PG 65Severianus Gabalitanus Episcopus
Severian, Bishop of Gabala
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.

On the Blind Man and Zacchaeus (formerly attributed to John Chrysostom)De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 65:19De caeco et Zacchaeo (olim sub auctore Joanne Chrysostomo) Εἰς τὸν τυφλὸν, ὃν ὁ Χριστὸς ἐθεράπευσεν, καὶ εἰς τὸν Ζακχαῖον, καὶ περὶ κρίσεως, καὶ ἐλεημοσύνης, ὁμιλία. Πολλαὶ καὶ διάφοροι τῶν ἁγίων Γραφῶν αἱ διδασκαλίαι, μία δὲ χάρις ἡ πᾶσιν ἐπιλάμπουσα, καὶ μία πηγὴ διδασκαλίας τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ ὅσα νόμος διαγορεύει, καὶ ὅσα προφῆται διδάσκουσιν, ὅσα ἀπόστολοι κηρύττουσιν, ὅσα τὸ Εὐαγγέλιον τῆς εὐσεβείας ὑπαγορεύει, ἀπὸ μιᾶς ὥσπερ τινὸς εὐθαλοῦς πηγῆς καὶ γονίμου περιέρχεται, τοῦ Πνεύματος τοῦ ἁγίου· καὶ οὐκ ἔστιν οὔτε εἰπεῖν τι σεμνὸν, οὔτε νοῆσαι δεξιὸν, οὔτε πρᾶξαι θαυμαστὸν, μὴ τοῦ ἁγίου Πνεύματος ἐπιβεβαιοῦντος τὰ λεγόμενα, καὶ τὰ νοούμενα, καὶ τὰ πραττόμενα. Κἂν γάρ τις τῇ ἀνθρωπίνῃ σοφίᾳ κομᾷ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὠχυρωμένην ἔχῃ τὴν ψυχὴν, τὸν λόγον δὲ τοῦ Θεοῦ ἀποσείηται, εἰς οὐδέν ἐστι, καὶ εἰς οὐδὲν λογισθήσεται. Διὰ τοῦτό φησιν ὁ προφήτης· Τὸν λόγον τοῦ Κυρίου ἀπεποιήσαντο. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ἡμῖν τοίνυν ἄνθη τῆς ἀληθείας αἱ Γραφαὶ τῆς εὐσεβείας· καὶ πολλὰ μὲν τὰ ἄνθη, εἷς δὲ ὁ λειμὼν ὁ τὰ ἄνθη τρέφων· πολλοὶ τῆς διδασκαλίας οἱ λαμπτῆρες, εἷς δὲ ὁ φωστὴρ ὁ ἀληθινός· πολλοὶ οἱ ἀστέρες, εἷς δὲ ὁ οὐρανὸς ὁ φέρων τοὺς ἀστέρας· πολλοὶ οἱ κλάδοι, μία δὲ ἡ ῥίζα· πολλοὶ οἱ δάκτυλοι, μία δὲ ἡ χεὶρ, ἡ διὰ τῶν δακτύλων γράφουσα· πολλαὶ αἱ χορδαὶ, μία ἡ κιθάρα τοῦ Πνεύματος· πολλαὶ διδασκαλίαι, μία ἡ πηγὴ τῆς εὐσεβείας. Ἀλλὰ θαυμάζω πῶς ὁ τυφλὸς οὗτος, οὐ νόμον ἀναγνοὺς, οὐ προφήτας διελθὼν, οὐκ Εὐαγγελίοις ἐντυχὼν, οὐκ ἀποστόλοις βεβαιωθεὶς, ἐπεκαλεῖτο τὸν Σωτῆρα τῆς οἰκουμένης, λέγων, Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Πόθεν ἔμαθες ταῦτα καλεῖν, μὴ μαθὼν ὃ ἐπικαλῇ; Οὐκ ἀνέγνως βίβλους, τῶν ὄψεων ἀπεστερημένος· οὐκ ἐσχόλασας διδασκαλίαις, μίαν ἔχων ὑπόθεσιν τῆς ζωῆς, τὴν αἴτησιν, μᾶλλον δὲ τὸ προσαιτεῖν· πόθεν οὖν ἔγνως τὸν φωστῆρα τοῦ κόσμου, ὃν οὔτε 59.600 ἐν οὐρανοῖς ἐθεάσω, οὔτε ἐπὶ γῆς, τῶν ὄψεων ἐστερημένος; Ἀλλ' ἀληθῶς ἐπὶ τούτῳ ἐπληροῦτο τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Κύριος σοφοῖ τοὺς τυφλούς. Ὄχλος πολὺς ἦν περὶ τὸν Ἰησοῦν, καὶ ὁ τυφλὸς τὸν μὲν φωστῆρα τῆς ἀληθείας οὐκ ᾔδει, τῆς δὲ ἐνεργείας ᾔσθετο· ἥρπασε τῇ διαθέσει, ὃ μὴ παρέλαβεν ἡ ὄψις. Τί, φησὶ, βούλεται ὁ ὄχλος; λέγουσιν αὐτῷ, Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Ὢ τοῦ θαύματος! ἄλλα διδάσκεται, καὶ ἄλλα κηρύττει· ἀκούει Ἰησοῦν Ναζωραῖον, οὐ καλεῖ δὲ αὐτὸν Ἰησοῦν Ναζωραῖον, ἀλλ' Ἰησοῦν υἱὸν Δαυΐδ. Οἱ βλέποντες τὰ ἐξ ὑπονοίας ἔλεγον, ὁ δὲ τυφλὸς τὰ ἐξ ἀληθείας ἐκήρυττεν. Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Τοίνυν ἕκαστος τὴν φωνὴν ἰδιοποιούμενος, ῥήξῃ ἀπὸ τῆς καρδίας ἐξομολόγησιν, καὶ ἕκαστος ὑπὲρ ἑαυτοῦ ταύτην εἴπῃ τὴν φωνὴν, Υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ ὥσπερ, ἀδελφοὶ, ἐπειδὰν εἰς πένθος πολλοὶ ἀπέλθωσι, καὶ ἴδωσι σκήνωμα προκείμενον, καὶ δακρυόμενον ὑπὸ τῶν ἰδίων, πάντες δακρύουσιν, οἱ μὲν συνδιατιθέμενοι τῷ πένθει, οἱ δὲ τὰ ἑαυτῶν ἐρευνῶντες πράγματα· καὶ κλαίει πολλάκις γυνὴ καὶ ὀδύρεται, ἀλλ' οὖν οὐ τὸν προκείμενον (ἀλλότριος γὰρ), ἀλλὰ τὸν ἑαυτῆς τὸν προαπελθόντα, καὶ γίνεται ἡ ἀλλοτρία ὑπόθεσις ἰδίων κακῶν ὑπόμνησις· οὕτως ὑμῶν ἕκαστος, ἀδελφοὶ, ὅταν τὰ παρὰ τῶν ἁγίων κηρυττόμενα μανθάνῃ, ἰδιοποιείτω τὴν λέξιν, ὑπὲρ τῶν ἰδίων τραυμάτων λέγων, Υἱὲ Δαυῒδ, ἐλέησόν με· καὶ λεγέτω καὶ νῦν ἕκαστος ἀπὸ τῶν ἰδίων κακῶν διεγειρόμενος, ὁ μὲν, ὅτι τυφλός ἐστι τὴν διάνοιαν, ὁ δὲ, ὅτι κωφὴν ἔχει τὴν ψυχήν· ἄλλος, ὅτι χωλὸν ἔχει τὸν λογισμὸν, ἕτερος, ὅτι λεπρὰν ἔχει τὴν γνώμην. Τὰ γὰρ πάθη, ἃ ἐθεράπευσεν ἐπὶ τῶν σωμάτων ὁ Χριστὸς, ταῦτα καὶ 59.601 ἐπὶ τῶν ψυχῶν γίνεται καὶ δεῖται τῆς ἄνωθεν βοηθείας. Ἔστι τυφλὴ ψυχὴ, δεομένη ἀναβλέψεως, τυφλὴ ψυχὴ, ἡ νόμου θαυμάσια μὴ βλέπουσα, τυφλὴ ψυχὴ, ἡ
PG 65:21τὸν μέλλοντα αἰῶνα μὴ καθορῶσα, τυφλὴ ψυχὴ, ἡ τὸ σῶμα τοῦ Χριστοῦ βλέπουσα, τὴν δὲ θεότητα μὴ γνωρίζουσα. Ὅτι δὲ τυφλή ἐστιν ἡ ψυχὴ ἡ ἀγνοοῦσα τὰ περὶ Θεοῦ, μαρτυρεῖ Ἡσαΐας λέγων· Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Πῶς ἐτυφλώθησαν; Εἴδετε γὰρ, φησὶ, πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ τίς κωφὸς, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι τύφλωσιν διανοίας, Φαρισαίους τυφλώττοντας περὶ τὴν ἀλήθειαν ἐλέγχει λέγων· Ἐάσατε αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται. Κωφὴ δέ ἐστιν ἡ ψυχὴ ἡ νόμου μὴ ὑπακούουσα, ἡ τὴν Δεσποτικὴν φωνὴν παραγραφομένη, κωφὴ οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως. Διὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· οὐχ ὅτι τινὲς τῶν παρόντων οὐκ εἶχον ὦτα· (πῶς γὰρ ἂν ἐσχόλαζον τῇ διδασκαλίᾳ, τὸ ὄργανον τῆς ἀκοῆς οὐκ ἔχοντες;) ἀλλὰ δείκνυσι σαφῶς, ὅτι τὸ μὲν φαινόμενον οὖς πρὸς ἀκοὴν δεδημιούργηται, ἡ δὲ τῆς ψυχῆς αἴσθησις πρὸς τὴν ἀκοὴν τοῦ θείου νόμου οὐ συναρμόζεται. Οὐδὲν οὖν ὄφελος τῆς ἔξωθεν ἀκοῆς, ἀποκεκωφωμένης τῆς ἔσωθεν διανοίας. Λεπρός τίς ἐστι τῇ ψυχῇ, οὐχ ὁ τὸ σῶμα ἀμαυρούμενος, ἀλλ' ὁ τὴν ψυχὴν σκοτιζόμενος. Τί γάρ ἐστι λέπρα ἐν σώματι, ἀλλ' ἢ διπλοῦν χρῶμα; Τί ἐστι λέπρα ἐν ψυχῇ; Διπλοῦς διαλογισμός. Οὐαὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους! Ὅταν τις ποτὲ μὲν πιστεύῃ, ποτὲ δὲ ἀπιστῇ, καὶ ποτὲ μὲν πρὸς ἐλεημοσύνην ῥέπῃ, ποτὲ δὲ πρὸς ἀπανθρωπίαν, λεπρός ἐστι τὴν ψυχὴν, οὐκ ἔχων χρῶμα ὑγιὲς, ἀλλὰ μεριζόμενος τὴν διάνοιαν· καὶ ὥσπερ μερίζει λέπρα τὸ σῶμα, οὕτω μερίζει λογισμὸς πονηρὸς τὴν διάνοιαν. Ἕκαστος οὖν ὑπὲρ τῶν ἑαυτοῦ τραυμάτων βοήσῃ, καὶ ἐπικαλέσηται Ἰησοῦν τὸν ἰατρὸν ψυχῶν καὶ σωμάτων, καθὼς ἐβόα ὁ τυφλός· Υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ οἱ μὲν προάγοντες, ἐπετίμων· ἀλλ' οὐκ ἐμποδίζεται ἡ παῤῥησία διὰ τῶν κωλυόντων. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι, καὶ πάντα νικᾷν. Ἐπετίμων ἄνθρωποι, καὶ ὁ πιστὸς οὐχ ὑποστέλλεται, ἀλλ' ἀκολουθεῖ τῷ Δεσπότῃ, εἰδὼς, ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια. βʹ. Εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ κάλλιστον τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; Κελεύει αὐτὸν ὁ Ἰησοῦς ἀχθῆναι. Ἔστησε τὸν Κύριον Ἰησοῦν ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· ἐκέλευσε πρὸς αὐτὸν ἀχθῆναι τὸν ἐγγίσαντα αὐτῷ τῇ πίστει πρότερον, καὶ πλησιάσαι τῷ σώματι. Ἐκέλευσεν αὐτὸν ἀχθῆναι, καί φησι, Τί σοι θέλεις ποιήσω, Οὐκ ἀργῶς ἐρωτᾷ· ἠδύνατο γὰρ καὶ καθημένῳ τὴν ἴασιν πέμψαι, ἀλλ' Ἰουδαῖοι οἱ τὴν ἀλήθειαν συκοφαντοῦντες, ἠδύναντο εἰπεῖν, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, Οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτοῦ. Καλεῖ οὖν εἰς μέσον τῶν ἀγνωμόνων τὸ θέατρον τὸν εὐεργετούμενον, ἵνα πρῶτον δείξῃ τὸ πήρωμα τῆς φύσεως, καὶ τότε γνωρίσῃ τὴν αὐθεντίαν τῆς χάριτος. Τί σοι θέλεις ποιήσω; Ἐρωτᾷ ἐκεῖνον, διδάσκει δὲ τοὺς παρόντας. Ὁ δὲ, Κύριε, φησὶν, ἵνα ἀναβλέψω. Βλέπε, ὅσα λαμβάνει ἐνέχυρα παρὰ τοῦ τὴν θεραπείαν δεχομένου, ἵνα ἀποκλείσῃ τὴν συκοφαντίαν τῶν πονηρευομένων. Λέγει οὖν, Πορεύου, ἡ πίστις σου ἔσωσέ σε. Ὁρᾷς, πῶς τὸ προειρημένον ἡμῖν κατὰ τὴν προτεραίαν δι' αὐτῶν δείκνυται τῶν ἔργων; καὶ ὅτι ἄπρατοι αἱ εὐεργεσίαι, καὶ πωλοῦνται τῇ πίστει; Οὐ δίδωσιν ἀργυρίου τὰς εὐεργεσίας Ἰησοῦς, πωλεῖ δὲ αὐτὰς τῇ πίστει. Ἐὰν μὴ καταβάλῃς πίστιν, οὐ δέχῃ τὴν εὐεργεσίαν· ἡ χάρις ἥπλωται, ἡ δὲ πίστις προέρχεται. Καὶ ὥσπερ πηγὴ μία, ἀντλοῦσι δὲ ἐκ τῆς πηγῆς οἱ μὲν μικροῖς ἀγγείοις, οἱ δὲ μείζοσι, καὶ ὁ μὲν ὀλίγον ἀρύεται ὕδωρ, ὁ δὲ πολὺ, οὐ τῆς πηγῆς μεριζούσης τὰ μέτρα, ἀλλ' ἑκάστου πρὸς τὸ οἰκεῖον ἀγγεῖον ἀρυομένου· οὕτως ἡ χάρις ἥπλωται ὡς πηγὴ, ἡ πρόθεσις δὲ τοῦ προσερχομένου ἀγγεῖον καὶ σκεῦος γίνεται τῆς χάριτος. Ἐὰν οὖν προσαγάγῃς πίστιν ὀλίγην ὡς σκεῦος μικρὸν, μικρὰν ἀντλεῖς τὴν χάριν· ἐὰν δὲ μεγάλην προσαγάγῃς τὴν διάνοιαν, μεγάλην ἀντλεῖς τὴν εὐεργεσίαν. Διὰ τοῦτο ὁ Σωτὴρ λέγει, Πιστεύεις,
ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὁ δὲ, Ναὶ, Κύριε· καὶ ὁ 59.602 Σωτὴρ, Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἐντεῦθεν ὁ Ἀπόστολος παρακελεύεται Κορινθίοις λέγων· Πλατύνθητε ὑμεῖς, ἵνα δείξῃ, ὅτι τῇ πλατυνομένῃ διανοίᾳ πλατυτέρα ἡ χάρις ἐπεισέρχεται· καὶ ὁ προφήτης, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Οὐδὲν παρὰ τῇ εὐεργεσίᾳ τὸ κώλυμα, ἀλλὰ παρὰ τῇ ἡμετέρᾳ ῥᾳθυμίᾳ. Φωστὴρ τῆς δικαιοσύνης ἀνέτειλεν Ἰησοῦς, ἥπλωται πανταχοῦ ἡ ἀκτὶς νοητοῦ ἡλίου· καὶ ὁ μὲν ἐλάττονος ἀπολαύει τῆς χάριτος, ὁ δὲ μείζονος, οὐ τῆς χάριτος μεριζούσης, ἀλλὰ τῆς διανοίας τὸ μέτρον ὑποβαλλούσης. Ὥσπερ γὰρ εἷς ἥλιος εἰς πᾶσαν τὴν γῆν, καὶ μία ἀκτὶς, καὶ μία αὐγὴ, οὐ πᾶς δὲ ὁ κόσμος ὁμοίως πεφώτισται, ἀλλ' ὁ μὲν λαμπρὸν ἔχει τὸ φῶς, ὁ δὲ ἔλαττον, ὁ δὲ μεῖζον, καὶ ὁ μὲν στενὸν, ὁ δὲ πλατύτερον, οὐ τοῦ ἡλίου μερίζοντος τούτῳ τῷ οἴκῳ τὸ μεῖζον, κἀκείνῳ τὸ ἔλαττον, ἀλλὰ πρὸς τὰς θυρίδας, ἃς ἠνέῳξαν οἱ οἰκοδομοῦντες, χώραν λαμβανούσης τῆς ἀκτῖνος, καὶ οὕτως εἰσχεομένης· οὕτως ἐπειδὴ θυρίδες ἡμῶν τῆς ψυχῆς οἱ λογισμοὶ, ὅταν πλατυτέρους ἀνοίξῃς τοὺς λογισμοὺς, πλατυτέραν δέχῃ τὴν εὐεργεσίαν· ὅταν στενώσῃς τὴν διάνοιαν, στενοῖς τὴν χάριν. Ἀνακάλυψόν σου τὸν λογισμὸν, ἵνα δέξῃ τὴν αὐγήν. Διὰ τοῦτό φησιν ὁ Παῦλος περὶ ἑαυτοῦ, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Εἷς τυφλὸς ἐθεραπεύθη διὰ τῆς ἱστορίας, καὶ πολλῶν ὀφθαλμοὶ διανοίγονται διὰ τῆς διδασκαλίας. Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ὁ δὲ τυφλὸς, φησὶν, Ἠκολούθει δοξάζων τὸν Θεὸν, καὶ οὐ κωλύει ὁ Ἰησοῦς. Ἐνταῦθα ἀναγκαῖον θεωρῆσαι, ὅτε τὸν δαιμονιῶντα ἐθεράπευσε, παρεκλήθη ὑπὸ τοῦ τὴν εὐεργεσίαν δεξαμένου, ὥστε ἀκολουθεῖν τῷ Ἰησοῦ· ἐβούλετο γὰρ, φησὶν, ἀκολουθεῖν. Ὁ δὲ Σωτὴρ κωλύει καὶ λέγει· Ὕπαγε εἰς τὸν οἶκόν σου, καὶ διάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός. Τίνος ἕνεκεν τὸν μὲν θελήσαντα ἀκολουθῆσαι κωλύει, τὸν δὲ οὐ κωλύει; διὰ τί τούτῳ μὲν ἐπιτρέπει τὴν ἀκολούθησιν, ἐκείνῳ δὲ οὐκ ἐπιτρέπει; Κἀκείνῳ χρησίμως, καὶ τούτῳ συμφερόντως. Τὸν μὲν ἀκολουθεῖν οὐ συνεχώρει δι' ἑτέραν αἰτίαν, ἐπειδὴ δαιμονιῶν ἦν· τοῦ δὲ δαιμονιῶντος καὶ ἡ λέξις καὶ ἡ γλῶσσα διέστραπτο. Ἀποστέλλει οὖν αὐτὸν κήρυκα, ἵνα ἐκ τῆς καταστάσεως κηρύξῃ τὸν εὐεργέτην. Ξένον γὰρ ἦν θέαμα ἰδεῖν τόν ποτε μὴ καθεστηκότα, καθεστηκότας κηρύττειν λόγους. Ποιεῖ οὖν αὐτὸ τὸ ὄργανον τοῦ εὐεργετηθέντος κήρυκα τοῦ σώσαντος. Καὶ βλέπε τὸ θαυμαστὸν, βλέπε τὴν τοῦ Σωτῆρος ταπεινοφροσύνην, βλέπε τοῦ δαιμονιῶντος τὴν εὐγνωμοσύνην. Ὁ μὲν Σωτὴρ λέγει· Πορεύου, καὶ ἀνάγγελλε, ὅσα ἐποίησέ σοι ὁ Θεός. Οὐ λέγει, Ὅσα ἐποίησά σοι ἐγὼ, ἀλλὰ ταπεινοφρονῶν τῇ τοῦ Θεοῦ προσηγορίᾳ ἐπιγράφει. Ὁ δὲ δαιμονιῶν περιῄει κηρύττων, ὅσα ἐποίησεν αὐτῷ ὁ Θεὸς Ἰησοῦς. Τὸν μὲν οὖν ἀποστέλλει κηρύττειν, ἵνα ἀπὸ τῆς καταστάσεως δείξῃ τὸ μέγεθος τῆς εὐεργεσίας· τὸν δὲ τυφλὸν ἐπιτρέπει ἀκολουθεῖν. Διὰ τί· Ἐπειδὴ εἰς Ἱεροσόλυμα ἀνῄει ἐπιτελέσων τὸ μέγα μυστήριον, καὶ τὴν ὑπὲρ τοῦ κόσμου οἰκονομίαν ἀναδεξόμενος, καὶ σταυρὸς ἔμελλεν ἀκολουθεῖν, καὶ ὕβρις, καὶ πάντα τὰ ὑπὸ τῶν θεομάχων καινοτομηθέντα· διὰ τοῦτο ποιεῖ ἀκολουθεῖν τὸν τυφλὸν, ἵνα πρόσφατον ἔχωσι τὴν μνήμην τοῦ θαύματος, ἵνα ἡ μνήμη τῆς ἰάσεως στηρίξῃ τὴν διάνοιαν τῶν μελλόντων διολισθαίνειν. Ποιεῖ ἀκολουθεῖν τὸν τυφλὸν, ἵνα μή τις ἀρνήσηται τὴν θαυματουργίαν, ἐπειδὴ ἔμελλε σαλεύεσθαι ὡς ἐν χειμῶνι τῶν ἀποστόλων ἡ διάνοια, καὶ τῶν ὁρώντων ἡ κατάστασις ἔμελλε χειμάζεσθαι, ὁρώντων τὸν Μονογενῆ τοῦ Θεοῦ ἐπὶ σταυροῦ. Ἵνα οὖν μὴ πρὸς τὸ πάθος βλέποντες ὀκλάσωσι, συγχωρεῖ τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τῆς εὐεργεσίας, ἀσάλευτον ἔχωσι τὸν λογισμὸν τῆς ἀληθείας. γʹ. Πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ Χριστὸς, ἐπειδὴ ἦλθε τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι' ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς Ἱεροσόλυμα, βλέπει συκῆν. Καὶ ἀπῆλθε, φησὶ, ζητῶν
PG 65:23παρ' αὐτῆς καρπὸν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν; οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει 59.603 ἐνέργειαν τῇ καρποφορίᾳ; Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων· τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ Εὐαγγέλιον. Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ Θεὸς, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός; οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρὸν, ὃν ἔταξας; Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπὸν, ἔγκλημα ἦν τῆς φύσεως; μὴ, ὅτε βούλεται, προσφέρει; οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι' ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ, ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχὴν, ὡς τὰ χρήματα. Διὰ τοῦτό φησι Μωϋσῆς· Δῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων. Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβὼν, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν, καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, περὶ οὗ φησιν ὁ Παῦλος, «Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν,» οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν (πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν)· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ Σωτὴρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ Ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ' ὅτι ὁ λόγος τοῦ Θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι Κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησὶν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ Σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. Διὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς Δαυῒδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· καὶ πάλιν ὁ Ἀπόστολος, Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ Σωτὴρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ Δεσπότου! ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας, πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν
ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθης, καὶ ὑπακούεις; οὐδέπω ἔμαθες, καὶ ἐφύλαξας; Οὐδὲν εἶπεν ὁ Σωτὴρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχείαν ὑπηγόρευσε τότε, ἀλλ' ἐσιώπα, καὶ ἠρέμα κατηύγαζε· καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, 59.604 οὐ ῥήματι φωτίζει, ἀλλ' αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· οὕτω καὶ ὁ Σωτὴρ εἰσελθὼν, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, ὥς φησιν ὁ εὐαγγελιστής. Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. Πᾶν ὁλόκληρον ἰσχυρὸν, τεμνόμενον δὲ ἀσθενές. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν! δευτέρα γὰρ φύσις ἡ συνήθεια. Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ἐνταῦθα προσέχειν ἀκριβῶς χρὴ, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας· εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; Διὰ τί γὰρ λέγει, Εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τετραπλοῦν; Εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ τὸν νόμον ἐγνώριζεν· κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν. Ἐάν τις, φησὶ, κλέψῃ πρόβατον, καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρόβατα. Τετραπλασιάζει τὴν τιμωρίαν ὁ Θεὸς, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσωπήσῃ· πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. Ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ' αὐτὸς ἐφ' ἑαυτὸν νόμος γενόμενος· Δικαίῳ γὰρ νόμος οὐ κεῖται. Ὁ Σωτὴρ ταύτην δεξάμενος τὴν φωνὴν, φησί· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν. Αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ Χριστὸν ἁπλῶς εἶδεν, ἀλλ' ἐπειδὴ τοῖς Χριστοῦ ὑπήκουσε νόμοις. Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. Πρὶν ποιῆσαι τὰ ἔργα τοῦ Ἀβραὰμ, οὐ καλεῖ αὐτὸν υἱὸν Ἀβραὰμ, ἀλλὰ Ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ· ὅτε μέντοι ἐπλήρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχείαν ἐπαγγειλάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει, Καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. δʹ. Καὶ ἡμεῖς τοίνυν, ἀδελφοὶ, εἰ καὶ Χριστιανοί ἐσμεν, καὶ λεγόμεθα, οὐδὲν οὕτως ἡμᾶς δείκνυσι Χριστιανοὺς, ὡς τὸ ἔργον τῆς ἀληθείας. Μὴ τοίνυν ὑβρίσωμεν τοῖς ἔργοις τὴν προσηγορίαν, ἀλλὰ σεμνύνωμεν τοῖς ἔργοις τὴν πίστιν. Ἐκλήθημεν υἱοὶ Ἀβραὰμ διὰ πίστεως, κληθῶμεν υἱοὶ Ἀβραὰμ διὰ τῶν ἀγαθῶν ἔργων. Ὃ γὰρ ἔφθην εἰπὼν, οὐχ ἡ τοῦ σώματος εὐγένεια ζητεῖται, ἀλλ' ἡ τῶν τρόπων ἀκολουθία. Διὰ τοῦτο Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαιπάντες ἠρνήσαντο τὴν συναγωγὴν, ἐπειδὴ τῶν πατέρων τὴν πίστιν οὐκ ἐκληρονόμησαν· ἠρνήσατο Ἀβραὰμ οἰκείους, ἐπειδὴ οὐκ ἠκολούθησαν τῇ πίστει· ἠρνήσατο αὐτοὺς καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ πατριάρχαι πάντες· τὸν γὰρ ἀρνησάμενον Θεὸν καὶ ἡ φύσις ἀρνεῖται. Καὶ τίς μαρτυρήσει λόγος, ὅτι Ἀβραὰμ Ἰουδαίους ἠρνήσατο, ἵνα μὴ δόξωμεν ὡς ἐπὶ ἐχθρῶν θρασύνεσθαι, ἀλλ' ὡς ἡμαρτηκότας ἐλέγχειν; Λέγει ὁ μακάριος Ἱερεμίας ἐκ προσώπου τοῦ λαοῦ· Κύριε, ἐλέησον ἡμᾶς· ἐγενήθη τὸ ὄρος καὶ ἡ πόλις, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, πυρίκαυστος· σὺ, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· σὺ, Κύριε, φεῖσαι ἡμῶν. Ἐπειδὴ, φησὶν, ἐκεῖνοι, ἐφ' οἷς σεμνυνόμεθα, ἠλλοτριώθησαν ἡμῶν, καὶ ἠρνήσαντο ἡμῶν τὸ γένος, σὺ ἐλέησον ἡμᾶς ὁ πάντας φιλανθρωπίᾳ νικῶν. Ἐλέησον ἡμᾶς, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Εἰ γὰρ ᾠκειοῦτο τὰ ἡμέτερα, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἰδίων τέκνων. Ὑπὲρ Σοδομιτῶν ἐπρέσβευσε, καὶ ἠκούετο· καὶ ὑπὲρ τῶν ἰδίων πρεσβεύων οὐκ ἠκούετο; Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς. Ἀρνεῖται Ἀβραὰμ τοὺς ἀλλοτρίους τοῖς τρόποις, οἰκειοῦται δὲ, ὡς ἔφην, τοὺς
ἀλλοτρίους μὲν τοῦ γένους, οἰκείους δὲ τῆς εὐσεβείας. Διὰ τοῦτο ἡ Γραφὴ βουλομένη δεῖξαι τοῖς Ἰουδαίοις, ὅτι ὧν τις τοὺς τρόπους αἱρεῖται, τούτων καὶ τὴν προσηγορίαν δέχεται, λέγει· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία, ἡ ἀδελφή σου Σοδομῖτις. Βλέπε πῶς τὴν συγγένειαν ἀπὸ τῶν τρόπων κατασκευάζει. Ἐπειδὴ τὰ τῶν Σοδομιτῶν ἐφρόνησεν, ἤκουσεν ἀδελφὴ Σοδόμων, ἤκουσε θυγάτηρ Χαναναίων· καὶ οὕτως ἐδείκνυτο οὐ τὸ γένος δικαιῶν, ἀλλὰ τὸ ἦθος σεμνύνων. Ἐγὼ δὲ νομίζω, ὅτι ὁ Χαναναῖος καὶ ὁ Ἀμοῤῥαῖος ἀρνεῖται τὴν 59.605 συγγένειαν· καὶ ὅταν ἴδῃ τοὺς θεομάχους, καὶ τοὺς ἀλλοτρίους τῆς εὐσεβείας προσχωροῦντας αὐτῷ, ἀρνεῖται, καὶ οὐ δέχεται ὁ Χαναναῖος κληθῆναι πατὴρ τῶν ἀσεβῶν. Διὰ τί ἀρνεῖται; Ἐὰν ἐπιτρίψῃς Χαναναίῳ, καὶ εἴπῃς, ὅτι Ὁ πατήρ σου Χαναναῖος, καὶ ἐρεῖ· Οὗτός μου υἱὸς ἀρνησάμενος τὴν πίστιν τῶν πατέρων; Ἐγὼ οὐκ εἰμὶ ἄπιστος, εἰ καὶ Χαναναῖος· μαρτυρήσει γάρ μου τὴν πίστιν ἡ Χαναναία βοῶσα, Υἱὲ Δαυῒδ, ἐλέησόν με. Μὴ καλείσθωσαν δὲ υἱοὶ Χαναναίων· οὐ γὰρ ἐφύλαξαν τὴν πίστιν τῆς Χαναναίας· κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, Πατήρ μου εἶ σὺ, καὶ τῷ ξύλῳ, ὅτι Σύ με ἐγέννησας. Ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων. Δύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· Οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας· οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας· ἐγὼ γὰρ, εἰ καὶ λίθος εἰμὶ, ἤκουσα τῆς Γραφῆς λεγούσης· Δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶτα, Ναὶ, φησὶν, προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ λίθος λαλεῖ; Ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Λίθος ἐκ τοίχου φθέγξεται αὐτὰ, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει. Κἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται. Τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μήτε υἱοὶ Ἀβραὰμ, μήτε Χαναναῖοι διὰ τὴν Χαναναίαν (ἤμβλυνε γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς Χαναναίας), μήτε υἱοὶ τῶν λίθων; Ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα. Τί ὄνομα τοῖς ἀπίστοις· Ἱερεμίας αὐτοῖς ὄνομα ἔθετο· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος. Φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί. Σεμνύνει σε ἡ τοῦ Χριστοῦ εὐγένεια; Φοβείτω σε ἡ τοῦ Χριστοῦ δικαιοκρισία. Περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾷν τὴν ψυχήν. Ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι· καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. Υἱοποιῇ τὸν ἀλλότριον, καὶ φεύγεις τὸν Δεσπότην; Υἱοποίησαι τὸν ἀντιδιδόντα σοι τὸν μισθόν· γένηταί σοι Χριστὸς υἱός. Φοβερὸν, φησὶ, τὸ ῥῆμα. Βλέπε τί λέγεις· μὴ προφάσει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. Υἱὸν καλεῖς ἀνθρώπου τὸν Χριστόν; Ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφὸν, οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. Λέγουσιν αὐτῷ ποτε, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Λέγει ὁ Σωτὴρ, Τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου; Ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην. Γενέσθω τοίνυν πᾶσα ψυχὴ μήτηρ Χριστοῦ κατὰ διάθεσιν. Πῶς μήτηρ Χριστοῦ; Πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν Χριστόν· ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ Χριστοῦ καλεῖσθαι οὐ δύναται. Ὅταν λάβῃς λόγον Χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου· καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ Χριστὸς μορφοῦται, καὶ μήτηρ Χριστοῦ γίνεται, λέγω δὴ τοῦ λόγου τοῦ Χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχὴ, λέγει Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰργάσω δικαιοσύνην; Ἐμόρφωσας ἐν τῇ ψυχῇ Χριστόν. Ἐπέδωκας ἐλεημοσύνην. Ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀληθείας· οὐχ ὅτι καθ' ἕκαστον Χριστὸς μορφοῦται· Χριστὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι' οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν. Ἐπέδωκας ἐλεημοσύνην; Ἐμόρφωσας
Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. Δεῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. Οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα; Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ 59.606 Ζακχαῖος. Αὐτῷ γὰρ, φησὶν, ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς. Ἀλλ' ἄκουε, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Πτωχοῖς διδοὺς, Χριστῷ δέδωκας. Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; εʹ. Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. Ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις. Ἔνδυσον Χριστὸν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· σκέπασον αὐτὸν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· ἄκουε τοῦ Δαυῒδ λέγοντος· Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Χρεία σκέπης· καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν, ἡ γέεννα ἡ ἀπαραίτητος· καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει. Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾷν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας. Ἐκεῖ οὐ πλοῦτος, οὐ χρήματα πείθει, οὐκ ἐξουσία, οὐ δυναστεία· πάντα ἐξ ἰσοτιμίας παρίσταται τῷ βήματι τοῦ Χριστοῦ. Κἂν γὰρ αἱ διαφοραὶ ὦσι περὶ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁμότιμα πάντα, κἂν πολλὴν ἔχῃ τὴν διαφοράν. Ἀγγέλου καὶ ἀνθρώπου πόση διαφορά; Πολλὴ, καὶ οὐχ ἡ τυχοῦσα. Ἡλίου καὶ σελήνης καὶ ἀστέρων πόση διαφορά; Ἀλλ' εἰς τὸν νόμον τῆς προσκυνήσεως ὁμοῦ καλεῖται. Πόση διαφορὰ βοτάνης καὶ ἀγγέλων καὶ ζώων; Τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά· ἀλλ' ἕκαστον ἐν τῷ ζυγῷ τῆς δουλείας ἐπιγινώσκει τὴν δεσποτείαν. Διὰ τοῦτο καὶ Δαυῒδ τὰ διῃρημένα τῇ τάξει συνάπτει τῇ συμφωνίᾳ, λέγων, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη. Εἰ γὰρ καὶ ὑποβέβηκε τῇ τάξει, ἀλλ' ἥνωται τῇ δουλείᾳ· καὶ ὥσπερ, ἀδελφοὶ, τὰ ἐν τῷ κόσμῳ ἀξιώματα διῄρηται μὲν πρὸς ἑαυτὰ, ἥνωται δὲ πρὸς τὸν ζυγὸν τῆς δουλείας (πάντες γὰρ ὑποκύπτουσι τῷ Βασιλεῖ, πάντες τρέμουσι τὴν ἐξουσίαν· καὶ ἡ μὲν διαφορὰ περὶ τὰ ἀξιώματα, ἡ δὲ συμφωνία παρὰ τοῖς δούλοις)· οὕτω κἀκεῖ πάντες οἱ ἄνθρωποι ἴσοι, μόνοι δὲ ἄνισοι οἱ ὑπερέχοντες, οἱ τῇ εὐσεβείᾳ διαλάμποντες. Διὰ τοῦτο καλῶς ἔλεγεν ὁ Δανιὴλ, Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ ὡς Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς τὸν κριτὴν τῆς ἀληθείας ἱστορεῖ ὡς ἐν εἰκόνι σωματικῇ. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι τὴν φύσιν, ὡς ἐν εἰκόνι τοῖς αἰσθητοῖς διαγράφει τὰ νοητά. Φησὶ γοῦν, Ὡς Παλαιὸς ἡμερῶν, οὐ χρόνῳ πεπαλαιωμένος, ἀλλὰ τῇ ἀρχαιότητι τετιμημένος· Ἡ στολὴ αὐτοῦ ὡς χιὼν λευκὴ, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς ἑλκόμενος ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ. Ὢ φοβεροῦ κριτηρίου! ὢ μνήμης ἱκανῆς φοβῆσαι τοὺς ἀγνώμονας! Εἰ ἀκουόμενα οὕτω φοβερὰ, θεωρούμενα πόσῳ φοβερώτερα; Καὶ ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ βίβλοι ἀνεῴχθησαν, καὶ θρόνοι ἐτέθησαν. Θρόνοι, τίνων; Ἦ δῆλον ὅτι τῶν ἁγίων ἀποστόλων, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Βίβλοι ἠνεῴχθησαν. Βί.607 βλοι, αἷς ἐγγέγραπται τὰ φαῦλα, αἷς ἐγγέγραπται τὰ ἀγαθὰ, ἐν αἷς ἀναγέγραπται ὁ ἑκάστου βίος. Βιβλίον δὲ καλεῖ, οὐκ ἐπειδὴ δέρμα ἐστὶ παρὰ Θεῷ καὶ γράμματα· ἀλλ' ἐπειδὴ παρὰ σοὶ τὸ βιβλίον μνήμης ἐστὶν ὄργανον, τὴν τοῦ Θεοῦ μνήμην ἱστορεῖ ὡς ἐν βιβλίῳ· βιβλίου γὰρ Θεὸς οὐ χρῄζει· βίβλος γὰρ Θεῷ ἡ μνήμη.
Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται· βιβλίου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης. Ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα. Μὴ φοβηθῇς τὸ πρόκριμα· κἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρὰ, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν· ὥσπερ πάλιν ἐὰν γραφῇ τινος τὸ ὄνομα δι' εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι· ἀπαλείφεται γάρ. Ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι' εὐσέβειαν γραφεὶς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθεὶς, λέγει Δαυῒδ περὶ Ἰουδαίων τῶν ποτε γραφέντων, καὶ ὕστερον ἐξαλειφθέντων· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί. Ἄκουε Παύλου λέγοντος· Ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφοὺς, καὶ τὸν σύζυγον Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Φοβηθῶμεν τὴν βίβλον ἐκείνην· φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν· ἐννόησον, ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀναβράσσεται πάντα τὰ ἐντὸς, ἀνθρώπου δικάζοντος. Εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ' ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων Δεσπότης; Ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ' ἵνα σωφρονίσωμεν. Μὴ προτιμάσθω τοῦ Χριστοῦ χρήματα· μὴ προτιμάσθω τοῦ Θεοῦ ἀδικία καὶ πλεονεξία. Ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία; Ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο. Τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου; Ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς· ἀγάπησον ἔργα δικαιοσύνης· τάφος ἐστὶν, ἐν ᾧ διαλυόμεθα, τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος. Φύγωμεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοὶ, δέομαι. Ταῦτα πάσχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν· ἀναλάβωμεν πόθον δικαιοσύνης. Βλέπε, πῶς βοᾷ ὁ προφήτης· Οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ Κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν; Δυσωπήσωμεν τὸν κριτὴν διὰ μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν, Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων (οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ' ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται), ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου. Ὃς ἂν ἐξομολογήσειεν ἐμὲ, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Εἰ τὰ ῥήματα ἐξεταζόμενα, φοβερὰ, τὰ πράγματα ὁρώμενα, οὐ μᾶλλον φοβερώτερα; Ἐννόησον, ἀδελφὲ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυφοροῦντας, τὰ Χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιὰς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστὰς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτὰς, δυνάστας, πλουσίους, πένητας, ἰδιώτας, σοφοὺς, πάντας τούτους πρὸ τοῦ βήματος ἑστῶτας, καὶ ἐπὶ τοσούτων μαρτύρων οὐρανίων καὶ ἐπιγείων λέγοντα 59.608 τὸν κριτὴν, καὶ ἀρνούμενον τοὺς ἀλλοτρίους ἐπὶ τοῦ Πατρός· Ἀρνήσομαι γὰρ αὐτὸν, φησὶ, τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ Πατρός μου. ϛʹ. Ἐννόησον αὐτὸν λέγοντα· Πάτερ, οὗτός μου τὴν πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν Ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε. Λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν Πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων. Ἐννόησον λέγοντα τὸν κριτὴν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις (Τοῦ δῆσαι γὰρ, φησὶ, τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς), παρεστῶτας μετὰ φόβου τοὺς
κρινομένους, τοὺς δυνάστας, καὶ τὸν Σωτῆρα λέγοντα· Οὗτοί μου τὸν λόγον τῆς ἀληθείας διέπτυσαν, οὗτοί μου τὸν νόμον παρεγράψαντο, οὗτοί μου τὸ δόγμα ἠκύρωσαν, οὗτοι τοὺς ἀποστόλους ἐκόλασαν, οὗτοι τοὺς μάρτυρας ἐβασάνισαν. Ταῦτα λέγει καὶ ἐννόησον, Βασιλέως φθεγγομένου, πῶς οἱ παρεστῶτες ἄγγελοι νεύουσι φοβερὸν, ἀπειλοῦσι φρικτὸν, τῷ βλέμματι ἤδη τὸν ἁμαρτωλὸν ἀναλίσκοντες· ἐννόησον τοὺς ἀγγέλους ἀγανακτοῦντας, ἀρχαγγέλους κινουμένους, τὰς δυνάμεις σαλευομένας, τὸν Πατέρα ἀγανακτοῦντα, τὸ Πνεῦμα τὸ ἅγιον ὀργιζόμενον, ἐκεῖνον μετὰ μεγάλης αἰσχύνης ἐκβαλλόμενον, ἐκβαλλόμενον δὲ οὐ τῆς σωτηρίας μόνον, ἀλλὰ καὶ εἰς κατάκρισιν ἐξοριζόμενον. Ἀλλὰ γὰρ οὐ φοβερὸν τὸ μὴ σωθῆναι μόνον, μηδὲ βασιλεῦσαι, ἀλλὰ καὶ τῷ πυρὶ παραδοθῆναι. Ὃς δ' ἂν ἐξομολογήσῃ ἐν ἐμοὶ, ὁμολογήσω ἐν αὐτῷ. Ἐννόησον, πόση δόξα, πόσον καύχημα, πόσος στέφανος, ὅταν εἴπῃ ὁ κριτής· Οὗτός μου τὸν λόγον ἐτήρησεν, οὗτός μου τὴν πίστιν ἐκήρυξεν, οὗτός μου τὸν λόγον ἐβεβαίωσεν, οὗτός μου τὸν πτωχὸν οὐ παρεῖδεν, οὗτος τὴν πλεονεξίαν ἐπάτησε, καὶ τὴν δικαιοσύνην προετίμησεν, οὗτος κατεγέλασε τοῦ κόσμου ὡς μὴ ὄντος, καὶ ἠγάπησε τὸν μέλλοντα κόσμον, οὗτός μου τὴν βασιλείαν διεπόρθμευσεν· οὗτός μου τὸν λόγον ἐτίμησε· τίμησον αὐτὸν, Πάτερ. Ὅταν δὲ ταῦτα λέγωμεν ἠθοποιοῦντες, οὐ μερίζομεν τὴν ἀξίαν, οὔτε λύομεν τὴν ἐξουσίαν, ἀλλὰ τῷ σχήματι τῆς κατηγορίας δείκνυται ἡ ἀγανάκτησις τοῦ Κριτοῦ· καὶ γίνεται ταῦτα πάντα εἰς σωτηρίαν μὲν τῶν ὁμολογούντων, εἰς κατάκρισιν δὲ τῶν ἀπιστούντων. Τὸ δὲ πάντων φοβερώτερον, ὅταν ἐννοήσῃς ἑστῶτα μὲν τὸν Μιχαὴλ καὶ Γαβριὴλ, καὶ πάσας τὰς ἀγγελικὰς στρατιὰς, καθεζομένους δὲ τοὺς υἱοὺς Ζεβεδαίου, καθεζόμενον Παῦλον καὶ Πέτρον, τοὺς ἐξ ἀνθρώπων, ἀγγέλους δὲ φόβῳ παρεστῶτας, καὶ ἀνθρώπους παῤῥησίᾳ καθεζομένους. Ἐννόησον παρεστῶτας ἀγγέλους καὶ τοὺς ἁλιεῖς καὶ τοὺς τελώνας καθεζομένους, καὶ εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Κάθηται Ζακχαῖος, κάθηται Παῦλος καὶ Πέτρος, καὶ παρέστηκεν ὁ Μιχαήλ. Οὐκ ὀνόματα ξένα λέγομεν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν· οὐ γὰρ ἀγγέλων ὀνόματα μεμαθήκαμεν, ἀλλὰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. Οὐδεὶς φθόνος, οὐδεὶς ζῆλος· οὐ γάρ ἐστι γήϊνα πράγματα· οὐ λυποῦνται ἄγγελοι διότι μὲν αὐτοὶ ἑστήκασιν, ἄνθρωποι δὲ καθέζονται· κοινωνοὶ γάρ εἰσι τῆς δόξης τῶν ἁγίων. Ἄκουε τοῦ Κυρίου λέγοντος· Ἀμὴν λέγω ὑμῖν, ὅτι χαρά ἐστιν ἐνώπιον πάντων τῶν ἀγγέλων ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ἀγαπήσωμεν οὖν τὴν δόξαν τοῦ Χριστοῦ, τὴν δὲ δόξαν τὴν παρερχομένην ὡς ὄναρ διαπτύσωμεν. Εἴρηται γὰρ καὶ χθὲς ὑμῖν, πῶς ὁ προφήτης τὴν δόξαν τοῦ κόσμου ἐνύπνιον ἐκάλεσεν. Ἔσται γὰρ, φησὶν, ὁ πλοῦτος τῶν ἀσεβῶν ὡς ἐνύπνιον. Οὐδὲν γὰρ διαφέρει φαντασμάτων ἡ παροῦσα κατάστασις. Ὁ χθὲς ἐν ὑγείᾳ, σήμερον ἐν νόσῳ· ὁ χθὲς ἐν ἐξουσίᾳ, σήμερον ἐν ταπεινώσει· ὁ χθὲς ἐν πλούτῳ, σήμερον ἐν πενίᾳ· ὁ χθὲς ἐν ὑπερηφανίᾳ, σήμερον ἐν ἐξουθενώσει. Πάντα σαλεύεται, πάντα μεταβάλλεται· καὶ οὐ λέγω τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύ.609 σονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Διὰ τοῦτο μακάριοι οἱ Χριστιανοὶ, οἱ καὶ ἐν τῇ ἀξίᾳ ταπεινοφρονοῦντες. Ἐταπεινοφρόνησας ἐν τῇ ἀξίᾳ; Ἡ ταπεινοφροσύνη οὐδέν σε ἀδικεῖ· τοιοῦτον γὰρ εὑρίσκει, οἷος ὀφείλεις γενέσθαι. Ἐὰν προλαβὼν ταπεινώσῃς σεαυτὸν πρὸ τῆς ταπεινώσεως, οὐδὲν ξένον καινοτομήσει κατὰ σοῦ ἡ ταπείνωσις, ἀλλ' ἑτοιμασθεὶς τὴν διάνοιαν παρασκευάζῃ πρὸς τὴν μάχην. Καλῶς οὖν ἔλεγεν ὁ Δαυΐδ, Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Φύγωμεν οὖν ἀλαζονείαν, φύγωμεν κενοδοξίαν, ἀγαπήσωμεν Χριστὸν, καὶ διὰ Χριστὸν πένητας, ἵνα ὁ πάντας πλουτίζων, ὁ πάντας 59.610 ἐλεῶν, χαρίζηται πλῆθος τῇ Ἐκκλησίᾳ, ὥστε κομᾷν ἐν εὐσεβείᾳ, ὥστε ἔχειν τὸν γεωργὸν τῆς δικαιοσύνης, τὸν χθὲς ἀπολειφθέντα δι' ἑτέραν οἰκονομίαν, μεθ' ἡμῶν δὲ ὄντα διὰ τὴν πνευματικὴν ἐπιστασίαν. Οὐ γὰρ ἦν ὁ λαὸς Ἰουδαῖος, ἵνα εἴπω,
ὅτι ἦν ὁ λαὸς ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· ἀλλ' ἀποστολικὸς ἦν, ἔχων εὐαγγελικὸν ποιμένα λέγοντα, Εἰ καὶ τῷ σώματι ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Fragments on the Letter to the ColossiansFragmenta in epistulam ad Kolossenses

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό θεσιν τοῦ γράμματος καὶ τὸν σκοπὸν τοῦ ἀποστόλου. ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον τοὺς ἔτι Ἕλληνας ἀφέλκοντας αὐτοὺς εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικάς, οἱ δὲ ἀπὸ Ἰουδαίων τοὺς Ἰουδαίους παρακελεύοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. ὁ δὲ λόγος ἦν τοῖς Ἕλλησι πρὸς αὐτοὺς ὅτι δίκαιον καὶ ἀγγέλοις προσκυνεῖν, τοὺς θεοὺς αὐτῶν ἀγγέλους λέγοντες εἶναι· τὸν γὰρ θεὸν μέγαν ὄντα καὶ ἀνθρώποις ἀνέφικτον, διὰ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖν τὰς ἐνεργείας τοῖς δεομένοις. ἴσασι δέ, φασί, καὶ αἱ γραφαὶ τὴν τῶν ἀγγέλων ὠφέλειαν· καὶ γὰρ ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, καὶ ὁ ἄρχων τῆς Περσίδος ἕτερος ἄγγελος. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἔρχεται, καὶ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με, καὶ ἐν ταῖς Πράξεσι περὶ τοῦ ἀποστόλου Πέτρου· ὁ ἄγγελος αὐτοῦ, φασίν, ἔστιν, καὶ ὁ κύριος περὶ τῶν παιδίων· μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν οἱ μὲν ἐπίστευον οἱ δὲ ἠπίστουν, συνήγοντο καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, φάσκοντες περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ χάριν ἀρκούντων τῶν ἀγγέλων τῶν ἀπ' αἰῶνος τοὺς πειθομένους προσάγειν τῷ θεῷ ἀτελὲς δὲ ἔλεγον πάσας τὰς παρατηρήσεις παρορᾶν τὰς παρὰ Ἰουδαίοις καὶ Ἕλλησιν πρὸς ταῦτα ὁ σκοπὸς τῶν ἀποστόλων τῆς ἐν χερσὶν ἐπιστολῆς. 314,col2 Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς 315,col2 νοεῖται πολλὰ τῆς πρὸς Kolοσσαεῖς διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι μηδὲ τὸν σκοπὸν τοῦ ἀποστόλου. Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας πείθοντας τὸν νόμον τηρεῖν, ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Kolοσσαέας ἔπειθον ἀγγέλοις προσέχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες ἀγγέλους εἶναι, ὅτι τε ὁ μὲν θεὸς ἀχώρητος καὶ μέγας, οὐκ ἐφικτὸς ἀνθρώποις, διὰ δὲ τῶν ἀγγέλων τούτων ὥσπερ μεσιτῶν χορηγεῖ τὰς εὐεργεσίας τοῖς δεχομένοις· οἱ δὲ Ἰουδαῖοι, ὅτι ὁ θεὸς ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ· οὕτω καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων, οὕτω καὶ ὁ ἄρχων Περσίδος ἀντέστη μοι. καὶ πάλιν· ἰδοὺ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, ὡς καὶ ὁ Ἰακώβ· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου, καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου· ἄγγελος αὐτοῦ ἐστιν, καὶ ὁ κύριος· ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν τὸ πρόσωπον 316,col2 ὁρῶσι τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι τὴν διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν ὄντων ἀγγέλων τῶν ἀπ' αἰῶνος τοὺς πειθομένους προσαγόντων. ἀτελὲς δὲ καὶ τὸ τὰς παρατηρήσεις παρορᾶν τάς τε παρ' Ἕλλησι καὶ παρὰ Ἰουδαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται. διὰ τοῦτο καὶ ἀρχόμενός φησίν· Kol 1, Ἐπισημήνασθαι χρὴ διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον. Kol 1,5–6 Ἤδη αὐτοὺς ὑποδείκνυσιν, ὅτι τὴν ἐλπίδα τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλ' ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ τοῦ εἰπεῖν τῷ λόγῳ τῆς ἀληθείας δείκνυσιν ὡς οὐκ ἀκίνδυνον παροφθῆναι τὸ εὐαγγέλιον ἀληθὲς ὂν καὶ ἀψευδές. Διὰ τοῦ προσθεῖναι καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ τὴν πίστιν αὐτῶν βεβαιοῖ· οὐ γὰρ 317 μόνον φησὶν μέχρις ὑμῶν ἔφθασε τὸ
εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφορεῖ καὶ αὔξεται. 316,col2 Τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία. Καὶ τὸ εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησίν, οὐκ ἔστι ψεῦδος, ἵνα παροφθῇ· οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ' εἰς πάντας ἀνθρώπους. καὶ οὐκ ἔφθασε μέν, παρηκούσθη δέ, ἀλλ' ἔστι καρποφορούμενον καὶ αὐξανόμενον. 317 Kol 1, Συνίστησι τὸν Ἐπαφρᾶν ἕνα ὄντα τῶν ἁγίων καὶ κατηχήσοντα αὐτούς, ἵνα μᾶλλον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσιν. Kol 1, Τί δὲ ἦν τὸ θέλημα τοῦ θεοῦ; τὸ ἐπιγνῶναι ὑμᾶς καὶ εἰδέναι ὅτι οὐ δι' ἀγγέλων σωθῆναι ὑμᾶς δυνατὸν ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. πῶς οὖν ἐπιγνωσόμεθα; ἐν σοφίᾳ πνευματικῇ, οὐ κοσμικῇ. Kol 1,11 Μάλιστα ἐπήγαγεν τῇ ὑπομονῇ τὴν μακροθυμίαν· ὑπομονὴ γὰρ ἄνευ μακροθυμίας οὐχ ἵσταται καὶ ἄνευ χαρᾶς ὑπομονὴ μισθὸν οὐκ ἔχει. δεῖ δὲ μάλιστα ἐν τούτοις καὶ χαρᾶς· οὐ γὰρ ὁ λυπούμενος ἐπὶ ταῖς θλίψεσι ταῖς διὰ Χριστόν, ἀλλ' ὁ χαίρων ἐπ' αὐταῖς ὑποδέχεται παρὰ τοῦ θεοῦ τὸν μισθόν. τίς δὲ ὁ μισθός; ἡ υἱοθεσία, ἡ κληρονομία, ἡ μετ' ἀγγέλων διαγωγή. Kol 1,13–14 Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ τὸν κατακλυσμόν, καὶ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διηκόνουν οἱ ἄγγελοι τῷ θεῷ πρὸς τὴν ὑμετέραν σωτηρίαν. ἀλλ' οὐκ μετέστησεν ἡμᾶς ὁ θεὸς εἰς τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ νῦν διὰ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ, ἡ βασιλεία 318 αὐτοῦ ἡμῖν δεδώρηται. τὸ δὲ τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, οὐχ ὅτι τῆς ἀγάπης τοῦ θεοῦ υἱός ἐστι ὁ Χριστός, ἀλλ' ὥσπερ υἱοὶ τῆς ἀπειθείας τινὲς καὶ υἱοὶ γεέννης ἕτεροι καὶ υἱὸς ἀπωλείας ὁ διάβολος καὶ ἄλλος υἱὸς τούτου ὠνομάσθη ᾧ προσέδραμε καὶ προσέθετο, οὐ φύσει ὢν υἱὸς ἀλλὰ τῇ τοῦ τρόπου οἰκειότητι, οὕτω καὶ ὁ σωτὴρ υἱὸς τῆς ἀγάπης τοῦ θεοῦ προσηγορεύθη, ὅτι οὐ μόνον τῇ φύσει υἱὸς θεοῦ ἀλλὰ καὶ τῇ τῆς ἀγάπης γνησιότητι· ἀγαπᾶ γάρ, φησίν, τὸν υἱὸν ὁ πατήρ, καὶ πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας αὐτοῦ· ἢ ὅτι ἀγαπήσας ἡμᾶς ἔπαθεν ὑπὲρ ἡμῶν. οὕτω δὲ ἀναγνωστέον· εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. 317,col2 Καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμόν, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ ᾖσαν ἄγγελοι ὑπηρετούμενοι τῷ θεῷ πρὸς τὴν ἡμετέραν σωτηρίαν, ἀλλ' οὐδὲν κατώρθωσαν. νυνὶ δὲ ὁ θεὸς διὰ τῆς οἰκονομίας τοῦ κυρίου μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν αὐτοῦ. ὃν ἠγάπησεν· 318,col2 ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν ἀγγέλων, ἀλλ' εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. ὑπὸ τὸν κληρονόμον ἐσμέν, οὐχ ὑπὸ τοὺς οἰκέτας. υἱὸν οὖν ἀγάπης λέγει, ἐπειδὴ ὡς υἱὸς ἀγαπᾶται, οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ θεοῦ ἐστιν, οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας ταύτης υἱοὶ φύσει, οὐδὲ οἱ υἱοὶ τῆς γεέννης ταύτης τέκνα, οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος, οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείμενος· οὕτως οὐδὲ τῆς ἀγάπης υἱὸς ὁ κύριος. ἀλλ' ἐπειδή εἰσιν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ υἱὸς ὡς υἱὸς ἀγαπᾶται, εἶπεν· τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ. –Η οὕτως· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ υἱοῦ αὐτοῦ. ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ υἱὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς, διὰ τοῦτό φησιν· μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλούς, εἰκών ἐστι τοῦ πατρός. 319 Kol 1,15–17 Βούλεται εἰπεῖν ὅτι προῆν· εἰ γὰρ μὴ προῆν πάντων, πῶς τὰ πάντα ἐν αὐτῷ κτίζεται; ἐν αὐτῷ δὲ εἶπε κτίζεσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους ἐλπίδα ἔχωμεν εἰς Χριστόν· τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι' αὐτοῦ. ταῦτα δὲ εἴρηται πρὸς Ἰουδαίους, ἵνα μὴ ἐκ τότε νομίσωσιν εἶναι ἐξ οὗ γέγονεν ἐν σώματι μετ' αὐτῶν. τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. ἀντὶ τοῦ εἰς αὐτὸν ἀνατρέχει τῆς κτίσεως ἡ αἰτία· ἢ εἰς αὐτὸν εἶπεν, ὅτι οὐδὲν τῶν κτισθέντων ἔξω αὐτοῦ, ἀλλὰ πάντα ὑπ' αὐτοῦ περιέχεται. καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· ἤτοι δι' αὐτοῦ, ἢ ἀντὶ τοῦ ἐν βουλήσει αὐτοῦ καὶ
δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος. καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσιν, λέγων ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος οὐ κυρίως εἴληπται, ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μὲν μονογενής ἐστιν ὁ μόνος πατρί, πρωτότοκος δὲ ὁ ἔχων ἄλλους ἀδελφοὺς ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα, ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς ἀγγέλους, τὰς ἐλπίδας ἔχωμεν ἐν Χριστῷ. καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως. τὸ δὲ ἐν αὐτῷ ἀντὶ τοῦ δι' αὐτοῦ λέγεται. Kol 1,18 Ὥσπερ πρωτότοκον πάσης κτίσεως ἔλεγεν αὐτὸν πρὸ τῆς κτίσεως ὄντα, οὕτως πρωτότοκον ἐκ νεκρῶν πρὸ τῶν ἄλλων νεκρῶν εἰς ἀφθαρσίαν ἀναστάντα. οὐ γὰρ ἄν τις εἴποι ὅτι ἀναστάντες οἱ νεκροὶ ἀδελφοὶ πάντες ἔσονται τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο πρὸς τὸ τέλος εἴρηται· οἱ γὰρ πλείους ἁμαρτωλοὶ καὶ ἀσεβεῖς. ὥστε καὶ ἐν τῷ προκειμένῳ ὁ χρόνος παρέλκει ὡς καὶ ἐνταῦθα. Ἵνα γένηται ἐν πᾶσι πρωτεύων. ἐν πᾶσι, ποίοις; τοῖς κατ' οἰκονομίαν· πρῶτος γὰρ ἐν ὑπακοῇ, πρῶτος ἐν τῷ βαπτίσματι, πρῶτος ἐν πολιτείᾳ, πρῶτος ἐν πάθει, πρῶτος ἐκ νεκρῶν, ὥστε εἰκότως ἐν πᾶσι πρωτεύειν, τοῖς ἑπομένοις ἀρχὴ γεγονώς. 319,col2 Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας. δημιουργὸς μὲν τῆς 320,col2 κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς. Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος, καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος, καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν. Kol 1,19– Τοῦτο τὴν ἀKolουθίαν ἔχει πρὸς τὸ αὐτός ἐστι κεφαλὴ τῆς ἐκκλησίας. πλήρωμα δὲ εἶπε τὴν ἐκκλησίαν, καλῶς καὶ ἤδη αὐτῷ εἴρηται διὰ τὸ πεπληρῶσθαι αὐτὴν πνεύματος ἁγίου. φησὶ δὲ ὅτι ηὐδόκησεν ὁ Χριστὸς πᾶν τὸ πλήρωμα ἐν αὐτῷ κατοικεῖν καὶ οὕτω δι' ἑαυτοῦ ἀποκαταλλάξαι καὶ ἑνωποιῆσαι τὰ πάντα εἰς ἑαυτόν. Ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα θεοῦ ἡ ἐκκλησία λέγεται. ηὐδόκησεν οὖν ὁ θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ, ἐν τῷ Χριστῷ οἷα ἐν κεφαλῇ ἰδίᾳ οἰκῆσαι, τοῦτ' ἔστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι, ἀλλὰ μὴ ἀγγέλων–ηὐδόκησε γὰρ δι' αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι' ἀγγέλων– καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ. Kol 1,21–22 Καὶ διὰ τοιούτου αὐτοὺς διδάσκει ὅτι οὐκ ἄγγελοι αὐτοὺς καταλλάξουσι τῷ θεῷ ἀλλ' ὁ υἱός· φησὶ γάρ· ἀποκατήλλαξεν ἡμᾶς ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ. 321 Kol 1,23 Οὐ μέχρις ὑμῶν μόνον ἔφθασε τὸ εὐαγγέλιον ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην· ἀλλ' οὐδεὶς οὐδαμοῦ μετακεκίνηται, ἀλλὰ μένουσι πάντες ἑδραῖοι. διὸ καὶ τὰ νῦν ἀσφαλίζεσθε. Kol 1,24 Εἴ τι, φησίν, ὑστέρημα πρὸς τὸ παθεῖν, ἀλλ' ἀναπληρῶ τὰ ὑπολειπόμενα τῶν θλίψεων διὰ τὸν Χριστόν, χαίρω πάσχων ὑπὲρ ὑμῶν. διὰ τί δὲ ὑπὲρ ὑμῶν; ὅτι διὰ τὸ κηρύττειν αὐτοῖς ἔπασχεν. Καὶ γὰρ εἰ ὁ Χριστός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, αἱ διὰ τῶν ἐπανισταμένων τῷ λόγῳ τῆς ἀληθείας ἐπεγειρόμεναι θλίψεις τῇ ἐκκλησίᾳ, Χριστοῦ θλίψεις καὶ μάλα εἰκότως ὀνομάζονται, ὁ ταῖς θλίψεσι ταύταις ἐνευδοκιμῶν καὶ ἐναθλῶν οὐκ ἔξω σκοποῦ φήσειεν ἀνταναπληροῦν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Kol 1,26–27 Μυστήριον μέν ἐστιν ἡ οἰκονομία καὶ ἡ ἐνανθρώπησις τοῦ Χριστοῦ, δόξα δὲ τοῦ μυστηρίου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν, πλοῦτος δὲ ὁ πολὺς ἔλεος ὁ ἐκ τῆς ἀφέσεως τοῦ βαπτίσματος, καὶ δωρεῖται τοῖς βαπτιζομένοις τὴν ἀναγέννησιν. τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου; μὴ πτωχοί, φησί, γένησθε προστασίαις ἀγγέλων ὑποτρέχοντες. Πλοῦτος ἡμῖν, φησί, Χριστὸς ἐδόθη. μὴ γενώμεθα πτωχοὶ εἰς ἀγγέλων προστασίας τραπέντες. Kol 2,3 Εἰ ἐν τῷ Χριστῷ εἰσιν ἀπόκρυφοι τῆς γνώσεως θησαυροί, δῆλον ὡς οὐ δι' ἀγγέλων
μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6–7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐστίν· δηλοῖ γὰρ ἡμῖν πᾶσι τὸ 322 ἐρριζῶσθαι τὸ ἀσάλευτον τῆς πίστεως, τὸ δὲ ἐν Χριστῷ περιπατεῖν τὸ ἐναργῶς τῇ αὐτῇ πολιτείᾳ κατ' ἴχνος βαδίζειν Χριστοῦ. Kol 2,9–10 Τὴν ἐκκλησίαν λέγει ἅτε δὴ πεπληρωμένην τῆς θεότητος τοῦ πατρός. ὁ δὲ νοῦς ἐστι τοιοῦτος· ἡ ἐκκλησία πλήρης ἐστίν, ἐν τῷ Χριστῷ δὲ κατοικεῖ σωματικῶς, τοῦτ' ἔστιν ὡς σῶμα ἡνωμένον κεφαλῇ, καὶ πανταχοῦ κεφαλὴν τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει. καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ἀντὶ τοῦ δι' αὐτοῦ πεπληρωμένοι. πεπληρωμένοι δὲ τίνος; δηλονότι τοῦ ἁγίου πνεύματος. ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. οὐ μόνον, φησί, τῆς ἐκκλησίας ἐστὶ κεφαλή–τοῦτο γὰρ τῆς οἰκονομίας ἴδιον–ἀλλὰ καὶ πάσης ἀοράτου δυνάμεως, ἐπεὶ καὶ δημιουργὸς αὐτῆς ἐστιν. Τὴν ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησιν· τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. τὸ δὲ σωματικῶς ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα. πῶς οὖν οὐκ ἐπήγαγεν· ἥτις ἐστὶν ἡ ἐκκλησία; Kol 2,11 Τοῦτ' ἔστι περιτεμὼν ἡμᾶς ἐκ τῆς ἁμαρτίας τῆς σαρκὸς διὰ τοῦ βαπτίσματος ἐζωοποίησεν ἑαυτῷ. ὥστε τὸ ἐν Χριστῷ βάπτισμα περιτομὴ πνευματική· περικόπτει γὰρ τῶν πιστευόντων τὰς ἁμαρτίας. Kol 2,12–13 Διὰ γὰρ τοῦ βαπτίσματος ἡ περιαίρεσις καὶ ἡ περιτομὴ τῶν ἁμαρτιῶν. συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε. οἱ βαπτιζόμενοι ἐν τῷ αἵματι τοῦ Χριστοῦ κοινωνεῖν αὐτῷ τοῦ θανάτου ὁμολογοῦσι διὰ τοῦ βαπτίσματος· κοινωνήσαντες δὲ αὐτῷ τοῦ θανάτου, ἀKolούθως καὶ τῆς ἀναστάσεως ἀπολαύσουσιν. ἔστι δὲ διπλοῦς ὁ τῆς ἀναστάσεως λόγος· ὁ μὲν γὰρ εἷς πνευματικός, ὁ δὲ ἕτερος σωματικός. ἀναστήσεται μὲν γὰρ πᾶσα σὰρξ ἀνθρώπων διὰ τὴν Χριστοῦ ἐκ νεκρῶν ἀνάστασιν, ἀλλ' ὅσοι μὲν οὐκ ἐβαπτίσθησαν ἐν Χριστῷ, ἀλλ' ἐναπέθανον αὐτῶν τῇ ἀπιστίᾳ, οὗτοι τῆς μὲν κοινῆς ἀναστάσεως μεθέξουσιν, τῆς δὲ ἀπολυτρώσεως καὶ τῆς ἐπαγγελίας οὐκ 323 ἀπολαύσουσιν. ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι καὶ πρὸ τῆς κοινῆς ἀναστάσεως ἑτέρας ἀναστάσεως δωρεὰν ἐκέρδαναν· ἤδη γὰρ ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν ἐξανέστησαν. διὸ καὶ εἶπεν· ἐν ᾧ καὶ συνηγέρθητε, οὐκ «ἐν ᾧ συνεγερθήσεσθε». οἱ οὖν ἐγερθέντες ἀπὸ τοῦ θανάτου τῶν ἁμαρτιῶν πῶς ἔτι πολιτεύσονται ὡς πάλιν ἀποθανούμενοι; οὐκοῦν μάτην ἀνέστησαν; εἰ δὲ ὡς ἀεὶ ζήσοντες, οὐκ ἄρα κατὰ σάρκα διαζῶσι ταῖς ἐπιθυμίαις τῆς σαρκὸς δουλεύοντες, ἀλλὰ κατὰ πνεῦμα πολιτεύσονται. σῶμα ἁμαρτίας καλεῖ τὰς πράξεις τὰς ἀτόπους· αὗται γὰρ διὰ σώματος τελοῦνται. περιτομὴ οὖν Χριστοῦ τὸ βάπτισμα· περιαιρεῖ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας τὴν ἀκροβυστίαν. ὡς περιττὸν δὲ ἀκροβυστία Ἰουδαίῳ, οὕτως ἁμαρτία ψυχῇ καὶ σώματι. διόλου δὲ τῇ τροπῇ παρέμεινεν. ἀκροβυστίαν δὲ σαρκὸς τὴν ἁμαρτίαν λέγει. Kol 2,14–15 Ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἑστὼς ἐβόα, καὶ συγκατετίθετο τοῖς λεγομένοις καταδεχόμενος αὐτά, καὶ ἡ συγκατάθεσις ὥσπερ χειρόγραφον γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον, τὴν συγκατάθεσιν τὴν πρὸς τὸν νόμον, ἐξήλειψε τοῖς ἑαυτοῦ δόγμασιν ὁ Χριστός· ἐδογμάτισε γὰρ κατὰ τῶν ἐπιτηρήσεων τοῦ νόμου, ὡς ἐπὶ τῶν βρωμάτων ὅτι οὐ τὰ εἰσερχόμενα ἀλλὰ τὰ ἐξερχόμενα κοινοῖ τὸν ἄνθρωπον, καὶ ἐπὶ τῆς τηρήσεως τοῦ σαββάτου, ὅτι ἐν τῷ σαββάτῳ ἐθεράπευσεν· καὶ ἕτερα τοιαῦτα πολλά τις ἐπιτηρήσας εὑρήσει. προηγουμένως οὖν τοῦ νόμου τὰς τιμωρίας τὰς κατὰ τῶν ἁμαρτωλῶν τοῖς δόγμασι τῆς ἁμαρτίας κατήργησεν, δοὺς ἄφεσιν ἁμαρτιῶν καὶ μετάνοιαν εἰς σωτηρίαν. ἐπειδὴ δὲ ἐν ταῖς κατάραις ὁ λαὸς ἔλεγε τὸ ἀμήν, ὥσπερ ὑπόγραφον χειρόγραφον ἐβλήθη. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, 324 θριαμβεύσας ἐν τῷ σταυρῷ. ἐπειδὴ διὰ τῆς ἀπεκδύσεως καὶ τῆς ἀποθέσεως τῆς σαρκὸς τὰς ἐναντίας δυνάμεις καθεῖλεν, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. μέχρι γὰρ τοῦ σταυροῦ καὶ
αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρασεν αὐτὸν ὁ σατανᾶς, βουλόμενος μαθεῖν εἰ αὐτός ἐστιν ὁ ὑπὸ τῶν προφητῶν κηρυττόμενος, ἵνα εἰ μάθῃ ὅτι αὐτός ἐστιν, ἐμποδίσῃ τὴν οἰκονομίαν. ἀλλ' οὐδὲν ἤνυεν ὁ πονηρός, οὐδὲ γὰρ ἠδυνήθη μαθεῖν· τέως οὖν ἐλάνθανεν ὁ Χριστός. ἐπειδὴ δὲ προσηλώθη καὶ ἀπέθανε καὶ ἐτάφη καὶ ἀνέστη καὶ πάντα τὰ τῆς οἰκονομίας ἐπλήρωσεν, ἀπεξεδύσατο μὲν τὸ λανθάνειν, γυμνῇ δὲ τῇ κεφαλῇ ὁρᾶν τὴν θεότητα μετὰ τοῦ σώματος οὖσαν ἐδείκνυεν. πρῶτον μὲν οὖν ἦν ἔργον θεοῦ ἡ ἐκ νεκρῶν ἀνάστασις, εἶτα ἡ εἰς οὐρανοὺς ἄνοδος, ἔπειτα ἡ διὰ τῶν ὑπηρετῶν καὶ τῶν ἄλλων ἁγίων ἐν τῷ ὀνόματι αὐτοῦ ἐνέργεια. ἀπεκδυσάμενος οὖν τὸ λανθάνειν ἐν παρρησίᾳ τὰς ἐναντίας ἐδειγμάτισεν ἐξουσίας. καὶ τίς τούτων ὁ δειγματισμός; ὅτι ἀσθενέστεροι τῶν ἀνθρώπων γεγόνασιν, ὅτι πατοῦνται, ὅτι ὑπ' αὐτῶν ἐμπαίζονται ἐν τῷ ὀνόματι τοῦ κυρίου. ἄλλοι δὲ τὸ ἀπεκδυσάμενος ἀντὶ τοῦ ἐκδύσας ἐξέλαβον. 323,col2 Τὸ καθ' ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν; ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ἰσραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρόγραφον ἡ συγκατάθεσις γέγονεν. τοῦτο οὖν τὸ χειρόγραφον ἐξήλειψε τοῖς δόγμασιν. ποίοις; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν. Ἐπειδὴ ὑπὲρ ἡμῶν ἐπολιτεύσατο, τὴν παρακοὴν λύων καὶ τὴν 324,col2 ἁμαρτίαν ἀναιρῶν, προσηνέχθη καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν. ταύτας δὲ ἀπολλὺς καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν, ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἀπεκδυσάμενος, καὶ διὰ ταύτης τῆς ἐκδύσεως θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις. ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο, καὶ ἐκείνας ἐθριάμβευσεν δι' ὧν ἔπαθεν καὶ κατώρθωσεν. Kol 2,16–α Μὴ οὖν τις ὑμᾶς κρινέτω. διδάσκει ὅτι ὁ νόμος κατήργηται, ἐξαλείψαντος τὸ καθ' ἡμῶν χειρόγραφον τοῦ Χριστοῦ. διδάσκει δὲ ὅτι καὶ ὁ πονηρὸς καταπέπτωκεν ἀπεκδυσαμένου τοῦ κυρίου καὶ παραδειγματίσαντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. παραγγέλλει λοιπὸν μηκέτι τούτοις ὑπακούειν τοῖς καταργηθεῖσι διὰ τῆς τοῦ Χριστοῦ ἐνεργείας· ὥστε μήτε Ἰουδαίοις, φησίν, ἀναπείθουσιν ὑμᾶς φυλάττειν τὰ ἐν τῷ νόμῳ ὑπάγεσθε. σκιὰ γὰρ ἦν ἐκεῖνα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. ἡ δὲ σκιὰ προτρέχει μὲν τοῦ σώματος, ὑπό στασιν δὲ δι' ἑαυτῆς οὐκ ἔχει. διό φησιν· νόμῳ μὴ ὑπακούετε. ἀλλὰ μὴν μηδὲ Ἕλλησι μετάγουσιν ὑμᾶς εἰς τὸ προσκυνεῖν ἀγγέλοις ἢ τοῖς στοιχείοις τοῦ κόσμου τούτου· ἐμβατεύουσι γὰρ ἃ μὴ ἑωράκασιν ἀπ' ἰδίου νοὸς καὶ ἀπ' ἰδίου λογισμοῦ καθαιρόμενοι. τὸ οὖν μή τις ὑμᾶς κρινέτω περὶ Ἰουδαίων εἴρηται, τὸ δὲ μή τις ὑμᾶς καταβραβευέτω περὶ Ἑλλήνων. φησὶ δέ· μηδεὶς ὑμῖν ἐπιβουλευέτω νικῶσιν ἤδη καὶ καταγωνιζομένοις τὸν πονηρόν. 324,col2 Ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 325,col2 ὅτε ἐγένετο ταῦτα, φησί, σκιὰ ἦν τῶν μελλόντων· ἡ δὲ σκιὰ προτρέχει τοῦ σώματος. ἐπειδὴ τοίνυν ἡ σκιὰ τὰ νόμιμα, τί τὸ σῶμα; οὐ σκιὰ τὰ Χριστοῦ. ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκιά. Kol 2,β Ποία ταπεινοφροσύνη; ἐν τῷ λέγειν ὅτι ἡμεῖς μὲν ταπεινοί ἐσμεν, ὁ δὲ θεὸς μέγας καὶ ὑπερβαίνων τὸ ὑφ' ἡμῶν θεραπεύεσθαι. ἐπεὶ οὖν μέχρις αὐτοῦ οὐ φθάνομεν, διὰ τῶν ἀγγέλων αὐτοῦ ἐξιλεούμεθα αὐτὸν καὶ προσαγόμεθα αὐτῷ. καὶ ἀνωτέρω δὲ ἔλεγεν· ὅς ἐστι κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ νῦν φησιν· διὰ τί ἐπὶ τὰ στοιχεῖα καὶ ἀγγέλους ἔρχεσθε, καταλελοιπότες τούτων τὴν κεφαλήν, ὅπερ ἐστὶν ὁ Χριστός; Ἐπειδὴ ἔλεγον ὅτι ὁ θεὸς μέγας ἐστίν, ἀκατάληπτός ἐστιν, ἀόρατός ἐστιν, καὶ οὐ φθάνομεν ἐκεῖ. διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸν μέγαν, διὰ τῶν ἀγγέλων προσαγόμεθα. καὶ ταύτην ταπεινοφροσύνην φησίν. Kol 2,19 Ἐντεῦθεν ἔδειξε τὸν σκοπὸν ὃν λέγομεν, ὅτι διὰ τὸ τινὰς παραινεῖν δι' ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησί, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ θεὸς λόγος. τί οὖν ἀφεὶς τὴν
κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους, εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην, καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθείς, εὑρήσεις ἓν σῶμα τοῦ παντός. καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτω τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς. πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή, ἀφ' ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα, ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Kol 2,–22 Εἰ διὰ τοῦτο, φησίν, ἀποθνῄσκετε σὺν Χριστῷ, ὥστε μὴ τοῖς στοιχείοις τοῦ κόσμου τούτου προσκυνεῖν μήτε ἐμπολιτεύεσθαι, τί ἀνέχεσθε τῶν δογματιζόντων ὑμῖν κατὰ τὴν τοῦ κόσμου τούτου πολιτείαν ὡς κατ' αὐτὴν ζῶντες; τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· μὴ γεύσῃ, μὴ θίγῃς, μὴ ἅψῃ· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ καταχρήσει; ταῦτα ὡς δόγματα Ἑλληνικὰ ἐκτίθεται· παραγγέλλουσι γὰρ οὗτοι ἐν τῇ ἰδίᾳ πλάνῃ μηδὲ ἅπτεσθαι μηδὲ γεύεσθαι παντὸς ἐμψύχου. πάντα γὰρ ταῦτα ἐδόθη τοῖς ἀνθρώποις εἰς φθοράν, οἷον ἐπὶ τῷ φθείρειν αὐτὰ καὶ καταναλίσκειν ἐν τῇ ἀποχρήσει καὶ τῇ βίᾳ τοῦ βίου. μὴ οὖν ἅψῃ τῶν δοθέντων παρὰ τοῦ θεοῦ κατὰ τὰ αὐτῶν ἐντάλματα καὶ τὰς διδασκαλίας αὐτῶν. Kol 2,23 Ἀντὶ τοῦ ταῦτα φοβοῦ–λέγω δὴ τὸ μὴ ἅψῃ, μὴ γεύσῃ, μηδὲ θίγῃς–λόγον τινὰ ἔχειν δοκοῦντα, ἐπειδὴ ταπεινοφρονούντων ἐστὶ καὶ ἀφειδούντων σώματος τῷ ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων καὶ μὴ τιμᾶν τῇ πλησμονῇ τὴν ἰδίαν σάρκα. ἀλλ' εἰ καὶ τὸ τῆς ἐγκρατείας καλόν, ἀλλὰ τὸ δεύτερον ἀσεβές· οὐ γὰρ μόνον ὡς κρείττους γαστρὸς ἀπέχονται, ἀλλὰ καὶ ὡς οὐκ ὀφείλοντες ἀδικεῖν τὰ ἔμψυχα, ἃ ἐδόθη εἰς φθορὰν τῇ τοῦ βίου ἀποχρήσει, καὶ μᾶλλον τοῦ θεοῦ ἐλεήμονες παρὰ τὰ ἄλογα εἶναι βούλονται. 327 Kol 3,3 Ἡ ζωὴ ἡμῶν κέκρυπται, ἀντὶ τοῦ ἡ μακαριότης τῆς αἰωνίου ζωῆς ἥτις πᾶσι φανερωθήσεται, ὅταν καὶ ἡ δόξα τοῦ Χριστοῦ φανερωθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. Kol 3,5 Ὥσπερ πολλάκις σάρκα καλεῖ τὴν ἁμαρτίαν, οὕτω καὶ μέλη τῆς σαρκὸς νῦν καταριθμῶν πορνείαν λέγει καὶ ἀκαθαρσίαν καὶ τὰ ἑξῆς· ταῦτα γὰρ μέλη τῆς ἁμαρτίας. Kol 3,9–10 Παλαιὸν μὲν ἄνθρωπον λέγει τὸ φρόνημα τῆς ἁμαρτίας, μέλη δὲ τὰς πονηρὰς πράξεις· νέον δὲ ἄνθρωπον τὸ φρόνημα τὸ πνευματικόν, καὶ μέλη αὐτοῦ τὰς ἀγαθὰς πράξεις. Σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ. καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ· ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστι τὸ φρόνημα τὸ τῆς ἁμαρτίας, μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπερ ἐστὶ παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος τοῦτ' ἔστι τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ αἱ ἀγαθαὶ πράξεις, ὡς καὶ ἀριθμεῖ λέγων χρηστότητα, μακροθυμίαν καὶ τὰ ἑξῆς. Kol3,11 Τοῦτο ὅμοιόν ἐστι τῷ ἵνα ᾖ τὰ πάντα ἐν πᾶσιν. ὃ δέ φησιν τοιοῦτόν ἐστιν· ἵνα ἐν πᾶσι τοῖς φρονοῦσι τὰ τοῦ θεοῦ τὰ πάντα ὁ θεὸς ἐνεργῇ. ὅταν γὰρ τὰ τοῦ Χριστοῦ φρονῇς καὶ ποιῇς, αὐτός ἐστιν ὁ ποιῶν διὰ σοῦ καὶ ἔστιν ἐν σοί. Ὅμοιόν ἐστιν· ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν· οὐκ οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ. ἀλλ' ὅ φησιν τοιοῦτόν ἐστιν· ὅταν τὰ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ, καὶ αὐτός ἐστιν ἐν σοὶ τῷ ποιεῖν σε ἃ ἐκείνῳ δοκεῖ. 328 Kol 3,14 Ἀγάπης μὴ προηγουμένης οὐδὲν τῶν δεόντων τελειοῦται· τότε γὰρ καὶ τοῦ κακῶς ποιεῖν ἀλλήλους ἀπεχόμεθα καὶ τοῦ εὖ ποιεῖν φροντίζομεν, ὅταν ἀλλήλους ἀγαπῶμεν. Kol 3,15 Μὴ οἱ πλανῶντες ὑμᾶς, φησί, καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ὑμῖν εἰς τὸ ἡνῶσθαι Χριστῷ· καὶ εὐχάριστοι γίνεσθε. τίνι; δηλονότι τῷ καλέσαντι ὑμᾶς Χριστῷ, καὶ μὴ ἀγγέλοις ὑποτρέχητε. Μὴ οἱ πλανῶντες καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ' ἔστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν. εἶτα πάλιν προτροπή. Kol 4, Τῶν δούλων ὑμῖν, φησί, μετ' εὐνοίας ὑπηρετούντων, καὶ ὑμεῖς οἱ
δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

Fragments on the Letter to the EphesiansFragmenta in epistulam ad Ephesios

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ad Ephesios (in catenis) Eph: Prolog Ὥσπερ τοῖς Ῥωμαίοις ἔγραφεν, ὅτε μηδέπω αὐτοὺς τεθέατο, οὕτω καὶ τοῖς Ἐφεσίοις, Ἰωάννου προλαβόντος καὶ τὸ κήρυγμα αὐτοῖς καταβαλλομένου, εὐκαίρως παραινῶν αὐτοῖς μὴ κρατεῖσθαι νόμῳ. ἐπειδὴ οἱ ἀπόστολοι ἐν Ἱεροσολύμοις διάγοντες διὰ τοὺς ἀπὸ τῆς περιτομῆς πιστεύσαντας ἐτήρουν νόμον, εἶτα ἐπειδὴ ἱκανῶς ὁ Ἰωάννης ἐθεολόγησε καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς θεογνωσίαν κηρυγμάτων, ὡς ἦν ἀνθρώποις χωρητόν, ἐπὶ τὸ παραστῆσαι τῆς ἐνανθρωπήσεως τὴν οἰκονομίαν, ἔρχεται τὸ οἰκεῖον αὐτῇ μέγεθος καὶ διὰ ῥημάτων ἀξίως τῶν πραγμάτων 305 περιτιθεὶς καὶ τὸ δυσκολώτερον ἀναδεξάμενος· τὸ μὲν γὰρ τῆς θεότητος εἶχεν οἰκεῖον τὸ ἀξίωμα καὶ ὡμολογημένον, τὸ δὲ τῆς ἐνανθρωπήσεως κατὰ τὸ φαινόμενον ταπεινὸν ἀξίως διηγήσασθαι δυνάμεως ἦν πνευματικῆς. Eph 1, Κἀνταῦθα τὸ διὰ καὶ τῷ θεῷ προσήκει κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται πατήρ. εἰκότως δὲ λέγει τὸ διὰ θελήματος θεοῦ, ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ θεὸς Ἰωάννην εἶναι ἀπόστολον οὕτως κἀμέ. τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ' αὐτοῦ λεγόμενα. Eph 1, Εἰ ἑκάτερον καταχρηστικῶς εἴρηται, καὶ τὸ πατὴρ καὶ τὸ κύριος, ὁμολογηθήσεται μείζων τοῦ πατρὸς ὁ υἱός, εἰ ὁ μὲν πατρὸς ἔχει ὄνομα, ὁ δὲ κυρίου. ἀλλ' ὡμολόγηται τούτων τῶν ῥητῶν ἡ αἰτία· ἐπειδὴ γὰρ εἶπεν· πατρὸς ἡμῶν, πατὴρ δέ ἐστι τοῦ Χριστοῦ, ἵνα μὴ τὸ αὐτὸ ὄνομα καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν ᾖ κείμενον, ἢ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν πατρὸς ἡμῶν καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγεν· καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα. διὰ τί οὖν κύριος μὲν τούτων ὁ πατήρ, οὐχὶ δὲ καὶ αὐτὸς κύριος τοῦ υἱοῦ, εἴπερ καταχρηστικὸν ἦν τὸ τῆς προσηγορίας ἐφ' ἑκατέρων; Eph 1,4 Εἰ τοίνυν ἐν Χριστῷ εἰς υἱοθεσίαν ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱός, ἀλλὰ φύσει υἱός. Eph 1,5– 6 Εἰ κατὰ τὸν νόμον ἡ θέλησις ἐνέργειά ἐστιν, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἂν εἶπε «θέλησιν θελήματος». Εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ. προλαβὼν ἤδη εἶπον ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον τῷ ἀξιώματι τῆς οἰκονομίας. 306 Eph 1,10 Ἐπειδὴ ἔπεσεν ὁ πλασθεὶς διὰ τῆς παρακοῆς, καὶ ἀσεβησάντων τῶν ἀνθρώπων ἀπηλλοτριώθη τὰ ἐπουράνια τῶν ἐπιγείων, ἐλθὼν ὁ Χριστὸς πάντα ἀνεκεφαλαιώσατο. καὶ τοῦτο μετὰ ταῦτα ἑτέρως φησὶν εἰπών· εἰρηνοποιήσας τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως. Eph 1,11 Φανερῶς ἐνταῦθα ἄλλο ἐνέργειαν λέγει καὶ ἄλλο βούλησιν. εἰπὼν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλήν, εἶπεν τοῦ θελήματος, ἵνα δείξῃ κεκριμένον τὸ θέλημα. ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσεν, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς. Eph 1,13 Τῶν προεγνωσμένων, φησίν, ἐστὲ καὶ ὑμεῖς, οἰκειούμενοι Χριστῷ δι' ὑπακοῆς καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ πνεύματος μεταλήψεως. παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας; ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν. διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις. Eph 1,14.17–21 Ἡ ἀπολύτρωσις τῆς περιποιήσεώς ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ θεῷ, ἀπολυτρούμεθα, μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν καὶ τῆς οἰκονομίας πάσης. φανερὸν ὅτι θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ' ἡμᾶς οἰκονομίας ἥτις ὡμολόγηται τῆς
σαρκὸς εἶναι. δόξαν δὲ πολλάκις ἡ γραφὴ λέγει αὐτὴν τοῦ θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν ἵνα μὴ λόγον ἀπαιτῇς ἀλλὰ προσκυνῇς. πρῶτος τὴν οὐσίαν τοῦ θεοῦ δόξαν λέγει Ἰεζεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν θεὸν καθεζόμενον, καὶ ἐπάγων· τοῦτο ὁμοίωμα τῆς δόξης κυρίου. ὅπερ ἀλλαχοῦ ἑρμηνεύων ὁ θεός φησιν· ἐγὼ ὁράσεις ἐπλήθυνα 307 καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιήλ, ταύτην ὁ θεός φησι τὸ ἐγώ. λέγει δὲ Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης–ποίας δόξης; –καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. κἀνταῦθα τοίνυν τὸ μὲν θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκα λέγει, τὸ δὲ πατὴρ τῆς δόξης κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἐν γὰρ τῷ αἰῶνι τούτῳ ὀνομάζομεν θρόνους, ἀρχάς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δὲ ἔστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστὰ καὶ λήψεται μετὰ τῆς γνώσεως καὶ τὴν παρ' ἡμῶν προσηγορίαν, διὰ τοῦτο εἶπεν· καὶ ἐν τῷ μέλλοντι. Eph 1,22–23 Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. διὰ τούτου ἐδήλωσεν ὅτι πλήρωμα τοῦ θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν. διὰ τί δὲ πλήρωμα; ἐπειδὴ πεπλήρωται θεοῦ· ὥσπερ γάρ, φησίν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ ἐκκλησίᾳ πληροῦται κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ. Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ θεοῦ ἡ ἐκκλησία. Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἔστι γὰρ ἐν οὐρανῷ, τοῦτ' ἔστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ, καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν, καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ, ἀλλ' ἐν ἑκάστῳ κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ ἀφ' ὧν μεταλαμβάνομεν ἡ γραφὴ περὶ θεοῦ, οὐκ ἀφ' ὧν αὐτός ἐστιν· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. Eph 2,2–3 Κόσμος διττῶς λέγεται, καὶ ἡ σύστασις ἡ δημιουργικὴ καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα, αἰῶνα καλέσας τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν, κόσμον δὲ τὴν σύστησιν τοῦ παντός, καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. τοῦτον τὸν νῦν αἰῶνα λέγει. τὴν οὖν κοινὴν 308 ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην αἰῶνα ὠνόμασεν, ἧς μέρος ἦσαν ποτὲ καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. φανερῶς διὰ τούτου δείκνυσιν ὁ ἀπόστολος, ὅτι οὐκ ἀπ' οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ' ἀέριόν τι πονηρὸν πνεῦμα. κἂν ὁ κύριος λέγῃ· εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ, οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ' ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε λέγων· ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως εἶδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. Τοῦ νῦν ἐνεργοῦντος. ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ' ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. ἐκ τούτου δείκνυται ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ· συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν. Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. ὥσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. Eph 2,10 Ἐπειδὴ εἶπεν κτισθέντες, λέγει· ἡ κτίσις οἰκείωσίς ἐστιν. τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς ἐπήγαγεν, ἵνα λοιπὸν σαυτὸν οἰκοδομῇς. Eph 2,13 Οὐκ εἶπεν «ἐγγύτερον» τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ' ἐγγύς. Eph 2,14–α Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμόν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός; ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, τοῦτ' ἔστι τὴν 309 ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον· κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵναμὴ οἱ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες. καὶ τοῦτό ἐστιν ὃ λέγει Δαυίδ· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἵν' οὕτως τὸ ὅλον
τοῦ κόσμου ζυμωθῇ. Τὸν νόμον τῶν ἐντολῶν τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν τῶν Μωϋσαϊκῶν. ἐν δόγμασι, τοῖς ἰδίοις, καταργήσας, ὧν ἐστιν· οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον–τοῦτο δὲ ἔλυεν τὸ τόδε φάγε, τόδε μὴ φάγῃς–, καὶ τὸ μὴ διδόναι βιβλίον ἀποστασίου–τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα–, καὶ τὸ ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς– ἐναντίον ἦν οἷς ἔδωκε Μωϋσῆς. καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ οἷς τὸν νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπόν, τοῦτ' ἔστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ' ἡμᾶς εἶναι ἔβλαπτε μετὰ τὴν χάριν. Eph 2,β–17 Ἕλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφιστάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην. ὁ γὰρ νόμος οὐ βούλεται εἰρήνην εἶναι. διὰ τί; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. Ἀμφοτέρους καταλλάξει τῷ θεῷ. ἐπειδὴ οἱ μὲν Ἕλληνες ἐπλανῶντο, οἱ δὲ Ἰουδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν Ἰουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος, οὐχ ἑτέρως δὲ ἐπαύσατο ἢ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ᾧ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον, λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε παύσας τὸν νόμον. 310 Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. τοῦτο δείκνυσιν ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μωϋσέως ὡς τὸ εἰδωλολατρεῖν· μακρὰν γάρ φησιν εἶναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον· εἰ γὰρ εἶχον τὸ τέλειον, οὐκ ἦσαν ἐγγύς, ἀλλ' ἐν αὐτῷ. εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγύς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. Eph 3,2–3 Ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπ' ἄλλων δεδιδαγμένοις, ἀλλ' ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατ' ἀποκάλυψιν. ᾐνίξατο δὲ ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. Eph 3,10 Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς. εἰκότως· εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ' ἀφ' οὗ προφῆται ἤρξαντο ἀποκαλύπτειν τὰ ἐσόμενα. Eph 3,15 Ἐν οὐρανοῖς, φησίν, ἡ τῶν δικαίων διαγωγή, ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων· οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι μετὰ τῶν ζώντων, ἀλλ' ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά, ἡ δὲ τῶν λοιπῶν γηΐνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ' ὧν ὁ ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ πατρός, οὐκ ἀφ' ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ' ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὂν καὶ οὐκ ὀνόματι μόνον· δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν, καὶ τῶν φυσικῶν δὲ πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ ὅτι πατριὰν εἶπεν ὡς ἐπὶ συγγενείας, οὐ φατρίαν· πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει. 311 Eph 3,18–19 Ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον· βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος τί ἕτερον ἂν εἴη ἢ τοῦ σταυροῦ φύσις; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς. ἀλλ' ἐπειδὴ ἡ μὲν τοῦ κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα τὸ ἀποστολικὸν διέτεινεν ἀπ' ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπ' ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ τοῦ κυρίου τὴν οἰκονομίαν καὶ τῶν ἀποστόλων τὴν ὑπηρεσίαν, τὸ διπλοῦν τῆς οἰκονομίας ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος οὕτως εἶπεν· οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμήν, τὸ πλάτος καὶ τὸ μῆκος. Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν· πλήρωμα γὰρ τὴν ἐκκλησίαν
λέγει. Eph 5,14 Τὸ ἔγειρε, ὁ καθεύδων, καὶ τὰ ἑξῆς οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον. τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ; ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ; δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. Eph 5,16 Ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτόν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν. Eph 5,29 Ἐπειδὴ προσήχθη ὁ ἀμνός, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν. φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος–δηλονότι πνευ ματικῶς τὸ σῶμα αὐτοῦ ἐσθίομεν–. ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκός, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. Eph 5,32–33 Οὐ τὸ μυστήριον, ἀλλ' ὁ θεός. τί οὖν ἐστιν ὃ λέγει; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ καὶ ἡ συνάφεια τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας· δι' ὅπερ φησίν· ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ὡς ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα. τὸ οὖν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει, ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας. διὰ τοῦτο ἐπήγαγεν· πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. διὰ τί εἶπεν· οἱ καθ' ἕνα; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ ἦν τύπος τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ. διὰ τοῦτο εἶπεν· καὶ ὑμεῖς οἱ καθ' ἕκαστον ἀγαπᾶτε. τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν, δεῖ δὲ καὶ τὸν τύπον αὐτὸν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. Eph 6,17 Εἰ ἡ μάχαιρα ῥῆμα θεοῦ, πνεύματος δὲ ἡ μάχαιρα, θεὸς ἄρα τὸ πνεῦμα οὗ ἡ μάχαιρα. εἴ τε ῥῆμα θεοῦ τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, δηλονότι ὡς λόγος ὁ υἱὸς τοῦ θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ θεοῦ τὸ πνεῦμα. μάχαιραν δὲ τοῦ πνεύματος εἶπε τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ πνεύματος. Eph 6,18 Προσευχόμενοι πνεύματι οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ἐπειδὴ καθὸ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν ἀλλαχοῦ· αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα αὗται αἱ αἰτήσεις ἡμῶν μηδὲν ἔχωσι σαρκικόν. πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ πνεύματος βοηθουμένας. 313 Eph 6,24 Τῆς φθορᾶς τις, φησίν, ἀπαλλαττόμενος τῆς ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ πνεύματος.

Fragments on the Letter to the GalatiansFragmenta in epistulam ad Galatas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ad Galatas (in catenis) Gal: Prolog Τοῦ κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος τινὲς τῶν ἀπὸ τῆς περιτομῆς ἐξιόντες ἔπειθον τὰ ἔθνη ἰουδαΐζειν, καὶ πρώτη περὶ τούτου φαίνεται ζήτησις γεγενημένη ἐν Ἀντιοχείᾳ, ὅτι οἱ ἀπόστολοι ἔγραψαν μὴ ὑποκεῖσθαι νόμῳ, ἀπέχεσθαι δὲ εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· οὕτω γὰρ ἔδοξε τῷ ἁγίῳ πνεύματι. ἐκράτησε δὲ τὸ νόσημα τοῦτο τῶν Galατῶν συμφώνως ἰουδαΐζειν βουληθέντων. ἐπείσθησαν δὲ ὑπὸ τῶν διαστρεφόντων λεγόντων, ὡς οἱ λοιποὶ ἀπόστολοι οὐ κωλύουσι τοὺς βουλομένους τηρεῖν τὸν νόμον. 299 Gal 1,4 Δείκνυσιν ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου οὐδέ τις τῶν προφητῶν ἄλλος. οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος. Gal 1,6–7 Εἰς ἕτερον εὐαγγέλιον ὃ οὐκ ἔστιν ἕτερον, φησίν· τὸ γὰρ ἡμέτερον εὐαγγέλιον καὶ τὸ τῶν ἀποστόλων ἐκτὸς ὑμᾶς εἶναι βούλεται νόμου. Gal 1,8–10 Ἔστω ἄγγελος, διὰ τί δὲ καὶ ἡ μεῖς; ὅτε ἐκηρύττομεν, πνεύματος ἁγίου δυνάμει ἐκηρύξαμεν· τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ μετανοεῖ. ἐὰν οὖν ἄλλα εἴπωμεν, κατελίπομεν τὰ τοῦ πνεύματος. ἔστω οὖν καὶ ὁ κῆρυξ ἀνάθεμα, ἀθετῶν τὸ κήρυγμα. Παρ' ὃ παρελάβετε.
οὐκ ἐκήρυξα μὲν ἐγώ, φησίν, ὑμεῖς δὲ οὐκ ἐλάβετε, ἀλλὰ καὶ ἐγὼ ἐκήρυξα, καὶ ὑμεῖς παρελάβετε. οὔτε ἐγὼ μετανοῶ κηρύξας, καὶ ὑμεῖς τηρήσατε ὃ εἰλήφατε. Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. μέλλων αὐτοὺς ὑπομιμνήσκειν τοῦ ἰδίου εὐαγγελίου, προλαβὼν ἀσφαλίζεται ἵνα μὴ νομίσωσιν ὅτι θεραπεύει ὑπαγόμενος· ἐπιπλήττει γὰρ νουθετῶν. εἰπὼν δὲ εἰ ἔτι, ἐδήλωσεν ὅτι ἤρεσκε ποτὲ ἀνθρώποις. τίσι δὲ ἤρεσκεν; παρ' ὧν ἔλαβεν ἐπιστολὰς τοὺς εἰς Δαμασκὸν πιστοὺς κακῶσαι. εἰ οὖν, φησίν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἂν ἐπίστευσα τῷ Χριστῷ. Gal 1,13 Τίς χρεία τῆς ἐν τῷ Ἰουδαϊσμῷ ἀναστροφῆς ἀλλ' ἵνα δείξῃ, ὅτι οὐ προλήψει δουλεύει ἀλλ' ἀληθείᾳ· οὐ γὰρ μισήσας τὸν νόμον ὑπέδραμε τὴν χάριν–ἐξεδίκει γὰρ αὐτόν–ἀλλ' εὑρὼν τὸ τέλειον ἀπέστη τοῦ νόμου. Νῦν δείκνυσιν ὅτι πλέον τι τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ. 300 μὴ τοίνυν οἰηθῇτε ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν– ἐξεδίκουν γὰρ τὸν νόμον–ἀλλ' εὗρον τὸ τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι. Gal 1,16 Οὐ διαβάλλων δὲ τοὺς ἀποστόλους τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί.
Gal 2,16 Εἰ γὰρ ἐξ ἔργων οὐδεὶς δικαιοῦται τῶν πόνον φερόντων, ἐκ δὲ πίστεως ὅπου τὸ τῆς εὐκολίας καὶ τὸ τῆς δικαιοσύνης μέγα, πῶς οὐκ ἀναγκαῖόν φησιν ἐάσαντας νόμον ἀρκεῖσθαι τῇ χάριτι; ἐξ ἔργων νόμου λέγει μὴ δικαιοῦσθαι, οὐκ ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη, τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον. Gal 2,18 Πρὸς τὸν Πέτρον ὁ λόγος· σὺ κατέλυσας αὐτὰ δόγματι ὅπερ ἀπεστάλη παρ' ὑμῶν τοῖς Ἀντιοχεῦσι καὶ πάσῃ τῇ οἰκουμένῃ. ἀπρεπὲς οὖν ταύτα διδάσκειν ἑτέρους, ὧν τῆς ἐπιμελείας ἀπέστης καὶ ἰδίῳ κατέλυσας δόγματι. Gal 2,19– Ὁ νόμος τῶν σωματικῶν ἔχει τὴν ἐργασίαν καὶ τὴν ἀπόλαυσιν, τόδε φάγε καὶ τόδε μὴ φάγῃς, σάββατον τήρησον, περιτομήν. ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδοκιμεῖν. ἐνεκρώθην οὖν, φησί, τούτοις. τί χρείαν ἔχω νόμου; Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην. ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοί, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ' ἐν οὐρανοῖς ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ. πιστεύω γὰρ εἰς τὸν υἱὸν τοῦ θεοῦ. εἰ δὲ ὁ υἱὸς τοῦ θεοῦ ᾧ πιστεύω, ἐν δεξιᾷ τοῦ πατρός, ἐν οὐρανοῖς πολιτεύομαι· ὁ δὲ νόμος ἐν τοῖς ἐπὶ γῆς εἶχε τὰς τηρήσεις. οὐκ ἄρα ὑπόκειμαι νόμῳ.
301 Gal 3,19–22 Ἐβάρει πλέον ὁ νόμος, καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παραβάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστιν· πρὸ νόμου καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδούλευσε τῇ ἁμαρτίᾳ καὶ ἔστεργε τὸ κακόν, δοθέντος τοῦ νόμου ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει, ὁ δὲ γνοὺς ὅτι κακόν, τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει, καὶ ἐπιθυμεῖ τῷ θεῷ ὑπακοῦσαι. διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη, φησί, κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ἀλλ' οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο. Gal 3,23 Εἰ καὶ μηδὲν ἕτερον κατώρθου ὁ νόμος, ἀλλὰ τὸ τὸν θεὸν εἰδέναι παρεῖχεν. τὸ δὲ τὸν θεὸν εἰδέναι ἕτοιμον ἐποίει πρὸς τὴν τῆς χάριτος ὑποδοχήν. Gal 3,27–28 Οὐχ ἡ τοῦ νόμου τήρησις, φησί, βελτίονας ποιεῖ τοὺς πιστεύσαντας τῶν ἀπὸ τῶν ἐθνῶν τοὺς Ἰουδαίους, ἀλλ' ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέχουσα, κοινὴν ποιεῖ τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ἰουδαίων, θήλεος, ἄρρενος.
οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν–ὅσον γὰρ εἷς τῷ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον–, ἀλλ' εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον. Gal 4,8–10 Νῦν βούλεται δεῖξαι ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτάς, ὥσπερ εἰδωλολατρεῖ τοῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὤν, ἄλλως δουλεύων. καὶ οὐ νόμον τηρεῖ· πέπαυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν οὐ κατηγόρησεν ὡς πονηρῶν, ἀλλ' ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν. 302 Gal 4,12 Μὴ νομίσητε, φησίν, ὅτι ἄλλην τινὰ λύπην εἶχον πρὸς ὑμᾶς καὶ διὰ τοῦτο ἐπιπλήττω· τῆς γὰρ ὀδύνης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾶν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρηνεῖν. ἐνταῦθα τοίνυν διδάσκει ὡς ἅπερ γράφει, διὰ φιλοστοργίαν γράφει–οὐδὲν γάρ, φησί, παρ' ὑμῶν ἠδίκημαι–, ἀλλὰ καὶ θεραπείαν, ὅτι μάλιστα πλείστης ἠξίωμαι. Gal 4,15– 18 Τίς οὖν ὁ μακαρισμός; ἀντὶ τοῦ οὐδείς.
ἢ οὕτως· τὸ τηρεῖν νόμον ἢ τὸ πίστει ζῆν; καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως μὴ τηροῦντες νόμον, ἀλλ' αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς· ὤφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἦν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς. καὶ ὑμεῖς οὖν τοιαῦτα πράττετε ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ, ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε. Gal 4,23–24 Νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει, οἷόν ἐστι τὸ φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, τοῦ ἐν τοῖς Ἄσμασι τῶν Ἀσμάτων· ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροὶ οὐδὲ ἕτερόν τι, ἀλλ' ἄλλα δι' ἄλλων εἰσάγεται, καὶ τοῦτό ἐστιν ἀλληγορίας εἶδος κύριον. ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγηται, καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται. ἡ οὖν δι' ἔργων προφητεία ἀλληγορία νῦν ὠνόμασται.
τῶν γὰρ προφητειῶν αἱ μέν εἰσι διὰ λόγων μόνον ὡς τὸ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, αἱ δὲ δι' ἔργων μόνον ὡς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, αἱ δὲ καὶ δι' ἔργων καὶ διὰ λόγων ὡς τὸ πρὸς 303 Ἰερεμίαν ῥηθέν, τὸ λάβε περίζωμα καινὸν καὶ περίθου· εἶτα θάψον αὐτὸ παρὰ τὸν Εὐφράτην, καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό, φησίν, ἐκεῖθεν. ἕως γὰρ τούτου δι' ἔργων ἡ προφητεία, τὸ δὲ ἑξῆς καὶ διὰ λόγων· ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ περιεθέμην καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους καὶ σαθρωθέντας καὶ φθαρέντας ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ. νῦν οὖν τὴν δι' ἔργων προφητείαν ἀλληγορίαν ὠνόμασεν. Gal 4,25 Οὐχ ἁπλῶς ἐμνημόνευσε τοῦ Σινᾶ ὄρους, ἀλλ' ἐπειδὴ οἱ Ἀγαρηνοὶ οἱ ἀπὸ τοῦ Ἰσμαὴλ τὴν ἔρημον ἔχουσι τὴν παρατείνουσαν ἕως τοῦ Σινᾶ ὄρους. ἐν δὲ τῷ Σινᾷ ὁ νόμος ἐδόθη εἰς δουλείαν γεννῶν, ἀπὸ δὲ τοῦ Σινᾶ ὄρους αἱ πλάκες δοθεῖσαι ἐκομίσθησαν ἐν τῷ Ἰσραήλ, καὶ πολλάκις μετενεχθεῖσαι ἀπὸ τόπου εἰς τόπον τελευταῖον ἱδρύθησαν ἐν Ἱεροσολύμοις. διὰ τοῦτο ἐπήγαγεν· συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς.
ὅπου γῆς ἐπαγγελία, καὶ κτῆσις καὶ γάμος καὶ τὰ ἀνθρώπινα, καὶ δουλεία ἀκολουθεῖ· ὅπου δὲ ἀπαλλαγὴ τῶν ἐπὶ γῆς φροντίδων καὶ τῶν δεσμῶν, καὶ ἐν οὐρανοῖς ἡ πολιτεία, ἐξ αὐτῆς τῆς πολιτείας ἡ ἐλευθερία. Gal 5,17 Ζητεῖται διὰ τί νόμου ἀποσπῶν μέμνηται τῆς ἁμαρτίας. ἐπειδὴ τρυφᾶν ἐκέλευεν ὁ νόμος, διὰ δὲ τούτου διερεθίζεται ἡ ἐπιθυμία καὶ ἀκατάσχετος οὖσα πρὸς ἁμαρτίαν ἄγει. τούτου ἕνεκεν ὅτε νόμου ἦν μνήμη, μέμνηται καὶ τῆς ἁμαρτίας. καὶ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους τοῦ νόμου μνημονεύων καὶ τῆς διὰ τοῦ κυρίου διορθώσεως εἰσήγαγεν, τὸ οἱ γὰρ κατὰ σάρκα ζῶντες θεῷ ἀρέσαι οὐ δύνανται. διὰ τί δὲ συνεχωρήθη τὸ τρυφᾶν καὶ ἐσθίειν; ὅτι ἡ τῶν ὡμολογημένων κακῶν ἀποχὴ οὐκ ἂν προεχώρησεν, εἰ μὴ ἐνεδόθη αὐτοῖς τὸ ἐσθίειν 304 καὶ πίνειν· ᾔδει μὲν γὰρ ὁ νομοθέτης ὅτι ἀδύνατον τρυφῶντας κρατεῖν ἡδονῶν. τέως δὲ ἠθέλησε τὸν νοῦν παιδεῦσαι, ἵνα γνῷ τί καλὸν καὶ τί κακὸν καὶ τί τὸ εὐσεβές· προεώρα γὰρ ὅτι ἔμελλεν ἔρχεσθαι ὁ τὸ λεῖπον τῷ νόμῳ προστιθείς, λέγω δὴ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ὡς λέγει ὁ Παῦλος. Gal 6,7–8 Ἐδήλωσεν ἐκ τούτου ὅτι πολλοὶ ἀκαίρως μὲν ἀνήλισκον, παρέχοντες τοῖς τηρεῖν νόμον παρακελευομένοις, τοῖς δὲ τὴν Παύλου διδασκαλίαν κηρύττουσιν οὐδὲν παρεῖχον.
διό φησιν· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ· ὁ γὰρ νόμῳ ὑποκείμενος ἐν τοῖς σαρκικοῖς ζῇ. ὁ τοίνυν τῷ ταῦτα διδάσκοντι παρέχων εἰς τὴν σάρκα σπείρει μόνον. Gal 6,14–15 Ἵνα μὴ νομισθῇ ἀκροβυστίας ἀντιποιεῖσθαι, καὶ οὐχὶ περιτομῆς καὶ διαβολῆς πρόφασιν δῷ τοῖς ἀντιλέγουσιν, κάλλιστα ἐπήγαγε τὸ τελευταῖον, ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, καινὴν δὲ κτίσιν εἶπεν. περὶ ἧς ἀλλαχοῦ· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. εἰ καινή, φησί, κτίσις, μὴ γίνου ὑπὸ νόμον· ὁ γὰρ ζῶν κατὰ νόμον ἐν κόσμῳ ζῇ, ὁ δὲ ζῶν ἐν Χριστῷ, ἐν οὐρανοῖς πολιτεύεται. ἐσταύρωται οὖν ἐμοὶ κόσμος κἀγὼ κόσμῳ.

Fragments on the Letter to the HebrewsFragmenta in epistulam ad Hebraeos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ad Hebraeos (in catenis) Hebr: Prolog Οἱ αἱρετικοί φασι μὴ εἶναι Παύλου τὴν ἐπιστολήν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις ἐπιστολαῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τοῦτ' ἔστι ξένην παρὰ τὴν Παύλου καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων ὡς ἀποστασίαν νόμου διδάσκων, διὰ τοῦτο καὶ κινδυνεύσας ἐν Ἱεροσολύμοις καὶ μόλις διαφυγὼν ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις οὐ προτίθησι τὸ ὄνομα ἑαυτοῦ, ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἐπιστολῆς. Γράφει δὲ αὐτοῖς ὥς φησιν ὁ μακάριος Σευηριανός τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἢ μᾶλλον ὑπὸ Κλήμεντος οὗ καὶ μέμνηται. διὰ τοῦτο ξένη φράσις. καὶ 346 τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν, καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν ἐπιστολὴν εἶναι.
Hebr 1,1–2 Πολυμερῶς μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν Κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραάμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ θεοῦ διοικήσεως. πολυτρόπως δέ, ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδάμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ, καὶ διὰ Μωϋσέως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. Ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ἀντὶ τοῦ δι' υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι' αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἵν' ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοή, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκώς· ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν καὶ κληρονόμον ἔθηκεν –ἀντὶ τοῦ ἐποίησεν–, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν. καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν. Hebr 1,α Ζητῶν παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεγεννῆσθαι τὸν λόγον, τοῦ ἀπαυγάσματος ἐμνημόνευσεν· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ καὶ οὐδέποτ' ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα.
ἀλλ' ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ' ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπών· καὶ χαρακτὴρ τῆς ὑποστάσεως, τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμερῶς εἶναι, τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης λόγον ὀνομάσας ἐπήγαγε· πρὸς θεὸν ἦν καὶ θεὸς ἦν, οὕτω καὶ Παῦλος ἀπαύγασμα εἰπὼν προσέθηκεν· καὶ χαρακτὴρ τῆς ὑποστάσεως. 347 Hebr 1,β Τοῦτό ἐστιν ὃ λέγει Ἰερεμίας· ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. Hebr 1,ξ Εἰ καὶ ὁ λόγος σὰρξ ἐγένετο, ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσει τῆς θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ θεοῦ πατρὸς οὐκ ἀπέστη θρόνων· καὶ ἠλαττωμένου βραχὺ παρ' ἀγγέλους διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον– ὑποκάθηται γὰρ τὼν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις–, ἦν δὲ καὶ οὕτως ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου. Hebr 1,7–8 Ὥσπερ ἐπὶ τοῦ ἀπαυγάσματος καὶ τοῦ χαρακτῆρος ἐμιμήσατο τὸν νοῦν Ἰωάννου, λόγον ὀνομάσαντος καὶ πρὸς θεὸν εἶναι εἰπόντος, οὕτως καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην.
ὥσπερ ἐκεῖνος εἶπεν· οὗτος ἦν ἐν ἀρχῇ, πάντα δι' αὐτοῦ ἐγένετο, ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν, οὕτως καὶ ὁ Παῦλος· πρὸς μὲν τοὺς ἀγγέλους· ὁ ποιῶν, πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου– ἵνα δείξῃ· τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον ἀεὶ πρὸς πατέρα ἦν. Hebr 1,12–14 Οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι ἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἢ σελήνην ἢ οὐρανόν. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε; ἀφεὶς τὴν κτίσιν πᾶσαν τὸ ταύτης ἀνώτερον λέγει, τοὺς ἀγγέλους· εἰ γὰρ πρὸς ἀγγέλους διαφορὰ τῷ υἱῷ κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα; δεῖ δὲ ἐπισημήνασθαι ὅτι διὰ τοῦ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὸ προαιώνιον καὶ τὸ ἄτρεπτον τῆς φύσεως ἐδήλωσεν, καὶ διὰ τοῦ φάναι· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἐδήλωσεν ὅτι ὁ υἱὸς οὐκ ἔστι λειτουργὸς ἀλλὰ συνεργός. 348 Hebr 2,2–3 Οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι' ἀγγέλων οἰκονομηθέντα. ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.
τοῦτο ὅμοιόν ἐστιν ἐκείνῳ τῷ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, τῷ ἀνέβην κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἐβεβαιώθη δὲ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω. Hebr 2,5–9 Τὸν μέλλοντα αἰῶνα λέγει. αὐτίκα τελευταῖον ἐπήγαγεν· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα· τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν. ὥστε τὸ τί ἐστιν ὅτι μιμνήσκῃ αὐτοῦ; τῷ Ἰησοῦ προσήκειν φησίν· τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκεν. ἀλλὰ ὡς αὐτὸς ὁ υἱὸς λέγει τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ' ἂν εἴποι τὸν ἄνθρωπον οὗ ἐμνήσθη ὁ θεός, πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενον αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ' ἀγγέλους. τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς. διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ' ἀγγέλους. Hebr 3,13 Ὥσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει.
Hebr 4,12 Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ ἁγίου πνεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια. Hebr 6,1–2 Ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ–κατὰ νόμον γὰρ ἐπολιτεύσατο–, διὰ τοῦτο λέγει· τοῦτ' ἀφέντες ἐπὶ 349 τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἄνευ νόμου μέλλοντος ἱερέως εἶναι. Ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, βαπτισμῶν. τοῖς Χριστιανοῖς νεκρά ἐστι τὰ γήϊνα. ἄτοπον οὖν ἔστι, φησίν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴτε τῆς κατὰ πίστιν, εἴτε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς. ὁ κύριος ἐλθὼν μετάνοιαν ἐκήρυξεν, λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων. οὕτως οὖν ἀναγνωστέον· μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς θεὸν καὶ τὸ βάπτισμα–ὃ πληθυντικῶς ὠνόμασεν διὰ τὸ πλῆθος τῶν καταξιουμένων. εἴρηκε δὲ βαπτισμῶν καὶ τὴν διδαχήν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν δι' ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τὰ ἑξῆς–ἀνατρέχειν ἐπὶ τὸν νόμον.
τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμῳ ἱερεῖς νόμον ἐξεδίκουν, ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου· οὐ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησίν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπε τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Hebr 6, Νεκροὺς ἤγειραν οἱ ἀπόστολοι. αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. παραδειγματίζοντας εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ. ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Hebr 6,7–8 Ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὸ βάπτισμα–πῶς γὰρ δεύτερον βάπτισμα ἐκώλυεν; –ἀλλὰ τὴν τοῦ ἁγίου πνεύματος δύναμιν πολλάκις εὐεργετοῦσαν. Hebr 6,17 Ἀνωτέρω εἰπὼν τὴν πληροφορίαν τῆς ἐλπίδος ἐδήλωσεν ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι' ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι' οἰκονομίας. 350 Ἀδύνατον ὀμόσαντα τὸν θεὸν μετατεθῆναι, ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν. Hebr 7,1–2 Οὐχ ἁπλῶς μέμνηται ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτας ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευϊτικῆς φυλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ.
κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου τῆς ἱερωσύνης τῆς ἐν νόμῳ. Hebr 7,3 Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευϊτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως ἢ γυναικὸς ἱερείας. ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι' ὅλης τῆς ζωῆς ἱεράτευον. καὶ ταῦτα εὑρίσκεται ἐκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους. ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον· οὔτε γὰρ γένος ἱερατικὸν εἶχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι' ὅλης τῆς ζωῆς εἶναι ἱερεύς. καὶ ὅλως πάντα τὰ λεγόμενα κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδέκ· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεύς; ζήτημα τὸ λεγόμενον, ἔστι δὲ ἡ λύσις αὕτη· ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν. εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστόν, μένει διηνεκῶς· οὐχ ὁ ἄνθρωπος θνητὸς γάρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας.
Hebr 9,11 Ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μωϋσέως ὥστε τὰς λατρείας γίνεσθαι, οὕτω μείζων ἡ σκηνὴ αὕτη, τῆς χάριτος ἡ σύστασις, τὸ σῶμα τοῦ Χριστοῦ κεφαλὴν ἔχον τὸν Χριστόν. 351 Hebr 11, Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. πρότερον ἔθηκεν τὸν Ἰακὼβ εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν. Hebr 11,38 Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. οὐ περὶ πάντων λέγει τοῦτο ἀλλὰ περὶ τούτων τῶν τελευταίων οὓς καὶ μάρτυρας οἶδεν. ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν. Hebr 12, Ὄγκον ἀποθέμενοι πάντα. ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται. εὐπερίστατον δὲ εἶπε τὴν ἁμαρτίαν τὴν εὐκόλως ἡμᾶς περιϊσταμένην καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα. Hebr 12,22–23 Πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλων ἡ εἰς τὸν θεὸν δόξα, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ θεῷ πάντων. Hebr 12,27 Τοῦτό ἐστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα παρέλθῃ τὰ πρόσκαιρα καὶ ἔλθῃ τὰ αἰώνια. Hebr 13,10–13 Τοῦτ' ἔστιν οἱ ἐν νόμῳ οὐκ ἔχουσι τὸ δῶρον τοῦτο οὗ μετέχομεν ἡμεῖς.
ἔξω δὲ τῆς παρεμβολῆς, ἀντὶ τοῦ ἔξω τῶν νομίμων καὶ τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.
Fragmenta in epistulam ad Philippenses (in catenis) Phil: Prolog ̓Εν ταύτῃ τῇ ἐπιστολῇ κληρικοῖς γράφει οὐ λαϊκοῖς· δι' οπερ οὐδὲ πλειόνων ἐδεήθη ἠδικῶν, σπουδὴ δὲ αὐτῷ διὰ τῆς ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς. δι' αὐτῆς δὲ τῆς παραινέσεως δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ αλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως απτεται τῶν κάλλιστα βιούντων καὶ ὑπ' αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. Phil 1, Πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι. ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ενστασιν. ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ων καὶ ὑμεῖς ἐστε, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιόν τισιν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως· ἐάν τε δεικνύναι οτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Phil 2, Καὶ σχήματι εὑρεθεὶς ὡς ανθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ' ἐπιτάσεως, οιόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ ̓Ισραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα. Phil 2,16 ̓Αντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ γράφει· επεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ.
Phil 3,8a Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ην κακά· ην γὰρ κέρδη. καὶ ηγημαι ειπεν· οὐ γὰρ ην ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. 314 Phil 3,8b Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου. τοῦτο ουν τὰ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον. ωσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, ουτως ἀπὸ τῆς πίστεως τοῦ ̓Αβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ, καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ηδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, ου τὸ πτύον ἐν τῇ χειρὶ καὶ διακαθαριεῖ τὴν αλωνα. οτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ωσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτων τήρησις καὶ τῶν αλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου. τοῦτο ουν τὸ τοῦ σκυβάλου ονομα δείκνυσιν οἰκεῖον τὸν νόμον· καὶ ωσπερ ανευ τοῦ σκυβάλου οὐχ οιόν τε ην γενέσθαι σπόρον, ουτως οὐδὲ ανευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι.
Phil 3,13 Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, οὐχ ὡς κακά, ἀλλ' ο λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ' εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰς τὰ ἑξῆς. Phil 4, Τινὲς δὲ Εὐοδίαν ειναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ τὸν ανδρα.
Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1, Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν κύριον καὶ μὴ θεασάμενοι ἐπίστευσαν, Παῦλος δὲ οὐρανόθεν καλεῖται Σαοὺλ Σαούλ, τί με διώκεις; πρόσεστι δὲ αὐτῷ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς ἀποστόλους· τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αὐτὸς ὁ κύριος καλέσας καὶ μαθητὰςἐσχηκώς, οὐκ εὐθὺς ἀποστόλους ἐποίησεν ἢ ὠνόμασεν, τὸν δὲ Παῦλον ὁμοῦ καὶ ἐκάλεσεν καὶ εἰς ἀποστολὴν παρήγαγεν. Καὶ ὅτι γνώμῃ τοῦ πατρὸς τὸ εὐαγγέλιον κηρύττεται. Ro+m1, Προφητῶν δὲ αὐτοῦ εἶπεν, ἐπειδὴ εἰσὶ καὶ τῶν εἰδώλων προφῆται, τῇ αὐτοῦ φωνῇ διαστέλλων καὶ προφήτας προφητῶν καὶ εὐαγγέλιον εὐαγγελίων· πολλὰ γὰρ εὐαγγέλια, ἀλλὰ θνητὰ καὶ πρόσκαιρα, τὸ δὲ τοῦ Χριστοῦ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ὑπισχνεῖται ἐν γραφαῖς ἁγίαις. αὐτοῦ τοίνυν καὶ οἱ προφῆται καὶ οὐχ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ πατρὸς τοῦ Χριστοῦ. Ro+m1, Καὶ τὸ ἁγίοις δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ'–ἐπειδὴ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει –ἵνα μὴ ῥίψῃ τὰ ἅγια τοῖς κυσίν. 214 Ro+m1, Κατὰ δὲ τοὺς αἱρετικούς· εἰ κύριος ὁ Χριστός, πατὴρ δὲ ἡμῶν ὁ θεός, ἔσται καὶ ὁ πατὴρ δοῦλος τοῦ Χριστοῦ· οἷος γὰρ ὁ υἱός, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ' οὐχ οὕτως ταῦτα ἔχει· πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ, κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες ὡς καὶ αὐτοὶ υἱοὶ θεοῦ καθέλωσι τοῦ υἱοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀναγάγωσιν ὑπὲρ τὴν φύσιν. Τὸν μέντοι θεὸν πατέρα ἐκάλεσεν, ὅτι οὐδένα κρίνει, τὸν δὲ υἱὸν κύριον, ὅτι αὐτός ἐστι κριτής. πατέρα δὲ λέγει, ἵνα τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείξηται· κύριον δὲ καλεῖ τὸν υἱόν, ἵνα γνῶμεν ὅτι θεοῦ ἀγαθότητι υἱοὶ καλούμεθα, αὐτὸς δὲ ὁ Ἰησοῦς ὡς φύσει θεὸς ἀληθινός, κύριος ἡμῶν ἐστιν. Ro+m1,13 Καὶ πάλιν, ἐπειδὴ πολλοὶ διά τινα ἀνθρώπινα ἔσπευδον εἰς τὴν Ῥώμην, καὶ τὸν πόθον δείκνυσιν, καὶ ὅτι εὐσεβὴς οὗτος τῇ προσθήκῃ. παρίσταται δὲ ἐπιποθεῖν Ῥωμαίους, ἴσως ἐπειδὴ πλέον τι εἶχεν ἡ Ῥωμαίων πίστις προτροπὴ γινομένη πᾶσι τοῖς ὑπ' αὐτοῖς. Ro+m1,25 Ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεός, τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν, ψευδῶς προσαγορεύονται θεοί. Ro+m1,27 Οὐχ ἁπλῶς δὲ τῆς τοιαύτης ἀσχημοσύνης μέμνηται, ἀλλ' ὅτι ἤκουσεν ἐν Ῥώμῃ καὶ ἀρσένων ἑταιρίαν εἶναι. 215 Ro+m1,32–2, Δικαίωμα δὲ λέγει θεοῦ τὴν δικαίαν αὐτοῦ ἀνταπόδωσιν ἣν ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὴν ἀξίαν. τοῦτο οὖν φησιν· εἰ καὶ οἱ ἄνθρωποι ἐκ τῆς φυσικῆς αὐτῶν διανοήσεως ἴσασιν ὅτι οἱ πλημμελοῦντες ἔχουσι τιμωρηθῆναι ἐκ θεοῦ, ὅμως οὐκ ἀφίστανται τῶν χειρίστων, καὶ τὸ πάνδεινον ὅτι καὶ τοῖς πράττουσιν αὐτὰ συναρέσκονται. δικαίωμα οὖν τοῦ θεοῦ αὐτὸ τοῦτό φησιν ὅτι οἱ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, ἢ τὴν δικαιοσύνην αὐτοῦ ἁπλῶς ἢ τὰς ἐντολὰς ἢ τὸν Μωϋσαϊκὸν νόμον· οὕτως γὰρ τρανῶς ἀποτόμως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας. διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων. Ro+m2,5 Ἐδήλωσε διὰ τοῦ θησαυρίζειν τὰς κατὰ μέρος συναγομένας ἁμαρτίας προσθήκην κολάσεως γίνεσθαι διὰ τῆς τοῦ κριτοῦ μακροθυμίας τοῖς νοσοῦσιν ἀνίατα. οὐ πάθος δὲ θεοῦ κατηγορῶν ὀργίζεσθαί φησι τὸν θεόν, ἀλλὰ τῇ τῶν ἀνθρώπων συνηθείᾳ καταχρώμενος περὶ τῆς τοῦ θεοῦ κρίσεως διαλέγεται, ἥτις ἐπὶ τοῦ παρόντος βίου καλύπτεται καὶ λανθάνει εἰς καιρὸν κρίσεως ταμιευομένον. σοφῶς καὶ τοῦτο τοῦ θεοῦ οἰκονομοῦντος, οὐ κατὰ τὴν τοῦ δικαίου τάξιν, ὅτι οἱ ἀσεβεῖς οὐδὲ εὖ πάσχοντες νῦν ἐπαισθάνονται, οὔτε οἱ δίκαιοι τῶν κατὰ τὸν βίον δεινῶν πειρασθέντες μετέβαλλον τῆς εὐσεβείας τὸν τρόπον, ὅπερ τινὲς ἀγνοοῦντες σκανδαλίζονται λέγοντες ἀπρονόητα τὰ πάντα, οἰόμενοι μὴ ἐφορᾶν τὰ ἐν ἀνθρώποις τὸν θεόν. ὅτε δὲ ἐν τῇ τῆς ἀποδόσεως ἡ προθεσμία, τότε καὶ
ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξεν ὅτι νῦν οὔτε κολάσεως οὔτε ὀργῆς οὔτε δικαιοκρισίας θεοῦ καιρός. Ro+m2,8–9 Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον· ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα μέν, νικώμενον δέ· τὸ δὲ κατεργάζεσθαι τῆς μετ' ἐπιμελείας ἐργασίας ἐστὶ τοῦ κακοῦ. Ro+m2,10 Ἐπὶ μὲν τοῦ κακοῦ τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ' ἐπὶ τῶν κατεργαζομένων, ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον 216 ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι' ἑκατέρων τοῦ θεοῦ τὸ ἀγαθὸν δειχθῇ· καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους ἀλλὰ τοὺς κατεργαζομένους, καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν. Καλῶς δὲ ἐνταῦθα Ἰουδαῖον πρῶτόν φησι, δεύτερον δὲ Ἕλληνα· οἱ γὰρ πλησιέστεροι τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀξιοῦνται. Ro+m3, Τί οὖν κατέχομεν περισσόν; προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς. ἐλλειπῶς εἴρηται· τῷ γὰρ τί οὖν κατέχομεν περισσόν ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην, ὅπερ ἐν τοῖς ἑξῆς προϊὼν λέγει· δικαιοσύνην θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. τί οὖν κατέχομεν περισσὸν ἡμεῖς; τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας. πῶς δὲ προῃτιάσατο; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν, ἐν οἷς ἔφη· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν· Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον–δι' ὧν φησιν· ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;–δείξας καὶ ὅτι παρ' οἷς μὲν ἡ φύσις ἠσθένησε, παρ' οἷς δὲ καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ εὐαγγελίου χάριν εἰσάγει καί φησιν· τί καὶ ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον; τὴν πίστιν, τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν ἀπεργαστικήν. Ro+m3,23 Οὐδαμοῦ δέ φησιν ὅτι πάντες ἠσέβησαν, ἀλλ' ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν, οὐ τὸ τῆς ἀσεβείας. ὁ δὲ ὑστερούμενος, ἔχων τι τὸ 217 ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον, ὑστέρει δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις. Ro+m3,25 Ἠνέσχετο γὰρ ὁ θεός, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ἐπεξεληλύθει, πάντως ἂν ἀνεῖλεν· εἰ δὲ ἀνῄρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐκ ἀπαλλάξαι μόνον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν θεὸν λέγομεν ἤτοι ἀνταποδιδόντα ἢ τὴν δικαιοσύνην χαριζόμενον. ᾧ οὖν ἐγὼ δικαιοῦμαι, θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ' ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. Ro+m4,11 Ἡ περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας, ὥστε σημεῖον εἷναι πίστεως καὶ τοῦ Ἀβραμιαίου γένους δηλωτικὸν καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καὶ σώφρονος· ὥστε οὐχ ὡς δικαιοσύνης ποιητικὴ ἐδόθη, ἀλλὰ σφραγὶς καὶ σημεῖον τῆς ἐκ πίστεως δικαιοσύνης τοῦ Ἀβραάμ. Ro+m4,13 Κληρονόμους τοῦ κόσμου τοὺς δικαίους ἔσεσθαί φησιν, ὅτι τῶν ἀσεβῶν ἐκ μέσου γενομένων καὶ παραδοθέντων κολάσει ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, τὸν σύμπαντα λοιπὸν κόσμον ἕξουσιν οἱ δίκαιοι ἀνακαινισθέντα, καὶ αὐτῶν ἔσται τὰ οὐράνια ἀγαθὰ καὶ τὰ ἐπίγεια. Ro+m4,17 Κατέναντι οὗ ἐπίστευσεν· ἀντὶ τοῦ ἐνώπιον προσώπου οὗ ἐπίστευσε θεοῦ. 218 Ro+m4,18 Παρ' ἐλπίδα τῆς οἰκείας φύσεως, ἐπ' ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως. τὸ δὲ οὕτως ἔσται τὸ σπέρμα σου οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι. Ro+m4, Εἰπὼν ἐνεδυναμώθη δείκνυσι πολλῷ καμάτῳ καὶ δυνάμει ψυχῆς καὶ πόνῳ κατορθουμένην τὴν πίστιν. πῶς δὲ ἐνεδυναμώθη; δοὺς δόξαν, φησί, τῷ θεῷ, τοῦτ' ἔστιν οὐ περιεργασάμενος πῶς ἐγχωρεῖ τοῦτο γενέσθαι, ἀλλ' εὐθὺς πιστεύσας καὶ εὐλογήσας ὡς εὐεργέτην τὸν
θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. Ro+m5,19 Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς–οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου οὐδὲ ἐδικαιοπράγησαν πάντες οἱ ἐν τῇ χάριτι· πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί–, ἐπὶ δὲ τοῦ σωματικοῦ θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες. Ro+m6,3 Ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ. Ro+m6,4 Τὸ ἐν καινότητι ζῆν ἐστι τὸ καινῆς τινος καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννησις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγγέλλεται. Ro+m6,6–7 Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες σῶμα ἔχουσιν ἁμαρτίας, προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν 219 νέον, τὸν κύριον ἡμῶν Ἰησοῦν, σῶμα δικαιοσύνης, ἐπειδὴ καὶ μέλη τοῦ κυρίου εἰσίν. οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ λόγου, ὁ πονηρὸς ἐκβέβληται καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι· ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς. Ro+m7,5 Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν, διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασιν. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν οὐκ ἦν τοῦ σκοποῦ τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε. λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν–κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία, –ἀλλ' οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται Μωϋσῆς, ἐπειδὴ ἐβάρει ὁ νόμος, καὶ ὃ μὲν ἐβούλετο οὐ κατώρθου, ὃ δὲ μὴ ἤθελεν προεξένει. Ro+m7,7–8 Οὐ κακός, φησίν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ γνωρίσαι μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ παρέσχεν. τοῦτο δὲ διὰ τί, φησίν. δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. οὕτως, φησίν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγορευόντων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα ἀρξαμένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν ἐξαφθεῖσαν δ' ἐπὶ πλέον καὶ τὸ σβεστικὸν ὕδωρ πλέον ἅπτει, οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην ὁ νόμος ἤλεγξεν, σβέσαι δὲ οὐκ ἴσχυσεν. Ὅτι μηδὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἁμαρτηκότα, ὁ δὲ νόμος δοθεὶς καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ. τοῦτο δὲ οὐ τοῦ νόμου κατηγορία, ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος. ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρά, οὕτω καὶ φυλαττομένου τοῦ νόμου ἡ ἁμαρτία νεκρά. Ro+m7,12 Νόμον μὲν τὸν Μωϋσαϊκὸν λέγει, ἐντολὴν δὲ τὴν ἐν τῷ παραδείσῳ τῷ Ἀδὰμ δεδομένην, ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν, δικαίαν 2 δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενέγκουσαν, ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν. Ro+m7,24–25 Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον καὶ δι' αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι' οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας τοῦ θανάτου· θέλει γὰρ τὸ σῶμα ἑαυτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου οὐδὲ σῶμα ἁμαρτίας. Ro+m8, Πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης. Ro+m8,15 Ἔνιοι δὲ πνεῦμα δουλείας τοῦ πονηροῦ φασιν, ἀλλ' οὐκ ἔστιν· τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει καὶ δούλους τοὺς ὑπὸ νόμον· διὸ ὡς τιμωρούμενοι, εἰ ἔπταισαν, ἐφοβοῦντο, ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν υἱοθεσίας ἐλπίδας
ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Ro+m8,19 Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται ἀπὸ τοῦ τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον. 221 Ro+m8,29 Ἢ τῆς εἰκόνος τοῦ υἱοῦ, ἀντὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ ὁ υἱὸς τοῦ πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ πνεῦμα τοῦ υἱοῦ. ὅσοι οὖν πνεύματος ἁγίου ἀξιωθέντες πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοί εἰσι τοῦ πνεύματος, ὅ ἐστιν εἰκὼν τοῦ υἱοῦ. Ro+m8,34 Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην ἣν ἔχει περὶ ἡμᾶς· οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ πρεσβεύει τὸν πατέρα ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν πατέρα λέγων, θέλω ἵνα ὅπου ἐγώ εἰμι καὶ αὐτοὶ ὦσιν· πρὶν τούτου ἐντυγχάνει ὁ σωτήρ. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν πατέρα τὰ καθ' ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ πατὴρ βούλεται καὶ ὁ υἱός. τί οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος, διδάσκων ὡς, εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ' οὐχὶ μία ὑπόστασις· διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται· οὐκ ἄτοπον γὰρ τὸν μὲν υἱὸν αἰτεῖν, τὸν δὲ πατέρα χαρίζεσθαι, ὅπως ἂν ἁρμόζουσα τάξις ἐπ' ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἢ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ πατρὸς τὴν γνώμην φθάνειν τὸν υἱὸν τοῦ πατρὸς τὴν δωρεάν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ πατρός, ἵνα δι' ὅλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ' ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ πατρὸς καὶ υἱοῦ ἀσύγχυτον τάξιν· ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος. Ro+m8,37 Λαμπρῶς δείξας τὴν τοῦ θεοῦ περὶ ἡμᾶς διάθεσιν καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας, ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ. 222 Ro+m9,20–21 Τινὲς νομίζουσι λύσιν εἶναι τοῦτο, μάλιστα Ἀστέριος ὁ Καππαδόκης οὕτω νοῶν· σὺ ὁ ἀντιλέγων μοι, πῶς ἀντιλέγεις; οὐχὶ ἀπ' ἐξουσίας τῆς κατὰ τὴν γνώμην; οὐχὶ ἀνταποκρίνῃ τῷ θεῷ, δεῖξαι θέλων ὅτι οὐκ ἀναγκάζει θεὸς καὶ δικαίους ποιεῖ; μένει γὰρ ἡ ἐξουσία τοῖς ἀνθρώποις. οὐκ ἔχει δὲ λόγον ἡ τοιάδε διάνοια, ἐπάγει γάρ· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; τοῦτο δὲ οὐκ ἔστι δεικνύντος ὅτι ἐν ἐξουσίᾳ ἐσμέν, ἀλλὰ καὶ τὸ ἐναντίον. τίς οὖν ἡ ἔννοια; ἐκ περιουσίας εἴρηται τοῦτο, οὐχὶ λύσις τέθειται. τί δέ ἐστι τὸ ἐκ περιουσίας; ἀλλὰ μάλιστα μὲν σὺ τίς εἶ; θῶμεν γὰρ μηδὲ ἔχειν ἡμᾶς γνώμην, μηδὲ εἶναι αὐτεξουσίους, ἐξουσίαν οὐκ εἶχεν ὁ θεὸς ὡς ἤθελεν; ἀλλὰ κεραμεὺς μὲν πλάττει τὰ μὲν εἰς τιμὴν τὰ δὲ εἰς ἀτιμίαν, ὁ δὲ θεὸς οὐκ ἔχει τὴν ἐξουσίαν ἣν ἔχει ὁ κεραμεύς, ὥστε τιμᾶν οὓς θέλει καὶ κολάζειν οὓς βούλεται; τοῦτο ἐκ περιουσίας εἰπὼν λοιπὸν ποιεῖται τὴν λύσιν. Ro+m9,22 Ἔνδειξιν ὀργῆς λέγει, ἣν μακροθυμῶν τοῖς ἀνθρώποις διὰ τοῦ αὐτεξουσίου συγχωρεῖ πράττειν ἃ βούλονται· σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν λέγει τοὺς ἀνθρώπους τοὺς ὑπὸ τὸν ὅρον τοῦ θανάτου ὄντας. Τινές γε μὴν ἕτεροι εἰς τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς, τὸ τί οἶδας; ἀπέδωκαν, ἔξωθεν ἐλλειπῶς νοούμενον. καὶ τὸ ἐν πολλῇ μακροθυμίᾳ ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν ἐπήνεγκε τὴν ὀργήν. Ro+m10,4 Οὐχ ὡς μέρος νόμου Χριστός, ἀλλ' ὡς ἑτέρας ζωῆς ἀρχή. τέλος οὖν νόμου εἴρηται, ὡς τέλος γεγονὼς τοῦ νόμου, τοῦτ' ἔστι παύσας αὐτόν. διὰ δύο οὖν τέλος νόμου, ὅτι τε ἐχρήσατο αὐτῷ καὶ ὅτι ἔπαυσεν αὐτόν. τὸ δὲ παντὶ τῷ πιστεύοντι, ἀντὶ τοῦ οὐ μόνον Ἰουδαίῳ ἀλλὰ καὶ Ἕλληνι, οὐκ, ἐπειδὴ τέλος νόμου ἤδη μόνῳ Ἰουδαίῳ. 223 Ro+m11,24 Καλλιελαίου καὶ ἀγριελαίου μνησθεὶς παρέστησεν ὅτι μία μὲν φύσις
πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ καλεῖ τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ ὃν ῥίζαν ὀνομάζει· τὸν δὲ ἐγκεντρισμόν φησι παρέχειν ζωήν. Ro+m11,28–29 Πλὴν ἐλλειπῶς εἴρηται, διὸ καὶ ἀσύνδετόν ἐστιν. οὕτως οὖν θέλει, ὥστε ἐκ τῆς πρὸς ὑμᾶς συγκρίσεως ἐχθροὶ τοῦ θεοῦ ἐλέγχονται εἶναι οἱ Ἰουδαῖοι, ἐπειδὴ ὑμεῖς μὲν οἱ ἐξ ἐθνῶν ἐπιστεύσατε, οἱ δὲ ὀφείλοντες πρὸ πάντων πιστεῦσαι ἐπωρώθησαν τὴν καρδίαν καὶ κατὰ μὲν τοῦτον τὸν λόγον ἐχθροί εἰσι τοῦ θεοῦ, ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας, ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν, καὶ ἀγαπητοὺς ἡγήσεται πιστεύσαντας καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι. Ro+m12, Ἡ παροῦσα τοῦ κόσμου κατάστασις εἰς τρυφὰς καὶ ἡδονὰς προτρέπεται τὸν ἄνθρωπον, ὅπερ ἐάν τις ἀρνήσηται σχῆμα, καὶ εἰς παρηλλαγμένην ἑαυτὸν καὶ ξένην πολιτείαν μεταστήσει. ὡς καινὸς ἄνθρωπος γεγονὼς ἐξ ἄλλου εἰς ἄλλον μεταμορφοῦται. Ro+m12,4–8 Προειρηκὼς ὅτι ὁ θεὸς μετρεῖ τὸ μέτρον τῆς πίστεως, τῷ ἑπομένῳ ὑποδείγματι καὶ ἀπολογεῖται ὑπὲρ τοῦ διδόντος καὶ μὴ λυπεῖσθαι πείθει, εἴ τις ἔλαττον ἔχοι τὸ χάρισμα. οἷον γὰρ ἂν ἦεν σώματι εὐτελὲς μέρος, χρήσιμόν ἐστι παντί, καὶ τὸ μέγα καὶ τὸ μικρὸν εἰς ἓν ἀπαρτίζεται σῶμα· ἐπαγωγὴ γάρ ἐστι τοῦ πρὸ τούτου ὅτι ἀλλήλων ἐσμὲν μέλη. τὸ ἔχοντες χαρίσματα διάφορα ἀντὶ τοῦ ἔχοντος μέντοι χαρίσματα διάφορα. ὁ μεταδιδοὺς ἐν ἁπλότητι, τοῦτ' ἔστιν ὅ φησιν ὁ κύριος· παντὶ τῷ αἰτοῦντί σε δίδου, μὴ ζητῶν εἴτε καλὸν εἴτε κακὸν καὶ τίνι δίδως, ἐπεὶ ἡ ἀκρίβεια αὕτη πολλάκις οἷς χρὴ δοθῆναι κωλύει ἡμᾶς διδόναι, τῆς ὑποψίας ἐν ἡμῖν σφαλλομένης πολλάκις. 224 Ro+m13, Ἄξιον τοῖς βασιλεῦσιν ὑποτάσσεσθαι προσκαρτεροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως τοῦ θεοῦ, εἰ μήπου ὑπόθεσίς ἐστι διωγμῶν ἐν μέσῳ· περὶ γὰρ τοῦ διὰ τὴν πίστιν ὑπομένειν πάντα προλαβὼν ἐδίδαξεν εἰπών· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; καὶ τὰ ἑξῆς. ὁ γὰρ μήτε ἀγγέλοις μήτε ἀρχαῖς ὑποτάσσεσθαι πρὸς παρανομίαν συγχωρῶν, πῶς ἐν ταῖς ἀνθρωπίναις ἐξουσίαις ὑπακούειν παραινοίη βιαζομέναις ἀποστῆσαι θεοῦ. ἀλλ' ἴσως ἂν εἴποι τις· εἰ ὑπὸ θεοῦ βασιλεῖαι καθίστανται, πῶς ἐνίοτε καὶ κατὰ θεοσεβῶν στρατεύονται; πρὸς οὓς ῥητέον ὅτι, εἰ καὶ βαρυτάτη δοκεῖ τοῖς πολλοῖς ἡ τῶν διωγμῶν ὑπόθεσις, ἀλλ' ὅσον αὐτοῖς τὸ χρήσιμον διαλογιστέον· οὐ γὰρ ἁπλῶς τὰ τοιαῦτα συγχωρεῖ ὁ θεός, ἀλλ' ἵνα καὶ τῶν δικαίων ἀρεταὶ λάμψωσι καὶ τῶν κρατούντων κακίαι δειχθῶσιν. τὸ δὲ μέγιστον, τότε καὶ οἱ ὑποκρινόμενοι τῆς εὐσεβείας τὸ σχῆμα δυσσεβεῖς ὄντες ἐλέγχονται, καὶ οἱ γνήσιοι τῆς εὐσεβείας ἐρασταί, ὥσπερ ὕλην εὑρόντες εὐδοκιμήσεως τὸν τῶν διωγμῶν καιρόν, δείξουσι τῆς ἐναρέτου ἀθλήσεως τὸν καρπόν. οὕτω γοῦν καὶ πρὸς τὸν Ἰὼβ ὁ θεὸς ἔφη· οἴει γάρ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος. Ro+m13, Τοιαύτη τοίνυν οὖσα τις ἡ ἀγάπη, εἰκότως πολλὰ φέρει ἐν ἑαυτῇ τὰ πλεονεκτήματα· ὁ γὰρ ἀγαπῶν οὐ μοιχεύει, οὐ φονεύει, οὐχ ἕτερόν τι τῶν ἀπηγορευμένων ποιεῖ, ὥστε ὁ ἔχων ἀγάπην οὕτως ἀθρόως διὰ τῆς ἀγάπης τὸν νόμον ἐπλήρωσεν. Ro+m13,11 Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον, εἰδότες τὸν καιρὸν κατεπείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα. νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ' ἔστι νῦν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ὅμως γέγονε τὸ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἔτι τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, ἀλλὰ νῦν ἀκριβῶς ἔγνωμεν. Ro+m14,4 Ὁ οἰκέτης Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον; 225 Ro+m14,14 Δι' αὐτοῦ, τοῦτ' ἔστι τοῦ θεοῦ. Ro+m15, Οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστόλων τὴν κοινωνίαν, ἀλλ' ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τὴν τῶν ἀλλοτρίων ἔργων δόξαν ὑφαρπάζειν.
Ro+m16,19 Τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.
Fragmenta in epistulam ad Titum (in catenis) Tit 1,12®13a Ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί, ἐπιλαμβανόμενος αὐτῶν εἶπεν ὡς κακῶς δεικνύντων τάφον Διὸς τὸν οὐκ ὄντα, ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἴνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν καὶ τῷ λεγομένῳ Διῒ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν· ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν. ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσιν καὶ γαστέρες ἀργαί. αὕτη ἡ μαρτυρία ἀληθής, οὐκ ἐκείνη. Tit 1,13b Ἐπειδὴ πολλάκις ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρεν δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως, διὰ τοῦτο εἶπεν ὅτι ἀποτόμως ἔλεγχε. Tit 1,15®16 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ὁ θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουρ γήσαντος ἅπτεται. καὶ τοῦτό ἐστι τὸ θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Tit 2,3 Ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ· οὐ γὰρ ἂν ἱεροπρεπεῖς εἶπεν. Tit 2, Τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβεν, τὸ δὲ τῆς σεμνότητος ἐπὶ τοῦ ἔργου, ἵνα μὴ μόνον ἔργου ἀπέχῃ φθαρτοῦ ἀλλὰ καὶ νοήματος.

Fragments on the First Letter to the ThessaloniansFragmenta in epistulam i ad Thessalonicenses

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) 1 Thess: Prolog Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπὸ τῶν ἔτι Ἑλλήνων ὄντων, ἐφ' οἷς αὐτοὺς παραμυθεῖται. μέμνηται δὲ καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως παραμυθούμενος αὐτοὺς ἐν ταῖς τῶν οἰκείων ἀποβολαῖς. ἡ δὲ προτεταγμένη τοῦ προοιμίου εὐχαριστία τῷ θεῷ μαρτυρία ἐστὶ τῆς τῶν Θεσσαλονικέων εὐλαβείας. 1 Thess 1,3 Ἡ μὲν πίστις ἐγείρει πρὸς ἔργον τοῦ ἀγαθοῦ, ἡ δὲ ἀγάπη παραμένειν ποιεῖ τοῖς πόνοις, ἡ δὲ ἐλπὶς ὑπομένειν ποιεῖ μετὰ μακροθυμίας τοὺς ἀγωνιζομένους. Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις. 329 1 Thess 1,4®5 Εἰδότες, φησίν, ἀδελφοὶ ἠγαπημένοι, ὅτι τὸ εὐαγγέλιον οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει. οὐ μόνον, φησίν, ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ δυνάμεις καὶ θαυματουργίας ὑμῖν ἐπεδείξαμεν. 1 Thess 1, Ἀντὶ τοῦ διαδίδοται καὶ διαβεβόηται. 1 Thess 2, Οὐκ ἀφείλετο ἡμῶν, φησί, τὰ ἐν Φιλίπποις κακὰ τὴν εἰς Χριστὸν παρρησίαν, ἀλλ' ἐλθόντες πρὸς ὑμᾶς ἀδεῶς ἐκηρύξαμεν τὸν λόγον.
1 Thess 2,4 Τὸ εὐαγγέλιον δι' οὗ παρακαλοῦμεν τοὺς θλιβομένους, τοῦτ' ἔστιν ἡ ἀνάστασις καὶ ἡ ἐν αὐτῇ μισθαποδοσία οὐ κατὰ πλάνην ἀλλὰ κατ' ἀλήθειαν κηρύττεται. 1 Thess 2, Ἀντὶ τοῦ ἐπιβαρεῖς καὶ ἐπαχθεῖς διὰ τὸ ἀπαιτεῖν τιμὰς ἃς δεῖ τιμᾶσθαι ἀποστόλους Χριστοῦ. 1 Thess 3,3 Οὐκ εἶπεν τὸ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ' ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως σαίνεσθαι εἰπὼν τὸ μηδένα ξενίζεσθαι. 1 Thess 4,15®17 Οὐκ αὐτὸς ἔμελλε περιλιμπάνεσθαι, φησίν, ἀλλὰ τὸ ἡμεῖς ἢ ἀντὶ τοῦ τοσοῦτον ὀλίγοι καὶ 330 εὐαρίθμητοι περιλειφθήσονται, οὐ φθάσουσι τοὺς κεκοιμημένους ἁγίους εἰς τὴν ἀπάντησιν τοῦ Χριστοῦ· εἰ γὰρ καὶ πάντες ἐγείρονται, ἀλλ' οὐ πάντες ἀπαντήσουσι τῷ Χριστῷ ἀλλ' οἱ δίκαιοι. δῆλον οὖν ὅτι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ ζῶντές τινες καταλαμβάνονται. ἢ καὶ τοιοῦτόν ἐστιν ὅ φησιν· εἰ συνέβαινε νῦν τὸν Χριστὸν ἐλθεῖν, ἡμεῖς οἱ περιλιμπανόμενοι σήμερον οὐ μὴ φθάσωμεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ τοὺς κοιμηθέντας. στικτέον δὲ μετὰ τὸ οἱ περιλειπόμενοι εἰς τὴν ἡμέραν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἐν φωνῇ ἀρχαγγέλου. τὸ αὐτὸ λέγει καὶ ὁ κύριος· μέσης δὲ νυκτὸς φωνὴ ἐγένετο· ἰδοὺ ὁ νυμφίος ἔρχεται. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον.
τοῦτο πάλιν αὐτὸς ὁ κύριος λέγει ἐν τοῖς Εὐαγγελίοις, ὅθεν καὶ ὁ κύριος καὶ ὁ ἀπόστολος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία τοῦ κυρίου. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἀντὶ τοῦ οἱ 329, col 2 περὶ ἡμᾶς δίκαιοι. Ζῶντας ἔτι τινὰς βούλεται καταλαμβάνεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι 330,ξολ ἐκ τοῦ ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ κυρίου. καὶ τοιοῦτόν ἐστιν ὅ φησιν ὁ σωτήρ· ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξάπινα ἦλθεν ὁ κατακλυσμὸς καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. οὐκοῦν, φησίν, ζῶντες καταλαμβάνονταί τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· μέσης δὲ οὔσης νυκτός, φησί, φωνὴ ἐγένετο· ὁ νυμφίος ἔρχεται. ὅτι δὲ ζῶντες καταλαμβάνονται, οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων· δύο ἔσονται ἐν κλίνῃ· ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται. καὶ δύο ἔσονται ἀλήθουσαι· ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφεθήσεται. καὶ ὁ κύριός τε καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία. 1 Thess 5,4®5 Ἡμέραν κυρίου τὴν παρουσίαν αὐτοῦ λέγει.
κλέπτῃ δὲ παρείκασεν αὐτήν, ὅτι λανθάνουσα καὶ παρὰ προσδοκίαν ἔρχεται. ἐν νυκτὶ δέ, ὅτι ἡ ἡμέρα ἐπιστᾶσα τὰ ἐν νυκτὶ φαῦλα ἀπελέγχει. 331 1 Thess 5,6®8 Ἀλλ' ἡ νύμφη καὶ τῷ τῶν ἀρετῶν κόσμῳ κοσμουμένη ψυχὴ τὸν τῆς ἡμέρας ὕπνον καθεύδουσα τὸν ἄμοιρον νυκτὸς τὸν τῇ ἐγρηγόρσει συνεζευγμένον, καὶ μάλα εἰκότως ἔλεγεν· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. ταύτῃ τοι καὶ οὐ διέλαθεν αὐτὴν οὕτω καθεύδουσαν ἡ φωνὴ τοῦ νυμφίου· καὶ γὰρ τὴν θύραν κρούοντος ἤσθετο καὶ εἶπεν· φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. 1 Thess 5, Ὅτι οὐκ ἐν τοῖς κατακρινομένοις, ἀλλ' ἐν τοῖς σωζομένοις. 1 Thess 5,10 Διὰ τοῦτό φησιν· ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστός, ἵνα εἴτε γρηγορῶμεν, τοῦτ' ἔστι ζῶμεν, εἴτε καθεύδωμεν, τοῦτ' ἔστιν εἴτε ἀποθάνωμεν–ἄλλως γὰρ ὧδε τὸ καθεύδειν καὶ οὐχ ὡς ἄνω ἐξέλαβεν–ἅμα σὺν αὐτῷ ζήσωμεν. οἱ γὰρ τὰ εἰρημένα ὅπλα κτησάμενοι συζήσουσι καὶ συμβασιλεύσουσι Χριστῷ. 1 Thess 5,19®21 Τότε σβέννυται τὸ πνεῦμα, ὅταν ἡ πολιτεία ἀναξία ᾖ τῆς πίστεως. Προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζετε. μήτε, φησίν, ἐνεδρεύητε τοῦ πνεύματος τὰς ἀποκρύψεις, μήτε πᾶσαν ἀπαγγελίαν ἀδοκιμάστως παραδέχεσθε.
1 Thess 5,23 Οὐδαμοῦ ἐπ' ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα ψυχὴ σῶμα, ἀλλ' ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τοῦτ' ἔστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν «ἄμεμπτα» τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ τῶν χαρισμάτων εὔχεται, ἀλλ' ἀμέμπτως, τοῦτ' ἔστιν ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων διὰ τῆς εὐσεβείας.

Fragments on the First Letter to TimothyFragmenta in epistulam i ad Timotheum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam i ad Timotheum (in catenis) 1 Tim 1, Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ' ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι κατ' ἐπιταγὴν θεοῦ μέλλει λέγειν. 1 Tim 1,8®9 Καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί–οὐ νόμοι–, ἀλλὰ τῇ προαιρέσει καταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον. 1 Tim 2,5®6 Ἀλλ' ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦ Παύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.
τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται; καὶ ὅτι ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; καὶ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; εἷς γὰρ ἦν ἐξ ἀμφοῖν θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγον τῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν καθ' ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν· ἀλλὰ κατὰ μὲν τὸ σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν 337 συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται.
εἷς τοίνυν ὑπάρχων Ἰησοῦς Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκωμένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον, ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν γὰρ παραδεδόσθαι λέγεται Χριστὸς ὑπὸ τοῦ πατρός, πῆ δὲ αὐτὸς ἑαυτὸν παραδεδωκέναι γέγραπται. καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ὁ Παῦλός φησι περὶ τοῦ πατρός· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τιμοθέῳ δὲ γράφει ταυτί· εἷς θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. καὶ θέα μοι τῆς γραφῆς τὸ ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν ἴδιον υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, δηλῶν ἴδιον εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ μὴ ἀλλότριον, ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.
ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν, καὶ εἶπεν· ἄνθρωπος Ἰησοῦς Χριστός. προσεπήνεγκε τὸ θεοπρεπὲς καὶ οὐκ εἶπεν «ὁ παραδοθεὶς» ἀλλ' ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. τί τοίνυν τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι' αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς. 1 Tim 2,14®15 Ἐπειδὴ αὕτη ἡ γυνὴ ἐν παραβάσει γέγονε, σωθήσεται διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν 338 εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ ἄρρενες δέ; ἀλλ' εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι' ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει.
εἰ γὰρ ἡ μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν, δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι' ἑαυτοῦ; σωθήσεται οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ· σωθήσεται διὰ τεκνογονίας, ἀλλ' ἵνα αἱ μητέρες ἐπὶ τοῖς παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιοσύνῃ ἀνατρέφωσιν. σωθῆναι δὲ διὰ τῆς τεκνογονίας. οὐ δι' ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ δι' ὧν μήτηρ γίνεται τῶν ὑπακουόντων σωθήσεται, τοῦτ' ἔστι κατὰ τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει ἄλλῃ ἴδια κατορθώματα δι' ὧν σώζεται. τοῦτο δὲ λέγει, καθὼς ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ. Ἀπὸ τοῦ ὀνείδους τῆς παραβάσεως σωθήσεται διὰ τῆς τεκνογονίας. τοῦτο γάρ φησιν ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ' ἵνα προτρέψηται εἰς εὐσέβειαν καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν ἐν πίστει. 1 τιμ 3, Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε δορυφορίας, ἀλλὰ καλοῦ ἔργου, οἷον καλοῦ πόρου, καλοῦ καμάτου διὰ τὴν τῶν ἐκκλησιῶν προστασίαν. εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
ὑπενέδωκεν οὐ τὸ τῆς ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπιτηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν κάλλιστον βίον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν δι' ὧν ἐπιλέγει πλείονα προτρέπεται. Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως. μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἡ ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶν καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι' ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει. 339 1 Tim 3,2®3 Διδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου πολιτείας τὰ εἴδη. Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ' ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις. 1 Tim 3,16 Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί, ἐδικαιώθη δὲ ἐν πνεύματι πολιτευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ ἦν, ἀλλ' οὐ κατὰ σάρκα ἐπολιτεύετο, ἀλλ' ὑπέταξε τῷ πνεύματι τὴν σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοίγων ὁδόν.
ἢ καὶ τοῦτό φησιν ὅτι τοῦ πνεύματος σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ πίστιν ὁ Χριστός. ὤφθη ἀγγέλοις. τίς; ὁ σταυρωθεὶς Χριστός. οὐ τοῦτο δέ φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ σωτὴρ ἔφη ὅτι οἱ ἄγγελοι ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός μου. ὅταν δὲ λέγῃ· θεὸν οὐδεὶς ἑώρακε πώποτε, δηλονότι οὐχ ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ' ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὤφθη δὲ διὰ τῆς οἰκονομίας. Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι. ὅμοιόν ἐστι τοῦτο τῷ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· τοῦ γὰρ πνεύματος τὰ σημεῖα ποιοῦντος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς ὤφθη ἀγγέλοις· ἔδειξε διὰ τούτου ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ αὐτοῖς διὰ τῆς σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν. 1 Tim 5,10 Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα. Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι ὅτι καὶ μετ' ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή.
δῆλον δὲ ὅτι καὶ τὰ 340 κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα. 1 Tim 5,12 Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο. πρώτην δὲ λέγει πίστιν ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς. 1 Tim 5,17 Διδασκαλία μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις, λόγος δὲ ὁ τὰ νοήματα παριστῶν. 1 Tim 5,24®25 Ἐπειδὴ εἶπεν ἄνω· χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, νῦν τὴν αἰτίαν λέγει δι' ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων– πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους–, τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν.
ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται– οὐκ εἶπεν ὅτι λανθάνει–, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ὁ δὲ κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος. 1 Tim 6, Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν γίνεται. 341 Εἰς τὸ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, ἀντὶ τοῦ οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι. 1 Tim 6,5 Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται. 1 Tim 6,13 Οὐχ ἁπλῶς εἴρηται τοῦ ζωοποιοῦντος, ἀλλ' ἵνα ὑπομνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, ἐπειδὴ τηρήσεως ἔμελλε παραγγέλλειν τῆς κατὰ τὴν πίστιν. Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς.
μέλλων οὖν παραγγέλλειν ἐφ' ᾧ τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ πάντα δι' αὐτοῦ ἐγένετο· οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος. 1 Tim 6,16 Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις καὶ χορηγία παντὸς ἀγαθοῦ.

Fragments on the Second Letter to the CorinthiansFragmenta in epistulam ii ad Corinthios

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ii ad Corinthios (in catenis) 2 Kor 1, Καὶ τὸ πρότερον αὐτοῖς ἐγκαλῶν οὐ μόνος ἐγκαλεῖ, καὶ νῦν καταλλαττόμενος οὐ μόνος γράφει, τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δεικνὺς ἀξιόπιστον. κἀνταῦθα μὲν τὸ δι' οὗ καὶ τῷ πατρὶ προσήκειν ἔδειξε λέγων διὰ θελήματος θεοῦ. 2 Kor 1,1–2 Ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐπιστολῇ οὐ μόνος ἐνεκάλεσεν, καὶ νῦν παραμυθούμενος οὐ μόνος γράφει, ἀλλὰ τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δείκνυσιν ἀξιόπιστον. ἐπειδὴ δέ φησιν ἀπὸ θεοῦ πατρὸς ἡμῶν, ἰστέον ὅτι ἐπὶ μὲν τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ τοῦ υἱοῦ μόνως πατήρ· τὸ γὰρ ὁ θεὸς μοῦ καὶ ὁ θεὸς ὑμῶν ἐν σαρκὶ ὢν ὁ Χριστὸς ἔλεγεν. 2 Kor 1,3 Αὕτη ἡ δόξα ἣν δοξάζει καὶ ἐπονομασίαις ἐπονομάζει τὸν θεόν, ἤδη τὸ τῆς καταλλαγῆς προμηνύουσιν. πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως· ἐπὶ γὰρ τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ υἱοῦ μόνον πατὴρ ὁμολογεῖται. Οἰκείως τοῖς θλιβομένοις ἀπ' οἰκτιρμῶν θεοῦ καὶ παρακλήσεως ἄρχεται, χρηστὰς αὐτοῖς ὑποφαίνων ἐλπίδας· εἰ γὰρ πατὴρ οἰκτιρμῶν ὁ θεός, παρακαλέσειεν ἂν τοὺς δι' αὐτὸν διωκομένους καὶ θλιβομένους. 2 Kor 1,4 Παρακαλῶν ὁ θεὸς καὶ παραμυθούμενος οὐκ ἐπὶ μικροῦ τὴν παραμυθίαν ποιεῖται. Ταῦτα προανακηρύττει, ἐπειδὴ ἔμελλε τὸν κατακριθέντα δι' ἁμαρτίαν ἀνακαλεῖσθαι διὰ τῆς παρακλήσεως. 2 Kor 1, Ἡ ἡμετέρα θλίψις ὑμῖν παραμυθία γίνεται· εἰ γὰρ οἱ ἀπόστολοι θλίβονται, πολλῷ μᾶλλον οἱ λοιποί. ἢ καὶ τοῦτό φησιν· εἰ καὶ θλιβόμεθα ὑπὸ τῶν ἀνθρώπων διὰ τὴν ὑμετέραν σωτηρίαν, τοῦτο πάσχομεν, ὅτι ὑμῖν κηρύττομεν τὸν Χριστόν. Ἐὰν παραμυθίας τύχωμεν παρὰ θεοῦ δι' ὑμᾶς, ἵνα ἀρκέσωμεν πρὸς τὴν ὑμετέραν παράκλησιν, ὥστε προτρέπειν ὑμᾶς πάσχειν τὰ αὐτὰ ἃ καὶ ἡμεῖς ὑπομένομεν παθήματα. 279 2 Kor 1, Ἐλπίζω ὅτι τὰ αὐτά μοι ὑπομένοντας ὁμοίως παρὰ θεοῦ καὶ τῆς παρακλήσεως τεύξασθαι. 2 Kor 1, Οὐκ ἐπιδεικνύμενος διηγεῖται τὰς συμβάσας αὐτῷ ἐν τῇ Ἀσίᾳ θλίψεις, ἀλλὰ πρὸς ὑπομονὴν τῶν παθημάτων αὐτοὺς ἀλείφων. Ἀντὶ τοῦ ὥστε ἀπαγορεῦσαι ἡμᾶς καὶ τοῦ ζῆν. 2 Kor 1, Ἀπόκριμα λέγεται ἡ ἀπὸ τοῦ κρίματος ἀπόφασις. ὅσον οὖν τὸ ἐφ' ἑαυτοῖς· τὴν γὰρ ἀπόφασιν τοῦ θανάτου ἐσχήκαμεν, δι' οὗ σωφρονιζόμεθα μὴ πεποιθέναι ἐφ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ σώζοντι θεῷ καὶ τοὺς ἑαυτοὺς ἀπαγορεύοντας. 2 Kor 1,11 Οὐχ ὡς φιλοσωματῶν διαφεύγειν εὔχεται τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἵνα ὑπηρετῇ τοῖς δοθεῖσιν αὐτῷ χαρίσμασιν, ὅπως ἐκ πολλῶν προσώπων τῶν νῦν καὶ διὰ πολλῶν τῶν ἐσομένων εὐχαριστηθῇ τὸ κήρυγμα διασῶζον αὐτούς· εἰπὼν γὰρ διὰ πολλῶν τὴν διδαχὴν τῶν ἐσομένων ἀπέδειξεν. τὸ δὲ εὐχαριστηθῇ ὑπὲρ ὑμῶν ἀντὶ τοῦ ὑπὲρ ἧς καὶ αὐτοὶ τετυχήκαμεν δωρεᾶς. 2 Kor 1,α Τοῦτο ἡμῶν τὸ καύχημά ἐστιν ὅτι μαρτυρεῖ ἡμῖν ἡ συνείδησις ἡμῶν ὅτι ὀρθῶς κηρύττομεν. 2 Kor 1,β Καὶ μὴν τὴν σοφίαν τῶν ἔξωθεν ψυχικὴν εἶναι βούλεται, ἀλλὰ νῦν αἰνίττεται ὅτι οὐκ ἐχρήσατο λόγῳ κατὰ τοὺς ἔξω· ἐφ' ᾧ τε λαβεῖν τι παρ' αὐτῶν, οὐ σαρκικὴν ἔσχε τοῦ κηρύγματος τὴν αἰτίαν. 2 Kor 1,13–14 Οὐκ ἄλλα ἐδιδάξαμεν ὑμᾶς συνόντες ὑμῖν παρ' ἃ νῦν ἐπιστέλλομεν, ἀλλὰ ταῦτα ἃ καὶ ἀναγινώσκετε ἀκαλλώπιστα ὄντα· ὅθεν καὶ ἐπιγινώσκετε ἡμῶν μὲν ἰδιώτην τὸν λόγον ὄντα, τοῦ θεοῦ δὲ τὴν ἐνεργοῦσαν δύναμιν εἰς πίστιν. 280 Καύχημα λέγει τοὺς Korινθίους ὁ Παῦλος ἑαυτοῦ ἐφ' οἷς κατώρθωσε κηρύξας· καύχημα δὲ τῶν Korινθίων αὐτῶν ἐν ἡμέρᾳ Χριστοῦ ὡσανεὶ δόξαν ἐχόντων ἐφ' οἷς ἐδέξαντο τὸ κήρυγμα. Ἐλπίζω ὅτι ἐπιγνώσεσθε, ἐπειδὴ καὶ ἤδη ἀπὸ μέρους ἐπέγνωτε ὅτι ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου καύχημα ὑμῶν ἐσμεν καθὼς καὶ ὑμεῖς ἡμῶν· οἱ μὲν γὰρ ἐφ' οἷς κατόρθωσιν κηρύξαντες σεμνύνονται, οἱ δὲ ἐφ' οἷς ἐπίστευσαν τῷ κηρύγματι
φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμενος ἐλθεῖν πρὸς ὑμᾶς κατεπαγγειλάμην ὑμῖν τοῦτο οὐχ ὑπὸ προπετείας καὶ ἐλαφρότητος· οὐδὲ γὰρ ὃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἀλλὰ πνευματικά. πρέπει δὲ τὸν περὶ πνευματικῶν βουλευόμενον μηδαμοῦ διαψεύδεσθαι, ἵνα ᾖ παρ' αὐτῷ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ. 2 Kor 1,18 Τὸ μὲν ἐλθεῖν ἢ μὴ οὐκ ἐν ἐμοί, τὸ δὲ προθέσθαι ἐν ἐμοί. εἰ μὲν οὖν ναὶ καὶ οὒ εἶχε τὸ κήρυγμα, δικαίως εἶχέ μου ἡ βουλὴ τῆς πρὸς ὑμᾶς ἀφίξεως ναὶ καὶ οὔ· εἰ δὲ ὁ λόγος ἀληθής, δι' ὅλου καὶ τὸ τῆς βουλῆς ἀληθές. Πιστεύω τῷ θεῷ ὅτι οὐδὲν ὧν ἐκηρύξαμεν ψεῦδός ἐστιν. 2 Kor 1,19 Οὐδὲ γὰρ ὁ τοῦ θεοῦ υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ἐγένετο ψεύστης. 2 Kor 1,20–22 Διὰ τοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρὶ τὸ ἀμὴν ἀναπέμπομεν. τὴν δὲ εἰς Χριστὸν βεβαίωσιν διὰ τοῦ θεοῦ ἐλάβομεν. διὰ δὲ τοῦ σφραγισάμενος ἡμᾶς ἐδήλωσεν ἡμῶν τὴν πρὸς τὸν θεὸν 281 οἰκειότητα καὶ τὴν ἀπὸ τοῦ πονηροῦ ἀλλοτρίωσιν· καὶ γὰρ καὶ οἱ ποιμένες σφραγῖδα τοῖς ποιμνίοις ἐπιτιθέασιν τὰ ἴδια αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων διακρίνοντες. εἰπὼν δὲ ἀρραβῶνα ἐνέφηνεν, ὅτι μικρόν τι ἐνέχυρον ἀπὸ τῆς γνώσεως εἰλήφαμεν, τὸ δὲ τέλειον ἡμῖν κεχρεώστηται· ὁ γὰρ ἀρραβὼν μέρος ἐξ ὅλου. 2 Kor 1,23–24 Ἐπειδὴ πολλὰ ἦν τὰ κατ' αὐτῶν ἐγκλήματα, οὐκ ἠβούλετο ἀπελθὼν κατακρῖναι αὐτούς. Ἐλλειπῶς εἴρηται ὁ λόγος· θέλει γὰρ εἰπεῖν ὅτι ἠβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ' οὐχ ὡς κύριός ἐστι καὶ διδάσκαλος τῆς ὑμετέρας πίστεως. Τὸ μὲν πταῖσαι ὑμᾶς ἐν ὑμῖν, τὸ δὲ διορθῶσαι πταίοντας ἐν ἡμῖν, ἵνα συνεργοὶ τῆς κατὰ θεὸν χαρᾶς γενώμεθα. Ἐν ὑμῖν τὸ πιστεῦσαι, ἐν ἡμῖν τὸ διορθοῦσθαι τοὺς πταίοντας, ἵνα συνεργοὶ γενώμεθα τῆς χάριτος τοῦ θεοῦ. χαρὰν δὲ τὴν κατὰ θεὸν λέγει· οὐ γὰρ ἂν αὐτοῖς εἰς κοσμικὴν χαρὰν συνήργησεν ὁ ἀπόστολος. Εἰπὼν τῇ πίστει, ἐνέφηνεν ὅτι τοῖς ἔργοις ἀπολιμπάνονται. διὸ ὡς ἄκαρπον ἔχουσι τὴν πίστιν καὶ ἔτι ἀτελὲς οὖσαν, συνεργὸν αὐτοῖς εἶναί φησιν. 2 Kor 2, Διὰ τοῦτο οὐκ ἦλθον, οὐχ ἵνα μὴ λυπήσω ὑμᾶς ἀλλ' ἐμαυτόν, καὶ ἵνα μή τινας κατακρίνω ἐφ' οἷς πράττουσιν. 2 Kor 2, Οὐκ ἐκ τῶν ὁμοίων ὑμεῖς λυπεῖτέ με κἀγὼ ὑμᾶς· ὑμεῖς μὲν γὰρ ἐξ ὧν ἁμαρτάνετε λυπεῖτέ με, ἐγὼ δὲ ἐξ ὧν ἐπιπλήττω λυπῶ ὑμᾶς. ἀλλὰ εὐφραίνει ὁ λυπούμενος–ἔοικε γὰρ αἰσθόμενος λυπεῖσθαι–· ὁ γὰρ μὴ λυπηθεὶς δῆλον ὡς οὐδ' ἐφρόντισεν ἐγκληθείς. εἰ γὰρ καὶ λυπῶ ὑμᾶς, ἁρμόδιον πρᾶγμα ποιῶ, σύντεινον εἰς ἐμὴν εὐφροσύνην ἐπὶ τῇ ὑμετέρᾳ ὠφελείᾳ. 2 Kor 2,3 Τοῦτο ἔγραψα τὸ ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ἐν τῷ τέλει τῆς ἐπιστολῆς ταύτης ἔνθα κεῖται μή πως ἐλθόντα με 282 ταπεινώσῃ ὁ θεός. καὶ διὰ τοῦτο ἔγραψα, ἵνα ἐν ἡδονῇ ὑμᾶς εὕρω διορθωθέντας ἵνα μὴ λυπῆσθε. οὐ τὸ ἐμαυτοῦ δὲ σκοπῶν τοῦτο εἶπον ἀλλὰ τὸ ὑμέτερον· οἶδα γὰρ ὅτι ἐὰν ἴδητέ με χαίροντα χαίρετε, καὶ ἐὰν εἰδῆτέ με ἀλγοῦντα ἀλγεῖτε. Ταῦτα ἔγραψα, ἵνα εἰ βούλεσθέ με ἐλθεῖν πρὸς ὑμᾶς, προδιορθώσησθε τὰ πταίσματα. 2 Kor 2,4 Δείξας ὅτι τὰ αὐτὰ πταίσματα ἴδια ποιεῖται, πένθη καὶ δάκρυα ἐνέφηνεν ἣν ἔχει πρὸς αὐτοὺς ἀγάπην. εἰπὼν ἔγραψα ὑμῖν, οὐχ ἵνα ἁπλῶς λυπηθῆτε, ἀλλ' ἵνα διαδέξηται τὴν λύπην ἡ κατὰ θεὸν χαρά. 2 Kor 2,5 Εἴ τις ἐμὲ καὶ ἀγαπῶντα λελύπηκεν, οὐκ ἐμὲ μόνον λελύπηκεν ἀλλ' ἀπὸ μέρους καὶ ὑμᾶς, ἵνα μὴ ἐπιβαρῶ λέγων καὶ τὸν Χριστόν· ἐσιώπησε δὲ τὸ εἰπεῖν «καὶ τὸν Χριστόν», ἵνα μὴ καὶ εἰπὼν βαρήσῃ. 2 Kor 2, Ἐπιτιμίαν λέγει τὴν κατάγνωσιν τὴν ἐκ τῶν πλειόνων. 2 Kor 2, Χαρίσασθαι αὐτῷ τοῦτο. 2 Kor 2,8–9 Ὑπηκούσατέ μοι εἰς τὸ κατακρῖναι, ὑπακούσατέ μοι καὶ εἰς τὸ ἀνακαλέσασθαι αὐτὸν κατακριθέντα. 2 Kor 2,10 Χαρίσασθε αὐτῷ, φησί, τοῦτο· γινώσκετε γὰρ ὅτι ὧν ὑμεῖς χαρίζεσθε τούτῳ κἀγὼ βούλομαι χαρίζεσθαι. διὰ δὲ τούτου δείκνυσιν ὅτι ἐκ διαθέσεως τῆς περὶ αὐτοὺς τὰ αὐτὰ αὐτοῖς φρονεῖν βούλεται. 2 Kor 2,12–13 Φαίνεται λυπηθεὶς πρὸς τοὺς ἐν Τρῳάδι, ὅτι μὴ περὶ πολλοῦ ἐποίησαν τὸν Τίτον μηδὲ κατέσχον αὐτὸν ἕως τῆς αὐτοῦ ἐπιδημίας, ἀλλ' ὡς χαῦνοι περὶ τὴν πίστιν εἴασαν ἀπελθεῖν. σωφρονίζων οὖν 283
αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθώσασθαι τὰ ἐκεῖ ὕστερον ἐπιδημῶν ὡς οὐδενὸς ὄντος τοῦ παρεμποδίζοντος. 2 Kor 2,14 Τοῦτ' ἔστι τῷ δημοσιεύοντι ἡμῶν τὰς ὕβρεις καὶ τὰς περιστάσεις τὰς διὰ Χριστόν. μείζονα δὲ χάριν ὁμολογεῖ ἐφ' οἷς θριαμβεύεσθαι καταξιοῦται διὰ Χριστόν. ταῦτα δὲ λέγει καὶ διὰ τοὺς Korινθίους· ἐδεδίει γὰρ μήποτε ὀκλάσωσιν δι' ἃς ὑπέμενον θλίψεις καὶ ἐκπέσωσι τῆς σωτηρίας. 2 Kor 2,15–16 Οἱ εἰδωλολάτραι ἐν θανάτῳ ὄντες τῷ νοητῷ διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, καὶ δευτέρῳ περιπίπτουσι θανάτῳ μὴ παραδεχόμενοι τὸ εὐαγγελικὸν κήρυγμα· οἱ δὲ διὰ τῆς νομικῆς παιδεύσεως πρὸς τὰς ἀρχὰς ἐλθόντες τῆς γνώσεως τοῦ θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, ὅμως ἐὰν πιστεύσωσι τῷ Χριστῷ, παραδέχονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ πατρὸς ἐκ ζωῆς εἰς ζωήν. Μετ' ὀλίγα ἄλλως ἑρμηνεύει τὴν περικοπὴν ταύτην. Τὰ τοιαῦτα κατορθοῦντο Χριστοῦ εἶναι εὐωδία, οὐ τῶν τυχόντων ἀλλὰ τῶν γησίως δουλευόντων τῷ θεῷ. καὶ ὡς φορτικὰ μὲν οὐ λέγει ταῦτα περὶ ἑαυτοῦ, ἐξ ὧν δὲ ἐπάγων λέγει οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, ἐπέδειξεν ἑαυτόν. 2 Kor 2,17 Καπηλεύεσθαι λέγει τὸν λόγον ἤτοι παραμιγνύμενον περιτομῇ καὶ τηρήσει σαββάτων ἢ διὰ τὸ πορισμὸν νομίζειν τινὰς τὴν εὐσέβειαν. λέγω δὲ ὅτι ἐξ εἰλικρινείας φθέγγομαι, καὶ αὐτὸ τοῦτο ἐκ θεοῦ ἔχειν φησί, καὶ οὐκ ἀπὸ οἰκείας δυνάμεως. λέγει δὲ καὶ ἄλλην διάνοιαν, ὅτι διὰ τοῦτο ἐξ εἰλικρινείας, ἐπειδὴ ἐκ θεοῦ λαλοῦμεν, οὐ παίζοντες τὰ πράγματα ἀλλὰ θεοῦ ἀποκάλυψιν κηρύττοντες. Τοῦτο λέγει, ἐπειδὴ ἦσαν καὶ ψευδαπόστολοι πορισμὸν ἡγούμενοι τὸν περὶ τῆς εὐσεβείας λόγον. εἶτα ἐπάγει ἐξ εἰλικρινείας, ἀντὶ τοῦ οὐ παίζομεν φησί τὰ πράγματα, ἀλλὰ τὴν ἐκ θεοῦ ἀποκάλυψιν κηρύττομεν οὐ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ. καπηλεύεται δὲ ὁ λόγος τοῦ θεοῦ παραμιγνύμενος περιτομῇ καὶ σαββάτῳ καὶ ἐν τῷ νομίζειν πορισμὸν εἶναι τὴν εὐσέβειαν. 284 2 Kor 3, Ἐντεῦθεν θέλει δεῖξαι ὅσον ὁ νόμος τῆς χάριτος ἀπολιμπάνεται, ἵνα μή τινες τῶν ἐκ περιτομῆς τῷ ἀξιώματι Μωϋσέως καὶ τῶν προφητῶν δυσωποῦντες τοὺς ἀπὸ τῶν ἐθνῶν εἰς τὴν τοῦ νόμου μετενέγκωσι τήρησιν. 2 Kor 3,2–3 Τοῦτ' ἔστιν αὕτη ὑμῶν ἡ πίστις καὶ ὁ βίος ἐπιστολὴ πᾶσι γίνεται καὶ γνώρισμα τοῦ ἡμετέρου κηρύγματος. ἐγγεγραμμένη δὲ πνεύματι, λέγει, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ δὲ τοῦ εἰπεῖν πλαξὶ λιθίναις καὶ καρδίαις σαρκίναις τὴν ὑπεροχὴν τῆς χάριτος πρὸς τὸν νόμον δείκνυσιν, ὅσῳ καρδία τῆς ἀψύχου πλακὸς κρείττω. δείκνυσι δὲ καὶ ὅσον ἡ χάρις τοῦ πνεύματος ἀμείνω τοῦ νόμου καὶ τῆς διακονίας τῶν προφητῶν τὸ κήρυγμα τῶν ἀποστόλων ἀνώτερον. 2 Kor 3,5 Ἀφ' ἑαυτῶν ἀντὶ τοῦ ἀπ' ἀλλήλων. 2 Kor 3, Γράμμα λέγει τὸν νόμον, πνεῦμα δὲ τὴν χάριν· ὁ γὰρ νόμος προστάσσων μέν, οὐ βοηθῶν δέ, βαρεῖ καὶ θανατοῖ διὰ τῆς κολάσεως τοὺς μὴ δυνηθέντας αὐτὸν πληρῶσαι, τὸ δὲ πνεῦμα καθαρὸν ἀπὸ ἁμαρτίας ποιοῦν καὶ παρέχον τὰ χαρίσματα δηλονότι πρὸς ζωὴν ὁδηγεῖ. 2 Kor 3,7–9 Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ' ἐν προσώπῳ Μωϋσέως ὡς ἑξῆς αὐτός φησιν· διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην. ἀλλ' οὐ βουλόμενος πρὸς τὸν προφήτην Μωϋσέα εἰπεῖν, τὸν νόμον καλεῖ Μωϋσέα, καὶ πρὸς τοῦτον ποιεῖται τὸν λόγον δεικνὺς ἐλάττονα τὴν δοθεῖσαν τῷ Μωϋσεῖ χάριν τῆς ἀποστολικῆς χάριτος. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. Μωϋσέα λέγει διακονίαν θα νάτου, θάνατον καλῶν τὸν νόμον, ἐπειδὴ θάνατον προεξένησε παρακουσθείς. ἀλλ' οὐκ ἀπὸ τούτου διαβέβληται ὁ νόμος· λέγονται γὰρ καὶ οἱ ἀπόστολοι ὀσμὴ θανάτου εἰς θάνατον. Διακονίαν δὲ πνεύματος λέγει τοὺς ἀποστόλους, καὶ διακονίαν θανάτου τὸν Μωϋσέα. ἀλλὰ φειδόμενος Μωϋσέως πλακῶν μέμνηται· Μωϋσῆς πλάκας κατήγαγεν ἐξ ὄρους, ἀπόστολοι πνεῦμα τῷ κόσμῳ ἀποσταλέντες ἐκόμισαν. 284,ξολ Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ' ἐν προσώπῳ Μωϋσέως. καὶ βουλόμενος ὧδε καὶ πρὸς τὸν Μωϋσέα εἰπεῖν, διὰ τοῦ
νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν τοῦτό φησιν, καὶ γὰρ καὶ τοὺς ἀποστόλους ὀσμὴν θανάτου εἶπεν διὰ τοὺς μὴ ὑπακούοντας τῷ κηρύγματι. ὀσμὴ δὲ θα,ξολ νάτου ἡ περὶ γεέννης ἀπειλὴ αἰώνιον ἐπάγουσα τοῖς ἀπίστοις θάνατον, καὶ ὀσμὴ ζωῆς τὸ κήρυγμα τῆς βασιλείας εἰς ζωὴν αἰώνιον διαπέμπον τοὺς ἑπομένους τῇ διδασκαλίᾳ. ἡ δὲ ὀσμὴ πρόδρομός ἐστιν τοῦ πράγματος. Διάκονον κατακρίσεως καὶ θανάτου λέγει Μωϋσέα– κατέκρινε γὰρ ἐν τῷ νόμῳ τοὺς μὴ ὑπακούοντας–καὶ διακονίαν πνεύματος τοὺς ἀποστόλους· Μωϋσῆς γὰρ τὸν νόμον κατήνεγκεν, οἱ δὲ ἀπόστολοι τὸ πνεύμα τῷ κόσμῳ διεκόμισαν. 2 Kor 3,10 Τὸ δεδοξασμένον τοῦ νόμου γράμμα ἀνεξεταζόμενον πρὸς τὴν ὑπερβάλλουσαν δόξαν τοῦ πνεύματος οὐ δεδόξασται. οὐδ' ἂν εἴποι τις δεδοξάσθαι ἐν τούτῳ τῷ λόγῳ τῆς συγκρίσεως τῆς πρὸς τὸ ὑπερέχον. 2 Kor 3,11 Ἔδειξεν ὅτι δεῖ παύσασθαι καὶ ἀργῆσαι τὸν νόμον, ἀντεισαχθεῖσαν δὲ τοῦ πνεύματος τὴν χάριν διαμεῖναι. 2 Kor 3,12–14 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. ἡ ἐλπὶς ἡ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἐδήλωσε δὲ ὅτι μένει ἡ χάρις καὶ μετὰ τὴν ἀνάστασιν τὰς προσθήκας λαμβάνουσα πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ὡς γὰρ οὐκ 286 ἠδύνατο τῇ δόξῃ ... προσέχειν, οὕτως οὐκ ἐδύναντο οὐδὲ τῷ τέλει τοῦ νόμου, τοῦτ' ἔστιν ὅτι παυθήσεται ὁ νόμος. αὐτίκα φησίν· ἄχρι σήμερον ἔχουσι κάλυμμα. τὸ τέλος τοῦ νόμου, ὅταν ἀρθῇ τὸ κάλυμμα καὶ θεάσωνται τὴν δόξαν τοῦ πνεύματος, ὅτι ἐν Χριστῷ καταργεῖται, τοῦτ' ἔστι διὰ τῆς εἰς αὐτὸν πίστεως. 285,ξολ Ποίαν ἐλπίδα; ὅτι οὐ καταργεῖται ἡ τοῦ πνεύματος χάρις ὥσπερ ὁ νόμος, ἀλλὰ μένει καὶ μετὰ τὴν ἀνάστασιν. Ἡμεῖς διὰ τὴν μακαρίαν ἐλπίδα τοῦ παραμένειν τοῦ πνεύματος τὴν χάριν μετὰ παρρησίας διδάσκομεν, καὶ οὐ μιμούμεθα τὰ Μωϋσέως ἐπιτάγματα, ὃς διὰ 286,ξολ τοῦ ἐπὶ πρόσωπον καλύμματος ἐσήμανεν ὅτι οὐ δύνανται ἀτενίσαι καὶ συνιδεῖν Ἰουδαῖοι ὅτι τέλος λήψεται καὶ ἀργήσει ὁ νόμος. Μένει τὸ κάλυμμα μηδὲ ὄψιν δεικνύον ὅτι Χριστοῦ ἐλθόντος καταργεῖται ὁ νόμος. 2 Kor 3,15–16 Ὥσπερ Μωϋσῆς λαλῶν μὲν Ἰουδαίοις εἶχε τὸ κάλυμμα, ὑποστρέφων δὲ πρὸς κύριον περιαιρεῖται αὐτό, καὶ νῦν Ἰουδαῖοι μετὰ τὸ ἀναγνῶναι τὸν νόμον καὶ ἀποδοῦναι τὴν βίβλον ἀποφέρουσιν τὸ κάλυμμα ὡς ὑποστρέψαντος Μωϋσέως πρὸς κύριον. ἐὰν οὖν ἀποστὰς ἔλθῃς πρὸς τὸ πνεῦμα, περιαιρεῖταί σου τὸ κάλυμμα ὥσπερ καὶ Μωϋσέως ὑποστρέφοντος πρὸς κύριον. 2 Kor 3,17 Ὁ καταξιωθεὶς πνεύματος κυρίου οὗτος ἠλευθηρώθη τῆς κατακρίσεως τοῦ νόμου· διὰ γὰρ τοῦ πνεύματος ἐνεργεῖται τὰ χαρίσματα. καὶ ἡ δωρεὰ πρὸς τοὺς ἀξίους. 2 Kor 3,18 Ἡμεῖς, φησίν, οἱ ἀπόστολοι ἀνακεκαλυμμένῳ προσώπῳ ὁρώμεθα ὑπὸ τῶν ἀνθρώπων· εἰπὼν δὲ ἡμεῖς πάντες δείκνυσι κοινὴν τοῦ πνεύματος τὴν εὐεργεσίαν. καὶ Μωϋσέως μὲν ἡ δόξα ἀπρόσιτος ἦν Ἰσραηλίταις, ἡμῶν δὲ ἡ δόξα τοῦ θεοῦ εὐπρόσιτός ἐστιν· στηρίσαντες γὰρ ἑαυτοὺς τῇ πίστει καὶ καθάραντες κατοπτριζόμεθα τὴν δόξαν τοῦ θεοῦ, τοῦτ' ἔστι καὶ ὁρῶμεν καὶ ἀπομασσόμεθα ὡς ἐν ἐσόπτρῳ ταῖς ψυχαῖς τὴν εἰκόνα τῆς δόξης τοῦ πνεύματος. ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν μεταμορφούμεθα. ἢ οὕτως νοητέον· ἀπὸ τῆς δόξης τοῦ πνεύματος τῆς ἐνεργουμένης ἐν ἡμῖν ἐρχόμεθα 287,ξολ δηλονότι εἰς δόξαν τῆς υἱοθεσίας. τὸ δὲ καθάπερ δηλοῖ ἅτε δὴ ἀπὸ κυρίου πνεύματος. ἐπιτηρητέον δὲ ὅτι κύριον τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, οὐχὶ τὸν υἱὸν τοῦ θεοῦ. καὶ ὥσπερ ὁ μέν τις ὁρᾷ τὸ ἔσοπτρον ἐκεῖνο, ὁ δὲ δέχεται τοῦ ὁρῶντος τὸ ἴνδαλμα, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος· οἱ γὰρ τὴν δόξαν τοῦ Χριστοῦ κατοπτριζόμενοι αὐτοὶ ἀπὸ τῆς δόξης ὁμοιότητά τινα ἀποφέροντες εἰς δόξαν, τοῦτ' ἔστιν ἐπισπῶνται καὶ λαμβάνουσι δόξαν τῆς πνευματικῆς εἰκόνος. 286.30 Μεταμορφούμεθα ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν, καὶ ἀπὸ δόξης οὐ 287 τῆς τοῦ νόμου ἀλλὰ τῆς τοῦ πνεύματος, εἰς δόξαν τὴν τῆς υἱοθεσίας· λουτροῦ γὰρ τυχόντες εἰς υἱοθεσίαν ἐρχόμεθα. 2 Kor 4, Τὴν τῆς χάριτος λέγει, οὐ τὴν τοῦ
νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4, Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σπουδάζουσι διὰ τὴν αἰσχύνην· οὐ γὰρ μετέχει παρρησίας τὰ φαῦλα, ἀλλ' ἐν σκότει διαλανθάνει. 2 Kor 4,3 Κἂν ᾖ κεκαλυμμένον τὸ εὐαγγέλιον, τοῖς ἀπίστοις κεκάλυπται, οὐχ ὡς ἐν τῷ νόμῳ ἀπὸ παντὸς Ἰσραὴλ ἐκεκάλυπτο ἡ δόξα τοῦ προσώπου Μωϋσέως. 2 Kor 4,4 Ἐὰν μὲν ὁ θεὸς τοῦ αἰῶνος τούτου λέγηται συναπτομένης τῆς ἀναγνώσεως, καὶ τὸ ἐτύφλωσεν ἀκολουθίαν ἔχει. ἐὰν δὲ ὁ θεὸς ἐτύφλωσε, καθ' 288 ὑπερβατόν, ὡς τὸ ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ τὸ ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραώ, κατὰ τὸν ἀποδοθέντα λόγον. 287,ξολ Ὥσπερ δὲ εἴρηται ἄρχων τοῦ αἰῶνος, οὐ φύσει ἄρχων ὤν, ἀλλ' ὅτι οἱ ἀπατηθέντες ἄρχοντα ἑαυτῶν ἀνέδειξαν αὐτὸν ὑπακούοντες αὐτῷ, οὕτως καὶ ὁ 288,ξολ θεὸς τοῦ αἰῶνος τούτου προσηγόρευται, οὐχ ὡς ἀληθῶς ὢν θεός, ἀλλ' ἀφ' ὧν τὰ ἔθνη λέγουσι καὶ νομίζουσιν ὀνομαζόμενος θεός, ὡς καὶ τῶν γαστριμάργων θεὸς ἡ κοιλία καλεῖται. 2 Kor 4,5 Εἰ ἑαυτοὺς ἐκηρύξαμεν, φησίν, ἐνῆν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον· εἰ δὲ Ἰησοῦν Χριστὸν καὶ τὴν ἐκείνου δόξαν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι κατὰ τὸ λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν. Εἰ ἑαυτοὺς ἐκηρύσσομεν, ἦν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον, εἰ δὲ Χριστὸν καὶ τὴν αὐτοῦ δόξαν κηρύσσομεν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι. 2 Kor 4, Ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ διὰ Ἰησοῦν Χριστόν, δι' ἐκεῖνον. Πρὸς φωτισμὸν τῆς γνώσεως, ὅτι ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως ἐξετέθη. Ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως καὶ ἐλλάμψεως ἐγνωρίσθη· οὐ γὰρ ἄν ποτε τούτου ἐφικέσθαι ἠδυνήθη ἄνθρωπος σαρκίον περιβεβλημένος. 2 Kor 4,7–9 Δείκνυσι διὰ τούτων καὶ τῶν ἑξῆς, ὅτι οὐ συγχωρεῖ ὁ θεὸς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. εἰ γὰρ καὶ θλιβόμεθα ὑπὸ τῶν διωκόντων, ἀλλ' οὐχ οὕτω στενοχωρούμεθα ὡς μηδαμοῦ ἔχειν ἀποφυγὴν καὶ ἀπόκλισιν· πλατύνει γὰρ ὁ θεὸς τοῖς δι' εὐσέβειαν θλιβομένοις, ὅθεν καὶ ὁ Δαυίδ φησιν· ἐν θλίψει ἐπλάτυνάς με. 2 Kor 4,10 Τὴν νέκρωσιν ἀεὶ περιφέρομεν τῷ κινδυνεύειν ἀεὶ διὰ Χριστὸν κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ ὄντες. 289 2 Kor 4,11 Ὁ κύριος δι' ἡμᾶς εἰς θάνατον παρεδόθη, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν διὰ Ἰησοῦν, ἵνα κοινωνοὶ τῆς αὐτοῦ ζωῆς γενώμεθα. 2 Kor 4,12 Διὰ τὸ κήρυγμα οἱ ἀπόστολοι ἐκινδύνευον, ἐκήρυττον δὲ ἵνα ζήσωσιν οἱ πιστεύοντες, καὶ τοῦτό ἐστιν τὸ ἡ δὲ ζωὴ ἐν ὑμῖν. 2 Kor 4,13 Ἐπειδή, φησί, πνεῦμα δουλείας ἐν τῷ νόμῳ, πνεῦμα δὲ υἱοθεσίας ἐν τῇ χάριτι. εἶπε δὲ ὅτι τὸ πνεῦμα τὸ αὐτὸ ἔχομεν ὃ καὶ εἶχεν ὁ Δαυίδ, προσέθηκε τῆς πίστεως τὸ αὐτὸ πνεῦμα, οὐ τῆς νομικῆς δουλείας. Ἔχοντες, φησί, τὸ αὐτὸ πνεῦμα τῷ Δαυὶδ τῷ κατὰ πίστιν λαλήσαντι, καθὼς ἔφη· ἐπίστευσα, διὸ ἐλάλησα. εἶτα εἰπὼν πνεῦμα προσέθηκε τῆς πίστεως· τοῦτο γὰρ κοινὸν νέας καὶ παλαιᾶς μόνον, ἐπεὶ ἐν μὲν τῷ νόμῳ πνεῦμα ἦν δουλείας, ἐν δὲ τῇ χάριτι πνεῦμα υἱοθεσίας. 2 Kor 4,17–18 Εἰ θάνατοι καὶ κίνδυνοι καὶ πειρασμοὶ παρηκολούθουν, πῶς ἐλαφροτέρα ἡ θλίψις; πῶς παραυτίκα; καὶ γὰρ παρέμειναν αὐτῷ οἱ πειρασμοὶ καὶ εἰς γῆρας ἐλαύνοντο. πῶς οὖν ἐλαφρά ἐστιν ἡ θλίψις τῶν ἁγίων; ἢ δηλονότι ἀντεξαγομένη πρὸς τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ πρὸς τὰ προκείμενα ἀγαθὰ τοῖς δικαίοις· πρὸς γὰρ ταῦτα καὶ βαρύτατοι πείρας μοι ἐλαφροὶ καταφαίνονται. καὶ οὐχ ἁπλῶς ἐλαφραὶ αἱ θλίψεις ἀλλὰ καθ' ὑπερβολήν, αἵπερ θλίψεις πολὺ ὑστεροῦνται τοῦ μεγέθους τῆς δόξης· τὸ γὰρ μέγα σῶμα καὶ βαρύ ἐστιν. ἢ καὶ βάρος εἶπεν κατὰ μεταφορὰν τῶν σταθμίων· ἀντισταθμιζομένη γὰρ ταῖς θλίψεσιν ἡ δόξα βαρυτάτη πάνυ εὑρίσκεται. παραυτίκα δὲ λέγει τὸ πρόσκαιρον· κἂν γὰρ μακρὰν ᾖ τὸ θλίβον καὶ λυποῦν, ἀλλὰ πρόσκαιρον φαίνεται ὡς πρὸς τὸ τῆς δόξης ἀπέραντον. 2 Kor 5,1–2 Οἰκία σκήνους οὐ τὸ σκῆνος ἀλλ' ἡ οἰκία· ἡ γὰρ οἴκησις ἡ ἐνταῦθα παύεται, τὸ δὲ 290
σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν. 289,ξολ Οἰκίαν σκήνους λέγει τὸ σῶμα, ὅπερ, φησίν, ἐὰν καὶ διαφθαρῇ ἐν πειρασμοῖς καὶ κινδύνοις 290,ξολ διὰ Χριστόν, ἀποθησόμεθα αὐτὸ ὡς οἰκίαν φθαρτὴν καὶ ἐν ἐσχάτῳ τῶν χειροποιήτων. εὑρήσομεν δὲ ἐν οὐρανοῖς ἑτέραν οἰκίαν ἣν παρέχει ὁ θεὸς ἄφθαρτον καὶ ἀχειροποίητον. διὰ δὲ τούτων τήν τε θνητὴν διαγωγὴν καὶ τὴν ἀθάνατον ἐμφαίνει. Διὰ τοῦ ἐπενδύσασθαι δείκνυσιν ὅτι ἡ φθαρτὴ σὰρξ ἀνίσταται καὶ τὴν ἀθάνατον ἐπενδύεται· ἡ γὰρ ἐπένδυσις λέγεται πρὸς ἑτέρῳ ἐνδύματι. οἰκίαν δὲ δύο λέγει, τὴν θνητὴν καὶ τὴν προσδοκωμένην· καὶ δύο οἰκητήρια, τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν, ὅτι τὸ μὲν ἀπολυόμεθα, τὸ δὲ ἐπενδυόμεθα. οἰκητήριον δὲ λέγει τὸ ἐξ οὐρανοῦ τὴν ἐξ οὐρανῶν ἀφθαρσίαν, καθὸ οὐκ ἔστι χειροποιητὴ ἀλλὰ θεοῦ δωρεά. 2 Kor 5,3 Πάντες μὲν δίκαιοι καὶ ἄδικοι ἐνδύονται τὴν ἀφθαρσίαν. ἐὰν μέντοι τις παραδοθῇ τῇ κολάσει, οὐδὲν διαφέρει γυμνοῦ. 2 Kor 5,4 Τὸ ἀκόλουθον θέλει· ἐφ' ὃ ἐπενδύσασθαι θέλομεν τὴν ἀφθαρσίαν, ἀλλ' οὐκ αὐτὸ τὸ σῶμα ἐκδύσασθαι εἰς φθοράν. διὸ καὶ ἐπήγαγεν· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 2 Kor 5,5 Εἰς αὐτὸ τοῦτο, δηλονότι εἰς τὸ ἀφθάρτους γενέσθαι. 2 Kor 5, Ἀντὶ τοῦ πεπεισμένοι ὅτι ἐπιδημοῦντες ἐν τῷ σώματι, τοῦτ' ἔστιν ἐν σαρκὶ ἔτι διάγοντες ἐν τῷ κόσμῳ τούτῳ. 291 2 Kor 5, Διὰ πίστεως ἐλπίζομεν εἰς θεόν· οὐ γὰρ τὸ εἶδος αὐτοῦ ὁρατὸν ἡμῖν ἐστιν· τοῦτο δὲ πιστεύομεν ὅτι πρὸς αὐτὸν ἐκδημήσομεν, ὅτε αὐτὸν ὀψόμεθα καθ' ὅσον ἀνθρώπῳ θεὸν ἰδεῖν δυνατόν. σωματικῶς γὰρ καὶ Μωϋσῆς εἶδεν, καὶ ἄγγελοι ὁρῶσιν καθὼς αὐτοῖς ὁρᾶν δυνατόν· θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε καὶ πᾶν κτίσμα τῆς τοῦ θεοῦ ἀπολιμπάνεται ὄψεως. 2 Kor 5,7–9 Ἐὰν ὧδε ᾖς εὐάρεστος, ἀναντιρρήτως ἐκεῖ εὐαρεστότερος εἶ, οὐκέτι ἀγωνιζόμενος ἀλλ' ἔχων τὸ ἀσφαλὲς τῆς εὐαρεστήσεως. ἐγχωρεῖ δὲ τὸ διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους καὶ περὶ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου εἰρῆσθαι, ἐπειδὴ αὐτὸς οὐκ ἦν τῶν τεθεαμένων τὸν κύριον ἐν σαρκὶ πρὸ τοῦ πάθους. 2 Kor 5,12 Οἱ ἀρέσκοντες ἀνθρώποις καὶ μὴ δι' αὐτὴν τὴν εὐλάβειαν καυχώμενοι δηλονότι διὰ πρόσωπον ἀνθρώπων καυχῶνται· ἡ γὰρ καρδία ὑπὸ θεοῦ κατοπτεύεται. 2 Kor 5,13 Ἔκστασιν καλεῖ τὸ καύχημα. καυχώμεθα ἵνα ἐκεῖνος δοξασθῇ, σιωπῶμεν τὴν καύχησιν– ὅπερ σωφρονεῖν λέγει–ἵνα ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ καλεῖ τὸ τὸν ὀφείλοντα φεύγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι καυχᾶσθαι. Ἔκστασιν λέγει τὸ καύχημα τὸ ἐπὶ τῇ πολιτείᾳ· ἐξεστηκότων γὰρ τὸ καυχᾶσθαι, σωφρονούντων τὸ μετριάζειν. πολλάκις οὖν ἀναγκαζόμεθα ἐξίστασθαι καὶ καυχᾶσθαι, ἵνα ὁ θεὸς δι' ἡμῶν δοξασθῇ. σπουδάζομεν δὲ σωφρονεῖν καὶ μετριάζειν, ἵνα καὶ ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ λέγει τὸ τὸν ὀφείλοντα λέγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι εἰς τοῦτο ἔρχεσθαι. 292 2 Kor 5,14–15 Βουλόμενοι σιωπῆσαι ἀναγκαζόμεθα καυχᾶσθαι, συνεχόμενοι ὑπὸ τῆς Χριστοῦ ἀγάπης, ἵνα ἐκεῖνος δοξάζηται. Οἱ πάντες ἀπέθανον· τοὺς πιστοὺς λέγει καὶ διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς ζωῆς νεκρουμένους τῷ κόσμῳ. Καὶ μηκέτι ἑαυτοῖς ζῶσιν· καὶ γὰρ ἐγὼ εἰ ἐμαυτῷ ἔζων, οὐκ ἐκαυχώμην, ἐπεὶ δὲ Χριστῷ ζῶ, δι' ἐκεῖνον καὶ σιωπῶ ἂν δέῃ πρὸς τὸ ὑμῶν συμφέρον, δι' ἐκεῖνον καὶ καυχῶμαι, ἵνα ἐκεῖνος δοξασθῇ. Εἴτε ἐξιστάμεθα, φησίν, εἴτε σωφρονοῦμεν ὑμῖν, πάντα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ πράττομεν. ἐπεὶ οὖν ὁ ὑπὲρ τινῶν ἀποθνήσκων τοὺς ἤδη κατακεκριμένους θανάτου ἀπαλλάττει, καὶ ὅσον τὸ ἐφ' ἡμῖν ἀποθανόντες ἦμεν, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν. ἄρα οἱ πάντες ἀπέθανον ὅσον τῇ καταδίκῃ. τοὺς πιστοὺς δὲ λέγει οἵτινες διὰ τοῦ βαπτίσματος ἐνεκρώθησαν τῷ κόσμῳ, μηκέτι ἑαυτοῖς ζῶντες ἀλλὰ τῷ Χριστῷ· καὶ γὰρ ἀποθανὼν ὑπὲρ πάντων Χριστὸς καὶ τὸ κοινὸν χρέως ἀποδούς, ἑαυτῷ ὀφειλέτην τὸν κόσμον κατέστησεν. 2 Kor 5,16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἐπειδὴ σαρκὸς ἡ περιτομὴ καὶ τόδε φάγε καὶ τόδε μὴ φάγῃς καὶ
τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο εὐκαίρως, ἵνα τοὺς ἐν νόμῳ ὠφελήσῃ. νῦν δὲ οὐδέπω τοῦτο ... ἔγνωμεν· οὐ γὰρ βούλεται ἡμᾶς ζῆν κατὰ νόμον. Τοῦτο οὐ μόνον πρὸς τὸ νεκρῶσαι τὰς ἐπιθυμίας εἴρηται, ἀλλὰ μηδὲ πρὸς τὸ ὑπακούειν ἔτι τῷ νόμῳ· εἰ γὰρ καὶ περιετμήθη Χριστὸς καὶ γέγονεν ὑπὸ τὰς παρατηρήσεις τοῦ νόμου, ὅ ἐστιν εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ὡς ἄνθρωπος ἐπολιτεύσατο πληρῶν τὸν νόμον τῷ βίῳ· ἀποθανὼν δὲ καὶ ἀναστὰς ἄφθαρτος κατήργησε τὰ τοῦ νόμου, τῆς δὲ οὐρανίου πολιτείας ὑπέδειξε τὴν ὁδόν. διὸ καὶ οἱ βαπτιζόμενοι τὰς σωματικὰς πολιτείας ὡς ἀποθανόντες νεκροῦσιν, 293,ξολ τὴν δὲ ἐν οὐρανοῖς καθαρὰν διαγωγὴν μιμούμενοι συνάπτουσιν ἑαυτοὺς κατὰ τὴν καρδίαν θεῷ. 2 Kor 5,17 Εἴ τις ἐν Χριστῷ ζῇ καὶ βαπτίζεται, οὗτος καινή ἐστι κτίσις, οὐκέτι κατὰ νόμον ζῶν ἀλλὰ κατὰ τὴν καινὴν χάριν τοῦ πνεύματος. εἴτε γὰρ εἴποις νόμον εἴτε χάριν, πάντα ἐκ θεοῦ· οὐδὲ γάρ φαμεν μὴ ἐκ θεοῦ εἶναι τὸν νόμον, εἰ καὶ ἔλαβε τέλος. 2 Kor 5,18 Τὸ κήρυγμα εἶναί φησι διακονίαν καταλλαγῆς, δι' οὗ πιστεύοντες καταλλαγησόμεθα τῷ θεῷ. 2 Kor 5,19 Οὕτω νοητέον· ὅτι θεὸς ἦν κόσμον ἑαυτῷ καταλλάσσων ἐν Χριστῷ. οὕτως οὖν στικτέον· ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων, τοῦτ' ἔστι διὰ Χριστοῦ. 2 Kor 5, Νῦν ἡμεῖς ἀντὶ τοῦ Χριστοῦ πρεσβεύομεν παρακαλοῦντος ὑμᾶς τοῦ θεοῦ δι' ἡμῶν. εἶτα καὶ δείκνυσιν ὅτι λυπεῖται διὰ τοὺς τηροῦντας τὸν νόμον· ὑπὲρ Χριστοῦ γάρ, φησίν, οὐχ ὑπὲρ τοῦ νόμου. ὁ δὲ θεὸς δι' ἡμῶν παρακαλεῖ ὡς διὰ Χριστοῦ, οὗ ἡμεῖς διάκονοι καὶ ὑπηρέται ἐσμέν. 2 Kor 5,21 Ἔδειξεν ἐντεῦθεν ὅπως λυπεῖται διὰ τοὺς τηρεῖν τὸν νόμον φιλονεικοῦντας· τηροῦντες γὰρ νόμον, φησίν, ἁμαρτωλοὶ γεγόναμεν. Χριστὸς ἁμαρτία γέγονεν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας ἀπαλλάξῃ. θεὸς δὲ ταῦτα παρέσχεν· δέξασθε τὴν καταλλαγὴν ἀποστάντες τοῦ τὰ νόμιμα τηρεῖν. 2 Kor 6, Οὐ μόνον παρακαλεῖν ἐπέτρεπε τοῖς ἀποστόλοις ἀλλὰ καὶ συνεργεῖν καὶ συμπονεῖν αὐτοῖς πρὸς σωτηρίαν, ἵνα γνησίως τὴν παρὰ τοῦ θεοῦ δέξωνται χάριν. 294 2 Kor 6,4 Ὡς θεμέλιον ἀρραγῆ προκαταβάλλεται τὴν ὑπομονήν, ἧς ὑπούσης εὐχερές ἐστι πᾶσαν ἐπιθεῖναι ἐντολήν. 2 Kor 6, Ὅπλα δικαιοσύνης δεξιὰ τὸ ἔργων ἔχεσθαι ἀγαθῶν, ἀριστερὰ δὲ τὸ ἔργων ἀπέχεσθαι πονηρῶν, διὰ δὲ ἀμφοτέρων τούτων δικαιοσύνη κατορθοῦται· δῆλον γὰρ ὅτι ἐνὸς ἀπόντος τὸ ἕτερον ἀργὸν καθίσταται. 2 Kor 6, Διὰ δόξης μὲν τῶν δεχομένων τὸν λόγον καὶ θαυμαζόντων αὐτόν, ἀτιμίας δὲ τῶν ὑβριζόντων τοὺς πιστεύοντας· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἑξῆς. 2 Kor 6,11–13 Εἰπὼν οὐ στενοχωρεῖσθε ἐν ἡμῖν διδάσκει τοῦτο ἀντὶ τοῦ οὐ στενοχωροῦμεν ὑμᾶς τῇ σωτηρίῳ διδασκαλίᾳ οὐδὲ ἐλλείψει τῇ παρ' ἡμῶν· ἡ γὰρ καρδία ἡμῶν πεπλάτυνται καὶ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς διδασκαλίαν. καὶ ὑμεῖς οὖν ὡς κατ' ἀντίδοσιν πλατύνατε ὑμῶν τὴν διάνοιαν καὶ καταδέξασθε τὴν διδασκαλίαν· οὐχ οὕτω γὰρ ἥπλωται ὑμῶν ἡ καρδία ὡς δέξασθαι τὰς παρ' ἐμοῦ διδασκαλίας. ὥστε στενοχωρεῖσθε δι' ἑαυτοὺς οὐκ ὄντες πλειόνων παραγγελμάτων δεκτικοί. 2 Kor 7, Δέξασθε λέγοντας ἡμᾶς· ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. εἰ γὰρ σεσιωπήκειν, φησί, καὶ μὴ ἐπέπληξα, οὐκ ἐλυπεῖσθε· εἰ δὲ μὴ ἐλυπήθητε, ἐζημιώθητε ἂν μὴ μετανοοῦντες. Χαίρω, φησίν, ἐπὶ ταῖς θλίψεσιν ὑμῶν, ὅτι οὔκ εἰσι κοσμικαὶ ἀλλὰ πνευματικαί. μνημονεύει δὲ ἑξῆς τῶν διὰ Χριστὸν συμβάντων αὐτῷ ἐν τῇ Ἀσίᾳ. 2 Kor 7,12 Καὶ μὴν διὰ τοῦτο ἔγραψεν. ἀλλ' ὡς ἔοικεν καὶ ὡς ἡ ἔκβασις ἔδειξεν, οὐ διὰ τοῦτο ἔγραφον, ἀλλὰ διὰ τὸ δειχθῆναι τὴν σπουδὴν ὑμῶν καὶ τὴν ὑπακοήν· ὥστε ἑτέρου προφάσει ἕτερον κατενοήθη. 295 2 Kor 7,13 Ἐν τούτῳ ἀναπέπαυται, ὅτι ὑπήκουον αὐτοῦ τῇ διδασκαλίᾳ. 2 Kor 8, Ἐν ᾧ, φησί, πάνυ θλίβονται διωκόμενοι, ἐν τούτῳ πλέον χαίρουσιν, καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. μαρτυρεῖ δὲ τοῖς Μακεδόσιν ὁ ἀπόστολος ὅτι καὶ πτωχοὶ ὄντες δαψιλεῖς εἰς εὐποιΐαν ἐγένοντο, ἵνα καὶ οἱ Korίνθιοι πρὸς
καρποφορίαν διεγερθῶσιν. 2 Kor 8, Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰς καρποφορίαν προτρέψηται. διὰ δὲ τοῦτο εἶπε καὶ ταύτην, ἐπειδὴ εἶχον παρ' αὐτοῦ τὴν χάριν τῆς διδασκαλίας. 2 Kor 8, Διὰ τῆς ἑτέρων λέγει τῶν Μακεδόνων. 2 Kor 8,18– Τοῦτο συναπτέον πρὸς τὸ συνεπέμψαμεν τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ, ἵνα πολλῇ καὶ ἁδρᾷ τῇ παρὰ τῶν ἐξ ἐθνῶν εὐποιΐᾳ ἀρκέσωσιν ὑπηρετήσασθαι, περιστελλόμενοι καὶ φυλαττόμενοι, μή τις ἡμᾶς μωμήσηται ὡς ἐμποδίζοντας τῇ εὐποιΐᾳ τῇ εἰς τοὺς ἁγίους. Ἐνώπιον μὲν κυρίου καλὸν τὸ ὑπηρετεῖν τῇ εὐποιΐᾳ, ἐνώπιον δὲ ἀνθρώπων τὸ μὴ μωμηθῆναι καὶ διαβληθῆναι ἐν τῇ ἁδρότητι τῆς διακονίας. 2 Kor 10,2–6 Οὐχ ὡς οἱ στρατιῶται τοῦ κόσμου ὀψώνια λαμβάνουσιν, οὕτως καὶ ἡμεῖς ἐπὶ τῷ λαμβάνειν ὀψώνια κηρύττομεν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ἐπειδὴ ᾔδειν ὅτι τινὲς λόγῳ πείθονται καὶ παραινέσει, οὐκ ἐβουλήθην εὐθὺς ἀποτομίᾳ χρήσασθαι ᾗ λογίζομαι ἐπί τινας, ἐπεὶ οὐκ ἐφαίνοντο οἱ λόγῳ μόνῳ ὑπακούοντες. 296 πρῶτον δὲ λόγῳ ἐπέπληξα, ἵνα διδαχθῶσιν οἱ διὰ τούτου ἐπανορθούμενοι ἑαυτοὺς καὶ ἐλεγχθῶσιν οἱ μὴ ὑπακούοντες λόγῳ, χρῄζοντες δὲ τῆς διὰ τῶν πραγμάτων ἀποτομίας. 295,ξολ Εἰδὼς ὅτι καὶ ἀκούοντές τινες πείθονται, οὐ βούλομαι ἤδη ἀπο,ξολ τομίᾳ χρήσασθαι, ἀλλ' ὅταν ὑπακούοντες φανῶσιν, ἵνα δειχθῶσιν, τίνες οἱ λόγῳ παιδευόμενοι καὶ τίνες οἱ ἐπιστροφίας δεόμενοι. 2 Kor 10, Ἕκαστον ἀκριβῶς δοκιμάζετε τὸ κατ' ἀξίαν τῆς ἀναστροφῆς τοῦ προσώπου. τοῦτο δὲ ὁρᾷ εἰς τοὺς ἀποστόλους· ἐπειδὴ γὰρ ἔμελλεν ἐλέγχειν τοὺς ἐκ περιτομῆς, ἐκεῖνοι δὲ προεβάλλοντο Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀσφαλίσασθε, φησί, μή ποτε τὸ ἀξίωμα τῶν προσώπων μὴ ἐάσῃ ὑμᾶς τὸ ἀληθὲς συνιδεῖν. 2 Kor 10,12 Ταῦτα γράφομεν οὐ μιμούμενοι τοὺς συνιστῶντας ἑαυτούς– οὐ γὰρ καλὸν τοῦτο–· οὐ γὰρ νοοῦσιν ὅτι αὐτοὶ ἐν ἑαυτοῖς αὐτοὺς μετροῦσιν καὶ οὐκ ἄλλῳ δύνανται παρατίθεσθαι· ἄλλοις γὰρ συγκρινόμενοι οὐδέν εἰσιν. 2 Kor 10,14 Οὐχ ὡς εὐτελεῖς ἐπὶ μείζοσι καυχώμεθα ὑπὲρ τὸ ἑαυτῶν μέτρον· καὶ γὰρ ἕως ὑμῶν ἤλθομεν καὶ ἐκηρύξαμεν τὸν λόγον. 2 Kor 10,15–16 Ἐκεῖνοι τοῖς ἡμετέροις καυχῶνται καμάτοις, ἡμεῖς δὲ οὔ, ἀλλὰ κατὰ νόμον τὸν κανόνα καὶ τὸ μερισθὲν ἡμῖν μέτρον καυχώμεθα, ἐλπίζοντες αὐξηθείσης τῆς ὑμετέρας πίστεως καὶ ἐπέκεινα ὑμῶν εὐαγγελίσασθαι. κανόνα δὲ λέγει τὸ μέχρις αὐτῶν τέως ἀφικέσθαι. 2 Kor 10,17 Εἰ καὶ καυχώμεθα, ἀλλ' οὐχ ὡς συνέσει οἰκείᾳ κατορθοῦντες ἀλλὰ τῇ χάριτι τοῦ πνεύματος. 2 Kor 11, Ἀπεθάνετε, φησί, τῷ νόμῳ, ἑτέρῳ ἀνδρὶ γεγόνατε, τῷ ἐκ νεκρῶν ἀναστάντι. πῶς οὖν παρθένος ἁγνὴ πρότερον γαμουμένη; ἀλλὰ 297 διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθεῖσα καὶ εἰς ἕτερον βίον μετελθοῦσα, παρθένος ἁγνὴ δικαίως ὠνόμασται. 2 Kor 11,4 Τὸν Χριστιανισμὸν βεβαιοῖ ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ πνεύματος ἔλλαμψις. εἰ τοίνυν ταῦτα παρ' ὑμῶν μὴ ἐλάβετε, καλῶς ἐζητεῖτε τοὺς ἔτι κατὰ νόμον ζῆν βουλομένους. 2 Kor 11,10–12 Οὐ Korινθίους ὀνειδίζων τοῦτό φησιν, ἀλλὰ τοὺς ὡς ἐμπορίᾳ χρωμένους τῷ κηρύγματι ἐλέγχει. διό φησιν ὅτι οὐ παύομαι καυχώμενος, ὅτι οὐ πεποίηκα ἐμπορίαν τὸ κήρυγμα ὡς ἐκεῖνοι· οὐδὲ γὰρ ἔλαβόν τι παρ' ὑμῶν οὐδὲ λαμβάνω, οὐχ ὡς μὴ ἀγαπῶν ὑμᾶς– ἀγαπῶ γάρ–ἀλλ' ἵνα τῶν κατηγόρων ἐκκόψω τὴν πρόφασιν, ἵνα εἴτε ψευδῶς εἴτε ἀληθῶς καυχῶνται, φανερωθῶσιν ὡς καὶ ἡμεῖς πεφανερώμεθα. 2 Kor 12,2–5 Τοῦτο ἰσχυρὸν δεῖξαι ψυχὴν ἀθάνατον· εἰ γὰρ ᾔδει ὅτι θνητὴ ἦν, οὐκ ἂν ἀμφέβαλλεν, πότερον τὴν ὀπτασίαν ἐκτὸς σώματος εἶδεν ἢ ἐν σώματι. τὸ δὲ ἕως τρίτου οὐρανοῦ τοῦ διαστήματος ἔφη τὸ τρίτον· εἰ γὰρ ἦν ἕως τριῶν οὐρανῶν ἀνελθών, πάντως ἂν ἐκεῖ τὰ ἄρρητα ῥήματα ἤκουσεν καὶ οὐκ ἐν τῷ παραδείσῳ. καὶ μηδεὶς οἰέσθω τὸν παράδεισον εἶναι ὑπὲρ τὸν οὐρανόν· κατὰ γὰρ ἀνατολὰς πεφύτευται ἐπὶ τῆς γῆς ἐν τῷ τόπῳ τῷ Ἐδέμ, ὅθεν καὶ ὁ Ἀδὰμ ἐπλάσθη ὡς Μωϋσῆς ἱστορεῖ. ἀσθενείας δέ φησι
τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12, Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγει, ἐπειδὴ ἀπὸ διαβολικῆς ἐνεργείας ἐγίνοντο οἱ πειρασμοί. τὸν δὲ πειρασμὸν ὑπηρετούμενον τῷ διαβόλῳ ἄγγελον σατᾶν προσηγόρευσεν ἀπὸ μεταφορᾶς τῶν ἀγγέλων τῶν ὑπηρετουμένων θεῷ. τὸ δὲ ἐδόθη κατὰ συγχώρησιν θεοῦ νοητέον ὡς καὶ ἐπὶ τοῦ Ἰώβ· οὐ γὰρ ὁ θεὸς δίδωσι κακά. 298 2 Kor 12, Ἔχεις χάριν ἀποστολικήν, μὴ ζήτει ταύτην καὶ ἄνευ πειρασμῶν κατορθοῦν· ἡ γὰρ δύναμίς μου τελειοῦται ἐν διωγμοῖς καὶ θλίψεσιν. 2 Kor 12,13 Εἰ μὴ ἄρα μοι τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι οὐκ ἔλαβόν τι παρ' ὑμῶν εἰς διατροφὴν ἀποναρκήσας πρὸς τὴν ἔνδειαν, ἐν ᾧ εἰ καὶ ἡμαρτηκέναι με νομίζετε, σύγγνωτέ μοι καὶ χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην ἣν ἠδικεῖσθαι παρ' ἐμοῦ νομίζετε. 2 Kor 12,14 Τοῦτο μαρτύρεται αὐτοὺς πρὸς τὸ δεύτερον καὶ τρίτον γενέσθαι πρὸς αὐτοὺς διὰ τὸ κήρυγμα. 2 Kor 13,4 Ὥσπερ ὁ Χριστὸς εἴρηται ἁμαρτία καὶ κατάρα γεγονέναι, οὔτε ἁμαρτία ὢν οὔτε κατάρα, ἀλλὰ τὰ ἡμέτερα κακὰ ἰδιοποιήσατο, ἵνα ἡμᾶς ἀπ' αὐτῶν ἐξέληται· οὕτω καὶ νῦν ἐξ ἀσθενείας οὐ τῆς ἑαυτοῦ λέγεται ἐσταυρῶσθαι, ἀλλ' ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν, τὰ ὑπὲρ ἡμῶν οἰκονομῶν.

Fragments on the Second Letter to the ThessaloniansFragmenta in epistulam ii ad Thessalonicenses

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 2 Thess: Prolog Πάλιν ἐπὶ τοῖς διωγμοῖς οἷς ὑπέμενον οἱ Θεσσαλονικεῖς παραμυθεῖται αὐτούς, ἐξ αὐτοῦ τοῦ προοιμίου μνημονεύσας τῆς δικαίας καὶ μεγάλης ἀνταποδόσεως τοῦ Χριστοῦ τῆς τοὺς πονηροὺς ἀμυνομένης, τοὺς δὲ ἁγίους στεφανούσης. εἶτα ἐπειδὴ πολλὴ ζήτησις ἦν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ πότε ἐλεύσεται, καὶ περὶ τούτου διορθοῦται τὰς ὑπολήψεις, ὥστε μὴ προλαμβάνεσθαι ἢ παραφέρεσθαι ταῖς ξέναις διδασκαλίαις. ὑποτίθεται καὶ τὸν τρόπον καὶ τὴν ἀκολουθίαν τῆς παρουσίας Χριστοῦ τῆς πάλιν ἐσομένης μετὰ τὴν τοῦ ἀντιχρίστου πλάνην. 2 Thess 1,3 Ἡ μετὰ δικαιοσύνης ἀγάπη τὸ μὴ μόνον ἀγαπᾶν ἀλλὰ καὶ ἀνταγαπᾶσθαι. 2 Thess 1,6®8 Οὐκ ἀμφιβολίας ἐστὶ τὸ εἴπερ δίκαιον, ἀλλ' ἐπιτάσεως καὶ ὁμολογίας· καὶ γὰρ ἐν ἤθει εἴρηται, ὡς πολλάκις φαμέν, ἡμέρας οὔσης· «εἴπερ ἡμέρα ἔστιν». Διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν θεόν, ἀντὶ τοῦ ἐπάγοντος τιμωρίαν τοῖς ἀσεβοῦσιν. Μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρός. τὸ φοβερὸν τῆς ἐνδόξου παρουσίας παρίστησι καὶ διὰ τούτων, καὶ δι' ὧν ἐπάγει τοὺς ἠδικημένους παραθαρρύνων· μεγάλη γὰρ παραμυθία οὐ μόνον ὁ μισθὸς ὁ ὑπὲρ τῶν παθῶν ἀλλὰ καὶ ἡ κατὰ τῶν ἠδικηκότων αὐτοὺς γενομένη τιμωρία.
2 Thess 1,10 Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡ γὰρ ἐνταῦθα πίστις προευτρεπίζει τὸν μισθὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ποίᾳ; ἐν ᾗ ἥξει ὁ Χριστός. 2 Thess 2,1®4 Παραινεῖ αὐτοὺς μὴ θορυβεῖσθαι ἀκαίρως πρὸ τῆς ἐπιφανείας τοῦ κυρίου, μήτε εἰ προφῆται λέγοιεν εἶναι ἐν οἷς πνεῦμα πλάνης ἐστίν, μήτε εἰ λόγοι καὶ φῆμαι περὶ τοῦ κυρίου κατασπείροιντο, μήτε εἰ ἐπιστολήν τινες πλασάμενοι κομίζοιεν ὡς ἡμετέραν. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ 333 ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. μὴ προσδοκᾶτε, φησί, τὸν σωτῆρα πρὸ τοῦ πλάνου ὃν δεῖ πρότερον ἐλθεῖν, καθὼς ἔφην. ὑπὲρ πάντα θεὸν ἢ σέβασμα ὑπεραιρόμενον, οἷον ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὥσπερ γὰρ αὐτὸς αὐτὴν συνεστήσατο, οὕτω καὶ αὐτὸς ἀνατρέψει αὐτὴν ἐλθών, καὶ πᾶσαν αἵρεσιν, ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, ἵνα καὶ κατὰ τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ' οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανήσας.
τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πεπλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρτίας, τοῦτ' ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοικοδομήσων τὸν ναόν, καὶ στήσεται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν σέβασμα, ἀντὶ τοῦ πᾶσαν 334 αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας. 333, col 2 Διὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει.
καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ' οἷς ἐπλανήθησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας ἃς κατὰ μέρος συνερτήσατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν' ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκώς, καὶ πεπλανημένους τοὺς ἀνθρώπους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τοῦτ' ἔστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ πάντων ἀνθρώπων. 334, col 2 ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις αἵ τε παρ' Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χριστιανοῖς τῷ διαβόλῳ. ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψῖς στερρά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν' ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργῇ γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώπους. 2 Thess 2,4 Κατὰ μίμησιν τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ. 2 Thess 2,6®8a Κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον.
ἐπειδὰν οὖν, φησί, τοῦτο διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τὸ τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος ἀποκαλυφθῆναι καὶ ἐπαναστῆναι μηδενὸς κωλύοντος. ἔφη δὲ τοῦτο, ὅτι καὶ ἀρχὴν ἤδη εἴληφε τὸ μυστήριον τῆς ἀνομίας, ἐπειδὴ κατὰ τοὺς χρόνους τοὺς ἀποστολικοὺς καὶ σχίσματα καὶ αἱρέσεις γεγόνασιν, καὶ ἔκτοτε τὴν ἀπιστίαν τῶν ἀνθρώπων ὁ διάβολος διεπράττετο. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀσεβείας. καὶ γὰρ Μανιχαῖοι ἤδη εἶπον τὸν διάβολον θεὸν εἶναι τοῦ νόμου, καὶ Μαρκίων εἶπεν οὐ τὸν πατέρα εἶναι τοῦ Χριστοῦ τὸν θεὸν τοῦ νόμου καὶ τὸν πάντων μείζονα λέγουσί τινες 335 σέβειν. λέγει δὲ καὶ Χριστὸν ἑαυτὸν εἶναι ὁ Μάνης, καὶ τὸν παράκλητον ἑαυτὸν εἶναι. μόνον τὸ κατέχον ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. καὶ κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἤδη εἶπεν. καὶ νῦν τὸ κατέχον οἴδατε. 334, col 2. Τὸ κατέχον φησὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν. 335 2 Thess 2,8b®9 Τοῦτο καὶ Ἡσαΐας προλαβὼν εἶπεν· μνημονεύσας γὰρ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ.
τὸ δὲ πατάξειν αὐτὸν τὴν γῆν προεῖπε καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν εἰρηκώς· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ μετ' ὀλίγα· ἰδοὺ ἀποστελῶ ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, καὶ ἐπήγαγε· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. ἡ ζωὴ ἡμῶν ἐστιν ὁ Χριστός· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, ἐξ ἀνάγκης καταργεῖ καὶ τὸν τοῦ θανάτου πρόξενον τὸν διάβολον. κατὰ μίμησιν δὲ τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ, οὗ ἐστιν ἡ παρου σία κατ' ἐνέργειαν τοῦ σατανᾶ πάσῃ δυνάμει, σημείοις καὶ τὰ ἑξῆς. κατὰ μίμησιν τῆς σωματικῆς ἐπιδημίας τοῦ· Χριστοῦ, τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς, καὶ ἐνεργεῖ ἐν ἀνθρώπῳ, καθὼς καὶ ἤδη εἶπον. 335,col2 Τοῦτό ἐστι τὸ καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ, ὅπερ Ἡσαΐας φησίν· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.
τὸ δὲ πατάσσειν τὴν γῆν προεῖπεν καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γάρ· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης, καὶ μετ' ὀλίγα· ἰδοὺ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, τελευταῖον ἐπήγαγεν λόγον τὸ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ζωὴν ἡμῶν εἶπε τὸν Χριστὸν ὁ ἀπόστολος, καὶ ἐπήγαγεν· ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ. ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ. 336,ξολ τοῦτο ὤφειλεν πεῖσαι τοὺς Ἀπολιναρίδας καὶ τοὺς Ἀριανούς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς λόγος. κατὰ γὰρ μίμησιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ.

Fragments on the Second Letter to TimothyFragmenta in epistulam ii ad Timotheum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmenta in epistulam ii ad Timotheum (in catenis) 2 Tim 1, Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ' ἐπιταγήν, ἐν δὲ τῇ δευτέρᾳ κατ' ἐπαγγελίαν ἔφη· ἡ γὰρ ἀποστολὴ ἡ μὲν κατ' ἐπιταγὴν τοῦ θεοῦ διατάττει τὰ συμφέροντα, ἡ δὲ τοῖς ἀκούουσι ἐπαγγελίαν ζωῆς, οὐ τῆς νῦν ἀλλὰ τῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἐν τῇ πρώτῃ ἐπιστολῇ κατ' ἐπιταγὴν λέγει μέλλων διατάττειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ κατ' ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μέν, ἐπ' ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. 2 Tim 1,3 Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως. 2 Tim 1,8®10 Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐκκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν· συγκακοπάθησον τῷ εὐαγγελίῳ. ἐπήγαγε δέ· κατὰ δύναμιν θεοῦ, ἐπειδὴ αὐτὸ τὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖται βοηθείας, τοῦ καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴ καὶ ἐπὶ τῶν μετ' αὐτόν, ἀλλὰ τῷ θανάτῳ τῆς παρακοῆς ἐζοφώθη. ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσει τοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανάτῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ. Καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ εὐαγγέλιον; ὡς ἐπειράζοντο οἱ κηρύττοντες.
ἀλλ' ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησιν. –Φωτίσαντος δὲ ζωήν. τὸ ὂν φωτίζεται. ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωή, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ σωτῆρος ἡ ζωὴ φωτίζεται. 2 Tim 1,12 Ποίαν παραθήκην; τὴν ὑγιῆ διδασκαλίαν ἐδίδαξεν αὐτόν. 343 2 Tim 2,4 Ἐπειδὴ προεῖπεν, οὐ δεῖ τὸν στρατευόμενον ἐμπλέκεσθαι τῆς τοῦ βίου πραγματείας, ἐζητεῖτο δὲ λοιπὸν πῶς μὴ ἐμπλεκόμενος ἔχει τὰ πρὸς τὴν χρείαν. ἐνέφηνεν ὅτι ἀπὸ τοῦ εὐαγγελίου δεῖ ζῆν. 2 Tim 2,17 Πάθος ἐστὶν ἡ γάγγραινα, κατασήπων καὶ εὐχερῶς κατατρέχων τοῖς σώμασιν. 2 Tim 4, Οὐχ ὡς καταγινώσκων ῥᾳθυμοῦντος μαρτύρεται, ἀλλ' ἵνα ἐν τῇ μαρτυρίᾳ φυλάξῃ αὐτῷ δι' ὅλου τὴν ἑαυτοῦ πρόθεσιν. διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼ εἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειν τὸν λόγον.
2 Tim 4, Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸν τοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν εὐκαίρως δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶς εὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτικῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτον τὸν ἄνθρωπον, εἴθ' οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπιστρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον εὐκαίρως ἀλλὰ καὶ ἀκαίρως, ἵνα ᾖ τὸ ἀκαίρως τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργον ἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸ τοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιρον τοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον. καὶ τῷ σωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθους λίνοις ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιον τοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μή 344 πως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Παῦλος ὁ ἀπόστολος διωρίσατο.
2 Tim 4,5 Ἡ τῆς διακονίας πληροφορία τὸ πλῆρες καὶ ἀνελλειπὲς ὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸ πανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖς μέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδομεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσάμενοι, καὶ εἰ κακοπαθεῖν διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖς εἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν ὁ ἀπόστολος· ἔφη γάρ· κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ. 2 Tim 4, Σπένδομαι. Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸ αἷμά μου τῇ γῇ.

Fragment on the Letter to PhilemonFragmentum in epistulam ad Philemonem

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Fragmentum in epistulam ad Philemonem (in catenis) Phm 1, Ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντος εἰσάγεσθαι λόγου κατασκευαστικόν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρ Ὀνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ– ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι–, τὸ ἀξιόπιστον τῆς παρακλήσεως δείκνυσιν.

On Genesis (Sermon 1) (formerly attributed to John Chrysostom)In Genesim (sermo 1) (olim sub auctore Joanne Chrysostomo)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In Genesim (sermo 1) (olim sub auctore Joanne Chrysostomo) Λόγος εἰς τὸ, "Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν·" καὶ ὅτι τὰ θεῖα λόγια τιμιώτερα πάντων ἡδέων. αʹ. Καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ' οὐρανίοις ἄνθεσι βρύοντες. Ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. Αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυπον ἐκεῖνο κάλλος τὸ κατ' εἰκόνα Θεοῦ γεγενημένον καὶ καθ' ὁμοίωσιν. Αὕτη τοίνυν ἡ κατ' ἀρετὴν ὁμοίωσις ἵππον ἀντὶ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. Ταύτην οὖν ὅταν μεταδιώκωμεν, οὐκ ἔτι λύκος καὶ δράκων καὶ ὄφις καὶ σκορπίος ὀνομαζόμεθα, πρὸς τὴν τῶν ἀλόγων ὕβριν καταφερόμενοι· ἀλλ' εἰκὼν Θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυπον κάλλος τοῦ χαρακτῆρος σώζουσα, καὶ ἐσμὲν, καὶ λεγόμεθα, καὶ πιστευόμεθα. Δεσπότης ἐγένου τῶν ἀλόγων· μὴ μιμοῦ τῶν οἰκετῶν τὰ ἤθη· οὐκ ἐπειδὴ φαῦλα τὰ ἄλογα· οὐδὲν γὰρ παρὰ τοῦ ἀγαθοῦ κακὸν ἐκτίσθη. Μὴ γάρ τις νομιζέτω ἐν χώρᾳ κακίας τὰ ἄλογα τάττεσθαι, διὰ τὸ εἰκόνα κακίας παρῆχθαι τῶν μὴ κατ' ἀρετὴν βιούντων.
Εἰ γὰρ τοῦτο, πῶς εἶπεν ἡ Γραφὴ, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ, καὶ οὐχ ἁπλῶς καλὰ, ἀλλὰ καὶ καλὰ λίαν; Ὁπότε οὖν τὰ γεγονότα εἰς εἰκόνα κακίας παρήχθησαν (ὁ γὰρ λέων εἰκὼν τοῦ τυράννου, καὶ ὁ ὄφις τοῦ σκολιοῦ καὶ τοῦ πονηροτάτου τὸν τρόπον, καὶ ὁ σκορπίος τοῦ πλήκτου, καὶ ὁ λύκος τοῦ ἁρπακτικοῦ), ποῦ ἂν εἴη καλὰ τὰ γενόμενα, φησὶν, οὕτω προφανῶς εἰς εἰκόνα κακίας παραλαμβανόμενα; Δεῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι ταῦτα τῇ οἰκείᾳ φύσει κακὰ οὔτ' ἔστιν, οὔτε λέγεται, ἀλλὰ τοῖς ἀλόγοις πρέπουσα κατάστασις· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογικὴν φύσιν, ὑβρίζει τὴν θέαν, καὶ ἀμβλύνει τὴν λογικὴν ἐλευθερίαν. Ἔλαβες, ἄνθρωπε, τὴν δεσποτικὴν ἀξίαν· μὴ τὴν ἄτιμον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μεταδίωκε τάξιν· ὑβρίζεις γὰρ σαυτὸν, μιμούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· οὐχ ὡς τῶν ἀλόγων κακῶν ὄντων, ἢ λεγομένων, ἀλλ' ὡς τῆς ἀτίμου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις.
Ὥσπερ γάρ τις ἀνὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰν ἐνδύσηται ἢ περιβάληται δούλου στολὴν, ὑβρίζεται, καὶ καταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυπαρᾶς, ἀλλ' ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· οὕτως ἐὰν ἦθος σκορπίου καὶ λύκου ἀναλάβῃς, οὐχ ἡ φύσις τῶν ἀλόγων διαβάλλεται, ἀλλ' ἡ σὴ κατάστασις ὑβρίζεται ἡ δεσποτείαν λαχοῦσα, καὶ τὰ δούλου μεταδιώκουσα. Ταῦτα δέ μοι ἀναγκαίως παρῆκται, ἵνα μηδεὶς εἰς ὕβριν τῆς δημιουργίας ἐκλάβῃ τὰ εἰρημένα, ὡς τοῦ Θεοῦ φαῦλόν τι πεποιηκότος· πάντα γὰρ ἀληθῶς καλὰ, καὶ καλὰ λίαν, ἐὰν τὴν οἰκείαν φυλάττῃ τάξιν, καὶ τὸν οἰκεῖον μεταδιώκῃ νόμον. Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, ὅτι οὐδὲν φαῦλον γεγένηται παρὰ τοῦ Θεοῦ κατὰ φύσιν, ἐδίδαξεν ἡμᾶς ὁ Θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα λαμβάνειν. Ὑπέθηκε γάρ τινα μιμεῖσθαι τῶν ἀλόγων πλεονεκτήματα, ἵνα μὴ διαβάλλωμεν εἰς κακίαν τὰ γεγονότα, οὐ καθόλου τὴν φύσιν, ἀλλ' ὅσα ἁρμόζει λογικῇ καταστάσει.
Ἢ οὐκ ἤκουσας σήμερον τοῦ Παροιμιαστοῦ λέγοντος, Πορεύθητι πρὸς τὸν μύρμηκα, ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ; Οὐ συνῆκας πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄοκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; Οὐκ ἐδιδάξαμέν σε ῥητῶς ἀπὸ μὲν τοῦ μύρμηκος τὸ ἄοκνον, ἀπὸ δὲ τῆς μελίσσης τὸ φιλότεχνον; Ἔστι γὰρ, ἔστιν, ὡς ἔφθην εἰπὼν, ἀπανθήσασθαί τινα καὶ τῶν ἀλόγων πλεονεκτήματα ἁρμόζοντα λογικῇ καταστάσει· πλήν γε ταῦτα πρὸς ἡμετέραν λέγονται αἰσχύνην καὶ ὄνειδος. Ἐπειδὴ γὰρ Θεὸν οὐκ ἐμιμήσω, μίμησαι, φησὶ, τὸν μύρμηκα. Οὐκ εἶδές ποτε πατέρα γνήσιον ἐπιτιμῶντα τὰ τέκνα, καὶ μετὰ πολλὴν παιδείαν εἰς μίμησιν αὐτὰ οἰκετῶν ἀνάγοντα, καὶ ταῦτα προφανῶς λέγοντα· Μίμησαι κἂν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀξίᾳ, ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ 56.520 φιλάνθρωπος Θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. Καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ Θεοῦ, ἀλλ' ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικὸν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα.
Δύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ' εἰς ἀνδρείαν ἐκλάβῃς· ἄλλο γάρ ἐστι τυραννὶς, καὶ ἕτερον ἀνδρεία. Διὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ἐκ τοῦ Ἰούδα μέλλοντα ἀνατέλλειν εὐαγγελιζομένη Σωτῆρα, φησί· Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. Ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ' ἐν τῷ σύνεσιν ἀναλαμβάνειν· καθὼς καὶ ὁ Σωτὴρ τοῖς ἀποστόλοις φησί· Γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. Ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα, Γίνεσθε, λέγων, φρόνιμοι ὡς ὄφις· μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰὸν, μὴ τὸν θυμὸν, ἀλλὰ τὴν σύνεσιν. Ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου Δαυῒδ κατηγορῶν καὶ λέγων· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ Χριστοῦ τοῦ εἰπόντος· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. Ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων, ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ' ἵνα μάθῃς δόλον ἐκκλίνειν. βʹ.
Βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. Πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾷν κακίαν, ἀλλ' εἰς τὸ φεύγειν κακίαν· καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανοῤῥαφεῖν καθ' ἑτέρων, ἀλλ' εἰς τὸ τὰ ὑφ' ἑτέρων πλεκόμενα διαφεύγειν· κακοῦργος δέ ἐστιν ὁ φονεὺς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. Τοιοῦτος φρόνιμος ὁ Ἰακὼβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. Ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ Ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν Θεὸν λέγων, Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου Ἡσαὺ, ὅτι φοβοῦμαι αὐτὸν πάνυ· καὶ ἱκέτευε τὸν Θεὸν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. Ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. Τί γάρ φησι πρὸς τὸν Ἡσαύ; Εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον Θεοῦ. Καὶ εἰ μὲν ἔλεγεν ὁ Ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφὸν, κακῶς ἐλάλει· εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. Γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις· μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν· καὶ ὅπως, ἄκουε· Ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ Γραφὴ ὡς ἀσύνετον. Ἐφραῒμ γὰρ, φησὶν, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Ἐὰν οὖν τὸ ἄνουν φυγὼν, τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ λ. αὐτὴν τῇ κακίᾳ· καὶ ἀκούεις παρὰ τοῦ Κυρίου, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Μὴ τοίνυν ἁπλῶς, ἀδελφὲ, τὰς Γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ' αὐτῆς, μερίζουσα λ. μεριζούσης τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον. Θέλεις οὖν μαθεῖν; πρόσεχε ἀκριβῶς τοῖς 56.521 λεγομένοις· Καλεῖ λέοντα ἡ Γραφή· Σκύμνος γὰρ, φησὶ, λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ὧδε τὸ, Ὡς λέων, τὸ ἀνδρεῖον σημαίνει· καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· Δίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾷν κακῶς, ἀλλ' ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. Καλεῖ καὶ τὸν Σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς. Ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν Ἰουδαίων ἐβασίλευσεν ἡ Ἰούδα φυλὴ, ἐξ ἧς ὁ Σωτὴρ ἀνέτειλε.
Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ Γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ' αὐτῆς τῆς Θεότητος. Ἄκουε γοῦν οἷα ὁ προφήτης φησί· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; Κατὰ τὸ δυνατὸν τοίνυν, καὶ τὸ φοβερὸν, καὶ τὸ βασιλικὸν, λέοντι ἀπεικάζεται ὁ Χριστός. Καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατὸς, οὐδ' ὡς φοβερὸς, ἀλλ' ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός. Λέγει δὲ περὶ τούτου ὁ μακάριος Πέτρος ὁ ἀπόστολος· Ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν. Μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν. Εἶπεν ἡ Γραφὴ λέοντα καὶ λέοντα· ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατὸν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον. Οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει ἡ Γραφή· Δίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἐποίησε πρότερον τὴν εἰκόνα τοῦ δικαίου, εἶθ' οὕτως καὶ τοῦ ἀσεβοῦς. Εἶδον γὰρ, φησὶ, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου.
Ὅρα τοίνυν πῶς τὴν μὲν αὐτὴν εἰκόνα παρήγαγε, ταῖς δὲ λέξεσι τὰς ἐννοίας ἐμέρισεν. Ἐπὶ μὲν γὰρ τοῦ ἀσεβοῦς λέγει· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους· ἐπὶ δὲ τοῦ δικαίου οὐκ εἶπεν, Ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπανθήσεται, ἀλλὰ, Πληθυνθήσεται. Οὕτως οὖν καὶ τὴν μέλιτταν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ Γραφὴ διδάσκει μιμεῖσθαι πρὸς φιλοπονίαν. Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστί. Μὴ μάθῃς ὅτι κέντρον ἔχει, ἀλλ' ὅτι μέλι ἐργάζεται. Ἐὰν γὰρ μιμήσῃ τῆς μελίττης τὸ κέντρον, κατηγορεῖ σου Δαυῒδ, λέγων· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁρᾷς πῶς τοὺς πλήττοντας ἀπεικάζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δικαίους ἀπεικάζει τῇ τὸ μέλι ἀποσταζούσῃ; Χείλη γὰρ, φησὶν, ἀνδρῶν δικαίων ἀποστάζουσι σοφίαν· καὶ, Κηρίον μέλιτος λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. Τοῦτο τοίνυν, ἀγαπητοὶ, τὸ γλύκασμα τῶν ψυχῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυχῆς, καὶ τὸ κηρίον ἐργασώμεθα τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ, καὶ τὰ θεῖα λόγια λάβωμεν ὑπὲρ μέλι καὶ κηρίον.
PG 65:25Μέλι γὰρ πολὺ ἐσθιόμενον πολλάκις μεταβάλλει τὸ γλύκασμα εἰς πικρίαν, καὶ διαστρέφει τοῦ στομάχου τὴν ὄρεξιν, καὶ πᾶσαν ἀνασκευάζει τοῦ ἀνθρώπου τὴν κατάστασιν· λόγος δὲ Θεοῦ λαμβανόμενος πολὺς οὐ θολοῖ τὴν ψυχὴν, ἀλλὰ θεραπεύει· Γλύκασμα γὰρ αὐτοῦ ἴασις ψυχῆς· Διὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι διαφορὰν μέλιτος καὶ λόγου, φησίν· Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἔχωμεν οὖν, ἀγαπητοὶ, τὸ κηρίον τὸ ποικίλον, τὰ θεῖα καὶ ἱερὰ λόγια, διὰ παντός· καὶ ὥσπερ τὸ κηρίον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ διαφόρων σχημάτων ἀπαρτίζεται, ἓν δὲ ἔχει καλόν· οὕτω καὶ ἡμῖν ἔστω κηρίον ἡ θεία Γραφὴ, ἐκ πολλῶν μὲν καὶ διαφόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι διδασκαλίας ἀποστάζουσα. Τοιοῦτον ἡμῖν καὶ τὸ τῶν Πατέρων κηρίον, ἐκ διαφόρων μὲν ἡλικιῶν συνηρμοσμένον, μίαν δὲ χάριν καὶ μίαν πνευματικὴν διδασκαλίαν ἀποστάζον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
Γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ Πατρὸς, τῇ φιλοπονίᾳ τὸν λόγον αὔξοντας, τὸν θεῖον ἀπεργάζεσθαι νόμον ἐν τῇ διανοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ Θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλίας ἡμῶν, ἤγουν τὰ θεῖα νοήματα, ὥστε νομίζειν φύσεως ὅρους ἐπιγινώσκειν, τιμᾷν τε τὴν 56.522 ἀλήθειαν, καταφρονεῖν κόσμου, καὶ Θεῷ δόξαν ἀναπέμπειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

On the Passage: 'When he shall have subjected all things to him'In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joann

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In illud: Quando ipsi subiciet omnia (olim sub auctore Joanne Chrysostomo) 150 Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ ἀποστολικὸν ῥητόν· Ὅταν αὐτῷ ὑποταγῇ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι 151 αὐτῷ τὰ πάντα· καὶ εἰς τὸ Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ· καὶ εἰς τριάδα καὶ ὅτι εἰς τιμὴν τῆς τριάδος τρεῖς πατριάρχαι, τρεῖς ἱερεῖς, τρεῖς βασιλεῖς, τρεῖς ἀρεταὶ μνημονεύονται. Χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ Χριστοῦ λόγος ἐγένετο. Τοῦ ἡμετέρου λόγου ἐν ἀκμῇ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσαν δὲ δεδωκότος τοῖς ἀκροαταῖς τὴν ἀπόδειξιν– ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττομένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος· οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔτε ἐπὶ γῆς οὔτε ἐν οὐρανῷ, ὃ δύναται ἐπαξίως τὴν πολυΰμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀξίαν· πολλὰ γὰρ τοῖς προφήταις προαναπεφώνηται περὶ τῆς τοῦ κυρίου θεοφανείας, πολλὰ τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκήρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. Εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν ἀνθρωπίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς τοσαύτης ἀξίας λόγου προκειμένης; Οὐ δύναται θνητὴ γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι τοῦ θεοῦ λόγον. Τί οὖν· Κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τοὺς στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμοσύνης κομίζονται· ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες. Ἀλλ' ἐπειδή, τὸ μὲν γὰρ ἀτελεύτητον, φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην 152 τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, ὕστερον δὲ βασιλευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται δὲ ἀνεξέταστα τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἀναγκαῖον εἰπεῖν τὰ δυνατά, ἵνα μὴ ἡ ἡμετέρα σιωπὴ ὄλισθον κατασκευάσῃ τοῖς ἀγνώμοσιν. Εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ' ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες ἀπὸ τῶν προλαβόντων ἐνομίσαμεν σεσαφηνῖσθαι καὶ τὸ ὑπολιμπανόμενον. Εἷς γὰρ σκοπὸς καὶ εἷς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ' οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι· καὶ ὥςπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ' ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανῃρημένων–γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα–οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. Πανταχοῦ γὰρ τῷ ἀποστόλῳ σκοπὸς δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐδὲ τὸν υἱὸν ἀντιστατοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν Ἰουδαίων ὑπόληψιν· ἔλεγον γὰρ ὅτι Οὗτος οὐκ ἔστι παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Μίαν οὖν εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. Ἀπεδείξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι ὁ αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προςμαρτυρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν ἀξίαν κηρύττει τοῦ Χριστοῦ· καὶ ὥςπερ ἐκεῖ εἶπεν· Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, οὕτως καὶ 153 ἐπὶ τοῦ μονογενοῦς· Ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός. Τί οὖν βούλεται τὸ Ὑποταγήσεται; Φάρμακον κατασκευάζει τῆς ἑλληνικῆς νόσου· οὐ δόγμα ἐκκλησιαστικὸν εἰςάγει,
ἀλλ' ὑπόνοιαν ἑλληνικὴν ἐκβάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν νόθον ἔχουσα μηδὲ κίβδηλον, ἀλλ' εἰλικρινῆ καὶ ἄνοθον προςφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ γνησίως ὑποταγήσεται. Βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀγνώμονα. Οὐκοῦν ἵνα μάθῃς, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ Χριστῷ, τῇ ἐκκλησίᾳ ἐπιθεωρεῖται τοῦ Χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσπότην τῆς ἐκκλησίας· ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ᾖ σαφῆ τὰ λεγόμενα. Ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα Χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ Ἰουδαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσίας ἡ πηγὴ τῆς εὐεργεσίας ἠγνωμονεῖτο· ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀληθείᾳ τὰ πάντα πληρῶν· ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς. Μετά γ' οὖν τὴν ἀνάληψιν καὶ τῶν παθῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιᾶς προςκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικῆς δορυφορίας παρεστώσης, οὔκουν οὔτε ἐν τοῖς θλιβομένοις ὢν οὔτε ἐν τοῖς διω κομένοις οὔτε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμηνότα τὸν Παῦλον εἶδε κατὰ τῆς ἐκκλησίας, πολὺν πνέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν ὁ μηδαμοῦ διωκόμενος μετὰ τὸ πάθος, ἀλλ' ἐν τιμῇ τοσαύτῃ καὶ δόξῃ θεϊκῇ διάγων· Σαοὺλ Σαούλ, τί με διώκεις; Καὶ μὴν οὐ σὲ διώκω· τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν. Τί με διώκεις; Οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη. Σαοὺλ Σαούλ, τί με διώκεις; Ὁρᾷς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγράφεται τῷ Χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας; Ὥςπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι, οὕτω καὶ νῦν ὁ Παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει ὑποτάσσεσθαι. Λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν τοῦ λόγου· ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· οὐχ ὡς τῆς δεσποτικῆς φωνῆς προςδεομένης ἑτέρας μαρτυρίας, ἀλλ' ἐπειδὴ Χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπίστοις ἀπίθανος τῇ μαρτυρίᾳ· οὐ τὴν δεσποτικὴν ὀχυροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην. Παῦλος οὗτος παρ' αὐτοῦ τοῦ Χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς Χριστὸν ἀναφέρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθῃ εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ αὐτὸς ἀκολουθῶν τοῖς ἴχνεσι τῶν βασιλικῶν λόγων λέγει που ἐν μιᾷ τῶν ἐπιστολῶν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Ἔτι οὖν πάλιν Χριστὸς θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς; Ἀλλ' ὅρα τὸ ἐπαγόμενον· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκίμου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ὁρᾷς, ὅπως οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός; Ἐτίμησας ἐκκλησίαν; Χριστὸν ἐτίμησας. Ἐδίωξας ἐκκλησίαν; Εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει 155 Χριστὸν ἐδίωξας. Ἐννόησον, ὅσος ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, φησὶν ὁ σωτήρ. Γνωρίζω τὴν φωνήν, ὦ δέσποτα, πατρικῆς ἀκολουθίας ἐχομένην· καὶ γὰρ ὁ πατὴρ τοιαῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκειούμενος τὴν ὕβριν τῶν δικαίων. Ὅτε γὰρ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστιεὶμ ἐλάμβανε τὴν Σάρραν τῷ Ἀβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός· Ἀπόδος τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προςεύξεται ὑπὲρ σοῦ. Ὁ δὲ ἀπολογούμενός φησι· Κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν· ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα. Τί οὖν πρὸς αὐτὸν ὁ θεός; Κἀγὼ ᾔδειν, ὅτι ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησας· διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμέ.
Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκκλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός, τουτέστιν ἡ ἐκκλησία τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἀλλ' ἔστιν ἑτέρα ὁδὸς τῷ ἀγνωμονοῦντι. Τί γάρ; φησίν, ἡ ἐκκλησία γ' οὖν οὐχ ὑποτέτακται, ἀλλὰ τότε ὑποταγήσεται μετὰ τὴν ἀνάστασιν; Ὁ αὐτός σοι καταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετικέ. Ὁ γὰρ Χριστός, εἰπέ μοι, οὐχ ὑποτέτακται νῦν κατὰ τὸν σὸν λόγον; Τὸ γὰρ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι· οὐκ ἦν ὑποτεταγμένος· εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττὸν τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται· διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύῃ πάλιν δευ τέραν αὐτοῦ ὑποταγήν; Ἐὰν ἀκούσῃς τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με, εὐθέως προφέρεις τὸ κέρας τῆς ἀσεβείας καὶ λέγεις· Ὁρᾷς, ὡς ὑποτέτακται τῷ πατρί; Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω, εὐθέως ἐπιλαμβάνῃ τῆς λέξεως διϊσχυριζόμενος, ὡς αὐθεντίαν Χριστὸς οὐκ ἔχει, ἀλλ' ὑποτέτακται. Ἐὰν ἀκούσῃς αὐτοῦ λέγοντος· Ἐγὼ οὐδένα κρίνω, ἔστιν ὁ ζητῶν καὶ κρίνων, εὐθὺς ἁρπάζεις διὰ τῆς λέξεως τὴν ὑποταγήν. Διὰ πάντων τοίνυν δεικνὺς αὐτὸν ὑποτεταγμένον, τίνος ἕνεκεν ἀγνωμονοῦσαν εἰςάγεις ὑπόθεσιν καὶ λέγεις· Ἀκολουθῶ τῇ λέξει καὶ οὐ τῇ ἐννοίᾳ, ὅτι τότε ὑποταγήσεται ὁ πάντοτε ὑποτεταγμένος; Τί οὖν βούλεται ἡ ἔννοια; Πανταχοῦ σκοπὸς τῷ ἀποστόλῳ τὴν πολύθεον ἀφανίσαι πλάνην καὶ τὴν στάσιν τῆς ἀστάτου φύσεως ἐκβαλεῖν καὶ τὴν ὑπόνοιαν τῶν κακῶς νοούντων ἐξορίζειν. Δείκνυσι τοίνυν ὑποταγὴν οὐ βεβιασμένην, οὐκ ἠναγκασμένην, οὐ δουλοπρεποῦσαν, ἀλλὰ τὴν ὁμόνοιαν τῆς ἀξίας ἁρμόζουσαν. Ἀλλὰ μηδέν σε, ἀδελφέ, ἐπιλάβῃ τῶν προειρημένων ὅτι Ἀπ' ἐμαυτοῦ τοῦτο οὐ λαλῶ, ἐντολήν μοι δέδωκεν ὁ πατήρ, τί εἴπω καὶ τί λαλήσω· φοβοῦμαι, μὴ τὰ κατὰ τῶν αἱρετικῶν ἀγωνιστικῶς λεγόμενα εἰς δόγμα ἐκλάβῃς ἐκκλησιαστικὸν παραγραψάμενος τὴν ἔννοιαν τοῦ κηρύγματος. Ὥςπερ ὁ λόγος ἡμῖν τῇ προτέρᾳ διϊσχυρίζετο περὶ τῆς ἀποστολικῆς ἐννοίας ἀπολογούμενος, ὅτι οὐ πάντα δογματικῶς κηρύττουσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ μὲν δογματικῶς, τὰ δὲ οἰκονομικῶς ὑποτίθενται, οὕτως εὑρίσκω καὶ αὐτὴν τὴν πηγὴν τῆς ἀληθείας τὸν δεσπότην τῶν ἀποστόλων καὶ προφητῶν οὐ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ δογματικῶς φθεγγόμενον, ἀλλ' 157 οἰκονομικῶς πρὸς τὴν ἀσθένειαν τοῦ λαοῦ συγκατιόντα. Ἆρα γάρ, εἰπέ μοι ἀδελφέ, ὅταν λέγῃ ὁ τῆς ἀληθείας δεσπότης· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἀκολουθήσω τῇ λέξει· Ἀκολουθήσω τῷ ῥήματι; Ὑβρίσω τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν; Ἀλλ' οὐδὲ βουλομένῳ μοι ἀγνωμονεῖν συγχωρεῖ μοι ὁ δεσπότης· ἀποκλείσει γάρ μου τὴν κακὴν ἔννοιαν, ἐὰν κακῶς ἀκολουθήσω τῇ λέξει, κἀμοῦ τῆς φωνῆς ἐπιλαμβάνεται ὡς ἄλλως θεολογούσης τὰ ἅγια, ὡς ἁπλῶς συγχεούσης καὶ ὑβριζούσης τὴν ἀξίαν· ἐπειδή, φησί, συγκατέβην τοῖς Ἰουδαίοις καὶ εἶπον ὅτι Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής, ἥρπασας τὴν λέξιν εἰς βλασφημίαν; Οὐκ ἤκουσάς μου ἀλλαχοῦ λέγοντος· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· Τί οὖν, ἀδελφοί; Ἐναντία ἑαυτῇ προφέρει ἡ ἀλήθεια; Μὴ γένοιτο· ἀλλ' ἑτέρως μὲν πρὸς τοὺς συντρόφους τῆς ἀληθείας, ἑτέρως δὲ πρὸς τοὺς ἀπεσχοινισμένους τῆς ἀληθείας φθέγγεται οὐκ αὐτὴ μεταβαλλομένη, ἀλλὰ πρὸς τὰς προαιρέσεις ἁρμοζομένη. Διὰ τί οὖν λέγει Ἰουδαίοις· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ πατήρ μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί λαλήσω; Ἐπειδὴ ἐνόμισαν αὐτὸν ἐχθρὸν εἶναι τῷ μωσαϊκῷ νόμῳ καὶ ὑπεναντία διατάττεσθαι τῷ πατρὶ τῷ διὰ τοῦ νόμου τὸ σάββατον τιμῶντι καὶ ἐδόκει εἰς ὄψιν ἀντιπολιτεύεσθαι ἡ νέα διαθήκη τῇ παλαιᾷ καταστάσει· βουλόμενος οὖν δεῖξαι, ὡς οὐκ ἀντιπολιτεύεται τῷ θεῷ οὐδὲ ἐναντίον
κηρύττει τῷ νόμῳ, λέγει, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ὑμεῖς ὑπονοεῖτε, ἀλλ' αὐτός μοι ἐντολὴν ἔδωκεν ὁ παρ' ὑμῶν προςκυνούμενος, μονονουχὶ διδάσκων αὐτούς, ὅτι ἐὰν αὐτὰ παραγράψησθε, οὐ τὴν ἐμὴν διδασκαλίαν παραγράφεσθε, ἀλλὰ τῷ παρ' ὑμῖν ὁμολογουμένῳ θεῷ προςκρούετε· 158 ἐπεί, ἀδελφοί, οὕτως οἰκτρῶς, οὕτως ταπεινῶς, οὕτως χαμαιπετῶς ἐκλαμβάνω τοῦ Χριστοῦ τὸν λόγον, ὡς ἐν δουλικῇ τάξει παραλαμβάνειν τὴν φωνὴν λέγουσαν· Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ πατὴρ ἐντολάς μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω· ἀλλ' ὁρᾷς, εἰς ὅσον βάθος ἀσεβείας ἔρχομαι οὕτως ὑπολαμβάνων; Ποιῶ γὰρ αὐτὸν οὐ μόνον τοῦ πατρὸς κατώτερον, ἀλλὰ καὶ τῶν ἀποστόλων ἐλάττονα· καὶ ὅπως, ἄκουε. Παῦλος λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παῦλος ἄνευ ἐπιταγῆς φθέγγεται, ὁ Χριστὸς οὐδὲν λαλεῖν ἀφ' ἑαυτοῦ δύναται; Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Παύλῳ ἐπιτρέπεις καὶ ἄνευ ἐπιταγῆς γνωμοδοτεῖν, Χριστὸν δὲ ἀποκλείεις ὑπὸ ζυγὸν δουλείας καὶ τῇ λέξει ἀκολουθεῖς τῇ λεγούσῃ· Ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ; Εἶτα οὖν, ὡς ἔφθην εἰπών, ὅτι ἄλλως τοῖς συντρόφοις τῆς ἀληθείας διαλέγεται, ἄλλως τοῖς ἀπεσχοινισμένοις, μὴ γὰρ Ἰουδαῖοι ὑπενόουν αὐτὸν εἶναι υἱὸν θεοῦ; Μὴ γὰρ Ἰουδαῖοι εἰς ἔννοιαν ἐλάμβανον θεὸν λόγον; Οὐκ ἤκουσας, οἷα περὶ αὐτοῦ φασιν; Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄνθρωπον θεοῦ οὐχ ὑπελάμβανον, καὶ ἀξίαν μονογενοῦς ἐνενόουν; Ἔλεγον γ' οὖν πάλιν οἱ αὐτοὶ περὶ τοῦ σωτῆρος· Οἴδαμεν, ὅτι οὗτος ἁμαρτωλός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ· περὶ ἁμαρτωλοῦ δόξαν ἔχοντες καὶ περὶ ἀνθρώπου ἀπεσχοινισμένου ἀληθείας, ὅλως θεότητος κἂν εἰς τὴν τυχοῦσαν φαντασίαν ἐχώρουν; Πρὸς μὲν τοὺς οὕτω διακειμένους ὑποβαίνων τῇ φωνῇ καὶ διδάσκων αὐτούς, μὴ ἀντιλέγειν τῷ φαινομένῳ σχήματι νομιζομένῳ κατ' αὐτοὺς διεστάναι τῆς τοῦ θεοῦ βουλῆς, ἔλεγεν· Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, αὐτός μοι ἐντολὴν δέδωκε, τί εἴπω καὶ τί 159 λαλήσω· πρὸς δὲ τοὺς υἱοὺς τῆς πίστεως ὅρα πῶς ἀποτίθεται τὴν ὑποπίπτουσαν φωνήν, ἐνδύεται δὲ αὐθεντίαν τῆς θεϊκῆς ἀξίας καὶ λέγει· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ὁ ἰδὼν τὴν γυναῖκα τοῦ πλησίον εἰς τὸ ἐπιθυμῆσαι ἤδη ἥμαρτεν· ἐγὼ δὲ λέγω. Ὁρᾶς, ὅπως ὅπου πιστός, γυμνὴ αὐθεντία, ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία; Παιδὸς δὲ μικροῦ ἐν τῷ ὄχλῳ θλιβέντος εἶπεν· Ἐπιφύεται πάντοτε τῇ ἀκροάσει τοῦ θείου λόγου ταραχή. Ὁ γὰρ ἐχθρὸς τῶν ψυχῶν ὁ διάβολος, ἐπειδὴ βλέπει τὸν λόγον κατὰ τῆς ἑαυτοῦ πλάνης ἠκονημένα τὰ βέλη πέμποντα, συνεχῶς ἐπιθολοῖ τοὺς ἀκροατάς, ἵνα διαφεύγῃ τὸν ἔλεγχον τῆς ἀληθείας. Εὔτυχός τις νέος ἐθόλωσε τὴν Παύλου διδασκαλίαν καὶ ἐνταῦθά τις νέος ἐθόλωσε τοῦ λαοῦ τὴν ἀκρόασιν, ἵνα πλέον γυμνάσῃ τῶν ἀκροατῶν τὴν πρόθεσιν· ἡμεῖς δέ, ἀδελφοί, τῶν κυμάτων τὴν ζάλην φεύγοντες ἐπὶ τὸν εὔδιον λιμένα τῆς ἀληθείας τὸ σκάφος ὁρμήσωμεν. Οὐ γὰρ βούλομαι τὴν παρέκβασιν μηκύνουσαν ἐμποδίσαι τοῖς προκειμένοις. Ὅπου ὕποπτος ἀκροατής, ἐσχηματισμένη πρὸς οἰκονομίαν ἡ διδασκαλία, ὅπου ἀληθὴς σύντροφος τῆς εὐσεβείας, γυμνὴ ἡ αὐθεντία· πρὸς Ἰουδαίους λέγει· Ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ· πρὸς τοὺς οἰκείους τῆς πίστεως· Ἠκούσατε, ὅτι ἐρρήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω. Τὸ Ἐγὼ τὴν αὐθεντίαν δείκνυσι τοῦ λαλοῦντος· πανταχοῦ γὰρ τὸ Ἐγὼ αὐθεντίαν μαρτυρεῖ τῷ λέγοντι, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς Ἰουδαίους λέγει· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα 160 τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἡ γενομένη σήμερον τῶν εὐαγγελίων ἀνάγνωσις λύει τὴν ἀπορίαν τῆς αἱρετικῆς ὑπονοίας. Ὅτε γὰρ ὁ λεπρὸς αὐτῷ προςῆλθεν ἐκεῖνος ὁ τὸ σῶμα λεπρός, τὴν δὲ ψυχὴν λαμπρός, λέγει αὐτῷ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ἐνταῦθα ζήτησον τὸν κανόνα τῶν αἱρετικῶν· ἐχρῆν τοίνυν ἀκόλουθα τῆς ἑαυτοῦ φωνῆς εἰπεῖν· Οὐ θέλω ἐγώ, θέλει ὁ πατήρ, καθαρίσθητι· οὐκ ἦλθον γὰρ
ποιῆσαι τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· οὐκ ἤκουσάς μου λέγοντος· Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμόν; Εἰ τοίνυν βιάζει θέλημα ὑποκείμενον ἐξουσία–κατὰ τὸν τῶν ἀσεβῶν λόγον–διὰ τί δὲ αὐθεντίαν ἀπαιτεῖς παρὰ τοῦ ὑποκειμένου τῇ τοῦ πατρὸς αὐθεντίᾳ; Ἀλλ' οὐδὲν τούτων ὁ σωτὴρ εἶπε πρὸς τὸν γνησίως αὐτῷ προςελθόντα, ἀλλ' ἀποδεξάμενος αὐτοῦ τὸ εἰλικρινὲς τῆς πίστεως εἰλικρινῆ καὶ γνησίαν αὐτῷ δίδωσι τὴν σωτηρίαν· προςῆλθες ἐμοὶ πιστῶς, δέχου πιστῶς τὸ φάρμακον· θελήματι τῷ ἐμῷ ἐπιγράφεις τὴν εὐεργεσίαν, ἐκ τοῦ θελήματός μου κομίζου τὴν σωτηρίαν. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· θέλω, καθαρίσθητι. Μὴ ἕστηκε τοῖς αἱρετικοῖς τῆς ἀσεβείας ὅρος; Ὁρᾷς, ὅτι λόγῳ ὑπόκειται, ἐξ οἰκείου δὲ θελήματος αὐθεντεῖ; Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰςάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύττεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξουσίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον· ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φωνῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ· 161 εἶπε γὰρ ὁ Παῦλος· Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ. Τὸ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰςήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι τὸ πνεῦμα τὸ ἅγιον. Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασιλεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προςκυνητῆς ἀξίας. Καὶ ἵνα ἀκριβῆ λάβῃς καὶ ἐξητασμένον εὐσεβείας λόγον, ἐννόησον, ὡς ὁ μακάριος Δαυὶδ ὑμνοῦντα τὸν χορὸν τῆς κτίσεως εἰςάγων φησίν· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις καὶ τὰ ἑξῆς, ἄγγελοι, δυνάμεις, οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Μὴ ἐμνημόνευσε πνεύματος; Μὴ τὴν ἄκτιστον φύσιν τῇ κτίσει συγκατηρίθμησεν; Οἱ τρεῖς παῖδες οἱ περὶ τὸν Ἀνανίαν ἐν τῇ καμίνῳ εἰςήγαγον καὶ αὐτοὶ τὴν χοροστασίαν τῆς κτίσεως, 162 Ὑμνεῖτε, λέγοντες, ἄγγελοι κυρίου, οὐρανοὶ κυρίου, δυνάμεις κυρίου, ἥλιος καὶ σελήνη καὶ τὰ ἑξῆς. Μὴ τοῦ ἁγίου πνεύματος ἐμνήσθησαν; Μὴ τῇ κτίσει τὸν ἄκτιστον συγκατηρίθμησαν; Ὁ Παῦλος πάλιν μερίζων τὰ ἀόρατα ἀπὸ τῶν ὁρωμένων λέγει που διδάσκων· Ὅτι ἐν Χριστῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ εὐθέως ἀριθμεῖται τὰ ἀόρατα λέγων· Εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ἐπειδὴ γὰρ τὰ μὲν ὁρώμενα ἅπαντα ὡμολογημένην ἔχει τὴν δουλείαν, ἐν δὲ τοῖς ἀοράτοις ἀγγέλοις καὶ δυνάμεσι καὶ πνεῦμα ἅγιον καὶ υἱὸς καὶ πατήρ, ἵνα μὴ ἀγνοίᾳ τῆς τῶν οὐρανῶν διακοσμήσεως ὑπὸ ζυγὸν δουλείας ἑλκύσῃς τὸ δεσποτικὸν ἀξίωμα τοῦ θείου πνεύματος, τὰ μὲν ὁρώμενα οὐ διαιρεῖ οὐδὲ λέγει· Εἴτε ἥλιος, εἴτε σελήνη, εἴτε ἄστρα, πάντα δοῦλα· ταῦτα γὰρ ὁμολογουμένην ἔχει τὴν κατάστασιν, ὅτι τὰ σύμπαντα δοῦλα σά· ἐπειδὴ ἐν τοῖς ἀοράτοις ἦσαν ἀρχαὶ καὶ ἄγγελοι, ἦν δὲ ἀόρατον καὶ τὸ προςκυνητὸν πνεῦμα, ἵνα μή τις αὐτὸ συμπεριλάβῃ τοῖς ἀοράτοις, ἀπαριθμεῖται τὰ πάντα ἄνω, ἵνα ἐκβάλῃ τοῦ οἰκετικοῦ τάγματος τὸν κύριον,
ἀπαριθμεῖται τὰ προςκυνοῦντα, ἵνα ἀφορίσῃ τὸ προςκυνούμενον, εἴτε θρόνοι, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· οὐκ εἶπεν· Εἴτε πνεῦμα. Ἀλλ' ἔλθωμεν εἰς τὸ προκείμενον. Ἐὰν θέλῃς, κύριε, δύνασαί με καθαρίσαι. Εἶδεν ὁ λεπρὸς τὴν πηγάζουσαν εὐεργεσίαν, εἶδε βρύουσαν τὴν σωτηρίαν, εἶδε πολλοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους περιεστοιχισμένους τὴν πηγὴν τῆς σωτηρίας καὶ ἀποτίθεται τὸν μερισμὸν τῆς διανοίας ὁ λεπρὸς μὲν τὸ σῶμα, καθαρὸς δὲ τῇ ψυχῇ· οὐ γὰρ μεμέριστο ἡ ψυχὴ χρώμασι διαφόροις· ὥςπερ γὰρ ἀηδὴς ἡ λέπρα ἐν 163 σώματι μερίζουσα τὴν χρόαν, οὕτω ἀηδὴς ἐν ψυχῇ διπλῆ καρδία μεριζομένη πρὸς πίστιν καὶ ἀπιστίαν· ὅσην φέρει ἀηδίαν ὄψει ἡ λέπρα ὀφθαλμοῖς ἀνθρώπων, τοσαύτην φέρει ἀηδίαν ὀφθαλμοῖς θεοῦ μεμερισμένη ψυχή· διὰ τοῦτό φησιν ἡ γραφή· Οὐαὶ καρδίᾳ δισσῇ καὶ ψυχῇ παρειμένῃ καὶ ἁμαρτωλῷ βαίνοντι ἐπὶ δύο τρίβους. Ἀλλ' οὖν τοῦ προκειμένου πάλιν ἐχώμεθα. Θέλω, καθαρίσθητι. Ὦ τοῦ θαύματος. Θέλω, καθαρίσθητι. Ἔστιν, ἀδελφοί, ῥῆμα πολλάκις ἐξ αὐθεντίας, πολλάκις δὲ καὶ ἀπὸ ἀλαζονείας προφερόμενον· τὸ μὲν οὖν ἀποφθέγγεσθαι καὶ τοῦ τυχόντος, τὸ δὲ ἔργον ἀκολουθῆσαι τῇ αὐθεντίᾳ μόνου τοῦ δυναμένου. Εἰ τοίνυν εἶπε· Θέλω, καὶ οὐκ ἠκολούθησε τὸ ἔργον, ἀλαζονεία ἦν· νῦν δὲ τῇ φωνῇ ἔργον ἠκολούθησε· καὶ τὸν λόγον μὴ δυςώπει, τὸ ἔργον αἰδέσθητι. Βλέπε, ὅση διαφορὰ ἀναμέσον παλαιοῦ νόμου καὶ καινῆς χάριτος πρὸς πᾶσαν κατάστασιν. Μωϋσῆς ἐκ τοῦ ὄρους κατελθὼν πρώτῃ νομοθεσίᾳ καὶ πρώτῳ νόμῳ κελεύει τοὺς λεπροὺς ἀφορίζεσθαι τῆς παρεμβολῆς· Χριστὸς κατελθὼν ἐκ τοῦ ὄρους λεπρὸν εὐθέως καθαίρει. Ὁ μὲν γὰρ τὰ πάθη ἐξορίζει, ὁ δὲ τὰ πάθη θεραπεύει. Ἀνῆλθε Χριστὸς εἰς ὄρος, ἀνῆλθε καὶ Μωϋσῆς· ὁ μὲν ἵνα λάβῃ, ὁ δὲ ἵνα δῷ νόμον. Ἀνῆλθε Μωϋσῆς καὶ εὗρε τὸ ὄρος πεπληρωμένον σαλπίγγων, νεφέλης, βροντῶν, ἀστραπῶν, θυέλλης, γνόφου, οὐκ ἐπειδὴ ταῦτα ἔπρεπε τῇ δόξῃ τοῦ ἐπιφανέντος, ἀλλ' ἐπειδὴ ταῦτα ἐπαιδαγώγει τὸν λαὸν εἰς εὐλάβειαν· ἡ δὲ χάρις, ἀδελφοί, τοῦ Χριστοῦ ἀποτίθεται τὸν φόβον, ἐκβάλλει τὴν δουλείαν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν πνεῦμα υἱοθεσίας. Καὶ Μωϋσῆς μὲν δέδωκε δέκα ἐντολάς, Ἰησοῦς δὲ ὁ δεσπότης Μωϋ σέως ἐννέα μακαρισμούς. Ὅσοι τῶν γραφῶν ἔμπειροι, ἴσασι τὴν ἀψευδίαν τῶν εἰρημένων. Πρῶτος μακαρισμός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι. Διὰ τί οὖν ὁ νόμος ἔχει δέκα ἐντολάς, ἡ δὲ χάρις ἐννέα μακαρισμούς; Ὁ ἀριθμὸς τῶν δέκα ἐντολῶν ἰσάριθμός ἐστι ταῖς πληγαῖς ταῖς κατὰ τῶν Αἰγυπτίων· δέκα πληγαὶ κατὰ Αἰγυπτίων σωφρονίζουσαι τὴν ἀλαζονείαν, δέκα ἐντολαὶ τῷ λαῷ παιδεύουσαι τὴν ἀναισθησίαν· καὶ αὐτὸ δὲ τὸ στοιχεῖον, ἀδελφοί, δι' οὗ ὁ ἀριθμὸς τῶν δέκα γράφεται, τὸ ἰῶτα λέγω, ῥάβδου ἔχει σχῆμα καὶ τύπον· ῥάβδος γὰρ ἦν παιδεύουσα καὶ Αἰγυπτίους καὶ τὸν λαόν. Ἰησοῦς δὲ ὁ κύριος ἡμῶν δίδωσιν ἐννέα μακαρισμοὺς ἀπὸ τριπλῆς τριάδος τρίπλοκον ἐργασάμενος τῶν μακαρισμῶν τὸν στέφανον· ἐπειδή, ἀδελφοί, ἡ προςκυνητὴ τριάς, τὸ βασιλικὸν ἀξίωμα, ἡ ἄχραντος φύσις, ἡ ἀδέσποτος δεσποτεία ἐν τῇ τριάδι τὴν δόξαν ἔχει, καὶ τὸ κήρυγμα τιμᾷ ὁ θεὸς ἐπὶ γῆς καὶ τῶν ἀρετῶν τὸν ἀριθμόν, ὅταν ἰσάριθμος ᾖ τῇ ἁγίᾳ τριάδι. Οἷόν τι λέγω· πολλοὶ πατριάρχαι· καὶ ὁ θεὸς τῶν πατριαρχῶν ἑαυτὸν λέγει θεόν· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ 165 καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· οὐχ ὅτι Μωϋσέως οὐκ ἦν θεὸς ἢ ὅτι Ἰωσὴφ οὐκ ἦν θεός· πάντων γὰρ θεὸς τῶν ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· ἀλλὰ τιμᾷ ὥςπερ ἐν εἰκόνι τοῖς ἐπιγείοις τὰ
οὐράνια. Τρεῖς πατριάρχαι εἰς τιμὴν τριάδος· τρεῖς ἀρεταὶ εἰς τιμὴν τριάδος· νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη. Εἰς τρία διῄρηται ἡ κτίσις, εἰς τάξιν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Εἰς τρία τέμνονται χρόνοι, εἰς τὰ παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα. Καὶ ὥςπερ πολλοὶ πατριάρχαι, ἡ δὲ τριὰς ἤρκεσεν εἰς δοξολογίαν τοῦ πνεύματος, οὕτω πολλῶν ὄντων ἱερέων τριάδα ἱερέων ἐπιλέγεται· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουήλ. Πολλοὶ βασιλεῖς, πολλοὶ ἱερεῖς, καὶ τρεῖς οἱ μνημονευόμενοι· Πλὴν γὰρ Δαυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, φησὶν ἡ γραφή, πάντες ἥμαρτον. Ἐν καμίνῳ τρεῖς παῖδες· μετὰ Χριστοῦ εἰς τὸ ὄρος Πέτρος, Ἰάκωβος καὶ Ἰωάννης. Πολλοὶ ἐν οὐρανῷἄγγελοι, καὶ τρεῖς ἐπιφαίνονται τῷ Ἀβραάμ. Πᾶσαι αἱ ἡμέραι θεοῦ, καὶ τρεῖς ὑπηρετοῦσι τῷ μυστηρίῳ Χριστοῦ· τρεῖς ποῖαι; Λάβε τὸν Ἰσαὰκ ὃν ἠγάπησας τὸν υἱόν σου τὸν μονογενῆ καὶ πορεύου εἰς ἓν τῶν ὀρέων· καὶ ἐπορεύθη Ἀβραὰμ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἵνα ὁμοῦ δείξῃ καὶ τὸ μυστήριον· Ὥσπερ γὰρ ἐκ θανάτου ζῶντα παρέλαβε τὸν Ἰσαάκ· καὶ ὅπως, ἄκουε. Ἀφ' οὗπερ ἐκεῖνος εἰς θυσίαν παρελήφθη, τῷ πατρὶ ἀπέθανεν· οὐ γὰρ ἡ ἀπόβασις τοῦ ἔργου, ἀλλ' ἡ πρόθεσις κυροῖ τὸ ἐπάγγελμα. Νενέκρωτο Ἰσαὰκ τῷ πατρὶ ὅσον εἰς τὴν πρόθεσιν· τρίτη ἡμέρα, καὶ ἀπεδόθη ζῶν εἰς τύπον τῆς ἀναστάσεως. Ἠδύνατο καὶ Ἰωνᾶς ποιῆσαι ἐν τῇ θαλάσσῃ πολλὰς ἡμέρας, ἀλλ' οὐ ποιεῖ ἢ μόνον τὰς τρεῖς, ἵνα δείξῃ τῆς ἀναστάσεως τὸ μυστήριον. 166 Εἶτα, φησί, κἂν εὕρῃς που διῃρημένως τοιαύτας μαρτυρίας, πάλιν ὡς εἰκόνας ἀναλαμβάνεις τῆς τριάδος καὶ τῆς οἰκονομίας; Οὐ βούλει ταῦτα τὰ σημεῖα. Ἐὰν ἐγὼ λέγω, παραγράφου τὸν λόγον· εἰ δὲ θεῖον τὸ κήρυγμα, ἄκουε παρ' ἐμοῦ. Ἀλλὰ καὶ ἄκουε μετ' ἐμοῦ, ὅτι αἱ τρεῖς ἡμέραι ἑρμηνεύουσι τὸ πάθος τοῦ κυρίου. Ἐπεὶ περὶ τοῦ Ἀβραὰμ αὐτὸς ὁ σωτὴρ λέγει· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη. Ἡμέραν ποίαν; Τοῦ θανάτου. Ὁ γὰρ ἀμνὸς ὁ παραδοθεὶς ἀπὸ τοῦ δένδρου τῷ Ἀβραὰμ εἰκόνα εἶχε τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Τὸ γὰρ εἰπεῖν· Εἶδε τὴν ἡμέραν, οὐδὲν ἄλλο ποιεῖ ἢ τὸ Εἶδε τὸν θάνατον. Πόθεν τοῦτο; Καὶ ἡμεῖς πολλάκις ἐπὶ τῶν ἀνθρώπων λέγομεν· ἔφθασεν αὐτοῦ ἡ ἡμέρα, ἀντὶ τοῦ, ἡ τελευτή. Ἀλλ' οὐκ ἔστιν ἱκανὸς συνηθείας νόμος βεβαιῶσαι τὸ λεγόμενον. Τί οὖν; Ἐπὶ τὴν γραφὴν ἔλθωμεν. Λέγει που Δαυὶδ ὁ μακάριος· Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν εἰς τὸν Ἀβραάμ· ἐπὶ δὲ τὸν Ἰωνᾶν ἐπανήξω. Πάλιν γὰρ αἱ τρεῖς ἡμέραι τοῦ Ἰωνᾶ τὸ πάθος ἑρμηνεύουσι τὸ σωτήριον. Τοῦτο πάλιν αὐτὸς ὁ σωτὴρ βοᾷ· Ὥςπερ, φησίν, Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀλλ' ἓν πρὸς τοῖς προειρημένοις τῶν ἄλλων εἴπωμεν ἰσχυρότερον. Τῷ λαῷ τῷ προτέρῳ τρία ἦν τάγματα, ἱερωσύνη, βασιλεία, 167 προφητεία· ἐκτὸς οὖν τούτων τῶν τριῶν ἀρχῶν οὐκ ἦν ἄλλην ἰδεῖν ἀρχὴν ἐν Ἰουδαίοις· βασιλείαν, ἱερωσύνην, προφητείαν. Κέρας ἦν ἐλαίου, ἁγιασμοῦ. Ἓν ἦν τὸ χρίσμα, τρία δὲ τὰ δῶρα· ἓν τὸ κέρας, τρία τὰ χαρίσματα· ἔχριον γὰρ ἱερεῖς, βασιλεῖς, προφήτας. Ἀλλ' ἐπειδή τινες ἀγνοοῦσι τὴν ὑπόθεσιν, ἵνα μὴ διὰ κενῆς ὁ λόγος τρέχων ἑαυτὸν μὲν ἀναλίσκῃ, τὸν δὲ ἀκροατὴν μηδὲν ὠφελῇ, ἄκουσον συντόμως. Κέρας ἦν ὑπὸ τῶν προφητῶν κατεχόμενον, ἐχρίοντο δὲ ἀπὸ τοῦ κέρατος βασιλεῖς, προφῆται, ἱερεῖς, οὐ μεταβαλλομένου τοῦ χρίσματος, ἀλλὰ τῆς χάριτος διὰ τοῦ αὐτοῦ κέρατος παρεχομένης ἐχρίοντο βασιλεῖς, ἐχρίοντο ἱερεῖς, ἐχρίοντο προφῆται· ἓν τὸ χρίσμα, τρία δῶρα. Διὰ τί δὲ ἐν κέρατι ἦν τὸ χρίσμα; Ἐπειδὴ εἰκόνα εἶχε Χριστοῦ. Ἆρα οὐκ ἠδύνατο ἐν ἀργυρέῳ εἶναι σκεύει; Οὐκ ἠδύνατο ἐν χρυσῷ; Οὐκ ἠδύνατο ἐν ἄλλῃ τινὶ τῶν τιμιωτέρων ὑλῶν εἶναι τοσοῦτον δῶρον; Ἀλλ' οὐκ ἐγένετο, ἀλλ' ἐν κέρατι· ἐπειδήπερ, ὡς ἔφθην εἰπών, εἰκόνα εἶχε Χριστοῦ. Καὶ γὰρ ἐξανατελῶ κέρας τῷ Δαυίδ. Ὁ δὲ τῆς ἱερωσύνης καὶ τῆς
βασιλείας καὶ τῆς προφητείας κύριος γένοιτο μετὰ πάντων ὑμῶν. Ἀρχὴν γὰρ λαβόντος τοῦ κεφαλαίου τοῦ εἰς τὸ κέρας θλιβέντων τῶν ἀνθρώπων κατέπαυσεν.
Fragmenta in epistulam i ad Corinthios (in catenis) 1 Kor 1,1®2 Τοῦτο οὐχ ἁπλῶς προέθηκεν, ἀλλ' ἵνα δείξῃ ὅτι θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι καὶ τὸ ἀποστόλους εἶναι.Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Korινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν, μίαν ἐκκλησίαν καὶ θεοῦ τούτους ἀποκαλῶν· προτίθησι δὲ ἐν ΧριστῷἸησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται ΧριστοῦἸησοῦ, ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ' οὐδενὸς ἑτέρου ἢ ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει, καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν μερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμηςἸησοῦ Χριστοῦ θεραπεύων. Ἡγιασμένοις ἐν ΧριστῷἸησοῦ. οὐκ ἄνθρωπός σε, φησίν, ἡγίασεν, ἀλλ' ὁ θεὸς ἐν Χριστῷ. Εἰ γὰρ ἄνθρωπον, φησίν, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ· εἰ δὲἸησοῦν Χριστόν, ἀπὸ τούτου ὀνομάζον ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις· οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν ἐπικαλοῦσι, καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ' ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε ἀσεβῆ καινότητα 226 ἐπεισάγοντες. καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ τοῖς ἐπικαλουμένοις, θεὸν δεικνὺς τὸν υἱὸν τοῦ θεοῦ· θεὸν γάρ τις ἐπικαλεῖται. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸνἸησοῦν Χριστὸν ἐπικαλούμενός ἐστιν, μιμεῖσθε τοὺς πολλούς, ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε παρὰ τοὺς ἄλλους. τὸ δὲ αὐτῶν τε καὶ ἡμῶν τῷ κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ καὶ ἡμεῖς οἱ γράφοντες καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Χριστὸν ἔχομενἸησοῦν. 1 Kor 1,3–6 Παρ' οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε, ἀπὸ τούτου ὀμομάζεσθε· αἱ γὰρ τούτων θέσεις παραλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἀπο...εισιν εἰς τὸ ζητούμενον. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ κυρίου ἡμῶνἸησοῦ Χριστοῦ καὶ οὐκ ἀπ' ἀνθρώπων, ἀπὸ τούτου, φησίν, ὀνομάζεσθαι προσήκει.Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ παρ' αὐτοῦ πλοῦτος, εἰ παρ' αὐτοῦ γνῶσις, διὰ τί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτοῖς ἐπιτίθετε, τοῦ δὲ ὡς βαπτίσαντος, τοῦ δὲ ὡς προϊσταμένου, ἑτέρου ὡς παρέχοντος; διόπερ προϊών φησιν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;Ἐν παντὶ λόγῳ. ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων, διὰ τοῦτό φησιν· ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἐπειδὴ καὶ τῆς γνώσεως διαφοραὶ πολλαί, καὶ πάσῃ γνώσει.Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν κτωμένοις· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. 1 Kor 1,8–9 Οἱ δεόμενοι βεβαιώσεως, ἀτελεῖς ἤδη. τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως, εὐχαριστῶν μὲν ἐφ' οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ' οἷς οὐκ ἐπλήρωσαν. Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε. ἐπειδὴ εἶπεν· ὁ θεὸς βεβαιώσει, ἐπήγαγεν· πιστὸς ὁ θεός–ἀληθὴς γὰρ ὁ θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος–δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ, οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλ' εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. διὰ τί καταλιπόντες τὸ ὀνομάζεσθαι ἀπὸ τοῦ υἱοῦ οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπ' ἀνθρώπων ὀνομάζεσθε; πάλιν δὲ τὸ δι' οὗ ἐπὶ πατρὸς κεῖται, οὐ μόνον ἐπὶ υἱοῦ. καὶ οὐ καθαίρεσις τῷ πατρί, ἐπειδὴ δι' αὐτοῦ καλούμεθα εἰς κοινωνίαν 227 τοῦ υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸςῬωμαίους γέγραπται ὅτι δι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, ἤδη ὁ θεὸς διὰ μὲν τὸ ἐξ οὗ μείζων ἑαυτοῦ, διὰ δὲ τὸ δι' οὗ ἐλάττων ἑαυτοῦ ὥσπερ οὖν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν υἱὸν ἐλαττοῖ τὸ δι'
οὗ ἐπ' αὐτῷ λεγόμενον.Ὅτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν ὥστε πεῖσαι μὴ ἀπ' ἀνθρώπων ὀνομάζεσθαι αὐτούς, ἀπ' αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ' οὗ προσήκει πάντας καλεῖσθαι. οὐ περὶ δογμάτων δὲ τὸ νῦν λεγόμενον, οὐδὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν καὶ τὰ ἑξῆς δείκνυσιν. 1 Kor 1,13. α Μὴ συγκληρονόμους, φησίν, ἔχει Χριστὸς μεθ' ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας; οὐ γὰρ εἶπεν «ἐμερίσθη Χριστός;» ἀλλὰ μὴ ἐμερίσατο Χριστὸς μεθ' ὑμῶν; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γάρ· μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστός, ἡμῶν δὲ οὐδείς.Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο. τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ σωτήρ, καὶ σωτηρίαν φέρει, ἐμοί, φησί, βάρος ἐγίνετο, εἰ ἐμέλλετε ἀπ' ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι; ἐπεὶ βαπτίζει μὲν καὶ ὁ μὴ ἀπόστολος, τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι, καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι, φησίν· εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι. λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι. οὕτως καὶ ἀλλαχοῦ ὅταν λέγῃ· μὴ τῶν βοῶν μέλει τῷ θεῷ; οὐκ ἐπειδὴ οὐ μέλει· καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μωϋσῆς, ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς. φησὶ δὲ καὶ ὁ Δαυίδ· ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός. λέγει δὲ καὶ Σολομῶν· οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ, πόσῳ δὲ μᾶλλον ὁ θεός; ἀλλ' ὅ φησιν, τί ἐστιν; ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ θεῷ. καὶ ἐνταῦθα κατ' ἔλλειψιν ὡς καὶ τὸ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν. 228 1 Kor 1,17 Μεταβαίνων ἐφ' ἕτερον ἔγκλημα καὶ ἐπ' ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν τοῦ πρώτου ἐγκλήματος ἦν, τοῦ ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲἈπολλώ, τὸ δὲ οὐκ ἐν σοφίᾳ λόγον ἀρχῆς ἑτέρας οἰκονομίας. τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου πράγματος, ἀρχὴν δὲ τοῦ δευτέρου. Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται. 1 Kor 1,18–20 Ὁ λόγος ὁ τοῦ σταυροῦ. οὐ τὸ ῥῆμα λέγει οὐδὲ τὴν προφοράν, ἀλλὰ τὴν δύναμιν· τὸ μὲν γὰρ ἔργον ἀσθενὲς εἶναι φαίνεται, ἡ δὲ αἰτία ζητουμένη μέγα μυστήριον δείκνυται. Τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ἐπειδὴ τὸ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία εἰς τὸν θεοῦ λόγον λαμβάνειν τινὲς βούλονται, ἐντεῦθεν παρατηρητέον ὅτι δύναμιν θεοῦ λέγει τοῦ σταυροῦ τὸν λόγον. Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. εἰ καὶ ἀξιόπιστος καθ' ἑαυτὸν διδάσκων ὁ ἀπόστολος–Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα–ἀλλ' οὖν κέχρηται καὶ τῇ μαρτυρίᾳ τῆς παλαιᾶς διαθήκης, ἰσχυροτέραν τὴν πληροφορίαν ἐργαζόμενος τῶν μαθητῶν. χρησάμενος δὲ τῇ μαρτυρίᾳ τῇ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, λοιπὸν ὡς ἐφ' ὡμολογημένοις ἐπεξέρχεται λέγων· ποῦ σοφός; ποῦ γραμματεύς; σοφὸςἙλλήνων, γραμματεὺς δὲ τῶνἸουδαίων. 1 Kor 1,21 Δύο σοφιῶν μέμνηται· μίας τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης ἁρμονίας, ἑτέρας δὲ σοφίας καθ' ἣν λογικοὶ ὄντες οἱ ἄνθρωποι συνετοὶ τυγχάνοντες. ἐπειδὴ τοίνυν, φησί, διὰ τῆς προσούσης ἡμῖν συνέσεως οὐκ ἔγνωμεν τὸν θεόν, οὔτε διὰ τῆς ἐν τοῖς δημιουργήμασι θεωρουμένης σοφίας, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. μέγα ἐστὶν ὃ λέγει, οὐ δεικνυόμενον τοῖς ἁπλῶς παρατρέχουσιν· τὸ γὰρ δυνατὸν τοῦ θεοῦ καὶ πάνσοφον δείκνυσιν οὕτως. τὸ μέγεθος καὶ τὸ κάλλος τοῦ κόσμου, φησίν, ἀμέτρητον ὂν καὶ ἀνέφικτον, οὐκ ἔπεισεν ὑμᾶς ἐπιγνῶναι 229 τὸν θεόν, ἀλλ' ἀφέντες τὸν ποιήσαντα προσεκυνήσατε τούτοις δι' ὧν ἐχρῆν ἐπιγνῶναι τὸν ποιητὴν αὐτῶν. δεικνὺς ὑμῖν ὁ θεὸς τῆς ἑαυτοῦ
δυνάμεως τὴν ὑπερβολήν, οὓς οὐκ ἔπεισε κτίσις ἀλλὰ καὶ ἔπληξε, διὰ τῆς ὁμολογουμένης ἀσθενείας τοῦ σταυροῦ κόσμον ἐφώτισεν. 1 Kor 1,22–25 Δεικνὺς γὰρ τὴν ἀτοπίαν τῶν ἐν λογιότητι τεθαρσηκότων καὶ κοσμεῖν οἰομένων διὰ τῆς εὐγλωττίας τὴν εὐσέβειαν, φησὶν ὅτι οὐ μόνον σοφίαν τοῖςἝλλησι ζητοῦσιν οὐ χρὴ ἀποκρίνεσθαι, ἀλλ' οὐδὲ σημεῖα αἰτοῦσι τοῖςἸουδαίοις διδόναι. καὶ μὴν τὰ σημεῖα τοῦ πνεύματος, ἡ δὲ σοφία τῶν λόγων τῆς ἔξωθεν παιδείας. εἰ δὲ οὐδὲ τὰ τοῦ πνεύματος θαύματα αἰτοῦσι προσῆκεν ἤπου τε τὰ τῆς ἔξωθεν σοφίας– οὐ γὰρ πειράζουσι διδόναι ἀλλὰ πιστῶς αἰτοῦσιν–, ὁ μέντοι λόγος ἐκβέβληται πάντη ὡς ἐπιβουλεύων τῇ δόξῃ τοῦ σταυροῦ. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον καὶ τὰ ἑξῆς. δηλονότι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν κατὰ τὸν τοῦ σταυροῦ λόγον φησίν, ὡς ἀνωτέρω· ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. καὶ τὰ ἑξῆς δείκνυσι τοῦτο τρανότερον· μετὰ γὰρ τὸ φάναι· αὐτοῖς δὲ τοῖς κλητοῖς,Ἰουδαίοις τε καὶἝλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, ἐπήγαγεν· διότι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ 230 ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν. τίς δ' ἂν εἴποι τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, καὶ μωρὸν τοῦ θεοῦ περὶ ἐσταυρωμένου Χριστοῦ τὸ λεγόμενον; θεὸς λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις μέρος συμπληρωματικὸν τῆς οὐσίας τῆς πατρικῆς, ὁμοίως καὶ σοφός, ἐπειδὴ γὰρ ὅπερ οὐκ ἴσχυσεν ἡ ὁρωμένη κτίσις ἢ ἄγγελοι ἢ ἀρχάγγελοι κατιόντες οὐρανόθεν, πατριάρχαι καὶ προφῆται, νόμος ὁ διὰ Μωϋσέως, φωναὶ αἱ ἐκ μέσου τοῦ πυρὸς ἐνεχθεῖσαι πρὸς τὸν λαὸν διὰ τὸ μὴ συγχωρεῖν τὴν τῶν ἀγνωμονούντων προαίρεσιν, τοῦτο τοῦ σταυροῦ ἡ μωρία ἴσχυσεν. διὰ τοῦτο θεοῦ δύναμις καὶ θεοῦ σοφία Χριστὸς ἐσταυρωμένος, πάσης τῆς οἰκονομίας ἀνυτικώτερος καὶ πάσης τῆς κτίσεως ἀξιοπιστότερος. καὶ τοῦτο δὲ δύναμις τοῦ οἰκονομήσαντος καὶ κατορθώσαντος, ἐν τῷ μηδενὶ σώσαντος τοὺς ἀνθρώπους καὶ εἰς τὴν εἰς αὐτὸν πίστιν ἀγαγόντος. 229,ξολἘπειδὴἸουδαῖοι τοῦ θεοῦ τὸ πνεῦμα πειράζουσιν, ἀλλὰ τοῖς πιστεύουσιν χαρίζεσθαι, οὔτε μὴνἝλλησι τῇ λογιότητι κατακοσμεῖν οἰομένοις τὴν εὐσέβειαν ἀποκρίνασθαι δεῖ, εἶτα διδάσκει πῶς δοκεῖ εἶναι μωρία τὸ κήρυγμα· ἐκεῖνοι μὲν γὰρ σημεῖα καὶ σοφίαν ζητοῦσιν, ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον θεοῦ δύναμιν καὶ σοφίαν, καὶ παρὰ τοῦ ἐσταυρωμένου σωτηρίαν τοῖς πιστεύουσιν ἐπαγγελλόμεθα. 230,ξολ Οὐ χρὴ τὸν θεὸν λόγον τὸ ἀσθενὲς τοῦ θεοῦ εἰρῆσθαι, ἀλλὰ τὸν σταυρὸν τοῦ Χριστοῦ· ὁ γὰρ λόγος δυνατὸς ὡς ὁ πατήρ, οὐ δύναμις ὡς μέρος συμπληρωτικὸν τῆς οὐσίας τοῦ πατρός. οὕτω δὲ καὶ ὁ υἱὸς σοφὸς ὡς ὁ πατήρ. ἐπειδὴ δὲ ὃ οὐκ ἴσχυσαν ποιῆσαι ἄγγελοι, οὐ νόμος, οὐ προφῆται, διὰ τὸ συγχωρεῖν τὸν θεὸν τῇ τῶν ἀγνωμόνων προαιρέσει, τοῦτο ἡ δοκοῦσα τοῦ σταυροῦ μωρία ἴσχυσεν, θεοῦ δύναμις καὶ σοφία Χριστὸς ἐσταυρωμένος κηρύσσεται, ὡς ἰσχυρότερος καὶ ἀνυστικώτερος ὠφθεὶς καὶ τοὺς πιστεύοντας σώσας. 1 Kor 1,26 Τὸ κατὰ σάρκα προσέθηκεν ἀντιδιαστέλλων τῷ πνεύματι, καὶ τὰ ἑξῆς ὁμοίως κατὰ κοινοῦ ἀποδιδούς. 1 Kor 1,29 Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, τοῦτ' ἔστιν ἵνα μὴ τοῖς οἰκείοις πλεονεκτήμασιν ἐπιγράψωσι τὸ κατόρθωμα τοῦ κηρύγματος. σὰρξ δὲ εἶπεν καὶ οὐ ψυχή, ἐξευτελίζων τὰ ἀνθρώπινα καυχήματα. διὰ τί δὲ ἐνώπιον αὐτοῦ καὶ οὐκ ἐνώπιον ἀνθρώπων; ὅτι τῇ ἐπὶ τῷ θεῷ καυχήσει ἀντετάττετο ἡ ἐπὶ τοῖς ἡμετέροις πλεονεκτήμασι καύχησις· ἃ γὰρ ἐχρῆν ἐπιγράφειν θεῷ, 231 ἐπέγραφον ἀνθρώποις. διὰ τοῦτο τὸ ἐνώπιον αὐτοῦ εἴρηκεν· καὶ γὰρ ἦν ἀσεβὴς ἡ καύχησις ἐνώπιον τοῦ πάντα ὁρῶντος γινομένη. ὅτι δὲ τὸ ἐνώπιον αὐτοῦ οὐκ ἐν τῇ παρουσίᾳ εἴρηκεν, αὕτη ἡ ὅλη ὑπόθεσις δείκνυσιν· δεῖ γὰρ τοῖς ἐπὶ λόγοις καυχωμένοις καὶ ἐπὶ τῷ βαπτίζειν καυχᾶσθαι, καὶ ἐφ' ἑτέροις τισὶν ποιεῖται τὸν λόγον. 1 Kor 1,30 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε. πάντες ὁμοίως κατὰ τὸ σεσῶσθαί φασιν εἰρῆσθαι νῦν, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον, ὥς φησιν ἀλλαχοῦ· οἳ οὐκ ἐξ
αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. εἰ τοίνυν ἐξ αὐτοῦ, πῶς καυχησώμεθα ἐν ἰδίοις πλεονεκτήμασιν; τὸ δὲ ἐν ΧριστῷἸησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· οὐκ ἀνθρώπων σοφία ἔσωσεν–ἐπλανᾶτο γάρ–ἀλλ' αὐτὸς ἡμῖν σοφία γέγονεν εἰς θεογνωσίαν· οὐκ ἀνθρώπων σύνεσις ἥρπασεν, ἀλλὰἸησοῦς σταυρωθείς. οὐκ ἄνθρωποι ἀπελυτρώσαντο, ὥστε τὸ καύχημα ἀπὸ τοῦ σώσαντος γενέσθω, μὴ ἀπὸ τῶν σωθέντων. 1 Kor 2,3–Ἐφοβούμην ἀεί, μὴ τῇ ἔξωθεν παιδεύσει ἐπαρθῆτε, αὐτίκα οὐκ ἐχρησάμην τῇ πειθούσῃ σοφίᾳ. ἐν ἀσθενείᾳ δέ, λέγει, τῇ ἀπὸ τῶν διωγμῶν–τοῦτο γὰρ πανταχοῦ ἔθος αὐτῷ λέγειν–ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ τὸ ἀσθενὲς ἐξ ὧν ἐδιωκόμην. ἐπεδεικνύμην τὸν φόβον καὶ τὸν τρόμον τὸν περὶ ὑμῶν, πάντα ἤμην ταπεινός, ἵνα ὑμεῖς τούτῳ διδαχθῆτε καὶ μὴ ἐπαίρησθε.Ἐπειδὴ εἶπεν· ὁ λόγος μου, ἵνα μὴ δόξῃ τὸ ἐναντίον αὐτῷ παριστάν, τοῦτ' ἔστι τὴν εὐγλωττίαν, λέγει· καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἐπειδή ἐστι σοφία οὐ ῥημάτων ἀλλὰ γνώσεως θείας, πνεύματος καὶ δυνάμεως. ἐπειδὴ γὰρ καὶ λόγον σοφίας χορηγεῖ, ποιεῖ δὲ καὶ θαύματα τὸ πνεῦμα τὸ ἅγιον, εἶπεν· 232 ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· τὸ γὰρ λεγόμενον οὔπω ἀπόδειξις, τὸ δὲ θαῦμα τὴν ἀπόδειξιν ἔχει. 231,ξολ Δείκνυσιν ὅτι οὔτε δυναστείᾳ τινὶ ἀνθρωπίνῃ θαρσῶν ἐκήρυξεν· ἐν ἀσθενείᾳ γὰρ καὶ φόβῳ καὶ τρόμῳ καὶ ἐν τοῖς τοιούτοις ἦν ὡς ἐν διωγμοῖς ὢν καὶ θλίψεσιν. 232 1 Kor 2,Ἐπειδὴ γὰρ μόνον λέγων οὐδὲν διήλαττε τῶν σοφίᾳ χρωμένων καὶ θαρσούντων ἑαυτῶν τῷ λόγῳ, δυνάμεις δὲ ποιῶν ἔδειξε τοῦ θεοῦ τὴν ἰσχύν, κἀκεῖθεν τὸ κήρυγμα, καλῶς ἐπήγαγεν· ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπου ἀλλ' ἐν δυνάμει θεοῦ. 1 Kor 2, Τοῦτ' ἔστιν οὐκ ἐν τοῖς ἐλλογίμοις, ἀλλ' ἐν τοῖς κατ' εὐσέβειαν τελείοις. ἐν τοῖς τελείοις δὲ εἶπεν, οὐ μὴν πρὸς τοὺς τελείους, ὅτι ὁ μὲν πρὸς τοὺς τυχόντας λαλῶν καὶ ἀντίρρησιν πολλάκις ἐκδέχεται, ὁ δὲ τοῖς τελείοις καὶ εὐσεβέσι τὸν σωτήριον λόγον εἰσηγούμενος ὡς ἐναποτιθέμενος καὶ ἀποθησαυρίζων αὐτῶν ταῖς ψυχαῖς τοὺς λόγους οὐ λαλεῖ. 1 Kor 2,7–8 Εἰ ἀπεκέκρυπτο, δῆλον ὅτι οὐ λογισμῶν ἦν τὸ ἐξευρεῖν αὐτήν, ἀλλ' ἀληθῶς θεοῦ ἦν τὸ ἀποκαλύπτειν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ νοῆσαι, ἀντὶ τοῦ εἰπεῖν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἄρχοντας δὲ λέγει τοὺς περὶ Πιλάτον καὶἩρῴδην, κύριον δὲ τῆς δόξης τὸν σαρκωθέντα θεόν. 1 Kor 2,Ἡ χρῆσις αὕτη τοῖς μὲν ῥητοῖς τούτοις ἐν τῇ παλαιᾷ οὐ φέρεται, ἑτέραις δὲ λέξεσι τὸ αὐτὸ σημαινούσαις·Ἡσαΐας γάρ φησιν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; καὶ Μωϋσῆς· τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ. τὸ δὲ κρυπτὸν τοῦ θεοῦ, δηλονότι καὶ ὀφθαλμὸν καὶ καρδίαν ἐλάνθανεν. Οὐ χρὴ μέντοι νομίζειν ὅτι ἀκρίτως ὁ θεὸς τοῖς μὲν ἀπεκάλυψεν τὸ μυστήριον, τοὺς δὲ εἴασεν ἐν ἀγνοίᾳ ἀπολέσθαι, ἀλλ' εἰδέναι δεῖ καὶ πεπεῖσθαι ὅτι τῇ προγνωστικῇ αὐτοῦ δυνάμει ἑκάστῳ τὸ κατ' ἀξίαν πρὸς τὸ συμφέρον μετρήσας παρεῖχεν· προορᾷ γὰρ ἑκάστου τὴν προαίρεσιν καὶ πρὶν γενέσθαι αὐτόν. 233 1 Kor 2,10 Βάθη τοῦ θεοῦ εἶπεν τὰς βαθυτάτας αὐτοῦ καὶ διαλανθανούσας ἡμᾶς οἰκονομίας. Διὰ τούτων δείκνυσιν ὅτι ἐρευνᾷ, οὐχ ὡς ἀγνοοῦν ἀλλ' ὡς ἐπιστάμενον. ἐπειδὴ δὲ οἱ μὲν πνεῦμα νῦν τὸν πατέρα εἰρῆσθαί φασιν, οἱ δὲ τὸν υἱόν, ῥητέον πρὸς ἑκάτερα. τὸν μὲν οὖν πατέρα ἀδύνατον εἰρῆσθαι· λέγει γάρ· ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, οὐδεὶς δὲ ἐξ αὐτοῦ ἐστιν· εἰ γὰρ περὶ θεοῦ εἴρητο, ἐκ τίνος ὁ θεός; τὸν δὲ υἱὸν ὑποπτεύεσθαι μὲν ἐγχωρεῖ, εἶναι δὲ αὐτὸν περὶ οὗ ὁ λόγος οὐχ οἷόν τε· τίς γὰρ ἂν εἴποι τὸν θεὸν λόγον ἐρευνᾶν, ἵνα μάθῃ τὰ τοῦ θεοῦ; εἰ δὲ λέγοιεν διδάσκεσθαι τὸν υἱόν, πῶς ἀπὸ τῶν ἑξῆς οὐ συνεῖδον ὅτι ὡς ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ οἶδεν, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ. χωρὶς δὲ τούτου δι' ὅλου τοῦ χωρίου τὸ πνεῦμα τὸ ἅγιον δείκνυται. Παρατηρητέον δὲ ὅτι τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ θεοῦ φησιν εἶναι, τὸ δὲ ἀκάθαρτον οὐκ εἶπεν ἐκ τοῦ κόσμου ἀλλὰ τοῦ κόσμου· ὁ μὲν γὰρ
παράκλητος οὐκ ἔστιν μέρος τοῦ θεοῦ, ὡς μέρος δὲ τῆς κτίσεως ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ. 1 Kor 2,11–13 Οὐχ ἵνα δείξῃ, ὡς ἐν ἡμῖν τὸ πνεῦμα ἡμῶν κρεῖττον ἡμῶν, οὕτως καὶ ἐν τῷ θεῷ τὸ πνεῦμα κρεῖττον αὐτοῦ, αὐτίκα εἰπών· τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῶ; ἀλλὰ τί τὸ ἐν τοῦ θεοῦ; τὸ μὲν γὰρ ἐν αὐτῷ μέρος συμπληρωματικὸν τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν. παρατηρητέον δὲ ὅτι ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον δύο πρόσωπα, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἷς ἄνθρωπος. δεικνὺς τοίνυν τὴν ἀκριβῆ τῆς κατὰ τὴν γνῶσιν 234 πατρὸς καὶ πνεύματος ταυτότητα, τὴν γνῶσιν τοῦ ἐν ἡμῖν πνεύματος παρέβαλε τῇ γνώσει πατρὸς καὶ πνεύματος, ἵνα δειχθῇ, ὡς ἐν ἡμῖν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι, τοῦτ' ἔστι τῇ ψυχῇ καὶ τῷ νῷ, οὐκ ἔστι διαφωνία ἑνώσεως, ἀλλ' οἴδαμεν ὃ οἴδαμεν, οὕτως καὶ ἐν πατρὶ καὶ ἁγίῳ πνεύματι οὐκ ἔστι διαφωνία γνώσεως ἀλλὰ ταυτότης. Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, πνεύματος δεδωκότος, τοῦ νοῦ κατειληφότος. Ἃ καὶ λαλοῦμεν. πάλιν ἕτερον δείκνυσιν· οὐ μόνον φησίν, οὐχ εὑρίσκομεν ἐν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν, ἀλλὰ καὶ κηρύττομεν αὐτά, οὐ λόγοις καλλωπίζοντες ἀλλὰ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνοντες, πνεύματος δυνάμει τὰς ἐκείνου ἀποκαλύψεις καὶ νοοῦντες καὶ ἐν τάξει κηρύττοντες. Πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ὅταν γὰρ ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία ᾖ τοῦ προτέρου καὶ σαφήνεια, συγκρίνοντες οἱ δεχόμενοι τὰς ἀποκαλύψεις τὰ δεύτερα τοῖς πρώτοις, καὶ τὰ αὐτὰ εὑρίσκοντες πληροφορίαν μείζονα ἐλάμβανον τῆς ἀποκαλυφθείσης ἀληθείας. 233,ξολ.Ὁ μὲν θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πρόσωπά ἐστιν δύο, ἄνθρωπος δὲ καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῷ οὐ δύο πρόσωπα ἀλλ' εἶς ἄνθρωπος. ἀλλὰ τοῦτο λέγει· ὥσπερ ἐν ἀνθρώπῳ οὐκ ἔστι διαφωνία γνώσεως, οὕτως καὶ ἐπὶ πατρὸς καὶ πνεύματος γνῶσις μία, ὥστε κατὰ τοῦτο οὐκ ἂν ὡς ἀγνοοῦν ἠρεύνησεν τὸ πνεῦμα. εἶτα πάλιν ἐπὶ μὲν τοῦ ἀνθρώπου εἶπεν τὸ πνεῦμα τὸ ἐν αὐτῷ, ἐπὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ εἶπεν τὸ ἐν τῷ θεῷ ἀλλὰ τὸ ἐκ τοῦ θεοῦ. διαφορὰ δὲ πολλὴ τοῦ τε ἐν αὐτῷ καὶ τοῦ ἐκ τοῦ θεοῦ· 234,ξολ τὸ μὲν γὰρ ἐν αὐτῷ συμπληρωτικόν ἐστι τοῦ ὅλου ἀνθρώπου, τὸ δὲ ἐξ αὐτοῦ τὸ αἴτιον δείκνυσιν.Ἀκριβῶς τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θεοῦ εἶπεν ὡς ζῶσαν καὶ ἐνυπόστατον οὐσίαν, τὸ δὲ ἀκάθαρτον τοῦ κόσμου ὡς συμπληρωτικὸν αὐτοῦ τῆς οὐσίας· μέρος γὰρ τῆς κτίσεως αὐτοῦ ὁ διάβολος κατὰ τὸ γεγενῆσθαι. ὅμως οὐχ εὑρίσκομεν λογισμοῖς τὰ ἀποκαλυφθέντα ἡμῖν καλλωπίσαι, ἀλλὰ πνευματικοῖς πνευματικὰ συγκρίνομεν, ὅταν ἡ δευτέρα ἀποκάλυψις ἑρμηνεία καὶ σαφήνεια γένηται τοῦ πρώτου διδάγματος ἢ ὁράματος ἢ θαύματος· τὰ γὰρ δεύτερα τοῖς πρώτοις συγκρίνονται καὶ τὰ αὐτὰ εὑρίσκονται. πληροφορίαν μεγίστην λαμβάνομεν τῆς ἀληθείας ἐκ τῆς συμφωνίας. καὶ τοῦτο δὲ δηλοῖ τὸ συγκρίνοντες ἐξ ἐναντίου, καὶ τοῦτο διακρίνοντες καὶ χωρίζοντες· βέλτιον δὲ τὸ πρότερον. 1 Kor 2,14–15 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. ψυχικὸν λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς. 235 Μωρία γὰρ αὐτῷ ἐστιν. τοσοῦτον τὸ βάθος τῆς πνευματικῆς ἀποκαλύψεως ὡς τοῖς σοφοῖς τοῦ κόσμου τούτου μωρίαν φαίνεσθαι· οὕτως ἀχώρητος αὐτοῖς ἡ τοῦ θεοῦ ἀποκάλυψις. Τοῦ γὰρ ἁγίου πνεύματος χάρις δύναμιν ἐπιδεικνυμένη ἤλεγχε τὸν τεχνικόν, οὐ τεχνικῶς ἀλλ' ἰσχύϊ τῶν θαυμάτων. Οἱ πνευματικοὶ οὐ λογισμοῖς τοὺς λογισμοὺς ἀνατρέπουσιν, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ δεχόμενοι νοῦν καὶ τὴν ἐκεῖθεν ἀποκάλυψιν διαλέγονται, ὥστε ὁ ἀντιτασσόμενος οὐ λογισμοὺς ἐλέγχει, ἀλλ' ἐναντιοῦται τῇ τοῦ θεοῦ γνώσει. διὰ τοῦτό φησιν· τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τοῦτ' ἔστι τὴν γνῶσιν. 234,ξολ Ψυχικὸν δὲ λέγει τὸν στοιχοῦντα τοῖς οἰκείοις λογισμοῖς ἢ τὸν νοσοῦντα τοῖς τῆς ψυχῆς λογισμοῖς καὶ μὴ ἐρρωμένον περὶ τὴν 235,ξολ γνῶσιν τῆς ἀληθείας, ὥσπερ καὶ σαρκικὸν λέγει τὸν νοσοῦντα περὶ τὰς σαρκικὰς ἐπιθυμίας καὶ
ἡδονῶν δοῦλον. οὕτως οὖν ὁ ψυχικὸς οὐ δύναται δεκτικὸς εἶναι τῆς ἀληθείας, ἀλλ' οὕτως κεκάκωται τὴν ψυχὴν ὡς μωρίαν ἡγεῖσθαι τὴν οἰκονομίαν τοῦ θεοῦ καὶ τὴν χάριν. καὶ οὐ δυνάμενος γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ ψυχικὸς ἄνθρωπος τεχνικοὺς ἐπιζητῶν λογισμοὺς ἐπὶ τοῦ σταυροῦ ὡς μωρὸν καὶ ἀπείθανον ἀπωθεῖται τὸ κήρυγμα, καὶ μὴ ἀποβλέπων πρὸς τὰς τοῦ πνεύματος θαυματουργίας οὐδὲ νοῆσαι ἔτι δύναται, ὅτι πρὸς τὴν ἀλήθειαν ἀντιτάττεται ὑπὸ τῆς τοῦ πνεύματος δυνάμεως καὶ θαυματουργίας ἀπελεγχόμενος· τὸ γὰρ ἀνακρίνεται δηλοῖ τὸ ἀκριβῶς καὶ ἐξητασμένως ἀπελέγχεται. ὁ δὲ πνευματικός, ὁ τετυχηκὼς πνεύματος δι' ὧν ἐπιδείκνυσι σημείων, ἀπελέγχει μὲν πάντα τὰ παρὰ τοῖς ἄλλοις ἐλέγχοντα κακῶς, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀπελέγχεται. εἶτα καὶ πιστούμενος τὸν λόγον τὰ ἐκ τῆς παλαιᾶς παρατίθησι καί φησιν. 1 Kor 2,16 Συμβιβάσει· διορθώσει. ἡμεῖς νοῦν ἔχομεν Χριστοῦ τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ. 1 Kor 3,1–3 Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον εἶπον, οὐ μὴν τὴν τελείαν σοφίαν τὴν ἀποκεκρυμμένην, τὴν περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται. 236 ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι τροπικῶς γάλα καλεῖ, βρῶμα δὲ τὴν τῶν θείων δογμάτων ἀπαγγελίαν. δύναται δὲ γάλα εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ τιμᾶν πατέρα καὶ τὴν μητέρα, καὶ οὐ μοιχεύσεις καὶ τὰ ὅμοια, καὶ δεῦρο ἀκολούθει μοι. εἶτα εἰπών· σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε, τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ οὐ τὰ τοῦ θεοῦ ζητεῖτε. 1 Kor 3,Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν. 1 Kor 3,6–10 Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς. αὐτὸς δὲ ἔφη πεφυτευκέναι καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον καταβεβληκέναι θεοῦ. Παρεγγυᾷ τοῖς μετ' αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. θεμέλιον δὲ λέγει τὴν πίστιν καὶ τὸ κήρυγμα. 1 Kor 3,11–15 Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ Χριστός, ὡς ψευδόμενοι οἱἈρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός, καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους ἢ ξύλα ἢ χόρτον ἢ καλάμην. ὅταν οὖν εἴπῃ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ, οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι ἕκαστος βλεπέτω καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἢ διδασκόντων. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν, ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 237 ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός, ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός, αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ' αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή. Καθ' ὑπερβατὸν εἴρηται, ἵνα ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει, μισθὸν λήψεται, αὐτὸς δὲ σωθήσεται. εἴ τινος τὸ ἔργον καυθήσεται, ζημιωθήσεται καὶ καυθήσεται ὡς διὰ πυρός. πῶς δὲ αὐτὸς σωθήσεται, ἐὰν τὸ ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδόμησεν; οὕτως δὲ ὡς διὰ πυρὸς κρινομένου αὐτοῦ, μή τι παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόντων ἢ ὑπόμνησιν τῶν ἁμαρτανόντων κατὰ τὸνἸεζεκιήλ. 1 Kor 3,16–18 Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι δὲ ναοὺς μὲν τοῦ θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ θεοῦ λέγει. τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει. εἴ
τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν. Τοὺς κατηχθέντας καὶ δεξαμένους τὸν λόγον τῆς γνώσεως ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέντας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοικήσαντος πνεύματος· τοὺς δὲ πράξαντάς τι τῆς τοῦ πνεύματος ἐνεργείας ἄξιον, τούτους πνευματικοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκαλίαν ἐκ τῆς ἔξωθεν σοφίας παραδεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι καταλιπόντες τὸν ἐνοικοῦντα διδάσκαλον περὶ τὴν ἔξω σοφίαν ἐπλανήθησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον ἀπάτης. 238,ξολ Δι' ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστείλατο τοὺς πληττομένους τῷ ἐλέγχῳ. 1 Kor 3,21–23 Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι· εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι–διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν–, καὶ ὁ κόσμος ὑμῶν δι' οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος– εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη–· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ. Πάντα ὑφ' ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. 1 Kor 4,Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ ἀφ' ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν. 1 Kor 4,Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε–τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται–καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους τιμωμένους ὑπ' αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος. 1 Kor 4,Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν· οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· ἀνάξιον γὰρ τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην 239 δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ' ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν. 1 Kor 4,5 Δι' ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ' αὐτοῖς κατ' ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ' ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν. 1 Kor 4, Ἑαυτὸν καὶἈπολλῶ παράγει σιωπήσας
τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε. Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομαζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ' ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν. 1 Kor 4, Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα μένεις τὸν κριτήν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις; 239,ξολ Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ' οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος; 240,ξολ εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν διδάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ ἀνάξιον; Διὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι' ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν. Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα. 1 Kor 4, Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ' αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσKorῆ γέγονεν ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου θεὶς τὴν περὶ αὐτοῦ διάθεσιν δείκνυσιν· εἶτα εἰπὼν ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ἐμφαίνει ὅτι τὰ ἐκείνων κατορθώματα ἴδια λογίζεται ἀγαθά. οὐκ ἀπεικὸς καὶ ὡς ἐν ἐρωτήσει ἀναγινώσκειν τὸ ἐβασιλεύσατε καὶ ἐπλουτήσατε, ἵνα ᾖ ἐν ἤθει τὰ εἰρημένα τῷ ἤδη κεKorασμένοι ἐστέ. 1 Kor 4,Ὡς ὁρῶ γάρ, ἐὰν ὑμεῖς ἐπλουτήσατε καὶ ἐβασιλεύσατε χωρὶς ἡμῶν, ἡμεῖς ἔσχατοι καὶ ἐπιθανάτιοι γεγόναμεν οἱ πάντα ὑποστάντες. Ἀνθρώποις μέν, φησίν, ὡς ὁρῶσι τὰ ἡμέτερα κακά, ἀγγελικοῖς δὲ ὡς θαυμάζουσι τὰς ἡμετέρας ἐνστάσεις. 1 Kor 4,Ὅμοια καὶ ταῦτα. οἱ διδάσκοντες ὑμᾶς ἐν καταφρονήσει καὶ εὐτελείᾳ ὡς καὶ μωροὶ νομίζεσθαι τῷ κόσμῳ, ὑμεῖς δὲ οἱ διδασκόμενοι ἐν πλούτῳ ἤδη καὶ τιμαῖς Χριστοῦ εἶναι βούλεσθε. ταῦτα δὲ λέγει 241 1 Kor 4,8– δεικνὺς ὅτι ἐν τοῖς πνευματικοῖς χαρίσμασιν οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. 1 Kor 4,11–Ἡμεῖς πάντα διὰ τὸν Χριστὸν ὑπομένομεν καὶ μέχρι νῦν ταπεινοῦμεν ἑαυτούς. καὶ πῶς δυνατὸν ὑμᾶς ἐν σαρκὶ ζῶντας προτιμᾶσθαι παρὰ θεῷ τῶν καμνόντων, τῶν διωκομένων, τῶν λοιδορουμένων, τῶν κολαφιζομένων; παιδεύει δὲ διὰ πάντων τούτων πῶς δεῖ τὸν Χριστιανὸν εἶναι καὶ ταπεινοῦν ἑαυτόν.Ἀντὶ τοῦ ἀποψήγματα. ὥσπερ ἀποσαρώματα καὶ κόπρος ἐξ οἴκου ἀποκαθαρθέντος ληφθεῖσα γεγόναμεν, ἀπὸ πάντων εὐτελιζόμενοι, καί ἐσμεν πάντων ἀποκαθάρματα πᾶσιν ἀνθρώποις ὑποτιθέντες ἑαυτοὺς διὰ Χριστόν. περίψημα δὲ λέγεται τὸ σάβανον ὃ τοὺς ἱδρώτας τοῦ κάμνοντος ἀποψήχει καὶ ἀπομάσσεται τὴν κάκωσιν τὴν ἐπικειμένην. 1 Kor 4,Ἰσχυρῶς διὰ τῶν πρώτων καθαψάμενος διὰ τούτων παραμυθεῖται, ἵνα διὰ τῶν στυπτικῶν καὶ γλυκέων κεράσῃ τῆς σωτηρίας τὴν δύναμιν. ἐντρέπων, διατρέπων. 1 Kor 4,15 Εἰπὼν ἑαυτὸν πατέρα, ἐκείνους δὲ παιδαγωγοὺς ἀφ' ὧν ἐκαλοῦντο, δείκνυσιν ὅτι γνησιωτέραν ἔχει τῶν ἄλλων περὶ αὐτοὺς διάθεσιν, καὶ ὡς ὑπὸ πατρὸς νουθετούμενοι ἀγανακτεῖν οὐκ ὀφείλουσιν. 1 Kor 4,Ἐν τῷ μὴ ὑπερφρονεῖν τινων καὶ ἐπαίρεσθαι μιμηταί μου γίνεσθε, καὶ ἐν τῷ μὴ ἀπό τινος καλεῖσθαι ἀλλ' ἀπὸ Χριστοῦ. 1 Kor 4,18–Ὁρᾷς ὅτι ἐκεῖνα τὰ λεγόμενα αὐτῷ, τὸ ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δυνατοί, καὶ τὰ ἄλλα πάντα, πρὸς τὸ πεφυσιῶσθαί τινας 242 ἐλέγετο καὶ ἐπῆρθαι. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν.
δι' ὧν φησιν καὶ ἐλέγχει ἰσχυρῶς, καὶ μαρτυρεῖ αὐτὸς ἐπιτηδειότητα πρὸς ἐπανόρθωσιν τῷ τὴν παρουσίαν ἑαυτοῦ ἀπειλεῖν· ὡς γὰρ εἰ φανείη ταπεινουμένων, ἐπαγγέλλεται τὴν παρουσίαν, τῷ λόγῳ πρὸ τῆς παρουσίας διορθούμενος. πλὴν ἀλλὰ προσέθηκε τὸ ἐὰν ὁ κύριος θελήσῃ· ὑπὸ μὲν τῆς ἀγανακτήσεως ἠπείχθη εἰπεῖν ὅτι ἐλεύσομαι, ὑπὸ δὲ τῆς εὐλαβείας ὑπεμνήσθη προσθεῖναι τὴν καλλίστην προσθήκην τὴν ἐὰν ὁ κύριος θέλῃ ἐνταῦθα δὲ ὃ πρότερον ἐπεσκιασμένως ἔλεγεν ἵνα μὴ δόξῃ σφοδρῶς ἐλέγχειν, ἀνακαλύπτει· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, δηλονότι τῷ εὐπαιδεύτῳ· οὐ γὰρ ἄνευ λόγου ἐδίδασκον οἱ ἀπόστολοι καὶ ἐκήρυττον. 241,ξολ Δῆλον καὶ ἐκ τούτων ὅτι τὸ ἡ μεῖς ἀσθενεῖς, ὑμεῖς δὲ δυνατοί, καὶ τὰ ἄλλα πρὸς πεφυσιῶσθαί τινας ἐλέγετο. 242,ξολἘπαγγέλλεται τὴν παρουσίαν αὐτοῦ, ὅπως ἐὰν φθάσωσιν ἑαυτοὺς διορθώσασθαι. διὰ μὲν οὖν τὴν ἀγανάκτησιν ἠναγκάσθη εἰπεῖν τὸ ἐλεύσομαι, διὰ δὲ τὴν εὐλάβειαν προσέθηκεν τὸ ἐὰν ὁ κύριος θελήσῃ. Σαφέστερον καὶ ἐκ τούτων ἐγένετο ὅτι πρὸς τοὺς μεγαλαυχοῦντας ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου ἀγανακτεῖ· οὐ γὰρ τὸν κοινὸν βούλεται διαβάλλειν λόγον. τοῦτο δὲ καὶ αὐτοῖς εἰς πάντας ἐκήρυσσεν. 1 Kor 4,Ἐπειδὴ διττή ἐστιν ἡ ἐπανόρθωσις, πῆ μὲν διὰ νουθεσίας τοῖς πειθηνίοις, πῆ δὲ διὰ βίας καὶ ἀνάγκης τοῖς σκληροτραχήλοις, φιλανθρώπως τούτων τὴν αἵρεσιν ἐπ' αὐτοῖς πεποίηκεν, ὅπως ἀναμετανοοῦντες ἑαυτοὺς διορθώσονται. ῥάβδον δὲ εἶπεν τὴν ἀναγκαστικὴν τοῦ πνεύματος δύναμιν, ᾗ ἐχρήσατο Παῦλος κατὰἘλύμα καὶ κατ' αὐτοῦ τοῦ Παύλου ὁ θεός. 1 Kor 5,1–5 Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον εἶχεν ἐκεῖνος, ἀλλ' 243 ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν, ἀλλ' ἐπεφυσίωντο ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν ἢ ἐχώριζε τὸν πορνεύσαντα ἐπιμένοντα, ἢ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν. Οὐχ ἁπλῶς ἐργασάμενον ἀλλὰ κατεργασάμενον· οὐ γὰρ συναρπασθεὶς ἔπεσεν, ἀλλ' ἔργῳ ἐχρήσατο τῷ κακῷ. καὶ πνεύματι δὲ παρεῖναι λέγει συνψηφιζόμενος καὶ συνκατακρίνων– πνεῦμα δὲ τὸ χάρισμα λέγει– συναχθέντων σὺν τῇ δυνάμει τοῦ Χριστοῦ. οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα μέρος ἦσαν τοῦ παντός, πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ. 244 Τὸ πνεῦμα οὐ τὴν ψυχήν, ἀλλὰ τὸ χάρισμα ἔφασαν. 242,ξολἽνα μὴ δόξῃ παραλόγως κινεῖσθαι καὶ τὴν αἰτίαν τῆς ὀργῆς 243,ξολ ἐπάγει, ὅτι οὐ μόνον πορνεία ἀλλὰ καὶ τοιαύτη ἀκούεται παρ' ὑμῶν οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν. καὶ μέγα φρονεῖτε ὅτι τῇ σοφίᾳ τοῦ κόσμου κεκαλλώπισθε. δέον πενθεῖν ἐπ' αὐτὸν ὅτι πορνείαν οὐδὲ τοῖς ἄλλοις συνήθη τετόλμηκεν· τοῦτο γὰρ τὸ πένθος ἢ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα τῇ πορνείᾳ, ἢ αὐτὴν τὴν ἀτοπίαν ἐχώριζεν καὶ αὐτὸν ἐπανήγαγεν τὸν ἄνθρωπον, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκ ἀπεργασάμενον εἶπεν ἀλλὰ κατεργασάμενον, κἂν τούτῳ ἵνα ἐμφήνῃ ὅτι πολλῇ παραμονῇ χρησάμενος εἰργάσατο τὸ κακόν, καὶ οὐ συναρπαγεὶς ἥμαρτεν ἵνα σχῇ καὶ ἀπολογίαν. καὶ ἱκανὸς μὲν ἦν καὶ μόνος ὁ ἀπόστολος κατακρῖναι ἐκεῖνον, ἀλλὰ θέλει συμψήφους αὐτῷ γενέσθαι καὶ τοὺς Korινθίους, ὅπως ἂν οὕτω καταρθεῖεν, χωρισθέντες τῆς τοῦ παρανόμου κοινωνίας, καὶ μάλιστα οἱ ἐπὶ παιδεύσει πεφυσημένοι. οὐχ ὡς ὑποβάλλων δὲ αὐτὸν τῇ τοῦ σατανᾶ ἐξουσίᾳ τοῦτο ποιεῖ– ἢ γὰρ ἂν ηὔφρανε τοῦτο ποιῶν τὸν σατανᾶν–ἀλλ' ἐπειδὴ τῷ σατανᾷ εἰώθαμεν ἀνατιθέναι πάντα τὰ κατὰ τὸν βίον χαλεπά, οἷον νόσους, λύπας, πένθη, περιστάσεις ἑτέρας, ὡς καὶ αὐτὸς πού φησιν ὁ ἀπόστολος· ἐδόθη μοι σκόλοψ σατᾶν, ἵνα με κολαφίζῃ. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν παραδοῦναι αὐτὸν κελεύει τῷ σατανᾷ, τοῦτ' ἔστι ταῖς τοῦ βίου δυσκολίαις. 244,ξολ Ταῖς τοῦ βίου κακώσεσι παραδίδωσιν· τοῦτο γάρ ἐστιν τὸ εἰς ὄλεθρον τῆς σαρκός, οὐκ εἰς ἀπώλειαν ψυχῆς, ἵνα ἐκ τῶν συμβαινόντων τῷ σώματι διεγερθεὶς μετανοήσῃ καὶ σωθῇ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐστὶ τὸ χάρισμα· οὐ γὰρ ὧδε τὴν ψυχὴν λέγει ὡς τῆς σαρκὸς μὲν οὐκ ἀνισταμένης, τῆς δὲ ψυχῆς μόνης σωζομένης. 1 Kor 5,Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ'
ἐκείνῳ, οὐ τῇ ἀτοπίᾳ τοῦ πταίσματος προσέχοντες, ἀλλ' ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι.Ἐκαυχῶντο γὰρ ἐπ' αὐτῷ, οὐ τῷ πταίσματι αὐτοῦ προσέχοντες ἀλλὰ τῇ παιδείᾳ φυσώμενοι. Κελεύει αὐτὸν ἐκβληθῆναι, ἵνα μὴ καὶ οἱ λοιποὶ συνόντες αὐτῷ πρὸς τὸ ἁμαρτεῖν ὁρμήσωσιν ἀναιδῶς. 1 Kor 5, Παλαιὰν ζύμην τὴν ἁμαρτίαν καλεῖ, ᾗ ὁ παλαιὸς συνεζυμώθη ἄνθρωπος. Τὸν τύπον μετάγει ἐπὶ τὴν ἀλήθειαν· τὰ γὰρ παρὰἸουδαίοις ἄζυμα μὴ ἀναπεφυρμένα παλαιᾷ ζύμῃ τοὺς νέους ἀνθρώπους προεδήλου μὴ πεφυρμένους ταῖς ἁμαρτίαις τοῦ παλαιοῦ ἀνθρώπου.Ὁ παρὰἸουδαίοις ἀμνὸς θυόμενος τὸ πάθος καὶ πόλον μυστήριον τῆς οἰκονομίας ἐδήλου τοῦ σταυροῦ. τὰ δὲ ἑξῆς φησιν, ἐπεὶ περιεργαστικώτερον πως ἡ ζύμη, ἁπλούστερον δὲ τὸ ἄζυμον. 1 Kor 5, Τῇ τροπῇ ἐνέμεινεν ὡσανεὶ ἔλεγεν· μὴ ἐν πονηρῷ βίῳ καὶ κακῷ, ἀλλ' ἐν βίῳ μὴ ἔχοντι ἐπιμιξίαν τῆς παλαιᾶς ἐκείνης ζύμης· τοῦτο γάρ ἐστιν ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 245 1 Kor 5,9–10 Οὐκ ἐν ἄλλῃ, ἀλλ' ἐν ταύτῃ ἔγραψεν. διὰ δὲ τοῦτο οὐ κωλύει τοῖς ἔξωθεν συνεῖναι, ἐπειδὴ εἰ πάντας ἐξετρέποντο τοὺς τοιούτους, ἐμποδίζεσθαι συνέβαινε τὸ κήρυγμα· τοιοῦτοι γὰρ πάντες ὡς εἰπεῖν ἐν τοῖς ἔθνεσιν οὓς συνέβαινεν ὠφελεῖσθαι ἐκ τῆς συνουσίας τῶν πιστευσάντων. δηλοῖ οὖν τοῖς μὲν οἰκείοις ἁμαρτάνουσιν ἐπιπλήττειν, τοὺς δὲ πεπλανημένους παρακαλεῖν. 1 Kor 5,9. 13 Τὸ ἔγραψα οὐχ ἑτέρας ἐστὶν ἐπιστολῆς ἀλλὰ ταύτης, λέγει γάρ· νῦν δὲ ἔγραψα ὑμῖν. τὸ δὲ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, Μωϋσέως ἐστὶ φωνὴ ἣν δευτεροῖ Παῦλος. Μέμνηται ῥήσεως ἐν τῇ παλαιᾷ κειμένης, δεικνὺς ὅτι οὐ μόνον αὐτοὶ ὠφελοῦνται ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες, ἀλλ' οὔτε καινοτομία τὸ τοιοῦτον, ἀλλ' ὅτι καὶ τῷ νομοθέτῃ τοῦτο ἐδόκει, τὸ τοὺς τοιούτους ἐκτέμνεσθαι. 1 Kor 5,12 Εἰκότως τοῦτο εἶπεν· τῶν γὰρ οἰκείων γίνεται κριτής, οὐ τῶν ἀλλοτρίων. ὁ θεὸς δὲ πάντων κριτής, ἐπεὶ πάντων δεσπότης. 1 Kor 6,Ἐγκαλεῖ αὐτοῖς ὅτι ὄντων ἁγίων τῶν δυναμένων δικάζειν αὐτοῖς ὑπ' ἀπίστων ἐκρίνοντο. 1 Kor 6,Ἄνω εἰπών· τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ, νῦν τὸν πάντα κόσμον τῇ τῶν ἁγίων ὑποβάλλει κρίσει· ἐνταῦθα μὲν γὰρ τὸν βίον ἀνακρίνουσι τῶν πιστῶν πρὸς ἐπανόρθωσιν αὐτῶν, ἐκεῖ δὲ τοῦ κόσμου τὴν κρίσιν ἐμπιστεύονται, οὐ πρὸς ἐπανόρθωσιν τῶν ἡμαρτηκότων τρόπων, ἀλλὰ πρὸς ἔλεγχον καὶ κατάκρισιν αὐτῶν. οἱ μὲν οὖν δώδεκα ἀπόστολοι τὰς δώδεκα φυλὰς κρινοῦσιν ὡς ἐξἸουδαίωνἸουδαίους ἐξ ὧν αὐτοῖς τοῖς προφήταις ἐπίστευσαν. εἰ δὲ ἠπίστησαν καὶ διὰ τοῦτο ἀπώσαντο τὸν Χριστόν. οἱ δὲ ἄλλοι ὅσιοι, τοῦτ' ἔστι τὰ ἔθνη, κατακρινοῦσι τοὺς μὴ ἀποστάντας τῶν εἰδώλων καὶ πιστεύσαντας εἰς τὸν ἀληθῆ θεόν. ὥστε οὐδεμία διαφωνία τοῦ εὐαγγελιστοῦ καὶ τοῦ 246 ἀποστόλου–ἐν ἀμφοτέροις γὰρ ἐλάλει ὁ Χριστός–· γέγραπται γάρ· βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, καὶ ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσιν ὑμᾶς. 1 Kor 6,3 Οὐκ εἶπεν· καὶ ὑφ' ὑμῶν κρίνεται ὁ κόσμος; νῦν δὲ ἀγγέλους οὐ τοὺς κατὰ φύσιν ἀγγέλους λέγει, ἀλλὰ τοὺς ὑπηρέτας ἱερέας, τοὺς διδασκάλους τοῦ λαοῦ, οὓς εἰκὸς ὑπὸ τῶν ἁγίων κρίνεσθαι ὡς παραδιδάσκοντας περὶ τοῦ Χριστοῦ· εἰπὼν γὰρ μήτιγε βιωτικά; ἔδειξεν ὅτι οὐ περὶ τῶν φύσει ἀγγέλων εἴρηκεν, ἀλλὰ περὶ τῶν τάξιν ἀγγελικὴν ἐχόντων καὶ τὰ πνευματικὰ πραττόντων. εἰ δὲ κυρίως τοὺς ἀγγέλους εἶπεν, δηλονότι τοὺς ἀποστάντας καὶ ἐκπεπτωκότας τοῦ θεοῦ εἶπεν. ἐκλήθησαν μέντοι οἱ ἱερεῖς ἄγγελοι κατὰ τὸν Μαλαχίαν λέγοντα· χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος κυρίου τῶν δυνάμεών ἐστιν. τούτους οὖν τοὺς ἱερέας κρίνομεν τοὺς πλανήσαντας τὸν λαόν, ὡσαύτως καὶ τοὺς αἱρεσιαρχήσαντας καὶ παρατρέψαντας τοῦ Χριστοῦ τὴν διδασκαλίαν. 1 Kor 6,4 Αἱρετώτερος τοῦ ἀπίστου ὁ τῆς ἐκκλησίας ἐλάχιστος. ὅμως δοκεῖ τοῦτο παραλελοιπέναι ὁ ἀπόστολος, ὅπερ ἐστιν σαφές, ὅτι τὰ μείζονα τῶν ἐγκλημάτων δεῖ τοῖς τελείοις φυλάττεσθαι. 1 Kor 6, Φαίνεσθε ἡττηθέντες τῷ διαβόλῳ οὐ μόνον τῷ κρίνεσθαι ἐπ' ἀπίστων, ἀλλὰ καὶ αὐτῷ τῷ κρίματα ἔχειν μετ'
ἀλλήλων. 1 Kor 6,11 Μίαν τὴν ἐνέργειαν τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἶπεν ἐν τοῖς δικαίοις, τὸ ἓν τῆς οὐσίας διδάσκων. 1 Kor 6,12–13 Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ τοῦ ὑπό τινος· περὶ τούτων γὰρ ὁ λόγος· τὰ 247 βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. 246,ξολ Οὐ περὶ προσώπου λέγει τὸ ὑπό τινος, ἀλλὰ περὶ πράγματος ἀτόπου καὶ πάθους. περὶ δὲ 247,ξολ ἑαυτοῦ λέγων τοὺς ἄλλους εἰς ἐγκράτειαν προτρέπει. εἰδὼς δὲ ὅτι τῆς πλεονεξίας αὐτῶν ἡ γαστὴρ αἰτία–οἱ γὰρ πολλοὶ πάντα τολμῶσιν διὰ τὰς τῆς γαστρὸς ἡδονάς–διδάσκει ὡς ἀσύμφορόν ἐστι δουλεύειν τῇ κοιλίᾳ. Οἴδαμεν ὅτι τὰ βρώματα τῇ κοιλίᾳ. ἀφώρισται καὶ αὐτὴ τούτοις, ἀλλ' ὅμως πρόσκαιρα ταῦτα καὶ καταπαύσει αὐτὰ ὁ θεός· μετὰ γὰρ τὴν ἀνάστασιν ἀθανασίας διδομένης περιττὴ τῶν βρωμάτων ἡ χρεία. τί οὖν περὶ τὰ πρόσκαιρα σπουδάζετε ἐξ ὧν πορνεῖαι καὶ ἡδοναὶ ἄτοποι; 1 Kor 6,Ὅτι τὰ βρώματα καὶ τὸ ἐσθίειν πρόσκαιρον δῆλον. τὸ μέντοι σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ἀφώρισται, καὶ ὁ κύριος τῷ σώματι· καὶ οὐκ ἂν εἴη τὸ σῶμα πρόσκαιρον, ἀλλ' ἐγερθήσεται εἰς ἀειδιότητα κατὰ τὸν τύπον τοῦ Χριστοῦ. 1 Kor 6,15 Σῶμα καὶ μέλη λέγει Χριστοῦ, τὸ σῶμα τῶν πιστευσάντων καὶ βαπτισθέντων. 1 Kor 6,16–Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἢ ἀμφιεννύναι τὸ σῶμα, ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ κολλώμενος, ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει. Τὰ ἱμάτια καὶ ὁ κόσμος ἐκτὸς τοῦ σώματός εἰσιν· διὸ καὶ ὁ ταῦτα ποιῶν ἔξω τοῦ σώματος ἁμαρτάνει, ἤτοι ὁ μὲν λοιδορῶν ἢ καὶ ψευδόμενος ἄλλους ζημιοῖ καὶ ἁρπάζει, καὶ τὴν ἑτέρου τις γυναῖκα μοιχᾶται, ὁ δὲ πορνεύων ἑαυτὸν ὑβρίζει οὐκ εἰς ἄλλον τινὰ διαβαινούσης τῆς ἀπὸ τοῦ πράγματος βλάβης. πᾶν οὖν ὃ ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, ἥμαρτεν μέν, οὐ μὴν εἰς τὸ αὐτοῦ σῶμα οὐδὲ τὴν ἑαυτοῦ ἠτίμωσε σάρκα ὡς ὁ πορνεύσας. 248 Καὶ μὴν καὶ ἀνδροφόνος τὴν χεῖρα μολύνων τῷ αἵματι εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, καὶ ὁ λοίδορος τὴν γλώττην ὥσπερ αἱμάττων ταῖς λοιδορίαις, ἀλλ' ὁ προνεύων, φησίν, ὅλον ἑαυτὸν βαπτίζει τῷ τῆς πορνείας βορβορῷ. ὁ τοίνυν Παῦλος τῇ τῶν πολλῶν ὑπονοίᾳ συναπεχρήσατο φήσας τἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματος εἶναι. ἕτεροι δέ φασι ταύτην ἔχειν τὸ ῥητὸν τὴν διάνοιαν, ὅτι ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, τοῦτ' ἔστιν εἰς τὴν τοῦ ἰδίου σώματος σύστασιν καὶ εἰς αὐτήν, ὡς ἂν εἴποι τις, τὴν τοῦ ἀνθρώπου κατασκευὴν καὶ εἰς τὰς ἀρχὰς τῆς ἡμετέρας γενέσεως, ὡσανεὶ ἔλεγεν· παύσαιο οὕτως διὰ τῆς παρανόμου μίξεως ὑβρίζων εἰς τὸ τῆς φύσεως ἐργαστήριον ἐξ οὗ καὶ τὸ σὸν σῶμα βεβλάστηκεν. ἕτεροι δὲ ὡς σπουδὴ τῷ Παύλῳ, φασί, συγγνώμης κρεῖττον δεῖξαι τὸ τῆς πορνείας ἁμάρτημα. καὶ εἰπὼν ἀνωτέρω· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν καὶ τὰ ἑξῆς, καὶ δείξας ἐκ τούτου ὡς ὁ πορνεύων περὶ τὰ μέλη τοῦ Χριστοῦ πλημμελεῖ, οὕτως ἐπιφέρει πᾶν ἁμάρτημα καὶ ἑξῆς· ὁ μὲν γὰρ λοίδορος ἢ ἅρπαξ ἢ πλεονέκτης εἰς ἄνθρωπον ἐπλημμέλησεν ὃν ἐλοιδόρησεν ἢ ἠδίκησεν, ὁ δὲ πορνεύσας εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ὅπερ ἐστὶ μέλη Χριστοῦ. ἡνίκα γὰρ διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος εἰς σῶμα τελεῖ τοῦ Χριστοῦ, οὐ πορνείαν μόνον ἀλλὰ καὶ ἀσέβειαν ἂν ἐγκληθήσεται ὡς τὰ μέλη τοῦ Χριστοῦ ποιῶν πόρνης μέλη, καὶ εἰς τὸ ἴδιον σῶμα ὡς εἰς ναὸν ὑβρίζων Χριστοῦ. διὸ καὶ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ καὶ τὰ ἑξῆς; τὸ γὰρ τῆς πορνείας ἁμάρτημα περὶ τὸ σῶμα ὡς περὶ θεοῦ ναὸν ἁμαρτάνετε, καὶ φυγαδεύει τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τὰ λοιπὰ τῶν ἁμαρτημάτων ἀνεύθυνα–πάντα γὰρ ἔκπτωσιν ἔχει τῆς βασιλείας–ἀλλ' ὅτι πρὸς τὸ προκείμενον ἐσπούδασε χαλεπωτέραν ἀποφῆναι τὴν πορνείαν ἁπάντων, πρόρριζον τὸ πάθος ἀνασπᾶσαι βουλόμενος ὡς ἀσεβέστερον παρὰ Korινθίων ἁμαρτανόμενον· ὅλως γάρ, φησίν, ἐν ὑμῖν ἀκούεται πορνεία καὶ τὰ ἑξῆς. 1 Kor 6,Ὁ πορνεύσας καὶ ἀσεβείας ἐστιν ὑπεύθυνος· τὸ γὰρ ἑαυτοῦ σῶμα ἐνυβρίσας τὸν ναὸν τοῦ ἁγίου πνεύματος
ἐμόλυνεν. ταῦτα δὲ λέγει, ἐπειδή τινες καταφρονήτως ἐπόρνευον, μικρόν τι πταῖσμα ἢ οὐδὲ 249,ξολ πταῖσμα ἡγούμενοι τὴν πορνείαν, μηδὲ Μωϋσέως ἐν τῇ δεκαλόγῳ αὐτοῦ μνημονεύσαντος. τιμὴ δὲ τὸ σωτήριον αἷμα τοῦ Χριστοῦ ὃ δέδωκεν λύτρον ὑπὲρ ἡμῶν. δοξάσατε οὖν τὸν θεὸν μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρισμα δοξάσῃ τὸν θεόν. Δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν. μὴ μόνον ἐν τῷ χαρίσματι ἀλλὰ καὶ ἐν τῷ σώματι, ἵνα καὶ φύσις καὶ προαίρεσις καὶ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην. ἄλλοι δὲ τὸ πνεῦμα τὴν ψυχὴν ἐξειλήφασιν. 1 Kor 7, Ταῦτα τῷ κλήρῳ ἀντέγραψεν· παρ' αὐτοῦ γὰρ καὶ ἐγράφετο τῷ ἀποστόλῳ. τὴν μὲν οὖν πορνείαν ἐκώλυσεν ὡς παράνομον, τὴν δὲ κοινωνίαν τοῦ γάμου ὡς εὐσεβῆ καὶ πορνείας ἀπαλλακτικὴν συνεχώρησεν, τὴν δὲ ἐγκράτειαν ὡς τελειοτέραν ἐπῄνεσεν. 1 Kor 7,2– 4 Διδάσκει ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. καλὸν ὀφείλημα τοῖς συνοικοῦσιν, ὅταν πρὸς τῇ ἄλλῃ συμφωνίᾳ ταύτην ὡς χρέως ἀλλήλοις ἀποδιδόναι γινώσκουσιν. οἰκονομικῶς δὲ τοσαύτῃ συγκαταβάσει ἐχρήσατο ὁ ἀπόστολος, ἵνα τὴν πορνείαν ἐκκόψῃ, τὴν κακίστην νόσον, διδάξας ὅτι οἱ συνεζευγμένοι γάμῳ μᾶλλον ἀλλήλων ἢ ἑαυτῶν δεσπόζουσιν. 1 Kor 7,Ἐπειδὴ ἀλλήλων εἶπεν εἶναι δούλους, ἀκολούθως λέγει ὅτι οὐ χρὴ ἀλλήλους ἀποστερεῖν ἑαυτῶν, εἰ μὴ ἄρα κατὰ συμφωνίαν εὐσεβῆ, ἵνα μήτε πορνείας ἀλλήλων αἴτιοι γένωνται, μηδὲ τὴν ἐπ' ἀλλήλοις δεσποτείαν διαφθείρωσιν παρὰ γνώμην ἀλλήλων διϊστάμενοι. 1 Kor 7,6–7 Συγγινώσκων τῇ φύσει τοῦ σώματος λέγω ὡς χρὴ ὑμᾶς πάλιν συνελθεῖν, ἐπεὶ οὐ πάντως τοῦτο λέγω ἀποκλείων ὑμῶν τὴν ἐγκράτειαν· θέλω γὰρ πάντας ἐν ἐγκρατείᾳ εἶναι ὡς καὶ ἐμαυτόν. 1 Kor 7,8–9 Ταῖς χήραις καὶ τοῖς ἀγάμοις ἀνδράσι τοῖς μὴ παρθενίαν ἀσκήσασιν συμβουλεύει ἐγκρατεύεσθαι· εἰ δὲ ἡττῶντο τῆς σαρκός, γαμεῖν δείξας, ὅτι μέγα ἡ ἐγκράτεια. ὅμως συγχωρεῖ τὸν γάμον ὡς δεσμὸν καλόν. 250 1 Kor 7,10–11 Τὸ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι οὐκ ἂν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζομένων.Ἢ τῷ ἀνδρὶ καταλλαγήτω ἢ μενέτω ἄγαμος περὶ τῶν διά τινα μάχην διϊσταμένων δείκνυται.Ἄνω περὶ χωρισμοῦ εἶπεν τοῦ διὰ ἐγκράτειαν, ὧδε περὶ τοῦ διὰ ἐρεσχελίας γινομένου. εἶτα εἶπεν· οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἔστι γάρ τι ὃ ἀφ' ἑαυτοῦ λέγει ὁ ἀπόστολος, οὐχὶ πάντα δὲ ὁ κύριος δι' ἑαυτοῦ. φησὶ δὲ ὅτι παραγγέλλω ὑμῖν ἤδη ἃ ὁ κύριος παρήγγειλεν ἐν τοῖς Εὐαγγελίοις περὶ τῶν γεγαμηκότων εἰπὼν ἃ ὁ θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω. σύμφωνα δὲ καὶ ταῦτα, τὸ ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τοῖς εἰρημένοις τῷ κυρίῳ ἐὰν ἀπολελυμένην τις γαμήσῃ, μοιχᾶται κἀκείνη ἐὰν γαμηθῇ ἄλλῳ. 1 Kor 7,12 Οὐχ ὡς ἀντινομοθετῶν λέγει· ἐγώ, οὐχ ὁ κύριος, ἀλλ' ὅτι τινὰ μὲν δι' ἑαυτοῦ εἶπεν ὁ κύριος, τινὰ δὲ νῦν πρῶτον εἴρηται παρὰ τοῦ ἀποστόλου περὶ τῆς διαστάσεως τοῦ ἀπίστου, καὶ διδάσκει ὅτι οὐχ ἡ ἀπιστία κρατεῖ τῆς πίστεως, ἀλλ' ἡ πίστις τοῦ συνόντος ἁγιάζει καὶ τὸν ἄπιστον. 1 Kor 7,13 Οὐ τὸ λαμβάνειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 1 Kor 7,14 Ἅγιά ἐστι τὰ τέκνα καθαρὰ καὶ οὐ μεμολυσμένα καὶ ὑπὸ τῆς ἀπιστίας· νικᾷ γὰρ ἐπ' αὐτῶν ἡ πίστις τῶν γονέων ἤπερ ἡ ἀπιστία. 1 Kor 7,17 Τῷ μὲν ἐμέρισεν ὁ θεὸς τὸ σῶσαι, τῷ δὲ σωθῆναι, ἑκάστῳ ἀπονείμας τὸ ἐπάξιον αὐτοῦ. τὸ δὲ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεὸς οὐ τὸ ἔχειν ἄπιστόν φησιν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. 251,ξολ 1 Kor 7,18–24 Οὐ δι' ἑαυτὴν ἡ περιτομὴ καλή, ἀλλ' ὅτι ἐντολὴ θεοῦ, καὶ ἡ ἀκροβυστία δημιουργία θεοῦ, οὐ μισθὸς τῶν ἀκροβύστων. εἶτά φησι περὶ τοῦ δούλου· μὴ σπουδάσῃς περὶ τὴν πρόσκαιρον ἐλευθερίαν, ἀλλ' εἰ καὶ δύνασαι, μᾶλλον χρῆσαι τῇ δουλείᾳ· μείζων γὰρ ὁ μισθός, ὅταν καὶ περὶ τὴν τῶν ἀνθρώπων δουλείαν ἠσχολημένος οὐκ ἀμελεῖ τοῦ εὐαρεστῆσαι θεῷ. ἕκαστος δὲ ἐν ᾧ ἐκλήθη μενέτω, καὶ δοῦλος ἐπὶ τῇ δουλείᾳ μὴ ἀχθόμενος, καὶ ἐλεύθερος μὴ ἐπαιρόμενος· οὐδεμία γὰρ παρὰ θεῷ διαφορά.Ὁ πιστὸς δοῦλος οὐδὲν ἔλαττον ἔχει κατὰ τοῦτο τοῦ ἐλευθέρου· παρὰ γὰρ τῷ θεῷ καὶ δοῦλος
ὡς ἐλεύθερος ὁρᾶται καὶ παρ' αὐτῷ ἠλευθέρωται. τοῦτο γὰρ δηλοῖ τὸ ἀπελεύθερος κυρίου ἐστίν, τοῦτ' ἔστι παρ' αὐτοῦ ἠλευθέρωται τοῦ κυρίου, καὶ ὁ κληθεὶς ἐλεύθερος εἰς τὴν πίστιν οὐδὲν πλέον ἕξει τοῦ δούλου, ἀλλ' ὁμοίως ἐκείνῳ δοῦλός ἐστιν Χριστοῦ.Ἀντὶ τοῦ μὴ διὰ τὰς χρείας δουλοπρεπῶς καὶ ἀνελευθέρως διάγετε θεραπεύοντες ἀνθρώπους, τὸν δὲ ἀληθῆ δεσπότην καταλιμπάνετε, οὗ τῷ αἵματι ἠγοράσθητε. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν πίστει διὰ τοῦτο. εἰ δέ σοι καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατόν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἂν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ κακοῦ τὴν ἐπιμέλειαν ποιησάμενος. καὶ δεικνὺς ὅτι οὔτε ὁ ἐλεύθερος παρὰ Χριστῷ ἔχει πλέον διὰ τοῦτο, οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλευθερὸς κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 1 Kor 7,25–26 Πῶς ἐν ἑτέροις λέγων· εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, νῦν λέγει· ἐπιταγὴν κυρίου οὐκ ἔχω; τίς δ' ἂν δέξαιτο, εἴπερ λέγει ἃ μὴ ὁ κύριος αὐτῷ ἐπέταξεν; ἀλλὰ δῆλον ὡς οὐ τοῦτο λέγει ὅτι οὐκ ἐπιταγὴν περὶ παρθενίας διδάξαι, ἀλλ' ὅτι οὐκ ἔλαβεν παρὰ θεοῦ τὸ ἐπιτάξαι ὑμῖν παρθενεύειν, ἀλλὰ μᾶλλον 252 γνώμην δοῦναι καὶ συμβουλεῦσαι ὡς καλὸν ἡ παρθενία καὶ χρήσιμον. διὸ καὶ ὡς συμβουλεύων φησὶ νομίζω καὶ καλὸν ὀνομάζει, καὶ τὴν αἵρεσιν τοῦ αἱρήσασθαι αὐτὴν ἐπὶ τοῖς ἀκούουσι τίθεται. ἀρέσκον δὲ τὸ πρᾶγμα θεῷ ὡς καὶ ὁ κύριος εἶπεν ὅτι εὐνούχισαν ἑαυτούς τινες διὰ τὴν βασιλείαν, εὐνουχισμὸν τὴν παρθενίαν καλῶν διὰ τὸ ἀνενέργητον. ἐπιταγὴν οὖν λέγει μὴ ἔχειν, ἀλλὰ τῇ γνώμῃ συνεχώρησε λέγων· ὁ δυνάμενος χωρεῖν χωρείτω. εἶτα εἰπὼν ἑαυτὸν πιστόν, ἐμφαίνει ὅτι καὶ πιστὰ λέγει καὶ ἄξια ἐπιτάγματος. τὸ δὲ νομίζω οὐ διστάζων λέγει ὅτι καλὸν ἡ παρθενία, ἀλλ' ἀσφαλιζόμενος μὴ ἐπίταγμα νομισθῇ. 1 Kor 7,Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλ' ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει οὐ κατηγορίαν γάμου, ἀλλὰ τῶν βιωτικῶν φροντίζων ἀπαλλαγήν. εἶτα εἰπὼν ἐγὼ δὲ ὑμῶν φείδομαι, φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, οὐ κατηγορίαν γάμου. 1 Kor 7,29– Ἄλλην αἰτίαν λέγει δι' ἣν προτιμᾷ τὴν παρθενίαν, πανταχοῦ δεικνὺς ὅτι κατηγορεῖ γάμου τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος, καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν–ἀφίεμεν γὰρ αὐτά–ἵνα καὶ οἱ ἔχοντες ὡς μὴ ἔχοντες. εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ; καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου, τὴν μέντοι χρείαν καταλιμπάνει. τὸ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μετα βάλλεται, ἡ φθορὰ εἰς ἀφθαρσίαν, αἱ πόλεις, τὰ τείχη, οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ ἥτις λαμβάνει μεταβολήν. 252,ξολ Διὰ τούτου τὸ ὀλιγοχρόνιον τῶν ἀνθρώπων δηλοῖ, ἵνα εἰς μετάνοιαν χωρήσωσιν ὡς φθάσαντες τοῦ βίου τὸ τέλος τῶν προσκαίρων καταφρονήσαντες. εἰ δὲ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν ὡς μὴ ἔχουσιν, πῶς οὐ βέλτιον ἡ παρθενία; Τοῦτ' ἔστι μήτε τὰ λυπηρὰ τοῦ βίου τούτου ὑμᾶς καταβαλλέτω, μήτε τὰ δοκοῦντα χαρᾶς ἄξια ὑπερευφραινέτω· πάντα γὰρ τὰ ἐνταῦθα πρόσκαιρα καὶ οὐχ ἑστηκότα. Σχῆμα καὶ μορφή τις ὥσπερ τοῦ κόσμου πολιτεῖαι, νόμοι, γεωρ,ξολ γίαι, τέχναι, ἐμπορεῖαι, ὧν περισσὴ ἡ χρεία τῆς φθορᾶς μεταβληθείσης εἰς ἀφθαρσίαν· δείκνυσιν οὖν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ παρὸν σχῆμα τοῦ κόσμου. 1 Kor 7,Ἔδειξε διὰ τί εἶπε τὸ ἐγὼ δὲ ὑμῶν φείδομαι· ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας. καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν.Ἀπέδωκε τὴν αἰτίαν δι' ἣν τοῦ γάμου προτιμοτέρα ἡ
παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων τὸ κατὰ θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Θέλω ὑμᾶς ἀμερίμνους εἶναι, ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας ταῖς βιωτικαῖς περισπώμενοι χρείαις. διὸ καὶ τοῦ γάμου προτιμοτέρα ἡ παρθενία, οὐ διὰ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλ' ὅτι ἀπασχολεῖ τῆς εὐσεβείας τὸν νοῦν. 1 Kor 7,36–38 Νομίζουσί τινες ὅτι αὐτόν τινα περὶ ἑαυτοῦ ἀσχημονεῖν λέγει, ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ εἴ τις ἀσχημονεῖν νομίζοι. οὐκ ἔστι δὲ οὕτως. καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γάρ· ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ' ὑφ' ἑτέρου δίδοται. 1 Kor 7,40 Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως, τὸ δὲ τελειοτέρας εὐσεβείας. Πρὸς σύγκρισιν εἴρηται τοῦτο· μακαρία μὲν γάρ ἐστιν, ἐὰν γαμῆται καὶ ἔχῃ προστασίαν ἀνδρός, μακαριωτέρα δέ, ἐὰν πρὸς εὐσέβειαν ἀποβλέπουσα μὴ γαμῆται, ἀλλ' ἀπασχολήσῃ ἑαυτὴν τῷ θεῷ. 1 Kor 8,1–Ἐπειδὴ οἱ Korίνθιοι τὰ εἰδωλόθυτα ἤσθιον, λέγοντες ὅτι ἡμῖν οὐκ ἔστιν εἰδωλόθυτον–ἁγιάζω 254 γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ καὶ ἐσθίω–, δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο, καὶ λέγει· οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ὥστε ὃ οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. Τοῦτο μέν, ὃ οἴδατε καὶ οἶδα, οὐ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς, ἐγὼ δὲ οἶδα. τί οὖν φυσιοῦσθε ὑπὸ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης ὅσον ἡ ἐμὴ γνῶσις; ἐπάγει γοῦν· εἰ δέ τις δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι. αὐτίκα ὃ ἐγὼ οἶδα, σὺ οὐδέπω οἶδας. εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον; τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ' ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας· λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως, ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως, οἷόν ἐστι τὸ ὑπὸ τοῦ κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς. 253,ξολἘπειδὴ οἱ Korίνθιοι ἔλεγον· οὐδὲν εἴδωλόν ἐστιν, διὸ καὶ οὐ λογοῦμεν τὰ ἱερόθυτα μᾶλλον ἐν 254,ξολ τῇ ὀνομασίᾳ τοῦ Χριστοῦ ἐσθίοντες ἢ βλαπτόμεθα, δείκνυσιν ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο ἀλλὰ καὶ ἄλλοι, ὅτι οὐκ ἔστι τι ἱερόθυτον· ὥστε ὃ μὲν οἴδατε οἶδα, ὃ δὲ πάσχετε οὐ πάσχω. ἡ μὲν οὖν τοιαύτη γνῶσις φυσιοῖ καὶ βλάπτει, ἐὰν τὸ ἑαυτῶν οἴδητε, οὐ μὴν καὶ τὸ ἄλλο ὅτι ἡ ἀγάπη οἰκοδομεῖ, καὶ δεῖ γάρ σε διὰ τὴν ἀγάπην τοῦ ἀσθενοῦς ἀδελφοῦ μὴ ἐσθίειν ἐν εἰδωλείῳ, ἵνα μὴ ἐκεῖνος πληγῇ. Οὐδὲν οἶδεν ὁ δοκῶν τι εἰδέναι ἐν ὑμῖν· οὐ γὰρ ἐγίγνωσκεν ἑτέρους βλάπτεσθαι τῇ τούτων γνώσει. Κἂν οἰηθῶμέν τι εἰδέναι, οὐδέπω ἴσμεν οὐδέν. τὸ δὲ μακάριον τὸ ἀγαπᾶν τὸν θεὸν καὶ γινώσκεσθαι ὑπ' αὐτοῦ, τοῦτ' ἔστι τὸ οἰκειοῦσθαι αὐτῷ· οὐδένα γὰρ ἀγνοεῖ, ἀλλὰ τοὺς ἀσεβεῖς λέγεται ἀγνοεῖν. 1 Kor 8, Προειπὼν οὐδεὶς θεὸς εἰ μὴ εἷς, ἵνα μὴ δόξῃ ἐκβάλλειν τῆς θεότητος τὸν υἱόν, ἐπήγαγεν ὁ πατήρ· καὶ γὰρ ἀληθῶς πατὴρ ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. οὐκοῦν καὶ υἱὸς θεὸς ἄλλος οὐκ ἔστιν εἰ μὴ εἷς. εἰ δὲ ἑνὸς λεγομένου κυρίου τοῦ υἱοῦ, οὐχ ἥττω κύριος ὁ πατήρ, δηλονότι καὶ ὡς ἑνὸς λεγομένου θεοῦ τοῦ πατρός. οὐκ ἐλάττω θεὸς 255 οὐδὲ υἱός. τὸ δὲ ἐξ αὐτοῦ τὰ πάντα οὐ τὴν οὐσίαν δηλοῖ–οὐ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ τὰ δημιουργήματα–ἀλλὰ τὸ ἐξ οὗ τὴν βουλὴν τοῦ πατρὸς δηλοῖ. εἶτα εἰπὼν καὶ ἡμεῖς εἰς αὐτόν, δίδωσιν ἡμῖν νοεῖν τὸ ἐλλεῖπον τῷ λόγῳ, τὸ ἀλλ' ἡμῖν εἷς θεός, καὶ ἡμεῖς εἰς αὐτὸν ἐλπίζομεν. πάλιν δὲ λείπει τῷ λόγῳ τῷ καὶ ἡμεῖς δι' αὐτοῦ–λείπει γὰρ τὸ κεκλήμεθα ἢ σεσώσμεθα–· οὐ γὰρ τοῦτο λέγει ὅτι δι' αὐτοῦ ἡμεῖς ἐγενόμεθα–εἰπὼν γὰρ τὰ πάντα περιέλαβε τὸ καὶ ἡμεῖς–ἀλλὰ πάντα λέγει τὰ γενόμενα, ἡμεῖς δὲ τὰ οἰκονομηθέντα καὶ σωζόμενα. Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους μέγα. 1 Kor 8,10– 12 Ποία; ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ.Ὁ οὐκ ἔχων ταύτην τὴν γνῶσιν ὅτι εἷς ὁ θεὸς καὶ οὐδὲν εἴδωλον ἐν τῷ κόσμῳ, νομίζων εἰδωλόθυτον ἐσθίειν
πλήττεται. καὶ ἡ σὴ γνῶσις τὸν ἀσθενοῦντα βλάπτει· πολλοὶ γὰρ καὶ τῶν πεπιστευκότων οὔπω νενοήκασιν ὅτι οὐκ ἔστιν εἰδωλόθυτον, οὗτοι βλάπτονται ἐκ τοῦ ἐσθίοντος πιστοῦ. καὶ τὸ μὲν κατορθούμενον ἐκ τοῦ ἐσθίειν οὐ μέγα, τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους βαρύ. 1 Kor 8,13–9, Οὐ λέγω ἵνα μὴ φάγω εἰδωλόθυτον, ἀλλ' οὐδὲ κρέας, ἐὰν ἐπὶ τούτῳ σκανδαλίζηται ὁ ἀδελφός, ὅτι οὔτε ἐν οἷς ἔσχεν ἐξουσίαν, οἷον ἐν τῷ γραφῆναι παρ' αὐτῶν, ἠνέσχετό τινα βαρῆσαι. διὰ πολλῶν δὲ τοῦτο κατασκευάζει, καὶ πρῶτον τοῦ ἰδίου ἀξιώματος μέμνηται, ἵνα δείξῃ τὰς αἰτίας ὅτι εὐλόγως ἐλάμβανεν, εἰ δ' ἂν ἐβούλετο λαβεῖν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐξ ὧν λαβεῖν ἔλαβον. κἀγώ, φησίν, ἀπόστολός εἰμι καὶ ἐξουσίαν ἐμαυτοῦ ἔχω καὶ οὐχ ὑπό τινα εἰμὶ τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν· εἰ γὰρ καὶ ἔχουσιν οἱ ἄλλοι ἀπόστολοι πλείω τι παρ' ἐμὲ τὸ μετὰ Χριστοῦ γενέσθαι, ἀλλ' οὐδὲ τούτου ἐστέρημαι. 1 Kor 9, Πρὸς τοὺς διερωτῶντάς με εἰ εἰμὶ ἀπόστολος, αὕτη μοί ἐστιν ἀπολογία, ἡ ὑμετέρα σφραγὶς καὶ διδασκαλία. Οὐκ ἐγὼ διατάττω ὡς ἀπόστολος; οὐκ ἐγὼ νομοθετῶ ταῖς ἐκκλησίαις; μὴ ὑφ' ἑτέροις εἰμὶ διδασκάλοις; ἔχω γοῦν ἐξουσίαν, ἀλλ' οὐ καταχρῶμαι αὐτῇ, ἵνα μὴ σκανδαλίσω ἐπ' ἐμοί τινας ὀλιγοπίστους. 256 1 Kor 9,Ἡ βεβαίωσις καὶ ἡ ἀπόδειξις. 1 Kor 9,4 Δείκνυσιν ὅτι τοῖς ὑπηρετουμένοις εἴτε θυσιαστηρίοις εἴτε εὐαγγελίοις ἐκ τούτων διαζῆν νενομοθέτηται. 1 Kor 9,5 Γυναῖκα εἰπὼν καὶ προσθεὶς ἀδελφήν, τὸ πρέπον καὶ σῶφρον καὶ καθαρὸν τῆς συνεκδημούσης ἐδήλωσεν, εἴτε σύζυγος ἦν εἴτε οὔ, δηλονότι ὅτι καὶ Πέτρῳ καὶ ἄλλοις συνεξεδήμησαν γυναῖκες τῆς διδασκαλίας αὐτῶν ὀρεγόμεναι. οὐ διαβάλλων δὲ ταῦτά φησιν–μὴ γένοιτο–ἀλλὰ τῆς αὐτοῦ περὶ τὸν βίον ἀκριβείας τὴν ὑπερβολὴν δεικνύει, δυσωπῶν τοὺς Korινθίους μὴ ἀπαραφυλάκτως ζῆν, ἵνα μὴ ἑτέροις γίνωνται σκάνδαλον. 1 Kor 9,Ἢ μόνοις ἡμῖν ἀπηγόρευται πράττειν ταῦτα ἅπερ καὶ ἑτέροις; ἐνέθηκε δὲ ὡς συνεργὸν τὸν Βαρνάβαν, ἵνα μὴ δόξῃ μεγαφρονεῖν ὡς μόνος κατορθῶν. 1 Kor 9, Μὴ ἐμὰ ῥήματα λέγω. οὐχὶ καὶ ὁ νόμος δὲ ταῦτα λέγει; 1 Kor 9,15 Οὐ διὰ ταῦτο δὲ ἔγραψα, φησίν, ἵνα τι παρ' ὑμῶν ἀπενέγκωμαι, μὴ γένοιτο. 1 Kor 9,19 Οὐδὲν μέγα, εἰ εἰδωλόθυτον ἀπόσχῃ διὰ τὸν ἀδελφόν σου· κἀγὼ γὰρ ἐδούλωσα ἐμαυτὸν οἷς οὐχ ὑπόκειμαι, ἵνα ὠφελήσω πολλούς. 1 Kor 9, Ἰουδαίους λέγει τοὺς φύσει ὄντας ἐκ τοῦ γένους τοῦἸσραηλιτικοῦ, ὑπὸ νόμον δὲ τοὺς μὴ ὄντας τοῦ γένους αὐτῶν, τῷ δὲ νόμῳ τῶνἸουδαίων χρωμένους καὶ γεγονότας προσηλύτους. 257 1 Kor 9,21 Ἀνόμους λέγει τοὺςἝλληνας τοὺς μὴ ὄντας ὑπὸ τὸν Μωϋσέως νόμον. οὐκ εἶπεν δὲ τοῖςἝλλησιν ἐγενόμην ὡςἝλλην, ἐπειδὴ οὔτε ὑποκρίνεσθαι τὸνἙλληνισμὸν ἠνέχετο. ἀνόμους οὖν λέγει τοὺς ἀπ' ἐθνῶν ἐπιστέψαντας. 1 Kor 9,Ἔδοξα τοῖς ἀπὸἙλλήνων μὴ εἶναι ὑπὸ νόμον καὶ ἔφερον τὴν ὑπόληψιν, ἵνα ῥύσωμαι αὐτοὺς τῶνἸουδαϊκῶν. πᾶσιν οὖν ἐνεδίδου τὸ κατ' ἀρχὴν συνυπάγων ἑαυτόν, ἵνα συνενεχθεὶς αὐτοῖς ὀλίγα πρὸς ἑαυτὸν αὐτοὺς ἐπισπάσηται· οὐ γὰρ τοῖς ἐν μηδενὶ συμφωνοῦσι συντίθενται ποσῶς οἱ ἄνθρωποι, ἀλλὰ τοῖς ἐκ μέρους αὐτοῖς συντιθεμένοις. 1 Kor 9,Ἐπειδὴ καὶ τῷ εὐαγγελίῳ δοκεῖ μὴ κεχρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν, ὅπερ ἐκεῖνο βούλεται οἰκονομῶν, ἵνα κατ' αὐτὸ τοῦτο αὐτῷ κοινωνήσω.Ἐπειδὴ καὶ τῷ εὐαγγελικῷ δοκεῖ χρῆσθαι νόμῳ, ἐμιμησάμην αὐτοῦ τὴν οἰκονομίαν· ὅπερ γὰρ ἐκεῖνο εἶπεν, τοῦτο οἰκονομῶ. 1 Kor 9,24 Οὐ τοῦτο λέγει ὅτι εἷς ἐξ ἡμῶν πάντων προκρίνεται–ἢ γὰρ ἂν καὶ ἀπέγνωσαν ἑαυτῶν οἱ ἄνθρωποι εἰς τὸ δυσκατόρθωτον ἀποβλέποντες–ἀλλὰ δηλονότι ἡ εἰκὼν πρὸς τὰ εἰρημένα αὐτῷ ἔθνη εἴληπται. πάντες, φησίν, ὡς ἐν σταδίῳ τῷ βίῳ τούτῳ ἀγωνίζονται,Ἰουδαῖοι μὲν κατὰ νόμον,Ἕλληνες δὲ κατὰ πλάνην, εἷς δέ ἐστιν ὁ τῆς ἀληθείας λόγος, ὁ νικῶν καὶ λαμβάνων τὸ βραβεῖον. διὸ τρέχετε ἵνα μὴ σὺν τοῖς ἄλλοις ἀπολειφθῆτε. 1 Kor 9,25 Τί μέγα, φησίν, ἐὰν ἐγκρατεύσησθε σαρκὶ διὰ τὸν ἀδελφόν; πάντα δεῖ ἐγκρατεύεσθαι τὸν ἀγωνιζόμενον, ἀπὸ θυμοῦ, ἀπὸ δόξης καὶ ἀπὸ πάντων τῶν λοιπῶν· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν
στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258 γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδωλόθυτον οὐκ ἔστιν εἰδωλόθυτον. 257,ξολ Οὐχ ἁπλῶς τοῦτο εἶπεν ἀλλὰ διορθούμενος τοὺς ἕνεκεν τοῦ 258,ξολ γαστρίζεσθαι ἀδιαφόρως ἐσθίειν τὰ ἱερόθυτα ἐν πίστει προσποιουμένους. 1 Kor 10,1–8 Τοὺς ἐκ τῆς παλαιᾶς τύπους καὶ τὰς ἐκεῖθεν σκιὰς προεικονιζούσας τὴν μέλλουσαν ἀλήθειαν εἰς μέσον ἄγει ὁ θεσπέσιος Παῦλος, ἵνα σωφρονίσῃ τοὺς Korινθίους ἐκ τῆς τῶν παλαιῶν παραθέσεως. εἰ γάρ φησιν· οἱ εἰς τὸν Μωϋσῆν βαπτισθέντες, ὃς ἦν τύπος τοῦ Χριστοῦ, ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ καὶ φαγόντες τὸ μάννα, τὸ πνευματικὸν βρῶμα, καὶ πιόντες ἐκ τῆς πέτρας τὸ πνευματικὸν πόμα κατεστρώθησαν ἐν τῇ ἐρήμῳ, εἰς μέθας καὶ πορνείας καὶ εἰδωλολατρείας τραπέντες, ὅτι τὸν τύπον καὶ τὴν σκιὰν ὕβρισαν, τί οὐκ ἂν πάθοιεν οἱ εἰς αὐτὴν τὴν ἀλήθειαν ἁμαρτάνοντες; 1 Kor 10,Ἐπειδὴ ἔλεγον· ἐμοὶ εἴδωλον οὐκ ἔστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, τοῦτο, φησίν, ἐκπειράσαι ἐστίν. ὃ γὰρ μὴ προσέταξενἸησοῦς ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. Τοῦτο φησι πρὸς τοὺς λέγοντας· ἐμοὶ οὐδὲν εἴδωλόν ἐστιν· εὐχαριστῶ γὰρ καὶ ἐσθίω, ὅπερ ἐστὶν ἐκπειράζειν. ἃ γὰρ μὴ προσέταξεν ὁ κύριος ὅταν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις. 1 Kor 10,11 Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ' ἣν οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται· τέλη γὰρ λέγει οὐ τὴν ἐσχάτην γενεὰν καθ' ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ' ᾗ τῶν αἰώνων ἡ συμπλήρωσις ἀπαντήσει. 1 Kor 10,13 Οὐκ ηὔξατο μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτως πειράζεσθαι ὡς φέρειν. Ἐκ τούτου δηλοῖ ὅτι ὑπέμεινάν τινας ἀηδίας ἐκ τῶν πολιτῶν οἱ ἐν αὐτοῖς πιστεύσαντες. εἶτα οὐκ ηὔξατο αὐτοὺς μὴ πειρασθῆναι, ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος, ἀλλ' οὕτω πειρασθῆναι ὡς φέρειν. 259 1 Kor 10,14 Ὁρᾷς ὅτι πάντα τὰ προειρημένα αὐτῷ τούτου ἕνεκα κατεσκευάζετο. Ἦλθεν ἐφ' ᾧ κατεσκεύαζεν· πάντα γὰρ ὅσα προεῖπεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς τῆς εἰδωλολατρείας ἐλέγετο καὶ κατεσκευάζετο. 1 Kor 10, Μὴ πρὸς τὰ εἴδωλα αὐτῶν ἀποβλέπετε οὐδὲν ὄντα, ἀλλὰ πρὸς τὴν διάνοιαν καθ' ἣν θύουσι δαιμονίοις καὶ οὐ θεῷ· τὸ γὰρ γινόμενον ὥσπερ εἰς ἄρνησιν γίνεται τοῦ θεοῦ. 1 Kor 10,22 Ἐπειδὴ γέγραπται ὁ θεὸς λέγων διὰ Μωϋσέως αὐτοῖς· παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, οἱ δὲ Korίνθιοι εἰδωλόθυτα ἤσθιον, διὰ τοῦτό φησιν· ἢ παραζηλοῦμεν τὸν κύριον;–ἀντὶ τοῦ παροξύνομεν αὐτόν; –μὴ ἰσχυρότεροι αὐτοῦ ἔσμεν; ἔδειξε διὰ τούτου, ὅτι οὐ θέλει ὁ κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησί, θέλε ἃ μὴ θέλει ὁ κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος. Ἢ εἰς ζῆλον αὐτὸν κινοῦμεν καὶ παροξύνομεν; εἴρηται γὰρ παρὰ Μωϋσεῖ· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. ταῦτα δέ φησιν, ἐπειδὴ εἰδωλόθυτα οἱ Korίνθιοι ἤσθιον. 1 Kor 10,25 Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκριβολογουμένους μηκέτι τολμᾶν μήτε ὀψωνεῖν φόβῳ τοῦ μὴ ἀκοῦσαι «εἰδωλόθυτον ἠγόρασας», παραμυθεῖται τὸν φόβον. συνείδησιν δὲ λέγει οὐ τὴν τοῦ ἐγνωκότος ὅτι οὐδὲν εἴδωλον, ἀλλὰ τὴν τοῦ ἑωρακότος τὸν ἀγοράζοντα τὸ εἰδωλόθυτον καὶ νομίζοντος ὅτι ἔστι τι εἰδωλόθυτον. 1 Kor 10,26 Ἃ ἐσθίετε τοῦ κυρίου ἐστίν, ἐπεὶ καὶ ἡ γῆ καὶ πάντα ὅσων πεπλήρωται. 260 1 Kor 10,31 Πάντα πεφυλαγμένως ποιεῖτε, ἵνα δοξάζωσι δι' ὑμᾶς τὸν θεὸν καὶ μὴ σκανδαλίζωνται. 1 Kor 10,32 Μὴ αἴτιοι προσκόμματος γίνεσθε Ἰουδαίοις καὶ Ἕλλησιν ἐν τῷ μὴ προφάσει τῆς κακῆς ὑμῶν ἀναστροφῆς φεύγειν αὐτοὺς τὴν πίστιν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ ἐν τῷ τοὺς ὀλιγοπίστους μὴ σκανδαλίζεσθαι. 1 Kor 11, Ἐπαινεῖ νῦν καίπερ διεσφαλμένους, ἵνα κἂν τοῦ λοιποῦ πεισθῶσιν οἷς λέγει. 1 Kor 11,3 Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος λέγει, ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς· θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ
ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός. Εἰ ἀσεβῶς ἐκλαμβάνοι τις, κατὰ τὸν τῆς θεότητος λόγον, εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας· οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος–ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν–οὐδὲ ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ' εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν– καὶ ὅλως οὐδὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται νῦν, ἀλλ' ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν. Ἐπειδὴ οἱ Ἀρείου λέγουσιν· ὥσπερ κεφαλὴ τοῦ ἀνδρὸς ὁ Χριστός, ἐπειδὴ ποιητὴς αὐτοῦ ἐστιν, οὕτω τοῦ Χριστοῦ ὁ θεὸς ὡς ποιητὴς αὐτοῦ, δοκοῦσι τὰ ἑξῆς ἀγνοεῖν· τῆς γὰρ γυναικὸς κεφαλὴ ὁ ἀνήρ. καὶ οὔτε ποιητὴς αὐτῆς ἐστιν καὶ ὁμοούσιος αὐτῇ ἐστιν, καὶ κατὰ τὸν αὐτὸν λόγον εὑρισκόμεθα ὁμοούσιοι τῷ Χριστῷ. οὕτω πάντα πᾶσι ληροῦσιν. κεφαλὴ γὰρ ὧδε κατὰ τὸ ἀρχοντικὸν εἴρηται, οὐ κατὰ τὸ ποιητικόν· ὥστε ὁ ἔχων ἄρχοντα καὶ κεφαλὴν τὸν Χριστόν, ἐὰν ἁμαρτῇ, τὸν ἑαυτοῦ ἄρχοντα ὑβρίζει. κατὰ τοῦτον τὸν λόγον τῷ Χριστῷ ὑποτεταγμένοι τῷ θεῷ καὶ πατρὶ ὑποτετάγμεθα, ὅτι καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεός. 261 1 Kor 11,4 Προφητεύειν λέγει τὸ τοὺς προφήτας ἑρμηνεύειν. ἤτοι ἐν τούτῳ ἡ διαφορὰ τῶν πάλαι προφητῶν καὶ τῶν νέων, ὅτι οἱ μὲν παλαιοὶ γενικώτερον ἐπροφήτευον περὶ ἐκπτώσεως Ἰουδαίων καὶ κλήσεως ἐθνῶν καὶ τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ, οἱ δὲ ἰδικῶς ὡς ἐπὶ Ἀνανίου ὁ Πέτρος. 1 Kor 11, Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν ψυχὴν εἰκὼν θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν καθ' ἕν τι τούτων, πάντως ἂν καὶ ἡ γυνὴ εἰκὼν θεοῦ ἐκλήθη, καὶ αὐτὴ τὸν τύπον ἔχουσα τὸν τοῦ σώματος καὶ τὴν ψυχὴν ἔχουσα οἵαν καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ ἀνδρὶ ψυχὴν καὶ σάρκα εἰκὼν οὐ λέγεται, δηλονότι κατὰ τὸ ἀρχικὸν εἰκὼν θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν θεοῦ· ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ, διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι, γυναικὸς δὲ ὁ ἀνήρ, ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὖν οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν. Εἰκών ἐστιν ὁ ἀνὴρ τοῦ θεοῦ, οὐ κατὰ σῶμα ἢ ψυχήν, ἀλλὰ κατὰ τὸ ἀρχικόν· ἔχει γὰρ μετὰ τῶν ἄλλων ἐν ὑποταγῇ καὶ τὴν γυναῖκα, καὶ ὥσπερ οὐδεὶς ἄρχει θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὔτε ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. ὥσπερ δὲ καλῶς ὑπακούων ὁ ἀνὴρ τῷ ἀρχηγέτῃ δόξα καὶ ἔπαινος θεοῦ ἐστιν, οὕτως καὶ ἡ γυνὴ δόξα τοῦ ἀνδρός ἐστιν καλῶς αὐτῷ ὑποτεταγμένη. 1 Kor 11,10 Τὸ τραχὺ καὶ δύσεικτον τῶν γυναικῶν συνεωρακὼς ὁ ἀπόστολός φησιν, ὑπομιμνήσκων ὅτι καὶ ἀγγέλους ἐπέστησεν ἡμῖν ὁ θεός. τινὲς δὲ ἀγγέλους τοὺς ἱερέας τῆς ἐκκλησίας εἰρῆσθαί φασιν καὶ δι' αὐτοὺς καλύπτεσθαι ὡς μὴ λαβούσας τοῦ ἄρχειν τὴν ἐλευθερίαν. τοῦτο 262 δὲ ἴσως εἶπεν, ἐπειδὴ καὶ γυναῖκες προεφήτευον ἐκ πνεύματος ἁγίου. τοῦ δὲ πνεύματος ἐνεργοῦντος πᾶσα ἀνάγκη τοὺς λειτουργοὺς ἀγγέλους παρεῖναι, καὶ δεῖ διὰ τοῦτο κατακαλύπτεσθαι τὴν γυναῖκα. 1 Kor 11,14–15 Οὐκ ἀπὸ τοῦ παλαιοῦ ἔθους ἀλλ' ἀπὸ τοῦ κατ' αὐτοὺς ἐδοκίμασε τοῦτο. καὶ οἱ κομῶντες τὸ παλαιὸν ἐκ μέρους ἀποκείροντες ἐπὶ πλεῖον ἢ ἔδει κομῶντες, γυναικὶ δὲ ἀεὶ τὸ κείρεσθαι ἀπεδοκιμάσθη. 1 Kor 11,19 Αἱρέσεις λέγει οὐ τὰς ἐν τοῖς δόγμασιν ἀλλὰ τὰς ἐν ἔθεσι καὶ τύποις. 1 Kor 11,–21 Ἐγκαλεῖ ὅτι συνερχόμενοι ὡς ἐπὶ κοινωνίᾳ τοῦ ἁγίου σώματος οὐκ ἀνέμενον ἀλλήλους, ἀλλά τινων διαπενίαν ἀσχολουμένων καὶ ὑστερούντων προφθάνοντες οἱ εὔποροι οὐκ ἀνέμενον τοὺς ἄλλους, ἀλλ' ὑπὸ γαστριμαργίας τοῦ μὲν κυριακοῦ δείπνου παρημέλουν, ἐπὶ δὲ τὰ ἴδια αὐτῶν δεῖπνα ἐπείγοντο, ἅπερ πολυτελῶς ἐποίουν ἐν τῇ ἐκκλησίᾳ ὥσπερ ἐλέγχοντες τῶν οὐκ ἐχόντων τὴν ἔνδειαν, διότι ἄλλων πεινώντων αὐτοὶ ἐμέθυον· φθάνοντες γὰρ τὴν κοινωνίαν ἀπήλαυον τῶν ἰδίων ὄψων. 1 Kor 12,1–2 Πνευματικὰ λέγει νῦν τὰς τοῦ ἁγίου πνεύματος ἐνεργείας ἃς ἑκάστῳ κατὰ τὴν ἀξίαν διερεῖ, οἷον τῷ μὲν εὐαγγελίζεσθαι, τῷ δὲ προφητεύειν, καὶ ἑτέρῳ ἕτερον. διὰ δὲ τοῦ εἰπεῖν πρὸς
τὰ εἴδωλα ἀνήγεσθε δείκνυσι διαφορὰν προφητείας καὶ μαντείας μεγίστην. ἐν μὲν γὰρ τοῖς εἰδώλοις οὐ νήφουσιν οἱ κάτοχοι τῷ ἀκαθάρτῳ πνεύματι, ἀλλ' ἀνάγονται ὑπ' ἀκαθάρτου πνεύματος οὐκ αὐθαιρέτῳ γνώμῃ πορευόμενοι· τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀνήγεσθε ἀπαγόμενοι. φησὶ γοῦν· τὴν μὲν τοῦ ἀκαθάρτου πνεύματος ἐξ ὧν ἐπάσχετε ἴστε ἐνέργειαν, τὰ δὲ τοῦ ἁγίου πνεύματος καθαρὰν ἔχει τὴν ἐνέργειαν. διὸ ὁ μὲν μάντις σκοτοῦται τὴν ψυχὴν καὶ οὐκ οἶδεν ὃ λέγει, τοῦ δὲ προφήτου ἡ ψυχὴ φωτεινοτέρα γίνεται καὶ μαθοῦσα ἃ οὐκ ᾔδει λέγει τὰ ἀποκαλυφθέντα αὐτῇ. ὁ οὖν δαίμων ὡς ἐχθρὸς σκοτεῖ τὴν ψυχήν, τὸ δὲ πνεῦμα ὡς εὐεργετικὸν φωτίζει προσερχόμενον τῇ ψυχῇ, ὅπερ δεικνὺς ἐπάγει. 263 1 Kor 12,3 Πάντων γὰρ τὰ βλάσφημα εἰς Χριστὸν ὑπὸ τοῦ πονηροῦ ἐνεργεῖται τοῦ θολοῦντος τὴν ψυχήν. τοῦτο οὖν λέγει ἀσφαλιζόμενος τοὺς προσποιουμένους θεοφορεῖσθαι καὶ κατὰ Χριστοῦ λαλοῦντας. ἐπειδὴ δὲ καὶ ἡ λεγεὼν καὶ ἡ πυθομάντις ὠνόμαζον τὸν κύριον Ἰησοῦν, οὐ λέγομεν ὅτι ὁ τοῦτο λέγων τελείως λέγει–εἰσὶ γὰρ πολλοὶ κύριοι λεγόμενοι δίκαιοι–ἀλλὰ τὸ ὁμολογῆσαι τὴν ἐπὶ πάντων κυριότητα καὶ δεσποτείαν τοῦ Χριστοῦ. ἴσως δὲ ὅτι καὶ πειρώμενοι τοῦτο ἔλεγον ὡς ὁ διάβολος ἀναγαγὼν αὐτὸν εἰς τὸ ὄρος. διὸ οὔτε ὥσπερ ἀναξίων καὶ πειραζόντων καταδέχεται τὴν ἐξ αὐτῶν μαρτυρίαν. 1 Kor 12,8–10 Λόγος σοφίας τὸ καὶ νοῆσαι τὰ ἐν σοφίᾳ θεοῦ εἰρημένα ἐν προφήταις καὶ εὐαγγελισταῖς καὶ παραστῆσαι τοῖς ἀκούουσιν. λόγος γνώσεως ἡ ἀποκάλυψις τῶν λανθανόντων ἃ μανθάνει τις μὴ εἰδὼς ἐν πρώτοις παρὰ τῆς τῆς χάριτος καὶ λέγει. πίστις τὸ πιστεῦσαι μόνον τῷ κηρύγματι· οὐ γὰρ τὸ ἀκοῦσαι ἁπλῶς τοῦτο πίστις ἀλλὰ τὸ δέξασθαι πιστῶς τὰ εἰρημένα. διάκρισις πνευμάτων, ἐπειδὴ μεμίμηται ἡ μαντεία τὴν προφητείαν ἐν τῷ καὶ αὐτῇ δοκεῖν προλέγειν τὸ πνεῦμα τὸ ἅγιον, καὶ τούτων τὴν διάκρισιν δέδωκεν διὰ τὸ μὴ πλανᾶσθαι. 1 Kor 12,12 Τῷ ὅλῳ σώματι ἐκ πολλῶν συγκειμένῳ μελῶν ἀπεικονίζει τὸν Χριστόν, διὰ τοῦ Χριστοῦ τὴν ἐκκλησίαν δηλῶν· ἐπεὶ γὰρ ὁ Χριστὸς εἴρηται τῆς ἐκκλησίας κεφαλὴ καὶ ἡ ἐκκλησία σῶμα Χριστοῦ, Χριστὸν δὲ ὠνόμασεν τὴν ἐκκλησίαν, ἀπὸ τοῦ κρείττονος τὸ ἔλαττον δηλῶν. 1 Kor 12,14 Τοῦτο λέγει, ἵνα μὴ τοὺς ταπεινοτέρους ἐν τῇ ἐκκλησίᾳ περιορῶσιν· κἂν γὰρ τῇ φύσει ἐλάττω τις ᾖ, ἀλλὰ τῷ κοινῷ τῆς ἐκκλησίας συμβάλλεται. 1 Kor 12,27 Οὐκ εἶπεν μέλη ἐκ μελῶν, ἀλλὰ μέλη πολλὰ ἐκ μέλους ἑνός· μέλος γὰρ ἡ κεφαλὴ τοῦ ὅλου σώματος. Οὐκ εἶπεν ἐκ μελῶν, ἀλλ' ἐκ μέλους· ἓν γάρ ἐστιν μέλος ἡ κεφαλή, ὅς ἐστι Χριστός, ἡ κεφαλὴ τῆς ἐκκλησίας. Ἐπειδὴ μελῶν μέμνηται καὶ σώματος, ἄρχεται ἀπὸ τοῦ τιμιωτέρου τῶν ἄλλων μελῶν τῶν μετὰ τὴν κεφαλήν, τῶν ἀποστόλων. προφήτας δὲ λέγει τοὺς ἐν τῇ ἐκκλησίᾳ, οὐ τοὺς ἐν νόμῳ. τρίτον διδασκάλους. μὴ θαυμάσῃς εἰ πρὸ τῶν τὰς ἰάσεις καὶ τὰς δυνάμεις ἐπιτελούντων τέθειται διδάσκαλος· τὰ γὰρ σημεῖα ἵνα πιστευθῇ ἡ γνῶσις, ἡ δὲ γνῶσις διὰ τῶν διδασκόντων παρίσταται. ἀντιλήψεις. τοῦτο ἀλλαχοῦ λέγει· ὁ προϊστάμενος ἐν σπουδῇ. κυβερνήσεις· αἱ διοικήσεις αἱ ἐκκλησιαστικαί. 264,ξολ Κεφαλὴ τῆς ἐκκλησίας Χριστός, μεθ' ὃ μέλος δεύτερα μέλη φησὶ τοὺς ἀποστόλους. Οὐ τοὺς ἐν τῷ νόμῳ λέγει, ἀλλὰ τοὺς τῆς ἐκκλησίας. Διὰ τοῦτο δείκνυσιν ὅτι μέγα ἐφρόνουν ἐπὶ τῷ χαρίσματι τῶν γλωσσῶν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις χαρίσμασιν. δείκνυσιν οὖν ὅτι τὸ μέγιστον ἡ ἀγάπη ἐστίν· ἐκεῖνα μὲν γὰρ χαρίσματά ἐστιν καὶ τοῖς ἀναξίοις διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας διδόμενα, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα τοῦ εὐσεβοῦς. τοῦτο οὖν λέγει· ποθεῖτε τὰ χαρίσματα τὰ κρείττονα. καὶ ὁδὸν ὑμῖν δείκνυμι τὴν ἄγουσαν ὑμᾶς ἐπὶ τὴν τῶν κρειττόνων χαρισμάτων ἀπόλαυσιν, ὁδὸν δὲ τὴν ἀγάπην· ὁ γὰρ ἀγαπῶν νόμον πληροῖ. ὁ δὲ νόμον πληρῶν εὐδοκιμεῖ. ὁ δὲ εὐδοκιμῶν λαμβάνει χάρισμα πνευματικόν. Ἐπειδὴ ἑώρα αὐτοὺς ζηλοῦντας τοὺς ἔχοντας τὰ χαρίσματα, τὴν δὲ ἀγάπην οὐ θερμαίνοντας, διδάσκει ὡς Korυφαιότατον ἀγαθὸν ἡ ἀγάπη· ἐκεῖνα γὰρ τὰ χαρίσματα ἐσθ' ὅτε καὶ ἀναξίοις ἐδίδοτο διὰ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, τὸ δὲ τῆς ἀγάπης κατόρθωμα ἴδιόν ἐστι
τοῦ εὐσεβοῦς. ὁδὸν οὖν λέγει τὴν ἀγάπην τὴν ἄγουσαν ἡμᾶς ἐπὶ τὴν τῶν κρειττόνων ἀπόλαυσιν· τί γὰρ ἀνώτερον τοῦ χαρίσματος τῆς ἀγάπης τῆς πάντα πληρούσης τὸν νόμον; 265 Καὶ τίς γλῶσσα ἀγγέλων, παρ' οἷς οὐ στῆθος, οὐ λάρυγξ, οὐ γλῶσσα, οὐ φωνή; ἀλλ' ἐπειδή, ὡς λέγει Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ, ἔστησεν ὁ θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ– τότε δὲ δηλαδὴ ἔστησεν, ὅτε εἰς γλώσσας ἐμέρισεν τοὺς τὸν πύργον οἰκοδομεῖν ἐπιχειρήσαντας–· ἐπειδὴ γὰρ οὐκέτι ἀπὸ τῆς ὁμοφωνίας ἐφυλάττοντο εἰς συμφωνίαν, ἀλλ' ὥσπερ ἠλλοτριώθησαν ἀλλήλων ταῖς τῆς γλώσσης ἐναλλαγαῖς, ἐτέθησαν ἄγγελοι, ἵνα ἕκαστος φυλάσσῃ ὃ ἐπιστεύθη ἔθνος, καὶ μηδὲν παραναλωθῇ καὶ ἀπόληται. διὰ τοῦτο ἀγγέλων γλώσσαις καλεῖ τὴν διαφορὰν τῶν γλωσσῶν. δεῖ δὲ εἰδέναι ὅτι ὥσπερ ἄρτον ἀγγέλων λέγει ὁ Δαυὶδ οὐχ ὡς ἐσθιόντων, οὕτως καὶ ἀγγέλων γλώσσας οὐχ ὡς λαλούντων· ἐκεῖνό τε γὰρ καὶ τοῦτο ὡς ὑπουργούντων τῇ τοῦ θεοῦ διατάξει. ἀνθρώπων μὲν οὖν γλῶσσα ἡ πεπαιδευμένη–ἐπείσακτος γὰρ αὕτη παρὰ τὴν φυσικὴν ἡ ἔντεχνος–, ἀγγέλων δὲ γλῶσσα ἡ κατὰ φύσιν εἰς πολλὰ μερισθεῖσα. Γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ἐντεῦθεν φαίνεται ὅτι ἀγγέλων λέγει τὴν ἐναλλαγὴν τῶν γλωσσῶν καὶ τὴν διαφοράν· ὁ γὰρ λαλῶν ἄλλαις γλώσσαις παρὰ τοῖς οὐκ εἰδόσιν αὐτὰς ὥσπερ κύμβαλόν ἐστι μόνον ἦχον ἀποτελοῦν, νόημα δὲ οὐδὲν ἐπιδεικνύμενον. Ἀνθρώπων γλῶσσαν λέγει τὴν ῥητορικήν, γραμματικήν, φιλοσοφικήν, νοητικήν, συγγραφικήν, τεχνικήν, συζητητικήν. ποία δὲ γλῶσσα παρ' ἀγγέλοις παρ' οἷς οὐ στῆθος, οὐ φάρυγξ, οὐ φωνή, οὐκ ἄλλο τι σωματικόν; ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν οἱ ἄγγελοι κατὰ τὸ τῆς διασπορᾶς τῆς ἐπὶ τῆς πυργοποΐας, ἵνα ἕκαστος φυλάττῃ ὃ ἐπιστεύθη ἔθνος. ὥσπερ δὲ ἄρτον ἀγγέλων νοοῦμεν τὸν διὰ τῆς ἐπιταγῆς τῶν ἀγγέλων χορηγούμενον–οὐχ ὅτι οἱ ἄγγελοι ἤσθιον, ἀλλ' ὅτι οἱ ἄγγελοι παρέχειν ἐπετάγησαν– οὕτως καὶ ἀγγέλων γλώσσας τὰς διαφορὰς τῶν γλωσσῶν αἷς ἐπέστησαν ἄγγελοι. Χαλκοῦ δὲ ἦχον καὶ κυμβάλου ἀλαλαγμὸν τὰς διαφορὰς τῶν γλωσσῶν εἶπεν· ὅταν γὰρ οὐκ οἶδέν τις τὰ ἐν ἑτέρᾳ γλώσσῃ λαλούμενα, οὕτως ἔχει τὸν λαλοῦντα ὡς κύμβαλον ἄσημον ἀποτελοῦν, νόημα δὲ οὐκ ἐμφαῖνον. 266 1 Kor 13, Μυστήριον λέγει πᾶν τὸ ἀγνοούμενον μέν, δυνάμει δὲ πνεύματος ἀποκαλυπτόμενον. ἓν μυστήριόν ἐστι τοῦτο, ὡς καὶ ἀλλαχοῦ λέγει· οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν τὸ μυστήριον τοῦτο καὶ πάλιν ἰδοὺ μυστήριον ὑμῖν λέγω. 1 Kor 13,4 Μετ' ὀλίγα διδάσκει τί ἐστιν ἀγάπη, ὅπου λέγει· ἡ ἀγάπη μακροθυμεῖ καὶ τὰ ἑξῆς. διὸ ἄλλο ἐστὶ τὸ ἐλεεῖν καὶ ἕτερον τὸ ἀγαπᾶν, ὅμως καὶ τὸ δοῦναι τὴν οὐσίαν πτωχοῖς καὶ τὸ ἐκδοῦναι ἑαυτὸν εἰς μαρτύριον· ἐὰν μήπω τῆς ἀγάπης λόγῳ γίνηται, λανθάνει εἰς κενοδοξίαν καὶ φιλοτιμίαν κενὴν ἐκπίπτον. διὸ εἰ καὶ μεταδώσομεν διὰ τὴν περὶ τὸν λαμβάνοντα ἀγάπην, ἢ διὰ τὴν περὶ τὸν ἐντειλάμενον θεὸν μεταδοτέον, καὶ εἰ μαρτυρήσομεν διὰ τὴν περὶ τὸν κύριον ἀγάπην, τοῦτο ἡμῖν ὑπομενετέον. 1 Kor 13, Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, τοῦτ' ἔστιν οὐδέποτε ἐξολισθαίνει εἰς ἁμάρτημα. 1 Kor 13,10 Ἡ ἐκ μέρους καταργεῖται τῆς ὁλοκλήρου γνώσεως δοθείσης· ὀλίγα γὰρ οἴδαμεν τῶν πλειόνων ἔτι λανθανόντων. 1 Kor 13,11– 12 Ὥσπερ, φησίν, ὅτε ἤμην παῖς, νηπίου εἶχον τοὺς λογισμούς, παρελθὼν δὲ εἰς ἄνδρα τέλειον ἔσχον τὸν νοῦν, οὐκέτι ἁπλῶς εἰδὼς τὸν πατέρα ὅτι πατήρ, ἀλλὰ καὶ κατὰ τί πατήρ ἐστιν, οὕτω καὶ ὅτι γιγνώσκω νῦν ἐκ μέρους, τοῦτο ἐν καιρῷ τελείῳ μαθήσομαι. καὶ ὅπερ νῦν ὡς ἐν ἐσόπτρῳ ἀμυδρῶς, τοῦτο ἐν καιρῷ ἐναργῶς γνώσομαι. οὐκ εἶπεν δὲ «γνώσομαι τότε μυστήρια», ὅπερ ἀκόλουθον ἦν, ἀλλὰ ἐπιγνωσθήσομαι· ὁ γὰρ ἐπιγνωσθεὶς παρὰ τοῦ θεοῦ καὶ οἰκειωθεὶς αὐτῷ, οὗτος καὶ τῆς αὐτοψίας τῶν μυστηρίων τυγχάνει. 1 Kor 13,13 Μήπω ἀποκαλυφθείσης ἡμῖν πάσης γνώσεως, μένει ἡμῖν τὸ πιστεύειν ὅτι ἀποκαλυφθήσεται ἡμῖν πᾶσα γνῶσις. καὶ πιστεύουσι μὲν 267 1 Kor 13,2–14, εἰς τὸ ἐλπίζειν, ἐλπίζουσι δὲ ἀναγκαία ἡ ἀγάπη, ἵνα μὴ ἐκπέσωμεν τῆς ἐλπίδος. διὸ εἶπεν· μείζων τούτου ἡ ἀγάπη· διὰ γὰρ τῆς
ἀγάπης πληροῦται ὁ νόμος. 1 Kor 14,1–5 Ἐὰν γὰρ μὴ διερμηνεύῃ, μόνον δὲ λαλῇ γλώσσῃ καὶ τὴν δύναμιν μὴ σαφανίζῃ ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ–τὸ γὰρ πνεῦμα χορηγοῦν τὰς γλώσσας δηλονότι–καὶ μυστήρια φθέγγεται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδομεῖ δὲ τὴν ἐκκλησίαν οὐκ ἐπισταμένην ἃ λέγει. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ἐπιστάμενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει· πνεύματος ἁγίου ἦν χάρις ἐν αὐτῷ καὶ ᾠκοδομεῖτο. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύοι, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. Ζηλοῦτε, φησί, πλείω τῶν ἄλλων χαρισμάτων τὴν προφητείαν. τοῦτο δὲ εἶπεν· πρὸς γὰρ τὴν πολιτείαν ἑκάστου ἐδίδοτο τὰ χαρίσματα, καὶ ἐν αὐτοῖς ἦν ὃ ἤθελον ζηλῶσαι καὶ λαβεῖν. ὅταν δὲ λαλῶσί τινες γλώσσαις, οὐδεὶς ἀκούων νοεῖ. ἀλλ' ὅμως εἰ καὶ τὰ λαλούμενα ἄδηλα ἀνθρώποις, ἀλλ' ὁ ἐν πνεύματι λαλῶν λαλεῖ μυστήρια–τὸ γὰρ πνεῦμα χορηγοῦν γλώσσαις μυστήρια φθέγγεται–, ὁ δὲ προφητεύων ὠφελεῖ τοὺς ἀκούοντας· κατάδηλα γὰρ αὐτοῖς λαλεῖ. Μείζων ἡ χάρις, ἐὰν ὁ λαλῶν γλώσσαις καὶ τὸ διερμηνεύειν λάβῃ· ἴσως γὰρ ὅτι ἀμφοτέρων οὐκ ἐτύγχανεν. Ὥσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, οὐκ ἔλαττόν ἐστι τοῦ προφήτου. 1 Kor 14, Τί ὑμᾶς ὠφελήσω, φησίν, ἐὰν μὴ δύνωμαι ὑμῖν λαλεῖν ἢ περὶ ὧν ἀπεκαλύφθη μοι παρὰ θεοῦ, ἢ περὶ ὧν αὐτὸς ἔγνων καὶ κατέλαβον, ἢ περὶ ὧν παρὰ προφήταις κατενόησα, ἢ περὶ ὧν ὑμῖν συμβουλεύειν ἔγνωκα ἢ διδάσκειν; ἐὰν περὶ τούτων λαλῶ, ὑμεῖς δὲ μὴ συνίετε, τί ὑμᾶς ὠφελήσω; 268 1 Kor 14, Σκοπεῖτε γάρ, φησίν, ὅτι καὶ ἐν τοῖς ἀψύχοις αὐλῷ καὶ κιθάρᾳ ἐὰν μὴ διαστέλλωνται οἱ φθόγγοι, συγχεῖται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον. 1 Kor 14,10 Οὐδὲν ἄφωνον, δηλονότι γένος ἀνθρώπων. 1 Kor 14,12 Πνευματικὰ λαλεῖ τὰ διάφορα χαρίσματα τοῦ ἁγίου πνεύματος. 1 Kor 14,13–14 Ἐάν, φησί, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ οἶδα, μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν. Προσευχέσθω ἵνα διπλῆς χάριτος τύχῃ, καὶ γλώσσαις λαλῇ καὶ ταύτας ἑρμηνεύῃ. τὸ δὲ προσεύχεσθαι γλώσσῃ πνεύματος μὲν ἁγίου ἐστὶν ἐνέργεια, τοῦ δὲ νοῦ ἀκαρπία γίνεται διὰ τὸ μηδένα δύνασθαι νοεῖν τὰ λεγόμενα ἢ ὠφελεῖσθαι. διό, φησίν, τοῦτο ποιητέον μοι, σαφηνίζειν τὰ διὰ τοῦ πνεύματος χορηγούμενά μοι πρὸς οἰκοδομὴν τῶν ἀκουόντων, ἵνα μὴ ὁ νοῦς ἄκαρπος ᾖ οὐκ ἔχων τῶν ῥημάτων τὴν δύναμιν. 1 Kor 14,16 Διὰ τὸ μηδένα δύνασθαι ὠφελεῖσθαι ἢ συνιέναι τὰ λεγόμενα, ἐὰν εὐχαριστῶ γλώττῃ, οὐκ ἀποδίδωσί σοι ὁ ἀκροατὴς τὸ ἀμήν. ἰδιώτην δὲ λέγει ὥσπερ τὸν ἀστράτευτον τὸν μηδέπω βαπτισθέντα. 1 Kor 14,19 Τῇ σαφηνείᾳ τοῦ νοῦ καὶ τῇ συνήθει γλώττῃ. 1 Kor 14, Τέλειοι γίνεσθαι σπουδάζετε, νοεῖν τὰς γραφάς. 269 1 Kor 14,21–23 Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι, ὅπου ὁ θεὸς ἐν πολλαῖς αὐταῖς ἐλάλησε γλώσσαις κἀκεῖνοι ἠπείθησαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι, ὅτε ἦλθε. τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐμέρισεν γλώσσαις, οἱ Ἰουδαῖοι ἀπειθοῦντες ἔλεγον· γλεύκους μεμεστωμένοι εἰσίν. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδομοῦσιν αἱ γλῶσσαι, ὅταν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ οἶδεν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει ἀλλ' ὁ πιστός. ὁ δὲ ἄπιστος χρείαν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι θεοῦ πνεῦμα ἐν αὐτῷ. ὥστε θαῦμα ἦν ἡ γλῶττα, ἡ δὲ προφητεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία ἡ τῶν Ἑλλήνων, καὶ ἡ ὀλιγοπιστία ἡ τῶν εὐσεβῶν. Ἄπιστον λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν μήπω βα πτισθέντα, τὸν ἀστράτευτον· τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι ἢ ἀβάπτιστοι. 269,ξολ Νόμον λέγει καὶ τὰ τῶν ἄλλων προφητῶν, ἐπειδὴ κατὰ νόμον ἐπολιτεύοντο. τὸ δὲ εἰρημένον τῷ Ἡσαΐᾳ τότε ἀπέβη
ὅτε κατῆλθεν ἐπὶ τοὺς ἀποστόλους τὸ πνεῦμα, καὶ ἐλάλουν γλώσσαις καὶ ἐχλεύαζον Ἰουδαῖοι. Δηλονότι ὠφελοῦσιν αἱ γλῶσσαι, ὅταν ὁ ἀκούων γνῶ ὅτι ὁ λαλῶν γλώσσῃ λαλεῖ ἣν οὐκ οἶδεν οὐδ' ἔμαθεν παρ' ἀνθρώπων, ὅμως οὐκ ὠφελεῖ τὸ πρᾶγμα τὸν ἀκροατὴν διὰ τὸ μὴ νοεῖσθαι. ἡ δὲ προφητεία τοῖς πιστοῖς δίδοται, ἥτις περὶ τῶν μελλόντων λαλεῖ οἷς οὐχ ὁ τυχὼν πιστεύει ἀλλ' ὁ πιστός. τὸ δὲ σημεῖον δίδοται τοῖς ἀπίστοις, ἵνα πιστεύσῃ οἷς ὁρᾷ, ἡ δὲ προφητεία, ἵνα καταδέξηται τὸ ῥηθὲν καὶ εὐλογήσῃ τὸν κύριον. ἄπιστον δὲ λέγει τὸν Ἕλληνα, ἰδιώτην δὲ τὸν κατηχούμενον. ἔστι δὲ ὅπου καὶ ὁ ὀλιγόπιστος καλεῖται ἄπιστος. 270 1 Kor 14,26 Ἕκαστος δι' ἧς ἔχει χάριτος παρὰ θεοῦ, διὰ ταύτης τὴν ἐκκλησίαν οἰκοδομείτω. 1 Kor 14,28 Εἰπὼν σιγάτω ἐδίδαξεν ὅτι πνεύματι ἁγίῳ λαλῶν ὅτε θέλει λαλεῖ καὶ σιωπᾷ ὡς καὶ οἱ προφῆται, οὐ μὴν οἱ κατεχόμενοι πνεύματι ἀκαθάρτῳ· ἐκεῖνοι γὰρ καὶ ὅτε οὐ θέλουσι λαλοῦσι καὶ ἃ οὐκ ἴσασιν. 1 Kor 14,29–32 Διὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ πνεῦμα τὸ ἅγιον ἀπεκάλυπτε τὰ μυστήρια, κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τί φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον ὃ ἔλεγεν, ὅτι ὅτε ἦτε ἔθνη πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἀνήγεσθε ἀπαγόμενοι. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, οἱ ἄλλοι δὲ διακρινέτωσαν, οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω, ὡς ἐν αὐτοῖς ὂν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. μὴ φοβηθῇς, φησίν, ἐὰν σιγήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι. Δηλονότι οἱ ἔχοντες χαρίσματα τῆς διακρίσεως τῶν πνευμάτων. Μὴ φοβηθῇς ἐὰν σιωπήσῃς, ὡς ἀθετῶν τὸ πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάττεσθαι, ἵνα καὶ ἡ ἐκκλησία οἰκοδομὴν λάβοι καὶ ταραχὴ μὴ γίνεται πάντων ὁμοῦ λαλούντων. 271 1 Kor 15,1–2 Οὐ ξένον, φησί, λέγω, ἀλλ' ὅπερ ἐκήρυξα. καὶ οὐχὶ ἐγὼ μὲν ἐκήρυξα, ὑμεῖς δὲ οὐκ ἐδέξασθε, ἀλλ' ὃ καὶ παρελάβετε. καὶ οὐχὶ μάταιον παρελάβετε καὶ ἀνόνητον, ἀλλ' ἐν ᾧ σώζεσθε. μέλλων δὲ λέγειν ὅτι ἐγνώρισα ὑμῖν ὡς ὁ κύριος Ἰησοῦς ἀπέθανεν ὑπὲρ ἡμῶν, φησίν· τίνι δὲ λόγῳ τοῦτο τὸ εὐαγγέλιον, ἵνα πιστευθῇ ἡ ἀνάστασις· ἀπαρχὴ γὰρ Ἰησοῦς τῆς ἀναστάσεως ἀποθανὼν ὑπὲρ ἡμῶν. εἰ γὰρ μὴ ἔδει τὸν θάνατον ἀναιρεθῆναι, οὐκ ἂν ἐνηνθρώπησεν ὁ σωτήρ. ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, ἀντὶ τοῦ πλὴν εἰ μὴ εἰκῇ ἐπιστεύσατε· ἐγὼ γὰρ λέγω ὅτι εἰ μὴ κατέχετε, φανερὸν ὅτι εἰκῇ ἐπιστεύσατε. Ὁ λόγος τοῦ εὐαγγελίου, ἡ ἐκ νεκρῶν ἀνάστασις ἧς ἡ ἀρχὴ ἡ τοῦ Χριστοῦ· εἰ γὰρ μὴ ἠβούλετο τὸν θάνατον ἀναιρεθῆναι ὁ θεός, οὐκ ἂν ἐνηνθρώπησεν. εἰ οὖν μὴ κατέχετε ἃ ἠκούσατε ἀλλ' ἀποβεβλήκατε, δῆλον ὡς εἰκῇ ἐπιστεύσατε. τὸ δὲ ἐκτὸς ἀντὶ τοῦ πλήν. 1 Kor 15,3 Τὸ ἐν πρώτοις εἶπεν ἀντὶ τοῦ πρὸ πάντων τοῦτο ὑμῖν παρέδωκα. Ἐν πρώτοις, πρὸ πάντων. οὐκ ἴδιον δὲ παρέδωκα ἐπιχείρημα ἀλλ' ὃ παρέλαβον ἐκ τῶν γραφῶν. ἐπιστώθη δὲ αὐτοψίᾳ, ὅτι Χριστὸς ἀποθανὼν ἀνέστη καὶ ἐκάλεσεν αὐτὸν ἐξ οὐρανῶν. 1 Kor 15,4 Πῶς ἐτάφη, εἰ σάρκα οὐκ εἶχεν κατὰ τοὺς αἱρετικούς; 1 Kor 15, Ἀντὶ τοῦ πλέον ἢ πεντακοσίοις. 272 1 Kor 15, Ἔκτρωμα δέ ἐστι τὸ πρὸ τοῦ διαμορφωθῆναι καὶ λαβεῖν τὸν προσήκοντα αὐτῷ χρόνον τὸν ἐν τῇ γαστρὶ ἐκβαλλόμενον, ὃ καὶ ζῆν οὐ δύναται. ἐπειδὴ τοίνυν ὡς ἐν γαστρὶ τὰ βρέφη πλάττεται, ἐν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος· ὁ δὲ Παῦλος ἐδίωκεν τὴν ἐκκλησίαν οὐ μορφούμενος ἐν νόμῳ εἰς τὸ τέλειον–ἐδίωκε γάρ–, διὰ τοῦτο ἔκτρωμα ἑαυτὸν ἐκάλεσεν, καὶ τοῦτο ἑξῆς ἐπιφέρει· διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. Τὰ ἐκβαλλόμενα βρέφη πρὶν ἢ διαμορφωθῆναι ἐν τῇ γαστρὶ ἐκτρώματα καλεῖται. ἐπεὶ οὖν ἐν μὲν τῷ νόμῳ προεμορφοῦντο αἱ ψυχαὶ πρὸς εὐσέβειαν, ἀνεγεννῶντο δὲ ἐξ ὕδατος καὶ πνεύματος, ὁ δὲ Παῦλος ὡς οὐ μορφωθεὶς ἐν τῷ νόμῳ ἐδίωκε τὴν ἐκκλησίαν, διὰ τοῦτο ἑαυτὸν εἰκότως ἔκτρωμα ὀνομάζει. 1 Kor 15,9–α Ἐλάχιστος ἐν τοῖς ἀποστόλοις, ἐπειδὴ
ἐκείνων μὴ διωξάντων ἀλλὰ πιστευσάντων ἐγὼ ἐδίωξα. Κατὰ πρόγνωσιν θεοῦ διώκτης ὢν ἔτυχε τοσαύτης χάριτος, διὸ καὶ πλείω τῶν ἄλλων ἐκοπίασεν. 1 Kor 15,β Οὐ μάτην ἔλαβον πολλὴν χάριν, ἀλλ' ἐχρησάμην αὐτῇ ὑπὲρ τοῦ κηρύγματος, περισσοτέρον αὐτῶν πάντων κοπιάσας. Ἀντὶ τοῦ οὐ μάτην τὴν χάριν ἔλαβον· κεκοπίακα γάρ. 1 Kor 15,12–13 Οὐκ ἐγχωρεῖ Χριστὸν μὲν ἀναστῆναι, τοὺς δὲ λοιποὺς μηκέτι· ἀλλ' ὁμολογουμένως δι' οὐδὲν Χριστὸς ἀπέθανε καὶ ἀνέστη, εἰ μὴ διὰ τὴν ἡμετέραν ἀνάστασιν. 1 Kor 15,14–18 Εἰ μὴ ἐγήγερται, φησίν, ὁ Χριστός, μάτην ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. 273 εἰ δὲ Χριστὸς ἐγήγερται, ὥσπερ οὖν καὶ ἐγήγερται, δηλονότι καὶ αἱ ἁμαρτίαι ἀφίενται, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἔσται. 1 Kor 15,19 Διὰ τοῦτο ἐλεεινοί, ὅτι τῆς ζωῆς ταύτης οὐ μετερχόμεθα τὰ ἀγαθά· εἰ γὰρ τῶν τῆς παρούσης ζωῆς ἀγαθῶν καταφρονοῦμεν καὶ ἑκόντες ἑαυτοὺς ταπεινοῦμεν ἐν πενίᾳ ἐν ἐγκρατείᾳ καὶ ἄλλοις ἐλπίζοντες ἄλλα τινά, πῶς οὐκ ἐσμὲν ἐλεεινοὶ τὰ ἐναντία ὧν εὐχόμεθα μετερχόμενοι; τὸ μόνον δὲ προσθεὶς ἔδειξε καὶ τῆς παρούσης ζωῆς ἀγαθὴν εἶναι τὴν εὐσέβειαν. 1 Kor 15,12– Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν σωτῆρα, ἢ ποίαν ἀνάστασιν. εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν Χριστιανῶν· εἰ δὲ ἀληθὴς ὁ θάνατος, ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ. λεγέτωσαν ποῖος θάνατος ἢ ποία ἀνάστασις· ἆρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκοῦν σάρκα εἶχεν ὁ κύριος· εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν. εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος Χριστός· ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον θάνατον λογίσομαι; ἆρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ' αὐτὸς λέγει· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας, ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ κυρίου; ἆρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκοῦν εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός, πᾶσα ἀνάγκη, οἵαν ἂν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ τῷ σωτῆρι. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἆρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν ἁμαρτίας ὧν ἀπηλλάγη. οὕτω πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως. Εἰ ψυχῆς ἡ ἀνάστασις, ἀνάστασις δὲ αὐτῆς νοεῖται ἤτοι σαρκὸς ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, εἴ γε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστῷ, οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπαλλαγή, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο. ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης ὅταν ἀποθάνωμεν· χρηστὸς ᾖ ὁ ἀπελθών. Προσθεὶς τὸ μόνον ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καὶ γὰρ ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν. 274 1 Kor 15,21–22 Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος. ἆρα διὰ τοῦ Ἀδάμ; ἀλλ' ἥμαρτεν μὲν ἡ ψυχή, κατεκρίθη δὲ τὸ σῶμα. εἶτα· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς. κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἐνὼχ καὶ τὸν Ἡλίαν, καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ παρουσίᾳ τοῦ σωτῆρος. Πάντες εἶπεν διὰ τὴν ἀπόφασιν καὶ τὸ ἐνδεχόμενον, ἐπεὶ οὐ πάντες ἀπέθανον οἷος Ἐνὼχ καὶ Ἡλίας· εὑρεθήσονται δέ τινες καὶ ἐν τῇ παρουσίᾳ ζῶντες. ἐν τῷ Ἀδὰμ δὲ λέγει ἀντὶ τοῦ διὰ τὸν Ἀδάμ, ὥσπερ καὶ ἐν Χριστῷ διὰ τὸν Χριστόν. ἐν τῷ Ἀδὰμ οὖν ἀποθνῄσκομεν, δηλονότι κατὰ τὸ σῶμα, καὶ ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, δηλονότι κατὰ τὸ σῶμα· εἰ γὰρ πρὸ Χριστοῦ αἱ ψυχαὶ ζῶσιν, καὶ μετὰ Χριστὸν αὗται μόναι πάλιν ζῶσιν, τί τὸ περισσὸν τῆς οἰκονομίας; 1 Kor 15,23– 25 Τάγμα λέγει δικαίων καὶ ἀδίκων, οὐκ ἰδικῶς δὲ τοὺς τοῦ Χριστοῦ ὧδε τοὺς
πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάνατον καὶ τὸν διάβολον· τοῦτο γὰρ τοῦ κόσμου τὸ τέλος. Τὴν βασιλείαν λέγει οὐ τὴν ἑαυτοῦ, ἀλλ' ἣν ἥρπασεν ὁ πονηρὸς καταβαλὼν τὸν Ἀδὰμ καὶ τοὺς ἀπ' αὐτοῦ. ταύτην δὲ παραδιδοὺς τῷ πατρὶ οὐκ ἀλλότριος αὐτῆς ἔσται· συμβασιλεύει γὰρ ὁ υἱὸς τῷ πατρί. οὐ προθεσμίας δέ ἐστι δηλωτικὸν τὸ ἄρχειν ἀλλ' ἐπιτάσεως, ὥσπερ εἴ τις λέγει· δεῖ με ἐναρετῶς ζῆν ἕως ἂν κατορθώσω δικαιοσύνην. οὐ γὰρ τοῦτο λέγει ὅτι κατορθώσας οὐκέτι ζήσομαι ἐν δικαιοσύνῃ, ἀλλ' ὅτι τὴν δικαιοσύνην δι' ἐναρέτου μοι σπουδῆς κατορθωτέον. καὶ ἐν προφήταις δὲ τὸ ἕως οὐ πάντως προθεσμίας ἐστὶν ἀλλ' ἐπιστάσεως, ὡς καὶ ἐν παλαιᾷ ἔνθα φησίν· ἐγώ εἰμι ἐγώ, εἰμὶ ἕως ἂν καταγηράσητε. οὐ γὰρ ὅρον τοῦ εἶναι αὐτὸν τὸ γῆρας τῶν γηρόντων λέγει, ἀλλ' ὅτι κἂν ὑμεῖς γηράσητε, ἐγὼ εἰμί, οὐ συγγήρων ὑμῖν ἀλλ' ἀεὶ ὤν. οὕτω καὶ νῦν τὸ ἄχρις οὗ πέρας σημαίνει. ὃ δὲ λέγει τοῦτό ἐστιν· οὐ διακοπήσεται αὐτοῦ μεταξὺ ἡ βασιλεία οὐδ' ἐπιλήψουσιν οἱ πιστεύοντες ἕως ἂν κατορθωθῇ ἃ προέθετο, καὶ κατορθώσας καὶ βασιλεύσει διηνεκῶς. 275 1 Kor 15,29 Εἰ τὰ σώματα, φησί, νεκρὰ μένει καὶ οὐκ ἀνίσταται, τί ὑπὲρ τούτων τῶν νεκρῶν ὡς ἀνισταμένων καὶ κριθησομένων βαπτιζόμεθα, ἄφεσιν λαμβάνοντες ἁμαρτημάτων ὑπὲρ τοῦ μὴ κριθῆναι; 1 Kor 15,32 Ὅσον, φησίν, ἐπ' ἀνθρώπῳ ἐθηριομάχησα, ὁ δὲ θεὸς ἔσωσέν με. 1 Kor 15,35–38 Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκέτι βλαστάνει. ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα ἢ ὄλως ἀκρωτηριασθεὶς τὸ σῶμα οὐκέτι ἐγείρεται. ἀγνοοῦντες ὅτι οὐ φύσις φύσει παρετέθη, ἀλλ' ἡ δύναμις τοῦ πεποιηκότος, τοῦτ' ἔστι τοῦ σπέρματος τὴν βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον, εἶτα ἀνίστασθαι; οὐχ ὁ θεός; ἄρα ὁ τῷ κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκε καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν. Οὐχ ὡς ὅμοιον τῷ τῶν καρπῶν καὶ τῶν ἀνθρώπων παρέλαβον σῶμα, ἀλλ' ἵνα τὴν δημιουργικὴν δύναμιν παραστήσω. 1 Kor 15,40–42 Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑποδείγματι γὰρ κέχρηται. καὶ σώματα ἐπουράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ὁρᾷς ὅτι ὑπόδειγμα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἐστι τὸ ὑπόδειγμα. Σώματα δὲ οὐράνια ἥλιος καὶ σελήνη. 1 Kor 15,44 Σῶμα ψυχικὸν λέγει τὸ τῇ ἁμαρτίᾳ τῆς ψυχῆς θανατωθέν, πνευματικὸν δὲ τὸ τῇ δυνάμει τοῦ πνεύματος ἐγειρόμενον, ὅπερ οὐκέτι κατὰ τὴν τῆς ψυχῆς ἀσθένειαν ζήσεται ἥτις οὐκ ἐξαρκεῖ φυλάττειν τὴν τοῦ σώματος σύστασιν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος δύναμιν ἥτις εἰς ἀθανασίαν αὐτὸ μεθίστησιν. 276 1 Kor 15,45 Τοῦτο Μωϋσῆς φησι τὸ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. τοῦτο τὸ Εὐαγγέλιον λέγει· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1 Kor 15,47 Ἐκ γῆς ὁ ἄνθρωπος κατὰ φύσιν, χοϊκὸς δὲ κατὰ τὴν προαίρεσιν. ἐξ οὐρανοῦ δὲ τὸν Χριστὸν λέγει· οὐ καθ' ὁμοιότητα ἢ ἐξ ἀναστάσεως ἀϊδιότης γίνεται. 1 Kor 15,47–49 Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐαλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου, πάντας δὲ ἐλέγχει τὸ ῥητόν. ἐρωτῶ γάρ· ὁ ἐκ γῆς χοϊκὸς εἶχεν ψυχὴν ἢ οὔ; οὐκ ἀρνήσονται. καὶ ὁ ἐξ οὐρανοῦ κύριος εἶχεν σῶμα ἀπὸ γῆς. πάλιν ἐρωτῶ· διὰ τί τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκὸν λέγει, τὸν δὲ κύριον ἐξ οὐρανοῦ; μετὰ ταῦτα· οἷος ὁ χοϊκός–καὶ οὐκέτι γῆς μέμνηται ἀλλ' ὅτι– τοιοῦτοι καὶ οἱ χοϊκοί; ἢ δηλονότι ἐπειδὴ τὸ μὲν ἐκ γῆς τῆς φύσεως, τὸ δὲ χοϊκὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ οἷος ὁ χοϊκός, καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκέτι τῆς φύσεως μνημονεύει οὐδὲ τοῦ ἐκ γῆς, καὶ τὸν κύριον οὐκέτι ἐξ οὐρανοῦ λέγει ἀλλ' ἐπουράνιον· πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευματικοί. οἷος δὲ ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ πᾶσα ἀνάγκη, εἰ ἀρνοῖντό τινες τὸ σάρκα ἀνειληφέναι τὸν ἐξ οὐρανοῦ κύριον, ἐπειδὴ ἐξ
οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον ἑτέρως ἢ οὕτως· εἶπε τὴν φύσιν, ὅθεν ἐκ γῆς ἐκ ταύτης καὶ οἱ ἐπουράνιοι καὶ οἱ λεγόμενοι χοϊκοί· ἀλλ' οὐκέτι χοϊκοὶ ἑκάτεροι. δεῖ τοίνυν προσέχειν ὅτι ὁ μὲν κύριος ἐξ οὐρανοῦ λέγεται οὐχ οἱ ἐπουράνιοι, οἱ δὲ οὐράνιοι ἀπὸ γῆς οὐχ ὁ ἐξ οὐρανοῦ κύριος. εἰκόνα χοϊκοῦ λέγει τὴν ἀναστροφὴν τὴν χοϊκήν, εἰκόνα ἐπουρανίου τὴν ἐπουράνιον πολιτείαν, ἀντὶ τοῦ ἐμιμησάμεθα τὴν παρακοὴν τοῦ Ἀδάμ, μιμησώμεθα καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὴν ὑπακοὴν ὑπακούσαντες. 277 1 Kor 15,50 Κατὰ τῆς ἀναστάσεως τοῦτο ἕλκουσι πολλοὶ τῶν αἱρετικῶν ὑπὸ πολλῆς ἀνοίας· οὐ γὰρ εἶπεν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀνίσταται, ἀλλὰ βασιλείαν θεοῦ οὐ κληρονομήσει. τῆς βασιλείας τοῦ υἱοῦ τοῦ θεοῦ ἀπέκλεισεν, οὐ τῆς ἀναστάσεως τὴν χάριν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι σὰρξ σὰρξ οὖσα οὐ κληρονομεῖ, καὶ αἷμα αἷμα ὂν οὐ κληρονομεῖ· ἕως γὰρ ἡ σὰρξ σάρξ ἐστι, φθαρτή ἐστιν· λοιπὸν δὲ ἐνδυσαμένη ἀφθαρσίαν τῆς σαρκὸς ἀποθεμένη τὴν ἀσθένειαν ἕτερόν τι γίνεται, τοῦτ' ἔστιν ἄφθαρτον. Ἀπέδειξεν ὃ ἔλεγεν πρὸ τούτου· ἀφθαρσίαν γὰρ καλεῖ τὴν βασιλείαν, φθορὰν δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ θνητότητα. τὰ οὖν ἐναντία τῶν ἐναντίων οὐ γίνεται κληρονόμα. 1 Kor 15,52 Ἐδήλωσεν ὅτι πολλαί εἰσι σάλπιγγες· ἐσχάτης γὰρ μνημονεύσας καὶ τὰς πρώτας συνέθηκεν. Καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. εἰ ἄφθαρτοι οἱ νεκροί, καὶ αὐτοὶ ἀλλαγήσονται δηλονότι. τίς χρεία καὶ ἡμεῖς ἀλλαγησόμεθα; ἢ πάντως που τὸ μὲν ἄφθαρτον κοινὸν εἶπεν πάντων, τὸ δὲ ἀλλαγησόμεθα τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν αἰνίττεται νῦν· διὸ καὶ ἡμεῖς εἶπε περὶ τῶν δικαίων. Εἰπὼν τοῦτο καὶ δείξας τὸ σῶμα περιέκλεισε τοὺς αἱρετικοὺς τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν σαρκὸς ἀλλὰ ψυχῆς· οὗτοι γὰρ καὶ περὶ αὐτὴν τὴν θείαν οἰκονομίαν ἀσεβοῦσιν οἰόμενοι μὴ ἀληθείᾳ ἀλλὰ φαντασίᾳ ἀνειληφέναι τὸν Χριστὸν τὴν σάρκα, ὅπερ ἀνόητον. εἰ γὰρ σάρκα οὐκ εἶχεν, τί τὸ ἀποθανὸν καὶ ταφὲν καὶ ἀναστάν; εἰ δὲ φαντασίᾳ ταῦτα, οὐκοῦν καὶ ἡμεῖς φαντασίᾳ ἀποθνῄσκομεν. τὸ μὲν οὖν ἄφθαρτον κοινὸν τῶν ἐγερθησομένων, τὸ δὲ ἀλλαγῆναι μόνον ἴδιον τῶν ἁγίων, ὅπερ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐμφαίνει. τὸ δὲ ἡμεῖς περιττόν, εἰ μή που βούλεται σημᾶναι περὶ τῶν ἁγίων, ἀντὶ τοῦ οἱ περὶ ἡμᾶς δίκαιοι, ὡς καὶ ἀλλαχοῦ εἰπὼν ὅτι ἡμεῖς οἱ ζῶντες, τοὺς περὶ αὐτὸν ἁγίους ἐσήμανεν. 1 Kor 16, Λογία λέγεται ἡ κατὰ συλλογὴν γενομένη συνεισφορὰ εἰς παραμυθίαν πενήτων.
Page scan enlarged

Notebook

Full View