PG 70Cyril
Commentary on the Prophet Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; natural subdivisions) — PG column chips mark the printed columns.

Discourse I (Book I)Λόγος Αʹ (Liber I)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Oratio I

PG 70:9ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ. ΒΙΒΛΙΟΝ Α. ΛΟΓΟΙ ΕΞ. [ΠΡΟΟΙΜΙΟΝ.] Ἀσυμφανὴς μὲν ἀεὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, μεμέστωται δὲ τῶν κεκρυμμένων ἐννοιῶν, καὶ μυστηρίων ἡμῖν τῶν θείων ὠδίνει προαγόρευσιν. Τέλος γὰρ νόμου, καὶ προφητῶν ὁ Χριστὸς, καθὼς γέγραπται. Χρῆναι δὲ φημὶ, τοὺς ἐθέλοντας διατρανοῦν τὰ οὕτως ἰσχνὰ, καὶ αἰνιγματώδη τῶν θεωρημάτων πλάτη διανοίας ὄμματι περιαθρεῖν ἐπείγεσθαι, καὶ μάλα εὐφρόνως τοῦτο μὲν, τῆς ἱστορίας τὸ ἀκριβὲς, τοῦτο δὲ, τῆς πνευματικῆς θεωρίας τὴν ἀπόδοσιν, ἵνα πανταχόθεν τοῖς ἐντευξομένοις ἐκβαίη τὸ ὠφελοῦν, καὶ ἡ τῆς τῶν προκειμένων ἐννοίας διασάφησις οὐδὲν ἔχουσα τὸ ἐνδεὲς διαφαίνοιτο.
Οἶδα μὲν οὖν ὅτι φθάσαντές τινες προγεγράφασιν εἰς ταῦτα, καὶ μακροὺς ἡμῖν περὶ αὐτῶν ἐποιήσαντο λόγους· ἀπόχρη δὲ οἶμαι τουτὶ, καὶ πρός γε τὸ δεῖν ἑτέροις ὄκνου πρόφασιν οὐκ ἀγεννῆ παρασχεῖν, ἀναπεῖσαί τε σιωπῆσαι ἑλέσθαι μᾶλλον, οἷς ἕτεροι προειρήκασιν ἐπειπεῖν καινὸν μὲν οὐδὲν, ταυτοεπεῖν δὲ μᾶλλον, καὶ διὰ τῶν αὐτῶν ἰέναι θεωρημάτων. Ἐπειδὴ δὲ κἂν τοῦτο συμβαίνῃ παθεῖν, τὸ λυποῦν ἂν εἴη παντελῶς οὐδὲν, καὶ διὰ τῆς τῶν πλειόνων συμφωνίας ἐμπεδοῦσθαι πρὸς ἀλήθειαν τοὺς ἀκροωμένους, ὄκνου κρείττονα γενέσθαι καὶ νῦν ἐμαυτὸν ἀναπείθω, τὸν ἐπ’ ἀγαθοῖς σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰςάπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ’ ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύνοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον.
PG 70:11Γέγραπται γὰρ, ὅτι Πλατεῖα ἡ ἐντολή σου σφόδρα.6 Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαί̈ας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημονεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ καιροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφητείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων.
Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπεχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι’ ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ’ ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη.
Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐτὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυσίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς Ἱερουσαλὴμ βωμοὺς ἀναστήσας προσκυνεῖν ἐκέλευε τὰ χειρόκμητα, καὶ λατρεύειν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ μὴν καὶ τὰ ἴδια τέκνα διήγαγεν ἐν πυρὶ, τουτέστι, κατέκαυσεν εἰς θυσίαν τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἁπαξαπλῶς εἰπεῖν, τρόπος αὐτῷ δυσσεβείας ἀνεπιτήδευτος ἦν οὐδείς. Εἶτα μετὰ τοῦτον βεβασίλευκεν Ἐζεχίας ἀνὴρ εὐσεβὴς καὶ φιλόθεος, καὶ δικαιοσύνης πρύτανις, καὶ παντὸς ἀγαθοῦ ζηλωτὴς, καὶ τῶν θείων θελημάτων ἐργάτης.
PG 70:13Οὗτος τοῦ Ἄχαζ παρανομήμασιν πᾶν πράττεσθαί τε καὶ ἰσχύειν ἐκέλευεν· ἀνῆκε μὲν γὰρ τὰς τοῦ ναοῦ θύρας, εἶτα θυσίας, καὶ σπονδὰς διετύπου προσάγεσθαι τῷ Θεῷ, καὶ ταῖς κατὰ νόμον ἱερουργίαις γεραίρεσθαι· καὶ μὴν καὶ δίχα χρόνων μακρῶν τὸν ἐπὶ τῷ Πάσχα νόμον ἀνανεώσασθαι ὁρᾶται. Καθεῖλε τεμένη, καὶ βωμοὺς, καὶ χειρόκμητα, γνώστας τε καὶ ψευδομάντεις, καὶ τὰς τῶν ἐπῳδῶν ἀγέλας ἠρεμεῖν ἐκέλευσε, καὶ ἦν ἀνὴρ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἐν καιροῖς βασιλείας τῶν ἀρτίως ἡμῖν εἰρημένων, ποτὲ μὲν ὠξύνετο πρὸς ὀργὰς ὁ τῶν ὅλων Θεὸς, εἰδωλολατροῦντος τοῦ Ἰσραήλ· ποτὲ δὲ καὶ ἐμαλάσσετο πρὸς τὸ ἥμερον, μεταπλαττομένου πρὸς εὐσέβειαν διὰ τῆς τοῦ κρατοῦντος ἐπιεικείας· ταύτῃ τοι μέμικται τῆς προφητείας ὁ λόγος, καὶ πλείστην μὲν ὅσην ἔσθ’ ὅτε ποιεῖται τὴν ἀπειλὴν, ὡς δυσσεβοῦντος τοῦ Ἰσραὴλ, ὑποσχέσεως δὲ τῆς ἐπ’ ἀγαθοῖς εἰσκομίζει λόγον.
Διαμέμνηται δὲ πανταχοῦ τῆς διὰ τοῦ Χριστοῦ λυτρώσεως, καὶ φησὶν ὅτι κατὰ καιροὺς μὲν ἔσται τῆς πρὸς Θεὸν οἰκειότητος ἀπόπεμπτος ὁ Ἰσραὴλ, εἰσδεχθήσεται δὲ τῶν ἐθνῶν ἡ πληθὺς δικαιουμένη διὰ τῆς πίστεως τῆς ἐν Χριστῷ. Ὥστε μοι δοκεῖ στεφανοῦν εὖ μάλα τὸν μακάριον προφήτην Ἡσαί̈αν, οὐχὶ τῇ τῆς προφητείας χάριτι μόνῃ, ἀλλὰ γὰρ καὶ τοῖς ἀποστολικοῖς αὐχήμασιν. Ἐν ταὐτῷ γὰρ ἔστιν προφήτης τε ἅμα, καὶ ἀπόστολος, καὶ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φαιδρότητος οὐκ ἠμοιρηκότας τοὺς τῆς ἑαυτοῦ συγγραφῆς ποιήσεται λόγους. ΛΟΓΟΣ Α. Ὅρασις ἣν εἶδεν Ἡσαί̈ας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Οὐκ ἂν οἶμαι διαψεύσαιτό τις ἐκεῖνο εἰπὼν περὶ τῶν ἁγίων προφητῶν, ὡς οὐ μόνην ἐδέχοντο τῶν ἐσομένων τὴν γνῶσιν, καταλαμπρύνοντος τὸ χρῆμα αὐτοῖς τοῦ ἁγίου Πνεύματος, καὶ ἐνηχοῦντος εἰς νοῦν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ’ ὅτε τῶν πραγμάτων εἰπὼν ὅτι ἐγίνοντο θεωροί.
Ἔοικε τοίνυν ὁ μακάριος προφήτης Ἡσαί̈ας τοῖς τῆς διανοίας ὄμμασι τὰ κατὰ καιροὺς ἐσόμενα κατὰ τῆς Ἰουδαίας τεθεᾶσθαι πάθη, τοῦτο μὲν τὰς τῶν πολεμίων φάλαγγας καταδῃούσας τὴν γῆν, τοῦτο δὲ τὰς πόλεις ἠρημωμένας, καὶ οἴκους ἐμπιπραμένους, καὶ ὅσα τοῖς τοῦ πολέμου νόμοις πράττεται παρ’ ἐχθρῶν ταύτῃ τοι προγέγραπται τῆς προφητείας· Ὅρασις ἣν εἶδεν Ἡσαί̈ας υἱὸς Ἀμὼς, κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ.6 Ἐπισημαίνεται δὲ χρησίμως τοὺς τῶν βασιλέων καιροὺς, ἵνα φαίνηται Θεὸς προσφόρως τοῖς ἑκάστου τρόποις τὰ ἐν τῷ προφήτῃ λαλῶν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.
Τί τὸ χρῆμα, τίς ὁ λόγος, καὶ τί ἂν βούλοιτο δηλοῦν περιαθρεῖν ἀναγκαῖον. Διαμαρτύρεται γὰρ ὥςπερ οὐρανόν τε καὶ γῆν ὁ μακάριος προφήτης, καὶ τοῦτο πράττων οὐκ ἀθεεὶ, πλὴν, οὐκ ἰδίους, Θεοῦ δὲ μᾶλλον εἶναι τοὺς λόγους φησίν. Ὅτι πάντη τε καὶ πάντως πρὸς πέρας ἐκβήσονται διὰ τούτου σημαίνων, καὶ τοῖς τοῦ παθεῖν δείμασι καταπτοῶν τοὺς ἀκροωμένους. Ἀμήχανον γὰρ ψευδοεπῆσαι Θεόν· ὁμοῦ δὲ κἀκεῖνο, καθάπερ ἐγᾦμαι, κατασκευάζων. Ἐπειδὴ γὰρ ἔμελλεν τὰς κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ προαγορεύσεις ποιεῖσθαι, καὶ τὰ λόγου παντὸς ἐπέκεινα προκαταμηνύσειν πάθη, καὶ τὰς ἀνηκέστους συμφορὰς, οὐκ ἠγνόησεν ὅτι πάντη τε καὶ πάντως ἀκονηθήσονται πρὸς ὀργὰς οἱ πρὸς οὓς ὁ λόγος. Κύριον τοίνυν τὰ τοιάδε πρὸς αὐτοὺς λαλῆσαί φησιν, τὸν τῶν ἀνοσίων θυμὸν εὐτεχνέστατα διωθούμενος, καὶ οἷον ἐκδυσωπῶν τὰς ἀδίκους ὀργάς.
PG 70:15Εἰ γὰρ παρελήφθη μεσίτης καὶ διάκονος, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοι λόγους, πῶς ἂν ἐπ’ αὐτῷ δικαίως ὀργίζοιτό τις; μᾶλλον δὲ, πῶς οὐχὶ κατὰ Θεοῦ τοῦ λελαληκότος τὰ ἐξ ὀργῆς γένοιτ’ ἂν δυσσεβῆ τολμήματα. Διαμαρτύρεται τοίνυν σφόδρα εἰκότως οὐρανόν τε καὶ γῆν; Ἐπειδὴ γὰρ ἔμελλε τὰς κατὰ τοῦ Ἰσραὴλ ποιεῖσθαι μομφὰς, καὶ ἀγγέλους εἰδέναι βούλεται τοὺς κατ’ οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν σύμπασαν γῆν, τῆς ἐκείνου δυσσεβείας τοὺς τρόπους, ἵνα μή τις οἴηται κεκινῆσθαι μάτην ἢ καὶ προαλῶσι ἐπὶ μικροῖς τε καὶ εὐτελεστάτοις πταίσμασιν, ἀπόβλητον ποιεῖσθαι τὸν ἠγαπημένον, καὶ εἰς κλῆρον αὐτῷ τεθέντα λαὸν, καὶ τὸ πάλαι διὰ πολλῆς ἄγαν ἰσχύος, τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἐξῃρημένον. Ἠλέησε μὲν γὰρ ὡς ἀδικούμενον παρά τε τὸ εἰκὸς, καὶ τὴν τοῖς πατράσι πρέπουσάν τε καὶ ἐνοῦσαν εὐγένειαν, ἀβουλήτῳ θητείᾳ κατηχθισμένους.
Ἐπειδὴ δὲ ἀντέπραττον οἱ πλεονεκτήσαντες, ἐκολάζοντο πικρῶς, πάντα τρόπον αὐτοῖς αἰκίας ἐπιῤῥιπτοῦντος Θεοῦ. Ὥσπερ τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τοῖς ἐξ Ἰσραὴλ, οὕτω βούλεται καὶ τὸν τῆς ἀποβολῆς μὴ ἀγνοεῖσθαι τρόπον. Εἰ δὲ δὴ βούλοιντό τινες καὶ αὐτὰ καλεῖσθαι τὰ στοιχεῖα διὰ τῆς τοῦ προφήτου φωνῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λόγου τῶν ἐννοιῶν ἡ δύναμις, ἐκεῖνο διεσκεμμένοις. Ἐλυτροῦτο μὲν γὰρ, ὡς ἔφην, τῆς Αἰγυπτίων ἀνοσιότητος διὰ Μωσέως ὁ Ἰσραήλ. Ἐπειδὴ δὲ τοῖς τοῦ Θεοῦ νεύμασιν ἀνοσίως ἀντανιστάμενος ἔφασκεν ὁ Φαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ, συνωπλίζετο τῷ ἰδίῳ δεσπότῃ κατὰ τῶν ἀπεχθούντων ἡ κτίσις. Ἄνωθεν μὲν γὰρ καὶ ἐξ οὐρανοῦ πλεῖστά τε ὅσα καὶ περιφανῆ γεγόνασι σημεῖα, πλεῖστα δὲ ὁμοίως καὶ οὐκ ἀθαύμαστα ἐν αὐτῇ τῇ γῇ.
Ὁ μὲν γὰρ οὐρανὸς καθίει τὴν χάλαζαν, ἡ δὲ γῆ βατράχους ἐξέῤῥιψε, καθὰ γέγραπται· καὶ τὸ μὲν ὕδωρ εἰς αἷμα μετεσκευάζετο, αἰθάλης δὲ καμιναίας κατασκιδναμένης, καὶ τὸν ἀέρα θολούσης, ἕλκη καὶ φλυκτίδες ἀναζέουσαι τοῖς ἐν πάντων συνέβαινε σώμασιν. Ὡς οὖν καὶ αὐτῶν τῶν στοιχείων μονονουχὶ μάτην ἐπὶ τοῖς λελυτρωμένοις πεπονηκότων, Ἄκουε, οὐρανὲ, φησὶν, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν.6 Προσβαλοῦμεν δὲ καὶ ἑτέρως ταῖς τῶν προκειμένων ἐννοίαις. Ἀτιμήσαντες μὲν γὰρ τὴν διὰ νόμου παίδευσιν οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν σωτηρίων μαθημάτων ὀλιγωρήσαντες τὸν ἕνα τε καὶ φύσει καταλελοιπότες Θεὸν τοῖς ἀκαθάρτοις δαίμοσιν τὰς θεραπείας προσῆγον ἐν ὄρεσι καὶ βουνοῖς, καὶ ἐν ταῖς εὐδενδροτάταις φάραγξιν τεθυμιάκασί τε καὶ προςκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν.
PG 70:17Καὶ ἠγανάκτει μὲν ἐπὶ τούτοις, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, ἔφη δὲ πρὸς ἕνα τῶν ἁγίων προφητῶν· Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ τὴν φωνήν σου. Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.6 Καὶ οὔτι που φαμὲν ὅτι πρός γε τὰ ὄρη καὶ τοὺς βουνοὺς γέγονεν ἡ κρίσις τῷ Κυρίῳ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐδικάζετο δὲ μᾶλλον τῷ πρὸς αὐτὴν τὴν ἀσέβειαν τοῦ Ἰσραὴλ τοῖς ἐν τοῖς ὄρεσι καὶ βουνοῖς καὶ νάπαις. Ἠλέγχετο γὰρ ἀμετρίως δεδυσσεβηκὼς, καὶ βωμοὺς καὶ τεμένη κατασκευάσας ἐκεῖ τοῖς ἀκαθάρτοις δαίμοσιν. Οὐκοῦν ἐπειδήπερ οἱ ἐξ Ἰσραὴλ τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσαντες προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, δεχόμενοι δὲ καὶ τὴν ἐκ γῆς ὕλην, ξύλα τέ φημι καὶ λίθους, ἐποίησαν ἑαυτοῖς εἴδωλα κατὰ τὸ ἑκάστῳ δοκοῦν, οἰκονομώτατα λίαν τὴν ἐν τούτοις αὐτῶν ἀσέβειαν ὑπαινίττεται, καὶ οἷον εἰς ἔλεγχον καὶ ἀπόδειξιν οὐρανόν τε καὶ γῆν εἰς μέσον ὥσπερ παρακομίζει λέγων, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν,6 Καὶ καθ’ ἕτερον δὲ τρόπον, πολλοὺς εἶναι φαμὲν τοὺς πατέρας ἐν οὐρανῷ, τοὺς πνευματικοὺς δῆλον ὅτι· πολλοὺς δὲ ὁμοίως καὶ ἐπὶ τῆς γῆς, τοῦτο μὲν σαρκικοὺς, τοῦτο δὲ πνευματικούς.
Ἀλλὰ τούτοις μὲν ἅπασι τοῖς πατράσι τοῖς ἄνω τε καὶ κάτω παρὰ τῶν ὑπὸ χεῖρα τέκνων προσάγονται τιμαί. Χαίρουσι δὲ λίαν οἱ τετιμημένοι, καὶ οὐδείς ἐστιν ἐν αὐτοῖς, ὃς οὐ πάντῃ τε καὶ πάντως ποιεῖται δυσφόρητον τὸ ἀχαριστεῖσθαι παρὰ τῶν τέκνων. Ὃ δὴ πεπονθὼς ὁ τῶν ὅλων Θεὸς, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πατέρας διαμαρτύρεται λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν . Εἰσδεχθεὶς γὰρ ὁ Ἰσραὴλ διὰ τῆς χάριτος, καὶ τῆς τοῖς τέκνοις πρεπούσης ἠξιωμένος φειδοῦς, γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ, τῆς ἀληθοῦς καὶ πνευματικῆς ἀναγεννήσεως ἐφ’ ἡμῖν ἐκπεπερασμένης. Διὰ πίστεως δὲ δῆλον ὅτι τῆς ἐν Χριστῷ· γεγεννήμεθα γὰρ ἐξ ὕδατος καὶ πνεύματος, καὶ δέδοται μὲν τοῖς ἀρχαιοτέροις πνεῦμα δουλείας, εἰ καὶ πρωτότοκος ἦν καὶ ὠνόμασται λαός.
Ἡμῖν δὲ, τῆς υἱοθεσίας ὄνομά τε καὶ πνεῦμα, κεχάρισται ὁ Θεός. Ὅτι γάρ ἐστε,6 φησὶν, υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββὰ ὁ πατήρ.6 Γεγέννηκα γὰρ, φησὶν, υἱοὺς, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ὕψωσα, τοῦτ’ ἔστιν, ἀνέθρεψα. Τοῦτο γὰρ ἡ τῶν ἑτέρων μηνυτῶν ἐπίδοσις ἔχει. Λελυτρωμένος γὰρ ὁ Ἰσραὴλ, οὐκ ἀνεπικούρητος ἦν μετὰ τοῦτο, καὶ ἀγάπης ἔρημος τῆς παρὰ Θεοῦ. Τέθραπτο γὰρ καθάπερ τις υἱὸς ἐκ φιλόπαιδος ἀληθῶς καὶ φιλοστοργωτάτου πατρός. Ἄρτον γὰρ οὐρανοῦ,6 φησὶν, ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.6 Ἐτρέφετο δὲ ἑτέρως καὶ εἰς εὐεξίαν πνευματικὴν διὰ τῆς ἐννόμως σοφίας καὶ προφητικῶν παιδευμάτων, ἀποκομιζόντων ἀστείως εἰς ἐπίγνωσιν ἀληθείας, τοῦτ’ ἔστι Χριστοῦ.
PG 70:19Γράφει γοῦν ὁ Παῦλος, Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.6 Ἀλλ’ ἠθέτησε τὸν γεννήσαντα. Καὶ τίς ὁ τῆς ἀθετήσεως τρόπος εἴη ἄν; ἐτράπετο γὰρ εἴς γε τὸ θέλειν τοῖς μὴ φύσει λατρεύειν θεοῖς, νενόσηκε δὲ καὶ ἑτέρως, πολὺ τὸ ἐξήνιον, καὶ τὸ ἔτι τούτων εἰς ἀτοπίαν ἐπέκεινα, οὔτε αὐτὴν μεμίμηται τῶν ἀλόγων ζώων τὴν εὔνοιαν, ἣν ἂν ἔχοιεν ἐκεῖνα πρὸς τοὺς δεσπότας. Ταύτῃ τοι φησίν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.6 Ἄνθρωπος μὲν γὰρ εἰ ἐκπρίαιτο βοῦν, ἕξει δὴ πάντως αὐτὸν εἰς τὰ τῆς γεωπονίας ἔργα χρησιμώτατον, τοῦτο μὲν ἀροῦν, εἰ ἕλοιτο, τὴν γῆν, τοῦτο δὲ εἰς τὴν ἅλω καταλεπτύνειν, καὶ ἀποκρίνειν τοῦ σίτου τὸ ἄχυρον.
Εἰ δὲ δή τις πρίαιτο καὶ ὄνον, φυσικοῖς καὶ αὐτὸς κινήμασιν καλεῖται πρὸς εὐπείθειαν, καὶ οἷόν τινα τῶν ἐν φάτναις αὐτῷ κειμένων ἀντίδοσιν ποιεῖται τὴν ὑπόταξιν. Ἀχθοφορεῖ γὰρ ἑκὼν, καὶ τὸν τοῦ δεσπότου μερίζεται πόνον. Ἀλλὰ ταυτὶ μὲν ἐν τούτοις. Ὁ δὲ σοφὸς Ἰσραὴλ ἐν νόμῳ παιδαγωγούμενος, ἐπὶ τὸ δεῖν εἰδέναι τὸ ὠφελοῦν ὁ τὴν τοῦ Θεοῦ δόξαν διὰ πολλῶν καὶ ἀξιαγάστων σημείων ἐκμεμαθηκὼς, ὄνου καὶ βοὸς κατόπιν ἔρχεται, καὶ τῆς τῶν ἀλόγων ἐπιεικείας ἡττώμενος ἠγνόηκε τὸν δεσπότην. Εὖ δὲ δὴ σφόδρα τὸ, οὐκ ἔγνω, φησὶν, οὐ συνῆκεν. Καίτοι γὰρ μεμαθηκὼς, ὡς ἔφην, τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ τὸ ἀπονεῦσαι λίαν εἰς ἀχάλινον ἐκτροπὴν, ἐν ἴσῳ γέγονεν τῷ ἠγνοηκότι. Εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθῶς, οὐκ ἂν ἔφη τῷ ξύλῳ, Θεός μου εἶ σύ·6 καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.6 Ὅθεν ἐξέστη,6 φησὶν, ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν αὐτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.6 Πρέποι δ’ ἂν καὶ αὐτῷ τῷ Χριστῷ τὸ φάναι περὶ αὐτῶν, τὸ, Ἰσραὴλ δὲ οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Γέγονε μὲν γὰρ καὶ ἡ πάλαι λύτρωσις δι’ αὐτοῦ. Τέθειται δὲ καὶ ὁ νόμος μέχρι καιροῦ διορθώσεως, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ... ἀνέφικτον δικαιοῦν ἡμᾶς δύνασθαι τὴν σκιὰν, ἐπέφανεν ἡμῖν μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς προσιόντας αὐτῷ, καὶ ἀπαλλάξῃ θανάτου καὶ ἁμαρτίας. Ἀλλ’ οὐ συνῆκεν αὐτὸν ὁ Ἰσραὴλ, καίτοι λέγοντος σαφῶς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.6 Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι·
ἐγκατελείπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τὸν τῆς ἀθετήσεως τρόπον εὖ μάλα διηγγελκὼς, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλογίας παραδείξας τὸ μέγεθος, μεθίστησι παραχρῆμα τὸν λόγον, τοῦτο μὲν εἰς ταλανισμὸν ἐπ’ αὐτοῖς δηλονότι, τοῦτο δ’ αὖ πάλιν πρὸς ἐπίπληξιν. Πρέποι δ’ ἂν, οἶμαι, τῷ προφητικῷ προσώπῳ μάλιστα τὸν μονονουχὶ κατοιμώζειν αὐτοὺς, καὶ ἐκ πολλῆς ἄγαν φιλοθείας κατεξανίστασθαί τε καὶ λέγειν· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἕπεται γοῦν πάντως τοῖς ἀθετεῖν με θέλουσιν, τὸν ἁπάντων ἡμῖν ἀγαθῶν δωτῆρα Θεὸν, τὸ ἀναπόνιπτον ἔχειν τὴν ἁμαρτίαν, καὶ πεφορτῖσθαι δεινοῖς ἀφύκτοις ἐγκλήμασιν. Νοσεῖ γάρ πως ἀεὶ ἡ ἀθέτησις τὴν ἀπόστασιν, τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκ τόπων μεταβολήν.
PG 70:21Ταύτῃ τοι καὶ ἐπήγαγεν εὐθὺς τὸ, ἐγκατελείπετε τὸν Κύριον. Σπέρμα δὲ ὀνομάζει πονηρὸν, οὐχ ὡς ὄντας, ἢ πεποιημένους κατὰ φύσιν τοιούτους, ἀλλ’ ὅτι γεγόνασιν ἐκ πονηρῶν πατέρων υἱοὶ πονηροὶ, κατά γε τὴν Ἰωάννου φωνήν· ἔφη γὰρ καὶ αὐτοῖς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα, γεννήματα ἐχιδνῶν.6 Ἅγιοι μὲν γὰρ ὁμολογουμένως οἱ πρῶτοί τε καὶ ἐξ ἀρχῆς πατέρες, βδελυροὶ δὲ λίαν οἱ μετ’ ἐκείνους. Ἐντεθραμμένοις δὴ οὖν τοῖς τῶν πατέρων ἔθεσι, καὶ προγονικὴν ζηλοῦντας ἀνοσιότητα, σπέρμα πονηρὸν ὠνόμασεν εἰκότως. Ἐγκαταλελοίπασι γὰρ τὸν Κύριον, καὶ παροτρύνοντες οὐκ ἐπαύσαντο τὸν ἄγιον τοῦ Ἰσραὴλ, τουτέστι Χριστόν. Οὐ γὰρ συνῆκαν τὸ ἐπ’ αὐτῷ μυστήριον. Τοιγάρτοι καὶ μεμενήκασιν ἐν πληρώματι τῶν ἰδίων ἁμαρτιῶν.
Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.6 Πλήρης τοίνυν ἁμαρτιῶν ὁ Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν ἀφιγμένος φαυλότητος, ὡς πρέπειν αὐτῷ τὸ κολάζεσθαι δεῖν. Πεπληρώκασι γὰρ καὶ αὐτοὶ τὸ μέτρον τῶν ἰδίων πατέρων, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Μέχρι μὲν γάρ τινος καιροῦ καὶ μέτρου φορητὴν ποιεῖται ὁ Θεὸς τῶν πλημμελούντων τὴν καταφρόνησιν· ἀφιγμένης δὲ ἤδη πρὸς πλήρωσιν τὴν ἐγνωσμένην αὐτῷ τῆς ἁμαρτίας, ἐπιφέρει τὰς δίκας, καὶ ἀναλόγως τοῖς πλημμελήμασι κολάζει τὸν ἀπειθῆ. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας μέτρον τεθεαμένος, ἤρετο μὲν τὸν μακάριον ἄγγελον, ὅ τι δὴ τοῦτό ἐστι τὸ μέτρον τὸ ἐκπορευόμενον. Ὁ δὲ πρὸς αὐτὸν, Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.
Μεμένηκε τοίνυν ἀναπότριπτον ἔχων τὴν ἁμαρτίαν ὁ Ἰσραὴλ, καὶ τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ ἠθέλησε λαβεῖν, ἀλλὰ γὰρ πρὸς τούτῳ καταλελοιπὼς αὐτὸν, διὰ τοῦ μήτε τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, εἰπεῖν τε πρὸς τούτῳ τὸ, Αἶρε, αἶρε, σταύρου αὐτὸν, καὶ, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐπ’ αὐτοῖς ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα; οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ὡς ἐφ’ ἑνὸς σώματος τῶν Ἰουδαϊκῶν συστημάτων, μικρῶν τέ φημι καὶ μεγάλων, καὶ τῶν ἐν μεσότητι νοουμένων ποιεῖται τοὺς λόγους. Ἔοικε δὲ κεφαλὴν μὲν ὀνομάζειν, τὸν τοῖς βασιλείας αὐχήμασιν εὐπρεπῆ.
PG 70:23Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπόλεκτον φυλὴν, τουτέστι τὴν Λευϊτικὴν, ὡς τῷ νόμῳ σεσοφισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν φροντίδα. Χείλη γὰρ ἱερέως,6 φησὶν, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.6 Πόδας δὲ εἶναί φησι τοὺς ἐν ἐσχάτοις, καὶ οἷον κατωτάτω λαχόντας τάξιν ἐν τοῖς λαοῖς. Οὐκοῦν ἐπειδήπερ δύσοιστον μὲν ἤδη ταλαιπωρίαν ἡ τῶν Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων αὐτὴν, ὅτε μὲν Βαβυλωνίων, ὅτε δὲ τῶν προσοίκων ἐθνῶν, ἔμελλε καταπίμπρασθαι ταῖς Ῥωμαίων χερσὶν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ ἀνατραπήσεσθαι μὲν ἡ παρ’ αὐτοῖς βασιλεία, κεκρατήκασι γὰρ αὐτῶν ἀλλογενεῖς, ἀπρακτήσειν δὲ παρ’ αὐτοῖς, καὶ τὰ τῆς ἱερωσύνης ἔργα, θυσιῶν ἀνατετραμμένων, καθῃρημένου τοῦ ναοῦ, θυσιαστηρίων οὐκ ὄντων, οὔτε ἱερατείας, οὔτε δήλων, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ταύτῃ τοί φησι, Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν;
ἐπενήνεκται, φησὶν, ὑμῖν πᾶν εἶδος ὀργῆς, καὶ αἰκία παρὰ Θεοῦ, σκληρὰς καὶ ἀλλεπαλλήλους ἐξῄτησθε δίκας, ἀλλ’ οὐδὲν ἧττον ἐστὲ καταφρονηταὶ καὶ ἀνομίας σύντροφοι. Τί οὖν ἔτι πληγῆτε; ποῖον ὑμῖν αἰκίας ἀρκέσει μέτρον εἰς ἐπανόρθωσιν; τί δὲ ὅλως ἐπενεχθήσεται τῶν δεινῶν, ὃ μή πως συμβέβηκεν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην ἀπὸ ποδῶν ἕως κεφαλῆς. Οἱ μὲν γὰρ τὴν βασιλίδα τιμὴν λαχόντες πεπονήκασιν οὐ μετρίως, ἀντισχεῖν οὐκ ἔχοντες ταῖς τῶν πολεμίων ἐμβολαῖς. Λελύπηνται καὶ οἱ ἱερεῖς ἀργούσης ὡς ἔφην θυσίας. Ἐπλήττοντο δὲ καὶ οἱ πόδες, τουτέστιν οἱ τελευταῖοι καὶ κατώτατοι. Τοῦτο μὲν τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι, τοῦτο δὲ καὶ λιμοῖς τε καὶ ἀκαρπίαις κατατρυχόμενοι, καὶ τῆς ἀκράτου ταλαιπωρίας εἰς πεῖραν ἐνηνεγμένοι.
Τοιγάρτοι φησὶν, Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτ’ ἔλαιον, οὔτε καταδέσμους. Ὅτ’ ἂν μὲν γὰρ σύμμετροί τινες τῷ ἀνθρωπίνῳ σώματι συμβαίνωσι πληγαὶ, καὶ καθ’ ἑνὸς ἴοι μέλους ἡ βλάβη, τοτηνικάδε χρήσιμα τῆς τῶν θεραπεύσειν εἰδότων ἐπιεικείας τὰ εὑρήματα, οἷον μάλαγμα, καὶ κατάδεσμοι, καὶ ἐλαίου χρίσις χολῶσα τὰ συντεινόμενα. Ὅταν δὲ δι’ ὅλον τὸ σῶμα νοσῇ, καὶ ἐφ’ ἑαυτῷ καταφθείρηται, ποῖος αὐτῷ θεραπείας ὀνίνησι τρόπος; νικᾷ γὰρ πάντως τῶν ἐκ τέχνης ἐπικουρημάτων τὴν δύναμιν, τῆς νόσου τὸ μέγεθος. Ἀνίατος τοιγαροῦν ἡ τῶν Ἰουδαίων πληθὺς περιπεσοῦσα τραύμασιν, καὶ ἀφορήτως νοσοῦσα τὰ ἐξ ὀργῆς, ἀπόλωλεν ὁλοτρόπως, μηδενὸς αὐτοῖς βοηθήσαντος τρόπου. Τοιγάρτοι ἔφασκον καὶ οἱ θεσπέσιοι προφῆται· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη, ἐγκατελείπομεν αὐτήν.6 Βαβυλῶνι γὰρ τῇ τῶν ἐθνῶν παρεικάζεται, καίτοι πόλις ἁγία κατωνομασμένη, διά τοι μάλιστα τὴν εἰς Χριστὸν ἀσέβειαν, ἢ καὶ ὅτι τῶν χειροποιήτων ἐνεπίμπλασαν αὐτὴν, ὡς κατ’ οὐδένα τρόπον τῇ Βαβυλωνίων παραχωρήσειν, ἣ καὶ ὠνόμασται γῆ τῶν γλυπτῶν.
PG 70:25Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν. Καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Τὸ ἀσαφέστερόν πως ἢ χρῆν εἰρῆσθαι δοκοῦν καθίστησιν ἐναργές. Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· διερμηνεύει λευκῶς, ἠρημῶσθαι τὴν γῆν λέγων αὐτῶν, ἐμπρισθῆναι δὲ καὶ τὰς πόλεις καὶ ὑπόχειρα γενέσθαι τῶν ἐχθρῶν, καὶ τοῦτο ἀλλογενῶν, ὡς μονονουχὶ καὶ ἅπασαν ἐκ βάθρων αὐτῶν ἀνατετράφθαι. Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων, Σύρων τε καὶ Μωαβιτῶν, Ἰδουμαίων τε καὶ τῶν καλουμένων Φιλιστιεὶμ, ἤτοι Παλαιστινῶν. Ἀλλὰ ὀλίγα παθοῦσα, καὶ συμμέτροις ἐσθ’ ὅτε περιπεσοῦσα συμφοραῖς πάλιν ἀνήνεγκεν ἐπαμύνοντος Θεοῦ, καὶ αὐτοῦ μοτοῦντος τοῦ πλήξαντος.
Ἀπόλωλεν δὲ ὁλοτρόπως μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καταδῃούντων αὐτὴν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Τότε γὰρ δὴ συμβέβηκεν κατεμπρισθῆναι μὲν πόλεις, ἅπασαν δὲ τῶν ἐνοικούντων κενὴν γενέσθαι τὴν χώραν, καὶ ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων, παμμοχθηρὸν δὲ τὸ ἐνώπιον αὐτῶν ἤγουν ὁρώντων καὶ ἀλγυνομένων, ὑφ’ ἑτέροις εἶναι τὴν γῆν κατεσθιομένην τρόπον τινὰ καὶ δαπανωμένην. Τὸ μὲν γὰρ ἀπόντας ἀκοῦσαι μόνον τάχα που φορητὴν αὐτοῖς ἂν ἐνεποίησε τὴν λύπην. Τὸ δὲ καὶ παρόντας ὁρᾷν, εἶτα μηδὲν ἐπαμύνειν δύνασθαι κατηχθῆσθαι δὲ ὥσπερ ταῖς ἐξ ἀνάγκης συμφοραῖς δύσοιστον ἔχει καὶ παμπολὺ τὸ λυποῦν. Δεῖ δὴ οὖν ἡμᾶς μὴ παροργίζειν τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἵνα μὴ ὁρατοῖς τε καὶ ἀοράτοις περιπίπτωμεν ἐχθροῖς εἰς τὰ τῆς ἀτιμίας καταβιβάζουσι πάθη, καὶ πᾶν ὀχύρωμα τοῦ ἐν ἡμῖν ὄντος νοῦ καταστρέφουσιν, ὡς κατανέμεσθαι τρόπον τινὰ τὴν ἀθλίαν ψυχὴν, καὶ πάντας αὐτῆς δαπανᾷν τοὺς καρποὺς, ἵνα οἷον ξηρά τε καὶ ἄτιμος ᾖ, καὶ ἀκανθοτόκος εὑρίσκηται γῆ, ἧς τὸ τέλος εἰς καῦσιν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν.
Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη. Ἐλεεινὸν τὸ χρῆμα· πῶς γὰρ οὐ θρήνου τε καὶ οἰμωγῆς ἄξιον; ἡ γὰρ πάλαι θυγάτηρ, καὶ τῇ κλήσει τοιᾷδε τετιμημένη, καὶ οἷον ὑπὸ πατρὶ φιλοστοργοτάτῳ πράττουσα τῷ Θεῷ, ἡ φειδοῖ καὶ ἀγάπῃ τῇ παρ’ αὐτοῦ μεθύουσα, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις παρ’ αὐτοῦ στεφανουμένη, καὶ κατακρατοῦσα τῶν ἀνθειστηκότων, καὶ ἀμετρήτῳ πληθυὶ̈ τῶν ἐνοικούντων αὐτὴν περιεχομένη, ἡ παμμακαρία καὶ διαβόητος Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ἐγκαταλειφθήσεται, φησίν. Τοῦτ’ ἔστιν, ἔρημος ἔσται. Γυμνή τε ἀπομενεῖ καὶ τῆς τοῦ σώζοντος εὐσθενείας, καὶ τῶν ἐνοικούντων αὐτήν. Ἐγκαταλειφθήσεται δὲ οὕτως, ὡσεὶ σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ καὶ ὡς πόλις πολιορκουμένη.
Οἱ μὲν γὰρ τῶν ἀμπελώνων τεταγμένοι φύλακες, ἐντεθηλότων αὐτοῖς τῶν βοτρύων ἔτι, πλείστην τε ὅσην ποιοῦνται τὴν ἀσφάλειαν, καὶ τοὺς ἀποκείρειν ἐθέλοντας καταπτοοῦσι λῃστάς. Καὶ τὰ τῶν θηρίων ἐλαύνουσι γένη. Ἔθος δὲ τοῦτο δρᾷν καὶ τοῖς τῶν σικυηλάτων ἐπιτηρηταῖς ἤτοι δεσπόταις. Συγκεκομισμένων δὲ τῶν βοτρύων, καὶ πεπατημένων, καὶ τῶν ἐν σικυηλάτοις ἐξῃρημένων, τὸ τῶν φυλαττόντων ἐπιεικὲς ἀνεῖται λοιπόν· οἳ καὶ αὐτὰς ἀφέντες τὰς ἐαυτῶν σκηνὰς, ἐλευθέραν τοῖς ἐθέλουσι περιεργάζεσθαι τὰ λοιπὰ ποιοῦνται τὴν εἰσβολήν. Πεπράχθαι τι τοιοῦτον καὶ ἐπὶ τῇ ταλαιπώρῳ Σιὼν ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος. Ἔτι μὲν γὰρ τοὺς τῆς δικαιοσύνης ἔχουσαν καρποὺς, ἀσφαλείας τε καὶ παραφυλακῆς καὶ φειδοῦς ἁπάσης ἠξίου Θεός.
PG 70:27Ἔφη γὰρ ὅτι Ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.6 Ψάλλει γὰρ καὶ ὁ μακάριος Δαβίδ· Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.6 Ἐπειδὴ δὲ καίτοι γεγονὼς ὁ Ἰσραὴλ ἀμπελὼν Κυρίου Σαβαὼθ, κεχαράκωται μὲν καὶ ἠξιώθη φραγμοῦ. Τέτοκε δὲ ἀκάνθας, καὶ δέδοται παρὰ Θεοῦ τοῖς ἀδικεῖν εἰωθόσιν, Καθελῶ γὰρ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ.6 Τοιγάρτοι καὶ ἐλυμήνατο αὐτὴν κάπρος ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτὴν, ὅτι δὲ ἀνῆκε τὸν ἀμπελῶνα Θεὸς, καὶ ἐγκαταλέλειπται παρ’ αὐτοῦ διδάσκει λέγων ὁ Σωτήρ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε·

Oratio II

ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.6 Προανακεκράγει δὲ τοῦτο καὶ διὰ φωνῆς προφήτου λέγων· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου. Δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ, δέδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.6 Διαμέμνηται δέ που Ἰώσηπος, ὁ τὰ τῆς Ἰουδαίων γῆς ἐκτραγῳδήσας πάθη, ὅτι μελλούσης ἁλῶναι τῆς Ἱερουσαλὴμ, ἤκουον οἱ ἱερεῖς ἐν τῷ ναῷ φωνῆς, ὡς τῶν ἐν αὐτῷ βοώντων ἀγγέλων, Μεταβαίνωμεν ἐντεῦθεν. Ὅτι δὲ πόλεως πολιορκουμένης, φυγῆς παρὰ πάντων ζητεῖται τρόπος τῶν ἐν αὐτῇ, πῶς ἔστιν ἀμφιβαλεῖν; ἐντεῦθέν ἐστι τὰ τῆς Ἰουδαίων χώρας διατεκμαίρεσθαι πάθη. Τριπόθητον γὰρ τοῖς πολιορκουμένοις κατεφαίνετο καὶ τὸ μόνην δύνασθαι διασῶσαι ψυχήν.
Οἴκου δὲ καὶ περιουσίας ἢ καὶ τῆς πόλεως αὐτῆς οὐδεὶς ἦν αὐτοῖς παντελῶς λόγος. Ἰστέον δὲ ὅτι καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐγκαταλείπεσθαι παρὰ Θεοῦ συμβαίνει πολλάκις, εἰ μὴ ἕλοιτο διορθοῦν τὰ διατεταγμένα, καὶ δεσποτικοῖς θεσπίσμασιν ὑποφέρουσα τὸν αὐχένα, τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ἀποτίκτει καρπούς. Εἰ καὶ κεχρημάτικεν υἱὸς ἢ θυγάτηρ Θεοῦ, εἰ καὶ γέγονε Σιὼν, ὅ ἐστι σκοπευτήριον, τοῦτ’ ἔστιν ἐν ὑψηλῇ διανοίᾳ καὶ νῷ καθαρωτάτῳ καὶ ὁρᾷν εἰδότι μυστήρια· εἶτα δρῶν, ἃ μὴ θέμις, παροτρύνων ὁρῷτο τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐγκαταλειφθήσεται παρ’ αὐτοῦ, καὶ οἷά τις ἀφρούρητος ἀμπελὼν ἐκδοθήσεται τῷ Σατανᾷ, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, ἔρημός τε ἁπάσης ἀρετῆς ἀναδειχθήσεται, καὶ γυμνὸς αὐχημάτων τῶν ἐκ πολιτείας ἀγαθῆς, καὶ παντὸς ἀνάπλεως κακοῦ.
PG 70:29Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλειπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν. Καταπρησθείσης τῆς χώρας διάτοι τὴν εἰς Χριστὸν ἀσέβειαν, σέσωσται καὶ οὕτω τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, Θεοῦ κατοικτείροντος, καὶ ταῖς τῶν πατέρων μνήμαις δῶρον καθάπερ τι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐξαίρετον ἀπονέμοντος. Οὐ γὰρ ἀπόλωλεν ὁλοτρόπως, οὔτε μὴν ἐξ αὐτῶν κατεσείσθη βάθρων, ἀλλὰ μεμένηκεν ἐν λειψάνοις. Ἦσαν γὰρ ἐξ αὐτῶν καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ μὴν καὶ ὅσοι πεπιστεύκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Κληθήσονται δὲ καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ οἱ μήπω πιστεύσαντες. Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται λόγος προφητικός. Λέγει δὲ οὕτως· Ἔτι πολλὰς ἡμέρας καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων.
Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν. Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.6 Καὶ μὴν καὶ ἑτέρωθι ὁ τῶν ὅλων Θεός· Τί σε διαθῶ Ἐφραί̈μ; Ὑπερασπιῶ σου, Ἰσραήλ; Τί σε διαθῶ; Ὡσεὶ Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβωείμ· μετεστράφη ἡ καρδία μου, ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραί̈μ, διότι ἐγὼ Θεός εἰμι, καὶ οὐκ ἄνθρωπος ἔν σοι ἅγιος.6 Ἀκούεις ὅπως οὐ κατὰ τὸ μέγεθος τῆς ὀργῆς ποιήσειν κατ’ αὐτῶν ἐπηγγείλατο, προὐπισχνεῖτο δὲ μᾶλλον πλημμε … … ἠπείθησαν μὲν γὰρ καὶ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ πρὸς αὐτοῖς γεγονότες τοῖς τοῦ Ἰορδάνου νάμασι, καὶ κληρονομεῖν μέλλοντες τῆς ἐπαγγελίας τὴν γῆν.
Ὅθεν ἔφη Θεός· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.6 Πέπτωκε γὰρ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, καὶ ἅπαντες δεδαπάνηνται, πλὴν Χαλὲβ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ. Συνειςέβησαν τῷ νέῳ λαῷ, καὶ διῆλθον τὸν Ἰορδάνην, καὶ κλῆρον ἐσχήκασι τὸν παρὰ Θεοῦ. Τύπος δ’ ἂν εἶεν οὗτοι τοῦ καταλείμματος τοῦ Ἰσραὴλ, σεσωσμένου μὲν δι’ ὑπακοῆς πίστεως τῆς εἰς Χριστὸν, διαβιβασθέντος δὲ μεθ’ ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομήσειν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν. Εὐχαριστεῖ τοιγαροῦν ὁ προφήτης, λέγων· 6 Εἰ μὴ Κύριος Σαβαώθε ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν . Λελατρευκότος γὰρ εἰδώλοις τοῦ Ἰςραὴλ, ἀνελόντος δὲ καὶ προφήτας, ἀρνησαμένου τε Χριστὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότος τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν εἰσάπαν ὄλεθρον καταψηφίσασθαι παντὸς γένους ἐχρῆν τὸν τῶν ὅλων Θεόν.
PG 70:31Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς ὑπὲρ λόγον, τετήρηκε τὸ κατάλειμμα, καὶ οὐ γεγόνασιν ἐν ἴσῳ τοῖς Σοδόμοις, οἱ παγγενεί τε καὶ πανοικεὶ καὶ αὐταῖς … καὶ δυσαπόνιπτον ἔχειν τὴν ἁμαρτίαν. Καὶ μάλα ὀρθῶς εἰρήσεται πρὸς ἡμῶν·6 Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.6 Ἀκούσατε λόγον Κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γομόῤῥας.
Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστὶν, τὰς Νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Καταπτοήσας ἀρκούντως ταῖς τῶν ἐσομένων ἀπειλαῖς, καὶ προσαγορεύσας αὐτοῖς τὰ πάντη τε καὶ πάντως ἐσόμενα κατὰ καιροὺς, εἰ μὴ ἕλοιντο φρονεῖν τε ὁμοῦ τὰ ἀμείνω καὶ δρᾷν, καὶ τοῖς θείοις νόμοις, μεθίστησι τὸν λόγον ἐπὶ καιροῦ, καὶ εἰςηγεῖται τὸ χρήσιμον, ἵνα τὰ βελτίω φρονεῖν ᾑρημένοι, τῆς ἐπηρτημένης αὐτοῖς ἀπαλλάττοιντο δίκης.
Ἐμπαροινήσαντες γὰρ ἐν Χριστῷ, διολώλασιν οἱ ἐξ Ἰσραὴλ, πεσεῖν τε πρὸς τοῦτο φαμὲν αὐτοὺς, διὰ τὴν τῶν καθηγεῖσθαι λαχόντων ἀνοσιότητα. Καίτοι γὰρ ἐπεγνωκότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, ἀπεκτόνασιν αὐτόν. Ἤθελον γὰρ ἴδιον ποιεῖσθαι κλῆρον τὸν ἀμπελῶνα αὐτοῦ. Ὅτι δὲ ταῖς τῶν ἡγουμένων δυστροπίαις ἀκολουθῶν, τῆς εἰς Χριστὸν ἐλπίδος διημάρτηκεν ὁ ἀπόπληκτος Ἰσραὴλ πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ φωνῆς προφητῶν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας.6 Καὶ πάλιν· Ὅτι ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν, διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.6 Ἠφρονεύσαντο γὰρ οἱ ποιμένες ἀληθῶς, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς ὀλέθρου γεγόνασιν ἀφορμή.
Καίτοι πῶς οὐκ ἔδει μᾶλλον αὐτοὺς ὡς διὰ νόμου καὶ προφητῶν τὸ Χριστοῦ μυστήριον μάλα πεπαιδευμένους, ὁδὸν γενέσθαι τοῖς ἄλλοις ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ; Ἀλλ’ ἢ φησὶν ὁ Σωτὴρ, δόξαν παρὰ ἀνθρώπου ἐλάμβανον, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου τοῦ Θεοῦ οὐκ ἐζήτουν. Εἰ γὰρ ἐπίστευον Μωσῇ, ἐπίστευον ἂν αὐτῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Γεγόνασι τοίνυν τυφλοὶ καὶ τυφλῶν ὁδηγοί. Ταύτῃ τοι καὶ διωλισθήκασι, καὶ εἰς τοὺς τῆς ἀπωλείας πεπτώκασι βόθρους. Τί οὖν ὁ προφήτης ἀγαθαῖς αὐτοὺς νουθεσίαις μετασκευάζειν πειρᾶται· πρὸς τὸ δεῖν ἑλέσθαι τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τοῦ Σωτῆρος πειρᾶσθαι λόγοις. Ἀναμίσγει δὲ χρησίμως ταῖς εἰς τοῦτο νουθεσίαις τὴν ἐπίπληξιν, μονονουχὶ ποικίλως ἐσκευασμένῳ φαρμάκῳ, τὰ τῆς ἐν αὐτοῖς δυσβουλίας θεραπεύων τραύματα.
PG 70:33Ταύτῃ τοι, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ἀκούεις ὅπως δήμοις καὶ ἄρχουσι τὴν ἐξ ἀγάπης ὁμοῦ καὶ θεοφιλοῦς φρονήματος ἐπιφέρει ῥάβδον, καὶ πλήττει πολὺ νοσοῦντας τὸ ἀπειθές. Πόλεσι δὲ ταῖς δυσσεβεστάταις παρεικάζει τὴν Ἱερουσαλὴμ, ὡς πλείστης μὲν ὅσης ἀνάμεστον ἁμαρτίας, καὶ ὡς οὐδένα παντελῶς ἔχουσαν ἐν ἑαυτῇ … … ἐβουλεύετο μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὰς τῶν Σοδομιτῶν κατεμπρῆσαι πόλεις, καὶ ἀνεκοινώσατο τὸ χρῆμα τῷ Ἀβραάμ; ὁ δὲ πρὸς αὐτόν. Μὴ ἀπολέσῃς δίκαιον μετ’ ἀσεβοῦς; καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;6 Ἐπηγγέλλετο δὲ Θεὸς, εἰ εὑρεθεῖεν ἐν Σοδόμοις δέκα δίκαιοι, τῆς ἐπ’ αὐτοῖς καταπλήξειν ὀργῆς. Ἀλλ’ οὐκ ηὕρηνται.
Τοιγάρτοι καὶ ἐκτετίκασι, τὰς τοῖς ἑαυτῶν δυςσεβήμασιν ἰσομέτρους δίκας. Τοιαύτη τις ἦν ἡ κυριοκτόνος Ἱερουσαλὴμ πολλὴν ἔχουσα τῶν δικαίων τὴν σπάνιν. Καὶ γοῦν ἐλιπάρει μὲν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς. Ἔφη δὲ Θεός· Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.6 Ὅτι τοίνυν, ῥυπῶσά τε, καὶ τοῖς ἐν φαυλότητος μολυσμοῖς πολυτρόπως κεκηλιδωμένη, καὶ πολλὴν ἔχουσα τῶν ἁγίων τὴν σπάνιν, Σόδομά τε αὐτὴν καὶ Γομόῤῥα καλεῖ, λαοῖς τε καὶ ἡγουμένοις, τῆς Σοδομιτῶν ἀκαθαρσίας ἐπιφέρει τὸν μῶμον.
Τί δὲ δὴ καί φησιν; ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ λαὸς Γομόῤῥας. Ἀνανήψατε, φησὶν, βραχύ. Καὶ ταῖς τοῦ πανσόφου Μωσέως φωναῖς, τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν ἐνιδόντες, τὸ Χριστοῦ νοεῖτε μυστήριον. Ἔφη γὰρ ὁ Μωσῆς· Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.6 Ἀκούσατε τοίνυν λόγον Κυρίου, προσέχετε τὸν τοῦ Θεοῦ νόμον· τοῦτ’ ἔστι, νοήσατε καὶ αὐτοὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δύναμιν. Τοῦτο προστέταχεν ὁ Μωσῆς; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ τῶν νομικῶν θεσπισμάτων τὸ πέρας εἰς τὸ ἐπ’ αὐτῷ βλέπει μυστήριον. Ἀλλ’ οἴεσθε, φησὶν, εὐαρεστεῖν τῷ Θεῷ, διὰ τοῦ πληροῦν ἐθέλειν τὰ ἐν τύποις καὶ σκιαῖς.
Ἀκούσατε λέγοντος τοῦ καὶ αὐτὸν ὑμῖν τὸν πάλαι λαλήσαντος νόμον. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος. Πλήρης εἰμί. Εἰ μὲν γὰρ ὡς δεομένῳ προσάγετε, πεπλάνησθε τοῦ εἰκότος, σοφοῦ τε καὶ ἀληθοῦς διημαρτήκατε λογισμοῦ. Ἐνδεῖ γὰρ ὅλως οὐδὲν τῇ τὰ πάντα πληρούσῃ φύσει, ὅτι αὐτῆς τὰ πάντα, καὶ παρ’ αὐτῆς τοῖς ἄλλοις. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες.6 Πρέποι ἂν λέγεσθαι τῇ φύσει κτίσει. Ἀπέχω γὰρ νῦν, φησὶν, καὶ πεπλήρωμαι, καὶ οὐκ ἂν ἑλοίμην ἔτι τὰς παρ’ αὐτῶν θυσίας. Ὀνήσει γὰρ ὅπως, εἰπέ μοι, τὸν τῶν ὅλων Θεὸν κριὸς ὡλοκαυτωμένος; τί δὲ τὸ τῶν ἀρνῶν ἥσει στέαρ; εἰ δὲ δὴ καὶ τράγων καὶ ταύρων αἷμα προσφέροιτο, πῶς ἡσθείη διὰ τοῦτο Θεός; τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; εἰ γὰρ καὶ λελάληκεν ὁ Μωσῆς περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ’ ἦν καὶ πάλαι τῆς τοιᾶσδε λατρείας ὁ τρόπος ἀβούλητος τῷ Θεῷ.
PG 70:35Ἐπειδὴ δὲ διὰ τύπου καὶ σκιᾶς παιδαγωγεῖν ἔδει πρὸς ἀλήθειαν, μέχρι καιροῦ διορθώσεως τέθειται τὰ ἐν νόμῳ, οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ ἀληθὲς ἀρέσκειν τῷ Θεῷ· οὐδ’ ἂν ὅλως ἐλάλησε περὶ θυσιῶν τῶν κατὰ νόμον. Ἐπειδὴ δὲ τῶν τὸ τηνικάδε παιδαγωγουμένων ἀσθενὴς ἦν ὁ νοῦς, κεχειραγώγηντο διὰ τύπου καὶ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς ἀλήθειαν. Ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει τὸ λοιπὸν τὸ τῆς ἀληθείας ἐκφαίνεσθαι κάλλος, περιττὸς ὁ τύπος, ἀνόνητος ἡ σκιά. Ταύτῃ τοι φησὶν, ὅτι Πατεῖν τὴν αὐλῶνά μου οὐ προσθήσεσθε. Ἐὰν φέρησθε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν. Ἡμεῖς μὲν γὰρ οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, τὰς πνευματικὰς θυσίας προσκομιοῦντες τῷ Θεῷ, τὰς ἁγίας αὐτοῦ πληροῦμεν αὐλὰς, τοῦτ’ ἔστιν ἐκκλησίας.
Ἀπαράδεκτος δὲ παρὰ Χριστοῦ παντελῶς ἐν ἐκκλησίαις τῆς Ἰουδαϊκῆς λατρείας ὁ τρόπος. Εἰσδεχθεῖεν γὰρ ἂν ἥκιστά γε σεμίδαλιν ἐλαιόδευτον, καὶ τὸ αἰσθητὸν θυμίαμα προσάγειν ἐθέλοντες. Μεμνήμεθα γὰρ Θεοῦ λέγοντος περὶ αὐτοῦ· Βδέλυγμά μοί ἐστιν. Καὶ ἡμεῖς μὲν τὰς ἁγίας ἐπὶ Χριστῷ τελοῦμεν ἑορτάς. Ἰουδαῖοί γε μὴν τῶν ἐν τύποις οὐκ ἐξιστάμενοι, σαλπίζουσιν ἐν Νεομηνίας ἡμέρᾳ, ἀργὸν ἡγοῦνται τὸ Σάββατον, καὶ τὴν καλουμένην μεγάλην τιμῶσιν ἡμέραν. Ἔστι δὲ αὕτη τῆς ἑορτῆς τῆς καλουμένης σκηνοπηγίας ἡ τελευταία, κἂν εἰ νηστεύσειαν τῷ Θεῷ, τύπτουσι πυγμαῖς ταπεινόν. Οὐκοῦν ἀκουέτωσαν λέγοντος αὐτοῦ· Τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ταῦτα δέ φησι μεθιστὰς ἐκ τύπων ἐπὶ τὸ ἀληθὲς, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέρειν ἀναπείθων τὸν τῆς διανοίας αὐχένα, ἵνα πολιτεύοιντο μεθ’ ἡμῶν εὐαγγελικῶς.
Ταῖς νοηταῖς εὐοσμίαις κατευφραίνοντες Θεόν. Καὶ ὥσπερ τι θυμίαμα πνευματικὸν ἀνατιθέντες αὐτῷ τὸ ἐπιεικὲς εἰς τρόπους, τὴν ἀγάπην, τὴν φιλαλληλίαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν, καὶ πρό γε τῶν ἄλλων τὴν πίστιν. Τοιαύταις θυσίαις εὐαρεστεῖται Θεὸς, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ δύναμις τοῖς τοιούτοις αὐχήμασιν τοὺς πιστεύοντας στεφανοῖ. Ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ ἀκούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Τὰ εἰς πλησμονὴν ἤτοι κόρον ἥκοντα τῶν πραγμάτων καταφρονεῖσθαι φιλεῖ, καὶ ὀλίγου παντελῶς ἀξιοῦται λόγου, μᾶλλον δὲ ἤδη καὶ διὰ μίσους ἔρχεται.
PG 70:37Καὶ γοῦν ὁ σοφώτατος Σολομὼν, Βραδέως εἴσαγε, φησὶ, σὸν πόδα πρὸς τὸν φίλον, ἵνα μὴ πλησθείς σου μισήσῃ σε.6 Ἔφη τοίνυν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, Κατακεκόρεσμαι τῆς ἑώλου σκιᾶς, ἡγοῦμαι δὲ ἤδη φορτικοὺς, κἂν εἰσέρχησθε ὀφθῆναί μοι. Παραιτοῦμαι δὲ καὶ μόνην ὑμῶν τὴν θέαν· οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Πάλαι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ ἀνοσίως ἀπονενευκότες ἐπὶ τὸ ἑλέσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν παροτρύνειν ἐφ’ ἑαυτοὺς, διὰ τοῦ λατρεύειν τῇ κτίσει, προσκυνεῖν δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, δέδονται τοῖς Βαβυλωνίοις καὶ ἀπεκομίσθησαν τῆς Ἰουδαίας αἰχμάλωτοι, καὶ κατῳκήκασιν ἐν τοῖς ὄρεσιν Περσῶν καὶ Μήδων, πικρὰν καὶ δύσοιστον ἀνατλάντες δουλείαν. Ἐπειδὴ δὲ αὐτοῖς ἑβδομηκοστὸν ἔτος τετέλεσται, κατηλέει πάλιν ὁ φιλοικτείρμων Θεός.
Καὶ γοῦν ὡς ἐν τῷ Ζαχαρίᾳ γέγραπται, τὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λιτὰς ὁ μακάριος ἄγγελος, λέγων· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπέριδες; τοῦτο ἑβδομηκοστὸν ἔτος·6 καὶ πρός γε ταῦτα Θεός Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά Οὐκοῦν ἀνῄρηκε μὲν τότε τὰς ἁμαρτίας αὐτῶν, λελύτρωται γὰρ, καὶ ἀνεκομίσθη πάλιν εἰς τὴν ἑαυτῶν. Μετὰ δέ γε τὸν τοῦ Σωτῆρος σταυρὸν, οὐκέτι τὰς ἁμαρτίας αὐτοῖς ἀνήσειν ἐπαγγέλλεται, διά τοι τὸ μακροὺς ἐφ’ ἑαυτοῖς διαγενέσθαι καιροὺς, καθὼς μεμενήκασι τοῖς ἐξ ὀργῆς κινήμασιν ὑπενηνεγμένοι. Ὅτι μὲν γὰρ ἐν ἐσχάτοις ἐλεηθήσονται καιροῖς, τῇ εἰς Χριστὸν χάριτι μεθ’ ἡμῶν δικαιούμενοι, διεκήρυξε τὸ γράμμα τὸ ἱερὸν, ἐπειδὴ δὲ, ὡς ἔφην, πολὺ τῶν πάλαι μακρότεροι γεγόνασιν ἐπ’ αὐτοὺς οἱ τῆς ὀργῆς χρόνοι.
Ταύτῃ τοί φησιν· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· καὶ καθ’ ἕτερον δὲ, εἰ βούλει, τρόπον, τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖς. Προσεκόμιζον θυσίας κατὰ τὸν πάλαι νόμον οἱ ἐξ Ἰσραὴλ, τὰς ὑπέρ γε τῶν ἰδίων πλημμελημάτων. Ἔριφος δὲ καὶ ἀμνὸς ἐσφάζετο, καὶ συνεχώρει Θεός. Οὐκ ἀνικάνως ἔχοντος καὶ πάλαι τοῦ νόμου βοηθεῖν ἀρχαιοτέροις, ἐμορφοῦτο γὰρ ἐν αὐτῷ τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ Χριστὸς, ἀπρακτεῖν ἔδει λοιπὸν τὴν ἐν τύπῳ κάθαρσιν, ὡς τῆς ἀληθείας ἤδη παρούσης. Ὅτι τοίνυν οὐκ ἀρκέσει πρὸς ἄφεσιν αὐτοῖς ἡ νόμου σκιὰ τὴν διὰ Χριστοῦ λύτρωσιν, οὐ προσιεμένοις, διδάσκει, λέγων· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Οὔπω μὲν γὰρ παρούσης τῆς ἀληθείας, φησὶν, συγκεχώρηκα τοῖς τύποις ὠφελεῖν δύνασθαι τοὺς ἐνόχους ἁμαρτίαις, αἰδοιτῇ πρὸς τὴν ἀλήθειαν καὶ τοῦτο ποιῶν, παρούσης δὲ ἤδη καὶ ἀναδεδειγμένης, ἀδρανὴς ὁ τύπος, ἀνόνητος ἡ σκιά.
Καὶ ἀνήσω μὲν οὐκέτι τὰς ἁμαρτίας ὑμῶν, ἐπαιρόντων δὲ τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου, κἂν εἰ πλείστας ὅσας ποιεῖν ἕλοισθε τὰς λιτὰς, οὐκ εἰσδέξομαι. Ἆρ’ οὖν ἀπέστη τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων δημιουργός; ἤγουν ἐπελάθετο τοῦ οἰκτειρῆσαι Θεός; Οὐδαμῶς, φησὶν, εἰμὶ γὰρ, εἰμὶ χρηστός τε καὶ ἀγαθὸς καὶ φιλοικτίρμων, μόνον δὲ οὐχὶ ἄκων ἀποστρέφω τοὺς ὀφθαλμούς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀκούεις ὅπως τὸ τῆς μιαιφονίας αὐτοῖς εἰσκεκόμικεν ἔγκλημα, σιωπήσας τὰ ἕτερα τῶν πταισμάτων; καίτοι πολλοῖς αἰτιάμασιν ἐνόχους ὄντας εὑρήσομεν. Ἤκουον γὰρ, Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἐπειδὴ δὲ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτῷ τὰς ἀνοσίους ἐπήγαγον χεῖρας τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ, ταύτῃ τοι καὶ μάλα εἰκότως τὸ παγχάλεπον ἔγκλημα, καὶ τὸ εἰς πᾶσαν κατάκρισιν ἀρκοῦν αὐτοῖς ἐπιφέρει, λέγων·
PG 70:39Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ὁρᾷν οὐκ ἀνεχόμενος τῷ αἵματι τοῦ Υἱοῦ πεφοινιγμένας ἔτι τῶν μιαιφόνων τὰς χεῖρας. Λούσασθε, καθαροὶ γίνεσθε. Πάλιν αὐτοὺς εἰς ἀνάμνησιν τῶν ἠσεβημένων αὐτοῖς ἐνεγκὼν ἀπογινώσκειν οὐκ ἐᾷ. Ἐπιφέρει δὲ χρησίμως τὴν ἐξ ἡμερότητος χάριν. Καὶ οὐκ ἐξείργει τῆς δωρεᾶς τῆς προτεθείσης διὰ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.6 Καὶ ὑπόδικος γέγονεν ὁ κόσμος τῷ Θεῷ, τῶν μὲν ἐθνῶν τῇ κτίσει λελατρευκότων, τῶν γε μὴν ἐξ Ἰσραὴλ τὸν διὰ Μωσέως αὐτοῖς δοθέντα παραβεβηκότων νόμον. Ἀλλ’ ἐπέλαμψεν ὁ Χριστὸς τοῖς ἔθνεσι, καὶ κέκληται πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς· καὶ ὁ ποτὲ οὐ λαὸς, γεγόνασι λαός.
Ἰουδαῖοί γε μὴν οἱ τάλανες πεπαροινήκασιν εἰς Χριστὸν, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασιν ἀνοσίως, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀνευρύνει καὶ αὐτὸς τὴν τῆς σωτηρίας ὁδὸν καὶ ἀποκρούεσθαι κελεύει τὰ ἐγκλήματα, δικαιουμένου δωρεὰν καὶ οὐκ ἐξ ἔργων νόμου. Μᾶλλον δὲ διὰ τῆς πίστεως, καὶ τοῦ ἁγίου βαπτίσματος, ταύτῃ τοι φησί· Λούσασθε, καθαροὶ γένεσθε.6 Τοῦτο καὶ ὁ πάλαι νόμος αὐτοῖς ὡς ἐν σκιαῖς διετύπου, καὶ προανεκήρυττε τὴν χάριν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος. Ἔφη γάρ που Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· Λάβε τοὺς Λευί̈τας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἁγνιεῖ αὐτοὺς, καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν.
Περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν. Καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.6 Εἶτα ποῖον ἐστὶ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ διδάξει λέγων ὁ σοφώτατος Παῦλος· Εἰ γὰρ τὸ αἷμα τράγων καὶ μόσχων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ;6 Οὐκοῦν σαρκικὴν μὲν ὁ νόμος ἐποιεῖτο τὴν κάθαρσιν διὰ τοῦ ὕδατος τοῦ ἁγνισμοῦ. Διασμήχει δὲ ὁ Χριστὸς διὰ τοῦ ἁγίου βαπτίσματος πάντα ῥύπον ἡμῶν ψυχικόν. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, πᾶν εἶδος τῆς ἐν ἡμῖν φαυλότητος μονονουχὶ συντήκοντος, καὶ ὡς ἄχρηστον δαπανῶντός τινα συρφετὸν ὕλην· ἔργον γὰρ τοῦτο πυρός. Τοῦτό τοι καὶ ὁ μακάριος Παῦλος διασαφεῖ, λέγων·
PG 70:41Πίστει χρηματισθεὶς Νῶε κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,6 εἰς ἢν ὀλίγαι, τοῦτ’ ἔστιν, ὀκτὼ ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.6 Ὃ δὴ καὶ αὐτοῖς ἑλέσθαι δρᾷν τοῖς Ἰουδαίων δήμοις συμβουλεύει, λέγων· Λούσασθε, καθαροὶ γένεσθε·6 τοῦτ’ ἔστιν, ἀπονίψασθε τὴν κηλῖδα, δικαιοῦντος ἡμᾶς ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τοῦ παρ’ ὑμῶν ὑβρισμένου. Εὑρίσκομεν δὲ καὶ τὸν θεσπέσιον Πέτρον ἐπιπλήττοντα μὲν αὐτοῖς ὡς ἀπεκτονόσι τὸν τῆς ζωῆς ἀρχηγὸν, καὶ αἰτήσασιν ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς, τοῦτ’ ἔστι τὸν Βαραβάμ. Πλὴν διανίστανται πρὸς μετάγνωσιν· ἔφη γάρ· Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.6 Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Ἀπόχρη μὲν πρὸς ἀπόνιψιν ἁμαρτίας τὸ σωτήριον καὶ ἅγιον βάπτισμα, καὶ τὴν τῶν ἤδη προεπταισμένων διασμήχει κηλῖδα. Χρῆναι δέ φημι τοὺς ἅπαξ ἡγιασμένους, καθαρὰς καὶ ἀμώμους, ὡς ἂν οἷοί τε εἶεν, τὰς ἑαυτῶν φυλάττειν ψυχὰς καὶ διαμεμνῆσθαι μὲν τοῦ λέγοντος· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν.6 Καὶ πάλιν· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.6 Πλεῖσται μὲν ὅσαι πρὸς τὰ αἰσχίω βλέπουσαι τὴν τοῦ ἀνθρώπου ψυχὴν κατασείουσιν ἡδοναὶ, καὶ πρό γε τῶν ἄλλων, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἔμφυτός τε καὶ ἀγριαίνων νόμος· εἶτα πρὸς τούτοις διαλογισμοὶ πονηροὶ, πρὸς πᾶν εἶδος φαυλότητος οὐκ ἀγεννῶς καταβροχιζόμενοι τὸν ἐν ἡμῖν ὄντα νοῦν.
Δεῖ δὴ οὖν τῶν τοιούτων ἁπάντων ἀπέχεσθαι κακῶν τοὺς βεβαπτισμένους, καὶ τὰς πονηρίας ἀφελεῖν ἀπὸ τῆς ἰδίας ψυχῆς· καὶ οὔτι μόνον ἐν ὀφθαλμοῖς ἀνθρώπων, ἀλλὰ καὶ ἐν ὀφθαλμοῖς μάλιστα τοῦ πάντα εἰδότος τε καὶ ἐφορῶντος Θεοῦ. Ὑποπλάττονται μὲν γὰρ ἔσθ’ ὅτε τὸ εἶναι χρηστοὶ, καὶ τὴν τῆς ἐπιεικείας δόκησιν παρακλέπτοντες, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες, κατὰ τὸ γεγραμμένον. Καὶ περὶ παντὸς, οἶμαι, τοιούτου τὸν τῶν ὅλων Θεὸν, διὰ φωνῆς Ἱερεμίου προφήτου λέγειν· Τῷ στόματι αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.6 Καὶ μὴν καὶ φωνῆς τοῦ Δαβίδ· Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.6 Ἀλλ’ εἰ καὶ πᾶσαν ποιοῖντο σπουδὴν εἴς γε τὸ δεῖν δύνασθαι λαθεῖν, ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Οἶδεν γὰρ, οἶδεν καρδίαν καὶ νεφρούς. Ὁ δὲ ἀληθῶς ἀγαθὸς τοιοῦτος ἔσται μετὰ Θεοῦ καὶ ἀνθρώπων, ὡς γὰρ ὁ Παῦλος φησίν· Προνοούμενοι καλὰ ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.6 Μέγα τοίνυν τὸ ἐξᾶραι τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν τοῦ Θεοῦ. Καὶ τάχα που τοιοῦτός τις ἦν ὁ Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.6 Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, τοῦτ’ ἔστι, καταλείπετε τῆς συντρόφου τε ὑμῖν καὶ ἐντριβοῦς δυστροπίας, μεταστήσατε πρὸς τὰ ἀμείνω τὴν ἑαυτῶν δυςτροπίαν. Εἰ δὲ δὴ ταῦτα λέγοι Χριστὸς, καὶ καταιτιῷτο τοὺς Ἰουδαίους, ἐννοήσεις ὅσα πεπράχασιν ἐμπαροινοῦντες αὐτῷ, καὶ παγίδα ἱστάντες, καὶ διορύττοντες βόθρους. Καὶ τό γε ἧκον εἰς αὐτοὺς, καὶ εἰς δύναμιν ἐπιχειρημάτων πᾶν εἶδος σκαιότητος ἀρτύοντες ἐπ’ αὐτῷ.
PG 70:43Ποτὲ μὲν γὰρ ἀπεστάλκασί τινας τῶν ἰδίων μαθητῶν, μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, ἐρομένους τε καὶ λέγοντας· Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;6 Ποτὲ δὲ πάλιν προσίεσαν λέγοντες, Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεῦσαι; Ἵνα κατηγορήσωσιν αὐτοῦ.6 Ἀκουέτωσαν τοίνυν λέγοντος, Ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.6 Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς καθορίσας, διά τε τοῦ φάναι, Τί μοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος;
Πλήρης εἰμί.6 Καὶ τούτοις ἐπενεγκὼν, Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;6 Ἐπὶ καιροῦ πάλιν τῆς εὐαγγελικῆς πολιτείας ἐξηγεῖται τὴν ἀστειότητα, καὶ τῆς ἀληθῶς ἁγίας ζωῆς καταδείκνυσι τὴν ὁδὸν, οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς, ἀλλ’ ἐν αὐτοῖς πράγμασι, καὶ τοῖς κατ’ ἀρετὴν νοουμένοις αὐχήμασιν ἔχουσι τὸ εὐδόκιμον. Τί γάρ φησι, Μάθετε καλὸν ποιεῖν;6 Ἆρ’ οὖν, εἰπέ μοι, φαίη τις ἂν, ἐξίστησι παντελῶς τῆς νομικῆς ἐντολῆς; οὐκ ἐᾷ τοῖς διὰ Μωσέως τεθεσπισμένοις ἐνατενίζειν ὅλως; Εἶτα πῶς ἔφασκε Χριστός· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.6 Πῶς δὲ καὶ ὁ Παῦλος ἔφασκεν· Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή;6 Πρὸς δὴ τὰ τοιάδε πάλιν ἐροῦμεν, ὅτι καλὸς ὁ νόμος, εἰ δὴ νοοῖτο πνευματικῶς, οὐκ ἐξίστησιν ἡμᾶς ὁλοτρόπως τοῦ νόμου Χριστός; ἀναβιβάζει δὲ μᾶλλον ἐπὶ τὸ προῦχον καὶ ἄμεινον, ὑποβάθραν ὥσπερ τινὰ προκαταθεὶς ἐν ἡμῖν τὴν διὰ νόμου παιδαγωγίαν, καὶ τῆς ἀληθοῦς λατρείας οἱονεὶ προγύμνασμα προαναδείξας τοῖς ἀρχαιοτέροις τὰ ὡς ἐν σκιαῖς καὶ τύποις.
Ἄλλως τε κἀκεῖνο τούτοις ἀναγκαίως ἔστ’ εἰπεῖν· Ὁ μὲν νόμος ὁ διὰ Μωσέως, φαυλότητός τε καὶ ἁμαρτίας ἀποσχέσθαι διδάσκει, καὶ τῶν αἰσχιόνων ἐστὶ παραδεικτικός. Καὶ γοῦν ὁ Παῦλός φησι· Τὴν δὲ ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ τοῦ νόμου.6 Τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἀρετῆς ἁπάσης ἡμᾶς ἐπιμελητὰς ἀποφαίνει. Ταύτῃ τοι καὶ ὀνομάζοιτο ἂν εἰκότως, κυρίως τε καὶ ἀληθῶς αὐτὸ χρῆμα τὸ καλόν. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ μοιχεύσεις,6 ἐξιστᾷν ἦν ἁμαρτίας τοὺς παιδευομένους, οὔπω γε μὴν ὅ τί ποτέ ἐστι τὸ καλὸν τελείως ἐκφαίνοντος. Τὸ δὲ δεῖν ὅλως μήτε ὀργίζεσθαι τῷ ἀδελφῷ, μήτε μὴν ἐπιθυμεῖν, τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐμβιβάζοντος. Ἐξαίρετον γὰρ τὸ καταθλεῖν ὀργῆς, ἀξιάγαστον δὲ πρὸς τοῦτο τὸ ἀνασειράζειν δύνασθαι τὰς εἰς τὸ φαῦλον ἐπιθυμίας, καὶ μὴ ἐπιτρέπειν τὸν νοῦν, κἂν γοῦν εἰς ἀρχὰς ἰέναι τῆς ἐκτόπου καὶ βδελυρωτάτης ἐπιθυμίας.
PG 70:45Οὐκοῦν τὸ καλὸν ἀληθῶς εἴη ἂν τὸ μάθημα τὸ εὐαγγελικὸν, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις. Ἐπιφωνητέον δὴ οὖν τοῖς τοῦ γράμματος φίλοις, Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν,6 τοῦτ’ ἔστι, τὸ κρίνειν ὀρθῶς. Πρὸς γὰρ τοῖς ἄλλοις ἀτοπήμασιν ἅπασιν, νενοσήκασι καὶ τοῦτο τῆς Ἰουδαίων συναγωγῆς οἱ καθηγεῖσθαι λαχόντες, τὸ μὴ ὀρθὰς, φημὶ, ποιεῖσθαι τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις· ψηφοφορεῖν δὲ μᾶλλον ἀδίκως, καὶ δώρων ἡττᾶσθαι καὶ χρημάτων ἡδονῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσι καταπωλεῖν τῆς ἑαυτῶν ἀνοσίου βουλῆς τὴν σύνεσιν. Ὡς γάρ φησιν ὁ προφήτης, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον.6 Ἀναγκαία τοιγαροῦν ἡ ἐντολὴ, καὶ τοῖς εὐαγγελικῶς ἐθέλουσι ζῇν οὐκ ἀσυντελὴς εἰς δικαιοσύνην τὸ κρίνειν ὀρθῶς, οὐκ ἔν γε μόνον τοῖς ἔξω πράγμασιν, ἀλλὰ καὶ τοῖς εἰς νοῦν καὶ καρδίαν.
Οἷον δή τί φημι· Θεοῦ τὴν φαυλότητα καταψέγοντος, ἐπαινεῖ ταύτην ὁ Σατανᾶς. Καὶ ὁ μὲν τοῦ Σωτῆρος ἡμᾶς ἀναπείθει νόμος, ἀξιέραστον ποιεῖσθαι τὸ ἀγαθόν· ἀνθέλκει πρὸς τὸ ἐναντίον ἐκεῖνος. Τότε δὴ τότε κριτὴς ὥσπερ τίς ἐστι καὶ δικαστὴς ἐν ἡμῖν ὁ νοῦς· καὶ ἐπαινέσας μὲν τὸ ἀγαθὸν, καὶ αὐτὸ τὸ χρῆναι κρατεῖν ἀπονέμων, ἐξεζήτησε κρίσιν. Ἐπιδούς γε μὴν φαυλότητι τὸ νικᾷν, ἔξω γέγονε τοῦ κρίνειν ὀρθῶς, καὶ ἀκούσεται δικαίως· Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος.6 Αὔχημα τοίνυν εὐαγγελικὸν τὸ κρίνειν ὀρθῶς, καὶ ἐπαμύνειν ἀδικουμένοις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ, τὸ, Ῥύσασθε ἀδικούμενον.6 Ἐπιτηδεύειν δὲ χρὴ πρὸς τούτῳ τὸ συμπαθὲς, καὶ τὸ ἀπροςωπόληπτον.

Oratio III

Κρίνατε ὀρφανῷ,6 φησὶ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος·6 οὐχ ὡς κρινόμενοι τῷ Δεσπότῃ; Δικαιωθήσεται γὰρ, φησὶ, πάντως ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρινόμενος.6 Ἔσται γὰρ οὐδεὶς ἀπὸ ῥύπου καθαρὸς, ἀλλ’ οὐδὲ καυχήσεταί τις ἁγνὴν ἔχειν τὴν καρδίαν, διελεγχόμενοι δὲ μᾶλλον, καὶ οἱονεὶ καθ’ ἑαυτοὺς δοκιμάζοντες, εἰ μὴ τῆς θείας φιλοτιμίας μέγεθος πολύ τέ ἐστι καὶ ἀξιόληπτον. Ὥς γε ὁ σοφὸς ἡμῖν γράφει Παῦλος· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὑπισχνεῖται τοιγαροῦν τοῖς ἐκ νομικῆς ἀγωγῆς μεθορμιζομένοις τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἀστειότητα βίου τοῦ κατὰ Χριστὸν, ἄφεσιν τῶν ἤδη προεπταισμένων. Αὕτη γὰρ ἡμῶν ἡ τῆς ἐλπίδος εἰσβολὴ, καὶ τῆς θείας εἰς ἡμᾶς ἡμερότητος ἀπαρχὴ, θύρα τε ὥσπερ καὶ ὁδός.
Ὅτι δὲ καὶ τοῖς εἰσάγαν μεμολυσμένοις, καίτοι ἐπ’ ἔλαττον τοῦτο νενοσηκόσιν, ἀρκέσει πρὸς ἀποκάθαρσιν ἡ διὰ πίστεως χάρις, ἀναπείθει λέγων· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.6 Δυσέκπλυτον γὰρ οὐδὲν Θεοῦ διασμήχοντος. Ὡς γὰρ ὁ Παῦλος φησὶν, Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίςσευσεν ἡ χάρις. Καὶ πάλιν· Τίς ἐγκαλέσει μετὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;6 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰςακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Προσπεφώνηκέ που τοῖς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ πανσόφου Μωσέως· Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου.6 Τέθειται γὰρ ἐν ἡμῖν ἡ ἐπ’ ἄμφω τρίβος, καὶ τῶν ἑκάστου διανευμάτων, ἤγουν θελημάτων καρπὸς ἂν γένοιτο τὸ διαβιῶναι λαμπρῶς καὶ ἐννόμως, ἤγουν ἑτεροίως κατεψεγμένως.
PG 70:47Ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οἱ μὲν τὸν ἀγαθὸν καὶ ἀπόλεκτον καὶ Θεῷ φιλαίτατον βιοῦντες βίον, πάντη τε καὶ πάντως καταίρουσιν εἰς ζωήν. Οἵγε μὴν ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς ἡττώμενοι, τὸ τέλος ἔχουσιν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Εὐπειθείας οὖν ἄρα καρπὸς τὸ φαγεῖν ἔσται τὰ ἀγαθὰ τῆς γῆς τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης, ἧς καὶ αὐτὸς διαμέμνηται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.6 Σκαιότητος δὲ καὶ βίου φιλαμαρτήμονος ἡ ἀνόνητος ὑστεροβουλία, καὶ τὰ ἐκ θείας ὀργῆς, μάχαιρά τε καὶ ὄλεθρος, ὡς ἔφην, καὶ τί γὰρ οὐχὶ τοιούτων κακῶν; Ἀξιόπιστον δὲ τὸν ἑαυτοῦ λόγον ὁ προφήτης ἀποφαίνει, προσεπάγων εὐθὺς, ὅτι Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα.6 Ἐπειδὴ δὲ ἀμήχανον τὸ ψεύσασθαι τὸν Θεὸν [μένει γὰρ ἀεὶ τοῦθ’ ὅπερ ἐστὶν, ἁλήθεια δὲ δηλονότι]1, πῶς οὐκ ἀνάγκη νοεῖν ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα;
Πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὡς ὀνίνησι πλουσίως ὁ προφητικὸς λόγος, τάς τε τῶν ἀκεραιοτέρων ἔτι ψυχὰς, καὶ μὴν καὶ τὰς τῶν ἤδη γνησίων καὶ ἱδρυμένων ἐν πίστει. Ἐπειδὴ γὰρ τέθεικεν ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τῶν παιδαγωγουμένων ῥοπαῖς τὸ ἑλέσθαι μὲν τὸ ἀγαθὸν, ἀποφοιτᾷν δὲ τῶν φαύλων, πεπληροφόρηκεν ὅτι τὰς τῶν πρακτέων ἢ μὴ δέδωκεν ἑκάστῳ τῶν ἐπὶ γῆς ἡνίας, καὶ ἐφ’ ὅπερ ἂν ἕλοιτό τις, ἐλάσει μετ’ ἐξουσίας. Ἐπειδὴ δὲ τοῦτό ἐστιν ἀληθὲς, εἰκαῖον ἤδη καὶ ψυχρὸν, καὶ ῥαψῴδημα τὸ διατείνεσθαί τε καὶ λέγειν, ὅτι φυσικὸν ἐν ἀνθρώπῳ τὸ κακόν· ἤγουν ὅτι τύχη τε καὶ εἱμαρμένη, καὶ γένεσις πηδαλιουχοῦσι τὰ ἀνθρώπινα, καὶ πρός γε τὸ ἑκάστῃ δοκοῦν, οὓς ἂν ἕλοιντο κατασφίγγουσαι φαυλότητός τε καὶ ἀρετῆς ἀποτελοῦσιν ἐργάτας, οὐκ ἐθελουσίοις ῥοπαῖς ἰόντας εἰς τοῦτο, κατεζευγμένους δὲ ὥσπερ ἀφύκτοις νεύμασι, καὶ δυσφορήτως ἔχοντας τῇ τῶν κρατούντων ἀνάγκῃ.
Εἰ γὰρ φύσει τὸ κακὸν, καὶ ἐνυπόστατόν ἐστιν, ὡς γοῦν ἐκεῖνοι ληροῦντές φασι· πῶς τοῖς ἑκάστου θελήμασι κρατύνεταί τε καὶ ἀσθενεῖ; εἰ γὰρ ἑλοίμην εἶναι χρηστὸς, τὸ κωλύον οὐδὲν ὁρᾶσθαι τοιοῦτον. Εἰ δὲ δὴ καὶ πονηρὸς, ἀπείρξειεν ἂν οὐδὲν καὶ πρός γε τοῦτο κατολισθεῖν. Ποῦ δὲ δὴ τύχης καὶ εἱμαρμένης ἡ δύναμις; ἢ ποία τις γένεσις ἐπιφέρει τισὶ τὸν ἐξ ἀνάγκης ζυγὸν, εἰ τοῖς ἑκάστου θελήμασιν ἀκολουθεῖ, καὶ τὸ φαγεῖν τὰ ἀγαθὰ τῆς γῆς πληροῦν ἑλομένους τὴν ὑπακοὴν, καὶ μὴν καὶ τὸ ἔργον γενέσθαι τῆς μαχαίρας, εἰ τοῖς θείοις ἀντεξάγοιεν νόμοις τὸ ἀπειθὲς καὶ δυσήκοον; Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; πρὶν ἡ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Καταθαυμάζει τρόπον τινὰ τῆς Ἰουδαίων συναγωγῆς τὴν οὕτω σαθρὰν, καὶ οὐκ εὐάφορμον μεταβολὴν, τῆς εἴς γε τὰ χείρω, φημὶ, καὶ τὴν ἐκ τῶν ἀμεινόνων εἰς τὰ αἰσχίω μετάστασιν.
PG 70:49Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν τοῦ συμφέροντος γνῶσιν ἐπαιδεύετο, καὶ εἰς ἕκαστα τῶν πρακτέων διακομιστὴν ἔχουσαν τὸν τοῦ Θεοῦ λόγον, λαμπρὰ καὶ εὐδοκιμωτάτη, καὶ ἀξιάγαστος ἦν, πλείστοις ὅσοις ἀνδράσι διαπρεπὴς, οἷς ὁ τῆς δικαιοσύνης καρπὸς ἐπήνθησε πλουσίως, καὶ ἀξιόληπτος ἦν τῷ Θεῷ. Ἦσαν μὲν γὰρ ἐν αὐτῇ προφῆταί τε καὶ ἱερεῖς, καὶ τῶν τῆς δικαιοσύνης ἔργων μελεδωνοὶ, καὶ λαῶν ἡγούμενοι φυλάττοντες κρίσιν, καὶ νόμον ἔχοντες ἐπὶ γλώττης, καὶ τρόπῳ παντὶ χρηστῷ τε καὶ ἀγαθῷ κατηγλαϊσμένοι. Εἶτα τῶν τοιούτων ἁπάντων ἐστερημένη, μᾶλλον τῆς ἀρχαίας ἐκείνης ἐπιεικείας ἀλογεῖν ἑλομένη, καὶ θεμένη παρ’ οὐδὲν τὴν εἰς Θεὸν αἰδῶ, καὶ ἀγάπησιν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προσκεκύνηκε τοῖς μὴ φύσει θεοῖς, τὸν ἕνα τε καὶ ἀληθῶς Δεσπότην ταῖς εἰς τοῦτο πορνείαις ἐκτόπως περιυβρίζουσα.
Καὶ οἷά τις πολύκοινος καὶ σεσοβημένη γυνὴ κατὰ πολλοὺς ἠσέβησε τρόπους. Ἄλλοτε ἄλλοις προσκειμένη καθηγηταῖς, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων παρὰ Θεοῦ διακομίζειν εἰδόσιν. Αἰτιᾶται γοῦν αὐτὴν διὰ φωνῆς Ἱερεμίου λέγων ὁ τῶν ὅλων Θεός· Ἴδε ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπεπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ.6 Καὶ πάλιν ὡς πρὸς αὐτήν· Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπελθοῦσα ἀπ’ αὐτοῦ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακαλύπτουσα ἀνακαλύψει πρὸς αὐτὸν ἔτι; οὐ μαινομένη μιανθήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνεκάλυπτες πρός με, λέγει Κύριος. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐκ ἐξεφύρθης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς, ὡσεὶ κορώνη ἐν ἐρήμῳ μόνῃ.
Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύν[τ]ησας πρὸς πάντας.6 Καταφρονήσασα γὰρ, ὡς ἔφην, τῆς ὑπὸ Θεῷ δουλείας, ἐτράπετο πρὸς ἀπόστασιν καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ἐχρῆτο ποιμέσι καὶ διδασκάλοις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ τοῖς ἐπὶ τῆς γῆς ἐπέλαμψεν ὁ Χριστὸς [ἐπέφανε γὰρ ἡμῖν, κατὰ τὸ γεγραμμένον, Θεὸς Κύριος]1, οὐκ αὐτῷ μᾶλλον ἐχρῆτο παιδευτῇ· τετίμηκε δὲ διδασκαλίας, ἐντάλματα ἀνθρώπων· καὶ τὸν καλὸν ἀφεῖσα ποιμένα, τὸν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζειν εἰδότα, προσεκολλήθη τοῖς ἀρχιερεῦσι καὶ Γραμματαίοις, καὶ μὴν δὲ καὶ Φαρισαίοις.
PG 70:51Ἐκπεπόρνευκε δὲ κατὰ τοῦτον τὸν τρόπον. Καίτοι καὶ νόμον καὶ προφητῶν προανακεκραγότων αὐτῇ τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι παρέσται κατὰ καιροὺς προαπηγγελκότων. Πῶς οὖν ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως;6 Ὅμοιον ὡσεὶ λέγοι· Ποίας λαβοῦσα τὰς τοῦ νοσεῖν ἀφορμὰς, μᾶλλον δὲ πῶς ἀνάμεστος οὖσα πνευματικῶν ἐπικουρημάτων κατώλισθεν εἰς ἀπόστασιν ἡ πάλαι πιστὴ καὶ δικαιοσύνης ἐργάτις, ἐν ᾗ κατέλυσεν ἡ δικαιοσύνη, τοῦτ’ ἔστιν, ἀνεπαύσατο νόμος; οἶκος γὰρ ὥσπερ τις αὐτοῦ γέγονεν ἡ τῶν παιδαγωγουμένων πληθὺς, νῦν δὲ καταλελύκασι φονευταί. Ἀκούεις ὅτι πάντα παρεὶς τὰ ἕτερα τὴν μιαιφονίαν αὐτοῖς ἐγκαλεῖ; Κατηντλήκασι γὰρ τῆς ἑαυτῶν κεφαλῆς τὸ τίμιον αἷμα Χριστοῦ, Πιλάτῳ λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.6 Ἀνῃρήκασι δὲ καὶ προφήτας ἁγίους· καὶ τοῦτο αὐτοῖς ὁ μακάριος Στέφανος ὠνείδισε, λέγων·
Σκληροτράχηλοι καὶ ἀπειθεὶς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.6 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες. Τῆς ἐπὶ τὰ χείρω μεταβολῆς τὰς αἰτίας ἀπαριθμεῖται σαφῶς. Καὶ ὥσπερ τις τῶν εὐτεχνεστάτων ἰατρῶν τοῖς ἠῤῥωστηκόσι λέγει τὰς τοῦ νοσεῖν ἀφορμὰς, οὕτω καὶ αὐτὸς ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῖς ἐξ ἀμαθίας ἠῤῥωστηκόσι τοῦ πρέποντος διατρανοῖ τὰς αἰτίας τῶν ἐν αὐτοῖς παθῶν καὶ πλημμελημάτων. Ἀδόκιμον γὰρ τὸ ἀργύριον ὑμῶν,6 φησί.
Καὶ ἀργύριον μὲν ἀδόκιμον ὀνομάζει τῶν παρ’ αὐτοῖς διδασκάλων τὸν οὐκ εὐφυᾶ, μᾶλλον δὲ καὶ βδελυρίας ἁπάσης ἐπίμεστον λόγον· καὶ ἀδικῆσαι μᾶλλον ἤπερ ὀνῆσαι δυνάμενον τοὺς ἀκροωμένους. Κατείθισται δέ πως ἡ θεόπνευστος Γραφὴ τοὺς τῆς κατηχήσεως λόγους, οὓς ἂν ποιοῖντό τινες τοῖς ὑπὸ χεῖρα λαοῖς ἀργύριον ἀποκαλεῖν. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμοιοῦσθαί φησι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς μέλλων ἀποδημεῖν ἐκάλεσε τοὺς ἑαυτοῦ δούλους· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ ἓν, καὶ ἀπεδήμησεν· πεπονηκόσι δὲ αὐτοῖς περ .... τοὺς ἐπαίνους ἀποδιδοὺς, Εὖ, δοῦλε ἀγαθὲ, καὶ πιστὲ,6 φησί. Τῷ γε μὴν ἀποκρύψαντι τὸ τάλαντον, προσειργασμένῳ δὲ παντελῶς οὐδὲν, Πονηρὸς δοῦλε,6 φησὶ, καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.6 Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ·
PG 70:53Τὰ λόγια Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον δόκιμον τῇ γῇ. Κίβδηλον οὖν ἄρα καὶ ἀδόκιμον παντελῶς ἀργύριον τὸ παρὰ τοῖς Ἰουδαίοις, τοῦτ’ ἔστιν, ὁ παρὰ τῶν Γραμματέων καὶ Φαρισαίων λόγος, οἷα δὴ καὶ καπήλοις προσεοικότες ὕδατι τὸν οἶνον μίσγειν ἤθελον· τοῦτ’ ἔστι, νενοθευμένην, καὶ οὐκ ἀκαπήλευτον ἐποιοῦντο τοῦ νόμου τὴν ἐξήγησιν· παραπλέκοντές τι καὶ ἰδίων αὐτοῖς θελημάτων, καὶ ψυχρῶν καὶ ὑδαρεστέρων ἐννοιῶν παρεισκρίνοντες οὐκ ἀμιγεῖ τοῦ χείρονος, οὐδὲ ὡς ἂν εἴποι τις ἄκρατον ἐποιοῦντο τῆς τοῦ νομοθέτου βουλῆς τὴν ἀπόδοσιν. Καὶ γοῦν προσίεσαν μὲν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῷ Σωτῆρι λέγοντές ποτε· Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν τὸν ἄρτον ἐσθίουσιν.
Ὁ δὲ πρὸς αὐτούς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπεν, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ, ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατέρι ἢ μητέρι, Δῶρον, ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράβασιν ὑμῶν.6 Ὁρᾷς ἐν τούτοις τῆς Ἰουδαϊκῆς καπηλείας σαφῆ τὰ ἐγκλήματα; ταῖς γὰρ οἰκείαις παραδόσεσιν ἕπεσθαι δεῖν ἐθέλοντες, ἀκύρους ἀπέφαινον τοὺς τοῦ Θεοῦ νόμους. Ὑποπλαττόμενοι μὲν ἐξηγεῖσθαι καὶ αὐτοὺς, συνεισφέροντες δὲ παραδόσεις ἑώλους καὶ ψυχράς. Αἰτιᾶται δὲ τοὺς ἄρχοντας, ὡς πολὺ νοσοῦντας τὸ ἐξήνιον, καὶ γαῦρον ὥσπερ ἀνατείνοντας τὸν αὐχένα, καὶ ἀπειθεῖν ᾑρημένους.
Οὐ γὰρ ἤθελον προσίεσθαι τὴν πίστιν τὴν εἰς Χριστὸν δηλονότι, καίτοι τοῦ νόμου διακεκραγότος αὐτοῖς ἄνω τε καὶ κάτω, τὸ ἐπ’ αὐτῷ μυστήριον, καὶ κατὰ μυρίους ὅσους αὐτὸ δεικνύοντος τρόπους. Καὶ γοῦν ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς, Χριστός· Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα; Ἔστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίσατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Ἀπειθεῖς οὖν ἄρα, μήτε τὴν τοῦ νόμου βούλησιν ἄκρατον ὥσπερ καὶ ἀνόθευτον διερμηνεύειν ἐθέλοντες τοῖς ἄλλοις, μήτε μὴν τὴν διὰ Μωσέως καὶ προφητῶν καὶ ἁγίων προκεκηρυγμένην τιμήσαντες πίστιν. Οὐ γὰρ ἤθελον ὑπακοῦσαι λέγοντι τῷ Χριστῷ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.6 Καὶ πρός γε τῷ εἶναι σκληροί τε καὶ ἀπειθεῖς, κοινωνοὶ γεγόνασι κλεπτῶν· τοῦτο μὲν τοῖς δωροδοκοῦσι συνκαστάμενοι [1 σιξ ]1, τοῦτο δὲ συνδεδραμηκότες ταῖς ἀνοσίοις βουλαῖς τοῦ προδόντος αὐτοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὃς ἦν πονηρός τε ἅμα καὶ κλεπτίστατος μαθητής. Ἐρασιχρήματοι δὲ καὶ ἑτέρως οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸ κύμινόν τε καὶ τὸ ἄνηθον, καὶ πᾶν λάχανον ἀποδεκατοῦντες, καὶ ἀφιέντες τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Οὐ γὰρ ἔκρινον ὀρφανοῖς καὶ χήραις. Ζητοῦντες δὲ μᾶλλον παρὰ τῶν προσαγόντων αὐτοῖς ἀνταπόδομα, κατεδίκαζον ἀνοσίως τῶν ἀδικουμένων ἔσθ’ ὅτε, ψῆφον ἐπ’ αὐτοῖς τὴν ἐκνομωτάτην ἐκφέροντες. Ἀπὸ δὴ τοῦ κρίνειν ἀδίκως καὶ αἰσχρῶς ἡττᾶσθαι λημμάτων, καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Χριστόν.
PG 70:55Ἵνα γὰρ ἔχοιεν τὰς παρὰ τῶν λαῶν δωροφορίας, οὐ προσήκαντο τὸν τοῦ ἀμπελῶνος δεσπότην, ἴδιον ποιούμενοι κλῆρον τὸν αὐτῷ καὶ μόνῳ πρέποντά τε καὶ ὀφειλόμενον. Ἀπεκτόνασι γὰρ ἀθῶον ὄντα καὶ δίκαιον, καίτοι τοῦ νόμου λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.6 Διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος Σαβαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. Τοῦ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατίθησι τὰς αἰτίας τοῖς καθηγεῖσθαι λαχοῦσι, καὶ μάλα εἰκότως. Ἕπεται γὰρ ἐπὶ πᾶν αὐτοῖς τὸ ὑπήκοον· καθάπερ ἀμέλει καὶ τοῖς ποιμέσι τὰ ὑπὸ χεῖρα θρέμματα. Εἰ γὰρ ἀποκομίζοιεν εἰς πίονά τε αὐτὰ καὶ ἀμφιλαφῆ νομὴν, εὔρωστά τε εἶεν ἂν καὶ εὐτραφῆ λίαν· εἰ δὲ εἰς γῆν ἁλμάδα καὶ ἀκανθῶν μητέρα, καταφθεροῦσι πάντως αὐτὰ ταῖς κακοσιτ[ε]ίαις.
Τοιοῦτόν τι ἐφ’ ἡμῶν αὐτῶν ἀληθὲς ὂν εὑρήσομεν. Εἰσηγήσεσι μὲν γὰρ ταῖς εἰς ὀρθότητά τε καὶ ἀρετὴν καὶ θεογνωσίαν ἀμώμητον ὁ τῶν παιδαγωγουμένων καταπιαίνεται νοῦς. Ταῖς γε μὴν εἰς ἀνοσιότητα συμβουλίαις ἑτοιμότατα καταῤῥεῖ πρὸς τὴν τῶν αἰσχιόνων ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι πεπονθότες οἱ ἐξ Ἰσραὴλ ταῖς τῶν Γραμματέων καὶ Φαρισαίων παραδόσεσι καὶ διδασκαλίαις οἱ τάλανες διολώλασιν. Οὐ γὰρ εἴων αὐτοὺς τὴν ἀληθῆ καὶ σωτήριον ἰέναι τρίβον, τὴν διὰ πίστεως λέγω, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν τεθεράπευκε μὲν τὸν ἐκ γεννετῆς τυφλὸν, καὶ τεθαυμάκασι μὲν οἱ κατὰ πᾶσαν τὴν Ἱερουσαλὴμ τῆς θεοσημείας τὸ μέγεθος, κηρύττοντι δὲ τὸν ἰατρὸν τῷ τοῦ πάθους ἀπηλλαγμένῳ διαῤῥήδην ἔφασκον οἱ παιδαγωγεῖν ὀφείλοντες εἰς ἀλήθειαν Δὸς δόξαν τῷ Θεῷ, ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.6 Ἐπιμαρτύρεται δέ τις τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι ἤδη συνετέθειντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται.
Ταύτῃ τοι καὶ τὴν εἰς ἀλλήλους αἰδῶ τῆς ἑαυτῶν σωτηρίας ἀβουλότατα προτετιμηκότες, ἀμέτοχοι παντελῶς τῆς παρὰ Θεοῦ μεμενήκασι δόξης. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Σωτήρ· Πῶς δύνασθε πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;6 Καὶ μὴν καὶ ἑτέρωθι· Οὐαὶ ὑμῖν Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν.6 Σκάνδαλον τοίνυν γεγόνασι τοῖς λαοῖς, καὶ τῇ δόξῃ Χριστοῦ πολεμοῦντες οὐ διαλιμπάνουσιν. Ταύτῃ τοι περὶ αὐτῶν φησιν· Οὐαὶ οἱ ἰσχύοντες. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐκ τῶν ὑπεναντίων, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.6 Ὁρᾷς ὅπως ἐναντίους τε αὐτοὺς καὶ μὴν καὶ ἐχθροὺς ὀνομάζει; Καὶ ἐπ’ αὐτοὺς δὴ μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησιν.
PG 70:57Ἔδει γὰρ, ἔδει μειζόνως κολάζεσθαι, καὶ τοὺς ὑπὲρ τῆς τῶν ἄλλων ἀπωλείας ὑποσχεῖν τῷ κρίνοντι λόγους. Οὓς ἦν εἰκὸς δύνασθαι καὶ διασώζειν αὐτοὺς, εἴπερ ἤθελον ὀρθά τε φρονεῖν αὐτοὶ, καὶ τοῖς ἄλλοις ἅπασιν τὴν εἰς τοῦτο διακομίζουσαν καταδεῖξαι τρίβον. Ἐπεφώνει καὶ ὁ θεσπέσιος Ἰωάννης αὐτοῖς ἐπὶ τὸ τῆς μετανοίας ἰοῦσι βάπτισμα· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν, ψογεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;6 Γέγονε τοίνυν ἐκδίκησις παρὰ Θεοῦ κατὰ τῶν ἰσχυόντων· μάλιστα, τοῦτ’ ἔστι, τῶν παρ’ αὐτοῖς δυνατῶν, ἤγουν ἡγουμένων, καταδῃωθείσης αὐτῶν τῆς χώρας καὶ παραδοθείσης τοῖς Ῥωμαίων γενναιοτάτοις στρατεύμασι. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτήρ· Ὅταν ἴδετε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσατε ἐφ’ ἡμᾶς.6 Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· οὐχ ὅτι σκληρὸς καὶ ἀμείλικτος· χρηστὸς γὰρ μᾶλλον καὶ ἀγαθός ἐστιν· ἀλλ’ ὅτι λυπεῖται καταφρονούμενος, ὅταν ἑαυτοὺς μάλιστα τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀποστεροῦμεν ἡμεῖς, καίτοι παρὸν ἑλεῖν τε πλουσίως· καὶ ἐντρυφᾷν αὐτοῖς ἑλομένοις εἴκειν τοῖς παρ’ αὐτοῦ νόμοις.
Ἀποσειομένοις τε τοὺς πονηροὺς καὶ ἀνοσίους τῶν ἐν τῷδε τῷ βίῳ διδασκάλους· οἳ καὶ τῆς πίστεως τὴν ὀρθότητα τοῖς ἑαυτῶν ῥήμασι παραλύειν ἐπείγονται, καὶ ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς τῆς ἑαυτῶν δυστροπίας τὸν ἰὸν ἐκχέοντες, παρατρέπουσιν αὐτὰς εἰς τὸ δεῖν ἑλέσθαι τὰ πονηρά. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ πάντας ὑπερηφάνους ταπεινώσω· καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς.
Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθήσονται. Ἐπάγει τὴν χεῖρα αὐτοῦ Θεὸς, ὡς πλήττουσαν· τοιοῦτον γάρ πως ἀεὶ τῶν τυπτόντων τὸ σχῆμα. Ὅτι οὐκ ἀνόνητος ἔσται παντελῶς αὐτοῖς ἡ τῆς χειρὸς ἐπαγωγὴ, τοῦτ’ ἔστιν, ἡ τῶν δεινῶν ἔφοδός τε καὶ πεῖρα, οὔτε μὴν ἀδιακρίτως ἅπασι τὰ ἐξ ὀργῆς συμβήσεται, φροντίδος δὲ καὶ φειδοῦς ἀξιώσει τοὺς πεπιστευκότας, καὶ τοῖς γνησίοις ἀπονεμεῖν τὴν ἐπὶ τῷ γε δεῖν διασώζεσθαι χάριν διδάσκει σαφῶς. Πάλαι μὲν γὰρ ἡ θεομάχος Ἱερουσαλὴμ ἐκπεπόρνευκε πολυτρόπως διὰ τοῦ λατρεῦσαι θεοῖς ἑτέροις, ἐπήγαγεν δὲ αὐτῇ τὴν χεῖρα Θεὸς, καὶ ὥσπερ τινὶ πυρὶ ταῖς ἐκ τοῦ πολέμου παρεδίδου συμφοραῖς.
PG 70:59Ἐπειδὴ δὲ πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ Σωτῆρα καὶ Λυτρωτὴν, εἶτα πεπαρῴνηκεν εἰς αὐτὸν, καὶ τὰ ἐξ ἀκράτου πέπραχεν ἀπονοίας. Οὐ διαλέλοιπέ τε ταῖς ἀπειθείαις ἀγρίως περιυβρίζουσα, καίτοι δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπαλλάττοντα διὰ τῆς πίστεως. Ἐπήγαγε δὲ αὐτῇ τὴν χεῖρα πάλιν, καὶ οἷόν τις τεχνίτης διέκρινεν ἐν πυρὶ, καὶ ἅπαν μὲν ὅσον ἦν ἐν αὐτῇ δοκιμώτατόν τε καὶ ἀπόλεκτον γένος τῶν πεπιστευκότων τοῦτο τετήρηκεν ἐν ἑαυτῷ, τό γε μὴν κίβδηλον καὶ ἀδόκιμον παραδέδωκεν εἰς ὄλεθρον καὶ ἀφανισμόν. Ὥσπερ οὖν οἱ πυρὶ κατατήκοντες, ἢ χαλκὸν, ἢ ἄργυρον, διακαθαίρουσι τὰς ὕλας· οὕτω κἀγὼ, φησὶ, πυρώσω εἰς καθαρόν. Γέγραπται δὲ, ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.6 Εἴρηται δὲ καὶ διὰ φωνῆς ἑνὸς τῶν ἁγίων προφητῶν, ὅτι Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ, ὅτι αὐτὸς εἰςπεπόρευται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.6 Ἑτεροτρόπως δὲ τοῦτο καὶ ὁ σοφὸς ἡμῖν Ματθαῖος διασαφεῖ λέγων περὶ Χριστοῦ· Ἐγὼ μὲν γὰρ ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὖ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.6 Οὐκοῦν συλλέγεται ὁ μὲν σῖτος εἰς ἀποθήκην, τὸ δὲ ἄχρηστον ἅπαν, τοῦτ’ ἔστι, τὸ ἄχυρον πυρὸς εἴρηκεν ἔσεσθαι τροφήν.
Καὶ πῶς, εἴ τις ἕλοιτο μαθεῖν, ἡ τῶν προκειμένων σαφηνιεῖ δύναμις. Ἕφη γὰρ εὐθύς· Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω.6 Διόλωλε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἡ πάλαι πληθὺς, καὶ εἰς Χριστὸν ἀσεβήσασα καὶ ἀρνησαμένη τὸν λυτρωτήν· ἐξῄρηνται δὲ πάντες οἱ ὑπερήφανοι καὶ ζῶντες ἀνόμως, τοῦτ’ ἔστιν, οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγεμονεύειν λαχόντες, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι. Πῶς γὰρ οὐκ ἂν ἄνομοί τε καὶ ἀλαζόνες, οἱ μήτε τὴν εἰς τὸν νόμον αἰδῶ κἂν γοῦν ὀλίγα τε πεφροντικότες, ἐπαίροντες δὲ καὶ τὸ κέρας εἰς ὕψος, καὶ λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν; Εἰρήκασι γὰρ, Αἶρε, αἶρε, σταύρωσον αὐτόν.6 Ἐξῄρηνται δὲ τοῦ καθηγεῖσθαι λαῶν, ἀναδεδειγμένων τῶν ἁγίων ἀποστόλων, περὶ ὧν φησιν, Ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς.6 Γεγόνασι δὲ κατ’ οὐδὲν ἐλάττους τῶν ἀρχαιοτέρων ἁγίων οἱ θεσπέσιοι μαθηταὶ, οὓς καὶ κριτὰς ὀνομάζει, καὶ συμβούλους ἀποκαλεῖ.
Δεδράκασι γὰρ ἀμφότερα, τοῖς ἁμαρτάνουσιν ἐπιπλήττοντες ὡς κριταὶ, συμβουλεύοντες δὲ τοῖς ἠσθενηκόσι τὰ πρὸς εὐρωστίαν αὐτοῖς χρήσιμα τὴν πνευματικήν. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος τὸν ἐν Κορίνθῳ πεπορνευκότα παρεδίδου μὲν τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ Πνεῦμα σωθῇ· βουλὰς δὲ δίδωσιν ἀγαθὰς, καί φησιν· Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.6 Περὶ τῶν ἐνθάδε λεγομένων κριτῶν ἤτοι συμβούλων καὶ ὁ μακάριος Δαβὶδ ἐν Πνεύματι ἁγίῳ πρὸς αὐτὴν ἔφη τὴν Ἱερουσαλὴμ, Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου,6 τοῦτ’ ἔστιν, Ἐν τάξει πατέρων γεγόνασί σοι τὰ τέκνα· καὶ γὰρ ἦσαν Ἰουδαῖοι, καὶ υἱοὶ τῆς τὸ τηνικάδε Συναγωγῆς οἱ θεσπέσιοι μαθηταί.
PG 70:61Ὅτι δὲ πατέρες γεγόνασι τῶν πεπιστευκότων, ἄκουε Παύλου λέγοντος, Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.6 Καὶ πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.6 Διαμέμνηται δὲ καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν αὐτοῦ, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς ἀναδείξεως τῶν ἁγίων αὐτοῦ μαθητῶν, καί φησιν· Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.6 Οἱ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ ζωῆς εἴχοντο τῆς ἐκνομωτάτης, καὶ τὸ μετὰ κρίσεως, τοῦτ’ ἔστι, δικαιοσύνης ἄρχειν οὐκ ᾔδεσαν. Βασιλεύσαντος δὲ Χριστοῦ τῆς ὑπ’ οὐρανὸν, δίκαιοί τε καὶ ἀγαθοὶ, καὶ μετὰ κρίσεως ἄρχοντες, οἱ θεσπέσιοι γεγόνασι μαθηταί· ὧν ἀναδεδειγμένων, κέκληται πάλιν πόλις δικαιοσύνης, καὶ μητρόπολις πιστὴ Σιὼν, τοῦτ’ ἔστιν, ἡ Ἐκκλησία.
Ὅτι δὲ οὐκ ἀδιακρίτως, ὡς ἔφην, ἀλλ’ ἐν φροντίδι καὶ λόγῳ τῷ μετὰ δικαιοσύνης ἡ παρὰ Θεοῦ γέγονε πύρωσις, ἤτοι δοκιμασία, φανερὸν καθίστησι τὸ εὐδοκιμῆσαν γένος διὰ τῆς πίστεως· προσεπάγει λέγων, Ὅτι μετὰ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται.6 Διακεκριμένων γὰρ ἤδη τῶν γενῶν, καὶ τοῦ μὲν πεπιστευκότος εὐδοκιμοῦντος, ὡς ἔφην, θατέρου γε μὴν οὐ μετρίως προςκεκρουκότος, σέσωσται μὲν τὸ ἀπόλεκτον, ὠλόθρευτο δὲ πᾶν ὅσον ἦν ἐν αὐτοῖς βδελυρὸν καὶ ἀπηχθημένον, καὶ ἀπονοίας σύντροφον, καὶ βεβιωκὸς ἀνοσίως, καὶ Χριστοῦ μὴ πεφροντικὸς τοῦ σώζειν εἰδότος, καὶ ἀνιέντος ἐγκλήματα καὶ δικαιοῦντος τῇ χάριτι.
Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. Ἔσονται γὰρ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Ἔφην ὅτι διττὴν ἐν τούτοις ὁ τοῦ προφήτου λόγος ποιεῖται τὴν πρόφασιν τῆς Ἰουδαίων ἀποβολῆς. Διττὰ γὰρ αὐτῶν τὰ ἐγκλήματα. Πάλαι μὲν γὰρ Θεὸν ἀφέντες, τὸν ἕνα καὶ φύσει, καὶ λυτρωτὴν, λελατρεύκασιν εἰδώλοις, καὶ τεθύκασι θυσίας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες, δεδυσσεβήκασιν οὐ μετρίως. Ἐπειδὴ δὲ Θεὸς Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφὰς, ἠρνήσαντο καὶ αὐτὸν, καὶ πεπαρῳνήκασιν οὐ μετρίως εἰς τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀδελφὰ τὰ ἐγκλήματα, καὶ τῆς ἀπονοίας ὁ τρόπος οὐκ ἀπεοικὼς τῷ πρώτῳ, μᾶλλον δὲ καὶ ἐν αἰτίᾳ ἀπονοίας μείζονι.
PG 70:63Καὶ ἐκολάζοντο μὲν κατά γε τοὺς πρὸ τῆς ἐπιδημίας καιροὺς ταῖς τῶν πολεμίων ἐφόδοις, πόλεων ἐμπρησμοῖς, οἴκων ἀνατροπαῖς … Ταῦτα γὰρ ἔδρων ἐφιέντος Θεοῦ, Πέρσαι τε καὶ Μῆδοι, Μωαβῖται, καὶ Ἰδουμαῖοι, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ, ὡς ἔφην, καὶ εἰς αὐτὸν ἠσέβησαν τὸν Χριστὸν, οὐκ ἐν μείοσι τῶν ἀρχαιοτέρων γεγόνασι κακῶν. Περιπεπτώκασι γὰρ ταῖς Ῥωμαίων στρατιαῖς, οἳ καὶ πᾶσαν ἄρδην ὠλόθρευσαν Ἰουδαίαν, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἐξελέσθαι δυναμένου, καὶ τῆς οὕτω πικρᾶς ἐξελέσθαι συμφορᾶς. Ταύτῃ τοί φησιν, ὅτι Καταισχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.6 Ἄλση μὲν γὰρ καὶ δρυμοὺς καταλαμβάνοντες, εἶτα τοῖς εὐμηκεστέροις τῶν φυτῶν εἴδωλα περιιδρύσαντες, ἐγείροντές τε βωμοὺς, σωτῆρας ἐπεκάλουν, τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ’ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν πᾶσαν ἔθεντο τὴν ἐλπίδα, τὴν τοῦ δύνασθαι κατευμεγεθεῖν ἐχθρῶν, καὶ καταγωνίζεσθαι ῥᾳδίως τοὺς ἀνθεστηκότας.
Ἐπειδὴ δὲ οἱ μὲν πολέμιοι παρῆσαν, καὶ δεδράκασι τὰ ἐχθρῶν, ἀπομεμένηκε δὲ παρὰ τῶν ἰδίων θεῶν ἀνεπικούρητος Ἰσραὴλ, κατῃσχύνθησαν ἐπὶ τοῖς εἰδώλοις αὐτῶν. Τεθέανται γὰρ αὐτοὺς καὶ πρό γε τῶν ἄλλων ἐμπιπραμένους ὁμοῦ τοῖς κήποις, ἤγουν τοῖς ἄλσεσι, καὶ αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Οὐκοῦν διημαρτήκασι τῆς ἐλπίδος, ὅτε παθόντας τεθέανται τοὺς ἑαυτῶν θεοὺς, τότε συνέντες μόλις τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον παρὰ Θεοῦ· Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;6 Παθόντες τοίνυν τὴν ἐντροπὴν τὴν ἐπί γε τοῖς ἰδίοις θεοῖς, οὓς ἐπεθύμησαν αὐτοὶ, καὶ μέντοι τοῖς κήποις, ἔσονται ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· τοῦτ’ ἔστι, γυμνοί τε καὶ ἀτιμότατοι, καὶ πολὺ νοσοῦντες τὴν ἀκαρπίαν, δῆλον δὲ ὅτι τὴν νοητὴν τὴν ἐν πράξεσιν ἀγαθαῖς.
Ἡ μὲν γὰρ τερέβινθος, ἤγουν ἕτερόν τι τῶν φυτῶν, ἕως μὲν ταῖς ἰδίαις ἄνθαις ὁρᾶται κατάκομον, τὴν αὐτῷ πρέπουσαν ἀποσώζει δόξαν· ἀποβεβληκὸς δὲ τὰ φύλλα, ξηρὸν ἔσται καὶ ἀκαλλὲς, καὶ οἷον ἠτιμασμένον. Παράδεισος δὲ πάλιν, εἰ μὲν ἔχοι πηγὰς, εὐδενδρότατος ἔσται τις, καὶ ταῖς τῶν καρπῶν ἀφθονίαις πολυειδῶς ἐναβρύνεται. Ξηρὸς δὲ καὶ ἄνυδρος ὢν, ἔσται που πάντως ἐν ἀκαρπίᾳ, μᾶλλον δὲ καὶ αὐτῶν νοσήσει τὴν ἐρημίαν. Ἄτιμος τοίνυν καὶ ἄκαρπος ἀπομεμένηκεν ὁ Ἰσραήλ. Ποῖος γάρ ἐστι καρπὸς ἀρετῆς ἐν τοῖς τῶν εἰδώλων θεραπευταῖς; Ἢ πῶς οὐχ ἁπάσης ἀτιμίας ἔμπλεως, ὁ Θεὸν ἀφεὶς τὸν ἕνα καὶ φύσει, καὶ λέγων τῷ ξύλῳ, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με;6 Ἔσται δὲ καὶ ἑτέρως Ἰσραὴλ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα.
Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, τὴν τοῦ νόμου τηροῦντες σκιὰν, προσεοίκεσαν φυτοῖς, καρπὸν μὲν οὐκ ἔχουσι, πλὴν εὖ μάλα περιηνθισμένοις ταῖς τῶν φύλλων ἐκβολαῖς. Ἐπειδὴ δὲ προσκεκρούκασι τῷ Χριστῷ, καὶ αὐτὴν ἀποβεβλήκασι τὴν τῆς σκιᾶς τήρησιν. Οὐ γὰρ ἔτι τηροῦσι τὰς κατὰ νόμον θυσίας, οὔτε μὴν τοῖς νομικοῖς αὐχήμασιν ἐπισεμνύνονταί ποθεν· ὀλίγιστα δὲ κατὰ πόλεις τῶν ἀρχαίων τηροῦντες ἐθνῶν, ἄκαρποί εἰσιν καὶ ἠτιμωμένοι· καὶ μάλα εἰκότως. Ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
PG 70:65Ὁ σοφὸς εἴρηκεν Σολομὼν, ὅτι Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ἀληθὴς ὁ λόγος. Ἑκάστῳ γὰρ ἡμῶν τὰ ἴδια πλημμελήματα προξενεῖ τὸν ὄλεθρον, καὶ τὰς ἐκ θείας ὀργῆς ἐπιφέρει δίκας. Ὁποῖόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Εἰργάσαντο μὲν γὰρ ἑαυτοῖς τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ’ αὐτοῖς ἐσχήκασι τὴν ἐλπίδα, τοῦ δύνασθαι κατακρατεῖν ἐχθρῶν. Ἀλλ’ αὐτὸ δὴ τοῦτο γέγονεν αὐτοῖς μονονουχὶ πῦρ τε καὶ ξύλα. Διὰ γὰρ ταύτην τὴν πλημμέλειαν δέδονται πυρὶ, καὶ τοῦτο ἀσβέστῳ, τοῦτ’ ἔστι, δειναῖς τε καὶ ἀκαταλήκτοις συμφοραῖς, ἐπαμύνοντος οὐδενός. Καὶ τοῦτο ἡμῖν σαφὲς καθίστησι, λέγων· Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ ἡ ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Ἡ προσδοκηθεῖσα, φησὶν, ἔσεσθαι δύναμις αὐτοῖς, ἔσται ὡς καλάμη στιππύου, τοῦτ’ ἔστι, τροφὴ πυρὸς καὶ ὑπέκκαυμα, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, ὡς πυρὸς σπινθῆρες ἀκοντιζόμενοι κατ’ αὐτῶν.
Καυθήσονται οὖν οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Παραιτητέον τοίνυν τὸ προσκρούειν Θεῷ, καὶ τὸ δρᾷν ἐκεῖνα … … αὐτὰ γὰρ ἡμῶν τὰ ἔργα, καὶ πῦρ ἡμῖν ἔσται καὶ τροφὴ πυρὸς, καθάπερ ἀμέλει καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, καὶ ζωῆς καὶ δόξης ἐμποιητικὰ τοῖς κατορθοῦσιν εὑρίσκεται. ΛΟΓΟΣ Β. Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαί̈αν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ τῆς Ἱερουσαλήμ. Δοκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ.
Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλλὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τεθεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναι νομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ’ ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν εἰς νοῦν ἔχοντας καὶ καρδίαν.
PG 70:67Καὶ γοῦν Ἰουδαίοις ἐπεφώνησέ τις τῶν ἁγίων προφητῶν· Περὶ τμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ἡμῶν, ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Οἶδεν δὲ ὁ θεσπέσιος Παῦλος Ἰουδαῖον ἕτερον, οὐ τὸν κατὰ σάρκα μᾶλλον, ἀλλὰ τὸν ἐν πνεύματι. Γράφει γὰρ οὕτως· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.6 Χρὴ τοιγαροῦν νηφαλίως ἐπιτηρεῖν, πηνίκα μὲν ὁ προφήτης κατὰ τῆς Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίας, ποιεῖται λόγους, πηνίκα δὲ περὶ τῆς ἐν Χριστῷ καὶ νοητῆς, ἣ καὶ ἀληθῶς ἐστι τελεία καὶ ἄμωμος. Τί τοίνυν φησίν; Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων.
Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Κατέληξε μὲν γὰρ ἡ ὅρασις αὐτῷ. Καὶ τῆς ἤδη φθασάσης προαγορεύσεως τὸ τέλος ἦν. Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ὧν αὐτοὶ ἐπεθύμησαν. Καὶ τίνα μὲν τρόπον κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, διαρκῶς εἰρήκαμεν. Ἐπειδὴ δὲ μνήμη γέγονε τῆς ἐπ’ αὐτοῖς προφητείας, ἀρχόμενος ὁ προφήτης γείτονος ἐφεξῆς καὶ δευτέρας ὁράσεως, κατασημαίνει τὸν χρόνον, καθ’ ὃν οὐκ εἰς μέρος τι τῆς γῆς, οὐδὲ ἐν μιᾷ χώρᾳ τε καὶ πόλει τὸ τοῦ διαβόλου πεσεῖται κράτος, καθῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας καὶ βεβήλου κατασκευῆς, ἀλλ’ ἐξ ἁπάσης ληφθήσεται τῆς ὑπ’ οὐρανὸν ἡ τοιάδε νόσος, καὶ τῶν ἀκαθάρτων δαιμονίων ἡ τυραννίς.
Κατώρθωται δὲ καὶ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἐν ἐσχάταις ἡμέραις, τοῦτ’ ἔστιν, ἐν τελευταίοις τοῦ παρόντος αἰῶνος καιροῖς, καθ’ οὓς ἐπέλαμψεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἐκ γυναικός. Ὅτε καὶ αὐτὸς ἑαυτῷ παρέστησε τὴν νοητὴν Ἰουδαίαν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, τὴν Ἐκκλησίαν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸ γεγραμμένον· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Καὶ περὶ αὐτῆς φησιν, ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπ’ ἄκρων τῶν ὀρέων. Καὶ ἡμῖν μὲν Σιὼν ἡ κατά γε τὴν Ἰουδαίαν, ἐν ὄρει κεῖσθαί τε καὶ οἰκοδομεῖσθαι λέγεται. Νοηθείη δ’ ἂν οὐκ αἰσθητῶς μᾶλλον, ἀλλὰ πνευματικῶς ἐν τούτοις ἡ Ἐκκλησία, ἣ καὶ ὄρει παρεικάζεται.

Oratio IV

PG 70:69Καὶ γὰρ ἔστιν ἀληθῶς ὑψηλὴ καὶ περίοπτος, καὶ γνωριμωτάτη τοῖς ἁπανταχοῦ. Ὑψηλὴ δὲ καὶ ἑτέρως· φρονεῖν γὰρ τῶν ἐπιγείων οὐδὲν ἀλλ’, ὑψοῦ τῶν ἐπιγείων ἔστιν, καὶ τὴν τοῦ Θεοῦ δόξαν, ὡς ἔνι, περιαθρεῖ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ὑψηλοῖς ἄγαν τοῖς περὶ αὐτοῦ δόγμασιν ἐπαυχεῖ. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ’ ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν.
Φωτὸς γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφανοῖ τὸν τῶν ὅλων παμβασιλέα καὶ Θεὸν καὶ Κύριον. Ὄρος τοιγαροῦν νοητὸν ὁ οἶκος τοῦ Θεοῦ δικαίως ἂν λέγοιτο. Καὶ ἔστι διαφανὴς, ὡς ἐπὶ βουνῶν ἠρμένος. Φαίη δ’ ἄν τις ἐπ’ αὐτοῦ καὶ μάλα εἰκότως τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς, ὡς ἐκ παραδείγματος ἐναργοῦς εἰρημένον· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.6 Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο, καὶ μάλα ῥᾳδίως τὰ δι’ ὧν ἔστιν ἰδεῖν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, ὅτι καὶ βουνοῖς, καὶ ὄρεσι παρεικάζεται τῆς νοητῆς Ἱερουσαλὴμ τὸ ἀνάστημα, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας τὸ ὕψος. Βαδιούμεθα δὲ πρὸς τὰ ἐφ’ ἑξῆς, τοῖς φιλομαθέσιν ἀφέντες τὰ τοιάδε συλλέγειν, εἴπερ ἕλοιντο τοῦτο δρᾷν.
Ἴδωμεν δὲ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐπὶ τῆς γῆς. Ἀπό γε τοῦ τὸν οἶκον τοῦ Θεοῦ περίοπτον οὕτω γενέσθαι τοῖς ἁπανταχοῦ, ὡς δοκεῖν ἤδη πως ὑψοῦσθαί τε ἐπὶ βουνοὺς, καὶ ἐπ’ ἄκρων κεῖσθαι τῶν ὀρέων. Οὐκοῦν πληροφορήσει λέγων εὐθὺς ὁ προφήτης. Καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.6 Ὅτι μὲν οὖν συνηθροίσθη πάντα τὰ ἔθνη, καὶ συνδεδραμήκασι διὰ τῆς πίστεως εἰς τὴν Ἐκκλησίαν, οὐ μακρῶν ἡμῖν δεήσει πρὸς ἀπόδειξιν λόγων. Αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἔκβασις αὐτόμαρτυς ἔσται καὶ ἀληθής. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον. Κέκληται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, οὐ διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οὐ διὰ προφητῶν ἁγίων· ἀγείρει δὲ μᾶλλον αὐτὰ θεία τις καὶ ἀπόῤῥητος χάρις νοητῶς ἐλλάμπουσα, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐντιθεῖσα τὴν ἔφεσιν.
Θέα γὰρ ὅπως διακηρύξαντος αὐτοῖς οὐδενὸς ἀλλήλοις ἐπιφωνεῖ· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.6 Πρῶτον ἀναβαίνουσιν, εἶθ’ οὕτω ζητοῦσιν ἐπαγγέλλεσθαί τε τὸν τοῦ Θεοῦ λόγον αὐτοῖς. Ὑπισχνοῦνται δὲ καὶ βαδίζειν τὴν ὁδὸν τοῦ Κυρίου, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, προεισβολὴν ἔχουσαν τὴν διὰ πίστεως κάθαρσιν. Ἐοίκασι δὲ τὴν ὁδὸν Κυρίου ζητοῦντες μαθεῖν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης προεισδέξασθαι τὴν κατάγνωσιν. Ἔσται γὰρ οὐχὶ ἑτέρως ἐν ἡμῖν τῶν βελτιόνων ἡ ἔφεσις, μὴ οὐχὶ δὴ πρῶτον προκατεγνωκότων τῶν πάλαι. Τίς οὖν ἄρα γέγονεν αὐτοῖς ὁ μυσταγωγός; Τίς ὁ ἀναφέρων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀναπείθων αὐτοὺς καταγέλαστα μὲν ἡγεῖσθαι τὰ πρῶτα, προστρέχειν δὲ τοῖς δευτέροις;
PG 70:71ἢ δηλονότι Θεός; ὁ καὶ ἐλλάμψας αὐτοῖς, ὡς ἔφην, εἰς νοῦν καὶ καρδίαν, καὶ ἀναπείσας εἰπεῖν τε ἅμα καὶ φρονεῖν, ὅτι Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.6 Ὠδίνει δὲ τοῦτο διπλῆν ἐφ’ ἑαυτῷ τὴν ἔννοιαν. Ἢ γὰρ ἐκεῖνό φασιν, ὅτι Ληψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸν τοῦ Θεοῦ λόγον ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ’ αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἀποπεφοίτηκεν ὁ τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἠρνήσαντό τε τὴν βασιλείαν αὐτοῦ, καταλέλοιπεν αὐτοὺς, καὶ ἀφῆκεν ὀρφανούς. Καὶ τοῦτο ἦν τὸ διὰ τοῦ προφήτου λεγόμενον· Καὶ εἶπα, οὐ μὴ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτω ἄνθρωπος ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.6 Ἐξῆλθεν τοίνυν νόμος ἐκ τῆς Σιὼν, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οὐκέτι παρ’ αὐτοῖς ὁ τοῦ Θεοῦ νόμος τε καὶ λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀπειρηκὼς, καὶ ἀνουθέτητον βλέπων τὴν τῶν Ἰουδαίων πληθὺν, Ὑμῖν, φησὶν,6 ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος.6 Σύνες οὖν ὅπως ἐπὶ τῇ τοῦ Χριστοῦ χάριτι μεγαλαυχοῦνται τὰ ἔθνη. Ἀπὸ γὰρ τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ ἐκβεβηκέναι φασὶ νόμον τε καὶ λόγον τοῦ Κυρίου, μεταφοιτῆσαι δὲ πάντως εἰς αὐτά. Μεταβέβηκε γὰρ ἡ χάρις ἐκ τῶν ἀπειθεῖν ἑλομένων εἰς τοὺς διὰ τῆς πίστεως κεκλημένους. Καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς τὰ δρέπανα.
Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Προειρηκὼς ὅτι πεσεῖταί τε καὶ Οἰχήσεται πρὸς τὸ μηδὲν τὸ τοῦ διαβόλου κράτος· ἀργήσει δὲ καὶ ἡ τῶν εἰδώλων ποίησις προτροπάδην ἀλλήλων ἐπιφωνούντων ἐθνῶν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·6 καθίστησι τοῖς ἀκροωμένοις ἐναργῆ τὸν καιρὸν, καθ’ ὃν εἰς πέρας ἥξει τὰ προειρημένα, καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων καταστάσεως ποιεῖται γνωριμώτατον. Πάλαι μὲν γὰρ, οὐκ οὔσης τῆς γῆς ὑπὸ ζυγὸν ἕνα, διωρισμένων δὲ κατά τε χώρας καὶ πόλεις τῶν ἐθνῶν, καὶ ἰδικῶς ἑκάστης ἐχούσης τὸν ἡγούμενον, ἀμιξία τε ἦν καὶ μάχαι καὶ πόλεμοι, πανταχῆ καταδῃούντων ἀλλήλων τῶν ἐπὶ τῆς γῆς, καὶ διαρπαζόντων ἀεὶ τὰ ἑτέρων, καὶ τὴν καθ’ ὧν ἂν δύναιντο ἕκαστοι πλεονεξίαν καὶ ἀγριότητα, δόξαν ἡγούμενοι τὴν ἀνωτάτω.
PG 70:73Οὐκοῦν οὐδὲ ἀσφαλῆ τὴν οἴκησιν εἶχον, ἀεὶ μεθιστάμενοι πρὸς ἑτέραν, καὶ ὑπὸ τῶν δυνατωτέρων τῆς εἰλημμένης ἐξωθούμενοι. Ἐπειδὴ δὲ ὁ τῶν ὅλων Θεὸς τοῖς Ῥωμαίων σκήπτροις ὑπήγαγε τὴν ὑπ’ οὐρανὸν, μία τε λοιπὸν ἡ κατὰ πάντων, ἐκτέταται βασιλεία, κατέληξαν μὲν οἱ πόλεμοι, πέπαυται δὲ μάχη καὶ διχόνοια, καὶ κεκράτηκεν ἡ δικαιοσύνη, καὶ τῆς εὐνομίας τὸ ἀσφαλὲς, οὐδενὸς ἁρπάζοντος· οὐ καταδῃοῦντος ἔτι, καὶ πόλεων ἢ χωρῶν κατατρέχοντος· οὐκ ἀνεπίπληκτον ἔχοντος τὸ πλεονεκτεῖν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ δὲ δίδοται μὲν ἡ τῶν ὅπλων χρεία μόνοις τοῖς μαχιμωτάτοις, καὶ τὴν στρατεύσιμον ἔχουσι τάξιν, ὑπὸ χεῖρά τε οὖσι τὴν βασιλέως. Ἠλέγχθησαν δὲ καὶ ἀσθενῆ τὰ πολλὰ τῶν ἐθνῶν, ὅσα τῆς Ῥωμαίων ἀρχῆς ἀποσεισάμενα τὸν ζυγὸν, πόλεσί τε καὶ χώραις ἀγρίως ἐπιφοιτᾷ.
Οὐ γὰρ ἔστιν αὐτοῖς ἐλευθέρως, ὡς ἂν βούλοιντο, κατατρέχειν. Ἀντανίστανται γὰρ τὰ Ῥωμαίων ὅπλα, καὶ ἠρεμεῖν ἀναγκάζουσι, καὶ καταπτοοῦσιν ὡς θῆρας, καὶ ταῖς παρὰ σφῶν εὐσθενείαις ἀνάνδρους ὄντας ἐλέγχουσιν. Ὁρίζεται τοίνυν τὸν καιρὸν, ὡς ἔφην, ὁ μακάριος προφήτης τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς. Καὶ ποῖός ἐστιν οὗτος; Ὅτε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, καὶ παμβασιλεὺς, καὶ Κύριος κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, τοῦτ’ ἔστι, δικαιοσύνην καὶ κρίσιν εἰς πάντα ποιεῖται τὰ ἔθνη. Κεκράτηκε μὲν γὰρ ἡ ἀδικία, καθάπερ ἔφην ἀρτίως, διαρπαζόντων ἄλληλα τῶν ἐθνῶν, καὶ πάντα τρόπον ἐπιφερόντων ἀγριότητος καὶ πλεονεξίας. Ἐπειδὴ δὲ ταῦτα γέγονεν ἐκ μέσου, δικαιοσύνη καὶ κρίσις δέδοται παρὰ Θεοῦ, καὶ ἠλέγχθησαν, ὡς ἔφην, ἔθνη πολλὰ τοῖς Ῥωμαίων ὅπλοις νενικημένα.
Ὥστε τοὺς ὑπὸ χεῖρα τὴν βασιλέως δεδιέναι μὲν οὐκέτι τάς τινων ἐφόδους, εἰς τοῦτο δὲ ἤδη προελθεῖν τὰ πράγματα αὐτοῖς εἰρήνης τε ὁμοῦ καὶ εὐημερίας, ὡς μηκέτι δεῖσθαι τῆς ἐν τῷ πολεμεῖν ἐμπειρίας, ἀνθελέσθαι δὲ μᾶλλον καὶ λίαν ἀσμένως τοῖς εἰρήνης ἔργοις ὁμιλεῖν, καὶ τῶν τῆς γεωπονίας μεταποιεῖσθαι πόνων, καὶ φροντίδα τίθεσθαι τὰ ἐν ἀγροῖς· μεταπλάττουσι γὰρ εἰς τοῦτο τοῦ πολέμου τὰ σκεύη, ὥστε καὶ ῥομφαίαν εἰς ἀρότρου χρείαν ἐπιλαμβάνεσθαι· καὶ μὴν καὶ ζιβύνην ἀποτελεῖσθαι δρεπάνην, ἀπομαθεῖν δὲ παντελῶς τὸν πόλεμον, καὶ τὴν πρὸς ἄλληλα παραιτεῖσθαι μάχην. Ἐπειδὴ γὰρ βεβασίλευκε τῶν ἐθνῶν ὁ Χριστὸς, ὅς ἐστιν εἰρήνη, γέγονεν ἐκ μέσου πᾶσά τε διχόνοια καὶ ἔρις, καὶ μάχαι, καὶ πᾶν εἶδος πλεονεξίας·
ἐξῄρηται δὲ καὶ τὰ ἐκ τοῦ πολέμου· βλάβη, καὶ τὰ ἐντεῦθεν δείματα· κεκράτηκε δὲ τὸ αὐτοῦ θέλημα λέγοντος πρὸς αὐτούς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.6 Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Καταπτοήσας ἀρκούντως ταῖς προαναῤῥήσεσι τῶν δεινῶν, οὐκ ἐᾷ ταῖς ἀπογνώσεσιν ἀπολέσθαι τοὺς προσκεκρουκότας· ὑπεμφαίνει δὲ ὅτι μετανοεῖν ἑλομένοις ἵλεως ἔσται Θεός· καὶ μεταμαθεῖν ἐθέλουσι τὰ αἰσχίω, καὶ τῶν ἀμεινόνων ἐφίεσθαι, κατευρυνεῖ πάλιν τῆς σωτηρίας τὴν ὁδὸν, καὶ ἀμνησικάκως προσδέξεται, καίτοι πλεῖστά τε ὅσα καὶ οὐκ οἰστὰ πεπλημμεληκότας. Ταύτῃ τοι, φησὶν, ἀναπλέκων εὐτέχνως τοῖς ἐλέγχοις τὸν παρακαλοῦντα λόγον·
PG 70:75Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε, καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου.6 Πρέπειν δὲ οἶμαι τῷ προφήτῃ μάλιστα τὸν ἐπὶ τῷδε λόγον προτρέπειν τοὺς ἐξ Ἰσραὴλ ὑπακούειν λέγοντι τῷ Χριστῷ· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.6 Αὐτὸς δέ ἐστι τὸ φῶς. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ μείνῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.6 Φῶς δ’ ἂν λέγοιτο Κυρίου, καὶ μάλα εἰκότως τὸ αὐτοῦ κήρυγμα, τοῦτ’ ἔστι, τὸ εὐαγγελικόν. Ὅμοιον οὖν ὡσεὶ λέγοι, Διαζήσωμεν εὐσεβῶς, τιμήσωμεν τῆς εὐαγγελικῆς πολιτείας τὸ περιφανὲς, παυσώμεθα τῶν ἐν τύποις, καταλήξωμεν τῆς σκιᾶς. Μεταπλάττωμεν τὰ Μωσέως γράμματα πρὸς ἀλήθειαν, εἰσδεξώμεθα τὸ σωτήριον φῶς.
Ἐπειδὴ δὲ τοῖς κατὰ σάρκα πατράσιν ἐπαυχοῦντες Ἰουδαῖοι, μεγάλην ἀεὶ τὴν ὀφρὺν ἀνασπᾷν ἐμελέτων, ὡς δι’ αὐτοὺς ἀγαπώμενοι, μερίς τε καὶ κλῆρος χρηματίζοντες τοῦ Θεοῦ, καὶ λαὸς ἅγιος καὶ ἀπόλεκτος· εἶτα ληροῦντες ᾤοντο πάντη τε καὶ πάντως ἐν φροντίδι καὶ ἀγάπῃ κεῖσθαι τῇ παρὰ Θεῷ· κἂν εἰ πολλὰ δρῷεν τὰ ἀπηχθημένα αὐτῷ· κἂν εἰ μηδὲν ἡγοῖντο τὸν νόμον· κἂν εἰ αὐτὴν ἀτιμάζειν καὶ ἀπαράδεκτον ποιοῖντο τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἤγουν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν χάριν· ἀναγκαίως ὁ προφήτης οὐχ ὧδε ἔχοντα τὸν τῶν ὅλων Θεὸν καταδεικνύει, λέγων· Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ.6 Τοιοῦτόν τι καὶ δι’ ἑτέρου προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν τῶν Ἰουδαίων ὀφρὺν καταστρέφων, καὶ ἀσυνέτους ὄντας ἐλέγχων αὐτούς.
Καὶ ἐπεθύμουν γὰρ, φησὶν, ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο, λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά. Διὰ τοῦτο, δι’ ἡμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου, ὡς ἄλσος δρυμοῦ.6 Εἰ μὴ τοίνυν ἕλοισθε, φησὶ, πορεύεσθαι μεθ’ ἡμῶν τῷ φωτὶ Κυρίου, τοῦτ’ ἔστιν, εἰ ἀπαράδεκτον ποιεῖσθε τὸ κήρυγμα τὸ διὰ Χριστοῦ, καὶ τὸν παρ’ αὐτοῦ φωτισμὸν ἀποστρέφεσθε, πάντη τε καὶ πάντως ἀνήσει καὶ αὐτὸς τὸν ἑαυτοῦ λαόν. Καὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.6 Καὶ μὴν καὶ διὰ τῆς Ἱερεμίου φωνῆς, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,6 φησίν.
PG 70:77Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγενήθησαν ἐν αὐτοῖς. Ἀπολογεῖται τρόπον τινὰ καὶ νῦν ὁ προφήτης ὑπὲρ τῶν τοῦ Θεοῦ κριμάτων, καὶ ἀποδίδωσι τὰς αἰτίας τοῦ καὶ σφόδρα δικαίως ἀνεῖσθαι παρὰ Θεοῦ τὸν οἶκον τοῦ Ἰσραὴλ, ἤτοι τὸν λαὸν αὐτοῦ. Διαμέμνηται δὲ, ὡς ἔφην, παλαιῶν τε καὶ νέων πλημμελημάτων τοῦ Ἰσραὴλ, ἀφιλοθέους ὄντας ἐλέγχων, καὶ πολὺ βλέποντας εἰς τὸ ἀπηνὲς, καὶ ἀχαλίνως ἰόντας, πρὸς πᾶν ὁτιοῦν τῶν κατεψεγμένων, καὶ πολλὴν ἔχοντας ἐκ νόμου τὴν καταβοήν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ὀλίγα πεφροντικότες τῆς εἰς Θεὸν αἰδοῦς, καὶ τῆς δοθείσης αὐτοῖς διὰ Μωσέως ἐντολῆς ἀλογήσαντες, πολυτρόπως ἡλίσκοντο· δεδράκασι δὲ τὰ πάντων χείριστα καὶ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν.
Ἐξηγεῖται τοιγαροῦν ποτὲ μὲν τῆς εἰς τὸν νόμον ἀπονοίας αὐτῶν τὰ ἐγκλήματα, καὶ τὰς ἐπὶ τούτῳ δίκας, ἃς ἐξῄτηνται δικαίως, πολεμούντων αὐτοῖς τὸ τηνικάδε Περσῶν καὶ Βαβυλωνίων, Ἰδουμαίων, Ἐλαμιτῶν, καὶ ἑτέρων ἐθνῶν· ποτὲ δὲ τῆς κατὰ Χριστοῦ μανίας ἐγκαλεῖ τοὺς τρόπους, καὶ ὅσα συμβέβηκε ταύτης ἕνεκα τῆς αἰτίας παθεῖν αὐτοὺς, καταστρατευόντων τῆς Ἰουδαίας ἁπάσης τὴν ὑπὸ χεῖρα πληθὺν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Ἐξηγεῖται τοίνυν τὸ παρὸν ὁ λόγος ἡμῖν τὰ πρὸ τῆς ἐπιδημίας τῆς Ἰουδαίων Συναγωγῆς πλημμελήματα· ταύτης ἕνεκα τῆς αἰτίας ἀνεῖσθαί φησι, τοῦτ’ ἔστι, δεδόσθαι τοῖς ἐχθροῖς παρὰ Θεοῦ τὸν λαὸν αὐτοῦ, διά τοι τὸ πάλιν ἑλέσθαι νοσεῖν τὰ ἐν ἀρχαῖς, καὶ παλινδρομῆσαι πρὸς ἀνοσιότητα τὴν πρώτην. Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς ἐπιχωρίοις θεοῖς ἤτοι δαίμοσιν· εἶτα λελύτρωνται διὰ Μωσέως Θεοῦ κατοικτείροντος, ἀπηλλάττοντό τε ὁμοῦ ψυχικῆς τε ἅμα καὶ σαρκικῆς δουλείας.
Ὥσπερ γὰρ ἀπεσείσαντο τῆς Αἰγυπτίων πλεονεξίας τὸν ζυγόν· οὕτω καὶ τῆς τῶν δαιμόνων σκαιότητος ἀπηλλάττοντο, λατρεύοντες μὲν οὐκέτι τοῖς ψευδωνύμοις θεοῖς, νόμῳ δὲ μᾶλλον τῷ διὰ Μωσέως παιδαγωγούμενοι πρὸς τὸ ἀληθὲς, ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ἐπιγινώσκοντες Θεόν. Ἤκουον γὰρ νομοθετοῦντός τε καὶ λέγοντος ἐν Χωρήβ· Οὐ ποιήσεις σαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου.6 Γέγραπται δὲ καὶ ἐν τῷ Δευτερονομίῳ· Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί.
Μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα. Τέλειος ἔσῃ ἐναντίον Κυρίου σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται. Καὶ σοὶ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.6 Καὶ ταῦτα μὲν ὁ νόμος· ἐπειδὴ δὲ ἦσαν εὐπαρακόμιστοι καὶ πολὺ δὴ λίαν ἕτοιμοι πρὸς ἀπόστασιν, δῆλον δὲ ὅτι τὴν ἀπὸ Θεοῦ, προσενομοθέτει λέγων· Ἐὰν δὲ εἰσαγάγῃ σε ὁ Κύριος ὁ Θεὸς εἰς τὴν γῆν, εἰς ἣν πορεύσῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ καὶ ἰσχυρὰ πρὸ προσώπου σου [τὸν δεῖνα φησὶ, καὶ τὸν δεῖνα]1, καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς χεῖράς σου, καὶ πατάξεις αὐτούς.
PG 70:79Ἀφανισμῷ ἀφανιεῖς αὐτοὺς, οὐ διαθήσῃ αὐτοῖς διαθήκην, οὔτε μὴ ἐλεήσεις αὐτοὺς, οὐδ’ οὐ μὴ γαμβρεύσηται πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τὸ τάχος.6 Πάντα γὰρ τρόπον ἀσφαλείας αὐτοῖς ἐπενόει Θεὸς, καὶ καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, Νόμον εἰς βοήθειαν ἔδωκεν. Οἱ δὲ τῶν οὕτω σεπτῶν ἐνταλμάτων ἠφειδηκότες, ἐτράποντο παραλόγως εἰς πᾶν τῶν ἐντεταλμένων τὸ ἐναντίον. Προσέκειντο γὰρ κληδονισμοῖς, καὶ ψευδομαντείαις καὶ παρὰ τοῖς τῶν εἰδώλων προσιζηκότων ζητεῖν ἐσπούδαζον τῶν ἐσομένων τὴν γνῶσιν, καίτοι προφήταις ἁγίοις ἐπιτιμῶντές τε καὶ λέγοντες·
Ἀλλὰ ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.6 Συνῆσαν δὲ καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν θυγατράσιν, ἀπειρηκότος τοῦ νόμου τὸ χρῆμα. Γύναιά τε πονηρὰ καὶ θεομισῆ, καὶ τοῖς τῆς εἰδωλολατρείας ἔθεσιν ἐντεθραμμένα παρανόμως εἰσοικισάμενοι, παίδων ἀλλοτρίων γεγόνασι πατέρες, οἳ καὶ ἀνετρέφοντο τοῖς τῶν μητέρων ἔθεσι, τὸν διὰ Μωσέως νόμον, οὐδ’ ὅσον εἰπεῖν, εἰδέναι προσποιούμενοι. Ταύτῃ τοί φησιν, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡσεὶ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγε[ν]ήθησαν αὐτοῖς. Ἦν δὲ σφόδρα τῶν ἀτόπων, καὶ πάναισχρον ἀληθῶς, τὴν ἁγίαν πόλιν κατῳκηκότας, τοὺς ἐξ ἀλλοφύλων γυναικῶν γεγονότας αὐτοῖς υἱεῖς, ἔθεσιν Ἑλληνικοῖς πολιτεύεσθαι καὶ ζῇν ἔξω νόμου. Καὶ τοῦ Θεοῦ προστάττοντος πᾶν παιδίον ἄρσεν ὀκταήμερον περιτέμνεσθαι, λέγοντός τε σαφῶς.
Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου·6 οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, ἀπεκομίζοντο δὲ τοῖς δαίμοσι τὰ γεννώμενα, καὶ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τὰς ἐπ’ αὐτοῖς ἐτέλουν θυσίας. Ὁρᾷς πανταχῆ πεπατηκότας τὸν νόμον. Εἶτα πῶς ἦν ἀκόλουθον τοὺς εἰς τοῦτο λοιπὸν ἥκοντας ἀσεβείας, ὡς μήτε εἰδέναι βούλεσθαι τὸν λυτρωτὴν, αὐτοῦ λαὸν ὀνομάζεσθαι; Οὐκοῦν ὁσία ψῆφος ἡ ἐπ’ αὐτοῖς, καὶ τῆς ἀποστροφῆς οὐκ ἀγεννὴς ἡ πρόφασις. Ἀπροσωπόληπτος γὰρ ὁ τῶν ὅλων κριτής.6 Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσοῦ, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Δύο δὴ πάλιν αὐτοῖς τὰ πάντων μάλιστα τῶν κακῶν αἰσχίονα προσεῖναί φησι, φιλαργυρίαν τε ὁμοῦ καὶ ὑπεροψίαν.
Καὶ ῥίζα μὲν ὅτι πάντων ἐστὶ τῶν κακῶν ἡ φιλαργυρία, μεμαρτύρηκεν ἐναργῶς ὁ σοφώτατος Παῦλος. Ἀπηχθημένον δὲ ὅτι τῆς ἀλαζον[ε]ίας τὸ χρῆμα παρὰ Θεῷ, παντί τῳ σαφές. Γέγραπται γὰρ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.6 Φαυλότητος τίνα τρόπον οὐκ ἄν τις ἐνόντα βλέποι παρά γε τοῖς ἐθέλουσι πλουτεῖν; ποιοῖντο γὰρ οἱ τοιοίδε τὴν τῶν χρημάτων συγκομιδὴν ἔκ τε τόκων καὶ πλεονασμῶν, ἐκ πλεονεξίας καὶ ἀδικίας, ἐξ ἁρπαγῆς καὶ συκοφαντίας. Πρόσεστι δὲ τῷ πλούτῳ καὶ τὸ ἀγέρωχον, καὶ τὸ λίαν ἕτοιμον εἰς ἀποφορὰν τῶν ἐκτόπων καὶ βδελυρωτάτων ἡδονῶν. Ὅπου γὰρ τὸ τρυφᾷν, ἐκεῖ που πάντως κῶμοι καὶ μέθαι, κοῖται, καὶ ἀσέλγειαι, καὶ πᾶν εἶδος ἀκολασίας. Τίς δὲ δὴ τῶν εὖ φρονεῖν εἰωθότων, οὐκ ἂν στυγητὸν ποιήσαιτο τὸν ὑπέροπτον διαπτύοντα τοὺς ἀσθενεστέρους, ὀφρὺν ἀνασπῶντα τὴν ὑψηλὴν, περιορῶντα τοὺς ἐν πτωχείᾳ, καὶ τοῖς ἐν ταλαιπωρίαις συναλγεῖν οὐκ ἀνεχόμενον, ἐλεεῖν οὐκ ἀξιοῦντα τοὺς ἐν ἀνάγκαις καὶ πόνοις, ἠγνοηκότα δὲ λοιπὸν, ὅτι καὶ χοῦς ἐστι καὶ σποδός;
PG 70:81Αἰτιᾶται τοίνυν καὶ μάλα εἰκότως ὁ φιλάρετος ἡμῶν Θεὸς, ὡς ἀκόρεστον ἔχοντας εἰς φιλοκερδίαν τὸν νοῦν, ὡς ἵπποις ἐποχουμένους, καὶ τοῖς τῆς φιλοδοξίας ἐναλόντας βρόχοις. Ἐμπεπλῆσθαι δὲ ἵππων τὴν χώραν αὐτῶν φησιν, ὡς οὐχ ἑνὸς ἢ δευτέρου νενοσηκότος τὴν ὑπεροψίαν, ἀλλ’ οἷον ὅλης αὐτῶν κατειλημμένης τῆς χώρας τῷ πάθει, καὶ κατὰ πάντων ἰόντος τοῦ κακοῦ. Πλὴν ἐλέγχει καὶ διὰ τούτου τῷ νόμῳ προσκεκρουκότας, καὶ ἀπειθεῖν ᾑρημένους Θεῷ, διειρηκότι σαφῶς· Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ’ αὐτῆς, καὶ εἴπῃς· Καταστήσω ἐμαυτῷ ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· καθιστῶν καταστήσεις ἐπὶ σαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.6 Εἶτά φησι περὶ τοῦ καθισταμένου·
Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψει τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως ἂν μὴ πληθύνῃ ἑαυτῷ ἵππον.6 Καὶ πρὸς τούτοις ἔτι· Καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα.6 Αἰτιᾶται τοίνυν ὡς ποιουμένους μὲν τῶν χρημάτων τὴν ἄθροισιν, καὶ τοῦτο ἀπλήστως, πληθύνοντας δὲ ἑαυτοῖς καὶ ἵππον. Ἅπτεται δὲ, κατὰ τὸ εἰκὸς, ὁ ἐπὶ τῷδε μῶμος μάλιστα τῶν καθηγεῖσθαι λαχόντων, ὡς παραβαινόντων τὴν ἐντολὴν, οὓς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων ὁρᾶσθαι τετιμηκότας τὰ τεθεσπισμένα, καὶ τοῖς παραβαίνουσιν ἐπιτιμᾷν. Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ἐγκαλεῖ πάλιν αὐτοῖς τὴν νοητὴν πορνείαν, καὶ τὸ πολλοῖς ἑλέσθαι προσκυνεῖν τῶν ψευδωνύμων θεῶν.
Ἀποφαίνει δὲ ὅτι δυσσεβείας εἰς τοῦτο προήκουσι μέτρον, ὡς παντὸς εἰς λῆξιν ἐλάσαι κακοῦ, καὶ τὸ τελειοτάτην ἀπόστασιν μελετῆσαι τὴν ἀπὸ Θεοῦ τοῦ πάντα εἰδότος, νεύμασιν ὑποφέροντος, καὶ παρενεγκόντος εἰς ὕπαρξιν. Ἔοικε δὲ τρόπον τινὰ καὶ ὑπεραλγεῖν τῆς ἀνθρώπου φύσεως ὑβρισμένης ἐσχάτως. Τετίμηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς αὐτουργίᾳ τὸν ἄνθρωπον. Οὐ γὰρ λόγῳ μετὰ τῶν ἄλλων κτισμάτων ἀπεσχεδιάζετο καὶ αὐτὸς, καθάπερ ἀμέλει τὸ, Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως·6 ἀλλ’ ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἐποίησε τὸν ἄνθρωπον, κατά γε τὰς τοῦ πανσόφου Μωσέως φωνάς. Γέγονε δὲ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ, καὶ οἷόν τις ἄρχων κεχειροτόνηται τῶν ἐπὶ τῆς γῆς. Τετίμηται δὲ πρὸς τούτῳ καὶ πνεύματι ζωῆς. Ἐνεφύσησε γὰρ εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς.
PG 70:83Οὐκοῦν ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε,6 κατὰ τὸ γεγράμμενον· λελάτρευκε γὰρ τοῖς γλυπτοῖς· καὶ, ὡς προφητικὸς ἔφη λόγος, Προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.6 Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Ὕβρις δὲ τοῦτο καὶ εἰς Θεὸν αὐτὸν, καὶ εἰς τὴν ἀνθρώπου φύσιν. Καίτοι γὰρ ἐνὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ἰδεῖν τὸν τούτων τεχνίτην· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,6 ἦ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης·6 τοῦτο μὲν οὖν οὐ πεπράχασιν· ἀπονέμοντες δὲ τοῖς λίθοις τὸ σέβας, καὶ τῷ λίθῳ προςκυνοῦντες οἱ δείλαιοι, προσκεκρούκασι μὲν τῷ φύσει Δεσπότῃ καὶ Θεῷ καὶ τῶν ὅλων δημιουργῷ. Λελήθασι δὲ, κατὰ τὸ εἰκὸς, καὶ τὴν ἰδίαν αὐτοὶ περιυβρίζοντες φύσιν, εἴπερ ἐστὶ ξύλων τε καὶ λίθων ἀμείνων ὁ ἄνθρωπος.
Ταύτῃ τοι δικαίως ἀγανακτῶν ὁ πάντων δημιουργός φησιν· Ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.6 Ἐμφαίνει δὲ διὰ τούτου τὸ ἀπαράτρεπτον τῆς ὀργῆς, εἰ καὶ δι’ ἄμφω, κατὰ τὸ εἰκὸς, σεσάλευται κατ’ αὐτῶν. Ὅτι καὶ τὴν θείαν λελυπήκασι δόξαν, ἀτιμοτάτην δὲ καὶ αὐτὴν τὴν ἰδίαν ἀπέφηναν φύσιν. Ἐμπεπλῆσθαι δὲ βδελυγμάτων τὴν γῆν αὐτῶν, οὐκ ὀλίγους ὄντας, οὔτε μὴν εὐαριθμήτους ἀποφαίνων τοὺς τοῖς τῆς ἀποστασίας ἐναλόντας ἐγκλήμασι, καὶ ὅτι τὸ σέβας αὐτοῖς οὐχ ἓν, προσκεκύνηται δὲ παρ’ ἑκάστου τὸ αὐτῷ δοκοῦν, καὶ πολυειδὴς εἰδώλων ἐσμὸς ὅλην αὐτῶν ἐνέπλησε τὴν γῆν. Καὶ γοῦν εἴρηται διὰ φωνῆς Ἱερεμίου, ὅτι Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα. Καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς, τοῦ θυμιᾷν τῷ Βαάλ.6 Πονηρὸν οὖν ἄρα καὶ δύσοιστον τῷ Θεῷ τῶν εἰδώλων ἡ ποίησις, αἰσθητῶν τέ φημι καὶ τῶν κατὰ νοῦν.
Καταληί̈ζεται γὰρ ὁ Σατανᾶς τὰς τῶν ἀνθρώπων ψυχὰς, δεινῶς τε καὶ πολυτρόπως, ταῖς εἰς νοῦν καὶ καρδίαν φαντασίαις, ἔσθ’ ὅτε καὶ εἰδώλων ἀναπλασμοῖς κατακομίζων εἰς ἁμαρτίας, καὶ εἰς αἰσχρὰς καὶ ἐκτόπους ἀποφέρων ἡδονάς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου· καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰδωλολατρούσης τῆς Ἱερουσαλὴμ, μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας, καὶ ἀπονευούσης ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων τῷ φιλαρέτῳ Θεῷ· κατεχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ἁπάσης ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν καταδῃώσαντες, ἀπεκτόνασι μὲν τοὺς κατειλημμένους, γύναια δὲ καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν· καὶ ἐν τῇ τῶν δορυκτήτων ὄντες τάξει, μακροὺς διατετελέκασι χρόνους.
PG 70:85Πλὴν τῆς ἐφόδου προαπηγγελμένης, καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα, καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἔν τε σπηλαίοις καὶ τοῖς τῶν ὀρῶν ῥωγμοῖς κατακρύπτεσθαι, καὶ τόπους ἀβάτους καταλαμβάνειν, ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς πρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν. Οὐκοῦν ὡς ὅσον οὐδέπω παρεσομένων δεινῶν, μᾶλλον δὲ ἤδη θυρῶν τε εἴσω γεγενημένων, καὶ ἐπ’ αὐτῆς ὄντων τῆς χώρας, κρύπτεσθαι κελεύει, καὶ μονονουχὶ κατορύττεσθαι τῇ γῇ ζῶντας ἕτι, ἀπὸ τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, τοῦτ’ ἔστι, συντρίψαι τὴν γῆν. Ὅτι δὲ ὑψηλαὶ καὶ ὑπὲρ πάντας ἀνθρώπους αἱ θεῖαι βουλαί τε καὶ σκέψεις, οὐκ ἄν τις αὐταῖς ἀντιμαχήσεται τῶν ἐπὶ τῆς γῆς, σαφὲς καθίστησι λέγων·
Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί.6 Ὀφθαλμοὺς γὰρ Κυρίου ἐν τούτοις φησὶν, τὰς οἱονεὶ προαναβλέψεις τε καὶ βουλὰς αὐτοῦ, καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις. Ἄνθρωποι μὲν γὰρ μικροὶ μετὰ τὴν φύσιν ὅντες καὶ τὸν νοῦν, μικρὰ καὶ βουλεύονται, καὶ λογίζονται ταπεινά. Ὑψηλὸς δὲ ὑπάρχων ὁ τῶν ὅλων Θεὸς, καὶ ἐν ἀποῤῥήτοις ὑπεροχαῖς ταῖς κατὰ πάντων νοούμενος, ἄμαχον ἔχει τὴν σκέψιν. Οὐ γὰρ ἂν δύναιτό τις ἀνθυπενεγκεῖν, ἢ βουλὴν, ἢ ἐπικουρίαν ἀποσκευάσασθαι δυναμένην τὰς ἐκ τῶν θείων σκεμμάτων ἐπαγωγάς. Μαθήσεσθαι δὲ τοῦτό φησι, καίτοι πάλαι μὴ εἰδότας τοὺς Ἰουδαίους, ὅταν αὐτῶν ὁ δεινὸς κατασκήψῃ πόλεμος, καὶ πᾶσα μὲν ἡ ἐπαμύνουσα χεὶρ ἀτονήσῃ, ἀπρακτήσῃ δὲ καὶ σκέψις, καὶ ἀνθρωπίνης βουλῆς εὑρήματα, δι’ ὧν ἐνόμισαν τάχα που καὶ διαφεύγειν δύνασθαι τὰς ἐκ τοῦ πολέμου συμφοράς.
Οὐκοῦν ἡ πεῖρα δείξει, φησὶν, ὅτι ταπεινὸς ὁ ἄνθρωπος, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, ὑψωθήσεται δὲ Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὥσπερ ἔφην ἀρτίως, ἐλεγχομένης αὐτῶν ἰσχύος ἁπάσης ὡς ἀδρανοῦς, τῆς θείας δυνάμεως ἡ ὑπεροχὴ γνωριμωτάτη τοῖς πεποιθόσι γενήσεται. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἁπάσης ἡμῖν παραίτιον συμφορᾶς τὸ χρῆμα γίνεται. Δεῖ δὲ ἡμᾶς μὴ δυνάμεσιν ἰδίαις ἐπιθαρσεῖν, ἀπονέμειν δὲ μᾶλλον τὸ πάντα δύνασθαι Θεῷ, καὶ αὐτὸν ἐπίκουρον ποιεῖσθαι φιλεῖν, ὅταν τι τῶν δεινῶν ἐπιφέρηται προσκεκρουκόσι δι’ ἁμαρτίας. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν· καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· καὶ ταπεινωθήσεται, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
PG 70:87Τὸν τοῦ πολέμου καιρὸν, καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς τὴν ἐκπλήρωσιν ἡμέραν ὀνομάζει Κυρίου. Τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν καὶ αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρὸν τῷ τῆς ἡμέρας ὀνόματι κατεσήμαινεν ὁ Δαβὶδ οὕτω λέγων· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησε Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.6 Ἔσεσθαι τοίνυν φησὶ τῆς ὀργῆς τὸν καιρὸν κατὰ παντὸς ὑβριστοῦ καὶ ὑπερηφάνου. Καὶ ὑβριστὰς μὲν ἔοικεν ἀνακαλεῖν τοὺς, οἵγε τὴν θείαν ἀτιμάζουσι δόξαν, διὰ τοῦ μὴ ἀνέχεσθαι προσκυνεῖν αὐτῇ, προσκεῖσθαι δὲ μᾶλλον, οἷς ἂν αὐτοὶ διατεκτήναιντο θεοῖς· ὑπερηφάνους δὲ τοὺς τῶν θείων ὑπερορῶντας νόμων, καὶ παρ’ οὐδὲν ποιεῖσθαι μεμελετηκότας τὰ τεθεσπισμένα. Καὶ γοῦν ὁ μακάριος ἔφη Δαβίδ· Ὑπερήφανοι παρενόμουν ἕως σφόδρα.6 Ἐπειδὴ δὲ πλεῖστοί τινες ἦσαν κατὰ τὴν Ἰουδαίαν καὶ μέντοι τὴν Ἱερουσαλὴμ, πλούτῳ τε κομῶντες ἀμφιλαφῶς, καὶ ταῖς τῶν χρημάτων περιουσίαις οὐ μετρίως περιεχόμενοι, προὔχοντές τε τῶν ἄλλων καὶ δυναστείαις ὠχυρωμένοι, καὶ τῆς παρ’ αὐτοῖς εὐκλείας οὐκ εἰς βραχὺ μέτρον ἀναπηδήσαντες, ἠρμένοι τε ὑψοῦ, καὶ οἱονείπως ἐξογκούμενοι· ταύτῃ τοι κατ’ αὐτῶν ὅτι μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησι, τὴν ἑκάστου τάξιν, ἤτοι μέτρον αἰνιγματωδῶς ὑπεμφαίνων.
Παρεικάζει γὰρ αὐτοὺς καὶ ταῖς τοῦ Λιβάνου κέδροις· Ἴδον γὰρ ἀσεβῆ,6 φησὶν, ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·6 καὶ μὴν καὶ τοῖς δένδρεσι τῆς βαλάνου Βασὰν, τοῦτ’ ἔστι, δρυσὶ ταῖς ἐν τῇ Βασανίτιδι· χώρα δὲ αὕτη κατὰ τὴν Ἰουδαίαν, ἣ νῦν καλεῖται Βασαναία, φυτῶν ἀρίστη τροφὸς, παχείας τε καὶ εὐμηκεστάτας ἔχουσα τὰς κέδρους. Παρεικάζει δὲ αὐτοὺς ὁμοίως βουνοῖς καὶ ὄρεσι, καὶ προσέτι πύργοις καὶ τείχεσιν ὑψηλοῖς. Ὅτι δὲ καὶ τὰς τοῦ πλουτεῖν ἀφορμὰς συναποβαλοῦσι τῇ χώρᾳ, προσεπάγει, λέγων· Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.6 Διχῆ δὲ τοῦτο νοεῖται. Περιαγγελθέντος γὰρ ἤδη τοῦ πολέμου, καὶ προσδοκωμένων παρέσεσθαι τῶν Βαβυλωνίων, τῇς εἰς Θεὸν ἐλπίδος τὴν διάνοιαν ἀποστήσαντες οἱ ἐξ Ἰσραὴλ, Αἰγυπτίους ἐκάλουν εἰς ἐπικουρίαν, κατεμισθοῦντό τε τὴν Τύρον, καὶ τὰ περίοικα τῶν ἐθνῶν.
Θαλασσουργοὶ δὲ πάντες οἱ Τύριοι, καὶ ἐμπορικῶν ἐπιτηδευμάτων ἐπιστήμονες, καὶ φιλοτίμως τὰς ναῦς κατεσκευασμένοι. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, πρὸ τῆς Ἰουδαίων γῆς, τὴν Τυρίων κατεληί̈ζετο. Οὐκοῦν ἢ τοῦτό φησιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, ἢ ἐκεῖνό που τάχα· Πλεῖστοι γὰρ τῶν βεβασιλευκότων τοῦ Ἰσραὴλ, ναῦς εἶχον ἐμπορικὰς, τὰ[ς] ἐκ τῆς Ἰνδῶν χώρας τε καὶ γῆς ἀποφερούσας αὐτοῖς, καὶ τὰ[ς] ἐξ ἑτέρων χωρῶν καὶ πόλεων· ὅθεν αὐτοῖς καὶ ὁ πολὺς συναγήγερτο πλοῦτος· ἐξ οὗ γεγόνασι ὑψηλοὶ, κέδροις τε καὶ δρυσὶν ἐν ἴσῳ, ὄρεσί τε καὶ πύργοις. Οὐκοῦν ὅτι καὶ συναπολεῖται τοῖς ὑπερηφάνοις καὶ ἡ τοῦ πλούτου ἀφορμὴ, τοῦτ’ ἔστι, τὰ ἐκ τῆς ἐμπορίας καὶ μεταβολῆς εἰς τρέχοντα κέρδη κατασημαίνει λαμπρῶς.
Ὅτι δὲ κατεμισθοῦντο πολλοὺς πρὸς ἐπικουρίαν οἱ ἐξ Ἰσραὴλ οὐκ ἀσυμφανὲς, καὶ δι’ ἑτέρου προφήτου λέγοντος Θεοῦ περὶ αὐτῶν· Καὶ ἦν Ἐφραὶ̈μ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Καθὼς πορεύονται, ἐπιβαλῶ ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς. Παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.6 Δυσδιάφυκτον οὖν τὸ τοῦ Θεοῦ κρῖμα, καθ’ ὧν ἂν γένοιτο· καὶ ἀμαθὲς καὶ ἀνόσιον μὴ οὐχὶ δὴ μᾶλλον ἠρτῆσθαι φιλεῖν τῆς εἰς αὐτὸν ἐλπίδος, κενοῖς δὲ καὶ ἀσυνέτοις διαπαίζεσθαι λογισμοῖς οἰομένους, ὅτι κἂν εἰ βούλοιτο τὸ σώζειν αὐτοὺς, ἐξελεῖται δέ τις ἕτερος καὶ τῆς ἐξ ἀνθρώπων ἐπικουρίας ἡ συνδρομὴ, καὶ περιέσται ποτὲ τῶν παρ’ αὐτοῦ νευμάτων.
PG 70:89Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; Ἀγαθὸν τοίνυν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενεγκόντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνει σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς, καὶ σώζειν ἐπείγονται τοὺς προσκυνουμένους. Καίτοι πῶς οὐκ ἔδει σωτῆρας αὐτοὺς ἔσεσθαι προσδοκᾷν, εἴπερ ὅντως ᾔδεσαν θεούς; Ἀλλ’ αὐτοὶ τῶν ἰδίων καταδικάζοντες βουλευμάτων, καὶ μαρτυροῦντες αὐτοῖς τὸ πρὸς πᾶν ὁτιοῦν ἀδρανὲς, ἐπαμύνουσι τοῖς θεοῖς. Κατακρύπτουσι γὰρ εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἴνα μὴ εὑρόντες οἱ πολέμιοι συναποφέρωσι τοῖς νενικημένοις οἷον αἰχμαλώτους θεούς.

Oratio V

Πῶς οὖν ἔτι θεοὶ παρὰ τῶν προσκυνούντων αὐτοῖς ἐπικουρίας δεδεημένοι, ἀλλ’ ὕλη μὲν ἄψυχος ἐκεῖνα. Καὶ ὥς φησιν ὁ μακάριος Δαβὶδ, Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.6 Νοσήσουσί γε μὴν οἱ θεραπεύοντες αὐτὰ τὴν ἴσην αὐτοῖς ἀναισθησίαν. Αὐτοὶ γὰρ τεχνῖται καὶ δημιουργοὶ γεγονότες αὐτῶν, αἴρουσιν ἐπὶ τῶν ὤμων, καὶ πορεύονται, καὶ προσκυνοῦσιν αὐτῷ, καὶ προσεύχονται λέγοντες· Ἐξελοῦ με ὅτι Θεός μου εἶ σύ.6 Σποδὸς τοιγαροῦν ἡ καρδία αὐτῶν. καὶ πλανῶνται. Πρέποι δ’ ἂν τοῖς εὐσεβεῖν εἰωθόσι, ταῖς τῶν πλανωμένων ἀβελτηρίαις ἐῤῥῶσθαι λέγειν, καὶ μὴν κἀκεῖνο βοᾷν· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς.6 Καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου· Ἡμῖν γὰρ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν.
Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.6 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς γῆς, στερεὰς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοὺς παρ’ αὐτῶν γεγονότας καὶ ψευδωνύμους θεοὺς ὅτι κατακρύπτειν ἔμελλον, οὐκ αἰδοῖ τῇ περὶ αὐτοὺς ἔτι νικώμενοι, κατεγνωκότες δὲ μᾶλλον ὡς ὕλης ἀχρήστου καὶ ἀδρανοῦς καθίστησιν ἐναργὲς προσεπενεγκὼν οἷς ἔφη· Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, ἃ ἐποίησε προςκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.6 Ἱδρυσάμενοι γὰρ ἐν σηκοῖς τὰ χειροποίητα προσκεκυνήκασιν ἀνοσίως· ᾤοντο γὰρ εἶναι θεούς.
PG 70:91Ἐπειδὴ δὲ παρόντα τεθέανται τὸν τοῦ πολέμου καιρὸν, εἶτα τῆς ἐπικουρίας οὐδεὶς ἦν ὅλως αὐτοῖς ὁ τρόπος, λίθοι δὲ ὄντες καὶ ξύλα πεφώρανται, ὕλη τε χρυσῆ καὶ περιάργυρος, οὓς ἐνόμισαν ἔσεσθαι σωτῆρας καὶ λυτρωτὰς, ἐξέβαλλον τῶν ναῶν, καὶ κατέκρυπτον ἐν σπηλαίοις, φειδόμενοι μᾶλλον τῆς ὕλης, καὶ οὐχ ὡς θεοὺς τιμῶντες ἔτι. Εἰκαῖος δὲ ὅτι καὶ ἀνόνητος ὁ πόνος αὐτοῖς ὁ περὶ τὴν τῶν εἰδώλων ποίησιν, διέδειξεν εἰπών· Ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.6 Γεγόνασι μὲν γὰρ αὐτοὶ δημιουργοὶ τῶν ἰδίων θεῶν, καὶ τεχνῖται τῶν προσκυνουμένων, ἐσχήκασι δὲ παρ’ αὐτῶν εἰς ὄνησιν οὐδέν. Τάχα δέ που μόναις ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἀεὶ γάρ πως τὰ τοιάδε τῶν πτηνῶν ἤτοι ζωϋφίων τοῖς ἀφεγγέσι τῶν τόπων ἐμφιλοχωροῦσιν, καὶ τῆς παρ’ ἑαυτῶν βδελυρίας καὶ κακοσμίας ἀναπιμπλᾶσι τὰ ἐν αὐτοῖς.
Ἐκβαλεῖ τοίνυν ἄνθρωπος ἃ ἐποίησε βδελύγματα, ἐκβαλεῖ δὲ ὅποι, τοῦ εἰσελθεῖν, φησὶν, εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἄθρει δὴ οὖν ὅπως τοῖς ἰδίοις θεοῖς ἑαυτοὺς ἐσπούδαζον συγκατορύττειν οἱ τάλανες. Ἀλλ’ οὐ τοιοῦτον τεθέανται τὸν τῶν ὅλων Θεόν. Ἐκρύπτετο γὰρ οὐδαμῶς, ὅτε τῆς Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, εἵπετο δὲ διώκων ὁ Φαραώ. Διέῤῥηξε γὰρ τὴν θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, ἀῤῥήτῳ δυνάμει, καὶ ἀφράστοις νεύμασι. Καὶ οἱ μὲν ἐσώζοντο βαδίζοντες ὡς ἐπὶ ξηρᾶς· ὁ δὲ ἀπόπληκτος Φαραὼ πανστρατιᾷ κατεπνίγετο. Καὶ μὴν ὅτε Ῥαψάκης ὁ Βαβυλωνίων στρατηγὸς, κύκλῳ περισχὼν τὴν Ἱερουσαλὴμ, πεφλυάρηκε κατὰ Θεοῦ, καὶ ὅλης ἔφη ῥᾳδίως κατακρατήσειν τῆς Ἰουδαίας· οὐκ ἐκρύπτετο Θεὸς, οὐδὲ πετρῶν ἐζήτησε σχισμὰς, οὔτε μὴν διασφαγὰς ὀρῶν, ἀλλ’ ηὔχετο μὲν Ἐζεχίας λέγων·
Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, ὃν ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα.6 Παραχρῆμα δὲ Θεοῦ λέγοντος ἤκουε· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.6 Καὶ τίς τὸ τηνικάδε κινδυνεύουσιν ὁ τῆς ἐπικουρίας ἐγένετο τρόπος; Παράδοξος καὶ θεοπρεπής· Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.6 Αἰσχυνθήτωσαν τοίνυν οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ τὸν πάντα ἰσχύοντα Θεὸν καταλελοιπότες, καὶ λατρεύοντες θεοῖς, οὓς πρὸ ἑαυτῶν κατακρύπτουσιν, ἵνα μὴ πρὸ αὐτῶν ἀπόλοιντο, ταῖς τῶν πολεμούντων περιπεσόντες φιλοκερδίαις. Λέγωμεν τοίνυν κατὰ τὴν τοῦ προφήτου φωνὴν Ἱερεμίου·
PG 70:93Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν. Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.6 Εἰ δὲ χρή τι καὶ πνευματικὸν τοῖς πνευματικοῖς εἰπεῖν, ὅσοι τῶν εἰς νοῦν εἰδώλων ἀνέχονται, καὶ τὰς ἐκ τῶν ἐκτόπων φαντασιῶν ἐννοίας εἰσδέχονται, ἴστωσαν ὅτι νυκτερίδων ἔσονται καλιαὶ, τοῦτ’ ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Ἕκαστος γὰρ πειράζεται,6 φησὶν, ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν ἐξελκόμενος, καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.6 Παραιτητέον οὖν ἄρα τὰς ἀρχὰς τῶν παθῶν, καὶ τὰ εἰς νοῦν εἴδωλα, τὰ διὰ μόνων ἐννοιῶν εἰστρέχοντα παρωσώμεθα, τὸ γεγραμμένον εἰδότες·
Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.6 Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα, καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα, πολεμιστὴν καὶ δικαστήν. Ἀποχρῶσαν ἡμῖν ποιησάμενος τὴν ἀφήγησιν, τὴν ἐπί γε τοῖς ἀρχαιοτέροις αὐτῶν ἐγκλήμασιν, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὰς τελευταίας αὐτῶν συμφορὰς, δικαίως ὑπομεμενηκόσιν ἐμπαροινήσαντες ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐπέταξε γὰρ αὐτοῖς ὁ θυμὸς Κυρίου, καὶ μάλα εἰκότως· ἀνῃρηκότες γὰρ τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, οὐδὲ αὐτὸν δεδυσώπηνται τὸν Υἱὸν, ἐπεπήδησαν δὲ θηριοπρεπῶς, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον εἰς αὐτοὺς, θανάτῳ περιβεβλήκασι, λέγοντες·
Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.6 Πάνδεινα μὲν οὖν ἐστιν αὐτοῖς τὰ τοῦ πολέμου συμβεβηκότα καὶ δεδαπάνηνται πολυτρόπως· τοῦτο μὲν λιμῷ καὶ πολιορκίαις, πυρὶ καὶ σιδήρῳ, τοῦτο δὲ γυναίων τε καὶ παίδων ἀνδραποδισμοῖς. Ὅτι δὲ καὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων νενοσήκασι τὴν ἀποβολὴν, καὶ τῶν εἰς νοῦν καὶ ψυχὴν ἀγαθῶν ἐστέρηνται, διδάσκει λέγων· Ἰδοὺ δὴ ὁ Δεσπότης Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν.6 Καὶ ὁ λόγος τῷ προφήτῃ νῦν οὐ περὶ σωματικῆς ἰσχύος· εὔηθες γὰρ τὸ ὧδε νοεῖν· περὶ νοητῆς δὲ μᾶλλον, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν, δι’ ἧς εἰθίσμεθα κατορθοῦν ἀρετήν. Στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· πλεῖσται δὲ ὅσαι κοσμικαὶ καὶ ἀκάθαρτοι τὸν ἀνθρώπινον νοῦν διακυκῶσιν ἡδοναὶ, καταφέρουσαι πρὸς ἁμαρτίας.
Χρεία τοίνυν ἰσχύος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ. Περιέσται γὰρ οὕτως τις καὶ μόλις, καὶ στεφανοῦται κρατῶν· ἀφηρῆσθαι δὲ τοῦτό φησιν ἀπὸ τῶν Ἰουδαίων, καὶ αὐτὰ βοήσει τὰ πράγματα. Ποῖος γὰρ ἔτι λόγος ἐστὶ παρ’ αὐτοῖς τοῦ κατορθοῦν ἀρετήν; ἢ τίς ὁ εὐδόκιμος καὶ ἀντανίστασθαι μεμελετηκὼς τοῖς πάθεσι τῆς σαρκὸς, ἤγουν ταῖς ἐφόδοις τῶν ἐκτόπων ἡδονῶν; Πρόκειται γὰρ ὥσπερ ἁπάντων ὁ νοῦς ὡς σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ δύναται λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.6 Ἀφῄρηται δὲ ἀπ’ αὐτῶν ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος· ἄρτου δὲ πάλιν οὐκ αἰσθητοῦ, ἀλλ’ οὐδὲ ὑδάτων τῶν ἐν καταχρήσει κοινῇ· ἐκείνου δὲ μᾶλλον περὶ οὖ φησιν ὁ Δαβίδ· Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.6 Ὑδάτων δὲ μεμνῆσθαί φαμεν αὐτὸν τῶν νοητῶν, περὶ ὧν αὐτός πού φησιν ὁ προφήτης Ἡσαί̈ας·
PG 70:95Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος.6 Καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃ δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.6 Σύνες δὲ ἀκριβῶς τὰς τοῦ προφήτου φωνάς. Οὐ γὰρ εἴρηκεν ἁπλῶς τῶν Ἰουδαίων ἀφαιρεθήσεσθαι ἄρτον τε καὶ ὕδωρ, ἀλλ’ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ δεῖ ἡμᾶς τοιοῦτόν τι βούλεσθαι διδάσκειν αὐτόν. Ἡμεῖς μὲν γὰρ τοῖς ἱεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκοντες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα. Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ,6 φησὶ, ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ.6 Ὁμοίως νοήσεις καὶ ἐφ’ ὑδάτων νοητῶν.
Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι. Πολυπραγμονοῦσι γὰρ τὰ Μωσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον. Ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ’ οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· Ἄχρι γὰρ σήμερον, ἡνίκα ἂν ἀναγινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.6 Καὶ καθ’ ἕτερον δὲ τρόπον, ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ ὁ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι, Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ.
Εἰ δὲ δή τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός. Δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Πρόσιμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς, ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν τὴν πνευματικὴν, εἰς συμμορφίαν τὴν πρὸς αὐτὸν τὸν Χριστόν. Καὶ προσέτι τούτοις, παῤῥησίας εἴσοδον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· Ἐὰν γὰρ μή τις,6 φησὶ, γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.6 Ἐστέρηνται τοίνυν οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν. Οὐ γὰρ ἔστι παρ’ αὐτοῖς ἰσχὺς ἄρτου, τοῦτ’ ἔστιν, ἡ ἐν Χριστῷ ζωοποίησις. Οὐκ ἔχουσι τὴν ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ παρ’ αὐτοῖς ἀναπόνιπτος ἁμαρτία. Οὐκ εἰσελάσουσιν εἰς τὴν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάσαντες· οὐ γὰρ ἐπίστευον λέγοντι·
PG 70:97Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.6 Ἀφελεῖ δὲ ὁμοίως γίγαντα καὶ ἰσχύοντα. Εἶτα τίς ὁ γίγας; τίς δὲ καὶ ὁ ἕτερος; Οἶμαι δὴ οὖν ἔγωγε γίγαντα μὲν ὀνομάζειν τὸν εἰς λῆξιν ἰσχύος ἥκοντα τῆς πνευματικῆς, ἰσχύοντα δὲ τὸν ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἡττώμενον. Ἑκάστῳ γὰρ ἡμῶν δέδοται παρὰ Θεοῦ χάριτος μέτρον. Τοῦτο ἡμῖν ἐναργὲς ὁ σοφώτατος Παῦλος καθίστησι, λέγων· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ’ ἕκαστος ἡμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.6 Ἔθος δὲ καὶ ἑτέρως τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς ἄγαν εὐσθενεστάτους γίγαντας ἀποκαλεῖν. Καὶ γοῦν ἔφη που Θεὸς περὶ τῶν ἐκ Βαβυλῶνος καταστρατευσάντων τῆς Ἰουδαίων χώρας· Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες.6 Καὶ μὴν καὶ ὁ ψαλμῳδός·
Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.6 Οὐκ ἔσται δὲ παρὰ τοῖς Ἰουδαίοις οὐ πολεμιστὴς, οὐ δικαστής. Ἡμεῖς μὲν γὰρ οἱ τῇ πίστει τετιμηκότες τὸν τῶν δυνάμεων Κύριον, νευρούμεθα παρ’ αὐτοῦ, καὶ ἱκανοὶ πρὸς ἀντίστασιν ἀποτελούμεθα, τὴν πρός γε τὰς πονηρὰς καὶ ἀκαθάρτους δυνάμεις. Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.6 Οἷς ἀνθιστάμεθα νοητῶς τοῖς τῆς δικαιοσύνης ὅπλοις ἐνηρμοσμένοι, καὶ παντευχίαν ἔχοντες τὴν πνευματικήν. Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμνημονεύει λέγων· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.6 Καὶ τὰ ἑξῆς· Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.6 Παρὰ δέ γε τοῖς Ἰουδαίοις, οὐδεὶς τοιοῦτός ποθεν· ἀμαχεὶ δὲ ὥσπερ παραχωροῦσιν ἀεὶ τὸ νικᾷν παντὶ τῷ προςβάλλοντι, καὶ ταῖς σφῶν αὐτῶν ἀτιθάσσοις ἡδοναῖς.
Οὐδ’ ἂν εὕροι τις παρ’ αὐτοῖς τὸν εἰδότα δικάζειν ὀρθῶς, ἢ τοῖς εἰς νοῦν κειμένοις, ἤγουν τοῖς ἔξωθεν καὶ βιωτικοῖς πράγμασιν. Εἰστρέχουσι μὲν γὰρ τὸν ἀνθρώπινον νοῦν ἔκτοποί τε καὶ πονηροὶ διαλογισμοὶ, καὶ δεινὸς ἀκαθάρτων ἐπιθυμῶν διακυκᾷ θόρυβος· ἀλλὰ τοῦ μὲν σοφοῦ καὶ ἐπιεικοῦς ἕστηκεν ὁ νοῦς, οἷά τις κριτὴς δοκιμάζων ἕκαστα, καὶ παραιτούμενος μὲν τὸ φαῦλον, ἀῤῥήτῳ δὲ ψήφῳ τὸ χρήσιμον στεφανῶν. Ἀνεπιτήδευτον παντελῶς καὶ τοῦτό ἐστι παρά γε τοῖς Ἰουδαίων δήμοις. Οὐ γάρ ἐστι μετ’ αὐτῶν ὁ καὶ πρὸς τοῦτο ἡμᾶς ἀπευθύνων Θεὸς, ἀλλ’ οὐδ’ ἂν εἰ καί τι τῶν ἔξωθεν διαγυμνάζοιτό πως, δοκιμάζειν ἴσασι τὸ ἀμωμήτως ἔχον καὶ ἀρέσκον Θεῷ· πῶς γὰρ εἰδεῖεν τὸν ἀκριβῆ τοῦ νόμου σκοπὸν, οἱ τῷ νομοθέτῃ προσκεκρουκότες, ταύτης τε ἕνεκα τῆς αἰτίας συνέσεως ἁπάσης, τῆς ἐπί γέ φημι τοῖς ἱεροῖς Γράμμασι, δικαίως ἐστερημένοι;
PG 70:99Ἀφελεῖ δὲ ὁμοίως, φησὶ, πρὸς τούτῳ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὅτι μὲν οὖν ἐξῄρηται προφητεία τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἐνδοιάσειέ τις, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Οἱ μὲν γὰρ μακάριοι προφῆται κατὰ καιροὺς γεγονότες προεκήρυττον τὸν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ δὲ τετέλεσται τὸ προηγγελμένον, καὶ τὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀφῖκται τέλος [ἐπεφάνη γὰρ ἡμῖν ὁ Θεὸς καὶ Κύριος, κατὰ τὰς Γραφάς]1, εἶτα πεπαρῳνήκασιν εἰς αὐτόν· πέπαυται παρ’ αὐτοῖς τῆς προφητείας ἡ χάρις. Οὐ γὰρ ἦν ἀκόλουθον θεομάχους ὄντας καὶ ὑβριστὰς, γεγονότας δὲ καὶ Κυριοκτόνους, καὶ τὰς χεῖρας αἱμάτων ἔχοντας πλήρεις, τῷ τῆς προφητείας τιμᾶσθαι πνεύματι.
Ἐπιμαρτυρήσει δὲ τούτοις καὶ ὁ μακάριος Δανιὴλ, ἐσφραγίσθαι λέγων ὅρασιν καὶ προφήτην. Οὐκοῦν ἀμέτοχος τῆς οὕτω λαμπρᾶς καὶ εὐκλεεστάτης χάριτος γέγονεν ὁ Ἰσραήλ· ἀμαθὴς δὲ οὕτω καὶ φρενὸς ἔρημος ἀγαθῆς, ὡς μὴ εἶναι παρ’ αὐτοῖς μηδένα τὸν στοχαστήν. Στοχαστὴν δὲ εἶναί φαμεν τὸν οἱονεὶ συμβάλλοντα καὶ διατεκμαιρόμενον ὀρθῶς ἕκαστα τῶν πραγμάτων, καὶ ὅποι ποτὲ ἥξει, καὶ εἰς ποῖον καταντήσουσι τέλος, εὖ μάλα διαγινώσκοντα. Οἱ μὲν γὰρ ἀπερισκέπτως καὶ ἐξ ἐλαφρῶν ἐννοιῶν χωροῦντες εἰς τὰ πρακτέα, διαμαρτάνουσι τῶν χρησίμων, καὶ ὡς ἐπὶ σκότῳ βαδίζοντες, ἔρχονται κατὰ πετρῶν. Οἱ δὲ ἀκριβεῖς εἰς σύνεσιν, ὀξεῖ βλέπουσιν ὀφθαλμῷ τὰς τῶν πραγμάτων ἐκβάσεις. Καὶ εἰσὶν οὐκ ἀθαύμαστοι, διὰ τοῦτο πάντα δρῶντες οἰκονομικῶς.
Φρενὸς δὲ τοῦτο καρπὸς ἀγαθῆς, καὶ ἀρίστης ὄντως ἐπίτευγμα βουλῆς. Πρεσβύτερον δέ φαμεν οὐ τὸν κατὰ χρόνον [πλεῖστοι γὰρ ὅσοι παρὰ τοῖς Ἰουδαίοις εἰσέτι καὶ νῦν, οἳ καὶ εἰς ἄκρον ἥκουσι πρεσβυτικῆς ἡλικίας]1, ἀλλὰ τὸν κατὰ σύνεσιν, καὶ ὡς ἐν τελειότητι γεγονότα φρενῶν. Οἷς καὶ ὁ μακάριος Ἰωάννης ἐπιστέλλει, λέγων· Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπαρχῆς.6 Πρεσβύτας οὖν ἄρα νοήσωμεν τοὺς τὸν νοῦν ἔχοντας ἠρεμαῖον ἤδη, καὶ καθεστηκότας, καὶ πολιοὺς τὴν φρένα, καὶ τῷ βεβηκότι χρῆσθαι μεμελετηκότας. Πεντηκόνταρχον δέ φησιν, οὐχὶ πάντως τὸν ἀνδρῶν πεντήκοντα προτεταγμένον, ἀλλ’ ὡς ἐξ ἑνὸς δὴ τούτου πράγματος ἁπαξαπλῶς τὸν ἡγούμενον. Καὶ ὡς ἐν κόσμῳ καὶ τάξει πολιτεύεσθαί τε διαζῇν ἀναπείθοντα τοὺς ὑπεζευγμένους.6 Νενόσηκε δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἡ τῶν Ἰουδαίων Συναγωγή.
Ἔτι μὲν γὰρ συνόντος αὐτοῖς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ καλοῦντος διὰ τῆς πίστεως εἰς ζωὴν αἰώνιον, εἰς οὐρανῶν βασιλείαν, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεόν· ἦσαν ἔτι παρ’ αὐτοῖς ἀρχιερεῖς καὶ ἡγούμενοι, Γραμματεῖς τε καὶ Φαρισαῖοι. Ἐπειδὴ δὲ ἀπεκτόνασιν αὐτὸν οἱ δείλαιοι, διεσπάρησαν εἰς πάντα ἄνεμον, μέτοικοί τε καὶ ἀλῆται γεγόνασιν, καὶ ξένοι πανταχῆ, οὐχ ἡγουμένους ἔχοντες ἔτι καὶ προεστηκότας, καθὰ καὶ πάλαι· ἀλλ’ οἷά τις ἀγέλη ποιμένων ἐρήμη, καὶ τοὺς ἐφεστηκότας οὐκ ἔχουσα, καὶ τὸ ἔτι φορτικώτερον, οὔτε συμβούλους ἔχουσα θαυμαστοὺς, ὁποῖοί τινες ἦσαν οἱ πάλαι προφῆται, τὰ εἰς σωτηρίαν αὐτοῖς εἰσηγούμενοι, καὶ ἀφηνιῶσι συμβουλεύοντες, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων εἰς ὄνησιν χειραγωγοῦντες εὐτέχνως.
PG 70:101Ἀπειλεῖ δὲ ἀποστήσειν αὐτῶν καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατὴν, χαρίσματα δὲ καὶ ταῦτα πνευματικὰ καὶ θεόσδοτα, καὶ τοῦ παντὸς ἄξια λόγου. Σοφὸν γὰρ εἶναί φαμεν ἀρχιτέκτονα, τὸν εἰδότα νοητῶς Ἐκκλησίαν οἰκοδομεῖν, ὀρθαῖς τε καὶ ἀμωμήτοις μυσταγωγίαις, καὶ καθαιροῦντα μὲν τῆς ψευδωνύμου γνώσεως τοὺς φενακισμοὺς, ἀνατειχίζοντα δὲ τοῖς τῆς ἀληθείας δόγμασι τῶν πιστευόντων τὸν νοῦν. Ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων καὶ λέγων· Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἐμοὶ, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς οἰκοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός.6 Οὐδεὶς οὖν ἄρα παρὰ τοῖς Ἰουδαίοις ὁ σοφὸς ἀρχιτέκτων, ἀλλ’ οὐδὲ συνετὸς ἀκροατὴς, λογιζόμεθα δὲ εἶναι τοῦτον, τὸν ἔχοντα διακρίσεις πνευμάτων, καὶ συνιέναι δυνάμενος, τίς μὲν ἔστιν ὁ ἐν πνεύματι Θεοῦ λαλῶν, τίς δὲ πάλιν ἐν τῷ Βεελζεβούλ.
Πολλοὶ μὲν γὰρ οἱ παρὰ πολλῶν γεγόνασι λόγοι, καὶ δογματικὴν ἐξήγησιν ἔχοντες, καὶ τῆς ἐν τρόποις ἐπιεικείας τὴν μνήμην εἰσφέροντες. Ἀλλ’ οἱ μὲν ἀσύνετοι καὶ ἀμαθεῖς ἀδιακρίτως ἁρπάζουσιν, καὶ ἀβασανίστους εἰσδέχονται τοὺς λόγους, καίτοι τὸ ὠφελοῦν ἔχοντας οὐδὲν, πολὺ δὲ μᾶλλον τὸ βλάβος ἐμποιεῖν εἰωθότας. Ὁ δὲ συνετὸς ἀκροατὴς, καθάπερ δόκιμος τραπεζίτης εἰσδέχεται μὲν τὸ πεφυκὸς ὠφελεῖν, κατακιβδηλεύει δὲ καθάπερ τι παράσημον νόμισμα τὸ μὴ οὕτως ἔχον. Τοιοῦτόν τι καὶ ὁ μακάριος Παῦλός φησι· Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.6 Καὶ μὴν καὶ ἕτερος τῶν ἁγίων μαθητῶν συνῳδὰ τούτοις ἐπιτάττει λέγων· Ἀδελφοὶ, δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.6 Τούτων δὴ οὖν ἁπάντων ἀφῃρημένων, ἐπιστήσω, φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.
Νεανίσκους δὲ πάλιν οὐ κατά γε τὸν τῆς ἡλικίας χρόνον ἐνθάδε φησὶν, ἀλλὰ τοὺς οὔπω λαχόντας τὸ ἐν συνέσει τέλειον. Ἀφρονεῖ δὲ ἡ νεότης ἀεὶ, καὶ σεσάλευται πρὸς τὸ ἀπαθὲς, καὶ τῆς ἀρίστης ἡττᾶται βουλῆς. Διατελοῦσι δὲ καὶ εἰς δεῦρο κατὰ τὸ ἀληθὲς τοιούτους ἔχοντες Ἰουδαῖοι τοὺς ἡγουμένους, καὶ νεωτέρους τὴν ἐρημίαν. Ἐμπαῖκται δὲ καὶ ἑτέρως, ὠνούμενοι χρήμασι τὸ καλεῖσθαι Ῥαββὶ, καὶ φιλοκερδίας ἕνεκα καὶ λημμάτων συλλογῆς τὸ καθηγεῖσθαι λαχόντες. Ἀλλ’ οἵγε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν τῆς ὑποκρίσεως διωθούμενοι νόσον, ἀληθεῖς εἰσι προσκυνηταὶ, καὶ οὐ τοῖς ἔξωθεν ὡραϊσμοῖς πεπλανημένην [ φ. πεπλασμένην] ἔχουσι τῆς ἀρετῆς τὴν δόκησιν, ἀλλ’ εἰς νοῦν ἔσω καὶ καρδίαν τὰ τῆς εἰς Θεὸν εὐσεβείας συνενεγκόντες αὐχήματα, περιπατοῦσι μὲν ἐπὶ γῆς, ἐν δὲ οὐρανοῖς πολιτεύονται, καθηγητὴν ἔχοντες αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.
PG 70:103Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Προκαταμεμήνυκεν ἡμῖν ὁ λόγος, ὡς ἀφαιρεθήσεται τῆς Ἰουδαίας ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος, γίγας τε καὶ ἰσχύων, πολεμιστὴς, καὶ δικαστὴς, καὶ μὴν καὶ προφήτης καὶ στοχαστὴς, καὶ πρεσβύτερος, καὶ πεντηκόνταρχος, καὶ θαυμαστὸς σύμβουλος· καὶ μὴν καὶ σοφὸς ἀρχιτέκτων, καὶ συνετὸς ἀκροατής. Εἶτα ὅποι ποτὲ τὸ χρῆμα αὐτοῖς ἐκβήσεται, καὶ εἰς οἷον αὐτοῖς ἐκτελευτήσει βλάβος, καθίστησιν ἐναργὲς προσεπάγων εὐθὺς, ὅτι Συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον·6 τοῦτ’ ἔστιν, ἐν ἀταξίᾳ τε ἔσονται, καὶ θορύβου μεστὸν διαζήσονται βίον. Οὐ τὴν σεπτὴν τοῦ πρεσβύτου πολιὰν αἰσχυνομένων νέων· οὐ τὸν προὔχοντα τιμᾷν ἀξιοῦντος ἔτι τοῦ τὴν ἐλάττω λαχόντος τάξιν· ἀλλ’ ἐπιτιμῶντος οὐδενὸς, ἤγουν ἀπευθύνοντος εἰς τὸ ἑκάστῳ πρέπον, πάντα φύρδην ἔσται παρ’ αὐτοῖς εὐταξίας ἁπάσης καὶ ἐπιστήμης ἐξῃρημένης.
Ὅπου γὰρ θεῖος οὐκ ἐφέστηκε νόμος, τῶν πρακτέων ὁ βραβευτὴς, πῶς ἢ πόθεν ἂν γένοιτό τισι τὸ ἐν κόσμῳ δύνασθαι διαβιοῦν; Ὅμοιον γὰρ ὡς εἰ καί τις βούλοιτο ναῦν πηδαλίων τε ὅμου καὶ τοῦ κυβερνῶντος ἐρήμην, εὐθεῖ καὶ ἀδιαστρόφῳ φέρεσθαι δρόμῳ. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Οὐκ ἔσομαί σου ἀρχηγὸς, οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Τῆς Ἰουδαίων ἀθλιότητος καὶ τῆς εἰς ἄκρον ταλαιπωρίας τὸ μέγεθος ὁ προφητικὸς ἡμῖν κατασημαίνει λόγος. Ἐβασίλευον μὲν γὰρ κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐκ φυλῆς Ἰούδα, λαμπροί τε ἦσαν καὶ διαφανεῖς, καὶ πλούτῳ κομῶντες, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις εὖ μάλα κατεστεμμένοι.
Καθηγοῦντο δὲ καὶ ἑτέρως, οἱ ἐκ φυλῆς Λευὶ̈ κατὰ τὴν τάξιν τὴν Ἀαρών. Προὔχοντος μὲν τοῦ ἀρχιερέως, λειτουργούντων δὲ πρεσβυτέρων καὶ Λευϊτῶν, σεπτοὶ δὲ ἦσαν καὶ οἱ τοιοίδε, τοῖς ἀνὰ πᾶσαν τῶν Ἰουδαίων τὴν χώραν. Ἐπειδὴ δὲ πεπράχασιν ἃ μὴ θέμις, καὶ τῆς εἰς Χριστὸν δυσσεβείας οὐδεὶς ἦν αὐτοῖς ἀνεπιτήδευτος τρόπος, ἀπώλισθον μὲν τῆς ἀρχαίας ἐκείνης λαμπρότητος καὶ περιφανείας τῆς ἐν πλούτῳ καὶ δόξῃ, καθίκοντο δὲ χυδαιότητός τε καὶ εὐτελείας εἰς τοῦτο τὰ πράγματα αὐτοῖς, ὡς μηδένα παντελῶς τὸν ἡγούμενον ἔχειν ἐφ’ ἑαυτοῖς δύνασθαι λαμπρὸν ἐν ὑπεροχῇ τῇ πάλαι, μήτε μὴν πλοῦτον ἔχοντα καὶ δυναστείαν, ἢ γνῶσιν τοῦ νόμου. Καὶ τοῦτο αὐτὸ διδάσκει, λέγων, ὅτι Ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου πατρὸς αὐτοῦ λέγων·
Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.6 Συγκεχυμένων γὰρ τῶν πραγμάτων, καὶ πολὺ παθόντων τὸ ἄτακτον, ὡς συμπίπτειν αὐτοὺς ἀλλήλοις, καὶ μηδεμίαν εἶναι τιμὴν ἢ αἰδῶ, πρεσβύτου ἢ νέοις, ἤγουν ἀτίμοις ἢ ἐνδόξων· ἕκαστος ἐφ’ ἑαυτῷ, φησὶ, ζητήσει ἡγούμενον, καὶ τοῦτον ἐκλέξεται τῇ κατὰ γένος ἀγχιστείᾳ μόλις ἐκδυςωπῶν καὶ καλῶν εἰς ἔλεον. Ἐκλέξεται δὲ, φησὶν, οὐχ ὡς ἔχοντα πλοῦτον, ἀλλ’ ὡς οὐκ ὄντα γυμνὸν, ἀγαπήσει τε ὑπ’ αὐτοῦ τρέφεσθαι καὶ δουλεύειν πτωχῷ. Πλὴν εἰ καὶ ὁ τοιοῦτος οὐχ ἁρπάσει τὴν ἡγεμονίαν, καίτοι μηδὲν αἰτούμενος παρὰ τῶν ὑποκεῖσθαι βεβουλευμένων. Ζητοῦσι γὰρ ἄρτον ἴνα καὶ ὑποτάττοιντο, καὶ τροφῆς εὐτελεστάτης ἀντιπροσάγοιεν αὐτῷ τὴν δουλείαν. Τίς οὖν ἡ παραίτησις; πτωχεία που πάντω.
PG 70:105Ἐρεῖ γὰρ, φησὶν, Οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ὁρᾷς τὸ παντὸς πάλαι παρ’ αὐτοῖς ἄξιον λόγου, τὸ καθηγεῖσθαί φημι τὸ πολλοῖς. Ἔσθ’ ὅτε τεχνήμασι ζητούμενον, καὶ προσγεγονὸς ὀλίγοις, προσκείσεται μὲν τοῖς θέλουσιν. Ἐπειδὴ δὲ ἐν δεινῇ καὶ ἀπράκτῳ πτωχείᾳ τὰ πάντων ἐστὶ, καὶ αὐτῷ γενήσεται φευκτόν. Ἔνεστι τοίνυν ἐξ αὐτῶν ἡμῖν τῶν πραγμάτων ἰδεῖν, ἐξ οἵων εἰς οἷα μετακεχώρηκε τὰ τῶν Ἰουδαίων. Προσκεκρούκασι γὰρ οἱ τάλανες τῷ Χριστῷ, τῷ πάντα ἡμῖν πλουσίως διανέμοντι τὰ ἀγαθὰ, καὶ στεφανοῦντι μὲν δόξῃ τοὺς ἀγαπῶντας αὐτὸν, χαρίσμασι δὲ τοῖς πνευματικοῖς τὰς τῶν γνησίων ψυχὰς καταπλουτίζοντι. Ὅτι ἀνεῖται ἡ Ἱερουσαλὴμ, καὶ Ἰουδαία συμπέπτωκεν, καὶ ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Θεὸν ἀπειθοῦντες.
Συμπεπτωκέναι φησὶ τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ οἶκον ἕνα. Παθεῖν δὲ τοῦτο διϊσχυρίζεται διὰ ποίαν αἰτίαν; Τί δὲ καὶ ἀνεῖται; Τοῦτ’ ἔστιν, ἠφήθη ἢ καταλέλειπται, φροντίδος ἀμέτοχος γενομένη τῆς παρὰ Χριστοῦ. Ἤκουον γὰρ λέγοντος ἐναργῶς· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.6 Πέπτωκε τοίνυν οὐκ ἔχουσα τὸν ἐγείροντα, καὶ σώζειν εἰδότα καὶ δυνάμενον.
Θεμέλιος μὲν γάρ ἐστιν ὁ Χριστὸς, καὶ ἐπ’ αὐτῷ πάντες ἐποικοδομούμεθα, λίθοι ζῶντες καὶ πνευματικοὶ, καὶ συναρμολογούμενοι, καὶ συμβιβαζόμενοι νοητῶς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ, ἐν Πνεύματι, καὶ ἐσμὲν ἐπ’ αὐτῷ κείμενοι. Καὶ ὑποβάθραν λαχόντες αὐτὸν, ἀκλόνητον ἔχουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς ἵδρυσίν τε καὶ στάσιν· οἱ δὲ οὐκ ἔχοντες αὐτὸν, σαθροί τε λίαν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπαρακόμιστοι. Πέπτωκε τοιγαροῦν Ἰουδαία, ἀνεῖται δὲ καὶ Ἱερουσαλήμ. Τοῦτό τοι καὶ ἕτερος τῶν ἁγίων προφητῶν προανακεκράγει, λέγων· Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔσται ὁ ἀναστήσων αὐτόν.6 Συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν αὐτοὺς, ὅτι πρὸς ταῖς ἀπειθείαις, δυσσεβῆ καὶ ἀνομωτάτην ἐσχήκασι γλῶσσαν. Τί γάρ ἐστι τῶν αἰσχρῶν, ὃ μὴ εἰρηκότας αὐτοὺς εὑρήσομεν κατά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ;
Σαμαρίτην καὶ δαιμονιῶντα, καὶ μὴν καὶ φάγον καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγενημένον. Οὐκοῦν μετὰ τῆς ἀπειθείας διατετέλεκεν ἡ γλῶσσα αὐτῶν δυσσεβοῦσα εἰς Χριστόν. Φαίη δ’ ἄν τις καὶ ἐπ’ αὐτοῖς· Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά. Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Τῆς Ἰουδαίων ταπεινώσεως τὸν καιρὸν κατασημαίνει, καί φησιν· Νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν πληροφορῶν, ὅτι κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ’ ὃν ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας δεδυσσέβηκεν εἰς Χριστὸν, τότε καὶ πᾶν εἶδος αὐτοῖς ἐπενήνεκται ταλαιπωρίας, καὶ πεπτώκασιν εἰς τὸ δυσκλεές.
PG 70:107Τίνα δὲ τρόπον ἡ γλῶσσα αὐτῶν δεδυσσέβηκε μετὰ ἀπειθείας, αὐτὸς ἡμῖν ὁ προφήτης διατρανοῖ, παρεὶς μὲν τὰ ἕτερα, διαμνημονεύσας δὲ μόνης τῆς τελευταίας αὐτῶν δυσσεβείας. Ἦσαν μὲν γὰρ ἀεὶ διάφοροι τῷ Χριστῷ, καὶ τοῖς τοῦ φθόνου βέλεσι τετρωμένοι, κατὰ πολλοὺς ἐπεβούλευον τρόπους. Ἐπειδὴ δὲ Πιλάτῳ προσήγαγον, τότε δὴ μάλιστα τὴν ἑαυτῶν ἁμαρτίαν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὥσπερ γὰρ οἱ τῶν Σοδόμων οἰκήτορες τὸ ἀκρατὲς εἰς ὀρέξεις νενοσηκότες ἀγρίως, καὶ ταῖς παρὰ φύσιν ἡδοναῖς ἡττημένοι κατεπεφύοντο τοῦ μακαρίου Λὼτ, αἰτοῦντες τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους πρὸς αὐτὸν εἰς κατάχρησιν, αἰδοῦς τε ἁπάσης αὐτοῖς πεπατημένης καὶ ἀθραύστου λοιπὸν κρατούσης ἀναισχυντίας· τὸν αὐτὸν οἶμαι τρόπον καὶ Ἰουδαῖοι τὴν ἀνομίαν αὐτῶν ἀνήγγειλαν κατακεκραγότες τε καὶ λέγοντες τῷ Πιλάτῳ περὶ Χριστοῦ·
Αἶρε, αἶρε, σταύρωσον αὐτόν.6 Ταύτην αὐτῶν κατῃτιᾶτο φωνὴν καὶ δι’ ἑνὸς τῶν προφητῶν, λέγων· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Ταλανίζει καὶ νῦν ὁ προφήτης τῶν Ἰουδαίων τοὺς δήμους, καὶ τῶν ἐπ’ αὐτοῖς ὀδυρμῶν ἀποδίδωσι τὰς αἰτίας. Εἶπον γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.
Οὐ γὰρ παρεδέχοντο διὰ τῆς πίστεως τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀτιμάζοντες δὲ διατετελέκασιν, ᾤοντό τε κατὰ τὸ ἀληθὲς, ὅτι κατ’ οὐδένα τρόπον χρήσιμον ἔσεσθαι τῷ βίῳ τὸν ἀφιγμένον εἰς τοῦτο, ἵνα πάντα ἐν αὐτῷ καινὰ τὰ καθ’ ἡμᾶς γένηται, καὶ ἐκ νομικῆς πολιτείας μεταστήσει εἰς πνευματικὴν τοὺς ἐξ αἵματος Ἰσραήλ. Οὐκοῦν κατ’ οὐδὲν ἔσεσθαι χρήσιμον ὑπειληφότες αὐτὸν ἔδησαν τῷ θανάτῳ, τό γε ἧκον εἰς αὐτοὺς, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς κενώσας τὸν ᾅδην, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος. Ζωὴ γάρ ἐστι καὶ ζωοποιός. Πλὴν κατ’ αὐτῶν ἐβουλεύοντο δῆσαι θέλοντες τὸν δίκαιον· φάγονται δὲ καὶ τὰ γεννήματα τῶν ἔργων αὐτῶν. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Καὶ οἱ μὲν τοὺς τρόπους ἐπιεικεῖς, καὶ φιλόθεον ἔχοντες γνώμην, ἀγαθοὺς ἐντεῦθεν εὑρήσουσι τοὺς καρπούς· οἱ δὲ ἀπονεύοντες καὶ ἀπειθεῖς, καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, φάγονται τὰ γεννήματα τῶν ἔργων αὐτῶν, τοῦτ’ ἔστι, πῦρ, καὶ δίκην καὶ κόλασιν καὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα.
PG 70:109Ἕψεται γὰρ πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς θεομαχεῖν ᾑρημένοις. Ἀληθὲς οὖν ὅτι, οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· ὥσπερ γὰρ προσεκόμισαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀτιθάσσοις ὀργαῖς, οὕτω καὶ αὐτοὶ παραδοθήσονται, φησὶ, ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ δὴ τοῦτο λέγοντα σαφῶς καὶ διὰ φωνῆς Ἰεζεχιὴλ εὑρήσομεν. Εἴρηται γὰρ πρὸς τὴν ἀνοσίαν καὶ κυριοκτόνον Ἱερουσαλήμ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. ΛΟΓΟΣ Γ Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ὅτι παντὸς ἀγαθοῦ νοσήσει τὴν ἐρημίαν ἡ τῶν Ἰουδαίων χώρα, διαφανέστατα καὶ μάλα σαφῶς προεξηγησάμενος, καὶ τὸ τί συμβήσεται τοῖς εἰς Χριστὸν πεπαρῳνηκόσιν διειπὼν, προαναπείθει πάλιν ἀποσχέσθαι τῶν πλημμελημάτων, καὶ τοῖς ἐξ ἡμερότητος λόγοις μονονουχὶ καταγοητεύει χρησίμως, μεθιστὰς ἐπὶ τὸ ἄμεινον, καὶ τοὺς ἁπάντων αὐτοῖς κακῶν γεγονότας αἰτίους παραιτεῖσθαι διδάσκων.
Οὐ γὰρ οἶμαι δεῖν τοῖς καθηγεῖσθαι λαχοῦσιν ὑποκεῖσθαι φιλεῖν, κἂν εἰ μή τι τῶν ὅσα ἐστὶ τελούντων πρὸς ὄνησιν ἐπιχειρῶσι διδάσκειν, μήτε μὴν ...οιεν διαβολῆς ἀξιοῦν τὸ ἐν μοίρᾳ τετάχθαι φαυλότητος δικαίως ἂν εἶναι πεπιστευμένον. Ἀρετὴ γὰρ διδασκάλου τὸ ἀποκομίζειν δύνασθαι πρὸς ἀκριβῆ τοῦ συμφέροντος εἴδησιν τοὺς παιδαγωγουμένους, κατακιβδηλεύειν δὲ τὸ κατασίνεσθαι πεφυκὸς, καὶ παραιτεῖσθαι κελεύειν τὸ ἀδικεῖν εἰωθός. Ἐπαίνου δ’ ἂν εἶεν ἄξιοι παντὸς καὶ οἱ τελοῦντες ἐν μαθηταῖς, εἰ μὴ ταῖς δόξαις τῶν διδασκόντων ἐνορῷεν ἁπλῶς, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει, καὶ θαυμάζουσι μὲν τοὺς διδάσκοντας, εἴπερ τινὲς εἶεν ὀρθοὶ καὶ ἐπιστήμονες, καὶ τῶν ἀρίστων εἰσηγηταὶ, καταψέγωσι δὲ τοὺς οἷσπερ ἂν εἴη μὴ τοιοῦτος ὁ σκοπός.
Κατανέμουσι μὲν γάρ τινες ἐν ὄρεσι καὶ νάπαις τὰς ὀί̈ων ἀγέλας· ἀλλ’ εἰ παρακέοιτο τοῖς θρέμμασι βόθρος, ἤγουν ὁρῶν ὁ κρημνὸς, περιφοιτᾷ τὰ πρόβατα, καὶ οὐ καθίησιν ἑαυτὰ πρὸς θάνατον· παιδαγωγεῖται γὰρ ὥσπερ δι’ ἐμφύτου νόμου, πρὸς τὸ χρῆναι τῆς ἑαυτῶν φείδεσθαι ζωῆς. Εἶτα πῶς οὐκ ἄτοπον, εἰ μὲν τοῖς ἀλόγοις ζώοις τοῦτο φαίνεσθαι κρατοῦν, ἐν δὲ ἡμῖν αὐτοῖς, καίτοι λογικοῖς ὑπάρχουσι, τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς ζωὴν οὐκ εἶναι γνῶσιν. Χρὴ τοιγαροῦν κἂν εἴ τινες ἡμᾶς τῶν εἰς διδασκάλους, καὶ καθηγητὰς τεταγμένων ἐφ’ ἃ μὴ προσῆκεν ἀποκομίζειν ἕλοιντο, μὴ ἁπλῶς ἀνέχεσθαι φιλεῖν, μηδὲ μὴν ἀκατασκέπτως ἕπεσθαι πρὸς τὸ αὐτοῖς δοκοῦν, ἀλλὰ δοκιμάζειν ἕκαστα τῶν πρακτέων. Ο... χωρεῖν ἐπὶ τὸ ὅτι μάλιστα τῶν ὠφελεῖν εἰωθότων.
Ἦσαν τοίνυν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τοῦτ’ ἔστιν, οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, δεινοὶ πρὸς τὸ χρῆναι τοὺς τῶν χρημάτων ἐρανίζεσθαι πορισμοὺς, καὶ τὰς ἐκ τῶν λαῶν συγκομίζειν δωροφορίας, ἀπαρχὰς, δεκάτας, καὶ ὅσα τοῖς ἱερᾶσθαι λαχοῦσιν ὁ νόμος εἰς κλῆρον ἐδίδου. Σκοπὸς δὲ ἦν αὐτοῖς, καὶ διὰ πάσης τέθειτο σπουδῆς τὸ ἀναπείθειν τοὺς τὸ χρῆναι φυλάττειν ἔν γε δὴ τούτοις μάλιστα τὸν νόμον· τῶν γε μὴν ἑτέρων ἐντολῶν οὐ πολὺς ἦν ἄγαν παρ’ αὐτοῖς ὁ λόγος. Ταύτῃ τοι πρὸς αὐτοὺς καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον, καὶ τὸ κύμινον. Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.6 Ἦσαν οὖν ἄρα φιλοκερδεῖς καὶ ἐρασιχρήματοι, καὶ πικρὰς ἔσθ’ ὅτε τοῖς πταίουσιν ἐπῆγον τὰς δίκας, ἵνα ἐκδειματοῦντες τοὺς ἐφ’ ὁτῳοῦν ἐγκαλουμένους προσάγειν αὐτοῖς ἀναπείθωσιν καὶ τὰ ὑπὲρ δύναμιν ἔσθ’ ὅτε.
PG 70:111Ταύτῃ τοί φησι πρὸς τοὺς παρ’ αὐτῶν ἀδικουμένους· Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.6 Καὶ διὰ μὲν τοῦ λαὸν εἰπεῖν, ἔτι τὸν Ἰσραὴλ δίδωσι νοεῖν, ὡς εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὸ αὐτῷ δοκοῦν, τῶν ἐξ ἡμερότητος τεύξονται καὶ φιλανθρωπίας, καὶ οὐκ εἰσάπαν ἀποπεσοῦνται τῆς πρὸς αὐτὸν οἰκειότητος σχετικῆς. Καλαμᾶσθαι δὲ εἰπὼν τοὺς πράκτορας, τῆς ἐνούσης αὐτοῖς ἀπληστίας τε ὁμοῦ καὶ φιλοκερδίας δείκνυσι τὸ μέγεθος. Ἐν μὲν γὰρ τοῖς ληί̈οις οἱ μὲν ἀποκείρουσι σιδήρῳ τὸν στάχυν, οἱ δὲ τοὺς ἐκπίπτοντας τῆς τοῦ κείροντος χειρὸς συλλέγοντες, οὐδὲν ἀφιᾶσιν ἐν ἀγροῖς. Ἔθος δὲ καὶ τοῖς τὰς ἀμπέλους τρυγῶσι τοῦτο δρᾷν. Καλαμῶνται τοίνυν ὑμᾶς, φησὶν, οἱ πράκτορες ὑμῶν.6 Ὅμοιον ὡς εἰ λέγοι·
Τετρυγήκασιν ὑμῶν τὰς περιουσίας, καὶ οὐ μέχρι τούτου τὰ τῆς ἀπληστίας αὐτοῖς. Ἀλλ’ ἤδη καὶ καλαμῶνται, τοῦτ’ ἔστι, τὰς χεῖρας ἐπάγουσι, καὶ τοῖς ἔτι καταλελειμμένοις. Εὖ δὲ δὴ σφόδρα, καὶ πρεπόντως αὐτοῖς, οὐ καθηγητὰς, οὐ διδασκάλους, οὐχ ἕτερόν τι τῶν τοιούτων εἶναί φησιν, πράκτορας δὲ ὀνομάζει, καὶ ἀπαιτητάς. Διδάσκει δὲ ὅτι κατεξουσιάζουσιν αὐτῶν, οὐχ ὡς διδάσκαλοι μαθηταῖς ἠπίως προσφερόμενοι, ἀλλ’ οἷον σκληροὶ καὶ ἄγριοι δεσπόται, τὸ δοκοῦν αὐτοῖς φρονεῖν ἀναγκάζοντες, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες, καὶ τῶν παρὰ γνώμην ἔσθ’ ὅτε. Ἀλλ’ ὅ γε τῶν ἐν Χριστῷ σκοπὸς οὐ τοιοῦτος ἦν. Γράφει γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς κεκλημένοις εἰς ἐπισκοπὴν, καὶ καθηγεῖσθαι λαχοῦσι τῶν λογικῶν ποιμνίων, μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου.
Οἶδεν δὲ ὁ λόγος ὁ μυστικὸς καὶ πράκτορας ἑτέρους, οὓς ἀνάγκη παραιτεῖσθαι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς. Αἱ γὰρ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἕκαστον τῶν ἐπὶ γῆς μονονουχὶ καὶ ἀπαιτοῦσι τὴν εἰς τὸ φαῦλον σπουδὴν, καὶ ὥσπερ τινὰ δασμὸν παρ’ ἡμῶν συλλέγουσι, τὴν εἰς τὰ πάθη τῆς διανοίας ῥοπήν. Καὶ γοῦν ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ νεανικῷ φρονήματι τὰ ἐκ τῆς ἁμαρτίας παρωθούμενοι βλάβη, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνεύματα τῆς πονηρίας, κρείττους γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς. Δεῖ τοίνυν τοὺς τοιούτους παραιτεῖσθαι πράκτορας, καὶ μήτε θερίζειν ἐν ἡμῖν τὸ εἰς ἁμαρτίαν ἀποτέλεσμα συγχωρεῖν, μήτε μὴν καλαμᾶσθαι.

Oratio VI

PG 70:113Δράσομεν δὲ τοῦτο διὰ Χριστοῦ νευρούμενοι, καὶ τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες διαλογισμοὺς πονηροὺς, ἐπιθυμίας αἰσχρὰς, καὶ πᾶν εἶδος φαυλότητος. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράςσουσιν. Εἰς νῆψιν ἐγείρει πάλιν, καὶ δοκιμαστὰς εἶναι τῶν πραγμάτων βούλεται, οὐ χρηστολογίαις ἁπλῶς χαυνοῦσθαι πρὸς ῥᾳθυμίαν. Περιφοιτῶντες μὲν γὰρ οἱ Φαρισαῖοι τοὺς τῶν Ἰουδαίων οἴκους χρηστοεπεῖν ἐπεχείρουν, ηὐλογημένον τε λαὸν ὠνόμαζον, καὶ κλῆρον Θεοῦ. Καὶ τάχα που τὸ διὰ φωνῆς τοῦ Βαροὺχ ἐπεφώνουν αὐτοῖς· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρέσκοντα Θεῷ γνωστὰ ἡμῖν ἐστιν.6 Ἵνα γοῦν προσεπάγοιεν τάς τε ἐκ νόμου τεταγμένας αὐτοῖς δωροφορίας, καὶ μὴν καὶ δεκάτας, ἤγουν ἀπαρχὰς ἐσκήπτοντο χρηστολογεῖν, εὐπρόσιτοί τε εἶναι πολλάκις ἤθελον, καὶ τὸ ἡμεροφανὲς ἐπετήδευον· κερδῶν δὲ ἔνεκα καὶ λημμάτων καὶ αὐτὸν ἐδίδασκον παραλύειν τὸν νόμον τοὺς ὑπὸ χεῖρα λαούς.
Ἠτιᾶτο γοῦν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὡς ἀκυροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν. Πλανῶσι τοίνυν ὑμᾶς, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οὐ γὰρ ἐῶσιν ὀρθοποδεῖν. Παρεξάγοντες δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ κατὰ κρημνῶν φέρουσι καὶ βόθρων. Ὁδὸς δὲ ἡ εὐθεῖα, καὶ ὁμαλὴ, ἡ εἰς Χριστὸν οἰκείωσις διὰ πίστεως. Ἐπειδὴ δὲ ᾔδεσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, ὅτι τῆς διὰ Μωσέως καταργουμένης ἐντολῆς, ἔξω κείσονται κερδῶν καὶ λημμάτων, συνετάραττον ὥσπερ τὴν τρίβον τῶν ποδῶν τοῦ λαοῦ, τὸν Χριστοῦ λόγον κατακιβδηλεύοντες, καὶ ταῖς τοῦ νόμου σκιαῖς προσκεῖσθαι κελεύοντες. Τετολμήκασι γὰρ εἰπεῖν οἱ δείλαιοι· Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·6 καὶ πάλιν·
Εἰ ἦν οὗτος ἀπὸ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.6 Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον, τοῖς γὰρ ἐθέλουσιν ἀκροᾶσθαι Χριστοῦ, καὶ τοῖς παρ’ αὐτοῦ προσκεῖσθαι λόγοις, ἀνοσίως ἔφασκον· Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;6 Δεῖν δὲ δὴ καὶ ἑτέρως ὑπολαμβάνω τὸν πνευματικὸν ἄνθρωπον καὶ τὸν ἀρετῆς ἐργάτην παραιτεῖσθαι σφόδρα τοὺς εἰς νοῦν καὶ καρδίαν μακαρίζοντας αὐτὸν λογισμούς. Δεινὸς γὰρ ὑπάρχων εἰς κακουργίαν ὁ Σατανᾶς, ὅτε τοὺς εὐδοκιμοῦντας τῆς αὐτοῖς φιλαιτάτης ζωῆς τε καὶ πολιτείας κατακομίζειν οὐ δύναται, πρὸς τὸ αὐτῷ δοκοῦν ἑτέρῳ παραλύειν πειρᾶται τρόπῳ. Ἐπαινεῖ γὰρ ὡς κατωρθωκότας, ἀποδέχεται δὲ ὡς ἁγίους λοιπὸν, μακαρίζει δὲ καὶ ὡς φίλους ἤδη γεγονότας Θεοῦ, καὶ εἰς λῆξιν ἁπάσης ἀρετῆς ἀναβεβηκότας.
Εἶτα τὸ τῆς ὑπεροψίας αὐτοῖς πάθος ἐντεκὼν, προσκρούειν παρασκευάζει τῷ Θεῷ, καὶ κατασείει λοιπὸν καθάπερ τι φυτὸν ἐκ βάθρου. Οὐ γὰρ ἠγνόηκεν, ὅτι ταπεινοῖς μὲν δίδωσι χάριν ὁ τῶν ὅλων Θεὸς, ἀντιτάσσεται δὲ τοῖς ὑπερηφάνοις. Παραιτητέον τοίνυν, ὡς ἔφην, τοὺς εἰς νοῦν ἔσω καὶ καρδίαν μακαρίζοντας ἡμᾶς λογισμούς. Οἱ γάρ τοι τὴν εὐθεί̈αν ἡμᾶς οὐκ ἐπιτρέπουσι διάττειν ὁδὸν, δι’ ἧς ἄν τις ἴοι καὶ μάλα ῥᾳδίως ἐπὶ τὸ ἀρέσκον Θεῷ. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἤξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε;
PG 70:115Οὐκ ἀνεπικούρητον ἔσεσθαί φησιν ὁ προφήτης τὴν ἀδικουμένων πληθὺν, οὔτε μὴν ἁπάσης φροντίδος ἐρήμην, ὑπεραθλήσειν δὲ μᾶλλον αὐτῶν τὸν τῶν ὅλων Θεὸν εὖ μάλα διϊσχυρίζεται. Δικάσεται γὰρ ὑπὲρ αὐτῶν, φησὶ, τοῖς καλαμωμένοις καὶ μακαρίζουσιν αὐτούς. Ταράξει δὲ καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν. Δικάσεται δὲ πρὸς τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ προσέτι τοὺς ἄρχοντας, ἤτοι τοὺς καθηγουμένους. Ἐλυτρώσατο μὲν γὰρ ἐξ οἴκου δουλείας τὸν λαὸν αὐτοῦ, ἐξείλετο δὲ τῆς τῶν κρατούντων σκαιότητος, ὅλην αὐτοῖς ἐπαναστήσας τὴν κτίσιν. Καὶ ὑδάτων μὲν εἰς αἷμα μεταβολὰς ἐργασάμενος, χαλάζαις δὲ καταπαίων, βαθεῖ τε καὶ τριημέρῳ σκότῳ, καὶ τοῖς ἄλλοις ἅπασι. Μακρὸν γὰρ ἕκαστα διειπεῖν. Εἶτα διαβιβάσας διὰ θαλάσσης μέσης ἔθρεψεν ἐν τῇ ἐρήμῳ.
Εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἔθνη μεγάλα καὶ μαχιμώτατα καθάπερ ἀκάνθας ἐξελών. Καὶ τοῦτο ἡμῖν ὁ θεσπέσιος Δαβὶδ κατεδήλου λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα καὶ λυτρωτήν· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς· ἐξέτεινας τὰ κλήματα αὐτῆς ἔως θαλάσσης, καὶ ἕως ποταμῶν παραφυάδας αὐτῆς.6 Γέγονε γὰρ, ὡς προφήτης φησὶν Ἱερεμίας, ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, καὶ ὁ καρπὸς εὐθηνῶν αὐτῆς. Ἀλλὰ τετάχασι μὲν εἰς γεωργοὺς οἱ καθηγεῖσθαι λαχόντες· ἠδικήκασι δὲ οὔτως ἀμπελῶνα τὸν δεσποτικὸν, ὡς εἰς ἅπαν ἤδη καὶ ἐμπεπρῆσθαι δοκεῖν. Ταύτην οὖν ἄρα τὴν αἰτίαν αὐτὸς ποιήσεται λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Οὓς γὰρ ἦν εἰκὸς καὶ εὐτελεστέραν ἀποφαίνειν τὴν νοητὴν ἐκείνην καὶ εὐκληματοῦσαν ἄμπελον, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, οὗτοι κατεκόμισαν εἰς ἐρήμωσιν παντελῆ, ξηράν τε καὶ ἄχρηστον ἀπετέλεσαν τῷ δεσπότῃ.
Ἐμπεπύρισται δὲ τοίνυν παρ’ ὧν εἰκὸς ἦν εὔβοτρυν ἔσεσθαι καὶ καρποῖς διαβρυθῆ, καὶ παντὸς ἐπέκεινα βλάβους. Τίνα δὲ τρόπον ἐμπυρίσαι λέγονται τὸν νοητὸν ἀμπελῶνα, πῶς οὐκ ἄξιον ἰδεῖν; Ἔδει μὲν γὰρ τὸ διδασκαλικὸν ἔχοντας ἐπιτήδευμα, καὶ νόμον εἰδότας τὸν εἰς πᾶν ὁτιοῦν ἀποφέροντα τῶν ἀρεσκόντων Θεῷ, καὶ πρό γε τῶν ἄλλων ἐννομώτατά τε διαζῇν αὐτοὺς, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν εὖ μάλα κατακαλλύνεσθαι, ὥστε τῆς ἐξαιρέτου ζωῆς τύπον ὥσπερ τινὰ καὶ εἰκόνα τῶν ὑπὸ χεῖρα λαῶν τὸν αὐτῶν γενέσθαι βίον. Εἶτα πρὸς τούτῳ καὶ ταῖς ἐκ νόμου παιδαγωγίαις ἀποκομίζειν ἤθελον τοὺς ὑπεζευγμένους πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, καὶ πλημμελοῦντας ἐλέγχειν, καὶ παίοντας ἐπανορθοῦν, καὶ τῆς εὐσεβείας καταδεικνύειν τὴν ὁδὸν, καὶ πρὸς τὰ ἀμείνω παιδαγωγεῖν, καὶ πρὸς τὸ τοῦ νόμου τέλος ἀναπείθειν ὁρᾷν, φημὶ δὴ Χριστόν·
PG 70:117Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός.6 Καὶ περὶ αὐτοῦ λελάληκεν ὁ Μωσῆς διὰ σκιᾶς καὶ τύπων, προαναφωνῶν τοῖς πάλαι τὸ σεπτὸν καὶ μέγα μυστήριον. Ἀλλὰ τούτων ἁπάντων ἠφειδηκότες, αὐτοί τε ἦσαν πονηροὶ τοὺς τρόπους, ἀχάλινοι πρὸς πλεονεξίαν, ἀκρατεῖς εἰς φιλοκερδίας, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ κρίνειν ὀρθῶς· καὶ οἷς ἦν ἄμεινον ἐπερυθριᾷν, ἐπ’ αὐτοῖς δὴ τούτοις ἐπαυχεῖν εἰωθότες. Ἐμπεπύρισται τοίνυν ὁ ἀμπελὼν, οὔτε τῷ βίῳ τῶν καθηγεῖσθαι λαχόντων ὠφελούμενος, οὔτε μὴν ταῖς νομικαῖς εἰσηγήσεσι παιδαγωγούμενος εἰς ὀρθὴν καὶ ἀνεπίληπτον ζωὴν, ἤγουν εἰς ἐπίγνωσιν Χριστοῦ, καὶ τοῦτο ἐπιλάμψαντός τε ἤδη τοῖς ἐπὶ τῆς γῆς, καὶ λέγοντος ἐναργῶς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ ἀλήθεια.6 Ἀκουέτωσαν τοίνυν·
Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; Συνήρπαζον γὰρ τοὺς πτωχοὺς εἰς σύνεσιν ἐπὶ τὸ αὐτοῖς δοκοῦν, καὶ καταισχύνεσθαι παρεσκεύαζον τὰ πρόσωπα αὐτῶν. Ὅνπερ γὰρ τρόπον οἱ τῆς δικαιοσύνης ἐπιμεληταὶ μονονουχὶ λαμπρῷ προσώπῳ, καὶ πολλῆς γέμοντι παῤῥησίας ἐν ὀφθαλμοῖς ἑστήκασι τοῦ Θεοῦ, οὕτω φαμὲν τοὺς τῆς φαυλότητος ἐραστὰς στυγνόν τε καὶ ἀμειδὲς, αἰσχύνης τε καὶ ἐντροπῆς ἀνάμεστον τὸ τῆς καρδίας πρόσωπον ἔχειν. Ἀλλ’ ὥσπερ ὀνίνησιν ὁ παιδαγωγῶν εἰς σύνεσιν, καὶ τῶν καλλίστων εἰςηγητὴς, οὕτως ἀδικεῖ παστισοῦν οἶμαι τῶν τεταγμένων εἰς διδασκάλους, εἰ μὴ τῶν ἀμεινόνων ἐραστὴν ἀποτελοίη τὸν παιδευόμενον.
Καταισχύνει γὰρ ὥσπερ τὸ πρόσωπον αὐτοῦ, καὶ πτωχὸν ὄντα πρὸς σύνεσιν, μονονουχὶ καὶ καταβιάζεται, καὶ συναρπάζει πρὸς τὰ αἰσχίω. Ἦσαν δὲ καὶ ἑτέρως ἄδικοί τε καὶ ἅρπαγες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ καταισχύνοντες μὲν τὰ τῶν πτωχῶν πρόσωπα, προσκείμενοι δὲ πλουσίοις, καίτοι τοῦ νόμου λέγοντος· Κρίμα δίκαιον κρίνατε, καὶ παρεγγυῶντος πανταχῆ τὸ, Οὐ μὴ λήψῃ πρόσωπον ἐν κρίσει. Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Προαπέφηνεν ἡμῖν ὁ λόγος, ὅτι τοῖς Ἰουδαίων καθηγηταῖς ἐν σπουδῇ τέθειτο τῇ προὐργιαιτάτῃ τὸ χρῆναι πλουτεῖν, καὶ δόξαν ἔχειν τὴν ἔν γε τούτῳ διαφανῆ.
Πλήρεις δὲ ἦσαν ἀδικιῶν καὶ πλεονεξίας ὡς αὐτοὺς μὲν λαμπράς τε ἐν ἄστει, καὶ μὴν καὶ τὰς ἐν ἀγροῖς ποιεῖσθαι προόδους, ἵπποις τε ἐποχουμένους, καὶ ταῖς ἔξωθεν φαντασίαις τῶν δορυφορεῖν εἰωθότων οὐ μετρίως ἐπευρυνομένους. Κατῃτιᾶτο γὰρ αὐτοὺς ἐν τοῖς ἀνωτέρω λέγων· Καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Εἶτα συνέβαινε τὰς τῶν ἐν πλούτῳ γυναῖκας, ἅτε δὲ τρυφώσας ἐναβρύνεσθαι ζητεῖν, καὶ τοῖς ἐκ χρυσίου καὶ λίθων ὡραϊσμοῖς, ἐπιγάννυσθαι δὲ λίαν καὶ στολῇ ποικίλῃ, καὶ ἐσθημάτων πολυτελείαις. Ἀεὶ γάρ πως τὸ θῆλυ γένος ἐν ταῖς ἄγαν εὐημερίαις φιλόδοξόν τέ ἐστι καὶ φιλεπιδεικτικόν. Ἥδιστα δὲ λίαν εὐϊματεῖς, καὶ μέντοι καὶ χρυσαί̈ζεται, καὶ ὑψηλὴν ἀνασπῶν τὴν ὀφρὺν, ἐπαυχεῖ τῇ τοῦ σώματος ὥρᾳ.
PG 70:119Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ πλειστάκις τὸ τῶν συνοικούντων αὐταῖς ἐξογκοῦται φρόνημα· καὶ δόξαν ἰδίαν ποιοῦνταί τινες τὴν τῶν γυναικῶν ἐξιτηλίαν. Τοῦτο τάχα πεπόνθασιν οἱ τῶν Ἰουδαίων λαμπροὶ, τῆς εἰς Θεὸν εὐσεβείας ἠφειδηκότες. Ἵνα γὰρ ἔχοιεν ἀεὶ μενούσας αὐτοῖς τὰς τοῦ πλουτεῖν χορηγίας, προσκομιζόντων τῶν λαῶν τὰ κατὰ τὸν νόμον οὐ προσίεντο τὴν πίστιν τὴν εἰς Χριστὸν, οὔτε μὴν ἑτέρους πιστεύειν ἤθελον, κλείοντες τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ γέγραπται, καὶ μήτε εἰσερχόμενοι, μήτε τοῖς ἐθέλουσιν ἐφιέντες εἰσελθεῖν. Ταύτῃ τοι καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ἐρήμωσιν, εἰς διαρπαγὴν, καὶ ἀπολώλασιν, γυναίοις τε ὁμοῦ, καὶ τοῖς φιλτάτοις, οἵκοις τε καὶ πλούτῳ. Γεγόνασι γὰρ ἑτέρων τὰ ὡς ἐν πλείστῃ σπουδῇ συναγηγερμένα· οἰκτροὶ δὲ αὐτοὶ καὶ ἀλῆται, καὶ πρὸς ἐσχάτην ὁρῶνται ταλαιπωρίαν.
Κατατρέχει τοίνυν ὁ λόγος τῶν παρ’ αὐτοῖς γυναικῶν, ἤγουν τῶν θυγατέρων οἷον τῶν ἀρχουσῶν μάλιστα, καὶ περιφανεστέρων, αἳ καὶ ἦσαν τῶν ἰσχυόντων, καί φησιν· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν,6 καὶ τὰ ἑξῆς. Ὑψώθησαν δὲ οὐ κατὰ ἀρετὴν, ἀλλ’ ὡς ἐν φρονήματι σαρκικῷ καὶ γεωδεστάτῳ. Μέγα γὰρ αὐτοῖς, ὡς ἔφην, φρονεῖν ἐδόκει, ἐπὶ πλούτῳ, καὶ δόξῃ, καὶ ὡραϊσμοῖς τοῖς ἔξωθεν, οὓς ἐκ λίθων καὶ χρυσίου, καὶ στολῆς ποικίλης συλλέγουσι. Γράφει δὲ ἡμῖν ὁ προφητικὸς ἐν τούτοις λόγος φρόνημά τε καὶ σχῆμα φιληδόνου τε καὶ ἀσέμνου γυναικὸς, καὶ κόσμῳ διαφανεῖ κατηγλαϊσμένης, οἷον ἐκ μιᾶς, ἁπάσης τῆς παρ’ αὐτοῖς γυναικὸς καταδεικνὺς τὴν ἀγερωχίαν. Ἐπορεύθησαν γὰρ, φησὶν, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν· καίτοι γυναικὶ τῇ κοσμιωτάτῃ, καὶ τὸν ἐν σεμνότητι καὶ ἐπιεικείᾳ τιμώσῃ βίον, αἰδώς τέ ἐστιν ὅτι μάλιστα φίλη, καὶ πρέποι ἂν τὸ μηδὲ ὁρᾶσθαι τοῖς ἀῤῥένων ὀφθαλμοῖς· αἱ δὲ πρὸς τοῦτο ἐξώκειλαν βλαβίας τε ὁμοῦ καὶ ἀναισχυντίας, ὡς ἐπιδεικτιᾷν ἐν προόδοις, καὶ αἴρειν μὲν ὑψοῦ τὸν αὐχένα, διανεύειν δὲ τοῖς ὁρῶσιν αὐτὰς, προσμειδιάσας ἔσθ’ ὅτε, καὶ μονονουχὶ τῷ γέλωτι καθυπισχνουμένας ἤδη τοῖς ὁρῶσι τὴν σύνοδον.
PG 70:121Ὑδαρεὶ γὰρ ἀεὶ τὸ πορνικὸν φρόνημά ἐστι, καὶ πολὺ χαλᾶται πρὸς ἑτοιμότητα τὴν εἰς ἡδονὰς, ἐπιτείνει δὲ αὐταῖς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα, καὶ πεπορνεῦσθαί φησιν, ἅμα συρούσας τοὺς χιτῶνας, καὶ παιζούσας τοῖς ποσίν. Εἰκὸς δὲ ἦν οἴεσθαι, καὶ τοῦτο εἰς κόσμον συντελεῖν αὐταῖς· πορνικὸν δὲ τὸ ἐπιτήδευμα, καὶ βδελυρίας ἀπόδειξις τῆς ἐσχάτης. Ὅπου γὰρ ὁ τῶν ποδῶν κτύπος εὐρύθμοις ᾄσμασι συνηχεῖ, ἐκεῖ που πάντως καὶ αὐτὸς ὁ διὰ χειρῶν ἀνακτυπεῖ κρότος, καὶ πᾶν εἶδος αἰσχρῶν ἐπιτηδευμάτων, καὶ πρόκλησις τοῖς ὁρῶσιν εἰς ἀκαθαρσίαν. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ ταπεινώσει, φησὶν, ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ ἀποκαλύψει τὸ σχῆμα αὐτῶν, τοῦτ’ ἔστιν, ἢ περιελεῖ τὸν κόσμον, ἢ τὴν αἰσχύνην καταθήσει φανεράν.
Ἔσται δὲ τοῦτο, ὅταν ἔρημαι καὶ γυμναὶ κόσμου παντὸς καὶ περιβολῆς ἀποδεδειγμέναι ταῖς τῶν πολεμίων ἐναλοῖεν χερσὶν, δοῦλαι καὶ αἰχμάλωτοι, καὶ ἁπάσης ἔμπλεοι ταλαιπωρίας. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοῦ κόσμου αὐτῶν· καὶ τοὺς κοσύμβους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τῆς δόξης τοῦ κόσμου αὐτῶν, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ ἐμπλόκιον, καὶ τὰ περιδέξια, καὶ τοὺς δακτυλίους, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα, καὶ τὰ ἐπιβλήματα, καὶ τὰ μετὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.
Ἀποκαλυφθήσεσθαι λέγων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ σχῆμα αὐτῶν δίεισιν ἀκριβῶς, καὶ τίνα δὴ τρόπον τὸ σχῆμα αὐταῖς συμβήσεται. Ὅτι γὰρ ἐν ἐνδείᾳ καὶ ἀποβολῇ πάντων ἔσονται τῶν ἐξιτήλως ἐξηυρημένων, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας καὶ τρυφῆς προσαναπείθει προστιθεὶς, ὅτι παντὸς ἔσονται κόσμου γυμναὶ, τοὺς κοσύμβους ἀποβαλοῦσαι, μηνίσκους τε καὶ τὸ κάθεμα, καὶ τὰ τούτοις συνημμένα. Δι’ ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλόπορνον. Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι’ ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλλον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν.
Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραί̈ζεσθαι, καὶ πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προςώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ’ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.6 Καὶ ταυτὶ μὲν ἡμῖν εἴς γε τὸ παρὸν εἰρήσεται περὶ γυναικῶν ἀσέμνων καὶ πονηρῶν. Ἰστέον δὲ ὅτι διὰ φωνῆς Ἰεζεχιὴλ, πρὸς τὴν Ἰουδαίων Συναγωγὴν διαλέγεται Θεὸς, ὡς πρὸς μίαν γυναῖκα·
PG 70:123ἣν καὶ κόσμῳ ποικίλῳ κατακαλλῦναί φησιν. Ἔχει δὲ οὕτω περὶ αὐτῆς γεγραμμένα· Καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι. Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναὶ̈ Κύριος, καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμα ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ· καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ· καὶ περιέβαλόν σε τριχάπτῳ· καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους περὶ τὰ ὦτά σου· καὶ στέφανον καυχήσεως περὶ τὴν κεφαλήν σου. Καὶ ἐκόσμησά σε κόσμῳ χρυσῷ καὶ ἀργυρῷ· καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα.6 Οὐκοῦν ποικίλῳ μὲν κόσμῳ καταφαιδρύνει Θεὸς τὴν προσοικειουμένην αὐτῷ ψυχὴν, καὶ τοῖς ἐξ ἀρετῶν· αὐχήμασιν πολυτρόπως στεφανοῖ.
Ἀλλὰ τοῖς μὲν διασώζουσι τὴν ἑαυτῶν πολιτείαν ἀμώμητον, καὶ διατελοῦσιν ἐν ἁγιασμῷ, τὰ τῆς εὐκοσμίας τῆς νοητῆς ἐν ἐπιδόσεσιν ἔσται μείζοσι, καὶ ἀκράδαντα διαμενεῖ. Τοῖς γε μὴν διαπίπτουσιν ἐφ’ ἃ μὴ προσῆκεν ἑτοίμως, καὶ ἀπονεύουσιν ἐλαφρῶς εἰς τὰ τῆς φαυλότητος ἔργα, συμβήσεται πάντως ἐν ἀποβολῇ γενέσθαι παντὸς ἀγαθοῦ, καὶ τῶν πάλαι δεδωρημένων νοσῆσαι τὴν ἐρημίαν. Περιπεσεῖται γὰρ πονηροῖς τε καὶ ἀκαθάρτοις ἐρασταῖς, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους τούτου, τοῖς πνευματικοῖς τῆς πονηρίας, οἳ δὴ μάλιστα τὰς ἐναρέτους θηρῶσι ψυχάς. Τρυφὴ γὰρ αὐτοῖς τὸ καταστρέφειν αὐτάς. Καθάπερ ἀμέλει καὶ τοῖς τῶν πτηνῶν θηρευταῖς, ἀξιόληπτον εἶναί τι τὸ χρῆμα δοκεῖ τὰ τῶν στρουθίων περικαλλέστερα.
Γέγραπται δέ που καὶ περὶ τοῦ Σατανᾶ, ὅτι τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Οὐκοῦν ἀκόλουθον ἡμᾶς ἐγρηγορέναι τε καὶ ἀνδρίζεσθαι μετὰ Θεοῦ, καὶ διαμεμνῆσθαι λέγοντος τοῦ μακαρίου Παύλου, ὥστε· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.6 Δεῖ δὲ δὴ πρὸς τούτῳ Θεῷ τῷ πάντα ἰσχύοντι προσιόντας λέγειν ἐν προσευχαῖς· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει δύναμιν.6 Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός· καὶ ἀντὶ ζώνης, σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου, περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν σὺ ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται, καὶ ταπεινωθήσονται, καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.
Οὐ μάτην ἐν τούτοις οἴοιτό τις ἰσχνολογεῖ λίαν ὁ προφητικὸς ἡμῖν λόγος, ἕκαστα δὲ τὰ ταῖς τρυφώσαις καθ’ ἡδονὴν δίεισιν ἀκριβῶς τά τε εἴδη τοῦ κόσμου, καὶ αὐτὰς τὰς πάλαι τρυφάς. Εἶτα ὅτι συμβήσεται πάντη τε καὶ πάντως παθεῖν αὐτὰς τὴν τῶν οὕτως ἡδίστων ἀποβολὴν, διακεῖσθαι βούλεται μονονουχὶ συντήκων εἰς λύπας, καὶ εἰς ἀνάμνησιν τῆς εὐημερίας ὡς ἤδη παθούσας ἀνακομίζων ἀστείως, ἵνα τῇ τῶν ἐσομένων προσδοκίᾳ, καὶ τοῖς ἐντεῦθεν δείμασι, μᾶλλον δὲ καὶ ἀφορήτοις συμφοραῖς καταπτοήσας γοργῶς μεταστήσῃ πρὸς εὐκοσμίαν, καὶ εἰς τὸ τῷ Θεῷ δοκοῦν ἀναπείσῃ παλινδρομεῖν. Συμβήσεται τοίνυν, φησὶν, οὐκ ἐν μόνῃ στερήσει τοῦ κόσμου γενέσθαι τὰς οὕτω τρυφώσας, ἀλλὰ γὰρ καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας, κονιορτὸς, τοῦτ’ ἔστιν, ἀντὶ τῶν οἴκων τῶν τεθυμιαμένων, ὁδοιπορίαι μακραὶ καὶ κονιορτώδεις, ἀποφερομένων αὐτῶν εἰς αἰχμαλωσίαν τρυφεροῖς ἔτι ποσί.
PG 70:125Καὶ οὐχὶ δὴ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἔσονται καὶ ἐν σχήματι, καὶ ἐν εἴδει τῷ λίαν ἀτιμωτάτῳ, ὡς ἀντὶ ζώνης χρυσῆς σχοινίῳ περιδεδέσθαι μόνῳ, καὶ ἐν γυμνότητι κεφαλῆς ἤγουν φαλακρώματι, καίτοι πάλαι χρυσοῖς κοσύμβοις ἀνεσφιγμένης. Ἄμφιον δὲ δίδωσιν αὐταῖς, ὃ ταῖς αἰχμαλώταις πρέπον, παχύ τε καὶ εὐτελὲς, ὃ καὶ ὀνομάζει σάκκον, καὶ τοῦτο αὐταῖς ἀντὶ τοῦ μεσοπορφύρου χιτῶνος καὶ τρυφερῶν ἐσθημάτων. Προσεπάγει δὲ τούτοις, ὅτι Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται. Ἔθος γὰρ τοῖς ἑλοῦσι πόλιν ἢ χώραν, ἐξ αὐτῆς ἁρπάζειν θήλεις καὶ κόλπων μητρὸς, τὰ μικρά τε καὶ ὑποτίτθια βρέφη φονεύειν ὠμῶς, ἵνα βαδίζοιεν αἱ τούτων μητέρες οὐ πεφορτισμέναι, καὶ μὴ τῇ τῶν νηπίων φροντίδι κατηχθισμέναι.
Οὐκοῦν ἢ κατὰ τοῦτον τὸν τρόπον μαχαίρᾳ πεσεῖσθαί φησι τὸν ἀγαπητὸν αὐταῖς υἱὸν, ἢ καὶ ἑτέρως μαχόμενον, καὶ τῇ τῶν πολεμίων τεθνεῶτα χειρί. Πενθήσειν γε μὴν τὰς θήκας ἔφη τοῦ κόσμου αὐτῶν, οὐχ ὡς τῶν αἰσθητῶν θηκῶν πενθεῖν δυναμένων, ἀλλ’ ὡς ἂν εἴ τις λέγοι καὶ οἶκον πενθεῖν οὐδενὸς οἰκοῦντος ἐν αὐτῷ. Προσεπάγει δὲ τούτοις τὸ, Καὶ καταλειφθήσῃ μόνη, καὶ εἰς γῆν ἐδαφισθήσῃ, τοῦτ’ ἔστιν, ἔσῃ τις ἐλεεινὴ καὶ κατεῤῥιμμένη, καὶ οἷον εἰς γῆν κειμένη. Τοιοῦτος γάρ πως ὁ βίος τῶν ἐν αἰχμαλωσίᾳ καὶ ἀθλιότητι, καὶ σκληρᾷ καὶ ἀφορήτῳ δουλείᾳ. Πάνδεινον οὖν ἄρα τὸ προσκροῦσαι Θεῷ, καὶ τοῦ ἐν ψυχαῖς καταφρονῆσαι κάλλους. Τοὺς γάρτοι λίαν ἀπονενευκότας ἐπὶ τὸ ῥᾴθυμον, παντὸς ἐξίστησι κόσμου Θεὸς, δῆλον δὲ ὅτι τοῦ νοητοῦ, καὶ γυμνοὺς ἀποφήνας ἁπάσης ἀρετῆς παραδίδωσι τοῖς ἐχθροῖς.
Οὕτω φαμὲν δεδόσθαι τινὰς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας. Συνέχοντος μὲν γὰρ ἡμᾶς εἰς ἰσχὺν τὴν πνευματικὴν τοῦ ἐπὶ πάντας Θεοῦ, διασώζομεν ἐν ἑαυτοῖς τὸ λαμπρὸν τῆς ἰδίας φύσεως κάλλος. Ἀφιστάντος δὲ τὴν ἐπικουρίαν, γυμνοὶ δὴ πάντως ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἀποβαλόντες τὴν ὡραιότητα, τοῖς τῆς ἀτιμίας πάθεσιν ὑποκεισόμεθα, καὶ δουλεύσομεν ἐχθροῖς. Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Διαπεράνας εὖ μάλα τὸν λόγον, ἐπί γε ταῖς Ἰουδαίων γυναιξὶ ταῖς ἐκ τρυφῆς καὶ πλούτου βαδιουμέναις εἰς αἰχμαλωσίαν, πειρᾶται δεικνύειν, ὅτι κένανδροι μὲν αἱ τῆς Ἰουδαίας ἀπομενοῦσι πόλεις, ἔσονται δὲ καὶ ἐν σπάνει πολλῇ τῶν πάλαι μαχιμωτάτων.
PG 70:127Ἔφη γὰρ, ὅτι Πάντες οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται.6 Ποία τις οὖν ὧν ἔφην ἡ δεῖξις; εὐφυῶς ἄγαν καὶ ἀστείως ἐσκευασμένη. Νόμου γὰρ δὴ τοῦ διὰ Μωσέως λέγοντος τοῖς υἱοῖς Ἰσραὴλ, Οὐκ ἔσται ἔν σοι ἄγονος οὐδὲ στείρα·6 ἐν ἐσχάτοις ὀνειδισμοῖς παρὰ τοῖς Ἰουδαίοις λελόγιστο τὸ γυναῖκα μὴ τεκεῖν, ἤγουν ἄγονον εἶναί τινα τῶν τελούντων ἐν ἀνδράσιν. Εὐθὺς γὰρ αὐτοῖς ὁ τῆς ἀγόνου καὶ στείρας προσετρίβετο μῶμος. Καὶ πνευματικὸς μὲν ὁ νόμος ἦν. Ἐπηγγέλλετο γὰρ ὁ τῶν ὅλων Θεὸς ὅτι ὁ νοητὸς Ἰσραὴλ, τοῦτ’ ἔστι, νοῦς ὁρῶν Θεὸν, οὐκ ἄκαρπος ἔσται, οὔτε ἀπεστειρωμένος, ἔγκαρπος δὲ μᾶλλον καὶ γῆ τις ὥσπερ καλὴ καὶ ἐξαίρετος. Πλὴν ἐνόουν Ἰουδαῖοι σαρκικῶς, ψυχικοὶ γὰρ ἦσαν, πνεῦμα μὴ ἔχοντες. Ἔσται τοίνυν, φησὶν, τοσαύτη σπάνις ἀῤῥένων κατὰ τὴν χώραν, δαπανήσαντος τοῦ πολέμου τὸ γένος, ὡς ἑπτὰ γυναῖκας ἤτοι πολλὰς ἑνὸς ἀνδρὸς ἐπιλαμβάνεσθαι καὶ λέγειν·
Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἀφεῖλε τὸν ὀνειδισμὸν ἡμῶν.6 Ὁρᾷς ὅπως δεδείασι τῆς ἀτοκίας τὸν ὀνειδισμὸν, καὶ τὸ τῆς ἀγόνου καὶ στείρας παραιτοῦνται ὄνομα λίαν; Προςέρχονται γὰρ οὐ τὰ συνήθη ζητοῦντες, καὶ ὅσα δέχεσθαι γυναιξὶ παρὰ τῶν συνοικούντων ἔθος· ἑαυταῖς γὰρ ἀρκέσειν εἰς τοῦτό φασιν, αἰτοῦσι δὲ μόνον, ὡς ἔφην, τοῦ ὀνειδισμοῦ τὴν ἀφαίρεσιν. Ἄθρει δὴ οὖν τοῦ λόγου τὸ βάθος. Εἰ μὲν γὰρ πλούσιος ἦν ὁ παρακαλούμενος, οὐκ ἂν ἔφασαν αἱ γυναῖκες· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὸ ἱμάτιον ἡμῶν περιβαλούμεθα. Ἐπειδὴ δὲ ἴσασι τοὺς ἐκ τοῦ πολέμου σεσωσμένους καὶ διαφυγόντας μόλις ἐν ἐσχάτῃ πεσόντας πτωχείᾳ, καὶ πολλὴν ἔχοντας ἀθλιότητα, ζητοῦσι μὲν παρ’ αὐτῶν παντελῶς οὐδὲν, αἰτοῦσι δὲ μόνον τὸ τέκνων γενέσθαι μητέρες Καὶ ὁ μὲν λόγος τῆς ἱστορίας ἐν τούτοις.
Ἀποκομίζουσι δὲ τὸ προκείμενον εἰς θεωρίαν πνευματικὴν, οὐκ οἶδ’ ὅπως, τινὲς οὐ σφόδρα ποιοῦντες ὀρθῶς· ἢ γὰρ ἂν ἐπαίνου παντὸς ἦσαν ἄξιοι. Φασὶ γὰρ εἶναι ἑπτὰ τὰς γυναῖκας, τὰ ἑπτὰ πνεύματα· ἄνθρωπόν γε μὴν ἔνα τὸν Χριστόν. Εἶτα τοῦ πρέποντος ὀλίγα πεφροντικότες, τὰ ἑπτὰ πνεύματά φασι λέγειν οὕτως· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν, καὶ τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν, τὰς ἑπτὰ γυναῖκας πολλὰς εἶναι ψυχὰς, αἳ καὶ ἐπελάβοντο διὰ πίστεως τοῦ Χριστοῦ, αὐτὸν ὡς ἄρτον ζητοῦσαι καὶ ὡς ἱμάτιον σωτηρίου, καὶ τὸν ἀπ’ αὐτοῦ ζητοῦσαι καρπόν. Τοιοῦτον γάρ τι καὶ ὁ μακάριος ἔφη Δαβὶδ περὶ τοῦ πάντων Σωτῆρος Χριστοῦ· Ὁ κατοικίζων στείραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην.6 Εἴρηται δὲ καὶ στείρα τεκεῖν ἑπτὰ, τοῦτ’ ἔστι πολλά.
PG 70:129Διάφοροι γὰρ ἀρεταὶ, καὶ οὐ μία μᾶλλον, ἀλλὰ πολλαὶ, ὧν εἰσι μητέρες αἱ φιλόθεοι ψυχαί. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ κληθέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἐνδοιαζόντων τινῶν κατὰ ποῖον ἔσται καιρὸν τὰ ἐπί γε ταῖς τῶν Ἰουδαίων γυναιξὶν, ἤτοι πάσης αὐτῶν τῆς χώρας προανηγορευμένα διὰ τῆς τοῦ προφήτου φωνῆς, πότερα πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἤγουν μετ’ αὐτὴν, πεπληροφόρηκεν ἀπλανῶς τῶν προκειμένων ἡ δύναμις, ὡς οὐχ ἕτερον ἡμῖν ὁ προφήτης κατασημαίνει καιρὸν, ἢ ἐκεῖνον αὐτὸν καθ’ ὃν τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν οἱ δείλαιοι, καὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν ἀποτετίκασι δίκην, κυκλουμένης ὑπὸ στρατοπέδων τῆς Ἱερουσαλήμ.
Ὅτε καὶ εἰς τοῦτο δειμάτων κατακομισθῆναί φαμεν τῶν Ἰουδαίων τὸν νοῦν, ὡς φάναι τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ’ ἡμᾶς.6 Τῇ τοίνυν, φησὶν, ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ καθ’ ὃν εἰς πέρας δραμεῖται τὰ προηγγελμένα, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ, μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· βαθὺ δέ τι καὶ ἀπόῤῥητον ἐβουλεύσατο περὶ ἡμῶν. Ἐν μορφῇ γὰρ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς ὑπάρχων, γέγονε καθ’ ἡμᾶς, καὶ ἐπεφάνη μὲν τοῖς ἐπὶ τῆς γῆς· πλὴν οὐ δίχα δόξης, καὶ εἰ γέγονε σάρξ. Εἰργάσατο γὰρ τὰ θεοπρεπῆ, καὶ σημείων γέγονεν ἀποτελεστὴς, ἃ δὴ καὶ παντὸς ἀξιοῦται καὶ λόγου καὶ θαύματος.
Ἐπιλάμψας γὰρ κατηλέησε τὸν Ἰσραὴλ, οὐ γὰρ ἀπόλωλεν εἰσάπαν. Τετήρηται δὲ τὸ κατάλειμμα, ὑψώθη τε καὶ δεδόξασται, καὶ ἐν βίβλῳ γέγραπται ζωῆς διαπρέψαν ἐν ἁγιασμῷ. Ἴδοι δ’ ἄν τις ἀληθῆ τῆς προφητείας τὸν λόγον, ὡς ἐν ἀπαρχῇ τῶν σεσωσμένων τοῖς ἁγίοις ἀποστόλοις, οἳ καὶ ὑψώθησαν ἀληθῶς, καὶ τοῖς θείοις χαρίσμασιν ἐκλελαμπρυσμένοι, τὸ ἐν δόξῃ περιφανὲς πεπλουτήκασιν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά. Τεθεραπεύκασι γὰρ καὶ ἐν ἀῤῥωστίαις ὄντας πολλούς· ἀλλ’ ἦσαν καὶ ἐν βίβλῳ γεγραμμένοι ζωῆς. Καὶ γοῦν ἔχαιρον μὲν ὅτι τὰ δαιμόνια ὑπετάσσετο αὐτοῖς, καὶ τοῦτο λέγουσιν ὑπήντα Χριστὸς, καὶ τοῖς ἔτι μείζοσιν ἐπιγάννυσθαι διδάσκων αὐτούς· Μὴ χαίρετε,6 φησὶν, ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.6 Ὑψώθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, ὡς ἐν μοίρᾳ τῇ τοῦ ἐγκαταλείμματος, περισεσωσμένοι·
ἠξίωνται γὰρ τῆς παρὰ Χριστοῦ φιλοτιμίας καὶ χάριτος· υἱοὶ κεχρηματίκασι Θεοῦ· ἀδελφοὶ δὲ αὐτοῦ καὶ φίλοι· κοινωνοὶ τέθεινται τῆς δόξης· ἠξίωνται δὲ καὶ τῆς ἄνωθεν καὶ ἐν οὐρανοῖς ἀπογραφῆς, καὶ πολῖται κεχρηματίκασι τῆς νοητῆς Ἱερουσαλὴμ, τῆς τῶν ἁγίων μητρὸς, ἧς αὐτὸς ὁ προφήτης Ἡσαί̈ας διαμέμνηται λέγων· Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.6 Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών· καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Ἀνανήφει πάλιν ὁ τοῦ προφήτου λόγος, καὶ τὰς ἐσομένας ἔσθ’ ὅτε παρά τινων εὑρεσιλογίας περιττὰς ἀποφαίνει, καὶ τῶν τοῦ Θεοῦ κριμάτων κατεξανίστασθαί τισι κατ’ οὐδένα τρόπον ἐφιεὶς προαπολογεῖται χρησίμως·
PG 70:131ὥσπερ γάρ τινος ἐκεῖνο βοῶντος· Ὑψωθήσονται πάλιν οἱ υἱοὶ Ἰσραήλ· δοξασθήσονται δὲ, καὶ τὴν ἄνω κερδανοῦσιν ἀπογραφὴν, καίτοι δεδυσσεβήκασιν οὐ μετρίως, ἀπεκτόνασι τοὺς προφήτας, ἐλιθοβόλησαν τοὺς ἀπεσταλμένους, καὶ αὐτὸν δὲ τελευτῶντες προσέθεσαν τὸν Χριστὸν, καὶ γεγόνασιν αὐτῶν αἱ χεῖρες αἵματος πλήρεις. Τί οὖν ὁ προφήτης; Ἐκπλυνεῖ,6 φησὶ, Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.6 Πεπλημμελήκασι μὲν γὰρ ὁμολογουμένως· ἐδικαίου δὲ πάντας ἡ χάρις ἡ διὰ Χριστοῦ, καὶ αὐτοῖς δὲ τοῖς πεφονευκόσιν ἐχαρίζετο τὴν ἀμνηστίαν. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων, ποτὲ μὲν, ὅτι Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.6 Ποτὲ δὲ πάλιν·
Καὶ νῦν, ἀδελφοὶ, οἶδα, κατὰ ἄγνοιαν ἐπράξατε, ὥςπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.6 Ὁ τοίνυν, φησὶν, ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ὁ πολὺς εἰς ἔλεος, ὁ νικῶν ἡμερότητι τὰς ἀνθρωπίνας μικροψυχίας· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ἐκπλυνεῖ τὸν ῥύπον τῶν ἡμαρτηκότων, ἐκκαθαριεῖ δὲ καὶ τὸ αἷμα ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ τὸ μὲν τῆς κρίσεως πνεῦμά φαμεν, τὴν μετὰ κρίσεως ὀρθῆς, ἤτοι δικαιοσύνης, ἐξενεχθεῖσαν ἐφ’ ἡμῖν παρὰ Θεοῦ ψῆφον.
Οὕτω γάρ πού φησιν ὁ Σωτήρ· Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου.6 Ἐδίκασε γὰρ τῷ αἰῶνι τούτῳ καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ἐκβέβληκεν ὡς ἠδικηκότα· δεδικαίωκε δὲ τοὺς ἐν τῷ κόσμῳ διὰ τῆς πίστεως ὡς ἠδικημένους. Καύσεως δὲ πνεῦμά φαμεν τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι χάριν, οὐ δίχα Πνεύματος ἐν ἡμῖν γινομένην. Βεβαπτίσμεθα μὲν γὰρ οὐκ ἐν ὕδατι γυμνῷ, ἀλλ’ οὐδὲ σποδῷ δαμάλεως, ἐῤῥαντίσμεθα δὲ πρὸς μόνην τὴν τῆς σαρκὸς καθαρότητα, καθά φησιν ὁ μακάριος Παῦλος, ἀλλ’ ἐν Πνεύματι ἁγίῳ, καὶ πυρὶ τῷ θείῳ καὶ νοητῷ, τοὺς τῆς ἐν ἡμῖν φαυλότητος δαπανῶντι ῥύπους, καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἐκτήκοντι μολυσμόν. Τοιαύτην ἡμῖν τοῦ Σωτῆρος τὴν ἄφιξιν καὶ ἕτερος τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λέγων· Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.6 Περὶ μὲν γὰρ τῶν Ἰουδαίων, οἳ καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἔνοχοι μεμενήκασιν·
PG 70:133Ἐξέλιπε,6 φησὶ, φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.6 Ἐφ’ ἡμῖν δὲ τοῖς πεπιστευκόσιν, οὐκ εἰς κενὸν κεκοπίακεν ἀργυροκόπος, οὔτε μὴν ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς ἢ μόλιβδος, κεκαθάρμεθα γὰρ ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Εἰ δὲ δὴ βούλοιτό τις τὴν ἐν πνεύματι καύσεως ἀποκάθαρσιν γεγενῆσθαι λέγειν ἐπὶ τοῖς Ἰουδαίων δήμοις, διὰ τῆς ἐκ τοῦ πολέμου συμφορᾶς καὶ ὧν ὑπομεμενήκασιν [ἀποκαθαίρουσι μὲν γὰρ αἱ κολάσεις, καὶ ἀπαλλάττει ἔσθ’ ὅτε πολλῶν πλημμελημάτων τὸ ὑποσχεῖν τὰς δίκας τῷ πάντων κριτῇ]1· φορέσει καὶ οὕτω τὸ ἀληθὲς ὁ λόγος. Καὶ ἥξει, καὶ ἔσται, πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς, σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται.
Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Περὶ τίνος ἄρα τὸ, Ἥξει, φησί; Πότερα τοῦ καιροῦ, καθ’ ὃν ἔσται ταῦτα, ἢ περὶ τοῦ καθέντος ἑαυτὸν εἰς κένωσιν, καὶ καταβάντος ἐξ οὐρανοῦ ἵνα τὸ ἀνθρώπινον διασώσῃ γένος; Ἁρμόσει τοίνυν ὁ λόγος, κἂν εἴ τέ τις λέγοι περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας εἰρῆσθαι ταυτί· κἂν εἴτ’ οὖν ἐπ’ αὐτοῦ βούλοιτο τοῦ Χριστοῦ. Ἀφικόμενος γὰρ τοὺς τῆς νοητῆς Σιὼν υἱοὺς καὶ τῆς ἐλευθέρας Ἱερουσαλὴμ τῆς παρ’ ἑαυτοῦ χάριτος στεφανῶν ἀπέφηνε μακαρίους, καὶ οἷόν τις αὐτοῖς γέγονε σκεπαστὴς, μονονουχὶ τὴν ἀρχαίαν ἐκείνην ἐπαρτήσας νεφέλην τὴν πάλαι κατασκιάζουσαν ἐν τῇ ἐρήμῳ τὸν Ἰσραήλ· ταύτῃ τοί φησι· Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ τὰ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας.
Ἵνα γὰρ τοῦ παρόντος βίου τὸν καύσωνα, καὶ τὰς ἐκ τῶν πειρασμῶν δοκιμασίας ἤγουν πυρώσεις διαδιδράσκοιεν οἱ τὴν νοητὴν οἰκοῦντες Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, νεφέλης δίκην μονονουχὶ καὶ ἐπικρεμάμενος σκεπαστὴς ἔσται, φησὶν, ὁ Χριστός· ὁ αὐτὸς δὲ πάλιν τὸν ἐκ τῆς ἀμαθίας καὶ διαβολικῆς σκαιότητος ἀποσοβεῖ σκότον, ἐπιλάμπων εἰς νοῦν, ὡς φῶς ἐν σκότῳ, καὶ ὡς πυρὸς αὐγή. Γέγραπται δὲ περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι Ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἀλλὰ τύποι μὲν ἐκεῖνα, καὶ τῶν νοητῶν εἰκόνες· ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ. Καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. Οὗ τῆς ἐπικουρίας ἠξιωμένοι, πάντη τε καὶ πάντως ἔσονται, φησὶν, ὡς εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.
Σκληρότητι δὲ καὶ ὑετοῖς παρεικάζει πάλιν τὴν τῶν πειρασμῶν φαιδρότητα καὶ ἀκμαιοτάτην προσβολήν. Οὕτω γάρ πού φησιν ὁ Χριστός· Πᾶς οὖν ὅστις ἀκούῃ λόγους τούτους καὶ ποιῇ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι· καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ πέτραν.6 Προστιθεὶς δὲ, ὅτι πάσῃ τῇ δόξῃ σκεπασθήσεται, δίδωσι νοεῖν, ὡς οὐ μερική τις ἔσται παρὰ Χριστοῦ τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ἡ χάρις, ἀλλ’ ἐν ὁλοκλήρῳ προθυμίᾳ τῆς ἐπ’ αὐτοῖς ἔσται φειδοῦς. Ἔσονται δὲ ἐν περιβολῇ καὶ σκηνῇ τοῦ σώζειν ἰσχύοντος, καὶ παντὸς ἔξω τιθέντος κακοῦ. Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου.
PG 70:135Ὅρος ὥσπερ τις καὶ προγραφὴ τῶν εἰρῆσθαι μελλόντων ὁ πρῶτος ἂν εἴη τοῦ προκειμένου στίχος. Τί γὰρ βούλεται δρᾷν ὁ προφήτης ὑποσημαίνει, λέγων· Ἄσω δὴ τῷ ἠγαπημένῳ· τοῦτ’ ἔστι Χριστῷ. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.6 Ἆρ’ οὖν, ὦ προφῆτα, τῆς σῆς ἀκουσώμεθα φωνῆς; καὶ ὡς ἐκ μόνων τῶν σῶν ἐννοιῶν ἀναβύουσιν οἱ λόγοι; βλέπει δὲ ὅποι φράσον τῆς ᾠδῆς ὁ σκοπός. Οὐκοῦν εἰ καὶ δι’ ἐμοῦ, φησὶν, ἀλλ’ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ ἔστι τοῦ ἀγαπητοῦ· πεποίηται δὲ ἐπὶ τῷ ἀγαπητῷ ἀμπελῶνί μου· ἢ, καθά φασιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, τῷ ἀμπελῶνι αὐτοῦ. Εἰ δὲ δὴ καὶ λέγοι ἐπὶ τῷ ἀμπελῶνί μου, οὐχ ὡς αὐτοῦ τυχὸν τοῦ ἀμπελῶνος ὄντος τὰ τοιάδε φησὶν, ἀλλ’ ὡς ὑπάρχων εἷς τῶν τελούντων εἰς τὸν ἀμπελῶνα.
Εὑρήσομεν γὰρ τοὺς προφήτας, καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Θεοῦ ταῖς τοιαύταις ἔσθ’ ὅτε κεχρημένους φωναῖς. Οἷον ὁ προφήτης Ἱερεμίας· Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν;6 Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ’ αἷμά τε καὶ γένος οἰκείους. Ἄδει τοίνυν ὁ προφήτης τῷ ἠγαπημένῳ, καὶ ἔστιν αὐτοῦ τὸ ᾆσμα εἰρημένον ἐπὶ τῷ ἀμπελῶνι τῷ ἀγαπητῷ, τοῦτ’ ἔστι, τοῦ Ἰσραήλ. Γέγραπται γὰρ, ὅτι Ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.6 Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.
Ἀμπελῶνι παρεικάσας τὸν Ἰσραὴλ, ἐπιμένει δι’ ὅλου τῇ τοῦ λόγου μεταφορᾷ· Γέγονε τοίνυν,6 φησὶν, ἀμπελὼν τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι.6 Φασὶ τοὺς ἑτέρους τῶν ἑρμηνευτῶν ἀρκεσθῆναι τῷ εἰπεῖν ἐν τόπῳ πίονι, ὡς τοῦ κέρατος ἡμῖν οὐδὲν ἕτερον, ἢ τοῦτο αὐτὸ σημαίνοντος. Δοκεῖ δέ τισιν τὸ ὡς ἐν κέρατι νοεῖν, ὡς ἐν δυνάμει Θεοῦ. Κεκληρονόμηκε γὰρ ὁ Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν, τοὺς πάλαι κατῳκηκότας ἐν αὐτῇ νικήσας διὰ Θεοῦ. Τοιγάρτοι φησὶ πρὸς αὐτὸν, ἐν τεσσαρακοστῷ τρίτῳ ψαλμῷ· Ἔν σοι τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.6 Λαμβάνεται δὲ τὸ κέρας παρὰ τῇ θείᾳ Γραφῇ, εἰς ἰσχὺν καὶ εἰς δύναμιν, καὶ εἰς δόξαν τὴν βασιλικήν. Ἔστι γοῦν ἀκοῦσαι τοῦ μακαρίου Δαβὶδ ποτὲ μὲν λέγοντος, ὡς ἐκ προσώπου δικαίου παντός·
Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου·6 ποτὲ δὲ πάλιν περὶ Χριστοῦ· Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.6 Περιφανεστάτη γὰρ ἡ βασιλεία Χριστοῦ. Ὅτι δὲ πίων τῆς ἐπαγγελίας ἡ γῆ, μεμαρτύρηκε τὸ Γράμμα τὸ ἱερόν. Πανταχῆ γὰρ αὐτὴν ὀνομάζει γῆν ῥέουσαν γάλα καὶ μέλι. Προσεμπεδοῖ δὲ τὸ λόγον καὶ ὁ θεσπέσιος Μελῳδὸς ψάλλων τε καὶ λέγων περὶ τοῦ Ἰσραήλ· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.6 Ὁρᾷς τὸ ἐν κέρατι, τὸ ὡς ἐν δυνάμει Θεοῦ σημαῖνον ἐν τούτοις; Καταπεφύτευται γὰρ ἐκβεβλημένων ἐθνῶν. Εἰρῆσθαι δὲ καὶ ἑτέροις τὸ ἐν κέρατι δοκεῖ, ὡς ἐν ὑψηλῷ τε καὶ ἐπηρμένῳ χωρίῳ· τοιαύτη γὰρ ἡ Σιὼν ἐν ὄρει κειμένη. Καταφυτεύσας δὴ οὖν τὸν ἀμπελῶνα, φησὶ, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ κατεφύτευσα ἄμπελον Σωρήκ.
PG 70:137Περιεδέδετο δὲ καθάπερ τινὶ φραγμῷ, καὶ ἀγγελικαῖς δυνάμεσι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις ὁ Ἰσραήλ. Ἐχαρακώθη δὲ πρὸς τούτῳ. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ τῆς τῶν ἀμπελώνων γεωργίας ἐπιστήμονες δόνακας ἑκάστῃ παραπηγοῦντες εὐτεχνῶς, αἴρουσί τε αὐτὰς ὑψοῦ, καὶ ἀναδεσμοῦσι τῆς γῆς. Σῶος γὰρ οὔτως ὁ ἐξ αὐτῶν καὶ ἀδιαλώβητος ἔσται καρπός. Τοιοῦτόν τι πέπραχε καὶ ὁ τῶν ὅλων Θεὸς, νόμῳ τῷ διὰ Μωσέως μονονουχὶ χαρακώσας τὸν ἀμπελῶνα τὸν νοητὸν, ἵνα μὴ εἰς γῆν ἐῤῥιμμένος, καὶ μόνα φρονῶν τὰ σαρκὸς καταφθείρηται πολυτρόπως, δύναιτο δὲ καὶ τὸ ἄνω φρονεῖν. Ἀποφέρει γὰρ τῶν γηί̈νων ὁ τοῦ Θεοῦ νόμος, οἷον ἀνέχων ὑψοῦ τῶν παιδαγωγουμένων τὸν νοῦν. Ὅτι δὲ καὶ εὐγενὴς ὁ ἀμπελὼν, διατρανοῖ λέγων, οὐχ ἁπλῶς τὴν τυχοῦσαν ἄμπελον ἐν τῷ πίονι πεφυτεῦσθαι τόπῳ, ἀλλὰ γὰρ Σωρὴκ, τοῦτ’ ἔστιν, ἐκλεκτήν.
Ἑβραίοις δὲ δοκεῖ, καὶ εἶδος ἀμπέλου, ἤτ’ οὖν ὄνομα καλῆς καὶ εὐφορωτάτης διὰ τοῦ Σωρὴκ σημαίνεσθαι. Ὠκοδόμησα δὲ, φησὶ, καὶ πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ.6 Ἐγήγερται γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος νεὼς, οἷόν τις πύργος καὶ ἐνδιαίτημα Θεοῦ, καὶ μὴν ὤρυκται καὶ προλήνιον. Τέθειται δὲ θυσιαστήριον ἐν αὐτῷ, καὶ κορβὰν, ὅ ἐστι γαζοφυλάκιον, ἐν ᾧ πᾶσα δωροφορία τῶν προσιόντων συνεκομίζετο. Ἐπειδὴ δὲ τὸν ἀμπελῶνα, φησὶν, εὖ ἔχοντα διὰ πάντων ἀπέφηνα, προςεδόκησα τοῦ ποιῆσαι σταφυλήν. Ὠόμην γὰρ, ᾠόμην, οὐχ ἕτερόν τι ποιήσειν αὐτὸν, ἢ τὸν εὐγενῆ τῆς ἀμπέλου καρπόν· ἐποίησε δὲ ἀκάνθας. Οὐκοῦν ἡμάρτηκε τῆς ἐλπίδος, ἐψεύσατο δὲ, καὶ ἀκάνθας τέτοκεν ἀντὶ βοτρύων ὁ Ἰσραήλ.
Οὐ γάρ τοι γέγονε νομοφύλαξ, οὐδὲ τοῖς τῆς ἐπιεικείας κατεκαλλύνθη καρποῖς, ἀλλ’ ἐξώκειλεν ἀλλοτρόπως, καὶ πεποίηκεν ἀκάνθας, τοῦτ’ ἔστιν, ἔργα πυρὸς, ἤγουν ὅσα πλήττει τοὺς ἐπαφωμένους καὶ προσεγγίζοντας. Λυπεῖ δὲ Θεὸν ἥπερ ἂν γένοιτο παρ’ ἡμῶν ἁμαρτία, καὶ ὅπερ ἐστὶ παρ’ ἡμῖν ἡ ἄκανθα, τοῦτο καὶ παρ’ αὐτῷ φαυλότητος τρόπος. Ἀλλ’ ὡς ὁ μακάριος γράφει Παῦλος· Γῆ μὲν ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.6 Καὶ νῦν, ὁ ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ, καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου.
PG 70:139Τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Πειρᾶται δεικνύειν ἀπροφάσιστον παντελῶς τῶν Ἰουδαίων τὸ ῥᾴθυμον καὶ πρός γε τούτῳ τὴν εἴς γε τὸν νόμον ἀναισχυντίαν. Μετὸν γὰρ αὐτοῖς καὶ μάλα ῥᾳδίως τὴν εὐκλεᾶ καὶ εὐδόκιμον τῆς ἐν νόμῳ ζωῆς, ἤγουν τῆς ἐν Χριστῷ πολιτείας, ἰέναι, τρίβον, αὐτοὶ τετιμήκασι τὴν διεστραμμένην. Καὶ μὴν τὸ δύνασθαι καρποφορεῖν ἀφέντες ὡς ἕωλον, γῆ τις ὥσπερ γεγόνασιν οὐ καρπῶν ἡμέρων τροφή· ἀγρία δὲ μᾶλλον καὶ ἀκανθοτόκος καὶ ὑλομανής. Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ ἐν ὑμῖν σοφοὶ, δικαζέτωσαν ἐν ἐμοὶ τῷ τοῦ ἀμπελῶνος δεσπότῃ, καὶ αὐταῖς δὲ ταῖς ἀμπέλοις. Τίνος δὴ οὖν ἄρα τῶν ἀγαθῶν ἐλλελοιπότων αὐταῖς ἀχρεῖοι γεγόνασιν;
Εἰ μὲν γάρ τι τῶν ἀναγκαίων εἰς ὄνησιν παρῶπται τυχὸν ἐμοὶ τῷ πεφυτευκότι, διελεγχέτω τις καὶ πεπαύσομαι. Ἀποστήσω αἰτίας, καὶ οὐκ αἰτήσω δίκας. Τί γὰρ ποιήσω, φησὶν, ὃ μὴ πεποίηκα αὐτῷ; Ἐπειδὴ δὲ τῶν χρησίμων πλήρη τε ἀπέφηνα καὶ οὐδενὸς ἐπιδεᾶ, εἶτα γέγονεν ἀκανθοτόκος, καίτοι προσδοκῶντος ἐμοῦ καρποῖς ὡραίοις κομῶντα βλέπειν. Ποία τις ἔσται λοιπὸν ἡ παρὰ τοῦ δικάζοντος ψῆφος; Ἆρα γὰρ ἀτημελῆ καὶ ῥᾴθυμον ὀνομάσει τὸν γηπόνον, ἢ μᾶλλον ἐκείνους αἰτιάσεται τοὺς ἐν μεθέξει γεγονότας τῆς παρ’ ἐμοῦ φροντίδος, ἠμεληκότας δὲ οὕτω τῆς ἑαυτῶν εὐκαρπίας, ὡς εἰκαίαν ὕλην καὶ ἀκανθῶν ὄχλον ἀντὶ βοτρύων ἐκτεκεῖν; Ὅτι δὲ οὐ περὶ τῆς αἰσθητικῆς ἀκάνθης ὁ λόγος αὐτῷ, οὔτε μὴν βοτρύων ἢ σταφυλῆς, παντί τῳ σαφές.
Εἴπερ ἐστὶ νοητὸς ὁ ἀμπελὼν, τοιοῦτοι δὲ πάντως καὶ οἱ καρποί. Νῦν δὲ ἀπαγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν. Οὐκ ἀθαύμαστον, ὥσγ’ ἐμοὶ φαίνεται, τοῦ λόγου τὸ σχῆμα. Μόνον γὰρ οὐχὶ καὶ σεσιγηκότων τῶν κεκλημένων εἰς τὸ δικάσαι, αὐτῷ τε καὶ τῷ ἀμπελῶνι, τὴν δίκην αὐτοῖς ὁρίζει λοιπόν· καὶ τὰ ἐν τίσιν ἔσται προαγορεύει σαφῶς. Ἐλλελοιπότος γὰρ ὅλως οὐδενὸς αὐτῷ τῶν εἰς τὸ εὖ εἶναι χρησίμων, αὐτὸς ἐξ οἰκείας κατεχερσοῦτο γνώμης.
Ἔδει δὴ οὖν ἄρα τοὺς εἰς τοῦτο φαυλότητος καθιγμένους ἔξω τε χειρὸς καὶ φροντίδος, καὶ μὴν καὶ ἐπικουρίας τοῦ Δεσπότου γενέσθαι λοιπόν. Οὐκοῦν ἀφελῶ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Φραγμοῦ δὲ καὶ τείχους ἔρημος ἀμπελὼν, προκείσεται πάντως τοῖς διαρπάζειν ἐθέλουσιν θοίνη τις ἑτοιμοτάτη καὶ τοῖς διοδεύουσι τρίβος, ἐξείργοντος οὐδενός. Περιφράττοντος μὲν γὰρ ἡμᾶς τοῦ Θεοῦ, καὶ ἀποῤῥήτοις τισὶν ἐπικουρίαις μονονουχὶ καὶ ἀνατειχίζοντος, οὐκ ἐσόμεθα βατοὶ καὶ ἐν τάξει τρίβου τοῖς ἀκαθάρτοις πνεύμασιν· οὔτε μὴν ἕτοιμοι πρὸς διαρπαγὴν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ ἀλώπεξι τρυφή. Περὶ ὧν γέγραπται καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπέλους.6 Λέγονται δὲ καὶ μερίδες ἀλωπέκων γενέσθαι τινές.
PG 70:141Ἀνιέντος τε τοῖς ἀδικεῖν ἐθέλουσιν, καὶ φροντίδος τῆς ἄνωθεν ἀπαμφιεννύντος Θεοῦ, παντὸς εἰς πεῖραν ἥξομεν κακοῦ· καὶ πᾶς ὁστισοῦν ἐντρυφήσει τοῖς καθ’ ἡμῶν, κἂν εἰ νοητός τις εἴη λῃστής· κἂν ᾖ ὁ ἐν τοῖς μέλεσι σαρκὸς ἀγριαίνων νόμος· καὶ ἅπαν ἡμῶν τῆς διανοίας τὸ κίνημα καρποφορήσῃ τῷ Σατανᾷ. Οὐκοῦν δίχα τε φραγμοῦ, τοῦ μὴν ἀτείχιστος ἀμπελὼν, τοῖς ἐθέλουσιν ἀνεθήσεται πρὸς διαρπαγήν. Καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ, τοῦτ’ ἔστιν, οὐδεμιᾶς ἐπιτεύξεται φροντίδος, ἐπανορθοῦν δυναμένης καὶ ἀνακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ τῆς οὕτω δεινῆς χερσίας ἀπαλλάττειν αὐτόν. Ἐντελοῦμαι γὰρ δὴ καὶ ταῖς νοηταῖς νεφέλαις, τοῦτ’ ἔστι, τοῖς ἁγίοις προφήταις, ἤγουν δυνάμεσι ταῖς ἀγγελικαῖς, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· δῆλον δὲ ὅτι τὸν νοητὸν, τὸν ὡς ἐν παρακλήσει τῇ εἰς νοῦν καὶ καρδίαν, καὶ λόγῳ τῷ θείῳ πραττόμενον.
Πλὴν ἐντεῦθεν ἔστι μάλιστα ἰδεῖν, ὅτι τοῖς υἱοῖς Ἰσραὴλ οὐ πρό γε τῶν τῆς ἐπιδημίας καιρῶν τὰ τοιάδε συμβήσεσθαί φησιν ὁ προφητικὸς ἡμῖν λόγος, ἀλλ’ ὅτε πεπαρῳνήκασιν εἰς Χριστόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰπεῖν, ἤγουν καταδεῖξαι καιρὸν, καθ’ ὃν κατατετέλεκεν ὁ Ἰσραὴλ προφητῶν ἁγίων δίχα. Γεγόνασι μὲν γὰρ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν Περσῶν καὶ Μήδων ἀπῴχοντο χώραν γυναιξὶν ὁμοῦ καὶ φιλτάτοις. Πλὴν οὐ δίχα προφητῶν ἁγίων κατέβησαν εἰς Αἴγυπτον, ᾑρηκότων κατὰ καιροὺς τὴν διαβόητον Ἱερουσαλὴμ τῶν Βαβυλωνίων, ἀλλὰ συνῆν αὐτοῖς ὁ προφήτης Ἱερεμίας, τοῖς ἄνωθεν καὶ παρὰ Θεοῦ διακονούμενος λόγοις. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἔρημοι φραγμοῦ διατετελέκασι, καὶ πᾶσα αὐτῶν ἀσφάλεια πέπτωκεν.
Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ καθαιρεῖσθαι λέγειν τὸν τοῖχον αὐτοῦ. Πέπαυται δὲ καὶ ἅπας προφητῶν ἁγίων ὁ ἐπ’ αὐτοῖς λόγος, καὶ ὑετοῦ δίκην ἀνασχὼν τρόπον τινά· καὶ διαλελοίπασιν αἱ τῶν ἁγίων φωναί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δι’ ἑνὸς αὐτοῖς εἰρημένον παρὰ Θεοῦ· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ Ἀνατολῶν ἕως καὶ Δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.6 Καὶ ταυτὶ μὲν, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ συμβέβηκεν, καὶ μάλα εἰκότως. Ἀπεώσαντο γὰρ αὐτοὶ τὸν τῶν δυνάμεων Κύριον, τὸν κατάρδοντα νοητῶς ψυχὰς καὶ καρδίας, καὶ καταπιαίνοντα δρόσοις ταῖς πνευματικαῖς· ὧν καὶ ὁ μακάριος Δαβὶδ διεμέμνητο λέγων·
Ὡς δρόσος Ἑρμὼν καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.6 Ἐγήγερται δὲ ἀμπελὼν ἀντ’ ἐκείνου νέος, ὁ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμόν. Καὶ περὶ αὐτῶν φησιν ὁ Νυμφίος ὁ ἐξ οὐρανοῦ, τοῦτ’ ἔστι Χριστός· Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Καὶ αὐτὸς μέν ἐστι ἡ πρώτη τε καὶ παναγία, καὶ ἀληθὴς ἄμπελος. Ἀπηρτήμεθα δὲ αὐτοῦ ἡμεῖς κλημάτων δίκην, τῆς παρ’ αὐτοῦ ζωοποιοῦ πιότητος ἀναπιμπλάμενοι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθὴς, καὶ ὁ Πατήρ μου γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ φέρον καρπὸν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.6 Ἐπειδὴ δὲ αὐτῷ προσπεφύκαμεν δι’ οἰκειότητος, δῆλον ὅτι τῆς πνευματικῆς, ἀποτετελέσμεθα καρποφόροι· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός·
PG 70:143Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.6 Χρῆναι δὲ οὖν ἔγωγέ φημι προσερηρεῖσθαι δεῖν διὰ πίστεως καὶ ἀγάπης καὶ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας τῇ ἀμπέλῳ τῇ ἀληθινῇ, τοῦτ’ ἔστι, Χριστῷ. Αὐτὸς γὰρ ἡμᾶς ἀποφανεῖ καρποφόρους, αὐτὸς περιθήσει φραγμὸν, καὶ ἐγερεῖ τὸ τεῖχος, καὶ ἀποστήσει διοδεύοντας. Καὶ πρὸς αὐτόν πού φησι λόγιον ἱερόν· Καὶ οἰκοδομηθήσονταί σου ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.6 Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.
Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἀποδέδειχεν ἐναργῶς ἐν τούτοις, ὅτιπερ ὁ λόγος αὐτῷ γέγονεν οὐ περὶ αἰσθητοῦ μᾶλλον ἀμπελῶνος, ἀλλὰ περὶ νοητοῦ. Δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος Γραφὴ τὰ ἐμφανῆ τῶν παραδειγμάτων εἰς ἔνδειξιν τῶν ἀφανεστέρων καὶ νοητῶν πραγμάτων. Καὶ γάρ ἐστι, φησὶν, ὁ ἀμπελὼν τοῦ Κυρίου Σαβαὼθ, καὶ τὸ νεόφυτον ἠγαπημένον, ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα. Ἀλλὰ καίτοι τῆς παρ’ ἐμοὶ φειδοῦς καὶ ἀγάπης ἠξιωμένος, καὶ πάσης φροντίδος ἀπολελαυκὼς, οὐ γέγονεν εὔβοτρυς, οὐκ ἄμπελος εὐγενὴς, οὐ τετίμηκε νόμον, οὐδὲ ἐπιεικῆ καὶ ἁγίαν διεβίω ζωήν· ἐψεύσατο δὲ ὥσπερ καὶ τὴν τοῦ γηπονοῦντος ἐλπίδα. Ἐγὼ μὲν γὰρ προσεδόκησα κρίσιν. τοῦτ’ ἔστι, τὴν ἐκ διανοίας εἰλικρινοῦς ὀρθὴν καὶ ἀμώμητον τὴν ἐφ’ ἅπασι τοῖς πρακτικοῖς αἵρεσιν, ἤτοι κρίσιν.
Ὁ δὲ, φησὶ, πεποίηκεν ἀνομίαν. Καίτοι πῶς ἂν ἄμπελος ἀκάνθας τέκοι; οὐκοῦν ἐψεύσατο, καθάπερ ἔφην ἀρτίως. Ὅθεν γὰρ ἦν εἰκὸς τοὺς τῆς δικαιοσύνης ἀναφῦναι καρποὺς, ἐκεῖθεν ἀδόκητος ἐκδέδοται βίος, ὁ καὶ νόμων ἔξω τῶν ἱερῶν καὶ τῶν ἐκ τῆς θείας ἐντολῆς κατάῤῥησιν ἔχων. Οὐκοῦν ἐποίησεν ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Κραυγὴν δέ φησιν ἐκεῖνο οἶμαί που δεικνύων, ὅτι γέγονεν αὐτοῖς σεσοβημένος μὲν εἰς ὀργὰς καὶ θορύβου μεστὸς ὁ βίος. Διὸ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐντέλλεται λέγων· Πᾶσα δὲ κραυγὴ, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.6 Πρέποι γὰρ ἂν, οὐ τοῖς καθεστῶσαν ἔχουσι τὴν φρένα, τὸ ταῖς ἀσυφήλοις κεχρῆσθαι κραυγαῖς, ἐκείνοις δὲ μᾶλλον, οἷς ὁ βίος οὐκ ἀσφαλής· μᾶλλον δὲ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν, καὶ θυμῷ μᾶλλον ἢ συνέσει διοικουμένοις.
PG 70:145Ἔοικε δὲ καὶ τὴν παγχάλεπον τῶν Ἰουδαίων κραυγὴν ὑπαινίττεσθαι, ἢν ἐπ’ αὐτῷ πεποίηνται τῷ Χριστῷ. Πιλάτου γὰρ ὀνειδίζοντος, εἰ δὴ βούλοιντο σταυροῦσθαι τὸν βασιλέα τὸν ἑαυτῶν, ἁπάσης εὐκοσμίας τε ὁμοῦ καὶ φιλοθεί̈ας ἠφειδηκότες ἀνακεκράγεσαν αὐτοί· Αἶρε, αἶρε, σταύρωσον αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.6 Κραυγὴ τοίνυν πονηρὰ, τῆς Ἰουδαίων συναγωγῆς ὁ καρπὸς, δι’ ἣν ἀφῄρηται καὶ φραγμοῦ, καὶ τοίχου, καὶ ἀρδείας τῆς ἐκ νεφελῶν ἁγίων. Ἐστέρηνται δὲ καὶ ἁπάσης ἐπιμελείας. Ἔφη γὰρ, ὅτι Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ. Κατεχερσώθη δὲ ὅλος ἀκάνθας ἐκτετοκὼς, αἳ φλογός εἰσι τροφή. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.
Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἵνα μή τις οἴηται μάτην κατειρηκότα τοῦ Ἰσραὴλ εἰκῆ τε τὴν ἄμπελον διαβαλεῖν, ὡς ἥκιστα μὲν σταφυλὴν ἐκτετοκυῖαν, μᾶλλον δὲ ἀκάνθας, τοῦτ’ ἔστιν, ἀντὶ κρίσεως, ἤτοι κριμάτων δικαίων ἀνομίας, ἀντὶ δὲ τῆς δικαιοσύνης κραυγήν· ἀπαριθμεῖται χρησίμως τὰ δι’ ὧν ἦν εἰκὸς, οὐ μετρίως κατεγνωσμένον ἰδεῖν, καὶ οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς ἄγαν ἐκνομωτάτοις, καὶ τοῖς ὅτι μάλιστα κατεστυγημένοις παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ταύτῃτοί φησιν· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.6 Ἔνεστι γὰρ ὡς ἐπίπαν τοῖς ἐθέλουσι πλουτεῖν, καὶ μὴν καὶ τὸ δύνασθαι λαχοῦσι πρὸς τοῦτο, τὸ ἀεί τι θέλειν τοῖς ἤδη πεπορισμένοις ἐπισωρεύειν ἔτι, καὶ τὰ τῆς οὐσίας αὐτοῖς ἐν ἀκαταλήκτοις πλεονασμοῖς, ὁρᾶσθαι ποιεῖν.
Καὶ γοῦν ἐπιφύονται τοῖς ὁμόροις ἀεὶ καὶ γείτοσιν· εὐρυτέρας τε τὰς ἐν ἄστεσιν οἰκίας ἀποτελεῖν σπουδάζοντες, καταβιαζόμενοι δὲ τοὺς τῶν ὁμορούντων αὐτοῖς χωρίων δεσπότας, καὶ τοῖς ἰδίοις συνάπτοντες. Ἀκόρεστον γάρ τι χρῆμα πλούσιος ἀνὴρ, εἰ παρακέοιτό πως αὐτῷ τὸ δύνασθαι ῥᾳδίως ἅπερ ἂν βούλοιτο κατορθοῦν. Πέπαυται γὰρ οὐδαμῶς τοῖς τοῦ πέλας ἐπιπηδῶν· καὶ διψῇ μὲν ἀεὶ τὸ οὔπω παρὸν, γλίχεται δὲ τῶν μήπω πεπορισμένων. Οὐαὶ τοίνυν, φησὶ, τοῖς συνάπτειν ἐθέλουσι τὰς ἑαυτῶν οἰκίας ταῖς ἑτέρων, καὶ ἀγροῖς ἀγροὺς, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Πρόφασιν γάρ πως ἀεὶ τοῦ χρῆναι πλεονεκτεῖν ποιεῖσθαι σπουδάζουσι, τὸ μὴ δεῖν ἑτέρους γειτνιᾷν αὐτοῖς· εἶτα βιάζονται τοὺς ἀσθενεστέρους, καὶ πλεονεκτοῦσιν ἀνοσίως κατοιμώζοντας ἔσθ’ ὅτε, καὶ τῆς ἐνούσης αὐτοῖς σκαιότητος κατακεκραγότας.
Τί οὖν ἄρα φησὶν αὐτοῖς ὁ προφητικὸς λόγος; Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἆρα γὰρ, φησὶν, οἴεσθε μόνους ὑμᾶς κατὰ τὴν γῆν ὑπάρχειν, μὴ ἐφεστηκότος Θεοῦ, καὶ ἐφορῶντος τὰ δρώμενα; Καίτοι λίαν ἐγγὺς ὁ τῶν ὅλων ἐστὶ Δεσπότης· ἠκούσθη τὰ παρ’ ὑμῶν. Καὶ τίνα τρόπον; ἴσως ἐρεῖτε. Κατακεκραγότων δηλονότι τῶν ἠδικημένων. Τοιοῦτόν τι καὶ ὁ Σωτῆρος ἡμῖν γέγραφε μαθητής· Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῖν ταῖς ἐπερχομέναις.6 Καὶ πρός γε τούτῳ φησίν· Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν. Ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν κράξει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.6 Δέχεται γὰρ καὶ λίαν ἑτοίμως τὰς τῶν πλεονεκτουμένων φωνὰς ἡ παναγία τε καὶ μισοπόνηρος φύσις.
PG 70:147Ὅτι δὲ οὐκ ἀφέστηκε τῶν ἐπὶ τῆς γῆς, πιστώσεται λέγων αὐτός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.6 Ἀκουέτωσαν τοίνυν οἱ πλεονεκτεῖν ἐθέλοντες, καὶ βιάζειν, καὶ διαρπάζειν ἀδελφούς· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Πάρεστι γὰρ ὁ τῶν ὅλων Θεός. Ἰστέον δὲ ὅ τι, καίτοι κατὰ τὸ εἰκὸς τῶν ἄγαν ἀστειοτάτων, ὁ προφήτης ἡμῖν ἐν τούτοις ὑποδηλοῖ· Ὦ γὰρ πλούσιοι, φησὶ, τί τὰ τοῦ πλησίον ἁρπάζετε, καὶ μεμισήκατε τὸν ἐγγύς; Συμβήσεται πάντως ὑμῖν δὴ καὶ μόνοις οἰκῆσαι τὴν χώραν, τῶν ἄλλων ἁπάντων ἐξωθουμένων. Ἔρημον οὖν τῶν κατῳκηκότων ἀποφανεῖτε τὴν γῆν. Ἄριστον οὖν ἄρα καὶ σοφὸν, μεταποιεῖσθαι μόνων τῶν εἰς αὐτάρκειαν τὴν μεμετρημένην. Κρείσσων γὰρ μερὶς μικρὰ μετὰ τοῦ φόβου Κυρίου, ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.
Εἰ δὲ δή τι χρὴ καὶ ἐξ ἱερῶν γραμμάτων λαβόντας εἰπεῖν, βεβασίλευκέ τις τῶν ἐν Σαμαρείᾳ κατὰ καιροὺς τοῦ Ἰσραὴλ, ὃς δὴ καὶ οἶκον πολυτελέστατον ἑαυτῷ ἀναστήσας, πίπτει μὲν παρ’ αὐτοῦ καὶ παραχρῆμα διόλλυται. Διελέγχων δὲ Θεὸς ὡς εἰκῆ πεποιηκότα, φησίν· Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ, διεσταλμένα θυρίσιν, ἐξυλωμένα ἐκ κέδρων, καὶ κεχρισμένα ἐν μίλτῳ. Μὴ βασιλεύσῃς, ὅτι σὺ παρωξύνθης ἐν Ἀχὰζ τῷ πατρί σου. Βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. Οὐ γὰρ ἂν ὀνήσουσι θησαυροὶ ἀνόμους,6 κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.6 Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί· καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἔργονται δέκα ζεύγη βοῶν ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία.
Ἠκούσθη μὲν γὰρ ὁμολογουμένως, φησὶν, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, τὰ τῆς καθ’ ἑτέρων πλεονεξίας ἐγκλήματα τῶν δυνατωτέρων. Τί οὖν σεσίγηκεν ἄρα, παρῆκεν ἡσυχῇ, καὶ χαλινὸν ἐπήνεγκε ταῖς ὀργαῖς; Οὐδαμῶς, φησί. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ εἰκαῖον ἀποφῆναι τοῖς τῶν ἀλλοτρίων ἐρασταῖς τὸ ἐπὶ τούτῳ σπούδασμα. Ποία γὰρ ὄνησις τοῦ συνάπτειν οἰκίαν πρὸς οἰκίαν, λαμπρῶς τε καὶ φιλοτίμως κατασκευάζειν ἑστίας, εἰ μή τις ἔσται, φησὶ, κατοικήσων ἐν αὐταῖς, δαπανήσαντος τοῦ πολέμου μικροὺς καὶ μεγάλους; Τί δὲ τῶν εὐρυοτάτων αὐτοῖς ὄφελος ἀγρῶν, εὐκαρπεῖν αὐτοῖς οὐκ ἐῶντος Θεοῦ, διὰ τὰς τῶν κτησαμένων, ἤγουν ἁρπασάντων πλεονεξίας; Ἔσται γὰρ, ἔσται ἐν ἀφορίᾳ τοσαύτῃ τὰ ἐν ἀγροῖς, ὡς εἴκοσι μόσχων, ἤτοι ζευγῶν δέκα πονούντων ἐν ἀμπελῶσιν, ἓν καὶ μόλις γενέσθαι κεράμιον· καὶ σπαρέντων μέτρων ἓξ ἐν ἡμίσει τῆς τῶν σπερμάτων καταβολῆς τὴν τῶν καρπῶν ἀπόδοσιν ἰδεῖν.
PG 70:149Ἀρκέσει δὲ, οἶμαι, πρὸς ἐργασίαν ζεύγεσι δέκα βοῶν, πλείστη μὲν ἀμπελόφυτος γῆ, πλεῖστοι δὲ ὁμοίως ἀρόσιμοι κλῆροι. Οὐκοῦν ἀνόνητος ἡ κτῆσις, καὶ τοῦ πλεονεκτεῖν εἰκαῖος ὁ πόνος, εἰ μήτε τις οἰκήσει τὰς ἐν τοῖς ἄστεσιν οἰκίας. Μὴ μὴν εὐφορήσει τὰ ἐν ἀγροῖς, Θεοῦ καταφθείροντος, καὶ τὴν τῶν ἀπλήστων ἐλέγχοντος ἀδικίαν. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἰδίᾳ ψυχῇ νοητὸν ἔχει γεώργιον, καὶ τὸν τῆς δικαιοσύνης ἐργάζεται σπόρον, φυλαττώμεθα τὸ προσκρούειν Θεῷ. Τότε γὰρ τότε, καθάπερ οἶκον ἀσφαλῆ καὶ ἐρηρεισμένον, οἰκήσομεν τὴν πολυειδῆ καὶ παμποίκιλον ἀρετὴν, πληθυνοῦμεν δὲ σίτων ὥσπερ κοιλάδες· εὐλογήσει δὲ ὁ τῶν ὅλων Θεὸς τὸν σπόρον ἡμῶν, καὶ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, καθά φησιν ὁ θεσπέσιος Παῦλος.
Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωὶ̈, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων, τὸν οἶνον πίνουσι, καὶ αὐλῶν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Συνάπτει τοῖς πρώτοις ἕτερα καὶ παγχάλεπα τῶν πλουσίων ἐγκλήματα. Πάρεσται γὰρ αὐτοῖς, πρός γε τῷ βούλεσθαι πλεονεκτεῖν καὶ ἀκορέστως βιάζεσθαι τοὺς ἀσθενεστέρους, καὶ τὸ ἐν πότοις εἶναι φιλεῖν, καὶ τρυφαῖς ἐπιγάννυσθαι, κώμοις τε καὶ μέθαις ἀκαταλήκτοις, καὶ τοῖς ἐκ φιλοσαρκίας καταμιαίνεσθαι κακοῖς· καὶ τοῦτο ἐνδελεχῶς οἴεσθαι δεῖν αὐτοὺς ἐν παντὶ δὴ τοῦτο πράττειν καιρῷ. Ἱκανὸς γὰρ ὁ πλοῦτος ἀκονῆσαι πρὸς τρυφὰς, καὶ τὸν ἐπ’ αὐτοῖς ἀφανίσαι κόρον.
Ἀλλ’ ὁ σπείρων εἰς τὴν σάρκα,6 καθά φησιν ὁ Παῦλος, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.6 Τέλος γὰρ τῆς προσκαίρου τρυφῆς μακρὸν καὶ διηνεκὲς ἔσται δάκρυον, καὶ σαρκικῆς ἡδονῆς ὄλεθρος ὁ καρπός. Γράφει τοίνυν ἡμῖν ὁ προφήτης τὰς τῶν Ἰουδαίων ἀγερωχίας, καὶ τὸ ἐξίτηλον εἰς τρυφὰς, καὶ τὸ κεχυμένον εἰς ἀσωτίας. Πάντα γὰρ, φησὶ, καιρὸν ἀπονέμοντες ταῖς γαστριμαργίαις, ὑπὸ τὴν ἕω ζητοῦσι τὸ σίκερα, καὶ τοῖς ἡλίου δρόμοις συνεκτείνουσι τοὺς πότους, καὶ μέχρις αὐτῆς μένοντες τῆς ἑσπέρας. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Ὁμολογουμένως μὲν γὰρ ἐμποιεῖ τινα καῦσιν ἄδην πινόμενος τοῖς σπλάγχνοις ὁ οἶνος. Συγκαύσει δὲ καὶ ἑτέρως τοῦ μεθύειν τοὺς ἐραστὰς, ἔσται γὰρ αὐτοῖς πρὸς τοῦτο κολάζοντος ἀφορμή. Συγκαυθήσονται δὲ πάντη τε καὶ πάντως εἰς φλόγας πεμπόμενοι τὰς διηνεκεῖς, καὶ ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Ταύτῃτοι καὶ ὁ μέθυσος ὁμοῦ τοῖς ἄλλοις βεβήλοις ἀπόκληρος ἔσται παρὰ Θεῷ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν οὐκ εἰσελεύσεται. Ὅρα γὰρ ὅση τῶν Ἰουδαίων γέγονε κατὰ καιροὺς ἡ ἐπὶ τὸ χρῆναι τρυφᾷν ἐξιτηλία. Ὅπου γὰρ ὁ κιθάρας κτύπος, καὶ τυμπάνων ἦχος, καὶ τῶν αὐλούντων συναναφώνησις, σὺν εὐρυθμίᾳ καὶ κρότοις, ἐκεῖ που πάντως ἐστὶ καὶ πᾶν εἶδος ἀκαθαρσίας, καὶ τὰ κρυφῆ γιγνόμενα παρ’ αὐτῶν, ἃ καὶ αἰσχρόν ἐστι λέγειν. Ζημιοῖ δὲ τοῦτο αὐτοὺς τὸ μὴ δύνασθαι καθορᾷν τὴν τοῦ Θεοῦ δόξαν, μήτε μὴν ἐνατενίζειν τοῖς ἔργοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς, ἢ κόνεως ἐμβαλούσης, ἢ λήμης ἐγκεχυμένης, ἢ παρενοχλοῦντος τραύματος ἰδεῖν οὐ δύναται καθαρῶς· οὕτω καὶ ἀνθρώπινος νοῦς ταῖς τῆς σαρκὸς εἰ καταπαχύνοιτο τρυφαῖς, ἀναμύειν οὐ δύναται πρὸς Θεὸν, οὔτε μὴν ἀκριβῆ τοῖς παρ’ αὐτοῦ γινομένοις ἐνερείδειν τὴν ὄψιν· δι’ ὧν ἔστι καὶ μάλα σαφῶς, τίς τε καὶ ὅσος ἐστὶν ὁ Δημιουργὸς, ἐννοεῖν δύνασθαι.
PG 70:151Γινώσκεται γὰρ ἀπὸ καλλονῆς κτισμάτων· καὶ θαυμάσειεν ἂν αὐτὸν καὶ μάλα πλουσίως ὁ τοῖς παρ’ αὐτοῦ πεποιημένοις τὸ θαῦμα διδούς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης.6 Εἰκὸς δὲ δὴ τὸν προφήτην καταιτιᾶσθαι τοὺς Ἰουδαίους ὡς ἀγαπῶνται πότους, συλλεγομένους δὲ καὶ μάλα προθύμως εἰς τρυφάς· μὴ μὴν ἔτι καὶ εἰς νοῦν ἔχειν, ἤγουν εἰς τὰ μέλλοντα θεωρεῖν, τοῦτ’ ἔστι, τὰ συμβήσοντα αὐτοῖς ὡς ἐκ θείας ὀργῆς, ἃ καὶ ἔργα φησὶ τῶν χειρῶν τοῦ Θεοῦ. Ποιεῖ γὰρ εἰρήνην τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς παροτρύνουσι κτίζει κακά. Εἰ γὰρ ἑώρων τὰ ἐσόμενα κατ’ αὐτῶν ἔργα Κυρίου, οὐκ ἂν ἠνέσχοντο πότον, ἀλλ’ ἦν ἂν αὐτοῖς ἐν σπουδῇ τὸ δάκρυον, καὶ φίλος ὁ θρῆνος, πόνοι τε καὶ προςευχαὶ, καὶ τὰ τῆς μεταγνώσεως ἔργα, τῶν ἐν ἀσωτίᾳ κακῶν ἡδίονα.
Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος. Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ νομεῖς αὐτῆς. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτισθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται, καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ, καὶ ὁ Θεὸς ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ὅτι τοῖς θέλουσι τρυφᾷν ἐκτελευτᾷ τὸ χρῆμα πρὸς ὄλεθρον καὶ πρὸς αὐτό που τὸ λοῖσθον ἀφικνεῖται τῶν κακῶν, ὁ θεῖος ἡμᾶς ἐν τούτοις διδάσκει λόγος. Ἐπειδὴ γὰρ οἱ τῆς Ἰουδαίων χώρας, τῶν ἄλλων περιφανέστεροι, μεθέντες ὡς ἀκερδὲς τὸ χρῆναι περιεργάζεσθαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὸ ἐμβλέπειν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, παρ’ οὐδὲν ποιήσασθαι μεμελετηκότες, κώμοις τε διηνεκέσιν ἐσχόλαζον, καὶ μεθύειν ἤθελον ἀσωτότατα καταυλούμενοι, καὶ τοῦτο διημερεύοντες· οἰχήσονται μὲν αἰχμάλωτοι καὶ δουλεύσουσιν ἐχθροῖς, πληθὺς δὲ τοσαύτη νεκρῶν κατὰ πᾶσαν ἔσται τὴν χώραν, λιμῷ καὶ δίψει διολωλότων, ὡς μονονουχὶ σπαταλῆσαι τὸν ᾅδην πλατεῖ καὶ ἀπλήστῳ στόματι, χανδὸν ἐκροφοῦντα τοὺς καταβαίνοντας, καὶ τοῖς ἰδίοις ἀποκλείοντα θησαυροῖς.
PG 70:153Ὅταν γὰρ ᾅδου ψυχὴν πλατυνομένην ἀκούεις, νομιστέον ἕτερον οὐδὲν βούλεσθαι δηλοῦν αὐτὸν, ἢ ὅπερ ἔφην ἀρτίως. Κέχρηται γὰρ ἡ θεόπνευστος Γραφὴ τοῖς ὀνόμασι τροπικῶς ἔσθ’ ὅτε, καὶ οἷον ἐκ μεταφορᾶς, καὶ ἐπὶ τῶν οὐκ ἐχόντων ψυχὴν, ἀλλ’ οὐδὲ ἐν τάξει ζώων ἠριθμημένων, ἢ καὶ ὄντων τούτων κατ’ ἀλήθειαν. Ποία γὰρ ᾅδου ψυχή; Τόπος δὲ μᾶλλον ὁ ᾅδης, καὶ ψυχῶν ἀθλίων ἀμειδὲς δεσμωτήριον. Οὐκοῦν τῶν ἐν τῷδε τῷ βίῳ ἐντρυφώντων ψυχαὶ κατοιχήσονται μὲν εἰς τὸν ᾅδην, κατεμπλήσουσι δὲ ὥσπερ τὴν ψυχήν. Καί τι τοιοῦτον ἡμῖν ὁ θεσπέσιος μελῳδὸς ὑποδηλοῖ, λέγων περὶ πάσης, οἶμαι, ψυχῆς φιληδόνου τε καὶ φιλαμαρτήμονος· Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Ὥσπερ γὰρ τοὺς ἁγίους ἀπαλλαττομένους τῶν καθ’ ἡμᾶς πραγμάτων, προςτεθῆναί φησι τὸ Γράμμα τὸ ἱερὸν τοῖς πατράσιν αὐτῶν· εἴρηται γάρ που πρὸς τὸν μακάριον Ἀβραάμ·
Καὶ σὺ προστεθήσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·6 οὕτω καὶ τοὺς τελευτῶντας ἐν ἁμαρτίαις εἰς γενεὰν πατέρων αὐτῶν ἀποδραμεῖσθαί φαμεν, πατέρας αὐτῶν εἶναι λέγοντες τοὺς ὁμοιοειδῆ καὶ διὰ πάντων ἴσην καὶ ὁμοίως ἔχουσαν διαζῶντας ζωήν. Εἰ δὲ δὴ λέγοιτο πλῆθος εἶναι νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος, ἐκεῖνό φαμεν, ὅ τι γέγραφεν Ἰώσηπος ὁ τῆς Ἰουδαίων συμφορᾶς ἐκτραγῳδήσας τῷ βίῳ τὸ μέγεθος· ὅτι πολιορκουμένης τῆς Ἱερουσαλὴμ γύναια μὲν κατεδήδοκεν ἃ τετόκασι κορία, ἤττοντο δὲ παντὸς ὑπὸ λιμοῦ καὶ ἀνάγκης τοῦ τοῖς ὀδοῦσιν εἴκοντος. Ὅτι δὲ οὐκ ἐν μόνῃ τοῦτο γέγονε τῇ Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐν ταῖς ἑτέραις τῆς Ἰουδαίας πόλεσιν, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐκοῦν πλεῖστοι μὲν ὅσοι δεδαπάνηνται τῷ πολέμῳ, καὶ πεπτώκασιν ἐν μαχαίραις·
πολλῶν δὲ τῶν οὕτως ἀπολωλότων πλείονας ἡ τοῦ λιμοῦ κατέφθειρεν ἀγριότης. Εἰ δὲ δή τις λέγοι, καὶ νοητῶν ὑδάτων γενέσθαι σπάνιν, καὶ τροφῆς τῆς θείας δεδυσσεβηκόσι τοῖς Ἰουδαίοις· ἀπολωλέναι δὲ οὕτως αὐτοὺς, καὶ οἷον εἰς ᾅδου καθικέσθαι, διά γε τοῦ μὴ ζωοποιεῖσθαι διὰ Χριστοῦ, καθ’ ὁμοιότητα τῶν πιστευσάντων εἰς αὐτόν· οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Συμβέβηκε γὰρ αὐτοὺς καὶ τοῦτο παθεῖν. Ἀλλὰ τίνες ἂν νοηθεῖεν οἱ καταβαίνοντες, οἷς καὶ αὐτὸς ὁ ᾅδης καταπλατύνει τὴν ἰδίαν ψυχὴν, καὶ τὸ ἄπληστον ἀνοίξει στόμα, προσεπάγει λέγων· Οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς. Ἐπειδὴ γὰρ ἦσαν τῶν ἀνὰ πᾶσαν τὴν χώραν ἡγούμενοι καὶ περιφανέστεροι, δι’ αὐτῶν ἦν εἰκὸς παιδαγωγηθήσεσθαι καλῶς τὸ ὑπήκοον· ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων.
Τύποι δὲ ὥσπερ καὶ ὑπογραμμὸς γεγόνασι τοῖς ἄλλοις τῆς ἐπαράτου ζωῆς, καὶ πρὸς αὐτούς πού φησι λόγιον ἱερόν· Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.6 Ὁρᾷς ὅπως παγὶς καὶ θήρατρον γεγόνασι τοῖς λοιποῖς, ὅτι καὶ ταῖς τῶν ἡγουμένων ἐπιεικείαις, καὶ μέντοι καὶ ῥᾳθυμίαις ἀεί πως ἕπεσθαι φιλεῖ τὸ ὑπήκοον. Οὐκοῦν ὡς παραίτιοι γεγονότες σφίσιν ἑαυτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι τοῦ ἀπολέσθαι δεῖν, πρῶτοι καταβήσονται καὶ προελάσουσιν εἰς ᾅδου, ἐπιπηδώσης τρόπον τινὰ καὶ πρό γε τῶν ἄλλων αὐτοῖς τῆς θείας ὀργῆς. Κολασθήσονται δὲ οὐχ ὅτι πλούσιοι καὶ ἔνδοξοι γεγόνασιν, ἀλλ’ ὅτι λοιμοὶ, τοῦτ’ ἔστι, φθοροὶ καὶ λυμεῶνες, καὶ ἑαυτῶν, ὡς ἔφην, καὶ τῆς ἀγελαίας πληθύος.
PG 70:155Οἱ δὲ μεγάλα φυσῶντες, φησὶν, ἔσονται τεταπεινωμένοι καὶ ἄτιμοι. Καὶ τίνα γὰρ οὐ ταπεινοῖ τοῦ θανάτου τὸ δεῖμα; Ἢ ποῖον ὀφθαλμὸν ἐπηρμένον καὶ ἄνω βλέποντα δεινὴ καὶ δύσοιστος οὐ κατακοιμίζει συμφορά; Τούτων δὲ, φησὶν, ἁπάντων συμβεβηκότων ὑψωθήσεται Κύριος Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν εἰς πέρας δραμεῖται τὰ ἐπ’ αὐτοῖς προηγορευμένα. Ὑψοῦται δὲ μόνος Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ἐν δικαιοσύνῃ, ὡς ὀρθῇ καὶ ὁσίᾳ τῇ ψήφῳ κολάσας τὸν ἀλαζόνα λαὸν, τὸν ἀπειθῆ καὶ φιλήδονον. Παραιτητέον οὖν ἄρα τὰς τρυφὰς, καὶ ὡς ἀπωτάτω ποιεῖσθαι σπουδάζωμεν τὰς ἀνονήτους φιλοσαρκίας, μᾶλλον δὲ τὰς μυσαρωτάτας, ἵνα μὴ κατατρυφήσῃ καὶ ἐφ’ ἡμῖν ὁ ἄπληστος ᾅδης. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέγοντος·
Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.6 Καὶ πάλιν, ὅτι Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι γελάσετε·6 καταλήξει γὰρ ὁ πόνος εἰς ἀναψυχὴν, καὶ ἀγαθῶν ἱδρώτων τὸ πέρας, τρυφῆς ἡμῖν ἔσται τῆς εἰς αἰῶνα πρόξενον. Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθορὰν,6 καθὰ γέγραπται· καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.6 Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Συνεστώσης ἔτι τῆς Ἰουδαίων χώρας καὶ ἐν ἀκμαῖς οὔσης τοῦ εὐημερεῖν, ἐμάχοντο μὲν πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ ἦν ὁ τῶν ὅλων Θεὸς ὁ συνασπίζων τῷ Ἰσραὴλ, κεκράτηκεν οὕτως τῶν ἀνθεστηκότων ὡς νικᾷν ἀμαχεὶ, καὶ καταπτοεῖν ἅπαντας, καὶ διαρπάζειν αὐτῶν τὰς χώρας, καὶ καταδῃοῦν τὰς πόλεις, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων μετ’ ἐξουσίας.
Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ὄλεθρον καὶ διαρπαγὴν, ἐνεπρήσθησαν μὲν αἱ πόλεις, διηρπάσθησαν δὲ πάντα τὰ ὄντα αὐτοῖς παρὰ τῶν νενικηκότων. Εἶτα τῆς Ῥωμαίων στρατιᾶς ὑπενδούσης βραχὺ, κατέτρεχον οἱ πάλαι διαρπαζόμενοι, πόλεις τε καὶ οἴκους διερευνώμενοι, συνεκόμιζόν τε τὰ λοιπὰ, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀπέφερον χώρας. Καί τι τοιοῦτον ἡμῖν ὑποδηλοῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφήτου· Καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ λοιπὰ τοῦ Ἰσραήλ· ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.6 Ὅτι τοίνυν οὐκ ἀρκέσει μόνα παθεῖν αὐτοὺς τὰ ἐκ τῆς Ῥωμαίων στρατιᾶς, προστεθήσεται δὲ καὶ τὰ ἐκ τῆς ὠμότητος τῶν ὁμόρων ἐχθρῶν, προαγορεύει λέγων· Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι.6 Οἱ γὰρ πάλαι, φησὶν, ἕτοιμοι διηρπασμένοι ὑπ’ αὐτῶν, διὰ τὸ ἐπαμύνειν Θεὸν, κατανεμηθήσονται τὴν χώραν αὐτῶν ὡς ταῦροι, τοῦτ’ ἔστι, δεινοὶ καὶ ἀγέρωχοι, καὶ ἄμαχον ἔχοντες τὴν ἀντίστασιν.
PG 70:157Καὶ τὰς ἐρήμους τῶν ἀπειλειμμένων ἄρνες φάγονται. Ἀπειλειμμένων δὲ φησὶ, τῶν πολιορκηθέντων. Τὰς τοίνυν, φησὶν, ἐρημωθείσας πόλεις τῶν πολιορκηθέντων ἄρνες βοσκηθήσονται, τοῦτ’ ἔστι πάλιν οἱ ἐξ ἐθνῶν. Ἐπειδὴ δὲ πάλιν ὡς περὶ ταύρων ἡμῖν πεποίηται τὸν λόγον, μεμένηκε τῇ τροπῇ, καὶ προστέθεικεν ἄρνας, ἵνα τοὺς μὲν ἄγαν ἰσχυροὺς νοῶμεν εἰς μόσχους. Τοὺς δὲ μὴ οὕτως ἔχοντας, ὑποβεβηκότας δὲ ἐν ἰσχύϊ μείονι, λέγομεν ἄρνας. Οὕτω δὴ καὶ τὴν ἑκάστου τῶν ῥᾳθυμούντων καρδίαν αἱ πονηραὶ καὶ ἀκάθαρτοι νεμηθήσονται δυνάμεις, ὡς μόσχοι καὶ ἄρνες. Τροφὴ δὲ αὐταῖς τὸ φιλήδονον, καὶ νοῦ ῥοπὴ βλέποντος εἰς τὸ πλημμελές. ΛΟΓΟΣ Δ. Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες·
Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερότητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφητῶν, τὰ δι’ ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελτίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν καταλῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέποντας, ἵνα πανταχόθεν συνελάσῃ πρὸς τὸ ὠφελοῦν. Ἀλλ’ οὐδεὶς ἦν τρόπος ὁ τὰς Ἰουδαίων ἐξιτηλίας ἀπώσασθαι δυνάμενος. Ἀπονενευκότες γὰρ εἰς φιλοκερδίαν καὶ τρυφὰς, καὶ τὴν ἐσχάτην ἤδη νοσοῦντες ἀπόνοιαν κατὰ Θεοῦ, τοῖς ἁγίοις προφήταις ἐπεφύοντο δεινοί.
Καὶ οἱ μὲν ἀπιστοῦντες παντελῶς τοῖς δι’ αὐτῶν λεγομένοις ἔφασκον· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἑτέραν πλάνησιν·6 οἱ δὲ μονονουχὶ καὶ καταιτιώμενοι τὸ τῆς θείας φύσεως ἀνεξίκακον ἀλλήλοις κατὰ τὸ εἰκὸς προσγελῶντες ἔφασκον· Ἀλλὰ μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις. Καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον Ἰεζεχιήλ· Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν· Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. Διὰ τοῦτο εἰπὸν αὐτοῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Οὐ μὴ μηκύνωσι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναὶ̈ Κύριος.6 Ἕτεροι δὲ πάλιν μονονουχὶ καὶ ἀπεγνωκότες τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, κατεθρασύνοντο τῆς ὀργῆς, καὶ δὴ καὶ ἔφασκον·
Ἡκέτω τὸ τάχος ὁ τοῦ πολέμου καιρὸς, οὐκ ἀνάνδρους ἡμᾶς ἢ ψοφοδεεῖς ὄντας εὑρήσουσιν οἱ καταδῃοῦν ἐθέλοντες. Ἐμπειροπόλεμοι καὶ ἡμεῖς, καὶ εὖ εἰδότες τὰ τακτικά. Τοὺς ταῦτα πεφρονηκότας ταλανίζει δικαίως, καί φησιν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.6 Ἁμαρτίας δὲ καὶ ἀνομίας ἐν τούτοις φησὶ τὰς ὑπέρ γε τῶν ἁμαρτιῶν τιμωρίας ἤτοι κολάσεις, μακρὰν μὲν οὔσας ἔτι, καὶ οὔπω πλησίον, διά τοι τὸ ἀνεξικακεῖν ἔτι βούλεσθαι τὸν Θεὸν, ἑλκομένας δὲ τρόπον τινὰ παρ’ αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνασθαι λέγειν ἡμᾶς· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
PG 70:159Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.6 Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ’ ἑαυτῶν τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὥσπερ γὰρ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ’ ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀργῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν.6 Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων·
Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ’ ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ.
Δέον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατακιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι γὰρ καὶ ἀσύνετοι καθ’ ἑαυτῶν γεγόνασι δικασταί. Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογιζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πικρὸν εἶναι διαβεβαιούμενοι, διά γε τοῦ παθεῖν ἑλέσθαι τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καίτοι μετὸν εὐκόλως ἔξω γενέσθαι τοῦ κακοῦ, παρωσάμενοι δὲ καὶ αὐτὸν τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ.
PG 70:161Καὶ τί φησιν ὁ προφήτης; Ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν ἐν σκοτίᾳ περιεπάτησαν.6 Κατώλισθον δὲ δυσβουλίας εἰς τοῦτο καὶ φρενῶν ἀγριότητος, ὥστε καὶ προκειμένης αὐτοῖς εἰς ἀπόλαυσιν τῆς ἡμερότητος τοῦ Θεοῦ, καὶ τῆς ἐντεῦθεν γλυκείας ἐλπίδος, εἵλοντο μᾶλλον αὐτοὶ τὰς ἐκ τοῦ κολάζεσθαι πικρίας, καὶ τοῖς οὕτω δεινοῖς ἐκτρύχεσθαι κακοῖς. Πεπονθέναι δὲ τοῦτό φησιν αὐτοὺς, ὅτι γεγόνασιν ἐν ἑαυτοῖς συνετοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀληθὲς ὅτι κατὰ τὴν τοῦ Παροιμιαστοῦ φωνὴν, Ἀνεξέλεγκτος σοφία πλανᾶται.6 Φορτικὸν δὲ καὶ ἐπιζήμιον τὸ περιαυτίζεσθαι φιλεῖν τοῖς τοῦτο δρᾷν εἰωθόσι, καὶ ἀποδιδόναι μόνῃ τῇ ἰδίᾳ γνώμῃ τὸ δοκεῖν εἰδέναι τὸ ὠφελοῦν. Οὕτω καὶ Γράμμα φησὶν ἱερόν·
Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐδὲν οὐ μὴ περάνῃ. Ταύτην ἔχοντες τὴν ἀῤῥωστίαν εἰς νοῦν καὶ καρδίαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὰς παρὰ τοῦ Σωτῆρος οὐκ ἐδέχοντο συμβουλάς. Ἦσαν γὰρ, ἦσαν, οὐκ ἐνώπιον Κυρίου μᾶλλον, ἀλλ’ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἐξοφρυώμενοι μὲν καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, ἐγνωκότες δὲ τὸ σύμπαν οὐδέν. Τυφλοὶ γὰρ ἦσαν τυφλῶν ὁδηγοὶ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, καὶ οἱ δυνασταὶ οἱ κεραννύντες τὸ σίκερα· οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκα δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Οἱ τῆς Ἰουδαίων συναγωγῆς ἁδρότεροί τε καὶ εὐκλεέστεροι, καὶ τὸ προὔχειν τῶν ἄλλων ἐν εἰδήσει τῶν θείων ἔχοντες νόμων, καὶ τὰς παρ’ αὐτοῖς ποιούμενοι κρίσεις, διεβέβληντο λίαν, ὡς ἄπληστον εἰς δωροδοκίαν ἐκτείνοντες χεῖρα, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἀδελφοὺς τὴν παρ’ ἑαυτῶν εὐκόλως καταπωλοῦντες ψῆφον· καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς·
Κρίμα δίκαιον κρίνατε.6 Ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πιστώσεται λέγων ὁ προφήτης Ἀμβακούμ· Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκα τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.6 Καὶ αὐτὸς δέ πού φησιν ὁ θεσπέσιος Ἡσαί̈ας πρὸς τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιών· Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα· ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.6 Ταῦτα δὲ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι· καὶ τάχα που τὰ εἰς πότους καὶ τρυφὰς ἀνοσίως ἐρανιζόμενοι, καὶ ἐξ ἀδικιῶν συλλέγοντες.
Αἰτιᾶται γὰρ αὐτοὺς διὰ φωνῆς προφήτου, λέγων· Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς ἁδροῖς καὶ δυνατοῖς, τοῖς ἀρτίουσι περιέργως τὸ σίκερα, τοῖς φιλοπόταις, καὶ ἀγαπῶσι μέθην, τοῖς τὸ δίκαιον αἴρουσι τοῦ δικαίου, τοῦτ’ ἔστι, τοῖς κατακρίνουσι μὲν τὸν ἠδικημένον, ἀπονέμουσι δὲ ψῆφον δικαίαν τοῖς εἰωθόσι πλεονεκτεῖν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀναφανδὸν εἰπεῖν τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, καὶ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος, τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἰστέον δὲ ὅτι δυνατοὶ δυνατῶς ἐτασθήσονται· καὶ ᾧ παρέθεντο πολὺ περισσότερον ἀπαιτοῦσι παρ’ αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
PG 70:163Οὐ γὰρ ἴσῳ τρόπῳ τὰ τῆς κολάσεως ἔσται τοῖς τε ἡγουμένοις καὶ τοῖς ὑπὸ χεῖρα κειμένοις. Οἱ μὲν γὰρ ἔσθ’ ὅτε προβαλοῦνται τὸ μὴ εἰδέναι τυχὸν τὸ θέλημα τοῦ κυρίου αὐτῶν· οἱ δὲ καίτοι λίαν ἐγνωκότες ἀκριβῶς οὐ δεδράκασιν. Ταύτῃ τοι δικαίως δυσαχθεστέραν ὑπομενοῦσι τὴν τοῦ κολάζοντος κίνησιν. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται ἡ καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται. Ἐπειδὴ γὰρ αὐτοὶ καθ’ ἑαυτῶν, φησὶν, ἐπεσπάσαντο τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ γεγόνασιν οὐκ ὀρθοὶ τῶν πραγμάτων κριταὶ, καταψέγοντες μὲν τὸ ἀγαθὸν, ἐπαινοῦντες δὲ τὸ πονηρὸν, σοφοί τε ἦσαν ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, καὶ πρὸς τὰ ἔτι τούτων αἰσχίονα βλέποντες, δεδικαιώκασι μὲν ἕνεκα δώρων τὸν ἀσεβῆ, τὸ δὲ δίκαιον τοῦ δικαίου ἔλαβον· τούτων ἕνεκα πάντων ὡς εὐκατάπρηστος ὕλη, καὶ καλάμης δίκην, πυρὸς ἔσονται τροφὴ, καὶ φλόγες αὐτοὺς ἀνειμέναι κατανεμηθήσονται, ὡς ὁμοῦ ταῖς ῥίζαις τοὺς ἐξ αὐτῶν δαπανηθῆναι καρποὺς, τοῦτ’ ἔστι, συνδιολέσθαι τοῖς τεκοῦσι τὰ ἐξ αὐτῶν, καὶ ὡς χοῦν ἢ κόνιν ῥαγδαιοτάτου πνεύματος διαριπισθῆναι προσβολαῖς.
Ἀνειμένην δὲ φλόγα φησὶ τὴν ὑπ’ οὐδενὸς σβεννυμένην. Ἐμπέπτωκε μὲν γὰρ ἢ ληί̈οις ἤγουν ἀμπέλοις ἔσθ’ ὅτε πῦρ· ἀλλ’ οὐ γέγονεν ἀνημμένη, ἐπαμυνόντων πολλῶν, καὶ προσελθεῖν οὐκ ἐώντων, οὔτε μὴν ἀδιακωλύτως κατανέμεσθαι τοὺς ἀγρούς. Πονοῦντος δὲ οὐδενὸς, ἤγουν ἀνακόπτοντος τὸν ἐπέκεινα δρόμον τῆς φλογὸς, τότε δὴ τότε καὶ ἀνημμένη τις ἔσται καὶ ἄφετος, καὶ ἀχάλινος οὖσα πρὸς πᾶν ὁτιοῦν τῶν παρακειμένων. Οὐκοῦν ἐπειδήπερ ταῖς τοῦ πολέμου συμφοραῖς ὑποφέροντος αὐτοὺς τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ ὁσίᾳ ψήφῳ κολάζοντος, οὐδεὶς παντελῶς ἐπαμύνων ἦν· ταύτῃ τοι καὶ μάλα εἰκότως ἀνημμένην φλόγα τὴν ὀργὴν ὀνομάζει. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶν, καὶ ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;6 Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαβὶδ ψάλλει·
Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;6 Χρὴ οὖν ἄρα παντὶ σθένει χρωμένους παραιτεῖσθαι τὴν ὀργήν· φοβερὸν γὰρ τὸ χρῆμα, καὶ δυσδιάφυκτον· καὶ γοῦν δεδιδάγμεθα λέγειν ἐν προςευχαῖς· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.6 Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὸ παιδεύεσθαι χαλεπόν. Φορτικὸν δὲ καὶ δύςοιστον, τὸ ἐν ὀργῇ καὶ θυμῷ τοῦτο πράττεσθαι καθ’ ἡμῶν· οὕτω καὶ ὁ προφήτης ἔλεγεν· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.6 Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἀγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ.
PG 70:165Ὁ σοφώτατος Ἱερεμίας ταῖς τῶν Ἰουδαίων ἀμαθείαις τε καὶ ὑπεροψίαις ἐπιπλήττει λέγων· Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευδὴς γραμματεὺς, ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.6 Προσήκαντο μὲν γὰρ οὐδαμῶς τὸ κήρυγμα τὸ εὐαγγελικόν· ἀλλ’ οὐδὲ αὐτὸν τὸν διὰ Μωσέως τετιμήκασι νόμον. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Πεπλημμελήκασι τοίνυν κατ’ ἄμφω, καὶ ἀπεδοκίμασαν οἱ δείλαιοι τὸν τοῦ Θεοῦ λόγον, μήτε τὰς διὰ νόμου προαγορεύσεις ὡς ἀληθεῖς δεχόμενοι, μήτε μὴν τὸν σωτήριον εὐαγγελικὸν ἐπαινέσαντες λόγον.
Ταύτῃτοι διὰ φωνῆς Ἱερεμίου περὶ αὐτῶν ἔφη Θεός· Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρομαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκούειν.6 Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;6 Οὐκοῦν ἐπειδήπερ οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ’ ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παροξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνησιμαῖα, τοῦτ’ ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν.
Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ’ ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ’ ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀφιστάντος δὲ τὴν χεῖρα, καὶ οὐκ ἔτι σώζειν ἀνεχομένου, τὸ τηνικάδε κεισόμεθα, καὶ κοπρίων δίκην ὑπὸ πόδας τῶν ἐχθρῶν ἐσόμεθα. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Τοιγαροῦν ἀρεῖ σύςσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοῖς ἀπ’ ἄκρου τῆς γῆς.
PG 70:167Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται· οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ μὴ λύσωσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδ’ οὐ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν, ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. Ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος. Καὶ ἐπιλήψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Καὶ βοήσεται δι’ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης, καὶ ἐμβλέψονται εἰς γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. Ὅτι μὴ μέχρι τούτων τὰ τῆς ἐπ’ αὐτοῖς ὀργῆς μετρηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος, προβήσεται δὲ καὶ ἐπέκεινα, σαφηνιεῖ τὸ προκείμενον.
Καίτοι γὰρ ἀγρίως πεπορθημένοι, λιμῷ τε καὶ δίψει πεπιεσμένοι, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλόντες οἱ δείλαιοι, μεμενήκασιν ἐν ἀποστροφῇ Θεοῦ, καὶ οὐκ ἔξω γεγόνασι τῆς ὀργῆς. Τοῦτο γὰρ, οἶμαι, σημαίνει λέγων τὸ, Ἔτι ἡ χεὶρ ὑψηλὴ, ὅτι πλήττουσα τοὺς ἡμαρτηκότας. Ὑψοῦ γὰρ ἀεί πως ἡ τοῦ παίοντος αἴρεται χείρ. Εἶτα τίς ἢ πόσος ὁ τῶν ὀρῶν ἔσται παροξυσμὸς, τίνες δὲ καὶ οἱ τοῖς ἐκείνων ὑπηρετησόμενοι θυμοῖς, καὶ μεθ’ ὅσης ἥξουσιν ἀνδρείας τε καὶ εὐτολμίας, καὶ τῆς εἰς ἀνθρώπους ἀήθους ὠμότητος, ἐμφανίζει λέγων· Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν.6 Οὐ γὰρ ὅμοροι καὶ γείτονες τῆς Ἰουδαίων χώρας οἱ ταύτην ἠρημωκότες καὶ κατεμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἁπάσας δὲ τὰς τῶν Ἰουδαίων πόλεις, ἀλλ’ ἐκ χωρῶν τῶν μακρὰν, καὶ ἐξ ἁπάσης τῆς γῆς συναγηγερμένοι.
Πλεῖστοι γὰρ λίαν· μᾶλλον δὲ τάχα που καὶ ἀριθμοῦ κρείττονες καὶ οἱ συνασπίζοντες Οὐεσπασιανῷ τε καὶ Τίτῳ. Σύσσημον δὲ δοθήσεται, φησὶν, ὡς ἐν καιρῷ πολέμου καὶ μάχης. Ἔθος γὰρ τοῖς στρατηγοῖς ἐξοπλίζειν μέλλουσιν εἰς παράταξιν τὴν ὑπὸ χεῖρα πληθὺν, σύσσημα διδόναι, τὰς καλουμένας σημαίας αἴροντας ὑψοῦ. Ὧν καὶ ὁ προφήτης Ἡσαί̈ας διαμέμνηται λέγων· Καταληφθήσεται, ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ἱστοὺς γὰρ ἱστάντες ἐν ὑψηλοῖς γηλόφοις, ἢ ὀρθοῦσιν, ἢ κατακλίνουσιν, ἢ καὶ ἀπαρτῶσί τινα πρὸς ἃ βλέπει τὸ μάχιμον. Εἶδεν δὲ οὕτω τοῦ στρατηγοῦ τί τὸ δοκοῦν. Αἴρει τοιγαροῦν τὸ σύσσημον, φησὶ, καὶ συριεῖ αὐτοῖς. Δέχεται δὲ καὶ τοῦτο πάλιν, ὡς ἀπό γε τῆς συνηθείας τῆς ἐπὶ τῶν μυιῶν.
Ἐν ἔθει γάρ πώς ἐστι τοῖς μελισσοκόμοις συρίζειν αὐταῖς· οὕτω τε τῶν σίμβλων ἀποφέρειν εἰς ἄνθη καὶ πόας, καὶ μὴν καὶ ἀνακομίζειν ἐξ ἀγρῶν, οἴκοι τε αὐτὰς ἐναυλίζεσθαι ποιεῖν. Συριεῖ τοίνυν, φησίν. Οἱ δὲ ἀφίξονται πτηνοί τε καὶ κοῦφοι, λιμοῦ μὲν ὀλίγα πεφροντικότες, οὐ δεδιότες δὲ πόνους, ἄϋπνοί τε καὶ εὐζωνότατοι, καὶ ἐξηρτυμένοι τὰ τακτικὰ, καὶ ἀτρύτοις ἵπποις ἐποχούμενοι, καὶ ὁρμῶντες ὡς καταιγὶς, καὶ ἐν ἴσῳ λέουσι, καὶ κατεσθίοντες ὡς θηρία. Δυσάντητοι δὲ οὕτως ἔσονται καὶ δεινοὶ, ὡς ἀμαχεὶ δύνασθαι νικᾷν ἀντεξάγοντος οὐδενὸς, ἤγουν ἱκανῶς ἔχοντος εἰς ἐπικουρίαν, Ἔσται δὲ θρῆνος κατ’ ἐκεῖνο καιροῦ καὶ βοὴ συμμιγὴς, ὡς οὐδὲν ἕτερον ἡγεῖσθαί τινας, ἢ ὅτι θαλάσσης ἠχὴ τῆς Ἰουδαίων κατασκίδναται χώρας.
PG 70:169Ἔσται δὲ καὶ σκληρὸν σκότος καὶ οὔτι που πάντως τὸ ὡς ἐν ὀμίχλῃ νοούμενον καὶ νυκτὶ, τὸ ἐκ δειμάτων δὲ μᾶλλον καὶ ἀπορίας. Σκοτοῖ γὰρ τὸν νοῦν τὰ παγχάλεπα τῶν κακῶν. Ὀνίνησι τοιγαροῦν διὰ παντὸς ἡμᾶς ὁ τῶν ὅλων Θεός. Ποιεῖται γὰρ οὐ μάτην· τὰς τῶν ἐσομένων προαγορεύσεις· καὶ δίεισιν ἀκριβῶς τὰ μεγέθη τῶν κακῶν· ἵν’ ἐπειδήπερ ἀνουθέτητοί τε πολλάκις ἐσμὲν, καὶ πεποιήμεθα παρ’ οὐδὲν τὸν εἰς μετάγνωσιν καλοῦντα λόγον, κἂν γοῦν ὑποπτήξαντες τὸ ταῖς οὕτω δειναῖς ἐναλῶναι δίκαις, τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεξώμεθα φόβον, καὶ ἀποσπουδάσαντες τὰ πονηρὰ, μετακομίσωμεν τὴν καρδίαν εἴς γε τὸ χρῆναι λοιπὸν ἑλέσθαι τὸ ἀγαθόν. Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
Καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶν, κατεκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ καθ’ ἕνα τυχὸν, οὔτε μὴν ἀδιαστάτως οἱ μακάριοι προφῆται τὰς τῶν ὁράσεων ἀποκαλύψεις ἐδέχοντο παρὰ Θεοῦ. Ἀνὰ μέρος δὲ μᾶλλον, κατὰ τὸ Δεσπότῃ δοκοῦν. Καὶ ἐν χρόνοις καθ’ οὓς ἤθελε τοῦτο δρᾷν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, καὶ γινώσκων τὰ κεκρυμμένα. Καὶ γὰρ ἔστι μετὰ τοῦτο φῶς, καθὰ γέγραπται. Ὀζίου τοιγαροῦν τοῦ καὶ Ἀζαρίου περιόντος ἔτι, καὶ τοὺς τῆς βασιλείας τῆς ἐν τοῖς Ἱεροσολύμοις διέποντος θρόνους, τοὺς ἐπὶ τοῖς ἤδη φθάσασι πεποίηται λόγους ὁ μακάριος προφήτης Ἡσαί̈ας.
Ἦν μὲν γὰρ Ὀζίας καὶ Ἀζαρίας τῶν ὅτι μάλιστα φιλοθεωτάτων, πεποιηκέναι γὰρ λέγεται τὸ εὐθὲς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Πλὴν οὐ μέχρι παντὸς διεσώσατο καλὴν καὶ ἀμώμητον τῆς εὐσεβείας τὴν δόξαν. Κατισχύσας γὰρ διὰ Θεοῦ τῶν ὁμόρων ἐθνῶν, πλεῖστά τε ὅσα καὶ ἀξιοθαύμαστα κατ’ αὐτῶν ἐργασάμενος, τοῖς τῆς εὐπραγίας μεμέθυσται τρόποις· καὶ κατώλισθεν εἰς ὑπεροψίαν. Ἀφίκετο γὰρ εἰς τοῦτο γνώμης, ὥστε καὶ λειτουργίαν ἁρπάσαι τὴν ἱερὰν, καὶ αὐτόκλητος ἐλθεῖν ἐπὶ τὸ δεῖν ἱερᾶσθαι τῷ Θεῷ. Εἰσελθὼν γὰρ εἰς τὸν θεῖον ναὸν, οὐ διὰ τῆς τῶν Λευϊτῶν μεσιτείας, ἤγουν ἱερέων, προσκομίζειν ἤθελε τὰς θυσίας τῷ Θεῷ. Ἀλλ’ ἐπ’ αὐτὸ τὸ θεῖον ἀναπηδήσας θυσιαστήριον, θυμᾷν ἐζήτει παρὰ τὸ εἰωθὸς καὶ τὸν νόμον. Καὶ ἠλέγχετο μὲν παρὰ τῆς ἱερατευούσης φυλῆς ὡς ἀνόσια δρῶν, καὶ παραλύειν ἐπιχειρῶν τὸν νόμον.
Ἐπειδὴ δὲ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐντρυφῶν προσνενέμηκεν ἑαυτῷ καὶ τὸ ἱερᾶσθαι πρέπειν· καὶ παρ’ οὐδὲν ποιούμενος τὰς τῶν ἱερέων συμβουλὰς, ἠλέγχετο παραχρῆμα παρὰ Θεοῦ. Λελέπρωται γὰρ, αὐτοῖς μετώποις ἐπηνθηκότος τοῦ πάθους. Οἶμαι δὲ δεῖν πρὸς ἀκριβῆ τῶν εἰρημένων εἴδησιν καὶ αὐτὰ τὰ θεῖα παραθέσθαι λόγια, τὰ ἐπ’ αὐτῷ γεγραμμένα. Ἔχει δὲ οὕτως· Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ, ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμασίου βασιλέως Ἰούδα. Ἓξ καὶ δέκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Χαλία ἐξ Ἱερουσαλήμ. Καὶ ἐποίησε τὸ εὐσεβὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμαζίας ὁ πατὴρ αὐτοῦ. Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν·
PG 70:171ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίαν ἐν τοῖς ὑψηλοῖς. Καὶ ἥψατο Κύριος τοῦ βασιλέως. Καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ.6 Καὶ ταυτὶ μὲν ἐν ταῖς Βασιλείαις. Ἐν δὲ Παραλειπομέναις, ὡς ἔφην· Καὶ ὡς κατίσχυσε, φησὶν, ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι. Καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ· καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων· καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ’ αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα καὶ δύο υἱοὶ δυνατοί· καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ’ ἡμῖν τοῖς ἱερατεύουσι τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις, θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου. Καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.
Καὶ ἐθυμώθη Ὀζίας· καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ, ἐναντίον τῶν ἱερέων ἐν τῷ οἴκῳ Κυρίου, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. Καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ. Καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.6 Ἐπειδὴ δὲ τοῦ διὰ Μωσέως προστάττοντος νόμου χρῆναι δὴ πάντως ἐκπέμπεσθαι τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν λεπρὸν, καταμιαίνοντος δὲ καὶ κοινὸν ἀποφαίνοντος τῆς ἀκαθαρσίας τοῦ λεπροῦ τὸν συνόντα αὐτῷ, κατῴκηκεν ἐν τοῖς Ἱεροσολύμοις Ὀζίας, μονονουχὶ σύμπασαν διὰ τούτου μιαίνων τὴν Ἱερουσαλήμ.
Σεσίγηκεν ὁ Δεσπότης οὐκ ἀτιμάζων προφήτας ἁγίους, ἀναξίους δὲ μᾶλλον ἀποφαίνων τῆς παρ’ αὐτοῦ νουθεσίας τοὺς ἀκαθάρτους συνοικοῦντας παρά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. Οὕτω γάρ πού φησι καὶ πρὸς τὸν μακάριον Ἰεζεχιήλ· Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ· καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.6 Ἀποσεσίγηκε τοίνυν, καίτοι δεικνύων τὴν ἀγανάκτησιν. Σέσεισται γὰρ τὰ Ἱεροσόλυμα, καὶ κατεδονήθη πᾶσα τῶν Ἰουδαίων χώρα. Εἰσόμεθα δὲ καὶ τοῦτο δι’ ὧν ἐγεγράφει ὁ προφήτης Ἀμώς. Ἔχει γὰρ οὕτως· Λόγοι Ἀμὼς οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκουὲ, οὓς ἴδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς βασιλέως Ἰσραὴλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.6 Ἐπειδὴ δὲ τετελεύτηκεν Ὀζίας συγκατέληξεν αὐτῷ τῆς σιωπῆς ὁ καιρός.
PG 70:173Καὶ πάλιν ἐδίδου τὰς θεοπτίας τοῖς ἁγίοις προφήταις ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοί φησιν ὁ προφήτης Ἡσαί̈ας· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, ἴδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.6 Ὅτι μὲν οὖν τὸν Υἱὸν ὁ προφήτης τεθέαται ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν ἐνδοιάσειέ τις, Ἰωάννου γράφοντος ἐναργῶς περὶ αὐτοῦ· Ταῦτα δὲ εἶπεν Ἡσαί̈ας, ὅτε ἴδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.6 Ἄθρει δέ μοι τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τὸ κατὰ πάσης κτίσεως κράτος. Ὁ μὲν γάρ ἐστιν ἐφ’ ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου τοῖς τῆς βασιλείας ἐκπρεπεστάτοις αὐχήμασιν εὖ μάλα κατεστεμμένος. Αἱ δὲ ἀνωτάτω δυνάμεις, μεθ’ ἃς οὐδὲν ἐπέκεινα τῶν γενητῶν εἶναι λέγεται, κύκλῳ περιιστᾶσι τάξιν ἔχουσαι τὴν οἰκετικὴν, καὶ ταῖς εὐφημίαις καταγεραίρουσαι.
Πλήρη τε εἶναί φησι τὴν γῆν ἅπασαν τῆς δόξης αὐτοῦ. Χρῆναι δὲ ὑπολαμβάνω μὴ ἐν τοπικοῖς ὑψώμασι τὸν θεῖον οἴεσθαι τεθεῖσθαι θρόνον. Εὔηθες γὰρ καὶ ἀσύνετον κομιδῇ τὸ χρῆμά ἐστιν. Ὑψοῦ δὲ ὁ θεῖος τέθειται θρόνος, καθὸ καὶ νοεῖται πάσης ἐπέκεινα φύσεως νοητῆς τῆς τοῦ Θεοῦ βασιλείας ἡ δόξα. Ἡ δὲ κάθισις ἡ ἐπ’ αὐτοῦ τὴν οἱονεὶ βεβαιότητά τε καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονὴν ἔοικεν ὑποδηλοῦν. Ψάλλει γὰρ οὕτω καὶ ὁ θεσπέσιος Δαβίδ· Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.6 Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτόν πού φησιν· Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.6 Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή τέ ἐστιν ἡ πεποιημένη φύσις, καὶ τῶν γενητῶν ἐν τούτοις τὸ μέτρον· κάθηται δὲ, ὡς ἔφην, ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τοῦτ’ ἔστιν, ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν.
Πλήρη δὲ εἶναί φησι τὸν οἶκον τῆς δόξης αὐτοῦ. Οὔπω γὰρ δεδυσσεβηκότος τοῦ Ἰσραὴλ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐπλήρου τὸν οἶκον τὸν ἐν τοῖς Ἱεροσολύμοις ἡ τοῦ Θεοῦ δόξα. Ἐπειδὴ δὲ ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ, καὶ πεπτώκασιν εἰς ἀνοσιότητα τρόπων. Οὗ ἕνεκεν τὴν φωνὴν ἤκουσαν λέγοντος· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.6 Ἑκάστῳ δὲ τῶν Σεραφεὶμ ἓξ ἐμπεφυκέναι φησὶ τὰς πτέρυγας, ὡς ταῖς μὲν δυσὶ κατακαλύπτειν τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς λοιπαῖς. Διερμηνεύεται δὲ Σεραφεὶμ, ἐμπρησταὶ ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρά γε ταῖς ἄνω δυνάμεσιν, αἵπερ ἂν εἶεν μάλιστα καὶ ἐγγὺς Θεοῦ. Ταύτῃ τοι καὶ ἡμεῖς αὐτοὶ κολλώμενοι διὰ πίστεως καὶ πολιτείας τῆς ἀγαθῆς καὶ ἐννομωτάτης ζέοντες ἀποτελούμεθα τῷ πνεύματι, καὶ θερμοὶ τὴν ἀγάπην τὴν εἰς Θεόν.
Σύμβολον δὲ τὸ ταῖς πτέρυξι κατακαλύπτειν τὰ Σεραφεὶμ τό τε πρόσωπον καὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς δυσὶν, τοῦ μὴ δύνασθαί τινας ἢ ἀρχὴν ἢ τέλος ὁρᾷν ἐννοιῶν ἢ λόγων τῶν περὶ Θεοῦ. Σημαίνει μὲν γὰρ τὴν ἀρχὴν ἡ κεφαλὴ, καὶ τὸ πρόσωπον, τὸ δέ γε τέλος οἱ πόδες. Ἄναρχον γὰρ τὸ Θεῖον καὶ τελευτᾷν οὐκ εἰδός. Προσβάλλομεν δὲ τοῖς διὰ μέσου μόλις τοῖς κατά γε τοὺς χρόνους φημὶ, καθ’ οὓς τὰ οὐκ ὄντα ποτὲ παρήχθη πρὸς ὕπαρξιν. Πέτονταί γε μὴν ὡς οὐδὲν ἔχοντες τὸ κατεῤῥιμμένον. Ὑψοῦ δὲ μᾶλλον ἀεὶ τὸ φρόνημα πρὸς Θεόν. Οὐ γάρ τοι καθ’ ἡμᾶς φρονοῦσι τὰ κάτω, ἀλλ’ ἐν ἀποῤῥήτοις τισὶν ὑψώμασιν ἐννοιῶν αἱ ἀνωτάτω δυνάμεις τὸν οἰκεῖον ἔχουσι νοῦν. Εὔφημον δὲ καὶ τὸ στόμα αὐταῖς. Δοξολογοῦσι γὰρ καὶ τοῦτο ἐξ ἀμοιβῆς, οὐ διά γε τὸ κάμνειν, καθάπερ ἐγῷμαι, παραχωροῦσι δὲ μᾶλλον τὰς τιμὰς ἀλλήλως, καὶ ἀντιδωρούμεναι τὰς δοξολογίας.
PG 70:175Πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ. Ἅγιος λέγουσαι, κατακλείουσι τὴν δοξολογίαν, εἰς τὸ, Κύριος Σαβαὼθ,6 ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογουμένως φαμὲν τὸν Πατέρα· οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος οὐδεὶς διατέμνει πρὸς ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ’ ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι’ αὐτῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων Σεραφεὶμ, οἳ καὶ πλήρη πᾶσαν τὴν γῆν εἶναι λέγουσι τῆς δόξης αὐτοῦ, προαναφωνοῦντες τὰ ἐσόμενα, καὶ τῆς διὰ Χριστοῦ γεγενημένης οἰκονομίας προαναγγέλλοντες τὸ μυστήριον. Πρὶν μὲν γὰρ σάρκα γενέσθαι τὸν Λόγον, κατεκράτει τῆς ὑπ’ οὐρανὸν ὁ δαίμων ὁ ἀλητήριος, ὁ δράκων, ὁ ἀποστάτης.
Προσεκυνήθη δὲ καὶ ἡ κτίσις παρὰ τὸν κτίσαντα καὶ Ποιητήν· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα γῆ. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα φυλὴ, καὶ γλῶσσαι ἐξομολογήσονται, καὶ αὐτῷ δουλεύσουσι, κατὰ τὸ γεγραμμένον. Προανακεκράγει δὲ καὶ τοῦτο ὁ μακάριος Δαβὶδ ἐν πνεύματι· ἔφη γάρ· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.6 Τοῦτό τοι τετέλεσται κεκλημένης τῆς ἐξ ἐθνῶν πληθύος· καὶ προσκυνούντων ἁπάντων τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς γενομένῳ, μεμενηκότι δὲ δι’ ἑαυτὸν ὑπὲρ πάντα. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τεθέαται μὲν γὰρ ὁ προφήτης τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων ἐν κύκλῳ τῶν ἁγίων Σεραφεὶμ, καὶ ἀκαταλήκτοις δοξολογίαις εὐφημούντων αὐτόν.
Διεβεβαιοῦτο δὲ, ὅτι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Νῦν δὲ ἐπῆρθαί φησι τὸ ὑπέρθυρον, ἐμπεπλῆσθαι δὲ καὶ τὸν οἶκον καπνοῦ, καὶ ἀπό γε τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφείμ. Ἆρ’ οὖν ἐροῦμεν τὴν φωνὴν αἰτίαν γενέσθαι τῶν συμβεβηκότων τῷ οἴκῳ; Καίτοι πῶς οὐ σφόδρα ἐστὶν ἀκαλλὲς τὸ φρονεῖν ἑλέσθαι ταυτί; Τίνα δὴ οὖν τρόπον ταῖς τῶν προκειμένων προσβαλοῦμεν ἐννοίαις; Ἄριστά τε καὶ σοφῶς. Πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐπιδημίας, ἔτι τὴν ἐν νόμῳ πολιτείαν ἀκωλύτως τε καὶ ἀνεπιπλήκτως διέποντος τοῦ Ἰσραὴλ, πλήρης ἦν ὁ διαβόητος ἐκεῖνος νεὼς ἐν τοῖς Ἱεροσολύμοις ὃν Σολομὼν ἀνεδείματο τῆς δόξης τοῦ Θεοῦ. Ἐπετέλουν γὰρ ἐν αὐτῷ τὰς κατὰ νόμον θυσίας. Ἐπειδὴ δὲ τὸν ἐξ οὐρανοῦ ἀφιγμένον ἐν ἀνθρωπείᾳ μορφῇ, καὶ διὰ νόμου καὶ προφητῶν κεκηρυγμένον οὐ προσήκαντο, μᾶλλον δὲ καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐγκατέλιπε τὸν οἶκον αὐτοῦ, ἀφῆκε τὴν κληρονομίαν αὐτοῦ.
Ἀπονένευκε γὰρ εἰς τὰ ἔθνη, καὶ πεπλήρωται μὲν πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Παραδέδοται δὲ τῶν Ἰουδαίων ἡ χώρα πρὸς ἐρήμωσιν, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεώς. Ὅτε τοίνυν κατά γε τὴν προφητείαν ἤγουν προαγόρευσιν ἤτοι φωνὴν τῶν ἁγίων Σεραφεὶμ ἐπλήσθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, τότε ἐπήρθη τὸ ὑπέρθυρον τοῦ ναοῦ, καὶ ἐνεπλήσθη καπνοῦ. Οὐκοῦν τὸ, ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον,6 χρόνου μᾶλλόν ἐστι σημαντικὸν, οὐχὶ δὴ πάντως τῆς δοξολογίας ἔργον καὶ ἀποτέλεσμα. Σημαίνει δὲ, οἶμαι, τὸ, Ἐπήρθη τὸ ὑπέρθυρον,6 τὸ καταλελεῖφθαι τὸν ναόν. Ὅτι δὲ καὶ ἐμπέπρησται. τὸ ἐμπεπλῆσθαι λέγειν αὐτὸν καπνοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τὰ τοιάδε νοεῖν, καὶ τὰ κατὰ παντὸς τοῦ τῶν Ἰουδαίων ἔθνους πεπράχθαι λέγειν αὐτὰ νοητῶς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λογισμοῦ.
PG 70:177Ὅτε γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν δόξης ἐπλήσθη πᾶσα ἡ γῆ κεκλημένων διὰ τῆς πίστεως τῶν ἐθνῶν, τότε τῆς Ἰουδαίων διανοίας πᾶσα μὲν ἀσφάλεια λέλυται πνευματική. Καπνοῦ δὲ δίκην οἱ τάλανες, τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν λαβόντες εἰς νοῦν τυφλοὶ γεγόνασι νοητῶς. Ταύτῃτοι καὶ ὁ Σωτὴρ αὐτοῖς ἐπεφώνει λέγων· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾷς καταλάβῃ.6 Τί δέ ἐστιν ἀσφαλὴς καὶ εὐάλωτος τῶν Ἰουδαίων ὁ νοῦς πρὸς πᾶν ὁτιοῦν τῶν παθῶν ἐπικουρίας τῆς ἄνωθεν ἔρημος ὢν, πῶς ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖ εἰωθότων;
Καὶ εἶπα, Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς. Ὁ διὰ τοῦ πανσόφου Μωσέως προστέταχε νόμος, μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον, καὶ πολλή τις ἄγαν ἡ ἐπιτήρησις παρὰ τοῖς Ἰουδαίοις ἐν τούτοις. Καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἁλιεύουσιν ἔτι προσεφώνει λέγων ὁ Κύριος· Χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.6 Οὗ δὴ γεγονότος, ἰχθύων μὲν πλῆθος συνείληπτο πολὺ, τεθαυμακὼς δὲ τοῦ λόγος τὴν δύναμιν ὁ θεσπέσιος Πέτρος, Προσέπεσε, φησὶ, τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.6 Ἀλλ’ οὐκ ἂν ὁ Πέτρος ἠθέλησεν ἀπελθεῖν ἀπ’ αὐτοῦ τὸν Χριστόν.
Ἐπειδὴ δὲ ᾔδει τὸν τοῦ νόμου σκοπὸν, ὡμολόγει μὲν ὅτι ἁμαρτωλός ἐστιν, ἐδεδίει δὲ τῷ ἁγίῳ συνεῖναι, κατά γε τὸ κρατῆσαν ἀεὶ παρὰ τοῖς Ἰουδαίοις ἔθος. Ἀφιγμένου δέ ποτε τοῦ Χριστοῦ καὶ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, εἶτα τεθεραπευκότος τοὺς ἐν τοῖς μνημείοις δαιμωνῶντας ἀγρίως, τεθαυμάκασι μὲν τὴν θεοσημείαν. Ἔφη δὲ ὁ Ματθαῖος, ὅτι Πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τοῦ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν.6 Καίτοι πῶς οὐκ ἔδει μᾶλλον μεταποιεῖσθαι τοῦ τεθεραπευκότος, καὶ παρακαλεῖν προσμεῖναί τε αὐτοῖς, καὶ πολλῶν ἑτέρων θαυμάτων γενέσθαι δημιουργόν; Ἀλλ’ ἦν εὐλαβείας ἀπόδειξις κατ’ ἐκεῖνο καιροῦ καὶ τιμῆς τοῖς ἁγίοις ὀφειλομένης τρόπος τὸ παραιτεῖσθαί τινας ἐγγίζειν αὐτοῖς.
PG 70:179Ματθαίου κεκλημένου καὶ ἀκολουθήσαντος τῷ Χριστῷ, εἶτα κεκληκότος αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· Καὶ ἰδοὺ,6 φησὶ, πολλοὶ ἁμαρτωλοὶ καὶ τελῶναι ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;6 Συνῆς οὖν ὅπως ὡς ἠμεληκότα τοῦ νόμου κατῃτιῶντο τὸν Χριστὸν, διά τοι τὸ θέλειν συνδιαιτᾶσθαι πονηροῖς. Ἐπαιτιᾶται δέ που καὶ Θεὸς τοὺς τῆς Ἰουδαίων Συναγωγῆς προσεγκεῖσθαι λαχόντας διὰ προφήτου λέγων· Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον.6 Εὐλαβείας οὖν ἄρα τρόπος, ὡς ἔφην, καὶ νομικῶν ἐνταλμάτων παράδοσις τὸ μὴ συνεῖναι θέλειν τοῖς ἁγίοις τοὺς ἐν ὑπολήψει φαυλότητος, καὶ οὐκ ἐλεύθερον ἁμαρτιῶν ἔχοντας τὸ συνειδός.
Τοιοῦτόν τι καὶ ὁ μακάριος προφήτης ὁρᾶται παθὼν, ταύτῃτοί φησιν· Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι Καὶ οὐ διὰ τοῦτο τάλας, ὅτι κατανένυκται· πῶς οὐκ εὔηθες τοῦτο οὕτω νοεῖν; ἀλλ’ ὅτι κατανένυκται, φησὶν, ὑπὸ τοῦ συνειδότος, δῆλον δὲ ὅτι διὰ τοῦτο ἔφην· Ὦ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου.6 Ἐπειδὴ γὰρ τὰ ἅγια Σεραφεὶμ καθαροῖς καὶ πανάγνοις στόμασιν ἐποιοῦντο τὰς δοξολογίας, δέδιεν αὐτὸς τὸ χρῆμα, θεοδίδακτος ὢν, καὶ οὐκ ἀγνοήσας ὅτι οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, καθὰ γέγραπται. Ἦν μὲν γὰρ ὁμολογουμένως ἀκάθαρτα χείλη τοῦ Ἰσραήλ· δεδυσφημήκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.
Εἰ δὲ δὴ λέγοι καὶ ὁ προφήτης, ὅτι καὶ αὐτὸς ἔχοι τὰ χείλη τοιαῦτα, καίτοι τῆς τοῦ Ἰσραὴλ δυσσεβείας ἀμοιρήσας παντελῶς, φαμὲν ὅτι μετριάζει μὲν ὡς ἅγιος, εἰκὸς δὲ ὅτι καὶ ὡς ὑπάρχων ἐξ αἵματος Ἰσραὴλ, οὐκ ἔξω τίθησι τῆς αἰτίας ἑαυτόν. Ἀλλ’ ὑποφέρει τῷ κοινῷ τοῦ λαοῦ πλημμελήματι, σώζων διὰ τούτου τοὺς ἡμαρτηκότας· ἤγουν τῆς ἀνθρώπου φύσεως ὁμολογεῖ τὴν νόσον. Ὁποῖόν ἐστι τὸ παρὰ τοῦ μακαρίου Δαβὶδ κατὰ τοῦ παντὸς ἀνθρώπου λεγόμενον· Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.6 Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ ἀνθρώπου διάνοια, κἂν εἰ ἀπαλλάττοιντό τινες τοῦ κακοῦ, νήψει τὸ χρῆμα κερδαίνοντες. Δέδιε τοίνυν ὁ προφήτης ὅτι μὴ ὑπάρχων οὕτω καθαρὸς, καθάπερ ἀμέλει τὰ ἅγια Σεραφεὶμ, τεθέαται μὲν τὸν Κύριον Σαβαὼθ, σεσίγηκε δὲ, καίτοι μᾶλλον ὀφείλων δοξολογεῖν, διὰ τὸ μὴ οὕτως ἔχειν καθαρὸν τὸ στόμα.
Ὅτι δὲ χρὴ καθαροῖς στόμασιν ὑμνολογεῖν, σαφὲς ἂν γένοιτο περὶ τῆς γλώςσης λέγοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα. Καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι; ἢ ἄμπελος σῦκα; Οὕτως οὐδὲ ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.6 Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν ἁγίων ἀγγέλων, ὅτι πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.
PG 70:181Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές. Πάντα μὲν γὰρ ἐν κόσμῳ τὰ παρὰ ταῖς ἄνω δυνάμεσι καὶ τιμῆς ἤτοι λειτουργίας μέτρα παρ’ αὐταῖς, καὶ ὅροι τέθεινται τῆς ἑκάστου δόξης, παρά γε τοῦ πάντα κατὰ τὸ αὐτῷ δοκοῦν διανέμοντος Θεοῦ. Πλὴν εἷς ἐφ’ ἅπασιν ὁ ζυγὸς, καὶ ὑπηρετοῦσι νεύμασι τοῖς Δεσποτικοῖς, οὐκ ἀπαξιοῦντα τὴν δουλείαν, ἀλλ’ ἐν μοίρᾳ τιμῆς καὶ δόξης καταλογιζόμενά που τὸ ἐν τούτοις γνήσιον. Προαναμορφοῦται τοίνυν ἐν ὀφθαλμοῖς τοῦ προφήτου τὸ Χριστοῦ μυστήριον, διὰ τῶν ἄνω δυνάμεων εὖ μάλα διακονούμενον. Ἀποστέλλεται γοῦν ἓν τῶν Σεραφεὶμ ἄνθρακα ἔχον, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ τοῦτο ἄρα ἧν Χριστοῦ σύμβολον, ὃς δι’ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν προσεκόμισεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς θυσίαν πνευματικὴν καθαρὰν καὶ ἀβέβηλον καὶ εἰς ὀσμὴν εὐωδίας.
Ταύτῃ τοι καὶ μάλα εἰκότως ἐκ τοῦ θυσιαστηρίου λαμβάνεται. Παρεικάζεταί γε μὴν ἄνθρακι· καὶ διὰ ποίαν αἰτίαν εἰπεῖν ἀναγκαῖον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πυρὶ τὴν θείαν παρεικάζειν φύσιν. Ὥφθη γὰρ οὕτω τῷ μακαρίῳ Ἰσραὴλ ἐν τῷ ὄρει Χωρὴμ ἤτοι Σινᾶ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας. Οὕτω καὶ αὐτῷ τῷ μακαρίῳ Μωσῇ ποιμαίνοντι κατὰ τὴν ἔρημον, ἐν εἴδει πυρὸς ἐν τῷ βάτῳ κατὰ καιροὺς, ὤφθη τε καὶ προσελάλει. Ὥσπερ οὖν ὁ ἄνθραξ ξύλον ἐστὶ τῇ φύσει, πλὴν ὅλος δι’ ὅλου μεμέστωται τοῦ πυρὸς, καὶ τὴν αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἔχει· κατὰ τοῦτον, οἶμαι, τρόπον νοοῖτ’ ἂν εἰκότως καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.6 Ἀλλ’ εἰ καὶ ἦν καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος οἰκονομικῶς, ἀλλ’ οὖν ἅπαν τὸ τῆς θεότητος πλήρωμα κατῴκησεν ἐν αὐτῷ, κατά γέ φημι τὸν τῆς ἑνώσεως τρόπον.
Ταύτῃτοι καὶ διὰ τῆς ἰδίας σαρκὸς θεοπρεπεστάτας ἔχων ὁρᾶται τὰς ἐνεργείας. Ἥψατο γοῦν τῆς σοροῦ, καὶ ἀνέστησε τὸν τεθνεῶτα τῆς χήρας υἱόν. Καὶ μὴν καὶ πτύσας ἐνετίθει τυφλοῖς τὸ βλέπειν, πηλῷ καταχρίων τοὺς ὀφθαλμούς. Ἄνθρακι δὴ οὖν εὖ μάλα παρεικαστέον τὸν Ἐμμανουὴλ, ὃς εἰ καὶ γένοιτό πως ἐν τοῖς ἡμετέροις χείλεσιν, πάντη τε καὶ πάντως ἀφαιρεῖ τὰς ἁμαρτίας, καὶ περικαθαριεῖ τὰς ἀνομίας. Εἶτα πῶς ἐν τοῖς ἡμετέροις χείλεσιν ἔσται; Ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. Οὕτω καὶ ὁ θεσπέσιος γράφει Παῦλος· Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.6 Ἔστω τοίνυν ἐν τοῖς χείλεσιν ἡμῶν ὁ θεῖος ἄνθραξ, ὁ τὸν ἐκ τῆς ἁμαρτίας καταφλέγων συρφετὸν, καὶ τὸν ἐκ τῆς ἀνομίας ἐκτήκων ῥύπον, καὶ ζέοντας ἡμᾶς ἀποτελῶν τῷ πνεύματι.
PG 70:183Εἰ δὲ δὴ λέγοιτο τῇ λαβίδι λαμβάνεσθαι, συνήσεις ἀστείως ὅτι πίστιν τὴν ἐπ’ αὐτῷ, καὶ μέντοι τὴν γνῶσιν, καθάπερ τινὶ λαβίδι δεχώμεθα διὰ νομικῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ἤτοι προαγορεύσεων. Ὅθεν καὶ ὁ τῶν ἁγίων ἀποστόλων εἰς ἀλήθειαν πανταχῆ κατασφραγίζεται λόγος, Κεχρημένοι γὰρ ταῖς ἐκ νόμου καὶ προφητῶν μαρτυρίαις, ἀναπείθουσι τοὺς ἀκροωμένους, καὶ μονονουχὶ τὸν ἄνθρακα προσάγουσι καὶ αὐτοὶ τοῖς χείλεσιν αὐτῶν, ὁμολογεῖν τὴν πίστιν τὴν εἰς Χριστὸν παρασκευάζοντες. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Ὅτε τῶν τοῦ προφήτου χειλέων ὁ ἄνθραξ ἥψατο, καὶ ἀφῄρηκεν αὐτοῦ τὰς ἀνομίας, τότε καὶ ἀκούει τῆς φωνῆς Κυρίου, καὶ δέδιε μὲν οὐκέτι, καὶ σιωπᾷ τὸ, Τάλας ἐγὼ,6 παρειστήκει δὲ καὶ μάλα γοργῶς ἑαυτὸν εἰς ἀποστολὴν, καὶ οἷον αὐτόμολος εἰς τοῦτό τοι ἰὼν, τὸ, Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.6 Εἰ δὲ δὴ λέγοι Θεός·
Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;6 οὐκ ἠπορηκότος εἶναί φαμεν τὴν φωνὴν, οὐδὲ οἷον ἐν σπάνει γεγονότος τοῦ πεμφθησομένου, καταιτιωμένου δὲ μᾶλλον τὸν Ἰσραὴλ ὡς ἀπειθῆ λίαν, καὶ εἴξαντα μὲν οὐδενὶ τῶν προαπεσταλμένων, ἀπεκτονότα δὲ μᾶλλον αὐτούς. Τοὺς μὲν γὰρ ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, τοὺς δὲ ἀπέκτειναν, καθά φησιν ὁ Χριστὸς, τὴν ἐν τοῖς Εὐαγγελίοις ἡμῖν συντιθεὶς παραβολήν. Τίνα δὴ οὖν ἄρα, φησὶν, ἀποστείλω; Καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; οἳ τοῖς ἤδη προαπεσταλμένοις ἠπειθηκότες, σκληροί τέ εἰσι, καὶ δυσάντητοι, καὶ δι’ αὐτῶν ἔδειξαν τῶν πραγμάτων, ὡς οὐκ ἂν εἴη τοῦ τυχόντος προσβαλεῖν αὐτοῖς, μόνου δὲ τάχα τοῦ καὶ αὐτῆς ἀπεγνωκότος τῆς ἰδίας ζωῆς. Ὅτι δὲ γέγονεν ἀκαμπὴς, καὶ ἀνουθέτητος ἄγαν ὁ Ἰσραὴλ, ἀναμάθοι τις ἂν καὶ δι’ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ἐζεχιήλ.
Ἔχει δὲ οὕτως· Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτὸν, διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βραδύγλωσσον ἐξαποστέλλῃ, πρὸς οἶκον τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους, ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν. Καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, αὐτοὶ ἂν εἰσήκουσάν σου· ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι.6 Εἰκότως δὴ οὖν μονονουχὶ ἀπορήσας, μᾶλλον δὲ, ὡς ἔφην, ἀρτίως ἐπὶ πολλῇ λίαν ὠμότητι καταιτιώμενος τοὺς ἐξ Ἰσραήλ. Τίνα δὴ οὖν ἀποστείλω; Μελλήσας δὴ οὖν ὁ προφήτης κατ’ οὐδένα τρόπον·
PG 70:185Ἰδοὺ ἐγὼ,6 φησὶν, ἀπόστειλόν με.6 Ὅταν τοίνυν καὶ ἡμῶν ὁ θεῖος ἄνθραξ ἐπιθιγγάνῃ, καθαροὶ μὲν ἐσόμεθα τῶν διεπταισμένων, πρόθυμοι δὲ καὶ νεανικοὶ πρὸς ἀποστολὴν, ὃ δὴ καὶ πεπράχασιν οἱ θεσπέσιοι μαθηταί. Καίτοι γὰρ ὄντες ἐξ Ἰουδαίων, καὶ πρὸ τῆς εἰς Χριστὸν ἀγάπης, ἀκάθαρτά που καὶ αὐτῶν τὰ χείλη μετὰ τῶν ἅλλων ἔχοντες, ἐπειδὴ δὲ προσήκαντο τὴν πίστιν, πεποίηνται τὴν καλὴν ὁμολογίαν, ἥψατο δὲ καὶ αὐτῶν ὁ ἄνθραξ, τότε καὶ κέκληνται πρὸς ἀποστολὴν, καὶ ἠκολούθουν ἀμελλητὶ, καίτοι λέγοντος τοῦ πανσόφου Μωσέως· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς·6 Ἱερεμίου δὲ πάλιν· Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι ἐγὼ νεώτερός εἰμι.6 Θερμότεροι δὴ οὖν πρὸς ἀποστολὴν καὶ διακονίαν τῶν ἀρχαιοτέρων ἁγίων οἱ ἐν Χριστῷ.
Καὶ σαφὴς ἂν γένοιτο τοῦ πράγματος τύπος ὁ μακάριος προφήτης Ἡσαί̈ας, μετὰ τὴν τοῦ ἄνθρακος ἐπαφὴν ἀνακεκραγώς τε καὶ λέγων τό· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.6 Καὶ εἶπεν· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Πώρωσιν μὲν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ, ὁ θεσπέσιος γράφει Παῦλος· διερμηνεύων δὲ ὥσπερ τίνα τρόπον αὐτοῖς τὴν πώρωσιν συνέβη παθεῖν. Ἄχρι γὰρ σήμερον, φησὶν, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.6 Καὶ γὰρ ἦν ἀκόλουθον τοῖς εἰς τοῦτο λοιπὸν ἀγριότητος τρόπων ὠλισθηκόσιν, ὡς πολὺ νοσεῖν τὸ ἐξήνιον, καὶ μήτε τοῖς Μωσέως γράμμασιν εἴκειν ἐθέλοντες, μήτε μὴν τοῖς ἁγίοις προφήταις· προςθείην δ’ ἂν ὅτι μηδὲ αὐτῷ τῷ Χριστῷ, τῷ τῆς νοητῆς ἀχλύος καταλαμβάνεσθαι σκότῳ, καὶ ὀλίγα διενεγκεῖν τῶν ἀναισθήτων λίθων.
Ταύτην οὖν ἄρα ποιεῖται τὴν προαγόρευσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τῷ προφήτῃ παρεγγυᾷ προκαταμηνύειν αὐτοῖς· ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ, μὴ ἴδητε.6 Γεγόνασι γὰρ αὐτήκοοι τῆς τοῦ Σωτῆρος φωνῆς· ἐδίδαξεν ἐν συναγωγαῖς, προσπεφώνηκεν ἐν τοῖς Ἱεροσολύμοις πλειστάκις, ἀλλ’ ἦσαν ἐν ἴσῳ τοῖς μηδ’ ὅλως ἀκηκοόσιν. Γεγόνασι θεωροὶ τῶν παραδόξως τετελεσμένων. Τεθέανται γὰρ λεπροὺς τοῦ πάθους ἀπηλλαγμένους, ἀναπηδῶντας χωλοὺς, τυφλοὺς ἀναβλέποντας, νεκροὺς ἐκ μνημάτων ἀνισταμένους· ἀλλ’ ὠφέληνται μὲν κατ’ οὐδένα τρόπον, ὥσπερ δὲ καὶ αὐτῶν ὀμμάτων ἐστερημένοι, διετέλουν οἱ δείλαιοι. Ταύτῃ τοι καὶ ὀνειδίζονται διὰ τῆς τῶν ἁγίων φωνῆς, ὡς γεγονότες ἀεὶ σκληροτράχηλοι, καὶ ἀπειθεῖς τῇ καρδίᾳ, καὶ ἀπεκτονότες ἁγίους.
PG 70:187Δεδόσθαι γε μὴν τὴν πώρωσιν αὐτοῖς φησιν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσηται αὐτούς. Καὶ τοῦτο ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς ἀπειθεῖν ᾑρημένοις· Μὴ γογγύζετε μετ’ ἀλλήλων· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.6 Καὶ πάλιν· Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, ἔρχεται πρός με.6 Οὐκοῦν οὐ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι’ ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς δι’ αὐτοῦ σωτηρίας καὶ ζωῆς. Εἰ δὲ δή τις βούλοιτο προσβαλεῖν ἑτέρως ταῖς τῶν εἰρημένων ἐννοίαις, συνήσει τοιῶσδε. Προαγορεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, ὡς γινώσκων τὰ κεκρυμμένα, καὶ τὰ ἐσόμενα, καί φησιν, ὅτι πάντη τε καὶ πάντως ὄψονται μὲν καὶ ἀκούσονται, μενοῦσί γε μὴν ὡς μήτε ἀκηκοότες, μήτε συντιθέμενοι, καὶ τοῦτο παθόντες ἐκ μοχθηρᾶς αὐτοὶ τῆς ἰδίας γνώμης.
Προςεπάγει δὲ τούτοις, ὅτι ταῦτα δρῶντες ἐκεῖνοι, ταῖς ἰδίαις ἐπιβουλεύουσι κεφαλαῖς. Ἠῤῥωστήκασι γὰρ τὸ δυσήκοον, καὶ τὸ μὴ δύνασθαι καθορᾷν, Ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς.6 Αἴτιοι τοίνυν αὐτοὶ τῆς σφῶν αὐτῶν γεγόνασιν ἀπωλείας, μήτε τὸ οὖς παραθέντες τοῖς παρὰ Χριστοῦ λεγομένοις ὀξὺ, μήτε μὴν τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμόν. Εἰ γὰρ τοῦτο ἔδρων, ὑπέστρεψαν ἂν, καὶ τῆς καθηκούσης θεραπείας τετυχηκότες, σῶόν τε καὶ ὑγιᾶ τὸν ἑαυτῶν διεσώσαντο νοῦν. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς.
Δέδιεν ὁ προφήτης, μὴ ἄρα διηνεκὴς, καὶ ἀκατάληκτος ἐπενήνεκται τοῖς ἐξ Ἰσραὴλ ἡ πώρωσις. Ταύτῃ τοι καὶ διαμαθεῖν ἀξιοῖ τὸν χρόνον, καθ’ ὃν ἔσται τοῦτο αὐτοῖς, καὶ μέχρι τίνος παρατείνει τὸ ἀῤῥώστημα. Καὶ πρός γε δὴ ταῦτα Θεὸς προαγορεύει τὴν δῄωσιν αὐτῶν τε τῶν Ἱεροσολύμων, καὶ ἁπάσης τῆς Ἰουδαίων χώρας, καί φησιν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.6 Ὃ δὴ καὶ εἰς πέρας ἐκβέβηκεν, Οὐεσπασιανοῦ τε καὶ Τίτου καταδῃωσάντων τὴν Ἰουδαίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ ἀνάληψιν τὴν εἰς οὐρανούς. Ὅτι δὲ οὐ μέχρι τοῦ ταῦτα παθεῖν, ἐκμετρηθήσεται τοῖς ἀπειθοῦσιν ἡ κόλασις, οὔτε μὴν εἰς ἅπαν ἤγουν ὁλόῤῥιζος ὁ Ἰσραὴλ οἰχήσεται, καταμηνύει λέγων· Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες, πληθυνθήσονται ἐπὶ τῆς γῆς.6 Ἐμακρύνθησαν μὲν γὰρ ἀπὸ Θεοῦ, καὶ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς.
Οἱ δὲ δὴ καταλειφθέντες, τοῦτ’ ἔστιν, οἱ περισεσωσμένοι, καὶ πεπιστευκότες εἰς Χριστὸν, οἳ καί εἰσι τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ἐν πολλῇ, φησὶν, ἔσονται πληθύϊ. Πεπίστευκε γὰρ οὐ βραχὺ μέρος τοῦ Ἰσραὴλ, καὶ τοῦτο ἐν ἀρχαῖς τοῦ βιβλίου καὶ αὐτὸς ὁ μακάριος προφήτης Ἡσαί̈ας μεμήνυκε, λέγων· Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν.6 Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τῶν προκειμένων τὴν δύναμιν. Διερωτῶντος δὲ τοῦ προφήτου, καὶ ἀναμαθεῖν ἐθέλοντος εἰς τίνα καὶ πόσον ἐκταθήσεται καιρὸν ἡ πώρωσις, ἀποκρίνεται Θεός· Ἕως ἂν ἐρημωθῶσιν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους·6 ἵνα διὰ τούτου νοῶμεν τὸν τῆς συντελείας καιρόν.
PG 70:189Δεῖ γὰρ πρότερον πολέμους ἡμᾶς ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε ἔθνος ἐπ’ ἔθνος, καὶ βασιλείας ἐπὶ βασιλείας, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶθ’ οὕτω τὸ τέλος· μεθ’ ὃν μακρύνονται λοιπὸν οἱ ἄνθρωποι, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, τὸν εὐαγῆ καὶ μακραίωνα διαζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν τῆς φθορᾶς, καὶ κατηργημένου τοῦ θανάτου, καὶ ἁπάσης ἁμαρτίας ἐξῃρημένης. Ὅτι δὲ πεπώρωται ὁ Ἰσραὴλ, κεκλήσεταί γε μὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, τῆς θεοπνεύστου Γραφῆς λεγούσης σαφῶς τε καὶ ἐναργῶς, εἰκαῖον οἶμαι τὸ διατείνεσθαι, καὶ ζητεῖν τὰ τελοῦντα πρὸς πληροφορίαν. Καὶ ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσονται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ.
Διαμέμνηται καὶ νῦν ἱστορίας ὁ προφητικὸς ἡμῖν λόγος, ἢν ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν· ἔσται γὰρ οὕτω σαφὲς τὸ δηλούμενον. Καταστρατευόντων τοιγαροῦν τῆς Ἰουδαίων χώρας, ὡς ἤδη προεῖπον, Οὐεσπασιανοῦ τε καὶ Τίτου, δεδαπάνηται μὲν ἡ τῶν Ἰουδαίων χώρα, πόλεσί τε ὁμοῦ καὶ αὐτοῖς οἴκοις ἐμπεπρησμένη, θέαμα δεινὸν, καὶ παντὸς οἴκτου μεστὸν τοῖς ὁρῶσιν ἦν, ὀλιγανδρίας ἥκειν εἰς τοῦτο λοιπὸν τὸ ἔθνος αὐτοῖς, ὡς τῆς ἀληθείας οὐκ ἀφαμαρτεῖν τὸν λέγοντα, περιλελεῖφθαι μόλις ἐν αὐτῇ τοῦ παντὸς δήμου τὸ ἐπιδέκατον. Εἶτα διατετελέκασι χρόνους τινὰς τρεφόμενοι μὲν ἐν εἰρήνῃ, πλὴν οὐκ ἔξω δειμάτων, τοῦ καὶ εἰσαῦθις παθεῖν τὴν δῄωσιν, ὃ δὴ καὶ γέγονεν. Ἀδριανὸς γὰρ κατὰ καιροὺς τῶν Ῥωμαίων βασιλείας διέπων τοὺς θάκους, καὶ μὴν Ἀντίοχος ἐπίκλην Ἐπιφανὴς, κατέδραμον τῆς Ἰουδαίων χώρας, καὶ οὐδὲν ἦν ἐν μείοσι τῶν πάλαι κακῶν προσερημουμένων λειψάνων, πεμπομένων εἰς αἰχμαλωσίαν τῶν κατειλημμένων, ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι πάθη.
Τῶν τοιούτων διηγημάτων ἡμῖν ποιεῖται τὴν μνήμην ἐν προηγορεύσει πάλιν ὁ τῶν ὅλων Θεὸς καί φησιν· Ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν.6 Οὐ γὰρ ἔξω φροντίδος κείσεται, φησὶ, κἂν εἰ ἐν λειψάνοις γένοιτο, καὶ τοῦτο μικροῖς, τῶν Ἰουδαίων ὁ δῆμος· ἀλλ’ ἔσται πάλιν εἰς προνομήν. Γενήσεται δὲ ἡ χώρα καὶ τότε πάλιν αὐτοῖς ὡς τερέβινθος, καὶ αὐτοὶ δὲ ὡς βάλανος, ὅτε ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ. Φυτὸν μὲν γὰρ ἡ τερέβινθος, ἀλλ’ εἰ γένοιτο τῶν φύλλων ἀποβολὴ, πολὺ δὴ λίαν ἔχει τὸ ἀτερπὲς, ξηροτάτους ἔχων τοὺς κλῶνας. Κατὰ τοῦτον οἶμαι τὸν τρόπον, καὶ χώρα παθοῦσα τῶν ἐνοικούντων αὐτὴν ἐρήμωσιν, ἐν ἴσῳ που πάντως ξηροῖς ἔσται φυτοῖς, τοῖς κατ’ αὐτὴν οὐκ ἔχουσι τὴν ἄνθην, ἀλλὰ καὶ αὐτῆς παθούσης τῆς φυλλίδος τὴν ἀποβολήν.
Ὁμοίως ἡ βάλανος καρπὸς μέν ἐστι δρυός· ὅταν δὲ τῆς θήκης ἐκπέσῃ, τότε παρακείσεται τοῖς εἰωθόσιν αὐτὴν κατανέμεσθαι τῶν ζώων. Οὐκοῦν ἡ μὲν τῶν Ἰουδαίων χώρα μεμίμηται τὴν τερέβινθον ἀποβαλοῦσαν τὰ φῦλλα. Οἱ δὲ ταύτης ἀποπεπτωκότες διὰ τοῦ δραμεῖν εἰς αἰχμαλωσίαν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν τι καὶ ὁ Σολομών φησιν· Ὥσπερ ὄρνεον ὅταν ἐκπέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων.6 Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον; Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥααςσὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.
PG 70:191Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ’ ὃν προσήκει τρόπον, τὰ ἐν αὐτοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ. Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραὶ̈μ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ.
Ἐπειδὴ δὲ ἐν καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκολούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ’ ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερατεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέπρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ’ ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου.
Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ἐν καιροῖς τοιγαροῦν τῆς ἑαυτοῦ βασιλείας συνεφράξαντο κατά τε τῶν Ἱεροσολύμων καὶ Ἰούδα, αὐτός τε Φακεὲ ὁ τοῦ Ῥομελίου, καὶ Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ’ ἔστι Συρίας. Καὶ ἦλθον ὡς καταδῃώσοντες, πλὴν οὐχ εἷλον τὴν πόλιν. Δεδιὼς δὲ τὴν ἔφοδον ἀφόρητον οὖσαν ὁ Ἄχαζ, ἄθροισιν μὲν ποιεῖται χρημάτων πολλὴν, πρεσβεύεται δὲ πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων Θεγλαφολλασὰρ, ἐπαμύνεσθαί τε αὐτῷ παρακαλεῖ, καὶ καταστρατεύσασθαι τοῦ Ῥαασσὼν, ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται.
PG 70:193Ἐλθὼν δὲ Ἀσσύριος εἶλε τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. Τελευτήσαντος δὲ καὶ τοῦ Φακεὲ τοῦ Ῥομελίου τοῦ βασιλεύσαντος κατὰ τὴν Σαμαρείαν ἐπὶ τὸν Ἰσραὴλ, διαδέχεται τὸ σκῆπτρον Ὠσηὲ υἱὸς Ἤλα, οὗ βασιλεύσαντος, ἔρχεται κατὰ τὴν Σαμαρείαν Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ εἷλε μὲν πᾶσαν, ἀπεκόμισε δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον, καὶ ἀπῴκησεν ἐν τοῖς ὄρεσι Περσῶν καὶ Μήδων· εἶτα τινὰς τῶν ὑφ’ ἑαυτῷ κατοικεῖν ἐκέλευσε τὴν Σαμαρείαν, τόν τε ἐκ Χουνθὰ, καὶ τὸν Σαπφαρουί̈αν. Γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις, καὶ μακρὸς μὲν ὁ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων λόγος παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, πλὴν πεποίημαι τὴν ἀφήγησιν βραχυλογήσας ὡς ἔνι. Ἐροῦμεν δὲ καὶ ἀνὰ μέρος ἕκαστα, ταῖς τῶν προκειμένων ἐννοίαις ἑπόμενοι.
Ἐν ταῖς ἡμέραις τοίνυν, φησὶν, Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, συμπεφωνήκασιν ὅ τε Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ’ ἔστι, Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, κατὰ τῶν Ἱεροσολύμων, ἀφίκοντο δὲ καταδῃώσοντες, πλὴν οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Εἴρηται δὲ ταῦτα τέως ἐν προγραφῆς δυνάμει, καὶ ὡς ἐν ἀφηγήσει τοῦ συμβεβηκότος. Δηλοῖ γὰρ τὴν σκέψιν καὶ αὐτὸ δὲ τὸ ἐγχείρημα, προσεπάγει δὲ παραχρῆμα, καὶ τὸ τοῦ πράγματος πέρας· Οὐ γὰρ ἠδυνήθησαν, φησὶ, πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες, Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραὶ̈μ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁρισάμενος, ὡς ἔφην, τῶν διηγημάτων τὴν πρόφασιν, καὶ ὡς ἐν βραχεῖ κεφαλαίῳ συλλήβδην εἰπὼν τὸ ἐγχείρημα τῶν δύο βασιλέων, καὶ ὅτι πρὸς πέρας αὐτοῖς οὐκ ἐκβέβηκεν ὁ σκοπὸς, ἄρχεται λοιπὸν ἀνὰ μέρος ἕκαστα κατισχνοῦν τῷ λόγῳ.
Ἀνηγγέλη γὰρ, φησὶν, εἰς τὸν οἶκον Δαβὶδ, τοῦτ’ ἔστι, τὸν βασιλεύοντα, καὶ ἀπήγγελλον ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραί̈μ. Ἀρὰμ δέ φησι τὸν Σύρον, καὶ Ἐφραὶ̈μ ὁμοίως τὰς ἐν Σαμαρείᾳ δέκα φυλάς. Ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπύθετο καὶ πεπίστευκεν ὁ οἶκος Δαβὶδ, τοῦτ’ ἔστιν, ὁ Ἄχαζ. Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖσαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβολαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον.
Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύοντος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσολύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξασθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ’ αὐτῷ λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζοντος τῷ Ἐφραὶ̈μ μετὰ τῶν Ἱεροσολύμων; Καὶ εἶπε Κύριος πρὸς Ἡσαί̈αν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.
PG 70:195Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Οἰκτείρμων ὄντως καὶ ἐλεήμων ὁ Κύριος, καὶ πάντας ἀνθρώπους ἐθέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἰκονομεῖ δὲ πάντα σαφῶς, καὶ καταλειαίνων ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδόν. Καὶ τοῦτο ἡμῖν ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων οὕτως ἔχον ἰδεῖν. Ἀνὴρ μὲν γὰρ γέγονεν εἰδωλολάτρης ὁ Ἄχαζ, βδελυρὸς καὶ βέβηλος. Ἐπειδὴ δὲ ἦν ἐν ἀφύκτοις ἤδη κακοῖς, καὶ μονονουχὶ μεθύοντα ταῖς συμφοραῖς ὁ φιλοικτείρμων τεθέαται, προστίθησιν εὐθὺς τὸ ἐξεῖναι μεταλαχεῖν τῆς παρ’ αὐτοῦ σωτηρίας, ὑπισχνεῖται δὲ τὴν ἐπικουρίαν, ἵνα παύσῃ μανίας εἰδωλομανοῦς, καὶ ἀποσχέσθαι παρασκευάζῃ τῶν ἤδη προσεπταισμένων, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐκδέξασθαι φῶς. Προστάττει τοίνυν ὁ προφήτης ὑπαντῆσαί τε αὐτῷ συνόντος Ἰασοῦμ, ὃς ὑπόλειμμα καὶ ὑπολελειμμένος ἑρμηνεύεται· μονονουχὶ τοῦ τύπου σημαίνοντος ὡς ἐν συμβόλῳ τῷ Ἄχαζ, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός.
Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνεται, εὖ δὲ δὴ σφόδρα τῆς ἐπικουρίας ποιεῖται τὴν ὑπόσχεσιν ἐπὶ τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Τύπος δὲ πάλιν ἡ κολυμβήθρα τῆς σωτηρίου πηγῆς τοῦ ἁγίου βαπτίσματος, ἣ καὶ εἰς ὁδὸν ἡμᾶς ἀποφέρει τὴν ἄνω, καὶ τοῦ νοητοῦ κναφέως, τοῦτ’ ἔστι, τοῦ πάντα ῥύπον ἡμῶν ἐκσμήχοντος, καὶ ἀπαλλάττοντος μολυσμῶν. Ἀσφαλὴς οὖν ἡ ὑπόσχεσις, καὶ ὡς ἐν τύπῳ τῆς μερικῆς τῆς καθόλου καὶ διὰ Χριστοῦ, σοφὸν δέδοται τῷ προφήτῃ τὸ αἴνιγμα. Φησὶ δὲ τὸ, Φυλάσσου τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.6 Καὶ τὸ μὲν ἐπιτάττειν ἠρεμεῖν καὶ φροντίδων δίχα διατελεῖν, καὶ μὴν καὶ δειμάτων ἀπαλλάττεσθαι χαλεπῶν· καλοῦντος ἦν ἄρα καὶ μάλα ἐμφρόνως εἰς εὐπείθειαν, καὶ οἱονεὶ εἰς ἀρχὰς ἀναφέροντος τοῦ χρῆναι τιμᾷν τοὺς περὶ Θεοῦ λόγους, καὶ οἷς ἂν λέγοι τὸ ἀληθὲς ἑτοίμως ἐπιψηφίζεσθαι.
Δαλοὺς δὲ καὶ ξύλα καπνιζόμενα καλεῖ, τοὺς κατ’ αὐτοῦ συμπεφωνηκότας, ὡς ὅσον οὐδέπω πεπαυσομένους καὶ αὐτοῦ τοῦ εἶναι, καὶ τῆς βασιλείας. Ὥσπερ γὰρ ξύλον ἤγουν ὁ δαλὸς, ὅταν ἐξέληται τοῦ πυρὸς, καπνίζεται μὲν, πλὴν ἐν καταλήξει γίνεται, τοῦ καὶ ἔτι τὸ πῦρ ἔχειν ἐν ἑαυτῷ· κατὰ τὸν ἶσον, οἶμαι, τουτονὶ τρόπον, καὶ ἄνθρωπος μέλλων ἢ ζωῆς ἢ πράγματος ἐν καταλήξει γίνεσθαι, λέγοιτ’ ἂν εἰκότως δαλὸς ἢ ξύλον καπνιζόμενον ἔτι. Ἐπειδὴ δὲ ἠπίστοιτο περιδεεῖς μάλιστα γεγονότας, καὶ ἐν κατηφείᾳ πολλῇ, διά τε τὸ ἡττᾶσθαι μεμαχημένους πρὸς Φακεὲ, ὅτε καὶ πεπτώκασιν, ὡς ἔφην, ἑκατὸν εἴκοσι χιλιάδες ἐκ τοῦ Ἰούδα ἐν ἡμέρᾳ μιᾷ· καὶ τούτων ἐξίστησι τῶν δειμάτων αὐτοὺς, καί φησιν· Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι·6 τοῦτ’ ἔστιν, οὐδ’ ἂν ἐκεῖνοι πεπτώκασιν, εἰ μὴ δέδωκεν αὐτοὺς ὑπὸ χεῖρα τῶν ἐχθρῶν θυμὸς ἐμός.
PG 70:197Ἀλλ’ εἰ γένοιτο, φησὶ, τὰ ἐξ ὀργῆς κατά τινων, ἰάσομαι πάλιν τοὺς πεπονθότας. Ὁ γὰρ παραδοὺς ἐξ ὀργῆς, ἐξελεῖται ῥᾳδίως δι’ ἔμφυτον ἡμερότητα καὶ φιλανθρωπίαν. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Οὔτε τῶν κατ’ αὐτοῦ σκευωρημάτων τὴν ἀπαγγελίαν ἀπιστεῖσθαι συγχωρεῖ, οὔτε μὴν ἐφίησι περισσῶς συνθραύεσθαι δείματι. Βεβαιώσας δὲ μᾶλλον, καὶ ἀληθεῖς ἀποφήνας τὰς κατ’ αὐτοῦ συναινέσεις ἤγουν συμφωνίας τῶν δύο βασιλέων, ὑπισχνεῖται τὴν ἐπικουρίαν μετατάττων ἐπὶ τὸ ἐπ’ αὐτῶν μᾶλλον ἐρηρεῖσθαι δεῖν, καὶ μὴ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις, καὶ τοῖς τῶν ψευδομαντέων λόγοις, οἳ μυρία μὲν ὅσα κατὰ γνώμην φασὶ τοῖς τὰς πεύσεις προσάγουσι, λαλοῦσί γε μὴν τῶν ἀληθῶν οὐδέν.
Ὅτι τοίνυν ἐβουλεύσαντο, φησὶν, ἀνελθεῖν μὲν εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλῆσαι τοῖς ὑπὸ χεῖρα σὴν, ἀναπεῖσαί τε ταῖς αὐτῶν ἕπεσθαι γνώμαις, ἀληθὲς καὶ ὡμολογημένον. Βούλονται γὰρ ἐπιστῆσαι τὸν τοῦ Ταβεὴλ υἱόν. Ἀλλ’ οὐκ ἔσται τοῦτο, φησίν. Καὶ τίς ὁ ὑπισχνούμενος; Κύριος Σαβαὼθ, τοῦτ’ ἔστι, Κύριος τῶν δυνάμεων, ἤτοι ἐκ στρατιῶν· οὗ δὴ συννεύοντος τὸ χρῆναι νικᾷν, οἷς ἂν ἕλοιτο τυχὸν, τίς ὁ ἀναστρέψων τὰ ἐψηφισμένα; Καὶ τοῖς θείοις αὐτοῦ κρίμασιν, τίς ὁ ἀντεξάγειν δυνάμενος; Βεβαιοῖ τοιγαροῦν εἰς πίστιν τοὺς ἀπίστους ἔτι. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἰστέον δὲ ὅτι υἱὸν μὲν τοῦ Ἀρὰμ τὸν Σύρον ἀποκαλεῖ, τοῦτ’ ἔστι, τὸν Ῥαασσὼν, τοῦ γε μὴν Ῥομελίου τὸν Φακεὲ, ὃς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ’ ἔστι, τῶν δέκα φυλῶν ἐν τῇ Σαμαρείᾳ.
Ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσών· ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραὶ̈μ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραὶ̈μ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. Τοῖς διατρανοῦν, ἐθέλουσι τὰ ἐν τῇ θεοπνεύστῳ Γραφῇ, χρεία δὴ πάντως καὶ ἀφηγήσεως ἱστοριῶν, ἵνα πανταχόθεν τὸ ἀληθὲς τοῖς θείοις ἕπηται λόγοις. Ἐξηγεῖται τοίνυν ὁ προφήτης τὰ ἐν τοῖς ἱεροῖς Γράμμασι, δι’ ὧν ἔστι μάλιστα ταῖς τῶν προκειμένων ἐννοίαις ἄριστα προσβαλεῖν. Οὐκοῦν ἐν καιροῖς βασιλείας τοῦ Ἄχαζ συμπεφωνήκασι μὲν μετὰ τοῦ Ἰούδα καὶ τῶν Ἱεροσολύμων ὅ τε Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Δαμασκοῦ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ.
PG 70:199Δεδιὼς τοίνυν τὴν ἔφοδον ὁ Ἄχαζ πείθει χρήμασι τὸν Θεγλαφαλλασὰρ τῶν Ἀσσυρίων βασιλέα ἐπαμῦναί τε ἑαυτῷ, καὶ τῶν συμπεφωνηκότων ἀνατρέψαι τὴν ἔφοδον. Ὃς καὶ ἐλθὼν ἀνεῖλε μὲν τὴν Δαμασκὸν, μητρόπολιν οὖσαν τῶν Σύρων, ἀπέκτεινε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Ἀποθανόντος δὲ καὶ τοῦ Φακεὲ, ἐν τῇ Σαμαρείᾳ, ὃς ἦν τοῦ Ῥομελίου, διαδέχεται τὴν βασιλείαν Ὡσηὲ υἱὸς Ἠλᾶ, πονηρὸς ἀνὴρ, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκείμενος. Οὗ διέποντος τὴν βασιλείαν ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος κατὰ πάσης τῆς Σαμαρείας, καὶ παραχρῆμα μὲν εἷλεν τὸν Ὠσηὲ, καὶ ἐν οἰκέτου τάξει πεποίηται· καταδῃώσας δὲ τὴν χώραν ἅπασαν, καὶ τῶν υἱῶν Ἰσραὴλ ἀποφήνας ἐρήμην, καθίστησιν ἀντ’ αὐτῶν τῶν ἰδίων τινὰς ἐνοίκους, ἤτοι τῶν ὑπὸ χεῖρα, τόν τε Ἐκχουθὰ καὶ τὸν Σαπφαρουί̈αν·
ἔθνη δὲ οἶμαι ταυτὶ Περσικά. Γέγραπται γὰρ οὕτως ἐν βίβλοις Βασιλειῶν. Ταύτης ἡμῖν ἱστορίας τὴν ἀφήγησιν ὁ προφήτης, λέγων· Τάδε λέγει Κύριος· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλ’ ἡ κεφαλὴ Ἐφραὶ̈μ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσίμ· ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραὶ̈μ ἀπὸ λαοῦ.6 Καὶ ἀσαφὴς μὲν ἡ τῶν λέξεων συνθήκη· προςβαλεῖν δὲ χρὴ τοιῶσδε· Ἡ κεφαλὴ, φησὶν, Ἀρὰμ, τοῦτ’ ἔστι τῆς Συρίας, Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσὶμ, τοῦτ’ ἔστιν ὁ Ῥαασσών· κεφαλὴ γὰρ τῆς τε χώρας καὶ τῆς πόλεως ὁ βασιλεύων αὐτῶν. Καὶ ἡ βασιλεία δὲ Ἐφραὶ̈μ ἐκλείψει ἀπὸ λαοῦ· ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραί̈μ, τοῦτ’ ἔστι, τοῦ Ἰσραήλ· ἐκλείψει καὶ ἡ κεφαλὴ Ἀρὰμ, τοῦτ’ ἔστιν ἡ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, τοῦτ’ ἔστιν ὁ Ῥαασσών.
Εἷλεν γὰρ, ὡς ἔφην, ὁ μὲν Θεγλαφαλλασὰρ τήν τε Δαμασκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ βασιλέα Ἐφραὶ̈μ, ἤτοι τοῦ Ἰσραὴλ, καὶ τὴν Σομόρων, ἤτοι Σαμαρείαν, ἀπὸ κοινοῦ τρέχοντος τὸ ἐκλείψει · καὶ ἡ κεφαλὴ δὲ Ἐφραὶ̈μ Σομόρων ἐκλείψει πάλιν. Κεφαλὴν δὲ Ἐφραὶ̈μ τὰ Σόμορα καλεῖ, τοῦτ’ ἔστι τὴν Σαμαρείαν· μητρόπολις γὰρ Σαμαρείας Σόμορα. Ἐφραὶ̈μ δὲ ὅταν λέγει, τὸν Ἰσραὴλ δηλοῖ· καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου, τοῦτ’ ἔστιν ὁ Φακεέ· τρέχει δὲ πάλιν τὸ ἐκλείψει κατὰ πάντων. Προσεπάγει δὲ τούτοις· Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε.6 Ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος. Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσι τὸν τοῦ Θεοῦ λόγον, οὐδ’ ἂν ἐγγένοιτο σύνεσις ἡ παρὰ αὐτοῦ. Δεῖ τοιγαροῦν ἀμελλητὶ δέχεσθαι τὰ παρὰ Θεοῦ, καὶ οἷς ἃν ὑπισχνεῖται καὶ λαλεῖ συννεύειν ἑτοίμως.
Ἔσται γὰρ ἐν ἡμῖν οὕτως ἡ σύνεσις ἀγαθὴ, καὶ περιαστράψει τὸν νοῦν τῆς παρ’ αὐτοῦ σοφίας ὁ φωτισμός. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον. Τοὺς τῆς βασιλείας διέποντα θάκους ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἄχαζ, καὶ πολὺ λίαν ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ψευδολατρείαις, διὰ παντὸς πειρᾶται τρόπου μετακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ εἴς γε τὸ δεῖν τῶν τῆς ἀληθείας ἐφικέσθαι δογμάτων, καὶ ὀρθὰ φρονεῖν ἑλέσθαι περὶ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ τοῖς τῶν εἰδώλων θεραπευταῖς περὶ πολλοῦ ἐτέθειτο, καὶ ἦν ἐν σπουδῇ τὸ χρῆναι περιεργάζεσθαι τὰς τῶν πραγμάτων ἐκβάσεις, καὶ χρησμοὺς αἰτεῖν ἐξ ἱερῶν, καὶ τοῖς τῶν ψευδομάντεων φενακίζεσθαι λόγοις, κινδύνων αὐτοῖς ἐπηρτημένων, προανακόπτει τρόπον τινὰ τοῦτο μέλλοντα ποιεῖν Ἄχαζ, καὶ πρὸς τὸ τεταχέναι τι σημεῖον, οὐκ ἐκ τῶν συνηθῶν αὐτῶν τεμενῶν, οὐδ’ ἐκ τῶν ψευδομάντεων ἔτι, μᾶλλον δὲ παρὰ Κυρίου τοῦ Θεοῦ.
PG 70:201Καὶ τὸν τῆς αἰτήσεως τρόπον ταῖς αὐτοῦ ψήφοις ἀπονενέμηκεν εἰπών· Εἰς βάθος ἢ εἰς ὕψος,6 τοῦτ’ ἔστιν, ἢ εἰς οὐρανὸν, ἢ εἰς γῆν, καὶ τὰ ἔτι κατωτέρω. Καὶ πεπληροφόρηκεν διὰ τούτου, καὶ δίδωσι νοεῖν, ὅτι Θεὸς ὑπάρχων τῶν ὅλων καὶ Κύριος, ἐπ’ ἐξουσίας ἐργάζεται τὸ δοκοῦν, κἂν εἴτε τι τῶν ἐν οὐρανῷ βλέπειν βούλοιτο, κἂν εἴτε τι τῶν ἐπὶ τῆς γῆς. Παραιτεῖταί γε μὴν ὁ Ἄχαζ, οὐχ ὡς Θεὸν αἰδούμενος, περιυβρίζων δὲ μᾶλλον ὁ δείλαιος, κἂν εἰ τοῖς ἐξ εὐλαβείας ἐπισεμνύνοιτο λόγοις.
Οὐ γὰρ μὴ αἰτήσω, φησὶν, οὐδ’ οὐ μὴ πειράσω τὸν Κύριον. Ἐπειδὴ γὰρ Θεοῦ προστάττοντος αἰτεῖν, τὸ μὴ αἰτεῖσθαι θέλειν ἐναργὲς ἔχει τὸ δυσσεβὲς, ὑποπλάττεται τὸ μὴ πειρᾶσθαι θέλειν αὐτὸν, καὶ νομικὸν ὥσπερ προί̈σχεται λόγον· Οὐ γὰρ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.6 Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῆς τοῦ Ἄχαζ σκαιότητος καταβοήσει λόγος; Αὐτοῦ γὰρ ἐφιέντος αἰτεῖν τοῦ Θεοῦ, πῶς οὐκ ἄμεινον τὸ ἑλέσθαι μᾶλλον ἐκεῖνο δρᾷν, ὃ προστέταχεν, ἢ δυστρόπως εὑρεσιλογεῖν, καὶ πρόφασιν εὐπειθείας ποιεῖσθαι σαθρὰν τὸ, Οὐ μὴ πειράσω Κύριον; Ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ τοὺς μὲν ἄνωθεν καὶ παρὰ Θεοῦ μὴ προσίεσθαι λόγους, ψήφῳ δὲ μᾶλλον τῇ κρείττονι στεφανοῦντας τὸν χρησμολόγον, ψευδοεπείας καὶ ταῖς οἰωνῶν τάχα που περιεργάζεσθαι πτήσεσι, καὶ τὰς ἐκ τῶν δαιμονίων ἐπικουρίας αἰτεῖν.
Καὶ εἶπεν· Ἀκούσατε δὴ, οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν ἢ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Κύριον, ὅτι μὴ εἰς ἅπαν ἀγνοηθήσεται παρὰ τοῦ Ἰσραὴλ, μήτε μὴν τὸν ἴδιον ἀπολέσει κλῆρον, ἀλλ’ ἐπιγνώσονται κατὰ καιροὺς, αὐτὸν πειρᾶται διδάσκειν. Πλὴν οὐκέτι λόγου μὲν ἀξιοῖ τὸν Ἄχαζ, ὑβριστὴν ὄντα καὶ θεομισῆ, προσπεφώνηκε δὲ μᾶλλον τῷ οἴκῳ Δαβὶδ, τοῦτ’ ἔστι, τοῖς ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς καὶ αὐτὸς γέγονε τὸ κατὰ σάρκα Χριστός. Ἀνεξικάκῳ[ς] δὲ λίαν ὡς Θεὸς ποιεῖται τὴν προαγόρευσιν. Προαιτιασάμενος γὰρ ὅτι πεποίηται παρ’ οὐδὲν τὸ καὶ αὐτῷ προσκροῦσαι τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ οἷον ἀγῶνας αὐτῷ καὶ καμάτους, τόγε ἧκον εἰς αὐτοὺς, σαλεύειν ἐπιχειρεῖν διά γε τοῦ μὴ θέλειν ὀρθοποδεῖν· τότε δὴ τότε τῆς καθόλου τε καὶ γενικωτάτης ἐπικουρίας ποιεῖται τὴν προανάῤῥησιν.
PG 70:203Ὦ, τοίνυν, φησὶν, οἶκος Δαβὶδ, εἰ τὸ ἀνθρώποις προςκρούειν οὐκ ἀζήμιον, τί τῷ Κυρίῳ παρέχετε ἀγῶνα, τῷ κολάζειν μὲν οὐκ ἐθέλοντι, ἰσχύοντι δὲ τοῦτο δρᾷν καὶ λίαν εὐκόλως; Ἐπειδὴ δὲ παραιτεῖσθε τοῦ σημείου τὴν αἴτησιν, αὐτόμολός εἰμι πρὸς τοῦτο, φησίν· κἂν εἰ βούλοισθε νοσεῖν, ἐπάγω τὴν θεραπείαν, ἐπείπερ εἰμὶ χρηστὸς καὶ φιλάνθρωπος. Αὐτὸς ὑμῖν Κύριος δώσει σημεῖον, πληροφορῶν ὅτι καὶ σωθήσεται κατὰ καιροὺς ὁ πεπλανημένος Ἰσραὴλ, καὶ οὐκ ἀγνοήσει τὸν Δεσπότην, ἀλλ’ ἔσται προσκυνητὴς τοῦ σεσωκότος Θεοῦ. Κατώρθωται δὲ τοῦτο διὰ Χριστοῦ κεκληκότος εἰς ἐπίγνωσιν τὸν Ἰσραὴλ, καὶ ἁπάσης αὐτὸν ἀπαλλάξαντος. ἁμαρτίας, καὶ τοῦ προσκυνεῖν ἐθέλειν ξύλοις καὶ λίθοις. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι πρινὴ γνῶναι τὸ παιδίον ἀγαθὸν καὶ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἔρημος ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἐκδεδώκασι μέν τινες τῶν τὰς θείας ἑρμηνευσάντων Γραφὰς, τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει. Δοκεῖ γε μὴν Ἰουδαίοις τῷ τῆς νεάνιδος ὀνόματι κατασημαίνεσθαι δεῖν τὴν τοῦ Κυρίου Μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον καλεῖσθαι παρθένον. Οἴονται γὰρ ὅτι τὴν τοῦ μυστηρίου δύναμιν ἀπρακτῆσαι θέμις, εἰ νεᾶνις λέγοιτο, καὶ οὐχὶ δὴ μᾶλλον παρθένος. Ἀμαθαίνοντας δὲ κατὰ πολλοὺς τρόπους κατίδοι τις ἂν αὐτούς. Πρῶτον μὲν γὰρ, κἂν εἰ λέγοιτο νεᾶνις ἡ παρθένος, οὐκ ἔξω κείσεται τοῦ εἶναι παρθένος.
Εἶτά φασι περὶ τῆς τοῦ Ἄχαζ γυναικὸς τὸν προφήτην εἰπεῖν τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, ἵνα νοῶμεν τὸν Ἐζεχίαν τὸν ἐξ αὐτοῦ γεγονότα. Ἀλλὰ τοὺς τῆς προφητείας οὐ βασανίζοντες λόγους, τὸ ἀπερισκέπτως δοκοῦν ἁρπάζουσιν, εἶτα τὸν ἑαυτῶν οἴονται σκοπὸν ἐμπεδοῦν διὰ τούτου καὶ μόνου. Ἀλλ’, ὦ βέλτιστοι, φαίη τις ἂν πρὸς αὐτοὺς, τίς τὸν Ἐζεχίαν ἐκάλεσεν Ἐμμανουήλ; Ἢ πόθεν ἂν ἐπιδείξειαν ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· Οὐκοῦν ἐῤῥῶσθαι φράσαντες ταῖς ἐκείνων τερθρείαις, τὸ ὀρθῶς τε καὶ ἀληθῶς ἔχον παραδεξόμεθα, τὴν ἁγίαν Παρθένον διὰ τῆς προκειμένης ἡμῖν προφητείας κατασημαίνεσθαι παρὰ Θεοῦ πιστεύοντες. Οὕτω γὰρ ἔσται παράδοξον ἀληθῶς καὶ ὑπερμέγεθες τὸ σημεῖον, εἰς βάθος τε ὁμοῦ καὶ ὕψος κατά γε τὴν θείαν ὑπόσχεσιν γεγονός.
Ὁ γὰρ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος Υἱὸς μονογενὴς, κεκένωκεν ἑαυτὸν, καὶ λαγόνων ἐξεδόθη τῶν παρθενικῶν τὸ κατὰ σάρκα, οὐκ ἐξ ἀνθρωπίνης καταβολῆς λαβούσης τὴν γένεσιν, ἀλλ’ ἐκ δυνάμεώς τε καὶ ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ εἴρηται πρὸς τὴν ἁγίαν Παρθένον διὰ φωνῆς τοῦ μακαρίου Γαβριήλ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε.6 Τέξεται τοίνυν, φησὶν, υἱόν. Καὶ σὺ, ὦ οἶκος Δαβὶδ, ὁ νῦν, φησὶ, παραιτούμενος τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ’ αὐτοῦ σημεῖον αἰτεῖν, εἰς βεβαίωσιν ὧν ἐπήγγελται, διὰ τὸ προσκεῖσθαι μᾶλλον εἰδώλοις, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τοῦτ’ ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα. Ὅτε γὰρ πέφηνε καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε καὶ γέγονε καὶ μεθ’ ἡμῶν.
PG 70:205Ὁ γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν, γέγονε καθ’ ἡμᾶς. Ἄθρει δὲ ὅπως, ἵνα δείξῃ τὸν αὐτὸν ἀληθῶς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τίθησιν ἐπ’ αὐτοῦ τὰ θεῖά τε καὶ ἀνθρώπινα. Ὅτι μὲν γὰρ ἐν σαρκὶ γέγονε κατ’ ἀλήθειαν, πειρᾶται πληροφορεῖν, τροφὴν αὐτῷ γεγενῆσθαι λέγων τὴν νηπίοις πρέπουσαν, βούτυρόν τε καὶ μέλι. Ὅτι δὲ, καίτοι σὰρξ γεγονὼς, οὐδὲν ἧττον ἔσται κρείττων ἁμαρτίας ὡς Θεὸς, διδάσκει πάλιν ἐπιφέρων εὐθύς· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἄνθρωποι μὲν γὰρ οὔπω πρὸς ἥβην ἐλάσαντες, οὔτε μὴν εἰς μέτρον ἡλικίας ἀφιγμένοι, τῆς ὡς ἀπό τε χρόνου φρονήσει τετιμημένης, οὐδ’ ἂν εἶεν ὅλως ἐπιτήδειοι διακρίνειν δύνασθαι, τί μὲν ἂν εἴη τὸ φαῦλον, τί δὲ τὸ ἀγαθόν· καλοῦντος δὲ ἤδη πρὸς τοῦτο καιροῦ, τότε τῶν πρακτέων ἐλευθέραν ποιοῦνται τὴν αἵρεσιν.
Ἡ δέ γε θεία καὶ ἀνωτάτω φύσις, οὐκ ἔν γε τοῖς καθ’ ἡμᾶς, ἀλλ’ ἐν ἰδίοις καὶ τοῖς αὐτῇ πρέπουσιν ὑψώμασιν, ἄβατος ἀεὶ πονηρίας ἐστίν· καὶ τοὺς τῆς φαυλότητος ἀποσείεται τρόπους, οὐ πειραζομένη ποθὲν, οὐκ ὄχλησιν ὑπομένουσα, φυσικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς ἀπειθοῦσα τῇ πονηρίᾳ. Καὶ οὐ καθ’ ἕτερον, οἶμαι, τρόπον, ἢ ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ φωτὸς, ὅτι ἀπειθεῖ που εἶναι σκότος. Οὐ γὰρ ἀνέχεται παθεῖν τὸ μὴ εἶναι φῶς. Φύσεως οὖν ἄρα τῆς θείας τὸ ἀεὶ πεπηγὸς εἰς τὸ ἀγαθὸν κατασημαίνει λέγων, ὅτι Ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.6 Ἀληθὲς δὲ τοῦτο καὶ ἐπ’ αὐτοῦ τοῦ Χριστοῦ. Εἰ γὰρ καὶ γεγένηται κατὰ σάρκα διὰ τῆς ἁγίας Παρθένου, Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, ἀλλ’ ἦν ἐκ μήτρας καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος ἅγιος ὡς Θεὸς, τῶν ἰδίων πλεονεκτημάτων οὐκ ἀπολισθήσας διὰ τὸ ἀνθρώπινον· ἀλλ’ οὐδὲ τῶν ἀνθρωπίνων ἀμελήσας διὰ τὴν οἰκονομίαν·
ἵνα πιστεύσηται κατ’ ἀλήθειαν γεγονὼς καθ’ ἡμᾶς, καὶ αὐτὴν ἡμῶν ἁγιάσῃ τὴν γένεσιν. Καταλειφθῆναι δέ φησι τὴν γῆν, περὶ ἧς ὑφορᾶται καὶ ἐδεδίει ἐκ προσώπου τῶν δύο βασιλέων. Ὅμοιον δὲ ὡσεὶ καὶ λέγοι σαφῶς· Ὅταν ἡ Παρθένος ἐν γαστρὶ λαβοῦσα τέκοι, σὺ, ὦ οἶκος Δαβὶδ, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ καταλείψουσιν αὐτήν. Ἔσται γὰρ οὐκέτι βατὴ τοῖς ἐθέλουσι καταδῃοῦν. Πνευματικὸς δὲ ὁ λόγος. Γεννηθέντος γὰρ τοῦ Ἐμμανουὴλ, ἡ ἀληθῶς ἁγία γῆ καὶ πόλις, τοῦτ’ ἔστιν ἡ Ἐκκλησία, γέγονεν ἐν καλῷ τῆς ἐλπίδος, καὶ πάντα πεπάτηκεν ἐχθρὸν, οἳ καὶ ἄμαχον εἰδότες αὐτὴν ἀνακεχωρήκασι, καταλελοιπότες ὡς παρὰ Θεοῦ σωζομένην. Ἐγὼ γὰρ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
PG 70:207ΛΟΓΟΣ Ε. Ἀλλ’ ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶ̈μ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀςσυρίων. Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ, κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐτὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, εἰς βάθος ἢ εἰς ὕψος.6 Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώτατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ’ οὐ μὴ πειράσω Κύριον [ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάντεων φενακισμοὺς]1, ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ Δαβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.6 Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λόγος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευσιν, ἐπ’ αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον.
Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου Δαβὶδ, τοῦτ’ ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμβησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, ἵν’ εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ’ αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων διατρανοῦν πειράσομαι.
Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶ̈μ ἀπὸ Ἰούδα.6 Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁ νοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολομῶνος ἀφεῖλε, τοῦτ’ ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραὶ̈μ, τοῦτ’ ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σαμάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις. Ἀλλὰ προϊόντος τοῦ καιροῦ πολλὰ συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόνθασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι.
Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ’ ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ’ οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραὶ̈μ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασιλεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ’ ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμότητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ.
PG 70:209Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμηθήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ’ αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. Δεδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην·
ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μεταστῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύσαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ’ ἔτεσιν ὅλοις ἕνδεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βασιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, κἀκεῖνα πέπραχεν, ὅσα καὶ ἐν τοῖς ἱεροῖς κεῖται Γράμμασι.
Τούτων ἡμῖν τῶν ἱστοριῶν ποιεῖται τὴν ἀφήγησιν τῶν προκειμένων ἡ δύναμις. Ἔσται τοίνυν, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ [τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ]1, συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμῶν Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων.6 Πεποίηται τοίνυν ὁ λόγος ὡς ἐκ μεταφορᾶς τῆς τῶν μελισσοκόμων ἐμπειρίας, οἳ συρίσμασι τὰς μυίας ἀποφέρουσί τε τῶν σίμβλων εἰς ἀγροὺς καὶ πάλιν ἀνακομίζουσι, καθάπερ τισὶ σηκοῖς ἐγκαθειργνύντες θρέμματα. Μυίαις δὲ παρεικάζει τοὺς Αἰγυπτίους, καθάπερ ἐγᾦμαι, διάτοι τὸ πλῆθος καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Μελίσση δὲ, τὸ τῶν Ἀσσυρίων ἔθνος· ποικίλη γὰρ, εὔχρως τε καὶ κατεστιγμένη πολυτρόπως ἡ μέλιττα. Τοιοῦτοι δέ πως, ὅσον ἧκεν εἰς ἄμφιά τε καὶ στολὴν, Ἀσσύριοί τε καὶ Πέρσαι· φιλόκοσμοι γὰρ, καὶ τὸ ποικίλως ἐστάλθαι τιμῶντες ἀεὶ, καὶ πρός γε τοῦτο κεκεντρωμένοι.
Οὗτοι, φησὶν, ἥξουσι πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ ἐπὶ πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐπειδὴ γὰρ ὡς περὶ μυιῶν πεποίηται τοὺς λόγους, ἐπιμένει τῇ τροπῇ. Δηλοῖ γεμὴν ὅτι πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μηδένα δύνασθαι τῶν κεκρυμμένων λαθεῖν· κἂν εἴτε τυχὸν ἐν πέτραις. ἤτουν ἐν φάραγξι, ἢ καὶ ἐν δρυμοῖς καὶ νάπαις ἑαυτοὺς κατακρύψειαν. Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς παροτρύνουσι τὸν τῶν ὅλων Θεὸν, καὶ προσκρούειν αὐτῷ μὴ παραιτουμένοις, σφηκῶν δίκην ἐναυλίζονται, καὶ καταλύουσιν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, καὶ τὰ ἔκτοπα τῶν ἐν ἡμῖν παθῶν ἀποσοβοῦντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος καὶ σώζειν ἰσχύοντος.
PG 70:211Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ἡμᾶς ὁ ὠφελῆσαι δυνάμενος; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Συνθεῖναι πρῶτον τὴν λέξιν καὶ ἐν τούτοις ἡμᾶς ἀναγκαῖον· εἶθ’ οὕτω λοιπὸν τὸ ἐκ τῶν ἐννοιῶν ὑποδηλούμενον εἰπεῖν. Οὐκοῦν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ, τῷ μεγάλῳ ξυρῷ καὶ μεμεθυσμένῳ, ὅ ἐστι τοῦ βασιλέως Ἀςσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, δῆλον δὲ ὅτι τοῦ Εὐφράτου, ξυρήσει Κύριος τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν δὲ μέγα καὶ μεμεθυσμένον τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, καλεῖ τὴν μάχαιραν αὐτοῦ, τὴν οἷον ἀφειδῶς ἀποκείρουσαν, καὶ χαίρουσαν τῷ μεθύειν τῷ τῶν πιπτόντων αἵματι.
Καὶ ὁ μὲν νοῦς τῶν λέξεων οὗτος. Φαμὲν δὲ ὅτι ἀτιμίας ἦν ἐσχάτης τρόπος, τὸ καθ’ ἕνα καιρὸν ὁρᾶσθαί τινας κεφαλήν τε καὶ πώγωνα κατεξυρημένους. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς ἐπηπείλησέ που ταῖς θυγατράσι Σιὼν, ὑψουμέναις τε καὶ πορευομέναις ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, τῆς εὐημερίας τὴν ἀφαίρεσιν. Ἔφη γὰρ, ὅτι Καὶ ἔσται, καὶ ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσοῦ, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Ἔδρων δὲ τοῦτό τινες, καὶ ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες· ὅθεν καὶ ὁ νόμος ὁ διὰ Μωσέως, τοῖς τὴν θείαν λαχοῦσιν ἱερουργίαν παρεγγυᾷ, τὸ μὴ ἐν ἴσῳ τοῖς ἄλλοις ἐπὶ νεκρῷ κατεξυρῆσθαι, μήτε μὴν καταφθείρειν τὴν ὄψιν τοῦ πώγωνος. Γέγραπται γὰρ ὡδί.
Πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ Σαμαρείας, καθά φησιν Ἱερεμίας· Ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας, καὶ διεῤῥωγότες τὰ ἱμάτια, καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανον ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς τὸν οἶκον Κυρίου. Οὐκοῦν πένθους τε ἅμα, καὶ ἀτιμίας ἦν τρόπος τὸ ἀποκείρειν ξυρῷ κεφαλήν τε καὶ πώγωνα. Τοῦτο πείσεσθαι κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν ὁ προφητικὸς ἔφη λόγος. Ἀπομενεῖ γὰρ, φησὶν, ἀπολωλότων αὐτῆς τῶν τέκνων, πενθοῦσά τε καὶ ἀτιμωτάτη. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τοῖς θεωρήμασι προσβαλεῖν, ἐννοήσει τι τοιοῦτον. Τρίχας μὲν γὰρ κεφαλῆς τάχα πού φησιν τοὺς ἐντιμωτάτους πλούτῳ τε καὶ ὑπεροχαῖς τῶν ἄλλων ὑπερανεστηκότας· ἀνωτέρω γὰρ κεφαλῆς οὐδέν· πώγωνα δὲ, τοὺς ἐν συνέσει καὶ φρεσίν· οὕτω γὰρ πώγων ἀεὶ λαμβάνεται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ.
PG 70:213Ὅταν δὲ καὶ ποδῶν ὀνομάζει τρίχας, σημαίνει που, κατὰ τὸ εἰκὸς, τοὺς ἐν τάξει κειμένους τῇ ἐσχάτῃ καὶ κατωτάτω. Ἐφείσατο δὲ τὸ παράπαν οὐδενὸς τὸ ξυρὸν μεμεθυσμένον, ἀλλ’ ὁμοῦ τοῖς ὑπερκειμένοις, μέσους τε καὶ τελευταίους, καὶ συνετοὺς τῆς Ἰουδαίων ἀπέκειρε χώρας, ὡς ἀφεῖναι γυμνὴν καὶ ἐψιλωμένην. Μετεκόμισε γὰρ ὁ Ναβουχοδονόσορ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων σχεδὸν ἅπαντα τὸν Ἰσραήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα [βούτυρον καὶ μέλι φάγεται]6, πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Τοῦ ξυροῦ καὶ μεμεθυσμένου καὶ μεγάλου, τοῦτ’ ἔστι τῆς Βαβυλωνίων μαχαίρας, ἐμφανῆ καταστῆσαι τὴν ἐνέργειαν ὁ σκοπὸς αὐτῷ. Καταψιλωθήσεσθαι γάρ φησιν ἅπασαν τῶν Ἰουδαίων τὴν χώραν, πτωχείας τε ὁμοῦ καὶ ὀλιγανδρίας εἰς τοῦτο ἐλθεῖν, ὡς τὸν περιλειφθέντα καὶ ἀνασεσωσμένον ἐκ τῆς τῶν πολεμίων χειρὸς, ἐναπομείναντά τε τῇ γῇ, δεσπότην ἔσεσθαι δαμάλεώς τε μιᾶς καὶ προβάτων δύο καίτοι πάλαι πλείστας τε ὅσας ὀί̈ων ἀγέλας, καὶ μὴν καὶ βοῶν κεκτῆσθαί τε καὶ νέμειν εἰωθότων τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν.
Οὐκοῦν πτωχείας μὲν τῆς εἰς ἄκρον ἀπόδειξις ἥδε σαφής. Ὅτι δὲ καὶ κομιδῇ βραχεῖς ἐν ἀριθμῷ κατὰ τόπους ἔσονται προσαποδείκνυσι λέγων· Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ἐκ δύο προβάτων καὶ δαμάλεως μιᾶς τοσοῦτον γάλα ἔσεσθαί φησιν, ὥστε πᾶσιν ἀρκέσαι τοῖς καταλειφθεῖσιν εἰς κόρον, εἰ δὴ βούλοιντο τὰς διὰ γάλακτος ποιεῖσθαι τροφάς. Ἆρ’ οὖν οὐκ ἐναργὲς, ὡς εὐαρίθμητοι παντελῶς οἱ διαφυγόντες τὸ ξυρὸν, καὶ ἐν ἑκάστῳ τόπῳ τῆς Ἰουδαίας μεμενηκότων; Πόσοι γὰρ ἂν εἶεν, οἷς ἀρκέσει πρὸς τροφὴν καὶ κόρον [γάλα] δύο προβάτων καὶ δαμάλεως μιᾶς; Τί οὖν ἆρα τὸ ἐντεῦθεν εἰς ὄνησιν ἡμῖν τοῖς πνευματικοῖς ἐκβήσεται, ἔξεστιν ἰδεῖν διὰ πραγμάτων αὐτῶν.
Ὅσοι μὲν μελετῶντες τὸ δυσήκοον, καὶ γαῦρον ἐξανιστάντες τῷ Θεῷ τὸν αὐχένα, καὶ τῇ τῶν πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται, καὶ ὀλιγοστοὶ παντελῶς γενηθήσονται, καὶ παντὸς ἐνδεεῖς εὑρεθήσονται τοῦ τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, καὶ ἀνακομίζειν οἵου τε, καὶ μάλα γοργῶς, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀκούσονται δὲ οἱ τοιοίδε Θεοῦ λέγοντος διὰ φωνῆς ἁγίου· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Ἀμφιλαφεστάτη γὰρ λίαν ἡ παντὸς ἀγαθοῦ μέθεξις παρὰ Θεοῦ τοῖς τὰ αὐτοῦ φρονεῖν ἐγνωκόσιν, οἷς καὶ αὐτὸς προσπεφώνηκε λέγων· Φάγετε, καὶ πίετε, καὶ μεθύσκητε, οἱ πλησίον μου.6 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος ἐλεύσονται ἐκεῖ·
ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Ἔργον ἂν εἴη τοῦτο τοῦ ξυροῦ τοῦ μεγάλου καὶ μεμεθυσμένου, καὶ ἀπόδειξις ἐναργὴς τῆς τοῦ ἔθνους ὀλιγανδρίας. Δεδαπάνηκε γὰρ οὕτως ὁ πόλεμος τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, ὡς περιλειφθῆναι μόλις ἀριθμῷ βραχεῖς τοὺς ἐν αὐτῇ. Ταύτῃτοι καὶ ἀμεληθήσεσθαί φησι, καὶ εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν τὰ κάλλιστα παρ’ αὐτοῖς καὶ ἐξαίρετα τῶν κτημάτων, οὐκ ὄντων δηλονότι τῶν γηπονεῖν εἰδότων. Εἰ γὰρ εἶεν, φησὶν, ἐν ἑνὶ τόπῳ χίλιαι ἄμπελοι χιλίων σίκλων, ὡς ἀξίαν ἄμπελον ἑκάστην σίκλου ἑνὸς [τιμήματος δὲ τοῦτο μέτρον]1, εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν· ὥστε κἂν εἴ τις βούλοιτο τῷ χωρίῳ προσβαλεῖν, καὶ εἰσελάσαι μόνον, μὴ ἂν ἰσχύσαι τοῦτο δρᾷν δίχα βέλους καὶ τοξεύματος.
PG 70:215Ἀποδέουσαι γὰρ οὐδὲν αἱ ἄκανθαι τοξευμάτων καὶ βελῶν, κατατρώσειαν ἂν εὐθὺς τοῦ περιπατεῖν ἐθέλοντος τοὺς πόδας. Πρόξενον οὖν ἄρα παντὸς ἡμῖν ἔσται κακοῦ τὸ βούλεσθαι δρᾷν ἂ μὴ θέμις. Καταχερσούμεθα γὰρ τρόπον τινὰ, Θεῷ προσκρούειν οὐ παραιτούμενοι. Δρῶντες μὲν γὰρ, καὶ μὴν καὶ φρονεῖν ἐθέλοντες ἃ αὐτῷ θυμήρη καὶ φίλα, καρποφορήσομεν τὴν ἀρετὴν, τῆς παρ’ αὐτοῦ φροντίδος ἀξιούμενοι. Ἀκουσόμεθα γὰρ λέγοντος τοῦ Χριστοῦ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν κλῆμα τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.6 Ἀπονενευκότες δὲ ἀχαλίνως εἰς ἀνοσιότητα τρόπων, ἀκάνθης τῆς νοητῆς πληρούμεθα, παντὸς εἴδους φαυλότητος ἀνίσχοντος ἐν ἡμῖν.
Τέλος δὲ ἀκάνθης, τὸ πῦρ· καὶ τροφὴ πυρὸς, ἢ ἄχρηστος ὕλη. Καὶ τοῦτο ἡμῖν ὁ μακάριος Παῦλος ἐναργὲς καταστήσει λέγων· Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.6 Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. Ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοός. Ὀλίγους μὲν ἔσεσθαι τοὺς περιλειφθέντας ἐν τῇ Ἰουδαίᾳ φησὶν, ἥξειν τε εἰς τοῦτο δειλίας αὐτοὺς, καὶ μέντοι καὶ κακανδρείας, ὡς ὑπό γε δεινοῦ τε καὶ ἀφορήτου δείματος, τὰς ἐν ὄρει ποιεῖσθαι διατριβὰς, καὶ πόλεων μὲν ἀποφοιτᾷν, καὶ τῶν πάλαι τριποθήτων αὐτοῖς ἐνδιαιτημάτων, ἐπείγεσθαι δὲ λανθάνειν ἐν ὕλαις τε καὶ λόχμαις.
Ἔθος γὰρ τοῦτο δρᾷν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν τε καὶ πόλιν, εἰ δή τις γένοιτο πολεμίων ἐκβολή. Ἀναθέοντες γὰρ εἰς ὑψηλὰ καὶ δύσβατα τῶν ὀρῶν, ὅπλον ποιοῦνται τὴν δυσχωρίαν, καὶ δειλίας φάρμακον τὸ ἐν σχισμαῖς εἶναι πετρῶν. Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων ἔφασκε δήμοις· Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.6 Οὐκοῦν τὰ μὲν κάλλιστα τῶν χωρίων εἰς χέρσον ἔσονται, φησὶ, καὶ εἰς ἄκανθαν, δεδιότων τῶν περιλειφθέντων κἂν γοῦν ἐν αὐτοῖς εἰσελάσαι μόνον, ἢ καὶ ὑπὸ τῆς ἀκάνθης οὐ συγχωρουμένων· ἀναφυγόντες δὲ μᾶλλον ἐν τοῖς ὄρεσιν, ἐκεῖ στένοντες τῶν εἰς γεωργίαν ἅψονται πόνων. Ἀροτριαθήσεται γὰρ πᾶν ὄρος καὶ πᾶς βουνὸς, τῶν ἐν αὐτοῖς ἀναφυγόντων συλλέγειν ἐπιθυμούντων, οὐ τὰ εἰς πλοῦτον καὶ τρυφὰς, ἀλλ’ ὅσα τὴν ἀναγκαίαν τοῦ σώματος θεραπεύει χρείαν, καὶ στενὴν καὶ δυσπόρευτον παρατίθησι τροφήν.
PG 70:217Ποία τις οὖν πρόφασις τοῦ καὶ ἐν ὄρεσιν οἰκεῖν, καὶ αὐτὰ γεωργεῖν ἐθέλειν, καίτοι τῶν ἐξαιρέτων ὑπερεωραμένων χωρίων; Οὐ μὴ ἐπέλθῃ,6 φησὶν, ἐκεῖ φόβος.6 Ταῦτα λογιοῦνται καθ’ ἑαυτοὺς, ὡς οὐκ ἂν αὐτοῖς ἐκεῖ κατοικεῖν ἐθέλουσιν ἐπέλθῃ φόβος. Εἶτα τῆς εἰς ἄκρον ἐρημίας καταδεικνύει τὸ μέγεθος. Ἔσεσθαι γάρ φησιν ἅπασαν τὴν χώραν ἀπὸ τῆς χερσείας καὶ τῆς ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοὸς, τοῦτ’ ἔστιν, εἰς κατανομὰς θρεμμάτων, τὴν πίονα, τὴν εὐάμπελον, τὴν ἐλαιοφόρον, τὴν εὐδενδροτάτην, τὴν ἀεὶ κομῶσαν καρποῖς, τὴν ῥέουσαν γάλα καὶ μέλι, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν Θεὸν εὐφραίνοντες ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀσφαλῶς οἰκήσομεν, καθάπερ τινὰ χώραν ἢ πόλιν, τὴν ἀρετὴν, καὶ κατευμεγεθήσομεν τῶν ἐχθρῶν.
Καταπτοήσει δὲ τὸ σύμπαν ἡμᾶς οὐδέν. Ἐσόμεθα δὲ μᾶλλον ἁπάσης ἐπιεικείας καὶ καλῶν ἔργων ἐπιμεληταὶ, καὶ εὐκαρπίας ἀνάμεστοι τῆς ἀρεσκούσης Θεῷ, καὶ νοητῆς ἀκάνθης ἀπηλλαγμένοι, καὶ γῆ θελητὴ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ Θεοῦ γεώργιον ἀληθῶς. Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν προαγόρευσιν τῶν μελλόντων συμβήσεσθαι κατὰ καιροὺς τῇ τῶν Ἰουδαίων χώρᾳ, καὶ τὸ τῆς συμφορᾶς καταδείξας μέγεθος, προσεπάγει χρησίμως τὰ περί γε τοῦ Ἐμμανουὴλ, καὶ τὸ ἐπ’ αὐτῷ γε παραδείξας μυστήριον, ἐναργέστερον ἀποφαίνει τῷ προφήτῃ Θεός.
Ἔφη μὲν γάρ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.6 Ὅτι μὲν γὰρ καινῆς διαθήκης ἔσται μεσίτης, καταργουμένης δηλονότι τῆς πρώτης, ὡς πολὺ τὸ ἀδρανὲς ἐχούσης, πεπαλαιωμένης δὲ, καὶ τελειούσης οὐδένα κατὰ συνείδησιν, ὑποφαίνει λέγων· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου.6 Καὶ τί τὸ, σεαυτῷ, κατασημαίνειεν ἂν, ἢ ἐκεῖνό που πάντως; Οὐ γάρ τοι, φησὶν, τοῖς ἀπειθεῖν ᾑρημένοις, ἀλλὰ τοῖς ἐν πίστει τετιμηκόσι τὸν ἐπ’ αὐτῷ λόγον τὰ ἐν τῷ καινῷ δοθήσεται τόμῳ. Τοῦτ’ ἔστιν, ἀποκαλυφθήσεται τὸ Χριστοῦ μυστήριον. Καινὸς οὖν ὁ τόμος καὶ μέγας. Οὐ γάρ τοι κατὰ τὴν πρώτην συντέτακται διαθήκην ἡ καινή τε καὶ νέα τὸ τοῦ Χριστοῦ λαλοῦσα μυστήριον, οὔτε μὴν ὀφθήσεται τὸ τῆς νομικῆς ἱστορίας ἔχουσα ταπεινὸν, ἀλλ’ ὡς ἐν ὑπεροχῇ καὶ ὕψει γνώσεως καὶ δογμάτων.
PG 70:219Ὅθεν καὶ ὁ θεσπέσιος Παῦλος ἥδιστά φησιν, ἐζημιῶσθαι πάντα τὰ ἐν νόμῳ διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Πρόδηλον οὖν ὅτι πεπαλαιωμένης τῆς πρώτης, ὡς ἔφην, καινὸς ὁ τόμος καὶ μέγας λαμβάνεται τῆς δευτέρας διαθήκης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις παραλαμβάνεται, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Γράφεται δὲ ὁ τόμος γραφίδι ἀνθρώπου. Διὰ ποίαν αἰτίαν; Ὅτε μὲν τοῖς τῆς διανοίας ὄμμασι τὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος πολυπραγμονῶμεν μυστήριον, εἶτα λέγειν ἑτέροις ἐπιχειρῶμεν ἔσθ’ ὅτε τὴν ἀπόῤῥητον γέννησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· τότε δὴ, τότε χρεία γραφίδος ἡμῖν οὐκ ἀνθρωπίνης καὶ καθ’ ἡμᾶς. Ποῖος γὰρ ἂν ἀρκέσει[ε] λόγος εἴς γε τὸ δύνασθαι διατρανοῦν τὸ ὑπὲρ νοῦν καὶ λόγον; Ἀπόχρη δὲ μόνος τοῖς οὕτως ἰσχυροῖς καὶ ὑπὲρ πάντα νοῦν διηγήμασιν ἐκεῖνος ὁ κάλαμος, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβίδ·
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.6 Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· ἀλλ’ οὐδὲ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὅταν δὲ τοὺς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ποιούμεθα λόγους, τότε δὴ, τότε χρεία γραφίδος ἀνθρωπίνης· ὃ δὴ καὶ πέπραχεν ὁ σοφὸς Ἰωάννης λέγων· Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.6 Χαλεπὸν δὲ ὅλως οὐδὲν, καὶ τὸν κατὰ σάρκα θάνατον αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ταῖς καθ’ ἡμᾶς ἀναγγέλλειν φωναῖς, καὶ ὅτι πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως ἀνανεουμένης εἰς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν Πατέρα, καὶ κεκάθικεν ἐν τοῖς οὐρανοῖς. Ἥξει τε κατὰ καιροὺς, καὶ καθιεῖται κριτής. Οὐκοῦν ἀνθρώπου γραφίδι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς γράφουσιν οἱ πνευματογράφοι.
Προσεπιτάττει δὲ λέγων· Μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.6 Ἰστέον δὲ ὅτι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ὁ περὶ τούτων λόγος παρὰ Θεοῦ γέγονε πρὸς τὸν μακάριον Ἡσαί̈αν, Οὐρίας μὲν ἦν τις προφήτης, Ζαχαρίας γεμὴν ἱερεὺς καὶ νομοδιδάσκαλος. Παραλαμβάνονται τοίνυν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, ἥ τε διὰ νόμου καὶ προφητῶν ἁγίων μυσταγωγία καὶ σύνεσις, ἤγουν προαγόρευσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Τοιοῦτόν τι δεδεῖχθαί φαμεν τοῖς ἁγίοις ἀποστόλοις ἐν καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τοῦ Χριστοῦ. Γέγραπται γὰρ, ὅτι Μεθ’ ἡμέρας ἓξ παρέλαβεν ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν.
Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ’ αὐτοῦ.6 Ἄθρει δὴ οὖν ὅπως Μωσῆς καὶ Ἠλίας, τοῦτ’ ἔστιν, ἱερωσύνη καὶ νόμος [ἀμφότερα γὰρ ὁ Μωσῆς]1, καὶ μὴν καὶ Ἠλίας εἰς πρόςωπον τῶν ἁγίων προφητῶν παραληφθεὶς, προσελάλουν ἀλλήλοις, περὶ τῆς ἐξόδου, φησὶν, ἧς ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ποία δὲ ἔξοδος; Τῆς οἰκονομίας δηλονότι τὸ πέρας, ὁ σταυρὸς, ὁ θάνατος, καὶ ἐκ νεκρῶν ἀναβίωσις, ἡ εἰς οὐρανοὺς ἀνάληψις. Ταῦτα γὰρ πάντα προανετύπου μὲν διὰ σκιᾶς ὁ νόμος, προηγόρευσε δὲ καὶ ὁ λαμπρὸς καὶ μέγας τῶν ἁγίων προφητῶν ὁ χορός. Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν ἄρσεν. Ὅτι μὴ ἐξ αἵματος καὶ σαρκὸς, μήτε μὴν ἐκ θελήματος ἀνδρὸς, ἡ κατὰ σάρκα Χριστοῦ πέπρακται γέννησις, καινοπρεπὴς δέ τις ἦν καὶ ἀήθης, καὶ τῶν τῆς ἀνθρωπίνης φύσεως ἐπέκεινα νόμων, ἀπεκάλυψε τῷ προφήτῃ Θεός.
PG 70:221Αὐτὸς γὰρ, φησὶν, ὁ λέγων· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου,6 προσῆλθε πρὸς τὴν προφῆτιν. Ἄθρει δὴ οὖν, ὅπως ἀνθρώπου γραφίδι τὸ Χριστοῦ μυστήριον καὶ λόγοις γράφεται τοῖς καθ’ ἡμᾶς. Τὸ γάρ τοι, προσῆλθεν, ἔθος τῇ θείᾳ λέγειν Γραφῇ, ἀντὶ τοῦ, συνῆλθεν, ἤγουν, κεκοινώνηκε γαμικῶς. Ὁρᾷ τοιγαροῦν ὁ προφήτης καὶ συνόδου σχῆμα γεγονὸς πρὸς τὴν ἁγίαν Παρθένον, ἢν εἶναί φησι καὶ προφῆτιν, πρᾶγμα διδάσκων ἀληθές· εἶτα καὶ σύλληψιν γεγενῆσθαί φησιν, τεχθῆναι δὲ καὶ υἱόν. Ὀξεῖα δὲ σφόδρα τῆς ὁράσεως ἡ ἀπόδοσις, πάντα τῷ προφήτῃ παρατιθεῖσα πρὸς γνῶσιν. Ὅτι γὰρ ἐξ ἁγίου Πνεύματος τὸ πανάγιον ἐκεῖνο διεπήγνυτο σῶμα τὸ ἑνωθὲν τῷ Λόγῳ, πῶς ἂν ἐνδοιάσειέ τις; Οὐκοῦν ἡ τοῦ Πνεύματος ἐνέργεια, δι’ ἧς τὸ ἐν τῇ ἁγίᾳ Παρθένῳ διεπλάττετο σῶμα, τῷ τῆς συνόδου σχήματι πλαγίως κατεσημαίνετο.
Ἀπαρχὴ γὰρ γέγονε καὶ κατὰ τοῦτο Χριστὸς τῶν ἡγιασμένων ἐν πνεύματι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Γεννητὸς οὖν Πνεύματος κατά γε τὴν σάρκα καὶ πρὸ τῶν ἄλλων αὐτὸς, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν μάρτυρας αὐτῷ γενέσθαι προστέταχεν, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Προσετίθει δὲ, ὅτι Πάρεστι γάρ.6 Μεμαρτύρηκε γὰρ ὁ νόμος, καὶ μὴν ἡ τῶν ἁγίων προφητῶν προανάῤῥησις, ὅτι γεννηθεὶς ὁ Χριστὸς σκυλεύσει τὸν Σατανᾶν, καὶ διαρπάσει τὰ σκεύη αὐτοῦ, καθά φησιν αὐτὸς, τοῦτ’ ἔστιν, ἰδίους ποιήσεται τοὺς ἐκείνου προσκυνητάς ποτε. Τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς, ὡς ἐν τρόπῳ παραδείγματος λέγων·
Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει τὰ σκεύη αὐτοῦ;6 Λέγων δὲ, ὅτι Πάρεστι γὰρ,6 οὐκ εἰς μακρὰν ἔσεσθαι τὴν ἀνάδειξιν τοῦ Ἐμμανουὴλ κατεπηγγέλλετο. Τοῦτό τοι καὶ πρὸς τὸν μακάριον Ἀμβακοὺμ εὑρίσκεται λέγων· Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.6 Καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων. Εἰπὼν ἀνωτέρω τὸ, Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·6 προστέταχε νῦν καλεῖσθαι τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
PG 70:223Ἆρ’ οὖν εἰκαῖον ὄνομα αὐτῷ τὸ πρῶτον, τοῦτ’ ἔστιν, Ἐμμανουήλ; πρέποι δ’ ἂν ὅτι μάλιστά γε τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ διαφόροις ὀνόμασι τὸν τῶν ὄντων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ’ ὅτε προσεπινοεῖν τὰς κλήσεις. Τοῦτο τετήρηται καὶ ἐπ’ αὐτοῦ τοῦ Χριστοῦ. Θεὸς γάρ ἐστιν ἀληθινὸς, καὶ ὅτι μὲν Θεὸς ὢν φύσει, γέγονε μεθ’ ἡμῶν ὁ Λόγος, ὅτ’ ἐπέφηνε καθ’ ἡμᾶς, κατασημαίνει μὲν ἂν καὶ μάλα σαφῶς τὸ, Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἐσκύλευσε τὸν Σατανᾶν, καὶ μὴν καὶ ἐξείλετο τῆς ἐκείνου σκαιότητος τοὺς πάλαι διηρπασμένους, καὶ δουλεύοντας αὐτῷ διὰ τῆς ἁμαρτίας, ἐκδείξειεν ἂν τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.
Ὅτι δὲ ὡς Θεὸς ἀφράστῳ δυνάμει κατορθοῦν ἔμελλε τῶν ἐπὶ γῆς τὴν λύτρωσιν προαναφαίνει λέγων· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων.6 Βαθὺς δὲ σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ πνευματικὸν τὸ διήγημα. Κέκρυπται γὰρ ἀσαφείαις ἀεί πως ὁ θεῖος λόγος· οὐχ εὑρήσομεν γὰρ ὡς ἐν ἱστορίᾳ τε καὶ ἐν αἰσθητοῖς πράγμασιν, ὅτι γεννηθεὶς εὐθὺς ὁ Χριστὸς, ἢ τὴν Δαμασκὸν ἐσκύλευσεν, ἢ τὴν χώραν τοῦ βασιλέως τῶν Ἀσσυρίων, λυτρούμενος τοὺς ἐκ τῆς Σαμαρείας εἰς τὴν ἐκείνου χώραν ἀπενηνεγμένους. Ὅταν δὲ νοητῶς ἐκλάβωμεν, τότε δὴ πάντως τὸ ἀληθὲς ὀψόμεθα. Οὐκοῦν ἥ τε Δαμασκὸς, ἤγουν Συρία πᾶσα, καὶ μὴν ἡ τῶν Ἀσσυρίων χώρα, τοῦτ’ ἔστιν, ἡ Περσῶν τε καὶ Μήδων μεμέστωτο μὲν εἰδώλων· καὶ διὰ τοῦτο κέκληται γῆ τῶν γλυπτῶν·
ἦσαν γὰρ βωμοὶ καὶ τεμένη πανταχοῦ, καὶ οἱ τοῖς τεμένεσιν ἐμφιλοχωρεῖν εἰωθότες, φημὶ δὴ τὰ τῶν ψευδομάντεων γένη, καὶ οἷς ἡ τέχνη πρὸς γοήτειαν. Πᾶσα δὲ τούτων ἡ δύναμις ἦν, τὰ παρ’ ἑκάστοις θρησκευόμενα δαιμόνια, καὶ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ὅτε τοίνυν ἔμελλε τήν τε Δαμασκοῦ δύναμιν, καὶ μὴν καὶ τὴν τοῦ βασιλέως τῶν Ἀσσυρίων, τοῦτ’ ἔστι τὸν Σατανᾶν καὶ τὰ πονηρὰ καὶ βέβηλα τῶν δαιμονίων στίφη, μονονουχὶ καταληί̈σασθαι Χριστὸς, ἀπαλλάξαι τε τῆς ὑπ’ αὐτῷ δουλείας τοὺς ἠπατημένους, καὶ πρὶν ἡλικίας σωματικῆς εἰς τοῦτο ἐλθεῖν, ᾗπερ ἂν πρέποι τὸ εἰδέναι δύνασθαι καλεῖν πατέρα ἢ μητέρα, διεσάφησεν εἰπών· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται τὴν δύναμιν Δαμασκοῦ.6 Τὸ δὲ, Λήψεται, ἀντὶ τοῦ, Χειρώσεται.
Λήψεται δὲ ὁμοίως καὶ τὰ σκύλα Σαμαρείας. Τοῦτ’ ἔστιν, ἀπαλλάξει τοὺς αἰχμαλώτους πολεμήσας ὑπὲρ αὐτῶν. Ἀπέναντι τοῦ βασιλέως Ἀσσυρίων. Τοῦ νοητοῦ δηλονότι, φημὶ δὴ τοῦ Σατανᾶ. Αὐτὸς γὰρ ἦν καὶ ἡ Δαμασκὸς, καὶ ἡ Συρίας δύναμις. Ὅτι καὶ οἱ τῶν εἰδώλων προσκυνηταὶ πᾶσαν ἔχουσιν ἐπ’ αὐτοῖς τὴν τῆς σωτηρίας ἐλπίδα· Ὅτι δὲ ἐσκύλευσεν ὁ Χριστὸς τὸν Σατανᾶν, γεγεννημένος εὐθὺς, ἀταλαίπωρον ἰδεῖν. Γράφει γὰρ ὁ Ματθαῖος· Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντό τε εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.6 Προςκεκυνήκασι γοῦν καὶ προσήγαγον χρυσίον, καὶ λίβανον καὶ σμύρναν.
PG 70:225Ὁρᾷς ὅπως ἐσκύλευσε τὸν Σατανᾶν, καὶ προενόμευσεν ὀξέως; Ὅτι δὲ καὶ ὁ τῆς ἐπιδημίας σκοπὸς εἰς λύτρωσιν βλέπει τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ γεγονότων, κατασημα[ί]νειεν ἂν καὶ αὐτὸς ὁ Χριστὸς, διὰ φωνῆς Ἡσαί̈ου λέγων· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.6 Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτοῦ· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.6 Καὶ τοῦτο αὐτὸς ἐδίδαξεν εἰπών· Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι·
Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου. Ὅτι παρά γε τὸ εἰωθὸς ἀνθρώποις, ξένη τε καὶ ἀξιάγαστος ἔσται τοῦ Ἐμμανουὴλ ἡ γέννησις, ἡ διὰ τῆς ἁγίας Παρθένου, καὶ ὅτι πλείστων τε ὅσων καὶ περιφανεστάτων ἀληθῶς θεοσημειῶν ἀποτελεσθήσεσθαι κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ἀποκαλύπτει τῷ προφήτῃ λοιπὸν, καὶ τὴν ἐσομένην κατ’ αὐτοῦ τῶν Ἰουδαίων ἀπόνοιαν κατά γε τὸν τῆς ἐνανθρωπήσεως καιρόν.
Ἀφίκετο γεμὴν εἰς τόνδε τὸν κόσμον ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ ἐμφανῆ τε καὶ ὁρωμένην τὴν τῆς θεοπρεποῦς ὑπεροχῆς δόξαν ἔχων· οὔτε μὴν κατὰ τὸ εἰωθὸς αὐτῷ φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲ ταῖς ἀγγελικαῖς δυνάμεσι δορυφορούμενος ἐναργῶς· ἀλλ’ οὐδ’ ἐν δόξῃ τυχὸν ἐπιγείου βασιλέως· μετρίως δὲ σφόδρα καὶ ὑφειμένως, καὶ πολὺ λίαν ἀψοφητί. Καὶ τοῦτο ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς ἁγίων καταμεμήνυκε λέγων· Ἰδοὺ συνήσει ὁ Παῖς μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει.6 Καὶ τρόπος μὲν οὑτοσὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς.
PG 70:227Ἰουδαῖοι γεμὴν οἱ τάλανες τὸ ἐπ’ αὐτῷ μυστήριον, ἢ οὐ συνέντες ὅλως ἤγουν ἀνοσίως διωθούμενοι, κατεπεφύοντο δεινῶς, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.6 Διατετελέκασι δὲ καὶ μέχρι παντὸς σκληροὶ καὶ ἐξήνιοι, καὶ τὸ ἔτι τούτων ἐπέκεινα πρὸς τὸ δυσσεβές. Προςῆγον μὲν γὰρ τῷ Πιλάτῳ λέγοντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν.6 Ἐκείνου δὲ πρὸς ταῦτα μονονουχὶ καταμειδιῶντός τε καὶ λέγοντος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; κατεκεκράγεσαν λέγοντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.6 Ἄθρει δὴ ὅπως ἠρνήσαντο μὲν τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι, Καίσαρα δὲ καὶ ἀνθρώπους ἐπεγράφοντο βασιλέας. Αἰνιγματωδῶς τοιγαροῦν τῷ προφήτῃ Θεὸς αὐτὸ δὴ τοῦτο καθίστησιν ἐναργές.
Ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω, καὶ τὸ τοῖς τηνικάδε πράγμασι πρέπουσαν τοῦ λόγου ποιήσασθαι τὴν ἀπόδοσιν· φαμὲν ὅτι τῷ ὕδατι τοῦ Σιλωὰμ τὴν ὑπὸ Θεῷ παρεικάζει βασιλείαν, ἣν ἀτιμάσαντες Ἰουδαῖοι, γεγόνασιν ὑφ’ ἑτέρῳ, καὶ δέδονται τοῖς ἐχθροῖς. Ταύτῃτοί φησι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων.6 Τὸ τοῦ Σιλωὰμ ὕδωρ ῥεῖν οὕτω φασὶν ἡσυχῇ, ὡς δίχα κτύπου προχεῖσθαι παντός. Ἑρμηνεύεται δὲ Σιλωὰμ, ἀπεσταλμένος. Δέχεται τοίνυν εἰς εἰκόνα καὶ τύπον αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, τῆς ἀψοφητὶ γεγενημένης, καθάπερ ἔφην ἀρτίως.
Ἀπεσταλμένος δὲ κατ’ ἀλήθειαν ὁ Χριστός. Ἀπόστολον γοῦν καὶ Ἀρχιερέα αὐτὸν τῆς ὁμολογίας ἡμῶν καὶ ὁ σοφὸς ὀνομάζει Παῦλος. Δέχεται δὲ ὁμοίως καὶ ἁπαξαπλῶς τῆς ὑπὸ Θεῷ βασιλείας εἰς τύπον τὸν Σιλωάμ. Οὐκοῦν ἐπειδήπερ ὁ λαὸς οὗτος ὁ ἀκαμπὴς καὶ ἐξήνιος, οὐ βούλεται ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ· ἀποσείεται γὰρ τὸν ὑπὸ Θεῷ ζυγόν· ἐπιθυμεῖ δὲ μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, καὶ κατισχῦσαι μᾶλλον αὐτοῦ τοὺς πλεονεκτεῖν ἐθέλοντας, τὸν Ῥαασσὼν, φημὶ, καὶ τὸν Φακεέ· ταύτης ἕνεκα τῆς αἰτίας ἐπ’ αὐτοῖς ἀνήσω τὸ ὕδωρ τοῦ ποταμοῦ, τοῦτ’ ἔστι, τοῦ Εὐφράτου. Ἐπειδὴ δὲ ἦν ἀσαφέστερός πως ὁ λόγος, προσεπάγει παραχρῆμα, καί φησι, Βασιλέα τῶν Ἀςσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· τοῦτ’ ἔστι, τοὺς ὑπ’ αὐτῷ πάντας, καὶ ἅπαν ἔθνος τὸ ὑπεστρωκὸς αὐτῷ τὸν αὐχένα.
Ὕδατι δὲ παρεικάζει τὰ πλήθη. Καὶ τοῦτο ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν περὶ τῆς Νινευῆ, καὶ τῆς ἐν αὐτῇ ἀναριθμήτου πληθύος, φησὶ διὰ φωνῆς προφητῶν· Καὶ Νινευῆ, ὡς κολυμβήθρα ὑδάτων τὰ ὕδατα αὐτῆς.6 Ἐπιμένει δὲ τῇ τροπῇ καί φησιν· Ὡς ἐφ’ ὕδατός τε καὶ ποταμοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου.6 Ἤχθη δὲ εἰς πέρας ἅπαντα ταυτὶ, προφητεύοντος Ἱερεμίου, ὅτε τῆς Ἰουδαίων χώρας κατεστράτευσεν ὁ Ναβουχοδονόσορ· καὶ καθεῖλε μὲν τὴν περιβόητον Ἱερουσαλήμ· κατεμπρήσας δὲ καὶ τὸν ναὸν, καὶ τοὺς τῶν Ἰουδαίων ἐπισήμους ἀπεκτονὼς, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς τὴν ἄλλην ἅπασαν καὶ ὑπολελειμμένην ἐκ τοῦ πολέμου πληθὺν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ.
PG 70:229Πρόδηλον οὖν ὅτι τοῖς οὐκ ἐθέλουσιν ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, τοῦτ’ ἔστι Χριστὸν, ἤτοι τὴν ὑπὸ Θεῷ βασιλείαν, ἐπιπηδήσει πάντως ὁ τῶν νοητῶν Ἀσσυρίων βασιλεὺς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς, καὶ αἰχμαλώτους ἑλὼν, τοῖς ἰδίοις ὑποθήσει ζυγοῖς, καὶ ποιήσει δούλους, ταῖς ἐκ πολυτρόπων ἁμαρτιῶν κατασφίγγων σειραῖς. Μεθ’ ἡμῶν ὁ Θεὸς, γνῶτε ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ· ὅτι μεθ’ ἡμῶν Κύριος ὁ Θεός. Ἀνασκιρτᾷ τῷ προφήτῃ πρὸς θυμηδίαν ὁ νοῦς, ἐπεγνωκότι σαφῶς τὸ Χριστοῦ μυστήριον. Εἶτα τῶν ἁγίων εὐαγγελιστῶν καὶ μέντοι καὶ ἀποστόλων τότε πρόσωπον ὁμοῦ καὶ τὸν λόγον ἀναλαβὼν, Ἕλλησί τε καὶ Ἰουδαίοις μονονουχὶ καὶ διαμαρτύρεται, ὅπλον τοῖς πεποιημένοις αὐτὸν, οὐδὲν ἔσται τὸ ἀντιστατοῦν.
Τοῖς μὲν οὖν ἔθνεσι δύο ταῦτα κατορθῶσαι διακελεύεται, διαγνῶναί τε τὸ Χριστοῦ μυστήριον, καὶ μὴν ὅτι καὶ ἡττᾶσθαι χρὴ τοῖς διδάσκουσιν αὐτό. Γνῶτε γὰρ, φησὶ, καὶ τὸν ἐν αὐτῷ δέξασθε λόγον, καὶ ἡττήθητε, τοῦτ’ ἔστι, παραχωρεῖτε, καὶ μὴ ἀνθίστασθε τοῖς ἁγίοις μυσταγωγοῖς· ὑπακούσατε δὲ μᾶλλον αὐτοῖς ἕως ἐσχάτου τῆς γῆς, τοῦτ’ ἔστιν, οἱ κατὰ πᾶσάν τε πόλιν καὶ χώραν, καὶ μέχρι αὐτῶν τερμάτων τῆς ὑπ’ οὐρανόν. Οἱ δὲ ἡττώμενοί τε καὶ παραχωρεῖν ἐθέλοντες τὸ νικᾷν τοῖς τῆς ἀληθείας διδασκάλοις, εἰσδέξονται μὲν εὐκόλως τὸν παρ’ αὐτῷ λόγον, πεπιστευκότες δὲ εἰς Χριστὸν βαδιοῦνται κατ’ εὐθὺ παντὸς ἀγαθοῦ, καὶ τὴν αὐτῷ φιλαιτάτην κατορθώσαντες ἀρετὴν, λαμπράν τε καὶ ἀξιοζήλωτον κατακληρονομήσουσι δόξαν.
Καὶ ταυτὶ μὲν τοῖς Ἑλλήνων στίφεσιν, ὡς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ὁ προφήτης φησίν· Ὑμεῖς δὲ, ὦ Ἰουδαῖοι, ἰσχυκότες ἡττᾶσθε. Ὅσον μὲν γὰρ εἴς γε τὸν ἐνόντα τοῖς Ἰουδαίοις σκοπὸν, κατίσχυσαν τοῦ Χριστοῦ, σταυρῷ παραδόντες οἱ δείλαιοι. Πλὴν ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἦν δύνασθαι θανάτῳ περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰ καὶ νενομίκατε, φησὶν, ἰσχῦσαι Κυριοκτονήσαντες, ἀλλ’ οὖν ἡττήθητε λοιπὸν, καὶ δότε τὸ εὐπειθὲς παραδεξάμενοι τὴν πίστιν, ἤγουν ἐκεῖνο γινώσκετε, κἂν ὅτι πάλιν ἰσχύσητε μὴ ἀνεχόμενοι τῆς διδασκαλίας, ἀλλ’ ἐπιτιμῶντες ἀγρίως τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι, πάλιν ἡττηθήσεσθε κολάζοντι λοιπὸν τῷ Κριτῇ, καὶ τὰς τῆς οὕτω μακρᾶς ἀπονοίας αἰτοῦντι δίκας.
Ὃ δὴ καὶ πέπρακται. Μετὰ γάρ τοι τὸ ἀναβιῶναι Χριστὸν, καὶ ἀνελθεῖν εἰς οὐρανὸν, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἁγίοις ἀποστόλοις· καὶ δὴ καὶ εἰσφέροντες ἐν τοῖς συνεδρίοις ἔτυπτον ἐγκαλοῦντες καὶ λέγοντες· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν τινι ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οὐκοῦν ἔδοξαν μὲν καὶ κατὰ τοῦτο ἰσχύειν, πλὴν ἀνόνητα πάντα αὐτοῖς, καὶ βουλὴ, καὶ σκέψις, καὶ λόγος· ἐνίκων γὰρ οἱ θεσπέσιοι μαθηταὶ λέγοντες, διότι Μεθ’ ἡμῶν Κύριος ὁ Θεός. Οἱ δὲ πικρὰς ἔξτηνται δίκας, ταῖς Ῥωμαίων στρατιαῖς καὶ οὐχ ἑκόντες ἡττώμενοι. Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μήποτε εἴπωσι, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν.
PG 70:231Ἔφην ὅτι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν τὸ πρόσωπον ἑαυτῷ περιτιθεὶς ὁ μακάριος προφήτης, ἔθνεσίν τε καὶ Ἰουδαίοις ἡττᾶσθαι Χριστῷ συνεβούλευσεν, ὑπακοῦσαί τε αὐτῷ καὶ τοὺς μέχρις ἐσχάτων τῆς γῆς. Εἶτα Θεὸς πρὸς αὐτὸν μονονουχὶ καὶ καταθαυμάζων τὴν τοῦ Ἰσραὴλ σκαιότητα καὶ τὸ λίαν ἀμαθὲς, Τῇ ἰσχυρᾷ χειρὶ, φησὶν, ἀπειθοῦσιν. Παναλκὴς γὰρ,6 καὶ ἄθραυστος, καὶ πάντα ἰσχύουσα δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ὁ καταργήσας θάνατον, καὶ συντρίψας τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ ἀφθαρσίαν δωρούμενος τοῖς ὑπὸ φθορὰν, καὶ ἀνακαινίζων τὰ πάντα πρὸς τὸ ἐν ἀρχαῖς. Οὕτω καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οἱ ἐν Χριστῷ σεσωσμένοι φασίν· Δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν.6 Εἴρηται δὲ καὶ ἐν Ὠδαῖς·
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.6 Οὐκοῦν ἀνοσιότητός τε ὁμοῦ, καὶ μὴν καὶ φρενοβλαβείας εἰς τοῦτο διεληλάκασιν, ὡς τῇ ἰσχυρᾷ χειρὶ τῇ σωζούσῃ ῥᾳδίως ἀπειθεῖν ἑλέσθαι, καὶ παρ’ οὐδὲν ἡγεῖσθαι τὸ πρᾶγμα. Ἀπειθοῦσι δὲ ὁμοίως τῇ πορείᾳ τοῦ λαοῦ τούτου, φησίν· οὗ τὸ πρόσωπον ἀναλαβὼν ἔφασκεν εὐθύς· Μεθ’ ἡμῶν ὁ Θεός. Ὁποία δέ τίς ἐστιν ἡ πορεία τοῦ λαοῦ; Τῶν ἐχόντων τὸν Ἐμμανουὴλ ἡ πίστις ἡ εἰς αὐτὸν, ἡ εὐαγγελικὴ πολιτεία, παρεωραμένης τῆς ἐν νόμῳ καὶ ὡς ἐν σκιαῖς. Ἀπειθοῦσι δὲ τῇ πορείᾳ τοῦ λαοῦ τούτου λέγοντες· Μή ποτε εἴπητε, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Σκληρὸν γὰρ εἶναί πως τοῖς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων ὁ λόγος, ὅτι περιστέλλοντες ὡς ἐν καιρῷ τῷ δέοντι τὴν σκιὰν, ζῇν οὐκ εἴων κατὰ τὸν Μωσέως νόμον, εὐαγγελικῶς δὲ μᾶλλον καὶ πνευματικῶς.
Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ’ οὐ μὴ ταραχθῆτε, Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος. Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προςκόμματι συναντήσετε αὐτῷ, οὐδ’ ὡς πέτρας πτώματι. Προαιτιασάμενος τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπειθεῖν ἑλομένους τῇ πορείᾳ τοῦ λαοῦ, τοῦ ἐν Χριστῷ δῆλον ὅτι, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις, μεθίστησι πρὸς αὐτοὺς τὸν τῆς παρακλήσεως λόγον, καὶ ἄθραυστον αὐτοῖς ἐνεργάζεται νοῦν, μὴ δὴ χρῆναι λέγων δεδιέναι τοὺς ἀπειθοῦντας αὐτοῖς, μήτε μὴν ὅλως τὸν ἐκ τῆς ἐκείνων σκαιότητος εἰσδέχεσθαι θόρυβον· τεθαῤῥηκότας δὲ μᾶλλον ἐπὶ Θεῷ, κατανεανιεύεσθαι τῶν ἐχθρῶν· εὖ εἰδότας ὅτι καὶ ὅπλον αὐτοῖς ἔσται, καὶ πύργος ἰσχύος, καὶ κατακρατήσουσιν εὐκόλως τῶν ἀνθεστηκότων.
PG 70:233Ταύτῃτοί φησιν· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδὲ ταραχθῆτε. Εἰ δὲ δή τις βούλοιτο ταῖς τῶν προκειμένων ἐννοίαις ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ καθ’ ἕτερον αὐτὸ νοήσει τρόπον. Ἔστι δὲ οὕτως. Ἰουδαῖοι μὲν γὰρ ἐδεδίεσαν οὐ μικρῶς μὴ ἄρα πως Θεῷ προσκρούσειαν, διωθούμενοι μὲν τῆς ἐν νόμῳ πολιτείας τὴν ὁδόν· προσιέμενοι δὲ τοῦ Σωτῆρος τὸν λόγον ἀφιστάντος τῶν τύπων, καὶ παρ’ οὐδὲν ἡγεῖσθαι προστάττοντος τὴν σκιάν. Καὶ γοῦν ἔφασκον περὶ αὐτοῦ· Εἰ οὖν οὗτος ὁ ἄνθρωπος παρὰ Θεοῦ, οὐκ ἂν ἔλυε τὸ Σάββατον.6 Ὅτι τοίνυν εἰ καὶ ἧσαν ἐξ Ἰουδαίων οἱ θεσπέσιοι μαθηταὶ, παραιτεῖσθαι χρῆν αὐτοὺς τὸν τῶν ἀπειθούντων φόβον, δεδιότων, ὡς ἔφην, προσκροῦσαι τῷ νόμῳ, διά γε τοῦ ζῇν ἑλέσθαι μᾶλλον εὐαγγελικῶς, παρεγγυᾷ λέγων·
Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ’ οὐ μὴ ταραχθῆτε· ἁγιαζέσθω δὲ μᾶλλον, φησὶ, παρ’ ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ’ ἔστιν, ὁ Χριστὸς, καὶ τιμάσθω τῇ πίστει, καὶ φοβερὸς ἔστω παρ’ ὑμῖν. Ἔσται γὰρ οὕτως ὑμῖν ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. Δύο τίθησιν ἐν αὐτῷ μεγάλα καὶ ἐξαίρετα. Πρῶτον μὲν γὰρ, ἁγιάσει, φησὶν, ὑμᾶς τοὺς πιστεύοντας, καὶ μετόχους ἀποφανεῖ τῆς θείας αὐτοῦ φύσεως διὰ τοῦ ἁγίου Πνεύματος· κερδανεῖτε δὲ πρὸς τούτῳ, τὸ μήτε ὡς λίθῳ, μήτε μὴν ὡς πέτρᾳ σκανδάλου περιπεσεῖν. Ὃ δὴ καὶ πεπόνθασιν οἱ τάλανες Ἰουδαῖοι διὰ πολλὴν ἄγαν ἀμαθίαν λέγοντες· Ἡμεῖς οἴδαμεν ὅτι Μωσῆ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.6 Οὐκοῦν ἐπειδήπερ οὔτε ἡγίασαν αὐτὸν, οὔτε μὴν ἤθελον ἐπ’ αὐτῷ πεποιθέναι, μεμενήκασι μὲν ἁγιασμοῦ παντελῶς ἀμέτοχοι, προσπταίσαντες δὲ ὡς λίθῳ πεπτώκασι, καὶ ἐν παντὶ γεγόνασι κακῷ.
Ο δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ· διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Ὁ σοφὸς ἔφη Παροιμιαστής· Υἱὲ, μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλ’ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.6 Πρέποι γὰρ ἂν τούς γε ἀληθῶς ἀρτίφρονας, μὴ τῆς τῶν φαύλων σκαιότητος, ἀλλὰ τῆς τῶν ἀγαθῶν ἐπιεικείας γενέσθαι μιμητάς. Οὐκοῦν ἐπειδήπερ τοῖς ἁγίοις συνεβούλευε μαθηταῖς, ἁγίασμα μὲν ποιεῖσθαι Χριστὸν, πεποιθέναι δὲ μᾶλλον ἐπ’ αὐτῷ, καὶ τὰς τῶν διωκόντων ἀπονοίας ἡγεῖσθαι μηδὲν, προσεπήγαγεν ἀναγκαίως, ὅσα τε καὶ οἷα τοῖς ἀπειθεῖν ᾑρημένοις συμβήσεται βλάβη.
Ὁ γὰρ οἶκος, φησὶ, τοῦ Ἰακὼβ, τοῦτ’ ἔστιν, Ἰουδαῖοι, πλείστην τε ὅσην καὶ ἀκατάληκτον τὴν κατὰ Χριστοῦ νοσοῦντες ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν παγίδι γεγονόσιν, καὶ τεθηρευμένοις εἰς ὄλεθρον. Ἢ καὶ τοῖς ἐν κοιλάσμασι, τοῦτ’ ἔστι, τοῖς εἰς βόθρον ὠλισθηκόσιν. Ταύτης τε ἕνεκα τῆς αἰτίας ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται, καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, τοῦτ’ ἔστιν, ἐγγὺς ἔσονται καὶ οὐ μακρὰν τοῦ κατασίνεσθαι πεφυκότος. Ἔσονται γὰρ ἀνίσχυες καὶ συντετριμμένοι, καὶ τοῖς πολεμοῦσιν ἁλώσιμοι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον ὑπὸ Θεοῦ. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν· καὶ ἀσθενήσουσιν ἐν αὐτοῖς πατέρες καὶ υἱοὶ ἅμα. Γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται· καίτοι τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἁγιασμὸν οὐχ ὧδε ἐχόντων.
PG 70:235Ἰσχὺς γὰρ αὐτῶν καὶ ὕμνησις ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Παῦλος· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.6 Ἁλώσονται τοίνυν οἱ ἀπιστοῦντες, φησὶν, ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἄνωθεν ἐπικουρίαν τὴν ὑπάρξασαν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, ἀνάλωτοί τινες ἦσαν, καὶ δυσκαταμάχητοι τοῖς ἐχθροῖς, ὁρατοῖς τε καὶ ἀοράτοις. Ἔφη γάρ που Θεὸς περὶ τῆς Ἱερουσαλήμ· Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.6 Ἐπειδὴ δὲ προσκεκρούκασιν ἐμπαροινοῦντες Χριστῷ, πάσης ἀσφαλείας ἔρημοι, νοητῆς τε καὶ αἰσθητῆς διατελοῦσιν ἐν κόσμῳ. Μεταπεφοίτηκε γὰρ εἰς ἑτέρους, τοῦτ’ ἔστι, τοὺς ἐξ ἐθνῶν ἡ τοῦ σώζοντος χάρις. Ἔσονται δὲ τότε, φησὶν, φανεροὶ, οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.6 Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν;
Οἱ ἐν Χριστῷ δηλονότι δεδικαιωμένοι τε καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος· οἷς ἂν ἁρμόσειεν εἰπεῖν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.6 Εἰκὼν μὲν γὰρ καὶ ὁμοίωσις καὶ οἱονεὶ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, δι’ οὗ κατεσφραγίσμεθα πρὸς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι δι’ ἁγιασμοῦ. Πεποιήμεθα γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος Θεοῦ. Ἔσονται τοίνυν φανεροὶ, φησὶ, τοῦτ’ ἔστιν, ἐπίσημοι καὶ Θεῷ γνωριμώτατοι, καὶ διαπρεπεῖς ἐν κόσμῳ· οἱ τῷ ἁγίῳ κατασφραγιζόμενοι Πνεύματι, τοῦ μὴ μαθεῖν τὸν νόμον. Ἆρ’ οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων; Καίτοι πῶς οὐκ ἀμαθὲς τὸ ὧδε νοεῖν, Χριστοῦ λέγοντος ἐναργῶς· Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.6 Οὐκοῦν οὐ παραιτούμεθα μὲν τὸ εἰδέναι τὸν νόμον· τό γε μὴν οὕτως εἰδέναι, φευκτὸν, ὥστε καὶ ζῇν ἑλέσθαι νομικῶς, ἤγουν Ἰουδαϊκῶς.
Οὐ γάρ τοι βοῦς ἱερεύσομεν, οὔτε μὴν ταῖς δι’ αἱμάτων θυσίαις τιμήσομεν τὸν τῶν ὅλων Θεόν. Πνευματικὴν δὲ μᾶλλον προσκομιοῦμεν αὐτῷ λατρείαν εἰς ὀσμὴν εὐωδίας. Ὡς γάρ φησιν ὁ Σωτήρ· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.6 Ὅτι δὲ τοῖς τῷ ἁγίῳ Πνεύματι κατεσφραγισμένοις εἰς καινότητα ζωῆς, ζημία πολλὴ τὸ θέλειν ἔτι πολιτεύεσθαί τε καὶ ζῇν Ἰουδαϊκῶς, ἤτοι κατὰ τὴν τοῦ νόμου σκιὰν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἀνόπιν ὥσπερ ἰοῦσιν, εἰς λατρείαν τὴν ἐν σκιαῖς· Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.6 Καὶ πάλιν· Λέγω δὲ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε; ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ βιοῦτε, τῆς χάριτος ἐξεπέσατε.
PG 70:237Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6 Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. Ὅτι πολὺ πρόσεστι τοῖς ἐν Χριστῷ τὸ εὐήνιον, καὶ διὰ τούτων ἡμᾶς ὁ προφήτης πειρᾶται πληροφορεῖν. Προσεπεφώνει μὲν γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ Ἐμμανουήλ· Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. Οἱ δὲ καὶ λίαν ἀσμένως τὸν τῆς εἰς τοῦτο μυσταγωγίας προσηκάμενοι λόγον, μελλησμοῦ δίχα παντὸς ὑπισχνοῦνταί τε τὸ εὐπειθὲς, καὶ πᾶσαν ἐπ’ αὐτῷ θέμενοι τὴν ἐλπίδα φασί· Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ.6 Καὶ τί τὸ μενῶ σημαίνειεν ἄν;
Ἢ ἐκεῖνό που πάντως, ὃ καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.6 Ὑπομένει δὲ τὸν Κύριον, ὁ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένος, καὶ τοῖς αὐτοῦ νεύμασι κατακολουθῶν, ἥδιστά τε λίαν τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ὑπομένων ἀγῶνας. Πρὸς γάρ τοι τοῦτο αὐτοὺς διὰ τῆς τοῦ ψάλλοντος φωνῆς παροτρύνει τὸ Πνεῦμα λέγον· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.6 Ὑπομενῶ τοίνυν, φησὶ, τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ Ἄθρει δὴ οὖν ἄθρει πρὸς ταῖς εὐπειθείαις πόσον ἔχουσι τὸ νουνεχές. Ἐξ ὧν γὰρ ἕτεροι προςκεκρούκασι, καὶ δὴ καὶ πεπόνθασι τοῦ θείου προςώπου τὴν ἀποστροφὴν, διὰ τούτων αὐτῶν ἀσφαλεστέρας ἐργάζονται τὰς ἑαυτῶν καρδίας, πρὸς τὴν εἰς τὰ ἀμείνω ῥοπήν.
Δεδίασι γὰρ τῶν θείων ὀμμάτων τὴν ἀποστροφήν. Ἀπροσωπόληπτος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως τοῖς ἑκάστου τρόποις πρεπόντως τε καὶ εἰκότως ἢ χαριεῖται τὸν ἔπαινον, ἤγουν ἐποίσει τὴν δίκην. Καὶ τοὺς μὲν ταῖς ἀπειθείαις ἐξυβρικότας, ἔξω τε προσώπου ποιήσεται, καὶ ἡγήσεται στυγητούς. Τούς γε μὴν τῇ πίστει τετιμηκότας, ἡγήσεται μὲν ὡς ἀγαπητοὺς τηροῦντας τὴν πίστιν, ἀποστραφήσεται δὲ μεθέντας τὸ γνήσιον, καὶ ἐν ἴσῳ ἡγήσεται τοῖς μηδ’ ὅλως πεπιστευκόσιν, ἢ τάχα που καὶ ἐν χείροσι. Γέγραπται γὰρ περί τινων· Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.6 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, καὶ ἔσται εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν ὄρει Σιών.
Τὴν καλὴν ὁμολογίαν εὖ μάλα διῃρηκότων [ἔφασαν γάρ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ]1 παραχρῆμα τὸ αὐτοῦ πρόσωπον εἰσφέρει τοῦ Ἐμμανουὴλ, τοῖς ἐπ’ αὐτῷ τὴν ἐλπίδα θεμένοις χαριζομένου τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ Πνεύματος. Ἐνῆκε γὰρ ἡμῖν ὁ Υἱὸς τὸ ἴδιον Πνεῦμα, καὶ οἰκεῖοι γεγόναμεν αὐτοῦ· καὶ ἐν αὐτῷ κράζομεν, Ἄββα ὁ Πατήρ· ὀνομάζει τοίνυν ἡμᾶς παιδία τοῦ Πατρὸς, ὡς τὴν διὰ Πνεύματος ἔχοντας ἀναγέννησιν, ἵνα καὶ ἀδελφοὶ χρηματίσωμεν τοῦ κατὰ φύσιν ἀληθῶς Υἱοῦ. Ἕφη γὰρ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.6 Πλὴν εἰ καὶ γέγονεν ἀδελφὸς, καὶ κεχρημάτικεν ἡμῶν πρωτότοκος διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων, καὶ Υἱὸς μονογενὴς, ἀλλ’ οὐκ ἠγνοήκαμεν αὐτοῦ τὴν δόξαν, καὶ τὴν κατὰ πάσης κτίσεως ὑπεροχήν.
PG 70:239Ἴσμεν δὲ ὅτι δεδόμεθα αὐτῷ παρὰ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτο αὐτὸς εὑρίσκεται λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας.6 Κύριος μὲν γὰρ τῶν ὅλων ἐστὶ κατὰ φύσιν ὁ Υἱός· καὶ συγκατάρχει παντὸς γενητοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ καὶ γέγονεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ εἰσκεκριμένα λέγεται λαβεῖν, ὧν ὑπῆρχε κύριος ὡς Θεός· Αἴτησαι γὰρ,6 φησὶ, παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.6 Ἐπιγάννυται τοίνυν τοῖς ἐπ’ αὐτῷ πεποιθόσιν, τοῦτ’ ἔστι, τοῖς κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας διὰ τῆς πίστεως· μόνον δὲ οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσι, λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.6 Τίς οὖν ταῦτα λέγων;
ὁ Ἐμμανουὴλ δηλονότι. Ὃς ἔσται, φησὶν, εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ἵνα γὰρ πιστεύσειαν οἱ κατὰ πᾶσαν τὴν γῆν, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος, καὶ τῶν ὅλων ὑπάρχων Κύριος, τὴν τοῦ δούλου πεφόρηκε μορφὴν οἰκονομικῶς δι’ ἡμᾶς· πλεῖστά τε ὅσα κατὰ τὴν Ἰουδαίαν εἰργάσατο σημεῖα, καὶ τῆς θείας ὑπεροχῆς ἐνεργεστάτην ἀπόδειξιν ἐποιήσατο· τὰ παραδόξως τε καὶ ὑπὲρ λόγον ἀποτελούμενα· τοῦτο μὲν νεκροὺς ἀναστὰς, τοῦτο δὲ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμῶν· καὶ τυφλοῖς δὲ τὸ βλέπειν ἐν ἐξουσίᾳ δωρούμενος. Ἔγκλημα δὲ τῆς Ἰουδαίων σκαιότητος καὶ δυσσεβείας, ὁ προφητικὸς ἔσται λόγος. Τὰ μὲν γὰρ σημεῖα καὶ τὰ τέρατα παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιὼν γεγενῆσθαί φησιν.
Οἱ δὲ τῶν ἐκτόπων ἢ πραγμάτων ἢ λόγων ἀνεπιτήδευτον ἐῶντες οὐδὲν, δυσφημεῖν ἀπετόλμων λέγοντες· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων.6 Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς ὁ Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις· δέδονται δὲ αὐτῷ παρὰ Θεοῦ καὶ Πατρὸς, ὡς Σωτῆρι καὶ Λυτρωτῇ καὶ Ζωοποιῷ, καὶ καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κακοῦ· ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης.
PG 70:241Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμονίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρομάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν· ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς. Ἀλλ’ ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέγων· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ’ ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς· καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας· ἤγουν τοὺς ἐγγαστριμύθους· οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ παρ’ ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν. Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ’ αὐτοῦ τι μαθεῖν. Λέγετε δὲ τοῖς ἐκεῖνα συμβουλεύουσι·
Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιότητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει. Λέγετε γὰρ, φησί· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος ὁ λογισμός. Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἢ ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ’ ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν. Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον. Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔργων ἐπιμεληταί.
Πῶς οὖν οἱ ζῶντες, τοῦτ’ ἔστιν, οἱ τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ’ ἔστι, τὸν εὐαγγελικὸν, ἵν’ οἱ προσέχοντες αὐτῷ λέγωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες· ὁ δέ γε σωτήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ’ ἔστι, τὸ θέσπισμα τὸ εὐαγγελικὸν, ὃ δέδοται πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς, οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο, δηλονότι τῶν ψευδομάντεων. Ἀλλ’ οὐδ’ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ὡς γὰρ ἔφην ἀρτίως ὠνοῦνταί τινες ἀργυρίοις τὰς τῶν γοητῶν ψευδοεπείας.
Πρόκειται δὲ τοῖς ἐθέλουσι τὸ οὐράνιον θέσπισμα, δι’ οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν πεποδηγήμεθα. Καὶ μὴν ὅσα χρῆν τῶν μελλόντων γενέσθαι μεμαθήκαμεν. Τίνι γὰρ ἀσυμφανὲς ὅτι πράττουσιν ἡμῖν τὰ ἀγαθὰ, καὶ τὸ γνήσιον τῆς ἀγάπης τηροῦσι Χριστῷ, πᾶν ὁτιοῦν ἔσται κατ’ εὐχήν; Μακαρίους γὰρ ἀποφαίνει καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ εἰς αἰῶνα τὸν μέλλοντα. Πρόκειται τοίνυν, ἀργυρίου τε δίχα, καὶ δώρου παντὸς τὸ εἰδέναι τοῖς ἐθέλουσι τὸν δοθέντα παρὰ Χριστοῦ νόμον εἰς ἐπικουρίαν. Καὶ τοῦτο ἦν ἄρα, τὸ διὰ φωνῆς Ἡσαί̈ου σοφῶς εἰρημένον· Οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς.6 Καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια.
PG 70:243Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλίψις καὶ ἡ στενοχωρία, καὶ σκότος, ἀπορία στενὴ, καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Μετατίθησι τὸν λόγον ἐπὶ τὸ ἀπειθῆσαν ἔθνος, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, οἳ καὶ πλατεῖαν ἔχοντες καὶ ἀμφιλαφῆ τὴν ἐκ Θεοῦ παράκλησιν, καὶ ταῖς νομικαῖς εἰσηγήσεσιν ἐντρυφῶντες πλουσίως, εἴς γε τὸ εἰδέναι τὸ τελοῦν εἰς ὄνησιν οὐ προσήκαντο τὸν Χριστόν. Ταύτῃ τοι καὶ ὠλισθήκασι τῆς πρὸς αὐτὸν οἰκειότητος νοητῆς δηλονότι καὶ πνευματικῆς, καὶ οἷον λιμῷ διολώλασιν. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφητῶν. Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τῆς γῆς, λέγει Κύριος· Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.6 Ὅταν τοίνυν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντες, σκληρὸν καὶ δύσοιστον ὑπομένητε λιμὸν, τὸν τοῦ Θεοῦ λόγον οὐκ ἔχοντες, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τότε πεινήσετε.
Καὶ δὴ καὶ εἰς αἴσθησιν τοῦ συμβεβηκότος ἐνηνεγμένοι, κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς δὴ λέγω καὶ Φαρισαίους, παροτρύνοντες οὐ διαλελοίπασι, κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν ὑπὸ χεῖρα πληθύν. Καὶ πρόφασιν τῆς κατ’ αὐτοῦ μανίας ἐδέχοντο, τὴν εἰς Μωσέα τε καὶ νόμον αἰδῶ. Ἐδίωκον γὰρ λέγοντες· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον Οὐκοῦν ὡς παρανομοῦντα διώκειν ἂν ἔπειθον. Ὅταν τοίνυν φησίν· Ὑμεῖς οἱ παρ’ ἐκείνων ἠπατημένοι πεινήσετε, τότε κακῶς ἐρεῖτε πάντα ὑμῶν ἄρχοντα καὶ τὰ πάτρια, τοῦτ’ ἔστι, τὰ ἔθη τὰ νόμιμα. Ἀναμνησθήσεσθε γὰρ ὅτι παρώτρυνον ὑμᾶς οἱ ἡγούμενοι· καὶ τῶν ἀρχόντων ἡ πρόφασις ἦν τῆς κατὰ Χριστοῦ μανίας τὰ πάτρια· τοῦτ’ ἔστι, τὰ ἔθη καὶ αἱ παραδόσεις, καὶ οὐχὶ δὴ πάντως αἱ διὰ νόμου, ἀλλὰ καὶ τὰ ἐξ εἰκαίων ἐπιτηρήσεων ἐδέχοντο διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Ἔσται τοίνυν ἐφ’ ὑμᾶς σκληρὰ λιμὸς, ἄνω τε καὶ κάτω περιβλεπόμενοι καὶ πανταχόσε βλέποντες, ἤτοι τὸν τῆς διανοίας ὀφθαλμὸν περιφέροντες, ἕτερον οὐδὲν ὄψεσθε, φησὶν, εἰ μὴ ἀπορίαν στενὴν καὶ σκότος, ὥστε μηδὲν δύνασθαί τι τῶν χρησίμων βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Προαγορεύει πάλιν τὴν τῶν ἐθνῶν κλῆσιν. Οἱ γὰρ νῦν ὄντες, φησὶν, ἐν στενοχωρίᾳ καὶ λιμῷ τῶν θείων μαθημάτων πεπιεσμένοι, οὐκ ἀπορηθήσονται. Χαριεῖται γὰρ αὐτοῖς τὴν εὐλογίαν ὁ Ἐμμανουὴλ, καὶ παραθήσει τροφὰς τὰς πνευματικὰς, καὶ τὴν θείαν αὐτοῖς ἁπλώσει τράπεζαν. ἐκεῖνο λέγων· Φάγετε καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον. Ἔσται δὲ τοῦτο, φησὶν, ἕως καιροῦ, τοῦτ’ ἔστιν, οὐ νῦν εἰς πέρας οἰχήσεται. Ὅτε καὶ ὁ τῆς προφητείας περὶ αὐτῶν γέγονε λόγος.
PG 70:245Ἀλλ’ ἐν καιρῷ τῷ δέοντι καθ’ ὃν ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Ἐμμανουήλ. Τότε γὰρ κέκληται τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Οἱ κατοικοῦντες ἐν χώρα καὶ ἐν σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. Σκληρᾷ τε λιμῷ καὶ μέντοι καὶ ἀπορίᾳ καταπιεσθήσεσθαι λέγων τοὺς ἀπειθεῖν ᾑρημένους τῷ Ἐμμανουὴλ, οὐκ ἀπορηθήσεσθαι τοὺς ἐν στενοχωρίᾳ προειρηκὼς ἕως καιροῦ, κατά γε τὴν ἤδη προαποδοθεῖσαν διάνοιαν.
Ἄρχεται δηλοῦν καὶ τίνες οἱ πρῶτοι πιστεύσαντες, καὶ ἀπαρχὴ γεγονότες τῶν κεκλημένων εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ τοῦ λέγοντος· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, ὃς καὶ γέγονεν εἰς σημεῖά τε καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιών. Φασὶ γάρ που καὶ ὅρια Ζαβουλὼν καὶ Νεφθαλεὶμ τῇ Τιβεριάδι παρακεῖσθαι λίμνῃ, καὶ ἐν ἐσχατιαῖς εἶναι τῆς Ἰουδαίων χώρας, ὡς ὅμορον ὑπάρχειν τῇ τῶν ἐθνῶν Γαλιλαίᾳ, ἑτέρας οὔσης τῆς πρὸς τῇ Φοινίκων χώρᾳ. Ἐκ τούτων φασὶ μάλιστα τῶν φυλῶν τοὺς ἁγίους ἀποστόλους γενέσθαι κατὰ τὸ πλεῖστον. Καὶ γοῦν τὰ περὶ τῆς κλήσεως αὐτῶν, Ματθαῖος ἡμῖν ὁ μακάριος εὐαγγελιστὴς ἐξηγούμενος, πρῶτον μὲν ἀποκομίζει τὸν Ἰησοῦν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ.
Εἶτα τίνα τρόπον ἀπολέκτους ἐποιήσατο τοὺς ἁγίους ἀποστόλους, προσεπάγει σαφῶς. Γράφει δὲ οὕτω περὶ Χριστοῦ· Καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλάττιον ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαί̈ου λέγοντος· Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ ὁδὸς θαλάσσης πέραν Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς καθήμενος ἐν σκότει φῶς ἴδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.6 Προσεπάγει δὲ τούτοις· Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἴδε δύο ἀδελφοὺς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.6 Ἰστέον δὲ ὅτι τὴν θάλασσαν τῆς Γαλιλαίας τὴν Τιβεριάδα λίμνην τὸ Γράμμα φησὶ τὸ ἱερόν· ἔνθα καὶ ηὕρηνται τὴν τῶν ἁλιέων μετιόντες τέχνην οἱ θεσπέσιοι μαθηταί. Ποιεῖται τοίνυν τοὺς λόγους ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ προφήτου πρὸς τὸ παρὸν, ὡς πρός τε τὰς χώρας ἤτοι τὰς πόλεις τῆς φυλῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ, αἳ παρέκειντο τῇ Τιβεριάδι λίμνῃ· καὶ μονονουχὶ ποτήριον αὐταῖς τοῦ σωτηρίου διδοὺς, καὶ οἶνον προσάγων τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, τὸ κήρυγμα δηλονότι τὸ περὶ Χριστοῦ.
PG 70:247Τοῦτο πρῶτον πίε, φησὶ, ταχὺ ποίει, τοῦτ’ ἔστιν, ὦ χώρα Ζαβουλὼν καὶ Νεφθαλεὶμ, δέχεσθε τὸ κήρυγμα τὸ σωτήριον. Ἀλλὰ ποιεῖτε ταχὺ, τοῦτ’ ἔστι, μελλησμοῦ δίχα παντός. Ὀξεῖς δὲ, ὡς ἔφην, οἱ μαθηταὶ, καὶ λίαν ἑτοίμως ἰόντες ἐπὶ τὸ πιστεῦσαι Χριστῷ. Ἠκολούθησαν γὰρ εὐθὺς ἀφέντες τὰ δίκτυα καὶ τὸν πατέρα, καὶ μυσταγωγίας αὐτοῖς ἐδέησεν οὐ μακρᾶς. Ἤκουον γάρ· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων, καὶ ἠκολούθησαν αὐτῷ.6 Κατὰ τὸν ἶσον τρόπον καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων κεκλημένους εὑρήσομεν, καὶ πεποιηκότας τῆς ἐπὶ Χριστῷ μυσταγωγίας τὸν λόγον. Γράφει γὰρ Ἰωάννης ὡδὶ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς·6 Ἀκολούθει μοι.
Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς χώρας Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.6 Ἐπειδὴ δὲ ἀφίκετο πρὸς τὸν Ἰησοῦν, εἶτα λέγοντος ἤκουσε· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε,6 πεπίστευκε παραχρῆμα, καὶ δὴ καὶ ἀνέκραγε λέγων· Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.6 Βηθσαϊδὰ δὲ πάλιν ἐξ ἧς ὁ Φίλιππος ἦν καὶ μέν τοι Ναθαναὴλ, παρέκειτο τῇ θαλάσσῃ τῇ Τιβεριάδι. Διαμέμνηται δὲ καὶ ὁ μακάριος Δαβὶδ τῆς τῶν μαθητῶν ἀναῤῥήσεως, καί φησιν· Ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν· ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.6 Ὅτι δὲ ἔμελλον οὐ μόνοι κληθήσεσθαι κατὰ καιροὺς οἱ θεσπέσιοι μαθηταὶ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι, καταμηνύει λέγων·
Καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει φῶς ἴδε μέγα. Οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. Ἐβάδιζον γὰρ ὥσπερ οἱ ἐξ ἐθνῶν, καὶ διέτριβον ἐν τῷδε τῷ κόσμῳ· καθάπερ οἱ ἐν νυκτὶ καὶ ἐν σκότῳ, διά τοι τὸ φῶς οὐκ ἔχειν εἰς νοῦν τῆς ἀληθοῦς θεογνωσίας, πίπτειν δὲ ὥσπερ κατὰ βόθρου παντός· καὶ οἷά τις λίθῳ παντὶ προσπταίειν κακῷ. Κατοικεῖν δὲ αὐτοὺς ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φησὶν, διὰ τὸ εἶναι παρ’ αὐτοῖς, ἤγουν ἐν ταῖς αὐτῶν χώραις, ἕτερον οὐδὲν, πλὴν ὅτι μόνην ἀχλὺν καὶ σκότον, τὸν νοητὸν δηλονότι, εἶναι δὲ ὥσπερ ἐν ὁμοιώσει τῶν τεθνεώτων, καίτοι ζῶντας ἔτι. Ἡ μὲν γὰρ τῶν σωμάτων σκιὰ μιμεῖται πάντως αὐτῶν τὰ σχήματα, παραλλάττει δὲ ὅλως κατ’ οὐδένα τρόπον, ὅσον ἧκεν εἰς ἐμφέρειαν τὴν ὡς ἐν σχήματι λέγω· τὸν δέ γε Θεὸν οὐκ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, μίμημά πώς ἐστι καὶ σκιὰ θανάτου.
PG 70:249Ἀλλὰ τοῖς ἐκεῖνα νενοσηκόσι φῶς ἐπέλαμψε, μετὰ τὸ παρὰ Χριστοῦ δηλονότι, καὶ τὸ θέσπισμα τὸ εὐαγγελικόν. Ἐκεῖθεν γέγονε τὸ πλεῖστον τοῦ λαοῦ, ὃν κατήγαγες ἐν τῇ εὐφροσύνῃ σου. Πλείους γὰρ λίαν οἱ ἐξ ἐθνῶν κεκλημένοι παρὰ τοὺς πιστεύσαντας ἐξ Ἰσραήλ. Οὐκοῦν φῶς εἶδε, φησὶ, μέγα, τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Τὸ δὲ Κατήγαγες, ἀντὶ τοῦ, Ἀνεκαλέσω, τέθεικεν, καὶ Ἐλυτρώσω, καθάπερ αἰχμαλώτους ἐκ πλεονεξίας διαβολικῆς γεγενημένους. Οὗτοι εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ· καὶ ὃν τρόπον οἱ διαιρούμενοι τὰ σκύλα.6 Νοήσομεν δὲ διχῆ τῶν προκειμένων τὴν δήλωσιν. Εἰ μὲν γὰρ εἶεν οἱ θεσπέσιοι μαθηταὶ οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ διαιρούμενοι σκύλα, φαμὲν ὅτι τοὺς ἐξ ἐθνῶν συλλέγοντες καθάπερ τινὰ σῖτον εἰς ἀποθήκην δεσποτικὴν, καὶ τῆς ἀρχαίας ἀποκείροντες πλάνης, εὐφραίνονται κατὰ τὸν ἶσον τρόπον τοῖς ἀμῶσιν ἐν ἀγροῖς, ἁρπάζοντες δὲ καθάπερ ἐκ τυραννικῆς πλεονεξίας τοὺς ἠπατημένους ὑπὸ τοῦ Σατανᾶ, καὶ μεθιστάντες διὰ τῆς πίστεως εἰς εὐσέβειαν, χαίρουσιν ὡς οἱ διαιρούμενοι τὰ σκύλα.
Οἱ μὲν γὰρ τούτους, οἱ δὲ ἐκείνους ἔπειθον· καὶ ἑκάστῳ κέρδος οἱ σεσωσμένοι, καθάπερ τοῖς νενικηκόσι τὰ ἐκ τοῦ πολέμου σκύλα. Εἰ δὲ δὴ περὶ τῶν πεπιστευκότων εἰρῆσθαι λέγοι ταυτὶ, ἐννοήσωμεν, ὅτι κατὰ τὸν τοῦ πλανᾶσθαι καιρὸν, καρπὸν οὐδένα δικαιοσύνης ἔχοντες, πεπλουτήκασι τοῦτον πεπιστευκότες εἰς Χριστόν. Ἀλλὰ καὶ πάλαι πορθούμενοι καὶ διαρπαζόμενοι παρά τε τῶν δαιμονίων καὶ τοῦ Σατανᾶ, νενικήκασι διὰ Χριστοῦ, τοὺς πάλαι σκυλεύοντας, καὶ κρείττους γεγόνασι τῆς ἐκείνων σκαιότητος. Οὐκοῦν εὐφραίνονται καὶ αὐτοὶ, καθά φησιν ὁ προφήτης, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.
Ἐλευθέρους ὄντας τοὺς ἐπὶ τῆς γῆς, καὶ κατ’ εἰκόνα τὴν θείαν εὖ μάλα πεποιημένους, ἐκτισμένους τε, καθά φησιν ὁ μακάριος Παῦλος, ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν, πεπλεονέκτηκεν οὐ μετρίως ὁ τῆς ἀνομίας εὑρετὴς, καὶ τῆς εἰς Θεὸν ἀποστήσας ἀγάπης, ἰδίους ἐποιήσατο προσκυνητὰς, δυσδιάφυκτον αὐτοῖς ἐπαρτήσας τὸν τῆς ἁμαρτίας ζυγόν. Πεπραχότας τοίνυν ἀθλίως, καὶ ἐν τούτοις ὄντας τοῖς κακοῖς, μάλιστα τοὺς ἐξ ἐθνῶν ἐῤῥύσατο Χριστὸς, καὶ πάλιν ἀπέφηνεν ἐλευθέρους. Ταύτῃ τοί φησιν· Ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥᾴβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.6 Ῥάβδον δὲ οἶμαι, φησὶν, ἢ τὸ σκῆπτρον, τοῦτ’ ἔστι, τὴν βασιλείαν, δῆλον δὲ ὅτι τὴν τοῦ Σατανᾶ, ἢ τάχα που τὴν ἀνάγκην, καὶ τὴν οἱονεὶ πληγήν τε καὶ μάστιγα.
Συνέχει γὰρ ἡμᾶς εἰς τὸ οἰκεῖον θέλημα τὸ μιαρὸν καὶ βέβηλον τῶν δαιμονίων τὸ στίφος, καὶ ὁ τούτων ἡγούμενος ὁ Σατανᾶς, μονονουχὶ ῥάβδῳ καταπαίων ταῖς τῶν παθῶν δυναστείαις, ἃ ἐπιφέρει τῷ νῷ, καὶ καταβιάζεται τὴν καρδίαν εἰς τὸ δρᾷν ἐθέλειν ἃ μὴ θέμις. Ἀποσείσονται τοίνυν, φησὶ, τὸν ἐκ πλεονεξίας ζυγὸν, καὶ μὴν καὶ τὴν ῥᾴβδον, ἣν ἐσχήκασιν ἀεὶ κατὰ τοῦ τραχήλου, καθάπερ οἰκέται ταῖς τοῦ δεσπότου πληγαῖς ὑποκείμενοι. Μέμνηται δὲ πάλιν ἱστορίας κειμένης ἐν τῇ βίβλῳ τῶν Κριτῶν. Ἕστι δὲ αὕτη. Καταλελοιπότες γὰρ τὸν τῶν ὅλων Θεὸν οἱ ἐξ Ἰσραὴλ ἐν ταῖς τῶν Κριτῶν ἡμέραις, ἐτράποντο πρὸς ἀνοσιότητα τρόπων, καὶ λελυπηκότες οὐ μετρίως τὸν ἐπαμύνοντα Θεὸν, εἰδώλοις προσκείμενοι, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσάγοντες λατρείας.
PG 70:251Ταύτῃ τοι δέδονται τοῖς Μαδιηναίοις· οἳ πᾶσαν αὐτῶν κατεληί̈- ζοντο γῆν, πόλεις τε καὶ κώμας διαρπάζοντες, καὶ τὰ ἐν ἀγροῖς. Καὶ τοσοῦτον ἐνεποιήσαντο τοῖς ἀθλίοις τὸ δεῖμα, ὥστε καὶ πέτρας αὐτοὺς ἑλέσθαι κατοικεῖν, καὶ τὰ δύσβατα τῶν ὀρῶν, καὶ τὰς τῶν σπηλαίων περιεργάζεσθαι καταδύσεις, ἀγρίῳ τε καὶ μακρῷ καταθλίβεσθαι λιμῷ. Κεκμηκότας δὲ οὐ μετρίως ἠλέει Θεὸς, εἶτα σέσωκεν αὐτοὺς διὰ χειρὸς Γεδεὼν, ὃς νενίκηκε τοὺς Μαδιηναίους, ἠλευθέρου τε τὸν Ἰσραὴλ τῆς ἐπηρτημένης αὐτοῖς ἀνάγκης καὶ ῥάβδου. Οὕτω τοίνυν διεσκέδασεν ὁ Κύριος τὴν τῶν ἀπαιτούντων ῥάβδον, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδίαμ. Ὡς γὰρ ἐῤῥύσατο τότε τοὺς ταῖς ἀφορήτοις πλεονεξίαις ἐνησχημένους, τὸ πλεονεκτοῦν ἐξελάσας ἔθνος, οὕτω σέσωκε τοὺς ἐξ ἐθνῶν, τὴν τῶν ἀπαιτούντων ἐλάσας ῥάβδον.
Ἀπαιτοῦντας δέ φησιν, αὐτόν τε τὸν Σατανᾶν, καὶ τὰ δαιμόνια, οἷς ὁ σκοπὸς καὶ ἡ πᾶσα σπουδὴ, τὸ ἀπαιτεῖν ἀνθρώπους καθάπερ τινὰ δασμὸν, ἢ τέλος τὰς συνήθεις ἁμαρτίας. Ζητοῦσι γὰρ πάντως, ἀπὸ μὲν τοῦ πορνεύειν εἰωθότος τὴν πορνείαν, ἀπὸ δὲ τοῦ κλέπτειν τὴν κλεψίαν, ἤγουν τὸ λωποδυτεῖν ἁπλῶς, καὶ ἐφ’ ἑκάστου τῶν ἐν πάθεσιν ὄντων, τὰ αὐτῷ συνήθη καὶ φίλα. Ὅθεν οἶμαι τὸ Γράμμα τὸ ἱερὸν μακαρίζει τινὰς, ὡς μὴ ἀκούσαντας τὴν τοῦ φορολόγου φωνήν. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετ’ ἀλλαγῆς ἀποτίσουσιν· καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν.
Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται ὅριον· ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Κέκληται μὲν εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ διὰ τῶν ἁγίων ἀποστόλων τὸ κατάλειμμα τοῦ Ἰσραήλ· κέκληνται δὲ καὶ τὰ ἔθνη. Καὶ γοῦν ἔφασκεν· Χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ· εἶτα τούτοις ἐπήγαγεν, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, τὸ διὰ Χριστοῦ δηλονότι καταφωτίζοντος νοητῶς, οὐχ ἓν ἔθνος ἔτι τὸ ἐξ Ἰσραὴλ, σύμπασαν δὲ μᾶλλον τὴν ὑπ’ οὐρανόν. Ὅτι ἔμελλον οἱ πεφωτισμένοι τῆς τοῦ διαβόλου σκαιότητος ἀποδύσασθαι τὸν ζυγὸν, διαφυγεῖν τε τὴν ῥάβδον, πεπληροφόρηκε προτιθείς·
PG 70:253Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ἀλλ’ ὁρῶμεν ὅτι τοῖς μὲν τῇ κτίσει λελατρευκόσι καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσκεκυνηκόσιν, ὁ τῆς διαβολικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγός· τοῖς γε μὴν ἐξ Ἰσραὴλ τὸ τοῦ νόμου δυσδιακόμιστον ἄχθος, καὶ δύσοιστον ἀληθῶς φορτίον. Καὶ γοῦν οἱ μακάριοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἀναπείθουσί τινας τὰ ἐν νόμῳ τηρεῖν ἐπετίμων λέγοντες· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι;6 Δυσφόρητος οὖν ἄγαν τοῖς ἐξ Ἰσραὴλ ὁ τοῦ νόμου ζυγός· καὶ πρός γε τοῦτο τὸ ἔτι φορτικώτερον, ἡ τῶν Φαρισαίων σκαιότης συνέτριβεν οὐ μετρίως συνθραύουσα ταῖς ἀπληστίαις.
Ἐρασιχρήματοι γὰρ οἱ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενοι, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ πανταχόθεν συλλέγειν, καὶ καταβιάζεσθαι τοὺς ὑπὸ χεῖρα λαούς. Οὐκοῦν πρέποι ἂν καὶ μάλα ὀρθῶς καὶ περί γε τῶν ἐξ Ἰσραήλ· Ὅτι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.6 Ῥάβδον δὲ κατὰ τὸ εἰκὸς, τὴν ἐκ τῶν ἡγουμένων ὀνομάζει πλεονεξίαν, διάτοι τὸ ἀπονεῦσαι δεινῶς εἰς φιλοκερδίας. Ταύτης ἕνεκα τῆς αἰτίας, οἱ δείλαιοι, καὶ αὐτὸν ἀπεκτόνασι τὸν Υἱόν. Καίτοι γὰρ ἰδόντες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος εἶπαν ἐν ἑαυτοῖς, φησίν· Δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Ὅτι τοίνυν δυσσεβῆ καὶ ἀνόσιον ἔχοντες τὸν ἐπὶ τῷδε σκοπὸν, ἥδιστα ἂν τῶν ὄντων αὐτοῖς ἁπάντων ὑπέμειναν τὴν ζημίαν.
Ἢ ἴδον ἐπιλάμψαντα τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὑπεμφαίνει λέγων· Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς, ἀποτίσουσι, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν.6 Ἐκ δόλου μὲν γὰρ καὶ ἀπάτης, καὶ ἀπὸ τοῦ κρίνειν οὐκ ὀρθῶς, τὴν τῶν χρημάτων ἄθροισιν ἐποιήσαντο, φησίν· ἀλλ’ ἡδὺ καὶ φίλον αὐτοῖς, καὶ μέχρι αὐτῆς τῆς περιστολῆς καὶ τῶν ἱματίων μετὰ καταλλαγῆς, τοῦτ’ ἔστι, μετὰ προσθήκης. ἀποπέμψασθαι καὶ ἀποβαλεῖν, μᾶλλον δέ φησιν ἠθέλησαν καταφλεχθῆναι καὶ πυρὶ, δυσφοροῦντες ἄγαν, ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός. Πεπιστευμένοι γὰρ τὸν δεσποτικὸν ἀμπελῶνα, τοὺς καρποὺς ἠθέλησαν ἔχειν αὐτοὶ καὶ μόνοι, προσκομίζοντες τῷ δεσπότῃ τὸ σύμπαν οὐδέν.
Παιδίον δὲ λέγων γεγεννῆσθαι, διελέγχει σαφῶς τῆς τῶν Μανιχαίων δόξης τὸ ἀδρανὲς, οἳ παραιτοῦνται λέγειν, ὅτι γέγονε σὰρξ ὁ Λόγος· τοῦτ’ ἔστι, τὴν ἡμῶν πεφόρηκε σάρκα δι’ ἡμᾶς οἰκονομικῶς. Ἀλλ’ εἰ βούλονται φρονεῖν ὀρθῶς, καὶ τῆς ἑαυτῶν δυσβουλίας καταψηφίζεσθαι, μὴ ἀτιμαζέτωσαν τὰς τοῦ προφήτου φωνὰς, παιδίον ἡμῖν γεγεννῆσθαι λέγοντος. Ὅπου γὰρ τόκος ἐκ γυναικὸς ἀληθῶς, ποῖον ἂν ἕχει τόπον τὸ δοκήσει καὶ σκιᾷ, καὶ ὡς ἐν μόναις εἰπεῖν φαντασίαις γεγενῆσθαι τὴν ἐπιδημίαν; πλὴν ἡμῖν δεδόσθαι φησὶ τὸν υἱόν. Γέγονε γὰρ ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος οὐ δι’ ἑαυτὸν, ἀνακαινιῶν δὲ μᾶλλον τὰ καθ’ ἡμᾶς εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ τῆς ἁπάντων ζωῆς ἀντίλυτρον, τὸ ἴδιον σῶμα προσκομιῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί.
PG 70:255Γεγενῆσθαι δέ φησι τὴν ἀρχὴν αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ, φησὶν, ἑαυτῷ τὸν σταυρὸν εἰς ὤμους ἔχων ὁ. Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πρὸς τὸ σωτήριον εἴη πάθος, ὑψώθη δὲ καὶ κεκράτηκε τῆς ὑπ’ οὐρανὸν δι’ αὐτοῦ, ταύτῃ τοι καὶ γενέσθαι λέγεται ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ἔχει δὲ τὸ πιθανὸν ὁ λόγος, καὶ οὐκ ἀτιμαστέον τὴν ἔννοιαν ὀρθῶς ἔχουσαν, κἂν εἰ ἕλοιτό τις ἐπαινεῖν αὐτήν. Ἔοικε δὲ τὸν ὦμον ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὴν ἰσχὺν βούλεσθαι δηλοῦν. Πᾶσα γὰρ ἡμῶν ἰσχὺς ἐν βραχίοσί τε καὶ ὤμοις. Καὶ γοῦν εἴρηται δεξιὰ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Κύριε γὰρ, φησὶ, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;6 Ἦρξε τοίνυν τῆς ὑπ’ οὐρανὸν διὰ τῆς ἑαυτοῦ δυνάμεως ὁ Χριστός·
ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Κέκληται δὲ καὶ μεγάλης βουλῆς Ἄγγελος, δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.6 Καὶ αὐτὸς δέ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιήσητε, ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος. Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.6 Μεγάλης οὖν ἄρα βουλῆς ἄγγελον ταύτης τε ἕνεκα τῆς αἰτίας ὀνομάζει τὸν Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, αὐτός τε ἀνετίθει τῷ Θεῷ καὶ Πατρὶ τὴν ἐφ’ ἅπασι τοῖς παρ’ αὐτοῦ δρωμένοις ἐνέργειάν τε καὶ δύναμιν, καὶ αὐτὸς δὲ διὰ τούτων ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, αὐτὸ δὴ τοῦτο παραδηλοῖ λέγων·
Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Τὴν μὲν οὖσαν εἰρήνην τοῖς ἁγίοις ἀποστόλοις, ὡς ἰδίαν ἐδίδου Χριστός. Ἔστι γὰρ αὐτοῦ πάντα τὰ τοῦ Πατρὸς, καὶ δὴ καὶ ἔφασκεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.6 Εἰ δὲ δὴ λέγοιτο καὶ αὐτὸς ὁ Ἐμμανουὴλ εἰρήνην καὶ ὑγίειαν λαβεῖν, νόει μὲν πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Ἐδέχετο γὰρ εἰρήνην τὴν ἀπὸ τοῦ κόσμου δηλονότι, προςάγοντος αὐτῷ σύμπαντας τοῦ Πατρὸς, καὶ εἰρηνεύειν πρὸς αὐτὸν ἀναπείθοντος, διά γε τοῦ προσκυνεῖν αὐτῷ, καὶ τὸν τῆς βασιλείας αὐτοῦ δέχεσθαι ζυγόν. Οὐδεὶς γὰρ δύναται,6 φησὶν, ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.6 Προσανακεκράγει δέ που καὶ ὁ σοφὸς Ἡσαί̈ας·
PG 70:257Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.6 Δέχεται μὲν οὖν τὴν εἰρήνην παρὰ τοῦ Πατρὸς, κατὰ τόνδε τὸν τρόπον, ὡς ἔφην. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Υἱόν· Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας.6 Δέχεται δὲ καὶ ὑγίειαν, τοῦτ’ ἔστι, τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐπειδὴ γὰρ ἀσθενῆσαι λέγεται βραχὺ, διά τοι τὸ ἐφεῖναι τῇ ἰδίᾳ σαρκὶ χάριτι Θεοῦ ὑπὲρ πάντων γεύσασθαι θανάτου, δέχεται τὴν ὑγίειαν, τοῦτ’ ἔστι, τὴν ἀναβίωσιν, καὶ τοῦτο πάλιν ἐνεργήσας αὐτός. Ἤγειρε γὰρ τὸν ἑαυτοῦ ναὸν, αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Πατρός. Εἰ γὰρ αὐτός ἐστιν ἡ ἀνάστασις, καὶ ἡ ζωὴ, τίνος ἂν ἐδεήθη πρὸς ζωοποίησιν ἡ ζωή; Καὶ εἰ τὰ τῶν ἑτέρων ἐγηγερκὼς ὁρᾶται σώματα δυνάμει πάλιν ἰδίᾳ, πῶς ἂν οὐκ ἀνέστησε καὶ πρό γε τῶν ἄλλων τὸ ἴδιον;
Καίτοι, φησὶ, πρὸς Ἰουδαίους αὐτός· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.6 Ὅτι γὰρ ἀκλόνητος ἡ βασιλεία τοῦ Χριστοῦ καὶ τὸ ἐρηρεισμένον ἔχουσα διὰ παντὸς διδάσκει, λέγων· Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον.6 Ἦρξε γὰρ οὐκέτι μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανόν. Καὶ τέλος οὐκ ἔσται τῆς παρ’ ἡμῶν προσφερομένης αὐτῷ εἰρήνης. Εἰρηνεύομεν γὰρ πρὸς αὐτὸν, αὐτῷ προσκυνοῦμεν, ὡς ἔφην, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν τοῦ πολέμου πρόξενον ἁμαρτίαν ἐκ μέσου ποιεῖν, σπουδάζοντες. Ὅτι δὲ ἀφίκετο τὸ τῶν Ἰουδαίων ἐλευθερώσων ἔθνος, διδάσκει προτιθείς· Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.6 Ἐπειδὴ δὲ ἀποχρώντως ἡμῖν τὸν περί γε τοῦ Ἐμμανουὴλ ἐποιήσατο λόγον ὁ μακάριος προφήτης τῆς ἐνανθρωπήσεως τὸν καιρὸν ἀποδίδωσι, λέγων·
Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.6 Ποῖος δὲ ζῆλος καὶ ἐπὶ τίσιν ἀναγκαῖον εἰπεῖν. Ὁ μὲν γὰρ Δράκων ὁ ἀποστάτης ἥρπασε τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς ἰδίοις ὑπέθηκε σκήπτροις τὸν κατ’ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον. Ἦν οὖν ἄρα ζήλου παντὸς ἄξιον ἀληθῶς, καὶ πλεονεξίας ἁπάσης ἀνάμεστον τὸ καθ’ ἡμῶν γεγονὸς, ἠλευθέρωσε τοίνυν ὁ ζῆλος Κυρίου Σαβαὼθ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ καθ’ ἕτερον δὲ τρόπον, παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραὴλ ἐπ’ οὐ θεοῖς καθὰ γέγραπται, καὶ ἐν τοῖς ματαίοις αὐτῶν, καὶ τελευτῶντες ἐσταύρωσαν τὸν Ἐμμανουήλ. Παρεζηλώθησαν ἐν τοῖς ἔθνεσι, καθά φησιν αὐτός· Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς. Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
ΛΟΓΟΣ 2. Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραὴλ, καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶ̈μ, καὶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Μακρὸς μὲν γέγονε τῷ προφήτῃ λόγος ὁ περί γε τοῦ Ἐμμανουὴλ, ὃν διαπεράνας εὐπαλῶς, πάλιν ἐπάνεισιν ἐπὶ τὰ ἐν ἀρχαῖς· ἦσαν δὲ ταυτί· Ἐπῃτιᾶτο γὰρ λίαν τὸν Ἰσραὴλ, ὡς ἀπειθοῦντά τε καὶ παροτρύνοντα τὸν ἀεὶ σεσωκότα Θεὸν, ταύτης τε ἕνεκα τῆς αἰτίας, τοῖς ἐσχάτοις ἑαυτὸν ἐνιέντα κακοῖς· ἔφασκε γὰρ ὅτι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ· ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς.
PG 70:259Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὄρη δέ φησι τὰ παρωξυμμένα τοὺς τῶν Ἀσσυρίων βασιλέας· ὑπέροπτοι γὰρ καὶ ἀλαζόνες, καὶ ὑψηλοὶ τὰς φρένας γεγόνασιν. Οἳ καὶ πᾶσαν ἐκ βάθρων κατασείσαντες τὴν Σαμαρείαν, εἷλον αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ ἀπεκόμισαν εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Διαπεράνας τοίνυν, ὡς ἔφην, τὴν ἀνάῤῥησιν τοῦ Ἐμμανουὴλ, ἕπεται δὴ πάλιν τῷ ἐν ἀρχαῖς προτεθέντι σκοπῷ, καὶ τῆς Σαμαρείας τὴν δῄωσιν ἀφηγεῖται λέγων· Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπ’ Ἰσραήλ.6 Ἰστέον δὲ ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις, καὶ ἕτεροι δὲ τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ θανάτου τεθείκασι λόγον. Λόγον γὰρ, φησὶν, ἀπέστειλεν ὁ Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.6 Λόγον δὲ ὁποῖον;
Καταδικάζοντα δηλονότι τῶν ἠσεβηκότων, καὶ ὑποτιθέντα ποιναῖς τοὺς αὐτὸν μὲν καταλελοιπότας, προσκεκυνηκότας τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Εἰτοῦν λέγοιτο, Θάνατον ἀπέστειλε ὁ Θεὸς, εἰτοῦν Ἀρὰν ἢ λόγον, οὐκ ἀσύμβατος ἔσται τῶν ἐννοιῶν ἡ δύναμις, βαδιεῖται δὲ μᾶλλον εἰς ἕνα τε καὶ τὸν αὐτὸν σκοπόν. Διαμέμνηταί γε μὴν ἱστορίας ἐν τούτοις, ἣν ἐρῶ διὰ βραχέων. Ἔσται γὰρ οὕτω καὶ μόλις καταφανὲς τὸ δηλούμενον. Βεβασιλεύκασι τοίνυν κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, ἤτοι τὸν Ἰακὼβ, ἄνδρες ἀγαθοί τε καὶ πονηροί· οὐδὲν δὲ ἧττον καὶ ἐπὶ τὸν Ἰσραὴλ οἱ ἐκ φυλῆς Ἐφραὶ̈μ ἐν τῇ Σαμαρείᾳ. Ἦν γὰρ ἐκ φυλῆς Ἐφραὶ̈μ καὶ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς Ἱεροβοὰμ ὁ τοῦ Νάβατ, ὃς καὶ ταῖς δαμάλεσιν αὐτοῦ ταῖς χρυσαῖς ἀνέπεισε προσκυνεῖν.
Τῶν τοίνυν κατὰ καιροὺς βεβασιλευκότων ἔν τε τοῖς Ἱεροσολύμοις καὶ ἐν τῇ Σαμαρείᾳ πλεῖστοι γεγόνασιν, ὡς ἔφην, Θεῷ προσκρούοντες ἀδεῶς, βέβηλοί τε καὶ εἰδωλολάτραι, προσκυνοῦντες τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ξύλοις τε καὶ λίθοις ἀνοσίως λελατρευκότες· ὁποῖός τις ἦν καὶ οὗτος ὁ Ἄχαζ, ὃς καὶ τὰ ἴδια τέκνα διήγαγε διὰ πυρὸς, πλεῖστά τε ὅσα κατὰ τὴν Ἱερουσαλὴμ εἰργάσατο κακὰ, παρανενόμηκε δὲ καὶ εἰς αὐτὸν τὸν θεῖον νεών. Ἐπειδὴ δὲ γέγονεν ἐκ μέσου θανάτῳ κατειλημμένος, διαδέχεται τὸ σκῆπτρον Ἐζεχίας, βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν Ὠσηὲ υἱοῦ Ἠλά. Οὗ διέποντος τὴν βασιλείαν κατεστράτευσε τῆς Σαμαρείας ὁ τῶν Ἀσσυρίων βασιλεύς. Συνεξεῖλε δὲ αὐτῇ καὶ πολλὰς ἑτέρας τῆς Ἰουδαίας πόλεις.
Εἶτα μετὰ τοῦτο τοῦ Σενναχειρεὶμ κατατρέχοντος τὴν Ἰουδαίαν σέσωκε Θεὸς παραδόξως τὴν Ἱερουσαλὴμ εὐσεβοῦς ὄντος Ἐζεχίου. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει αὐτήν. Καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν, ἐν ἔτει ἕκτῳ τῷ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἔννατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. Καὶ συνελήφθη Σαμάρεια, καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωζᾶν, καὶ εἰς τὰ ὄρη Μήδων· ἀνθ’ ὦν, ὅτι οὐκ ἤκουσαν φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐν ἐτείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἐποίησαν.
PG 70:261Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλέως Ἐζεχίου, ἀνέβη Σενναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς. Καὶ ταυτὶ μὲν ἐκ τῶν ἱερῶν Γραμμάτων. Ὅτι δὲ πεπόρθηκε τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ, ἀναβαίνων κατὰ τῶν Ἱεροσολύμων, ἐξ ὧν αὐτὸς γέγραφεν ὁ μακάριος Ἡσαί̈ας ὁ προφήτης ἀκονητὶ διοψόμεθα. Προσπεφώνηκε γὰρ οὕτως Ῥαψάκης τοῖς καθημένοις ἐν τῷ τείχει· Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἔστιν ὁ θεὸς Ὀμάθα, καὶ Ἀρφάθ; καὶ ποῦ ἔστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο σῶσαι Σαμάρειαν ἐκ χειρός μου; Προανῄρηκε τοίνυν τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ ταῖς ἄλλαις ὁμοῦ πόλεσί τε καὶ χώραις· εἶτα πεπολιόρκηκε τὴν Ἱερουσαλήμ.
Ἐπειδὴ γὰρ τῆς θείας κατεφλυάρησε δόξης, ἐξῆλθεν ἄγγελος παρὰ Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας. Οὐκοῦν ἐπειδήπερ ἀφίκετο μὲν κατὰ τῶν Ἱεροσολύμων ὁ Σενναχειρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν Θεοῦ παραδόντος αὐτὴν, διάτοι τὸ δρᾷν ἑλέσθαι τὰ χείρω τῶν ἐν τοῖς Ἱεροσολύμοις, ἀναγκαίως φησί· Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.6 Ἀλλ’ ἐμπέπρησται μὲν ἡ Σαμάρεια ἐν ᾗ κατῴκησεν ὁ Ἰσραὴλ, τοῦτ’ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ ἀπόλωλεν ὁλοτελῶς. Ἦν δὲ οἶμαι σοφὸν ἐννοῆσαι λοιπὸν τοὺς περιληφθέντας ἐν αὐτῇ, ὅτι τὸ προσκρούειν Θεῷ παγχάλεπον ἀληθῶς· εἶτα τοῦτο διεγνωκότας ἐκμειλίσσεσθαι τὸν λελυπημένον χρῆναι δήπου πάντως, καὶ ταῖς εἰς τὸ ἄμεινον μεταβολαῖς καταμαλθάσσειν παρωτρυμμένον.
Οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, οὐδὲ εἰς νοῦν ἐδέχοντό ποθεν· ἀπονοούμενοι δὲ καὶ ἔτι μειζόνως ἔφασκον· Πλίνθοι πεπτώκασιν, ἀλλὰ λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.6 Ὦ πολλῆς ἀμαθίας. Πῶς γὰρ οὐκ ἔδει μᾶλλον εἰπεῖν· Προσκεκρούκαμεν ἐξ ἀβουλίας τῷ πάντα ἰσχύοντι Θεῷ; Ἥλωσάν τε ταύτης ἕνεκα τῆς αἰτίας, αἱ παρ’ ἡμῖν πόλεις τε καὶ κῶμαι. Δεῦτε, ταῖς μεταγνώσεσιν ἀποφορτισώμεθα τὴν ὀργήν. Οἱ δὲ ταυτὶ μὲν οὐκ ἔφασκον· περιυβρίζοντες δὲ μᾶλλον τῆς ἐπικουρίας τῆς παρὰ Θεοῦ τὴν ἀσφάλειαν ἔφασκον ὅτι τὰ τῶν πόλεων τείχη τῶν κατὰ τὴν Σαμάρειαν πεποίηντο μὲν ἐκ πλίνθου σαθρᾶς. Ἐὰν δὲ λίθους λαξεύσωμεν, καὶ τὰ ἄσηπτα τῶν ξύλων, συκαμίνους δὲ φημὶ, καὶ κέδρους ἁρμόσωμεν αὐτοῖς καὶ ἀναστήσωμεν πύργον, ἀνάλωτοί τε ἐσόμεθα τοῖς ἐχθροῖς, καὶ ἀπόρθητοι μενοῦμεν.
Οἱ τοίνυν ταῦτα, φησὶν, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες, γνώσονται, τοῦτ’ ἔστι, μαθήσονται πάλιν, ὅποι ποτὲ βαδιεῖται τὸ σκέμμα αὐτοῖς, καὶ ὅτι πάλιν ἐκτελευτήσει πρὸς ὄλεθρον ἡ βουλὴ αὐτοῖς. Ἰστέον δὲ ὅτι μετὰ τὴν πόρθησιν τοῦ Σενναχειρεὶμ ἐν καιροῖς Ἱερεμίου, πεπολέμηκε τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλέ τε πᾶσαν κατὰ κράτος. καὶ πεπόρθηκε τὴν Σαμάρειαν, καὶ αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. Οὐκοῦν φησιν ὁ προφήτης Ἱερεμίας· Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον. Καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.6 Διασώσει γὰρ οὐδεὶς τὸν ὑπὸ θείαν ὀργὴν γεγονότα. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει,6 κατὰ τὸ γεγραμμένον; Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ’ ὄρος Σιὼν ἐπ’ αὐτοὺς, καὶ τοὺς ἐχθροὺς διασκεδάσει·
PG 70:263Συρίαν ἐφ’ ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ὅτε πλήττει Θεὸς διὰ πολλὰς ἁμαρτίας, ἐπάγει τοῖς πεπονθόσι τὴν μώτωσιν, ἵνα φαίνηται διὰ παντὸς τρόπου καλῶν εἰς μετάγνωσιν, διά τε πόνου φημὶ καὶ παρακλήσεως. Τοιοῦτόν τι καὶ νῦν τοῖς παθοῦσι τὴν δῄωσιν ἐπαγγέλλεται. Ἱστορία δὲ ἀπόδοσιν ἔχει τὸ προκείμενον, ἣν ἀναγκαῖον, ὡς ἔφην, διὰ βραχέων εἰπεῖν. Τελευταῖος μὲν γὰρ κατὰ πάσης ὁμοῦ τῆς Ἰουδαίας, καὶ μέν τοι καὶ τῆς Σαμαρείας, ὁ παρὰ τοῦ Ναβουχοδονόσορ πόλεμος γίνεται, καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι, καὶ δεδουλεύκασιν ἐχθροῖς ἑβδομήκοντα ἔτη. Ἐπειδὴ δὲ συμπεπέρασται τοῖς ἀπὸ τῆς ὀργῆς ὁ καιρὸς, κατηλέησε πάλιν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ ἀνεθῆναι παρεσκεύασεν, Κύρου τοῦ Καμβύσου νενικηκότος τοὺς Βαβυλωνίους.
Ἐπειδὴ δὲ τὴν ἁγίαν ἀφίκοντο πόλιν οἱ πεπονηκότες, ἀνατειχίζειν ἤθελον αὐτήν. Καὶ δὴ καὶ πεπράχασι, καὶ τὸν θεῖον αὐτῶν ἀνεδείμαντο νεών. Ἀλλ’ οὐδὲν ἧττον, καίτοι τοσαῦτα πεπονθόσι, καὶ τὰς τῶν ἀρχαίων πλημμελημάτων ἐκτετικόσι δίκας, ἐπεφύοντο πάλιν ἐκ βασκανίας τὰ περίοικα τῶν ἐθνῶν. Οὐ γὰρ ἤθελον ἰσχῦσαι τὴν Ἱερουσαλήμ. Μάλιστα δὲ τῶν ἄλλων ἁπάντων ἐπέκειντο δριμεῖς οἱ ἀπὸ τῆς Συρίας τῆς γείτονος καὶ τῆς Δαμασκοῦ. Πλὴν νενίκηντο, Θεοῦ σώζοντός τε καὶ ἐπαμύνοντος τοῖς ἐκ τῆς αἰχμαλωσίας. Κεκρατήκασι γὰρ τῶν ἐχθρῶν. Εἶτα χρόνου προϊόντος, Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς βασιλεύων τῆς Ἀσίας, λελύπηται μὲν πρὸς τὸν βασιλεύοντα τὸ τηνικάδε τῆς Αἰγυπτίων γῆς Πτολεμαῖον· συγκροτήσας δὲ πόλεμον, νενίκητο μὲν, διεσώζετο δὲ μόλις.
Ἵνα δὲ μὴ ἄπρακτος παντελῶς δράμοι οἴκαδε, οὐδὲν ἔχων τῆς νίκης ὑπόμνημα, κατεστράτευσε τῆς Ἰουδαίας, εἷλε τὰ Ἱεροσόλυμα, καὶ ὑπὸ χεῖρα λαβὼν, πάντα τὰ σκεύη τὰ ἅγια διαρπάσας, Λυσίαν τινὰ στρατηγὸν ἐνίδρυσε τῇ Ἰουδαίᾳ, τηρεῖν ἐπιτάξας αὐτῷ τὴν ἀρχήν. Ἐπειδὴ δὲ ὁ μνημονευθεὶς Ἀντίοχος εἰς τὴν ἑαυτοῦ δεδράμηκε βασιλείαν, πεπολεμήκασιν οἱ Ἰουδαῖοι Λυσίᾳ τῷ στρατηγῷ, καὶ νενικήκασι. Ταῦτα δὴ μαθὼν ὁ Ἀντίοχος ἐκ λύπης τελευτᾷ. Ὑπισχνεῖται τοίνυν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεὸς τοῖς πεπορθημένοις ὑπὸ τοῦ Ναβουχοδονόσορ, διαφυγοῦσι δὲ μόλις τὴν αἰχμαλωσίαν φησίν· Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπ’ ὄρος Σιὼν ἐπ’ αὐτούς.6 Ἀκούεις ὅπως ὁ πλήξας καὶ μωτοῖ; τίνες οὖν οἱ ἐπανιστάμενοι; Συρία ἀφ’ ἡλίου ἀνατολῶν, καὶ οἱ Ἕλληνες ἀφ’ ἡλίου δυσμῶν.
PG 70:265Ἕλλην γὰρ ἦν τὸ γένος ὁ Ἀντίοχος, ὁ ἐκ Μακεδονίας ὁρμώμενος. Πρὸς δυσμαῖς δὲ αὕτη. Μέρος γὰρ τῆς Ἑσπέρας ἡ τῶν Μακεδόνων χώρα, μάλισθ’ ὅταν ὡς πρὸς σύγκρισιν νοεῖται, κατά γε τὴν θέσιν, τῶν ἀφ’ ἡλίου ἀνατολῶν. Σύροι δὲ οὖτοι καὶ Δαμασκηνοί. Ἐπειδὴ δέ φησι περὶ τῶν Ἑλλήνων, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι, ἰστέον ὅτι ὠμῶς τε καὶ ἀπανθρώπως προσενήνεκται τοῖς Ἰουδαίοις ὁ Ἀντίοχος, καὶ ἀναριθμήτους ἀπέκτονεν οἰκτρῶς τε καὶ ἐλεεινῶς, ὅτε καὶ ἤθλησαν οἱ Μακαβαῖοι, καὶ τὰ σεμνὰ τῶν ἀνδρῶν ἐκείνων πέπρακται νικητήρια. Ταῦτα δὲ Ἰώσηπος ἱστορεῖ ἐν τῇ περὶ αὐτῶν βίβλῳ. Κατεσθίουσί γε μὴν Ἑλλήνων παῖδες καὶ ἑτέρως τὸν Ἰσραὴλ, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οἱ μὲν γὰρ παρ’ αὐτοῖς ποιηταὶ καὶ λογάδες, εἰς ἄκρον ἥκοντες εὐγλωττίας, καὶ τό γε ἧκον εἰς λόγους, δεινοί τε ὄντες καὶ σοφοὶ, συναρπάζουσιν ἔσθ’ ὅτε τὸν νοητὸν Ἰσραὴλ, τοῦτ’ ἔστι, καὶ νοῦν ὁρῶντα Θεὸν, καὶ ἀπατῶσι τοὺς ἤδη πιστεύσαντας εἰς Χριστὸν, ὥστε καὶ ἑλέσθαι σὺν αὐτοῖς τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν.
Οὗτοι κατεσθίουσιν ὅλῳ τῷ στόματι τὸν Ἰσραὴλ, οἷς οὐ προσεκτέον. Λόγου μὲν γὰρ λαμπρότης ἔργοις ἀγαθοῖς εἰ ὁρῷτο σύνδρομος, ἔσται καὶ δεκτὴ, καὶ ἁνδάνουσα τῷ Θεῷ. Ψιλὴ δὲ καὶ μόνη τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ καθά φησιν ὁ σοφώτατος Παῦλος, χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον;6 Ἐπὶ τούτοις ἅπασιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως οὖ ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν. Σέσωκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ πλημμελοῦντα τὸν Ἰσραὴλ, καὶ δεδώρηται τὴν ἐπικουρίαν, ὥστε καὶ μείζους γενέσθαι τῶν ἐκ Συρίας τῆς γείτονος, καὶ τῶν ἀφ’ ἡλίου δυσμῶν, οἳ κατήσθιον αὐτὸν ὅλῳ τῷ στόματι. Πλὴν ὁ ἐπ’ αὐτοῖς θυμὸς Κυρίου, φησὶν, οὐκ ἀπεστράφη, τοῦτ’ ἔστιν, οὐ κατέληξεν, ὑψηλὴ δὲ μᾶλλον ἀπομεμένηκεν ἡ τοῦ παίοντος χεὶρ, ἑτοίμως ἔχουσα δηλονότι πληγὰς αὐτοῖς καὶ ἑτέρας ἐπενεγκεῖν.
Διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἀπεστράφη, φησὶν ὁ λαὸς, οὐδὲ τῶν ἰδίων ἀπέσχετο πλημμελῶν. Οὐκ ἐξεζήτησε τὸν Κύριον, διά γε τὸ βούλεσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα φρονεῖν τε καὶ δρᾷν. Μεμενήκασι δὲ τοιαύτην ἔχοντες τὴν γνώμην, ἄχρις ἂν αὐτοῖς ἡ ὑψηλή τε καὶ παναλκὴς ἐπενήνεκται χείρ. Ποία δὲ πάλιν ἡ μετέκεινα πληγὴ, πῶς οὐκ ἄξιον ἰδεῖν; Τελευταῖος μὲν γὰρ, ὡς ἔφην, ὁ Ναβουχοδονόσορ εἷλε τὴν Ἰουδαίαν πᾶσαν. Μετῴκησε δὲ καὶ τὸν Ἰσραὴλ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἤδη πεπερασμένων τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν, καὶ κατῳκήκασι τὴν Ἱερουσαλὴμ, οὐκέτι διῃρημένων εἰς δύο τῶν φυλῶν, ἀλλ’ εἰς ἕνα λοιπὸν οἱ πάντες βασιλέα γεγενημένοι. Τοῦτο γὰρ ἦν τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον·
Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν.6 Μετὰ τοίνυν τὸ ἐκ τῆς αἰχμαλωσίας ὑπονοστῆσαι σύμπαντας εἰς τὴν Ἰουδαίαν, πεπολεμήκασιν αὐτοῖς οἱ ἀπὸ Συρίας, καὶ οἱ ἀφ’ ἡλίου ἀνατολῶν, πλὴν ἥττηνται καὶ αὐτοὶ προασπίζοντος Θεοῦ τῶν λελυτρωμένων. Εἶτα διατετελέκασι τὸν μεταξὺ καιρὸν μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐ ζῶντες αἰσίως, οὔτε μὴν εἰς ἅπαν τῶν ἀρχαίων ἐκείνων πλημμελῶν ἀποφοιτήσαντες, ἀλλὰ γὰρ ἐκτόπως καὶ παρανόμως πολιτευόμενοι, καὶ λίαν ἠμελημένως. Ἐπειδὴ δὲ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἐπέλαμψεν ὁ Χριστός. Ἐπέφανε γὰρ ἡμῖν Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· τετηρήκασι τὸ ἐξήνιον, καὶ δεδράκασιν ἃ μὴ θέμις, οὐ προσηκάμενοι τὸν παρ’ αὐτοῦ λόγον, οὐ πίστει τιμήσαντες.
PG 70:267Καὶ τί ταῦτα λέγω; Περιυβρίζοντες ἀνοσίως, καθίκοντο δὲ δυσσεβείας εἰς τοῦτο, καὶ ἀνοσιότητος τρόπων, ὥστε καὶ σταυρῷ παραδοῦναι, καὶ τὸν ἅγιον καὶ δίκαιον ἀρνήσασθαι, καὶ θανάτῳ πειρᾶσθαι περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν δικαιοῦντα τὸν ἀσεβῆ· καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐπιλάμψαντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, ἵνα καταργήσῃ θάνατον, καὶ ἀδρανὲς ἀποφήνῃ τῆς ἁμαρτίας τὸ κέντρον. Τούτων ἕνεκα πάντων ἡ τοῦ παίοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, καὶ ὁ θυμὸς οὐκ ἀπεστράφη Δέδονται γὰρ ἐς ἐρήμωσιν, πολεμούντων αὐτοῖς Οὐεσπασιανοῦ τε καὶ Τίτου, καὶ ἁπάσης δὲ τῆς Ῥωμαίων χειρὸς, ὅτε καὶ ἄρδην οἱ τάλανες ἀπολώλασιν, κατεμπρησθείσης αὐτοῖς τῆς χώρας, κατασεσεισμένου δὲ αὐτοῦ τοῦ ναοῦ, καὶ πεπτωκότος εἰς ἅπαν, ὥστε λίθον ἐπὶ λίθῳ μὴ ὁρᾶσθαι κείμενον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
Ἀνεξικακοῦντος τοίνυν ἐπὶ τοῖς ἡμῶν πταίσμασι τοῦ φιλοικτείρμονος Θεοῦ τὸ ἀπονοεῖσθαι παγχάλεπον, χρῆναι δέ φημι διὰ παντὸς ἡμᾶς ἐκμειλίσσεσθαι τρόπου λελυπημένον. Καὶ μὴ πλημμελοῦντας εὐεργετεῖ· σώζει δὲ ἀπειθεῖν ᾑρημένους διὰ τὴν αὐτῷ πρέπουσαν ἡμερότητα. Μηδεὶς οὖν ἔστω σκληρὸς ἐν ἡμῖν, μήτε μὴν βραδὺς εἰς αἴσθησιν τῶν παρ’ αὐτοῦ χαρισμάτων, Ἀλλὰ δι’ ὧν ἔγνω καὶ οὐκ ὄντας ἀγαθοὺς εὐεργετεῖν, διὰ τούτων αὐτῶν, ἐς ἐπίγνωσιν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας ἐρχόμενοι, μεταγινώσκωμεν ἐπὶ τοῖς παρῳχηκόσι. Μεταπλάττωμεν δὲ τὸ ἴδιον θέλημα πρὸς τὸ χρῆναι δουλεύειν αὐτῷ, καὶ τοὺς τῆς ἐπιεικείας ἀνθελέσθαι τρόπους. Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας· αὕτη ἡ ἀρχή· καὶ προφήτην, καὶ διδάσκοντα ἄνομα· οὗτος ἡ οὐρά.
Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Ὑψηλὴν ἀπομεῖναι τὴν τοῦ παίοντος χεῖρα λέγων, οὔποτε τὴν θείαν ὀργὴν καταλῆξαι τὴν ἐπ’ αὐτοῖς ἀφηγεῖται λαμπρῶς, καὶ ὁποῖός τις ἔσται κατὰ καιροὺς τῆς ἐπενεχθησομένης αὐτοῖς αἰκίας ὁ τρόπος. Ἀφαιρεθήσεται γὰρ, φησὶν, ἀπὸ Ἰσραὴλ ἐν ἡμέρᾳ μιᾷ, τοῦτ’ ἔστι, καθ’ ἕνα καιρὸν, δῆλον δὲ ὅτι πάντως που τὸν τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων, κεφαλήν τε καὶ οὐράν. Καὶ τί τὸ αἴνιγμα, διερμηνεύει, λέγων, μέγαν καὶ μικρὸν, τοῦτ’ ἔστι, περιφανῆ τε καὶ ἄσημον. Καὶ τίνες ἂν εἶεν οὗτοι, πάλιν προσαπέδειξε προστιθείς· Πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Σημαίνει δὲ διὰ τούτων, καθάπερ ἐγῷμαι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, τοῦτ’ ἔστι, τοὺς ἐξ αἵματος Λευὶ̈, οὓς καὶ πρεσβυτέρους ὠνόμαζον οἱ ὑπὸ χεῖρα λαοί.
PG 70:269Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσπεφωνήκασιν αὐτοῖς, οὕτω λέγοντες· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρουόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω ὑμῖν καὶ παντὶ τῷ λαῷ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου.6 Οὗτοι γὰρ οἱ πρεσβύτεροι, τὴν τοῦ κρίνειν ἔχοντες ἐξουσίαν, οὐκ ὀρθὰς τὰς ἐφ’ ἑκάστῳ τῶν παρ’ αὐτοῖς κρινομένων ἐποιοῦντο ψήφους, δωροδοκοῦντες ἀπλήστως, καὶ τὰ τῶν πλουσίων θαυμάζοντες πρόσωπα, καίτοι τοῦ διὰ Μωσέως κεκραγότος νόμου· Κρῖμα δίκαιον κρίνατε·6 καὶ τὸ, Οὐ λήψῃ πρόσωπον ἐν κρίσει,6 τιθέντος πανταχῆ. Αὕτη τοίνυν, φησὶν, ἡ ἀρχή· λελόγιστο δὲ καὶ εἰς κεφαλήν. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ’ ἑνὸς νοεῖται σώματος.
Συναφαιρεθήσεσθαι δὲ τῷ πρεσβύτῃ φησὶ καὶ προφήτην καὶ διδάσκοντα ἄνομα. Καὶ τοῦτον εἶναί φησι τὴν οὐρὰν, τοῦτ’ ἔστι, τὸ ἑπόμενον. Ἦσαν μὲν γάρ τινες παρὰ τοῖς Ἰουδαίοις, τὸν διὰ τοῦ πανσόφου Μωσέως διερμηνεύοντες νόμον· ἔδρων δὲ τοῦτο διεστραμμένως, τοῖς διὰ Μωσέως λόγοις ἐπάγοντες οὐκ ὀρθῶς παραδόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Οὗτοι τὸν τῶν Ἰουδαίων πεπλανήκασι δῆμον, καὶ γαῦρον ἐγεῖραι κατὰ Χριστοῦ πεποιήκασι τὸν αὐχένα. Ἐπειδὴ τοίνυν εἵποντο καὶ οὗτοι ταῖς τῶν ἱερέων γνώμαις, οἳ καὶ ἐν τάξει τέθειντο τῆς κεφαλῆς, οὐρὰν ὠνόμασεν αὐτούς. Ὡς γὰρ ἔφην, ὅταν ὡς ἐφ’ ἑνὸς νοῶμεν σώματος, ἕπεται πάντως ἡ οὐρὰ τῇ κεφαλῇ. Ἐπειδὴ δὲ προφήτας ὠνόμασεν αὐτοὺς, οὐχ ἁγίους εἶναι καὶ ἀληθεῖς λογιούμεθα.
Προστέθεικε γὰρ τὸ, ὅτι διδάσκουσιν ἄνομα. Πλὴν ἐκεῖνό φαμεν· Ἦσαν μὲν γὰρ ἐν τῷ Ἰσραὴλ ψευδοπροφῆται κατὰ καιροὺς, δηλονότι καθ’ οὓς ἦσαν οἱ κατὰ ἀλήθειαν προφῆται. Μετὰ δέ γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ἀραρότως εἰπεῖν οὐκ ἂν δύναιτό τις, ὅτι γεγόνασι κατ’ ἐκείνους ἕτεροί τινες· εἰ μὴ ἄρα τις ἐκείνους λέγοι, ὧν καὶ διαμέμνηται Γαμαλιὴλ νομοδιδάσκαλος ὢν, καὶ τίμιος παντὶ τῷ λαῷ, κατά γε τὸ γεγραμμένον ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων. Προσπεφώνηκε γὰρ οὕτω περὶ τῶν ἁγίων ἀποστόλων τοῖς ἐν τῷ συνεδρίῳ, λέγων· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων τινὰ εἶναι ἑαυτὸν μέγαν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡσεὶ τετρακοσίων·
ὃς ἀνῃρέθη. Καὶ πάντες ὅσοι εἵποντο αὐτῷ διελύθησαν, καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.6 Ἀφαιρεθήσεσθαι τοίνυν φησὶ κεφαλὴν καὶ οὐρὰν, κατά γε τὴν ἀρτίως ἡμῖν προαποδοθεῖσαν διάνοιαν. Πλὴν τοὺς μακαρίζοντας τὸν λαὸν τοῦτον πλανῶντας ἔσεσθαί φησι, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς· οἱ γὰρ τῶν Ἰουδαίων καθηγηταὶ τὴν ἱεράν τε καὶ θείαν πεπιστευμένοι σκηνὴν, καὶ τὰς κατὰ νόμους θυσίας ἐπιτελεῖν ἐπιτεταγμένοι, προὔτρεπον εἰς δωροφορίας τοὺς ὑπὸ χεῖρα λαοὺς, μακαρίους αὐτοὺς εἶναι λέγοντες, εἰ προσάγοιεν ἀμφιλαφῶς. Ἔδρων δὲ τοῦτο πικρῶς, οὐ τῆς εἰς Θεὸν αἰδοῦς μεταποιούμενοι, καὶ πεφροντικότες, ἀλλ’ εἰς τὰς σφῶν αὐτῶν ὁρῶντες φιλοκερδίας.
PG 70:271Ταύτῃ τοι, φησὶ, πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Ἀκόρεστοι γὰρ ὄντες, ὡς ἔφην, εἰς τὸ βούλεσθαι πλουτεῖν, οὐχ ὅτι προσήκει, διὰ τοῦ τὸν νόμον ἑλέσθαι πληροῦν, τὸν τῶν ὅλων εὐφρᾶναι Θεὸν ἐδίδασκον τοὺς λαούς· προὔτρεπον δὲ μᾶλλον καὶ ταῖς ὑπὲρ δύναμιν καταγεραίρειν προσαγωγαῖς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, οὔτε αὐτοὶ προσήκαντο τὴν πίστιν τὴν εἰς Χριστὸν, κλείοντες δὲ ὥσπερ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐδ’ ἑτέρους εἰσελθεῖν συγκεχωρήκασιν εἰς αὐτήν. Ἤδεσαν γὰρ ὅτι τῆς κατὰ νόμον ἀργούσης σκιᾶς, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰσδεδεγμένων, πεπαύσεται πάντως ἡ ἐν τύποις καὶ δι’ αἱμάτων λατρεία, ἀργήσουσι δὲ καὶ θυσίαι, τῆς ἐν πνεύματι λατρείας εἰσκεκομισμένης. Τοῦτο δὲ ἀναίρεσις παντελὴς τῆς ἐνούσης αὐτοῖς ἀκορέστου φιλοκερδίας.
Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῷν οὐκ εὐφρανθήσεται ὁ Θεὸς, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἀποφέρει καὶ νῦν ὁ λόγος ἡμᾶς, ἐκ παραδειγμάτων ἐμφανῶν, εἰς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Νεανίσκους γὰρ ἐνθάδε φησὶν, οὐχὶ δήπου πάντως τοὺς ἐν εὐρωστίᾳ σώματος, ἤτοι τοὺς ἐν ἀκμαῖς τε καὶ ἥβῃ σαρκικῇ, σημαίνει δὲ μᾶλλον τοὺς οἵπερ ἂν ἔχοιεν εἰς νοῦν καὶ καρδίαν ἰσχὺν τὴν πνευματικὴν, ὥστε δύνασθαι κατορθοῦν καὶ μάλα νεανικῶς τὰ δι’ ὧν ἔσονται λαμπροὶ, καὶ Θεῷ γνωριμώτατοι, καὶ ἁπάσης ἐπιεικείας ἔμπλεοι. Τοῖς ὧδε τὴν ἕξιν διακειμένοις, καὶ ὁ μακάριος Ἰωάννης προσπεφώνηκε, λέγων· Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.6 Ἀλλὰ πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, γεγόνασί τινες, καὶ παρὰ τοῖς Ἰουδαίοις, καθ’ ὃν ἔφην ἀρτίως τρόπον, ἀνδρίζεσθαι μεμελετηκότες, διὰ τοῦ καὶ ἀμωμήτως ἑλέσθαι πληροῦν τὴν παραδοθεῖσαν ἐντολὴν, καὶ τοῖς κατὰ νόμον αὐχήμασιν διαπρέπειν δύνασθαι καὶ μάλα πλουσίως.
Ἦσαν δὲ οὐκ ἀπόβλητοι παρὰ Θεῷ. Καιρὸς γὰρ ἦν ἔτι τῆς ἐν νόμῳ σκιᾶς, καὶ τῆς εὐαγγελικῆς καὶ ἐν Χριστῷ πολιτείας οὔπω πεφανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.6 Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.6 Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί.
PG 70:273Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ’ ἔστι, τοῖς ἀνδριζομένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαράδεκτοι δὲ αἱ δι’ αἱμάτων θυσίαι, καὶ σαρκὸς περιτομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι.
Δεδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολιτείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ’ αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆραι. Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεομένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύσεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν.
Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ’ οἱονεὶ κεκυφότας, τοῖς γηί̈νοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ’ ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα. Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;6 Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν.6 Καὶ, Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.6 Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου, συγκέκαυσται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κεκαυμένος, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλ’ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἅνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.
Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶ̈μ, καὶ Ἐφραὶ̈μ τοῦ Μανασσῆ· ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἀκμαζούσης ἔτι τῆς θείας ὀργῆς, ἐπηρτημένης δὲ καὶ αὐτῆς τῆς χειρὸς τῆς ἐπαγούσης τὴν μάστιγα καὶ τὰς αἰκίας αὐτοῖς, ἕκαστα σαφῶς τῶν συμβησομένων προαναγορεύειν πειρᾶται, σωφρονεστέρους τοῖς δείμασι τοὺς ἀκροωμένους ἀποτελῶν. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας προαναῤῥήσεις τῶν δεινῶν ἐποιεῖτο Θεὸς, ἵνα δεδιότες τὸ προσκρούειν αὐτῷ, μὴ τοῖς ἐξ ὀργῆς ὑπενεχθεῖεν κακοῖς, ἔξω δὲ μᾶλλον ἀποφέροιντο τῶν δεινῶν. Καυθήσεσθαι τοίνυν τὴν ἀνομίαν ὡς πῦρ. Ἀνομίαν δέ φησιν οὐκ αὐτό που τὸ πρᾶγμα· τοῦτο γὰρ εὔηθες ἢ νοεῖν ἢ λέγειν· ἀλλὰ τοὺς ταῖς ἀνομίαις κατηχθησμένους, ἥκοντάς τε ἤδη πρὸς τοῦτο σκαιότητος τρόπων, ὡς μηκέτι μὲν ἀνόμους, ἀνομίαν δὲ μᾶλλον ὀνομάζεσθαι δεῖν.
PG 70:275Οὗτοι τοιγαροῦν ὡς πῦρ καυθήσονται, φησὶ, τοῦτ’ ἔστιν, αὐτοὶ καθ’ ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερός τις ἐποίσει τὴν φλόγα αὐτοῖς, ἀλλ’ ἀρκέσουσιν ἀλλήλοις εἰς τοῦτο αὐτοί. Καυθήσονται δὲ ὡς ἄγρωστις ξηρὰ, καὶ ὡς δάση δρυμῶν. Μαίνονται γὰρ ἀεί πως αἱ φλόγες, εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον· ἄγρωστιν δέ φημι τὴν ξηρὰν, καὶ τὰ ἐν δρυμοῖς ξύλα. Οἶμαι δὲ ἔγωγε τὸν προφητικὸν ἡμῖν λόγον ἐκεῖνα βούλεσθαι δηλοῦν ἐν τούτοις· Οὐεσπασιανοῦ γὰρ καὶ Τίτου, καθάπερ ἤδη προεῖπον, καταδῃούντων τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτῇ πολιορκούντων πόλεις, πλεῖστος ἦν ὁ ἐν ἑκάστῳ θόρυβος. Τοῦτο μὲν λιμοῦ κατατήκοντος, τοῦτο δὲ τῶν ἐν ἑκάστῃ στασιαστῶν οἴκους τε διαρπαζόντων, ἐπιφυομένων δὲ τοῖς δοκοῦσιν εἶναι διαφανεστέροις, ὡς γενέσθαι φορτικώτερον τὸν ἔξωθεν μάχης τὰ ἐκ τῶν ἐνοικούντων τολμήματα.
Ταῦτα δὲ σαφῶς Ἰώσηπος ἱστορεῖ, Οὐκοῦν καυθήσεσθαί φησιν ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, ἄγρωστιν οἶμαι ξηρὰν, καὶ δάση δρυμοῦ τὴν ἀγελαίαν πληθὺν ὀνομάζων. Ἐμερίζοντο γὰρ κατ’ ἀλλήλων εἰς διχονοίας καὶ στάσεις οἱ δῆμοι. Ὅτι δὲ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ κακὸν, προςαποφαίνει λέγων· Καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· βουνοὺς οἶμαι λέγων τοὺς τῶν ἄλλων ὑπερκειμένους, καὶ ἀνεστηκότας, ἢ κατὰ τὴν δόξαν, ἢ κατὰ τὸν πλοῦτον, ἢ καθ’ ἕτερόν τινα τρόπον. Ἔφην δὲ ἀρτίως, ὅτι τοῖς εἶναι δοκοῦσι λαμπροῖς ἐπεφύετο δεινῶς τὸ ἐν ἑκάστῃ πόλει στασιάζειν εἰωθὸς, ὡς ἐν ἀπογνώσει δρᾷν, ἃ μηδ’ ἂν αὐτὴ δέδρακεν ἔσθ’ ὅτε τῶν πολεμίων ἡ χείρ. Καὶ ταῦτα, φησὶ, διὰ θυμὸν ὀργῆς Κυρίου. Συγκέκαυσται γὰρ οὕτως ἡ σύμπασα τῶν Ἰουδαίων γῆ.
Ἃ δὲ εἴρηκεν αἰνιγματωδῶς, ταῦτα τοῖς ἀκροωμένοις σαφῆ καθιστὰς, προσεπάγει παραχρῆμα· Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Ὥσπερ γὰρ οἱ μόσχοις ἐπάγοντες πῦρ, παραθήγουσιν εἰς ὀργὰς, καὶ τὰς καθ’ ὧν ἂν ἴοιεν ἐφόδους ἁδρωτέρας ποιεῖσθαι παρασκευάζουσιν· οὕτω, φησὶ, καὶ ἕκαστος ἔσται τῶν λαῶν ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ὅρμηταί τε γὰρ καὶ ἀφιλοικτείρμονες, καὶ ἀδελφοὺς οὐκ εἰδότες, δεινοί τε καὶ ἀγριόθυμοι πάντες ἔσονται κατ’ ἀλλήλων, καὶ θηρίων δίκην λιμῷ τεθηγμένων εἰς ἀγριότητα τὴν κατά τινων· ἐκκλινοῦσιν εἰς τὰ δεξιὰ, καὶ φάγονται ἐκ τῶν ἀριστερῶν· τοῦτ’ ἔστιν, τῇδε κἀκεῖσε περιστραφήσονται, καταδακόντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων, φειδόμενοί τε μηδαμῶς οὐδενὸς, καὶ ἀκόρεστον ἔχοντες τῆς κατ’ ἀλλήλων ἐφόδου τὸν πόθον.
Οὐ γὰρ μὴ ἐμπλησθῇ, φησὶν, ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ὦ παραδόξου πράγματος Οὐδὲ ἑαυτῶν φείσονται, φησὶν, ὡς ἐξ ἀκράτου μανίας. Ἀπεγνωκότες γὰρ ἅπαξ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων βαδιοῦνται νεανικῶς. Εἶτά φησιν, ὅτι Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶ̈μ, καὶ Ἐφραὶ̈μ τοῦ Μανασσῆ. Ἐφραὶ̈μ δὲ καὶ Μανασσῆς δύο γεγόνασιν ἀδελφοὶ, καὶ Ἰωσὴφ υἱοί. Ἀλλ’ οὐδὲ τοῖς ἐξ αἵματος, φησὶν, εἰς διάθεσιν συνημμένοις βραβεύσει τότε τὴν εἰρήνην· ἡ φύσις· ἀργήσουσι τῆς συγγενείας οἱ νόμοι. Κατεξαναστήσονται γὰρ ἀλλήλων ἀδελφοὶ καὶ ὁμόσποροι, εἷς τε καθ’ ἑνὸς, καὶ καθ’ ἑτέρου δύο. Φάγεται γὰρ, φησὶ, Μανασσῆς τοῦ Ἐφραί̈μ, καὶ Ἐφραὶ̈μ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Συγχύσεως οὖν ἄρα τὰ πάντα μεμέστωτο, καὶ ἀδιάκριτα πᾶσι τὰ ἐξ ὀργῆς, καὶ καθ’ ὧν οὐ θέμις, καὶ παρ’ ὧν οὐ θέμις.
PG 70:277Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἱστορικῶς ταῖς τῶν Ἰουδαίων ἀγέλαις συνέβη παθεῖν. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς. Κολάζεται γὰρ τὸ δυσήκοον, καὶ εἴ τις εἰς τοῦτο πέσοι, ὡς ὑπὸ πυρὸς καυθήσεται, καταφλεγούσης αὐτὸν καὶ σαρκικῆς ἡδονῆς, καὶ θερμῆς ἐπιθυμίας. Ἔξει δὲ καὶ εἰς νοῦν καὶ καρδίαν ἀφόρητον μάχην· κατεξαναστήσεται γὰρ τοῦ πνεύματος ἡ σὰρξ, καὶ ἐν θορύβοις ἔσται πολλοῖς. Διὸ, καθά φησιν ὁ θεσπέσιος Παῦλος· Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.6 Ὑποταττόμενοι γὰρ τῷ Θεῷ περιπατήσομεν ἐν πνεύματι, καὶ κρείττους ἐσόμεθα σαρκικῶν ἐπιθυμιῶν, καὶ τὰς εἰς νοῦν ἔσω νικήσομεν φλόγας, καὶ ἀστασίαστον τηρήσομεν τὴν καρδίαν. Ἡ γὰρ εἰρήνη τοῦ Θεοῦ, καθὰ γέγραπται, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν.
Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι χεὶρ ὑψηλή. Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσωσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ὅτε τὰς τῶν Ἰουδαίων συμφορὰς, καὶ τὰ ἐσόμενα βλάβη διὰ τῆς τῶν πολεμίων χειρὸς, πλατύτερον ἡμῖν ὁ προφητικὸς ἐξηγεῖται λόγος, τότε δὴ λίαν σοφῶς τε καὶ οἰκονομικῶς ἐπιφέρει τὰς αἰτίας, ἐφ’ αἷς ὁ τῶν ὅλων λελύπηται Θεὸς, καὶ πειρᾶται διδάσκειν ὅτι ψῆφος ἐπ’ αὐτοῖς ὁσία γέγονε καλοῦσα πρὸς δίκην.
Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Οὐαὶ τοίνυν, φησὶ, τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου. Ἦσαν μὲν γὰρ παρὰ τοῖς Ἰουδαίοις οἱ καλούμενοι γραμματεῖς. Ἔργον δὲ ἦν αὐτοῖς τὸν ἐφ’ ἑκάστῳ πράγματι τοῦ νόμου σκοπὸν τοῖς ἐθέλουσι μαθεῖν σαφῆ τε ποιεῖν, καὶ τοῖς τὸ διακρίνειν λαοὺς ἐγκεχειρισμένοις τὰ τοιάδε προσβαλεῖν. Γέγραπται δὲ, ὅτι Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.6 Ἡττώμενοι τοίνυν αἰσχρῶν λημματίων, ἀδίκους ἐποιοῦντο τὰς συγγραφὰς, τὸ τῷ θείῳ νόμῳ δοκοῦν ἀνοσίως ἐκκαπηλεύοντες, καὶ οἱονεὶ μίσγοντες τὸν οἶνον ὕδατι, καὶ τὸ καθαρὸν ἀργύριον, ἀδόκιμον ἀποφαίνοντες, ἵνα χήραν ἀδικῶσι, καὶ ἁρπάζωσι κρίματα πενήτων, καὶ τοῖς ἐκ πλεονεξίας κακοῖς ὑπάγωσιν ὀρφανὸν, καθάπερ τινὰ προνομὴν τοῖς ἐθέλουσι πλουτεῖν ἑτοίμως παρεῤῥιμμένην.
PG 70:279Ἀλλ’ οὗτοι, φησὶ, τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐπεσκέψατο Θεὸς τοὺς γράφοντας πονηρίαν, καὶ τὰ ὀρθὰ τοῦ νόμου κρίματα διαστρέφοντας. Ποῖος γὰρ ὑμῖν πλοῦτος βοηθήσει, φησίν; Ὀνήσει δὲ κατὰ τίνα τρόπον τῶν ἐκ πλεονεξίας ὑμῖν συνειλεγμένων ἡ ἄθροισις; Ἠδικήσατε, κατεφθείρατε νόμον, πεπατήκατε τὸν τοῦ νομοθέτου σκοπόν. Εἶτα ὅποι ποτὲ βαδιεῖσθε; τί δὲ καὶ δρῶντες ἢ λέγοντες, διαφεύξεσθε τὴν ἡμέραν τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει. Ἐμάχοντο μὲν γὰρ Ἰουδαῖοι πλειστάκις πρὸς τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαίους τέ φημι καὶ Ἐλαμίτας, Μωαβίτας, καὶ Σύρους, καὶ τοὺς καλουμένους Φιλιστιείμ· συνέβαινε δὲ καὶ ἀμείνους ὁρᾶσθαι πολλῶν κρατοῦντας ἐν μάχαις.
Ἀλλὰ νῦν, φησὶν, ἡ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· τοῦτ’ ἔστιν, Οὐ πρὸς Ἰδουμαίους ὑμῖν ἡ μάχη, οὐ πρὸς Μωαβίτας ὁ πόλεμος· ἀλλ’ οὐδὲ πρός τινας τῶν ὁμόρων, ὧν ἔσθ’ ὅτε καὶ κεκρατήκατε, καὶ τὴν ἀμείνω λαχόντες ψῆφον ἐν μάχῃ τὸν τῆς εὐκλείας ἀνεδήσασθε στέφανον· ἀλλὰ νῦν ὑμῖν ἡ θλίψις πόῤῥωθεν ἥξει. Ἔοικε δὲ διὰ τούτων, ἢ τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἤγουν τὴν τῶν Ῥωμαίων ὑποδηλοῦν. Πόῤῥωθεν γὰρ οὗτοί τε κἀκεῖνοι. Ἐπενηνεγμένης δὲ τῆς θλίψεως, ποῦ καταλήψετε τὴν ἑαυτῶν δόξαν, τοῦ μὴ ἐμπεσεῖν εἰς τὴν ἐπαγωγήν; Κατηνδρίσασθε μὲν γὰρ πολλάκις, φησὶ, τῶν ἐχθρῶν, καὶ τοῖς ἐπιοῦσιν ἀντανιστάμενοι σεσώκατε τὰς παρ’ ὑμῖν πόλεις τε καὶ χώρας. Νυνὶ δὲ τὴν ἐπὶ τούτῳ δόξαν ποῦ καταλήψετε; πεσεῖσθε γὰρ πάντες, κατ’ οὐδένα τρόπον ὠφελούσης ὑμᾶς τῆς κατὰ τῶν ἑτέρων εὐανδρίας.
Τί γὰρ ποιήσετε τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ἐπαγωγὴν δέ φησι, τὴν ἐπενεχθεῖσαν αὐτοῖς ὡς ἀπό γε τῆς θείας ὀργῆς, καὶ τὴν ἐκ τοῦ πολέμου συμφοράν. Θεοῦ γὰρ ἐπάγοντος τοῖς πλημμελοῦσι τὰς δίκας τίς ὁ ἀποστρέψων; ἢ ποῖος ἂν τοῖς ὑπὸ ποινὴν καὶ κόλασιν ἐπικουρήσει τρόπος; οὐκ ἔστιν οὐδείς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει καί φησιν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.6 Καὶ πάλιν· Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἀπὸ τότε ἡ ὀργή σου.6 Ἀποστρέψει μὲν οὖν οὐδεὶς τὴν θείαν ὀργήν. Καταμαλάσσει δὲ ὥσπερ αὐτὴν ἡ μετάγνωσις· μᾶλλον δὲ οὐδ’ ἂν ὅλως σαλεύοιτο τὴν ἀρχὴν, εἰ δὴ βιοῦν ἐθέλοι τις ὀρθῶς καὶ ἐννόμως, καὶ κατά γε τὸ δοκοῦν τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν.
PG 70:281Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ἡ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκύλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς ὡς κονιορτόν. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ, Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ; Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν, καὶ Σαμαρείαν; Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Πανταχοῦ τῆς οἰκείας δόξης πεφροντικότα Θεὸν εὑρήσομεν.
Χαλεπαίνειν μὲν γὰρ εἰ δή τινας βλέποι καταφρονεῖν ᾑρημένους, καὶ παρ’ οὐδὲν ποιεῖσθαι σπουδάζοντας τὸ αὐτῷ δοκοῦν, πάντα δὲ ὥσπερ σείοντας κάλον, εἴς γε τὸ δεῖν ἀπονεῦσαι πρὸς τὰ ἐκτοπώτατα. Περιτρέπει δὲ τοὺς τοιούτους μονονουχὶ καὶ ἀνασειράζων εὐσθενῶς, εἰς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς. Οὕτω γάρ πού φησι καὶ ὁ μακάριος Δαβίδ· Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.6 Ἐπιφέρει δὲ τοῖς πλημμελοῦσι τὴν κόλασιν, οἷόν τινα ῥάβδον εἰς χεῖρας ἐπιδιδοὺς τὴν ἰδίαν ὀργὴν ἀνδράσιν οὐκ ἀγαθοῖς, ἵν’ αὐτοὶ γένοιντο κολασταὶ τῶν ἠσεβηκότων. Συμβαίνει δὲ τοὺς εἰς τοῦτο παρειλημμένους φρονῆσαί τι μέγα κατὰ τῶν κεκολασμένων, μᾶλλον δὲ κατὰ τοῦ παραδόντος αὐτούς.
Οὐ γὰρ ἐννοοῦσιν ὅτι κεκρατήκασιν αὐτῶν ἐφέντος Θεοῦ, καὶ ψῆφον ἐπάγοντος τὴν τοῦ χρῆναι παθεῖν αὐτούς· οἴονται δὲ ὅτι καὶ σώζειν ἐθέλοντος κεκρατήκασι. Μεθίστησι τοίνυν ἐπ’ αὐτοὺς τὴν ὀργὴν, καὶ σφόδρα εἰκότως. Ἐπειδὴ δὲ τοῖς ὑπερηφάνοις ἀντιτάττεται, κατασείει μὲν αὐτῶν τὴν ὀφρὺν, ποιναῖς δὲ ὑποτιθεὶς ταῖς αὐτοῖς πρεπούσαις, πειρᾶται πληροφορεῖν ὅτι μὴ τῆς ἰσχύος ἐκείνων ἔργον ἦν, ἀλλὰ τῶν παρ’ αὐτοῦ νευμάτων τὸ κρατῆσαι τῶν κεκολασμένων. Πέπονθέ τι τοιοῦτον ὁ τῶν Ἀσσυρίων βασιλεύς. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἰουδαίαν, καὶ πεπόρθηκε τὰς πόλεις, μέγα πεφρόνηκεν ἐφ’ ἑαυτῷ, καὶ δὴ καὶ ᾤετο τῆς ἁγίας κρατῆσαι γῆς, καὶ παρὰ βούλησιν Θεοῦ τοῦ προεστηκότος αὐτῆς, καὶ σώζειν ὑπισχνουμένου. Ταύτης ἕνεκα τῆς αἰτίας φησὶν, οὔπω μὲν ἀπεστράφθαι τὸν θυμὸν, ἐπενεχθήσεσθαι δὲ καὶ Ἀσσυρίοις τὸ, οὐαί.
Καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις; Ἡ μὲν γὰρ ῥάβδος, φησὶ, τῆς ἐμῆς ὀργῆς, ἐν ταῖς αὐτῶν δέδοται χερσὶν, παρ’ ἐμοῦ δηλονότι, ὥστε καταπαίειν ἐν αὐτῇ τοὺς εἰς ἐμὲ δεδυσσεβηκότας. Ἐγὼ συνέταξα αὐτοῖς, ὥτε ποιῆσαι σκύλα, καὶ προνομὴν τὸν ἐμὸν λαὸν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Εἰ μὴ γὰρ τὴν σώζουσαν ἀπέστησα χεῖρα, καὶ γυμνοὺς ἀπέφηνα τῆς ἀεὶ καὶ συνήθους αὐτοῖς, καὶ παρ’ ἐμοῦ δοθείσης ἐπικουρίας, οὐδ’ ἂν ἥλωσάν ποτε, κρείττους ἀεὶ γεγονότες δι’ ἐμοῦ τῶν ἐχθρῶν. Αὐτός γε μὴν ὁ Ἀσσύριος οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ’ ὅσον ἧκεν εἰς τὸν αὐτοῦ νοῦν, ἀπαλλάξει· τοῦτ’ ἔστιν, ὀλοθρεύσει ἔθνη οὐκ ὀλίγα. Οἴεται γὰρ ὅτι ταῖς αὐτοῦ δυνάμεσιν ἀνταναστήσεται μὲν οὐδεὶς, κρατήσει γε πάντως ἀμογητὶ, καὶ παντὸς ἔθνους ἔσται δεσπότης, ἀντεξάγοντος οὐδενός.
PG 70:283Ἄπληστον δὲ οὕτως ἔχοντι τὴν ψυχὴν, καὶ ἀεὶ τῶν ὅλων κρατεῖν ἐθέλοντι, κἂν εἰ προσίοι τις λέγων· Σὺ μόνος εἶ ἄρχων, τοῦτ’ ἔστιν, ἆρα δυνήσῃ μόνος ἁπάσης κατάρξαι τῆς ὑπ’ οὐρανόν; Πρὸς τοῦτο, φησὶν, ὑπέροπτον ἀφήσει φωνὴν, ἐκεῖνο λέγων· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη; Ἔλαβον Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη παρὰ τῶν ἀρχαιοτέρων, κεῖται μὲν ἐν ἐσχάτοις τρόπον τινὰ τῆς ἑῴας μέρεσιν, ἐπέκεινα δὲ τῆς Βαβυλωνίων χώρας τε καὶ γῆς. Ὥσπερ οὖν, φησὶν, ἐξ αὐτῶν τερμάτων τῆς ἑῴας γῆς τῆς ἐμαυτοῦ βασιλείας τέθεικα τοὺς ὅρους, εἷλον δὲ Δαμασκὸν καὶ Σαμάρειαν, ὠφελημένας οὐδὲν ἀπό γε τῶν ἐν αὐταῖς θεῶν· οὕτω καταλήψομαι καὶ τὰς ἔξω χώρας.
Μεμνῆσθαι δὲ ἀναγκαῖον ὅτι καὶ Ῥαψάκης, τὰς παρὰ τοῦ βασιλέως Ἀσσυρίων ἀναγγέλλων φωνὰς, προσπεφώνηκε τοῖς ἐν τῷ τείχει καθημένοις· Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Μὴ ἀπατάτω ὑμᾶς ὁ βασιλεὺς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι Ῥύσεται ἡμᾶς ὁ Θεός· καὶ μεθ’ ἕτερα πάλιν· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται Ἰσραὴλ ἐκ χειρός μου; Μεγάλα τοίνυν πεφρονηκότα τὸν Ἀσσύριον, καὶ τῆς θείας ὀργῆς καταμειδιᾷν ᾑρημένον ὑποθήσειν ἐπαγγέλλεται ταῖς δίκαις.
Ἀπηχθημένον μὲν γὰρ καὶ παρ’ ἡμῖν αὐτοῖς τῆς ἀλαζονείας τὸ πάθος. Ὅταν δὲ δὴ καὶ αὐτῆς τῆς θείας καταθρασύνηται δόξης, τότε δὴ τότε τὸ οὐαὶ καὶ σφόδρα δικαίως τοῖς τοῦτο δρᾷν ἐθέλουσι ἐποισθήσεται. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ ἐν Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Εἰσκεκόμικεν ἀρτίως ὑψηλὰ καὶ ὑπέρογκα πεφρονηκότα τὸν Ἀσσύριον. Ἐπειδὴ γὰρ τὰς τῆς Σαμαρείας ὠλόθρευσε πόλεις οὐκ ἐπικουρούντων αὐταῖς τῶν ψευδωνύμων θεῶν, κατεμπρησθέντων δὲ πάλιν αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Διατεθειμένου δὲ ὅτι καὶ αὐτὴν ὑπὸ χεῖρα ποιῆσαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Ἰουδαίαν, καὶ εἰ μὴ βούλοιτο τυχὸν ὁ προασπίζων αὐτῆς ἀεί τε σώζων Χριστὸς, τὰς αἰτίας εὐθὺς ὁ προφητικὸς ἡμῖν παρατίθησι λόγος τοῦ καὶ αὐτὴν ἁλῶναι τὴν Σαμάρειαν, πλείστας δὲ ὅσας καὶ τῆς Ἰουδαίας πόλεις.
Ταύτῃ τοι καὶ μάλα εἰκότως τῶν τῆς δυσσεβείας τρόπων εἰς ἀνάμνησιν ἀποφέρει, ὀλολύζειν τε αὐτοὺς, καὶ κατοιμώζειν κελεύει. Μόνον δὲ οὐχὶ κατατεθηπὼς τὴν ἀπόστασιν ἐκ φιλοθεί̈ας τῆς ἄγαν ἀναφωνεῖ· Ὀλολύξατε, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὅπου γὰρ ἔδει ταῖς καθηκούσαις τιμαῖς τὸν τῶν ὅλων καταγεραίρεσθαι Θεὸν, ἐκεῖ παρορᾶται, καὶ τῆς αὐτῷ πρεπούσης τε καὶ ὀφειλομένης τιμῆς ἐστέρηται. Γλυπτοῖς γὰρ τὸ σέβας ἀναθέντες οἱ δείλαιοι, τετολμήκασιν εἰπεῖν τῷ ξύλῳ· Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.6 Οὐκοῦν μετ’ ἐκπλήξεως οἱονεὶ τῷ προφήτῃ γέγονεν ἀναφώνημα τὸ εἰρημένον· τοῦτ’ ἔστιν, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ἱερεμίου φησὶ περὶ τῆς Ἱερουσαλήμ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;
PG 70:285ἔφη δέ που καὶ δι’ ἑνὸς προφήτου· Σκοπὸς Ἐφραὶ̈μ μετὰ Θεοῦ, προφήτης παγὶς σκολιὰ, ἐπὶ πάσας ὁδοὺς αὐτοῦ, μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν.6 Ἱδρυσάμενοι γὰρ ἐν τοῖς Ἱεροσολύμοις βωμοὺς καὶ χειρόκμητα, τεθύκασι τῇ Βαὰλ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Δεδράκασι δὲ ταυτὶ καὶ οἱ ἐν τῇ Σαμαρείᾳ. Ὃν τρόπον τοίνυν, φησὶν, ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα, τούτοις ἕποιτο ἂν εἰκότως καὶ ἰσοπαλὴς ἡ δίκη. Οὐκοῦν ἔλαβε μὲν ὁ Ἀσσύριος καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὁδὸς δὲ τοῦ πράγματος αὐτῷ, καὶ τοῦ κατισχῦσαι πρόφασις, ἡ τῶν εἰδώλων ποίησις ἦν, ἡ ἔν τε τῇ Σαμαρείᾳ, καὶ τοῖς Ἱεροσολύμοις. Ταύτῃτοι καὶ τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσιν, τὰς πρεπωδεστάτας ἐζήτηνται δίκας.
Χαλεπὸν οὖν ἄρα, καὶ ὀργῆς ἡμῖν τῆς παρὰ Θεοῦ πρόξενον ἡ τῶν εἰδώλων ποίησις πανταχοῦ, κἂν εἴ τις εἰς νοῦν καὶ καρδίαν τοῦτο δρῴη τυχόν. Ἀποφέρει γὰρ κἀκεῖνα τῆς εἰς Θεὸν ἀγάπης, καταγοητεύοντα τὴν καρδίαν, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἐξέλκοντα. Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῆ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Οὐκ ἔξω κοινῆς γενήσεσθαι τὸν Ἀσσύριον τὰ οὕτως ὑπέρογκα πεφρονηκότα φησί.
Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, κατὰ τὸ γεγραμμένον, καὶ τῶν τῆς ἀλαζονείας αἰτιαμάτων τοὺς ταύτην νενοσηκότας πράττεται μὲν ἀεὶ τοὺς λόγους, ἀποφαίνει δὲ αὐτοὺς οἰκτροὺς καὶ κατεῤῥιμμένους, ὡς ἂν εἰδεῖεν μὴ ἐπαίρειν εἰς ὕψος τὸ κέρας, κατὰ τὸ γεγραμμένον· εἶεν δὲ μᾶλλον ἐπιγνώμονες τῆς ἑαυτῶν φύσεώς τε καὶ ἀσθενείας. Ὅταν γὰρ, φησὶ, συντελέσῃ πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, ὅταν εἰς τέλος ἔρχηται τὰ τῆς ἐπ’ αὐτοῖς ὀργῆς, ἐπάξει τότε τὴν χεῖρα, καὶ τὴν καταπαίουσαν ῥάβδον, ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων. Νοῦν δὲ αὐτὸν ἀπεκάλεσε μέγαν, οὐ πρὸς ἐπαίνου τὸ χρῆμα τιθεὶς αὐτῷ, καταψέγων δὲ μᾶλλον, ὡς οὐδὲν ἕτερον ὄντα πλὴν ὅτι μόνον ὑπεροψίαν τὴν θεομισῆ.
PG 70:287Πεφρόνηκε γὰρ ἀνθρώπινον μὲν οὐδέν· ὅσα δὲ καὶ τάχα καὶ πᾶσαν τὴν γενητὴν ὑπερνήχεται φύσιν. Ἐπάξει τοίνυν ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ὀφθαλμῶν δέ φησιν ἐν τούτοις, ἀντὶ τοῦ τῶν ἐννοιῶν, ἤτοι τῶν ἐνθυμημάτων. Ὑψηλὰ γὰρ, ὡς ἔφην, καὶ ὑπέρογκα ταυτί. Θεὸς δὲ ὑπάρχων, καὶ εἰς καρδίαν ὁρῶν καὶ νεφροὺς, εἰδώς τε τὰ κεκρυμμένα, καὶ ἡμῖν αὐτὰ καθίστησιν ἐναργῆ, καί φησιν. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. Ἄθρει δὴ οὖν ὅπως, ὡς τῆς ἄνωθεν ἐπικουρίας οὐ δεδεημένος, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνάπτει μόναις τὸ πάντα δύνασθαι δρᾷν, ὅσαπερ ἂν βούλοιτο· οἴεται δὲ ὅτι καὶ σοφὸς οὕτως ἐστὶν, καὶ στρατηγικὸς, ὡς καὶ μάλα ῥᾳδίως ἐφ’ ἑαυτὸν, δύνασθαι μεθιστᾷν τὰ ὅρια τῶν ἐθνῶν, διαῤῥηγνῦναί τε αὐτῶν τὴν ἰσχὺν, καὶ ἐν προνομῇ ποιεῖσθαι, καὶ κατασείειν πόλεις, οὐκ ἀνάνδρους καὶ ἠρημωμένας, ἀλλ’ εἰ καὶ πλείστους ὅσους, καὶ ἀναριθμήτους ἔχοιεν τοὺς κατοικοῦντας ἐν αὐταῖς.
Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἀλαζονείας αὐτῷ. Περιαυτίζεται γὰρ καὶ ἁπάσης ὅτι καταδράξηται τῆς ὑπ’ οὐρανὸν, καὶ λίαν εὐκόλως, ἑτοίμως τε καὶ ἀμαχεὶ διατέθειται καὶ φρονεῖ κατά γε τὸ εἰς νοῦν ἧκον αὐτῷ. Καταλήψομαι γὰρ, φησὶ, τὴν οἰκουμένην ὅλην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὦ δεινῆς ὑπεροψίας, ὢ λογισμῶν ἀσυνέτων Ὡς ἑνὸς στρουθίου καλιὰν τὴν σύμπασαν βλέπει, ὠοῖς καταλελειμμένοις ὑπὸ τῆς θαλπούσης ὄρνιθος παρεικάζει τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, ἵν’ ὡς δράκων ἐπελθὼν καταπίῃ. Μισεῖ δὲ τοὺς ἀντιλέγοντας, καὶ οὐδ’ ὅσον εἰπεῖν εἰς λόγους ἥξειν αὐτῷ προσδοκᾷ τοὺς πολιορκουμένους. Ταυτὶ πρέποι ἂν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέρειν τοῦ Σατανᾶ. Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς ὑπερηφανίας πατήρ.
Ὠήθη δὲ ὅτι καταλήψεται τὴν οἰκουμένην ἀντιπράττοντος οὐδενός. Ἀλλ’ οὐχ οὕτω ποθέν· ἐκβέβηκε δὲ μᾶλλον αὐτῷ πρὸς πᾶν τοὐναντίον τῶν πραγμάτων τὸ πέρας. Ἀντείρηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· καὶ οὐκ ἀντείρηκε μόνον, ἀλλὰ καὶ ὑπερήθλησε τῆς ἁπάντων ζωῆς, νενίκηκε τὸν ἀλητήριον, καὶ τοῖς τῶν ἁγίων ὑπέστρωσε ποσίν. Ἔφη γὰρ αὐτοῖς· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.6 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον· οὐχ οὕτως, ἀλλ’ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Διελέγχει σαφῶς τὸν Ἀσσύριον, εἰκῆ τε ἀναφυσώμενον, καὶ ἠγνοηκότα παντελῶς, ὡς ἥκιστα μὲν τῆς αὐτοῦ χειρὸς ἔργον γέγονε τὸ ἀπολέσαι τὴν Σαμάρειαν, ἑλεῖν δὲ σὺν αὐτῇ καὶ τὰς ἑτέρας πόλεις, ψήφου δὲ μᾶλλον τῆς ἄνωθεν ἐπιφερούσης αὐτῶν τοῖς ἀφόρητα δεδυσσεβηκόσι, καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον ἢ ξύλον.
Εἰπὲ γάρ μοι, φησὶν, ὦ πάντων ἀνούστατε, μὴ ἀξίνη δοξασθήσεται ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ. Πέλεκυς μὲν γὰρ ἄριστα τεθηγμένος καὶ τομὸς ἐπιτηδείως ἂν ἔχοι πρὸς τὸ ἀποκείρειν δύνασθαι τὰ ἐν ἀγροῖς ξύλα. Ἆρ’ οὖν ἐπαινέσαι τις τὴν ἀξίνην, ὡς τοῦτο δρᾷν δυναμένην, δίχα τοῦ κόπτοντος ἐν αὐτῇ; Ἐνεργήσει δὲ τί καθ’ ἑαυτὸν ὁ πρίων, εἰ μή τις ἕλκοιτό τε αὐτὸν, καὶ κατωθήσειε πάλιν; Εἰ δὲ δή τις καθ’ ὁτιοῦν ἢ ῥάβδον, ἢ ξύλον· ἆρ’ οὐχ οὕτως ἔσται πάλιν; Κείσεται μὲν γὰρ ἡ ῥάβδος εἰς γῆν, ἔῤῥιπται δὲ καὶ τὸ ξύλον, ἀλλ’ εἴ τις λαβὼν ἐπάγοι τισὶ, τότε δὴ πάντως εἰς ἔργον ἥξει τὰ δι’ αὐτῶν. Τί τοίνυν φησὶ πεφρόνηκας ὑψηλά; Τί δὲ τὴν ὀφρὺν ἀνασπᾷς; Οἴει ὅτι ἰδίᾳ δυνάμει κατώρθωκας αὐτὸς τὸ ἑλεῖν τὰς πόλεις, ἐν οὐρανοῦ τάξει παραληφθεὶς παρὰ τῆς ἐκεῖνα ποιούσης χειρὸς, δηλονότι τῆς θείας·
PG 70:289Οὐ σὴ τοιγαροῦν ἡ δόξα· Θεοῦ δὲ μᾶλλον τοῦ καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον, ἢ ξύλον τὴν σὴν ἐπάγοντος ὠμότητα τοῖς αὐτῷ προσκεκρουκόσιν. Ἔσῃ τοίνυν οὐχ οὕτω, φησὶν, ὡς ᾠήθης αὐτός. Οὔτε μὴν ἐν ταυτότητι δόξης διαμενεῖς, ἀλλ’ οὐδὲ ταῖς οὕτως ἁβραῖς ἐνσπαταλήσεις τιμαῖς. Οὐ τῇ ἰσχύϊ ποιήσεις, οὐδὲ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελεῖς ὅρια ἐθνῶν. Οὐ καταλήψῃ τὴν οἰκουμένην ὡς ὠὰ καταλελειμμένα. Ἀλλ’ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Τιμὴν δὲ αὐτοῦ φησι, τὴν ὑπ’ αὐτῷ πράττουσάν τε καὶ ὑποκειμένην στρατιάν. Ἐπ’ αὐτῇ γὰρ δεδόξαστο. Πῦρ οὖν ἥξει κατ’ αὐτῆς, φησὶ, καὶ καταφλέξει τὴν σὴν τιμήν. Τίνα δὲ τρόπον καὶ τοῦτο γέγονε, διατρανοῖ πάλιν, καὶ οὐκ εἰς μακράν.
Καὶ ἔσται τὸ φῶς τῷ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡς χόρτον τὴν ὕλην. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοί. Καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Καὶ ἔσται ὁ φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Δυσέφικτον σφόδρα τὸ εἰρημένον, καὶ ἡ τῆς λέξεως συνθήκη τὴν ἀπόδοσιν ἔχει δυσχερεστάτην. Σαφηνιοῦμεν δὲ πάλιν, τὸν ἔν γε τοῖς προκειμένοις κρυπτόμενον νοῦν, ἐκεῖνα προειρηκότες. Εἷλε μὲν γὰρ τὴν Σαμάρειαν ὁ Σαλαμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ἀπέστειλε δὲ Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ, ὃς ἐλθὼν, καὶ πολιορκήσας αὐτὴν προσλελάληκε τοῖς ἐν τῷ τείχει τὰ παρὰ τοῦ πεπομφότος αὐτὸν, προσετίθει δὲ τούτοις τὰς κατὰ τοῦ Θεοῦ δυσφημίας λέγων, ὅτι Οὐ μὴ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων.
Πρὸς δὴ τὰ τοιάδε δεδυσφορηκὼς ὁ βασιλεὺς Ἐζεκίας τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς λέγων· Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, οὓς ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα. Ἐπηγγέλλετο δὲ Θεὸς τὴν σωτηρίαν αὐτοῖς. Καὶ δὴ καὶ ἐξῆλθεν ἅγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὗ δὴ γεγονότος, ἐβάλλετο μὲν ὁ Ἀσσύριος ἀφορήτῳ δείματι. Ἀκούσας δὲ ἀγγελίαν ὅτι Σαρσαθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατὰ τῆς γῆς αὐτοῦ σὺν ὀλίγοις παντελῶς τοῖς περιλελειμμένοις, ᾤχετο φυγάς. Τοῦτο καὶ νῦν ὁ προφητικὸς ἡμῖν αἰνιγματωδῶς διερμηνεύει λόγος. Φῶς μὲν γὰρ γέγονε τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς τὸν καταφωτίζειν ἰσχύοντα διορισάμενος νόμον.
PG 70:291Ἀλλὰ τοῦτο, φησὶ, τὸ φῶς τὸ ὑπάρξαν τῷ Ἰσραὴλ, οὐ φῶς ἔσται τοῖς Ἀςσυρίων στρατεύμασιν, ἀλλ’ εἰς πῦρ ὀλοθρεῦον. Ὅτι δὲ οἰκεῖον αὐτῷ καὶ ἀνατεθειμένον ἡγεῖται λαὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις διὰ τοῦ πορὸς τοῦ ἐκκαυθέντος ἐν τοῖς Ἀσσυρίοις, διδάξει τοὺς ἁπανταχῆ. Καὶ τοῦτό ἐστι τὸ, Ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ.6 Τὸ γὰρ ἁγιάζεσθαι λεγόμενον, οὐχὶ παντὸς ἁγιασμοῦ μετέχον ἔσται, σημαίνει δὲ μᾶλλον καὶ τὸ εἰς δόξαν ἀνατεθειμένον τῷ Θεῷ. Οἷόν τί φησι πρὸς Μωσέα· Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.6 Καὶ τὸ, ἁγίασον, ἐν τούτοις, ἀντὶ τοῦ, ἀνάθες, φησίν. Ἁγιάσει τοίνυν, φησὶ, τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, τοῦτ’ ἔστιν, ἀνατεθειμένον αὐτῷ καὶ ἀπόλεκτον ἀποφανεῖ ἐν πυρὶ καιομένῳ· διὰ τοῦ πυρὸς τοῦ ἐκκεκαυμένου κατὰ τῶν Ἀσσυρίων.
Πῦρ δέ φησιν ἐν τούτοις τὸν ἀδόκητον ὄλεθρον. Εἰ μὴ γὰρ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ, ὃ καὶ δεδαπάνηκε καθάπερ χόρτον ἢ ὕλην τὴν τῶν Ἀσσυρίων πληθύν. Κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Βουνοῖς καὶ δρυμοῖς καὶ ὅρεσι παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν, καὶ τοὺς ἡγουμένους αὐτῆς, καὶ τῶν ἄλλων ὑπερανέχοντας καθάπερ βουνοὺς ἢ ὄρη. Ἀλλ’ οὗτοι μὲν ἀποσβεσθήσονται· τοῦτ’ ἔστιν, οἱ πάλαι θερμοὶ καὶ δεινοὶ, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται. Τοῦτο γὰρ τὸ ἀποσβεσθήσονται, δηλοῖ. Καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σώματα.
Ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαὶ παντί τῳ σαφές. Ὑπεμφαίνει δὲ διὰ τούτων τὸ τῆς ὀργῆς εὐσθενές. Ἀλλ’ ἔσται, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Ὀλίγοι γὰρ παντελῶς, ὡς ἔφην, ὡσεὶ φλογὸς καιομένης ἀποπηδήσαντες μόλις συναπέδραμον τῷ βασιλεῖ. Τοσούτους δὲ εἶναί φησι τὸν ἀριθμὸν αὐτοὺς, ὡς μὴ ὑπερκεῖσθαι καὶ τὴν παιδὸς ἔτι νηπίου φρένα, τὸ δύνασθαι γράφειν, ἢ ἀπομετρεῖν αὐτούς. Ἔχει γὰρ ἡ Ἑβραίων παράδοσις, ὅτι μόνοι περιελείφθησαν δέκα τὸν ἀριθμὸν, οἱ μετὰ Ῥαψάκου τὸ συμβὰν ἀπαγγείλαντες τῷ τῶν Ἀσσυρίων βασιλεῖ. Ταῦτα τῆς ὑπεροψίας τῆς ἐκείνου τὰ ὀψώνια. Χρήσιμος δὲ καὶ εἰς ἡμᾶς ὁ τύπος.
Εἰ γὰρ δὴ βούλοιτό τις ἔξω τε εἶναι τῆς θείας ὀργῆς, καὶ μὴ τοῖς θείοις ἀναλῶναι κακοῖς, παραιτεῖσθαι λίαν τὸ νοσεῖν ἐθέλειν τῆς ἐκείνων δυςτροπίας τὰ συγγενῆ τε καὶ ἶσα. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Ἐκκεκαυμένου τοῦ πυρὸς κατὰ τῆς Ἀσσυρίων στρατιᾶς, δύο ταῦτα κατορθωθήσεται καὶ ὑπάρξει, φησίν· ὁ μὲν γὰρ ἀλαζών τε καὶ ἀλητήριος, καταλήξει καὶ οὐχ ἑκὼν τῆς οὕτω δεινῆς καὶ ἀπηχθημένης ὀφρύος. Οἰχήσεται γὰρ δεδιὼς, καὶ ἀδοκήτως κατῃσχυμμένος. Εἴσεται δι’ αὐτοῦ τοῦ πράγματος, καὶ εἰ μὴ βούλοιτο τυχὸν, ὅτι τῆς θείας ὀργῆς κατὰ τῶν ἡμαρτηκότων γέγονεν ὄργανον, καὶ οὐκ αὐτός που πάντως ὡς ἐξ ἰδίας ἰσχύος πεπλεονέκτηκεν αὐτούς.
PG 70:293Καὶ ταυτὶ μὲν τῷ Βαρβάρῳ συμβήσεται. Τοῖς γε μὴν ἐξ Ἰσραὴλ πρὸς ὠφελείας ἔσται τὸ θαῦμα, καὶ οἱ κατάλοιποι τῶν ἐν Σαμαρείᾳ, τοῦτ’ ἔστι, τοῦ Ἰσραὴλ, καὶ μέντοι τοῦ Ἰακὼβ, τοῦτ’ ἔστι, πάλιν τῶν δύο φυλῶν τῶν οὐσῶν ἐν τοῖς Ἱεροσολύμοις, τῆς ἀρχαίας ἀποπεπαύσονται πλάνης, καὶ ψυχρῶν καὶ ἀνονήτων ἐννοιῶν. Οὐ γὰρ ἔσονται πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ πολέμιος ἀγγέλου χειρὶ δαπανώμενος, ἐγνώκασιν ἀκριβῶς τὴν πάντα ἰσχύουσαν τοῦ σώζοντος δεξιὰν, αὐτὸν δὲ ποιήσονται σωτῆρα καὶ λυτρωτὴν, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἕξουσι τὴν ἐλπίδα, περιπτύσαντες τοὺς ἠδικηκότας αὐτούς. Τίνες δὲ οὗτοι, καὶ τίνα τρόπον ἠδικήκασιν εἰπεῖν ἀναγκαῖον. Σέσωκε μὲν γὰρ τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, προεστηκώς τε καὶ προασπίζων, καὶ ἀποφαίνων κρείττονας τῶν ἀνθεστηκότων.
Ἐπειδὴ δὲ ἐτράποντο πρὸς ἀντίστασιν, καὶ οἱ μὲν δαμάλεις ἐτεκτήναντο χρυσᾶς· οἱ δὲ τὸν Χαμὼς καὶ Βεελφεγὼρ, καὶ αὐτοῖς ἀνῆπτον τὸ σέβας· προσκεκυνήκασι δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· παρεδίδου κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς τοὺς ἀνθεστηκότας ποτὲ μὲν τοῖς κύκλῳ καὶ περιοικοῦσι τὴν Ἰουδαίαν ἔθνεσιν, Ἰδουμαίοις τέ φημι καὶ Μωαβίταις, καὶ τοῖς ἐξ Ἐλὰμ, ποτὲ δὲ τοῖς μακρὰν, Ἀσσυρίοις τέ φημι καὶ Αἰγυπτίοις. Πολέμου τοιγαροῦν κατασκήπτοντος καὶ περιηγγελμένου τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, πῶς οὐκ ἄμεινον τοὺς ἐξ Ἰσραὴλ ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποσκευάζεσθαι τὴν ὀργήν; Ἔδει γὰρ ἐκ μέσου τὴν βέβηλον τῶν εἰδώλων ποιεῖσθαι πληθὺν, καὶ αὐτὸν ἐπιγράφεσθαι σωτῆρα καὶ λυτρωτήν.
Ἀλλὰ τούτων μὲν ὀλίγος ἦν παντελῶς ὁ λόγος αὐτοῖς. Ἐπρέσβευον δὲ ποτὲ μὲν πρὸς Αἰγυπτίους, ποτὲ δὲ πρὸς Ἀσσυρίους, καὶ τὰς παρ’ αὐτῶν ἐπικουρίας ἐκάλουν. Ἐντεῦθεν, οἶμαι, Θεὸς, καὶ ἔτι μειζόνως ἐπ’ αὐτοῖς κατεθήγετο. Ἠδικήκασι τοίνυν τόν τε Ἰσραὴλ, καὶ τὸν Ἰακὼβ, τοῦτο μὲν οἱ ψευδώνυμοι θεοὶ, τὴν θείαν ἐπ’ αὐτοῖς καλοῦντες ὀργὴν, καὶ ἐπ’ αὐτοῖς πεποιθέναι παρασκευάζοντες· τοῦτο δὲ οἱ χρήμασί τε καὶ δώροις πωλοῦντες αὐτοῖς τὴν ἀνόνητον ἐπικουρίαν. Δαπανηθείσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων πληθύος ἐν μιᾷ νυκτὶ, λοιπὸν ἔσονται πεποιθότες ἐπὶ Θεῷ, καὶ διὰ πείρας αὐτῆς ἐγνωκότες τὴν παναλκῆ τοῦ σώσαντος δεξιὰν, οὐκ ἐπὶ τοῖς ἀδικήσασιν αὐτοὺς ποιήσονται τὴν ἐλπίδα, ἀλλ’ ἐπ’ αὐτὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.
Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Οὐ γὰρ ξύλοις καὶ λίθοις ἔτι θαρσήσουσιν, αὐτὸν δὲ μᾶλλον ποιήσονται τὴν ἰσχὺν, ὃς γέγονεν αὐτοῖς ἐπίκουρός τε ἀεὶ, καὶ προασπιστὴς, ὅπλον καὶ τεῖχος ἀῤῥαγές. Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὅτι τῶν ἀπειθεῖν ᾑρημένων, καὶ πολὺ νενοσηκότων τὸ ἀπηνὲς καὶ δυσάγωγον οὐδεὶς ἂν γένοιτο παρὰ Θεῷ λόγος, σώζει γε μὴν καὶ φειδοῦς ἁπάσης ἀξιοῖ τὸν εὐπειθῆ καὶ εὐήνιον, διὰ τούτων ἡμῖν εὖ μάλα καταδηλοῖ. Ἀφῖκται μὲν γὰρ ὁ Ἀσσύριος κατὰ παντὸς τοῦ Ἰουδαίων ἔθνους· καὶ σκοπὸς ἦν αὐτῷ, φείσασθαι μὲν οὐδενὸς, ἄρδην δὲ πᾶσαν ἀποκεῖραι τὴν χώραν, καὶ κένανδρον ἀποφῆναι, καὶ τῶν ἐνοικούντων ἔρημον.
PG 70:295Καὶ ὠλόθρευσε μὲν τὴν Σαμάρειαν, συνεξεῖλε δὲ αὐτῇ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις· σέσωκε δὲ παραδόξως Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις. Τίς οὖν ὁ τοῦδε λόγος; Ναὶ, φησὶν, ἐπειδὴ γὰρ οὐχ ἅπας δεδυσσέβηκεν ὁ Ἰσραὴλ, ἀλλ’ ἦσαν τάχα πού τινες, οἱ καὶ δυσφοροῦντες ἄγαν ἐπὶ τοῖς δυσσεβοῦσιν εἰς Θεὸν, ταύτῃτοι γέγονεν ὁσία τε καὶ δικαιοτάτη ψῆφος, κατὰ μόνων ἄγουσα τὴν δίκην τῶν ἡμαρτηκότων. Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος ἀπονητὶ καταθρήσομεν, καὶ ὡς ἀπό γε τῶν γεγραμμένων ἐν τῷ προφήτῃ Ἰεζεκιήλ. Ἔφη μὲν γὰρ τεθεᾶσθαι τινὰς τῶν ἐξ Ἰσραὴλ προσκυνοῦντας τῷ ἡλίῳ, Θεοῦ δὲ λέγοντος ἀκοῦσαι περὶ αὐτῶν· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὸν τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας.
Καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με.6 Εἶτά φησιν ἄνδρα τεθεᾶσθαι ποδήρη τε ἔχοντα καὶ διεζωσμένον· καὶ πρὸς αὐτὸν εἰπεῖν τὸν τῶν ὅλων Θεόν· Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν ἀκούοντός μου· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν. Καὶ μὴ ἐλεήσητε, πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον καὶ νήπια. καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν. Ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.6 Ἄθρει δὴ οὖν ὄπως κατασφραγίζει Θεὸς τῇ παρ’ ἑαυτοῦ χάριτι τὸν εὐσεβῆ τε καὶ γνήσιον. Καὶ ἐφ’ οἷς ἂν ἕτεροι προσκρούειν ἀποτολμῶσιν αὐτῷ, χαλεπαίνοντά τε καὶ κατοιμώζοντα.
Οὐκοῦν κἂν εἰ.... τῶν ἐξ Ἰσραὴλ ὑπάρχοι πληθὺς, καὶ ψάμμοις παρεκάζοιτο ταῖς ἐν ἠϊόσι κειμέναις, τὸ κατάλειμμα σωθήσεται. Καὶ συμβέβηκε μὲν τοῦτο κατὰ τοὺς Ἐζεχίου καιρούς. Διόλωλε γὰρ, ὡς ἔφην, ἡ Σαμάρεια, καὶ πλεῖσται τῆς Ἰουδαίας συνεξῄρηνται πόλεις. Πέπρακται δὲ τοῦτο καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς μετὰ σαρκός. Τότε γὰρ τότε καὶ λόγον συντέμνων ἐν δικαιοσύνῃ πεποίηκεν ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλων ἔρχεται μακρῶν, καὶ περισκελῆ ποιεῖται τοῦ χρησίμου τὴν δήλωσιν, δι’ αἰνίγματος καὶ σκιᾶς ὑποφαίνων μόλις τὸ τελοῦν εἰς ὄνησιν. Ὁ δέ γε σωτήριός τε καὶ εὐαγγελικὸς ἡμῖν λόγος βραχύς τέ ἐστιν καὶ οἷον συντετμημένος, ἤτοι σύντομος, γυμνὴν ἔχων τὴν ἀλήθειαν, καὶ τῆς ζωῆς τὴν ὁδὸν ἐναργῆ καθιστὰς, οὐ δυσχερίας ἐνούσης, οὐκ ἀσαφείας τινὸς τοῖς κηρύγμασιν ἐπενηνεγμένης.
PG 70:297Ἁπλοῦν γὰρ, ὡς ἔφην, τῆς ἀληθείας τὸ χρῆμα. Σέσωσται δὲ καὶ τότε τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, τοῦτ’ ἔστιν, οἱ πίστει τιμήσαντες τὴν ἐπιφάνειαν αὐτοῦ, τῆς ἑτέρας πληθύος παθούσης τὴν ἀποστροφήν. Πεπαρῳνήκασι γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον, προαπεκτονότες προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους· καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων ἐπιτηδεύσαντες; Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὁσίᾳ ψήφῳ καὶ τῇ αὐτῷ πρεπούσῃ κεχρημένος ἡμερότητι, σώζει μὲν τοὺς γνησίους, παραδίδωσι δὲ τοὺς λελυπηκότας αὐτὸν ὁ τῶν ὅλων Θεός·
Μὴ φοβοῦ, φησὶν, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Ἀφίκετο μὲν γὰρ ὁ Ῥαψάκης εἰς Ἱερουσαλὴμ, καὶ πεπολιόρκηκεν αὐτὴν, ἠπείλησε δὲ κατεμπρήσειν καὶ ὀλοθρεύσειν ἅπαντας. Ἠδίκησε δὲ παντελῶς οὐδέν. Ὤχετο γὰρ φυγὰς, πεσούσης αὐτῷ παρ’ ἐλπίδα τῆς στρατιᾶς, καὶ ἀπολομένης ἐν μιᾷ νυκτί. Οὐκοῦν ὠλόθρευσε μὲν μαχαίρᾳ τοὺς ἐν Σιών. Ἐπειδὴ δὲ ἅπαξ κατεπτόησε ταῖς ἐφόδοις, καὶ ἐν φόβῳ τοῦ παθεῖν γενέσθαι παρεσκεύασε, μονονουχὶ ῥάβδον ἀνατείνας ἐπ’ αὐτοὺς ὁρᾶται μόνην. Μὴ τοίνυν, φησὶ, καταδείσῃς ἀπὸ τῶν Ἀσσυρίων, ῥάβδῳ γάρ σε πατάξει, καὶ βραχεῖαν ὥσπερ ἐποίσει τὴν πληγὴν, τὴν ὡς ἀπό γε τοῦ δείματος, ἐφιέντος ἐμοῦ καὶ τοῦτο πράττεσθαι κατὰ σοῦ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, τοῦτ’ ἔστιν, ἵνα μάθῃς, ὅσον σαυτὸν ἠδίκησας, ἀπελθὼν εἰς Αἴγυπτον, καὶ τὴν ἐκεῖθεν ζητήσας ἐπικουρίαν, παρεωραμένου Θεοῦ σώζοντος.
Ἐζεχίας μὲν οὖν, οὗ καὶ βασιλεύοντος πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ Ἀσσύριος, οὐκ ἐζήτησε τὴν τῶν Αἰγυπτίων ἐπικουρίαν. Ὠσηὲ δὲ μᾶλλον τοῦ Ἠλὰ βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ τοῦτο πεπραχὼς εὑρίσκεται. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαβίδ. Καὶ ἐβασίλευσεν Ἐζεχίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. Καὶ ἐποίησε πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.6 Ἐπ’ αὐτὸν ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος· καὶ ἐπέστρεψεν αὐτῷ Μαναῆ. Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου· καὶ οὐκ ἤνεγκε Μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
PG 70:299Καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτὴν τρία ἔτη. Ἰστέον δὲ ὅτι καὶ Ἄχαζ ὁ Ἐζεχίου πατὴρ, πολεμοῦντος αὐτῶ τοῦ Δαμασκηνῶν βασιλέως, ἐξεπρίατο τὴν ἐπικουρίαν τὴν παρά γε τῶν Ἀσσυρίων, ἐφ’ ᾧ καὶ σφόδρα λελύπηται Θεός. Ἐπάγω τοίνυν, φησὶν, ἐπὶ σὲ πληγὴν, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου· πλὴν ἔτι μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Διολώλασι γὰρ, ὡς ἔφην, ὑπὸ θείας ὀργῆς. Βουλευσάμενοι δὲ καὶ αὐτὴν χειρώσασθαι τὴν Ἱερουσαλὴμ, διημαρτήκασι τοῦ σκοποῦ, καὶ γέγονεν αὐτοῖς ἄπρακτος ἡ σκέψις, Θεοῦ μεταθέντος εἰς πᾶν τοὐναντίον τῶν προσδοκηθέντων τὸ πέρας, Καὶ ἐπεγερεῖ ὁ Θεὸς ἐπ’ αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον.
Πεσοῦνται, φησὶν, ὀργῆς ἐπ’ αὐτοῖς ἐπενηνεγμένης τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ· καὶ οὐδενὸς παντελῶς δεήσει πόνου τοῖς ἐξ Ἰσραήλ. Περιέσονται γὰρ, οὐ τόξων βολαῖς, οὐκ εὐσθενείᾳ χειρῶν, οὐ πολεμικαῖς ἐμπειρίαις χρώμενοι, κρατήσουσι δὲ μᾶλλον διὰ χειρὸς Θεοῦ, πληττούσης τε καὶ δαπανώσης τὸν ἀλαζόνα λαόν· καθάπερ ἀμέλει συνέβη παθεῖν καὶ Μαδιηναίους. Οἱ μὲν γὰρ κατὰ πληθὺν καὶ κατὰ γένος συνειλεγμένοι κατεληίζοντο μὲν μικροῦ δεῖν ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀφόρητον αὐτοῖς ἐμποιοῦντες τὸ δεῖμα, πόλεων μὲν καὶ κωμῶν ἀπανίστασθαι καὶ οὐχ ἑκόντας ἠνάγκαζον, ἐναυλίζεσθαι δὲ μόλις, καὶ τοῦτο περιδεῶς ταῖς τῶν ὀρῶν κορυφαῖς. Ἀλλ’ ἐπήμυνε καὶ τότε Θεὸς, καὶ σέσωκε κεκινδυνευκότας διὰ χειρὸς Γεδεὼν κομιδῇ βραχεῖς ἔχοντας τοὺς συνασπιστὰς, οἳ καὶ τὰς τῶν ἐναντίων τεθορυβήκασι φάλαγγας, ἐν νυκτὶ καὶ σκότῳ τὰς ὑδρίας συνθραύσαντες, καὶ δᾷδας ἐπιδειξάμενοι, καὶ σαλπίσαντες ταῖς κερατίναις, ὥστε καί τι τοιοῦτον συνέβη παθεῖν τοῖς ἐκ Μαδιάμ.
Ἐπειδὴ γὰρ συνεχύθη τὰ τάγματα, καταπτοοῦντος Θεοῦ, διακρίνειν οὐκ ἔχοντες ὡς ἐν σκότῳ καὶ νυκτὶ, τίς ὁ φίλος, ἢ συγγενὴς, ἢ τίς ὁ πολέμιος, συνεπλέκοντο μὲν ἀλλήλοις, ἔδρων δὲ τὰ τῶν ἐχθρῶν, καὶ ταῖς ἀλλήλων χερσὶν οἰκτρῶς διολώλασιν. Ἐπενεχθήσεται τοίνυν, φησὶν, κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. Τόπον δὲ θλίψεως, ἤτοι καιρὸν ὀνομάζει τὸν ἐν ᾧ ταυτὶ γενέσθαι συμβέβηκεν. Ὅτι δὲ μονονουχὶ καὶ ἀποπλανήσει Θεὸς τὸν τοῦ βαρβάρου θυμὸν, καὶ ἐφ’ ἑτέρους αὐτὸν παρατρέψει, καταμηνύει λέγων· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον. Ὁ μὲν γὰρ τῶν Ἀςσυρίων βασιλεὺς Θεγλαφαλασὰρ, οὗτος ἦν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, δασμοὺς ἐπέθηκε τοῖς οἰκοῦσιν αὐτὴν, τέλη τε καὶ φόρους ἐξῄτει τοὺς κατὰ καιρὸν βασιλεύοντας ἐπὶ τὸν Ἰσραήλ.
Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο, καὶ κεκράτηκε τῆς Σαμαρείας Ὠσηὲ υἱὸς Ἠλὰ, οὐκ ἔπεμψε Μαναὰ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ᾔδει πάντη τε καὶ πάντως ἐκεῖνον ἀγανακτήσοντα, τὴν τῶν Αἰγυπτίων κατεμισθοῦτο χεῖρα πρὸς ἐπικουρίαν, εἰ δὴ βούλοιτο τὸν πολέμου νόμον ὁπλίζεσθαι κατ’ αὐτῶν ὁ δασμοὺς ἐπιθεὶς καὶ τέλη. Καθυπισχνοῦντο δὲ τοῦτο καὶ μάλα ἑτοίμως οἱ τῶν Αἰγυπτίων κρατοῦντες τὸ τηνικάδε. Πρὸς τοῦτο λελυπημένος ὁ Ἀσσύριος, πανστρατιᾷ κατέθει τὴν Αἰγυπτίων, ἔγκλημα τοῖς κρατοῦσιν αὐτῆς ἐκεῖνο τιθεὶς, τὸ ἀποσκιρτῆσαι τὸν Ὠσηὲ, καὶ ἀποσείσασθαι τὸν αὐτοῦ ζυγὸν, ἀπονοίας λαβόντα πρόφασιν τῆς παρ’ αὐτῶν ἐπικουρίας τὴν ὑπόσχεσιν. Ὅτι τοίνυν τὸν τοῦ βαρβάρου θυμὸν, καθάπερ ἔφην ἀρτίως, μεταθήσει Θεὸς ἐφ’ ἑτέρους, διαμεμήνυκεν εἰπών·
PG 70:301Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ’ Αἴγυπτον. Ἀνῴκισται μὲν γὰρ θαλάσσης τὰ Ἱεροσόλυμα, ὁδὸν δὲ τὴν πρὸς τὴν τῶν Αἰγυπτίων φέρουσαν καὶ λίαν ἀμογητὶ, τὴν θαλάσσης γείτονα καὶ εἰς δεῦρό φασιν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ἀφαιρεθήσεται ὁ φόβος αὐτῶν ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. Ἔφην ὅτι δασμοὺς ἐπέθηκε τοῖς ἐξ Ἰσραὴλ κεκρατηκὼς ὁ Ἀσσύριος, καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἤθελε τὸν ἐκνεμηθέντα λαὸν τῷ παναγίῳ Θεῷ. Ταύτης τε ἕνεκα τῆς αἰτίας κατὰ τῶν Αἰγυπτίων ὡπλίζετο. Τί οὖν ἄρα φησί; Νενικηκὼς Αἰγυπτίους ἐπιθήσει πάλιν τὸν ἑαυτοῦ ζυγὸν τοῖς ἐλεύθερον ἐσχηκόσιν ἀεὶ τὸν αὐχένα, καὶ μόνην εἰδόσι τὴν ὑπὸ Θεῷ βασιλείαν;
Οὐδαμῶς, φησίν. Ἀφαιρεθήσεται γὰρ κατ’ ἐκεῖνο τοῦ καιροῦ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ ἀριθμοῦ κρείττων ἐκεῖνος λεὼς, καὶ ἀπόλωλεν ἐν μιᾷ νυκτὶ, δαπανῶντος ἀγγέλου, πῶς οὐκ ἐξῄρηται πᾶς φόβος; Ἢ πῶς ὁ ζυγὸς ὁ κατὰ παντὸς ὤμου, μονονουχὶ καὶ ἀπετινάχθη, καὶ πρός γε τούτῳ καὶ κατεφθάρη, τοῦτ’ ἔστιν, εἰς ἅπαν ᾤχετο; Ζητοῦντες ἐκεῖνο τὸ σώζεσθαι μόνον, καὶ οἴκοι δραμεῖν, καὶ οὐκ ἐπαίροντες ἔτι κατὰ τῆς Ἰουδαίας τὴν πρώτην ὀφρύν. Ἐσκέπτετο γὰρ, ὡς ἔφην, τοῖς Ἰουδαίοις αὐτὴν ὑποθεῖναι ζυγοῖς. Μεματαίωται δὲ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ πρὸς πᾶν τοὐναντίον τὸ προσδοκηθὲν ἐκβέβηκεν. Ἐσώζετο γὰρ ἀγαπητῶς οὐχ ὅπλοις νενικημένος, θείοις δὲ μᾶλλον νεύμασιν καὶ ἀγγέλου χειρί· καὶ τό γε παράδοξον.
Ἵνα γὰρ φαίνηται πάντα εἰδὼς, καὶ τῶν πραγμάτων τὸ πέρας, κἂν εἰ μή πω γέγονεν, ἐν ὀφθαλμοῖς ἔχων ὡς Θεὸς, καὶ τῆς ἐκείνου φυγῆς σαφέστατόν τε καὶ ἐναργῶς ἀπαγγέλλει τὸν τρόπον, τόπους τε καὶ καταλύματα, καὶ ὅτι πλείστας ἐκδειματώσει τῆς Ἰουδαίας πόλεις, καίτοι φυγὰς ἀποδραμὼν ὁ δείλαιος. Ἥξει γὰρ, φησὶν, εἰς πόλιν Ἀγγαὶ, καὶ παρελεύσεται εἰς Μαγεδώ. Πόλεων δὲ καὶ κωμῶν, ἤτοι τόπων ὀνόματα ταυτί. Καὶ ἐν Μαχμᾶς θήσει τὰ σκεύη αὐτοῦ. Φασὶ γὰρ Ἑβραῖοι γεγονότα τὸν Ἀσσύριον ἐν Μαχμᾶς, ἅπασαν αὐτοῦ τὴν ἀποσκευὴν ἐκεῖ καταλεῖψαι, δεδιότα τῶν ἐξ Ἰσραὴλ τὴν ἔφοδον. Ὤετο γὰρ ὅτι δραμοῦνται διώκοντες. Εἶτά φησι· Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί. Φόβος λήψεται Ῥάμα πόλιν Σαούλ. Φεύξεται ἡ θυγάτηρ Γαλλὶμ, ἐπακούσεται ἐν Ἀναθώθ·
ἐξέστη Μαδεβηνᾶ, καὶ οἱ κατοικοῦντες Γιββεί̈ρ. Ἔχει δέ τι τοιοῦτον ἡ τῶν Ἑβραίων παράδοσις. Φασὶ γὰρ ὅτι [δέκα] διασωθέντες μόνοι πρὸς αὐτὸν ὑπενόστησαν ἐκ τῶν Ἱεροσολύμων καὶ τὸ γεγονὸς ἀπηγγέλκασιν. Εἶτα σὺν ὀλίγοις κομιδῇ πρὸς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο, καὶ πάσας τεθορύβηκε τάς τε κώμας καὶ πόλεις, καὶ μόνην αὐτοῦ τὴν ὡς ἐν φυγῇ καὶ δειλίᾳ πάροδον ἀφόρητον ἐποιήσαντο. Ἔνθα δ’ ἂν ἐπαμύνῃ Θεὸς καὶ σώζειν ἐθέλῃ, ἐκεῖ τὸ λυποῦν οὐδὲν, ἀλλὰ πᾶσα μὲν ἀτονήσει τῶν πολεμούντων ἡ χεὶρ, ἀπρακτήσει δὲ ἰσχὺς καὶ πολέμων ἐμπειρία, καὶ τέχνη τῶν τακτικῶν. Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρί. Παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ. Συνθέντες τὴν λέξιν ἐποίσομεν ἀναγκαίως τὴν τοῦ νοήματος διασάφησιν.

Discourse II (Book II)Λόγος Βʹ (Liber II)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 70:303Ὦ τοίνυν βουνοὶ, φησὶ, τοῦτ’ ἔστιν, οἱ προὔχοντές τε καὶ ὑπερκείμενοι, καὶ τῶν ἄλλων οἱ ὑπερανεστηκότες ἐν τῇ Ἱερουσαλήμ. Σημαίνει δὲ διὰ τούτων ἢ προφήτας ἁγίους, ἢ καὶ αὐτὸν τὸν τῶν ἱερέων χορόν. Παρακαλεῖτε τὸ ὄρος, τοῦτ’ ἔστι, τὴν ἐμὴν θυγατέρα Σιών. Παρακαλεῖτε δὲ μονονουχὶ καὶ χειρὶ καταψῶντες, καὶ ἐπαφώμενοι κεφαλῆς, ὥστε ἐμμεῖναι ταύτῃ τῇ ὁδῷ. Ποίᾳ δὲ ταύτῃ; Τῇ εἰς Θεὸν πεποιθήσει δηλονότι. Ἐπήγγελται μὲν γὰρ, ὅτι καὶ ἐξελεῖται, καὶ διασώσει ῥᾳδίως, καὶ καταβάλλει [ αλ. καταβαλεῖ] τὸν Ἀσσύριον, καὶ ἀποστήσει τὸν φόβον αὐτοῦ, καὶ καταφθείρῃ τὸν ζυγὸν, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάξει πλεονεξίας. Ἀλλ’ ἔσται ταῦτα, φησὶν, ὅταν ἐμμείνωσι ταύτῃ τῇ ὁδῷ, δῆλον δὲ ὅτι τῇ εἰς Θεὸν πεποιθήσει. Διὸ δὴ παρακαλεῖτε σήμερον, τουτέστι, κατά γε τὸν ἐοικότα τῷ πράγματι καιρὸν, καὶ ἱδρυμένον ἐνεργάζεσθε τὸ φρόνημα αὐτῇ.
Οὐ γὰρ ἔστι διαψεύδεσθαι τὴν ἀλήθειαν, οὐ ψευδοεπήσει Θεός. Εἰ γὰρ δὴ κατανεύσειέ τι, τοῦτο δὴ πάντως ἥξει πρὸς πέρας, ὅταν ἡμεῖς τῇ πίστει τιμῶμεν, καὶ γνησίῳ φρονήματι κατευφραίνωμεν τὸν διασώζειν ἐπηγγελμένον. Κατὰ τόνδε τὸν ἴσον τρόπον καὶ ἡμᾶς αὐτοὺς παρακαλοῦσιν οἱ ἅγιοι λέγοντες, Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ἡμῶν, καὶ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἔφη δὲ καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ παντὸς ἀνθρώπου πεποιθότος ἐπ’ αὐτὸν, καὶ τὴν ἐλπίδα θεμένου· Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν.6 Δοξάσει γὰρ τοὺς δοξάζοντας αὐτὸν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Κύριος, Ἰησοῦς Χριστὸς, δι’ οὗ, καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἀμήν. ΒΙΒΛΙΟΝ Β, ΤΟΜΟΙ Ε. ΤΟΜΟΣ Α. Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ περὶ τῶν τε τῶν Ἀσσυρίων ὁ λόγος ἦν, καὶ τοῦ τὰ Περσῶν διοικοῦντος κράτη, καταστρατεύοντος μὲν τῆς Ἰουδαίας καὶ τῶν Ἱεροσολύμων, παθόντος δὲ ἀδοκήτως τὰ ἐκ θείας ὀργῆς. Σέσωσται γὰρ παραδόξως ὁ Ἰσραὴλ, οὐ τόξον ἐντείνας, οὐ θυρεὸν ἁρπάσας, οὐχ ἱππότην, οὐ τέχνῃ ταῖς ἐκείνου φάλαγξιν ἀντεξάγων, οὐ πολέμου νόμῳ τῆς τῶν ἐναντίων κατακρατήσας χειρὸς, ἀλλ’ ἐν δυνάμει Θεοῦ καὶ χάριτι. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶ, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.
PG 70:305Οὖ δὴ γεγονότος ἐναργοῦς, οἱ μὲν ἀπολεῖσθαι προςδοκῶντες ἐχόρευον, ἀνεκόμιζόν τε τῷ διασώσαντι Θεῷ τὰς χαριστηρίους ᾠδὰς λέγοντες τό· Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ̈ ἀγαλλίασις.6 Καὶ πρός γε δὴ τούτοις· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.6 Ὁ δὲ θρασὺς, καὶ ὑπέροπτος, καὶ τὸ μέγα καὶ ἐξίτηλον ἐκεῖνο βοῶν, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοςσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι, μάτην ἐφ’ ἑαυτῷ μέγα φρονήσας ἠλέγχετο. Διέδρα γὰρ μόλις, καὶ φυγὰς οἴκοι μεθίστατο τὴν Ἰουδαίαν ἀφείς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων.
Κατεγράφετο δὲ καὶ ὁ τῆς φυγῆς τρόπος, μονονουχὶ πόλεις τε καὶ κώμας κατασείοντος αὐτοῦ τῇ παρόδῳ. Καὶ πάλιν· Φόβος λήψεται Ῥαμὰ πόλιν Σαούλ. Διερμηνεύοντες δὲ τὰ τοιάδε, πεποιήμεθα τὴν ἀφήγησιν ἱστορικωτέραν μὲν, πλὴν οὐκ ἔξω τῆς ἀληθείας. Πᾶσα γάρ πως ἀνάγκη, τῇ τῶν προκειμένων ποιότητι καὶ δυνάμει κατάλληλον τὸν τῆς ἑρμηνείας ἐφαρμόζεσθαι λόγον. Ἐπειδὴ δέ ἐστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, διὰ τῶν ἐν τάχει, καὶ ἱστορικῶς δρωμένων καταδηλοῦν ἔσθ’ ὅτε τὰ μυστήρια, καὶ κεκρυμμένων ἐννοιῶν ἀναπλάττειν εἰκόνας, φαμὲν ὅτι τετυράννηκε μὲν καθ’ ἡμῶν ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ τοῖς τοῦ Σωτῆρος λαοῖς τοῖς ἡγιασμένοις, δηλονότι διὰ Πνεύματος, καὶ κεκαθαρμένοις διὰ τῆς πίστεως, δεινῶς ἐπεπήδα καὶ πικρῶς, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατεστρατεύετο, τῶν ὑπὸ χεῖρα πνευμάτων ἐπισείων αὐτῇ τὴν ἀνοσιωτάτην φάλαγγα· καὶ τάχα που καὶ ἀναστρέψειν αὐτὴν ᾠήθη δύνασθαι, καὶ λίαν ἀμογητὶ, τὴν σεπτὴν ἀληθῶς καὶ ἁγίαν πόλιν τοῦ Θεοῦ, τὴν νοητὴν Ἱερουσαλὴμ, ἀλλ’ ἥλω πεφρονηκὼς τῶν ἐνδεχομένων οὐδέν.
Οὐ γὰρ ἦν ἰσχύσαι, τὴν ἁγίαν αὐτὸν ἐκπολιορκῆσαι πόλιν, καὶ κατακρατῆσαι δεξιᾶς τῆς οὕτω εὐσθενεστάτης. Τίς γὰρ ἀντιστήσεται τὰ πάντα ἰσχύοντι Θεῷ; Ἀπόλωλε τοίνυν ὁμοῦ τοῖς οἰκείοις ὑπασπισταῖς, καὶ τῆς τῶν εὐσεβούντων ἀγέλης ἀπελέλακται, θηρὸς ἀνημέρου δίκην ἐπιπηδῶν· ἐκβέβληται δὲ τῆς καθ’ ἡμῶν τυραννίδος. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών· Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐπὶ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Ἀνατροπὴ γὰρ θανάτου, καὶ διαβόλου καθαίρεσις, καὶ ἁμαρτίας ἀναίρεσις τὸ τοῦ Χριστοῦ γέγονε πάθος, ὑψουμένου μὲν ἐπὶ τοῦ σταυροῦ, κατακομίζοντος δὲ καὶ καταῤῥιπτοῦντος εἰς γῆν τοῦ διαβόλου τὸ καύχημα. Ἐπὶ καιροῦ τοίνυν μετ’ ἐκεῖνα καὶ νῦν ὁ τῶν ὅλων Θεὸς, τὸν περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς εἰσκομίζει λόγον, καὶ προαναφαίνει τὸ μυστήριον διὰ φωνῆς προφητῶν, ἵνα τῶν πραγμάτων εἰς πέρας ἐκβεβηκότων, ἀναμφίλογον δέχοιτο παρὰ πάντων τὴν πίστιν.
PG 70:307Τί τοίνυν φησίν· Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος;6 Εἰς καινότητα ζωῆς εὐαγγελικῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἀναμορφοῖ τοὺς ἐπὶ τῆς γῆς, ἀνατετραμμένων δηλονότι τῶν ἀρχαιοτέρων ἐθῶν, καὶ τῶν ἐν σκιαῖς καὶ τύποις, οὐκ ἐχόντων ἔτι τὸ δύνασθαι κρατεῖν. Ἀλλ’ ὁ μὲν τῆς ἀφίξεως τῆς εἰς τόνδε τὸν κόσμον αὐτῷ σκοπὸς γέγονεν οὑτοσὶ, καὶ διακηρύξων ἀφῖκται, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ὅτι τὰ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα, τουτέστιν, ὁ ἐν γράμμασι νόμος, καταίρει λοιπὸν εἰς τέλος, μεταπλαττομένης, ὡς ἔφην, εἰς τὰ ἀμείνω καὶ πνευματικὴν πολιτείαν τῆς τῶν πιστευόντων διανοίας. Καινὰ γὰρ πάντα τὰ ἐν Χριστῷ. Ἀλλὰ καίτοι καταπείθεσθαι δέον αὐτῷ, καὶ πρό γε τῶν ἄλλων τῆς Ἰουδαίων συναγωγῆς τοὺς προεστηκότας, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν οὐ μετρίως κομπάζοντας, ἐκ τῶν ἐναντίων ἀντεφέροντο νεανικῶς, ἀντέπραττον ἀφοσίως, καὶ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀεὶ λαλοῦντες νόμον, ἄπρακτον ἀποφαίνειν ἤθελον τό γε ἧκον εἰς αὐτοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον.
Ἀλλ’ ἦν ἀνέφικτον αὐτοῖς τοῦτο δρᾷν, ἀντεξάγοντες δὲ τῷ πάντων Σωτῆρι καὶ Θεῷ τὸ οἰκεῖον θέλημα, κακοὶ κακῶς διολώλασι, τοῦτο μὲν ἀλλήλοις ἐπιφυόμενοι, καὶ τὸν πολέμου νόμον ἐπιβουλεύοντες, τοῦτο δὲ ταῖς Ῥωμαίων περιπεσόντες χερσὶν, οἳ καὶ αὐτὸν ἐνέπρησαν τὸν ναόν. Ἰδοὺ τοίνυν ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος. Κύριον Σαβαὼθ ὀνομάζει τὸν συνταράσσοντα, καταπτοῶν τοῖς δείμασι τοὺς ἀκροωμένους, ἵνα μή τις οἴηται τάχα που, καὶ ἀσθενήσειν αὐτὸν, ἢ καὶ ἀνηνύτοις ἀπειλαῖς κεχρῆσθαι μᾶλλον, καὶ οὐχὶ δὴ πάντως ἐκβησομέναις εἰς πέρας. Τί γὰρ ἀνήνυτον ἔσται τῶν ἐγχειρουμένων παρὰ Κυρίου Σαβαώθ; Συντριβήσεσθαι δέ φησι τοὺς ὑψηλοὺς τῇ ὕβρει. Ὑψηλοὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας ἁγίους ἀποκτείναντες μόνον, καὶ τοῖς κάλλιστα συμβουλεύουσιν ἀνέδην λέγοντες·
Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,6 ἀλλὰ γὰρ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, καὶ τὸ κέρας μὲν εἰς ὕψος ἐπαίροντες, ἀδικίαν δὲ λαλοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀλλ’ οὗτοι ταπεινωθήσονται, φησὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Διολώλασι γὰρ, ὡς ἔφην, τοῦτο μὲν τομωτάτην ἐπιφέροντος αὐτοῖς τὴν ὀργὴν, καὶ οἷον ὀξείᾳ μαχαίρᾳ δαπανῶντος αὐτοὺς τοῦ Θεοῦ, καὶ τῶν τῆς δικαιοσύνης ἀποκείροντος αὐχημάτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἀποπέμποντος, ἤγουν καὶ καθ’ ἕτερον τρόπον, μαχαίρᾳ πεσεῖσθαί φησιν αὐτοὺς, τῇ τῶν πολεμίων δηλονότι, καθάπερ ἔφην ἀρτίως. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Λίβανον ἐν τούτοις κατά γε τὸ εἰκὸς ὀνομάζει τὸν νεὼν, ὃς καθῄρηται, καὶ ἐμπέπρησται, πέπτωκέ τε ὁμοῦ τοῖς ὑψηλὴν ἔχουσι τὴν ὀφρύν.
PG 70:309Ὑπέροπτος γὰρ ἀληθῶς ὅ τε τῶν ἱερέων ἐσμὸς, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ Ἰσραὴλ, τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ἀτιμάσας. Εὑρήσομεν δὲ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ Λίβανον ὠνομασμένην. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας ἔφη που πρὸς αὐτήν· Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.6 Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος. Ἐπειδὴ γὰρ ὄρει τῷ Λιβάνου παρεικάζων τὴν Ἱερουσαλὴμ, οὕτως ὠνόμαζεν αὐτὴν, ἀναγκαίως τῆς τοῦ λόγου τροπῆς πιθανῶς ἐχόμενος, κέδροις καὶ δρυμῷ συμφύτῳ, τούς τε ἐν αὐτῇ λαοὺς, καὶ μέν τοι τοὺς ἡγουμένους ὀνομάζει χρησίμως, οἷς καὶ ὀλολύζειν διακελεύεται, διάτοι τὸ δρυμῶν δίκην ἐπιπηδᾷν αὐτοῖς τοὺς ὠλοθρευκότας.
Εἰ δὲ δή τις ἕλοιτο κεκρυμμένης ἅψασθαι θεωρίας, καὶ τὴν τῶν προκειμένων ἐφαρμόσαι δύναμιν αὐτῷ τε τῷ Σατανᾷ, καὶ ταῖς ὑπ’ αὐτὸν δυνάμεσι ταῖς ἀλιτηρίαις, οὐδὲ οὗτος ἔξω τοῦ εἰκότος βαδιεῖται σκοποῦ. Συνετρίβη δὲ καὶ ἀπόλωλε τῶν δαιμονίων τὸ φιλοκακοῦργον στῖφος, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης, ὁ ὑψηλὸς, καὶ ὑπέροφρυς, καὶ οἷον ὄρει τῷ Λιβάνῳ παρεικασμένος. Πρὸ γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας περιφανής τις ἦν ἅπασι, καὶ ἄτοπος πανταχῆ προσκυνούμενος, καὶ τὴν τῆς θεότητος δόξαν ἁρπάσας ἐφ’ ἑαυτῷ. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.
Προεγνωκὼς ὁ προφήτης διὰ τῆς ἄνωθεν δᾳδουχίας τὰ ἐσόμενα σαφῆ ποιεῖται τὴν προαγόρευσιν. Εἴρηται γὰρ μὲν ἐν ὑστέροις καιροῖς πρὸς τὸν μακάριον Δαβὶδ παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ· Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον σου.6 Ἐπειδὴ δὲ ἦν ὁ πάντα εἰδὼς τοῖς ἁγίοις προφήταις τὴν τῶν ἐσομένων πρόγνωσιν ἐντιθεὶς, προαναβεβόηται καὶ τοῦτο παρ’ αὐτῶν, ἵνα πανταχόθεν μαρτυρῆται τὸ μυστήριον, καὶ πιστεύηται γεγονός. Ῥάβδον τοίνυν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαί φησιν, ἀναβήσεσθαι δὲ καὶ ἄνθος, καὶ οὐ μετά γε τὸ ταραχθῆναι τοὺς ἐνδόξους μετὰ ἰσχύος, ταπεινωθῆναι δὲ καὶ τοὺς ὑψηλοὺς, καὶ σὺν αὐτοῖς πεσεῖσθαι τὸν Λίβανον, τότε τὴν ῥάβδον ἐκ τῆς Ἰεσσαὶ ῥίζης ἀναφυῆναί φησιν. Ἀλλ’ ἐν μὲν τοῖς πρώτοις κεφαλαιωδέστερον ἡ τοῦ παντὸς πράγματος ἐδηλοῦτο δύναμις.
Τίνα γὰρ ἔμελλε συμβήσεσθαι τοῖς ἐξ Ἰσραὴλ πεπαρῳνηκόσιν ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν βραχεῖ λόγῳ μεμαθήκαμεν· ἀναφοιτᾷ δὲ νῦν ἡ διήγησις ἐπ’ αὐτὴν ὥσπερ τὴν ἀνωτάτω τοῦ πράγματος ἀρχὴν, φημὶ δὴ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, καὶ τὴν οἰκονομικῶς ἐσομένην ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Ῥάβδον δὴ οὖν ὠνόμαζε τὸν ἐκ ῥίζης Ἰεσσαὶ κατὰ σάρκα Χριστόν· καὶ μὴν πρὸς τούτῳ καὶ ἄνθος, καὶ διὰ μὲν τῆς ῥάβδου, κατά γε τὸ εἰκὸς, τὸ βασιλικὸν ἔχων ἀξίωμα πλαγίως ὑποσημαίνεται. Σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτόν πού φησι τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.6 Ῥάβδος δὲ καὶ ἑτέρως, ὡς ἂν ἔχων τὰ πάντα, καὶ εἰς τὸ εὖ εἶναι συνέχων, συνεστᾶναί τε ποιῶν τὸ ἠσθενηκὸς, ἤτοι τὴν ἀνθρώπου φύσιν, μονονουχὶ κατασειομένην, καὶ μεθύουσαν ὑπὸ παθῶν.
PG 70:311Ψάλλει γοῦν ὁ μακάριος Δαβὶδ, τὸ κοινὸν ἁπάντων πρόςωπον ἑαυτῷ περιθεὶς, Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.6 Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος κατὰ τὸ γεγραμμένον· ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλοσύνης· ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθὸς, τὴν ψυχὴν ἑαυτοῦ τιθεὶς ὑπὲρ τῶν προβάτων. Εἴρηται γοῦν πρὸς αὐτὸν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ποίμαινε λαόν σου ἐν ῥάβδῳ, φυλήν σου, πρόβατα κληρονομίας σου.6 Εἰ δέ τῳ δοκεῖ, καὶ ἐπείπερ ἐστὶ κριτὴς, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ταύτῃ τοι, καὶ μάλα εἰκότως ὀνομάζεσθαι ῥάβδον, νοήσει καλῶς. Εἴρηται γὰρ πρὸς αὐτὸν, ἐμπαροινήσαντός τε αὐτῷ τοῦ Ἰσραὴλ, καὶ ἀκρατῶς ἀπονενευκότος εἰς ἀπείθειαν·
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.6 Οὕτως ἡμῖν αὐτὸν καὶ ὁ τοῦ πανσόφου Μωσέως κατασημαίνει νόμος· παραλαμβάνεται γὰρ εἰς τύπον Χριστοῦ καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσκεκομισμένη. Ἐξήνθησε γὰρ κάρυα, καὶ τί δὴ τὸ χρῆμα τῶν ἐν σκιαῖς ἐννοιῶν, εἰπεῖν ἀναγκαῖον. Ἅπτονται μὲν γὰρ φυσιολογίας τινὲς, καὶ δὴ καί φησι τὴν καρυί̈νην ῥάβδον, εἰ πρὸς τῇ κεφαλῇ κέοιτό τινων, ἀνυπνίας εἶναι φυσικῶς ἐμποιητικήν. Οὐκοῦν ἐπειδήπερ ἔμελλεν ὁ Χριστὸς, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος, ὑπὲρ παντὸς γεύσασθαι θανάτου, βραχὺ δὲ ὥσπερ ἀπονυστάξας, καθάπερ ἐξ ὕπνου διεγερθῆναι πάλιν, ἀναβιῶναί τε θεοπρεπῶς, πεπατημένου θανάτου. Ταύτῃ τοι ῥάβδῳ καρυί̈νῃ παρεικάζεται.
Διὰ ταύτης τε τῆς θείας τε καὶ νοητῆς ῥάβδου τεθαυματούργηκεν ὁ Μωσῆς, τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραήλ. Ῥάβδον γοῦν αὐτὴν ὠνόμαζε Θεοῦ. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως, κατὰ τὸ γεγραμμένον. Ὅταν τοίνυν ὁ προφήτης αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον ὑποφαίνων, ἐκ τῆς Ἰεσσαὶ ῥίζης τὴν ῥάβδον ἡμῖν ἀναφανῆναι λέγῃ, τότε δὴ, τότε τοῖς τῆς διανοίας ὄμμασιν αὐτὸν μονογενῆ τοῦ Θεοῦ Λόγου, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, σεσαρκωμένον τε καὶ ἐνανθρωπήσαντα θεωρῶν, καὶ εἰς ἑκούσιον ἑαυτὸν καθέντα κένωσιν, καὶ τὴν δι’ ἡμᾶς οἰκονομικὴν ἀνατλάντα γέννησιν, φημὶ δὴ τὴν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, ὁμοῦ τῷ προφήτῃ λέγει· Κύριε, εἰςακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα, καὶ ἐξέστην.6 Ῥάβδος δὴ οὖν ὠνόμασται διάτοι τὰς ἀρτίως ἡμῖν εἰρημένας αἰτίας.
PG 70:313Ἄνθος δὲ πάλιν· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πρὸς ἀφθαρσίαν, καὶ εἰς ζωὴν, καὶ εἰς καινότητα πολιτείας εὐαγγελικῆς· ἄνθος δὲ καὶ ἑτέρως, διὰ τὴν νοητὴν εὐοσμίαν. Ἐγὼ γὰρ,6 φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.6 Γέγονε δὲ καὶ ἡμῖν ὀσμή τις ὥσπερ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησι· Τῷ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν, τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.6 Ταύτῃ τῇ ῥάβδῳ φησὶν, ἤτοι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τεχθησομένῳ, κατὰ καιροὺς ἐπαναπαύσεσθαι Πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας.
Πνεῦμα γὰρ αὐτὸ βουλῆς καὶ συνέσεως ὀνομάζει, γνώσεώς τε καὶ σοφίας, εὐσεβείας καὶ φόβου Θεοῦ. Φαμὲν δὲ, ὅτι τῆς προφητικῆς εὐτεχνίας τὸ κήρυγμα οὐκ ἄνθρωπον ἡμῖν ψιλὸν εἰσκομίζει τὸν Ἰησοῦν, εἶτα γεγονότα πνευματοφόρον, καὶ ὡς ἐν τάξει τῇ καθ’ ἡμᾶς χαρισμάτων τῶν παρὰ Θεοῦ γεγονότα μέτοχον, ἐνανθρωπήσαντα δὲ μᾶλλον τὸν τοῦ Θεοῦ Λόγον καταδηλοῖ, πλήρη μὲν ὄντα παντὸς ἀγαθοῦ, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν, οἰκειουμένου δὲ μετὰ τῆς ἀνθρωπότητος καὶ τὰ αὐτῆς. Ἴδιον γὰρ ἀνθρωπότητος, τὸ οἴκοθεν μὲν ἔχειν, καὶ ὡς ἐξ ἰδίας φύσεως τῶν ἄνωθεν χαρισμάτων οὐδέν· Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;6 εἴρηται πρὸς αὐτὴν, καταπλουτεῖν δὲ μᾶλλον ἔξωθέν τε καὶ ἐπακτῶς, παρὰ Θεοῦ δηλονότι, τὰ ὑπὲρ φύσιν ἰδίαν. Ἔδει τοίνυν καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ ἐκ τῆς κενώσεως μὴ παραιτεῖσθαι σμικροπρεπὲς, καὶ πλήρη κατὰ φύσιν ὄντα δέχεσθαι διὰ τὸ ἀνθρώπινον, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ.
Ὥστε κἂν εἰ λέγοιτό ποτε τὸ Πνεῦμα λαβεῖν, καίτοι χορηγὸς ὢν αὐτὸς τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ’ ὡς ἐξ ἰδίου πληρώματος διανέμων αὐτὸ τοῖς ἀξίοις, τῶν τῆς κενώσεως μέτρων νοείσθω τὸ λαβεῖν, κατευθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν. Πλὴν ἐκεῖνο ἄθρει· Ἀναπαύσεται γὰρ ἐπ’ αὐτὸν, φησὶ, Πνεῦμα τοῦ Θεοῦ.6 Δέδοται γὰρ ἐν ἀρχαῖς τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι, τῷ Ἀδὰμ, ἀλλὰ γέγονε ῥᾴθυμος περὶ τὴν τήρησιν τῆς δοθείσης αὐτῷ ἐντολῆς, κατημέλησε τῶν προστεταγμένων, κατεβιβάσθη πρὸς ἁμαρτίαν, οὐχ εὗρεν ἀνάπαυσιν ἐν ἀνθρώποις τὸ πνεῦμα. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.6 Εἶτα γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τὸ εἶναι Θεὸς οὐ μεθείς.
Ἐπειδὴ δὲ καίτοι γεγονὼς καθ’ ἡμᾶς, ἀνάλωτος ἦν ἁμαρτίαις, ἐπανεπαύσατο τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν αὐτῷ καὶ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ἵνα καὶ ἡμῖν ἐπαναπαύηται, καὶ μένῃ λοιπὸν ταῖς τῶν πιστευόντων διανοίαις ἐμφιλοχωροῦν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἰωάννης τεθεᾶσθαί φησιν ἐξ οὐρανοῦ καταφοιτῆσαν τὸ Πνεῦμα ἐπὶ Χριστόν. Ὥσπερ συγκληρονόμοι γεγόναμεν τῶν συμβεβηκότων τῷ πρωτοπλάστῳ κακῶν, οὕτως ἐσόμεθα μέτοχοι τῶν ὑπαρχθέντων οἰκονομικῶς τῇ δευτέρᾳ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι Χριστῷ. Ὅτι δὲ οὐ μερικὴν αὐτῷ τὴν χάριν εἰργάζετο, καθάπερ ἐν τοῖς ἁγίοις τὸ ἐπαναπαύεσθαι λεγόμενον Πνεῦμα, ἀλλ’ ἦν πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ τῇ ἰδίᾳ σαρκὶ καταλύον, καὶ οὐκ ἀψύχῳ ποθὲν, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ, σαφηνιεῖ λέγων ὁ προφήτης·
PG 70:315Ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.6 Ἑνὶ δὲ τῷ Πνεύματι πολυειδῆ δέδωκε τὴν ἐνέργειαν. Οὐ γάρ τοι Πνεῦμα μὲν ἄλλο τῆς σοφίας, ἕτερον δὲ τὸ συνέσεως, ἤτοι βουλῆς, καὶ ἰσχύος, καὶ τῶν λοιπῶν, ἀλλ’ ὥσπερ εἷς μέν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, ὀνομάζεται δὲ καὶ ἐνέργεια πολυτρόπως· ζωὴ γάρ ἐστι, καὶ φῶς, καὶ δύναμις· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου συνήσεις Πνεύματος· ἓν γὰρ ὑπάρχων νοεῖται πολυειδῶς, ἐνεργεῖ δὲ καὶ οὕτως. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος διαφόρων ἡμῖν χαρισμάτων ἰδέας ἀπαριθμούμενος· Ταῦτα πάντα,6 φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρεῖ ἑκάστῳ ἰδίᾳ, καθὼς βούλεται.6 Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐξελέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.
Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευράς. Ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ εὖ μάλα προειρηκὼς, προσεπάγει χρησίμως, καὶ τὰ δι’ ὧν ἂν εἴη γνώριμος ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς ἐν ἔργοις λαμπρότητος. Ἔδει γὰρ, ἔδει προαναπείθειν ἀκριβῶς προφητικὴν ἔχοντας προαγόρευσιν, τοὺς οἴ γε τὴν ἐπ’ αὐτὸν ἔμελλον παραδέχεσθαι πίστιν, τίς δέ γε, καὶ ποῖος, καὶ διὰ ποίων ἥξει κατορθωμάτων. Ὥσπερ γὰρ εἴ τις ἕνα τῶν καθ’ ἡμᾶς, τοῖς οὐκ εἰδόσιν αὐτὸν κατασημαίνειν βεβουλημένος, ἐξ ὧν οἶδεν ὄντα λόγῳ ζωγραφεῖ, λέγει δὲ περὶ αὐτοῦ, ὡς εἴη μὲν τὴν κόμην οὐ βαθὺς, συμμέτρως δὲ ψιλὸς, καὶ χαροπὸν μὲν ὅτι τὸ ὄμμα αὐτῷ, καὶ ὑπογελῶσαν ἔχον τὴν βολὴν, ἰσχνὸς δὲ τὴν ῥῖνα, καὶ τὰ ἕτερα δὲ τοῦ σώματος διεξίοι μέρη, τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ ὁ μακάριος προφήτης, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτοῦ περὶ τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ταύτῃ τοι τὰ τῆς θεοπρεποῦς ὑπεροχῆς καὶ μέντοι ἐξουσίας ἀπαριθμεῖται σημεῖα, καὶ δὴ καί φησι περὶ αὐτοῦ·
Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει.6 Θεοπρεπὲς τὸ χρῆμα, ἐοικός τε φύσει τῇ ἀνωτάτω. Τὸ γὰρ μήτε εἰς δόξαν τὴν ἐν ἀνθρώποις ὁρᾷν, ὀρθήν τε καὶ ἀδιάστροφον τὴν ἐφ’ ἑκάστῳ ποιεῖσθαι κρίσιν καὶ ἀμώμητον παντελῶς, πῶς οὐκ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει; Οὐ γὰρ οἶδεν ὁρᾷν εἰς πρόσωπον, οὔτε μὴν τὸν ταῖς ἐκ πλούτων περιβολαῖς, οὔτε μὴν ἀξιώμασιν ἐξωραϊσμένον ἀξιοῖ τιμῆς ἢ λόγου, πλεονεκτεῖν ἐθέλοντά τινας, κατακρίνει δὲ πάντως, καὶ ἐπάρατον ἀποφαίνει τὸν τῆς ἀνομίας ἐργάτην. Οὐκ ἐλέγξει δὲ κατὰ τὴν λαλιάν· καὶ τίνα τρόπον χρὴ ἐννοεῖσθαι, καὶ τοῦτο διειπεῖν ἀναγκαῖον. Πλεῖστοι μὲν γὰρ ὅσοι τῶν καθ’ ἡμᾶς τοὺς ἐπαινεῖν ἐθέλοντας ἀξιοῦσι τιμῆς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ τοὺς τρόπους, μισθὸν δὲ ὥσπερ τῆς κολακείας αὐτοῖς ἀπονέμουσι τὸ καὶ θεραπεύειν ἔσθ’ ὅτε, καὶ τοὺς ὑπ’ αὐτοὺς ἐλέγχους συστέλλουσιν.
PG 70:317Ἀλλ’ οὐ τοῦτο δεδρακότα κατίδοι τις ἂν τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν. Τοιγάρτοι καὶ τοὺς χρηστοεπεῖν ᾑρημένους, οὐ μὴν ἔτι καὶ ἀγαθοὺς ὄντας κατὰ ἀλήθειαν, ἀποτόμοις ἐλέγχοις μεθίστη πολλάκις ἐπί γε τὸ βιοῦν ἑλέσθαι σωφρονέστερον. Προσῄεσαν μὲν γάρ ποτε τῶν καλουμένων Ἡρωδιανῶν τινες, πράκτορες δὲ οὗτοι τελωνῶν, εἶτα δόλον αὐτῷ πικρὸν ἀρτίοντες, ἔφασκον· Διδάσκαλε, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός. Οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ; Αὐτὸς δὲ πρὸς ταῦτα, Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.6 Ἄθρει δὴ οὖν ὅπως διελέγχει κολακεύοντας, καὶ χρηστολογοῦντας ἀποσείεται. Διήλεγξε δὲ, καὶ οὐ κατά γε τὴν λαλιὰν αὐτῶν· οἱ μὲν γὰρ προσεδόκων ἐπαινεθήσεσθαι, τάχα που κατειρωνευόμενοι μὲν, πλὴν εὐφυᾶ καὶ στωμυλεστάτην ἐπιτηδεύοντες τὴν κομψολογίαν, ὁ δὲ ἀδοκήτως πειράζοντας καὶ ὑποκριτὰς ἐκάλει.
Οὐκοῦν οὐ κατὰ τὴν δόξαν κρινεῖ, τουτέστιν, οὐ προσωπολήπτης ἔσται δικαστὴς, οὔτε μὴν ἐλέγξει κατὰ τὴν λαλιάν. Οὐ γὰρ ἀνέξεται, φησὶ, τῶν ἀνόσια μὲν φρονεῖν ᾑρημένων, προσωπεῖον δὲ ὥσπερ ἀπάτης καὶ δόλου περιτιθέντων ἑαυτοῖς τὴν κομψολογίαν. Τοῦτό τοί φησιν ἐναργῶς· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.6 Καὶ πάλιν· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνη τῇ ἡμέρᾳ, τῇ τῆς κρίσεως δηλονότι· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλὰ τότε, φησὶν, ἐρῶ αὐτοῖς· Ἀμὴν, λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς.6 Τί δὲ δὴ ἄρα πρὸς τούτοις ὁ ἀπροσωπόληπτος ἐργάζεται δικαστής; Κρινεῖ ταπεινῷ κρίσιν, τουτέστιν, οὐ περιόψεταί τινα τῶν ταπεινῶν, ἀλλ’ ὀρθὴν καὶ ἀμώμητον ἐπ’ αὐτῷ τὴν κρίσιν ἐξοίσει.
Ἐξελέγξει δὲ ὁμοίως τοὺς ταπεινοὺς τῆς γῆς· ὥσπερ γὰρ οὐ τὸ τοῦ πλουσίου πλεονεκτεῖν ἐθέλοντος ἐρυθριάσει πρόσωπον, ἀλλὰ δικαίαν ἐπὶ τῷ ταπεινῷ ποιήσεται κρίσιν· οὕτω κἂν εἴ τις, φησὶ, τῶν ἐν ὑφέσει καὶ σμικροπρεπείᾳ τῇ κατὰ τὸν βίον, ἔξω τῶν θείων φέροιτο νόμων, καὶ τοῖς τῆς ἀδικίας ἐγκλήμασιν ἑαυτὸν ἀνιεὶς ἁλίσκοιτο, φησὶν, ἐλεγχθήσεται καὶ οὗτος. Γέγραπται γὰρ, ὅτι Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.6 Ὥσπερ γὰρ τὸν ἐν πλούτῳ, καὶ ὑπεροχῇ, καὶ μέντοι καὶ δυναστείαις οὐκ ἀπαλλάξει τῶν αἰτιαμάτων τὸ περιφανὲς, εἰ ἐπί τισι τῶν ἐκτόπων καταγινώσκοιτο, οὕτως οὐκ ἐλευθερώσει τοῦ εἶναι πονηρὸν τὸ ἐν ὑφέσει καὶ ταπεινότητι σμικροπρεπὲς, οὔτε μὴν ἀπαλλάξει τοῦ κολάζεσθαι δεῖν τὸν τῇ πτωχείᾳ κατηχθισμένον, καὶ τὸν ἀπευκτὸν καὶ τρισάθλιον ἀμείβοντα βίον.
PG 70:319Προσεπάγει δὲ τούτοις καὶ ἕτερά τινα τῶν ὅτι μάλιστα θεοπρεπεστάτων ἀξιωμάτων, ἂ καὶ προσεῖναί φησι τῷ πάντων Σωτῆρι Χριστῷ, ὅτι μὴ ψιλὸς ἄνθρωπος καθ’ ἡμᾶς, ἀλλ’ ἦν, ὡς ἔφην, σαρκωθεὶς καὶ ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Τί τοίνυν ἐργάσεται; φησίν. Πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ποίαν ἄρα γῆν; Μάλιστα μὲν ἣν ἂν καταράσαιτο. Ἀληθὲς δ’ ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν γῆν, ἤτοι τὴν ἀνθρώπου φύσιν, εἰπὼν ἐν Ἀδάμ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.6 Κατηράσατο γὰρ οὐδὲν ἧττον κόσμον ἀσεβῶν ὕδατι καταπνίξας. Κατηράσατο δὲ πρὸς τούτοις τὴν Ἰουδαίαν, ἐμπαροινησάντων αὐτῷ τῶν οἰκούντων αὐτήν. Ἔφη γάρ· Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.6 Ἐν γὰρ τῷ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, τὸ τῆς ἐγκαταλείψεως τῆς ἐπ’ αὐτῇ γενομένης διαφαίνεται πάθος. Ἐγκαταλειφθεῖσα δὲ παρ’ αὐτοῦ δεδαπάνηται καὶ πολέμῳ καὶ πυρὶ, καὶ ταῖς τῶν ἀνῃρηκότων χερσίν. Ἕτερον δὲ πρὸς τούτῳ σημεῖον, καὶ τῆς ἀνωτάτω δυνάμεως ἀποτέλεσμα, τὸ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνὴ, τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ πνεύματος ἡ τῶν δαιμονίων πληθὺς συνεθραύετο. Ἔσται δὲ, φησὶ, καὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς. Ὅμοιον γὰρ ὡς εἰ λέγοι, Δύναμις αὐτῷ, καὶ ἀξίωμα τῶν μὲν ἐν κόσμῳ τὸ σύμπαν οὐδὲν, δόξα δὲ μᾶλλον ἡ θεοπρεπὴς, καὶ οἷον ἐζῶσθαι δικαιοσύνῃ καὶ ἀληθείᾳ.
Ζώνη δὲ σημεῖον ἀρχῆς, καὶ τὸ εἱλῆσθαι λέγειν αὐτὸν τὰς πλευρὰς, ἕτερον οὐδὲν εἴη ἂν ἢ αὐτὸ δὴ τοῦτο κατασημαίνοντος, ὅτι καθάπερ τινὰ ζωστῆρα περικείσεται τὴν δικαιοσύνην, καὶ πρὸς αὐτῇ τὴν ἀλήθειαν. Εἰκὸς δὲ δὴ ὅτι καὶ δικαιοσύνην καὶ ἀλήθειαν τὸ νέον τε καὶ εὐαγγελικὸν ἀπεκάλεσε κήρυγμα, κατά τε τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς πρὸς αὐτὸν εἰρημένον· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια.6 Δικαιοσύνης μὲν γὰρ διδάσκαλος καὶ ὁ νόμος ἦν, ἀλλ’ οὐ μεμένηκεν εἰς τὸν αἰῶνα, τῆς κρείττονος καὶ τελεωτέρας εἰσκεκομισμένης, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ἦν δὲ καὶ ὁ πάλαι νόμος οὐκ ἀλήθεια μᾶλλον, ἀλλὰ τύπος καὶ σκιά· Χριστὸς δὲ καὶ τὰ αὐτοῦ καθαρῶς ἡ ἀλήθεια. Τοιγάρτοι καὶ ἔφασκεν·
Ἐγώ εἰμι ἡ ἀλήθεια.6 Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, καὶ ταῦρος, καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, παὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ· καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ’ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θάλασσαν. Πρὸς τοῖς ἤδη προειρημένοις, μέγα καὶ ἐξαίρετον καὶ τοῦτο σημεῖον, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἀθαύμαστον ἀποτέλεσμα δοίη τις ἂν εἶναι, καὶ μάλα εἰκότως.
PG 70:321Πρὶν μὲν γὰρ γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· πρὶν ἐπιλαβέσθαι σπέρματος Ἀβραὰμ, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἀδελφοῖς, καθὰ γέγραπται, σύμπαν τὸ ἐπὶ γῆς γένος, φημὶ δὴ τὸ ἀνθρώπινον, εἰς ἔθνη διῄρητο δύο, εἴς τε τῶν Ἰουδαίων, καὶ τῶν τῇ κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα. Καὶ γνωστὸς μὲν ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· πολὺς δὲ καὶ ἄπλετος εἰδώλων ἐσμὸς παρὰ τῶν ἑτέρων ἐθρησκεύετο· καὶ τὸ ἑκάστῳ δοκοῦν τῇ τοῦ Θεοῦ δόξῃ τετίμητο· Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.6 Ἀλλ’ Ἰουδαῖοι μὲν διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οἱονεί πως ἐξημερούμενοι καὶ τοῖς τῆς δικαιοσύνης τρόποις τιθασσευόμενοι, βίον τετιμήκασιν ἀνθρωποπρεπῆ· οἵ γε μὴν ἕτεροι, τοῦτ’ ἔστιν, οἱ τοῖς ἀψύχοις εἰδώλοις λατρεύοντες, τὸν ἰθυντῆρα νόμον οὐκ ἔχοντες δεινοί τε ἦσαν τὰς γνώμας, ἄγριοί τε καὶ ἁρπακτικοὶ ἕτοιμοι πρὸς πλεονεξίας, ὁρμητίαι πρὸς ἡδονὰς καὶ τὰς ἄγαν ἐκτόπους, καὶ πρὸς πᾶν τῶν αἰσχίστων ὁτιοῦν προαλέστατοι·
ὧν ὁ μέν τις ἦν λύκῳ προσεοικὼς, ὁ δὲ παρδάλεσι παραπλήσιος, διά τε τὸ πλείσταις ὅσαις καὶ πολυειδέσι παθῶν διαφοραῖς μονονουχὶ κατεστίχθαι τὰς φρένας· ὁ δὲ ἐπί τοι τὴν γνώμην ἄσχετος ἦν, τὴν καθ’ ὧν ἕλοιτο πλεονεξίαν ἀμογητὶ κατορθῶν, τοῖς λέουσιν εἰκασμένος διετέλει κατὰ τὸν βίον. Ἀλλὰ τοῖς οὕτως ἀγρίοις ἤθεσί τε καὶ τρόποις ἐντεθραμμένοι, Χριστοῦ μεταπλάττοντος εἰς ἡμερωτάτην τε καὶ ἁγίαν ζωὴν, κατέληξαν μὲν τῆς ἐνούσης αὐτοῖς ὠμότητος· τετιμήκασι δὲ καὶ αὐτοὶ τὸν ἀνθρώποις πρέποντα βίον τὸν ἐν πραότητι δηλονότι. Πεπιστεύκασι γὰρ λέγοντι τῷ Χριστῷ· Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.6 Ὁμοῦ τοιγαροῦν τῇ πίστει κεκερδήκασι καὶ τῆς ἀρχαίας ὠμότητος τὴν ἀπεμπολὴν, καὶ τὸ εἶναι χρηστοί τε καὶ πρᾶοι, καὶ τὸ τοῖς ἁγίοις ἀναμὶξ πολιτεύεσθαι.
Κεχρηματίκασι γὰρ καὶ αὐτοὶ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ· τοῦτο οἶμαι πολυτρόπως ἡμῖν τὸν προφητικὸν ἐν τούτοις ὑπαινίττεσθαι λόγον. Συμβοσκηθήσεται γὰρ, φησὶ, λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, τοῦτ’ ἔστι, διὰ Χριστοῦ συναφθήσονται τὰ ἄγρια τοῖς ἡμέροις, τὰ κατ’ οὐδένα τρόπον ἱερὰ τοῖς ἱεροῖς καὶ ἁγίοις. Ὅσον γὰρ ἧκεν εἰς τὸ πεπαιδεῦσθαι νόμῳ τὸν Ἰσραὴλ καὶ τοὺς τῆς ἐπιεικείας εἰδέναι τρόπους, ἥμερός τε καὶ πρᾶος ἦν, ὁμοῦ τε καὶ ἱερὸς, καὶ οἷον προβάτῳ καὶ αἰγὶ παραπλήσιος· ἱερὰ δὲ ἄμφω καὶ καθαρὰ τὰ ζῶα, καὶ πρός γε τούτῳ τὸ τιθασσὸν παρ’ αὐτῆς λαχόντα τῆς φύσεως. Λύκος δὲ καὶ πάρδαλις, καὶ μέντοι καὶ λέων, ἄγριά τε φυσικῶς, ἀσύμβατά τε τοῖς ἄλλοις· ἀλλ’ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται.
PG 70:323Συνηνέχθησαν γὰρ ἀλλήλοις, Ἰουδαῖοί τε καὶ Ἕλληνες, κοινὴν ὥσπερ ποιούμενοι τροφὴν, τὸ εὐαγγελικόν τε καὶ ἀποστολικὸν δηλονότι κήρυγμα, καὶ ὑφ’ ἑνὶ γεγονότες τῷ πάντων ἀρχιποιμένει, τῷ κατανέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι. Ἀλλὰ καὶ μοσχάριον, φησὶ, καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται. Ἔοικε δὲ μοσχάριον ἀποκαλεῖν, τὸν ἀρτιφυᾶ καὶ νέον τῶν πιστευσάντων λαὸν, τοῦτ’ ἔστι, τὸν ἐν Χριστῷ νηπιάζοντα· ταῦρον δὲ τάχα που τὸν Ἰσραὴλ ὡς πρεσβυγενῆ. Νεογνοῦ γὰρ μόσχου πρωτερεύει ταῦρος κατὰ τὸν χρόνον. Ἤγουν διὰ μόσχου καταδηλοῖ τὸν ὡς ἐν γνώσει τε καὶ κατὰ ἀρετὴν ὑπερκείμενον. Ὁποῖόν ἐστι τὸ εὐλογηθήσεσθαι λέγειν παρὰ Κυρίου τοὺς σμικροὺς μετὰ τῶν μεγάλων, καὶ πρεσβύτας μετὰ τῶν νεωτέρων, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν.
Οἶδεν δὲ καὶ ὁ σοφώτατος Ἰωάννης νοῦ καὶ ψυχῆς ἡλικίαν τοιαύτην. Γράφει γοῦν καὶ πατράσι καὶ παιδίοις, καὶ πρός γε τούτῳ καὶ νεανίσκοις, τὸ, οἶμαι, τῆς ἑκάστου διανοίας τὸ μέτρον, ἤτοι συνέσεως καὶ θεογνωσίας, ταῖς τῶν σωμάτων ἡλικίαις ἀφομοιῶν. Βοσκηθήσονται τοίνυν, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν, μοσχάριον καὶ ταῦρος, καὶ λέων. Ἀναπλέκει δὲ πάλιν χρησίμως μοσχαρίῳ τε καὶ ταύρῳ τὸν λέοντα, ἵνα πάλιν αἰνιγματωδῶς ἐννοῇς τοὺς ἐν πίστει δεδικαιωμένους, καὶ ὑπὸ σκῆπτρα γεγονότας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ οὐκ ἐκ μόνων εἶναι καθαρῶν τε καὶ ἱερῶν, ἤγουν ἐξ ἡμέρων τε καὶ πράων, τοῦτ’ ἔστι, τῶν διὰ τοῦ νόμου τετιθασσευμένων, ἀλλὰ γὰρ καὶ ἐκ τῶν ἀγρίων, δῆλον δὲ ὅτι τῶν ἐθνῶν, συνείροντος εἰς ὁμοψυχίαν αὐτοὺς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, παραπέμποντός τε τὸ ἐντεῦθεν ἀγαθὸν καὶ εἰς παίδων παῖδας, ἤτοι τοὺς ἐξ αὐτῶν.
Ἐκτείνεται γὰρ εἰς δεῦρο καὶ παρ’ ἡμῖν ἡ εἰρήνη Χριστοῦ, καὶ τὸ ἐκ τῆς ὁμοψυχίας τε ὁμοῦ καὶ ὁμοπιστίας ἀγαθόν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ προστιθεὶς, ὅτι ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, φησίν. Ἐπιτήρησον ὅτι οὐ τὸ ἥμερον εἰς τὴν τοῖς ἀγρίοις κατειθισμένην μεταφοίτησιν ἔφη τροφὴν, ἀλλ’ εἰς τὴν τοῦ ἡμέρου τὸ ἄγριον· σαρκοβόρα μὲν γὰρ ὁμολογουμένως ἄρκτος καὶ λέων, βοῦς δὲ καὶ μόσχος, ἤγουν ἔριφος οὐκέτι· ποηφαγῆ δὲ μᾶλλον τὰ τοιάδε τῶν ζώων. Ἀλλὰ τῶν ἐν ἔθει, φησὶν, τὸ ἄγριον ἀποστήσεται. Μεταχωρήσει δὲ μᾶλλον ἐπὶ τὴν τῶν ἡμέρων τροφὴν, ἀχυροφαγήσει γὰρ καὶ αὐτά. Καὶ τύπος ἂν εἴη διδαγμάτων ἡ τροφή. Ἔστι τοίνυν ἐννοεῖν, ὅτι πρὸ μὲν τῆς πίστεως τῆς εἰς Χριστὸν τὰ ἕθνη πονηροὺς μὲν ἐσχήκασι διδασκάλους, θηριοπρεπὲς αὐτοῖς παρατιθέντας τὸ μάθημα, καὶ τὰ φθορᾶς τε καὶ ἀπωλείας ἔργα τιμᾷν ἀναπείθοντας.
Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ, ὁμοῦ τῇ ἀρχαίᾳ πλάνῃ καὶ τῶν συντρόφων αὐτοῖς ἀπηλλάττοντο μαθημάτων, τὴν εὐανθῆ τε καὶ εὐδιάθρυπτον τῶν εὐαγγελικῶν παιδευμάτων ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ τιμῶντες τροφήν. Ἀλλὰ καὶ παιδίον, φησὶ, μικρὸν ἄξει αὐτοὺς, τοῦτ’ ἔστιν, ὑπὸ διδασκάλοις ἔσονται παιδαγωγοῖς οὐ πικρόν τε καὶ φιλοκάλουργον ἔχουσι νοῦν, ἁπλοῖς δὲ μᾶλλον καὶ νηπιάζουσι μὲν ἐν κακίᾳ, σοφοῖς δὲ τὰς φρένας. Τοιοῦτοι δὲ πάντες οἱ ἐν Χριστῷ τὸν θεῖον ἔχοντες θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, καὶ δυςτροπίας μὲν καὶ φαυλότητος ἐλευθέραν ἔχοντες τὴν καρδίαν, ἀρτιγενῶν τε παιδίων κατ’ οὐδὲν ἀποδέοντες. Τοὺς γὰρ τοιούτους καὶ αὐτὸς ὁ Σωτὴρ ἀξίους εἶναί φησι τῆς βασιλείας τῶν οὐρανῶν·
PG 70:325Ἀφίετε γὰρ, φησὶ, τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.6 Ὅτι δὲ καὶ ἐπὶ πλείστην ἔχοιεν τὴν ἀκακίαν εἰς νοῦν, ἀχείρωτοί τε καὶ ἄληπτοι, καὶ ἁπάντων ἔσονται δειμάτων ἀμείνους, ὑπεμφαίνει λέγων· Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ’ οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.6 Τρώγλας δὲ οἶμαι καὶ κοίτας ἀσπίδων, ἢ τὰ πονηρὰ τῶν δαιμονίων ὀνομάζει στίφη, ἤγουν τὰς τῶν ἀνοσίων αἱρετικῶν οἷον οἰκίας τε καὶ καταδύσεις· ἵνα μὴ λέγωμεν ἐκκλησίας· αἷς τὴν χεῖρα πλειστάκις ἐπιφέροντες οἱ ἐν Χριστῷ νηπιάζοντες περιγίνονται ῥᾳδίως, κατ’ οὐδένα τρόπον ἀδικούμενοι·
Χριστὸς γάρ ἐστιν ὁ ἐπαμύνων αὐτοῖς, καὶ τῆς ἐκείνων σκαιότητος ἀφανίζων τὰ δήγματα, ἄπρακτόν τε τὸν ἰὸν ἀποφαίνων. Οὐ γὰρ μὴ δύνωνται, φησὶν, ἀπολέσαι τινὰ ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Ἅγιον δὲ ὄρος φησὶ τὴν Ἐκκλησίαν, διὰ τὸ ὑψοῦ τεθεῖσθαι τό γε ἧκον εἰς δόξαν, καὶ τῶν ἐν αὐτῇ δογμάτων τὸ ἐπῃρμένον. Χθαμαλὸν γὰρ οὐδὲν ἐν ἡμῖν. Οὐ γὰρ ἴσως τῇ κτίσει τῷ Κτίστῃ τὸ σέβας ἀνάπτειν ἠθίσμεθα παρὰ τὸν Κτίστην καὶ Ποιητήν· οὔτε μὴν τὸν τῶν ὅλων δημιουργὸν Θεὸν Λόγον τῆς αὐτῷ πρεπούσης καταβιβάζομεν δόξης, συναριθμοῦντες αὐτὸν τοῖς κτίσμασιν. Ἐμπεπλῆσθαί τέ φησι τὴν σύμπασαν τοῦ γνῶναι τὸν Κύριον, οὕτω τε εἶναι πλήρη τῆς εἰς αὐτὸν εὐσεβείας, καθάπερ ἀμέλει καὶ ἡ πλατεῖά τε καὶ εὐρύχωρος θάλασσα μεστὴ τῶν ἰδίων ὑδάτων ἐστίν.
Ἴδοι δ’ ἄν τις καὶ τοῦτο ἀληθές. Ποῦ γὰρ ὅλως ἢ παρὰ τίσιν οὐκ ὀνομάζεται Χριστός; ἢ ποῖον ἀνθρώπων γένος οὐχ ὑποπέπτωκεν; Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ κατὰ τὸ γεγραμμένον, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ἀναλάμπει κατὰ βραχὺ τῶν ἀμυδρῶς εἰρημένων ἡ θεωρία, καὶ ἅπερ ἔφη δι’ αἰνιγμάτων, ταῦτα τοῖς φιλακροάμοσιν εὖ μάλα διατρανοῖ. Τίνα γὰρ τρόπον βοσκηθήσεται μὲν ὁ λύκος μετὰ ἀρνὸς, συναναπαύσεται δὲ ἐρίφῳ πάρδαλις, καὶ μοσχάριον, καὶ βοῦς, καὶ λέων ἅμα φάγονται ἄχυρα, πότε δὲ ὅλως ἔσται ταυτὶ, καὶ τίνες οἱ ποτὲ μὲν ὠμοὶ καὶ ἀπηνεῖς, ἐσόμενοι δὲ μετὰ τοῦτο τιθασσοί τε καὶ πρᾶοι, ἔσονται δὲ ὅπως ἀναμὶξ τοῖς ἡμέροις τε καὶ ἱεροῖς ὑφ’ ἑνὶ τῷ πάντων ἀρχιποιμένι νεμηθησόμενοι, καταλευκαίνει λέγων·
Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἔσται δὲ τί καὶ ἐπὶ τίσιν; Ὥστε κατάρξαι, φησὶ, τῶν ἐθνῶν, γενέσθαι δὲ καὶ εἰς ἐλπίδα τοῖς οὐκ ἔχουσιν ἐλπίδα, αὐτοῖς δὲ δηλονότι τοῖς ἔθνεσιν, οἷς καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων· Διὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.6 Ἀλλ’ εἰ καὶ ἦσαν ἐλπίδος δίχα, καὶ Θεὸν οὐκ ἔχοντα κατὰ τὸν κόσμον· προσκεκυνήκασι γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· ἀλλ’ οὖν κεκλημένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ὑπ’ αὐτῷ τέθεινται, καὶ Θεὸν ἐσχήκασι τὸν φύσει καὶ ἀληθῶς, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοί.
PG 70:327Ἔσται δὲ, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Διχῆ νοήσεις τὸ εἰρημένον. Εἰ μὲν γάρ τις ἕλοιτο τὴν ἀνάπαυσιν ἐν τούτοις ὑποδηλοῦν τὸν ἐν σαρκὶ θάνατον τοῦ Χριστοῦ, ὃν δι’ ἡμᾶς ὑπέμεινεν ἑκὼν, οὐχ ὡς θάνατον ὑπομένων, ζωὴ γὰρ ἦν κατὰ φύσιν, ἀλλ’ οἷον ἠρεμῆσαι βραχὺ τὴν σάρκα ποιῶν· τιμὴ τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Δεδόξασται γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομείνας, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς ἐθελοντὴς ἀνατλὰς τὸν θάνατον. Καὶ γοῦν ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, μέλλων ἐπὶ τὸν τίμιον ἰέναι σταυρόν· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.6 Καὶ πάλιν· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.6 Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τῶν σταυρωσάντων ἀπόνοιαν, καὶ τὸ ἀνόσιόν τε καὶ ἀπαχθὲς ἐγχείρημα, μῶμος ἦν αὐτῷ καὶ ἀδοξία τὸ πάθος.
Ὤοντο γὰρ ἴσως καὶ οὐχ ἑκόντα παθεῖν. Ἐπειδὴ δὲ ἀνεβίω σκυλεύσας τὸν ᾅδην, καὶ ὅτι θανάτου κρείττων ἐστὶν δι’ αὐτοῦ τοῦ πράγματος ἀποφήνας, εἰς τιμὴν αὐτῷ καὶ δόξαν ἐκτελευτῶσαν εὑρήσομεν τὴν τοῦ πράγματος ἔκβασιν. Ἔσται τοίνυν, φησὶ, κατὰ τοῦτον τὸν τρόπον ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Εἰ δὲ δὴ καὶ ἑτέρως τοῖς θεωρήμασι προσβαλεῖν βούλοιτό τις, ἐκδέξεται τοιῶσδε τῶν εἰρημένων τὴν δύναμιν. Οὐ γὰρ εἰς ἐλπίδα μόνην ἔσται τοῖς ἔθνεσιν ὁ Χριστὸς, ἀναδειχθήσεται δὲ κατὰ καιροὺς, ἤγουν ἀναστήσεται οὐ πρὸς τὸ κατάρξαι μόνον αὐτῶν, ἀλλὰ γὰρ εἰς τιμὴν καὶ δόξαν αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυσιν. Ἐνδιαίτημα μὲν γὰρ αὐτῷ φίλον τῶν ἁγίων ὁ νοῦς, ἐναυλίζεται δὲ τοῖς ἀξίοις, καὶ ἀναπαύεται ψυχαῖς ἱεραῖς τῶν σεβομένων αὐτὸν, καὶ τοῖς λαβοῦσι τὸ χρῆμα τιμή τέ ἐστι καὶ δόξα.
Τί γὰρ ἂν γένοιτο ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῦ Θεὸν ἔχειν ἐνηυλισμένον καὶ ἐνοικοῦντα καρδίαις; Ἔσται τοίνυν καὶ κατὰ τοῦτον τὸν τρόπον ἡ ἐν ἡμῖν ἀνάπαυσις αὐτοῦ τοῖς ἅπαξ ἐθέλουσι τιμή· Ἐὰν γάρ τις ἀκούσῃ,6 φησὶ, τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν.6 Καὶ ἔσται ἐν ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἡμέραν μὲν οὖν ὁ προφήτης ἐν τούτοις τὸν καιρὸν ὀνομάζει, καθ’ ὃν ἡ Χριστοῦ γέγονε παρουσία, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀνεδείχθη τὸ μυστήριον.
PG 70:329Τότε δὴ οὖν, τότε, φησὶ, καταδείξει Κύριος τὴν ἑαυτοῦ χεῖρα, τοῦτ’ ἔστι, δυναστείας ἐπίδειξις ἔσται πολλή· καὶ τοῦτο οὐ μάτην, ἀλλ’ ὑπὲρ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων,6 φησὶ, καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν. Δεῖ δὲ, οἶμαι, τὴν τῶν εἰρημένων δύναμιν κατευρύνοντας ἀπεργάσασθαι διαφανεστέραν. Κατὰ μὲν γὰρ τοὺς ἄνωθεν ἔτι καιροὺς κέκμηκεν οὐ μετρίως τὸ τῶν Ἰουδαίων ἔθνος, καταδῃούντων αὐτὸ, τοῦτο μὲν Ἀσσυρίων καὶ Ἐλαμιτῶν, τοῦτο δὲ τῶν ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἐπιλάμψας δὲ μετὰ τοῦτο Χριστὸς ἡ πανσθενεστάτη χεὶρ καὶ παντουργὸς δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὴν ἐμφανῆ καθίστη διὰ θαυμάτων, καὶ πληροφορεῖν ἠπείγετο τοὺς ἐξ Ἰσραὴλ, ὅτι τε εἴη κατὰ ἀλήθειαν Θεὸς, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱός.
Τί γὰρ τῶν ἄγαν τεθαυμασμένων οὐ τετέλεσται παρ’ αὐτοῖς; πάντα γὰρ ἦν θεοπρεπῆ καὶ παράδοξα, καὶ τῆς ἀνωτάτω δυνάμεως σαφῆ τε καὶ ἐναργεστάτην ἔχοντα τὴν ἐπίδειξιν. Κατ’ ἐκεῖνο, φησὶ, τοίνυν τοῦ καιροῦ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, ὑπὲρ τοῦ ζηλῶσαι τὸν Ἰσραὴλ, καὶ οἷον μὴ μόνοις τοῖς ἔθνεσι παραχωρῆσαι Χριστὸν, ἑλέσθαι δὲ καὶ αὐτοὺς ἐλπίδα ἔχειν τὴν ἐπ’ αὐτῷ, καὶ μὴν καὶ ὑπ’ αὐτῷ γενέσθαι ζητεῖν, ἄρχοντά τε ποιεῖσθαι, καθηγητὴν καὶ διδάσκαλον, τὸν ταύτης ἕνεκα τῆς αἰτίας γενόμενον ἄνθρωπον. Καὶ γοῦν ἔφασκε διὰ φωνῆς τοῦ Δαβίδ· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.6 Ἧκεν μὲν γὰρ ὁ Χριστὸς, οὐκ ἀπεστάλθαι λέγων εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.
Καὶ γοῦν παρ’ αὐτοῖς διεκήρυξε πρώτοις, ἐνετέλλετο δὲ καὶ τοῖς ἁγίοις ἀποστόλοις· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Ἐπειδὴ δὲ διατετελέκασιν ἐκ πολλῆς ἄγαν ἀπονοίας οἱ δείλαιοι τὸν ἀφιγμένον εἰς τοῦτο ταῖς ἀπειθείαις περιυβρίζοντες, μεταπεφοίτηκεν ἐπὶ τὰ ἔθνη λοιπὸν, καὶ γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Ταύτῃ τοι καὶ νῦν ὁ προφήτης, ἅτε δὴ καὶ ὑπάρχων Πνευματοφόρος ἀνὴρ, καὶ τῶν ἐσομένων τὴν γνῶσιν διὰ τῆς ἄνωθεν δᾳδουχίας πεπλουτηκὼς, πρῶτον διαμέμνηται τῶν ἐθνῶν, εἶτα μετ’ ἐκείνους τοῦ Ἰσραὴλ, ὡς ἐῤῥιμμένου κατόπιν τῶν διὰ πίστεως ἡγιασμένων, τεθειμένου τε εἰς νῶτον καὶ ἐν τοῖς περιλοίποις, κατὰ τὸ γεγραμμένον.
Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραὶ̈μ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραὶ̈μ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραί̈μ. Παραδόξως ἡμῖν ὁ προφήτης τὸν ἔν γε τούτοις μάλιστα διαπεραίνει λόγον. Δέχεται γὰρ τὸ ἱστορικῶς γεγονὸς εἰς εἰκόνα πράγματος νοητοῦ· χρῆναι δὲ οἶμαι ὡς ἔνι εἰπεῖν καὶ τοῦτο λαμπρῶς. Διεδέξατο γὰρ τὴν Σολομῶντος ἀρχὴν ὁ ἐξ αὐτοῦ γεγονὼς Ῥοβοάμ· κατεσχίσθη δὲ πρὸς διχόνοιαν ἀπ’ αὐτοῦ τὸ τῶν Ἰουδαίων ἔθνος· καὶ αἱ μὲν δέκα φυλαὶ καὶ τὸ ἥμισυ φυλῆς Ἐφραὶ̈μ μετῳκίσθησαν ἐν τῇ Σαμαρείᾳ, ἐν δέ γε τοῖς Ἱεροσολύμοις ἀπομεμένηκεν ἡ Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ.
PG 70:331Ἐβασίλευόν τε κατὰ καιροὺς τούτων τε κἀκείνων τινές· ἐν μὲν τοῖς Ἱεροσολύμοις, οἱ ἐκ φυλῆς Ἰούδα· ἐν δέ γε τῇ Σαμαρείᾳ, οἱ ἐκ φυλῆς Ἐφραί̈μ· καὶ πολὺς ὁ μεταξὺ τοῖς μέρεσιν ἀνεκαίετο ζῆλος, πόλεμοί τε συχνοὶ, καὶ κατ’ ἀλλήλων ἐπαναστάσεις, καθὰ καὶ ἐν βίβλοις τῶν Βασιλειῶν διηγόρευται σαφῶς. Ἐπειδὴ δὲ Χαλδαῖοι καὶ οἱ Βαβυλῶνος τῆς Περσικῆς βεβασιλευκότες, ἅπασαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίαν καταδῃώσαντες, ἀπεκόμισαν αἰχμάλωτον εἰς τὴν ἑαυτῶν τόν τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, τοῦτ’ ἔστι, τούς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις· εἶτα τῆς αἰχμαλωσίας ἀπηλλαγμένοι, πάλιν ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, καὶ κατῳκήκασιν οὐκέτι διῃρημένως, ἀλλ’ ἐν τοῖς Ἱεροσολύμοις ἅπαντες· ἐπαύσαντο δὲ τοῦ καὶ ἀνὰ μέρος χρίειν ἐφ’ ἑαυτοῖς βασιλέας τε καὶ ἄρχοντας, θλίβειν τε ἀλλήλους, καὶ ζηλοῦν ἔτι, καθὰ καὶ πρότερον.
Ὑφ’ ἑνὶ γὰρ γεγόνασι τὸ τηνικάδε Ζωροβάβελ τῷ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ τῷ προὔχοντι καθ’ ἱερωσύνην. Καὶ ὁ μὲν τῆς ἱστορίας ἐν τούτοις λόγος. Γέγονε δὲ τῷ προφήτῃ σκοπὸς, ὡς ἐκ πραγμάτων ἐμφανεστέρων καὶ ἐκ τῶν τοῖς πάλαι συμβεβηκότων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καταδεῖξαι τὰ κατορθώματα. Ἐγηγερμένου γὰρ τοῦ σημείου, τοῦτ’ ἔστι, τοῦ τιμίου σταυροῦ, καὶ ἐμφανοῦς γεγονότος τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ [δῆλον δὲ ὅτι τῇ νοητῇ]1, συνδρομὴ πρὸς ὁμοψυχίαν, σπουδὴ πρὸς ὁμόνοιαν καὶ ὁμοπιστίαν τῶν πάλαι διῃρημένων· οἳ πολλοῖς τε καὶ ἀνοσίοις τυράννοις κατεζευγμένοι [δεδουλεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι]1, ἀπεσείσαντο μὲν τὸν ἐκείνων ζυγὸν, συνδεδραμήκασι δὲ καὶ μάλα προθύμως εἰς τὴν νοητὴν Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, καὶ ὑφ’ ἑνὶ γεγόνασι βασιλεῖ, τοῦτ’ ἔστι Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζωροβάβελ ἦν, ἀνακομίζων ἐκ τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ συνόντος αὐτῷ καὶ Ἰησοῦ τοῦ ἱερέως καὶ μεγάλου, ἵν’ ἐν αὐτῷ νοῆται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γεγονὼς, καθά φησιν ὁ θεσπέσιος Παῦλος.
PG 70:333Ὅτι δὲ τὸ Χριστοῦ σημεῖον, τοῦτ’ ἕστιν, ὁ τίμιος σταυρὸς γέγονε πρόξενος τοῦ συνενεχθῆναι πρὸς ὁμοπιστίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, οἰκειωθῆναί τε οὕτω δι’ αὐτοῦ τῷ παναγίῳ Πατρὶ, σαφὲς ἂν γένοιτο δι’ ὧν γέγραφεν ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής. Εἰςκεκόμικε γὰρ τὸν ἐπάρατον Καϊάφαν τοῖς ἐν τῷ συνεδρίῳ λέγοντα· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.6 Προσεπήνεγκε δὲ τούτοις αὐτοῖς· Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.6 Γέγονε γὰρ ὁ Χριστὸς εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσας λαούς· ἄμφω τε δι’ ἑαυτοῦ καταλλάττων τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὴν μεταξὺ καταλύων ἔχθραν, ἵν’ οἱ πάντες ἐν ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ σώματι, σύμψυχοί τε ἀλλήλοις καὶ σύσσωμοι γεγονότες, ἐν αὐτῷ δὲ δηλονότι τῷ Χριστῷ, καρποφορήσωμεν αὐτῷ τὴν ὑπὲρ νόμον δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν καθαρότητα.
Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς πεπραγμένων εἰς θεωρίαν ἐρχόμενος τὴν πνευματικὴν, συνήσεις εὖ μάλα τοῦ Χριστοῦ τὸ μυστήριον. Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Τίνα δὴ τρόπον οἱ ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς, τοῦτ’ ἔστι, πάντα τὰ ἔθνη συνενεχθήσεσθαι πρὸς ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως, καὶ εἰς σύνδεσμον ἀγάπης ἁγιοπρεποῦς, διατρανοῖ πάλιν ἐν τούτοις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Ὡς γὰρ αὐτὸς ἔφη πάλιν·
Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Ἐπειδὴ δὲ δυσσεβείας ἁπάσης ἄκρον ἐληλακότες πεπαρῳνήκασιν εἰς Χριστὸν, καὶ ἀπεκτόνασιν ἀρχηγὸν τῆς ζωῆς, καὶ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο· τότε δὴ, τότε πατήσας τὸν θάνατον, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.6 Ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἶτα καταπεφοίτηκεν εἰς αὐτοὺς ἡ ἐξ ὑψοῦ δύναμις, οὐκέτι μεμενήκασιν κατὰ μόνην τὴν Ἰουδαίαν εὐαγγελιζόμενοι τὸν Ἰησοῦν, ἀλλ’ οἱ μὲν εἰς Ἠῶ, καὶ τὰς τῇδε πόλεις ἀπιόντες ἐκήρυττον· οἱ δὲ τὴν Ἑσπέραν καταλαμβάνοντες, ἄλλοι δὲ τοῖς ὁμόροις ἔθνεσι τοὺς τῆς κατηχήσεως ἐχαρίζοντο λόγους·
ἦν δέ πως ἀνάγκη τὴν ὑφ’ ἡλίῳ πᾶσαν περινοστεῖν ἐθέλοντας κεχρῆσθαι καὶ πλῷ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκέναι διισχυρίζεται. Καὶ ὁ τὰς Πράξεις δὲ τῶν ἁγίων ἀποστόλων συγγεγραφὼς, ἐπιβῆναί φησιν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ πλοίῳ Ἀλεξανδρίνῳ παρασήμῳ Διοσκούροις. Ἔθος γάρ πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς, εἰδωλολατρείας κρατούσης κατ’ ἐκεῖνο καιροῦ, ἐγγεγράφθαι τῇ νηὶ̈ τοὺς Διοσκούρους, ταύτῃ τοίνυν ἀκόλουθον ἀλλόφυλον εἶναι, τοῦτ’ ἔστιν, εἰδωλολάτρην τῆς νεὼς τὸν δεσπότην. Οὐκοῦν ἐν πλοίοις ἀλλοφύλων πετασθήσονται, φησὶ, τοῦτ’ ἔστι, δρομαῖοι καὶ πρόθυμοι καὶ οἱονεὶ πτηνοὶ διαβήσονται, καὶ προνομεύσουσι τὴν θάλαςσαν.
PG 70:335Ἔθος δὲ τῇ θείᾳ Γραφῇ θάλασσαν ἀποκαλεῖν τὰ πρὸς τῇ ἑσπέρᾳ μέρη, διάτοι τὸ σφόδρα πολλὴν καὶ εὐρεῖαν εἶναι τὴν ἐκείνης θάλασσαν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ, παντὸς τοῦ κόσμου δημιουργὸν ἀποφαίνων τὸν τῶν ὅλων Θεὸν, Τὸν βοῤῥᾶν,6 φησὶ, καὶ θάλασσαν σὺ ἔκτισας.6 Ὅτι δὲ καὶ ὁ θεσπέσιος Πέτρος, καὶ μὴν καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, τὰ τῆς ἑσπέρας καταλαβόντες μέρη, κατηγγέλκασι τὸν Ἰησοῦν, ἐνδοιάσειεν ἂν οὐδείς. Προνομεύσουσι δὲ, φησὶ, καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Μετὰ γάρ τοι τὴν τῶν Ἰουδαίων χώραν, ἅπασαι λοιπὸν αἱ ὅμοροί τε καὶ γείτονες, εἰ καὶ ἔτι ποῤῥωτέρω, μεσταὶ μὲν ἦσαν εἰδωλολατρῶν, ἀσύμβατοι δὲ τοῖς φρονήμασι τοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν.
Ἰδουμαῖοί τε καὶ Μωαβῖται, καὶ μέντοι καὶ υἱοὶ Ἀμμὼν, ὅμοροί τε ἦσαν τοῖς ἐξ Ἰσραὴλ, καὶ γείτονα μὲν κατενέμοντο χώραν, διάφοροι δὲ δεινῶς, καὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων. Προσεκύνουν δὲ τοῖς ἄστροις, καὶ δι’ αἰδοῦς ἁπάσης ἐποιοῦντο τὸν Ἑωσφόρον, προὔ[ς]χοντα δὲ τῶν ἄλλων ἀπεκάλουν Θεόν. Ἀλλ’ αὐτοῖς καὶ πρώτοις εἰς νοῦν καὶ καρδίαν ἀνέλαμψεν ὁ ἀληθῶς Ἑωςφόρος, καὶ διηύγασε τῆς νοητῆς ἡμέρας τὸ φῶς. Ἀποβεβληκότες δὲ τὴν ἀρχαίαν ἐκείνην ἀχλὺν, καὶ τὸ κτίσει λατρεύειν ἔτι παρωσάμενοι, προσκεκυνήκασι τῷ Χριστῷ, καὶ τοὺς πάλαι πολεμιωτάτους, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, ἐποιοῦντο μυσταγωγοὺς καὶ καθηγητὰς ὁδοῦ τῆς ἀποφερούσης εἰς σωτηρίαν. Καὶ ἐξερημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν.
Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ ὡσεὶ ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Κεκράτηκε μὲν ἐκ πλεονεξίας τῶν ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρέτης καὶ πατήρ. Ἀποβουκολήσας τῆς ἀληθείας τὸν ἄνθρωπον, τῆς τῶν δαιμονίων ἀγέλης ἀπετέλει προσκυνητὴν, καὶ τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· Αἰγύπτιοι δὲ μάλιστα δεισιδαιμονέστατοι παρὰ τοὺς ἄλλους καὶ δεινοὶ πρὸς τοῦτο γεγόνασι. Τεμένη γὰρ ἦσαν πανταχοῦ καὶ βωμοὶ κατὰ τὴν χώραν αὐτοῖς, ἕδη τε μυρία, καὶ ἀγαλμάτων ἐσμὸς, πολύμορφά τε τὰ ἐν σηκοῖς. Προσκεκυνήκασι γὰρ πτηνοῖς καὶ ἰχθύσιν, αἰγὶ καὶ προβάτῳ, καὶ μόσχος ἦν τὸ σέβας αὐτοῖς. Ἀλλὰ καὶ οὕτως ἔχοντας ἐπεσκέπτετο Θεὸς, καὶ ὁμοῦ τοῖς ἄλλοις ἐκάλει πρὸς τὸ φῶς, καὶ πρὸς ἐπίγνωσιν ἀληθείας.
PG 70:337Διεκήρυξαν γὰρ ἐν αὐτῇ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ Μάρκος τε ὁ μακάριος εὐαγγελιστὴς, καὶ ἕτεροι δὲ μετ’ αὐτὸν κατὰ καιρούς· τοῦτο μὲν ἐκ τῆς Ἑβραίων ὁρμώμενοι χώρας, τοῦτο δὲ καὶ ἐξ αὐτῶν τῶν πεπιστευκότων μυσταγωγοὶ καὶ διδάσκαλοι κατὰ καιροὺς ἀναδεδειγμένοι. Τίνα δὴ τρόπον καὶ τοῦτο κατώρθωται, διειπεῖν ἀναγκαῖον, τὸν τῆς ἱστορίας κατευρύνοντας λόγον. Πρὶν μὲν γὰρ τὰ Ῥωμαίων κατὰ πάντων ἰσχῦσαι κράτη, χώρας τε ἑκάστης ἴδιον ἐχούσης τὸν ἡγούμενον, ἤτοι βασιλεύοντα, πολλή τις ἦν τοῖς ἔθνεσιν ἡ διαφορά· τοῦτο μὲν ὅτι καὶ τὸ τῆς θρησκείας ἑτεροῖον ἀνακαίεσθαι μεταξὺ τὴν ἔχθραν ἐποιεῖτο, τοῦτο δὲ ὅτι καταληί̈ζεσθαι τοῖς ἐθέλουσιν ἐξῆν τὸν ἐκ τῆς ἑτέρας, ἐπιτιμῶντος οὐδενός. Ἦν οὖν ἀμιξία πρὸς ἄλληλα πλείστη τέως τοῖς ἔθνεσι, καὶ τὸ ἁλῶναί τισι τῆς ἑτέρων χώρας εἴσω γεγονόσιν οὐκ ἀζήμιον.
Ἐπειδὴ δὲ ἴσχυσε κατὰ πάντων ἡ Ῥωμαίων ἀρχὴ, καὶ ὑφ’ ἕνα γεγόνασι τὸν ἡγούμενον, νόμοις τοῖς παρ’ αὐτῶν διαβιοῦν ἐδιδάχθησαν, ἐπιμιξίαι τε λοιπὸν αἱ πρὸς ἄλληλα τῶν ἐθνῶν γεγόνασιν ἀδεεῖς, καὶ πολλὴ κεκράτηκεν ἡμερότης· τότε δὴ, τότε τοῖς εὐαγγελιζομένοις τὸν Ἰησοῦν γέγονε δίοδος, ἤτοι ὁδὸς, τοῦ καὶ ἐν Αἰγύπτῳ δύνασθαι παρελθεῖν. Εἷλεν δὲ τίνα τρόπον τὴν Αἰγυπτίων ὁ Αὔγουστος Καῖσαρ, ὁ προφητικὸς ἡμῖν διερμηνεύει λόγος. Ὁ μὲν γὰρ τῆς Αἰγύπτου ποταμὸς εὐρύς τε καὶ πολὺς, καὶ πλημμυρῶν κατὰ καιροὺς, δι’ ἑπτὰ στομάτων ἔρχεται, ἁλὶ τῇ γείτονι τὸ νᾶμα δωρούμενος· γεγονώς γε μὴν ἐν τοῖς μέρεσι τῶν ἑλείων ἀνδρῶν, λίμνας ἀποτελεῖ μακρὰς καὶ εὐρείας, καὶ ἅπασαν αὐτῶν ἐπικλύζει τὴν γῆν, ὥστε καὶ ναυσίπορον εἶναι τὴν πυροφόρον.
Ὡς οὖν ὁ Αὔγουστος Καῖσαρ τῆς Ἰουδαίας κεκρατηκὼς ἧκεν εἰς τὴν Αἰγυπτίων, ᾤοντο μὲν οἱ ταύτης οἰκήτορες, ὅτι κἂν εἰ ἕλοιντο κατηρεμεῖν, ἀποσχέσθαι τε πολέμου καὶ ὅπλων, ἄληπτον ἐκείνῳ τὴν χώραν ἐργάσεται τὸ διεζῶσθαι λίμναις τε καὶ ποταμοῖς. Ἐπειδὴ δὲ τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τοῖς Ῥωμαίων σκήπτροις ὑποφέρειν ἐδόκει καὶ αὐτὴν μετὰ τῶν ἄλλων τὴν Αἰγυπτίων, ἀνέμῳ νότῳ βιαιοτάτῳ τὸ τοῦ ποταμοῦ κατωθήσας ὕδωρ ἐπὶ τὴν θάλασσαν, βάσιμον ἅπασαν ἐτίθει τὴν χώραν, ὥστε τοὺς διαπεραιοῦσθαι θέλοντας λίμνας τε καὶ αὐτὰς δὲ τὰς φάραγγας, ἤτοι τὰ ἑπτὰ στόματα τοῦ ποταμοῦ, μηδ’, ὅσον εἰπεῖν, ἀπολῦσαι τοῦ ποδὸς τὸ ὑπόδημα. Καταλειαίνοντος τοίνυν τοῦ Θεοῦ τὴν πάροδον τῇ Ῥωμαίων στρατιᾷ, νενίκηνται τὰ Αἰγυπτίων.
Τοῦτο πάλιν ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· Τάδε λέγει Κύριος Σαβαὼθ, Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ.Ἐξερημώσει τοίνυν, φησὶ, Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ, καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Καὶ ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ. Χειρὸς γὰρ ἔργον, ἤτοι δυνάμεως τῆς θείας, γενέσθαι φαμὲν τοῦ βιαιοτάτου πνεύματος τὴν κατὰ τῶν ὑδάτων ἐπαγωγήν. Ἐπάταξε γὰρ τὰς ἑπτὰ φάραγγας, τοῦτ’ ἔστι, τὰ στόματα, καὶ ἀποτετέλεκεν οὕτω ξηρὰς, ὡς διαπορεύεσθαι αὐτὰς ἐν ὑποδήμασι.
PG 70:339Τότε δὴ, τότε, φησὶν, ἔσται δίοδος ἐν Αἰγύπτῳ τῷ καταλειφθέντι μου λαῷ. Καὶ ποῖος οὗτος ἦν; Οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, περὶ ὧν καὶ ὁ προφήτης Ἡσαί̈ας· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.6 Ἀπαρχὴ δὲ ὥσπερ τοῦ καταλείμματος οἱ μακάριοι μαθηταὶ καὶ οἱ σὺν αὐτοῖς, ὧν εἷς γέγονε καὶ ὁ θεσπέσιος Μάρκος. Ἀλλὰ καὶ ἔσται, φησὶν, ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· τοῦτ’ ἔστιν, οἱ ἐξ αἵματος Ἰσραὴλ, τὸν θεῖόν τε καὶ οὐράνιον λόγον τοῖς ἐν Αἰγύπτῳ διακηρύξαντες, ἡσθήσονται λίαν, καθάπερ ἀμέλει καὶ κατ’ ἐκείνην ἥσθησαν τὴν ἡμέραν, ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου. Πάλιν μὲν γὰρ αὐτοὶ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπεκομίζοντο. Κηρυγμάτων δὲ τῶν θείων ἱερουργοὶ γεγονότες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ταμίαι γνήσιοι, οὐ σαρκικῆς δουλείας ἀπήλλαττον Αἰγυπτίους, ἀλλὰ τῆς τοῦ διαβόλου χειρὸς ἐξελόντες ἐλευθέρους ἀπετέλουν.
Καὶ μεσιτεύοντος τοῦ μὲν [τοῦ] πανσόφου Μωσέως, ὁ ποταμὸς εἰς αἷμα μετεσκευάζετο· νυνὶ δὲ γέγονεν αὐτοῖς ἐν Χριστῷ τὸ ὕδωρ σωτήριον. Σεσώσμεθα γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος. Κατεπνίγοντο τότε τῇ Ἐρυθρᾷ θαλάσσῃ προσβεβληκότες οἱ διώκοντες τὸν Ἰσραήλ· ἐδιδάχθησαν δὲ διὰ τῶν ἁγίων ἀποστόλων, τὸν τοῦ παρόντος διανήχεσθαι βίου κλύδωνα, καὶ κυμάτων ἀμείνους ὁρᾶσθαι κοσμικῶν· ἐπέπιπτεν αὐτοῖς ἡ χάλαζα τότε δεινὴ καὶ ῥαγδαιοτάτη. Ἐπειδὴ δὲ μεμυσταγώγηνται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ὑετὸς αὐτοῖς ὁ θεῖος εἰς νοῦν καταβέβηκεν, ἐγκάρπους ἀποτελῶν. Βαθὺς καὶ τριήμερος ἐπενήνεκται σκότος· ἀλλὰ γεγόνασιν ἐν φωτί. Τεθρηνήκασι τὰ πρωτότοκα· ἀλλὰ σέσωκεν αὐτοὺς ἐκ θανάτου καὶ φθορᾶς ὁ Πρωτότοκος ἐκ νεκρῶν, τοῦτ’ ἔστι, Χριστός.
Ἐπ’ οὖν τούτοις ἅπασι χαίρειν ἦν ἀκόλουθον τοὺς ἐξ Ἰσραὴλ, ὡς ὅτε ἐξῆλθον αὐτοὶ ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ’ ἐμοῦ, καὶ ἠλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ἀνασεσῶσθαι λέγων τοὺς ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τοὺς ὅτι μάλιστα τῶν ἄλλων δεισιδαιμονεστάτους, εἰκότως αὐτοὺς δοξολογοῦντας εἰσφέρει. Τοῦ γὰρ ἀπηλλάχθαι μὲν ὁλοτρόπως τῆς πρώτης τε καὶ ἐν ἀρχαῖς ἐνούσης αὐτοῖς ἀμαθίας, μεταφοιτῆσαι δὲ λοιπὸν εἴς γε τὸ ἑλέσθαι φρονεῖν τὰ αὐτῷ δοκοῦντα καὶ μόνῳ τῷ διασώσαντι Θεῷ, γένοιτ’ ἂν ἀνάδειξις ἐναργὴς, τὸ ἐπείγεσθαι δοξολογεῖν, καὶ καθάπερ τινὰ θυσίαν πνευματικὴν προσκομίζειν αὐτῷ τὰς εὐχαριστίας.
PG 70:341Οὐκοῦν κατ’ ἐκεῖνο, φησὶ, τοῦ καιροῦ, καθ’ ὃν ἂν γένοιτο δίοδος ἐν Αἰγύπτῳ, τοῦτ’ ἔστι, τοῖς τὸν εὐαγγελικὸν καὶ σωτήριον πρεσβεύουσι λόγον, Σὺ, φησὶν, ὁ ἐν σκότῳ πάλαι βαθεῖ, καὶ πικρὸς εἰδωλολάτρης ὁ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκεχωσμένος, ὅταν τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέψῃς πρὸς τὸ φῶς· ὅταν ἴδῃς τοῦ κεκληκότος τὴν δόξαν, καὶ εἰς αἴσθησιν ἐνεχθῇς, ἐξ οἵων εἰς οἷα μετακεχώρηκας πράγματα· καὶ ὅτι πικρῷ τυράννῳ κατεζευγμένος, ἔξω μὲν τῆς ἐκείνου γέγονας πλεονεξίας, ὑπέδραμες δὲ τὴν ἐπικουρίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ διασώζοντος τοὺς ἀπολωλότας· τότε δὴ, τότε σεαυτῷ δὴ λίαν καὶ μάλα εἰκότως ἐπιγαννύμενος ἀναφωνήσεις λέγων· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ’ ἐμοῦ, καὶ ἠλέησάς με.
Ἀνακομίζουσι δὲ τὰ χαριστήρια, καὶ ἀνάπτουσι τὰς δοξολογίας, οὐχ ὅτι γεγόνασιν ὑπὸ θείαν ὀργὴν, ἀλλ’ ὅτι γεγονότες ἠλέηνται. Ὠργίσθαι δέ φαμεν τοῖς τὰ τοιάδε λέγουσι τὸν τῶν ὅλων Θεὸν, δῆλον ὅτι τοῖς εἰδωλολάτραις. Διὰ ποίαν αἰτίαν; Παῦλος ἡμῖν ὁ θεσπέσιος σαφηνιεῖ γεγραφώς· Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ ἑρπετῶν, καὶ τετραπόδων. Ταύτῃ τοι,6 φησὶ, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ καθήκοντα.6 Οἱ γὰρ δὴ τὴν θείαν παρασημάναντες δόξαν, καὶ τῆς ἀνωτάτω φύσεως τὸ ἐξαίρετον κάλλος τοῖς οὕτως οἰκτροῖς ἀναθέντες κτίσμασι, πῶς οὐ σφόδρα εἰκότως τοῖς ἐκ θείας ὀργῆς κινήμασιν ὑπενεχθεῖεν ἄν;
Ἐπειδὴ δὲ, φησὶν, ἀπέστρεψας τὸν θυμόν σου, ἠλέησάς με [κέκλημαι γὰρ εἰς ἐπίγνωσιν διὰ πίστεως, οὐ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, καθὰ γέγραπται, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος]1· ταύτῃ τοι, φησὶν, εἰς αἴσθησιν τῆς μεγαλοδωρίας ἐνηνεγμένος, ἀκατάληκτον προςοίσω σοι τὴν δοξολογίαν, καὶ δὴ καὶ ἐρῶ· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ. Πάλαι μὲν γὰρ ξύλοις τε καὶ λίθοις προσπίπτοντες, καὶ τοῖς ἀναισθήτοις ἀγάλμασι προσκομίζοντες θυσίας, σώζεσθαι δι’ αὐτῶν παρεκάλουν. Ἐπειδὴ δὲ Θεὸν ἐγνώκασιν τὸν ἀληθινὸν, τοὺς ψευδωνύμους παρωσάμενοι, αὐτόν τε καὶ μόνον καταδεικνύουσι λέγοντες· Ἰδοὺ ὁ Θεός μου Σωτήρ μου Κύριος. Οὐκ ἐπὶ ξύλοις ἔτι καὶ λίθοις ἔσομαι πεποιθὼς, φησὶν, ἀλλ’ ἐπ’ αὐτῷ καὶ μόνῳ, καὶ δι’ αὐτοῦ σωθήσομαι.
Κἂν ὁ πάλαι πλεονεκτήσας καὶ συναρπάσας εἰς πλάνην, προσέρχεται πάλιν πειράζων καὶ μαχόμενος, Νικήσω, φησὶν, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ὁρᾷς ὅπως ἐγνώκασιν ὅτι σωτήριον χρῆμα τὸ δοξολογεῖν; Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.6 Καὶ, Ἐπικαλέσεις με ἐν ἡμέρᾳ θλίψεώ σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.6 Καὶ ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Φιλότιμος ὁ κεκληκὼς, ἕτοιμος εἰς ἀντίδοσιν ὁ διασώσας Θεὸς, εὐεργετεῖ τοὺς ἐπεγνωκότας, θείοις τε καὶ πνευματικοῖς κατευφραίνει πλουσίως τοὺς δοξολογοῦντας αὐτόν. Ἄθρει γὰρ ὅπως οἱ μὲν ὡμολόγουν λέγοντες· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ὁ δὲ παραχρῆμα, καὶ πηγὰς αὐτοῖς καὶ ὕδωρ ἐπαγγέλλεται σωτήριον.
PG 70:343Ἔδει γὰρ, ἔδει τοὺς ἐκ σκότους δραμόντας πρὸς τὸ φῶς, τοὺς ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν κεκλημένους τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ μὴ ἀμοιρῆσαι παιδαγωγίας καὶ λόγου τοῦ κατευφραίνοντος, καὶ συνέχειν αὐτοὺς ἰσχύοντος πρὸς εὐσέβειαν. Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται,6 φησὶν, ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.6 Ὕδωρ μὲν οὖν ἀποκαλεῖ τὸν ζωοποιὸν τοῦ Θεοῦ, λόγον· πηγὰς δὲ τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, προσθείην δι’ ἂν ὅτι καὶ αὐτοὺς τοὺς προφήτας· Σωτήριον δὲ τὸν Χριστόν. Ὑμεῖς τοιγαροῦν, φησὶν, οἱ ταῖς εἰς πίστιν ὁμολογίαις ἐμὲ τὸν φύσει καὶ τὸν ὅλων Θεὸν εὐφραίνοντες, ἀντικομιεῖσθε θείαν τε καὶ πνευματικὴν εὐφροσύνην, ἀρυόμενοι τὸν λόγον τὸν εἰς τοῦτο ὑμᾶς συνέχειν ἰσχύοντα ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου, τοῦτ’ ἔστι, Χριστοῦ.
Αὐτὸς γὰρ ἀνέδειξε τοὺς ἁγίους ἀποστόλους· περὶ ὧν καὶ ὁ μακάριος ψάλλει Δαβίδ· Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης.6 Πηγαὶ μὲν γὰρ ὑδάτων εἰσὶν οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἀναβρύοντες λόγους. Εἰσὶ δὲ ὁμοίως καὶ θεμέλια τοῦ κόσμου. Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς, ὃς καὶ τεθεῖσθαι λέγεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια τῆς Σιὼν, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ ἐπερηρείσμεθα καὶ διὰ πίστεως ἐποικοδομούμεθα οἶκος πνευματικὸς εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ’ αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, εἶεν ἂν ὀνομάζοιντό τε καὶ σφόδρα εἰκότως οἱ διακηρύττοντες αὐτὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν.
Ἀνέχουσι γὰρ ἡμᾶς τὰ αὐτῶν συγγράμματα πρὸς ἑδραιότητα καὶ βεβαίωσιν τὴν ἐν πίστει τε καὶ ἀληθείᾳ. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σιὼν, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Ὦ παραδόξου πράγματος Ὁ ἀρτίως μυσταγωγούμενος, εἶτα περιτυχὼν ταῖς τοῦ Σωτηρίου πηγαῖς καὶ τὸ ζωαρκὲς ἀρυσάμενος νᾶμα, τοσαύτην ὁρᾶται προσειληφὼς τὴν ἐπίδοσιν, τὴν εἴς γε φημὶ τὸ εἶναι πιστὸς καὶ γνήσιος, ὥστε καὶ ἀποστολικὴν εὐθὺς ἐνδείκνυται λειτουργίαν. Καὶ οὐχ ὅπως αὐτὸς δοξολογεῖν ἐπείγετο μόνος, ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο δρᾷν ἐπιτάττει λέγων·
Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ.
Καὶ τίσιν ἄρα προστάττει βοᾷν, ἐναργὲς καθίστησιν ἐπιλέγων εὐθύς· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Μὴ γὰρ δὴ λανθανέτω, φησὶ, τοῦ Σωτῆρος ἡ δόξα, ἅπασιν ἔστω καταφανὴς ἡ θεοπρεπὴς αὐτοῦ δύναμίς τε καὶ ἐξουσία. Σέσωκε μὲν ἀμνησικάκως· καθεῖλεν ἄμαχον τυραννίδα τὴν τοῦ διαβόλου καὶ τῶν δαιμονίων· ἐλυτρώσατο τοὺς ἠπατημένους· ἠλευθέρωσε τοὺς ἐν αἰχμαλωσίᾳ· εὐηγγελίσατο τυφλοῖς ἀνάβλεψιν. Δεδικαίωκε διὰ πίστεως, ἡγίασε διὰ τοῦ Πνεύματος, υἱοὺς ἀπέφηνε Θεοῦ τοὺς πάλαι δραπέτας καὶ τὴν ἀκλεᾶ καὶ ἐπάρατον διαβιοῦντας ζωήν. Πεπληροφόρηκε διὰ πραγμάτων ὅτι φύσει τε καὶ ἀληθῶς ἐστι Θεός. Ἤγειρε νεκροὺς, καθαροὺς ἀπέφηνε τοὺς ἐν λέπρᾳ. Τεθεράπευκε νεύμασι τοὺς ἐν ἀῤῥωστίαις· ἀνέκοψε πνευμάτων ὁρμάς.
PG 70:345Δεδυσώπηκε θάλασσαν ἀγρίαν οὖσαν. Οὐκοῦν ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, καὶ διὰ μνήμης ποιεῖσθε πολλῆς, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑψηλὰ γὰρ ἐποίησεν. Καὶ γάρ ἐστιν ἀληθῶς ὑπὲρ ἀνθρώπου χεῖρα, μᾶλλον δὲ καὶ παντὸς ἐπέκεινα θαύματος τὰ κατωρθωμένα. Ἀγαλλιᾶσθε δὴ οὖν καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν, τοῦτ’ ἔστιν, οἱ ἑδραίαν ἔχοντες τὴν πίστιν ἐν Ἐκκλησίαις· ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ ἐν δούλου μορφῇ καθίκετο δι’ ἡμᾶς οἰκονομικῶς, ἀλλ’ οὖν ἐκ τῶν ἀποτελεσμάτων, καὶ τῆς τῶν ἔργων λαμπρότητος, ὑψώθη θεοπρεπῶς· καὶ τίς κατὰ φύσιν ἐστὶν, ἐγνώκαμεν. ΤΟΜΟΣ Β. Ὅρασις ἣν εἶδεν Ἡσαίας υἱὸς Ἀμὸς κατὰ Βαβυλῶνος. Ἡ μὲν κατὰ Βαβυλῶνος ὅρασις, καὶ μὴν καὶ αἱ ταύτῃ καθεξῆς, κατά γε Ἰδουμαίων καὶ Μωαβιτῶν, καὶ μέν τοι καὶ Αἰγυπτίων, καὶ προσέτι τῶν ἑτέρων πεποίηνται μὲν εἰς παράκλησιν τῷ Ἰσραήλ·
ἱστορικωτέραν δέ πως τῶν σημαινομένων ἔχουσι τὴν ἀπόδοσιν, πλὴν ἐφεῖται τοῖς νουνεχεστέροις, ὡς ἐκ παχείας καὶ νῦν εἰκόνος μεταχαράττειν ἀστείως εἰς πνευματικὴν θεωρίαν τὰ τοῖς ἀρχαίοις συμβεβηκότα σαφεστάτην· ὃ τοῖς ἐντευξομένοις ποιήσεται τὴν ἀφήγησιν προϊὼν ὁ λόγος, καὶ τῶν γεγραμμένων ἕκαστα διερμηνεύων ὡς ἔνι. Χρῆναι δὲ οἶμαι καὶ νῦν ἐπὶ τὴν τοῦ πράγματος ἀρχὴν ἀναδραμεῖν, καὶ τὰς τῆς ὁράσεως αἰτίας προαφηγήσασθαι. Κεκλημένος γὰρ διὰ τοῦ πανσόφου Μωσέως ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν καὶ λατρείαν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, καὶ νόμον ἔχων τὸν ἀπευθύνοντα πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων, κατημέλησε μὲν τῆς αὐτῷ δοθείσης ἐντολῆς, ἐτράπετο δὲ πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, μᾶλλον δὲ καὶ τοῖς ἔτι χείροσιν ἑαυτὸν ἐνιεὶς, τοῖς τῆς εἰδωλολατρείας ἐνώλισθε βόθροις.
Ἐπῃτιᾶτο γοῦν τοιαῦτα δρᾷν ἑλομένους ὁ τῶν ὅλων Θεὸς διὰ παντὸς προφήτου, καὶ πολλὴν ἐποιεῖτο δεδυσσεβηκότος αὐτοῦ τὴν καταβοήν. Ἔφη γοῦν· Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.6 Μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων. Καὶ πάλιν· Τί ἡ ἠγαπημένη ἐποίησεν ἐν τῷ οἴκῳ μου βδέλυγμα;6 Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζει. Οὐκοῦν ἀπονενευκότα δεινῶς εἰς ἐκτόπους ἐξιτηλείας, καὶ τῆς ὑπὸ Θεῷ δουλείας ἀποφέροντας τὸν αὐχένα, καὶ γαῦρον ὥσπερ αὐτῷ τὸ οἰκεῖον ἀντεγείροντες φρόνημα, παρεδίδου κατὰ καιροὺς, ποτὲ μὲν τοῖς τὴν γείτονα νεμομένοις χώραν, Ἰδουμαίοις τέ φημι, καὶ μέντοι καὶ Μωαβίταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλωτον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν.
PG 70:347Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύνουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν. Οἰκονομικώτατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μάστιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νικήσαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ’ ἐκείνοις, ἀλλ’ οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα.
Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ’ οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον. Δεῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μανδάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατεστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνηθεὶς [ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλδαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γεγυμνάσθαι τὰ τακτικὰ]1, Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυλωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν ὅσην παρ’ αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκηκότων κατ’ οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλίσκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν.
Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ’ ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμισαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ. Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδίδου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ’ ἐκόλαζον οὐ μετρίως οἱ κεκλημένοι πρὸς τοῦτο. Καὶ γοῦν εὑρίσκεταί που λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.6 Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν·
PG 70:349Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.6 Κύρῳ δὴ οὖν παρεδίδου Θεὸς τὴν ἀλαζόνα καὶ ὑβρίστριαν, τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, φημὶ δὴ τὴν Βαβυλῶνα. Γένοιτο δὲ καὶ τοῦτο σαφὲς λέγοντος αὐτοῦ διὰ Ἡσαί̈ου οὕτως· Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω.6 Νενικηκὼς δὲ ὁ Κύρος ἀνῆκε τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οἴκοι τε χαίροντας ἰέναι προστέταχεν, καὶ μὴν καὶ αὐτὸν ἀναδείμασθαι τὸν θεῖον ναόν. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας, Ὁ λόγος,6 φησὶν, ὃν ἐλάλησε Κύριος ἐπὶ Βαβυλῶνα· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε.
Εἴπατε· Ἑάλωκε Βαβυλὼν, κατῃσχύνθη Βὴλ, ἡ ἀπτόητος, ἡ τρυφερά. Παρεδόθη Μεωδὰχ, ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, αὐτὸς θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες· ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν. Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον. Διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.6 Καὶ πάλιν· Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ· καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· καὶ νεμηθήσεται ἐν τῷ Καρμήλῳ, καὶ ἐν ὄρει Ἐφραὶ̈μ, καὶ ἐν τῷ Γαλαὰδ, καὶ ἐμπλησθήσεται ἡ ψυχὴ αὐτοῦ.6 Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε οἱ ἄρχοντες.
Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγιασμένοι εἰσὶν, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ὁ μακάριος προφήτης μεμεστωμένον ἔχων τὸν νοῦν τοῦ ἁγίου Πνεύματος, γεγονώς τε ἐν ὀπτασίαις πραγμάτων, οἱονεὶ γραφομένων, μονονουχὶ καὶ ἐξάλλεται, Πέρσαις τε καὶ Μήδοις ἐπιφωνῶν, ὡς ἤδη κεκρατηκόσι τῆς Βαβυλωνίων, αἴρειν τε ὑψοῦ τῆς νίκης τὸ σύμβολον· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ σημεῖον· καὶ καταλαλάζειν τῆς Χαλδαίων στρατιᾶς, ὡς ἤδη πεσούσης καὶ παραδούσης αὐτοῖς τὴν ἀλαζόνα καὶ ἀοίδιμον, ἣν καὶ σφύραν τῆς γῆς ὁ προφήτης Ἱερεμίας ἀπεκάλει λέγων περὶ τῆς Βαβυλωνίων· Πῶς ἐάλω καὶ συνετρίβη ἡ σφύρα τῆς γῆς; πᾶσα γὰρ συνετρίβη πόλις τε καὶ χώρα καταπαιομένη τρόπον τινὰ καθάπερ τινὶ σφύρᾳ, ταῖς ἐκείνων πλεονεξίαις.
PG 70:351Ὄρος δὲ, οἶμαι, πεδινὸν ὀνομάζει τὸ οἱονεὶ χθαμαλὸν, καὶ ὡς ἐν τάξει γηλόφου. Οὐ γάρ τοι πρὸς τὰ ἀνεστηκότα τῶν ὀρῶν ἀναβαίνοντες τὰς σημασίας ἱστᾶσιν, ἤτοι τὰ τρόπαια, ἤγουν τὸ σημεῖον, ἀλλ’ ἐπὶ βουνῶν οὐ λίαν ἠρμένων, ἵν’ ἐν ταὐτῷ καὶ τὸ ὑψοῦ τεθεῖσθαι λίαν διαφύγῃ, εἴη δὲ καὶ ἁπάσῃ τῇ στρατιᾷ γνωριμώτατον. Ἄρατε τοίνυν, φησὶ, σημεῖον, ὡς ἤδη νενικηκότες Θεοῦ προασπίζοντος. Ὑψώσατε τὴν φωνὴν, τοῦτ’ ἔστι, καταλαλάξατε τῆς τῶν ἐχθρῶν φάλαγγος, μὴ φοβεῖσθε. Δεινὴ μὲν γὰρ ὁμολογουμένως καὶ ἀνανταγώνιστος τοῖς ἁπανταχοῦ τῶν Βαβυλωνίων ἡ χεὶρ, καὶ οὐκ ἄν τις καταμωμήσαιτο τοὺς δεδιότας αὐτήν. Ἀλλὰ νῦν μὴ φοβεῖσθε, φησὶ, Θεοῦ ταῖς ἐκείνων ὑπεροψίαις τὴν ἰδίαν ὀργὴν ἀντεξάγοντος. Παρακαλεῖτε τῇ χειρί.
Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔθος τάχα που τοῖς τῶν τακτικῶν ἡγουμένοις χειρὶ παραθήγειν, καὶ νεύμασι παροτρύνειν τοὺς μαχιμωτάτους, ἐγείρειν τε πρὸς ἐφόδους αὐτοὺς τὰς κατά τινων, φωνῆς ἀτονούσης τοῦτο δρᾷν, ὡς ἐν θορύβῳ πολλῷ. Προστάττει τοιγαροῦν τοῖς τῶν πραγμάτων προεστηκόσι τὰς διὰ χειρῶν καὶ νευμάτων παρακλήσεις ποιεῖσθαι ταῖς ὑπὸ χεῖρα στρατιαῖς, καὶ εἰς ἄμαχόν τινα προθυμίαν παραθήγειν αὐτούς. Ἐπιφωνεῖ δὲ πάλιν τὸ, Ἀνοίξατε οἱ ἄρχοντες. Ἢ γὰρ αὐτοῖς ἐπιτάττει τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις ἀνοιγνῦναί τε τὰς πύλας, καὶ παραδιδόναι τὴν ἀλαζόνα ποτὲ καὶ ὑβρίστριαν πόλιν· ἢ τάχα που καὶ δυνάμεσιν ἁγίαις κατὰ πρόσταξιν Θεοῦ συνασπιζούσαις τοῖς Μήδοις, ἀποφα[ι]νούσαις τε αὐτοῖς ἱππήλατα καίτοι λίαν δυσχερῆ.
Ἵνα δὲ τὴν τῶν μαχομένων ἀήττητον ἀποδείξῃ χεῖρα, προστίθησι καί φησιν· Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Μόνον γὰρ οὐχὶ τοιοῦτόν τί φησιν· Οὐ στρατιᾶς ὑμῖν Μηδικῆς ηὐτομόλησε πληθὺς, οὐδὲ ἐκ μόνης τῆς ἰδίας γνώμης ὁ Περσῶν ἐπεφοίτησε δῆμος· ἢ τάχα μᾶλλον αὐτοὺς ἐγὼ καὶ ἡγίακα πρὸς τοῦτο. Τὸ δὲ ἡγίακα φησὶν ἐν τούτοις, ἀντὶ τοῦ ἀφώρισα καὶ οἱονεὶ ἐξελεξάμην πρὸς κατόρθωσιν ὧν βεβούλευμαι καθ’ ὑμῶν. Ἔρχονται τοίνυν, φησὶν, οὓς ἐγὼ ἄγω, καθάπερ τινὲς γίγαντες πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες· χαίροντες μὲν ἅτε δὴ καὶ τεθαῤῥηκότες ὄτι κρατήσουσιν· ὑβρίζοντες δὲ, ἀντὶ τοῦ περιπτύοντες ὡς πολὺ νοσοῦντας τὸ ἄναλκες, καὶ οὐδενὸς ὄντας ἀξίους. Τοιοῦτον γάρ πως ἀεὶ τὸ βάρβαρον φρόνημα, καὶ προαλὲς εἰς ἐλπίδα τὴν ἐπί γε τὸ δύνασθαι κρατεῖν, καὶ κατασμικρύνον ἀεὶ τοὺς ἀνθεστηκότας.
PG 70:353Στρατηγεῖ γὰρ μάλιστα θυμὸς πρὸς τοῦτο αὐτοὺς, καὶ τὸν τῆς εὐανδρείας ἐντίκτει πόθον, τὸ καὶ παντὸς κινδύνου καὶ φόβων ὑπερορᾷν. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος, καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην. Ὡς ἀλαλαζόντων ἤδη τῶν Μήδων, καὶ τὴν τοῖς πολέμοις πρέπουσαν ἐξαιρόντων φωνὴν, ὡς ἵππου μὲν χρεμετίζοντος καὶ διωκόντων τινῶν, τραπομένων δὲ ἤδη πρὸς φυγὴν ἑτέρων, μεγάλης τε καὶ παμμιγοῦς διασκιδναμένης ἠχῆς, Φωνὴ,6 φησὶ, πολλῶν ἐθνῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν.6 Οὐ τοιαύτη, φησὶν, ἡ φωνὴ, ὥστε καὶ εἰκάσαι τινὰς εὐαριθμήτους εἶναι τοὺς κεκραγότας, οἴεσθαι δὲ μᾶλλον καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν βοώντων εἶναι πληθύν.
Ἀποφαίνει δὲ ὁ λόγος ὁμοῦ τοῖς ὑπεζευγμένοις τοὺς καθηγεῖσθαι λαχόντας καταπεπλῆχθαι τοῖς δείμασιν. Ἐθνῶν γὰρ εἶναι καὶ βασιλέων ἰσχυρίζεται τὴν φωνήν. Οὐκοῦν εἶεν ἂν οἱ κεκραγότες, ὁ Βαβυλωνίων ἄπλετος δῆμος, καὶ σὺν αὐτοῖς οἱ περιφανέστεροι, δορύληπτον ἤδη γεγενημένην ὁρῶντες τὴν πόλιν, ἤγουν Πέρσαι τε καὶ Μῆδοι τῶν ἁλόντων καταλαλάζοντες. Αὐτοὺς δὲ, οἶμαι, καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ ἐκ γῆς πόῤῥωθεν ἐρχόμενον ἔθνος· ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, τοῦτ’ ἔστιν, ἐξ αὐτῶν τῶν τερμάτων τῆς Μηδικῆς, καὶ τῶν ἐσωτάτων γῆς τῆς βορειωτάτης. Ἐπειδὴ δὲ κατὰ βούλησιν Θεοῦ τὴν ἔφοδον ἐμελέτων ὁπλομάχους αὐτοὺς τοῦ Κυρίου καλεῖ, ἦχθαί τέ φησι πρὸς τὸ καταφθεῖραι τὴν οἰκουμένην ὅλην, καὶ οὐχὶ δὴ πᾶσαν τὴν καθ’ ἡμᾶς.
Page scan enlarged

Notebook

Full View