PG 10Gregory Thaumaturgus
Works, Part II: Writings of Doubtful Authenticity
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (95% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Exposition of the FaithExpositio fidei

col. 1103–1104page 1 of 21
PG 10:1103λον δὲ παραδίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ Θεῷ παραδίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ Θεῷ. ΒΕΝG. Ελευθερία. εὐχαριστῶν μὲν ἐπὶ τοῖς φθάνουσιν ὑπὲρ ἡμῶν· πο ρακαλῶν δὲ χειραγωγεῖν καὶ ἐν τοῖς μέλλουσι, διὰ παντὸς ἐφεστῶτα, ὑπηχοῦντα τῷ νῷ ἡμῶν τὰ αὐτοῦ προστάγματα, ἐμβάλλοντα ἡμῖν τὸν θεῖον φόβον από τοῦ, παιδαγωγὸν ἄριστον ἐσόμενον. Οὐ γὰρ ἐν τῇ μετὰ σοῦ ἐλευθερία καὶ ἀπελθόντες ὑπακούσο μεν αὐτῷ Παρακάλεσον καὶ παραμυθίαν τινά ἡμῖν γενέσθαι παρ' αὐτοῦ, τῆς ἀπολείψεώς σου, πομπὸν ἀγαθὸν ἐξαποστείλαι, συνοδοιπόρον ἄγγελον. Αἴτησον δὲ καὶ ἵνα ἐπιστρέψας ἡμᾶς, ἀγάγῃ πρὸς σὲ πάλιν· καὶ τοῦτό γε μάλιστα πάντων μόνον ἡμᾶς παραμυθήσεται. Τὰ καλὰ καὶ φίλα καταλιπόντες μετὰ σοῦ καὶ παρὰ σοι,... διαδέξεται ἡμᾶς ἐξ ἐλευθερίας ταύτης δουλεία χαλεπή. Αὐτῷ. ΜΕΓΑΛΟΥ ΓΡΗΓΟΡΙΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ ή ἔκθεσις τῆς κατὰ μέρος πίστεως τὴν κατὰ μέρος πίστιν, Ρ. τỹ;
col. 1105–1106page 2 of 21
PG 10:1105ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ. Ἔχθιστοι καὶ ἀλλότριοι τῆς ἀποστολικῆς ὁμολογίας σὲ τὸν Υἱὸν ἐξ οὐκ ὄντων καὶ ἀποστελλομένης ἀρχῆς εἶναι ἐπίκτητον λέγοντες τῷ Πατρί· καὶ οἱ περὶ τοῦ ἁγίου Πνεύματος τὰ αὐτὰ διανοούμενοι· οἱ δίσει καὶ χάριτι θεοποιεῖσθαι λέγοντες τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἁγιάζεσθαι· οἱ τὸ τοῦ Υἱοῦ και νοποιοῦντες όνομα πρὸς τοὺς δούλους, καὶ πρωτότοκον κτίσεως οὕτω λέγοντες, ὡς ὁμοίως ἐκ τοῦ μὴ εἶ ναι καὶ αὐτὸν ὄντα, καὶ ὡς πρῶτον πεποιημένον, καὶ οὐχ ὁμολογοῦντες μονογενῆ Υιόν, μόνον ἔντα τῷ Πα τρί, δεδωκότα δὲ ἑαυτὸν εἰς συναρίθμησιν τῶν θνη τῶν, καὶ οὕτω πρωτότοκον ἀριθμούμενον· οἱ τὴν γέννησιν τοῦ Υἱοῦ τὴν ἐκ Πατρὸς ἀνθρωπίνως περι γράφοντες διαστήματι μετρουμένῳ, καὶ οὐκ ἄναρχον τὸν αἰῶνα τοῦ Γεννήτορος καὶ τοῦ Γεννήματος ὁμολογοῦντες· οἱ τρεῖς ἀκοινωνήτους καὶ ξένας εἰσάγοντες λατρείας, μιᾶς καὶ μένης οὔσης τῆς νομίμου θρη σκείας, ἣν ἄνωθεν ἐκ νόμου καὶ προφητῶν παραλαβόντες ἔχομεν καὶ ὑπὸ τοῦ Κυρίου βεβαιωθεῖσαν, καὶ ὑπὸ τῶν ἀποστόλων κεκηρυγμένην· ἀλλότριοι δὲ οὐχ ἧττον καὶ οἱ τὴν Τριάδα μὴ κατὰ ἀλήθειαν ἐκ τριῶνπροσώπων ὁμολογοῦντες, ἀλλ' ἐν μονάδι τὸ τριπλοῦν ἀσεβῶς κατὰ σύνθεσιν φανταζόμενοι· καὶ σοφίαν ἐν Θεῷ τὸν Υἱὸν ὡς ἐν ἀνθρώπῳ τὴν ἀνθρωπίνην ἡγού μενοι, δι' ἧς ὁ ἄνθρωπος ἐστι σοφὸς, καὶ Λόγον ὁμοίως τῷ κατὰ προφορὰν ἢ διάνοιαν εἰσηγούμενοι, οὐδεμια ὑποστάσει οὐδὲ μόνῃ. Εκκλησιαστικὴ δὲ ὁμολογία καὶ κόσμῳ σωτήριος πίστις ἡ περὶ τῆς τοῦ Λόγου σαρκώσεως, δόντος μὲν ἑαυτὸν ἀνθρωπίνῃ σαρκὶ ἣν ἐκ Μαρίας προσελάβετο, μείναντος δὲ ἐν ταυτότητι, και μηδεμίαν θείαν μετακίνησιν μηδὲ ἀλλοίωσιν ὑποστάντος, συναιρεθέντος δὲ πρὸς τὴν σάρκα καθ' ὁμοίωσιν ἀνθρωπίνην, ὥστε τὴν σάρκα πρὸς τὴν θεότητα ἑνωθῆναι, τῆς θεό τητος τὸ παθητικὸν τῆς σαρκὸς ἐν τῇ τοῦ μυστηρίου πληρώσει ανηρηκυίας· μετὰ δὲ θανάτου κατάλυσιν περὶ τὴν σάρκα τὴν ἁγίαν ἀπάθεια διηνεκής καὶ ἄτρεπτος ἀθανασία· ἀνειλημμένου μὲν τοῦ κατ' ἀρ χὴν ἀνθρωπίνου κάλλους ἐν τῇ τῆς θεότητος δυνά μει, χορηγουμένου δὲ ἐπὶ πάντας ἀνθρώπους ἐν τῇ τῆς πίστεως οἰκειώσει. Εἰ δέ τινες καὶ ἐνταῦθα παραχαράττουσι τὴν ἱερὰν πίστιν, ἢ τῇ θεότητι τὰ ἀνθρώπινα προσιδιοποιούν τες, προκοπάς τε καὶ πάθη καὶ δόξαν τὴν ἐπιγινομένην, ἢ τῆς θεότητος διϊστῶντες τὸ προκόπτον καὶ πάσχον σῶμα, ὡς ἰδιαζόντως ὑφεστώς, καὶ οὗτοι τῆς ἐκκλησιαστικῆς καὶ σωζούσης ὁμολογίας ἐκτός. Ού. δεὶς οὖν δύναται γνώνα: τὸν Θεὸν, εἰ μὴ τὸν Υἱὸν ἐπιγνώ· σοφία γάρ ἐστιν ὁ Υἱὸς δι᾿ ἧς τὰ πάντα ἔκτισται· τὰ δὲ κτίσματα μηνύει τὴν σοφίαν, καὶ ὁ Θεὸς ἐν τῇ σοφίᾳ γινώσκεται· οὐ τοιαύτη δὲ ἡ τοῦ Θεοῦ σοφία οἷαν ἄνθρωπος ἔχει, ἀλλὰ τελεία ἐκ τε λείου τοῦ Θεοῦ προελθοῦσα καὶ μένουσα διὰ παντὸς, οὐχ ὡς νόημα ἀνθρώπου τὸ παρερχόμενον, και Λόγος λαλούμενος καὶ μὴ ἔν· διὰ τοῦτο οὐ μόνον ἔστι σου φία, ἀλλὰ καὶ Θεός· οὐδὲ μόνον Λόγος, ἀλλὰ καὶ Υἱός. Εἴτε οὖν ἀπὸ κτίσεώς τις νοεῖ τὸν Θεὸν, εἴτε ἐκ τῶν θείων Γραφών διδάσκεται, οὐκ ἄνευ τῆς σοφίας αὐ
col. 1107–1108page 3 of 21
PG 10:1107τοῦ γνῶναι ἢ ἀκοῦσαι περὶ αὐτοῦ δύναται· καὶ ὁ ἐπι καλούμενος ὀρθῶς τὸν Θεὸν, ἐπικαλεῖται δι' Υἱοῦ καὶ ὁ προσερχόμενος οἰκείως, διὰ Χριστοῦ ἔρχεται προσελθεῖν δὲ ἀδύνατον τῷ Υἱῷ χωρὶς τοῦ Πνεύματος τὸ Πνεῦμα γὰρ καὶ ἡ ζωὴ καὶ ἡ ἁγία μόρφωσις τῶν ὅλων· καὶ τοῦτο ἐκπέμπων ὁ Θεὸς δι' Υἱοῦ, τὴν κτί σιν ὁμοιοῖ πρὸς ἑαυτόν. Εἷς οὖν ὁ Πατὴρ ὁ Θεὸς, εἷς ὁ Λόγος, ἐν Πνεῦμα ζωή, ἡ ἁγιωσύνη ἡ τῶν ὅλων· καὶ οὔτε Θεὸς ἕτερος ὡς Πατήρ, οὔτε Υἱὸς ἕτερος ὡς Λόγος Θεοῦ, οὔτε Πνεῦμα ἕτερον ὡς ζωοποιὸν καὶ ἁγιαστικόν· ἀλλ᾽ εἰ καὶ θεοὶ καὶ υἱοὶ καὶ πνεύματα καλοῦνται οἱ ἅγιοι, οὔτε Πνεύματος πληροῦνται, οὔτε ὁμοιοῦνται πρὸς τὸν Υἱὸν καὶ Θεόν· ἐὰν δέ τις οὕτως λέγει τὸν Υἱὸν εἶναι Θεὸν ὡς πληρωθέντα θεότητος καὶ αὐτὸν, καὶ οὐχ ὡς γεννηθέντα ἐκ θεότητος, ηρνήσατο τὸν 16 γον, ηρνήσατο τὴν σοφίαν, ἀπώλεσε τὴν γνῶσιν τὴν περὶ Θεοῦ, κατέπεσεν εἰς τὸ σέβειν τὴν κτίσιν, κατά έλαβεν Ἑλλήνων ἀσέβειαν, ἐπὶ ταύτην ὑπέστρεψεν, τὴν Ἰουδαίων ἀπιστίαν ἐμιμήσατο, οἳ τὸν ἐκ Θεοῦ Λόγον υἱὸν ἀνθρώπινον ὑπολαμβάνοντες, Θεὸν εἶναι τοῦτον οὐκ ἐπίστευσαν, οὐδὲ Θεοῦ Υἱὸν ὡμολόγησαν ἀσεβὲς δὲ τὸν τοῦ Θεοῦ Λόγον ὡς ἀνθρώπινον νοεῖν, καὶ τὰ ἔργα τὰ δι' αὐτοῦ μένοντα μὴ μένοντος αυ τοῦ· ἐὰν δέ τις εἴπῃ κελευόμενον διὰ τοῦ Λόγου τὸν Χριστὸν ἐργάζεσθαι τὰ πάντα, καὶ τὸν τοῦ Θεοῦ Λό γον ἀργὸν ποιήσει, καὶ τὴν τοῦ Δεσπότου τάξιν εἰς δουλείαν μεταθήσει· δοῦλον γὰρ ἅπαν τὸ κελευόμενον, καὶ τὸ κτιστὸν οὐχ ἱκανὸν εἰς τὸ κτίζειν· οὐ γὰρ ἐξισωσθήσεται τῷ κτίσματι αὐτὸ κατ᾽ οὐδένα τρόπον, ἵν᾿ ὡς ὑπ' ἐκείνου ἔκτισται, οὕτω καὶ αὐτὸ κτίσῃ τὰ ἄλλα. Πάλιν δὲ ὅταν καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἴπῃ τις ἡγιασμένον εἶναι ποίημα, οὐκέτι τὰ πάντα δυνήσεται νοεῖν ἐν Πνεύματι ἁγιαζόμενα· ὁ γὰρ ἐν ἁγιάσας, ἁγιάζει καὶ τὰ πάντα· ἀρνεῖται οὖν τὴν τῆς ἁγιο σύνης πηγὴν, τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀφαιρῶν αὐτοῦ τὸ ἁγιάζειν, καὶ συναριθμεῖν αὐτὸ Πατρὶ καὶ Υἱῷ κωλυθήσεται· καὶ τὸ ἅγιον δὲ βάπτισμα ἀθετεῖ, καὶ οὐκέτι Τριάδα ὁμολογήσει τὴν ἁγίαν καὶ σεβάσμιον ἢ γὰρ ἐν φυσικῇ δόξῃ καὶ ἀληθινῇ τὴν ὅλην Τριάδα νοητέον, ἢ μονάδα καὶ οὐκέτι Τριάδα λέγειν ἀναγκασθησόμεθα, ἢ μὴ συναριθμεῖν τῷ κτίστῃ τὰ κτιστά ποιήματα, μηδὲ τῷ δεσπότῃ τῶν ὅλων τὰ κτίσματα, μηδὲ τῷ ἁγιάζοντι τὰ ἁγιαζόμενα· ὥσπερ οὐδὲ τῇ Τριάδι συναριθμεῖταί τι τῶν ποιημάτων, ἀλλ' ἐπ' ὀνόματι τῆς ἁγίας Τριάδος τὸ βάπτισμα καὶ ἡ ἐπί κλησις καὶ ἡ λατρεία· εἰ γὰρ τρεῖς αἱ δόξαι, τρεῖς αἱ λατρείαι γινέσθωσαν παρὰ τοῖς ἀσεβῶς τὰ κτί σματα σέβουσι· εἰ διῃρημένα τὰ τῆς προσκυνουμένης φύσεως, διηρημένα καὶ τὰ τῆς προσκυνήσεως ἔστω παρ' αὐτοῖς· ἀλλ᾽ οὐδὲ μετὰ τοῦ αἰωνίου τὰ πρόσ φατα προσκυνηθήσεται· πρόσφατον γὰρ ἅπαν τὸ ἀρ χήν είληφός, ἐπειδὴ πολὺς καὶ ἄμετρος ὁ πρὸ τῶν αἰώνων. Ο τοίνυν ἀρχήν τινα χρόνων τῆς τοῦ Υἱοῦ ζωῆς καὶ τῆς τοῦ ἁγίου Πνεύματος υποτιθέμενος,
col. 1109–1110page 4 of 21
PG 10:1109ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ. χωρίζει κατὰ ταυτὸν τῆς ἀπὸ τοῦ Πατρὸς συναριθμήσεως τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· δεῖ γὰρ ὥσπερ μίαν τὴν δόξαν ὁμολογοῦμεν, οὕτως καὶ μίαν τὴν οὐ σίαν ήτοι θεότητα, καὶ μίαν τὴν ἀειδιότητα τῆς Τριάδος ὁμολογεῖν. Κεφάλαιον δὲ τῆς σωτηρίας ἡμῶν ἡ τοῦ Λόγου σάρκωσις· πιστεύομεν οὖν, ἀναλλοιώτου μενούσης τῆς θεότητος τὴν σάρκωσιν τοῦ Λόγου γεγενῆσθαι πρὸς ἀνακαίνωσιν τῆς ἀνθρωπότητος· οὔτε γὰρ ἄλλαξις, οὔτε μετακίνησις, οὔτε περικλεισμὸς ἐν νεύματι γέ γονεν περὶ τὴν ἁγίαν τοῦ Θεοῦ δύναμιν, ἀλλ' ἡ αὐ τὴ διαμένουσα, καὶ τὸ τῆς σαρκώσεως ἔργον ἐπλή ρωσεν εἰς τὴν τοῦ κόσμου σωτηρίαν, καὶ κατὰ τὸ ἀν θρώπινον ἐπὶ γῆς πολιτευσάμενος ὁ τοῦ Θεοῦ Λόγος τὴν θεϊκὴν ἐπὶ πάντα παρουσίαν ὁμοίως διεφύλαξεν πάντα πεπληρωκώς, ιδίως τε σαρκὶ συγκεκραμένος· καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύνα μις εἶχεν τὴν ἑαυτῆς· ἀσεβὴς οὖν ὁ τὸ πάθος ἀνάγων εἰς τὴν δύναμιν· ὁ γὰρ τῆς δόξης Κύριος ἐν ἀνθρωπίνῳ σχήματι πέφηνε τὴν ἀνθρωπίνην οἰκονομίαν ἀναδεξάμενος ἐπὶ γῆς· καὶ ταῖς μὲν πράξεσι τὸν νό μον πληρώσας ὑπὲρ ἀνθρώπων, τοῖς δὲ πάθεσι τὰ παθήματα διαλύσας, καὶ τῷ θανάτῳ τὸν θάνατον ἀνελών, τῇ δὲ ἀναστάσει τὴν ζωὴν ἀνατείλας· οὗ καὶ τὴν παρουσίαν ἔνδοξον ἀπ' οὐρανοῦ προσδοκῶμεν ἐπὶ τῇ τῶν ὅλων ζωῇ καὶ κρίσει, ἀναστάσεως νεκρῶν ἐσομένης, εἰς τὸ πᾶσιν ἀνταποδοθῆναι κατ' ἀξίαν. Δεινὸν δὲ μελέτημα τινὲς κατὰ τῆς ἁγίας μελετῶσι Τριάδος, οἱ τρία Πρόσωπα οὐκ εἶναι διῖσχυριζόμενοι, ὥσπερ ἀνυπόστατον εἰσάγοντες πρόσωπον· δι' ἧς ἀποφεύγομεν τὸν Σαβέλλιον λέγοντα τὸν αὐτὸν Πα τέρα, τὸν αὐτὸν Υἱόν· Πατέρα μὲν γὰρ λέγει εἶναι τὸν λαλοῦντα, Υἱόν δὲ τὸν Λόγον ἐν τῷ Πατρὶ μένοντα καὶ κατὰ καιρὸν τῆς δημιουργίας φαινόμενον· ἔπειτα μετὰ τὴν ἁπάντων πλήρωσιν τῶν πραγμάτων, εἰς Θεὸν ἀνατρέχοντα· τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Πνεύ ματος λέγει. Πιστεύομεν γὰρ ἡμεῖς ὅτι τρία Πρόσω ι τα μίαν ἔχοντα τὴν θεότητα δηλοῦνται, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἡ γὰρ θεότης μία, φυσικῶς «ἐν Τριάδι μαρτυρουμένη, τὴν ἑνότητα τῆς φύσεως βεβαιοί· ὅτι περ καὶ ἴδιον μὲν Πατρὸς κατὰ τὸ, Εἰς Θεὸς ὁ Πατήρ· Πατρῷον δὲ τῷ Υἱῷ, κατὰ τὸν Θεὸς ἦν ὁ λόγος· καὶ τῷ Πνεύματι δὲ παρὸν φυσικῶς, τὸ Πνεῦμα Θεοῦ ὑπάρχειν, καθ' ὅ λέγει Παῦλος: Ναός Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Πρόσωπον μὲν γὰρ ἑκάστου, τὸ εἶναι αὐτὸ καὶ ὑφεστάναι δηλοῖ· θεότης δὲ Πατρὸς ἴδιον· καὶ ὁπότε μία τῶν τριῶν ἡ θεότης λέγοιτο, τὴν Πατρὸς ἰδιότητα παροῦσαν Υἱῷ τε καὶ Πνεύματι μαρτυρεῖ· ὥστε εἰ μὲν ἐν τρισὶ Προσώποις μία ρηθήσεται ἡ θεότης, καὶ ἡ Τριὰς διαβεβαιοῦται καὶ τὸ ἓν οὐ διακόπτεται, καὶ ἡ πρὸς τὸν Πατέρα φυσικὴ Υἱοῦ τε καὶ Πνεύματος ἑνότης ὁμολογεῖται· εἰ δὲ καὶ Πρόσωπον ἐν λέγει τις,
col. 1111–1112page 5 of 21
PG 10:1111ὥσπερ καὶ τὴν θεότητα μίαν, οὐκ ἔστιν ὡς ἐν τὰ δύο ἐν τῷ ἑνί· ὁ γὰρ Παῦλος ἕνα μὲν ἐπὶ τῆς θεότητος τὸν Πατέρα βοᾷ, ἕνα δὲ ἐπὶ τῆς κυριότητος τὸν Υἱὸν λέγει· Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἰς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· τοιγαροῦν [εἰ] εἷς μὲν Θεός, Κύριος δὲ εἷς, ἂν δὲ Πρόσωπον καθ' θεότης μιᾶς κυριότητος, καὶ πῶς πιστεύεται τὸ ἐξ οὗ καὶ δι' οὗ ὡς προείρηται; Καὶ οὐ διακόπτοντες ἡμεῖς τῆς θεότητος την κυριότητα λέγομεν, οὐδ ἀπαλλοτριοῦντες θατέρου θάτερον, ἀλλ' οὕτως ἑνοῦντες ὡς ἔχει τὸ πρᾶγμα καὶ ἡ ἀλήθεια· καὶ Θεὸν μὲν τὸν Υἱὸν τῷ ἰδιώματι τοῦ Πατρὸς καλοῦντες ὡς εἰσ κόνα καὶ γέννημα, Κύριον δὲ τὸν Πατέρα τῷ τοῦ ἑνὸς Κυρίου προσαγορεύοντες ονόματι, ὡς τούτου ἀρ χὴν καὶ γεννήτορα. Τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ Πνεύματος ἑνότητα πρὸς τὸν Υἱὸν ἔχοντος, ἣν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· ὥστε γνωριζέσθω μὲν ἡ ὑπόστασις τοῦ Πατρὸς τῇ τοῦ Θεοῦ προσηγορίᾳ· μὴ διατετμήσθω δὲ ταύτης ὁ Υἱὸς ὡς ὢν ἐκ Θεοῦ· γνωριζέσθω δὲ καὶ τὸ Πρόσωπον τοῦ Υἱοῦ τῇ τοῦ Κυρίου προσηγορίᾳ· μὴ χωριζέσθω δὲ ταύτης ὁ Θεός, Κύριος ὢν ὡς Κυρίου Πατήρ καθ' δ τῷ μὲν Υἱῷ τὸ κυριεύειν ἴδιον, αὐτῷ δὲ δεδη μιουργηκότι δι' ἑαυτοῦ καὶ κυριεύοντι τῶν πεποιημένων· τῷ δὲ Πατρὶ ἀνωτέρω ὑπάρχον, ὡς Πατρὶ τοῦ κυριεύοντος ὄντι· οὕτω δὴ καὶ Θεὸν ἕνα φαμὲν τὴν Τριάδα, ἀλλ᾽ οὐχ ὡς ἐκ συνθέσεως τριῶν ἕνα δόντες· μέρος γὰρ ἅπαν ἀτελὲς τὸ συνθέσεως ὑφιστάμενον· ἀλλ' ὡς ὅπερ ἐστὶν ὁ Πατὴρ ἀρχικῶς τε καὶ γεννητικῶς, τοῦτο ὄντα τὸν Υἱὸν εἰκόνα καὶ γέννημα τοῦ Πατρός· ὥστε εἴ τις ἔροιτο, Πῶς εἰς Θεὸς, εἴπερ ἐκ Θεοῦ Θεός; ἐροῦμεν ὅτι τῷ τῆς ἀρχῆς λόγῳ, καθ' δν μία ἀρχὴ ὁ Πατήρ· καὶ εἴ τις αὐτῶν πυνθάνοιτο, Πῶς εἰς Κύριος εἴπερ Κύριος ὁ Πατήρ; τοῦτο πάλιν ἀποκρινώμεθα, καθ᾽ ὅ τοῦ Κυρίου ἐστὶ Πατήρ· καὶ οὐκέτι ἡμῖν ἀπαντήσεται τὸ ἄπορον τοῦτο. Καὶ πάλιν ἐὰν εἴπωσιν οἱ ἀσεβεῖς· Πῶς οὐκ ἂν εἶεν τρεῖς Θεοί, τρία Πρόσωπα, εἰ μίαν ἔχοιεν τὴν θεότητα; Ἐροῦμεν, ἐπειδὴ ὁ Θεὸς ἀρχὴ καὶ Πατήρ ἐστιν τοῦ Υἱοῦ, καὶ οὗτος εἰκών ἐστι καὶ γέννημα τοῦ Πατρὸς καὶ οὐκ ἀδελφὸς αὐτοῦ, καὶ Πνεῦμα ὡσαύτως η πνεῦμα Θεοῦ ἐστιν, ὡς γέγραπται· Πνεῦμα ὁ Θεός ἄνωθεν δὲ ἐκ τοῦ προφήτου Δαβίδ Τῷ λόγῳ Κυρίου δεδήλωται τοὺς οὐρανοὺς ἐστερεῶσθαι, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν τὴν δύνα μιν αὐτῶν. Καὶ ἐν ἀρχῇ τῆς Κοσμοποιίας γέγραπται οὕτως· Καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ Παῦλος δὲ γράφων Ρω μαίοις φησίν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι· εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Καὶ πάλιν λέγει· Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χρι στὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν
col. 1113–1114page 6 of 21
PG 10:1113ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ. σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος έν ὑμῖν. Καὶ πάλιν· "Οσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν· οὐ γὰρ ἐλάβετε πνεῦμα Γουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνευμα υἱοθεσίας ἐν ᾧ κράζομεν, ᾿Αββᾶ, ὁ Πατήρ. Καὶ πάλιν· Αλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως μου ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν· ῾Ο δὲ Θεὸς τῆς ἐλπί δος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης, ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος ἁγίου. Καὶ πάλιν φησὶν τοῖς αὐτοῖς Ῥωμαίοις γράφων Τολμηροτέρως δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσαν μοι ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη λειτουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορά τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ· ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν· οὐ γὰρ τολμῶ τί λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Καὶ πάλιν Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. Καὶ ταῦτα μὲν γέγραπται ἐν τῇ πρὸς Ρω μαίους Επιστολή. Ἐν δὲ τῇ πρὸς Κορινθίους πάλιν λέγει· "Οτι ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾗ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Καὶ πάλιν λέγει· "Οτι καθὼς γέγραπται, ἃ ὀφθαλμός οὐκ οἶδεν, καὶ οἷς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ὁ Θεὸς ἡτοίμασεν τοῖς ἀγα πῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψεν διά τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα έρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· τὶς γὰρ οἶδεν· ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ πάλιν λέγει· Ψυ χικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Ορᾷς ὅτι πανταχοῦ τῆς Γραφῆς Πνεῦμα κηρύττεται, καὶ οὐδαμοῦ κτιστὸν ὀνομάζεται; Τί δ' ἂν εἴπωσιν οἱ ἀσεβεῖς, τοῦ Κυρίου ἀποστέλλοντος τοὺς μαθητὰς βαπτίζειν ἐν ὀνόματι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; ἀναντιῤῥήτως κοινωνίαν καὶ ἑνότητα ἔχοντα καθ' ἣν οὔτε θεότητες τρεῖς, οὔτε κυριότητες, ἀλλ' ἀληθῶς τῶν τριῶν Προσώπων μετ νόντων βεβαίως, τῶν τριῶν τὴν ἔνωσιν ὁμολογητέον οὕτω γὰρ [τὸ ἀποστέλλον] καὶ τὸ ἀποστελλόμενον, οι κείως ἂν πιστεύοιτο, καθ᾽ ὁ Πατὴρ τὸν Υἱὸν ἀπέστειλεν, καὶ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει· ἓν δὲ Πρόσωπων οὐκ ἂν πέμψειεν αὐτὸ ἑαυτό· οὐκ ἂν γάρ τις είποι Πατέρα σαρκωθέντα· τὰ γὰρ τῆς πίστεως ὁμολογήματα, ταῖς τῶν αἱρέσεων οὐ συνδραμείται κακοδοξίαις. Δεῖ δὲ τοῖς θείοις καὶ ἀποστολικοῖς δόγμασιν ἔπεσθαι το
col. 1115–1116page 7 of 21
PG 10:1115τὰς ἡμετέρας ἐννοίας, οὐ τὰς ἡμετέρας ἀδυνάτους φαντασίας τὰ τῆς θείας πίστεως βιάζεσθαι δόγματα. Ἐὰν δὲ εἴπωσι· Πῶς τρία Πρόσωπα, καὶ πῶς μία θεότης; ἐροῦμεν αὐτοῖς, ὅτι τρία μὲν Πρόσωπα, καθ' 8 ἓν μὲν Θεοῦ Πατρὸς, ἂν δὲ Κυρίου Υἱοῦ, καὶ ἓν τοῦ ἁγίου Πνεύματος· μία δὲ θεότης καθ᾽ ὁ τοῦ Πατρὸς ἑνὸς ὄντος, Θεοῦ εἰκὼν ἐστιν ὁ Υἱός, τουτ ἐστι Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ὁμοίως καλεῖται τοῦ Θεοῦ, καὶ τοῦτο φυσικῶς κατ' αὐτὴν τὴν οὐσίαν, οὐ κατὰ μετουσίαν Θεοῦ· καὶ μία τῆς Τριάδος οὐσία, ὅπερ ἐπὶ τῶν ποιημάτων οὐκ ἔστιν· οὐ γὰρ μία οὐσία Θεοῦ καὶ τῶν ποιημάτων, ὅτι οὐδὲν τούτων τῇ οὐσίᾳ Θεός· ἀλλ' οὐδὲ Κύριος οὐδὲν τούτων κατ' οὐσίαν, ἀλλ' εἷς Κύριος ὁ Υἱὸς, καὶ ἓν τὸ Πνεῦμα τὸ ἅγιον· λέγομεν δὲ καὶ μίαν θεότητα καὶ μίαν κυ ριότητα, καὶ μίαν ἁγιότητα τὴν Τριάδα· ὅτι τοῦ Κυ ρίου ὁ Πατὴρ ἀρχὴ ἀϊδίως αὐτὸν γεννήσας, καὶ πρω τότυπος τοῦ Πνεύματος ὁ Κύριος· οὕτω γὰρ καὶ ὁ Πατὴρ Κύριος, καὶ ὁ Υἱὸς Θεὸς, καὶ περὶ τοῦ Θεοῦ εἴρηται ὅτι Πνεῦμα ὁ Θεός. ὁμοούσιον Ομολογοῦμεν οὖν ἕνα Θεὸν ἀληθινὸν, μίαν ἀρχὴν καὶ ἕνα Υἱὸν, ἀληθινὸν Θεὸν ἐξ ἀληθινοῦ Θεοῦ, φυσι κῶς τὴν Πατρικὴν θεότητα ἔχοντα, τουτέστιν ὁμοούσιον τῷ Πατρί· καὶ ἓν Πνεῦμα ἅγιον φύσει καὶ ἀληθείᾳ τῶν πάντων ἁγιαστικὸν, καὶ θεοποιὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ὑπάρχον· τοὺς δὲ ἢ τὸν Υἱόν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον, κτίσμα λέγοντας αναθεματίζο μεν· τὰ δὲ ἄλλα πάντα ὁμολογοῦμεν ποιήματα καὶ δοῦλα κτισθέντα ὑπὸ Θεοῦ δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ ἁγιασθέντα. Ἔτι ὁμολογοῦμεν τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γεγενῆσθαι οὐκ ὀνόματι ἀλλὰ ἀληθείᾳ προσλαβόντα σάρκα ἐκ Μαρίας Παρθένου· καὶ εἶναι τέλειον αὐτὸν Υἱὸν Θεοῦ καὶ αὐτὸν υἱὸν ἀνθρώπου, ἓν πρόσωπον, καὶ μίαν τὴν προσκύνησιν τοῦ Λόγου καὶ τῆς σαρκὸς ἦν ἀνέλαβεν· καὶ ἀναθεματίζομεν τοὺς διαφόρους προσκυνήσεις ποιοῦντας, μίαν θεϊκὴν, καὶ μίαν ἀνθρωπίνην· καὶ προσκυνοῦντες τὸν ἐκ Μαρίας ἄνθρωπον ὡς ἕτερον ὄντα παρὰ τὸν ἐκ Θεοῦ Θεόν· οἴδαμεν γὰρ ὅτι ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λό γος. Γενόμενον δὲ αὐτὸν ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν προσκυνοῦμεν, οὐχ ὡς ἴσον ἐν ἴσῳ γενό μενον τῷ σώματι, ἀλλ' ὡς Δεσπότην προσλαβόντα τὴν τοῦ δούλου μορφήν. Ὁμολογοῦμεν τὸ πάθος τοῦ Κυρίου κατὰ σάρκα, τὴν ἀνάστασιν ἐν δυνάμει θεό τητος αὐτοῦ, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν ἔνδο ξον αὐτοῦ παρουσίαν ἐρχομένου ἐπὶ κρίσει ζώντων καὶ νεκρῶν, καὶ ζωῇ αἰωνίῳ τῶν ἁγίων. Καὶ ἐπειδὴ τινὲς παρηνόχλησαν ἡμῖν ἀνατρέπειν ἐπιχειροῦντες τὴν πίστιν ἡμῶν τὴν εἰς τὸν Κύριονἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὐ Θεὸν σαρκωθέντα όμο λογοῦντες αὐτὸν, ἀλλὰ ἄνθρωπον Θεῷ συναφθέντα, τούτου χάριν ὁμολογίαν ποιούμεθα περὶ τῆς προει ἀλλ' εἷς Θεὸς ὁ Πατὴρ, εἷς Κύριος,
col. 1117–1118page 8 of 21
PG 10:1117ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ. ρημένης πίστεως, ἐκβάλλοντες τὴν ἄπιστον ἀντιλογίαν· Θεὸς γὰρ σαρκωθεὶς ἀνθρωπίνῃ σαρκί, καθα ρὰν ἔχει τὴν ἰδίαν ἐνέργειαν, νοῦς ἀήττητος ὢν τῶν ψυχικῶν καὶ σαρκικῶν παθημάτων· καὶ ἄγων τὴν σάρκα καὶ τὰς σαρκικὰς κινήσεις θεϊκῶς τε καὶ ἀναμαρτήτως· καὶ οὐ μόνον ἀκράτητος θανάτῳ, ἀλλὰ καὶ λύων θάνατον· καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθεὶς, τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα, οὐδὲ γὰρ τέσσαρα προσκυνεῖν λέ γομεν, Θεὸν καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον, καὶ Πνεῦμα ἅγιον. Διὸ καὶ ἀναθεματίζομεν τοὺς οὕτως ἀσεβοῦντας, τοὺς ἄνθρωπον ἐν τῇ θείᾳ δοξολογία τι θέντας· ἡμεῖς γὰρ φαμὲν ἄνθρωπον γεγενήσθαι τὸν τοῦ Θεοῦ Λόγον πρὸς σωτηρίαν ἡμῶν, ἵνα την ὁμοίωσιν τοῦ ἐπουρανίου λάβωμεν, καὶ θεοποιηθῶν μεν πρὸς ὁμοιότητα τοῦ κατὰ φύσιν ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ, κατὰ σάρκα δὲ Υἱοῦ ἀνθρώπου, Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστεύομεν τοίνυν εἰς ἕνα Θεόν, τουτέστιν εἰς μίαν ἀρχὴν, τὸν Θεὸν τοῦ Νόμου καὶ τοῦ Εὐαγγελίου, δί καιον καὶ ἀγαθόν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χρι στὸν, Θεὸν ἀληθινὸν, τουτέστιν εἰκόνα ἀληθινοῦ Θεοῦ, δημιουργὸν πάντων ὁρατῶν τε καὶ ἀοράτων, Υἱὸν Θεοῦ καὶ γέννημα μονογενές, καὶ ἀΐδιον Λόγον, ζῶντα καὶ ὑφεστῶτα καὶ ἐνεργὸν, ἀεὶ συνόντα τῷ Πατρί καὶ εἰς ἐν ἅγιον Πνεῦμα· καὶ εἰς παρουσίαν ἔνδοξον τοῦ Υἱοῦ τοῦ Θεοῦ σάρκα λαβόντος τὴν ἐκ Παρθένου, τοῦ ἀνθ' ἡμῶν ὑπομείναντος πάθη καὶ θάνατον, καὶ ἐλθόντος εἰς ἀνάστασιν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανούς· καὶ εἰς τὴν μέλλουσαν ένδοξον αὐτοῦ παρουσίαν· καὶ εἰς μίαν ἁγίαν Ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον. ὁμοούσιον, Ομολογοῦμεν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· καὶ μίαν τὴν οὐσίαν τῆς Τριάδος, τουτέστιν μίαν θεότητα φυσικῶς, ἀγεννήτου μένοντος τοῦ Πατρὸς, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ Πατρὸς ἁλη θενῇ γεννήσει οὐ ποιήσει τῇ ἐκ βουλήσεως· τοῦ Πνεύ ματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι' Υἱοῦ ἀϊδίως έχε πεμφθέντος, ἁγιαστικοῦ τῆς ὅλης κτίσεως. ὁμολογοῦμεν δὲ καὶ σαρκωθέντα τὸν Λόγον καὶ φανερωθέντα ἐν σαρκικῇ κινήσει τῇ ἐκ Παρθένου, οὐκ ἐν ἀνθρώπῳ ἐνεργήσαντα. Τοὺς δὲ κοινωνοῦντας τοῖς ἐκβάλλουσι τὸ ὁμοούσιον ὡς ἀλλότριον τῶν Γραφῶν, καὶ τὶ ἐκ τῆς Τριάδος κτιστὸν λέγουσι καὶ χωρίζουσι τῆς μιᾶς φυσικῆς θεότητος, ἀλλοτρίους ἡγούμεθα, καὶ οὐδενὶ τῶν τοιούτων κοινωνοῦμεν· εἷς Θεὸς ὁ Πατήρ, ἡ θεό της ἡ μόνη· Θεὸς δὲ καὶ ὁ Υἱὸς, εἰκὼν τῆς μιᾶς καὶ μόνης θεότητος ὢν ἀληθὴς, κατὰ γέννησιν καὶ φύσιν ἦν ἐκ τοῦ Πατρὸς ἔχει· Κύριος εἷς ὁ Υἱός· ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα τὴν τοῦ Υἱοῦ κυριότητα διαπέμ τον εἰς τὴν ἁγιαζομένην κτίσιν· Υἱὸς ἐπεδήμησε κόσμῳ, σάρκα ἐκ Παρθένου λαβὼν, ἣν ἐπλήρωσεν ἁγίου Πνεύματος εἰς τὸν πάντων ἡμῶν ἁγιασμόν θανάτῳ δὲ παραδοὺς τὴν σάρκα, τὸν θάνατον ἔλυσε διὰ τῆς ἀναστάσεως εἰς τὴν πάντων ἡμῶν ἀνάστασιν· ἀνῆλθεν δὲ εἰς οὐρανὸν ὑψῶν καὶ δοξάζων ἀν θρώπους ἐν ἑαυτῷ· ἔρχεται δὲ τὸ δεύτερον ἀποκαθιστῶν ἡμῖν τὴν αἰώνιον ζωήν.
col. 1119–1120page 9 of 21
PG 10:1119Εἷς Υἱὸς καὶ πρὸ τῆς σαρκώσεως καὶ μετὰ τὴν σάρκωσιν· ὁ αὐτὸς ἄνθρωπος καὶ Θεὸς, ἑκάτερον ὡς ἕν· καὶ οὐχ ἕτερον μὲν πρόσωπον ὁ Θεὸς Λόγος, ἔτε ρον δὲ ἄνθρωπος Ἰησοῦς, ἀλλ' αὐτὸς ὁ προϋπάρχων Υἱὸς ἑνωθεὶς σαρκὶ ἐκ Μαρίας κατέστη, τέλειον καὶ ἅγιον καὶ ἀναμάρτητον ἄνθρωπον συνιστὰς ἑαυτὸν, καὶ οἰκονομῶν εἰς ἀνανέωσιν ἀνθρωπότητος καὶ κα σμου παντὸς σωτήριον· Θεὸς ὁ Πατήρ, τέλειον ὢν τὸ πρόσωπον, τέλειον ἔχει τὸν Λόγον ἐξ αὐτοῦ γεγεννημένον ἀληθῶς, οὐχ ὡς λόγον λαλούμενον, οὐδὲ καθ᾿ υἱοθεσίαν υἱὸν, ὡς ἄγγελοι καὶ ἄνθρωποι υἱοὶ Θεοῦ καλοῦνται, ἀλλὰ Υἱὸν φύσει Θεόν· τέλειον δὲ [ ἔχει ] καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Θεοῦ δι' Υἱοῦ χορηγούμενον εἰς τοὺς υἱοθετουμένους, ζῶν καὶ ζωοποιόν, ἅγιον ἁγιαστικὸν τῶν μεταλαμβανόντων αὐτοῦ, οὐχ ὡς ὑπ' ἀνθρώπου πνοὴν ἐμπνευσθεῖσαν ἀνυπόστατον, ἀλλ' ἐκ Θεοῦ ζῶσαν· δι' ὅπερ ἡ Τριάς προσκυνητή, δοξαστὴ καὶ τιμία καὶ σεβάσμιος· Πατρὸς μὲν ἐν Υἱῷ νοουμένου καθότι Υἱὸς ἐξ αὐτοῦ, Υἱοῦ δὲ ἐν Πατρὶ δοξαζομένου καθ᾽ ὅ ἐστὶν ἐκ Πατρὸς, φανερουμένου ἐν Πνεύματι ἁγίῳ τοῖς ἁγιαζομένοις. Οτι δὲ σεβάσμιος ἐστιν ἡ ἁγία Τριάς μὴ χωριζομένη, μηδὲ ἀλλοτριουμένη, τοῦτο διδάσκει ἡμᾶς Παι λος ἐν τῇ πρὸς Κορινθίους Επιστολή δευτέρα λέγων οὕτως· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Καὶ πάλιν διὰ τῆς Επιστολῆς δηλοῖ λέγων· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας Θεὸς καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἔτι δὲ σαφέστερον ἐν τῇ αὐτῇ Ἐπιστολῇ γράφει οὕτως· Ἡνίκα ἂν ἀνα γινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίας αὐτῶν κεῖται· ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμα ὅπου δὲ τὸ πνεῦμα, ἐκεῖ ἐλευθερία· ἡμεῖς δὲ πάν τες ανακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Καὶ πάλιν λέγει Παῦλος· Ἵνα καταποθῇ τὸ θνη τὸν ὑπὸ τῆς ζωῆς· ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεὸς, ὁ δοὺς ὑμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ πάλιν φησίν· Συνιστάνοντες ἑαυ τοὺς ὡς Θεοῦ διάκονοι ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, καὶ τὰ ἑξῆς. Εἶτα ἐπιφέρει λέγων· Ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ. Ἰδοὺ γὰρ καὶ ἐνταῦθα ὥρισεν ὁ ἅγιος τὴν ἁγίαν Τριάδα ὀνομάσας Θεὸν καὶ Λόγον καὶ Πνεῦμα ἅγιον. Καὶ πάλιν λέγει· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ πάλιν· Ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι Κυρίου ἡμῶν Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι Η
col. 1121–1122page 10 of 21
PG 10:1121ΚΑΤΑ ΜΕΡΟΣ ΠΙΣΤΙΣ. τοῦ Θεοῦ ἡμῶν. Καὶ πάλιν· Ἡ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Δοκῷ γὰρ κἀγὼ Πνεύμα Θεοῦ ἔχειν. Καὶ πάλιν καὶ περὶ τῶν υἱῶν Ἰσραὴλ διαλαλῶν, ὡς βαπτισθέντων ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, φησίν, ὅτι· Πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν λέγει Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσ σιν· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύ ματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσών· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἐν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἴδια ἑκάστῳ καθὼς βού λεται· καὶ καθάπερ τὸ σῶμα ἔν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη του σώματος πολλὰ ὄντα ἐν ἐστι σῶμα, οὕτως καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἐνὶ Πνεύματι πάντες ἡμεῖς εἰς ἐν σῶμα ἐβαπτίσθημεν. Καὶ πάλιν λέγει· Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὂν οὐκ ἐκηρύξαμεν, ή πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον 8 οὐκ ἐδέξασθε, καλῶς ἂν εἴχεσθε. Ορᾷς ὅτι ἀχώριστόν ἐστι τὸ Πνεῦμα τῆς θεότητος, καὶ οὐκ ἄν τις εὐσεβῶς φρονῶν κτίσμα αὐτὸ ὑπολάβοι. Ἐν δὲ τῇ πρὸς Ἑβραίους Επιστολῇ πάλιν γρά φει οὕτως· Πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λα λεῖσθαι ὑπὸ τοῦ Κυρίου διὰ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος ἁγίου μερισμοῖς. Καὶ πάλιν ἐν τῇ αὐτῇ Επιστολῇ φησιν· Διό καθώς λέγει τὸ Πνεῦμα τὸ ἅγιον Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν, ἐδο κίμασαν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρακονταετῆ· διὸ προσώχθησα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον Αεὶ πλανῶνται τῇ καρδίᾳ αὐτῶν, διότι οὐκ ἔγνω σαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Κανταῦθα ἀκουέτωσαν Παύλου μηδαμῶς χωρίζοντος τὸ Πνεῦμα τὸ ἅγιον τῆς θεότητος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ σαφῶς δηλοῦντος τὴν τοῦ ἁγίου Πνεύματος διαλαλιὰν ἐκ

Fragment from a Sermon on the TrinityFragmentum ex sermone de Trinitate

col. 1123–1124page 11 of 21
Fragmentum Ejusdem expositionis fidei
PG 10:1123προσώπου τοῦ Θεοῦ ὑπάρχουσαν, καὶ οὕτως ἀπὸ Θεοῦ εἰρημένην, καθὼς ἀποδέδοται ἐν τοῖς προειρημένοις ῥητοῖς· διὰ τοῦτο γὰρ εἰς Θεὸς ἡ ἁγία Τριάς πιστεύεται, κατὰ τὰ ἐκ τῆς θείας Γραφῆς μαρτυρηθέντα, εἰ καὶ τὰ μάλιστα πανταχοῦ ἀπὸ τῶν θείων Γραφών ἀναρίθμητοι διδασκαλίαι ἡμῖν ὑπάρχουσι συμμαρτυροῦσαι τῇ ἀποστολικῇ καὶ ἐκκλησιαστικῇ πίστει. Γρηγορίου τοῦ θαυματουργοῦ, ὡς φασιν, ἐν τῇ κατὰ μέρος Πίστει. Το δοξάζειν δύο φύσεις τὸν ἕνα Χριστὸν, τετράδα τὴν ἁγίαν Τριάδα ποιεί, φησί· ἔφη γὰρ οὕτως· «Καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθεὶς τέλειος τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο φύσεις, οὐδὲ τέσσαρας προσκυνεῖν, Θεὸν λέγομεν, καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον, καὶ Πνεῦμα ἅγιον.» Πρῶτον μὲν ἀγνοεῖται καὶ ἀμφιβάλλεται λίαν ἡ χρῆσις καὶ ἥδε· ὅμως μέντοι μὴ δύο πρόσωπα ἐπὶ Χριστοῦ λέ γειν φησὶ, ἵνα μὴ ὁμολογοῦντες αὐτὸν Θεὸν καὶ ἐν τε λείᾳ θεότητι, δύο δὲ αὐτοῦ πρόσωπα, τετράδα παρ ιστῶμεν τῶν θείων προσώπων, Θεοῦ τοῦ Πατρὸς ἐν, καὶ Υἱοῦ Θεοῦ ἐν, καὶ ἀνθρώπου ἓν, καὶ Πνεύματος ἁγίου ἐν, ἀριθμοῦντες· ἀλλ᾽ οὐδὲ δύο φύσεις θείας μέντοι εἰδέναι αὐτοῦ φησι, ἀλλ' ἐν μιᾷ φυσικῇ θείᾳ τελειότητι, τέλειον αὐτὸν Θεὸν ὁμολογεῖν, καὶ οὐκ ἐν δύο· ὅτι γὰρ ἀτρέπτως εσαρκώθη καὶ ἀδιπλασιάσεως τὴν θεότητα ἔχει, βούλεται δεῖξαι· δ γοῦν αὐτὸς πρὸ βραχέος φησι· «Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς· ἀπ ης οὖν ὁ τὸ πάθος ἀνάγων εἰς τὴν δύναμιν· ὁ γὰρ τῆς δόξης Κύριος ἐν ἀνθρωπίνῳ σχήματι πέφηνε, τὴν ἀνθρωπίνην οικονομίαν ἀναδεξάμενος.» ὁμόφρονας
col. 1125–1126page 12 of 21
PG 10:1125νοιαν), προφορικόν, ἀρθρικόν. (Τὸ κατ' ἔννοιαν)

Twelve Chapters on the FaithCapitula duodecum de fide

col. 1127–1128page 13 of 21
PG 10:1127ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΔΩΔΕΚΑ Ἐν οἷς καὶ ἀναθεματισμὸς κεῖται καὶ ἑρμηνεία ἑκάστῳ ὑποτέτακται. Π. ΚΕΦ. Α'. Εἴ τις λέγει ἄκτιστον τὸ σῶμα τοῦ Χριστοῦ, καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν ἄκτιστον τοῦ Θεοῦ [Θεὸν] Λέ γον ἐκ τῆς κτιστῆς ἀνθρωπότητος τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν ἐπιδειξάμενον, καθώς γέγραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς δ᾽ ἂν [γὰρ] λέγοιτο ἄκτιστον τὸ σῶμα; Το γὰρ ἄκτιστον, ἀπαθές, άτρωτον, ἀψηλάφητον. Χρι στὸς δὲ ἐκ νεκρῶν ἀναστὰς, τύπον ἤλων, καὶ νύξιν λόγχης καὶ ψηλάφησιν σώματος [σώματι] ἐπεδείκνυτο τοῖς μαθηταῖς, καίτοι τῶν θυρῶν κεκλεισμένων εἰσελθὼν, ἀλλ᾽ ἵνα δείξῃ καὶ τῆς θεότητος τὴν ἐνέργειαν, καὶ τοῦ σώματος τὴν ἀλήθειαν. (Καί του Θεὸς ὤν, ἄνθρωπος ἐγνωρίζετο φυσικῶς, καὶ άνθρωπος ὑπάρχων ἀληθῶς, Θεὸς τοῖς ἔργοις ἐφαί νετο. ΚΕΦ. Β'. Εἴ τις λέγει σάρκα τοῦ Χριστοῦ ὁμοούσιον τῆς θεά τητος, καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐν μορφῇ Θεοῦ ὑπάρ χοντα Θεὸν προαιώνιον, καὶ ἑαυτὸν κενώσαντα καὶ λαβόντα δούλου μορφήν, καθώς γέγραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω). Ερμηνεία. Πῶς δὲ ἡ μετὰ χρόνον σὰρξ ὁμοούσιος ἂν λέγοιτο τῆς ἀχρόνου θεότητος; Ομοούσιον γὰρ λέγεται τὸ ταυτὸν τῇ φύσει καὶ τῇ ἀϊδιότητι ἀπαραλλάκτως. ΚΕΦ. Γ'. Εἴ τις λέγει ἄνθρωπον τέλειον ἀνειληφέναι τὸν Χρι
col. 1129–1130page 14 of 21
PG 10:1129στὸν, ὡς ἕνα τῶν προφητῶν, καὶ μὴ ὁμολογεῖ αὐτὸν τῇ σαρκώσει τῇ ἐκ παθόντος [ἴσ. ἐκ Παρθένου] γε γενημένον [γενόμενον] ἄνθρωπον τὸν ἐν Βηθλεὲμ τε χθέντα, καὶ ἐν Ναζαρέτ ἀνατραφέντα, καὶ προκοπὴν ἡλικίας ἐπιδειξάμενον, καὶ χρόνων αρίθμησιν ποιη σάμενον [ἐπιδειξάμενον], ἐν Ἰορδάνη βαπτισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς μαρτυρηθέντα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, καθώς γέγραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς δ' ἂν λέγοιτο ἄνθρωπον τέλειον ἀνειληφέναι τὸν Χριστὸν Κύριον] ὡς ἕνα τῶν προφητῶν, αὐτοῦ τοῦ Κυρίου ἀνθρώπου γενομένου τῇ ἐκ Παρθένου σαρκώσει; Διὸ γέγραπται, ὅτι ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. Ἐπειδὴ δὲ ὁ ἐκ γῆς πλασθεὶς εἰς γῆν ἀπελήλυθεν, ὁ δεύτερος ἄνθρωπος γενόμενος εἰς οὐ ρανοὺς ἀνελήλυθε. Καὶ λέγεται ὁ πρῶτος Ἀδὰμ καὶ ὁ ἔσχατος Αδάμ. Καὶ ὥσπερ ὡμολόγηται, ὅτι ὁ δεύτερος ἐκ τοῦ πρώτου τὸ κατὰ σάρκα, διὸ καὶ ἄν θρωπος, καὶ Υἱὸς ἀνθρώπου Χριστός· οὕτως μεμαρτύρηται ὅτι ὁ δεύτερος τοῦ πρώτου Σωτήρ, δι᾿ ὄν κατελήλυθεν ἐξ οὐρανοῦ. Ἐπειδὴ δὲ ἐξ οὐρανοῦ και ταβὰς ὁ Λόγος καὶ ἄνθρωπος γενόμενος εἰς τοὺς οὐ ρανοὺς ἀνελήλυθε, διὰ τοῦτο λέγεται καὶ ἐξ οὐρανοῦ ὁ δεύτερος Αδάμ. ΚΕΦ. Δ'. Εἴ τις λέγει ἐκ σπέρματος ἀνδρὸς γεγενῆσθαι τὸν Χριστὸν ἐκ Παρθένου, ὡς πάντες οἱ ἄνθρωποι, καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ Μα ρίας τῆς ἁγίας Παρθένου σαρκωθέντα καὶ ἐνανθρωπήσαντα ἐκ σπέρματος Δαβίδ, καθώς γέγραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς γὰρ [δ' ἂν] λέγοι τις, ἐκ σπέρματος ἀνδρὸς γεγενῆσθαι τὸν Χριστὸν ἐκ Παρθένου, τοῦ ἁγίου Εὐ αγγελίου καὶ τοῦ ἀγγέλου εὐαγγελισαμένου τὴν Μα ριάμ, τῆς Παρθένου εἰρηκυίας· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Διὸ λέγει· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Ὑψίστου Υιός. Καὶ τῷ Ἰωσὴφ λέγει· Μὴ φοβηθῇς παραλαβεῖν Μαριάμ τὴν γυ ναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθέν ἐκ Πνεύ ματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέ σουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώ ζει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. ΚΕΦ. Ε'. Εἴ τις λέγει - "Αλλος ὁ πρὸ αἰώνων Υἱὸς τοῦ Θεοῦ, καὶ ἄλλος ὁ ἐπ᾿ ἐσχάτων, καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν πρὸ αἰώνων τὸν αὐτὸν ἐπ' ἐσχάτων, καθώς γέ γραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς δ᾽ ἂν λέγοιτο ἄλλος ὁ πρὸ αἰώνων τοῦ Θεοῦ Χ.
col. 1131–1132page 15 of 21
PG 10:1131Υἱὸς, καὶ ἄλλος ὁ ἐπ' ἐσχάτων, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· καὶ ὅτι ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω, καὶ πάλιν που ρεύομαι πρὸς τὸν Πατέρα μου; ΚΕΦ. Γ'. Εἴ τις λέγει· "Αλλος ὁ παθών, καὶ ἄλλος ὁ μὴ παθών, καὶ μὴ ὁμολογεῖ αὐτὸν τὸν ἀπαθῆ Θεὸν λό γον καὶ ἄτρεπτον σαρκὶ ἰδίᾳ παθόντα ἀτρέπτως, καθ ὡς γέγραπται, ἀνάθεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς δὲ ἂν λέγοιτο ἄλλος ὁ παθών, καὶ ἄλλος ὁ μὴ παθών, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι ἐκ νεκρῶν· καί Οταν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐν δεξιᾷ τοῦ Πατρός· καὶ· Ὅταν ἔλθῃ ὁ Υἱός τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ; ΚΕΦ. Ζ'. Εἴ τις λέγει σωζόμενον τὸν Χριστὸν, καὶ μὴ ὁμο λογεῖ αὐτὸν Σωτῆρα τοῦ κόσμου καὶ φῶς τοῦ κόσ σμου, καθώς γέγραπται, ἀναθεματιζέσθω. Ερμηνεία. Πῶς δ' ἂν λέγοι τις σωζόμενον τὸν Χριστὸν, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ἡ ζωή· καί· Ἑλή λυθα ἵνα ζωὴν ἔχωσι· καί· Ὁ πιστεύων εἰς ἐμὲ, θάνατον οὐ μὴ θεωρήσει, ἀλλ᾽ ὄψεται τὴν ζωὴν τὴν αἰώνιον; ΚΕΦ. Η'. Ε' τις λέγει τέλειον ἄνθρωπον τὸν Χριστὸν διαιρετῶς, καὶ Θεὸν τὸν Λόγον διαιρετῶς, καὶ μὴ ὁμολογεῖ ἕνα Κύριον Ἰησοῦν Χριστὸν, καθώς γέγραπται, ἀνά θεμα ἔστω [ἀναθεματιζέσθω]. Ερμηνεία. Πῶς δ' ἂν λέγοι τις ἄνθρωπον τέλειον τὸν Χριστὸν διαιρετῶς, καὶ Θεὸν τὸν Λόγον διαιρετῶς, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ήκουσα παρὰ τοῦ Πατρός; Οὐ γὰρ ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν, ἀλλ᾽ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς λό γος άνθρωπος γενόμενος δι' ἡμᾶς. Διὸ λέγει· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώμα τος αὐτοῦ. ΚΕΦ. Θ'. Εἴ τις λέγει τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Χριστὸν, καὶ μὴ ὁμολογεῖ αὐτὸν ἄτρεπτον τῷ πνεύματι, φθαρτόν [ἄφθαρτον] τῇ σαρκὶ, ἀναθεματιζέσθω. Ερμηνεία. Πῶς δ᾽ ἂν λέγοι τις τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Χρι στὸν, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι, οὐκ ἠλλοίωμαι; Καὶ πάλιν· Οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου [ἄλ. ᾅδην], οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν; Σ.Ι. χιν, σε χι, χιν,
col. 1133–1134page 16 of 21
PG 10:1133ΚΕΦ. Γ'. Εἴ τις λέγει, μέρος ἀνθρώπου ἀνειληφέναι τὸν Χριστὸν, καὶ μὴ ὁμολογεῖ αὐτὸν καθ' ὁμοιότητα ἡμῶν κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἀναθεματιζέσθω. Ερμηνεία. Πῶς δ' ἂν λέγοι τις, μέρος ἀνθρώπου ἀνειληφέναι τὸν Χριστὸν, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Τὴν ψυ χήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτὴν, ὑπὲρ τῶν προβάτων· καί· Ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις ' καί· Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αιώνιον; ΚΕΦ. ΙΑ'. Εἴ τις λέγει άψυχον ἢ ἀνόητον τὸ σῶμα τοῦ Κυ Χ. ρίου, καὶ μὴ ὁμολογεῖ αὐτὸν τέλειον κατὰ [πάντα] ἄν θρωπον ἕνα καὶ τὸν αὐτὸν, ἀναθεματιζέσθω. Ερμηνεία. Πῶς δὲ ἂν λέγοι τις ἄψυχον καὶ ἀνόητον τὸ σῶμα τοῦ Κυρίου [Χριστοῦ]; Ταραχὴ γὰρ, καὶ λύπη, καὶ ἀδημονία, ούτε σαρκὸς ἀψύχου, οὔτε ψυχῆς ἀνοήτου, οὔτε θεότητος ἀτρέπτου, οὐδὲ δοκήσεως ένδειξις, οὔτε ἀνθρωπίνης ἀσθενείας ήττημα· ἀλλὰ τῶν καθ᾿ ἡμᾶς παθῶν τὴν ἐπίδειξιν ἐν ἑαυτῷ ἐποιεῖτο ὁ Λόγος, κατα δεξάμενος τὸ παθητικόν, καθώς γέγραπται, ὅτι αὐ τὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους βάστασε. Ταραχὴ γὰρ, καὶ λύπη, καὶ ἀδημονία ψυ χῆς νοσήματα· κόπος δὲ, καὶ ὕπνος καὶ τρῶσις σώ ματος, σαρκὸς ἀσθενήματα. ΚΕΦ. ΙΒ'. Εἴ τις λέγει, δοκήσει πεφανερώσθαι τὸν Χριστὸν τῷ κόσμῳ, καὶ μὴ ὁμολογεῖ αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι, ἀναθεματιζέσθω. Ερμηνεία. Πῶς δὲ ἂν λέγοι τις, δοκήσει πεφανερώσθαι Χρι στὸν τῷ κόσμῳ τὸν ἐν Βηθλεὲμ τεχθέντα, καὶ περι τομῇ σαρκὸς προσαγόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, καὶ δωδεκαετῆ ἀνατραφέντα, καὶ τοῖς γονεῦσιν ὑποταγέντα, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντα, καὶ ἐν σταυρῷ προσηλωθέντα, καὶ ἐκ νεκρῶν ἀναστάντα; Διὸ κἂν λέγηται [καὶ λέγεται]· Εταράχθη τῷ πνεύ ματι, ἐλυπήθη τῇ ψυχῇ, ἐτρώθη τῷ σώματι, τὰς κατὰ τὴν ἡμετέραν σύστασιν τῶν παθῶν προσηγορίας ίστησι, καὶ ἵνα δείξῃ, ὅτι ἄνθρωπος ἐγεννήθη ἐν τῷ κόσμῳ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας. Ἐγεννήθη γὰρ ἐν Βη θλεέμ, θεοπρεπῶς, κατὰ σάρκα, ἀγγέλων ἐπουρανίων ἐπεγνωκότων τὸν αὐτὸν Δεσπότην, καὶ ἀνυμνούντων τὸν ἐν φάτνῃ σπαργανωθέντα Θεὸν, καὶ λεγόντων Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν θρώποις εὐδοκία. Ἐν Ναζαρέτ ἀνετράφη· θεοφανῶς ἐν μέσῳ διδασκάλων καθεζόμενος, καὶ ἐκπλήττων αὐτοὺς τῇ σοφίᾳ παρὰ καιρὸν ἡλικίας τῆς κατὰ τὸ σῶμα, ὡς ἀπαριθμεῖται ὁ εὐαγγελικός λόγος. Εν Χ, σε
col. 1135–1136page 17 of 21
PG 10:1135Ἰορδάνῃ ἐβαπτίσθη, οὐκ ἁγιασμοῦ προσλήψει προσ αγόμενος, ἀλλ᾽ ἁγιασμοῦ μετοχὴν χαριζόμενος. Έν τῇ ἐρήμῳ ἐπειράσθη, οὐ πειρασμῷ ὑποκείμενος, ἀλλὰ τοὺς ἡμετέρους πειρασμοὺς τῇ προκλήσει τοῦ πειράζοντος προβαλλόμενος, ἵνα δείξῃ μάταιον τὸν πειράζοντα. Διὸ λέγει· Θαρσείτε, ἐγὼ νενίκηκα τὸν κόσμον, οὐ θεϊκὴν πάλην προβαλλόμενος, ἀλλὰ τὴν ἰδίαν σάρκα νικητήριον πάθους καὶ θανάτου καὶ φθορᾶς ἐπιδεικνύμενος, ἵνα δι' ἧς σαρκὸς ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐβασίλευσε πάντων ἀνθρώπων, διὰ τῆς αὐτῆς σαρκὸς καθ' ὁμοιότητα κατακριθῇ ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, καὶ νικηθῇ ὁ τῆς ἁμαρτίας ἔφορος ὁ πειράζων, καὶ και ταλυθῇ ὁ θάνατος τοῦ μὴ βασιλεύειν καὶ καταργηθη φθορὰ ἐν τῇ τοῦ σώματος ταφῇ ἄλ. ἐν ταφῇ τοῦ σώματος], καὶ ἀπαρχὴ ἀναστάσεως ἀναδειχθῇ, καὶ ἀρχὴ δικαιοσύνης ἐν τῷ κόσμῳ πολιτεύσηται διὰ τῆς πίστεως, καὶ βασιλεία οὐρανῶν ἀνθρώποις εὐαγγελίσθη, καὶ Θεοῦ πρὸς ἀνθρώπους γένηται κοινωνία. Ἐπὶ ταύτῃ τῇ χάριτι δοξάζωμεν τὸν Πατέρα τὸν δεδωκότα τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Δοξάσωμεν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐνερ γοῦν, τὸ ζωοποιοῦν ἡμᾶς, τὸ παρέχον τα χαρίσματα πρὸς Θεοῦ κοινωνίαν, καὶ μὴ περιεργαζώμεθα τὸν εὐαγγελικὸν λόγον λέξεσι περιξήροις, ἀπεράντους ζη τήσεις καὶ λογομαχίας περισπείροντες, καὶ τὸν λεῖον καὶ εὐθύτατον λόγον τῆς πίστεως τραχύνοντες [. τραχοῦντες], ἀλλὰ μᾶλλον ἐργαζώμεθα τὸ ἔργον τῆς πίστεως, τὴν εἰρήνην ἀγαπήσωμεν, τὴν ὁμόνοιαν ἐπι δειξώμεθα, τὴν ἑνότητα φυλάξωμεν, τὴν ἀγάπην γεωργήσωμεν, δι' ἧς εὐαρεστεῖται Θεός. Ὥσπερ οὐχ ἡμῶν ἐστι τὸ γνῶναι χρόνους ἢ και ροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· πιο στεῦσαι δὲ δεῖ, ὅτι χρόνου ἔσται τέλος, καὶ μέλλοντος αἰῶνος ἔσται φανέρωσις, καὶ κρίσεως ἀποκάλυψις, καὶ τοῦ Υἱοῦ Θεοῦ παρουσία, καὶ ἔργων ἀνταπόδοσις, καὶ οὐρανῶν βασιλείας κληρονομία· οὕτως οὐχ ἡμῶν γνῶναι τὸ πῶς ὁ Υἱὸς τοῦ Θεοῦ γέγονεν ἄνθρωπος τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστὶ, καθώς γέγραπται, ὅτι, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ᾿Αλλὰ πιστεῦσαι δεῖ, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐγένετο ἄνθρωπος κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συν ανεστράφη κατά τας Γραφάς, καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας, καὶ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἀνέστη ἐκ νεκρῶν, καθώς γέγραπται, καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήφθη ἀνελήλυθε, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατ τρὸς, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καθὼς γέγραπται, μή ποτε ἡμῶν λογομαχούντων πρὸς ἀλλή λους βλασφημήσωσί τινες τὸν τῆς πίστεως λόγον, καὶ ἐπέλθῃ τὸ εἰρημένον· Δι' ὑμᾶς τὸ ὄνομά μου [ἄλ. τοῦ Θεοῦ] διαπαντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσι. το ο

Disputation on the Soul to TatianDisputatio de anima ad Tatianum

col. 1137–1138page 18 of 21
PG 10:1137ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΤΗΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΟΝΤΟΥ, ΕΠΩΝΥΜΙΑ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ, ΠΡΟΣ ΤΑΤΙΑΝΟΝ ΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΚΕΦΑΛΑΙΩΔΗΣ Τὸν περὶ ψυχῆς σοι λόγον ἐκέλευσας ἡμῖν, ὦ θαυμάσιε Τατιανὲ, μετ' ἐνεργουσῶν ἀποδείξεων διαχαράξασιν ἀποστεῖλαι· καὶ ταῦτα ἠξίους ποιεῖν, μὴ ταῖς τῶν Γραφῶν μαρτυρίαις χρησαμένους· ὅπερ ἔστι τε καὶ τοῖς εὐσεβῶς φρονεῖν ἐθέλουσιν ἀληθὴς τυγχάνει διδασκαλία παντὸς ἀνθρωπίνου λογισμοῦ ἀποδεικτικωτέρα· ἔφης γὰρ μὴ πρὸς τὴν ἐαυτοῦ πληροφορίαν τοῦτο ἐπιζητεῖν, πεπαιδευμένος ἤδη ταῖς θείαις προσανέχειν Γραφαῖς καὶ παραδόσεσι, καὶ μὴ στροφαῖς τῶν ἀνθρωπίνων λόγων δονεῖσθαι τὴν διάνοιαν· ἀλλὰ πρὸς ἀνατροπὴν τῆς τῶν ἑτεροδό ξων γνώμης, οἳ πείθεσθαι ταῖς Γραφαῖς οὐκ ἀνέχον ται· δεινότητι δέ τινι περιτρέπειν τοὺς ἀήθεις τῶν τοιούτων λόγων πειρῶνται. Διὸ ἑτοίμως ὑπακοῦσαι τῷδε σῷ ἐπιτάγματι προήχθημεν, μηδὲν ὑποστειλά μενοι ὡς ἄπειροι τῆς τοιᾶσδε κατασκευῆς τῶν λό γων, ἀλλὰ τῇ σῇ περὶ ἡμᾶς εὐνοίᾳ θαῤῥήσαντες· καὶ γὰρ οἶδας ἃ μὲν καλῶς ἔχειν δοκιμάζεις, ταῦτα εἰς τὸ κοινὸν προτιθέναι· τὰ δὲ ἔλαττον τοῦ δέοντος δοκοῦντα εἰρῆσθαι, ταῦτα παρέπεσθαι καὶ ἀποκρύ πτεσθαι. ἑκάτερα χάριτι τῇ πρὸς ἡμᾶς καὶ φιλίᾳ ποιῶν. Ταῦτα οὖν εἰδὼς, μετὰ πάσης πεποιθήσεως ὡρμήθην ἐπὶ τὴν ἔκθεσιν. Ποιήσομαι δὲ τὸν λόγον τάξει τινὶ καὶ ἀκολουθίᾳ χρησάμενος, ἥνπερ καὶ οἱ περὶ ταῦτα δεινοὶ κατεχρήσαντο πρὸς τοὺς ἐπιστημό νως ζητεῖν τι ἐθέλοντας. Πρῶτον μὲν οὖν ἁπάντων ὑποθήσομαι, τίνι κριτη 10.1140 ρίῳ πέφυκεν ἡ ψυχὴ καταλαμβάνεσθαι· ἔπειτα, δι' ὧν δείκνυται ὑπάρχουσα· εἶθ' ἑξῆς, εἰ οὐσίᾳ τυγχάνει οὖσα, ἢ συμβεβηκός· εἶτα τούτοις ἀκολούθως, εἰ σῶμά ἐστιν, ἢ ἀσώματος· ἔπειτα, εἰ ἁπλῆ, ἢ σύν θετος· εἶτ' αὖθις, εἰ θνητὴ, ἢ ἀθάνατος· τελευταῖον δὲ, εἰ λογικὴ, ἢ ἄλογος. Ταῦτα γὰρ μάλιστα ἐν τῷ περὶ ψυχῆς ζητεῖσθαι εἴωθε λόγῳ, ὡς κυριώτατα καὶ δυνάμενα αὐτῆς τὴν ἰδιότητα χαρακτηρίζειν. Ἀποδείξεσι δὲ πρὸς τὴν τῶν ἐξετασθησομένων βεβαίωσιν, ταῖς κοιναῖς χρη σόμεθα ἐννοίαις, αἷς τὸ ἀξιόπιστον τὰ ἐν χερσὶ πράγ ματα μαρτυρεῖν πέφυκε. Συντομίας δὲ χάριν καὶ τοῦ χρησίμου, μόνοις τοῖς πρὸς τὸ ἀναγκαῖον τοῦ ζητου μένου ἔχουσι τὴν ἀπόδειξιν, τὰ νῦν χρησόμεθα συλ λογισμοῖς· ὅπως σαφῆ τε καὶ εὐπαράδεκτα τὰ νοήματα γενόμενα, ἑτοιμότητά τινα ἡμῖν ἐμποιήσῃ πρὸς τὴν τῶν ἀνθισταμένων ἀπάντησιν. Ἀρξόμεθα οὖν τοῦ λόγου ἐντεῦθεν. Τίνι τὸ καταληπτικὸν κριτήριον τῆς ψυχῆς. Αʹ. Πάντα τὰ ὄντα, ἢ αἰσθήσει γνωρίζεται, ἢ νοήσει καταλαμβάνεται. Καὶ τὸ μὲν αἰσθήσει ὑποπί πτον, ἱκανὴν ἀπόδειξιν ἔχει τὴν αἴσθησιν· ἄμα γὰρ τῇ προσβολῇ, καὶ τὴν φαντασίαν ἡμῖν ἐμποιεῖ τοῦ ὑποκειμένου. Τὸ δὲ νοήσει καταλαμβανόμενον, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ' ἐκ τῶν ἐνεργειῶν γνωρίζεται. Ἡ τοίνυν ψυχὴ ἄγνωστος οὖσα ἐξ ἑαυτῆς, ἐκ τῶν ἀπο τελεσμάτων εἰκότως γνωσθήσεται. Εἰ ἔστιν ἡ ψυχή. Βʹ. Τὸ σῶμα ἡμῶν κινούμενον, ἢ ἔξωθεν, ἢ ἔνδο θεν κινεῖται. Καὶ ὅτι μὲν ἔξωθεν οὐ κινεῖται, δῆλον ἐκ τοῦ μήτε ὠθούμενον, μήτε ἑλκόμενον κινεῖσθαι, ὡς τὰ ἄψυχα. Καὶ ἔνδοθεν δὲ πάλιν κινούμενον, οὐ φυσικῶς κινεῖται, ὡς τὸ πῦρ. Ἐκεῖνο γὰρ οὐ παύ εται τοῦ κινεῖσθαι, εἰς ὄσον ἐστὶ πῦρ· ὥσπερ τὸ σῶμα νεκρὸν γεγενημένον, ἀκινητεῖ σῶμα ὄν. Οὐκ οῦν εἰ μήτε ἔξωθεν κινεῖται, ὡς καὶ ἄψυχα, μήτε φυσικῶς ὡς τὸ πῦρ, δῆλον ὅτι ὑπὸ ψυχῆς κινεῖται τῆς καὶ τὸ ζῇν αὐτῷ παρεχούσης. Εἰ τοίνυν τῷ σώ ματι ἡμῶν ἡ ψυχὴ δείκνυται τὸ ζῇν παρέχουσα, ἔσται καὶ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐκ τῶν ἐνεργειῶν γνωριζομένη.
col. 1139–1140page 19 of 21

pia naturaliter comprehendi queat; deinde, quibus rationibus esse ostendatur; tum deinceps, substantiane sit an accidens; deinde consequenter, corpusne sit an incorporea; præterea, simplexne an composita; tum rursus, mortalisne an immortalis; postremo autem, rationis particepsne sit an illius expers. Hæc enim in disputatione de anima, ut maxime propria, et vim atque naturam ejus melius exprimentia, inquiri solent. Ad ea porro, de quibus hic disserendum erit, probanda ac confirmanda, pro demonstrationibus, notionibus illis utemur communibus, per quas rebus quæ manibus tractantur assensus comparari solet. Brevitatis vero utilitatisque causa, iis duntaxat nunc ratiocinationibus utemur, quæ ad demonstranda illa, quorum fit investigatio, potissimum valent; ut manifestis perceptuque facilioribus earum notionibus atque probationibus instructi, promptiores occurramus repugnantibus. Hinc igitur sermonis nostri atque disputationis ducatur principinm. Quo judicio comprehendatur anima. I. Res quæcunque, aut sensu cognoscuntur, aut Intelligentia comprehenduntur. Ex quibus quidem, quæ sub sensum cadunt, ipso sensu satis demonstrantur; nam simul atque ille admotus fuerit, subjectæ rei imaginem ac speciem nobis representat. Quæ vero intelligentia comprehenduntur, non ipsa ex se, sed ex ipsarum actionibus atque effectis percipiuntur. Quapropter cum anima ex seipsa cognosci nequeat, ex ipsius effectis merito cognosci poterit. An sit anima. II. Corpus nostrum cum movetur, aut extrinse cus, aut intrinsecus movetur. Non moveri illud extrinsecus, ex eo patet, quod neque impulsione, neque tractione movetur, sicut ea quæ sunt inanimata. Cum autem moveatur intrinsecus, non tamen naturaliter movetur ut ignis. Nam ignis quandiu est, nunquam motum intermittit; at corpus ubi mortuum fuerit, moveri desinit, licet tamen sit corpus. Quare si neque extrinsecus movetur, sicut inanimata; neque naturaliter, velut ignis; manifestum est moveri ab anima, quæ etiam vitam ipsi subministrat. Si igitur corpori nostro vitam ab anima præberi constet, anima etiam ex suis effectis cognoscitur. An anima sit substantia. III. Quod porro anima sit substantia, sic ostenditur: Primo quidem, quoniam illi quoque definitio substantiæ jure convenit, quæ quidem est ejusmodi: Substantia est id, quod cum unum et idem sit numero, contraria vicissim suscipit. Quod vero anima a natura propria non recedens, contraria vicissim suscipiat, omnibus, credo, est perspicuum. Justitia enim et injustitia, fortitudo el timiditas, tenperantia et intemperantia, in ipsa vicissim cernuntur, cum sint contraria. Quamobrem cum ea substantiæ sit proprietas, ut contrariorum vicissim

col. 1141–1142page 20 of 21
PG 10:1141Εἰ οὐσία ἐστὶν ἡ ψυχή. Γʹ. Ὄτι μὲν οὐσία ἐστὶν ἡ ψυχὴ, δείκνυται οὕτως· Πρῶτον μὲν, ὅτι τῆς οὐσίας ὅρος, καὶ ἐπ' αὐτῆς ἂν εἰκότως λεχθείη. Ἔστι δὲ οὗτος· Οὐσία ἐστὶ τὸ ταυτὸν, καὶ ἒν ἀριθμῷ, τῶν ἐναντίων παραμέρος εἶναι δεκτικόν. Ὅτι δὲ ἡ ψυχὴ αὔτη τῆς ἰδίας φύ σεως μὴ ἐξισταμένη, τὰ ἐναντία δέχεται παραμέ ρος, παντί που δῆλον· δικαιοσύνη γὰρ καὶ ἀδικία, ἀνδρία τε καὶ δειλία, σωφροσύνη τε καὶ ἀκολασία, ἐν αὐτῇ θεωροῦνται ἐναντία ὄντα. Εἰ τοίνυν ἰδίωμα οὐσίας, τὸ τῶν ἐναντίων εἶναι παραμέρος δεκτικὸν, δείκνυται δὲ ἡ ψυχὴ τούτων ἐπιδεχομένη τὸν ὅρον, 10.1141 οὐσία ἄρα ἡ ψυχή. Ἔπειτα καὶ τοῦ σώματος οὐσίας ὄντος, καὶ τὴν ψυχὴν οὐσίαν εἶναι ἀνάγκη· οὐδὲ γὰρ οἷόν τε, τὸ ζωοποιούμενον οὐσίαν [ἄλλ. ἐνούσιον] εἶναι· τὸ δὲ ζωοποιοῦν, εἶναι ἀνούσιον. Εἰ μή τις, καὶ τὸ μὴ ὃν, τοῦ ὄντος αἴτιον φήσειεν εἶναι· ἢ πά λιν, τὸ ἐν ᾧ τὴν ὕπαρξιν ἔχον, καὶ οὗ ἄνευ εἶναι μὴ δυνάμενον [ἄλ. καὶ ὁ ἄνευ τοῦ εἶναι μὴ δυνάμε νον], αἴτιον ἐκείνου εἶναι τοῦ ἐν ᾧ ἐστι, μανείς τι εἴποι. Εἰ ἀσώματος ἡ ψυχή. Δʹ. Ὅτι μὲν ἐν τῷ σώματι ἡμῶν ἡ ψυχή ἐστιν, ἀνωτέρω ἐδείχθη· δεῖ τοίνυν εἰδέναι πῶς ἐν τῷ σώ ματι· καὶ εἰ μὲν παράκειται αὐτῷ ὡς ψηφὶς ψηφίδι, σῶμα μὲν ἔσται ἡ ψυχὴ, ὅλον δὲ τὸ σῶμα οὐκ ἔσται ἔμψυχον· μέρει γάρ τινι παρακείσεται [ἄλλ. παρά κειται]. Εἰ δὲ ἐμμέμικται, ἢ ἐγκέκραται, πολυμε ρὴς ἂν γένοιτο ἡ ψυχὴ, καὶ οὐχ ἁπλῆ, τοῦ ἰδίου τῆς ψυχῆς λόγου ἐκβεβλημένη. Τὸ γὰρ πολυμερὲς, καὶ διαιρετὸν, καὶ διαλυτόν· τὸ δὲ διαλυτὸν, σύνθετον· τὸ δὲ σύνθετον, τριχῆ διαστατόν. Τὸ δὲ σῶμα σώματι προστιθέμενον, ὄγκον ποιεῖ· ἡ δὲ ψυχὴ ἐν τῷ σώματι οὖσα, ὄγκον οὐ ποιεῖ, ἀλλὰ μᾶλλον ζωοποιεῖ. Οὐκ ἄρα ἔσται ἡ ψυχὴ σῶμα, ἀλλ' ἀσώματος. Ἔτι εἰ σῶμά [ἐστιν] ἡ ψυχὴ, ἢ ἔξωθεν ἢ ἔνδοθεν κινεῖται. Οὔτε δὲ ἔξωθεν κινεῖται· οὐ γὰρ ὠθεῖται, ἢ ἕλκεται, ὡς τὰ ἄψυχα· οὔτε δὲ ἔσωθεν κινεῖται, ὡς τὰ ἔμψυχα· ἄτοπον γὰρ ψυχῆς ψυχὴν λέγειν· οὐκ ἔσται οὖν σῶμα· ἀσώματος ἄρα. Καὶ πάλιν, εἰ σῶμά ἐστιν ἡ ψυχὴ, καὶ τὰς ποιότη τας αἰσθητὰς ἔχει, καὶ τρέφεται· ἀλλ' οὐ τρέφεται. Καὶ εἰ τρέφεται, οὐ σωματικῶς τρέφεται ὡς τὸ σῶμα, ἀλλ' ἀσωμάτως· λόγῳ γὰρ τρέφεται· οὐ τοίνυν ποιό-τητας αἰσθητὰς ἔχει· οὔτε γὰρ ὁρᾶται δικαιοσύνη, οὔτε ἀνδρία, οὔτε τῶν τοιούτων οὐδέν· τῆς δὲ ψυχῆς αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος ἄρα. Ἔτι, πάσης τῆς σωματικῆς οὐσίας εἰς ἔμψυχον καὶ ἄψυχον διαιρουμένης, εἰπάτωσαν οἱ σῶμα [ἄλ. σωματικὴν] τὴν ψυχὴν λέγοντες, εἰ ἄψυχον αὐτὴν λεκτέον, ἢ ἔμψυχον. Ἔτι, εἰ πᾶν σῶμα καὶ κέχρωσται, καὶ πεπόσω-ται, καὶ ἐσχημάτισται· οὐδὲν δὲ τούτων ἐν τῇ ψυχῇ θεωρεῖται, οὐκ ἄρα σῶμα ἡ ψυχή. Εἰ ἁπλῆ ἡ ψυχὴ, ἢ σύνθετος. Εʹ. Δείκνυται τοίνυν, ὅτι εἰ ἁπλῆ ἡ ψυχὴ, ἐξ ὧν μάλιστα ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι, σῶμα δὲ πᾶν σύνθετόν ἐστι· τὸ δὲ συγκείμενον ἐκ μερῶν σύγκειται, οὐκοῦν καὶ πολυμερὴς ἔσται. Ἀσώ-ματος δὲ οὖσα, ἁπλῆ ἐστιν· ἐπειδὰν καὶ ἀσύνθετος, καὶ ἀμερής. Εἰ ἀθάνατος ἡμῶν ἡ ψυχή. ϛʹ. Ἀκόλουθον οἶμαι δεῖν τῷ ἁπλῷ, τὸ ἀθάνατον. 10.1144 Καὶ ὅπως, ἄκουσον· Οὐδὲν τῶν ὄντων, αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτ' ἐξ ἀρχῆς συνέστη. Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρονται· διὸ πᾶν φθειρόμενον, διαλυτόν ἐστι· τὸ δὲ διαλυτὸν, σύν-θετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν συγκείμενον, δῆλον ὅτι [ἄλ. δηλονότι] ἐκ διαφόρων σύγκειται μερῶν· τὸ δὲ διάφορον, οὐ ταυτόν· οὐκοῦν ἡ ψυχὴ ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο ἄφθαρτος καὶ ἀθάνατος ἔσται. Ἔτι, πᾶν τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ ἔχον τὸ ζωτικὸν, ἀλλ' ἐκ τοῦ κινοῦντος, τοσοῦτον δια-μένει, ὅσον ὑπὸ τῆς ἐνεργούσης ἐν αὐτῷ διακρατεῖται δυνάμεως· ἐπειδὰν δὲ παύσηται τὸ ἐνεργοῦν, διαλεί-πει καὶ αὐτὸ, τὸ ἐξ αὐτοῦ τὴν κίνησιν ἔχον. Ἡ δὲ ψυχὴ αὐτοκίνητος οὖσα, οὐδέποτε τοῦ εἶναι διαλείπει. Ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ, τὸ ἀεὶ κινητὸν εἶναι· τὸ δὲ ἀεικίνητον,
col. 1143–1144page 21 of 21
PG 10:1143ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδείχθη· ἔσται ἄφθαρτος καὶ ἀθάνατος κατὰ τὸν προλεχθέντα [ἄλ. προτεθέντα] συλλογισμόν. Ἔτι, πᾶν ὑπὸ τῆς ἰδίας κακίας μὴ φθειρόμενον, ἄφθαρτόν ἐστι· τὸ δὲ κακὸν τῷ καλῷ ἐναντίον, διὸ καὶ φθαρτικόν ἐστιν αὐτοῦ. Οὐδὲν γάρ ἐστιν ἕτερον σώματος κακία, ἢ πάθος, καὶ νόσος, καὶ θάνατος· ὥσπερ ἀρετὴ, κάλλος, ζωὴ, ὑγεία, καὶ εὐεξία. Εἰ τοίνυν ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται, κακία δὲ ψυχῆς δειλία, ἀκολασία, φθόνος, καὶ τὰ παραπλήσια, ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ ζῇν τε καὶ τὸ κινεῖσθαι· ἀθάνατος ἄρα ἐστίν. Εἰ λογικὴ ἡμῶν ἡ ψυχή. Ζʹ. Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχὴ, ἐκ πολλῶν ἄν τις δείξειε· καὶ πρῶτον μὲν, ἐκ τοῦ τὰς τέχνας χρησί-μους οὔσας τῷ βίῳ αὐτὴν εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχε, εἴποι τις συνεστάναι τὰς τέχνας· ἐπεὶ μήτε ἀργὰς, καὶ ἀνωφελεῖς αὐτὰς τῷ βίῳ ἀποδείξει. Εἰ τοίνυν αἱ τέχναι συντελοῦσι πρὸς τὸ χρήσιμον τῷ βίῳ· τὸ δὲ χρήσιμον ἐπαινετόν· τὸ δὲ ἐπαινετὸν, λόγῳ κατασκευαστὸν, ψυχῆς δὲ εὕρημα αὗται· λογικὴ ἄρα ἡμῶν ἡ ψυχή. Ἔπειτα, ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν μὴ ἱκανὰς εἶναι πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ ἡμῶν ἡ ψυχὴ ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς εἴδησιν τῶν ὄντων, τῇ τῆς αἰσθήσεως προσβολῇ. Ἐπεὶ μηδὲ στῆναι περὶ αὐτὰ θέλομεν, αὐτίκα γοῦν τὰ τῷ σχήματι ἶσα, καὶ τῇ χροιᾷ ὅμοια καὶ διῃρη-μένα ταῖς φύσεσιν [ἄλ. ὄψεσιν], ἡ αἴσθησις ἄλογος οὖσα διακρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογος οὖσαι, ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσιν 10.1145 λογιστέον ἡμῖν, εἰ καταληπτέα τὰ ὄντα, ἢ μὴ, ὡς ἀλη-θῶς· καὶ εἰ μὲν καταληπτέα, ἑτέρα ἐστὶν ἡ δύναμις, καὶ κρείττων παρὰ τὰς αἰσθήσεις, ἡ τούτων ἐφικνου-μένη. Εἰ δὲ μὴ καταλαμβάνεται, οὐδὲ ἔσται ἡμῖν τὰ ἑτέρως παρὰ ὅ ἐστι θεωρούμενα [καταλαμβάνειν]. Ὅτι δὲ καταληπτὰ ἡμῖν ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰ-κείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν κατασκευάζομεν εἰς ἃ ἐθέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι, ψευ-δῶς δοκιμάζουσι, νοῦς ἔσται ὁ τὰ πάντα λόγῳ διακρί-νων [ἄλ. ὁ πάντα λόγον διακρίνων], καὶ ἔστι ὡς ἀληθῶς τὰ ὄντα ἐπιγινώσκων· νοῦς δὲ ψυχῆς τὸ λογικὸν μέ-ρος· λογικὴ ἄρα ἡ ψυχή. Ἔτι, ὅτι οὐδὲν ποιοῦμεν μὴ πρότερον ἑαυτοῖς δια-γράψαντες· τοῦτο δὲ, οὐδὲν ἕτερόν ἐστιν ἢ τῆς ψυχῆς ἀξίωμα· οὐδὲ γὰρ ἔξωθεν αὐτῇ προσγίνεται ἡ τῶν ὄντων εἴδησις, ἀλλ' αὐτὴ ὥσπερ ταῖς ἑαυτῆς ἐπινοίαις τὰ ὄντα κοσμεῖ. Διὰ τοῦτο ἐν ἑαυτῇ προαναζωγραφοῦσα [ἄλ. προαναζωγραφεῖ] πρότερον τὸ πρᾶγμα, εἶθ' οὕτως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ τῆς ψυχῆς, οὐδέν ἐστιν ἕτερον, ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν· ταυτῇ γὰρ καὶ διαφέρει, καὶ τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή [ἄλ. ταύτῃ γὰρ διαφέρειν καὶ τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή].
Page scan enlarged

Notebook

Full View