PG 64John Chrysostom
On the Homilies
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (60% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 417–418page 1 of 30
PG 64:417ΟΜΙΛΙΑ Α' Εἰς τὴν ἁγίαν Πεντηκοστήν. α΄. Η τὰς γλώσσας σήμερον διανείμασα χάρις, αὕτη οὐκ ἐᾷ με δεδοικέναι τῇ τῆς γλώττης πενία, ή τοὺς ἀγραμμάτους τῷ κόσμῳ παιδευτὰς ἐπιστήσασα, ἡ τοὺς ἁλιέας χειροτονήσασα ρήτορας αυτοσχεδίῳ σοφίᾳ, τοὺς τοῦ κόσμου σοφούς καταισχύνασα. Πό θὲν γὰρ ἄλλοθεν αἱ τῶν ἀνθρώπων ἀγέλαι τῇ εἰδωλολατρεία νοσούσαι, πρὸς τὴν εὐσέβειαν ἕδραμον; Πόσ εν τὴν πολυδέσποτον τῶν δαιμόνων δουλείαν μετέμα θου; Πόθεν βραχὺς μαθητῶν ἀριθμὸς ἀνθρώπων ἐμοῦ καὶ δαιμόνων ἀντηγωνίσαντο φάλαγξιν, εἰ μὴ τῷ τῆς θεότητος πυρὶ καθωπλίσθη; Σήμερον ἡ διὰ τοῦ πυρὸς πηγὴ τῆς χάριτος ἐξέβλυσε, καὶ φλόξ δια τρέχουσα, ταῖς αὔραις ὑφείη τοῦ Πνεύματος. Ταύτην ὁ Χριστὸς τὴν χάριν τοῖς μαθηταῖς εὐαγγελιζόμενος ἔλεγεν· Οὐκ ἐάσω ὑμᾶς ὀρφανούς· ἄλλον ὑμῖν ἀποστέλλει Παράκλητον ὁ Πατήρ. Η γὰρ εἰς οὐ ρανὸν ἄνοδος τοῦ Δεσπότου τὴν ἐξ οὐρανοῦ κάθοδον ἐγγυᾶται τοῦ Πνεύματος· ἔδει γάρ τοὺς τὸν Ἰησοῦν ἀποδεξαμένους, ὑποδέξασθαι καὶ τὴν τοῦ Πνεύματος Έριξιν, ἵνα δράμῃ πρὸς εὐτελεστέραν ἄνοδον τὰ τῆς θεογνωσίας διδάγματα· ὁ μὲν οὖν Ἰησοῦς ἀνθριστί νην τὴν φύσιν λαβὼν καὶ συγγενῆ τοῖς ἀνθρώποις περιβαλλόμενος θέαν, πρὸς τὴν τοῦ Πνεύματος ὑπο δοχὴν τοὺς ἀνθρώπους ἀνέστησε· Ετι γάρ, φησί, πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀλη θείας, οδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν ἐλεύσεται μετ' ἐμὲ τὸ κατ' ἐμὲ τὴν ἀξίαν ἐφάμιλλον οὐκοῦν & τοῖς λόγοις εὐηγγελίσθησαν, τοῖς ἔργοις ἐπέγνωσαν. ἂν τὴν ἐπαγγελίαν ἐδέξαντο, τούτων τὴν πεῖραν ἐνέμενον, ἐν τῷ συμπληρούσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς· βραχὺς ἐν μέσῳ τῆς ἀν όδου, καιρός, καὶ ἡ τοῦ Πνεύματος γίνεται κάθοδος· ἡ τοῦ Σωτῆρος ὑπόσχεσις, ἔργοις τὸ πέρας ἐλάμβα γεν.
col. 419–420page 2 of 30
PG 64:419β'. Ὁ μὲν οὖν τῶν ἀποστόλων χορὸς τῆς ὑποσχέσ σεως τῆς Δεσποτικῆς, καθάπερ ἀγκύρας τινός, ἐπιλαβόμενος, τὴν τοῦ Πνεύματος παρουσίαν ἀνέμενον. Ἐπεὶ δὲ τῶν ἡμερῶν ὁ δρόμος πρὸς τὸν πεντηκοστὴν ἀριθμὸν ἀνελήλυθε, ὅ τε τῶν ἑπτὰ ἑβδομάδων κύκλος κατὰ τὴν τοῦ νόμου διάταξιν ἑαυτὸν ἀναστρεφόμενος ταῖς ἑορταῖς ἑκατέρωθεν περιγράφεται, τότε οὖν ἡ τοῦ Πνεύματος γίνεται κάθοδος· ἀλλ᾽ οὐ σαρκὸς ὡς Υἱὸς ὑπελάβετο, οὐδὲ δι᾿ ἀνθρωπίνης εφανερώθη μορ φῆς, οὐδ᾿ ὥσπερ ἐν τοῖς Ἰορδάνου ρείθροις τὸ τῆς περιστερᾶς εἶδος τὴν τοῦ Πνεύματος παρουσίαν ἐμή νύσε· οὐσία γὰρ Δεσποτικὴ καθὰ βούλεται ἐπιφαίνεται· βροντὴ δὲ σάλπιγξ οὐρανόθεν ἐβόα, πᾶσαν ἀκοῆς ἐνέργειαν τῇ ἀπηχήσει νικῶσα· καὶ φλόξ διιπταμένη, γλώσσας πυρίνας ἀπέτικτε· ἡ τοῦ πυρὸς διαίρεσις, γλωσσῶν ἐγένετο μήτηρ γλῶσσαι διάδοχοι ταῖς τῶν μαθητῶν κορυφαῖς ὑπεκαθέζοντο. Οὗτος μὲν οὖν τῆς τοῦ Πνεύματος ἐπιφανείας ὁ τρόπος. γ΄. Εκλέγεται ἡμέραν, ταῖς ἑτέραις παραπεμπόμενος· οὐ γὰρ δὴ λόγου χωρίς, οὔτε τῷ τάχει λαμ βάνει τὴν ἑορτήν· οὔτε μετὰ τῆς ἡμέρας τὴν πάροδον, ἐπάγει τὴν κάθοδον. Διὰ τί; Τρεῖς εἰσιν αὗται μόναι παρὰ Ἰουδαίοις δημοτελεῖς ἑορταί· πρώτη μὲν ἡ τοῦ Πάσχα, καθ᾿ ἣν τὸ πρόβατον θύοντες, τὸν ἀληθινὸν ἀμνὸν οὐκ ἐπέγνωσαν· καὶ τιμῶντες τὸν τύπον, εἰς τὸν τοῦ τύπου παρηνόμουν παραίτιον· οὗ γὰρ τὴν σκιὰν προσεκύνουν, τούτου τὴν παρουσίαν ἡτίμαζον. Δευτέρα δὲ ἡ μετ' ἐκείνην Πεντηκοστή, όνομα λα χοῦσα, τὸ τοῦ Πνεύματος διάστημα. Ἐπὶ τούτοις αἱ σκιαὶ[σκηναΐ], τῆς ἐρήμου τὸ μίμημα· αὗται πάντας ὁμοῦ Ἰουδαίους ἀνάγκῃ πρὸς μίαν πάλην συνήθροιζον. Ἐπειδὴ τοίνυν ἐν τῇ προτέρᾳ σταυρὸς ἐπάγη καὶ τὸ πάθος ὑψώθη, καὶ θεατής ἦν μέχρι τούτων ἅπας των Ἰουδαίων ὁ δῆμος, τὸ δὲ τῆς ἀναστάσεω; θαῦμα ἡγνόουν ἐχόντες, ἀπίστουν, ἔκρυπτον, ἐσυκοφάντουν, μετὰ τὴν πρώτην εὐθὺς καθ' ἣν ἅπαντα τῶν Ἰουδαίων τὰ φῦλα πάλιν ἀνάγκη νόμου πρὸς τὸν αὐ τὸν ἤγειρεν τόπον, ἐπιτηροῦσα τὸν καιρὸν ἐπὶ τοὺς μαθητὰς ἡ χάρις ἐκχεῖται, καὶ τοὺς ἁπάντων ὀφθαλμοὺς καὶ ἀκοὰς ἐπιστρέφει, ἵνα πρὸς τοὺς Χριστοῦ μαθητά; ή δωρεά φερομένη ἀναστάντα μαρτυρῆται. Καὶ ἐγηγέρθαι Χριστὸν ἀπιστήσαντες, ἐξ οὐρανόθεν ὁρῶσι δωρεὰς ἀντιπέμποντα· οἱ τὸν τάφον σφραγίζοντες, τῶν ἐξ οὐρανοῦ θεαμάτων θεαταὶ καταστῶσι ἦχος οὖν βροντῆς καὶ πῦρ οὐρανόθεν καὶ ἐνέργεια τοῦ Πνεύματος άφιξιν πιστουμένη. δ'. Οὕτως ἄρα ποτὲ καὶ κατὰ τὸ Σίναιον ὄρος ἡ φλόξ ἐτινάσσετο, καὶ Μωϋσῆς ἐν μέσῳ πυρὸς νομο θετεῖν ἐδιδάσκετο· ἀλλὰ νῦν μετεώρου πυρὸς ἱπτετο φλόξ, τὰς ἀποστολικάς κορυφάς σταδιεύουσα. Ο γὰρ τότε Μωϋσέα ταῖς εἰς Εβραίους νομοθεσίαις κινήσας αὐτὰ εἰς τὴν τῶν ἐθνῶν σωτη ρίαν. Διὰ τοῦτο καὶ παλαιῶν μνήμη θαυμάτων τοῖς νέοις ἀνεμίγνυτο· καὶ πάλιν μεσιτεύειν τὸ πῦρ τῷ παραπλησίῳ τῆς θέας, τὸν αὐτὸν ἐκεῖνον εἶναι θεόν τοῖς παροῦσι πιστούμενος· πρὸς δὲ γλώσσας μεριζομένη τορνεύεται, ἵνα διδασκάλους τοὺς ὑποδεχομέν
col. 421–422page 3 of 30
PG 64:421νους ἐργάσηται· ἵν᾿ ἐν πυρὶ πορευόμενοι, παιδευτα τῆς οἰκουμένης ὑπάρξωσι. Πάλαι μὲν οὖν μίαν φω νήν τε καὶ γλῶσσαν ἁπάντων ὑπάρχουσαν, ἡ πάλαι τῆς πυργοποιΐας διεμέριστο τόλμα, καὶ μάχη γλωσ σῶν ἀντεισείη, τὸν κατὰ τὸν οὐρανὸν πόλεμον παύουσα. Καὶ γλώσσας μυρία: μυρίοις φθέγμασιν ἔπληττον, ἀκοὴν δὲ μίαν οὐχ εὕρισκον πρὸς τὸν ἦχον εὐκ ἐπινεύουσαν· ἀλλ' ἡ γλῶττα τμηθεῖσα, καὶ τὰς γνώμας ἐμέρισε· καὶ γλῶττα λυθεῖσα, τὰς χεῖρας ἐπέδησε. Νυνὶ δὲ ἡ χάρις διαιρεθείσας γλώσσας κατὰ στόματα εἰς τὴν ἑνὸς ἑκάστου γλῶσσαν συνήθροισε τοὺς τῆς διδασκαλίας όρους πλατύνουσα, καὶ πολλὰς ὁδοὺς τεκνουμένη τῆς πίστεως. Ο ε. Ὢ τῶν παραδόξων θαυμάτων! Απόστολος ἐλά λει, καὶ Ἰνδὸς ἐδιδάσκετο· Ἑβραῖος ἐφθέγγετο, καὶ Βάρβαρος ἐπαιδεύετο· ἡ χάρις ἐξηγεῖτο, καὶ ἀκοὴ τὸν λόγον ἐδέχετο. Γότθοι τὴν φωνὴν ἐπεγίνωσκον, καὶ Αιθίοπες τὴν γλῶτταν ἐγνώριζον Πέρσαι του λαλοῦντος ἐθαύμαζον, καὶ ἔθνη βάρβαρα ὑπὸ μιᾶς ἠρδεύετο γλώττης· ὅσον ἡ φύσις τοῖς γένεσιν ἐπλατύνετο, τοσοῦτον ἡ χάρις ἀντεπλούτες ταῖς γλώτταις. Η μὲν οὖν τοῦ πυρὸς φύσις μεριζομένη πολυπλασιάζει τὴν ἐνέργειαν· πηγὴ γὰρ φωτός ἐστιν ὁ πλοῦ τος τῆς χάριτος. Πάλιν ἡ τοῦ πυρὸς φύσις οὐκ οἶδεν ἐφαπτομένη μειοῦσθαι· ἀλλ᾽ ἡ μετάδοσις, αὔξησι; οὕτως ἡ χάρις ἐκχεομένη πολυπλασιάζει τὸ ῥεῖθρον μία μὲν λαμπάς μυρίους ἀποτεκοῦσα πυρσούς, καὶ πάντας δείκνυσι κοσμοῦντας τοῖς φέγγεσι· καὶ ἡ τοῦ φωτός λαμπηδών, οὐκ ἀφίησι· οὕτως ἡ χάρις τοῦ Πνεύματος, ἀφ' ἑτέρων εἰς ἑτέρους μεταφοιτώσα, καὶ τοὺς ἑτέρους πληροί, καὶ τοὺς ἀφ᾽ ὧν πρόεισι. Πρῶτον τοίνυν ἐπὶ τοὺς ἀποστόλους ἡ χάρις ἐλθοῦσα, καὶ τούτους ὥσπερ ἀκρόπολιν καταλαβοῦσα, καὶ δι' αὐτῶν τοὺς πιστεύοντας ἐπικυμαίνουσα, πάντας πλη ροῖ, καὶ τὰ τῆς χάριτος οὐ συστέλλεται ῥεῖθρα ἡ μὲν οὖν τοῦ πυρὸς ἐφίπτατο γλῶσσα· γλωσσῶν δὲ ἦν μυρίων δοχεῖον μαθητής ἕκαστος, καὶ τοὺς παρόντας ἀπεφθέγγοντο, τῶν διδασκαλικῶν ἀγώνων ἁπτόμενοι καὶ θέατρον ἦσαν οἱ παρόντες τοῦ θαύματος. Καὶ πλῆθος ἀκροατῶν τῷ γένει μεριζόμενον, οὐκ ἠπόρει, γλώσσης ἀποστολικῆς πειθούσης συγγενέσι τοῖς ῥή μασι. Ωσπερ γάρ τινι βαφῇ, τῇ τοῦ πυρὸς ἐπαφῇ τὴν φωνὴν ἐκδεχόμενοι, ἄχρονον τὴν γνῶσιν ἐλάμβανον· καὶ πίστις ἐδιδάσκετο, καὶ χάρις ἐθαυμάζετο, καὶ Θεὸς ἐγνωρίζετο. ς'. 'Αλλ' ὁ Ἰουδαῖος ἐχλεύαζε, καὶ μέθην κατα ηγόρει τοῦ θαύματος, καὶ γλεύκους ἔργον ἐκάλει το τῆς χάριτος μυστήριον γλεύκους γάρ φησι μεμεστωμένοι εἰσί. Ὁ τῆς συντρόφου τῶν Ἰουδαίων ἀγνωμοσύνης! Εννύει τὸν καιρὸν, ὦ Ἰουδαῖε, καὶ τὴν γλῶσ σαν συκοφαντοῦσαν ἀνάστελλε· ποῦ γὰρ γλεύκους είδη; παρελαύνοντος θέρους· ἔαρος δὲ ἀντιφανέντος ποῦ χώραν ἔχει γλεύκους ή μνήμη; Αογίζου την ὥραν, καὶ χαλίνου τὴν γλῶτταν. Τί οὖν Πέτρος & πρωτεύων τῷ Πνεύματι, καὶ βρύων τῇ χάριτι; Ο πλησθεὶς πυρὶ συνήγορον τὴν γλῶτταν ταῖς γλώτο ταις ἀφίησι· Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, φη σίν, οὗτοι μεθύουσι· ἀλλὰ τοῦτ' ἔστι τὸ παρὰ τοῦ προφήτου Ἰωὴλ εἰρημένον, Εκχεῶ ἀπὸ τοῦ Πνεύ ματός μου πέλαγος χαρισμάτων. Ο προφήτης εὐαγγελίζεται, Εκχεῶ, φησίν, ἀπὸ τοῦ Πνεύμα
col. 423–424page 4 of 30
PG 64:423? τός μου. Αλλ' ἆρα μὴ συνέσταλται πάλιν τὸ ῥεῖθρον; ἢ πρὸς Ἰουδαίους περιγράφεται μόνον τὸ δῶρον; οὐ μὲν οὖν· 'Εκχεώ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. μαθόντες τὴν πρόῤῥησιν, ὁρᾶτε τὴν ἔκβασιν· προέλαβε τὴν προφητικὴν γλῶτταν ἡ γλῶσσα τοῦ Πνεύματος. Εκείνης καὶ ἡμῖν τῆς χάριτος ἐπελθεῖν σταγόνα κα ρακαλέσωμεν, ἵνα τὴν μνήμην τῶν θαυμάτων φυλάτο τοντες, τῆς χάριτος τὸ κέρδος τρυγήσωμεν· εὔκολος γὰρ δόσις, ἂν εὔροι προαίρεσιν. Ὁ γὰρ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀτελευτήτους αιώνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ Β' Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν. Εὐλόγησον, Πάτερ. Καὶ τὰς προλαβούτας ἡμέρας διδασκαλίας ἀπαι τούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγκασμένον σιγαν, ἡνιώμην, καὶ ἐδυσχέραινον, καθ άπερ τις πρόθυμος ἀθλητής κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὐτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον. Εώρων ὑμᾶς τῆς λογικῆς ἐφιεμένους τροφῆς, καὶ ἐμαυτὸν χορηγεῖν οὐκ ἰσχύοντα. Εώρων τὸν χρόνον ἐμπορίας, καὶ ἐμαυτὸν οὐδὲν συμβόλαιον θέσθαι πρὸς ὑμᾶς δυνά μενον. Εβλεπον τὴν θήραν πολλὴν, καὶ τὸν θηρευτὴν ἀτονοῦντα πρὸς τὴν ἄγραν. ᾿Αλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πό νους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ' ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτο ουργίας, ἢ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον με χθήσας προσηλώσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι. Διὰ τοῦτο τὰς καθημερινὰς ἐκλείπων διαλέξεις ήκω σήμερον διὰ τῆς Δεσποτικῆς χάριτος τὸ χρέως ὑμῖν καθήσων. Δεῦρο δὴ οὖν τὸ σκάφος εἰς τὸ πέλαγος τῆς Νινευΐτῶν μετανοίας ἑλκύσωμεν. Αλλοι μὲν γὰρ ἄλλοις εἰσὶ τῶν ἀνθρώπων χρήσιμοι λόγοι, τὰ δὲ τῆς μετανοίας φάρμακα πᾶσιν οἶμαι ὠφέλιμα· ἐπειδὴ γὰρ οὐδεὶς ἁμαρτίας ἐλεύθερος, εν δηλον ώς οὔτε μετανοίας ἀνενδεής. Τοῖς δὲ χρήζουσι ταύτης ἀναγκαῖον τὸ παράδειγμα τῶν ἐκ μετανοίας σωθέντων τῷ ἴσῳ τρόπῳ κακείνους πρὸς τὴν ὑγιείαν εἰσάγον. Ιδομεν τοίνυν τοὺς ἐπὶ πονηρία βεβιωμένους ὀνομαστοὺς ἐπ' ἀρετῇ γινομένους. Ιδομεν τους θηρίοις εοικότας ἀγγέλων τάξιν μεταλαμβάνοντας. Ιδομεν τοῖς ἔργοις τὴν πόλιν στρέφοντας τρόπῳ φιλοσοφίας τὴν πόλιν ἀνορθοῦντας. Ιδομεν τοὺς ἐχθροὺς τοῦ Θεοῦ, φίλους τοῦ Θεοῦ γεγονότας, καὶ τὸν πάλαι κατήγορον Δεσπότην, συνήγορον ὕστερον κτησαμένους. Ιδομεν κατακρίτους μετὰ τὴν ἀπόφασιν πρὸς τὸν δικαστὴν ἀγωνιζομένους, καὶ τὴν ἀπόφασιν ἀκυ ροῦντας. Ιδομεν τὸν Θεὸν διὰ φιλανθρωπίαν ψευδόμενον. Ἠκούσαμεν πρώην, ὅπως ὁ μὲν προφήτης ἐκήρυσσεν, ἡ δὲ πόλις ἐθορυβεῖτο, καὶ ὅτι καθάπερ εἰς πέλαγος πνεῦμα χαλεπὸν ταράττει, οὕτως εἰς τὸν δῆμον τῶν Νινευΐτῶν ἡ φωνὴ πεσοῦσα τοῦ Ἰων πάντα ζάλης καὶ χειμῶνος ἔπλησεν. Ἠκούσαμεν, ὅπως πιστὸν ἡγουμένη ἡ πόλις τὸ κήρυγμα οὐκ εἰς
col. 425–426page 5 of 30
PG 64:425ἀπόγνωσιν ἔπεσεν, ἀλλ᾽ εἰς μετάνοιαν ἔδρασεν· καὶ Ο ὅτι θαῤῥεῖν περὶ τῆς σωτηρίας οὐκ ἔχουσα, θερα πεύειν καὶ καταλλάττειν τὸν Θεὸν ἐπεχείρει. Τίνα δὲ ὑπὲρ τῶν καταλλαγῶν τὰ πραττόμενα ἦν; εἴρη ται μὲν ἐν μέρει δεῖ δὲ τὸν πάντα λόγον ὑμῖν ἀπο δοῦναι· ἐκήρυξαν γὰρ νηστείαν, καὶ ἐνέδυσαν τὸν σάκκον ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν. Ο ξένου θαύματος, φοβεροῦ μὲν ἀνθρώποις, ἀγγέ= λοις δὲ ποθεινοῦ! Ἐννόησόν μοι τὰς πολλές μυριάς δας ἐκείνας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ παίδων σακκοφορούσας, καὶ εἰς ταὐτὸ συνηθροισμένας· ἐπιτ τηδεύματα πάντα καὶ πράξεις πάσας ἀνθρωπίνας ἀργούσας, καὶ ἔργον μὲν οὐδὲν παρ' οὐδενὸς οὐδα μου τελούμενον, οίμωγὴν δὲ ὁμοῦ πάντων καὶ θέρυ σου, καὶ βοὴν εἰς οὐρανὸν πεμπομένην. Εννόησον δεσποτῶν καὶ δούλων ἀνωμαλίαν ἐκβεβλημένην, άρ- " χόντων καὶ ἀρχομένων, βασιλέα μετὰ τοῦ ἴσου σχή ματος παρόντα τοῖς πλήθεσι, καὶ καθάπερ πολιτι χήν τινα παράταξιν τὴν λειτουργίαν τάττοντα τοῦ Θεού. Ήγησε γὰρ, φησὶν, ο λόγος πρὸς τὸν βα σιλέα, καὶ ἐξανέστη τοῦ θρόνου αὐτοῦ, καὶ ἐξ εδύσατο την στολὴν αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθησεν ἐπὶ σποδοῦ, Ὢ σοφοῦ βασι λέως. Ἐξάρχει τῆς μετανοίας αὐτὸς, ὥστε τὴν πόλιν πᾶσαν σπουδαιοτέραν ποιῆσαι. Τις γὰρ ἤμελλεν ἔτι μαλακίζεσθαι, τὸν βασιλέα ὁρῶν αὐτὸν ὑπὲρ τῆς σωτηρίας ἀγωνιζόμενον; Τὰ τραύματα τῆς ἁλουργίδος θεραπεύει διὰ τοῦ σάκκου· τὰς ἁμαρτίας τοῦ θρόνου διὰ τῆς ἐπὶ σποδοῦ καθέδρας ἐκπλύνει· τὴν νόσον τῆς ὑπερηφανείας τῷ ταπεινῷ τοῦ σχήματος ἐξιᾶται· τῇ νηστείᾳ τὰ ἔλκη τῆς τρυφῆς φαρμακεύει· καὶ δείξας ταῦτα διὰ τῶν ἔργων πρὸς τὴν ἴσην σπουδήν πάντας διὰ κηρύγματος ἐγείρει. Εκη εύχθη γάρ, φησί, παρὰ τοῦ βασιλέως· Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδέν, μηδὲν νεμέσθωσαν, και ὕδωρ μὴ πιέτωσαν. Καινή βασιλέως νομοθεσία· ἀσι τίαν τοῖς ἀρρώστοις ὡς ἰατρὸς ἐπιτάττει· μᾶλλον δὲ τὰς ἀποστολικας μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτ τήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος. Καὶ περιεβάλοντο σάκκους, φησὶν, οἱ ἄν θρωποι καὶ τὰ κτήνη. Ο παρατάξεως ουρανίας! ὢ φάλαγγος τῷ διαβόλῳ φρικτῆς! Ἑστήκει θρηνῶν ὁ διάβολος ὁρῶν αὐτοῦ τὴν στρατείαν πανδημὶ πρὸς τὸν Θεὸν μεταστᾶσαν καὶ πολεμούσαν τοῖς δαίμοσινο εἶτα ταύτην τὴν μάχην καὶ παῖδες, καὶ γυναῖκες, νήπια μετὰ ἀνδρῶν ἀγωνίζοντος ἤδη δὲ ἡ τῶν κτη νῶν φύσις σύμμαχος εἰς τὴν παράταξιν παρελήφθη. Καὶ ἴδε καινὸν ὁ διάβολος θέαμα· βοσκήματα δικαιοσύνην συνεισφέροντα ἀνθρώποις, καὶ ὑπὲρ τῆς στρα τηρίας τῶν κεκτημένων νηστεύοντα· Οἱ ἄνθρωποι, καὶ οἱ βόες, καὶ τὰ κτήνη μὴ γευσάσθωσαν μηδέν, μήτε νεμέσθωσαν. Τὰ τῆς ἀρχῆς ὁ βασιλεὺς σύμ βιλα ρίψας, τὴν τῶν ἱερέων μετέλαβε τάξιν. Εστή και δημηγορών, καὶ φιλοσοφεῖν τοὺς Νινευίτας
col. 427–428page 6 of 30
PG 64:427κακά. Τὴν οἰκουμένην χειρωσάμενοι πᾶσαν, ὡς που νηροί θεία ψήφῳ φθειρόμεθα, καὶ βασιλεύοντες πάνω των ἀνθρώπων, ώς φαυλότεροι πάντων ξένω θανά του κατεδικάσθημεν τρόπῳ, καὶ τῶν ἄλλων πάντων μακαρισθέντες, πάντων εἶναι δόξομεν αθλιώτεροι, καὶ μῦθος ἐσόμεθα τῷ βίῳ παντὶ καὶ διήγημα, τῆς προτέρας λαμπρότητος οὔτε λαθεῖν συγχωρούσης τὰ ἡμέτερα κακά. Πολλούς, ὦ Νινευίται, πολέμους νική σαντες, γενναιότερον νῦν ὑπὲρ τῆς οἰκείας ἀγωνισώμεθα σωτηρίας· πάλαι μὲν γὰρ ὅπως ἑτέρων γενώ μεθα κύριοι, πάντα ἐπράττομεν· νῦν δὲ ἄθλον ἡμῖν τὸ μὴ μετὰ γυναικῶν, καὶ παίδων ἄρδην ἀπολέσθαι. Πρὸς ἐπανάστασιν ξένου πολέμου ξένως ἀγωνισώμεθα· τοξεύσωμεν τὸν οὐρανὸν ὑμνῳδίαις· ἀκοντίσωμεν παιδεύων. Δεινά, φησὶν, ὦ φίλοι; τὰ περιεστῶτα ἀντὶ δοράτων ἐκεῖ ψαλμῳδίαις· προσευχαῖς τὸν Θεὸν σφενδονήσωμεν· δάκρυσιν ἀπαύστοις αὐτοῦ τὸν θυ μὲν ἐκμειλίξωμεν· τῶν πονηρῶν πράξεων τὴν φάτ λαγγα ρήξωμεν· τὰ τῆς κακίας οχυρώματα καταβάλωμεν· μεθ' ὅπλων ἀρετῆς μαχησώμεθα· θώρακα δικαιοσύνης βέλος οὐ τιτρώσκει· ἀσπίδα πίστεως κε ραυνὸς οὐ δύναται φλέξαι· περικεφαλαίαν ἐλπίδες συντρίψαι ὁ Θεὸς οὐκ ἀνέχεται· ἡ ἄνωθεν ὀργὴ για τῶνα σωφροσύνης οὐ σχίζει· ἀπειλή καταστροφῆς, εξομολογήσεως τεῖχος καθελεῖν οὐκ ἰσχύει· ἀπόφασις ἀπωλείας μετάνοιαν σπουδαίαν ἰδοῦσα, ὡς καπνὸς εὐθὺς διαλύεται· ἂν οὕτως, ὦ φίλοι, καὶ μετὰ τοιού των πολεμήσωμεν ὅπλων, ὥσπερ τῆς γῆς οὕτω καὶ τοῦ οὐρανοῦ κρατήσομεν. Θαῤῥεῖτε, Νινευίται, θαρ ῥεῖτε, φιλάνθρωπος βασιλεὺς ἡμῖν πολεμεῖ· ἀνικέτας μόνον τοὺς αὐτοῦ πολεμίους ρίψας εὖ θεὶς τὴν ὀργὴν εὐεργέτης γίνεται τῶν ἐχθρῶν. Τοιούτοις μὲν παρακλητικοίς λόγοις ὁ βασιλεὺς εἰς μετάνοιαν τὸν λαὸν ἠρέθιζε. Νινευίται δὲ προθύμως ἐξετέλουν τὰ κελευόμενα. Περιέβαλον γάρ, φησί, σάκκους οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ ἐξόη σαν ἐκτενῶς πρὸς τὸν Θεόν. Οὐχ ὁ μὲν λόγος ἦν πρόχειρος, ὁ λογισμὸς δὲ μετέωρος· οὐχ ἡ μὲν γλῶσσα ἐφθέγγετο, ἡ δὲ διάνοια ἐρέμβετο· οὐχ ἡ φωνή προεφέρετο, ἡ γνώμη δὲ παρεφέρετο· ἀλλὰ συντεταμένως ἑκάτερα τὸν Θεὸν ἐλιτάνευε. Νυξ ἐπιοῦσα, καὶ τὸν φόβον αύξουσα τὸν μὲν ὕπνον ἐδίω κε, σπουδαιότερον δὲ τὸν ὕμνον ἀνέπεμπεν. Ημέρα πάλιν ζοφερὸν δεικνύουσα τὸν οὐρανὸν, καὶ ἀστραπαῖς ἀπαύστοις καὶ βρονταῖς κτυπουμένη εἰς τρό μον ἐξαίσιον καὶ βοὴν μεγίστην πάντας εκίνει. Η γῆ σειομένη κλόνον πολὺν εἰργάζετο ταῖς ψυχαῖς. Τὰ νήπια πάντα τοῖς κόλποις ὑπὸ δέους προστρέχοντα τῶν μητέρων, καὶ ταῖς ἀγκάλαις κλαυθμυριζόμενα ἄφατον ἐποίει θρῆνον καὶ ὀδυρμὸν τοῖς ὁρῶσι. Αγέλαι βοῶν καὶ προβάτων, καὶ θρέμματα πάντα νομῆς, καὶ ὑδάτων κεκωλυμένα, καὶ διάφορον φωνὴν ἀφιέντα, εἰς κλαυθμὸν καὶ ἀδαμαντίνους εκίνει ψυ χάς. Πανταχόθεν δὲ τῆς ἀπειλῆς καὶ τοῦ δέους ταράσσοντος, οὐκ ἠνέχοντο τὴν ἐλπίδα την χρηστὴν ἀπορ ρίψαι. Τις οἶδε γάρ, φησὶν, εἰ μετανοήσει ὁ Θεός,
col. 429–430page 7 of 30
PG 64:429καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐκ ἀπολώμεθα; Εκ βαθυτάτης τοίνυν καρδίας πρὸς τὸν Θεὸν ἀνεβόων Βασιλεύ, ζωῆς Κύριος καὶ θανά του, ἡμεῖς μὲν ἧς ἐπείλησας ἀποφάσεως ἄξιοι, καὶ δίκην τὴν ἑκάστην ὀφείλομεν, σὲ τὸν ἀληθινὸν Θεὸν ἀγνοήσαντες, καὶ διεφθαρμένον ζήσαντες βίον. Αύ τὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ' ἡμῶν τιμωρίαν· νίκησον τὸ μέσον δίκαιον ἀγαθότητι, τὴν δὲ ἡμῶν ἀγνωμοσύνην φιλ ανθρωπίᾳ· εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγήν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους όντας καὶ φαύλους ἀπέκτενες· νῦν δὲ προθεσμίαν διὰ χρη στότητα δούς, ἂν μεταβληθέντας φονεύσῃς, οὐκ άλ λοτρίους, ἀλλὰ τοὺς ἀπολλύεις. Ασεβοῦντας ἐφύλαξας, καὶ νῦν φθείρεις πιστοὺς γινομένους; πονηρούς ὄντας διέσωσας, καὶ ἀγαθεργοῦντας νῦν ἀναιρεῖς; εἰδώλοις ἀνακειμένην τὴν πόλιν ηύξησας, καὶ βασι λίδα πεποίηκας, καὶ καταστρέφεις σὴν γενομένην; Οὐκ εἰδότες σε διὰ σοῦ τὴν οἰκουμένην ἐκρατήσαμεν, καὶ προσκυνοῦντές σε νῦν καὶ τῆς ζωῆς αὐτῆς ἐκε βαλλόμεθα; Τοῦ σοῦ, Βασιλεῦ, ὀνόματος φεῖσαι, μὴ Νινευίταις ἀπαιτῶν δίκας, φευκτὴν ὡς ἀνόνητον τὴν εὐσέβειαν ποιήσῃς· μὴ δικαίως ἡμᾶς κολάζων τῆς μετανοίας τοῖς ἀνθρώποις κλείσῃς τὴν θύραν. Εἰ μὲν γὰρ νομοθέτου, καὶ διδασκάλων τυχόντες εἰς πολλὴν κακίαν προήλθαμεν, ἀπαραιτήτως διαφθεῖρον, ἱκετεύουσι συγγνώμης μὴ μετάδος, χαλεπωτέραν ἧς ἐπείλησας ἐπάγαγε δίκην· εἰ δὲ οὐ μαθόντες, οὐδὲ παιδευθέντες ἐν φαυλότητι, καὶ ἀσεβεία διετελοῦμεν, μὴ τοσοῦτον ὄλεθρον, Βασιλεῦ, τῆς ἀγνοίας ἡμῶν καταψηφίσῃ. Κατακλυσμῷ τοὺς ἀνθρώ τους διέφθειρας πάλαι δικαίως· διδάσκοντι γὰρ οὐ προτεῖχον τῷ Νώε· προείπας τὴν ἀπώλειαν, καὶ τὴν ἁμαρτίαν οὐκ ἔφυγον. Σοδομίτας εὐλόγως ἀνέπρησας, δέξασθαι γὰρ τοῦ Λώτ τὰς συμβουλίας οὐκ ἠθέ λησαν. Αιγύπτιοι κατεπόθησαν εἰκότως μετὰ τοῦ Φα ραώ, Μωσέως γὰρ διδάσκοντος οὐκ ἐπείθοντο πλη γέντες πολλάκις, καὶ τῆς σῆς δεξιᾶς πεῖραν λαβόντες. Η παρά τινος ἀντειπεῖν ἐτολμήσαμεν; Ένα νῦν μόνον ἀπέστειλας πρὸς ἡμᾶς, οὐδὲ τοῦτον διδάσκαλον, ἀλλὰ καὶ κακῶν μηνυτήν, καὶ πιστεύσαντες πανδημὶ τὴν σὴν λατρείαν τιμῶμεν. Προθεσμίαν ἡμῖν μικρὰν δέδωκας, καὶ μεταβολὴν ἐν αὐτῇ μεγί στην εδείξαμεν. Απωλείας ἡμῖν κηρυχθείσης τὸ σὸν φιλάνθρωπον οὐκ ἀπέγνωμεν. Τοῦ προφήτου την και ταστροφὴν καταγγείλαντος, εἰς τὸ σὸν ἠλπίσαμεν Έλεος. Μή ψεύσῃς ἡμῶν, ἀγαθέ, τὰς ἐλπίδας 1 Μή παύσῃς γλώττας ἀνυμνεῖν σου την χρηστότητα βου λομένας! Μὴ ἀποκτείνῃς ἄνδρας κηρύξαι σου τὴν ἀγαθότητα πάντα σπεύδοντας! Μὴ κωλύσῃς ἡμᾶς διδασκάλους τοῖς ἡμετέροις πᾶσιν εὐσεβείας γενέσθαι! Μη διαμείνης οριζόμενος ὁμοίως πρὸς τοὺς οὐκέτι τοῖς αὐτοῖς διαμείναντες 1 Ελλάγημεν ἡμεῖς, διαλλάγηθι σύ. Στῆσον τὴν ὀργήν, ὥσπερ τὴν πλάνην ἡμεῖς. Παῦσον τὴν τιμωρίαν αὐτὸς, ὥσπερ ἡμεῖς τὴν κακίαν. Εξεπαίδευσας ἡμᾶς ἱκανῶς τῷ φόβῳ, δός καιρὸν λοιπὸν ἡμῖν τὸ περί σε φίλτρον ἐνδείξασθαι. λόγον,
col. 431–432page 8 of 30
PG 64:431Φεῖται θρεμμάτων διὰ λιμὸν μυχωμένων· φεῖσει παίδων ἀναμαρτήτων ὑπὸ κλαυθμού πνιγομένων. Φεῖσαι νηπίων δώρων ὑπὸ νηστείας εκλελυμένων. Μη συνδιαφθείρῃς τοὺς ἀναιτίους τοῖς αἰτίοις. Οἰκτείρησαν μητέρας γάλα διὰ τὴν σὴν ὀργὴν τοῖς φιλτάτοις οὐ παρ εχούτας· ηρνήσαντο γονεῖς ἐκείνους ελέων ἵνα τὸ σὺν ἔλεος ἐπισπάσωνται. Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν· ἂν ἡμᾶς μετ τανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας ἐξέκοψας. Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκός, Νινευῖται λόγοις ἐχρῶντο· ἦν δὲ καὶ τὰ ἔργα τοῖς λό γοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινής προσευχή, δάκρυα, πονηρίας φυγή. Ανεβόησαν γάρ, φησί, πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. "Απτονται τῆς φιλοσοφίας ἀπὸ τῶν άκρων αὐτῶν τῆς φιλοσοφίας, καὶ τὴν κορωνίδα τῆς ἀρετῆς κρηπίδα ποιοῦνται τῆς ἀρετῆς· πᾶν γὰρ ὅ τ κάλλιστον ἔργον, καὶ Θεῷ προσφιλέστατον, τοῦτο ἔχει στὸς ἐπιτηδεύετο. Ιδον πόλεμον οὐράνιον κατ' αὐτῶν εγειρόμενον, καὶ ὠχύρωσαν ἔργοις ἀγαθοῖς ἑαυτοὺς, ὥσπερ τεῖχος [τείχει]. Ενεδύσαντο θαυμαστήν τινα πανοπλίαν τοὺς σάκκους. Αντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις. Τῷ πα τάγῳ τῶν βροντῶν τὸν ἦχον τῆς ὑμνῳδίας ἀντέστησαν. Νηστεία πύργος αὐτοῖς γέγονεν εναργής. Κρου νοῖς δακρύων τὴν τῶν ἁμαρτημάτων έσβεσαν φά λαγγα. Φίλους ἐποιήσαντο τοὺς ἐχθροὺς, ἵνα τὸν Θεὸν ἑαυτοῖς καταλλάξωσιν. ἀφῆκαν αὐτοὶ τὴν ὀργὴν τοῖς λελυπηκόσιν, ἵνα τὴν κατ' αὐτῶν ὀργὴν πεύσωσι τοῦ Δεσπότου. Οφλημάτων κάτω γραμματείον διέῤῥηξαν, ἵνα τῆς ἄνωθεν ἑπταισμένων ἀφέσεως τύχωσιν. Εδωκαν δούλοις ἐλευθερίαν, ἵνα λάβωσιν αὐτοὶ τῆς τιμωρίας ελευθερίαν. Προσέθηκαν τὰς κτήσεις τοῖς ἐνδεέσιν, ἵνα κτήσωνται βεβαίως τὰς ἰδίας ουσίας. Τρυφὴν ρίψαντες, εγκράτειαν μετεδίωκεν. ἀκολασίαν φυγόντες, σωφροσύνην ἡσπάζοντο. Αξιωμάτων ὄγκον μισήσαντες, εἰς ταπεινὸν καὶ πενθηρες σχῆμα ἅπαντες μετεσκευάσθησαν. Ονίων, καὶ συμβολαίων, καὶ πάντων ἔργων σχολάσαντες τὸν Θεὸν ἐθεράπευον. Οἱ κακούργοι τὰς ληστείας οὐδενὸς ἀναγκάζοντος ώμολόγουν. Οἱ δικασταὶ τοὺς ὁμολογοῦντας οὐκ ἐπράττοντο δίκας. Ως τεθνεῶτες τοῦ βίου πάν τες ώμολόγουν. Ὁ πλοῦτος ἀφύλακτος ἔρριπτο, καὶ ῃ ὁ κλέπτης οὐδαμόθεν εφαίνετο. Χρυσὸς τοῖς ἐνδεέσιν ἐχορηγεῖτο, καὶ τὴν κτῆσιν ἕκαστος ὡς ζημίαν ἔφυ γεν. Εν μόνον ἐσπουδάζετο πᾶσιν, ἡ σωτηρία. Εἷς δρόμος καὶ πλουσίοις, καὶ πένησιν, ὁ περὶ τῆς ζωῆς προύκειτο πόνος. Πἂν δὲ τὸ μὴ εἰς τοῦτο φέρον, ὡς ἀνόνητον καὶ φαῦλον ἐκβέβλητο. "Αδηλος ἦν ἡ σωτή ρία, καὶ ὡς ὁμολογουμένη παρ' αὐτοῖς ἐσπουδάζετο. Οὐκ εἶχον θαῤῥεῖν τῷ τέλει τῆς μετανοίας, καὶ ὡς ζησόμενοι πάντως ἀγαθῆς πάσης ἐπεμελοῦντο πρά ξεως. Ο φιλοσόφων βαρβάρων! ὦ σοφῶν ἀπαιδεύ των! Ἔγνωσαν ἀδιδάκτως τὰ δέοντα, ἄνευ νομοθέτου μετεῤῥυθμίσθησαν, ἄνευ διδασκάλων ἐσωφρονίσθησαν, ἐκ τῆς ἐσχάτης κακίας εἰς τὴν οὐράνιον πολιτ ἐλεεῖν.
col. 433–434page 9 of 30
PG 64:433τείαν ἀνέδραμον. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς Ο! τοῦ 'Υψίστου. Εἰς ὄμβρος ἀπειλῆς, καὶ μυρίων ἀγαθῶν φορὰν ἐβλάστησαν Νινευίται· ἀνεχωνεύθησαν ὡς παλαιοί τινες ανδριάντες. Μετεσκευάσθησαν ἐκ τῆς μετανοίας· ἐξ ἁμαρτωλῶν γεγόνασι δίκαιοι, ἀγ γέλοις ἐράσμιοι, Θεῷ ποθεινοί. Έστησαν σαλευομένην τὴν πόλιν, καταπίπτουσαν ώρθωσαν, δονουμένην ἐστήριξαν. Μετεστράφησαν, καὶ οὐκ ἀντεστράφησαν μετεβλήθησαν, καὶ οὐ διεφθάρησαν. Ιδε γὰρ, φησίν, ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπεστράφησαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακία, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. Ο πα ραδόξων πραγμάτων! 'Ανεδίκασε τὴν δίκην ὁ δικα στῆς, τὴν φονεύουσαν ἔλυσε ψῆφον, καὶ τὴν σώζουσαν εψηφίσατο. Μετενόησαν Νινευίται, καὶ μετενόησεν ὁ Θεός. Ἔσχισεν ἡ μετάνοια τῆς ἀπωλείας το πρόσταγμα. Διέῤῥηξαν ἐκεῖνοι τὴν πονηρίαν, διέρ ῥηξεν ὁ Θεὸς τὴν ἀπόφασιν. Ο πάντα δυναμένης μετ τανοίας! Ἐπὶ γῆς τελεῖται, καὶ τὰ ἐν οὐρανοῖς ἀνα στρέφει. Οὕτω καὶ ἡμεῖς, ὦ φίλοι, μετανοήσωμεν οὕτω νηστεύσωμεν· ἀγαθὰς πράξεις τῇ νηστεία συν ζεύξωμεν· πονηρῶν πράξεων ἀπεχώμεθα· τῆς γεέννης τὴν ἀπειλὴν φοβηθῶμεν· διὰ μετανοίας τὴν παρὰ Θεοῦ σωτηρίαν κτησόμεθα. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτ της εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ Γ'. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον Δ'. Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία. Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ. Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλείψαι ἁμαρτίας. Διὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν· ῾Ο ἐλεῶν πτωχῷ, δανείζει Θεῷ. Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. ᾿Αλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πέτ νησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον. ῾Α ἐδάνεισας τῷ πένητι, σπεύδει λύσαι τὴν ἐγγύην, καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλο γίας ἀποδιδοῖ λέγων· Δεῖτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. "Ανθρωπον ἐὰν δανείσης, οὐκ ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ τὸ πρόσωπόν σου θέλει ἰδεῖν· ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστάς, λέ γων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κλη ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πότε ήτοίμασεν ὁ Κύριος; Πότε; ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρ τυρίοις ἐκαρποφορεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτι σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες,
col. 435–436page 10 of 30
PG 64:435ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχούς περιετίθεις ἱμάτιον, ὅτι σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτι σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ετοίμαζον. Β. Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς. Οὐκ εἶπεν γάρ, ὅτι Παρθενίαν δι' ἐμὲ ἐφυλάξατε· οὐδὲν τούτων εἶπεν Επείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί· άλο λὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι. Εφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος. Αἰ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην είχον· διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμ φῶνα. Δὲ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύ λαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, ούτ δὲ ἐλεημοσύνην, οὐδ᾽ ἕτερόν τι. Διὰ τοῦτο καὶ ὁ Κύ ριός φησιν πρὸς αὐτάς· Απέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Διὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν. Γ. Ωσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβά λῃ τὸ ἔλαιον, σβέννυται· οὕτως καὶ ἐὰν κτήσηται παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψη τὸν πένητα, οὐδὲν ἐκέρδησεν. Μεγάλη τῆς ἐλεημοσύνης ή πραγματεία. Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτ τιον ἢ βόας, επαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ενίοτε πεινᾷς καὶ διψᾷς. Καὶ ταῦτα πάντα ὑπομένων, μέσ λις δύνασαι τοῦ σκοποῦ τυχεῖν· καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ' ὡς αὐτὸς ἀρέσκεται. Ομνύεις σύ, Οὐκ ἀγοράζω τοσούτου· ομνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου. Καὶ γίνεται ἀνὰ μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομών, ὅτι· Ανὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία. Ανάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἡ τοὺς δύο. Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἑνὶ ῥήματι, οὔτε ὁ πωλῶν. Καὶ ἔτε μετὰ τοσούτου κόπου κτή σθαι ποθεῖν, οὐκ ἔχεις τὸ ἀσφαλές. Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεται σου διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐ δὲν τοιοῦτον ὑπομένεις· οὐχ ὁδοιπορίας κύπον καὶ καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας· οὐδὲν τούτων. Αλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ερ χεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει Δὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν. Καὶ οὐ λέγω σαι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμενος. Οσου θέλεις ἀγόρασον τὸν παράδεισον Δὺς ἄρτον. Οὐκ ἔχεις ἄρτον; Δὸς ἐβολον, δὸς ποτήριον ψυχροῦ ὕδατος. Ο θέλεις δὲς, ὅ ἔχεις· πάντα δέχο μαι. Μόνον ἀγέρασον τὸν παράδεισον. Μίμηται τὴν καυτοῦσαι.
col. 437–438page 11 of 30
PG 64:437χήραν ἐκείνην τὴν θαυμαστήν, ή τις δράκα αλεύρου & ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐ ρανῶν. Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτά καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίφ, καὶ ἡγόρασεν τὸν παράδεισον. Δ'. Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον. Δὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν. Ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ἀποδιδοῖ & δανεισάμενος; Πότε; "Οτε ἀφεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμόν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνός, καὶ πάντα ἐγκαταλιπών τότε ὁ δανεισάμενος μετ᾿ εὐχαριστίας ἀποδίδωσιν. Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε. Μὴ ἀναμένῃς τὴν χρυσόν, μὴ τηρήσῃς αὐτά. "Αδη λος ὁ βίος· οὐκ οἶδας πότε εξέρχῃ τοῦ βίου. Ὡς γὰρ κλέπτης εν νυκτί, οὕτως ἔρχεται ὁ θάνατος. Οἷς ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκάς, πορεύη· καὶ τα χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥα νίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε και ταμερίζονται σου τὸν βίον. Β'. Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν ᾽Αβραὰμ λέγων· Πάτερ Αβραάμ, ἐλέησόν με, καὶ ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογί ταύτῃ. Οὗτος ὁ πλούσιος ὅτι ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά· καὶ προ ήρχετο ὑπὸ ὀχήματος φερόμενος· οἱ ἵπποι αὐτοῦ Εξασπροι χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη εμπεπηγμένοι Παίδες προ τρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσά περι κείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἀπαξαπλῶς ἐν μεγάλη φαντασία προήρχετο. Ἐν δὲ τῷ ἀρίστῳ αὐτ τοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοί, χήνες, πορφυρίωνες, πέρδικες, περιστεραί, ὄρνεις, λαγωοί, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων· ἄλλοι ριπίζοντες σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ· ἄλλοι ἀργυροῦς νιπτήρας κατέχοντες, καὶ οθόνια καθαρὰ Έτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐ τοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ. Καὶ βλέπε την ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην. Γ. Οἱ πάντες έκαμνον· αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν. Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραί καὶ τρυφεραί. Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφώσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τας θύρας καὶ τὰς θυ ρίδας φυλάσσοντες, μή που φωνή, μή που ζόφοι καὶ Χρήματα ζητεῖ. σκεπασμένοι.
col. 439–440page 12 of 30
PG 64:439τοῦτο διυπνίσουσιν. Τοιαύτη ἦν ἡ φαντασία τοῦ ψόφοι καὶ δοῦποι διυπνίσωσιν. πλουσίου. Ζ'. 'Ην δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὴν πυλῶνα τοῦ πλουσίου ἑλκόμενος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδε λύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέπετο. Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος άνθρωπός ἐστιν ὡς κἀγώ. Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούργησεν, ὁμόφυλός μου ἐστι καὶ ὁμογενής. Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν. Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον εἰς τὸν πυλῶνα αὐτοῦ. Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχώρα που ριῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ίδς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι. Ο τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο. Καὶ ὁ πλούσιος, δ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστήναι, τὸν πένητα οὐκ ἠλέησεν. Η'. Ιδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξιν, τὴν τρυφήν; Ιδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφερότητα διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος. Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ και τακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. Δεύρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶν: ἐκείνῳ ἀμφοτέρου τὸ τέλος. Θ. Εγένετο, φησίν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον. Απέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέ λων εἰς τοὺς κόλπους Αβραάμ. Καὶ ὑπάρχων έν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Αβραάμ, καὶ ἐγνώρισεν αὐτόν. Καὶ ἔκραξε λέγων· Πάτερ Αβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι έν τῇ φλογὶ ταύτῃ. Ποῦ ὁ πλοῦτος; ποῦ ὁ χρυσός, ποῦ ὁ ἄργυρος; ποῦ ἡ στέγη ἡ ἀργυρᾶ; ποῦ ἡ φαν τασία τῶν παίδων; ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν φανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς; Ελέη σόν με, πάτερ Αβραάμ; Ο ἄθλιο πλούσιε! Ὅτε εἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι αὐτὸν οὐκ ἤθελες· καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς
col. 441–442page 13 of 30
PG 64:441βοήθειαν Ελέησόν με; ἀνωφελής λοιπὸν ἡ ἱκεσία σου. Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους. Ἐκεῖ λοιπὸν οὐκ ἔστιν έλεος. Ἡ γὰρ κρίσις ἀνήλεος ἐστι τῷ μὴ ποιήσαντι ἔλεος. Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ γῆς οὐκ ἐκτήσω; Ελέησόν με, πάτερ Αβραάμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξε μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογί ταύτῃ. Ποίῳ δακτύλων, ὦ πλούσιε ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω Τότε κατανοῆσαι τὰς χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ' ἐβδελύσσου, καὶ νῦν τη γλώσσῃ σου άψασθαι παρακαλεῖς; Ἑλέησόν με, πάτερ Αβραάμ. Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πρά ξας τὰ τοῦ υἱοῦ; Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόν των ἐστίν. Οὐδεμία συμφωνία φωτό προς σκότος. Μὴ καλέσῃς αὐτὸν πατέρα. Σὺ γὰρ κατὰ τὸν ἀνελεήμονα σου τρόπον, υἱὸς σκότους καὶ γεέννης υπάρχεις.? Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζα ρον μὴ ἐλεήσας; Γ. Ο δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν αὐτὸν τῇ ὀδύνῃ· οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις· οὐκ ἠρνήσατο την φύσιν τὴν ἀνθρωπίνην. ᾿Αλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσ ώπῳ ἀπεκρίνατο, λέγων· Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά. Διὰ τοῦτο οὗτος ἐνταῦθα αναπαύεται, καὶ σὺ ὀδυνᾶσαι. Όμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν. ΙΑ'. Ιδες τοῦ πλουσίου τὸ τέλος; ἴδες τῆς τρυφῆς τὸ πρόσκαιρον; Μὴ ἀναμείνῃς δοῦναι τὰ σὰ τοῖς πένη σιν. Μηδέποτε τηρήσῃς εἰς τὴν αύριον. Οὐ γὰρ οι δας τί τέξεται ἡ ἐπιοῦσα. Τί συντίθεις χρήματα; & μετ' ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ βανίδα ὕδατος, καὶ ἄλλοι ἐνταῦθα καταμεριζόμενοι σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται. Πολ λάκις γὰρ καὶ οἱ κληρονόμοι σου ἀνασκάπτουσιν τὰ ἐστα καταρώμενοί σου. Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Δωρεάν σου παρα ἔχων τὴν βασταγὴν ὁ ἐκεῖ πανδοχεύς. Ἐνταῦθα ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον ἐκ πόλεως εἰς πόλιν ἑτέραν, μισθοῦ σὰ κτήνη, μισθοφόρους καμήλους, ἡμιόνους, φύλακας ξιφήρεις ἐν τῇ ὁδῷ, μή τινες αλιτήριοι ἐπιρρίψαντες διαρπάξωνται σου τὸν πλοῦτον. Εἰς ἐκεῖνον δὲ τὸν κόσμον, ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον, οὔτε κόπον ὑπομένεις, οὔτε μισθὸν ἀναλίσκεις, οὔτε ἐπηρίαν τινὰ ὑπομένεις, οὔτ᾽ ἐξέρχῃ ἐκ τῆς οἰκίας, ᾿Αλλὰ σὺ κάθῃ ἐν τῇ πό λει ἐν πολλῇ ἀναπαύσει, καὶ ἔρχεται ὁ πένης εἰς τὴν θύραν σου, ζητῶν σου τὸν πλοῦτον μετενέγκαι εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον. Καὶ οὐ παραχωρεῖς αὐτῷ οἰκείᾳ σου προθέσει οὔτε ἕνα ὁδολόν; Ἀνάνευσον, ὦ ἄνθρωπε, εἰ θέλεις ἔχειν πλοῦτον ἀτελεύτη τον. Δὸς εἰς τὰς χεῖρας τῶν πενήτων, καὶ εὑρήσεις παρέχει. μισθοῦσαι, ναι μισθοῦσαι τά.
col. 443–444page 14 of 30
PG 64:443ἡ ἐκεῖ ξενίαν σοι ποιούμενον. Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες· ἐγγυητής πλούσιος ἐστι καὶ εὐγνώμων. Ὁ γὰρ ἐλεῶν πτωχῷ δανείζει θεῷ. ΙΒ'. Φοβηθῶμεν τὴν ἡμέραν ἐκείνην, ἐν ἡμέρᾳ ἡ ὁ οἰκοδεσπότης τοὺς ἐργάτας καλεῖ εἰς τὴν σπεῖραν του σίτου, καὶ συνάξει τὸν σίτον εἰς τὰς ἀποθήκας, τὰ δὲ ἄχυρα κατακαύσει πυρὶ ἀσβέστῳ. Ο γὰρ οἶκο δεσπότης ἐστὶν ὁ Κύριος, οἱ δὲ ἐργάται εἰσὶν οἱ ἄγω γελοι, οι συναγαγόντες τὸν κόσμον εἰς τὴν δίκην ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἡμέρᾳ. Καὶ τοὺς μὲν δικαίους συνάξουσιν εἰς τὰς αἰωνίους σκηνάς, ἂς ητοίμασεν ὁ ἀναληφθεὶς Κύριος, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον. Σπουδάσωμεν οὖν εὑρεθῆναι σίτος ωρι μος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰω νίους σκηνάς. Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσ κύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ. Δ' Εἰς τὰ μυρία τάλαντα καὶ ἑκατὸν δηνάρια, καὶ "Ων γένοιτο ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τῷ υἱῷ περὶ τοῦ μὴ μνησικακεῖν. Ευλόγησον, πάτερ. Ο μακάριος Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, γράφων τοῖς οὐσιν ἐν Ῥώμῃ ἔλεγεν. Ἡ νύξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε τῆς σωτηρίας. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. ο Διδ καὶ ἡμεῖς, ἀδελφοί, σπουδήν τινε επιδειξώμεθα, εὐχὰς ἐκτενεῖς ἀναπέμψωμεν πρὸς τὸν Δεσπότην, δάκρυα θερμά προχέωμεν, κατηγορήσω μεν συνεχῶς τῶν ἡμῖν πεπραγμένων, προθῶμεν καθάπερ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἔλκη ἐπιδειξώμεθα, καὶ τὴν παρ' αὐτοῦ Ια τρείαν ἐπιζητήσωμεν, καὶ τὰ πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινώσωμεν καὶ ἐκριζώσω μεν, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων επιθυμίας πολιορκεῖσθαι, μήτε μνησικακεῖν πρὸς τὸν πλησίον καὶ ἐχθρωδῶς διακείσθαι πρὸς τοὺς ὁμογενείς. Ούτε γὰρ οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον, καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνεκώς φυλάσσοντα. Τοσαύτη γάρ ταύτης τῆς ἁμαρτίας ἡ λύμη ἐστὶν, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο. Καὶ ἵνα μάθητε, ὑπομνήσαι ὑμᾶς βούλομαι τῆς παραδο λῆς τῆς ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖ. νος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξά μενος παρὰ τοῦ δεσπότου, ἐπειδὴ προσέπεσε καὶ ἐδεήθη καὶ ἱκέτευσε. Σπλαγχνισθεὶς οὖν ὁ κύριος αὐτοῦ ἀφῆκεν αὐτῷ, καὶ τὸ δάνειον αὐτῷ συνεχώρησεν. Εἶδες εὐσπλαγχνίαν Δεσπότου; ἐκεῖνος προσ έπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι· Μα προθύμησον γάρ, φησί, καὶ πάντα σοι ἀποδώσει.
col. 445–446page 15 of 30
PG 64:445Ἀλλ᾽ ὁ ἀγαθὸς Δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθείς, τῷ οἰκέτῃ οὐχ ὅσον ήτησε, τοσο οὗτον παρέσχεν, ἀλλ᾽ ὅσον οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾶν καὶ προφθάνειν τὰς ἡμε τέρας αιτήσεις. Εκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκ τισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελή. ματα, σπλαγχνισθεὶς, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δά νειον συνεχώρησεν αὐτῷ. Είδες τί μὲν ὁ δοῦλος τη σεν, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ορα δὲ πάλιν τούτου τὴν πολλὴν ἀπήνειαν. Δέον γάρ, μετὰ τὴν τοσο αύτην φιλανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν ἐν αὐτῷ γεγενημένην, συμπαθέστερον αὐτὸν κατα στῆσαι περὶ τοῦ ὁμογενοῦς, ὁ δὲ τὸ ἐναντίον ἐπεδεί χνυτο. • Εξελθών, φησίν, οὗτος ὁ τῶν μυρίων τα λάντων τὴν συγχώρησιν δεξάμενος.» Ακούετε, πα ρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ αὐτῷ τούτῳ συμ βάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς ἡμετέρας διανοίας. Οὗτος τοίνυν «ἐξελθών εὗρεν ένα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δη νάρια.» Σκόπει, πόσον τὸ μέσον. Ωδε καὶ σύνδουλος ὁ ὀφείλων, καὶ ἑκατὸν δηνάρια. Ἐκεῖ καὶ δεσπότης, καὶ μύρια τάλαντα, καὶ ὅμως, ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ παρακαλοῦντα, συνεχώρησεν. Οὗτος δὲ ο κρατ τήσας αὐτὸν ἔπνιγε λέγων, Απόδος μοι, εἴ τι ὀφείλεις. Τί ούν; «Πεσὼν ὁ σύνδουλος αὐτοῦ παρεκάλει λέ γων· ο Ορα πῶς συνεχώς στρέφει τοῦτο τὸ μῆμα ὁ εὐαγγελιστὴς λέγων, ε ὁ σύνδουλος αὐτοῦ, ο οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ αὐτῶν τὸ μέσον, καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς αὐτ τὸν ἐποιήσατο, ἣν οὗτος πρὸς τὸν Δεσπότην, λέγων, Μακροθύμησον ἐπ᾿ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ, φησὶν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλα χήν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον αὐτῷ.» Ο ἀγνωμοσύνης ὑπερβολή! Εναυλον ἔχων τὴν μνήμην τῆς τοσαύτης φιλοτιμίας οὐδὲ οὕτως ήνείχετο συμπαθές τι λογίσασθαι, ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲν καὶ εἰς δεσμωτήριον ἔβαλεν. Αλλ' δρα, τί γίνεται. 4 Ιδόντες, φησίν, οἱ σύν δουλοι αὐτοῦ ἐλυπήθησαν, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρία, αὐτῶν πάντα τὰ γινόμενα.: Οὐκ ἐκεῖνος ὁ πεπονθώς· πῶς γὰρ, καθειργμένος ὢν ἐν τῷ δεσμωτηρίῳ; ἀλλ᾽ οἱ σύνδουλοι, οι μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες οὕτως ήλγησαν, καὶ ἀπελθόντες ἅπαντα ἐμήνυσαν. Αλλ' ὅρα λοιπὸν τὴν ἀγανάκτησιν. «Τότε προσκαλεσάμενος αὐτὸν, φησί, λέγει αυτ τῷ, ο Δούλε πονηρέ.» Αληθῶς ἐνταῦθα ἐστιν ἰδεῖν, όσος τῆς μνησικακίας ὁ ὄλεθρος. Ηνίκα τὰ μύρια τάλαντα μεθώδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρόν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδουλον γέγονεν ἀπηνής, τότε φησί, ο Πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σου, ἐπεὶ παρεκάλεσάς με. › Ορα, πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν; Μὴ γὰρ πλέον τι ἐπεδείξω; φησίν· οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δε ξάμενός σου τὴν ἱκετηρίαν, πᾶσαν τὴν μεγάλην εκεί νην καὶ ἀφόρητον οφειλὴν συνεχώρησα; οὐκ ἔδει και
col. 447–448page 16 of 30
PG 64:447σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέη σα; Ποίας ἂν εἴης, φησίν, ἄξιος συγγνώμης; Εγώ μέν, φησί, τοσοῦτον ὄγκον ὀφλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα βήματα συνεχώρησαν σὺ δὲ τὸν σύνδουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ᾿ ἐμοῦ ἐπο εδείξω περὶ αὐτὸν συμπάθειαν, ἀλλ' ἀνηλεὴς ἐγένου καὶ ὠμὸς, καὶ ἐλεῆσαι σύνδουλόν σου οὐκ ἠθέλησας. Διὰ τοῦτο ἐνταῦθα διὰ τῆς πείρας μάνθανε, ὅσων κακῶν αἴτιος σεαυτῷ κατέστης. «Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὴν τοῖς βασανισταῖς.» ὥρα αὐτὸν καὶ ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύν δουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὁ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτ τοὺς ὀφλήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γενέσθαι παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀπολῷ τὸ ὀφειλόμενον, ἕως οὗ τὰ μύρια τάλαντα, ὧν την συγ χώρησιν ήδη λαβὼν ἀπῆλθε, ταῦτα καταβαλεῖν. Με γίστη καὶ ἄρατος ἡ τοῦ Θεοῦ φιλανθρωπία. Ηνίκα μὲν αὐτὸς μεθώδευεν, ἐπειδὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπεὶ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ώμὸν καὶ ἀπάνθρωπον γεγονότα, λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνύς αὐτὸν διὰ τῶν πρα γμάτων, ὡς οὐ τοσοῦτον αὐτὸν ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς ταῖς βασά νοις παρέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ, ἀδελφοί, οὐ περὶ ταλάντων καὶ δηναρίων ὁ λόγος· ἀλλὰ μεγέθους πλημμελημάτων δίκας ὀφεί λοντες τῷ Δεσπότῃ, διὰ τὴν αὐτοῦ ἄρατον φιλανθρωπίαν συγχώρησιν παρ' αὐτοῦ δεχόμεθα. Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ ὁμογενεῖς καὶ τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνούς ὡμοὶ καὶ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελήματα μὴ λύωμεν, ἀλλ᾽ ὑπὲρ τῶν εὐτελῶν τούτων δίκας ἀπαιτώμεν, τότε καὶ τὴν ἀγανάκτησιν ἐπισπῶμεν τοῦ Δεσπότου, καὶ ὧν πρῶτον τὴν συγχώρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὄφλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ὅσον γὰρ ἑκατὸν δηνάρια, καὶ μύρια τάλαντα, τοσ οῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δεσπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γενομένων παρά τῶν ὁμογενῶν. Ἵνα δὲ μάθωμεν ἀκριβῶς, ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκους τοῦ ἐπαγομένου Οὕτως καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, φησὶν, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. ο Μέγα τῆς παρα βολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τί γὰρ τοσοῦτον δυνάμεθα ἀφιέναι, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; καὶ ἡμεῖς μὲν, ἐὰν τοῦτο ποιῆσαι βουλώμεθα, ομοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρττ μένα· ἀλλὰ τί; ι Ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῶν αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα απ τῶν.» Σκόπει, πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρ δίαν ἐν γαλήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογι σμὴν ἡμῶν ἀτάραχον εἶναι, καὶ παντὸ; ἀπηλλάχθαι
col. 449–450page 17 of 30
PG 64:449πάθους, καὶ πολλὴν πρὸς τὸν πλησίον τὴν φιλαγα βοσύνην ἡμᾶς ἐπιδείκνυσθαι. Καὶ ἀλλαχοῦ δὲ πάλιν ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· «Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ἡμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» Μὴ τοίνυν νομί ζωμεν ἕτερον εὐεργετείν, όταν τοῦτο ποιῶμεν, μεγάλην τινὰ εἰς ἐκεῖνον κατατίθεσθαι χάριν. Αύ τοὶ γάρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπολαύοντες καὶ πολὺ τὸ κέρδος ἐντεῦθεν ἑαυτοῖς προξενοῦντες, ὥσπερ, ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνους μὲν οὐδ᾽ ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διό, παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ανεχώμεθα τοῖς λελυπηκόσιν ὑμᾶς ἡ ἑτέρως πως ἀδικήσασι μνησικακεῖν ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ᾽ ἐνα νοοῦντες, ὅσης ἡμῖν εὐεργεσίας πρόξενον καὶ παρὰ τῷ Δεσπότῃ, καὶ πρὸ πάντων, ὅτι δαπάνη τυγχάνει τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πρὸς τοὺς λυπήσαντας καταλλαγή, σπεύδωμεν καὶ ἐπειρώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα τρὸς τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐερο γέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως πρὸς ἡμᾶς οἱ γνησίως διακείμενοι καὶ παντὶ τρόπῳ θερα πεύειν σπουδάζοντες ὠφελήσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία ἀξίους τῆς ἄνωθεν εὐνοίας ἀπεργάζεται, καὶ τοῦ φορτίου τῶν ἡμαρτημένων ἡμῖν ἐπικουφίζουσα. Εννόησον γάρ μοι, ἀγαπητέ, ὅσον τῆς ἀρετῆς ταύτης τὸ μέγεθος ἀπὸ τῶν ἐπε άθλων, ὧν ἐπηγγείλατο τοῖς αὐτὴν κατορθοῦσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γάρ, ο Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ο ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα, καὶ τῆς ἄκρας αὐτῆς κορυφῆς ἀπὸ τόμενα, φησίν ο Οπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Εἰ δὲ κατὰ δύναμιν ἀνθρωπίνην ὁ οἰκτίρμων Θεοῦ παρόμοιος γίνεται, ὁ μὴ μόνον ἀμυ νόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ τούτων σπουδάζων, τίνων οὐ τεύξεται άγα θῶν; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυτοὺς διὰ ῥαθυμίας τοσούτων δωρεῶν, καὶ τῶν ἐπάθλων τῶν πάντα λό τον ὑπερβαινόντων, ἀλλὰ πάντα τρόπον τοῦτο κατο ορθώσαι σπουδάσωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν είκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ταύτην ἐποιησάμην την παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τὸ τοῦ κατορθώματος ἔδειξα μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα ὡς ἔτι καιρὸς ἕκαστος ἡμῶν ἐχθρωδῶς διακείμενος, σπουδήν ποιήσεται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι ἑαυτῷ. Καὶ μή μα λεγέτω τις, ὅτι Απαξ καὶ δεύτερον παρεκάλεσα, καὶ οὐ προσήκατο. Εἰ ἀπὸ εἰλικρινούς διανοίας τοῦτο πράττομεν, μὴ πρότερον παυσώμεθα μέχρις ἂν τῇ πολλῇ προσεδρείᾳ νικήσαντες εφελκυσώμεθα ἑαυτόν. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα, εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐεργεσίας, τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, παρρησίαν πυλλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμβάνομεν. Ἐὰν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετά και Ιεροῦ συνειδότος καὶ τὰ τῆς εὐχῆς ῥήματα προέσθαι
col. 451–452page 18 of 30
PG 64:451κατὰ τὸν καιρὸν τῶν μυστηρίων τῶν φοβερῶν, τὸν Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Εἰ δὲ ῥαθυμήσο μεν, πῶς ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον, εναντία τοῖς βήμασι διαπραττομένοις, τολμήν ἁπλῶς, καὶ εἰκῇ προσφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεί ζον ἑαυτοῖς ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι μεθ᾿ ἡδονῆς ὁρῶν ὑμᾶς ἀκούοντας τὰ λεγόμενα, διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν Δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γὰρ ἐστι τὸ ἰατρεῖον τῶν ὑμετέρων ψυχῶν, τοῦτο τὸ φάρμακον τοῖς ὑμετέροις τραύ μασιν, αὕτη ἀρίστη ὁδὸς, τοῦτο μέγιστον δείγμα φιλοθέου ψυχῆς, τὸ διὰ τοῦ Δεσπότου νόμου πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λα γισμῶν ἀσθενείας, ἀλλ' ἀνωτέρω γενέσθαι τῶν πα θῶν. Εκαστος τοίνυν ἐντεῦθεν ἄξιον τοῦτο τὸ ἔργον ποιησάσθω, καὶ ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλέσθω, κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελθεῖν, κἂν δυσκολίας τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύματα ἀνελὼν ἑνὸς μόνου γενέσθω, πῶς τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῇ, καὶ τῆς ὑπακοῆς τὸν μισθόν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα, ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸν ἐχθρωδώς διακείμενον πολεμίως ἀπελθεῖν καὶ στῆναι, καὶ διαλεχθῆναι· ἀλλ' ἐὰν ἐννοήσῃς καὶ τοῦ ἐπιτάττοντος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κούφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις περι γενώμεθα τῆς συνηθείας καὶ εὐσεβεῖ λογιστῷ τῶν τοῦ ἐπιταγμάτων Χριστοῦ πληρωταί γενώμεθα, ἵνα τῶν παρ' αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
col. 453–454page 19 of 30
PG 64:453τοῦ καὶ ἀπὸ γλώττης μέλιτος γλυκίων ῥέεν αὐτή. 10: Οὐδὲ τῶν κτηνῶν τὸ γένος ἀστένακτον· οὐ μόνον εἰς ἡμᾶς ἀπαρ αιτήτῳ δουλεία κοπτόμενα, ἀλλὰ καὶ δαίμοσι μάτην ἐν γωνίαις σφαττόμενα, 68: ὁ μηδενὶ τούτων παρ' Αρείου κατ᾿ αὐτοῦ προσφερομένων φωνῶν γνωριζόμενος, εἰς τὸ ῥητὸν τοῦ προφήτου τὸ λέγον· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ περὶ φιλοξενίας, ΟΜΙΛΙΑ Ε'. Πρὸς τοὺς μεγάλα τὰ παρόντα νομίζοντας καὶ περὶ τὰ τοῦ βίου λαμπρὰ μάτην επτοημέ τους. Αγγέλοις μὲν οὐρανὸς εὐφροσύνης χωρίον, Εκ κλησία δὲ πιστοῖς ἀντ᾽ οὐρανῶν ἐν διαίτημα καὶ νήσ μιμον, ταῖς ψυχαῖς ἡδονὴν δωρουμένη τῶν ἱερῶν ἐπαρδῶν τὴν ἀκρόασιν. Ταύτης ποτὲ τὴν Μαρίαν ἐκε κρεμαμένην ὁ τῆς μακαριότητος δοτήρ εμακάριζεν Μαρία, φησίν, τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Μόνον δὲ τῆς εὐσε βους διδασκαλίας τὸ κέρδος καὶ ζῶσιν ἡμῖν ἀγαθὸν φυλακτήριον, καὶ τεθνεῶσιν πρὸς τὸν κριτὴν συν οδεύον· ἡ δὲ τῶν ἄλλων ἁπάντων εὐκατάλυτος κτήσ σις, οὐ μόνον ὅτι τάφον τὴν διάδοχον ἔχει, ἀλλ' ὅτι καὶ πρὸ τοῦ τάφου μυρία τὰ τοῦ βίου ναυάγια. Η Καθάπερ γὰρ θάλατταν τὸν παρόντα ναυτιλλόμεθα βίον σφοδροτέροις κυμάτων συμπτώμασι χρώμενον. Οὐ πλούτος σταθερᾶς ἀπολαύει γαλήνης, ἀλλ᾽ ἐξ οὐ ρία: πολλάκις τοῖς κεκτημένοις συμπλέων, αἰφνιδίῳ λαίλαπι πειρασμῶν ἐβαπτίσθη. Οὐ θρόνος τὸ τῆς
col. 455–456page 20 of 30
PG 64:455δυναστείας ἀκατάπειστον ὕψος· ἀθρόαι γὰρ πνεύσα. σαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν εὐημερίαν ἀνέσπασαν. Οὐ τὸ τῆς ὑγείας ἀδιάδοχον δῶρον, ἀλλ' εφεδρεύει καὶ ταύτῃ νοσημάτων ἀπροσδόκητος βλάβη. Πτεροῤῥεῖ ποικίλως τῆς εὐπραγία; ἡ κτήσις, καὶ δένδρῳ τινὶ προσέοικεν ἄνθρωπος, νῦν μὲν τὸ τῆς εὐθηνίας ἀνθηρὸν περιφέρων, νῦν δὲ τῷ ταύτης ὡς δένδρον ἐκδυόμενος φύλλον. Οὐδὲν τῶν βιωτικῶν ἀνε θηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν οὐχ εὑρήσεις. Οὕτω γὰρ ἡμῖν τὸν βίον ὁ Κτίστης συνε έθηκεν τῶν πρὸς τὴν γῆν κεχηνότων ἐκλύων τὴν ὄρε ξιν, καὶ συνέζευξεν μαρασμῷ τὸ τοῦ βίου περίβλεπτον, ἵν' ὅταν σε τῶν γηίνων τὸ τερπνὸν καταθέλξη. τὸ πρόσκαιρον ἐλπισθεν ἀναστήση. Τοῦ γὰρ παρόντος αἰῶνος ὁδοιπόρος κατετάχθης, οὐ κτήτωρ, καὶ τὴν ἐν τῇ κτίσει μόνην ὡς πανδοχείου παροδεύομεν χρή σιν. Καθάπερ γὰρ ὁδοιπόροι μικρᾶς ἐν πανδοχείῳ διατριβῆς ἀπολαύσαντες, τὴν ἐφεξῆς ἐκβάντες πλη ροῦσιν ὁδοιπορίαν, οὕτω καὶ τὸν τῆς ζωῆς ταύτης ὁδοιποροῦντες αἰῶνα, μικρὸν ὡς ἐν καταλύματι τῷ βίῳ προσμείναντες, τῆς ἐντεῦθεν ἐκδημοῦμεν οἰκή σεως. Αλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωήν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας. Ταύτην δὲ ἡμῖν τὴν ὁδὸν ἐξελθοῦσιν ὁ τῶν κτηθέντων ἁπάντων ἀσυνόδευτος πλοῦτος· οὐδὲν γὰρ ὧν ἐσχήκαμεν, ἐσχήκαμεν ίδιον. Ην γὰρ φοροῦμεν πρώτον ὡς ἰδίαν ἐσθῆτα, τὴν τῶν προβάτων ἐξεθύσαμεν φύσιν· ἡ περιβάλλο μεν τοῖς ποσὶν ὑποδήματα, παρὰ τῆς τῶν βοσκημάτ των δορᾶς κεκομίσμεθα· τὴν τῶν βρωμάτων καὶ που τῶν χορηγίαν ἐκ τῶν τῆς γῆς συμπορίζομεν κόλπων ταύτης ἐστὶν καὶ χρυσὸς, ὃν πάντες ὡς ἡμέτερον σφίγγομεν. Μαργαρίτας ἐξ ὀστρέων καὶ βασιλεῖς έρανίζονται. Ἐξ ἀλλοτρίας ζῶμεν εἰσφορᾶς καὶ πλου τοῦμεν. Απόδος τοῖς προβάτοις τὸ ἔριον, καὶ οὐδὲν ἕξεις τῆς σαρκὸς περιβόλαιον· ἀπόδος τὰς αὐτῶν δο ρὰς τοῖς βοσκήμασιν, καὶ σκέπην ιδιόκτητον τοῖς ποσὶν οὐχ εὑρήσεις· ἀπόδος τὰ σηρικὰ τοῖς σκώληξ. νήματα, καὶ σηρικὴν ἰδίαν οὐ προσοίσεις ἐσθῆτα. 'Αλλ' οὐδὲ ψιχῶν εὐπορήσεις ἰδίων, ἂν μὴ τὴν τρέ φουσαν γῆν οἷς φιλεῖ κολακεύσῃς. Τοῦτο καὶ Χρι στὸς ἐνδεικνύμενος ἔλεγεν· Εἰ ἐν τῷ ἀλλοτρίῳ πιο στοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τὶς ὑμῖν δώσει; Μή μοι τῶν ἐκ τῶν κτηνῶν καὶ τῆς γῆς προβαλλό Ο μενος πλοῦτον, ὡς ἐπ᾿ ἰδίοις τοῖς μὴ σοῖς καλλωπίζου. Ενὸς εἶ κτήματος μόνου εὐσεβείας ιδιοκτήτωρ. Ταύτης σε θάνατος ἐπελθὼν οὐ συλήσει· τῶν ἄλλων δὲ ἁπάντων ἐκβαλεῖ καὶ μὴ θέλοντα· εἰς ὑποκατάστασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτήσιν καὶ μόνην ταύτης τὴν χρῆσιν· ἕκαστος καρπούμενος ἄπεισιν, βραχὺ παρὰ τοῦ βίου κομιζόμενος μνη μα. Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν τὸ συμπέρασμα. Μετά πολύπλεθρον κτῆσιν καὶ χρυσὸν πολυτάλαντον στενήν τινα καὶ δυσώδη κληρονομούμεν σορόν. Οντως Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς άνθος
col. 457–458page 21 of 30
PG 64:457χόρτου. Μικρά σφοδρότης πυρετῶν ἐμπεσοῦσα πα σαν τοῦ βίου τὴν εὐθηνίαν εσκόρπισεν· προσέλεγε μὲν γὰρ ἔξωθεν ἡ τέχνη τὰ φάρμακα· τοῖς φαρμάκοις δὲ πυκτεύων ἀοράτως ὁ θάνατος, κατὰ μικρὸν προϊών χειροῦται τὸν ἄῤῥωστον· ὁ δὲ βλέπων τὸν ἄφυκτον εγκείμενον δήμιον, καὶ τὴν ψυχὴν βιαίως ὠθοῦντα πρὸς ἔξοδον, τρέπει μὲν στένων τὴν κεφα λὴν ἐφ' ἑκάτερα, περιφέρει δὲ τὸ βλέμμα συν δάκρυσιν. Οὐδαμόθεν δὲ τῆς βίας βοήθεια· οὐκ οικέται, τὴν κλίνην περιεστῶτες, Ελκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει παράστασιν. Αδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιάν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου εξαργυρίζων νεκρούς, ἀλλὰ πάντας ἐν τάφοις ὡς ἐν εἰρκταῖς φυλακίζων. Πρὸς τὰ τῶν ὀστῶν παράκυψον λείψανα, καὶ πικρότερον κλαύσεις τοῦ βίου τὸ μάταιον. Τετέφρωται πρόσωπον, μελανθὲν ὑπὲρ ἄσβολον· ὀφθαλμοὶ διατέτρηνται σηπεδόνι γλυφέντες· διακέχηνεν στόμα καὶ πάροδον πολλάκις ἑρπετῶν ὑποδέχεται. Τί καθ' έκα στον μέλος ενδιατρίβω; Φθορά σκώληκες ἅπαν τὸ σῶμα καθάπερ πολέμιοί τινες συμμερίζονται καὶ σάρκας καὶ νεῦρα και φλέβας ἀκριβῶς ἐρευνῶντες. Καλῶ; ἄρα τὸ βρέφος τῆς γαστρός παρακύψαν, θρή νων εὐθέως οὐ γέλωτος ἄρχεται· κλαίει γὰρ ὥσπερ τοῦ βίου καταβοῶν, παρ' οὗ θνησιμαίων ἐκ προοιμίων ἀπογεύεται δώρων. Τεχθὲν γὰρ χεῖρας εὐθέως απαρ γανοῦται καὶ πόδας καὶ δεσμοῖς ἐνειλημμένον τῆς θηλῆς ἀπολαύει, ὡς προοιμίου ζωῆς προδρόμου νεκρώ στους. Απτι τὸ βρέφος εἰς ζωὴν παρελήλυθεν, καὶ νεκρῶν εὐθέως αὐτῷ στολισμός προσηνέχθη. Υπου μιμνήσκει γὰρ τοῦ τέλους τοὺς τεχθέντας ἡ φύσις διὸ καὶ τὸ παιδίον γεννηθὲν ἀποδύρεται καθάπερ τῇ μητρὶ διὰ τοῦ θρήνου βοῶν· Τί μὲ πρὸς ταύτην, ὦ μήτερ, τὴν ζωὴν ἀπεκύησας, ἐν ᾗ τοῦ ζῆν ἡ προσθήκη προσκοπὴ πρὸς τὸν θάνατον; Τί με πρὸς πολυτάραχον αιώνα παρήγαγες οὐ τεχθέν; Τί μοι τὰ προοίμια σπάργανα; Τί μὲ τοιούτῳ παρήγαγες βίῳ, ἐν ᾧ καὶ νεότης ἐλεεινή τρυγωμένη πρὸ γήρως, καὶ γῆρας φευκτὸν ὡς ἐπὶ θάνατον ἄγον; Δεινόν, ὦ μῆτερ, τοῦ βίου τὸ στάδιον, θάνατον ἔχον τῶν τρεχόντων καμπτῆρα. Πικρὰν τὴν βιωτικὴν ὁδοιποροῦμεν ὁδὸν, καὶ τάφον ἔχουσαν τῶν ὁδευόντων κατάλυμα. Χαλεπὸν τὸ τοῦ βίου διαπλέομεν πέλαγος· ᾅδην γὰρ ἔχει πειρα τὴν ἐφεστῶτα. Οὐχ ὡς πονηρὸν στηλιτεύω τὸν βίον; Τοῦτο γὰρ τῶν τῆς μανίας ἐπωνύμων τὸ νόσημα· ἀλλ' ὡς προσκαίρου μὴ σφοδρῶς ἐξηρτῆσθαι μαρτύρομαι. Ταύτην τοῦ βίου καὶ Παῦλος κηρύττων τὴν ἀθλιότη τα, τὴν τῆς κτίσεως φύσιν εἰσῆγεν στενάζουσαν Πάσω, φησὶν, ἡ κτίσις στενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Ὅλη γὰρ σκυθρωπότητος ή κτίσις ἀνάμεστος· κἂν ἀκριβῆ ποιήσῃ τῶν ὄντων ἐρεύνησιν, τὸν οἰκεῖον ἐν ἑκάστῳ στεναγμὸν καθοπτεύσεις πρῶτος παρ' ἀνθρώπων στεναγμός ἀναπέμπεται τῇ τῆς φθορᾶς λειτουργούντων δαπάνη. ς 61: Πῶς οὐκ αἰσχρὸν, ὅτι σὺ διὰ θάνατον ὀδυνᾶσαι; Παῦλος καὶ διὰ τὴν παροῦσαν ἔστενε ζωὴν, καὶ Ῥωμαίοις γράφων ἔλεγεν, ὅτι καὶ ἡ κτίσις συστενράζει, καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες στενάζομεν.
col. 459–460page 22 of 30
PG 64:459Στένει μετ' ἀνθρώπων καὶ γῆ, τὴν κατάραν δι' ἡμᾶς δεξαμένη· ἀποδύρεται θάλαττα, καλὴ μὲν ἐξ ἀρχῆς παρὰ Θεοῦ γενομένη, τάφος δὲ μετὰ τὴν ἁμαρ τίαν εὑρισκομένη πολλοίς. Σκυθρωπάζει καὶ ἥλιος, τοὺς τὸν αὐτοῦ κτίστην οὐχ ὁρῶντας φωτίζων· ἀστέ. ρες σὺν σελήνῃ στενάζουσιν, ὅτι διὰ τῆς εἰρηναίων μετ᾿ ἀλλήλων χορείας τὸν εἰρηνοποιὸν δεικνύντες οὐ πείθουσιν. Οὐδὲ τῶν κτηνῶν τὸ γένος ἀστένακτον· οὐ μόνον εἰς ἡμᾶς ἀπαραιτήτω δουλεία κοπτόμενα, ἀλλὰ καὶ δαίμοσι μάτην ἐν γωνίαις σφαττόμενα. Κοινός τις τῆς κτίσεως πανταχόθεν ὁ θρήνος τὴν τῆς παρούσης ζωῆς κλαιούσης κατάστασιν, ἣν ευστόχως κέκληκεν ὁ προφήτης εἰκόνα· Τὰ σύμπαντα γάρ, φησί, ματαιότης, πᾶς ἄνθρωπος ζῶν, μέντοιγε ἐν εἰκόνι διαπορεύεται άνθρωπος. Καὶ βλέπε τῆς φωνῆς τὴν ἀλήθειαν, τὴν ἀνθρωπίνην ἀκριβῶς ἀνερευνήσας ζωήν. Καθάπερ γὰρ ἐν εἰκόνι κάθηται μὲν ἐπὶ θρό νων βασιλεὺς χρυσοπάντων· προσφέρουσι δὲ πόλεις ἐν τοῖς χρώμασι δῶμα· δέχεται δὲ τοῦ βασιλέως ἡ χεὶρ τὰ διδόμενα· πάντα δὲ σκιὰ καὶ σκηνὴ τὰ φαινόμενα, καὶ ῥαγείσης τῆς σινδόνος εγυμνώθη τὸ σχῆμα τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀνθρώπων ή φύσις καθ άπερ ἐν εἰκόνι τῷ βίῳ βασιλεύς τις εγκαθημένη, τέ χεται μὲν τὰς τῆς θαλάττης καὶ γῆς ὥσπερ ἔκ τινων πόλεων εἰσφορὰς διδομένας· ῥαγείσης δὲ αὐτῇ τῆς ζωῆς ὡς σινδόνος, ἅπαν ἔσχεν τοῦ βίου διαῤῥέον τὸ κάλλος. Εν δὲ μέγιστον τῶν ἐν ἀνθρώποις καλῶν καρδίας συντετριμμένης ταπείνωσις καὶ τὴν τῆς τε λευτῆς ἀεὶ μελετώσης ἡμέραν, καθ᾿ ἣν γυμνοὶ τῆς βιωτικῆς ταύτης εξιόντες θαλάττης τὰς τῶν πράξεων ἐκπομπευούσας τῇ κτίσει κατοψόμεθα στήλας. Βούλει σοι τούτου παραγάγω παράδειγμα; Ἐπὶ μίας τινὸς ὁλκάδος συνέπλεόν τινες καὶ τὴν αὐτὴν ἀλλήλοις συνναυτιλλόμενοι θάλατταν, ποικίλας κατ' ἀλλήλων κλοπὰς ἐπεδείκνυντο. Ταύτας ο κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν ἔλεγχον· ἀλλ' ὡς λιμένι το σκάφος προστ εγγίζον έώρα, γυμνούς πάντας τῆς ὁλκάδος ἐξιέναι κελεύσας, εὗρεν ἑκάστου τὴν κλοπὴν ἐν τῷ πλοίῳ κειμένην. Κατὰ τοῦτό μοι τῆς ζωῆς τὸ παράδειγμα σκοπεῖ· πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος σκάφος δέ τι πρὸς τὸν πλοῦν ἡ κτίσις συνήρμοσται, κυβερνήτῃ μὲν τῷ Θεῷ κεχρημένον, πάσας δὲ τὰς τῶν ἔργων εμπορείας δεχόμενον. "Αν διεφθαρμένον τις ἐμπορεύσηται βίον, ἐν τῷ τῆς κτίσεως αὐτὸν ἀπο θήσεται πλοίῳ· ἂν εὐπολίτευτον ζωὴν πραγματεύσηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττόμενον. Εἶτα τῶν τῆς τελευτῆς ἐγγισάντων λιμένων, γυμνοὺς ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους ὁ κυβερνήτης ἐκβάλλει, καὶ μένει πάντων ἡ πρᾶξις ἐν τῇ κρίσει πομπευομένῃ. Αμεμπτοι τοίνυν τὸ τοῦ βίου ναυτιλλώμεθα πέλαγος· ἔργων ἀγαθῶν τὴν κτίσιν κτησώμεθα μάρτυρα· τὸν σκιώδη τῶν παρόντων ὑπερβαίνω μεν κόμπον τῆς θνητῆς ἀποστήσωμεν τὴν καρδίαν τερπνότητος· τὴν εἰς φθορὰν τελευτῶσαν σπουδήν ἀποφύγωμεν· τοῖς γηΐνοις τὴν ψυχὴν μὴ συνδήσωμεν βρόχοις· τῆς ἀποῤῥύτου τῶν θνητῶν ὑπερφρονήσω
col. 461–462page 23 of 30
PG 64:461μεν δόξης· ὡς βαφὴν εὐαπόπλυτον τὸ τῶν προσκαίρων διαπτύσωμεν ἄνθος· οὐρανοπόρῳ τὸν βίον πτερώδει διαδράμωμεν εὐχῇ, οἱ τὴν βιωτικὴν ὁδοιποροῦντες ὁδὸν καὶ τὸ τῆς ἄνω κλήσεως βραβείον μεταδιώξωμεν ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ Γ'. Περὶ εὐχῆς. Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμε τέρα διεξελθέντες φιληκοΐα, βουλόμεθα καὶ περὶ εὐ χῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ' αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐτ θεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα άλη θῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶτα προστάγματα. Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας αλωμένης; Εοικε γὰρ τῆς φιλοχρηματίας ή νόσος πάθει τινὶ δυσιάτῳ καὶ παραμόνῳ, μήτε τάχιον ἐπάγοντι τὸν θάνατον, μήτε τελείαν τὴν ὑγείαν παρέχοντι, ἀλλὰ κατὰ βραχύ τὸ σῶμα τῶν οἰκείων ὑπεκλύοντι τόνων, άχρις οὗ ταῖς ἐγγινομέναις ἐνολκαῖς ὑποῤῥεῦσαν μετά μυρίους καμάτους τῷ κοινῷ τοῦ θανάτου παραπέμψη πτώ ματι. Τίς δὲ τῆς εὐχῆς ἐραστής νηστείας ἀμελῆσαι δυνήσεται ὑπ' αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται. "Αλλως γε οὐ δυνατὸν ἐκ καρδίας ἐπικαλεῖσθαι τὸν Κύριον ἀδηφαγίᾳ καὶ κραιπάλῃ συζῶντα· καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλεν Βλέπετε, φησίν. μὴ βαρηθῶσιν αἱ καρδίαις ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοίλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπι θολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἢ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα. Κορυφαιότατον άγα θὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ· κοινωνία γάρ ἐστι καὶ Ένωσις πρός Θεόν· καὶ ὥσπερ οἱ τοῦ σώματος ὀφθαλμὲ! φῶς καθορώντες φωτίζονται, οὕτως καὶ ψυχή πρὸς Θεὸν ἐκτεινομένη τῷ ἀνεκλαλήτῳ αὐτοῦ φωτί καταλαμπομένη φωτίζεται. Εὐχὴ οὖν οὐκ ἐν σχή ματι γινομένη, ἀλλ᾽ ἐκ καρδίας επιτελουμένη· οὐ καιροῖς καὶ διαστήμασιν ὡρῶν περικλειομένη, ἀλλὰ νύκτωρ καὶ μεθ᾿ ἡμέραν άπαυστον τὴν ἐργασίαν ἔχουσα. Οὐ γὰρ χρὴ μόνον ἐπὶ τὴν εὐχὴν ἀπιόντα ὀξέως ἀπάγειν τὸν λογισμὸν πρὸς τὸν Θεόν· ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς 8, 9. 7 δέ, προσέχετε ἑαυτοῖς βλέπετε.
col. 463–464page 24 of 30
PG 64:463εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ κατα μίσγειν, ἵνα καθάπερ ἄλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων Δεσπότῃ γίνωνται. Δυνάμεθα δὲ τὴν ἐκ ταύτης ὄνησιν παρὰ πάντα τὸν βίον ἀναφαίρετον κτήσασθαι, ταύτῃ τὸ πλεῖστον ἀπονέμοντες τοῦ καιροῦ. Εὐχὴ φωτισμός ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ᾽ εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψίδα. Υπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, θρόνους καὶ Κυριότητας παρέρχεται, διαβαίνει τὰ Χερουβίμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα. Ἐκεῖ προσκυνεῖ τῇ θεότητι, ἐκεῖ καταξιοῦται συνόμιλος γενέσθαι τῷ οὐ ρανίῳ βασιλεί. Δι' αὐτῆς ἡ ψυχὴ μετέωρος ἀρθεῖσα εἰς οὐρανούς, περιπλέκεται τῷ Κυρίῳ περιπλοκαῖς ἀρε ρήτοις, ὥσπερ νήπιον πρὸς ἰδίαν μητέρα μετὰ δα κρύων βοᾷ τοῦ θείου γλιχομένη γάλακτος· αἰτεῖ δὲ τὰ οἰκεῖα θελήματα, καὶ λαμβάνει δωρεὰς κρείττονας πάσης ὁρατῆς φύσεως. Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχή, χαροποιεί τὴν καρδίαν, ἀναπαύει τὴν ψυχήν, φόβον ἐγγενᾷ και λάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, άπαξ απλώς πᾶσι κατακοσμεί τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα. Αὐτὴ καὶ τῇ ᾿Αννῃ τὸν Σαμουήλ ἐδωρήσατο, καὶ τοῦτον προφήτην τοῦ Κυρίου ἀπέδειξεν· αὐτὴ καὶ τὸν Ἠλίαν ζηλωτὴν τοῦ Κυρίου πε ποίηκεν· καὶ τῆς ἐπὶ τὴν θυσίαν καθόδου τοῦ οὐρα νίου πυρὸς ὁδηγὸς γεγένηται. Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαράς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοή σας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐ ρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας. Καθάπερ γάρ τις ἀετὸς ἐπὶ τὸ θυσιαστήριον ἐπιπτὰς, τῷ λά βρῳ τῆς φύσεως κατεκάρπωσεν ἅπαντα. Τοῦτο δὲ πεποίηκεν ὁ μέγας θεράπων τοῦ Θεοῦ Ἠλίας ὁ ζη λωτής, ἡμᾶς ἐπὶ τὰ πνευματικὰ διὰ τῶν τότε παιδαγωγῶν, ἵνα καὶ ἡμεῖς ἐκ καρδίας πρὸς τὸν Θεὸν βοῶντες, τὸ ἄῤῥητον τοῦ Πνεύματος πῦρ ἐπὶ τὸ θυ σιαστήριον τῆς ἡμετέρας καρδίας κατελθεῖν προτρεψώμεθα, διὰ τοῦτο τέλειον ὁλοκάρπωμα γινόμενοι τῷ Κυ ρίῳ. Εὐχὴ καὶ Μωυσήν τὸν νομοθέτην ἱλαστήριον του Θεοῦ πεποίηκεν τὸν (19-15) Ισραήλ, καὶ πρόπαια κατὰ τῶν ἐναντίων τοῖς Ἰσραηλίταις έπηξεν. Δι' εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρόν ἡμέρας διατρίψαι πεποίηκεν. Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων τῷ.
col. 465–466page 25 of 30
PG 64:465καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχία ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδά σκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμε τον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπε-: 26-27 ρισπάστως τὸ τοιοῦτον πράττοντας. Δι' εὐχῆς καὶ τὸ 13. μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παρά κλητον δέξασθαι σήμερον· τούτου γὰρ ἕνεκεν περὶ αὐτῆς ὑμῖν ἠναγκάσθην σήμερον διεξελθεῖν. Εὐχή, ". τοῦ σώματος ἐπὶ γῆς κειμένου, τὴν ψυχὴν πρὸς ἐκείνην τὴν ἐπουράνιον ἀποκομίζει πηγὴν, κἀκείνου τοῦ πόματος ἐμφορήσασα ταύτην ποιεῖ ἐν αὐτῇ πηγὴνὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Αὐτὴ τῶν μελ λόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη αγα θῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινούς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον· τέμνει τὰς τῶν ἀλλοφύλων παρατάξεις, τὰς ἀντικειμένας ἀφανίζει δυνάμεις, καὶ πρὸς αὐτὸν ὁδηγεῖ τὸν βασιλέα. Εὐχήν ὅταν είπω, μὴ νομίσῃς λόγους εἶναι. Πόθος ἐστὶ πρὸς Θεὸν, ἀγάπη ἀνεκλάλητος, οὐκ ἐξ ἀνθρώπων ἐπιτελουμένη, ἀλλ' ἐκ θείας ἐνεργουμένη χάριτος περὶ ἧς καὶ ἡ ᾿Απόστολος λέγει· Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία και βεννύουσα τὴν ψυχήν· ἧς ὁ γευσάμενος τὸν πρὸς Κύ ριον πόθον άΐδιον κέκτηται, ὥσπερ πῦρ τι λάβρον τὴν αὐτοῦ καρδίαν ἐκκαῖον. Ταύτην δὲ πρωτοτύπως ἐπι τελῶν, ἐπιεικείᾳ καὶ καρδίᾳ ταπεινῇ, ζωγράφει τὸν οἶκόν σου, καταφαίδρυνε τῷ τῆς δικαιοσύνης φωτί, ἔργοις ἀγαθοῖς, ὥσπερ τινὶ δοκίμῃ πλακί, τὸν σεαυ τοῦ διακόσμησον οἶκον, καὶ ἀντὶ τειχέων καὶ ψηφίδας πίστει και μακροθυμίᾳ καλλώπισον· ἐπὶ πᾶσι τὴν εὐχὴν ὥσπερ δροφον εἰς ἀπαρτισμὸν ἐπιτιθεὶς τοῦ οἴκου, ἵνα τέλειον τὸν σαυτοῦ οἶκον παρασκευάσῃ τῷ Δεσπότῃ, καὶ ὥσπερ ἐν οἴκῳ βασιλικῷ καὶ περιφανεί τὸν Κύριον ὑποδέξῃ, καθάπερ ἄγαλμα λοιπὸν αὐτὸν ἐν τῷ τῆς ψυχῆς ναῷ καθιδρυμένον ἔχων διὰ τῆς χά ριτος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ Ζ΄. δ Εἰς τὸ, «Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Φοβερὰ τῆς ἀποστολικῆς παραγγελίας ή σάλπιγξ, πολλὰ μὲν καὶ ἄλλα τὸν τῆς εὐσεβείας ἀρτίως μαρτυρομένη στρατόν, μάλιστα δὲ τῶν τῆς αἰσχρότητος βαράθρων ἐλαύνουσα, καὶ δὴ καὶ στρατιωτικὴν πρὸς τῷ τέλει παραγγελίαν προσθεῖσα· Φεύγετε, φησί, την πορνείαν· πᾶν ἁμάρτημα, ὁ ἐὰν ποιήσῃ ἄν θρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. Οἱ γὰρ τῶν αἰσθητῶν στρατιῶται πολέμων, νῦν μὲν ἀντιπροσώπῳ συμβολῇ, νῦν δὲ φυγῇ κεχρημένοι, τὰς παρα τάξεις σοφίζονται. Ἔστι καὶ πόλεμος ψυχαῖς, ἀνα τιστάσει καὶ φυγῇ στρατηγούμενος· καὶ τοῦτο Παῦλος εἰδὼς, ὁ τῶν τῆς εὐσεβείας τακτικών νι,
col. 467–468page 26 of 30
PG 64:467στρατηλάτης, δι᾿ ἑκατέρας ἄγει τὸν στρατὸν εὐτεχνίας· καὶ νῦν μὲν τὴν πρὸς τὴν μάχην ἐπι μονὴν παραγγέλλει Στητε, λέγων, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, νῦν δὲ φυγῇ σοφία ζεσθαι τὸ πολεμοῦν συμβουλεύων· Φεύγετε την πορ νείαν. "Αν πόλεμος ἀπιστίας ἐκβαλῇ, χρήσιμος πρὸς ἐκεῖνον ἀντίστασις· ἂν δόλων ἀπειλῆται παράταξις, καλὴ τῆς πρὸς τοὺς ἀνταγωνισμούς τούτους προσ εδρα· ἂν συκοφαντίας ἐπιφέρηται τόξον, λυσιτελής ἀντιπρόσωπος συμβολὴ πρὸς τὸ ψεῦδος. Οταν δὲ μορ φη πορνική που τοξεύῃ, νῶτα διδόναι καλὸν καὶ τὴν ἀντιπρόσωπον φυγήν. Κατευστοχεί γὰρ ὀφθαλμῶν ἡ πορνεία καὶ δεῖ μεμνήσθαι τοῦ στρατηγοῦ παραγγέλω λοντος· Φεύγετε τὴν πορνείαν. Έχει γάρ τι τῶν ἄλλων πονηρευμάτων φευκτότερον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἁμαρτίας κακὰ φείδεσθαι δοκεί τῆς τῶν πρατ φονεὺς εἰς ἀλλότριον, ἄτρωτον τὸ ἑαυτοῦ σῶμα δια τόντων σαρκὸς, καὶ τὸ πραχθὲν εἰς μόνον τὸν τὴν πράξιν δεχόμενον ἴστησιν· οἷον ἐν ταῖς ἁρπαγαῖς τῶν ἁρπασθέντων τὸ ζημίωμα μόνον, ἐν τῇ τῶν φθόνων Ισχύϊ περὶ τοὺς φθονουμένους τὸ πάθος ἐκρήγνυται ἐν ταῖς συκοφαντίαις, ὅταν τύχωσι πίστεως, μόνων αὖθις τῶν συκοφαντουμένων ὁ κίνδυνος· ἐν τοῖς τῶν φόνων ὡσαύτως τολμήμασιν τοῦ δεξαμένου την σφα γὴν τὸ δυσπραγημα. Πᾶσαν ἄν τις ἔργων ἀδίκων επερχόμενος πράξιν, εὑρήσει τὴν μὲν τῶν ἀδικούν των μερίδα κερδαίνουσαν, τὴν δὲ τῶν ἀδικουμένων ζημιουμένην· πορνεία δὲ τὴν τοιαύτην οὐκ οἶδεν διαίρεσιν· οὐδὲ χωρίζει τὴν τοῦ παθόντος ἐκ τοῦ δρά σαντος πρᾶξιν, ἀλλὰ συγκαταστρέφει πρὸς ἀτιμίαν ἐπίκοινον, συνάπτει δεσμῷ μολυσμού. Τοῖς πλεονέκταις ἐστὶ ζημιώσασιν ἄλλον ζημιούσθαι μηδὲν, τοῖς πόρνοις δὲ οὐκ ἔστιν οὐδὲν καταισχύνασιν σῶμα, μὴ τῷ καταισχυνθέντι συγκαταισχύνεσθαι. Τοῖς πεφονευκόσιν ἐστὶν ἐργασαμένοις τὸν φόνον, τοῖς σφαγεῖσι μὴ συνεσφάχθαι, τοῖς πόρνοις δὲ οὐκ ἔστι μολύνασι σάρκα, τοῦ μολυσμοῦ καθαρεύειν. Καὶ σκόπει μοι τὴν εἰς τοῦτο τοῦ Παύλου λεπτολογίαν· Φεύγετε, φησίν, τὴν πορνείαν. Διά τί; Ὅτι πᾶν ἁμάρτημα, ὁ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, τοῦτ' ἔστιν, τῇ τοῦ σώματος μὴ λυμαινόμενον φύσει, τῇ τῶν μελῶν μὴ συνιστάμενον ὕβρει, τῷ τῆς σαρ κὸς μολυσμῷ μὴ συμπληρούμενον, ἀλλ᾽ ἔξω τῆς τοῦ πράξαντος σώματος ενεργούμενον βλάβης. Ὁ δὲ πορ νεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, οὐχ ὥσπερ ὁ σώζων, οὐχ ὥσπερ ὁ πλεονέκτης εἰς ἕτερον, τὴν τῆς ιδίας σαρκὸς φυλαττόμενος βλάβην, ἀλλ' αὐτὸς ἑαυ τοῦ διαφθορεὺς ὁ πόρνος, αὐτὸς ὑφ᾽ ἑαυτοῦ τῷ τῆς ἀτιμίας περιπείρεται βέλει. Ο κλέπτης, ἵνα θρέψει τὸ σῶμα, τολμᾷ τὸ πλημμέλημα, ὁ πόρνος δὲ τῇ τῆς ἰδίας σαρκὸς προσεδρεύει ληστείᾳ. Τὸν πλεονέκτην πρὸς ἀρπαγὴν ἐρεθίζει φιλοκερδής λογισμός, πορνεία δὲ τῆς τοῦ σώματος ζημία σεμνότητος. Τῷ βασκάνῳ κατασκευάζει τὸ πάθος δοξαζόμενος ἕτερος, ὁ πόρνος δὲ τῆς ἰδίας αὐτουργὸς ἀδοξίας. Τί γὰρ ἀδοξότερον ή τῆς.
col. 469–470page 27 of 30
PG 64:469σκευοφόρου πορνείας; Πᾶσα μὲν γὰρ ἄδοξος ἁμαρ τίας δουλεία, άτιμοι γὰρ τῆς ψυχῆς τὴν εὐγένειαν, ὁ δὲ πόρνος ἁμαρτίας ἀδοξότερος δοῦλος, βόρβορον ἀντλεῖν παρ' αὐτῇ τεταγμένος, μολυσμοῦ συνάγειν σωρὸν, ἀκαθάρτῳ λειτουργεῖν ἐργασίᾳ, ἡδονῶν ἐγκυ λέεσθαι πηλῷ, αἰσχρότητα τρίβεσθαι, ῥάκους ἔχειν τὸ σῶμα μὴ διαλλάττον. Ποία γὰρ ῥάκους καὶ πόρνου διαφορά; Τοῦ τῆς εὐσεβείας απεσχίσθαι σώματος. Φθείρεται καθημερινῇ σηπεδόνι ταῖς τῆς ἁμαρτίας ὁδοῖς· ὡς ἄχρηστον εναπέρριπται ῥάκος· κεῖται πάρ σιν καταπάτημα δαίμοσιν· εἰς αὐτὸ ὁ διάβολος τὴν ἰδίαν ἀπομάσσεται σῆψιν. Τῆς νοητῆς δὲ τοῦ πόρνου κακοπραγίας ή πρόδηλος καὶ σαφής, οὐκ ἀλλάτο των Έστιν γὰρ φευκτὸς οἰκίαις, ἀπευκτὸς συν τυχίαις, τοῖς πλησιάζουσιν ὕβρις, τοῖς ἐχθραίνουσιν όνειδος, συγγενέσιν αἰσχύνη, συνοίκοις επάρατος, ἀθυμία γονεῦσιν, οἰκέταις θεατρισμός γελώμενος, διήγημα γείτοσιν, γῆμαι σπουδάζων ἀπόβλητος, ὕποπτος μετὰ γάμον νυμφίος, μισούμενος τέκνοις πατὴρ, εὐκαταφρόνητος σύμβουλος, ἀηδής χαριζόμενος, αἰτῶν ἀηδέστερος, πόρρωθεν ὀφθεὶς λυπηρός, νοσῶν ἀθλιώτερος, τεθνεώς άτιμότερος. Τοσούτου πλήθους κακῶν τὴν πορνείαν Παῦλος μητέρα θεώμενος, τὴν νικητήριον ἡμῖν ἀρτίως φυγὴν παραγγέλλων ἐβόα· Φεύγετε τὴν πορνείαν. Ἡ τοῦ Παύλου φωνή νεανίσκου μὲ νῦν ἀνέμνησεν σώφρονος κατ' Αίγυ πτιακῆς πορνείας διὰ φυγῆς ἀριστεύσαντος· καὶ τοί γε πολλὰ τῷ νεανίσκῳ τὴν πειθώ κατεσκεύαζεν ἡλικία φιλήδονος, δουλείας ζυγός, δεσποίνης ερωτική κολακεία, διάλεξις συνεχής, ἀσελγείας λαθραία πρὸς ( μίξιν παράκλησις· Εγένετο γάρ, φησίν, τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ· καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω. Καὶ ἐπεσπάσατο τῶν ἱματίων αὐτοῦ ἡ δέσποινα αὐτοῦ,λέγουσα· Κοιμήθητι μετ' ἐμοῦ. Μέγα τὸ τῆς σωφροσύνης ἀξίωμα· τοῦ δούλου τὴν δέσποιναν κατεσκεύασεν δούλην· ὁ μὲν γὰρ ἱκετεύετο, ἡ δὲ ἱκέτευεν· Κοιμήθητι μετ᾿ ἐμοῦ. Πεπυρωμένον τῆς πορνείας τὸ βέλος, ἀλλ᾽ ὕλην ψυχῆς κειμένην οὐχ' εὗρεν, εἰς ἐσθῆτα δὲ τὴν διάλυσιν ἔσχεν, ἦν τὸ τῆς πορνείας ἀναιδές περισφίγγον ἐβόα· Κοιμήθητι μετ᾿ ἐμοῦ. Μυκᾶται τὸν τῆς πορνικῆς ἐπιθυμίας λι μὸν, ἀλλ' ἔκλειεν μᾶλλον τὰ τοῦ σώφρονος ὦτα· ἡ μὲν γὰρ ἔλεγεν· Κοιμήθητι μετ᾿ ἐμοῦ· Ἀντεκήρυτα τεν δὲ ἡ σωφροσύνη τῷ νέῳ· Γρηγόρησον μετ' ἐμοῦ· καὶ τοῖς ἔργοις ἐδήλου τὸ ἄγρυπνον. Οὐ γὰρ ἐνύσταζεν ταῖς κολακείαις ὁ τόνος, οὐχ ύπνωσεν ή γνώμη ταῖς ἐπῳδαῖς, οὐκ ἐκαθεύδησεν τῆς σωφροσύνης ἡ νῆψις, οὗ ταῖς κατεχούσαις ὑπεξελύθη λαβαῖς, οὐ τοῖς τῆς μορφῆς καλλωπισμοῖς ἡλιεύθη, οὐ ῥη μάτων ερωτικών διεκλάσθη θωπείαις, ἀλλ᾽ ἦν αὐτῷ πικροτέρα λοιδορίας τῆς δεσποίνης ή φωνή κολα κενούσης - Κοιμήθητι μετ' ἐμοῦ. Ἔτοιμος εἱστήκει διάβολος νυμφαγωγὸς τῆς μοιχείας, καὶ συνέσφιγγεν αὐτόν. οὐκ ἐλάττων.
col. 471–472page 28 of 30
PG 64:471τὴν ἐσθῆτα τῇ πόρνῃ, καὶ τῶν παρ' ἐκείνης συν εκοινώνει λαβών· οὐκ ᾔδει δὲ τεχνίτῃ παλαίων ἀθλη τῇ σωφροσύνης, καὶ καλῶς τὰς ἐκείνης ἀπεκδυομένῳ λαβάς, Καταλιπών γάρ, φησίν. τὰ ἱμάτια αὐτοῦ εἰς τὰς χεῖρας αὐτῆς, ἔφυγεν καὶ ἐξῆλθεν γυμνός ἔξω. "Ω γυμνότητος ἁγιωτέρας ενδύσεως! Τί οὖν τῆς Αἰγυπτιακῆς ἀκολασίας ἡ λύσσα; Τὰ ἑαυτῆς κακὰ τῷ Ἰωσὴφ περιτίθησιν, καὶ δραμοῦσα πρὸς τὸν ἄνδρα φησίν· Εισήγαγες ἡμῖν παῖδα Εβραῖον ἐμπαίζειν ἡμῖν, καὶ εἶπεν μοι, τῇ γυναικί σου, τῇ μέχρι τοῦ νῦν σωφρόνως φυλαξάσῃ τὴν ποι την σου· Κοιμηθήσομαι μετὰ σοῦ· Ὡς δὲ ὕψωσα τὴν φωνήν μου καὶ ἀνεβόησα, ἀφῆκεν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ, καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω. Πάλιν Ἰωσὴφ δι᾿ ἐσθῆτος συκοφαντεῖται· ἀδελφοὶ Ο πρότερον αὐτοῦ λαβόντες τὸν χιτῶνα, ὡς θηρίο Ο βρωτον αὐτὸν δι' ἐκείνου κακούργως ἐσυκοφάντουν, νῦν αὐτὴ τὸν χιτῶνα λαβοῦσα, ὡς πόρνον διαβάλλει» Πρέπουσα τῷ Ἰωσὴφ τοῦ Δεσπότου φωνή· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱμα τισμόν μου ἐπέβαλον ψῆφος. Γλυκεῖα τῷ τῶν σω φρόνων στρατῷ τῆς σωφροσύνης ἡ ἱστορία, ἀλλ' ἐπίσ πονος τῇ τῆς σαρκὸς ἀσθενείᾳ. Ὁ τῆς δικαίας ἐπὶ τῷ Ἰωσὴφ παρὰ Θεοῦ προστασίας! Πρὸ τῶν πειρασμῶν τὸν Ἰωσὴφ οὐκ ἐτίμησεν, ἀλλ᾽ ἔδειξεν δι᾽ ὀνειρά των τὰ μέλλοντα, διδάσκων, ὅτι πόρρωθεν δόξαν τοῖς δικαίοις εὐτρέπιζεν· συνεχώρησεν δὲ τοῖς πειρασμοῖς δοκιμάσαι τὸν νέον, τὰς τῶν φιλολόγων ἀποκλείων φωνάς. "μελλον γὰρ, δοκιμήν μὴ δεδωκότος τοῦ Ἰωσήφ, οι φιλόψογος λέγειν· συντυχίας τυφλῆς τὰ πραττόμενα. Αἰγυπτίων Ἰωσὴφ βασιλεύει; Βαρδά ρων δεσπόζει παιδάριον; Ποίαν ἀρετὴν ἐνδεξάμενον. Ὑπὲρ ποίας τούτων τετυχηκὼς ἀρετῆς; Ἵνα οὖν ταῦτα περὶ τοῦ δικαίου μὴ λέγηται, προλαμβάνων Θεὸς τοὺς ἐπ' αὐτῷ πειρασμούς συγχωρεῖ· ὥστε τὴν ἀπ' ἐκείνων τῷ δικαίῳ μαρτυρίαν γενέσθαι καὶ ῥά ψαι τῶν φιλοψόγων τὰ στόματα. Αποστρεφώμεθα τοίνυν τὰς ἐκ μορφῆς πορνικῆς ἐπερχομένας βολὰς, κλείωμεν ἀσελγήμασιν τὸ βλέμμα, γελάσθωσαν παρ' ἡμῖν ἡδονῶν ἀταξίαι, φρουραρχείτω τὴν σάρκα σω φροσύνη, καθαρότης ἐνοικείτω τοῖς μέλεσιν, τριβώμεθα λογισμοῖς φιλοκάλοις, λάμπωμεν ἔργων αὐταῖς, ἐσμηγμένῳ περιστίλβωμεν βίῳ, καθαρὸν τὸ σῶμα. Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. ναὸν τῆς τοῦ Πνεύματος οἰκήσεως φυλάττωμεν· ἐπιγράψωμεν αὐτὸν ἐπιγράμματι, φοβεράν τοῖς ἀκολάστοις παραγγελίαν βοῶντι· Εἴ τις τὸν ναὸν τοῦ Εβουλόμην μηδὲ πρὸς μικρὸν ὑμῶν διαζευγνυσθαι. Τί γὰρ γλυκύτερον πατρὶ συνουσίας ἀγαπωμένων υἱῶν; 'Αλλ' ἐπειδὴ καλεῖ πρὸς ἀγῶνας τῆς εὐσε βείας ὁ λόγος, δεῖ δραμεῖν πρὸς τὰ σκάμματα τῆς Ἐκκλησίας, εὐχὰς συνεργούς ειληφότα· ἀλλ' ἐκεῖνα παρακαλῶ τὴν ὑμετέραν ἀγάπην Φυλάττετε τὴν ἐκε κλησιαστικὴν εὐταξίαν, κἄν τινες ταραχὰς παρεμβάλωσιν, νικᾶτε μακροθυμίᾳ τὰς ταραχάς. Εσται γὰρ οὐκ εἰς μακρὰν τῶν θορύβων διόρθωσις. Μή ταράττεσθε φήμαις, μὴ φλυαρίαις παρακινεῖσθε, ἀλλ' εὐχὰς ἡμῖν συνοδοιπόρους συμπέμψατε, ἵνα ταῖς ἐν ταῖς χερσίν γυμνός. κλῆρον ψῆφος
col. 473–474page 29 of 30
PG 64:473ὑμετέραις εὐχαῖς δυναμούμενοι, εἰπῶμεν ἐν παντὶ καιρῷ, παρὰ τῆς θείας βοηθούμενοι ἰσχύος· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ότι πάντων ἡ κατὰ ψυχὴν ἀρετὴ προτιμοτέρα. Αριθμῶν τὰ τοῦ βίου πολλάκις κατ' ἐμαυτὸν ἀγα θά, καὶ μεστὴν εὑρίσκων πολλῶν πανταχόθεν τὴν κτίσιν, καὶ μυρίων τῷ γένει παρεκτικὴν ἀγαθῶν, οὐδὲν ἐρῶ τοῦ ψυχῆς ὡραιότητα φιλοκαλεῖν ἀγαθώτερον, οὐδὲ μᾶλλον ἀνθρώπου πρεπωδέστερον φύσει. Τίς γὰρ οὕτω πρέπων ἀνθρωπότητι πλοῦτος, ὡς ἐλε πίδων εὐσεβῶν εὐπορία; Τίς οὕτως ἐκ δυναστείας λαμπρός, ὡς ἐκ γνώμης τῷ τῶν ὅλων βασιλεῖ τιμω μένης; Τίς ἐκ τρυφῆς ἡδονὴ τηλικαύτη, οπόση τις συνειδότος ζωοποιοῖς ἑστιωμένου μαθήμασιν; Πᾶν ὅπερ ἂν εἰς μέσον ἀγαθὸν παραγάγῃς, ἐξ οὐδενὸς ἂν εὕροις ὡς ἐκ γνώμης ἐνθέου σεμνυνόμενον ἄνθρωπον. Τῶν μὲν γὰρ ἄλλων καλῶν ἐστίν τις καὶ τοῖς ἀλόγοις πρὸς ἡμᾶς κοινωνία· οἷον ἡ τῆς ἀκτῖνος καλή τις ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή ἡ τῶν βρωμάτων ἀγαθὴ χορηγία, ἀλλὰ τούτων κακείνοις μετάσχεσις· αἱ τοῦ κάλλους ἐράσμιοι χάριτες, ἀλλ' εὕροις ἂν καὶ κάλλος ἐξ ὀρνίθων ἀστράπτον· τὸ δὲ ἰσχύος πολυθρύλλητον δώρον, ἀλλ᾽ ἔστιν τὸ ταύτης καὶ βουσὶν πλεονέκτημα· ἡ τοῦ πλούτου πολύευκτος άθροισις, ἀλλ᾽ ἴδοις ἂν καὶ ὄστρεα πλού στα μαργαριτών θησαυροῖς. Οὐδενὸς τῶν σαρκίνων παρ' ἡμῖν καυχημάτων ἡ τῶν ἀλόγων ἀκοινώνητος φύσις, οὐδενὸς σωματικοῦ παρ' ἡμῖν πλεονεκτήματος. χείρων. Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώρησις, ἑνὶ μένῳ παρ' ἡμῶν νικώνται πλεονεκτήματι. Ποίῳ δὴ τούτῳ; Τῇ τῆς γνώμης ἀξίᾳ, δι᾿ ἣν ἄνθρω της Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιών, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιόχων σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, επιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας. Καὶ ταῦτα δηλῶν ἐκ προοιμίων ἐφ' ἡμῖν ὁ Θεὸς ἀνεβόα 3. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ φοβερὰ τῆς εἰκόνος ή τιμή, καὶ φιλάνθρωπος· φοβερὰ μὲν ὡς εἰκὼν ἀρχετύπου φρικώδους. Κίνδυνος γὰρ οὐ μικρός, μὴ σχοίη τις πρόσκρουσιν τῷ τῆς ἁμαρτίας σπίλῳ τὴν εἰκόνα σπι λώσας· φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώ των, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετής παρεσκεύαζεν. Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Πρὸ τῆς πλάσεως μερίμνῃ τιμώμεθα. Εκάστῳ μὲν γὰρ τῶν ὄντων παρεχόμενος ύπαρξιν, αὐθεντίαν ἑτήρει προστάττοντος, καὶ πᾶσαν τῶν δρωμένων τὴν φύσιν ἐκ προστάγματος έκτιζεν, προσ τακτικῶς τοῖς οὐκ οὖσιν ἐπιφθεγγόμενος. Γενη θήτω φῶς· γενηθήτω στερέωμα γενηθήτωσαν φωτ στῆρες εἰς φαύσιν· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυ χῶν ζωσῶν: ἐξαγαγέτω ἡ γῆ τετράποδα κατά γέν
col. 475–476page 30 of 30
PG 64:475Ὡς δὲ ἔδει κτισθῆναι τὸν ἄνθρωπον ἀφεὶς τὸν προστάττοντα, τὸν αὐτουργὸν ἀνελάμβανεν, ἀφεὶς τὸν σχεδιάζοντα τῶν ὄντων τὴν σύνθεσιν, τὴν ἀνθρωπογένειαν ἐσκέπτετο, ἀφεὶς εἰπεῖν πρὸς τὴν γῆν, ἐξάγαγε ἄνθρωπον! Ὡς κτίσαι τὸν ἀνθρώπου μὴ δυνάμενος μόνος, καὶ κοινωνούς συγκαλεί πρὸς τὴν πλάσιν, καὶ ὡς συνεργῶν δεόμενος κέκραγεν· Ποιήσωμεν· οὐ μελέτης εἰς τέχνην δεόμενος, οὐ συνεργῶν εἰς διάπλασιν χρήζων, ἀλλὰ τῷ τῆς μετ λέτης καὶ συνεργίας σχηματισμῷ μεμεριμνημένον αὐτῷ καὶ πάμμεγα διαπλάττειν ἐνδεικνύμενος γένος. Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται. Πᾶσαν γὰρ τὴν κτίσιν θεο ποιίας ἐξέβαλεν, εἰκόνι τῆς ἰδίας αὐτὴν παραδούς μοναρχίας· εἰκόνος γὰρ βασιλέως ἅπαν μέγα νομι ζόμενον. Δεύτερον· Ποιήσωμεν ἄνθρωπον κατ' εί κόνα ἡμετέραν· καὶ προβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο καὶ προειδὼς τὴν παράβασιν, τὴν φιλανθρωπίαν ἀν εἷλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν ἐτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσ καιρος ἀπομάθῃ τὸ ἄπληστον; καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου. Δει νὴν γὰρ εἰς ἀπληστίας σωφρονισμόν τελευτή. Τῷ γὰρ μετὰ μικρὸν κεισομένῳ τῆς ἀπλήστου τις ὄνησις κτίσεως; Τῷ τὸν βίον ὡς ὁδὸν διϊόντι ἡ τῶν περιττῶν ἀχθοφορία ματαία. Οδὸν γὰρ τὸν βίον, οὐ πατρίδα κεκτήμεθα. Οὕτως αὐτὸν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις καλῶν 11. ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ τῆς ὁδοῦ προσηγορία τῷ βίῳ· μεμέτρηται γὰρ ζωὴ σου ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Εὔλογος ή ὥσπερ ὁδὸς διαστήμασιν· πρόσκαιρόν ἐστιν πλου τούντων καὶ πτωχῶν πανδοχεῖον· ὀλιγοχρόνιος παρ ερχομένων ἀνάπαυσις· Αἱ ἡμέραι γὰρ ἡμῶν ὡς σκιὰ παράγουσιν. Ποῦ τὰ πρῶτα τῆς ζωῆς ἡμῶν ἔτη; Παρῆλθεν ὡς σκιᾶς φαντασία, διέδραμεν ὡς σχήματος σκίασμα. Πόσον ἡμῖν τῆς ὑπολοίπου ζωῆς τὸ διάστημα; Τίθει πολυετίαν φιλότιμον, ἑκατοντοῦτιν ζωήν· εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν τούτων παρέξῃ τὸ μόνιμον· καν πλούτῳ φιλοτιμῆται, κἂν τρυφῇ περικλύζηται, καν θρόνων ὑψηλότητι λάμπῃ, κἂν ὅ τι οὖν τῶν τοῦ βίου συμπεριφέρῃ λαμπρῶν. Πάντα γὰρ τοῖς τῶν ἀνθέων μαρασμοῖς ἐοικότα, πάντα διαδοχῆς θρηνώδους υπο εύθυνα, σαθρὰ μὲν ὄντα, καὶ καθ' όν θάλλει καιρόν ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν. Ὁ πλοῦτος μεριμνᾷ τὰς λῃστείας, ἡ τρυφὴ κινδυνώδης ταῖς νό σοις, μεταβολαὶ ταῖς δυναστείαις· καὶ παλαίσας που λυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακείς μεριμνήμασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον, ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις, ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα. Ὁ χθὲς ἐν ἵνα και ἄπληστον, κάν. δεινή.
Page scan enlarged

Notebook

Full View