Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
D. Maffei conclusio
PG 64:497Η βασιλική πορφύρα ἔριον ἦν. Τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἷμα χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν ὅτε οὖν ἐνήθετο τοῖς δακτύλοις καὶ ἐκλώθετο, στή μων γενόμενον, δῆλον ὅτι τὸ ἔριον καὶ οὐχ ἡ βαφή τὴν στρέψιν ὑπέμενεν· ὁμοίωσαι καὶ τῷ ἐρίῳ τὸν ἄνθρωπον, τῇ πορφυρές χροιᾷ τὸν Θεὸν λόγον. "Ος ἤνωτο ἐν τῷ πάθει καὶ τῷ σταυρῷ, ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσε. Πάλιν ἔστω δένδρον ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου· ἐν τῷ οὖν τέμνεσθαι τοῦτο, θεωροῦμεν, ὅτι ὁ πλήττων σίδηρο; πρῶτος κατὰ τῆς ἐν αὐτῷ ἀκτῖνος ἄνωθεν φέρεται, καὶ ἡ ἀκτὶς πρώτη, πρὶν ἢ τὸ δέν δρον πληγῆναι, τὴν πληγὴν ὑποδεχομένη φαίνεται ὥσπερ οὖν ἡ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὐ τέμνε ρισθῆναι ἡδύνατο, οὔτε τμηθῆναι, καὶ παθεῖν· ἡ δὲ σὰρξ τῷ πάθει ὑπέπεσεν, ἢ τμηθῆναι, καὶ παθεῖν ἡδύνατο, ὡς ἐκεῖ τὸ δένδρον.
Continue reading PG 64: D. Maffei conclusio →≣ entire volume