προσγέ-νηται σπουδῆς δεῖται τὰ φυσικά. Ὥσπερ γὰρ εἰς τὸ βλέπειν καὶ ἀκούειν οὐ δεόμεθα πόνου, οὕτως οὐδὲ ἐν τῇ ἀρετῇ ἱδρώτων ἡμῖν ἔδει, εἰ τῇ φύσει αὐτῇ ἦν συγ-κεκληρωμένη. Τίνος δὲ ἕνεκεν καὶ φαύλους ἐποίει, δυ-νάμενος ἀγαθοὺς ποιῆσαι πάντας; Πόθεν οὖν τὰ κακά; φησίν. Ἐρώτησον σεαυτόν· ἐμὸν γὰρ δεῖξαι, ὅτι οὐχὶ φύσεως, οὐδὲ ἀπὸ Θεοῦ. Οὐκοῦν αὐτόματα; φησίν. Οὐ-δαμῶς. Ἀλλὰ ἀγέννητα; Εὐφήμει, ἄνθρωπε, καὶ ἀποπή-δησον τῆς μανίας ταύτης, μιᾷ τιμῇ τὸν Θεὸν τιμῶν καὶ τὰ κακὰ, καὶ τιμῇ τῇ ἀνωτάτω. Εἰ γὰρ ἀγέννητα, καὶ ἰσχυρὰ ἔσται, καὶ οὐδὲ ἀνασπασθῆναι δυνήσεται, οὐδὲ εἰς τὸ μὴ εἶναι χωρῆσαι. Ὅτι γὰρ τὸ ἀγέννητον ἀνώλε-θρον, παντί που δῆλον. γ. Πόθεν δὲ καὶ ἀγαθοὶ τοσοῦτοι, τοσαύτην τοῦ κακοῦ τὴν δύναμιν ἔχοντος; πῶς οἱ γεννητοὶ τοῦ ἀγεννήτου ἰσχυρότεροι; Ἀλλ’ ὁ Θεὸς αὐτὰ ἀναιρεῖ, φησί. Πότε; Πῶς δὲ καὶ ἀναιρήσει τὰ ὁμότιμα καὶ ὁμοσθενῆ καὶ ὁμήλικα, ὡς ἄν τις εἴποι; Ὢ τῆς τοῦ διαβόλου κακίας πόσον ἐξεῦρε κακόν οἵᾳ τὸν Θεὸν περιβαλεῖν ἔπεισε βλασφημίᾳ οἵῳ προσχήματι εὐσεβείας ἕτερον δύσφημον ἐπενόησε λόγον Βουλόμενοι γὰρ δεῖξαι, ὅτι οὐκ ἐξ αὐτοῦ τὸ κακὸν, πονηρὸν ἄλλο δόγμα εἰσήγαγον, ἀγέν-νητα αὐτὰ φήσαντες εἶναι. Πόθεν οὖν τὰ κακά; φησίν.
Ἐκ τοῦ θέλειν καὶ μὴ θέλειν. Αὐτὸ δὲ τὸ θέλειν καὶ μὴ θέλειν πόθεν; Παρ’ ἡμῶν αὐτῶν. Σὺ δὲ ταὐτὸν ποιεῖς ἐρωτῶν, ὡς ἂν εἰ ἐρομένου σου, Πόθεν τὸ βλέπειν καὶ μὴ βλέπειν; εἶτα εἰπόντος μου, Ἐκ τοῦ μύειν καὶ μὴ μύειν· πάλιν ἔροιο, Αὐτὸ δὲ τὸ μύειν καὶ μὴ μύειν πόθεν; εἶτα ἀκούσας ὅτι ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ θέλειν, αἰτίαν πάλιν ἑτέραν ζητοίης. Τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ τὸ παρακοῦσαι Θεοῦ. Πόθεν οὖν τοῦτο,
PG 58:577φησὶν, εὗρεν ὁ ἄνθρωπος; Ἔργον γὰρ ἦν τοῦτο εὑ-ρεῖν; εἰπέ μοι. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι δύσκολον τοῦτο· ἀλλὰ πόθεν ἠθέλησε παρακοῦσαι; Ἀπὸ ῥᾳθυ-μίας. Κύριος γὰρ ὢν ἑκατέρων, πρὸς τοῦτο μᾶλλον ἀπ-έκλινεν. Εἰ δὲ ἀπορεῖς ἔτι καὶ ἰλιγγιᾷς ταῦτα ἀκούων, ἐγώ σε ἐρήσομαι οὐδὲν δυσχερὲς, οὐδὲ ποικίλον, ἀλλὰ ἁπλοῦν τινα καὶ σαφῆ λόγον. Γέγονάς ποτε κακὸς, γέγο-νας δέ ποτε καὶ ἀγαθός; Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἐκράτησάς ποτε πάθους, καὶ ἑάλως πάλιν ὑπὸ πάθους; περιέπεσες μέθῃ, καὶ ἐκράτησας μέθης; ὠργίσθης ποτὲ, καὶ οὐκ ὠργίσθης; παρεῖδες πένητα, καὶ οὐ παρεῖδες; ἐπόρνευσάς ποτε, καὶ ἐσωφρόνησας πάλιν; Πόθεν οὖν ταῦτα πάντα; εἰπέ μοι· πόθεν; Κἂν γὰρ αὐτὸς μὴ λέγῃς. ἐγὼ ἐρῶ. Ὅτι τὸ μὲν ἐσπούδασας συντείνας σαυτόν· μετὰ δὲ ταῦτα ἐξελύθης καὶ ἐῤῥᾳθύμησας. Τοῖς μὲν γὰρ ἀπεγνωσμένοις καὶ διόλου οὖσιν ἐν κακίᾳ, καὶ ἀναισθήτως ἔχουσι καὶ μαινομένοις. καὶ οὐκ ἐθέλουσιν οὐδὲ ἀκούειν τὰ διορθοῦντα αὐτοὺς, οὐδὲ διαλέξομαι περὶ φιλοσοφίας· τοῖς δὲ ποτὲ μὲν ἐν τούτῳ, ποτὲ δὲ ἐν ἐκείνῳ γενομένοις ἡδέως ἐρῶ· Ἤρπασάς ποτε μὲν τὰ μὴ προς-ήκοντα· μετὰ δὲ ταῦτα κατακλασθεὶς ὑπὸ ἐλέου, καὶ τῶν σαυτοῦ μετέδωκας τῷ δεομένῳ; Πόθεν οὖν αὕτη ἡ μεταβολή; οὐκ εὔδηλον ὅτι ἀπὸ γνώμης καὶ προαιρέ-σεως; Εὔδηλον· καὶ οὐκ ἔστιν ὅστις οὐκ ἂν εἴποι τοῦτο. Διὸ παρακαλῶ σπουδάζειν καὶ ἀρετῆς ἔχεσθαι, καὶ οὐ-δὲν δεήσεσθε τῶν ζητημάτων τούτων. Τὰ γὰρ κακὰ, ὀνόματά ἐστι μόνον, ἐὰν θέλωμεν. Μὴ τοίνυν ζήτει, πό-θεν τὰ κακὰ, μηδὲ διαπόρει· ἀλλ’ εὑρὼν ὅτι ἀπὸ ῥᾳθυ-μίας μόνης, φεῦγε τὰ κακά. Κἂν εἴπῃ τις ὅτι οὐ παρ’ ἡμῶν ταῦτα, ὅταν ἴδῃς ὀργιζόμενον οἰκέτῃ, καὶ παρ-οξυνόμενον γυναικὶ, καὶ ἐγκαλοῦντα παιδὶ, καὶ καταγι-νώσκοντα τῶν ἀδικούντων, εἰπὲ πρὸς αὐτόν· Πῶς οὖν ἔλεγες, ὅτι οὐ παρ’ ἡμῶν τὰ κακά; Εἰ γὰρ οὐ παρ’ ἡμῶν, τίνος ἕνεκεν ἐγκαλεῖς; Εἰπὲ πάλιν· Ἀπὸ σαυτοῦ λοιδο-ρεῖς καὶ ὑβρίζεις; Εἰ μὲν γὰρ οὐκ ἀπὸ σαυτοῦ, μηδείς σοι ὀργιζέσθω· εἰ δὲ ἀπὸ σαυτοῦ, ἀπὸ σοῦ καὶ ἀπὸ τῆς σῆς ῥᾳθυμίας τὰ κακά. Τί δέ; νομίζεις εἶναί τινας ἀγαθούς; Εἰ μὲν γὰρ μηδεὶς ἀγαθὸς, πόθεν σοι τὸ ὄνομα τοῦτο; πόθεν οἱ ἔπαινοι; Εἰ δὲ εἰσὶν ἀγαθοὶ, εὔδηλον ὅτι καὶ τοῖς πονηροῖς ἐπιτιμήσουσιν. Ἀλλ’ εἰ μή τίς ἐστιν ἑκὼν πονηρὸς, μηδὲ παρ’ ἑαυτοῦ, ἀδίκως εὑρε-θήσονται ἐπιτιμῶντες οἱ ἀγαθοὶ τοῖς κακοῖς, καὶ ἔσον-ται καὶ αὐτοὶ ταύτῃ κακοὶ πάλιν. Τί γὰρ ἂν κάκιον γένοιτ’ ἂν τοῦ τὸν ἀνεύθυνον ὑποβάλλειν ἐγκλήμασιν; Εἰ δὲ μένουσιν ἡμῖν ἀγαθοὶ καὶ ἐπιτιμῶντες καὶ τοῦτο μάλιστα τῆς ἀγαθότητος αὐτῶν δεῖγμα, καὶ τοῖς σφόδρα ἀνοήτοις κἀντεῦθεν δῆλον, ὅτι οὐδεὶς οὐδέποτε ἀνάγκῃ κακός. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα ζητοίης, πόθεν τὰ κακά; ἀπὸ ῥᾳθυμίας εἴποιμ’ ἂν, ἀπὸ ἀργίας, ἀπὸ τοῦ πονηροῖς συγγίνεσθαι, ἀπὸ τοῦ καταφρονεῖν ἀρετῆς· ἐντεῦθεν καὶ τὰ κακὰ, καὶ τὸ ζητεῖν τινας, πόθεν τὰ κακά. Ὡς τῶν γε κατορθούντων οὐδεὶς ταῦτα ἐπιζητεῖ, τῶν ἐπιεικῶς καὶ σωφρόνως ζῇν προαιρουμένων· ἀλλ’ οἱ πονηρὰ τολμῶντες, καὶ παραμυθίαν τινὰ ἀνόητον διὰ τούτων βουλόμενοι τῶν λόγων ἐπινοεῖν, ἀραχνῶν ὑφάσματα πλέκουσιν. Ἀλλ’ ἡμεῖς ταῦτα μὴ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων διαῤῥήξωμεν. Οὐδὲ γὰρ
PG 58:578ἀνάγκης ἐστὶ ταῦτα. Εἰ γὰρ ἀνάγκης ἦν, οὐκ ἂν εἶπεν· Οὐαὶ τῷ ἀνθρώπῳ, δι’ οὗ τὸ σκάνδαλον ἔρχεται Ἐκείνους γὰρ μόνους ταλανίζει τοὺς ἐκ προαιρέσεως πονηρούς. Εἰ δὲ, Δι’ οὗ, λέγει, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς ἑτέρου δι’ αὐτοῦ εἰσάγοντος τοῦτό φησιν, ἀλλ’ ὡς αὐ-τοῦ τὸ πᾶν κατασκευάζοντος. Οἶδε γὰρ τὸ δι’ οὗ, τὸ ὑφ’ οὗ λέγειν ἡ Γραφή· ὡς ὅταν λέγῃ· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· οὐ τὸ δεύτερον αἴτιον, ἀλλὰ τὸ πρῶτον τιθεῖσα. Καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; καὶ, Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. δ. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἔστιν ἀνάγκης, ἄκουσον καὶ τῶν ἑξῆς. Μετὰ γὰρ τὸ ταλανίσαι, φησίν· Εἰ ἡ χείρ σου ἢ ὁ ποῦς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλὸν γάρ σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας καὶ πό-δας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ. Καὶ εἰ ὁ ὀφθαλ-μός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτόν. Καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν κάμινον τοῦ πυρός· οὐ περὶ μελῶν ταῦτα λέγων· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. Τοῦτο καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει. Οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνουσία πονηρά. Ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύ-ναται φιλία πολλάκις καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. Διὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει, τούτους αἰνιττόμενος τοὺς τὰ σκάνδαλα φέροντας. Εἶδες πῶς τὴν ἐσομένην ἐκ τῶν σκανδάλων ἀνεκρούσατο βλάβην; Τῷ προειπεῖν, ὅτι πάντως ἔσται, ὥστε μηδένα ἐν ῥᾳθυμίᾳ εὑρεῖν, ἀλλὰ προσδοκῶντας αὐτὰ νήφειν· τῷ δεῖξαι μεγάλα ὄντα κακὰ (οὐ γὰρ ἂν ἁπλῶς εἶπεν, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων ἀλλὰ δεικνὺς μεγάλην τὴν ἐξ αὐτῶν λύμην)· τῷ ταλανίσαι πάλιν τὸν εἰσάγοντα αὐτὰ μειζόνως. Τὸ γὰρ εἰπεῖν, Πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, πολλὴν δεικνύντος ἦν τὴν τιμωρίαν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῇ τοῦ παραδείγματος προσθήκῃ ηὔξησε τὸν φόβον. Εἶτα οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δείκνυσι τὴν ὁδὸν, δι’ ἧς ἄν τις διαφύγοι τὰ σκάνδαλα. Τίς δέ ἐστιν αὕτη; Τοὺς πονηροὺς, φησὶ, κἂν σφόδρα σοι φίλοι ὦσιν, ἀπότεμνε τῆς φιλίας. Καὶ λέγει λογισμὸν ἀναντίῤῥητον. Ἂν μὲν γὰρ μένωσι φίλοι, οὔτε αὐτοὺς κερδανεῖς, καὶ σαυτὸν προσαπολεῖς· ἂν δὲ ἀποτέμνῃς, τὴν γοῦν σαυτοῦ σωτηρίαν καρπώσῃ. Ὥστε εἴ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ. Εἰ γὰρ τῶν ἡμετέρων μελῶν πολλὰ πολλάκις ἀποτέμνομεν, ὅταν αὐτά τε ἀνιάτως ἔχῃ, καὶ τοῖς λοιποῖς λυμαίνηται, πολλῷ μᾶλλον ἐπὶ φίλων τοῦτο ποιεῖν χρή. Εἰ δὲ φύσει ἦν τὰ κακὰ, περιττὴ πᾶσα αὕτη ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, πε-ριττὴ ἡ διὰ τῶν εἰρημένων φυλακή. Εἰ δὲ οὐ περιττὴ, ὥσπερ οὖν οὐδὲ περιττὴ, εὔδηλον ὅτι γνώμης ἡ πονηρία. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐ-ρανοῖς. Μικροὺς οὐ τοὺς ἀληθῶς μικροὺς καλεῖ, ἀλλὰ τοὺς νομιζομένους παρὰ τοῖς πολλοῖς, τοὺς πτωχοὺς, τοὺς εὐκαταφρονήτους, τοὺς ἀγνῶτας· (πῶς γὰρ ἂν εἴη
PG 58:579μικρὸς ὁ τοῦ κόσμου παντὸς ἀντάξιος; πῶς ἂν εἴη μι-κρὸς ὁ τῷ Θεῷ φίλος;) ἀλλὰ τοὺς παρὰ τῇ τῶν πολλῶν ὑπονοίᾳ τοιούτους νομιζομένους. Καὶ οὐ λέγει περὶ πολλῶν μόνον, ἀλλὰ καὶ περὶ ἑνὸς, κἀντεῦθεν πάλιν
ἀποτειχίζων τὴν τῶν πολλῶν σκανδάλων βλάβην. Ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονηροὺς, οὕτω τὸ τιμᾷν τοὺς χρη-στοὺς κέρδος ἔχει μέγιστον, καὶ διπλῆ γένοιτ’ ἂν ἀσφά-λεια τῷ προσέχοντι· μία μὲν ἐκ τοῦ τῶν σκανδαλιζόν-των τὰς φιλίας ἐκτεμεῖν· ἑτέρα δὲ ἐκ τοῦ τοὺς ἁγίους τούτους ἔχειν ἐν θεραπείᾳ καὶ τιμῇ. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς αἰδεσίμους ποιεῖ, λέγων, ὅτι Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐντεῦθεν δῆλον, ὅτι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες. Καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικὸς, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους· καὶ ὁ Μωϋσῆς· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐνταῦθα δὲ οὐ περὶ ἀγγέλων διαλέγεται μόνον, ἀλλὰ καὶ περὶ ἀγγέλων ὑπερεχόντων. Ὅταν δὲ εἴπῃ, Τὸ πρός-ωπον τοῦ Πατρός μου, οὐδὲν ἕτερον ἢ τὴν πλείονα παῤ-ῥησίαν λέγει, καὶ τὴν πολλὴν τιμήν. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Πάλιν ἕτερον λογισμὸν τίθησι τοῦ προτέρου μείζονα, καὶ παρα-βολὴν συνάπτει, δι’ ἧς καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. Τί γὰρ ὑμῖν δοκεῖ; φησίν· ἐὰν γένηταί τινι ἀνθρώπῳ πρόβατα ἑκατὸν, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενηκονταεννέα, πορευθεὶς ἐπὶ τὰ ὄρη, ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, χαίρει ἐπ’ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Ὁρᾷς δι’ ὅσων ἡμᾶς ἐνάγει εἰς τὴν τῶν εὐτελῶν ἀδελφῶν ἐπιμέλειαν; Μὴ τοίνυν εἴπῃς, Χαλκοτύπος ἐστὶν ὁ δεῖνα, ὑποδη-ματοῤῥάφος, γεωργός ἐστιν, ἀνόητός ἐστι, καὶ καταφρο-νήσῃς. Ἵνα γὰρ μὴ τοῦτο πάθῃς, ὅρα διὰ πόσων σε πεί-θει μετριάζειν, καὶ εἰς τὴν τούτων ἐπιμέλειαν ἐμβάλλει. Ἔστησε παιδίον, καί φησι· Γίνεσθε ὡς τὰ παιδία· καὶ, Ὃς ἂν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται· καὶ, Ὃς ἐὰν σκανδαλίσῃ, τὰ ἔσχατα πείσεται. Καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ οὐαὶ προσέθηκε, καὶ τοὺς τοιούτους ἐκτέμνειν ἐκέλευσε, κἂν ἐν τάξει χειρῶν ὦσι καὶ ὀφθαλμῶν ἡμῖν. Καὶ ἀπὸ τῶν ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τού-τους τοὺς εὐτελεῖς ἀδελφοὺς, αἰδεσίμους ποιεῖ· καὶ ἀπὸ τοῦ οἰκείου θελήματος καὶ πάθους (ὅταν γὰρ εἴπῃ, Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς, καὶ τὸν σταυρὸν δηλοῖ, καθάπερ καὶ Παῦλος φησι, περὶ ἀδελφοῦ λέγων· Δι’ ὃν Χριστὸς ἀπέθανε )· καὶ ἀπὸ τοῦ Πατρὸς, ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας, ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν ζητεῖ τὸ ἀπολόμενον· καὶ ὅταν εὕρῃ τὸ πεπλανημένον, σφόδρα ἥδεται τῇ εὑρέσει καὶ τῇ σωτηρίᾳ τούτου. ε. Εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τῷ εὑρεθέντι, πῶς σὺ καταφρονεῖς τῶν τῷ Θεῷ περισπου-δάστων, δέον καὶ τὴν ψυχὴν αὐτὴν προέσθαι ὑπὲρ ἑνὸς τῶν μικρῶν τούτων; Ἀλλ’ ἀσθενής ἐστι καὶ εὐτελής;
PG 58:580Δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πάντα δεῖ ποιεῖν, ὥστε αὐτὸν διασώζειν. Καὶ γὰρ καὶ αὐτὸς τὰ ἐνενηκονταεννέα ἀφεὶς πρόβατα, ἐπ’ ἐκεῖνο ἦλθε, καὶ οὐκ ἴσχυσε τῶν τοσούτων ἡ σωτηρία συσκιάσαι τοῦ ἑνὸς τὴν ἀπώλειαν. Ὁ δὲ Λουκᾶς, ὅτι καὶ ἐπὶ τῶν ὤμων ἤνεγκε, φησί· Καὶ Μείζων ἐγένετο χαρὰ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα-νοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις. Καὶ ἀπὸ τοῦ ἐγκαταλιπεῖν τὰ σεσωσμένα δι’ αὐτὸ, καὶ ἀπὸ τοῦ μᾶλλον ἐπὶ τούτῳ ἡσθῆναι, πολλὴν ἔδειξε τὴν περὶ αὐτοῦ σπουδήν. Μὴ δὴ ἀμελῶμεν τῶν ψυχῶν τῶν τοι-ούτων. Καὶ γὰρ πάντα ταῦτα διὰ ταῦτα εἴρηται. Τῷ μὲν γὰρ ἀπειλῆσαι μηδ’ ὅλως ἐπιβήσεσθαι τῶν οὐρανῶν τὸν μὴ γενόμενον παιδίον, καὶ τοῦ μύλου μνησθῆναι, τὸν τῦφον κατήνεγκε τῶν ἀλαζόνων· οὐδὲν γὰρ οὕτως ἀγάπῃ πολέμιον, ὡς ἀπόνοια· τῷ δὲ εἰπεῖν, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἐγρηγορέναι ἐποίησε· τῷ δὲ προσθεῖναι, Οὐαὶ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται, ἕκαστον σπουδάζειν μὴ δι’ αὐτοῦ γενέσθαι παρεσκεύασε. Καὶ τῷ μὲν κελεῦσαι ἐκκόψαι τοὺς σκανδαλίζοντας, εὔκολον τὴν σωτηρίαν ἐποίησε· τῷ δὲ ἐπιτάξαι μὴ καταφρονεῖν αὐτῶν, καὶ μηδὲ ἁπλῶς ἐπιτάξαι, ἀλλὰ σφοδρῶς ( Ὁρᾶτε γὰρ, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων )· καὶ τῷ εἰπεῖν, ὅτι Οἱ ἄγγελοι αὐτῶν βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου· καὶ, Διὰ τοῦτο ἦλθον ἐγώ· καὶ, Ὁ Πατήρ μου τοῦτο βούλεται· τοὺς ὀφείλοντας αὐτῶν ἐπιμελεῖσθαι σπου-δαιοτέρους ἐποίησεν. Ὁρᾷς ὅσον τεῖχος αὐτοῖς περιήλασε, καὶ πόσην τῶν εὐκαταφρονήτων καὶ τῶν ἀπολλυμένων ποιεῖται σπου-δὴν, ἀπειλῶν τε ἀνήκεστα κακὰ τοῖς ὑποσκελίζουσιν αὐτοὺς, καὶ μεγάλα ἐπαγγελλόμενος ἀγαθὰ τοῖς θερα-πεύουσι καὶ ἐπιμελουμένοις, καὶ παρ’ ἑαυτοῦ πάλιν τὸ ὑπόδειγμα φέρων καὶ παρὰ τοῦ Πατρός; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, μηδὲν παραιτούμενοι τῶν δο-κούντων εἶναι ταπεινῶν τε καὶ μοχθηρῶν ὑπὲρ τῶν ἀδελ-φῶν· ἀλλὰ κἂν διακονεῖσθαι δέῃ, κἂν μικρὸς ᾗ, κἂν εὐτελὴς ὑπὲρ οὗ τοῦτο γίνεται, κἂν ἐπίπονον τὸ πρᾶγμα ᾖ, κἂν ὄρη καὶ κρημνοὺς διαβαίνειν χρῇ, πάντα ἔστω φορητὰ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ. Οὕτω γὰρ περι-σπούδαστον ψυχὴ Θεῷ, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσα-σθαι. Διὸ παρακαλῶ, τοῦ ὄρθρου φανέντος. εὐθέως ἐξ-ιόντες ἀπὸ τῆς οἰκίας, τοῦτον ἕνα σκοπὸν ἔχωμεν, καὶ ταύτην πρὸ πάντων σπουδὴν, ὥστε τὸν κινδυνεύοντα ἐξαρπάσαι· οὐ λέγω τοῦτον μόνον τὸν κίνδυνον τὸν αἰ-σθητόν· τοῦτο γὰρ οὐδὲ κίνδυνος· ἀλλὰ τὸν τῆς ψυχῆς, τὸν παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπιφερόμενον. Καὶ γὰρ ὁ ἔμπορος, ὥστε αὐξῆσαι τὴν περιουσίαν, πέ-λαγος διαβαίνει· καὶ ὁ χειροτέχνης, ὥστε προσθεῖναι τοῖς ὑπάρχουσι, πάντα ποιεῖ. Καὶ ἡμεῖς τοίνυν μὴ τῇ σωτηρίᾳ μόνον ἀρκώμεθα τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ταύ-την λυμαινόμεθα. Καὶ γὰρ ἐν πολέμῳ καὶ παρατάξει ὁ πρὸς τοῦτο μόνον ὁρῶν στρατιώτης, ὅπως ἑαυτὸν δια-σώσειε φεύγων, καὶ τοὺς ἄλλους μεθ’ ἑαυτοῦ προς-απόλλυσιν· ὥσπερ οὖν ὁ γενναῖος καὶ ὑπὲρ τῶν ἄλλων τὰ ὅπλα τιθέμενος, μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν διασώ-ζει. Ἐπεὶ οὖν καὶ τὰ ἡμέτερα πόλεμος, καὶ πολέμων ἁπάντων ὁ πικρότατος, καὶ παράταξις καὶ μάχη, ὡς ὁ
PG 58:581βασιλεὺς ἡμῶν ἐκέλευσεν, οὕτω ταττώμεθα ἐπὶ τῆς παρατάξεως, πρὸς σφαγὰς καὶ αἵματα καὶ φόνους παρ-εσκευασμένοι, πρὸς τὴν ὑπὲρ ἁπάντων σωτηρίαν βλέ-ποντες, καὶ τοὺς ἑστηκότας ἀλείφοντες, καὶ τοὺς κειμέ-νους ἐγείροντες. Καὶ γὰρ πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμε-τέρων ἐν ταύτῃ κεῖνται τῇ παρατάξει, τραύματα ἔχοντες, αἵματι περιῤῥεόμενοι, καὶ ὁ θεραπεύων οὐ-δεὶς, οὐ τοῦ λαοῦ τις, οὐχ ἱερεὺς, οὐκ ἄλλος οὐδεὶς, οὐ παραστάτης, οὐ φίλος, οὐκ ἀδελφός· ἀλλὰ τὰ ἑαυτῶν σκοποῦμεν ἕκαστος. Διὰ τοῦτο καὶ τὰ ἑαυτῶν κολοβοῦ-μεν. Ἡ γὰρ μεγίστη παῤῥησία καὶ εὐδοκίμησις, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν. Διά τοι τοῦτο ἀσθενεῖς καὶ εὐκαταγώνιστοι καὶ ἀνθρώποις καὶ διαβόλῳ, ὅτι τὸ ἐναντίον τούτου ζητοῦμεν, καὶ οὐ συνασπίζομεν ἀλλή-λοις, οὐδὲ πεφράγμεθα τῇ κατὰ Θεὸν ἀγάπῃ, ἀλλ’ ἑτέ-ρας ἑαυτοῖς ἐπιζητοῦμεν φιλίας προφάσεις, οἱ μὲν ἀπὸ συγγενείας, οἱ δὲ ἀπὸ συνηθείας, οἱ δὲ ἀπὸ κοινωνίας, οἱ δὲ ἀπὸ γειτνιάσεως· καὶ πάντοθεν μᾶλλόν ἐσμεν φίλοι, ἢ ἀπὸ εὐσεβείας, δέον ἐκ ταύτης μόνης συνάπτεσθαι τὰς φιλίας.
Νῦν δὲ τοὐναντίον γίνεται· Ἰουδαίοις καὶ Ἕλλησιν ἔστιν ὅπου γινόμεθα φίλοι, ἢ τοῖς τῆς Ἐκκλησίας τέκνοις. 2. Ναὶ, φησίν· ὁ μὲν γάρ ἐστι μοχθηρὸς, ὁ δὲ χρη-στὸς καὶ ἐπιεικής. Τί λέγεις; μοχθηρὸν τὸν ἀδελφὸν καλεῖς, ὁ μηδὲ ῥακὰ καλεῖν κελευόμενος; καὶ οὐκ αἰ-σχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐκπομπεύων τὸν ἀδελφὸν, τὸ μέλος τὸ σὸν, τὸν τῶν αὐτῶν σοὶ κοινωνήσαντα ὠδίνων, τὸν τῆς αὐτῆς μετασχόντα τραπέζης; Ἀλλ’ εἰ μέν τινα κατὰ σάρκα ἀδελφὸν ἔχεις, κἂν μυρία ἐργάζηται κακὰ, σπουδάζεις αὐτὸν περιστέλλειν, καὶ νομίζεις καὶ αὐτὸς τῆς αἰσχύνης κοινωνεῖν, ἐκείνου καταισχυνομένου· τὸν δὲ πνευματικὸν ἀδελφὸν, δέον ἐλευθερῶσαι διαβολῆς, σὺ δὲ καὶ μυρίαις περιβάλλεις κατηγορίαις; Μοχθηρὸς γάρ ἐστι καὶ δυσανάσχετος, φησίν. Οὐκοῦν διὰ τοῦτο γενοῦ φίλος, ἵνα παύσῃς ὄντα τοιοῦτον, ἵνα μεταβάλῃς, ἵνα ἐπαναγάγῃς ἐπὶ τὴν ἀρετήν. Ἀλλ’ οὐ πείθεται, φη-σὶν, οὐδὲ ἀνέχεται συμβουλῆς. Πόθεν οἶσθα; παρῄνεσας γὰρ, καὶ διορθῶσαι ἐπεχείρησας; Παρῄνεσα πολλάκις, φησί. Ποσάκις; Πολλάκις· καὶ ἅπαξ καὶ δεύτερον. Βα-βαί τοῦτο πολλάκις; Εἰ γὰρ διὰ παντὸς τοῦτο ἐποί-εις τοῦ χρόνου, καμεῖν ἐχρῆν καὶ ἀπαγορεῦσαι; Οὐχ ὁρᾷς πῶς διαπαντὸς ὁ Θεὸς ἡμῖν παραινεῖ, διὰ τῶν προ-φητῶν, διὰ τῶν ἀποστόλων, διὰ τῶν εὐαγγελιστῶν; Τί οὖν; πάντα κατωρθώσαμεν, καὶ πάντα ἐπείσθημεν; Οὐδαμῶς. Ἆρ’ οὖν ἐπαύσατο παραινῶν; ἆρα ἐσίγησεν; Οὐ καθ’ ἑκάστην λέγει τὴν ἡμέραν, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ αὔξεται πολλοῖς τῶν χρη-μάτων ἡ περιουσία καὶ ἡ τυραννίς; Οὐ καθ’ ἑκάστην βοᾷ, Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν, καὶ ἡμεῖς ἐκθηριούμεθα μᾶλλον; Οὐ διαπαντὸς παραινεῖ κρατεῖν ἐπιθυμίας, καὶ εἶναι κρείττους ἡδονῆς πονηρᾶς, πολλοὶ δὲ χοίρων μᾶλλον ἐγκαλινδοῦνται τῇ ἁμαρτίᾳ ταύτῃ; Ἀλλ’ ὅμως οὐ παύεται λέγων. Τίνος οὖν ἕνεκα μὴ ταῦτα πρὸς ἑαυ-τοὺς λογιζόμεθα, καὶ λέγομεν, ὅτι Καὶ ἡμῖν ὁ Θεὸς δια-λέγεται, καὶ οὐκ ἀφίσταται τοῦτο ποιῶν, καίτοι πολλὰ παρακουόντων ἡμῶν; Διὰ ταῦτα ἔλεγεν, ὅτι Ὀλίγοι οἱ σωζόμενοι. Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ’ ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν· ὅταν μήτε ἑαυτοὺς, μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν ἐλπίδα λοιπὸν σωτηρίας ἕξομεν, Ἀλλὰ τί ταῦτα ἐγκαλῶ, ὅταν μηδὲ τῶν συνοικούν-
PG 58:582των λόγον τινὰ ποιώμεθα, γυναικὸς καὶ παίδων καὶ οἰ-κετῶν, ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων μεριμνῶμεν, καθάπερ οἱ μεθύοντες, ὅπως οἱ μὲν οἰκέται πλείους γένοιντο, καὶ μετὰ πολλῆς τῆς σπουδῆς ἡμῖν διακονήσαιεν, οἱ δὲ παῖδες πολὺν παρ’ ἡμῶν δέξαιντο κλῆρον, ἡ δὲ γυνὴ χρυσία σχοίη καὶ ἱμάτια πολυτελῆ καὶ κτήματα· καὶ μηδαμοῦ ἑαυτῶν φροντίζωμεν, ἀλλὰ τῶν ἑαυτῶν; Οὔτε γὰρ τῆς γυναικὸς φροντίζομεν ἢ προνοοῦμεν, ἀλλὰ τῶν τῆς γυναικός· οὔτε τοῦ παιδίου, ἀλλὰ τῶν τοῦ παιδίου. Καὶ ταὐτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκίαν ὁρῶν κα-κῶς διακειμένην, καὶ τοὺς τοίχους κλινομένους, ἀφεὶς ἀναστῆσαι τούτους, περιβόλους αὐτῇ μεγάλους ἔξωθεν κατασκευάζοι· ἢ σώματος ἠσθενηκότος, τούτου μὲν μὴ ἐπιμελοῖτο, ἱμάτια δὲ αὐτῷ χρυσᾶ ὑφαίνοι· ἢ τῆς δε-σποίνης κακῶς διακειμένης, θεραπαινίδων, καὶ ἱστῶν, καὶ τῶν κατὰ τὴν οἰκίαν σκευῶν, καὶ τῶν ἄλλων ἐπι-μελοῖτο, ἐκείνην ἀφεὶς ἐῤῥῖφθαι καὶ οἰμώζειν. Τοῦτο γὰρ καὶ νῦν γίνεται· καὶ τῆς ψυχῆς ἡμῖν κακῶς διακει-μένης καὶ ἀθλίως, καὶ θυμουμένης, καὶ λοιδορουμένης, καὶ ἐπιθυμούσης ἀτόπως, καὶ κενοδοξούσης, καὶ στασια-ζούσης, καὶ πρὸς τὴν γῆν συρομένης, καὶ ὑπὸ θηρίων τοσούτων σπαραττομένης, ἀφέντες αὐτῆς ἀπελάσαι τὰ πάθη, οἰκίας καὶ οἰκετῶν φροντίζομεν. Καὶ εἰ μὲν ἄρκτος λαθοῦσα ἀποφύγοι, τὰς οἰκίας ἀποκλείομεν, καὶ κατὰ τοὺς στενωποὺς τρέχομεν, ὥστε μὴ περιπεσεῖν τῷ θηρίῳ· νυνὶ δὲ οὐχ ἑνὸς θηρίου, ἀλλὰ πολλῶν ἡμῖν λογισμῶν τοιούτων τὴν ψυχὴν σπαραττόντων, οὐδὲ αἴ-σθησιν λαμβάνομεν. Καὶ ἐν μὲν τῇ πόλει τοσαύτην ποιούμεθα σπουδὴν, ὡς ἐν ἐρήμῳ τόπῳ καὶ ἐν γαλεά-γραις καθείργειν τὰ θηρία· καὶ οὔτε πρὸς τῷ βουλευ-τηρίῳ τῆς πόλεως, οὔτε πρὸς τοῖς δικαστηρίοις, οὔτε πρὸς τοῖς βασιλείοις, ἀλλὰ πόῤῥω που καὶ μακρὰν δεδεμένα κατέχομεν· ἐπὶ δὲ τῆς ψυχῆς, ἔνθα τὸ βου-λευτήριον, ἔνθα τὰ βασίλεια, ἔνθα τὸ δικαστήριον, ἀνεῖται τὰ θηρία, περὶ τὸν νοῦν αὐτὸν καὶ τὸν θρόνον τὸν βασιλικὸν κράζοντα καὶ θορυβοῦντα. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται, καὶ πάντα μεστὰ ταραχῆς, τὰ ἔνδον, τὰ ἔξω, καὶ οὐδὲν διεστήκαμεν ἕκα-στος ἡμῶν πόλεως ὑπὸ καταδρομῆς βαρβάρων θορυ-βουμένης· καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ δράκοντος νεοττίᾳ στρουθῶν ἐπιτιθεμένου, πανταχοῦ τρίζοντες οἱ στρουθοὶ πέτοιντο φοβούμενοι καὶ ταραχῆς γέμοντες, οὐκ ἔχοντες δὲ ὅποι καταλύσωσι τὴν ἀγωνίαν. ζ. Διὸ παρακαλῶ, τὸν δράκοντα ἀνέλωμεν, συγκλεί-σωμεν τὰ θηρία, ἀποπνίξωμεν, κατασφάξωμεν· καὶ τοὺς πονηροὺς τούτους λογισμοὺς τῇ μαχαίρᾳ τοῦ Πνεύματος παραδῶμεν, ἵνα μὴ καὶ ἡμῖν ἀπειλῇ τοιαῦτα ὁ προφήτης, οἷα καὶ τῇ Ἰουδαίᾳ, ὅτι Ὀνοκένταυ-ροι ἐκεῖ ὀρχήσονται, καὶ ἐχῖνοι, καὶ δράκοντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἄνθρωποι ὀνοκενταύρων χείρους, καθάπερ ἐν ἐρημίᾳ ζῶντες, καὶ λακτίζοντες· καὶ τὸ πλέον τῆς νεότητος παρ’ ἡμῖν τοιοῦτον. Καὶ γὰρ ἀγρίας ἔχον-τες ἐπιθυμίας, οὕτω πηδῶσιν, οὕτω λακτίζουσιν, ἀχαλί-νωτοι περιιόντες, καὶ τῇ σπουδῇ πρὸς οὐδὲν τῶν δεόν-των χρώμενοι. Αἴτιοι δὲ οἱ πατέρες, οἳ τοὺς μὲν πωλο-δάμνας ἀναγκάζουσι τοὺς ἵππους τοὺς ἑαυτῶν μετὰ πολλῆς ῥυθμίζειν τῆς ἐπιμελείας, καὶ οὐκ ἀφιᾶσιν ἐπὶ πολὺ τοῦ πώλου τὴν ἡλικίαν ἀδάμαστον προελθεῖν, ἀλλὰ καὶ χαλινὸν καὶ τὰ ἄλλα πάντα ἐπιτιθέασιν ἐκ προοιμίων· τοὺς δὲ αὐτῶν νέους ἐπὶ πολὺ περιορῶσιν ἀχαλινώτουσ

Homily LXHomilia LX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:583περιιόντας καὶ σωφροσύνης ἐρήμους, πορνείαις καὶ κύβοις καὶ ταῖς ἐν τοῖς παρανόμοις θεάτροις διατριβαῖς καταισχυνομένους, δέον πρὸ τῆς πορνείας γυναικὶ παρα-δοῦναι, γυναικὶ σώφρονι καὶ σοφωτάτῃ· αὕτη γὰρ καὶ τῆς ἀτοπωτάτης ἀπάξει διατριβῆς τὸν ἄνδρα, καὶ ἀντὶ χαλινοῦ τῷ πώλῳ γενήσεται. Οὐδὲ γὰρ ἑτέρωθεν αἱ πορνεῖαι καὶ αἱ μοιχεῖαι, ἀλλ’ ἐκ τοῦ ἀφέτους εἶναι τοὺς νέους. Ἂν γὰρ γυναῖκα ἔχῃ συνετὴν, καὶ οἰκίας ἐπιμε-λήσεται, καὶ δόξης, καὶ ὑπολήψεως. Ἀλλὰ νέος ἐστὶ, φησίν. Οἶδα κἀγώ. Εἰ γὰρ ὁ Ἰσαὰκ τεσσαράκοντα ἐτῶν ὢν τὴν νύμφην ἠγάγετο, ἐν παρθενίᾳ τὴν ἡλικίαν πᾶσαν ἐκείνην διάγων, πολλῷ μᾶλλον τοὺς ἐν τῇ χάριτι νέους τὴν φιλοσοφίαν ταύτην ἀσκεῖν ἔδει. Ἀλλὰ τί πά-θω; Οὐκ ἀνέχεσθε τῆς σωφροσύνης αὐτῶν ἐπιμελεῖσθαι, ἀλλὰ περιορᾶτε καταισχυνομένους, μολυνομένους, ἐν-αγεῖς γινομένους, οὐκ εἰδότες ὅτι γάμου κέρδος τὸ καθαρὸν διατηρῆσαι τὸ σῶμα· κἂν τοῦτο μὴ ᾖ, οὐδὲν ὄφελος γάμου. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· ὅταν μυ-ρίων ἐμπλησθῶσι κηλίδων, τότε αὐτοὺς ἐπὶ γάμον ἄγετε, εἰκῆ καὶ μάτην. Δεῖ γὰρ ἀναμεῖναι, φησὶν, ἵνα εὐδόκιμος γένηται, ἵνα ἐν τοῖς πολιτικοῖς λάμψῃ πράγ-μασι· τῆς δὲ ψυχῆς ὑμῖν οὐδεὶς λόγος, ἀλλὰ περιορᾶτε αὐτὴν ἐῤῥιμμένην. Διὰ τοῦτο πάντα συγχύσεως γέμει, καὶ ἀταξίας καὶ ταραχῆς, ὅτι πάρεργον αὕτη, ὅτι τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ εὐτελῆ πολλῆς τυγχάνει προ-νοίας. Οὐκ οἶσθα, ὅτι οὐδὲν τοιοῦτον χαριῇ τῷ παιδὶ, ὡς τὸ φυλάξαι πορνικῆς ἀκαθαρσίας καθαρόν; Ψυχῆς γὰρ ἴσον οὐδέν. Ὅτι Τί ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν
τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζη-μιωθῇ, Ἀλλὰ γὰρ πάντα ὁ τῶν χρημάτων ἔρως ἀν-έτρεψε καὶ κατέβαλε, καὶ τοῦ Θεοῦ τὸν ἀκριβῆ φόβον παρώθησεν, ὥσπερ τις τύραννος ἀκρόπολιν, οὕτω τὰς τῶν ἀνθρώπων ψυχὰς καταλαβών. Διὸ καὶ τῆς τῶν παίδων καὶ τῆς ἡμετέρας ἀμελοῦμεν σω-τηρίας, ἓν μόνον σκοποῦντες, ὅπως εὐπορώτεροι γενόμενοι, πλοῦτον ἑτέροις ἀφῶμεν, κἀκεῖνοι πάλιν
PG 58:584ἄλλοις, καὶ οἱ μετ’ ἐκείνους τοῖς μετ’ αὐτοὺς, παρά-πομποί τινες τῶν ἡμετέρων γινόμενοι κτημάτων τε καὶ χρημάτων, ἀλλ’ οὐ δεσπόται. Ἐντεῦθεν πολλὴ ἡ ἄνοια· ἐντεῦθεν τῶν δούλων οἱ ἐλεύθεροι ἀτι-μότεροι. Τοῖς μὲν γὰρ δούλοις, εἰ καὶ μὴ δι’ αὐ-τοὺς, ἀλλὰ δι’ ἡμᾶς αὐτοὺς ἐπιτιμῶμεν· οἱ δὲ ἐλεύθεροι οὐδὲ ταύτης ἀπολαύουσι τῆς προνοίας, ἀλλὰ καὶ τούτων ἡμῖν εἰσιν εὐτελέστεροι. Καὶ τί λέγω τῶν δούλων; Καὶ γὰρ βοσκημάτων οἱ παῖδες ἀτιμότεροι, καὶ ὄνων καὶ ἵππων μᾶλλον ἐπιμελούμεθα, ἢ παίδων. Κἂν μὲν ἡμίο-νόν τις ἔχῃ, πολλὴ ἡ φροντὶς ὥστε ὀνηλάτην εὑρεῖν ἄριστον, καὶ μήτε ἀγνώμονα, μὴ κλέπτην, μὴ μέθυσον, μὴ τῆς τέχνης ἄπειρον· ἂν δὲ ψυχῇ παιδὸς ἐπιστῆσαι δέῃ παιδαγωγὸν, ἁπλῶς καὶ ὡς ἔτυχε τὸν ἐπελθόντα αἱρούμεθα. Καίτοιγε τῆς τέχνης ταύτης οὐκ ἔστιν ἄλλη μείζων. Τί γὰρ ἴσον τοῦ ῥυθμίσαι ψυχὴν, καὶ διαπλάσαι νέου διάνοιαν; Καὶ γὰρ παντὸς ζωγράφου καὶ παντὸς ἀνδριαντοποιοῦ τὸν ταύτην ἔχοντα τὴν ἐπιστήμην ἀκρι-βέστερον διακεῖσθαι χρή. Ἀλλ’ ἡμεῖς οὐδένα τούτου ποιούμεθα λόγον, ἀλλ’ ἓν ὁρῶμεν μόνον, ὅπως παιδευθῇ τὴν γλῶτταν. Καὶ τοῦτο δὲ διὰ χρήματα πάλιν ἐσπου-δάκαμεν. Οὐ γὰρ ἵνα δύνηται λέγειν, ἀλλ’ ἵνα χρηματί-ζηται, μανθάνει τὸ λέγειν· ὡς εἰ ἐξῆν καὶ χωρὶς τούτου πλουτεῖν, οὐδεὶς ἡμῖν ἦν οὐδὲ τούτου λόγος. Εἶδες πόση τῶν χρημάτων ἡ τυραννίς; πῶς πάντα κατέσχε, καὶ καθάπερ ἀνδράποδά τινα καὶ θρέμματα δήσασα ἕλκει ὅπουπερ ἂν θέλῃ; Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῶν τοσούτων ἐγκλημάτων ἡμῖν; Ἡμεῖς μὲν γὰρ τοῖς λόγοις αὐτὴν βάλλομεν· ἐκείνη δὲ τοῖς ἔργοις ἡμῶν κρατεῖ. Πλὴν ἀλλ’ οὐδὲ οὕτω παυσόμεθα τοῖς ἀπὸ τῆς γλώττης αὐτὴν βάλλοντες ῥήμασιν. Ἂν μὲν γὰρ γένηταί τι πλέον, ἐκερδάναμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμένητε, τό γε ἡμέτερον ἅπαν ἀπήρτισται. Ὁ δὲ Θεὸς καὶ ὑμᾶς ταύτης ἀπαλλάξειε τῆς νόσου, καὶ ἡμᾶς ἐφ’ ὑμῖν καυχᾶσθαι παρασκευάσειεν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:583ΟΜΙΛΙΑ Ξ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. α. Ἐπειδὴ γὰρ σφοδρὸν κατέτεινε λόγον κατὰ τῶν σκανδαλιζόντων, καὶ πανταχόθεν αὐτοὺς ἐφόβησεν, ἵνα μὴ ταύτῃ γένωνται πάλιν ὕπτιοι οἱ σκανδαλιζόμενοι, μηδὲ τὸ πᾶν νομίζοντες ἐφ’ ἑτέρους ἐῤῥῖφθαι, εἰς ἑτέ-ραν κακίαν ἐξέλθωσι, θρυπτόμενοι καὶ πάντα θεραπεύε-σθαι θέλοντες, καὶ εἰς ἀπόνοιαν ἐξοκείλωσιν, ὅρα πῶς καὶ αὐτοὺς συστέλλει πάλιν, καὶ κελεύει τὸν ἔλεγχον μεταξὺ τῶν δύο γίνεσθαι μόνων· ἵνα μὴ τῇ τῶν πλειό-νων μαρτυρίᾳ βαρυτέραν ἐργάσηται τὴν κατηγο-ρίαν, καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος δυσδιόρθωτος μείνῃ Διό φησι· Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Κἂν ἀκούσῃ, ἐκέρδανας τὸν ἀδελφόν σου. Τί ἐστιν, Ἐὰν ἀκούσῃ; Ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν Ἐκέρδανας τὸν ἀδελφόν σου. Οὐκ εἶπεν, Ἔχεις ἱκανὴν τιμωρίαν, ἀλλ’, Ἐκέρδανας τὸν ἀδελ-φόν σου, δεικνὺς ὅτι κοινὴ ζημία ἀπὸ τῆς ἔχθρας. Οὐ γὰρ εἶπεν, Ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ καὶ Σὺ αὐτὸν ἐκέρδανας· δι’ ὧν ἔδειξεν ὅτι καὶ αὐτὸς κἀκεῖνος ἐζημιοῦντο πρὸ τούτου, ὁ μὲν τὸν ἀδελφὸν, ὁ
PG 58:584δὲ τὴν οἰκείαν σωτηρίαν. Τοῦτο καὶ ἡνίκα ἐπὶ τοῦ ὅρους ἐκάθητο, παρῄνει· ποτὲ μὲν τὸν λελυπηκότα πρὸς τὸν λυπηθέντα ἄγων καὶ λέγων· Ἐὰν τῷ θυσιαστηρίῳ παρεστὼς, ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου· ποτὲ δὲ τὸν ἠδικημένον κελεύων ἀφεῖναι τῷ πλησίον. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, λέγειν ἐδίδαξεν. Ἐν-ταῦθα δὲ καὶ ἕτερον ἐπινοεῖ τρόπον. Οὐ γὰρ τὸν λελυ-πηκότα, ἀλλὰ τὸν λυπηθέντα ἄγει πρὸς τοῦτον. Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἂν ἔλθοι πρὸς ἀπο-λογίαν αἰσχυνόμενος καὶ ἐρυθριῶν, τοῦτον πρὸς ἐκεῖνον ἕλκει· καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὥστε καὶ διορθῶσαι τὸ γε-γενημένον. Καὶ οὐ λέγει, Κατηγόρησον, οὐδὲ, Ἐπιτί-μησον, οὐδὲ, Δίκας ἀπαίτησον καὶ εὐθύνας, ἀλλὰ, Ἔλεγξον, φησίν. Αὐτὸς μὲν γὰρ καθάπερ τινὶ κάρῳ τῷ θυμῷ καὶ τῇ αἰσχύνῃ κατέχεται μεθύων· δεῖ δὲ σὲ τὸν ὑγιαίνοντα πρὸς ἐκεῖνον τὸν νοσοῦντα ἀπελθεῖν, καὶ ἀδημοσίευτον ποιῆσαι τὸ δικαστήριον, καὶ εὐπαράδεκτον τὴν ἰατρείαν. Τὸ γὰρ εἰπεῖν. Ἔλεγξον, οὐχ ἕτερόν τί ἐστιν ἢ, Ἀνάμνησον τοῦ ἁμαρτήματος, εἰπὲ πρὸς αὐ-τὸν ἅπερ ἔπαθες παρ’ αὐτοῦ· ὅπερ καὶ αὐτὸ, ἐὰν ὡσ
PG 58:585χρὴ γίνηται, μέρος ἐστὶν ἀπολογουμένου, καὶ σφόδρα ἐφελκομένου πρὸς καταλλαγήν. Τί οὖν, ἐὰν ἀπειθῇ καὶ σκληρῶς διακέηται; Παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων σταθή-σεται πᾶν ῥῆμα. Ὅσῳ γὰρ ἂν ἀναιδέστερος ᾖ καὶ ἰταμώτερος, τοσούτῳ, μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρὴ, οὐκ ἐπὶ τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν. Καὶ γὰρ ἰατρὸς, ὅταν ἴδῃ τὸ πάθος δυσένδοτον, οὐκ ἀφίσταται, οὐδὲ δυσχεραίνει, ἀλλὰ τότε μᾶλλον παρα-σκευάζεται· ὃ καὶ ἐνταῦθα ποιεῖν κελεύει. Ἐπειδὴ γὰρ ἀσθενέστερος μόνος ὢν ἐφάνης, γενοῦ δυνατώτερος τῇ προσθήκῃ. Καὶ γὰρ ἱκανοὶ οἱ δύο τὸν ἡμαρτηκότα ἐλέγξαι. Ὁρᾷς ὡς οὐ τὸ τοῦ λελυπημένου ζητεῖ μόνον, ἀλλὰ καὶ τὸ τοῦ λελυπηκότος; Ὁ γὰρ ἠδικημένος οὗτός ἐστιν, ὁ ἁλοὺς ὑπὸ τοῦ πάθους· αὐτὸς ὁ νοσῶν καὶ ἀσθενῶν καὶ κάμνων. Διὰ τοῦτο πολλάκις ἐκεῖνον πρὸς τοῦτον ἄγει, νῦν μὲν μόνον, νῦν δὲ μεθ’ ἑτέρων· εἰ δὲ ἐπιμένοι, καὶ μετὰ τῆς Ἐκκλησίας. Εἰπὲ γὰρ, φησὶ, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ τὸ τούτου μόνον ἐζήτει, οὐκ ἂν ἐκέ-λευσεν ἑβδομηκοντάκις ἑπτὰ μετανοοῦντι συγχωρεῖν· οὐκ ἂν τοσαυτάκις καὶ τοσούτους ἐπέστησεν αὐτῷ διορ-θωτὰς τοῦ πάθους· ἀλλ’ ἐκ πρώτης αὐτὸν ἀδιόρθωτον μείναντα συντυχίας εἴασεν ἄν· νῦν δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν θεραπεῦσαι κελεύει, καὶ νῦν μὲν μόνον, νῦν δὲ μετὰ δύο, νῦν δὲ μετὰ πλειόνων. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἔξωθεν οὐδὲν τοιοῦτον λέγει, ἀλλ’, Ἐάν τίς σε ῥαπίσῃ, φησὶν, εἰς τὴν δεξιὰν σια-γόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ἐνταῦθα δὲ οὐχ οὕτως. Ὅπερ γὰρ ὁ Παῦλός φησι λέγων· Τί μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς δὲ ἀδελφοὺς καὶ ἐλέγχειν καὶ ἀποστρέφεσθαι κελεύει, καὶ ἀποτέμνειν μὴ πειθο-μένους, ἵνα ἐντραπῶσι· τοῦτο καὶ ἐνταῦθα αὐτὸς ποιεῖ, περὶ τῶν ἀδελφῶν ταῦτα νομοθετῶν· καὶ τρεῖς ἐφίστη-σιν αὐτῷ διδασκάλους καὶ δικαστὰς, διδάσκοντας τὰ κατὰ τὸν καιρὸν τῆς μέθης γινόμενα. Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ φθεγξάμενος καὶ ποιήσας πάντα ἐκεῖνα τὰ ἄτοπα, ἀλλ’ ὅμως ἑτέρων δεῖται τῶν διδαξόντων, κα-θάπερ οὖν καὶ ὁ μεθύων. Καὶ γὰρ πάσης μέθης θυμὸς καὶ ἁμαρτία ἐκστατικώτερον, καὶ ἐν μείζονι τὴν ψυχὴν καθίστησι παραφροσύνῃ. Τίς γοῦν τοῦ Δαυὶ̈δ συνετώτε-
ρος ἦν; Ἀλλ’ ὅμως ἁμαρτὼν οὐκ ᾔσθετο, τῆς ἐπιθυμίας τοὺς λογισμοὺς ἅπαντας κατεχούσης, καὶ ὥσπερ τινὸς καπνοῦ πληρούσης αὐτοῦ τὴν ψυχήν. Διὰ τοῦτο ἐδεήθη λύ-χνου παρὰ τοῦ προφήτου, καὶ ῥημάτων ἀναμιμνησκόντων αὐτὸν ὧν ἔπραξε. Διὰ τοῦτο καὶ ἐνταῦθα ἄγει τούτους πρὸς τὸν ἡμαρτηκότα, διαλεξομένους αὐτῷ περὶ ὧν ἔπραξε. β. Διατί δὲ τούτῳ κελεύει ἐλέγξαι, καὶ οὐχ ἑτέρῳ, Ὅτι τοῦτον ἐπιεικέστερον ἂν ἤνεγκε, τὸν ἠδικημένον, τὸν λελυπημένον, τὸν ἐπηρεασμένον. Οὐ γὰρ ὁμοίως τις παρ’ ἑτέρου περὶ τοῦ ὑβρισθέντος ἐλεγχόμενος φέρει, καὶ παρ’ αὐτοῦ τοῦ ὑβρισμένου, μάλιστα ὅταν μόνος ᾖ διελέγχων αὐτόν. Ὅταν γὰρ ὁ δίκην αὐτὸν ἀπαιτεῖν ὀφείλων, οὗτος καὶ τῆς σωτηρίας φαίνηται ἐπιμελούμενος τῆς αὐτοῦ, μάλιστα πάντων αὐτὸν δυς-ωπῆσαι δυνήσεται. Ὁρᾷς πῶς οὐ δίκης ἕνεκεν τοῦτο γίνεται, ἀλλὰ διορθώσεως; Διὰ δὴ τοῦτο οὐκ εὐθέως τοὺσ
PG 58:586δύο κελεύει λαβεῖν, ἀλλ’ ὅταν αὐτὸς ἀτονήσῃ· καὶ οὐδὲ τότε ἐπαφίησιν αὐτῷ πλῆθος, ἀλλὰ μέχρι δύο ποιεῖται τὴν προσθήκην, ἢ καὶ ἑνός· ὅταν δὲ καὶ τούτων κατα-φρονήσῃ, τότε αὐτὸν ἐπὶ τὴν Ἐκκλησίαν ἐξάγει. Οὕτω πολλὴν ποιεῖται σπουδὴν μὴ ἐκπομπεύεσθαι τὰ τῶν πλησίον ἁμαρτήματα. Καίτοιγε ἠδύνατο ἐξ ἀρχῆς τοῦτο κελεῦσαι· ἀλλ’ ἵνα μὴ τοῦτο γίνηται, οὐκ ἐκέλευσεν, ἀλλὰ μετὰ μίαν καὶ δευτέραν παραίνεσιν τοῦτο νομοθε-τεῖ. Τί δέ ἐστιν, Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύ-ρων σταθήσεται πᾶν ῥῆμα; Ἔχεις μαρτυρίαν ἱκανὴν, φησὶν, ὅτι τὸ σαυτοῦ ἅπαν ἐποίησας, ὅτι οὐδὲν ἐνέλιπες τῶν εἰς σὲ ἡκόντων. Ἐὰν δὲ καὶ τούτων παρακούσῃ, εἰπὲ τῇ Ἐκκλησίᾳ· τουτέστι, τοῖς προεδρεύουσιν. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Λοιπὸν γὰρ ἀνίατα ὁ τοιοῦτος νοσεῖ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγίστης τίθησι κακίας. Καὶ γὰρ ἀνωτέρω φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; καὶ προϊὼν πάλιν· Καὶ τελῶναι καὶ πόρ-ναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τουτέστιν, οἱ σφόδρα κατεγνωσμένοι καὶ καταδεδι-κασμένοι. Ἀκουέτωσαν οἱ κέρδεσιν ἐπιπηδῶντες ἀδίκοις, οἱ τοὺς τόκους ἐπὶ τόκοις ἀριθμοῦντες. Διατί δὲ αὐτὸν μετ’ ἐκεῖνον ἔταξε; Παραμυθούμενος τὸν ἠδικημένον, καὶ φοβῶν αὐτόν. Τοῦτο οὖν ἡ κόλασις μόνον; Οὐχί· ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς. Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Καὶ οὐκ εἶπε τῷ προέδρῳ τῆς Ἐκκλησίας, Δῆσον τὸν τοιοῦτον, ἀλλὰ, Ἐὰν δήσῃς, αὐτῷ τῷ λελυπημένῳ τὸ πᾶν ἐπιτρέπων· καὶ ἄλυτα μένει τὰ δεσμά. Οὐκοῦν τὰ ἔσχατα πείσεται δεινά· ἀλλ’ οὐχὶ ὁ ἀγαγὼν αἴτιος, ἀλλ’ ὁ μὴ θελήσας πεισθῆναι. Εἶδες πῶς αὐτὸν διπλαῖς κατέδησεν ἀνάγκαις, καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῇ ἐκεῖ κολάσει; Ταῦτα δὲ ἠπεί-λησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς Ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, καὶ τὸ ἐν οὐρανοῖς δεδέσθαι, ἡμερώτερος γένηται. Καὶ ταῦτα εἰδὼς, εἰ καὶ μὴ ἐκ προοιμίων, ἐν γοῦν τῷ πλήθει τῶν δικαστηρίων ἐκλύσει τὴν ὀργήν. Διά τοι τοῦτο καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον ἐπέστησε κριτήριον, καὶ οὐκ εὐθέως ἐξέκοψεν, ἵνα κἂν τοῦ πρώ-του παρακούσῃ, τῷ δευτέρῳ εἴξῃ· κἂν ἐκεῖνο διαπτύσῃ, τὸ τρίτον φοβηθῇ· κἂν τούτου μηδένα ποιῆται λόγον, τὴν μέλλουσαν καταπλαγῇ τιμωρίαν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ψῆφόν τε καὶ δίκην. Πάλιν δὲ λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσω-σιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πα-τρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὁρᾷς πῶς καὶ ἑτέρωθεν παραλύει τὰς ἔχθρας, καὶ τὰς μικροψυχίας ἀναιρεῖ, καὶ πρὸς ἀλλή-λους συνάγει, καὶ οὐκ ἀπὸ τῆς κολάσεως μόνης τῆς εἰρημένης, ἀλλὰ καὶ ἀπὸ τῶν ἀγαθῶν τῶν ἐκ τῆς ἀγά-πης; Καὶ γὰρ ἀπειλήσας ἐκεῖνα τῇ φιλονεικίᾳ, τὰ με-γάλα ἐνταῦθα τῆς συμφωνίας τίθησιν ἔπαθλα, εἴγε καὶ τὸν Πατέρα πείθουσιν οἱ συμφωνοῦντες, ὑπὲρ ὧν αἰτοῦσι,

Homily LXIHomilia LXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:587καὶ τὸν Χριστὸν ἔχουσιν εἰς τὸ μέσον. Ἆρ’ οὖν οὐδαμοῦ εἰσι δύο συμφωνοῦντες; Καὶ πολλαχοῦ μὲν οὖν, τάχα δὲ καὶ πανταχοῦ. Πῶς οὖν οὐ πάντα ἐπιτυγχάνουσιν; Ὅτι πολλαὶ αἱ αἰτίαι τοῦ ἀποτυγχάνειν. Ἢ γὰρ ἀσύμφορα πολλάκις αἰτοῦσι. Καὶ τί θαυμάζεις, εἰ ἕτεροί τινες, ὅπου γε καὶ Παῦλος τοῦτο ἔπαθεν, ἡνίκα ἤκουσεν, Ἀρ-κεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Ἢ ἀνάξιοι τῶν ταῦτα ἀκηκοότων εἰσὶ, καὶ τὰ παρ’ ἑαυτῶν οὐκ εἰσφέρουσιν· αὐτὸς δὲ τοὺς κατ’ ἐκείνους ἐπιζητεῖ· διὰ τοῦτό φησιν, Ἐξ ὑμῶν, τῶν ἐναρέτων, τῶν ἀγγελικὴν ἐπιδεικνυμένων πολιτείαν. Ἢ κατὰ τῶν λελυπηκότων εὔχονται, ἐκδικίαν καὶ τιμω-ρίαν ἐπιζητοῦντες, ὅπερ ἐστὶ κεκωλυμένον· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Ἢ ἀμετανόητα ἁμαρτάνοντες αἰτοῦσιν ἔλεον, ὅπερ ἐστὶν ἀδύνατον λα-βεῖν, οὐ μόνον ἂν αὐτοὶ αἰτῶσιν, ἀλλὰ κἂν ἕτεροι πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντες ὑπὲρ αὐτῶν παρακαλῶσι· καθάπερ καὶ Ἱερεμίας εὐχόμενος ὑπὲρ Ἰουδαίων ἤκουσε· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τού-του, ὅτι οὐκ εἰσακούσομαί σου. Ἂν δὲ πάντα παρῇ, καὶ τὰ συμφέροντα αἰτῇς, καὶ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσφέρῃς, καὶ βίον παρέχῃς ἀποστολικὸν, καὶ ὁμόνοιαν καὶ ἀγάπην πρὸς τὸν πλησίον ἔχῃς, ἐπιτεύξῃ παρακαλῶν· φιλάνθρωπος γὰρ ὁ Δεσπότης. γ. Εἶτα ἐπειδὴ εἶπε, Παρὰ τοῦ Πατρός μου, ἵνα δείξῃ ἑαυτὸν ὄντα τὸν παρέχοντα, καὶ οὐ τὸν γεγεννη-κότα μόνον, ἐπήγαγεν· Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Τί οὖν; οὐκ εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ; Εἰσὶ μὲν, σπανίως δέ. Οὐ γὰρ ἁπλῶς τὴν σύνοδον λέγει, οὐδὲ τοῦτο ἐπιζητεῖ μόνον, ἀλλὰ μάλιστα μὲν, ὅπερ καὶ ἔμπροσθεν εἶπον, καὶ τὴν ἄλλην ἀρετὴν μετὰ τούτου· ἔπειτα δὲ καὶ τοῦτο αὐτὸ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τις ἐμὲ τῆς πρὸς τὸν πλησίον φιλίας ὑπόθεσιν προ-ηγουμένην ἔχει, μετ’ αὐτοῦ ἔσομαι, ἂν καὶ τὰ ἄλλα ἐν-άρετος ᾖ. Νυνὶ δὲ τοὺς πλείονας ὁρῶμεν, ἑτέρας ἔχοντας φιλίας ἀφορμάς. Ὁ μὲν γὰρ ὅτι φιλεῖται, φιλεῖ· ὁ δὲ, ὅτι ἐτιμήθη· ὁ δὲ, ὅτι ἐν ἑτέρῳ τινὶ βιωτικῷ πράγματι γέγονεν αὐτῷ χρήσιμος ὁ δεῖνα· ὁ δὲ, δι’ ἕτε-ρόν τι τοιοῦτον· διὰ δὲ τὸν Χριστὸν δύσκολόν ἐστιν εὑρεῖν τινα γνησίως καὶ ὡς ἐχρῆν φιλεῖν τὸν πλησίον φι-λοῦντα. Οἱ γὰρ πλείους ἀπὸ τῶν βιωτικῶν εἰσι συνδεδε-μένοι πραγμάτων ἀλλήλοις. Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως ἐφίλει, ἀλλὰ διὰ τὸν Χριστόν· διὸ καὶ μὴ φιλούμενος οὕτως ὥσπερ ἐφίλει, οὐ κατέλυσε τὴν ἀγάπην, ἐπειδὴ ῥίζαν ἰσχυρὰν κατεβάλετο τοῦ φίλτρου. Ἀλλ’ οὐχὶ τὰ νῦν· ἀλλὰ πάντα ἐξετάζοντες εὑρήσομεν παρὰ τοῖς πολ-λοῖς φιλίας ποιητικὰ μᾶλλον ἢ τοῦτο. Καὶ εἴ τίς μοι πα-
PG 58:588ρέσχεν ἐξουσίαν ἐν τοσούτῳ πλήθει τὴν ἐξέτασιν ποιή-σασθαι ταύτην, ἔδειξα ἂν τοὺς πλείονας ἀπὸ τῶν βιωτι-κῶν προφάσεων ἀλλήλοις συνδεδεμένους. Καὶ δῆλον τοῦτο ἀπὸ τῶν αἰτιῶν τῶν τὴν ἔχθραν ἐργαζομένων. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἐπικήρων τούτων εἰσὶν ἀλλήλοις συνημμένοι, διὰ τοῦτο οὔτε θερμοὶ πρὸς ἀλλήλους
εἰσὶν, οὔτε διηνεκεῖς· ἀλλὰ καὶ ὕβρις, καὶ χρημάτων ζημία, καὶ φθόνος, καὶ κενοδοξίας ἔρως, καὶ πᾶν τοιοῦ-τον ἐπελθὸν διακόπτει τὸ φίλτρον. Οὐ γὰρ εὑρίσκει τὴν ῥίζαν πνευματικήν. Ὡς εἴγε τοιαύτη ἦν, οὐδὲν ἂν τῶν βιωτικῶν τὰ πνευματικὰ διέλυσεν. Ἡ γὰρ διὰ τὸν Χριστὸν ἀγάπη βεβαία καὶ ἀῤῥαγὴς καὶ ἀνάλωτος, καὶ οὐδὲν αὐτὴν διασπάσαι δυνήσεται· οὐ διαβολαὶ, οὐ κίν-δυνοι, οὐ θάνατος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ μυρία πάθῃ ὁ οὕτω φιλῶν, πρὸς τὴν ὑπόθεσιν τῆς ἀγάπης ὁρῶν οὐκ ἀποστήσεται. Ὁ μὲν γὰρ διὰ τὸ φιλεῖσθαι φιλῶν, κἂν ἀηδές τι πάθῃ, διαλύει τὴν ἀγά-πην· ὁ δὲ ἐκεῖθεν συνδεδεμένος οὐδέποτε ἀποστήσεται. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι τιμώμενος ὑβρίζει; ὅτι εὐεργετούμενος σφάξαι ἠβουλήθη; Ἀλλὰ καὶ τοῦτό σε μᾶλλον φιλεῖν παρασκευάζει, ἂν διὰ τὸν Χριστὸν φιλῇς. Ἃ γάρ ἐστιν ἐπὶ τῶν ἄλλων ἀνατρεπτικὰ ἀγάπης, ταῦτα ἐνταῦθα κατασκευαστικὰ γίνεται. Πῶς; Πρῶ-τον μὲν, ὅτι σοι μισθῶν αἴτιος ὁ τοιοῦτός ἐστι· δεύτερον, ὅτι πλείονος δεῖται βοηθείας ὁ διακεί-μενος οὕτω, καὶ θεραπείας πολλῆς. Διά τοι τοῦτο ὁ οὕτω φιλῶν οὐ γένος ἐξετάζει, οὐ πατρίδα, οὐ πλοῦτον, οὐ τὴν πρὸς αὐτὸν ἀγάπην, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ κἂν μισῆται, κἂν ὑβρίζηται, κἂν ἀναιρῆται, μένει φιλῶν ἱκανὴν ἔχων ὑπόθεσιν τοῦ φιλεῖν, τὸν Χριστόν· ὅθεν καὶ ἵσταται πεπηγὼς, βέβαιος, ἀπερίτρεπτος, πρὸς ἐκεῖνον ὁρῶν. Καὶ γὰρ ὁ Χριστὸς οὕτως ἐφίλησε τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς ὑβριστὰς, τοὺς βλασφήμους, τοὺς μισοῦντας, τοὺς οὐδὲ ἰδεῖν αὐτὸν θέλοντας, τοὺς ξύλα καὶ λίθους προτιμῶντας αὐτοῦ ἀγαπήσας, καὶ ἀγάπην τὴν ἀνωτάτω, καὶ μεθ’ ἣν ἑτέραν οὐκ ἔστιν εὑ-ρεῖν. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Καὶ τοὺς σταυρώσαντας δὲ αὐτὸν, καὶ τοσαῦτα εἰς αὐτὸν ἐμπαροινήσαντας, ὅρα πῶς μένει θεραπεύων. Καὶ γὰρ τῷ Πατρὶ περὶ αὐτῶν διαλέγεται λέγων· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ τοὺς μαθητὰς δὲ μετὰ ταῦτα πρὸς αὐτοὺς ἀπέστειλε. Ταύτην τοίνυν καὶ ἡμεῖς τὴν ἀγάπην ζηλώσωμεν, πρὸς ταύτην ἀπίδωμεν, ἵνα μιμηταὶ γενόμενοι τοῦ Χριστοῦ, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:587ΟΜΙΛΙΑ ΞΑ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Ἐνόμισε μέγα τι λέγειν ὁ Πέτρος· διὸ καὶ ὡς φιλο-τιμούμενος ἐπήγαγεν, Ἕως ἑπτάκις; Τοῦτο γὰρ, φησὶν,
PG 58:588ὃ ἐκέλευσας ποιεῖν, ποσάκις ποιήσω; Ἂν γὰρ ἀεὶ μὲν ἁμαρτάνῃ, ἀεὶ δὲ ἐλεγχόμενος μετανοῇ, ποσάκις τούτου ἀνέχεσθαι κελεύεις ἡμᾶς; Ἐκείνῳ μὲν γὰρ τῷ μὴ μετα-νοοῦντι, μηδὲ καταγινώσκοντι ἑαυτοῦ, πέρας ἐπέθη-κας εἰπὼν, Ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τούτῳ δὲ οὐκέτι, ἀλλ’ ἐκέλευσας αὐτὸν προσίεσθαι. Πο-
PG 58:589σάκις οὖν αὐτὸν ὀφείλω φέρειν ἐλεγχόμενον καὶ μετανοοῦντα; ἀρκεῖ ἑπτάκις; Τί οὖν ὁ Χριστὸς, ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεός; Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά· οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀεί. Ὥσπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ, οὕτω καὶ ἐνταῦθα. Καὶ γὰρ τὸ, Στεῖρα ἔτεκεν ἑπτὰ, τὰ πολλά φησιν ἡ Γραφή. Ὥστε οὐκ ἀριθμῷ συνέκλεισε τὴν ἄφ-εσιν, ἀλλὰ τὸ διηνεκὲς ἐδήλωσε καὶ ἀεί. Τοῦτο γοῦν καὶ διὰ τῆς παραβολῆς τῆς ἐφεξῆς κειμένης ἔδειξεν. Ἵνα γὰρ μὴ δόξῃ τισὶ μεγάλα καὶ φορτικὰ ἐπιτάττειν εἰ-πὼν, Ἑβδομηκοντάκις ἑπτὰ, προσέθηκε τὴν παραβο-λὴν ταύτην, ὁμοῦ τε ἐνάγων εἰς ὅπερ εἴρηκε, καὶ τὸν μέγα φρονοῦντα ἐπὶ τούτῳ καταστέλλων, καὶ δεικνὺς οὐ βαρὺ τὸ πρᾶγμα ὂν, ἀλλὰ καὶ σφόδρα εὔκολον. Διά τοι τοῦτο τὴν αὐτοῦ φιλανθρωπίαν εἰς μέσον ἤγαγεν, ἵνα τῇ παραθέσει, φησὶ, μάθῃς, ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς, κἂν πάντα ἁπλῶς τὰ ἁμαρτήματα διηνεκῶς συγχωρῇς τῷ πλησίον, ὅσον σταγὼν ὕδατος πρὸς πέλα-γος ἄπειρον, τοσοῦτον, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει σου ἡ φιλανθρωπία πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ καθέστηκας δικάζεσθαι μέλλων καὶ εὐθύνας παρέχειν. Διὸ καὶ ἐπήγαγε λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐ-τοῦ ἀποδοῦναι, ἐκέλευσε πραθῆναι αὐτὸν, καὶ τὴν γυ-ναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν. Εἶτα ἐπειδὴ φιλανθρωπίας ἀπήλαυσεν οὗτος, ἐξελθὼν, ὀφείλοντα αὐτῷ σύνδουλον ἑκατὸν δηνάρια ἔπνιγε· καὶ τούτοις κινήσας τὸν δεσπότην, παρεσκεύασεν εἰς δεσμωτήριον πάλιν αὐτὸν ἐμβαλεῖν, ἂν ἀποτίσῃ τὸ πᾶν. Εἶδες ὅσον τὸ μέσον τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων; Ὅσον τὸ μέσον μυρίων ταλάντων καὶ ἑκατὸν δηναρίων· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Γί-νεται δὲ τοῦτο καὶ ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων, καὶ ἀπὸ τῆς συνεχείας τῶν ἁμαρτημάτων. Ἀνθρώπου μὲν γὰρ ὁρῶντος, καὶ ἀφιστάμεθα, καὶ ὀκνοῦμεν ἁμαρ-τάνειν· Θεοῦ δὲ καθ’ ἑκάστην βλέποντος τὴν ἡμέραν, οὐκ ἀπεχόμεθα, ἀλλὰ καὶ πράττομεν ἀδεῶς ἅπαντα, καὶ φθεγγόμεθα. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας, καὶ ἀπὸ τῆς τιμῆς ἧς ἀπηλαύσαμεν, χαλεπώτερα γίνεται τὰ ἁμαρτήματα. Καὶ εἰ βούλεσθε μαθεῖν, πῶς ἐστι μυρία τάλαντα, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τὰ εἰς αὐτὸν ἁμαρτήματα, δεῖξαι πειράσομαι διὰ βραχέων. Ἀλλὰ φοβοῦμαι μὴ τοῖς πρὸς κακίαν ῥέπουσι καὶ διηνεκῶς ἁμαρτάνειν φιλοῦσι πλείονα παράσχω τὴν ἄδειαν, ἢ τοὺς ἐπιεικεστέρους εἰς ἀπόγνωσιν ἐμβάλω, καὶ τὸ τῶν μαθητῶν εἴπωσι· Τίς δύναται σωθῆναι; Πλὴν ἀλλὰ καὶ οὕτως ἐρῶ, ἵνα τοὺς προσέχοντας ἀσφα-λεστέρους ἐργάσωμαι καὶ ἐπιεικεστέρους. Οἵ τε γὰρ ἀνίατα νοσοῦντες καὶ ἀνάλγητοι, καὶ τούτων χωρὶς τῶν λόγων, οὐκ ἀφίστανται τῆς οἰκείας ῥᾳθυμίας τε καὶ πονη-ρίας· εἰ δὲ καὶ ἐντεῦθεν πλείονα λαμβάνοιεν ἀφορμὴν ὀλιγωρίας, οὐ τῶν λεγομένων ἡ αἰτία, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας· ὡς τά γε λεγόμενα καὶ συστεῖλαι δυνή-σεται καὶ κατανύξαι τοὺς προσέχοντας μᾶλλον· οἵ τε ἐπιεικέστεροι, ὅταν ἴδωσι μὲν τὸν ὄγκον τῶν ἁμαρτη-
PG 58:590μάτων, μάθωσι δὲ καὶ τὴν δύναμιν τῆς μετανοίας, μᾶλ-λον αὐτῆς ἀνθέξονται· διόπερ ἀναγκαῖον εἰπεῖν. Ἐρῶ τοίνυν, καὶ θήσω τὰ ἁμαρτήματα, ὅσα τε εἰς Θεὸν πλημ-μελοῦμεν, καὶ ὅσα εἰς ἀνθρώπους· καὶ θήσω οὐ τὰ ἴδια, ἀλλὰ τὰ κοινά· τὰ δὲ ἴδια ἕκαστος συναπτέτω λοιπὸν ἀπὸ τοῦ συνειδότος. Ποιήσω δὲ τοῦτο, πρότερον τὰς εὐεργεσίας θεὶς τοῦ Θεοῦ. Τίνες οὖν αἱ εὐεργεσίαι; Ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργά-σατο τὰ ὁρώμενα, οὐρανὸν, θάλατταν, γῆν, ἀέρα, τὰ ἐν αὐτοῖς πάντα, ζῶα, φυτὰ, σπέρματα· δεῖ γὰρ ἐπιτε-μεῖν διὰ τὸ πέλαγος τῶν ἔργων τὸ ἄπειρον. Ψυχὴν ζῶ-σαν ἡμῖν ἐνέπνευσε μόνοις τοιαύτην τῶν ἐπὶ γῆς, παρά-δεισον ἐφύτευσε, βοηθὸν ἔδωκε, πᾶσι τοῖς ἀλόγοις ἐπ-έστησε, δόξῃ καὶ τιμῇ ἐστεφάνωσε. Μετὰ ταῦτα γενόμενον
ἀγνώμονα περὶ τὸν εὐεργέτην μείζονος ἠξίωσε δωρεᾶς. β. Μὴ γὰρ τοῦτο ἴδῃς μόνον, ὅτι ἐξέβαλε παραδείσου, ἀλλὰ καὶ τὸ κέρδος σκόπει τὸ ἐκ τούτου γενόμενον. Μετὰ γὰρ τὸ ἐκβαλεῖν παραδείσου, καὶ τὰ μυρία ἐκεῖνα ἐργάσασθαι ἀγαθὰ, καὶ τὰς ποικίλας οἰκονομίας ἐπιτε-λέσαι, καὶ τὸν υἱὸν ἔπεμψε τὸν ἑαυτοῦ ὑπὲρ τῶν εὐερ-γετηθέντων καὶ μισούντων, καὶ τὸν οὐρανὸν ἡμῖν ἀν-έῳξε καὶ τὸν παράδεισον αὐτὸν ἀνεπέτασε, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας. Διὸ καὶ εὔκαιρον νῦν εἰπεῖν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ Ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφ-έσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βα-σιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο κατορ-θοῦσιν ἀγαθὰ, καὶ χεῖρα ὤρεξε, καὶ πνεῦμα ἐξέχεεν εἰς τὰς καρδίας ἡμῶν. Τί οὖν; μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν; ἆρα εἰ καὶ καθ’ ἑκάστην ἀπεθνήσκομεν τὴν ἡμέραν ὑπὲρ τοῦ οὕτως ἡμᾶς φιλοῦντος, ἐξετίννυμεν ἂν τὴν ἀξίαν, μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατετίθεμεν; Οὐδαμῶς· καὶ γὰρ καὶ τοῦτο πάλιν εἰς τὸ κέρδος τὸ ἡμέτερον περιίστατο. Πῶς οὖν διακείμεθα οἱ οὕτω διακεῖσθαι ὀφείλοντες; Καθ’ ἑκάστην ἡμέραν εἰς τοὺς νόμους ἐνυβρίζομεν τοὺς αὐτοῦ. Ἀλλὰ μὴ ἀγανα-κτήσητε, ἂν ἐπαφῶ τὴν γλῶτταν τοῖς ἁμαρτάνουσιν· οὐ γὰρ ὑμῶν κατηγορήσω μόνον, ἀλλὰ καὶ ἐμαυτοῦ. Πόθεν οὖν βούλεσθε ἄρξομαι; ἀπὸ τῶν δούλων; ἀπὸ τῶν ἐλευθέρων; ἀπὸ τῶν στρατευομένων; ἀπὸ τῶν ἰδιωτῶν; ἀπὸ τῶν ἀρχόντων; ἀπὸ τῶν ἀρχομένων; ἀπὸ τῶν γυ-ναικῶν; ἀπὸ τῶν ἀνδρῶν; ἀπὸ τῶν γερόντων; ἀπὸ τῶν νέων; ἀπὸ ποίας ἡλικίας; ἀπὸ ποίου γένους; ἀπὸ ποίου ἀξιώματος; ἀπὸ ποίου ἐπιτηδεύματος; Βούλεσθε ἀπὸ τῶν στρατευομένων ποιήσομαι τὴν ἀρχήν; Τί τοίνυν οὐχ ἁμαρτάνουσιν οὗτοι καθ’ ἑκάστην ἡμέραν ὑβρίζον-τες, λοιδορούμενοι, μαινόμενοι, τὰς ἀλλοτρίας πρα-γματευόμενοι συμφορὰς, λύκοις ἐοικότες, πλημμελημά-των οὐδέποτε καθαρεύοντες, πλὴν εἰ μὴ καὶ τὴν θάλατ-ταν εἴποι τις κυμάτων εἶναι ἐκτός; Ποῖον γὰρ αὐτοῖς πάθος οὐκ ἐνοχλεῖ; ποῖον δὲ νόσημα οὐ πολιορκεῖ αὐτῶν τὴν ψυχήν; Πρὸς μὲν γὰρ τοὺς ὁμοτίμους ζηλοτύπως διάκεινται, καὶ φθονοῦσι καὶ κενοδοξοῦσι· πρὸς δὲ τοὺς ὑποτεταγμένους, πλεονεκτικῶς· πρὸς δὲ τοὺς δίκας ἔχοντας, καὶ ὡς εἰς λιμένα κατατρέχοντας, πολεμίως καὶ ἐπιόρκως. Πόσαι παρ’ αὐτοῖς ἁρπαγαί πόσαι πλεον-εξίαι πόσαι συκοφαντίαι καὶ καπηλεῖαι πόσαι κολα-κεῖαι δουλοπρεπεῖς Φέρε οὖν, καθ’ ἕκαστον ἁρμόσωμεν
PG 58:591τὸν τοῦ Χριστοῦ νόμον. Ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Ὁ ἐμβλέ-ψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ἐὰν μή τις ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παι-δίον, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὗτοι δὲ καὶ ἐπιτηδεύουσι τῦφον, κατὰ τῶν ὑπηκόων καὶ παραδεδομένων καὶ τρεμόντων αὐτοὺς καὶ δεδοικό-των θηρίου γινόμενοι χαλεπώτεροι· διὰ μὲν τὸν Χριστὸν οὐδὲν ποιοῦντες, πάντα δὲ διὰ τὴν γαστέρα, διὰ τὰ χρή-ματα, διὰ τὴν κενοδοξίαν. Ἆρα ἔνι ἀριθμῆσαι διὰ ῥημά-των τὴν τῶν πραγμάτων πλημμέλειαν; Τί ἄν τις εἴποι τὰς χλευασίας αὐτῶν, τὸν γέλωτα, τὰς ἀκαίρους διαλέ-ξεις, τὰς αἰσχρολογίας; Περὶ δὲ πλεονεξίας οὐδὲ εἰπεῖν ἔνι. Καθάπερ γὰρ οἱ ἐν τοῖς ὄρεσι μοναχοὶ οὐδὲ τί ποτέ ἐστιν ἡ πλεονεξία ἴσασιν, οὕτως οὐδὲ οὗτοι· ἀλλ’ ἀπ-εναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω τοῦ νοσήματος εἶναι ἀγνοοῦσι τὸ πάθος· οὗτοι δὲ διὰ τὸ σφό-δρα ἐν αὐτῷ μεθύειν οὐδὲ αἰσθάνονται ὅσον ἐστὶ τὸ κακόν. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία αὕτη καὶ τυραννεῖ, ὡς μηδὲ ἔγκλημα βαρὺ εἶναι νομίζεσθαι αὐτὴν παρὰ τοῖς μαινομένοις ἐκείνοις. Ἀλλὰ βούλεσθε τούτους ἀφέντες, ἐφ’ ἑτέρους ἔλθωμεν ἐπιεικεστέρους; Φέρε οὖν, τὸ τῶν δημιουργῶν γένος καὶ χειροτεχνῶν ἐξ-ετάσωμεν. Οὗτοι γὰρ μάλιστα δοκοῦσιν ἐκ δικαίων διαζῇν πόνων, καὶ τῶν ἱδρώτων τῶν ἑαυτῶν. Ἀλλὰ καὶ οὗτοι ὅταν μὴ προσέχωσιν ἑαυτοῖς, πολλὰ ἐντεῦθεν συνάγουσιν ἑαυτοῖς κακά. Τὴν γὰρ ἀπὸ τῆς πράσεως καὶ ἀγορασίας ἀδικίαν ἐπεισάγουσι τῇ τῶν δικαίων πόνων ἐργασίᾳ, καὶ ὅρκους καὶ ἐπιορκίας καὶ ψευδολογίας προστιθέασι τῇ πλεονεξίᾳ πολλάκις, καὶ τῶν βιωτικῶν μόνων εἰσὶ πραγμάτων, καὶ τῇ γῇ προσηλωμένοι διατελοῦσι· καὶ ὅπως μὲν χρηματίσωνται, πάντα πράττουσιν· ὅπως δὲ μεταδοῖεν τοῖς δεομένοις, οὐ πολλὴν τίθενται τὴν σπουδὴν, ἀεὶ τὰ ὄντα αὔξειν βουλόμενοι. Τί ἄν τις εἴποι τὰς λοι-δορίας τὰς ὑπὲρ τῶν τοιούτων, τὰς ὕβρεις, τὰ δανείσμα-τα, τοὺς τόκους, τὰ συναλλάγματα τὰ πολλῆς γέμοντα καπηλείας, τὰς ἐμπορίας τὰς ἀναισχύντους; γ. Ἀλλὰ βούλεσθε καὶ τούτους ἀφέντες, ἐφ’ ἑτέρους ἔλθωμεν, τοὺς δὴ δοκοῦντας εἶναι δικαιοτέρους; Τίνες οὖν εἰσιν οὗτοι; Οἱ τοὺς ἀγροὺς κεκτημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς δρεπόμενοι πλοῦτον. Καὶ τί τούτων γένοιτ’ ἂν ἀδικώτερον; Εἰ γάρ τις ἐξετάσειε πῶς τοῖς ἀθλίοις καὶ ταλαιπώροις κέχρηνται γεωργοῖς, βαρβάρων αὐτοὺς ὠμοτέρους ὄψεται. Τοῖς γὰρ ἐν λιμῷ τηκομένοις, καὶ δι’ ὅλης πονουμένοις τῆς ζωῆς, καὶ τελέσματα δι-ηνεκῆ καὶ ἀφόρητα ἐπιτιθέασι, καὶ διακονίας ἐπιπόνους ἐπιτάττουσι, καὶ ὡς ὄνοις καὶ ἡμιόνοις, μᾶλλον δὲ ὡς λίθοις τοῖς ἐκείνων κέχρηνται σώμασιν, οὐδὲ μικρὸν ἀνα-πνεῦσαι συγχωροῦντες, καὶ παρεχούσης τῆς γῆς, καὶ μὴ παρεχούσης, ὁμοίως αὐτοὺς κατατείνουσι, καὶ οὐδεμιᾶς αὐτοῖς συγγνώμης μεταδιδόασιν· οὗ τί γένοιτ’ ἂν ἐλεεινό-τερον, ὅταν δι’ ὁλοκλήρου τοῦ χειμῶνος πονέσαντες, καὶ κρυμῷ καὶ ὄμβρῳ καὶ ἀγρυπνίαις δαπανηθέντες, κεναῖς ἀναχωρήσωσι ταῖς χερσὶν, ἔτι καὶ προσοφείλοντες, καὶ τοῦ λιμοῦ τούτου καὶ τοῦ ναυαγίου τὰς τῶν ἐπιτρόπων βασά-νους καὶ τοὺς ἑλκυσμοὺς καὶ τὰς ἀπαιτήσεις καὶ τὰς ἀπα-γωγὰς καὶ τὰς ἀπαραιτήτους λειτουργίας μᾶλλον δεδοικό-τες καὶ φρίττοντες; Τί ἄν τις εἴποι τὰς ἐμπορίας, ἃς αὐ-τοὺς ἐμπορεύονται, τὰς καπηλείας, ἃς αὐτοὺς καπηλεύου-
PG 58:592σιν, ἀπὸ μὲν τῶν πόνων αὐτῶν καὶ τῶν ἱδρώτων ληνοὺς καὶ ὑπολήνια πληροῦντες, αὐτοῖς δὲ οἴκαδε οὐδὲ ὀλίγον εἰς-αγαγεῖν ἐπιτρέποντες μέτρον, ἀλλ’ ὁλόκληρον τὸν καρ-πὸν εἰς τοὺς τῆς παρανομίας αὐτῶν ἀντλοῦντες πίθους, καὶ ὀλίγον αὐτοῖς ὑπὲρ τούτου προσριπτοῦντες ἀργύ-ριον; Καινὰ δὲ καὶ γένη τόκων ἐπινοοῦσι, καὶ οὐδὲ τοῖς Ἑλλήνων νόμοις νενομισμένα, καὶ δανεισμάτων γραμ-ματεῖα πολλῆς γέμοντα τῆς ἀρᾶς συντιθέασιν. Οὐδὲ γὰρ ἑκατοστὴν τοῦ παντὸς, ἀλλὰ τὸ ἥμισυ τοῦ παντὸς ἀπ-αιτεῖν βιάζονται· καὶ ταῦτα τοῦ ἀπαιτουμένου καὶ γυ-ναῖκα ἔχοντος, καὶ παιδία τρέφοντος, καὶ ἀνθρώπου ὄν-τος, καὶ τοῖς οἰκείοις πόνοις καὶ τὴν ἄλω καὶ τὴν ληνὸν πληροῦντος. Ἀλλ’ οὐδὲν τούτων ἐννοοῦσι. Διὸ δὴ τὸν προφήτην εὔκαιρον παραστησάμενον εἰπεῖν· Ἔκστηθι, οὐρανὲ, καὶ φρῖξον, γῆ· εἰς ὅσην θηριωδίαν τὸ τῶν ἀνθρώπων γένος ἐξεβακχεύθη. Ταῦτα δὲ λέγω, οὐ τέχνας, οὐδὲ γεωργίαν, οὐδὲ στρατείαν, οὐδὲ ἀγροὺς διαβάλλων, ἀλλ’ ἡμᾶς αὐτούς. Ἐπεὶ καὶ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ ὁ Παῦλος σκυτοτόμος, καὶ μετὰ τὸ κήρυγμα τῇ τέχνῃ ἐκέχρητο· καὶ ὁ Δαυὶ̈δ βασιλεὺς ἦν· καὶ ὁ Ἰὼβ χωρίων ἀπήλαυε καὶ πολλῶν προσόδων· καὶ οὐδὲν ἦν ἐντεῦθεν κώλυμα οὐδενὶ τούτων πρὸς ἀρετήν. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα ἀναλογιζόμε-νοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφιέναι τοῖς
πλησίον τὰ ὀλίγα ἐκεῖνα καὶ εὐτελῆ. Καὶ γὰρ λόγος ἡμῖν γίνεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐκ ἔχομεν πάντα καταβαλεῖν, οὐδ’ ἂν ὁτιοῦν ποιήσωμεν. Διὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ Θεὸς πρὸς ἔκτισιν εὔκο-λόν τε καὶ ῥᾳδίαν ὁδὸν, καὶ πάντα δυναμένην διαλύσασθαι ἐκεῖνα, τὸ μὴ μνησικακεῖν λέγω. Ἵν’ οὖν τοῦτο μάθω-μεν καλῶς, ἀκούσωμεν ὁδῷ προϊόντες τῆς παραβολῆς ἁπάσης. Προσηνέχθη γὰρ αὐτῷ, φησὶν, εἷς ὀφειλέτης μυρίων ταλάντων. Οὐκ ἔχοντος δὲ αὐτοῦ ἀποτῖ-σαι, ἐκέλευσεν αὐτὸν πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ παιδία. Τίνος ἕνεκεν; εἰπέ μοι. Οὐκ ἐξ ὠμότητος, οὐδὲ ἀπανθρωπίας· καὶ γὰρ εἰς αὐτὸν ἡ ζημία περιίστατο πάλιν· δούλη γὰρ ἦν κἀκείνη· ἀλλ’ ἐξ ἀφάτου κηδεμονίας. Βούλεται γὰρ αὐτὸν πτοῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ. Εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἂν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει, οὐδ’ ἂν τὴν χάριν ἔδωκε. Διατί οὖν πρὸ τοῦ λογοθεσίου τοῦτο οὐκ ἐποίησεν, οὐδὲ ἀφῆκε τὸ ὄφλημα; Διδάξαι βουλόμενος πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῖ, ἵνα κἂν ταύτῃ ἡμερώτερος περὶ τὸν σύνδουλον γένηται. Εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδου-λον· εἰ μὴ τοσούτοις αὐτὸν προεπαίδευσε φαρμάκοις, ποῦ οὐκ ἂν ἐξῆλθεν ὠμότητος; Τί οὖν ἐκεῖνος; Μακρο-θύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω, φησίν· Ὁ δὲ κύριος αὐτοῦ σπλαγχνισθεὶς, ἀπέλυσεν αὐ-τὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες πάλιν φιλ-ανθρωπίας ὑπερβολήν; Ἀναβολὴν ἐζήτησε μόνον καιροῦ καὶ ὑπέρθεσιν ὁ οἰκέτης· ὁ δὲ μεῖζον ἢ ᾔτησεν ἔδωκεν, ἄφεσιν ὁλοκλήρου τοῦ δανείσματος καὶ συγχώρησιν. Ἐβούλετο μὲν γὰρ καὶ ἐξ ἀρχῆς δοῦναι, ἀλλ’ οὐκ ἐβού-λετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς τούτου ἱκετηρίας, ἵνα μὴ ἀστεφάνωτος ἀπέλθῃ. Ὅτι γὰρ αὐτοῦ τὸ πᾶν ἦν, εἰ καὶ προσέπεσεν οὗτος καὶ ἐδεήθη, ἡ αἰτία τῆς συγχωρήσεως ἐδήλωσε· Σπλαγχνισθεὶς γὰρ ἀφ-
PG 58:593ῆκεν αὐτῷ. Ἀλλ’ ὅμως καὶ οὕτως ἐβούλετο κἀκεῖνόν τι δοκεῖν συνεισφέρειν, ἵνα μὴ σφόδρα ᾖ κατῃσχυμμένος· καὶ ἵνα παιδευθεὶς ἐν ταῖς οἰκείαις συμφοραῖς συγγνω-μονικὸς γένηται τῷ συνδούλῳ. δ. Μέχρι μὲν οὖν τούτου καλὸς οὗτος καὶ εὐάρεστος· καὶ γὰρ ὡμολόγησε, καὶ ἐπηγγείλατο ἀποδώσειν τὸ ὄφλημα, καὶ προσέπεσε, καὶ παρεκάλεσε, καὶ κατέγνω τῶν οἰ-κείων ἁμαρτημάτων, καὶ ἔγνω τὸ μέγεθος τοῦ ὀφλήμα-τος. Ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων. Ἐξελ-θὼν γὰρ εὐθέως, οὐδὲ μετὰ χρόνον πολὺν, ἀλλ’ εὐθέως, ἔναυλον ἔχων τὴν εὐεργεσίαν, εἰς κακίαν ἀπεχρήσατο τῇ δωρεᾷ, καὶ τῇ ἐλευθερίᾳ τῇ παρὰ τοῦ δεσπότου αὐτῷ παρασχεθείσῃ. Εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὀφείλοντα αὐτῷ ἑκατὸν δηνάρια, ἔπνιγεν αὐτὸν λέ-γων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Εἶδες δεσπότου φιλ-ανθρωπίαν; εἶδες δούλου ὠμότητα; Ἀκούσατε, οἱ ὑπὲρ χρημάτων ταῦτα ποιοῦντες. Εἰ γὰρ ὑπὲρ ἁμαρτημάτων οὐ χρὴ, πολλῷ μᾶλλον ὑπὲρ χρημάτων. Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐδὲ τὰ ῥήματα ᾐδέσθη, δι’ ὧν ἐσώθη (καὶ γὰρ αὐ-τὸς ταῦτα εἰπὼν, ἀπηλλάγη τῶν μυρίων ταλάντων)· καὶ οὐδὲ τὸν λιμένα ἐπέγνω, δι’ οὗ τὸ ναυάγιον διέφυγεν· οὐ τὸ σχῆμα τῆς ἱκετηρίας ἀνέμνησεν αὐτὸν τῆς τοῦ δεσπό-του φιλανθρωπίας· ἀλλὰ πάντα ἐκεῖνα ὑπὸ τῆς πλεονε-ξίας καὶ τῆς ὠμότητος καὶ τῆς μνησικακίας ἐκβαλὼν, θηρίου παντὸς χαλεπώτερος ἦν, ἄγχων τὸν σύνδουλον. Τί ποιεῖς, ἄνθρωπε; σεαυτὸν ἀπαιτῶν· οὐκ αἰσθάνῃ κατὰ σεαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ τὴν ἀπόφασιν καὶ τὴν δωρεὰν ἀνακαλούμενος; Ἀλλ’ οὐδὲν τούτων ἐνενόησεν, οὐ-δὲ ἐμνήσθη τῶν αὐτοῦ, οὐδὲ ἐνέδωκε· καίτοιγε οὐχ ὑπὲρ τῶν ἴσων ἡ ἱκετηρία. Ὁ μὲν γὰρ ὑπὲρ μυρίων ταλάντων, ὁ δὲ ὑπὲρ ἑκατὸν δηναρίων παρεκάλει· καὶ ὁ μὲν τὸν σύνδουλον, ὁ δὲ τὸν δεσπότην· καὶ ὁ μὲν τελείαν συγχώ-ρησιν ἔλαβεν, ὁ δὲ ἀναβολὴν ᾔτει. Καὶ οὐδὲ ταύτην αὐτὸς ἐδίδου· Ἔβαλε γὰρ αὐτὸν εἰς φυλακήν. Ἰδόν-τες δὲ οἱ σύνδουλοι αὐτοῦ, κατηγόρησαν αὐτοῦ πρὸς τὸν δεσπότην. Οὐδὲ ἀνθρώποις τοῦτο ἀρεστὸν ἦν, μήτιγε Θεῷ. Συνήλγησαν οὖν οἱ μὴ ὀφείλοντες. Τί οὖν ὁ δεσπότης; Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ὅρα πάλιν τὴν ἡμερότητα τοῦ δεσπότου. Κρίνεται πρὸς αὐτὸν καὶ ἀπολογεῖται, μέλλων ἀνατρέ-πειν αὐτοῦ τὴν δωρεάν· μᾶλλον δὲ οὐκ αὐτὸς ἀνέτρεψεν, ἀλλ’ ὁ λαβών. Διό φησι· Πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου; Εἰ γὰρ καὶ βαρύ σοι τὸ πρᾶγμα εἶναι δοκεῖ, ἀλλ’ ἔδει καὶ πρὸς τὸ κέρδος ἰδεῖν, τὸ γεγενημένον, τὸ ἐσόμενον. Εἰ καὶ ἐπαχθὲς τὸ ἐπίταγμα, τὸ ἔπαθλον ἐννοῆσαι ἔδει· μηδὲ ὅτι λελύ-πηκεν ἐκεῖνος, ἀλλ’ ὅτι σὺ Θεὸν παρώξυνας, ὃν ἀπὸ ψι-λῆς ἱκετηρίας κατήλλαξας. Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν τὸ φίλον γενέσθαι τῷ λελυπηκότι, πολλῷ βαρύτερον τὸ εἰς γέενναν ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἂν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρὸν, οὐ-δὲ ὕβρισεν, ἀλλ’ ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκού-σωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος.
PG 58:594Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς καὶ ὠμοί· ὅτι οὐχ ἑτέ-ροις ἐσμὲν ὠμοὶ, ἀλλ’ ἑαυτοῖς. Ὅταν οὖν βούλῃ μνησι-κακεῖν, ἐννόησον ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἂν ἐργάσῃ τούτῳ, ὡς ἅνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται, καὶ τιμωρίαν τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτὸν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τουτέστι, διηνεκῶς· οὔτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμετα-μέλητα τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία, ὡς καὶ τοῦτον λῦσαι τὸν νόμον. Τί τοί-νυν τοῦ μνησικακεῖν χαλεπώτερον, ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην ἀνατρέπον φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ ἦν ὀργῆς τὰ ῥήματα· οὐκοῦν οὐδὲ ἐποίησεν· ἀλλ’ ἀφορμὴ φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποιήσει καὶ ὑμῖν, φησὶν, ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκα-στος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει, Ὁ Πατὴρ ὑμῶν· ἀλλ’, Ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου κα-λεῖσθαι Πατέρα τὸν Θεὸν, τοῦ οὕτω πονηροῦ καὶ μις-ανθρώπου. ε. Δύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα εὐκολώτερον τοῦτο γένηται (ὁ γὰρ τὰ ἑαυτοῦ ἐννοῶν, συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ’ ἀπὸ καρδίας. Μὴ δὴ καθ’ ἑαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γάρ σε καὶ τοιοῦτον ἐλύπησεν ὁ λελυπηκὼς, οἷον σὺ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπισπώμενος
κατὰ σαυτοῦ τὴν καταδικάζουσάν σε παρὰ Θεοῦ ψῆφον; Ἂν μὲν γὰρ νήφῃς καὶ φιλοσοφῇς, εἰς τὴν ἐκείνου κε-φαλὴν περιστήσεται τὸ δεινὸν, κἀκεῖνος ἔσται ὁ πάσχων κακῶς· ἂν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ’ ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυ-ρία εἰργάσατο κακά· ὅσα γὰρ ἂν εἴπῃς, τοσούτῳ μᾶλ-λον δεικνύεις αὐτὸν εὐεργέτην. Ἔδωκε γὰρ ἀφορμὴν ἀπολούσασθαι τὰ ἁμαρτήματα· ὥστε ὅσῳ ἂν μείζονα ἠδικηκὼς ᾖ, τοσούτῳ μείζονος ἁμαρτημάτων ἀφέσεως αἴτιός σοι καθίσταται. Ἂν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφε-λήσουσιν ἡμᾶς. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ’ ἂν πονηρότερον; ἀλλ’ ὅμως καὶ ἐκεῖθεν πολλὴν ἀφορμὴν εὐδοκιμήσεως ἔχομεν, καὶ δεί-κνυσιν ὁ Ἰώβ. Εἰ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφά-νων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερ-δαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶ-τον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύ-τερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον, ἡμερότητα καὶ φιλανθρωπίαν. Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζε-σθαι, πολλῷ μᾶλλον τοῖς φιλοῦσιν αὐτὸν ἐπιτήδειος ἔσται. Τέταρτον, τὸ καθαρεύειν ὀργῆς διηνεκῶς· ᾧ οὐδὲν γένοιτ’ ἂν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀνα-

Homily LXIIHomilia LXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:595λώσει τὸν βίον εἰς ματαιοπονίας καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀπολαύσεται καὶ μυρίων ἀγαθῶν. Ὥστε ἑαυτοὺς τιμω-ρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἂν δαίμονες ὦσι· μᾶλλον δὲ οὐδὲ ἕξεις λοιπὸν ἐχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων μεῖζον καὶ πρῶτον, τὴν τοῦ Θεοῦ κερδαίνεις φιλανθρωπίαν· κἂν ἡμαρτηκὼς ᾖς, τεύξῃ συγγνώμης· κἂν κατωρθωκὼς ᾖς, πλείονα προσλήψῃ παῤῥησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα καὶ ὁ Θεὸς ἡμᾶς φιλήσῃ· ἵνα κἂν μυρίων ταλάντων ὦμεν ὑπεύθυ-νοι, σπλαγχνισθῇ καὶ ἐλεήσῃ. Ἀλλ’ ἠδίκησαι παρ’ αὐ-τοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν, μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκεκρου-κὼς τῷ Θεῷ, ἀλλ’ ἐκεῖνος· σὺ δὲ καὶ εὐδοκίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων ὁ Χρι-στὸς, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούν-των ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἂν ἀδικώμεθα, τοσούτῳ μᾶλλον θρηνεῖν τοὺς ἀδικοῦν-τας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ’ ἐπὶ πάντων ὕβρισε καὶ ἐτύπτησεν; Οὐκοῦν ἐπὶ πάντων ἑαυτὸν ᾔσχυνε καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε, καὶ πολλούς σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύ-νας, ἀλλ’ οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ
PG 58:596λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόη-σον ὅτι καὶ ὁ Δεσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτά. Διὸ ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλε-σαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθεον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνα-τέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαί-νει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι οὐδὲ τοῦτο δύσκολον· ἀλλ’ ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ, φέρε σε πρὸς τοὺς συνδούλους ἀγά-γωμεν· πρὸς τὸν Ἰωσὴφ, τὸν μυρία παθόντα καὶ εὐερ-γετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μα-κάριον Παῦλον, τὸν οὐδὲ ἀριθμῆσαι ἔχοντα ἅπερ ἔπαθε παρ’ αὐτῶν, καὶ ἀξιοῦντα ἀνάθεμα εἶναι ὑπὲρ αὐτῶν· πρὸς τὸν Στέφανον, τὸν λιθαζόμενον καὶ παρακαλοῦντα λυθῆναι αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργὴν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῇ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:595ΟΜΙΛΙΑ ΞΒ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. α. Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ’ εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευ-σεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων τὴν σωτη-ρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδά-σκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεο-γνωσίαν αὐτοὺς χειραγωγῆσαι. Σὺ δέ μοι κἀκεῖνο σκό-πει, πῶς ὁλοκλήρους δήμους παρατρέχουσιν ἑνὶ ῥή-ματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες τῶν θεραπευομένων. Οὐ γὰρ εἶπον, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα· ἀλλ’ ὅτι Πολλοὶ, τὸ ἀκόμπαστον παιδεύοντες. Ἐθεράπευε δὲ ὁ Χριστὸς, ἐκείνους τε εὐεργετῶν, καὶ δι’ ἐκείνων πολλοὺς ἑτέρους. Ἡ γὰρ τῆς τούτων ἀσθε-νείας διόρθωσις ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγίνετο. Ἀλλ’ οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται· καὶ προσέρχονται αὐτῷ πειρά-ζοντες. Ἐπειδὴ γὰρ τῶν γινομένων ἐπιλαβέσθαι οὐκ
PG 58:596εἶχον, προβλήματα αὐτῷ προβάλλουσι. Προσελθόντες γὰρ αὐτῷ καὶ πειράζοντες ἔλεγον· Εἰ ἔξεστιν ἀν-θρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὢ τῆς ἀνοίας Ὤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες αὐτοῦ τεκμή-ριον τῆς δυνάμεως ταύτης. Ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον, ὅτι Βλασφημεῖ, ὅτε εἶ-πον, ὅτι Δαιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ ἀποῤῥάψας αὐτῶν τὰ στόματα, καὶ τὴν ἀναίσχυντον ἐμφράξας γλῶτταν, οὕτω παρέπεμψεν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦ-τον γὰρ ἡ πονηρία, τοιοῦτον ἡ βασκανία, ἀναίσχυντον καὶ ἰταμόν· κἂν μυριάκις ἐπιστομισθῇ, μυριάκις ἐφ-ίσταται πάλιν. Σὺ δέ μοι σκόπει καὶ τὴν ἐκ τοῦ τρόπου τῆς ἐρωτή-σεως κακουργίαν. Οὐδὲ γὰρ εἶπον αὐτῷ· Ἐκέλευσας
μὴ ἀφιέναι γυναῖκα· καὶ γὰρ ἤδη ἦν περὶ τοῦ νόμου τούτου διαλεχθείς· ἀλλ’ ὅμως οὐκ ἐμνημόνευσαν ἐκείνων τῶν ῥημάτων, ἀλλ’ ὡρμήθησαν μὲν ἐκεῖθεν, οἰόμενοι δὲ μείζονα ποιεῖν τὴν ἐνέδραν, καὶ βουλόμενοι εἰς ἀντινο-μίας ἀνάγκην αὐτὸν ἐμβαλεῖν, οὐ λέγουσι, Διατί ἐνομο-θέτησας τὸ καὶ τό; ἀλλ’ ὡς οὐδενὸς εἰρημένου, ἐρωτῶ-σιν, Εἰ ἔξεστι, προσδοκῶντες ὅτι ἐπιλέλησται εἰρηκώς· καὶ ὄντες ἕτοιμοι, εἰ μὲν εἴποι, ὅτι ἔξεστιν ἀφεῖναι, ἀντιθεῖναι αὐτῷ τὰ παρ’ αὐτοῦ εἰρημένα, καὶ εἰπεῖν· Πῶς οὖν εἴρηκας τὰ ἐναντία; εἰ δὲ τὰ αὐτὰ πάλιν ἅπερ
PG 58:597καὶ ἔμπροσθεν, ἀντιθεῖναι τὸ Μωϋσέως. Τί οὖν αὐτός; Οὐκ εἶπε, Τί με πειράζετε, ὑποκριταί; καίτοιγε μετὰ ταῦτα λέγει· ἀλλ’ ἐνταῦθα οὔ φησι τοῦτο. Τί δήποτε; Ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ καὶ τὴν ἡμερότητα ἐπιδείξη-ται. Οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέ-ρειν. Πῶς οὖν αὐτοῖς ἀποκρίνεται; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄν-θρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄν-θρωπος μὴ χωριζέτω. Ὅρα σοφίαν διδασκάλου. Ἐρω-τηθεὶς γὰρ, Εἰ ἔξεστιν, οὐκ εὐθέως εἶπεν, Οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ πρὸ τῆς ἀπο-φάσεως διὰ τῆς κατασκευῆς κατέστησε δῆλον τοῦτο, δει-κνὺς ὅτι καὶ αὐτὸ τοῦ Πατρὸς αὐτοῦ ἐστι τὸ πρόσταγμα, καὶ ὅτι οὐκ ἐναντιούμενος Μωϋσεῖ ταῦτα ἐπέταξεν, ἀλλὰ καὶ σφόδρα συμβαίνων. Σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας ἰσχυριζόμενον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προστάγματος αὐτοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα μόνον· ἀλλ’ ὅτι καὶ τοῦτο ἐκέ-λευσεν, ὥστε τὸν ἕνα τῇ μιᾷ συνάπτεσθαι. Εἰ δὲ ἐβού-λετο ταύτην μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἂν ἔπλασε γυναῖκας. Νῦν δὲ καὶ τῷ τρόπῳ τῆς δημιουργίας καὶ τῷ τρόπῳ τῆς νομοθε-σίας ἔδειξεν, ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαῤῥήγνυσθαι. Καὶ ὅρα πῶς φησιν· Ὁ ποιή-σας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησε· τουτέστιν, Ἐκ μιᾶς ῥίζης ἐγένοντο· καὶ εἰς ἓν σῶμα συνῆλθον· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν τῆς νομοθεσίας, καὶ πη-γνὺς τὸν νόμον, οὐκ εἶπε, Μὴ διασπᾶτε τοίνυν, μηδὲ χω-ρίζετε· ἀλλ’ ὅτι Ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ δὲ Μωϋσέα προβάλλῃ, ἐγώ σοι λέγω τὸν Μωϋσέως δεσπότην, καὶ μετὰ τούτου καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. Ὁ γὰρ Θεὸς ἐξ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πρεσβύτερος οὗτος ὁ νό-μος, εἰ καὶ δοκεῖ παρ’ ἐμοῦ νῦν εἰσάγεσθαι, καὶ μετὰ πολλῆς κείμενος τῆς σπουδῆς. Οὐδὲ γὰρ ἁπλῶς προς-ήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ μητέρα ἀφεῖ-ναι ἐκέλευσε καὶ πατέρα. Καὶ οὐδὲ ἐλθεῖν πρὸς τὴν γυ-ναῖκα ἁπλῶς ἐνομοθέτησεν, ἀλλὰ καὶ κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν μείζονα συνάφειαν ἐπεζήτησεν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. β. Εἶτα ἐπειδὴ τὸν παλαιὸν ἀνέγνω νόμον, τὸν καὶ διὰ πραγμάτων καὶ διὰ ῥημάτων εἰσενεχθέντα, καὶ ἀξιό-πιστον ἀπὸ τοῦ δεδωκότος ἀπέφηνε, μετ’ ἐξουσίας λοιπὸν καὶ αὐτὸς ἑρμηνεύει καὶ νομοθετεῖ λέγων· Ὥστε οὐ-κέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥσπερ οὖν σάρκα τεμεῖν ἐναγὲς, οὕτω καὶ γυναῖκα διαστῆσαι παράνο-μον. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὸν Θεὸν ἐπήγαγε λέγων· Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· δεικνὺς ὅτι καὶ παρὰ φύσιν καὶ παρὰ νόμον τὸ γινόμενον· παρὰ φύσιν μὲν, ὅτι μία διατέμνε-ται σάρξ· παρὰ νόμον δὲ, ὅτι τοῦ Θεοῦ συνάψαντος καὶ κελεύσαντος μὴ διαχωρίζεσθαι, αὐτοὶ συνεπιτίθεσθε τοῦτο δρᾷν. Τί οὖν μετὰ ταῦτα ἐχρῆν; οὐχ ἡσυχάσαι,
PG 58:598καὶ ἐπαινέσαι τὸ εἰρημένον; οὐχὶ θαυμάσαι τὴν σοφίαν; οὐκ ἐκπλαγῆναι τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα; Ἀλλ’ οὐδὲν τούτων ποιοῦσιν, ἀλλ’ ὡς δῆθεν ἐπαγωνιζό-μενοί φασι· Πῶς οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Καίτοιγε τοῦτο λοιπὸν οὐκ αὐτοὺς ἔδει προβαλεῖν, ἀλλ’ αὐτὸν αὐτοῖς· ἀλλ’ ὅμως οὐκ ἐπεμβαίνει, οὐδὲ λέγει τοῦτο αὐτοῖς, ὅτι Τοῦδε οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγώ· ἀλλὰ καὶ τοῦτο διαλύεται. Καὶ μὴν εἰ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μωϋσέως· οὐκ ἂν ἀπὸ τῶν ἅπαξ ἐν ἀρχῇ γενομένων ἰσχυρίσατο· οὐκ ἂν ἐσπούδασε τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. Καίτοιγε πολλὰ καὶ ἄλλα Μωϋσῆς ἐκέλευσε, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτου· τίνος οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται, ὡς ἐνταῦθα; Βουλόμενοι τὸ πλῆθος τῶν ἀνδρῶν ἐπιστρατεῦσαι αὐτῷ. Καὶ γὰρ ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτό γε ἔπραττον. Διὰ δὴ τοῦτο τοσούτων ἐν τῷ ὄρει λεχθέντων, ταύτης ἐμέμνηντο μόνης τῆς ἐντολῆς νῦν. Ἀλλ’ ὅμως ἡ ἀπόῤῥητος σοφία καὶ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν οὕτως ἐνομοθέτησε. Καὶ οὐδὲ ἐκεῖνον ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκώς· ἀλλ’ ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήματος, καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπει κεφαλήν· ὃ παν-ταχοῦ ποιεῖ. Καὶ γὰρ ὅτε τοὺς μαθητὰς τίλλοντας τοὺς στάχυας ᾐτιῶντο, δείκνυσιν αὐτοὺς ὄντας ὑπευ-θύνους· καὶ ὅτε παράβασιν ἐνεκάλουν περὶ τοῦ μὴ νίπτεσθαι τὰς χεῖρας, δείκνυσιν αὐτοὺς ὄντας τοὺς πα-ραβάτας· καὶ ἐπὶ τοῦ σαββάτου δὲ, καὶ πανταχοῦ, καὶ ἐνταῦθα ὁμοίως. Εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς τὴν διαβολὴν, ταχέως πάλιν ἐπὶ τὸν ἀρχαῖον ἀνάγει νόμον τὸν λόγον, λέγων ὅπερ καὶ ἔμπροσθεν εἶπεν· Ἀπ’ ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτω· τουτέστιν, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. Ἵνα γὰρ μὴ λέγωσι, Πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο εἶπε Μωϋσῆς; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. Εἰ γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἂν ἐκεῖνος ἐξ ἀρχῆς ἐδόθη· οὐκ ἂν οὕτω πλάττων ἔπλασεν ὁ Θεός· οὐκ ἂν τοιαῦτα εἶπε· Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορ-νείας, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Ἐπειδὴ γὰρ αὐτοὺς ἐπεστόμισε, μετὰ αὐθεντίας νομοθετεῖ λοιπὸν, ὥσπερ ἐπὶ τῶν βρωμάτων, ὥσπερ ἐπὶ τοῦ σαββάτου. Καὶ γὰρ ἐπὶ τῶν βρωμάτων τρεψάμενος αὐτοὺς, τότε διελέχθη τοῖς ὄχλοις, ὅτι Οὐ τὸ εἰσερχόμενον κοινοῖ τὸν ἄνθρωπον· καὶ ἐπὶ τοῦ σαββάτου ἐπιστομίσας αὐ-τούς φησιν· Ὥστε ἔξεστιν ἐν σαββάτῳ καλῶς ποιεῖν· καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο. Ἀλλ’ ὅπερ ἐκεῖ συνέβη, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ τῶν Ἰουδαίων ἐπιστομι-σθέντων οἱ μαθηταὶ ἐθορυβήθησαν, καὶ προσελθόντες αὐτῷ μετὰ Πέτρου ἔλεγον· Φράσον ἡμῖν τὴν παρα-βολὴν ταύτην· οὕτω καὶ νῦν θορυβηθέντες ἔλεγον· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, συμφέρει μὴ γαμῆσαι. Καὶ γὰρ νῦν ἐνόησαν μᾶλλον ἢ πρότερον τὸ λεχθέν. Διὰ τοῦτο τότε μὲν ἐσίγησαν, νῦν δὲ, ἐπειδὴ
ἀντίῤῥησις καὶ ἀπόκρισις γέγονε, καὶ ἐρώτησις καὶ πεῦσις, καὶ σαφέστερος ὁ νόμος ἐφάνη, ἐρωτῶσιν αὐτόν. Καὶ φανερῶς μὲν ἀντειπεῖν οὐ τολμῶσι· τὸ δὲ ἐξ αὐτοῦ βαρὺ δοκοῦν εἶναι καὶ φορτικὸν εἰς μέσον προάγουσι,
PG 58:599λέγοντες· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Καὶ γὰρ σφόδρα ἐπαχθὲς ἐδόκει εἶναι τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου δια-παντὸς ἔνδον συγκεκλεισμένου. γ. Καὶ ἵνα μάθῃς, ὅτι σφόδρα τοῦτο αὐτοὺς ἐθορύβει, ὁ Μάρκος αὐτὸ δηλῶν ἔλεγεν, ὅτι κατ’ ἰδίαν εἶπον αὐ-τῷ. Τί δέ ἐστιν, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώ-που μετὰ τῆς γυναικός; Τουτέστιν, εἰ διὰ τοῦτο συν-ήφθη, ἵνα ἓν ὦσιν· ἢ ἐκεῖνο, Εἰ αἰτίαν λήψεται ἐπὶ τούτοις ὁ ἀνὴρ, καὶ πανταχοῦ παρανομεῖ ἐκβάλλων, κου-φότερον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν. Τί οὖν ὁ Χριστός; Οὐκ εἶπεν, ὅτι Ναὶ, κουφότερον, καὶ ποίει τοῦτο· ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμά ἐστιν· ἀλλ’ ἐπήγα-γεν· Οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· ἐπαίρων τὸ πρᾶγμα, καὶ δεικνὺς μέγα ὂν, καὶ ταύτῃ ἐφελκόμενος καὶ προτρέπων. Ἀλλ’ ὅρα ἐνταῦθα ἐναντιολογίαν. Αὐτὸς μὲν γὰρ μέγα φησὶ τοῦτο· ἐκεῖνοι δὲ κουφότερον. Καὶ γὰρ ἀμφότερα ἔδει γενέσθαι, καὶ παρ’ αὐτοῦ μέγα ὁμολογηθῆναι, ἵνα προθυμοτέρους ἐργάσηται, καὶ ἐκ τῶν εἰρημένων παρ’ αὐτοῖς κουφότερον δειχθῆναι, ἵνα καὶ ταύτῃ μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκρά-τειαν. Ἐπειδὴ γὰρ τὸ περὶ παρθενίας εἰπεῖν ἐπαχθὲς εἶναι ἐδόκει, ἐκ τῆς ἀνάγκης τοῦ νόμου τούτου εἰς τὴν ἐπιθυμίαν αὐτοὺς ἐκείνην ἐνέβαλεν. Εἶτα τὸ δυνατὸν δεικνύς φησιν· Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὰ τούτων λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὴν τοῦ πράγματος αἵρεσιν, καὶ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης κατασκευάζων, καὶ μόνον οὐχὶ λέγων, ὅτι Ἐννόησον, εἰ ἐκ φύσεως τοιοῦτος ἦς, ἢ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων τὸ αὐτὸ τοῦτο ὑπέμεινας, τί ἂν ἐποίησας, τῆς ἀπολαύσεως μὲν ἐστε-ρημένος, μισθὸν δὲ οὐκ ἔχων; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ νῦν, ὅτι μετὰ μισθοῦ καὶ στεφάνων τοῦτο ὑπομένεις, ὃ χωρὶς στεφάνων ἐκεῖνοι· μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ πολλῷ κουφότερον, τῇ τε ἐλπίδι διορθούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων. Οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς, τὰ τοιαῦτα οἶδε καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μό-νος. Διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν, ἵνα τούτους ἀλείψῃ ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται ὁ περὶ τῶν ἄλλων εὐνούχων λόγος αὐτῷ; Ὅταν δὲ λέγῃ, ὅτι Εὐνούχισαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκ-τομήν· ἄπαγε· ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναί-ρεσιν. Ὡς ὅ γε τὸ μέλος ἐκτεμὼν, καὶ ἀρᾷ ἐστιν ὑπεύ-θυνος, καθὼς ὁ Παῦλός φησιν· Ὄφελον καὶ ἀποκό-ψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Καὶ μάλα εἰκότως. Καὶ γὰρ τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμὴν, καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα, καὶ τοῖς παρ’ Ἕλλησιν ἀκρωτηριαζομένοις τὰ αὐτὰ παρανομεῖ. Τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας καὶ σα-τανικῆς ἐπιβουλῆς ἐξ ἀρχῆς γέγονεν ἔργον· ἵνα τοῦ
PG 58:600Θεοῦ τὸ ἔργον διαβάλλωσιν· ἵνα τὸ ζῶον τοῦτο λυμή-νωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες· καὶ διπλῇ παρα-βλάψωσι τὸ ζῶον τοῦτο, καὶ τῷ τὰ μέλη πηροῦν, καὶ τῷ τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν κωλύειν. Ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησε, πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον πονηρὸν δόγμα εἰσάγων, καὶ τῷ περὶ εἱμαρμένης καὶ ἀνάγκης καὶ ἐντεῦθεν προοδοποιῶν λόγῳ, καὶ πανταχοῦ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἐλευθερίαν λυμαινόμενος, καὶ πείθων φυσικὰ εἶναι τὰ κακὰ, καὶ πολλὰ ἕτερα ἐντεῦθεν ὑποσπείρων δόγματα πονηρὰ, εἰ καὶ μὴ προφανῶς. Τοιαῦτα γὰρ τοῦ διαβόλου τὰ δηλητήρια. Διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν. Μετὰ γὰρ τῶν εἰρημένων οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερώτερα ἐντεῦθεν, ἀλλὰ καὶ χαλεπώ-τερα γίνεται. Ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει. Καὶ οἱ μὲν ἀπὸ ἐγκεφά-λου, οἱ δὲ ἀπὸ ὀσφύος τὸν οἶστρον ἐκεῖνον φύεσθαι λέγου-σιν· ἐγὼ δὲ οὐδαμόθεν ἄλλοθεν εἴποιμι ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκολάστου καὶ διανοίας ἠμελημένης, κἂν αὐτὴ σωφρονῇ, τῶν φυσικῶν κινημάτων βλάβος οὐδέν. Εἰπὼν τοίνυν τοὺς εὐνούχους, τοὺς εἰκῆ καὶ μάτην εὐνούχους, εἰ μὴ τῷ λογισμῷ καὶ αὐτοὶ σωφρονοῖεν, καὶ τοὺς ὑπὲρ τῶν οὐρανῶν παρθενεύοντας, πάλιν ἐπάγει λέ-γων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· προθυμοτέρους τε ποιῶν τῷ δεῖξαι ὑπέρογκον ὂν τὸ κατόρθωμα, καὶ οὐκ ἀφιεὶς εἰς ἀνάγκην νόμου τὸ πρᾶγμα κατακλεισθῆναι, διὰ τὴν ἄφατον αὐτοῦ ἡμερότητα. Καὶ τοῦτο εἶπεν, ὅτε σφόδρα ἔδειξε δυνατὸν ὂν, ἵνα πλείων τῆς προαι-ρέσεως ἡ φιλοτιμία γένηται. δ. Καὶ εἰ προαιρέσεώς ἐστι, φησὶ, πῶς ἀρχόμενος ἔλεγεν, Οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται; Ἵνα μάθῃς ὅτι μέγας ὁ ἆθλος, οὐχ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσῃς. Δέδοται γὰρ ἐκείνοις, τοῖς βουλομένοις. Εἶπε δὲ οὕτω, δεικνὺς ὅτι πολλῆς δεῖ τῆς ἄνωθεν ῥοπῆς τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. Ἔθος γὰρ αὐτῷ ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅταν μέγα τὸ κατορθούμενον ᾖ, ὡς ὅταν λέγῃ· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον καὶ ἐκ τοῦ παρόντος. Εἰ γὰρ τῆς ἄνωθεν δόσεως μόνης ἐστὶ, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐ-τοὺς διεῖλεν εὐνούχων. Σὺ δέ μοι σκόπει, πῶς ἐξ ὧν ἕτεροι πονηρεύονται, κερδαίνουσιν ἕτεροι. Οἱ μὲν γὰρ Ἰουδαῖοι μηδὲν μαθόντες ἀπῆλθον· οὐδὲ γὰρ ἵνα μά-θωσιν ἠρώτων· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· καὶ ἐπετίμησαν οἱ μαθη-ταὶ αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασι-λεία τῶν οὐρανῶν. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ἀπεσό-βουν τὰ παιδία; Ἀξιώματος ἕνεκεν. Τί οὖν αὐτός; Δι-δάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ ἐναγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται· ὅπερ καὶ ἔμ-προσθεν εἴρηκεν. Καὶ ἡμεῖς τοίνυν, εἰ βουλοίμεθα κλη-
PG 58:601ρονόμοι γενέσθαι τῶν οὐρανῶν, τὴν ἀρετὴν ταύτην μετὰ πολλῆς κτησώμεθα τῆς ἐπιμελείας. Οὗτος γὰρ φιλοσο-φίας ὅρος, μετὰ συνέσεως ἄπλαστον εἶναι· τοῦτο βίος ἀγγελικός. Καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου. Τοῖς λελυπηκόσιν οὐ μνησι-κακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται, ὡς οὐδενὸς γενομέ-νου. Καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ, ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ. Κἂν βασιλίδα
δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης, ἀλλ’ ἕλοιτο ἂν μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα μετὰ κόσμου. Τὸ γὰρ οἰκεῖον καὶ ἀλλότριον οὐ πενίᾳ καὶ πλούτῳ, ἀλλὰ φιλίᾳ διαγινώσκειν οἶδε. Καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπι-ζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μαστοῦ, καὶ ἀφίστα-ται τῆς θηλῆς. Τὸ παιδίον οὐ λυπεῖται ἐφ’ οἷς ἡμεῖς· οἷον ἐπὶ ζημίᾳ χρημάτων, καὶ τοῖς τοιούτοις· καὶ οὐ χαί-ρει πάλιν ἐφ’ οἷς ἡμεῖς, τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. Διὰ τοῦτο ἔλεγε· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. Ἐπειδὴ γὰρ οἱ Φαρισαῖοι οὐδαμόθεν ἄλλοθεν, ὡς ἀπὸ κακουργίας καὶ ἀπονοίας ἔπραττον ἃ ἔπραττον, διὰ τοῦτο ἄνω καὶ κάτω τοὺς μαθητὰς ἀφελεῖς εἶναι κελεύει, ἐκείνους τε αἰνιττόμενος, καὶ τούτους παιδεύων. Καὶ γὰρ οὐδὲν οὕτως εἰς ἀλαζονείαν ἐπαίρει, ὡς ἀρχὴ καὶ προ-εδρία. Ἐπεὶ οὖν ἔμελλον οἱ μαθηταὶ ἀπολαύειν τιμῆς πολλῆς κατὰ τὴν οἰκουμένην ἅπασαν, προκαταλαμβάνει αὐτῶν τὴν διάνοιαν, οὐκ ἀφιεὶς ἀνθρωπινόν τι παθεῖν, οὐδὲ τιμὰς ἀπαιτεῖν παρὰ τοῦ πλήθους, οὐδὲ τὸ σοβεῖν πρὸ αὐτῶν. Εἰ γὰρ καὶ μικρὰ ταῦτα εἶναι δοκεῖ, ἀλλὰ μεγάλων κακῶν ἐστιν αἴτια. Οὕτω γοῦν οἱ Φαρισαῖοι παιδοτριβούμενοι εἰς τὴν κορωνίδα τῶν κακῶν ἐξέπεσον, τοὺς ἀσπασμοὺς, τὰς προεδρίας τοὺς μεσασμοὺς ἐπι-ζητοῦντες· ἀπὸ γὰρ τούτων εἰς δοξομανίαν, εἶτα ἐκεῖ-θεν εἰς ἀσέβειαν ἐξώκειλαν. Διὰ δὴ τοῦτο ἐκεῖνοι μὲν ἀρὰν ἐπισπασάμενοι διὰ τοῦ πειράζειν, ἀπῆλθον· τὰ παιδία δὲ εὐλογίαν, ἅτε τούτων ἁπάντων ἠλευθερωμένα. Γενώμεθα δὴ καὶ ἡμεῖς κατὰ τὰ παιδία, καὶ τῇ κακίᾳ νηπιάζωμεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἑτέρως ἰδεῖν τὸν οὐρανόν· ἀλλ’ ἀνάγκη πάντως εἰς γέενναν ἐμπεσεῖν τὸν ὕπουλον καὶ πονηρόν. Καὶ πρὸ τῆς γεέννης δὲ ἐνταῦθα τὰ ἔσχατα πεισόμεθα. Ἐὰν γὰρ κακὸς γένῃ, φησὶ, μόνος ἀντλήσεις τὰ κακὰ ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τῷ πλησίον. Σκόπει γοῦν, ὡς τοῦτο καὶ ἐπὶ τῶν προτέρων συνέβη. Οὔτε γὰρ πονηρότερόν τι τοῦ Σαοὺλ γέγονεν, οὔτε ἁπλούστερον καὶ ἀφελέστερον τοῦ Δαυί̈δ. Τίς οὖν ὁ ἰσχυρότερος ἦν; Οὐ δεύτερον αὐτὸν εἰς χεῖ-ρας ἔλαβεν ὁ Δαυὶ̈δ, καὶ κύριος τοῦ ἀνελεῖν γενόμενος, ἀπέστη; οὐχ ὡς ἐν σαγήνῃ καὶ δεσμωτηρίῳ συνειλημ-μένον εἶχε, καὶ ἐφείσατο; Καὶ ταῦτα καὶ ἑτέρων παρ-οξυνόντων, καὶ αὐτὸς μυρία ἐγκαλεῖν ἔχων ἐγκλήματα· ἀλλ’ ὅμως ἀφῆκε σῶον ἀπελθεῖν. Καίτοι ὁ μὲν μετὰ πάσης αὐτὸν τῆς στρατιᾶς ἐδίωκεν, ὁ δὲ μετὰ ὀλίγων φυγάδων ἀπεγνωσμένων ἦν, ἀλώμενος καὶ τόπους ἐκ τόπων ἀμείβων· ἀλλ’ ὅμως ὁ φυγὰς τοῦ βασιλέως περιεγένετο· ἐπειδὴ ὁ μὲν μετὰ ἁπλότητος, ὁ δὲ μετὰ πονηρίας παρετάττετο. Τί γὰρ ἂν γένοιτο πονηρότερον ἐκείνου, ὃς τὸν αὐτῷ στρατηγοῦντα, καὶ τοὺς πολέμους ἅπαντας κατορθοῦντα, καὶ τῆς νίκης καὶ τῶν τροπαίων
PG 58:602τοὺς μὲν πόνους ὑπομένοντα, τοὺς δὲ στεφάνους ἐκείνῳ κομίζοντα ἀνελεῖν ἐπεχείρει; ε. Τοιοῦτον γὰρ ἡ βασκανία· ἀεὶ τοῖς οἰκείοις ἐπι-βουλεύει καλοῖς, καὶ τὸν ἔχοντα αὐτὴν τήκει, καὶ μυρίαις περιβάλλει συμφοραῖς. Καὶ ὁ δείλαιος γοῦν ἐκεῖνος, ἕως ὅτε ὁ Δαυὶ̈δ ἀπέστη, οὐκ ἔῤῥηξε τὴν φωνὴν ἐκείνην τὴν ἐλεεινὴν, ὀλοφυρόμενος καὶ λέγων· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ Κύριος ἀπέστη ἀπ’ ἐμοῦ. Ἕως ὅτε ἐχωρίσθη τοῦ Δαυὶ̈δ, οὐκ ἔπεσεν ἐν πολέμῳ, ἀλλὰ καὶ ἐν ἀσφαλείᾳ καὶ ἐν δόξῃ ἦν· καὶ γὰρ εἰς τὸν βασιλέα τοῦ στρατηγοῦ διέβαινεν ἡ δόξα. Οὐδὲ γὰρ τυραννικὸς ἦν ὁ ἀνὴρ, οὐδὲ θρόνου ἐκβαλεῖν ἐπεχείρει, ἀλλ’ αὐτῷ πάντα κατώρθου, καὶ σφόδρα περὶ αὐτὸν διέκειτο· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον. Ὅτε μὲν γὰρ ὑπ’ αὐτῷ ταττόμενος ἦν, ἴσως τῷ νόμῳ τῆς ὑποταγῆς ταῦτα ἄν τις λογίσαιτο τῶν οὐκ ἀκριβῶς ἐξεταζόντων· ἐπειδὴ δὲ ἐξήγαγεν ἑαυτὸν τῆς βασιλείας ἐκείνου, τί λοιπὸν ἦν τὸ κατέχον αὐτὸν, καὶ πεῖθον τοῦ πρὸς ἐκεῖνον ἀπέχεσθαι πολέμου; μᾶλλον δὲ, τί οὐκ ἦν παροξῦνον ἐπὶ τὴν σφαγήν; Οὐ πονηρὸς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτὸν γέγονεν; οὐχὶ παθὼν εὖ; οὐχὶ μηδὲν ἔχων ἐγκαλεῖν; οὐκ ἐπικίνδυνος αὐτῷ καὶ ἐπισφαλὴς ἡ βασιλεία αὐτοῦ καὶ ἡ σωτηρία ἦν; οὐ πλα-νᾶσθαι ἔδει διηνεκῶς καὶ φεύγειν, καὶ περὶ τῶν ἐσχά-των τρέμειν, ζῶντος ἐκείνου καὶ κρατοῦντος; Ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτὸν ἠνάγκασεν αἱμάξαι τὸ ξίφος· ἀλλὰ καὶ καθεύδοντα ὁρῶν, καὶ δεδεμένον, καὶ μόνον, καὶ ἐν μέσοις αὐτοῖς, καὶ τῆς κεφαλῆς ἁψάμενος, καὶ πολλῶν ὄντων τῶν διεγειρόντων, καὶ Θεοῦ ψῆφον εἶναι λεγόντων τὴν τοιαύτην εὐκαιρίαν, ἐκεῖνος καὶ ἐπετίμησε τοῖς παρορμῶσι, καὶ ἀπέσχετο τοῦ φόνου, καὶ σῶον ἐξέπεμψε καὶ ὑγιῆ· καὶ ὥσπερ σωματοφύλαξ ὢν αὐτοῦ μᾶλλον, καὶ ὑπασπιστὴς, οὐ πολέμιος, οὕτως ἐνεκάλει τῷ στρατοπέδῳ τὴν εἰς τὸν βασιλέα προδοσίαν. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς ψυχῆς; τί τῆς ἡμερότητος ἐκείνης; Τοῦτο γὰρ δυνατὸν μὲν καὶ ἐκ τῶν εἰρημένων συνιδεῖν· πολλῷ δὲ πλέον καὶ ἐκ τῶν νυνὶ γενομένων. Ὅταν γὰρ τὴν ἡμετέραν καταμάθωμεν φαυλότητα, τότε ἀκρι-βέστερον εἰσόμεθα τῶν ἁγίων ἐκείνων τὴν ἀρετήν. Διὸ παρακαλῶ πρὸς τὸν ζῆλον ἐκείνων τρέχειν. Καὶ γὰρ εἰ δόξης ἐρᾷς, καὶ διὰ τοῦτο ἐπιβουλεύεις τῷ πλησίον, τότε αὐτῆς ἀπολαύσῃ μειζόνως, ὅταν αὐτὴν διαπτύσας ἀπόσχῃ τῆς ἐπιβουλῆς. Ὥσπερ γὰρ τὸ χρηματίζεσθαι φιλαργυρίας ἐναντίον· οὕτω πρὸς τὸ δόξης ἐπιτυχεῖν, τὸ δόξης ἐρᾷν. Καὶ εἰ βούλεσθε, καθ’ ἕκαστον ἐξετά-σωμεν. Ἐπειδὴ γὰρ τῆς γεέννης ἡμῖν φόβος οὐδεὶς, οὐδὲ τῆς βασιλείας λόγος πολὺς, φέρε κἂν ἀπὸ τῶν παρόντων ὑμᾶς ἐναγάγωμεν. Τίνες γάρ εἰσιν οἱ καταγέ-λαστοι; εἰπέ μοι· οὐχὶ οἱ διὰ δόξαν τι ποιοῦντες τὴν τῶν πολλῶν; Τίνες δὲ ἐπαινετοί; οὐχὶ οἱ τὸν παρὰ τῶν πολλῶν διαπτύοντες ἔπαινον; Οὐκοῦν εἰ τὸ κενῆς δόξης ἐρᾷν ἐπονείδιστον, ὁ δὲ κενόδοξος οὐ δύναται λαθεῖν ἐρῶν αὐτῆς, ἐπονείδιστος ἔσται πάντως, καὶ γέγονεν αὐτῷ τὸ δόξης ἐρᾷν ἀτιμίας αἴτιον. Οὐ ταύτῃ δὲ μόνον κατ-αισχύνεται, ἀλλὰ καὶ τὸ πολλὰ ἀναγκάζεσθαι ποιεῖν αἰσχρὰ, καὶ δουλοπρεπείας τῆς ἐσχάτης γέμοντα. Καὶ ὥσπερ εἰς τὸ κερδαίνειν βλάπτεσθαι μάλιστα ἀπὸ τοῦ νοσήματος τῆς φιλοκερδείας εἰώθασιν οἱ ἄνθρωποι· (πολλὰς γοῦν ἀπάτας ὑφίστανται, καὶ τὰ μικρὰ κέρδη μεγάλας ποιεῖ ζημίας· διὸ καὶ εἰς παροιμίαν ὁ λόγοσ

Homily LXIIIHomilia LXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:603οὗτος ἐξενίκησεν·) οὕτω καὶ τῷ λάγνῳ κώλυμα πρὸς τὸ ἡδονῆς ἀπολαύειν τὸ πάθος γίνεται. Τοὺς γοῦν σφό-δρα καταφερεῖς καὶ γυναικοδούλους, τούτους μάλιστα ὡς ἀνδράποδα περιφέρουσιν αἱ γυναῖκες, καὶ οὐκ ἄν ποτε καταξιώσαιεν ἐκεῖναι ὡς ἀνδράσιν αὐτοῖς κεχρῆ-σθαι, ῥαπίζουσαι, διαπτύουσαι, ἄγουσαι καὶ περιάγου-σαι πανταχοῦ, καὶ θρυπτόμεναι, καὶ πάντα ἐπιτάττου-σαι μόνον. Οὕτω καὶ τοῦ ἀπονενοημένου καὶ δοξομα-νοῦντος καὶ δοκοῦντος εἶναι ὑψηλοῦ, οὐδὲν ταπεινότερον καὶ ἀτιμότερον. Καὶ γὰρ φιλόνεικον τὸ τῶν ἀνθρώπων γένος, καὶ πρὸς οὐδὲν ἕτερον ἀντικαθίσταται, ὡς πρὸς ἀλαζόνα καὶ ὑπερόπτην καὶ δόξης δοῦλον. Καὶ αὐτὸς δὲ
PG 58:604ἐκεῖνος, ὥστε διατηρῆσαι τὸ σχῆμα τῆς ἀπονοίας, τὰ τῶν ἀνδραπόδων πρὸς τοὺς πλείονας ἐπιδείκνυται, κο-λακεύων, θεραπεύων, παντὸς ἀργυρωνήτου δουλείαν δουλεύων χαλεπωτέραν. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, κατα-
θώμεθα ταῦτα τὰ πάθη, ἵνα μὴ καὶ ἐνταῦθα δίκην δῶμεν, καὶ ἐκεῖ κολασθῶμεν ἀπέραντα. Γενώμεθα τῆς ἀρετῆς ἐρασταί. Οὕτω γὰρ καὶ πρὸ τῆς βασιλείας τὰ μέγιστα ἐνταῦθα καρπωσόμεθα καλὰ, καὶ ἀπελθόντες ἐκεῖ τῶν αἰωνίων μεθέξομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:603ΟΜΙΛΙΑ ΞΓ. Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; α. Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημά-των ἐλάττονα οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐ-δαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολ-μᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐ-τόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕ-τη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥί-ζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, φησί. Διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ, Οὐδεὶς ἀγαθὸς, οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός· ἀλλ’, Οὐδεὶς ἀγαθός· τουτέστιν, οὐδεὶς ἀν-θρώπων. Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀν-θρώπους ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντι-διαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς, ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων· (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρω-ποί φησιν·) ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τί τὸ κατεπεῖγον ἦν, φησὶν, ἢ τί τὸ χρήσιμον, ὥστε οὕτως αὐτὸν ἀποκρίνα-σθαι; Ἀνάγει αὐτὸν κατὰ μικρὸν, καὶ παιδεύει κολα-κείας ἀπηλλάχθαι πάσης, τῶν ἐπὶ τῆς γῆς ἀπάγων, καὶ
PG 58:604τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα ζητεῖν, καὶ εἰδέναι τὸ ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή. Οὐδὲ γὰρ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως, εἰς ἔρωτα τοιοῦ-τον ἐμπεσὼν, καὶ τῶν ἄλλων, τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς ἐστι παρεσκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. Τί γὰρ ποιήσας φησὶ, ζωὴν αἰώνιον κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργα-σίαν τῶν λεχθησομένων. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν οὐκ ἂν εἴασε λα-θεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, ἢ καὶ ᾐνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπούμενος ἐφ’ οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδείς ποτε ἔπαθε τῶν Φα-ρισαίων, ἀλλ’ ἠγριαίνοντο ἐπιστομιζόμενοι. Ἀλλ’ οὐχ οὗτος· ἀλλ’ ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Εἰπόντος τοίνυν τοῦ Χρι-στοῦ· Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς ζωῆς προξένους αὐτῷ γενησομένας· ὃ σφόδρα ἐπι-θυμοῦντος ἦν. Εἶτα, ἐπειδὴ εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου, φησί· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ, Τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυ-μίας αὐτοῦ. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν αὐτὸν ὑστε-ρεῖν, μηδὲ ἡγεῖσθαι ἀρκεῖν τὰ εἰρημένα εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιτάττειν, προτίθησι τὰ ἔπαθλα, καί φησιν· Εἰ θέ-λεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρ-χοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐ-ρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι. β. Εἶδες πόσα βραβεῖα, πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ; Εἰ δὲ ἐπείραζεν, οὐκ ἂν αὐτῷ ταῦτα
PG 58:605εἶπε. Νυνὶ δὲ καὶ λέγει, καὶ ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα, καὶ τῇ γνώμῃ αὐτοῦ τὸ πᾶν ἐπιτρέπει, διὰ πάντων συσκιάζων τὸ δοκοῦν εἶναι βαρὺ τῆς παραινέσεως. Διὸ καὶ πρὶν εἰπεῖν τὸν ἀγῶνα καὶ τὸν πόνον, τὸ βραβεῖον αὐτῷ δείκνυσι, λέγων· Εἰ θέλεις τέλειος εἶναι· καὶ τότε φησὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, Ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ γὰρ τὸ ἀκολουθεῖν αὐτῷ, μεγάλη ἀντίδοσις. Καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι παρῄνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς τῆς ἀντιδόσεως, τὸ μόνιμον δηλῶν, τὸ ἄσυλον, ὡς ἐνεχώρει διὰ τῶν ἀνθρωπίνων αἰνίξασθαι τῷ ἀκούοντι. Οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρο-νεῖν, ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμέ-νως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι, πάντα τὰ παρ’ αὐτοῦ κελευόμενα ποιεῖν, πρὸς σφαγὰς εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τις γὰρ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὥστε τοῦ ῥῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τὸ χρημά-των ἀπηλλάχθαι συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανί-σκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστὴς, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν· Ἦν γὰρ ἔχων χρήματα πολλά.
Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους, εἴ γε ἐν πλείονι καθίστησιν αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐν-ταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέ-λευσεν ὁ Χριστὸς ῥῖψαι τὰ χρήματα, οὕτω κατέχωσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενό-μενον ἀπελθεῖν. Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρα-νῶν οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεον-έκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ, πρὸς βασιλείαν ἐμπόδιον, τὸ καὶ τὰ ἑτέρων λαβεῖν ἐννόησον πόσον σωρεύει τὸ πῦρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν πενίαν, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊὼν δεί-κνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην. Εὐκοπώτερον, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βα-σιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυ-
PG 58:606χὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσο-φεῖν. Διὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτὸ, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορ-θοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων ἔλεγε· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον, παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται, πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλ-γοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχον-τες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα ἀναλαβόντες. Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκου-μένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολ-λῆς δεηθῆναι τῆς παρακλήσεως. Διὰ τοῦτο πρότερον ἐμβλέψας αὐτοῖς εἶπε· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμε-νος, καὶ τὴν ἀγωνίαν καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ἐμβλέψας ), τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαῤῥεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἂν τὸ ἀδύνατον γένοιτο δυνατὸν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ ἀν-θρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, ἵνα ἀναπέ-σῃς, καὶ ὡς ἀδυνάτων ἀπόσχῃ· ἀλλ’ ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ῥᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τού-των ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς. γ. Πῶς οὖν ἂν γένοιτο τοῦτο δυνατόν; Ἂν ῥίψῃς τὰ ὄντα, ἂν κενώσῃς τὰ χρήματα, ἂν τῆς πονηρᾶς ἐπι-θυμίας ἀποστῇς. Ὅτι γὰρ οὐ τῷ Θεῷ μόνον αὐτὸ λογίζεται, ἀλλὰ διὰ τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν ὄγκον τοῦ κατορθώματος, ἄκουσον τῶν μετὰ ταῦτα. Πέτρου γὰρ εἰπόντος, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολου-θήσαμέν σοι, καὶ ἐρωτήσαντος, Τί ἄρα ἔσται ἡμῖν; τὸν μισθὸν ὁρίσας ἐκείνοις, ἐπήγαγε· Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὕτω τὸ ἀδύνατον γίνεται δυνατόν. Ἀλλὰ πῶς αὐτὸ τοῦτο γένοιτ’ ἂν, φησὶ, τὸ ἀφεῖναι; πῶς δυνατὸν τὸν βαπτισθέντα ἅπαξ ἐπιθυμίᾳ τοιαύτῃ χρημάτων ἀνενεγκεῖν; Ἂν ἄρξηται ἐκ τῶν ὄντων κενοῦν, καὶ τὰ περιττὰ περικόπτειν. Οὕτω γὰρ καὶ περαι-τέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται. Μὴ τοίνυν ὑφ’ ἓν τὸ πᾶν ζητήσῃς, ἀλλ’ ἡρέμα καὶ κατὰ μικρὸν ἀνάβαινε τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανόν σε ἀνάγουσαν, εἰ δυσχερές σοι τὸ ἀθρόον φαίνεται. Καθάπερ γὰρ οἱ πυρέττοντες, δριμεῖαν χολὴν ἔνδον ἔχοντες πλεονάζουσαν, ὅταν ἐπεμβάλωσι σῖτα καὶ ποτὰ, οὐ μόνον οὐ κατασβεννύουσι τὸ δίψος, ἀλλὰ καὶ ἀνάπτουσι τὴν φλόγα· οὕτω καὶ οἱ φιλοχρήματοι, ὅταν τῇ πονηρᾷ ταύτῃ ἐπιθυμίᾳ καὶ τῆς χολῆς ἐκείνης δριμυτέρᾳ τὰ χρήματα ἐπεμβάλωσι, μᾶλλον αὐτὴν ἐκκαίουσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως ἵστησιν, ὡς τὸ ἀποστῆναι τέως τῆς τοῦ κερδαίνειν ἐπιθυμίας, ὥσπερ οὖν τὴν δριμεῖαν χολὴν ὀλιγοσιτία καὶ κένωσις. Τοῦτο δὲ αὐτὸ πόθεν ἔσται; φησίν. Ἂν ἐννοήσῃς, ὅτι πλουτῶν μὲν οὐδέποτε παύσῃ διψῶν, καὶ τηκόμενος τῇ τοῦ πλείο-νος ἐπιθυμίᾳ· ἀπαλλαγεὶς δὲ τῶν ὄντων, καὶ τὸ νόσημα δυνήσῃ στῆσαι τοῦτο. Μὴ τοίνυν περιβάλλου πλείονα,
PG 58:607ἵνα μὴ ἀκίχητα διώκῃς, καὶ ἀνίατα νοσῇς, καὶ ἐλεεινότε-ρος ᾖς τοιαῦτα λυττῶν. Ἀπόκριναι γάρ μοι, τίνα ἂν φαίη-μεν βασανίζεσθαι καὶ ὀδυνᾶσθαι, τὸν ἐπιθυμοῦντα σιτίων καὶ πότων πολυτελῶν, καὶ οὐκ ἔχοντα ἀπολαῦσαι ὡς βούλεται· ἢ τὸν οὐκ ἔχοντα ἐπιθυμίαν τοιαύτην; Εὔδηλον ὅτι τὸν ἐπιθυμοῦντα μὲν, οὐ δυνάμενον δὲ μετασχεῖν ὧν ἐπιθυμεῖ. Οὕτω γάρ ἐστι τοῦτο ὀδυνηρὸν, τὸ ἐπιθυμοῦντα μὴ ἀπολαύειν, καὶ διψῶντα μὴ πίνειν, ὡς καὶ τὴν γέενναν βουλόμενον ἡμῖν ὑπογράψαι τὸν Χριστὸν, τοῦτον αὐ-τὴν ὑπογράψαι τὸν τρόπον, καὶ τὸν πλούσιον οὕτως εἰς-αγαγεῖν ἀποτηγανιζόμενον· ἐπιθυμῶν γὰρ σταγόνος ὕδατος, καὶ μὴ ἀπολαύων, οὕτως ἐκολάζετο. Οὐκοῦν ὁ μὲν χρημάτων καταφρονῶν ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος, καὶ περιβάλλεσθαι πλείω, ἀνῆψε μᾶλλον, καὶ οὐδέπω ἵσταται· ἀλλὰ κἂν μυρία λάβῃ τά-λαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσὸν, καινήν τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε οὕτω σβεσθῆναι δυναμένην. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τῇ προσθήκῃ, ἀλλὰ τῇ ἀφαιρέσει τοῦτο ἵσταται τὸ κακόν· εἴ σοι γέγονεν ἐπιθυμία ποτὲ ἄτοπος πτῆναι καὶ δι’ ἀέρος ἐνεχθῆναι, πῶς ἂν τὴν ἄτοπον ταύτην ἔσβεσας ἐπιθυμίαν; τῷ πτερὰ διαπλάτ-τειν, καὶ ἕτερα ὄργανα κατασκευάζειν; ἢ τῷ πεῖσαι τὸν λογισμὸν, ὅτι ἀδυνάτων ἐπιθυμεῖ, καὶ οὐδενὶ τούτων ἐπιχειρεῖν δεῖ; Εὔδηλον ὅτι τῷ πεῖσαι τὸν λογισμόν. Ἀλλ’ ἐκεῖνο, φησὶν, ἀδύνατον. Ἀλλὰ καὶ τοῦτο ἀδυνα-τώτερον, τὸ τῆς ἐπιθυμίας ταύτης ὅρον εὑρεῖν. Καὶ γὰρ εὐκολώτερον ἀνθρώπους ὄντας πτῆναι, ἢ τῇ προσθήκῃ τοῦ πλείονος παῦσαι τὸν ἔρωτα. Ὅταν μὲν γὰρ ᾖ δυ-νατὰ τὰ ἐπιθυμητὰ, τῇ ἀπολαύσει παραμυθεῖσθαι δυ-νατόν· ὅταν δὲ ἀδύνατα, ἓν δεῖ σπουδάζειν μόνον, τὸ τῆς ἐπιθυμίας ἡμᾶς αὐτοὺς ἀπαγαγεῖν, ὡς ἑτέρως γε οὐκ ἐνὸν ἀνακτήσασθαι τὴν ψυχήν. Ἵν’ οὖν μὴ πε-ριττὰ ὀδυνώμεθα, τὸν διηνεκῶς λυποῦντα ἔρωτα τῶν χρημάτων καὶ οὐδέποτε σιγῆσαι ἀνεχόμενον ἀφέντες, ἐφ’ ἕτερον μεθορμισώμεθα, τὸν καὶ μακαρίους ἡμᾶς ποιοῦντα, καὶ πολλὴν ἔχοντα τὴν εὐκολίαν, καὶ τῶν ἄνω θησαυρῶν ἐπιθυμήσωμεν. Οὔτε γὰρ πόνος ἐνταῦθα τοσοῦτος, καὶ τὸ κέρδος ἄφατον, καὶ ἀποτυχεῖν οὐκ
ἔνι τὸν καὶ ὁπωσοῦν ἀγρυπνοῦντα καὶ νήφοντα καὶ τῶν παρόντων ὑπερορῶντα· ὥσπερ οὖν τὸν δουλεύοντα αὐτοῖς καὶ ἐκδεδομένον εἰσάπαξ ἀνάγκη πᾶσα ἐκπεσεῖν ἐκείνων. δ. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπι-θυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἂν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν δὲ μελλόν-των ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ γὰρ τῆς γεέννης καὶ πρὸ τῆς γεέννης ἐκείνης, καὶ ἐν-ταῦθα εἰς χαλεπωτέραν σε ἐμβάλλει κόλασιν. Καὶ γὰρ οἰκίας πολλὰς ἡ ἐπιθυμία αὕτη ἀνέτρεψε, καὶ χαλε-ποὺς πολέμους ἀνεῤῥίπισε, καὶ βιαίῳ θανάτῳ καταλῦ-σαι τὸν βίον κατηνάγκασε· καὶ πρὸ τῶν κινδύνων δὲ τούτων τῆς ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δει-λὸν, καὶ ἄνανδρον, καὶ θρασὺν, καὶ ψεύστην, καὶ συ-κοφάντην, καὶ ἅρπαγα, καὶ πλεονέκτην, καὶ τὰ ἔσχατα πάντα τὸν ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ’ ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆ-
PG 58:608θος, καὶ τῶν οἰκοδομημάτων τὸ κάλλος, καὶ τὴν θεραπείαν τὴν ἐπ’ ἀγορᾶς ὁρῶν καταγοητεύῃ; Τίς οὖν ἂν γένοιτο θεραπεία τῷ πονηρῷ τραύματι τούτῳ; Ἂν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυς-ειδῆ· ἂν λογίσῃ μεθ’ ὅσων ταῦτα ἐκτήθη κακῶν, μεθ’ ὅσων φυλάττεται πόνων, μεθ’ ὅσων κινδύνων· μᾶλλον δὲ οὐδὲ φυλάττεται μέχρι τέλους, ἀλλ’ ὅταν ἁπάντων δια-φύγῃ τὰς λαβὰς, ὁ θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρη-μον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ’ ἢ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λα-βοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν τὴν κόνιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν· μᾶλλον δὲ αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι. Ἐκείνου ζηλωτὴς γε-νοῦ, καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βα-σιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν· καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Καὶ σὺ μὲν πλέθρων γῆς τόσων καὶ τόσων μέμνησαι, καὶ οἰ-κιῶν δέκα καὶ εἴκοσιν, ἢ καὶ πλειόνων, καὶ βαλανείων τοσούτων, καὶ ἀνδραπόδων χιλίων, ἢ δὶς τοσούτων, καὶ ὀχημάτων ἀργυρενδέτων καὶ χρυσοπάστων· ἐγὼ δὲ ἐκεῖνό φημι· Εἰ τῶν πλουτούντων ὑμῶν ἕκαστος, τὴν πενίαν ταύτην ἀφεὶς (πενία γὰρ ταῦτα πρὸς ὃ μέλλω λέγειν), ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐ-τῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν καὶ θάλατταν, καὶ πανταχοῦ οἰκοδομήματα, καὶ πόλεις καὶ ἔθνη, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, τῆς βασιλείας ἐκπε-σόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέ-μενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Οὐκ ἔστιν οὐδέν. Μὴ τοίνυν μοι λέγε τὴν τῶν χρημάτων περιουσίαν. ἀλλ’ ἐν-νόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένου-σιν ἐρασταὶ, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἂν εἴ τις τῆς ἐν βασιλείοις μεγίστης τιμῆς ἐκπεσὼν, κόπρου θημωνίαν ἔχων, μέγα ἐπὶ ταύτῃ φρονοίη. Οὐδὲν γὰρ ἐκείνης ἡ τῶν χρημά-των διαφέρει σωρεία· μᾶλλον δὲ καὶ βελτίων ἐκείνη. Ἡ μὲν γὰρ καὶ πρὸς γεωργίαν ἐπιτήδειος, καὶ πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων. Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν φύεται. Διὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τὴν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον, ῥίζαν αὐτὴν τῶν κακῶν ἁπάντων εἰπών. Ταῦτ’ οὖν

Homily LXIVHomilia LXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:609ἅπαντα ἐννοοῦντες, μάθωμεν ζηλοῦν τὰ ἄξια ζήλου, μὴ τὰς λαμπρὰς οἰκοδομὰς, μηδὲ τοὺς πολυτελεῖς ἀγρούς· ἀλλὰ τοὺς πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ πλουτοῦντας, τοὺς τῶν θησαυ-ρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰ
PG 58:610Χριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγα-θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:609ΟΜΙΛΙΑ ΞΔ. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; α. Ποῖα πάντα, ὦ μακάριε Πέτρε; τὸν κάλαμον; τὸ δίκτυον; τὸ πλοῖον; τὴν τέχνην; Ταῦτά μοι πάντα λέ-γεις; Ναὶ, φησίν. Ἀλλ’ οὐ διὰ φιλοτιμίαν ταῦτα λέγω, ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· ἵνα μὴ λέγῃ τις τῶν πενήτων· Τί οὖν; ἐὰν μὴ ἔχω ὑπ-άρχοντα, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος, ἵνα σὺ μάθῃς, ὁ πένης, ὅτι οὐδὲν ἐντεῦθεν ἠλάττωσαι· ἐρωτᾷ Πέτρος, ἵνα μὴ παρὰ Πέτρου μαθὼν ἀμφιβάλλῃς (καὶ γὰρ ἀτελὴς ἦν ἔτι, καὶ Πνεύματος ἔρημος), ἀλλὰ παρὰ τοῦ τοῦ Πέτρου διδασκάλου δεξάμενος τὴν ἀπό-φασιν θαῤῥῇς. Καθάπερ γὰρ ἡμεῖς ποιοῦμεν· οἰκειού-μεθα πράγματα πολλάκις ὑπὲρ ἀλλοτρίων διαλεγόμενοι· οὕτω καὶ ὁ ἀπόστολος ἐποίησεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὴν πεῦσιν αὐτῷ ταύτην προσαγαγών. Ἐπεὶ ὅτι γε τὰ ἑαυτοῦ ᾔδει σαφῶς, δῆλον ἀπὸ τῶν ἔμπρο-σθεν εἰρημένων· ὁ γὰρ τὰς κλεῖς τῶν οὐρανῶν ἐντεῦθεν ἤδη δεξάμενος, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἐκεῖ θαῤῥεῖν εἶχε. Σκόπει δὲ καὶ πῶς ἀκριβῶς ἀποκρίνεται, ὡς ὁ Χριστὸς ἐπεζήτησε. Καὶ γὰρ αὐτὸς παρὰ τοῦ πλουσίου δύο ταῦτα ᾔτησε· δοῦναι πτωχοῖς τὰ ὑπάρχοντα, καὶ ἀκολουθεῖν. Διὰ τοῦτο καὶ αὐτὸς τὰ δύο ταῦτα τίθησι, τὸ ἀφεῖναι καὶ ἀκολουθῆσαι· Ἰδοὺ γὰρ ἡμεῖς ἀφήκα-μεν πάντα, φησὶ, καὶ ἠκολουθήσαμέν σοι. Τό τε γὰρ ἀφεῖναι διὰ τὸ ἀκολουθῆσαι γέγονεν, ἥ τε ἀκολούθησις ἐκ τοῦ ἀφεῖναι εὐκολωτέρα κατέστη, καὶ ὑπὲρ τοῦ ἀφεῖ-ναι θαῤῥεῖν καὶ χαίρειν αὐτοὺς παρεσκεύαζε. Τί οὖν αὐτός; Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθή-σαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθ-ίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Τί οὖν; καὶ Ἰούδας, φησὶ, καθεδεῖται; Οὐδαμῶς. Πῶς οὖν φησιν, Ὑμεῖς ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε; πῶς τὰ τῆς ὑποσχέσεως πληρωθήσεται; Ἄκουσον πῶς καὶ τίνι λόγῳ. Νόμος ἐστὶ παρὰ τοῦ Θεοῦ κείμενος, διὰ Ἱερεμίου τοῦ προ-
φήτου τοῖς Ἰουδαίοις ἀναγνωσθεὶς, καὶ ταῦτα λέγων· Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἐξαί-ρειν καὶ ἀπολλύειν· καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, μετανοήσω κἀγὼ ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοι-κοδομεῖν καὶ καταφυτεύειν· καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν ἐνώπιόν μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω κἀγὼ περὶ τῶν ἀγαθῶν, ὧν ἐλά-λησα ποιῆσαι αὐτοῖς. Τὸ αὐτὸ γὰρ τοῦτο καὶ ἐπὶ τῶν χρηστῶν διαφυλάττω ἔθος, φησί. Κἂν γὰρ εἴπω τοῦ ἀνοικοδομεῖν, ἀναξίους δὲ ἑαυτοὺς παράσχωσι τῆς ὑποσχέσεως, οὐκέτι ποιήσω. Ὅπερ γέγονεν ἐπὶ τοῦ
PG 58:610ἀνθρώπου πλασθέντος. Ὁ τρόμος γὰρ ὑμῶν, φησὶ, καὶ ὁ φόβος ἔσται ἐπὶ τὰ θηρία· καὶ οὐκ ἐγένετο· ἀνάξιον γὰρ ἑαυτὸν τῆς ἀρχῆς ἀπέφηνεν· ὥσπερ οὖν καὶ Ἰούδας. Ἵνα γὰρ μήτε ταῖς ἀποφάσεσι τῆς κολά-σεως ἀπογνόντες τινὲς σκληρότεροι γένωνται, μήτε ταῖς τῶν χρηστῶν ὑποσχέσεσιν ἁπλῶς ῥᾳθυμότεροι κατα-στῶσιν, ἀμφότερα ταῦτα ἰᾶται διὰ τοῦ προειρημένου, ταυτὶ λέγων· Κἂν ἀπειλήσω, μὴ ἀπογνῷς· δύνασαι γὰρ μετανοῆσαι, καὶ λῦσαί μου τὴν ἀπόφασιν, ὡς Νινευῖται· κἂν ὑπόσχωμαί τι χρηστὸν, μὴ ἀναπέσῃς διὰ τὴν ὑπό-σχεσιν. Ἂν γὰρ ἀνάξιος φανῇς, οὐδέν σε ὠφελήσει τὸ ὑποσχέσθαι με, ἀλλὰ μᾶλλον καὶ τιμωρήσεται· ἐγὼ γὰρ ἀξίῳ ὄντι ὑπισχνοῦμαι. Διὰ τοῦτο καὶ τότε διαλεγόμενος τοῖς μαθηταῖς, οὐχ ἁπλῶς ἐπηγγείλατο· οὐδὲ γὰρ εἶπεν, Ὑμεῖς, μόνον, ἀλλὰ προσέθηκεν, οἱ ἀκολουθήσαν-τές μοι, ἵνα καὶ τὸν Ἰούδαν ἐκβάλῃ, καὶ τοὺς μετὰ ταῦτα ἐφελκύσηται. Οὔτε γὰρ πρὸς ἐκείνους εἴρηται μόνους, οὔτε πρὸς Ἰούδαν λοιπὸν ἀνάξιον γεγενημένον. Τοῖς μὲν οὖν μαθηταῖς τὰ μέλλοντα ἐπηγγείλατο, λέγων· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους· ἦσαν γὰρ ὑψηλότεροι λοιπὸν, καὶ οὐδὲν τῶν παρόντων ἐζήτουν· τοῖς δὲ ἄλλοις καὶ τὰ ἐνταῦθα ὑπισχνεῖται. Καὶ πᾶς γὰρ, φησὶν, ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψε-ται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονο-μήσει. Ἵνα γὰρ μή τινες ἀκούσαντες τὸ, ὑμεῖς, ἐξαίρε-τον τῶν μαθητῶν τοῦτο εἶναι νομίσωσι (λέγω δὴ τὸ τῶν μεγίστων καὶ πρωτείων ἐν τοῖς μέλλουσιν ἀπο-λαύειν), ἐξέτεινε τὸν λόγον, καὶ ἥπλωσε τὴν ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστοῦται. Καὶ τοῖς μαθηταῖς δὲ ἐν προοι-μίοις, ὅτε ἀτελέστερον διέκειντο, ἀπὸ τῶν παρόν-των διελέγετο. Ὅτε γὰρ εἵλκυσεν αὐτοὺς ἀπὸ τῆς θαλάσσης, καὶ τῆς τέχνης ἀπέστησε, καὶ ἀφεῖναι τὸ πλοῖον ἐκέλευσεν, οὐκ οὐρανῶν, οὐ θρόνων ἐμνημόνευσεν, ἀλλὰ τῶν ἐνταῦθα πραγμάτων, εἰπών· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἐπειδὴ δὲ ὑψηλοτέρους εἰργάσατο, τότε λοιπὸν καὶ περὶ τῶν ἐκεῖ διαλέγεται. β. Τί δέ ἐστι, Κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ; Τουτέστι, κατακρίνοντες. Οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθεδεῖσθαι· ἀλλ’ ὥσπερ τὴν βασίλισσαν τοῦ νότου κατακρινεῖν τὴν γενεὰν ἐκείνην ἔφησε, καὶ οἱ Νινευῖται δὲ κατακρινοῦσιν αὐτούς· οὕτω δὴ καὶ οὗτοι. Διὰ τοῦτο οὐκ εἶπε, Τὰ ἔθνη καὶ τὴν οἰκουμένην, ἀλλὰ, Τὰς φυλὰς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς ἦσαν τεθραμμένοι καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ οἵ τε Ἰουδαῖοι καὶ οἱ ἀπόστολοι, ὅταν λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι Διὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυσε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι, τούτους εἰς μέσον παραγαγὼν, τοὺς τὸν αὐτὸν δεξαμέ-νους νόμον καὶ πιστεύσαντας, κατακρινεῖ πάντας ἐκεί-νους· ὅπερ καὶ ἤδη ἔλεγε, Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Καὶ τί μέγα αὐτοῖς ἐπηγγείλατο, φησὶν,
PG 58:611εἰ ὅπερ ἔχουσιν οἱ Νινευῖται καὶ ἡ βασίλισσα τοῦ νότου, τοῦτο καὶ οὗτοι ἕξουσι; Μάλιστα μὲν καὶ ἄλλα ἔμπρο-σθεν αὐτοῖς πολλὰ ἐπηγγείλατο, καὶ μετὰ ταῦτα ὑπ-ισχνεῖται· καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἔπαθλον. Ἄλλως δὲ καὶ ἐν τούτῳ παρῃνίξατό τι πλέον ἐκείνων. Περὶ μὲν γὰρ ἐκείνων ἁπλῶς εἶπεν· Ἄνδρες Νινευῖται ἀναστή-σονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· καὶ, Βασίλισσα νότου κατακρινεῖ· περὶ δὲ τούτων, οὐχ ἁπλῶς οὕτως· ἀλλὰ πῶς; Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους, φησί· δηλῶν, ὅτι καὶ συμβασιλεύσουσι καὶ κοινωνήσουσι τῆς δόξης ἐκείνης. Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν. Οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσι· μόνος γὰρ αὐτός ἐστιν ὁ καθεδούμενος καὶ κρίνων· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσε διὰ τῶν θρόνων. Τούτοις μὲν οὖν ταῦτα εἶπε· τοῖς δὲ λοιποῖς πᾶσι ζωὴν αἰώνιον, καὶ ἑκατονταπλασίονα ἐντεῦθεν. Εἰ δὲ τοῖς λοιποῖς, πολλῷ μᾶλλον καὶ τούτοις, καὶ ταῦτα καὶ τὰ ἐν τῷ αἰῶνι τούτῳ. Καὶ τοῦτο γοῦν ἐξέβη. Κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας μετ’ ἐξουσίας εἶχον, τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων, καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων. Καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο, ὡς καὶ Παῦλος πολλοῖς μαρτυ-ρεῖ, ὅταν λέγῃ· Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ὅταν δὲ λέγῃ, ὅτι πᾶς ὅστις ἀφῆκε γυναῖκα, οὐ τοῦτό φησιν, ὥστε ἁπλῶς διασπᾶσθαι τοὺς γάμους· ἀλλ’ ὃ περὶ τῆς ψυχῆς ἔλε-γεν, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἀναιρῶμεν ἑαυτούς· οὐδ’ ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτὴν ἀπὸ τοῦ σώματος, ἀλλ’ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν φησι. Δοκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεσθαι. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖ-κες ἄνδρας· Ὅταν ταῦτα κελεύωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἀναστήσας τοίνυν πάντων τὰ φρονήματα, καὶ πείσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης θαῤῥεῖν, προς-έθηκεν, ὅτι Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ εἰ καὶ ἀδιορίστως καὶ περὶ πολλῶν καὶ ἑτέρων εἴρηται, εἴρηται καὶ περὶ τούτων, καὶ περὶ Φαρισαίων τῶν ἀπειθούντων· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι Πολλοὶ ἥγουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Εἶτα ἐπάγει καὶ παραβολὴν, εἰς πολ-λὴν προθυμίαν ἀλείφων τοὺς ὑστερηκότας. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο-δεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωὶ̈ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετ’ αὐτῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα. Καὶ τῇ τρίτῃ ὥρᾳ εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίη-σεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν
PG 58:612αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπ-άγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα μου, καὶ ὃ ἐὰν
ᾖ δίκαιον, λήψεσθε. Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ δὸς αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον. Καὶ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Καὶ λαβόντες ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐ-τοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέ-ρας, καὶ τὸν καύσωνα; Ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηνα-ρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ καὶ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Ἢ οὐκ ἔξεστί μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. γ. Τί βούλεται ἡμῖν ἡ παραβολὴ αὕτη; Οὐ γὰρ συν-ᾴδει τῷ πρὸς τῷ τέλει λεχθέντι τὸ ἐξ ἀρχῆς, ἀλλὰ τοὐ-ναντίον ἅπαν ἐμφαίνει. Ἐν ταύτῃ μὲν γὰρ δείκνυσιν ἅπαντας τῶν αὐτῶν ἀπολαύοντας, καὶ οὐ τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ εἰσαγομένους· αὐτὸς δὲ καὶ πρὸ τῆς παραβολῆς καὶ μετὰ τὴν παραβολὴν τοὐναντίον εἶπεν, ὅτι Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι· τουτέστιν, ὅτι καὶ αὐτῶν τῶν πρώτων πρῶτοι, οὐχὶ πρώτων μενόντων, ἀλλ’ ἐσχάτων ἐκείνων γενομένων. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· ὥστε διπλῇ κἀ-κείνους δακεῖν, καὶ τούτους παραμυθήσασθαι καὶ προτρέψαι. Ἡ δὲ παραβολὴ οὐ τοῦτό φησιν· ἀλλ’ ὅτι τῶν εὐδοκίμων καὶ πολλὰ πεπονηκότων ἔσονται ἴσοι. Ἴσους γὰρ αὐτοὺς ἡμῖν ἐποίησας, φησὶ, τοῖς βαστά-σασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα. Τί οὖν ἐστιν ὅ φησιν ἡ παραβολή; Ἀναγκαῖον γὰρ τοῦτο πρῶ-τον ποιῆσαι σαφὲς, καὶ τότε ἐκεῖνο διαλύσομεν. Ἀμπε-λῶνα μὲν, τὰ ἐπιτάγματα τοῦ Θεοῦ φησιν εἶναι, καὶ τὰς ἐντολάς· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ, τοὺς διαφόρως καλουμένους ἐπὶ τὰ προς-τάγματα· πρωὶ̈ δὲ καὶ περὶ τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας καὶ εὐδοκιμήσαντας. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστιν, εἰ λαμπρῶς εὐδοκιμηκότες οἱ πρῶτοι, καὶ ἀρέσαντες τῷ Θεῷ, καὶ δι’ ὅλης ἡμέρας λάμψαντες ἀπὸ τῶν πόνων, τῷ ἐσχάτῳ τῆς κακίας κατέχονται πά-θει, βασκανίᾳ καὶ φθόνῳ. Ἰδόντες γὰρ αὐτοὺς τῶν αὐτῶν ἀπολελαυκότας, φασίν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίη-σας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Καὶ ταῦτα μηδὲν μέλλοντες ζημιοῦσθαι, μηδὲ εἰς τὸν ἑαυτῶν ἐλαττοῦσθαι μισθὸν, ἐδυσχέραινον καὶ ἠγανάκτουν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς· ὃ φθόνου καὶ βασκανίας ἦν. Καὶ τὸ ἔτι πλέον, ὅτι καὶ ὁ οἰκοδε-σπότης ὑπὲρ αὐτῶν δικαιολογούμενος, καὶ πρὸς τὸν εἰρη-κότα ταῦτα ἀπολογούμενος, πονηρίας αὐτὸν κρίνει καὶ βασκανίας ἐσχάτης, λέγων· Οὐχὶ δηναρίου συνεφώ-νησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Εἰ ὁ ὀφθαλμός σου
PG 58:613πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον ἐκ τούτων; Καὶ γὰρ καὶ ἐφ’ ἑτέρων παραβολῶν τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ υἱὸς ὁ εὐδόκιμος αὐτὸ τοῦτο εἰσάγεται πεπονθὼς, ὅτε εἶδε τὸν ἄσωτον ἀδελφὸν πολλῆς ἀπολαύσαντα τιμῆς, καὶ πλείονος ἢ αὐτός. Ὥσπερ γὰρ οὗτοι πλείονος ἀπέλαυσαν τῷ πρῶτοι λαβεῖν, οὕτω καὶ ἐκεῖνος μειζόνως τῇ περιουσίᾳ τῶν δεδομένων ἐτιμᾶτο· καὶ ταῦτα αὐτὸς μαρτυρεῖ ὁ εὐδόκιμος. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἔστιν οὐδεὶς τοιαῦτα δικαιολογούμενος ἢ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρα-νῶν· ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρόν. Εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι καὶ τὰς ψυχὰς ἑαυτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τούτων ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν εἶναι ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως ἐσχημάτισε τὸν λόγον; Παραβολὴ τὸ λεγόμενον ἦν· διόπερ οὐδὲ χρὴ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι, ἀλλὰ τὸν σκοπὸν μαθόντας, δι’ ὃν συνετέθη, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυ-πραγμονεῖν περαιτέρω. Τίνος οὖν ἕνεκεν οὕτω συνετέθη αὕτη ἡ παραβολὴ, καὶ τί κατασκευάσαι βούλεται; Προ-θυμοτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μετα-βαλλομένους καὶ γινομένους βελτίονας, μηδὲ ἀφεῖναι νομίζειν ἔλαττον ἔχειν. Διὰ δὴ τοῦτο εἰσάγει καὶ δυσχεραίνοντας ἑτέρους ἐπὶ τοῖς τούτων ἀγαθοῖς, οὐχ ἵνα δείξῃ τηκομένους καὶ δακνομένους ἐκείνους· ἄπαγε· ἀλλ’ ἵνα διδάξῃ τούτους τοσαύτης ἀπολαύσαντας τιμῆς, ἣ καὶ φθόνον ἑτέροις τεκεῖν ἠδύνατο. Ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν λέγοντες, ὅτι Ὁ δεῖνά μοι ἐνεκάλε-σεν, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε ἐγκληθέντες, οὔτε ἐκεῖνον διαβαλεῖν θέλοντες, ἀλλὰ τούτῳ δεῖξαι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν. Ἀλλὰ τί δήποτε οὐ πάντας εὐθέως ἐμισθώσατο; Τὸ εἰς αὐτὸν ἧκον, ἅπαν-τας· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκε. Διὰ τοῦτο οἱ μὲν πρωὶ̈, οἱ δὲ τρίτῃ, οἱ δὲ ἕκτῃ, οἱ δὲ ἐνάτῃ ὥρᾳ καλοῦν-ται, οἱ δὲ ἑνδεκάτῃ, ὅτε ἔμελλον ὑπακούσεσθαι. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου. Πότε δὲ εὐδόκη-σεν; Ὅτε ἔμελλεν ὑπακούσεσθαι. Αὐτὸς μὲν γὰρ ἐβού-λετο, καὶ ἐκ προοιμίων· ἐπειδὴ δὲ αὐτὸς οὐκ ἂν εἶξε, τότε εὐδόκησεν, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι. Οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσε, καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ’ ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν. Εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐκ ἂν ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής. Εἰ δὲ οὗτοι λέγουσιν, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· μάλιστα μὲν, ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· ἐνταῦθα δὲ οὐδὲ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ’ ἐκεῖνοι· αὐτὸς δὲ αὐτοὺς οὐκ ἐλέγχει, ἵνα μὴ διαπορήσῃ, ἀλλ’ ἐπισπάσηται. Ὅτι γὰρ πάντας, τό γε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλει, ἐδή-λωσε καὶ ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρωὶ̈ ἐξῆλθε μισθώσασθαι. δ. Πάντοθεν οὖν δῆλον ἡμῖν, ὅτι πρὸς τοὺς ἐκ πρώτης ἡλικίας, καὶ τοὺς ἐν γήρᾳ καὶ βράδιον ἀρετῆς ἐπειλημ-μένους εἴρηται ἡ παραβολή· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοῖς περὶ τὴν ἑνδεκά-την· πρὸς τούτους δὲ, ἵνα μάθωσιν, ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι. Ἐπειδὴ γὰρ περὶ σφοδρότητος διελέγετο, καὶ τοῦ χρήματα ῥῖψαι, καὶ κατα-
PG 58:614φρονῆσαι τῶν ὄντων ἁπάντων, πολλοῦ δὲ τοῦτο ἐδεῖτο τοῦ τόνου καὶ νεανικῆς προθυμίας, ἀνάπτων ἐν αὐτοῖς φλόγα ἀγάπης, καὶ εὔτονον ποιῶν τὴν γνώμην, δείκνυ-σιν ὅτι δυνατὸν καὶ ὕστερον ἐλθόντας τῆς πάσης λαβεῖν ἡμέρας τὸν μισθόν. Ἀλλ’ οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ ὅτι τῆς αὐτοῦ φιλ-ανθρωπίας ἐστὶ τὸ πᾶν, καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦν-ται, ἀλλ’ ἀπολαύσονται καὶ αὐτοὶ τῶν ἀποῤῥήτων ἀγα-θῶν. Καὶ τοῦτο μάλιστά ἐστιν ὃ βούλεται διὰ τῆς παρα-βολῆς κατασκευάσαι ταύτης. Εἰ δὲ ἐπάγει, ὅτι Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι·
πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μὴ θαυμά-σῃς. Οὐ γὰρ ὡς. ἐκ τῆς παραβολῆς τοῦτο συναγα-γών φησιν, ἀλλὰ τοῦτο λέγει, ὅτι ὥσπερ τοῦτο συνέβη, οὕτω κἀκεῖνο συμβήσεται. Ἐνταῦθα μὲν γὰρ οὐκ ἐγέ-νοντο οἱ πρῶτοι ἔσχατοι, ἀλλὰ τῶν αὐτῶν πάντες ἀπή-λαυσαν παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν. Ὥσπερ δὲ τοῦτο παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω καὶ τὸ τούτου πλέον συμβήσεται καὶ παραδοξότερον, τὸ καὶ ἔμπροσθεν γενέσθαι τῶν πρώτων τοὺς ἐσχάτους, καὶ μετὰ τούτους τοὺς πρώτους. Ὥστε ἕτερον ἐκεῖνο, καὶ ἕτερον τοῦτο. Δοκεῖ δέ μοι ταῦτα λέγειν Ἰουδαίους αἰνιττόμενος, καὶ τῶν πιστῶν τοὺς ἐξ ἀρχῆς λάμψαν-τας, ὕστερον δὲ ἀμελήσαντας ἀρετῆς, καὶ εἰς τοὐπίσω κατενεχθέντας· κἀκείνους πάλιν τοὺς ἀπὸ κακίας ἀν-ενεγκόντας, καὶ πολλοὺς ὑπερακοντίσαντας. Ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας. Διὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείκνυ-σθαι ἄριστον. Ἂν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσομεν δίκην. Καὶ τοῦτο ἔδειξε μὲν καὶ ἀπὸ τῶν ἄνωθεν χρόνων ὁ μακάριος Παῦλος, ὅτε ἔλεγεν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευ-ματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευμα-τικὸν ἔπιον· καὶ προσθεὶς, ὅτι οὐκ ἐσώθησαν· Κατ-εστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ἔδειξε δὲ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν ὁ Χριστὸς, ὅτε εἰσήγαγέ τινας δαίμονας ἐκβαλόντας καὶ προφητεύσαντας, καὶ εἰς κόλασιν ἀπ-αγομένους. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ παραβολαὶ, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρπὸν, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσι. Περὶ μὲν γὰρ δογμάτων ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου πολλάκις, μᾶλλον δὲ πανταχοῦ· διηνεκὴς γὰρ ὁ πρὸς τοῦτο πόλεμος, διὸ καὶ ὁ πόνος. Καὶ τί λέγω πολι-τείαν ὁλόκληρον; Καὶ γὰρ μέρος αὐτῆς παροφθὲν με-γάλα ἐπάγει κακά· οἷον ἐλεημοσύνη παροφθεῖσα εἰς γέενναν ἐμβάλλει τοὺς ὑστερηκότας· καίτοι οὐχ ὁλό-κληρος τοῦτο ἀρετὴ, ἀλλὰ μέρος αὐτῆς. Ἀλλ’ ὅμως καὶ αἱ παρθένοι διὰ τὸ μὴ ταύτην ἔχειν ἐκολάσθησαν· καὶ ὁ πλούσιος διὰ τοῦτο ἀπετηγανίζετο· καὶ οἱ πει-νῶντα μὴ θρέψαντες ἐντεῦθεν μετὰ τοῦ διαβόλου κατα-δικάζονται. Πάλιν τὸ μὴ λοιδορεῖν μέρος αὐτῆς ἐστιν ἐλάχιστον· ἀλλ’ ὅμως καὶ τοῦτο ἐκβάλλει τοὺς μὴ κατ-ωρθωκότας. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πάλιν ἡ σωφροσύνη καὶ αὐτὴ μέρος ἐστίν· ἀλλ’ ὅμως χωρὶς ταύ-της οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰρήνην γὰρ, φησὶ,
PG 58:615διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἡ ταπεινοφροσύνη δὲ ὁμοίως μόριόν ἐστιν ἀρετῆς· ἀλλ’ ὅμως κἂν ἕτερά τις ἐπιτελέσῃ καλὰ, ταύτην δὲ μὴ κατορθώσῃ, ἀκάθαρτος. παρὰ τῷ Θεῷ. Καὶ δῆλον ἐκ τοῦ Φαρισαίου, ὃς μυρίοις κομῶν ἀγαθοῖς, ἐντεῦθεν πάντα ἀπώλεσεν. Ἐγὼ δέ τι καὶ τούτων πλέον εἰπεῖν ἔχω πάλιν. Οὐ γὰρ δὴ μόνον ἕν τι αὐτῶν παροφθὲν ἀποκλείει τὸν οὐρανὸν ἡμῖν, ἀλλὰ κἂν γένηται μὲν, μὴ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ ὑπερβολῆς, τὸ αὐτὸ τοῦτο πάλιν ποιεῖ. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥστε κἂν ἐλεημο-σύνην δῷς, μὴ πλείονα. δὲ ἐκείνων, οὐκ εἰσελεύσῃ. Καὶ πόσην ἐκεῖνοι παρεῖχον ἐλεημοσύνην; φησί. Τοῦτο γὰρ αὐτὸ εἰπεῖν βούλομαι νῦν, ἵνα οἱ μὲν μὴ διδόντες διαναστῶσι πρὸς τὸ δοῦναι, οἱ δὲ διδόντες μὴ μέγα φρο-νῶσιν, ἀλλὰ προσθήκην ἐργάζωνται Τί οὖν ἐδίδοσαν ἐκεῖνοι; Τῶν ὄντων ἁπάντων δεκάτην, καὶ πάλιν ἑτέ-ραν δεκάτην, καὶ μετὰ ταύτην, τρίτην· ὥστε παρ’ οὐ-δὲν τὸ τρίτον τῆς οὐσίας παρεῖχον· τρεῖς γὰρ δεκάται συντιθέμεναι τοῦτο ποιοῦσι. Καὶ μετὰ τούτων καὶ ἀπαρχὰς, καὶ πρωτότοκα, καὶ ἕτερα πλείονα· οἷον τὰ ὑπὲρ ἁμαρτημάτων, τὰ ὑπὲρ καθαρισμῶν, τὰ ἐν ἑορ-ταῖς, τὰ ἐν τῷ ἰωβηλαίῳ, τὰ ἐν ταῖς τῶν χρεῶν ἀποκο-παῖς, καὶ ταῖς τῶν οἰκετῶν ἀφέσεσι, καὶ τοῖς δανεί-σμασι τοῖς τόκων ἀπηλλαγμένοις. Εἰ δὲ ὁ τὸ τρίτον δοὺς τῶν ὄντων, μᾶλλον δὲ τὸ ἥμισυ (μετὰ γὰρ τούτων ἐκεῖνα συντιθέμενα τὸ ἥμισύ ἐστιν), εἰ τοίνυν ὁ τὸ ἥμισυ διδοὺς, οὐδὲν μέγα ἐργάζεται· ὁ μηδὲ τὸ δέκατον παρέχων τίνος ἄξιος ἔσται; Εἰκότως ἔλεγεν, Ὀλίγοι οἱ σωζόμενοι. ε. Μὴ δὴ καταφρονῶμεν τῆς κατὰ τὸν βίον ἐπιμε-λείας. Εἰ γὰρ μέρος αὐτοῦ καταφρονούμενον ἓν τοσαύτην φέρει τὴν ἀπώλειαν, ὅταν πανταχόθεν ὦμεν ὑπεύθυνοι τῇ καταδικαζούσῃ ψήφῳ, πῶς διαφευξόμεθα τὴν κόλα-σιν; ποίαν δὲ οὐ τίσομεν δίκην; Καὶ ποία ἡμῖν σωτη-ρίας ἐλπὶς, φησὶν, εἰ τῶν ἀπηριθμημένων ἕκαστον τὴν γέενναν ἡμῖν ἀπειλεῖ; Καὶ ἐγὼ τοῦτο λέγω· Πλὴν ἐὰν προσέχωμεν, δυνατὸν σωθῆναι, τὰ τῆς ἐλεημοσύνης κατασκευάζοντας φάρμακα, καὶ τὰ τραύματα θερα-πεύοντας. Οὐ γὰρ οὕτως ἔλαιον σῶμα ῥώννυσιν, ὡς φιλανθρωπία ψυχὴν καὶ ῥώννυσι, καὶ ἀχείρωτον πᾶσιν ἐργάζεται, καὶ ἀνάλωτον τῷ διαβόλῳ ποιεῖ. Ὅπου γὰρ ἂν κατάσχῃ, διολισθαίνει λοιπὸν, οὐκ ἐῶντος τοῦ ἐλαίου τούτου τοῖς νώτοις τοῖς ἡμετέροις ἐνιζάνειν τὰς ἐκείνου λαβάς. Τούτῳ τοίνυν ἑαυτοὺς συνεχῶς ἀλείφωμεν τῷ ἐλαίῳ. Καὶ γὰρ ὑγιείας ἐστὶν ὑπόθεσις, καὶ φωτὸς χορ-ηγία, καὶ φαιδρότητος ἀφορμή. Ἀλλ’ ὁ δεῖνα, φησὶ, τόσα καὶ τόσα ἔχει τάλαντα χρυσίου, καὶ οὐδὲν προί̈ε-ται. Καὶ τί τοῦτο πρὸς σέ; Οὕτω γὰρ θαυμαστότερος σὺ φανήσῃ, ὅταν ἀπὸ πενίας φιλοτιμότερος ἐκείνου γένῃ. Οὕτω καὶ Μακεδόνας ὁ Παῦλος ἐθαύμασεν· οὐχ ὅτι παρέσχον, ἀλλ’ ὅτι καὶ ἐν πτωχείᾳ ὄντες παρέσχον. Μὴ δὴ πρὸς τούτους ἴδῃς, ἀλλὰ πρὸς τὸν κοινὸν ἁπάντων διδάσκαλον, ὃς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ διατί, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνα τοῦτο οὐ ποιεῖ; Μὴ κρῖνε ἕτερον, ἀλλὰ σεαυτὸν ἀπάλλαξον τῆς κατηγορίας. Ἐπεὶ μείζων ἡ κόλασις, ὅταν καὶ ἑτέροις ἐγκαλῇς, καὶ αὐτὸς μὴ ποιῇς· ὅταν ἄλλους κρίνων, τῷ αὐτῷ κρίματι πάλιν ὑπεύθυνος ᾖς καὶ αὐτός. Εἰ γὰρ
PG 58:616οὐδὲ κατορθοῦντας κρίνειν ἐφίεται ἑτέρους, πολλῷ μᾶλλον πταίοντας. Μὴ τοίνυν κρίνωμεν ἑτέρους, μηδὲ πρὸς ἑτέρους ῥᾳθυμοῦντας βλέπωμεν, ἀλλὰ πρὸς τὸν Ἰησοῦν, καὶ ἐκεῖθεν τὰ ὑποδείγματα φέρωμεν. Μὴ γὰρ ἐγώ σε εὐηργέτησα; μὴ γὰρ ἐγώ σε ἐλυτρωσάμην, ἵνα πρὸς ἐμὲ βλέπῃς; Ἕτερός ἐστιν ὁ ταῦτά σοι πα-ρασχών. Τί τὸν Δεσπότην ἀφεὶς, πρὸς τὸν σύνδουλον ὁρᾷς; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· Μάθετε ἀπ’ ἐμοῦ. ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; καὶ πάλιν, Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος; καὶ πάλιν, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι; Καὶ μετὰ ταῦτα πάλιν, ἵνα μὴ προσπταίων τοῖς ῥᾳθύμοις τῶν συνδούλων μένῃς ἐν ὀλιγωρίᾳ, ἀφέλκων σε τούτων φησίν· Ὑπό-δειγμα ἔδωκα ὑμῖν ἐμαυτὸν, ἵνα καθὼς ἐποίησα, καὶ ὑμεῖς ποιῆτε. Ἀλλ’ οὐκ ἔστι σοι διδάσκαλος ἀρετῆς τῶν συνόντων ἀνθρώπων οὐδεὶς, οὐδὲ οἷος εἰς ταῦτα ἐνάγειν; Οὐκοῦν πλείων ὁ ἔπαινος, μεῖζον τὸ ἐγκώμιον, ὅτι μηδὲ διδασκάλων εὐπορῶν γέγονας σὺ θαυμαστός. Καὶ γὰρ δυνατὸν τοῦτο. καὶ σφόδρα ῥᾴδιον, ἐὰν θέ-λωμεν· καὶ δηλοῦσιν οἱ πρῶτοι ταῦτα κατορθώσαντες·
οἷον Νῶε, Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ὁ Ἰὼβ, καὶ οἱ κατ’ ἐκείνους ἅπαντες ἄνθρωποι· πρὸς οὓς ἀναγκαῖον καθ’ ἑκάστην ἡμέραν ὁρᾷν. ἀλλὰ μὴ πρὸς τούτους. οὓς οὐ-δέποτε παύεσθε ζηλοῦντες, καὶ ἐν τοῖς συλλόγοις τοῖς ὑμετέροις περιφέροντες. Καὶ γὰρ οὐδὲν ἄλλο πανταχοῦ λεγόντων ἀκούω, ἀλλ’ ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα ἐκτήσατο πλέθρα γῆς τόσα καὶ τόσα, ὁ δεῖνα πλουτεῖ, οἰκοδομεῖ. Τί κέχηνας, ἄνθρωπε, ἔξω; τί πρὸς ἑτέ-ρους βλέπεις; Εἰ βούλει πρὸς ἑτέρους ἰδεῖν, τοὺς κατορ-θοῦντας βλέπε, τοὺς εὐδοκιμοῦντας, τοὺς τὸν νόμον μετὰ ἀκριβείας ἀποπληροῦντας, μὴ τοὺς προσκεκρουκότας καὶ ἠτιμωμένους. Ἂν γὰρ πρὸς τούτους βλέπῃς, πολλὰ ἐντεῦθεν συλλέξεις κακὰ, εἰς ῥᾳθυμίαν ἐμπίπτων, εἰς ἀπόνοιαν, εἰς τὸ καταδικάζειν ἑτέρους· ἐὰν δὲ τοὺς κατορθοῦντας ἀριθμῇς, εἰς ταπεινοφροσύνην, εἰς σπου-δὴν, εἰς κατάνυξιν, εἰς τὰ μυρία σεαυτὸν εἰσάξεις ἀγαθά. Ἄκουσον τί ἔπαθεν ὁ Φαρισαῖος, ἐπειδὴ τοὺς κατορθοῦντας ἀφεὶς, τὸν πταίσαντα εἶδεν· ἄκουσον, καὶ φοβήθητι. Βλέπε πῶς θαυμαστὸς ἐγένετο ὁ Δαυὶ̈δ, ἐπειδὴ πρὸς τοὺς προγόνους αὐτοῦ τοὺς κατ’ ἀρετὴν ἔβλεπε. Πάροικος γὰρ, φησὶν, ἐγώ εἰμι, καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Καὶ γὰρ οὗτος, καὶ πάντες οἱ κατ’ αὐτὸν, τοὺς ἡμαρτηκότας ἀφέντες, τοὺς εὐδοκιμηκότας ἐνενόουν. Τοῦτο καὶ σὺ ποίει. Οὐδὲ γὰρ δικαστὴς αὐτὸς κάθησαι τῶν ἑτέροις πεπλημμελημέ-νων, οὐδὲ ἐξεταστὴς τῶν ἄλλοις ἁμαρτανομένων· σαυ-τῷ κρίνειν, οὐχ ἑτέροις ἐπετάγης, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα. Σὺ δὲ τὴν τάξιν ἀνέτρε-ψας, σαυτὸν μὲν οὐ μεγάλων, οὐ μικρῶν πταισμάτων ἀπαιτῶν εὐθύνας, τὰ δὲ ἑτέρων μετὰ ἀκριβείας περι-εργαζόμενος. Ἀλλὰ μηκέτι τοῦτο ποιῶμεν, ἀλλὰ ταύτην ἀφέντες τὴν ἀταξίαν, δικαστήριον ἐν ἡμῖν αὐτοῖς καθίσωμεν τῶν ἐν ἡμῖν αὐτοῖς ἁμαρτανομένων, αὐτοὶ κατήγοροι καὶ δικασταὶ καὶ δήμιοι τῶν πλημμελη-μάτων γινόμενοι. Εἰ δὲ βούλει καὶ τὰ ἑτέρων πο-λυπραγμονεῖν, τὰ κατορθώματα, μὴ τὰ ἁμαρτήματα περιεργάζου· ἵνα καὶ ἐκ τῆς μνήμης τῶν οἰκείων πλημ-μελημάτων, καὶ ἐκ τοῦ ζήλου τῶν ἑτέροις κατορθου-μένων [καὶ ἐκ τῆς τοῦ ἀπαραιτήτου δικαστηρίου παρα-στάσεως, καθ’ ἑκάστην ὥσπερ πλήκτρῳ τινὶ τῇ συνει-

Homily LXVHomilia LXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 58:617δήσει νυττόμενοι], εἰς ταπεινοφροσύνην καὶ μείζονα σπουδὴν ἑαυτοὺς εἰσάγοντες, τῶν μελλόντων ἐπιτευξώ-μεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
PG 58:618Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 58:617ΟΜΙΛΙΑ ΞΕ. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ’ ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ· καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Οὐκ ἀθρόον ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐκ τῆς Γαλι-λαίας ἐλθών· ἀλλὰ πρότερον θαυματουργήσας καὶ ἐπι-στομίσας Φαρισαίους, καὶ διαλεχθεὶς τοῖς μαθηταῖς περὶ ἀκτημοσύνης· Εἰ γὰρ θέλεις τέλειος εἶναι, φησὶ, πώ-λησόν σου τὰ ὑπάρχοντα· καὶ περὶ παρθενίας· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ περὶ ταπεινοφρο-σύνης· Ἐὰν μὴ στραφῆτε γὰρ, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ-ρανῶν· καὶ περὶ ἀντιδόσεως τῶν ἐνταῦθα· Ὅστις γὰρ ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἑκα-τονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ· καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· Καὶ ζωὴν γὰρ, φησὶν, αἰώνιον κληρονομήσει· τότε προσβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι, πάλιν περὶ τοῦ πάθους διαλέγεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, διὰ τὸ μὴ βούλεσθαι τοῦτο συμβῆναι, ἐπιλανθάνεσθαι, συνεχῶς αὐτοὺς ἀναμιμνή-σκει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως, καὶ τὴν λύπην ὑποτεμνόμενος. Κατ’ ἰδίαν δὲ αὐτοῖς διαλέγεται ἀναγκαίως· οὐ γὰρ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι τὸν περὶ τούτων λόγον, οὐδὲ σαφῶς λεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγίνετο. Εἰ γὰρ οἱ μαθηταὶ ἐθορυβοῦντο ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ὁ τῶν πολλῶν δῆμος. Τί οὖν; οὐκ ἐλέχθη τοῖς πολλοῖς; φησίν. Ἐλέχθη μὲν καὶ πρὸς τοὺς πολλοὺς, οὐχ οὕτω δὲ σαφῶς. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ· καὶ πάλιν, Ἔτι μι-κρὸν χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Τοῖς δὲ μαθηταῖς οὐχ οὕτως, ἀλλ’ ὥσπερ τὰ ἄλλα σαφέστερον ἔλεγεν, οὕτω καὶ τοῦτο εἶπε. Καὶ τίνος ἕνεκεν, εἰ μὴ συνίεσαν οἱ πολλοὶ τῶν λεγομένων τὴν δύναμιν, καὶ ἐλέγετο; Ἵνα μάθωσι μετὰ ταῦτα, ὅτι προειδὼς ἐπὶ τὸ πάθος ᾔει καὶ ἑκὼν, οὐκ ἀγνοῶν, οὐδὲ ἀναγκαζόμενος. Τοῖς μαθηταῖς δὲ οὐ διὰ τοῦτο μό-νον προὔλεγεν, ἀλλ’, ὅπερ ἔφην, ἵνα ἐγγυμνασθέντες τῇ προσδοκίᾳ, ῥᾴδιον ἐνέγκωσι τὸ πάθος, καὶ μὴ ἀμελέτη-τον ἐπελθὸν ταράξῃ σφόδρα αὐτούς. Διά τοι τοῦτο ἐξ ἀρχῆς μὲν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ ἐμελέτησαν καὶ ἐνεγυμνάσαντο, καὶ τὰ ἄλλα προστίθησιν· οἶον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μα-στιγώσουσι· τούτου τε ἕνεκεν, καὶ ἵνα ὅταν τὰ σκυ-θρωπὰ ἐξελθόντα ἴδωσι, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσιν. Ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμε-νος, καὶ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν χρηστῶν πιστεύεσθαι. Σκόπει δέ μοι, πῶς καὶ ἀπὸ τοῦ καιροῦ σοφῶς τὸ πρᾶγμα οἰκονομεῖ.
PG 58:618Οὔτε γὰρ ἐξ ἀρχῆς αὐτοῖς εἶπεν, ἵνα μὴ διαταράξῃ· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ, ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ’ ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν, ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐμβάλλει λόγον, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐνυφαίνων αὐτὸν τοῖς θαύ-μασι καὶ ταῖς διδασκαλίαις. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ τοὺς προφήτας παρῆγε μάρτυρας· ἄλλος δέ φησιν, ὅτι καὶ αὐτοὶ οὐ συνίεσαν τὰ λεγόμενα, ἀλλ’ ἦν κεκρυμμένον τὸ ῥῆμα ἀπ’ αὐτῶν, καὶ ὅτι ἐθαμ-βοῦντο ἀκολουθοῦντες αὐτῷ. Οὐκοῦν ἀνῄρηται, φησὶ, τῆς προῤῥήσεως τὸ κέρδος. Εἰ γὰρ μὴ ᾔδεσαν ἅπερ ἤκουσαν, οὐδὲ προσδοκᾷν εἶχον· μὴ προσδοκῶντες δὲ, οὐδὲ γυμνάζεσθαι ταῖς ἐλπίσιν. Ἐγὼ δὲ καὶ ἕτερον τού-του ἀπορώτερόν φημι, ὅτι εἰ μὴ ᾔδεσαν πῶς ἐλυποῦντο· Καὶ γὰρ ἕτερός φησιν, ὅτι ἐλυποῦντο. Εἰ τοίνυν μὴ ᾔδεσαν, πῶς ἐλυποῦντο; πῶς Πέτρος ἔλεγεν· Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο; Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μὲν ἀποθανεῖται, ᾔδεσαν, εἰ καὶ μὴ σαφῶς τῆς οἰκονομίας ἠπίσταντο τὸ μυστήριον· οὔτε δὲ τὴν ἀνάστασιν σαφῶς ἠπίσταντο, οὔτε ἅπερ ἔμελλε κατορθοῦν· καὶ τοῦτο ἦν κεκρυμμένον ἀπ’ αὐτῶν. Διὰ τοῦτο καὶ ἤλγουν. Ἑτέ-ρους μὲν γὰρ ὑφ’ ἑτέρων ἀναστάντας εἶδον· αὐτὸν δέ τινα ἀναστήσαντα ἑαυτὸν, καὶ οὕτως ἀναστήσαντα ὡς μηκέτι λοιπὸν ἀποθανεῖν, οὐδέποτε εἶδον. Τοῦτο οὖν οὐ συν-ίεσαν πολλάκις λεγόμενον· ἀλλ’ οὐδὲ αὐτὸς οὗτος ὁ θά-νατος τί ποτέ ἐστι, καὶ πῶς ἐπελεύσεται, σαφῶς ἠπί-
σταντο. Διὸ καὶ ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ· οὑ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἔμοιγε δοκεῖ καὶ ἐκπλήττειν αὐτοὺς περὶ τοῦ πάθους διαλεγόμενος. β. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐποίει θαῤῥεῖν αὐτοὺς, καὶ ταῦτα συνεχῶς περὶ τῆς ἀναστάσεως ἀκούον-τας. Καὶ γὰρ μετὰ τοῦ θανάτου καὶ τοῦτο μάλιστα αὐ-τοὺς ἐθορύβει, τὸ ἀκούειν ὅτι ἐμπαίξουσι καὶ μαστιγώ-σουσι, καὶ ὅσα τοιαῦτα. Ὅτε γὰρ ἐνενόησαν τὰ θαύματα, τοὺς δαιμονῶντας οὓς ἠλευθέρωσε, τοὺς νεκροὺς οὓς ἤγειρε, τὰ ἄλλα πάντα ἅπερ ἐθαυματούργει, εἶτα ἤκου-σαν τούτων, ἐξεπλήττοντο, εἰ ὁ ταῦτα ποιῶν ταῦτα πεί-σεται. Διὰ τοῦτο καὶ εἰς ἀπορίαν ἐνέπιπτον, καὶ νῦν μὲν ἐπίστευον, νῦν δὲ ἠπίστουν, καὶ νοῆσαι οὐκ εἶχον τὰ λεγόμενα. Οὕτω γοῦν οὐ συνῆκαν σαφῶς τὸ λεγόμενον, ὡς τοὺς υἱοὺς Ζεβεδαίου παραυτὰ προσελθεῖν, καὶ περὶ προεδρίας αὐτῷ διαλεχθῆναι. Θέλομεν γὰρ, φησὶν, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων. Πῶς οὖν οὗτος ὁ εὐαγγελιστής φησιν, ὅτι ἡ μήτηρ προσῆλθεν; Ἀμφότερα γενέσθαι εἰκός. Τὴν γὰρ μητέρα παρέλαβον, ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες. Ὅτι γὰρ τοῦτο ἀληθὲς ὅπερ ἔφην, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἦν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει πῶς πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον ὁ Χριστός. Μᾶλλον δὲ μάθωμεν τί πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. Πόθεν οὖν ἐπὶ τοῦτο ἦλθον; Ἑώρων ἑαυτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξασθαι καὶ
PG 58:619τῆς αἰτήσεως ταύτης. Ἀλλὰ τί ποτέ ἐστιν ὁ αἰτοῦσιν; Ἄκουσον ἑτέρου εὐαγγελιστοῦ τοῦτο σαφῶς ἐκκαλύ-πτοντος. Διὰ γὰρ τὸ ἐγγὺς εἶναι, φησὶ, τῆς Ἱερου-σαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἤδη ἀναφανεῖται, ταῦτα ᾔτουν. Ἐνόμιζον γὰρ, ὅτι ἐπὶ θύ-ραις αὕτη, καὶ αἰσθητὴ, καὶ ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν. Οὐδὲ γὰρ δι’ αὐτὴν μόνον αὐτὴν ἐζήτουν, ἀλλ’ ὡς καὶ διαφευξόμενοι τὰ δυσχερῆ. Διὸ καὶ ὁ Χριστὸς τούτων πρῶτον αὐτοὺς ἀπ-άγει τῶν λογισμῶν, κελεύων σφαγὰς καὶ κινδύνους καὶ τὰ ἔσχατα ἀναμένειν δεινά. Δύνασθε γὰρ, φησὶ, πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; Ἀλλὰ μηδεὶς θορυβείσθω, τῶν ἀποστόλων οὕτως ἀτελῶς διακειμένων. Οὔπω γὰρ ὁ σταυρὸς ἦν τελεσθεὶς, οὔπω Πνεύματος χάρις δοθεῖσα. Εἰ δὲ βούλει μαθεῖν αὐτῶν τὴν ἀρετὴν, μετὰ ταῦτα αὐτοὺς κατάμαθε, καὶ ὄψει παντὸς πάθους ἀνωτέρους. Διὰ γὰρ τοῦτο ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττώματα, ἵνα μετὰ ταῦτα γνῷς, τίνες ἀπὸ τῆς χάριτος ἐγένοντο. Ὅτι μὲν οὖν οὐδὲν πνευματικὸν ᾔτουν, οὐδὲ ἔννοιαν τῆς ἄνω βασιλείας εἶχον, δῆλον ἐντεῦθεν. Πλὴν ἴδωμεν καὶ πῶς προσέρχονται, καὶ τί λέγουσι. Θέλομεν, φησὶν, ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. Καὶ πρὸς αὐ-τοὺς ὁ Χριστός· Τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ’ ἵνα ἀναγ-κάσῃ αὐτοὺς ἀποκρίνασθαι, καὶ ἀνακαλύψῃ τὸ ἕλκος, καὶ οὕτως ἐπιθῇ τὸ φάρμακον. Οἱ δὲ ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ᾔεσαν, κατ’ ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν. Προεπορεύθησαν γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον, καὶ οὕτως εἶπον ἅπερ ἐβούλοντο. Ἐβούλοντο δὲ, ὡς ἔγωγε οἶμαι, ἐπειδὴ ἤκουον, ὅτι Ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε, τὴν προεδρίαν τῆς καθέδρας ταύτης λαβεῖν. Καὶ ὅτι μὲν τῶν ἄλλων πλέον εἶχον, ᾔδεσαν· ἐδεδοίκεσαν δὲ Πέτρον, καὶ λέγου-σιν· Εἰπὲ, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων· καὶ κατεπείγουσι λέγοντες, Εἰπέ. Τί οὖν αὐτός; Δηλῶν, ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε εἰ ᾔδεσαν πάλιν ὅπερ ᾔτουν, ἐτόλμησαν ἂν τοσοῦτον αἰτῆσαι, φησίν· Οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, πῶς θαυμαστὸν, πῶς ὑπερβαῖνον καὶ τὰς ἄνω δυνάμεις. Εἶτα ἐπάγει· Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βα-πτισθῆναι; Εἶδες πῶς εὐθέως ἀπήγαγε τῆς ὑπονοίας, ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς; Ὑμεῖς μὲν γὰρ περὶ τιμῆς καὶ στεφάνων μοι διαλέγεσθε, φησίν· ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. Οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, οὐδὲ νῦν ἡ δόξα μου φα-νεῖται ἐκείνη· ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. Καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως καὶ προτρέπει καὶ ἐφέλκεται. Οὐ γὰρ εἶπε, Δύνασθε σφα-γῆναι; δύνασθε τὸ αἷμα ὑμῶν ἐκχεῖν; ἀλλὰ πῶς; Δύ-νασθε πιεῖν τὸ ποτήριον; Εἶτα ἐφελκόμενός φησιν· Ὃ ἐγὼ μέλλω πίνειν· ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. Καὶ βάπτισμα αὐτὸ πάλιν κα-λεῖ, δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν ἐσόμενον τῇ οἰκουμένῃ. Λέγουσιν αὐτῷ· Δυνάμεθα. Ἀπὸ τῆς προθυμίας εὐθέως ἐπηγγείλαντο, οὐδὲ τοῦτο εἰδότες ὅπερ εἶπον, ἀλλὰ προσδοκῶντες ἀκούσεσθαι ὅπερ
Page scan enlarged

Notebook

Full View