PG 64John Chrysostom
Fragment of a Homily
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 64:491πιστῶν ἐγκατάλειψις. Τί τὸ τῆς ἐγκαταλείψεως απ τιον; Ασχολίαι χρειώδεις. Καὶ τί τῆς εἰς τὸ θεῖον ασχολίας αναγκαιότερον καὶ ταύτης μικρᾶς; Αλλ' ἁμαρτημάτων δειλία. Καὶ τί τὴν μακαρίαν ἐκείνην ἀπεκάθηρεν πόρνην, τὸ φυγεῖν ἢ τὸ προσφυγεῖν τῇ τοῦ Δεσπότου σαρκί; Ερυθριάσωμεν τοίνυν τῆς πορ νικῆς ἐκείνης γινόμενοι κατανύξεως χείρους, φρίξω. μεν τὴν Δεσποτικὴν ἐκείνην ἡμᾶς διαμαρτυρομένην φωνήν· 'Αμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Δει λιάσωμεν, μὴ καὶ ἡμῖν ἐπιτιμῶν ἐξ οὐρανῶν φθέγε ξηται· Οὐκ ἰσχύσατε μίαν ώραν παραμεῖναι μετ' ἐμοῦ· φοβηθῶμεν πρὸς τούτῳ καὶ τῇ τῶν αἱρετικῶν συντίθεσθαι κατ' αὐτοῦ κακουργίᾳ· πρὸς τὰς τῆς ἐνανθρωπήσεως νήφωμεν τοῦ Παύλου φωνάς, τὰ τῆς ἀνθρωπότητος τῷ τῆς Θεότητος ἀσωμάτῳ μὴ συν ασωματώσωμεν, τὰ τῆς Θεότητος τοῖς τῆς ἀνθρωπότητος μὴ συμφύρωμεν πάθεσι, τὰ τῶν φύσεων χω ρίζοντες ίδια· τὴν τῆς ἐνώσεως ἀξίαν συνάπτωμεν, μήτε τὸν Θεὸν Λόγον ναὸν ἀντ᾽ ἐνοικοῦντος κηρύττω μεν, μήτε τὸν ναὸν ἀντ᾽ ἐνοικουμένου τὸν ἐνοικοῦντα νομίζωμεν· μνημονεύωμεν τῶν ἐπ' ἀμφοτέροις αυτ τοῦ τὰς δύο φύσεις ἀναλαβόντων φωνῶν· Λύσατε τὸν ναὸν τοῦτον, τοῦτ᾽ ἔστιν τὸ τελευτῆς δεκτικόν, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, τοῦτ' ἔστιν, ὁ τῷ θνητῷ συνημμένος κατὰ τὸ κεκρυμμένων Θεός αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυ σοστόμου ομιλία περὶ τῶν μετὰ παρατηρήσεως προσιόντων τοῖς θείοις μυστηρίοις, εἰς τοὺς ἀπο λειφθέντας εἰς τὰ Ἐγκαίνια Οὐκ ἀρκεῖ τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν ἀκούειν ἡμᾶς Χριστιανούς, καὶ εἰ βούλεσθε παρέξω ἀξιόπιστον μάρτυρα τὸν ἀδελφόθεον Ἰάκωβον λέγοντα. ἵνα τῆς μελλούσης καὶ ἀτελευτήτου κολάσεως ἀπο αλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῶμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View