PG 64John Chrysostom
Supplement to the Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 493–494page 1 of 2
Caput I: Chrysostomi ad imperatricem EudoxiamSupplementum ad Epistolas
PG 64:493Α. Τοῦ Χρυσοστόμου τῇ βασιλίδι Εὐδοξία Ὁ μὲν Θεός πάσης ὢν φύσεως δημιουργός, πάσης κατ' οὐσίαν ὑπερανέστηκεν ἐξουσίας, καὶ κυριότητος ἄνθρωποι δὲ πάντες, ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκεῖ. Καὶ σοὶ τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας απένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων ὑπερέχειν νομίζεις, ἀλλ᾽ ἵνα ἰσονιμίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύης. Δόξα γὰρ, καὶ πλοῦτος, καὶ ὑπερηφάνεια κοσμική, οὐκ ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ᾽ ἢ μόνων ή τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπ αγομένη συντήρησιν. ἂν αὐτὴ μὴ ἐπιλήσμων φανής, μὴ τὸν τοῦ Θεοῦ φόβον τῆς σῆς ἀπώσῃ ψυχῆς, ἐπι σταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστιν· καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται· Ἐγὼ γὰρ, φησὶ, ἀποκτενῶ, καὶ ζῇν ποιήσω. Καὶ τὶς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπε σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Χοῦς, καὶ σποδός τυγχάνομεν πάντες άνθρωποι, ἄνθος, χόρτος, καὶ κόνις, σκιά, καπνὸς, καὶ ἐνύπνιον, καὶ ζῶμεν οὐ ζώντες. Ἐξ οὗ γὰρ τὸ, Γῆ εἶ, καὶ εἰς γὴν ἀπ ελεύσῃ, κατά πάσης ἡμῶν ἐξηνέχθη τῆς φύσεως, ισονομία».
col. 495–496page 2 of 2
Caput II: Chrysostomi ad Cæarium
PG 64:495τὴν θνητότητα πάντες, καὶ τὴν φθοράν άρδην ήμφιασάμεθα, καὶ κοινῇ πάντες ήδη τετελευτήκα μεν, κἂν ὁ μὲν σήμερον, ὁ δὲ αὔριον τελευτᾷ. Εκ γῆς γὰρ προελθόντες, εἰς γῆν πάλιν μετ' ὀλίγον καταφερόμεθα, βασιλεῖς τε, καὶ ἰδιῶται, ἄρχοντες, καὶ ἀρχόμενοι. Απόβλεψον τοιγαροῦν εἰς τοὺς πρὸ ὑμῶν βασιλεύσαντας, καὶ ἀναλόγισαι, τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι. Σύνες πῶς οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες, ζῶντές τε, καὶ μετὰ θάνατον μακαρίζονται, καὶ κατὰ τὴν τῆς ἀνταποδόσεως ἡμέραν εἰς ἀνάστασιν ζωῆς ἐκπορεύσονται· οἱ δὲ τὰ φαῦλα πράξαντες, κάνταῦθα παρὰ πάντων ἀραῖς τε καὶ δυσφημίαις ἀεί ποτε βάλλονται, καὶ εἰς ἀνάστασιν οὐκέτι ζωῆς, ἀλλὰ κατακρίσεως ἐξανίστανται. Μια μησάσθω τοίνυν καὶ ἡ ὑμῶν θεοφίλεια τοὺς τὴν πίσ στιν ἀλωβήτως τηρήσαντας, καὶ τὸν καλὸν δρόμον τῶν ἐντολῶν διανύσαντας, καὶ τῇ ταπεινῇ γυναικὶ Θεογνώστου, καὶ τοῖς αὐτοῖς τέκνοις, τὸν αὐτῶν ἀμπελῶνα ἀπόδοτε. Ἀρκεῖ τούτοις τὰ φθάσαντα λυπηρά· μὴ ἐπιτεινείσθω δὲ τὰ δεινὰ, μηδ' ἐπιπλέον προβαινέτω τὰ θλιβερά. Καὶ παρακαλῶ, λύσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην οδύνην, καὶ συμφοράν, μετ μνημένη τοῦ Σωτήρος ἐν Εὐαγγελίοις παρακελευομέν γου ἡμῖν, μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου, καὶ λέγοντος· Αφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ὁ δὲ ἡτοι μασας, τίνι ἔσται; Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυ χὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλαγμα τῆς ψυχῆς αὐτοῦ; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾅδῃ γλυκύτης καρποῦ ἀμπέλου; ἢ ἡδύτης συκῶν; ἢ λι πότης ἐλαίου; ἢ χρημάτων περιουσία, καὶ δόξα ἀρχῆς; οὐχὶ πρὸς φθορὰν καταλήγει πᾶσα ἀνθρώπου σπουδή; οὐχὶ πάντα καταλιμπάνοντες, ἀπερχόμεθα γυμνοὶ τῶν ἐνταῦθα, καὶ ἀπροστάτευτοι; Τούτων οὖν ἀπάντων μνημονεύουσα, ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν ἡμέρᾳ κρίσεως γένηται. Τοῦ Χρυσοστόμου πρὸς Καισάριον Καὶ ἔστιν εὐσεβὲς τὴν θανάτῳ περιβληθέντα Χρι στὸν ὁμολογεῖν ἐν Θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα Υἱὸν μονογενῆ, οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλο λον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν αὐτῆς. Κύριον Ἰησοῦν Θεὸν Λόγον σάρκα ήμφιεσμένον, καὶ ταύτην οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς εἶπεν Απολλινάριος, Εἰ δ᾽ ἔτι τισὶν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τι να, καὶ ἅμα μὲν κατέχεσθαι, ἅμα δὲ σταυροῦσθαι καὶ τὸ ἐν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνω ὑποδείγματι ὑποδείξαι τοῦτο πειράσομαι..
Page scan enlarged

Notebook

Full View