PG 70Cyril
Commentary on the Prophet Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; natural subdivisions) — PG column chips mark the printed columns.
PG 70:353Οὔτε γὰρ τοῦτο γεγονὸς εὑρήσομεν παρά τε Κύρου καὶ τῶν σὺν αὐτῷ. Οἰκουμένην δὲ ἀποκαλεῖ τὴν Χαλδαίων, διάτοι τὸ πλείστην εἶναι καὶ εὐρεῖαν ἀμέτρως, καὶ οἷον οἰκουμένῃ φιλονεικεῖν, διὰ τὴν τῶν ἐνοικούντων πληθύν. Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Θεοῦ ἤξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Ὡς ἐλπίδος ἁπάσης ἀνῃρημένης, ὡς οὐδενὸς ἔτι περιλελειμμένου τοῖς Βαβυλωνίοις, πλὴν ὅτι δὴ μόνον τὸ χρῆναι κατολοφύρεσθαι, τὸ, ὀλολύξατε, φησί. Προστέταχε δὲ καὶ οἷον ἀπογινώσκειν τὴν σωτηρίαν, καὶ μὴ ἀνονήτοις πράγμασιν ἐπιχειρεῖν, μὴ μελετῶντας τὴν ἀντίστασιν, ὡς θείας αὐτοῖς ἐξωπλισμένης ὀργῆς, καὶ συντριβῆς ἐπενηνεγμένης διὰ ψήφου τῆς ἄνωθεν.
PG 70:355Ἄμαχον δὲ τὸ χρῆμα παντελῶς· Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;6 κατὰ τὸ γεγραμμένον. Καὶ πάλιν· Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;6 Ποία γὰρ ἰσχὺς, ἢ καὶ τίνος ὅλως πολεμήσει Θεῷ; διὰ τοῦτό φησιν, ὅτι πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· κατασείοντος γὰρ εἰς δειλίας τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἐνήσει τὸ θάρσος, ἤγουν εὔψυχον ἀποφανεῖ, καὶ ἱκανῶς ἔχοντα πρὸς ἀντίστασιν; Ταραχθήσεσθαι δὲ τοὺς πρέσβεις φησὶ, καὶ ὠδῖσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης περιπεσεῖν, συμφοράσειν δὲ ἕτερος πρὸς τὸν ἕτερον, καὶ μὴν καὶ ἐκστήσεσθαι, καὶ τὸ πρόςωπον αὐτῶν ὡς φλόγα μεταβαλεῖν. Πρέσβεις δὲ, οἶμαι, φησὶ, τοὺς τῶν εἰδώλων ἱερουργοὺς, τοὺς τῇ μάγῳ τέχνῃ διαπρεπεστάτους παρὰ τοῖς Βαβυλωνίοις, τοὺς τῶν δαιμονίων θεραπευτὰς, οἳ κατά γε τὸ εἰκὸς τῆς ἐφόδου μελετωμένης ἀφίξεσθαι τῶν Μήδων Κύρῳ τε ὁμοῦ καὶ Πέρσαις προσδοκωμένων, κατεμαντεύοντο τὰ χρηστὰ, καὶ τὰς παρὰ τῶν δαιμονίων ἐκάλουν ἐπικουρίας, λιτὰς ἀνατείνοντες καὶ γέρα προσεπάγοντες τὰ νενομισμένα, τελετὰς δῆλον ὅτι καὶ τὰς βεβήλους θυσίας, πρεσβεύειν τε ὑπὲρ ἁπάσης τῆς χώρας ὑπισχνούμενοι.
Οὗτοι τοίνυν, φησὶν, οἱ τῶν δαιμονίων θεραπευταὶ καὶ ἱκέται, οἱ τὰς ὑπὲρ πάντων τελοῦντες θυσίας, ὅταν ἴδωσιν ἀντεστραμμένα πρὸς τὰ παρ’ ἐλπίδα τὰ πράγματα αὐτοῖς, ταραχθήσονταί τε καὶ ἐν ὠδῖσιν ἔσονται πικραῖς, συμφοράσουσίν τε ἕτερος πρὸς τὸν ἕτερον, τοῦτ’ ἔστιν, ἀλλήλοις ἐπιφωνήσουσι τὰ ὡς ἐξ ἀκράτου συμφορᾶς, τὸ, οὐαὶ, δηλονότι καὶ τὰ παραπλήσια. Ὥσπερ δὲ ὑπὸ φλογὸς μεταβαλοῦσι τὸ πρόσωπον. Φιλεῖ γάρ πως τὸ τῶν ἀθυμούντων καταμελαίνεσθαι πρόσωπον, ὡς οὐδὲν ἕτερον εἶναι δοκεῖν πλὴν ὅτι σποδιὰν καὶ σποδοῦ μαρανθείσης λείψανον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἐξολοθρεῦσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.
Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Ἀναφανδὸν ἐν τούτοις διδάσκειν πειρᾶται, ὁποία τίς ἐστιν ἡ πρόφασις τοῦ συμφοράσαι μὲν πρὸς ἀλλήλους τοὺς ἄρχοντας, μεταβαλεῖν δὲ τὸ πρόσωπον ὡς ἀπὸ φλογός. Ἐπειδὴ γὰρ κατεμαντεύοντο μὲν, ὡς ἔφην, τὰ κατ’ εὐχὴν ἑαυτοῖς, καὶ πᾶσι δὲ τοῖς Βαβυλωνίοις· διημαρτήκασι δὲ τῆς ἐλπίδος· ταύτῃ τοι, φησὶ, καὶ κατηφείας ἔσονται μεστοί. Ἐφέστηκε γὰρ αὐτοῖς ἀνίατος ἡμέρα, τοῦ πάντων Κυρίου αὐτὴν ἐπάγοντος· ἡμέραν δὲ πάλιν ὀνομάζει τὸν καιρὸν, καθ’ ὃν γέγονεν ἡ θεία τε καὶ ἀνουθέτητος ὀργὴ, ὡς τεθῆναι τὴν τῶν Χαλδαίων ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ οὐ δή που πάντως ὡς ὄντων ἐκεῖσε τινῶν, οἳ καὶ ἔξω τίθενται τῆς ὀργῆς διὰ τὸ εἶναι χρηστοὶ, τοὺς ἁμαρτωλοὺς ἀπολέσθαι φησί· ἅπασι δὲ μᾶλλον τοῖς τὴν Χαλδαίων οἰκοῦσι χώραν ἁρμόσειεν ἂν εἰκότως τοὔνομα, διάτοι τὸ πάντας πονηροὺς εἶναι καὶ εἰδωλολάτρας.
Ἐπειδὴ δὲ τὰ μεγέθη τῶν συμφορῶν ἔσθ’ ὅτε μονονουχὶ σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπιμπλᾶσι νοῦν, ὡς καὶ ἡμέρας οὔσης ἀπεῖναι δοκεῖν τοῦ ἡλίου τὸ φῶς, ἀπρακτεῖν δέ πως, εἴς γε τὸ δύνασθαι καταυγάσαι, φημὶ, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, καὶ αὐτῆς δὲ τῆς σελήνης τὸν κύκλον· ταύτῃ τοί φησιν· Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· σκοτισθήσεσθαι δὲ τοὺς Βαβυλωνίους, ἤτοι τῶν Βαβυλωνίων τὸν νοῦν· καὶ ἀνίσχοντος τοῦ ἡλίου, καὶ ἀναλαμπούσης σελήνης, καίτοι τῶν στοιχείων οὐ συνεσταλκότων τὸ φῶς, ἀλλ’ ὡς ἐκ πολλοῦ δείματος καὶ ταῖς θείαις ὀργαῖς ὑπενηνεγμένων, νύκτα τε καὶ σκότος ἐχόντων εἰς νοῦν. Ἐντελοῦμαι δὲ, φησὶ, τῇ οἰκουμένῃ ὅλῃ κακά. Τὸ, ἐντελοῦμαι φησὶν, ἀντὶ τοῦ, ἀπειλήσω, ἤγουν ἐπενεχθῆναι προςτάξω, ὥστε καὶ ὕβριν ἀνόμων καθελεῖν, ταπεινῶσαι δὲ τοὺς ὑπερηφάνους, αὐτοὺς δηλονότι τοὺς ἀλαζόνας.
PG 70:357Ὑπέροπτον γάρ πως ἀεὶ καὶ ἐξιτηλότατον τὸ Ἀσσυρίων γέγονεν ἔθνος, καὶ πρός γε τούτῳ θεομισές. Τετίμητο γὰρ παρ’ αὐτοῖς τῶν μὲν ἀρίστων οὐδέν· ἅπαν δὲ μᾶλλον τὸ καταλυπεῖν πεφυκὸς τὸν τῶν ὅλων Θεόν. Ἰστέον δὲ ὅτι οἱ τὴν θείαν διερμηνεύσαντες Γραφὴν, Ὠρίωνος πεποίηνται μνήμην, ἓν τῶν ἀστέρων τὸ ἐπισημότατον δι’ αὐτοῦ σημαίνοντες, καὶ οὔ τί που πάντως ταῖς Ἑλλήνων τερθρείαις κατακολουθήσαντες τὰ τοιάδε φασὶν, κατεχρήσαντο δὲ μᾶλλον τῷ κατὰ συνήθειαν ὀνόματι, καθάπερ ἀμέλει καὶ ἐν τῷ Ἰὼβ γέγραπται· Ὁ ποιῶν Πλειάδα καὶ Ἕςπερον καὶ Ἀρκτοῦρον καὶ ταμιεῖα Νότου.6 Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Ἔντιμον ἐν τούτοις τὸ ζητητέον.
Ὀλιγανδρήσειν τοίνυν φησὶν οὕτω τὴν Βαβυλωνίων, καὶ ἅπασαν δὲ τὴν Ἀσσυρίων χώραν, ὡς δυσευρέτους γενέσθαι τοὺς ζῶντας ἐν αὐτῇ, καὶ τοσαύτην τῶν περιλελειμμένων τὴν σπάνιν, ὅση καὶ λίθων Ἰνδικῶν, καὶ χρυσίου τοῦ δοκιμωτάτου. Δοκεῖ γάρ πως τὰ τοιάδε παρά τισιν εἶναι τίμια, διὰ τὸ λίαν δυσπόριστον, καὶ μὴν ὅτι ὀλίγα, καὶ μόλις. Οὐκοῦν, ὡς ἂν εἶεν, φησὶ, δυσπόριστα τὰ ἀνθρώποις τεθαυμασμένα λίθοι τε τίμιοι, καὶ τὸ ἀπύρωτον χρυσίον, τοῦτ’ ἔστι, τὸ δοκιμώτατον, οὕτως ἔσονται ὀλίγοι, καὶ μόλις οἱ ἐκ πολέμου περιλελειμμένοι, καὶ τὸ τῶν μεμαχημένων διαφυγόντες στίφος. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ τῇ ἡμέρᾳ, ὅταν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.
Λαλοῦσι μὲν ὑπερβολικῶς οἱ μακάριοι προφῆται, καὶ τὴν θείαν τε καὶ ἄφραστον δύναμίν τε καὶ δόξαν δεχόμενοι κατὰ νοῦν, αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν τὰ ἐξαίρετα. Ἀεὶ δέ πως ὀργιζομένῳ Θεῷ συγκαταθήγεται πρὸς ὀργὰς καὶ ἡ δούλη κτίσις, διανιστάντος πάντως που πρὸς τοῦτο αὐτὴν τοῦ πᾶσι προστάττοντος. Καὶ γοῦν ὠργίζετο μὲν Αἰγυπτίοις, ἀπρακτεῖν δὲ ἡ κτίσις οὐκ ἠνέσχετο. Μεθίστατο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, ἐξῆρε δὲ καὶ ἡ γῆ βατράχους, καθὰ γέγραπται, καθίει δὲ χαλάζας ὁ οὐρανός· καὶ μὴν καὶ βαθὺς, καὶ τριήμερος ἁπάσης αὐτῶν τῆς χώρας κατεσκίδνατο σκότος. Οὐκοῦν θυμωθήσεται, φησὶ, καὶ αὐτὸς ὁ οὐρανὸς, καὶ οἷον ἐκ βάθρων ἡ γῆ σεισθήσεται, διὰ θυμὸν ὀργῆς Κυρίου. Συνεκπολεμεῖ γὰρ ἡ κτίσις ἐπὶ τοὺς ἄφρονας, καὶ λελυπημένου Δεσπότου μονονουχὶ συγκαθίσταται καὶ ἡ αὐτὴ πρὸς τοῦτο.
PG 70:359Πάντα γὰρ τῇ ὑπερτάτῃ συντρέχει βουλῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ τοῖς θείοις νεύμασι, καὶ ἀβουλήτως παραχωρῇ. Καὶ ἔσονται καταλελειμμένοι ὡς δορκάδιον φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. Εὐαριθμήτους κομιδῇ τοὺς περιλειφθέντας ἔσεσθαί φησι, πλὴν καὶ αὐτοὺς ἀνάνδρους τε καὶ ἀφιλομαχωτάτους, καὶ δειλίας εἰς τοῦτο κατεῤῥαγμένους, ὡς οὐδὲν ἕτερον ἑλέσθαι δρᾷν, πλὴν ὅτι μόνον τὸ φεύγειν, ἐν ἴσῳ δορκάδι, καὶ τὸ ἀτίμως σώζεσθαί φησιν, καὶ ἀπειπεῖν εἰς ἅπαν τὸ κἂν γοῦν ἀνταναστῆναι μόνον ταῖς τῶν πολεμίων συμφοραῖς.
Ὅτι δὲ ἀνεπιστάτητοί τε καὶ ἄναρχοι μενοῦσι, καίπερ ὄντες ἀριθμῷ βραχεῖς, ὑπεμφαίνει λέγων, ὡς πρόβατον ἔσεσθαι πλανώμενον, καὶ τῆς τοῦ ποιμαίνοντος ἐπιεικείας ἐστερημένον, καὶ ἔξω που νομῆς ἰὸν, ὡς καὶ σηκῶν τῶν κατειθισμένων ἑλέσθαι μακράν. Οὐ γὰρ ἔσται, φησὶν, ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τὸ δὲ, διῶξαι, φησὶν ἀντὶ τοῦ ἐπειχθῆναι, καίτοι φίλον ἅπασιν ἡ χώρα, καὶ πατρῴων ἐνδιαιτημάτων ἄμεινον οὐδέν. Ἀλλὰ καὶ τῶν οὕτως αὐτοῖς φιλαιτάτων ἡ στέρησις ἡδεῖα, φησὶ, διάτοι τὸ πάντα τὸν ἁλισκόμενον παραχρῆμά τε διόλλυσθαι ... ... συμβήσεσθαι δέ τι καὶ ἕτερον τῶν ὅτι μάλιστα πεφυκότων ἀνιᾷν ὁ προφητικὸς διισχυρίζεται λόγος. Τὰ γὰρ τέκνα αὐτῶν, φησὶν, ἐνώπιον αὐτῶν ῥάξουσι, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι.
Τί δ’ ἂν γένοιτο τοῖς γεγεννηκόσι δυσαχθέστερον τῆς τῶν τέκνων σφαγῆς; ἢ πῶς οὐχ ἁπάσης αἰκίας δυσφορητότερον, τὸ ἰδεῖν μὲν οἴκους διηρπασμένους, σεμνότητα δὲ γυναίων ἀδικουμένην, καὶ ταῖς τῶν κεκρατηκότων ἀσελγείαις ὑπενηνεγμένην; Μέμνηταί που καὶ ὁ μακάριος ψαλμῳδὸς τοιούτου τινός. Ποιούμενος γὰρ τοὺς λόγους περὶ τῆς Βαβυλωνίων· Μακάριος,6 φησὶν, ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.6 Ἀλλὰ ταυτὶ μὲν ἱστορικῶς τῇ τῶν Ἀσσυρίων συμβέβηκε χώρᾳ, καὶ ταῖς ἐν αὐτῇ πόλεσί τε καὶ χώραις, ὅτι καὶ πάντες εἰδωλολάτραι καὶ ἀλαζόνες οὐ φορητῶς, καὶ θεομάχοι δεινῶς, καὶ μάγου τέχνης ἐπιστήμονες. Αὐτοὶ δὲ καὶ τὴν ἁγίαν πεπορθήκασι πόλιν, καὶ τὸν τοῦ Θεοῦ κλῆρον καταδῃώσαντες, τοῦτ’ ἔστι, τὸν Ἰσραὴλ, ἐν τῇ τῶν δορυκτήτων μοίρᾳ πεποιημένοι, τὸν ἀσυνήθη τῆς δουλείας αὐτοῖς ἐπέθηκαν ζυγόν.
PG 70:361Καὶ στήσεται μὲν ὁ περὶ τούτων λόγος, οὐκ ἔν γε τοῖς κατὰ μόνην τὴν ἱστορίαν, καὶ τοῖς ἐμφανῶς γεγονόσιν· ἔξεστι δὲ μᾶλλον τοῖς ἐθέλουσι νοεῖν καὶ πνευματικῶς, εἰ δὴ μετατάττοιεν εὐφυῶς τῶν γεγονότων τὴν δύναμιν, ἐπί τε αὐτὸν τὸν ἁπάσης τῆς φαυλότητος εὑρέτην, τὸν θεοστυγῆ τε καὶ ἀπηνέστατον, φημὶ δὴ τὸν Σατανᾶν, μάλισθ’ ὅτι τῆς προφητείας ὁ λόγος τὸ Χριστοῦ μυστήριον προσενεγκὼν, καὶ τὴν ἐπ’ αὐτῷ προσαγόρευσιν εὖ μάλα πεποιημένοι, εἰσκεκόμικε γείτονα τὴν κατὰ Βαβυλῶνος ὅρασιν μονονουχὶ τῶν ἀκροωμένων τὸν νοῦν καταθήγων ἐπὶ τό γε χρῆναι νοεῖν, καὶ πνευματικῶς τὰ ἱστορικῶς γεγονότα, κατά τε αὐτῆς Βαβυλῶνος, καὶ μὴν καὶ καθ’ ὅλης τῆς Ἀσσυρίων γῆς. Κατέληξε δὴ οὖν οὐδέπω ποτὲ πολυτρόπως ἐπιβουλεύων τοῖς Θεῷ δουλεύουσιν ὁ δράκων ὁ ἀποστάτης, ἔγκειται δὲ καὶ μάλα νεανικῶς, εἰς τὸ αὐτῷ δοκοῦν ἀεὶ καταστρέφων, καὶ ἀποφέρει πλειστάκις, οἷά περ αἰχμαλώτους ἑλὼν, καὶ τοῖς τῶν παθῶν ἐνίησι βόθροις, δουλείας δὲ ὥσπερ αὐτοῖς ἐπιτιθεὶς δεινόν τε καὶ ἀνεξήτητον ζυγὸν καταγαυριᾷ τῶν εἰλημμένων, καὶ ἀλαζονεύεται, καθάπερ ἀμέλει καὶ οἱ τῶν Ἀσσυρίων κατὰ καιροὺς βεβασιλευκότες ἐπέχαιρον τοῖς ἐξ Ἰσραὴλ, ὅτι γῆς τῆς αὐτῶν ἔξω γεγονότες καὶ πόλεως τῆς ἁγίας δεδουλεύκασι τοῖς ἀλλογενέσιν.
Ἀλλ’ οὐ μέχρι παντὸς ἡ τοῦ διαβόλου τυραννὶς κατήσχυσε τῶν διηρπασμένων. Ἐγήγερται γὰρ τὸ τοῦ Σωτῆρος σημεῖον, τοῦτ’ ἔστιν, ἐπινικίους ᾠδὰς ἀνατεθείκαμεν τῷ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν νικήσαντι· πεποιήμεθα δὲ καὶ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογησίαν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δῆλον δὲ ὅτι τῶν ἁγίων, οἷς ἡ μάχη καὶ ὁ πόλεμος οὐ πρὸς αἷμα καὶ σάρκας, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Οἳ καὶ ἀντετάξαντο καὶ νενικήκασιν, κρατοῦσι δὲ καὶ εἰς δεῦρο, καὶ τὸ τῶν ἀντικειμένων δυνάμεων ἐκπολιορκοῦσι στίφος, καὶ οἷά τινα πόλιν τὴν εἰδωλολατρείαν ἐκπεπορθήκασι, τὴν πάλαι δεινὴν καὶ ἀχείρωτον.
Κατευμεγεθοῦσι δὲ τῶν ἀνθεστηκότων οἱονεὶ στρατηγοῦντος Χριστοῦ, καὶ συνασπιζόντων ἀγίων ἀγγέλων, ὥστε καὶ εὐαριθμήτους εἶναι παντελῶς τοὺς τὰ ἐκείνων ἔτι σέβοντας κράτη, εἶναι δὲ αὐτοὺς οἰκτροὺς καὶ ἀνάνδρους καὶ περιδεεῖς, καὶ ἀπειρηκότας παντελῶς τὴν ἀντίστασιν, τὴν πρός γέ φημι τοὺς Χριστῷ δουλεύοντας. Ἐπιτρέχων δὲ τὴν ὅρασιν καὶ τῶν προκειμένων τὰ καθεξῆς, τοιαύτης τινὸς θεωρίας πνευματικῆς συλλεγέτω γνῶσιν πᾶς εἴ τίς ἐστι νουνεχὴς, συνιέναι τε δυνάμενος παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἰδοὺ ἐγὼ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.
Καὶ ἔσται Βαβυλὼν, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον· οὐδ’ οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδ’ οὐ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες, οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ. Φανερωτάτην ἐν τούτοις ποιεῖται λοιπὸν τοῦ πολέμου τὴν προαγόρευσιν, καὶ ὥσπερ τι κατασκίασμα τοῖς λόγοις ἐπεῤῥιμμένον τὴν ἀσάφειαν περιελὼν, γυμνὴν καὶ ἀναφανδὸν καὶ οἷον ἐν ὄψει τίθησι τὴν ὅσον οὐδέπω παρεσομένην συμφοράν. Ἥξουσι γὰρ ἥξουσι οἱ Μῆδοι, φησὶν, οὐ χρημάτων ἡττώμενοι καὶ δωροδοκίας τῆς παρ’ ὑμῶν οὐ πεφρονηκότες, ἀμείνους δὲ μᾶλλον ὡς ἐν καιρῷ γεγονότες, καὶ τῶν ὅτι μάλιστα διὰ σπουδῆς αὐτοῖς τεθειμένων, ἵνα τοξεύματα νεανίσκων συντρίψουσιν.
PG 70:363Εἰ μὲν γάρ τις λογίσαιτο τὰς τῶν Βαρβάρων ἐφόδους, αἵπερ ἂν γένοιντο κατὰ χωρῶν ἢ πόλεων, οὐχ ἑτέρου τινὸς ἕνεκα δρωμένας εὑρήσει, πλὴν ὅτι μόνου τοῦ διαρπάσαι χάριν, ἄθροισιν δὲ χρημάτων ποιεῖσθαι τὴν παρεμπίπτουσαν. Ἀλλ’ ἔσονται, φησὶ, καὶ λημμάτων ἀμείνους οἱ Μῆδοι, καὶ κερδῶν ἀφειδήσουσιν, ἵνα τὴν τῶν Βαβυλωνίων ὀφρὺν κατασπάσωσι. Μέγα μὲν γὰρ ἀεί πως αὐτοῖς ἐπὶ ταῖς τοξείαις φύσημα, καὶ τὸ εὐτυχὲς ἐν τούτοις ποιοῦνται περὶ πολλοῦ. Ἀλλ’ ἥττους ἔσονται τῶν ἐχθρῶν. Σκληροὶ δὲ οὕτω καὶ ἀφιλοικτείρμονες οἱ νενικηκότες, ὡς μηδὲ τῆς ἐλεεινῆς ἡλικίας φειδῶ ποιεῖσθαί τινα, μήτε μὴν οἰκτρῶς ἀπολλυμένων νηπίων, τὸ ἐξ ἡμερότητος ἐπιστάξαι δάκρυον. Βαβυλὼν δὲ, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, πρὸς τοῦτο, φησὶν, ἐρημίας κατοιχήσεται, ὡς κατ’ οὐδένα τρόπον διενεγκεῖν τῶν ἐμπεπρησμένων Σοδόμων τε καὶ Γομόῤῥας·
ἔσται δὲ καὶ ἀοίκητος· φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις, ὡς ἔθνους μακροῦ περινοστοῦσιν αὐτὴν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ· διάτοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνομάζει. Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαίτημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας·
ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ’ ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ’ ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται. Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφιλοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰκίαις.
PG 70:365Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παράκλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προςεδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ’ οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ’ αὐτούς. Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε ὁ Θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, καὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς.
Εἰς ἐλπίδα χρηστὴν ἀνακομίζει πεπονηκότας τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀναῤῥώννυσιν εἰς εὐθυμίαν, κατηχθισμένους οὐ φορητῶς ταῖς τῶν ἑλόντων πλεονεξίαις. Ὅτι γὰρ ἀνελεύσονται μὲν τῆς αἰχμαλωσίας, ἀποστήσονται δὲ τῆς ἀσυνήθους δουλείας τὸν ζυγὸν, πεπορθημένης τῆς Βαβυλῶνος, καὶ ἁπάσης δὲ τῆς Ἀσσυρίων χώρας, προηγόρευσε σαφῶς. Οὐ γὰρ ἀπόβλητος ἔσται, φησὶν, εἰσάπαν ὁ Ἰσραήλ· οὐδὲ τῶν πλημμελημάτων ἀτελευτήτους ὑφέξει δίκας· ἐλεηθήσεται δὲ καὶ ἀναπνεύσει κατὰ καιροὺς ὁ ἐξειλεγμένος· καὶ ἐπεί τοι τέθειται πρωτότοκος ἐν τέκνοις, ἐπισκοπῆς τε καὶ εὐμενείας τῆς παρὰ Θεοῦ τεύξεται. Ὑπονοστήσειν δὲ αὐτοὺς εἰς τὴν ἐνεγκοῦσαν, φησὶ, συναναβήσεσθαι δὲ καὶ τὸν γηώραν. Γηώραν δέ φησιν τὸν αὐθιγενῆ καὶ αὐτόχθονα, τοῦτ’ ἔστι, Βαβυλώνιον· πλεῖστοι γὰρ ὅσοι τῶν Βαβυλωνίων εἵποντό τε τοῖς ἐξ Ἰσραὴλ, τοῦτο μὲν τὴν πρὸς αὐτοὺς συγγένειαν ἐσχηκότες, τοῦτο δὲ τῇ κατὰ νόμον λατρείᾳ προσνενευκότες.
Ἐπειδὴ γὰρ μακροὺς διατετελέκασιν ἐν τῇ αἰχμαλωσίᾳ χρόνους, εἰκὸς δή που τῶν αὐθιγενῶν οὐ μετρίαν αὐτοῖς προσνενεμῆσθαι πληθύν. Προστεθήσεται τοίνυν ὁ γηώρας, φησὶν, αὐτοῖς, τοῦτ’ ἔστιν, ἕψεται καὶ ἀκολουθήσει καὶ ὁ αὐτόχθων αὐτοῖς. Λήψονται δὲ αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Ὅτε γὰρ Κύρος ἀνῆκε τὸν Ἰσραὴλ, τοῖς τῶν χωρῶν ἄρχουσι παραπέμπειν ἐκέλευσεν ἄπληγά τε καὶ ἀνεπιβούλευτον. Πέπραχε δὲ τοῦτο καὶ ὁ μετ’ αὐτὸν τὰ τῶν Ἀσσυρίων σκῆπτρα διαδεξάμενος· Ξέρξης οὗτος ἦν. Ἔξεστι δὲ τοῖς ἐθέλουσιν ἐξακριβοῦν τὰ τοιάδε περιτυχεῖν τοῖς Ἔσδρα βιβλίοις, καὶ ἀπλανεστάτην ἐφ’ ἅπασι τοῖς εἰρημένοις τὴν γνῶσιν ἑλεῖν. Ἀνέβαινον γὰρ ἐκ τῆς Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, διέποντος μὲν τὴν βασιλείαν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἡγουμένου δὲ τοῦ ἱεροῦ τάγματος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου.
PG 70:367Ἔθνη δὴ οὖν παραπέμψουσιν αὐτοὺς, φησὶ, καὶ εἰσάξουσιν εἰς τὴν γῆν αὐτῶν, καὶ τὸν ἄνωθεν αὐτοῖς ἐκνεμηθέντα καθέξουσι κλῆρον. Καὶ τὸ ἔτι παραδοξότερον, οἵ ποτε τῶν εἰδώλων θεραπευταὶ, οἱ θεοὺς ἐπιγραφόμενοι πολλοὺς καὶ ἀναριθμήτους πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ δούλας, ἔσονται δὲ καὶ αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ γὰρ αἰχμάλωτον λαβόντες τὸν Ἰσραὴλ, συνανακομισθέντες αὐτῷ· καὶ ἀφιγμένοι, φησὶν, εἰς τὴν Ἰουδαίαν, τοῖς τοῦ νόμου ζυγοῖς ὑποθήσουσι τὸν αὐχένα, καὶ οἷον καλὴν καὶ σωτήριον ὑπομείναντες τὴν αἰχμαλωσίαν, Κύριον καὶ Θεὸν ἐπιγράψονται τὸν τῶν ὅλων Δημιουργόν. Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσονται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς ᾑρηκότων.
Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ’ ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρτημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πικρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ’ ἠλέησεν ὡς ἠδικημένους ὁ πάντων Δημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυρίου, τοῦτ’ ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ’ ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ’ ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας.
Οἱ δὲ πρὶν ὑπὸ χεῖρα καὶ αἰχμαλώτους ἔχοντες, τοῦτ’ ἔστιν οἱ τῶν δαιμονίων θεραπευταὶ, καὶ τὰ ἐκείνων διδάσκοντες ἔθη, καὶ σαγηνεύοντες εἰς ἀπώλειαν, αἰχμάλωτοι γεγόνασι, τοῦτ’ ἔστι, νενίκηνται τοῖς κηρύγμασι τῶν ἁγίων ἀποστόλων, καὶ ὑπὸ Χριστῷ πεπράχασι·
κατεκυρίευσε γὰρ αὐτῶν προσηκαμένων δηλονότι τὴν πίστιν. Ἀνεπαύσαντο γὰρ καὶ ἐκ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἤδη φθάσαντες δεδουλεύκασι, πρὶν ὑπὸ Κυρίῳ γενέσθαι, καὶ τοῖς ὁπλομάχοις αὐτοῦ. Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, καὶ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. Εἰς τοῦτο σκληρότητος τοῖς Βαβυλωνίοις διελάσαι φησὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καὶ αὐτῷ δὲ τῷ Ναβουχοδονόσορ, ὡς κατοικτείρεσθαι παρ’ ἐχθρῶν, καὶ οὓς ἦν εἰκὸς οὐ φορητὰ πεπονθότας μονονουχὶ καὶ ἐπορχεῖσθαι κειμένῳ, τούτους ἐκ περιτροπῆς, καὶ ἐπαλγῆσαι λοιπὸν, καὶ τῷ πλήθει τῶν συμβεβηκότων αὐτοῖς εἰς οἶκτον ἐλθεῖν, ἤγουν καὶ ἑτέρως θρηνῆσαι πεσόντας, καὶ οὐχὶ δὴ πάντω, ἐποικτείροντας, ἐφηδομένους δὲ μᾶλλον, καὶ τοῖς παρ’ ἐλπίδα κατειλημμένοις ἐπιτωθάζοντας.
PG 70:369Ἐξυφαίνει δὲ καὶ τὸν θρῆνον αὐτοῖς ᾆσμά τε δίδωσιν ἐοικὸς τοῖς συμβεβηκόσιν. Ἐρεῖς γὰρ, φησὶ, Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; Τὸ ἀναπέπαυταί φησιν εὐφήμως, ἀντὶ τοῦ, διόλωλέ τε καὶ πέρας ἔχει. Ἀπαιτοῦντα δὲ καὶ ἐπισπουδαστὴν ὀνομάζει τὸν Βαβυλώνιον, ὃς ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐχὶ τοῖς ὁμόροις ἐπετίθει μόνοις τῆς ἑαυτοῦ πλεονεξίας τὸν ζυγὸν, ἀλλὰ γὰρ ἐν ταῖς ἄγαν ἀπῳκισμέναις πόλεσί τε καὶ χώραις τοὺς φορολόγους ἐκπέμπων δασμοὺς ἀπῄτει καὶ τέλη. Θαυμάζουσι τοίνυν πῶς ὁ τοιόσδε πέπαυται, καὶ ἡ πάντα πλεονεκτοῦσα κατέληξε χείρ. Ὅτι δὲ οὐκ ἠγνοήκασι τοῦ πεσεῖν αὐτὸν τὰς αἰτίας καταδεικνῦντες φασί· Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. Ἀκούεις ὅπως ἄρχοντας ὀνομάζει φρόνημα τὸ ἀγέρωχον περιτιθεὶς αὐτοῖς;
Ἐπεπήδων γὰρ, ὡς ἔφην, ἅπασιν, ὡς ἔπος εἰπεῖν, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, τοῖς ἰδίοις αὐτοὺς ὑποφέροντες ζυγοῖς. Ἄρχειν δὲ ἧν ἔσθ’ ὅτε ὁμοῦ καὶ σκοπὸς αὐτοῖς. Ἀλλ’ ἐπάταξε, φησὶν, ὁ Θεὸς τὸ ὑπέροφρυ γένος, ἤγουν ἔθνος πατάξας πληγῇ ἀνιάτῳ. Ὁ δὲ πεποιθὼς ἐφ’ ἑαυτῷ μέγα καὶ πεφρονηκὼς, καὶ οὐχ ἑκὼν ἀνεπαύσατο, τοῦτ’ ἔστιν, οἴχεται πρὸς πέρας τὸ αὐτῷ πρεπωδέστατον, πληγὴν ὑπομείνας ἀνίατον θυμοῦ, φειδοῦς ἁπάσης ἐξῃρημένης. Ἀλλὰ ταυτὶ δὴ φάναι πρέποι ἂν καὶ ἡμᾶς αὐτοὺς, καὶ οἷον ἐπαλαλάζειν τῷ Σατανᾷ, ἀπαιτοῦντι καὶ ἐπισπουδάζοντι, καὶ μάλα πικρῶς. Ἔγκειται γὰρ τῇ ἑκάστου διανοίᾳ, παρατρέπων αὐτὴν τῶν ἀρίστων καὶ ἀγαθῶν σπουδασμάτων τῶν ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ φημὶ, σὺν βίᾳ δὲ ὥσπερ ἀποφέρων ἐπὶ τὸ αὐτῷ δοκοῦν· καὶ οἷόν τις πικρὸς δασμολόγος τὸ εἰς ἁμαρτίαν ἐπιμελὲς παρ’ ἑκάστου ζητῶν.
Ἀλλὰ συνέτριψεν ὁ Σωτὴρ τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, ἀποβαλὼν μὲν ἐκεῖνον, ὑπενεγκὼν δὲ μᾶλλον ἡμᾶς τοῖς ἑαυτοῦ ζυγοῖς, καὶ πατάξας ἔθνος πληγῇ ἀνιάτῳ. Ἔθνος δὲ ποῖον, ἢ πάντως που τὸ τῶν δαιμονίων, οἷς καὶ ἐπέταττεν εἰς τὴν ἄβυσσον ἀπελθεῖν; καὶ μὴν καὶ αἰκίας τὰς παγχαλέπους ἐπῆγεν· καὶ γοῦν ἀνακεκράγασι λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ὧδε πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς.6 Πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ Λιβάνου ηὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μέρος τοῦ θρήνου καὶ τοῦτο· καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐφροσύνη γέγονεν ἐν πάσῃ τῇ γῇ, τῆς Ἀσσυρίων πεπορθημένης, καὶ καταλήξαντος τοῦ ἐπισπουδαστοῦ, καὶ παρὰ πάντων αἰτοῦντος τὸ ὑποτάττεσθαι δεῖν αὐτῷ, οὓς καὶ ξύλα τοῦ Λιβάνου ὁ προφητικὸς ὀνομάζει λόγος· τοὺς ἐν ἀρχαῖς που πάντως. καὶ ἐν δυνάμεσι τῶν ἐθνῶν κέδροις παρεικάζων.
PG 70:371Πλὴν οἷά τις δρυοτόμος ὁ Ναβουχοδονόσορ κατασείων αὐτοὺς τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς. Αἱ κέδροι τοίνυν, φησὶν, ἐπὶ σοὶ χαίρουσαι φασίν· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Εἰ δὲ δὴ βούλοιτό τις τὸν τοιόνδε λόγον ἐφαρμόσαι μόνοις τοῖς ἐξ Ἰσραὴλ, περινοήσει τοιῶσδε. Λίβανος ὄρος ἐστὶ παμμεγεθὲς κατὰ τὴν Φοινίκων γῆν, κέδροις τε καὶ λιβάνοις κατάκομον, δασύ τε καὶ εὔδενδρον· παρεικάζει τοίνυν αὐτὸ πλειστάκις ἡ θεόπνευστος Γραφὴ τῇ τῶν Ἰουδαίων χώρᾳ, διάτοι τὸ πλείστους ἐν αὐτῇ διαπρεπεστάτους εἶναι κατά τε δυναστείαν καὶ δόξαν, εἶναί γε μὴν καὶ ἑτέρους τοῖς τῆς ἱεροσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένους καὶ οἷον εὐοσμοτάτους. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας, Λιβάνῳ μὲν παρεικάζων τὴν Ἰουδαίαν· κέδροις τε δρυσί τε καὶ πίτυσι τοὺς ἐν αὐτῇ.
Πυρὶ δὲ παμφάγῳ τὴν Ῥωμαίων στρατείαν, τὴν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὅλην αὐτῶν κατεμπρήσασαν τὴν χώραν. Οὕτω φησί· Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.6 Ἔστω τοιγαροῦν Ἰουδαίων ὁ λόγος ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου εὐφραινομένων τε καὶ λεγόντων τῷ Βαβυλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτόν· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ἀστειότατα δὲ σφόδρα μεμένηκε τῇ τοῦ λόγου τροπῇ. Ἐπειδὴ γὰρ ὡς ἀπὸ ξύλων τοῦ Λιβάνου γέγονεν ἡ φωνὴ, ταύτῃτοί φασι τὸ, Οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Μετὰ γάρ τοι τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, οὐκέτι πρὸς αὐτοὺς ὁ ἐκ τῆς Ἀσσυρίων κεκίνηται πόλεμος.
Ἐροῦμεν δὲ καὶ ἡμεῖς εἰκότως τῷ Σατανᾶ, οἱ πάλαι μὲν παρ’ ἐκείνου πεπορθημένοι, ἑδραῖον δὲ λοιπὸν ἐσχηκότες ἐν Χριστῷ τὸ φρόνημα, καὶ νοῦν εἰς εὐσέβειαν ἀσφαλῆ, καὶ ἐῤῥιζωμένον, καὶ καρδίαν εὐθαλεστάτην· Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης· κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ προσωποποιεῖν ἔσθ’ ὅτε, καὶ οἷον αὐτοῖς τοῖς πράγμασιν ἐφαρμόζειν φωνὰς, ὁποῖόν ἐστι τὸ, Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θάλασσα·
ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἔθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.6 Περιτίθησι μὲν γὰρ τὸν ἐπὶ τῷδε λόγον τῇ Τυρίων πόλει πεπορθημένῃ κατὰ καιροὺς παρὰ τῶν Βαβυλωνίων· φαμὲν δὲ πρέπειν τῇ τῶν πραγμάτων φύσει τὸν λόγον. Οὕτω καὶ ὁ προφήτης Μιχαίας εἰσκεκόμικέ που τὴν Ἱερουσαλὴμ πρὸς τὴν Βαβυλῶνα λέγουσαν· Μὴ ἐπίχαιρέ μοι, ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι. Διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι· ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς. Ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνη ἡ λέγουσα πρὸς μέ· Ποῦ Κύριος ὁ Θεός σου;
PG 70:373Οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς ἡμέρας ἀλοιφῆς πλίνθου· ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.6 Καθ’ ἢν δηλονότι ὁ Κύρος τε καὶ Μῆδοι Πέρσαις ἀναμὶξ ᾑρήκασι τὴν Βαβυλωνίων. Προσωποποιεῖ τοιγαροῦν καὶ νῦν οὐδὲν ἧττον ὁ μακάριος προφήτης· παρωξύνθαι τε φησιν, ἤγουν πεπικράνθαι τὸν ᾅδην καταβαίνοντι συναντήσαντα. Καί μοι τοῦ λόγου περιάθρει τὴν οἰκονομίαν. Καταδείκνυσι γὰρ διὰ τούτου μιαιφόνον ὄντα καὶ αἱμάτων πλήρη, ὥστε καὶ ἔργον τῆς ἐνούσης ὠμότητος αὐτῷ πάντα σχεδὸν γενέσθαι τὸν ᾅδην, ἤτοι τοὺς ὄντας ἐν ᾅδου. Οὐ γὰρ διαλέλοιπεν ὁ ἀλαζὼν ἔθνη τε καὶ βασιλεῖς ἄρδην ἀποκείρων, καὶ ψυχῶν ἀθλίων τὸν ᾅδην ἀναπιμπλάς. Πάντες οὖν οἱ γίγαντες, φησὶ, τοῦτ’ ἔστιν, οἱ κατ’ ἰσχὺν ἐπίσημοι γεγονότες, καὶ πολλῶν ἄρξαντες ἐθνῶν, ἀνῃρημένοι δὲ διὰ σοῦ, ἀποκριθήσονται, καὶ ἐροῦσι, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς.
Ἦσθα μὲν γὰρ ἄνθρωπος, φασὶν, ἀλλ’ οὐκ ἠξίους τοῦτο εἰδέναι καὶ φρονεῖν· ἀλλ’ οὐδ’ ἂν ᾠήθης, ὅτι καὶ κρείσσων ἔσται τις τῆς σῆς. ὀφρύος, καὶ τῆς δυςαντήτου χειρὸς, εἰσὶ δὲ ὅτι καὶ θανάτου κρείττων, οὐκ ἔξω που τάχα τέθεικας τῆς ἐλπίδος, μόλις δὲ καὶ οὐχ ἑκόντα σε μάχαιρα πέπεικε Μηδικὴ διὰ πείρας αὐτῆς ἐκμαθεῖν, ὅτι καθ’ ἡμᾶς ἦσθα καὶ αὐτός. Καὶ γοῦν ἑάλως, ὥσπερ καὶ ἡμεῖς. Κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἀντὶ τοῦ, ἐσβέσθη θανάτῳ· καὶ τὸ ἀμειδὲς τῆς φθορᾶς ἐπενήνεκται κράτος. Τὴν σὴν εὐφροσύνην ὄψεται καὶ μόλις τεθεικὸς ἐκ μέσου. Στρωθήσεται δὲ σῆψις μὲν ὑποκάτω σου, γενήσεται δέ σοι καὶ ἄμφιον ὡς σκώληξ. Καὶ κοινὸν μὲν τοῦτο. Πεπονθόσι γὰρ ἅπαξ τοῖς ἀνθρωπίνοις σώμασι τὸ ἀποθανεῖν, συμβήσεται πάντως σῆψις καὶ σκώληξ.
Πλὴν ἐπ’ ἐκείνου λέγεται καλῶς, ὡς ἐν τάξει πικρῶν ὀνειδισμῶν. Οἱ γὰρ εἰς λήθην πεσόντες τῆς ἑαυτῶν ἀσθενείας, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐδὲ ὅτι πείσονται τὰ ἀνθρώπινα προσδοκήσαντες, κατονειδίζοιντο ἂν εἰκότως· ὡς ἔν γε τῷ παθεῖν αὐτὰ μαθόντες μόλις, ἃ χρῆν εἰδότας ἑλέσθαι φρονεῖν μετριώτερα. Ὁ τοίνυν, φησὶν, ἐξιτήλοις καὶ βασιλικαῖς ἐνσπαταλήσας τρυφαῖς, ὁμοῦ τοῖς ἄλλοις κείσεται περιστολῆς δίχα, καὶ ἠξιωμένος οὐδενὸς τῶν τοῖς τεθνεῶσι νενομισμένων. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωὶ̈ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Ἀστὴρ τῶν ὅτι μάλιστα περιφανεστάτων ὁ Ἑωςφόρος ἐστίν· ἀνίσχει δὲ βραχὺ πρὸ αὐγῆς, καὶ οἱονεί τις προάγγελος τῆς ἡλίου μαρμαρυγῆς.
Ὅτι δὲ πλουσίῳ φωτὶ καταλάμπεται, διαδείξειεν ἂν αὐτὸ τουτὶ τὸ βραχὺ φαίνεσθαι πρὸ αὐγῆς. Ἕως μὲν γὰρ ἔτι τὸ αἰθέριον καταμελαίνεται σῶμα, μονονουχὶ φριγώσης νυκτὸς, καὶ ἐν ἀκμαῖς ὄντος τοῦ σκότους, ἐκφανεστέραν ἔχουσι τὴν ἔκλαμψιν οἱ κατ’ οὐρανὸν ὄντες ἀστέρες· ἡμέρας δὲ οὔσης ἐγγὺς, καὶ οἷον ἐν πρώταις ἐσχατιαῖς τοῦ ἡλιακοῦ γεγονότος κύκλου, συστέλλεταί πως τὸ ἑκάστου φῶς παραχωροῦν τῷ προὔχοντι, καὶ ἡττώμενον τῷ μείζονι σέλᾳ. Ἀμφιλαφὲς δὲ οὕτως ἐστὶ τὸ φῶς τοῦ Ἑωσφόρου, ὡς καὶ ἐν αὐγῇ φαίνεσθαι, καὶ ταῖς ἡλίου βολαῖς γείτονά πως ποιεῖσθαι τὴν ἀνάδειξιν. Παρεικάζει τοίνυν Ἑωσφόρῳ τὸν Βαβυλώνιον, διάτοι τὸ προὔχειν τῶν ἄλλων, καὶ μηδένα κατ’ αὐτὸν ὁρᾶσθαι τῶν ἐν ἀρχαῖς τε καὶ βασιλείαις· εἶναι δὲ οὕτω περιφανῆ καὶ περίοπτον, ὡς ἂν νοοῖτο καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἄστροις ὁ Ἑωσφόρος.
PG 70:375Ἀλλ’ ὁ τοιαύτῃ δόξῃ περιχεόμενος, φησὶν, ὑψοῦ τε ἠρμένος, καὶ ἀνικήτοις εὐκλείαις λελαμπρυσμένος, πῶς ἐξέπεσεν ὡς ἐξ οὐρανοῦ; συνετρίβη δὲ καὶ εἰς τὴν γῆν ὡς ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Τὸ δὲ ἀποστέλλων, ἀντὶ τοῦ κελεύων, φησὶν, ἢ καθ’ ἕτερον τρόπον. Ἐδόκει γάρ πως ἀεὶ τοῖς Βαβυλωνίων τυράννοις ἅπαν ἀνθρώπων ἔθνος ὑπὸ χεῖρα ποιεῖσθαι τὴν ἑαυτῶν, χώρας τε ἁπάσας ὑπὸ ζυγὰ δουλείας ἐλθεῖν. Ἀποστέλλων γοῦν πρὸς πάντα τὰ ἔθνη, βῶλον αἰτοῦντες γῆς, καὶ ὕδωρ εἰς ἄγγος, οἷον ἐκ μέρους ζητοῦντες τὸ πᾶν, γῆν τέ φημι καὶ θάλασσαν, ὡς τῶν ὅλων ὄντες δεσπόται. Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ πρὸς βοῤῥὰν τὰ ὑψηλὰ, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.
Νῦν εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων πᾶσαν τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε. Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. Ἀδοκήτοις αὐτὸν συμφοραῖς ἐναλῶναι φησὶ, καὶ τοῖς παρ’ ἐλπίδα παραδόξοις ὡμιληκότα, δι’ αὐτῶν καὶ μόλις ἀναμαθεῖν τῶν πραγμάτων, ὅτι τε ἄνθρωπος εἴη, καὶ τοῖς πρὸ αὐτοῦ τεθνεῶσι παραπλήσιος. Ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους ὑπεροψίας, καὶ εἰς φρόνημα τὸ θεομισὲς, καὶ τῆς εἰς ἄκρον ἀλαζονείας ἔμπλεων· Ὀλίγα παραχωρεῖν ἐδόκει σοι, φησὶ, τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασι, βάσιμον ἔσεσθαί σοί πως καὶ αὐτόν που τάχα προσεδόκας τὸν οὐρανὸν, καὶ θρόνοις τοῖς ὑπερτάτοις τὸν σὸν ἁμιλλήσεσθαι θάκον·
ἐνόμισας ἀμαθῶς, ἰσόθεος εἶναί τις καὶ ὑπὲρ τὴν κτίσιν· ἐδόκεις ὑπερνεφὴς εἶναί τε, καὶ ἐπ’ αὐτῶν ἱζῆσαι τῶν ἄστρων. Ἀλλ’ ἥλως εἰκῆ τὰ τοιάδε πεφρονηκώς. Ἤλεγξε τὴν σὴν εἰκαιοβουλίαν τῶν πραγμάτων τὸ πέρας· καταβήσῃ γὰρ εἰς ᾄδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Καὶ ταῦτά φησιν, ἵνα τὸν χῶρον τάχα που σημαίνῃ τὸν κατωτάτω, τοῦτ’ ἔστι, τὸ ἐξώτερον σκότος. Ἔσῃ δὲ θαῦμα τοῖς ὁρῶσι, φησὶ, καὶ μάλα εἰκότως. Αἱ γὰρ ἀθρόοι μάλιστα τῶν παρ’ ἐλπίδα μεταβολαὶ, καταπλήττουσι τοὺς θεωμένους. Τί δὲ τὸ θαῦμα, καὶ πῶς ἂν γένοιτο λόγος ὁ ἐπ’ αὐτῷ· Ἐροῦσι γὰρ, Οὗτος ὁ ἄνθρωπος; παθόντα μόλις ἄνθρωπον ὀνομάζουσι· τάχα που τοῦτο εἰπεῖν δεδιότες πάλαι· Πλὴν οὗτος ὁ ἄνθρωπος, ὁ παροξύνων πᾶσαν τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλε; τεθαυμάκασιν εἰκότως, εἰ ἄνθρωπος εἷς ὅλης κατηρέθιστο τῆς ὑπ’ οὐρανὸν, κατεδόνησε βασιλεῖς, ἐρήμην ἀπέφηνε τῶν οἰκούντων τὴν οἰκουμένην, κατέσεισε δὲ καὶ τὰς πόλεις.
PG 70:377Καὶ τί πρὸς τούτοις ἕτερον, Τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν; Ἐπεὶ δέ τινα τῶν ἀντιγράφων ἔχει· Τοὺς ἐν ἀπαγωγῇ, εἰ μέν τις οὕτως βούλοιτο νοεῖν, ἐροῦμεν, ὅτι τὸ τῆς ἀπαγωγῆς ὄνομα τὴν αἰχμαλωσίαν καὶ τὴν ἐξανάστασιν τῶν ἐξ Ἰσραὴλ κατασημαίνειεν ἄν. Ἀπεκομίσθησαν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ἀσσυρίων. Εἰ δὲ δὴ τοὺς ἐν ἐπαγωγῇ λέγοι τὸ γράμμα τὸ ἱερὸν, οὐδὲν ἧττον σὺ νοήσεις, ὅτι τοὺς ὄντας ἐν ἐπαγωγῇ θυμοῦ Κυρίου. Ἐπηνέχθη γὰρ αὐτοῖς ὀργὴ διὰ πολλὴν ἁμαρτίαν. Ὁ Ναβουχοδονόσορ οὐκ ἔλυσε, τοῦτ’ ἔστιν, οὐκ ἀνῆκε τῆς ταλαιπωρίας. Ἔδει γὰρ, ἔδει τὸν ἀλιτήριον, οὐκ ἀλαζόνα μόνον ὁρᾶσθαι, ἀλλὰ γὰρ καὶ θεομάχον, καὶ πεπορθηκότα τὴν γῆν, καὶ σκληρὸν, καὶ ἀφιλοικτείρμονα, καὶ κατ’ οὐδένα τρόπον εἰδότα ἐλεεῖν τοὺς ἐν ἐσχάταις ὄντας συμφοραῖς, καὶ πεπραχότας ἀθλίως.
Ἐφαρμόσαι δ’ ἄν τις καὶ μάλα εἰκότως τῇ τοῦ πάντα συντρίψαντος κεφαλῇ, φημὶ δὴ τοῦ ἀρχεκάκου δράκοντος, τὰ ἱστορικῶς εἰρημένα. Ἦν μὲν γὰρ ἀπαιτῶν καὶ ἐπισπουδαστὴς, καθ’ οὓς ἤδη προείπαμεν τρόπους· πέπαυται δὲ, καὶ ἐκ μέσου γέγονε, καταπαίοντος αὐτὸν τοῦ Θεοῦ πληγῇ θυμῷ ἀνιάτῳ, καὶ κατέληξε κόπτων, οἷά τις δρυοτόμος εὐσθενὴς, τὰς κέδρους τὰς νοητὰς, ὧν καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων πρὸς τὸν τῶν ὅλων Θεόν· Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.6 Ἐπειδὴ δὲ καταπεφοίτηκεν εἰς ᾅδου πάντως που καταδεδικασμένος ὁ δείλαιος, ἐκεῖ τῇ παμφάγῳ συνεχόμενος φλογὶ, τεθαυμάκασι τοῦτο παθόντα, κατά γε τὸ εἰκὸς, αἱ πονηραί τε καὶ ὑπ’ αὐτὸν δυνάμεις, καὶ τάχα που καὶ τεθρηνήκασι λέγουσαι· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης, καὶ τὰ τούτοις ἐφ’ ἑξῆς.
Ἦν μὲν γὰρ τό γε ἧκον εἰς δόξαν, ἐπίσημος ἐν ἀγγέλοις, καὶ ἐν ταῖς ἄνω δυνάμεσιν περιφανὴς, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄστροις Ἑωσφόρος. Ἐξέπεσε δὲ καὶ συνετρίβη πεφρονηκὼς ὑπέρογκα, καὶ τὴν μόνῃ πρέπουσαν τῇ ὑπερτάτῃ φύσει τιμήν τε καὶ δόξαν ἁρπάσαι τολμήσας, τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν καὶ εἰς νοῦν τὸν ἐν αὐτῷ. Ἀλλ’ ὥς φησιν ὁ προφήτης· Καταβέβηκεν εἰς ᾅδου, καὶ εἰς τὰ θεμέλια τῆς γῆς ὁ πάλαι σείων πᾶσαν τὴν γῆν, ὁ θεὶς τὴν οἰκουμένην ὡς ἔρημον· ἐρήμην γὰρ τῆς ἀληθοῦς θεογνωσίας ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ οὐδένα παντελῶς ἔχουσαν τῆς ἀρετῆς ἐργάτην. Καὶ οὐκ ἔλυσε μὲν τοὺς ἐν ἐπαγωγῇ. Κεχάρισται δὲ τοῦτο τοῖς αὐτὸ πεποιθόσιν ὁ Κύριος, εἰρηκὼς τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει·
Ἀνακαλύφθητε.6 Καὶ μὴν καὶ τοῖς ὑπὸ θείαν ὀργὴν γεγονόσι διὰ τὸ τοῖς θείοις ἐμπαροινῆσαι νόμοις, ἀμνησικάκως ἀφεὶς τὰ ἐγκλήματα, καὶ ἀπαλλάξας δίκης τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πολλοῖς ὑπενηνεγμένους πταίσμασιν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ, Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου. Ἐκ τῶν ὑπαρχθέντων ἔσθ’ ὅτε, φησὶ, φορτικωτέραν αὐτοῦ τὴν συμφορὰν διαδείκνυσι· καὶ ἀληθὲς ὅπερ ἔφην· εἰ μὴ δὲ τῶν ἴσων συνέβη τυχεῖν τοῖς ἄλλοις, τὸν οὕτω περιφανῆ καὶ ὑψαύχενα καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, εἰς τὸ ὑψοῦ τεθεῖσθαι δοκεῖν ἠρμένον. Οἱ μὲν γὰρ κεκοίμηνται, φησὶν, οὐ δίχα τιμῆς, οὔτε μὴν ἔξω που τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτοῖς ἐνδιαιτημάτων.
PG 70:379Σὺ δὲ καὶ τούτων ἀμοιρήσας παντελῶς, ἐν ὄρεσι κείσῃ βδελυρὸς, καὶ ἐῤῥιμμένος, τοῦτ’ ἔστιν, ὀδωδώς τε καὶ ἀτερπὴς εἰς θέαν. Τί γὰρ ἂν γένοιτο βδελυρώτερον σώματος νεκροῦ καὶ περιστολὴν οὐκ ἔχοντος; Κείσῃ δὴ οὖν ὁμοῦ τοῖς ἄλλοις, οἳ μαχαίρας ἔργον γεγόνασι Μηδικῆς, οὐδενὸς ἐπὶ σοὶ θρηνήσαντος, οὐ τὸ τοῖς τεθνεῶσι ἀκολουθοῦν ἐπιστάξαντος δάκρυον, οὐκ ἐνταφίοις τιμήσαντος· οἰκτρὸς δὲ οὕτως καὶ ἐῤῥιμμένος, ὡς μηδενὸς τῶν ἄλλων διενεγκεῖν, οἳ καὶ γεγόνασιν ὑπὸ χεῖρα σὴν, καὶ ἀσημότατοι παντελῶς. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι μέχρι τούτων ὁ θρῆνος στήσεται. Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι, οὐκέτι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός· διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.
Τὰ παγχάλεπα τῶν δυσσεβημάτων δυσέκπλυτά τέ ἐστι, καὶ τοῖς δεδρακόσιν αὐτὰ βαφῆς τινος δίκην ἐγκεχρωσμένα καταθεῷτό τις ἄν. Ἀποδείκνυσι γεμὴν αὐτοὺς τῆς εἰς λῆξιν ἡκούσης ἀγανακτήσεως πεπραχότας ἄξια, καὶ δίκης ἀξίους τῆς ἰσοῤῥόπου τοῖς αἰτιάμασιν. Οὐκοῦν οὐκ ἀπαλλαχθήσῃ, φησὶ, τῶν πλημμελημάτων, οὐδ’ ἂν γένοιο καθαρὸς, καὶ κατοικτείρεσθαι πρέπων. Ἔσῃ δὲ οὕτω μεμολυσμένος, καὶ ἀναπόβλητον ἔχων τῆς μιαιφονίας τὸ ἔγκλημα, καθάπερ ἀμέλει καὶ ἱμάτιον αἵματι πεφυρμένον. Ἀπώλεσας γὰρ τὴν γῆν τὴν ἁγίαν, ἀπέκτεινας δὲ καὶ τὸν ἐκνεμηθέντα μοι λαόν· Ὅτε γὰρ διεμέριζε,6 φησὶν, ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.6 Πάνδεινον οὖν ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ.
Ἔσται γὰρ κατ’ οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕτως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ’ ἂν οἶμαί τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτόμολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστράτευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πόλιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφήτης ἡμῖν Ἡσαί̈ας; ὅτι Συριεῖ Κύριος μυί̈ας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ.6 Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ;
PG 70:381Ναὶ καὶ μάλα εἰκότως. Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συνήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.6 Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι’ οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν’ ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκριβές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις.
Σκεύη γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύσαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Ναβουχοδονόσορ, καὶ οἱ μετ’ αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γεγονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κατὰ παντὸς γεγόνασιν ἔθνους, κατεπεφύοντό τε τοῦ Ἰσραὴλ, καίτοι γεγόνασιν ἐν αἰχμαλωσίᾳ καὶ ζυγῷ δουλείας ἐνησχημένοι.
Πεφρονήκασι δὲ οὕτω τι μέγα, καὶ κατ’ αὐτῆς τῆς τοῦ Θεοῦ δόξης, ὥστε καὶ τὸν ἀλιτήριον Βαλτάσαρ, ποιοῦντα πότον τοῖς μεγιστᾶσιν αὐτοῦ, παρενεγκεῖν εἰς μέσον τὰ σκεύη τὰ ἅγια, καὶ πιεῖν ἐν αὐτοῖς ταῖς παλλακίσιν ὁμοῦ καὶ ταῖς παρακοίταις αὐτοῦ, ὅτε καὶ ἐξῆλθεν ἀστράγαλος χειρὸς, καθά φησιν ὁ Δανιὴλ, καὶ γραφὴν ἐν τῷ τοίχῳ πεποίηται· Μάνη, Θεκὲλ, Φαρές· ὃ δὴ καὶ διερμηνεύων ὁ θεσπέσιος Δανιὴλ, μεμερίσθαι μὲν ἔφη τὴν βασιλείαν αὐτοῦ, δεδόσθαι δὲ Μήδοις καὶ Πέρσαις. Φασὶ τοιγαροῦν ὁλόῤῥιζον ἀπολέσθαι τότε τὸ τοῦ Ναβουχοδονόσορ γένος, καὶ μέν τοι τὸ Βαλτάσαρ, ὥστε μηδένα τὸ παράπαν ἐξ αἵματος αὐτῶν ἐπιβῆναι μετ’ αὐτοὺς τοῖς παρ’ αὐτοῖς βασιλείας θάκοις. Τοῦτο, οἶμαι, διὰ τῶν προκειμένων ἡμῖν ὁ προφητικὸς διαδείκνυσι λόγος.
PG 70:383Ἄθρει γὰρ ὅπως κατὰ παντὸς τοῦ πονηροῦ σπέρματος ἡ θεία κεχώρηκεν ὀργή. Ἑτοίμασον γὰρ, φησὶ, τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου. Ἐπειδὴ γὰρ οἱ πατέρες γεγόνασιν ἀσεβεῖς, πέπαυται τὸ ἐξ αὐτῶν σύμπαν ἐσόμενον γένος. Διὰ ποίαν αἰτίαν; Ἵνα μὴ ἀναστῶσι, φησὶ, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων· τοῦτ’ ἔστιν, ἵνα μὴ ταῖς τῶν πατέρων ἀγερωχίαις ἑπόμενοι, καὶ προγονικῆς δυσσεβείας γενόμενοι ζηλωταὶ, κατεμπλήσωσι μὲν πολέμου τὴν γῆν, καθάπερ ἀμέλει κἀκεῖνοι, γένοιντο δὲ αὐτῆς καὶ κύριοι. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα, καὶ σπέρμα. Ὅνπερ γὰρ τρόπον τοῖς εὐαρεστήσας· τῶν βασιλέων τοῦ Ἰσραὴλ υἱοὺς τετάρτους ἐπηγγείλατο Θεὸς καθήσεσθαι ἐπὶ τῶν θρόνων αὐτῶν, ἐκτείνων τὴν εὐλογίαν καὶ εἰς τὸ ἐξ αὐτῶν ἐσόμενον γένος· οὕτω τῶν ἄγαν γεγονότων δυσσεβῶν ἀνακόπτει τοῦ γένους τὴν ἐπίδοσιν.
Οἱ γὰρ ἀσεβεῖς, φησὶν, ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται. Ἀκουέτω δὴ οὖν καὶ ὁ πάντων ἐχθρὸς, ὁ τῆς ἁμαρτίας εὑρέτης, καὶ ἁπάντων ἡμῖν παραίτιος γεγονὼς τῶν κακῶν· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ γὰρ ἠρκέσθη τῷ μεταστῆσαι πρὸς παράβασιν τὴν τοῦ γένους ἡμῶν ἀρχὴν, ἀλλὰ γὰρ καὶ ἅπασαν τὴν ὑπ’ οὐρανὸν ἀποβουκολῆσαι Θεοῦ, καὶ τῆς πρὸς αὐτὸν ἀποκομίσας ἀγάπης τὸν ἐπὶ γῆς ἄνθρωπον, ἴδιον ἀπέφηνε προσκυνητὴν, καὶ τοῖς τῆς ἀπωλείας ἐνῆκε βόθροις. Οὐκοῦν οὐκ ἔσται καθαρὸς, ἀλλ’ οὐδὲ μεμένηκεν εἰς τὸν αἰῶνα χρόνον· οὐ γὰρ μέχρι παντὸς κεκράτηκε τῶν ἠδικημένων, ἀνασειράζοντος Θεοῦ τὴν πλεονεξίαν, καὶ ἀνακόπτοντος τῆς καθ’ ἡμῶν σκαιότητος τὰς ὁρμάς.
Ἀπόλωλε γὰρ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, τοῦτ’ ἔστι, τοῖς ἀκαθάρτοις δαίμοσι· σπέρμα γὰρ ἧσαν πονηρόν. Ἀπολώλασι σειροῖς ζόφου τεταρταρωμένοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ἐκβέβληνται γὰρ τῆς καθ’ ἡμῶν τυραννίδος, καὶ γέγονεν ἡμῖν εἰρήνη Χριστός. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν, καὶ τὰ νοήματα ἡμῶν.6 Συνέβη δὲ τοῦτο παθεῖν αὐτοὺς τίνα τρόπον, αὐτὸς ἡμῖν ὁ τῶν ὅλων Θεὸς σαφηνιεῖ λέγων· Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν τὸ ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.
Ἔοικεν εἶναί τις τῶν κατὰ πλάτος εἰρημένων ἀνακεφαλαίωσις συντομωτάτη τὸ προκείμενον ἡμῖν ῥητόν. Δηλοῖ γὰρ ἕτερον οὐδὲν, πλὴν ἐκεῖνό που πάντως, ὡς ἀνθρώπων μὲν ἔρημος ἔσται παντάπασιν ἡ Βαβυλωνίων, ζώων δὲ πλήρης, οἷς ἐνδιαίτημα φίλον ἡ ἐρημία. Ἐπειδὴ δὲ πλείστην, κατὰ τὸ εἰκὸς, ὑδάτων ἔχει καταφορὰν, φασὶ δὲ καὶ ποταμὸν αὐτὴν τέμνειν δίχα, συμβέβηκεν οὐδενὸς τῶν ναμάτων τὴν ῥύμην παροχετεύοντος, ἐφ’ οὓς ἧν ἀκόλουθον ἰέναι τόπους, διασκίδνασθαί τε κατὰ πάσης τὸ ὕδωρ, καὶ τελμάτων ἀποτελέσαι τὴν πληθὺν, ὡς πάλαι λαμπρὰν καὶ διαβόητον, βασιλίδα τε τῶν ἄλλων, καὶ ἐνδοξοτάτην κατωνομασμένην, πηλοῦ βάραθρον γενέσθαι καὶ τοῖς ἐμπίπτουσιν εἰς ἀπώλειαν. Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν· καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.
PG 70:385Προφητεύει μὲν ὁ μακάριος Ἡσαί̈ας ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεχίου· ἔοικε δὲ τουτοισὶ ποιεῖσθαι τοὺς λόγους, τοὺς κατά γε φημὶ τῆς Βαβυλῶνος, ἢ καὶ ἁπάσης τῆς Ἀσσυρίων γῆς· περιόντος ἔτι καὶ τὴν βασιλίδα τιμὴν μετὰ χεῖρας ἔχοντος τοῦ Ὀζίου, ὅς ἐστι καὶ Ἀζαρίας. Ἐπειδὴ δὲ βασιλεύοντος Ἐζεχίου κατεστράτευσε τῆς Ἰουδαίας Σενναχειρεὶμ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν εἷλε τῆς Σαμαρείας πόλεις, ἐλήλεγκται δὲ διὰ χειρὸς Θεοῦ, καὶ αὐτοῖς ἐπιπηδήσας τοῖς Ἱεροσολύμοις· ἀπέθανον γὰρ ἐν μιᾷ νυκτὶ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες, ἀγγέλου χειρὶ δαπανώμεναι· ταύτης ἕνεκα τῆς αἰτίας, ἵνα μή τι τῶν παρὰ Θεοῦ πρὸς παράκλησιν τοῦ Ἰσραὴλ εἰρημένων διαπίπτειν δοκεῖ, προαναφωνεῖ καὶ τοῦτο καί φησιν, ὅτι Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· κατοιχήσεται γὰρ, φησὶν, εἰς πηλοῦ βάραθρον ἡ Βαβυλωνίων·
ἔσται δὲ καὶ ἠρημωμένη, μενεῖ δὲ κἀκεῖνο· καὶ πάντη τε καὶ πάντως ἐκτελευτήσει, φησὶν, εἰς αἴσιον πέρας, ὃ βεβούλευμαί τε καὶ ταῖς παρ’ ἐμαυτοῦ κεκύρωκα ψήφοις, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα· ἀφαιρεθήσεται δὲ καὶ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ἀπέσταλτο μὲν γὰρ παρὰ τοῦ Σενναχηρεὶμ ὁ Ῥαψάκης ἐκ Λαχεῖς εἰς Ἱερουσαλήμ. Εἶτα ταῖς Βαβυλωνίων στρατιαῖς ὅλην ἐν κύκλῳ περισχὼν, τῆς τοῦ Θεοῦ δόξης καταπεφλυάρηκεν οὐ μετρίως· καὶ βαρβαρικῷ φρονήματι πρέπουσαν ἠφίει φωνήν· Μὴ γὰρ ἀπατάτω, φησὶν, ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς ἐκ χειρὸς Ἀσσυρίων·6 ζυγὸν δὲ δουλείας τοῖς ἄνωθεν ἐλευθέροις ἐπιῤῥῖψαι ζητῶν, μέγα τὸ κῦδος, τοῦτ’ ἔστι, δόξαν, ἑαυτῷ τε καὶ τῷ οἰκείῳ δεσπότῃ περιτιθεὶς, εἰς ἀδόκητον κατενήνεκται συμφοράν.
Ἀναστάντες γὰρ, φησὶ, τὸ πρωὶ̈, εὗρον πάντα τὰ σώματα νεκρά.6 Ἔγνω δὲ διὰ πείρας, ὅτι τέ ἐστιν παναλκὴς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ τοῖς θείοις αὐτοῦ νεύμασι τὸ ἀντιστατοῦν οὐδέν. Αὔτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης ὅλης. Ὃ γὰρ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἰστέον δὴ πάλιν, ὡς οὐ κατὰ πάσης τῆς οἰκουμένης, ἤτοι τῆς ὑπ’ οὐρανὸν, ἡ τῆς προφητείας τῆς ἔν γε τούτοις ἔρχεται δύναμις, γέγονε δὲ μᾶλλον ὁ τῆς προαγορεύσεως λόγος κατὰ πάσης τῆς Ἀσσυρίων γῆς, ἢν καὶ οἰκουμένην ἀποκαλεῖ, διάτοι τὸ εἶναι πολλὴν καὶ εὐρεῖαν, ἔθνεσί τε μυρίοις καὶ ἀριθμοῦ κρείττοσιν ἀναπεπλῆσθαι πλουσίως.
PG 70:387Οὐκοῦν τὰ εἰρημένα, φησὶ, κατὰ πάσης ἥξει τῆς Ἀσσυρίων γῆς, ὅτι τε πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, παραλύοντος δὲ οὐδενὸς τὴν ἐπαγωγὴν, ἤγουν ἐπαμύνειν τοῖς ὑπὸ θείαν ὀργὴν ἰσχύοντος, προσαποφαίνει λέγων· Ἃ γὰρ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἀποκείρει μὲν γὰρ εἰσάπαν τὴν τῶν Βαβυλωνίων ἐλπίδα· προσεμπεδοῖ δὲ χρησίμως τοὺς ἐξ Ἰσραὴλ, εἰς τὸ ἀραρότως διακεῖσθαι καὶ φρονεῖν, ὅτι πάντη τε καὶ πάντως ἀποπερανεῖ τὰ ἐπηγγελμένα πανσθενεστάτη τε ὑπάρχουσα, καὶ κατακρατοῦσα τῶν ὅλων, ἡ θεία τε καὶ ὑπερτάτη χείρ. Ἐπειδὴ γὰρ ᾤοντο δεινὴν καὶ δυσάντητον τὴν τῶν Ἀσσυρίων ὑπάρχειν ἰσχὺν καὶ παραχωροῦσαν οὐδενὶ, καὶ τὸ ἡττᾶσθαι παραιτουμένη, ἀπιστῆσαι δὲ ἦν διὰ τοῦτο εἰκὸς τοῖς τῆς προφητείας λόγοις· ταύτῃτοι καὶ μάλα εἰκότως τοῦτο παθεῖν οὐκ ἐᾷ· μόνον δὲ οὐχὶ καὶ ἐκδυσωπεῖ, καὶ τῆς ἀπιστίας τὴν νόσον προαποκείρει λέγων·
Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦ ἔτους οὗ ἀπέθανεν Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Διάφοροι κατὰ καιροὺς ἀποκαλύψεις ἐγένοντο τοῖς ἁγίοις προφήταις, καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνουσαι πρὸς ὄνησιν τῶν τηνικάδε. Καίτοι γὰρ ἀπεσκληκότα τὸν Ἰσραὴλ καὶ τῶν θείων νόμων ἀφειδηκότα μεταπλάττειν ἤθελεν εἴς γε τὸ χρῆναι τὰ ἀμείνω φρονεῖν ὁ τῶν ὅλων Θεὸς, πολυτρόπως εὐεργετῶν, καὶ τοῖς μὲν ἀνθεστηκόσιν αὐτῷ κατεξανιστὰς τὴν ὀργὴν, ἀνακομίζων δὲ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, εἰς ἐλπίδας ἀγαθὰς, ἵν’ εἰδεῖεν ὡς εἷς τε καὶ μόνος ἐστὶν ὁ τῶν ὅλων Κύριος, καὶ ἕτερος μὲν παρ’ αὐτὸν οὐδείς.
Αὐτοὶ δὲ τῇ κτίσει τὸ σέβας παρὰ τὸν Κτίστην ἀνάπτοντες, καὶ σπουδὰς τοῖς ψευδωνύμοις προσκομίζοντες θεοῖς, προσκεκρούκασιν οὐ μετρίως. Τοιαύτην τινὰ καὶ νῦν οἰκονομίαν ἡ τῶν προκειμένων ἡμῖν προφητικῶν ἀναγνωσμάτων ὑπεμφαίνει δύναμις. Δεῖ δὲ, οἶμαι, τὰ ἱστορικῶς γεγονότα προαφηγήσασθαι, καὶ διειπεῖν ἕκαστα σαφῶς· ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐναργὲς ὅτι μάλιστα τὸ δηλούμενον. Βεβασίλευκε τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰσραὴλ Ὀζίας, ὁ καὶ Ἀζαρίας. Οὗτος γέγονε μὲν εὐσεβείας ἐπιμελητής. Ἐποίησε γὰρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ γέγραπται περὶ αὐτοῦ. Δυνατώτατος δὲ καὶ δυσάντητος κομιδῇ τοῖς δι’ ἐναντίας, ἤγουν τοῖς ἀλλογενέσι, τὴν ἐν τοῖς πολέμοις ἀντεξάγων ἰσχύν. Πολλὰς γοῦν ἐκπολιορκήσας εἷλέ τε καὶ πεπόρθηκε πόλεις τῶν Φυλιστιεὶμ, ἤτοι τῶν ἀλλοφύλων, τοῦτ’ ἔστι, τῶν Παλαιστινῶν, καὶ ἐκ τῶν τῆς καλουμένης Κοίλης Συρίας.
PG 70:389Γέγραπται δὲ οὕτω περὶ αὐτοῦ, ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατίσχυσε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις. Κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ Ἄραβας, τοὺς κατοικοῦντας ἐπὶ τῆς Πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους. Καὶ ἔδωκαν οἱ Μιναῖοι τῷ Ὀζίᾳ δῶρα, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. Ἐπειδὴ δὲ ἀπεβίω, διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ. Εἶτα μετὰ τοῦτον Ἄχαζ, πονηρός τε καὶ ἀποστάτης ἄνθρωπος, καὶ τοῖς τῆς ἀπάτης τέλμασιν ἐμβεβηκώς. Λελάτρευκε γὰρ ξύλοις τε καὶ λίθοις, καὶ ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διήγαγε δὲ καὶ τὸν υἱὸν αὐτοῦ ἐν πυρὶ, τέθυκε γὰρ τοῖς δαιμονίοις αὐτόν.6 Γέγραπται δὲ οὕτω καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν·
Καὶ οὐκ ἐποίησεν εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου τοῦ Θεοῦ αὐτοῦ πιστῶς ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διήγαγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐθυμίασεν ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας· καὶ Φακεὲ υἱὸς Ῥωμελίου καὶ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον· καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν·6 καὶ μεθ’ ἔτερα· Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θεγλαφαλαασὰρ βασιλέα Ἀσσυρίων λέγων· Δοῦλός σου, καὶ υἱός σου ἐγώ. Ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ.
Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου, καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ παρεγένετο εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκησεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν. Οὐκοῦν πρῶτον μὲν Ὀζίας ὁ καὶ Ἀζαρίας ἐκπεπόρθηκε τοὺς ἀλλοφύλους, πᾶσάν τε αὐτῶν καταδῃώσας τὴν γῆν, δασμοὺς ἐκομίζετο καὶ τέλη. Δεύτερος δὲ μετὰ τοῦτον ὁ Ἄχαζ κατεμισθοῦτο τὸν Ἀσσύριον, καὶ ἐπαφῆκεν αὐτοῖς· ὃς καὶ πᾶσαν ἐξαναστήσας τὴν Παλαιστινῶν χώραν, αὐτοὺς γὰρ εἶναί φησι τοὺς ἀλλοφύλους, ἀπεκόμισεν αἰχμαλώτους εἰς τὴν ἑαυτοῦ, τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους. Ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Ἄχαζ, ἀνεσκίρτησαν ἐπὶ τούτῳ τῶν ἀλλοφύλων αἱ πόλεις, ὡς ἐκ ποδῶν γεγονότος τοῦ καταπαίοντος αὐτοὺς, καὶ δυσφόρητον ὥσπερ τὸν τῆς πλεονεξίας ἐπιτιθέντος ζυγόν.
Ἠσθενηκότες γὰρ ἅπαξ, καὶ πεπορθημένοι διὰ τῆς Ἀσσυρίων χειρὸς, κατεπικραίνοντο μὲν ἐπὶ τῷ Ἄχαζ, ἀμύνασθαί τε μὴν οὐκ ἦσαν ἱκανοί.6 Ὦ τοίνυν ἀλλόφυλοι, φησὶν, ἐπειδὴ καθά φατε καὶ νομίζετε, τετελευτηκότος τοῦ Ἄχαζ, συνετρίβη λοιπὸν ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, τοῦτ’ ἔστι, τοῦ συντρίβοντος, ἐπὶ τούτῳ μὴ εὐφρανθείητε. Καίτοι φαίη τις ἂν, ὡς εἰδωλολάτρης ὁ Ἄχαζ ἦν βέβηλός τε καὶ θεομισής· εἶτα πῶς ἀνακόπτει Θεὸς τὸν ἐπ’ αὐτῷ γέλωτα τῶν δι’ ἐναντίας; Οὐκοῦν οὐ κατ’ ἐκείνου που πάντως ἦν ὁ γέλως· ἀλλ’ εἴπου τι τῶν καταλυπεῖν εἰωθότων τὴν Ἰουδαίαν γενέσθαι συμβέβηκεν, οὐ τοὺς παθόντας μᾶλλον, ἀλλὰ τοῦ Θεοῦ χεῖρα, τὴν τῷ Ἰσραὴλ συνασπίζουσαν, κατακερτομεῖν ἐπεχείρουν οἱ δι’ ἐναντίας. Ἀσθενῆσαι γὰρ ᾤοντο τὴν παναλκῆ δεξιὰν, καὶ τούς γε ὅντας παρὰ σφίσι θεοὺς ἀμείνους γενέσθαι τῆς τοῦ φυλάττοντος τὸν Ἰσραήλ.
PG 70:391Οὐκοῦν εἰ καὶ βέβηλος ὁ Ἄχαζ ἦν, ἀλλ’ ἐπείπερ ἐπετώθαζον οἱ ἀλλόφυλοι, καθάπερ ἔφην ἀρτίως, τοῖς ἐξ Ἰσραὴλ, ἀνείργει τὴν εὐφροσύνην, καὶ οἷον ἀνασειράζει τὴν εὐφημίαν, οὐκ ἀπηλλάχθαι λέγων αὐτοὺς τοῦ θλίβοντος ζυγοῦ, πείσεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας αὐτοὺς δυσφορήσειν οὐ μετρίως. Τί γάρ φησι; Μὴ εὐφρανθείητε, συντετρίφθαι λέγοντες τὸν τοῦ καταπαίοντος ὑμᾶς ζυγόν. Ἴστε δὲ μᾶλλον, ὅτι ἀπὸ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων. Διχῆ τοῦτο νοήσεις· γέγονε μὲν γὰρ Ὀζίας ὁ καὶ Ἀζαρίας, ὡς ἔφην, ἀπηνής τε καὶ μαχιμώτατος· κατεχειρώσατο δὲ οὕτως αὐτοὺς, ὥστε καὶ ἀσυνήθως δασμολογῆσαι τὰς παρ’ αὐτοῖς πόλεις τε καὶ κώμας. Εἶτα μετ’ ἐκεῖνον ὁ Ἄχαζ, εἰ καὶ μὴ χειρὶ τυχὸν ἰδίᾳ καὶ δυνάμεσι ταῖς ἐπιχωρίοις, ἀλλ’ οὖν τῇ τῶν Ἀσσυρίων τὰ ἶσα πέπραχεν εἰς αὐτούς.
Εἷλε γὰρ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, καὶ τὰς τῶν ἀλλοφύλων πόλεις· ἀπέκτονε δὲ καὶ αὐτὸν τὸν Ῥαασσών. Τελευτήσαντος δὲ τοῦ Ἄχαζ, διαδέχεται τὴν βασιλείαν δίκαιός τε καὶ εὐσεβὴς ὁ Ἐζεχίας. Γέγραπται δὲ καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ. Οὗτος ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης, καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων, ἕως πόλεως ὀχυρᾶς.6 Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως τοῦ Ὀζίου ἔκγονον ἐκβέβηκεν ἀσπίδος ὁ Ἄχαζ· εἶτα μετ’ ἐκεῖνον ὄφις πετόμενος, τοῦτ’ ἔστιν, ὀξὺς ὁ Ἐζεχίας. Κατέδακνον γὰρ τρόπον τινὰ τοὺς ἀλλοφύλους, καὶ δεδαπανήκασι τὰς πόλεις αὐτῶν. Εἰ δὲ ὄφεις ὠνομάσθησαν Ὀζίας τε καὶ Ἐζεχίας, καίτοι γεγονότες εὐσεβεῖς, ἀλλ’ ἐννοεῖν ἐκεῖνο προσήκει καὶ μάλα ἐμφρόνως, ὡς ὁ τοῦ λόγου σκοπὸς τέτραπταί τε καὶ βλέπει πρὸς ὅτι μάλιστα τυποῦν τοὺς Φυλιστιεὶμ, ἤτοι τοὺς ἀλλοφύλους.
Ἔδει τοίνυν, οὐχ ἡμέρους τινὰς καὶ πράους ἔσεσθαι λέγειν αὐτοὺς, ἀλλὰ δεινοὺς καὶ ὀξεῖς, ὡς ὄφεων δίκην ἐπιπηδᾷν εἰωθότας τοῖς δι’ ἐναντίας. Οὐκοῦν ἢ τοιῶσδε συνήσεις τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσονται ἔκγονα ἀσπίδων, ἤ τι καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον.
Κατεμισθοῦτο μὲν ὁ Ἄχαζ Θεγλαφαλαασὰρ τὸν Ἀσσύριον, καὶ τῇ τῶν ἀλλοφύλων ἐπαφῆκε χώρᾳ, ὃς καταδῃώσας ἅπασαν, ἀπέκτεινε καὶ αὐτὸν, ὡς ἔφην, τὸν βασιλέα Ῥαασσών. Ἀλλ’ ἐν καιροῖς τοῦ βασιλέως Ἐζεχίου κατεστράτευσε τῆς Σαμαρείας ὁ Σαλαμανασὰρ, βασιλεὺς καὶ αὐτὸς ὑπάρχων τῶν Ἀσσυρίων. Ἐπιφοιτήσας δὲ πρώτῃ τῇ τῶν Παλαιστινῶν χώρᾳ, ἤτοι τῇ τῶν ἀλλοφύλων, τὰ ἐκ βαρβαρικῆς ὠμότητος κατὰ παντῶν εἰργάζετο. Οὐκοῦν ὡς ἐκ σπέρματος ὄφεως, τοῦ Θεγλαφαλαασὰρ ἔκγονον ἀσπίδος ἐξῆλθεν ὁ Σαλαμανασὰρ, οἷον ὄφις καὶ αὐτὸς, οὐκ ὀκνηρὸς ἐπ’ ἐφόδους, οὐ βραδὺς εἰς κίνησιν τὴν ἐπί τε τὸ χρῆναι πολιορκεῖν, ὀξὺς δὲ μᾶλλον, καὶ πτηνοῦ δίκην ταῖς πόλεσιν ἐφιστάμενος. Καὶ βοσκηθήσονται πτωχοὶ δι’ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ’ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.
PG 70:393Φθάσας ἔφην, ὅτι τεθνεῶτος τοῦ Ἄχαζ, κατεπλατύνοντο μὲν εἰς εὐθυμίαν οἱ ἀλλόφυλοι· κατεμειδίων γε μὴν οὐκ ἐκείνου μᾶλλον, ἀλλὰ τῆς πανσθενοῦς δεξιᾶς τῆς τοῦ σώζοντος τὸν Ἰσραὴλ, φημὶ δὴ Θεοῦ. Ἀλλ’ ὅτι μὲν οὐκ ἐπιλείψουσιν οἱ μαχόμενοι καὶ μετὰ τὸν Ὀζίαν, εὖ μάλα διαμεμήνυκεν, ἐκ σπέρματος ὄφεως ἐξελεύσεσθαι λέγων ἔκγονα ἀσπίδων. Ἐπειδὴ δὲ τῆς θείας κατωρχήσαντο δόξης, ἀναγκαίως δείκνυσιν ἡμῖν ὁ προφήτης ἐν τούτοις, ὅτι καὶ διασώσει τὸν Ἰσραὴλ ὁ προασπίζων αὐτοῦ, καὶ ὅτι τοῖς δι’ ἐναντίας πάντη τε καὶ πάντως ἐποίσει τὸν ὄλεθρον. Πεπολιόρκηκε μὲν γὰρ τὴν Ἱερουσαλὴμ ὁ Σαλαμανασὰρ μετὰ τὸ πᾶσαν ἑλεῖν τὴν Σαμαρειτῶν. Πεπολιόρκηκε δὲ Ῥαψάκην ἀποστείλας ἐκ Λαχεῖς, καθὰ γέγραπται, ἀλλὰ σέσωκεν ἀδοκήτως τοὺς ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεός.
Πεπτώκασιν γὰρ οἱ Ἀςσύριοι, δαπανῶντος αὐτοὺς ἀγγέλου Κυρίου· τὸ δὲ τῶν ἀλλοφύλων σπέρμα, καὶ πᾶν τὸ κατάλειμμα τὸ ἐκ τῆς πρώτης πολιορκίας τῆς ἐν καιροῖς γενομένης τοῦ Θεγλαφαλαασὰρ ἀνῄρηται παντελῶς καὶ ἀπόλωλεν εἰς ἅπαν λιμῷ τάχα που πεπιεσμένον. Ἕπεται γὰρ ἀεί πως τῷ πολιορκεῖσθαι πόλεις καὶ τὰ ἕτερα βλάβη. Οὐκοῦν βοσκηθήσονται μὲν διὰ Θεοῦ πτωχοὶ, καὶ μετριόφρονες ἄνδρες, τοῦτ’ ἔστι, νεμηθήσονται τὴν ἑαυτῶν, καὶ ἐπ’ εἰρήνης ἀναπαύσονται. Τὸ δὲ σὸν σπέρμα, καὶ τὸ κατάλειμμα καταφθερεῖ λιμῷ. Φοβερὸν οὖν τὸ ἐπιτωθάζειν τοῖς ὑπὸ χεῖρα τοῦ Θεοῦ, καὶ κατεπαίρεσθαι τῶν ὑπὸ φροντίδα γεγονότων τὴν παρ’ αὐτοῦ. Περιόψεται γὰρ οὐδαμῶς, ἐπαμυνεῖ δὲ πάντως τοῖς ἑαυτοῦ γνωρίμοις, ἵνα μὴ πλατὺ γελῷεν οἱ δι’ ἐναντίας, καὶ κατονειδίζωσι Θεὸν, ὡς οὐκ ἔχοντα διαρκῶς εἰς τὸ διασώζειν δύνασθαι τοὺς οἵπερ εἶεν ἐπ’ αὐτῷ πεποιθότες.
Ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Τὸ, Ἐκ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, οὕτως ἂν νοεῖσθαι πρέποι, ὡς διερμηνεύοντες ἐλέγομεν, ὅτι πεπόρθηκε μὲν τὰς τῶν ἀλλοφύλων πόλεις, εἷλε δὲ καὶ τὴν Δαμασκὸν ὁ Θεγλαφαλαασὰρ, εἶτα μετ’ ἐκεῖνον, ταῖς ἔτι φορτικωτέραις ἐνῆκεν αὐτοὺς συμφοραῖς ὁ Σαλαμανασὰρ ἐν καιροῖς τῆς Ἐζεχίου βασιλείας, τὰς Σαμαρειτῶν ἐκπολιορκήσας πόλεις. Ὡς οὖν ἤδη τῆς ἐφόδου συγκεκροτημένης, καὶ παρούσης τῆς Ἀσσυρίων στρατιᾶς, ὡς ἤδη ταῖς πύλαις ταῖς ἐν ἑκάστῃ πόλει τῶν ἑλεπόλεων προσκεκομισμένων, μελλόντων δὲ ἤδη κατασείσεσθαι τῶν τειχῶν, ταῖς ἀφορήτοις αὐτῶν προσβολαῖς· ὀλολύζειν μὲν κελεύει τὰς πύλας, ἀνακεκράγειν δὲ τὰς πόλεις, οὐκ ἐπιγαυριώσας ἔτι τοῖς ἐξ αἵματος Ἰσραὴλ, οὐχὶ τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ κατακερτομούσας δόξαν, οὐ τεθνεῶτι τῷ Ἄχαζ ἐπορχουμένας, μελετώσας δὲ μᾶλλον κομμόν τε καὶ θρήνους, καὶ ταῖς ὅσον οὐδέπω παρεσομέναις συμφοραῖς οὐ μετρίως ἐπιστυγναζούσας.
PG 70:395Ἀνθ’ ὅτου γὰρ δὴ προςτέταχα, φησὶν, ἀνοιμώζειν τὰς πόλεις, ὅτι καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καπνὸν ἐν τούτοις τὸν ἀπὸ βοῤῥᾶ, τὸν ἐκ τῆς Ἀσσυρίων γῆς ὁρμώμενον ὀνομάζει, ἢ αὐτὸν τὸν Σαλαμανασὰρ, ἢ τὴν συνοῦσαν αὐτῷ στρατιάν. Νοτιωτάτη μὲν γάρ ἐστιν ἡ τῶν Ἰουδαίων χώρα, βορειωτέρα δέ πως ἡ τῶν Ἀσσυρίων. Καπνῷ γε μὴν τὴν φιλοπόλεμον παρεικάζει στρατιὰν, ὡς δακρύων τοῖς ἁλοῦσιν ἐμποιητικήν. Ἐξέλκει γὰρ ἀεί πως τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνός. Οὐκ ἀπίθανον δὲ καὶ ἑτέρως καπνῷ παρεικάζεσθαι τοὺς πολέμους. Ὥσπερ γὰρ ὁ καπνὸς τοῖς τοῦ σώματος ἐμπίπτων ὀφθαλμοῖς παραιρεῖται πάντως αὐτοὺς τὸ τῆς ὄψεως ἀκριβὲς, οὕτω καὶ θανάτου φόβος μονονουχὶ καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, δεινοῖς τε καὶ ἀφορήτοις δείμασιν μονονουχὶ καταμελαίνων αὐτήν.
Ἥξει τοίνυν καπνὸς ἀπὸ βοῤῥᾶ. Εἶτα ποῖόν ἐστι τῆς ἐφόδου τὸ τέλος; οὐκέτι τοῦ εἶναί φησι, τοῦτ’ ἔστι, πανωλεθρεία καταφθερεῖ πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐταῖς. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Τῆς ἐφόδου τῶν Ἀσσυρίων γεγενημένης ἥλωσαν μὲν αἱ τῶν ἀλλοφύλων πόλεις. Ἐκπεπόρθηνται δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν Σαμαρειτῶν· σέσωσται δὲ Ἱερουσαλὴμ παραδόξως μόνη παρὰ πάσας, ταῖς τῶν Ἀσσυρίων στρατιαῖς ἐνενεγκόντος τὴν χεῖρα τοῦ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντος. Ἀπέθανον γὰρ ἐν νυκτὶ μιᾷ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες. Ὅταν τοίνυν καταπρήσωσι μὲν τὰς τῶν ἀλλοφύλων πόλεις οἱ ἀπὸ βοῤῥᾶ, καταδῃώσωσι καὶ τὴν τῆς Ἰουδαίας γείτονα τὴν Σαμαρειτῶν, εἶτα περισχόντες κύκλῳ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, οὐδενὸς ἀντεξάγοντος ἐν μιᾷ πέσωσι νυκτί· τότε δὴ, τότε καὶ οὐχ ἑκόντες, φησὶν, ὁμολογήσωσιν οἱ τῶν ἐθνῶν βασιλεῖς, ὅτι Κύριος ἐθεμελίωσε Σιών· καὶ ὅτι δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.
Ταπεινοὺς δέ φησι τοῦ λαοῦ, τοὺς ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ τὴν τῶν σώζεσθαι θεμένους ἐλπίδα, ὁποῖός τέ τις ἦν αὐτὸς ὁ βασιλεύων Ἐζεχίας, καὶ οἱ ἀμφ’ αὐτὸν Θεῷ προσπίπτοντες, καὶ λέγοντες· Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους τοῦ Ῥαψάκου, οὓς ἐξαπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα.6 Ἀλλὰ καὶ αὐτὸς ἀντήκουεν Θεοῦ λέγοντος ἐναργῶς· Τάδε λέγει Κύριος· Ὑπερασπιῷ ὑπὲρ τῆς πόλεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.6 Ἀγαθὸν οὖν ἄρα τὸ ἐπὶ Θεῷ πεποιθέναι.6 Καὶ τοῦτο εἰδότες οἱ μακάριοι προφῆταί φασιν, Ἱερεμίας μὲν, ὅτι, Μακάριος ἄνθρωπος ὁ πεποιθὼς ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.6 Ὁ δὲ σοφώτατος Δαβίδ· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.6 Ἀπολέσει γὰρ οὐδεὶς τὸν τοῖς θείοις αὐτοῦ νεύμασιν ἐπικουρούμενον, καὶ ταῖς ἄνωθεν εὐμενείαις εὖ μάλα τετειχισμένον.
PG 70:397Ἀξιοῖ γὰρ φροντίδος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ τοῖς τὰ αὐτῷ δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακόσι, τὸ ἐν βεβαίῳ κεῖσθαι τῶν ἀγαθῶν κατανεύει προχείρως. ΤΟΜΟΣ Γ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ’ ἔστι κατὰ τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβαρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρσεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες διολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν.
Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προςώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ.6 Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ’ ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερμένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρτηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παραλειφθέντος εἰς τὸ παραράσασθαι δεῖν.
Ἐπειδὴ δὲ εἰς τὸ παρ’ ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ’ αὐτῶν δυστροπίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυνεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.6 Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸς καὶ δυσάντητος ἦν ὁ Ἰσραὴλ, ταύτῃ τοι καὶ μάλα πικρῶς καὶ φιλοκακούργως, ἀφιστάντες αὐτοῦ τὴν ἐπικουρίαν, προσκρούειν ἀνέπειθον τῷ ἐπὶ πάντας Θεῷ.
Διατετελέκασι δὲ καὶ μέχρι παντὸς τοιαύτην ἔχοντες γνώμην, κἂν εἰ συνέβη τὸν Ἰσραὴλ κοινωνῆσαι συμφοραῖς προσκεκρουκότα Θεῷ, κατηλαζονεύοντο καὶ κατεκερτόμουν ἐκεῖνοι, τὸ μηδὲν ὅλως δύνασθαι κατηγοροῦντες Θεοῦ, τοῦ σώζειν ὑπισχνουμένου τοὺς προσκυνοῦντας αὐτῷ. Καὶ τούτου μάρτυς ὁ μακάριος Ἰερεμίας ἐν τῇ κατ’ αὐτῶν ὁράσει λέγων· Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπιχείριον αὐτοῦ συνετρίβη. Μεθύσατε αὐτὸν ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.6 Καὶ πάλιν· Ὅτι οὕτως εἶπε ὁ Κύριος, Ἐλήφθη Ἀριώθ· καὶ ὀχυρώματα συνελήφθη. Καὶ ἀπολεῖται Μωὰβ ἀπὸ λαοῦ, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη.6 Ἧκε μὲν γὰρ κατὰ καιροὺς ὁ Ἀσσυρίων καὶ Βαβυλωνίων τύραννος καταδῃώσων τὴν Ἰουδαίαν. Εἷλε δὲ τὰς τῆς Σαμαρείας πόλεις. Μωαβῖται δὲ πάλιν καταμειδιῶντες τῶν ἀπολωλότων ἐπετώθαζον οὐ μετρίως, καὶ κατονειδίζοντες διετέλουν τὴν τοῦ Θεοῦ δόξαν.
PG 70:399Ταύτῃ τοι δέδονται καὶ αὐτοὶ πρὸς ἐρήμωσιν, ἄρδην τε ἀπολώλασιν ὁμοῦ πόλεσί τε καὶ δήμῳ καὶ οἴκῳ παντὶ, ὥστε ἤδη πως μηδὲ ὑπάρξαι δοκεῖν. Διαμέμνηται τοίνυν ἡ ὅρασις ἡ προκειμένη τῶν συμβεβηκότων αὐτοῖς· ἐξ ὀργῆς δηλονότι τῆς ἄνωθεν, καί φησιν· Νυκτὸς ἀπολεῖται ὁ Μωαβίτης· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τινὲς τῶν ταῦτα ἠκριβωκότων παρέδοσαν ὅτι μελλόντων τῶν ἐπ’ αὐτοῖς αἴρειν πόλεμον τῶν Βαβυλωνίων, σεισμοῦ γεγονότος κατεδονήθη τοσοῦτον Μωαβιτῶν μητρόπολις, ὡς ὅλον αὐτῆς αὐτομάτως κατασεισθῆναι τὸ τεῖχος ἐν νυκτὶ καὶ σκότῳ· οὗ δὴ γεγονότος, πρὸ τῆς τῶν πολεμίων ἐφόδου, μονονουχὶ καὶ ἀπόλωλεν αὐτοῖς ἡ τῆς σωτηρίας ἐλπίς. Ταύτῃ τοι φησὶ νυκτὸς ἀπολεῖσθαι τὴν Μωαβίτιδα. Ἀλλὰ λυπεῖσθε, φησὶν, ἐφ’ ἑαυτοῖς.
Ὅμοιον ὡς εἰ λέγοι, Πλειστάκις ὀφρὺν ἐπαίροντες ὑψηλὴν ταῖς ἑτέρων ἐνετρυφήσατε συμφοραῖς· ἀλλὰ νῦν ἐφ’ ὑμᾶς αὐτοὺς ὁ πόλεμος τρέχει, καὶ τὰ ἐντεῦθεν βλάβη ταῖς ἀνοσίαις ὑμῶν ἐπικρέμαται κεφαλαῖς. Λυπεῖσθε τοίνυν οὐκ ἐφ’ ἑτέροις τισὶν, ἀλλ’ ἐφ’ ἑαυτοῖς. Ἀπολεῖται γὰρ Λεβηδὼν, οὗ ὁ βωμὸς ὑμῶν. Ἔφην ὅτι δεινοὶ καὶ ἀγέρωχοι Μωαβῖται γεγόνασι, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐπιθαρσήσαντες, καὶ διὰ μάγου τέχνης κατευμεγεθήσειν οἰόμενοι τῆς ἁπάντων χειρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ κἂν εἰ ἐπαμύνοι Θεός· οὐκοῦν ἐν τῇ καλουμένῃ Λεβηδὼν, βωμὸς ἦν αὐτοῖς καὶ τέμενος οὐκ ἀθαύμαστον, τόγε ἧκον εἰς κατασκευήν. Ἐκεῖ τὰς μαντείας ἐπετέλουν, ἐφρόνουν τε μέγα, καὶ σεπτὸν ὅτι μάλιστα παρὰ τοὺς ἄλλους ἐποιοῦντο τὸν χῶρον.
Ἀλλ’ ἀπολεῖται, φησὶ, καὶ τὸ τῆς μαντείας ὑμῶν ἐργαστήριον. Ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. Πόλις δὲ αὕτη τῶν ἀλκιμωτάτων. Ὀλολύξατε, φησίν· ἐπὶ γὰρ πάσης κεφαλῆς φαλάκρωμα. Τοῦτ’ ἔστιν, ἀτιμία κατὰ πάντων δραμεῖται μία. Φαλάκρωμα γὰρ ἀτιμίας σύμβολον. Ἔσονται δὲ καὶ πάντες βραχίονες κατατετμημένοι. Ἀπὸ τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολατροῦσιν ἔθος τὰς καλουμένας ἐντομίδας ταῖς τε παρειαῖς καὶ τοῖς βραχίοσιν ἐπιφέρειν. Μάτην οὖν ἄρα καὶ τοῦτο δράσετε, φησὶν, ἀνόνητον γὰρ τὸ χρῆμα παντελῶς. Οὐκοῦν ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκοις, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς.
PG 70:401Πόλεων ἡμῖν οὐ μετρίοις δείμασιν ἐνησχημένων καταγράφει σχῆμα τῆς προφητείας ἡ δύναμις. Πολέμου γὰρ περισχόντος, καὶ συμφορᾶς τῆς ἐσχάτης ἐπενηνεγμένης πόλεσί τε καὶ οἴκοις, οἱ μὲν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσι. Τό γε μὴν ὅσον ἐστὶν ἀσθενές τε καὶ ἄμαχον, οἷον τὸ θηλύων γένος, καὶ τὸ νηπίων ἐπ’ αὐτῶν ἀνεπήδησε δωμάτων, κομμὸν ποιεῖται καὶ ὀλολυγὴν, ταῖς τῶν πολεμίων ἐνορῶν φάλαγξι, καὶ τὴν ὅσον οὐδέπω παρεσομένην ἐννοήσαντες σφαγήν. Ὀλολύξετε τοίνυν· κέκραγε γὰρ Ἐσεβὼν, καὶ ἐλάλησεν ἕως ἠκούσθη ἡ φωνὴ αὐτῆς. Πόλεις δὲ ταύτας εἶναί φησι τὰς Μωαβίτιδος τὰς μαχιμωτάτας. Ἀλλ’ εἰ καὶ οὕτως ἔχοιεν, φησὶ, τοσαύτην ποιήσονται τὴν ὀλολυγὴν, ὡς μὴ λεληθότως, μηδὲ ἐν παραβύστῳ κλαίειν, ἀκουστὴν δὲ μᾶλλον γενέσθαι τὴν φωνὴν, καὶ ἀναφανδὸν ὀλοφύρεσθαι, κατημεληκότων τῶν ἐν αὐταῖς τῆς αὐτῆς συνήθους ἀνδρείας, συντεθραυσμένων δὲ οὕτως, ὡς ἀμοιρῆσαι παντελῶς εὐσθενείας τε καὶ θράσους, καὶ τῶν εἰς ἀλκὴν ἐννοιῶν καὶ ἐγχειρημάτων.
Ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ· ἡ ψυχὴ αὐτῆς γνώσεται, καὶ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ, ἔως Σηγώρ· δάμαλις γάρ ἐστι τριέτης. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς πρὸς σὲ, κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός. Προσβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων συμφορῶν δριμεῖαί τε λύπαι, καὶ ἀθυμίαι παγχάλεποι, καὶ δειμάτων ἔφοδος, οὐκ ἀνικάνως ἔχουσα καὶ τὴν ἄγαν εὐτολμοτάτην καταθραῦσαι καρδίαν. Ἐντεῦθεν οἶμαί τισι πρόσωπα μὲν γενέσθαι σκυθρωπὰ, καὶ οἷον ἐκ βάθους ἀναπηδῶντας στεναγμοὺς, καὶ τῆς ἔσω φλογὸς τὴν ζέσιν διερμηνεύοντα. Ἡ ὀσφὺς τοιγαροῦν τῆς Μωαβίτιδος βοᾷ· τοῦτ’ ἔστιν, ἐν ὠδῖσίν ἐστιν, καὶ κεκρυμμένους ἔχει τοὺς πόνους, προκαταπτοουμένη δηλονότι ταῖς φήμαις, καὶ τὸν οὐδέπω παρεσόμενον ἐννοοῦσα πόλεμον.
Ἔγνω γὰρ τοῦτο ἡ ψυχὴ αὐτῆς. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ὀλοφύρεταί τε καὶ κέκραγεν ἐν αὐτῇ ἕως Σηγὼρ, τοῦτ’ ἔστι, Μωαβῖτις ἅπασα χώρα, μέχρι καὶ αὐτῶν τερμάτων. Φασὶ γὰρ ἐπ’ αὐτοῖς τοῖς ὅροις τῶν Μωαβιτῶν τεθεῖσθαι τὴν Σηγώρ. Τίνος οὖν ἕνεκα ταῦτα συμβήσεται παθεῖν αὐτήν; Δάμαλίς ἐστι τριέτης. Ὁ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, καὶ εἰς τὸ σφριγῶσαν αὐτοῖς ἐνεργήσασθαι δύναμιν. Τοιγάρτοι καὶ τοῦ χρῆναι δαμάζεσθαι καιρὸς αὐτοῖς ἐκεῖνός ἐστιν. Ἕως τοίνυν ἐστὶν ἡ δάμαλις ἀπειρόζυγος, σφριγῶσά τε καὶ νέα, καὶ ἀρτιφυὲς ἐκφέρουσα κέρας, κατασκιρτῶσα τῶν αὐλῶν καὶ τῶν ἐπαύλεων κατορχεῖται πλειστάκις· τοιαύτη τις γέγονεν ἡ Μωαβιτῶν, ἐπιπηδῶσα τοῖς πέλας, καὶ κατασκιρτῶσα τῶν ἀσθενεστέρων.
Ὑψηλὴν δὲ εἶναί φασιν αὐτὴν, καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ οὕτω κεκλημένην, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων ἥκοντας ἢ πόλεων ἢ χωρῶν. Ἐπ’ αὐτῆς τοίνυν, φησὶ, τῆς ἀναβάσεως τῆς Ἀρωνιεὶμ, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμμα καὶ συσσεισμός. Προανακεκράγασι γὰρ τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη, μονονουχὶ συσσείοντος ἅπαντα, πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐτοῖς συντρίβοντος. Τὸ ὕδωρ τῆς Νεβρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται, μὴ καὶ οὕτως μέλλει σωθῆναι; Πόλιν εἶναί φασι τὴν Νεβρεὶμ κειμένην μὲν ἐν ἐσχατιαῖς τῆς χώρας, γειτνιῶσαν θαλάσσῃ τῇ Ἐρυθρᾷ εὔυδρον δὲ οὕτως καὶ εὔβοτον, ὡς καὶ ἵππον δύνασθαι κεκτῆσθαι πολλὴν τοὺς ἐν αὐτῇ· ταύτῃ τοι καὶ εἶναι μαχιμωτάτους, ἔχειν τε τὴν ἵππον ἐμπειροπόλεμον.
PG 70:403Ἐκ θείας τοίνυν, φησὶν, ὀργῆς, ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἔρημος ἔσται καὶ ὑδάτων καὶ χόρτου χλωροῦ. Οὗ δὴ γεγονότος, ἀτονήσει πάντως ἡ τῶν τακτικῶν ἐμπειρία προανῃρημένων τῶν ἵππων, καὶ διολωλότων ὑπὸ λιμοῦ. Ἀλλ’ εἰ τοῦτο γένοιτο, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ’ ἑαυτῆς; μὴ τούτου συμβεβηκότος μέλλει σωθῆναι, καὶ τὰς τῶν πολεμίων διαδράναι χεῖρας; προανῃρημένης γὰρ αὐτῶν τῆς ἰσχύος, ποία τις ἔσται λοιπὸν ἡ τῆς σωτηρίας ἐλπίς; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. Συνῆψε ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼρ πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼρ Ἄραβας. Καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμα ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς.
Τὰ νοτιώτατα μέρη τῶν Δαμασκηνῶν κατανέμεσθαί φασι τὰ τῶν καλουμένων Σαρακηνῶν ἀναρίθμητα γένη, καὶ μέχρι αὐτῆς παρατείνοντα τῆς Περσῶν. Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν. Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντετριμμένον, ἀλλ’ ὅλη δι’ ὅλου κατεδονήθη τε καὶ σεσάλευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περάτων εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλολυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων.
Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ’ αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος. Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰ πλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκεδασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ’ ἑτερόχρουν καὶ αἱματοειδές. Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι, τοῦτ’ ἔστιν, ἀπολέσθαι τε καὶ δαπανηθῆναι.
PG 70:405Τό γε μὴν ὑπολελειμμένον ἀποστελῶ, φησὶν, ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Πικροὶ γὰρ ὄντες ἀεὶ βαδιοῦνται πρὸς αἰχμαλωσίαν, καθάπερ τινὲς ὄφεις ταῖς τινῶν ἐπῳδαῖς γεγοητευμένοι, καὶ οἷον ἀπονυστάξαντες, εἰς τὸ ἀσυνήθως ἥμερον. Τὸ γάρτοι λέγειν Ἀποστελῶ, τὸ ἐκπέμψαι δηλοῖ. Ἔθος γὰρ τοῖς ἑλοῦσι χώραν ἢ πόλιν, οὐχὶ πάντας ἄρδην ἀπολύειν ἔσθ’ ὅτε, δεδαπανημένης δὲ τῆς μαχιμωτάτης πληθύος, ἐν δορυλήπτων ποιεῖσθαι τάξει τοὺς περιλελειμμένους. Εἰ δὲ χρή τινα καὶ ταῖς ἱστορίαις ἐφαρμόσαι λόγον ἀναγκαῖον, ἰστέον, ὅτι ψυχὴ μὲν τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρά τέ ἐστι καὶ δυσάλωτος, καὶ τῆς τῶν μαχομένων αὐτῇ κατευμεγεθοῦσα χειρός. Νικᾷ γὰρ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
Εἰ δὲ δὴ παρατρέποιτο πρὸς ἃ μὴ προσῆκεν, ἔξω τε τῆς εὐθείας φέροιτο τρίβου, καὶ τὸ Θεῷ δοκοῦν παρατρέχουσα, πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ καταφέροιτο πάθη, καὶ τὸν τῆς εὐπειθείας ἀποσείσαιτο ζυγὸν, ἀγυμνοῖ πάσης αὐτὴν ἐπικουρίας, καὶ οἷον ἀτείχιστον αὐτὴν ἀποφαίνει, καὶ ἀνασφαλεῖ τοῖς πολεμοῦσιν ἐργάζεται, καταλειαίνει τε τὰς ἐφόδους τὰς ἐπ’ αὐτῇ τοῖς πάθεσιν, ὡς κατὰ μηδένα τρόπον ἰσχῦσαι διαφυγεῖν. Οὕτω παραδίδονται μὲν εἰς ἀδόκιμον νοῦν, καὶ γεγόνασιν εὐάλωτοι ταῖς ἐκτόποις ἐπιθυμίαις, σώζει δὲ αὐτὰς οὐδὲν, ἀλλ’ εἰσὶν ὑπὸ πόδας ἐχθρῶν, ἀνάνδρως διεῤῥιμμέναι. Ἐὰν μὲν γὰρ κλείσῃ κατὰ τοὺς ἀνθρώπους, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τίς ἀνοίξει, καὶ τὴν παναλκῆ τοῦ παραδεδωκότος πλεονεκτήσει δεξιάν; Μένωμεν τοίνυν ἐν τῷ θείῳ φόβῳ.
Κερδανοῦμεν γὰρ οὕτω τῆς ἄνωθεν εὐμενείας τὴν χάριν· καὶ κατανεανιευσόμεθα πνευματικῶς, καὶ ἁμαρτίας, καὶ παθῶν, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ὀλίγα κομιδῆ φροντίζοντες, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσομεν, τὴν εὐκλεᾶ καὶ δοκιμωτάτην κατορθοῦντες ζωήν. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἔσῃ γὰρ ὡς πτηνοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ. Κατεστράτευσε τῆς Σαμαρείας κατὰ καιροὺς Σαλμανασὰρ ὁ Ἀσσύριος, εἷλέν τε τὰς ἐν αὐτῇ πόλεις· καὶ προσέτι τῶν τῆς Ἰουδαίας προσηδίκησε πολλὰς, καὶ δορύληπτον ἀπεκόμισε πληθὺν εἰς τὴν ἑαυτοῦ. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ἐπετώθαζον τῇ Σιὼν ἤτοι τῇ Ἱερουσαλὴμ τὰ Μωαβιτῶν ἔθνη, καὶ πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, οὐκ αὐτῆς που τάχα καταμειδιῶντες οἱ τάλανες, ἀλλὰ τοῦ ἐπὶ πάντας Θεοῦ· καὶ γοῦν καὶ ἔφασκον τὴν σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπὸ πόδας ἐλθεῖν τῶν ἐχθρῶν.
PG 70:407Ὦ τοίνυν θυγάτηρ Μωὰβ, φησὶν, ἐνήθει δὲ πάντως ὁ λόγος, μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; Ἆρα μόνη, φησὶ, κέκμηκεν ἡ Σιών; ἆρα μόνη πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν; καὶ τὴν τῶν ἐνοικούντων αὐτὴν νενόσηκεν ἐρημίαν; ἢ τοῖς ἔτι χείροσιν αὐτῆς περιπέπτωκας; Ληφθήσῃ γὰρ παρ’ ἐχθρῶν, καὶ οἷον ἐκ καλιᾶς νεοσσὸς ἀφῃρημένος, εἰς ἑτέραν οἰχήσῃ χώραν, καὶ δουλεύσεις ἐχθροῖς, ἔσῃ τε παρ’ αὐτοῖς αἰχμάλωτος οἰκτρὰ, καὶ κατεῤῥιμμένη, καὶ ὑπὸ ζυγὰ δουλείας. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον παράγγελμα τό· Ἂν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχάρῃς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ· καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.6 Οὐ γάρ τοι προσήκει ταῖς ἑτέρων ἐπιγάννυσθαι συμφοραῖς, οὐδὲ θυμηδείας ποιεῖσθαι πρόφασιν τὸ τῷ πέλας συμβεβηκὸς, κἂν εἴ τις εἴη τυχὸν τῶν καταλυπεῖν εἰωθότων, ἐπιστυγνάζειν δὲ μᾶλλον αὐτῷ, καὶ τοῖς ἰδίοις πταίσμασιν ἐνιέντας τὸν ὀφθαλμὸν, δεδιέναι σφόδρα, μὴ ἄρα πως καὶ ἐφ’ ἡμᾶς ὁ τοῦ καταπαίοντος ἐπέλθοι θυμός.
Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτιᾷ φεύγουσιν, ἐξέστησαν. Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Δυσερμήνευτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς, διά τοι τάς τε τῶν προσώπων εἰς πρόσωπα μεταβάσεις, καὶ τὸ τῆς συνθήκης τραχὺ καὶ οὐ βάσιμον νῷ παντί. Πλὴν ὡς ἂν οἷός τε ὦ, πειράσομαι διειπεῖν. Πεπορθημένης τοίνυν ἁπάσης τῆς Μωαβιτῶν, πόλεών τε κατηρειπομένων, καὶ οἴκων ἐμπεπρησμένων, καὶ ἁπαξαπλῶς ἐκλελυττηκότων ἀγρίως τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μετῴκησαν εἰς τὴν Ἀρνῶν. Πόλις δὲ αὕτη τῶν ὀχυροτάτων, ὅμορός που τάχα τῇ Μωαβιτῶν.
Ἔστι τοίνυν πρὸς αὐτὴν ὁ λόγος. Σὺ δὲ, φησὶ, μετὰ τοῦτο, ὦ Ἀρνῶν, πλείονα βουλεύου. Κατασκέπτου, φησὶ, τίνα τρόπον διασῶσαι δυνήσῃ τοὺς περιλελειμμένους καὶ διαφυγεῖν ἰσχύσαντας τῶν πεπορθηκότων τὴν ἀγριότητα. Ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον, σκέπη γένου τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Φεύγουσι γὰρ ἐν μεσημβρινῇ σκοτιᾷ, τοῦτ’ ἔστιν, ἡμέρας οὔσης, καὶ ἡλίου μεσημβρίζοντος αὐτοῖς σκοτιὰν ἔχουσι κατὰ νοῦν. Ἱκανὸς γὰρ λίαν ὁ τοῦ θανάτου φόβος καταθολῶσαι ψυχὴν, καὶ οἷόν τινα νύκτα καταχέαι τοῦ νοῦ τῆς εἰς ἄκρου δυςθυμίας τὴν ἔφοδον. Ταύτῃ τοί φησιν, ὅτι Καὶ ἐξέστησαν. Μόνον γὰρ οὐχὶ καὶ τοῦ φοβεῖν ἔξω γεγόνασιν, τοῖς ἐκ τοῦ πολέμου καταπτοούμενοι δείμασιν.
Ἀλλ’ εἰ καὶ δέξαιο, φησὶ, τοὺς ἀπό γε τῆς Μωαβιτῶν, ἀλλ’ οὖν ἴσθι τοι καὶ μάλα σαφῶς, ὅτι σέσωκας οὐ πάντας, ἀλλὰ βραχὺ καὶ εὐαρίθμητον τῶν ἀπολωλότων λείψανον. Τοῦτο οἶμαι δηλοῦν ἐθέλειν λέγοντα· Μὴ ἀπαρχῆς παροικήσουσιν οἱ φυγάδες Μωάβ. Μὴ ἐν ἀρχαῖς ὄντος τοῦ πολέμου, φησὶν, ὑπεδέξω τοὺς φυγάδας· οὐκ εὐαρίθμητοι κομιδῆ καὶ ὀλίγοι παντελῶς οἱ διαφυγεῖν ἰσχύσαντες; Οὐκοῦν εἰς πέρας ἐνήνεκται τὰ εἰρημένα παρὰ Θεοῦ κατὰ Μωαβιτῶν. Ἀπόλωλε γὰρ εἰ καὶ βραχὺ, καὶ μόλις διασέσωσται λείψανον. Ἀλλ’, ὦ, φησὶν, Ἀρνῶν, ὑπεδέξω τοὺς ἐκ τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐτοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
PG 70:409Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέσου γέγονεν. Διδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρηται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπιπηδῶντος θυμοῦ, ποῖον ἔσται τῶν πεπονθότων λείψανον; Ἢ τίς ὁ ἀναστῆσαι δυνάμενος, Θεοῦ καταστρέψοντος; Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην. Ἐν τούτοις σαφῶς ἐπαγγέλλεται τὸ ἀπαλλαχθήσεσθαι κατὰ καιροὺς τὸν Ἰσραὴλ, τῆς ἀφορήτου ταλαιπωρίας, καὶ τῶν ἐκ τῆς αἰχμαλωσίας κακῶν.
Κύρου γὰρ ἑλόντος τὴν Βαβυλωνίων ἀνέθη μὲν ὁ Ἰσραὴλ, ἀνεκομίσθη δὲ κατοικτείροντος Θεοῦ εἰς τὴν ἁγίαν πόλιν, ἡγουμένων Ζωροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα καὶ Δαβὶδ, καὶ μέν τοι καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ὁ τοίνυν θρόνος, φησὶ, τοῦτ’ ἔστιν, ἡ παρὰ τοῖς Ἰουδαίοις βασιλεία, διορθωθήσεται μετὰ ἐλέους, τοῦτ’ ἔστιν, εἰς τὴν οἰκείαν ἐπανήξει τάξιν, κατοικτείροντος Θεοῦ. Καθιεῖται δὲ πάλιν ἐπ’ αὐτοῦ μετ’ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐπιζητῶν κρῖμα. Καὶ σκηνὴν, ὡς ἔοικεν, ὀνομάζει τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς ἐδίκαζον, ἐννόμως αὐτοὺς τοὺς τῆς βασιλείας διέποντας θάκους. Καὶ τό γε ἧκον εἰς τὸ Θεῷ δοκοῦν, ἐπιμεληταὶ δικαιοσύνης γεγόνασιν, εἰ καὶ τῆς ἀρετῆς διημαρτήκασί τινες, ἀπονενευκότες ἐπὶ τὰ χείρω.
Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον, οὐκέτι διῃρημένως κατῳκήκασιν οἱ ἐξ Ἰσραὴλ, ὡς εἶναι μὲν ἐν τῇ Σαμαρείᾳ τὰς δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραὶ̈μ, βασιλεύοντος ἐπ’ αὐτοῖς τινος, ἐν δὲ τοῖς Ἱεροσολύμοις τὴν Ἰούδα φυλὴν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, πάλιν ἑτέρου καὶ ἰδικῶς βασιλεύοντός τινος ἐπ’ αὐτῶν, ἀλλ’ εἰς μίαν συνενεχθέντες διάνοιαν, κατῳκήκασιν ὁμοῦ τὰ Ἱεροσόλυμα, ἕνα λοιπὸν χρίοντες βασιλέα. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα. Πλὴν ὑπισχνεῖται Θεὸς τοῦ παρὰ τοῖς Ἰουδαίοις θρόνου τὴν ἐπανόρθωσιν, μονονουχὶ κατονειδίζων τὴν Μωάβ. Πεφλυάρηκε μὲν λέγουσα, ὅτι Πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών.
PG 70:411Ἀλλά σοι μὲν, φησὶ, τοῦτο κἀκεῖνο συμβήσεται πλατὺ γελώσῃ κατὰ τῶν ἐξ Ἰσραήλ. Τοὺς δὲ πάντη τε καὶ πάντως ἐλεήσει Θεὸς, καὶ ἀνήσει μὲν τῶν συμβεβηκότων· ἀποκαταστήσει δὲ πρὸς τὸ ἐν ἀρχαῖς τὴν παρ’ αὐτοῖς βασιλείαν ἐπανορθῶσαι. Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Προαναφωνήσας εὖ μάλα τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, καὶ ὅτι πάλιν ἀναφοίτησις ἔσται πρὸς τὸ ἀρχαῖον τῆς παρ’ αὐτοῖς ἀρχῆς, ἤγουν βασιλείας, ἐπάνεισι πάλιν ἐπὶ τὴν Μωὰβ, καὶ μεθίστησιν ἐπ’ αὐτοὺς τὸν λόγον. Εἴρηται δὲ ὥσπερ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, τὸ, Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Συναινοῦσι γὰρ διὰ τούτων, ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὀφειλομένην τε καὶ πρέπουσαν αὐτοῖς ἐπενεγκόντι τὴν τιμωρίαν.
Ἀκηκοέναι δέ φασι τὴν ὕβριν Μωὰβ, πρῶτον μὲν τὴν ἀρχαιοτάτην ἐκείνην ἰστορίαν οὐκ ἠγνοηκότες, ἣν ὁ θεσπέσιος ἀφηγεῖται Μωσῆς. Ὡς γὰρ φθάσαντες εἴπομεν, κατεμισθοῦτο τὸν Βαλαὰμ ὁ Βαλάκ· Δεῦρο, λέγων, ἐπάρασαί μοι τὸν Ἰσραήλ. Πλεῖστα δὲ ὅσα πρὸς τοῦτο πέπρακται κατὰ καιροὺς παρὰ τῆς Μωαβιτῶν ὑπεροψίας τῇ τοῦ Θεοῦ μαχόμενα δόξῃ. Τὴν ὑπερηφανίαν ἐξῆρα. Τῶν ἁγίων προφητῶν ἐναργέστατα διωμολογηκότων, ἀκηκοέναι τε τὴν ὕβριν Μωὰβ, εἰδέναι τε ὅτι καὶ σφόδρα ἐστὶν ὑβριστὴς, ἀνταποκρίνεται Θεὸς καί φησι· Τὴν ὑπερηφανίαν ἐξῆρα· τοῦτ’ ἔστιν, οὐχ ὑπέροπτον ἁπλῶς οὖσαν τὴν Μωὰβ, ἀλλ’ οἷον αὐτὸ χρῆμα γενομένην ὑπεροψίαν ἐκ μέσου γενέσθαι παρεσκεύασα. Πολεμῶ γὰρ ὑπερηφάνοις, καὶ μάχομαι τοῖς οὐ μέτρια φρονεῖν ᾑρημένοις, εἰκῆ δὲ μᾶλλον ἐξογκουμένοις, καὶ ὑψοῦ τὴν ὀφρὺν ἀνατείνουσι, καὶ τῆς ἑαυτῶν φύσεως ἠγνοηκόσι τὴν ἀσθένειαν.
Γέγραπται δὲ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται. Διδάσκων δὲ ὅτι κολάζει δικαίως, καὶ οὐ μάτην ἁπλῶς ἐπάγει τὰς δίκας, καταγορεύει τῆς Μωὰβ ὡς ἀφορήτως νοσούσης τὴν ὑπεροψίαν. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ἐξῆρα μὲν οὐκ ἐγὼ τὴν ὑπερηφανίαν σου, φησὶ, τοῦτ’ ἔστιν, ἐξέκοψα τὴν Μωὰβ, ἀλλ’ οὐ ταῦτά σοι προήγγελλον αἱ παρὰ σοῦ ἁμαρτίαι. Ἐπηγγέλλοντο γὰρ ψευδοεποῦντες οἱ μάντεις, ὅτι καὶ κρείττων ἔσῃ τῆς τοῦ πολέμου προσβολῆς, καὶ νικήσεις εὐπετῶς τοὺς ἀνθεστηκότας, καὶ ἀνάλωτος ἔσῃ τοῖς ἐχθροῖς, καὶ ἡττωμένοις ἐπιτωθάσεις. Ἀλλ’ οὐχ οὕτως αὐτ’ ἔχει, πολλοῦ γε καὶ δεῖ. Μᾶλλον γὰρ ἐξέβη πρὸς τὸ ἐναντίον, καὶ οὐ κατ’ ἐλπίδα σὴν, τῶν πραγμάτων τὸ πέρας. Παγχάλεπον οὖν καὶ ἐπιζήμιον ἀληθῶς, τὸ τοῖς τῶν διαπαιζόντων προσέχειν λόγοις, καὶ ταῖς τῶν γοητῶν ἀποκομίζεσθαι φωναῖς, εἰς ἐλπίδας οὐκ ἐκβησομένας.
Ὀλολύξει Μωάβ. Ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι Δεσὲθ μελετήσεις. Ὅτι μὴ οὕτως ἐκβέβηκεν ἡ μαντεία, καθὰ προςεδόκησαν, ἀλλ’ ἑτεροτρόπως, καὶ εἰς πᾶν τοὐναντίον, διαδείκνυσι σαφῶς, λέγων· Ὀλολύξει Μωὰβ, καίτοι τῆς μαντείας, ἤγουν τῇ τῶν μάγων τέχνῃ κεχρῆσθαι μεμελετηκότων οὐκ ὀλολύξειν αὐτὴν προηγορευκότων, ἀλλὰ γὰρ ἐπαλαλάξειν ἀπολωλόσιν ἐχθροῖς καὶ ἐπορχήσασθαι κειμένοις. Οὐκοῦν ἅπαντες, φησὶν, οἱ ἐν τῆ Μωαβίτιδι κατολολύξουσι· καὶ μελέτησις ἔσται τοῖς κατοικοῦσι Δεσέθ. Πόλις δὲ καὶ αὕτη τῆς Μωὰβ, οἳ κόμμον τάχα που καὶ θρῆνον εὔρυθμόν τε καὶ εὐμελῆ καθ’ ἑαυτῶν μελετήσαντες, διὰ τούτου σημαίνονται. Καὶ οὐκ ἐντραπήσονται πρὸς τὰ πεδία Ἐσεβῶν· πενθήσει ἄμπελος Σεβαμά. Καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ.
PG 70:413Ὁ λόγος ἐστὶν ἐν τοῖς πρὸς αὐτοὺς τάχα που τοὺς τὴν Μωὰβ ᾑρηκότας, Ἀσσυρίους τέ φημι καὶ Βαβυλωνίους, οἷς προστέταχε τὰ τῆς Ἐσεβὼν πεδία μὴ ἐντρέπεσθαι ἔτι καὶ αὐτὴν κατεμπρῆσαι τὴν Ἐσεβῶν· διαθεῖναι δὲ οὕτω καὶ τὴν Σαυαμὰ, ὡς πενθῆσαι καὶ τὰς οὔσας ἀμπέλους ἐν αὐτῇ. Πρὸς αὐτοὺς δὲ δὴ καί φησι· Καταπίνοντες τὰ ἔθνη. Ὑμῖν γὰρ ἐπιτάττω, φησὶν, ὦ τῶν ἐθνῶν ὀλετῆρες, καὶ ἄπλειστοί μοι καὶ ἀπηνέστατοι θῆρες, ἔθνη καταπίνοντες, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Πόλις δὲ καὶ αὕτη τῶν Μωαβιτῶν. Ἀμπέλους δὲ πάλιν ἐν τούτοις, τοὺς τῶν Μωαβιτῶν οἰκήτορας ὀνομάζει. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ δρυμοῖς καὶ ξύλοις καὶ μὴν καὶ ἀμπέλοις παρεικάζειν τοὺς ἐν ἑκάστῃ πόλει τε καὶ χώρᾳ. Καὶ γοῦν περὶ τοῦ Ἰσραήλ φησιν·
Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Λέγων δὲ, ὅτι Καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, δείκνυσι πάλιν, ὅτι μὴ τῆς τῶν Ἀσσυρίων χειρὸς ἔργον ἦν τὸ νικῆσαι τὴν Μωὰβ, ἀλλ’ ἦν ὁ πάντα ἰσχύων Θεὸς ὑποφέρων τοῖς αὐτοῦ ποσὶ τοὺς ἀνθεστηκότας, καὶ τὸ δύνασθαι κρατεῖν τῆς ἐκείνων χειρὸς δωρούμενος. Οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι· ἐγκατελείφθησαν, διέβησαν τὴν ἔρημον. Φασὶν ὅτι τῶν Ἀσσυρίων ἐμβεβληκότων, πλεῖστοι τῶν Μωαβιτῶν εἰς τὴν ὅμορόν τε καὶ γείτονα φυγόντες ἔρημον διαλανθάνειν ἐσπούδαζον, καὶ μόλις ἐσπούδαζον, κομιδῆ βραχεῖς τὸν ἀριθμόν. Καὶ ἦν μὲν ἴσως οὐ χαλεπὸν τοῖς Βαβυλωνίοις κἀκείνους ἀνευρεῖν, ἐπαφιέντος Θεοῦ, καὶ μέχρις αὐτῶν ἐκτείνοντος τὴν ὀργήν.
Ἐπειδὴ δὲ κολάζει μεμετρημένως φιλάνθρωπος ὢν, μονονουχὶ καὶ ἐντέλλεται τοῖς πεπορθηκόσι τὴν Μωὰβ, μὴ συνάπτειν τοῖς ἀπολωλόσι τοὺς φυγάδας, πλανᾶσθαι δὲ ὥσπερ ἐᾷν τὴν ἔρημον, τουτ’ ἔστι, λήθῃ διδόναι καὶ παραπέμπεσθαι τὴν ἔρευναν τῶν ἐν αὐτῇ συνδεδραμηκότων. Ταύτῃτοί φησι, πλανηθῆναί τε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ὑμεῖς, φησὶν, οἱ διὰ τῆς ἐμῆς ὀργῆς ἀπεσταλμένοι πρὸς τὸ κατὰ κράτος ἑλεῖν τὴν Μωὰβ, πλανήθητε τὴν ἔρημον, λήθῃ δότε, καὶ παραπέμψασθε τὴν ἔρημον, διέβησαν γὰρ αὐτήν. Εἶτα ἐπέῤῥιπται μεταξὺ τὸ, Ἐγκατελείφθησαν, ἐκεῖνο πάλιν διδάσκων, ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωαβιτῶν, εἰ μὴ προσκέκρουκεν οὐ μετρίως τῷ πάντα ἰσχύοντι Θεῷ. Διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελος Σεβαμά.
PG 70:415Τὰ δένδρα σου κατέβαλεν Ἐσεβῶν, καὶ ἐλάλει, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ ἄπαντα πεσοῦνται, καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἀπὸ τῶν ἀμπέλων σου· καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται· καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Ἀναπλάττει πρόσωπον ὁ προφητικὸς ἡμῖν λόγος, ἐπὶ ταῖς τῶν Μωαβιτῶν δακρυῤῥοοῦν συμφοραῖς, καὶ τάχα που τῆς Ἰαζὴρ ὑπὲρ τὰς ἑτέρας πεπορθημένης· οὕτω καὶ τὰς ἄλλας κατολοφύρεσθαί φησιν, ὥσπερ ἂν πρέποι καὶ τὴν Ἰαζήρ. Ἀμπέλους δὲ καὶ δένδρα τοὺς ἐνοικοῦντας ταῖς πόλεσιν ὀνομάζει. Ἀπαριθμεῖται δὲ καὶ τὰς πεπορθημένας τῆς πόλεως Σαβαμὰ καὶ Ἐσεβῶν. Ὁ δέ γε τῶν πολεμίων δῆμος ἐλάλησεν. Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου, φησίν·
ἐλάλησε δὲ τί; Τὸ, Καταπατήσω δηλονότι, καὶ ἅπαντα πεσοῦνται. Καὶ πρὸς τούτοις ἔτι· Ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου· ὁ γὰρ φιλέορτος Μωαβίτης, ὁ πλείστας τοῖς δαίμοσιν ἀνατιθεὶς τελετὰς, ὁ διανυκτερεύων ἐπὶ βωμοῖς, καὶ πρόφασιν εὐφροσύνης τὸ θύειν ἔχων ἀεί. Κατοιμώξει καὶ κλαύσεται, καὶ ἁπάσης θυμηδείας ἔσται μακράν. Οὐ γὰρ μὴ εὐφρανθήσονται· οὐδ’ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Οὐκ ἔσται, φησὶν, ἐν ἀμπέλοις καρπός· συνοιχήσεται γὰρ αὐταῖς τὰ ἐξ αὐτῶν τικτόμενα. Καὶ ἐπὶ μὲν ταῖς ἀμπέλοις εἰ ἐκκόποιεν ὅλως, ἀληθὴς οὑτοσὶ λόγος. Εἰ δὲ δὴ γένοιτο πρὸς ἡμῶν, ὡς ἐν δυνάμει παραδειγμάτων ἐπὶ τὰ ἀνθρώπινα διδάσκει πάλιν ὁ λόγος, ὡς ὁμοῦ γονεῦσι τὰ ἐξ αὐτῶν οἰχήσεται, ὡς μηδὲ αὐταῖς ταῖς κυοφορούσαις δοθῆναί τινα παρὰ τῶν πολεμίων τὸν ἔλεον.
Πεπονθέναι δὲ τοῦτο κατὰ τὴν Ἱερουσαλήμ φαμεν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ προσαπαγγέλλων τὰ συμβησόμενα αὐτῇ, ὅτι κυκλωθήσεται μὲν ὑπὸ στρατοπέδων· συμβήσεται δὲ τὸ οὐαὶ μάλιστα ταῖς τικτούσαις καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος, ὃ ἐνεκαίνισας. Ἀφῃρημένων, φησὶν, ἀγαλλιάματός τε καὶ εὐφροσύνης ἐκ τῶν ἀμπέλων σου, καὶ οὐδενὸς ἐν αὐτοῖς εὐφρανθησομένου, συμβεβηκότος δὲ τούτου κἀκείνου, γενήσεται τὰ ἐντός μου καὶ κιθάρα καὶ ᾠδὴ καὶ μέλος ἐπί σοι. Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνεκαίνισας.
Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μακάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Διερμηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέγομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβολῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόντησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον.
PG 70:417Εἷλον γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βαβυλώνιοι. Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ’ οὐδενὶ τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τείχους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις.
Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν. Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος Δαβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισιδαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκοποί τε καὶ ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. Ὤοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν.
Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν. Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λαληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ’ ἔστιν, εἰ καὶ πρὶν τοὺς δι’ ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θεσπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστροπίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖσθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς. Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰςραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδοναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώλειαν. Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός.
PG 70:419Καὶ νῦν δὲ δι’ ἐμοῦ τοῦτο γέγονεν ἐπ’ αὐτῆς τὸ ῥῆμα, φησίν. Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφητικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραὶ̈μ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προςκεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδολατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν. Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατεμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆκεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχειροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωαβιτῶν.
Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ’ ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούντων πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλικίαν. Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ’ ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ’ αὐτοῖς· οἱ δέ γε περιλειφθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς;
Σωτήριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰδέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΔΑΜΑΣΚΟΥ. Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ Δαμασκηνῶν· δυσσεβὴς δὲ καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδελυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ’ οὐδένα παραχωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ’ ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραὶ̈μ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποπηδήσασαι· νόμου δὲ τοῦ δοθέντος αὐτοῖς διὰ τοῦ πανσόφου Μωσέως εἰς λήθην ἐνηνεγμένοι.
Καιροῦ καλοῦντος ἔσθ’ ὅτε, καὶ πολέμου μέλλοντος ἥξειν ἐπ’ αὐτοὺς, οὐκ ἐπί γε τῷ σώζοντι Θεῷ μᾶλλον ἐποιοῦντο τὴν ἐλπίδα, παρεκάλουν δὲ μᾶλλον τοὺς κατὰ καιρὸν τῆς Δαμασκοῦ, καὶ ἁπάσης δὲ τῆς Σύρων βασιλεύοντας γῆς ἐπαμῦναί τε σφίσι, καὶ τῆς τῶν πολεμίων ἐξελέσθαι χειρός. Ἠγανάκτει τοιγαροῦν καὶ ταύτης μάλιστα τῆς αἰτίας ἕνεκα, καὶ κατεπικραίνετο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός. Ἐπιλαθόμενοι γὰρ εἰσάπαν, ὅτι λελύτρωνται μὲν ἐξ Αἰγύπτου, καὶ τὸν δυσφόρητον τῆς δουλείας ἀπεσείσαντο ζυγὸν, διεβιβάσθησαν δὲ καὶ διὰ θαλάσσης μέσης, εἶτα τὸ μάννα φαγόντες, καὶ ὕδωρ τῆς πέτρας πεποτισμένοι, κατευμεγεθήσαντές τε παντὸς ἐχθροῦ, κληρονόμοι γεγόνασι τῶν τοῖς πατράσιν ἐπηγγελμένων ἀγαθῶν, τὰς ἐξ ἀνθρώπων ἐκάλουν ἐπικουρίας οἱ τάλανες, μονονουχὶ τὸ μὴ δύνασθαι σώζειν αὐτοὺς καταψηφιζόμενοι τοῦ Θεοῦ.
PG 70:421Ταύτης τοι ἕνεκα τῆς αἰτίας παρεδόθησαν τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ αὐτὴν πεπόρθηκε τὴν Δαμασκὸν, καὶ ἅπασαν δὲ τὴν τῶν Σύρων ἠρήμωσε γῆν. Ὅτι ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, πιστώσεται λέγων αὐτὸς ὁ προφήτης Ἡσαί̈ας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραὶ̈μ, τοῦτ’ ἔστιν, ὁ Σύρος πρὸς τοὺς ἐν τῇ Σαμαρείᾳ. Ὁ μὲν γὰρ Ἀρὰμ διερμηνεύεται Σύρος· ὁ δὲ Ἐφραὶ̈μ ὡς ἀπὸ φυλῆς Ἐφραὶ̈μ, ἅπαντα τὸν Ἰσραὴλ τὸν ἐν τῇ Σαμαρείᾳ κατῳκηκότα δηλοῖ.
Ἐπειδὴ γὰρ ἐκ φυλῆς Ἐφραὶ̈μ γέγονεν Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς, καὶ μετ’ ἐκεῖνον οἱ καθ’ ἑξῆς, ὡς ἐκ τῆς βασιλευούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ Ἐφραὶ̈μ, ὁ σύμπας Ἰσραὴλ ὁ ἐν τῇ Σαμαρείᾳ σημαίνεται. Εὑρήσομεν δὲ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ Φακεὲ, κατεπεφύοντο τῶν ἐξ Ἰσραὴλ, οἱ Σύροι, καὶ ὁ τῆς Δαμασκοῦ βεβασιλευκὼς Ῥαασσών. Εἶτα χρήμασι ἀναπείθει τὸν Ἀσσυρίων τύραννον ὁ Ἄχαζ, παρεκάλει δὲ δρομαῖον ἥκειν, καὶ ἐπαμῦναι μὲν αὐτῷ, καταδῃῶσαι δὲ τὴν Δαμασκόν· ὃ δὴ καὶ γενέσθαι συμβέβηκεν. Τίνα τοίνυν διόλωλε τρόπον ἡ μαχιμωτάτη καὶ πανσθενὴς καὶ ὑβρίστρια, προαναφωνεῖ πάλιν ἡμῖν ἐν τούτοις ὁ προφήτης, καί φησιν· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.
Οὐχ ἁπλῶς εἰς πεῖραν πολέμων, καὶ τῶν ἐντεῦθεν κακῶν ἀφήξεσθαί φησιν αὐτήν· ἀρθῆναι δὲ μᾶλλον, τοῦτ’ ἔστιν, ἄρδην ἀπολέσθαι, καὶ ἀποπεσεῖσθαι παντελῶς τοῦ εἶναι καὶ πόλιν. Ἔσται γὰρ, φησὶν, εἰς πτῶσιν εἰς τὸν αἰῶνα καταλελειμμένη· καταλελειμμένη δὲ πρὸς τίνων, ἢ πάντως που τῶν κατοικούντων αὐτὴν, οὐχ ὡς ἐπὶ μετῳκηκότων, ἀλλ’ ὡς τοῖς τῶν πολεμίων ξίφεσι δεδαπανημένων. Ἔσεσθαι δὲ λέγων αὐτὴν εἰς κοίτην ποιμνίων, τὴν παντελῆ δέδειχεν ἐρημίαν· οὐ γὰρ ἂν ἀνεπαύσαντο ποιμένες, καὶ ἐν αὐτῇ κατέδυσαν αἱ τῶν θρεμμάτων ἀγέλαι, εἴπερ τινὲς ἦσαν ἐν τοῖς οἴκοις αὐτῆς. Ταύτῃ τοι καὶ σφόδρα εἰκότως προσεπάγει λέγων· Καὶ οὐκ ἔσται ὁ διώκων. Οὐδεὶς γὰρ τοῖς ποιμέσιν ἐπιτιμήσει, φησὶν, ὅτι κατάλυμα πεποίηνται τὴν οὕτω λαμπρὰν καὶ ἀοίδιμον πόλιν.
Καὶ οὐκ ἔτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραὶ̈μ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Ὑπὲρ τῆς τῶν προκειμένων ἀκριβοῦς σαφηνείας, οἰήσομαι δεῖν ὑπομνῆσαι πάλιν ἱστορίας κειμένης ἐν βιβλίοις Βασιλειῶν. Βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐν τῇ Σαμαρείᾳ δέκα φυλῶν κατεστρατεύετο τῶν Ἱεροσολύμων. Ἐπειδὴ δὲ ἐδεδίει μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ ἑλεῖν αὐτὴν, σύνοπλον ἐποιεῖτο τὸν Ῥαασσὼν τὸν βασιλέα Σύρων καὶ τῆς Δαμασκοῦ. Ἔφη δὲ οὕτως αὐτὸς ὁ μακάριος προφήτης Ἡσαί̈ας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, [διερμηνεύεται δὲ Σύρων, ἤτοι Συρίας·]1 καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ πολεμῆσαι αὐτήν.
PG 70:423Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραὶ̈μ, τοῦτ’ ἔστιν, ὁ Σύρος πρὸς τὸν ἐκ φυλῆς Ἐφραὶ̈μ βασιλεύοντα τῶν ἐν Σαμαρείᾳ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Οὐκοῦν ὁ Ἐφραὶ̈μ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν καταλελοιπὼς, χεῖρα καὶ ἐπικουρίαν ὀλίγου παντελῶς ἀξιώσας λόγου, τὸν Δαμασκοῦ καὶ Σύρων ἡγούμενον ὑπασπιστὴν ἐποιεῖτο. Ταύτης τε ἕνεκα τῆς αἰτίας καὶ μάλα εἰκότως προσκέκρουκε τῷ Θεῷ. Ἡ τοίνυν Δαμασκὸς, φησὶ, καταδῃωθεῖσά τε καὶ ἠρημωμένη, καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς ὑπομείνασα, οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραί̈μ. Ἀλλ’ οὐδὲ ἔσται ἐν αὐτῇ βασιλεία· καίτοι φήσειεν ἄν τις, Καὶ μετὰ τὴν πόρθησιν ηὕρηνταί τινες βασιλεύοντες τῆς Δαμασκοῦ.
Διαμέμνηται γοῦν καὶ ὁ Παῦλος λέγων, ὅτι Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐζήτησεν αὐτὸν πιάσαι.6 Οὐκοῦν ὁ λόγος ὁ προφητικὸς ἔμφασιν ἔχει πολλήν. Οὐκέτι γὰρ ἔσεσθαί φησιν εὐσθενῆ καὶ ἐπίσημον ἐν τῇ Δαμασκῷ βασιλείαν, εἰ καὶ γεγόνασι μετὰ τοῦτο τοπάρχαι τινὲς καὶ φύλαρχοι μᾶλλον, καὶ οὐχὶ τῆς ἀληθοῦς βασιλείας τὴν λαμπρότητα περικείμενοι. Οὐκ ἔσται τοίνυν ἐν Δαμασκῷ βασιλεία, φησίν· ἀτονήσει δὲ σὺν αὐτῇ καὶ τὸ λοιπὸν τῶν Σύρων, τοῦτ’ ἔστιν, ἅπαν τὸ ἔθνος τὸ ὑπ’ αὐτῇ. Μητρόπολις γὰρ Συρίας ἡ Δαμασκός. Εἶτα πρὸς αὐτήν φησιν· Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ καὶ κλήρου, φησὶ, τοῦ ἐκνεμηθέντος ἐμοὶ, τοῦτ’ ἔστιν, τῶν ἐξ Ἰσραὴλ εἰς ἐμὲ πεπλημμεληκότων οὐκ ἐφεισάμην, πῶς οὐ πάντη τε καὶ πάντως ὑπομενεῖς καὶ αὐτὴ τὰ ἐκ τοῦ πολέμου βλάβη κατ’ οὐδὲν οὖσα βελτίων τοῦ Ἰσραήλ;
PG 70:425Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Ἰακὼβ ἐν τούτοις ὀνομάζει τοὺς ἐξ Ἰακὼβ γεγονότας, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραὶ̈μ, αἳ τοσοῦτον ἀπεπήδησαν τῆς εἰς Θεὸν ἀγάπης, καὶ τοῦ τὴν ἐλπίδα τοῦ σώζεσθαι ποιεῖσθαι μᾶλλον ἐπ’ αὐτῷ, ὥστε καὶ ἐφ’ ἑαυτοῖς πεποιθέναι, καὶ ὑψηλὴν ἀνατείνειν ὀφρὺν ἐπὶ πλήθει μόνῳ καὶ δόξῃ. Ἦν τρόπος οὗτος αὐτοῖς. Καὶ τοῦτο ἡμῖν ἐναργέστατα πάλιν προφήτης φησίν. Ἔφη γὰρ περὶ αὐτῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων. Εἶτα τούτοις ἐπιφέρει· Δὸς αὐτοῖς, Κύριε. Τί δώσεις αὐτοῖς; Δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς. Ἔσται τοίνυν, φησὶ, κατ’ ἐκεῖνο καιροῦ, ἔκλειψις τῆς δόξης Ἰακὼβ, τοῦτ’ ἔστι, δαπανηθήσεται ταῖς τῶν πολεμίων μαχαίραις ἡ πολλή τε καὶ ἀναρίθμητος πληθὺς τῶν ἐξ Ἰακὼβ, ἐφ’ ᾗ καὶ ἐδοξάζετο, καὶ φρονεῖν ἐπεχείρει μέγα.
Ἀλλὰ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται· τοῦτ’ ἔστι, καὶ παρ’ αὐτοῖς βασιλεία κατενεχθήσεται. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος Ὠσηὲ υἱοῦ Ἠλὰ ἐν τῇ Σαμαρείᾳ, ἐλθὼν ὁ Σαλμανασὰρ πεπολιόρκηκε τὴν Σαμάρειαν ἐφ’ ὅλοις ἔτεσι τρισὶν, εἷλέ τε αὐτὴν καὶ τὸν Ὡσηὲ μετῴκησεν εἰς Βαβυλῶνα. Πίονα τοίνυν τῆς δόξης Ἰακὼβ νοηθεῖεν ἂν ὁ ἐν τῇ Σαμαρείᾳ κατ’ ἐκεῖνο καιροῦ βεβασιλευκὼς, ἢ τάχα που οἱ κατὰ πᾶσαν τὴν χώραν λαμπροὶ καὶ ἐπισημότεροι τῶν ἄλλων, πλούτῳ τε καὶ δυναστείᾳ τὸ τῶν ἑτέρων πλεονεκτοῦντες μέτρον, καὶ ἁβρυνόμενοι ταῖς τρυφαῖς καὶ ταῖς παρὰ πάντων τιμαῖς. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα ἀσταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἄσταχυν ἐν φάραγγι στερεᾷ.
Καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς, ἐπ’ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε, ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ. Ὅτι καὶ ἑτοίμως καὶ ἀνιδρωτὶ περιέσονται τῶν ἐν Σαμαρείᾳ πολεμοῦντες Ἀσσύριοι, καὶ πρὸς τούτῳ πάλιν, ὅτι μὴ πρὸς ἅπαν καὶ ὁλοτελῶς οἰχήσεται πρὸς ἀπώλειαν, ἀλλ’ ἔσται τι καὶ κατάλειμμα βραχὺ, διαμεμήνυκεν ἐναργῶς ἐν τούτοις ἡμῖν ὁ προφητικὸς λόγος. Οἱ μὲν γὰρ τὴν τοῦ θερίζειν τὰς ἀστάχυς ἐμπειρίαν ἔχοντες, ἀποκείροντες εὐτέχνως τὸν μὲν σῖτον συλλέγουσιν· ἀεὶ δὲ κατόπιν ἐῶντες ὡς ἄχρηστον τὴν καλάμην ὅλον ἐπιτρέχουσι τῶν ληί̈ων τὸ πλάτος. Οἱ δέ γε τρυγᾷν εἰωθότες τὸν τῶν ἐλαιῶν καρπὸν, τοῦτο μὲν ῥάβδῳ καταπαίουσιν αὐτὰς, τοῦτο δὲ καὶ χερσὶν ἐπαφώμενοι καὶ τῶν ὀρπήκων ἁρπάζοντες συναγείρουσιν· ἀλλ’ εἰκὸς ἀπομένειν αὐταῖς τρεῖς ἢ τέσσαρας, ἢ πέντε τυχὸν ἐπ’ ἄκρῳ τῶν κλάδων, καὶ τοὺς τῶν τρυγώντων διαλαθεῖν ὀφθαλμούς.
Τοιοῦτόν τι συμβήσεσθαί φησι τοῖς ἐν Σαμαρείᾳ· πείσεσθαι γὰρ αὐτοὺς διισχυρίζεται καθὰ καὶ ὁ στάχυς, ὅτε ταῖς τῶν ἀμώντων περιπίπτει χερσίν· καταλειφθήσεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καλάμην, τοῦτ’ ἔστιν, ὀλίγους τῶν ἀσημοτέρων, ἢ καὶ ὡς ῥῶγας ἐλαίας δύο ἢ τρεῖς τὸν τῶν τρυγώντων λαθούσας ὀφθαλμὸν, διάτοι τὸ ἐν τοῖς ἀνωτάτω κεκρύφθαι κλάδοις. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν.
PG 70:427Ὁ σοφώτατος Παῦλος, οὐκ ἀνόνητον εἰδὼς, οὐδὲ εἰκαῖον τὸ χρῆμα, τὸ παιδεύεσθαι παρὰ τοῖς δι’ αὐτὸν κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, ἐπιστέλλει καί φησιν· Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;6 Παρατίθησι δὲ καὶ τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἐπιφέρει γὰρ εὐθύς· Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.6 Ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς ὁ τῶν ὅλων δημιουργὸς, πάντας ἐθέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.6 Ταύτῃτοι νενουθέτηκε πλειστάκις διὰ προφητῶν ἁγίων τοὺς ἐξ αἵματος Ἰσραὴλ, μάλιστα δὲ τοὺς ἐξ Ἱεροσολύμων μεταφοιτήσαντας εἰς Σαμάρειαν.
Οἱ δὲ ἦσαν ἀσχέτως ἐπὶ τὸ αὐτοῖς δοκοῦν ἀπονενευκότες, καὶ Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, θεραπευταὶ γεγόνασι δαιμονίων, καὶ εἰδώλοις ἀψύχοις προσεκόμιζον τὰς λατρείας. Ἐπειδὴ δὲ πολὺ λίαν ἀμαθαίνοντες, οὐδὲ ὅτι προσήκοι μεταγινώσκειν αὐτοὺς ἐβουλεύοντο, λοιπὸν ἐκολάζετο Θεός. Οὓς γὰρ οὐκ ὀνίνησι λόγος, μεθίστησι πόνος, περιτρέπων αὐτοὺς ὡς ἐξ ἀνάγκης καὶ βίας ἐπὶ τὸ ἀρέσκον Θεῷ. Τοιοῦτόν τι καὶ ὁ μακάριος Δαβὶδ εὑρίσκεται λέγων· Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.6 Ὅνπερ γὰρ τρόπον οἱ πωλοδαμνεῖν εἰωθότες, καὶ ταῦτα σοφοὶ, περιτρέπουσι χαλινοῖς τοὺς τῶν ἵππων ἀγριωτέρους εἰς ἐπιστήμονα δρόμον· οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς, ταῖς ἐκ πόνων ἀνάγκαις, περιίστησι πλειστάκις εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς τὸν ἀπειθῆ καὶ ἐξήνιον.
Τοιοῦτόν τι πεπονθότες, οἱ ἐν Σαμαρείᾳ κατῳκηκότες, μετά γε τὸ παθεῖν τὰς ἐκ τοῦ πολέμου συμφορὰς, μόλις ἐπέγνωσαν τὸν κολάζοντα καὶ λελυπημένον· καὶ ἀπεσείσαντο μὲν τὰς τῶν εἰδώλων λατρείας, μετέβαλον δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, παρ’ αὐτοῦ δὲ δηλονότι προσδοκῶντες ἔσεσθαι τὴν ἐπικουρίαν, καὶ τῶν ἐπενηνεγμένων αὐτοῖς κακῶν τὴν ἀπαλλαγήν. Οὐ γὰρ μὴ πεποιθότες ὦσι, φησὶν, ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἔθος μὲν γὰρ ἦν αὐτοῖς τὰς τῶν ὀρῶν καταλαμβάνειν κορυφὰς, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης, καθὰ γέγραπται, προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἀλλ’ οὐκέτι τούτοις ἐμβλέψονται, φησὶ, πείρᾳ μαθόντες ὡς εἰκαῖον αὐτοῖς καὶ ἀνόνητον παντελῶς τὸ χρῆμά ἐστιν, μᾶλλον δὲ καὶ ἁπάσης αἴτιον συμφορᾶς.
Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καὶ διολώλασι, καὶ δέδονται τοῖς ἐχθροῖς. Ἄριστον οὖν ἄρα τὸ φυλάττεσθαι καὶ παντὶ παραιτεῖσθαι σθένει τὴν θείαν ὀργὴν, καὶ μὴ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ κακά. Προσαποδύεσθαι δὲ μᾶλλον καὶ μάλα γοργῶς τὰς αἰτίας, ἐφ’ αἷς ἂν ὀργίζοιτο Θεὸς, καὶ πρὸ πληγῆς καὶ μάστιγος ἀπολογεῖσθαι λελυπημένῳ διά γε τοῦ παραιτεῖσθαι μὲν τὰ αἰσχίω, τιμᾷν δὲ τὰ κάλλιστα, καὶ πάντα τρόπον ἐπιτηδεύειν ἀρετῆς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἐξ αὐτῶν ἀναπείθει τῶν συμβεβηκότων ἐννοεῖν ὅτι γέγονεν αὐτοῖς ἐξ ἀντιστρόφου τὰ πράγματα.
PG 70:429Πάλιν μὲν γὰρ ἐνίκουν ἐπικουροῦντος Θεοῦ, καὶ φοβεροί τινες ἦσαν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Εἷλον γὰρ αὐτὰς ἀνιδρωτὶ, κατευμαρίζοντος αὐτοῖς τοῦ Θεοῦ πᾶν ὅσον ἦν ἄναντές τε καὶ δυσήνυτον. Ἐπειδὴ δὲ τῆς ἐκείνων ἀνοσιότητος γεγόνασι μιμηταὶ, δειλοὶ καὶ εὐάλωτοι κατ’ ἐκείνους γεγόνασιν. Ἠρήμωνται γὰρ αἱ πόλεις αὐτῶν, καὶ κατελείφθησαν ὑπὸ τῶν κατοικούντων ἐν αὐταῖς, κατὰ τὸν ἴσον τρόπον, καθ’ ὃν οἱ Εὐαῖοι καὶ Ἀμοῤῥαῖοί ποτε τοῖς αὐτῶν ξίφεσιν ἔπιπτον δαπανώμενοι· ἐναργῆ δὲ καθίστησι τὴν αἰτίαν εὐθὺς τοῦ πρὸς τοῦτο κατολισθεῖν ἀσθενείας αὐτοὺς, καὶ τὴν οὕτως ἀπηνῆ καὶ δύσοιστον ὑπομεῖναι συμφοράν· Ἐγκατέλιπες γὰρ τὸν Θεὸν τὸν Σωτῆρά σου, φησὶ, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης. Δέον γὰρ εὐχαριστεῖν ἐφ’ οἷς εὐηργέτηνται, τοῦτο μὲν δουλείας τῆς ἐν Αἰγύπτῳ λελυτρωμένοι, τοῦτο δὲ κατακρατοῦντες ἐχθρῶν, καὶ καταδῃοῦντες τὰς πόλεις τῶν ἀνθεστηκότων, τοῦτο δὲ ὅτι καὶ εἰς αὐτὴν εἰσεκομίσθησαν τῆς ἐπαγγελίας τὴν γῆν· πονηρὰς ἀμοιβὰς ἀντεκόμιζον τῷ Δεσπότῃ προσκρούοντες ἀδεῶς, καὶ οὐ καθ’ ἕνα λυποῦντες τρόπον, ἀλλὰ νόμου μὲν τοῦ διωρισμένου διὰ τοῦ πανσόφου Μωσέως μικρὰ κομιδῇ φροντίσαντες, ἀπολακτίσαντες δὲ παντελῶς τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ ἀψύχοις ὕλαις ἀναθέντες τὸ σέβας, εἰρηκότες δὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς·
Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.6 Ὅτε τοίνυν ἐσμὲν μετὰ Θεοῦ, τὰ αὐτοῦ δηλονότι φρονεῖν σπουδάζοντες, καὶ τὰ αὐτῷ φίλα κατορθοῦν ᾑρημένοι· τότε δὴ πάντως κρείττους ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πατήσομεν ἀρχὰς, καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου τὰ πνευματικὰ τῆς πονηρίας, τότε περιεσόμεθα, καὶ μάλα γοργῶς, τῶν ἐκτόπων ἡδονῶν καὶ τῶν τῆς σαρκὸς κινημάτων· τότε λογισμοὺς νικήσομεν πονηροὺς, καὶ τὰ πνεύματα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς καὶ ἄνανδροι, καὶ ὑπὸ πόδας ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πλεονεκτοῦντα τὸν Σατανᾶν οὐδεὶς ἀνακόψει τρόπος. Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον.
Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσεις, πλανηθήσῃ. Τὸ δὲ πρωὶ̈ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοὺς υἱούς σου. Ἀσαφείᾳ πολλῇ κατημφιασμένην τοῦ προκειμένου τὴν ἔννοιαν διατρανοῦν ὡς ἔνι πειράσομαι. Ἔστι τοίνυν ὅ φησι τοιοῦτον· Φθάσας ἔφην, ὅτι πλανῶντές τε καὶ πλανώμενοι, καὶ φρονοῦντες ἃ μὴ θέμις οἱ ἐξ Ἰσραὴλ [ἤγουν ὁ Ἐφραὶ̈μ, ἵνα τὰς δέκα νοήσῃς φυλὰς, τὰς ἐν τῇ Σαμαρείᾳ μετῳκισμένας]1, ὑψηλὴν εἶχον τὴν ὀφρὺν, ᾤοντο δὲ μηδένα παντελῶς τῶν ἐχθρῶν τῆς αὐτῶν δύνασθαι κατευμεγεθῆσαι χειρὸς, διάτοι τὸ ἀναριθμήτους εἶναι καὶ σφόδρα πολλούς. Ἀλλ’ ἐσφάλλοντο τῆς ἐλπίδος. Πεπτώκασι γὰρ, καὶ οἱ μὲν δεδαπάνηνται τῷ πολέμῳ, οἱ δὲ εἰς τὰς τῶν νενικηκότων ἀποκομίζονται χώρας, αἰχμάλωτοι καὶ περιδεεῖς καὶ ἐν παντὶ γεγονότες κακῷ.
PG 70:431Ἐπειδὴ δὲ καιροῦ διιππεύσαντος, ἀνεκομίσθησαν ἐκ τῆς Περσῶν χώρας εἰς τὴν ἁγίαν πόλιν, εἶτα κατέληξαν τοῦ ἀνὰ μέρος ἔχειν τοὺς βασιλεύοντας, κατῳκήκασι δὲ οἱ πάντες τὰ Ἱεροσόλυμα, καὶ τὸν τοῦ Θεοῦ τετιμήκασι νόμον· τότε καὶ ἐν ἀσφαλείᾳ γεγόνασιν οἱ ἐξ αὐτῶν παῖδες, καὶ εἰς τέκνα τέκνων δεδραμήκασιν αἱ διαδοχαί. Τοιοῦτόν τι διδάσκει καὶ νῦν ὁ λόγος, ὡς περὶ σίτου καὶ ἀσταχύων αἴνιγμα διδούς. Ἐπειδὴ γάρ, φησι, Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης, ταύτης ἕνεκα τῆς αἰτίας ἄπιστον ἔσται, καὶ οὐκ ἀσφαλὲς εἰς διατήρησιν, ὅπερ ἂν φυτεύσῃς φύτευμα, τοῦτ’ ἔστι, τὸ ἐκ μέσου σπέρμα τε καὶ γένος. Ὅταν δὲ φυτεύσῃς, καὶ πολὺ γεγονὸς ἴδῃς, τότε πλανηθήσῃ. Οἰήσῃ μὲν γὰρ, φησὶ, τῷ πλήθει τεθαρσηκὼς, ἀλλ’ οὐκ ἀληθῆ λογιῇ.
Ἀσταχύων γὰρ δίκην πεσοῦνται, καὶ ἀνόνητον εὑρήσεις παντελῶς τὴν ἐπί γε τούτοις ἐλπίδα. Τὸ δὲ πρωὶ̈ ἐὰν σπείρῃς, τοῦτ’ ἔστιν, ἐν φωτὶ γεγονὼς, καὶ λοιπὸν ἐπιγνοὺς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην, σώζοντά τε ῥᾳδίως καὶ ἐπικουρεῖν ἰσχύοντα· τότε τὸ πεφυτευμένον, ἤτοι κατασπαρὲν ἀνθήσει εἰς ἀμητὸν, τοῦτ’ ἔστι, τελεσφορηθήσεται· τὸ γὰρ πρόωρον δαπανᾶσθαι τὸν ἄσταχυν, ζημίαν καὶ πόνων καὶ ἐλπίδος ἐμποιεῖ τοῖς γηπονεῖν εἰωθόσιν· τό γε μὴν εἰς ἀμητὸν ἐλθεῖν, πληρεστάτην δίδωσι τὴν ἐπ’ ἀγαθοῖς ἐλπίδα. Ἀνθήσει τοίνυν εἰς ἀμητὸν, τοῦτ’ ἔστι, τελεσφορηθήσεται τὸ σὸν φύτευμα, ὅτ’ ἂν γένηταί σοι πρωὶ̈, τοῦτ’ ἔστιν, ὅταν εὑρεθῇς ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ καὶ ἐν ἐπιγνώσει Θεοῦ γεγονώς. Τότε καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου.
Παραπέμψεις γὰρ εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθεξιν. Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. Καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου. καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οὐκ ἀπαρακλήτους ἐᾷ τοὺς ἐξ Ἰσραὴλ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Θεὸς, συνεισβάλλουσαν δὲ τῷ φόβῳ τὴν ἐπ’ ἀγαθοῖς ἐλπίδα ποιεῖται πλειστάκις, καὶ τοῦτο οἰκονομικῶς, ἵνα δι’ ἀμφοῖν ὠφελῇ τοὺς ἀκροωμένους. Ὅτι τοίνυν ἐρημωθήσονται μὲν αἱ πόλεις αὐτῶν, εἴρηται σαφῶς· καὶ ποία γέγονε τοῦ παθεῖν ἡ πρόφασις, ἐδίδαξε λέγων, ὅτι Ἐγκατέλιπες Κύριον τὸν Θεόν σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης.
PG 70:433Ἀλλ’ ὁ πλήξας εὐθὺς ἐπαγγέλλεται καὶ μοτοῦν. Ἐξηγεῖται δέ τι συμβεβηκὸς, ὃ καὶ εἰπεῖν ἀναγκαῖον ὡς ἔνι λόγοις διὰ τὴν χρείαν. Ἐζεχίου κατὰ καιροὺς τοὺς τῆς βασιλείας διέποντος θρόνους ἐν τοῖς Ἱεροσολύμοις, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Γέγραπται γὰρ ὡδί· Εἶτα πέμπει Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ πολιορκῆσαι αὐτὴν, ὃς δὴ καὶ ἀφιγμένος, κατεφλυάρησε μὲν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· μὴ γὰρ δύνασθαι διασώζειν αὐτοὺς, κἂν εἰ βούλοιτο τοῦτο δρᾷν, ὁ παράφρων διετείνετο. Βαρβάρῳ δὲ γλώττῃ καὶ νῷ κεχρημένος, ἔγνω τῇ πείρᾳ μαθὼν, ὅτι σκληρὸν ἀνθρώπῳ παντὶ τῆς ἀνωτάτω κατεπαίρεσθαι δόξης. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ̈, εὗρον πάντα τὰ σώματα νεκρά.
Ἐπειδὴ δὲ τῶν προσδοκηθέντων ὁ πεπομφὼς ἐσφάλλετο, φημὶ δὴ Σενναχηρεὶμ, ὑπενόστησε φυγὰς, καὶ μόλις ἐσώζετο τὰ οἴκοι καταλαβὼν, εἰ καὶ διόλωλε καὶ οὐκ εἰς μακρὰν ὑπὸ τῶν ἑαυτοῦ παίδων. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμελὲχ καὶ Σαρασὰρ, οἱ υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις. Ταύτης διαμέμνηται τῆς ἱστορίας ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, τὴν δέ γε τῶν Ἀσσυρίων ἔφοδον προαφηγεῖται, καί φησιν· Οὐαὶ πλῆθος ἐθνῶν καὶ τὰ τούτοις ἐφ’ ἑξῆς. Ταλανίζει μὲν γὰρ αὐτοὺς, ὡς ὅσον οὐδέ πω τεθνηξομένους ἐν τοῖς Ἱεροσολύμοις, διολλύντος ἀγγέλου. Ὅτι δὲ οὐχ ἓν ἦν ἔθνος, πλεῖστα δὲ μᾶλλον, διαδείκνυσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μόνον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατακυμαίνοντες.
Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ’ αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ’ ἔστιν, ὀπίσω πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχηρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαί̈ου· Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.6 Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ̈, καὶ οὐκ ἔσται.
Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων. Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρήσειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱεροσολύμοις ἔσεσθαι πρωὶ̈, καὶ τοῦ πολέμου τὴν προςβολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς. Διὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωὶ̈, τοῦτ’ ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δάκρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμασιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγούμενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐξηγεῖται λέγων·
PG 70:435Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωὶ̈ ἀγαλλίασις.6 Ἀλλ’ οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰςραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι’ ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν ἐκνεμηθέντα λαὸν αὐτῷ. Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.6 Ἀλλά μοι πρὸς τούτοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω. Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πειρασμοῖς ἐμβάλλουσαι, ἤγουν τοῖς ἐμφύτοις κινήμασι τῆς σαρκὸς, ἐκπολιορκεῖν ἐπείγονται τὸν εὐσεβηκότα νοῦν· μὴ εἰς ἀδρανῆ δειλίαν καταπιπτέτω τις τῶν ἀριστεύειν εἰδότων μετὰ Θεοῦ, ἐπ’ αὐτῷ δὲ μᾶλλον ποιησάμενος τὴν ἐλπίδα, παντὸς ἔστω κρείττων δείματος.
Τεύξεται γὰρ ὅτι τῆς ἐπικουρίας παρὰ αὐτοῦ, πῶς ἔστιν ἀμφιβαλεῖν; Οἶ δὲ γὰρ Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, καὶ ὁ μακάριος δὲ γράφει Παῦλος· Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.6 Καὶ ὡς ὁ Ψάλτης φησίν· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.6 Ὅταν δὲ καὶ οἱ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες αἱρετικοὶ, ταῖς ἑαυτῶν δυστροπίαις χρώμενοι κατεπαίρονται τῶν τῆς ἀληθείας προσκυνητῶν, ἐπέρχονται δὲ δεινοὶ καὶ θρασεῖς, ἢ πολέμους ἀνιστάντες καὶ διωγμοὺς, ἢ θλίψεις αὐτοῖς, καὶ θανάτου φόβον ἐπισωρεύοντες· οὐδὲν ἧττον ἀσθενήσουσι καὶ οὗτοι· χειρὶ γὰρ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται.
Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν, καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Θαυμάσειεν ἄν τις, καὶ δὴ καὶ καθ’ ἑαυτὸν ἐκεῖνο τάχα που διαλογιεῖται, καὶ ἐρεῖ· Τοῦ δὴ χάριν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος γέγονε μὲν κατὰ τῆς Δαμασκοῦ, εἰσκομίζει δὲ μνήμην καὶ τῆς γῆς, τῆς ἐπέκεινα ποταμῶν Αἰθιοπίας; Φαμὲν οὖν ὅτι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, τὸν τῶν ὅλων σωτῆρα Θεὸν καταλιπεῖν ἀφυλάκτως μεμελετηκότες, κατῴχοντο μὲν εἰς πολύθεον πλάνην· κατημεληκότες δὲ εἰς ἅπαν τῆς διὰ Μωσέως ἐντολῆς, ἐπαιδεύοντο παρὰ Θεοῦ, πολέμους αὐτοῖς ἐπανιστάντος κατὰ καιροὺς, καὶ ταῖς ἐντεῦθεν κατατήκοντος συμφοραῖς.
PG 70:437Οἱ δὲ, καίτοι δέον ταῖς μεταγνώσεσι θεραπεύειν λελυπήμενον, καὶ ἀποφοιτᾷν μὲν τῆς ἑαυτῶν φαυλότητος, ἀνακομίζεσθαι δὲ πρὸς τὸ τῷ νομοθέτῃ δοκοῦν, καὶ τὴν παρ’ αὐτοῦ διψῇν ἐπικουρίαν, τὰς τῶν ὁμόρων ἐθνῶν κατεμισθοῦντο συμπνοίας· καὶ ποτὲ μὲν προσίεσαν τοῖς τῆς Δαμασκοῦ βασιλεῦσι, ποτὲ δὲ τοῖς Αἰγυπτίων· καὶ οὐχὶ μόνον, ἀλλὰ γὰρ καὶ τὰς τῶν ἐπικουρούντων αὐτοῖς ἐθνῶν λατρείας μανθάνοντες, καὶ αὐτὰς ἠπείγοντο ζηλοῦν. Καὶ γοῦν ὁ Ἄχαζ ὁ τοῦ Ἰωάθαμ βασιλεὺς Ἰούδα, γενόμενος ἐν τῇ Δαμασκῷ, εἶτα θυσιαστήριον ἀνατεθειμένον εἰδώλῳ τεθεαμένος ἐκεῖσε καινοπρεπῶς εἰργασμένον, τὸ ἐμφερὲς κατεσκεύασε, καὶ ἀνατέθεικεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐκοῦν γέγονεν ἡ ὅρασις κατὰ Δαμασκοῦ. Ἰδοὺ γὰρ, φησὶ, Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ οὐκ ἔσται ἔτι ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραί̈μ.
Ὁρᾷς τὴν αἰτίαν ἐπενηνεγμένην εὐθὺς, τοῦ ἐκ πόλεων ἀρθήσεσθαι λέγειν τὴν Δαμασκόν; Οὐ γὰρ ἔτι ἔσται, φησὶν, οὕτως ὀχυρὰ, ὥστε καὶ προσφεύγειν αὐτῇ τὸν Ἐφραὶ̈μ ἐν τῇ Σαμαρείᾳ βεβασιλευκότα. Μεθίστησι τοίνυν τὸν λόγον ἐπὶ τὴν Αἰγυπτίων. Προςίεσαν γὰρ καὶ αὐτοῖς οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ οἱ κατοικοῦντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ μετεποιοῦντο σφόδρα τῆς παρ’ αὐτῶν συνδρομῆς καὶ ἐπικουρίας, ἐπιόντων μάλιστα τῶν Βαβυλωνίων. Καὶ γοῦν διὰ φωνῆς προφήτου φησίν· Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις καὶ ἅρμασι πεποιθότες 6 Συμβέβηκε δέ τι τοιοῦτον. Κατεστρατεύετο μὲν γὰρ τῆς Ἰουδαίων γῆς ὁ Ναβουχοδονόσορ κατὰ καιρούς. Ἐν δὲ τῷ παρατρέχειν, ἁπάσας, ὡς ἔπος εἰπεῖν, τὰς τῆς ἑῴας κατεληί̈ζετο πόλεις.
Ἐπειδὴ δὲ τὴν Τυρίων ἑλεῖν ἠθέλησε, νῆσον οὖσαν τὸ τηνικάδε, εἶτα τῶν διαβιβαζόντων πλοίων ἐν ἀπορίᾳ γέγονε, Περσικῷ φρονήματι κεχρημένος, ἐπιθαρσήσας δὲ τῷ πλήθει τῆς στρατιᾶς, βατὴν ἐκέλευσε γενέσθαι τὴν θάλασσαν, χώματος ἐγειρομένου, καὶ λεωφόρον αὐτὴν πλατεῖαν ἀποτελοῦντος ἀπὸ τῆς χέρσου μέχρις αὐτῆς τῆς Τυρίων. Δεδιότες τοίνυν αὐτοὶ οἱ Τύριοι, μὴ ἄρα πως ἡ πόλις ἁλῷ, πρὸς πέρας ἐνηνεγμένων τοῖς Βαβυλωνίοις τῶν ἐγχειρημάτων, ναῦς πανταχόθεν συναγηγερκότες, ἀπεκομίζοντο τῆς νήσου, ἐρήμην ἀφέντες αὐτῷ τὴν πόλιν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ναβουχοδονόσορ, μεθίστη τὴν στρατιὰν ἐπὶ τὸ χρῆναι λαβεῖν τῶν Αἰγυπτίων τὴν χώραν, εἷλέ τε αὐτὴν ἀκονητὶ, Θεοῦ κατεξανιστάντος τοῖς Αἰγυπτίοις αὐτόν· ὅτι καὶ αὐτοὶ μεγάλην ἀνασπῶντες ἀεὶ τὴν ὀφρὺν, κατηλαζονεύοντο τῶν ἐξ Ἰσραὴλ, ὡς οὐκ ἐχόντων Θεὸν τὸν διασώζειν αὐτοὺς ἰσχύοντα.
Καλούμενοι γὰρ εἰς ἐπικουρίαν, καὶ εἰς τὸ ἐπαμύνειν αὐτοῖς, ἀλκιμωτέρους ἔφασκον εἶναι τοὺς παρὰ σφίσι θεοὺς τοῦ τῆς Ἰουδαίας Θεοῦ. Ὅτι δὲ τὴν Αἰγυπτίων εἷλεν ὁ Βαβυλώνιος μετά γε τὸν ἱδρῶτα τὸν ἐπὶ Τύρῳ, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος πρὸς τὸν προφήτην Ἰεζεχιήλ· Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδών· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσαν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.6 Ἐπιφέρει τοίνυν ὁ προφήτης καὶ αὐτῇ τὸ, Οὐαὶ, καί φησιν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας Αἰθιοπίας μὲν οὖν ποταμοὺς τὰ ἑπτὰ στόματά φησι, δι’ ὧν ὁ εὐρύς τε καὶ μέγας τῆς Αἰγύπτου ποταμὸς τῇ θαλάσσῃ μίσγεται.
PG 70:439Γῆν δὲ τὴν ἐπέκεινα ποταμῶν ὀνομάζει, τὴν νῦν οὖσαν Ἀλεξάνδρειαν, καλουμένην δὲ τὸ τηνικάδε Ὦν. Ἦν δὲ δὴ πολυανδροῦσα λίαν, καὶ ἀλκιμωτάτους ἔχουσα τοὺς οἰκήτορας, ἀφειστήκει δὲ βραχὺ τῶν Αἰγύπτου ποταμῶν. Ἀπὸ γὰρ τοῦ τελευταίου στόματος [ὄνομα δὲ αὐτῷ τὸ Ἡρακλεῖον]1, διίσταται πρὸς ἑσπέραν σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς τὴν μνημονευθεῖσαν οἰκοῦσι πόλιν, ἄνω τε καὶ κάτω τὸν ποταμὸν διαπλεῖν, ἀεὶ μὲν ὄντα ναυσίπορον, ἄγειν δὲ καὶ φέρειν τά τε παρ’ αὐτῶν εἰς ἑτέρους, παρά τε σφίσι τὰ ἐξ ἑτέρων, καὶ φιλοκερδίαις ἐντρυφᾷν ταῖς ἐξ ἐμποριῶν· ταύτῃτοι ταλανίζει τὰς ναῦς ὁ προφητικὸς ἐν τουτοισὶ λόγος, καὶ οὐ κατά γε τῶν νηῶν ἐπιφέρει τὸ, Οὐαί· κατ’ ἐκείνων δὲ μᾶλλον, οἵπερ ἦσαν αὐταῖς ἀεὶ χρώμενοι, χαίροντές τε καὶ ἐντρυφῶντες, ὡς ἔφην, ταῖς ἐξ αὐτῶν γινομέναις φιλοκερδίαις.
Κατειλημμένης γὰρ ἁπάσης τῆς χώρας ὑπὸ τοῦ Ναβουχοδονόσορ, πέπαυται μὲν ἐμπορία πᾶσα, καὶ τῆς εἰς τοῦτο παῤῥησίας τὸ πλάτος ἀνεκόπτετο, διολωλότων τάχα που καὶ τῶν κεκτημένων αὐτάς. Οὐαὶ τοίνυν, φησὶν, αἱ πτέρυγες τῶν πλοίων τῆς γῆς ἐκείνης τῆς οὔσης ἐπέκεινα τῶν ποταμῶν Αἰθιοπίας Πτέρυγας δὲ πλοίων ὀνομάζει τὰ ἱστία, οἷς αἱ τῶν πνευμάτων ἐμπίπτουσαι προσβολαὶ, πτηνοῦ δίκην αὐτὰς ἀποφέρουσι διὰ μέσου κύματος. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς· ὠδίνει γε μὴν ἱστορίας Ἑλληνικῆς ἀφήγησιν, ἣν καὶ ἀναγκαίως ἐροῦμεν, οὐκ ἔξω βαίνοντες τοῦ εἰκότος, ἤγουν τοῦ πρέποντος λόγοις Χριστιανικοῖς, ἀλλ’ ὑπέρ γε τοῦ σαφῆ καταστῆσαι τοῖς ἀκροωμένοις τὴν τῶν ἐννοιῶν ἀπόδοσιν.
Ἔχει δὲ οὕτω τῆς ἱστορίας ὁ λόγος· Μυθολογοῦσί τινες τῶν παρ’ Ἕλλησι ποιητῶν Μύῤῥαν γενέσθαι τὴν τοῦ Κινύρου τινὸς θυγατέρα, ὃς δὴ καὶ ἀχαλίνοις ὁρμαῖς ταῖς εἰς φιληδονίαν ἡττώμενος, συνεπλέκετο μὲν ἀσελγῶς τῇ ἰδίᾳ θυγατρὶ, μητέρα δὲ αὐτὴν ἐποίει παιδὸς, ὃν δὴ καὶ ὠνόμασεν Ἄδωνιν. Ἐπερυθριῶν δὲ τῷ γεγονότι καὶ τοῖς τῆς φύσεως νόμοις, ὅτι πέπραχεν ἀνοσίως ἐξελεγχόμενος, ἐξέθηκεν ὥς φασι τὸ παιδίον ἐν ὄρει. Λαβοῦσαι δὲ τοῦτο τῶν ἐκεῖσε νυμφῶν τινες, ἃς καὶ ὀρεάδας καλοῦσι δαίμονας, ἔθρεψάν τε καὶ διεσώσαντο· ὃς δὴ καὶ ἡβήσας, καὶ ἐν νεανίαις ἤδη τελῶν, εὐπρεπεστάτην μὲν ἔχων τὴν ὥραν ἐφαίνετο· ἥπτετο δὲ κυνηγ[ε]ίας, καὶ τὰς ἐπὶ τούτῳ σπουδὰς καθ’ ὕλας ἐποιεῖτο περὶ πολλοῦ.
PG 70:441Εἶτα, φησὶ, θεασαμένη τοῦτον ἡ παρ’ αὐτοῖς Ἀφροδίτη [ἑταιρικὸν δὲ τοῦτο γύναιον ἦν]1, ἠράσθη τε καὶ συνεγένετο, καὶ περιέπουσα διετέλει. Καὶ πρός γε τοῦτο λελυπημένος ὁ Ἄρης, ἀντεραστὴς ὑπάρχων τῆς Ἀφροδίτης, συὶ̈ παρεικάζεται, καὶ θηρῶντι μὲν ἐπιπηδᾷ, διόλλυσι δὲ παραχρῆμα· καὶ θρήνου πρόφασις γέγονε μὲν τὸ χρῆμα τῇ Ἀφροδίτῃ, φησίν. Καθίκετο δὲ δυσθυμίας εἰς τοῦτο καὶ λύπης, ὥστε καὶ εἰς αὐτὸν καταφοιτῆσαι τὸν ᾅδην, ἀνακομίσαι θέλουσα τὸν ἐρώμενον. Ἐπειδὴ δὲ ἡ τοῦ Πλούτωνος γυνὴ μετεποιεῖτο τοῦ νεανίσκου σφόδρα, καὶ ἀξιοθαύμαστον ἔχοντα τὴν ὥραν οὐκ ἠφίει, συνέθεντο πρὸς ἀλλήλας, ὥστε μερίσασθαι τοῦ ἐνιαυτοῦ τὸν κύκλον· καὶ ἐξ ἡμισείας ἔχειν αὐτόν. Ἀνελθούσης δὲ τῆς Ἀφροδίτης, καὶ τοῦτο ἀναγγειλάσης τοῖς ἑαυτῆς οἰκείοις, ἤτοι φίλοις, ἢ λατρευταῖς, ἑορτὴ τὸ χρῆμα γέγονε καὶ πανήγυρις.
Ἐπλάττοντο τοίνυν Ἕλληνες ἑορτὴν ἐπὶ τούτῳ τοιαύτην. Προσεποιοῦντο μὲν γὰρ λυπουμένῃ τῇ Ἀφροδίτῃ, διὰ τὸ τεθνάναι τὸν Ἄδωνιν, συνολοφύρεσθαι καὶ θρηνεῖν· ἀνελθούσης δὲ ἐξ ᾄδου, καὶ μὴν καὶ ηὑρῆσθαι λεγούσης τὸν ζητούμενον, συνήδεσθαι καὶ ἀνασκιρτᾷν· καὶ μέχρι τῶν καθ’ ἡμᾶς καιρῶν ἐν τοῖς κατ’ Ἀλεξάνδρειαν ἱεροῖς ἐτελεῖτο τὸ παίγνιον τοῦτο. Μεμαθήκασι καὶ οἱ ἐξ αἵματος Ἰσραὴλ, καὶ δὴ καὶ ἔδρων αὐτὸ, Θεὸν μὲν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, ἀπονενευκότες δὲ πρὸς ἃ μὴ θέμις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀσυνέτως συνηρπασμένοι. Διαμέμνηται τούτου καὶ ὁ μακάριος προφήτης Ἰεζεχιήλ· ἔφη γὰρ οὕτως· Καὶ ἴδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι, θρηνοῦσαι τὸν Θαμμούζ.6 Διερμηνεύεται δὲ ὁ Θαμμοὺζ ὁ Ἄδωνις.
Ἐπράττετο δέ τι τοιοῦτον παρὰ τῶν ὄντων ἐν τῇ γῇ τῇ ἐπέκεινα ποταμῶν Αἰθιοπίας, περὶ ἧς ἐν τοῖς ἀνωτέρω βραχὺ σαφῶς εἰρήκαμεν. Κέραμον λαβόντες, εἶτα γράφοντες ἐπιστολὴν πρὸς τὰς ἐν Βίβλῳ γυναῖκας, ὡς ηὑρημένου τοῦ Ἀδώνιδος, καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ’ αὐτῷ ποιησάμενοι· καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομίζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος. Διαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλολάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεομισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν·
Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ’ ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ’ οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκάσμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν.
PG 70:443Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν. Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ’ Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδίζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον.
Καὶ περὶ αὐτῶν φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦφοι, τοῦτ’ ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτηδεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες. μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν·
ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. Ὤοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. Δυσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέλουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτίθει.
Πᾶσαν γὰρ ὑδάτων ἀποξηράνας σύστασιν, ἱππήλατον αὐτοῖς ἀπέφηνε τὴν ὑγράν. Τοῦτο οἶμαι δηλοῦν τὸν προφήτην ἐν τουτοισὶ λέγοντα· Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Τὰ γάρ τοι πλόϊμα, φησὶ, καὶ ἀεί πως ὑγρὰ τῶν χωρίων ἔσται τοιαῦτα, κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς δοκεῖν ἤδη πως καὶ χώραν εἶναι κατοικουμένην διὰ παντὸς, καὶ χέρσον ἁπλῶς ὑδάτων ἔρημον. Τί γὰρ οὐκ ἂν δύναιτο κατορθοῦν ἡ θεία τε καὶ παναλκὴς, καὶ ἀνοτάτω φύσις; Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ, ἀκουστὸν ἔσται. Οἱ τῶν τακτικῶν ἡγούμενοι, κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐν γηλόφοις ἱστάντες τινὰς, αἴρεσθαι πλειστάκις ποιοῦσι σημεῖον· καὶ σύνθημα τοῦτο τῇ στρατιᾷ γίνεται πράγματος ἐναργοῦς.
PG 70:445Κέχρηται δὲ καὶ ταῖς διὰ σαλπίγγων φωναῖς, ἢ διανιστάντες ἐπὶ τὸ μάχεσθαι κατά τινα συνήθη ῥυθμὸν, ἢ καὶ ἀφιστάντες τοῦ πολέμου κατά γε τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ἔστι τοίνυν καὶ τὸ αἰρόμενον ὑψοῦ σημεῖον ἐπισημότατον. Ἑστήκασι γὰρ εἰς ὄρος οἱ τοῦτο δρᾷν εἰωθότες, καὶ μὴν καὶ ἅπασι τοῖς κατὰ τὴν μάχην ἐξάκουστος καὶ σαφὴς ἡ τῶν σαλπίγγων ἠχή. Ἔσται τοίνυν, φησὶ, τῆς Αἰγυπτίων τὸ πάθος γνωριμώτατον οὕτω τοῖς ἁπανταχοῦ, ὥστε παρεικάζεσθαι σημείῳ τῷ κατά τι τῶν ὀρῶν ἐγηγερμένῳ· ἔκπυστον δὲ οὕτω, καθάπερ ἀμέλει καὶ ἡ διὰ τῶν σαλπίγγων ἠχή. Ἀπὸ δὴ τῶν τοιούτων ἐκεῖνο εἰσόμεθα, καὶ πρὸς ὠφελείας ἡμῖν ἔσται πολλῆς, τὸ κατὰ μηδένα τρόπον καταθήγειν εἰς ὀργὰς τὴν ἀκήρατον φύσιν· ἢ πάντη τε καὶ πάντως δρῶντας ἃ μὴ θέμις, καὶ τὴν ὑπ’ αὐτῷ λατρείαν παραιτουμένους, ἤγουν συντρέχοντας ἀποστάταις, καὶ τοῖς ὑπὸ θείαν ὀργὴν τοὺς ἑαυτῶν συμπλάττοντας τρόπους, κοινωνεῖν αὐτοῖς τῆς συμφορᾶς, καὶ τὴν ἴσην πράττεσθαι παρὰ Θεοῦ δίκην.
Τοῦτο πεπονθότας τοὺς τῶν Αἰγυπτίων οἰκήτορας κατίδοι τις ἄν. Ἐπειδὴ γὰρ προσκεκρούκασιν οἱ ἐξ Ἰσραὴλ, εἶτα σώζειν αὐτοὺς ἐπηγγέλλοντο, κἂν εἰ μὴ βούλοιτο Θεὸς, δίδονται τοῖς ἐχθροῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὅτι οὔτως εἶπέ μοι Κύριος· Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ ἔσται πρὸ τοῦ θερισμοῦ. Σαφὴς μὲν τῆς ἱστορίας ὁ λόγος· πλὴν ἐπιδρομάδην ἐροῦμεν. Σέσωκε γὰρ τὰ Ἱεροσόλυμα Θεὸς πολιορκοῦντος αὐτὰ Ῥαψάκου, καὶ τὴν ἀναρίθμητον τὴν τῶν Ἀσσυρίων πληθὺν περιστήσαντος· σέσωκεν ὅπως; Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου,6 φησὶ, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.6 Ἔσται τοίνυν, φησὶν, ἀσφάλεια ἐν τῇ πόλει τῇ ἐμῇ.
Καὶ ὅτι γέγονα κινδυνεύουσιν ἐπίκουρος ἐγὼ, διαφανὲς οὕτω τοῖς ἁπανταχόσε γενήσεται, ὡς ἔστι λαμπρὸν καὶ ἀκμαιότατον τὸ ἐν μεσημβρίᾳ φῶς. Ἡλίου γὰρ μεσημβρίζοντος, καὶ ἀκμαιοτάτην ἄνωθεν τοῖς ἐπὶ τῆς γῆς ἐνιέντος τὴν ἀκτῖνα, πλουσιωτάτῳ φωτὶ τὰ πάντα καταλαμπρύνεται. Ἔσται τοίνυν, φησὶ, κινδυνεύουσιν ἡ παρ’ ἐμοῦ δοθησομένη τὸ τηνικάδε χάρις τε καὶ ἀσφάλεια, ὥσπερ ἂν εἰ καὶ νεφέλη δρόσου ἐν ἡμέραις ἀμητοῦ πρὸ τοῦ θερισμοῦ. Καὶ τί δὴ βούλεται δηλοῦν, ἐρῶ πάλιν· Ἔθος τοῖς ἀμῶσι μὴ πρότερον τοῖς ἀστάχυσιν ἐπαφεῖναι τὸν σίδηρον, εἰ μὴ ἄρα πως προκατενεχθεῖσα δρόσος, εὐαφεστέραν αὐτοῖς τὴν καλάμην ἐργάσηται. Ἐν εὐχῇ τοιγαροῦν τὸ χρῆμα αὐτοῖς, τὸ καθιεῖσθαί φημι παρὰ Θεοῦ τὴν δρόσον. Τριπόθητος οὖν τοῖς ἐν τοῖς Ἱεροσολύμοις ἡ παρὰ Θεοῦ γέγονεν ἀσφάλεια, καθάπερ ἀμέλει καὶ ἡ δρόσος ἐν ἡμέραις ἀμητοῦ πίπτουσα πρὸ τοῦ θερισμοῦ.
PG 70:447Ὅταν συντελεσθῇ στάχυς, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα. Καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, καὶ κατακόψει καὶ καταλήψει ἄμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ συναχθήσεται ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ’ αὐτὸν ἥξει. Δυσχερὴς μὲν λίαν καὶ δυσκάτοπτος οὐ μετρίως τῶν προκειμένων ὁ νοῦς. Καὶ αὐτὴ δὲ πρὸς τοῦτο τῆς λέξεως ἡ συνθήκη. Πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. Ποιεῖται τοίνυν ὡς ἀπὸ τῆς τῶν γεωργῶν ἐπιστήμης τὸν λόγον. Ἔθος γὰρ ἐκείνοις, ὅταν τῆς ἀμπέλου λοιπὸν ἐξανθήσαντας τοὺς βότρυς θεάσωνται, καὶ ἤδη πως τὸ τῶν ὀμφάκων ἔχοντας εἶδος, ἀποκείρειν μὲν τὰς περιττὰς κληματίδας, καὶ τὰ μικρὰ τῶν βοτρυδίων περιττῶς τοῖς μείζοσι παρηρτημένα ταῖς δρεπάναις ἀποτέμνειν, ἵνα καὶ τροφιμωτάτην ἰκμάδα δεχόμενοι τῶν βοτρύων οἱ μείζους τελεσφορεῖσθαι δύναιντο.
Τοιοῦτόν τι πεπραχέναι φησὶν ὁ τῶν ὅλων Θεὸς, ἢ ἐπί γε τοῖς Ἀσσυρίοις, ἤγουν καὶ ἐπὶ τοῖς Αἰγυπτίοις· οὐ γάρ τοι λίαν ἐναργὴς ὁ λόγος, κατὰ τίνων ἂν ἴοι καὶ φέροιτο πρεπωδέστερον. Φαμὲν δὴ, ὅτι εἴτις ἕλοιτο νοεῖν ὡς ἄμπελον μίαν τὴν τῶν Ἀσσυρίων πληθὺν, τὴν πολιορκήσασαν τὴν ἁγίαν πόλιν, εὑρήσομεν ὅτι ὁ μέγας ἐν αὐτῇ νοούμενος βότρυς, τοῦτ’ ἔστιν, ὁ τοῖς τῆς βασιλείας θάκοις ἐκλελαμπρυσμένος, οὐ συνδιόλωλε τοῖς ἑτέροις, ἀλλὰ σέσωσται μὲν αὐτὸς, δεδαπάνηνται δὲ ὡς ἐν τάξει τῶν μικρῶν βοτρύων ἡ ἑτέρα πληθὺς, καὶ οἷον τῶν περιττῶν κλημάτων δίκην καθάπερ τινὶ δρεπάνῃ περιέκειρεν αὐτοὺς ἡ τομωτάτη μάχαιρα τοῦ Κυρίου. Πεπτώκασι γὰρ, ὡς ἔφην, ἀγγέλου χειρὶ δαπανώμενοι, καὶ γεγόνασιν αὐτῶν τὰ πτώματα τρυφὴ τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ.
Εἰ δὲ δή τις βούλοιτο καὶ ἐπὶ τοῖς Αἰγυπτίοις εἰρῆσθαι λέγειν αὐτὰ, συνήσεις ὅτι καταδῃοῦντες αὐτὴν οἱ Ἀσσύριοι, οὐκ ἄρδην ἅπασαν, οὔτε μὴν ὁλοσχερῶς ἀνεῖλον. ἀλλ’ οἷον μικροῖς βοτρυδίοις ταῖς κατὰ τόπους συνοικ[ε]ίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλοικτείρμονος Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, κολοβοῦντος δὲ πλειστάκις τὰς δίκας, καὶ οὐκ εἰς ἅπαν ἐῶντος ἀπόλλυσθαι τοὺς παιδευομένους. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τετιλμένου καὶ τεθλιμμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη τὸ ὄρος Σιών.
Τὰ ἐν τῷ πολέμῳ συμβησόμενα κατὰ καιροὺς τοῖς Αἰγυπτίων δήμοις εὖ μάλα διειρηκὼς, διαμέμνηται καὶ τῆς μετὰ τοῦτο πρὸς Θεὸν ἐπιστροφῆς, καὶ ὅτι τὴν ἀρχαίαν τῆς ἀπάτης ἀχλὺν, τῶν τῆς διανοίας ὀμμάτων ἀποπεμψάμενοι, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἐῤῥῶσθαι φράσαντες, βαδιοῦνται πρὸς τὰ ἀμείνω· καὶ τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐπιγνώσονται, μεταστοιχειούμενοι δὲ ὥσπερ πρὸς νέαν τινὰ καὶ ἀπόλεκτον ζωὴν, καρποφοροῦσι τῷ Θεῷ τὰ ἐφ’ οἷς ἂν εἶεν εὐδόκιμοι καὶ παντὸς ἐπαίνου μεστοὶ, καὶ οἷον δῶρα προσκομιοῦσι τὰ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, τὴν πίστιν, τὴν ἐλπίδα, τὴν ἀγάπην. Τεθλιμμένον δὲ αὐτὸν ὀνομάζει λαὸν, διάτοι τὸ πλείστην ὅσην ὑπομεῖναι ταλαιπωρίαν τὰ ἐκ τῆς θείας ὀργῆς ὑπομείναντα.
PG 70:449Καὶ πρός γε τούτῳ καὶ τετιλμένον· τάχα που τὴν εἰς τὰ ἀμείνω μετάστασιν αὐτῶν διὰ τούτου δηλῶν. Τὸ γάρ τοι φυτὸν μεταμοσχεύεται, καὶ βόθρου τοῦ ἐν αὐτῷ ἀποτετιλμένου, μεταχωρεῖ πρὸς ἕτερον· γεωργίας δὲ τῆς ἀρίστης οὗτος ὁ τρόπος τοῖς εἰωθόσι γηπονεῖν. Οὕτω καὶ τῶν ἐν πλάναις ὁ νοῦς, μεταβοθρεύεται, τρόπον τινὰ, τῆς μὲν ἀρχαίας ἀπάτης οἷον ἐκτετιλμένος, ἐμφυτευθεὶς δὲ πρὸς ἑτέρας ἐννοίας, καὶ πρός γε τούτῳ σπουδὰς καὶ γνῶσιν τὴν προὔχουσαν, μᾶλλον δὲ καὶ ἀσυγκρίτως τῆς ἀρχαίας ἐν ἀμείνοσιν. Καρποφορήσειν δὲ αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον, τοῦτ’ ἔστι, διηνεκῶς, οὐ διακοπῆς τινος μεταξυμβησομένης, ἀεὶ δὲ μᾶλλον καὶ μέχρι παντός. Τοιγάρτοι καὶ μέγαν αὐτὸν ὀνομάζει λαόν· ἢ τὸ πολύχουν αὐτοῦ διὰ τούτου σημαίνων, ἢ ὅτι γέγονεν εὐδόκιμος κεκλημένος διὰ πίστεως τῆς εἰς Χριστόν.
Οἱ γὰρ τοὺς ἄλλους ἅπαντας νικῶντές ποτε πρὸς τὰ τῆς εἰδωλολατρείας ἐγκλήματα, νῦν εἰσιν πολλῶν ἀμείνους καὶ συνετώτεροι, καὶ ἀκμαιοτάτην ἔχοντες τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν εὐτολμίαν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, φησὶν, ὑπερεπερι[έ]σσευσεν ἡ χάρις. Ποῦ τοίνυν καρποφορήσουσιν; Εἰς τὸν τόπον, φησὶν, οὗ τὸ ὄνομα Κυρίου Σαβαὼθ ἐπεκλήθη ὄρος Σιὼν, τοῦτ’ ἔστιν, εἰς τὸ ὄρος τὸ Σιὼν, ἔνθα ἂν ἐπικληθείη τὸ ὄνομα Κυρίου Σαβαώθ. Σημαίνει δὲ διὰ τούτου τὴν Ἐκκλησίαν, τὸ μέγα καὶ νοητὸν ὄρος· χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, ἀλλ’ οὐδὲ τῶν πεπατημένων δογμάτων, ἀλλ’ εἴ τι μέγα καὶ ὑψηλὸν, ἡ περὶ Θεοῦ τοῦ κατ’ ἀλήθειαν γνῶσις δηλονότι, ἡ δήλωσίς τε καὶ μάλα σαφὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων.
Σιὼν δὲ ὅρος ὀνομάζει πλειστάκις ἡ θεόπνευστος Γραφὴ τὴν Ἐκκλησίαν Χριστοῦ, ὡς ἀπό γε τῆς πρώτης ὀνομάζουσα νοητῶς τὴν ἀληθεστέραν Σιὼν, ὅ ἔστιν ὑψηλὴ καὶ σκοπευτήριον. Προσέῤῥιπται δὲ διὰ μέσου· Τὸ ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Ἤρξατο γὰρ ἡ τῶν Αἰγυπτίων ἐπιστροφὴ πρὸς Θεὸν ἀπό τινος μέρους τῆς χώρας κειμένης ἐπέκεινα τοῦ ποταμοῦ· ἵνα νοῇς τῆς Ῥινοκορουρητῶν, ἤγουν τῶν αὐτόθι πόλεων μίαν. Λέγει γὰρ ἐν τοῖς ἐφ’ ἑξῆς, ἐν τῇ ὁράσει τῆς Αἰγύπτου· Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον Κυρίῳ· καὶ εἰς τὸν αἰῶνα ἐν χώρᾳ Αἰγύπτου. Καὶ πεπατημένον μὲν ὡς συντετριμμένον ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς·
PG 70:451ἐλπίζον δὲ, ὅτι καὶ αὐτὸ πεποίηται τὴν ἐλπίδα λοιπὸν ἐπὶ Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις ὑπήνεγκε τὸν αὐχένα, καὶ δεδούλευκεν αὐτῷ, καὶ τοὺς τῆς εὐσεβείας κεκάρπικε τρόπους. ΤΟΜΟΣ Δ ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Τίνα δὴ τρόπον ἡ τῶν Αἰγυπτίων σέσωσται χώρα καὶ σεσαγήνευται πρὸς εὐσέβειαν, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ, καίτοι πολύθεος καὶ ἐκτόπως νοσοῦσα τὴν πλάνην, πειρᾶται διδάσκειν ὁ προφήτης ἐν τούτοις. Ἦσαν μὲν γὰρ οἷάπερ ἐν σκότῳ βαθεῖ, τὸν μὲν φύσει Θεὸν καὶ ἀληθῶς ὄντα τῶν ὅλων δημιουργὸν καὶ Κύριον ἠγνοηκότες παντελῶς, ἀνάπτοντες δὲ τῇ κτίσει τὸ σέβας· καὶ τὸ ἔτι τούτου παραλογώτερον, τεχνουργοὶ τῶν ἰδίων ἀναδεικνύμενοι θεῶν, καὶ πολύμορφον εἰδώλων ἐσμὸν ἐν τοῖς τεμένεσιν ἔχοντες, ὡς καὶ ζώων ἀλόγων ἀναπλάττειν τύπους, καὶ βωμοὺς ἱστάντας καταθύειν αὐτοῖς.
Ἔδει τοίνυν πλεοναζούσης ἐν αὐτοῖς ἁμαρτίας, ὑπερπερισσεῦσαι τὴν χάριν, καὶ τοῖς οὕτως ἐχθίστως νενοσηκόσι ἐπιλάμψαι τὸν ἰατρὸν, καὶ τοῖς τὴν καρδίαν κατεσκοτισμένοις τὸ θεῖόν τε καὶ οὐράνιον ἐναστράψαι φῶς. Ἰδοὺ τοίνυν, φησὶ, Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον. Ἀλλὰ τί ἂν βούλοιτο παραδηλοῦν τὸ ἐπὶ νεφέλης κούφης ὁρᾶσθαι τὸν Κύριον; Φέρε λέγωμεν ὡς ἔνι· Τινὲς μὲν τῶν ἐξηγητῶν κούφην ἔφησαν εἶναι νεφέλην τὴν ἁγίαν τοῦ Κυρίου σάρκα, τουτ’ ἔστι, τὸν ἐκ τῆς Παρθένου ληφθέντα ναόν· καὶ νεφέλῃ παρεικάζουσι, διάτοι τὸ ἀπηλλάχθαι τάχα που κινημάτων καὶ ἐπιθυμιῶν τῶν γεωδεστέρων ἄνω τε καὶ ὥσπερ ὑψοῦ. Πάναγνον γὰρ ἀληθῶς καὶ ἁπάσης γεώδους ἀκαθαρσίας ἀπηλλαγμένον τὸ ἅγιον σῶμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.
Ἕτεροι δὲ αὖ κούφην ὠνομάσθαι νεφέλην ὑπειλήφασι τὴν ἁγίαν Παρθένον. Οἶμαι δὲ ἔγωγε τάχα που καὶ ἑτέρων ἡμῖν ἐννοιῶν ὑποσημῆναι πλάτος, τὸ ἐπὶ νεφέλης κούφης καθῆσθαι λέγειν αὐτόν. Πολυτρόπως μὲν γὰρ οἱ μακάριοι προφῆται, τὴν τοῦ Θεοῦ δόξαν καταθεώμενοι, γεγράφασι τὰς ὁράσεις. Ὁ μὲν γὰρ Ἡσαί̈ας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τεθεᾶσθαί φησι τὸν Κύριον Σαβαὼθ, περιεστώτων ἐν κύκλῳ τῶν ἀνωτάτω δυνάμεων λογικῶν, ὑμνολογουσῶν τε αὐτὸν, πλήρη τε εἶναι λεγουσῶν τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δέ γε πάνσοφος Δανιὴλ Παλαιὸν ἡμερῶν ἐπὶ θρόνου καθίζει· χιλίας τε χιλιάδας λειτουργεῖν αὐτῷ διατείνεται, καὶ μυρίας μυριάδας περιεστάναι φησί· τεθεᾶσθαι δὲ καὶ ὡς Υἱὸν ἀνθρώπου μετὰ τῶν νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς.
Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκειμένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τεθεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός.
PG 70:453Ἐγράφετο δὲ δι’ ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ’ αὐτῷ μυστήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶσθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κηλῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακόμιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν·
Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χριστὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασίλευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀναδεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χριστοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σεσαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. Δεισιδαιμονέστατοι γὰρ γεγόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεοπνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν.
Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι, τὸ χρῆναι νικᾷν τοῖς εὐαγγελικοῖς κηρύγμασι, καίτοι πάλαι θεομάχον οὖσαν, καὶ τοῖς τῆς ἀληθείας ἀντεξάγουσαν λόγοις. Εὑρήσομεν οὖν τὸν Φαραὼ τοιοῦτον ὄντα σαφῶς. Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς ἔφασκεν ἐναργῶς· Ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ, λέγων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι ἐν τῇ ἐρήμῳ.6 Ὁ δὲ πρὸς αὐτούς· Τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστέλλω.6 Ἡττηθήσεται γὰρ ἡ καρδία αὐτῶν ἐν αὐτοῖς, τοῦτ’ ἔστιν, οὐκ ἄθραυστος, οὐδὲ σκληρὰ, καὶ ἀνουθέτητος διαμενεῖ· παραδέξεται δὲ μᾶλλον τὸ σωτήριον κήρυγμα. Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι πρὸς Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ.
PG 70:455Καὶ ἐπεγερθήσεται πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν. Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς ἕτερον οὐδὲν, ἢ ἐκεῖνό που πάντως ὅπερ ἔφη Χριστός· Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.6 Ἀναφωνηθέντος γὰρ ἤδη τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ τῆς εἰς γονέας αἰδοῦς κατημεληκότες ἄνθρωποι, πεφρονήκασιν ἐχθρὰ καὶ μεμισημένα αὐτοῖς, καὶ μονονουχὶ τὸν πολέμου νόμον ἐξηρτυμένοι, κατεξανέστησαν ἀδελφῶν.
Οἱ μὲν γὰρ τῇ ἀρχαίᾳ συναγορεύοντες πλάνῃ, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀχαλίνως προσνενευκότες, ἀπαράδεκτον ποιοῦνται τὸν τῆς πίστεως λόγον. Οἱ δὲ καταγέλαστόν τι χρῆμα καὶ ἀνόσιον παντελῶς ἡγούμενοι προελέσθαι προσκυνεῖν τοῖς παρ’ αὐτῶν τεχνουργουμένοις θεοῖς, τοῖς τῆς ἀληθείας προσδεδραμήκασι λόγοις, καὶ μακρὰν ὄντες ποτὲ, γεγόνασιν ἐγγὺς, καὶ οἰκεῖοι διὰ τῆς πίστεως ἀναδεδειγμένοι Χριστοῦ, εἴσω τε γεγόνασι τῆς τῶν ἁγίων ἐλπίδος, καὶ κληρονόμοι τέθεινται τῆς εἰς αἰῶνα ζωῆς. Κατασεσεισμένων τοίνυν, φησὶ, τῶν χειροποιήτων Αἰγύπτου, διὰ τὸ ἐλθεῖν ἐν αὐτῇ τὸν Κύριον ἐπὶ νεφέλης κούφης, ἐπανάστασις ἔσται πολλὴ καὶ οἰκείων καὶ συγγενῶν, καὶ καθ’ ἕνα καὶ κατὰ πληθὺν οἱ πόλεμοι, ὥστε καὶ πόλιν καὶ νομὸν ἐπὶ νομὸν ποιεῖσθαι τὰς ἐφόδους.
Νομὸς δὲ λέγεται παρὰ τοῖς τὴν Αἰγυπτίων οἰκοῦσι χώραν, ἑκάστη πόλις καὶ αἱ περιοικίδες αὐτῆς καὶ αἱ ὑπ’ αὐτῇ κῶμαι· καὶ τέτριπται παρ’ αὐτοῖς ἡ τοιάδε φωνή. Εἶτά φησιν, ὅτι Ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Φαμὲν δὲ ὅτι διάφορον ἐσχηκότες κατ’ ἀλλήλων τὸ φρόνημα, τεθορύβηνται μὲν οὐ μετρίως· ἐπαναστάσεις δὲ καὶ μάχας μελετῶντες κατὰ τῶν πεπιστευκότων οἱ πλανώμενοι, πολεμοῦντα αὐτοῖς καὶ ἀνθεστηκότα τὸν τῶν ὅλων εὑρήσουσι Θεόν. Διασκεδάσω γὰρ αὐτῶν τὰς βουλὰς, φησὶν, τοῦτ’ ἔστι, πᾶσαν αὐτῶν σκέψιν εἰκαίαν ἀποφανῶ, καὶ ἀνόνητα παντελῶς τὰ κατὰ τῶν ἐμοὶ προσδεδραμηκότων ἐπιχειρήματα. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας.
Καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν· καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Τίνα δὴ τρόπον, ἢ κατὰ ποῖον ὅλως καιρὸν, Αἰγύπτιοι πεπλουτήκασι τὸ σωτήριον κήρυγμα, σπουδὴ τῷ προφήτῃ διατρανοῦν. Οὐκ ἀνόνητος δὲ τῆς ἱστορίας ὁ λόγος τοῖς γε ἅπαξ χρηστομαθεῖν ᾑρημένοις. Καταδῃώσας τοίνυν τὴν τῶν Ἰουδαίων χώραν Οὐεσπασιανὸς, καὶ κατεμπρήσας τὰ Ἱεροσόλυμα, πανστρατιᾷ καταβέβηκεν εἰς τὴν Αἰγυπτίων χώραν, χειρωσόμενος καὶ αὐτήν. Ἔδρα δὲ τοῦτο κατὰ βούλησιν τοῦ Θεοῦ, τοῖς Ῥωμαίων ὑποφέροντος σκήπτροις χώρας τε ἁπάσας ὁμοῦ καὶ πόλεις. Ἀλλ’ ᾤοντο μὲν Αἰγύπτιοι καὶ διαφυγεῖν δύνασθαι ῥᾳδίως τὸν τῆς δουλείας ζυγὸν, εἶναί τε ἀνάλωτοι παντελῶς, διάτοι τὸ πλείστοις ὕδασι διεζῶσθαι τὴν χώραν.
PG 70:457Ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος. Θεοῦ γάρ τι κατορθοῦν ἐθέλοντος, πάντα ὑπείκει ῥᾳδίως, καὶ τὰ ἀνέφικτα καὶ δυσήνυτα παραδόξως κατευμαρίζεται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ γεγραμμένον. Συμβέβηκε τοίνυν πάντα τὰ παρ’ αὐτοῖς ὕδατος, τά τε ἐν λίμναις, καὶ μέν τοι καὶ ποταμοῖς ἀφανισθῆναι παντελῶς, ὡς διοδεύεσθαι ποσίν. Οὕτω τε λοιπὸν δυσχερείας ἁπάσης ἐψιλωμένην τὴν Αἰγυπτίων εὑρὼν, κεκράτηκεν αὐτῆς Οὐεσπασιανός. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, συμβέβηκεν εἰσελθεῖν εἰς τὴν Αἰγυπτίων τοὺς τὸ θεῖόν τε καὶ σωτήριον ἱερουργοῦντας κήρυγμα, καὶ τὰ ἔθνη σαγηνεύοντας διὰ πίστεως τῆς ἐν Χριστῷ, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Μεμαθηκότες τοίνυν Αἰγύπτιοι, φησὶ, τῆς Ῥωμαίων στρατιᾶς τὴν παναλκῆ καὶ δυσκαταγώνιστον ἔφοδον, τεθορυβημένοι τε λίαν, καὶ ὅποι ποτὲ αὐτοῖς τὸ τοῦ πράγματος ἐκβήσεται πέρας, ἀναμαθεῖν ἐθέλοντες, ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ μέντοι καὶ γνώστας.
Διάφοροι γὰρ παρ’ αὐτοῖς ψευδομαντείας ἦσαν τρόποι, καὶ πεπλασμένοι προφῆται. Οἱ μὲν τοὺς νεκροὺς ἐπερωτᾷν προσποιούμενοι· οἱ δὲ καὶ ἀπὸ τῆς σφῶν αὐτῶν καρδίας ἐρευγόμενοι λόγους. Ἕτεροι δὲ καὶ γνῶσται, τοῦτ’ ἔστι, τοὺς ἐκ θυσιῶν καπνοὺς, καὶ τοὺς ἐν τοῖς ἥπασι τῶν σφαζομένων ζώων παλμοὺς πολυπραγμονοῦντες ἀνοσίως. Ἀλλ’ οὐδεμιᾶς ἔσται, φησὶν, ἐκ μαντείας αὐτοῖς ἡ ὄνησις· οὔτε μὴν ἐπαμῦναι δυναμένους αὐτοὺς εὑρήσουσι, τοὺς νομισθέντας εἶναι θεούς. Παραδώσω γὰρ Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Σκληροὺς δὲ ὅταν ἀκούσῃς, μὴ ἀπηνεστάτους νοήσῃς, ἀθραύστους δὲ μᾶλλον, καὶ παραχωρεῖν εἰδότας τὸ νικᾷν οὐδενί. Τοιοῦτο γὰρ οἱ Ῥωμαίων γεγόνασιν εὐκλεέστατοι βασιλεῖς, τῆς θείας τε καὶ ἀποῤῥήτου βουλῆς ὑποτιθείσης, ὡς ἔφην, τὰ πάντα αὐτοῖς.
Καὶ γοῦν κεκρατήκασι τῆς ὑπ’ οὐρανόν. Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται. Ἐκλείψουσιν οἱ ποταμοὶ καὶ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν, πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμοφθορίᾳ. Καὶ στενάξουσιν οἱ ἁλιεῖς, στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι. Καὶ ἡ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λῖνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον· καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζύθον ποιοῦντες λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν.
PG 70:459Συναρμόσεις καὶ τάδε τοῖς ἀρτίως ἡμῖν εἰρημένοις. Εὐυγροτάτην γὰρ οὕτως τὴν Αἰγυπτίων, ξηρὰν ἀπέφηνεν ὁ πάντα ἰσχύων Θεὸς, ὥστε καὶ ἀνιδρωτὶ βάσιμον εἶναι τοῖς ἐθέλουσι διὰ λιμνῶν ἰέναι καὶ ποταμῶν. Διῄρηται δέ πως τῶν Αἰγυπτίων ἡ χώρα· καὶ οἱ μὲν ἔχουσι τὴν γῆν τὴν ἀρόσιμον, καὶ γονιμωτάτην, καὶ ἀμπελῶσιν ὅτι μάλιστα μελεδωνοί. Οἱ δὲ πρὸς αὐταῖς οἰκοῦσι ταῖς λίμναις, τὰ ἐξ αὐτῶν δρεπόμενοι. Ἰχθυοθῆραί τε γάρ εἰσι, καὶ πάπυρον ἀποκείροντες, χάρτου τέ εἰσι δημιουργοὶ, καὶ λῖνον ἐργάζονται τὸ σχιστόν. Ἕλειοι δὲ ἄνδρες ἤγουν βουκόλοι κατονομάζονται· καὶ γάρ εἰσι παρ’ αὐτοῖς ἀριθμοῦ κρείττονες αἱ βοῶν ἀγέλαι· πλείστη τε ἄρτου καὶ οἴνου καὶ τῶν ἄλλων ἡ σπάνις. Ἐκλελοιπότων τοιγαροῦν τῶν ὑδάτων, φησὶν, πίονται ὕδωρ.
Ὀρύττοντες γὰρ ἐν τοῖς αἰγιαλοῖς ἔσθ’ ὅτε τινὲς, πότιμον ἀρύονται νᾶμα. Ἐκλείψουσι δὲ καὶ ξηρανθήσονται οἱ ποταμοὶ, καὶ πᾶσαι αἱ διώρυγες. Ἔσται δὲ σπάνις ὑδάτων ἐν παντὶ ἕλει καλάμου, καὶ παπύρου. Καὶ πᾶν τὸ ἐν τοῖς ὕδασι φυόμενον ξηρανθήσεται, φησὶν, ὥστε καὶ στενάξαι τῶν ἰχθύων τοὺς θηρευτὰς, καὶ τοὺς τὸ λῖνον ἐργαζομένους τὸ σχιστὸν, καὶ ἐν ὀδύνῃ γενέσθαι πολλῇ τοὺς ἐργαζομένους αὐτά· καὶ πρὸς τούτοις ἔτι, τοὺς τὸν παρ’ αὐτοῖς ζύθον ἀρτύοντας. Ἐκλελοιπότων γὰρ τῶν ὑδάτων, ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ κατευφραίνειν εἰδότος, καὶ τὰ πρὸς ζωὴν αὐτοῖς ἐπιτήδεια παρατιθέντος πλουσίως. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ ἐκ τῆς ἱστορίας δηλούμενον εἴρηται σαφῶς. Εἰ δὲ δή τις ἕλοιτο τῶν ὑδάτων τὴν σπάνιν καὶ ἑτέρως ἐκλαβεῖν, καὶ ἰσχνοτέρων ἐννοιῶν εἰς βάθος ἐλθεῖν, οὐκ ἀπὸ σκοποῦ βαδιεῖται, παρεικάζων ὕδασι τὸν παρά τε τοῖς τῶν Ἑλλήνων σοφοῖς, γραώδη τε καὶ ἀσύνετον λόγον·
ἰχθύσι γε μὴν τὴν τῶν ἀνθρώπων πληθὺν, καὶ μὴν καὶ παπύρῳ, καλάμῳ τε καὶ τοῖς λοιποῖς, ὧν ἐστι τροφὸς ἡ τῶν ὑδάτων φύσις. Ἁλιεῦσί γε μὴν, καὶ οἷς ἂν ἔργον εἴη τὰ ἐν τοῖς ὕδασι, τοὺς σαγηνεύειν εἰδότας τὴν τῶν ἀγελαίων πληθὺν, καὶ καθάπερ λίνοις τισὶν ἐμπλακῆναι παρασκευάζοντας τοῖς εἰς ἀπάτην αὐτοὺς ἀποφέρουσι λόγοις. Οὗτοι στενάξουσι καὶ λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσιν, ἀπρακτοῦντος ἤδη πως τοῦ παρ’ αὐτοῖς ὄντος λόγου· ὃν καὶ ὕδασι παρεικάζοντες διεβεβαιούμεθα σαφῶς, διὰ τὸ ἐκλελοιπέναι παντελῶς αὐτὸν, ξηρανθήσεσθαι δὲ πάντα τὰ δι’ αὐτοῦ τρεφόμενα. Οὗτοι ποιοῦσι τὸν ζύθον· οὐ γὰρ οἶνον προσάγουσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, ἀλλὰ νόθην τινὰ καὶ ἄχρηστον διδασκαλίαν, καὶ τοῖς ἰσχνοῖς αὐτὴν ὥσπερ οὖν οἴονται κατασεμνύνοντες λόγοις.
Ὑπαινίττεται γὰρ, οἶμαι, τουτὶ τὸ βύσσον λέγειν αὐτοὺς ἐργάζεσθαι, τὴν ἰσχνοτάτην ἄγαν. Καὶ λῖνον δὲ τὸ σχιστόν. Σκινδάλαμοι γὰρ ὥσπερ ἰσχνομυθίας τὰ παρ’ αὐτοῖς· πλὴν ἀνόνητα παντελῶς, καὶ ψυχρῶν θεωρημάτων ἀναπλιμπλάντα. Ψυχρὸς γὰρ ὁ ζύθος … … Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. Ἐπηρτημένης γὰρ Αἰγυπτίοις τῆς ἀφύκτου συμφορᾶς, καὶ μελλούσης ἁλῶναι τῆς χώρας, καὶ ὅσον οὐδέπω τοῖς ἑτέρων ζυγοῖς, κἂν εἰ μὴ βούλοιντο τυχὸν, ὑπενεγκεῖν τὸν αὐχένα, τεθορυβημένος οὐ μετρίως, καὶ ἀφορήτοις δείμασι κατεπτοημένος ὁ καθηγεῖσθαι λαχὼν, συνεκόμισε μὲν τοὺς ἐπίκλην σοφοὺς, τοῦτ’ ἔστι, τοὺς μάγους· ἤρετο δὲ καὶ λίαν ἐσπουδασμένως, ὅποι ποτὲ ἄρα τὸ τῶν πραγμάτων αὐτοῖς βαδιεῖται τέλος, καὶ τίνα τρόπον διακρούσαιντο τοῦ πολέμου τὴν ἔφοδον.
PG 70:461Οἱ δὲ τοσοῦτον ἀφεστήκασι, φησὶ, τοῦ δύνασθαί τι τῶν ἀναγκαίων, ἤγουν ἀληθῶν, εἰπεῖν, ὡς καὶ ἐπ’ ἀκράτῳ μωρίᾳ καταγινώσκεσθαι. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, ἀπρακτήσειεν ἂν ἡ παντὸς ἀνθρώπου βουλή τε καὶ δύναμις. Ἐὰν γὰρ κλείσῃ κατ’ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. Σοφοὺς οὖν ἄρα Τάνεως τοὺς ἐν αὐτῇ φησι ψευδοπροφήτας τε καὶ τῶν ἐν τοῖς τεμένεσιν ἐπιμελητάς. Οἳ καὶ ἐπὶ μάγῳ τέχνῃ φρονοῦντες μέγα, δι’ αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων οὐδὲν ὄντες παντελῶς. Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ’ Αἴγυπτον; Ἐπὶ ποίοις, φησὶ, κατορθώμασιν ἀνασπάσετε τὴν ὀφρύν; Τί τὴν Αἰγυπτίων ὀνήσαντες χώραν θαυμασθήσεσθε παρ’ αὐτῶν, ἢ ποίοις κέχρησθε λόγοις τὸν βασιλεύοντα συναρπάζοντες· λέγοντες, ὅτι Υἱοὶ συνετῶν ἡμεῖς, τοῦτ’ ἔστι, προφητῶν;
Μάγοι καὶ ἐκ μάγων· οἳ καὶ τῆς χώρας ἁπάσης, μονονουχὶ βεβασιλεύκασι, διαβόητον ἐσχηκότες παρὰ τοῖς τῶν εἰδώλων θεραπευταῖς τὴν δόξαν, καὶ τοῖς κρατοῦσιν ἀεὶ συνόντες τε καὶ συνδιαιτώμενοι· ἅτε δὴ καὶ βουλὰς ἐφ’ ἅπασι τοῖς πρακτέοις εἰσκομίζειν εἰωθότες, τῶν ψευδωνύμων θεῶν ἐνηχούντων αὐτοῖς τὴν τοῦ συμφέροντος θήραν. Ὅταν τοίνυν ψευδηγοροῦντες ἐλεγχθήσεσθε, φησὶ, καὶ τῶν ἀληθῶν εἰδότες οὐδὲν, πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς; υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Καὶ γέγονε μὲν ἐν τούτοις ὁ προφητικὸς ἡμῖν λόγος, ὡς πρός γε τοὺς δοκοῦντας εἶναι σοφούς· εἶτα μέτεισιν ἐπὶ τὸ αὐτοῦ πρόσωπον τοῦ καθηγεῖσθαι λαχόντος, καὶ φησίν· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ’ Αἴγυπτον.
Εἰ μὴ γάρ εἰσι φένακες, φησὶν, ἢ ἀπατεῶνες καὶ βωμολόχοι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες μόνης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· μάνθανε παρ’ αὐτῶν τὰ τοῖς Αἰγυπτίοις ἐπηρτημένα, καὶ αὐτίκα δὴ μάλα συμβησόμενα διὰ βουλῆς Κυρίου Σαβαώθ. Ἐπιτωθάζει δὲ ὥσπερ ὁ λόγος τοῖς οὐκ εἰδόσι Θεὸν, ἀλλ’ οἷον ἐν σκότῳ βαθεῖ κειμένοις, διὰ τοῦ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις. Πάνδεινον οὖν ἄρα, μᾶλλον δὲ καὶ εἰκαῖον παντελῶς, τὸ ταῖς τῶν ψευδομάντεων ἀπάταις ἐπιθαρσεῖν· εἰδότες γὰρ ὅλως τὸ σύμπαν οὐδὲν, ἢ τῶν ἐσομένων, ἢ καὶ ὧν ἂν ἐπιφέροι Θεὸς, ἀργυρολογίας ὑπόθεσιν ποιοῦνται τὴν ψευδομαντίαν, καὶ θεοκλυτεῖν ὑποπλάττοντες, τὰ ἀπὸ μόνης τῆς σφῶν βουλῆς ἐρευγόμενοι, καὶ τὸν τῶν προσκειμένων αὐτοῖς καταγοητεύοντες νοῦν.
PG 70:463Λαλοῦσι γὰρ ἃ ἂν βούλοιτό τις, καὶ μόνον ἐκεῖνό φασιν, ὅπερ ἂν εἶναι τεκμήραιντο τοῖς ἀκροωμένοις καθ’ ἡδονήν. Ἀλλ’ ὅ γε θεῖος ἡμῖν ἐπιτάττει νόμος τῶν τοιούτων ἀποφοιτᾷν. Ἔχει γὰρ οὕτως· Ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείαν, κληδωνιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπᾴδων, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα.6 Προσεπάγει δὲ τούτοις καὶ φησί· Τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.6 Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδωνισμῶν καὶ μαντειῶν ἀκούσονται.
Σοὶ δὲ οὐχ οὕτω δέδωκεν Κύριος ὁ Θεός σου· Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.6 Ἀφιλόθεος γὰρ παντελῶς, καὶ τῶν εἰς εὐσέβειαν αὐχημάτων ἔσται γυμνὸς ὁ μαντείαις προσέχων καὶ κληδωνισμοῖς, οἰωνοσκοπίαις τε καὶ τοῖς τῶν γοητῶν φενακισμοῖς. Ἐλπίδος γε μὴν ἀγαθῆς ἐπίμεστος ἀληθῶς, ὁ τοῖς εὐαγγελικοῖς θεσπίσμασι προσέχων τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς, τὴν τῆς ἀληθείας ψῆφον ἐπιτιθείς. Καὶ γάρ ἐστι προφητῶν Δεσπότης, καὶ ἁπάσης γνώσεως χωρηγὸς, εἰ καὶ προφήτης ὠνόμασται, διάτοι τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς. Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα.
Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Ἐπιμειδιᾷ τρόπον τινὰ τοῖς τῶν ψευδολόγων ἀθύρμασι, καὶ κενοφωνίαις ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος. Ἤρετο μὲν ὁ τῶν Αἰγυπτίων ἡγούμενος τοὺς ἀεὶ συνόντας αὐτῷ γόητάς τε καὶ ψευδομάντεις, οἳ καὶ ὠνομάζοντο σοφοὶ, πρὸς ποῖον αὐτῷ καταντήσει τέλος τὰ προσδοκώμενα. Ἐπειδὴ δὲ βουλῆς ἡμάρτανον, καὶ ψευδοεποῦντες ἠλέγχοντο, καὶ οὐδεὶς ἦν αὐτοῖς ὁ βουλῆς ὀνησιφόρου καὶ σκεμμάτων ἐπωφελῶν εἰσκομίζων ὁδόν· κατελογίσθησαν μὲν εἰς οὐδὲν, ἕτεροι δὲ λοιπὸν ἐζητοῦντο σοφοί· καὶ δὴ καὶ τεθαυμάκασί τινες τοὺς ἄρχοντας Μέμφεως, τοῦτ’ ἔστι, τοὺς ἱερεῖς τε καὶ μάγους, τοὺς κατά γέ φημι τὴν Μέμφιν.
Ἀπόλεκτοι γὰρ ὥσπερ ἐδόκουν εἶναι τὸ τηνικάδε, καὶ μαγικῆς ἐμπειρίας εἰς ἄκρον ἐληλακότες τοῦ παντὸς ἄξιοι λόγου τοῖς εἰδωλολάτραις ἐφαίνοντο. Ἐξέλιπον τοίνυν, φησὶν, οἱ ἄρχοντες Μέμφεως, τοῦτ’ ἔστι, κατελογίσθησαν εἰς οὐδὲν, ὑψηλοί τε εἶναι καὶ τεθαυμασμένοι παρά τε τῷ βασιλεῖ καὶ ἅπασι τοῖς ἀμφ’ αὐτὸν ἔδοξαν εἶναι τῆς Μέμφεως οἱ προεστηκότες. Πλὴν πεπλανήκασι καὶ αὐτοὶ τὴν Αἴγυπτον κατὰ φυλὰς, τοῦτ’ ἔστι, κατὰ πόλεις καὶ κώμας· καὶ οὐ καθ’ ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πληθύν. Τεθαρσήκασι γὰρ αὐτοῖς, καίτοι τῶν ἀναγκαίων οὐδὲν ἔχουσιν εἰπεῖν· τεθαρσήκασι γὰρ τίνα τρόπον; Κύριος γὰρ, φησὶν, ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, τοῦτ’ ἔστι, πάντα λόγον ἀληθείας ἀπετίναξε τῆς γλώττης αὐτῶν, ὡς μηδ’ ὁτιοῦν ἰσχῦσαι τῶν ἀληθῶν ἢ νοεῖν ἢ λέγειν.
PG 70:465Οὐ γὰρ ἔδει ταῖς τῶν εἰδωλολατρούντων γλώσσαις ἐνιζῆσαι τὴν ἀλήθειαν. Πεπλανήκασι τοίνυν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἔμων ἅμα. Ἔθος γὰρ τοῖς μεθύουσι, τὸ ταῖς ἐξ ἐμέτων περιπίπτειν ἀκαθαρσίαις. Ταύτῃτοι φησίν· Οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, ἀρχὴν καὶ τέλος. Οὐδὲ γὰρ ἐγχειρημάτων ἅψονται νεανικῶν. Τοῦτο γὰρ ἀρχὴ καὶ κεφαλή. Οὔτε μὴν εἰς εὐκταιότατον αὐτοῖς καταντήσει τέλος τὰ δρώμενα· τοῦτο γὰρ ἡ οὐρὰ καὶ τὸ τέλος· πᾶσα γὰρ σκέψις ἀνθρώπων ἀνόνητος, καὶ πᾶν ἐπικούρημα σαθρὸν, καὶ κατ’ οὐδένα τρόπον ὀνῆσαι δυνάμενον· Θεοῦ γὰρ κακοῦντος, ὡς ἔφην, καὶ χεῖρα τὴν παναλκῆ τοῖς ἀποσκιρτῶσιν ἐπάγοντος, καὶ εἰς τὸ αὐτῷ δοκοῦν μετατρέποντος τῶν πραγμάτων τὰς φύσεις.
Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς αἱ γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ’ αὐτούς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται, διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ’ αὐτήν. Οἱ γὰρ πάλαι θρασεῖς καὶ ἀνήμεροι, καὶ κινδύνου παντὸς καταφρονηταὶ, περιδεεῖς ἔσονται, φησὶ, καὶ τεθρυμμένην εὑρήσουσιν ἐν ἑαυτοῖς τὴν καρδίαν, ὡς γυναικῶν τῶν ἀσθενεστάτων ἀποδεῖν οὐδὲν, ἀλλ’ οἱονείπως εἰς θηλυπρεπὲς ἀνανδρίας κατολισθεῖν. Πρόφασις δὲ αὐτοῖς τοῦ δείματος, καὶ τῆς ἐπὶ τούτῳ πτοίας, ἡ χεὶρ ἔσται Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ ἐπ’ αὐτούς. Χεῖρα δὲ Κυρίου Σαβαὼθ ἐν τούτοις τὸ παναλκὲς θέλημα τοῦ Θεοῦ διορίζεται τῇ Ῥωμαίων βασιλείᾳ τὸ τῶν Αἰγυπτίων ὑποφέροντος ἔθνος.
Ἄμαχος δὲ παντελῶς ἡ θεία βουλὴ, καὶ τοῖς τῆς ἀνωτάτω φύσεως σκέμμασι τὸ δοκοῦν πᾶσά πως ἀνάγκη διαπεραίνεσθαι. Ἔσται δὲ πρὸς τούτοις ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· καὶ τί δὴ ἄρα φησὶν ἐν τούτοις, εἴδωμεν ἀκριβῶς· ἀσαφὲς γὰρ λίαν τὸ δηλούμενον. Οὐκοῦν ἐσώζετο μὲν πάλαι τῶν Ἰουδαίων ἡ χώρα προασπίζοντος Θεοῦ, καὶ δυσκαταγώνιστον αὐτὴν ἀποφαίνοντος ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἐν κύκλῳ βασιλείαις τῶν ἐθνῶν. Ἀλλὰ καίτοι τοσοῦτον ἔχουσα τὸν ἐπίκουρον, ἥλω καὶ γέγονεν ὑπὸ Ῥωμαίοις, καὶ ἐμπέπρησται μὲν πᾶσα πόλις, κένανδροι δὲ μεμενήκασιν οἶκοί τε καὶ κῶμαι. Καὶ ποία γέγονεν αὐτοῖς ἡ τοῦ ἁλῶναι πρόφασις; Ἡ βουλὴ δηλονότι Κυρίου, ἣν καὶ ἐπ’ αὐτῇ βεβούλευται. Παραδέδοται γὰρ καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ τῇ Ῥωμαίων πανσθενεστάτῃ χειρί.
Ἔσται τοίνυν ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον. Οἱ μὲν γὰρ τῶν ψευδομάντεων λόγος παραθαρσύνειν ἤθελον, ὄτι καὶ ἀμείνους ἔσονται τῆς τῶν ἐπιόντων χειρὸς, καὶ κρατήσουσιν ἀντεξάγοντες. Τὸ δὲ δὴ παραδεδόσθαι καὶ αὐτὴν αὐτοῖς τὴν τῶν Ἰουδαίων χώραν, καίτοι Θεὸν ἔχουσαν τὸν ὑπεραθλοῦντά ποτε, πάνδεινον αὐτοῖς ἐνετίθει τὸ δεῖμα. Προσεδόκησαν γὰρ ἐντεῦθεν, πάντη τε καὶ πάντως τοῖς καταδῃοῦν ἐθέλουσιν ὑποκεῖσθαι, παθούσης τοῦτο καὶ τῆς Ἰουδαίων γῆς, ὡς ἔφην, οὐκ ἠσθενηκότος τοῦ διασώζοντος, ἀλλ’ ἰδίοις καὶ αὐτὴν ὑποτιθέντος νεύμασιν, καὶ τοῖς Ῥωμαίων σκήπτροις ὑπάγοντος. Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τὸ προκείμενον. Ἐπειδὴ γὰρ ὅλως ἐπεσκέψατο τοὺς Αἰγυπτίους, καὶ μετεκόμισεν ἐκ σκότους εἰς φῶς ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπέστησε μὲν τῆς τῶν εἰδωλολατρείας ἐθῶν, δεδώρηται δὲ τὸ εἰδέναι λοιπὸν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δημιουργός.
PG 70:467Πεπιστεύκασι γὰρ εἰς Χριστόν· ἐγνώκασι δὲ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Ταύτῃ τοι, φησὶν, ἐκ πολλῆς ἄγαν ἐπιεικείας τε καὶ εὐλαβείας, ἔσται αὐτοῖς ἡ χώρα τῶν Ἰουδαίων εἰς φόβητρον. Τὸ δὲ εἰς φόβητρον ὅταν λέγῃ, νοήσεις τὸν ἐκ τῆς εὐλαβείας φόβον. Τιμῶσι γὰρ ἅπαντες τὰ Ἱεροσόλυμα, διά τοι τὸ ἐκεῖσε γενέσθαι Χριστὸν, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀνατλῆναι σταυρὸν, τεθῆναί τε ἐπὶ μνήματος, ἀναβιῶναί τε αὖ, καὶ ἀναβῆναι πρὸς τὸν Πατέρα. Πάλαι μὲν οὖν μεμίσητο παρὰ τοῖς Αἰγυπτίοις τῶν Ἰουδαίων ἡ χώρα· καὶ γὰρ ἦν μαχόμενος αὐτοῖς τῆς θρησκείας ὁ τρόπος. Οἱ μὲν γὰρ προσεκύνουν τῇ κτίσει, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἱ δὲ λελατρεύκασι τῷ παναγίῳ Θεῷ, καὶ τοῖς παρ’ αὐτοῦ διοικούμενοι νόμοις, τῆς εὐαγοῦς πολιτείας γεγόνασιν ἐπιμεληταί.
Ἡ τοίνυν μεμισημένη χώρα ποτὲ, φόβητρον ὥσπερ τι καὶ εὐλαβείας αὐτοῖς ὑπόθεσις ἔσται, διάτοι τὸ ἐν αὐτῇ γενέσθαι Χριστὸν, ὡς ἔφην, τὸν ἐκ σκότους αὐτοὺς καλέσαντα πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου. Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. Καταθαυμάσειεν ἄν τις καὶ σφόδρα εἰκότως τῆς ἔν γε τούτοις ἰσχνομυθίας τὸν μακάριον προφήτην, καὶ ἠγνοηκότα μὲν παντελῶς οὐδὲν τῶν ἐσομένων κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς τῇ τῶν Αἰγυπτίων χώρᾳ, προαναφωνοῦντα δὲ τὰ καθ’ ἕκαστον, τίνα τρόπον τὸ εὐαγγελικὸν παρεδείχθη κήρυγμα διαγορεύοντα σαφῶς. Ἔσονται τοίνυν, φησὶ, πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, τοῦτ’ ἔστι τῇ Σύρων, ἤτοι τῇ κατὰ τὴν Παλαιστίνην.
Μιᾷ γὰρ λαλοῦσι γλώσσῃ Φοίνικες καὶ Παλαιστινοί. Ἀγχιτέρμονες δὲ πάλιν ἀλλήλοις εἰσὶ Παλαιστινοί τε καὶ Αἰγύπτιοι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἀλλ’ ἐν τοῖς τῆς Αἰγύπτου πέρασι, τοῖς πρός γέ φημι τὴν ἕω, καὶ θάλασσαν τῆς Παλαιστινῶν γῆς, αἱ πρῶται λοιπὸν ἀνίσχουσιν εἰσβολαί. Ὅμορος τοίνυν τῇ Χαναναίων ἡ Αἰγυπτίων. Ταύτῃ τοι καὶ αἱ πρὸς τοῖς πέρασι τῆς Αἰγύπτου πόλεις, πρῶτον παραδέχονται τὸ σωτήριον κήρυγμα· πέντε δὲ αὗται, ὧν δὴ καὶ πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκορουρητῶν. Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς διαμνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς ἐξαίμασι τοῦ Λευὶ̈ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τετιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας.
PG 70:469Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σοναγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ’ ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυπτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο. Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοιχείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ’ οὐδένα τρόπον τοῦ κατ’ ἀλήθειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων·
Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.6 Προσετίθει δὲ τούτοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοίνυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ’ οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου. Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοιχείοις προσκομιζόμεναι παρ’ αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλονότι καὶ δαιμονίων στήλαις.
Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέπουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα. Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ’ ἔστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ ἂν ἐπιλάμψῃ παρ’ αὐτοῖς τὸ σωτήριον κήρυγμα, παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ. Ἔσται γὰρ θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων. Ἔμφασιν ἔχει πολλὴν ὁ λόγος. Εἴρηται γὰρ μετὰ θαύματος. Πῶς γὰρ οὐ παράδοξον τὸ καὶ ἐν αὐτῇ τῇ Αἰγυπτίων χώρᾳ, θυσιαστήριον ὁρᾶσθαι Κυρίου; Καὶ πρός γε τούτῳ, καὶ στήλην πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Στήλην δὲ φησὶν ἐν τούτοις, ὥς γ’ ἐμοὶ δοκεῖ, ἢ ναὸν ἅγιον Θεοῦ, τοῦτ’ ἔστι τὴν Ἐκκλησίαν, ἢ τάχα που καὶ πρώτη τῶν ἄλλων ἐγήγερται πρὸς τὸ ὅριον αὐτῆς, ἤγουν τὸ τοῦ ἁγίου σταυροῦ σημεῖον, ᾧ περιφράττεσθαι τοὺς πιστεύοντας ἔθος.
PG 70:471Κεχρήμεθα γὰρ ἀεὶ τῷ πράγματι, πᾶσαν διαβολικὴν ἐπήρειαν ἀνατρέποντες, καὶ τὰς τῶν δαιμονίων ἐφόδους διακρουόμενοι. Τεῖχος γὰρ ἡμῖν ἄῤῥηκτον ὁ σταυρὸς, καὶ τὸ ἐπ’ αὐτῷ καύχημα σωτήριον ἀληθῶς· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ.6 Παράδοξα τοίνυν, τὰ ἐκ τῆς προφητείας προηγορευμένα τὸ τηνικάδε, νυνὶ δὲ δὴ καὶ εἰς πέρας ἐκβεβηκότα Θυσιαστήριον γὰρ τῷ Κυρίῳ· πλεῖστά τε ὅσα, καὶ ἀριθμοῦ κρείττονα, κατὰ τὴν Αἰγυπτίων· καὶ τὸ τοῦ σταυροῦ σημεῖον τοῖς ἐνοικοῦσι προσκυνητόν. Πεπιστεύκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἔδοξε δέ τισι τῶν ἐξηγητῶν, ἀντὶ τῆς στήλης τίτλον ὀνομάσαι, καί φασιν εἶναι τοῦτο τὸ ἅγιον Εὐαγγέλιον. Δοξαζέτω δὲ πάλιν ὁ νουνεχὴς τὸ ὡς ἄριστά τε καὶ εὖ ἔχειν δοκοῦν.
Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις. Καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι. Ἄθρει δή μοι πάλιν τῆς προφητικῆς εὐτεχνίας τὴν νῆψιν. Ὥσπερ γὰρ ἀναπυνθανομένου τινὸς καὶ λέγοντος· Τί τὸ χρῆμα; Ποία δὲ γέγονε πρόφασις τοῦ τὸν Κύριον ἐλθεῖν εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης, χαρίσασθαί τε αὐτοῖς τοῦτό τε κἀκεῖνο; διαλαβὼν ὁ προφήτης ἀποκρίνεται καὶ φησίν· Ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Ἐπεπήδησε μὲν γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ, τοῦτ’ ἔστιν ὁ Σατανᾶς, τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τῆς ἑαυτοῦ δυστροπίας ἐπιθεὶς ἅπασι τὸν ζυγὸν, ἀπεβουκόλησε μὲν τῆς εἰς Θεὸν ἀγάπης.
Μόνον δὲ οὐχὶ δεδεμένους ἔχων ὑφ’ ἑαυτῷ, πικρῶς τε καὶ ἀνοσίως κατεβιάζετο· ἀλλ’ ἡ τοῦ πράγματος φύσις, δεινὴν καὶ ἀφόρητον ἔχουσα τὴν πλεονεξίαν, τῆς ἐκείνου κατεβόησε τυραννίδος. Οὕτω νοήσεις κεκράξοντας Αἰγυπτίους. Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸν φύσει τῶν ὅλων Δεσπότην οὐκ ἐγνωκότες, οὐδ’ ἂν ὅλως ἐβόησαν πρὸς αὐτόν; Ἀλλ’ ὥσπερ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, καὶ οὐκ αὐτό που πάντως, ἰδίαν ἔχον φωνήν· ἀλλ’ οἱονεὶ τὴν αὐτὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· τὸν αὐτὸν, οἶμαι, τρόπον νοήσαι τις ἂν καὶ ἐπὶ τῶν εἰωθότων προσκυνεῖν τοῖς ἀκαθάρτοις δαίμοσιν. Εἰ γὰρ καὶ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, ἀλλ’ οὖν ὅτι πεπλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι’ αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι τὴν ἐφ’ ἑαυτοῖς που πάντως αἰτοῦντες ἐπικουρίαν.
Οὕτω βοῆσαί φαμεν καὶ Αἰγυπτίους πρὸς Θεὸν, διὰ τοὺς θλίβοντας αὐτοὺς, τοῦτ’ ἔστι, τοὺς ὑπὸ χεῖρα τὴν ἑαυτῶν πεποιημένους, καὶ ὥσπερ τινὶ πικροτάτῃ δουλείᾳ καταπιέσαντας, δῆλον δὲ ὅτι τοὺς ἀκαθάρτους δαίμονας. Ἀλλὰ πέμψει αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς. Καὶ τίς ὁ ἄνθρωπος, ἢ δηλονότι ὁ Χριστός; τοῦτ’ ἔστιν, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· οὗτος σέσωκεν οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. Σέσωκε δὲ κρίνων· καὶ τί τὸ, κρίνων, ἐστίν; Ἀντὶ τοῦ, δικαίαν ἐπ’ αὐτοῖς τὴν κρίσιν ἐκφέρων. Τὸν μὲν γὰρ πλεονεκτήσαντα Σατανᾶν, καὶ σὺν αὐτῷ τοὺς ἀκαθάρτους δαίμονας ψήφοις ὁσίαις ὑποτιθεὶς, σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν.
PG 70:473Τοὺς δέ γε τὴν οὕτως ἀφόρητον ἀνατλάντας πλεονεξίαν, σέσωκέ τε καὶ ἐξείλετο, καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς, τὸ τῆς ἀληθείας αὐτοῖς ἐναστράψας φῶς· καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι περιβαλών. Οὕτω καὶ αὐτός που φησὶν ὁ Σωτήρ· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν Ὁρᾷς ὅτι δεδίκακε τῷ κόσμῳ, καὶ τὸν πάλαι τυραννήσαντα κατ’ αὐτοῦ Σατανᾶν ἐκβέβληκεν, εἴλκυσέ τε πάντας πρὸς ἑαυτόν. Ἐγνώκασι γὰρ αὐτὸν καὶ Αἰγύπτιοι. Καὶ δὴ καὶ ἐπεγνωκότες ποιοῦσι θυσίας, εὔχονται δὲ καὶ εὐχὰς, καὶ εἰς πέρας ἄγουσι τὰ ἐπηγγελμένα. Τοῦτο γάρ ἐστι τὸ διὰ φωνῆς τοῦ Δαβὶδ μελῳδούμενον· Εὔξασθε καὶ ἀποδῶτε τῷ Κυρίῳ Θεῷ ἡμῶν.6 Ὅρα τοίνυν καινότητα πραγμάτων.
Οἱ γὰρ πάλαι τοῖς δαιμονίοις καταθύειν εἰωθότες, οἱ τῷ Σατανᾷ προσκομίζοντες τὰς λατρείας καὶ ἀνατιθέντες χαριστήρια, καὶ μὴν καὶ εὐχὰς, ἤγουν ὑποσχέσεις ἀποπληροῦντες ἐσπουδασμένως· πεφωτισμένοι τὸν νοῦν διὰ Χριστοῦ, καὶ τοῖς τῆς ἀληθείας δόγμασιν ἐκλελαμπρυσμένοι, τῆς μὲν ἀρχαίας ἀποδραμοῦνται πλάνης, ἐπεγνωκότες δὲ ἅπαξ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον, αὐτῷ τὴν ἐν πνεύματι προσκομίζουσι λατρείαν, πανάγνους πληροῦντες εὐχὰς, καὶ θυσίας ἀναφέροντες, οὐ τὰς δι’ αἱμάτων ἔτι καὶ τῆς τῶν ἀλόγων σφαγῆς· πνευματικὰς δὲ μᾶλλον, ὡς ἔφην, καὶ εὐπροσδέκτους διὰ τὸ ἄμωμον. Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει· καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.
Ὅταν ἐπισκέπτηται Θεὸς, πλήττει μὲν ἔσθ’ ὅτε τοὺς ἀνοσίως πεπραχότας, καὶ τὰς ὑπὲρ ὧν εἰς αὐτὸν πεπαρῳνήκασι πράττεται δίκας, ὀνίνησι δὲ σφόδρα κατὰ τοῦτον τὸν τρόπον. Οὐ γὰρ ἡττώμενος ἐπιφέρει τὴν μάστιγα, μετατιθεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄμεινον. Ἢ γὰρ ἐκ πλάνης μεθίστησιν εἰς ἀλήθειαν, ἢ καὶ ἀκαθέκτως ἀποκλίνοντας εἰς τὸ πλημμελεῖν τὰ αἰσχίω διδάσκει μεταμανθάνειν, καὶ μεταφοιτᾷν ἐπείγεσθαι πρὸς τὸ ἀρέσκον αὐτῷ. Τοιγάρτοι καὶ ὀνησιφόρον εἰδότες τὸ χρῆμα, τὸ παιδεύεσθαι φημὶ, κεκράγασι πρὸς αὐτὸν οἱ μακάριοι προφῆται· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.6 Καὶ πάλιν· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.6 Ἔφη δέ που καὶ πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν·
Πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Παιδεύει τοίνυν οὓς ἂν ἕλοιτο καὶ ἀγαπᾷ. Τοῦτο χαριεῖσθαι καὶ τοῖς Αἰγυπτίοις ὁ προφήτης φησί· Πατάξει γὰρ αὐτοὺς ὁ Κύριος πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει. Εἰ γὰρ καὶ δέδονται τυχὸν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοι κεκρατήκασι τῆς γῆς οἱ ὑπ’ αὐτοὺς δορυφόροι, ἀλλ’ οὖν τόπον ἐσχηκότες παρ’ αὐτοῖς τοῦ θείου κηρύγματος, τὴν μὲν ἐκ τοῦ πεπλανῆσθαι ζημίαν ἀπεφορτίσαντο, μετακεχωρήκασι δὲ πρὸς τὸ θειόν τε καὶ οὐράνιον φῶς, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀποκρουσάμενοι δόξαν, ὑγιᾶ λοιπὸν ἐσχήκασι τὴν καρδίαν. Ἐπιστραφήσονται γὰρ πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, τοῦτ’ ἔστιν, οἱ πάλαι διὰ πολλὴν ἀσέβειαν ἐν ἀποστροφῇ γεγονότες τῇ παρὰ Θεῷ, μαθήσονται λοιπὸν οὐκέτι τοῖς βδελύγμασι προσάγειν τὰς ἱκεσίας, τὰς ὑπὲρ ὧν ἂν ἕλοιντο ποιεῖσθαι τυχὸν, πρὸς αὐτὸν δὲ μᾶλλον κεκράξονται τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν.
PG 70:475Ἔσται δὲ αὐτοῖς οὐ βραδὺς, ἕτοιμος δὲ μᾶλλον εἰς τὸ κατανεῦσαι Θεὸς, ἵλεώς τε καὶ εὐμενής. Πρόξενον οὖν ἄρα παντὸς ἀγαθοῦ γένοιτ’ ἂν ἀνθρώπῳ παντὶ, τὸ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Κύριον. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους. Καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀςσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ὁ μακάριος γράφει Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. Οὐ γὰρ μόνον τοῖς ἄνω πνεύμασι λειτουργικοῖς καὶ ἁγίοις συνῆψε τοὺς ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ ἔθνεσιν ἔθνη συμβῆναι παρεσκεύασεν. Πρὸ μὲν γὰρ τῆς ἐπιδημίας τῆς εἰς ἄλληλα ἐπιμιξίας, ἀπενοσφίζετο χώρα τε καὶ πόλις, συχναί τε ἦσαν ἐξαναστάσεις καὶ πολέμων ἔφοδοι πανταχοῦ καὶ τῶν ἰσχυόντων ἆθλα τὰ τῶν ἡττωμένων, καὶ ἀνουθέτητος ἡ πλεονεξία, καὶ τὸ ἀδικεῖν οὓς ἂν δύναιτό τις, εὐκλείας εἶναί τι, καὶ τῶν ὅτι μάλιστα θαυμαστῶν ἐνομίζετο.
Ἀλλὰ γέγονεν ἡμῖν εἰρήνη, καὶ κατὰ τοῦτο Χριστός. Ἐπειδὴ γὰρ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν περιαστράπτων τῇ ὑπ’ οὐρανὸν, ἐδίδαξεν ἅπαντας τῆς εὐσεβείας τὴν ὁδὸν, καὶ τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης ἀντέχεσθαι, πέπαυται μὲν ἐκεῖνα πάλαι, παρῴχηκε δὲ τὰ ἀρχαῖα, καὶ γέγονε καινὰ, καθὰ γέγραπται. Κεκράτηκε γὰρ ἡ εἰρήνη πανταχοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν, ὃ καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαί̈ας περὶ πάντων τῶν ἐθνῶν· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζηβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.6 Γεγονότες γὰρ ἅπαντες ὑπὸ ζυγὸν ἕνα, πνευματικῶς μὲν τὸν ὑπὸ Θεῷ, σωματικῶς δὲ τὸν ὑπὸ Ῥωμαίοις, τὸν ἠρεμαῖον καὶ ἀσύγχυτον, καὶ πολέμου δίχα διαζῶσι βίον, ὥστε παντὸς ἐξῃρημένου δείματος, καὶ τοὺς πάλαι πολεμιωτάτους ἀλλήλοις συμφέρεσθαι πρὸς ὁμοψυχίαν.
Αἰγύπτιοι γὰρ, φησὶν, ὁδὸν ἕξουσι πρὸς Ἀσσυρίους, καὶ Ἀσσύριοι πρὸς Αἰγυπτίους. Καὶ πορεύσονται Αἰγύπτιοι πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις, οὐ ζυγὸν δουλείας ἐπιῤῥιπτούντων ἐκείνων, ἀλλὰ τοὺς τῆς ἀγάπης δεσμοὺς ἐνειλημμένους ἔχοντας, καὶ ἡδείστας ποιουμένους τὰς ἐπιμιξείας. Ἀσσυρίους γε μὴν ὀνομάζει τοὺς τὴν ἕω οἰκοῦντας χώραν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ᾗ εὐλόγησεν ὁ Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ Ἀςσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ. Ὠνόμασται μὲν ὁ Ἰσραὴλ πρωτότοκος ἐν τέκνοις. Ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν, καὶ δευτέραν ὥσπερ μετεκληρώσατο τάξιν.
PG 70:477Τετήρηται γὰρ καὶ αὐτῷ τῆς ἐπιστροφῆς ὁ καιρός. Γέγραπται γοῦν, ὅτι Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.6 Ἄθρει δὴ οὖν, ἄθρει τρίτον ἐν τούτοις ὠνομασμένον, ἐν τοῖς Ἀσσυρίοις καὶ Αἰγυπτίοις. Ἀσσυρίους δέ φησιν ἐν τούτοις, ὡς ἔφην, τοὺς κατά γε τὴν ἑῴαν ἅπασαν γῆν, μάλιστα δὲ τὴν μέσην τῶν ποταμῶν, ἐν ᾗ καὶ εἶναί φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν, ὡς ἰσάμιλλον ἔχειν τήν τε εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ μέν τοι καὶ ἀρετήν. Τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεός· Εὐλογημένος ὁ λαός μου, ὁ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις· ἐπαριθμεῖται δὲ τρίτος ὁ Ἰσραήλ. Προσεπάγει γὰρ ὅτι Καὶ κληρονομία μου Ἰσραήλ. Καὶ τούτου δὲ τὴν πρόφασιν προαπέδειξεν ἡμῖν ὁ λόγος· κεκυριοκτόνηκε γὰρ καὶ τέθειται εἰς νῶτον, καθά φησιν ὁ Δαβίδ.
Καὶ ἐν τοῖς περιλοίποις γέγονεν ὁ πρωτότοκος. Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαί̈αν λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. Καὶ εἶπε Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαί̈ας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβυτέρους, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τοῖς Αἰγυπτίοις λόγον, καὶ τίνα τρόπον κεκλήσονται διὰ πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν προηγορευκὼς, οἰκονομεῖ τι πάλιν τῶν ὅσαπερ ἦν χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς ὄνησιν τοῖς ἐξ Ἰσραήλ· καὶ ποῖα δὴ ταῦτά ἐστιν, ὡς ἐν βραχέσιν ἐρῶ.
Ἀφειδήσαντες γὰρ καὶ αὐτῆς τῆς εἰς τὸν διὰ Μωϋσέως νόμον αἰδοῦς, καὶ μὴν καὶ τῆς εἰς Θεὸν ἀγάπης ὀλιγωρήσαντες, ἀσυνετώτατα κατεφέροντο πρός γε τὸ δεῖν εἰς πολύθεον καθικέσθαι πλάνησιν, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεῦσαι. Τοῖς δὲ ἅπαξ εἰς τοῦτο γνώμης ὠλισθηκόσιν ἀνεπιτήδευτον ἦν τῶν φαύλων οὐδέν. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπηφίει πλειστάκις αὐτοῖς ὁ τῶν ὅλων Θεὸς πολέμους καὶ μάχας, τοῦτο μὲν τοὺς ἀπό γε τῶν ὁμόρων ἐθνῶν, τοῦτο δὲ τοὺς παρὰ Περσῶν τε καὶ Μήδων· οἱ δέ γε τῆς Ἰουδαίας κατεξανιστάμενοι, τὰ ἕτερα τῶν ἐθνῶν προκαταδῃοῦντες ἔσθ’ ὅτε, δεινοῖς καὶ ἀφορήτοις δείμασιν ὁμιλεῖν παρεσκεύαζον τοὺς ἐξ Ἰσραήλ. Οἱ δὲ καίτοι δέον τὸν τῶν ὅλων ἐκμειλίςσεσθαι Θεὸν, καὶ ἀνοσίων μὲν ἀποφοιτᾷν σπουδασμάτων, μεταχωρῆσαι δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ ἀπολογεῖσθαι λελυπημένῳ, διά γε τῆς ἐκ τῶν αἰσχιόνων εἰς τὸ ἄμεινον μεταδρομῆς, οὕτω τε τὴν παρ’ αὐτοῦ καὶ μόνου σωτηρίαν ἐπιζητεῖν, καὶ τὴν ἀεὶ σώζουσάν τε καὶ ἐπαμύνουσαν χεῖρα τοῦτο μὲ οὐκ ἔδρων οἱ δείλαιοι, ἐρανιζόμενοι δὲ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας, ποτὲ μὲν τῶν ὁμόρων τινὰς ἐκάλουν εἰς τοῦτο, ποτὲ δὲ τοὺς γείτονας Αἰγυπτίους, προστιθέντες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καθὰ γέγραπται, καὶ καταθήγοντες ὡς εἰς ὀργὰς καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ τὸν πάντα ἰσχύοντα Θεόν.
PG 70:479Καὶ γοῦν ἕφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ ἦν Ἐφραὶ̈μ περιστερὰ ἄνους, καὶ οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.6 Καὶ μὴν καὶ δι’ αὐτοῦ τοῦ προφήτου Ἡσαί̈ου· Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν. Ἔστι γὰρ πολλὰ καὶ ἐφ’ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν· καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ.6 Τοῦ τοίνυν Ταναθὰν, στρατηγὸς δὲ οὗτος βασιλέως Ἀσσυρίων, πολεμήσαντος τὴν Ἄζωτον, ἑλών τε κατὰ κράτος αὐτήν· γείτων δὲ αὕτη τῇ τῶν Ἰουδαίων χώρᾳ· προσεδόκουν οἱ ἐξ Ἰσραὴλ αὐτίκα δὴ μάλα καὶ αὐτοὶ καὶ λίαν ἀμογητὶ τὰ ἴσα παθεῖν.
Ταύτης τε ἕνεκα τῆς αἰτίας τὴν Αἰγυπτίων χεῖρα καταμισθούμενοι πρὸς τὸ ἐπαμύνειν αὐτοῖς ταῖς Ἀσσυρίων φάλαγξιν ἀντεξάγειν ἤθελον. Ματαίαν τοίνυν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα Θεός· προαγορεύει δὲ σαφῶς, ὅτι τῆς Ἀσσυρίων δυνάμεως ἔργον [ἄγρα] ἔσονται καὶ αὐτοὶ, ἁλώσονταί τε κατὰ καιροὺς, καὶ ἐν δορυκτήτων ἔσονται τάξει. Φασὶ γὰρ ὅτι γέγονεν ὑπὸ χεῖρα βασιλέως Ἀσσυρίων κατὰ καιροὺς ἡ Αἰγυπτίων· καὶ ἐν ὀλίγοις ἕτεσι τρισὶν ἐγκαθεσθεὶς αὐτῇ, πᾶσάν τε ἑλὼν κατὰ κράτος, πλείστην ὅσην ἔχων αἰχμαλωσίαν, ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ. Ἐπιτάττει τοίνυν τῷ προφήτῃ Θεὸς, τὸ τοῖς αἰχμαλώτοις πρέπον τε καὶ σύνηθες σχῆμα λαβεῖν· τοῦτ’ ἔστι, γυμνότητά τε καὶ ἀνυποδεσίαν. Τοῖς γὰρ ὅλως νενικηκόσιν οὐ πολὺς τῶν ἑαλωκότων ὁ λόγος· οἱ δὲ εἰς τοῦτο πεσόντες ταλαιπωρίας, κἂν εἴτε τινὲς εἶεν τῶν εὐγενῶν κατὰ σάρκα, κἂν εἴτε τῆς ἀγελαίου πληθύος, ἑνὶ τῷ τῆς ἀθλιότητος συνέχονται λίνῳ, οὐκ ἄμφιον ἔχοντες, ἤγουν ἕτερόν τι τῶν τελούντων εἰς κόσμον αὐτοῖς ἢ ἀνάπαυσιν, ἀτημελῶς δὲ οὕτως πρὸς πᾶν ὁτιοῦν τοῖς ἑλοῦσι καταθυμίων, ὡς ἐξ ἀνάγκης ἐρχόμενοι.
Προστάττεται τοίνυν, ὡς ἔφην, ὁ θεσπέσιος προφήτης, ἀφελεῖν τὸν σάκκον ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὑπολύσασθαί τε τὰ σανδάλια, καὶ διὰ μέσης ἰέναι τῆς Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ἔδρα δὲ τοῦτο τοῦ δοκεῖν εὐσχήμων εἶναί τις, οὐ σφόδρα πεφροντικὼς, καὶ τῶν ἀρεσκόντων Θεῷ προστιθεὶς οὐδὲν, κἂν εἰ φαίνοιτό τι βαρὺ καὶ μώμου μεστόν. Ἀλλ’ ἴσως πρὸς τοῦτο ἐρεῖ τις· Διὰ τί γὰρ μὴ μᾶλλον προηγόρευσε μόνον τοῖς ἐξ Ἰσραὴλ τὰ συμβησόμενα τοῖς Αἰγυπτίοις κατὰ καιρούς; Πεπόρευται δὲ οὕτως γυμνός τε καὶ ἀνυπόδετος ὁ διαβόητος ἐν προφήταις, τῆς αὐτῷ πρεπούσης εὐκοσμίας ἠφειδηκώς. Πρὸς δὴ τοῦτό φαμεν ὅτι τοῖς τῶν προφητῶν οὐκ ἐπείθοντο λόγοις, μᾶλλον δὲ καὶ ἐπετίμων τοῖς προαγορεύειν ἐθέλουσι τὰ ἐσόμενα, λέγοντες·
PG 70:481Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.6 Ταύτῃ τοι καὶ μάλα σαφῶς ὁ σώφρων, ὁ κόσμιος, καὶ ἀρετῆς ἁπάσης ἔμπλεως, ὁ προφητικῇ κατεστεμμένος χάριτι, καὶ ἐν ἀσκήσει περιφανὴς, καὶ αὐτὸν ἀποδύεται τὸν σάκκον, οὐ τρυφερὸν ἱμάτιον, παχὺ δὲ μᾶλλον καὶ εὐτελές· ἀπολύει δὲ καὶ τῶν ποδῶν τὰ σανδάλια, καὶ ἐν τῷ τοιῷδε βαδίζει σχήματι· ἵν’ αὐτὸ δὴ τοῦτο θαυμάζοντες οἱ ὁρῶντες αὐτὸν, ἀναπυνθάνωνται τὰς αἰτίας, καὶ ἐφ’ ὅτῳ τοῦτο πέπραχεν εἰδέναι σπουδάζοντες, πληροφορηθεῖεν· ὅτι ματαίαν ἔχουσι τὴν ἐπ’ ἀνθρώποις ἐλπίδα· καὶ χρῆν δή που μᾶλλον αὐτοὺς γλίχεσθαι μὲν τῆς ἄνωθεν εὐημερίας, ἐπίκουρον δὲ ποιεῖσθαι φιλεῖν τὸν ἀεὶ σεσωκότα Θεόν. Γυμνοῦ τοίνυν καὶ ἀνυποδέτου περινοστοῦντος τὴν Ἰουδαίαν τοῦ μακαρίου προφήτου, καὶ πτοίας ἐγγινομένης τοῖς ὁρῶσιν αὐτὸν οὐ μικρᾶς, Εἶπεν, φησὶ, Κύριος·
Ὃν τρόπον πεπόρευται Ἡσαί̈ας ὁ παῖς μου, γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Ὡς γὰρ ἔφην φθάσας, ἐν ὀλίγοις ἔτεσι τρισὶ καταδῃώσας τὴν Αἰγυπτίων ὁ τῶν Ἀσσυρίων βασιλεὺς, καὶ μὴν καὶ τοὺς προσοικοῦντας Αἰθίοπας αὐτῇ, καὶ τῇ Θηβαίων γείτονας, πλείστην ἔχων αἰχμαλωσίαν, καὶ ταῖς Αἰγυπτίων ἐνσπαταλήσας συμφοραῖς· τότε δὴ τότε λαμπρὸς οἴκοι πάλιν ἀνεκομίζετο. Καὶ ἡττηθήσονται αἰσχυνθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ’ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα. Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες, τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, καὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα;
Τὰ πρόσοικα τῇ Θηβαίων ἔθνη βάρβαρα, Βλέμμυες δὲ οὗτοι, οἳ καὶ εἰσὶν Αἰθίοπες, εὐτεχνέστατα μὲν τὰς βελῶν ἀφαιρέσεις ποιεῖσθαι μεμελετήκασι. Φαρμάκῳ δὲ ταύτας ἀποχρίοντες ὀλεθριωτάτῳ ἐπαφίασι τοῖς μαχομένοις· κἂν εἰ προσψαύσειαν, τεθνήξεται πάντως ὁ πληγεὶς, καὶ ὥσπερ τις ὀφιόδηκτος γεγονὼς παραχρῆμα πεσεῖται. Ἦν οὖν ἐν ἔθει καὶ τριβῇ Αἰγυπτίοις, πολέμου καὶ μάχης ἐπηρτημένων, τὰς τῶν Αἰθιόπων καταμισθοῦν τε φάλαγγας, καὶ μέγα φρονεῖν ἐπ’ αὐτοῖς· ἀλλ’ ἥλωσαν σὺν αὐτοῖς τῆς τῶν Ἀσσυρίων ἀνδρείας ἡττώμενοι. Αἰσχυνθήσονται τοίνυν οἱ Αἰγύπτιοι, φησὶν, ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ’ οἷς ἦσαν πεποιθότες. Κατειλημμένων γὰρ καὶ αὐτῶν καὶ νενικημένων, ἐροῦσιν οἱ ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντες· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες ποτὲ τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;
Νῆσον μὲν οὖν τὴν Αἴγυπτον ὀνομάζει, διά τοι τὸ εἶναι περίῤῥυτον ποταμοῖς, καὶ λίμναις ὑδάτων διεζῶσθαι πανταχοῦ· εἰσκομίζει γε μὴν τοὺς ἐνοικοῦντας αὐτὴν, τῆς ἐπὶ τοῖς Αἰθίοψιν ἐλπίδος καταγινώσκοντας. Εἰ γὰρ ἥλωσαν αὐτοὶ, φησὶν, πῶς ἂν ἐκσώσειαν τοὺς ἐπ’ αὐτοῖς πεποιθότας; Ἀγαθὸν οὖν ἄρα τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· καὶ ὥς φησιν ὁ προφήτης Ἱερεμίας· Ἐπικατάρατος μὲν ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ· εὐλογημένος γε μὴν, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.6 Ἀεὶ δέ πως ἡμᾶς ὁ προφητικὸς ὀνίνησι λόγος· κἂν εἰ μὴ ἔχοι τυχὸν πνευματικῆς ἀφηγήσεως τρόπον ἡ ἱστορία, ἀλλ’ οὖν τὸ ἐξ αὐτῆς ὄφελος οὐ βραχύ. Φησὶ γὰρ ὁ Παῦλος, τυπικῶς συμβαίνειν τοῖς ἀρχαιοτέροις, γεγράφθαι γε μὴν πρὸς νουθεσίαν ἡμῶν.
PG 70:483ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γέ φημι τοῖς Αἰγυπτίοις λόγον, πηνίκα τε καὶ ὅπως κεκλήσονται διὰ πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ διειπὼν ὁ προφήτης, μεταφοιτᾷ πρὸς ἑτέραν ὅρασιν τὴν περὶ τῆς ἐρήμου· καὶ οὐχ ἁπλῶς γῆς ἡμῖν ἐν τούτοις ἀοικήτου καὶ ἐρήμης ποιεῖται μνήμην· ἀλλὰ γὰρ ἔρημον ὀνομάζει τὴν Βαβυλωνίων, ἥ ποτε μὲν ἀριθμοῦ κρείττονας εἶχε τοὺς οἰκήτορας, δεινούς τε καὶ μαχιμωτάτους· ἠρημώθη δὲ οὕτως, ὀργῆς αὐτῇ τῆς ἄνωθεν ἐπενηνεγμένης, ὡς κένανδρον ἀπομεῖναι παντελῶς καταστρατεύσαντος τῆς Βαβυλωνίων Κύρου τοῦ Καμβύσου. Οὗ καὶ ἑτέρωθι διαμνημονεύει λέγων ὁ προφήτης· Οὕτως λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη.
Πόλεις οὐ συγκληθήσονται.6 Οὗτος εἷλε κατὰ κράτος τὴν ἀλαζόνα ποτὲ καὶ κατὰ παντὸς ἔθνους ἐπαιρομένην, καὶ δυσάντητον ἐν μάχαις, τὴν Βαβυλῶνά φημι. Ποιεῖ δὲ μνήμην καὶ νῦν ὁ προφήτης αὐτῆς, καὶ ἔρημον μὲν ὀνομάζει. Τίνα δὲ τρόπον ἀθλιότητος εἰς τοῦτο κατώλισθεν, ἀφηγεῖται σαφῶς δύο τούτων ἕνεκα καθάπερ ἐγῷμαι. Ἢ γὰρ ἵνα τοὺς Ἰουδαίους ἀποστήσῃ τῆς ἐλπίδος· Ἦν γὰρ Ἐφραὶ̈μ περιστερὰ ἄνους,6 καθά φησιν εἷς τῶν ἁγίων προφητῶν· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο·6 ἢ ἵνα παρακαλέσῃ λελυπημένους, ὅτι πεπόρθηται μὲν αὐτῶν ἡ χώρα, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεὼς, δορύληπτοι δὲ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἀπεκομίσθησαν εἰς τὴν Βαβυλῶνα. Τοῦτο δὲ ἦν διδάσκοντος ἐναργῶς, ὅτι καὶ τῶν πεπορθηκότων αὐτοὺς κατεξαναστήσεται Θεὸς, εἰ ζῇν ἕλοιντο κατὰ νόμον, καὶ τῶν θείων ἐνταλμάτων αὐτοῦ γνήσιοι γενέσθαι φύλακες.
Οὐκοῦν ἀφηγεῖται μὲν ὁ προφήτης. Ἔχει γε μὴν τὸ τῆς ὁράσεως ὕψος προσώπων ἐναλλαγάς. Ποτὲ μὲν γὰρ ὡς αὐτόπτης τῶν ἐσομένων, καὶ θεωρὸς ἤδη γεγονὼς, ἐξηγεῖται τὰ παραδειχθέντα αὐτῷ παρὰ Θεοῦ· ποτὲ δὲ καὶ τί συμβήσεται κατὰ καιροὺς προφητικῷ πνεύματι προαναφωνεῖ· εἰσκομίζει δὲ καὶ τὸ Βαβυλωνίων ἔσθ’ ὅτε πρόσωπον κατοιμωζόντων ἑαυτοὺς ἐπὶ ταῖς οὕτω δειναῖς καὶ ἀδοκήτοις συμφοραῖς. Ὡς τεθεαμένος τοίνυν τὴν Περσῶν τε καὶ Μήδων, καὶ μὴν καὶ Ἐλαμιτῶν κατὰ τῆς Βαβυλῶνος ἐκστρατιὰν, οὕτω φησί· Καθιππεύσουσί τε καὶ διελεύσονται τὴν ἔρημον. Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι’ ἐρήμου διέλθοι. Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ· Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι.
PG 70:485Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατεσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ’ οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι παρὰ Θεοῦ. Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμερον· ἀλλ’ οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ’ ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυρίων οἰκήτορας·
Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ’ οἷς ἂν τρέχοιεν, ἐνοικίζεται νοῦς. Ἐπ’ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. Προσωποποιί̈ας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος. Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφοδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός.
Οὐ γὰρ ἐφ’ ἑτέρους τινὰς, ἀλλ’ ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρηνοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ’ οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, καὶ θρῆνον ἐφ’ ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέμου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλήσθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν.
PG 70:487Ἀλλ’ ὅτου δὴ χάριν τὰ τοιαῦτά σοι συμβήσεται, φησὶν, ὦ Ἀσσύριε; Φράσαις ἂν τῷ ἐρομένῳ· Ναὶ, φησίν· οἶδα γὰρ προσκεκρουκὼς διὰ πολλὴν ἁμαρτίαν τῷ πάντων κρατοῦντι Θεῷ. Ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. Κατὰ τοῦτο, φησὶν, ἐμαυτὸν ἠδίκησα, ὅτι μεμελέτηκα πολὺ τὸ δυσήκοον, καὶ σπουδῆς ἔργον ἐθέμην τὸ μὴ βλέπειν, τοῦτ’ ἔστι, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἤκουον μὲν γὰρ τὴν Ἰουδαίων λατρείαν, εἷλον κατὰ κράτος τὴν ἁγίαν πόλιν, πεπόρθηκα τὸν νεών. Ἔσχον ἐκ παρακουσμάτων τὴν μετρίαν εἴδησιν τῶν ἐντεταλμένων τοῖς ἐξ Ἰσραήλ. Μᾶλλον δὲ καὶ ὁ προφήτης Ἰωνᾶς ἀπεστάλη παρὰ Θεοῦ κηρύσσων καὶ λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται·6 καταδείσας δὲ παραχρῆμα τὴν ἀπειλὴν, μετενόησα μὲν, ἀλλ’ ἠδίκησα πάλιν μὴ ἀκούσας, καὶ ἐν σπουδῇ τέθειταί μοι τὸ μὴ ὁρᾷν ἅπερ ἦν ὁρᾷν ἀναγκαῖον.
Πεπλάνηται γὰρ ἡ καρδία μου. Καὶ ὑποβρύχιόν με πεποίηκεν ἡ ἁμαρτία, καταχωννῦσα τρόπον τινά. Ταύτῃ τοι καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον· γέγονα γὰρ ἐν δείμασι τοῖς τῶν ἐσχάτων. Αὗται τοίνυν φωναὶ τῶν Ἀσσυρίων εἶεν ἄν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις προσωποποιεῖν τὰς φωνὰς, διὰ τὸ τοῖς ἀκροωμένοις χρήσιμον. Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε. Ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. Ἔφην ὅτι τῆς προφητείας ὁ λόγος εἰς πολλὰς ἔσθ’ ὅτε προσώπων διαφορὰς εὖ μάλα διαποικίλλεται· δεῖ δὲ δὴ πάντως τοὺς, οἵπερ ἂν ἕλοιντο συνιέναι τε καὶ ἀπαγγέλλειν ὀρθῶς, ἐπιτηρεῖν ἀκριβῶς τὰ τοιάδε. Σαφὴς γὰρ ἂν οὕτω γένοιτο, καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες εἰς δυσχερείαν τῶν λεγομένων ἡ γνῶσις. Εἰσκεκόμικε τοίνυν τὸ τῶν Ἀσσυρίων πρόσωπον κλαιόντων ἐφ’ ἑαυτοῖς, καὶ συντεθραυσμένων μὲν εἰς δειλίας, ἀφόρητον δὲ τὸν ἐπί γε τοῖς μέλλουσιν ἔσεσθαι κακοῖς ὠδινόντων τὸ δεῖμα.
Εἶτα μέμνηται τοῦ χρόνου, καθ’ ὃν αὐτοὺς ἁλῶναί τε καὶ ταῖς ἀνηκέστοις συμφοραῖς περιπεσεῖν συμβήσεται· καὶ μὴν καὶ αὐτὴν καθίστησιν ἐναργῆ τῆς ἐπ’ αὐτοῖς γεγενημένης [ὀργῆς] τὴν αἰτίαν. Γέγραφε γὰρ ὁ μακάριος Δανιὴλ, ὅτι Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· χιλίοις κατέναντι τῶν χιλίων ὁ οἶνος.6 Εἶτά φησιν, ὅτι καὶ τὰ ἐκ τῶν Ἱεροσολύμων ληφθέντα κατὰ καιροὺς ἅγια σκεύη προσκεκόμικεν ἀνοσίως, καὶ ἔπινον ἐν αὐτοῖς αὐτὸς καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιται αὐτοῦ.
Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς τοῦ Θεοῦ δόξης· κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνημένου τὸν ἴδιον λαόν. Πίνοντος τοίνυν τοῦ Βαλτάσαρ, καὶ μονονουχὶ γελῶντος τὰ σκεύη τὰ ἅγια· Ὤφθη, φησὶν, ἀστράγαλος χειρὸς, καὶ ἔγραφεν ἐν τῷ τοίχῳ, Μανῆ Θεκὲλ Φαρές· διερμηνεύων τὴν γραφὴν ὁ θεσπέσιος Δανιὴλ, ἔφη πρὸς τὸν Ἀσσύριον· Διέῤῥηξεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐμέρισεν αὐτὴν, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. Ταυτησὶ τῆς ἱστορίας, ὥς γε οἶμαι, διαμέμνηται νυνὶ, καί φησιν ὁ προφήτης ὡς πρός γε αὐτοὺς τοὺς ἄρχοντας, ἤτοι μεγιστᾶνας, καὶ μέν τοι τὸν Βαλτάσαρ· Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς· σπαταλήσατε, φησὶν, ἐπὶ τραπέζαις ἀσώτοις·
PG 70:489ἐν ἔθει δέ πώς ἐστιν ὁ λόγος· κατακορέσθητε πίνοντες ἀπλήστως. Καὶ τί μετὰ τοῦτο; Πόλεμοι διαδέξονται τὴν πανήγυριν, καὶ οὐκ εἰς μακρὰν τὸ παθεῖν· ἀλλ’ ἐξ αὐτοῦ τοῦ πότου δραμεῖσθε πρὸς ὅπλα, καὶ ζητήσετε θυρεούς. Παγχάλεπον γὰρ ἀληθῶς τὸ κατεπαίρεσθαι Θεοῦ, καὶ καταθρασύνεσθαι δόξης, ἧς ἐπέκεινα τῶν ὄντων οὐδέν. Δέδοται μὲν γὰρ τοῖς Ἀσσυρίοις ὁ Ἰσραήλ· Θεοῦ τὸ χρῆναι παθεῖν αὐτοὺς τὴν αἰχμαλωσίαν διὰ πολλὴν ἁμαρτίαν ἐπενηνοχότος. Οὐ μὴν ἔδει ᾑρηκότας εἰς τοῦτο πεσεῖν ἀμαθίας καὶ ἀσυνέτων ἐννοιῶν, ὡς οἴεσθαι καὶ φρονεῖν τὴν τοῦ σώζειν αὐτοὺς ἐθέλοντος πλεονεκτῆσαι χεῖρα, καὶ ἀμείνους γενέσθαι τῆς ἀφράστον δυνάμεως τοῦ πάντα ὑπερκειμένου καὶ ἀνεστηκότος τὴν κτίσιν ὡς Θεοῦ. Ὅτι οὕτως εἶπε Κύριος πρός με·
Βαδίσας σεαυτῷ στῆσον σκοπόν· καὶ ὃ ἐὰν ἴδῃς, ἀνάγγειλον. Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ἔθος τοῖς ἁγίοις προφήταις ἐν τῷ τῆς θεοπτίας ἤτοι τῶν ὁράσεων καιρῷ, συλλέγειν ὥσπερ ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ ἀπερισπάστῳ διανοίᾳ κατασκέπτεσθαι τὰ δεικνύμενα παρὰ Θεοῦ, καὶ οἷον ὑψοῦ καὶ ἐν ἀποῤῥήτῳ τινὶ περιωπῇ γεγονότας τῶν θείων ἐπακροᾶσθαι λόγων. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.6 Τοιοῦτόν τι νῦν ὁ προφήτης διδάσκει, καί φησιν ἀκοῦσαι παρὰ Θεοῦ· Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον· καὶ οὐχ ἕτερόν τινα σκοπὸν ἱστᾷν ἐκελεύετο, ἀλλ’ ἑαυτόν που πάντως εὐτρεπίσαι πρὸς θεοπτίαν, καὶ οἷόν τινα σκοπὸν ὑψοῦ γεγονότα τῷ νῷ, καταθρεῖν τὰ ἐσόμενα, καὶ ὄψει δέχεσθαι τῶν πραγμάτων τὴν θέαν.
Εἶδον οὖν, φησὶν, ἀναβάτας ἱππεῖς δύο· ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Καὶ τί δὴ τοῦτό ἐστιν, ὁ τῶν Ἀσσυρίων θρῆνος διδάξει σαφῶς. Ἔφασκε γάρ· Ἐπ’ ἐμοὶ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν πρὸς ἐμὲ ἔρχονται· καὶ Ἐλαμῖται μὲν βάρβαρον ἔθνος, καμήλοις ἐποχεῖσθαι μεμελετηκός. Ὁ δέ γε ἀναβάτης τῆς ὄνου τίς ἂν ἕτερος εἴη παρά γε τοὺς Περσῶν ἐξειλεγμένους; οὓς δὴ καί φασιν ἡμιόνοις τε καὶ σκιαδίοις ἐμβεβηκότας ἰέναι πρὸς μάχην, ὡς ἂν μή τις αὐτοὺς ἀπονευρώσῃ πόνος. Ἐπειδὰν δὲ τὸν τῆς μάχης ἴδωσι χῶρον, τὸ τηνικάδε τῶν σκιαδίων καταπηδήσαντες, ἵπποις κέχρηνται ἐξειλεγμένοις. Ὄνου τοίνυν ἀναβάτην τὸν ταῖς ἡμιόνοις ἐποχούμενόν φησιν. Εἰ καὶ καθ’ ἕτερον τρόπον θεάσασθαι μὲν εἰκὸς τὸν προφήτην, ἵπποις ἐποχούμενον τῶν πολεμίων τὸ στῖφος, ἑπομένην δὲ πληθὺν καμήλων καὶ ἡμιόνων, ηὐτρεπισμένων τάχα που πρὸς τὴν τῶν λαφύρων μετακομιδήν.
PG 70:491Τοῦτο γὰρ ἑτέρωθί πού φησιν· Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος· ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔγγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν·6 Λέοντα γὰρ καὶ σκύμνον λέοντος τὸν Κύρον ἐκάλει, καὶ τοὺς ὑπ’ αὐτῷ Πέρσας τε καὶ Μήδους. Ἀσπίδας δὲ καὶ ἀσπίδων ἔγγονα πετομένων· τοῦτο ἔστιν, ὀξέως διᾴττειν καὶ πτηνοῖς ἐν ἴσῳ φέρεσθαι μεμελετηκότας, τοὺς ἐκ τῶν ἑτέρων ἐθνῶν, οἷς καὶ ἐποχεῖσθαι καμήλοις ἐν ἔθει καὶ τριβῇ. Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Διωμολόγηκεν ὁ προφήτης, ὡς θεάσαιτό τινας ἀναβάτας ἱππεῖς δύο, καμήλου τε καὶ ὅνου· καὶ τίνες ἂν εἶεν οὗτοι, φθάσαντες ἤδη προείπαμεν. Ἐπειδὴ δὲ ἅπαξ τεθέαται, προστάττεται λοιπὸν τὰ ἐκ τῆς ἐφόδου μανθάνειν ἐπείγεσθαι, καὶ τῆς τῶν Χαλδαίων συμφορᾶς τὰ φρικτὰ διηγήματα.
Πολλὴ γὰρ ἀκρόασις ἡ τοιάδε κατὰ τὸ ἀληθές. Τοιγάρτοι τῇ Βαβυλῶνι συμβεβηκότα φρικτὰ, καὶ λόγου πέρα παντὸς, καὶ εἰς ἄκρον ἥκοντα κακῶν. Εἷλε γὰρ οὕτως ὁ Κύρος αὐτὴν, ὥστε καταστῆσαι μὲν ἐρήμην αὐτὴν εἰς ἅπαν, ἀνελεῖν δὲ τοὺς ἐν αὐτῇ, καὶ ἐξ αὐτῶν τε τῶν σπηλαίων σαγηνεύοντα τοὺς ὅλως δύνασθαι λαθεῖν προσδοκήσαντας. Καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι Δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.6 Εἰσφέρεται δέ που καὶ τῆς Ἱερουσαλὴμ τὸ πρόσωπον ὡς πρός γε τὴν Βαβυλῶνα λέγον· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ με. Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιῶσαι αὐτὸν τὴν δικαιοσύνην μου, καὶ ποιήσῃ τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς· καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.
Καὶ ὄψεται ἡ ἐχθρά μου, καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρός με, Ποῦ Κύριος ὁ Θεὸς σοῦ; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ἐξόδοις. Ἡμέραι ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καθ’ ἣν δηλονότι πεπόρθηται μὲν ὑπὸ Περσῶν τε καὶ Μήδων καὶ Ἐλαμιτῶν, ἠρήμωται δὲ, ὡς ἔφην. Ἀκρόασαι τοίνυν, φησὶν, ἀκρόασιν πολλὴν, τοῦτ’ ἔστι, τὰ ἐπὶ τῇ ἁλώσει μακρὰ καὶ φρικτὰ διηγήματα καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Οὐρίαν φασί τινα γενέσθαι τῶν ὅτι μάλιστα διαφανεστάτων ἐν ἱερουργοῖς τοῖς κατὰ τὸν νόμον. Παράλαβε τοίνυν, φησὶ, μάρτυρα τῆς δεικνυμένης σοι κατασκοπῆς, ἤγουν ὁράσεως, τὸν Οὐρίαν, καὶ διδασκέσθω παρὰ σοῦ τὰ ἐσόμενα. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν διηγήμασιν ἀπειθοῦντες ἔφασκον·
Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,6 ταύτῃτοι καὶ λίαν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ἐποιεῖτο μάρτυρας τῶν δεικνυμένων κατὰ καιροὺς, ὡς ἐν ὁράσει προφητικῇ, τοῖς τὸ τῆς προφητείας ἔχουσι πνεῦμα, ἵν’ εἰ μὴ βούλοιντο τοῖς παρ’ αὐτῶν καταπείθεσθαι λόγοις, κἂν οὖν ἐκείνοις θαρσήσειαν, οἳ τῇ κατὰ νόμον ἱερωσύνῃ τετίμηνται παρ’ αὐτοῖς. Καὶ εἶπεν· Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐν τῇ παρεμβολῇ ἔστην ὅλην τὴν νύκτα· καὶ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Κεκελευσμένος ὁ προφήτης ἑαυτῷ στῆσαι σκοπὸν, ἀπαγγεῖλαί τε σαφῶς, ὅπερ αὐτῷ δειχθείη παρὰ Θεοῦ· Ἔστην, φησὶ, διὰ παντὸς ἡμέρας, καὶ δι’ ὅλης νυκτός· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Αὐτὸς ἄρα τίς;
PG 70:493ὁ Πέρσης τε καὶ Ἐλαμίτης, ἤγουν ὁ τῆς στρατιᾶς ἡγούμενος, τοῦτ’ ἔστιν, ὁ Κύρος. Καὶ ἀποκριθεὶς εἶπεν· Πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. Τοῦ προφήτου λέγοντος· Ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος, τίνα τρόπον τὰ τῆς ἐφόδου πραχθήσεται, καὶ οὐκ εἰς μακρὰν εὖ μάλα τεθεαμένου, λοιπὸν ἀποκρίνεται Θεὸς καί φησιν· Πέπτωκε Βαβυλὼν, τοῦτ’ ἔστιν, ἡ ἀλαζὼν, ἡ ὑβρίστρια, ἡ σφύρα πάσης τῆς γῆς, καθά φησιν Ἱερεμίας· ἡ πᾶσι τοῖς ἔθνεσι θηριοπρεπῶς ἐπεμβαίνουσα, ἡ γαῦρον αἴρουσα τὸν αὐχένα, χώρας τε καὶ πόλεις καταλειαίνουσα. Πέπτωκε, φησὶ, τοῦτ’ ἔστιν, ἀπόλωλε παντελῶς· ᾤχετο καὶ πεπάτηται, καὶ κατεῤῥιμμένη παντελῶς, καὶ ὑπὸ πόδας τῶν ᾑρηκότων ὁρᾶται κειμένη λοιπόν.
Συνετρίβη δὲ καὶ πάντα αὐτῆς τὰ ἀγάλματα καὶ τὰ χειροποίητα. Γῆ γὰρ τῶν γλυπτῶν ἐστι, καθά φησιν ἕτερος τῶν ἁγίων προφητῶν· ἐπεποίθει δὲ λίαν ἐπὶ τοῖς ψευδωνύμοις θεοῖς· καὶ ταῖς παρ’ αὐτῶν ἐπικουρίαις σώζεσθαι προσδοκήσασα, πεπάτηται σὺν αὐτοῖς, καὶ ὁμοῦ τοῖς ἰδίοις συνετρίβη σεβάσμασιν. Ἀκούσατε, οἱ καταλελειμμένοι, καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, καὶ δεδούλευκε τοῖς Βαβυλωνίοις, ἐφιέντος Θεοῦ διὰ πολλὴν ἁμαρτίαν καὶ ταῖς οὕτω μακραῖς αὐτὸν ἐναλῶναι συμφοραῖς. Ἀπομεμενήκασί γε μὴν ἔν τε Ἱεροσολύμοις, καὶ ἐν τῇ Ἰουδαίᾳ πολλοί· πλὴν διετέλουν στένοντές τε καὶ ὀδυνώμενοι, πεπορθημένης αὐτοῖς τῆς χώρας· κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, ἠρημωμένης δὲ κατὰ κράτος τῆς Ἱερουσαλήμ.
Φάρμακον τοίνυν ἐπικουρίας αὐτοῖς εἰς παράκλησιν ἐξυφαίνει χρησίμως ὁ προφήτης τὴν ὅρασιν, καί φησι πρὸς αὐτούς· Ἀκούσατε, οἱ καταλελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου Σαβαώθ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἤδει γὰρ, ᾔδει τὴν Βαβυλωνίων συμφορὰν θυμηδείας αὐτοῖς ἐσομένην πρόξενον, καὶ τὰ κατὰ τῶν λελυπηκότων διηγήματα παρακλήσεως ἔσεσθαι τρόπον τοῖς οὕτω πεπορθημένοις. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΙΔΟΥΜΑΙΑΣ. Καὶ τῆς προκειμένης ὁράσεως οἶμαι δὴ δεῖν προαφηγήσασθαι τὴν ὑπόθεσιν. Συνεῖεν γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως οἱ ἐντευξόμενοι. Δύο τοίνυν γενέσθην υἱοὶ τῷ Ἰσαὰκ, Ἡσαῦ τε καὶ Ἰακώβ· καὶ ὁ μὲν Ἡσαῦ Ἐδὼμ ἐπεκλήθη, τοῦτ’ ἔστι, γήϊνος· τοιοῦτος γὰρ ἦν ὁ βίος αὐτῷ, καὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ, καθὰ γέγραπται.
PG 70:495Ἰακὼβ δὲ ἦν ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν· ἔφη γὰρ οὕτω περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερόν· Καὶ γεγόνασι μὲν ἐξ Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, Ἰουδαῖοι· ἀπὸ δέ γε τοῦ Ἡσαῦ, ἤγουν τοῦ Ἐδὼμ, οἱ Ἰδουμαῖοι, ἤγουν οἱ Ἀγαρηνοὶ, εἰσὶ δὲ οὗτοι Σαρακηνοί. Οὐκοῦν ἀδελφοὶ καὶ ἀγχίσποροι τοῖς ἐκ Ἰσραὴλ γεγόνασιν οἱ Ἰδουμαῖοι· ἦσαν δὲ καὶ ἀλλήλοις ὅμοροί τε καὶ ἀγχιτέρμονες ἥ τε τῶν Ἰουδαίων καὶ ἡ τῶν Ἰδουμαίων χώρα. Ἀλλ’ οὔτε τὸ συγγενὲς, οὔτε μὴν τὸ γειτνιᾷν ἀλλήλοις, ἐβράβευε τοῖς γένεσι τὴν ὁμοψυχίαν. Διεφέροντο γὰρ καὶ τοῖς Ἑλλήνων ἔθεσί τε καὶ νόμοις διαζῶντες Ἰδουμαῖοι, κατεληίζοντο συχνῶς τὴν τῶν Ἰουδαίων χώραν, καὶ πάντων αἴσχιστα δρᾷν εἰς αὐτοὺς ἀπετόλμων. Καὶ γοῦν ὅτε τῆς Αἰγυπτίων πλεονεξίας ἀποφορτισάμενοι τὸν ζυγὸν οἱ ἐξ Ἰσραὴλ, ἀνεφοίτων εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, Ἀπέστειλε, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων·
Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους· καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων· οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ, οὔτε εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ· Οὐ διοδεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σου.6 Ὁρᾷς ὅπως σκληροὶ καὶ ἀφιλοικτείρμονες γεγόνασιν Ἰδουμαῖοι, καὶ τοῦτο πρὸς ἀδελφούς;
Ἀλλ’ οὐ μέχρι τούτων αὐτοῖς τὰ ἐγκλήματα· ἀλλὰ γὰρ καὶ ἕτερόν τι πεπράχασιν ἀνόσιόν τε καὶ ἀπηνές. Εἷλε μὲν γὰρ τὴν τῶν Ἰουδαίων χώραν ὁ Βαβυλώνιος, κατεμπρήσας δὲ τὸν ναὸν καὶ καταδῃώσας τὸν Ἰσραὴλ, τὰ πέρα λόγου παντὸς κατὰ τῶν ἐνοικούντων εἰργάζετο. Εἶτά τινες τῶν διασεσωσμένων ἐκ μαχαίρας Περσικῆς, ὡς εἰς ὅμορον χώραν τῶν Ἰουδαίων, καὶ ὡς πρὸς ἀδελφοὺς καὶ ὁμαίμονας καταφεύγειν ἐσπούδαζον· οἱ δὲ καίτοι δέον ἐπαμῦναι ὡς ἀδελφοῖς, καὶ ἀθλίως πεπραχότας ἐποικτείρειν αὐτοὺς, καὶ μὴν καὶ ἀνακτᾶσθαι φιλοφρόνως, θηριοπρεπῶς ἐπεπήδων· ἔργον δὲ τῆς ἑαυτῶν ὠμότητος ἐποιοῦντο τοὺς φεύγοντας. Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ, κατῃτιᾶτο λίαν αὐτοὺς ὁ τῶν ὄλων Θεὸς διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου γέγραπται γὰρ ὡδί·
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ· καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θεμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὅρους Ἡσαῦ, διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα, ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ· καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ· καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους· καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.6 Ἄθρει δὴ οὖν ὅπως τῆς Περσικῆς ὠμότητος γεγόνασι μιμηταὶ, καὶ τοὺς ἀνασώζεσθαι προσδοκήσαντας, ταύτης τε ἕνεκα τῆς αἰτίας ὡς πρὸς ἀδελφοὺς ἰόντας καὶ γείτονας ἀπεκτόνασιν ἀνηλεῶς. Ἑλόντες τοίνυν τὴν τῶν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι, ἀνακομιζόμενοί τε λοιπὸν εἰς τὴν ἑαυτῶν, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν.
PG 70:497Εἷλον γὰρ ἅπαντας καὶ λίαν ἀκονιτὶ, Θεοῦ τὴν ὀργὴν ἐπαφιέντος αὐτοῖς. Καὶ γοῦν ἔφη πάλιν διὰ φωνῆς Ἀβδίου· Διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.6 Αὕτη τοίνυν ἐν βραχέσι τῆς ἐν χερσὶν ἡμῶν ὁράσεως ἡ ὑπόθεσις. Καὶ δὴ καὶ ἰτέον πρός γε τὰ ἕκαστα, κατά γε τὸ ἐγχωροῦν εἰπεῖν τὰ ἐγγεγραμμένα. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεῖρ. Αὕτη ἡ φωνὴ τοῦ πάντων κρατοῦντος Θεοῦ τῷ προφήτῃ λεγόντος, ὡς αὐτίκα δὴ μάλα πολέμου τῆς τῶν Ἰδουμαίων κατασκήψαντος γῆς, τραπήσονται πρὸς φυγὴν ἅπαντες οἱ κατοικοῦντες αὐτήν. Σηεῖρ δὲ τῆς Ἰδουμαίας ὄρος ἐστὶ παμμέγεθες, ὑφ’ ᾧ λέγεται λαμπρὰ παρ’ αὐτοῖς εἶναι πόλις. Ὡς οὖν μελλόντων ὡς οὐδέπω τραπέσθαι πρὸς φυγὴν τῶν ἐξ ὄρους Σηεῖρ, ἤτοι τῶν Ἰδουμαίων, Πρὸς ἐμὲ, φησὶ, κάλει, τοῦτ’ ἔστιν, ἡκέτωσαν οἱ ἐκεῖθεν φεύγοντες εἰς τὴν Ἰουδαίαν.
Ὥσπερ γὰρ ἐπετώθαζον τοῖς ἐξ Ἰσραὴλ καταφεύγουσι παρ’ αὐτοῖς, οὕτω γελασθήσονται, φησὶ, τὰ ἴσα δρῶντες αὐτοῖς, καὶ τῆς Βαβυλωνίων χειρὸς ἡττώμενοι. Φυλάξατε ἐπάλξεις, φυλάξω τὸ πρωὶ̈ καὶ τὴν νύκτα. Ἔστι μὲν ὁ λόγος ὡς πρὸς Ἰδουμαίους, μονονουχὶ κατονειδίζοντος αὐτοῖς τοῦ Θεοῦ τὸ εἰκαῖον εἰς πόνους, τοὺς ἐπί γε τὸ δεῖν ἀμύνεσθαι τοὺς ἐχθροὺς, γλίχεσθαι δὲ κατ’ οὐδένα τρόπον τῆς παρ’ αὐτοῦ σωτηρίας καὶ ἀρωγῆς. Μελλούσης γὰρ ἔσεσθαι τῆς τῶν Ἀσσυρίων ἐφόδου, καὶ τῶν πόλεων ἀποφράττοντες εἰσβολὰς, τὰς ἐπάλξεις ἐτήρουν. Ἀλλ’ ἦν ἀνόνητον τὸ χρῆμα αὐτοῖς. Ἥλωσαν γὰρ αἱ παρ’ αὐτοῖς πόλεις, καὶ οὐδεὶς ἦν παντελῶς ὁ σωζόμενος. Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτοὺς γέγονε λόγος· Ναὶ, φησὶν, ὀρθὰ καὶ εἰκότα βουλεύεσθε, φυλάσσετε τὰς ἐπάλξεις.
Εἶτα ὡς παρ’ αὐτῶν, Φυλάσσω τὸ πρωὶ̈, καὶ τὴν νύκτα. Ἀλλ’ ἐὰν μὴ ὁ Κύριος φυλάξειε πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.6 Ἔδει γὰρ μᾶλλον ἐπικουρίαν ζητεῖν τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ἐπιθαρσῆσαι λίθοις. Κατασεσεῖσθαι γὰρ οὕτω φασὶν τῶν παρ’ αὐτοῖς πόλεων τείχη, ὡς λίθον ἐπὶ λίθον οὐχ ὁρᾶσθαι κείμενον. Ἐὰν ζητῇς, ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει, ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Εἰ γὰρ δὴ βούλοιο, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ’ ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος, καὶ οἴκει παρ’ ἐμοὶ, τοῦτ’ ἔστιν, ἐμὸς ἔσο καὶ φρόνει τὰ ἐμὰ, τῆς τῶν ψευδωνύμων θεῶν λατρείας σαυτὸν ἀφιστάς. Τοιοῦτόν τί φησιν ὁ Σωτήρ· Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔστω.6 Κατατρεχούσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων φάλαγγος τὴν τῶν Ἰουδαίων ἅπασαν γῆν, ἔξω καὶ οἴκων ἢ καὶ πόλεων, καὶ ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, τοῦτ’ ἔστιν, ὁμοῦ τοῖς ἀγρίοις καταλύσει θηρίοις· καταυλισθήσῃ δὲ καὶ ἐν τοῖς ἕλεσιν, οὕτω τε λοιπὸν τῆς εἰς ἀδελφοὺς ὠμότητος πραχθήσῃ τὰς δίκας.
PG 70:499Ἐν τῇ ὁδῷ Δαιδὰν, εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμᾶν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν φευγόντων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. Ἀνόσια πεπραχότας καταιτιᾶται τοὺς Ἰδουμαίους, καθάπερ ἤδη προεῖπον, καὶ διὰ φωνῆς Ἀβδίου τοῦ προφήτου. Καίτοι γὰρ δέον ἀνηκέστοις περιπεσοῦσι συμφοραῖς τοῖς ἐξ Ἰσραὴλ ἐπαμῦναι συνηλγηκότας, τοῦτο μὲν οὐκ ἔδρων· ἀφιλόστοργοι δὲ καὶ ἀτεράμονες, καὶ τῆς τῶν Ἀσσυρίων ὠμότητος ἀγριώτεροι κατεφαίνοντο, τοὺς καὶ ὅλως διαφυγεῖν ἰσχύσαντας τὰς ἐκείνων χεῖρας, ὠμῶς ἀποσφάττοντες. Ὅπερ οὖν ἔδει ποιοῦντας εὐδοκιμεῖν, τοῦτο μὴ πεποιηκότας τε ..... λέγων·
Ἐν τῇ ὁδῷ Δαιδὰν εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θεμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Ἔδει γὰρ, ἔδει, φησὶν, ὑμᾶς, τοὺς τὴν νοτίαν ἔχοντας χώραν, Θεμὰν γὰρ ἑρμηνεύεται Νότος, τοῖς ἐν τῇ ὁδῷ Δαιδὰν φεύγουσί τε καὶ πλανωμένοις ἄρτους τε καὶ ὕδωρ προσάγειν, καὶ τὰ ἐξ ἀγάπης τοῖς ἀδελφοῖς πρεπούσης περαίνειν ἐπείγεσθαι μᾶλλον, καὶ οὐκ ἀντιφέρεσθαι θηριοπρεπῶς τοῖς ἤδη παθοῦσιν, ἐναλομένους τρόπον τινὰ, καὶ καταφορτίζοντας τὸν ζυγὸν τῶν ἤδη πεπιεσμένων ταῖς οὕτω πικραῖς καὶ ἀτιθάσσοις συμφοραῖς. Ἔδει τοίνυν τοῖς φεύγουσιν ὑπαντᾷν φιλοφρόνως. Ἐτρέποντο γὰρ εἰς φυγὴν, οἴκων τε καὶ πόλεων ἀλογήσαντες, διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ τῶν δεινῶν τοξευμάτων· καὶ ὅτι πολλοῖς πεπτώκασι, καὶ ἀριθμοῦ κρείττονες γεγόνασι παρ’ αὐτοῖς οἱ νεκροί.
Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν· Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ. Ὅτι γέγονεν ἐγγὺς, καὶ οἷον εἴσω βέβηκε θυρῶν ὁ τῆς Ἰδουμαίας ὄλεθρος, καὶ ὅτι πάντη τε καὶ πάντως οἰκήσονται πρὸς ἀπώλειαν, κατεμπιπράντων αὐτοῖς τὰς πόλεις τῶν Βαβυλωνίων, καὶ ἅπασαν δὲ καταδῃούντων τὴν χώραν, προαπαγγέλλει σαφῶς· Εἷς γὰρ ἔσται, φησὶν, ἐνιαυτὸς ὁ μεταξὺ, καὶ οἱ τῆς Κηδὰρ τοξευταὶ, καί τοι, φησὶν, οὐκ ἀθαύμαστον ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὑπόληψιν ἐσχηκότες, ἐκλείψουσί τε καὶ ἀπολοῦνται· καὶ ἀληθὴς ἡ προαγόρευσις. Κύριος γὰρ ἐλάλησεν ὁ Θεὸς Ἰσραήλ· ψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια. Ἐνιαυτοῦ γε μὴν μισθωτοῦ φησι τὸν ἀκριβῶς ἐκμετρούμενον.
Ὁ γάρ τοι τοὺς ἐπὶ ταῖς θητείαις ἱδρῶτας εἰσελθὼν, καὶ ἀπομισθώσας ἑαυτὸν ἑτέρῳ, λεπτῶς τε καὶ ἀκριβῶς ἀεί πως περιεργάζεται τοῦ τῆς μισθώσεως χρόνου τὸ μέτρον. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἴς γε τὸ γράμμα καὶ μέν τοι τὴν ἱστορίαν εἰρήσθω νυνί. Περιενεγκόντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τὸ τὴν ἁγίαν Ἐκκλησίαν καὶ τοὺς ταύτης τροφίμους, καὶ μὴν καὶ εἰς τὰς τῶν ἑτεροδόξων ἀγέλας, ἐκεῖνό φαμεν· ὅτι κατεπιφύονται πλειστάκις τὰ Ἑλλήνων στίφη τῶν ὀρθὰ φρονεῖν εἰωθότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον προσκυνεῖν ἑλομένων. Εἶτα διωγμοῖς ὑποθέντες πικροῖς, ἀφορήτοις ἔσθ’ ὅτε περιβάλλουσι πόνοις. Ὁμοίως δὲ καὶ οἱ τῶν ἀνοσίων αἱρέσεων τὸν ἰὸν εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καί τοι τὸ Χριστιανῶν ὄνομα κλέπτοντες, ὑποπλαττόμενοί τε τὴν πρὸς ἠμᾶς ἀδελφότητα, τὰς τῶν ἐχθρῶν ἀγριότητας νικῶσιν ἔσθ’ ὅτε, ἀφιλόστοργοί τε καὶ ἀπηνεῖς.
PG 70:501Καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπάρχοντες δι’ αὐτῶν ἐλέγχονται τῶν πραγμάτων; ἀλλ’ οὐκ εἰς ἅπαν αὐτοῖς διακαρτερήσει Θεὸς, ἀνέξεται δὲ οὐδαμῶς ἀφιλοστοργούντων ἄγαν, ἐποίσει δὲ μᾶλλον αὐτοῖς τὰ ἐξ ὀργῆς καὶ δίκης. ΤΟΜΟΣ Ε. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. Τὴν τῶν Αἰγυπτίων, Ἀσσυρίων τε καὶ Ἰδουμαίων ἅλωσιν προηγορευκὼς ὁ προφήτης, ἐπ’ αὐτὴν ἔρχεται τὴν ἁγίαν πόλιν, τοῦτ’ ἔστι τὴν Ἱερουσαλήμ· καὶ τὰ συμβησόμενα αὐτῇ κατὰ καιροὺς ἐκ θείας ὀργῆς προαφηγεῖται χρησίμως· ἵν’ εἰδεῖεν, ὅτι δικαιοσύνης ὑπάρχων πρύτανις ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ αὐτὸ χρῆμα δικαιοσύνη· οὐ τὸν οἰκεῖον ἁπλῶς γεγονότα, διά γε τοῦ πεπαιδαγωγεῖσθαι νόμῳ, τιμᾷ καὶ προςίεται, καὶ φροντίδος ἀξιοῖ· δοκιμάζει δὲ μᾶλλον τὰ ἑκάστῳ βεβιωμένα, καὶ τοῖς μὲν ἀγαθοῖς τὴν ἕξιν διανέμει τὰ ἀγαθά·
ἡγεῖται δὲ ξένον καὶ κατ’ οὐδένα τρόπον αὐτῷ προσοικειούμενον τὸν τῆς φαυλότητος ἐραστὴν, κἂν εἴ τις εἴη τυχὸν ἀγαπητὸς διὰ τοῦς πατέρας. Ὤοντο τοίνυν ἐκ πολλῆς ἄγαν ἀμαθίας τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ἀνάλωτοι παντελῶς ἔσεσθαι τοῖς ἐχθροῖς, καὶ οὐδενὸς τὸ σύμπαν ἐπιπηδῶντος αὐτοῖς, τὸν ἠρεμαῖόν τε καὶ ἐν πολλαῖς ἅγαν εὐημερίαις διαβιῶναι βίον, καίτοι Θεῷ προςκρούοντες, καὶ εἰς πολλὴν ἄγαν ἀσέβειαν ἀπονενευκότες. Προσκεκυνήκασι γὰρ εἰδώλοις, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης ἀναθέντες ἕδη καὶ βωμοὺς τοῖς ματαίοις θυσίας προσῆγον καὶ σπονδὰς ἐπετέλουν, τῆς ὀφειλομένης τῷ παναγίῳ Θεῷ δόξης εἰς ἅπαν ἠφειδηκότες. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶ πρὸς αὐτοὺς περὶ τῆς Ἱερουσαλήμ· Καὶ μὴ λέγετε ὅτι, Ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ.6 Κατῃτιᾶτο δὲ πάλιν αὐτοὺς διὰ Μιχαίου τοῦ προφήτου λέγων·
Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά. Διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.6 Ὀξὺ δὲ ὅτι τὸ τοῦ Θεοῦ κρίμα κατὰ παντὸς ἔρχεται τοῦ πλημμελεῖν εἰωθότος φανερὸν αὐτοῖς ἐποίει λέγων καὶ ὁ θεσπέσιος Ἰωάννης· Γεννήματ’ ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
PG 70:503Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.6 Ἀχάλινον τοίνυν ἔχοντος Ἰσραὴλ ἐπὶ τὸ χρῆναι πλημμελεῖν τὴν ἐπίδοσιν, προσκειμένου τε καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν εἰδώλων ψευδολατρείαις, τὴν ἐσομένην τῶν Ἱεροσολύμων κατὰ καιροὺς ἅλωσιν προαναφαίνει Θεὸς διὰ τοῦ προφήτου, καί φησιν· Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου, οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου. Ἔοικε μὲν οὖν τὴν ἐν καιροῖς Ἰεχονίου δῄωσιν ἐνθάδε δηλοῦν· αἰτιᾶσαι δὲ λίαν τοὺς ἐξ Ἰσραὴλ, ὡς μηδὲ ἐν αὐτοῖς τοῖς κακοῖς, καὶ οὕτως ἄγαν ἀκμαιοτάταις συμφοραῖς κατορθοῦν εἰδότας τὸ τελοῦν εἰς ὄνησιν, καὶ ὅπερ ἔμελλεν αὐτοῖς εὐμενείας τῆς ἄνωθεν ἔσεσθαι πρόξενον.
Ἔδει γὰρ κλαίοντάς τε καὶ ὀλοφυρομένους ἀναβαίνειν μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπαγγέλλεσθαι δὲ τὴν μετάγνωσιν, καὶ τῆς ἐφ’ οἷς πεπαρῳνήκασιν ἀναμνηστείαν αἰτεῖν, καὶ τὴν παρ’ αὐτοῦ καὶ μόνου ζητεῖν ἐπίκουρον χεῖρα. Καὶ τοῦτο αὐτὸς ἐδίδαξε λέγων δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε, οἱ λειτουργοῦντες θυσιαστηρίῳ, εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις, οἱ λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχεν ἐξ οἴκου ὑμῶν θυσία καὶ σπονδή· ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆς εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς, Οἴμοι, οἴμοι, εἰς ἡμέραν.6 Ταῦτα δὴ οὖν ἔδει δρῶντας αὐτοὺς ἐκμειλίσσεσθαι παρωξυμμένον τὸν διασώζειν ἰσχύοντα.
Οἱ δὲ ταυτὶ μὲν ὅτι προσήκει δρᾷν, οὐδὲ εἰς νοῦν τάχα που πληροῦντες ἐδέχοντο, ἀνεφοίτων δὲ εἰς τὰ ἀνώτατα τῶν οἰκειῶν, καὶ κόμμοι μὲν ἦσαν πανταχοῦ, θρῆνοι δὲ παίδων, λιμῷ τάχα που καὶ δίψει δαπανωμένων. Ταυτὶ γὰρ συμβαίνειν ἀνάγκη ταῖς τῶν πόλεων πολιορκουμέναις. Ταύτῃτοί φησι· Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Διὰ τί γὰρ, φησὶ, καὶ ἐν τοῖς οὕτως ἀφορήτοις δείμασι, καὶ ὅτι περὶ τῶν ἐσχάτων ὑμῖν οἱ λόγοι, καὶ ὁ σύμπας ἀγὼν, οὐχὶ δὴ κεκράγατε πρὸς Θεὸν, ἀνεπηδήσατε δὲ μᾶλλον εἰς δώματα, καίτοι τοῦ πράγματος ὑμᾶς ὠφελοῦντος οὐδέν; Διὰ τοῦτο γὰρ καὶ μάταια δώματά φησι. Διὰ τί καὶ ἐνεπλήσθη ἡ πόλις βοώντων; οὐχὶ δὴ μᾶλλον πρὸς Θεὸν, ἀλλ’ εἰκῆ κεκραγότων, καὶ μονονουχὶ τοῖς εἴσω θυρῶν γεγονόσι κακοῖς οὐ μετρίως ἐπασχαλλόντων.
Ἔδει τὸν θρῆνον εἶναι πρὸς μετάγνωσιν, ἔδει τὸ δάκρυον καταχεῖσθαι πρὸς Θεόν. Ἰδοὺ, φησὶ, πρὶν ἅψασθαι μάχης, πρὶν ἐπιλαβέσθαι μαχαίρας, πρὶν μελετῆσαι τὴν ἀντίστασιν, πλήρης γέγονε νεκρῶν ἡ πόλις. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς σωτηρίαν, τὸ εἰδέναι κατορθοῦν τὰ δι’ ὧν ἄν τις ἔχοι σώζοντα Θεὸν, κἂν εἰ ἐν πικραῖς γένοιτο συμφοραῖς. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβίδ· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.6 Ἰστέον δὲ ὅτι φάραγγας Σιὼν ὀνομάζει τὴν Ἱερουσαλήμ. Ἔστι μὲν γὰρ ὄρος ἤγουν ἐν ὄρει ἡ Σιών· ὑπόκειται δὲ ταῖς ὑπωρείαις Ἱερουσαλὴμ, ὅθεν αὐτὴν καὶ τῆς Σιὼν ἀποκαλεῖ φάραγγα. Πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσὶ, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασιν.
PG 70:505Καταλελοιπότες, ὡς ἔφην, τὸν τῶν ὅλων σωτῆρα Θεὸν τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις ἐπιθαρσήσαντες, σώζεσθαι προσεδόκων. Ἐπειδὴ δὲ ἧκον οἱ πολέμιοι, καὶ ἐν ἀκμαῖς ἦν ὁ τοῦ παθεῖν φόβος, καὶ περιεστώσας ἤδη τὴν χώραν ἤγουν τὴν ἁγίαν πόλιν τὰς τῶν Ἀσσυρίων τεθέανται φάλαγγας, ἀπεπήδησαν οἱ ἐν τέλει καὶ ἐν ταῖς ἀνωτάταις τιμαῖς· καθάπερ νεὼς βαπτιζομένης ἀπενήχοντο σώζοντες ἑαυτοὺς, καὶ τοῖς ἐπ’ αὐτοὺς ἠλπικόσι μονονουχὶ ἐῤῥῶσθαι φράσαντες. Πεφεύγασι τοίνυν ἅπαντες, φησὶν, οἱ πάλαι σε σώζειν ὑπισχνούμενοι, καὶ δυςκαταγώνιστον ἔχειν ὑπονοηθέντες χεῖρα· οἱ δὲ δὴ καὶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν. Συνελήφθη γὰρ ὁ Σεδεκίας ἅμα τοῖς αὐτοῦ παισί· καὶ τοὺς μὲν ἀπέσφαξαν οἱ Βαβυλώνιοι, τὸν δὲ τῶν ὀμμάτων ἐκκεκομμένων ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν.
Ματαία τοίνυν ἡ σωτηρία ἀνθρώπων,6 κατὰ τὸ γεγραμμένον. Δεῖ δὲ δὴ μόνῳ προσκεῖσθαι Θεῷ, τὸ σοφὸν ἐκεῖνο διακεκραγότας· Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.6 Σώζει γὰρ μόνος ὁ τῶν δυνάμεων Κύριος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ ἐκ παντὸς ῥύεται κακοῦ, ὥστε καὶ χαίροντας λέγειν· Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.6 Διὰ τοῦτο εἶπα, Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ, ἐν φάραγγι Σιών. Αὕτη τοῦ προφήτου φωνὴ μονονουχὶ κλαίοντος καὶ ταῖς τοῦ γένους ἐποιμώζοντος συμφοραῖς. Δι’ ὧν δὲ παραιτεῖται τοὺς παρακαλεῖν ἰσχύοντας, τὸ τῆς πληγῆς ἐμφανίζει μέγεθος, οἷον οὐκ ἐχούσης θεραπείαν·
ἐπενηνεγμένην δὲ μᾶλλον ἀφορήτως αὐτοῖς, πικράν τε καὶ ἀνουθέτητον ἐχούσης τὴν ἔφοδον. Ἡμέρα γὰρ ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος παρὰ Κυρίου Σαβαὼθ ἐπενήνεκται. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;6 Ἢ μὲν γὰρ ὀργῆς δίχα τῆς ἄνωθεν τὰ τῆς ἐφόδου παρὰ τῶν Ἀσσυρίων ἐπράττετο, πολλή τις ἄγαν ἐλπὶς τοῖς κάμνουσιν ἦν, τοῦ καὶ ἔσθ’ ὅτε κατευμεγεθήσειν δύνασθαι τῶν ἐπιόντων αὐτοῖς, τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀεὶ σώζουσαν αὐτοῖς ὀρέγοντος χεῖρα. Ἐπειδὴ δὲ αὐτὸς ὁ πλήττων ἐστὶν, καὶ παρὰ Κυρίου τὸ καταπάτημα, τίς ὁ ἀνατρέψων αὐτό; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;6 φησίν. Πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη. Θαύμαζε τὴν νῆψιν τοῦ πνευματοφόρου. Ἐπειδὴ γὰρ ἔφη παρὰ Κυρίου Σαβαὼθ ἐπενεχθήσεσθαι τὴν ταραχὴν καὶ τὴν ἀπώλειαν καὶ τὴν ἡμέραν τοῦ καταπατήματος, ἵνα μή τις οἴηται μάτην αὐτοῖς τὸν θεῖον ἐπιπηδῆσαι θυμὸν, ἀνακόπτει παραχρῆμα τὴν ὑπόνοιαν τῶν ἐξ ἐλαφρίας ἔσθ’ ὅτε πρὸς τοῦτο μωρίας καθικέσθαι προσδοκωμένων· καὶ συνάπτει τὴν ἀπολογίαν, ἵνα φαίνηται δίκαιος κριτὴς ὁ τῶν ὅλων δημιουργός.
PG 70:507Πλανῶνται γὰρ, φησὶν, ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.6 Καὶ τί δὴ τοῦτο ἐστὶ, ἐξ αὐτῶν μαθήσεις τῶν τοῦ Θεοῦ ῥημάτων. Ἔφη γάρ που πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν· Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ. Καταλαμβάνοντες γὰρ τὰ ὑψηλὰ τῶν ὀρῶν, βουνούς τε καὶ τεμένη κατεσκεύαζον. Εἶτα τὸ δοκοῦν διαπλάσαντες εἴδωλον, προσεκόμιζον θυσίας αὐτῷ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας εἰς ἅπαν ἠφειδηκότες, τῷ ξύλῳ εἶπαν, ὅτι Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Ἆρ’ οὖν ὀλίγοι τοῦτο πεπόνθασιν; Οὐδαμῶς, φησί· παγγενεὶ γὰρ καὶ πανοικὶ πεπλάνηνται μικροὶ καὶ μεγάλοι. Καὶ γοῦν ἔφη πάλιν πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν·
Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ· καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χλυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἐποίησαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.6 Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ τῇ κτίσει τὸ σέβας καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς οἰκείαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον· καὶ ποιναῖς ὑποφέρει Θεὸς τὸν ἀτιμάζοντα τὴν δόξαν αὐτοῦ, πεπλανημένῃ τε γνώμῃ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπονενευκότα.
Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως. Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως, καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβίδ. Εἰς ὕψος αἴρει τὰ διηγήματα, καὶ τοῦ πολέμου τὴν ἔφοδον μονονουχὶ ζωγραφεῖ, καὶ καταπτοεῖ τοῖς δείμασι τοὺς ἀκροωμένους, συνελαύνων εὐτεχνῶς ἐπί γε τὸ χρῆναι ἑλέσθαι μετανοεῖν· οὐκοῦν ὡς ἤδη τὰ στίφη παρόντα καταθεώμενος, εἴσω τε πυλῶν γεγονότα τὰ τοιάδε φησίν. Ἐλαμῖται δὲ ὡς ἀπὸ πόλεως Περσικῆς, οἳ ἐξ αὐτῆς ὀνομάζονται. Φασὶ δέ τινες ἱππότας αὑτοὺς εἶναι Σαρακηνοὺς, ἱπποτοξόται δὲ οὗτοι καὶ τῶν ἄγαν εὐστοχωτάτων, σκληροί τε καὶ ἀκαμπεῖς, καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες.
Ὅτι δὲ καὶ ἀριθμοῦ κρείττονες διδάσκει λέγων· Αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, καὶ ὅτι ἐμφράξουσιν οἱ ἱππεῖς τὰς πύλας σου, ὡς στενοχωρεῖσθαι λίαν τοὺς ἐλαύνειν ἐθέλοντας· εἰσπηδήσαντες δὲ πᾶσαν οἰκίαν περιεργάσονται λαμπρὰν, ἀνακαλύψουσι δὲ τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβὶδ, τοῦτ’ ἔστι, τὸν πλοῦτον τῶν βασιλέων. Ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς γέγονε καὶ ὁ μακάριος Δαβίδ. Καὶ ταυτὶ μὲν πρὸς ἱστορίαν εἰρήσθω πάλιν. Εἰ δὲ δὴ καὶ πολεμίων δίκην εἰσελάσειαν εἰς νοῦν τὸν ἀνθρώπινον ἢ λογισμῶν ἀσυνέτων στίφη, ἢ καὶ ἡδονῶν σαρκίνων· κατακρατοῦσι μὲν ὡς ἁλούσης πόλεως· ἅπαντα δὲ αὐτῆς τὸν πνευματικὸν ἀφανίζουσι πλοῦτον, εὐσεβείας ἁπάσης ἐκπέμποντες, καὶ τῶν ἐξ ἀρετῆς ἀπαμφιεννύντες αὐτὸν λαμπρῶν ἀνδραγαθημάτων.
PG 70:509Ταύτῃτοί φησιν ἡ θεόπνευστος Γραφή· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπου σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.6 Ἀνακοπτόμενα μὲν γὰρ τὰ τοιάδε τῶν παθῶν, ἐπὶ τὸ μεῖον ἔρχεται, καὶ ὀνίνησιν ἡ νῆψις τοὺς κεχρημένους αὐτῇ. Ἀνειμέναις δὲ ὥσπερ καὶ ἀνεπιπλήκτοις ὁρμαῖς ἀεὶ πρὸς τὸ χεῖρον ἐξέρποντα, κατασείουσιν ἐκ βάθρων τοὺς νοητῶς νυστάζοντας. Καὶ ἴδοσαν ὅτι πλείους εἰσὶν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, καὶ ὅτι καθεῖλον τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶν, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε.
Καταιτιᾶται πάλιν τῶν Ἰουδαίων τοὺς δήμους ἤγουν τοὺς προεστηκότας καὶ ταῖς ἀνωτάτω τιμαῖς κατηγλαϊσμένους, ὡς ἡμαρτηκότας μὲν λογισμοῦ τοῦ σώφρονος, πεπραχότας δὲ ἀσυνέτως οὐχ ὅπερ ἦν εἰκὸς διασώζειν δύνασθαι κινδυνεύουσαν τὴν Ἱερουσαλὴμ, ἀλλ’ ὅσα τὴν ἐπισκήψασαν αὐτοῖς ὀργὴν ἀγριωτέραν ἐτίθει, καταθηγομένου τρόπον τινὰ καὶ ἔτι μειζόνως εἰς τὴν ἐπ’ αὐτοῖς ἀγανάκτησιν τοῦ πάντων κρατοῦντος Θεοῦ, ἅτε δὴ παρεωραμένου, καὶ οὐδενὸς μὲν ἐπ’ αὐτῷ πεποιθότος ἔτι· σπουδαῖς δὲ μᾶλλον καὶ ἀνθρωπίνοις ἐπιχειρήμασιν οἰομένων τῶν ἐξ Ἰσραὴλ κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρός. Φασὶ γὰρ ὅτι ἀπαριθμησάμενοι τὰς τῆς πόλεως οἰκίας, εἶτα τὸ ἀπόθετον ὕδωρ ὡσεὶ στοχασμοῖς ἀναμετρησάμενοι, συνεῖδον ὅτι πλείους εἰσὶ, καὶ μετωχέτευσαν τῆς ἀρχαίας κολυμβήθρας τὸ ὕδωρ εἰς τὴν πόλιν, ἵνα ἔχοιεν ὡσπεροῦν ᾤοντο κατὰ σφᾶς αὐτοὺς τὸ ἀρκέσαι δυνάμενον, εἰ καὶ μακρότερος γένοιτό πως ὁ τῆς πολιορκίας καιρός.
Καὶ προσέτι τούτῳ τὰς τῶν τειχῶν ὀχυρώσεις ἐποιοῦντο, φησὶ, τὰς τῆς πόλεως οἰκίας κατασείοντες. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε. Ἔδει γὰρ, ἔδει, φησὶ, μὴ ταῖς ἑαυτῶν δυνάμεσιν, ἤγουν εὐτυχίαις ἐπιθαρσῆσαι μᾶλλον, ἀνατεῖναι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν εἰς τὸν ἀεὶ τειχίσαντα τὴν ἁγίαν πόλιν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ὃ καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς ἐπαγγέλλεται αὐτῇ, λέγων· Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς· ἀλλ’ οὐδενὸς μὲν ἠξιώσατε λόγου τὸ χρῆμα, φησὶ, παρεώρατε δὲ τὰ παρὰ Θεοῦ, καὶ τῆς ἄνωθεν ἐπικουρίας ὡς κατ’ οὐδένα τρόπον δεδεημένοι, ταῖς ἐκ λίθων ἐπιβολαῖς ἀνοήτατα τεθαρσήκατε.
PG 70:511Ἀλλ’ ἦν ἄμεινον παρὰ πολὺ τὴν ἄμαχον ὑμᾶς ἐπικαλέσασθαι χεῖρα, καὶ ζητῆσαι λαβεῖν τὰ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν ὀνομάζειν αὐτὸν, οὕτω τε διακειμένους τὸ ἐπὶ ταῖς μεταγνώσεσι καταστάξαι δάκρυον. Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα, καὶ πιεῖν οἶνον, λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε. Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον· Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·6 τοῦτο πεπονθότας κατίδοι τις ἂν τοὺς ἐξ Ἰσραήλ.
Ἐν δείμασι γὰρ γεγονότες τοῦ παντὸς κακοῦ, καὶ ἀπηρτημένον ἑαυτοῖς ὁρῶντες τὸν κίνδυνον τὸν ἀπό γε τῆς Ἀσσυρίων ὠμότητος, εἶτα δέον ταῖς σφῶν αὐτῶν ῥᾳθυμίαις ἐποιμώζοντας ἐκμειλίσσεσθαι Θεὸν, κομμόν τε καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων ποιεῖσθαι, καιροῦ πρὸς τοῦτο καλοῦντος, πρὸς πᾶν ἐτράποντο τοὐναντίον. Ἀπαυδήσαντες γὰρ ὥσπερ, καὶ οἷον εἰς ἅπαν ἀπηλγηκότες τρυφὰς ἐπετήδευον, καὶ τὰ εὐφροσύνης ἔργα πληροῦντες ἐσπούδαζον, μόσχους τε καὶ πρόβατα καταθύοντες, μεθυσκόμενοί τε καὶ ταῖς ὑπὲρ κόρον ἐνσπαταλῶντες τρυφαῖς, καὶ μὴν καὶ τὰ ἐξ ἀπογνώσεως καὶ φρενὸς ἀγρίας καὶ ἀτημελοῦς ἀλλήλοις ἐπιφθεγγόμενοι· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.6 Ὠήθησαν γὰρ κατὰ τὸ εἰκὸς, ὅτι καὶ ἀνήκοος ἔσται τῶν τοιούτων ὁ Θεός·
Ἀλλ’ ἔστιν ἀνακεκαλυμμένα ταῦτα, φησὶν, ἐν τοῖς ὠσὶν αὐτοῦ· καὶ οὐκ ἂν ὑμῖν ἀφεθείη ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, τοῦτ’ ἔστι, κατοιχήσεσθε πάντως εἰς θάνατον καὶ φθορὰν, καὶ διὰ ταύτην ὑμῖν τὴν ἁμαρτίαν. Χρὴ τοίνυν ἡμᾶς ἐν ἡμέραις ὀργῆς, ἤγουν τοῖς ἐκ τῶν πειρασμῶν περιθραυομένους δείμασι, μὴ ὑπτιοῦσθαι πρὸς ῥᾳθυμίαν, πενθεῖν δὲ μᾶλλον καὶ προςιέναι δεδακρυμένους τῷ φιλαγάθῳ Θεῷ, καὶ τοῖς ἐκ νηστείας πόνοις ἑαυτοὺς καταικίζοντας ἐλεεῖσθαι ζητεῖν, ἐκεῖνο βοῶντας διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.6 Ἐπειδὴ δέ φησιν ὁ προφήτης ἐν τούτοις, ὅτι Ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, δεῖν ᾠήθην τὰς τοῦ Μηχαίου φωνὰς, μᾶλλον δὲ τὰς διὰ τοῦ προφήτου παρὰ Θεοῦ γενομένας ἐνυφῆναι τοῖς λόγοις.
PG 70:513Γέγραπται δὲ οὕτως· Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτείρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν εἰ ἐπιστρέφει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μασθοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπίδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ, καὶ ἐροῦσι·
Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;6 Θεοῦ τοιγαροῦν κατ’ ἐκεῖνο καιροῦ κλαυθμὸν καλοῦντος καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, εὐφροσύνας ἐποιοῦντο, καταθήγοντες ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως εἰς ἀκάθεκτον ὀργὴν τὸν ἀπολέσαι τε καὶ διασῶσαι δυνάμενον. Τάδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸν παστοφόριον πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἷπον αὐτῷ· Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σαυτῷ ἐν πέτρᾳ σκηνήν; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου, καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον, καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.
Σομνὰς ἐγένετο ταμίας χρημάτων, καὶ ποίων οὔπω σαφὲς, πότερόν ποτε τῶν ἱερῶν, καὶ ἐκνεμηθέντων τῷ ναῷ, ἤγουν τῶν βασιλικῶν, ἔοικε δὲ μᾶλλον τῇ τῶν ἱερῶν χρημάτων ἐπικεῖσθαι συγκομιδῇ, καὶ τοῖς ἀναγκαίως καὶ χρειωδῶς δαπανωμένοις ἔσθ’ ὅτε πρὸς ἐπανόρθωσιν σκευῶν ἱερῶν. Φασὶ δὲ αὐτὸν καὶ ἐξ αἵματος ὄντα τοῦ Λευὶ τοῖς τῆς ἀρχιερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπῆ. Μεγαλόφρων δέ τις καὶ ὑπέροφρυς ἄγαν ἦν, καὶ τοῖς λυποῦσι δυσάντητος, καὶ πλεονεξίαις ἐπιπηδῶν, καὶ λημμάτων αἰσχρῶν ἡττώμενος, καὶ φιλοκομπίας ἐραστὴς, καὶ τὰς ἐξ ἀνθρώπων τιμὰς ἀεὶ θηρώμενος. Ταύτῃτοι καὶ μάλα εἰκότως Θεῷ κατεστυγμένος, μελλούσης τοίνυν ὅσον οὐδέπω καταδῃοῦσθαι τῆς Ἰουδαίας, ἁλῶναι δὲ καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ, ὅτε καὶ νενικηκότες οἱ Βαβυλώνιοι μετεκόμισαν εἰς τὴν ἑαυτῶν αἰχμάλωτον τὸν Ἰσραὴλ, μνημεῖον ἑαυτῷ περιφανὲς ὁ Σομνὰς εἰργάζετο, καὶ πολυτελεστάτην αὐτῷ τὴν κατασκευὴν ἐνετίθει.
PG 70:515Ἐν ἤθει τοίνυν ὁ παρὰ Θεοῦ πρὸς αὐτὸν ἐγένετο λόγος. Τί γὰρ τῷ προφήτῃ φησί; Πορεύου εἰς τὸ παστοφόριον, χῶρος οὗτος ἐν τῷ ναῷ, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σὺ ὧδε; καὶ τί σοί ἐστιν ὧδε; Τοῦτ’ ἔστι, ποῖον ἐνταῦθα κλῆρον ἔχεις; ἢ πῶς ὧδε μένεις; Διὰ τί γὰρ λελατόμηκας σεαυτῷ μνημεῖον καὶ ἔγραψας ἐν πέτρᾳ σκηνήν; Τί ἄρ’ ἔσται; καὶ τί τὸ ἐπηρτημένον; ἢ ποίοις ἄρα, φησὶν, ὁμιλήσεις κακοῖς; Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα. Ἀπῴχοντο γὰρ, ὡς ἔφην, αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι, καὶ ἐκκεκριμένην ἔχοντες τὴν κατὰ τῶν ἄλλων ὑπεροχήν. Ἐπειδὴ δὲ ἀπεκομίσθη καὶ αὐτὸς εἰς αἰχμαλωσίαν, ἀφῄρηται μὲν ὁ τῆς ἀρχιερωσύνης αὐτοῦ στέφανος, ἔῤῥιπται δὲ ὡς σκεῦος ἄχρηστον εἰς γῆν ἀμέτρητον, ἐκεῖ τεθνηξόμενος ἐλέου δίχα παντὸς, οὐκέτι λαμπροῖς ὀχήμασι καθὰ καὶ πρώην ἐμβεβηκὼς, σεσαλευμένος δὲ μᾶλλον καὶ ἐξωσθεὶς εἰς ἅπαν τῆς ἐγχειρισθείσης οἰκονομίας αὐτῷ καὶ τῆς στάσεως, τοῦτ’ ἔστι, τοῦ παρεστάναι καὶ λειτουργεῖν τῷ Θεῷ.
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου, καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ, καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν Ἰούδα, καὶ δώσω τὴν δόξαν Δαβὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, καὶ ἔσται πεποιθὼς ἐπ’ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Οὔπω τῆς ἱστορίας ἀποφοιτᾷ τὸ διήγημα, φέρεται γὰρ ἔτι κατὰ Σομνᾶ τοῦ ταμίου, λαχόντος μὲν τῆς ἱερωσύνης τὴν δόξαν, κατακεχρημένου δὲ οὕτως αὐτῇ καὶ κατὰ παντὸς ἰόντος τοῦ κατεζευγμένου, ὡς καὶ ἀφορήτως πλεονεκτεῖν καὶ ἅπαξ ἁπλῶς οὐδὲν ἔχειν τῶν ἐκτόπων ἀνεπιτήδευτον.
Ἀποῤῥιφέντος δὴ οὗν αὐτοῦ, τοῦτ’ ἔστιν, ἀποκομισθέντος εἰς χώραν μακρὰν καὶ ἀμέτρητον, Καλέσω, φησὶ, κατ’ ἐκεῖνο τοῦ καιροῦ τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου. Παῖδα δὲ αὐτὸν ἴδιον ἀποκαλῶν μεμαρτύρηκε τὸ εὐήνιον· ὅτι δὲ χαριεῖται τῆς ἱερωσύνης τὴν δόξαν αὐτῷ καθίστησιν ἐναργές· στεφανώσειν αὐτὸν ὑπισχνούμενος καὶ λέγων, ὅτι καὶ στολὴν αὐτῷ δώσει, καὶ τὴν οἰκονομίαν καὶ τὸ κράτος, τοῦτ’ ἔστι, τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Μεμαρτύρηκε δὲ πρὸς τούτοις, ὅτι καὶ ἔσται χρηστὸς, οὐ κατά γε τὸν Σομνὰν ὑπερόφρυς, ἀλλ’ οἷα πατὴρ, ἢ πιστὸς καὶ ἀγαθός. Ἔσται δὲ διὰ τοῦτο καὶ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, τοῦτ’ ἔστι, βεβαίως αὐτῷ σωζομένῳ καὶ μένοντι, ὡς ἑλέσθαι καὶ πάντα ἔνδοξον καὶ ἐπιφανῆ μονονουχὶ καὶ ἐπ’ αὐτῷ ποιεῖσθαι τὴν ἐλπίδα, οὐχ ὡς εἰς Θεὸν, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ὡς εἰς πατέρα χρηστόν.
PG 70:517Προστήσεται γὰρ καὶ ὑπερασπίσει μικροῦ καὶ μεγάλου, φησίν. Ἀγαπηθήσεται δὲ οὕτως, ὡς καὶ ἐκκρεμᾶσθαι δοκεῖν αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαούς. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ὁ τῆς ἱστορίας ἡμῖν εἰσκομίζει λόγος. Ἔοικε δὲ πάλιν διὰ τῆς ἐσωτάτω θεωρίας ἡμῖν τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι. Τῇ μὲν γὰρ κατὰ νόμους ἱερωσύνῃ κατεστεμμένοι οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι γεγόνασι μὲν οὐκ εὐήνιοι, σκληροί τε καὶ ἀλαζόνες, καὶ ἐρασιχρήματοι, καὶ βαλαντίων ἁδρῶν ἐρασταὶ, καὶ πᾶν ὁτιοῦν τῶν τῷ Θεῷ κατεστυγημένων ἐπιτηδεύοντες. Καὶ γοῦν αὐτὸς ὁ προφήτης Ἡσαί̈ας ἐν ἀρχῇ τοῦ βιβλίου φησί· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως ἐν, ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;6 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προςέχοντες.
Αἰτιᾶται δὲ αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ οὕτω λέγων· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, τὸ ἔλεος, καὶ τὴν πίστιν.6 καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, γεγόνασι καὶ κυριοκτόνοι. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐξώσθησαν μὲν τῶν τῆς ἱερωσύνης γερῶν, ἀποκεκίνηνται δὲ τοῦ κατάρχειν λαῶν, καὶ ἐκβέβληνται τῆς ἐγχειρισθείσης αὐτοῖς κατὰ νόμον οἰκονομίας, ἔξωτε στεφάνων γεγόνασιν ἱερῶν, καὶ στολῆς ἱεροπρεποῦς· κέκληται δὲ μετ’ ἐκείνους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεύς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.6 Θεὸς γὰρ ὢν φύσει καὶ τῶν ὅλων Κύριος, καὶ τὰς παρὰ πάντων λατρείας δεχόμενος, ἐπειδὴ γέγονεν ἄνθρωπος, κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς.
Λαβεῖν δὲ λέγεται καὶ τὴν δόξαν Δαβὶδ, τοῦτ’ ἔστι, τὴν ἐπί γε τὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· Ἰσραὴλ δέ φαμεν οὐ τὸν κατὰ σάρκα πάντως, ἀλλὰ τὸν ἐν πνεύματι καὶ νοητόν. Οὐ γὰρ πάντες, φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα, ἀλλ’ ὅσοι διὰ πίστεως δεδικαίωνται, κατακολουθήσαντες τοῖς ἴχνεσι τοῦ πατρὸς Ἀβραὰμ, οὗτοι καὶ τέκνα αὐτοῦ, καὶ τῆς ἐπαγγελίας υἱοὶ καὶ Ἰσραὴλ χρηματίζουσιν. Ἀναδειχθέντος τοίνυν τοῦ πάντων ἡμῶν ἀρχιερέως Χριστοῦ, Οὐκ ἔσται, φησὶν, ἀντιλέγων. Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ καθ’ ἕτερον δὲ τρόπον. Ἀντείρηκε μὲν γὰρ ὁ Ἰσραὴλ, ἠσμένησε δὲ τὰ ἔθνη τὸ ὑπ’ αὐτῷ βασιλεύεσθαι. Καὶ γοῦν εὑρίσκεται λέγων διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ μὲν τοῦ Ἰσραήλ· Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ·6 περί γε τῶν ἐθνῶν, Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸν ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.
Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Πεπαλαίωνται γὰρ καὶ ἐγγὺς γεγόνασιν ἀφανισμοῦ, κεκλασμένην δὲ ὥσπερ ἐσχήκασι τὴν διάνοιαν, υἱοὶ γεγονότες ἀλλότριοι, τοῦτ’ ἔστιν, οἱ ἐξ Ἰσραήλ.6 Πάλαι μὲν γὰρ ἦν πρωτότοκος, ἐπειδὴ δὲ κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι. Τέκνα γὰρ ἀπωλείας, υἱοὶ γεέννης κέκληνται λοιπόν. Ἀλλ’ ὅταν, φησὶν, ἀναδείξω τὸν Ἐλιακεὶμ [ὃς ἑρμηνεύεται Θεοῦ ἀνάστασις · ἐγήγερται γὰρ εἰς ἐπικουρίαν ἡμῶν Θεὸς ὢν ὁ Λόγος, ὁ καὶ πάλαι λέγων· Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στενάγμου τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος]1, τότε, φησὶν, ἔσται ἐπ’ αὐτῷ πεποιθὼς πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Οἶκος δὲ τοῦ Πατρὸς τοῦ Χριστοῦ τίς ἂν ἕτερος εἴη παρὰ τὴν Ἐκκλησίαν;
PG 70:519Ἀλλ’ εἴ τίς ἐστιν ἔνδοξος ἐν αὐτῇ, οὗτος ἔσται πεποιθὼς ἐπὶ Χριστῷ, καὶ οὐχὶ δὴ μόνος ἔνδοξος, ἀλλὰ γὰρ καὶ εἴ τις εἴη βραχὺς κατά γε τὸν κόσμον φημί. Δίκαιος γὰρ καὶ ἀπροσωπόληπτος ὁ τῶν ὅλων Θεὸς, κατὰ τὸ μέτρον δὲ μᾶλλον τῆς πνευματικῆς ἡλικίας, οἱ μὲν γάρ εἰσι πατέρες, οἱ δὲ καὶ ἔτι τέκνα, νεανίαι τε καὶ ἔφηβοι νοητῶς. Τάδε λέγει Κύριος Σαβαώθ· Κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ’ αὐτὸν, ὅτι Κύριος ἐλάλησεν. Μετὰ τὴν οὕτω μακρὰν ἀφήγησιν, σύντομος καὶ βραχὺς εἰσκεκόμισται λόγος τῶν θείων κριμάτων ἐμφανίζων τὴν ἀποτομίαν, καὶ οἱονεὶ βασιλέως μετὰ τῆς πρεπούσης ἐξουσίας ὁρίζοντος γίγνεσθαι. Βλέπει δὲ πάλιν ἡ τῆς ἀποφάσεως δύναμις, εἰ μὲν βούλοιτό τις, εἰς Σομνὰν τὸν ταμίαν· εἰ δὲ δὴ καὶ πλατύτερον ἐπὶ τῶν κατὰ νόμον ἱερουργούντων, οὕτω συνήσει, καθὰ καὶ ἀποδεδώκαμεν ἀρτίως.
Οἱ γὰρ δοκοῦντες ἐν βεβαιώσει κεῖσθαι τῆς εὐημερίας, τοῦτο γάρ ἐστι τὸ ἐστηρίχθαι. δοκεῖν ἐν τόπῳ πιστῷ, πεπτώκασί τε καὶ τῆς ἐνούσης αὐτοῖς ἀφῄρηνται δόξης, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἀνορθοῦν ἰσχύοντος τοὺς ἤδη κατηρεγμένους, ὅτι Κύριος ἐλάλησεν. Ἐὰν γὰρ κλείσῃ κατ’ ἀνθρώπου, τίς ἀνοίξει;6 φησίν. ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται, ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος. Φέρε δὴ πάλιν διατρανοῦν ὡς ἔνι σπουδάζοντες καὶ τὰ ἐπί γε τῇ Τύρῳ παρὰ Θεοῦ κεχρησμῳδημένα τὴν ἱστορίαν προαφηγησόμεθα, καὶ τίνα τρόπον ἥλω τε καὶ ἀπόλωλε καὶ αἰχμάλωτος ἦκται, κατὰ τὸ γεγραμμένον, σαφὲς καταστήσωμεν. Ὅτε τοίνυν οἱ Βαβυλώνιοι τὴν Ἰουδαίαν καταδῃώσαντες, κατεμπρήσαντες δὲ καὶ αὐτὴν τὴν ἁγίαν πόλιν, ἀπεκόμιζον αἰχμάλωτον τὸν Ἰσραὴλ, τὰ κύκλῳ καὶ περίοικα τῶν ἀλλοφύλων ἔθνη, θρασὺν καὶ ἀπύλωτον ἀνοιγοῦντα στόμα, τὴν τοῦ Θεοῦ δόξαν κατακερτομεῖν ἐπεχείρουν.
Ἔφασκον γὰρ μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς, ἡττῆσθαι δὲ μᾶλλον καὶ αὐτὸν τὸν ἐπικουροῦντα Θεὸν τῆς τῶν Ἀσσυρίων χειρὸς, μᾶλλον καὶ τοὺς παρὰ σφίσι θεοὺς ᾤοντο μὲν εἶναι καὶ ἀλκιμωτέρους τοῦ τῶν Ἑβραίων Θεοῦ, προεστάναι δὲ καὶ ἀνατειχίζειν αὐτοὺς, ἔξω τε πάσης ἐφόδου τηρεῖν, καὶ ἀμείνους ἀποφαίνειν τῶν Βαβυλωνίων. Καὶ καθ’ ἕτερον δὲ τρόπον συγκατεληί̈ζοντο καὶ αὐτοὶ τὸ τῶν Ἰουδαίων ἔθνος, τοῦτο μὲν πεπονηκόσιν ἐπιθέμενοι, καὶ ἁρπάζοντες τοὺς ὑπολελειμένους· τοῦτο δὲ καὶ ἀνατιθέντες τοῖς ψευδωνύμοις θεοῖς σκεύη τε ἱερὰ, καὶ τῆς κατὰ νόμον λατρείας ὡς ἐξ ἀνάγκης ἐκπέμποντες τοὺς ὑπὸ ζυγὰ γεγονότας τῆς ὑπ’ αὐτοῖς δουλείας. Καὶ γοῦν ἔφασκε Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ’ ἐμοί;
PG 70:521Ὀξέως δὲ καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ’ ὧν τὸ ἀργύριόν μου, καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοτε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.6 Ἥλω τοίνυν καὶ ἡ Τύρος ἐξ ὀργῆς Θεοῦ, κατὰ τοιόνδε τινὰ τρόπον· ἦν μὲν γὰρ νῆσος ἔτι πορθμείου διὰ μέσου κεχωρηκότος, καὶ οὐ μακροῖς διαστήμασι τῆς ἠπείρου διείργοντος. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, ζητεῖ τε αὐτὴν ὁμοῦ ταῖς ἄλλαις ἑλεῖν, ἐκέλευσέ τε ταῖς ὑπὸ χεῖρα στρατιαῖς τὴν μεταξὺ καταχωννύντας θάλασσαν, τῇ τε ἠπείρῳ συνάπτειν αὐτὴν, καὶ νῆσον οὐκέτι μένειν ἐᾷν. Οὗ δὴ γεγονότος ἢ καὶ ἔσεσθαι προσδοκηθέντος οὐκ εἰς μακρὰν, οἱ πλεῖστοι τῶν ἐν τῇ Τύρῳ, ἅτε δὴ καὶ ἐμπορίαν ἔχοντες τὸ ἐπιτήδευμα, καὶ ναυσιπορεῖν εἰωθότες ἀπενήχοντο τῆς νήσου παισί τε ὁμοῦ καὶ γυναίοις, καὶ εἰς ἑτέρας ἀπῴχοντο πόλεις τε καὶ κώμας.
Εἰσελάσαντες τοίνυν οἱ Βαβυλώνιοι τοὺς ἐναπομείναντας ἀπεκτόνασιν, εἷλόν τε πολλοὺς, καὶ τὰ τοῖς νενικηκόσι συνήθη δεδράκασι, πλὴν οὐ μετρίως λελύπηνται μεμαθηκότες ὅτι πλεῖστοί τε ὅσοι, καὶ τῶν ἄγαν ἐπιφανεστέρων ἐν αὐτῇ ναυσὶν ἐνθέντες τὰ ὄντα πεφεύγασι. Μέμνηται δὲ τῆς ἱστορίας, καὶ τῆς Ἐζεκιὴλ προφητείας ὁ λόγος. Ἔφη γὰρ οὕτω πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός· Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.6 Μετὰ γάρ τοι τὴν Τυρίων ἅλωσιν ἐπὶ τὸ τῶν Αἰγυπτίων ἔθνος μετετίθει τὴν μάχην ὁ Βαβυλώνιος.
Ταυτησὶ τῆς ἱστορίας διαμέμνηται νῦν ὁ μακάριος προφήτης Ἡσαί̈ας, καὶ ὀλολύζειν κελεύει τὰ τῆς Καρχηδόνος πλοῖα. Ὀλολύζειν δὲ δῆλον ὅτι τὴν Τύρον ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων. Φασὶ δὲ τὰς Κιτιεῖς οἱ μὲν νήσους Ἑλλαδικὰς, ἤτοι Μακεδονικάς· οἱ δὲ σημαίνεσθαι διὰ τούτου διαβεβαιοῦνται τὴν Κύπρον, ὡς ἐκ μιᾶς τῶν ἐν αὐτῇ πόλεων, οὕτως ὠνομασμένης. Ὀλολύζετε δὲ, φησὶ, διὰ ποίαν αἰτίαν; ἦκται γὰρ αἰχμάλωτος. Ἀλλ’ ἴσως ἐρεῖ τις, Ἐποιμώζειν κελεύει τῇ Τύρῳ τὴν Καρχηδόνα, ἤτοι τὰς ἐκεῖθεν ναῦς; Διὰ ποίαν αἰτίαν; ἄποικοι γὰρ Τυρίων γεγόνασι Καρχηδόνιοι. Ἐφρόνουν τε μεγάλως ἔχοντες μητέρα τὴν Τύρον, ἐπισημοτάτην τε ὁμοῦ καὶ ἀλκιμωτάτην ἐν νήσοις, ταῖς κατά γε φημὶ τὴν ἑῴαν. Φασὶ δὲ καὶ τοὺς ἐκ γῆς Κιτιέων μεγαλοφρονεῖν ἐπ’ αὐτῇ, καὶ τοῖς τῶν ἐμποριῶν κέρδεσιν ἐντρυφᾷν.
PG 70:523Ὀλολύζετε τοίνυν, φησὶν, οἱ τῆς Καρχηδόνος ἔμποροι, ἤτοι τὰ πλοῖα, ἀπόλωλε γάρ. Ὀλολυζέτω δὲ καὶ ἡ Τύρος, οὐ γὰρ ἔτι ἔρχονται ἐκ τῆς Κιτιέων. Ἦκται γὰρ αἰχμάλωτος. Τίνι ὅμοιοι γεγόνασιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ, μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν. Ποίοις ἄρα, φησὶ, τῶν ἐθνῶν παρεικάσωμεν τοὺς ταύτην κατοικοῦντας τὴν νῆσον; τίνες τοιαῦτα πεπόνθασι, ἢ καὶ οὕτως πεπόρθηνται, καθὰ καὶ οἱ μετάβολοι τῆς Φοινίκης; Ἐμπορία γὰρ Τύροις τὸ ἐπιτήδευμα, καὶ τὸ διαπλεῖν τὴν θάλασσαν ἐν σπουδῇ, κερδῶν ἕνεκα καὶ λημμάτων. Προστιθεὶς δὲ ὅτι σπέρμα μεταβόλων, ἔδειξεν ὅτι καὶ πατρῷον αὐτοῖς τὸ δυσγενὲς, καὶ ἐκ ῥίζης ἀνέφυσαν πονηρᾶς, καὶ φιλοκερδίας ἥττονες ἄνωθεν αὐτοῖς καὶ πρόγονοι.
Οἱ δὲ καὶ ἀριθμοῦ κρείττονες, ὅσοι τὴν οὕτως αἰσχρὰν παρ’ αὐτοῖς ἐπιτηδεύοντες ζωὴν, διδάσκει λέγων· Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν. Σίτου γὰρ ἀμηθέντος, ἤγουν ἀσταχύων ἐν ἀγρῷ, πολλὴ τῶν δραγμάτων πανταχόθεν ἡ εἰσφορὰ, καὶ ἡ εἰς τὴν ἅλω συγκομιδή. Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν, Οὐκ ὤδινον οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα παρθένους, οὐδὲ ὕψωσα νεανίσκους. Ἄποικοι μὲν Τυρίων οἱ Καρχηδόνιοι. Πλὴν ἐσχήκασι μητέρα Τύριοι τὴν Σιδῶνα· Ἀπὸ γὰρ τῆς Σιδῶνος ἦν ἡ Τύρος. Πλὴν ὡς ἐπί γε θυγατρὶ λαμπρᾷ καὶ διαβοήτῳ τῇ Τύρῳ μέγα πεφρόνηκε Σιδών. Ἐπειδὴ δὲ ἥλω, καὶ ἦκται αἰχμάλωτος, τότε φησὶν ἡ θάλασσα, τοῦτ’ ἔστιν, αἱ κατὰ θάλασσαν νῆσοι πᾶσαι λοιπὸν ἐροῦσιν· Αἰσχύνθητι, Σιδὼν, ἀπόλωλε γὰρ τῶν σῶν αὐχημάτων τὸ κάλλιστον, καὶ φρούδη γέγονεν ἡ πάλαι δεινὴ καὶ ἀλκμαιοτάτη, πλούτῳ τε πολλῷ διαφανεστάτη.
Οὐκοῦν ἡ μὲν θάλασσα ταῦτα ἐρεῖ· Αὐτὴ δὲ τῆς θαλάσσης ἡ ἰσχὺς, τοῦτ’ ἔστιν, ἡ κατισχύουσα τῶν νήσων, ἡ Τύρος δὲ δηλονότι ταῖς ἑαυτῆς ἐποιμώζουσα συμφοραῖς, ὅταν ἤδη γυμνὴν ἑαυτὴν τῶν οἰκητόρων, καὶ τέκνων ἐρήμην, τότε δὴ πάντως ἐρεῖ, τὸ, οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους. Ἐν ἴσῳ γὰρ γέγονα, φησὶ, ταῖς μὴ τεκούσαις ὅλως, μηδ’ ἀναθρεψάσαις, ἢ νεανίσκους ἢ παρθένους, διά τοι τὸ πάντας ἄρδην καθικέσθαι πρὸς ἀπώλειαν, περιλειφθῆναι δὲ παντελῶς οὐδένα. Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Οὐκ ἠγνόηκεν ὁ προφήτης, ὅτι καθάπερ ἤδη προεῖπον, μετὰ τὴν Τυρίων ἅλωσιν, ἐπὶ τὴν τῶν Αἰγυπτίων χώραν μεταφοιτήσειν ἔμελλεν ὁ Ἀσσύριος. Ὅταν τοίνυν, φησὶν, ἀκουστὰ ταῦτα γένηται παρὰ τοῖς Αἰγυπτίοις, τότε καὶ αὐτοὶ πάντη τε καὶ πάντως ὀδυνηθήσονται, οὐχ ὅτι πεπόρθηται τυχὸν ἡ Τύρος, ἀλλ’ ὅτι μεταπεφοίτηκεν ἐπ’ αὐτοὺς τὰ ἐκ τοῦ πολέμου κακά.
PG 70:525Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Ἐν ἤθει πολλῷ τῆς προφητείας ὁ λόγος. Οὐ γάρ τοι κυρίως τε καὶ ἀληθῶς ἀπανίστασθαι τῆς Τυρίων παρακελεύεται, μεταχωρεῖν δὲ μᾶλλον εἰς Καρχηδόνα, ἀλλ’ οὐδὲ ὀλολύζειν ἁπλῶς, ἀλλ’ οἷον κατονειδίζειν φυγόντας, καὶ ἀμετρήτῳ δειλίᾳ συντεθραυσμένους. Χρῆναι δὲ φησὶν ἐποιμώζειν αὐτοὺς ἑαυτοῖς, καὶ ταῖς ἐπενηνεγμέναις αὐτοῖς συμφοραῖς. Ἄμφω δὲ ταῦτα θηλυπρεπῆ, καὶ μειρακίοις μᾶλλον, καὶ τοῖς ἤδη παρηβηκόσιν ἁρμοδιώτερα. Πολέμου μὲν γὰρ περιηγγελμένου, καὶ κατὰ χώρας ἤτοι πόλεως ἔρχεσθαι προσδοκωμένου, ἅπαν μὲν ὅσον ἐστὶν ἐν ἀκμαῖς εὐτρεπίζεται πρὸς μάχην, καὶ γυμνάζει τὰ τακτικὰ, καὶ ταῖς τῶν πολεμίων φάλαγξι, κἂν εἰ μήπω παρεῖεν, τό γε ἧκον εἰς προθυμίας ἐπιμαίνεται.
Γύναια δὲ καὶ μειράκια τὰ εἰς φυγὴν μελετᾷ, καὶ ὀλολύζει κλαίοντα. Ἕτοιμα γὰρ ἀεί πως εἰς φόβον καὶ θρήνους μειράκιον καὶ γυνή. Ἐπιμειδιᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς ταῖς Τυρίων ἀνανδρίαις. Φεύγουσι γὰρ καὶ ὀλολύζουσιν οἱ πάλαι κρατοῦντες ἐν μάχαις δεινοὶ καὶ δυσάντητοι, θρασεῖς καὶ ἀνάλωτοι. Οὐχ αὔτη ὑμῶν ἡ ὕβρις ἡ ἀπαρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἥσσων ἐστὶν, καὶ οὐκ ἰσχύει; Φθάσας ἔφην, ὅτι τῶν Ἱεροσολύμων πεπορθημένων, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ παρὰ τῆς τῶν Ἀσσυρίων στρατιᾶς, τὰ κύκλῳ καὶ ὅμορα τῶν ἐθνῶν ἐπεγάννυντο μὲν ὡς ἀπολωλότι τῷ Ἰσραὴλ, καὶ ὡς εἰσάπαν ἐκκεκομμένῳ, καὶ ἔσειον ἐπ’ αὐτοῖς τὰς σφῶν αὐτῶν κεφαλάς· ᾤοντο δὲ ὅτι πεπτώκασιν ὑπὸ χεῖρας ἐχθρῶν, οὐ διά γε τὰς αὐτῶν ἁμαρτίας, ἀλλ’ ὅτι μᾶλλον ἠτόνησεν ὁ σώζων αὐτοὺς, καὶ κρείττους γεγόνασι τῆς τοῦ Θεοῦ χειρὸς οἱ κεκρατηκότες.
Τί οὖν, ὦ Τύριοι, φησίν; Οὐ πρὶν αὐτὴν παραδοθῆναι, ταύτην ἐποιήσασθε κατ’ ἐμοῦ τὴν ὕβριν; οὐκ ἐλέγετε τὴν ἐμὴν ἰσχὺν ἥττω καὶ ἐν μείοσιν εἶναι τῶν ὑμετέρων θεῶν; Τίς οὖν ἄρα, φησὶν, ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Ἐγὼ δηλονότι, ὃν ὑμεῖς ἥττονά τε καὶ ἄναλκιν εἰπεῖν τετολμήκατε. Ἐξ αὐτῶν τοιγαροῦν κατατεκμήρασθε τῶν πραγμάτων, πότερόν ποτε ἥττων ἐστὶ τῶν παρ’ ὑμῖν θεῶν, ἢ οὐκ ἰσχύει; Ἐγὼ μὲν γὰρ πλημμελοῦντα εἰς ἐμὲ παραδέδωκα τοῖς ἐχθροῖς τὸν ἐξήνιον Ἰσραήλ. Ἐπειδὴ δὲ πλουτεῖτε θεοῖς, καὶ πολλοὶ παρ’ ὑμῖν οἱ τιμώμενοι, τίς ἄρα αὐτῶν τὴν τοιάνδε σκέψιν ἐβουλεύσατο κατὰ Τύρου; Τίς παραδέδωκε τοῖς ἐχθροῖς; χαλεπὸν οὖν ἄρα τὸ διὰ πείρας αὐτῆς ἐκδέχεσθαι ἅπερ ἂν πρέποι παθεῖν. Δεῖ δὲ οἶμαι τοὺς νουνεχεστάτους, ἰσχνοῖς διανοίας ὄμμασι μακρόθεν ὁρᾷν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μεμαστιγωμένοις ἁγίοις μὴ ἐπαγάλλεσθαι, μήτε μὴν οἴεσθαι τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ἐννοεῖν δὲ μᾶλλον ὅτι περιπίπτουσιν ἔσθ’ ὅτε καὶ πειρασμοῖς ἐφιέντος Θεοῦ.
Οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πάντα ἔνδοξον ἐπὶ τῆς γῆς. Μέτεισι πάλιν ὁ λόγος ἐπί γε τὸ δεῖν ἀπογυμνοῦν τῆς ἐνούσης ἀλαζονείας αὐτοῖς τὸ ὑπερφερὲς, καὶ μέντοι πρὸς τούτῳ τὸ ἀκόρεστον εἰς φιλοκερδίας. Ἔμποροι γὰρ ὄντες, φησὶ, καὶ οὕτως αἰσχρὸν καὶ δυσγενὲς ἔχοντες τὸ ἐπιτήδευμα, εἰς τοσοῦτον καὶ δόξης καὶ ὑπεροχῆς κεχωρήκασιν, ὥστε καὶ τὰς τοῖς ἄρχουσι πρεπωδεστάτας ἀναδεσμεῖσθαι τιμὰς, καὶ στεφάνοις τοῖς ἐπ’ εὐκλείᾳ γενέσθαι γνωριμωτάτους. Ἀλλ’ ὁ τῶν δυνάμεων Κύριος, φησὶν, ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πάντα τοιοῦτον. Ψῆφον δὲ αὐτῶν τὴν τοιαύτην καθορίζοντος Θεοῦ, καὶ τομὸν ἐπάγοντος κρίμα, τίς ἐπαμῦναι δυνάμενος, ἢ τίς ἂν τὴν θείαν ἀποσοβήσειεν ὀργήν; τίς γὰρ ἔσται κρείττων τῆς πανσθενοῦς ἐξουσίας;
PG 70:527Ἢ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει, κατὰ τὸ γεγραμμένον; Οὐκοῦν μὴ οἰέσθωσαν, φησὶν, ὅτι τοῖς ἰδίοις θεοῖς προσκεκρουκότες κατεκομίσθησαν ἐκ δόξης εἰς ἀτιμίαν, ἴστωσαν δὲ μᾶλλον ὅτι κρίμα γέγονε Κυρίου Σαβαὼθ, καθ’ οὗ τετολμήκασιν εἰπεῖν. Ὅτι καὶ ἥσσων ἐστὶν καὶ οὐκ ἰσχύει. Οὐκοῦν λέγωμεν καὶ ἡμεῖς τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦτε κέρας, μήτε μὴν ἀνοσίως ἐπαίρειν αὐτὸ, καὶ ἀδικίαν λαλεῖν κατὰ τοῦ πάντων κρατοῦντος Θεοῦ. Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύσει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς. Μετατίθησι, φησὶ, τὰς σπουδὰς ἐξ ἐμπορικῶν ἐπιτηδευμάτων εἰς γεωπονίας. Οὐ γὰρ ταῖς ὅτι μάλιστα φιλαιτάταις ἐμπορίαις κεχρήσῃ πάλιν, οὐδὲ ἥξουσιν ἐκ Καρχηδόνος οἱ τὸν ἀμέτρητόν σοι πλοῦτον συλλέγοντες, καὶ τὴν σὴν ὑποτρέχοντες χεῖρα, τοῦτ’ ἔστι, τὴν δύναμιν.
Δυνήσῃ γὰρ οὐδὲν ἔτι παντελῶς, καίτοι πολλὰ δυνηθεῖσα κατὰ τὴν θάλασσαν, τοῦτ’ ἔστιν, ἀλκιμωτάτη γεγενημένη κατὰ πάσης καὶ νήσου καὶ πόλεως πρὸς τῇ θαλάσσῃ κειμένης, ἡ καὶ πλείστους παροξύνασα βασιλεῖς. Δεινὴ γὰρ, ὡς ἔφην, κατὰ τὸ ἀρχαῖον ἡ Τύρος καὶ τοῖς ἀπωτάτω καὶ γείτοσιν καὶ τοῖς ἐθνῶν ἡγουμένοις. Ἀλλ’ ὁ τῶν δυνάμεων Κύριος ἐνετείλατο περὶ Χαναὰν [τοῦτ’ ἔστι, περὶ τῆς γῆς τῶν ἀλλοφύλων]1, ὥστε ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. Ἐπενήνεκται γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ διὰ τῆς Ἀσσυρίων ὠμότητος, οὐχὶ δὴ μόνῃ τῇ Τύρῳ ποθὲν, ἀλλὰ γὰρ καὶ ἑτέροις τῶν ἐθνῶν, Μωαβίταις τε καὶ Ἰδουμαίοις, καὶ ἄλλοις τισί. Συλλήβδην δὲ πάντες Χαναναῖοι κατονομάζονται τῶν εἰδώλων οἱ προσκυνηταὶ, καὶ οὐκ ἐξ αἵματος ὄντες τοῦ ἐξ Ἰσραὴλ, καὶ γοῦν ὀνειδιζέτω τις ἀκούων, σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα.
Ὅταν τοίνυν, φησὶ, τὰ ἐκ τοῦ πολέμου βλάβη κατὰ πάντων ὁμόσε χωρήσῃ τῶν Χαναναίων, τότε τῶν συμβεβηκότων αὐτοῖς τὰς αἰτίας τινὲς συνέντες ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Ἔφην γὰρ ὅτι κατωνείδιζον τὴν Ἰουδαίαν, καὶ κατεγέλων τῶν ἐξ Ἰσραὴλ ὡς ἑαλωκότων, ἐταλάνιζόν τε τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν οὐχ ὡς παρεωραμένην μᾶλλον παρὰ Θεοῦ τοῦ σώζοντος, ἀλλ’ ὡς διὰ τοῦτο πεσοῦσαν εἰς τὸ ἁλῶναι καὶ παθεῖν, ὅτι νενίκηται καὶ ἠσθένησε ὁ παρ’ αὐτοῖς τιμώμενος Θεὸς, ᾧ τὰς κατὰ νόμον λατρείας ἐτέλουν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν. Θεοῦ συνελαύνοντος εἰς ἱδρῶτας καὶ πόνους, τίς ὁ ἐπαμῦναι δυνάμενος;
PG 70:529Τῆς πανσθενοῦς δεξιᾶς πολεμούσης, τίς ἐστι τοσοῦτος ὃς τῆς ἀνηκέστου συμφορᾶς ἐξελεῖται τοὺς κάμνοντας; οὐδεὶς παντελῶς. Ἕπεται γὰρ τοῖς θείοις αὐτοῦ νεύμασι τῶν πραγμάτων ἡ φύσις, καὶ ὅπερ ἂν ἐθέλει γενέσθαι, τοῦτο πάντη τε καὶ πάντως ἀποπεραίνεται. Ἂν τοίνυν, φησὶ, μακρᾶς ἀπέλθῃς ἀποδημίας, ὥστε καὶ εἰς Κιτιεῖς παραγενέσθαι· φασὶ γὰρ πόλιν εἶναι τῶν κατὰ τὴν Κύπρον μίαν· οἱ δὲ Κιτιεῖς, αὐτὴν εἶναι διισχυρίζονται τὴν Καρχηδόνα· οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, τοῦτ’ ἔστι, πόλεμοί σε, καὶ ὁ τοῦ θανάτου φόβος, καὶ οἱ περὶ τοῦ θανάτου εὑρήσουσι κίνδυνοι. Ἀλλὰ κἂν αἰχμάλωτος γενόμενος καταλάβοις τὴν Χαλδαίων, οὐδὲ οὕτως πεπαύσῃ τοῦ καταλγύνεσθαι δεῖν. Οὐ γὰρ ἔσται σοι ἀνάπαυσις, πῶς ἢ τίνα τρόπον·
ἠρήμωται γὰρ καὶ αὐτὴ καταδῃούντων αὐτὴν Περσῶν τε καὶ Ἀσσυρίων, Κύρου δηλονότι καταστρατεύοντος, ὅτε καὶ πέπτωκεν ὁ τοῖχος αὐτῆς. Τοῖχον δὲ οἶμαι τῆς Χαλδαίων γῆς, ἢ τὸν προεστηκότα καὶ τὸν βασιλεύοντα φησὶν, ἢ καὶ αὐτὸ τὸ τεῖχος, ἐφ’ ᾧ μάλιστα τεθαρσηκότες προσεδόκων οἱ Βαβυλώνιοι πείσεσθαι μὲν τῶν ἀνιαρῶν οὐδὲν, ἄπρακτον δὲ τοῖς πολεμοῦσιν αὐτοῖς γενέσθαι τὴν ἔφοδον. Κατεσκεύαστο γὰρ οὕτως ὡς καὶ ἁμαξῶν παραλλὰξ ἐρχομένων, ὁδὸν ἐν αὐτῷ πλατεῖαν ὁρᾶσθαι. Καὶ γοῦν διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεὸς, τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ κατασείων ἐλπίδα τῶν Βαβυλωνίων· Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται.6 Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. Ὠδὴ καὶ θρῆνος ὁ ἐν ἀρχῇ τῆς ὁράσεως τέθειται διὰ μέσου· πρέπειν ὅτι μάλιστα τῇ Τύρῳ τὰς τοιαύτας παρὰ πάντων λέγεσθαι φωνὰς, διαβεβαιούμενος τρόπον τινὰ τῆς προφητείας ὁ λόγος.
Ὀλολύζειν δὲ τὰ ἐκ Καρχηδόνος πλοῖα, διά τοι τὸ ἀπολέσθαι τὸ ὀχύρωμα αὐτῶν, τοῦτ’ ἔστι, τὴν Τύρον. Καὶ ἡ τοῦ πράγματος ἀφορμὴ διὰ τῶν ἤδη παρῳχηκότων εἴρηται σαφῶς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταληφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου. Ἐπετώθαζεν αὐτοῖς Ἱεροσολύμοις ἡ Τύρος, ὡς πεπορθημένοις, καὶ τὰς τοῦ παθεῖν αἰτίας οὐ ταῖς Ἰουδαίων μᾶλλον ἀνετίθει ῥᾳθυμίαις, ὡς προσκεκρουκότων Θεῷ διὰ τῆς εἰς τὸν νόμον, καὶ τὸ αὐτῷ δοκοῦν παροινίας· ἀλλὰ γὰρ ᾠήθη μὴ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν προεστηκότα, τοῦτ’ ἔστι, τὸ τῶν ὅλων Θεόν. Ἥλω καὶ αὐτὴ τοιγαροῦν ταύτης ἕνεκα τῆς αἰτίας, ἰσόχρονον δὲ τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ ὑπέμεινε τὴν ἐρήμωσιν. Ἔτη γὰρ ἑβδομήκοντα διατετελέκασι παρὰ τοῖς Χαλδαίοις, τὸν δυσαχθῆ τῆς δουλείας ἔχοντες ζυγόν.
PG 70:531Ἐκείνῳ τοιγαροῦν τῷ καιρῷ καταλειφθήσεται, τοῦτ’ ἔστιν, ἐρημωθήσεται Τύρος ἀπομενεῖ δὲ κένανδρος, καὶ εἰς τοῦτο παρατενεῖ χρόνου μῆκος ὥστε καὶ δοκεῖν χρόνον εἶναι ζωῆς ἀνθρώπου, ἤγουν βασιλείας, τοῦτ’ ἔστιν, ἔτος ἑβδομηκοστὸν, καθὰ καὶ ὁ μακάριος ψάλλει Δαβίδ· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πόλις, πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Ἡ πολύκοινος καὶ μαχλῶσα γυνὴ, καὶ τὴν τοῦ σώματος ὥραν καταπωλοῦσα τοῖς ἐρασταῖς, ἕως μέν ἐστιν ἡβῶσά τε καὶ νέα, σαγηνεύει πολλοὺς, καὶ παγὶς αὐτὴ καὶ οἱονεὶ θέλγητρον τῶν ὁρώντων ἐστὶ τὸ τοῦ σώματος ἄνθος.
Ἐπειδὰν δὲ παρηβήσῃ, τότε δὴ τότε, καταμαρανθείσης αὐτῇ τῆς ὥρας, ἀπρακτεῖ μὲν ἤδη περὶ τὴν θήραν, ἑτέρῳ δὲ τρόπῳ μέτεισι τὸ δύνασθαι πάλιν ἀθλίων λημμάτων ἐπινοεῖν πορισμούς. Ὠδὴ γὰρ αὐτῇ καὶ μέλος τὸ ἐπιτήδευμα γίνεται· ἐπιγάννυνται γὰρ κιθαριζούσῃ πολλοί. Ἐντεῦθεν αὐτῇ καὶ βραχεῖά τις ἔσθ’ ὅτε τῆς παρελθούσης ζωῆς ἀνάμνησις ἔσται, καὶ τὸ ἐν ἀκμαῖς αὐτῆς κάλλος ἐπαινοῦσι τινές. Τοιοῦτόν τι συμβήσεται τῇ Τυρίων, φησίν. Ἔσται γὰρ ὡς ἆσμα πόρνης ἐπιλελησμένης, καὶ οὐκέτι τὸν ἐν ἀρχαῖς ἔχουσα κόσμον. Ὠδὴ καὶ μέλος ἔσται πολλοῖς. Διαμεμνήσονται γὰρ τῶν πάλαι προςόντων αὐτῇ. Σὺ δὲ, ὦ Τύρος, καθάπερ παλαιά τε καὶ ἀφηβήσασα πόρνη, λάβε κιθάραν, ῥέμβευσον ὡς πόλις γενομένη καθάπερ τις πόρνη ἐπιλελησμένη.
Ἀπομαρανθείσης γὰρ, ὡς ἔφην, τῆς τῶν γυναίων ὥρας, ἐπιλανθάνονται ταύτης καὶ οἱ συνηρπασμένοι ποτὲ, καὶ γεγονότες αὐτῆς ἐρασταί. Καλῶς τοίνυν κιθάρισον, καὶ πολλὰ ᾆσον, ἵνα σου κἂν μνεία γένηται. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης, καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιον τὸ Κυρίῳ, καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι τοῦ Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν, μνημόσυνον ἔναντι τοῦ Κυρίου. Δικαίᾳ ψήφῳ Θεὸς, ἰσόχρονον, ὡς ἔφην, τῇ αἰχμαλωσίᾳ τῶν ἐξ Ἰσραὴλ καὶ τὴν τῶν Τυρίων ἐρήμωσιν ἐποιήσατο. Ἐπειδὴ δὲ Κύρου μετὰ Περσῶν τε καὶ Μήδων κατὰ κράτος ᾑρηκότος τὴν Βαβυλωνίων, ἅπασαν δὲ τὴν Χαλδαίων καταδῃώσαντος χώραν, ἀνείθη μὲν τῆς αἰχμαλωσίας ὁ Ἰσραὴλ, ὑπενόστησε δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, καὶ τὴν ἁγίαν κατῴκηκε πόλιν.
Ἀμνησικάκως δὲ ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς Τυρίων ἀπέστησε τὴν ὀργήν· συγκεκρότηκε δὲ πάλιν, καὶ ἀναπεφοίτηκεν εἰς τὸ ἐν ἀρχαῖς, ἐμπόριόν τε καὶ κατάλυμα γέγονε, καθὰ καὶ πάλαι πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πλὴν ἐπιτήρει τὴν διαφοράν. Πάλαι μὲν γὰρ ὁ ἐκ τῆς ἐμπορίας μισθὸς συνεκομίζετο μόνοις τοῖς ταύτην ἐπιτηδεύουσι, καρποὶ ὅλως παρ’ οὐδενὸς τὸ σύμπαν προσεκομίζοντο τῷ Θεῷ. Ἐπειδὴ δὲ κεκλημένων τῶν ἐθνῶν εἰς τὴν διὰ πίστεως χάριν, ἔγνω καὶ αὐτὴ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, καὶ ναὸς ἅγιος ἐγήγερται παρ’ αὐτοῖς, καὶ θεῖον ἔστη θυσιαστήριον, οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζεται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ’ ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου.
PG 70:533Πάλαι μὲν γὰρ τοὺς τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύρεις δὲ τὰς ἐπ’ αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθίουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ’ οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς οἰκοῦντας ἐν αὐτῇ. Φθάσας ἔφην ὅτι πεπόρθηται μὲν ἡ Ἱερουσαλὴμ, συγκατεδῃώθησαν δὲ αὐτῇ καὶ αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις. Τά γε μὴν κύκλῳ καὶ περίοικα τῶν ἐθνῶν ἐπεμειδίων κειμένῃ, καὶ μονονουχὶ κατασείοντες ἐπ’ αὐτῇ τὰς κεφαλὰς πλατὺ γελῶντες ἔφασκον, τῆς Ἀσσυρίων χειρὸς ἡττᾶσθαι Θεόν· καθάπερ ἀμέλει καὶ ὁ Ῥαψάκης Περσικῆς ἀλαζονείας ἀνάμεστος ὢν, τοῖς ἐν τῷ τείχει καθεζομένοις ἔφασκεν·
Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.6 Οὐκοῦν ἐπειδήπερ ὁμοῦ τοῖς ἐκ Βαβυλῶνος καὶ τὰ ἕτερα τῶν ἐθνῶν τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντες ἔφασκον, οὐ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν πάλαι προεστηκότα, ταύτῃ τοι καὶ σφόδρα εἰκότως καὶ τῶν πεπλημμελημένων καὶ τῆς εἰς τοῦτο δυσσεβοῦς ἀθυροστομίας πραττόμενοι δίκας, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις εἰς ἐρήμωσιν. Καὶ τὴν ἐφ’ ἑκάστῳ τῶν ἐθνῶν ὅρασιν ὁ τῆς προφητείας ἡμῖν ἀφηγήσατο λόγος. Ὑποπεπτώκασι γὰρ τοῖς ἐκ θείας ὀργῆς κινήμασιν, ἀλλόφυλοί τε καὶ Μωαβῖται, Δαμασκηνοί τε καὶ Αἰγύπτιοι, καὶ μὴν καὶ οἱ ἐκ τῆς ἐρήμου, Ἀζώτιοί τε καὶ Ἰδουμαῖοι, Τύρος τε πρὸς τούτοις, τελευταία τε καὶ ἡ Βαβυλὼν, καὶ ἅπασα δὲ τῶν Χαλδαίων ἡ γῆ, καθ’ ὁμοιότητα τῶν ἄλλων ἠρήμωται, Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ κατεξανιστάντος αὐτῆς Ἀσσυρίους τε καὶ Μήδους.
Ἀφηγησάμενος τοίνυν ὁ μακάριος προφήτης τὰ ἑκάστῳ τῶν ὠνομασμένων ἐθνῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διὰ τῶν προκειμένων, μονονουχὶ τοῦ παντὸς λόγου ποιεῖται τὴν ἀνακεφαλαίωσιν, καὶ οἰκουμενικὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομένην. Ταύτῃ τοί φησιν· Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Οὐ γάρ τοι μία καὶ δύο πεπτώκασι πόλεις, κατεφθάρησαν δὲ χῶραί τε καὶ ἔθνη κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Καταφθερεῖ τοίνυν καὶ ἐρημώσει, φησὶ, τὴν οἰκουμένην, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ καὶ ἀναβάλλεται τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διαλανθάνει πως καὶ ὁ τῶν ἀσεβῶν βίος, καὶ οἱονεὶ κέκρυπται τῆς ἑκάστου ζωῆς τὸ πρόσωπον, ἤγουν ἡ ἐμφάνεια.
PG 70:535Ἐπάγοντος δὲ τὴν ὀργὴν καὶ τὴν ἑκάστῳ πρέπουσάν τε καὶ ὀφειλομένην ἐπιτιθέντος κόλασιν ἀπογυμνοῦται τῶν κολαζομένων τὸ πρόσωπον. Ὁποῖοι γάρ τινές εἰσι καὶ γεγόνασιν, ὁ τῆς τιμωρίας διαδείκνυσι τρόπος, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀποδώσει Θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν. Ἐπειδὴ γὰρ οἰκουμένην ὁ προφήτης ὠνόμασεν, ἔφη τε αὐτὴν καταφθαρήσεσθαι· καὶ μὴν καὶ εἰς ἐρημίαν ἐλθεῖν, βούλονταί τινες, ὡς ἐκ μερικῆς ἀγανακτήσεως ἐπὶ τὴν καθ’ ὅλου καὶ κατὰ πάντων μεταφοιτῆσαι τῷ προφήτῃ τὸν λόγον· καὶ δὴ καί φασιν ὅτι τὰ συμβησόμενα τῷ κόσμῳ, καὶ κατὰ τὸν τῆς συντελείας καιρὸν προαφηγεῖται σαφῶς. Χρὴ τοίνυν ἡμᾶς καὶ ταῖς ἐκείνων ἐννοίαις ἕπεσθαι δεῖν ἑλομένους διττὴν ποιεῖσθαι τὴν ἐφ’ ἑκάστῳ τῶν λεγομένων τὴν ἀφήγησιν.
Καταφθαρήσεσθαι τοίνυν τὴν οἰκουμένην φησὶ καὶ ἐρημωθήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῆς ἀποκαλυφθήσεσθαι, φανερουμένων δηλονότι τῶν ἑκάστῳ πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων, διασπερεῖ δὲ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν φέροιτο τῆς ἐννοίας ἡ δύναμις νοήσεις ὅτι τῶν ὠνομασμένων χωρῶν εἰς ἐρημίαν ἐνηνεγμένων, οἱ ἐνοικοῦντες ἐν αὐταῖς, οἱ μὲν διεσπάρησαν, οἱ δὲ καὶ αἰχμάλωτοι γεγονότες τοῖς ἑλοῦσι δεδουλεύκασι, καὶ τὴν ἐνεγκοῦσαν ἀφέντες, μετακεχωρήκασιν εἰς ἑτέρας. Εἰ δὲ ἐπὶ τῆς καθ’ ὅλου κρίσεως, τὸ διασπαρήσεσθαι τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ κατασημαίνειεν ἂν τὸ διαιρεθήσεσθαι, καὶ τοῦτο διδάξει σαφῶς ὁ Σωτὴρ λέγων, ὅτι Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.6 Οὐκοῦν ἀντὶ τοῦ διελεῖν, ἤτοι ἀπομεριεῖν τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, τὸ διασπερεῖ τέθεικεν ἐν αὐτοῖς.
Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ Κύριος, καὶ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων, ὡς ᾧ ὀφείλει. Φθορᾷ καταφθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Κρατούσης εἰρήνης, πᾶσά πως ἀνάγκη καὶ τοῖς καθήκουσι νόμοις, θείοις τε καὶ ἀνθρωπίνοις διοικεῖσθαι καὶ πόλεις καὶ χώρας, καὶ ἀξιωμάτων καὶ ὑπεροχῆς σώζεσθαι τάξεις, ἐῤῥῶσθαί τε καὶ πλουτοῦσι τὸ πλουτεῖν, καὶ τοῖς ἐλευθέροις τὴν ἐλευθερίαν. Εἰ δὲ κατασκήψειαν αἱ τῶν πολεμίων φάλαγγες, καὶ βαρβαρικῆς ὠμότητος ἔργον μένηται πόλις, ἢ χώρα τυχὸν φυρμὸς ἔσται πραγμάτων, καὶ οὐδὲν ἐν τάξει λοιπόν. Φρουδὴ μὲν γὰρ ἱερέων τιμὴ, ἐν ἴσῃ δὲ τάξει παῖς καὶ κύριος, θεράπαινα καὶ κυρία, ὁ ἀγοράζων καὶ ὁ πωλῶν, ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὁ ὀφείλων καὶ ᾧ ὀφείλει· σημαίνεται δὲ διὰ τούτων ὁ πλούσιος καὶ ὁ πένης.
Χωρεῖ γὰρ ἐν ἴσῳ τρόπῳ κατὰ πάντων ἡ φθορὰ, καὶ ἡ προνομὴ, τοῦτ’ ἔστιν, ἡ διαρπαγὴ καὶ ἡ προνόμευσις. Κατασφραγίζει δὲ πρὸς ἀλήθειαν ὁ προφήτης τὸ εἰρημένον ἐπενεγκών· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὅτι δὲ καὶ ἐπὶ τοῦ θείου βήματος ἀπροσωπόληπτόν ἐστι τὸ κρίμα, τίς ὁ μὴ φάναι τολμῶν;
PG 70:537Οὐ γὰρ ἀξιωμάτων ὑπεροχὴ διασώζει τινὰς, εἰ μὴ τῆς ἐννόμου πολιτείας ἀγαθοὺς ἔχοι καρπούς· ὀνίνησι δὲ κατ’ οὐδένα τρόπον ὁ πλοῦτος τοὺς ἐσχηκότας αὐτὸν, ἀλλ’ ἐν ἴσῳ καὶ ἐν τῇ τοιᾷδε τάξει παραστησόμεθα πάντες τῷ κριτῇ, κἂν εἴτε μικρὸς καὶ μέγας, πλούσιός τε καὶ πένης. Οὐδὲ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Τοιοῦτόν τι καὶ ἐν τῷ Ἰὼβ γέγραπται· Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δέδοικε τὸν κύριον αὐτοῦ.6 Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν. Στυγνὸν ἀεί πως ἐστὶ τοῖς πενθοῦσι τὸ σχῆμα, καὶ κατηφείας μεστοὶ οἱ ὀφθαλμοί τε καὶ παρειαὶ, καὶ κατωχριῶν τὸ μέτωπον· πυρὸς γὰρ δίκην τὴν τοῦ ἀνθρώπου καταφλέγει καρδίαν ἡ ἐπί γε τοῖς τεθνεῶσι λύπη.
Τοιοῦτόν τι παθοῦσαν ἔστι καὶ πόλιν ἰδεῖν ἤτοι γῆν τε καὶ χώραν κατειλημμένην ὑπὸ βαρβάρων· στυγνὰ γὰρ τὰ πάντα γίνεται, δαπανηθέντων μὲν ξίφεσι τῶν ἐν αὐταῖς, ἐμπεπρησμένων δὲ οἴκων, καὶ τὰ ἐκ τοῦ πολέμου πεπονθότων βλάβη. Οὕτω νοήσεις πενθῆσαι τὴν γῆν, ἧς τὰ τοιάδε παθούσης παθεῖν ἀναγκαῖον καὶ τοὺς ὑψηλοὺς ἐν αὐτῇ, τοῦτ’ ἔστι, τοὺς περιφανεστέρους. Οὐ γὰρ δὴ μάλιστα, καὶ τιμῆς καὶ πλούτου καὶ τῶν ἄλλων ἐστερημένοι, τῶν ὅσα φιλεῖ τοῖς ἐνδόξοις ἀκολουθεῖν, φορτικωτέραν ἔχουσι τὴν ἐν τοῖς πεπονθόσι λύπην, ἀνομῆσαι δὲ φησὶ τὴν γῆν διὰ τοὺς κατοικοῦντας αὐτήν. Ὀνομάζεται γὰρ, καὶ πόλις ἄνομος, καὶ μέντοι καὶ χώρα πλειστάκις, καίτοι τῆς ἀναισθήτου γῆς οὐκ εἰδυίας τὸ ἀνομεῖν, ἀπὸ δέ γε τῆς τῶν οἰκούντων φαυλότητος ταύτην λαβοῦσαι τὴν κρίσιν.
Ἐκλέξῃ δὲ πάλιν καὶ γενικῶς τὸν λόγον. Εἰ γὰρ καθά φησί τις τῶν ἁγίων μαθητῶν, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα, κατὰ τὸν τῆς συντελείας καιρὸν, στυγνὸν ἔσται τὸ τῆς γῆς πρόσωπον, καὶ τοῖς ἐν πένθει προσεοικός. Ὡς δὲ ἄνομος γῆ, τοῦτ’ ἔστιν, τοῖς ἀνόμοις ὑπηρετήσασα καταπίμπραται. Καινοὺς γὰρ οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον, γράφει δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Διότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν. Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος.
PG 70:539Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κινήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζομένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; Διότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύτῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμελήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πεπόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημμελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρίβον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἐπειδή γε τὸν καθ’ ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούργηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ.
Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.6 Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέγραπται γὰρ, ὅτι Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.6 Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέγονεν. Προσκεκρούκασι γὰρ τῷ Δημιουργῷ διὰ πλείστων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν.
Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, διασωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης· κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ καταλειφθήσονται ὀλίγοι, τοῦτ’ ἔστιν, οἱ διὰ δικαιοσύνης εὐαρεστήσαντες τῷ Θεῷ, καὶ πλοῦτον ἔχοντες τὸν ἐξ ἀγαθῶν ἀνδραγαθημάτων· εὐαρίθμητοι δὲ οὗτοι κατά γε τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.6 Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν· πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν· πέπαυται φωνὴ κιθάρας, ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.
Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. Ἐπῃτιᾶτο πλειστάκις ὁ τῶν ὅλων Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἀφόρητα μὲν πεπλημμεληκότας, ὅτι δὲ κολασθήσονται ταύτῃ τοι προεγνωκότας μὴ μὴν ἑλομένους ἀποκρούεσθαι τὴν ὀργὴν τοῖς μετεγνωκόσι πόνοις. Ἔφη γὰρ ὅτι Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν, καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε καὶ φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.6 Καὶ μὴν δι’ ἑτέρου προφήτου, φησίν·
PG 70:541Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν. Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.6 Οὐκοῦν εἰς πολλὴν ἄγαν ἐξιτηλίαν ἀπονενευκότες ἐτρύφων οὐκ ἐν καιρῷ, καίτοι δέον ἀσχέτοις δακρύοις καταβρέχειν τὴν παρειὰν, καὶ ἀμνηστείαν αἰτεῖν τῶν ἡμαρτημένων, ἐπενήνεκται δικαίως αὐτοῖς τὰ ἐκ τοῦ πολέμου βλάβη· καὶ οἱ πάλαι τρυφῶντες παρ’ ἐλπίδα περιπεπτώκασι συμφοραῖς. Πεπένθηκεν ἡ ἄμπελος, καὶ οὐκ αὐτὸ τὸ φυτὸν, ἀλλ’ οἱ τὸν ἐξ αὐτοῦ πίνοντες καρπὸν, οἱ πάλαι, φησὶν, εὐφραινόμενοι τὴν ψυχὴν κατοιμώξουσι, καὶ ὀλολυγὴ μᾶλλον αὐτοῖς ἔσται τὸ ἐπιτήδευμα.
Πέπαυται γὰρ εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν. Αὐθάδειαν δέ φησι τὴν ὑπεράγαν ὀφρὺν, ἤτοι τὴν ἀλαζονείαν. Καταλήγει δὲ καὶ τὰ ἐκ τοῦ πλούτου φησὶ, καὶ φωνὴ κιθάρας, καὶ πικρὸν τὸ σίκερα τοῖς τρυφῶσι ποτὲ, ἔρημοί τε πόλεις καὶ οἶκοι γεγόνασι. Πέπαυται γὰρ πᾶσα εὐφροσύνη τῆς γῆς, εἰ δὲ δὴ καὶ ἐπ’ αὐτῆς διαλογίζοιτό τις τοῦ αἰῶνος συντελείας, καθ’ ἣν ὁ τῆς κρίσεως ἔσται καιρὸς, ἐρεῖ δὴ πάλιν· ὅτι παρελάσει πᾶσα τῶν ἐν κόσμῳ τρυφὴ, καὶ στεναγμὸς ἔσται μᾶλλον καὶ βρυγμὸς ὀδόντων τῶν εἰς ᾅδου κατοιχησομένων· καὶ ὠφελήσει μὲν ὁ πλοῦτος οὐδὲν τοὺς ἐσχηκότας αὐτὸν, ἀργήσει δὲ πᾶσα τρυφὴ, καὶ πεπαύσεται τὰ σωματικὰ, μᾶλλον δὲ καὶ εἰς πικρὸν τοῖς φιλαμαρτήμοσι ἐκβήσεται τέλος, ἡ τριπόθητος αὐτοῖς φιλοσαρκία ποτέ.
Ἀποτίσουσι γὰρ λόγος τῷ πάντων κριτῇ· ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον. Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτω καλαμηθήσονται αὐτούς· καὶ ἐὰν παύσῃ ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσονται. Δείκνυσι πάλιν ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστάτων παραδειγμάτων τῆς τῶν πολεμίων δυστροπίας τὸ ἀπηνὲς φειδομένων οὐδενὸς, οὔτε μὴν ἀνασχομένων ἄμοιρον τῆς ἐνούσης αὐτοῖς ὠμότητος διαφεῖναι τινά. Ἀκριβεῖ γὰρ ὀφθαλμῷ κατασκέπτονται τὸ φυτὸν, οἱ τὸν ἐκ τῶν ἐλαιῶν ζητοῦντες καρπόν· καὶ εἴ που τι πέσοι, τριποθήτως ἁρπάζουσι, καὶ μέχρι μιᾶς συλλέγουσιν· οὕτω, φησὶν, αὐτοὺς καλαμήσονται, πανωλεθρίᾳ καταφθείροντες οἱ πολέμιοι, κἂν ὁ τρυγητὸς παύσηται, οὗτοι φωνῇ βοήσονται.
PG 70:543Ὡς ἐξ ἔθους δὲ πάλιν τοῦ πράττεσθαι πεφυκότος ἐπὶ ταῖς τοῦ τρυγητοῦ συντελείαις δέχεται καὶ τοῦτο. Οἱ γάρ τοι τρυγῶντες ὅταν εἰς τοῦτο καταλήξειαν πόνων, χαίροντες ἀλαλάζουσι, καὶ ἄγροικόν τινα συνθέντες ᾠδὴν, ἀποφέρονται τῶν χωρίων. Ὅταν τοίνυν, φησὶν, ἅπαντας οἱ πολέμιοι καλαμήσωνται καὶ καταλείψουσι παντελῶς οὐδένα, τότε καθάπερ πεπαυμένου τοῦ τρυγητοῦ, φωνῇ βοήσονται καταλαλάζοντες δηλονότι τῶν κειμένων καὶ πεπτωκόσιν ἐπιγαννύμενοι. Φαμὲν δὴ πάλιν εἰς τὴν ἐσωτάτω βλέποντες ἔννοιαν, ὅτι κατὰ τὸν τῆς κρίσεως καιρὸν οὐδεὶς ἔσται τῶν ἀνοσίως βεβιωκότων ὃς δυνήσηται λαθεῖν. Ἀλλ’ οἱ μὲν πολιτευσάμενοί τε καὶ διαζήσαντες ὀρθῶς καὶ ἐννόμως εἰς τὰ ἄνω βαδιοῦνται μονάς· οἵ γε μὴν βέβηλοί τε καὶ πονηροὶ πυρὸς ἔσονται παμφάγου τροφή.
Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν τοιούτων ἡ συλλογὴ, καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, ἣν ἀναβιβάσαντες, καὶ ἐπὶ τὸν αἰγιαλὸν καθίσαντες συνέλεξαν καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.6 Ἀκριβὴς οὖν ἔσται, φησὶ, τῶν ἀνοσίων ἡ ζήτησις, καταλειφθήσεται δὲ τὸ σύμπαν οὐδεὶς τῶν οὕτως βεβιωκότων· παραδείξει γὰρ ἅπαντας τοῖς εἰς τοῦτο τεταγμένοις ἀγγέλοις ὁ καρδίας εἰδὼς καὶ νεφρούς. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Ἀκριβῆ τὴν κατάσκεψιν ἔσεσθαι λέγων τῶν ἐν ἁμαρτίαις κατειλημμένων, ὡς μηδένα δύνασθαι διαλαθεῖν, οὐκ ἐᾷ καταθραύεσθαι τοῖς εἰς τοῦτο δείμασι τὸν ἀσεβῆ καὶ φιλόθεον.
Κἂν γὰρ εἰ λέγοιτο κατὰ πάντων ἰέναι τὰ ἐξ ὀργῆς, ἀλλ’ οὖν ὁ τῶν ὅλων Θεὸς οὐ διόλλυσι τὸν δίκαιον μετὰ ἀσεβῶν. Καὶ τοῦτο διδάσκει λέγων διὰ φωνῆς Ἰεζεκιήλ· Υἱὲ ἀνθρώπου, γῆν ἐφ’ ᾗ ἐπάγω κρίμα αἵματος, κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, οὖτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.6 Καὶ μὴν καὶ ἑτέρωθι φησὶν ὁ αὐτὸς ἡμῖν προφήτης· τεθεᾶσθαι μὲν ἄνδρα ποδήρη ἐνδεδυμένον, καὶ ζώνην ἔχοντα, καὶ ἓξ ἄνδρας ἐρχομένους ὀπίσω αὐτοῦ· καὶ ἑκάστου φησὶν ὁ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ εἶπεν· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείδεσθε, καὶ μὴ ἐλεήσητε πρεσβύτερον, νεανίσκον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων ἄρξασθε.6 Ἐπειδὴ δὲ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν, τί δή ποτε Νῶέ τε καὶ Ἰὼβ τεθνεώτων ἤδη, τάχα δέ που καὶ αὐτοῦ τοῦ Δανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ’ ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, καταφθειρομένης.
PG 70:545Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐαρεστοῦντας αὐτῷ· τῷ γε μὴν Δανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. Δαπανώσης τοίνυν, φησὶ, τῆς ὀργῆς τοὺς ἐπὶ τῆς γῆς, οὐχὶ μόνης τῆς Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῆς τῶν ἐθνῶν, οἱ καταλειφθέντες καὶ κρίσει δικαίᾳ τοῦ πάντα τὰ καθ’ ἡμᾶς ταλαντεύοντος Θεοῦ διαφυγόντες τὸν ὄλεθρον εὐφρανθήσονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου· ἡσθήσονται γὰρ ἀνασεσωσμένοι διὰ τῆς ἀῤῥήτου δόξης τοῦ τῶν ἁγίων προεστηκότος, καὶ ἀνατειχίζοντος τὸν εὐσεβῆ τῇ παρ’ αὐτοῦ φειδοῖ τε καὶ χάριτι. Προσθήσομεν δὲ τοῖς εἰρημένοις κἀκεῖνο. Κατὰ γάρ τοι τὸν τῆς συντελείας τοῦ παρόντος αἰῶνος καιρὸν, καταπεμφθήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι οἵτινες τῶν ἐκτόπων ἐπιτηδευμάτων γεγόνασιν ἐρασταί.
Οἵ γε μὴν καταλειφθέντες, τοῦτ’ ἔστιν, οἱ δίκαιοι εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, συνέσονται γὰρ τῷ Χριστῷ ὅς ἐστι δόξα τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ αὐτὸς, ὅτι Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.6 Καὶ μὴν καὶ αὐτός που φησὶν ὁ Θεὸς καὶ Πατὴρ τῷ μακαρίῳ Μωσῇ· Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ἦ μὴν ἐμπλησθήσεται τῆς δόξης Κυρίου πᾶσα ἡ γῆ. Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ. Ταραχθήσεται δὲ τὸ ὕδωρ τῆς θαλάσσης. Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. Ὕδωρ καὶ θάλασσαν αἰνιγματωδῶς ὀνομάζει τῶν ἐθνῶν τὴν πληθύν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις τοῦτο δρᾷν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ περί τε τῆς γῆς καὶ τῶν ἐν αὐτῇ φησιν·
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύεται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.6 Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ’ οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασιν ἐνεῖναί φαμεν. Δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷδε τῷ βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἀγίων ἐπιβουλεύων ψυχαῖς. Ὕδωρ τοίνυν θαλάσσης τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν· νήσους δὲ τάχα που τὰς πόλεις.
Καὶ δὴ καὶ ταραχθήσεσθαί φησιν ἅπαντας τοὺς ἐν αὐταῖς, τῆς θείας ὀργῆς ἐπιπηδώσης αὐτοῖς. Τήν γε μὴν τοῦ Χριστοῦ δόξαν ἐν ἁπάσαις ἔσεσθαί φησι κατά τινα τρόπον. Ἐπιγνώσονται δὲ ὅτι τοῖς θείοις νεύμασι πεπόρθηνται δὲ καὶ διολώλασι, καὶ τῷ πάντα ἰσχύοντι διὰ τῆς ἐνούσης αὐτοῖς ἀνοσιότητος οὐ μετρίως προσκεκρουκότες δέδονται πρὸς ἐρήμωσιν. Καταγνώσονται δὲ πάντη τε καὶ πάντως τῶν ἰδίων θεῶν, κατ’ οὐδένα τρόπον ἐπαμυνάντων αὐτοῖς. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, ἢ τὴν τοῦ Κυρίου δόξαν εἰς ὕψος αἴρεσθαι μέγα. Ἔοικε δὲ τῶν προφητικῶν προαγορεύσεων ὁ σκοπὸς μεταφοιτῆσαι λοιπὸν ἐπὶ τὸ Χριστοῦ μυστήριον, καὶ τῆς ἐσομένης δι’ αὐτοῦ σωτηρίας ποιεῖσθαι τὴν ἀνάμνησιν. Οἱ γάρ τοι, φησὶ, καταλειφθέντες ἐπὶ γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου·
PG 70:547Σεσώσμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, καὶ οὐ διὰ τῆς ἐν νόμῳ σκιᾶς δικαιούμενοι.6 Δικαιοῖ γὰρ ἡμᾶς ἥκιστα μὲν ὁ νόμος, ἀπαλλάξει δὲ μᾶλλον πλημμελημάτων ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις, καὶ τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφραίνουσα καταπιαίνει πλουσίως. Προσδοκῶμεν γὰρ ὅτι καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ, ὅς ἐστι δόξα τοῦ Πατρὸς, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ δὲ ἐκ περάτων εἰς πέρατα τῆς ὑπ’ οὐρανὸν, ὁ τῶν ἁγίων ἀποστόλων διαπεφοίτηκε λόγος, μεθιστὰς μὲν τὰ ἔθνη τῆς πολυθέου πλάνης, προςκομίζων δὲ τῇ χάριτι τῇ διὰ Χριστοῦ· τεταράχθαι φησὶ τὸ ὕδωρ τῆς θαλάσσης, τοῦτ’ ἔστι, τοὺς κατὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ λαούς. Ταράττονται δὲ ξενοφωνούμενα, καὶ τῆς μὲν ἀρχαίας ἀπαίροντα πλάνης, μεθορμιζόμενα δὲ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν.
Ταύτῃ τοί φησιν· Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Νήσους δὲ, ὥς γε οἶμαι, φησὶ τὰς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, αἳ καθάπερ ἐν θαλάσσῃ τῷδε τῷ κόσμῳ κείμεναι, τῆς ἐν αὐτῷ τύρβης ἀνέχουσί τε καὶ ὑπερφέρονται Χριστοῦ διασώζοντος, καὶ τοῖς τῶν διωγμῶν κύμασιν οὐκ ἐῶντος αὐτὰς περιθραύεσθαι. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς θάλασσαν ὀνομάζει τὰ ἔθνη, ταύτῃ τοι τοῦ λόγου τροπῇ νουνεχῶς ἑπόμενος, νήσους ὀνομάζει τὰς ἐκκλησίας ἐν αἷς ἡ δόξα τοῦ Θεοῦ θαυμάζεται. Κύριε ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ. Τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς καὶ εὐφραινομένων ἅμα τῇ δόξῃ Κυρίου, καὶ τῶν ἐν αὐταῖς κατοικούντων νήσοις, φημὶ δὴ ταῖς ἐκκλησίαις, εἰσκομίζει τὸ πρόσωπον ὁ προφήτης ἡμῖν ἐν τούτοις, τὸν τῶν ὅλων δοξολογούντων Θεὸν καὶ λεγόντων·
Ἐκ πτερύγων τῆς γῆς ἀκούσατε τέρατα, καὶ πρός γε τούτῳ πεπιστευκότων ὅτι ἔσται τοῖς εὐσεβοῦσιν ἐλπὶς ἀγαθὴ τοῦ δικαιωθήσεσθαι παρ’ αὐτοῦ, καὶ μὴν καὶ πλουσίως μετασχεῖν τῆς ἡμερότητος αὐτοῦ. Πτέρυγας δὲ τῆς γῆς ἐοίκασιν ὀνομάζειν τοὺς ἁγίους μυσταγωγοὺς, ὧν τοῖς λόγοις μονονουχὶ καὶ πτερούμενοι τὰ ἄνω φρονοῦμεν, τῶν ἐπιγείων ἀναπηδῶντες πραγμάτων, καὶ τὸ γεῶδες καὶ σαρκικὸν ἀφέντες φρόνημα τὸ πολίτευμα ἔχομεν ἐν τοῖς οὐρανοῖς. Ἐκ τῶν οὕτω νοουμένων τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν τὰ διὰ Χριστοῦ, φησὶ δηλονότι. Μεμυσταγωγήμεθα γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν συγγράμμασι, καὶ τὰς διὰ τοῦ Σωτῆρος θεοσημείας μανθάνοντες, ἑδραιοτάτην ἔχομεν ἐν αὐτοῖς τὴν πίστιν, τεθαρσήκαμέν τε καὶ ἀρηρότως διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ καλὴ λίαν ἡ τῶν εὐσεβούντων ἐλπίς· προσδοκῶμεν γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὰς τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπισμένας τιμάς τε καὶ δόξας.
Καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον· φόβος καὶ βόθυνος, καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται, ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ἐκ τῆς παγίδος. Τίνες ἐροῦσιν; Οἱ καταλελειμμένοι που πάντως ἐπὶ τῆς γῆς, καὶ εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου, καὶ οἱ κατοικοῦντες τὰς νήσους, ἤτοι τὰς Ἐκκλησίας. Ἐροῦσι δὲ τίσι; Τοῖς ἀθετοῦσι τὸν νόμον, τοῦτ’ ἔστι, τοῖς μὴ πιστεύσασιν. Εἰ γὰρ ἐπίστευον τῷ Μωσῇ, ἐπίστευον ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Ὅρα δὲ ὅπως τὴν πίστιν παραδεξάμενοι, νουθετοῦσιν εὐθὺς τοὺς ἀθετοῦντας τὸν νόμον, καὶ τὸν ἐκ τῆς ἐσομένης ἐπ’ αὐτοῖς κολάσεως ἐπανατείνουσι φόβον, καὶ καταπτοοῦσι τοῖς δείμασι προαπαγγέλλοντες τὰ ἐσόμενα.
PG 70:549Φόβος γὰρ, φησὶ, καὶ βόθυνος καὶ παγὶς, τοῦτ’ ἔστι, πᾶν εἶδος κακῶν ἐφ’ ὑμᾶς, καὶ ἀπόνευσις οὐκ ἔσται τῆς συμφορᾶς. Ἀλλ’ εἰ καί τις τὸ δέ τι διαφύγοι τυχὸν τῶν κακῶν ὑφ’ ἑτέρου ληφθήσεται, καὶ πάντη τε καὶ πάντως ἑνὶ τῶν ἐνηνεγμένων ἁλώσεται κακῶν. Τοῦτο δὲ παθεῖν τοῖς Ἰουδαίοις συμβέβηκε, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, πεπορθημένης αὐτοῖς τῆς χώρας, πόλεών τε καὶ οἴκων κατασεσεισμένων· καὶ μακρὸν ἕκαστα λέγειν εἰδόσι μάλιστα τοῖς τῆς Ἐκκλησίας τροφίμοις. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. Ἔκλινεν καὶ σεισθήσεται ἡ γῆ πᾶσα ὡς ὀπωροφυλάκιον, ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνανται ἀναστῆναι, κατίσχυσε γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία.
Ἀποδίδωσι τὴν αἰτίαν τῶν ἔσεσθαι προαπηγγελμένων, καὶ ὅτι πικραῖς καὶ ἀνεξιτήτοις περιπεσοῦνται συμφοραῖς. Ἔφη γὰρ ὅτι φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς· καὶ ὅτι τὸν βόθυνον εἴ τις διαφύγοι ἁλώσεται ὑπὸ τῆς παγίδος. Ποία τοίνυν ἡ τοῦδε πρόφασις; Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, τοῦτ’ ἔστιν, ἐπεσκέψατο ὁ Θεὸς τοὺς ἐπὶ τῆς γῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ τοῖς εἰωθόσι πλημμελεῖν, οἱονεί πως δοκεῖ καὶ μὴ ἐφορᾷν, κεκλεῖσθαι δὲ μᾶλλον ὁ οὐρανός. Ἐπειδὴ δὲ κατασκέπτεται τῶν ἐπὶ γῆς τὰς ὁδοὺς, τότε δὴ τότε, καθάπερ θυρίδων ἀνεῳγμένων, ἐν ὀφθαλμοῖς ποιεῖται τοὺς ὄντας ἐπὶ τῆς γῆς· ἐπιφέρων δὲ τὰς αἰτίας τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως, θορύβου τὰ πάντα· καὶ δέους ἀναμεστοῖ, καὶ οἷον ἐκ μέθης ἅπαντες οἱ ἐπὶ τῆς γῆς πρὸς πᾶν εἶδος διαῤῥιπτοῦνται κακῶν.
Ἐπενήνεκται δὲ χρησίμως τὸ φάναι καθάπερ τι τῶν ἐν ἀγροῖς ὀπωροφυλακίων σεσαλεῦσθαι τὴν γῆν· τὸ ὅτι κατίσχυσεν ἐπ’ αὐτῆς ἡ ἀνομία. Ἕως μὲν γὰρ φορητὰ πλημμελοῦσιν οἱ ἐπ’ αὐτῆς ἀναδύεται τὰς δίκας, καὶ χαλινοῖ τὴν κίνησιν ὁ τῶν ὅλων Θεός. Ἀσχέτου γε μὴν τῆς ἁπάντων δυσσεβείας γεγενημένης πᾶσά πως ἀνάγκη, καὶ ἐποπτεύεσθαι παρὰ Θεοῦ τὴν γῆν, καὶ κατισχυούσης ἐπ’ αὐτῆς ἀνομίας, μεθύειν τρόπον τινὰ καὶ κραιπαλᾷν, καὶ πρὸς πᾶν εἶδος καταδονεῖσθαι συμφορᾶς. Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. Καὶ συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. Λαμπρὸν καὶ τοῦτο κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς.
Ἔδει γὰρ, ἔδει λοιπὸν ἐπιλάμψαντος τοῦ τῆς δικαιοσύνης ἡλίου, τὸν νοητὸν ἐκεῖνον διασκίδνασθαι σκότον, ὃν ταῖς ἁπάντων καρδίαις ἐνέχεεν ὁ Σατανᾶς. Ἐσκότισε γὰρ τὰ νοήματα τῶν ἀπίστων, κατὰ τὸ γεγραμμένον, καὶ ἀνέπεισε προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἐμερίζοντο γὰρ οἱ πλανώμενοι τὰ τοῦ κόσμου στοιχεῖα. καὶ οἱ μὲν τὸν ἥλιον ἐπεγράφοντο θεὸν, οἱ δὲ τὴν σελήνην, ἕτεροι δὲ τῶν ἀστέρων τῶν καθ’ ἡδονήν. Νενοσήκασι δὲ ταυτηνὶ τὴν δυσσέβειαν καὶ αὐτοὶ τῶν Ἰουδαίων οἱ δῆμοι. Καὶ γοῦν ἔφη που Θεὸς τὰς ὑπὲρ αὐτῶν ἱκετίας ἀναφέροντί ποτε τῷ προφήτῃ Ἱερεμίᾳ· Καὶ σὺ μὴ προςεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Ἦ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ;
PG 70:551Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.6 Καὶ μὴν καὶ δι’ ἑτέρου προφήτου πρὸς αὐτούς φησι· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μωλὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥεφάν· πρὸς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς.6 Ἐπάξει τοίνυν, φησὶν, ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τοῦτ’ ἔστι, διασκεδάσει τοὺς προσκυνοῦντας τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἡλίῳ τέ φημι καὶ σελήνῃ καὶ ἄστροις. Εἰκὸς δὲ δὴ τὴν σύμπασαν εἰδωλολατρείαν ὡς ἐκ μέρους ἐν τούτοις κατονομάζεσθαι.
Πέπαυται γὰρ τὸ προσκυνεῖν τοῖς τοῦ κόσμου στοιχείοις ἀναδειχθέντος Χριστοῦ. Κόσμου δὲ τοῦ οὐρανοῦ καὶ αὐτὸν εἶναι νοοῦντες τὸν τῆς ἁμαρτίας εὑρέτην καὶ πατέρα, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, κατ’ εὐθὺ τάχα που τῆς ἀληθείας ἥξομεν. Εἴρηται γὰρ περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωὶ̈ ἀνατέλλων;6 Ἐπειδὴ δὲ ἅπαξ διάτοι τὴν ἀρχαίαν, καὶ τὴν πρὸ τῆς ἀποπτώσεως αὐτοῦ δόξαν Ἑωσφόρῳ παρεικάζεται, κόσμον αὐτὸν τοῦ οὐρανοῦ καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὀνομάζει λόγος. Ἐπενεχθήσεσθαι δὲ τὴν χεῖρά φησιν, οὐχὶ δὴ μόνῳ τῷ κόσμῳ τοῦ οὐρανοῦ, ἀλλὰ γὰρ καὶ τοῖς βασιλεῦσι τῆς γῆς, τοῦτ’ ἔστι, τοῖς ἐκ τῆς πλεονεξίας κεκρατηκόσι τῆς ὑπ’ οὐρανὸν, δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι.
Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἀποφήναντες προσκυνητὰς τοὺς ἐν αὐτῇ, καὶ τῆς πρὸς Θεὸν ἀγάπης ὀλιγωρῆσαι παντελῶς ἀναπείσαντες. Τούτους τοιγαροῦν τοὺς ἐξ ἀπάτης καὶ ψεύδους καὶ πλεονεξίας κεκρατηκότας ἤγουν βασιλεύσαντας συνάξουσι καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον. Κατέπεμψε γὰρ αὐτοὺς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον τοῦ Σωτῆρος ἡ δύναμις, εἰς τὸ ἄφυκτον ὀχύρωμα. Καὶ γοῦν παρεκάλουν οἱ δαίμονες προσιόντες αὐτῷ, ἵνα μὴ προστάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Προσεπάγει δὲ καί φησιν ὁ προφήτης, ὅτι διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν· τετυραννεύκασι μὲν γὰρ ἀπὸ καταβολῆς κόσμου, καὶ οὐ διαλελοίπασι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ πολεμοῦντες δόξῃ. Παρέτεινε δὲ τὰ τῆς ἀπονοίας αὐτοῖς, καὶ μέχρι τοῦ καιροῦ τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.
PG 70:553Ἐπισκοπῆς δὲ λοιπὸν ἐπ’ αὐτοῖς γενομένης κατεκλείσθησαν εἰς δεσμωτήριον. Πλὴν διὰ πολλῶν τοῦτο πεπόνθασι γενεῶν, τακήσεσθαι δὲ τὴν πλίνθον, καὶ πεσεῖσθαι τὸ τεῖχός φησι, τείχει παρεικάζων τάχα που τὸν Σατανᾶν. Δεινὸς γὰρ εἰς ἀντίστασιν καὶ οἷον πόλις εὐπυργοτάτη· ἀλλ’ ἥλω καὶ πέπτωκε Χριστοῦ κατασείοντος. Οὐ γὰρ ἦν δύνασθαι τὴν ἄμαχον αὐτοῦ διεκδύναι δύναμιν. Ὅτι δὲ καθῃρημένου καὶ πεπτωκότος τοῦ Σατανᾶ, κατηρήμωται τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ κέκληνται διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι πλανώμενοι, μονονουχὶ διαρπαζούσης αὐτοὺς τῆς πανσθενοῦς δεξιᾶς, διδάξει λέγων αὐτὸς ὁ Σωτήρ· Ἢ πῶς δύναται εἰς τὴν οἰκίαν εἰσελθεῖν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπᾶσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;6 Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοὺς ἄγαν ἀλκιμωτάτους, καὶ τείχει καὶ πόλεσι παρεικάζειν, καθάπερ ἀμέλει καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν.
Ἔφη γάρ που Θεός· Ἰδοὺ τεθείκασιν ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσωσί σε καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.6 Διαμεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ, τοὺς πέντε τῶν ἐθνῶν βασιλεῖς κατὰ κράτος ἑλὼν, καὶ νενικηκὼς κατέκλεισεν ἐν σπηλαίῳ, καὶ προσεκύλισε λίθους ἀποφράττων αὐτοῖς τὴν διαδρομήν. Εἰκὼν δὲ ἦν ἀποφράγματος ἀληθοῦς. Κατεκλείσθησαν γὰρ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ τῆς Χριστοῦ ἰσχύος αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις αἱ κατακρατήσασαί ποτε τῆς ὑπ’ οὐρανοῦ. Συγκατηργήθη δὲ αὐτοῖς, καὶ τὸ μέγα καὶ ἄῤῥητόν ποτε τεῖχος, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Κέκληνται δὲ οὕτω διὰ πίστεως οἱ πλανώμενοι πρὸς τὸ εἰδέναι λοιπὸν τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων δημιουργὸν καὶ Θεὸν καὶ Κύριον.
Ἰστέον δὲ ὅτι ταῦτά τινες ἀποφέρουσι καθ’ ἑτέραν διάνοιαν ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, καί φασιν, ὅτι κατὰ τὸν τῆς συντελείας καιρὸν ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Χρῆναι δὲ οἶμαι τοῖς θεωρήμασιν ἑπομένως, καὶ εὖ μάλα συνηρμοσμένως τὰς τῶν προκειμένων ἑκάστοτε διανοίας ἀποπεραίνεσθαι. Ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Σιὼν ἑρμηνεύεται ὑψηλὴ, καὶ σκοπευτήριον, ἤγουν Ἱερουσαλὴμ, ὅρασις εἰρήνης . Σκοπευτήριον οὖν τὸ ἀληθὲς καὶ μὴν καὶ εἰρήνης ὅρασις, εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ Ἐκκλησία Χριστοῦ. Ἐν αὐτῇ γὰρ ἡ τῶν θείων αὐτοῦ μυστηρίων ὑψηλοτάτη κατάσκεψις πράττεσθαι φιλεῖ, καὶ μὴν καὶ ἡ τῆς εἰρήνης ὅρασις. Εἰρήνην δὲ εἶναί φαμεν τὸν Χριστὸν, ὃν ἐκτῆς θεοπνεύστου Γραφῆς ἐπιγινώσκομεν, γεγραφότος περὶ αὐτοῦ πανσόφου Μωσέως, καὶ πρός γε τούτῳ τῶν ἁγίων προφητῶν.

Discourse III (Book III)Λόγος Γʹ (Liber III)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περιῃρημένης τοιγαροῦν τῆς βεβήλου καὶ μυσαρᾶς εἰδωλολατρείας, καὶ ἐκποδὼν γεγονότος τοῦ προσκυνεῖσθαι τὴν κτίσιν, κατακεκλεισμένων δὲ καὶ εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον τῶν ἐκ πλεονεξίας κεκρατηκότων τῆς ὑπ’ οὐρανὸν, κατατετηγμένου τε τοῦ τείχους, καὶ ἐκ βάθρων αὐτῶν κατασεσεισμένου, κατά γε τὰς ἤδη προαποδοθείσας ἐννοίας, βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Πρεσβυτέρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τελείους τὴν φρένα, καὶ οἱονεὶ τὸν νοῦν πεπολιωμένον ἔχοντας, ὡς δύνασθαι κατιδεῖν τοῖς τῆς καρδίας ὄμμασι, τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Τούτοις καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων· Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.6 Ἀλλ’ οἱ γνόντες, θαυμάζουσι καὶ ἀνάπτουσι δόξαν αὐτῷ τὴν θεοπρεπῆ, βασιλέα καὶ Κύριον τῶν ὅλων ὁμολογοῦντες ὑπάρχειν αὐτόν.
PG 70:555Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος εἰς ἅπαν ἐξῃρημένης βεβασίλευκεν ὁ Χριστὸς, διδάξει λέγων αὐτὸς, ὅτε τῆς ἁπάντων ζωῆς ἀντίλυτρον ἑαυτὸν προσεκόμισε τῷ Θεῷ καὶ Πατρὶ, τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομένων σταυρόν· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Οὐκοῦν τοῖς ἰδίοις καθυπέταξε σκήπτροις τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, προεκβεβληκὼς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Τὸ δὲ τῆς ἐκβολῆς ὄνομα, τῆς κατὰ πάντων πλεονεξίας κατασημαίνειν ἔοικε τὴν ἀνατροπήν. ΒΙΒΛΙΟΝ Γ. ΤΟΜΟΙ Ε ΤΟΜΟΣ Α. Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε. Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ’ αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων.
Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγεραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ’ ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγονεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προστιθεὶς τὸ Γένοιτο, Κύριε. Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν Σεσώσμεθα γὰρ ἐν Χριστῷ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτοις τοῦ αἰῶνος καιροῖς,6 καθά φησιν ὁ σοφώτατος Παῦλος·
PG 70:557Οὐ γὰρ νέον, ἢ ἀρτιφανὲς τὸ τοῦ Χριστοῦ μυστήριον, ἀλλὰ προώριστο μὲν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, πεφανέρωταί γε μὴν ἐν καιροῖς ἰδίοις.6 Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ἰσχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν δὲ ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Τῆς ἀληθινῆς καὶ τοῦτο βουλῆς, καὶ τῶν ἀμωμήτων σκεμμάτων τοῦ πάντα ἰσχύοντος Θεοῦ, τὸ κατασεισθῆναι πόλεις ὀχυρὰς, γενέσθαι δὲ καὶ εἰς χῶμα, καὶ οἷον ἐκ βάθρων αὐτῶν ἀναμοχλευθῆναι, καὶ ἐλπίδος ἔξω γενέσθαι, ἧς οὐ δυνήσονται ἀνασφῆλαί ποτε. Οὐ γὰρ μὴ, φησὶν, εἰς τὸν αἰῶνα οἰκοδομηθῇ. Πόλεις δὲ εἶναί φαμεν τὰς κατασεσεισμένας, οὐχὶ δή που πάντως τὰς αἰσθητὰς, ἤγουν ἀνθρώπους τοὺς ἐν αὐταῖς· οἰόμεθα δὲ μᾶλλον ἑκάστην τῶν πονηρῶν, καὶ ἀντικειμένων δυνάμεων, καὶ πρό γε τῶν ἄλλων, ὠνομάσθαι πόλιν τὸν Σατανᾶν, καὶ τοῦτο ἰσχυράν.
Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ πύργοις, καὶ τείχεσιν ἢ καὶ πόλεσιν ἔσθ’ ὅτε παρεικάζειν τοὺς ἄγαν ἀλκιμωτάτους, καθάπερ ἀμέλει καὶ προλαβόντες εἴπομεν, ὅτι τέθειται παρὰ Θεοῦ, καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, ὡς πόλις ὀχυρὰ, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρόν. Ἀναδεδειγμένου δὲ καὶ ἐπιλάμψαντος τῷ κόσμῳ τοῦ Ἐμμανουὴλ, ἀνῄρηται μὲν τῶν ἀντικειμένων δυνάμεων τὸ ἀνόσιον στίφος, ἐξ αὐτῶν δὲ κατεσείσθη βαράθρων [ αλ. βάθρων] ὁ Σατανᾶς, πέπτωκε δὲ οὕτως ὡς ἀτελευτήτῳ περιπεσεῖν ἀσθενείᾳ, καὶ κατ’ οὐδένα καιρὸν ἀναστήσεσθαί τε καὶ ἀνανεῦσαι προσδοκᾷν. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. εὐλογήσουσί σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες·
ἐν Σιὼν, ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Κέκληται μὲν εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας ὁ Ἰσραὴλ, καὶ πεπλούτηκε τὰ παρὰ Θεοῦ. Σέσωσται γὰρ, καὶ τὴν τῆς ἐπαγγελίας κεκληρονόμηκε γῆν. Ἡ δέ γε τῶν ἄλλων ἐθνῶν ἀμέτρητος οὖσα πληθὺς τῶν κατὰ πᾶσάν φημι τὴν ὑπ’ οὐρανὸν, ἀλλότριος παντελῶς τῶν πνευματικῶν, καὶ ἄνωθεν καθειστήκεισαν ἀγαθῶν, ἄγευστοι τῶν παρὰ Θεοῦ χαρισμάτων, γυμνοὶ τρόπον τινὰ καὶ ἀνείμονες, οὐ τὴν θείαν ἀνέχοντες σκέπην, οὐ τὴν ἐξ ὕψους περιβολὴν, οὐ πλοῦτον εἰς νοῦν τὸν ἐξ ἀρετῆς, οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶν ἐπαίνου μεστὰ, καὶ τοῦ παντὸς ἀξιοῦται θαύματος. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἐπέφανεν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξελὼν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὸ τῆς ἀληθείας πεπλουτήκασι φῶς, τῆς παρ’ αὐτοῦ δόξης τὴν μέθεξιν, τῆς εὐαγγελικῆς πολιτείας τὴν μεγαλειότητα τὰς ὑπέρ γε τούτων χαριστηρίους ᾠδὰς ἀναπέμπουσι τῷ Θεῷ καὶ Πατρί.
PG 70:559Οὐκοῦν ἐπειδήπερ, φησὶν, ὦ Δέσποτα, καὶ βουλὴν ἀρχαίαν καὶ ἀληθῆ ἐποίησας ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν τῷ Χριστῷ, καὶ καταφωτίσας μὲν τοὺς ἐν σκότῳ, καθελὼν δὲ τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου· καίτοι καθάπερ τινὰς πόλεις οὕτως ἰσχυρὰς εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, ὅλαι τε πόλεις δοξολογήσουσί σε. Ἁπάσαις γὰρ γέγονας βοηθὸς, καὶ σκέπη τοῖς διὰ πτωχείαν τῶν πατρικῶν ἀγαθῶν ἀφορήτως λελυπημένοις· ἐῤῥύσω τε αὐτοὺς ἀπὸ πονηρῶν ἀνθρώπων. Ἦσαν γὰρ οὕτω καὶ ἐν τῇ Σιὼν ὀλιγοψυχήσαντές τινες, καθάπερ ἀμέλει ἄνθρωποι δεδιψηκότες. Καὶ τάχα που διὰ τούτων ἡμῖν ὁ προφήτης ἐκεῖνο δηλοῖ. Ἦσαν γὰρ, ἦσαν καὶ ἐν τῷ Ἰσραὴλ οἱ τὴν τοῦ Σωτῆρος διψῶντες ἐπιδημίαν, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιθυμοῦντες ἰδεῖν·
ὁποῖός τις ἦν Συμεὼν ὁ δίκαιος, ὅτε τεχθέντα τὸν Ἰησοῦν εἰς χεῖρας λαβὼν ἔφασκε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.6 Καὶ μὴν καὶ ὁ μακάριος Ζαχαρίας ὁ Ἰωάννου πατὴρ ἁγίου Πνεύματος ἔμπλεως γεγονὼς ἐδοξολόγει βοῶν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.
Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.6 Ὁρᾷς ὅπως ἀρχαία καὶ ἀληθινὴ βουλὴ γέγονε τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένη. Τὸ ἀναδειχθῆναί φημι σωτηρίαν τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὃς γέγονε πνεῦμα ἀνθρώπων ἀδικουμένων. Ἀναπεπνεύκασι γὰρ ἐξ ἐχθρῶν, καὶ ἐῤῥύσθησαν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς καὶ παραδέδονται. Καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν τις τὰς τοιαύτας ἐκλάβοι φωνὰς, ἀνθρώπους κεκλῆσθαί φαμεν, τοὺς πάλαι κρατοῦντας τῶν ἐπὶ τῆς γῆς ἀνοσίους δαίμονας, ὧν τὸ ἀσθενὲς εὖ μάλα κατασημαίνεται, διὰ τοῦ καὶ ἀνθρώπους αὐτοὺς ὀνομάζεσθαι. Εἰκὸς δὲ δή που καὶ τοὺς παρ’ αὐτοῖς ψευδοδιδασκάλους, καὶ τοὺς καλουμένους ἱερομύστας, ἢ καὶ ποιητὰς καὶ λογάδας, καὶ τοῖς παρ’ Ἕλλησι τετιμημένης εὐγλωττίας εὑρετὰς ἀνθρώπους κεκλῆσθαι πονηροὺς, ὡς διὰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας τοῖς τῆς ἀπωλείας ἐνιέντας τέλμασι τοὺς ἀπατωμένους.
Εἰ δὲ δὴ περὶ τῶν ἐξ Ἰσραὴλ λέγοιτο ταυτὶ, πονηροὺς ἀνθρώπους εἶναί φαμεν τοὺς καθηγεῖσθαι λαχόντας, Γραμματέας τέ φημι καὶ Φαρισαίους· οἳ τὴν τῆς ἱεροσύνης ἔχοντες δόξαν, καὶ τὴν ἐντεῦθεν εὔκλειάν τε ὁμοῦ καὶ δυναστείαν ἀνειμμένοι τὴν κλεῖδα τῆς γνώσεως ἔλαβον. Καὶ οὔτε αὐτοὶ πεπιστεύκασιν, οὔτε μὴν ἑτέρους συγκεχωρήκασι τοῦτο δρᾷν·
PG 70:561παραδέδονται δὲ τοῖς μὲν ἐν νόμῳ καθηγηταῖς οἱ ὑπὸ χεῖρα λαοὶ, τοῖς γε μὴν ἀκαθάρτοις δαίμοσιν οἱ πλανώμενοι, Θεοῦ παθεῖν αὐτοὺς τὴν παράδοσιν ἐπιτρέψαντος, καθάπερ ἀμέλει καὶ εἰς ἀδόκιμον νοῦν παραδίδονταί τινες ἀναξίους ἑαυτοὺς ἀποφήναντες τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὔτη ἐπὶ πάντα τὰ ἔθνη. Προειρηκὼς ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ὡς ἐξ ὁμοιότητος τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων μυστικὴν ἐξυφαίνει διάνοιαν· ὑψηλὴ γὰρ καὶ σκοπευτήριον ἡ Σιὼν, ὅρασις μὲν γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται.
Ἀμφότερα δέ ἐστι ταῦτα κατὰ ἀλήθειαν, ἡ Ἐκκλησία Χριστοῦ· ὑψηλὴ γὰρ καὶ περίοπτος, καὶ οἷον ἐν ὄρει κειμένη. Καὶ καθ’ ἕτερον δὲ τρόπον ὑψηλὴ νοεῖται πρὸς ἡμῶν, χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, καὶ τῶν γηί̈νων πραγμάτων ἀνῴκισται λίαν. Γέγραπται γὰρ ὅτι Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.6 Ὑψηλὰ δὲ ὁμοίως καὶ τὰ ἐν αὐτῇ θεῖά τε καὶ ἀληθῆ δόγματα. Περὶ Θεοῦ γὰρ ὁ λόγος, ἤτοι περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἰσχνὸς καὶ ἀπεξεσμένος καὶ εἰς μόνην τετραμμένος τὴν ἀλήθειαν. Ὁρᾶται δὲ πάλιν ἐν αὐτῇ ὁ Χριστὸς ὅς ἐστιν εἰρήνη. Ποιήσει τοίνυν, φησὶ, Κύριος Σαβαὼθ, καὶ οὔτι που μόνοις τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀγαπητοῖς διὰ τοὺς πατέρας καὶ ἐξειλεγμένοις, ἀλλὰ γὰρ πᾶσι τοῖς ἔθνεσι, τουτέστι, τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν.
Ποιήσει δὲ τί; Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Ἔοικε δὲ διὰ μὲν τῆς εὐφροσύνης ὑποδηλοῦν τὸ ἱλαρὸν ἐν ἐλπίδι, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ· συμβασιλεύομεν γὰρ αὐτῷ, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ἀποκερδαίνοντες ἁπάσης εἴσω θυμηδίας ἐσόμεθα. Διὰ δέ γε τοῦ οἴνου, τὴν μυστικὴν εὐλογίαν ὑποδηλοῦν, καὶ τῆς ἀναιμάκτου θυσίας τὸν τρόπον, ἣν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀποπληροῦν εἰθίσμεθα. Τὸ δέ γε μῦρον ἡμῖν κατασημήνειεν εὖ μάλα τὴν τοῦ ἁγίου Πνεύματος χρίσιν. Γράφει γὰρ ὁ σοφὸς Ἰωάννης· Καὶ ὑμεῖς χρίσμα ἔχετε ὑπὸ τοῦ Ἁγίου· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.6 Καταχριόμεθα γὰρ μύρῳ κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος, σύμβολον τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος τὸ χρίσμα ποιούμενοι.
PG 70:563Ἀλλὰ ταυτὶ δὴ πάντα, φησὶ, παράδος τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ πάλαι νόμος, καὶ ἡ κατ’ αὐτὸν λατρεία διακονηθεῖσα δι’ ἀγγέλων οὐ πᾶσιν ἁπλῶς ἐδόθη τοῖς ἔθνεσιν· ἀλλ’ ἑνὶ καὶ μόνῳ τῷ ἐξ αἵματος Ἰσραήλ, Ἡ δὲ ἐν Χριστῷ χάρις, καὶ ἡ διὰ πίστεως κλῆσις, ἁγιασμός τε πρὸς τούτοις ὁ διὰ τοῦ Πνεύματος, καὶ αὐτὸ δὲ τὸ μυστήριον διὰ βουλῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ πάντα γέγονε τὰ ἔθνη. Χριστὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν τοῦ Ἁγίου φωνήν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπὶ καιροῦ σφόδρα καὶ ἀναγκαίως τῇ τοῦ μυστηρίου παραδόσει, καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος.
Ταύτῃ τοι καὶ ἐν καιρῷ τοῦ ἁγίου βαπτίσματος τῆς πίστεως ποιούμενοι τὴν ὁμολογίαν, καὶ τῆς σαρκὸς τὴν ἀνάστασιν προσδοκῶμεν ἔσεσθαι, καὶ οὕτω πιστεύομεν. Ὁ τοίνυν θάνατος κατίσχυσε μὲν τοῦ προπάτορος ἡμῶν Ἀδὰμ διὰ τὴν παράβασιν, καὶ ὥσπερ τι θηρίον ὠμόν τε καὶ ἀπηνὲς ἐπιπηδῆσαν ἥρπασε. Θρῆνοί τε λοιπὸν ἐντεῦθεν, καὶ οἰμωγαὶ, καὶ δάκρυον, καὶ τὸ ἐπὶ τοῖς τεθνεῶσι πένθος, κεκρατήκασι τῶν ἐπὶ τῆς γῆς. Πέπαυταί γε μὴν ἐν Χριστῷ. Τριήμερος γὰρ ἀνεβίω πατήσας τὸν θάνατον, καὶ ὁδὸς γεγονὼς τῇ ἀνθρωπίνῃ φύσει πρὸς τὸ διακρούσασθαι δεῖν τὴν φθοράν. Γέγονε γὰρ πρωτότοκος τῶν νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων. Ἕψεται δὲ πάντως τῇ ἀπαρχῇ, καὶ πρώτῳ τὸ μετ’ αὐτὴν, τοῦτ’ ἔστιν, ἡμεῖς. Ἐστράφη τοίνυν τὸ πάθος εἰς χαρὰν, καὶ διεῤῥάγη μὲν ὁ σάκκος· περιεζώσμεθα δὲ τὴν θεόσδοτον εὐφροσύνην, ὡς χαίροντας λέγειν·
Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, φησίν.6 Οὐκοῦν ἀφῄρηται πᾶν δάκρυον· πιστεύοντες γὰρ ὅτι πάντη τε καὶ πάντως ἐγείρει τοὺς νεκροὺς ὁ Χριστὸς οὐ δακρυῤῥοοῦμεν ἐπ’ αὐτοῖς, οὔτε μὲν εἰς ἀκράτους καταβαίνομεν λύπας, καθάπερ καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δὲ τοῦ λαοῦ κατονομάζειν ἔοικεν αὐτὸν τὸν θάνατον, ὡς γένεσιν ἔχοντα τῆς καθ’ ἡμῶν ἐφόδου τὴν παράβασιν. Ἤγουν τάχα που τὴν ἁμαρτίαν δι’ ἣν εἰσβέβηκεν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου κράτος κεκυρίευκε τῶν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ τὸ τῆς ἀναστάσεως μυστήριον οὐκ εὐπαράδεκτόν ἐστι τοῖς πολλοῖς, ἀπιστεῖσθαι δὲ ἦν εἰκὸς διά τοι τὴν ἐν αὐτῷ μεγαλουργησίαν, προσεπήνεγκεν ὁ μακάριος προφήτης, ὅτι τὸ στόμα Κυρίου ἐλάλησεν.
Εἶτα τίς ὁ φάναι τολμῶν, ὡς ψευδοεπήσει ὁ Θεὸς, καὶ οὐχὶ πάντη καὶ πάντως ἐκτελευτήσει πρὸς ἀλήθειαν τὸ ἐπηγγελμένον; Οὐρανὸς γὰρ καὶ ἡ γῆ, φησὶ, παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.6 Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἀγαλλιασόμεθα· καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Ἐπιγνώσεσθε, φησὶ, τὸν ποτίζοντα μὲν εὐφροσύνην, καὶ πρός γε τούτῳ καὶ οἶνον, καταχρίοντα δὲ καὶ μύρῳ τοὺς ἐν τῇ νοητῇ Σιών· ἐπιγνώσεσθε δὲ ὅτι Θεὸς κατὰ ἀλήθειάν ἐστι, καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν Υἱὸς, καὶ εἰ ἐν τοῦ δούλου φαίνοιτο μορφῇ, τῆς ἁπάντων γέγονε σωτηρίας καὶ ζωῆς ἄνθρωπος γεγονὼς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς, δίχα μόνης ἁμαρτίας.
PG 70:565Μονονουχὶ γὰρ καὶ χεῖρα, φησὶ, προτείνοντες ἐροῦσιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Οἶμαι δὲ ἔγωγε τοῦτόν γε μάλιστα τὸν λόγον ἀνῆρθαι πρέπειν τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ ταῖς Μωσαϊκαῖς ἐντεθραμμένοι φωναῖς καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις οὐκ ἠγνοηκότες, προσεδόκουν ἀφίξεσθαι κατὰ καιρὸν Σωτῆρα, καὶ Λυτρωτὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν ὡς ἤδη προεῖπον, Ζαχαρίας μὲν ὁ Ἰωάννου πατὴρ προφητεύων ἐν πνεύματι λελάληκε περὶ τοῦ Χριστοῦ, ὅτι Κέρας ἐγήγερται τῷ λαῷ σωτηρίας.6 Καὶ Συμεὼν ὁμοίως εἰς χεῖρας ἑλὼν τὸ ἅγιον Βρέφος· Εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.6 Ἐπιγνόντες τοίνυν τὸν πάλαι προηγγελμένον, τὴν ἁπάντων ἐλπίδα τὸν Σωτῆρα καὶ Λυτρωτὴν ἐροῦσι, φησίν·
Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Προσομολογήσουσι δὲ ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καί μοι πάλιν ὄρος οἴου λέγεσθαι τὴν Ἐκκλησίαν, δέδοται γὰρ ἡ ἀνάπαυσις ἐν αὐτῇ. Ἀκηκόαμεν γὰρ Χριστοῦ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.6 Ἀπεφορτισάμεθα γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν. Ἀνεπαυσάμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον δειμάτων ἀπηλλαγμένοι τῶν ἐπί γέ φημι τὸ χρῆναι κολάζεσθαι, καὶ τὰς ἐπὶ τοῖς πλημμελήμασιν ἀποτίσαι δίκας. Καὶ οὐ μέχρι τούτων ἡ εἰς ἡμᾶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε χάρις· προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἡ κτῆσις μακρὰ καὶ ἀκήρατος ζωὴ, καὶ παντὸς τοῦ καταλυπεῖν εἰωθότος ἡ ἀπόστασις.
Γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.6 Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, καὶ ἐν ἀμήτῳ. Καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν, ἐφ’ ἂ τὰς χεῖρας ἐπέβαλε. Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ μεταβήσεται ἕως τοῦ ἐδάφους. Βαθὺς ἀεί πώς ἐστι τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τὴν εἴσω τε καὶ κεκρυμμένην διέρπει τρίβον. Χρὴ δὴ οὖν ἄρα μὴ τὸ ἐξωφανὲς τοῦ γράμματος πάντη τε καὶ πάντως ἀληθὲς εἶναι νομίζειν, κατασκέπτεσθαι δὲ μᾶλλον τὸν οἱονεί πως ἐγκεχωσμένον τῷ γράμματι νοῦν. Μωαβῖται τοίνυν ὅμοροι μὲν ἦσαν τοῖς Ἰουδαίοις, ἀτοπώτατα δὲ διετέθησαν πρὸς ἀπάτην, καὶ πρός γε τὸ χρῆναι ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις.
Ὅτι τοίνυν ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ κεκλημένων τῶν ἐθνῶν εἰς τὸ σεπτὸν καὶ θεῖον αὐτοῦ μυστήριον, ἡγιασμένων τε διὰ τῆς πίστεως, ἡ βδελυρὰ καὶ ἀκάθαρτος εἰδωλολατρία πάντη τε καὶ πάντως ἐκ μέσου γενήσεσθαι, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ· δέδωκε γὰρ ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· διδάσκει λέγων, πατηθήσεσθαι τὴν Μωαβῖτιν, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις. Φαμὲν δὲ δηλοῦν ἐν τούτοις αὐτὸν, ἢ τὴν Μωαβῖτιν λατρείαν, ἤγουν ἐκ μιᾶς χώρας τῆς εἰδωλολατρούσης ἅπαν δέχεσθαι τὸ παράδειγμα, κατὰ πάσης, ὡς ἔφην, τῆς εἰδωλολατρίας ἐκτεινομένου τοῦ λόγου. Οὐκοῦν καταπατηθήσεται, φησὶ, καθάπερ ποσὶν ἁλοώντων ὑποκειμένη. Ἀνήσει δὲ καὶ τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι.
PG 70:567Τίς ἀνήσει τὰς χεῖρας; Ὁ τῆς εἰδωλολατρίας εὑρετὴς, ὁ συνέχων τὴν ἀπάτην, καὶ ἀποβουκολήσας Θεοῦ τὸν ἄνθρωπον, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Ἀνήσει γὰρ τὰς χεῖρας αὐτοῦ, τοῦτ’ ἔστιν, ἐκλυθήσεται πᾶσα ἡ δύναμις αὐτοῦ, καὶ ἐνέργεια πρακτική· ἐνεργείας γὰρ εἰς τύπον αἱ χεῖρες λαμβάνονται. Ὥσπερ γὰρ αὐτὸς ἐταπείνωσε τοὺς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἀπολέσαι σύμπαντας, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον ταπεινώσει Χριστὸς τὴν ὕβριν αὐτοῦ, τοῦτ’ ἔστι, τὴν ἀφόρητον πλεονεξίαν ᾗ κατὰ πάντων ἐχρήσατο, μονονουχὶ τὰς χεῖρας ἐπάγων, καὶ σκήπτροις ἰδίοις ὑποφέρων ἐκ πλεονεξίας τοὺς ἐπ’ ἔργοις ἀγαθοῖς ἐκτισμένους παρὰ Θεοῦ. Εἶτα μέτεισιν ὁ λόγος τῷ προφήτῃ πάλιν. Ὡς πρὸς αὐτὴν τὴν Μωαβῖτιν, ἤτοι τὴν βέβηλον εἰδωλολατρίαν, καί φησιν·
ὅτι Τὸ ὕψος τῆς καταφυγῆς τοῖχον τὸ ταπεινούμενον αὐτὸν εἶναί φαμεν τὸν τῆς εἰδωλολατρίας καὶ τῆς ἀπάτης προεστηκότα, καὶ οἷον ἀνατειχίζοντα αὐτὴν, καὶ συνέχοντα πρὸς τὸ συνεστάναι. Ἀλλὰ πεσεῖται, φησί. Καταβαλεῖ γὰρ αὐτὸ Χριστὸς, καὶ καταβιβάσει μέχρις ἐδάφους, τοῦτ’ ἔστιν, εἰς τὸ παντελὲς, καὶ ὁρῶμεν διὰ πραγμάτων εἰς πέρας ἐκβεβηκὸς τὸ προηγγελμένον. Πεπτώκασι γὰρ τεμένη. καὶ τὰ ἐν σηκοῖς ἅπαντα γέγονεν ἐκποδών. Βωμοὶ δὲ οὐκέτι καὶ θυσίαι, καὶ γοητεῖαι, καὶ οἱ τὰ τῆς ἀπάτης ἐπιτηδεύοντες παίγνια. Πέπαυται δὲ πάντα διὰ Χριστὸν, καὶ ἀνατέταλκε τοῖς ἐπὶ τῆς γῆς τῆς ἀληθείας τὸ φῶς καὶ ὁ τῆς δικαιοσύνης ἀνισχόμενος ἥλιος τὰς τῶν πιστευόντων εἰς αὐτὸν καταφαιδρύνων καρδίας. Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας λέγοντες·
Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. Καταπατηθείσης γὰρ τῆς Μωαβίτιδος, τοῦτ’ ἔστιν, ἀνῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν οἱ τῆς ἀπάτης ἀπηλλαγμένοι, καὶ πρὸς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, τὸν τῆς διανοίας ἀνευρύνοντες ὀφθαλμὸν ἐπιγνώσονται μὲν, φησὶ, τὸν τῶν ὅλων δημιουργὸν καὶ Κύριον Σωτῆρα καὶ Λυτρωτὴν, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸν δι’ ἡμᾶς καθιγμένον ἐν τοῖς καθ’ ἡμᾶς. Ὠδὴν δὲ αὐτὴν καὶ μέλος καθάπερ ἐκ λύρας ἀνακρουόμενοι δοξολογοῦντες ἐροῦσιν· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν. Καὶ γάρ ἐστιν ἀληθῶς οἷά τις πόλις εὐπυργοτάτη καὶ ἀνάλωτος παντελῶς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἤγουν ἡ εἰς αὐτὸν ἐλπίς.
PG 70:569Δέχεται γὰρ τοὺς φεύγοντας τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ ἀνασώζει λαβών. Ταύτῃ τοι καὶ ἔφασκεν, ὅτι Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἁρπάσει τις ἐκ τῆς χειρός μου αὐτά.6 Πόλις τοιγαροῦν ὀχυρὰ, καὶ σωτήριος, ὁ πάντων Σωτὴρ, πόλις δὲ ἔχουσα τεῖχος καὶ περιέχουσα τεῖχος, τοῦτ’ ἔστι, πᾶσαν ἀσφάλειαν. Αἱ γάρ τοι τῶν πόλεων εὖ μάλα τετειχισμέναι, καὶ οὐχ ἁπλῆν ἔχουσι τὴν περιβολὴν, ὠχύρωνται δὲ πρὸς τῷ μεγάλῳ τείχει, καὶ ἑτέρῳ προτειχίσματι. Εἰκὸς δὲ δὴ πάλιν τοὺς τὴν ᾠδὴν ἀναφέροντας περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας εἰπεῖν, τὸ, Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· διέζωσται γὰρ καθάπερ τείχει τινὶ διπλῷ ταῖς τε παρὰ τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· καὶ μέν τοι τῇ ἄνωθεν καὶ παρὰ Θεοῦ ὅς ἐστι περίτειχος.
Καὶ γὰρ αὐτῶν ἐστιν ἡ ἰσχὺς τῶν ἁγίων πνευμάτων, ἐπείπερ ἐστὶν αὐτός τε καὶ μόνος ὁ τῶν ὅλων δυνάμεων Κύριος. Ἰστέον δὲ ὅτι παρὰ τοῖς ἱεροῖς Γράμμασι Ἰούδας ἔσθ’ ὅτε κατωνόμασται Χριστὸς, ὡς ἐκ φυλῆς γεγονὼς τῆς Ἰούδα, κατά γε τὴν Ἰακὼβ φωνὴν λέγοντος· Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου.6 Ἐπὶ γῆς οὖν Ἰούδα τὸ μελῳδούμενον. Χριστοῦ γὰρ πόλις ἡ Ἐκκλησία. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Ὡς ἐπεγνωκότων ἤδη τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διωμολογηκότων τε, ὅτι πόλις ἔσται ὀχυρὰ καὶ σωτήριος, τεῖχος ἔχουσα καὶ περίτειχος, λοιπὸν ἀναγκαίως τοῖς ἁγίοις μυσταγωγοῖς, ἀποστόλοις τέ φημι καὶ εὐαγγελισταῖς διακελεύεται, λέγον τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ προφήτου φωνῆς·
Ἀνοίξατε πύλας· τοῦτ’ ἔστιν, ἀνευρύνατε τοῖς ἐθέλουσι τὴν διὰ πίστεως εἰσβολὴν, τὴν διὰ τῆς ἀμωμήτου μυσταγωγίας δρομὴν, καὶ εἰσίτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. Τὸ γὰρ θεῖον καὶ εὐαγγελικὸν, καὶ σωτήριον κήρυγμα διδάσκει μὲν τοὺς πιστεύοντας τὴν ὑπὲρ νόμον δικαιοσύνην, βεβαίους δὲ εἶναι πρὸς ἀληθείας τήρησιν. Οὐ γὰρ ἔτι τὴν ἐν τύποις καὶ σκιαῖς εἰσφέρει λατρείαν, καθάπερ ἀμέλει καὶ ὁ παλαιὸς νόμος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ τοῦτό ἐστιν ἡ ἀλήθεια. Ἐπιλαμβάνεται δὲ ἀληθείας. Ἐφεῖται γὰρ, ὡς ἔφην, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν διὰ Χριστοῦ ὅς ἐστιν ἡ ἀλήθεια. Φυλάττονται δὲ καὶ εἰρήνην. Πῶς ἢ τίνα τρόπον; Εἰσδεχθεὶς γὰρ ὅλως παρὰ Χριστοῦ, καὶ τὴν ἀρχαίαν ἐκείνην καταλύσαι ἔχθραν· διειστήκει γὰρ αὐτοῦ πλανώμενος· ἀκλόνητος ἔσται προσκυνητής.
Καὶ τοῦτο πληροῦν ἡμᾶς ὁ μακάριος Παῦλος ἀναπείθει γράφων· Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.6 Ἐμαχόμεθα γὰρ τῷ Θεῷ τῇ κτίσει λατρεύοντες καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ἐνεχόμενοι. Φίλοι δὲ καὶ εἰρηνικοὶ χρηματίζομεν αὐτῷ καὶ μόνῳ λέγοντες· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν, καὶ πρός γε τούτῳ τῆς ἐξαιρέτου ζωῆς καὶ εὐαγγελικῆς πολιτείας οἷά τινα στέφανον ἀναδησάμενοι, τὰ αὐχήματα περὶ τῶν τοιούτων εἰκότως ἂν λέγοιτο διὰ τῆς τῶν ἁγίων φωνῆς πρὸς Θεὸν, ὅτι Ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Οὐ γὰρ καταλήξουσι τῆς εἰς Θεὸν ἐλπίδος, διηνεκῶς δὲ μᾶλλον ἐπ’ αὐτῷ καυχήσονται. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως ἐδάφους.
PG 70:571Καὶ πατήσουσιν αὐτὰς πόδες πρᾳέων, καὶ ταπεινῶν ἴχνη. Ἐπὶ πράγμασι τοῖς ἄγαν τεθαυμασμένοις, ἀνακομίζειν ἔθος τοῖς ἁγίοις προφήταις τὰ χαριστήρια τῷ πάντων κρατοῦντι Θεῷ, καὶ οἷον ἀνασκιρτᾷν ἐκ περιχαρείας. Γνησιότητος δὲ τῆς εἰς ἄκρον ἐπίδειξις ἐναργὴς γένοιτ’ ἂν τὸ χρῆμα αὐτοῖς. Χαίρουσι γὰρ λίαν κατευρυνομένην ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν καὶ τοὺς ταύτῃ βασκαίνοντας ἐκ μέσου γεγενημένους· φημὶ δὴ τοὺς ἀκαθάρτους δαίμονας, καὶ πρός γε τούτοις τὸν Σατανᾶν· οὓς καὶ πόλεσιν ὀχυραῖς παρεικάζει, καὶ κατοικεῖν ἐν ὑψηλοῖς διεβεβαιώσατο. Φρόνημα γὰρ ἐν αὐτοῖς ὑψηλόν πως ἀεὶ καὶ ὑπέρογκον, ὥστε καὶ αὐτῆς τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι χειρὸς, οἴεσθαί τε προσκεκρουκότας ἀγρίως, ἀδικηθήσεσθαι μὲν οὐδὲν, βασιλεύειν δὲ διὰ παντὸς τῶν ἐπὶ τῆς γῆς.
Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ’ ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ τὸ ἕως ἐδάφους. Δέδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν Δεσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.6 Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ·
Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.6 Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.6 Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Ὁ μακάριος προφήτης Ἱερεμίας, τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης διαμέμνηται, λέγων τοῖς ἀληθείας ἐρασταῖς·
PG 70:573Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.6 Τρίβοι μὲν γὰρ καὶ ὁδοὶ Κυρίου τῶν ἁγίων προφητῶν οἱ λόγοι, καὶ τῆς διὰ Μωσέως ἐντολῆς, ἡ ὡς ἐν σκιᾷ καὶ τύποις προαγόρευσις μυστηρίου τοῦ κατὰ Χριστόν. Ταυτασὶ τοιγαροῦν τὰς τρίβους διερευνώμενοι μανθάνομεν τὴν ὁδὸν τὴν ἀγαθὴν, τοῦτ’ ἔστι, τὴν ἐν Χριστῷ πολιτείαν· βαδίσαντες ἐν αὐτῇ ταῖς ἑαυτῶν ψυχαῖς, τὸν ἀληθῆ καὶ διὰ πνεύματος ἁγνισμὸν εὑρήσομεν. Εὐθεῖαν τοίνυν φησὶ γενέσθαι τῶν εὐσεβῶν τὴν ὁδὸν, πῶς γὰρ οὐκ εὐθεία καὶ ἄτραχυς, καὶ οὐδὲν ἔχουσα παντελῶς ἄναντες, ὅτε τὸ ῥῆμα τῆς πίστεως λέγοντες δικαιούμεθα, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦμεν κάθαρσιν;
Εὐθεῖα δὲ καὶ ἑτέρως ἡ τῶν εὐσεβούντων ὁδός. Ἀνῃρημένων γὰρ τῶν ἐχθρῶν, καὶ καθῃρημένης τῆς τοῦ διαβόλου πλεονεξίας καὶ πάσης δυσχερείας ἐψιλωμένης, τί τὸ ἀνθεστηκὸς ἔτι, καὶ παραλύειν δυνάμενον τῆς εὐσεβείας τοὺς ἐραστάς; Θέα δὲ ὅπως καταλειανθείσης τῆς τῶν εὐσεβούντων ὁδοῦ τρόπον τινὰ τῶν ἐν τύποις καὶ σκιαῖς ἀνατροπὴν ἔσεσθαί φησι. Ἐπιφέρει γὰρ οὐχ ἁπλῶς, τὸ, Ἡ ὁδὸς Κυρίου κρίσις· τουτέστιν, οὐ μόσχων προσαγωγαὶ, οὐ προβάτων σφαγαὶ, οὐ πόπανα καὶ λιβανωτοί· κρίσις δὲ μᾶλλον, τοῦτ’ ἔστι, δικαιοσύνη. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ τῷ τῆς κρίσεως ὀνόματι τὴν δικαιοσύνην ὑποδηλοῦν. Καθάπερ ἀμέλει καὶ ὁ μακάριος Δαβίδ· Τιμὴ, φησὶ, βασιλέως κρίσιν ἀγαπᾷ,6 τοῦτ’ ἔστιν, τὴν δικαιοσύνην· ἐν τιμῇ γὰρ τῇ παρὰ Θεῷ καὶ ἀνθρώποις πᾶσά ἐστι βασιλεία φιλοῦσα δικαιοσύνην.
Οὐκοῦν ἡ ὁδὸς Κυρίου κρίσις. Χαίροντας δὲ λίαν εἰσκομίζει πάλιν τοὺς τὴν εὐθεῖαν ταύτην βαδιουμένους ὁδόν· φασὶ γὰρ, ὅτι Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Πᾶσα γὰρ ἡμῶν ἡ ἐλπὶς εἰς Χριστὸν, οὗ καὶ ἀεὶ μεμνήμεθα, ταύτην ἔχοντες τὴν ἐπιθυμίαν, ὅτι καὶ δι’ αὐτῆς σεσώσμεθα. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ, τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρόν· ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν· φῶς δὲ ἀληθινὸν τὸ Εὐαγγέλιον τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ὃ καὶ τῆς ἁπανταχοῦ γῆς μαθεῖν ἐγκελεύεται. Καὶ γὰρ οὐκ ἀπὸ φύσεώς φησι τὸ μαθεῖν, ὥσπερ τὸ βλέπειν ἢ τὸ βαδίζειν, ἀλλ’ ἀπὸ σπουδῆς καὶ ἐπιμελείας.
Ὁ δὲ μὴ μαθὼν ἐκ ζώντων ἀρθήσεται, καὶ τὴν δόξαν Χριστοῦ οὐκ ὄψεται. Οἱ λέγοντες· Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν προσεπάγουσιν ἀναγκαίως καὶ τοῦτο. Τὸν γάρ τοι θεῖον εἰς νοῦν εἰσοικισάμενοι φωτισμὸν, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν σκότον ἀποπεμψάμενοι, καὶ τὴν τῆς ἁμαρτίας ἀχλὺν κατηφανισμένην ὁρῶντες, ἀναφέρουσιν ᾠδὰς τὰς χαριστηρίους, καθάπερ ἐκ νυκτὸς, καὶ σκότους ὀρθρίζειν λέγοντες, οἷον διαυγαζούσης ἐν αὐταῖς τῆς νοητῆς ἡμέρας, καὶ ἑωσφόρου λοιπὸν ἀνατέλλοντος ἐν ταῖς καρδίαις αὐτῶν, καθὰ γέγραπται. Τοῖς τοιούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησιν· Οἱ ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.6 Καὶ μὴν καὶ ἑτέρωθι· Οὐ γάρ ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλὰ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.6 Καταλαμπρύνεται γὰρ τῶν πιστευόντων ὁ νοῦς τοῖς εὐαγγελικοῖς θεσπίσμασι.
PG 70:575Ταύτῃ τοί φησι καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.6 Ἀχλύϊ μὲν γὰρ οἱονεί πως καὶ κατασκιάσμασι τοῖς ἀπό γέ φημι τοῦ γράμματος, ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεπαχύνετο νόμος. Ἐν δέ γε τοῖς εὐαγγελικοῖς κηρύγμασι γυμνὸν καὶ διαφανὲς τὸ τῆς ἀληθείας ἐκφαίνεται κάλλος, καὶ καταφαιδρύνει τὸν νοῦν ταῖς τῶν εὐσεβούντων διανοίαις φωτὸς δίκην εἰσχεόμενον. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἔφη που ὁ Θεὸς διὰ φωνῆς προφήτου· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.6 Ὅρα δὴ οὖν ὅπως ἐν τούτοις ἡμῖν ὁ λόγος μυσταγωγὸν ὥσπερ τινὰ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν αὐτὸν εἰσκομίζει γεγονότα Χριστόν.
Ἔδει γὰρ, ἔδει τοῖς ἄπαξ ἐπεγνωκόσιν, ὅτι φῶς εἰσι τὰ προστάγματα αὐτοῦ ἐπὶ τῆς γῆς, τὴν τοῦ συμφέροντος εἴδησιν ἐνίεσθαι παρ’ αὐτοῦ. Ὦ τοίνυν, φησὶν, οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς μάθετε δικαιοσύνην.6 Ἔοικε δὲ τοῦτο τῷ διὰ φωνῆς τοῦ Δαβίδ· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.6 Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λίνον ὅλην σεσαγήνευκε τὴν ὑπ’ οὐρανόν. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν συμβουλεύει, λέγων, ὅτι Χρὴ μανθάνειν αὐτοὺς, τὴν δι’ αὐτοῦ λαληθεῖσαν δικαιοσύνην, τοῦτ’ ἔστι, τὴν εὐαγγελικήν. Ὅτι δὲ τὸ ἀπειθεῖν τοῖς παρ’ αὐτοῦ λόγοις οὐκ ἀζήμιον, προσεπάγει καί φησι·
Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ, οἰχήσεται γὰρ, φησὶν, εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ οἷον ἀποσβεσθήσεται. Τοῦτο γὰρ οἶμαι τὸ Πέπαυται δηλοῦν. Πᾶς εἴ τις μὴ προσδέξηται τῆς δικαιοσύνης τῆς εὐαγγελικῆς τὴν εἴδησιν, καὶ ὃς ἂν μὴ ποιήσῃ τὴν ἀλήθειαν. Ἀλήθειαν δὲ πάλιν ἐν τούτοις τῆς ἐν Χριστῷ πολιτείας ἀποκαλεῖ τὴν δύναμιν, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐκ ἦν ἀλήθεια. Χριστὸς δὲ καὶ τὰ αὐτοῦ θεσπίσματα νοοῖτ’ ἂν εἰκότως δικαιοσύνη καὶ ἀλήθεια. Οἶμαι δὲ δεῖν κἀκεῖνο εἰπεῖν, Γέγονεν ἡμῖν παρὰ τοῦ Πατρὸς δικαιοσύνη Χριστὸς, ἔστι δὲ πρὸς τούτῳ καὶ ἀλήθεια.
PG 70:577Μάθετε τοίνυν τὴν δικαιοσύνην, φησὶ, καὶ τὴν ἀλήθειαν· τοῦτ’ ἔστιν, ἐπίγνωτε τὸν ἀληθῶς Υἱὸν καὶ τὸν ὅλων δημιουργὸν καὶ Κύριον. Ἀρθήσεται γὰρ καὶ ἐκ μέσου γενήσεται πᾶς ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τοιοῦτόν ἐστι τὸ δι’ αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων δήμοις προσπεφωνημένον· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.6 Καὶ πάλιν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὅνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ·6 Ὁ δὲ ἅπαξ κατακεκριμένος, καὶ ταῖς ἰδίαις ἐναποθανὼν ἁμαρτίαις, πῶς ἂν ἴδοι τὴν δόξαν Κυρίου. Οὐ γὰρ συνέσται Χριστῷ, καὶ τῆς παρ’ αὐτοῦ δόξης κατ’ οὐδένα τρόπον μετεσχηκὼς, τὸν τῶν ἁγίων οὐκ ὄψεται κλῆρον.
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἀπειλοῦντος Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, καὶ τοῖς μὴ ποιοῦσι τὴν ἀλήθειαν· κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους εἰς ἀνάμησιν ὁ προφήτης ἔρχεται τῆς τοῦ Ἰσραὴλ ἀγνοίας τε ἅμα καὶ ἀπειθείας. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς Θεὸς Λόγος, ὁ παναλκὴς τοῦ Πατρὸς βραχίων, δι’ οὗ τὰ πάντα προήχθη πρὸς γένεσιν, ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων ἑαυτὸν καθῆκεν εἰς ἑκούσιον κένωσιν, καὶ τεταπείνωκεν ἑαυτὸν, καθὰ γέγραπται, γενόμενος ἄνθρωπος, ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἑαυτόν· καὶ εἰργάζετο μὲν τὰ ὑπὲρ λόγον, καὶ διὰ τῆς τῶν δρωμένων μεγαλοπρεπείας, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἠξίου γνωρίζεσθαι, λέγων·
Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.6 Εἰ δὲ καί τοι τῶν οὕτω τεθαυμασμένων θεωροὶ γεγονότες, καὶ τῶν παρ’ αὐτοῦ λόγων αὐτήκοοι, σκληροὶ καὶ ἀνουθέτητοι μεμενήκασι, μᾶλλον δὲ καὶ ἀπύλωτον ἐσχήκασι στόμα. Τετολμήκασι γὰρ Σαμαρείτην, καὶ μέθυσον καὶ τέκτονος υἱὸν, καὶ τὰ ἔτι τούτων ἀπηχέστερα δυσσεβοῦντες εἰπεῖν. Ταῦτα τοίνυν διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας προεγνωκὼς ὁ προφήτης ποιεῖται τοὺς λόγους πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καί φησι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Τῇ μὲν γὰρ ἀξίᾳ τῆς ἰδίας ὑπεροχῆς, καὶ ὡς ἐν δόξῃ τῇ θεοπρεπεῖ, μέγας καὶ ὑψηλός· καὶ μέν τοι καὶ παναλκής ἐστιν ὁ βραχίων τοῦ Πατρὸς, τοῦτ’ ἔστιν, ὁ δι’ οὗ τὰ πάντα γέγονε Θεὸς Λόγος.
Ἐπειδὴ δὲ ὤφθη μετὰ σαρκὸς ἠγνοήκασιν αὐτοῦ τὴν δόξαν. Πλὴν αἰσχυνθήσονται, φησὶν, εἰ μάθοιεν αὐτὸν ὄντα δηλονότι τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον. Ἔμαθον δὲ τίνα τρόπον; Αὐτοὶ μὲν γὰρ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἀπεκτείνασι, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἠρνήσαντο, καθάπερ φησὶν ὁ θεσπέσιος Πέτρος. Ἐπειδὴ δὲ τὰ τοῦ θανάτου δεσμὰ διαῤῥήξας τριήμερος ἀνεβίω Χριστὸς, καὶ τοῦτο ἐγνώκασιν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, τότε δὴ, τότε καὶ κατῃσχύνθησαν, καὶ γοῦν δεδιότες μὴ ἄρα πως ἔκπυστον εἰς ἅπαντας τὸ τῆς ἀναστάσεως γένοιτο μυστήριον, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις, καθὰ γέγραπται· ἵνα εἴπωσιν ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν.6 Αἰσχυνθήσονται δὲ καὶ καθ’ ἕτερον τρόπον. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἀγγέλων, τότε καὶ ἐντροπὴν ἕξουσι τὴν ἀμήρυτον, υἱοὶ μὲν ὄντες του νυμφῶνος διὰ τοὺς πατέρας, αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, πεμπόμενοι δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον.
PG 70:579Ἀπαίδευτον τοίνυν εἰκότως ὀνομάζει λαὸν, καὶ ὅτι ζῆλος αὐτοὺς λήψεται, φησὶ, καὶ ὅτι πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ ἀπόπεμπτοι γεγόνασιν αὐτοὶ, καὶ ἐκβέβληνται τῆς εἰς Χριστὸν ἐλπίδος, καὶ ἀπεδείχθησαν μὲν ἀλλότριοι τῶν ἐπαγγελιῶν, προσελήφθη δὲ τὰ ἔθνη, ταύτῃ τοι κατατρύχονται τῷ ζήλῳ, καὶ οἷον ὑπὸ πυρὸς δαπανώμενοι, τοῦ τῆς βασκανίας δηλονότι διατελοῦσιν οἱ δείλαιοι. Γέγραπταί τι τοιοῦτον καὶ ἐν ᾠδαῖς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς· παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.
Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμένοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύτῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαί̈ας πρόςεισι λέγων· Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.6 Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειωτάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι’ αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι’ οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς.
Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ Δεσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρήνην ἔχουσι πρὸς αὐτόν. Ἀλλ’ ἔστι τὸ χρῆμα θεόσδοτον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμενον. Δὸς τοίνυν ἡμῖν, ὦ Δέσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,6 οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ.
PG 70:581Ταύτῃ τοι σοφῶς ἐπενήνεκται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρηνεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. Δεῖ γὰρ αὐτὸν ὀνομάζειν μόνον, ὅτι καὶ μόνος ἐστὶν ἐφ’ ἡμᾶς φύσει τε καὶ ἀληθείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν.6 Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς.
Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ παντελῶς οὐδένα, λέγοντές τε διὰ τοῦτο, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, συνείρουσιν ἀναγκαίως, τὸ, ὅτι Οἱ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ἐκτός σου δὴ πάλιν. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος ζωογονεῖ τὰ πάντα, καὶ ἐν αὐτῷ κινούμεθα, καί ἐσμεν. Ἀλλ’ οὐδὲ ἰατροὶ, φησὶν, οὐ μὴ ἀναστήσωσιν· ἑπομένου καὶ τούτῳ τοῦ ἐκτός σου δηλονότι. Πάντα γὰρ ἡμῖν παρὰ Θεοῦ, καὶ αὐτοῖς ἐποίησεν ἐκ γῆς φάρμακα, κατὰ τὸ γεγραμμένον. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ γράμμα, φημὶ, καὶ τὸν πρόχειρόν τε καὶ εἰς τοὐμφανὲς λόγον, ἡ τῶν ἐννοιῶν ἀπόδοσις ἔχοι ἂν ὀρθῶς ὧδέ γε, καὶ οὐχ ἑτέρως. Ἐπειδὴ δὲ χρὴ κατὰ νοῦν ἰέναι τὸν λόγον, καὶ τῆς προφητικῆς ἀκριβείας ἀπογυμνοῦν τὸν σκοπὸν, ἐκεῖνό φαμεν ἀναγκαίως· νεκροί τινές εἰσι καὶ οὐχὶ δὴ πάντως κατὰ τὴν σάρκα, νενεκρωμένοι δὲ μᾶλλον ὑπὸ φιληδονίας κοσμικῆς, καὶ ζωὴν οὐκ ἔχοντες τὴν ἁγίαν τὴν ἐν Χριστῷ τε καὶ ἀγγελικήν.
Ἀλλ’ ἐκτός σου, φησὶν, οἱ τοιοῦτοι, οὐκ ἂν μεταλάχοιεν τῆς ζωῆς, ἤτοι τῆς ζωοποιούσης χάριτος. Ἐκτός σου δὲ πάλιν οἱ τῶν ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν οἷοί τε τοὺς ἐναλόντας αὐτοῖς, οἱ καὶ ἰατροὶ πνευματικοὶ νοοῖντ’ ἂν εἰκότως· οὐκ ἄν τινα τῶν ἠῤῥωστηκότων ἀναστήσειαν. Ἰατροὺς δέ φαμεν πνευματικοὺς εἶναι, τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστάς· οἳ διὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἐν πνεύματι χορηγίας τὸν ἰᾶσθαι δυνάμενον καταπλουτοῦντες λόγον θεραπεύουσι τοὺς τετραυματισμένους ὑπό τε τῆς ἁμαρτίας, καὶ τῆς τοῦ διαβόλου σκαιότητος. Εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑπαινίττεσθαι λόγον· ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰσοσθενῆ καὶ ἰσοκλεᾶ τῷ Φύσαντι καταδεικνὺς ἑαυτὸν ἀνίστη μὲν ἐκ μνημάτων τοὺς νεκροὺς, τοὺς δὲ ἐν ἐσχάταις ὄντας ἰᾶτο νόσοις.
Ἀλλὰ καίτοι τῶν οὕτω παραδόξων ἀποτελεστὴς γεγονὼς οὐ τετίμηται παρὰ τῶν τεθεαμένων· ἐδίωκόν τε καὶ οὕτως αὐτὸν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, καὶ διδάσκαλοι. Ἐπειδὴ τοίνυν ἐκτός σού φησιν, οὐκ ἂν ἴδοιεν ζωὴν οἱ νεκροὶ, σὺ γὰρ εἶ καὶ μόνος ὁ ζωοποιεῖν δυνάμενος, οὐδ’ ἂν ἀναστήσειεν ἐκ μνημάτων ἰατρὸς, οὓς ἀνέστησας αὐτός· ἠπίστησαν δὲ καὶ μετὰ τοῦτο ἔτι, καὶ ἀκαθέκτως λελυττήκασιν, οὓς ἦν εἰκὸς, καὶ πρό γε τῶν ἄλλων ἔσεσθαι πιστούς· διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἐπήγαγες γὰρ τὴν ὀργὴν αὐτοῖς, ἣ καὶ ἀπέκειρεν ἀναγκαίως οὐκ ἄρδην ἅπαντα τὸν Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· ἀλλὰ πᾶν ἄρσεν αὐτῶν, τοῦτ’ ἔστι, τὸ ἡγούμενον τάγμα. Ἡγεμονικώτατον γὰρ ὡς πρός γε τὸ θῆλυ τὸ ἄρσεν.
PG 70:583Ἄῤῥενας δὲ ἀποκαλεῖ ἴσως τοὺς οἱονεὶ νεανικωτέρους τῶν Ἰουδαίων, οὐ κατὰ τὴν τοῦ σώματος εὐρωστίαν, κατὰ τὴν γνῶσιν δὲ μᾶλλον τῶν νομικῶν ἐνταλμάτων, τοιοῦτόν ἐστι τὸ πρὸς ἕνα τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς.6 Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμοὺς, ὅτι δὲ τὸ προὖχόν τε καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· Οὐαὶ ὑμῖν, Γραμματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.6 Καὶ πάλιν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.6 Κολάζεται τοίνυν εἰκότως τὸ ἄρσεν, τοῦτ’ ἔστι, τὸ ἐν ὑπεροχῇ καὶ τίμιον.
Καὶ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ τότε ἧκον εἰς εἴδησιν τὴν κατὰ τὸν νόμον, οἷς καὶ προστεθῆναι βούλεται κακά. Οὐ γὰρ μόνον ἀποπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος ἐμπαροινήσαντες τῷ Χριστῷ, ἀλλὰ γὰρ καὶ τῷ λιμῷ δεδαπάνηνται, καὶ ταῖς ἐντεῦθεν περιπεπτώκασι συμφοραῖς, καταδῃωθείσης αὐτῶν τῆς χώρας, καὶ ἀνατετραμμένης εἰς ἅπαν. Οὓς δὲ εἴρηκεν ἄῤῥενας, τούτους καὶ ἐνδόξους ἀποκαλεῖ ὡς διαπρέποντας δηλονότι, καὶ ὑπερκειμένους τῶν ἄλλων, διάτοι τὸ κατεστέφθαι τοῖς τῆς ἱερωσύνης αὐχήμασιν. Τὸ πᾶν ἄρσεν αὐτῶν θεόδοτον, καὶ σύμμαχον, κακὰ δὲ τὰ κακωτικά φησιν, ἤτοι τὰς θεηλάτους ὀργὰς, λιμοὺς, λοιμοὺς, πολέμους, καὶ τὰ τούτοις ὅμοια. Ἐνδόξους δὲ τοὺς ἐν κακοῖς περιφανεῖς, καὶ ἐν δυναστείαις περιβοήτους.
Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐκ πολλῆς ἄγαν φιλοθείας ὁ μακάριος προφήτης κεκινημένος κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων εἰρηκώς τε ὅτι Πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς, ἵνα μή τις εἶναι νομίζηται τραχύς τε καὶ ἀπηνὴς οὐ κατοικτείρεσθαι μᾶλλον παρακαλῶν τοὺς ἡμαρτηκότας, ἀλλ’ ἐν θλίψει γενέσθαι καὶ κακοῖς, ἐπήνεγκεν ἀναγκαίως τὸ πεφυκὸς ἅπασι συμβαίνειν, φημὶ δὲ τὸ ἐν θλίψει καὶ ἀνάγκαις διαμεμνῆσθαι φιλεῖν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τὸ μὲν γὰρ τῆς εὐθυμίας πλάτος ἀνίησιν ἔσθ’ ὅτε πρὸς καταφρόνησιν, καὶ οὐδ’ ὅσον εἰπεῖν αἰσθάνεσθαι τῶν πλημμελημάτων αὐτοὺς ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας εἰς τοῦτο γνώμης κατολισθήσαντας.
Συνελαύνει δὲ ὥσπερ ἡ θλίψις πρὸς Θεὸν, καὶ εἰς ἐπίγνωσιν ἀναφέρει τῶν διεπταισμένων. Οὐκοῦν ταύτης ἕνεκα τῆς αἰτίας, φησὶν, ἔφην ὅτι, Πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, ἐπείπερ ἐστὶ κοινὸν ἅπασι τότε δὴ μάλιστά σε ποιεῖσθαι διὰ μνήμης, καὶ τὰ σὰ βουλεύεσθαι, καὶ φρονεῖν, ὅταν συμφοραῖς κοινωνήσωσιν. Ἐν γὰρ θλίψει μικρᾷ παιδευόμεθα, οὐκ ἄκρατον οὐδὲ εἰς ἅπαν ἀπηνῆ τὴν τιμωρίαν ἐπάγοντος τοῦ Θεοῦ, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν.
PG 70:585Οὐκοῦν οὐ μισοῦντος ἦν τοὺς ἡμαρτηκότας τὸ θλίψιν ἐπάγεσθαι παρακαλεῖν αὐτοῖς, ἀγαπῶντος δὲ μᾶλλον καὶ παιδεύεσθαι παρακαλοῦντος αὐτούς· ἵνα ἐπείπερ ἐκ προαιρέσεως ἰδίας καρπὸν οὐκ ἐσχήκασι τὴν εὐσέβειαν, κἂν γοῦν ὡς ἐξ ἀνάγκης περιτρέποιντο πρὸς τοῦτο τῆς θείας ὀργῆς εἰς αἴσθησιν κεκλημένοι. Τοιοῦτον, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ὀρθῶς εἰρημένον· Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.6 Ἀλλ’ ἐκεῖνοι μὲν ἀφόρητα πεπλημμεληκότες, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ περιπεσοῦνται τῇ θλίψει. Ἡμεῖς δὲ οἱ σοὶ καὶ τὰ σὰ φρονοῦντες καὶ λέγοντες διετέθημεν οὐχ ἑτέρως ἐπὶ τῷ ἀγαπητῷ σου, τοῦτ’ ἔστι, τῷ Υἱῷ· καθάπερ ἀμέλει, καὶ ὠδίνουσα γυνὴ μονονουχὶ κατακεκραγότες τῶν ἀτιμαζόντων αὐτῶν ὀδυνόμενοί τε διὰ τοῦτο λίαν, καὶ πλείστην ὅσην τῶν ἀπειθούντων αὐτῷ ποιούμενοι τὴν καταβολήν.
Ἔστι δ’ ἀληθὲς ὅ φασι. καὶ γοῦν αὐτὸς ὁ μακάριος Ἡσαί̈ας ταῖς Ἰουδαίων ἀθυροστομίαις ἐπιτιμῶν, ἃς πεποίηνται κατὰ Χριστοῦ· Ὑμεῖς δὲ,6 φησὶ, προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι· σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;6 Καὶ μὴν καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτῶν πού φησιν· Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸ νῶτον αὐτῶν διὰ παντὸς σύγκαψον.6 Πλεῖστοί τε ὅσοι πρὸς τοῦτο παρὰ τῶν ἁγίων προφητῶν γεγόνασι λόγοι κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς, διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν. Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς.
Οἱ λέγοντες, ἐκ φιλοθεί̈ας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατρὸς, δῆλον δὲ ὅτι τῷ Υἱῷ, καθάπερ ὠδίνουσα γυνὴ, τῇ τοῦ λόγου τροπῇ νουνεχῶς ἐμμένοντες, ὠδινῆσαί τέ φασι καὶ μὴν καὶ εἰληφέναι κατὰ γαστρὸς, καὶ τῆς σωτηρίας τὸ πνεῦμα τεκεῖν ἐπὶ γῆς. Πρέπει δ’ ἂν, ὡς ἔφην, ὁ τοιοῦτος λόγος προφήταις τε καὶ ἁγίοις ἀποστόλοις τε καὶ εὐαγγελισταῖς οἳ τῆς ἄνωθεν μυσταγωγίας καταπλουτοῦντες τὴν χορηγίαν καὶ οἷόν τινας νοητοὺς δεχόμενοι σπερματικοὺς ἐκτετόκασι τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, τοῦτ’ ἕστι, τὴν ἐν πνεύματι διδασκαλίαν, ἣ καὶ ζωῆς ἐστι τῆς εἰς αἰῶνας πρόξενος. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ πνεῦμα πλειστάκις ὀνομάζειν τάς τινων συγγραφάς. Καὶ γοῦν δοκιμάζετε,6 φησὶ, τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.6 Ἀεὶ γὰρ ἐν ἁγίῳ Πνεύματι τὸ σωτήριον λαλεῖται κήρυγμα, ἤγουν ἐν πνεύματι κοσμικῷ τὰ ὅσαπέρ ἐστι τῇ ἀληθείᾳ μαχόμενα.
PG 70:587Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἁγίων· Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.6 Πνεῦμα τοίνυν σωτηρίας τὸ εὐαγγελικὸν ἀποκαλοῦσι κήρυγμα. Ἀποφέρει γὰρ εἰς ἀμήρυτον ζωὴν καὶ εἰς μακραίωνα βίον. Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Ἀξιάγαστος ἀληθῶς τῶν ἁγίων ἡ νῆψις. Ἐννοοῦσι γὰρ ἀεί πως τὸ ἀντιτετάχθαι δοκοῦν, οἷς ἂν πρὸς ἡμᾶς ποιοῖντο λόγοις. Οὐκοῦν ἐπειδήπερ πνεῦμα σωτήριον ἀποτεκεῖν ἔφασκον τοῖς ἐπὶ τῆς γῆς, κατισχύοντα δὲ καὶ μετὰ τοῦτο ἔτι τῶν ἐπὶ γῆς ὁρῶσι τὸν θάνατον, οἱονεί τινος λέγοντος·
Τίς ἡ ὄνησις τῶν θείων ἡμῖν κηρυγμάτων; ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; πίπτουσι γὰρ οἱ ἐπὶ τῆς γῆς· ἀντεπάγουσιν ἀναγκαίως τὴν ἀπολογίαν, καὶ δὴ καί φασιν, Ἀναστήσονται οἱ νεκροὶ, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, πλὴν ἀνεβίω τριήμερος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ῥίζα τῶν δι’ αὐτοῦ μεταπλαττομένων εἰς ζωὴν, καὶ οἷον ἀρχὴ τῆς ἀνθρώπου φύσεως ἀποδυομένης τὴν φθοράν· καὶ πεπλουτήκαμεν μὲν ἐν ἀκλονήτοις ἐλπίσι τὴν εἰς αἰῶνα ζωήν. Ἄραρε δὲ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσονται μὲν οἱ νεκροὶ, καταργηθήσεται δὲ εἰσάπαν τοῦ θανάτου τὸ κράτος· πλὴν οὔπω παρόντος τοῦ καιροῦ καθ’ ὃν ἡ ἀνάστασις· ὑποπίπτει τέως ἡ ἀνθρώπου φύσις, τῷ τεθνάναι δεῖν.
Καὶ τὸν ἐν Χριστῷ τέως ἠσθενηκότα, καὶ ἐν ἡμῖν τε αὐτοῖς ἐσόμενον ἀσθενῆ κατὰ καιροὺς ὑπομένει θάνατον. Ἆρ’ οὖν ἐκεῖνο, φησὶ, τοῖς παρ’ ἡμῶν ἀντιτετάξεται λόγοις, ἤγουν σωτηρίοις κηρύγμασι, τὸ πίπτειν ἔτι τοὺς ἐπὶ τῆς γῆς; Καὶ τί τοῦτό ἐστι; παντελῶς οὐδέν. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ τὰ ἐν γῇ καὶ μνημείοις σώματα παλινδρομήσει πρὸς ζωήν. Καὶ τίς ἂν γένοιτο τοῦδε δὴ πάλιν ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστι. Καὶ δρόσον ἐν τούτοις ἀποκαλεῖν ἐγνώκασι τὴν ζωοποιὸν τοῦ πνεύματος ἐνέργειάν τε καὶ δύναμιν, δι’ ἧς ἐγερθήσεσθαι τοὺς νεκροὺς ὁ μακάριος ἔφη Δαβίδ. Ψάλλει γάρ που πρὸς Θεὸν, καί φησιν· Ἀποστρέψαντος γάρ σου τὸ πρόςωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
PG 70:589Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.6 Δρόσος οὖν ἄρα ζωοποιὸς τὸ Πνεῦμα παρὰ Πατρὸς δι’ Υἱοῦ, καὶ αὐτοῖς τοῖς ἐκ γῆς σώμασιν ἐνιεῖσα τὴν ἀφθαρσίαν. Ἀλλ’ οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται, ἡ δέ γε τῶν δεδυσσεβηκότων γῆ πεσεῖται, καὶ τοῦτο παθεῖν συνέβη τῇ τῶν Ἰουδαίων χώρᾳ· πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ εἰς τοὺς ἁγίους μυσταγωγοὺς, καίτοι τὸ τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ τῆς γῆς. Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.
Τὸ τοῦ Θεοῦ πρόσωπον ἐν τούτοις ἡμῖν εἰσκομίζεται τῶν ἁγίων τὸν νοῦν ἐπαλείφοντος εἰς τὸ θληπαθές. Ἐπειδὴ γὰρ ἔμελλον, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν τὸ τῆς σωτηρίας ποιοῦντες πνεῦμα, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν ἱερουργοῦντες κήρυγμα, δεινοῖς τε καὶ ἀφορήτοις πειρασμοῖς περιπεσεῖσθαι, καὶ αὐτὸν δὲ τὸν ἐπὶ ψυχῇ καὶ αἵματι κίνδυνον ὑπομεῖναι· ταύτῃτοι καὶ μάλα εἰκότως κατανεανιεύεσθαι φιλεῖν τῶν τοιούτων αὐτοὺς ἀναπείθει, λέγων· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου. Εὐφυέστατα δὲ καὶ εὐφήμως ἄγαν ἀποκαλεῖ τὰ ταμιεῖα τάχα που τὰ ἐν τῇ γῇ μνήματα· καὶ δὴ καὶ ἐν ἴσῳ τοῖς ἀληθῶς ἀποκρυπτομένοις ἀποκλείει τὰς θύρας, καὶ διαλανθάνει ἀνέχεσθαι βραχὺ, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.
Εἴρηται μὲν γὰρ τῇ τοῦ γένους ἀρχῇ, τοῦτ’ ἔστι, τῷ Ἀδάμ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·6 καὶ ἐπάρατος ἦν διὰ τὴν παράβασιν ἡ ἀνθρώπου φύσις· ταύτῃτοι καὶ ὑπενήνεκται τῇ φθορᾷ. Λυθήσεται δὲ τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα. Καὶ τοῦτο εἰς ἅπαν κατὰ τὸν τῆς συντελείας καιρὸν καταργουμένου θανάτου, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀνῃρημένης, καὶ τῆς ἁμαρτίας ἐκβεβοθρωμένης. Οὐκοῦν ἀποκρύβηθι, φησὶν, ὦ λαός μου, καὶ ἀνάσχου βραχὺ καὶ ὅσον ὅσον, ἕως ἂν ὁ ἐξ ὀργῆς Κυρίου θάνατος παρελάσῃ, καὶ ὁ τῆς ἁπάντων ἀναστάσεως ἀναδειχθείη καιρός. Εἰ γὰρ καὶ πάθῃς, φησὶ, τὸ τεθνάναι τυχὸν, τῆς τῶν μισούντων σκαιότητος ἐπιῤῥιπτούσης καὶ τοῦτο τοῖς ἁγίοις μυσταγωγοῖς, ἀλλ’ οὖν ὁ πάντων Δεσπότης ἐποίσει τὴν κόλασιν τοῖς ἀνῃρηκόσιν ἁγίους.
PG 70:591Ἐπάγει γὰρ ἀπὸ τοῦ ἁγίου Κύριος τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὅμοιον τοῦτό ἐστιν ἐκείνῳ· Καὶ ἔβρεξε γὰρ Κύριος παρὰ Κυρίου ἐπὶ Σόδωμα πῦρ καὶ θεῖον.6 Οὐκοῦν ὁ Υἱὸς ἀπὸ τοῦ ἁγίου [ ηυμφρεδ. Πατρὸς] Πνεύματος ἐποίσει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὡς γὰρ αὐτός πού φησιν· Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.6 Ἐνστάντος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἡ ὀργὴ τοῖς ἀνόσια πεπλημμεληκόσι κατὰ τῶν ἡγιασμένων ἐπενεχθήσεται, τὸ αἷμα αὐτῆς ἀνακαλύψει ἡ γῆ, καὶ οὐ κατακρύψει τοὺς ἀνῃρημένους, τοῦτ’ ἔστι, πᾶν ὅπερ πέπτωκεν εἰς γῆν αἷμα τοῦτο ἔσται φανερὸν ἀποκρυβήσεται οὐδεὶς, ἤγουν εἰς ἀλήθειαν οἰχήσεται τῶν ἠδικημένων.
Μεμνήσεται γὰρ ἁπάντων ὁ Δημιουργὸς, καὶ οὐδεὶς ἔσται παντελῶς τῶν ἀδίκως ἀνῃρημένων, ὃς οὐκ ἔσται γνώριμος, καὶ ἐν μνήμῃ Θεοῦ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Ἐπενεχθήσεσθαι τὴν ὀργὴν τοῖς ἠσεβηκόσι, καὶ ἀπεκτονόσιν αὐτοὺς, εὖ μάλα διειρηκὼς συναναιρεθήσεσθαι τοῖς ἑαυτοῦ τέκνοις, καὶ αὐτὸν ἔφη τὸν Σατανᾶν· οὗ τοῖς στρατηγήμασιν εἴκοντες κατεστράτευον τῶν ἁγίων οἱ τοῖς παρ’ αὐτῶν κηρύγμασιν ἀντεξάγοντες. Κατ’ ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ’ ὃν ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς τὴν ἁγίαν τε καὶ τομωτάτην, καὶ μεγάλην μάχαιραν, τὸν παναλκῆ καὶ ἀκαταγώνιστον, τοῦτ’ ἔστι, τὸν μονογενῆ Λόγον, ἐπάξει ὁ Πατὴρ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα·
ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Δράκοντά τε καὶ ὄφιν ὀνομάζει τὸν Σατανᾶν. Πικρὸς γὰρ καὶ ἰοβόλος, καὶ πρός γε τοῦτο δειλός. Ἀεὶ γὰρ φεύγειν ἔθος αὐτῷ. Δεινὸς δέ ἐστι καὶ φιλοκακοῦργος. Σκολιοδρομεῖ γὰρ ὥσπερ τὸ θηρίον, πλὴν ἀναιρεθήσεται· καὶ γὰρ ἀπρακτήσει λοιπὸν, μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ἀνατλὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, ἔργον τε τῆς εἰς αἰῶνα φλογὸς μακράν τε καὶ ἀτελεύτητον ὑπομένων κόλασιν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτοῦ. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη· μάτην ποτιῶ αὐτήν. Ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς διὰ πίστεως σεσαγηνευμένοις λόγον, καὶ ὅτι χρίσονται μύρῳ, καὶ πίονται οἶνον ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφέστατα διειπών·
PG 70:593ὄρος δὲ εἶναί φαμεν τὴν Ἐκκλησίαν· προσεπαγαγών τε ὅτι καὶ ἐκδίκησις ἔσται τῶν ἀνῃρημένων δι’ εὐσέβειαν, καὶ μὴν ὅτι τῇ ἁγίᾳ, καὶ μεγάλῃ μαχαίρᾳ πάντη τε καὶ πάντως ὁ ἀποστάτης ἀπολεῖται δράκων, ἀνακομίζει τὸν λόγον ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἀμαθίας τοῖς ἐξ αἵματος τοῦ Ἰσραήλ. Κατ’ ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ’ ὃν ἀπαράδεκτον τὴν εἰς Χριστὸν ποιήσονται πίστιν· Ἐγὼ ὁ ἀμπελὼν ὁ καλὸς, οὗ καὶ τὸ κατάρχειν ἐπιθύμημα φαίη τις ἄν· ἐγὼ ἡ πόλις ἡ ὀχυρά· πεποίηται γὰρ οὕτως ὡς ἀπό γε τῆς Ἱερουσαλὴμ ὁ λόγος· Ἔσομαι πόλις πολιορκουμένη. Εἶτα τὸ τοῦ Θεοῦ πρόσωπον ὁ προφήτης ἡμῖν εἰσκομίζει, λέγων, ὅτι Μάτην ποτιῶ αὐτήν. Εἰ γὰρ καὶ γέγονε, φησὶν, ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραὴλ, κατὰ τὴν Ἱερεμίου φωνὴν, ἀλλ’ ἐποίησεν ἀκάνθας, καὶ ἀνόνητον ἐφ’ ἑαυτῇ τὴν διὰ τοῦ νόμου παράκλησιν ἐποιήσατο.
Μάτην οὖν ἄρα πεπότικέ τε αὐτὴν διὰ τοῦ πάλαι νόμου, κἂν εἰ ποτίσειεν ἔτι δι’ εὐαγγελικοῦ κηρύγματος, ἀνωφέλητος καὶ οὕτως ὑπομενεῖ. Τί τοίνυν ἐντεῦθεν συνέβη παθεῖν αὐτήν; Ἁλώσεται νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Ἐπειδὴ γὰρ αὐτὴν πόλιν ὠνόμασεν ἰσχυρὰν, καὶ μέντοι πολιορκουμένην, ἀναλόγως τῇ τῶν νοημάτων ἀκολουθείᾳ ἁλῶναί τέ φησιν αὐτὴν, καὶ μὴν ὅτι καὶ τὸ τεῖχος πεσεῖται διισχυρίζετο. Τὸ δέ γε νυκτὸς μὲν ἁλῶναι καὶ ἐν ἡμέρᾳ δὲ πεσεῖσθαι τεῖχος, ἔοικέ τι τοιοῦτον ὑποδηλοῦν. Εἴληπται μὲν γὰρ, ἤτοι πεπόρθηται, καθάπερ ἐν ἀχλύϊ καὶ σκότει γεγενημένη διά τοι τὸ μὴ ἀνασχέσθαι λέγοντος τοῦ Χριστοῦ Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.6 Ἐπειδὴ δὲ τῶν παρ’ αὐτοῦ λόγων ὀλίγα πεφροντικότες διατετελέκασιν, οἱ δείλαοι κατελήφθησαν ὡς ἐν σκότῳ.
Κατεκράτησε γὰρ αὐτῶν ἡ ἁμαρτία. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένον· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.6 Ἥλω τοιγαροῦν, καὶ ἀπομεμένηκεν ἐν ἁμαρτίαις· πέπτωκε δὲ τεῖχος ὡς ἐν ἡμέρᾳ, τοῦτ’ ἔστιν, ἐναργῶς τε καὶ ἐμφανῶς, τῆς παρὰ Θεοῦ περιβολῆς ἐστέρηται. Τοιοῦτόν τί φησι καὶ ἐν ἀρχαῖς ὁ μακάριος προφήτης Ἡσαί̈ας· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.6 Εἶτα προσεπάγει· Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνα μου καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.6 Ὁρᾶς ὅπως ἐστὶν ἀληθὲς ὅπερ ἔφην, τοῦτ’ ἔστι τὸ, Μάτην ποτιῶ αὐτήν.
PG 70:595Οὐ γὰρ δέδωκεν ἔτι τὸν νοητὸν ὑετὸν τοῖς ἐξ Ἰσραήλ· καθεῖλε δὲ τὸν φραγμὸν αὐτοῦ, καὶ πρός γε τούτῳ τὸν τοῖχον. Καὶ φραγμὸν μὲν ἴσως τὰς ἐκ τῶν ἀγγέλων ἐπικουρίας ἀποκαλεῖ· τοῖχόν γε μὴν ἄληπτόν τε καὶ πεπηγότα τῆς παρ’ ἑαυτοῦ δυνάμεως τὴν περιβολήν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτοῦ, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐὰν δὲ λέγῃ τὸ, πέπτωκεν,6 οὐχὶ πάντως ὅτι καὶ κατεκομίσθη δηλοῖ, ἀλλ’ ὅτι μᾶλλον ἀφῄρηται. Μεμένηκε γὰρ ἀνεπικούρητος ὁ Ἰσραὴλ, καὶ τῆς ἄνωθεν φειδοῦς καὶ ἀγάπης ἀμέτοχος παντελῶς. Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Πεπολιόρκηται μὲν ἡ τῶν Ἰουδαίων χώρα μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οἱ ἐκ παντὸς ἔθνους συναγηγερμένοι, τοῦτ’ ἔστιν, ἡ πανσθενὴς τῶν Ῥωμαίων στρατιὰ κατεξανέστησαν ἀνδρικῶς τοῦ τῶν Ἰουδαίων ἔθνους.
Πεπόρθηται δὲ καὶ ἑτέρως, νοητῶς δηλονότι, καὶ κεκρυμμένως· δέδοται γὰρ εἰς καταπάτημα τοῖς ἀκαθάρτοις πνεύμασιν. Εἰ γὰρ ἐστέρηται τοῦ φραγμοῦ, καὶ τὸ σῶζον αὐτὴν ἀφῄρηται τεῖχος, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι γέγονε νομὴ τῶν νοητῶν θηρίων; Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῆς εἰρημένον πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶντες αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;6 Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτήν. Ἦ γὰρ τὰ πολύτροπα διὰ τούτων σημαίνει πάθη ὑφ’ ὧν κεκράτηται τῶν Ἰουδαίων ὁ νοῦς· ἀλογίαν μὲν τὴν ἐσχάτην τοῦ ὅνου σημαίνοντος· ἡδονήν γε μὴν τοῦ ὑός. Ὅτι οὖν γέγονεν εὐάλωτος παντὶ τῷ καταδηοῦν ἐθέλοντι τοῦτο διδάσκει, λέγων·
Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς, οὐ γάρ ἐστι χεὶρ ἤτοι δύναμις, ἢ ἀνθρώπων ἢ πονηρῶν πνευματῶν ἥτις οὐκ ἐπελάβετο αὐτῆς. Ἀλλ’, ὦ Δέσποτα, φαίη τις ἂν ἴσως· οὐ γὰρ ἔσωζες ὡς σὸν ὄντα λαὸν, οὐκ ἐφρούρεις αὐτὴν, καὶ τεῖχος ἦσθα τὸ παναλκές. Ναὶ, φησὶ, πεφρούρηκά τε καὶ περιβέβληκα τῇ παρ’ ἐμαυτοῦ χάριτί τε καὶ εὐσθενείᾳ· ἀλλ’ ἦν ἀναγκαῖον φρουρεῖσθαι τότε καρπὸν ἔχοντα τὸν ἐκ νόμου. Ἐπειδὴ δὲ λοιπὸν κατεκομίσθη εἰς τοῦτο, φησὶν, ἀθλιότητος, καὶ ἀφιλεργίας πνευματικῆς, ὡς καρπὸν ἔχειν τὸν ἐξ ἀρετῆς οὐδένα· ἔοικε δὲ καλάμῃ ψιλῇ καὶ ἀκάρπῳ· τίς με θήσει φυλάσσειν αὐτόν; Ποῖον γάρ ἐστι τὸ ἐκ τῆς ἀσφαλείας ὄφελος, εἰ καρπῶν ἐρήμη γέγονεν ἀγαθῶν; τίς οὖν ἀναπείσει με; Τοῦτο γὰρ τὸ Θήσει δηλοῖ φυλάσσειν καλάμην ἐν ἀγρῷ.
Ἀλλὰ γὰρ πῶς εἰς τοῦτο ταλαιπωρίας ἐκβέβηκεν ἀπολογεῖται λέγων· Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Καταδείκνυσιν ἐν τούτοις μονονουχὶ καὶ δακτύλῳ τὴν Ἱερουσαλήμ. Καὶ ἐπειδήπερ, φησὶ, γέγονέ μοι πολεμιωτάτη, ταύτῃτοι καὶ μάλα εἰκότως ἠθέτηκα αὐτήν. Οὐχ ἑτέραν τοίνυν πολεμίαν ἐν ἑαυτῷ γενέσθαι, φησὶν, ἀθετῆσαί τε πάλιν ἑτέραν, αὐτὴν δὲ μᾶλλον τὴν Ἱερουσαλὴμ, ὡς πολεμίαν καταδείκνυσι, καὶ ἠθετεῖσθαί φησιν, ἀποβεβλημένος δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος πνευματικῆς. Ἔφη γὰρ πρὸς αὐτήν· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.6 Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεὸς πάντα ὅσα συνέταξε.
PG 70:597Κατακέκαυμαι, βοήσονται πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἐπειδὴ γὰρ γέγονε πολεμία, φησὶ, καὶ ἀντέστη τῷ σώζοντι, καὶ πεπολέμηκεν ὡς ἐχθρῷ τῷ καλοῦντι πρὸς ζωὴν, διὰ τοῦτο πάντα ὅσα συνέταξε, τοῦν ἔστιν, ὥρισέ τε καὶ γενέσθαι βεβούλευται, διεκόμισεν εἰς πέρας. Καὶ τίνα ταῦτά ἐστι; Τὸ ἠθετῆσθαι πάντως που, τὸ μηκέτι σχεῖν τὸν νοητὸν ὑετόν. Τὸ ὑπομεῖναι τὴν πολιορκίαν, τὸ ἐν ἐνδείᾳ γενέσθαι τῆς ἄνωθεν εὐμενείας, καὶ περιβολῆς. Ἐμπέπρησται γὰρ καὶ εἰς ἀχρειότητα κατεκομίσθη παντελῆ. Καὶ κατακέκαυμαι, βοήσονται πάντες, φησὶν, οἱ κατοικοῦντες ἐν αὐτῇ. Κἂν εἰ βούλοιτό τις ἱστορικώτερον τοῖς προσκειμένοις προσβαλεῖν, κατεμπρησθεῖσαν εὑρήσει τὴν Ἱερουσαλήμ. Εἰ δὲ δὴ καὶ καθ’ ἕτερον τρόπον, ὁ ἐμπρησμὸς ἐν τούτοις τὴν εἰσάπαν ἀχρειότητα δηλοῖ.
Καὶ τὸν ὁλοτρόπως ἐπιῤῥιφέντα τοῖς Ἰουδαίοις ἀφανισμὸν, μονονουχὶ τῆς θείας ὀργῆς καταπιμπράσης αὐτοὺς, καὶ χοῦν οἷά περ καὶ σποδιὰν ἀποφαίνοντος. Τοιοῦτόν τί φησι καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας ὡς πρός γε τὴν Ἱερουσαλήμ· Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπ’ αὐτήν.6 Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν, τὸ ἀποφοιτῆσαι Θεοῦ, καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ χάριτος, καὶ ἐπικουρίας. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρα Θεοῦ ζῶντος,6 καὶ καθά φησιν ὁ Μωσῆς, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.6 Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ. Βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.
Ὡς τῶν Ἰουδαίων ἀπειρηκότων τὴν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀγάπην τε καὶ πίστιν, ὡς ἀπολακτίσαντος μὲν τοῦ ἠγαπημένου, μεταστήσαντος δὲ τὴν κλῆσιν ἐπὶ τὰ ἔθνη, καὶ τοὺς ἐκ περάτων τῆς ὑπ’ οὐρανὸν σαγηνεύοντος τοῦ Χριστοῦ διὰ τῶν ἁγίων ἀποστόλων, ὁ μακάριος προφήτης τοῖς ἁπανταχόθεν λαοῖς σοφὸς προαναφαίνεται σύμβουλος, καί φησι πρὸς αὐτούς· Ἀποπεφοίτηκε μὲν ὁ Ἰσραὴλ, ἀπελάκτισεν ὁ πρωτότοκος, ἀρνεῖται τὴν πίστιν, δεδυσσέβηκεν εἰς τὸν λυτρωτήν· ἀλλ’ ἡμεῖς οἱ ἐρχόμενοι, τοῦτ’ ἔστιν, οἱ μέλλοντες ἥξειν κατὰ καιρούς· ἥξειν δὲ δὴ πάντως ὡς ἀπὸ σκότους εἰς φῶς, ἐξ ἀμαθίας Ἑλληνικῆς εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν· ποιήσωμεν εἰρήνην αὐτῷ, τοῦτ’ ἔστι, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν, εἰρηνεύσωμεν πρὸς τὸν Θεόν.
Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας καὶ κατηργημένου τοῦ Σατανᾶ, καὶ οὐδενὸς ὄντος ἔτι διακωλύοντος, τοῦ διϊστάντος καὶ χωρίζοντος ἡμᾶς ἀπὸ Χριστοῦ, συναινέσωμεν τοῖς αὐτοῦ θεσπίσμασιν· ἀκολουθήσωμεν οἷς ἂν βούλοιτό τε καὶ λέγοι, ὑπαγάγωμεν τὸν αὐχένα τοῖς Εὐαγγελικοῖς κηρύγμασι· ποιήσομεν γὰρ οὕτω τὴν πρὸς αὐτὸν εἰρήνην. Τοιοῦτό τί φησι καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν κεκλημένοις· Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.6 Παρακαλέσας τοίνυν τοὺς ἐρχομένους, περὶ ὧν καὶ ὁ μακάριος ἔφη Δαβίδ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,6 μεθίστησι τὸν λόγον ἐπ’ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὅτι κατακτήσονται τῷ Θεῷ τὴν ὑπ’ οὐρανὸν, ἐννενοηκὼς, ἤτοι μεμαθηκὼς διὰ τοῦ ἁγίου Πνεύματος ἀνασκιρτᾷ τρόπον τινὰ, καί φησιν ἐκ πολλῆς ἄγαν τῆς περιχαρείας·
PG 70:599Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξ ἀνθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Γεγόνασι μὲν γὰρ ἐξ αἵματος Ἰακὼβ, ὃς μετωνόμασται καὶ Ἰσραὴλ, οἱ θεσπέσιοι μαθηταί. Ἐπειδὴ δὲ ἐξ ἠοῦς εἰς ἑσπέραν, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, κέκληται πρὸς ἐπίγνωσιν τῶν ἐθνῶν ἡ πληθὺς, καὶ καθά φησι τῆς προφητείας ὁ λόγος, ἐνεπλήσθη ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Καὶ τίνος ἄρα; Ἢ δηλονότι τοῦ Ἰσραὴλ, τοῦτ’ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες· χαρὰν δὲ αὐτοὺς καὶ στέφανον ὁ θεσπέσιος ὠνόμασε Παῦλος· καύχημα γὰρ ἀληθῶς καὶ δόξα τῶν ἁγίων μυσταγωγῶν οἱ δι’ αὐτῶν σεσωσμένοι. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;
Μαχόμενος, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Ἕπεται σφόδρα τοῖς εἰρημένοις ἡ τῶν προκειμένων διάνοια· καὶ κατὰ τίνα δὲ τρόπον ἐροῦμεν ὡς ἔνι. Ἔφημεν γὰρ ὅτι τέκνα Ἰακὼβ βλαστήσει καὶ ἐξανθήσει, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Ἀλλ’ ὥσπερ τινὸς ἀντεγειρομένου τε καὶ λέγοντος· Καίτοι δεδυσσέβηκεν οὐ μετρίως ὁ Ἰσραήλ· σκληρὸς γὰρ γέγονε καὶ δυσάγωγος, καὶ ἀπέκτονε μὲν ἁγίους, ἐπεπήδησε δὲ δικαίῳ παντὶ καὶ προφήτῃ, καὶ αἱμάτων ἔχει τὴν χεῖρα μεμεστωμένην· εἶτα πῶς ἐξανθήσει πάλιν, καὶ ὡς γεγονότος τῶν ἐκτόπων οὐδενὸς ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ; πρὸς δὴ τὰ τοιάδε φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;
Ἐχρήσατο μὲν γὰρ, φησὶ, κατὰ τῶν ἁγίων ἀκράτῳ θυμῷ, καὶ ἀχαλίνοις ὁρμαῖς ἀνεῖλεν αὐτοὺς ὡς κατ’ οὐδένα τρόπον οἰκτείρειν εἰδώς. Ἆρ’ οὖν ἰσοῤῥόποις ὀργαῖς, καὶ ἰσοστάθμῳ δίκῃ κεχρήσεται κατ’ αὐτῶν ἡ τῆς ἡμερότητος πηγὴ, καὶ οὕτως αὐτοὺς ἀνελεῖ, καθὰ καὶ αὐτοὶ τοὺς ἁγίους, ἀνῃρήκασιν; Ἢ νικήσει μᾶλλον ὡς Θεὸς, καὶ οὐκ εἰσάπαν ἀποκερεῖ τὸν ἠγαπημένον, καὶ ἀπόλεκτον γεγονότα ποτὲ διὰ τοὺς πατέρας; Τοιοῦτόν τί ἐστι τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον παρὰ Θεοῦ· Τί σοι ποιήσω, Ἐφραί̈μ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαι, καὶ ὡς Σεβωεὶμ μετεστράφη ἡ καρδία μου ἐν τούτῳ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶ̈μ, διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.6 Ἔδει γὰρ, ἔδει Θεὸν ὄντα, καὶ οὐκ ἄνθρωπον καθ’ ἡμᾶς, καὶ προὔχειν ἐν ἡμερότητι, καὶ ὥσπερ ἐστὶ κατὰ φύσιν ἐπέκεινα παντὸς γενητοῦ, οὕτως ὑπερκεῖσθαι καὶ ὑπερέχειν τὸν ἐπὶ τῆς γῆς, καὶ κατά γέ φημι τὴν φιλανθρωπίαν.
PG 70:601Οὐκοῦν ἐξανθήσει μὲν Ἰσραὴλ, ἐμπλησθήσεται δὲ καὶ ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, κατά γε τὸν ἤδη προαποδοθέντα λόγον. Οὐ γὰρ οὕτως ἀναιρεθήσεται, φησὶ, καθὰ καὶ αὐτὸς ἀνεῖλεν, οὕτε μὴν ἐν ἴσῳ παταχθήσεται τρόπῳ, κἂν εἰ ἐπάταξεν αὐτὸς τοὺς ἁγίους ἀγρίῳ θυμῷ κατεθηγμένος. Ποῖον οὖν ἄρα τὸ μέτρον τῆς ἐπ’ αὐτοῖς κινήσεως; Μαχόμενος, φησὶ, καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· τὸ, Ἐξαποστελεῖ νοήσας ἀντὶ τοῦ, Τῆς πρὸς ἑαυτὸν οἰκειότητος ἀποπέμψεται. Τοῦτο πέπραχεν ὁ Σωτήρ· ἀπόπεμπτον γὰρ ἐποίησε τὸν Ἰσραήλ. Μαχόμενός τε καὶ ὀνειδίζων, τὸ δὲ Μαχόμενος ἀντὶ τοῦ ἐπιπλήττων τεθείημεν. Ἐπιπλήττων γὰρ Ἰουδαίοις, καὶ μέντοι καὶ ὀνειδίζων ἔφασκεν ὁ Σωτήρ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ἐπὶ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.6 Τοῦτο γὰρ ἦν καὶ ἕτερον οὐδὲν, ἢ τὴν ἀπ’ αὐτῶν ἀποφοίτησιν οὐκ εἰς μακρὰν ἔσεσθαι διατεινομένου. Οὗ δὴ γεγονότος ἀπόλωλεν ὁ Ἰσραὴλ, εἰ καὶ σέσωσται τὸ κατάλειμμα, καθὰ καὶ αὐτός φησιν Ἡσαί̈ας· Καὶ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ κατάλειμμα σωθήσεται.6 Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; Ὅρα τὸν προφήτην ἐν τούτοις ἁγιοπρεπεῖ παῤῥησίᾳ χρώμενον, διελέγχοντά τε τὸν Ἰσραὴλ ὅτι πεπολέμηκεν ἁγίους· καὶ μελέτην ἐποιήσατο, τὸ, οἱονεὶ σκληρῷ τε καὶ ἀνημέρῳ πνεύματι χρώμενον ἀναιρεῖν αὐτοὺς, καὶ ἀτίθασσον αὐτοῖς ἐπαφιέναι τὸ φρόνημα. Εἰ τοίνυν λέγοιμι, φησὶν, ὅτι αὐτὸς ἀνεῖλε, καὶ ἐπάταξε, οὐ ψευδομυθία τὸ χρῆμα πόθεν, ἀληθὲς δὲ μᾶλλον ἀναφανεῖται τὸ εἰρημένον.
Ὁ γὰρ Ἰσραὴλ οὐ σὺ ἦσθα ὁ μελετῶν, ἤγουν εἰωθὼς πνεύματι μὲν, ὡς ἔφην, κεκλῆσθαι σκληρῷ, κατεπιφύεσθαι δὲ θηριοπρεπῶς τῶν ἀπεσταλμένων παρὰ Θεοῦ; Κἂν ἀρνήσῃ, φησὶν, αὐτὸν παροίσω μάρτυρα τὸν τῶν ὅλων κριτήν. Ἔφη γάρ που Χριστὸς πρὸς αὐτούς· Τίνα τῶν προφητῶν οὐ κατέκτειναν οἱ πατέρες ὑμῶν; ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.6 Διὰ τοῦτο ἀφεθήσεται ἡ ἀνομία Ἰακὼβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. Διὰ μέσου προστρίψας ὁ μακάριος προφήτης τὸν κατά γε τῶν δεδυσσεβηκότων εἰς τοὺς ἁγίους προφήτας ἔλεγχον, ἔχεται πάλιν τῆς τῶν νοημάτων ἀκολουθίας, καί φησιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ·
Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο· Ποῖον; Ἐπειδὴ γὰρ οὐχ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται, οὔτε μὴν ὡς αὐτὸς ἐπάταξεν οὕτω πληγήσεται, τῆς ἐνούσης γαληνότητος τῷ Θεῷ νικώσης ἀεὶ τὰς ἀνθρωπίνας μικροψυχίας, καὶ οὐχὶ πάντη τε καὶ πάντως τοῖς ἐπὶ γῆς πλημμελήμασιν ἰσοπαλεῖς τὰς δίκας ἐπάγοντος, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι τὴν ὀργήν. Ταύτῃτοί φησιν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτ’ ἔστι, τεύξεται φιλανθρωπίας, ἀνήσει δὲ αὐτῷ κατὰ καιροὺς τὰ ἐγκλήματα, ἀπαλλάξει καὶ αὐτῶν αἰτιαμάτων· καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ λέγων· Ἢ μὴν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου.6 Ἀλλ’ οὐκ ἂν ηὐλογήθη κατὰ ἀλήθειαν ὁ θεσπέσιος Ἀβραὰμ, οὐδ’ ἂν ἐπληθύνθη τὸ σπέρμα αὐτοῦ, ἀναλόγους τοῖς ἡμαρτημένοις ἐξαιτουμένων τὰς δίκας τῶν ἐξ αἵματος αὐτοῦ.
PG 70:603Ἐπειδὴ δὲ καίτοι πεπραχότες τῶν ἀγαθῶν οὐδὲν, μᾶλλον δὲ κατενηνεγμένοι πρὸς ἀνοσιότητα τὴν ἐσχάτην, πεπλουτήκασι καὶ αὐτοὶ τὴν ἄφεσιν, τετήρηταί τε καὶ διαβέβηκεν εἰς αὐτοὺς ἡ τῆς εὐλογίας ὑπόθεσις. Ὅταν τοίνυν ἀφέλωμαι, φησὶ, τὴν ἁμαρτίαν αὐτοῦ οὗτος ἔσται τῆς εὐλογίας ὁ τρόπος αὐτῷ. Ἐναργῆ δὲ καθίστησι τὸν καιρὸν καθ’ ὃν ἔσται καὶ αὐτὸς τῶν πλημμελημάτων ἐλεύθερος. Ὅταν γὰρ, φησὶν, οἱ διὰ τῆς πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Θεοῦ τῆς ἀρχαίας καταστρατεύσονται πλάνης, ὅταν ἐκ μέσου γένωνται βωμοὶ, καὶ τεμένη, καὶ ὁ τῶν εἰδώλων ἐσμὸς, ὅταν πυρὶ δαπανήσωσι τοὺς τοῖς ἀψύχοις εἰδώλοις ἐκπεπονημένους ναούς· ὅταν ἐκκόψωσι τὰ δένδρα αὐτῶν, καὶ πρός γε τούτοις τὰ χειροποίητα, καθάπερ τινὰ δρυμόν· τότε δὴ τότε ἀνήσει Θεὸς καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ τὰ διεπταισμένα.
Καὶ τοῦτο, οἶμαι, ἔστιν, ὅπερ ἔφησε φῶς ὁ θεσπέσιος Παῦλος· Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.6 Τὸ γὰρ ὅλως κατεμπρῆσαι ναοὺς, καὶ τοὺς παραπεπηγότας αὐτοῖς ἀποκεῖραι δρυμοὺς, προσθεῖναι δὲ καὶ αὐτῶν τῶν ἀγαλμάτων τὴν καταστροφὴν, κατασημήνειεν ἂν ἕτερον οὐδὲν ἢ ἐκεῖνό που πάντως, ὅτι τῶν πάλαι πλανωμένων, καὶ προσκυνούντων τοῖς ἔργοις τῶν ἰδίων χειρῶν μετάστασις ἔσται πρὸς ἀληθείας ἐπίγνωσιν, ὥστε πρὸς τοῦτο φιλοθεί̈ας ἥκειν αὐτοὺς, ὡς καὶ τοῖς πάλαι προσκυνουμένοις παρ’ αὐτῶν ἐπαφεῖναι τὰς χεῖρας, καὶ τοὺς ἐκ ξύλων θεοὺς καθάπερ τινὰ δρυμὸν ἀποκεῖραι. Τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον, καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται, καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῷ πᾶν χλωρὸν, διὰ τὸ ξηρανθῆναι.
Κατοικούμενον ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ διάτοι τὸ πλείστους μὲν ὅσους, καὶ ἀγαθοὺς ἐσχηκέναι ποιμένας, καὶ μονονουχὶ, καὶ συνοικοῦντας ἔχειν τοὺς ἀπευθύνειν εἰδότας εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων. Οὐκοῦν ἐπεπλήθει ποιμέσιν ἀγαθοῖς, ἀλλ’ ἔσται, φησὶν, ἀνειμένον· καὶ τί τὸ ἀνειμένον ἐστὶν, αὐτὸς παραχρῆμα διεσάφησε, λέγων· Ὡς ποίμνιον καταλελειμμένον, τοῦτ’ ἔστι, παντὸς ἐπιστάτου, καὶ κηδεμόνος ἠρημωμένον. Οὗ δὴ γεγονότος, εἰς χρόνους προκείσεται μακροὺς εἰς βόσκημα. Κατανεμηθήσονται γὰρ αὐτοὺς νοητοί τε καὶ ἀλκιμώτατοι θῆρες, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ καὶ ὑπ’ αὐτῷ δυνάμεις πονηραί. Ἀποσοβοῦντος γὰρ οὐδενὸς τῆς ἀνθρώπου καρδίας τὰς τῶν πονηρῶν δαιμόνων ἐφόδους εὐάλωτος ἔσται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνοις δοκούντων ἀμελητὶ κατοιχήσεται.
PG 70:605Εἰ δὲ χρή τι καὶ τοῖς ἱστορικῶς γεγονόσιν ἀκόλουθον εἰπεῖν, νομὴ γεγόνασι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τῆς Ῥωμαίων στρατειᾶς. Κατέλυσε γὰρ καὶ ἀνεπαύσατο παρ’ αὐτοῖς οἷάπερ τις μόσχος εὐσθενής· ἀλλ’ ὀλίγου διαγεγονότος καιροῦ, φησὶν, οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι, τοῦτ’ ἔστι, μέχρι τοσούτου κατανεμηθήσονται τὴν χώραν ὡς ἀποφανθῆναι ξηρὰν, καὶ οὐκ ἔχουσαν ἔτι νομήν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τοῦ μὴ πρότερον ἀποφοιτήσειν αὐτῶν τῆς χώρας τοὺς καταδῃοῦντας αὐτὴν, εἰ μὴ πᾶν ὁτιοῦν τῶν ἐν αὐτοῖς χρησίμων, καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων μονονουχὶ, καὶ κατεδηδοκόσιν ἴδιον πεποίηνται κλῆρον. Ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος, κἂν εἰ ἕλοιτό τις οἷά τινας μόσχους τὰς τῶν Ἰουδαίων καρδίας κατανενεμῆσθαι λέγειν τοὺς ἀκαθάρτους δαίμονας· μέχρι γὰρ τοσούτου κατέφαγον αὐτὰς ὥστε τάχα που καὶ ἀπορεῖν ἔτι νομῆς, διὰ τὸ μηδὲν ἔτι λοιπὸν ἐν αὐτοῖς σώζεσθαι τῶν ἀγαθῶν, ὃ δαπανᾶσθαι πέφυκε παρ’ αὐτῶν.
Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτοὺς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. Εἰρηκὼς ὅτι τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, καὶ ὅτι νομὴ γενήσεται, καὶ εἰς βόσκημα προςκείσεται, κατά γε τοὺς ἤδη προαποδοθέντας λόγους, ὡς ἤδη τοῦ Ἰσραὴλ ἔξω γεγονότος τῆς πρὸς Θεὸν οἰκειότητος διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν καὶ διαθήκης τῆς πρώτης, ἐθῶν τε τῶν κατὰ τὸν νόμον ἀποπεπαυμένων εὐαγγελίζεσθαι τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάστασιν ταῖς ἁγίαις προστέταχε γυναιξὶν, ὧν καὶ ὁ Ματθαῖος διαμέμνηται, λέγων ὡδί· Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ ἄλλη θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο.
Ἐπειδὴ δὲ γεγόνασι περιδεεῖς, ἔφη πρὸς αὐτὰς ὁ μακάριος ἄγγελος· Μὴ φοβεῖσθε ὑμεῖς. Οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο, καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. Καὶ μετά γε τὰς τοῦ ἀγγέλου φωνὰς, ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε, ὑπάγετε ἐπαγγείλατε τοῖς μαθηταῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.6 Οὐκοῦν ἀφιεμένου τοῦ Ἰσραὴλ, ὑμεῖς αἱ σοφαὶ γυναῖκες, φησὶν, ἥκετε, καὶ μάλα γοργῶς εὐαγγελιζόμεναι τὴν ἀνάστασιν τοῦ τὸν θάνατον ἀποκτείναντος, καὶ ἀνελόντος τὴν φθορὰν, καὶ δικαιοῦντος τῇ πίστει τοὺς ἡμαρτηκότας, καὶ ἀπαλλάττοντος μολυσμῶν τοὺς ἐναλόντας αὐτοῖς, τοῦ μεταπλάττοντος εἰς καινότητα ζωῆς τοὺς προςιόντας αὐτῷ, τοῦ τὴν νέαν τοῖς ἐπὶ γῆς ἀναδείξαντος ζωὴν, τοῦτ’ ἔστι, τὴν εὐαγγελικὴν, καὶ στήσαντος μὲν τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς, καταλαμπρύναντος δὲ τὴν ἀλήθειαν, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τὴν ὁδὸν ἐναργῆ καταστήσαντος τοῖς σεβομένοις αὐτόν.
PG 70:607Ἥκετε δὲ οὖν. Ἀποπέπτωκε γὰρ τῆς ἐλπίδος ὁ Ἰσραήλ. Οὐ γάρ ἐστι λαὸς ἔχων σύνεσιν. Πεπώρωται γὰρ τὴν καρδίαν, καὶ μεμένηκεν ἐν σκότει, καὶ τῇ τῆς ἁμαρτίας ἀχλύϊ κεκράτηται. Οὐ γὰρ ἤθελε προσέχειν λέγοντι τῷ Χριστῷ· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.6 Χρῆναι δέ φημι τὴν τοῦ Σωτῆρος οἰκονομίαν, καὶ ἐπί γε ταυταισὶ ταῖς πανσόφοις ἀποθαυμάσαι γυναιξί. Φαίη γὰρ ἂν, οἶναι, τίς· Οὐ γὰρ ἦσαν ἅγιοι μαθηταὶ, οἷς ἦν τάχα που καὶ ἄμεινον, ἅτε δὴ καὶ τῶν θείων δογμάτων ἱερουργοῖς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελίσασθαι τὴν ἀνάστασιν; Διατί γὰρ οὐχὶ δὴ μᾶλλον ἐκεῖνοι τεθέανται πρῶτοι τοῦ θανάτου τὸ κράτος παραλύσαντα τὸν Ἰησοῦν, ὤφθη δὲ γυναιξὶ, καὶ τὸ τῆς ἀποστολικῆς ἀξίωμα περιθεὶς αὐταῖς ἰέναι κελεύει, φάναι τε τοῖς μαθηταῖς, ὅτι καὶ ἐκ νεκρῶν ἐγήγερται ὁ Χριστὸς, καὶ πρῶται τεθέανται τὴν δόξαν αὐτοῦ;
Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα θεραπεύσῃ τὸ ἀῤῥωστοῦν, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάξῃ τὸν ἄνθρωπον. Ἔδει δὴ οὖν, ἔδει χαρίσασθαι γυναιξὶ τὸ εὐαγγελίσασθαι πρώταις τὴν ἀνάστασιν. Ἐπειδὴ γὰρ ἡ πρώτη, καὶ ἀρχαιοτέρα γυνὴ παρεκόμισε τὸν Ἀδὰμ εἰς παράβασιν, ταῖς τοῦ ὄφεως ὑπηρετοῦσα φωναῖς, καὶ γέγονεν αὕτη τοῦ θανάτου πρόξενος, πῶς οὐκ ἔδει τῶν οὕτως δεινῶν ἐγκλημάτων ἀποκρούσασθαι τὰς αἰτίας διὰ τῆς ἀποστολῆς; Οὗ γὰρ ἐπλεόνασε,6 φησὶν, ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.6 Δέδοται τῆς σωτηρίας τὸ Εὐαγγέλιον τῇ τὸν θάνατον διακονησαμένῃ γυναικί. Εἴρηται γὰρ πρὸς αὐτὰς ἀναγκαίως τὸ Χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ· ἔφη γὰρ πρὸς αὐτήν·
Ἐν λύπαις τέξῃ τέκνα.6 Λέλυται τοίνυν τοῖς δευτέροις τὰ πρῶτα, καὶ τεθεράπευται τὸ ἠῤῥωστηκός. Αὐταῖς οὖν ἄρα τὸ εὐαγγελίζεσθαι δεῖν ἐπιτάττει τῆς πρὸς Ἰουδαίους ἀγάπης ἀποφοιτήσαντος τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀνούστατοί τε καὶ ἀμαθεῖς ἀπομεμενήκασι, φησὶν, οὐκ ἂν ἐλεήσειεν αὐτοὺς ὁ ποιήσας αὐτοὺς, οὐδ’ ἂν εἶεν ἄξιοι τοῦ κατοικτείρεσθαι δεῖν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκουρούρων. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Ἐγηγερμένου τοῦ Χριστοῦ, καὶ τοῖς ἁγίοις ἐπιτάξαντος ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·6 καὶ μὴν καὶ εἰς αὐτοὺς ἀναβάντος τοὺς οὐρανοὺς, ἐπενήνεκται τοῖς εἰς ἑαυτὸν ἀνοσίως πεπαρῳνηκόσι τὰ ἐξ ὀργῆς, τῆς ἄνωθεν δὲ δηλονότι.
Δεδαπάνηνται γὰρ καὶ σιδήρῳ καὶ πυρὶ, κατεξανιστάσης αὐτῶν τὸν πόλεμον τῆς Ῥωμαίων χειρὸς, καὶ πάσας μὲν αὐτῶν κατεμπιπράσης τὰς πόλεις, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ τὸν διαβόητον ἐκεῖνον καθελούσης ναόν. Τερματίζεται τοίνυν τῶν Ἰουδαίων ἡ χώρα, τοῖς τε Εὐφράτου νάμασιν ὡς ἠῶ τε καὶ νότον, καὶ τῇ καλουμένῃ Ῥινοκορούρων. Πόλις τε αὕτη τήν τε Αἰγυπτίων ὁρίζουσα, καὶ μέντοι τὴν Παλαιστινῶν. Οὐκοῦν τῆς Ἰουδαίας ἡμῖν τοὺς ὅρους ὀνομάσας, συμφράξαι διαβεβαιοῦται τὸν Κύριον τὰ ἐμπεριεχόμενα πάντα, τοῦτ’ ἔστιν, ἅπασαν τὴν Ἰουδαίαν. Τὸ δὲ συμφράξει τέθεικεν ἀντὶ τοῦ πολιορκήσει, καὶ καταθλίψει, καὶ εἰς ἀπορίαν κατοίσει τὴν ἐσχάτην. Ἡ γὰρ σύμφραξις, ἤγουν ὁ συγκλεισμὸς τὴν διάφυκτον κάκωσιν ἤτοι συμφορὰν ὑπεμφήνειεν ἄν.
PG 70:609Καὶ καθ’ ἕτερον δὲ τρόπον τὸ συμφράξει νοήσεις. Συγκέκλεισται γὰρ ὥσπερ τῶν Ἰουδαίων ὁ νοῦς, ὥστε κατὰ μηδένα δύνασθαι τρόπον τὸ τῆς ἀληθοῦς θεοπτίας εἰςδέξασθαι φῶς, μήτε μὴν συνιέναι τὸ Χριστοῦ μυστήριον, ὥσπερ ὁ μακάριος γράφει Παῦλος· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.6 Καὶ τοῦτο, οἶμαι, ἔστιν ἡ σύμφραξις. Ὅτι δὲ οὐ κατὰ πᾶσαν τοῦτο γέγονε τὴν ὑπ’ οὐρανὸν, ἤγουν κατὰ πάντων τῶν ἐθνῶν, ἀλλὰ κατὰ μόνης τῆς Ἰουδαίας καὶ τῶν ἐν αὐτῇ παρέδειξεν ἐναργῶς· οὐχ ἁπλῶς τὴν σύμφραξιν συμβῆναι λέγων, ἀλλ’ ἐκ τῆς διώρυγος τοῦ ποταμοῦ, ἕως Ῥινοκορούρων. Καὶ ταυτὶ μὲν τοῖς Ἰουδαίων δήμοις ἀπεκτονόσι τοὺς προφήτας, καὶ λιθοβολήσασι τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, προστεθεικόσι δὲ καὶ αὐτὸν τὸν Υἱὸν, συμβήσεσθαί φησιν.
Εἶτα μεθίστησι τὸν λόγον εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, διαλεγομένου τε καὶ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις, ἤγουν ἅπασι τοῖς κατὰ καιρὸν ἱερουργοῦσι τὸ Εὐαγγέλιον αὐτοῦ, καὶ μυσταγωγεῖν εἰωθόσιν· Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῦτ’ ἔστι, μὴ πολὺς ἔστω λόγος τοῖς τὸ διδάσκειν πεπιστευμένοις, κἂν εἰ μὴ ὁρῷτο κατὰ πληθὺν εἰστρέχων ὁ Ἰσραήλ·
ἀλλ’ εἴ τις εἴη συνετὸς ἐν αὐτοῖς καλείσθω διὰ τῆς πίστεως, ἡκέτω δὲ καὶ καθ’ ἕνα, καὶ οἷον ἐξειλεγμένος. Σέσωσται γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ πλειστάκις αὐτοῖς προσπεφωνήκασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Πέτρος· Καὶ νῦν, ἀδελφοὶ,6 φησὶν, οἶδα, ὅτι κατ’ ἄγνοιαν ἐπράξατε, καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.6 Καὶ σεσαγήνευται μὲν οὐ μέτριος πληθύς· πλὴν τό γε ἧκον εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ὀλιγοστοὶ παντελῶς, καὶ οἷον καθ’ ἕνα παρεδέχθησαν οἱ σεσωσμένοι, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ.
Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Ἔθος τοῖς ἁγίοις προφήταις ἀσαφείᾳ τινὶ τὸν ἑαυτῶν κατακρύπτειν λόγον, καὶ ἐπείτοι πρὸς ὀργὰς ἀχάλινοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ μέσην τινὰ διανοιῶν ἰέναι τρίβον, ὡς εἶναι πλειστάκις ἀσυμφανὲς τὸ δηλούμενον. Σαλπίσαι μὲν κατ’ ἐκεῖνο καιροῦ φησιν, οὐχ ἑτέρους, ὥς γε οἶμαι πάλιν, πλὴν ὅτι τοὺς ἁγίους μυσταγωγοὺς, σαλπίσαι δὲ οὐχ ἁπλῶς, ἀλλὰ σάλπιγγι τῇ μεγάλῃ, τοῦτ’ ἔστι, τοῖς εὐαγγελικοῖς κηρύγμασι κεχρημένους μονονουχὶ κατηχῆσαι καὶ μέγα τι καὶ ἐξαίσιον ἀνακεκραγέναι τοῖς ἐπὶ τῆς γῆς. Καὶ γάρ τοι κατὰ ἀλήθειαν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.6 Σάλπιγγι γὰρ ἐκέχρητο κατὰ καιροὺς καὶ ὁ μέγας Μωσῆς, πλὴν οὐ τῇ μεγάλῃ·
PG 70:611ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν, καὶ τῶν νομικῶν κηρυγμάτων ἡ δύναμις εἰς μόνην τὴν τῶν Ἰουδαίων συνεστέλλετο χώραν. Τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα διὰ πάσης ἔρχεται πόλεώς τε καὶ χώρας, καὶ οἷον ὅλης κατεβρόντησε τῆς ὑπ’ οὐρανόν. Γέγραπται δέ τι τοιοῦτον καὶ ἐν τοῖς Μωσέως βιβλίοις· Κατεφοίτησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ.6 Ἐγίνοντο δὲ καπνοὶ καὶ χάλαζαι, καὶ γνόφῳ βαθεῖ τὸ αἰθέριον κατεμελαίνετο σῶμα· ἀλλὰ καὶ φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Εἶτα τούτοις ἐπιφέρει λέγων· Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρώτεραι σφόδρα, σφόδρα. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ ἰσχνόφωνος ἀνεφωνήθη νόμος, προβαίνοντος δὲ τοῦ καιροῦ, τῆς σάλπιγγος αἱ φωναὶ γεγόνασιν ἰσχυραὶ σφόδρα, σφόδρα.
Κατ’ ἐκεῖνο, φησὶ, τοῦ καιροῦ τοίνυν τῇ μεγάλῃ σάλπιγγι, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν ἀναφωνήσουσι κήρυγμα, συλλέγοντες τοὺς πεπλανημένους καὶ τοὺς ἐν τάξει τῶν δορυκτήτων γεγενημένους, καὶ τοὺς τῆς εἰδωλολατρίας ἐναλόντας βρόχοις τῆς ἀρχαίας ἀπάτης ἐξέλκοντες. Ἥξουσι γὰρ, φησὶν, οἱ ἀπολόμενοι ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προςκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Δύο τέθεικε χώρας τὰς ὅτι μᾶλλον τῶν ἄλλων δεισιδαιμονεστέρας, τήν τε Ἀσσυρίων, φημὶ, καὶ τῶν Αἰγυπτίων. Ἀλλ’ οἱ ἐν αὐταῖς ἀπολωλότες, φησὶν, ἥξουσι κεκλημένοι διὰ τῆς πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ’ ἀλήθειαν ὄντος Κυρίου, καὶ Θεοῦ, καὶ προσκυνήσουσιν αὐτῷ, οὐκ ἐν τοῖς τεμένεσιν ἔτι τοῖς μεμολυσμένοις, ἀλλ’ ἐπὶ τὸ ἅγιον ὄρος, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, ἣν καὶ Ἱερουσαλὴμ ὀνομάζει·
ὄρος μὲν ὅτι χθαμαλὸν ἢ χαμαιῤῥιφὲς οὐδὲν τὸ σύμπαν ἐν Ἐκκλησίαις, ἀλλ’ ὑψηλοῖς τε καὶ ἐπηρμένοις διαπρέπει δόγμασιν. Ἱερουσαλὴμ δὲ ὅτι ὅρασις ἀληθῶς εἰρήνης ἐστίν. Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραὶ̈μ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Προαποφήνας, ὅτι κεκλήσονται διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ προσκυνήσουσι τῷ Κυρίῳ πάντες ὅσοι διολώλασι τοῖς τῆς εἰδωλολατρίας βρόχοις ἐνισχημένοι, μετακομίζει τὸν λόγον ἐπὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ τῆς κατὰ Χριστοῦ δυσσεβείας γεγόνασιν ἀρχὴ καὶ πρόφασις τοῖς ὑπὸ χεῖρα λαοῖς. Οὐ γὰρ ἀπεκόμιζον εἰς ἐπίγνωσιν αὐτοὺς τῶν πάλαι προηγγελμένων διά τε τοῦ νόμου καὶ τῶν προφητῶν, ἀλλὰ γὰρ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις ἀποσυναγώγους ἐποιοῦντο τοὺς ὁμολογοῦντας ὅτι αὐτός ἐστιν ὁ Χριστός.
Οὕτω γάρ που φησὶν ὁ θεσπέσιος Ἰωάννης. Κατασείοντες δὲ ὥσπερ τὴν ἐπ’ αὐτῷ πίστιν, καὶ τῶν ἀγελαίων τὸν νοῦν τῆς εὐθείας ἀποκομίζοντες, Σαμαρείτην καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον ὠνόμαζον τὸν Ἰησοῦν. Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον. Πιλάτῳ προσῆγον, καὶ δὴ καὶ σταυροῦσθαι παρακεκλήκασιν, ἀπεκτόνασί τε τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ’ αὐτοῖς, πλὴν ἀνεβίω πατήσας τὸν θάνατον· ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, καὶ εἴπερ ἦν ἐν σαρκί. Οὐαὶ τοίνυν, φησὶ, τῷ στεφάνῳ τῆς ὕβρεως. Στέφανον αὐτοὺς ἀποκαλεῖ. Καὶ γὰρ ἦσαν αὐτοὶ τοῦ παντὸς Ἰσραὴλ στέφανος ὥσπερ τις καὶ δόξα, τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ τὸ τῆς ἡγεμονίας λαχόντες ἀξίωμα. Ἀλλ’ οὐ μεμενήκασιν ἐν ταῖς ἐκνεμηθείσαις αὐταῖς εὐκλείαις τε καὶ ὑπεροχαῖς, ἀποπεπτώκασι δὲ μᾶλλον ὕβρεως στέφανος γεγονότες.
PG 70:613Περιβέβληνται γὰρ ἀτιμίᾳ καὶ μώμῳ καὶ τοῖς εἰς δυσσέβειαν ἐγκλήμασι γεγονότες ἔνοχοι, καθάπερ ἄνθος κατεμαράνθησαν. Γεγόνασι γὰρ αὐτοὶ καὶ μισθωτοὶ τοῦ Ἐφραί̈μ. Ἐφραὶ̈μ δέ φησι τὸν Ἰούδαν, διάτοι τὸ ἐκ φυλῆς εἶναι τῆς Ἐφραί̈μ. Αὐτὸν οὖν ἄρα κατεμισθοῦντο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, πρός γε τὸ χρῆναι ταῖς αὐτῶν μιαιφονίαις ὑπηρετεῖν καὶ παραδοῦναι τὸν Διδάσκαλον. Ὃ δὴ καὶ πέπρακται. Οὐαὶ τοίνυν τῷ στεφάνῳ τῆς ὕβρεως, φησὶ, τοῦτ’ ἔστι, τοῖς ἡγουμένοις, οἳ καὶ ἐμισθώσαντο τὸν Ἐφραὶ̈μ, τοῦτ’ ἔστι, τὸν ἐκ φυλῆς Ἐφραί̈μ. Γεγόνασί τε ταύτης ἕνεκα τῆς αἰτίας ὡς ἄνθος ἐκπεσὸν ἐκ τῆς δόξης. Ὥσπερ γὰρ δόξα τοῖς ἄνθεσι τὸ ἔξω τε ὁρᾶσθαι μαρασμοῦ, καὶ ἐν τῷ τῆς ἰδίας φύσεως κάλλει, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον νοηθείη ἂν καὶ ἐφ’ ἡμῶν αὐτῶν.
Ἕως μὲν γάρ ἐσμεν ἐν οἷς ἡμᾶς εἶναι πρέπει, τῆς ἑαυτῶν ψυχῆς ἀδιαλόβητον εὖ μάλα τηροῦμεν τὸ κάλλος· παρατετραμμένης δὲ τῆς ἐν ἡμῖν διανοίας ἐφ’ ἃ μὴ προσῆκεν, ἄνθος ἐσόμεθα τῆς αὐτῷ πρεπούσης δόξης ἐκπεπτωκός. Ὃ δὴ καὶ πεπόνθασιν οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ γνώμην, καὶ λόγους, καὶ ἐγχειρήματα, καὶ πᾶν ὁτιοῦν τῶν ἐκτόπων καταθήγοντες τοῦ Χριστοῦ. Ποῦ δὲ τὸ ἄνθος ἦν τὸ ἐκπεσὸν τῆς δόξης, καὶ τίνα τρόπον ἀπεκληρώσατο; Ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος. Ὄρος δὲ παχὺ τὸν Ἰσραὴλ ὀνομάζει· παχὺ μὲν, ὅτι ταῖς εὐθυμίαις κατεπιαίνετο· ὄρος δὲ, διάτοι τὸ ὑψοῦ τεθεῖσθαι παρὰ Θεοῦ, κατά γε τὸ ἔνδοξον, φημί. Αὐτὸς γάρ πού φησι περὶ τῶν ἐξ Ἰσραήλ· Υἱὸν ἐγέννησα καὶ ὕψωσα.6 Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ὄρει παρεικάζειν ἐσθ’ ὅτε.
Ἔκειντο τοίνυν ἄνθος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, τοῦτ’ ἔστιν, ἐπάνω πάντων, καὶ ἐπὶ πάντας ὡς ἡγούμενοι, καὶ τὸ κατάρχειν τῶν ἄλλων, ταῖς ἐκ νόμου λαχόντες ψήφοις. Οὗτοι δὲ ἦσαν οἱ μεθύοντες ἄνευ οἴνου. Καὶ γὰρ ἦν ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, καὶ θυμὸς δρακόντων ἀνίατος. Κατεμεθύσκοντο γὰρ οὐκ οἶνον τοῦτον πίνοντες τὸν αἰσθητὸν, ἀλλὰ τὸ ἐξ ἀκράτου θυμοῦ, καὶ μανίας μέθυσμα, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν σκοτισμὸν ταῖσαὐτῶν διανοίαις εἰσο ικιζόμενοι. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη, οὐκ ἔχουσα σκέπην βίᾳ καταφερομένη, ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν τῇ γῇ, ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσὶ, καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως οἱ μισθωτοὶ τοῦ Ἐφραί̈μ.
PG 70:615Τίνα τρόπον αὐτοῖς τὰ δεινὰ συμβήσεται, καὶ ὅτι τῆς εἰς Χριστὸν δυσσεβείας ἀποτίσουσι δίκας σκληρῷ τε καὶ ἀνημέρῳ παραπεσόντες θυμῷ τοῦ τὰ δίκαια κρίνοντος, διὰ τούτων ἡμῖν ὁ προφητικὸς ὑπεμφαίνει λόγος. Ἥξει γὰρ, ἥξει, φησὶ, σκληρὸς καὶ δυσάντητος καθ’ ὑμῶν ὁ θυμὸς Κυρίου, ἤξει δὲ οὕτως ὡσανεὶ καὶ χάλαζα καταφέροιτο κατά τινων οὐκ ἐχόντων σκέπην, καταφερόμενος δὲ σὺν βίᾳ, τοῦτ’ ἔστιν, ἀφορήτως, ἐντόνως δὲ μᾶλλον καὶ μονονουχὶ κατασφενδονῶντός τινος, καὶ ἀγρίως τισὶν ἐπιφέροντος. Ἥξει δὲ οὖν ὡς χάλαζα, φησὶν, ἢ καὶ ὡς ὕδατος πολὺ πλῆθος σύρον χώραν. Ἄμαχον δὲ καὶ τοῦτο. Ποταμοῦ γὰρ, φέρε εἰπεῖν, ἤτοι χειμάῤῥου ῥαγδαιότατα καταφερομένου, ποῖον ἔσται τὸ ἀντιστατοῦν, καὶ ἀντισχεῖν δυνάμενον, καὶ τῇ τῶν ὑδάτων ῥύμῃ μὴ παραχωροῦν;
Ἥξει δὴ οὖν ὡς ὕδωρ ὅλην ἐπικλύζον τὴν χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. Ἔσται δὲ οὕτως ἀπηνὴς ἡ καταφορὰ, ὡς καὶ ἀνάπαυσιν ποιῆσαι τῇ γῇ. Ἀνάπαυσιν δὲ ποίαν ἄρα, καὶ τίνα; Ταῖς χερσὶ καὶ τοῖς ποσί. Καὶ ἔσται τοιοῦτος τῶν εἰρημένων ὁ νοῦς. Οἱ γάρτοι νήχεσθαι μεμελετηκότες, εἰ μὲν εἴη τυχὸν ἠρεμαία τε καὶ οἷον εὐαφὴς τῶν ὑδάτων ἡ στάσις, πόδας τε καὶ χεῖρας συστέλλοντες, καὶ ἐκτείνοντες, διαπονηθέντες τε συμμέτρως, τὸν ἐκ τοῦ καταπνίγεσθαι διαδράσκουσι κίνδυνον. Τῆς δὲ τῶν ὑδάτων ὁρμῆς ἀπρόσιτον παντελῶς ἐχούσης τὴν προσβολὴν παύεται τοῦ νήχεσθαι πάντη τε καὶ πάντως ὁ ἐναλοὺς, καὶ δοκεῖ μὲν ἀπαλλάττεσθαι πόνου, καταπνίγεται δὲ λοιπὸν ὡς ἐξ ἀνάγκης τε καὶ βίας πάντη τε καὶ πάντως ὑποβρύχιος γεγονώς.
Οὐκοῦν διαγελᾷ πως ὁ λόγος, καὶ εἰρωνεύεται, ἀνάπαυσιν τῇ γῇ ποιῆσαι λέγων τὸ ὕδωρ, ἀνάπαυσιν δὲ ταῖς χερσὶ καὶ τοῖς ποσί. Ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχὸν, Εἰκῆ πονείτω μηδεὶς, εἰς ἀντίστασιν τῆς μελλούσης κατὰ πάντων ἰέναι συμφορᾶς. Ἥξει γὰρ οὕτως ῥαγδαίως, ὡς ἀπρόσβλητον εἶναι παντελῶς καὶ ἀνόνητον ὁλοτρόπως τοῖς ἐθέλουσι πονεῖν γενέσθαι τὸ χρῆμα. Διανήξεται γὰρ οὐδεὶς, κατακομισθήσεται δὲ καὶ ἄκων, οὗπερ ἂν φέροι τὸ καθέλκον ὕδωρ, τοῦτ’ ἔστι, τῶν Ῥωμαίων στρατείας ἡ βιαιοτάτη καὶ ἄθραυστος χείρ. Τότε δὴ τότε καταπατηθήσεται, τοῦτ’ ἔστιν, ὑπὸ πόδας κείσεται τῶν εἰρηκότων ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραί̈μ. Τίνες δὲ οὗτοι, διὰ τῶν ἤδη προειρημένων ἐγνώκαμεν. Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομοι σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.
Τί τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης, τί δὲ δὴ πρὸς τοῦτο κατασημάνειεν ἂν, τὸ ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ κεῖσθαί τε αὐτὸ καὶ ὁρᾶσθαι, διὰ τῶν ἔναγχος εἰρημένων κατέστη γνώριμον. Ἄνθος μὲν γὰρ, τὸ ὡς ἐν ὄρει περίοπτον, ἤτοι τὸν Ἰσραὴλ, ἤγουν τοὺς καθηγεῖσθαι λαχόντας εὖ μάλα συνήσεις. Ἀλλ’ ἔσται, φησὶν, ὡς πρόδρομος σύκου. Μελλόντων γὰρ τῶν ἐν συκῇ πεπαίνεσθαι καρπῶν, εἴπερ τι τῶν ἄλλων προελάσειε τυχὸν, γένοιτό τε οὕτως ἐδώδιμον, ἐπιπηδᾷ μὲν προθύμως ὁ τεθεαμένος, γλίχεται δὲ καταπιεῖν, καὶ τάχα που ταῖς εἰς τοῦτο διαπύροις ὁρμαῖς καὶ τό γε ἧκον εἰς ὄρεξιν αἰτιᾶται μέλλουσαν τὴν χεῖρα πρὸς ἔκτασιν, καὶ διευρύνων τὸ στόμα, τοῖς κλάδοις ἐκπηδᾷ. Οὕτως ἔσται, φησὶ, τοῖς ἁρπάζουσιν ὁ Ἰσραήλ.
PG 70:617Καταπέποται γὰρ, ὡς ἔφην, ὑπὸ Ῥωμαίων, ἡδεῖά τε γέγονε τοῖς ἑλοῦσι τροφή. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ. Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων [κωλύον] ἀνελεῖν. Τίνα τε καὶ ὅπως τοῖς κυριοκτόνοις συμβήσεται, διεσάφησεν ἡμῖν ὁ λόγος ἐν τούτοις· προσεπάγει δὲ λοιπὸν τὴν ἐπί γε τοῖς πεπιστευκόσιν ἐξήγησιν· οὐ γὰρ εἰς ἅπαν ἀπόλωλεν ὁ Ἰσραήλ. Σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Πεπίστευκε γὰρ εἰς Χριστὸν οὐ μετρία πληθὺς, ἧς γέγονεν ἀρχή τις ὥσπερ καὶ πρωτόλιον ὁ τῶν ἁγίων ἀποστόλων χορός. Κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶν, ἔσται Κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ.
Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος στεφανώσει τοὺς πεπιστευκότας ἐλπίδι τε καὶ δόξῃ, καὶ ἐλπίδι μὲν τῆς τῶν ἐσομένων ἀγαθῶν δηλονότι, δόξῃ δὲ, ὅτι συμβασιλεύσουσιν αὐτῷ, καὶ τῶν ἀνωτάτω γερῶν εἴσω γεγονότες, ζηλωτοί τε ἔσονται καὶ ἀπόβλεπτοι. Τί γὰρ ἔσται τὸ ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῖς ἐλπίζουσι λαβεῖν τῆς ἐν Χριστῷ βασιλείας τὸν στέφανον; Τούτοις ἑτέρωθί φησιν αὐτὸς ὁ προφήτης Ἡσαί̈ας· Καὶ ἔσῃ στέφανος κάλλους, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Δόξῃ γὰρ ἀτελευτήτῳ τοὺς εἰς αὐτὸν πιστεύοντας στεφανώσει Χριστὸς, καταπιαίνει δὲ καὶ ἐλπίδι λιπαρωτάτῃ. Ἔσται δὲ τῶν τοιούτων ἐν μεθέξει, φησὶν, ὁ καταλειφθείς μου λαὸς, τοῦτ’ ἔστι, τὸ ἐξ Ἰουδαίων κατάλειμμα· συνεισδεχθέντος δηλονότι καὶ τοῦ ἑτέρου λαοῦ, τοῦτ’ ἔστι, τῶν ἐθνῶν οἳ καὶ ἐπὶ Χριστῷ φρονοῦντες μεγάλα προσεύχονται, καὶ κεκράγασι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν·
Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Εὐδοκήσαντος γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπλον ἡμῖν ἀῤῥαγὲς ἐδείχθη καὶ γέγονεν ὁ Χριστὸς, τοῖς τοῦ πονηροῦ βέλεσιν ὑπὲρ ἡμῶν ἑαυτὸν ἀντεξάγων, ἄτρωτόν τε καὶ ταῖς ἐκείνου δυστροπίαις ἀχείρωτον τὸν ἑαυτοῦ τετήρηκε λαόν. Τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, κατασημαίνει λέγων περὶ τοῦ καταληφθέντος λαοῦ, τοῦτ’ ἔστι, τῶν ἐν πίστει δεδικαιωμένων· Καταλειφθήσονται ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν. Πάλαι μὲν γὰρ ἅπαξ, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς γένος ἀνεῖλεν ὁ Σατανᾶς τοῖς τῆς ἁμαρτίας βόθροις ἐγκαθείς. Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν,6 κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔκρινεν ἡμῶν τὴν κρίσιν, δεδίκακεν ὥσπερ ἡμῖν τε καὶ τῷ πλεονεκτήσαντι Σατανᾷ, καὶ κατεψηφίσατο μὲν ἐκείνου τὸν ὄλεθρον, ἀπέστησε δὲ τῶν ἐπὶ τῆς γῆς ὡς ὀλετῆρα, καὶ ἀνδροκτόνον, σέσωκε δὲ οὕτως τοὺς ἀπολωλότας, τοῦτ’ ἔστιν, ἡμᾶς.
PG 70:619Τοῦτο διδάσκων φησὶ, Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καίτοι φησὶν ἐναργῶς, Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.6 Πῶς οὖν ἄρα φησὶν, ὅτι κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ἡμεῖς γάρ ἐσμεν οἱ πάλαι βοῶντες διὰ φωνῆς προφητῶν· Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.6 Ὅτι καὶ δικαίας κρίσεως ἐφ’ ἡμᾶς γενομένης εὐχαριστοῦντές φαμεν, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμαστά σου, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.6 Καὶ διὰ ποίαν αἰτίαν; Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου.
Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· ἐπετιμήθησαν γὰρ τὰ τῶν δαιμόνων στίφη, συναπόλωλε δὲ τούτοις ὁ ἀσεβὴς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς. Καταλειφθήσονται τοίνυν, τοῦτ’ ἔστι, περισωθήσονται ἐπὶ πνεύματι κρίσεως· ἔκρινε γὰρ καὶ δεδικαίωκεν, ὡς ἔφην, ἐπὶ κρίσιν καὶ ἰσχὺν, τοῦτ’ ἔστιν, ὀρθοκρισίᾳ καὶ δυνάμει, δῆλον δὲ ὅτι τῇ θεοπρεπεῖ, κωλύων ἀνελεῖν τοὺς εἰς αὐτὸν πιστεύοντας. Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα· ἐπλανήθησαν. Τοῦτ’ ἔστι φάσμα. Καταδεικνύει τρόπον τινὰ τοὺς ὠλισθηκότας, καὶ διὰ τῆς οὕτω μακρᾶς ἀπειθείας προσκεκρουκότας Θεῷ. Πεπλάνηνται γὰρ οἱ τοιοίδε, φησὶν, οἶνον καὶ μέθυσμα πεπωκότες, οὐκ αἰσθητὸν ἢ σωματικὸν, σκοτισμὸν δὲ μᾶλλον ἑλόντες εἰς νοῦν, ὃν τοῖς εἰωθόσι ῥᾳθυμεῖν ὁ παγχάλεπος ἐνίησι δράκων.
Γράφει γὰρ ὁ θεσπέσιος Παῦλος, ὅτι ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐσκότισε τὰ νοήματα τῶν πιστῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Θεοῦ. Οἶνον οὖν ἄρα καὶ σίκερα τὸν ἐκ τῆς τοῦ διαβόλου δυστροπίας ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνιέμενον σκότον εὖ μάλα καλεῖ. Καὶ καταπλήττεται δὲ ὥσπερ, οὐχ ὅτι μόνη τοῦτο παθοῦσα φαίνεται τῶν ἀγελαίων ἡ ἀμαθεστάτη πληθὺς, ἀλλὰ γὰρ ἔτι πρὸς ἐκείνοις, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον. Οἶνον δὲ πάλιν τὸ ἐκ τῆς ἀμαθίας μέθυσμά φησι. Θαυμαστὸν δὲ ὅτι τοῖς ἄλλοις ὁμοῦ τοῦτο πεπονθότας κατίδοι τις ἂν ἱερέα καὶ προφήτην. Οὓς γὰρ ἦν εἰκὸς καὶ τοὺς ἄλλους ἅπαντας ἀπευθύνειν δύνασθαι πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ τὴν τῆς σωτηρίας καταδεῖξαι τρίβον, οὗτοι τάχα που καὶ πρό γε τῶν ἄλλων τὸν σκότον ἐδέχοντο, ὥστε καὶ καταδονεῖσθαι, καὶ πάντα πνεύματι περιφέρεσθαι, καὶ τοῦτο ἐκ μέθης τῆς νοητῆς.
PG 70:621Φαίη δ’ ἄν τις τὸ πρᾶγμα οἷόν τι γενέσθαι φάσμα, τοῦτ’ ἔστι, θάμβος ἢ ἔκπληξιν. Προφήτην δέ φησιν ἐν τούτοις οὐχὶ πάντως τὸν ἀληθῆ καὶ παρὰ Θεοῦ, ἐκεῖνον δὲ μᾶλλον τὸν οἱονεὶ δόξαν ἑαυτῷ τὴν προφητικὴν περιπλάττοντα· περὶ ὧν φησι διὰ φωνῆς Ἰεζεχιήλ· Οὐαὶ, οἱ προφητεύοντες ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Διαβέβληνται δὲ καὶ διὰ φωνῆς Ἡσαί̈ου· φησὶ γάρ που περὶ τῆς Ἱερουσαλὴμ, Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Πεπλανῆσθαι λέγων ἱερέα τε ὁμοῦ καὶ προφήτην, καὶ μὴν καὶ ἐκστῆναι φρενὸς ἀγαθῆς διὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, μέθυσμά τε τὸ νοητὸν, προσεπενεγκὼν δὲ ὅτι τοῦτό ἐστι φάσμα, τοῦτ’ ἔστι, κατάπληξις, καὶ οἷόν τι θάμβημα, καταδείκνυσιν εὐθὺς καὶ τὴν τοῦ καταπεπλῆχθαι πρόφασιν, καὶ τῆς τῶν ἱερέων ἐκστάσεώς τε καὶ μέθης τὰ ἐγκλήματα.
Ταύτῃ τοί φησιν, Ἀρὰ ἔδεται ταύτην τὴν βουλήν. Ἐπάρατος γὰρ ἡ τῶν Ἰουδαίων σκέψις γέγονεν ἀληθῶς, ἡ ἐπί γέ φημι τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ. Προαπέστειλε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἁγίους προφήτας, καὶ ἀπεκτόνασιν αὐτούς. Εἶτα μετ’ ἐκείνους πέπομφε τὸν ἀγαπητὸν λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος αὐτοῦ, κατά γε τὴν ἐν τοῖς Εὐαγγελίοις παραβολήν. Οἱ δὲ τοῦ ἀμπελῶνος προεστηκότες ἀγνωμονέστατοι γεωργοὶ, καίτοι συνέντες ὅτι αὐτός ἐστιν ὁ υἱὸς, καὶ ὁ τοῦ χωρίου δεσπότης, εἶπον, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ. Ἐπάρατος τοίνυν, φησὶν, ἡ τοιάδε βουλή. Ταύτης καὶ ὁ μακάριος Δαβὶδ μέμνηται λέγων ποτὲ μὲν, ὅτι Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.6 Ποτὲ δὲ πάλιν περὶ τῶν τὰ τοιάδε πεπλημμεληκότων· Καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτοὺς, ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι. Ὄσον μὲν γὰρ ἧκεν εἰς δύναμιν ἐπιχειρημάτων, ἀπέκτειναν τὸν υἱὸν, οἰηθέντες ὅτι τὸν δεσποτικὸν αὐτοὶ καθέξουσι κλῆρον· ἀνεβίω δὲ ὡς Θεὸς, καὶ ἀπώλεσε μὲν κακοὺς κακῶς, τοὺς ἀλητηρίους καὶ ἀγνώμονας γεωργοὺς, ἐκδέδωκε δὲ τὸ χωρίον ἑτέροις, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, καὶ τοῖς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλοις. Ἐπάρατος οὖν ἡ τῶν Ἰουδαίων βουλὴ, γέγονε γὰρ ἕνεκα πλεονεξίας. Πλεονεξία γὰρ ἀληθῶς τὸ ἐθελῆσαι τοὺς οἰκέτας κατεπιφύεσθαι τοῦ δεσπότου, ἴδιόν τε πεποιῆσθαι κλῆρον τὸν οὗ τετάχαντο γεωργοὶ, καίτοι μισθὸν ἔχοντες διαρκῆ τῆς ἱερωσύνης τὰ γέρα, καὶ τὰς ἐκ τοῦ τῶν ἄλλων προτετάχθαι τιμάς.
Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Ἔθος τοῖς ἁγίοις προφήταις, καὶ πάσῃ δὲ τῇ θεοπνεύστῳ Γραφῇ διὰ δύο πράγματα ἐπείγεσθαι καὶ συνωθεῖν ἐπὶ τὸ βιοῦν ὀρθῶς ἑλέσθαι τὸν ἄνθρωπον. Ἢ γὰρ τοῖς τῆς κολάσεως δείμασι τὸν ἀπεσκληκότα νοῦν οἱονεὶ περιθραύοντες μετασοβοῦσιν ἐπὶ τὸ ἄμεινον, ἢ ταῖς τῶν γερῶν ὑποσχέσεσιν ἀποτελοῦσιν εὐτολμοτέρους περὶ τὸ χρῆναι τληπαθεῖν ὑπὲρ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων· ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἡσαί̈ου πρὸς Ἰουδαίους, Καὶ ἐὰν θέλητε καὶ εἰςακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.6 Ὡς οὖν ἀτιμάσαντα τῶν ἁγίων προφητῶν τοὺς λόγους τὸν ἐξήνιον Ἰσραὴλ μονονουχὶ καταδείκνυσι, λέγων·
PG 70:623Τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ἰδοὺ γὰρ, ἰδοὺ τίνι; φησὶν, ἀντὶ τοῦ, σκληρῷ τε καὶ ἀπειθεῖ καὶ ἀσυνέτῳ λαῷ διηκονησάμεθα, καὶ τοὺς ἄνωθεν παρὰ Θεοῦ διαπορθμεύσαντες λόγους, ἀνηγγείλαμεν αὐτῷ κακὰ, τοῦτ’ ἔστι, τὰς κολάσεις, τὰς ἀπειλὰς, αἳ πάντη τε καὶ πάντως τοῖς τῶν ἀπειθεῖν εἰωθότων κατηργηθήσονται κεφαλῆς. Ἀνηγγείλαμεν ἀγγελίαν, τοῦτ’ ἔστιν, εὐηγγελισάμεθα τὰ ἀγαθὰ τὰ τοῖς ἀγαθουργεῖν εἰωθόσιν ηὐτρεπισμένα παρὰ Θεοῦ. Ὠφέληται δὲ παντελῶς οὐδὲν ὁ δυσμετακόμιστος Ἰσραὴλ, ὁ πεπηγὼς εἰς τὸ πλημμελὲς, καὶ πολὺ νοσήσας τὸ δυσήκοον. Ὅταν τοίνυν λέγει τὸ, τίνι; τῷ κατ’ οὐδένα τρόπον ἀξίῳ δηλοῖ· καὶ γάρ τοι μετὰ τὴν οὕτω σαφῆ τῶν ἁγίων προφητῶν προαγόρευσιν, οὐδὲν ἧττον ἀμείλικτοί τε ἦσαν καὶ πονηροὶ, καὶ δυστροπίας ἁπάσης ἐπίμεστον ἔχοντες τὴν καρδίαν.
Γεγόνασι δὲ καὶ πικρίας διαβολικῆς ὑπηρέται γοργοί· σταυρῷ γὰρ παρέδωκαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΜΟΣ Β. Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προςδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας. Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Διερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκομίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ’ αὐτῶν ἐντετυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καίτοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων.
Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰωθόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβεβαιούμεθα, ἀγγελίας τε τὰς ἐπ’ ἀγαθαῖς ἐλπίσι τιμάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προφῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσομένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγηκότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον.
PG 70:625Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δεχόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προβεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενηκότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπισμάτων. Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήσητε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον.
Ὀφθαλμὸς γὰρ, φησὶν, οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.6 Εἶτα διαδείκνυσι ποία τις ἔσται πρώτη κατ’ αὐτῶν ἡ θλίψις. Διὰ φαυλισμὸν γὰρ, φησὶ χειλέων, καὶ διὰ γλώσσης ἑτέρας. Ἔστι δὲ τοιοῦτος τῆς προφητείας ὁ νοῦς. Ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, ὅτι Κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ συνηγμένοι ἐπὶ τὸ αὐτὸ, καὶ ἰδοὺ ἐγένετο ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας.6 Εἶτά φησιν· Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.6 Προστέταχε γὰρ αὐτοῖς ὁ Χριστὸς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἕως ἂν ἐνδύσωνται ἐξ ὕψους δύναμιν.
Εἶτα κατελθόντες ἐλάλουν τοῖς ἐξ Ἰσραὴλ, καὶ ἅπασι δὲ τοῖς ἐξ ἑτέρων χωρῶν ταῖς δοθείσαις αὐτοῖς παρὰ Θεοῦ γλώσσαις, καὶ κατεπλήττοντο μὲν ἀκροώμενοι, καὶ δὴ καὶ ἔφασκον, Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντές εἰσιν Ἰουδαῖοι; Καὶ πῶς πάντες ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ γλώσσῃ λαλούντων αὐτῶν; Ἄλλοι δὲ ἔλεγον,6 φησὶν, ὅτι Γλεύκους μεμεστωμένοι,6 τοῦτ’ ἔστι, μεθύουσι, τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας. Ἐλάλουν μὲν γὰρ γλώσσαις ἑτέραις, τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ τοῦτο προειρηκότος. Ἐν ἑτερογλώττοις γὰρ, φησὶ, καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ ὣς πιστεύσουσιν. Ἀλλὰ καίτοι δέον εἰς πληροφορίαν δέχεσθαι τὸ σημεῖον, ἐννοήσαντας τὴν ἐπὶ τούτῳ γεγενημένην παρὰ Θεοῦ προαγόρευσιν, τοῦτο μὲν οὐκ ἔδρων, κατονειδίζοντες δὲ τὸ μεθύειν αὐτοῖς μεμενήκασιν ἐν ἀπειθεία.
Ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· Τοῦτο τὸ ἀνάπαυμα τῷ πίνοντι, καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν. Ἔφη που Θεὸς ἐπὶ ταῖς Ἰουδαίων ἀπονοίαις ἀγανακτῶν· Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγων Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν παραδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, οὐ μὴ εὕρωσιν. Οὐκοῦν ἐπενήνεκται λιμὸς νοητὸς τοῖς ἐξ Ἰσραὴλ, καὶ ἐπειδήπερ οὐ παρεδέξαντο διὰ τῆς πίστεως τὸν ἄρτον τῆς ζωῆς τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ· ταύτῃτοι καὶ μάλα εἰκότως ἐν ἐνδείᾳ γεγόνασι τῆς θεοσδότου τροφῆς· Οὐ γὰρ ἐπ’ ἄρτῳ,6 φησὶ, μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.6 Καὶ πεπαρῳνήκασι μὲν εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν·
PG 70:627ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καίτοι δεδυσσεβηκότα οὐ φορητῶς ἐκάλει πρὸς μετάγνωσιν διὰ τῶν ἁγίων ἀποστόλων. Προσπεφώνηκε γοῦν αὐτοῖς ὁ μακάριος Πέτρος, ὅτι δὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς. Πλὴν καὶ τοῦτο προσετίθει, Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.6 Οἱ τοίνυν, φησὶν, ἀπεσπασμένοι ἀπὸ μαστοῦ τε καὶ γάλακτος, οἱ κεκλημένοι πρὸς ἀποστολήν. Καὶ τῶν νέων κηρυγμάτων γεγονότες ἱερουργοὶ, λαλήσουσι τῷ λαῷ τούτῳ καταδεικνύοντες ἐναργῶς, ποία μὲν ἀνάπαυσις ἔσται τῷ πίνοντι, καὶ οἷον τὸ σύντριμμα, τοῦτ’ ἔστι, τί τὸ ὠφέλιμον, καὶ τὸ ἐναντίον.
Καὶ οὐκ ἂν ἀκούσειεν ἄν. Ὅθεν, οἶμαι, κεκινημένος τις τῶν ἁγίων ἔφη πρὸς αὐτούς· Σκληροτράχηλοι καὶ ἀπειθεῖς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπίπτετε.6 Ἄθρει γὰρ ὅπως καίτοι δεδυσσεβηκότες οὐ φορητῶς παιδαγωγοὺς ἐσχήκασι τοὺς ἁγίους ἀποστόλους ἀποκομίζοντας εἰς μετάγνωσιν καὶ τὴν τοῦ συμφέροντος γνῶσιν ἐνιέντας αὐτοῖς· οἱ δὲ ἦσαν ἀγέρωχοι, καὶ πολὺ λίαν ἀπεσκληκότες, καὶ ἀσχέτως ἀπονενευκότες εἰς τὸ ἀπειθὲς καὶ δυσάγωγον τοῦ τρόπου. Καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ, θλίψις ἐπὶ θλίψει, ἐλπὶς ἐπ’ ἐλπίδι. Τίσιν ἔσται; Τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα, περιῄεσαν τὴν ὑπ’ οὐρανὸν σαγηνεύοντες τοὺς πεπλανημένους, προσκομίζοντες διὰ πίστεως τῷ Χριστῷ τοὺς πάλαι λέγοντας τῷ ξύλῳ·
Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθω, Σὺ ἐγέννησάς με. Πλὴν οὐκ ἀνιδρωτὶ κατωρθώκασι τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον, ἀλλὰ θλιβόμενοι, κακουχούμενοι, καὶ τὰς τῶν ἀφιλοθέων ὑπομένοντες ἐπιβουλάς. Γέγονεν οὗν αὐτοῖς τὸ λόγιον Κυρίου θλίψις ἐπὶ θλίψει, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ἐλπὶς ἐπὶ ἐλπίδι. Ἀνατλάντες γὰρ τοὺς ὑπέρ γε τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας, ἐπ’ ἐλπίσιν ἔσονται μακραῖς, μᾶλλον δὲ καὶ ἀτελευτήτοις, καὶ τὸν τῆς ἀφθαρσίας περικείσονται στέφανον συμβασιλεύοντες τῷ Χριστῷ. Ἔτι μικρὸν, ἔτι μικρὸν, ἵνα πορευθῶσι, καὶ πέσωσιν εἰς τὰ ὀπίσω, καὶ κινδυνεύσωσι, καὶ συντριβήσονται, καὶ ἁλώσονται. Καταθήγει πρὸς ἀνδρείαν, καὶ ἀλείφει πρὸς ὑπομονὴν τοὺς ἁγίους μυσταγωγούς. Διεκήρυττον μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς σωτηρίας αὐτοῖς εὐηγγελίζοντο λόγον.
PG 70:629Ἀλλ’ ἐπεπήδων αὐτοῖς θηρίων ἀτιθάσσων δίκην, εἰσεκόμιζον εἰς συνέδρια, καὶ οἷά τι τῶν ἄγαν ἐκτοπωτάτων ἐγκαλοῦντες αὐτοῖς τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, λοιδορίαις μὲν ταῖς κατ’ αὐτῶν ἐχρῶντο πικραῖς, καταικισάμενοι δὲ, καὶ ταῖς διὰ μαστίγων πληγαῖς καταξαίνοντες ἔφασκον· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.6 Καὶ καθ’ ἑτέρους δὲ τρόπους ἐπιφυόμενοι, καὶ ἀγρίως ἐπιβουλεύοντες, συντριβῆς αὐτοῖς καὶ ἱδρώτων γεγόνασι πρόξενοι. Ἐξυφαίνει τοίνυν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς διαρκῆ τὴν παράκλησιν, καὶ τὸν ὅσον οὐδέπω παρεσόμενον τῶν διωκόντων ὄλεθρον προαναφαίνει λέγων· Ἔτι μικρὸν, ἔτι μικρόν. Οὐ γὰρ μακρὸς ἔσται, φησὶν, ὁ καιρὸς τοῦ καὶ ὀπίσω πεσεῖν αὐτοὺς, συντριβῆναί τε καὶ κινδυνεῦσαι, καὶ μὴν καὶ ἁλῶναι καὶ πορευθῆναι πρὸς ὄλεθρον.
Ταυτὶ δέ φαμεν τοῖς Ἰουδαίων συμβῆναι λαοῖς νοητῶς τε ἅμα καὶ σωματικῶς, ἤγουν αἰσθητῶς. Κεκινδυνεύκασι γὰρ καὶ ἀπολώλασι κατὰ δύο τρόπους, τοῦτο μὲν πολέμῳ τε καὶ πολιορκίαις δαπανώμενοι. Τοῦτο δὲ, καὶ αὐτῷ τῷ Σατανᾷ γλυκὺ γεγονότες θήραμα, καὶ ταῖς ἑαυτῶν κεφαλαῖς τὸν ἐκ τῆς ἀσεβείας ἐπαντλήσαντες ὄλεθρον. Διὰ τοῦτο ἀκούσατε λόγου Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλὴμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἐπειδὴ γὰρ, φησὶν, ἀφόρητα τὰ ἐσόμενα καθ’ ὑμῶν, καὶ τοὺς μέχρι παντὸς ἀσεβεῖν εἰρημένους πικρά τε καὶ δυσδιάφυκτος ἐκδέξεται δίκη· διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου.
Ἦν γὰρ ἀπονεῦσαι τοῦ κακοῦ, τοῖς ἀποστολικοῖς κηρύγμασιν ἐπενεγκόντας τὸν νοῦν, καὶ οἷς ἂν λέγοι Χριστὸς ἀμελητὶ συννεύοντας. Ἀκούσατε τοίνυν τὸν λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τεθλιμμένους δὲ φησὶ τοὺς ἐξ Ἰσραὴλ, ἅτε δὴ τῷ κατακρίνοντι νόμῳ πεφορτισμένους. Ὀργὴν γὰρ ὁ νόμος κατεργάζεται, καὶ ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς μετὰ τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ὑπονοστεῖν ἐθέλουσιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ἐπιστέλλει καί φησι· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ὑμῶν πεπλάτυται, οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν, τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.6 Τεθλιμμένοι τοίνυν εἶεν ἂν οἱ ὑπό γε τῇ Μωσέως ἐντολῇ ἔτι κείμενοι καὶ πεπιεσμένοι τρόπον τινὰ, καὶ τοῦ νόμου τὸ δυσαχθὲς ἔχοντες εἰς νοῦν καὶ καρδίαν.
PG 70:631Προσπεφώνηκε μὲν οὖν ἄρχουσί τε καὶ λαοῖς. Εἶτα μεταξὺ παρεντίθησί τινα τῶν Ἰουδαίων λόγον, ἐξ ἀπονοίας τε καὶ οἷον ἐξ ἀπογνώσεως αὐτοῖς ἀνοσίως ἐξηυρημένον. Καὶ ποῖος οὗτός ἐστι, ἀναγκαίως με εἰπεῖν· ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς μακρόθυμός τε καὶ ἀνεξίκακος ὢν, οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπηφίει τὴν κόλασιν, ἀνεβάλλετο δὲ τὴν ὀργὴν καταπτοῶν τοῖς δείμασι καὶ τῇ προαγορεύσει τῶν ἐσομένων κακῶν μετασοβῶν ἔσθ’ ὅτε πρὸς μετάγνωσιν. Ταύτῃ τοι πλειστάκις διὰ τῶν ἁγίων προφητῶν εὑρήσομεν λέγοντα τὸ, Ἰδοὺ ἔρχεται, καὶ τὸ, ἔτι μικρὸν, ἔτι μικρὸν, καὶ τὸ, ὅσον, ὅσον. Ἀλλ’ οἱ θρασεῖς καὶ ἀγέρωχοι, καίτοι δέον ἐπανορθοῦν τοῖς δευτέροις τὰ ἐπταισμένα, γέλωτος ἐποιοῦντο πρόφασιν τοῦ Δεσπότου τὴν ἡμερότητα. Ἅμα τε γὰρ ἤκουον προφήτου λέγοντος τὸ, Ἕτι μικρὸν, ἔτι μικρὸν, ὅσον, ὅσον· εὐθὺς πρὸς ἀλλήλους ἔφασκον, Καιροὶ μεταξὺ κείσονται μακροὶ τῶν τοῦ προφήτου ῥημάτων, καὶ τῆς ἀναδείξεως τῶν προηγγελμένων.
Ἡμεῖς τεθνηξόμεθα, καὶ τοῖς μεθ’ ἡμᾶς ὁ θεῖος ἐφαλεῖται θυμός. Καὶ γοῦν ἔφη Θεὸς πρὸς τὸν προφήτην Ἰεζεχιήλ, Υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λέγουσιν· Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. Διὰ τοῦτο εἶπον, Ζῶ ἐγὼ, λέγει Ἀδωναὶ̈ Κύριος· οὐ μὴ μηκύνωσιν οὐκ ἔτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω. Ὅτι λαλήσω λόγον καὶ ποιήσω Ἀδωναὶ̈ Κύριος.6 Ὀνειδίζει τοίνυν τοῖς ἐξ Ἰσραὴλ, ὡς εἰωθόσι καταφρονεῖν, καὶ μονονουχὶ λέγουσιν· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας. Ποῖαι δὲ αὗται; Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς. Μόνον γὰρ οὐχὶ, φησὶ, κἂν εἰ μὴ φωνῇ λέγοιεν, ἀλλ’ οὖν αὐτοῖς κεκράγασι τοῖς δρωμένοις, ὅτι Συνθήκας· πεποιήμεθα πρὸς τὸν ᾅδην, λήψεται γὰρ ἡμᾶς·
Κἂν εἰ ἐπέλθοι τυχὸν ἡ καταιγὶς, ἤγουν ὁ ἀπειληθεὶς καθ’ ἡμῶν ἔσεσθαι κίνδυνος, οὐ μὴ ἐπέλθῃ ἡμῖν. Τεθείκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Οἱ γὰρ ἑαυτοὺς ἀναπλάσαντες τὸ δοκοῦν, καὶ φάσκοντες, ὅτι Τεθνηξόμεθα πρὸ τῆς καταιγίδος, ἤτοι πρὸ τῶν συμφορῶν, πῶς οὐ ψεῦδος ἔθεντο τὴν ἑαυτῶν ἐλπίδα; Οὐ γὰρ ἦν ἐν αὐτοῖς τὸ διαφυγεῖν δύνασθαι, καὶ φθάσαι τῷ θανάτῳ τῶν ἀπειληθέντων τὴν ἔφοδον, ἔκειτο δὲ μᾶλλον ἐν ἐξουσίᾳ τῆς θείας τε καὶ ἀποῤῥήτου δυνάμεως, καὶ ὑπεροχῆς. Διὰ τοῦτο οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.
Ταῦτα συναπτέον τοῖς ἀνωτέροις τῶν διὰ μέσου προσεῤῥιμμένων· Διὰ τοῦτο γὰρ, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τί δὲ δὴ καὶ ἀκοῦσαι προστέταχεν; Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Λίθον μὲν οὖν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, καὶ τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ὅτι δὲ αὐτὸς κρηπίς τε καὶ ἔρεισμα, καὶ ἀκλόνητος ὑποβάθρα γέγονε τῇ νοητῇ Σιὼν, τοῦτ’ ἔστι, τῇ Ἐκκλησίᾳ, διατρανοῖ λέγων εἰς τὰ θεμέλια βεβλῆσθαι αὐτὸν παρὰ τοῦ Πατρός. Ἀκρογωνιαῖον δὲ εἶναί φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομημάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρμολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα.
PG 70:633Ἀλλ’ ὁ πιστεύων, φησὶν, ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμένους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγελικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.6 Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπιστέλλει καί φησιν, ὅτι Τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.6 Ἔσεσθαι τοίνυν τὴν κρίσιν ἐλπίζομεν, ἐλεεῖσθαι δὲ οὕτως ὡς ἂν ἑκάστῳ πρέπει, καὶ ἀναλόγως δηλονότι τοῖς κατωρθωμένοις.
Τοῦτο γὰρ οἶμαι δηλοῖ τὸ, ἐλεημοσύνην γίνεσθαι παρὰ τοῦ κρίνοντος ἡμᾶς εἰς σταθμοὺς, τοῦτ’ ἔστι, κατὰ τὸν τοῦ δικαίου, καὶ οἷον ἰσοῤῥοποῦντα ταῖς ἀγαθουργίαις λόγον. Καὶ οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην, οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Πρωὶ̈, πρωὶ̈ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Ἔφην, ὅτι τῶν ἁγίων προφητῶν τοῖς ἐξ αἵματος Ἰσραὴλ, προαγορευόντων τὰ ἐσόμενα, καὶ τὴν θείαν ὀργὴν μονονουχὶ καὶ παροῦσαν ἤδη καταδεικνύντων αὐτοῖς, εἰς ἐκτόπους ἀπονοίας ἀπογαυρούμενοι διελογίζοντό τε καὶ ἔφασκον, ὅτι Κἂν εἰ γένοιτο ταῦτα τυχὸν, ἀλλ’ οὖν εἰς ἀνάβλησιν ἔσται καιρῶν, καὶ οὐκ αὐτίκα παρέσται τῶν προηγγελμένων τὸ πέρας, δαπανηθήσεται δὲ τῆς ἡμετέρας ζωῆς ὁ χρόνος, καὶ μεθ’ ἡμᾶς ἔσται τὰ δεινά.
Ταῦτα δὲ λέγοντες καὶ ἐνθυμούμενοι, μονονουχὶ καὶ συνθήκας ἐδόκουν μετὰ τοῦ θανάτου ποιεῖσθαι, καὶ οἷον ἐλπίδα τὴν πρὸς τὸν ᾅδην. Ταύτῃ τοί φησι πρὸς αὐτούς· Οἱ πεποιθότες μάτην, ψευδεῖς, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Φοβήθητε μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ. Οἶδε γὰρ, οἶδε καρδίας καὶ νεφροὺς, καὶ τῶν εἰς νοῦν κινημάτων τὴν δύναμιν ὁ τῶν ὅλων Δημιουργός. Ὅταν οὖν ἐλπίδα τὴν τοιαύτην ἔχουσα φησί· Μὴ ἆρά πως τὰ ἐν ὑμῖν ἐγνωκὼς ἀποστήσῃ ταύτην ὑμῶν τὴν μετὰ τοῦ θανάτου συνθήκην; Ἀποστήσει δὲ τίνα τρόπον; Εἰ γὰρ ἐπέλθοι τὰ ἐξ ὀργῆς, τοῦτ’ ἔστιν, ἡ καταιγὶς, οὐχ ἕτεροί τινες τῶν μεθ’ ὑμᾶς, ἀλλ’ ὑμεῖς αὐτοὶ γενήσεσθε εἰς καταπάτημα. Καὶ λήψεται ὑμᾶς πρωὶ̈ πρωὶ̈, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν, ἀλλ’ οἷον ὄρθρου τε καὶ αὔριον.
PG 70:635Οὐκ ἔσται ὅλως ἀνάπαυσις ἐκ κακῶν, ἀλλ’ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρὰ, τοῦτ’ ἔστι, κατὰ πάντα καιρὸν τῇ τῶν δεινῶν προσδοκίᾳ δαπανηθήσεσθε. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ ἀποστήσων τῆς συμφορᾶς τὴν ἔφοδον; ἢ τίς τῷ θείῳ διαμάχεται θυμῷ; Μάθετε ἀκούειν, στενοχωρούμενοι· Οὐ δυνάμεθα μάχεσθαι. Καὶ αὐτοὶ δὲ ἀσθενοῦμεν, τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών. Μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ἀγαθὸς ὢν λίαν ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ταύτῃ τοι νουθετῶν τοὺς ἠσθενηκότας καὶ ἀνακομίζων εἰς εὐθεῖάν τε καὶ ἀπλανῆ τρίβον τοὺς τῆς ἑαυτῶν ψυχῆς κατημεληκότας, διὰ παντὸς ἔρχεται τρόπου τε καὶ λόγου.
Ποτὲ μὲν γὰρ ταῖς τῶν κολάσεων ἀπειλαῖς καὶ τοῖς ἐξ ὀργῆς δείμασι προκαταπτοῶν πρὸς τὸ ἄμεινον, ποτὲ δὲ ταῖς τῶν ἀγαθῶν ὑποσχέσεσι σαγηνεύει πρὸς τὸ συμφέρον. Ἀπειλήσας τοιγαροῦν καὶ προειρηκὼς, ὅτι τε πάντη τε καὶ πάντως ἁλώσονται μὲν ὑπὸ τῆς καταιγίδος, ἤτοι τῆς ὅσον οὐδέπω κατ’ αὐτῶν ἐσομένης συμφορᾶς, καὶ ὅτι κατὰ πάντα καιρὸν ἐν ἐλπίσιν ἔσονται πονηραῖς· κατὰ τὸν τῆς παρακλήσεως χαρίζεται λόγον καὶ ἀπογινώσκειν οὐκ ἐᾷ. Καθάπερ τις τῶν ὅτι μάλιστα σοφῶν καὶ εὐτεχνεστάτων ἰατρῶν, οἳ τῶν τοῦ σώματος μελῶν τὰ ἠῤῥωστηκότα, ποτὲ μὲν δριμεῖ θεραπεύουσι φαρμάκῳ, καὶ τοῖς ἄγαν εὐσθενεστάτοις ἐπικουρήμασι τὴν ἐπὶ τὰ χείρω τῶν παθῶν ἐπίδοσιν ἀνακόπτουσι, ποτὲ δὲ συμμέτροις καὶ οἷον ἡμερωτάτοις μονονουχὶ καταγοητεύοντες, εὖ μάλα καταμαλθάσσουσιν.
Ἀπειλήσας τοίνυν νουθετεῖ, καὶ τοῖς εὐαγγελικοῖς κηρύγμασιν ὑποθῆναι τὸν νοῦν διακελεύεται, λέγων· Μάθετε ἀκούειν, στενοχωρούμενοι. Εἶτα, φησὶ τὸ, Οὐ δυνάμεθα μάχεσθαι. Διαμνημονεύει δὲ καὶ τῶν ἐν τῇ φάραγγι Γαβαῶν γεγονότων κατὰ καιρούς. Καὶ πεποίηται μὲν ἀσυμφανῶς λίαν ἡ τῶν λέξεων ἀπόδοσις, καὶ αὐτὸ δὲ τῆς συνθήκης τὸ ὕφος. Οἶμαι δὲ δεῖν τὰ ἐκ τῆς ἱστορίας εἰπεῖν. Ἔσται γὰρ οὕτω καὶ μόλις ἐναργὲς τοῖς φιλομαθέσι τὸ δηλούμενον. Στρατηγοῦντος τοίνυν καὶ καθηγουμένου τῶν ἐξ Ἰσραὴλ τοῦ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ταῖς τῶν ἐθνῶν χώραις οὐ φορητῶς κατασκήπτοντος, πλείστων τε ὅσων ἀπολωλότων, τὰ ἶσα παθεῖν δεδιῶτες οἱ ἐκ Γαβαῶν, πόλις δὲ αὕτη τῶν ἀλλοφύλων μία, προςδεδραμήκασιν αὐτῷ, καὶ ψευδοεποῦντες ἔλαθον ἐν ἀρχαῖς, καὶ δὴ καὶ εἰσεδέχθησαν.
Ἐπειδὴ δὲ μετὰ τοῦτο, τίνες τε καὶ ὅθεν εἰσὶν ἐγνώσθησαν, ὑδροφόροι τε καὶ ξυλοκόποι γεγόνασι τῇ συναγωγῇ. Τοῦτο μεμαθηκότες οἱ τῶν ἐθνῶν βασιλεῖς, πέντε δὲ οὗτοι, κατεστράτευσαν τῆς Γαβαῶν, ἐγκαλοῦντες ὅτι προςπεφεύγασι τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἐσχάτοις οἱ ἐκ Γαβαῶν, καὶ ἀμήχανον ἑαυτοῖς ἐλογίζοντο τὴν ἀντίστασιν, σώζεσθαι παρεκάλουν διὰ χειρὸς τοῦ Ἰησοῦ. Ὁ δὲ τοῖς ἅπαξ ὑπ’ αὐτῷ γεγονόσιν ἐπικουρῶν τοῖς τῶν ἀλλοφύλων στρατηγοῖς ἀντετάττετο. Εἶτα τί τὸ τηνικάδε τῶν διὰ χειρὸς Θεοῦ γενέσθαι συμβέβηκε, διδάξει τὸ Γράμμα τὸ ἱερόν. Ἔχει γὰρ οὕτως· Καὶ ἐπείπερ ἐγένετο εἰς αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν ἡμέραν ἐπορεύθη ἐκ Γαλγάλων, καὶ ἐξέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ, καὶ συντρίψει συνέτριψε μεγάλῃ ἐν Γαβαῶν, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνὶμ, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζακῆ, καὶ ἕως Μαδαϊκά.
PG 70:637Ἐν δὲ τῷ φυγεῖν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὠρωνὶμ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, ἕως Ἀζηκᾶ· καὶ ἐγένοντο πλείους οἱ ἀποθνήσκοντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἐπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.6 Δέχεται τοίνυν ὡς ἀπό γε τῶν τοῖς ἀρχαίοις συμβεβηκότων, εἰκόνα καὶ τύπον τῆς ἐσομένης τῆς ἐξ Ἰσραὴλ ἐπικουρίας παρὰ Θεοῦ τοῦ σώζειν εἰδότος, εἴπερ ἕλοιντο τοῖς τοῦ Σωτῆρος ἡμῶν καταπείθεσθαι λόγοις. Ὑμεῖς γὰρ, φησὶν, οἱ στενοχωρούμενοι, τοῦτ’ ἔστιν, οἱ διὰ πλείστης ὀδύνης κεχωρηκότες, οἱ ταῖς ἀπωλείαις καὶ τοῖς τῶν ἐσομένων δείμασιν οἱονεί πως ἐκτεθλιμμένοι, μάθετε ἀκούειν, καλέσατε καὶ αὐτοὶ Ἰησοῦν εἰς ἐπικουρίαν, εἴπατε καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς Γαβαῶν·
Οὐ δυνάμεθα μάχεσθαι, καὶ ἀσθενοῦμεν τοῦ συναχθῆναι, πρὸς ἀντίστασιν δηλονότι τῶν ἐπιόντων ἐχθρῶν. Καὶ τί τοῦτο, λέγουσιν, ἔσται; Γνώσεσθε, φησὶν, ὅτι κἂν εἰ φέροιτο καθ’ ὑμῶν, ὥσπερ ὄρος, ἔφοδος ἀνδρῶν ἀσεβῶν, ἔσται κατ’ αὐτῶν τὰ ἐν τῇ φάραγγι Γαβαῶν. Κατὰ γὰρ τῶν πολεμούντων ὑμῖν μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, καὶ πικρίας ἔργα, τοῦτ’ ἔστιν, ὀργῆς. Καὶ τίς ἄρα, ἢ δηλονότι ὁ ἐπαμύνων Θεός; Ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Ὀργὴ γὰρ, φησὶ, ξένη τε καὶ ἀσυνήθης καταστρατεύεται τῶν διωκόντων ὑμᾶς. Πολεμήσει τε αὐτοῖς ὑψοῦ τε καὶ ἄνωθεν ὁ οὐρανὸς καταχέων ὥσπερ τινὰ χάλαζαν τὰ ἐξ ἀκράτου θυμοῦ. Τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· Εἰ ὁ λαός μου ἤκουσέ μου Ἰσραὴλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.6 Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα, καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
Εἰσφέρεται πάλιν τὸ τοῦ μακαρίου προφήτου πρόςωπον τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ἐπισκῆπτόν τε καὶ λέγον, ὅτι πάντη τε καὶ πάντως δεήσει τὸ μήτε χαίρειν αὐτοὺς, τοῦτ’ ἔστι, μὴ τοῖς κατὰ Χριστοῦ τολμήμασιν ἐναβρύνεσθαι, καταστυγνάζειν δὲ μᾶλλον, καὶ δακρυῤῥοεῖν ἐπί γε ταῖς σφῶν αὐτῶν ἀσεβείαις, μήτε μὴν συντείνειν κατὰ τῶν ὑπὸ χεῖρα λαῶν τοὺς ἀπό γε τοῦ νόμου δεσμοὺς, ἐφεῖναι δὲ μᾶλλον πιστεύουσιν εἰς Χριστὸν ἔξω γενέσθαι τῆς ἀρχαίας ἐντολῆς, καὶ τὰ ἐν σκιαῖς ἀφέντας καὶ τύποις, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ ἐπιδέχεσθαι προσκύνησιν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ ὃν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ δεσμὸς οἷά τις ὁ νόμος ἦν, δικαιῶν μὲν οὐδένα· τετελείωκε γὰρ οὐδέν· κατασφίγγων δὲ ὥσπερ εἰς κόλασιν τοὺς ἠσθενηκότας, καὶ ταῖς παραβάσεσιν ἐνόχους ὄντας ἐληλεγμένους, οὐκ ἂν ἐνδοιάσειέ τις.
PG 70:639Ὅθεν οἶμαι καὶ μάλα ὀρθῶς τὸν μακάριον προφήτην Δαβὶδ εἰς τὴν διὰ πίστεως χάριν ἰέναι γοργῶς συμβουλεύειν τοῖς ἐξ Ἰσραὴλ, λέγοντα· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.6 Ἦσαν γὰρ, ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ καταφορτίζοντες ἀνοσίως τοὺς ὑπεζευγμένους, καὶ ζυγὸν αὐτοῖς ἐπιτιθέντες τὸν δυσαχθῆ, δῆλον δὲ ὅτι τὸν τῶν νομικῶν ἐνταλμάτων, καὶ οἱονεί τισιν ἀῤῥήκτοις σειραῖς κατασφίγγοντες. Ταύτῃ τοί φησι πρὸς αὐτοὺς ὁ προφήτης· Μὴ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαὼθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ποῖα ταῦτά ἐστι τὰ συντετελεσμένα καὶ συντετμημένα πράγματα; Τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἡ διὰ πίστεως χάρις, ἡ ἐν Χριστῷ δικαίωσις, ὁ διὰ τοῦ Πνεύματος ἁγιασμός.
Ὁ μὲν γὰρ νόμος οὐ συντετμημένος ἦν, οὔτε συντετελεσμένος. Τετελείωκε γὰρ, ὡς ἔφην, οὐδέν. Ἦν δὲ ὥσπερ καὶ ἐν κύκλοις, καὶ ἐν μακραῖς τοῦ γράμματος περιόδοις τὰ ἐν αὐτῷ θεωρήματα. Τὸ δέ γε σωτήριον κήρυγμα τελειοτάτην ἔχει καὶ συντετμημένην ὁδόν· ἀποφέρει γὰρ διὰ πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. Καὶ ὁ μὲν νόμος μόνοις ἐδόθη τοῖς ἐξ Ἰσραὴλ, διακονοῦντος Μωσέως. Ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ οὐκ ἔτι μόνον τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος προσεφώνει τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἄκουε, Ἰσραήλ· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆς ψάλλοντος λύρας· Ἀκούσατε,6 φησὶ, ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.6 Ἐνωτίζεσθε, καὶ ἀκούετε τῆς φωνῆς μου προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου.
Ἐν τουτοισὶ πάλιν τὸ αὐτοῦ τοῦ Σωτῆρος εἰσφέρεται πρόσωπον, μονονουχὶ κατεπᾴδοντος τοῖς ἐξ Ἰσραὴλ, ἀναπείθοντός τε καὶ μάλα σαφῶς τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων προσέσθαι λόγον, καὶ τὰς αὐτοῦ φωνὰς, μὴ κατόπιν παραῤῥίπτειν τῆς διὰ Μωσέως ἐντολῆς. Ὅτι δὲ οὐκ ἠμελημένως, οὔτε μὴν ἀτημελῶς προσέρχεσθαι δεῖ τοῖς θείοις τε καὶ εὐαγγελικοῖς ἐμφανίζει λέγων· Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου. Προσοχῆς γὰρ χρεία, καὶ μέν τοι καὶ εὐπειθείας τοῖς εἰς τοῦτο ἥκουσι λογισμῶν ἀγαθῶν, ὡς τῆς ἑαυτῶν διανοίας τὸ πλάτος κατεμπλῆσαι ζητεῖν τῆς ὑπὲρ νόμον εἰσηγήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ὅτι γὰρ ἀναδειχθέντος αὐτοῦ τὸ μεταποιεῖσθαί τισι τῆς κατὰ νόμον λατρείας ἐπισφαλές τε καὶ ἐπιζήμιον πιστώσεται λέγων ὁ Παῦλος τοῖς μετὰ τὴν πίστιν τὴν εἰς αὐτὸν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας ὑπονοστήσασιν ἐπὶ τὰ Μωσέως, ἤτοι τὰ ἐν νόμῳ·
PG 70:641Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6 Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι διά γε τοῦ φάναι Χριστόν· Προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. Εἰ γὰρ δὴ βούλεσθε, φησὶ, ταῖς τοῦ νόμου σκιαῖς ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ προσοχῆς τῆς δεούσης ἀξιοῦν τοὺς τύπους, ἀκούσεσθε πάντως τῶν ἐμῶν λόγων. Γράφομαι γὰρ ἐν τύποις, καὶ ξένον οὐδὲν εἰσκεκόμικε τῶν ἐμῶν θεσπισμάτων ἡ δύναμις, εἴ γε δὴ νοοῖτο πνευματικῶς ὁ νόμος. Εἰ γὰρ ἐπιστεύετε,6 φησὶ, Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν· ἢ σπόρον ἑτοιμάσαι πρὶν ἐργάσεσθαι τὴν γῆν; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον;
Καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν, καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Βαθὺ μὲν λίαν τὸ αἴνιγμα, καὶ δυσκάτοπτος κομιδῇ τῶν προκειμένων ὁ νοῦς· ἐρῶ δὲ ὡς ἔνι, καὶ κατά γε τὸ ἐγχωροῦν. Ἀπόβλητον ἐποιοῦντο τοῦ Σωτῆρος τὸν λόγον οἱ τάλανες Ἰουδαῖοι, καὶ πρόφασις ἦν αὐτοῖς, τὸ ἀπρὶξ ἔχεσθαι φιλεῖν τῆς διὰ Μωσέως ἐντολῆς. Ὤοντο γὰρ ὅτι καὶ εὐσεβοῦσι τάχα που, μεταποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρωσέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. Δέχεται τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γεωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν;
Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ κεχερσωμένη. Δεῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρότρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορήσειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ. Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦντες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μωσέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην διατέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρδίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ’ ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γεωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν.
Οὐκοῦν ἐπειδήπερ, ὡς ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον διαπτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν.
PG 70:643Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ’ ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ’ ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδαγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ’ ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ’ ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα.
Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ’ ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ’ ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθήσῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέφηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωοποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς.
Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, συντετελεσμένον καὶ συντετμημένον πρᾶγμα προθεὶς, τοῦτ’ ἔστι, τὴν ἐν πίστει δικαίωσιν. Σὺ τοίνυν, φησὶν, ὁ Ἰσραὴλ, εὐήνιον ὑποθεὶς τῷ πάντων Σωτῆρι Χριστῷ τὸν αὐχένα, τῷ παρ’ αὐτοῦ κρίματι παιδευθήσῃ, τοῦτ’ ἔστιν, ἐπὶ τὸ μανθάνειν τῆς παρ’ αὐτοῦ σωτηρίας τὴν ὁδόν. Ἔσῃ γὰρ οὕτως ἐν εὐφροσύνῃ. Ἐπειδὴ δὲ ἅπαξ τὸν ἐπὶ μελανθίῳ τε καὶ κυμίνῳ πεποίηται λόγον, δέχεταί τι χρήσιμον ἐξ αὐτῶν, καί φησιν· Οὐ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, καὶ τὰ ἑξῆς. Ἦν μὲν γὰρ παραβάσεσιν ἔνοχος ὁ Ἰσραὴλ, καὶ πρὸς αὐτὴν τὴν τοῦ νόμου τήρησιν ῥᾴθυμος γεγονὼς ἡλίσκετο. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεός·
PG 70:645Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.6 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἆρ’ οὖν οὐκ ἂν ἐξέτισε δίκας καὶ μάλα εἰκότως ῥᾳθυμίας τῆς εἴς γε τὸν νόμον; Ναί, φησιν. Ἀλλ’ ἔστι φιλάνθρωπος ὁ τοῦ νομοθέτου σκοπός. Ὥσπερ γὰρ τὸ μελάνθιον, φησὶν, οὐ σκληρῶς καθαίρεται, οὔτε μὴν ἁμάξης τροχὸς περιάγει ἐπὶ τὸ κύμινον, ἀλοῶν δηλονότι, καὶ λεπτύνων αὐτὸ, καθάπερ ἀμέλει καὶ ἐπὶ σίτου πράττεται, ῥάβδῳ δὲ μᾶλλον καθαίρεται ἤγουν ἐκτινάσσεται· οὕτω τοῖς εἰς τὸν νόμον ἡμαρτηκόσιν ὁ νομοθέτης προσενεχθήσεται, δίκας μὲν οὐκ ἀπαιτῶν σκληρὰς, ῥάβδῳ δὲ μᾶλλον, καὶ συμμέτροις κινήσεσιν ἀποκαθαίρων αὐτούς. Προστιθεὶς δὲ ὅτι τὸ κύμινον μετὰ ἄρτου βρωθήσεται, δέδειχεν ὅτι τῆς νομικῆς λατρείας τὸ ἐξωφανὲς αὐτὸ καθ’ ἑαυτὸ καὶ μόνον ἀχρεῖον εἰς ὄνησιν.
Ἔσται δὲ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰ τῇ στερεᾷ συνάπτοιτο τροφῇ, τοῦτ’ ἔστι, τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Διερμηνεύων γε μὴν τὸ αἴνιγμα, τὸ ἐπί γε τῷ κυμίνῳ καὶ μελανθίῳ φημί· καὶ τί ἂν βούλοιτο, δηλοῦντος ὅτι ῥάβδῳ τὸ μελάνθιον ἐκτινάσσεται, προσεπάγει καί φησιν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Ἔσομαι γὰρ οὐ βαρύμηνις, φησὶν, ἀλλ’ οὐδὲ δίκην ὑμῶν καταψηφιοῦμαι τὴν ἐσχάτην, οὐδὲ πικρὸν ἐφ’ ὑμῖν ἐξοίσω τὸ κρίμα, ὡς καὶ εἰς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς συμβαίνουσιν. Ὅτι δὲ εἰς ἄκρον ἀνεξικακίας ἐληλακὼς, κἀν τούτῳ δὴ πάλιν ὁ τῶν ὅλων Θεὸς φαίνεται προσαποδείκνυσι λέγων· Καὶ ταῦτα παρὰ Κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα. Τέρας γὰρ ἀληθῶς, καὶ σημεῖον οὐκ ἀθαύμαστον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραὴλ, καὶ ἀναριθμήτων ἐγκλημάτων ἀποκερδᾶναι τὴν ἄφεσιν, Θεοῦ κατοικτείροντος.
Βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. Τὴν ἀμνηστίαν αὐτοῖς τὴν ἐφ’ οἷς πεπαρῳνήκασιν ὑπισχνούμενος, καὶ ὅτι πικρὸς οὐκ ἔσται λίαν ἐπ’ αὐτοῖς εὖ μάλα διειρηκὼς βουλῆς ἀγαθῆς ἐπιλαβέσθαι κελεύει· καταιτιᾶται δὲ, ὅτι ματαίαν παράκλησιν, μέγα τι καὶ ὑψηλὸν χρῆμα εἶναι νομίσαντες, ἔξω φέρονται τοῦ εἰκότος. Ποία δὲ ἡ παρ’ αὐτοῖς καὶ μεγάλη νομισθεῖσα παράκλησις, ἔχουσα δὲ τὸ ἀνόνητον; Ἐκείνη που πάντως. Ἔφασκον γὰρ, Ποιήσομεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, οὐ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Ἀλλ’ οἱ ταῦτα διενθυμούμενοι, καὶ κενὴν ἔχοντες τὴν ἐλπίδα, οἰηθέντες τε ὅτι τεθνήξονται πρὸ τῶν δεινῶν ἤκουον ἐναργῶς·
Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Ὅταν παρέλθῃ, λήψεται ὑμᾶς. Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησε. Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ· ἐκθλίψω γὰρ Ἀριὴλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος, Καὶ κυκλώσω, ὡς Δαβὶδ ἐπὶ σέ· καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους, καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται. Καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. Δέχεταί τι τῶν ἱστορικῶς γεγονότων ἐν καιρῷ τῆς βασιλείας τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦτο ποιεῖ μονονουχὶ πρὸς ἀνάδειξιν τῶν πολμηθέντων κατὰ Χριστοῦ παρὰ τῆς Ἰουδαίων συναγωγῆς. Τύποι γὰρ τῶν ἀληθῶν τὰ ὡς ἐν σκιαῖς τοῖς ἀρχαιοτέροις συμβεβηκότα.
PG 70:647Οὐκοῦν ἡ νῦν Ἱερουσαλὴμ, Ἰεβοὺς ἐκαλεῖτό ποτε. Ταύτην πεπολιόρκηκεν ὁ μακάριος Δαβίδ. Καὶ διὰ ποίαν αἰτίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν Γραμμάτων. Ἔχει γὰρ οὔτως, ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· Καὶ ἀπῆλθε Δαβὶδ, καὶ πάντες οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐῤῥέθη τῷ Δαβὶδ, ὅτι Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε· ὅτι ἀνέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες, ὅτι Οὐκ εἰσελεύσεται ὧδε. Καὶ κατελάβετο Δαβὶδ τὴν περιεχομένην Σιών. Αὕτη ἡ πόλις τοῦ Δαβίδ. Καὶ εἶπε Δαβὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι τοὺς τυφλοὺς, καὶ τοὺς χωλοὺς τοὺς πολεμοῦντας ψυχὴν Δαβίδ.6 Οὐκοῦν τῷ μὲν μακαρίῳ Δαβὶδ οἱ ἀπό γε τῆς Ἱερουσαλὴμ ἤτοι τῆς Ἰεβοῦς ἀντέστησαν τυφλοὶ καὶ χωλοὶ, καὶ τοῦτο πεποιηκότες οἰκτρῶς διολώλασι.
Κατελάβετο γὰρ αὐτὴν, ἀντέστησαν δὲ τῷ πάντων Σωτῆρι Χριστῷ, κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες χωλοὶ, καὶ τυφλοί· οὐ γὰρ ᾔδεισαν ὀρθοποδεῖν. Ἀλλ’ οὐδὲ τὸ θεῖον εἰς νοῦν ἐδέχοντο φῶς, οἱ τὴν πίστιν οὐ προσιέμενοι, γραμματεῖς δὴ μάλιστα καὶ Φαρισαῖοι. Καὶ γοῦν ἔφη διὰ φωνῆς τοῦ Δαβίδ· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.6 Ἐπιστέλλει δὲ αὐτοῖς καὶ ὁ Παῦλος λέγων· Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.6 Ὅτι δὲ ἦσαν καὶ τυφλοὶ, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι· καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.6 Ἀνέβλεψαν μὲν γὰρ τὰ ἔθνη, καίτοι μὴ ὁρῶντά ποτε.
Τετύφλωνται δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καίτοι βλέποντες τὸ Χριστοῦ μυστήριον τό γε ἧκον εἰς τὴν διὰ νόμου μυσταγωγίαν. Ταλανίζει τοίνυν τὴν Ἱερουσαλὴμ, καί φησιν· Οὐαὶ πόλις Ἀριὴλ, ἣν Δαβὶδ ἐπολέμησεν· Ἀριὴλ δὲ αὐτήν φησιν, ὀνόματι κεχρημένος τῷ κατὰ συνήθειαν τοῖς πολλοῖς. Ἑρμηνεύεται μὲν γὰρ Ἀριὴλ, λέων Θεοῦ . Ἐπειδὴ δὲ κατὰ πᾶσαν τῶν ἄλλων χωρῶν καὶ ἐθνῶν ἀφορήτους ἐποιεῖτο τὰς ἐφόδους Ἱερουσαλὴμ, νικῶσα διὰ Θεοῦ, καὶ λέοντος δίκην ἁρπάζουσα καὶ σπαράττουσα τοὺς ἀνταίροντας, τοιαύτην ἔλαχε τὴν ἐπωνυμίαν. Οὐαὶ τοίνυν, φησὶν, ὦ ἀθλία πόλις· ἡ ποτὲ μὲν ὡς λέαινα καταβρυχομένη τῶν ἐθνῶν, περιπεσοῦσα δὲ μετὰ τοῦτο ταῖς οὕτω πικραῖς καὶ ἀνηκέστοις συμφοραῖς. Πεπολέμηκε μὲν γὰρ αὐτὴν πάλαι ὁ Δαβὶδ, ὁ δὲ ἐκ σπέρματος αὐτοῦ γεγονὼς μετ’ αὐτὸν, τοῦτ’ ἔστι Χριστός.
PG 70:649Εἶτά φησι πρὸς αὐτούς· Συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν· φάγεσθε μὲν γὰρ σὺν Μωάβ. Ἐν δυσὶ γὰρ ὅλοις ἔτεσιν ἅπασαν περινοστῶν τὴν Ἰουδαίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ταῖς πανσόφοις ἐχρήσατο διδασκαλίαις, καὶ τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν παρετίθει κήρυγμα. Καιροῦ τοιγαροῦν, φησὶν, ἐνεστηκότος, καὶ διδόντος τοῦ δύνασθαι τροφὰς συλλέγειν πνευματικὰς, καὶ οἷον εἰς ἀποθήκην σωρεύειν αὐτὰς, εἰς νοῦν καὶ καρδίαν, μὴ νωθροὶ περὶ τοῦτο γένησθε. Πάντα δὲ μᾶλλον ὄκνον ἀποπεμψάμενοι, προθύμως συλλέξατε. Φάγεσθε γὰρ σὺν Μωάβ· ἡ Μωαβιτῶν χώρα γέγονέ ποτε δεισιδαιμονεστάτη, καὶ ἦν ὅλως ἐν αὐτῇ οὐδεὶς, ὁ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσκυνεῖν ἀνεχόμενος. Οὐκ οὖν ὡς ἀπὸ χώρας μιᾶς τῆς εἰδωλολατρούσης ἅμα τὸ σύμπαν τῶν πλανωμένων πρόσωπον δέχεται, καί φησιν, ὅτι Φάγεσθε γὰρ σὺν Μωάβ.
Εἰσκέκληνται γὰρ καὶ τὰ ἔθνη, καὶ κοινὴ γέγονε τροφὴ τοῖς τε ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτοῖς δὲ τοῖς πλανωμένοις, ποτὲ τὸ εὐαγγελικὸν καὶ Σωτήριον κήρυγμα. Εἶτα προσεπάγει καί φησι, Ἐκθλίψω γὰρ Ἀριὴλ, ἀποδώσεις δὲ τούτῳ τῷ πρώτῳ. Ἔφη γὰρ, ὅτι Οὐαὶ, πόλις Ἀριήλ. Εἶτα διὰ μέσου παρενθεὶς τὰ ἐκ τῆς συμβουλῆς πάλιν ἔχεται τοῦ σκοποῦ, καί φησιν· Ἔφην, ὅτι Οὐαὶ, πόλις Ἀριήλ· ἐκθλίψω γὰρ αὐτὴν, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοὶ, τοῦτ’ ἔστιν, Ἐγὼ πάντα τὸν πλοῦτον αὐτῆς, καὶ πᾶσαν τὴν ἰσχὺν λήψομαι· καὶ τοῦτο νοήσεις αἰσθητῶς τε ἅμα καὶ πνευματικῶς. Ὁ μὲν γὰρ ἐπίγειος αὐτῶν κεκένωται πλοῦτος, ἁρπαζόντων δηλονότι τῶν πολιορκούντων αὐτήν. Συντέθραυσται καὶ ἡ πάλαι μεγάλη, καὶ διαβόητος ἰσχὺς, νενίκηνται γὰρ ὑπὸ τῆς τῶν Ῥωμαίων χειρός.
Γυμνοὶ δὲ πρὸς τούτῳ γεγόνασι τῶν ἐξ ἀρετῆς αὐχημάτων, καὶ παντὸς ἀγαθοῦ πτωχείαν, ἠῤῥωστηκότες συναποβεβλήκασι τοῖς ἄλλοις, καὶ τῆς ἐν νόμῳ σοφίας τὸν πλοῦτον. Λέγω δὲ, ὅτι Κυκλώσω ἐπὶ σὲ χάρακα, καθήσω ἐπὶ σὲ πύργους, τὴν γεγενημένην πολιορκίαν κατὰ τῆς Ἱερουσαλὴμ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν ὑπεμφαίνει. Ἐπειδὴ δὲ γεγόνασιν ἀλάζονες οἱ Φαρισαῖοι, καὶ φωνὰς ἠρεύγοντο κατὰ τοῦ Χριστοῦ δεινάς τε καὶ ἐπηρμένας. Ἔφασκον γάρ· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.6 Ταύτῃτοί φησιν, ὅτι Ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν. Καὶ οὐκ αὐτοὶ πάντως οἱ λόγοι τοῦτο πείσονται κατὰ τὸ ἀληθὲς, ἀλλ’ οἱ τολμήσαντες εἰπεῖν αὐτοὺς, ἔσονται καταβεβλημένοι, οἱ πάλαι φορτικὰ καὶ ὑπέρογκα λαλεῖν εἰωθότες ὑπενηνεγμένοι τοῖς ἐκ τοῦ πολέμου κακοῖς.
Σμικρὰν καὶ ἀσθενεστάτην ἕξουσι τὴν φωνὴν, φθέγξονται δὲ οὕτως, καθάπερ ἀμέλει καὶ οἱ ἐκ τῆς γῆς φωνοῦντες, τοῦτ’ ἔστιν, οἱ νεκυομάντεις, οἳ ἐπειδὰν προσποιοῦνται ψυχὴν ἀνενεγκεῖν, ἰσχνόν τι καὶ τετριγὸς ὑποφωνοῦσι μόλις, ὡς αὐτῆς ἠρέμα καὶ ἀπὸ τῆς γῆς λαλούσης ψυχῆς. Καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ Κυρίου Σαβαώθ. Ἀσεβεῖς ὀνομάζει τοὺς εἰς Χριστὸν παροινήσαντας, καὶ σταυρῷ παραδόντας τὸν Λυτρωτὴν, καὶ τῆς σωτηρίας τὸν χορηγὸν θανάτῳ περιβαλεῖν τολμήσαντας, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς ἐν σαρκί. Τοῦτον τὸν πλοῦτον ὡς κονιορτὸν ἀποιχήσεσθαί φησιν, ἀποπτῆναι δὲ καὶ ὡς χοῦν ἀπὸ τροχοῦ· καὶ οὐκ ἐν μήκει χρόνου, ἀλλ’ ἐν βραχεῖ, καὶ οἷον ἐν στιγμῇ.
PG 70:651Καὶ ὅτι τὸ χρῆμα παρὰ Κυρίου Σαβαὼθ συμβήσεται, διαμεμήνυκεν ἀναγκαίως, ἵνα μή τις ἐλπὶς αὐτοὺς διαπαίζῃ κενὴ προσδοκῶντας ὅτι καὶ διαφεύξονται. Ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ, καὶ φωνῆς μεγάλης· καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα. Τί ἂν βούλοιτο δηλοῦν τὸ, Παρὰ Κυρίου Σαβαὼθ, διατρανοῖ λέγων, ὡς ἔσται τις ἐπ’ αὐτοῖς ἐπισκοπή. Περιόψεται γὰρ ὁ Θεὸς οὐδαμῶς καὶ Πατὴρ τὴς εἰς τὸν Υἱὸν δυσσεβείας τὰ ἐγκλήματα. Ἀλλ’ ἐποίσει, φησὶ, καθάπερ τινὰ βροντὴν, καὶ σεισμὸν, καταιγίδα, καὶ φλόγα πυρὸς κατεσθίουσαν τοῦ πολέμου τὴν ἔφοδον. Καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ, ὁ πλοῦτος τῶν ἐθνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν, καὶ θλίβοντες αὐτήν· καὶ ἔσονται ὡς ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον.
Καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ὑπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Ὡς κονιορτὸν ἔσεσθαι λέγων, καὶ ὡς χοῦν ἀπὸ τροχοῦ τὸν πλοῦτον τῶν ἀσεβῶν, δῆλον δὲ ὅτι τῶν εἰς Χριστὸν πεπαρῳνηκότων, οὐδὲ αὐτοῖς τοῖς καταδῃώσασιν ἐν ἀσφαλεῖ καὶ βεβαίᾳ γενήσεσθαι κτήσει διισχυρίζεται. Ἔσονται γὰρ οὕτω πεπλουτηκότες, φησὶν, ὡς ἂν εἰ καί τινες τῶν ἐν ὁράσει νυκτερινῇ καταπλουτῆσαι μὲν οἰηθέντων, κεκερδακότων δὲ παντελῶς οὐδέν. Ἔξυπνοι γὰρ γεγονότες, τὴν τῶν ὀνειράτων ἀπάτην ἐπιγνώσονται, καὶ ὅπερ εἶναι νενομίκασιν ἀληθὲς, τοῦτο δὴ πάντως εὑρήσουσι σκιὰν οὖσαν, καὶ δόκησιν. Συμβαίνει δέ τι τοιοῦτον, καὶ ἐπὶ τῶν ἢ πείνῃ τυχὸν ἢ δίψει κατισχημένων ἰδεῖν·
ὀρεκτιᾷ μὲν γὰρ ἡ τοῦ σώματος φύσις ἀναγκαίως τὰ ἑαυτῆς· ὕπνου τε μήν ἐσθ’ ὅτε τὸν νοῦν κατακηλήσαντος, οὐδὲν ἧττον ἡ φύσις ἐν ἐπιθυμίαις ἐστὶν ὧν ἂν βούλοιτο τυχόν. Ἐντεῦθεν, οἶμαί που, καθάπερ τινὲς ἀτμοὶ καὶ φαντασίαι λεπταὶ τοῦ πράγματος περιθέουσι τὸν νοῦν, ἀλλ’ ἔσται ματαία καὶ ἀνόνητος παντελῶς ἡ δόκησις, ὕπνου λοιπὸν τῶν ὀμμάτων ἀπονοστήσαντος. Οὕτως ἔστω, φησὶν, ὁ πλοῦτος πάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος τὸ Σιών. Πότε δὲ ἢ πῶς γενέσθαι ταυτὶ συμβέβηκε, παρείσθω λέγειν. Ἐκλύθητε, καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ γλυπτά.
Προσδιαλέγεται πάλιν τοῖς τῶν θείων θεσπισμάτων καταφρονηταῖς, καὶ παρ’ οὐδὲν ἡγεῖσθαι μεμελετηκόσι τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν. Καίτοι γὰρ παρὸν αὐτοῖς, καὶ σφόδρα ἑτοίμως, τῆς διὰ Χριστοῦ σωτηρίας ἀποκερδᾶναι τὴν χάριν, εὐήνιον τὸν τῆς διανοίας ἐπάγουσιν αὐχένα. Τοῦτο μὲν οὖν οὐκ ἔδρων οἱ δείλαιοι, περιαυτιζόμενοι δὲ καὶ μεγάλα φρονοῦντες ἐφ’ ἑαυτοῖς ἀνέδην ἔφασκον· Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.6 Ἀλλ’ ἤκουον Χριστοῦ λέγοντος ἐναργῶς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.6 Καὶ πάλιν· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.6 Ἐπειδὴ δὲ καίτοι τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων γεγόνασι μὲν κατ’ οὐδένα τρόπον ἐαυτῶν ἀμείνους ἢ σοφώτεροι· σκληροὶ δὲ καὶ ἀκαμπεῖς κατεφωρῶντο λοιπόν.
PG 70:653Τότε δὴ τότε καὶ μάλα εἰκότως κατελήφθησαν ὑπὸ τῆς σκοτίας ἐκλέλυνται δὲ τρόπον τινὰ, καὶ φρενὸς ἐξέστησαν ἀγαθῆς, καὶ καθάπερ ἐξ οἴνου κεκραιπαληκότες πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐκόλως καταδεδόνηνται. Τοιοῦτόν τι σημαίνων φησὶ πρὸς αὐτούς· Ἐκλύθητε, καὶ ἔκστητε καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδ’ ἀπὸ οἴνου. Οἶδε γὰρ, οἶδε καταμεθύσκειν τὸν νοῦν, οὐχὶ πάντη τε καὶ πάντως οἶνος ὁ αἰσθητὸς, ἤγουν τὸ μεθύσκον κέρασμα, τοῦτ’ ἔστι, τὸ σίκερα. Συμφοραὶ δὲ μᾶλλον τοῦτο δρῶσι νεανικώτερον, καὶ οἷά τις πώρωσις ἐκ θείας ὀργῆς τῇ διανοίᾳ συμβαίνουσα, τοῦτο γὰρ, οἶμαι, διδάσκει λέγων· Καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ γλυπτά. Οἱ γὰρ πάλαι, φησὶ, διὰ τῆς τοῦ νόμου παιδαγωγίας σεσοφωμένοι, καὶ τῆς ἀληθείας τὸ κάλλος ὡς ἐν ἀμυδραῖς ἔτι καταθεώμενοι ταῖς σκιαῖς, καὶ συνιέντες ἐκ μέρους τῶν ἁγίων προφητῶν τοὺς λόγους, καὶ αὐτοῦ δὴ τούτου στερηθήσονται.
Καμμύσει γὰρ τοὺς τῆς διανοίας αὐτῶν ὀφθαλμοὺς, καίτοι πάλαι βλέποντας τὰ γλυπτά [ σεπτ. κρυπτὰ, νον γλυπτά]. Πείσεται δὲ τοῦτο, φησὶν, ἄρχων, καὶ προφήτης, τοῦτ’ ἔστιν, ἡγούμενος καὶ ἱερέως. Ὠνόμαζον γὰρ προφήτας τοὺς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντας τὰ προφητῶν. Ἦσαν δέ τινες παρὰ τοῖς Ἰουδαίοις νομομαθείας ὑπόληψιν ἔχοντες καθηγηταὶ καὶ διδάσκαλοι, καθάπερ ἀμέλει καὶ Γαμαλιὴλ, περὶ οὗ πολὺς παρ’ αὐτοῖς ὁ λόγος ἦν. Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα, ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ·
Ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα. Ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.6 Οὐκοῦν εἰκῆ πεπονήκασιν ἄνω τε κάτω τὴν διὰ Μωσέως ἐντολὴν ἀειλογοῦντες οἱ ἐξ Ἰσραὴλ καὶ προσποιούμενοι μὲν τῶν νομικῶν γραμμάτων εἰς νοῦν καὶ καρδίαν οὐκ ἀγεννῆ συλλέξασθαι σύνεσιν, οὐ μὴν ἐπιζητοῦντες Χριστὸν, καίτοι τοῦ νόμου τὸ αὐτοῦ λαλοῦντος μυστήριον. Ἤκουον γὰρ πάλιν· Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Οὐκοῦν ἐπειδήπερ οὐ πολὺς ἦν παρ’ αὐτοῖς ὁ τοῦ νόμου λόγος, μᾶλλον δὲ ἀπεκτόνασι τὸν δι’ αὐτοῦ προαναφωνούμενον, καὶ τῆς εἰς Μωσέα τιμῆς ἀλογήσαντες κατεσφραγίσθη τρόπον τινὰ παρὰ Θεοῦ, καθάπερ βιβλίον ἒν ἡ θεόπνευστος Γραφή.
PG 70:655Ἓν γὰρ ἡ πᾶσά ἐστι καὶ λελάληται δι’ ἑνὸς τοῦ ἁγίου Πνεύματος· κατεσφραγίσθη δὲ τινά τρόπον; Οὔτε γὰρ οἱ ἀναγνῶναι δυνάμενοι, καὶ εἰδότες γράμματα συνιέναι τι δύνανται τῶν ἐν αὐτῷ, οὔτε μὴν καὶ εἰ μή τις εἰδείη γράμματα γνώσεταί τι τῶν κεκρυμμένων ἐν αὐτῷ· ἀλλ’ ἔσται πᾶσιν ἐν ἴσῳ τρόπω κατεσφραγισμένος ὁ νόμος, ὡς ἄληπτον παντελῶς, καὶ τοῖς τὴν λέξιν εἰδόσι, τὴν τῶν ἐννοιῶν γενέσθαι δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν Θεὸν ὑμνούμενον· Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον.6 Καὶ εἶπε Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.
Ὑποκρινόμενοι γὰρ Ἰουδαῖοι τῶν νομικῶν ἐνταλμάτων τὸ βάθος ὁρᾷν, καὶ ἐπὶ γλώττης ἔχοντες τὴν πάλαι διωρισμένην τοῖς πατράσιν ἐντολὴν, μεμετρήκασιν ἐν τούτῳ καὶ μόνῳ τῆς πρὸς Θεὸν λατρείας τὴν δύναμιν. Ἔδρων μὲν γὰρ τῶν τεθεσπισμένων τὸ σύμπαν οὐδὲν, ἀτιμάσαντες δὲ ὥσπερ τὴν τοῦ νομοθέτου βούλησιν ἐτράποντο πρὸς διδασκαλίαν, καὶ ἀνθρώπων ἐντάλματα. Παραδόσεις γάρ τινας εἰκαίας καινοτομοῦντες ἑαυτοῖς ᾤοντο μὲν εἶναι φιλόθεοί τε καὶ ἀγαθοὶ, ἠλέγχοντο δὲ δι’ αὐτῶν τῶν πραγμάτων τὴς εἰς Θεὸν ἀγάπης ἀσυνέτως ἀποπηδήσαντες. Οὐκοῦν τό γε ἧκον εἰς τὸ ἐπὶ γλώττης ἔχειν τὸν νόμον, ἐγγὺς ἑαυτοὺς ἐνόμιζον εἶναι Θεοῦ, διὰ δέ γε τοῦ μὴ ἀνέχεσθαι πληροῦν αὐτὸν, ἀποφοιτῶντες ἠλέγχοντο, καὶ ἔξω που γεγονότες αὐτοῦ.
Ὅτι γὰρ τοῖς ἀνθρώπων ἐντάλμασι προσέκειντο μᾶλλον, κἀντεῦθεν ἂν γένοιτο καταφανές· Προσήεσαν μὲν γάρ ποτε τῷ Σωτῆρι λέγοντες οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅτε ἄρτον ἐσθίουσι. Καὶ πρός γε ταῦτο ἔφασκεν ὁ Κύριος· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρὶ, Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῖ διὰ τὴν παράδοσιν ὑμῶν.6 Προσεπήνεγκε δὲ τούτοις τὸ προκείμενον ὑμῖν ῥητόν·
PG 70:657ἔφη γὰρ, ὅτι Ὑποκριταὶ καλῶς προεφήτευσεν Ἡσαί̈ας περὶ ὑμῶν λέγων Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ.6 Οὐκοῦν ἐπειδή περ τὸν παιδαγωγὸν ἀτιμάσαντες, καὶ τοῦ μηδενὸς ἀξιώσαντες λόγου τὸν παρὰ Θεοῦ νόμον ἐτράποντο πρὸς διδασκαλίας καὶ ἐντολὰς ἀνθρώπων, κατεσφραγίσθη ταύτῃτοι, καὶ σφόδρα εἰκότως τὸ τῆς θεοπνεύστου Γραφῆς βιβλίον. Οὐ γὰρ ἦν ἀκόλουθον τὴν διὰ τῆς θεοπνεύστου Γραφῆς πλουτίσαι σύνεσιν τοὺς καταφρονοῦντας αὐτῆς. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Μετεκομίσθη γὰρ ὥσπερ ὁ τῶν Ἰουδαίων δῆμος κατὰ πολλοὺς, οἶμαι, τρόπους. Κλῆρος μὲν γὰρ ὠνομάσθη Θεοῦ, μερίς τε αὐτοῦ καὶ σχοίνισμα· μετετέθη δὲ ὥσπερ.
Οὐ γὰρ ἔτι κλῆρος κεχρημάτικεν αὐτῷ, μερὶς δὲ γέγονεν ἀλωπέκων, καὶ δέδοται τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν εἰς τροφὴν, μετετέθη δὲ καὶ ἀπό γε τοῦ φρονεῖν ὀρθῶς, εἰς ἀδόκιμον νοῦν ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος εἰς ἀσθένειαν, ἐκ τοῦ εἶναι σοφὸς εἰς ἐσχάτην ἀβελτηρίαν. Ἀπολῶ γὰρ, φησὶ, τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. Εἶναι μὲν γὰρ ἐδόκουν σοφοί τε καὶ πολυγνώμονες οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, νομομαθείας ἔχοντες δόξαν, ἀλλὰ κέκρυπται παρὰ Θεοῦ, καὶ μονονουχὶ συνεστάλη τῶν σοφῶν ἡ σύνεσις, τοῦτ’ ἔστιν, ὁ νόμος, ἤγουν ἡ θεόπνευστος Γραφή.
Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου· οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν τῷ σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι· Τίς ἡμᾶς ἑώρακε; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; Ὅτε ποινὴν καὶ δίκην καθορίζει τινῶν ὁ τῶν ὅλων Θεὸς, εὐθὺς ἐπιφέρει τὰς τοῦ πράγματος αἰτίας, καὶ ἵστησιν ἐναργῆ τὰ τῶν πεπονθότων ἐγκλήματα, ἵνα καὶ δίκαιος ὁρῷτο πάντα κολάζων ἐν δίκῃ. Ἔφη τοίνυν ὡς ἀσύνετοι παντελῶς ἔσονται τῶν Ἰουδαίων οἱ δῆμοι κατεσφραγισμένου τοῦ νόμου, καὶ ἁπάσης ἐξῃρημένης τῆς ἐν αὐτοῖς συνέσεως, ἀπομεῖναι τυφλοὺς, νοητῶς δηλονότι. Ποῖα τοιγαροῦν τὰ ἐγκλήματα, καὶ ἐπὶ τίσιν αὐτοῖς τὸ ἔν γε τούτῳ κατολισθεῖν συμβέβηκε διατρανοῖ παραχρῆμα. Πλεῖσται γὰρ ὅσαι κατὰ Χριστοῦ γεγόνασιν αἱ παρ’ αὐτῶν σκέψεις, καὶ ἀπᾴδουσαι Θεῷ.
Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, οὐ διὰ Κυρίου· καὶ δὴ καὶ ᾤοντο κατὰ σφᾶς αὐτοὺς βουλεύεσθαι μὲν λεληθότως, καὶ ἐγχειρημάτων ἅπτεσθαι πικρῶν ὡς τάχα που καὶ λέγειν, Τίς ἡμᾶς ἑώρακεν, ἢ τίς γνώσεται ἃ ἡμεῖς ποιοῦμεν; Ἀλλ’ ἠγνόησαν ὅτι τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν οὐκ ἂν διαλάθοι βουλὴ, καὶ σκέψις ἀνθρώπου πικρὰ, καὶ ἐγχειρημάτων δύναμις, κἂν εἰ πράττοι τὸ τυχὸν ἐν σκότει καὶ κεκρυμμένως. Κατεμισθοῦντο μὲν γὰρ τὸν προδότην Ἰούδα, μονονουχὶ λέγοντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Καὶ δὴ σταυρῷ παρέδωσαν, καὶ τό γε ἧκον ἐπ’ αὐτοῖς ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς· ἐγηγερμένῳ δὲ πάλιν ἐκ νεκρῶν ἐπεφύοντο δεινοὶ καὶ λεληθότως ἔδρων τὰ ἐξ ἀνοσίας τε καὶ βασκάνου φρενός. Ἐγηγέρθαι γὰρ γνόντες αὐτὸν, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις τοῖς τοῦ τάφου φρουροῖς, ἵνα εἴπωσιν ὅτι οἱ μαθηταὶ αὐτοῦ διὰ νυκτὸς λαθόντες ἔκλεψαν αὐτόν.
PG 70:659Οὐαὶ τοίνυν, φησὶν, οἱ τὰς τοιάσδε βουλὰς ποιεῖν εἰωθότες, οὐ διὰ Κυρίου μᾶλλον, ἀλλ’ ὡς ἔν γε τῷ Βεελζεβούλ. Οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, Οὐ συνετῶς με ἐποίησας; Εἰρηκὼς ὅτι Μεταθήσω τὸν λαὸν τοῦτον, ὅτι πάντη τε καὶ πάντως κατορθώσει τὸ χρῆμα καὶ λίαν ἀμογητὶ διαδείκνυσιν ἐν τούτοις, μεταπλασθήσεσθαι λέγων αὐτοὺς εἰς ὅπερ ἂν ὁ δημιουργήσας ἐθέλοι, καθάπερ ἀμέλει, καὶ τὸ διὰ χειρῶν κεραμέως τεχνουργούμενοι. Τοιοῦτόν τι πάλιν καὶ ὁ προφήτης Ἱερεμίας ἐδιδάσκετο· Ἀνάστηθι γὰρ, φησὶ, καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἀπὸ τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῖ ποιῆσαι, καὶ εἶπε Κύριος πρός με·
Μὴ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.6 Μεταπλάττει γὰρ εὐκόλως, ἐφ’ ὅπερ ἂν ἕλοιτο τὸ παρ’ αὐτοῦ γεγονὸς ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργός. Οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; Ἔσεσθαι λέγων αὐτοὺς ὡς πηλὸν κεραμέως, καὶ μεταπλασθήσεται πρὸς τὰ αἰσχίω· διά τοι τὸ πλείστην ὅσην ἐν αὐτοῖς εἶναι τὴν ἁμαρτίαν τινὰ τρόπον ἔσται τὸ χρῆμα διαδείκνυσιν ἐναργῶς, καὶ καταλευκαίνει τρόπον τινὰ τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. Λίβανος μὲν ὄρος ἐστὶ τῆς Φοινίκης, καὶ ἦσαν πάντες οἱ ἐν αὐτῷ καὶ περὶ αὐτὸ κατοικοῦντες ἄνθρωποι τῶν ὅτι μάλιστα δεισιδαιμονεστάτων, ὁμοίως δὲ καὶ τὸ Χαρμὲλ ὄρος ἦν ἐν τῇ Ἰουδαίων χώρᾳ, παμμέγεθες ἐν ᾧ κατοικῆσαι λέγεται καὶ ὁ Θεσβίτης Ἠλίας.
Οὐκοῦν ἀπὸ τῶν ὀρῶν ἤτοι τῶν χωρῶν ἐν αἷς τὰ ὄρη τοὺς ἐνοικοῦντας ἐν αὐτοῖς κατασημᾶναι βούλεται, καί φησιν, ὅτι Μετατεθήσεται, ὅ ἐστι μεταβληθήσεται ὁ Λίβανος, ἔσται δὲ ὡς τὸ Καρμήλιον ὄρος. Τὸ δὲ ὄρος τὸ Καρμήλιον ὡς ὁ Λίβανος, τοῦτ’ ἔστιν, οἱ μέν ποτε τοῖς εἰδώλοις λατρεύοντες τὸν ἐν τῇ Ἰουδαίᾳ προσκυνούμενον ἐπιγνώσονται Θεὸν, καὶ ἐν τάξει τοῦ πρωτοτόκου Ἰσραὴλ καταλογισθήσονται. Οἵ γε μὴν ἐκ σπέρματος Ἰσραὴλ τοῖς τὸν Λίβανον οἰκοῦσι καὶ πλανωμένοις ποτὲ γενήσονται παραπλήσιοι. Ἐκβέβληται μὲν γὰρ ὁ Ἰσραὴλ τῆς πρὸς Θεὸν οἰκειότητος διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Προσελήφθη δὲ τὰ ἔθνη καὶ ἡγιασμένα διὰ τοῦ Πνεύματος θείας φύσεως γεγόνασι κοινωνοί. Μετατεθήσεται τοίνυν, ὁ Λίβανος, φησὶν, ὡς τὸ ὄρος τὸ Χερμὲλ, καὶ τὸ ὄρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, τοῦτ’ ἔστιν, ὡς ὕλη ξύλων ἀγρίων, ὧν τὸ τέλος εἰς καῦσιν.
PG 70:661Ἢ καὶ καθ’ ἕτερον τρόπον. Δρυτόμοι γὰρ ὥσπερ γεγόνασι τοῖς ἐξ Ἰσραὴλ οἱ καταδῃοῦντες αὐτὸν, καὶ τοῦτο, οἶμαι, δηλοῖ λέγων ὁ προφήτης Ζαχαρίας· Διάνοιξον, ὧ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος Ἄθρει δὴ οὖν, ὅτι καὶ αὐτὸς τῷ Λιβάνῳ παρεικάζει τὴν Ἰουδαίαν, ὡς οὐδὲν διαφέρουσαν τῶν ἐν αὐτῷ πάλαι, τοῦτ’ ἔστι, τῶν πλανωμένων. Πίτυν δὲ καὶ κέδρον, καὶ μέν τοι καὶ δρῦν τοὺς ἐν αὐτῇ πεσόντας ἀποκαλεῖ. Ὑψηλοὶ γὰρ ὄντες, ὑψοῦ τε ᾐρμένοι, καθάπερ ὑπὸ πυρὸς δεδαπάνηνται τῆς θείας ὀργῆς. Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λύγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ.
Ὀφθαλμοὶ τυφλῶν βλέψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἐθνῶν ἐμπλησθήσονται εὐφροσύνης. Τὴν τῶν ἐθνῶν κλῆσιν διά γε τῶν προκειμένων ἡμῖν ἐναργέστατα δηλοῖ. Ἔστι δὲ καθάπερ ἐξ ἀντιστρόφου τῶν πραγμάτων τὴν φύσιν ἰδεῖν συμβαίνουσαν. Ἔφη μὲν γὰρ ὅτι κατασφραγισθήσεται τὸ τοῦ νόμου βιβλίον ἤγουν ἁπάσης τῆς θεοπνεύστου Γραφῆς, καὶ τὸν τῶν Ἰουδαίων κρυβήσεται νοῦν τῶν θείων λογίων ἡ γνῶσις· ὡς τὸν μὲν εἰδότα γράμματα, φάναι τὸ, Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γὰρ, τὸν μὴ εἰδότα δὲ, φάναι τὸ, Οὐκ οἶδα γράμματα, ἀλλ’ ὅτι κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν Θεοῦ καὶ τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων εἰς νοῦν καὶ καρδίαν εἰςδέξονται φῶς, καὶ αὐτὸν δὲ συνήσουσι τὸν διὰ Μωσέως νόμον, καίτοι κωφοὶ καὶ ἀνήκοοι γεγονότες ποτὲ, καὶ οἷον ἐν ὁμίχλῃ καὶ σκότῳ διατρίβοντες, ὡς ἐν ἀμαθίᾳ καὶ πλάνῃ καθίστησιν ἐναργές.
Ἠσθῆσθαι δέ φησιν αὐτοὺς, οὐκ ἐφ’ ἑτέροις τισὶ τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἀλλ’ ἐπὶ Κυρίῳ, τοῦτ’ ἔστι, Χριστῷ. Πτωχοὶ γὰρ ὄντες, καὶ τῶν ἀγαθῶν οὐδὲν ἔχοντες εἰς νοῦν, ἀλλ’ ἐν ἐνδείᾳ πάσης ὑπάρχοντες ἀρετῆς, καὶ ἐλπίδα μὴ ἔχοντες· ἄθεοι γὰρ ἦσαν ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον· πλησθήσονται ἐν εὐφροσύνῃ. Ἔσονται γὰρ, καὶ ἁμαρτίας ἐλεύθεροι καὶ πλήρεις ἁγιασμοῦ, καὶ θανάτου κρείττονες, καὶ ἐλπίδων ἐπίμεστοι τῶν παρὰ Θεοῦ, διηνεκοῦς εὐφροσύνης μέτοχοι. Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόςκομμα θήσουσι, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον. Ὡς ἐκ μέσου γενομένων, καὶ ἐκβεβλημένων τῆς πρὸς Θεὸν οἰκειότητος τῶν ἐξ Ἰσραὴλ, εἰ καὶ μὴ εἰς ἅπαν· σέσωσται γὰρ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν·
PG 70:663ἐκλελοιπέναι φησὶν ἄνομόν τε καὶ ὑπερήφανον· ἄνομοι μὲν γὰρ ὡς μηδὲ αὐτὸν τετηρηκότες τὸν νόμον, τραπόμενοι δὲ μᾶλλον εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. ὑπερήφανοι δὲ λίαν καὶ κατωφρυωμένοι δεινῶς ὡς Χριστὸν ἀτιμάσαντες. Ποτὲ μὲν γὰρ ἔφασκον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε;6 Ποτὲ δὲ πάλιν· Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα. Τίνα σεαυτὸν ποιεῖς;6 Καὶ μὴν καὶ ἑτέρωθι κατίδοι τις ἂν αὐτοὺς ἀνοσιώτατα λέγοντας τοὺς Γραμματέας τε καὶ Φαρισαίους· Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;6 Ἐξωλοθρεύθησαν τοίνυν οἱ παρανομοῦντες ἀεὶ διὰ πολλὴν κακίαν καὶ τῆς ἐνούσης αὐτοῖς δυστροπίας τὸ μέγεθος.
Οὗτοι δὲ ἦσαν οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· ἀποκομίζοντες γὰρ, ὡς ἔφην, τοὺς ὑπὸ χεῖρα λαοὺς τῆς εἰς τὸν νόμον αἰδοῦς, ἁμαρτάνειν παρεσκεύαζον τὸν ἴδιον λόγον ἤτοι τὰ ἑαυτῶν ἐντάλματα τηρεῖν ἀναπείθοντες· καὶ ταῦτα ἡγεῖσθαι παρασκευάζοντες νόμον· καὶ τὸ ἔτι τούτων ἀνοσιώτερον, ἐποιοῦντο πρόσκομμα τοὺς ἐλέγχοντας ἐν πύλαις. Οἱ μὲν γὰρ ἅγιοι προφῆται τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, τοὺς ἐξ Ἰσραὴλ ἤλεγχον ἐσθ’ ὅτε, καὶ τοῦτο ἐν παῤῥησίᾳ καὶ οὐ λεληθότως, ἀλλ’ οἷον ἐν πύλαις. Οἱ δὲ καθηγεῖσθαι λαχόντες τῶν ὑπὸ χεῖρα ποιμνίων, καὶ παιδαγωγεῖν ὀφείλοντες εἰς πᾶν ὁτιοῦν τῶν χρησίμων τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου παρεκθέοντας ὁδοῦ, τοὺς ὠφελοῦντας ἐλέγχους ἐποιοῦντο πρόσκομμα, πλάνους τάχα που καὶ ψευδοεπεῖς ὀνομάζοντες.
Σκοπὸς γὰρ ἦν αὐτοῖς τὸ ἐν ἀδίκοις πράγμασι τὴν τοῦ δικαίου δύναμιν παρευθύνειν ἀεί. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον, οἷον τοῦ νόμου λέγοντος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,6 καὶ, Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω.6 Αὐτοὶ λέγειν ἐδίδασκον τοῖς γεγεννηκόσι τοὺς ἐξ αὐτῶν γεννωμένους· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῆς. Κἂν εἰ τοῦτ λέγοιεν, οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ. Ἐξέστω, φησὶ, μὴ τιμᾷν πατέρα, ἢ μητέρα. Τοῦτο γὰρ αὐτοῖς ὠνείδιζεν ὁ Χριστὸς λέγων· Ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ’ ὅταν ἴδωσι τὰ παιδία αὐτῶν τὰ ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.
Ἀνανήφει πανταχοῦ τῆς προφητείας ὁ λόγος, καὶ τῶν εἰωθότων φιλοψογεῖν προαναβλέπει τὴν κακουργίαν. Ἔφη γὰρ μὲν, ὅτι Ἐξέλιπεν ἄνομος, ἀπώλετο ὑπερήφανος· ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἐκ πολλῆς ἄγαν ἀμαθίας οἴεσθαί τινας ψευδοεπῆσαι τὸν Θεόν· οὐκ εἰσάπαν ἀπολωλότος τοῦ Ἰσραὴλ, σεσωσμένου δὲ, ὡς ἔφην, τοῦ καταλείμματος· ταύτῃτοι καὶ σφόδρα χρησίμως διαμέμνηται τῆς ἐλπίδος τῆς τετηρημένης τῷ Ἰσραὴλ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Κληθήσονται καὶ αὐτοὶ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ ὀπίσω δραμοῦνται τῶν ἐθνῶν. Ὄταν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Τί οὖν φησι· Διὰ τοῦτο τάδε λέγει Κύριος, ἐπὶ τὸν οἶκον Ἰακὼβ ὃν ἀφώρισεν ἐξ Ἀβραάμ; Ἐξειλεγμένος γὰρ ἦν ἀπὸ πάντων τῶν ἐθνῶν ὁ Ἰσραὴλ, καὶ οἷά τις κλῆρος ἐξαίρετος τῷ Θεῷ, τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακὼβ κατελογίσθη γένος.
PG 70:665Ἀλλ’ οὐ νῦν αἰσχυνθήσονται, φησὶν, οὐδὲ νῦν μεταβαλοῦσι τὸ πρόσωπον, τοῦτ’ ἔστιν, οὐκ εὐθὺς ὅτε καὶ δεδυσσεβήκασιν εἰς Χριστὸν, ἐν ἐπιγνώσει γεγονότες τῆς ἑαυτῶν ἁμαρτίας αἰσχυνθήσονται, καὶ οἷον μεταχωρήσουσιν, ὡς πρός γε τὸ δεῖν οὐκέθ’ ὁρᾶσθαι τοιούτους. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ μεταβαλεῖν τὸ πρόσωπον· ἀλλὰ προϊόντος τοῦ καιροῦ, ὅταν οἱ ἐξ αὐτῶν γεγονότες ἴδωσί μου τὰ ἔργα, τοῦτ’ ἔστιν, ὅταν θεάσωνται κεκλημένην τὴν ὑπ’ οὐρανὸν, καὶ πιστεύσαντας τοὺς ἀνὰ πᾶσαν τὴν γῆν εἰς ἐμέ· ὅταν ἴδωσι τὴν τοῦ διαβόλου δύναμιν κατασεσεισμένην, ἀνῃρημένης δὲ δηλονότι τῆς ἀρχαίας ἐκείνης, καὶ βεβήλου πλάνης, καὶ ὁμοῦ τεμένεσιν εἰδώλων ἐμπεπρησμένων, τότε ἁγιάσουσι τὸ ὄνομά μου, ἀντὶ τοῦ, ἅγιον ἡγήσονταί με καὶ αὐτοί· ἁγιάσουσι δὲ ὡς ὄντα κατὰ ἀλήθειαν τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραήλ.
Οὕτω γάρ με φοβηθήσονται. Ὁδὸς δὲ πρὸς σωτηρίαν ἀεί πώς ἐστιν ὁ τοῦ Θεοῦ φόβος. Γέγραπται γὰρ, ὅτι Φόβος Κυρίου ζωὴν ποιεῖ.6 Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ἁγιάσαντες γὰρ τὸ ὄνομα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀραρότως πεπιστευκότες, ὡς ἔστιν αὐτὸς ἅγιος τοῦ Ἰακὼβ, καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ γνώσονται σύνεσιν· καίτοι πνεύματι πλάνης κατισχημένοι ποτὲ, καὶ τὸν νόμον ἔχοντες κατεσφραγισμένον· οἱ δὲ ἀεὶ γογγύζοντες μαθήσονται ὑπακούειν. Διεγόγγυζον γὰρ κατὰ Χριστοῦ οἱ τῶν Ἰουδαίων δῆμοι, ποτὲ μὲν λέγοντες· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;6 ποτὲ δὲ πρὸς τούτοις, καὶ διώκειν αὐτὸν οὐ παραιτούμενοι καὶ εἰς ἐγκλήματος δύναμιν καταγράφοντες αὐτῷ τὴν ἀλήθειαν.
Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ Υἱὸν ἑαυτὸν ὠνόμαζε τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐδὲν οὖσαν τὴν τοῦ νόμου σκιὰν ἀποφαίνων, τῆς ἐν πνεύματι λατρείας παρετίθει τὸ κάλλος. Οἱ δὲ ἐδίωκον αὐτὸν, Οὐ μόνον, φησὶν, ὅτι ἔλυε Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.6 Οἱ τοίνυν καταγογγύζοντες μαθήσονται ὑπακούειν, φησὶν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Τῶν γὰρ μὴ ὀρθὰ περὶ Χριστοῦ λαλεῖν εἰωθότων ἐψέλλιζον αἱ γλῶσσαι, πλὴν μαθήσονται, φησὶ, τὰ αὐτοῦ λαλεῖν καὶ τὰ εἰς εἰρήνην ἐρεύγεσθαι μᾶλλον, οὐκ ἀποφοιτοῦντες ἔτι πρὸς ἀπόνοιαν τὴν πρώτην, ὑποφέροντες δὲ μᾶλλον αὐτῷ τὸν τῆς διανοίας αὐχένα. Λαλεῖν δὲ εἰρήνην πρὸς τὸν Ἰησοῦν εἴ τις λέγει, Κύριος ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
PG 70:667Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίαν ἐφ’ ἁμαρτίαις· οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. Ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος, ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροί· μάτην κοπιάσουσι πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς, οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλ’ εἰς αἰσχύνην καὶ ὄνειδος. Ταλανίζει πάλιν ὡς φιλαμαρτήμονας καὶ ἀποστάτας γεγονότας τοὺς ἐξ Ἰσραὴλ, πονηρούς τε ἄγαν καὶ πικρὰ βουλευομένους, οὐ διὰ Θεοῦ. Οὐ γάρ τοι θέμις μετὰ Θεοῦ βουλεύεσθαι, τοὺς ἐπί τινι τῶν φαύλων ὁμογνωμονεῖν ἐθέλοντας.
Βουλεύσεται δὲ μετὰ Θεοῦ, καὶ χωρήσει πρὸς τὰ πρακτέα πᾶς εἴ τίς ἐστιν εὐσεβής τε καὶ ἀγαθὸς, καὶ δικαιοσύνης ἐραστής. Γέγραπται γὰρ, ὅτι Λογισμοὶ δικαίων κρίματα.6 Καταιτιᾶται τοίνυν τὸν ἀπόκλητον Ἰσραὴλ, ὡς ἀπᾴδουσαν τῷ Θεῷ γνώμην εἰσενεγκάμενον ἐπὶ Χριστῷ. Διεσκέπτοντο μὲν γὰρ συνεδρεύοντες, καὶ δὴ καὶ ἔφασκον· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἕτερος δέ τις τῶν τεταγμένων ἐν ἡγουμένοις, Ὑμεῖς, φησὶν, οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.6 Σαφέστερον τοῦτο αὐτὸ διδάσκει λέγων ὁ Κύριος ἐν παραβολαῖς εὐαγγελικαῖς, ὅτι Ὁ τὸν ἀμπελῶνα φυτεύσας οἰκοδεσπότης, ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους, ὥστε κομίσασθαι τοὺς καρποὺς, ἀπεκτόνασι δὲ τούτους οἱ γεωργοί.6 Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἐκείνων δυσσεβείας γεγόνασιν ἐγκλήματα· ἀλλὰ γὰρ καὶ τὸν υἱὸν τεθεαμένοι μετὰ τοὺς οἰκέτας ἀπεσταλμένον παρὰ τοῦ πατρὸς, εἶπον, φησὶν, ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Ἀποστάται τοιγαροῦν οἱ τῶν οὕτω πικρῶν καὶ ἀνοσίων σκεμμάτων εἰσηγηταὶ, οἱ προστιθέντες ἁμαρτίαν ἐφ’ ἁμαρτίας· ἀπεκτόνασι γὰρ, ὡς ἔφην, προφήτας ἁγίους· εἶτα καὶ αὐτὸν μετ’ ἐκείνους τὸν κληρονόμον, τοῦτ’ ἔστι, τὸν υἱόν.
Ὅτι δὲ ἐκ πολλοῦ ἄνωθεν αὐτοῖς ἡ γνώμη πρὸς ἀπόστασιν βλέπει τὴν ἀπὸ Θεοῦ, πληροφορεῖν πειρᾶται λέγων· Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον· ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων, προσέῤῥιπτε διὰ μέσου τὸ, Ἐμὲ δὲ οὐκ ἐπερώτησαν. Ἡ δέ γε τῶν νοημάτων ἀκολουθία τοῦτον ἔχει τὸν τρόπον· Οὐαὶ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον τοῦ βοηθηθῆναι ὑπὸ Φαραῶ, καὶ σκέπην εὑράσθαι τὴν ἀπό γε τῶν Αἰγυπτίων. Περιηγγελμένου γὰρ αὐτοῖς πολέμου καὶ μάχης καὶ τοῦ βασιλέως Ἀσσυρίας κατὰ τῆς Ἰουδαίων χώρας ὅπλα κινήσαντος προδεδραμήκασιν Αἰγυπτίοις, καὶ τὴν παρ’ αὐτῶν ἐπικουρίαν ἐκάλουν, καίτοι δέον ἐκμειλίσσεσθαι Θεὸν, ἀποτρίβεσθαί τε ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς, τὰ ἐφ’ οἷς αὐτῷ προσκεκρούκασιν.
PG 70:669Ὅτι γὰρ τὴν παρ’ αὐτοῦ πλουτοῦντες εὐμένειαν, οὐκ ἂν ὑπηνέχθησαν τοῖς τῶν πολεμούντων ποσὶν, ἡ τῶν ἤδη φθασάντων πιστώσεται πεῖρα. Τίνα γὰρ οὐ νενικήκασι; τίνος οὐ κεκρατήκασι διὰ Θεοῦ; Ἀλλ’ οὐδὲν εἶναι καταλογιζόμενοι τὸ σώζεσθαι παρ’ αὐτοῦ, μᾶλλον δὲ τὸ μὴ δύνασθαι σώζειν τινὰς τῆς πανσθενοῦς καθορίζοντες δεξιᾶς τὰς ἐξ ἀνθρώπων ἐζήτουν ἐπικουρίας. Ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς εἰς αἰσχύνην καὶ ὄνειδος. Εἰσὶ γὰρ ἐν Τάνει, φησὶν, ἀρχηγοὶ, ἄγγελοι πονηροί. Κατέβησαν γὰρ εἰς Αἴγυπτον οἱ ἐξ Ἰσραὴλ, ᾤοντό τε, καθάπερ ἔφην ἀρτίως, ἀρκέσειν αὐτοῖς τῶν ἐν Τάνει καθηγητῶν, ἤτοι βασιλέων, τὴν ἐπικουρίαν. Ἀλλ’ ἦλθον κἀκεῖσέ τινες ἀπαγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας πονηρὰ, καὶ δύσοιστα, κεχώρηκε γὰρ κατὰ τῶν Αἰγυπτίων ὁ Ἀσσύριος, μετά γε τὸν πρὸς Τυρίους πόλεμον.
Μάτην οὖν ἄρα, φησὶν, οἳ ἐξ Ἰσραὴλ κοπιάσουσι κατατρέχοντες πρὸς λαὸν, ὃς κατ’ οὐδένα τρόπον αὐτοὺς ὀνῆσαι δυνήσεται. Ἔσται γὰρ αὐτοῖς οὔτε ἀποχρόντως ἔχων εἰς ἐπικουρίαν, οὔτε μὴν εἰς τὸ δύνασθαι τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν, ἀλλ’ εἰς αἰσχύνην, καὶ ὄνειδος. Ἕπεται γὰρ ἀεὶ τοῖς τὴν ἑαυτῶν καρδίαν ἀποστήσασι τῆς εἰς Θεὸν ἐλπίδος, τὸ πάντη τε καὶ πάντως παντὶ περιπίπτειν κακῷ. Καὶ ἀληθεύει λέγων ὁ μακάριος Δαβίδ· Ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Ἐκρύεται δὲ καὶ παντὸς ἀπαλλάττει κακοῦ τοὺς ἀγαπῶντας αὐτὸν, καὶ αὐτῷ προσκεῖσθαι σπουδάζοντας.6 Η ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. Ὡς τεθεαμένος τινὰ τῶν ἐσομένων κατὰ καιροὺς κατὰ τὴν τῶν Ἰουδαίων χώραν. Καὶ νῦν ἡμῖν ὁ προφήτης ποιεῖται τὴν ἀφήγησιν.
Χρῆναι δέ φημι τῆς ἱστορίας ἡμᾶς διαμνημονεῦσαι πάλιν, ἐφ’ ᾗ γέγονεν ὁ λόγος αὐτῷ. Ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐνκάτοπτος τῶν προκειμένων ἡ δύναμις. Βασιλεύοντος τοίνυν τῆς Ἰουδαίων χώρας Ἰεχωνίου τοῦ Ἐλιακείμ· εἶτα πολὺ διανενευκότος τοῦ Ἰσραὴλ εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκειμένου· τε ἄγαν καὶ παροτρύνοντος ἐφ’ ἑαυτῷ τὸν τῶν ὅλων Θεόν· πλεῖστοι μὲν ὅσοι γεγόνασι πρὸς αὐτοὺς οἱ λόγοι διὰ φωνῆς Ἱερεμίου καλοῦντος εἰς μετάγνωσιν, συμβουλεύοντός τε καὶ μάλα εὐφρόνως, ἀποτρίψασθαι μὲν τὸν ἔκ τε τοῦ πεπλανῆσθαι μῶμον, μᾶλλον δὲ τῆς εἰς ἄκρον δυσσεβείας ἀποκρούσασθαι τὰ ἐγκλήματα μεταχωροῦντας ἐπὶ τὸ ἄμεινον, καὶ παλινδρομοῦντας εἰς ἀλήθειαν. Οἱ δὲ ἦσαν σκληροί τε καὶ ἀνουθέτητοι, καὶ τοὺς τῶν ἁγίων προφητῶν ἀποσειόμενοι λόγους, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον.
PG 70:671Κατατεθηγμένος τοίνυν ἐπ’ αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, κατεξανέστησε τὸν Ναβουχοδονόσορ, ὃς εἷλέ τε τὴν Ἰουδαίαν, καὶ κατεμπρήσας τὰς ἐν αὐτῇ πόλεις τε καὶ κώμας προςκατέστησε τὸν Σεδεκίαν. Ἀποσκιρτήσαντος δὲ καὶ αὐτοῦ, λελυπημένος ὁ Ἀσσύριος κατεστράτευσε πάλιν τῆς Ἱερουσαλήμ· καὶ δὴ καὶ ἑλὼν, καὶ αὐτὸν δὲ τὸν θεῖον κατεμπρήσας ναὸν, ὑπενόστησε εἰς τὴν ἑαυτοῦ. Τότε δὴ οὖν οἱ περιλειφθέντες, καὶ σεσωσμένοι, καὶ διαφυγεῖν ἰσχύοντες τῶν Βαβυλωνιτῶν τὸ ξίφος πανοικεὶ κατέβαινον εἰς τὴν Αἴγυπτον· καίτοι Θεοῦ τοῦτο δρᾷν οὐκ ἐφιέντος αὐτοῖς, ἀλλ’ ἐναργέστατα λέγοντος διὰ φωνῆς Ἰερεμίου· Μὴ καταβαίνετε εἰς Αἴγυπτον. Ἐπειδὴ δὲ οὐδὲν ἧττον μεμενήκασιν ἀπειθεῖς, ἀπολώλασιν ἐν Αἰγύπτῳ. Εἷλε γὰρ καὶ αὐτὴν ὁ Ναβουχοδονόσορ, καὶ ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ἀνῄρηκε τοὺς Αἰγυπτίους.
Ἡ μὲν οὖν τῆς ὁράσεως αἰτία καὶ πρόφασις αὕτη, καὶ οἷον ἡ πᾶσα περίστασις. Δεῖ δὲ, οἶμαι, καθ’ ἕκαστον ἡμᾶς διειπεῖν, ὡς ἔνι. Ἐν τῇ θλίψει, καὶ τῇ στενοχωρίᾳ λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ’ εἰς αἰσχύνην, καὶ ὄνειδος. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς; Ἀπάγγειλον αὐτοῖς, ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὔτη. Κεκληροδότηκε μὲν τοῖς ἐξ αἵματος Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν ὁ θεσπέσιος Ἰησοῦς, ὁ τοῦ Ναυῆ δηλονότι. Φασὶ δὲ τὴν Ἰούδα μάλιστα φυλὴν τὰ πρὸς ἠῶ τε καὶ νότον τῆς Ἰουδαίων χώρας διαλαχεῖν, προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, διακομιζούσης τε τοὺς ἐθέλοντας εἰς τὴν Αἰγυπτίων.
Ἐν καιρῷ τοιγαροῦν τῆς θλίψεως καὶ τῆς στενοχωρίας, τοῦτ ἔστι, πολιορκοῦντος τοῦ Ναβουχοδονόσορ ἐγκειμένου τε καὶ καταθλίβοντος τὰς τῆς Ἰουδαίας πόλεις· λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν. Καὶ λέοντας μὲν ἴσως ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας, καὶ δυνατωτάτους, καὶ ἐν ἀσθενείαις ὄντας ταῖς κατὰ τῶν ἄλλων οὐ μικραῖς. Σκύμνους δὲ τάχα που τοὺς ἐξ αὐτῶν· ἀσπίδα δὲ καὶ ἀσπίδων ἔκγονα πάλιν ἑτέρους πικρούς τε καὶ ἰοβόλους, καὶ ἀκράτῳ πονηρίᾳ συντεθραμμένους. Εἰ δὲ λέγοι, πετομένων, τῶν εὐπετῶς, καὶ ὀξέως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων χωρούντων νοήσεις. Πονηροί τε ἅπαντες καὶ πικροὶ λίαν ὁμολογουμένως οἱ τῆς εἰς Θεὸν ἀγάπης ἀποφοιτήσαντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ λίθῳ· Σὺ ἐγέννησάς με· καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες· οὗτοι τοιγαροῦν ὑπὸ ὄνων τε καὶ καμήλων τὸν περιλειφθέντα αὐτοῖς ἀπεκόμιζον πλοῦτον πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ’ εἰς αἰσχύνην καὶ ὄνειδος.
Ἀνόνητον γὰρ παντελῶς τὸ χρῆμα αὐτοῖς, καὶ ματαία γέγονεν ἡ παράκλησις, τοῦτ’ ἔστιν, ἣν ἐνόμιζον εἶναι παραμυθείαν αὐτοῖς. Συναπολώλασι γὰρ, ὡς ἔφην, τοῖς τῶν Αἰγυπτίων οἰκοῦσι χώραν, κατὰ κράτος καὶ αὐτὴν ἀνῃρηκότος τοῦ Ναβουχοδονόσορ. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, κἂν εἰ ὀργὴν ἐπάγοι τισίν. Πᾶσα μὲν γὰρ εἰκαία σκέψις αὐτοῖς. Διασώσει δὲ τὸ σύμπαν, οὐδὲν τοὺς καθ’ ὧν ἂν γένοιτο. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;6 κατὰ τὸ γεγραμμένον. Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα. Ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις· Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι·
PG 70:673Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων γραφῆναι αὐτὰ ποιεῖσθαι προστέταχε, καὶ ἀποσημήνασθαι κελεύει. Συμβήσεται γὰρ, φησὶν, εἰς ἡμέρας καιρῶν· ἀξιωθήσεσθαι δὲ καὶ μνήμης αὐτὰ τῆς εἰς αἰῶνα. Καὶ ἀληθὴς ὁ λόγος. Ἔσται γὰρ ἀεὶ γνωρίσματα προφητῶν, καὶ μέχρις αὐτῆς συντελείας τοῦ παρόντος αἰῶνος. Ἀποσημῆναι δεῖ οὖν, φησὶ, καὶ γάρ εἰσι λαὸς ἀπειθής. Ἔσται δὴ τὸ χρῆμα πρὸς ὠφέλειαν αὐτοῖς. Εἰ γὰρ ἀπειθήσειαν τοῖς ἐσομένοις κατ’ ἐκεῖνο τοῦ καιροῦ προφήταις ἁγίοις ἐντραπήσεσθαι καὶ μάλα εἰκὸς αὐτοὺς τὸ προειρῆσθαι ταῦτα καὶ διὰ σοῦ.
Ψευδεῖς δὲ αὐτοὺς ὀνομάζει καθάπερ ἐγῷμαι πάλιν διάτοι τὸ μὴ τηρῆσαι τῷ Θεῷ τὸ γνήσιον εἰς εὐσέβειαν, ψεύσασθαι δὲ τὴν ὑπόσχεσιν, ἣν πεποίηνται κατὰ καιροὺς τοὺς διὰ Μωσέως αὐτοῖς ὁρίζοντος νόμους ἐν τῷ ὄρει Σινᾷ τῶν πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Εὑρήσομεν γὰρ σαφῶς εἰρηκότας· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα. Παρεγγυῶντος τοιγαροῦν τοῦ νόμου καὶ λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·6 παρ’ οὐδὲν πεποίηνται τὴν ἐντολήν· λελατρεύκασι γὰρ εἰδώλοις. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δέ που καὶ ὁ Δαβὶδ καί φησιν· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·6 καὶ μὴν καὶ ὡς ἐκ προσώπου Χριστοῦ, Υἱοὶ ἀλλότριοι, φησὶν, ἐψεύσαντό μοι.6 Πρόφασις δὲ τῆς τοιᾶσδε νόσου γέγονεν αὐτοῖς τὸ μήτε τινὸς αἰδοῦς ἀξιοῦν τὸν νόμον, ἀτιμάζειν δὲ καὶ αὐτοὺς τοὺς τῶν ἁγίων προφητῶν λόγους.
Καὶ τοῦτο διδάσκει λέγων· Οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις μὴ ἀπαγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁρόματα ὁρῶσι· Μὴ λαλεῖτε ἡμῖν, ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, καὶ ταύτης ἡμᾶς ἀποστρέψατε τῆς ὁδοῦ, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Πολλοῖς μὲν γὰρ καὶ πλειστάκις ἁγίοις προφήταις ἐπεφύοντο πικροὶ, ταυτὶ βοῶντες καὶ λέγοντες οἱ ἐξ Ἰσραήλ. Ἴδοι δ’ ἄν τις αὐτὸ καὶ μάλα ἐναργῶς, ὅτε παρακαλοῦντος Ἱερεμίου μὴ καταβαίνετε εἰς Αἴγυπτον, πρὸς ταῦτα ἔφησαν αὐτοὶ ψευδῆ, Οὐκ ἀπέστειλέ σε Κύριος, ἀλλ’ ἢ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, καὶ τὰ ἑξῆς. Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις, καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας, καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ· διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα παρέστη τὸ πτῶμα· καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὤστε μὴ εὑρεῖν ἐν αὐταῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς μικρὸν ὕδωρ.
PG 70:675Ὅτι πάντη τε καὶ πάντως εἰς παγχάλεπον αὐτοῖς ἐκβήσεται πέρας τὸ ἀπειθεῖν ἑλέσθαι ταῖς τῶν ἁγίων προφητῶν νουθεσίαις· ἐλπίδα τε ποιεῖσθαι τὸ ψεῦδος, καὶ τὸ εἰς νοῦν ἧκον ἀπερισκέπτως κρατύνειν ἐπιχειρεῖν, πειρᾶται διδάσκειν. Ἐπειδὴ γὰρ τοῖς τῶν προφητῶν ἐπετιμήσατε λόγοις, πλάνησιν αὐτοὺς ὀνομάζοντες, καὶ φάσκοντες ἀνοσίως· Ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον Κυρίου, ταύτῃτοι καὶ ὡς ἁλούσης πόλεως τεῖχος ἐπιπεσεῖται ἡμῖν ἡ ἁμαρτία αὕτη, καὶ τοῦτο παραχρῆμα, τοῦτ’ ἔστιν, οὐκ εἰς μακράν· πόλεως δέ φημι τῆς οὕτω συντετριμμένης, ὡς ἂν εἰ καὶ ἀγγεῖον ὀστράκινον εἰς λεπτὰ συνθράνοιτο, ὡς τῶν συνθραυσμάτων ἕκαστον ἀχρεῖον εἶναι παντελῶς, μηδένα δύνασθαι μήτε πῦρ ἐν αὐτῷ διακομίσαι ποι, μήτε μὴν ὕδατος βραχεῖαν σκεδᾶσθαι συλλογήν.
Αἰνίττεται δὲ διὰ τούτων, ὅτι τοσαύτη τοῖς ἀπειθήσασιν ἐν σκήψει δίκη καὶ ἐφαλεῖται συμφορὰ, ὡς εἰς ἐσχάτην αὐτοὺς κατακομίσαι ταλαιπωρίαν. Εὑρίσκεσθαι δὲ παντελῶς ἐν αὐτοῖς οὐδένα τὸν ἔξω μεμενηκότα τοῦ μὴ πρὸς λῆξιν ἐλάσαι κακῶν. Οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα, ὅτι ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις. Τὴν ἁπασῶν ἐσχάτην αὐτοῖς ἐπαρτήσας δίκην, καὶ τοῖς τῶν ἐσομένων δείμασι προκαταπτοήσας χρησίμως δείκνυσιν εὐθὺς καὶ τῆς ἐπ’ αὐτῆς ὀργῆς τὴν αἰτίαν, καὶ τῆς σωτηρίας τὴν ὁδόν. Χρηστὸς γάρ ἐστι καὶ φιλάνθρωπος ὁ Δημιουργὸς, καὶ ὡς αὐτός πού φησι διὰ φωνῆς Ἰεζεχιὴλ, Οὐ θέλει τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν.6 Κολάζεται τοίνυν ὁ Ἰσραὴλ ὡς τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποδραμὼν, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προστεθειμένος, πλὴν ἐφίησιν ἑλομένῳ μετανοεῖν, ἔξω φέρεσθαι τοῦ κακοῦ.
Ὅταν γὰρ, φησὶν, ὡς ἐξ ὁδοῦ φαύλης τε καὶ μιαρᾶς ἀποστρέψῃς τοῦ χρῆναί φημι τῇ κτήσει προσκυνεῖν, καὶ ξύλῳ καὶ λίθῳ προσάγειν τὸ σέβας, τότε σωθήσῃ, καὶ πρός γε τοῦτο μαθήσῃ λοιπὸν ὅποι ποτὲ ἦσθα φρενῶν, μᾶλλον δὲ ἀμαθίας πεποιθὼς ἐπὶ τοῖς ματαίοις. Εἰ γὰρ ἑαυτοῖς ἐπαρκεῖν οὐχ οἷοί τε, πῶς ἂν ἑτέροις χαρίσαιντο τὴν ἐπικουρίαν; Τί γὰρ εἴδωλον τὸ ἀδρανέστερον. Εἰσὶ γὰρ ἄψυχος ὕλη, καὶ ἕτερον οὐδέν; οἱ τῶν πλανωμένων θεοί. Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἐβούλεσθε ἀκούειν. ἀλλ’ εἴπατε· Ἐφ’ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πολλῶν, φεύξονται πολλοὶ, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
PG 70:677Καίτοι γὰρ διὰ πείρας ἀνόνητον εὑρηκότες τὴν εἴς γέ φημι τοὺς νομισθέντας εἶναι θεοὺς ἐλπίδα, καὶ τὴν ἰσχὺν αὐτῶν ὁρῶντες ματαίαν, οὐδὲν ἧττον ἀπειθεῖς μεμενήκατε, φησίν. Ἀκούοντες γὰρ μὴ κατελθεῖν εἰς Αἴγυπτον, τιμῆσαι δὲ πίστει τὸν διασώζειν ὑπισχνούμενον, οὐκ ἠθέλετε ἀκούειν, ἀλλ’ εἴπατε, Ἐφ’ ἵππων φευξόμεθα, καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα. Ὠήθητε γὰρ, ὡς ἀπόχρη πρὸς σωτηρίαν ὑμῖν τὸ τῆς Ἰουδαίας ἀποδραμεῖν. Ἀλλὰ κοῦφοι, φησὶν, ἔσονται οἱ διώκοντες ὑμᾶς, τοῦτ’ ἕστι, πτηνοὶ καὶ ὀξεῖς, δεινοὶ δὲ οὕτω καὶ φοβεροὶ παρ’ ὑμῖν, καὶ εἰς τοῦτο δειλίας κατοιχήσεται τῶν ἀνηκόων ὁ νοῦς, ὡς ἑνὸς τῶν πολεμίων καὶ μόνον ἀναβοήσαντος τραπέσθαι χιλίους εἰς φυγήν. Εἰ δὲ δὴ καὶ πέντε καταλήξειαν τῆς Ἰουδαίων φάλαγγος φεύξονται πολλοί·
ἐπίσημον δὲ οὕτως ὑπομενοῦσι τὴν ταλαιπωρίαν, ὡς περίοπτον γενέσθαι, καὶ οὐδενὶ τὸ σύμπαν ἀγνοουμένην, ὁρωμένην δὲ οὕτως καθάπερ ἀμέλει καὶ ἱστὸν εἴ τις ἐπ’ ὄρους ἀναστήσειεν, ἢ καὶ σημαίαν ἐπὶ βουνοῦ. Σημαίαν δὲ καὶ ἱστόν φησιν εἶναι τὸ ἐν βουνοῖς, ἢ γηλόφοις ἐγειρόμενον ξύλον σημεῖα τινὰ φοροῦν, δι’ οὗ σημαίνουσι τοῖς στρατεύμασιν οἱ καθηγεῖσθαι λαχόντες, ἢ ὅτι νενικήκασι, καὶ τὰ τῆς μάχης αὐτοῖς εὖ ἔχει τυχὸν, ἤγουν ὅτι χρὴ συναγείρεσθαι πρὸς αὐτοὺς, ἵνα τι τῶν ἁγίων ἀκούσειαν. Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς· καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν; Ἐλπίδα πάλιν τετήρηκε τοῖς ἐξ Ἰσραήλ. Σέσωται γὰρ τὸ κατάλειμμα.
Οὐ γὰρ ὁλόῤῥιζος, φησὶν, ὁ ἠγαπημένος οἰχήσεται πρὸς ἀπώλειαν, οὔτε μὴν ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, καθά φησιν ὁ μακάριος Δαβὶδ, ἀλλ’ ἔσται τὸ ὄνομα αὐτοῦ δεδοξασμένον καὶ ὑψηλὸν, ὅταν ὑμᾶς ἐλεήσῃ. Ἀλλ’ ἐρεῖς, ὅτι Καίτοι πῶς οὐκ ἦν ἀγαθοῦ τὸ μηδ’ ὅλως τὴν δίκην ἐπενεγκεῖν; Ἀλλ’ ἐννοεῖν ἀκόλουθον, ὅτι πρὸς τὸ εἶναι χρηστὸς καὶ κριτής ἐστιν. Ἔργον δὲ τοῦ κρίνοντος ὀρθῶς τε καὶ ἀδεκάστως τὸ ἀναλόγως τοῖς ἑκάστου πταίσμασιν ἐπιμετρεῖν τὰς δίκας. Ἀγαθοῦ δὲ πάλιν τὸ καὶ ἡμέρῳ νεύματι μεταπλάττειν ἐπὶ τὸ ἄμεινον τοὺς κεκολασμένους. Ὑμεῖς δὲ, φησὶ, ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; Ἀντὶ δὲ τοῦ, καταλείψετε, τὸ, καταλειφθήσεται, φησίν. Ἀδιαφορεῖ γάρ ἐσθ’ ὅτε περὶ τὰς λέξεις ἡ θεόπνευστος Γραφή. Ὀνειδίζει τοιγαροῦν αὐτοῖς ὅτι τὴν ἑαυτῶν δόξαν τὸ εἶναι Θεοῦ καὶ λέγεσθαι, κλῆρος γὰρ ἦσαν αὐτοῦ, οὐδενὸς πεποίηνται λόγου.
Καταλελοίπασι γὰρ αὐτὴν μεταπίπτοντες εἰς τὰ αἰσχίω, καὶ λατρεύσαντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀπειθοῦντες μὲν προφήταις ἁγίοις, ἀλογήσαντες δὲ καὶ αὐτῆς τῆς παρὰ Θεοῦ σωτηρίας, καὶ ψευδῆ, καὶ ἀνόητον ἐλπίδα τὴν ἐπ’ ἀνθρώποις τετιμηκότες. Καταβεβήκασι γὰρ, ὡς ἔφην, εἰς τὴν Αἰγυπτίων. Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Ἐλεήσει σε· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. Δόξαν ὀνομάσας τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, διαδείκνυσιν ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν αὐτοῦ, προσερηρεῖσθαι δὲ μᾶλλον αὐτῷ διὰ τῆς εἰς πᾶν ὅτι οὖν εὐπειθείας καὶ ὑποταγῆς, πάντη τε καὶ πάντως ἀποφαίνει μακαρίους. Ὅτι δὲ κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, πολλοὶ μεταγνώσονται τῶν ἐξ αἵματος Ἀβραὰμ, καὶ δικαιούμενοι διὰ πίστεως, καὶ ἁπάσης ἁμαρτίας ἀπηλλαγμένοι, τὸν διὰ τοῦ πνεύματος καταπλουτήσουσιν ἁγιασμὸν, διδάσκει λέγων, ὅτι Λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει.
PG 70:679Κλαυθμῷ γὰρ ἔκλαυσε, φησὶν, Ἱερουσαλὴμ, Ἐλέησόν με. Ἐπειδὴ δὲ πρόθυμος εἰς φιλανθρωπίαν, ἑτοιμότατά τε κατοικτείρειν ὁ τῶν ὅλων Θεὸς εἰδὼς, Ἐλεήσει σε, φησὶν, ἔσται δὲ καὶ τῆς σῆς κατήκοος κραυγῆς· ἅμα τε γὰρ μετανοοῦντα τεθέανται, καὶ ἀμελητὶ κατένευσε τῆς ἀμνησικακίας τὴν χάριν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς γε τὸ δοκοῦν τῷ πάντων Δεσπότῃ, πάντες ἂν διεσώθησαν διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἐπειδὴ δὲ οὐ προσήκαντο τὸν Λυτρωτὴν, ταύτῃτοι δέδονται πρὸς ἀπώλειαν. Εἵλοντο γὰρ τοῦτο μᾶλλον αὐτοί. Καὶ δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν, καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλὰνῶντάς σε, καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες·
Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά. Γέγονεν ἡμῖν εἰς δύναμιν ἄρτου ζωῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἔφη γὰρ ἐναργῶς· Ἐγώ εἰμι ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἀλλ’ ἔστω καὶ ὕδωρ, οὐκ αἰσθητόν τε καὶ ἔνυλον, θεῖον δὲ μᾶλλον καὶ νοητόν. Κεχρημάτικε γοῦν ποταμὸς εἰρήνης, καὶ χείμαῤῥος τρυφῆς, καὶ τοῦτό φαμεν ψάλλοντος, καὶ λέγοντος τοῦ μακαρίου Δαβὶδ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ τῶν ἐν πίστει δεδικαιωμένων· ὅτι Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.6 Ἄρτος οὖν ἄρα καὶ ὕδωρ τὸ ζωοποιὸν ὁ Χριστός· εὑρίσκεται δὲ σὺν ἱδρῶτι, καὶ πόνῳ. Τὰ γάρ τοι μεγάλα, καὶ ἐξαίρετα τῶν ἀγαθῶν, οὐ τοῖς ἀναπίπτουσι, καὶ τρυφῶσιν ἁλώσιμα γένοιτ’ ἂν, ἀλλ’ εἰ τοῖς εἰωθόσι παρ’ οὐδὲν ἡγεῖσθαι τοὺς ἐπ’ αὐτοῦ δὴ τούτῳ καὶ ἱδρῶτας καὶ πόνους οὕτως ἐζήτει τὸ Χριστοῦ μυστήριον ἀναμαθεῖν.
Καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλων τε καὶ λέγων· Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.6 Γεγέννηται γὰρ ἐν Βηθλεὲμ ὁ Ἐμμανουὴλ, ἥτις ἐστὶν Ἐφραθά. Ἐπαγγέλλεται τοίνυν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ Ἰσραὴλ ἐπιστρέφουσι πρὸς αὐτὸν ἄρτον διδόναι θλίψεως, καὶ ὕδωρ στενὸν, τοῦτ’ ἔστι, ζωὴν τὴν ἐν Χριστῷ χαριεῖσθαι καὶ γνῶσιν τὴν περὶ αὐτοῦ, ἣν ἅν τις συλλέξαιτο, καὶ τοῖς τῆς ἑαυτοῦ διανοίας ἐναποκλείσειε θησαυροῖς, οὐκ ἀναπίπτων εἰς τρυφὰς, οὐκ ἐξίτηλον ἔχων τοῦ βίου τὴν ἀγωγὴν, οὔτε μὴν τὴν πλατεῖαν καὶ εὐρύχωρον βαδίζων ὁδὸν, εἰσερχόμενος δὲ μᾶλλον διὰ τῆς στενῆς πύλης τῆς ἀποφερούσης εἰς ζωήν.
PG 70:681Τοῦτον οὖν ἄρα, φησὶν, εἰ λάβοις τὸν ἄρτον, τότε γενήσῃ καὶ ἀσφαλὴς, οὐκ εὔκολος εἰς παραφορὰν, οὐδὲ τοῖς τῶν πλανώντων λόγοις ἑτοίμως συναρπαζόμενος. Ὄψει γὰρ αὐτοὺς, καὶ ἀκούσῃ τῶν λόγων αὐτῶν. Πάλαι μὲν γὰρ ἀπό γε τοῦ δύνασθαι μὴ διακρίνειν τὰ παρ’ αὐτῶν, ὁ ἐν ἴσῳ τεθεὶς τοῖς μηδὲ ὁρῶσιν ὅλως, μήτε μὴν ἀκούουσι τῶν λόγων τῶν εἰωθότων πλανᾷν· λαβὼν δὲ τὸν ἄρτον ὄψει δὴ πάντως αὐτοὺς, καὶ τίνες ἄρα τὴν ἕξιν εὖ μάλα συνήσεις· οἷα διαφέροντες ἁπλῶς, καὶ λέγοντες· Αὕτη ἡ ὁδὸς, πορευθῶμεν ἐν αὐτῇ, εἴτε δεξιὰ, εἴτε ἀριστερά· οὐ γὰρ ἦν διάκρισις τοῦ πεφυκότος ἀδικεῖν. καὶ τοῦ μὴ τοιούτου, ἀλλ’ οἷον ἀπερισκέπτως πρὸς πᾶν ὁτιοῦν ἀπεκόμιζον τῶν ἁπάντων οἱ λόγοι. Καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα, καὶ περικεχρυσωμένα· λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.
Πρέποι ἂν, οἶμαι, καὶ τοῦτο κατορθοῦν, ἑλέσθαι τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ μὴν καὶ αὐτοῖς τοῖς ἐξ αἵματος Ἰσραήλ. Λυπεῖ δὲ οὐδὲν ἁρμόσαι λέγειν καὶ τοῖς ἐξ Ἑλληνικῆς ἰοῦσι πλάνης, τὸ, Δώσει ὑμῖν Κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκ ἔτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε. Οἱ μὲν τάλανες Ἰουδαῖοι πονηροὺς ἐσχήκασι τοὺς καθηγητὰς, Γραμματέας δὴ λέγω, καὶ Φαρισαίους, οἳ πρὸς πᾶν ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀποκομίζειν ἤθελον, ἐξιστάντες μὲν τῆς Μωσέως ἐντολῆς, ἀναπείθοντες δὲ προσέχειν διδασκαλίαις καὶ ἐντάλμασιν ἀνθρώπων. Κατεγινώσκετο δὲ πρὸς τούτοις ὁ Ἰσραὴλ, ὡς ἐκβεβηκὼς εἰς τοῦτο φρενοβλαβείας, ὡς καὶ ἀψύχοις εἰδώλοις ἑλέσθαι προσκυνεῖν. Ἑλλήνων δὲ παῖδες ἀνοσίους ἐσχήκασι διδασκάλους, οἳ ψυχικὴν καὶ δαιμονιώδη ἔχοντες σοφίαν, ἀναρίθμητον τῷ βίῳ δαιμονίων ὄχλον ἐκήρυξαν, καὶ προσκυνεῖν τῇ κτίσει, παρὰ τὸν κτίσαντα.
Λαβόντες δὴ οὖν τὸν ἄρτον τῆς ζωῆς καὶ τὸ ὕδωρ τὸ ζωοποιὸν, οὗτοί τε κἀκεῖνοι τῶν ἀρχαίων ἀπηλλάττοντο διδασκάλων, μᾶλλον δὲ τῶν πλανώντων αὐτοὺς, κατεγνωκότες δὲ τῆς ἀπάτης περιεῖλον τὰ εἴδωλα.
Δεδικαίωνται γὰρ διὰ πίστεως, μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ Σατανᾷ καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοὺς πάλαι παρ’ αὐτοῖς νομισθέντας εἶναι ὑψηλοὺς, τοὺς ψευδωνύμους λέγω θεοὺς, καταμυσαττόμενοί τε καὶ φεύγοντες, ὡς ἂν καί τι τῶν ἄγαν ἐστυγημένων καὶ εἰς ἐσχάτην τελευτώντων ἀκαθαρσίαν. Κόπρου γὰρ καὶ ὕδατος ἀποκαθημένης, τί ἂν γένοιτο βδελυρώτερον; Τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός. Καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον. Οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες καὶ οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. Ἐσχημάτισται μὲν ὡς ἀπό γε τῶν εἰωθότων γηπονεῖν ὁ λόγος, οἳ ἐπειδὰν ἀμφιλαφῆ τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταχεομένων ὑδάτων καταπλουτήσωσι τὴν φορὰν, τότε δὴ πάντως καὶ εὐκαρπίαν ἔχουσι πολλὴν, καὶ εἰς πλατύτητα ζωαρκῆ, καὶ αὐτὴν δὲ τοῖς κτήνεσι τὴν ἐξ ἀγροῦ κείρουσι πόαν· μεταπλάττεται δὲ πάλιν ἐκ τῶν αἰσθητῶν εἰς πνευματικὴν θεωρίαν τῶν προκειμένων ὁ νοῦς.
PG 70:683Ἐπειδὰν γὰρ, φησὶ, τὸν ἄρτον τῆς θλίψεως καὶ τὸ ὕδωρ τὸ στενὸν δοθείη σοι παρὰ Θεοῦ, ὅταν ἴδῃς τοὺς πλανῶντάς σε, καὶ ἀποστήσῃς τὴν σεαυτοῦ διάνοιαν ἀπ’ αὐτῶν, ὅταν ἐξάρῃς τὰ εἴδωλα, καὶ τῆς ἀληθοῦς θεογνωσίας εἰσδέξῃ τὸν φωτισμὸν, τότε καὶ ἐν εὐκαρπίαις ἔσῃ πνευματικαῖς. Ἔσται γὰρ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. Ὑετὸν δὲ φησὶ τὴν διὰ τοῦ Πνεύματος νοητὴν παράκλησιν. ἣ τὰς τῶν σεβομένων Θεὸν καταπιαίνει καρδίας, καὶ μὴν καὶ εὐκάρπους ἀποτελεῖ. Ψάλλει μὲν γὰρ ὁ Δαβὶδ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου,6 τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος, ὡς ἔφην, παράκλησιν. Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαί̈ας, ὡς ἐξ προςώπου Θεοῦ, περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀμπελών·
Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἔσται τοίνυν ὑετὸς, φησὶ, τῷ σπέρματι τῆς γῆς σου. Ἀλλὰ καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρὸς, τοῦτ’ ἔστιν, ὁ τῶν σῶν ἔργων καρπὸς εἰς ὄνησιν ἔσται. Τελεσφορηθήσεται γὰρ, καὶ πίων ἔσται καὶ πολύς. Μαλαχίας μὲν γὰρ ὁ προφήτης τοῖς ἀποστήσασι τῶν ἐξ Ἰσραὴλ προσεφώνει λέγων· Διότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια, ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά.6 Δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον. Ἕτερος δὲ πάλιν τῶν ἁγίων ἐπιπλήττει τισὶ καί φησι· Καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης· διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον. Ἀτελεσφόρητος γὰρ ὁ τῶν ἀνοσίων καρπὸς, ἀνόνητοι δὲ καὶ οἱ πόνοι, καὶ τῶν ἐπιχειρημάτων ἡ ἔκβασις οὐδὲν ἔχει τὸ ὀνησιφόρον.
Ἔτι καρποί γε μὴν οἱ θεοφιλεῖς, οἷς μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος ἐπεύχεται λέγων· Ὁ δὲ Θεὸς τῆς δικαιοσύνης αὐξήσαι τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.6 Προσεπάγει δὲ τούτοις ὁ προφήτης, ὅτι καὶ τὰ κτήνη κατανεμηθήσονται τόπον πίονα καὶ εὐρύχωρον· κτήνη δὲ οἶμαι λέγειν αὐτὸν τάχα που τοὺς ὀλιγογνώμονας, καὶ ἀκεραιοτέρους, οἳ βραδεῖς μέν εἰσι τὴν διάνοιαν, κεκλημένοι δὲ ἅπαξ εἰς ἐπίγνωσιν Θεοῦ διὰ τῆς πίστεως νοητὰς εὑρήσουσι τροφὰς, καὶ εἰς τόπον πίονα κατανεμηθήσονται, τοῦτ’ ἔστι, τὴν θεόπνευστον Γραφὴν, τὴν εὐρυχωρίαν ἀληθῶς. Πλατεῖα γὰρ καὶ πολλὴ καὶ τρέχουσα πρὸς εὐσέβειαν. Τοὺς δέ γε ταύρους, ἤτοι τοὺς βοῦς τοὺς ἐργαζομένους τὴν γῆν, φάγεσθαί φησιν ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ, τοῦτ’ ἔστιν, ἐν εὐτροφίαις ἔσονται πνευματικαῖς.
PG 70:685Καὶ τῶν στερεῶν ἀναπιμπλάμενοι μαθημάτων ἐργάσονται τὴν γῆν. Ταύρους δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τὸ θεῖον ἱερουργοῦντας κήρυγμα καὶ εὐαγγελιζομένους δυνάμει πολλῇ. Καὶ πιστώσεται εἰς τοῦτο πάλιν ἡμᾶς ὁ πάνσοφος Παῦλος, τὴν νομικὴν ἐντολὴν νοήσας πνευματικῶς. Ἔφη γὰρ, ὅτι Γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα.6 Προσεπάγει δὲ, Μὴ τῶν βοῶν μέλλει τῷ Θεῷ;6 Ἢ δι’ ἡμᾶς πάντως λέγει; Οὐκοῦν ὡς ἀπό γε τῆς ἀρίστης τῶν μόσχων τροφῆς διαμορφοῖ τὰ πνευματικὰ, καὶ νοεῖν ἐφίησιν, ὅτι τοῖς ἐξειλεγμένοις, καὶ οἷά τινα γῆν εὔκαρπον ἀποφαίνουσι τοὺς λατρεύοντας τῷ Χριστῷ, ἡ παγκαλής τε καὶ στερεὰ παρακείσεται τροφή. Ἔδει γὰρ, ἔδει τοὺς λαῶν ἡγουμένους προαναπελάσθαι τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, ἵνα ἔχοιεν ὠφελεῖν τοὺς ὑπεζευγμένους Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ, καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι.
Καὶ τοῦτο συνήσεις πνευματικῶς. Βουνοὺς γὰρ καὶ ὄρη τοὺς ἁγίους εὐαγγελιστάς φησι καὶ ἀποστόλους, καὶ τοὺς ἄλλους δὲ ἅπαντας, οἳ μετ’ ἐκείνους γεγόνασι τῶν ἁγίων Ἐκκλησιῶν ἐπιμεληταὶ, καὶ τῶν θείων μυστηρίων ἱερουργοὶ, οἳ φρονοῦσι μὲν τῶν ἐπιγείων οὐδὲν, ὑψοῦ δὲ ὥσπερ ᾐρμένοι. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, τὸν θεῖον δὲ καὶ οὐράνιον ἐκ τῆς ἑαυτῶν διανοίας οἷά περ ἀπὸ πηγῆς ἀναβρύουσι λόγον, προκαταπλουτοῦντες ἄνωθεν αὐτοὶ τὴν χάριν. Δαψιλὲς δὲ τὸ ὕδωρ τοῦτο, πολλὰ γὰρ τὰ ὄρη, τοσοῦτοι δὲ καὶ οἱ βουνοὶ, καὶ νάμα τὸ ἐξ αὐτῶν γλυκὺ καὶ ἀμφιλαφὲς πανταχῆ. Πλὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται, φησὶ, καὶ τοῦτο. Ἡμέραν δὲ ὀνομάζει πάλιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρόν· καθ’ ὃν ἀνεδείχθησαν μὲν οἱ περὶ ὧν ὁ λόγος, ἀπολώλασι δὲ πολλοὶ καὶ καθῄρηνται πύργοι, τοῦτ’ ἔστιν, οἱ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς τε καὶ Φαρισαῖοι.
Καίτοι γὰρ τῶν ἄλλων ἁπάντων ὑπερηγμένοι διά τοι τῆς ἱερωσύνης τὴν δόξαν, καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα, δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ τὸν ἀποφήναντα αὐτοὺς ὑψηλοὺς ἀπεκτόνασι, καὶ πρός γε τούτῳ πεπλανήκασι τοὺς ὑπὸ χεῖρα λαούς. Πεπτώκασι δὲ καὶ ἕτεροι πύργοι, τὰ τῶν ἀνοσίων πνευμάτων ὑπέροπτα στίφη. Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. Βούλονταί τινες τῶν ἐξηγητῶν τὴν τῶν προκειμένων διάνοιαν ἀποφέρεσθαι δεῖν ἐπὶ τὸν τῆς συντελείας τοῦ αἰῶνος καιρόν. Τότε γὰρ, φασὶν, ἐν προςθήκῃ φωτὸς, καὶ αὐτὰ γενήσονται τὰ στοιχεῖα, τὰ φωτίζειν πεφυκότα. Ἀλλ’ εὑρήσομεν τὸ Γράμμα λέγον τὸ ἱερὸν, ὅτι Σκοτισθήσεται μὲν ὁ ἥλιος τὸ τηνικάδε, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.6 Πεσοῦνται δὲ καὶ τὰ ἄστρα ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
Παρέντες δὴ οὖν τὸ οὕτω χρῆναι νοεῖν, μᾶλλον ἐκεῖνο φαμέν. Οὐ γὰρ ὅτι τοῖς στοιχείοις προσθήκη φωτὸς ἔσται, φησί. Σελήνην δὲ μᾶλλον ὀνομάζει τοὺς ἐν φωτὶ τῷ τῆς σελήνης διατρίβοντας, καὶ οἷον νόθως τε καὶ μετρίως κατηυγασμένους. Οὗτοι δ’ ἂν εἶεν οἱ κατ’ ἄνθρωπον ἐμφύτῳ τε καὶ τῇ ἐν ἡμῖν φρονήσει μόνῃ διαζῇν εἰωθότες, οὔπω γε μὴν τὸν ἄνωθεν καταπλουτήσαντες φωτισμὸν, ὁποῖοί τινες εἰσὶν οἱ οὔπω τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνωκότες, ἀλλ’ ὡς ἐν νυκτὶ μένοντες, πλὴν μετρίαν ἔχοντες αὐγὴν, ἣν κατεβάλετο τῇ ἀνθρώπου φύσει Θεὸς, ἐξ αὐτῆς τῆς κατασκευῆς. Οὗτοι τὸ τῆς ἀληθοῦς θεογνωσίας δεξάμενοι φῶς, οὐχ ὡς ἐν νυκτὶ μένουσιν ἔτι βραχύ τε καὶ σεληναῖον ἔχοντες φῶς, ἀλλ’ ὡς ἐν ἡμέρᾳ λοιπὸν ἀκτῖνα βλέποντες τὴν ἡλιακήν.
PG 70:687Οἱ δέ γε ὄντες ὡς ἐν ἡμέρᾳ καὶ οἷον ἡλίῳ καταλαμπόμενοι, διά γε τοῦ τὸν φύσει Θεὸν εἰδέναι, πολλαπλασίονα τὸν ἐπὶ τούτῳ λήψονται φωτισμόν. Τοιοῦτοί τινες ἦσαν οἱ νομοί̈στορες, ἔχοντες μὲν ὥσπερ εἰς νοῦν ἡλιακῆς ἀκτῖνος ἀπαύγασμα, κατά γέ φημι τὸ εἰδέναι τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Οὔπω γεμὴν συνίεσαν ἀκριβῶς τὸν νόμον. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ, προκοπτούσης αὐτοῖς τῆς γνώσεως ἐπὶ τὸ ἄμεινον, καὶ θεωρουμένου λοιπὸν τοῦ νόμου πνευματικῶς, μονονουχὶ καὶ ἑπταπλάσιον ἔσται τὸ ὃν ἐν αὐτοῖς τοῦ ἡλίου φῶς. Ἥλιος γὰρ δικαιοσύνης, ὁ τῶν ὅλων Θεὸς καὶ ὑπάρχων, καὶ νοούμενος, καὶ αὐτὸς ὢν ἡ πᾶσα σοφία. Ἔλαμψε δὲ διὰ τοῦ νόμου τοῖς ἐξ Ἰσραήλ. Ἐξεκόμισε γὰρ ὡς ἐξ ἀχλύος ἀρχαίας τῆς ἐν Αἰγύπτῳ πλάνης.
Νοῆσαί τε καὶ ὁμολογεῖν παρεσκεύασεν ὅτι δὴ μόνος αὐτὸς εἴη ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος. Ἀλλ’ ἔσται ταῦτα, φησὶν, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πλάνης σου ἰάσεται. Συντετριμμένους γὰρ ἡμᾶς, καὶ ἐν ὀδύνῃ πληγῆς ὄντας· ἐπῄρτητο γὰρ ὁ τοῦ κολάζεσθαι φόβος Ἕλλησί τε καὶ Ἰουδαίοις· ἰάσεται Χριστός. Ἦμεν δὲ τρόπον τινὰ παρειμένοι τὸν νοῦν, καὶ ἀδρανῆ, καὶ ἔκλυτον εἰς τὰ τῆς δικαιοσύνης ἔργα τὴν διάνοιαν ἔχοντες. Ἀλλ’ οὐ μεμενήκαμεν ἐν τούτοις. Ἐχαρίσατο γὰρ τὴν ἄκεσιν ὁ τῶν ὅλων Θεὸς, ἀπέφηνε δὲ καὶ νόσου τῆς ἀρχαίας ἀπηλλαγμένους καὶ εὐσθενεστάτους ἄγαν, εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων καὶ πίστει τῇ εἰς Χριστὸν δεδικαιωμένους· δι’ οὗ καὶ μεθ’ οὖ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. ΤΟΜΟΣ Γ. Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμὸς μετὰ δόξης· τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες· καὶ ὀργὴ τοῦ θυμοῦ αὐτοῦ ὡς πῦρ ἔδεται. Καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σύρον, ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήψεται αὐτοὺς κατὰ τὸ πρόσωπον αὐτῶν. Ἑπταπλάσιον ἔσεσθαι τοῦ ἡλίου τὸ φῶς τοῖς εἰς Χριστὸν πιστεύουσιν εὖ μάλα διειρηκὼς, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἰάσηται τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, προσεπάγει χρησίμως, ὅτι καὶ κατὰ τοῦ συντρίψαντος Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ δαιμονίων ὁ θεῖος ἔσται θυμός. Οὐ γὰρ ἔμελλον ἀκατάληκτον ἥξειν τὴν καθ’ ἡμῶν τυραννίδα, καὶ ἀκατάσειστον τὴν ἰσχὺν, ἐπιλάμψαντος μάλιστα τῷ τῶν ἀνθρώπων γένει τοῦ πάντων Σωτῆρος Χριστοῦ.
Γέγονε δὲ τῆς προφητείας ὁ λόγος, οὐχ οἷον γυμνός τε καὶ ἀναμφίεστος, κατεσκιασμένος δὲ μᾶλλον καὶ βαθύς. Ἐσχημάτισται μὲν γὰρ ὡς περὶ τῶν Ἀσσυρίων, οἳ πεπορθήκασι μὲν τὴν Ἱερουσαλὴμ, εἷλον δὲ ἅπασαν τὴν Ἰουδαίαν, καὶ δορύληπτον ἔχοντες τὸν ἠγαπημένον Ἰσραὴλ, ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, μονονουχὶ τῆς θείας δόξης κατορχούμενοι, καὶ οἰηθέντες ὅτι καὶ οὐχ ἑκόντος Θεοῦ κεκρατήκασι τῶν προσκυνούντων αὐτῷ. Καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει προσπεφώνηκε λέγων, Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς Ἰσραὴλ ἐκ χειρός μου. [Μὴ ῥυόμενοι ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;]6 Καταλαζονευσάμενοι τοίνυν καὶ πολλὰ πεφλυαρηκότες κατὰ τῆς ἀῤῥήτου δόξης ἁλοῖεν ἂν οἱ περὶ ὧν ὁ λόγος.
PG 70:689Διατελέσαντος δὲ τοῦ Ἰσραὴλ ἐν αἰχμαλωσίᾳ καὶ ἐν δουλείᾳ τῇ παρ’ αὐτοῖς ἔτος ἑβδομηκοστὸν, ἐξείλετο πάλιν καὶ σέσωκεν ὁ τῶν ὅλων Θεός. Ἀνεκόμισε γὰρ εἰς τὴν Ἰουδαίαν, ἡγουμένων τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου. Οὐκοῦν δοκεῖ μέν πως τῆς προφητείας ἡ δύναμις, τό γε ἧκον εἰς τοὐμφανὲς τῶν συμβεβηκότων τοῖς Χαλδαίοις καὶ τῇ Βαβυλῶνι ποιεῖσθαι μνήμην. Αἱ δὲ ἀληθεῖς τῶν εἰρημένων ἔννοιαι κατὰ τοῦ νοητοῦ γεγόνασιν Ἀσσυρίου, τοῦτ’ ἔστι, τοῦ Σατανᾶ, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.
Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμου, καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Ἥξει τοίνυν διὰ χρόνου πολλοῦ τὸ ὄνομα Κυρίου, φησί. Καὶ εἰ μὲν ἱστορικῶς τις ἕλοιτο νοεῖν, δι’ ἐτῶν ἑβδομήκοντα κατηλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ. Εἰ δὲ δὴ τὴν ἔσω καὶ κεκρυμμένην τῶν ἐννοιῶν διάξοι τρίβον, εἰσδέξεται κατὰ νοῦν, ὅτι πλεῖστον μὲν διατετέλεκε χρόνον ὁ τῆς ἁμαρτίας εὑρετὴς, τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν ἐπιτιθεὶς ἅπασι τοῖς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἰδίους ἀποφῆναι προσκυνητὰς, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκαταδῆσαι βρόχοις. Ἀλλ’ ἐπέφανεν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος διὰ χρόνου πολλοῦ, καὶ γέγονε καιόμενος ὁ θυμὸς μετὰ δόξης, καὶ τὸ λόγιον τῶν χειλέων αὐτοῦ λογίον ὀργῆς πλῆρες.
Κῦρος μὲν γὰρ ὁ Καμβύσου, Θεοῦ παροτρύνοντος, καὶ ἐξανιστάντος εἰς μάχην, κατεστράτευσε τῆς Χαλδαίων, εἷλέ τε κατὰ κράτος τὴν Βαβυλωνίων, καὶ οἷον ὀργὴ καὶ πῦρ γέγονεν αὐτοῖς, πάντας γὰρ ὥσπερ κατεδήδοκε, καὶ ἀφόρητον ἔχων τὴν ἔφοδον, ὡς ὕδωρ ἐν φάραγγι σύρον ὤφθη τοῖς αὐτόθι, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε πάντα τὰ Χαλδαίων ἔθνη, κατεγνωσμένα δικαίως ἐπὶ πλανήσει ματαίᾳ. Ὠήθησαν γὰρ, ὡς ἔφην, ὅτι καὶ ἄκοντος Θεοῦ κατεκράτησαν τῆς Ἰουδαίας. Κατέλαβε τοίνυν αὐτοὺς ἡ ματαία πλάνησις. Ἐπενήνεκται γὰρ αὐτοῖς παρὰ Θεοῦ τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ταῖς σφῶν αὐτῶν διολώλασι δυσσεβείαις· αὐτὸ δὴ τοῦτο πεπονθότα, καὶ τὸν ἀρχέκακον δράκοντα κατίδοι τις ἄν. Γέγονε γὰρ αὐτῷ τὸ λόγιον Κυρίου, λόγιον ὀργῆς πλῆρες.
PG 70:691Προσετάττοντο γὰρ εἰς τὴν ἄβυσσον ἀπελθεῖν, αὐτός τε καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Δεδαπάνηνται δὲ ὥσπερ καὶ ὑπὸ πυρὸς, καὶ ὡς ἐξ ὕδατος πολλοῦ κατασυρόμεναι τῇ δυνάμει τοῦ πνεύματος ἐν τοῖς κατωτάτω μυχοῖς. Συνεταράχθησαν γὰρ ἐπὶ πλανήσει καὶ αὗται ματαίᾳ. Ἔφη μὲν γὰρ, ὅτι Γὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπει μοι. Ὠήθη δὲ ὅτι Θεὸς ἔστι κατὰ ἀλήθειαν, καὶ τὴν μόνῳ πρέπουσαν τῷ πάντων Δημιουργῷ δόξαν εἰς ἑαυτὸν μεταθεὶς διηνεκῶς ἐνόμισε δύνασθαι κρατεῖν τῶν ἐπὶ τῆς γῆς. Ἐταράχθησαν τοίνυν ἐπὶ πλανήσει ματαίᾳ κατεγνωσμένοι, καὶ κατελήφθησαν ὑπ’ αὐτῆς. Δίκη γὰρ αὐτοῖς, καὶ θυμὸς καὶ κόλασις ἐπηνέχθησαν, καὶ ταύτης ἔνεκα τῆς αἰτίας.
Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡς εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ; Ἔφην ὅτι κατακρατήσαντες τῆς Ἰουδαίων χώρας οἱ Βαβυλώνιοι κατεχόρευον τῶν ἑαλωκότων, καὶ αὐτόν που τάχα τὸν θεῖον διαγελῶντες ναὸν ἀνοσιώτατα διετέλουν. Ἀλλ’ ἥλωσαν καὶ αὐτοί· καὶ τίνα τρόπον, οὐκ ἀσυμφανές. Ὦ τοίνυν Ἀσσύριοι, φησὶ, μὴ ἐν παντὶ καιρῷ κατευφραίνεσθαι τῶν ἐμῶν ὀφείλετε προσκυνητῶν, καὶ πανηγύρεως ἀφορμὴν ποιεῖσθαι, ἐξείργοντος οὐδενὸς εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου, καὶ μετὰ αὐλοῦ καὶ κιθάρας; Καὶ ταυτὶ μὲν ἱστορικῶς. Πρὸς δέ γε τὸν Σατανᾶν καὶ τοὺς τὰ αὐτοῦ φρονοῦντας εἰ λέγοιτο, τοῖόνδε τι νοήσεις·
Εἰς μακροὺς ηὐφραίνετο χρόνους τῆς ἀῤῥήτου δόξης κατεπαιρόμενος, καὶ συνθραύων ἁγίους, καὶ τοῖς τῆς δικαιοσύνης ἐργάταις ἀγρίως ἀντιταττόμενος, καὶ οἷον καταμιαίνειν ἐπιχειρῶν τὰ ἅγια τοῦ Θεοῦ, ἑορτήν τε καὶ θυμηδίαν τὸ χρῆμα ποιούμενος, καὶ τοῖς πλεονεκτουμένοις ἐπιγαννύμενος. Ἀλλ’ ἐκπέπτωκε τῶν τοιούτων ὁ δείλαιος, Χριστοῦ κατωθήσαντος εἰς τὸ παρ’ ἐλπίδα, καὶ τῆς καθ’ ἡμῶν ἀποσοβήσαντος τυραννίδος. Πέπαυται τοίνυν αὐτοῦ πᾶσα θυμηδία, καὶ εὐφροσύνη· ἔστησε τὴν καθ’ ἡμῶν χορείαν, καὶ εἰς πᾶν τοὐναντίον μεταπεφοίτηκε τῶν πραγμάτων ἡ φύσις. Ἡμεῖς μὲν γὰρ τέρψιν καὶ τρυφὴν πεποιήμεθα τὴν διὰ Χριστοῦ σωτηρίαν, καὶ τὴν ἐν πίστει δικαίωσιν, καὶ τὸν διὰ τοῦ Πνεύματος ἁγιασμόν. Ὁ δὲ τοῦ κατάρχειν διημαρτηκὼς ἐν ἀκαταλήκτοις ἐστὶ δυσθυμίαις, καὶ τῆς ἑαυτοῦ δυναστείας κατολοφύρεται τὴν καταστροφήν.
Διὰ γὰρ φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ’ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. Τὸ, διὰ φωνὴν Κυρίου, φησὶν, ἀντὶ τοῦ, κελεύοντος τοῦ Κυρίου. Καὶ γὰρ ἡττήθησαν οἱ Ἀσσύριοι, καὶ ὑπὸ πληγὴν γεγόνασι τὴν ἐπενηνεγμένην αὐτοῖς, Κύρου καὶ Περσῶν καὶ Μήδων καταδῃούντων, ὡς ἔφην, καὶ ᾑρηκότων αὐτοὺς κατὰ κράτος καὶ βούλησιν Θεοῦ. Ἀλλ’ ἦσαν πρὸ τούτων ἐπ’ αὐτοῖς τὴν ἐλπίδα τοῦ δύνασθαι κατορθοῦν τὸ κατακρατεῖν εὐκόλως, ὧν ἂν ἕλοιντο χωρῶν καὶ λαῶν. Αὐτοὶ τοίνυν, φησὶν, ἐκεῖνοι, ἐφ’ οἷς ἦν τοῖς Βαβυλωνίοις ἡ τῆς ἐπικουρίας ἐλπὶς, μονονουχὶ μεταβολὴν, καὶ ἀνάχυσιν τὴν εἰς πᾶν τοὐναντίον πεπονθότων αὐτοῖς τῶν πραγμάτων, μετὰ κιθάρας καὶ αὐλῶν, τοῦτ’ ἔστι, χαίροντές τε καὶ ἑορτάζοντες πολεμήσουσιν αὐτῷ.
PG 70:693Τοῦτο δ’ ἂν ὁρῷτο γεγονὸς ἐπί γε τῷ Σατανᾷ καὶ τῆς τῶν ἀκαθάρτων πνευμάτων ἀγέλης. Εἶχον μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ μυρίους τε ὅσους, μᾶλλον δὲ καὶ ἀναριθμήτους προσκυνητὰς, ἀλλὰ διὰ φωνῆς Κυρίου, τοῦτ’ ἔστι, διὰ κηρύγματος Χριστοῦ, γεγόνασιν ὑπὸ πληγὴν καὶ ἡττήθησαν, καὶ οὓς προσεδόκησαν ἔχειν ἐπικουροῦντας ἑαυτοῖς, οὗτοι παραδόξως εἰς πᾶν τοὐναντίον ὑπομείναντες τὴν μεταβολήν. Κέκληνται γὰρ διὰ πίστεως καὶ πεπολεμήκασιν αὐτοῖς. Καθῄρηνται γὰρ τεμένη, κατεσείσθησαν βουνοὶ, καὶ πληθὺς ἀκαθάρτων δαιμόνων δεδαπάνηνται πυρὶ, καὶ τοῦ πάλαι κρατοῦντος κατεγνωκότες, Θεὸν τὸν φύσει καὶ ἀληθῶς Βασιλέα καὶ Κύριον ἐπεγράψαντο. Καὶ πεποίηνται περὶ πολλοῦ τὸ διὰ πάσης ἀρετῆς τὸν εὐδόκιμον ἀληθῶς καὶ ἐξαίρετον ἐπιτηδεύειν βίον, τὸ ἐν φαυλότητι ζῇν ῥιπτοῦντες ὡς ἀπωτάτω.
Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ; Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; Φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ, καὶ ξύλα πολλά. Ὁ θυμὸς Κυρίου, ὡς φάραγξ ἀπὸ θείου καιομένη. Πολεμηθήσεσθαι τὸν Ἀσσύριον, ἀφ’ ὦν ἦν εἰκὸς καὶ ἐπικουρεῖσθαι μᾶλλον προσδοκᾷν, καὶ ὅτι τὰ παντὸς ἐπέκεινα κακοῦ πείσεται λέγων, ἀναγκαίως ἐπιφέρει καὶ ταῦτα. Ἐπειδὴ γὰρ μακροὺς αὐτοῖς χρόνους ἀνεξικακήσας ὁρᾶται, καὶ μόλις ἐπενεγκὼν ἀφόρητα πεπλημμεληκόσι τὰς δίκας, ἀπολογεῖται τρόπον τινὰ, καί φησιν· Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Ἀνεξικακεῖ μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς πταίουσιν ἐπιδαψιλεύεται τὴν χρηστότητα, ἢ τάχα πως αὐτοῖς μετατεθεῖεν αἱ γνῶμαι πρὸς τὰ ἀμείνω, καὶ μετανοεῖν ᾑρημένοι, τὴν ὀφειλομένην αὐτοῖς διαδιδράσκωσι κόλασιν.
Οὐδενὸς δὲ τούτων γεγενημένου, λοιπὸν ἐπάγει τὰ ἐξ ὀργῆς, οὐ πρὸ ἡμερῶν τοῦτο πράττων, ἀλλ’ ὡς ἐν καιρῷ λοιπὸν καὶ οἷον εἰς μέτρον ἐλθούσης, τὸ ὅτι μάλιστα πρέπον τῇ γαληνότητι καὶ φιλανθρωπίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ. Οὐκοῦν, ὧ Ἀσσύριε, φησὶ, γέγονά σοι χρηστὸς, καὶ μακρόθυμος. Οὐ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ. Δῆλον δὲ ὅτι τὰς ἐφ’ οἷς εἰς τοὺς ἐμοὺς πεπαρῴνηκας δίκας. Τοιοῦτόν ἐστι τὸ πρὸς τὸν μακάριον Ἀβραὰμ εἰρημένον· Οὐδέπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμωῤῥαίων ἕως τοῦ νῦν.6 Ἀλλὰ καὶ ὁ μακάριος προφήτης Ζαχαρίας γύναια τεθεᾶσθαι φησὶ, πτερυγωθέντα μὲν ἔποπος δίκην, ἀποφέροντα δὲ τὸ μέτρον, καὶ ὡς ἐν εἴδει γυναικὸς καθημένην ἐν μέσῳ τὴν ἁμαρτίαν. Συμμετρεῖ γὰρ ὁ νομοθέτης τοῖς ἑκάστου πλημμελήμασιν ἀναλόγως τὰς δίκας.
PG 70:695Ἀλλ’ ᾠήθης, ὦ Ἀσσύριε, φησὶν, ὅτι καὶ σοὶ ἡτοιμάσθη τὸ διηνεκῶς βασιλεύειν, ἤτοι δύνασθαι κρατεῖν, καὶ ἀκράδαντον ἔχειν τὴν κατὰ πάντων πλεονεξίαν; Ἀλλ’ ἐσφάλης τ’ ἀληθοῦς· κληρονομήσεις γὰρ μᾶλλον φάραγγα βαθεῖαν, καὶ ξύλα κείμενα, καὶ πῦρ. Ἔσται γὰρ οὕτως ἐπὶ σὲ καὶ ἐπὶ τοὺς σοὺς ὁ θυμὸς Κυρίου. Φαίην δ’ ἂν, ὅτι ταυτὶ δὴ μάλιστα πρέποι ἂν καὶ αὐτῷ λέγεσθαι τῷ Σατανᾷ. Πεπλεονέκτηκε μὲν γὰρ τὴν σύμπασαν γῆν ἐπιλάμψαι Χριστόν. Ἐπειδὴ δὲ Θεὸς καὶ Κύριος ἐπέφανεν ἡμῖν, ἀπεσοβήθη μὲν οἷά τις παγχάλεπος θὴρ τῆς τῶν πιστευσάντων ἀγέλης, κατῴχετο δὲ καὶ εἰς ᾅδου πῦρ ἐκεῖ κληρονομήσων, καὶ φλόγας. Ἔσται γὰρ αὐτῷ ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη. Οὐκοῦν οὐ πρὸ ἡμερῶν ἀπῃτήθη, καιροῦ δὲ λοιπὸν εἰς τοῦτο καλοῦντος αὐτόν· οὐ γὰρ ἡτοιμάσθη βασιλεύειν καὶ αὐτῷ διηνεκῶς, καθάπερ ἀμέλει καὶ τῷ πάντων Σωτῆρι Χριστῷ· ᾧ δὴ πρὸ ὑμῶν πρέποι ἂν λέγεσθαι τὸ διὰ φωνῆς τοῦ Δαβίδ·
Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.6 Οὐαὶ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις πεποιθότες, καὶ ἅρμασιν· ἔστι γὰρ πολλὰ καὶ ἐφ’ ἵπποις πλήθη σφόδρα. Καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν. Καὶ αὐτὸς σοφῶς ἤγαγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν, καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας, καὶ οὐκ ἔστι βοήθεια. Μεμαθηκὼς ὁ προφήτης τὰ τοῖς Ἀσσυρίοις συμβησόμενα κατὰ καιροὺς, καὶ ὅτι Περσῶν καὶ Μήδων καταδῃούντων αὐτοῖς τὴν χώραν πανολεθρεῖ καταφθαρήσονται, Θεοῦ δηλονότι κατεξανιστάντος αὐτοῖς τὸν Κῦρον, εἰς ἀνάμνησιν ἔρχεται τῆς ἀπειθείας τῶν ἐξ Ἰσραήλ.
Εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ αὐτὴν δὲ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισέ τε τὸν Ἰσραὴλ αἰχμάλωτον, εἶτα τοῖς περιλελειμμένοις κατὰ τὴν Ἰουδαίαν ἐδίδου Θεὸς τὸν ἔλεον. Ἐπειδὴ δὲ ἤθελον μεταφοιτῆσαι πρὸς Αἰγυπτίους δεδιότες μὴ ἄρα πως καὶ εἰσαῦθις αὐτοῖς ὁ παρὰ τῶν Ἀσσυρίων ἐπενεχθείη πόλεμος, προσέταττεν ὁ σώζειν δυνάμενος, διὰ φωνῆς Ἱερεμίου, μὴ καταβαίνειν αὐτοὺς εἰς τὴν Αἰγυπτίων. Ἐπειδὴ δὲ καὶ μετὰ τοῦτο γεγόνασιν ἀπειθεῖς, ᾠήθησαν δὲ ὅτι διασώσει μᾶλλον αὐτοὺς ἡ ἀνθρώπων ἐπικουρία, πεπτώκασιν ἐν Αἰγύπτῳ, καὶ ἄρδην ἅπαντες ἀπολώλασι. Ταλανίζει τοίνυν αὐτοὺς ὁ προφήτης· Οὐαὶ γὰρ, φησὶν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Ἐθάρσησαν γὰρ οὐχὶ δὴ μᾶλλον τῷ πάντα ἰσχύοντι Θεῷ, ἀλλ’ ἐφ’ ἵπποις καὶ ἅρμασι· πλεῖστα γὰρ ἦν ἐν Αἰγύπτῳ.
Ἀλλὰ σοφὸς ὢν ὁ τῶν ὅλων Θεὸς ἤγαγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτοὺς τὰ ὑποτεταγμένα. Οὐκοῦν ἐπ’ οἴκους ἀνθρώπων ἀναστήσονται πονηρῶν, τῶν καταπεφευγότων εἰς Αἴγυπτον δηλονότι καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Εἴλοντο γὰρ ἐπίκουρον, φησὶν, Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν, ἵππων σάρκας. Ἐμφαντικώτατα δὲ φησὶν ὁ προφήτης, τῶν ἐξ Ἰσραὴλ ἐλέγχων τὸ ἀμαθές. Τί γάρ ἐστιν ἵππος ἢ ὅτι μόνη σάρξ; Ποία δὲ σαρκὸς ἡ δύναμις, τῆς οὕτως ἀσθενοῦς καὶ ὑποκειμένης τῇ φθορᾷ; Τοιοῦτόν τί φησι καὶ ὁ προφήτης Ἱερεμίας· Ἐπικατάρατος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.6 Ἀγαθὸν γὰρ ἀληθῶς τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρωπον.6 Ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς· καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.
PG 70:697Ἐπεὶ γὰρ Αἰγύπτιοι τὴν ἀλάζονα καὶ ἀγέρωχον ὀφρῦν ὑψοῦντες, ἐδέχοντο μὲν τοὺς ἐξ Ἰσραὴλ, ᾤοντο δὲ ὅτι τῶν παρὰ σφίσι ψευδωνύμων θεῶν ἡ δύναμις ἐν ἀμείνοσίν ἐστι τοῦ τῶν Ἑβραίων Θεοῦ, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις· κεκρατήκασι γὰρ τῆς χώρας, καὶ συνδιολώλασι τοῖς οἰκοῦσιν αὐτὴν, οἱ αὐτόθι κατειλημμένοι τῶν ἐξ Ἰσραήλ. Ταύτῃτοί φησιν ἐπάξειν αὐτοῖς τὴν χεῖρα τὸν Κύριον, καὶ ὅτι πάντη τε καὶ πάντως κοπιάσουσι, τοῦτ’ ἔστιν, ἀτονήσουσιν, οἱ τὴν ἄμαχον αὐτοῖς ἐπικουρίαν ὑπισχνούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Ὅτι οὕτως εἶπέ μοι Κύριος· Ὃν τρόπον ἐὰν βοήσῃ λέων, ἢ σκύμνος ἐπὶ τῇ θήρᾳ, ᾖ ἔλαβε, καὶ κράξῃ ἐπ’ αὐτῆς, ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν· οὕτω καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν, ἐπὶ τὰ ὄρη αὐτῆς.
Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Προσέῤῥιψε μὲν ὁ προφήτης μεταξὺ τὴν ἐπίπληξιν, τὴν ἐπί γε, φημὶ, τοῖς καταβαίνουσιν εἰς Αἴγυπτον, καὶ μὴν καὶ ἐπίκουρον ἔχειν ἑλομένοις Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεόν. Ἔφη δὲ ὅτι συνδιολοῦνται τοῖς ἐπαμύνειν ὑπισχνουμένοις. Εἶτα πάλιν ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς τὸν λόγον· εἰπὼν γὰρ, ὅτι φάραγγα βαθεῖαν κληρονομήσουσιν οἱ Ἀσσύριοι, προαφηγεῖται σαφῶς, ὅτι καὶ ἐπικουρήσει Θεὸς τοῖς εὐσεβομένοις αὐτὸν, καὶ ὑπεραθλήσει τῶν κατὰ τὴν Ἰουδαίαν, ἐφαλεῖται δὲ οὕτω τοῖς ἀδικεῖν ἐθέλουσιν αὐτὴν, καθάπερ ἀμέλει καὶ λέων ἐπὶ θήρᾳ μέγα τι καὶ ἐξαίσιον τοῖς ἀνθεστηκόσιν ἐπιβρυχώμενος. Φασὶ γὰρ τοῦτο τὸ θηρίον, λιμοῦ κατεξανιστῶντος αὐτὸ πρὸς τὸ δεῖν, ἢ βοῶν ἀγέλαις, ἤγουν ἑτέροις τῶν θρεμμάτων ἐπιπηδᾷν, προκαταπτοεῖν αὐτὰ δεινῷ καὶ φοβερωτάτῳ βρυχήματι, καὶ ἀφόρητον ποιεῖσθαι τοῖς ποιμέσι τὴν ἔφοδον.
Οὕτως, φησὶ, καταβήσεται Κύριος ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἱερουσαλὴμ, ἐπὶ τὰ ὄρη αὐτῆς. Ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ Κύριος ὑπὲρ Ἱερουσαλήμ. Νεοττοκομοῦσι μὲν γὰρ ἐν τοῖς ὄρεσι πτηνὰ, καὶ ἐν τοῖς δασέσι τῶν φυτῶν διαπήγνυνται καλιάς. Εἰ δὲ δή τις ἕτερος ὄρνις ἢ ὄφις ἀποσυλῆσαι βούλοιτο τῶν νεοττῶν, ὑπερμάχεται δεινῶς ἡ τεκοῦσα αὐτοὺς, καὶ τῆς ἐνούσης αὐτῇ φιλοστοργίας τὴν δύναμιν καθίστησιν ἐναργῆ, περιιπταμένη τε καὶ τρύζουσα καὶ μονονουχὶ πλείστην ὅσην τοῦ παραλύειν ἐθέλοντος ποιουμένη τὴν καταβολήν. Οὕτω, φησὶν, ὁ τῶν ὅλων Κύριος, ὑπερασπιεῖ τῆς Ἱερουσαλὴμ, καὶ ἐξελεῖται, καὶ περιποιήσεται, καὶ σώσει. Γέγονε δὲ ταῦτα πεπορθημένης τῆς Βαβυλῶνος, Κύρου τε ἀνέντος τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ.
PG 70:699Ὑπενόστησεν μὲν γὰρ, τὴν παρ’ αὐτοῖς βασιλείαν διέποντος Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ τοῦ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἐπειδὴ δὲ ἀνατειχίζειν ἤθελον τὴν Ἱερουσαλὴμ, ἐπεφύοντο μὲν τῶν ὁμόρων τινὲς διακωλύειν ἐθέλοντες· νενίκηκε δὲ οὐδεὶς, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. Γέγονε δὲ τοιαύτη καὶ ἐφ’ ἡμᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπικουρίας δύναμις. Εἷλε μὲν γὰρ αἰχμαλώτους ἅπαντας ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου· ἀλλ’ ἐπεπήδησεν αὐτῷ Χριστὸς οἷά τις λέων, ἢ σκύμνος λέοντος, καὶ κατήργηκεν αὐτὸν τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Κύριός ἐστι Σαβαώθ. Καὶ ἐπεστράτευσεν ἐπὶ τὸ ὄρος Σιὼν, τοῦτ’ ἔστιν, ὑπερηγωνίσατο τῆς νοητῆς Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, καὶ ὥσπερ τινὰ καλιὰν ἰδίαν σέσωκεν εὐσθενῶς.
Ὁ μὲν γὰρ τῆς ἁμαρτίας πατὴρ ἐκ πολλῆς ἄγαν ὑπεροψίας ἔφασκε· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν· καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος συνήγαγε τοὺς πιστεύσαντας εἰς αὐτὸν, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ἁπάσης ἔξω τέθεικεν ἐπιβουλῆς. Ἐξείλετο γὰρ, καὶ περιεποίησεν ἑαυτῷ τὴν σύμπασαν γῆν, καὶ σέσωκε τὴν ὑπ’ οὐρανόν. Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι, καὶ ἄνομον. Τοῦ Θεοῦ λέγοντος, ὡς ἐπιστρατεύσει μὲν ἐπὶ τὸ ὄρος Σιὼν, ἐφαλεῖται δὲ τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, ἤτοι τοὺς πιστεύοντας εἰς αὐτὸν, ἀλκιμωτάτου λέοντος δίκην, προσεπάγοντος δὲ, ὅτι καὶ ὑπερασπιεῖ, καὶ περιποιήσεται, καὶ σώσει· πάλιν ὁ προφήτης κατακέκραγε τῶν πιστεύειν οὐκ ἀνεχομένων, ὅτι πανσθενής ἐστιν ἡ τοῦ Θεοῦ δεξιὰ, καὶ σώσει ῥᾳδίως, οὓς ἂν ἕλοιτο παρ’ ἐχθρῶν.
Ὦ τοίνυν, φησὶν, οἱ τὴν οὕτως αἰσχρὰν καὶ βδελυρωτάτην ἀπιστίαν νενοσηκότες, οἱ τὸν τῶν ὅλων καταλελοιπότες Θεὸν, καὶ τὰς ἐξ ἀνθρώπων ἐπικουρίας ἀσυνέτως ἐρανιζόμενοι, καὶ τὴν ἐπὶ τούτῳ σκέψιν ἄνομόν τε καὶ καταγέλαστον, οὐκ οἶδ’ ὅπως, τετιμηκότες, ἐπιστράφητε πρὸς Θεὸν, βουλεύσασθε τὰ ἀμείνω, λέγετε καὶ ὑμεῖς· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.6 Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ, καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν, καὶ πεσεῖται Ἀςσούρ. Οὐ μάχαιρα ἀνδρὸς, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτὸν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας. Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, πέτρᾳ γὰρ περιληφθήσονται, ὡς χάρακι, καὶ ἡττηθήσονται·
PG 70:701ὁ δὲ φεύγων ἁλώσεται. Ἐπάνεισι καὶ νῦν ὁ λόγος ἐπὶ τὸν αὐτῷ προτεθέντα σκοπόν. Ὑπερασπιεῖ μὲν γὰρ, φησὶν, ὁ Κύριος τῆς Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, ὑπεραθλήσει τῆς ἑαυτοῦ Ἐκκλησίας, ἤτις ἐστὶν ἡ πόλις αὐτοῦ. Καὶ ἐξελεῖται τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ ἑαυτῷ περιποιήσει τούτους, καὶ ἴδιον καταλογιεῖται κλῆρον αὐτοὺς, καὶ πρός γε τούτῳ καὶ σώσει. Τίνα δὲ τρόπον; Ἀπαλλάξουσι γὰρ ἑαυτοὺς τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρίας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οὐκ ἔτι λατρεύσουσιν, εἴτ’ οὖν εἶεν χρυσᾶ καὶ ἀργυρᾶ, εἴτ’ οὖν καὶ καθ’ ἕτερόν τινα τρόπον πολυτελῶς ἐκπεποιημένα. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἀνεπτόητο περὶ ταῦτα τῶν ἀνθρώπων τὸ γένος, καὶ οἱ μὲν τῇ κτίσει λελατρεύκασι, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἐκνενεμήκασι, καθὼς ὁ προφήτης·
Page scan enlarged

Notebook

Full View