PG 10Gregory Thaumaturgus
Saint Gregory, Bishop of Neocaesarea, Surnamed Thaumaturgus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

I

NoticeNotitia

col. 963–964page 1 of 10
I
PG 10:963θεία καὶ ἱερὰ τοπική, ἐν Ἀντιοχείς συναθροισθεῖσα ἧς ἔξαρχος ἦν Ελενος, ὁ Ταρσοῦ ἐπίσκοπος.... ὁ Θαυματουργός Γρηγόριος, Καισαρείας Πόντου, κ. τ. λ. πάντων μετὰ ταῦτα τῶν νομίμων ἐπ' αὐτῷ τελεσθέντων, ο » ὁ καθ' ἡμᾶς ἐπισκόπων διαβόητος.

II

col. 965–966page 2 of 10
PG 10:965γραφον: Εἴ τις τῷδε φίλος περὶ τούτου πεισθῆναι, ἀκουέτω τῆς Ἐκκλησίας, Ως τις τῶν μικρῷ πρόσθεν θεοφόρων εφιλοσόφη ἐν ᾗ ταῦτα ἐκήρυττε, παρ' οἷς αὐτὰ τὰ χαράγματα τῆς μακαρίας ἐκείνης χειρὸς εἰσέτι καὶ νῦν διασώ δὲ τῆς ἡμετέρας, τίς ἂν καὶ γένοιτο εναργεστέρα ἀπόδειξις, ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρία γυναικὶ, παρ' ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρ' ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθία μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς Ετι νηπίους όντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς "Εν τοίνυν τῶν Γρηγορίου, καὶ ὁ νῦν ἀντιλεγόμενος τρόπος τῆς δοξολογίας ἐστὶν, ἐκ τῆς ἐκείνου παραδόσεως τῇ Ἐκκλησίᾳ πεφυλαγμένος.

IV

col. 967–968page 3 of 10
III
PG 10:967ἱερώτατον πάππαν

VI

col. 969–970page 4 of 10
V
PG 10:969Πολλοὺς δὲ Απολλιναρίου λόγους, θα νασίῳ, καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ, διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασι.

VII

col. 971–972page 5 of 10
IX
PG 10:971παρ' αὐτῶν τῶν ἐχθρῶν τῆς ἀληθείας, τῶν καθ' ἡμᾶς ἐπισκόπων

Ancient Testimonies regarding St. GregoryTestimonia veterum de S. Gregorio

col. 973–974page 6 of 10
PG 10:973νι, Τῷ δὲ Ωριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράττοντι, πολλοί προσῄεσαν, οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταί τὰς πατρίδας ἀπολιπόντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ᾿ ἡμᾶς ἐπισκόπων διαβόητος Γρηγόριος· τόν τε αὐτοῦ ἀδελ φὴν ᾿Αθηνόδωρον· οὓς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥω μαίων μαθήματα δεινῶς ἑπτοημένους, φιλοσοφίας απ τοῖς ἐνθεὶς ἔρωτα, τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντικαταλλάξασθαι προυτρέψατο. Πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι, τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα λόγια βελτίωσιν, ὡς ἔτι νέους ἄμ φω ἐπισκοπῆς τῶν κατὰ Πόντον Ἐκκλησιῶν ἀξιω θῆναι. Ἐν τούτῳ δὲ τῆς μὲν Ρωμαίων Ἐκκλησίας εἰσ ἐτι τότε καθηγεῖτο Ξύστος· τῆς δὲ ἐπ' ᾿Αντιοχείας μετὰ Φάβιον Δημητριανός· Φιρμιλιανὸς δὲ Καισαρείας της Καππαδοκῶν· καὶ ἐπὶ τούτοις τῶν κατὰ Πόντον Ἐκκλησιῶν, Γρηγόριος καὶ ὁ τούτου ἀδελφὸς Αθηνόδωρος, Ωριγένους γνώριμοι. Γρηγόριον δὲ τὸν Μέγαν, καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν; "Αρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν, ἄνδρα τῷ αὐτῷ Πνεύματι ἐκείνοις περι πατήσαντα, καὶ τοῖς τῶν ἁγίων ίχνεσι διὰ παντὸς τοῦ βίου στοιχήσαντα, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκριβὲς διὰ πάσης αὐτοῦ τῆς ζωῆς κατορθώσαντα; Ἐγὼ μὲν τοῦτο φημί· 'Η ἀδικήσομεν τὴν ἀλήθειαν, μὴ τοῖς ὠκειωμένοις Θεῷ τὴν ψυχὴν ἐκείνην συναριθμοῦντες· οἷόν τινα λαμπτῆρα περιφανῆ μέγαν, ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαλάμψαντα· ὃς φοβερὸν μὲν εἶχεν ἐκ τῆς τοῦ Πνεύματος συνεργίας κατὰ δαιμόνων τὸ κράτος. Τοσαύτην δὲ ἔλαβε τοῦ λόγου την χά ριν εἰς ὑπακοὴν πίστεως ἐν τοῖς ἔθνεσιν, ὥστε ἑπτα καίδεκα μόνους Χριστιανούς παραλαβών, ὅλον τὸν λαόν τόν τε ἀστικὸν καὶ τὸν χωριτικὸν διὰ τῆς ἐπι γνώσεως προσήγαγε τῷ Θεῷ. Ἐκεῖνος καὶ ποταμῶν ῥεῖθρα μετέστησεν, ἐπιτάξας αὐτοῖς ἐν τῷ ὀνόματι τῷ μεγάλῳ τοῦ Χριστοῦ· καὶ λίμνην ἐξήρανεν ὑπό θεσιν πολέμου φέρουσαν ἀδελφοῖς πλεονέκταις. Αἱ δὲ τῶν μελλόντων προαγορεύσεις τοιαῦται, ὡς μηδὲν τῶν ἄλλων ἀποδεῖν προφητῶν. Καὶ ὅλως μακρὸν ἂν εἴη τοῦ ἀνδρὸς διηγεῖσθαι τὰ θαύματα, δς τῇ ὑπερβολή τῶν ἐν αὐτῷ χαρισμάτων τῶν ἐνεργουμένων ὑπὸ τοῦ Πνεύματος ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι, δεύτερος Μωϋσῆς παρ' αὐτῶν τῶν ἐχθρῶν τῆς ἁλη θείας ἀνηγόρευτο. Οὕτως αὐτῷ ἐν παντὶ λόγῳ καὶ ἔργῳ τῶν ἐπιτελουμένων διὰ τῆς χάριτος οἷόν τι φῶς
col. 975–976page 7 of 10
PG 10:975επέλαμψε, μηνυμα τῆς ἐπουρανίου δυνάμεως, τῆς ἐκ τοῦ ἀφανοῦς παρεπομένης αὐτῷ. Τούτου μέγα ἔτι καὶ νῦν τοῖς ἐγχωρίοις τὸ θαῦμα, καὶ νεαρὰ καὶ ἀεὶ πρόσω φατος ἡ μνήμη ταῖς Ἐκκλησίαις ἐνίδρυται, οὐδενὶ χρόνῳ ἀμαυρουμένη. Οὐκοῦν οὐ πρᾶξίν τινα, οὐ λό γον, οὐ τύπον τινὰ μυστικὸν παρ᾽ ἂν ἐκείνοις κατέ λιπε, τῇ Ἐκκλησίᾳ προσέθηκαν. Ταύτῃ τοι καὶ πολλὰ τῶν παρ' αὐτοῖς τελουμένων ἐλλειπῶς ἔχειν δοκεῖ, διὰ τὸ τῆς καταστάσεως ἀρχαιότροπον. Οὐδὲν γὰρ ἠνέσχοντο οἱ κατὰ διαδοχὴν τὰς Ἐκκλησίας οἰκονομήσαντες, τῶν μετ' ἐκεῖνον ἐφευρεθέντων παραδέξασθαι εἰς προσθήκην. Εν τοίνυν τῶν Γρηγορίου, καὶ ὁ νῦν ἀντιλεγόμενος τρόπος τῆς δοξολογίας ἐστὶν, ἐκ τῆς ἐκείνου παραδόσεως τῇ Ἐκκλησίᾳ πεφυλαγμένος. Μήτε δὲ ἅψαιτο ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, &ς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπίδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀτα ραξίας τὴν χάριν ἔδωκας..... Ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς Ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπ' ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεὶ, οἷον ἐκ τινὸς ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς Ἐκκλησίας ὑμῶν ἐχαρίσατο. Ὁ Δεύτερον δὲ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συν άφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τε εἰσὶ καὶ ἡμῖν διδάσκαλοί τε τῶν με στηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρ' ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, άλλος ἐπ' ἄλλῳ ὥσπερ τινὲς ἀστέρες επανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα κατα λιπεῖν τῆς κατ' οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. Καθῆκαν, κ. τ. λ. Αλλ' οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρη γορίου... Οτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστού Γρηγορίου τίνας ἔχετε μάρτυρας; οἴ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε... Μόνον ἐρρώσθω τα προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγήσατε... Τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρ Ο εξηγεῖσθε. Πίστεως διαστροφὴ παρ' ὑμῖν μελετᾶται, ἐχθρά μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, εχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς Γρη γορίου... Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν, πάλαι μὲν κινηθέν, κατασβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι... Καθῆκαν δέ τινα πεῖραν δι' ἐπιστολῆς, καὶ πρὸς τὸν ὁμοι χον ἡμῶν ᾿Ανθιμον τὸν Τυάνων ἐπίσκοπον· ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν Εκθέσει πίστεως, Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν
col. 977–978page 8 of 10
PG 10:977τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλ' ἀγωνιστικῶς ἐν τῇ πρὸς Αιλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν, οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. Ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπ' αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, Ἐὰν ὁ Θεὸς θέλῃ. Έπειτα μέν τοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα ἀλλ᾽ ἔστιν ὅπη καὶ συνδιδόντα τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. Διὸ δὴ καὶ πολ λὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μετ γίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. Πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα, εἰς τὸν περί τῆς θεότητος ἀναφέρουσι λόγον, οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ παρὰ τούτων περιφερόμενον. Θεόδωρος, ὃς ὕστερον ἐκλήθη Γρηγόριος, Νεοκαισαρείας ἐπίσκοπος, νέος κομιδή, διὰ τὴν παίδευσιν Ελληνικῶν τε καὶ Ῥωμαϊκῶν γραμμάτων, ἀπὸ τῆς Καππαδοκίας εἰς Βηρυτὸν, κἀκεῖθεν εἰς Καισάρειαν τῆς Παλαιστίνης διέβη, ἅμα Αθηνοδώρῳ ἀδελφῷ· ὧν τίνων τὴν ἐξαίρετον εὐφυΐαν ἑωρακώς Ωριγένης, τού τους εἰς φιλοσοφίαν προετρέψατο, καὶ κατὰ μέρος εἰς τὴν τοῦ Χριστοῦ πίστιν εἰσάγων, ζηλωτὰς ἰδίους καθέστηκεν. Ἐπὶ πέντε τοίνυν παρ' αὐτοῦ παιδευθέντες ἔτη, πρὸς τὴν μητέρα ἀποπέμπονται, ἀφ᾽ ὧν ὁ Θεόδωρος ἀποδημῶν, πανηγυρικὸν εὐχαριστίας τῷ Ωριγένει ἔγραψε· καὶ συγκαλεσάμενος πάντας τοὺς ἐπιχωρίους, αὐτοῦ τε τοῦ Ωριγένους παρόντος, τοῦτον ἀνέγνω τὸν λόγον, ὅστις ἄχρι τοῦ παρόντος ὑπάρχει. Έγραψε δὲ καὶ ᾿Εκφρασιν εἰς Ἐκκλησιαστὴν, ἐλαχιστὸν μὲν, πάνυ δὲ θαυμαστὸν λόγον, καὶ ἄλλας πολλὰς ἐπιστολάς, ποιήσας σημεῖα τε καὶ θαύ ματα, ἡνίκα ἐπίσκοπος ἐτύγχανεν. Πανηγυρικὸν εὐχαριστίας εἰ Μετάφρασιν Υποστάσει δὲ ἔν. μὲν ὑποκείμενον ἔν ἐστι, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὀνόματα ἐπὶ διαφόρων εστί.
col. 979–980page 9 of 10
PG 10:979Ο Ποντικός Γρηγόριος, ὅστις ἐκ τῆς ἐν Πόντῳ Νεοκαισαρείας ὁρμώμενος... μαθητής Ωριγένους ἐγένετο. Περὶ τούτου τοῦ Γρηγορίου, πολὺς ὁ λόγος ἔν τε ᾿Αθήναις καὶ Βηρυτῷ, καὶ ὅλῃ τῇ Ποντικῇ διοι κήσει, ὡς δὲ εἰπεῖν, καὶ πάσῃ τῇ οἰκουμένῃ... Μέσ μνηται δὲ αὐτοῦ καὶ Πάμφιλος ὁ μάρτυρ ἐν τοῖς πε ρί Ωριγένους πονηθεῖσιν αὐτῷ βιβλίοις, ἐν οἷς καὶ συστατικὸς λόγος Γρηγορίου εἰς Ωριγένην παρά κειται. Αλλ' οἷον ἕτερον περὶ αὐτοῦ λέγεται, καὶ ἀφηγήσασθαι βούλομαι. Πυνθάνομαι τεθαυματουργῆσθαι Γρηγορίῳ τῷ θαυμασίῳ, ὅς πάλαι τὴν Νεοκαισάρειαν ἐπετρόπευσε, καὶ μάλα πείθομαι.
col. 981–982page 10 of 10
PG 10:981Καὶ γὰρ καὶ λόγους Πατέρων πολλάκις νενοθεύκα σι· πολλοὺς δὲ Απολλιναρίου λόγους, ᾿Αθανασίῳ, καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ, καὶ Ἰουλίῳ, διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασι. Επισφραγίζομεν τοὺς λοιποὺς πάντας ἱερούς και νόνας τοὺς ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας, τουτέστι... Γρηγορίου ἐπισκόπου γενομένου Νεοκαισαρείας τοῦ Θαυματουργοῦ. τ Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου ἐπι σκόπου Νεοκαισαρείας τοῦ Θαυματουργοῦ. Οὗτος ἦν ἐπ᾽ Αὐρηλιανοῦ τοῦ βασιλέως, υἱὸς ὑπάρ χων Ἑλλήνων· αὐτὸς δὲ γεγονώς Χριστιανὸς, καὶ τὸ τῆς πίστεως μυστήριον διδαχθεὶς διὰ ὀπτασίας παρὰ τῆς ὑπεραγίας Θεοτόκου καὶ τοῦ θεολόγου Ἰωάννου ἔλαβε καὶ τὸ τῶν θαυματουργιῶν χάρισμα, καὶ ἐκλήθη θαυματουργός, ποιῶν θαύματα πολλὰ, ἐξ ὧν εἰσι καὶ ταῦτα. Εἰς γὰρ ᾿Αλεξάνδρειαν ἀπελθὼν, καὶ κατηγορηθεὶς ὑπὸ πόρνης, ἐπιπέμπει αὐτῇ δαί μονα· καὶ πάλιν ἰᾶται. Εἶτα μὴ παρὼν ἐν Ἀμα σείᾳ, ὅμως διὰ τὴν αὐτοῦ ἀρετὴν, χειροτονεῖται ἐπί σκοπος ὑπὸ Φαιδίμου τοῦ ᾿Αμασείας. Λίθων δὲ μέγαν ποιήσας περιπατῆσαι, εβάπτισε τὸν προσμονάριον τῶν εἰδώλων. Αδελφῶν δὲ δύο διὰ λίμνην μαχομένων, ἐξήρανεν αὐτήν. Καὶ τὴν ῥάβδον πήξας, έστησε ποταμόν· ἥτις καὶ ἐγένετο εἰς δένδρον μέγα. Καὶ ἄλ λα μυρία ποιήσας, ἐν τῷ μέλλειν ἐκδημεῖν εὐχαρίσ στει τῷ Θεῷ, ὅτι ἐν τῇ αὐτοῦ πόλει τοσούτους ἀπί στους κατέλιπεν, ὅσους εὗρε Χριστιανούς. Καὶ οὕτως ἐτελειώθη. Γρηγόριος, ὁ καὶ Θεόδωρος ὁ Θαυματουργός, Νεο καισαρείας τῆς ἐν τῷ Πόντῳ ἐπίσκοπος, νέος κομι δῆ, διὰ τὴν παίδευσιν Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν γραμμάτων, ἀπὸ τῆς Καππαδοκίας εἰς Βηρυτόν, κάτ κεῖθεν εἰς Καισάρειαν τὴν τῆς Παλαιστίνης διέβη, ἅμα Αθηνοδώρῳ ἀδελφῷ. Οὓς καὶ κατὰ μέρος εἰς τὴν τοῦ Χριστοῦ πίστιν εἰσάγων Ωριγένης, ζηλωτάς ἰδίους κατέστησεν. Ἐπὶ πέντε τοίνυν παρ' αὐτοῦ παιδευθέντες ἐνιαυτούς, πρὸς τὴν πατρίδα ἀποπέμπονται. Αφ' οὗ ὁ Γρηγόριος ἀποδημῶν, πανηγυρικὸν εὐχαριστίας τῷ Ωριγένει ἔγραψε λόγον, καὶ συγκαλεσάμενος πάντας τοὺς ἐπιχωρίους, αὐτοῦ τε τοῦ Ωριγένους παρόντος, τοῦτον ἀνέγνω τὸν λόγον· ὅς τις καὶ ἄχρι τοῦ παρόντος ὑπάρχει. Έγραψε δὲ μετάφρασιν εἰς τὸν ᾿Εκκλησιαστήν· ἐλάχιστον μὲν, πάνυ δὲ θαυμαστὸν λόγον. Καὶ ἄλλας τε πολλὰς, καὶ ποικίλας ἐπιστολὰς συνεγράψατο. Ποιήσας τε σημεία καὶ θαύματα ὑπὲρ ἄνθρωπον, ἡνίκα ἐπίσκοπος ἐτύγ χανεν, ἐτελεύτησεν ἐπὶ Ἰουλιανοῦ θαυματουργός, Τοῦτον καθεῖλεν ἐν ᾿Αντιοχείᾳ ὁ ἅγιος Γρηγόριος ὁ Θαυματουργὸς καὶ ἄλλοι τινές.
Page scan enlarged

Notebook

Full View