PG 67Socrates and Sozomenus
Ecclesiastical History of Sozomen
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

PrefacePræfatio

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Præfatio

PG 67:843ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΘΕΟΔΟΣΙΟΝ ΚΑΙ ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Φασὶ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι τοῖς μὲν φιλοκόσμοις ἁλουργίδα καὶ στέφανον καὶ τὰ τούτοις παραπλήσια, τοῖς δ’ αὖ τὰ περὶ λόγους σπουδάσασι μυθώδη τινὰ ποίησιν ἢ σύγγραμμα θέλγειν δυνάμενον, τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι βέλος εὐστόχως ἀφεῖναι καὶ θῆρα βαλεῖν ἢ δόρυ ἀκοντίζειν ἢ εἰς ἵππον ἅλλεσθαι· προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος ἐπιτηδεύων ὃ τῷ κρατοῦντι φίλον ἐτύγχανεν, ὁ μὲν δυσπόριστον ψηφῖδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος, ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν, ἄλλος δὲ εὔζωνον καὶ ξένον περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος· μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον, εὐσεβείας δέ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος λόγος ἐγένετο.

Caput Primum

σὺ δέ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ θεοῦ, ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους καὶ τῶν λοιπῶν ὑπηκόων περὶ σὲ καὶ τὰς σὰς πράξεις πονοῦσιν. ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινι φωνῇ καὶ σχήματι κλέπτῃ τὴν ἀκρίβειαν, ἀλλ’ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ πράγματος καὶ σχῆμα λόγου καὶ μέρη καὶ τάξιν καὶ ἁρμονίαν καὶ φράσιν καὶ συνθήκην καὶ ἐπιχειρήματα καὶ νοῦν καὶ ἱστορίαν· ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις καὶ χρυσαῖς εἰκόσιν [καὶ] ἀναθέσει ἀνδριάντων καὶ δώροις καὶ τιμαῖς παντοδαπαῖς.

Caput IV

PG 67:845οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον Ὅμηρον, ἢ Ἀλευάδαι περὶ Σιμωνίδην, ἢ Διονύσιος ὁ Σικελίας τύραννος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον, ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον τὸν συγγραφέα, ἢ Σευῆρος ὁ Καῖσαρ περὶ Ὀππιανόν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον· Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν Ὅμηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἀνεγράψαντο· Ἀλευάδαι δὲ καὶ Διονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων, ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ· Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον Ὀππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν, ὡς χρυσᾶ ἔπη τὰ Ὀππιανοῦ εἰσέτι νῦν παρὰ τοῖς πολλοῖς ὀνομάζεσθαι. ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. σὺ δέ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις· καί μοι δοκεῖς οὐκ ἀπεικότως τοῦτο ποιεῖν.

Caput VI

πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ καθότι τῶν πάλαι κατωρθωμένων Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν ἱστορίαν ἠκρίβωσας. φασὶ δέ σε μεθ’ ἡμέραν μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα διασκοποῦντα· νύκτωρ δὲ τὰς βίβλους περιέπειν. διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον ἐκ μηχανῆς τινος αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον, ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζηται καὶ τὴν φύσιν βιάζηται πρὸς τὸν ὕπνον μαχόμενος· οὕτω τις φιλάνθρωπος καὶ πρᾶος καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν καὶ τὸν ἥλιον ἀνατέλλειν καὶ τἆλλα ἀφθόνως παρέχειν. ὑπὸ γοῦν πολυμαθείας, ὡς εἰκός, ἀκούω σε καὶ λίθων εἰδέναι φύσεις καὶ δυνάμεις ῥιζῶν καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ Δαβὶδ ὁ σοφώτατος. μᾶλλον δὲ κἀκείνου πλεονεκτεῖς ταῖς ἀρεταῖς·

Caput IX

PG 67:847ὁ μὲν γὰρ δοῦλος γενόμενος τῶν ἡδονῶν οὐ μέχρι τέλους τὴν εὐσέβειαν διεφύλαξε τὴν αἰτίαν τῶν ἀγαθῶν καὶ τῆς σοφίας αὐτῷ γενομένην· σὺ δέ, ὦ κράτιστε, τὸν ἐγκρατῆ λογισμὸν ἀντιτάξας τῇ ῥᾳστώνῃ, εἰκότως νομίζῃ μὴ μόνον ἀνθρώπων αὐτοκράτωρ εἶναι, ἀλλὰ καὶ τῶν παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος. εἰ δὲ δεῖ καὶ ταῦτα λέγειν, πυνθάνομαί σε καὶ παντὸς ὄψου καὶ ποτοῦ τὴν ἐπιθυμίαν νικᾶν, καὶ μήτε σῦκα γλυκερά, ποιητικῶς εἰπεῖν, μήτ’ ἄλλο τι τῶν ὡραίων ἑλεῖν σε δύνασθαι, πλὴν ὅσον ἐπιψαῦσαι καὶ μόνον ἀπογεύσασθαι, πρότερον εὐλογήσαντα τὸν πάντων δημιουργόν. δίψους δὲ καὶ πνίγους καὶ ῥίγους κρατεῖν ἐθισθεὶς ἐν ταῖς καθ’ ἡμέραν ἀσκήσεσι, φύσιν ἔχειν νομίζῃ τὴν ἐγκράτειαν. πρώην γέ τοι τὴν ἐν Πόντῳ πόλιν Ἡρακλέος ἐπώνυμον σπεύδων ἰδεῖν καὶ ἐγεῖραι τῷ χρόνῳ κάμνουσαν, ὥρᾳ θέρους τὴν διὰ Βιθυνῶν ᾔεις ὁδόν. τοῦ δὲ ἡλίου σφόδρα φλέγοντος περὶ μέσην ἡμέραν ἰδὼν σέ τις τῶν δορυφόρων ἱδρῶτι πολλῷ καὶ κονιορτῷ πεφυρμένον, ὡς δὴ χαριούμενος φθάσας προσεκόμισέ σοι φιάλην εὖ μάλα λαμπρῶς πρὸς τὰς ἀκτῖνας ἀντιστίλβουσαν, ἡδὺν αὐτῇ τινα πότον ἐμβαλὼν καὶ ψυχρὸν ὕδωρ ἐπιχέας.

Caput X

Caput XII

σὺ δέ, ὦ κράτιστε, προσδεξάμενος ἐπῄνεσας μὲν τῆς προθυμίας τὸν ἄνδρα καὶ δῆλος ἦσθα μετ’ οὐ πολὺ τοῦτον φιλοτιμίᾳ βασιλικῇ καλῶς ποιήσων, πάντων δὲ τῶν στρατιωτῶν πρὸς τὴν φιάλην κεχηνότων καὶ μακαριούντων ὃς πίεται, πάλιν αὐτῷ, ὦ γενναῖε, τὸ ποτὸν ἀπέδωκας καὶ ὅπῃ φίλον αὐτῷ κεχρῆσθαι ἐκέλευσας. ὥστε μοι δοκεῖ εἰκότως ταῖς σαῖς ἀρεταῖς νενικῆσθαι καὶ Ἀλέξανδρον τὸν Φιλίππου· ᾧ λέγεται παρὰ τῶν τὰ ἐκείνου θαυμαζόντων δι’ ἀνύδρου τόπου βαδίζοντι μετὰ τῶν Μακεδόνων ἐπιμελῆ στρατιώτην ὕδωρ εὑρόντα ἀρύσασθαι καὶ προσκομίσαι· τὸν δὲ μὴ πιεῖν, ἀλλ’ ἐκχέαι τὸ πόμα. συνελόντα οὖν εἰπεῖν, τῶν πρὸ σοῦ βασιλέων βασιλεύτερόν σε κυρίως καλεῖν ἔστι κατὰ τὸν Ὅμηρον· τοὺς μὲν γὰρ οὐδὲν οἷον ἄγασθαι κεκτημένους παρειλήφαμεν, τοὺς δὲ ἐπὶ ἑνὶ μόλις ἢ δύο τὴν βασιλείαν σεμνύναντας· σὺ δέ, ὦ κράτιστε, πάσας ὁμοῦ συλλαβὼν τὰς ἀρετάς, πάντας ὑπερεβάλου εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φιλοτιμίᾳ καὶ μεγαλοψυχίᾳ βασιλικῇ πρεπούσῃ ἀξίᾳ. ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου πάντων τῶν πώποτε γενομένων μόνην τὴν σὴν ἡγεμονίαν ὁ πᾶς αἰὼν αὐχεῖ.

Caput XIV

PG 67:849ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους κελεύεις παιδεύεσθαι, εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται ἐκκλησιαστικὴν ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγεῖσθαι μέλλων καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆρεν. ἄγε οὖν, ὦ πάντα εἰδὼς καὶ πᾶσαν ἀρετὴν ἔχων καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας θεῖός ἐστι λόγος, δέχου παρ’ ἐμοῦ ταύτην τὴν γραφὴν καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις τε καὶ ἀφαιρέσεις προσαγαγὼν τοῖς σοῖς πόνοις κάθαρον· πάντως γὰρ ὅπῃ ἂν σοὶ φίλον δοκῇ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται οὐδ’ ἐπιθήσει τις δάκτυλον τῇ δοκιμασίᾳ τῇ σῇ. Πρόεισι δέ μοι ἡ γραφὴ ἀπὸ τῆς Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων τρίτης ὑπατείας μέχρι τῆς ἑπτακαιδεκάτης τῆς σῆς. ἔδοξε δέ μοι καλῶς ἔχειν εἰς ἐννέα μέρη τὴν πᾶσαν πραγματείαν διελεῖν.

Caput XV

PG 67:851περιέξει δὲ ὁ πρῶτος καὶ δεύτερος τόμος τὰ ἐπὶ Κωνσταντίνου συμβάντα ταῖς ἐκκλησίαις· ὁ δὲ τρίτος καὶ τέταρτος τὰ ἐπὶ τῶν αὐτοῦ παίδων· ὁ δὲ πέμπτος καὶ ἕκτος τὰ ἐπὶ Ἰουλιανοῦ τοῦ ἀνεψιοῦ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ Ἰοβιανοῦ, καὶ προσέτι Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. ὁ δὲ ἕβδομος καὶ ὄγδοος ἡμῖν δηλώσει τόμος τὰ ἐπὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν ἀδελφῶν, μέχρι τῆς ἀναρρήσεως Θεοδοσίου τοῦ θεσπεσίου σου πάππου, ἐσότε δὴ ὁ ὑμέτερος, κράτιστε βασιλεῦ, ἀοίδιμος πατὴρ Ἀρκάδιος τὴν πατρῴαν ἡγεμονίαν διαδεξάμενος ἅμα τῷ εὐσεβεστάτῳ σου θείῳ Ὀνωρίῳ τὴν Ῥωμαίων οἰκουμένην ἰθύνειν ἔλαχε. τὸ δὲ ἔννατον βιβλίον ἀνατέθεικα τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν εἰσαεὶ φυλάττοι θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις, κατευμεγεθοῦσαν ἐχθρῶν καὶ πάντας ἔχουσαν ὑπὸ πόδας καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐσεβῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ θεῷ καὶ πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.

Caput XVIII

ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΡΩΤΟΣ Ἔννοια μοί ποτε ἐγένετο, τί δὴ ἄρα τοῖς μὲν ἄλλοις ἀνθρώποις ἑτοιμοτέρα συνέβη ἡ περὶ τὸν θεὸν λόγον πίστις, Ἑβραίοις δὲ δύσπιστος καίτοι τὰ θεῖα πρεσβεύειν ἐξ ἀρχῆς παρειληφόσι καὶ τὰ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ, ὅπως ἔσται, πρὶν γένηται μαθοῦσι διὰ τῶν προφητῶν. Ἀβραὰμ μὲν γὰρ αὐτοῖς ἀρχηγὸς τοῦ γένους καὶ τῆς περιτομῆς γενόμενος αὐτόπτης καὶ ἑστιάτωρ ἠξίωται εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. Ἰσαὰκ δὲ ὁ τούτου παῖς τῇ μιμήσει τετίμηται τῆς ἐπὶ τοῦ σταυροῦ θυσίας, δέσμιος παρὰ τοῦ πατρὸς τῷ βωμῷ προσαχθείς, ᾗ συνέβη καὶ τὸ τοῦ Χριστοῦ γενέσθαι πάθος, ὥς φασιν οἱ τὰς ἱερὰς ἀκριβοῦντες γραφάς. Ἰακὼβ δὲ τὴν ἐπ’ αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν καὶ τὸν καιρὸν καθ’ ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησίν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν Ἑβραίων ἐκ τοῦ γένους Ἰούδα τοῦ φυλάρχου· ὑπεδήλου δὲ τὴν ἡγεμονίαν Ἡρῴδου, ὃς Ἰδουμαῖος ὢν ἐκ πατρὸς τὸ γένος, Ἀράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου Καίσαρος.
PG 67:853καὶ τῶν ἄλλων δὲ προφητῶν οἱ μὲν τὴν Χριστοῦ γέννησιν προεκήρυξαν καὶ τὴν ἄφραστον ἐκείνην κύησιν καὶ μητέρα μετὰ τοκετὸν παρθένον μείνασαν καὶ γένος καὶ πατρίδα, οἱ δὲ τὰς θείας αὐτοῦ καὶ παραδόξους πράξεις, ἄλλοι δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὸ ἐπὶ ἑκάστῳ συμβὰν προεσήμαναν. ἀλλὰ ταῦτα μὲν εἴ τῳ ἠγνόηται, οὐ χαλεπὸν εἰδέναι ταῖς ἱεραῖς ἐντυγχάνοντι βίβλοις. καὶ Ἰώσηπος δὲ ὁ Ματθίου ὁ ἱερεύς, ἀνὴρ παρά τε Ἰουδαίοις ἐπιδοξότατος γενόμενος, ἔτι δὲ καὶ παρὰ Ῥωμαίοις, ἀξιόχρεως ἂν εἴη μάρτυς τῆς περὶ τοῦ Χριστοῦ ἀληθείας. ἄνδρα μὲν γὰρ αὐτὸν ἀποκαλεῖν ὀκνεῖ ὡς παραδόξων ἔργων ποιητὴν καὶ διδάσκαλον λόγων ἀληθῶν, Χριστὸν δὲ περιφανῶς ὀνομάζει· καὶ τῷ σταυρῷ καταδικασθῆναι καὶ τριταῖον ζῶντα φανῆναι καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ προειρῆσθαι τοῖς θείοις προφήταις οὐκ ἀγνοεῖ. πολλοὺς δὲ ὄντας οὓς ἐπηγάγετο Ἕλληνάς τε καὶ Ἰουδαίους ἐπιμεῖναι ἀγαπῶντας αὐτὸν μαρτυρεῖ, καὶ τὸ ἀπ’ αὐτοῦ ὠνομασμένον μὴ ἐπιλεῖψαι φῦλον. καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾶν ἀναλόγως τοῖς ἔργοις θεὸν εἶναι τὸν Χριστόν·

Book I · Chapter ILiber Primus · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὑπὸ δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο μὴ τοὺς Ἑβραίους φθάσαι καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν. εἰ γὰρ καὶ Σίβυλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν Ἕλλησιν δυσπιστίαν ἐγκαλεῖν ἔστιν. ὀλίγοι γάρ, οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας, ἐμμέτρους τε ὡς ἐπὶ τὸ πολὺ οὔσας καὶ σεμνοτέραις [ἢ] πρὸς δῆμον λέξεσι πεφρασμένας. ἦν δὲ ἄρα, ὡς ἐμοὶ δοκεῖ, τῆς ἄνωθεν προμηθείας ἐπὶ συμφωνίᾳ τῶν ἐσομένων μὴ μόνον ἰδίοις προφήταις ἐνηχῆσαι τὸ μέλλον, ἀλλὰ καὶ ὀθνείοις ἐκ μέρους, ὥσπερ εἴ τις μελοποιὸς διὰ χρείαν παραξένου μέλους τὰς περιττὰς τῶν χορδῶν ἐπιδράμοι τῷ πλήκτρῳ ἢ ταῖς οὔσαις ἑτέρας προσθείη. Ὡς μὲν οὖν Ἑβραῖοι πλείοσι καὶ σαφεστέραις προφητείαις χρησάμενοι περὶ τῆς παρουσίας Χριστοῦ κατόπιν Ἑλλήνων ἐγένοντο περὶ τὴν εἰς αὐτὸν πίστιν, ἀπόχρη τοσοῦτον εἰπεῖν.

Caput II

PG 67:855οὐ μὴν οὐδ’ οὕτω παράλογον δόξειε διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι, πρῶτον μὲν καθότι φιλεῖ ὁ θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν· ἔπειτα δὲ οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἔστιν εὑρεῖν τὴν θρησκείαν. εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον οὐδὲ λέξεσιν ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον· ἀλλ’ ἀποδυόμενοι τὰς οὐσίας καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι δῆλον πᾶσιν ἐποίησαν ὡς ὑπὲρ μεγίστων ἄθλων τὸν ἀγῶνα τοῦτον ὑπομένουσιν· ὥστε οὐδὲ πειθοῦς ἔδει λόγων, ἀκονιτὶ τῶν πραγμάτων κατ’ οἴκους καὶ πόλεις πιστεύειν βιαζομένων ἃ μὴ πρότερον ἀκηκόασι.

Caput V

Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἦ δεινὸν ἂν εἴη τὸν μὲν ἐν Καλυδῶνι κάπρον καὶ τὸν ἐν Μαραθῶνι ταῦρον καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γενόμενα ἢ μυθευόμενα τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παρ’ Ἕλλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι. πέπεισμαι γάρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης παραδόξως ἀναφανῆναί με συγγραφέα οὐκ ἄπορον τῷ θεῷ. ὡρμήθην δὲ τὰ μὲν πρῶτα ἀπ’ ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν.
PG 67:857λογισάμενος δὲ ὡς καὶ ἄλλοι ταύτης ἐπειράθησαν μέχρι τῶν κατ’ αὐτοὺς χρόνων, Κλήμης τε καὶ Ἡγήσιππος, ἄνδρες σοφώτατοι, τῇ τῶν ἀποστόλων διαδοχῇ παρακολουθήσαντες, καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς καὶ Εὐσέβιος ὁ ἐπίκλην Παμφίλου, ἀνὴρ τῶν θείων γραφῶν καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν καὶ συγγραφέων πολυμαθέστατος ἵστωρ, ὅσα μὲν τῶν εἰς ἡμᾶς ἐλθόντων ταῖς ἐκκλησίαις συνέβη μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Χριστοῦ μέχρι τῆς Λικινίου καθαιρέσεως, ἐπιτεμόμενος ἐπραγματευσάμην ἐν βιβλίοις δύο, νῦν δέ, σὺν θεῷ φάναι, τὰ μετὰ ταῦτα διεξελθεῖν πειράσομαι. μεμνήσομαι δὲ πραγμάτων οἷς παρέτυχον καὶ παρὰ τῶν εἰδότων ἢ θεασαμένων ἀκήκοα, κατὰ τὴν ἡμετέραν καὶ πρὸ ἡμῶν γενεάν. τῶν δὲ περαιτέρω τὴν κατάληψιν ἐθήρασα ἀπὸ τῶν τεθέντων νόμων διὰ τὴν θρησκείαν καὶ τῶν κατὰ καιροὺς συνόδων καὶ νεωτερισμῶν καὶ βασιλικῶν καὶ ἱερατικῶν ἐπιστολῶν, ὧν αἱ μὲν εἰσέτι νῦν ἐν τοῖς βασιλείοις καὶ ταῖς ἐκκλησίαις σῴζονται, αἱ δὲ σποράδην παρὰ τοῖς φιλολόγοις φέρονται.

Caput VIII

τούτων δὲ τὰ ῥητὰ περιλαβεῖν τῇ γραφῇ πολλάκις ἐννοηθεὶς ἄμεινον ἐδοκίμασα διὰ τὸν ὄγκον τῆς πραγματείας τὴν ἐν αὐτοῖς διάνοιαν συντόμως ἀπαγγεῖλαι, πλὴν εἰ μή τι τῶν ἀμφιλόγων εὑρήσομεν, ἐφ’ ὧν διάφορός ἐστι τοῖς πολλοῖς δόξα· τηνικαῦτα γὰρ εἰ εὐπορήσω τινὸς γραφῆς, παραθήσομαι ταύτην εἰς ἀπόδειξιν τῆς ἀληθείας. Ἵνα δὲ μή τις ἀγνοίᾳ τῶν ὄντων καταψηφίσηται ψεῦδος τῆς πραγματείας, ἐναντίαις ἴσως ἐντυχὼν γραφαῖς, ἰστέον, ὡς προφάσει τῶν Ἀρείου δογμάτων καὶ τῶν ὕστερον ἀναφυέντων διαφερόμενοι πρὸς ἀλλήλους οἱ τῶν ἐκκλησιῶν ἄρχοντες ἕκαστοι περὶ ὧν ἐσπούδαζον πρὸς τοὺς ὁμοδόξους ἔγραφον, καὶ καθ’ ἑαυτοὺς συνιστάμενοι κατὰ συνόδους ἐψηφίζοντο ἅπερ ἠβούλοντο, καὶ τῶν τἀναντία δοξαζόντων πολλάκις ἐρήμην κατεδίκαζον, καὶ τοὺς κατὰ καιρὸν βασιλέας καὶ τοὺς ἀμφ’ αὐτοὺς δυναμένους περιέποντες ὡς εἶχον δυνάμεως ἔπειθον καὶ ὁμόφρονας αὐτοῖς κατεσκεύαζον, εἰς ἀπόδειξίν τε τοῦ δόξαι σέβειν ὀρθῶς οἱ μὲν τοῖς, οἱ δὲ ἐκείνοις προστιθέμενοι συναγωγὴν ἐποιήσαντο τῶν ὑπὲρ τῆς οἰκείας αἱρέσεως φερομένων ἐπιστολῶν καὶ τὰς ἐναντίας παρέλιπον.

Caput X

PG 67:859ὃ δὴ σκολιὰν ἡμῖν λίαν κατεσκεύασε τὴν εὕρεσιν τῶν περὶ ταῦτα συμβάντων. ἐπεὶ δὲ μάλιστα τῆς ἀληθείας ἐπιμελεῖσθαι χρεὼν διὰ τὸ τῆς ἱστορίας ἀκίβδηλον, ἀναγκαῖον ἐφάνη μοι, ὡς οἷόν τε ἦν, πολυπραγμονῆσαι καὶ τὰς τοιαύτας γραφάς. Εἰ τοίνυν καὶ στάσεις ἐκκλησιαστικῶν πρὸς ἑαυτοὺς περὶ προεδρίας ἢ προτιμήσεως τῆς οἰκείας αἱρέσεως διεξέλθω, μή τῳ φορτικὸν ἢ ἐθελοκάκου προαιρέσεως εἶναι δόξῃ τοιαῦτά με ἱστορεῖν. πρῶτον μὲν γάρ, ὡς εἴρηται, πάντα δεύτερα ποιεῖσθαι τῆς ἀληθείας τὸν συγγραφέα προσῆκεν· ἔπειτα δὲ τὸ δόγμα τῆς καθόλου ἐκκλησίας γνησιώτατον ὅτι μάλιστα φανεῖται πολλάκις μὲν ταῖς ἐπιβουλαῖς τῶν ἐναντία δοξαζόντων δοκιμασθέν, οἷα δὲ θειόθεν τὸ κρατεῖν λαχὸν αὖθις εἰς τὴν οἰκείαν ἐπανελθὸν δύναμιν καὶ πάσας τὰς ἐκκλησίας καὶ τὰ πλήθη πρὸς τὴν οἰκείαν ἀλήθειαν ἐπισπασάμενον.
Βουλευομένῳ δέ μοι, εἰ ὧν ἔγνων μόνα προσῆκεν ἀναγράψαι τὰ γενόμενα περὶ τὴν ἐκκλησίαν ἀνὰ τὴν Ῥωμαίων ἀρχήν, ἔδοξεν εὖ ἔχειν, ἐφ’ ὅσον ἐφικέσθαι δυνήσομαι, καὶ τὰ παρὰ Πέρσαις καὶ βαρβάροις συμβάντα ἐπὶ τῇ θρησκείᾳ ἱστορῆσαι, οὐκ ἀνοίκειον δὲ εἶναι τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐν τῇδε τῇ πραγματείᾳ διεξελθεῖν καὶ τίνες ποτὲ ἦσαν οἱ ὥσπερ πατέρες καὶ εἰσηγηταὶ γενόμενοι τῶν καλουμένων μοναχῶν καὶ οἱ μετ’ αὐτοὺς κατὰ διαδοχὰς ὧν ἴσμεν ἢ ἀκηκόαμεν εὐδοκιμήσαντες. οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετήν, οὔτε ἀπείρως ἔχειν τῆς κατὰ τοῦτο ἱστορίας, μετὰ τοῦ καὶ τοῖς προῃρημένοις ὧδε φιλοσοφεῖν ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι μακαριωτάτου καὶ εὐδαίμονος μεθέξουσι τέλους. ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος ὡς οἷόν τε παραφυλάξει. τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν θεὸν ἐπικαλεσάμενος. ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ ἐνθένδε. Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων ἡγεῖτο μὲν τῆς Ῥωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ Ἀλεξανδρέων Ἀλέξανδρος καὶ Μακάριος τῆς Ἱεροσολύμων.

Caput XVIII

PG 67:861τῆς δὲ Ἀντιοχέων τῶν πρὸς τῷ Ὀρόντῃ μετὰ Ῥωμανὸν οὔπω τις ἐπετέτραπτο, τῶν διωγμῶν, ὡς εἰκός, μὴ συγχωρούντων γενέσθαι τὴν χειροτονίαν. οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι, καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας εἰς Ἀντιόχειαν μετέστησαν. τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν μεταβαλομένου Λικινίου τῆς πρὸς αὐτοὺς εὐνοίας· οἱ δὲ ἀνὰ τὴν δύσιν Ἕλληνές τε καὶ Μακεδόνες καὶ Ἰλλυριοὶ ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε Ῥωμαίων. Τούτῳ γὰρ πολλὰ μὲν καὶ ἄλλα συγκυρῆσαι παρειλήφαμεν, οἷς ἐπείσθη τὸ τῶν Χριστιανῶν δόγμα πρεσβεύειν, μάλιστα δὲ τὴν φανεῖσαν αὐτῷ θεοσημείαν. ἡνίκα γὰρ ἐπιστρατεῦσαι Μαξεντίῳ ἐβεβούλευτο, οἷά γε εἰκὸς ἠπόρει καθ’ ἑαυτὸν, ὅπως ἄρα τὰ τῆς μάχης ἀποβήσεται καὶ τίς αὐτῷ βοηθὸς ἔσται. ἐν τοιαύταις δὲ φροντίσι γενόμενος ὄναρ εἶδε τὸ τοῦ σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ σελαγίζον.

Chapter II · Chapter IIICaput II · Caput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:863τεθηπότι δὲ αὐτῷ πρὸς τὴν ὄψιν παραστάντες θεῖοι ἄγγελοι «ὦ Κωνσταντῖνε,» ἔφησαν, «ἐν τούτῳ νίκα». λέγεται δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἐπιφανέντα αὐτῷ δεῖξαι τοῦ σταυροῦ τὸ σύμβολον καὶ παρακελεύσασθαι ἐοικὸς τούτῳ ποιῆσαι καὶ ἐν τοῖς πολέμοις ἔχειν ἐπίκουρον καὶ νίκης ποριστικόν. Εὐσέβιός γε μὴν ὁ Παμφίλου αὐτοῦ φήσαντος ἐνωμότως τοῦ βασιλέως ἀκηκοέναι ἰσχυρίζεται, ὡς ἀμφὶ μεσημβρίαν ἤδη τοῦ ἡλίου ἀποκλίναντος σταυροῦ τρόπαιον ἐκ φωτὸς συνεστὼς καὶ γραφὴν συνημμένην αὐτῷ «τούτῳ νίκα» λέγουσαν ἐν τῷ οὐρανῷ ἐθεάσατο αὐτός τε καὶ οἱ σὺν αὐτῷ στρατιῶται. πορευομένῳ γάρ πῃ σὺν τῷ στρατεύματι κατὰ τὴν ὁδοιπορίαν τόδε τὸ θαῦμα ἐπεγένετο, λογιζομένῳ δὲ αὐτῷ ὅ τι εἴη νὺξ ἐπῆλθε. καθεύδοντί τε τὸν Χριστὸν ὀφθῆναι σὺν τῷ φανέντι ἐν οὐρανῷ σημείῳ καὶ παρακελεύσασθαι μίμημα ποιήσασθαι τούτου καὶ ἀλεξήματι κεχρῆσθαι ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις. ἐπεὶ δὲ λοιπὸν ἑρμηνέως οὐδὲν ἔδει, ἀλλὰ περιφανῶς ἐδείχθη τῷ βασιλεῖ, ᾗ χρὴ περὶ θεοῦ νομίζειν, ἅμα ἡμέρᾳ συγκαλέσας τοὺς ἱερέας τοῦ Χριστοῦ περὶ τοῦ δόγματος ἐπυνθάνετο. οἱ δὲ τὰς ἱερὰς βίβλους προϊσχόμενοι τὰ περὶ τοῦ Χριστοῦ ἐξηγοῦντο·

Caput XXIV

καὶ πρὶν γενέσθαι, σαφῆ τὴν ἐπὶ τούτοις πρόρρησιν ἐκ τῶν προφητῶν ἀπέδειξαν. τὸ δὲ φανὲν αὐτῷ σημεῖον σύμβολον εἶναι ἔλεγον τῆς κατὰ τοῦ ᾅδου νίκης, ἣν εἰς ἀνθρώπους ἐλθὼν κατώρθωσε τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ τριταῖος ἀναβιῶναι. κατὰ τοῦτο γὰρ ἔφασαν ἐλπίζειν μετὰ τὴν ἀπαλλαγὴν τῆς ἐνταῦθα βιοτῆς πρὸς τῷ τέλει τοῦ παρόντος αἰῶνος ἀνίστασθαι πάντας ἀνθρώπους καὶ ἀθανάτους ἔσεσθαι, τοὺς μὲν ἐπὶ ἀμοιβαῖς ὧν εὖ ἐβίωσαν ἐν τούτοις τοῖς πράγμασιν, τοὺς δὲ ἐπὶ τιμωρίαις ὧν κακῶς ἔδρασαν· εἶναι μέντοι καὶ τοῖς ἐνταῦθα πλημμελήσασιν ἀφορμὴν σωτηρίας καὶ καθαρμὸν ἁμαρτημάτων, ἀμυήτοις μὲν μύησιν κατὰ τὸν νόμον τῆς ἐκκλησίας, τοῖς δὲ μεμυημένοις τὸ μὴ πάλιν ἁμαρτεῖν. ἐπεὶ δὲ τοῦτο παντελῶς ὀλίγων καὶ θείων ἀνδρῶν ἔστι κατορθῶσαι, ἐδίδασκον δεύτερον καθαρμὸν τετάχθαι ἐκ μετανοίας. φιλάνθρωπον γὰρ ὄντα τὸν θεὸν συγγνώμην νέμειν τοῖς ἐπταικόσιν, εἰ μεταμεληθῶσι καὶ ἔργοις ἀγαθοῖς τὴν μεταμέλειαν βεβαιώσωσι.

Caput XXV

PG 67:865Τοιαῦτα τῶν ἱερέων ὑφηγουμένων θαυμάσας τὰς περὶ τοῦ Χριστοῦ προφητείας ὁ βασιλεὺς ἐκέλευσεν ἄνδρας ἐπιστήμονας χρυσῷ καὶ λίθοις τιμίοις εἰς σταυροῦ σύμβολον μετασκευάσαι τὸ παρὰ Ῥωμαίοις καλούμενον λάβωρον. σημεῖον δὲ τοῦτο πολεμικὸν τῶν ἄλλων τιμιώτερον, καθότι ἀεὶ τοῦ βασιλέως ἡγεῖσθαι καὶ προσκυνεῖσθαι νενόμιστο παρὰ τῶν στρατιωτῶν. ᾗ μάλιστα οἶμαι Κωνσταντῖνον τὸ ἐπισημότατον σύμβολον τῆς Ῥωμαίων ἀρχῆς εἰς Χριστοῦ σημεῖον μεταβαλεῖν, ὥστε τῇ συνεχεῖ θέᾳ καὶ θεραπείᾳ ἀπεθισθῆναι τῶν πατρίων τοὺς ἀρχομένους, μόνον δὲ τοῦτον ἡγεῖσθαι θεόν, ὃν καὶ βασιλεὺς σέβει καὶ ἡγεμόνι καὶ συμμάχῳ χρῆται κατὰ τῶν πολεμίων. ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων· καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον καὶ περιιέναι τὰς τάξεις. λέγεται γοῦν ποτε τὸν τοῦτο φέροντα ἀθρόον ἐπιδραμόντων τῶν πολεμίων δείσαντα ἑτέρῳ παραδοῦναι καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν, ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν·

Caput XXVI

τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι πολλῶν ἐπ’ αὐτῷ τοξευόντων. παραδόξως γάρ πως ὡς ὑπὸ θείας δυνάμεως ἰθυνόμενα τὰ βέλη τῶν πολεμίων τῷ σημείῳ προςεπήγνυντο, τοῦ δὲ φέροντος καὶ μέσου τῶν κινδύνων ὄντος ἀφίπταντο. λέγεται δὲ μήτε ἄλλον πώποτε τούτῳ τῷ σημείῳ διακονούμενον, οἷά γε εἰκὸς ἐν πολέμῳ στρατιώτην, σκαιᾷ περιπεσεῖν συμφορᾷ καὶ τραυματίαν ἢ αἰχμάλωτον γενέσθαι. Οὐκ ἀγνοῶ δέ, ὡς Ἕλληνες λέγουσι Κωνσταντῖνον ἀνελόντα τινὰς τῶν ἐγγυτάτω γένους καὶ τῷ θανάτῳ Κρίσπου τοῦ ἑαυτοῦ παιδὸς συμπράξαντα μεταμεληθῆναι καὶ περὶ καθαρμοῦ κοινώσασθαι Σωπάτρῳ τῷ φιλοσόφῳ κατ’ ἐκεῖνο καιροῦ προεστῶτι τῆς Πλωτίνου διαδοχῆς· τὸν δὲ ἀποφήνασθαι μηδένα καθαρμὸν εἶναι τῶν τοιούτων ἁμαρτημάτων· ἀδημονοῦντα δὲ τὸν βασιλέα ἐπὶ τῇ ἀπαγορεύσει περιτυχεῖν ἐπισκόποις, οἳ μετανοίᾳ καὶ βαπτίσματι ὑπέσχοντο πάσης αὐτὸν ἁμαρτίας καθαίρειν, ἡσθῆναί τε τούτοις κατὰ σκοπὸν εἰρηκόσι καὶ θαυμάσαι τὸ δόγμα καὶ Χριστιανὸν γενέσθαι καὶ τοὺς ἀρχομένους ἐπὶ τοῦτο ἀγαγεῖν. ἐμοὶ δὲ δοκεῖ ταῦτα πεπλάσθαι τοῖς σπουδάζουσι τὴν Χριστιανῶν θρησκείαν κακηγορεῖν.

Chapter IV · Chapter VCaput IV · Caput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XXIX

Κρίσπος μὲν γάρ, δι’ ὅν φασι Κωνσταντῖνον καθαρμοῦ δεηθῆναι, τῷ εἰκοστῷ ἔτει ἐτελεύτησε τῆς τοῦ πατρὸς ἡγεμονίας, ἔτι περιὼν πολλοὺς σὺν αὐτῷ θέμενος νόμους ὑπὲρ Χριστιανῶν, ἅτε δὴ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας τετιμημένος καὶ Καῖσαρ ὤν, ὡς εἰσέτι νῦν μαρτυροῦσιν οἱ τοῖς νόμοις ὑποτεταγμένοι χρόνοι καὶ τῶν νομοθετῶν αἱ προσηγορίαι. Σώπατρον δὲ πρῶτον μὲν οὐκ εἰκὸς ἦν εἰς ὁμιλίαν ἐλθεῖν Κωνσταντίνῳ μόνης τῆς πρὸς τῷ ὠκεανῷ καὶ τῷ Ῥήνῳ μοίρας ἡγουμένῳ. διὰ γὰρ τὴν πρὸς Μαξέντιον διαφορὰν ἐπὶ τῆς Ἰταλίας διάγοντα ἐστασίαζε τὰ Ῥωμαίων· καὶ οὐκ εὐπετὲς ἦν τότε ἐπιδημεῖν Γαλάταις καὶ Βρεττανοῖς καὶ τοῖς τῇδε κατοικοῦσι, παρ’ οἷς συνωμολόγηται τῆς τῶν Χριστιανῶν θρησκείας μετασχεῖν Κωνσταντῖνον, πρὶν ἐπὶ Μαξέντιον στρατεῦσαι καὶ παρελθεῖν ἐπὶ Ῥώμην καὶ Ἰταλούς. καὶ μάρτυρες τούτου πάλιν οἱ χρόνοι καὶ οἱ νόμοι οὓς ὑπὲρ τῆς θρησκείας ἔθετο.

Caput XXXI

PG 67:867εἰ δὲ καὶ ῥᾳδίως ὡδίπως συγχωρήσομεν ἐντυχεῖν Σωπάτρῳ τὸν βασιλέα ἢ δι’ ἐπιστολῆς αὐτοῦ πυθέσθαι περὶ ὧν ἠβούλετο, οὐ δήπου πιθανὸν ἦν τὸν φιλόσοφον ἀγνοεῖν, ὡς Ἡρακλῆς ὁ Ἀλκμήνης Ἀθήνῃσιν ἐκαθάρθη μετὰ τὴν τεκνοκτονίαν τοῖς Δήμητρος μυστηρίοις καὶ μετὰ τὸν Ἰφίτου φόνον, ὃν ξένον τε ὄντα καὶ φίλον ἀδίκως ἀνεῖλεν. ὡς μὲν οὖν οἱ Ἕλληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντία ἀποφήνασθαι Σώπατρον πλασαμένων. οὐ γὰρ ἂν εἴποιμι ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παρ’ Ἕλλησιν ἐπὶ παιδεύσει γεγενημένον. Αἱ δὲ κατὰ τὴν ἀρχομένην ὑπὸ Κωνσταντίνου ἐκκλησίαι καταθυμίως ἔπραττον καὶ ὁσημέραι ἐπεδίδουν εὔνου καὶ ὁμόφρονος βασιλέως εὐεργεσιῶν ἀξιούμεναι· ταύτας δὲ καὶ ἄλλως πρὸ τούτου διωγμῶν καὶ ταραχῆς ἀπειράτους τὸ θεῖον ἐφύλαξε. διωκομένων γὰρ τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην ἐκκλησιῶν μόνος Κωνστάντιος ὁ Κωνσταντίνου πατὴρ ἀδεῶς θρησκεύειν συνεχώρησε τοῖς Χριστιανοῖς. ἀμέλει τοιόνδε τι θαυμαστὸν καὶ συγγραφῆς ἄξιον ἔγνων εἰργάσθαι αὐτῷ.
PG 67:869δοκιμάσαι θέλων τίνες τῶν ἐν τοῖς βασιλείοις Χριστιανῶν ἄνδρες εἰσὶ καλοὶ καὶ ἀγαθοί, συγκαλέσας πάντας προηγόρευσεν, εἰ μὲν ἕλοιντο θύειν καὶ θρησκεύειν ὁμοίως, ἀμφ’ αὐτὸν εἶναι καὶ ἐπὶ τῆς αὐτῆς μένειν ἀξίας· εἰ δὲ παραιτήσαιντο, ἐξιέναι τῶν βασιλείων χάριν ἔχοντας ὅτι μὴ καὶ τιμωρίας προσώφλησαν. ἐπεὶ δὲ εἰς ἑκάτερον διεκρίθησαν, οἱ μὲν τὴν θρησκείαν προδόντες, οἱ δὲ τῶν παρόντων τὰ θεῖα προτιμήσαντες, ἔγνω φίλοις καὶ συμβούλοις χρῆσθαι τοῖς περὶ τὸ κρεῖττον πιστοῖς διαμείνασι· τοὺς δὲ ὡς ἀνάνδρους καὶ κοβάλους ἀπεστράφη καὶ τῆς πρὸς ἑαυτὸν ὁμιλίας ἀπεώσατο, λογισάμενος μήποτε ἔσεσθαι περὶ βασιλέα εὔνους τοὺς ὧδε ἑτοίμους θεοῦ προδότας γεγενημένους. ἐντεῦθεν εἰκότως ἔτι Κωνσταντίου περιόντος οὐκ ἐδόκει παράνομον χριστιανίζειν τοῖς Ἰταλῶν ἐπέκεινα Γαλάταις τε καὶ Βρεττανοῖς καὶ ὅσοι περὶ τὸ Πυρηναῖον ὄρος οἰκοῦσι μέχρι τοῦ πρὸς ἑσπέραν ὠκεανοῦ. ἐπεὶ δὲ καὶ Κωνσταντῖνος τὴν αὐτὴν ἀρχὴν διεδέξατο, μᾶλλον διεφάνη τὰ τῆς ἐκκλησίας πράγματα.

Caput XXXIV

Μαξεντίου τε γὰρ τοῦ Ἑρκουλίου παιδὸς ἀναιρεθέντος καὶ τῆς αὐτοῦ μοίρας εἰς Κωνσταντῖνον μεταπεσούσης λοιπὸν ἀδεῶς ἐθρήσκευον ὅσοι τε περὶ τὸν Θύβριν ποταμὸν ᾤκουν καὶ τὸν Ἠριδανόν, ὃν Πάδον οἱ ἐπιχώριοι καλοῦσι, καὶ τὸν Ἄκυλιν· εἰς ὃν λόγος καθελκυσθῆναι τὴν Ἀργὼ καὶ πρὸς τὸ Τυρρηνῶν διασωθῆναι πέλαγος. οἱ γὰρ Ἀργοναῦται τὸν Αἰήτην φεύγοντες οὐ τὸν αὐτὸν πλοῦν ἐν τῇ ἐπανόδῳ ἐποιήσαντο. περαιωθέντες δὲ τὴν ὑπὲρ Σκύθας θάλασσαν διὰ τῶν τῇδε ποταμῶν ἀφίκοντο εἰς Ἰταλῶν ὅρια, καὶ χειμάσαντες ἐνταῦθα πόλιν ἔκτισαν Ἤμωνα προσαγορευομένην. τοῦ δὲ θέρους ἐπικαταλαβόντος, συμπραξάντων αὐτοῖς τῶν ἐπιχωρίων, ἀμφὶ τοὺς τετρακοσίους σταδίους ὑπὸ μηχανῆς ἕλκοντες τὴν Ἀργὼ διὰ γῆς ἐπὶ τὸν Ἄκυλιν ποταμὸν ἤγαγον, ὃς τῷ Ἠριδανῷ συμβάλλει· Ἠριδανὸς δὲ εἰς τὴν κατὰ Ἰταλοὺς θάλασσαν τὰς ἐκβολὰς ἔχει. μετὰ δὲ τὴν περὶ Κιβάλας μάχην Δαρδάνιοί τε καὶ Μακεδόνες καὶ ὅσοι περὶ τὸν Ἴστρον οἰκοῦσιν, ἥ τε καλουμένη Ἑλλὰς καὶ πᾶν τὸ Ἰλλυριῶν ἔθνος ὑπὸ Κωνσταντῖνον ἐγένοντο.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput VI

Λικίνιος δὲ μετὰ τὴν ἐνθάδε τροπήν, πρότερον τὰ Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. σφόδρα γὰρ ἀπηχθάνετο πρὸς τοὺς Χριστιανοὺς διὰ τὴν πρὸς Κωνσταντῖνον διαφοράν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας, ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ’ αὐτοῦ μόνου βασιλεύεσθαι. πρὸς τούτοις δέ, οἷα φιλεῖ γίνεσθαι, πάλιν εἰς μάχην καθίστασθαι μέλλων Κωνσταντίνῳ, τοῦ προσδοκωμένου πολέμου πρόνοιαν ἐποιεῖτο διά τε σφαγίων καὶ μαντειῶν, καὶ ὑπαχθείς τισιν ὑπισχνουμένοις αὐτῷ κρατήσειν εἰς Ἑλληνισμὸν ἐτράπη. ἀμέλει τοι καὶ Ἕλληνές φασιν αὐτὸν τότε ἀποπειραθῆναι τοῦ ἐν Μιλήτῳ μαντείου τοῦ Διδυμαίου Ἀπόλλωνος· ἐρομένῳ δὲ αὐτῷ περὶ τοῦ πολέμου χρῆσαι τὸ δαιμόνιον τουτουσὶ τοὺς Ὁμηρικοὺς στίχους· Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, Σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.

Caput VII

PG 67:873Ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων ἔδοξέ μοι τὸ δόγμα τῶν Χριστιανῶν θεοῦ προνοίᾳ συνίστασθαι καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. μέλλοντι γὰρ ἤδη Λικινίῳ διώκειν πάσας τὰς ὑπ’ αὐτὸν ἐκκλησίας συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος. τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ κατὰ θάλασσαν κρατῆσαι τῶν ἐναντίων, ἀποβαλόντα δὲ Λικίνιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ κἀκεῖσε ἀναιρεθῆναι, ἄνδρα τὰ πρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους. Κωνσταντῖνος δέ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις τὴν Χριστιανῶν σέβειν θρησκείαν καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, θεῖον δὲ νοεῖν μόνον ὃ καὶ ὄντως ἐστὶ καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει.

Caput IX

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XII

τάδε μὲν γὰρ σπουδάζουσιν ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι, καὶ ἅπερ ἂν ἐγχειρῶσιν, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾶν· τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσιν κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν. χάριν τε ὁμολογῶν, οὐ κομπάζων λέγειν ἰσχυρίζετο, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ θεὸς τῆς αὐτοῦ βουλήσεως ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία καὶ οἱ θεραπείας θεοῦ ἕνεκεν καρτερικοὶ διαμείναντες ἐν ὁμολογίαις ἢ μαρτυρίαις ἐπιφανέστεροι ταῖς τιμαῖς ἀναδειχθῶσι. τοιαῦτα ἀναγορεύσας καὶ ἄλλα μυρία διεξελθών, δι’ ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν· ἄφεσίν τε πάντας ἔχειν ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν ἢ μετάλλοις ἐμπονεῖν ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν ἢ βουλευτηρίοις συναριθμεῖσθαι μὴ βουλευταὶ ὄντες πρότερον· ἀτίμοις δὲ γενομένοις τὴν ἀτιμίαν ἔλυσε·

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:875τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν ἐν γνώμῃ εἴασεν ἢ ἐφ’ οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. εἰ δέ τινες θάνατον καταδικασθέντες τῶν ὄντων ἀφῃρέθησαν, προσέταξε τοῖς ἐγγυτέρω γένους διαφέρειν τοὺς κλήρους, μηδενὸς δὲ τούτων ὄντος τὴν καθέκαστον ἐπιχώριον ἐκκλησίαν κληρονομεῖν, εἴτε δὲ ἰδιώτης εἴτε τὸ δημόσιον ἐκ τοιαύτης οὐσίας ἔχοι τι, ἀποδιδόναι. τῶν δὲ παρὰ τοῦ ταμείου πριαμένων ἢ δωρεὰν λαβόντων εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον προνοεῖν ὑπέσχετο. Τάδε μέν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε καὶ νόμῳ ἐκυρώθη, ἀμελλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς Ῥωμαίων ἀρχὰς ἐπετρόπευον· καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι ἢ ξόανα ἀνατιθέναι ἢ Ἑλληνικὰς ἄγειν ἑορτάς. πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν ἠμείβετο τῆς ἀρχαιότητος.
ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας Ἑλληνικοὺς ναούς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προσφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων ἡ ἐπίδοσις· παρὰ δὲ Ῥωμαίοις τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα· παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν Ἡλιούπολιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νόμῳ γάμου συνοικεῖν εἰώθασι μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου μίξεως. τῶν δὲ εὐκτηρίων οἴκων οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο, ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίων ἐδημιουργοῦντο. τὰ δὲ χρήματα ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν. εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς συνεπεδίδου ἡ θρησκεία.

Caput XV

ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίνιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι καὶ τῶν καλουμένων Γότθων καὶ τὸ τελευταῖον ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς. τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν τοῦ Ἴστρου ποταμοῦ, μαχιμώτατον δὲ τυγχάνον καὶ πλήθει καὶ μεγέθει σωμάτων ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει, μόνους δὲ Ῥωμαίους ἀνταγωνιστὰς εἶχεν. οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων ὅσης θειόθεν ἠξίωτο προνοίας. κρατήσας δὲ πάντων τῶν ἐπ’ αὐτοῦ συμβάντων πολέμων καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ, ταύτην μόνην πρεσβεύειν καὶ σωτήριον ἡγεῖσθαι τοὺς ἀρχομένους προτρέπων. ἐκ δὲ τῆς οὔσης ὑποφόρου γῆς καθ’ ἑκάστην πόλιν ἐξελὼν τοῦ δημοσίου ῥητὸν τέλος ταῖς κατὰ τόπον ἐκκλησίαις καὶ κλήροις ἀπένειμε καὶ τὴν δωρεὰν κυρίαν εἰς τὸν ἅπαντα χρόνον εἶναι ἐνομοθέτησε.

Caput XX

PG 67:877προσεθίζων δὲ τοὺς στρατιώτας ὁμοίως αὐτῷ τὸν θεὸν σέβειν, τὰ τούτων ὅπλα τῷ συμβόλῳ τοῦ σταυροῦ κατεσήμαινε καὶ ἐν τοῖς βασιλείοις εὐκτήριον οἶκον κατεσκεύασε καὶ σκηνὴν εἰς ἐκκλησίαν εἰκασμένην περιέφερεν, ἡνίκα πολεμίοις ἐπεστράτευεν, ὥστε μηδὲ ἐν ἐρημίᾳ διάγοντα αὐτὸν ἢ τὴν στρατιὰν ἱεροῦ οἴκου ἀμοιρεῖν, ἐν ᾧ δέοι τὸν θεὸν ὑμνεῖν καὶ προσεύχεσθαι καὶ μυστηρίων μετέχειν. συνείποντο γὰρ καὶ ἱερεῖς καὶ διάκονοι τῇ σκηνῇ προσεδρεύοντες, οἳ κατὰ τὸν νόμον τῆς ἐκκλησίας τὴν περὶ ταῦτα τάξιν ἐπλήρουν. ἐξ ἐκείνου δὲ καὶ τὰ Ῥωμαίων τάγματα, ἃ νῦν ἀριθμοὺς καλοῦσιν, ἕκαστον ἰδίαν σκηνὴν κατεσκευάσατο καὶ ἱερέας καὶ διακόνους ἀπονενεμημένους εἶχε. τὴν δὲ κυριακὴν καλουμένην ἡμέραν, ἣν Ἑβραῖοι πρώτην ὀνομάζουσιν, Ἕλληνες δὲ ἡλίῳ ἀνατιθέασι, καὶ τὴν πρὸ τῆς ἑβδόμης ἐνομοθέτησε δικαστηρίων καὶ τῶν ἄλλων πραγμάτων σχολὴν ἄγειν πάντας καὶ εὐχαῖς καὶ λιταῖς τὸ θεῖον θεραπεύειν. ἐτίμα δὲ τὴν κυριακὴν ὡς ἐν ταύτῃ τοῦ Χριστοῦ ἀναστάντος ἐκ νεκρῶν, τὴν δὲ ἑτέραν ὡς ἐν αὐτῇ σταυρωθέντος·

Caput Primum

PG 67:879πάνυ γὰρ πολὺ σέβας εἶχε τοῦ θείου σταυροῦ ἔκ τε τῶν ὑπαρξάντων αὐτῷ τῇ ἐνθένδε ῥοπῇ ἐν ταῖς κατὰ τῶν ἐναντίων μάχαις καὶ ἐκ τῆς συμβάσης αὐτῷ περὶ τούτου θεοσημείας. ἀμέλει τοι πρότερον νενομισμένην Ῥωμαίοις τὴν τοῦ σταυροῦ τιμωρίαν νόμῳ ἀνεῖλε τῆς χρήσεως τῶν δικαστηρίων· πλαττομένῳ τε ἐν νομίσμασι καὶ ἐν εἰκόσι γραφομένῳ ἐκέλευσεν ἀεὶ συγγράφεσθαι καὶ συντυποῦσθαι τοῦτο τὸ θεῖον σύμβολον. καὶ μαρτυροῦσιν εἰσέτι νῦν εἰκόνες αὐτοῦ ἐπὶ τούτου οὖσαι τοῦ σχήματος. Καὶ ἐν ἅπασι μέν, νομοθετῶν δὲ μάλιστα, ἐσπούδαζε θεραπεύειν τὸ θεῖον. φαίνεται γοῦν τὰς ἀκολάστους καὶ κατεβλακευμένας μίξεις, πρὸ τούτου μὴ κωλυομένας, ἐπανορθώσας, ὡς ἐξ αὐτῶν συνιδεῖν ἔστι τῶν περὶ τούτων κειμένων νόμων, εἴ τῳ τοῦτο ἐπιμελὲς τυγχάνει. νυνὶ γὰρ περὶ τὸ τέλος τοῦτο πονεῖν οὐκ εὔκαιρον εἶναί μοι δοκεῖ. τὰ δὲ ἐπὶ τιμῇ καὶ συστάσει τῆς θρησκείας νενομοθετημένα πρὸς τοῖς εἰρημένοις διεξελθεῖν ἀναγκαῖον μέρος ὄντα τῆς ἐκκλησιαστικῆς ἱστορίας. ἄρξομαι δὲ ἐντεῦθεν.

Caput VII

Νόμος ἦν Ῥωμαίοις παλαιὸς ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν τῶν ἴσων ἀξιοῦσθαι κωλύων τοὺς ἀγάμους τοῖς μὴ τοιούτοις, περὶ ἄλλα τε πολλὰ καὶ τὸ μηδὲν κερδαίνειν ἐκ διαθήκης τοὺς μὴ γένει ἐγγυτάτω προσήκοντας, τοὺς δὲ ἄπαιδας ζημιῶν τὸ ἥμισυ τῶν καταλελειμμένων. ἔθεντο δὲ τοῦτον οἱ πάλαι Ῥωμαῖοι, πολυάνθρωπον ἔσεσθαι τὴν Ῥώμην καὶ τὴν ὑπήκοον οἰόμενοι, καθότι οὐ πρὸ πολλοῦ τοῦ νόμου ἔτυχον ἀποβαλόντες τὰ σώματα ἐν ἐμφυλίοις πολέμοις. ὁρῶν οὖν ὁ βασιλεὺς παρὰ τοῦτο χεῖρον πράττοντας τοὺς παρθενίαν καὶ ἀπαιδίαν διὰ θεὸν ἀσκοῦντας εὔηθες ἐνόμισεν ἐξ ἐπιμελείας καὶ σπουδῆς ἀνθρώπων δύνασθαι τὸ τούτων γένος αὔξειν, τῆς φύσεως ἀεὶ κατὰ τὴν ἄνωθεν ἐπιμέτρησιν φθορὰν καὶ αὔξησιν δεχομένης. καὶ νόμον τῷ δήμῳ προσεφώνησεν, ὥστε ἐπίσης πάντων τῶν ὁμοίων ἀπολαύειν τοὺς ἀγάμους καὶ ἄπαιδας· οὐ μὴν ἀλλὰ καὶ πλέον ἔχειν ἐνομοθέτησε τοὺς [ἐν] ἐγκρατείᾳ καὶ παρθενίᾳ βιοῦντας, ἄδειαν αὐτοῖς δοὺς ἄρρεσί τε καὶ θηλείαις καὶ ἀνήβοις οὖσι διατίθεσθαι παρὰ τὸ κοινῇ κρατοῦν ἐν τῇ Ῥωμαίων πολιτείᾳ. περὶ πάντων γὰρ εὖ βουλεύεσθαι ᾠήθη, οἷς ἔργον ἀεὶ τὸ θεῖον θεραπεύειν καὶ φιλοσοφίαν ἀσκεῖν·

Caput X

ἐπεὶ τούτου χάριν καὶ οἱ πάλαι Ῥωμαῖοι ἀδεῶς διατίθεσθαι τὰς Ἑστιάδας παρθένους καὶ ἑξαετεῖς οὔσας ἐνομοθέτησαν. Τεκμήριον δὲ κἀκεῖνο μέγιστον τῆς τοῦ βασιλέως περὶ τὴν θρησκείαν αἰδοῦς. τοὺς μὲν γὰρ πανταχῇ κληρικοὺς θέσει νόμου ἀτελεῖς ἀνῆκε, τῶν δὲ ἐπισκόπων ἐπικαλεῖσθαι τὴν κρίσιν ἐπέτρεψε τοῖς δικαζομένοις, ἢν βούλωνται τοὺς πολιτικοὺς ἄρχοντας παραιτεῖσθαι· κυρίαν δὲ εἶναι τὴν αὐτῶν ψῆφον καὶ κρείττω τῆς τῶν ἄλλων δικαστῶν ὡσανεὶ παρὰ τοῦ βασιλέως ἐξενεχθεῖσαν, εἰς ἔργον δὲ τὰ κρινόμενα ἄγειν τοὺς ἄρχοντας καὶ τοὺς διακονουμένους αὐτοῖς στρατιώτας· ἀμετατρέπτους τε εἶναι τῶν συνόδων τοὺς ὅρους. Εἰς τοῦτο δέ με προελθόντα γραφῆς ἄξιον μὴ παραλιπεῖν τὰ νενομοθετημένα ἐπ’ ὠφελείᾳ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένων. ὑπὸ γὰρ ἀκριβείας νόμων καὶ ἀκόντων τῶν κεκτημένων πολλῆς δυσχερείας οὔσης περὶ τὴν κτῆσιν τῆς ἀμείνονος ἐλευθερίας, ἣν πολιτείαν Ῥωμαίων καλοῦσι, τρεῖς ἔθετο νόμους ψηφισάμενος πάντας τοὺς ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένους ὑπὸ μάρτυσι τοῖς ἱερεῦσι πολιτείας Ῥωμαϊκῆς ἀξιοῦσθαι.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XI

PG 67:881ταύτης τῆς εὐσεβοῦς ἐφευρέσεως εἰσέτι νῦν ὁ χρόνος φέρει τὸν ἔλεγχον, ἔθους κρατοῦντος τοὺς περὶ τούτου νόμους προγράφεσθαι ἐν τοῖς γραμματείοις τῶν ἐλευθεριῶν. ὁ μὲν δὴ Κωνσταντῖνος τοιαῦτα ἐνομοθέτει καὶ διὰ πάντων ἐσπούδαζε τὴν θρησκείαν γεραίρειν· ἦν δὲ καὶ καθ’ ἑαυτὴν εὐκλεὴς διὰ τὴν ἀρετὴν τῶν· τότε μετιόντων αὐτήν. Ἄλλοι τε γὰρ πολλοὶ καὶ ἀγαθοὶ Χριστιανῶν ἦσαν τότε, ἔναγχός τε τῶν διωγμῶν πεπαυμένων εἰσέτι πλεῖστοι τῶν ὁμολογητῶν τῷ βίῳ περιόντες τὰς ἐκκλησίας ἐσέμνυνον, ὡς ὁ Ὅσιος ὁ Κουρδούβης ἐπίσκοπος καὶ Ἀμφίων ὁ Ἐπιφανείας τῆς Κιλίκων καὶ Μάξιμος ὁ μετὰ Μακάριον τὴν Ἱεροσολύμων ἐκκλησίαν ἐπιτραπεὶς καὶ Παφνούτιος ὁ ἐξ Αἰγύπτου, δι’ οὗ φασι πλεῖστα θαυματουργῆσαι τὸ θεῖον, δαιμόνων τε κρατεῖν καὶ ποικίλων παθημάτων ἰάσεις αὐτῷ χαρισάμενον. ἐγένοντο δὲ Παφνούτιος οὗτος καὶ Μάξιμος ὁ δηλωθεὶς ἐξ ἐκείνων τῶν ὁμολογητῶν, οὓς Μαξιμῖνος ἐν τοῖς μετάλλοις ἐργάζεσθαι κατεδίκασε, τοὺς δεξιοὺς αὐτῶν ἐκκόψας ὀφθαλμοὺς καὶ τὰς ἀριστερὰς ἀγκύλας ἀποτεμών.
PG 67:883Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον, οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. τῶν δὲ δι’ αὐτοῦ σὺν θείᾳ ῥοπῇ γενομένων τὰ μὲν πλείω, ὥς γε εἰκός, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων, ἀλλ’ οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων καὶ κλέψαι ἐπιχειρήσαντας ἐξαπίνης γενέσθαι δεσμίους μηδενὸς δήσαντος· ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν πεπεδημένους εὑρεῖν τούτους καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν, ἅ γε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι. ὅμως δ’ οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων «ἄπιτε», ἔφη, «τοῦτον τὸν κριὸν λαβόντες· κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι.« Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως, οὐχ ἧττον δὲ κἀκεῖνο.

Caput XII

PG 67:885θυγατρὶ αὐτοῦ παρθένῳ Εἰρήνῃ τοὔνομα παρέθετό τι τῶν γνωρίμων τις. ἡ δὲ λαβοῦσα κατώρυξεν οἴκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. συμβὰν δὲ τὴν κόρην τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ὁ ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. ἀγνοοῦντος δὲ Σπυρίδωνος ὅ τι λέγοι, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλε καὶ θανατιῶν δῆλος ἦν. κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. τῆς δὲ ἀποκριναμένης ἤρετο περὶ τῆς παρακαταθήκης, καὶ μαθὼν ἀνέστρεφε καὶ εὑρών, ᾗ ἐσήμανεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι. ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν πτωχοῖς διανέμειν, τοὺς δὲ προῖκα δανείζειν τοῖς ἐθέλουσιν. οὔτε δὲ διδοὺς οὔτε ἀπολαμβάνων δι’ ἑαυτοῦ παρεῖχεν ἢ ὑπεδέχετο, μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς ἐπέτρεπε τοῖς προσιοῦσιν, ὅσου δέονται, κομίζεσθαι καὶ πάλιν ἀποδιδόναι, ὅσον ᾔδεσαν κομισάμενοι. δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον ἧκεν ὡς ἀποδώσων.

Caput XIV

Chapter X · Chapter XICaput X · Caput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XVI

ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ’ ἑαυτὸν ἀποδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε· καὶ νομίσας λανθάνειν οὐκ ἀπέδωκε τὸ χρέος, ἀλλ’ ὑφελόμενος τοῦ ὀφλήματος τὴν ἀπόδοσιν, ὡς ἀποτίσας ἀπῆλθε. τὸ δὲ ἄρα οὐκ ἤμελλεν ἐπὶ πολὺ λήσειν. μετὰ γάρ τινα χρόνον ὁ μὲν πάλιν ἐδεῖτο δανείζεσθαι, ὁ δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. κενὸν δὲ τὸν οἶκον ἰδὼν ἐμήνυσε τῷ Σπυρίδωνι. ὁ δὲ πρὸς αὐτόν «θαυμαστόν, ὦ ἄνθρωπε», ἔφη, «πῶς σοὶ μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. σκόπει οὖν κατὰ σαυτόν, μὴ χρησάμενος ἄλλοτε τὰ πρῶτα οὐκ ἀπέδωκας· εἰ γὰρ μὴ τοῦτό ἐστι, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ, καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσων.« καὶ ὁ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν. Ἄξιον δὲ τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. λέγεται γοῦν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸν συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου, εἶναι δὲ ἐν αὐτοῖς Σπυρίδωνα τοῦτον καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλως τε ἐλλόγιμον καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει διατρίψαντα.

Caput XVII

PG 67:887συνάξεως δὲ ἐπιτελουμένης ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε τὸ «ἆρόν σου τὸν κράββατον καὶ περιπάτει», σκίμποδα ἀντὶ τοῦ κραββάτου μεταβαλὼν τὸ ὄνομα εἶπε. καὶ ὁ Σπυρίδων ἀγανακτήσας «οὐ σύ γε», ἔφη, «ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι;«, καὶ τοῦτο εἰπὼν ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου τοῦ δήμου ὁρῶντος, ταύτῃ γε μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος, ἅμα δὲ καὶ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων. Ὅπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης ἧκέ τις πρὸς αὐτὸν ἐξ ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι ἄσιτος τὰς ἐν μέσῳ διαμένων·

Caput XIX

ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα «ἄγε δή», πρὸς τὴν θυγατέρα ἔφη, «ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς καὶ φαγεῖν αὐτῷ παραθῇς.« εἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι μήτε ἄλφιτα (περιττὴ γὰρ ἦν ἡ τούτων παρασκευὴ διὰ τὴν νηστείαν) εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας ἐκέλευσε τῇ θυγατρὶ κρέα ὕεια, ἅπερ ἔτυχεν ἐν τῇ οἰκίᾳ τεταριχευμένα, ἑψεῖν. ἐπεὶ δὲ ἥψητο, καθίσας ἅμα αὐτῷ τὸν ξένον, παρατεθέντων τῶν κρεῶν ἤσθιε καὶ τὸν ἄνδρα παρεκάλει αὐτὸν μιμεῖσθαι. παραιτούμενον δὲ καὶ Χριστιανὸν λέγοντα ἑαυτόν «ταύτῃ μᾶλλον», ἔφη, «οὐ παραιτητέον. πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς ὁ θεῖος ἀπεφήνατο λόγος.« τάδε μὲν περὶ Σπυρίδωνος. Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν καὶ τὸ δόγμα ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου οἱ τότε μετιόντες τὴν μοναστικὴν πολιτείαν. ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ θεοῦ ἡ τοιαύτη φιλοσοφία μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς τεχνολογίας ἀμελεῖ ὡς περιέργου καὶ τὴν ἐν τοῖς ἀμείνοσι σχολὴν ἀφαιρουμένης καὶ πρὸς τὸ βιοῦν ὀρθῶς οὐδὲν συλλαμβανομένης.

Caput XX

Caput XXIII

PG 67:889μόνῃ δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα ἢ μείονα ἐργαζόμενα. ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα, μόνοις δὲ τοῖς καλοῖς χαίρει. καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ, μὴ δρῶντα δὲ τὸ ἀγαθὸν φαῦλον νομίζει· οὐ γὰρ ἐπιδείκνυται ἀρετήν, ἀλλ’ ἀσκεῖ παρ’ οὐδὲν ποιουμένη τὴν πρὸς ἀνθρώπους δόξαν. ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει οὔτε ταῖς τοῦ σώματος ὑποκατακλίνεται ἀσθενείαις. θείου δὲ νοῦ δύναμιν κεκτημένη πρὸς τὸν δημιουργὸν τῶν ὅλων ἀποβλέπει ἀεὶ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτὸν σέβει καὶ εὐχαῖς καὶ λιταῖς ἐξιλεοῦται. καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν εὐαγῶς ἐρχομένη καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων ὑπερορᾷ· μόνα γὰρ μιάσματα ἡγεῖται τὰ ἁμαρτήματα. κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων καί, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης τῆς προαιρέσεως μεθίσταται οὔτε ὑβριζομένη ἀνιᾶται οὔτε κακῶς πάσχουσα ἀμύνεται οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων πιεζομένη καταπίπτει.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾶον καὶ τὸ ὀλίγων δεῖσθαι δι’ ὅλου τοῦ βίου ἀσκοῦσα καί, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω θεῷ γινομένη. ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη οὔτε περὶ κτῆσιν πραγμάτων ἀσχολουμένη ἄγχεται οὔτε πέρα τῆς κατεπειγούσης χρείας τῶν παρόντων προνοεῖ, ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα κατασκευῆς ἐπαινοῦσα καραδοκεῖ τὴν ἐκεῖθεν μακαριότητα καὶ συντέταται ἀεὶ πρὸς τὴν εὐδαίμονα λῆξιν. ἀναπνέουσα δὲ διὰ παντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει. ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν καθίστησι·
PG 67:891προνοητικὴ φίλων καὶ ξένων ἐστὶ καὶ τὰ οἰκεῖα κοινὰ ποιεῖται τῶν δεομένων καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε χαίροντας ἐνοχλοῦσα καὶ λυπουμένους παραμυθουμένη, καθόλου δὲ σπουδάζουσα καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι καλλωπισμοῦ καὶ κακηγορίας ἀμοίροις παιδεύει καὶ ὥσπερ φαρμάκοις τισὶν ἰᾶται τοὺς ἀκούοντας, μετὰ τιμῆς καὶ αἰδοῦς τὰς διαλέξεις ποιουμένη, καὶ ἔριδος καὶ τωθασμοῦ καὶ ὀργῆς ἐλευθέρα. λογικὴ γὰρ οὖσα παραιτεῖται πᾶσαν ἀλόγιστον κίνησιν καὶ καθάπαξ κρατεῖ τῶν παθῶν τοῦ σώματος καὶ τῆς ψυχῆς. Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μέν, ὥς τινες λέγουσιν, Ἠλίας ὁ προφήτης καὶ Ἰωάννης ὁ βαπτιστής. Φίλων δὲ ὁ Πυθαγόριος ἐν τοῖς κατ’ αὐτὸν χρόνοις ἱστορεῖ τοὺς πανταχόθεν Ἑβραίων ἀρίστους εἴς τι χωρίον ὑπὲρ τὴν Μαρίαν λίμνην ἐπὶ γεωλόφου κείμενον φιλοσοφεῖν. οἴκησιν δὲ αὐτῶν καὶ δίαιταν καὶ ἀγωγὴν τοιαύτην παρίστησιν, οἵαν καὶ ἡμεῖς νῦν παρὰ τοῖς Αἰγυπτίων μοναχοῖς πολιτευομένην ὁρῶμεν.

Caput XXV

γράφει γὰρ ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων τοῖς προσήκουσι καὶ πράγμασι καὶ ἐπιμιξίαις ἀπαγορεύοντας ἔξω τειχῶν ἐν μοναγρίοις καὶ κήποις διατρίβειν, οἰκήματα δὲ αὐτοῖς εἶναι ἱερά, ἃ καλεῖται μοναστήρια, ἐν τούτοις δὲ μεμονωμένους σεμνὰ μυστήρια ἐπιτελεῖν, ἐπιμελῶς δὲ ψαλμοῖς καὶ ὕμνοις τὸ θεῖον θεραπεύειν· καὶ πρὸ ἡλίου δύσεως μὴ ἀπογεύεσθαι τροφῆς, τοὺς δὲ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων· καὶ λοιπὸν ῥηταῖς ἡμέραις χαμευνεῖν, καὶ οἴνου πάμπαν καὶ ἐναίμων ἀπέχεσθαι, ὄψον δὲ αὐτοῖς εἶναι ἄρτον καὶ ἅλας καὶ ὕσσωπον καὶ ποτὸν ὕδωρ· γυναῖκας δὲ αὐτοῖς συνεῖναι γηραλέας παρθένους δι’ ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν ἀσκούσας. καὶ ὁ μὲν Φίλων ὧδέ πῃ ἱστορῶν ἔοικεν ὑποφαίνειν τοὺς κατ’ αὐτὸν ἐξ Ἑβραίων χριστιανίσαντας ἔτι Ἰουδαϊκώτερον βιοῦντας καὶ τὰ ἐκείνων ἔθη φυλάττοντας. παρ’ ἄλλοις γὰρ οὐκ ἔστιν εὑρεῖν ταύτην τοῦ βίου τὴν διαγωγήν. ὅθεν συμβάλλω ἐξ ἐκείνου παρ’ Αἰγυπτίοις ἀκμάσαι ταυτηνὶ τὴν φιλοσοφίαν. ἄλλοι δέ φασιν αἰτίαν ταύτῃ παρασχεῖν τοὺς κατὰ καιρὸν τῇ θρησκείᾳ συμβάντας διωγμούς.
PG 67:893ἐπεὶ γὰρ φεύγοντες ἐν ὄρεσι καὶ νάπαις καὶ ἐρημίαις τὰς διατριβὰς ἐποιοῦντο, ἐθάδες τοῦ βίου τούτου ἐγένοντο. Ἀλλ’ εἴτε Αἰγύπτιοι εἴτε ἄλλοι τινὲς ταύτης προὔστησαν ἐξ ἀρχῆς τῆς φιλοσοφίας, ἐκεῖνο γοῦν παρὰ πᾶσι συνωμολόγηται, ὡς εἰς ἄκρον ἀκριβείας καὶ τελειότητος ἤθεσι καὶ γυμνασίοις τοῖς πρέπουσιν ἐξήσκησε ταυτηνὶ τοῦ βίου τὴν διαγωγὴν Ἀντώνιος ὁ μέγας μοναχός· ὃν τηνικαῦτα διαπρέποντα ἐν ταῖς κατ’ Αἴγυπτον ἐρημίαις κατὰ κλέος τῆς τοῦ ἀνδρὸς ἀρετῆς φίλον ἐποιήσατο Κωνσταντῖνος ὁ βασιλεὺς καὶ γράμμασιν ἐτίμα καὶ περὶ ὧν ἐδεῖτο γράφειν προὐτρέπετο. ἐγένετο δὲ οὗτος Αἰγύπτιος τῷ γένει τῶν εὐπατριδῶν ἀπὸ Κομᾶ· κώμη δὲ αὕτη νομοῦ Ἡρακλείας τῆς παρ’ Αἰγυπτίοις Ἀρκάσι. βούπαις δὲ καταλειφθεὶς ὀρφανὸς τοὺς μὲν πατρῴους ἀγροὺς ἐδωρήσατο τοῖς κωμήταις, τὴν δὲ ἄλλην οὐσίαν διαθεὶς τὸ τίμημα τοῖς πενομένοις διένειμε. σπουδαίου γὰρ εἶναι φιλοσόφου κατεῖδεν μὴ μόνον ἑαυτὸν γυμνῶσαι χρημάτων, ἀλλὰ καὶ εἰς δέον ταῦτα ἀναλῶσαι. συγγενόμενος δὲ τοῖς κατ’ αὐτὸν σπουδαίοις τὰς πάντων ἐζήλωσεν ἀρετάς·

Caput III

δοκιμάσας δὲ τὸν ἀγαθὸν βίον ἡδὺν ἔσεσθαι τῇ συνηθείᾳ καὶ χαλεπὸν ὄντα τὰ πρῶτα, τρόπους περινοῶν συντονωτέρας ἀσκήσεως, καθ’ ἡμέραν ἐπεδίδου τῇ ἐγκρατείᾳ, καὶ ὡς ἀεὶ ἀρχόμενος ἀνενέου τὴν προθυμίαν, ταῖς μὲν ταλαιπωρίαις τοῦ σώματος τὰς ἡδονὰς κολάζων, θεοσόφῳ δὲ προαιρέσει τοῖς πάθεσι τῆς ψυχῆς ἀντιταττόμενος. ἦν δὲ αὐτῷ τροφὴ μόνος ἄρτος καὶ ἅλας, ὕδωρ δὲ ποτόν, καὶ ἀρίστου καιρὸς δυόμενος ἥλιος. πολλάκις δὲ δύο καὶ πλείους ἡμέρας διέμενεν ἄσιτος. ἠγρύπνει δὲ ἀεὶ μέν, ὡς εἰπεῖν, ὁλοκλήρους νύκτας, καὶ εὐχόμενος τῆς ἡμέρας ἐφήπτετο· εἰ δ’ ἄρα καὶ ὕπνου ἐγεύσατο, ἐπὶ ῥιπὸς ἀκαριαῖον ἐκάθευδε. τὰ πολλὰ δὲ καὶ χαμαὶ κείμενος αὐτὴν μόνην τὴν γῆν στρωμνὴν ἐποιεῖτο. ἐλαίου τε τὴν ἀλοιφὴν καὶ λουτρῶν καὶ τῶν παραπλησίων τὴν χρῆσιν παρῃτεῖτο, ὡς ὑγρότητι τὸ σύντονον τοῦ σώματος εἰς τὸ χαῦνον μεταβάλλουσαν. φασὶ δὲ μηδὲ γυμνὸν αὐτὸν θεαθῆναί ποτε. γράμματα δὲ οὐδὲ ἠπίστατο οὐδὲ ἐθαύμαζεν, ἀλλὰ νοῦν ἀγαθὸν ὡς πρεςβύτερον τῶν γραμμάτων καὶ αὐτὸν τούτων εὑρετὴν ἐπῄνει.

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput IV

PG 67:895ἐγένετο δὲ πρᾶος τὰ μάλιστα καὶ φιλανθρωπότατος καὶ ἐχέφρων καὶ ἀνδρεῖος, χαρίεις τε τοῖς ἐντυγχάνουσι καὶ ἄλυπος οἷς διελέγετο, εἰ καὶ ἐριστικῶς τὰς διαλέξεις ἐποιοῦντο. σοφῶς γάρ πως τῷ οἰκείῳ ἤθει καὶ ἐπιστήμῃ τινὶ φιλονικίαν αὐξομένην κατέπαυε καὶ πρὸς τὸ μέτρον μετετίθει καὶ τῶν ὁμιλούντων αὐτῷ τὸν τόνον ἐκίρνα καὶ τοὺς τρόπους ἐρρύθμιζε. διὰ τοσούτων δὲ ἀρετῶν ἔμπλεως θείας προγνώσεως γεγονὼς οὐχ ἡγεῖτο ἀρετὴν προειδέναι τὸ μέλλον, καὶ κατὰ τοῦτο μὴ πονεῖν εἰκῇ περὶ τοῦτο συνεβούλευεν, οὔτε τὸν ἀγνοοῦντα τὰ ἐσόμενα εὐθύνας ὑφέξειν οὔτε τὸν εἰδότα παρὰ τοῦτο ζηλωτὸν ἔσεσθαι ἀποφαινόμενος· τὸ γὰρ ἀληθῶς μακάριον ὑπάρχειν ἐν τῷ σέβειν τὸν θεὸν εἶναι καὶ τοὺς νόμους αὐτοῦ φυλάττειν. εἰ δὲ καὶ τούτου, φησί, μέλει τῳ, καθαρευέτω τὴν ψυχήν· τουτὶ γὰρ δύνασθαι διορατικὴν αὐτὴν ποιεῖν καὶ τῶν ἐσομένων ἐπιστήμονα τοῦ θεοῦ τὸ μέλλον προαναφαίνοντος. ἀργεῖν δὲ οὔτε αὐτὸς ἠνείχετο καὶ τὸν μέλλοντα καλῶς βιοῦν ἐργάζεσθαι παρεκελεύετο καὶ καθ’ ἑαυτὸν ἀνακρίνειν καὶ λόγον τιθέναι ὧν ἐποίησε νύκτωρ καὶ μεθ’ ἡμέραν.

Caput V

Caput VI

PG 67:897εἰ δέ τι μὴ δέον πέπραχεν, ἀναγράφεσθαι τοῦτο, ἵνα τοῦ λοιποῦ φείδοιτο τῶν ἁμαρτημάτων, ἑαυτὸν αἰδούμενος εἰ πολλὰ εὕροι ἐγγεγραμμένα, ἅμα τε δεδιώς, μὴ φωραθείσης αὐτῷ τῆς γραφῆς κατάδηλος ἄλλοις γένηται μοχθηρὸς ὤν. οὐ μὴν ἀλλὰ καὶ περὶ τὰς προστασίας τῶν ἀδικουμένων, εἰ καί τις ἄλλος, ὑπερφυῶς σπουδαιότατος ἐγένετο· καὶ τούτων ἕνεκα πολλάκις εἰς τὰς πόλεις ἐφοίτα. παροδυρόμενοι γὰρ αὐτῷ πολλοὶ ἐβιάζοντο πρεσβεύειν ὑπὲρ αὐτῶν πρὸς τοὺς ἄρχοντας καὶ τοὺς ἐν τέλει· πολλοῦ γὰρ ἂν ἕκαστος ἐτιμήσατο ἰδεῖν αὐτὸν καὶ λαλοῦντος ἀκοῦσαι καὶ κελεύοντι πειθαρχῆσαι, ἐπεὶ καὶ τηλικοῦτος ὢν ἐσπούδαζεν ἀγνοεῖσθαι καὶ ἐν ταῖς ἐρημίαις λανθάνειν. εἰ δὲ καὶ βιασθείς ποτε εἰς πόλιν ἦλθεν ἐπικουρῆσαι δεομένοις, διαθεὶς ὅτου χάριν παρεγένετο αὐτίκα ἐπὶ τὴν ἔρημον ἐπανῄει. τοὺς μὲν γὰρ ἰχθύας ἔλεγε τὴν ὑγρὰν οὐσίαν τρέφειν, μοναχοῖς δὲ κόσμον φέρειν τὴν ἔρημον, ἐπίσης τε τοὺς μὲν ξηρᾶς ἁπτομένους τὸ ζῆν ἀπολιμπάνειν, τοὺς δὲ τὴν μοναστικὴν σεμνότητα ἀπολλύειν τοῖς ἄστεσι προσιόντας.

Caput VIII

Caput XII

πειθήνιον δὲ καὶ κεχαρισμένον τοῖς ὁρῶσιν ἑαυτὸν παρέχων ἐπεμελεῖτο μήτε φύσιν ὑπερορῶσαν ἔχειν μήτε δοκεῖν εἶναι τοῦτο. Ἀλλὰ ταῦτα μὲν μικρὰ ἄττα τῶν Ἀντωνίου πολιτευμάτων εἰπεῖν προήχθην, ἵν’ ὑποδείγμασι χρώμενοι τοῖς εἰρημένοις ἀναλογισώμεθα τοῦ ἀνδρὸς τὴν φιλοσοφίαν. πλείστους δὲ καὶ εὐδοκιμωτάτους μαθητὰς ἔσχεν, ὧν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, οἱ δὲ ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ Ἀραβίᾳ διέπρεψαν. καὶ ἕκαστος οὐχ ἧττον ἢ ὁ διδάσκαλος, παρ’ οἷς διέτριβε, διεβίω τε καὶ ἐπολιτεύσατο καὶ πολλοὺς ἐπαίδευσε καὶ εἰς τὴν ὁμοίαν ἀρετὴν καὶ φιλοσοφίαν ἤγαγεν, ὥστε ἔργον εἶναι κατὰ πόλεις καὶ χώρας περιιόντα ἐπιμελῶς ζητεῖν τοὺς Ἀντωνίου ἑταίρους ἢ τοὺς τούτων διαδόχους. πῶς γὰρ καὶ ῥᾳδία γένοιτο τούτων ἡ εὕρεσις, οἷς ἐν τῷ βίῳ λανθάνειν ἐσπουδάζετο ἐπιμελέστερον ἢ πολλοὶ τῶν νῦν ἀνθρώπων ὑπὸ φιλοτιμίας τυφούμενοι πομπεύουσιν ἑαυτοὺς καὶ καταδήλους ποιοῦσιν. ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν Ἀντωνίου μαθητῶν ἄλλοι τε πολλοί, οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομαι, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι·

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XVI

PG 67:899ἐπ’ αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην ἠρέμα ἐπιγελάσαι καὶ ὅρκον προσθεῖναι ὡς οὐκέτι αὐτῇ συνοικήσει· «ἔχε» δὲ «αὐτήν» πρὸς τὸν μοιχὸν εἰπὼν εὐθὺς ἐπὶ τὴν ἐρημίαν ἀνῆλθε πρὸς Ἀντώνιον. πραότατον δὲ καὶ καρτερικὸν εἰσάγαν λέγεται τόνδε γενέσθαι τὸν ἄνδρα· ἀμέλει τοι καὶ γηραλέῳ ὄντι καὶ μοναστικῆς τληπαθείας ἀήθει (ἔτι γὰρ νέηλυς ἦν) παντοδαπαῖς πείραις προσβαλὼν Ἀντώνιος ἐν οὐδενὶ ἀγεννῆ ἐφώρασε· τελείαν δὲ αὐτῷ φιλοσοφίαν ἐπιμαρτυρήσας καθ’ ἑαυτὸν διάγειν ἐπέτρεπεν ὡς μηδὲν διδασκάλου δεόμενον. ἐπεψηφίζετο δὲ καὶ ὁ θεὸς τῇ Ἀντωνίου μαρτυρίᾳ, καὶ τοῖς ἔργοις ἐπεδείκνυ τὸν ἄνδρα ἐνδοξότατον, κρείττονα δὲ καὶ αὐτοῦ τοῦ διδασκάλου εἰς τὸ κακοῦν καὶ ἀπελαύνειν τοὺς δαίμονας. Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ Ἀμοῦν ὁ Αἰγύπτιος ἐφιλοσόφει. ὃν δὴ λόγος βιασαμένων τῶν οἰκείων γυναῖκα ἀγαγέσθαι, μὴ πειραθῆναι δὲ αὐτῆς ᾗ θέμις ἀνδράσιν. ὡς γὰρ ἀρχὴν εἶχεν αὐτοῖς ὁ γάμος καὶ νύμφην οὖσαν οἷα νυμφίος εἰς τὸν θάλαμον λαβὼν ἐμονώθη, «ὁ μὲν δὴ γάμος ἡμῖν οὗτος», ἔφη, «ὦ γύναι, μέχρι τούτων τετέλεσται»·
ἡλίκον δὲ ἀγαθόν ἐστι δυνηθῆναι παρθένον διαμεῖναι, ἐκ τῶν ἱερῶν γραφῶν ὑφηγεῖτο, καὶ ἐπειρᾶτο καθ’ ἑαυτὸν οἰκεῖν. ἀλλ’ ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνή, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ μηδὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ ἐλογίσατο μὴ δίκαιον εἶναι τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δι’ αὐτήν, καὶ χρῆναι ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν. καὶ περὶ τούτου ἐδεήθη τοῦ ἀνδρός. ὁ δὲ χάριν ὁμολογήσας τῷ θεῷ ὑπὲρ τῶν βεβουλευμένων τῇ γυναικί «σὺ μὲν δή», ἔφη, «τοῦτον τὸν οἶκον ἔχε· ἐγὼ δὲ ἕτερον ἐμαυτῷ ποιήσω.« καὶ πρὸς μεσημβρίαν τῆς Μαρίας λίμνης καταλαβὼν ἔρημον τόπον ἀμφὶ τὴν Σκῆτιν καὶ τὸ καλούμενον τῆς Νιτρίας ὄρος δύο καὶ εἴκοσι ἔτη ἐνθάδε ἐφιλοσόφησε, δὶς ἑκάστου ἔτους τὴν γυναῖκα θεώμενος. Τούτῳ δὲ τῷ θεσπεσίῳ ἀρχηγῷ γενομένῳ τῶν τῇδε μοναστηρίων πολλοὶ καὶ ἀξιόλογοι ἐγένοντο μαθηταί, ὡς αἱ διαδοχαὶ ἐπιδείξουσι.
PG 67:901πολλὰ δὲ καὶ θεσπέσια ἐπ’ αὐτῷ συμβέβηκεν, ἃ μάλιστα τοῖς κατ’ Αἴγυπτον μοναχοῖς ἠκρίβωται, περὶ πολλοῦ ποιουμένοις διαδοχῇ παραδόσεως ἀγράφου ἐπιμελῶς ἀπομνημονεύειν τὰς τῶν παλαιοτέρων ἀσκητῶν ἀρετάς. ἐμοὶ δὲ τῶν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνα ῥητέον. ἐδέησεν αὐτῷ καὶ Θεοδώρῳ τῷ αὐτοῦ μαθητῇ ἀπιοῦσί που διαβῆναι διώρυγα, ἣν Λύκον καλοῦσιν. ἵνα δὲ μὴ γυμνοὺς ἀλλήλους θεάσωνται, ἐκέλευσεν Ἀμοῦν ὑπαναχωρῆσαι Θεόδωρον. ὡς δὲ καὶ ἑαυτὸν ᾐσχύνετο γυμνὸν ἰδεῖν, ἐξαπίνης ὑπὸ θείας δυνάμεως μετάρσιος ἀρθεὶς ἐπὶ τὴν ἀντικρὺ ὄχθην μετετέθη. διαβὰς δὲ τὸ ὕδωρ Θεόδωρος καὶ θεασάμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ἀβρόχους ἐλιπάρει τὸν πρεσβύτην φράζειν αὐτῷ τὴν αἰτίαν. ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο λέγειν, ὁ δὲ μὴ ἄλλως ἀνήσειν ἰσχυρίζετο, εἰ μὴ μάθοι, συνθεμένου Θεοδώρου ζῶντος αὐτοῦ μηδενὶ λέξειν, ὡμολόγησε τὸ συμβάν. παραπλήσιον δὲ τῷ εἰρημένῳ εἰς θαῦμα καὶ τοῦτο. ἄδικοι πατέρες ὑπὸ κυνὸς λυσσῶντος ἴδιον παῖδα δηχθέντα καὶ ὅσον οὔπω ἀπολεῖσθαι προσδοκώμενον ἤγαγον ὡς αὐτόν, καὶ ὀλοφυρόμενοι ἐδέοντο αὐτοῦ θεραπεῦσαι τὸν υἱόν. ὁ δὲ πρὸς αὐτούς «ἀλλ’ οὐδέν», ἔφη, «δεῖται τῆς παρ’ ἐμοῦ θεραπείας·

Caput XVII

ὑμεῖς δὲ εἰ βούλεσθε τὸν βοῦν ὃν κεκλόφατε ἀποδοῦναι τοῖς δεσπόταις, αὐτίκα ἰαθήσεται.« ὃ καὶ συνέβη· ἅμα γὰρ ὁ βοῦς ἀπεδόθη καὶ τὸ πάθος τὸν παῖδα ἀπέλιπεν. ἡνίκα δὲ ὁ Ἀμοῦς οὗτος ἐτελεύτα, λέγεται τὸν Ἀντώνιον θεάσασθαι τὴν ψυχὴν αὐτοῦ ἐπὶ τὸν οὐρανὸν ἀναγομένην θείων δυνάμεων σὺν ψαλμῳδίαις ἡγουμένων. πυνθανομένοις δὲ τοῖς περὶ αὐτὸν τοῦ θαύματος τὴν αἰτίαν οὐκ ἀπεκρύψατο· δῆλος γὰρ ἦν σπουδαίως τὸν ἀέρα κατανοῶν καὶ ἐκπεπληγμένος πρὸς τὴν ὄψιν τοῦ παραδόξου θεάματος. ὡς δὲ μετὰ ταῦτα παραγενόμενοί τινες ἀπὸ τῆς Σκήτεως ἀνήγγειλαν τὴν ὥραν τῆς Ἀμοῦς τελευτῆς, τἀληθὲς ἐδείχθη τῆς Ἀντωνίου προρρήσεως. καὶ ἀμφοτέρους ἐμακάριζον, τὸν μὲν ἐπὶ ὁμολογουμένοις ἀγαθοῖς μεταστάντα τῆς ἐνταῦθα βιοτῆς, τὸν δὲ τοσαύτης ἀξιωθέντα θέας, ἣν ὁ θεὸς αὐτῷ ἀπὸ τοσούτου ἐδήλωσε. πολλῶν γὰρ ἡμερῶν ὁδός ἐστι τὸ μέσον τῶν τόπων ἐν οἷς ἑκάτερος διέτριβε. καὶ τάδε μὲν ὧδε ἱστόρηται παρὰ τῶν Ἀντωνίῳ καὶ Ἀμοῦν συγγενομένων.

Caput XVIII

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XX

PG 67:903Ἐπὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν, ὃς ἐν Βιθυνίᾳ περὶ τὸν Ὄλυμπον τὰς διατριβὰς εἶχεν, αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε θεραπείαις παθῶν καὶ παραδόξοις πράξεσιν, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ βίου συνήθη καὶ φίλον εἶναι. κατ’ ἐκεῖνο γοῦν καιροῦ δεσμώτου ὄντος του τῶν δορυφόρων (ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν Ὄλυμπον ἀναζητηθεὶς συνελήφθη), δεηθέντων δὲ τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολόμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν· αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρρυῆναι· μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ τότε διατρίβοντα, ἑτοίμως τε τὴν χάριν λαβεῖν. οὐ γὰρ εἰώθει Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι· σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε.

Caput Primum

τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων· ᾧ δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βίους ἀναγράπτους. Ἀλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις ἐτάραττον τὰς ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας καὶ τῆς τοῦ θεοῦ τελείας εὑρέσεως εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. ἦρξε δὲ τούτων τῶν λόγων Ἄρειος πρεςβύτερος τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας. ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας νεωτερίζοντι Μελιτίῳ συνέπραττε· καταλιπὼν δὲ τοῦτον ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ Ἀλεξανδρέων ἐπισκόπου· καὶ πάλιν αὖ παρ’ αὐτοῦ τῆς ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου τοῖς γινομένοις ἐπέσκηπτε καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας Ἀχιλλᾶν ἐπετράπη διακονεῖν καὶ πρεσβυτερίου ἠξιώθη. μετὰ δὲ ταῦτα καὶ Ἀλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν.
PG 67:905διαλεκτικώτατος δὲ γενόμενος (ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων) εἰς ἀτόπους ἐξεκυλίσθη λόγους, ὡς τοῦτο πρότερον παρ’ ἑτέρου μὴ εἰρημένον τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφήνασθαι, τὸν υἱὸν τοῦ θεοῦ ἐξ οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν καὶ κτίσμα καὶ ποίημα καὶ ἄλλα πολλά, ἃ λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητήσεις. λαβόμενοι δέ τινες τῶν εἰρημένων, ἐμέμφοντο Ἀλέξανδρον ὡς οὐ δέον ἀνεχόμενον τῶν κατὰ τοῦ δόγματος νεωτερισμῶν. ὁ δὲ ὑπολαβὼν ἄμεινον εἶναι περὶ τῶν ἀμφιβόλων ἑκατέρῳ μέρει προθεῖναι λόγον, ὥστε μὴ δόξαι ἀνάγκῃ ἀλλὰ πειθοῖ τῆς ἔριδος αὐτοὺς παύειν, κριτὴς καθίσας σὺν τοῖς ἀπὸ τοῦ κλήρου εἰς ἅμιλλαν ἀμφοτέρους ἤγαγεν. ὡς δὲ συμβαίνειν φιλεῖ περὶ τὰς ἔριδας τῶν λόγων, ἑκάτερος ἐπειρᾶτο νικᾶν. συνίστατο δὲ Ἄρειος μὲν τοῖς παρ’ αὐτοῦ εἰρημένοις, οἱ δὲ ὡς ὁμοούσιος καὶ συναί̈διός ἐστιν ὁ υἱὸς τῷ πατρί. συνεδρίου δὲ πάλιν γενομένου τοσαύτας διαλέξεις ἀνακινήσαντες οὐ συνέβησαν ἀλλήλοις.

Caput III

ἀμφηρίστου δὲ τῆς ζητήσεως ἔτι δοκούσης εἶναι πέπονθέ τι καὶ Ἀλέξανδρος τὰ πρῶτα πῇ μὲν τούτους πῇ δὲ ἐκείνους ἐπαινῶν. τελευτῶν δὲ τοῖς ὁμοούσιον καὶ συναί̈διον εἶναι τὸν υἱὸν ἀποφαινομένοις ἔθετο· καὶ τὸν Ἄρειον ὁμοίως φρονεῖν ἐκέλευσε τῶν ἐναντίων λόγων ἀφέμενον. ἐπεὶ δὲ οὐκ ἔπεισεν, ἤδη δὲ πολλοὶ τῶν ἀμφ’ αὐτὸν τῶν ἐπισκόπων καὶ τοῦ κλήρου λέγειν ὀρθῶς τὸν Ἄρειον ἐνόμιζον, ἀπεκήρυξε τῆς ἐκκλησίας αὐτόν τε καὶ τοὺς συμπράττοντας αὐτῷ περὶ τὸ δόγμα κληρικούς. συνέπραττον δὲ αὐτῷ τῆς Ἀλεξανδρέων παροικίας πρεσβύτεροι μὲν Ἀειθαλὴς καὶ Ἀχιλλεύς, Καρπώνης τε καὶ Σαρμάτης καὶ Ἄρειος, διάκονοι δὲ Εὐζώιος καὶ Μακάριος, Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος. ἐντεῦθεν δὲ καὶ τοῦ λαοῦ οὐκ ὀλίγη μοῖρα μετέθεντο πρὸς αὐτούς, οἱ μὲν ὁμοίως χρῆναι περὶ θεοῦ νομίζειν ἡγούμενοι, οἱ δέτοῦτο δὴ τὸ τοῖς πολλοῖς συμβαῖνονὡς ἠδικημένους ἐλεοῦντες καὶ τῆς ἐκκλησίας ἀκρίτως ἐκβεβλημένους. ἐπεὶ δὲ [τὰ] κατὰ Ἀλεξάνδρειαν ὧδε εἶχεν, λογισάμενοι οἱ ἀμφὶ τὸν Ἄρειον ἀναγκαῖον εἶναι τὴν εὔνοιαν προφθάσαι τῶν κατὰ πόλιν ἐπισκόπων πρεσβεύονται πρὸς αὐτούς.

Caput VI

PG 67:907καὶ γράψαντες, ὡς ἐπίστευον, ἐζήτουν, εἰ μὲν ὀρθῶς ἔχει τάδε νομίζειν περὶ θεοῦ, δηλῶσαι Ἀλεξάνδρῳ μὴ χαλεπαίνειν αὐτοῖς· εἰ δὲ μή, διδάσκεσθαι ὃν χρὴ τρόπον δοξάζειν. οὐ μετρίως δὲ ὤνησεν αὐτοὺς τοῦτο τὸ σπουδαζόμενον. διασπαρέντος γὰρ σχεδὸν εἰς πάντας τοῦ τοιούτου δόγματος, κοινῇ τοῖς πανταχῇ ἐπισκόποις ἡ αὐτὴ γέγονε ζήτησις. καὶ οἱ μὲν ἔγραφον Ἀλεξάνδρῳ μὴ προσίεσθαι τοὺς περὶ Ἄρειον, εἰ μὴ τὴν ἑαυτῶν πίστιν ἀποκηρύξουσιν· οἱ δὲ μὴ τοῦτο ποιεῖν ἐδέοντο. ἰδὼν οὖν Ἀλέξανδρος πλείστους ἀγαθοῦ βίου προσχήματι σεμνοὺς καὶ πιθανότητι λόγου δεινοὺς συλλαμβανομένους τοῖς ἀμφὶ τὸν Ἄρειον, καὶ μάλιστα Εὐσέβιον τὸν τότε προεστῶτα τῆς Νικομηδέων ἐκκλησίας, ἄνδρα ἐλλόγιμον καὶ ἐν τοῖς βασιλείοις τετιμημένον, ἔγραψε τοῖς πανταχῇ ἐπισκόποις μὴ κοινωνεῖν αὐτοῖς. ἐκ τούτου δὲ ἔτι μᾶλλον ἐπὶ ἑκάτερα ἐξεκαίετο ἡ σπουδὴ καὶ μείζων, οἷα φιλεῖ, ἀνεκινήθη ἔρις. ἐπεὶ γὰρ πολλάκις δεηθέντες Ἀλεξάνδρου οἱ ἀμφὶ τὸν Εὐσέβιον οὐκ ἔπεισαν, ὡς ὑβρισμένοι ἐχαλέπαινον καὶ προθυμότεροι ἐγένοντο κρατῦναι τὸ Ἀρείου δόγμα.

Caput XIII

καὶ σύνοδον ἐν Βιθυνίᾳ συγκροτήσαντες γράφουσι τοῖς ἁπανταχῇ ἐπισκόποις ὡς ὀρθῶς δοξάζουσι κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἄρειον, παρασκευάσαι δὲ καὶ Ἀλέξανδρον κοινωνεῖν αὐτοῖς. ὡς δὲ οὐδὲν ἧττον παρὰ γνώμην αὐτοῖς ἐχώρει ἡ σπουδὴ Ἀλεξάνδρου μὴ εἴκοντος, πρεςβεύεται ὁ Ἄρειος πρὸς Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Εὐσέβιον τὸν Παμφίλου, ἐπιτροπεύοντα τὴν ἐκκλησίαν τῆς ἐν Παλαιστίνῃ Καισαρείας, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, καὶ ἐξαιτεῖ ἅμα τοῖς ἀμφ’ αὐτὸν ἐπιτραπῆναι ἐκκλησιάζειν τὸν μετ’ αὐτοῦ λαόν, ὡς πρότερον τὴν τῶν πρεσβυτέρων τάξιν ἐπέχοντας. εἶναι γὰρ ἔθος ἐν Ἀλεξανδρείᾳ (καθάπερ καὶ νῦν) ἑνὸς ὄντος τοῦ κατὰ πάντων ἐπισκόπου τοὺς πρεσβυτέρους ἰδίᾳ τὰς ἐκκλησίας κατέχειν καὶ τὸν ἐν αὐταῖς λαὸν συνάγειν. οἱ δὲ ἅμα καὶ ἄλλοις ἐπισκόποις ἐν Παλαιστίνῃ συνελθόντες ἐπεψηφίσαντο τῇ Ἀρείου αἰτήσει, παρακελευσάμενοι συνάγειν μὲν αὐτοὺς ὡς πρότερον, ὑποτετάχθαι δὲ Ἀλεξάνδρῳ καὶ ἀντιβολεῖν ἀεὶ τῆς πρὸς αὐτὸν εἰρήνης καὶ κοινωνίας μετέχειν.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:909Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ συνόδων περὶ τούτου πολλῶν γενομένων ἤκμαζεν ἡ ἔρις, ὡς μέχρι τῶν βασιλείων ἐλθεῖν, οὐ μετρίως ἐδυσφόρει Κωνσταντῖνος ὁ βασιλεύς, καθότι προσφάτως τῆς θρησκείας αὔξειν ἀρχομένης πολλοὺς χριστιανίζειν ἀπέτρεπεν ἡ διαφωνία τῶν δογμάτων. καὶ τούτου χάριν δῆλος ἦν ἐν αἰτίᾳ ποιούμενος Ἄρειόν τε καὶ Ἀλέξανδρον. καὶ γράψας αὐτοῖς ἐνεκάλει, ὡς δυναμένην λαθεῖν εἰς τὸ φανερὸν ἐξήγαγον ταύτην τὴν ζήτησιν καὶ τῇ ἄγαν πρὸς τὸ ἐναντίον σπουδῇ φιλονίκως ἀνεκίνησαν, ἃ μήτε ζητεῖν τὴν ἀρχὴν ἔδει μήτε ἐνθυμεῖσθαι καὶ ἐνθυμηθέντας σιωπῇ παραδοῦναι, ἐξὸν ἀλλήλων μὴ χωρίζεσθαι, εἰ καὶ περί τι μέρος τοῦ δόγματος διαφέρονται. περὶ μὲν γὰρ τῆς θείας προνοίας μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχειν ἀναγκαῖον· τὰς δὲ περὶ τῶν τοιούτων ζητήσεων ἀκριβολογίας, κἂν μὴ πρὸς μίαν συμφέρωνται γνώμην, προσήκειν ἐν ἀπορρήτῳ κατὰ διάνοιαν ἔχειν. ἀφεμένους τε τῆς περὶ ταῦτα λέσχης ἐκέλευσεν ὁμονοεῖν· ἄχθεσθαι γὰρ οὐ μετρίως, καὶ διὰ τοῦτο σπουδάζοντα τὰς ἐπὶ τῆς ἕω πόλεις ἰδεῖν ἐπισχεῖν. Ἀλεξάνδρῳ μὲν οὖν καὶ Ἀρείῳ πῇ μὲν μεμφόμενος πῇ δὲ συμβουλεύων τοιάδε ἔγραψε.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
χαλεπῶς δὲ ἔφερε πυνθανόμενός τινας ἐναντίως πᾶσι τὴν τοῦ πάσχα ἄγειν ἑορτήν. τηνικαῦτα γὰρ ἐν ταῖς πρὸς ἕω πόλεσι διαφερόμενοί τινες περὶ τοῦτο τῆς μὲν πρὸς ἀλλήλους οὐκ ἀπείχοντο κοινωνίας, Ἰουδαϊκώτερον δὲ τὴν ἑορτὴν ἦγον, καὶ ὡς εἰκὸς τῇ περὶ τούτου διχονοίᾳ τὴν λαμπρότητα τῆς πανηγύρεως ἔβλαπτον. κατ’ ἀμφότερα τοίνυν ἀστασίαστον εἶναι τὴν ἐκκλησίαν ἐσπούδαζε· νομίσας τε δύνασθαι προκαταλαβεῖν τὸ κακόν, πρὶν εἰς πλείους χωρῆσαι, πέμπει ἄνδρα τῶν ἀμφ’ αὐτὸν πίστει καὶ βίῳ ἐπίσημον καὶ ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις ἐν τοῖς ἔμπροσθεν χρόνοις εὐδοκιμηκότα, διαλλάξοντα τοὺς ἐν Αἰγύπτῳ διὰ τὸ δόγμα στασιάζοντας καὶ τοὺς πρὸς ἕω περὶ τὴν ἑορτὴν διαφερομένους· ἦν δὲ οὗτος Ὅσιος ὁ Κουρδούβης ἐπίσκοπος. Ἐπεὶ δὲ παρ’ ἐλπίδας ἐχώρει τὸ πρᾶγμα καὶ κρείττων ἦν διαλλαγῶν ἡ ἔρις, ἄπρακτός τε ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος, συνεκάλεσε σύνοδον εἰς Νίκαιαν τῆς Βιθυνίας καὶ πανταχῇ τοῖς προεστῶσι τῶν ἐκκλησιῶν ἔγραψεν εἰς ῥητὴν ἡμέραν παρεῖναι.

Caput XXI

PG 67:911ἐκοινώνουν δὲ τούτου τοῦ συλλόγου τῶν μὲν ἀποστολικῶν θρόνων Μακάριος ὁ Ἱεροσολύμων καὶ Εὐστάθιος ἤδη τὴν Ἀντιοχείας τῆς πρὸς τῷ Ὀρόντῃ ἐκκλησίαν ἐπιτραπεὶς καὶ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας τῆς παρὰ τὴν Μαρίαν λίμνην. Ἰούλιος δὲ ὁ Ῥωμαίων ἐπίσκοπος διὰ γῆρας ἀπελιμπάνετο· παρῆσαν δὲ ἀντ’ αὐτοῦ Βίτων καὶ Βικέντιος πρεσβύτεροι τῆς αὐτῆς ἐκκλησίας. ἐπὶ τούτοις δὲ καὶ ἄλλοι πλεῖστοι καλοὶ καὶ ἀγαθοὶ ἐκ διαφόρων ἐθνῶν συνῆλθον, οἱ μὲν νοεῖν καὶ λέγειν ἱκανοὶ εἰδήσει τε τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης παιδεύσεως ἐπίσημοι ἢ ἀρετῇ βίου διαπρέποντες, οἱ δὲ κατ’ ἀμφότερον εὐδοκιμοῦντες. ἦσαν δὲ ἐπίσκοποι ὑπὲρ ἀμφὶ τριακόσιοι εἴκοσι· πρεσβυτέρων τε καὶ διακόνων ὡς εἰκὸς ἑπομένων οὐκ ἦν ὀλίγον πλῆθος. συμπαρῆσαν δὲ αὐτοῖς ἄνδρες διαλέξεως ἔμπειροι ἐκείνοις βοηθεῖν λόγοις σπουδάζοντες. Οἷα δὲ φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἱερέων, ὡς ὑπὲρ ἰδίων πραγμάτων ἀγωνίσασθαι συνελθόντες, καιρὸν ἔχειν ἐνόμισαν τῆς τῶν λυπούντων διορθώσεως· καὶ περὶ ὧν ἕκαστος τὸν ἄλλον ἐμέμφετο, βιβλίον ἐπιδοὺς βασιλεῖ τὰ εἰς αὐτὸν ἡμαρτημένα προσήγγελλεν.
PG 67:913ἐπεὶ δὲ ἐφ’ ἑκάστης εὐχερῶς τοῦτο συνέβαινε, προσέταξεν ὁ βασιλεὺς εἰς ῥητὴν ἡμέραν ἕκαστον περὶ ὧν ἐνεκάλει δῆλον ποιεῖν. ἀφικομένης δὲ τῆς προθεσμίας τὰ ἐπιδοθέντα βιβλία δεξάμενος «αὗται μέν», ἔφη, «αἱ κατηγορίαι καιρὸν οἰκεῖον ἔχουσι τὴν ἡμέραν τῆς μεγάλης κρίσεως, δικαστὴν δὲ τὸν μέλλοντα πᾶσι τότε κρίνειν· ἐμοὶ δὲ οὐ θεμιτὸν ἀνθρώπῳ ὄντι τοιαύτην εἰς ἑαυτὸν ἕλκειν ἀκρόασιν, ἱερέων κατηγορούντων καὶ κατηγορουμένων, οὓς ἥκιστα χρὴ τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παρ’ ἑτέρου κρίνεσθαι. ἄγε οὖν μιμησάμενοι τὴν θείαν φιλανθρωπίαν ἐν τῇ πρὸς ἀλλήλους συγγνώμῃ ἀπαλειφθέντων τῶν κατηγορουμένων σπεισώμεθα καὶ τὰ περὶ τῆς πίστεως σπουδάσωμεν, οὗ ἕνεκεν δεῦρο συνεληλύθαμεν.« ταῦτα εἰπὼν ὁ βασιλεὺς τὴν ἑκάστου γραφὴν ἀργεῖν καὶ τὰ βιβλία καυθῆναι προσέταξε· καὶ ἡμέραν ὥρισε, καθ’ ἣν ἐχρῆν λῦσαι τὰ ἀμφισβητούμενα. Πρὸ δὲ τῆς προθεσμίας συνιόντες καθ’ ἑαυτοὺς οἱ ἐπίσκοποι μετεκαλοῦντο τὸν Ἄρειον· καὶ προτιθεμένων εἰς τὸ κοινὸν ὧν ἐδόξαζον διελέγοντο.

Caput XXV

οἷα δὲ εἰκὸς εἰς διαφόρους ζητήσεις περιισταμένης τῆς διασκέψεως, οἱ μὲν μηδὲν νεωτερίζειν περὶ τὴν ἀρχῆθεν παραδοθεῖσαν πίστιν συνεβούλευον, καὶ μάλιστα οἷς τὸ τῶν τρόπων ἁπλοῦν ἀπεριέργως εἰσηγεῖτο προσίεσθαι τὴν εἰς τὸ θεῖον πίστιν· οἱ δὲ ἰσχυρίζοντο μὴ χρῆναι ἀβασανίστως ταῖς παλαιοτέραις δόξαις ἕπεσθαι. Πολλοὶ δὲ τῶν τότε συνεληλυθότων ἐπισκόπων καὶ τῶν ἑπομένων αὐτοῖς κληρικῶν, δεινοὶ διαλέγεσθαι καὶ τὰς τοιαύτας μεθόδους τῶν λόγων ἠσκημένοι, διέπρεψαν καὶ βασιλεῖ γνώριμοι καὶ τοῖς ἀμφ’ αὐτὸν ἐγένοντο. ἐξ ἐκείνου δὲ καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἔτι τότε διάκονος Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ συνὼν πλεῖστον ἔδοξεν εἶναι μέρος τῆς περὶ ταῦτα βουλῆς. Οὐ μὴν ἀλλὰ καί τινες τῶν παρ’ Ἕλλησι φιλοσόφων ἐπίτηδες τουτωνὶ τῶν διαλέξεων μετέσχον, οἱ μὲν ὅ τι ποτέ ἐστι τὸ δόγμα μανθάνειν σπουδάζοντες· οἱ δὲ προσφάτως ἀπόλλυσθαι τῆς Ἑλληνικῆς θρησκείας ἀρχομένης ἀπεχθανόμενοι τοῖς Χριστιανοῖς τὴν περὶ τοῦ δόγματος ζήτησιν εἰς ἔριδας λόγων ἐνέβαλλον, ὥστε πρὸς ἑαυτὸ στασιάζειν καὶ ἐναντίον δοκεῖν.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XXVII

PG 67:915λέγεται οὖν, ὥς τινος αὐτῶν ὑπὸ φιλοτιμίας λόγων κομπάζοντος καὶ τοῖς ἱερεῦσιν ἐπιτωθάζοντος οὐκ ἤνεγκε τὸν τῦφον γέρων ἁπλοῦς τις τῶν ἐν ὁμολογίαις εὐδοκιμησάντων· τοιούτων δὲ σκινδαλμῶν καὶ τερθρείας ἄμοιρος ὢν τὸν πρὸς αὐτὸν ἀνεδέξατο λόγον. ἐπὶ τούτῳ δὲ τοῖς μὲν προπετέσι τῶν εἰδότων τὸν ὁμολογητὴν γέλωτα ἐκίνησε τὸ πρᾶγμα, τοῖς δὲ ἐπιεικέσι δέος, προορωμένοις μὴ παρὰ ἀνδρὶ τεχνίτῃ λόγων γελοῖος φανείη. ὅμως δ’ οὖν συγχωρησάντων λέγειν ἃ βούλεται (ἀντιτείνειν γὰρ αὐτῷ τοιούτῳ ὄντι ἐπὶ πολὺ ᾐδοῦντο) «ἐν ὀνόματι», ἔφη, «Ἰησοῦ Χριστοῦ, φιλόσοφε ἄκουσον. εἷς ἐστι θεός, οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργός, ὁ πάντα ταῦτα τῇ δυνάμει τοῦ λόγου αὐτοῦ ποιήσας καὶ τῇ ἁγιωσύνῃ τοῦ πνεύματος αὐτοῦ στηρίξας. οὗτος οὖν ὁ λόγος», φησίν, «ὃν ἡμεῖς υἱὸν θεοῦ προσαγορεύομεν, ἐλεήσας τοὺς ἀνθρώπους τῆς πλάνης καὶ τῆς θηριώδους πολιτείας εἵλετο ἐκ γυναικὸς τεχθῆναι καὶ τοῖς ἀνθρώποις συνομιλῆσαι καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν· ἥξει δὲ πάλιν κριτὴς τῶν ἑκάστῳ βεβιωμένων. ταῦτα οὕτως ἔχειν ἀπεριέργως πιστεύομεν.
μὴ τοίνυν μάτην πόνει τῶν πίστει κατορθουμένων ἐλέγχους ἐπιζητῶν καὶ τρόπον, ᾧ γενέσθαι ταῦτα ἢ μὴ γενέσθαι ἐνεδέχετο. ἀλλ’ εἰ πιστεύεις, ἐρομένῳ μοι ἀποκρίνου.« πρὸς ταῦτα καταπλαγεὶς ὁ φιλόσοφος «πιστεύω» φησί. καὶ τῆς ἥττης χάριν ὁμολογήσας τὰ αὐτὰ τῷ πρεσβύτῃ ἐδόξαζε καὶ τοῖς πρότερον ὁμοίως διακειμένοις ὁμοφρονεῖν συνεβούλευεν, οὐκ ἀθεεὶ μετατεθεῖσθαι ἐπομνύμενος, ἀλλ’ ἀφράστῳ τινὶ δυνάμει χριστιανίσαι προτραπείς. Λέγεται δὲ τῷ εἰρημένῳ παραπλήσιον γενέσθαι θαῦμα δι’ Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. ἡνίκα γὰρ παρεγένετο Κωνσταντῖνος εἰς τὸ Βυζάντιον, προσελθόντες αὐτῷ φιλόσοφοί τινες ἐμέμφοντο ὡς οὐ δεόντως θρησκεύοι καὶ περὶ τὰ θεῖα νεωτερίζοι καινὸν εἰσάγων σέβας τῇ πολιτείᾳ παρὰ τὰ νενομισμένα τοῖς αὐτοῦ προγόνοις καὶ πᾶσιν, ὅσους Ἑλλήνων τε καὶ Ῥωμαίων ἡγεμόνας ὁ παρελθὼν αἰὼν ἤνεγκε· καὶ ἐζήτουν διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τοῦ δόγματος. ὁ δὲ καίπερ ὢν τοιαύτης γυμνασίας λόγων ἀτριβής, ἴσως δὲ τῷ βίῳ πεποιθώς (ἐγένετο γὰρ καλὸς καὶ ἀγαθός) ὑπέστη τὸν ἀγῶνα τοῦ βασιλέως προστάξαντος.

Caput XXX

PG 67:917συνελθόντων δὲ τῶν φιλοσόφων, ἐπειδὴ πάντες διαλέγεσθαι ἠβούλοντο, ἕνα αὐτοὺς αἱρεῖσθαι ὃν θέλουσιν ἠξίου, τοὺς δὲ ἄλλους παρόντας ἡσυχίαν ἄγειν. ἀναδεξαμένου δὲ ἑνὸς τὸν λόγον «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ», ἔφη πρὸς αὐτὸν Ἀλέξανδρος, «ἐπιτάττω σοι μὴ λαλεῖν.« ἅμα δὲ τῷ λόγῳ καὶ ὁ ἄνθρωπος αὐτίκα τὸ στόμα πεδηθεὶς ἐσιώπα. ἆρ’ οὖν δίκαιον ἀναλογίσασθαι, πότερον μεῖζον ἐν παραδόξοις ἄνθρωπον, καὶ ταῦτα φιλόσοφον, οὕτω ῥᾳδίως ἀφελέσθαι τοῦ λόγου ἢ λίθον βίᾳ λόγου τῇ χειρὶ διελεῖν, ὃ πρός τινων ἐπὶ Ἰουλιανῷ τῷ καλουμένῳ Χαλδαίῳ κεκομπολογῆσθαι ἀκήκοα; καὶ τὰ μὲν ὧδε ἐπυθόμην. Οἱ δὲ ἐπίσκοποι συνεχῶς συνιόντες τὸν Ἄρειον εἰς μέσον παρῆγον καὶ ἀκριβῆ βάσανον ἐποιοῦντο τῶν αὐτοῦ προτάσεων, προπετῶς δὲ ἐπὶ θάτερα τὴν ψῆφον ἄγειν ἐφυλάττοντο. ἐπεὶ δὲ ἡ κυρία παρῆν, καθ’ ἣν ὥριστο τεμεῖν τὰ ἀμφίβολα, συνῆλθον εἰς τὰ βασίλεια, καθότι καὶ τῷ κρατοῦντι δέδοκτο κοινωνῆσαι αὐτοῖς τῆς βουλῆς. ἐπεὶ δὲ εἰς ταὐτὸ παρεγένετο τοῖς ἱερεῦσι, διαβὰς πρὸς τὴν ἀρχὴν τοῦ συλλόγου ἐπὶ θρόνου τινὸς ἐκάθισεν, ὅσπερ αὐτῷ κατεσκεύαστο· καὶ ἡ σύνοδος καθῆσθαι ἐκελεύσθη.

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XXXV

παρεσκεύαστο γὰρ ἑκατέρωθεν βάθρα πολλὰ παρεκτεινόμενα τοῖς τοίχοις τοῦ βασιλείου οἴκου· μέγιστος δὲ ἦν οὗτος καὶ τοὺς ἄλλους ὑπερφέρων. καθεζομένων δὲ αὐτῶν ἀναστὰς Εὐσέβιος ὁ Παμφίλου λόγον τινὰ τῷ βασιλεῖ προσεφώνησε καὶ δι’ αὐτὸν τῷ θεῷ χαριστήριον ὕμνον. παυσαμένου δὲ αὐτοῦ καὶ σιγῆς γενομένης «πάντων μὲν ἕνεκεν», ἔφη ὁ βασιλεύς, «τῷ θεῷ τὴν χάριν ἔχω, οὐχ ἥκιστα δὲ τὸν ὑμέτερον σύλλογον ὁρῶν, ὦ φίλοι. καί μοι κρεῖττον εὐχῆς ἀπέβη τοσούτους ἱερέας Χριστοῦ εἰς ταὐτὸν ἀγαγεῖν. βουλοίμην δ’ ἂν ὁμόφρονας ὑμᾶς θεάσασθαι καὶ συμφώνου γνώμης κοινωνούς, ἐπεὶ παντὸς κακοῦ χαλεπώτερον ἡγοῦμαι τὴν ἐκκλησίαν τοῦ θεοῦ στασιάζειν. ὅτε οὖν ἠγγέλθη ὧν οὐκ ὤφελον ἀκοῦσαι, σφόδρα τὴν ψυχὴν ἠνιάθην, διχονοεῖν ὑμᾶς πυθόμενος, οὓς ἥκιστα προσῆκε θεοῦ λειτουργοὺς ὄντας καὶ βραβευτὰς εἰρήνης. καὶ διὰ τοῦτο τὴν ἱερὰν ὑμῶν συνεκρότησα σύνοδον· βασιλεύς τε ὢν καὶ συνθεράπων ὑμέτερος χάριν αἰτῶ λαβεῖν ἀρεστὴν θεῷ τῷ κοινῷ δεσπότῃ ἐμοί τε λαβεῖν καὶ ὑμῖν δοῦναι πρέπουσαν.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:919ἡ δέ ἐστι προενεγκεῖν εἰς μέσον τὰ αἴτια τῆς ἀμφισβητήσεως καὶ ὁμόφρον καὶ εἰρηναῖον αὐτοῖς ἐπιθεῖναι τέλος, ὥστε με σὺν ὑμῖν τοῦτο τὸ τρόπαιον ἀναστῆσαι κατὰ τοῦ φθονεροῦ δαίμονος, ὃς τῶν ἀλλοφύλων καὶ τυράννων ἐκποδὼν γενομένων ταυτηνὶ τὴν ἐμφύλιον στάσιν ἤγειρε, νεμεσήσας τοῖς ἡμετέροις ἀγαθοῖς.« τοιαῦτα τῇ Ῥωμαίων φωνῇ τοῦ βασιλέως εἰπόντος παρεστώς τις ἡρμήνευεν. Ἐκ τούτου δὲ ἡ περὶ τοῦ δόγματος διάλεξις ἐκινήθη τοῖς ἱερεῦσι. σχολῇ δὲ καὶ μάλα ἀνεξικάκως ἠκροᾶτο ὁ βασιλεὺς τῶν ἑκατέρωθεν λόγων· καὶ τοῖς μὲν εὖ λέγουσιν ἐτίθετο, τοὺς δὲ φιλονικοῦντας μετετίθει τῆς ἔριδος, πράως ἑκάστῳ διαλεγόμενος, ὡς ἀκούειν ἠπίστατο, καθότι οὐδὲ τῆς Ἑλλήνων γλώττης ἀπείρως εἶχε. τὸ δὴ τελευταῖον συνέβησαν ἀλλήλοις πάντες οἱ ἱερεῖς καὶ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐψηφίσαντο. μόνοι δὲ τὰ μὲν πρῶτα δέκα καὶ ἑπτὰ λέγονται τὴν Ἀρείου δόξαν ἐπαινέσαι, παραχρῆμα δὲ καὶ τούτων οἱ πλείους πρὸς τὸ κοινῇ δόξαν μετέθεντο. ταύτῃ δὲ τῇ γνώμῃ καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο συμβαλὼν θειόθεν αὐτὴν δεδοκιμάσθαι τὴν συμφωνίαν τοῦ συλλόγου.

Caput XXXVI

PG 67:921ὑπερορίῳ τε φυγῇ ζημιωθήσεσθαι προηγόρευσε τὸν ἐναντίον τῶν δεδογμένων ἐρχόμενον, ὡς διαφθείροντα τοὺς θείους ὅρους. Ἵνα δὲ καὶ εἰς τὸν ἑξῆς χρόνον βέβαιον καὶ δῆλον τοῖς ἐσομένοις ὑπάρχῃ τὸ σύμβολον τῆς τότε συναρεσάσης πίστεως, ἀναγκαῖον ᾠήθην εἰς ἀπόδειξιν τῆς ἀληθείας αὐτὴν τὴν περὶ τούτων γραφὴν παραθέσθαι· εὐσεβῶν δὲ φίλων καὶ τὰ τοιαῦτα ἐπιστημόνων οἷα δὴ μύσταις καὶ μυσταγωγοῖς μόνοις δέον τάδε λέγειν καὶ ἀκούειν ὑφηγουμένων ἐπῄνεσα τὴν βουλήν (οὐ γὰρ ἀπεικὸς καὶ τῶν ἀμυήτων τινὰς τῇδε τῇ βίβλῳ ἐντυχεῖν), ὡς ἔνι δὴ τῶν ἀπορρήτων ἃ χρὴ σιωπᾶν ἀποκρυψάμενος· ὡς [δὲ] μὴ πάμπαν ἀγνοεῖν τὰ δόξαντα τῇ συνόδῳ, ἰστέον [δὲ] ὅτι τὸν μὲν υἱὸν ὁμοούσιον εἶναι τῷ πατρὶ ἀπεφήναντο· τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο» ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοιωτόν, ἀπεκήρυξαν καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο. ταύτην δὲ τὴν γραφὴν ἐπῄνεσαν Εὐσέβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Σεκοῦνδος ὁ Πτολεμαί̈δος τῆς Λιβύης.

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν ἐπισχὼν ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν. ἡ δὲ σύνοδος ἀπεκήρυξεν Ἄρειον καὶ τοὺς ὁμοίως αὐτῷ φρονοῦντας· Ἀλεξανδρείας τε μὴ ἐπιβαίνειν αὐτὸν ἐψηφίσαντο. οὐ μὴν ἀλλὰ καὶ τὰς λέξεις τῆς αὐτοῦ δόξης ἀπεκήρυξαν καὶ τὸ βιβλίον ὃ περὶ ταύτης συντάξας Θαλίαν ἐπέγραψε. τούτου δὲ τοῦ συντάγματος, ὡς ἐπυθόμην (οὐ γὰρ ἐνέτυχον), διαλελυμένος τίς ἐστιν ὁ χαρακτήρ, ὡς ἐμφερὴς εἶναι τῇ χαυνότητι τοῖς Σωτάδου ᾄσμασιν. ἰστέον μέντοι ὡς τῇ Ἀρείου καθαιρέσει οὔτε ἔθεντο οὔτε ὑπέγραψαν Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαεύς, καίπερ τῇ γραφῇ τῆς πίστεως συναινέσαντες. ὁ δὲ βασιλεὺς Ἄρειον μὲν ὑπερορίῳ φυγῇ ἐζημίωσε· καὶ τοῖς πανταχῇ ἐπισκόποις καὶ λαοῖς νομοθετῶν ἔγραψεν ἀσεβεῖς ἡγεῖσθαι αὐτόν τε καὶ τοὺς αὐτοῦ ὁμόφρονας καὶ πυρὶ παραδιδόναι, εἴ τι αὐτῶν εὑρίσκοιτο σύγγραμμα, ὥστε μήτε αὐτοῦ μήτε τοῦ δόγματος, οὗ εἰσηγήσατο, ὑπόμνημα φέρεσθαι. εἰ δέ τις φωραθείη κρύπτων καὶ μὴ παραχρῆμα καταμηνύσας ἐμπρήσῃ, θάνατον εἶναι τὴν ζημίαν καὶ τιμωρίαν εἰς κεφαλήν. καὶ ἄλλας δὲ κατὰ πόλιν ἐπιστολὰς διεπέμψατο κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ.

Caput XXXVIII

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:923Εὐσέβιον δὲ καὶ Θεόγνιον φεύγειν προσέταξεν ἃς ἐπεσκόπουν πόλεις· τῇ δὲ Νικομηδέων ἐκκλησίᾳ ἔγραψεν ἔχεσθαι τῆς πίστεως ἣν ἡ σύνοδος παρέδωκεν, ὀρθοδόξους δὲ προβάλλεσθαι ἐπισκόπους καὶ τούτοις πείθεσθαι, τῶν δὲ λήθῃ παραδοῦναι τὴν μνήμην· τοὺς δὲ ἐπαινεῖν ἢ τὰ αὐτῶν φρονεῖν ἐπιχειροῦντας ἠπείλησε τιμωρεῖσθαι. ἐν τούτοις δὲ τοῖς γράμμασι καὶ ἄλλως ἀπεχθάνεσθαι πρὸς Εὐσέβιον ἐδήλου ὡς πρότερον ἤδη τὰ τοῦ τυράννου φρονήσαντα καὶ αὐτῷ ἐπιβουλεύσαντα. κατὰ ταῦτα μὲν οὖν τὰ βασιλέως γράμματα ἀφῃρέθησαν ὧν εἶχον ἐκκλησιῶν Εὐσέβιός τε καὶ Θεόγνιος. παραλαμβάνει δὲ τὴν Νικομηδέων Ἀμφίων, Χρῆστος δὲ τὴν Νικαίας. παυσαμένης δὲ τῆς ἐπὶ τῷ δόγματι ζητήσεως ἔδοξε τῇ συνόδῳ καὶ τὴν πασχαλίαν ἑορτὴν ἅπαντας κατὰ τὸν αὐτὸν ἐπιτελεῖν καιρόν. Λέγεται δὲ τὸν βασιλέα τῆς πάντων Χριστιανῶν ὁμονοίας προνοοῦντα καὶ Ἀκέσιον, ὃς ἐπίσκοπος ἦν τῆς Ναυατιανῶν ἐκκλησίας, ἐπὶ τὴν σύνοδον καλέσαι καὶ τὸν περὶ τῆς πίστεως καὶ τῆς ἑορτῆς ἐπιδεῖξαι ὅρον ἤδη [δὲ] βεβαιωθέντα ταῖς τῶν ἐπισκόπων ὑπογραφαῖς, πυθέσθαι τε εἰ καὶ αὐτὸς τούτοις συναινεῖ·

Caput XXXIX

τὸν δὲ φάναι μηδὲν ὡρίσθαι καινόν, καὶ ἐπαινέσαι τὸ τῇ συνόδῳ δόξαν· οὕτω γὰρ καὶ αὐτὸν ἐξ ἀρχῆς παρειληφέναι πιστεύειν τε καὶ ἑορτάζειν. «τί οὖν», ἔφη ὁ βασιλεύς, «ὁμοίως φρονῶν χωρίζῃ τῆς κοινωνίας;« τοῦ δὲ προφέροντος τὴν ἐπὶ Δεκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφοράν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί (θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν) ὑπολαβὼν ὁ βασιλεὺς εἶπεν· «ὦ Ἀκέσιε, κλίμακα θὲς καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι.« ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς Ἀκέσιον οὐκ ἐπαινοῦντα, ἀλλ’ ὅτι ἄνθρωποι ὄντες ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν. Ἡ δὲ σύνοδος ἐπανορθῶσαι τὸν βίον σπουδάζουσα τῶν περὶ τὰς ἐκκλησίας διατριβόντων ἔθετο νόμους οὓς κανόνας ὀνομάζουσιν. ἐν δὲ τῷ περὶ τούτου βουλεύεσθαι τοῖς μὲν ἄλλοις ἐδόκει νόμον ἐπεισάγειν ἐπισκόπους καὶ πρεσβυτέρους διακόνους τε καὶ ὑποδιακόνους μὴ συγκαθεύδειν ταῖς γαμεταῖς, ἃς πρὶν ἱερᾶσθαι ἠγάγοντο.

Caput III

PG 67:925ἀναστὰς δὲ ἐν μέσῳ Παφνούτιος ὁ ὁμολογητὴς ἀντεῖπε τίμιόν τε τὸν γάμον ἀποκαλῶν σωφροσύνην τε τὴν πρὸς τὰς ἰδίας γαμετὰς συνουσίαν· συνεβούλευσέν τε τῇ συνόδῳ μὴ τοιοῦτον θέσθαι νόμον· χαλεπὸν γὰρ εἶναι τὸ πρᾶγμα φέρειν· ἴσως δὲ καὶ αὐτοῖς καὶ ταῖς τούτων γαμεταῖς τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται· κατὰ δὲ τὴν ἀρχαίαν τῆς ἐκκλησίας παράδοσιν τοὺς μὲν ἀγάμους τοῦ ἱερατικοῦ τάγματος κοινωνήσαντας μηκέτι γαμεῖν, τοὺς δὲ μετὰ γάμον ὧν ἔχουσι γαμετῶν μὴ χωρίζεσθαι. καὶ ταῦτα μὲν ὁ Παφνούτιος, καίπερ ἄπειρος ὢν γάμου, εἰσηγήσατο. ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν, ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο. περὶ δὲ τῶν ἄλλων, ᾗπερ αὐτῇ καλῶς ἔχειν ἐδόκει, νόμους ἀνεγράψατο, καθ’ οὓς πολιτεύεσθαι προσήκει τὰ τῆς ἐκκλησίας πράγματα. ἀλλὰ τούτοις μέν, εἴ τῳ φίλον, ῥᾴδιον ἐντυχεῖν παρὰ πολλοῖς φερομένοις. Ἐξετασθέντων δὲ καὶ τῶν κατὰ Μελίτιον ἀνὰ τὴν Αἴγυπτον συμβάντων κατεδίκασεν αὐτὸν ἡ σύνοδος ἐν τῇ Λυκῷ διατρίβειν ψιλὸν ὄνομα ἐπισκοπῆς ἔχοντα, τοῦ δὲ λοιποῦ μήτε ἐν πόλει μήτε ἐν κώμῃ χειροτονεῖν·

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput VIII

τοὺς δὲ ἤδη παρ’ αὐτοῦ καταστάντας κοινωνεῖν καὶ λειτουργεῖν, δευτερεύειν δὲ ταῖς τιμαῖς τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ καὶ παροικίᾳ κληρικῶν. ἐπαναβαίνειν δὲ ταῖς τάξεσι τῶν προτελευτώντων, εἰ ψήφῳ τοῦ πλήθους ἄξιοι φανεῖεν, ἐπιχειροτονοῦντος τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων ἐκκλησίας· μὴ ἐξεῖναι δὲ αὐτοῖς ἐπιλέγεσθαι κατὰ γνώμην ἰδίαν οὓς ἂν ἐθέλωσιν. ἐφάνη δὲ τοῦτο τῇ συνόδῳ δίκαιον, λογιζομένῃ τὸ προπετὲς καὶ ἕτοιμον εἰς χειροτονίαν Μελιτίου καὶ τῶν τὰ αὐτὰ φρονούντων, ὥστε καὶ Πέτρου τοῦ μαρτυρήσαντος, ἡνίκα ἡγεῖτο τῆς Ἀλεξανδρέων ἐκκλησίας, φεύγοντος διὰ τὸν τότε διωγμόν, τὰς διαφερούσας αὐτῷ χειροτονίας ὑφήρπασε. Τούτων ὧδε δοξάντων τῇ συνόδῳ ξυνηνέχθη κατὰ ταὐτὸν ἑορτὴν εἶναι εἰκοσαετηρίδα τῆς Κωνσταντίνου βασιλείας. ἔθος δὲ Ῥωμαίοις δημοτελῆ πανήγυριν ἄγειν καθ’ ἑκάστην δεκαετίαν τῆς τοῦ κρατοῦντος ἀρχῆς. εὔκαιρον οὖν εἶναι νομίσας ὁ βασιλεὺς προετρέψατο τότε τὴν σύνοδον εἰς ἑστίασιν καὶ τοῖς προσήκουσι δώροις ἐτίμησεν.

Caput X

Chapter XXIV · Chapter XXVCaput XXIV · Caput XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XIII

PG 67:927ἐπεὶ δὲ οἴκαδε ἐπανιέναι παρεσκευάσαντο, συγκαλέσας ἅπαντας συνεβούλευσεν ὁμονοεῖν περὶ τὴν πίστιν καὶ τῆς πρὸς σφᾶς αὐτοὺς εἰρήνης ἔχεσθαι, ὡς ἂν ἀστασίαστοι τοῦ λοιποῦ διαμένοιεν. καὶ πολὺν περὶ τούτου λόγον διεξελθὼν τὸ τελευταῖον ἐκέλευεν ὑπὲρ ἑαυτοῦ καὶ παίδων καὶ βασιλείας εὔχεσθαι σπουδαίως καὶ τὸν θεὸν ἱκετεύειν ἑκάστοτε. καὶ πρὸς μὲν τοὺς τότε ἀφικομένους εἰς Νίκαιαν τοιαῦτα εἰπὼν συνετάξατο. δῆλα δὲ ποιῶν καὶ τοῖς μὴ παροῦσι τὰ ἐν τῇ συνόδῳ κατωρθωμένα, γράμματα πέπομφε ταῖς κατὰ πόλιν ἐκκλησίαις, τῇ δὲ Ἀλεξανδρέων ἰδίᾳ ἕτερα παρὰ ταῦτα, προτρέπων πάσης ἀφεμένους διχονοίας ὁμονοῆσαι περὶ τὴν ἐκτεθεῖσαν παρὰ τῆς συνόδου πίστιν· μηδὲν γὰρ ἕτερον εἶναι ταύτην ἢ θεοῦ γνώμην ἐκ συμφωνίας τηλικούτων καὶ τοσούτων ἱερέων ἁγίῳ πνεύματι συστᾶσαν μετά [τε] ζήτησιν ἀκριβῆ καὶ βάσανον πάντων τῶν ἀμφιβόλων δοκιμασθεῖσαν. ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ Τὰ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε, καὶ τῶν ἱερέων ἕκαστος οἴκαδε ἐπανῆλθον. ὁ δὲ βασιλεὺς ὑπερφυῶς ἔχαιρε συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν·

Caput XVI

χαριστήριά τε ἀνατιθεὶς τῷ θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ θεῷ κατασκευάσαι ἐν Ἱεροσολύμοις ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς Ἱεροσόλυμα εὔξασθαί τε καὶ τοὺς ἐνθάδε ἱεροὺς ἱστορῆσαι τόπους. εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν. ἦν δὲ οὔτε τούτου οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες Ἕλληνες ἔτι φύεσθαι ἀρχομένην τὴν θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν·

Caput XVII

PG 67:929καὶ Ἀφροδίτης ναὸν κατεσκεύασαν καὶ ζῴδιον ἱδρύσαντο, ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας δόξαι τὴν Ἀφροδίτην σέβειν, καὶ τῷ χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, ἅτε μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτον φοιτᾶν ἢ ἑτέροις καταμηνύειν τολμώντων καὶ τοὐναντίον πιστουμένου τοῦ Ἑλληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος. Ἐγένετό γε μὴν δῆλος ὁ τόπος καὶ ἐφωράθη ἡ σπουδασθεῖσα περὶ αὐτὸν πλάνη, ὡς μέν τινες λέγουσιν, ἀνδρὸς Ἑβραίου τῶν ἀνὰ τὴν ἑῴαν οἰκούντων ἐκ πατρῴας γραφῆς καταμηνύσαντος, ὡς δὲ ἀληθέστερον ἐννοεῖν ἔστι, τοῦ θεοῦ ἐπιδείξαντος διὰ σημείων καὶ ὀνειράτων. οὐ γὰρ οἶμαι τὰ θεῖα δεῖσθαι τῆς παρ’ ἀνθρώπων μηνύσεως, ἡνίκα ἂν δῆλα αὐτὰ τῷ θεῷ δοκῇ γενέσθαι. τηνικαῦτα γοῦν κατὰ πρόσταξιν τοῦ βασιλέως τοῦ τῇδε χώρου καθαρθέντος εἰς βάθος, ἐν μέρει τὸ τῆς ἀναστάσεως ἀνεφάνη ἄντρον, ἑτέρωθι δὲ περὶ τὸν αὐτὸν τόπον τρεῖς ηὑρέθησαν σταυροί, καὶ χωρὶς ἄλλο ξύλον ἐν τάξει λευκώματος ῥήμασι καὶ γράμμασιν Ἑβραϊκοῖς Ἑλληνικοῖς τε καὶ Ῥωμαϊκοῖς τάδε δηλοῦν· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.

Book II · Chapter ILiber Secundus · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XVIII

καὶ ταῦτα μέν, ὡς ἡ ἱερὰ βίβλος τῶν εὐαγγελίων ἱστορεῖ, οὕτω συνέβη προγραφῆναι ὑπὲρ κεφαλῆς τοῦ Χριστοῦ, Πιλάτου τοῦτο προστάξαντος τοῦ τὴν Ἰουδαίαν ἐπιτροπεύοντος. ἐργώδης δὲ ἔτι ἐτύγχανεν ἡ τοῦ θείου σταυροῦ διάκρισις, εἰ καὶ εὑρέθη, διερρυηκότος αὐτοῦ τοῦ γράμματος καὶ διερριμμένου, ἅμα δὲ καὶ τῶν τριῶν σταυρῶν χύδην διεσπαρμένων, ὥς γε εἰκὸς ἐν τῇ καθαιρέσει τῶν σταυρωθέντων σωμάτων συγχυθείσης τῆς τάξεως. ἐπεὶ γὰρ οἱ στρατιῶται νεκρὸν ἐν τῷ ξύλῳ εὑρήκασι, καθελόντες αὐτὸν πρῶτον ἀπέδοντο εἰς ταφὴν κατὰ τὴν ἱστορίαν· μετὰ δὲ ταῦτα τῶν ἑκατέρωθεν λῃστῶν ταχύναντες τὸν θάνατον, τὰ σκέλη κατέαξαν καὶ τὰ ξύλα ὅπῃ ἐπέτυχεν ἄλλο ἄλλῃ διέρριψαν. τί γὰρ καὶ ἐπιμελὲς ἦν αὐτοῖς ἐν τῇ προτέρᾳ τάξει ταῦτα ἐᾶν, ἑκάστου φθάσαι τὴν ἑσπέραν σπουδάζοντος καὶ ἀνδρῶν βίᾳ τετελευτηκότων περὶ σταυροὺς ἐνδιατρίβειν οὐκ ἀγαθὸν ἡγουμένου. ταύτῃ οὖν ἀδήλου ἔτι τυγχάνοντος τοῦ θεσπεσίου ξύλου καὶ θειοτέρας ἢ κατὰ ἄνθρωπον δεομένου μηνύσεως, τοιόνδε τι συνέβη. γυνή τις ἦν τῶν ἐν Ἱεροσολύμοις ἐπισήμων, χαλεπωτάτῃ καὶ ἀνιάτῳ νόσῳ κάμνουσα.

Caput XX

PG 67:931πρὸς ταύτην κειμένην ἦλθε Μακάριος ὁ τῆς αὐτόθι ἐκκλησίας ἐπίσκοπος, παραλαβὼν τὴν τοῦ βασιλέως μητέρα καὶ τοὺς ἀμφ’ αὐτόν. εὐξάμενός τε πρότερον καὶ σύμβολον τάξας τοῖς ὁρῶσιν ἐκεῖνον εἶναι τὸν θεῖον σταυρόν, ὃς ἐπιτεθεὶς ἀπαλλάξει τῆς νόσου τὴν γυναῖκα, φέρων ἕκαστον αὐτῇ τῶν ξύλων προσήγαγεν. ἀλλὰ τῶν μὲν δύο ἐπιτεθέντων οὐδὲν ὅτι μὴ λῆρος καὶ γέλως ἔδοξεν εἶναι τὸ γινόμενον, θανάτου ἐν θύραις ὄντος τοῦ γυναίου. ἐπεὶ δὲ τὸ τρίτον ξύλον ὁμοίως προσήνεγκεν, ἐξαπίνης ἀνέβλεψε καὶ τὰς δυνάμεις ἀθροίσασα παραχρῆμα τῆς στρωμνῆς ὑγιὴς ἀπεπήδησε. λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι. τοῦ δὲ εὑρεθέντος θεσπεσίου ξύλου τὸ μὲν πλεῖστον ἐν ἀργυρᾷ θήκῃ μένον ἔτι καὶ νῦν ἐν Ἱεροσολύμοις φυλάττεται, μέρος δὲ ἡ βασιλὶς πρὸς Κωνσταντῖνον τὸν παῖδα διεκόμισεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἥλους οἷς τὸ σῶμα τοῦ Χριστοῦ διαπεπερόνητο. ἐκ τούτων δὲ ἱστοροῦσι τὸν βασιλέα περικεφαλαίαν κατασκευάσαι καὶ χαλινὸν ἵππειον κατὰ τὴν Ζαχαρίου προφητείαν, ᾧ δὴ προείρητο, ὡς ἐπὶ τοῦ παρόντος καιροῦ «ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι». ὧδε γὰρ αὐταῖς λέξεσιν ὁ προφήτης φησί.
PG 67:933ταῦτα πάλαι μὲν ἔγνωστο καὶ προείρητο τοῖς ἱεροῖς προφήταις, εἰς ὕστερον δὲ διὰ θαυμασίων ἐβεβαιοῦτο τῶν ἔργων, ὅτε ἐν καιρῷ δοκοῦν εἶναι τῷ θεῷ κατεφαίνετο. καὶ θαυμαστὸν οὔπω τοσοῦτον, ὅπου γε καὶ πρὸς αὐτῶν τῶν Ἑλλήνων συνωμολόγηται Σιβύλλης εἶναι τοῦτο· ὦ ξύλον μακαριστὸν ἐφ’ οὗ θεὸς ἐξετανύσθη. τοῦτο γὰρ καὶ σπουδάζων τις ἐναντίος εἶναι οὐκ ἂν ἀρνηθείη. προὐσήμαινεν οὖν τὸ τοῦ σταυροῦ ξύλον καὶ τὸ περὶ αὐτοῦ σέβας. τάδε μὲν ἡμῖν, ὡς παρειλήφαμεν, ἱστόρηται ἀνδρῶν τε ἀκριβῶς ἐπισταμένων ἀκούσασιν, εἰς οὓς ἐκ διαδοχῆς πατέρων εἰς παῖδας τὸ μανθάνειν παρεγένετο, καὶ ὅσοι γε αὐτὰ δὴ ταῦτα συγγράψαντες, ὡς δυνάμεως εἶχον, τοῖς ἔπειτα καταλελοίπασιν. Ἀμφὶ δὲ τοῦτον τὸν χῶρον προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ θεῷ προσέταξε τοῖς τῇδε ἄρχουσι προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. ἐν μέρει δὲ καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ ἀμφὶ τὸ τῆς γεννήσεως τοῦ Χριστοῦ σπήλαιον, τὸν δὲ πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν Ἐλαιῶν, ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη.

Caput XXII

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν, οὐχ ἥκιστα δὲ καὶ τόδε. λέγεται γὰρ αὐτὴν τότε ἐν Ἱεροσολύμοις διατρίβουσαν συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν καὶ τἆλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας. τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιιοῦσα τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε, πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας πλουσίους ἐποίησε, πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε, τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. καί μοι δοκεῖ τούτων ἀξίας ἀπειληφέναι τὰς ἀμοιβάς· τὴν μὲν γὰρ ἐνταῦθα βιοτήν, ὡς οὐ πλέον ἐνεδέχετο, λαμπρῶς καὶ λίαν ἐπισήμως διήνυσε· Σεβαστή τε ἀνεκηρύχθη, καὶ εἰκόνι ἰδίᾳ χρυσοῦν νόμισμα κατεσήμανε, καὶ βασιλικῶν θησαυρῶν ἐξουσίαν παρὰ τοῦ παιδὸς λαβοῦσα κατὰ γνώμην ἐχρῆτο.

Caput XXV

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XXVII

PG 67:935ἐπεὶ δὲ ἔδει τὸν τῇδε καταλιπεῖν βίον, εὐκλεῶς ἐτελεύτησεν, ἔτη μὲν ἀμφὶ τὰ ὀγδοήκοντα γεγονυῖα, τὸν δὲ παῖδα καταλιποῦσα ἅμα Καίσαρσιν αὐτῆς ἐκγόνοις πάσης τῆς Ῥωμαίων οἰκουμένης ἡγούμενον. εἰ δέ τίς ἐστι καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν· ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν τὴν ἐπὶ Βιθυνίας πόλιν καὶ ἑτέραν παρὰ Παλαιστίνοις, ἀπ’ αὐτῆς λαβούσας τὴν προσηγορίαν. ταῦτα μὲν ἡμῖν ὧδε περὶ Ἑλένης εἰρήσθω. Ὁ δὲ βασιλεὺς ἀεί τι πονῶν εἰς εὐσέβειαν συνετέλει καὶ πανταχοῦ περικαλλεστάτους ναοὺς ἀνίστη τῷ Χριστῷ, διαφερόντως δὲ ἐν ταῖς μητροπόλεσιν, ὡς ἐπὶ τῆς Νικομηδέων τῆς Βιθυνῶν καὶ Ἀντιοχείας τῆς παρὰ τὸν Ὀρόντην ποταμὸν καὶ ἐπὶ τῆς Βυζαντίων πόλεως, ἣν ἴσα Ῥώμῃ κρατεῖν καὶ κοινωνεῖν αὐτῇ τῆς ἀρχῆς κατεστήσατο. ἐπεὶ γὰρ κατὰ γνώμην αὐτῷ πάντα προὐχώρει, κατώρθωτο δὲ καὶ τὰ πρὸς τοὺς ἀλλοφύλους πολέμοις καὶ σπονδαῖς, ἔγνωκεν οἰκίσαι πόλιν ὁμώνυμον ἑαυτῷ καὶ τῇ Ῥώμῃ ὁμότιμον.
καταλαβὼν δὲ τὸ πρὸ τοῦ Ἰλίου πεδίον παρὰ τὸν Ἑλλήσποντον ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δὴ λέγεται τὸν ναύσταθμον καὶ τὰς σκηνὰς ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν ποτὲ στρατευσαμένους Ἀχαιούς, οἵαν ἐχρῆν καὶ ὅσην τὴν πόλιν διέγραψε· καὶ πύλας κατεσκεύασεν ἐν περιωπῇ, αἳ δὴ νῦν ἔτι ἀπὸ θαλάσσης φαίνονται τοῖς παραπλέουσι. ταῦτα δὲ αὐτῷ πονοῦντι νύκτωρ ἐπιφανεὶς ὁ θεὸς ἔχρησεν ἕτερον ἐπιζητεῖν τόπον. καὶ κινήσας αὐτὸν εἰς τὸ Βυζάντιον τῆς Θρᾴκης πέραν Χαλκηδόνος τῆς Βιθυνῶν, ταύτην αὐτῷ οἰκίζειν ἀπέφηνε πόλιν καὶ τῆς Κωνσταντίνου ἐπωνυμίας ἀξιοῦν. ὁ δὲ τοῖς τοῦ θεοῦ λόγοις πεισθεὶς τὴν πρὶν Βυζάντιον προσαγορευομένην εἰς εὐρυχωρίαν ἐκτείνας μεγίστοις τείχεσι περιέβαλεν. ἐπεὶ δὲ τοὺς αὐτόχθονας οὐχ ἱκανοὺς ἐνόμισεν εἶναι πολίτας τῷ μεγέθει τῆς πόλεως, μεγίστας οἰκίας ἀνὰ τὰς ἀγυιὰς σποράδην οἰκοδομήσας, ἄνδρας ἐν λόγῳ σὺν τοῖς οἰκείοις δεσπότας ποιήσας ἐν ταύταις κατῴκισε, τοὺς μὲν ἐκ τῆς πρεςβυτέρας Ῥώμης, τοὺς δὲ ἐξ ἑτέρων ἐθνῶν μετακαλεσάμενος.

Caput II

PG 67:937φόρους δὲ τάξας, τοὺς μὲν εἰς οἰκοδομὰς καὶ κάλλη τῆς πόλεως, τοὺς δὲ εἰς ἀποτροφὴν τῶν πολιτῶν, ἅπασί τε τοῖς ἄλλοις τὰ περὶ τὴν πόλιν διαθεὶς ἱπποδρόμῳ τε καὶ κρήναις καὶ στοαῖς καὶ λοιποῖς οἰκοδομήμασι φιλοτίμως κοςμήσας, Νέαν Ῥώμην Κωνσταντινούπολιν ὠνόμασε, καὶ βασιλίδα κατέστησε τῶν ὅσοι τὴν Ῥωμαίων ὑπήκοον γῆν οἰκοῦσι πρὸς ἄρκτον καὶ νότον καὶ ἥλιον ἀνίσχοντα καὶ τὰ ἐν μέσῳ πελάγη ἐκ τῶν περὶ τὸν Ἴστρον πόλεων καὶ Ἐπιδάμνου τῶν [τε] πρὸς τῷ Ἰονίῳ κόλπῳ μέχρι Κυρήνης καὶ τῶν τῇδε Λιβύων παρὰ τὸ Βόρειον καλούμενον. βουλευτήριόν τε μέγα, ἣν σύγκλητον ὀνομάζουσιν, ἕτερον συνεστήσατο, τὰς αὐτὰς τάξας τιμὰς καὶ ἱερομηνίας, ᾗ καὶ Ῥωμαίοις τοῖς πρεσβυτέροις ἔθος. ἐν πᾶσι δὲ δεῖξαι σπουδάσας ἐφάμιλλον τῇ παρὰ Ἰταλοῖς Ῥώμῃ τὴν ὁμώνυμον αὐτῷ πόλιν οὐ διήμαρτεν. εἰς τοσοῦτον γάρ, σὺν θεῷ φάναι, ἐπέδωκεν, ὡς καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι μείζονα συνομολογεῖσθαι. τούτου δὲ πρόφασιν ἡγοῦμαι τὸ τοῦ οἰκιστῆρος καὶ τὸ τῆς πόλεως θεοφιλὲς καὶ τῶν οἰκητόρων τὸν περὶ τοὺς ἐνδεεῖς ἔλεον καὶ φιλοτιμίαν.

Caput III

Caput V

εἰς τοσοῦτον γὰρ τῆς εἰς Χριστὸν πίστεως ἐπαγωγός ἐστιν, ὡς πολλοὺς μὲν Ἰουδαίους, Ἕλληνας δὲ σχεδὸν ἅπαντας αὐτόθι χριστιανίζειν. ἀρξαμένη δὲ βασιλεύειν, καθ’ ὃν συνέβη χρόνον καὶ τὴν θρησκείαν εἰς πλῆθος ἐπιδιδόναι, οὔτε βωμῶν οὔτε Ἑλληνικῶν ναῶν ἢ θυσιῶν ἐπειράθη, πλὴν ὅσον παρὰ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ὕστερον πρὸς ὀλίγον ἐπεχειρήθη καὶ αὐτίκα ἀπέσβη. ταύτην μὲν οὖν ὡσεί τινα νεοπαγῆ Χριστοῦ πόλιν καὶ ὁμώνυμον ἑαυτῷ γεραίρων Κωνσταντῖνος πολλοῖς καὶ μεγάλοις ἐκόσμησεν εὐκτηρίοις οἴκοις. συνελαμβάνετο δὲ καὶ τὸ θεῖον τῇ προθυμίᾳ τοῦ βασιλέως καὶ ταῖς ἐπιφανείαις ἐπιστοῦτο ἁγίους καὶ σωτηρίους εἶναι τοὺς ἀνὰ τὴν πόλιν εὐκτηρίους οἴκους. ἐπισημοτάτην δὲ μάλιστα ξένοις τε καὶ ἀστοῖς ἐξ ἐκείνου γενέσθαι συνωμολόγηται τὴν ἐν ταῖς Ἑστίαις ποτὲ καλουμέναις ἐκκλησίαν. τόπος δὲ οὗτος ὁ νῦν Μιχαήλιον ὀνομαζόμενος ἐν δεξιᾷ καταπλέοντι ἐκ Πόντου εἰς Κωνσταντινούπολιν, διεστὼς αὐτῆς πλωτῆρι μὲν ἀμφὶ τριάκοντα καὶ πέντε στάδια, ἑβδομήκοντα δὲ καὶ πρὸς κύκλῳ περιοδεύοντι τὸν διὰ μέσου πορθμόν.

Caput VII

PG 67:939ἔλαχε δὲ τὸ χωρίον τοῦτο τὴν νυνὶ κρατοῦσαν προσηγορίαν, καθότι πεπίστευται ἐνθάδε ἐπιφαίνεσθαι Μιχαὴλ τὸν θεῖον ἀρχάγγελον. τοῦτο δὲ κἀγὼ εὐεργετημένος τὰ μέγιστα ἀληθὲς εἶναι σύμφημι. δεικνύει δὲ τοῦθ’ οὕτως ἔχειν καὶ ἀπὸ πολλῶν ἄλλων ἡ τῶν πραγμάτων πεῖρα· οἱ μὲν γὰρ περιπετείαις δειναῖς ἢ κινδύνοις ἀφύκτοις, οἱ δὲ νόσοις ἢ πάθεσιν ἀγνώστοις περιπεσόντες, εὐξάμενοι ἐνταῦθα τῷ θεῷ ἀπαλλαγὴν εὑρήκασιν τῶν συμφορῶν. ἀλλὰ τὰ μὲν καθ’ ἕκαστον ὅπως συνέβη καὶ τίσι, μακρὸν ἂν εἴη λέγειν· οἷον δὲ Ἀκυλίνῳ ὑπῆρξεν, ἀνδρὶ εἰσέτι νῦν ἡμῖν συνδιατρίβοντι καὶ ἐν τοῖς αὐτοῖς δικαστηρίοις δίκας ἀγορεύοντι, τὰ μὲν παρ’ αὐτοῦ ἀκούσας, τὰ δὲ καὶ θεασάμενος, ἀναγκαίως ἐρῶ. ἐπεὶ γὰρ λάβρος πυρετὸς ὑπὸ ξανθῆς χολῆς κινηθεὶς ἐπέλαβεν αὐτόν, ἐπίλυτόν τι φάρμακον δεδώκασιν αὐτῷ πιεῖν οἱ ἰατροί· καὶ τοῦτο ἐξήμεσεν, ἅμα δὲ τῷ ἐμέτῳ ἐκχυθεῖσα ἡ χολὴ πρὸς ὁμόχροον ἰδέαν ἔβαψε τὴν ἐπιφάνειαν· ἐκ τούτου δὲ πᾶν ὄψον καὶ ποτὸν ἐξήμει.

Caput X

ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ τοῦτο ὑπέμενε, μὴ ἠρεμούσης τε ἐν αὐτῷ τῆς τροφῆς ἠπόρει πρὸς τὸ πάθος ἡ τῶν ἰατρῶν τέχνη, ἤδη ἡμιθανὴς ὢν παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. κειμένῳ δὲ ἐνθάδε νύκτωρ ἐπιφανεῖσα θεία δύναμις προσέταξε τὰ ἐσθιόμενα πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα τὴν κατασκευὴν ἔχει. ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον· καίτοι γε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πομάτων τὸ θερμότατον. ἐπυθόμην δὲ καὶ Προβιανόν, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις στρατευσαμένων ἰατρῶν, χαλεπῶς ὑπὸ πάθους ποδῶν ὀδυνώμενον ἐνθάδε τῶν ἀλγηδόνων ἀπαλλαγῆναι καὶ παραδόξου θείας ὄψεως ἀξιωθῆναι. ἑλληνίζοντι γὰρ αὐτῷ τὰ πρῶτα, ἐπεὶ χριστιανίζειν ἤρξατο, τὰ μὲν ἄλλα τοῦ δόγματος ἁμωσγέπως πιθανὰ ἐδόκει, τὸ δὲ τῆς πάντων σωτηρίας αἴτιον γενέσθαι τὸν θεῖον σταυρὸν οὐ προσίετο.

Caput XIII

Caput XVIII

PG 67:941ὧδε δὴ ἔχοντι γνώμης θεία προφανεῖσα ὄψις ἔδειξέ τι σταυροῦ σύμβολον τῶν ἀνακειμένων ἐν τῷ θυσιαστηρίῳ τῆς ἐνθάδε ἐκκλησίας, καὶ διαρρήδην ἀπεφήνατο, ἀφ’ οὗ ἐσταυρώθη ὁ Χριστός, τῶν ὅσα γέγονεν ἐπ’ ὠφελείᾳ κοινῇ τοῦ ἀνθρωπείου γένους ἢ ἰδίᾳ τινῶν, ἄνευ τῆς τοῦ σεβαςμίου σταυροῦ δυνάμεως μηδὲν κατορθῶσαι μήτε τοὺς θείους ἀγγέλους μήτε τοὺς εὐσεβεῖς καὶ ἀγαθοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μέν, ὅτι μὴ πάντα καταλέγειν καιρός, ἐξ ὧν ἔγνων συμβεβηκέναι ἐν τῷδε τῷ νεῷ εἰπεῖν προήχθην. Ἀναγκαῖον δὲ διεξελθεῖν καὶ τὰ περὶ τὴν δρῦν τὴν Μαμβρῆ καλουμένην βεβουλευμένα Κωνσταντίνῳ τῷ βασιλεῖ. τόπος δὲ οὗτος, ὃν νῦν Τερέβινθον προσαγορεύουσιν, ἀπὸ δέκα καὶ πέντε σταδίων γείτονα τὴν Χεβρὼν πρὸς μεσημβρίαν ἔχων, Ἱεροσολύμων δὲ διεστὼς ἀμφὶ διακόσια καὶ πεντήκοντα στάδια. οὗ δὴ λόγος ἐστὶν ἀληθὴς ἅμα τοῖς κατὰ Σοδομιτῶν ἀποσταλεῖσιν ἀγγέλοις καὶ τὸν υἱὸν τοῦ θεοῦ φανῆναι τῷ Ἀβραὰμ καὶ προειπεῖν αὐτῷ τοῦ παιδὸς τὴν γέννησιν. ἐνταῦθα δὲ λαμπρὰν εἰσέτι νῦν ἐτήσιον πανήγυριν ἄγουσιν ὥρᾳ θέρους οἱ ἐπιχώριοι καὶ οἱ προσωτέρω Παλαιστῖνοι καὶ Φοίνικες καὶ Ἀράβιοι·

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
συνίασι δὲ πλεῖστοι καὶ ἐμπορείας ἕνεκα πωλήσοντες καὶ ἀγοράσοντες. πᾶσι δὲ περισπούδαστος ἡ ἑορτή, Ἰουδαίοις μὲν καθότι πατριάρχην αὐχοῦσι τὸν Ἀβραάμ, Ἕλλησι δὲ διὰ τὴν ἐπιδημίαν τῶν ἀγγέλων, τοῖς δ’ αὖ Χριστιανοῖς ὅτι καὶ τότε ἐπεφάνη τῷ εὐσεβεῖ ἀνδρὶ ὁ χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους διὰ τῆς παρθένου φανερῶς ἑαυτὸν ἐπιδείξας. προσφόρως δὲ ταῖς θρησκείαις τιμῶσι τοῦτον τὸν χῶρον, οἱ μὲν εὐχόμενοι τῷ πάντων θεῷ, οἱ δὲ τοὺς ἀγγέλους ἐπικαλούμενοι καὶ οἶνον σπένδοντες καὶ λίβανον θύοντες ἢ βοῦν ἢ τράγον ἢ πρόβατον ἢ ἀλεκτρυόνα. ὃ γὰρ ἕκαστος ἐσπουδασμένον καὶ καλὸν εἶχε, διὰ παντὸς τοῦ ἔτους ἐπιμελῶς τρέφων, καθ’ ὑπόσχεσιν εἰς εὐωχίαν τῆς ἐνθάδε ἑορτῆς ἐφύλαττεν ἑαυτῷ τε καὶ τοῖς οἰκείοις. τιμῶντες δὲ τὸν τόπον πάντες ἢ διὰ θεομηνίας κακῶς παθεῖν φυλαττόμενοι οὔτε γυναιξὶν ἐνθάδε συνουσιάζουσιν, ὡς ἐν ἑορτῇ κάλλους καὶ κόσμου πλείονος ἐπιμελουμέναις καὶ ᾗ ἔτυχε φαινομέναις τε καὶ προϊούσαις, οὔτε ἄλλως ἀκολασταίνουσι, καὶ ταῦτα ὡς ἐπίπαν ὁμοῦ τὰς σκηνὰς ἔχοντες καὶ ἀναμὶξ καθεύδοντες.
PG 67:943αἴθριος γὰρ καὶ ἀρόσιμός ἐστιν ὁ χῶρος καὶ οὐκ ἔχων οἰκήματα ἢ μόνον τὰ παρ’ αὐτὴν τὴν δρῦν πάλαι τοῦ Ἀβραὰμ γενόμενα καὶ τὸ φρέαρ τὸ παρ’ αὐτοῦ κατασκευασθέν· περὶ δὲ τὸν καιρὸν τῆς πανηγύρεως οὐδεὶς ἐντεῦθεν ὑδρεύετο. νόμῳ γὰρ Ἑλληνικῷ οἱ μὲν λύχνους ἡμμένους ἐνθάδε ἐτίθεσαν, οἱ δὲ οἶνον ἐπέχεον ἢ πόπανα ἔρριπτον, ἄλλοι δὲ νομίσματα ἢ μύρα ἢ θυμιάματα. καὶ διὰ τοῦτο, ὥς γε εἰκός, ἀχρεῖον τὸ ὕδωρ ἐγίνετο τῇ μετουσίᾳ τῶν ἐμβαλλομένων. ταῦτα δὲ τὸν εἰρημένον τρόπον ἡδέως ᾗ θέμις Ἕλλησιν ἐπιτελούμενα παραγενομένη ποτὲ ἐνθάδε κατ’ εὐχὴν ἡ τῆς γαμετῆς Κωνσταντίνου μήτηρ τῷ βασιλεῖ κατήγγειλεν. ὁ δὲ πυθόμενος οὐ μετρίως ᾐτιᾶτο τοὺς ἐπισκόπους Παλαιστίνης ὡς τοῦ προσήκοντος ὀλιγωρήσαντας καὶ τὸν τόπον ἅγιον ὄντα ὑπεριδόντας σπονδαῖς καὶ θύμασι βεβήλοις μιαίνεσθαι. δείκνυσι δὲ αὐτοῦ τὴν εὐσεβῆ μέμψιν ἡ περὶ τούτου γραφεῖσα ἐπιστολὴ Μακαρίῳ τῷ Ἱεροσολύμων ἐπισκόπῳ καὶ Εὐσεβίῳ τῷ Παμφίλου καὶ τοῖς ἄλλοις Παλαιστίνων ἐπισκόποις·

Caput XX

PG 67:945οὓς κατὰ ταὐτὸν συνελθεῖν προςέταξε τοῖς ἐκ Φοινίκης ἐπισκόποις, ὥστε πρότερον τοῦ ἐνθάδε βωμοῦ ἀνακαθαιρομένου ἐκ βάθρων πυρί τε τῶν ξοάνων παραδιδομένων ἐκκλησίαν αὐτόθι διαγράψαι τῆς τοῦ τόπου ἀρχαιότητος καὶ σεμνότητος ἀξίαν, καὶ τοῦ λοιποῦ προνοεῖν ἐλεύθερον σπονδῶν καὶ θυμάτων τοῦτον εἶναι, ὥστε μηδὲν ἕτερον πράττεσθαι ἢ τὸν θεὸν θρησκεύειν κατὰ τὸν τῆς ἐκκλησίας νόμον. εἰ δὲ τὰ πρότερόν τις ἐπιχειρῶν ἁλοίη, τοὺς ἐπισκόπους μηνύειν, ὥστε αὐτῷ μεγίστην τιμωρίαν ἐπαγαγεῖν. κατὰ ταύτην τὴν βασιλέως ἐπιστολὴν ἄρχοντες καὶ ἱερεῖς Χριστοῦ ἔργῳ τὰ προστεταγμένα παρέδοσαν. Ἐπειδὴ δὲ πολλοὶ δῆμοι καὶ πόλεις ἀνὰ πᾶσαν τὴν ὑπήκοον, εἰσέτι δεῖμα καὶ σέβας ἔχοντες τῆς περὶ τὰ ξόανα φαντασίας, ἀπεστρέφοντο τὸ δόγμα τῶν Χριστιανῶν, ἀρχαιότητός τε ἐπεμελοῦντο καὶ τῶν πατρίων ἐθῶν καὶ πανηγύρεων, ἀναγκαῖον αὐτῷ ἐφάνη παιδεῦσαι τοὺς ἀρχομένους ἀμελεῖν τῶν θρησκευομένων. εἶναι δὲ τοῦτο εὐπετές, εἰ πρῶτον αὐτοὺς ἐθίσειε καταφρονεῖν τῶν ναῶν καὶ τῶν ἐν αὐτοῖς ἀγαλμάτων.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XXVI

ἐννοηθέντι δὲ ταῦτα στρατιωτικῆς χειρὸς οὐκ ἐδέησεν, ἀλλ’ ἄνδρες Χριστιανοὶ ἐν τοῖς βασιλείοις ἐπετέλουν τὰ δόξαντα διαβάντες τὰς πόλεις ἅμα γράμμασι βασιλικοῖς. οἱ μὲν γὰρ δῆμοι περὶ αὐτῶν καὶ παίδων καὶ γυναικῶν δεδιότες, μή τι κακὸν πάθωσιν ἐναντιούμενοι, ἡσυχίαν ἦγον. γυμνωθέντες δὲ τῆς τοῦ πλήθους ῥοπῆς οἱ νεωκόροι καὶ οἱ ἱερεῖς προὔδωκαν τὰ παρ’ αὐτοῖς τιμιώτατα καὶ τὰ διοπετῆ καλούμενα, καὶ δι’ ἑαυτῶν ταῦτα προῆγον ἐκ τῶν ἀδύτων καὶ τῶν ἐν τοῖς ναοῖς κρυφίων μυχῶν. βατά τε λοιπὸν ἦν τοῖς θέλουσι τὰ πρὶν ἄβατα καὶ μόνοις ἱερεῦσιν ἐγνωσμένα· τῶν δ’ αὖ ξοάνων τὰ ὄντα τιμίας ὕλης καὶ τῶν ἄλλων, ὅσον ἐδόκει χρήσιμον εἶναι, πυρὶ διεκρίνετο καὶ δημόσια ἐγίνετο χρήματα, τὰ δὲ ἐν χαλκῷ θαυμασίως εἰργαςμένα πάντοθεν εἰς τὴν ἐπώνυμον πόλιν τοῦ αὐτοκράτορος μετεκομίσθη πρὸς κόσμον· καὶ εἰσέτι νῦν δημοσίᾳ ἵδρυνται κατὰ τὰς ἀγυιὰς καὶ τὸν ἱππόδρομον καὶ τὰ βασίλεια τὰ μὲν τοῦ Πυθίασι μαντικοῦ Ἀπόλλωνος καὶ Μοῦσαι αἱ Ἑλικωνιάδες καὶ οἱ ἐν Δελφοῖς τρίποδες καὶ ὁ Πὰν ὁ βοώμενος, ὃν Παυσανίας ὁ Λακεδαιμόνιος καὶ αἱ Ἑλληνίδες πόλεις ἀνέθεντο μετὰ τὸν πρὸς Μήδους πόλεμον.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput III

PG 67:947νεῶν δὲ οἱ μὲν θυρῶν, οἱ δὲ ὀρόφων ἐγυμνώθησαν, οἱ δὲ καὶ ἄλλως ἀμελούμενοι ἠρείποντό τε καὶ διεφθείροντο. κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας Ἀσκληπιοῦ ναὸς καὶ ὁ ἐν Ἀφάκοις τῆς Ἀφροδίτης παρὰ τὸν Λίβανον τὸ ὄρος καὶ Ἄδωνιν τὸν ποταμόν. ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην καὶ σεβασμίω τοῖς πάλαι, καθότι Αἰγεᾶται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παρ’ αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος· ἐν Ἀφάκοις δὲ κατ’ ἐπίκλησίν τινα καὶ ῥητὴν ἡμέραν ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαί̈σσον καθάπερ ἀστὴρ εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν Ἀφροδίτην καλοῦντες. τούτων οὕτω συμβάντων κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῇ ἐρριμμένα καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες εἰς καταφρόνησιν ἦλθον τῶν προτέρων σεβασμίων καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο, οἱ δὲ ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤθη μιμήσασθαι.

Caput IX

ἄλλοι δὲ καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος ἢ σημείοις ἢ ὀνείρασιν ἢ ἐπισκόπων ἢ μοναχῶν συνουσίαις ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν. ἐξ ἐκείνου τε δῆμοι καὶ πόλεις ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης· ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃ Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ μετέβαλεν. ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφηνε, καὶ Κωνστάντιαν ἐπωνόμασε, τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. ἐκ τοιαύτης δὲ αἰτίας καὶ Κωνσταντίναν τὴν παρὰ Φοίνιξιν ἔγνων ἐπιγράψασθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν. ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές· πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν καὶ αὐτόματοι βασιλέως μηδὲν ἐπιτάττοντος τοὺς παρ’ αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν. Πληθυνούσης δὲ τῆς ἐκκλησίας τοῦτον τὸν τρόπον ἀνὰ πᾶσαν τὴν Ῥωμαίων οἰκουμένην, καὶ δι’ αὐτῶν τῶν βαρβάρων ἡ θρησκεία ἐχώρει.
PG 67:949ἤδη γὰρ τά τε ἀμφὶ τὸν Ῥῆνον φῦλα ἐχριστιάνιζον, Κελτοί τε καὶ οἳ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι, καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας Ἴστρου ποταμοῦ, πάλαι μετασχόντες τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο. πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι Ῥωμαίοις καὶ τοῖς ἀλλοφύλοις ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ’ αὐτὸν βασιλέων. ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν Ἀσίαν κατέδραμεν ἄλλοι τε ἀλλαχῇ βάρβαροι ταὐτὸν εἰργάσαντο τοὺς παρακειμένους Ῥωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι σὺν αὐτοῖς ἦσαν.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον Χριστὸν μόνον ὀνομάζοντες καὶ υἱὸν θεοῦ ἐπικαλούμενοι, προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων εὖ φρονεῖν συνεῖδον καὶ τὸν θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου καθηγητὰς ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον. Ἐπὶ δὲ τῆς προκειμένης βασιλείας λέγεται τοὺς Ἴβηρας τὸν Χριστὸν ἐπιγνῶναι. ἔθνος δὲ τοῦτο βάρβαρον μέγα τε καὶ μαχιμώτατον, οἰκεῖ δὲ τῆς Ἀρμενίων ἐνδότερον πρὸς ἄρκτον. παρεσκεύασε δὲ αὐτοὺς τῆς πατρῴας θρησκείας ὑπεριδεῖν Χριστιανὴ γυνὴ αἰχμάλωτος· ἣ δὴ πιστοτάτη καὶ θεοσεβὴς ἄγαν οὖσα οὐδὲ παρὰ τοῖς ἀλλοφύλοις καθυφῆκε τῆς συνήθους πολιτείας. φίλον δέ τι αὐτῇ χρῆμα ἐτύγχανε νηστεία καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν εὔχεσθαι καὶ τὸν θεὸν εὐλογεῖν. οἱ δὲ βάρβαροι ἐπυνθάνοντο μὲν ὅτου χάριν τοῦτο ὑπομένοι·
PG 67:951τῆς δὲ ἁπλούστερον λεγούσης οὕτω χρῆναι σέβειν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ξένον αὐτοῖς ἐδόκει καὶ τοῦ θρησκευομένου τὸ ὄνομα καὶ τῆς θρησκείας ὁ τρόπος. συμβὰν δὲ μειράκιον ἐνταῦθα δεινῶς ἀσθενεῖν, περιφέρουσα καθ’ ἕκαστον οἶκον ἡ μήτηρ ἐπεδείκνυ· ἔθος γὰρ Ἴβηρσι τοῦτο ποιεῖν, ἵν’ εἴ τις εὑρεθείη τοῦ νοσήματος ἰατρός, εὐπόριστος γένηται τοῖς κάμνουσιν ἡ τοῦ πάθους ἀπαλλαγή. ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, «φαρμάκων μέν», ἔφη, «οὔτε χριστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω· πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν θεόν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι.« παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη τῆς νόσου ἀπήλλαξεν αὐτὸν ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον. οὐ πολλῷ δὲ ὕστερον καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν τῷ ἴσῳ τρόπῳ διέσωσε, καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν, ὑγείας ταμίαν καὶ ζωῆς καὶ βασιλείας καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη.
καὶ ἡ μὲν τῇ πείρᾳ τοῦ ἐπ’ αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέσβευε καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. ὁ δὲ βασιλεὺς θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. «ἀλλὰ τούτων», ἔφη ἡ βασιλίς, «ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται· μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν θεὸν ὄντα καὶ σωτῆρα καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσι διαμένειν ποιοῦντα, πάλιν τ’ αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους μικροὺς ἀποφαίνειν καὶ τοὺς ἀδόξους ἐπιφανεῖς καὶ τοὺς ἐν δεινοῖς ὄντας σῴζειν.« τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς ἀμφίβολος ἦν ὁ τῆς Ἰβηρίας ἡγούμενος καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ὑπονοῶν καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. μετ’ οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ’ αὐτὸν εἰς ὕλην ἐλθὼν ἐθήρα.
ἐξαπίνης οὖν ἀχλὺς πυκνοτάτη καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε· νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν. ἐνταῦθα δὲ περὶ ἑαυτῷ δείσας ἕκαστος διεσκεδάσθησαν ἀλλήλων. ὁ δὲ βασιλεὺς μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν· καὶ θεὸν αὐτὸν ἡγεῖσθαι καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου παραχρῆμα διελύθη ἡ ἀχλὺς καὶ ὁ ἀὴρ εἰς αἰθρίαν μετέβαλεν, ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ διεσώθη ἐνθάδε. καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος μετεπέμψατο τὴν αἰχμάλωτον καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν ἐκέλευσε διδάσκειν. τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος τὰς συμβάσας αὐτῷ τε καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε· μήπω δὲ μυηθεὶς τὰ περὶ τοῦ δόγματος μετέδωκε τοῖς ἀρχομένοις· καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:953καὶ ἐν τάχει κοινῇ συνθήκῃ παντὸς τοῦ ἔθνους φιλοτιμότατα παρεσκευάσαντο ἐκκλησίαν οἰκοδομεῖν. ἐπεὶ δὲ κύκλῳ τοῦ νεὼ τὸν περίβολον ἤγειραν, στήσαντες μηχανὰς ἀνίμων τοὺς κίονας καὶ ἐπὶ τῶν βάσεων ἐστήριζον. λέγεται δὲ τοῦ τε πρώτου καὶ δευτέρου ὀρθωθέντος ἐργώδη γενέσθαι τοῦ τρίτου κίονος τὴν στάσιν καὶ μήτε τέχνῃ τῶν ἐπιστημόνων κατορθωθῆναι μήτε ἰσχύι βιασθῆναι, καίπερ πολλῶν ὄντων τῶν ἑλκόντων. ἑσπέρας δὲ ἐπιγενομένης μόνη ἡ αἰχμάλωτος αὐτόθι διενυκτέρευεν ἱκετεύουσα τὸν θεὸν εὐπετῆ γενέσθαι τῶν κιόνων τὴν διόρθωσιν, οἱ δὲ ἄλλοι πάντες ἀνεχώρησαν δυσφοροῦντες καὶ μάλιστα ὁ βασιλεύς· ὀρθωθεὶς γὰρ μέχρι τοῦ μέσου ὁ κίων ἐγκάρσιος ἔμενε καὶ τῷ ἐδάφει ἐμπαγεὶς ἐκ τῆς κάτωθεν ἀρχῆς ἀκίνητος ἦν. ἔμελλε δὲ διὰ τοῦτο ἢ τὰ πρὸ τούτου παράδοξα βεβαιοτέρους καὶ περὶ τὸ θεῖον ποιήσειν τοὺς Ἴβηρας. περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικόςὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καταπλαγέντων δὲ πάντων καὶ μόνον εἶναι θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστόν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. μετὰ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν, καὶ προθυμότερον οἱ Ἴβηρες τὰ λοιπὰ ἐπετέλουν. σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα Ῥωμαίων συμμαχίαν καὶ σπονδὰς φέροντας, ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. διεξελθόντων δὲ τῶν πρέσβεων, οἷα παρ’ αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστόν, ἥσθη τῇ πρεσβείᾳ ὁ Ῥωμαίων βασιλεύς, καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. ὧδε μὲν Ἴβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν. [Ἐφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκεν.] Ἀρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι. λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τοῦ ἔθνους ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον ἅμα τε Χριστιανὸν γενέσθαι καὶ πάντας τοὺς ἀρχομένους ὑφ’ ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν.
PG 67:955Ἐφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκε. καὶ Περσῶν δὲ χριστιανίσαι τὴν ἀρχὴν ἡγοῦμαι, ὅσοι προφάσει τῆς Ὀσροηνῶν καὶ Ἀρμενίων ἐπιμιξίας, ὡς εἰκός, τοῖς αὐτόθι θείοις ἀνδράσιν ὡμίλησαν καὶ τῆς αὐτῶν ἀρετῆς ἐπειράθησαν. Ἐπεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο καὶ ἐκκλησιάζειν ἤρξαντο καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς μάγους, οἳ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. ἐλύπει δὲ καὶ Ἰουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα Συμεώνην τὸν ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων ὡς φίλον ὄντα τῷ Καίσαρι Ῥωμαίων καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα. πειςθεὶς δὲ ταῖς διαβολαῖς ὁ Σαβώρης τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανούς, καθότι τοὺς πλείστους ἔγνω ἀκτημοσύνην ἀσκεῖν, καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν, ὥστε ἐνδείᾳ χρημάτων καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν·
PG 67:957τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο. μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε, τὰς δὲ ἐκκλησίας κατασκαφῆναι καὶ τὰ κειμήλια δημόσια γενέσθαι, τὸν δὲ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον. οἱ μὲν οὖν μάγοι, συλλαμβανομένων αὐτοῖς τῶν Ἰουδαίων, σπουδῇ τοὺς εὐκτηρίους οἴκους καθεῖλον. Συμεώνης δὲ συλληφθεὶς σιδηροδεσμώτης ὡς βασιλέα ἤχθη· ἔνθα δὴ γίνεται ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος. ἐπεὶ γὰρ βασανίσων αὐτὸν εἰσάγεσθαι προσέταξεν ὁ Σαβώρης, οὔτε ἔδεισεν οὔτε προσεκύνησεν. ἐφ’ ᾧ σφόδρα χαλεπήνας ὁ βασιλεὺς ἐπύθετο· «τί δή ποτε νῦν οὐ προσεκύνησας, πρότερον τοῦτο ποιῶν; «ὅτι πρότερον», ἔφη ὁ Συμεώνης, «οὐ δεσμώτης ἠγόμην ἐπὶ προδοσίᾳ τοῦ ἀληθοῦς θεοῦ, καὶ μηδὲν διαφερόμενος τὰ νενομισμένα περὶ τὴν βασιλείαν ἐπλήρουν· νῦν δέ μοι οὐ θέμις τοῦτο ποιεῖν· ἥκω γὰρ ἀγωνιούμενος ὑπὲρ τῆς εὐσεβείας καὶ τοῦ ἡμετέρου δόγματος.« τοιαῦτα εἰπόντα παρεκελεύσατο ὁ βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον, καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο καὶ ἐν τιμῇ ἕξειν, ἀπειθοῦντα δὲ ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ Χριστιανῶν φῦλον.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην οὔτε ταῖς ἐπαγγελίαις ἐμάλασσεν, ἀλλ’ ἀνδρείως ἔμενεν ἰσχυριζόμενος μήποτε προσκυνήσειν τὸν ἥλιον μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν δεσμοῖς εἶναι, λογισάμενος ὡς εἰκὸς αὐτὸν μεταμεληθήσεσθαι. ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάδης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς· ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος. ὁ δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ καὶ θυμωθεὶς ἀνεβόησε καὶ ἀποστραφεὶς παρήμειψε· Χριστιανὸς γὰρ ὢν οὐ πρὸ πολλοῦ ἐβιάσθη προσκυνῆσαι τὸν ἥλιον. αὐτίκα δὲ δακρύσας μετ’ οἰμωγῆς ὁ εὐνοῦχος, ἣν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο, οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο κλαίων καὶ στένων «οἴμοι ἐγώ», λέγων, «οἷον χρὴ προσδοκᾶν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην θεόν;
PG 67:959ὅπου γε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδούς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν.« ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν ἐπυνθάνετο τὴν αἰτίαν τοῦ πένθους, καὶ εἰ συμφορᾷ τινι περὶ τὸν οἶκον ἐχρήσατο. ὑπολαβὼν δὲ Οὐσθαζάδης εἶπεν· «ὦ βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα· εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν. πενθῶ δὲ νῦν ὅτι ζῶ καὶ πάλαι τεθνάναι ὀφείλων ὀρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν, ὥστε κατ’ ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον καὶ περὶ σὲ ἀπατεῶνα.« καὶ ὁ μὲν τοιάδε εἰπὼν ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης. Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου τεθηπὼς ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς ὡς γοητείαις τὰ τοιαῦτα κατορθοῦσι. φειδοῖ δὲ τῇ περὶ τὸν πρεσβύτην πῇ μὲν πρᾶος, πῇ δὲ ἀπηνὴς φαινόμενος παντὶ σθένει μεταπείθειν αὐτὸν ἐπειρᾶτο.
ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάδου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι. ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπισχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων. καὶ προσκαλεσάμενός τινα τῶν πιστοτάτων εὐνούχων ἐκέλευσε τάδε εἰπεῖν Σαβώρῃ· «ἣν μὲν ἐκ νέου μέχρι τοῦ νῦν εὔνοιαν ἔσχον, ὦ βασιλεῦ, περὶ τὸν ὑμέτερον οἶκον, πατρί τε σῷ καὶ σοὶ σπουδῇ τῇ προσηκούσῃ διακονούμενος, οὔ μοι δοκεῖ μαρτύρων παρὰ σοὶ εὖ ταῦτα ἐπισταμένῳ δεῖσθαι. ἀντὶ πάντων δὲ ὧν πώποτε κεχαρισμένος ὑμῖν ἐγενόμην, ἀπόδος μοι ταύτην τὴν ἀμοιβήν, τὸ μὴ δόξαι τοῖς ἀγνοοῦσι τιμωρίαν ὑπέχειν ὡς ἄπιστον περὶ τὴν βασιλείαν ἢ ἄλλως κακοῦργον ἁλόντα. καὶ ὥστε δῆλον τοῦτο γενέσθαι, κῆρυξ βοῶν σημανεῖ πᾶσιν ὅτι Οὐσθαζάδης τὴν κεφαλὴν ἀποτέμνεται μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανείς, Χριστιανὸς δὲ ὢν καὶ τὸν ἴδιον θεὸν ἀπαρνεῖσθαι τῷ βασιλεῖ μὴ πειθόμενος.« καὶ ὁ μὲν εὐνοῦχος ἤγγειλε ταῦτα.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:961Σαβώρης δὲ κατὰ τὴν αἴτησιν Οὐσθαζάδου κήρυκα βοῆσαι προσέταξεν. ᾤετο γὰρ τοὺς ἄλλους ἑτοίμως παύεσθαι χριστιανίζειν, εἰ κατὰ νοῦν λάβοιεν ὡς οὐδενὸς Χριστιανοῦ φείσεται πρεσβύτην τροφέα καὶ οἰκεῖον εὔνουν ἀνελών. Οὐσθαζάδης δὲ ἐσπούδαζεν ἀνακηρυχθῆναι τὴν αἰτίαν τῆς αὐτοῦ τιμωρίας, λογισάμενος ὡς, ἡνίκα εὐλαβηθεὶς προσεκύνησε τὸν ἥλιον, πολλοὺς Χριστιανῶν εἰς δέος κατέστησε, νυνὶ δὲ εἰ μάθοιεν αὐτὸν ὑπὲρ τῆς θρησκείας ἀναιρεθέντα, μιμητὰς πολλοὺς ποιήσει τῆς οἰκείας ἀνδρείας. Ὧδε μὲν Οὐσθαζάδης ἐνδοξότατα τὴν ἐνθάδε βιοτὴν κατέλιπε· Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ εὐχαριστήρια περὶ αὐτοῦ τῷ θεῷ ηὔξατο. τῇ δὲ ἑξῆς ἡμέρᾳ (ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ’ ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἡ ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται) καὶ τὸν Συμεώνην ἐψηφίσατο ὁ βασιλεὺς ξίφει ἀναιρεθῆναι. προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια γενναίως μάλα προςδιελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος καὶ οὔτε αὐτὸν οὔτε τὸν ἥλιον προσκυνῆσαι ἠνέσχετο.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁμοίως ἀναιρεθῆναι προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες, τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην τὸν πάντων θάνατον θεασάμενον. ἦσαν δὲ τούτων οἱ μὲν ἐπίσκοποι, οἱ δὲ πρεσβύτεροι καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων. ὡς δὲ πάντες τὴν ἐπὶ θάνατον ἤγοντο, παραγενόμενος ὁ μέγας ἀρχίμαγος ἤρετο αὐτούς, εἰ βούλοιντο ζῆν καὶ βασιλεῖ παραπλησίως θρησκεύειν καὶ τὸν ἥλιον σέβειν. οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο καὶ περὶ τὴν σφαγὴν τῶν μαρτύρων ἐπόνουν, Συμεώνης δὲ παρεστὼς αὐτοῖς ἀναιρουμένοις παρεκελεύετο θαρρεῖν, καὶ περὶ θανάτου καὶ περὶ ἀναστάσεως καὶ περὶ εὐσεβείας διελέγετο· καὶ ἐκ τῶν ἱερῶν γραφῶν πιστούμενος ἐδείκνυ ζωὴν μὲν ἀληθῶς εἶναι τὸ ὧδε ἀποθανεῖν, τὸ δὲ διὰ δειλίαν προδοῦναι θεὸν ὁμολογουμένως θάνατον· μετ’ οὐ πολὺ γὰρ καὶ μηδενὸς ἀποκτέννοντος αὐτομάτως τεθνήξονται· τοῦτο γὰρ ἄφυκτον παντὶ τικτομένῳ τέλος. τὰ μετὰ ταῦτα δὲ διηνεκῆ ὄντα οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἀπαντήσει, ἀλλ’ ὡς ἀπὸ στάθμης τινὸς ἀκριβῆ λόγον δώσουσι τῆς ἐνθάδε βιοτῆς.
PG 67:963καὶ ἀθανάτους ὧν ἕκαστος εὖ ἐποίησε τὰς ἀμοιβὰς λήψεται καὶ τὰς εὐθύνας τῶν ἐναντίων ὑφέξει. μεῖζον δὲ πάντων ἐν ἀγαθοῖς καὶ μακαριώτατον ὑπὲρ θεοῦ ἑλέσθαι ἀποθανεῖν. τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαί̈ων προθύμως ἐπὶ τὴν σφαγὴν ἐχώρει. ἐπεὶ δὲ τοὺς ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε καὶ Ἀβεδεχαλάαν καὶ Ἀννίναν. ἀμφότεροι δὲ γηραλέοι πρεσβύτεροι τῆς ὑπ’ αὐτὸν ἐκκλησίας ἅμα αὐτῷ συνελήφθησαν καὶ ἐν δεσμοῖς ἦσαν. Τηνικαῦτα δὲ Πουσίκης, ὃς πάντων ἦρχε τῶν τοῦ βασιλέως τεχνιτῶν, αὐτόθι ἑστώς, ἰδὼν Ἀννίναν τρέμοντα ὡς ηὐτρεπίζετο ἐπὶ τὴν σφαγήν, «πρὸς βραχύ», ἔφη, «ὦ γέρον, μῦσον τοὺς ὀφθαλμούς σου καὶ θάρρει· αὐτίκα γὰρ ὄψει τοῦ Χριστοῦ τὸ φῶς.« ἅμα δὲ τοῦτο εἰπὼν συνελήφθη καὶ ὡς βασιλέα ἤχθη. καὶ Χριστιανὸς εἶναι ὁμολογήσας, καθότι ἐλευθεροστομῶν ὑπὲρ τοῦ δόγματος καὶ τῶν μαρτύρων προσδιελέχθη τῷ βασιλεῖ, ὡς οὐ δέον παρρησιασάμενον παραξένῳ καὶ ὠμοτάτῳ τρόπῳ ἀποθανεῖν προσέταξεν. περὶ γὰρ τὸν τένοντα διορύξαντες αὐτοῦ τὸν αὐχένα οἱ δήμιοι τῇδε αὐτοῦ τὴν γλῶτταν ἐξείλκυσαν·
ἐκ διαβολῆς δέ τινων καὶ θυγάτηρ αὐτοῦ παρθένος ἱερὰ συλληφθεῖσα τότε ἀνῃρέθη. Τοῦ δὲ ἐπιγενομένου ἔτους κατὰ τὴν ἡμέραν, ᾗ τοῦ μὲν πάθους τοῦ Χριστοῦ ἡ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως ἡ πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων· ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους πεσεῖν. οἵ τε γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας, οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν καὶ Ἀζάδης ὁ εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν. ὃν ἐπείπερ ἀποθανεῖν ὁ Σαβώρης ἐπύθετο, περίλυπος εἰσάγαν ἐγένετο, καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε, μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προςέταξε.

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:967Κατ’ ἐκεῖνο δὲ καιροῦ νόσῳ περιπεσούσης τῆς βασιλίδος συλλαμβάνεται ἡ Συμεώνου τοῦ ἐπισκόπου ἀδελφή, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμῳ ἀπαγορευσάσῃ καὶ ὁμοίως ἀγομένῃ. ἐγένετο δὲ αὐτῶν ἡ σύλληψις ἐκ διαβολῆς τῶν Ἰουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβούλευσαν διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι. ἡ δὲ βασιλίς (φιλεῖ γάρ πως τὸ νοσοῦν τοῖς ἀπευκταίοις παρέχειν τὴν ἀκοήν) ὑπέλαβεν ἀληθῆ εἶναι τὴν διαβολὴν καὶ μάλιστα παρὰ Ἰουδαίων γεγενημένην, ἐπεὶ τὰ αὐτῶν ἐφρόνει καὶ Ἰουδαϊκῶς ἐβίω καὶ ἀψευδεῖς αὐτοὺς ἡγεῖτο καὶ εὔνους αὐτῇ. παραλαβόντες δὲ οἱ μάγοι Ταρβούλαν καὶ τὰς ἄλλας καταδικάζουσιν αὐτῶν θάνατον· καὶ πρίονι διχῇ τεμόντες ἀνεσκολόπισαν, καὶ ὡς ἀποτρόπαιον νόσου διὰ μέσου τῶν σκολόπων τὴν βασιλίδα παρελθεῖν ἐποίησαν. λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι, ἐρασθῆναί τε αὐτῆς τινας τῶν μάγων καὶ περὶ συνουσίας λάθρα προσπέμψασθαι μιςθὸν ἐπαγγειλαμένους, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις·
τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην ἐνυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι, προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν ἢ τὴν παρθενίαν προδοῦναι. Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾶν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιιόντες μάγοι τε καὶ ἀρχίμαγοι ἀνὰ τὴν Περσῶν γῆν ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ μάλιστα κατὰ τὴν Ἀδιαβηνῶν χώραν· κλίμα δὲ τοῦτο Περσικὸν ὡς ἐπίπαν χριστιανίζον. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Ἀκεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο καὶ πολλοὺς τῶν ὑπ’ αὐτὸν κληρικῶν. ἐπιλογισάμενοι δὲ τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν, τοὺς δὲ ἄλλους ἀφῆκαν τὰς οὐσίας αὐτῶν ἀφελόμενοι. Ἰάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ἀκεψιμᾷ, καὶ δεηθεὶς τῶν μάγων ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν· καὶ οἷα γηραλέῳ προθύμως ὑπηρετεῖτο καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. μετ’ οὐ πολὺ δὲ τῆς συλλήψεως ἱμᾶσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ μάγοι βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον· ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν ἐν δεσμοῖς εἶχον.
κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ Ἀειθαλᾶς καὶ Ἰάκωβος πρεσβύτεροι, Ἀζαδάνης τε καὶ Ἀβδιησοῦς διάκονοι διὰ τὸ δόγμα δεσμωτήριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν μάγων μαστιγωθέντες. χρόνου δὲ πολλοῦ παρελθόντος ἐκοινώσατο περὶ αὐτῶν βασιλεῖ ὁ μέγας ἀρχίμαγος. καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτούς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι, δήλην τοῖς ἐν τῷ δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν. ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο μήποτε σφᾶς προδότας φανήσεσθαι τοῦ Χριστοῦ μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. καὶ Ἀκεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρεῖος διαμείνας ἐτελεύτησε. τινὲς δὲ τῶν ἐξ Ἀρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα ἀνελόμενοι ἔθαψαν. οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων· καὶ μὴ μεταθέμενοι τῆς γνώμης πάλιν ἐν δεσμοῖς ἐγένοντο. σὺν αὐτοῖς δὲ ἦν καὶ Ἀειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας καὶ νεκρὰς καὶ μόνον ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:969Ἐπὶ ταύτης τῆς ἡγεμονίας μαρτυρίᾳ τοῦ βίου περιέστησαν πρεσβυτέρων τε καὶ διακόνων καὶ μοναχῶν καὶ ἱερῶν παρθένων καὶ τῶν ἄλλως περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων καὶ περὶ τὸ δόγμα διακειμένων πλῆθος ἀναρίθμητον, ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιμος καὶ Ἰωάννης καὶ Ὁρμίσδας καὶ Βουλιδᾶς, Πάπας τε καὶ Ἰάκωβος καὶ Ῥώμας καὶ Μαάρης καὶ Ἄγας καὶ Βόχρης καὶ Ἀβδᾶς καὶ Ἀβδιησοῦς, Ἰωάννης τε καὶ Ἀβράμιος καὶ Ἀβδελᾶς καὶ Σαβώρης καὶ Ἰσαὰκ καὶ Δαυσᾶς, ὃς αἰχμάλωτος μὲν ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου χωρίου ὧδε προσαγορευομένου, κατ’ ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν ἅμα Μαρεάβῃ χωρεπισκόπῳ καὶ κληρικοῖς τῶν ὑπ’ αὐτὸν ἀμφὶ διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι σὺν αὐτῷ συνελήφθησαν. Ὑπὸ τοῦτον τὸν χρόνον καὶ Μίλης ἐμαρτύρησεν· ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο, μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε. λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος χειροτονηθεὶς πολλὰ πολλάκις παθεῖν καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν κατηράσατο τῇ πόλει καὶ ἀνεχώρησε. μετ’ οὐ πολὺ δὲ τῶν ἐνθάδε πρωτευόντων ἐξαμαρτόντων εἰς βασιλέα παραγενομένη στρατιὰ μετὰ τριακοσίων ἐλεφάντων τὴν πόλιν κατέστρεψαν καὶ οἷα ἄρουραν γεωργήσαντες ἔσπειραν. Μίλης δὲ μόνον πήραν ἐπιφερόμενος, ἐν ᾗ τὴν ἱερὰν βίβλον τῶν εὐαγγελίων εἶχεν, εἰς Ἱεροσόλυμα ἀπῆλθεν εὐξόμενος, κἀκεῖθεν εἰς Αἴγυπτον ἐπὶ θέᾳ τῶν αὐτόθι μοναχῶν. οἵων δὲ τοῦτον τὸν ἄνδρα θεσπεσίων καὶ παραδόξων ἔργων δημιουργὸν γενέσθαι παρειλήφαμεν, μαρτυροῦσι Σύρων παῖδες, οἳ τὰς αὐτοῦ πράξεις καὶ τὸν βίον ἀνεγράψαντο. ἐμοὶ δὲ ἀρκεῖν ἡγοῦμαι ταῦτα τέως περὶ αὐτοῦ διεξελθεῖν καὶ τῶν ἐν Περσίδι μαρτυρησάντων ἐπὶ τῆς Σαβώρου βασιλείας. σχολῇ γὰρ ἄν τις ἅπαντα τὰ ἐπ’ αὐτοῖς γεγενημένα ἀπαριθμήσαι, τίνες τε ἦσαν καὶ πόθεν ἢ πῶς τὴν μαρτυρίαν ἐπετέλεσαν καὶ ποίας τιμωρίας ὑπέμειναν· παντοδαποὶ γὰρ τῶν τοιούτων τρόποι παρὰ Πέρσαις εἰς ὠμότητα φιλοτιμουμένοις.
PG 67:971ὡς ἔνι δὲ συλλήβδην εἰπεῖν, λέγεται τῶν τότε μαρτύρων τοὺς ὀνομαστὶ φερομένους, ἄνδρας τε καὶ γυναῖκας, εἶναι εἰς μυρίους ἑξακισχιλίους, τὴν δὲ ἐκτὸς τούτων πληθὺν κρείττω ἀριθμοῦ, καὶ διὰ τοῦτο ἐργῶδες φανῆναι τὰς αὐτῶν προσηγορίας ἀπαριθμήσασθαι Πέρσαις τε καὶ Σύροις καὶ τοῖς ἀνὰ τὴν Ἔδεσσαν οἰκοῦσιν, οἳ πολλὴν τούτου ἐπιμέλειαν ἐποιήσαντο. Ἐπεὶ δὲ ὧδε πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος ὁ Ῥωμαίων βασιλεύς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει. καὶ βοηθεῖν αὐτοῖς σπουδάζων ἠπόρει ὅ τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν. καὶ συμβὰν κατ’ ἐκεῖνο καιροῦ πρέσβεις παρ’ αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις κατὰ γνώμην πράξαντας ἀπέπεμψεν. εὔκαιρον δὲ τότε νομίσας παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανούς, ἔγραψε πρὸς αὐτόν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χάριν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ’ αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας· ἐπεὶ καὶ τῷ τρόπῳ, φησί, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἔστιν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν θεοῦ ἀρκοῦνται.
οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις, μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ, ὥστε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας. ἔπειτα δὲ τῇ περὶ τὸ δόγμα προνοίᾳ ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεὸν ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος τὴν πᾶσαν Ῥωμαίων οἰκουμένην ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους μαχόμενος· καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν, ἀλλ’ ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον τῶν οἰκείων στρατευμάτων προηγούμενον καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. ὁ δὲ Οὐαλλεριανός, ἐφ’ ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν· ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε, παρ’ ὧν αἰχμάλωτος ληφθεὶς ἐλεεινῶς τὸν βίον κατέπαυσε. τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ.
PG 67:973πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανούς, Ῥωμαίους καὶ ἀλλοφύλους. Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου Ἄρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἀνεκλήθη, Ἀλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη, ὡς ἐν καιρῷ λελέξεται. οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας, Ἀμφίωνα τὸν ἀντ’ αὐτοῦ χειροτονηθέντα ἐκβαλών, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. ἀνεκλήθησαν δὲ μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις ἐπιδόντες· «Ἤδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ‹ὠφείλομεν σιωπᾶν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. ἀλλ’ ἐπειδὴ ‹ἄτοπον καθ’ ἑαυτῶν δοῦναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, ‹τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν καὶ τὴν ‹ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, μηδαμοῦ ‹τῇ αἱρέσει ἐξακολουθήσαντες. ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλη- ‹σιῶν, ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες καὶ πληρο- ‹φορήσαντες τοὺς δι’ ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημηνάμεθα τῇ πίστει·

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
‹τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ‹ἀλλ’ ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ‹ἡμᾶς παρ’ αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πε- ‹πληροφορημένοι μὴ τοιοῦτον εἶναι. εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος, ‹οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παρ’ ὑμῶν κεκριμένοις καὶ διὰ ‹τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως ‹φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. εἰ γὰρ κατ- ‹αξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμ- ‹ψύχους, ἀκολουθοῦντας τοῖς παρ’ ὑμῖν κεκριμένοις, καὶ μάλιστα ὅτε αὐτὸν ‹τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύσασθαι ‹καὶ ἀνακαλέσασθαι. ἄτοπον δὲ τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνα- ‹κεκλημένου καὶ ἀπολογησαμένου, ἐφ’ οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾶν καθ’ ‹ἑαυτῶν διδόντας τὸν ἔλεγχον.
PG 67:975καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλο- ‹χρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι καὶ ‹τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ‹ἐφ’ ἡμῖν.« Ὧδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον μέλλων τὸν βίον μεταλλάσσειν Ἀλέξανδρος Ἀλεξανδρείας ἐπίσκοπος διάδοχον αὐτοῦ κατέλιπεν Ἀθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ’ αὐτὸν ἐνέγκας τὴν ψῆφον· ἐπεὶ τόν γε Ἀθανάσιόν φασιν ἀποφυγεῖν πειραθῆναι καὶ ἄκοντα βιασθῆναι πρὸς Ἀλεξάνδρου τὴν ἐπισκοπὴν ὑποδέξασθαι. καὶ μαρτυρεῖ Ἀπολινάριος ὁ Σύρος ὧδε λέγων· «Οὐκ ὤκνει δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια, ἀλλὰ πρῶτον μὲν ‹ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὡπλίζετο, ᾧ καὶ οὗτος παρῆν συν- ‹ήγορος ὡς πατρὶ παῖς, ἔπειτα καὶ ἐπ’ αὐτόν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς ‹διαδοχήν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ θεὸν δὲ ἀνευρεθείς, ὡς ‹καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις ‹δηλώσεσιν οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον. ἐκαλεῖτο μὲν γὰρ ‹ἐκ τοῦ βίου·
PG 67:977ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων Ἀθανάσιον ὀνομαστὶ μὴ ‹παρόντα ἐκάλει. καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν ‹τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. αὖθις δὲ ἐχρῆτο τῇ κλήσει· καὶ ‹ὡς ταὐτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρών, ἐδηλοῦτο δὲ ὁ μὴ ‹παρών. καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος Ἀλέξανδρος· «Ἀθανάσιε, νο- ‹μίζεις ἐκπεφευγέναι· οὐκ ἐκφεύξῃ δέ», δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.« Ταῦτα μὲν Ἀπολινάριος γράφει περὶ Ἀθανασίου. οἱ δὲ ἀπὸ τῆς Ἀρείου αἱρέσεως λέγουσιν, ὡς Ἀλεξάνδρου τελευτήσαντος ἐκοινώνουν ἀλλήλοις οἱ τὰ Ἀλεξάνδρου καὶ Μελιτίου φρονοῦντες, συνελθόντες τε ἐκ Θηβαί̈δος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι ἐνωμότως συνέθεντο κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν· ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν Ἀθανασίου χειροτονίαν, καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν, οἵου μάλιστα ὁ κατ’ αὐτὸν ἐδεῖτο καιρός. ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου, ὡς εἰπεῖν, αὐτοδίδακτος τοιοῦτος φανείς. ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ τόδε φασὶν ἐπ’ αὐτῷ συμβεβηκέναι. δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν Ἀλεξανδρεῖς τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παρ’ αὐτοῖς ἐπισκόπου. ταύτην τε ἐπιτελῶν Ἀλέξανδρος ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα αὐτῷ μέλλοντας ἀριστᾶν. καθ’ ἑαυτὸν δὲ διάγων τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν. ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ’ ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ καὶ τοῖς γινομένοις ἔχαιρεν. ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη·
PG 67:979καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου ἐπέδειξε τοὺς παῖδας, καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας ἐπυνθάνετο, τίς αὐτοῖς ἦν ἡ παιδιὰ καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ πράξεις. οἱ δὲ δείσαντες τὰ πρῶτα ἠρνοῦντο, ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν Ἀθανάσιον, βαπτισθῆναι δὲ παρ’ αὐτοῦ τινας τῶν ἀμυήτων παίδων. οὓς ἐπιμελῶς ἀνέκρινεν Ἀλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς, τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ’ αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ’ αὐτὸν ἱερεῦσι βουλευσάμενος μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας· τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας ἐπιτελεῖν. Ἀθανάσιον δὲ καὶ τοὺς ἄλλους παῖδας, οἳ πρεσβύτεροι καὶ διάκονοι ἐν τῷ παίζειν ἐτύγχανον, ὑπὸ μάρτυρι τῷ θεῷ τοῖς οἰκείοις παρέδωκεν ἀναθρέψαι τῇ ἐκκλησίᾳ καὶ ἀγαγεῖν ἐφ’ ὃ ἐμιμήσαντο. μετ’ οὐ πολὺ δὲ ὁμοδίαιτον καὶ ὑπογραφέα τὸν Ἀθανάσιον εἶχεν.
εὖ δὲ ἀχθείς, γραμματικοῖς τε καὶ ῥήτορσι φοιτήσας, ἤδη εἰς ἄνδρας τελῶν, καὶ πρὸ τῆς ἐπισκοπῆς πεῖραν ἔδωκε τοῖς ὁμιλήσασιν αὐτῷ σοφοῦ καὶ ἐλλογίμου ἀνδρός. ἐπεὶ δὲ ἐτελεύτησεν Ἀλέξανδρος διάδοχον αὐτὸν καταλιπών, ἔτι μᾶλλον ἐπέδωκεν ἡ περὶ αὐτοῦ δόξα βεβαιουμένη ταῖς οἰκείαις ἀρεταῖς καὶ τῇ μαρτυρίᾳ Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ. μετακαλουμένου γὰρ αὐτοῦ ὑπήκουε καὶ ταῖς πόλεσιν ἐφοίτα καὶ εἰς τὰς ἐκκλησίας συνῄει καὶ οἷς ἐδόξαζε περὶ θεοῦ συνεψηφίζετο, καὶ φίλον ἐν πᾶσιν εἶχεν αὐτὸν καὶ τοὺς ἐναντιουμένους ἢ ἀπεχθανομένους αὐτῷ ἀπεστρέφετο. Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ Ἀρείου καὶ Μελιτίου φρονοῦντες, ἀεὶ μὲν ἐπιβουλεύσαντες, οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δόξαντες. τὰ μὲν οὖν πρῶτα δι’ ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος δέχεσθαι τοὺς περὶ Ἄρειον· εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει. ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς ὁ βασιλεὺς προσδέξηται τὸν Ἄρειον καὶ κάθοδον αὐτῷ παράσχῃ.

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:981ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο, οὐκ εἰς μακρὰν ἐρῶ. ἐν δὲ τῷ τότε πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. οἱ μὲν γὰρ τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας, οἱ δ’ αὖ πάλιν ὡς Ἑλληνιστὰς τοὺς ἑτέρους ἐξετρέποντο καὶ πολυθεί̈ας εἰσάγειν διέβαλλον. κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα Εὐσέβιός τε ὁ Παμφίλου καὶ Εὐστάθιος ὁ Ἀντιοχεύς. ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν, ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαί̈οντες ἀλλήλους διέβαλλον. καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο Εὐσέβιον [ὡς] εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα, ὁ δὲ ταῦτα μὲν ἐπαινεῖν φησιν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Συνόδου δὲ ἐν Ἀντιοχείᾳ γενομένης ἀφαιρεῖται Εὐστάθιος τὴν Ἀντιοχέων ἐκκλησίαν, τὸ μὲν ἀληθές, ὡς ὁ πολὺς ἔχει λόγος, καθότι τὴν ἐν Νικαίᾳ πίστιν ἐπῄνει καὶ τοὺς ἀμφὶ τὸν Εὐσέβιον καὶ Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἵποντο, οἷά γε τὰ Ἀρείου φρονοῦντας ἀπεστρέφετο καὶ φανερῶς διέβαλλε, πρόφασιν δέ, ὡς οὐχ ὁσίαις πράξεσι τὴν ἱερωσύνην αἰσχύνας ἐφωράθη. μεγίστη δὲ διὰ τὴν αὐτοῦ καθαίρεσιν ἀνεκινήθη στάσις κατὰ τὴν Ἀντιόχειαν, ὡς μικροῦ δεῖν ξιφῶν ἅψασθαι τὸ πλῆθος καὶ πᾶσαν κινδυνεῦσαι τὴν πόλιν. ἔβλαψε δὲ αὐτὸ τοῦτο οὐ μετρίως αὐτὸν πρὸς βασιλέα. ὡς γὰρ ἔγνω ταῦτα συμβεβηκέναι καὶ τὸν λαὸν τῆς ἐκκλησίας εἰς δύο διῃρῆσθαι, σφόδρα ἐχαλέπαινε καὶ ἐν ὑπονοίᾳ αὐτὸν εἶχεν ὡς αἴτιον τῆς στάσεως. πέμπει δὲ ὅμως τινὰ τῶν ἀμφ’ αὐτὸν λαμπρῶς στρατευομένων, ἐντειλάμενος εἰς δέος καταστῆσαι τὸ πλῆθος καὶ δίχα ταραχῆς καὶ βλάβης καταπαῦσαι τὴν στάσιν.
PG 67:983λογισάμενοι δὲ οἱ καθελόντες Εὐστάθιον, οἳ δὴ τούτου χάριν εἰς Ἀντιόχειαν συνηγμένοι ἐτύγχανον, ὡς εἰ τῶν ὁμοδόξων αὐτοῖς προστήσαιντό τινα τῆς ἐνθάδε ἐκκλησίας βασιλεῖ γνώριμον καὶ ἐπὶ λόγων ἐπιστήμῃ εὐδόκιμον, ῥᾳδίως ἕξουσι πειθομένους τοὺς ἄλλους, εὖ ἔχειν ἐνόμισαν ἐπιτρέψαι τὸν Ἀντιοχέων θρόνον Εὐσεβίῳ τῷ Παμφίλου. καὶ γράφουσι περὶ τούτου τῷ βασιλεῖ δηλώσαντες καὶ τῷ λαῷ ὑπερφυῶς τοῦτο κεχαρισμένον εἶναι. ὧδε γὰρ ἐξῄτησαν καὶ ὅσοι τοῦ κλήρου καὶ τοῦ πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον. ὅ γε μὴν Εὐσέβιος ἔγραψε βασιλεῖ παραιτούμενος. ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς (νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας ἐπισκοπὴν ἄλλην μὴ μετιέναι) ἔγραψε [δὲ καὶ τῷ λαῷ] καὶ αὐτῷ Εὐσεβίῳ ἀποδεχόμενος αὐτὸν τῆς γνώμης καὶ μακάριον ἀποκαλῶν ὡς οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης τῆς οἰκουμένης ἄξιον ὄντα ἐπισκοπεῖν. ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς Ἀντιοχέων ἐκκλησίας περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παρ’ ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν. ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ συνόδῳ διεπέμψατο·
καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτοὺς γράμμασιν, ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πυθόμενος Εὐφρόνιον Καππαδόκην πρεσβύτερον καὶ Γεώργιον Ἀρεθούσιον, ἐκέλευσε τούτων, ὃν ἂν κρίνωσιν, ἢ ἕτερον, ὃς ἄξιος, φησί, φανείη, χειροτονῆσαι τῆς Ἀντιοχέων ἐκκλησίας προστάτην. Ἐπεὶ δὲ τὰ βασιλέως ἐδέξαντο γράμματα, Εὐφρόνιον ἐχειροτόνησαν. Εὐστάθιος δέ, ὡς ἐπυθόμην, ἡσυχῇ τὴν συκοφαντίαν ἤνεγκεν ὧδέ πῃ κρίνας εἶναι ἄμεινον, ἀνὴρ τά τε ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐπὶ εὐγλωττίᾳ δικαίως θαυμαζόμενος, ὡς ἐκ τῶν φερομένων αὐτοῦ λόγων συνιδεῖν ἔστιν ἀρχαιότητι φράσεως καὶ σωφροσύνῃ νοημάτων καὶ ὀνομάτων κάλλει καὶ χάριτι ἀπαγγελίας εὐδοκιμούντων. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἰούλιος μέν, Μάρκου μετὰ Σίλβεστρον ἐπ’ ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν Ῥώμῃ διεῖπε θρόνον, Μάξιμος δὲ μετὰ Μακάριον τὸν Ἱεροσολύμων. τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν Διοσπόλει ἐκκλησίας, ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν Ἱεροσολύμοις κατοικούντων· ὁμολογητὴς γὰρ ὢν καὶ ἄλλως ἀγαθὸς τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε ἐπισκοπήν.

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:985ἐπεὶ δὲ χαλεπῶς τὸ πλῆθος ἔφερεν οὗ τῆς ἀρετῆς ἐπειράθη ἀποστερούμενον, καὶ στάσις ἠπειλεῖτο, ἔδοξεν εὖ ἔχειν Διοσπολίταις μὲν ἕτερον αἱρεῖσθαι ἐπίσκοπον, Μάξιμον δὲ ἐν Ἱεροσολύμοις μεῖναι καὶ Μακαρίῳ συνιερᾶσθαι, μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν ἡγεῖσθαι τῆς ἐκκλησίας. ἰστέον μέντοι ὡς οἱ τάδε ἠκριβωκότες κατὰ γνώμην Μακαρίου γενέσθαι τε καὶ σπουδασθῆναι τῷ πλήθει ταῦτα ἰσχυρίζονται· φασὶ γὰρ αὐτὸν μεταμεληθῆναι ἐπὶ τῇ Μαξίμου χειροτονίᾳ, ἐπιλογισάμενον ὡς ὀρθῶς περὶ θεοῦ δοξάζων καὶ διὰ τὴν ὁμολογίαν τῷ λαῷ κεχαρισμένος ἀναγκαίως φυλακτέος ἐστὶν εἰς τὴν αὐτοῦ διαδοχήν. ἐδεδίει γάρ, μὴ τελευτήσαντος αὐτοῦ καιρὸν εὑρόντες οἱ ἀμφὶ τὸν Εὐσέβιον καὶ Πατρόφιλον, οἱ δὴ τὰ Ἀρείου φρονοῦντες, ὁμοδόξῳ τὸν ἐνθάδε θρόνον ἐπιτρέψουσιν· ἐπεὶ καὶ Μακαρίου περιόντος νεωτερίσαι ἐπεχείρησαν, ἀφορισθέντες δὲ παρ’ αὐτοῦ διὰ τοῦτο ἡσυχίαν ἦγον. Ἐν τούτῳ δὲ Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονικία.
ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν Ἀρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι Ἀλεξάνδρῳ εἰς Αἴγυπτον παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ ἐν τῇ Λυκῷ διῆγε. μετ’ οὐ πολὺ δὲ μέλλων τὸν βίον τελευτᾶν Ἰωάννην τινὰ τῶν αὐτῷ συνήθων παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου κατέστησεν ἀντ’ αὐτοῦ καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο. ἰδόντες δὲ οἱ Ἀρείου τοὺς Μελιτίου νεωτερίζοντας συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν Ἀρείου δόξαν ἐθαύμαζον, οἱ δὲ ἐδικαίουν τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθόλου ἐκκλησίας, εἰς φθόνον κατέστησαν. καὶ πρὸς ἀλλήλους ἐσπείσαντο καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς τὸν κλῆρον Ἀλεξανδρείας.
PG 67:987ἐπιμίξ τε πρὸς οὓς διελέγοντο τὰ ἐγκλήματα προέφερον καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ Ἀρείου φρονοῦντας· καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο, Ἀρειανοὶ δὲ ὁμοίως Ἀρείῳ περὶ θεοῦ ἐδόξαζον. ἀλλ’ ὅμως ἰδίᾳ τὰ παρ’ ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. τῷ δὲ χρόνῳ, ὡς εἰκός, ἐκ τῶν περὶ ταῦτα διαλέξεων ἕξιν λαβόντες τῶν Ἀρείου δογμάτων ὁμοίως περὶ θεοῦ ἐδόξαζον. ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν Ἄρειον, καὶ λαοὶ καὶ κλῆροι τῆς πρὸς ἀλλήλους ἀπεσχίζοντο κοινωνίας. Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσιν καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ Ἑλλησποντίοις καὶ ἐν τῇ Κωνσταντινουπόλει αὖθις ἀνερριπίζετο τὰ περὶ τῶν Ἀρείου δογμάτων.
ἀμέλει τοι λέγεται, ὡς Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν τῆς ἐν Νικαίᾳ συνόδου ἀπήλειψαν τὰς ἑαυτῶν ὑπογραφὰς καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν διδάσκειν μὴ χρῆναι ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν. περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον ὧδε ἄντικρυς πρὸς βασιλέα παρρησιάσασθαι καὶ εἰπεῖν ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς «εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς οὐσίας ἑκάτερον». ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς· οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι τὰς τοιαύτας ζητήσεις, παρ’ ἐλπίδας αὖθις ἀνακινουμένας ἑώρα. οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος Ἀλεξανδρεῦσί τισι κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετηρήκει ὡς μὴ ὀρθῶς δοξάζοντας, αὐτὸς δὲ ὡς αἰτίους τῆς διχονοίας καὶ ἐπὶ τούτῳ τῆς πατρίδος ἐκδημοῦντας ἐκπεμφθῆναι προσέταξεν. ἐκ ταύτης δὲ τῆς αἰτίας εἰσὶν οἳ λέγουσιν ὀργισθέντα τὸν βασιλέα καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου.

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:989ἀλλὰ περὶ μὲν τούτου ἐν τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα. Ἀθανασίῳ δὲ τῶν ἐπιγενομένων δυσχερῶν πρῶτοι γεγόνασιν αἴτιοι. πλείστην γὰρ ἔχοντες παρὰ βασιλεῖ παρρησίαν καὶ δύναμιν τὸν Ἄρειον μὲν ὡς ὁμόδοξον καὶ φίλον κατάγειν εἰς τὴν Ἀλεξάνδρειαν ἐσπούδαζον, τὸν δὲ τῆς ἐκκλησίας ἐκβαλεῖν ὡς ἐναντίον αὐτοῖς γινόμενον. διαβάλλουσιν οὖν αὐτὸν πρὸς Κωνσταντῖνον ὡς στάσεων καὶ θορύβων αἴτιον τῇ ἐκκλησίᾳ γενόμενον καὶ εἴργοντα τοὺς βουλομένους εἰς τὴν ἐκκλησίαν εἰσιέναι, ἐξὸν πάντας ὁμονοεῖν, εἰ τοῦτο μόνον συγχωρηθείη. ἐπιστοῦντο δὲ ἀληθεῖς εἶναι τὰς κατ’ αὐτοῦ διαβολὰς πολλοὶ τῶν μετὰ Ἰωάννου ἐπισκόπων καὶ κληρικῶν, συνεχῶς βασιλεῖ προσιόντες ὀρθοδόξους τε σφᾶς εἶναι λέγοντες καὶ φόνων δὲ καὶ δεσμῶν καὶ πληγῶν ἀδίκων καὶ τραυμάτων καὶ ἐμπρησμῶν ἐκκλησιῶν κατηγοροῦντες αὐτοῦ καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων. ἐπεὶ δὲ καὶ Ἀθανάσιος ἐδήλωσε τῷ βασιλεῖ, παρανόμους χειροτονίας ἐγκαλῶν τοῖς ἀμφὶ τὸν Ἰωάννην καὶ νεωτερισμὸν τῶν ἐν Νικαίᾳ δοξάντων καὶ πίστιν οὐχ ὑγιᾶ καὶ στάσεις καὶ ὕβρεις κατὰ τῶν ὀρθῶς περὶ θεοῦ δοξαζόντων, οὐκ εἶχε λοιπὸν ὅτῳ πιστεύσειεν ὁ Κωνσταντῖνος.
PG 67:991τοιαῦτα δὲ αὐτῶν ἐγκαλούντων ἀλλήλοις καὶ πολλάκις πολλῶν κατηγόρων ἑκατέρωθεν ὀχλούντων, ἐπεὶ σφόδρα αὐτῷ ἔμελε τῆς ὁμονοίας τῶν λαῶν, γράφει Ἀθανασίῳ μηδένα τῆς ἐκκλησίας εἴργεσθαι· εἰ δὲ τοῦτο καὶ εἰς ὕστερον μηνυθείη, πέμπειν ἀμελλητὶ τὸν ἐξελάσοντα αὐτὸν τῆς Ἀλεξανδρέων πόλεως. εἴ τῳ δὲ φίλον καὶ αὐτῇ τῇ τοῦ βασιλέως ἐντυχεῖν ἐπιστολῇ, ὧδε ἔχει τὸ περὶ τούτου μέρος· «Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα πᾶσι τοῖς βουλομένοις ‹εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ ‹γνῶ, ὡς κεκώλυκας αὐτῶν τινας τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας ‹τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύ- ‹σεως καὶ τῶν τόπων μεταστήσοντα.« Ἐπεὶ δὲ γράφων Ἀθανάσιος καὶ τὸν βασιλέα ἔπειθε μὴ μεταδοτέον κοινωνίας τοῖς Ἀρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ, Ἀθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλήν, ὑπέσχετο τοῖς Μελιτίου συλλαμβάνεσθαι πρὸς βασιλέα [καὶ] τοὺς ἀμφ’ αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν Ἀθανασίου κατηγορεῖν.
ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν ὡς χιτωνίων λινῶν φόρον ἐπιθεὶς Αἰγυπτίοις καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. παρατυχόντες [δὲ] αὐτόθι Ἄπις καὶ Μακάριος, πρεσβύτεροι τῆς Ἀλεξανδρέων ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι. ἐκ ταύτης τε τῆς αἰτίας μετακληθέντα Ἀθανάσιον πάλιν ἐγράψαντο, ὡς ἐπιβουλεύων τῷ κρατοῦντι λάρνακα χρυσίου Φιλουμενῷ τινι πέπομφεν. ἐπεὶ δὲ συκοφαντίαν κατέγνω τῶν κατηγόρων ὁ βασιλεύς, ἐπέτρεψεν Ἀθανασίῳ ἐπανελθεῖν οἴκαδε· καὶ τῷ λαῷ τῆς Ἀλεξανδρείας ἔγραψε μαρτυρήσας αὐτῷ πολλὴν ἐπιείκειαν καὶ πίστιν ὀρθήν, ἀσμένως τε αὐτῷ συντετυχηκέναι καὶ θεῖον εἶναι ἄνδρα πεπεῖσθαι· φθόνου τε χάριν τὴν γραφὴν ὑπομείναντα κρείττω φανῆναι τῶν αὐτοῦ κατηγόρων. πυθόμενός τε πολλοὺς ἔτι ἀπὸ τῶν Αἰγυπτίων ζυγομαχεῖν ἐκ τῆς Ἀρείου καὶ Μελιτίου προφάσεως, διὰ τῆς αὐτοῦ ἐπιστολῆς παρεκάλεσε τὸ πλῆθος εἰς θεὸν ἀπιδεῖν καὶ τὴν παρ’ αὐτοῦ κρίσιν εἰς νοῦν λαβεῖν, εὐνοεῖν τε ἀλλήλοις καὶ τοὺς ἐπιβουλεύοντας τῇ αὐτῶν ὁμονοίᾳ παντὶ σθένει διώκειν.
PG 67:993καὶ ὁ μὲν βασιλεὺς ὧδέ πῃ γράφων εἰς τὸ κοινόν, πάντας εἰς ὁμόνοιαν ἐκάλει, καὶ μὴ διασπᾶσθαι τὴν ἐκκλησίαν ἐσπούδαζε. Μελιτιανοὶ δὲ τῆς προτέρας ἀποτυχόντες πείρας ἑτέρας ὕφαινον κατὰ Ἀθανασίου γραφάς, τὴν μὲν ὡς ποτήριον ἱερὸν συνέτριψε, τὴν δὲ ὡς Ἀρσένιόν τινα κτείνας ἐξέτεμεν αὐτοῦ τὸν βραχίονα καὶ παρ’ ἑαυτῷ ἔχει γοητείας ἕνεκεν. οἷα δὲ κληρικὸς ἐλέγετο ὁ Ἀρσένιος οὗτος ἁμαρτήματι περιπεσὼν κρύπτεσθαι· δίκην γὰρ ὑφωρᾶτο δώσειν παρὰ τῷ ἐπισκόπῳ εὐθυνόμενος. τὸ δὲ συμβὰν οὕτως εἰς ἐσχάτην διαβολὴν διεσκεύασαν οἱ ἐπιβουλεύοντες Ἀθανασίῳ. καὶ τὸν μὲν Ἀρσένιον ἐπιμελῶς ἀναζητήσαντες εὗρον, καὶ φιλοφρονησάμενοι καὶ πᾶσαν εὔνοιαν καὶ ἀσφάλειαν παρέξειν αὐτῷ ὑποσχόμενοι ἄγουσι λάθρα πρός τινα τῶν αὐτοῖς συνήθων καὶ τὰ αὐτὰ σπουδαζόντων· Πρίνης ὄνομα αὐτῷ ἦν, πρεσβύτερος μοναστηρίου· ἐνταῦθά τε τὸν Ἀρσένιον κρύψαντες σπουδῇ περιῄεσαν κατὰ τὰς ἀγορὰς καὶ τοὺς συλλόγους τῶν ἐν τέλει λογοποιοῦντες τοῦτον πεφονεῦσθαι παρὰ Ἀθανασίου. παρεσκεύαστο δὲ πρὸς τοιαύτην κατηγορίαν καὶ Ἰωάννης μοναχός τις ὁ Ἀρχὰφ λεγόμενος.

Chapter XXIVCaput XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ταύτης δὲ τῆς αἰσχρᾶς φήμης εἰς πολλοὺς διασπαρείσης ἐπὶ τοσοῦτον, ὡς καὶ βασιλέως ἀκοὰς φθάσαι, ὁρῶν Ἀθανάσιος ὡς, εἰ συμβαίη αὐτὸν καὶ ἐπὶ ταύτῃ τῇ αἰτίᾳ γραφὴν ὑπομεῖναι, χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δικασταῖς τοιαύταις φήμαις προκατειλημμένοις, ἀντεστρατήγει ταῖς τῶν ἐναντίων τέχναις, καὶ ὡς ἐνεδέχετο πάντας πιστούμενος ἐπόνει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες Ἀρσενίου μὴ φαινομένου. λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι λεγόμενον, πέμπει τῶν ἀμφ’ αὐτὸν πιστότατόν τινα διάκονον ἀναζητήσοντα τοῦτον. ὁ δὲ παραγενόμενος εἰς Θηβαί̈δα ἐξαγγειλάντων τινῶν μοναχῶν ἔγνω ὅπου διῆγεν. ἐπεὶ δὲ ἧκε πρὸς Πρίνην, παρ’ ᾧ ἐκρύπτετο, αὐτὸν μὲν Ἀρσένιον οὐ καταλαμβάνει· προμαθόντες γὰρ τὴν ἄφιξιν τοῦ διακόνου μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. παραλαβὼν δὲ τὸν Πρίνην ἤγαγεν εἰς Ἀλεξάνδρειαν, ἅμα δὲ καὶ Ἠλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν Ἀρσένιον ἑτέρωθι μεταστῆσαι.
PG 67:995ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων ὡμολόγησαν ἐν ζῶσιν εἶναι Ἀρσένιον, λαθεῖν δὲ παρ’ αὐτοῖς πρότερον κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν. ταῦτα οὕτω συμβάντα δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν Ἀθανάσιος. τῷ δὲ βασιλεὺς ἀντέγραψεν ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν, παρ’ οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλάς, ὡς καὶ αὐτοῦ εὖ εἰδότος φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ πεπλασμένας γραφὰς καὶ τοὺς κατὰ τῆς ἐκκλησίας θορύβους. αὐτόν τε τοῦ λοιποῦ μὴ συγχωρεῖν τὰ τοιαῦτα, ἀλλὰ δικαστὴν ἔσεσθαι κατὰ τοὺς πολιτικοὺς νόμους, εἰ μὴ ἡσυχίαν ἄγοιεν, καὶ δίκην λαβεῖν παρ’ αὐτῶν ὡς οὐ μόνον ἀδίκως τοῖς ἀθῴοις ἐπιβουλευόντων, ἀλλ’ ἀδίκως τῇ εὐταξίᾳ τῆς ἐκκλησίας καὶ τῇ εὐσεβείᾳ λυμαινομένων. τοιαῦτα γράψας ὁ βασιλεὺς Ἀθανασίῳ προσέταξεν εἰς τὸ κοινὸν ἀναγνωσθῆναι τὴν ἐπιστολήν, ἵν’ εἰδέναι πάντες ἔχοιεν τὴν αὐτοῦ προαίρεσιν. τὸ δὲ ἐξ ἐκείνου περιδεεῖς γενόμενοι οἱ τὰ Μελιτίου φρονοῦντες τέως ἠρέμουν ὑφορώμενοι τὴν τοῦ κρατοῦντος ἀπειλήν.
εἰρηνευομένη δὲ ἡ κατὰ πᾶσαν Αἴγυπτον ἐκκλησία καὶ ὑπὸ τοσούτου ἱερέως προστασίᾳ ἰθυνομένη πολυπλασίων ὁσημέραι ἐγίνετο, πολλῶν προστιθεμένων ἐκ τοῦ Ἑλληνικοῦ πλήθους καὶ τῶν ἄλλων αἱρέσεων. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον παρειλήφαμεν καὶ τοὺς ἔνδον τῶν καθ’ ἡμᾶς Ἰνδῶν, ἀπειράτους μείναντας τῶν Βαρθολομαίου κηρυγμάτων, μετασχεῖν τοῦ δόγματος ὑπὸ Φρουμεντίῳ, ἱερεῖ καὶ καθηγητῇ γενομένῳ παρ’ αὐτοῖς τῶν ἱερῶν μαθημάτων. ἵνα δὲ γνοίημεν καὶ ἐν τῷ παραδόξῳ τοῦ συμβάντος περὶ τοὺς Ἰνδοὺς οὐκ ἐξ ἀνθρώπων, ὥς τισι τερατολογεῖσθαι δοκεῖ, τὴν σύστασιν λαβεῖν τὸ τῶν Χριστιανῶν δόγμα, ἀναγκαῖον καὶ τὴν αἰτίαν τῆς Φρουμεντίου χειροτονίας διεξελθεῖν· ἔχει δὲ ὧδε. περὶ πολλοῦ τοῖς παρ’ Ἕλλησιν εὐδοκιμωτάτοις φιλοσόφοις ἐγίνετο πόλεις καὶ τόπους ἀγνῶτας ἱστορεῖν.
PG 67:997οὕτω γοῦν Πλάτων ὁ Σωκράτους ἑταῖρος Αἰγυπτίοις ἐνεδήμησε τὰ παρ’ αὐτοῖς μαθησόμενος, ἔπλευσε δὲ καὶ εἰς Σικελίαν ἐπὶ θέᾳ τῶν αὐτόθι κρατήρων, ἐν οἷς ἀεὶ μὲν ὡς ἀπὸ πηγῆς ἀναδιδόμενον αὐτόματον παφλάζει πῦρ, πολλάκις δὲ ὑπερχέον ποταμοῦ δίκην ῥεῖ καὶ τὴν γείτονα γῆν ἐπιβόσκεται τοσοῦτον, ὡς ἔτι νῦν πολλοὺς ἀγροὺς φαίνεσθαι κατακεκαυμένους καὶ μήτε σπόρον δέχεσθαι μήτε φυτείαν δένδρων, οἷά γε περὶ τῆς Σοδομιτῶν χώρας καταγγέλλουσι. τούτους δὲ τοὺς κρατῆρας καὶ Ἐμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παρ’ Ἕλλησι φιλοσοφήσας καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος· διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρός, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἤτό γε ἀληθέστερον εἰπεῖνοὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγήν, ἥλατο εἰς τὸ πῦρ καὶ διεφθάρη. οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῷος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε καὶ χώρας καὶ ἔθνη· καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησιν. ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παρ’ Ἕλλησι σοφῶν, ἀρχαῖοι καὶ νεώτεροι, τοῦτο ἐσπούδασαν.

Chapter XXVCaput XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης παρεγένετο εἰς Ἰνδούς. εἵποντο δὲ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ Ἐδέσιος, ἄμφω δὲ γένει αὐτῷ προσήκοντες· οὓς διὰ λόγων ἦγε καὶ ἐλευθερίως ἐπαίδευεν. ἱστορήσας δὲ τῆς Ἰνδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. συμβὰν δὲ κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων εἰς ὅρμον τινὰ προσσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε Ἰνδοὶ κτείνουσι πάντας καὶ τὸν Μερόπιον· ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς Ῥωμαίους σπονδάς. τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. ὁ δὲ τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε, μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον καὶ τῶν χρημάτων ἐπίτροπον· ἔγνω γὰρ αὐτὸν ἐχέφρονα καὶ διοικεῖν ἱκανώτατον. ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν ἐπὶ παιδὶ καὶ γαμετῇ, ἐλευθερίᾳ τῆς εὐνοίας αὐτοὺς ἠμείψατο καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον·
PG 67:999ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῇ ὄντος ἐδεήθη ἡ τούτου μήτηρ ἐπ’ ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν, καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν Ἰνδῶν διῴκουν. ὁ δὲ Φρουμέντιος θείαις ἴσως προτραπεὶς ἐπιφανείαις ἢ καὶ αὐτομάτως τοῦ θεοῦ κινοῦντος ἐπυνθάνετο, εἴ τινες εἶεν Χριστιανοὶ παρ’ Ἰνδοῖς ἢ Ῥωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. ἐπιμελῶς δὲ τούτους ἀναζητῶν μετεκαλεῖτο πρὸς ἑαυτόν· ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος εὐχῆς ἕνεκεν συνιέναι ἐποίει καὶ ᾗ Ῥωμαίοις ἔθος ἐκκλησιάζειν, καὶ διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας. ἤδη δὲ τοῦ βασιλέως υἱοῦ εἰς ἐφήβους τελοῦντος, παραιτησάμενοι αὐτὸν καὶ τὴν βασιλίδα οὐκ ἀνεκτὸν ἡγουμένους χωρίζεσθαι σφῶν, πείσαντες καὶ φίλοι ἀπαλλαγέντες, παρεγένοντο εἰς τὴν Ῥωμαίων ὑπήκοον. καὶ Ἐδέσιος μὲν τοὺς οἰκείους ὀψόμενος εἰς Τύρον ἦλθεν, ἔνθα δὴ μετὰ ταῦτα πρεσβυτερίου ἠξιώθη. Φρουμέντιος δὲ τὴν ἐπὶ Φοινίκην ὁδὸν τέως ἀναβαλλόμενος ἀφίκετο εἰς Ἀλεξάνδρειαν·
ἔδοξε γὰρ αὐτῷ οὐ καλῶς ἔχειν πατρίδος καὶ γένους δευτερεύειν τὴν περὶ τὰ θεῖα σπουδήν. συντυχὼν δὲ Ἀθανασίῳ τῷ προϊσταμένῳ τῆς Ἀλεξανδρέων ἐκκλησίας τὰ κατ’ Ἰνδοὺς διηγήσατο καὶ ὡς ἐπισκόπου δέοι αὐτοῖς τῶν αὐτόθι Χριστιανῶν ἐπιμελησομένου. ὁ δὲ Ἀθανάσιος τοὺς ἐνδημοῦντας ἱερέας ἀγείρας ἐβουλεύσατο περὶ τούτου· καὶ χειροτονεῖ αὐτὸν τῆς Ἰνδικῆς ἐπίσκοπον, λογισάμενος ἐπιτηδειότατον εἶναι τοῦτον καὶ ἱκανὸν πολλὴν ποιῆσαι τὴν θρησκείαν, παρ’ οἷς πρῶτος αὐτὸς ἔδειξε τὸ Χριστιανῶν ὄνομα καὶ σπέρμα παρέσχετο τῆς τοῦ δόγματος μετουσίας. ὁ δὲ Φρουμέντιος πάλιν εἰς Ἰνδοὺς ὑποστρέψας λέγεται τοσοῦτον εὐκλεῶς τὴν ἱερωσύνην μετελθεῖν, ὡς ἐπαινεθῆναι παρὰ πάντων τῶν αὐτοῦ πειραθέντων, οὐχ ἧττον ἢ τοὺς ἀποστόλους θαυμάζουσι, καθότι καὶ ἐπισημότατον αὐτὸν ὁ θεὸς ἀπέφηνε, πολλὰς καὶ παραδόξους ἰάσεις καὶ σημεῖα καὶ τέρατα δι’ αὐτοῦ δημιουργήσας. ἡ μὲν δὴ παρ’ Ἰνδοῖς ἱερωσύνη ταύτην ἔσχεν ἀρχήν. Ἀθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζον καὶ κατηγόρων ἐπήγειρον πλῆθος.
PG 67:1001παρ’ ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ’ αὐτοὺς δείσας τὴν σκαιωρίαν. ἀλλὰ τότε μὲν καίτοι συνελθεῖν ἀναγκαζόμενος ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνεβάλλετο· μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων.
PG 67:1003κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους Ἰωάννου Καλλίνικος ἐπίσκοπος καὶ Ἰσχυρίων τις ὡς μυστικὸν ποτήριον συνέτριψε καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον, ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε, Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον καθεῖλεν, ὅτι γέ, φησι, παρῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου, Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. καὶ Εὔπλος δὲ καὶ Παχώμιος καὶ Ἰσαὰκ καὶ Ἀχιλλεὺς καὶ Ἑρμαίων, τῶν ἀμφ’ Ἰωάννην ἐπίσκοποι, πληγῶν αὐτοῦ κατηγόρουν, κοινῇ δὲ πάντες, ὡς δι’ ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, συνθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν· ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν.
Ἐπὶ τούτοις τε καὶ τὰ κατὰ Ἀρσένιον ἀνεκινεῖτο. καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δι’ αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων. ὁ δὲ Ἀθανάσιος ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο, τῶν δὲ πρὸς ἐπίσκεψιν ὑπέρθεσιν ᾔτησεν. ἠπόρει δὲ λίαν καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους καὶ μάρτυρας πολλοὺς κατ’ αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ Ἀρείου καὶ Μελιτίου φρονούντων καὶ τοὺς συκοφάντας, ἐφ’ οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους, καὶ μάλιστα ἐπὶ τῇ κατὰ Ἀρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν, καὶ [τῇ κατὰ] γυναῖκά τινα, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆναι ἐνεκαλεῖτο. ἑκατέρα [δὲ] γραφὴ γελοία ἐφωράθη καὶ συκοφαντίας ἀνάπλεως.
PG 67:1005ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνή, παρεστὼς Ἀθανασίῳ Τιμόθεος Ἀλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον «ἐγώ σε», ἔφη, «ἐβιασάμην, ὦ γύναι;« ἡ δέ· «ἀλλ’ οὐ σύ;« καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο. Ἀρσένιον δὲ εἰς μέσον παρήγαγε καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἐπέδειξε τοῖς δικασταῖς, καὶ ἐδεῖτο αὐτῶν εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. ἔτυχε γὰρ Ἀρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος ἤ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων Ἀθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δι’ αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ καὶ πρὸ μιᾶς τοῦ δικαστηρίου κατάρας εἰς Τύρον. ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνόδου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις.

Chapter XXVICaput XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκοπος τῶν ὑπὸ Ἀθανάσιον κατὰ πρόσταξιν αὐτοῦ τὴν Ἀρσενίου οἰκίαν κατέφλεξε, καὶ κίονι προσδήσας καὶ ἱμᾶσιν αἰκισάμενος ἐν οἰκίσκῳ καθεῖρξε· διὰ θυρίδος δὲ ἀποδρᾶσαι τοῦτον καί, ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι· καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν οἱ ἀμφὶ τὸν Ἰωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν προσιόντες τοῖς ἄρχουσι. Ταῦτ’ οὖν λογιζόμενος Ἀθανάσιος περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα καὶ βίαιον καὶ ἱερωσύνης ἀνάξιον, δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μή, ὡς εἰκὸς ἐν στάσει, καταδραμόντες αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου.
PG 67:1007ὁ δὲ λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. καταδικάζουσι δὲ αὐτοῦ ἐρήμην ἡ σύνοδος καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς· καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν Ἀλεξάνδρειαν οἰκεῖν, ἵνα μή, φησι, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας ὡς οὐ δικαίως κακῶς παθόντας εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα ἑκάστῳ διέδωκαν. δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ γράφουσι τοῖς πανταχῇ ἐπισκόποις μὴ μεταδοῦναι αὐτῷ κοινωνίας μήτε γράφειν μήτε γράμματα παρ’ αὐτοῦ δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς ἐπὶ τοιαύτην προῆχθαι ψῆφον πρῶτον μὲν ὅσα χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας.
PG 67:1009πλειόνων δὲ συνελθόντων εἰς Τύρον ἅμα πλήθει ἀφίκετο καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ, πῇ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῇ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων, ἄλλοτε δὲ καλούμενος ὑπ’ αὐτῶν μὴ ὑπακούων, ποτὲ δὲ κρίνεσθαι μὴ ἀξιῶν. περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Μάριν τὸν Χαλκηδόνος καὶ Θεόδωρον τὸν Ἡρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην, ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. τοιαῦτα ἔγραψαν, καθ’ ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο.

Chapter XXVIICaput XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
λέγεται γοῦν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς ἐξαναστῆσαι Μάξιμον τὸν Ἱεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων ὁμολογητὰς αὐτοὺς ὄντας καὶ δι’ εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους καὶ τὰς ἀγκύλας πεπηρωμένους. Ἐν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας ἐξεργασθέντος τοῦ ἐν Ἱεροσολύμοις νεὼ περὶ τὸν [τοῦ] Κρανίου χῶρον, ὃ μέγα μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανός, ἀνὴρ τῶν ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν παρακελευομένην ἐν τάχει τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ τὸν νεὼ καθιερῶσαι. τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος ἀναγκαῖον ἐνόμισε πρότερον ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκόπους διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφοράς, οὕτω τε κεκαθαρμένους διχονοίας καὶ λύπης ἐπὶ τὴν ἀφιέρωσιν τοῦ νεὼ χωρῆσαι· πρόσφορον γὰρ εἶναι τῇ τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν ἱερέων.
καὶ οἱ μὲν ἧκον εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθιέρωσαν καὶ τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται καὶ πολὺ παρέχει θαῦμα τοῖς θεωμένοις πολυτελείας τε καὶ μεγέθους ἕνεκα. ἐξ ἐκείνου δὲ ἐτήσιον ταύτην τὴν ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ Ἱεροσολύμων ἐκκλησία, ὡς καὶ μυήσεις ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν, συνιέναι τε πολλοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ’ ἥλιον, οἳ καθ’ ἱστορίαν τῶν ἱερῶν τόπων πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως. Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ Ἀρείου φρονοῦντες τῶν ἐπισκόπων ἐσπούδασαν γενέσθαι ἐν Ἱεροσολύμοις σύνοδον καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωίῳ· ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε. πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν Ἀρείου δογμάτων. καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν.
PG 67:1011ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ (τοῦτο γὰρ ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου), ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς αὐτήν, καὶ κατεμέμφετο μὴ δικαίως Ἄρειον τὴν πατρίδα φεύγειν καὶ τῆς ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ Ἀλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν Ἀλεξανδρέων ἐκκλησίαν· εὐδοκιμοῦντα γάρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν αὐτὸν ἐζηλοτύπησεν. ἀληθῆ δὲ ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτερίσαι τῶν ἐν Νικαίᾳ δοξάντων· ἐπεὶ δὲ νόσῳ περιέπεσε, καθυφωρᾶτο τελευτᾶν· καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι χάριν, ἣν ἂν αἰτήσειεν. ἐδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ θεῖον πείθεσθαι· ἑαυτὴν μὲν γάρ, ἔφη, οἴχεσθαι καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν· περὶ αὐτοῦ δὲ ὀρρωδεῖν, μή τι πάθοι ὑπὸ θεομηνίας ἢ αὐτὸς κακῶς πράξας ἢ τὴν ἡγεμονίαν αἰσχρῶς ἀποβαλών, ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθείς τισιν ἀιδίῳ φυγῇ ἐζημίωσεν. ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον·

Chapter XXVIIICaput XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ παρρησίας αὐτῷ μεταδοὺς καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφή, ᾠήθη χρῆναι πάλιν πειραθῆναι τῶν κατὰ τὸν Ἄρειον, ὡς εἰκὸς ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολὰς ἢ τῇ ἀδελφῇ χαριζόμενος. οὐκ εἰς μακράν τε μετεκαλέσατο Ἄρειον ἀπὸ τῆς φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ θεοῦ. ὁ δὲ τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος, καὶ ὅρκον ὤμοσεν ἦ μὴν ὧδε πιστεύειν καὶ κατὰ νοῦν ταῦτα φρονεῖν καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. ἔχει δὲ ὧδε· «Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Ἄρειος καὶ Εὐζώιος πρεσβύτεροι. ‹Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτι- ‹θέμεθα τὴν ἑαυτῶν πίστιν [καὶ] ἐγγράφως ὁμολογοῦμεν ἐπὶ θεοῦ οὕτως ‹πιστεύειν, καὶ αὐτοὶ [καὶ] πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.
PG 67:1013‹Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς κύριον Ἰησοῦν ‹Χριστὸν τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννη- ‹μένον θεὸν λόγον, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς ‹γῆς, τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα καὶ παθόντα καὶ ἀναστάντα καὶ ‹ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ ‹νεκρούς. καὶ εἰς ἅγιον πνεῦμα καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ ‹μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν ἐκκλησίαν καθο- ‹λικὴν τοῦ θεοῦ τὴν ἀπὸ περάτων ἕως περάτων. ‹Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων λέ- ‹γοντος τοῦ κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς «πορευθέντες μαθητεύσατε πάντα ‹τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ‹τοῦ ἁγίου πνεύματος.« εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχό- ‹μεθα ἀληθῶς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ ‹ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν, ‹κριτὴς ἡμῶν ἔσται ὁ θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ.
PG 67:1015διὸ ‹παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλη- ‹σιαστικοὺς ἡμᾶς ὄντας καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ ‹τῶν ἁγίων γραφῶν ἔχοντας ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ ‹θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδή, περιῃρημένων ‹τῶν ζητημάτων καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν, ἵνα καὶ ἡμεῖς ‹καὶ ἡ ἐκκλησία μετ’ ἀλλήλων εἰρηνεύσαντες τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς ‹εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασιλείας καὶ παντὸς τοῦ γένους σου κοινῇ ‹πάντες ποιώμεθα.« Ταύτης τῆς πίστεως τὴν γραφὴν οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι καὶ τῷ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς Ἀρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων ἐπαμφοτερίζειν καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν. ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν Ἄρειόν τε καὶ Εὐζώιον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν ἥσθη τῷ πράγματι. οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν εἰς κοινωνίαν αὐτοὺς δέξασθαι πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων κατὰ τὸν νόμον τῆς ἐκκλησίας.
PG 67:1017πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν Ἱεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως, φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ’ αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ’ αὐτοῖς κεκριμένοις μεταμεληθεῖεν. καιροῦ δὲ λαβόμενοι οἱ ταῦτα πάλαι σπουδάζοντες προφάσει τῶν βασιλέως γραμμάτων ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν καὶ τῇ ἐκκλησίᾳ Ἀλεξανδρείας καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαί̈δα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν καὶ τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. καὶ τὰ μὲν ὧδε ἐν Ἱεροσολύμοις ἐσπουδάζετο. Ἀθανάσιος δὲ φεύγων ἐκ Τύρου εἰς Κωνσταντινούπολιν ἦλθε, καὶ προςελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρετο παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων, καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως.

Chapter XXIXCaput XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κωνσταντῖνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν τάδε ἔγραψε τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις· «Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου ‹καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ‹ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν, ‹ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορώντων. ἀλλὰ ‹ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονικίας ταύτης κακὰ φανε- ‹ρῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀλη- ‹θείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς ‹τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας ‹ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων ‹ὑμῖν ἀκρίβειαν καὶ [ἐφ’] ἡμῶν αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν ‹ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμ- ‹ματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε.

Chapter XXXCaput XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1019ἐπιβαίνοντί μοι λοιπὸν τῆς ‹ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως ›(συνέβαινε δέ με τηνικαῦτα ἐφ’ ἵππου ὀχεῖσθαι) ἐξαίφνης Ἀθανάσιος ὁ ‹ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν εἶχεν, ‹ἀπροσδοκήτως οὕτω προσῆλθεν, ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν. ‹μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις ‹ἦν [παρὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινές, καὶ ‹ὅστις ἦν] καὶ τὴν ἀδικίαν ἣν πέπονθε, πυνθανομένοις, ὥσπερ εἰκός, ἀπήγ- ‹γειλαν ἡμῖν. ἐγὼ μὲν οὖν οὐ διειλέχθην αὐτῷ κατ’ ἐκεῖνο καιροῦ οὔτε ‹ὁμιλίας ἐκοινώνησα. ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ ‹μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ‹ἕτερον παρ’ ἡμῶν ᾔτει ἢ τὴν ὑμετέραν ἄφιξιν, [ἣν] ἠξίωσεν ὑπάρξαι, ‹ἵν’ ὑμῶν παρόντων, ἃ πέπονθεν, ἀναγκαίως ἀποδύρασθαι δυνηθείη.
‹ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως ‹ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ‹ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ‹ἡμετέρας ἡμερότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ‹ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ’ ἐμοῦ, ὃν τοῦ θεοῦ ‹γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς ‹πρὸς τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων ‹αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ‹ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει. ‹πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δι’ ἐμὲ τὸν τοῦ θεοῦ ‹θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμάθηκαν, ὃν ‹ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο·
PG 67:1021‹ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον ‹εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες ‹προβάλλεσθαι (οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττο- ‹μεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς εἰπεῖν, τὰ πρὸς ‹ὄλεθρον τοῦ ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ’ ἐπείχθητε, ‹καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος, πεπεισμένοι ‹ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ θεοῦ ‹ταῦτα ἐξαιρέτως φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνή- ‹σεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ ‹παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι ‹τοῦ [ἁγίου] ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.« Τάδε τοῦ βασιλέως γράψαντος οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν, οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διισχυρίζοντο.
καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν, ἄλλα τε πολλὰ λοιδορησάμενοι ἐκράτησαν ταῖς διαβολαῖς. ὁ δὲ βασιλεὺς ἢ ἀληθῆ τάδε πιστεύσας ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβών, εἰ ἐκποδὼν γένηται Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. καὶ ὁ μὲν ἀπήχθη. Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκεν Ἄρειος εἰς Αἴγυπτον. μὴ κοινωνούσης δὲ αὐτῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς Ἀλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον ἐπειράθη διαλῦσαι τὴν σύνοδον. ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς Ἄρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ’ ἥλιον συνεληλυθότων εἰς Νίκαιαν.

Chapter XXXICaput XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν Ἀλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας, Ἀρείῳ δὲ κοινωνήσειν τὸν μετ’ αὐτόν. ἐπὶ τούτοις τε ἀπηλλάγησαν τότε ἀλλήλων, οἱ μὲν τῇ προθεσμίᾳ περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς, ὁ δὲ Ἀλέξανδρος προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον παννύχιος ἔκειτο πρηνὴς τοῦ θεοῦ δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ’ αὐτοῦ βεβουλευμένων. κατὰ δὲ ταύτην τὴν ἡμέραν ἀπιών που περὶ δείλην ὀψίαν Ἄρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρός, τοῦ κατεπείγοντος ἐγίνετο καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν καταλαμβάνουσι νεκρὸν ἐπὶ τῆς καθέδρας κείμενον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς.
PG 67:1023ἐδόκει δὲ τοῖς μὲν ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ’ ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι, τοῖς δὲ ὡς δυσσεβήσας δεδωκέναι δίκην. οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα Ἀθανασίῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας εἰς μέσον ἀγαγεῖν· ἔχει δὲ ὧδε· «Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ ‹κοινωνός, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου ‹Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ ‹πίστιν, ἔγραψεν ὁ δόλιος κρύπτων τὰς ἀναιδεῖς τῆς δυσσεβείας λέξεις, ‹ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ ‹ὥς ἐστι γεγραμμένα. εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου «εἰ μηδὲν ‹ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμυ- ‹νεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος», ὤμοσεν ὁ ἄθλιος μήτ’ ἔχειν ‹μήτ’ ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ’ ‹αὐτοῦ. ἀλλ’ εὐθὺς ἐξελθὼν ὥσπερ δίκην δοὺς κατέπεσε «καὶ πρηνὴς γενό- ‹μενος ἐλάκησε μέσος».

Chapter XXXIICaput XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος ‹θάνατός ἐστιν, καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ‹ἀδήλου ὄντος, μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. τὸ δὲ τέλος ‹Ἀρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον. ‹τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ‹ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν. ὁ δὲ ‹Ἄρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν, ‹καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι· πολὺς δὲ καὶ νῦν ἀγὼν ἦν ἐκείνων ‹μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου. ἀλλ’ ὁ κύριος κριτὴς γενό- ‹μενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας ‹αὐτὸν ἑλκυσάσης εἰς τόπον ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας ‹καὶ τοῦ ζῆν, εὐθὺς ἐστερήθη. καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος ‹ἀκούσας ἐθαύμασεν εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον, πᾶσι δὲ τότε γέγονε ‹φανερόν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ καὶ ἡ ἐλπὶς δὲ ‹Ἀρείου ματαία γέγονεν.

Chapter XXXIIICaput XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1025ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ σωτῆρος ἀκοινώ- ‹νητος γέγονεν ἡ Ἀρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ «τῶν πρωτοτόκων ἐν ‹οὐρανοῖς ἐκκλησίᾳ». τίς οὖν οὐ θαυμάσειεν ὁρῶν τούτους δικαιῶσαι φιλο- ‹νικοῦντας, ὃν ὁ κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν ‹αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον ‹εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν.« Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ’ ᾗ τέθνηκεν· οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος Ἀρείου. χρόνῳ δὲ ὕστερον τῶν τὰ αὐτοῦ φρονούντων τις πλούσιός τε [καὶ] ἐν δυνάμει σπουδῇ χρησάμενος ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου καὶ οἰκίαν κατεσκεύασε καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως τὸν Ἀρείου θάνατον κωμῳδεῖσθαι.
PG 67:1027Ἀλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος τέλος ἔσχεν ἡ ζήτησις ὧν ηὗρεν δογμάτων, οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν ἐπιβουλεύοντες. ἀμέλει τοι καὶ τοῦ Ἀλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς Ἀθανασίου καθόδου καὶ Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, ἀλλὰ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς, ἀλλὰ τοῖς μὲν Ἀλεξανδρεῦσιν ἔγραψεν ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν, κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων· καὶ μὴ μετατεθήσεσθαι τῆς γνώμης ἰσχυρίζετο μηδὲ μετακαλεῖσθαι τὸν Ἀθανάσιον, ὡς στασιώδη καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον κρίσει. Ἀντωνίῳ δὲ ἀντεδήλωσε μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. εἰ γὰρ καὶ ὀλίγοι, φησί, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης· τὸν γὰρ Ἀθανάσιον ὑβριστήν τε εἶναι καὶ ὑπερήφανον καὶ διχονοίας καὶ στάσεων αἴτιον.
οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν περὶ ταῦτα μάλιστα διέβαλλον αὐτόν, καθότι ὑπερφυῶς τοὺς τοιούτους ὁ βασιλεὺς ἀπεστρέφετο. τότε γοῦν πυθόμενος διχῇ μεμερίσθαι τὴν ἐκκλησίαν καὶ τοὺς μὲν Ἀθανάσιον, τοὺς δὲ Ἰωάννην θαυμάζειν, σφόδρα ἠγανάκτησε καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. ἦν δὲ οὗτος ὁ Μελίτιον διαδεξάμενος καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες. καίτοι γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς Ἀθανασίου ἐχθροῖς, ἀλλ’ ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν Ἰωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. κρείττων γὰρ ἦν ὁ βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν. Τὸ δὲ Ἀρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν ἢ ὄνομα τοῦ εὑρόντος, ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον καὶ ἐκοινώνουν, πλὴν Ναυατιανῶν καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν.
PG 67:1029κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν μήτε δημοσίᾳ ἐκκλησιάζειν. κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο καὶ εἰς ταύτην συνιέναι συνεβούλευε. διὰ τοῦτον δὲ τὸν νόμον τούτων τῶν αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην. ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ ταῖς δόξαις διεφέροντο, πρὸς τῶν Ἑλληνιστῶν οἱ αὐτοὶ ἐνομίζοντο καὶ κακῶς ὁμοίως ἔπασχον. σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο, καὶ διὰ τοῦτο ῥᾳδίως καθ’ ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον καὶ συνεχῶς ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν. μετὰ δὲ τοῦτον τὸν νόμον οὔτε δημοσίᾳ ἐκκλησιάζειν ἠδύναντο κωλυόμενοι οὔτε λάθρα τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο.

Chapter XXXIVCaput XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς μείναντες γνώμης οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες ἐτελεύτησαν, ὡς μήτε εἰς ταὐτὸν συνιέναι συγχωρούμενοι μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον ἢ διὰ σκαιότητα δογμάτων ἢ φαυλότητα τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων. οἱ δὲ τὰ Ναυάτου φρονοῦντες, ὡς ἀγαθῶν ἡγεμόνων ἐπιτυχόντες καὶ τὰ αὐτὰ περὶ τὸ θεῖον τῇ καθόλου ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς καὶ διέμειναν, οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμήνασθαι τοὺς ὑπηκόους προθέμενος. καὶ Ἀκέσιος δὲ ὁ τότε ἐν Κωνσταντινουπόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος, βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκός, ἐβοήθει τῇ ὑπ’ αὐτὸν ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων, ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσι.
PG 67:1031Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Θεόγνιον τὸν Νικαίας ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν οὐκ ἐθάρρησαν· ᾔδεσαν γὰρ βασιλέα ὧδε δοξάζοντα. ἑτέραν δὲ ἐκθέμενοι γραφὴν ἐπὶ ῥηταῖς ἑρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις καὶ δόξασα πεπαῦσθαι πάλιν ἀνεκινεῖτο. Ἐν δὲ τῷ τότε καὶ Μάρκελλον τὸν Ἀγκύρας ἐπίσκοπον τῆς Γαλατῶν, ὡς καινῶν δογμάτων εἰσηγητὴν καὶ τὸν υἱὸν τοῦ θεοῦ λέγοντα ἐκ Μαρίας τὴν ἀρχὴν εἰληφέναι καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον καὶ τῆς ἐκκλησίας ἐξέβαλον· καὶ Βασιλείῳ δεινῷ λέγειν καὶ ἐπὶ παιδεύσει ὑπειλημμένῳ ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν παροικίας. καὶ ταῖς αὐτόθι ἐκκλησίαις ἔγραψαν ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον καὶ ἐξαφανίσαι καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴ τινας εὕροιεν, μεταβάλλειν.
PG 67:1033καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν, ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. ἐλέγετο δὲ πρός τινων ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον, καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ’ αὐτῶν ὁρισθεῖσι μήτε ἐν Ἱεροσολύμοις ἐπὶ Ἀρείῳ μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι δι’ ἀποφυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας. ἀμέλει τοι γράφοντες περὶ αὐτοῦ τῷ βασιλεῖ καὶ ταῦτα εἰς διαβολὴν προὔφερον, ὡς καὶ αὐτοῦ ὑβρισμένου ὑπ’ αὐτοῦ μὴ ἀξιώσαντος τὴν ἀφιέρωσιν τιμῆσαι τοῦ ἐν Ἱεροσολύμοις νεὼ οἰκοδομηθέντος. πρόφασις δὲ γέγονε Μαρκέλλῳ ταύτης τῆς γραφῆς Ἀστέριός τις ἐκ Καππαδοκίας σοφιστής, ὃς καὶ περὶ τοῦ δόγματος λόγους συγγράφων τῇ Ἀρείου δόξῃ συμφερομένους περιιὼν τὰς πόλεις ἐπεδείκνυτο καὶ τοῖς ἐπισκόποις καὶ ταῖς γινομέναις συνόδοις ὡς ἐπίπαν παρεγίνετο. ἀντιλέγων γὰρ αὐτῷ Μάρκελλος ἢ ἑκὼν ἢ οὐχ οὕτω νοήσας εἰς τὴν Παύλου τοῦ Σαμοσατέως ἐξεκυλίσθη δόξαν.

Book III · Chapter ILiber Tertius · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀλλ’ ὁ μὲν [ἐν] τῇ ἐν Σαρδοῖ συνόδῳ ὕστερον τὴν ἐπισκοπὴν ἀνείληφε μὴ φρονεῖν ὧδε λογισάμενος. Ὁ δὲ βασιλεὺς ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν διελών, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κωνσταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα ὡς αὐτομάτοις λουτροῖς χρησόμενος ἧκεν εἰς Ἑλενόπολιν Βιθυνῶν. χαλεπώτερον δὲ διατεθεὶς διεκομίσθη εἰς Νικομήδειαν, ἔνθα δὴ ἐν προαστείῳ διάγων ἐμυήθη τὴν ἱερὰν βάπτισιν· ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς χάριν ὡμολόγει τῷ θεῷ. διαθήκην τε ποιήσας τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν ὡς πρότερον, πρεσβεῖα δὲ τὰ μὲν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν ἔδωκε τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα Ἀρείου, ἀγαθὸν δὲ τῷ βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή, καὶ ὅρκον προσθεὶς ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται· οὔτε γὰρ οὗτος οὔτε ἄλλος τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι. καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος ὀλίγας ἐπεβίω ἡμέρας·

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς, ἐν τούτοις δὲ τριάκοντα καὶ ἓν βασιλεύσας, ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἄρξαι τῆς περὶ τῆς ἐκκλησίας σπουδῆς καὶ εἰς ἄκρον ἀγαγεῖν ἐπιδόσεως, ἐπιτευκτικὸς δὲ ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος ἐν οἷς ἐπεχείρησεν· ἄνευ γὰρ θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει, ὅς γε πολέμων τε τῶν ἐπ’ αὐτῷ συμβάντων πρός τε Γότθους καὶ Σαυρομάτας περιεγένετο καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτοῦ, τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε καὶ ἐν ὀλίγῳ καθεῖλεν ὑπό τε ἀρχόντων καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδασθεῖσαν. ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταντινούπολιν ἐν λάρνακι χρυσῇ καὶ ἐπὶ βήματός τινος ἐν τοῖς βασιλείοις ἀπετέθη. τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς βασιλείοις. ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε·
PG 67:1035καὶ βασιλικῶς κηδεύσας αὐτὸν ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, ἔνθα δὴ περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν, ἀπὸ τούτου δὲ ὡς ἔκ τινος ἀρχῆς ἔθους γενομένου καὶ οἱ μετὰ ταῦτα τελευτήσαντες ἐν Κωνσταντινουπόλει βασιλεῖς Χριστιανοὶ κεῖνται, οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι, ὡς καὶ τῆς ἱερωσύνης ὁμοτίμου οἶμαι τῇ βασιλείᾳ οὔσης, μᾶλλον μὲν οὖν ἐν τοῖς ἱεροῖς τόποις καὶ τὰ πρῶτα ἐχούσης. ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ Τὰ μὲν δὴ κατὰ τὴν Κωνσταντίνου βασιλείαν συμβάντα ταῖς ἐκκλησίαις ὧδε ἔσχε. τελευτήσαντος δὲ αὐτοῦ πάλιν εἰς ζήτησιν ἤγετο τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα· τοῦτο γὰρ εἰ καὶ μὴ πάντες ἀπεδέχοντο, Κωνσταντίνου ἔτι περιόντος τῷ βίῳ οὐδεὶς περιφανῶς ἐκβαλεῖν ἐτόλμησεν. ὡς δὲ ἐτελεύτησε, πολλοὶ ταύτης τῆς δόξης ἀπέστησαν· οὗτοι δὲ ἦσαν οἱ καὶ πρὶν ἐπὶ προδοσίᾳ ταύτης ὕποπτοι· πάντων δὲ μάλιστα πλείστην ἐποιοῦντο σπουδὴν τὴν Ἀρείου δόξαν κρατεῖν Εὐσέβιος καὶ Θεόγνιος οἱ ἐκ Βιθυνίας. ᾤοντο δὲ τοῦτο κατορθώσειν ῥᾳδίως, εἰ τὴν ἐκ τῆς ὑπερορίας κάθοδον Ἀθανασίῳ ἀνέλοιεν, ὁμοδόξῳ δὲ αὐτοῖς τὰς κατ’ Αἴγυπτον ἐκκλησίας παραδοῖεν.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ οἱ μὲν τάδε ἐπόνουν ὑπουργὸν ἔχοντες τὸν πρεσβύτερον, ὃς αἴτιος ἐπὶ Κωνσταντίνου ἐγένετο τῆς Ἀρείου ἀνακλήσεως. ἐτύγχανε γὰρ καὶ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος, καθότι τὴν πατρῴαν αὐτῷ διαθήκην ἀπέσωσεν. οἷά τε πιστὸς παρρησίαν λαβὼν μέχρι τῆς βασιλέως γαμετῆς, καὶ τῶν ἐν δυνάμει θαλαμηπόλων εὐνούχων συνήθης ἐγένετο· προειστήκει δὲ τότε τῆς βασιλικῆς οἰκίας Εὐσέβιος, ὃς ἐπαινέτης τῆς Ἀρείου δόξης γενόμενος ὁμόφρονας ἑαυτῷ τὴν βασιλίδα καὶ πολλοὺς τῶν περὶ τὰ βασίλεια κατεστήσατο. ἐντεῦθέν τε πάλιν περὶ τοῦ δόγματος ἰδίᾳ τε καὶ δημοσίᾳ συχναὶ διαλέξεις ἐγίνοντο, σὺν ταύταις τε καὶ ὕβρεις καὶ ἀπέχθειαι. καὶ τὸ πρᾶγμα τοῖς ἀμφὶ Θεόγνιον κατὰ γνώμην προὐχώρει. Ἐν τούτῳ δὲ Ἀθανάσιος ἐκ τῆς πρὸς δύσιν Γαλατίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. τοῦτον δὲ καὶ Κωνσταντῖνος περιὼν μετακαλεῖσθαι προῄρητο· λέγεται δὲ καὶ ἐν ταῖς αὐτοῦ διαθήκαις ἐθελῆσαι τοῦτο· ἐπεὶ δὲ φθάσας ἐτελεύτησεν, ὁ ὁμώνυμος αὐτῷ παῖς, ὃς καὶ τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχεν, ἐπέτρεψεν αὐτῷ τὴν κάθοδον, γράμματα δοὺς πρὸς τὸν Ἀλεξανδρέων λαόν.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1039ταῦτα δὲ ἐκ τῆς Ῥωμαίων μεταβληθέντα φωνῆς εὑρών, ὡς ηὗρον καὶ παρέθηκα· ἔχει δὲ ὧδε· «Κωνσταντῖνος Καῖσαρ λαῷ τῆς καθολικῆς ἐκκλησίας Ἀλεξανδρείας πόλεως. ‹Οὐδὲν τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι ‹διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν ‹εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ ‹καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ‹ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. πρὸς τὸ δια- ‹παῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ‹ἀνδρῶν καὶ ὑπ’ ἐμοὶ διάγειν κεκέλευσται οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ‹ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ‹ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας ›[τύχης] ἄχθη ἐξουθενεῖ·
τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλε- ‹στάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κων- ‹σταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ ‹παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ ‹τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν ‹τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. ὅστις ἐπειδὰν τῆς ‹ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ’ ἐμοῦ αἰδοῦς τετύχηκε, γνώσεσθε. ‹οὐ γὰρ θαυμαστόν, εἴ τι δ’ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ‹ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ‹ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.« Κατὰ ταύτην τὴν τοῦ βασιλέως γραφὴν τῆς καθόδου τυχὼν Ἀθανάσιος τὰς κατ’ Αἴγυπτον ἐκκλησίας διεῖπεν. ὅσοι δὲ τὰ Ἀρείου ἐφρόνουν, δεινὸν τοῦτο ἐποιοῦντο καὶ ἠρεμεῖν οὐκ ἠνείχοντο. ἐντεῦθέν τε συνεχεῖς ἀνεκινοῦντο στάσεις, ὃ δὴ πρόφασιν πάλιν κατὰ Ἀθανασίου παρέσχεν ἑτέρων ἐπιβουλῶν.
οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον σπουδῇ πρὸς βασιλέα διέβαλλον αὐτὸν ὡς στασιώδη καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἑαυτῷ τὴν κάθοδον ἐπιτρέψαντα δίχα κρίσεως ἐπισκόπων. ἀλλ’ ὅπως μὲν ἐκ τῆς τούτων ἐπιβουλῆς αὖθις ἐξηλάθη τῆς Ἀλεξανδρείας, αὐτίκα δὴ κατὰ τὴν οἰκείαν ἐρῶ τάξιν. Περὶ δὲ τοῦτον τὸν χρόνον Εὐσεβίου τοῦ Παμφίλου τελευτήσαντος διαδέχεται τὴν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπισκοπὴν Ἀκάκιος. ὃς πρὸς αὐτὸν Εὐσέβιον τὸν ζῆλον ἔχων καὶ ὑπ’ αὐτῷ τοὺς ἱεροὺς παιδευθεὶς λόγους ἱκανός τε νοεῖν καὶ φράζειν ἀστεῖος ἐγένετο, ὡς καὶ πολλὰ συγγράμματα λόγου ἄξια καταλιπεῖν. οὐκ εἰς μακρὰν δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς πόλεμον ἐπαγαγὼν Κώνσταντι τῷ ἰδίῳ ἀδελφῷ, περὶ Ἀκυλίαν κτίννυται παρὰ τῶν αὐτοῦ ἡγεμόνων. περιίσταται δὲ τῆς Ῥωμαίων ἀρχῆς τὰ μὲν πρὸς δύσιν εἰς Κώνσταντα, τὰ δὲ πρὸς ἕω εἰς Κωνστάντιον.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1041Ἐν τούτῳ δὲ Ἀλεξάνδρου τετελευτηκότος διεδέξατο Παῦλος τὴν Κωνσταντινουπόλεως ἱερωσύνην, ὡς μὲν λέγουσιν οἱ τὰ Ἀρείου καὶ Μακεδονίου φρονοῦντες, ἑαυτῷ ταύτην πραγματευσάμενος παρὰ γνώμην Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου καὶ Θεοδώρου τοῦ [τῆς] ἐν Θρᾴκῃ Ἡρακλείας, οἷς ὡς γείτοσιν ἡ χειροτονία διέφερεν· ὡς δὲ πολὺς ἔχει λόγος, μαρτυρίᾳ Ἀλεξάνδρου, ὃν διεδέξατο, ἐχειροτονήθη παρὰ τῶν ἐνδημούντων τῇ πόλει ἐπισκόπων. ἤδη γὰρ ὀκτὼ καὶ ἐνενήκοντα ἄγων ἐνιαυτοὺς ὁ Ἀλέξανδρος, ἐκ τούτων δὲ εἴκοσι τρεῖς ἐν τῇ ἐπισκοπῇ ἀνδρείως διαγενόμενος, ἐπειδὴ τελευτᾶν ἔμελλε, πυνθανομένων αὐτοῦ τῶν κληρικῶν, τίνι μετ’ αὐτὸν ἐπιτρεπτέον τὴν ἐκκλησίαν, «εἰ μὲν ἀγαθὸν τὰ θεῖα διδακτικόν τε ἅμα ἐπιζητεῖτε», ἔφη, «Παῦλον ἔχετε· εἰ δὲ πρὸς τὰ ἔξω πράγματα καὶ τὰς συνουσίας τῶν ἀρχόντων, ἀμείνων Μακεδόνιος.« ἀλλ’ ἑκάτερον μεμαρτυρῆσθαι παρὰ Ἀλεξάνδρου καὶ οἱ Μακεδονίου ἐπαινέται συνομολογοῦσι, περὶ δὲ πράγματα καὶ λόγους δεινὸν γεγενῆσθαι λέγουσι τὸν Παῦλον, τὴν δὲ περὶ τοῦ βίου μαρτυρίαν Μακεδονίῳ ἀνατιθέασι, Παῦλον δὲ περὶ τρυφὴν καὶ βίον ἀδιάφορον ἐσχολακέναι διαβάλλουσι.
PG 67:1043φαίνεται γοῦν ἐκ τῆς πάντων ὁμολογίας ἐλλόγιμον ἄνδρα γεγενῆσθαι τὸν Παῦλον καὶ ἐπὶ ἐκκλησίας διδάξαι λαμπρόν, πρὸς δὲ τὰς περιπετείας τοῦ βίου καὶ τὰς ὁμιλίας τῶν ἐν δυνάμει φαύλως αὐτὸν ἐσχηκέναι μαρτυρεῖ τὰ πράγματα· οὐδεμίαν γὰρ ἐπιβουλὴν τῶν ἐπαναστάντων αὐτῷ, ὡς εἰκὸς τοὺς περὶ ταῦτα δεινούς, διέλυσεν. ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὑπερφυῶς φιλούμενος κακῶς ἔπαθε σκαιωρίᾳ τῶν τότε ἀναινομένων τὸ ἐν Νικαίᾳ κρατῆσαν δόγμα. καὶ τὰ μὲν πρῶτα, ὡς οὐκ εὖ βεβιωκὼς γραφὴν ὑπομείνας, ἐξεβλήθη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, τελευτῶν δὲ καὶ ὑπερορίαν οἰκεῖν κατεδικάσθη, ᾗ καὶ τεθνάναι ἐλεεινῶς δι’ ἀγχόνης λέγεται μηχανησαμένων αὐτῷ φόνον τῶν ἐπιβούλων. ἀλλὰ τάδε μὲν ὕστερον συνέβη. Ἐν δὲ τῷ νῦν διὰ ταύτην τὴν χειροτονίαν μεγίστη ταραχὴ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἔσχεν. ἐν ᾧ γὰρ περιῆν Ἀλέξανδρος, οὐ πολλὴν παρρησίαν ἦγον ὅσοι τὰ Ἀρείου ἐφρόνουν· καὶ πρὸς αὐτὸν ὁ λαὸς βλέπων ἤγοντο καὶ τὸ θεῖον ἐδόξαζον, καὶ μάλιστα μετὰ τὴν ἀδόκητον Ἀρείου συμφοράν, ὃν οὕτως ἀποθανεῖν, ὡς εἴρηται, κατὰ θεομηνίαν ἐπίστευον ταῖς Ἀλεξάνδρου ἀραῖς.
ἐπεὶ δὲ ἐτελεύτησε, διχῇ διακριθὲν τὸ πλῆθος εἰς ἔριδας δογμάτων εἰς τὸ φανερὸν καθίσταντο καὶ μάχην. σπουδὴ δὲ ἐγένετο τοῖς μὲν τὰ Ἀρείου ζηλοῦσι Μακεδόνιον χειροτονεῖσθαι, τοῖς δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζουσι Παῦλον ἐπισκοπεῖν· καὶ τοῦτο ἐκράτει. μετὰ δὲ τὴν Παύλου χειροτονίαν παραγενόμενος ὁ βασιλεύς (ἔτυχε γὰρ τότε ἀπόδημος) ἐχαλέπαινεν ὡς ἀναξίῳ τῆς ἐπισκοπῆς ἐπιτραπείσης. ἐξ ἐπιβουλῆς τε τῶν πρὸς Παῦλον ἀπεχθανομένων σύνοδον καθίσας, τὸν μὲν ἀπεώσατο τῆς ἐκκλησίας, Εὐσεβίῳ δὲ τῷ Νικομηδείας ἐπισκόπῳ τὸν Κωνσταντινουπόλεως θρόνον παρέδωκε. Καὶ ὁ μὲν τάδε πράξας εἰς Ἀντιόχειαν τῆς Συρίας ἧκεν. ἤδη δὲ ἐξεργασθείσης τῆς ἐνθάδε ἐκκλησίας, ἣν μεγέθει καὶ κάλλει ὑπερφυᾶ ἔτι περιὼν Κωνσταντῖνος, ὑπουργῷ χρησάμενος Κωνσταντίῳ τῷ παιδί, οἰκοδομεῖν ἤρξατο, εἰς καιρὸν ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐσέβιον πάλαι τοῦτο σπουδάζουσι σύνοδον γενέσθαι.
PG 67:1045οἳ δὴ τότε καὶ ἕτεροι τῶν τὰ αὐτὰ φρονούντων αὐτοῖς εἰς ἐνενήκοντα καὶ ἑπτὰ τελοῦντες ἐπισκόπους πολλαχόθεν εἰς Ἀντιόχειαν συνῆλθον, προφάσει μὲν ἐπὶ ἀφιερώσει τῆς νεουργοῦ ἐκκλησίας, ὡς δὲ τὸ ἀποβὰν ἔδειξεν, ἐπὶ μεταποιήσει τῶν ἐν Νικαίᾳ δοξάντων. ἡγεῖτο δὲ τηνικαῦτα τῆς Ἀντιοχέων ἐκκλησίας Πλάκητος μετὰ Εὐφρόνιον, πέμπτον δὲ ἔτος ἠνύετο ἀπὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς. ἐπεὶ δὲ πάντες οἱ ἐπίσκοποι συνῆλθον, παρῆν δὲ καὶ ὁ βασιλεὺς Κωνστάντιος, ἠγανάκτουν οἱ πλείους καὶ δεινῶς Ἀθανάσιον ἐπῃτιῶντο ὡς ἱερατικὸν ὑπεριδόντα θεσμόν, ὃν αὐτοὶ ἔθεντο, καὶ πρὶν ἐπιτραπῆναι παρὰ συνόδου τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἀπολαβόντα. ἐκ τούτου δὲ καὶ θανάτου πολιτῶν αἴτιον αὐτὸν ἔλεγον ὡς, ἡνίκα εἰς τὴν πόλιν εἰσῄει, στάσεως κινηθείσης καὶ πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δικαστηρίοις παραδοθέντων. μεγίστης τε διαβολῆς ὑπὸ τοιούτων λόγων κατὰ Ἀθανασίου ὑφανθείσης ἐψηφίσαντο Γρηγόριον τῆς Ἀλεξανδρέων ἐκκλησίας προστατεῖν.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐκ τούτου δὲ μεταβάντες εἰς τὴν περὶ τοῦ δόγματος ζήτησιν τοῖς μὲν ἐν Νικαίᾳ δόξασιν οὐδὲν ἐμέμψαντο, γράμματα δὲ διεπέμψαντο τοῖς κατὰ πόλιν ἐπισκόποις, οἷς ἐδήλωσαν, ὡς ἐπίσκοποι ὄντες οὐκ ἠκολούθησαν Ἀρείῳ (πῶς γὰρ πρεσβυτέρῳ ὄντι;), δοκιμασταὶ δὲ γενόμενοι τῆς πίστεως αὐτοῦ μᾶλλον αὐτὸν προσήκαντο, πιστεύειν δὲ σφᾶς κατὰ τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν πίστιν. εἶναι δὲ ταύτην ἣν ὑπέταξαν τῇ αὐτῶν ἐπιστολῇ, οὐσίας μὲν πατρὸς ἢ υἱοῦ ἢ τοῦ ὁμοουσίου ὀνόματος μηδαμῶς μεμνημένην, ἐπαμφοτερίζουσαν δὲ ταῖς ἐννοίαις, ὡς μήτε τοὺς τὰ Ἀρείου φρονοῦντας μήτε τοὺς ἑπομένους τῇ ἐν Νικαίᾳ συνόδῳ δύνασθαι τῇ συντάξει τῶν ῥημάτων ἐπισκήπτειν ὡς ἀγνώστων ταῖς ἱεραῖς γραφαῖς. παραλιπόντες γάρ, ἅπερ ἑκάτεροι οὐ προσίεντο, τὰ παρ’ ἑκατέρων ὁμολογούμενα τεθείκασιν ὀνόματα ταύτῃ τῇ γραφῇ· συνεῖναι μὲν γὰρ τὸν υἱὸν τῷ πατρὶ καὶ μονογενῆ καὶ θεὸν εἶναι καὶ πρὸ πάντων ὑπάρχειν, σάρκα τε ἀνειληφέναι καὶ τὴν πατρῴαν πεπληρωκέναι βουλήν, καὶ τὰ ἄλλα ὁμοίως συνωμολόγησαν· πότερον δὲ συναί̈διος καὶ ὁμοούσιός ἐστι τῷ πατρὶ ἢ τοὐναντίον, οὐκ ἐνέγραψαν.
PG 67:1047μεταμεληθέντες δὲ ὡς ἔοικεν ἐπὶ ταύτῃ τῇ γραφῇ, πάλιν ἑτέραν παρὰ ταύτην ἐξέθεντο, τὰ μὲν ἄλλα, ὡς οἶμαι, συνᾴδουσαν τῷ δόγματι τῶν ἐν Νικαίᾳ συνελθόντων, εἰ μή τις ἐμοὶ ἄδηλος διάνοια τοῖς ῥητοῖς ἀφανῶς ἔγκειται· οὐκ οἶδα δὲ ἀνθ’ ὅτου ὁμοούσιον εἰπεῖν τὸν υἱὸν παραιτησάμενοι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τῆς θεότητος ἀπεφήναντο, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα καὶ πρωτότοκον πάσης κτίσεως. ἔλεγον δὲ ταύτην τὴν πίστιν ὁλόγραφον εὑρηκέναι Λουκιανοῦ τοῦ ἐν Νικομηδείᾳ μαρτυρήσαντος, ἀνδρὸς τά τε ἄλλα εὐδοκιμωτάτου καὶ τὰς ἱερὰς γραφὰς εἰς ἄκρον ἠκριβωκότος· πότερον δὲ ἀληθῶς ταῦτα ἔφασαν ἢ τὴν ἰδίαν γραφὴν σεμνοποιοῦντες τῷ ἀξιώματι τοῦ μάρτυρος, λέγειν οὐκ ἔχω.
Μετέσχον δὲ ταύτης τῆς συνόδου οὐ μόνον Εὐσέβιος, ὃς μετὰ Παῦλον ἐκβεβλημένον ἐκ Νικομηδείας μεταστὰς τὸν Κωνσταντινουπόλεως εἶχε θρόνον, ἀλλὰ καὶ Ἀκάκιος ὁ Εὐσεβίου τοῦ Παμφίλου διάδοχος καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς πρὶν Περίνθου ὀνομαζομένης, Εὐδόξιός τε ὁ Γερμανικείας, ὃς ὕστερον μετὰ Μακεδόνιον τὴν Κωνσταντινουπόλεως ἐπετράπη ἐκκλησίαν, καὶ Γρηγόριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας αἱρεθεὶς προστατεῖν, οἳ δὴ τότε τὰ αὐτὰ φρονεῖν ἀλλήλοις ὡμολόγηντο, ἀλλὰ γὰρ καὶ Διάνιος ὁ τῆς παρὰ Καππαδόκαις Καισαρείας ἐπίσκοπος καὶ Γεώργιος ὁ Λαοδικείας τῆς παρὰ Σύροις, ἄλλοι τε πολλοὶ μητροπολιτικὰς καὶ ἄλλως ἐπισήμους ἐκκλησίας ἐπισκοποῦντες. Σὺν αὐτοῖς δὲ καὶ Εὐσέβιος ὁ ἐπίκλην Ἐμεσηνός· ὃς τὸ μὲν γένος ἐξ Ἐδέσσης τῆς Ὀσροηνῶν εὐπατρίδης ὑπῆρχεν, ἐκ νέου δὲ κατὰ πάτριον ἔθος τοὺς ἱεροὺς ἐκμαθὼν λόγους μετὰ ταῦτα καὶ τὰ παρ’ Ἕλλησιν ἐξεδιδάχθη παιδεύματα, διδασκάλοις τοῖς ἐνθάδε τότε οὖσι φοιτήσας, ὕστερον δὲ ἐξηγηταῖς Εὐσεβίῳ τῷ Παμφίλου καὶ Πατροφίλῳ τῷ προϊσταμένῳ Σκυθοπόλεως τὰς θείας βίβλους ἠκρίβωσε.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
παραγενόμενός τε εἰς Ἀντιόχειαν, ἐπεὶ συνέβη Εὐστάθιον καθαιρεθῆναι διὰ τὴν Κύρου κατηγορίαν, Εὐφρονίῳ τῷ μετ’ αὐτὸν συνῆν. φεύγων δὲ ἱερᾶσθαι ἀφίκετο εἰς Ἀλεξάνδρειαν, φιλοσόφοις [τε] τοῖς τῇδε φοιτήσας καὶ τὰ ἐκείνων ἀσκηθεὶς μαθήματα ἐπανῆλθεν εἰς Ἀντιόχειαν καὶ Πλακήτῳ πάλιν τῷ μετὰ Εὐφρόνιον συνδιέτριβεν. ὡς δὲ συνέβη ταύτην ἐνθάδε συγκροτεῖσθαι σύνοδον, ἐπὶ τὸν Ἀλεξανδρείας προεβλήθη θρόνον ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου· ᾤετο γὰρ αὐτὸν εὖ μάλα πολιτευόμενον καὶ λέγειν κράτιστον ὄντα ῥᾳδίως μεταστῆσαι τοὺς Αἰγυπτίους τῆς περὶ Ἀθανάσιον εὐνοίας. ἐπεὶ δὲ ταύτην παρῃτήσατο τὴν χειροτονίαν, λογισάμενος ὡς εὐτρεπὲς εὑρήσει μῖσος παρὰ Ἀλεξανδρεῦσιν οὐκ ἀνεχομένοις ἕτερον ἀντὶ Ἀθανασίου ἰδεῖν, ἐπιτρέπεται Γρηγόριος τὴν τῶν Ἀλεξανδρέων, αὐτὸς δὲ τὴν Ἐμέσης ἐκκλησίαν. ἐνταῦθά τε στάσιν ὑπομείνας (διεβάλλετο γὰρ ἀσκεῖσθαι τῆς ἀστρονομίας ὃ μέρος ἀποτελεσματικὸν καλοῦσι) φυγὰς ἦλθεν εἰς Λαοδίκειαν πρὸς Γεώργιον τὸν ἐνθάδε ἐπίσκοπον, ἐπιτήδειον ὄντα.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1049ὁ δὲ εἰς Ἀντιόχειαν αὐτῷ συνελθὼν πρὸς Πλάκητον καὶ Νάρκισσον τοὺς ἐπισκόπους, ἐπανελθεῖν εἰς Ἔμεσαν παρεσκεύασεν. ἐγένετο δὲ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαριςμένος· ἀμέλει τοι, ἡνίκα Πέρσαις ἐπιστρατεύειν ἔμελλεν, αὐτὸν ἐπήγετο· λέγεται γὰρ πολλὰ δι’ αὐτοῦ θαυματουργῆσαι τὸ θεῖον, ὡς μαρτυρεῖ Γεώργιος ὁ Λαοδικεύς, ταῦτα καὶ ἕτερα περὶ αὐτοῦ διεξελθών. ἀλλ’ ὁ μὲν καίπερ τοιοῦτος ὢν οὐ διέφυγε τὸν φθόνον τῶν ἀνιᾶσθαι πεφυκότων ἐπὶ ταῖς ἄλλων ἀρεταῖς. ὑπέμεινε δὲ καὶ αὐτὸς μέμψιν ὡς τὰ Σαβελλίου φρονῶν. ἐν δὲ τῷ νῦν τὰ αὐτὰ τοῖς ἐν Ἀντιοχείᾳ συνελθοῦσιν ἐψηφίσατο. Μάξιμον μέντοι τὸν Ἱεροσολύμων ἐπίσκοπον ἐπίτηδες λέγεται ταύτην ἀποφυγεῖν τὴν σύνοδον, μεταμεληθέντα καθότι ἀπατηθεὶς σύμψηφος ἐγένετο τοῖς Ἀθανάσιον καθελοῦσιν. οὐ μὴν οὐδὲ ὁ τὸν Ῥωμαίων διέπων θρόνον οὐδὲ τῶν ἄλλων Ἰταλῶν ἢ τῶν ἐπέκεινα Ῥωμαίων οὐδεὶς ἐνθάδε συνῆλθεν.
PG 67:1051Ἐν τούτῳ δὲ Φράγκων μὲν τοὺς πρὸς δύσιν Γαλάτας δῃούντων, τῆς δὲ πρὸς ἕω ἀρχομένης ὑπὸ μεγίστων σεισμῶν τινασσομένης καὶ μάλιστα τῆς Ἀντιοχέων πόλεως, μετὰ τὴν ἐνθάδε σύνοδον ἧκε Γρηγόριος εἰς Ἀλεξάνδρειαν σὺν πλήθει στρατιωτῶν, οἳ προνοεῖν προσετάχθησαν ὡς ἂν ἀστασίαστος καὶ ἀσφαλὴς αὐτῷ ἡ εἴσοδος γένοιτο. συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ τὰ Ἀρείου φρονοῦντες περί τε ταῦτα καὶ ὅπως Ἀθανάσιον ἐξελάσωσιν. ὁ δὲ ἐδεδίει, μή τι δι’ αὐτὸν ὁ λαὸς πάθοι. καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν, ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν εὐχὴν ἐπιτελέσας πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπιθέσθαι τότε. ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας ἔλαθεν ἐξελθὼν καὶ εἰς τὴν Ῥώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν Ἀλεξανδρέων κατέσχε θρόνον· ὁ δὲ λαὸς χαλεπήνας τὴν ἐπώνυμον Διονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν. Ὧδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα κατώρθωτο καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος.
PG 67:1053προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων, Ἀλεξανδρείας τῆς κατ’ Αἴγυπτον καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ καὶ τῆς παρὰ τὸν Ἑλλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπήκοον ἐπισκόπους. ὁ δὲ τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύων καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. ἐφ’ ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες· ἀφικόμενόν τε ὡς αὐτοὺς Ἀθανάσιον φιλοφρόνως ἐδέξαντο καὶ πρὸς αὑτοὺς τὴν κατ’ αὐτὸν εἷλκον δίκην. ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος ἔγραψεν Ἰουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ Ἀθανασίῳ δοξάντων ἐν Τύρῳ. ἀλλ’ ὁ μέν, πρὶν μαθεῖν τὴν Ἰουλίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν Ἀντιοχείᾳ γενομένης συνόδου ἐτελεύτησεν. οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον.
ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν Ἡρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες, Μακεδόνιον ἐχειροτόνησαν Κωνσταντινουπόλεως ἐπίσκοπον. ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγίνοντο στάσεις πολέμοις ἐμφερεῖς· εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος πλεῖστοι διώλλυντο. καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν, ὡς καὶ βασιλέα τότε ἐν Ἀντιοχείᾳ ὄντα τάδε μαθεῖν καὶ πρὸς ὀργὴν κινηθέντα προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον. διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν Ἑρμογένης ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός, ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλείς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῇ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ προσταχθέν, καταλαβόντες τὴν Ἑρμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν καὶ αὐτὸν ἀναιροῦσι, καὶ σχοινίον ἐξάψαντες εἷλκον διὰ τῆς πόλεως.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1055ἀκούσας δὲ ὁ βασιλεὺς ἱππεὺς ἐλάσας ἧκεν εἰς Κωνσταντινούπολιν ὡς κακῶς δράσων τὸ πλῆθος. ἀλλὰ τῶν μὲν ἐφείσατο, δεδακρυμένους αὐτῷ ἰδὼν ὑπαντωμένους καὶ ἀντιβολοῦντας, ἀμφὶ δὲ τὸ ἥμισυ τοῦ σίτου τὴν πόλιν ἀφείλετο, ὃν ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἑκάστου ἔτους ἀπὸ τοῦ δημοσίου τοῖς πολίταις ἐδωρήσατο ἐκ τῶν Αἰγυπτίων φόρων, ὑπολαβὼν ἴσως ὑπὸ τρυφῆς καὶ ῥᾳστώνης τοὺς πολλοὺς ἀργοῦντας ἑτοίμους εἰς στάσεις εἶναι. τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἄλλων πολλῶν αἴτιον, καὶ ὅτι, πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ οὔτε ἀποχειροτονήσας καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς Ἀντιόχειαν. ἐν τούτῳ δὲ οἱ τῆς Ἀρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος καὶ Ἀλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης, ὡς δραστήριος δὲ ἐθαυμάζετο καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.
Ἀθανάσιος δὲ φεύγων ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀφίκετο. κατ’ αὐτὸ δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν καὶ Μάρκελλον τὸν Ἀγκύρας καὶ Ἀσκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν τοῖς Ἀρείου γραφὴν ὑπομείνας πρὸς ἑτεροδόξων τινῶν ὡς θυσιαστήριον ἀνατρέψας καθῃρέθη. ἀλλ’ ἀντὶ τούτου μὲν ἐπιτρέπεται τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. καὶ Λούκιος δὲ ὁ Ἀδριανουπόλεως ἐπίσκοπος ἐπ’ ἄλλῳ κατηγορηθεὶς καὶ τῆς ὑπ’ αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς ἐν Ῥώμῃ διῆγε. μαθὼν δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς κοινωνίαν προσήκατο. οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης διὰ τὴν ἀξίαν τοῦ θρόνου, ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας καὶ τὰς ἐκκλησίας ταράττουσι τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε διελέγξοντας δικαίαν ἐπ’ αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον· ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες.
Καὶ ὁ μὲν τάδε ἔγραψεν. οἱ δὲ ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον ἕκαστος τὸν ἑαυτοῦ κατείληφε θρόνον καὶ τὰς Ἰουλίου ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν· καὶ συλλεγέντες ἐν Ἀντιοχείᾳ ἀντέγραψαν Ἰουλίῳ κεκαλλιεπημένην τινὰ καὶ δικανικῶς συντεταγμένην ἐπιστολήν, εἰρωνείας τε πολλῆς ἀνάπλεων καὶ ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης. φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν Ῥωμαίων ἐκκλησίαν ἐν τοῖς γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην, εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ τοῦ δόγματος εἰσηγηταί. οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν, ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς ἀρετῇ καὶ προαιρέσει νικῶντες. εἰς ἐγκλήματα δὲ προφέροντες Ἰουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου καὶ τῆς ἀποφάσεως ἀναιρεθείσης· καὶ τὸ γενόμενον ὡς ἄδικον καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾷδον διέβαλλον.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1057ἐπὶ τούτοις δὲ ὡδίπως μεμψάμενοι καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι, δεχομένῳ μὲν Ἰουλίῳ τὴν καθαίρεσιν τῶν πρὸς αὐτῶν ἐληλαμένων καὶ τὴν κατάστασιν τῶν ἀντ’ αὐτῶν χειροτονηθέντων εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο, ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις τἀναντία προηγόρευσαν· ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυάτος τῆς Ῥωμαίων ἐκκλησίας ἠλάθη. περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες, ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ τούτων περιττὸν εἰπόντες ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν ὑπονοηθέντες. Ἰουλίῳ μὲν οὖν τοιάδε ἔγραψαν. πρὸς δὲ βασιλέα Κωνστάντιον διέβαλλον αὖθις τοὺς πρὸς αὐτῶν καθῃρημένους. ὁ δὲ ἐν Ἀντιοχείᾳ τότε διατρίβων γράφει Φιλίππῳ τῷ ὑπάρχῳ ἐν Κωνσταντινουπόλει ὄντι, πάλιν Μακεδονίῳ τὴν ἐκκλησίαν ἀποδοῦναι, Παῦλον δὲ ἐξελάσαι τῆς πόλεως.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1059δείσας δὲ τὴν τοῦ πλήθους κίνησιν ὁ ὕπαρχος, πρὶν ἔκπυστον γενέσθαι τὴν βασιλέως πρόσταξιν, προσελθὼν εἰς δημόσιον λουτρὸν ᾧ ὄνομα Ζεύξιππος (περιφανὲς δὲ τοῦτο καὶ μέγιστον) ὡς περὶ κοινῶν πραγμάτων κοινωσόμενος μετεκαλέσατο Παῦλον. παραγενομένῳ δὲ εὐθὺς τοῦ βασιλέως ἐπέδειξε τὸ γράμμα· λάθρα τε διὰ τῶν βασιλείων τῷ λουτρῷ παρακειμένων ἐπὶ θάλασσαν αὐτὸν ἀχθῆναι προστάξας εἰς πλοῖον ἐπεβίβασε καὶ εἰς Θεσσαλονίκην ἔπεμψεν, ὅθεν καὶ τοὺς προγόνους ἔχειν ἐλέγετο. παντελῶς τε τὴν κατὰ τὴν ἕω ἀρχομένην φεύγειν κατεδίκασεν αὐτόν, Ἰλλυριῶν δὲ καὶ τῆς ἐπέκεινα γῆς ἐπιβαίνειν οὐκ ἐκώλυσεν. ἐξελθὼν δὲ ἐκ τοῦ δικαστηρίου, συνοχούμενον αὐτῷ Μακεδόνιον ἔχων, ἐπὶ τὴν ἐκκλησίαν ᾔει. τὸ δὲ πλῆθος (ἤδη γὰρ τούτων γενομένων ἄφατοι συνελέγησαν) εὐθὺς τὴν ἐκκλησίαν ἐπλήρωσαν· ἕκαστοι γὰρ αὐτήν, οἵ τε ἀπὸ τῆς Ἀρείου αἱρέσεως οἵ τε Παῦλον ἐπαινοῦντες, προκαταλαβεῖν ἐσπούδασαν.
PG 67:1061ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο, πολλοὶ δὲ καὶ ὑπ’ ἀλλήλων πατούμενοι διεφθάρησαν. τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε Μακεδόνιος. Ὁ μὲν δὴ Παῦλος ἀδοκήτως ὧδε τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀφῃρέθη. Ἀθανάσιος δὲ φεύγων ἀφανὴς ἦν, δείσας τὴν Κωνσταντίου τοῦ βασιλέως ἀπειλήν· θανάτῳ γὰρ αὐτὸν ζημιοῦν ἠπείλησεν, αἰτιωμένων τῶν ἑτεροδόξων, ὡς στάσεις ἐργάζοιτο καὶ εἰσιόντος αὐτοῦ πολλοὶ τεθνήκασι· τὸ δὲ μάλιστα πρὸς ὀργὴν τὸν βασιλέα κινῆσαν ἦν, ὅτι καὶ σιτηρέσιον ἔλεγον αὐτὸν πωλοῦντα ἀποκερδαίνειν, ὃ ὁ βασιλεὺς Κωνσταντῖνος τοῖς ἐν Ἀλεξανδρείᾳ πτωχοῖς ἐδωρήσατο.
Τῶν δὲ ἐξ Αἰγύπτου ἐπισκόπων ψευδῆ ταῦτα εἶναι γραψάντων μαθὼν Ἰούλιος, ὡς οὐκ ἀσφαλὲς Ἀθανασίῳ τέως ἐν Αἰγύπτῳ διάγειν, τὸν μὲν πρὸς αὑτὸν μετεκαλέσατο, τοῖς δὲ ἐν Ἀντιοχείᾳ συνελθοῦσιν (ἔτυχε γὰρ τηνικαῦτα τὴν τούτων δεξάμενος ἐπιστολήν) ἔγραψεν ἐγκαλῶν, ὡς λάθρα περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου νεωτερίζουσι καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας αὐτὸν εἰς τὴν σύνοδον οὐ κεκλήκασιν· εἶναι γὰρ νόμον ἱερατικόν, ὃς ἄκυρα ἀποφαίνει τὰ παρὰ γνώμην πραττόμενα τοῦ Ῥωμαίων ἐπισκόπου. τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπρᾶχθαι κατὰ Ἀθανασίου· κατηγόρει δὲ τῶν μὲν τὴν κατὰ Ἀρσένιον συκοφαντίαν, τῶν δὲ ἐν τῷ Μαρεώτῃ τὴν Ἀθανασίου ἀπουσίαν, ἐφ’ ἅπασι δὲ τὸ αὔθαδες τῶν γραμμάτων ἐμέμφετο. Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν Ἀθανασίῳ καὶ Παύλῳ· μετ’ οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς Ἰταλίαν παραγενόμενος τὰ κατ’ αὐτὸν ἀπωδύρετο. ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ’ αὐτοὺς ἐποίησε Κώνσταντι τῷ βασιλεῖ.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1063ὁ δὲ Κωνσταντίῳ τῷ βασιλεῖ καὶ ἀδελφῷ ἔγραψε πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς Θρᾴκης καὶ Μᾶρκος ὁ Ἀρεθούσης τῆς Συρίας. καὶ παραγενόμενοι εἰς Ἰταλίαν τοῖς ὑπ’ αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. ἀπαιτούμενοι δὲ λέγειν, ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παρ’ αὐτῶν ἐν Ἀντιοχείᾳ ἀπεκρύψαντο, ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης. συνιδὼν δὲ Κώνστας, ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους μὴ πείσαντας περὶ ὧν ἐληλύθεσαν. Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν πάλιν οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφήν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην.
καὶ οὐσίας μὲν ἐν ταύτῃ θεοῦ μνήμην οὐκ ἐποιήσαντο, τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον. Εὐδοξίου δέ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν οὐ προσεδέξαντο οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς· ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ περὶ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν. Ἐπεὶ δὲ Κώνστας ὁ βασιλεὺς ᾔτει χάριν τὸν ἀδελφόν, ὥστε τοὺς ἀμφὶ τὸν Ἀθανάσιον τοὺς οἰκείους ἀπολαβεῖν θρόνους, καὶ γράφων οὐδὲν ἤνυεν ἀντιπραττόντων τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως, οἱ δὲ περὶ τὸν Ἀθανάσιον καὶ Παῦλον προσιόντες αὐτῷ γενέσθαι σύνοδον ἐζήτουν ὡς ἐπὶ καθαιρέσει τῶν ὀρθῶν δογμάτων ἐπιβουλευθέντες, ἔδοξε γνώμῃ τῶν βασιλέων τοὺς ἀφ’ ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ῥητὴν ἡμέραν καταλαβεῖν τὴν Σαρδώ (πόλις δὲ αὕτη Ἰλλυριῶν). συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν Ἀθανάσιον ὡς καθῃρημένους·
ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι ἰσχυρίζοντο μὴ ἐμβαλεῖν τῇ ἐκκλησίᾳ συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων. πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν οὔτε νῦν ταύτης ἀναχωρήσουσι, καὶ μάλιστα Ἰουλίου τοῦ Ῥωμαίων ἐπισκόπου τὰ κατ’ αὐτοὺς ἐξετάσαντος καὶ μὴ καταγνόντος· παρεῖναι δὲ αὐτοὺς καὶ ἑτοίμως ἔχειν δικάζεσθαι καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθείσας αὐτοῖς αἰτίας. ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμένειαν κατέστησαν. καὶ καθ’ ἑαυτοὺς συνελθόντες ψήφους ἐναντίας ἤνεγκαν.

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1065οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ Ἀθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ Ἀσκληπᾷ κυρώσαντες καθεῖλον Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας, Ὅσιόν τε τὸν ὁμολογητὴν καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ ὅτι φίλος ἐγένετο Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς Ἀντιοχέων ἐκκλησίας, καὶ Μαξιμῖνον τὸν Τριβέρεως ὡς πρῶτον Παύλῳ κοινωνήσαντα καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παραγενομένους ἐπισκόπους ἀποκηρύξαντα. ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον καὶ Γαυδέντιον, τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα πρότερον αὐτοῦ καταψηφισάμενον, τὸν δὲ Γαυδέντιον ὡς ἐναντία σπουδάζοντα Κυριακῷ, ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. ταῦτα ψηφισάμενοι τοῖς πανταχῇ ἐπισκόποις δῆλα ἐποίησαν, ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν μήτε γράφειν αὐτοῖς μήτε τὰ παρ’ αὐτῶν γραφόμενα δέχεσθαι.

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
περὶ δὲ τοῦ θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή, ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη, ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι θεούς, ἢ τὸν Χριστὸν μὴ εἶναι θεόν, ἢ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἢ ἀγέννητον τὸν υἱόν, ἢ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν. Ἐν μέρει τε καὶ οἱ ἀμφὶ τὸν Ὅσιον συνελθόντες ἀθῴους ἀπέφηναν Ἀθανάσιον μὲν ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων, Μάρκελλον δὲ ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο, Ἀσκληπᾶν δὲ ὡς Εὐσεβίου τοῦ Παμφίλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα καί, ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπιδείξαντα, Λούκιον δὲ ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων. καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾶν, Γρηγόριον δὲ τὸν ἐν Ἀλεξανδρείᾳ καὶ Βασίλειον τὸν ἐν Ἀγκύρᾳ καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ Χριστιανοὺς ἡγεῖσθαι.
PG 67:1067καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον καὶ Ἀκάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης καὶ Μηνόφαντον τὸν Ἐφέσου καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας καὶ Οὐάλεντα τὸν Μουρσῶν τῆς Παννονίας καὶ Γεώργιον τὸν Λαοδικείας, εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς ἀπὸ τῆς ἕω ἐπισκόποις. ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας ὡς τὸν υἱὸν χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν Ἀρείου αἵρεσιν δεξαμένους καὶ εἰς ἀξιώματα μείζω λειτουργίας θεοῦ προαγαγόντας. διὰ ταῦτά τε αὐτοὺς ἀποκηρύξαντες καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι ἔγραψαν τοῖς πανταχῇ ἐπισκόποις ἐπιψηφίσασθαι τοῖς παρ’ αὐτῶν κεκριμένοις καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα. ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων.
PG 67:1069ἀμέλει Ὅσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως, μὴ νομισθεῖέν τισι καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν Ἰουλίῳ καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι, κατὰ χρείαν δὲ σαφηνείας τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς εἰς ἄτοπον ἕλκειν τοὺς ἀπείρους διαλέξεως. ταῦτα πράξαντες ἑκάτεροι διέλυσαν τὸν σύλλογον καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. συνέστη δὲ αὕτη ἡ σύνοδος Ῥουφίνου καὶ Εὐσεβίου ὑπατευόντων· ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. συνῆλθον δὲ ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι, ἐκ δὲ τῆς ἕω ἓξ καὶ ἑβδομήκοντα· σὺν τούτοις δὲ καὶ Ἰσχυρίων, ἐπιτραπεὶς τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν Ἀθανασίῳ ἀπεχθανομένων. Μετὰ ταύτην δὲ τὴν σύνοδον οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο οὐδὲ ἐκοινώνουν, οἱ μὲν ἀνὰ τὴν δύσιν μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες, οἱ δὲ ἀνὰ τὴν ἕω μέχρις Ἰλλυριῶν· τὰ δὲ τῶν ἐκκλησιῶν ὡς εἰκὸς ἐν διχονοίαις συγκέχυτο καὶ ἐν διαβολαῖς ἦν.
εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ’ οὖν ἀλλήλοις συγκοινωνοῦντες οὐ μέγα τὸ κακὸν ἐποίουν καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο· ὡς ἐπίπαν γὰρ ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν Ἀρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, [τοῦ] προϊσταμένου τοῦ Ῥωμαίων θρόνου καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθανόντων καὶ τὰς βλάστας ἐκκοπτόντων τῆς τοιαύτης αἱρέσεως. τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν Ἀντιοχείᾳ σύνοδον καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθές, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν καὶ ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὸν υἱὸν συνωμολόγει, ἐριστικῶς δὲ πρὸς τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι.
PG 67:1071οἱ δὲ καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων ἐπὶ τὸ ὧδε δοξάζειν περὶ θεοῦ τραπέντες ἀμεταθέτως λοιπὸν εἶχον. οἱ δέ, εἰδότες ὡς οὐ δέον φιλονικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν ἢ οἰκειότητα ἢ ἄλλας αἰτίας, ὑφ’ ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι ἢ παρρησίαν μὴ ἄγειν ἐφ’ οἷς χρὴ διελέγχειν. πολλοὶ δὲ λῆρον ἡγοῦντο τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων, ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων. ἐῴκεσαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος, Ἀντώνιός τε ὁ μέγας ἔτι περιὼν καὶ οἱ συγγενόμενοι αὐτῷ καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον καὶ ἀλλαχῇ τῆς Ῥωμαίων γῆς. τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ’ αὐτὴν τὴν ἡγεμονίαν παρείληφα ἐπιδραμοῦμαι τῷ λόγῳ. Ἄρξομαι δὲ ἐξ Αἰγύπτου καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως καὶ τοῦ τῇδε ὄρους. τούτοιν δὲ ὁ μὲν Αἰγύπτιος, ὁ δὲ πολιτικὸς ὡς ἀστὸς ὠνομάζετο· ἦν γὰρ τῷ γένει Ἀλεξανδρεύς.
PG 67:1073ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν, καὶ δαίμοσι φοβερὼ πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων δημιουργώ. τὸν δὲ Αἰγύπτιον λόγος, ὡς καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν’ ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη, ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι καὶ τεσσαράκοντα ἔτη γεγονότα χειροτονηθῆναι πρεσβύτερον. ὁ δὲ ἕτερος χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο, παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη, τὰ μὲν αὐτὸς περινοῶν, ἃ δὲ παρ’ ἄλλοις ἤκουεν ἐκ παντὸς τρόπου κατορθῶν, ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι μὴ φύειν τοῦ γενείου τὰς τρίχας. Ἐν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Παμβώ τε καὶ Ἡρακλείδης καὶ Κρόνιος καὶ Παφνούτιος καὶ Πουτουβάστης καὶ Ἀρσίσιος καὶ Σεραπίων ὁ μέγας καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε, καὶ Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν.
σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς, πρὸς ἀρετὴν μέντοι ὁρῶσα καὶ τὴν ψυχὴν προσεθίζουσα τῶν ἐπὶ γῆς καταφρονεῖν, ἄνω δὲ ὁρᾶν, ἵν’ εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη, ἡνίκα τοῦ σώματος ἀπαλλαγείη· διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν Ἠλίου τοῦ Θεσβίτου, ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι καὶ ζήλῳ τῷ πρὸς αὐτὸν καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν προθυμότερον σωφρονεῖν. λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός, μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδιδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, ὃ κουκούλλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισίν, οἷς αἱ τοιαῦται τιᾶραι ἐπίκεινται τὸ ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι.
PG 67:1075ζώνη δὲ καὶ ἀναβολεύς, ἡ μὲν τὴν ὀσφὺν περισφίγγουσα, ὁ δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν θεοῦ καὶ ἐργασίαν ὧν δεῖ παρακελεύεται. οὐκ ἀγνοῶ δὲ ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους· ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν. Τόν γε μὴν Παχώμιόν φασι μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. προφανέντα δὲ αὐτῷ θεῖον ἄγγελον παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς καὶ συνεῖναι αὐτοῖς· εὖ γὰρ τὰ κατ’ αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι καὶ χρῆναι συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς, ἄγειν δὲ αὐτοὺς νόμοις οἷς ἂν δοίη· δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν. ἡ ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ᾖ, φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, νηστεύειν τε καὶ μή, τοῖς μέντοι ῥωμαλεωτέροις [καὶ] ἐσθίουσι τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν, τὰ δὲ εὐχερῆ τοῖς ἀσκουμένοις. οἰκήματα δὲ μικρὰ κατασκευάσαι πολλά, καὶ καθ’ ἕκαστον οἴκημα τρεῖς καταμένειν· ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν·
σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι παρὰ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾶν μήτε ἄλλο τι πλὴν τῆς τραπέζης καὶ τῶν προκειμένων. ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη· τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώτερα τῶν ἔργων πονεῖν καὶ οὕτως μετέχειν τῆς αὐτῶν συνοικίας. διφθέρας δὲ ἀμφιέννυσθαι καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι, κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις ἑκατέρωθεν περιπεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν. τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας τὰς ζώνας λύειν καὶ τὰς διφθέρας ἀποτίθεσθαι· δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι καὶ πρὸς ἑσπέραν ὁμοίως, τοσαυτάκις δὲ καὶ νύκτωρ, ἐννάτῃ δὲ ὥρᾳ τρίτον. ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης εὐχῆς προᾴδειν ψαλμόν.
πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν καὶ ἐπονομάσαι ταῦτα τοῖς Ἑλλήνων στοιχείοις, καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι, οἷον ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ξ καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἔστι πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προαίρεσιν τοῦ τάγματος. κατὰ τούτους τοὺς νόμους τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος καὶ θεοφιλὴς εἰσάγαν, ὡς προειδέναι τὰ ἐσόμενα καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. διέτριβε δὲ ἐν Ταβεννήσῳ τῆς Θηβαί̈δος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται. ὑπὸ δὲ τούτους τοὺς νόμους πολιτευόμενοι ὀνομαστότατοι ἐγένοντο καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. ἡ μὲν γὰρ ἐν Ταβεννήσῳ συνοικία, μεθ’ ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν· οἱ δὲ κατὰ τὴν Θηβαί̈δα καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. μία δὲ καὶ ἡ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ τὰ πανταχῇ πάντων· καθάπερ δὲ μητέρα τὴν ἐν Ταβεννήσῳ συνοικίαν ἡγοῦνται, πατέρας δὲ καὶ ἄρχοντας τοὺς ἐνθάδε ἡγουμένους.
PG 67:1077Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ Ἀπολλώνιος ἐπὶ μοναχικῇ φιλοσοφίᾳ διέπρεπεν, ὅν φασι δέκα καὶ πέντε ἐτῶν ὄντα φιλοσοφῆσαι ἐν ταῖς ἐρήμοις· εἰς ἔτη δὲ τεσσαράκοντα γεγονὼς κατὰ θείαν πρόσταξιν εἰς τοὺς οἰκουμένους ἦλθε τόπους. εἶχε δὲ καὶ αὐτὸς ἐν Θηβαί̈δι τὴν συνοικίαν. ἐγένετο δὲ θεοφιλὴς εἰσάγαν καὶ παραδόξων ἰάσεων καὶ σημείων δημιουργὸς καὶ πρακτικὸς ὧν δεῖ καὶ τῶν εἰς φιλοσοφίαν ἡκόντων διδάσκαλος ἀγαθὸς καὶ χαρίεις καὶ ἐπὶ τοσοῦτον ἐν ταῖς εὐχαῖς εὐήκοος, ὡς μηδὲν ἀνήνυτον γενέσθαι ὧν παρὰ θεοῦ ἐζήτησε· πάντως γὰρ σοφὸς ὢν σοφῶς τὰς αἰτήσεις ἐποιεῖτο, αἷς ἑτοίμως τὸ θεῖον ἐπινεύειν πέφυκε. Κατὰ τούτους εἰκάζω γενέσθαι καὶ Ἀνοὺφ τὸν θεσπέσιον· ὃν ἐπυθόμην, ἀφ’ οὗ πρῶτον ἐν τοῖς διωγμοῖς ὑπὲρ τοῦ δόγματος ὡμολόγησε, μήτε ψεῦδος εἰπεῖν μήτε ἐπιθυμῆσαί τινος τῶν ἐπὶ γῆς. ἐπιτυχεῖν δὲ πάντων ὧνπερ τοῦ θεοῦ ἐδεήθη, καὶ ὑπὸ θείῳ ἀγγέλῳ διδασκάλῳ πᾶσαν ἀρετὴν παιδευθῆναι. Ἀλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν τοσάδε τέως ἡμῖν εἰρήσθω. ἤδη δὲ καὶ Παλαιστίνη τὸν ἴσον τρόπον φιλοσοφεῖν ἤρχετο παρ’ Αἰγυπτίων μαθοῦσα· διέπρεπε δὲ ἐνθάδε τότε Ἱλαρίων ὁ θεσπέσιος.
PG 67:1079τούτῳ δὲ πατρὶς μὲν ἦν Θαβαθᾶ κώμη πρὸς νότον Γάζης κειμένη παρὰ τὸν χειμάρρουν, ὃς ἐπὶ θάλασσαν τὰς ἐμβολὰς ἔχων ἐπιχωρίως ἀπ’ αὐτῆς τῆς κώμης τὴν ἐπωνυμίαν ἔλαβε. γραμματικῷ δὲ φοιτῶν ἐν Ἀλεξανδρείᾳ κατὰ θέαν Ἀντωνίου τοῦ μεγάλου μοναχοῦ εἰς τὴν ἔρημον ἦλθε, καὶ συγγενόμενος αὐτῷ παραπλησίως φιλοσοφεῖν ἔγνω. ὀλίγον δὲ χρόνον ἐνθάδε διατρίψας ἐπανῆλθεν εἰς τὴν πατρίδα· οὐ γὰρ ξυνεχωρεῖτο κατὰ γνώμην ἠρεμεῖν, πολλῶν ὄντων ἑκάστοτε τῶν ὡς Ἀντώνιον ἐρχομένων. καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν, οὐθέν τε παντάπασι καταλιπὼν ἑαυτῷ διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι. Οἴκησις δὲ ἦν αὐτῷ δωμάτιον μικρὸν ἐκ πλίνθων καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον, εὔρους τε καὶ μήκους καὶ ὕψους τοσούτου, ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλήν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. διὰ πάντων γὰρ εἴθιζεν ἑαυτὸν ταλαιπωρεῖν καὶ ῥᾳστώνης κρατεῖν.
ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολήν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος καὶ πρὸς τἆλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ τῆς ψυχῆς. ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος, σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν· ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ ἑαυτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας, καὶτό γε παραδοξότατονπαρά τε Κυπρίοις, οὗ πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστίνοις, παρ’ οἷς ἐστι νῦν. συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παρ’ αὐτοῖς ἦν. μετὰ δὲ ταῦτα Ἡσυχᾶς, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον διεκόμισεν εἰς Παλαιστίνην καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. καὶ τὸ ἐξ ἐκείνου δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι.
PG 67:1081ὧδε γὰρ Παλαιστίνοις ἔθος γεραίρειν τοὺς παρ’ αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν Ἀνθηδόνιον καὶ Ἀλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος καὶ Ἀλαφίωνα τὸν ἀπὸ Ἀσαλέας, οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον τὴν θρησκείαν. Κατ’ ἐκεῖνο καιροῦ Ἰουλιανὸς ἀμφὶ τὴν Ἔδεσσαν ἐφιλοσόφει, ἀκριβεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι καὶ Ἐφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. ἐπεψηφίζετο δὲ καὶ θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος οὐ φαρμάκοις τισὶν ἀλλ’ εὐχῇ κατορθουμένας. Ἐπὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν Ἐδεσσηνῶν νομὸν ὑπό τε τὴν Ἀμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος, ὧν ἤστην Δανιὴλ καὶ Συμεών.
Ἀλλὰ περὶ μὲν τῶν ἐν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν· τελεώτερον δέ, εἰ ὁ θεὸς ἐθελήσειεν, ἐν τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. Ἀρμενίοις δὲ καὶ Παφλαγόσι καὶ τοῖς πρὸς τῷ Πόντῳ οἰκοῦσι λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας ἐκκλησίαν ἐπιτροπεύσας μοναχικῆς φιλοσοφίας ἄρξαι, καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε, ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος, ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον, ὡς καὶ τὴν ἐπιγεγραμμένην Βασιλείου τοῦ Καππαδόκου Ἀσκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι. λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν παντελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1083οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται, ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν ὡς γάμῳ καταμεμφομένους καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ θεοῦ ἀποφαινομένους καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους καὶ ἄλλα πλεῖστα νεωτερίζοντας. ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας· εἶτ’ ἐγκρατεύεσθαι μὴ δυνηθείσας μοιχείαν ἁμαρτεῖν· τὰς δὲ προφάσει θεοσεβείας τὴν κεφαλὴν ἀποκείρασθαι καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, ἀνδράσι δὲ σύνηθες ἀμφιέννυσθαι. διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν.
PG 67:1085ἐντεῦθεν δὲ λόγος Εὐστάθιον ἐπιδεικνύμενον, ὡς οὐκ αὐθαδείας ἕνεκεν, ἀλλὰ τῆς κατὰ θεὸν ἀσκήσεως εἰσηγοῖτο ταῦτα καὶ ἐπιτηδεύοι, ἀμεῖψαι τὴν στολὴν καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιήσασθαι. τοιοῦτος δὲ τὰ περὶ τὸν βίον ὑπάρχων καὶ ἐπὶ λόγοις ἐθαυμάζετο· τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐγένετο λέγειν μὲν οὐ δεινός (οὐδὲ γὰρ τὴν περὶ τούτου ἐπιστήμην ἐξήσκητο), τὸ δὲ ἦθος θαυμάσιος καὶ πείθειν ἱκανώτατος, ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρῶν καὶ γυναικῶν μεταπεῖσαι σώφρονα καὶ σπουδαῖον βίον ἀναλαβεῖν. φασὶ γοῦν αὐτὸν ἄνδρα τινὰ καὶ γυναῖκα κατὰ θεσμὸν ἐκκλησίας παρθενίαν προσποιουμένους καὶ εἰς ταὐτὸν συνιέναι διαβαλλομένους σπουδάσαι τῆς πρὸς ἀλλήλους ὁμιλίας παῦσαι· ἀποτυχόντα δὲ μέγα ἀνοιμῶξαι καὶ εἰπεῖν, ὡς κατὰ νόμον ἀνδρὶ συνοικοῦσα γυνὴ τοὺς περὶ σωφροσύνης λόγους ἀκούσασα αὐτοῦ συνουσίας ἀπέσχετο, ἧς γαμεταῖς θέμις πρὸς ἰδίους ἄνδρας κοινωνεῖν, τοὺς δὲ παρανόμως συνουσιάζοντας ἀλλήλοις ἀσθενῆ ἀποφῆναι τὴν αὐτοῦ πειθώ. τὸν δὴ τοιοῦτον τῆς κατὰ τόδε τὸ κλίμα ἀκριβοῦς μοναστικῆς ἀγωγῆς ἀρχηγὸν γενέσθαι λόγος.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θρᾷκες δὲ καὶ Ἰλλυριοὶ καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ’ οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. ἐγνωρίζετο δὲ τότε παρ’ αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβαρείας τῆς Παννονίας ἐπίσημος ἦν τὸ γένος, ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. προτιμήσας δὲ τὸ θεῖον τὸν φιλόσοφον μετῄει βίον. διέτριβε δὲ τὰ πρῶτα παρ’ Ἰλλυριοῖς· ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενός τινας τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ Ἀρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς ἐξηλάθη, καὶ εἰς Μεδιόλανον ἐλθὼν καθ’ ἑαυτὸν διέτριβεν. ὑπεχώρησε δὲ ἔνθεν ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ τῇδε ἐπισκόπου, οὐδὲ αὐτοῦ ὑγιῶς ἔχοντος περὶ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνελθόντων. καὶ ἐπί τινα χρόνον ῥίζαις βοτανῶν ἀρκούμενος νῆσον ᾤκησεν ἣν Γαλληναρίαν καλοῦσι· μικρὰ δὲ αὕτη καὶ ἀοίκητος, ἐν τῷ Τυρρηνικῷ πελάγει κειμένη. χρόνῳ δὲ ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρρακίναις ἐκκλησίαν.
ἐπὶ τοσοῦτον δὲ θαυματουργίας προελθεῖν παραδέδοται, ὡς καὶ νεκρὸν ἐγεῖραι πιστεύεσθαι ἄλλα τε σημεῖα ἐπιτελέσαι ἀποστολικῶν οὐ λειπόμενα. Κατὰ τόδε τὸ ὑπήκοον ἐν τῷ τότε καὶ Ἱλάριον γενέσθαι παρειλήφαμεν, ἄνδρα βίῳ καὶ λόγῳ θεσπέσιον, ὃς Μαρτίνῳ τῆς φυγῆς ἐκοινώνησε διὰ τὴν περὶ τὸ δόγμα σπουδήν. ἀνδρῶν μὲν οὖν πέρι, οἳ τότε ἐν εὐσεβείᾳ καὶ ἐκκλησιαστικῷ θεσμῷ ἐφιλοσόφουν, τάδε ἔγνων ὡς συνέγραψα. ὑπερφυῶς δὲ πολλοὶ καὶ μάλα ἐλλόγιμοι κατὰ τὸν αὐτὸν χρόνον ἐν ταῖς ἐκκλησίαις διέπρεπον. ἐπισημότατοι δὲ ἐν τούτοις ἐγένοντο Εὐσέβιος ὁ τὴν Ἐμέσης ἱερωσύνην ἐπιτροπεύσας καὶ Τίτος ὁ Βόστρης καὶ Σαραπίων ὁ Θμούεως, Βασίλειός τε ὁ Ἀγκύρας καὶ Εὐδόξιος ὁ Γερμανικείας καὶ Ἀκάκιος ὁ Καισαρείας καὶ Κύριλλος, ὃς τὸν Ἱεροσολύμων θρόνον ἐπετρόπευσε. σύμβολα δὲ τῆς αὐτῶν παιδείας συνεγράψαντο καὶ καταλελοίπασι πολλά τε καὶ λόγου ἄξια. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς συγγραφεὺς διέπρεπε, προϊστάμενος ἐν Ἀλεξανδρείᾳ τοῦ διδασκαλείου τῶν ἱερῶν μαθημάτων. ἐν τούτῳ δὲ καὶ παντοδαπὴ σοφία ᾤκει, ποιηταί τε καὶ ῥήτορες, ἀστρονομία τε καὶ γεωμετρία καὶ ἀριθμοὶ καὶ δόξαι φιλοσόφων.
PG 67:1087πάντων δὲ νῷ μόνῳ καὶ ἀκοῇ τὴν εἴδησιν ἐκτήσατο. νέος γὰρ ἔτι τυφλὸς ἐγένετο ἐν τῇ πρώτῃ πείρᾳ τῆς μαθήσεως τῶν στοιχείων. ἤδη δὲ εἰς ἐφήβους τελῶν ἐπεθύμησε λόγων καὶ παιδείας· καὶ τοῖς ταῦτα διδάσκουσι φοιτῶν ἠκροᾶτο μόνον· καὶ ἐπὶ τοσοῦτον ἦλθε σοφίας, ὡς καὶ τῶν ἐν τοῖς μαθήμασι σκολιῶν θεωρημάτων ἐφικέσθαι. λέγεται δὲ τοὺς χαρακτῆρας τῶν γραμμάτων σανίδι καταχαραγέντας εἰς βάθος ἐκμαθεῖν τοῖς δακτύλοις ἐφαπτόμενος, συλλαβὰς δὲ καὶ ὀνόματα καὶ τὰ ἄλλα ἐφεξῆς καταλήψει νοῦ καὶ συνεχεῖ ἀκροάσει καὶ ἀναμνήσει τῶν ἀκοῇ θηρωμένων. ἦν δὲ οὐ τὸ τυχὸν θαῦμα· καὶ πολλοὶ κατὰ κλέος τοῦ ἀνδρὸς εἰς Ἀλεξάνδρειαν παρεγένοντο, οἱ μὲν αὐτοῦ ἀκουσόμενοι, οἱ δὲ ἱστορήσοντες μόνον. ἐλύπει δὲ οὐ μετρίως τοὺς Ἀρείου τῷ δόγματι τῆς ἐν Νικαίᾳ συνόδου συνιστάμενος. ἔπειθε γὰρ ῥᾳδίως, οὐ βίᾳ λόγου τοῦτο ποιεῖν δοκῶν, ἀλλ’ ὑπὸ τῆς ἄγαν πειθοῦς ἕκαστον αὐτῶν ἑαυτοῦ οἱονεὶ κριτὴν καθίστη τῶν ἀμφιβόλων. τοῖς δὲ ἀπὸ τῆς καθόλου ἐκκλησίας περισπούδαστος ἦν· ἐπῄνει δὲ αὐτὸν καὶ τὰ τάγματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν καὶ Ἀντώνιος ὁ μέγας.
PG 67:1089ὅν φασι τότε ἐπὶ μαρτυρίᾳ τῆς Ἀθανασίου πίστεως ἐκ τῆς ἐρήμου παραγενόμενον εἰς Ἀλεξάνδρειαν, τάδε πρὸς αὐτὸν εἰπεῖν· «οὐ χαλεπὸν οὐδὲ λύπης ἄξιον, ὦ Δίδυμε, ὀφθαλμῶν ἀπορεῖν σε, ὧν μέτεστι σαύραις καὶ μυσὶ καὶ τοῖς εὐτελέσι ζῴοις· μακάριον δὲ καὶ χάριεν, ὅτι παραπλησίως ἀγγέλοις τοὺς ὀφθαλμοὺς ἔχεις, δι’ ὧν τὸ θεῖον τρανῶς κατανοεῖς καὶ τὴν ἀληθῆ γνῶσιν ἀκριβῶς ὁρᾷς.« Οὐ μὴν ἀλλὰ καὶ παρὰ Ἰταλοῖς καὶ τοῖς ἀνὰ τόδε τὸ ὑπήκοον οἰκοῦσιν ἐπὶ ἀρετῇ πατρίων λόγων διέπρεπον Εὐσέβιος καὶ Ἱλάριος ὁ δηλωθείς, οὗ περὶ πίστεως καὶ πρὸς τοὺς ἑτεροδόξους φασὶν εὐδοκίμους φέρεσθαι λόγους, καὶ Λουκίφερ, ὃν εὑρετὴν γενέσθαι λέγουσι τῆς ὁμωνύμου αἱρέσεως. Ἐν τούτῳ δὲ καὶ Ἀέτιος πρὸς τῶν ἑτεροδόξων ἐθαυμάζετο, διαλεκτικός τις ὢν καὶ συλλογίζεσθαι ἱκανὸς καὶ περὶ τὰς ἔριδας τῶν λόγων ἐσχολακὼς καὶ ἀτεχνῶς ταῦτα σπουδάζων. ἀμέλει τοι ὡς ῥᾳδίως περὶ θεοῦ διαλεγόμενος ἄθεος παρὰ τῶν πολλῶν ὠνομάζετο.
φασὶ δὲ αὐτὸν ἰατρὸν ὄντα τὰ πρῶτα ἐν Ἀντιοχείᾳ τῇ Σύρων, σπουδαίως δὲ ταῖς ἐκκλησίαις φοιτῶντα καὶ περὶ τῶν ἱερῶν γραφῶν διαλεγόμενον γνώριμον γενέσθαι Γάλλῳ, Καίσαρι ὄντι τότε, πολὺν ποιουμένῳ λόγον τῆς θρησκείας καὶ τοῖς εὐσεβείας ἐπιμελουμένοις εἰσάγαν χαίροντι· ὡς δὲ εἰκὸς προφάσει τοιούτων διαλέξεων φίλον αὐτῷ γενόμενον ἀσκηθῆναι τοῦτο τὸ εἶδος τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκοι. ἐλέγετο γὰρ καὶ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθεῖν καὶ ἐν Ἀλεξανδρείᾳ φοιτῆσαι τοῖς τούτων διδασκάλοις. Καὶ ἕτεροι δὲ παρὰ τούτους πλῆθος ἐν ταῖς ἐκκλησίαις ἦσαν, ἱκανοὶ διδάσκειν καὶ διαλέγεσθαι περὶ τῶν ἱερῶν γραφῶν· ἀπαριθμήσασθαι δὲ πάντας ἔργον. μή τῳ δὲ χαλεπὸν εἶναι δόξῃ, ὅτι τινὰς τῶν εἰρημένων αἱρέσεων ἢ ἀρχηγοὺς ἢ σπουδαστὰς γενομένους ἐπαινέσας ἔχω· εὐγλωττίας γὰρ ἕνεκεν καὶ τῆς ἐν τοῖς λόγοις δεινότητος θαυμασίους εἶναι σύμφημι, δογμάτων δὲ πέρι κρινέτωσαν οἷς τοῦτο ποιεῖν θέμις· οὐ γὰρ τάδε συγγράφειν προὐθέμην οὔτε ἱστορίᾳ πρέπον, ᾗ ἔργον μόνα τὰ ὄντα ἀφηγεῖσθαι μηδὲν οἰκεῖον ἐπεισαγούσῃ.
ὅσοι μὲν δὴ τότε ὧν παρειλήφαμεν τῇ Ἑλλήνων καὶ Ῥωμαίων φωνῇ κεχρημένοι ἐπὶ παιδεύσει καὶ λόγοις ἐνδοξότατοι ἐγένοντο, ἐν τοῖς εἰρημένοις τετάχθων. Ἐῴκει δὲ πάντας παρευδοκιμεῖν καὶ ἐς τὰ μάλιστα τὴν καθόλου ἐκκλησίαν σεμνύνειν Ἐφραὶμ ὁ Σύρος· ὃς ἐκ Νισίβεως ἢ τῶν τῇδε χωρίων τὸ γένος εἶχεν, ἐν φιλοσοφίᾳ δὲ μοναστικῇ τὸν βίον ἐξασκήσας, οὔτε μαθὼν οὔτε προσδοκηθεὶς τοιοῦτος εἶναι, ἐξαπίνης ἐπὶ τοσοῦτον παιδείας κατὰ τὴν Σύρων φωνὴν ἐπέδωκεν, ὡς φιλοσοφίας μὲν τῶν ἄκρων ἐφικέσθαι θεωρημάτων, εὐκολίᾳ δὲ καὶ λαμπρότητι λόγου καὶ τῷ πυκνῷ καὶ σώφρονι τῶν νοημάτων ὑπερβαλέσθαι τοὺς παρ’ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας. οὕτω γοῦν τῶν μὲν εἴ τις πρὸς τὴν Σύρων ἢ ἑτέραν γλῶσσαν μεταβάλλοι τὰ γράμματα καὶ τὴν καρυκείαν, ὡς εἰπεῖν, ἀφέλοιτο τῶν Ἑλληνικῶν γλωττισμάτων, αὐτίκα φωρᾶται καὶ τῆς προτέρας ἀπορρεῖ χάριτος· ἐπὶ δὲ τῶν Ἐφραὶμ λόγων οὐχ οὕτως. περιόντος τε γὰρ αὐτοῦ καὶ εἰσέτι νῦν ἃ συνεγράψατο πρὸς Ἑλληνίδα φωνὴν ἑρμηνεύουσι, καὶ οὐ πολὺ ἀποδεῖ τῆς ἐν ᾧ πέφυκεν ἀρετῆς· ἀλλὰ καὶ Ἕλλην ἀναγινωσκόμενος ἐπίσης τῷ Σύρος εἶναι θαυμάζεται.
PG 67:1091ἀμέλει τοι καὶ Βασίλειος ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας ἠγάσθη τὸν ἄνδρα καὶ τῆς παιδεύσεως ἐθαύμασεν· ὥστε μοι δικαίως καταφαίνεται κοινῇ παρὰ τῶν τότε παρ’ Ἕλλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν Ἐφραὶμ διὰ τῆς Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὃς τῶν κατ’ αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται. Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ μαθητὰς ἐσχηκέναι πολλοὺς σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας, ἐπισημοτάτους δὲ Ἀββᾶν καὶ Ζηνόβιον, Ἀβραάμ τε καὶ Μαρᾶν καὶ Συμεῶνα, ἐφ’ οἷς μεγαλαυχοῦσιν οἱ Σύρων παῖδες καὶ ὅσοι τὴν παρ’ αὐτοῖς παιδείαν ἠκρίβωσαν. ἐπίσης δὲ Παυλωνᾶν καὶ Ἀρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ· φασὶ δὲ τῶν ὑγιῶν δογμάτων διαμαρτεῖν αὐτούς.
PG 67:1093Οὐκ ἀγνοῶ δὲ ὡς καὶ πάλαι ἐλλογιμώτατοι τοῦτον τὸν τρόπον παρὰ Ὀσροηνοῖς ἐγένοντο Βαρδησάνης τε, ὃς τὴν ἀπ’ αὐτοῦ καλουμένην αἵρεσιν συνεστήσατο, καὶ Ἁρμόνιος ὁ Βαρδησάνου παῖς, ὅν φασι διὰ τῶν παρ’ Ἕλλησι λόγων ἀχθέντα πρῶτον μέτροις καὶ νόμοις μουσικοῖς τὴν πάτριον φωνὴν ὑπαγαγεῖν καὶ χοροῖς παραδοῦναι, καθάπερ καὶ νῦν πολλάκις οἱ Σύροι ψάλλουσιν, οὐ τοῖς Ἁρμονίου συγγράμμασιν ἀλλὰ τοῖς μέλεσι χρώμενοι. ἐπεὶ γὰρ οὐ παντάπασιν ἐκτὸς ἦν τῆς πατρῴας αἱρέσεως καὶ ὧν περὶ ψυχῆς, γενέσεώς τε καὶ φθορᾶς σώματος καὶ παλιγγενεσίας οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες δοξάζουσιν, οἷά γε ὑπὸ λύραν ἃ συνεγράψατο συνθεὶς ταυτασὶ τὰς δόξας τοῖς οἰκείοις προσέμιξε συγγράμμασιν. ἰδὼν δὲ Ἐφραὶμ κηλουμένους τοὺς Σύρους τῷ κάλλει τῶν ὀνομάτων καὶ τῷ ῥυθμῷ τῆς μελῳδίας, καὶ κατὰ τοῦτο προσεθιζομένους ὁμοίως αὐτῷ δοξάζειν, καίπερ Ἑλληνικῆς παιδείας ἄμοιρος, ἐπέστη τῇ καταλήψει τῶν Ἁρμονίου μέτρων· καὶ πρὸς τὰ μέλη τῶν ἐκείνου γραμμάτων ἑτέρας γραφὰς συνᾳδούσας τοῖς ἐκκλησιαστικοῖς δόγμασι συνέθηκεν, ὁποῖα αὐτῷ πεπόνηται ἐν θείοις ὕμνοις καὶ ἐγκωμίοις ἀγαθῶν ἀνδρῶν.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐξ ἐκείνου τε Σύροι κατὰ τὸν νόμον τῆς Ἁρμονίου ᾠδῆς τὰ τοῦ Ἐφραὶμ ψάλλουσιν. Ἡλίκος μὲν οὖν τὴν φύσιν ἐγεγόνει, καὶ ἐκ τούτου τεκμαίρεσθαι χρεών· ἦν δὲ καὶ τὸν βίον ἐξ ἀγαθῶν ἔργων καὶ ἀκριβοῦς πολιτείας ἐπιφανὴς καὶ ἡσυχίας εἰσάγαν ἐραστής, σεμνὸς δὲ καὶ τὰς διαβολὰς ἐπὶ τοσοῦτον εὐλαβούμενος, ὡς πάσης γυναικὸς καὶ αὐτὴν τὴν θέαν φυλάττεσθαι. λόγος γοῦν ποτε γυναῖκά τινα ἀμελῆ τὸν βίον, ἀναιδῆ δὲ ἴσως τὸν τρόπον, ἢ αὐτὴν τὸν ἄνδρα πειρῶσαν ἢ ἐπὶ μισθῷ τοῦτο ἄλλοις σπουδάζουσαν, ἐπίτηδες ἐν στενωπῷ ἀντιπρόσωπον ὑπαντῆσαι ἀσκαρδαμυκτὶ ἐς αὐτὸν βλέπουσαν· τὸν δὲ ἐπιτιμῆσαι αὐτῇ καὶ εἰς γῆν ὁρᾶν παρακελεύσασθαι· «καὶ πῶς», ἔφη ἡ γυνή, «ἥτις οὐκ ἀπὸ γῆς, ἀλλ’ ἐκ σοῦ ἐγενόμην; δικαιότερον γὰρ εἶναι σὲ μὲν εἰς γῆν ὁρᾶν, ἀφ’ ἧς ἔχεις τὴν γένεσιν, ἐμὲ δὲ εἰς σέ, ὅθεν εἰμί.« θαυμάσας δὲ τὸ γύναιον Ἐφραὶμ εἰς σύγγραμμα τὸ συμβὰν ἐσχημάτισεν, ὅπερ Σύρων λόγιοι ἐν τοῖς σπουδαίοις τῶν αὐτοῦ λόγων τετάχασι. Λέγεται δὲ τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ’ οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδεπώποτε θεαθῆναι παρά τινος ὀργιζόμενος.

Chapter XVIII · Chapter XIXCaput XVIII · Caput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1095οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ εἰώθει νηστεύοντι προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος τὴν χύτραν ἔκλασεν· αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδών «ἀλλὰ θάρρει, καὶ ἡμεῖς», ἔφη, «πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε.« καὶ καθεσθεὶς παρὰ τὰ κλάσματα τῆς χύτρας ἐδείπνησεν. Ὅσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ’ αὐτόν τινες καὶ συλλαβεῖν ἐπειρῶντο ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες· αὐτίκα δὲ αἰσθόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτόν, ἀτάκτως βαδίζων καὶ τὴν ἐσθῆτα ἐπισύρων καὶ δημοσίᾳ ἐσθίων· ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ’ αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε, καὶ μέχρι ἕτερος ἐχειροτονήθη διέλαθεν. Ἀλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ Ἐφραὶμ ἀρκεσθήσομαι. τὰ δὲ πλείω ἴσασι καὶ λέγουσιν οἱ ἐπιχώριοι. οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι.
PG 67:1097λιμοῦ γὰρ καταλαβόντος τὴν Ἐδεσσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος, ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων φιλοσοφῶν ἐδείκνυ· παρ’ οὐδὲν δὲ ταύτην ποιουμένους διὰ τῶν ἔργων ἀπήλεγχεν. οἱ δὲ αἰδεσθέντες τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ λόγους «ἀλλ’ οὐδὲν ἡμῖν μέλει οὐσίας», ἔφασαν, «ᾧ δὲ τὰ τοιαῦτα ἐπιτρέψομεν διακονῆσαι ἀποροῦμεν, σχεδὸν πάντων πρὸς κέρδος κεχηνότων καὶ καπηλείαν τὸ πρᾶγμα ποιουμένων.« ὑπολαβὼν δέ «οἷος ὑμῖν δοκῶ;« ἤρετο· τῶν δὲ ἀξιόχρεών τε καὶ μάλα καλὸν καὶ ἀγαθὸν εἶναι καὶ τοιοῦτον, οἷον ἡ περὶ αὐτοῦ δόξα ἐκράτει, συνομολογούντων «οὐκοῦν ἑκοντής», ἔφη, «δι’ ὑμᾶς ἐμαυτὸν ἐπὶ τούτῳ χειροτονήσω.« καὶ λαβὼν ἀργύριον παρ’ αὐτῶν ἀμφὶ τὰς τριακοσίας κλίνας ἐν τοῖς δημοσίοις ἐμβόλοις εἶχε, καὶ τῶν ἀπὸ τοῦ λιμοῦ νοσούντων ἐπεμελεῖτο καὶ ξένους καὶ τοὺς κατὰ σπάνιν ἀναγκαίων ἐκ τῶν ἀγρῶν παραγενομένους ἐδεξιοῦτο.
ἐπεὶ δὲ ὁ λιμὸς ἐπαύσατο, ἐπανῆλθεν εἰς τὸ οἴκημα ἔνθα καὶ πρὸ τοῦ διέτριβε. καὶ ὀλίγων ἡμερῶν ἐπιβιώσας ἐτελεύτησε, διακονίας μὲν ἄχρι κληρικοῦ τάγματος ἐπιβάς, περιβόητος δὲ ἐπὶ ἀρετῇ γεγονὼς οὐχ ἧττον τῶν ἐν ἱερωσύνῃ καὶ πολιτείᾳ ἀγαθοῦ βίου καὶ παιδεύσει θαυμαζομένων. ταῦτα τῆς Ἐφραὶμ ἀρετῆς τὰ μηνύματα. ἐπαξίως δὲ εἰπεῖν καὶ περὶ πάντων διεξελθεῖν ὧν ἐκεῖνος καὶ ἕκαστος τῶν τότε φιλοσοφησάντων ἐβίω καὶ ἐπολιτεύσατο καὶ παρὰ τίσι, δεήσει συγγραφέως οἷος αὐτός· ἐμοὶ δὲ ἄπορον εἶναι τοῦτο καθορῶ ὑπό τε ἀσθενείας λόγου καὶ ἀγνοίας αὐτῶν τε τῶν ἀνδρῶν καὶ ὧν κατώρθωσαν. οἱ μὲν γὰρ ἀνὰ τὰς ἐρήμους ἐλάνθανον, οἱ δὲ καὶ ἐν ὁμίλῳ πόλεων διατρίβοντες εὐτελεῖς σφᾶς παρεῖχον φαίνεσθαι καὶ τῶν πολλῶν μηδὲν διαφέροντας, ἀρετὴν μὲν ἐργαζόμενοι, κλέπτοντες δὲ τὴν ἀληθῆ περὶ αὐτῶν δόκησιν, ὥστε μὴ ἐπαινεῖσθαι παρὰ τῶν ἄλλων· πρὸς γὰρ τὰς ἀμοιβὰς τῶν ἐσομένων ἀγαθῶν τὸν νοῦν τείνοντες, μάρτυρα ὧν ἐπόνουν μόνον τὸν θεὸν ἐποιοῦντο, τῆς δὲ ἔξωθεν δόξης οὐδεὶς αὐτοῖς λόγος ἦν. Ὡς ἐπίπαν δὲ καὶ οἱ προεστῶτες τότε τῶν ἐκκλησιῶν τὸν βίον ἠκρίβωντο.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰκότως τε ὑπὸ τοιούτοις ἐναγόμενα τὰ πλήθη σπουδαίως συντέτατο περὶ τὸ τοῦ Χριστοῦ σέβας, καὶ ἡ θρησκεία ὁσημέραι ἐπεδίδου, ζήλῳ τε καὶ ἀρετῇ καὶ παραδόξοις πράξεσιν ἱερέων καὶ ἐκκλησιαστικῶν φιλοσόφων ἐθήρα καὶ πρὸς ἑαυτὴν μετῆγε τῆς Ἑλληνικῆς τερθρείας τοὺς Ἑλληνιστάς. συνελαμβάνοντο δὲ εἰς ἐπίδοσιν τούτων καὶ οἱ βασιλεῖς, οὐχ ἧττον ἢ ὁ πατὴρ περὶ τὰς ἐκκλησίας σπουδάζοντες καὶ κληρικοὺς καὶ παῖδας αὐτῶν καὶ οἰκείους ἐξαιρέτοις τιμαῖς καὶ ἀτελείαις γεραίροντες καὶ τοῖς πατρῴοις νόμοις ἐπιψηφιζόμενοι καὶ οἰκείους τιθέντες κατὰ τῶν θύειν ἢ ξόανα θεραπεύειν ἢ ἄλλως Ἑλληνικῶς θρησκεύειν ἐπιχειρούντων. ναοὺς δὲ τοὺς πανταχῇ κειμένους ἐν πόλεσι καὶ ἀγροῖς κεκλεῖσθαι προσέταξαν, τοὺς δὲ ταῖς ἐκκλησίαις προςένειμαν ἢ τόπων ἢ ὑλῶν προσδεομέναις· μάλιστα γὰρ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο τοὺς μὲν ὑπὸ χρόνου κάμνοντας τῶν εὐκτηρίων οἴκων ἀνανεοῦν, τοὺς δὲ μεγαλοπρεπῶς ἐκ θεμελίων ἐγείρειν. ὧν ἐστι καὶ ἡ ἀξιοθέατος καὶ κάλλει ἀοίδιμος Ἐμέσης ἐκκλησία. Ἰουδαίων δὲ ἐνομοθέτησαν μηδένα δοῦλον ὠνεῖσθαι τῶν ἐξ ἑτέρας αἱρέσεως· εἰ δὲ παρὰ τοῦτο ποιήσει, δημόσιον τὸν οἰκέτην εἶναι·
PG 67:1099εἰ δὲ καὶ περιτεμεῖ, καθὰ Ἰουδαίοις θέμις, εἰς κεφαλὴν εἶναι τὸν κίνδυνον καὶ ἀφαίρεσιν τῶν ὄντων. ἐπεὶ γὰρ τὴν θρησκείαν πάντοθεν αὔξειν ἐβεβούλευντο, καὶ τούτου πρόνοιαν ἐποιήσαντο, ὥστε μὴ ἀδεῶς εἰς Ἰουδαϊσμὸν ὑποσύρεσθαι τοὺς μὴ τοιούτους ἐκ γένους ὄντας, φυλάττεσθαι δὲ τῇ ἐκκλησίᾳ καὶ τοὺς ἐλπίδα Χριστιανισμοῦ ἔχοντας· μάλιστα γὰρ ἐκ τοῦ Ἑλληνικοῦ πλήθους ἐπεδίδου ἡ θρησκεία. Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν· ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως ἤστην. καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε· Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε, μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως τῆς προτέρας παρεκινήθη γνώμης· οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ’ οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν συνομολογεῖν. οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων διαφοράν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ’ οὐσίαν ὅμοιον, ὅπερ ὁμοιούσιον ὠνόμαζον.
τὸ μὲν γὰρ ὁμοούσιον ἐπὶ σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι, τὸ δὲ ὁμοιούσιον ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ θεοῦ καὶ ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ’ ἰδίαν οὐσίαν. ὑπὸ δὴ τῶν τοιούτων καὶ Κωνστάντιος ὁ βασιλεὺς μετεπείσθη. καὶ κατὰ μὲν διάνοιαν, ὡς εἰκάζω, ὅμοια τῷ πατρὶ καὶ τῷ ἀδελφῷ ἐφρόνει, ῥητὸν δὲ ῥητοῦ ἀμείψας ἀντὶ ὁμοουσίου ὁμοιούσιον ἔλεγε. τοῦτο γὰρ ἐδόκει τοῖς τούτων εἰσηγηταῖς ἀκριβέστερον ὧδε ὀνομάζειν ἰσχυριζομένοις, ὡς εἴ τις μὴ τοῦτο λέγοι, κινδυνεύοι σῶμα τὸ ἀσώματον νοεῖν. ὅπερ εὔηθες εἶναι πολλοῖς ἐδόκει· ἐκ γὰρ τῶν φαινομένων ἔφασκον χρῆναι καὶ περὶ τῶν νοητῶν τὰ ὀνόματα μεταλαμβάνειν, λέξεώς τε κίνδυνον μηδένα εἶναι, ἢν μὴ περὶ ἔννοιαν ἡ ἁμαρτία γένηται. Οὐ θαυμαστὸν δέ, εἰ ὁ βασιλεὺς αὐτὸ τοῦτο πεπόνθει, ἐπεὶ καὶ τῶν ἱερέων πολλοὶ ἀφιλονίκως τὸ ὄνομα τοῦτο προσίεντο, τῇ διανοίᾳ συνᾴδοντες τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, οἱ δὲ ἑκατέρᾳ λέξει μηδὲν διαφερόμενοι ἐχρῶντο ἐπὶ τῆς αὐτῆς σημασίας.

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1101ὥστε μοι δοκεῖ παρὰ πολὺ τῆς ἀληθείας κεκομψεῦσθαι ἐκεῖνον τὸν λόγον τοῖς τὰ Ἀρείου φρονοῦσι. λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὧν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, καὶ χαλεπήνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν. ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προεφάνη τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς καὶ πυθέσθαι τί δή ποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς. τοὺς δὲ φάναι οὐκ ἀπὸ γνώμης συναινέσαι, δεδιότας δέ, μὴ ὡς εἰκὸς ἔριδος ἐπὶ τούτῳ γενομένης καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος καὶ πρὸς Ἑλληνισμὸν τραπείη καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην αὐτοῖς νεῖμαι, προνοῆσαι δὲ πάλιν ἑτέραν ἀθροῖσαι σύνοδον.

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐν δὲ τῷ ταῦτα βουλεύεσθαι φθασάσης τῆς αὐτοῦ τελευτῆς οἷα πρεσβυτέρῳ παιδὶ ἐντείλασθαι Κωνσταντίῳ τοῦτο ἐπιτελέσαι, ὡς οὐδὲν ὄφελος ὂν αὐτῷ βασιλείας, εἰ μὴ συμφώνως πρὸς πάντων τὸ θεῖον θρησκεύοιτο. τὸν δὲ τῷ πατρὶ πειθόμενον τὴν ἐν Ἀριμήνῳ συγκροτῆσαι σύνοδον. ᾗ μάλιστα τὸ ψεῦδος φωρᾶται. συνεληλύθασι γὰρ Ὑπατίου καὶ Εὐσεβίου ὑπατευόντων, ἡνίκα ἀμφὶ τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος ἐν τῇ ἡγεμονίᾳ διήνυε Κωνστάντιος μετὰ τὴν τοῦ πατρὸς τελευτήν, πολλῶν ἐν τῷ μεταξὺ συνόδων γενομένων, ἐν αἷς περὶ ὁμοουσίου καὶ ὁμοιουσίου ζήτησις ἦν. τὸ δὲ κατ’ οὐσίαν [ἀν]όμοιον τῷ πατρὶ τὸν υἱὸν δοξάζειν παντελῶς οὐδεὶς ἠθέλησεν, εἰσότε περὶ τούτου Ἀετίῳ χαλεπῶς ἤνεγκε καὶ ἐπὶ ἀναιρέσει τοῦ τοιούτου δόγματος ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ προσέταξε κατὰ τὸν αὐτὸν χρόνον τοὺς ἱερέας συνελθεῖν, ὥστε τὴν ἀληθῆ αἰτίαν ταυτησὶ τῆς συνόδου γενέσθαι οὐ τὴν Κωνσταντίνου κέλευσιν, ἀλλὰ τὴν κατ’ Ἀέτιον ζήτησιν. ὅτι μὲν οὖν τάδε ὧδε ἔχει, καὶ τὰ ἑξῆς ἐπιδείξει. Ὁ δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας.
PG 67:1103ὡς δὲ ἀνεβάλλετο, πάλιν ἔγραψεν ἢ δέχεσθαι τοὺς ἄνδρας ἢ πρὸς πόλεμον παρασκευάσασθαι. κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην, μετακαλεῖται δὲ Ἀθανάσιον ἐκ τῆς Ἰταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν. Ἀθανάσιος δὲ ἐν Ἀκυλίᾳ τότε διάγων δεξάμενος τὰ Κωνσταντίου γράμματα ἧκεν εἰς Ῥώμην τοῖς ἀμφὶ τὸν Ἰούλιον συνταξόμενος. ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν ἐπιστολὴν δοὺς πρὸς τὸν Ἀλεξανδρέων κλῆρον καὶ λαόν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον καὶ συνηδομένην τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως ἐπανόδῳ καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην. ἐντεῦθέν τε ἧκεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ἔνθα τότε διέτριβεν ὁ βασιλεύς, τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος· μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχείας ἐπετρόπευον θρόνον, πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος καὶ ἐφεξῆς Στέφανος. ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν.
PG 67:1105ὃν ὡς ἑτερόδοξον παρῃτεῖτο Ἀθανάσιος, τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων. ἐπεὶ δὲ εὔνου καὶ ἐπιεικοῦς ἐπειράθη Κωνσταντίου καὶ ἐδόκει τὴν ἰδίαν αὐτοῦ ἀπολαβεῖν ἐκκλησίαν, ὑποθεμένων τῶν προεστώτων τῆς ἐναντίας αἱρέσεως «ἀλλ’ ἐγὼ μέν», ἔφη ὁ βασιλεύς, «ἕτοιμός εἰμι περᾶναι τὰς ὑποσχέσεις, ἐφ’ αἷς σε μετεκαλεσάμην· ἐν δίκῃ δὲ καὶ αὐτός, ἣν ἂν αἰτήσαιμι χάριν, προθύμως συγχωρήσεις· ἡ δέ ἐστιν, ὥστε ἐκ πολλῶν τῶν ὑπὸ σὲ ἐκκλησιῶν μίαν ἔχειν τοὺς κοινωνεῖν σοι παραιτουμένους.« ὑπολαβὼν δὲ Ἀθανάσιος «καὶ μάλα, βασιλεῦ», εἶπε, «δίκαιον καὶ ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ·

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν Ἀντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν ἐκκλησίαν καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι.« δίκαια δὲ λέγειν Ἀθανάσιον τοῦ βασιλέως δοκιμάσαντος ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ Ἀλεξανδρεῦσι δι’ αὐτὸν Ἀθανάσιον ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦντας ἀσφαλῶς ἔχειν καὶ τοὺς ἐναντίους ἐπάγεσθαι· παρὰ δὲ Ἀντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας πολλοὺς ὄντας, ἔπειτα δὲ ὡς εἰκὸς νεωτέρων αὐτοὺς πειραθήσεσθαι πραγμάτων, ἐξὸν ἀκινδύνως ἔχειν οὓς ἔχουσιν. ἐπεὶ καὶ κρατούντων αὐτῶν τῶν τῇδε ἐκκλησιῶν οὐ παντελῶς οἷς ἐδόξαζον ὁ πᾶς κλῆρος καὶ ὁ λαὸς ἐπείθοντο, ἀλλὰ κατὰ χορούς, ὡς ἔθος ἐν τῷ ὑμνεῖν τὸν θεόν, συνιστάμενοι, πρὸς τῷ τέλει τῶν ᾠδῶν τὴν οἰκείαν προαίρεσιν ἐπεδείκνυον. καὶ οἱ μὲν πατέρα καὶ υἱὸν ὡς ὁμότιμον ἐδόξαζον, οἱ δὲ πατέρα ἐν υἱῷ, τῇ παρενθέσει τῆς προθέσεως δευτερεύειν τὸν υἱὸν ἀποφαίνοντες.

Chapter XXIVCaput XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1107ἀμέλει τοι τούτων ὧδε γινομένων ἀπορῶν ὅ τι ποιήσειε Λεόντιος, ὃς κατὰ τόνδε τὸν χρόνον ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχέων διεῖπε θρόνον, κωλύειν μὲν οὐκ ἐπεχείρησε τοὺς κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὸν θεὸν ὑμνοῦντας· ἐδεδίει γὰρ μὴ στασιάσῃ τὸ πλῆθος· λέγεται δὲ τῆς κεφαλῆς ἐφαψάμενος ὑπὸ πολιᾶς λευκῆς οὔσης εἰπεῖν ὡς «ταυτησὶ τῆς χιόνος λυθείσης πολὺς ἔσται πηλός», ὑποδηλῶν ὡς αὐτοῦ τελευτήσαντος εἰς στάσιν τῷ λαῷ καταλήξει ἡ ἐν τοῖς ὕμνοις διαφωνία, μὴ ἀνεχομένων τῶν μετ’ αὐτὸν ὁμοίως συμπεριφέρεσθαι τῷ πλήθει. Ὁ δὲ βασιλεὺς ἀποπέμπει Ἀθανάσιον εἰς Αἴγυπτον· ἔγραψε δὲ περὶ αὐτοῦ τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ πρεσβυτέροις καὶ τῷ λαῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, ὀρθότητά τε βίου μαρτυρῶν αὐτῷ καὶ τρόπων ἀρετήν, παρακελευόμενος ὁμονοεῖν καὶ ὑπὸ πρωτοστάτῃ αὐτῷ εὐχαῖς καὶ ἱκεσίαις τὸ θεῖον θεραπεύειν· εἰ δέ τινες ἐθελοκακοῦντες στασιώδεις ἀναφανεῖεν, τιμωρίαν διδόναι κατὰ τοὺς περὶ τούτων κειμένους νόμους.
PG 67:1109προσέταξε δὲ καὶ τὰ πρότερον παρ’ αὐτοῦ γραφέντα κατὰ Ἀθανασίου καὶ τῶν αὐτῷ κοινωνούντων ἀπὸ τῶν δημοσίων ὑπομνημάτων ἀπαλιφῆναι, καὶ ὡς τὸ πρὶν ἀτέλειαν ἔχειν λειτουργημάτων τοὺς αὐτοῦ κληρικούς. καὶ περὶ τούτου πρὸς τοὺς ἀνὰ τὴν Αἴγυπτον καὶ Λιβύην ἄρχοντας ἔγραψε. παραγενόμενος δὲ Ἀθανάσιος εἰς Αἴγυπτον, οὓς μὲν ἔγνω τὰ Ἀρείου φρονοῦντας, καθεῖλεν, οἷς δὲ αὐτοὶ καθεῖλον, τὰς ἐκκλησίας ἐπέτρεψε κατὰ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου, καὶ σπουδῇ ταύτης ἔχεσθαι ἐνετέλλετο. λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς ἐκκλησίαις ὑπὸ τῶν Ἀρείου κατέχεσθαι. ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις χειροτονεῖν ἐτόλμησεν. οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστῖνοι· παριόντα γὰρ αὐτὸν τότε δι’ αὐτῶν εὐμενῶς προσεδέξαντο·
καὶ σύνοδον ἐν Ἱεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι ἔγραψαν περὶ αὐτοῦ τάδε· «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα τοῖς ἐν Αἰγύπτῳ καὶ ‹Λιβύῃ καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ‹ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. ‹Κατ’ ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, ‹ἐφ’ οἷς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ‹ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθα- ‹νάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ‹ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ’ ἀληθῶς αἱ προσευχαὶ ὑμῶν εἰσηκούσθη- ‹σαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἐκκλησίας τῆς ἑαυτοῦ καὶ ‹ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων ‹ὑμῶν ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ ‹ἔχοντα ποιμένα». διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ‹ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐποθεῖτε. ἰδοὺ γὰρ ‹καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμε- ‹τέρᾳ συμπνέοντες ἀγάπῃ προλαβόντες αὐτὸν ἠσπασάμεθα·

Book IV · Chapter ILiber Quartus · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1111καὶ κοινωνήσαν- ‹τες δι’ αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστη- ‹ρίους ὑμῶν εὐχάς, ἵν’ εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ ‹ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων ‹βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ ‹αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης ‹τιμῆς κατηξίωσαν. ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς ὀφει- ‹λομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρι- ‹σαμένῳ θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ ‹δοξάζειν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ τῷ πατρὶ ἡ ‹δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.« Καὶ τὰ μὲν ὧδε ἔγραψεν ἡ ἐκ Παλαιστίνης σύνοδος. μέγιστον δὲ ἐπὶ τούτοις Ἀθανασίῳ συνεκύρησε περιφανῶς ἐλέγχον ἀδίκως αὐτοῦ καταδικάσαι τοὺς ἐν Τύρῳ συνεληλυθότας. Οὐάλης γὰρ καὶ Οὐρσάκιος, οἳ σὺν τοῖς ἀμφὶ Θεόγνιον, ὡς πρόσθεν εἴρηται, εἰς τὸν Μαρεώτην παρεγένοντο ἐρευνῆσαι, εἰ κατὰ τὴν Ἰσχυρίωνος γραφὴν ποτήριον ἱερὸν συνέτριψε, μεταμεληθέντες τάδε ἔγραψαν Ἰουλίῳ τῷ Ῥωμαίων ἐπισκόπῳ·
«Κυρίῳ μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. ‹Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ Ἀθα- ‹νασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασί [τε] ‹τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδη- ‹λώσαμεν οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρη- ‹στότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα ‹τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προει- ‹ρημένου Ἀθανασίου ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια ‹αὐτοῦ τυγχάνει· διά τοι τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προ- ‹ειρημένου Ἀθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον ‹αὐτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι. ‹ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν ἢ καὶ ‹αὐτὸς Ἀθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχε- ‹σθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως.
PG 67:1113τὸν δὲ αἱρετικὸν Ἄρειον καὶ τοὺς ‹ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς» καὶ ὅτι ‹ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν ‹εἶναι καὶ υἱὸν θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν ‹ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν· ταῦτα ‹δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν Ἀρειανικὴν ‹αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν ‹αἰῶνα. ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. ὡσαύτως ‹δὲ καὶ Οὐάλης.« Καὶ ἃ μὲν πρὸς Ἰούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. ἃ δὲ καὶ πρὸς Ἀθανάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι· ἔχει δὲ ὧδε· «Κυρίῳ ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. ‹Ἀφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μου- ‹σαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, διὰ τούτου σε καὶ ‹πάνυ προσαγορεύομεν ἀπὸ τῆς Ἀκυλίας καὶ εὐχόμεθά σε ὑγιαίνοντα τὰ ‹γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ ἡμῖν θαρρεῖν, ἐὰν καὶ ‹σὺ ἐν τῷ γράφειν ἀποδῷς ἡμῖν τὴν ἀμοιβήν.

Chapter II · Chapter IIICaput II · Caput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ‹ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν ἐκκλησιαστικήν. καὶ τούτων γνώρισμα ἡ διὰ ‹τούτων τῶν γραμμάτων προσηγορία.« Ἀθανάσιος μὲν οὖν οὕτως ἐκ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανῆλθεν εἰς Αἴγυπτον. καὶ Παῦλος δὲ καὶ Μάρκελλος, Ἀσκληπᾶς τε καὶ Λούκιος τοὺς ἰδίους ἀπέλαβον θρόνους· καὶ γὰρ δὴ τούτοις γράμματα βασιλέως ἐπέτρεπε τὴν ἐπάνοδον. καὶ ἐν μὲν τῇ Κωνσταντινουπόλει Παύλου εἰσελθόντος ὑπεχώρησε Μακεδόνιος καὶ καθ’ ἑαυτὸν ἐκκλησίαζεν. ἐν Ἀγκύρᾳ δὲ μέγιστος συνέβη θόρυβος ἀφαιρουμένου Βασιλείου τῆς ἐνθάδε ἐκκλησίας, ἡνίκα Μάρκελλος εἰσῄει. τοῖς δὲ ἄλλοις οὐ χαλεπὴ ἡ εἴσοδος ἐγένετο. ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ Καὶ τὰ μὲν ὧδε συνέβη. τετάρτῳ δὲ ἔτει τῆς ἐν Σαρδοῖ συνόδου κτίννυται Κώνστας περὶ τοὺς πρὸς δύσιν Γαλάτας. Μαγνέντιος δέ, ὃς αὐτῷ τὸν φόνον ἐπεβούλευσε, πᾶσαν τὴν ὑπὸ Κώνσταντος ἀρχομένην ὑφ’ ἑαυτὸν ἐποίησε. Βρετανίων δέ τις ὑπὸ τῶν Ἰλλυριῶν στρατιωτῶν ἐν τῷ Σιρμίῳ βασιλεὺς ἀνηγορεύθη.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πλεῖστον δὲ τούτων τῶν κακῶν μέρος καὶ ἡ πρεσβυτέρα Ῥώμη μετεῖχε, Νεποτιανοῦ, ὃς ἀδελφιδοῦς ἦν [καὶ] Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοὺς μονομάχους περὶ ἑαυτὸν ποιησαμένου καὶ τῆς βασιλείας ἀμφισβητοῦντος. ἀλλ’ ὁ μὲν ὑπὸ τῶν Μαγνεντίου στρατηγῶν ἀνῃρέθη, Κωνστάντιος δέ, ὡς εἰς μόνον αὐτὸν τῆς πάσης ἀρχῆς περιελθούσης, αὐτοκράτωρ ἀναγορευθεὶς τοὺς τυράννους καθελεῖν ἐσπούδαζεν. ἐν τούτῳ δὲ Ἀθανάσιος παρεγένετο εἰς Ἀλεξάνδρειαν καὶ σύνοδον γενέσθαι παρεσκεύασε τῶν ἐξ Αἰγύπτου ἐπισκόπων καὶ ἐπιψηφίσασθαι τοῖς ἐν Σαρδοῖ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δεδογμένοις. Ὁ δὲ βασιλεὺς ταῖς διαβολαῖς πεισθεὶς τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως ἐπὶ τῆς αὐτῆς οὐκ ἔμεινε γνώμης, ἀλλ’ ἀπελαύνεσθαι προσέταξε παρὰ τὰ πρότερον δεδογμένα τῇ ἐν Σαρδοῖ συνόδῳ [τοὺς] τῆς καθόδου τυχόντας· ἡνίκα δὴ Μαρκέλλου πάλιν ἐκβληθέντος τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν κατέσχε Βασίλειος, Λούκιος δὲ δεσμωτηρίῳ ἐμβληθεὶς ἀπώλετο. Παῦλος δὲ ἀιδίῳ φυγῇ καταδικασθεὶς εἰς Κουκουσὸν τῆς Ἀρμενίας ἀπηνέχθη·
PG 67:1115ἔνθα δὴ καὶ τετελεύτηκε, πότερον δὲ νόσῳ ἢ βίᾳ, ἐγὼ μὲν οὐκ ἀκριβῶ, φήμη δὲ εἰσέτι νῦν κρατεῖ βρόχῳ αὐτὸν ἀναιρεθῆναι παρὰ τῶν τὰ Μακεδονίου φρονούντων. ἐπεὶ δὲ εἰς τὴν ὑπερορίαν ἀπηνέχθη καὶ τὴν ἐκκλησίαν κατέσχε Μακεδόνιος, μοναστηρίοις πολλοῖς ἃ συνεστήσατο κατὰ τὴν Κωνσταντινούπολιν περιφράξας ἑαυτὸν καὶ ταῖς πρὸς τοὺς πέριξ ἐπισκόπους σπονδαῖς, λέγεται διαφόρως κακῶσαι τοὺς τὰ Παύλου φρονοῦντας, τὰ μὲν πρῶτα τῶν ἐκκλησιῶν αὐτοὺς ἐξελαύνων, μετὰ δὲ ταῦτα καὶ συγκοινωνεῖν αὐτῷ βιαζόμενος, ὡς πολλοὺς ὑπὸ πληγῶν διαφθαρῆναι, τοὺς δὲ οὐσίας, ἄλλους δὲ πολιτείας ἀφαιρεθῆναι, τοὺς δὲ ἐπὶ τοῦ μετώπου στιγματίας γενέσθαι, ἵν’ ἐπίσημοι εἶεν τοιοῦτοι ὄντες· βασιλέα δὲ μαθόντα καταγνῶναι καὶ τοὺς ἀμφὶ τὸν Εὐδόξιον ἐν αἰτίᾳ ποιήσασθαι καὶ ταῦτα τῆς αὐτοῦ Μακεδονίου καθαιρέσεως, ἡνίκα τοῦτον ἀφείλοντο τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. Προῆλθε γὰρ τὸ κακὸν καὶ μέχρι φόνων·
καὶ γὰρ δὴ ἄλλοι τινὲς ἀνῃρέθησαν καὶ Μαρτύριος καὶ Μαρκιανός, οὓς συνοίκους ὄντας Παύλου λόγος ἀνδρείως ἀποθανεῖν παραδοθέντας ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ ὡς αἰτίους γενομένους τῆς Ἑρμογένους κακῆς ἀναιρέσεως καὶ τῆς κατ’ αὐτοῦ στάσεως. ἦν δὲ ὁ μὲν ὑποδιάκονος, ὁ δὲ Μαρκιανὸς ψάλτης καὶ ἀναγνώστης τῶν ἱερῶν γραφῶν· ὁ δὲ τάφος αὐτοῖς ἐστιν ἐπίσημος πρὸ τοῦ τείχους Κωνσταντινουπόλεως, οἷά γε μαρτύρων μνῆμα εὐκτήριον οἶκον περικείμενος· ὃν οἰκοδομεῖν ἤρξατο Ἰωάννης, ἐτελεσιούργησε δὲ Σισίννιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θανάτῳ ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων ἐκαθάρθη· καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν καὶ πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη. τάδε μὲν ἡμῖν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. εἰ δέ τῳ οὐ πιθανὰ εἶναι δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν· ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1117Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀθανασίου φυγόντος Γεώργιος κακῶς ἐποίει τοὺς ἀνὰ τὴν Αἴγυπτον ὁμοίως αὐτῷ φρονεῖν παραιτουμένους. ὁ δὲ βασιλεὺς ἐπὶ Ἰλλυριοὺς στρατεύσας ἧκεν εἰς Σίρμιον, καὶ ἐπὶ ῥηταῖς συνθήκαις εἰς ταὐτὸν ἐνθάδε Βρετανίων ἦλθε. μεταθεμένων δὲ τῶν ἀναγορευσάντων αὐτὸν στρατιωτῶν καὶ μόνον Κωνστάντιον αὐτοκράτορα καὶ Σεβαστὸν ἀναβοώντων (ὧδε γὰρ τάδε γενέσθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐσπουδάζετο) συνῆκε Βρετανίων τὴν προδοσίαν· πρηνής τε παρὰ τοὺς πόδας κείμενος Κωνσταντίου ἱκέτης ἐγίνετο. περιελὼν δὲ αὐτοῦ Κωνστάντιος τὸν βασιλικὸν κόσμον καὶ τὴν ἁλουργίδα ἠλέησε καὶ ἰδιωτεύειν εἴασε καὶ τὰ ἐπιτήδεια ἀφθόνως ἔχειν ἀπὸ τοῦ δημοσίου προσέταξεν, οἷά γε λοιπὸν πρεσβύτην πρεπωδέστερον εἶναι φήσας βασιλικῶν ἀπηλλάχθαι φροντίδων καὶ ἐν ἡσυχίᾳ εἶναι. ἐπεὶ δὲ τὰ κατὰ Βρετανίωνα ὧδε αὐτῷ ἀπέβη, πλείστην κατὰ Μαγνεντίου στρατιὰν ἐξέπεμψεν εἰς Ἰταλίαν· Γάλλον δὲ τὸν αὐτοῦ ἀνεψιὸν Καίσαρα καταστήσας εἰς Συρίαν ἀπέστειλεν ἐπὶ φυλακῇ τοῦ κατὰ τὴν ἕω κλίματος.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν δὲ τῷ τότε Κυρίλλου μετὰ Μάξιμον τὴν Ἱεροσολύμων ἐκκλησίαν ἐπιτροπεύοντος σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ ἀνεφάνη καταυγάζον λαμπρῶς, οὐχ οἷον κομήτης ταῖς ἐκλάμψεσιν ἀπορρέον, ἀλλ’ ἐν συστάσει πολλοῦ φωτὸς ἐπιεικῶς πυκνὸν καὶ διαφανές, μῆκος μὲν ὅσον ἐκ τοῦ Κρανίου μέχρι τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀμφὶ δὲ δέκα καὶ πέντε στάδια τὸν ὑπὲρ τὸν χῶρον τοῦτον οὐρανὸν ἀπολαβόν, εὖρος δὲ τῷ μήκει ἀνάλογον. ὡς ἐπὶ παραδόξῳ δὲ τῷ συμβεβηκότι θαύματι καὶ δέος πάντας ἔσχεν. οἰκίας δὲ καὶ ἀγορὰς καὶ ὅπερ ἔτυχεν ἕκαστος ἐργαζόμενος καταλιπὼν ἅμα παισὶ καὶ γυναιξὶν εἰς τὴν ἐκκλησίαν συνῆλθον καὶ κοινῇ τὸν Χριστὸν ὕμνουν καὶ θεὸν προθύμως ὡμολόγουν. οὐ μετρίως δὲ καὶ πᾶν τὸ καθ’ ἡμᾶς οἰκούμενον ἡ περὶ τούτου ἀγγελία κατέπληξεν. ἐγένετο δὲ τοῦτο οὐκ εἰς μακράν. ὡς γὰρ εἰώθει, ἐκ πάσης, ὡς εἰπεῖν, γῆς κατ’ εὐχὴν καὶ ἱστορίαν τῶν τῇδε τόπων Ἱεροσολύμων ἐνδημοῦντες, ὧν ἐγένοντο θεαταί, τοῖς οἰκείοις ἐμήνυσαν. ἔγνω δὲ τοῦτο καὶ ὁ βασιλεὺς ἄλλων τε πολλῶν ἀναγγειλάντων καὶ Κυρίλλου τοῦ ἐπισκόπου γράψαντος.
PG 67:1119ἐλέγετο δὲ παρὰ τῶν τὰ τοιάδε ἐπιστημόνων κατά τινα προφητείαν θείαν πάλαι ταῦτα προμεμηνῦσθαι ἐν ταῖς ἱεραῖς βίβλοις. καὶ τὸ μὲν ὧδε συμβὰν πολλοὺς Ἑλλήνων καὶ Ἰουδαίων εἰς Χριστιανισμὸν ἐπηγάγετο. Ἐν τούτῳ δὲ Φωτεινὸς τὴν ἐν Σιρμίῳ ἐκκλησίαν ἐπιτροπεύων, ἤδη πρότερον καινῆς αἱρέσεως εἰσηγητὴς γενόμενος, ἔτι τοῦ βασιλέως ἐνδημοῦντος ἐνθάδε ἀναφανδὸν τῷ οἰκείῳ συνίστατο δόγματι. φύσεως δὲ ἔχων εὖ λέγειν, καὶ πείθειν ἱκανὸς πολλοὺς εἰς τὴν ὁμοίαν ἑαυτῷ δόξαν ἐπηγάγετο. ἔλεγε δὲ ὡς θεὸς μέν ἐστι παντοκράτωρ εἷς, ὁ τῷ ἰδίῳ λόγῳ πάντα δημιουργήσας· τὴν δὲ πρὸ αἰώνων γέννησίν τε καὶ ὕπαρξιν τοῦ υἱοῦ οὐ προσίετο, ἀλλ’ ἐκ Μαρίας γεγενῆσθαι τὸν Χριστὸν εἰσηγεῖτο. περιπύστου δὲ πολλοῖς γενομένου τοῦ τοιούτου δόγματος χαλεπῶς ἔφερον οἵ τε ἐκ τῆς δύσεως καὶ τῆς ἕω ἐπίσκοποι, καὶ κοινῇ ταῦτα νεωτερίζεσθαι καθ’ ὧν ἕκαστος ἐδόξαζεν ἡγοῦντο. καθάπαξ γὰρ τὸ διαφωνοῦν ἐδείκνυτο τῆς Φωτεινοῦ πίστεως πρός τε τῶν ἐν Νικαίᾳ τὴν παράδοσιν θαυμαζόντων καὶ τῶν τὴν Ἀρείου δόξαν ἐπαινούντων. ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς ἐχαλέπαινεν· ἐν δὲ τῷ τότε ἐν Σιρμίῳ διατρίβων σύνοδον συνεκάλεσε.
PG 67:1121καὶ συνῆλθον ἐκ μὲν τῆς ἕω ἄλλοι τε καὶ Γεώργιος ὁ τὴν Ἀλεξανδρέων ἐπιτραπεὶς ἐκκλησίαν καὶ Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος καὶ Μᾶρκος ὁ Ἀρεθούσης, ἐκ δὲ τῆς δύσεως Οὐάλης τε ὁ ἐκ Μουρσῶν καὶ Ὅσιος ὁ ὁμολογητής, ὃς καὶ τῆς ἐν Νικαίᾳ συνόδου κοινωνήσας ἄκων καὶ ταύτης μετέσχε. οὗτος γὰρ οὐ πολλῷ πρότερον ἐξ ἐπιβουλῆς τῶν τὰ Ἀρείου φρονούντων ὑπερορίαν οἰκεῖν καταδικασθείς, σπουδῇ τῶν ἐν Σιρμίῳ συνελθόντων μετεκλήθη παρὰ τοῦ βασιλέως. ᾤοντο γὰρ ὡς, εἰ πειθοῖ τινι ἢ βίᾳ σύμψηφον σφίσι ποιήσουσιν ἐπισημότατον ὄντα καὶ πρὸς πάντων θαυμαζόμενον, ἀξιόχρεως αὐτοῖς ἔσται μάρτυς τοῦ οἰκείου δόγματος. ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον (ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχήν), τὸν μὲν Φωτεινὸν καθεῖλον ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως τρεῖς ἐκθέσεις ἐξέδωκαν, ὧν τὴν μὲν τῇ Ἑλλήνων φωνῇ, τὰς δὲ τῇ Ῥωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν οὔτε ἑαυταῖς οὔτε ταῖς πρότερον δεδογμέναις συμφωνούσας. ἰστέον μέντοι ὡς ἡ Ἑλληνικὴ οὔτε ὁμοούσιον οὔτε ὁμοιούσιον τῷ πατρὶ τὸν υἱὸν εἶπε· τοὺς δὲ φάσκοντας αὐτὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐσίαν τοῦ θεοῦ τὸν υἱὸν ποιεῖν, ἢ συντετάχθαι ἀλλὰ μὴ ὑποτετάχθαι τῷ πατρὶ δοξάζοντας ἀποκηρύττειν. θατέρα δὲ τῶν Ῥωμαϊκῶν περὶ μὲν οὐσίας, ἣν σουβσταντίαν Ῥωμαῖοι ὀνομάζουσιν, εἴτε ὁμοούσιος εἴτε ὁμοιούσιός ἐστιν ὁ υἱὸς τῷ πατρί, παντελῶς ἀπαγορεύει λέγειν, ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα γραφαῖς οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώσει εὔληπτα. μείζονα δὲ χρῆναι συνομολογεῖν τὸν πατέρα παρακελεύεται τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ τῷ πατρικῷ ὀνόματι, καὶ ὑποτετάχθαι τῷ πατρὶ τὸν υἱὸν μετὰ πάντων ἀξιοῖ, καὶ τοῦ μὲν πατρὸς ἀρχὴν μὴ εἶναι, τοῦ δὲ υἱοῦ τὴν γένεσιν ἄγνωστον πᾶσι πλὴν τοῦ πατρός.
PG 67:1123λέγεται δὲ ἤδη ταύτην τὴν γραφὴν ἐκδοθεῖσαν ὡς μὴ δεόντως συγκειμένην σπουδάσαι τοὺς ἐγκειμένους ἐπισκόπους ἐπὶ διορθώσει ἀναλαβεῖν· καὶ τὸν βασιλέα τοῦτο προστάξαι τιμωρίαν ἀπειλήσαντα κατὰ τῶν ἀποκρυπτόντων· ἀλλ’ ἡ μὲν ἅπαξ ἐκδοθεῖσα παντελῶς οὐκέτι ἔλαθεν. ἡ δὲ τρίτη γραφὴ τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις, τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε· καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς Ῥωμαίων φωνῆς· «Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνο- ‹ούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ ‹ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ‹ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ ‹υἱοῦ καὶ ἁγίου πνεύματος μίαν εἶναι οὐσίαν (γράφεται δὲ καὶ ὑπόστασιν) ‹ὀνομάζειν· ὅμοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱὸν καθὼς αἱ θεῖαι γραφαὶ ‹λέγουσι.« Καὶ τὰ μὲν ὧδε περὶ τῆς πίστεως αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν, βιασθεὶς δὲ καὶ πληγάς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας συνῄνεσέ τε καὶ ὑπέγραψε.
Φωτεινοῦ δὲ πειραθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. ὁ δὲ προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο, ἀλλ’ εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεςθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν πρὸς Φωτεινὸν διάλεξιν Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος. ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε Βασίλειος. Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα· λόγους τε τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ συγγράφων ἐξεδίδου, δι’ ὧν ἐπειρᾶτο πλὴν τῆς αὐτοῦ τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι καὶ τῆς ἀπ’ αὐτοῦ καλουμένης αἱρέσεως τάδε μοι εἰρήσθω. Ἐν τούτῳ δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν Ῥώμην πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1125μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ’ αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες πῇ μὲν οὗτοι, πῇ δὲ ἐκεῖνοι ἐκράτουν, εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος ἔφυγεν εἰς Μοῦρσαν (Γαλατῶν δὲ τοῦτο τὸ φρούριον). ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ’ ὑψηλοῦ στὰς ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. οἱ δέ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν, πειρᾶται καταλιπὼν τοῦτο τὸ φρούριον προσωτέρω χωρεῖν. διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλών, μόνος φεύγων εἰς Λουγδοῦνον διεσώθη. ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφόν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν ἐπέσφαξε· μετ’ οὐ πολὺ δὲ καὶ Δεκέννιος ἕτερος αὐτοῦ ἀδελφὸς ἀγχόνῃ ἑαυτὸν διεχρήσατο. αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτως τέλος ἔσχον.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐκ εἰς μακρὰν γὰρ παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταντίου στρατηγοί. οἱ δὲ ἐν Διοκαισαρείᾳ Ἰουδαῖοι τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον, ὅπλα τε ἀράμενοι πείθεσθαι Ῥωμαίοις οὐκ ἠνείχοντο. μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν Ἀντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν αὐτούς τε ἐχειρώσατο καὶ τὴν Διοκαισάρειαν ἀνάστατον ἐποίησε. δόξας δὲ εὖ πράττειν τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν Μάγνον τε τὸν κοιαίστωρα καὶ τῆς ἕω τὸν ὕπαρχον Δομετιανὸν ἀνεῖλεν. ἀγανακτήσας δὲ Κωνστάντιος μετεκαλεῖτο αὐτόν. ἀπειθεῖν δὲ οὐχ οἷός τε ὤν (ἐδεδίει γάρ) εἴχετο τῆς ὁδοῦ. ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος ἀνῃρέθη τοῦ βασιλέως προστάξαντος, ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος. Ἐπεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον ἐπὶ τὴν πρεσβυτέραν ᾔει Ῥώμην. ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν·
PG 67:1127κατὰ ταὐτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι σύνοδον αὖθις ἐν Ἰταλίᾳ γενέσθαι προσέταξεν. ἐν τούτῳ δὲ Ἰούλιος ἐτελεύτησεν ἐπὶ πεντεκαίδεκα ἐνιαυτοῖς τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύσας, διαδέχεται δὲ τοῦτον Λιβέριος. λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους ὡς ἑτεροδόξους ὄντας καί, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας, καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγελλεν, εἰ μὴ προσδέξεται αὐτούς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται· μάλιστα δὲ ἐν αἰτίᾳ ἐποιοῦντο Ἀθανάσιον·
οἵ γε ὑπερβολῇ τοῦ περὶ αὐτὸν μίσους οὐδὲ Κώνσταντος περιόντος καὶ Κωνσταντίου φιλεῖν αὐτὸν προσποιουμένου τῆς ἀπεχθείας ἀπέσχοντο, ἀλλὰ συνελθόντες ἐν Ἀντιοχείᾳ Νάρκισσός τε ὁ Κίλιξ καὶ Θεόδωρος ὁ Θρᾷξ καὶ Εὐγένιος ὁ Νικαεὺς καὶ Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ Μηνόφαντος ὁ Ἐφέσιος καὶ ἄλλοι ἀμφὶ τριάκοντα οἱ πάντες ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ὡς παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν, οὐκ ἀναίτιος φανεὶς ἐπὶ συνόδου, ἀλλὰ φιλονικίᾳ τῶν τὰ αὐτὰ φρονούντων· καὶ παρεκελεύοντο μήτε κοινωνεῖν αὐτῷ μήτε γράφειν, ἀλλὰ Γεωργίῳ τῷ πρὸς αὐτῶν κεχειροτονημένῳ. Ἀθανασίῳ δὲ τότε μὲν τούτων οὐδεὶς ὑπόλογος ἦν, ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. ἅμα γοῦν ἀπωλώλει Μαγνέντιος καὶ μόνος Κωνστάντιος τῆς Ῥωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν [μὴ] δοξάζουσι συναινεῖν. ἐποίει δὲ τοῦτο οὐ φανερῶς οὕτως τὰ πρῶτα βιαζόμενος, πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ Ἀθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων.
PG 67:1129ἐλογίζετο γὰρ ὡς, εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ. Συνόδου δὲ τοῦ βασιλέως κατεπείγοντος ἐν Μεδιολάνῳ γενομένης ἐκ μὲν τῆς ἕω ὀλίγοι παρεγένοντο, τῶν ἄλλων ὡς εἰκὸς ἢ διὰ νόσον ἢ μακρὰν ὁδοιπορίαν παραιτησαμένων τὴν ἄφιξιν, τῶν δὲ πρὸς δύσιν πλείους ἢ τριακόσιοι συνελέγησαν. ἀξιούντων δὲ τῶν [ἀνθρώπων] ἀπὸ τῆς ἕω καταδικάζειν Ἀθανασίου, ὡς ἂν παντελῶς ἀπελαθείη τῆς Ἀλεξανδρείας, οἱ μὲν ἄλλοι ἢ δέει ἢ ἀπάτῃ ἢ ἀγνοίᾳ τῶν ὄντων συνῄνουν, μόνοι δὲ Διονύσιος ὁ Ἄλβας ἐπίσκοπος (Ἰταλίας δὲ ἥδε ἡ μητρόπολις) καὶ Εὐσέβιος ὁ Βερκέλλων τῆς Λιγυρίας, Παυλῖνος ὁ Τριβέρεως καὶ Ῥοδανὸς καὶ Λουκίφερ ἀνέκραγον καὶ ἐμαρτύραντο μὴ χρῆναι ὡδὶ ῥᾳδίως καταδικάσαι Ἀθανασίου· μηδὲ γὰρ ἄχρι τούτου, εἰ γένοιτο, στήσεσθαι τὸ κακόν, χωρήσειν δὲ τὴν ἐπιβουλὴν καὶ κατ’ αὐτῶν τῶν ὀρθῶς περὶ θεοῦ δεδογμένων· ἐπὶ καθαιρέσει τε τῆς ἐν Νικαίᾳ πίστεως ταῦτα σπουδάζεσθαι παρὰ τοῦ βασιλέως καὶ τῶν τὰ Ἀρείου φρονούντων. καὶ οἱ μὲν ὧδε παρρησιασάμενοι ὑπερορίῳ φυγῇ κατεδικάσθησαν, σὺν τούτοις δὲ καὶ Ἱλάριος.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀληθῆ δὲ τοῦ ἐν Μεδιολάνῳ συλλόγου αἰτίαν εἶναι, ἣν ἔλεγον, ἐπιστοῦτο ἡ ἀπόβασις. οὐ πολλῷ γὰρ ὕστερον ἡ ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ σύνοδος συνελέγη, καὶ ἑκατέρα κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων νεωτερίζειν ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. Ἀθανάσιος δὲ πυθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν οὔτε λυσιτελεῖν ἐδοκίμασεν. ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος καὶ λέγειν δεινός, πέμπει ὡς βασιλέα πρὸς δύσιν τότε τῆς ἀρχομένης διάγοντα. συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ’ αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα καί, ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους καὶ τὰ ἄλλα πράξοντας, ὅπῃ ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γιγνώσκωσιν. ἀποπλευσάντων δὲ αὐτῶν μετ’ οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. ἐπὶ δὲ τούτῳ αὐτός τε Ἀθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ ἑτεροδόξῳ ὄντι ἀσφαλὲς νομίζοντες οὔτε ἀπειθεῖν ἀκίνδυνον.
PG 67:1131ἐκράτει δὲ ὅμως μένειν, καὶ ὁ τὰ γράμματα κομίσας ἄπρακτος ἀνέστρεφε. Τῷ δὲ ἐπιγενομένῳ θέρει παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν· ἀναθαρρήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας συντεταγμένους πρὸς πόλεμον ἰδὼν καὶ οὗτος οὐδὲν ἀνύσας ἐξεδήμησεν ἐντεῦθεν. οὐ πολλοῦ δὲ διαγενομένου χρόνου μετακαλοῦνται ἐξ Αἰγύπτου καὶ Λιβύης στρατιαί, ἃς λεγεῶνας Ῥωμαῖοι καλοῦσι. καὶ ἐπεὶ ἐμηνύθη κρύπτεσθαι Ἀθανάσιον κατὰ τὴν Θεωνᾶ καλουμένην ἐκκλησίαν, παραλαβὼν στρατιώτας ὁ τῶν τῇδε ταγμάτων ἡγεμὼν καὶ Ἱλάριον, ὃς ἐκ βασιλέως πάλιν ἀφῖκτο τάδε ἐπιταχύνων, ἀπροσδοκήτως ἀωρὶ κλάσας τὰς θύρας εἰς τὴν ἐκκλησίαν εἰσῆλθε, πανταχῇ τε ἐπιζητήσας οὐ κατέλαβεν ἔνδοθεν Ἀθανάσιον. λέγεται γάρ, ὡς πολλάκις ὑπὸ θείων μηνυμάτων πολλοὺς καὶ ἄλλους κινδύνους διέφυγε, καὶ τήνδε τὴν ἔφοδον θεὸν αὐτῷ προαναφῆναι· αὐτίκα τε ἐξῄει, καὶ τοὺς στρατιώτας τὰς θύρας καταλαβεῖν τῆς ἐκκλησίας, ἀκαριαίῳ τινὶ χρόνῳ τῆς αὐτοῦ συλλήψεως ὑστερήσαντας. Ἔοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε καὶ τρανῶς προεώρα τὸ μέλλον.
PG 67:1133θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσομένων εἴδησιν. οὕτω γοῦν ἡνίκα τὸ πρῶτον ἔτι Κώνσταντος περιόντος κακουργεῖν αὐτὸν ἐβεβούλευτο ὁ βασιλεύς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο· καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. συνῄδει δὲ οὐδεὶς ἢ παρ’ οἷς ἐλάνθανε καὶ θεράπαινα τούτων πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ διακονοίη. πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. προαναφήναντος δὲ τοῦ θεοῦ τὴν ἐπιβουλὴν φθάσας ἑτέρωθι μετῴκησε. καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεσαν. οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων Ἀθανάσιον, ἀλλ’ ὡς ἀπειθεῖς προστάξεσι βασιλέως καὶ περὶ πολιτείαν ἁμαρτάνοντας εἰς δικαστήριον εἷλκον. Καὶ παραπλησίου δ’ αὖ καὶ ἄλλοτε ἐπὶ Ἀθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτό τινων ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. προμαθὼν δὲ θειόθεν τὴν δίωξιν ἐξήγγειλε τοῖς συμπλέουσι καὶ ἀναστρέφειν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐκέλευσεν. ἐν δὲ τῷ καταπλεῖν ἀναπλέοντας τοὺς ἐπιβούλους παραμείψας ἐπὶ τὴν πόλιν διεσώθη καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων ἀσφαλέστερον ἐλάνθανεν. Ἐκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παρ’ αὐτοῦ διεβάλλετο παρὰ τῶν ἐναντίων Ἑλλήνων τε καὶ ἑτεροδόξων ὡς γοητείαις ταῦτα κατορθῶν. λόγος οὖν ποτε προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν συμβὰν οὕτως ἐφιπταμένην κορώνην κρᾶξαι· παρατυχὸν δὲ πλῆθος Ἑλλήνων οἷα εἰς γόητα ἀποσκῶπτον ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς, ὅ τι λέγοι ἡ κορώνη. τὸν δὲ φάναι ἠρέμα ἐπιγελάσαντα· «κρᾶς ἐστιν αὔριον τῇ Ῥωμαίων φωνῇ· τοῦτο τοίνυν κράζουσα ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι ἀγγέλλει· σημαίνει γὰρ ἐκ προστάγματος τοῦ Ῥωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς τὴν ἑξῆς ἑορτὴν ἄγειν.« ἡ δὲ Ἀθανασίου πρόρρησις καίπερ γελοιώδης δόξασα ἀληθὴς ἐφάνη·
PG 67:1135τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι παρακελευόμενα μὴ συγχωρεῖν τοὺς Ἕλληνας τοῖς ναοῖς προςβάλλειν μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν· καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα καὶ πολυτελὴς Ἕλλησιν. Ὡς μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. ἐπεὶ δέ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει αὐτοῦ παραγενομένους, ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ’ αὐτὸν κλῆρος καὶ λαὸς τὰς ἐκκλησίας κατέχοντες, εἰσότε δὴ ὁ Αἰγύπτου ὕπαρχος καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιῶν ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους παρέδοσαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον. οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο καὶ τὰς ἐκκλησίας ὑφ’ ἑαυτὸν εἶχε. βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέως ἐπιτηδεύων κρατεῖν καὶ πᾶσι μὲν φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς Ἀθανάσιον ἐπαινοῦντας καὶ ἀπηνής, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα τύραννος ἐνομίζετο. ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχειρίσαντο.
καὶ ὁ μὲν ὧδε κινδυνεύσας μόλις διεσώθη καὶ πρὸς βασιλέα φεύγει. οἱ δὲ τὰ Ἀθανασίου φρονοῦντες τὰς ἐκκλησίας κατέσχον. ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων ἀποσταλεὶς τιμωρῆσαι πολλοὺς Ἀλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο. μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε φοβερώτερος ἐκ τῶν εἰρημένων ὡς εἰκὸς γεγενημένος καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν. Τάδε μὲν ὧδε ἐφεξῆς οὐ κατὰ τὸν αὐτὸν καιρὸν Ἀθανασίῳ τε καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ συνέβη μετὰ τὴν Κώνσταντος τελευτήν. σαφηνείας δὲ χάριν ταῦτα συλλήβδην ἐνταῦθα διηγησάμην. ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου τοὺς μὲν ἀντειπόντας τοῖς κατὰ Ἀθανασίου σπουδάζουσιν ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς φυγὴν αὐτῶν καταδικάσας·
PG 67:1137περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσσης, ἠπόρει μὲν ὅ τι ποιήσει, παντελῶς δὲ οὐ καθυφίει. Μένων δὲ ἐπὶ τῆς αὐτῆς γνώμης, πρὶν εἰς Ῥώμην ἐλθεῖν καὶ τὴν εἰωθυῖαν Ῥωμαίοις ἐπιτελεῖν πομπὴν κατὰ τῶν νενικημένων, μετακαλεσάμενος Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον ἔπειθεν ὁμόφρονα γενέσθαι τοῖς ἀμφ’ αὐτὸν ἱερεῦσιν, ὧν ἦν καὶ Εὐδόξιος. ἀνταίροντα δὲ καὶ ἰσχυριζόμενον μήποτε τοῦτο ποιήσειν προσέταξεν εἰς Βεροίην τῆς Θρᾴκης ἀπάγεσθαι. λέγεται δὲ σὺν ταύτῃ πρόφασις εἶναι τῆς Λιβερίου φυγῆς καὶ τὸ μὴ ἑλέσθαι τὴν πρὸς Ἀθανάσιον κοινωνίαν ἀρνήσασθαι, ἀλλ’ ἀνδρείως περὶ τούτου ἀντειπεῖν βασιλεῖ, ἐπαιτιωμένῳ ὡς τὰς ἐκκλησίας ἠδίκησε καὶ τοῖν ἰδίοιν ἀδελφοῖν τὸν μὲν πρεσβύτερον ἀπώλεσε, Κώνσταντα δέ, ὅσον εἰς αὐτὸν ἧκεν, ἐχθρὸν αὐτῷ κατέστησε·
προϊσχομένῳ τε τὴν κρίσιν τῶν πανταχοῦ καὶ μάλιστα ἐν Τύρῳ κατ’ αὐτοῦ συνεληλυθότων, τούτοις μὲν ὡς κατὰ πάντα πρὸς ἀπέχθειαν καὶ χάριν ἢ δέος ψηφισαμένοις μὴ χρῆναι τίθεσθαι ἔλεγε Λιβέριος· ἐζήτει δὲ τὴν μὲν ἐν Νικαίᾳ παραδοθεῖσαν πίστιν ὑπογραφαῖς τῶν πανταχοῦ ἐπισκόπων κρατύνεσθαι καὶ τοὺς διὰ τοῦτο ἐν ὑπερορίαις διατρίβοντας μετακαλεῖσθαι. κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναί τινι, ἀλλ’ ἰδίᾳ δαπάνῃ πάντας εἰς τὴν Ἀλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις ἀληθείας βάσανος. ἐπιδεικνύς τε τὴν ἐπὶ Ἀθανασίῳ ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν Ἰουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν Ῥωμαίων θρόνον ἐπιτροπεύσαντι συγγνώμην αἰτοῦντες καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν βασιλέα μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι, ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης.
PG 67:1139ἕνεκα δὲ τοῖν ἀδελφοῖν μὴ προσδοκᾶν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρός, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ’ εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν. Ἐπεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θράκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. «ἀλλ’ ἐμοί», ἔφη Λιβέριος, «ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ· πάλαι γὰρ ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.« λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι, τὸν δὲ μὴ δεξάμενον εἰπεῖν τῷ κομίσαντι· «ἄπιθι καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο δοῦναι τοῖς ἀμφ’ αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους· ἡμῖν δὲ ὁ Χριστὸς ἐν ἅπασι τῷ πατρὶ ὅμοιος τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν.« Ἐκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς Ῥωμαίων ἐκκλησίας· ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. ὃν ὁμόφρονά φασι διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον.
PG 67:1141τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι γε πρὸ χειροτονίας καὶ κοινωνίας ἑτεροδόξων ἀνδρῶν ἠνέσχετο. ὡς δὲ εἰσήλαυνεν εἰς Ῥώμην ὁ βασιλεὺς καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν. Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν Ἀέτιος ἣν εἶχε περὶ θεοῦ δόξαν. ἦν δὲ τότε διάκονος τῆς Ἀντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. τὰ αὐτὰ δὲ Ἀρείῳ ἐδόξαζε, κτιστὸν καὶ ἐξ οὐκ ὄντων ἀνόμοιόν τε λέγων τῷ πατρὶ τὸν υἱόν. ἐριστικὸς δέ τις εἰσάγαν ὢν καὶ τολμηρὸς ἐν τοῖς περὶ θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώμενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει. ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς Ἀρείῳ κεκοινωνηκότας μὴ δέον· «ὅτι», φησίν, «ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.« καὶ τὰ μὲν ὧδε λέγεται.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔτι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ Ἀντιοχείας ἐπίσκοπος. ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς Συρίαν. ἐπιτραπεὶς δὲ τοῦτο σπουδῇ καταλαμβάνει τὴν Ἀντιόχειαν καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπήν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου μήτε Μάρκου τοῦ Ἀρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων, οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων, οἳ ἅμα Εὐδοξίῳ τὸ Ἀετίου δόγμα ἐπῄνουν καὶ ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον. ὡς οὖν ἐκράτησε τῆς Ἀντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος περιφανῶς ἤδη προί̈στατο τῆς τοιαύτης αἱρέσεως. καὶ συνελθὼν ἐν Ἀντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος καὶ Οὐράνιος ὁ Τύρου, [ὃς] μετὰ τοῦ ὁμοουσίου καὶ τὸ ὁμοιούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα ἐψηφίσαντο.

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1145Ὅσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονικίας βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν, ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάτων καὶ ὑπὲρ νοῦν ἀνθρώπων ὂν οὐσίαν θεοῦ πολυπραγμονεῖν. ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ Ὁσίου γράμματα πρὸς αὐτοὺς ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες. Ἐπεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος καὶ πολλοὶ τῆς Ἀντιοχέων ἐκκλησίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν, γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου παρεγένοντο εἰς Ἄγκυραν τῆς Γαλατίας. ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν· ἔχει δὲ ὧδε· «Κυρίοις τιμιωτάτοις Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ ‹Γεώργιος ἐν κυρίῳ χαίρειν. ‹Τὸ Ἀετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν Ἀντιοχέων.
‹τοὺς γὰρ παρ’ ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου Ἀετίου πάντας ‹καταλαβὼν Εὐδόξιος εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμη- ‹μένοις ἔχων τὸν αἱρετικὸν Ἀέτιον. καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, ‹μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ. καὶ εἰς ταὐτὸν γενό- ‹μενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ‹ἀπαιτήσατε, ἵνα καὶ Ἀέτιον ἐκβάλῃ τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος ‹καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνα, ἐκκόψῃ. ἢ ἐὰν ‹ἐπιμείνῃ μετὰ Ἀετίου ἀνόμοιον καλῶν καὶ τοὺς τοῦτο τολμῶντας λέγειν ‹τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ἡμῖν, ὡς φθάσας ἔφην, τέως ἡ Ἀν- ‹τιοχέων.« Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. οἱ δὲ ἐν Ἀγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ’ ὧν ἐν Ἀντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ· καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον εἶναι κατ’ οὐσίαν τῷ πατρὶ τὸν υἱόν.
καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα αὐτός τε Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος καὶ Εὐστάθιος ὁ Σεβαστείας καὶ Ἐλεύσιος ὁ Κυζίκου καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμηπόλου βασιλικοῦ. ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν Ἀσφάλιόν τινα πρεσβύτερον ἐξ Ἀντιοχείας, εἰσάγαν σπουδαστὴν τῆς Ἀετίου αἱρέσεως, ἤδη πράξαντα ἐφ’ ᾧ παρεγένετο καὶ γράμματα παρὰ βασιλέως κομισάμενον ἐκδημεῖν μέλλοντα. καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ Ἀγκύρας πρέσβεων καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ ἀνακομίζεται παρὰ Ἀσφαλίου τὴν ἰδίαν ἐπιστολήν· γράφει δὲ τάδε· «Νικητὴς Κωνστάντιος μέγιστος Σεβαστὸς τῇ κατὰ Ἀντιόχειαν ἁγίᾳ ‹ἐκκλησίᾳ. ‹Εὐδόξιος οὐ παρ’ ἡμῶν ἧκε· μηδεὶς οὕτως οἰέσθω. πόρρω τοῦ προστί- ‹θεσθαι τοῖς τοιούτοις ἐσμέν. εἰ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο σοφίζονται, ‹εὔδηλοι δήπουθέν εἰσιν εἰς τὸ κρεῖττον κομψευόμενοι. τίνων γὰρ ἂν ἑκόντες ‹ἀπόσχοιντο οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ’ ἄλλης εἰς ἄλλην ‹μεταπηδῶντες ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες ‹ἐπιθυμίᾳ τοῦ πλείονος;

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1147εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφι- ‹στάς, οὓς οὐδὲ ὀνομάζειν θέμις, ἐργαστήριον πονηρόν τε καὶ δυσσεβέστατον. ‹πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. πάντως ἐκ τῶν λόγων τὸν ‹αἴτιον γνωρίζετε καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας, οἷς ἓν ‹τοῦτο μόνον ἔργον ἐστὶ τὸ διαφθείρειν τὰ πλήθη. ἀλλ’ οἱ κομψοὶ καὶ πρὸς ‹πάντα εὔτολμοι ἤδη τι τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν ‹αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. ταῦτα παρ’ ἐκείνων μὲν ‹ᾄδεται τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων, ἔστι δ’ οὐδ’ ὅλως ποθὲν οὐδ’ ‹ἐγγύς. καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ τῆς πίστεως ‹ἐσκοποῦμεν, ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο υἱὸς τοῦ θεοῦ καὶ κατ’ ‹οὐσίαν ὅμοιος τῷ πατρί. ἀλλ’ οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες ‹εὐχερῶς τὰ παριστάμενα εἰς τοσοῦτον προῆλθον ἀθεί̈ας, ὥστε καινά τινα ‹παρὰ τὰ ὄντα νομίζειν καὶ τοὺς ἄλλους πειρᾶσθαι διδάσκειν. οἷς ὅτι μὲν ‹εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν, ἀρκέσει δὲ τέως εἴργεσθαι ‹συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ.
καὶ γὰρ δὴ μὴ προαχθείην εἰπεῖν ‹ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης ‹ταύτης ἀπόσχοιντο. οἱ δέ (καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ;) τοὺς ‹πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες τούτους δὴ τοὺς τῶν αἱρέσεων ‹ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας, ‹ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. καίτοι τίς ἂν εἰς ζῶντας ‹τελῶν τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν ‹δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν, ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες ‹τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. ἔρρετ’ ὦ πανούργων σύστημα· ‹τί θειοτέροις θώκοις ἐνίδρυσαν; νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς ‹φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφοιτῶντες φόβῳ κατείχοντο πάλαι. ‹τὰ γὰρ δὴ σοφὰ τούτων ἐξελήλεγκται· καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος ‹καινός, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. ἀνδρῶν ἀγαθῶν ἔργον τῇ ‹πίστει τῶν πατέρων συζῆν καὶ ταύτην ἐπαύξειν ὁσημέραι, πέρα δὲ μὴ πολυ- ‹πραγμονεῖν.
PG 67:1149παραινέσαιμι δ’ ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέ ποτε μετα- ‹θεμένους θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ μετὰ τοῦ κρείττονος ‹ἐψηφίσαντο δεόντως ἐπίσκοποι.« Ἐξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παρ’ ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν Ἀνομοίων καλουμένη αἵρεσις. Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς Ῥώμης εἰς Σίρμιον ὁ βασιλεὺς πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων μετακαλεῖται Λιβέριον ἐκ Βεροίας, παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ πατρὶ τὸν υἱὸν ὁμοούσιον. ἐνέκειντο δὲ καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν πλείστην παρ’ αὐτῷ παρρησίαν ἄγοντες Βασίλειος καὶ Εὐστάθιος καὶ Ἐλεύσιος. οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς Ἀντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾶν τὴν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, Ἀθανάσιόν τε καὶ Ἀλέξανδρον καὶ Σευηριανὸν καὶ Κρίσκεντα, οἳ ἐν Ἀφρικῇ ἱέρωντο.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος καὶ ὅσοι ἐκ τῆς ἕω παρῆσαν. ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου ἀποκηρύττουσαν τοὺς μὴ κατ’ οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνοντας. ἡνίκα γὰρ τὴν Ὁσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν Ἀντιοχείᾳ τῇ Ἀετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε καὶ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν δοξάζει. ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέςβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ Ῥώμην ἐπάνοδον· γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι Φίληκι τῷ ἡγουμένῳ τότε τῆς Ῥωμαίων ἐκκλησίας καὶ τῷ ἐνθάδε κλήρῳ, ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον καὶ κοινῇ ἱερᾶσθαι μεθ’ ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν καὶ τὴν Λιβερίου ἀποδημίαν. οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ ἠγάπα ὁ τῶν Ῥωμαίων δῆμος, ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν καὶ μέχρι φόνων χωρῆσαι.
ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος μόνος Λιβέριος τῆς ἐκκλησίας προί̈στατο, ταύτῃ πῃ τοῦ θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον, ὃ διχονοίας σύμβολόν ἐστι καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον. Ἐν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει, καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. περὶ δὲ τῶν ἐν Ἀντιοχείᾳ νεωτερισθέντων καὶ τῆς Ἀετίου αἱρέσεως ἔκρινεν ὁ βασιλεὺς ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ. παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας γενέσθαι· καὶ γράμμασι Κωνστάντιος κέχρηται εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς φθάσαι τῶν ἀν’ ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν καὶ νοεῖν καὶ λέγειν ἱκανοί, ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους μετασχεῖν αὐτοὺς τῆς συνόδου καὶ τῇ κρίσει παρεῖναι. ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων ἀγγέλλεται τὸ Νικομηδείας πάθος καὶ ὅτι πᾶσαν ὁ θεὸς κατέσεισεν. ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος ἐπέσχον οἱ καθ’ ὁδὸν ἐπίσκοποι·
PG 67:1151ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν γεγονότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον καὶ τὰς πλησίον πόλεις κοινωνῆσαι τῆς συμφορᾶς, προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν. οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβάν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς ᾠκοδομημένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν ἀναγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προςφυγόντων τῇ ἐκκλησίᾳ ἐπ’ ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε· δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας ὁ σεισμὸς ἐνέσκηψεν. ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς καὶ ἄλλος ἀπὸ Βοςπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελήφθησαν. ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἀλλαχῇ καταφυγεῖν, ἀλλ’ ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπῃ ἔτυχεν ἕκαστος ἑστὼς ἢ ἐσώθη ἢ ἀπώλετο.
PG 67:1153λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν προϊδεῖν Ἀρσάκιον, ὃς τὸ μὲν γένος Πέρσης ἦν, ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο, καὶ τὴν στρατείαν καταλιπὼν ἐν τῇ ἄκρᾳ Νικομηδείας ἐν πύργῳ τοῦ τείχους κατῴκει φιλοσοφῶν. ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις ἐκέλευσεν ἐξιέναι τῆς πόλεως ὡς πεισομένης ἅπερ ὕστερον πέπονθεν. ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν θεὸν καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπειληθείσης ὀργῆς. ὡς δὲ οὐκ ἔπεισε καὶ γελοῖος ἐδόκει ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πύργον καὶ πρηνὴς καταπεσὼν ηὔχετο. ἐν τούτῳ δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος οἱ μὲν πλείους ἀπώλοντο, οἱ δὲ περιλειφθέντες εἰς τοὺς ἀγροὺς καὶ τὴν ἄκραν ἔφυγον. ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει καθ’ ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν·

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1155ἐπιρριπτομένων τε τῶν ὀρόφων περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλόξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη, πανταχοῦ τε ἕρπουσα καὶ πρὸς ἑαυτὴν συναπτομένη μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων οἱ περισωθέντες ἐκ τοῦ σεισμοῦ ἐπὶ τὴν ἄκραν ἀνέδραμον. Ἀρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρός, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρχόμενος. λόγος δὲ περὶ τοῦ προτελευτῆσαι τότε αὐτὸν τὸν θεὸν ἱκετεῦσαι καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον ἢ συμφορὰν θεάσασθαι πόλεως, ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὸν ἐπέγνω καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. Ἀλλ’ ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλείας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν καὶ τοὺς ὀχλουμένους ὑπ’ αὐτῶν καθαίρειν. οὕτω γοῦν δαιμονῶν τις ξίφος σπασάμενος ἀνὰ τὴν ἀγορὰν ἔθεε· φευγόντων δὲ πάντων καὶ θορύβου τὴν πόλιν ἔχοντος ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε καὶ τῷ λόγῳ κατέβαλε· καὶ αὐτίκα ἐκαθάρισεν καὶ σωφρονεῖν ἐποίησε.
πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπείαν δύναμιν καὶ τέχνην καὶ μέντοι καὶ τόδε. δράκων ἦν ἢ ἕτερον ἑρπετοῦ γένος πρὸ τῆς πόλεως, ὃ τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε· παρὰ γὰρ λεωφόρον ἐφώλευεν. ἔνθα δὴ παραγενόμενος Ἀρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας ἑαυτὸν ἀνεῖλε. καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν Ἀρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν. Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον τὰ δόξοντα πάλιν τῷ βασιλεῖ, οἱ δὲ ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως διὰ γραμμάτων ἐδήλωσαν. ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν γράφει Βασιλείῳ πυνθανόμενος ὅ τί ποτε χρὴ περὶ τῆς συνόδου ποιεῖν. ὁ δὲ ὡς εἰκὸς ἐπὶ εὐσεβείᾳ δι’ ἐπιστολῆς ἐπαινέσας αὐτὸν καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν παροτρύνει ἐπιταχῦναι τὴν σύνοδον καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ εὐσεβείας τῆς σπουδῆς οὔσης, μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας.
PG 67:1157ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν, ὥστε ἐκεῖ τὰ περὶ τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε τεκμηράμενος ὧδέ πῃ κεχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς· ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι καὶ περὶ τῶν ἀμφιβόλων βουλεύσασθαι καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια καὶ τὰ δόξαντα ἀφηγήσασθαι, ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν ἀλλήλοις, καὶ περὶ τῶν πρακτέων ὅπῃ ἂν ἄριστα δοκῇ ἐπιτελέσαι. μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι.
γράφει δὲ τῷ Βασιλείῳ δι’ ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ὅπῃ ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν, ὥστε ἔαρος ἀρχομένου τοῦτο πᾶσι γενέσθαι δῆλον· ἐν Νικαίᾳ γὰρ ὡς κεκμηκότος τοῦ τῇδε ἔθνους ὑπὸ σεισμῶν οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων παραγίνεται πρὸς βασιλέα Βασίλειος· διέτριβε δὲ τότε ἐν Σιρμίῳ. καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ’ ἰδίας χρείας καὶ Μᾶρκον τὸν Ἀρεθούσιον καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς Ἀλεξανδρέων ἐκκλησίας. δόξαν δὲ ἤδη ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα (καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει) τῇ τῶν Ἀνομοίων αἱρέσει χαίροντες σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμον γραφήν τινα πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα.
PG 67:1159σπουδαζομένης δὲ τῆς συνόδου λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ Ἀκάκιον, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, ὡς τῶν πανταχῇ ἐπισκόπων οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς Ἀντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνει, καὶ ὡς, εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς Ἀετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν, κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως ἐν Ἀριμήνῳ συνελθεῖν, τοὺς δὲ ἀπὸ τῆς ἕω ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας, ἵνα ῥᾳδίου ὄντος ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον· εἰ δὲ μή, θατέραν, ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. συνέπραττον δὲ αὐτοῖς ταῦτα Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει χάριν αὐτῷ Εὐσεβίῳ φέροντες. Πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον·
καὶ γράφει τοῖς τότε ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι, ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίαν οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος Ἱεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι· κατηγόρουν γὰρ ἄλλοι ἄλλων, Γεωργίου δὲ Αἰγύπτιοι ἁρπαγῶν καὶ ὕβρεων· ἐπὶ κεκριμένοις δὲ πᾶσι δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γενομένων. Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. καὶ φθάνει ἡ ἐν Ἀριμήνῳ συστᾶσα σύνοδος· ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. καὶ περὶ μὲν Ἀθανασίου μηδὲν ἀνακινεῖν ἄμεινον ἐδοκίμασαν οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον.
PG 67:1161ζητήσεως δὲ οὔσης, εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος καὶ Γάιος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς Ῥωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς ἐπὶ θεοῦ μὴ ποιεῖσθαι μνήμην. ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι, χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων· ἄμεινον γὰρ εἶναι ἀμαθέστερον διαλεγομένους ὀρθῶς περὶ θεοῦ δοξάζειν ἢ καινότητας ὀνομάτων ἐπεισάγειν διαλεκτικῆς τερθρείας συγγενεῖς. ὑπῃνίττοντο δέ, μᾶλλον [δὲ] καὶ προφανῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς καὶ τοῖς πολλοῖς ἀσαφές· ἀντὶ δὲ τούτου ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν υἱὸν κατὰ τὰς θείας γραφάς.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπεὶ δὲ ταῦτα περιέχουσαν [καὶ] τὴν προκομισθεῖσαν παρ’ αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο, ἀλλ’ ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν, συνεληλυθέναι δὲ νῦν ἵνα, εἴ τι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν· εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐζήτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς καὶ φανερῶς ἀποκηρύττειν τὸ Ἀρείου δόγμα ὡς θορύβων αἴτιον εἰσέτι νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχῇ ἐκκλησίαις. ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου καὶ Δημοφίλου καὶ Γαί̈ου ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ὥστε τὰς μὲν ἄλλας ἀποκηρύξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ’ ἀρκεῖσθαι τοῖς φθάσασιν. ἄτοπον γὰρ εἶναι ὡς νῦν ἀρχομένους πιστεύειν τοιαῦτα ξυγγράφειν καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1163Καὶ οἱ μὲν τάδε προϊσχόμενοι οὐδὲν ἠξίουν νεωτερίζειν, μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ’ ἐνισταμένους κρατεῖν ἣν προίσχοντο πίστιν καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν. καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου, ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν, ἀίδιον δὲ λέγειν τὸν υἱὸν τοῦ θεοῦ παραιτεῖσθαι, καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων. Ἐπεὶ δὲ τάδε ἐν Ἀριμήνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει σπουδῇ πρὸς βασιλέα παρεγένοντο. Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη πρέσβεις ἀπέστειλεν· ἔγραψε δὲ δι’ αὐτῶν τάδε μεταφρασθέντα ἐκ τῆς Ῥωμαίων φωνῆς· «Τά τε ἐκ τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγ- ‹ματος δογματισθέντα γενέσθαι πιστεύομεν·
εἰς γὰρ Ἀρίμηνον ἐκ πασῶν ‹τῶν πρὸς δύσιν πόλεων ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα ‹καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τὰ ἐναντία φρο- ‹νοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖον διασκοποῦντες εὑρήκαμεν, ‹ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται ‹καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκή- ‹ρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου καὶ τῆς σῆς ῥώσεως προστάτου, ‹ἵνα ταύτην κατασχόντες φυλάττωμεν μέχρι τέλους διατηροῦντες. ἄτο- ‹πον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλ- ‹λάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ ‹σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα ‹διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας· ἥτις ‹ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι’ ἧς οὐ μόνον ‹αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ ›[τὸ] προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει· ‹ὡς εἴπερ τι θάτερον γένηται, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ ‹βούλονται.
PG 67:1165‹Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι ‹τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας ‹χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν, ἐφ’ οἷς ἑαυτοῖς συνεγνώ- ‹κεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς ‹καὶ τὰ ἔγγραφα τὰ ὑπ’ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι’ ὧν ἁπάντων ‹φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ’ ὃν ‹ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, ‹συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας). ‹ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ ‹πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ‹ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην ‹εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ’ ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ‹ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας ‹τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ‹τῆς καθολικῆς ἅπαντα φρονοῦντες διαμεμενήκασιν.

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1167ὧν ὁ θεὸς τὴν πίστιν ‹καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε διὰ τοῦ δεσπότου ‹ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ ‹τῆς καθ’ ἡμᾶς οἰκουμένης κρατεῖν. ‹Πάλιν γοῦν [οἱ] ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολ- ‹μήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν καὶ ‹ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν ‹πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπά- ‹της ἐγύμνουν τὴν σκέψιν· ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέ- ‹ροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρείας τοὺς συναλισκομένους εὑρόντες ‹Γερμήνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας. ‹ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν· ὡς ‹δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ’ οἷς ‹κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν ‹ἕτερόν τι γράφειν. ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ‹ἐξελέγχων.
‹Ἵν’ οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ ‹θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ‹καὶ ἀμετακίνητα φυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ‹ἀποκεχωρίσθαι· δι’ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ‹ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς ‹μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα ‹τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων· ‹οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ, ὥσπερ ἔφησαν Οὐρσάκιος ‹καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ ‹εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ‹ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ ‹γενήσεται.
‹Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ ‹γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μηδὲ πρὸς ὕβριν ‹τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλὰ ἐάσῃς ἐμμέ- ‹νειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, ‹οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πε- ‹ποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ’ ἐκείνων καινοτομούμενα τοῖς μὲν ‹πιστεύουσιν ἀπιστίαν ἐνεποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν ‹δὲ ἔτι ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, ‹οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς ‹τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ‹ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν.
PG 67:1169ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο ‹δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ‹ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς ‹τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ‹ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ’ ἵνα οἱ ἐπί- ‹σκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ’ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ‹ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ‹ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ‹ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ‹ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.« Τάδε μὲν τῶν ἐν Ἀριμήνῳ συνελθόντων τὰ γράμματα. οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα φθάσαντες τοὺς παρ’ αὐτῶν ἀποσταλέντας πρέσβεις ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν καὶ τὴν σύνοδον διέβαλλον. ὁ δὲ λυπηθεὶς ἴσως, ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε, τῶν δὲ πρέσβεων ἠμέλει καὶ τῇ προσεδρείᾳ ταλαιπωρούντων ὑπερεώρα.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸν ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. ἐκέλευσε δὲ ἐν Ἀδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι, ἵν’ ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων τὰ παρὰ τῶν πρέσβεων ἀκούσοι καὶ δοκιμάσοι· προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν. Καὶ ὁ μὲν τοιάδε ἔγραψε. πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. καὶ ἀντιβολεῖ μετ’ εὐνοίας αὐτοὺς ἰδεῖν καὶ ὧν ἐνετείλατο δι’ αὐτῶν ἐπακοῦσαι καὶ τὰ γραφέντα ἀναγνῶναι· χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας· χρῆναι δέ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλησίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν. τοιαῦτα γράψαντες καί, ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις.
PG 67:1171Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν Ἀριμήνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα· ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον. διάφορος δὲ ὁ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. οἱ μὲν γάρ φασι πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμήνου τῶν ἐπισκόπων ἀποδημίαν ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ πίστιν ἐκδιδόναι, τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν, ἀντὶ δὲ τούτων ἑτέρους χειροτονεῖν. ἀδείας δὲ ἐντεῦθεν λαβομένους βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι, πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον. ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν Ἰταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον.
διιόντας δὲ τὴν Θρᾴκην παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους, καὶ συνέδριον ἐνθάδε καθίσαντας τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ γραφὴν εἰς Ἑλλάδα μεταβαλεῖν φωνὴν καὶ δημοσιεύσαντας βεβαιῶσαι καὶ λογοποιεῖν ὡς ὑπὸ τῆς οἰκουμενικῆς συνόδου ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη. ἐπίτηδες δὲ τάδε ἐν Νίκῃ πρᾶξαι καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν γραφήν. ταῦτα μὲν ὧδε λέγουσιν. οἱ δέ φασιν, ὡς τῆς ἐν Ἀριμήνῳ συνόδου τῇ προσεδρείᾳ ταλαιπωρουμένης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ καθῆκάν τινας συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας, ἐξὸν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγειν καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν· ὡς τῶν ἀνὰ τὴν ἕω οὔποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη.
PG 67:1173τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν πεισθῆναι τὴν σύνοδον συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον. δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων νωτοφόρων προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν· πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παρ’ αὐτῶν γραφὴν ἐκ τῆς Ῥωμαίων μεταφράσαι φωνῆς καὶ Ἑλληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις· οὕτω γὰρ συμβήσεσθαι τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην, μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπό[ντων] τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν Ἀριμήνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν ὡς ἀποστρεφομένους τὸ ὄνομα. ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε· πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ’ οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἰσχυρίζοντο· διεφέροντο δὲ μόνον οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιούσιον τὸν υἱὸν ὀνομάζοντες.

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν. Ἐν ᾧ δὲ τὰ περὶ Ἰταλίαν ὡς εἴρηται ἐγίνετο, πρὶν συστῆναι τὴν ἐν Σελευκείᾳ σύνοδον μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. οἱ μὲν γὰρ ἀμφὶ Ἀκάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον τὴν Ἱεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν καὶ τὰς πέριξ πόλεις ἐτάραττεν ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος συλλαμβανομένους ἔχων Ἐλεύσιον καὶ Μαραθώνιον. ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ’ αὐτὸν ἐκκλησίας καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπίσκοπον Νικομηδέων κατέστησεν, Ἐλεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. ἄμφω δέ φασιν ἀγαθὼ γενέσθαι τὸν βίον, σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζοντας, ἀλλ’ οὐχ ἁπλῶς οὕτως ὡς Μακεδόνιος. οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει καὶ δικασταῖς παρεδίδου, τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο, παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων ἐμυσταγώγει.
PG 67:1175οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῇ ἐκκλησίας καθεῖλε βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους οἴκους τῶν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι ἰσχυριζομένων. ἐκ δὴ τοιαύτης αἰτίας καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι· ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο. ἐπιταττόντων γὰρ οἷς τοῦτο προςτέτακτο λύειν τοῦτον τὸν οἶκον πανοικὶ συνελθόντες οἱ μὲν τὰς ὕλας κατέβαλλον, οἱ δὲ εἰς τὰς ἀντιπέραν Συκὰς μετεκόμιζον· καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν· ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες· ἕκαστος γὰρ ὡς αὐτῷ θεῷ τὸ ἔργον προσφέρων ὑπερφυῶς προὐθυμεῖτο· ὑπὸ τοιαύτῃ δὲ σπουδῇ τὸν ἴσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος Ἀναστασία ὠνόμασται. τελευτήσαντος γὰρ Κωνσταντίου διαδεξάμενος Ἰουλιανὸς τὴν βασιλείαν τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν.
ὃ καὶ ἐγένετο τοῦ λαοῦ προθύμως συλλαβομένου καὶ τὰς αὐτὰς ὕλας ἐκ τῶν Συκῶν μετακομίσαντος. καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν. ἐν δὲ τῷ τότε μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν· ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες καὶ κοινῇ ἐλαυνόμενοι καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες εὖνοι ἀλλήλοις ἦσαν καὶ εἰς ταὐτὸν συνῄεσάν τε καὶ συνηύχοντο· τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ Ἀρείου φρονούντων ἀφῄρηντο· καὶ ὡς εἰκὸς ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι κοινωνεῖν ἀλλήλοις ἐβουλεύοντο. καὶ δὴ τοῦτ’ ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν. Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Ἐλεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν Ναυατιανῶν ἄρδην καθεῖλε. τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες καὶ ἄλλοι Παφλαγόνες. μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτου φρονεῖν μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς ἀπελαύνειν ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν.

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1177ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι. τὸ δὲ ἄλλως ἀπέβη. οἱ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι δρεπάνοις τε καὶ πελέκεσι καὶ ἄλλως ᾗ ἔτυχεν ἕκαστος σφᾶς ὁπλίσαντες συνέμιξαν τοῖς στρατιώταις. καρτερᾶς δὲ μάχης γενομένης πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν· ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε· Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν· ἠπείλει γὰρ πτῶσιν ὁ ταύτην καλύπτων οἶκος. τοῦ δὲ λαοῦ οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν, οἱ δὲ ἀντεῖχον ἀνόσιον εἶναι ἡγούμενοι καὶ τῷ ἀνορύττειν ὅμοιον. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες.
PG 67:1179ἀλλ’ ὁ μὲν μηδὲν μελλήσας μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ Ἀκακίου τοῦ μάρτυρός ἐστιν ὁ τάφος. τὸ δὲ πλῆθος οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες, οἱ δὲ μεμφόμενοι κατ’ αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν. ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τάδε μαθὼν ἐχαλέπαινε καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον καὶ δι’ ὀργῆς εἶχε· βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν εἴχετο τῆς ὁδοῦ. μετακαλεσάμενος δὲ Ἰουλιανὸν τὸν ἀνεψιὸν Καίσαρα κατέστησε καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. Ἐν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες εἰς Σελεύκειαν τὴν παρὰ Ἰσαύροις συνῆλθον· ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐσέβιός τε καὶ Ὑπάτιος. συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος, ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ’ αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πύστιν. παρῆν δὲ καὶ Λαυράκιος ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμών, εἴ τι δέοι παρασκευάσων·
ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμμα. κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τινες ἐπίσκοποι καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ Βασίλειος ὁ Ἀγκύρας. πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη, Πατροφίλῳ δὲ ὀφθαλμία καὶ Μακεδονίῳ νόσος· ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλήματα κατηγόρων οὐ παρεγένοντο τότε. παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος Ἱεροσολύμων καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῇ μὲν τοῦτο πῇ δὲ ἐκεῖνο δηλοῦντα. ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ’ εἰς δύο διῃρέθησαν. ἐκράτει δὲ ὅμως πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι.
PG 67:1181ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα προϊσχομένοις τὴν πίστιν, ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μᾶρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ’ ὧν ἦν καὶ Βασίλειος ὁ τῆς Ἀγκύρας ἐπίσκοπος· τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς Ἀντιοχέων ἐκκλησίας. προί̈σταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος καὶ Ἀκάκιος καὶ Πατρόφιλος καὶ Γεώργιος ὁ Ἀλεξανδρείας καὶ Οὐράνιος ὁ Τύρου καὶ ἕτεροι τριάκοντα δύο, τῆς δὲ δευτέρας Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας καὶ Ἐλεύσιος ὁ Κυζίκου καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως τῆς Παφλαγόνων, οἷς οἱ πλείους εἵποντο. ὑπενοοῦντο δὲ οἱ ἀμφὶ Ἀκάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι καὶ προφάσει ταύτῃ τὰς κατ’ αὐτῶν εὐθύνας ἀναιρεῖν· καθότι πρὶν δι’ ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο ταῖς προτέραις ὁμολογίαις.
ἐριστικῶς δὲ πολλῶν κινηθέντων οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος καινὴν ἑτέρας πίστεως ἐπειςάγειν γραφὴν παρὰ τὴν ἐν Ἀντιοχείᾳ δοκιμασθεῖσαν· ταύτην δὲ μόνην χρῆναι κρατεῖν. ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ Ἀκάκιον ἐξανέστησαν· οἱ δὲ ἕτεροι τότε μὲν ἀνέγνωσαν τὰ ἐν Ἀντιοχείᾳ δόξαντα, τῇ δὲ ὑστεραίᾳ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν τὰς θύρας ἀπέκλεισαν καὶ καθ’ ἑαυτοὺς γενόμενοι ἐπεψηφίσαντο τούτοις. Ἀκάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν, ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρακίῳ τὴν σπουδαζομένην αὐτῷ γραφὴν ἐπέδειξε. τρίτῃ δὲ πάλιν ἡμέρᾳ οἱ μὲν ἄλλοι συνῆλθον Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες, Ἀκάκιος δὲ καὶ οἱ ἀμφ’ αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ὑπεξέλθωσιν οἱ πρὸς αὐτῶν καθῃρημένοι καὶ κατηγορηθέντες· καὶ τοῦτο ἐγένετο. συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους ὑπολαβόντες Ἀκάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν Ἀετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν διαφυγεῖν καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων. ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ Ἀκάκιον·
PG 67:1183τὸ δὲ πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί, καὶ τοὺς ἄλλους ἐλάνθανεν· ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο τὰ Ἀκακίου φρονῶν. ὡς δὲ ἀνεγνώσθη, θορύβου πλήρης ὁ σύλλογος γέγονεν. ἐδήλου γάρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς ἐπαγόμενοί τινες τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας ἐτάραξαν τὴν σύνοδον καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν, τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Ἀντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο· ἐπεὶ δὲ τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινες ἐπιχειροῦσι τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλειν χρεὼν ὡς ἀλλότριον γραφῶν, ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον, τὸ δὲ ὅμοιον υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογεῖν· ἔστι γάρ, ὥς πού φησι Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου θεοῦ.
PG 67:1185ταῦτα προοιμιασάμενοι ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ μήτε τοῖς ἐν Ἀντιοχείᾳ δόξασι συνᾴδουσαν, ἀλλ’ ἁπλῶς οὕτως συγκειμένην, ὡς καὶ τοὺς τὰ Ἀρείου καὶ τὰ Ἀετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ ὧδε πιστεύουσι. παραδραμόντες γὰρ τὰ ὀνόματα, δι’ ὧν τὴν Ἀρείου δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες, σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ υἱός, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ πατρός, οἷα τῇ ἐν Ἀντιοχείᾳ συνόδῳ εἴρηται, ὡμολόγησαν πιστεύειν εἰς πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ ἅγιον πνεῦμα. ἐφ’ ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισι χρησάμενοι, ἃ μήτε αὐτοῖς μήτε τοῖς ἐναντίως δοξάζουσιν ἐμάχετο, τοὺς ἄλλως πιστεύοντας [ἀλλοτρίους] τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν, ὑπ’ αὐτοῦ δὲ Ἀκακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον.

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγών «εἰ τὸ ἑκάστης ἡμέρας», ἔφη, «ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.« ἰσχυριζομένου δὲ Ἀκακίου μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφήν, εἴ γε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, ὑπολαβὼν Ἐλεύσιος «ἀλλ’ ἡ σύνοδος», ἔφη, «συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ’ ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων», καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς. ὧδε προϊούσης τῆς διαλέξεως ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ Ἀκάκιον, κατὰ τί ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡμολόγησαν· τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν κατ’ οὐσίαν εἰπόντων οἱ μὲν ἄλλοι πάντες καὶ κατ’ οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. καὶ τὸν Ἀκάκιον ἤλεγχον διὰ τὸν λόγον, ὃν συνεγράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον.

Chapter XXIVCaput XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1187τοῦ δὲ μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης τὸ τελευταῖον Ἐλεύσιος ὁ Κυζικηνός «εἰ μέν», ἔφη, «Βασίλειος ἢ Μᾶρκος καθ’ ἑαυτούς τινα πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε καὶ οἱ ἀμφὶ Ἀκάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα παρ’ αὐτῶν πίστις πολυπραγμονεῖν ἀναγκαῖον»· τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν Ἀντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι· παρὰ ταῦτα δὲ εἴ τις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας. ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ Ἀκάκιον καὶ Γεώργιον. οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο· περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ Ἀκάκιον. δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης, αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόντων.
ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ Ἀκάκιον καλούντων, τῶν δὲ πῇ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῇ δὲ αὐτοὺς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετράφθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν, καθαιροῦσιν ἄλλους τέ τινας καὶ Γεώργιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον καὶ Ἀκάκιον τὸν Καισαρείας καὶ Οὐράνιον τὸν Τύρου καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Εὐδόξιον τὸν Ἀντιοχείας. τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται, καὶ τὰ πραχθέντα τῇ ἑκάστου παροικίᾳ ἔγραψαν. ἀντὶ δὲ Εὐδοξίου Ἀδριανὸν ἐχειροτόνησαν Ἀντιοχέων ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ Ἀκάκιον Λεωνᾷ καὶ Λαυρακίῳ παρέδωκαν· οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον, ὕστερον δὲ ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν. τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν.
PG 67:1189ᾧ δὲ φίλον ἀκριβῶς τὰ καθ’ ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνεγράψαντο. Ἐπεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν Ἀκάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο, οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. δέκα δέ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν Ἀριμήνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ Ἀκάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρατοῦντος εὔνοιαν. εἶναι γάρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. οὐ γὰρ ὁ τυχὼν ἐδόκει Ἀκάκιος, φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν καὶ ἐπισήμου προεστὼς ἐκκλησίας καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ’ ὃν τὴν αὐτοῦ ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βιβλίων πλείω τῶν ἄλλων εἰδέναι ἀξιῶν. καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅ γε ἠβούλετο διεσκεύαζεν.
PG 67:1191Ὄντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι καὶ ἄλλων, οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ Ἀέτιον ζητήσει παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων ὁ Ὀνωρᾶτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανελθὼν πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφηνεν. ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος φωρᾶται Ἀέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῆναι. λέγεται δὲ τοὺς περὶ Ἀκάκιον ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ’ αὐτὸν δικάσαι, ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν Ἀέτιον οἰηθέντας καὶ ἱκανὸν πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν καὶ ἀκονιτὶ κρατῦναι τὴν αἵρεσιν. ἐπεὶ δὲ τοῦτο παρ’ ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ Ἀριμήνου διακομισθεῖσαν γραφὴν καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι·
ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ’ οὐσίαν τὸν υἱὸν δοξάζουσιν ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν αἵρεσιν. ἀλλ’ ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν Ἀριμήνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν· εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεσθαι καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν, λογιζόμενος τῶν ἐν Ἀριμήνῳ συνελθόντων τὸ πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον [τῷ πατρὶ τὸν υἱὸν λέγων, εἶναι κατὰ δύναμιν ταὐτὸν τὸ ὅμοιον] ὁμολογῶν [καὶ τὸ ὁμοιούσιον] καὶ ὁμοούσιον καὶ μηδὲν αὐτῷ διαφέρειν κατ’ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον τὴν αὐτὴν σημασίαν ὁμολογοίη. οὕτως οὖν ἔχων γνώμης ὁμονοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν Ἀριμήνῳ συνελθόντων.
PG 67:1193ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπήν, καθὰ Ῥωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παρ’ αὐτοῖς Ἰαννουαρίου μηνός, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀνάλωσε μεταξὺ τῶν ἐπισκόπων διαγιγνώσκων, εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ Ἀριμήνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν. Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἐπιμείναντές τινα χρόνον ἐν Κωνσταντινουπόλει μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους, ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνος καὶ Οὐλφίλας ὁ τῶν Γότθων. πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον καὶ ἐβεβαίωσαν τὴν ἐν Ἀριμήνῳ ἀναγνωσθεῖσαν γραφήν, προσθέντες τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν ἐπὶ θεοῦ ὀνομάζειν μηδόλως, παρὰ ταύτην δὲ τὴν γραφὴν ἀποκεκηρύχθαι πᾶσαν ἄλλην ἢ γενομένην ἢ μέλλουσαν. Ἐπεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν Ἀέτιον τῆς διακονίας ὡς ἐριστικῶς καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ’ ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα· διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν.
ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτὸν καὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον καὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Ἑορτάσιον τὸν Σάρδεων καὶ Δρακόντιον τὸν Περγάμου. διαφερόμενοί τε περὶ δόγματος ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν, αἰτίας δὲ ἐπῆγον κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον, ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς Ἀλεξανδρείας τὴν Ἄγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο καὶ ἐτύπτησε καὶ κληρικοὺς ἐκ τῆς Ἀντιοχείας καὶ τῶν παρὰ τὸν Εὐφράτην ποταμὸν Κίλικάς τε καὶ Γαλάτας καὶ Ἀσιανοὺς ὑπερορίαις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν, ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν καὶ τὰ ὄντα προσαπολλύειν τοῖς ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται.

Chapter XXVCaput XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1195ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον Ἀέτιόν τε καί τινας τῶν σὺν αὐτῷ ἀπολογησομένους ἐφ’ οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι, Ἑρμογένει δὲ τῷ ὑπάρχῳ καὶ τῷ ἡγουμένῳ Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι, καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας οὐ συνεχώρησεν ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος.
προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε καί, κοινωνῶν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ, γράφων διέβαλλεν αὐτοὺς πρὸς τοὺς τῆς Ἀφρικῆς ἐπισκόπους, ἐγκαλούμενός τε ἠρνεῖτο καὶ ἐπιώρκει καὶ φωραθεὶς ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν, καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο Ἰλλυριοῖς καὶ Ἰταλοῖς καὶ Ἄφροις καὶ τῶν περὶ τὴν Ῥωμαίων ἐκκλησίαν συμβάντων, δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης, καὶ ἄνδρα ἐπὶ γοητείαις ἁλόντα αἰσχρῶς τε βεβιωκότα οὐδὲ νόμῳ γάμου γυναικὶ συνοικοῦντα ἐβάπτισέ τε καὶ διακονίας ἠξίωσε, περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον οὐκ ἐχώρισε τῆς ἐκκλησίας, καὶ ὅτι γε παρὰ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων· εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν, ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως ἐποιοῦντο·
Εὐσταθίου δὲ πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας, μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου ὑπὸ συνόδου ἀκοινώνητος ἐγένετο καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωςθείς, ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων, ἐπὶ δὲ τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐπιορκίας ἥλω· καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι καὶ πλείστοις ἐγκλήμασιν ἔνοχος ὢν δικαστὴς ἠξίου εἶναι καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει.

Chapter XXVICaput XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1197Ἐλεύσιον δὲ καθεῖλον ὡς Ἡράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε Ἡρακλέος γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα διακονίας θεοῦ ἀπερισκέπτως ἠξίωσε Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε, καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως. Ἑορτάσιον δὲ καθεῖλον ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων, Δρακόντιον δὲ τὸν Περγάμου ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα· καὶ ὡς παράνομον τὴν ἐφ’ ἑκατέρῳ χειροτονίαν ἔλυσαν. ἐπὶ τούτοις αὖθις συνελθόντες καθαιροῦσι Σιλβανὸν τὸν Ταρσοῦ ἐπίσκοπον καὶ Σωφρόνιον τὸν Πομπηιουπόλεως τῆς Παφλαγόνων, Ἐλπίδιόν τε τὸν Σατάλων καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας.

Chapter XXVIICaput XXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1199καθεῖλον δὲ Σιλβανὸν ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει καὶ Θεόφιλον προστήσαντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, Ἐλευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ ὑπεισιέναι ἐπισκοπήν, Σωφρόνιον δὲ ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παρ’ αὐτοῖς ἀπολογήσασθαι πρὸς τὰ ἐγκλήματα, ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς, Νέωνα δὲ ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα Ἀννιανὸν χειροτονηθῆναι Ἀντιοχέων ἐπίσκοπον καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας ἀπερισκέπτως πολιτευομένους ὄντας ἐπισκόπους καταστήσαντα, οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν καὶ ἐγγράφως εἵλοντο τὰς οὐσίας ἔχοντες λειτουργεῖν ἢ δίχα τούτων ἐπισκοπεῖν, τὸν δὲ Ἐλπίδιον ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα καὶ καθηγητὴν γενόμενον ἀταξίας καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτινῇ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερίῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας.
Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων καθεῖλον ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ’ ὧν καὶ αὐτὸς συνεληλύθει, καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ καὶ Γεωργίῳ [καὶ] τῷ Λαοδικείας ἐπισκόπῳ. ἐπειδὴ [γὰρ] ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπήν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν καὶ ἀλλήλους διέβαλλον, ὡς οὐχ ὑγιῶς περὶ θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. οὕτως δὲ ἔχων γνώμης Ἀκάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε· λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο.

Chapter XXVIIICaput XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1201ἐκ τούτων δὲ λόγος τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην, πολυπραγμονῆσαί τε ὅθεν ἔχοι καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μέν, ὡς ἐπυθόμην, ὧδε ἔχει· τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως. τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν ὑπογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ’ ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο καὶ μήτε λειτουργεῖν μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι, τοὺς δὲ κατ’ ἔθνος ἐπισκόπους συνιόντας ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους. Ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς τάδε φυλάττειν καὶ ἐπιτελεῖν·

Chapter XXIXCaput XXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐκ τούτου τε οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον ἄλλος ἄλλῳ, Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος καὶ Βασιλείῳ Ἀθανάσιος καὶ Ἐλευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ’ αὐτοῦ καλουμένης αἱρέσεως· ἀντὶ δὲ Εὐσταθίου Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη. Ἀφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν εἴς τι περὶ Πύλας χωρίον τῆς Βιθυνίας διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν· Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν· ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον καὶ Ἰουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν, ὡς ὁ μὲν πατὴρ ἀσεβής, ὁ δὲ υἱὸς εὐσεβής. θορυβήσαντος δὲ τοῦ πλήθους «ἠρεμεῖτε», ἔφη· «ὁ μὲν πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει· ὁ δὲ υἱὸς εὐσεβής, ὅτι πατέρα σέβει.« καὶ ὁ μὲν ὧδε εἰπὼν εἰς γέλωτα τοὺς ἀκούοντας μετέβαλε·
PG 67:1203κοινῇ δὲ ὅτι μάλιστα πᾶσαν αὐτός τε καὶ Ἀκάκιος ἐποιοῦντο σπουδὴν εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμήνῳ γραφὴν μεθ’ ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέλευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. ὧδε γὰρ σφίσιν ἐσπούδαστο λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν, ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον, καὶ τὰς πανταχοῦ ἐκκλησίας μονονουχὶ διωγμὸς εἶχε παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν Ἑλληνιστῶν βασιλέων. εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. ἄμφω γάρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. καὶ τοσοῦτον αἰσχρὸν τὸ κακόν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾶν καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευεν. Ἡ δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου καὶ πρὸς νεωτερισμὸν εἷρπεν, ἀπαυθαδιαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα ἰδίους ἐτίθει νόμους.
PG 67:1205καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ θεοῦ δοξάζειν οὐκ ἠξίου, ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη. Ἐπειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν Ἀκάκιον καὶ Εὐδόξιον· εἰσηγεῖτο δὲ τὸν υἱὸν θεὸν εἶναι κατὰ πάντα τε καὶ κατ’ οὐσίαν ὅμοιον τῷ πατρί, τὸ δὲ ἅγιον πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο διάκονον καὶ ὑπηρέτην καλῶν καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν ἁμάρτοι. ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ Ἐλεύσιός τε καὶ Εὐστάθιος καὶ ὅσοι τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν, οἷς οὐκ ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν Βιθυνίαν τε καὶ Θρᾴκην καὶ Ἑλλήσποντον καὶ τὰ πέριξ ἔθνη. καὶ γὰρ δὴ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. πρόοδός τε γὰρ ἦν αὐτοῖς σεμνὴ καὶ παραπλησία μοναχοῖς ἡ ἀγωγὴ καὶ λόγος οὐκ ἄκομψος καὶ ἦθος πείθειν ἱκανόν. οἷον δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν·

Chapter XXXCaput XXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς ὑπάρχους στρατιωτῶν πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατείας ἐπαύσατο, συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο, μετὰ δὲ ταῦτα πείσαντος Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου τὸν ἀσκητικὸν βίον ἐπῄνεσε καὶ συνοικίαν μοναχῶν ἐν Κωνσταντινουπόλει συνεστήσατο, ἣ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν ἐστι ταῖς διαδοχαῖς σῳζομένη. ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ δοκεῖ, οὐκ ἀπεικότως. φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων τοῦ μὴ παντελῶς ἀποσβῆναι ταύτην τὴν αἵρεσιν ἐν Κωνσταντινουπόλει αἴτιος γενόμενος. ἀφ’ οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς Ἀρκαδίου βασιλείας. οὐ γὰρ συνεχώρουν οἱ Ἀρείου, πάντας τοὺς ἐναντίως δοξάζοντας ἐκ τῶν ἐκκλησιῶν ἐξελαύνοντες καὶ ὠμῶς τιμωρούμενοι. πάντας μὲν οὖν, ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν· οὐδὲν γὰρ ἔθνος τῆς Ῥωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς.

Book V · Chapter ILiber Quintus · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1207Ἐν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν πολλοὶ τὸν Ἀντιοχείας θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου καὶ τοῦ λαοῦ συνέβησαν. ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις, πρὸς δὲ τὴν οἰκείαν δόξαν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμοζον τὸ ψαλλόμενον. οὕτω δὲ διακειμένης τῆς Ἀντιοχέων ἐκκλησίας ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς τὴν οἰκείαν αἵρεσιν θηράσειν τοὺς Ἀντιοχείας οἰκήτορας καὶ τὰς πέριξ πόλεις, καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανούς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ θεοῦ ἐδόξαζον. ἔμελλον δὲ παρὰ πολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι.
ἐπεὶ γὰρ ἧκεν εἰς Ἀντιόχειαν, λέγεται δῆμος πολὺς συνελθεῖν τῶν τὰ Ἀρείου φρονούντων καὶ Παυλίνῳ κοινωνούντων, οἱ μὲν ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας, οἱ δὲ μαθησόμενοι τί ἄρα ἐρεῖ καὶ τίσιν ἐπιψηφίζεται. ἤδη γὰρ φήμη διεφοίτα ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων· καὶ τὸ ἀποβὰν ἔδειξε. τὴν μὲν γὰρ ἀρχὴν τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε, τελευτῶν δὲ ἀναφανδὸν τῆς αὐτῆς οὐσίας εἶναι [τῷ πατρὶ] τὸν υἱὸν ἀπεφήνατο. λέγεται δὲ προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, ἔβυσεν αὐτοῦ τὸ στόμα. ὁ δὲ τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ τὴν γνώμην κατεσήμαινε, καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταὐτὸν δὲ πάλιν τούτους συνέλεγε καὶ τὸν ἕνα ὤρθου, τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν, ἅπερ ἐφρόνει καὶ λέγειν ἐπείχετο.
PG 67:1209ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρός, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο καὶ διεμαρτύρετο τοὺς ἀκούοντας ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦντας. ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδόν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονικία ἦν ἀμφοτέρων μονονουχὶ παγκρατίῳ ἐμφερής, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ καὶ ἔχαιρον καὶ ἀνεπήδων, οἱ δὲ Ἀρείου κατηφεῖς ἦσαν. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον ἐχαλέπαινον καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν· καὶ πάλιν μετεκαλοῦντο ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον καὶ τἀναντία δοξάζοντα. μὴ μεταθέμενον δὲ τῆς γνώμης ἐκβάλλεσθαι τῆς ἐκκλησίας καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν Ἀντιοχέων θρόνον Εὐζώιος, ὃς ἅμα Ἀρείῳ πρότερον ἤδη καθῄρητο· οἱ δὲ Μελετίου ἐπαινέται ἀποτεμόμενοι σφᾶς τῶν τὰ Ἀρείου φρονούντων ἰδίᾳ ἐκκλησίαζον·
οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν υἱὸν τῷ πατρὶ δοξάζοντες παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς Ἀρειανῶν ἐπισκόπων χειροτονηθέντος καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ. καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο καίπερ ὁμοίως φρονοῦντες· ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν ἧκεν εἰς Ἀντιόχειαν. Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο· συνελθόντες [δὲ] εἰς Ἀντιόχειαν ἅμα ὀλίγοις τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο, καὶ τῆς ἀναγνωσθείσης ἐν Ἀριμήνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα, καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι εἰσηγοῦντο, ὡς ἐξ ἀρχῆς Ἀρείῳ ἐδόκει. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ Ἀετίου φρονοῦντες, ὃς μετὰ Ἄρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες Ἀνόμοιοι καὶ Ἐξουκόντιοι.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1211πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως θεὸν ἐκ θεοῦ τὸν υἱὸν συνομολογοῦντες ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν, ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», πάντων δὲ εἶναι καὶ τὸν υἱόν. καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο «κατὰ τὰς θείας γραφάς». καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο. τελευτῶντες δέ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες διελύθησαν καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν. Ἐν τούτῳ δὲ ἔτι Ἀθανασίου κρυπτομένου ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς· ἑκατέρους τε γὰρ ὡς ἠβούλετο θρησκεύειν ἐβιάζετο καὶ παραιτουμένους ἤλαυνεν. ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ ὡς ὑπερορῶν αὐτοὺς καὶ τοῖς ἄρχουσιν ἐπιτάττων, παρὰ δὲ τοῦ πλήθους ὡς τυραννικὸς καὶ πλέον πάντων δυνάμενος.
ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικόν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω. Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος καὶ μετ’ ἐκεῖνον Ἡράκλειος ἐφεξῆς τε τούτου Ἱλάριος. τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασιλείας, ἡνίκα δὴ Κύριλλος πάλιν εἰς τὸν αὐτοῦ ἐπανῆλθε θρόνον. ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ Καὶ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὰς ἐκκλησίας συνέβη. ἐν τούτῳ δὲ Ἰουλιανὸς ὁ Καῖσαρ μάχῃ κρατήσας τῶν παρὰ τὸν Ῥῆνον ποταμὸν βαρβάρων τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. λαμπρὸς δὲ τηνικάδε φανεὶς καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας κεχαρισμένος τοῖς στρατιώταις γεγονώς, ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός.
PG 67:1213μηδὲν δὲ περὶ τούτου ὡς εἰκὸς πρὸς Κωνστάντιον παραιτησάμενος ἄρχοντας μὲν τοὺς ὑπ’ αὐτοῦ χειροτονηθέντας ἤμειβεν, ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δι’ ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου εἰς Ῥωμαίους ἤγαγεν. ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλών, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν καὶ τοῖς Ἑλλήνων ναοῖς ἐφοίτα καὶ ἔθυε καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε. Προσδοκωμένων δὲ Περσῶν Ῥωμαίοις ἐπιθήσεσθαι καὶ διὰ τοῦτο Κωνσταντίου ἐν Συρίᾳ διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν Ἰλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ’ αὐτοὺς ὁδοῦ, πρόφασιν ποιούμενος ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας καταδεδέχθαι. λέγεται δὲ ἡνίκα πρῶτον τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι, τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ τῶν ἑπομένων καθ’ ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι.
PG 67:1215ἐδόκει δὲ αὐτῷ τε καὶ πολλοῖς τῶν συνιόντων οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν, ἡ δὲ δρόσος ἐκ παρατυχόντος ὧδε καταστίξαι τὴν ἐσθῆτα καθ’ ἧς ἔτυχε πεσοῦσα. ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν τὸ μὲν ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον αὐτοῦ ἔσεσθαι τὴν βασιλείαν, τὸ δὲ προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ συμβόλῳ τοῦ σταυροῦ κατασημανθῆναι. ὡς ἔοικε δέ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας· ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν. Ἐπεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ’ αὐτὸν Ἰουλιανόν, καταλιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο, ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ, ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς, ἐξ ὧν τρισκαίδεκα μὲν σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ’ ἐκεῖνον. ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν Ἰουλιανὸς ἤδη τὴν Θρᾴκην εἶχεν· οὐκ εἰς μακρὰν δὲ εἰς τὴν Κωνσταντινούπολιν ἐλθὼν αὐτοκράτωρ ἀνηγορεύθη.
οἱ δὲ Ἕλληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν μαντικὴ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν αὐτὸν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες καὶ τὴν τῶν πραγμάτων μεταβολήν. ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας γευσάμενον. εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγήν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον, αὐτῷ μὲν οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς, τῇ δὲ Ῥωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν ἢ τὸ πλεῖστον αὐτῆς κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. ἀλλὰ ταῦτα μέν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω. Κωνσταντίου δὲ τελευτήσαντος εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο· καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα μῖσος.
PG 67:1217λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς τὸν Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους Ἕλληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ’ ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον, καὶ τὸ ἐξ ἐκείνου ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις καὶ ἱερείοις καὶ τοῖς ὅσα θέμις ἐστὶν ἀδεῶς Ἕλλησι χρῆσθαι. ποτὲ γοῦν αὐτῷ θυομένῳ λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον, καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν καὶ τοῦ δόγματος τὸ ἀίδιον, καθότι ὁ στέφανος, ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι καὶ τῇ περιόδῳ τοῦ κύκλου πάντοθεν ἀρχόμενος καὶ εἰς ἑαυτὸν λήγων οὐδαμοῦ περαιοῦται. ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων καὶ κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον καὶ εἰς ταὐτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι καὶ ἀδεῶς χωρεῖν ἐφ’ οὓς βούλεται, ὅρον ἔχον τὴν τοῦ κύκλου περιγραφήν.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπυθόμην δὲ ὡς καὶ τῶν φοβερῶν καὶ ἐπισημοτάτων ἀδύτων εἴς τι κατῄει, τελετῆς τινος ἢ μαντείας χάριν· ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανημένων καὶ γοητείαις παραγινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλαθόμενος (ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ ταύτην ἦλθε τὴν μάθησιν) ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθείς, τῷ συμβόλῳ τοῦ Χριστοῦ κατασημάνας ἑαυτόν. αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγός, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, ἔδοξε καλῶς λέγειν· καὶ παρασκευασάμενος αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν. Οὐ μετρίως οὖν ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη καὶ ὑπὸ ἐπισκόποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη.
PG 67:1219γέγονε μὲν γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν· ὀρφανοὶ δὲ πατρὸς γενόμενοι καὶ αὐτοὶ τότε Δαλματίῳ συναπολέσθαι ἐκινδύνευσαν. ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν ὅτι νοσῶν ἔτυχε καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι προσεδοκήθη, Ἰουλιανὸν δὲ τὸ νέον· ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. παραδόξως δὲ ὧδε διασωθέντες προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῃ· χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ Ἀργαίῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον καὶ λοετρὰ καὶ κήπους καὶ πηγὰς ἀεννάους. ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ’ ἡλικίαν ἐχρῶντο καὶ λόγων διδασκάλοις καὶ τοῖς ὑφηγηταῖς τῶν ἱερῶν γραφῶν, ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους.
οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων τὴν εὐσέβειαν ἐπεδείκνυντο, περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας καὶ τοὺς ἄλλως ἀγαθοὺς καὶ περὶ τὸ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες. τηνικαῦτα γοῦν φασιν αὐτοὺς σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον· ἁμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν. τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου καὶ κατὰ γνώμην προὐχώρει, τῶν δὲ Ἰουλιανοῦ πονημάτων τὰ μὲν ἠρείπετο, τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο, τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα.
PG 67:1221καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη, οἱ δὲ καὶ ἐξ ἐκείνου συνέβαλλον μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ’ εὐσεβεῖν πλάττεσθαι [πρὸς] Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον. Προὔδωκε δέ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς Γάλλος μὲν εἰς τὴν Ἀσίαν ἐλθὼν ἐν Ἐφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχον, Ἰουλιανὸς δὲ εἰς Κωνσταντινούπολιν ἐπανελθὼν τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα· φύσεως δὲ εὖ ἔχων καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς οὐκ ἐλάνθανεν· ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος πολλοῖς συνεγίνετο. ἐπεὶ δέ, οἷα φιλεῖ ἐν ὁμίλῳ καὶ βασιλευούσῃ πόλει, ἐξάδελφος ὢν τοῦ κρατοῦντος καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος προσεδοκᾶτο βασιλεύειν καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει λόγος, προσετάχθη ἐν Νικομηδείᾳ διάγειν.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ Ἐφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο καὶ μίσους τῆς Χριστιανῶν θρησκείας, καὶ οἷα μάντις ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλούμενον. ὁ δέτοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλπίσι, φίλον ἔσχε τὸν Μάξιμον. τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων δείσας ἐν χρῷ ἐκείρατο καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον, λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει, ἑτοιμότερον ὑπήχθη καὶ ἐπτοεῖτο περὶ τάδε. θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη, καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. ὧδε δὲ ἔχων γνώμης ἧκεν εἰς Ἀσίαν ἀπὸ Νικομηδείας, καὶ συγγενόμενος ἐκεῖσε τοιούτοις προθυμότερος περὶ ταῦτα γέγονεν. ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφός, Καῖσαρ καταστάς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακὴν εἶχεν.
PG 67:1223ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου παραιτησάμενος αὐτὸν ἀπεδήμησεν εἰς Ἀθήνας, προφάσει μὲν καθ’ ἱστορίαν τῶν Ἑλληνικῶν πόλεων καὶ παιδευτηρίων, ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς ἐκεῖσε μάντεσι περὶ τῶν καθ’ αὑτόν. μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος Καίσαρα κατέστησε· κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφήν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρώην κατὰ Μαγνεντίου εἰς συμμαχίαν ἐμισθώσατο, οὐδὲν ὄφελος εἰς τοῦτο γενόμενοι τοὺς Γαλάτας ἐδῄουν. ἐπεὶ δὲ ἔτι νέος ἦν, τοῖς ἑπομένοις αὐτῷ στρατηγοῖς τὰ πρακτέα ἐπέτρεψε. τῶν δὲ ῥαθυμούντων αὐτὸς ὡς ἐνῆν ὁ Καῖσαρ τοῦ πολέμου προενόει καὶ τοὺς στρατιώτας προθυμοτέρους περὶ τὴν μάχην κατέστησεν, ἄλλως τε παρακινδυνεύειν προτρέπων καὶ ῥητὸν μισθὸν τάξας ἑκάστῳ βάρβαρον ἀναιροῦντι. κεχαρισμένος δὲ τοῖς στρατιώταις ἐντεῦθεν γενόμενος ἐδήλωσε Κωνσταντίῳ τὴν τῶν στρατηγῶν ῥᾳστώνην. ἀποσταλέντος δὲ ἑτέρου συμβαλὼν τοῖς βαρβάροις καλῶς ἔπραξε.
τῶν δὲ περὶ σπονδῶν πρεσβευομένων καὶ ἐπιστολὰς Κωνσταντίου προϊσχομένων μετακαλουμένου σφᾶς ἐπὶ τὴν Ῥωμαίων γῆν, ἐπίτηδες ἀποπέμψαι μελλήσας τὸν τάδε πρεσβευόμενον, ἀδοκήτως τῷ πλήθει τῶν πολεμίων ἐπελθὼν ἐνίκησε. λέγεται δὲ Κωνστάντιον ἐπιβουλεύοντα αὐτῷ τοῦτον ἐπιτρέψαι τὸν πόλεμον. ἐμοὶ δὲ οὐ πιθανὸν τοῦτο εἶναι δοκεῖ. ᾧ γὰρ ἐξῆν μηδὲ Καίσαρα τὴν ἀρχὴν ποιεῖν αὐτόν, τί καὶ ἐποίει καὶ τὴν ἀδελφὴν ἐδίδου γαμετήν, καὶ μεμφομένῳ περὶ τῶν ῥαθύμων στρατηγῶν ὑπήκουε καὶ σπουδαῖον ἀντὶ τούτων ἐξαπέστειλεν, ὅπως κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλος ἐτύγχανεν; ἀλλ’ ὡς συμβάλλω, τὴν μὲν ἀρχὴν εὔνους ὢν αὐτῷ Κωνστάντιος Καίσαρα κατέστησεν· ἐπεὶ δὲ παρὰ γνώμην αὐτοῦ Σεβαστὸς ἀνεκηρύχθη, ἢ δεδιὼς ἀνθ’ ὧν αὐτὸν καὶ τὸν ἀδελφὸν νέους ὄντας ἠδίκησεν, ἢ φθονῶν, ὡς εἰκός, ἐπὶ τῇ ὁμοίᾳ τιμῇ, ἐπεβούλευεν αὐτῷ διὰ τῶν πρὸς τῷ Ῥήνῳ βαρβάρων. ἀλλὰ τάδε μὲν ἄλλοις ἄλλως δοκεῖ. Ἐπεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς Ἑλληνικοὺς ναοὺς ἀνέῳξε καὶ τοὺς ἠμελημένους ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε·

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1225καὶ πολλοὺς αὐτοῖς ἐξηῦρε φόρους· ἔθη τε παλαιὰ καὶ τὰ πάτρια τῶν πόλεων καὶ τὰς θυσίας ἀνενέωσεν. αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔθυεν καὶ ἔσπενδε καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο· μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς τὰς παλαιὰς τιμὰς ἀπέδωκε· καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ’ αὐτοῖς ἐκύρωσεν, λειτουργιῶν τε καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον τὴν ἀτέλειαν ἐπεψηφίσατο, καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. καὶ καθαροῖς εἶναι ἀπὸ τροφῶν διεκελεύετο καὶ ὅσων ἀπέχεσθαι προσῆκε τόν, ὡς Ἕλληνες λέγουσιν, ἁγιστεύειν προῃρημένον. προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου καὶ τὰ σύμβολα κατὰ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν Σάραπιν· κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο. τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν, εἰ μὲν πρὸς Ἑλληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς, ταῖς δὲ χριστιανιζούσαις περιφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐταῖς ἀνεχόμενος μήτε πρεσβευομένων περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος.
ἀμέλει τοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς ὡς παντελῶς χριστιανίζουσι καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν ἠπείλησε μὴ βοηθεῖν μήτε πρεσβείαν δέχεσθαι καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς Ἑλληνισμὸν μεταβαλόντας. παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσι ἐγκαλῶν προσένειμε Γαζαίοις τὴν αὐτῶν πόλιν. ταύτην γὰρ τὴν Κωνστάντειαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε καὶ καθ’ ἑαυτὴν πολιτεύεσθαι διετάξατο, λογισάμενος ἄδικον εἶναι τελεῖν ὑπὸ Γαζαίοις εἰσάγαν ἑλληνίζουσιν. ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν Ἰουλιανός, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμεν Γάζῃ τὴν Κωνστάντειαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν· καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα προσηγορίας παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται.
PG 67:1227κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ δημόσια πράγματα. μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν· ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει καὶ πανηγύρεις μαρτύρων καὶ μνείας τῶν παρ’ αὐτοῖς γενομένων ἱερέων καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται. τῶν οὖν καθ’ ἡμᾶς ἐπισκόπων τις τῆς Γαζαίων πόλεως, τετελευτηκότος τοῦ προεστῶτος τῆς Μαϊουμιτῶν ἐκκλησίας, ἐσπούδασεν ἀμφοτέρους τοὺς κλήρους ὑφ’ ἑαυτὸν ποιῆσαι, μὴ θεμιτὸν εἶναι λέγων μιᾶς πόλεως δύο ἐπισκόπους προεστάναι. ἀντειπόντων δὲ τῶν Μαϊουμιτῶν διέγνω ἡ τοῦ ἔθνους σύνοδος καὶ ἕτερον ἐχειροτόνησεν ἐπίσκοπον, πάντως που προσήκειν δοκιμάσασα τοὺς δι’ εὐσέβειαν δικαίων πόλεως ἀξιωθέντας, διὰ δὲ κρίσιν Ἑλληνιστοῦ βασιλέως ἄλλως πράξαντας, ἐν ἱερωσύναις καὶ τάξει ἐκκλησιῶν μὴ χρῆναι ἀφαιρεῖσθαι τῶν δοθέντων γερῶν. ἀλλὰ ταῦτα μὲν ὕστερον ὧδε ἀπέβη.
PG 67:1229Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεὺς καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ πρὶν ὀνομαζομένη. ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας ὡς πανδημεὶ χριστιανίζοντας καὶ πάλαι καθελόντας τοὺς παρ’ αὐτοῖς νεὼς πολιούχου Διὸς καὶ πατρῴου Ἀπόλλωνος· ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνετράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει καὶ ἐδυσφόρει. καὶ Ἕλληνας μέν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο ὡς μὴ ἐπαμύναντας καί, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας.

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν, αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτῖσαι, κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν, ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν Ῥωμαίων στρατιαῖς νομίζεται, τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶ ἀπογράψασθαι καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν· ἐνορκῶν δὲ ἠπείλησεν ὡς, εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν καὶ κακῶς ποιῶν τὴν πόλιν, καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν (ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἰώθει τοὺς Χριστιανούς). Ἐξέβη δ’ ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλή, εἰ μὴ θᾶττον ἐτελεύτησεν. ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν, ἀλλ’ ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν Ἑλληνισμοῦ, ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ηὐξῆσθαι καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ δόγμα ἀποθανεῖν ἑλομένων.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1231ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν [χρῆσθαι] ἢ σιδήρῳ ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης, λόγῳ δὲ καὶ παραινέσει πείθειν ἡγεῖτο τὰ πλήθη εἰς Ἑλληνισμὸν μεταβαλεῖν, καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάζεσθαι μὴ ἀξιώσας ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν τῷ Κωνσταντινουπόλεως Τυχείῳ προςελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι καὶ ἄθεον καὶ ἀποστάτην προσειπεῖν· τὸν δὲ μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν· ὑπὸ χειραγωγῷ γὰρ προεληλύθει γέρων ὢν καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυμένος. ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλαςφημῶν «οὐδὲ ὁ Γαλιλαῖός σου θεός», εἶπε, «θεραπεύσει σε», ὑπολαβὼν Μάρις «ἀλλ’ ἐγὼ χάριν ἔχω τῷ θεῷ μου τῆς τυφλώσεως», ἔφη, «ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα.« καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινάμενος παρέδραμεν. ᾤετο γὰρ ταύτῃ μᾶλλον τὸν Ἑλληνισμὸν κρατῦναι, ἀνεξίκακον καὶ πρᾶον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς.
Ταῦτα δὲ σπουδάζων πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν ἀνῆκε τὴν φυγήν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε· τοῖς δὲ δήμοις προηγόρευεν μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν, τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας πρότερον ἐξιλεοῦσθαι οὓς Ἕλληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς. κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο, καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε, μέχρι τε παρθένων καὶ χηρῶν τὰς δι’ ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προςέταξεν, ἃ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο. ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχῇ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὃς καὶ νῦν κρατεῖ, ἐξ οὗ τέθνηκεν Ἰουλιανὸς ἐπιμελῶς φυλαττόμενος. ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν.
PG 67:1233μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον. Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος πρὸς τὴν θρησκείαν ἀπέχθεια· σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους οὐδὲν εἶδος παρέλειπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας, χρήματά τε καὶ ἀναθήματα καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος, τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. ἐκ δὲ τούτων μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ κατὰ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο καὶ δεσμωτηρίοις ἐνεβάλλοντο. ὥστε πανταχόθεν συμβαλεῖν ἔστι φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν, ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας, πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν καταδικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο.
λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι, ἀλλ’ ὥστε ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν, ἢ Κωνστάντιον διαβάλλων. ᾤετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάσειν τοὺς μὲν Ἑλληνιστὰς ὡς ὁμόφρονας θεραπεύων, τοὺς δὲ διὰ Χριστὸν ἐπ’ ἐκείνου κακῶς παθόντας ὡς ἠδικημένους ἐλεῶν. ἀμέλει τοι καὶ τοὺς εὐνούχους ὡς αὐτῷ καταθυμίους τῶν βασιλείων ἐξέβαλεν· Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐλῆς θανάτῳ ἐζημίωσε· καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν. Ἀέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὡς ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς μάλα γράψας μετεκαλέσατο πρὸς αὐτόν, δημόσια ὑποζύγια δεδωκώς. ἐκ τοιαύτης δὲ αἰτίας καὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλε.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τις, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο. Ἐν δὲ τῷ τότε καὶ Ἀθανάσιος τὸν πρὸ τοῦ χρόνον λανθάνων ὅπῃ διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς ἀνεφάνη νύκτωρ ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ προσδοκίαν συμβάν. ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων προστάξαντος τοῦ βασιλέως σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας παρά τινα παρθένον ἱερὰν ἐν Ἀλεξανδρείᾳ ἐκρύπτετο. ἣν ἐπὶ τοσοῦτον κάλλει τὰς τότε γυναῖκας ὑπερβαλέσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι, φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας σεμνή τε καὶ σώφρων εἰσάγαν, ἃ μηδὲ τῆς φύσεως συλλαμβανούσης διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς εὐπρέπειαν καὶ κάλλος.
PG 67:1235ἦ γὰρ ἀληθὲς εἰπεῖν οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν, ἀλλ’ ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος ἦθος, καὶ τὸν αὐτόν, ὅπῃ ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι καθ’ ὃν ἂν ἐπιτηδεύῃ καιρόν· καὶ τούτῳ μὲν τῷ λόγῳ, εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδεὶς οἶμαι ἀντερεῖ. Ἀθανάσιον δὲ λόγος κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1237καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι, ἀλλ’ ὥστε καὶ τοὺς Ἀθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν ἢ ὀμνύναι ἐβιάσατο, καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα, δι’ ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο καὶ διὰ φρόνησιν ἀπέσωσεν, ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν καὶ τὰ περὶ τροφὴν καὶ τἆλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι, προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο παρ’ ἄλλων κομίζειν, καὶ ἐπὶ πολλῷ χρόνῳ τούτων γινομένων μηδένα τῶν οἰκούντων τὴν Ἀλεξανδρέων πόλιν μαθεῖν. Ὁ μὲν οὖν Ἀθανάσιος ὧδε διασωθείς, ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανείς, οὐδ’ ὅθεν προῆλθεν ἐγιγνώσκετο· περιχαρὴς δὲ γενόμενος ὁ τῶν Ἀλεξανδρέων λαὸς τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. ἐκβληθέντες δὲ οἱ τὰ Ἀρείου φρονοῦντες ἐν ἰδιωτῶν οἰκίαις καθ’ ἑαυτοὺς ἐκκλησίαζον Λούκιον ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι. Γεώργιος γὰρ ἔτυχεν ἤδη ἀναιρεθείς·
PG 67:1239ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ Ἰουλιανὸν εἶναι, ἐστασίασε τὸ Ἑλληνικὸν πλῆθος τῶν Ἀλεξανδρέων· κεκραγότες τε καὶ λοιδορούμενοι ὥρμησαν ἐπ’ αὐτὸν ὡς παραχρῆμα ἀναιρήσοντες, ἀνακοπέντες δὲ τῆς παραυτίκα ὁρμῆς τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον ἀναιροῦσιν αὐτόν, καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ’ αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν. οὐκ ἀγνοῶ δὲ ὡς οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ Ἀθανασίου σπουδαστῶν. ἐγὼ δὲ τῶν Ἑλληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα, λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις· καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο. πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παρ’ αὐτοῖς Μίθριον·
τοῦτον γὰρ τὸν τόπον ἔρημον πάλαι γενόμενον ἐδωρήσατο Κωνστάντιος τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη, ἐν ᾧ ξόανα μὲν ἴσως καὶ ὄργανά τινα εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γελοῖά τε καὶ ξένα ἐδόκει. δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ ἐπόμπευον ἐπιτωθάζοντες τοῖς Ἑλληνισταῖς. οἱ δὲ πλῆθος εἰς ταὐτὸν συλλεγέντες ἐπῆλθον τοῖς Χριστιανοῖς, οἱ μὲν ξίφεσιν ἢ λίθοις, οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι· καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ’ ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. ἐκ δὲ τούτου Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον, οἱ δὲ Ἑλληνισταὶ ἐπιλαβούσης τῆς Ἰουλιανοῦ βασιλείας τὸν Γεώργιον ἀνεῖλον. μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ’ οὕτως ἔχειν. ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη· ἤθελε γάρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε ἢ Ἕλληνας εἶναι τοὺς Γεωργίου φονέας. ἀλλ’ ὅμως οὐκ ἀπεκρύψατο· φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς Ἀλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν.
PG 67:1241μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο καὶ τὴν τιμωρίαν συνεχώρησεν, αἰδοῖ, φησί, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον καὶ Ἀλέξανδρον τὸν οἰκιστὴν καὶ Ἰουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς Ἀλεξανδρείας ἦρξεν, ἀνὴρ ἐς τὰ μάλιστα Ἑλληνισμῷ χαίρων καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ’ αὐτόν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς. Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι καὶ εἰς τοὺς βασιλέως μεταθέσθαι θησαυροὺς πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς Ἀντιοχέων Σύρων ἐκκλησίας καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως· ὃν ὡς φύλακα τῶν κειμηλίων τὴν τούτων γνῶσιν καταμηνῦσαι δυνάμενον συλλαβὼν δεινῶς ᾐκίσατο· καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν τὴν βάσανον ἀνδρείως ἀποκρινάμενον καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις εὐδοκιμηκότα.

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληίσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους ἐπετώθασε, καὶ βλαςφημήσας ὅσα γε ἠβούλετο τὸν Χριστὸν ἐκάθισεν ἐπ’ αὐτῶν καὶ τὴν ὕβριν ἐπηύξησεν. αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη· κατασαπεῖσαί τε αἱ τῇδε σάρκες εἰς σκώληκας μετέβαλον, καὶ τὸ πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει διὰ παντοδαπῆς φαρμάκων πείρας ἐληλύθεσαν· πολυτίμους τε καὶ πίονας ὄρνεις θύοντες, τῷ τούτων λίπει τὰ διεφθορότα μόρια ἐπέπλαττον καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. ἀλλ’ οὐδὲν ἤνυον· ἐν βάθει γὰρ κατακρυπτόμενοι πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἐσότε αὐτὸν ἀνεῖλον, οὐ διέλιπον κείροντες. ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν ταμιείων φύλαξ καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες.
PG 67:1243Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου καὶ τὴν Γεωργίου καὶ Θεοδωρήτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν· οὓς Χριστιανοὺς ὄντας κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος οἴκοι κρυπτομένους συνελάβοντο καὶ δεσμωτηρίῳ τὰ πρῶτα παρέδοσαν καὶ ἐμαστίγωσαν. ἔπειτα συνελθόντες εἰς τὸ θέατρον πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ Ἑλληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ’ αὐτῶν φόνον ἐνεπλήσθησαν θυμοῦ. καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον· καὶ ἐξαγαγόντες αὐτοὺς ὠμότατα διεχρήσαντο πῇ μὲν πρηνεῖς, πῇ δὲ ὑπτίους ἕλκοντες καὶ τῷ ἐδάφει προσρηγνύντες καὶ ᾗ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν. ἐπυθόμην δὲ αὖ, ὡς καὶ αἱ γυναῖκες ἐκ τῶν ἱστῶν ἐξιοῦσαι ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν καὶ τῶν ἐπ’ ἀγορᾶς μαγείρων οἱ μὲν ὕδατι θερμῷ κοχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν χυτροπόδων κατέχεον, οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον.
ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεως, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζῴων ῥίπτειν εἰώθεσαν· καὶ πῦρ ἀνάψαντες ἔκαυσαν αὐτῶν τὰ σώματα· καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν, ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ· γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ’ ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ, καὶ ἐμβαλοῦσα χύτρᾳ Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ θεός, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν ᾗ διάγοι· καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἀγνὼς ἦν αὐτῇ καὶ προσφάτως τοῦ διωγμοῦ κεκινημένου ἐκρύπτετο. ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη· ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν καιρὸν εὑρὼν ἔφυγεν εἰς Ἀνθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡσεὶ σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ἑλληνισμῷ χαίρουσαν καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοημένην.
PG 67:1245καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανός, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν Ἀνθηδονίων καὶ τῆς πόλεως ἐξηλάθη· καὶ εἰς τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν ἔλαθεν ἐκεῖσε κρυπτόμενος. ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον τὰ λείψανα δέδωκεν· ὁ δὲ τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν· ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν (συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας), εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεως, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστέα τῶν μαρτύρων ἀπέθετο πλησίον Νέστορος τοῦ ὁμολογητοῦ, ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου δεσμῶν καὶ μαστίγων ἐκοινώνησεν. ἐν δὲ τῷ ἕλκεσθαι καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες ἠλέησαν· καὶ πρὸ τῶν πυλῶν ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν· ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν, παρ’ ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος ἐτελεύτησεν. Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς αὐτοὺς καταλιπεῖν·

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἤδη γὰρ καὶ φήμη τις διεφοίτα, ὡς χαλεπῶς φέροι καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπουδάζοι. ἦν δὲ ταῦτα ψεῦδος καὶ θρῦλος μόνον, ὡς εἰκός, δημώδης ὑπὸ δειλίας καὶ τοῦ συνειδέναι ἃ δεδράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος, ἐπειδὴ οὐδέτοῦτο δὴ τὸ πρὸς Ἀλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίουοὐδὲ ἐν γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις. ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο καὶ ἐν ὑπονοίᾳ εἶχε· καὶ ἀγώγιμον ποιήσας τὸ μὴ θανάτου καταψηφίσασθαι φιλανθρωπίαν ἐλογίσατο· ἐπῃτιᾶτο δὲ αὐτόν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας· τί γάρ, φησίν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ’ ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; καὶ τὰ μὲν ὧδε λέγεται. Ἐν τούτῳ δὲ καὶ Ἱλαρίων ὁ μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γαζαίων ἔφυγεν εἰς Σικελίαν. ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν καὶ ἐπὶ τῶν ὤμων φέρων ἐν τῇ πόλει διεπώλει· καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ τρόπῳ τὴν καθ’ ἡμέραν τροφὴν ἐπορίζετο.
PG 67:1247καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾶν αὐτὸν ἀπαλλάξας ἦλθεν εἰς Δαλματίαν. μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν, πάλιν ἔνθεν ἀνεχώρησεν. οὐ γὰρ καταθύμιον ἦν αὐτῷ διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν, ἀλλ’ ἐν τῷ τοὺς τόπους ἀμείβειν ἐσπούδαζεν ἄδηλος εἶναι καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν διαλύειν ταῖς συχναῖς μετοικήσεσι. τὸ δὴ τελευταῖον παραπλέων τὴν Κύπρον κατῆρεν εἰς Πάφον. προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου ἠγάπησε τὴν ἐνθάδε διατριβὴν καὶ περὶ Χάρυβριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον αἴτιον ἡ φυγή· ἔφυγε δέ, καθότι πρόσταγμά ἐστιν ἱερὸν μὴ περιμένειν τοὺς διώκοντας, εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γίνεσθαι καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης. Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ Ἀλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη·
φαίνονται δὲ καὶ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες οἱ τὴν πρὸς τῷ Λιβάνῳ Ἡλιούπολιν καὶ τὴν Ἀρέθουσαν τῆς Συρίας οἰκοῦντες. οἱ μὲν γάρ (ἄπιστον δὲ καὶ λέγειν εἰ μή τινες τῶν κατ’ ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν) παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν· ἐμπαροινήσαντες δὲ πρότερον ᾗ ἑδόκει τὸ τελευταῖον ἀνέκειραν αὐτάς· καὶ διχῇ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ’ ἐξ ἀνάγκης τῆς εἰωθυίας τροφῆς ὀρεγομένους καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν. ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς Ἡλιουπολίτας τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν Ἡλιουπόλει τῆς Ἀφροδίτης νεών, τότε πρῶτον παρ’ αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1249Ἀρεθούσιοι δὲ Μᾶρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιάν τε καὶ βίον αἰδέσιμον, ἐλεεινῶς διεχειρίσαντο. τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον· προθυμότερον γὰρ ἢ κατὰ πειθὼ Κωνσταντίου βασιλεύοντος τοὺς Ἑλληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε καὶ τὸν παρ’ αὐτοῖς σεμνότατον καὶ πολυτελέστατον νεὼν καθεῖλεν. ἐπεὶ δὲ μετέπεσεν εἰς Ἰουλιανὸν ἡ ἀρχή, κεκινημένον ἐπ’ αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτῖσαι ἢ τοῦτον ἀνοικοδομῆσαι, λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ καὶ ἄλλως ἀθέμιτον τὸ δεύτερον, μή τί γε δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα· μαθὼν δὲ δι’ αὐτὸν κινδυνεύειν πολλούς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς καὶ ἐθελοντὴς ὅ τι βούλοιντο αὐτὸν δρᾶν τῷ πλήθει προσήγαγεν. οἱ δὲ ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες πᾶς ὁ δῆμος ἐπ’ αὐτὸν ἐχώρησε· καὶ διὰ τῶν ἀγυιῶν εἷλκον ὠθοῦντες καὶ τίλλοντες καὶ ᾗ ἔτυχε τῶν μελῶν ἕκαστος παίοντες·

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1251ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ καὶ πάσῃ ἡλικίᾳ μετὰ προθυμίας καὶ ὀργῆς, ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν· παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα, καὶ μετεωρίζοντες αὐτὸν καὶ πρὸς ἑαυτὸν κυλίοντες ἀντέπεμπόν τε καὶ ἀντεδέχοντο ταῖς γραφίσι καὶ ἀφειδῶς κατεκέντουν. ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν καὶ σαργάνῃ ἐμβαλόντες (πλέγμα δὲ τοῦτο ὁλόσχοινον) εἰς ὕψος ἦραν. ἡνίκα δὴ λέγεται σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν πρὸς τοὺς Ἀρεθουσίους εἰπεῖν, ὡς αὐτὸς μὲν ὑψηλὸς εἴη, τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι τὰ μετὰ ταῦτα. λόγος δὲ τὸν τότε ὕπαρχον, Ἑλληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μᾶρκον τῆς ἐγκρατείας παρρησιάσασθαι πρὸς βασιλέα καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παρ’ ἑνὸς γέροντος πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου·
καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι, ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. ὁ μὲν οὖν Μᾶρκος ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν τῶν Ἀρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ἑλληνιστῶν. Ἐν δὲ τῷ τότε καὶ Μακεδόνιος Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες ἀνδρείως ἐμαρτύρησαν. ἐπεὶ γὰρ ἐν Μηρῷ (πόλις δὲ ἥδε Φρυγῶν) τὸν ἐνθάδε ναὸν ἠνέῳξε καὶ ὑπὸ χρόνου ῥυπῶντα ἐξεκάθηρεν ὁ τοῦ ἔθνους ἡγούμενος, νύκτωρ ἐπεισελθόντες τὰ ἀγάλματα συνέτριψαν. ὡς αἰτίων δὲ τούτου συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων σφᾶς αὐτοὺς κατεμήνυσαν. ἐξὸν δέ, εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις· τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς πῦρ ὑφῆπτεν· οἱ δὲ καιόμενοι «εἰ κρεῶν ὀπτῶν», ἔφασαν, «ἐπιθυμεῖς, ὦ Ἀμάχιε (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἄρχοντι), καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα.« καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο.
PG 67:1253Φασὶ δὲ καὶ Βούσιριν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν. ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων Ἐγκρατιτῶν συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων ὡς νεανιευσάμενον κατὰ τῶν Ἑλληνιστῶν αἰκίζεσθαι ἠβούλετο. καὶ δημοσίᾳ προαγαγὼν πρὸς τὸ βασανιστήριον ξύλον αἰωρεῖσθαι προσέταττεν. ὁ δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν ἐγύμνωσε τὰς πλευράς· καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον καὶ πάλιν κατάγοντας· ἑτοίμως γὰρ καὶ δίχα τούτου, ἐφ’ ὅσον βούλεται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς. θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων μᾶλλον τῇ πείρᾳ κατεπλάγη. αἰκιζόμενος γὰρ τοῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων καὶ τὰς πληγὰς προθύμως δεχόμενος. ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι τὸν Ἰουλιανόν· καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω, καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο καταγνοὺς τῆς προτέρας αἱρέσεως.

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν ἀγαγόμενον καὶ οἷον ἔτι νυμφίον ὄντα. συμβάλλω δὲ τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ’ ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν· οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ δίκην ἔδοσαν οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν καταδικασθέντες. ὁ δὲ Βασίλειος σπουδαῖος περὶ τὸ δόγμα γεγονώς, ἐφ’ ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντέπραττε· καὶ διὰ τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν. ἐπεὶ δὲ Ἰουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιιὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο τῶν οἰκείων ἔχεσθαι δογμάτων καὶ μὴ τοῖς Ἑλλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι, ἀντ’ οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμάς, προσκαίρους ταύτας ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ταῦτα δὲ σπουδάζων ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς Ἑλληνισταῖς ὤν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη, καὶ μέγα ἀνοιμώξας ηὔξατο μηδένα Χριστιανῶν τῆς τοιαύτης πειραθῆναι πλάνης. ἐκ τούτου δὲ συλληφθεὶς παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους· καὶ πολλὰς βασάνους ὑπομείνας παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς οὐδὲ ὀλίγους μάρτυρας καὶ ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι· σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας. Μετὰ δὲ τὴν Ἀθανασίου κάθοδον Λουκίφερ ὁ Καράλων τῆς Σαρδανίας ἐπίσκοπος καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν Ἰταλίᾳ Λιγύων ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον· ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν. ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς Ἀλεξάνδρειαν, ὅπως σὺν Ἀθανασίῳ σύνοδον ἀθροίσῃ ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων, Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ’ αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς Ἀντιόχειαν ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν·
PG 67:1255ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώιος, διεφέροντο δέ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί· μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον. Ἐν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες ἀνὰ τὴν Ἀλεξάνδρειαν ἅμα Ἀθανασίῳ καὶ Εὐσεβίῳ τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. ὁμοούσιόν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν· οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει. ἐπεὶ δὲ ἡ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττεν καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο, ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταὐτὸν δόξῃ τις τρισὶ προσηγορίαις καλεῖν, ἀλλ’ ἕκαστον ἰδίᾳ νοοῖτο τριχῇ. καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν Ἀλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν·
PG 67:1257ἀπολογούμενος δὲ ἐν τούτοις Ἀθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε. Καὶ διαλυθείσης τῆς συνόδου παραγενόμενος Εὐσέβιος εἰς Ἀντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταὐτὸν συνιέναι Παυλίνῳ οὐκ ἠνείχοντο, ἀλλ’ ἰδίᾳ ἐκκλησίαζον. χαλεπῶς δὲ ἐνεγκών, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν εἰς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν, οὐδετέρῳ δὲ μέρει κοινωνήσας ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν. ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ὁ δὲ Παυλῖνος ἔνδον μετὰ τῶν οἰκείων· πρᾶον γὰρ ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα τιμῶν Εὐζώιος ὁ τῆς Ἀρείου αἱρέσεως προεστὼς οὔτ’ ἐξέβαλε καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν. Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν Ἀντιοχείας. ὑβρισμένος δὲ παρ’ αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε καὶ κοινωνεῖν αὐτῷ διεφέρετο·
καὶ ὡς ἐξ ἔριδος τὰ δόξαντα τῇ συνόδῳ ἐν Ἀλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ’ αὐτοῦ καλουμένων Λουκιφεριανῶν· οἱ γὰρ ἐπὶ τούτοις αὐτῷ συναχθόμενοι σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου, ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν Ἀλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσι, ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ εἰς Σαρδανίαν ἀφίκετο. Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιιὼν τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν· ἔπειτα δὲ σπουδάζων καὶ Ἰλλυριοὺς διῆλθε καὶ εἰς Ἰταλίαν ἧκεν. ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν Ἱλάριον, ὃς Πικτάβων (πόλις δὲ ἥδε Ἀκοιτανίας) ἐπίσκοπος ἦν· ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἰταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν· καὶ γὰρ δὴ καὶ ἐλλόγιμος τῇ Ῥωμαίων γλώττῃ ἐγένετο καὶ λόγους ἀξιοχρέους, ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς Ἀρείου δόγμασιν. ὧδε μὲν Ἱλάριος οὗτος καὶ Εὐσέβιος ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1259Ἐν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ἐλεύσιός τε καὶ Εὐστάθιος καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους τινὰς ἐποιήσαντο. καὶ τοὺς ἀμφὶ Ἀκάκιον καὶ τὴν βεβαιωθεῖσαν ἐν Ἀριμήνῳ πίστιν ἀπεκήρυξαν, τῇ δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. ἐγκαλούμενοι δὲ τί δή ποτε πρὸς τοὺς ἀμφὶ Ἀκάκιον διαφέρονται, πρότερον αὐτοῖς ὡς ὁμοδόξοις κοινωνοῦντες, τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο, ὡς «οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον, Ἀέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ’ οὐσίαν ἀνόμοιον· ἃ ἀμφότερα ἔκνομα· καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις πατρὸς καὶ υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι, ὁ δὲ σφόδρα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα φύσεως διίστα τὴν οἰκειότητα»· σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καθ’ ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων.
καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο. Ὁ δὲ βασιλεὺς πυθόμενος ἐκκλησιάζειν Ἀθανάσιον ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη καὶ πολλοὺς Ἑλλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς Ἀλεξανδρείας. μένοντι δὲ ἐν ταύτῃ μεγίστας προηγόρευσε ζημίας, πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθείς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς· μὴ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου φυγαδευθεῖσιν, ἀλλ’ εἰς τὰς πατρίδας μόνον. διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ’ αὐτὸν τὴν τῶν Χριστιανῶν πληθύν «θαρρεῖτε», ἔφη, «νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται»· καὶ τοῦτο εἰπὼν συνετάξατο, καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος ἐξῆλθε τῆς Ἀλεξανδρέων πόλεως. Ἐν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων καὶ τῆς ἐπανορθώσεως τῶν Ἑλληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς τῆς περὶ τὰ ἱερὰ προνοίας, πάντα παρέσχεν ὧνπερ ἐδέησαν.
PG 67:1261καὶ Ἐλεύσιον δὲ τὸν παρ’ αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμηνάμενον τοῖς ναοῖς καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα καὶ χηροτροφεῖα κατασκευάσαντα καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον καὶ τοὺς Ἑλληνιστὰς πείθοντα τῶν πατρίων ἀμελεῖν. ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς μὴ ἐπιβαίνειν Κυζίκῳ, αἰτίαν ἐπαγαγὼν ὡς εἰκὸς αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι, συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν καὶ τῶν δημοσίων ἐριουργῶν καὶ τῶν τεχνιτῶν τοῦ νομίσματος. οἳ πλῆθος ὄντες καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι ἐκ προστάγματος τῶν πρὶν βασιλέων ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων, οἱ δὲ νεουργῶν νομισμάτων. ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν Ἑλληνισμόν, βιάζεσθαι μὲν ἢ τιμωρεῖσθαι τοὺς δήμους μὴ ἐθέλοντας θύειν ἀβουλίας νενόμικε. σχολῇ γὰρ ἂν τοσούτων καθ’ ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο· οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυε.
ᾔδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ προαιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα. τοὺς δὲ κληρικοὺς καὶ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν ἀπελαύνειν τῶν πόλεων ἔσπευδε, τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους, ὥστε μήτε τοὺς ἐκκλησιάζοντας μήτε τοὺς διδάσκοντας ἔχειν μήτε μυστηρίων μεταλαμβάνειν καὶ τῷ πολλῷ χρόνῳ εἰς λήθην ἐμπεσεῖν τῆς οἰκείας θρησκείας, σκηπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη ἄγουσιν. οὕτως οὖν οὔτε στάσεως γενομένης οὔτε γίνεσθαι προσδοκωμένης ἐξιέναι Κυζίκου τὸν Ἐλεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε. Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τίτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσοι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τίτος καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ Ἑλληνικῷ πλήθει τὸ Χριστιανικόν, ἠρεμεῖν δὲ τοῦτο καὶ ταῖς αὐτοῦ παραινέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν.
PG 67:1263ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δήμῳ τὸν Τίτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντος· καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον. Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός, τὰ μὲν κατὰ πρόσταγμα τοῦ βασιλέως, τὰ δὲ ἐξ ὀργῆς καὶ προπετείας δήμων· ἐφ’ οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων· οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας, ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν μέμφεσθαι λόγοις δοκῶν ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας· ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί. Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων καὶ ὁ ἐμὸς πάππος. καθότι πατρὸς Ἕλληνος ὤν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους Ἀλαφίωνος Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελέᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ πάνθεον ὡς ἐπὶ ἀκροπόλεως χειροποιήτου τινὸς λόφου κείμενον καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον.
PG 67:1265συμβάλλων δὲ οἶμαι τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν Ἑλλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι, διὰ τὸν τοῦ πανθέου ναόν. λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις Ἱλαρίων ὁ μοναχός· δαιμονῶντος γὰρ Ἀλαφίωνος τούτου, [ἐπεὶ] ἐπὶ πολύ τινες Ἕλληνες καὶ Ἰουδαῖοι ἐπῳδαῖς καὶ περιεργίαις τισὶ χρησάμενοι οὐδὲν ἤνυον, ὁ δὲ μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος τὸ δαιμόνιον ἀπήλασεν, εἰς τὴν Χριστιανῶν μετεβάλοντο θρησκείαν. διέπρεψε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι καὶ ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν καὶ οἷος γνῶναι [ὧν] δεῖ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. ὅθεν κεχαρισμένος εἰσάγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν Ἀσκάλωνα καὶ Γάζαν καὶ τοῖς πέριξ Χριστιανοῖς ὡς ἀναγκαῖος τῇ θρησκείᾳ καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων. τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους σχολῇ γ’ ἄν τις τὴν ἀρετὴν διηγήσαιτο· πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐκ ταύτης δὲ τῆς γενεᾶς μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοί, οἷς ἤδη πρεσβύταις νέος ὢν συνεγενόμην. ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ. Ὁ δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν Ἑλληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανιςμοῦ. ναοὶ μὲν γὰρ ἠνεῴγεισαν, καὶ θυσίαι καὶ Ἑλλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν· ἠνιᾶτο δὲ λογιζόμενος ὡς, εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν· οὐχ ἥκιστα δὲ ἤχθετο καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας.
ὑπολαβὼν δὲ τὸν Χριστιανισμὸν τὴν σύστασιν ἔχειν ἐκ τοῦ βίου καὶ τῆς πολιτείας τῶν αὐτὸν μετιόντων, διενοεῖτο πανταχῇ τοὺς Ἑλληνικοὺς ναοὺς τῇ παρασκευῇ καὶ τῇ τάξει τῆς Χριστιανῶν θρησκείας διακοσμεῖν, βήμασί τε καὶ προεδρίαις καὶ Ἑλληνικῶν δογμάτων καὶ παραινέσεων διδασκάλοις τε καὶ ἀναγνώσταις, ὡρῶν τε ῥητῶν καὶ ἡμερῶν τεταγμέναις εὐχαῖς, φροντιστηρίοις τε ἀνδρῶν καὶ γυναικῶν φιλοσοφεῖν ἐγνωκότων καὶ καταγωγίοις ξένων καὶ πτωχῶν καὶ τῇ ἄλλῃ περὶ τοὺς δεομένους φιλανθρωπίᾳ τὸ Ἑλληνικὸν δόγμα σεμνῦναι, ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν· οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δή ποτε διιόντας, καὶ παρ’ οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι οἷά γε γνωρίμους καὶ φιλαιτάτους διὰ τὴν τοῦ συμβόλου μαρτυρίαν. ταῦτα διανοούμενος ἐσπούδαζε τοὺς Ἑλληνιστὰς προςεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν.
PG 67:1267ἀλλ’ ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ’ αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τῶν εἰρημένων τὴν ἀπόδειξιν. γράφει γὰρ ὧδε· «Ἐπιστολὴ Ἰουλιανοῦ βασιλέως Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. [Ὁ] Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων ‹αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα καὶ κρείττονα πάσης μὲν εὐχῆς, ‹πάσης δὲ ἐλπίδος (ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια)· τὴν γὰρ ἐν ‹ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότερον ‹ἐτόλμα. τί οὖν; ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς ‹μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ ‹ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ ‹τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ’ ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. ‹καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ ‹περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς·
PG 67:1269οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, ‹ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν ‹καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ’ ἀνέχοιντο τῶν οἰκετῶν ἢ [τῶν] ‹υἱέων ἢ τῶν Γαλιλαίων γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα ‹δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ ‹παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς ‹καὶ ἐπονειδίστου προί̈στασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ ‹ἀπειθοῦντας ἐξώθει. ‹Ξενοδοχεῖα καθ’ ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν’ ἀπολαύσωσιν ‹οἱ ξένοι τῆς παρ’ ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ ‹τῶν ἄλλων ὅστις ἂν δεηθῇ. χρημάτων δ’ ὅθεν εὐπορήσεις, ἐπινενόηταί ‹μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν ‹Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ ‹πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ἐξυπηρετουμένους ἀνα- ‹λίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέ- ‹μεσθαι παρ’ ἡμῶν.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
αἰσχρὸν γάρ, εἰ τῶν μὲν Ἰουδαίων οὐδὲ εἷς μεταιτεῖ, ‹τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, ‹οἱ δὲ ἡμέτεροι τῆς παρ’ ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιντο. δίδασκε ‹δὲ καὶ συνεισφέρειν τοὺς Ἑλληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ ‹τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς ‹Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο ‹πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα· ‹ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐδ’ εἰ κακίων σέθεν ἔλθοι, ‹ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ‹ξεῖνοί τε πτωχοί τε· δόσις δ’ ὀλίγη τε φίλη τε. ‹μὴ δὴ τὰ παρ’ ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις ξυγχωροῦντες αὐτοὶ τῇ ‹ῥαθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς ‹εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης ‹ἔσομαι. ‹Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ‹ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ‹ἀλλ’ ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω ‹δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος·

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1271ἅμα γὰρ εἰς ‹τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, ‹ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. καὶ οἱ μὲν ‹πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου ‹δοξοκόποι εἰσὶ καὶ κενόδοξοι. ‹Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων ‹καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς [οὐ] μόνον οὐκ ἄμεμπτοι, ‹ἀλλά, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας. ‹οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἐλεαίρειν ‹ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. ‹πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ’ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ ‹τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.« Ὁ μὲν δὴ βασιλεὺς τοιαῦτα ποιῶν καὶ γράφων ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας οὔτε πείθειν παντελῶς οἷός τε ἦν περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικόν, τὸ μὲν δι’ ἑαυτοῦ, τὸ δὲ διὰ τῶν ἀρχόντων ἐπαγόμενος.
PG 67:1273ἀτεχνῶς δὲ διὰ πάντων ἑλληνίζειν προσεθίζων μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα τὸ κορυφαῖον τῶν Ῥωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν. ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ Δία μὲν οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα, Ἄρεα δὲ καὶ τὸν Ἑρμῆν εἰς αὐτὸν βλέποντας καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς Ἑλληνικὸν ὁρᾷ σέβας παρεμμίγνυσθαι ταῖς εἰκόσιν, ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις. ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν· ἐνενόει γὰρ ὡς, εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν ἐθέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν· εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν ὡς περὶ τὰ ἔθη Ῥωμαίων νεωτερίζοντας καὶ εἰς πολιτείαν καὶ βασιλείαν ἐξαμαρτάνοντας.
ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν δόλον, καὶ ὡς ἔθος ἦν οὐκ ἠνείχοντο προσκυνεῖν· τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ’ ἀγνοίας ἢ γνώμης ἀπεριέργου νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι καὶ ἁπλούστερον ταῖς εἰκόσι προσῄεσαν. βασιλεῖ δὲ πλέον οὐδὲν ἠνύετο. καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσαγάγοιτο τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου· περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων. ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις (γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς Ῥωμαίων ἱερομηνίαις καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις), λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν καὶ ὑπὸ συνήθους πλεονεξίας ῥᾳδίως ἡττᾶται χρημάτων, καθέζεται ἐπὶ τῇ δόσει τῶν χρημάτων. τῶν δὲ ἐπὶ ταύτῃ παριόντων ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον πρότερον θυμιᾶν.
PG 67:1275προὔκειτο γὰρ πλησίον λίβανος καὶ πῦρ, ὡς δὴ τοῦτο πάλαι Ῥωμαίοις νενομισμένον. ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο καὶ οὔτε θυμιᾶσαι οὔτε δῶρον παρὰ τοῦ βασιλέως λαβεῖν ἠνέσχοντο, οἱ δὲ προσχήματι νόμου καὶ ἀρχαιότητος οὐδὲ εἰς νοῦν ἔλαβον ὃ ἡμάρτανον, οἱ δὲ τῷ φαινομένῳ κέρδει δελεασθέντες ἢ δέει καὶ θορύβῳ προκατειλημμένοι ἐκ τῆς παραυτίκα ἀναφανθείσης σκηνῆς, εἰ καὶ συνῆκαν ἑλληνίζοντες, τὸ μὴ τοῦτο παθεῖν οὐ διέφυγον. τῶν δ’ αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ λέγονταί τινες, τὴν δαῖτα ὡς εἱστιῶντο, φιλοφρονούμενοι οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν.
ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων «θαυμαστόν», ἔφη, «ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέος ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ πυρὶ τὸν λίβανον ἐπιτεθείκατε.« ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον βοῶντες καὶ δεδακρυμένοι καὶ θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι, ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴ γε ὅλως εἰπεῖν ἔστι, μόνην ἑλληνίσαι τὴν χεῖρα μὴ συμπραξάσης τῆς διανοίας. ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν· μὴ μεταμεληθήσεσθαι γάρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν· ἀφελόμενος δὲ τῆς στρατείας ἐξεώσατο τῶν βασιλείων. Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν ἀφορμῆς λαβόμενος·
ὅπου γε καὶ μηδὲν ἐγκαλεῖν ἔχων παραιτουμένοις θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν, καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου· οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παρ’ Ἕλλησι ποιητὰς καὶ συγγραφέας οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾶν. ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως Ἀπολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος, Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας, ἄλλοι τε ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζήλουν τὴν ἐν Νικαίᾳ δόξαν, οἱ δὲ ἐκ τῆς Ἀρείου ὥρμηντο αἱρέσεως. ἐντεῦθεν οὖν μόνον δημιουργεῖσθαι τὸ πεῖθον οἰόμενος οὐ συνεχώρει τοῖς Χριστιανοῖς ἐν τοῖς τῶν Ἑλλήνων ἀσκεῖσθαι μαθήμασιν· ἡνίκα δὴ Ἀπολινάριος οὗτος εἰς καιρὸν τῇ πολυμαθείᾳ καὶ τῇ φύσει χρησάμενος, ἀντὶ μὲν τῆς Ὁμήρου ποιήσεως ἐν ἔπεσιν ἡρῴοις τὴν Ἑβραϊκὴν ἀρχαιολογίαν συνεγράψατο μέχρι τῆς Σαοὺλ βασιλείας καὶ εἰς εἰκοσιτέσσαρα μέρη τὴν πᾶσαν πραγματείαν διεῖλεν, ἑκάστῳ τόμῳ προσηγορίαν θέμενος ὁμώνυμον τοῖς παρ’ Ἕλλησι στοιχείοις κατὰ τὸν τούτων ἀριθμὸν καὶ τάξιν.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1277ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας, καὶ τὴν Εὐριπίδου τραγῳδίαν καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. καὶ ἁπλῶς εἰπεῖν ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπόνεσεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας ἤθει τε καὶ φράσει καὶ χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίας τοῖς παρ’ Ἕλλησιν ἐν τούτοις εὐδοκιμήσασιν· ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν Ἀπολιναρίου σπουδὴν ἐπῄνουν καὶ ἐδιδάσκοντο, ταύτῃ πλέον αὐτοῦ τὴν εὐφυί̈αν θαυμάζοντες, ὅσῳ γε τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν, ὁ δὲ τὰ πάντων ἐπιτηδεύσας ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου ἀρετὴν ἀπεμάξατο. οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα ἤτοι τοὺς παρ’ Ἕλλησι φιλοσόφους ἐστὶν αὐτοῦ λόγος, ὃν Ὑπὲρ ἀληθείας ἐπέγραψεν· ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας ἔδειξεν αὐτοὺς ἀποβουκοληθέντας τοῦ δέοντος περὶ θεοῦ φρονεῖν. τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν· «ἀνέγνων, ἔγνων, κατέγνων», τοὺς δὲ πρὸς ταῦτα ἀντιγράψαι·

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«ἀνέγνως, ἀλλ’ οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.« εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάντι τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι, καὶ οὐκ ἀπεικός· ἀλλ’ εἴτε αὐτοῦ εἴτε ἄλλου ταῦτά ἐστι, δίκαιον ἀνδρείας καὶ παιδεύσεως ἄγασθαι τὸν γράψαντα. Ὁ δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων ἧκεν εἰς Ἀντιόχειαν τὴν Σύρων· ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο, ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος ἐπὶ ἥττονι ἢ ἔδει τιμήματι τὰ ἐπ’ ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν. ἐκφυγόντων δὲ τῶν καπήλων τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν, Ἀντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι τὸν βασιλέα ὕβριζον καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα. τὸν γὰρ κόσμον ἐπίσης τῶν ὑπτίων ταύρων ὑπ’ αὐτῷ ἡγεμόνι ἀνατετράφαθαι ἐπετώθαζον. ὁ δὲ τὰ πρῶτα ὀργισθεὶς ἠπείλει Ἀντιοχέας κακῶς ποιήσειν, καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. ὑπερφυῶς δέ πως τοῦ θυμοῦ μεταβαλλόμενος λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο, κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν Μισοπώγωνα ἐπέγραψε, κατὰ Ἀντιοχέων διεξελθών.
PG 67:1279Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο καὶ τὸ Ἑλληνικὸν κρατύνειν ἐσπούδαζεν. οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος καὶ τὸν ἐν Δάφνῃ νεὼν τοῦ Ἀπόλλωνος, ἄξιον ἀφηγήσασθαι· ἄρξομαι δὲ ἐντεῦθεν. Δάφνη, τὸ ἐπίσημον τῆς Ἀντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν, ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. ὑπὸ δὲ τοῖς δένδροισιν ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ εἴδη ἀνθέων ἡ γῆ φέρει. ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχῇ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν· ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων καὶ ὡρῶν εὐκρασίᾳ καὶ προσηνῶν ἀνέμων πνοιαῖς. ἐνταῦθα δὲ παῖδες Ἑλλήνων μυθεύουσι Δάφνην τὴν Λάδωνος τοῦ ποταμοῦ ἐξ Ἀρκαδίας φεύγουσαν Ἀπόλλω τὸν ἐραστὴν εἰς ὁμώνυμον αὐτῇ φυτὸν μεταβαλεῖν, τὸν δὲ μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης καὶ δένδρον οὖσαν περιπτύξασθαι καὶ τῇ προσεδρείᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον εἴπερ τι ἄλλο κεχαρισμένον αὐτῷ.
τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ Δάφνῃ ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο. ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥᾳστώνην ἐπιτηδεία καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη ἀφορμῆς διπλοῦν ἀπετέλει τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα χαλεπῶς ἐξεκαίοντο καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾶν ἀνεχόμενοι. ᾧ γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν Δάφνῃ ἐτύγχανεν, ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει καὶ ὥσπερ τι ἄγος ἢ ἀποτρόπαιος φευκτέος ἦν. καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς Ἑλληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν· ἦν γὰρ ἐνθάδε Δαφναίου Ἀπόλλωνος περικαλλὲς ἄγαλμα καὶ νεὼς μεγαλοφυῶς τε καὶ φιλοτίμως ἐξειργασμένος, ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν Ἀντιόχου πατέρα, ᾧ ἐπώνυμός ἐστιν ἡ Ἀντιοχέων πόλις. ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν Δελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. ἀμέλει τοι καὶ Ἀδριανῷ ἔτι ἰδιωτεύοντι τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι.

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1281φασὶ γὰρ αὐτὸν φύλλον δάφνης ἐμβάψαντα τῇ πηγῇ ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγήν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον. Ἀλλὰ ταῦτα μέν, οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων· ἐπεὶ δὲ Γάλλος ὁ Ἰουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου ἐν Ἀντιοχείᾳ διῆγε, Χριστιανὸς ὢν καὶ ἐς τὰ μάλιστα πρεσβεύων τοὺς ὑπὲρ τοῦ δόγματος μεμαρτυρηκότας, ἔγνωκεν Ἑλληνικῆς δεισιδαιμονίας καὶ ὕβρεως ἀκολάστων ἀνθρώπων τοῦτον ἐκκαθᾶραι τὸν χῶρον. ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα Βαβύλα τοῦ μάρτυρος, ὃς εὖ μάλα λαμπρῶς ἐπετρόπευσε τὴν Ἀντιοχέων ἐκκλησίαν καὶ ἐμαρτύρησεν. ἐξ ἐκείνου δὲ λόγος μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον· ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο, ἔδειξε δὲ τὰ μετὰ ταῦτα, ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς οὐ ξυνεχώρει τοῦτο ποιεῖν.
PG 67:1283καὶ γὰρ Ἰουλιανοῦ μόνου κρατοῦντος τῆς Ῥωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων οὐδὲν ἧττον ἠρέμει, καὶ τὸ τελευταῖον χρήσας ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν. ἐπειδὴ γὰρ ἐβεβούλευτο ὁ βασιλεύς, περὶ ὧν οἱ ἐδόκει, πειραθῆναι τοῦ ἐνθάδε μαντείου, παραγενόμενος εἰς τὸ ἱερὸν ἀναθήμασι καὶ θυσίαις φιλοτίμως ἐτίμα τὸ δαιμόνιον καὶ ἐδεῖτο περὶ ὧν ἐσπούδαζε μὴ ἀμελεῖν. ὁ δὲ περιφανῶς μὲν ὡδὶ οὐκ ἐδήλωσε μὴ δύνασθαι χρησμῳδεῖν διὰ Βαβύλαν τὸν μάρτυρα γειτνιῶντα τῇ θήκῃ· νεκρῶν δέ, ἔφη, ἀνάπλεών ἐστι τὸ χωρίον, καὶ κατὰ τοῦτο κωλύεσθαι προϊέναι τοὺς χρησμούς. πολλῶν δὲ καὶ ἄλλων κειμένων ἐν Δάφνῃ νεκρῶν συμβαλὼν ὁ βασιλεὺς τὸν μάρτυρα μόνον ἐμποδὼν γίνεσθαι τοῖς χρησμοῖς, προσέταξε μετακινηθῆναι τὴν θήκην. συνελθόντες οἱ Χριστιανοὶ εἵλκυσαν τὴν θήκην ἐπὶ τὴν πόλιν ὡσεὶ στάδια τεσσαράκοντα, οὗ νῦν ὁ μάρτυς κεῖται, δεδωκὼς ἀπ’ αὐτοῦ τὴν προσηγορίαν τῷ τόπῳ.
PG 67:1285φασὶ δὲ τότε ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ παρθένους, γέροντάς τε καὶ παῖδας, οἳ τὴν σορὸν εἷλκον, παρακελευομένους ἀλλήλοις παρὰ πᾶσαν τὴν ὁδὸν διατελέσαι ψάλλοντας, πρόφασιν μὲν τῇ ᾠδῇ τοὺς ἱδρῶτας ἐπικουφίζοντας, τὸ δὲ ἀληθὲς ὑπὸ ζήλου καὶ προθυμίας κεκινημένους τῷ μὴ τὴν αὐτὴν γνώμην ἔχειν αὐτοῖς τὸν κρατοῦντα περὶ τὸ θεῖον. ἐξῆρχον δὲ τῶν ψαλμῶν τοῖς ἄλλοις οἱ τούτους ἀκριβοῦντες, καὶ ξυνεπήχει τὸ πλῆθος ἐν συμφωνίᾳ καὶ ταύτην τὴν ῥῆσιν ἐπῇδεν· «ᾐσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς καὶ οἱ πεποιθότες τοῖς εἰδώλοις.« Ἐκ τούτου δὲ κινηθεὶς πρὸς ὀργὴν ὁ βασιλεὺς ὡς ὑβρισμένος τιμωρεῖσθαι τοὺς Χριστιανοὺς ἐβεβούλευτο. Σαλούστιος δὲ ὁ τὴν ὕπαρχον ἐξουσίαν ἐπιτετραμμένος, καίπερ Ἕλλην ὑπάρχων, οὐκ ἐπῄνεσε τὴν βούλησιν, ἀντιτείνειν δὲ μὴ ἔχων τὸ βασιλέως ἐπίταγμα εἰς ἔργον ἤγαγεν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν καὶ δεσμίους ἐποίησεν· ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγών (Θεόδωρος δ’ ὄνομα ἦν αὐτῷ) τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν.
ὁ δὲ ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος οὐχ ἡττήθη τῶν βασάνων οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν, ἀλλ’ ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος ὡς θεατὴς τῶν ἐπ’ αὐτῷ γινομένων καρτερικῶς τὰς πληγὰς ἐδέχετο· αὖθίς τε τὸν αὐτὸν μελῳδῶν ψαλμὸν ὃν καὶ τῇ προτεραίᾳ, μὴ μεταμέλειν αὐτῷ τούτων, ἐφ’ οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε. καταπλαγεὶς δὲ τὴν ἔνστασιν τοῦ νεανίου ὁ ὕπαρχος ἐλθὼν πρὸς τὸν βασιλέα εἶπε τὰ γενόμενα, καὶ εἰ μὴ θᾶττον παύσαιτο τῆς ἐπιχειρήσεως, σφᾶς αὐτοὺς καταγελάστους ἔσεσθαι, τοὺς δὲ Χριστιανοὺς ἐνδοξοτέρους ποιήσειν. ἄμεινον δὲ τοῦτο δόξαν, οἱ συλληφθέντες ἀφείθησαν τῶν δεσμῶν. λέγεται δὲ πυνθανομένων μετὰ ταῦτά τινων, εἴπερ αἴσθησιν τῶν βασάνων ἐκείνων εἶχεν, εἰπεῖν τὸν Θεόδωρον ὡς πάντῃ μὲν ἀνώδυνος οὐκ ἦν, παρεστὼς δέ τις αὐτῷ νεανίας κατέπαυε τὰς ἀλγηδόνας, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας ἀπομάττων καὶ ὕδωρ ἐπιχέων ψυχρότατον, ᾧ τὰς φλεγμονὰς ἔπαυε καὶ τῶν πόνων ἀνέψυχε. δοκεῖ δέ μοι οὐκ ἀνθρώπου μόνου, εἰ καὶ μάλα γενναῖος ἦν, μὴ καὶ θείᾳ ῥοπῇ ἐπικουρουμένου, τοσοῦτον ὑπεριδεῖν τοῦ σώματος.

Book VI · Chapter ILiber Sextus · Caput Primum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1287Ὁ μὲν δὴ μάρτυς Βαβύλας ἐκ τῆς εἰρημένης αἰτίας κατῳκίσθη ἐν Δάφνῃ καὶ πάλιν μετετέθη· οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ Δαφναίου Ἀπόλλωνος πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε, γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους εἴασε καὶ τοὺς κίονας, οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ· οἱ δὲ Ἕλληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα. ταύτης δὲ τῆς ὑπονοίας κρατούσης ἄγεται εἰς δικαστήριον ὁ τοῦ Ἀπόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν· δεσμώτης τε γενόμενος καὶ πολλὰς ὑπομείνας πληγὰς χαλεπῶς τε αἰκισθεὶς οὐδένα κατεμήνυσεν· ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ μὴ κατ’ ἐπιβουλὴν ἀνθρωπείαν, ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. Καὶ τὰ μὲν ὧδε ἔσχεν·
ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν Δάφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ τοῦ Διδυμαίου Ἀπόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστίν, ἔγραψε τῷ ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι, εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι. Ἐμοὶ δὲ τῶν ἐπὶ Ἰουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῇ Φιλίππου (Φοίνισσα δὲ αὕτη πόλις ἣν Πανεάδα ὀνομάζουσιν) ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο ἴδιον ἀντέστησε. βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί· καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν τοιοῦτος ἕστηκε τῆς κεραυνίας αἰθάλης πλήρης. τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα τότε μὲν οἱ Ἑλληνισταὶ σύροντες κατέαξαν, μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται.
PG 67:1289ἀπὸ δὲ τῆς βάσεως ἐφ’ ᾗ ἵστατο οὗτος ὁ ἀνδριάς, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδὲ εἷς ἔγνω τῶν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ἰατρῶν ἢ ἐμπείρων. ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα τοῦ θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκός, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα· καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. Πόλις ἐστὶ τῆς Παλαιστίνης ἡ νῦν καλουμένη Νικόπολις. ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος καὶ Ἐμμαοῦς προσαγορεύει, Ῥωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων καὶ τὴν κατὰ τῶν Ἰουδαίων νίκην Νικόπολιν ἀνηγόρευσαν, ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν. πρὸ ταύτης τῆς πόλεως παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τίς ἐστι σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρωποί τε καὶ τὰ ἄλλα ζῷα διαφόροις νόσοις κάμνοντα.
λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς ἐνθάδε ἀπονίψασθαι τοὺς πόδας, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ. Καὶ δένδρου δὲ τῆς καλουμένης περσίδος ἐν Ἑρμουπόλει τῆς Θηβαί̈δος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν τι τοῖς κάμνουσι προσαπτόμενον. λέγεται γὰρ παρ’ Αἰγυπτίοις, ἡνίκα διὰ τὸν Ἡρῴδην ἔφυγεν ὁ Ἰωσὴφ παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν παρθένον, ἐλθεῖν εἰς τὴν Ἑρμούπολιν, ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν ἐπὶ τὸ ἔδαφος κλῖναι καὶ προσκυνῆσαι. καὶ ταῦτα μὲν περὶ τούτου τοῦ φυτοῦ παρὰ πολλῶν ἀκούσας εἶπον· ἡγοῦμαι δὲ ἢ σημεῖον τοῦτο γενέσθαι τῆς ἐν τῇ πόλει τοῦ θεοῦ παρουσίας, ἢ ὡς εἰκὸς Ἑλληνικῷ νόμῳ διὰ μέγεθος καὶ κάλλος θρησκευόμενον τὸ δένδρον παρὰ τῶν ἐνοικούντων, ἐσείσθη τοῦ θεραπευομένου δι’ αὐτοῦ δαίμονος φρίξαντος τὸν τῶν τοιούτων καθαιρέτην· ἐπεί φασιν αὐτομάτως σεισθῆναι καὶ πάντα τὰ ξόανα τῶν Αἰγυπτίων ἐπιδημήσαντος αὐτοῖς τότε τοῦ Χριστοῦ κατὰ τὴν τοῦ Ἡσαί̈ου προφητείαν.
PG 67:1291ἀπελαθέντος δὲ τοῦ δαίμονος εἰς μαρτυρίαν τοῦ συμβεβηκότος ἔμεινε τὸ φυτόν, τοὺς πίστει χρωμένους ἰώμενον. καὶ τούτων μὲν Αἰγύπτιοι καὶ Παλαιστῖνοι τοῦ παρ’ αὐτοῖς ὄντος ἕκαστοι μάρτυρες. Ὁ δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ’ οὖν Ἰουδαίοις εὔνους ἦν καὶ πρᾶος, καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραφεν εὔχεσθαι ὑπὲρ αὐτοῦ καὶ τῆς αὐτοῦ βασιλείας. ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν (ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην), ἀλλ’ ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ Ἰουδαῖοι· καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν οἷς ἀπηχθάνετο. ἴσως δὲ καὶ πρὸς Ἑλληνισμὸν καὶ θυσίας ἑτοιμότερον αὐτοὺς ἐπάγεσθαι ᾤετο πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους, οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ καὶ αὐτῶν Ἑβραίων οἱ σοφώτεροι. ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην οἷς ἐπεχείρησε. μετακαλεσάμενος γὰρ τοὺς ἐξάρχους τοῦ ἔθνους προὐτρέψατο θύειν, Μωσέως νόμων καὶ πατρίων ἐθῶν ὑπομιμνήσκων.
τῶν δὲ φησάντων κατερριμμένου τοῦ ἐν Ἱεροσολύμοις ναοῦ μὴ θεμιτὸν μηδὲ πάτριον ἐκπεπτωκόσι τῆς μητροπόλεως ἑτέρωθι τοῦτο ποιεῖν, χρήματα δοὺς κοινὰ ἐκέλευσεν ἐγείρειν τὸν νεὼν καὶ τοῖς προγόνοις ἐπίσης θρησκεύειν, τὸν παλαιὸν τρόπον θύοντας. οἱ μὲν οὖν μὴ λαβόντες εἰς νοῦν, ὡς οὐκ ἐνεχώρει κατὰ τὰς ἱερὰς προφητείας τοῦτο γενέσθαι, σπουδῇ τοῦ ἔργου εἴχοντο. καὶ τοὺς ἐπιστήμονας τῶν τεκτόνων ἀγείραντες τὰς ὕλας παρεσκευάζοντο καὶ τὸν χῶρον ἐκάθαιρον. σὺν τοσαύτῃ τε προθυμίᾳ περὶ ταῦτα ἐπόνουν, ὡς καὶ τὰς αὐτῶν γυναῖκας τὸν χοῦν τοῖς κόλποις ἐκφορεῖν, περιδέραιά τε καὶ πάντα τὸν ἄλλον γυναικεῖον κόσμον συνεισφέρειν ἑτοίμως τῇ δαπάνῃ τοῦ ἔργου. πάντα δὲ δεύτερα ἦν τοῦ πονουμένου βασιλεῖ καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ πᾶσιν Ἰουδαίοις· οἱ μὲν γὰρ οὔτε Ἰουδαίοις εὐνοοῦντες ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, ὑπολαβόντες δύνασθαι κατορθοῦν τὸ ἐγχείρημα καὶ ψευδεῖς ἀπελέγξαι τοῦ Χριστοῦ τὰς προρρήσεις, οἱ δὲ ἅμα τοῦτο διενοοῦντο καὶ καιρὸν ἔχειν ᾤοντο ἀναστήσειν τὸ ἱερόν.
PG 67:1293ἐπεὶ δὲ τῆς προτέρας οἰκοδομίας τὰ λείψανα καθεῖλον καὶ ἀνέσκαψαν καὶ τὸ ἔδαφος ἐξεκάθηραν, λέγεται τῆς ἐπιούσης, καθ’ ἣν πρῶτον θεμέλιον ἤμελλον ὑποτίθεσθαι, σεισμὸν γενέσθαι μέγαν, ὑπὸ δὲ κλόνου τῆς γῆς ἐκ βάθρων ἀναδοθῆναι τοὺς λίθους, Ἰουδαίων δ’ ἀπολέσθαι οἳ τὸ ἔργον ἐπετρόπευον καὶ ἐπὶ θέᾳ τούτου παρεγένοντο. αἵ τε γὰρ πλησίον τοῦ ἱεροῦ οἰκίαι τε καὶ δημόσιαι στοαὶ ἐν αἷς κατέλυον ἀθρόαι κατερρύησαν· καὶ οἱ πλείους ἐγκαταληφθέντες οἱ μὲν αὐτίκα ἀπώλοντο, οἱ δὲ ἡμιθνῆτες ηὑρέθησαν καὶ πεπηρωμένοι τὰ σκέλη ἢ τὰς χεῖρας, ἄλλοι δὲ περὶ ἄλλα μέρη τοῦ σώματος ἐδυστύχησαν. Ὡς δὲ σείων ἔληξεν ὁ θεός, αὖθις ἐπειρῶντο τοῦ ἔργου οἱ περιλειφθέντες, οἷά γε ἀπαραιτήτου τυγχάνοντος διὰ τὸ τοῦ βασιλέως πρόσταγμα καὶ αὐτοῖς κατὰ νοῦν ὄντος. φιλεῖ γάρ πως ἡ ἀνθρωπεία φύσις ἐν τοῖς καθ’ ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται· ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει· ὁποῖον καὶ τοῖς Ἰουδαίοις τότε συμβεβηκέναι ἡγοῦμαι.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἱκανοῦ γὰρ ὄντος τοῦ προτέρου κωλύματος καὶ φανερῶς ἐπιδείξαντος, ὡς χαλεπαίνει τὸ θεῖον ἐπὶ τῷ γινομένῳ, πάλιν ἀνήνυτα ἐσπούδαζον. λόγος οὖν, ἅμα τε τὸ δεύτερον ἐνεχείρουν τῷ ἔργῳ, καὶ πῦρ ἐξαίφνης ἐκ τῶν θεμελίων τοῦ ἱεροῦ ἀνέθορεν καὶ πολλοὺς ἀνάλωσε· καὶ τοῦτο πρὸς πάντων ἀδεῶς λέγεταί τε καὶ πιστεύεται καὶ παρ’ οὐδενὸς ἀμφιβάλλεται, πλὴν ὅτι οἱ μέν φασιν ὅτι βιαζομένους αὐτοὺς εἰς τὸ ἱερὸν παριέναι φλὸξ ἀπαντήσασα τὸ εἰρημένον εἰργάσατο, οἱ δέ, ἅμα ἤρξαντο τὸν χοῦν ἐκφορεῖν. ἀλλ’ εἴτε τοῦτό τις εἴτε τὸ πρότερον δέξαιτο, ἑκάτερον εἰς θαῦμα παραπλήσιον. Ἐπὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη, καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα. ἐκ τούτου δὲ τοῖς μὲν αὐτίκα ἐκρίθη θεὸν εἶναι τὸν Χριστὸν καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ, οἱ δὲ οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς τὸν Χριστὸν ἱλάσκοντο.
ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες, πιστούσθωσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἡμιτελὲς τὸ ἔργον καταλιπόντες, μᾶλλον δὲ οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες. ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΚΤΟΣ Ὅσα μὲν δὴ ἐν τῇ Ἰουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν· παραδραμών τε τὴν Ἔδεσσαν διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν ἥδε ἡ πόλις, ἧκεν εἰς Κάρρας· ἔνθα δὴ Διὸς ἱερὸν εὑρὼν ἔθυσε καὶ ηὔξατο. τὸ δὲ ἀπὸ τούτου ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς τε ἕνεκα τῶν τόπων καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι· Ἀρσακίῳ δὲ τῷ Ἀρμενίων ἡγουμένῳ συμμαχοῦντι Ῥωμαίοις ἔγραψε συμμῖξαι περὶ τὴν πολεμίαν.
PG 67:1297ἀπαυθαδιασάμενός τε πέρα τοῦ μέτρου ἐν τῇ ἐπιστολῇ καὶ ἑαυτὸν μὲν ἐξάρας ὡς ἐπιτήδειον πρὸς ἡγεμονίαν καὶ φίλον οἷς ἐνόμιζε θεοῖς, Κωνσταντίῳ δὲ ὃν διεδέξατο ὡς ἀνάνδρῳ καὶ ἀσεβεῖ λοιδορησάμενος, ὑβριστικῶς μάλα ἠπείλησεν αὐτῷ· καὶ ἐπεὶ Χριστιανὸν ὄντα ἐπυνθάνετο, ἐπιτείνων τὴν ὕβριν ἢ βλασφημεῖν ἃ μὴ θέμις σπουδάζων εἰς τὸν Χριστόν (τοῦτο γὰρ εἰώθει παρ’ ἕκαστα τολμᾶν) ἀπεκόμπασεν ὑποδηλῶν ὡς οὐκ ἐπαμυνεῖ αὐτῷ ὃν ἡγεῖται θεὸν ὀλιγωροῦντι τῶν προστεταγμένων. Ἐπεὶ δὲ ταῦτα καλῶς ἔχειν ἐνόμισε, παραλαβὼν τὴν Ῥωμαίων στρατιὰν ἦγε διὰ τῆς Ἀσσυρίων. καὶ πόλεις τινὰς καὶ φρούρια τὰ μὲν προδοσίᾳ, τὰ δὲ πολέμῳ εἷλεν, ἀπερισκέπτως τε εἰς τὸ πρόσθεν ᾔει μηδὲν τῶν κατόπιν προνοῶν καὶ ὅτι γε δεήσει τὴν αὐτὴν πάλιν ἐπανελθεῖν· ἀλλ’ ὅπερ ᾕρει, δεινῶς ἐπόρθει, ταμιεῖα τε καὶ τὰ ἄλλα τὰ μὲν κατέσκαπτε, τὰ δὲ ἐνεπίμπρα. πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. πόλις δὲ αὕτη μεγάλη καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα· ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐνεχώρει διὰ τὴν μέσην γῆν τῇ Κτησιφῶντι προσελθεῖν, ἀλλ’ ἐπάναγκες ἐφαίνετο ἢ τὴν πόλιν παριέναι ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων εὗρε διώρυχα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ· καὶ διατεμὼν τὸ διεῖργον εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα. ταύτῃ τε τῷ στρατῷ παραπλεούσας ἔχων τὰς ναῦς ἐπὶ τὴν πόλιν ἐχώρει. σὺν πολλῇ δὲ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν καὶ ἐλεφάντων τῶν Περσῶν φανέντων ἐπὶ τῆς ὄχθης τοῦ Τίγρητος, ἰδὼν ἐν πολεμίᾳ γῇ μέσον δύο μεγίστων ποταμῶν μονονουχὶ πολιορκουμένην αὐτῷ τὴν στρατιὰν καὶ λιμῷ διαφθαρῆναι κινδυνεύουσαν, ἤν τε μένοιεν αὐτόθι ἤν τε τὴν αὐτὴν ὁδὸν ὑποστρέφοιεν, τῶν πόλεων καὶ τῶν κωμῶν δι’ ὧν ἦλθον κατηρειμμένων καὶ τὰ ἐπιτήδεια μὴ ἐχουσῶν, κέλησιν ἆθλα προθεὶς ἐπὶ θέαν ἱπποδρομίας τοὺς στρατιώτας ἐκάθισεν. ἐν τούτῳ δὲ τοὺς προεστῶτας τῶν πλοίων ἐκέλευσεν ἀποβαλεῖν τὰ φορτία καὶ τὸ σιτηρέσιον τῆς στρατιᾶς, ὅπως ἐν κινδύνῳ σφᾶς ἰδόντες οἱ στρατιῶται, ὡς ἐπυθόμην, ἀπορίᾳ τῶν ἐπιτηδείων εἰς θράσος τράπωνται καὶ προθυμότερον τοῖς πολεμίοις μαχέσωνται.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
συγκαλέσας δὲ τοὺς στρατηγοὺς καὶ τοὺς ταξιάρχους μετὰ τὸ δεῖπνον, ἐνεβίβασε τοὺς στρατιώτας εἰς τὰς ναῦς. οἱ δὲ ἐν νυκτὶ τὸν Τίγρητα πλεύσαντες ἤδη πρὸς ταῖς πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. τῶν δὲ Περσῶν οἱ μὲν αἰσθόμενοι ἠμύνοντο καὶ ἀλλήλοις παρεκελεύοντο, τοῖς δὲ ἔτι καθεύδουσιν ἐπέστησαν οἱ Ῥωμαῖοι. καὶ ἡμέρας ἐπιγενομένης εἰς μάχην καθίσταντο, πολλούς τε ἀποβαλόντες καὶ κτείναντες διέβησαν τὸν ποταμόν· καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο. Δόξαν δὲ τῷ βασιλεῖ μηκέτι περαιτέρω χωρεῖν, ἀλλ’ εἰς τὴν ἀρχομένην ἐπανελθεῖν, τὰς ναῦς ἐμπρήσαντες, ὡς διὰ τὴν φυλακὴν τούτων πολλῶν ἀπομάχων ὄντων, τὴν ἐπάνοδον ἐποιοῦντο ἐν ἀριστερᾷ Τίγρητα τὸν ποταμὸν ἔχοντες. ἡγουμένων δὲ τῶν αἰχμαλώτων τὰ μὲν πρῶτα ἀπήλαυον χώρας εὐφόρου καὶ πάντα τὰ ἐπιτήδεια ἐχούσης. μετὰ δὲ ταῦτα πρεσβύτης τις ἑλόμενος ἀποθανεῖν ὑπὲρ τῆς πάντων Περσῶν ἐλευθερίας, ἐπίτηδες ἁλῶναι φανείς, ὡς ἄκων συλληφθεὶς ἄγεται παρὰ τὸν ἡγούμενον· ἀνακριθείς τε τὰ περὶ τῆς ὁδοῦ καὶ δόξας ἀληθῆ λέγειν ἔπεισεν, ἢν αὐτῷ ἕπωνται, τὴν ταχίστην τοῖς Ῥωμαίων ὅροις ἐπιστήσειν τὴν στρατιάν·
PG 67:1299μόνον δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν χαλεπὴν ἔσεσθαι τὴν πορείαν, καὶ χρῆναι τούτων σιτία φέρεσθαι τῆς γῆς ἐρήμου οὔσης. ὑπαχθείς τε ὁ βασιλεὺς τοῦ σοφοῦ πρεςβύτου τοῖς λόγοις ἐδοκίμασε ταύτῃ πορευτέον. ἐπεὶ δὲ προσωτέρω χωροῦντες καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἐρημοτέροις ἐνέβαλον τόποις, ὁ μὲν γέρων ὁ αἰχμάλωτος βασανιζόμενος ὡμολόγησεν ὑπὲρ τῶν οἰκείων αὐτομολῆσαι πρὸς θάνατον καὶ ἕτοιμος εἶναι πάντα προθύμως ὑπομένειν. Ἀλυούσης δὲ τῆς στρατιᾶς τῷ τε μήκει τῆς ὁδοῦ καὶ τῇ ἐνδείᾳ τῶν ἐπιτηδείων ἤδη τεταλαιπωρηκόσι Περσικὴ παράταξις ἐπέθετο. καρτερᾶς δὲ μάχης συστάσης ἐξαπίνης βίαιος ἀνακινηθεὶς ἄνεμος τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῖς νέφεσιν ἐκάλυψεν, τῷ δὲ ἀέρι τὴν κόνιν ἀνέμιξε· σκότους δὲ καὶ πολλῆς ἀχλύος οὔσης παραδραμών τις ἱππεὺς φέρει ἐπὶ τὸν βασιλέα τὸ δόρυ καὶ παίει καιρίαν, καὶ τοῦ ἵππου καταβαλὼν ὅστις ἦν ἀπῆλθε λαθών· λέγουσι δὲ οἱ μὲν Πέρσην, οἱ δὲ Σαρακηνὸν εἶναι τοῦτον. εἰσὶ δὲ οἳ Ῥωμαῖον στρατιώτην ἰσχυρίζονται ἐπενηνοχέναι αὐτῷ τὴν πληγήν, ἀγανακτήσαντα καθότι ἀβουλίᾳ καὶ θρασύτητι τοσούτοις περιέβαλε κινδύνοις τὴν στρατιάν.
PG 67:1301Λιβάνιος δὲ ὁ Σύρος σοφιστής, τὰ μάλιστα συνήθης καὶ φίλος αὐτῷ γεγονώς, τάδε περὶ τοῦ κτείναντος αὐτὸν γράφει· «Τίς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. τοὔνομα μὲν οὐκ οἶδα, τοῦ ‹δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον ‹ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐπὶ γέρας ἐκάλει ‹τὸν ἀπεκτονότα, καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. ἀλλ’ ὅμως οὐδ’ ‹ἔρωτι τῶν γερῶν ἠλαζονεύσατο. καὶ πολλή γε τοῖς πολεμίοις ἡ χάρις, ‹ὅτι ὧν οὐκ ἔδρασαν οὐ προσέθεντο τὴν δόξαν, ἀλλ’ ἔδοσαν ἡμῖν παρ’ ἡμῖν ‹αὐτοῖς τὸν σφαγέα ζητεῖν. οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν (οὗτοι δὲ ἦσαν ‹οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους), πάλαι τε ἐπεβούλευον καὶ τότε δυνηθέντες ‹εἰργάσαντο, τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκεί- ‹νου βασιλείας ἐξουσίαν, καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεούς, οὗ τοὐ- ‹ναντίον ἐζήτουν.« Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πῃ γράφων Χριστιανὸν γενέσθαι ὑποδηλοῖ Ἰουλιανοῦ τὸν σφαγέα· ἴσως δὲ καὶ ἀληθές.
οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς καὶ Ἕλληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους γενομένους ἐπαινοῦσιν, ὡς ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύμως ἐπαμύναντας. σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο διὰ θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. ἐγὼ δέ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο, πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι· καὶ τούτου ἀπόδειξις θεία ὄψις, ἥν τινα τῶν ἐπιτηδείων αὐτῷ ἰδεῖν ἐπυθόμην. Λέγεται γάρ, ἐπεὶ πρὸς αὐτὸν ἐν Πέρσαις ὄντα ἠπείγετο, ἔν τινι χωρίῳ καταλῦσαι τῆς λεωφόρου καὶ ἀπορίᾳ οἰκήματος ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ καθευδῆσαι, καὶ ὕπαρ ἢ ὄναρ ἰδεῖν, ὡς εἰς ταὐτὸν συνελθόντες πολλοὶ τῶν ἀποστόλων καὶ προφητῶν ἀπωδύροντο τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντος ὕβριν καὶ ὅ τι χρὴ ποιεῖν ἐβουλεύοντο.

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων ἀναστάντες ἐκ μέσων δύο θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο καὶ ὡς ἐπὶ καθαιρέσει τῆς Ἰουλιανοῦ ἀρχῆς ὁρμῶντες σπουδῇ τὸν σύλλογον κατέλιπον. ὁ δὲ ἄνθρωπος, ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατής, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν· ὀρρωδῶν δὲ πῇ ἄρα τὸ τέλος ἐκβήσεται τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων τὸν αὐτὸν ἰδεῖν σύλλογον ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας, οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν Ἰουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον. Κατ’ ἐκείνην δὲ τὴν ἡμέραν καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν Ἀλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος περίλυπος ὢν διά τε αὐτὸν ὡς πεπλανημένον καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε καὶ τὸν θεὸν περὶ τούτου ἱκέτευεν. ὑπὸ δὲ τῆς μερίμνης οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος εἰς ὕπνον κατηνέχθη, καὶ ὡς ἐν ἐκστάσει γεγονὼς ἔδοξεν ὁρᾶν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας, τοὺς δὲ ἐπ’ αὐτῶν ὀχουμένους κηρύττειν·
PG 67:1303«ἀγγείλατε Διδύμῳ σήμερον περὶ τήνδε τὴν ὥραν Ἰουλιανὸν ἀνῃρῆσθαι· καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω· καὶ ἀναστὰς ἐσθιέτω.« καὶ ἃ μὲν τεθέαντο ὅ τε Ἰουλιανοῦ οἰκεῖος καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον. Ὧι δὲ οὐκ ἀρκεῖ ταῦτα εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαμβάνοι ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε. μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν καὶ μετὰ τὸν πόλεμον τὰς ἐκκλησίας κακῶς ποιήσειν ἀπειλοῦντος καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱός, ὡδὶ λέγων ἀπεφήνατο· «οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.« Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς μετὰ τὴν πληγὴν ἁμωσγέπως συνῆκεν ὅθεν ἐβλάβη, καὶ τὸ αἴτιον τῆς συμφορᾶς οὐ παντελῶς ἠγνόησε. λέγεται γάρ, ὅτε ἐτρώθη, αἷμα ἐκ τῆς ὠτειλῆς ἀρυσάμενος εἰς τὸν αἰθέρα ἀκοντίσαι, οἷά γε πρὸς φαινόμενον τὸν Χριστὸν ἀφορῶν καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώμενος.
οἱ δέ φασιν ὡς πρὸς τὸν Ἥλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν ἢ αὐτὸν οὐ διέσωσεν ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν θεωρίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας εἰς τὸν ἀέρα ἠκόντισεν. εἰ δὲ ἀληθῶς μέλλων τελευτᾶν, οἷά περ εἴωθε συμβαίνειν τῆς ψυχῆς ἤδη χωριζομένης τοῦ σώματος καὶ θειότερα ἢ κατὰ ἄνθρωπον ὁρᾶν δυναμένης, τὸν Χριστὸν ἐθεάσατο, οὐκ ἔχω λέγειν· οὐ γὰρ πολλῶν ὅδε ὁ λόγος· οὔτε δὲ ὡς ψεῦδος ἐκβαλεῖν θαρρῶ, ἐπεὶ οὐκ ἀπεικὸς καὶ τῶνδε θαυμαστότερα συμβῆναι εἰς ἐπίδειξιν τοῦ μὴ ἀνθρωπείᾳ σπουδῇ συστῆναι τὴν ἐπώνυμον τοῦ Χριστοῦ θρησκείαν. Ἀμέλει τοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ θεὸς ἐφαίνετο, καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν Ῥωμαίων ὑπήκοον. τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων σεισμῶν τινασσομένης καὶ τῶν οἰκημάτων ἐρειπομένων καὶ πολλαχοῦ χασμάτων ἀθρόων γινομένων οὐκ ἀσφαλὲς ἦν οἴκοι οὔτε αἰθρίους διατρίβειν. συμβάλλω δὲ ἐξ ὧν ἐπυθόμην ἢ βασιλεύοντος αὐτοῦ ἢ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας ὄντος καὶ τὸ συμβὰν τοῖς πρὸς Αἴγυπτον Ἀλεξανδρεῦσι γεγονέναι πάθος·
PG 67:1305ἡνίκα δὴ ἡ θάλασσα ὑπονοστήσασα πάλιν ἐξ ἐπιδρομῆς τοὺς ἰδίους ὅρους παρήμειψε καὶ μέχρι πολλοῦ τὴν ξηρὰν κατέκλυσεν, ὡς καὶ ἐπὶ τῶν κεράμων ἀποχωρήσαντος τοῦ ὕδατος θαλάττια εὑρεθῆναι σκάφη. ἀμέλει τοι τὴν ἡμέραν καθ’ ἣν τάδε συνέβη, ἣν γενέσια τοῦ σεισμοῦ προσαγορεύουσιν, εἰσέτι νῦν οἱ Ἀλεξανδρεῖς ἐτήσιον ἑορτὴν ἄγουσι, λύχνους τε πλείστους ἀνὰ πᾶσαν τὴν πόλιν καίοντες καὶ χαριστηρίους λιτὰς τῷ θεῷ προσφέροντες λαμπρῶς μάλα καὶ εὐλαβῶς ταύτην ἐπιτελοῦσιν. οὐ μὴν ἀλλὰ καὶ αὐχμοὶ ἐπιτείναντες πάντας τοὺς καρποὺς καὶ τὸν ἀέρα ἐπὶ ταύτης τῆς ἡγεμονίας ἐλυμήναντο· ἐντεῦθέν τε σπάνει τῶν ἐπιτηδείων ἐπὶ τὰς τῶν ἀλόγων ζῴων τροφὰς τοὺς ἀνθρώπους ἤλαυνεν ὁ λιμός. ἐπακολουθῶν δὲ καὶ ὁ λοιμὸς ἰδίας ἐπῆγε νόσους καὶ τὰ σώματα διέφθειρε. τὰ μὲν δὴ κατὰ Ἰουλιανὸν ὧδε ἔσχε. Μετὰ δὲ τοῦτον κοινῇ συνθήκῃ τοῦ στρατοπέδου παραλαμβάνει τὴν βασιλείαν Ἰοβιανός·

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1307ἡνίκα δὴ ἐν τῇ πολεμίᾳ αὐτοκράτορα χειροτονούντων αὐτὸν τῶν στρατευμάτων αὐτὸς Χριστιανὸν ἑαυτὸν εἶναι λέγων παρῃτεῖτο τὴν ἡγεμονίαν καὶ τὰ σύμβολα τῆς βασιλείας οὐ προσίετο, εἰσότε δὴ καὶ ἡ στρατιὰ μαθοῦσα τῆς παραιτήσεως τὴν αἰτίαν Χριστιανοὺς εἶναι σφᾶς ἀνέκραγον. ἐν κινδύνῳ δὲ καὶ ταραχῇ τῶν πραγμάτων ὄντων ἐκ τῆς Ἰουλιανοῦ στρατηγίας, καμνούσης τε τῆς στρατιᾶς ἐνδείᾳ τῶν ἐπιτηδείων, ἀναγκαῖον εἶδεν εἰς συμβάσεις ἐλθεῖν, παραδούς τινα Πέρσαις τῶν πρότερον Ῥωμαίοις ὑποτελῶν. τῇ δὲ πείρᾳ μαθὼν ὑπὸ θεομηνίας τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος κακῶς παθεῖν τὸ ὑπήκοον, μηδὲν μελλήσας ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐθνῶν ἀδεῶς ἐν ταῖς ἐκκλησίαις ἀθροίζεσθαι καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, καὶ μόνην εἶναι σεβαστὴν τοῖς ἀρχομένοις τὴν τῶν Χριστιανῶν πίστιν. ἀπέδωκε δὲ καὶ τὰς ἀτελείας ἐκκλησίαις τε καὶ κλήροις, χήραις τε καὶ παρθένοις, καὶ εἴ τι πρότερον ἐπ’ ὠφελείᾳ τε καὶ τιμῇ τῆς θρησκείας δωρηθὲν ἢ νομοθετηθὲν ἐτύγχανεν ὑπὸ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὕστερον δὲ ἐπὶ Ἰουλιανοῦ ἀφῃρέθη.
PG 67:1309προςεφώνησε δὲ καὶ Σεκούνδῳ τῷ τότε τὴν ὕπαρχον ἐξουσίαν διέποντι γενικὸν νόμον, εἰς κεφαλὴν τιμωρεῖσθαι παρακελευόμενον τὸν ἱερὰν παρθένον μνᾶσθαι πρὸς γάμον πειρώμενον ἢ καὶ ἀκολάστως μόνον προσβλέποντα, μή τί γε διαρπάζειν ἐπιχειροῦντα. ἔθετο δὲ τοῦτον τὸν νόμον, καθότι μοχθηροί τινες ἄνδρες ἐπὶ τῆς ἡγεμονίας Ἰουλιανοῦ ἔτυχον τοιούτων παρθένων γάμους ἐπιτελέσαντες καὶ ἀνάγκῃ ἢ καὶ πειθοῖ προσφθαρέντες, οἷά γε φιλεῖ τῆς αἰσχρᾶς ἐπιθυμίας ἀκινδύνως ταῦτα τολμᾶν ὑποθεμένης δυσπραγούσης τῆς θρησκείας. Αἱ δὲ περὶ τῶν δογμάτων ζητήσεις τε καὶ διαλέξεις πάλιν ἀνεκινοῦντο τοῖς προεστῶσι τῶν ἐκκλησιῶν. Ἰουλιανοῦ γὰρ βασιλεύοντος, ὡς παντελῶς τοῦ Χριστιανισμοῦ κινδυνεύοντος, ἡσυχίαν ἦγον, κοινῇ δὲ πάντες τὸν θεὸν ἱκέτευον ἵλεων αὐτοῖς γενέσθαι. οὕτω πῃ τοῖς ἀνθρώποις φίλον παρ’ ἑτέρων μὲν ἀδικουμένοις πρὸς τὸ ὁμόφυλον ὁμονοεῖν, ἀπηλλαγμένοις δὲ τῶν ἔξωθεν κακῶν πρὸς σφᾶς αὐτοὺς στασιάζειν. ἀλλ’ ὅσαις μὲν πολιτείαις καὶ ἔθνεσι τοῦτο συνέβη, οὐ τοῦ παρόντος καιροῦ καταλέγειν ἐστίν.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
περὶ δὲ τοῦτον τὸν χρόνον Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος καὶ Σιλβανὸς ὁ Ταρσοῦ καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως καὶ οἱ σὺν αὐτοῖς, τὴν τῶν Ἀνομοίων καλουμένην αἵρεσιν ἀποστρεφόμενοι, τὸ δὲ ὁμοιούσιον ὄνομα ἀντὶ τοῦ ὁμοουσίου δεχόμενοι, βιβλίου τῷ βασιλεῖ διεπέμψαντο χάριν ἔχειν τῷ θεῷ ὁμολογοῦντες, ὅτι αὐτὸν προεστήσατο τῆς Ῥωμαίων ἀρχῆς. ἐζήτουν δὲ ἢ τὰ ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ πεπραγμένα κύρια μένειν καὶ τὰ σπουδῇ καὶ δυνάμει τινῶν γενόμενα ἀργεῖν, ἢ τοῦ σχίσματος τοῦ πρὸ τῶν συνόδων ταῖς ἐκκλησίαις μένοντος συγχωρηθῆναι τοὺς πανταχῇ ἐπισκόπους αὐτοὺς καθ’ ἑαυτοὺς ὅποι βούλονται συνελθεῖν μηδενὸς ἄλλου κοινωνοῦντος, μὴ προχωρεῖν δὲ κατὰ σκοπὸν τὰ ἐπιχειρούμενα τοῖς ἐν μέρει τι βουλομένοις πράττειν ἢ ἐξαπατᾶν ὡς ἐπὶ Κωνσταντίου τοῦ βασιλέως. ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν· εἰ δὲ ἐπιτραπεῖεν, ἀσμένως τοῦτο ποιήσειν ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρωμένους. καὶ οἱ μὲν τοιάδε Ἰοβιανῷ τῷ βασιλεῖ ἔγραψαν.
PG 67:1311ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν Ἀντιοχείᾳ τῆς Συρίας βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις καὶ κρατεῖ ὥστε ἀναμφηρίστως τὸν υἱὸν τῷ πατρὶ δοξάζειν ὁμοούσιον. ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς Ἀντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης καὶ Εἰρηνίων ὁ Γαζαῖος καὶ Ἀθανάσιος ὁ Ἀγκύρας. ταῦτα δὲ πράξαντες ἐδήλωσαν τῷ βασιλεῖ τὰ δόξαντα γράψαντες ὧδε· «Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Ἰοβιανῷ Νικητῇ ‹Αὐγούστῳ ἡ τῶν ἐν Ἀντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν ‹σύνοδος. ‹Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρες- ‹βεύειν ἐσπούδακεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοί, θεοφιλέστατε βασιλεῦ. ‹ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως ‹καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν.
ἵνα τοίνυν μὴ ‹μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώ- ‹μεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι ‹πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν, ‹ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισι ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμέν, ‹ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς ‹οὐσίας τοῦ πατρὸς ὁ υἱὸς ἐγεννήθη καὶ ὅτι ὅμοιος κατ’ οὐσίαν τῷ πατρί· ‹οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε ‹κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας, ‹εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων περὶ τοῦ υἱοῦ ἀσεβῶς τολμηθέντος ‹Ἀρείῳ. ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες Ἀνόμοιοι ἔτι θρασύτερον καὶ ‹τολμηρότερον ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρη- ‹σιάζονται.
PG 67:1313συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς ‹αὐτῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθεί- ‹σης, ἥντινα καὶ ἀγαπῶμεν.« Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ Ἀντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐκτεθεῖσαν πίστιν τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες. Ἐν τούτῳ δὲ Ἀθανάσιος ὁ τὸν Ἀλεξανδρέων θρόνον ἐπιτροπεύων ὀλίγοις τῶν ἐπιτηδείων κοινωσάμενος ἀναγκαῖον ᾠήθη Χριστιανὸν ὄντα τὸν βασιλέα ἰδεῖν· καὶ παραγενόμενος εἰς Ἀντιόχειαν περὶ ὧν ἐδεῖτο τὸν κρατοῦντα διδάσκει. οἱ δέ φασιν, ὡς αὐτὸς ὁ βασιλεὺς τὸν ἄνδρα μετεκαλέσατο τὰ πρακτέα περὶ τὴν θρησκείαν καὶ τὴν ὀρθὴν δόξαν εἰσηγησόμενον. διαθείς τε τὰ τῆς ἐκκλησίας ὡς οἷόν τε ἦν, ἐφρόντιζε τῆς ἐπανόδου. Εὐζώιος δὲ ὁ ἐν Ἀντιοχείᾳ ἐπίσκοπος τῆς Ἀρειανῆς αἱρέσεως ἐσπούδαζε προεστάναι τῆς αὐτῆς δόξης ἐν Ἀλεξανδρείᾳ Προβάτιον εὐνοῦχον· εἰσηγησαμένων τε τοῦτο τῶν ἀμφὶ τὸν Εὐζώιον Λούκιός τις Ἀλεξανδρεὺς τὸ γένος, πρεσβύτερος τῶν παρὰ Γεωργίου χειροτονηθέντων, πρόσεισι τῷ βασιλεῖ.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ βλασφημήσας Ἀθανάσιον ὡς ἐν τῷ χρόνῳ τῆς ἐπισκοπῆς ἀεὶ γραφὰς ὑπομείναντα καὶ πολλάκις ὑπερορίαν οἰκεῖν καταδικασθέντα παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων, διχονοίας τε περὶ τὸ θεῖον καὶ ταραχῆς παραίτιον γενόμενον, ἐδεῖτο ἕτερον ἀντ’ αὐτοῦ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπισκοπεῖν. ὁ δὲ βασιλεύς (ᾔδει γὰρ τὰς Ἀθανασίῳ τότε συμβάσας ἐπιβουλάς) οὐκ ἔθετο ταῖς κατ’ αὐτοῦ διαβολαῖς, ἀλλὰ Λούκιον μὲν σὺν ἀπειλῇ ἡσυχίαν ἄγειν ἐπιτάττει, Προβάτιον δὲ καὶ τοὺς ἀμφ’ αὐτὸν εὐνούχους ὡς αἰτίους τῶν τοιούτων θορύβων σωφρονισθῆναι προσέταξε, τὸν δὲ Ἀθανάσιον ἐκ τῆς τότε συνουσίας τὰ μάλιστα φίλον αὐτῷ γενόμενον ἀπέστειλεν εἰς Αἴγυπτον, ᾗ ἄριστα αὐτῷ δοκοίη τὰς ἐκκλησίας καὶ τοὺς λαοὺς ἄγειν κελεύσας. λέγεται γὰρ εἰσάγαν αὐτὸν ἧς εἶχεν ἀρετῆς ἐπαινέσαι, βίου τε ἕνεκεν καὶ φρονήσεως καὶ λόγων. Ὧδε μὲν τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, τὸν ἐν μέσῳ χρόνον πολεμηθεῖσα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, αὖθις ἐπὶ τῆς παρούσης ἡγεμονίας ὑπερέσχεν. οὐκ εἰς μακρὰν δὲ τῆς ὁμοίας ἔμελλε πειρᾶσθαι ταραχῆς.

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὡς ἔοικε γάρ, οὐκ ἐπὶ μόνοις τοῖς ἐπὶ Κωνσταντίου τῇ ἐκκλησίᾳ συμβᾶσι πέρας εἶχεν ἡ Ἀντωνίου τοῦ μοναχοῦ πρόρρησις, ἀλλ’ ἐλείπετο ἔτι καὶ τὰ μετὰ ταῦτα ἐπὶ Οὐάλεντος γενόμενα. λέγεται γάρ, πρὶν κρατῆσαι τῶν ἐκκλησιῶν τοὺς ἀπὸ τῆς Ἀρείου αἱρέσεως, ἐπὶ τῆς Κωνσταντίου βασιλείας ὄναρ ἰδεῖν Ἀντώνιον ἡμιόνους τὸ θυσιαστήριον λακτίζοντας καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέποντας, καὶ αὐτίκα προειπεῖν, ὡς ὑπὸ νόθων καὶ ἐπιμίκτων δογμάτων καταλήψεται τὴν ἐκκλησίαν ταραχὴ καὶ ἑτεροδόξων ἐπανάστασις. ἀλλὰ ταῦτα μὲν ἀψευδῶς τεθεᾶσθαί τε καὶ εἰρῆσθαι ἀπέδειξε τὰ πρὸ τοῦ καὶ μετὰ ταῦτα γεγενημένα. Ὁ δὲ Ἰοβιανὸς ἀμφὶ ὀκτὼ μῆνας ἐν τῇ βασιλείᾳ διαγενόμενος, ἀπιὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξαπίνης ἐν Δαδαστάνοις χωρίῳ τῆς Βιθυνίας καθ’ ὁδὸν ἐτελεύτησεν, ἢ ἀφειδέστερον, ὥς τινες λέγουσι, δειπνήσας ἢ ὑπὸ τῆς ὀδμῆς τοῦ οἰκήματος, ἐν ᾧ ἐκάθευδεν, ἀσβέστῳ προσφάτως χρισθέντος· ἐπιγενέσθαι γὰρ ἰκμάδα καὶ νοτισθῆναι τοὺς τοίχους ἀμέτρως, πολλῶν ἀνθράκων αὐτόθι καιομένων ὡς ἐν ὥρᾳ χειμῶνος διὰ τὴν ἀλέαν.
PG 67:1315Ἐπεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιά, ἀναγορεύουσι βασιλέα Οὐαλεντινιανόν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας ἄξιον. ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. λέγεται γὰρ ὡς, ἡνίκα Ἰουλιανὸς ἐκράτει Ῥωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων Ἰοβιανῶν, τῆς στρατείας ἀπεώσατο καὶ ἀιδίῳ φυγῇ ἐζημίωσε, πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ’ αὐτὸν στρατιώτας πρὸς τοὺς πολεμίους, τὸ δὲ ἀληθὲς ἐντεῦθεν· ἔτι διάγων Ἰουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις ἧκεν εἴς τινα ναὸν θύσων· συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός· ἔθος γὰρ παλαιὸν Ῥωμαίοις τὸν ἡγούμενον τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν (τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ’ Ἡρακλέος, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν) κατὰ νώτου ἐγγὺς ὡσανεὶ φύλακας ἕπεσθαι τῷ βασιλεῖ. ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν τοῦ ναοῦ τὸν οὐδόν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς νόμῳ Ἑλληνικῷ περιέρραινε τοὺς εἰσιόντας· ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός (ἦν γὰρ Χριστιανός) καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο·
φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος αὐτίκα περιτεμεῖν καὶ ἀπορρῖψαι σὺν αὐτῇ τῇ ψεκάδι ὅσον ἐβράχη τῆς ἐσθῆτος. τὸ δὲ ἐξ ἐκείνου μηνιῶν Ἰουλιανὸς οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτοῦ τὴν Μελιτινὴν τῆς Ἀρμενίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ’ αὐτὸν στρατιώτας ῥᾳστώνην· οὐ γὰρ ἐβούλετο δόξαι διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη· καθότι ταύτης ἕνεκα τῆς αἰτίας καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται. Ἐπεὶ δὲ Ἰοβιανὸς ἐπετράπη τὴν Ῥωμαίων ἡγεμονίαν, μετακληθεὶς ἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ τε στρατοπέδου καὶ τῶν τὰς μεγάλας ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται βασιλεύειν. ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι «τὸ μὲν ἑλέσθαι με», ἔφη, «ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν ἦν· ἐπεὶ δὲ εἵλεσθε, ὃ νῦν ἐξαιτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ’ ἐν ἐμοί·

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1317καὶ χρὴ τοὺς μὲν ἀρχομένους ὑμᾶς ἡσυχίαν ἄγειν, ἐμὲ δὲ ὡς βασιλέα τὰ πρακτέα σκοπεῖν.« καὶ τότε μὲν ταῦτα προσφωνήσας οὐχ ὑπεῖξε τοῖς στρατιώταις· μετ’ οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν, καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ Ἰλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρι τῶν ἐσχάτων Λιβύων ὑφ’ ἑαυτὸν ἔταξεν. ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην, διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν Ἀρείου πίστιν ἐζήλου, καὶ δεινὸν ἡγεῖτο μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι τούτους μὲν ὠφέλει, τοῖς δὲ ἑτέρως δοξάζουσιν οὐδὲν ἠνώχλει. Ἐπεὶ δὲ Κωνσταντινουπόλεως ἐξεδήμησεν ἐπὶ τὴν Ῥώμην διὰ Θρᾴκης πορευόμενος, τηνικαῦτα οἱ περὶ Ἑλλήσποντον καὶ Βιθυνίαν ἐπίσκοποι καὶ ὅσοι ἄλλοι ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν λέγειν ἠξίουν, προβάλλονται πρεςβεύειν ὑπὲρ αὐτῶν Ὑπατιανὸν τὸν Ἡρακλείας τῆς Περίνθου ἐπίσκοπον, ὥστε ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος.

Chapter XICaput XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1319προσελθόντος δὲ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἐπισκόπων διδάξαντος ὑπολαβὼν Οὐαλεντινιανός «ἐμοὶ μέν», ἔφη, «μετὰ λαοῦ τεταγμένῳ οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν· οἱ δὲ ἱερεῖς, οἷς τούτου μέλει, καθ’ ἑαυτοὺς ὅπῃ βούλονται συνίτωσαν.« τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου πρὸς τὴν Ὑπατιανοῦ πρεσβείαν συνίασιν εἰς Λάμψακον. καὶ δύο μῆνας βουλευσάμενοι τελευτῶντες ἐψηφίσαντο ἄκυρα εἶναι τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀκάκιον, ἀργεῖν δὲ καὶ τὴν ἔκθεσιν τῆς πίστεως, ἣν ὡς δυτικῶν ἐπισκόπων οὖσαν προκομίσαντες ὑπογράψαι τινὰς παρεσκεύασαν ἐπὶ ὑποσχέσει ἀποκηρύξεως τοῦ ἀνομοίου κατ’ οὐσίαν (ὃ διεψεύσαντο), κρατεῖν δὲ τὸ ὅμοιον δοξάζειν τὸν υἱὸν τῷ πατρὶ κατ’ οὐσίαν· εἶναι γὰρ τοῦ ὁμοίου τὴν προσθήκην ἀναγκαίαν διὰ τὴν σημασίαν τῶν ὑποστάσεων· πίστιν δὲ πολιτεύεσθαι κατὰ πᾶσαν ἐκκλησίαν τὴν ἐν Σελευκείᾳ ὁμολογηθεῖσαν, ἐκτεθεῖσαν δὲ ἐπὶ τῇ ἀφιερώσει τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας· τοὺς δὲ καθαιρεθέντας παρὰ τῶν ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν λεγόντων τοὺς ἰδίους ἀπολαμβάνειν θρόνους, ὡς παρανόμως ἐκβεβλημένους τῶν ἐκκλησιῶν·
PG 67:1321εἰ δέ τις αὐτῶν κατηγορεῖν βούλεται, ἐκ τοῦ ἴσου κινδύνου τοῦτο ποιεῖν· δικαστὰς δὲ εἶναι τοὺς ὀρθῶς δοξάζοντας ἐν τῷ ἔθνει ἐπισκόπους καὶ ἐκ τῶν πέλας ἐπαρχιῶν, συνιόντας ἐν τῇ ἐκκλησίᾳ ἔνθα οἱ μάρτυρές εἰσι τῶν ἑκάστῳ βεβιωμένων. ταῦτα ὁρίσαντες, ἐπειδὴ τοὺς περὶ Εὐδόξιον κεκλήκασι καὶ μετανοίας αὐτοῖς μετέδωκαν, οἱ δὲ οὐχ ὑπήκουον, τὰ δόξαντα ταῖς πανταχῇ ἐκκλησίαις ἐδήλωσαν. λογισάμενοι δὲ ὡς εἰκὸς Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια καὶ διαβαλεῖν αὐτούς, ἔγνωσαν φθάσαι καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνῦσαι. ὃ δὴ καὶ ἐποίουν ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν Ἡρακλείᾳ περιτυχόντες· ἀποδημοῦντι γὰρ τῷ ἀδελφῷ εἰς τὴν πρεσβυτέραν Ῥώμην μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς ἀμφ’ αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. ἐπεὶ δὲ ἀντεῖπον καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε, τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον.

Chapter XIICaput XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν· ὑφωρᾶτο γὰρ μήπως οἱ Πέρσαι τὰς ἐπὶ Ἰοβιανοῦ γενομένας τριακοντούτεις σπονδὰς λύσωσι. τῶν δὲ μηδὲν νεωτεριζόντων ἐν Ἀντιοχείᾳ διέτριβεν, ἡνίκα δὴ Μελέτιον μὲν τὸν ἐπίσκοπον ὑπερορίου φυγῆς κατεδίκασε, Παυλίνου δὲ τὸν βίον αἰδεσθεὶς ἐφείσατο, τοὺς δὲ Εὐζωίῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε. Γέγονε δὲ ἂν τότε, ὡς συμβαλεῖν ἔστι, καὶ τούτων δεινότερα, εἰ μὴ ὁ κατὰ Προκόπιον ἐπέλαβε πόλεμος. τυραννήσας γὰρ ἐν Κωνσταντινουπόλει καὶ πολλὴν ἐν βραχεῖ χρόνῳ στρατιὰν ἀθροίσας ἠπείγετο κατὰ Οὐάλεντος. ὁ δὲ ἐκ τῆς Συρίας ἐλάσας συμβάλλει αὐτῷ περὶ Νακώλειαν πόλιν τῆς Φρυγίας· προδοσίᾳ τε Ἀγέλωνος καὶ Γομαρίου τῶν αὐτοῦ στρατηγῶν ζωγρήσας αὐτόν τε καὶ τοὺς προδόντας ἐλεεινῶς ἀνεῖλε. τοὺς μὲν γὰρ λέγεται καίπερ εὐνοεῖν αὐτοῖς ὀμόσας πρίοσι διχῇ διελεῖν· Προκοπίου δὲ δύο δένδροις οὐκ ἀπὸ πολλοῦ διεστῶσι κατακαμφθεῖσι πρὸς γῆν, ἑκάτερον ἑκατέρῳ φυτῷ προσῆψε σκέλος καὶ ἀφῆκεν ἀνεγείρεσθαι· τὰ δὲ πρὸς τὴν συνήθη στάσιν ἀνορθωθέντα διέσπασε τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τέλος ἔσχεν ὁ πόλεμος, ἧκεν εἰς Νίκαιαν·
ἐν ἡσυχίᾳ τε γεγονὼς αὖθις ἐτάραττε τοὺς οὐχ ὁμοίως αὐτῷ περὶ τὸ θεῖον δοξάζοντας. ὑπερφυῶς δὲ ἐχαλέπαινε κατὰ τῶν ἐν Λαμψάκῳ συνελθόντων, καθότι καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπισκόπους καὶ τὴν ἐν Ἀριμήνῳ περὶ τῆς πίστεως ἐκτεθεῖσαν γραφὴν ἀπεκήρυξαν. οὕτω δὲ ἔχων ὀργῆς ἄγει ἐκ τῆς Κυζίκου Ἐλεύσιον, καὶ ὁμοδόξων αὐτῷ ἐπισκόπων σύλλογον καθίσας ἐβιάζετο κοινωνεῖν αὐτοῖς τῆς πίστεως. ὁ δὲ τὰ πρῶτα ἀνδρείως ἀντέτεινεν, ὑπερορίαν δὲ φυγὴν καὶ τῆς οὐσίας ἀφαίρεσιν δείσας (ταῦτα γὰρ ἠπείλει μὴ πειθομένῳ) τὸ προσταχθὲν ἐποίησε. καὶ εὐθὺς μετεμέλετο, ἐπανελθών τε εἰς Κύζικον δημοσίᾳ τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ἐξήγγελλε καὶ ἕτερον ἐπίσκοπον χειροτονεῖν παρεκελεύετο· ἑαυτὸν γὰρ ἱερᾶσθαι μὴ προσήκειν ἔτι ὡς οἰκείου δόγματος προδότην γενόμενον. Κυζικηνοὶ δὲ αἰδοῖ τῆς τοῦ ἀνδρὸς πολιτείας εὖνοι τὰ μάλιστα αὐτῷ τυγχάνοντες ἕτερον ἔχειν ἐπίσκοπον οὐχ εἵλοντο. ἐπεὶ δὲ ταῦτα ἔγνω ὁ Εὐδόξιος ὁ ἐν Κωνσταντινουπόλει τῆς Ἀρείου δόξης προεστώς, χειροτονεῖ Εὐνόμιον τῆς Κυζίκου ἐπίσκοπον· ᾤετο γὰρ αὐτὸν δεινὸν ὄντα λέγειν πειθοῖ τινι ῥᾳδίως πρὸς τὸ οἰκεῖον δόγμα τοὺς Κυζικηνοὺς ἐφελκύσασθαι.
PG 67:1323ὡς δὲ εἰς Κύζικον παρεγένετο, προστάγματι βασιλέως Ἐλευσίου ἐξελαθέντος τὰς ἐνθάδε ἐκκλησίας κατέσχεν. οἱ δὲ Ἐλευσίῳ πειθόμενοι εὐκτήριον οἶκον ἔξω τειχῶν κατασκευάσαντες πρὸ τῆς πόλεως ἐκκλησίαζον. Εὐνομίου μὲν οὖν πέρι καὶ τῆς ὁμωνύμου τούτων αἱρέσεως μικρὸν ὕστερον ἐρῶ. Παραπλησίων δὲ κακῶν ἐπειρῶντο καὶ οἱ ἐν Κωνσταντινουπόλει πρεςβεύοντες τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων, σὺν αὐτοῖς δὲ καὶ οἱ τὰ Ναυάτου φρονοῦντες· καὶ πάντας μὲν ἐλαύνεσθαι τῆς πόλεως, Ναυατιανῶν δὲ καὶ τὰς ἐκκλησίας ἀποκλεισθῆναι προσέταξεν ὁ βασιλεύς· τῶν δὲ ἄλλων οὐκ εἶχεν ὅ τι ἀποκλείσειεν· ἤδη γὰρ πρότερον ἐπὶ τῆς Κωνσταντίου βασιλείας ἀφῄρηντο. οὐ μὴν ἀλλὰ καὶ Ἀγέλιον τότε εἰς ὑπερορίαν φυγὴν κατεδίκασεν, ὃς ἐκ τῶν Κωνσταντίνου χρόνων ἡγεῖτο ἐν Κωνσταντινουπόλει τῆς Ναυατιανῶν ἐκκλησίας. ἐλέγετο δὲ ὅτι μάλιστα θαυμασίως πολιτεύσασθαι κατὰ τοὺς ἐκκλησιαστικοὺς νόμους, ὁ δὲ βίος ἦν αὐτῷτοῦτο δὴ τὸ προὖχον ἐν φιλοσοφίᾳκτήσεως χρημάτων ἐλεύθερος, καὶ ἡ ἀγωγὴ ἐδείκνυ· ἑνί τε γὰρ χιτωνίῳ ἐχρῆτο καὶ δίχα ὑποδημάτων ἀεὶ ἐβάδιζεν.
PG 67:1325οὐ πολλῷ δὲ ὕστερον αὐτός τε μετεκλήθη καὶ τὰς ὑπ’ αὐτὸν ἐκκλησίας ἀπέλαβεν καὶ ἀδεῶς ἐκκλησίαζεν. αἴτιος δὲ τούτων Μαρκιανός τις, ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο, τότε δὲ πρεσβύτερος ὢν τῆς Ναυατιανῶν αἱρέσεως γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας, Ἀναστασίαν τε καὶ Καρῶσαν· ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ δημόσια κατὰ τὴν Κωνσταντινούπολίν ἐστι. διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξεν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον ὁμώνυμος Οὐαλεντινιανῷ τῷ βασιλεῖ γίνεται παῖς κατὰ τὴν δύσιν, οὐ πολλῷ δὲ ὕστερον καὶ Γρατιανός, ὃν πρὸ τῆς ἀρχῆς εἶχε, καθίσταται βασιλεύς. ἐν τούτῳ δέ, καίπερ παρὰ τὸ εἰωθὸς χαλάζης ἐμφεροῦς λίθοις ἐν πολλοῖς τόποις καταρραγείσης καὶ μεγίστων σεισμῶν ἄλλαις τε πόλεσι καὶ Νικαίᾳ τῇ Βιθυνῶν εἰσάγαν λυμηναμένων, οὐκ ἐπαύσαντο Οὐάλης τε ὁ βασιλεὺς καὶ Εὐδόξιος ὁ ἐπίσκοπος τοὺς ἑτέρως αὐτοῖς δοξάζοντας Χριστιανοὺς ἐκδιώκοντες. καὶ πρὸς μὲν τοὺς ὁμοδόξους τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐδόκει πως αὐτοῖς κατωρθῶσθαι τὸ σπουδασθέν·
ἐν γὰρ τῷ πλείονι τῆς ὑπὸ Οὐάλεντος ἀρχομένης καὶ μάλιστα ἀνά τε Θρᾴκην καὶ Βιθυνίαν καὶ Ἑλλήσποντον καὶ ἔτι τούτων προσωτέρω οὔτε ἐκκλησίας οὔτε ἱερέας εἶχον. πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον, καὶ τραπέντες ἐπ’ αὐτοὺς οὐ μετρίως ἐδίωκον. οἱ δὲ δέει τῶν ἐπικειμένων κακῶν διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν Ῥωμαίων ἐπίσκοπον καταφυγεῖν κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι καὶ τοῖς ἀμφ’ αὐτοὺς κοινωνεῖν τῆς πίστεως. καὶ ἐπεὶ τάδε καλῶς ἔχειν ἔδοξεν, αἱροῦνται ἐπὶ τούτοις τρεῖς ἐξ αὐτῶν, Εὐστάθιόν τε τὸν ἐκ Σεβαστείας ἐπίσκοπον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ Θεόφιλον τὸν Κασταβάλων, καὶ πρὸς Οὐαλεντινιανὸν τὸν βασιλέα πέμπουσι γράψαντες Λιβερίῳ τῷ Ῥωμαίων ἐπισκόπῳ καὶ τοῖς ἀνὰ τὴν δύσιν ἱερεῦσιν, οἷα δὴ πίστιν δόκιμον καὶ βεβαίαν ἀπὸ τῶν ἀποστόλων ἔχουσι καὶ πρὸ τῶν ἄλλων προνοεῖν τῆς θρησκείας ὀφείλουσι, παντὶ σθένει συλλαβέσθαι τοῖς αὐτῶν πρέσβεσι καὶ σὺν αὐτοῖς περὶ τῶν πρακτέων βουλεύσασθαι καὶ ὡς ἂν δοκιμάσωσι διορθῶσαι τὰ τῆς ἐκκλησίας πράγματα.

Chapter XIII · Chapter XIVCaput XIII · Caput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1327Καὶ οἱ μὲν εἰς Ἰταλίαν ἀφικόμενοι ἔγνωσαν τὸν βασιλέα ἐν Γαλατίᾳ διάγειν τοῖς τῇδε παρακειμένοις βαρβάροις μαχόμενον. ἀπόρου δὲ φανείσης αὐτοῖς τῆς ἐπὶ Γαλάτας ὁδοῦ διὰ τὸν πόλεμον ἔδωκαν Λιβερίῳ τὰ γράμματα. κοινωσάμενοί τε περὶ ὧν ἐπρεσβεύοντο, καταγινώσκουσιν Ἀρείου καὶ τῶν ὁμοίως αὐτῷ φρονούντων καὶ διδασκόντων· ἀποκηρύττουσι δὲ καὶ πᾶσαν αἵρεσιν ἐναντιουμένην τῇ πίστει τῆς ἐν Νικαίᾳ συνόδου, καὶ τὸ ὁμοούσιον ὄνομα δέχονται ὡς τῷ ὁμοίῳ κατ’ οὐσίαν τὰ αὐτὰ σημαῖνον. ὡς δὲ τούτων ἔγγραφον αὐτῶν ὁμολογίαν ἔλαβεν ὁ Λιβέριος, ἐκοινώνησεν αὐτοῖς, καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν, καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον ἡ ὁμολογία ἥδε· «Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Σιλβανός, Θεό- ‹φιλος ἐν κυρίῳ χαίρειν.
‹Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολι- ‹καῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ‹ἀναιροῦντες ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ Σμύρνῃ ‹καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων, ἧς συνόδου ‹πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλούς ‹τε καὶ δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν ‹κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου ‹Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα ‹ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει, ἐν ᾗ ‹τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς· ‹ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι ‹τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατα- ‹κρίνοντες Ἄρειον καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ σὺν τοῖς μαθηταῖς αὐτοῦ ‹καὶ πᾶσαν αἵρεσιν Σαβελλίου καὶ Πατροπασσιανοῦ, Μαρκίωνος, Φωτεινοῦ, ‹Μαρκέλλου καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν καὶ ‹πάντας τοὺς ὁμόφρονας αὐτῶν·
καὶ πάσας δὲ τὰς αἱρέσεις τὰς ἐναντιου- ‹μένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν ‹ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ, ἀναθεματίζομεν, ἀναθεματίζοντες ἐξαι- ‹ρέτως καὶ τὰ ἐν τῇ Ἀριμήνῳ συνόδῳ, ὅσα ὑπεναντίως ταύτης τῆς προ- ‹ειρημένης πίστεως τῆς ἁγίας συνόδου Νικαέων ἐπράχθη, οἷς δόλῳ καὶ ‹ἐπιορκίᾳ ὑποπεισθέντες ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς ‹Θρᾴκης ὑπεγράψαμεν.« Ταῦτα ὁμολογήσαντες καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν αὐτοῖς ῥητοῖς τῇ οἰκείᾳ ὁμολογίᾳ συνῆψαν· καὶ περὶ τῶν πραχθέντων γράμματα Λιβερίου λαβόντες ἔπλευσαν εἰς Σικελίαν. Γενομένης δὲ κἀκεῖσε συνόδου καὶ τὰ αὐτὰ ψηφισαμένων τῶν τῇδε ἐπισκόπων, ἐπεὶ τάδε ἔπραξαν, ἐπανῆλθον. κατ’ ἐκεῖνο δὲ καιροῦ σύνοδον ἀγόντων ἐν Τυάνοις Εὐσεβίου τοῦ ἐπισκόπου τῆς Καππαδοκῶν Καισαρείας, Ἀθανασίου τε τοῦ Ἀγκύρας καὶ Πελαγίου τοῦ Λαοδικείας, Ζήνωνός τε τοῦ Τυρίου καὶ Παύλου τοῦ Ἐμέσης, Ὀτρέως τε τοῦ Μελιτινῆς καὶ Γρηγορίου τοῦ Ναζιανζοῦ καὶ πολλῶν ἄλλων, οἳ τὸ ὁμοούσιον πρεσβεύειν ἐψηφίσαντο ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας, ἀναγινώσκεται τὰ Λιβερίου καὶ τῶν ἀνὰ τὴν δύσιν γράμματα.

Chapter XVICaput XVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1331περιχαρεῖς τε ἐπὶ τούτοις γενόμενοι ἔγραψαν πάσαις ταῖς ἐκκλησίαις ἐντυχεῖν τοῖς ψηφίσμασι τῶν ἀνὰ τὴν Ἀσίαν ἐπισκόπων καὶ τοῖς Λιβερίου γράμμασι καὶ Ἰταλῶν καὶ Ἄφρων καὶ Γαλατῶν τῶν πρὸς δύσιν καὶ Σικελῶν (ἐκόμισαν γὰρ καὶ τούτων τὰ γράμματα οἱ ἐκ Λαμψάκου πρέσβεις), καὶ ἀναλογίσασθαι τὸν πάντων ἀριθμόν· πολλῷ γὰρ τῷ πλήθει τὴν ἐν Ἀριμήνῳ σύνοδον ἐνίκων· καὶ ὁμόφρονας αὐτοῖς γενέσθαι καὶ κοινωνούς, καὶ ὅτι ταύτης εἰσὶ τῆς γνώμης, διὰ γραφῆς οἰκείας δηλῶσαι, συνελθεῖν δὲ εἰς Ταρσὸν τῆς Κιλικίας ἔτι ἦρος ὄντος εἰς ῥητὴν ἡμέραν ἣν ὥρισαν. Καὶ οἱ μὲν ὧδε ἀλλήλοις συνιέναι προετρέποντο. ἤδη δὲ συνίστασθαι μελλούσης τῆς ἐν Ταρσῷ συνόδου συνελθόντες ἐν Ἀντιοχείᾳ τῆς Καρίας ἀμφὶ τριάκοντα καὶ τέσσαρες τῶν Ἀσιανῶν ἐπισκόπων τὴν μὲν ἐπὶ τῇ ὁμονοίᾳ τῶν ἐκκλησιῶν σπουδὴν ἐπῄνουν, παρῃτοῦντο δὲ τὸ τοῦ ὁμοουσίου ὄνομα, καὶ τὴν ἐν Ἀντιοχείᾳ καὶ Σελευκείᾳ ἐκτεθεῖσαν πίστιν χρῆναι κρατεῖν ἰσχυρίζοντο, ὡς καὶ Λουκιανοῦ τοῦ μάρτυρος οὖσαν καὶ μετὰ κινδύνων καὶ πολλῶν ἱδρώτων παρὰ τῶν πρὸ αὐτῶν δοκιμασθεῖσαν.
ὁ δὲ βασιλεὺς Εὐδοξίου σπουδῇ τὴν ἐν Κιλικίᾳ προσδοκωμένην διέλυσε σύνοδον, γράψας περὶ τούτου καὶ ἀπειλὴν ἐπιθείς. ἐν μέρει δὲ τοῖς ἄρχουσι τῶν ἐθνῶν ἀπελαύνειν τῶν ἐκκλησιῶν προσέταξε τοὺς ἐπὶ Κωνσταντίου καθαιρεθέντας ἐπισκόπους, αὖθις δὲ τὴν ἱερωσύνην ἀναλαβόντας ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας. ἐκ ταύτης δὲ τῆς προστάξεως καὶ ταῖς ἀνὰ τὴν Αἴγυπτον ἀρχαῖς σπουδὴ γέγονεν ἀφελέσθαι τῶν αὐτόθι ἐκκλησιῶν Ἀθανάσιον καὶ τῆς πόλεως ἀπελάσαι. οὐ τὸ τυχὸν γὰρ ἐπιτίμιον ἐνέκειτο τῷ βασιλέως γράμματι, εἰ μὴ ταῦτα γένηται, πάντων ἐπίσης ἀρχόντων τε καὶ τῶν ὑπ’ αὐτοὺς στρατιωτῶν καὶ βουλευτηρίων ἔκτισιν πολλῶν χρημάτων καταδικάζον καὶ σώματος αἰκισμοὺς ἀπειλούμενον. συνελθὸν δὲ τὸ πλῆθος τῶν Χριστιανῶν ἐξῄτουν τὸν ἔπαρχον ἀπερισκέπτως μὴ ἀπελαύνειν τὸν ἐπίσκοπον, ἀκριβέστερον δὲ σκοπεῖν τὸν ὅρον τῶν βασιλέως γραμμάτων, ὡς κατ’ ἐκείνων μόνον κρατοῦντα τῶν ἐπὶ Ἰουλιανοῦ κατελθόντων μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγήν. τὸν δὲ Ἀθανάσιον ἔλεγον φυγεῖν μὲν ἐπὶ Κωνσταντίου, μετακληθῆναι δὲ παρ’ αὐτοῦ καὶ τὴν ἐπισκοπὴν ἀπολαβεῖν· Ἰουλιανὸν δὲ πάντας καταγαγόντα μόνον αὐτὸν διῶξαι·
PG 67:1333πάλιν δ’ αὖ Ἰοβιανὸν αὐτὸν μετακαλέσασθαι. Ταῦτα λέγοντες οὐκ ἔπειθον. ἀντεῖχον δὲ ὅμως καὶ βιάζεσθαι οὐ συνεχώρουν. πανταχόθεν δὲ τοῦ δήμου συρρέοντος καὶ πολλοῦ θορύβου καὶ ταράχου ἀνὰ τὴν πόλιν ὄντος καὶ στάσεως προσδοκωμένης ἐμήνυσεν ὁ ὕπαρχος βασιλεῖ τὰ γενόμενα, συγχωρήσας αὐτὸν ἐν τῇ πόλει διάγειν. ἤδη δὲ πολλῶν διαγενομένων ἡμερῶν καὶ τῆς κινηθείσης στάσεως πεπαῦσθαι δοκούσης, ἑσπέρας λαθὼν Ἀθανάσιος ἐξῆλθε τῆς πόλεως καὶ εἴς τι χωρίον ἐκρύπτετο. ἀωρὶ δὲ τῆς αὐτῆς νυκτὸς ὁ ὕπαρχος Αἰγύπτου καὶ ὁ τῶν τῇδε στρατευμάτων ἡγεμὼν κατέλαβον τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ καταγώγιον εἶχε· πανταχῇ τε καὶ εἰς τὰς ὑπερῴους οἰκήσεις ἀναζητήσαντες αὐτὸν ἀπεχώρουν διαμαρτόντες τῆς βουλῆς· ᾤοντο γὰρ λοιπὸν τοῦ πλήθους ἐπιλελησμένου τῆς προτέρας κινήσεως, εἰ ἐπίθοιντο πάντων πρὸς ὕπνον τετραμμένων, ῥᾳδίως τὴν βασιλέως πρόσταξιν ἐπιτελέσειν καὶ τὴν πόλιν ἀστασίαστον φυλάξειν. θαῦμα δὲ πάντας εἰκότως εἶχεν Ἀθανασίου μὴ εὑρεθέντος. εἴτε γὰρ θείας δυνάμεως προειπούσης ὑπανεχώρησεν εἴτε τινῶν ἀγγειλάντων, ἀμφότερα εἰς ταὐτὸν τελεῖ.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ προμηθείας ἢ κατὰ ἄνθρωπον ἐδόκει εἰς ἀναγκαῖον ὧδε καιρὸν προμαθεῖν τὴν ἐπιβουλὴν καὶ φυλάξασθαι. ἕτεροι δέ φασιν, ὡς τὴν τοῦ πλήθους παράλογον κίνησιν προορῶν, δείσας τε μὴ τῶν ἐντεῦθεν συμβησομένων δεινῶν αἴτιος εἶναι δόξῃ, πάντα τοῦτον τὸν χρόνον ἐν πατρῴῳ μνήματι διέτριβεν. καὶ ὁ μὲν ὧδε διαφυγὼν ἐλάνθανεν. Οὐ πολλῷ δὲ ὕστερον ἔγραψεν ὁ βασιλεὺς ἐπανελθεῖν αὐτὸν καὶ τὴν ἐκκλησίαν ἔχειν. τεκμαίρομαι δὲ Οὐάλεντα παρὰ σκοπὸν ἐπὶ ταύτην τὴν γραφὴν ἐλθεῖν, ἢ τὴν κρατοῦσαν περὶ Ἀθανασίου δόξαν λογιζόμενον καὶ ὅτι τούτου χάριν εἰκὸς ἦν μέμψασθαι Οὐαλεντινιανόν, ἐπειδὴ τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα ἐπρέσβευεν, ἢ τῶν ἐπαινούντων αὐτὸν πολλῶν ὄντων τὴν κίνησιν ὑφορώμενον, μή τι νεωτερίσωσιν ἐπὶ βλάβῃ τῶν κοινῶν πραγμάτων. οἶμαι δὲ ὡς εἰκὸς καὶ τοὺς προεστῶτας τῆς Ἀρείου αἱρέσεως μὴ λίαν ἐπιθέσθαι τῇ περὶ τούτου σπουδῇ, λογισαμένους ὡς τῆς πόλεως ἐκβληθεὶς αὖθις ἐνοχλήσει τοῖς βασιλεύουσι καὶ ἀφορμὴν ἐντεῦθεν ἕξει τῆς πρὸς αὐτοὺς ὁμιλίας καὶ μεταπείσει Οὐάλεντα, Οὐαλεντινιανὸν δὲ καὶ εἰς ὀργὴν κινήσει ὡς ὁμόφρονα.

Chapter XVIIICaput XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1335μάλιστα γὰρ περιδεεῖς ἦσαν ἐκ τῶν ἐπὶ Κωνσταντίου συμβάντων πεπειραμένοι τῆς αὐτοῦ ἀρετῆς. ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν ἐκ τῆς Ἰταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον καθότι Ἀθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι. τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη Ἑλληνικῷ παραπλήσιος· φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν τὰ αὐτὰ φρονεῖν ἀναινομένων, καὶ εὐκτήριοι οἶκοι τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο· ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν ἔτι Ἀθανασίου τῷ βίῳ περιόντος. Τῷ δὲ βασιλεῖ Οὐάλεντι τὴν παρ’ Ὀρόντῃ Ἀντιόχειαν καταλαβεῖν ἐδόκει. ἐχομένου δὲ αὐτοῦ τῆς ὁδοῦ τελευτᾷ τὸν βίον Εὐδόξιος, ἐπὶ ἕνδεκα ἐνιαυτοῖς κρατήσας τῶν ἐν Κωνσταντινουπόλει ἐκκλησιῶν, ἐπιτρέπεται δὲ ταύτας Δημόφιλος, χειροτονηθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν παρὰ τῶν τὰ Ἀρείου φρονούντων. οἱ δὲ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, νομίσαντες εἰς καιρὸν αὐτοῖς τόδε συμβεβηκέναι, ψηφίζονται Εὐάγριόν τινα ἐπισκοπεῖν αὐτῶν.
χειροτονεῖ δὲ τοῦτον Εὐστάθιος, ὃς τὴν Ἀντιοχέων Σύρων διεῖπεν ἐκκλησίαν. μετακληθεὶς γὰρ ὑπὸ Ἰοβιανοῦ ἐκ τῆς ὑπερορίας φυγῆς λάθρα τότε ἐν Κωνσταντινουπόλει διέτριβε τοὺς ὁμοδόξους αὐτῷ διδάσκων καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης. ἐντεῦθεν δὲ οἱ μὲν ἀπὸ τῆς Ἀρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας· ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχεν· δείσας δὲ περὶ τῆς πόλεως, μή τι πάθοι ὑπὸ στάσεως, συνεῖδεν πέμψαι στρατιώτας εἰς Κωνσταντινούπολιν, οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. καὶ τὰ μὲν ὧδε ἔσχε. Θρασύτεροι δέ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσι, γενόμενοι οἱ τὰ Ἀρείου φρονοῦντες οὐκ ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. οἱ δὲ εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι καὶ τὰς οὐσίας κατ’ ὀλίγον δαπανώμενοι ταῖς ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλλαγήν.
PG 67:1337καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὔρβασος καὶ Θεόδωρος καὶ Μενέδημος. ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, προσελθόντες Οὐάλεντι βιβλίον ἐπέδοσαν τὰ κατ’ αὐτοὺς ἐγγράψαντες. ὁ δὲ σφόδρα θυμωθείς, ὅσον μὲν ὠργίσθη οὐκ ἐγένετο δῆλος, λάθρα δὲ τῷ ὑπάρχῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν. ὁ δὲ ὕπαρχος δείσας, μὴ στασιάσῃ τὸ πλῆθος τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς εἰς πλοῖον ἐνεβίβασεν οὐκ ἀγεννῶς τάδε παθεῖν ὑπομένοντας. ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ Ἀστακίου καλουμένου κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ἀπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες, ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη ἄχρι Δακιδίζης (χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας) διήρκεσε πρὸς τὸν ἔκπλουν· ἅμα δὲ τῇ γῇ προσέσχε καὶ διελύθη σὺν αὐτοῖς ἀνδράσι καταφλεχθεῖσα. Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν ἐπὶ τὴν Ἀντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο.

Chapter XIXCaput XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐν τούτῳ δὲ Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ Ἀρείου φρονοῦσι. ῥᾳδίως δὲ τοῦτο κατορθώσειν ᾤετο ἐκ τοῦ ἐκ διαφορᾶς τινος εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν· διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε καὶ τοῖς ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν. τὸ δὲ πλῆθος καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον, καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν ἐβουλεύοντο καὶ καθ’ ἑαυτοὺς ἐκκλησιάζειν. ἀλλ’ ὁ μὲν ἵνα μὴ καὶ τὸ καθ’ ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τὰς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς παρὰ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγεν. βασιλέα δὲ καὶ τοὺς ἀμφ’ αὐτὸν ἐπισκόπους (ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς Ἀρείου αἱρέσεως) προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. ἀπέβη δὲ παρὰ γνώμην αὐτοῖς.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδόκαις ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος ἐθελοντὴς εἰς Καισάρειαν ἧκε, καὶ Εὐσεβίῳ σπεισάμενος εὔνους ἦν· τῇ δὲ ἐκκλησίᾳ εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε. Μετὰ δὲ χρόνον πάλιν εἰς Καππαδοκίαν ἐλθὼν καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. βουλευόμενος δὲ καὶ αὐτὸν ἐξελάσαι οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. ἐδόκει δὲ πᾶσι τιμωρὸν γενόμενον τὸν θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει τῶν τεκόντων ἀπολέσαι τὸν παῖδα. ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος οὐκέτι αὐτὸν ἠνώχλησεν, ἐν ᾧ δὲ περιῆν καὶ κακῶς ἔχων ἔμελλε τελευτᾶν, πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ τοῦ κάμνοντος εὔξασθαι. ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον ἐκέλευσε τὰ βασιλέως φρονεῖν· ἀπειθοῦντι δὲ ἠπείλησε θάνατον.
PG 67:1339τὸν δὲ φάναι πολλοῦ ἄξιον αὐτῷ ἔσεσθαι, καὶ μεγίστην δώσειν χάριν ὡς ἐν τάχει τουτωνὶ τῶν δεσμῶν τοῦ σώματος λέγων αὐτὸν ἀπαλλάξειεν. ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύσασθαι καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἅλασθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, «ἐμοὶ μέν», ἔφη, «οὐ δεῖ βουλῆς· αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ· κτίσμα γὰρ ὢν οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ θεὸν συνομολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι. εἰ γὰρ καὶ λίαν ἐπίσημοι τυγχάνετε καὶ οὐκ ὀλίγης τῆς οἰκουμένης ἡγεῖσθε μοίρας, οὐ παρὰ τοῦτο ἀνθρώποις χαριστέον, ὀλιγωρῆσαι δὲ τῆς εἰς τὸ θεῖον πίστεως, ἣν οὐκ ἄν ποτε προδοίην, οὔτε δήμευσιν οὐσίας οὔτε ὑπερορίαν φυγὴν οὔτε θάνατον καταδικασθείς. ἐπεὶ καὶ τούτων οὐδέν με ἀνιᾶν δυνήσεται, εἴ γε οὐσίαν μὲν ἔχω ῥάκη τε καὶ βιβλία ὀλίγα, οἰκῶ δὲ τὴν γῆν ὡς ἀεὶ παροδεύων, σῶμα δέ μοι δι’ ἀσθένειαν μετὰ τὴν πρώτην πληγὴν αἰσθήσεως καὶ βασάνων κρεῖττον.« τοιαῦτα Βασιλείου παρρησιασαμένου θαυμάσας τοῦ ἀνδρὸς τὴν ἀρετὴν ὁ ὕπαρχος ἀνήγγειλε τῷ βασιλεῖ.
ὁ δὲ ἐπιτελουμένης τῆς τῶν θεοφανίων ἑορτῆς σὺν τοῖς ἄρχουσι καὶ δορυφόροις εἰς τὴν ἐκκλησίαν παραγενόμενος δῶρά τε τῇ ἱερᾷ τραπέζῃ προσήνεγκε καὶ εἰς λόγους αὐτῷ ἦλθε καὶ σοφίας καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν κόσμου τε καὶ εὐταξίας ἐπῄνεσεν. ἐκράτει δὲ ὅμως οὐκ εἰς μακρὰν ἐκ διαβολῆς τῶν ἐναντίων ὑπερορίαν αὐτὸν οἰκεῖν. καὶ ἡ νὺξ παρῆν καθ’ ἣν ἐδόκει τοῦτο γενέσθαι· ἐξαπίνης δὲ πυρετὸς τοῦ βασιλέως τὸν υἱὸν ἐπιλαβὼν εἰς ἀθρόαν καὶ σφαλερὰν νόσον κατέβαλε. καὶ ὁ πατὴρ κατὰ τοῦ ἐδάφους ἔρριπτο ἔτι ζῶντα τὸν παῖδα πενθῶν· ἀμηχανῶν δὲ καὶ πανταχόθεν σῶον αὐτὸν ἔχειν σπουδάζων ἐπιτρέπει τοῖς οἰκείοις μετακαλέσασθαι Βασίλειον εἰς ἐπίσκεψιν τοῦ κειμένου· ἔναγχος γὰρ ὑβρισμένῳ ᾐδεῖτο αὐτὸς περὶ τούτου κελεύειν. ἅμα δὲ παρῆν καὶ ὁ παῖς ῥᾷον ἔσχεν, ὡς πολλοὺς τότε ἰσχυρίζεσθαι ὡς οὐκ ἂν ἀπωλώλει, εἰ μὴ καὶ ἑτεροδόξους ἅμα Βασιλείῳ συνεκάλεσεν ὑπὲρ τοῦ παιδὸς εὐξομένους. λόγος δὲ καὶ τὸν ὕπαρχον τότε νόσῳ περιπεσεῖν, ἀντιβολοῦντα δὲ καὶ παραιτούμενον αὐτὸν ὑγιᾶ γενέσθαι.

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1343ἀλλὰ ταῦτα μὲν οὐ θαυμαστὰ ἴσως δόξειεν ἐπὶ Βασιλείου σκοπούμενα, ἀνδρὸς φιλοσοφωτάτου καὶ θεοφιλοῦς ἔργοις τε καὶ λόγοις ὑπερφυῶς εὐδοκιμήσαντος. Σύγχρονοι δὲ ὄντες αὐτός τε καὶ Γρηγόριος ὁμόζηλοι ταῖς ἀρεταῖς ὡς εἰπεῖν ἐγένοντο. ἄμφω μὲν γὰρ νέοι ὄντες Ἱμερίῳ καὶ Προαιρεσίῳ τοῖς τότε εὐδοκιμωτάτοις σοφισταῖς ἐν Ἀθήναις ἐφοίτησαν, μετὰ ταῦτα δὲ ἐν Ἀντιοχείᾳ Λιβανίῳ τῷ Σύρῳ· σοφιστεύειν δὲ ἢ δίκας ἀγορεύειν ὑπεριδόντες φιλοσοφεῖν ἔγνωσαν κατὰ τὸν τῆς ἐκκλησίας νόμον. ἐπί τινα δὲ χρόνον τοῖς μαθήμασι τῶν παρ’ Ἕλλησι φιλοσόφων ἐνδιατρίψαντες καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν λόγων ἐξακριβώσαντες ἐκ τῶν Ὠριγένους καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ’ ἐκεῖνον ἐν ταῖς ἑρμηνείαις τῶν ἐκκλησιαστικῶν βιβλίων εὐδοκιμησάντων, μέγα ὄφελος κατὰ τὸν παρόντα καιρὸν ἐγένοντο τοῖς ὁμοδόξοις τῶν ἐν Νικαίᾳ συνεληλυθότων. ἑκάτερος γὰρ ἀνδρείως συνίστατο τούτῳ τῷ δόγματι πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ διήλεγχεν ὡς μήτε τὰ ἄλλα ὀρθῶς φρονοῦντας μήτε τὰς Ὠριγένους δόξας, αἷς μάλιστα ἐπηρείδοντο. κοινῇ δὲ συνθήκῃ ἢ κλήρῳ, ὡς πρός τινων ἐπυθόμην, τοὺς κινδύνους ἐμερίσαντο.
καὶ Βασίλειος μὲν τὰς πρὸς τῷ Πόντῳ περιιὼν πόλεις συνοικίας τε μοναχῶν πολλὰς ἐκεῖσε κατεστήσατο καὶ τὰ πλήθη διδάσκων ὁμοίως αὐτῷ φρονεῖν ἔπειθε. Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως μικρᾶς ἐπισκοπεῖν μετὰ τὸν αὐτοῦ πατέρα λαχὼν ἀλλαχῇ τε τούτου χάριν καὶ μάλιστα τῇ Κωνσταντινουπόλει συνεχῶς ἐνεδήμει. οὐ πολλῷ δὲ ὕστερον τοῦ τῇδε λαοῦ προστατεῖν ἐπετράπη ψήφῳ πολλῶν ἱερέων· μήτε γὰρ ἐπισκόπου μήτε ἐκκλησίας οὔσης ἐνθάδε ἐκινδύνευε μηκέτι εἶναι λοιπὸν ἐν Κωνσταντινουπόλει τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου. Ἐπεὶ δὲ εἰς Ἀντιόχειαν παρεγένετο ὁ βασιλεύς, παντελῶς ἐξήλασε τῶν τῇδε ἐκκλησιῶν ἀνά τε τὰς πέριξ πόλεις τοὺς ὁμοίως φρονοῦντας τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, καὶ παντοδαπαῖς ἐπέτριβεν αὐτοὺς τιμωρίαις, ὡς καί τινας ἰσχυρίζεσθαι πολλοὺς αὐτῶν ἀνελεῖν ἄλλοις τε τρόποις καὶ εἰς τὸν Ὀρόντην ποταμὸν ἐμβάλλεσθαι προστάξαντα. μαθὼν δὲ ἐν Ἐδέσσῃ εὐκτήριον ἐπιφανὲς εἶναι Θωμᾶ τοῦ ἀποστόλου ἐπώνυμον, ἦλθε τοῦτο ἱστορῆσαι.
PG 67:1345ἀφαιρεθέντων δὲ κἀνταῦθα τῶν εὐκτηρίων οἴκων θεασάμενος ἐν πεδίῳ πρὸ τοῦ ἄστεως συνηγμένους τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας λέγεται τὸν [καθόλου] ὕπαρχον λοιδορήσασθαι καὶ πὺξ κατὰ τῆς σιαγόνος πλῆξαι, ὡς παρὰ τὴν αὐτοῦ πρόσταξιν συγχωρήσαντα γενέσθαι τοιαύτας συνόδους. ὁ δὲ Μόδεστος (τοῦτο γὰρ ὄνομα τῷ ὑπάρχῳ ἦν) καίπερ ἑτερόδοξος ὢν λάθρα τοῖς Ἐδεσσηνοῖς ἐμήνυσε φυλάξασθαι τὴν ὑστεραίαν καὶ μὴ συνελθεῖν εἰς τὸν εἰωθότα τόπον εὐξομένους· εἶναι γὰρ αὐτῷ προστεταγμένον παρὰ βασιλέως τιμωρεῖσθαι τοὺς ἁλισκομένους. καὶ ὁ μὲν ταῦτα ἠπείλει ἢ ὀλίγους ἢ μηδένα κινδυνεῦσαι προνοῶν καὶ ἑαυτὸν παραιτεῖσθαι σπουδάζων πρὸς τὴν τοῦ κρατοῦντος ὀργήν. οἱ δὲ Ἐδεσσηνοὶ παρ’ οὐδὲν ποιησάμενοι τὴν ἀπειλὴν σπουδαιότερον ἢ πρὸ τοῦ συνέρρεον ἕωθεν καὶ τὸν εἰωθότα τόπον ἐπλήρουν. ὁ δὲ Μόδεστος ἀγγελθέντος τούτου οὐκ εἶχεν ὅ τι καὶ ποιήσειεν, ἀμηχανῶν δὲ τοῖς παροῦσιν ὅμως ἐπὶ τὸ πεδίον ᾔει. γυνὴ δέ τις παιδάριον ἕλκουσα καὶ τὸ φᾶρος εἰκῇ ἐπισυρομένη παρὰ τὸν πρέποντα γυναικὶ κόσμον, ὡς ἐπί τι σπουδαῖον ἐπειγομένη, τὴν ἡγουμένην τοῦ ὑπάρχου στρατιωτικὴν στίχα διέτεμεν.

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἰδὼν δὲ Μόδεστος προσέταξεν αὐτὴν συλληφθῆναι, καὶ προσκαλεσάμενος ἀπῄτει λέγειν τοῦ δρόμου τὴν αἰτίαν. τῆς δὲ εἰπούσης, ἵνα θᾶττον καταλάβοι τὸ πεδίον ἔνθα συνίασι οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας, «μόνη γοῦν», ἔφη Μόδεστος, «οὐκ ἔγνως αὐτίκα μέλλειν ἐκεῖσε τὸν ὕπαρχον ἰέναι καὶ οὓς ἂν εὕροι πάντας ἀναιρήσειν; «ναίχι ἀκήκοα», φησί, «καὶ διὰ τοῦτο μάλιστα δρόμου δεῖ μοι, ἵνα μὴ τοῦ καιροῦ κατόπιν γένωμαι καὶ ἁμάρτω τῆς περὶ θεοῦ μαρτυρίας. «ἀτὰρ τί καὶ τοῦτο τὸ παιδάριον μεθ’ ἑαυτῆς ἄγεις;« ἤρετο ὁ ὕπαρχος. «ὡς ἂν καὶ αὐτός», ἔφη, «τοῦ κοινοῦ πάθους μετάσχοι καὶ τῶν ἴσων ἀξιωθείη.« θαυμάσας δὲ ὁ Μόδεστος τὴν γυναῖκα τῆς ἀνδρείας ἀνέστρεψεν εἰς τὰ βασίλεια· καὶ κοινωσάμενος τῷ κρατοῦντι περὶ αὐτῆς ἔπεισε μὴ χρῆναι τὸ δόξαν ἐπιτελεῖν, αἰσχρὸν τοῦτο καὶ ἀσύμφορον ἐπιδείξας. ἡ μὲν δὴ Ἐδεσσηνῶν πόλις πανδημεὶ τὸν εἰρημένον τρόπον ὑπὲρ τοῦ δόγματος ὡμολόγησεν. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον ἐτελεύτησεν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἡγούμενος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύνην ἀνύσας.

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τῶν δὲ τὰ Ἀρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων οὐκ εἰς μακρὰν παραγενόμενος Εὐζώιος, ὃς ἐν Ἀντιοχείᾳ τῆς Ἀρείου αἱρέσεως προί̈στατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλείς, Πέτρον μέν, ᾧ τὴν ἐπισκοπὴν ἐπέτρεψεν Ἀθανάσιος, συλλαβόμενοι καθεῖρξαν, Λουκίῳ δὲ τὴν Ἀλεξανδρέων ἐκκλησίαν παρέδωκαν. ἐντεῦθεν δὲ παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ· συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. ἅμα γὰρ τῇ Ἀλεξανδρέων ἐνεδήμησε καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν. ἀντιπεσόντος δὲ τοῦ πλήθους στάσεως αἰτία τοῖς κληρικοῖς ἐπλάκη καὶ ταῖς ἱεραῖς παρθένοις· ὡς πολεμίων δὲ καταδραμόντων τὴν πόλιν οἱ μὲν ἔφυγον, οἱ δὲ διωκόμενοι κατελαμβάνοντο καὶ δεσμῶται ἐφρουροῦντο· καὶ ἀπὸ τοῦ δεσμωτηρίου προαγόμενοι ἐτιμωροῦντο, οἱ μὲν ὄνυξι καὶ βοείαις αἰκιζόμενοι, οἱ δὲ ὑπὸ λαμπάσι πυρὸς φλεγόμενοι. παράδοξον δὲ ἦν ταῖς τιμωρίαις ἐπιβιῶναι, ἀποθανεῖν δὲ πρὸ τῆς τούτων πείρας ἢ ὑπερορίαν οἰκεῖν καταδικασθῆναι ζηλωτὸν ἐνομίζετο. καὶ τὰ μὲν ὧδε ἐγίνετο.
PG 67:1347Πέτρος δὲ ὁ ἐπίσκοπος διαδρὰς ἀπὸ τοῦ δεσμωτηρίου, ὡς πρὸς ὁμόδοξον τὸν Ῥωμαίων ἐπίσκοπον νηὸς ἐπιτυχὼν ἀνέπλευσεν. οἱ δὲ Ἀρείου καίπερ οὐ πολλοὶ ὄντες τῶν ἐκκλησιῶν ἐκράτησαν. ἐν αὐτῷ δὲ καὶ βασιλέως ἐπηκολούθησε πρόσταγμα, τῶν ὁμοδόξων τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν Ἀλεξανδρείας τε καὶ αὐτῆς Αἰγύπτου ἀπελαῦνον ὅσους ἐκέλευε Λούκιος· ὧδε γὰρ ἦν προστεταγμένον τῷ ἡγουμένῳ τοῦ ἔθνους. Εὐζώιος δὲ κατωρθωμένων ὧν ἐσπούδαζεν ἐπὶ τὴν Ἀντιόχειαν ἀνέστρεψεν. Ὁ δὲ Λούκιος παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν σὺν πλήθει ἐπεστράτευε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. ᾤετο γὰρ ἴσως, εἰ διενοχλήσειεν αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν καὶ ταύτῃ μάλιστα τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν· καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προί̈σταντο τότε τῶν αὐτόθι μοναστηρίων καὶ πάντες τὴν Ἀρείου δόξαν ἀπεστρέφοντο· τῇ δὲ μαρτυρίᾳ τούτων καὶ τὸ πλῆθος ἑπόμενον ὁμοίως ἐφρόνει, διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον οὔτε ἐπιστάμενον, παρ’ ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο·
PG 67:1349ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν, καὶ Παμβὼ καὶ Ἡρακλείδην καὶ λοιποὺς Ἀντωνίου μαθητάς. λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς Ἀρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι· πείθειν γὰρ οὐκ ἠδύνατο. διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ, εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων αὐτῶν καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναί τινα πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα καὶ ἐπὶ τῶν ποδῶν στῆναι μὴ δυνάμενον. ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο ἐπ’ ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι καὶ οἴκαδε ἀπιέναι· ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο κακηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος.
Ἀλλ’ οὐ παρὰ τοῦτο μετεμελήθησαν οἱ τούτοις τοῖς μοναχοῖς ἐπιβουλεύοντες, εἰσότε δὴ νύκτωρ αὐτοὺς συλλαβόμενοι διήγαγον εἰς Αἰγυπτίαν τινὰ νῆσον ὑπὸ λιμνῶν κυκλουμένην. ᾤκουν δὲ ταύτην ἄνδρες ἀμύητοι τοῦ Χριστιανῶν δόγματος καὶ δεισιδαίμονες, καθότι καὶ παλαιοτάτου ναοῦ παρ’ αὐτοῖς ὄντος πολὺ τούτου σέβας εἶχον. ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν· θεούσης δὲ καὶ βοώσης τῆς κόρης καταπλαγέντες οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος εἵποντο. ὡς δὲ πρὸς τῇ νηὶ ἐγένοντο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ ἐπὶ γῆν καλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε· «τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστιν οἰκητήριον· ὀχλοῦμεν δὲ οὐδενί· πᾶσι δὲ τοῖς ἄλλοις ἀνθρώποις ἀγνῶτες αὐτόθι λανθάνομεν ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν· εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα καὶ οἰκεῖον ποιήσατε· ἡμεῖς δὲ ὑπείκομεν.« καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς· ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ τῶν ἀμφὶ Μακάριον ἡ παῖς ἐσωφρόνησεν·
PG 67:1351ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλε, καὶ ἀμελλητὶ καθελόντες τὸν παρ’ αὐτοῖς ναὸν εἰς ἐκκλησίαν μετεσκεύασαν. Ταῦτα δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ ἀγγελλόμενα οὐ μετρίως ἐλύπει τὸν Λούκιον· ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλ’ αὐτῷ τῷ θεῷ προφανῆ πόλεμον καταγγέλλων· αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν. Ὁ μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. ὑπὸ δὲ τοῦτον τὸν χρόνον οὐ μόνον Διδύμῳ τῷ φιλοσόφῳ κατ’ ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν, ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν ἐναντίως εἶχε τοῖς ἀμφὶ Λούκιον. παρευδοκίμει δὲ τοὺς Ἀρείου πολλῷ τοῖς πλήθεσι καὶ διωκομένη ἡ κατ’ Αἴγυπτον ἐκκλησία. Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ Ὀσροηνοῖς, οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι Βασίλειον τὸν Καισαρείας τῆς παρ’ αὐτοῖς ἐπίσκοπον καὶ Γρηγόριον τὸν Ναζιανζοῦ.
Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν Ἀντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν πλειόνων μὲν ὄντων τῶν τὰ Ἀρείου φρονούντων καὶ τὰς ἐκκλησίας ἐχόντων, οὐκ ὀλίγων δὲ ὄντων οὐδὲ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, οὓς Εὐσταθιανοὺς καὶ Παυλιανοὺς ὠνόμαζον, ὧν ἡγεῖτο Παυλῖνός τε καὶ Μελέτιος, ὡς ἐν τοῖς πρόσθεν ἔγνωμεν· διὰ δὲ τούτους ἡ Ἀντιοχέων ἐκκλησία πᾶσα κινδυνεύσασα γενέσθαι τῆς Ἀρείου αἱρέσεως μόλις ὑπερέσχεν ἐναντίον τῆς βασιλέως σπουδῆς καὶ τῶν ἀμφ’ αὐτὸν δυναμένων. ὡς ἔοικε γάρ, εἰ συνέβη ἀνδρείους τὰς ἐκκλησίας ἰθύνειν, οὐ μετεβάλλοντο τῆς προτέρας δόξης τὰ πλήθη. ἀμέλει τοι καὶ Σκύθας λόγος διὰ τοιαύτην αἰτίαν ἐπὶ τῆς αὐτῆς μεῖναι πίστεως. τοῦτο δὲ τὸ ἔθνος πολλὰς μὲν ἔχει καὶ πόλεις καὶ κώμας καὶ φρούρια, μητρόπολις δέ ἐστι Τόμις, πόλις μεγάλη καὶ εὐδαίμων, παράλιος ἐξ εὐωνύμων εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον. εἰσέτι δὲ καὶ νῦν ἔθος παλαιὸν ἐνθάδε κρατεῖ τοῦ παντὸς ἔθνους ἕνα τὰς ἐκκλησίας ἐπισκοπεῖν. κατὰ δὴ τὸν παρόντα καιρὸν ἐπετρόπευε τούτων Βρετανίων. καὶ Οὐάλης ὁ βασιλεὺς ἧκεν εἰς Τόμιν·
PG 67:1353ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἀπέλιπεν αὐτὸν καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν, καὶ ὁ λαὸς ἐπηκολούθησε· σχεδὸν γὰρ πᾶσα ἡ πόλις συνεληλύθεσαν βασιλέα τε ὀψόμενοι καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες· ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ’ αὐτὸν χαλεπῶς ἤνεγκε τὴν ὕβριν, καὶ συλληφθέντα Βρετανίωνα εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε. καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. χαλεπαίνοντας γὰρ ὡς οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας ἐδεδίει, μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ Ῥωμαίων οἰκουμένῃ καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρετανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς, ἀνὴρ τά τε ἄλλα ἀγαθὸς καὶ ἐπὶ βίου ἀρετῇ ἐπίσημος, ὡς καὶ αὐτοὶ Σκύθαι μαρτυροῦσιν.

Chapter XXIVCaput XXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 67:1355ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης ἐκκλησιῶν, καθότι τῶν ἐπέκεινα Ῥωμαίων ἦρχεν Οὐαλεντινιανός, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου καὶ εὐλαβῶς εἰσάγαν περὶ τὸ θεῖον ἔχων, ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι περὶ τοὺς τῆς ἐκκλησίας θεσμούς· τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων ἀναφανείς. Ἐν τούτῳ δὲ πάλιν ἤδη μὲν πρότερον ἀρξαμένη, νῦν δὲ πλέον ἐπιδοῦσα ζήτησις ἦν, εἰ καὶ τὸ ἅγιον πνεῦμα πατρί τε καὶ υἱῷ ὁμοούσιον δοξάζειν προσῆκεν. ἐριστικαί τε καὶ περὶ τούτου πολλαὶ διαλέξεις οὐχ ἧττον ἢ πρότερον περὶ τοῦ θεοῦ λόγου συνέβησαν. κατὰ τοῦτο δὲ ἀλλήλοις συνεφέροντο οἵ τε ἀνόμοιον καὶ ὁμοιούσιον τὸν υἱὸν εἶναι λέγοντες· ἀμφότεροι γὰρ διακονικὸν καὶ τρίτον τῇ τάξει καὶ τῇ τιμῇ καὶ τῇ οὐσίᾳ ἀλλοῖον τὸ πνεῦμα ἰσχυρίζοντο· ὅσοι δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον, τὰ αὐτὰ καὶ περὶ τοῦ πνεύματος ἐφρόνουν.
οὐκ ἀγεννῶς δὲ τούτῳ τῷ λόγῳ συνίσταντο ἐν μὲν τῇ Συρίᾳ Ἀπολινάριος ὁ Λαοδικεύς, ἐν Αἰγύπτῳ δὲ Ἀθανάσιος ὁ ἐπίσκοπος, παρὰ δὲ Καππαδόκαις καὶ ταῖς παρὰ τὸν Πόντον ἐκκλησίαις Βασίλειος καὶ Γρηγόριος. ἀνακινουμένης δὲ τῆς τοιαύτης ζητήσεως καὶ ὡς εἰκὸς ταῖς φιλονικίαις ὁσημέραι πλέον ἐπιδιδούσης, μαθὼν ὁ Ῥώμης ἐπίσκοπος ἔγραψε ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις σὺν τοῖς ἀπὸ τῆς δύσεως ἱερεῦσι τριάδα ὁμοούσιον καὶ ὁμόδοξον πρεσβεύειν. τούτου δὲ γενομένου ὡς ἐπὶ κεκριμένοις ἅπαξ παρὰ τῆς Ῥωμαίων ἐκκλησίας ἡσυχίαν ἦγον ἕκαστοι, καὶ τέλος ἔχειν ἔδοξεν ἡ τοιαύτη ζήτησις. Περὶ δὲ τοῦτον τὸν χρόνον Λιβερίου τελευτήσαντος ἐπιτρέπεται Δάμασος τὸν Ῥωμαίων θρόνον. ὑπόψηφος δὲ ὢν τῇ χειροτονίᾳ καὶ Οὐρσακῖνός τις διάκονος, ἀποτυχὼν οὐκ ἤνεγκε· λάθρα δὲ ὑπό τινων ἀσήμων ἐπισκόπων χειροτονηθεὶς διασπᾶν τὸν λαὸν ἐσπούδαζε καὶ καθ’ ἑαυτὸν ἐκκλησιάζειν. μερισθέντος δὲ τοῦ πλήθους οἱ μὲν τοῦτον, οἱ δὲ Δάμασον ἐπισκοπεῖν ἠξίουν·
PG 67:1357καὶ πολλὴ τὸν δῆμον ὡς εἰκὸς ἔρις εἶχε καὶ στάσις, ὡς μέχρι τραυμάτων καὶ φόνων τὸ κακὸν προελθεῖν, εἰσότε δὴ ὁ τῆς Ῥώμης ὕπαρχος πολλοὺς τοῦ δήμου καὶ τοῦ κλήρου τιμωρίαις ὑποβαλὼν ἔπαυσε τὴν Οὐρσακίνου ἐπιχείρησιν. δογμάτων δὲ πέρι, καθὰ πρότερον, οὔτε Ῥωμαῖοι διεφέροντο οὔτε ἕτεροι τῶν ἀνὰ τὴν δύσιν, ἀλλὰ πάντες τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπῄνουν καὶ τριάδα ἰσότιμόν τε καὶ ἰσοδύναμον ἐδόξαζον, πλὴν τῶν ἀμφὶ τὸν Αὐξέντιον· ὃς προεστὼς τότε τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ἅμα τισὶν ἐπεχείρει νεωτερίζειν καὶ παρὰ τὴν κοινὴν συνθήκην τῶν πρὸς δύσιν ἱερέων τὸ Ἀρείου δόγμα κρατύνειν καὶ τὰ ἴσα φρονεῖν τοῖς ἀνόμοιον καὶ τὸ πνεῦμα δοξάζουσι κατὰ τὴν ὕστερον ἐπιγενομένην ζήτησιν.

Chapter XXVCaput XXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καταμηνυσάντων δὲ τῶν ἀπὸ Γαλλίας καὶ Βενετίας καὶ παρ’ ἑτέρων τινῶν ταῦτα σπουδάζεσθαι παρ’ αὐτοῖς, οὐ πολλῷ ὕστερον πολλῶν ἐθνῶν ἐπίσκοποι συνελθόντες εἰς Ῥώμην ἐψηφίσαντο τῆς αὐτῶν κοινωνίας ἀλλότριον εἶναι Αὐξέντιον καὶ τοὺς ὁμοίως αὐτῷ δοξάζοντας, βεβαίαν δὲ μένειν τὴν παραδοθεῖσαν πίστιν παρὰ τῆς ἐν Νικαίᾳ συνόδου, τῶν ἐν Ἀριμήνῳ δοξάντων ὑπεναντίων ταύτης ἀκύρων ὄντων, ὡς μήτε τοῦ Ῥωμαίων ἐπισκόπου μήτε τῶν ἄλλων συνθεμένων αὐτοῖς καὶ ὡς πολλῶν τῶν αὐτόθι συνελθόντων ἀπαρεσθέντων τοῖς τότε παρ’ αὐτῶν δεδογμένοις. ταῦτα δὲ οὕτως γενέσθαι καὶ δόξαι μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ Δαμάσου τοῦ Ῥωμαίων ἐπισκόπου καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων πρὸς τοὺς Ἰλλυριῶν ἐπισκόπους γραφεῖσα· ἔχει δὲ ὧδε· «Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες ‹τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος καὶ Οὐαλέριος καὶ ‹οἱ λοιποὶ τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. ‹Πιστεύομεν τὴν ἁγίαν πίστιν ὑμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων ‹θεμελιωθεῖσαν ταύτην κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ ‹τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ.
PG 67:1359οὐδὲ γὰρ ἄλλως ‹ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ θεοῦ ἱερεῖς, ὑφ’ ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς ‹παιδεύεσθαι. ἀλλὰ δι’ ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ‹ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι ‹ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι εἰκαίαις ‹ἑρμηνείαις ἀνθίσταται· ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας διανοου- ‹μένων μὴ παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν ‹γνώμην, ὁσάκις ἂν διαφόροις βουλαῖς περιφέρωνται. τοιγαροῦν Αὐξέντιον ‹τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέ- ‹γραπται. δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκά- ‹λους ὁμοφρονεῖν καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν·
καὶ ‹γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν ‹μάλιστα, ὅπερ ἀπείη, τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τρια- ‹κόσιοι δέκα ὀκτὼ ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου σκέμματος, τοῦτο τὸ ‹τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ ‹τὰ θανάσιμα φάρμακα ἀπεώσαντο, ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς ‹θεότητος, μιᾶς ἀρετῆς καὶ ἑνὸς σχήματος πιστεύεσθαι· χρὴ δὲ τῆς αὐτῆς ‹ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον πιστεύειν· τὸν δὲ ἄλλως φρονοῦντα ‹ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἐκρίναμεν. ὅνπερ σωτηριώδη ‹ὅρον καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιᾶναι ἠθέλησαν. ἀλλ’ ἐν αὐτῇ ‹τῇ ἀρχῇ ἀπ’ αὐτῶν τούτων, οἵτινες τοῦτο ἐν Ἀριμήνῳ ἀνανεώσασθαι ἢ ‹ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμολογεῖν αὐτοὺς ‹ἑτέρᾳ τινὶ διαλέξει ὑφηρπάσθαι, ὅτι οὐκ ἐνόησαν τῇ τῶν πατέρων γνώμῃ ‹τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι.
PG 67:1361οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη ‹γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε ‹μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, ‹οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, ‹οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὼς ‹προειρήκαμεν, αὐτοὶ οὗτοι, οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, ‹οὗτοι καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο. ‹Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν ‹Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαι- ‹ότητι καθεκτέον εἶναι, καὶ μεθ’ ἡμῶν τοὺς ἀνατολικούς, οἵτινες ἑαυτοὺς ‹τῆς καθολικῆς εἶναι ἐπιγιγνώσκουσι, τοὺς δὲ δυτικοὺς καυχᾶσθαι. πι- ‹στεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ ‹τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι [καὶ περιαιρεθήσεσθαι] αὐτῶν τὸ ‹τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ‹ἀναπνεῦσαι. οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ‹ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται.

Chapter XXVICaput XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
συμφωνείτω τοίνυν ‹μετὰ πάντων τῶν τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ‹ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους πιστεύομεν. ὅτι δὲ οὕτως ἡμεῖς μεθ’ ὑμῶν ‹πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθε.« Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάνοντες τοὺς παρ’ αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν, ὡς κομιδῇ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ τὸν Αὐξέντιον. οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος θανάτῳ ἐκποδὼν ἐγένετο· τελευτήσαντος δὲ αὐτοῦ ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνου ἐκκλησίαν ἐπισκοπεῖν· καὶ ἡ πόλις ἐκινδύνευεν. ἕκαστοι γὰρ ἀποτυχόντες ἠπείλουν ποιεῖν ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. δείσας δὲ τὴν τοῦ δήμου κίνησιν Ἀμβρόσιος ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν συνεβούλευε τοῖς πλήθεσι παύεσθαι τῆς ἔριδος, νόμων ὑπομιμνήσκων ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν.
PG 67:1363οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς ἐπ’ αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον, καὶ βαπτίζεσθαι παρεκελεύοντο (ἔτι γὰρ ἀμύητος ἦν) καὶ τὴν ἱερωσύνην παραλαμβάνειν ἐδέοντο. ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο καὶ ἀπεμάχετο καὶ ἀτεχνῶς τὸ πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο καὶ τῆς ἔριδος οὐκ ἄλλως ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς. ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς εὔξασθαι καὶ φάναι χάριν ὁμολογεῖν τῷ θεῷ ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ οὓς αὐτὸς ἄρχειν προβάλλεται. μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν καὶ τὴν Ἀμβροσίου παραίτησιν συνέβαλεν ἐπὶ ὁμονοίᾳ τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ταῦτα βραβεύειν τὸν θεόν, καὶ τὴν ταχίστην αὐτὸν χειροτονεῖσθαι προσέταξεν. ἅμα δὲ ἐμυήθη καὶ τὴν ἱερωσύνην παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ’ αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς Αὐξεντίου προστασίας.
Ἀλλ’ οἷος μὲν Ἀμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν λελέξεται. περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὴν Φρυγίαν Ναυατιανοὶ παρὰ τὸ πρότερον εἰωθὸς ἤρξαντο μετὰ τῶν Ἰουδαίων τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν. Ναυάτος μὲν γάρ, ὃς ἀρχηγὸς ἐγένετο τῆς αἱρέσεως, τοὺς μεταμελομένους ἐπὶ τοῖς ἁμαρτήμασιν εἰς κοινωνίαν οὐ προσίετο καὶ τοῦτο μόνον ἐκαινοτόμει· παραπλησίως δὲ τῇ Ῥωμαίων ἐκκλησίᾳ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν διετέλεσεν αὐτός τε καὶ οἱ μετ’ αὐτὸν ταύτην ἄγοντες τὴν ἑορτήν, εἰσότε δὴ ἐπὶ ταύτης τῆς ἡγεμονίας τινὲς τῶν ἀνὰ τὴν Φρυγίαν Ναυατιανῶν ἐπισκόπων συνελθόντες ἐν Παζουκώμῃ (χωρίον δὲ τοῦτο Φρυγῶν ὅθεν Σαγαρίου τοῦ ποταμοῦ αἱ πηγαὶ ῥέουσιν) ὡς οὐδὲ ταύτῃ κοινωνεῖν ἀξιοῦντες τοῖς ἑτέρως αὐτοῖς δοξάζουσιν ἴδιον ἔθεντο νόμον, ὥστε τὴν τῶν ἀζύμων ἐπιτηρεῖν ἑορτὴν καὶ σὺν τοῖς Ἰουδαίοις τὸ πάσχα ἐπιτελεῖν.
PG 67:1365οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ συνόδῳ οὔτε Ἀγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐπίσκοπος οὔτε ὁ Νικαίας ἢ ὁ Νικομηδείας ἢ ὁ Κοτυαείου (πόλις δὲ αὕτη Φρυγίας οὐκ ἄσημος), οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν ἐκκλησίας πραττομένων. ἐκ ταύτης δὲ τῆς αἰτίας ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν καὶ σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ. Ἐν τούτῳ δὲ εἰς τὸ προφανὲς προί̈στατο Ἀπολινάριος τῆς ἀπ’ αὐτοῦ ὀνομαζομένης αἱρέσεως, καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας καθ’ ἑαυτὸν συνῆγε. συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος Ἀντιοχεὺς τῶν ὑπὸ Μελέτιον ἱερωμένων, ἀνὴρ εἰ καί τις ἄλλος ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς καὶ περὶ τοὺς ὑπ’ αὐτὸν ἀγομένους σπουδαῖος καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος. μετ’ οὐ πολὺ γὰρ ἀποσχίσας ἑαυτὸν τῆς Μελετίου κοινωνίας Ἀπολιναρίῳ προσέθετο·
Page scan enlarged

Notebook

Full View