Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Admonitio EditorisCassianus, de Incarnatione Domini, Lib. VII, 3. 30Cœlestini Papæ epist. ad Clerum et Populum CP. Conciliorum Tomo III, P. 365.Sancti Leonis Magni Papæ Anatolio Episcopo, Epist. 106Theodoreti Dialog. I, T. IV, p. 31 et 32
PG 64:493Α. Τοῦ Χρυσοστόμου τῇ βασιλίδι Εὐδοξία Ὁ μὲν Θεός πάσης ὢν φύσεως δημιουργός, πάσης κατ' οὐσίαν ὑπερανέστηκεν ἐξουσίας, καὶ κυριότητος ἄνθρωποι δὲ πάντες, ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκεῖ. Καὶ σοὶ τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας απένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων ὑπερέχειν νομίζεις, ἀλλ᾽ ἵνα ἰσονιμίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύης. Δόξα γὰρ, καὶ πλοῦτος, καὶ ὑπερηφάνεια κοσμική, οὐκ ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ᾽ ἢ μόνων ή τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπ αγομένη συντήρησιν. ἂν αὐτὴ μὴ ἐπιλήσμων φανής, μὴ τὸν τοῦ Θεοῦ φόβον τῆς σῆς ἀπώσῃ ψυχῆς, ἐπι σταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστιν· καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται· Ἐγὼ γὰρ, φησὶ, ἀποκτενῶ, καὶ ζῇν ποιήσω. Καὶ τὶς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπε σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Χοῦς, καὶ σποδός τυγχάνομεν πάντες άνθρωποι, ἄνθος, χόρτος, καὶ κόνις, σκιά, καπνὸς, καὶ ἐνύπνιον, καὶ ζῶμεν οὐ ζώντες. Ἐξ οὗ γὰρ τὸ, Γῆ εἶ, καὶ εἰς γὴν ἀπ ελεύσῃ, κατά πάσης ἡμῶν ἐξηνέχθη τῆς φύσεως, ισονομία».
Continue reading PG 64: Supplementum ad Epistolas →≣ entire volume