PG 64John Chrysostom
Supplement to the Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 64:417ΟΜΙΛΙΑ Α' Εἰς τὴν ἁγίαν Πεντηκοστήν. α΄. Η τὰς γλώσσας σήμερον διανείμασα χάρις, αὕτη οὐκ ἐᾷ με δεδοικέναι τῇ τῆς γλώττης πενία, ή τοὺς ἀγραμμάτους τῷ κόσμῳ παιδευτὰς ἐπιστήσασα, ἡ τοὺς ἁλιέας χειροτονήσασα ρήτορας αυτοσχεδίῳ σοφίᾳ, τοὺς τοῦ κόσμου σοφούς καταισχύνασα. Πό θὲν γὰρ ἄλλοθεν αἱ τῶν ἀνθρώπων ἀγέλαι τῇ εἰδωλολατρεία νοσούσαι, πρὸς τὴν εὐσέβειαν ἕδραμον; Πόσ εν τὴν πολυδέσποτον τῶν δαιμόνων δουλείαν μετέμα θου; Πόθεν βραχὺς μαθητῶν ἀριθμὸς ἀνθρώπων ἐμοῦ καὶ δαιμόνων ἀντηγωνίσαντο φάλαγξιν, εἰ μὴ τῷ τῆς θεότητος πυρὶ καθωπλίσθη; Σήμερον ἡ διὰ τοῦ πυρὸς πηγὴ τῆς χάριτος ἐξέβλυσε, καὶ φλόξ δια τρέχουσα, ταῖς αὔραις ὑφείη τοῦ Πνεύματος. Ταύτην ὁ Χριστὸς τὴν χάριν τοῖς μαθηταῖς εὐαγγελιζόμενος ἔλεγεν· Οὐκ ἐάσω ὑμᾶς ὀρφανούς· ἄλλον ὑμῖν ἀποστέλλει Παράκλητον ὁ Πατήρ. Η γὰρ εἰς οὐ ρανὸν ἄνοδος τοῦ Δεσπότου τὴν ἐξ οὐρανοῦ κάθοδον ἐγγυᾶται τοῦ Πνεύματος· ἔδει γάρ τοὺς τὸν Ἰησοῦν ἀποδεξαμένους, ὑποδέξασθαι καὶ τὴν τοῦ Πνεύματος Έριξιν, ἵνα δράμῃ πρὸς εὐτελεστέραν ἄνοδον τὰ τῆς θεογνωσίας διδάγματα· ὁ μὲν οὖν Ἰησοῦς ἀνθριστί νην τὴν φύσιν λαβὼν καὶ συγγενῆ τοῖς ἀνθρώποις περιβαλλόμενος θέαν, πρὸς τὴν τοῦ Πνεύματος ὑπο δοχὴν τοὺς ἀνθρώπους ἀνέστησε· Ετι γάρ, φησί, πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀλη θείας, οδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν ἐλεύσεται μετ' ἐμὲ τὸ κατ' ἐμὲ τὴν ἀξίαν ἐφάμιλλον οὐκοῦν & τοῖς λόγοις εὐηγγελίσθησαν, τοῖς ἔργοις ἐπέγνωσαν. ἂν τὴν ἐπαγγελίαν ἐδέξαντο, τούτων τὴν πεῖραν ἐνέμενον, ἐν τῷ συμπληρούσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς· βραχὺς ἐν μέσῳ τῆς ἀν όδου, καιρός, καὶ ἡ τοῦ Πνεύματος γίνεται κάθοδος· ἡ τοῦ Σωτῆρος ὑπόσχεσις, ἔργοις τὸ πέρας ἐλάμβα γεν.
Continue reading PG 64: Ad Homilias →≣ entire volume
Page scan enlarged

Notebook

Full View