PG 70Cyril
Commentary on the Prophet Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; natural subdivisions) — PG column chips mark the printed columns.
PG 70:701Τὸ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα. Ἐπιλάμψαντος δὲ τοῦ Χριστοῦ τῶν οὕτως αἰσχρῶν καὶ μυσαρῶν ἐγκλημάτων ἐλευθέρα γέγονεν ἡ σύμπασα γῆ. Καθῄρηνται γὰρ τεμένη, καὶ βωμοὶ, καὶ τὰ χειροποίητα, καὶ γέγονεν ἐκποδὼν ἡ πάλαι τοῦ Σατανᾶ, πᾶσαν τὴν γῆν καταμιαίνουσα πλάνη. Ἀνῃρημένων δὴ οὖν τῶν χειροποιήτων, φησὶν, συνδιολεῖται τῇ πλάνῃ καὶ ὁ ταύτης εὑρετὴς, τοῦτ’ ἔστιν, ὁ Σατανᾶς ὁ νοητὸς Ἀσσοὺρ, ἤγουν ὁ Ἀσσύριος. Πεσεῖται γὰρ οὐκ ἀνδρὸς μαχαίρᾳ πληττόμενος, καὶ δείλαιος ἔσται, κατοιχήσεται γὰρ εἰς ᾅδου ταῖς ἄλλαις ὁμοῦ δυνάμεσι πονηραῖς. Τουτὶ γὰρ ἡμῖν ὑπεμφαίνει λέγων· Οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, τοῦτ’ ἔστιν, Οἱ ἰσχυροὶ καὶ κρατοῦντες ἐκ πλεονεξίας τῶν ἐπὶ τῆς γῆς, ἡττηθήσονται καὶ πεσοῦνται.
Πῶς ἢ τίνα τρόπον; Πέτρᾳ γὰρ περιληφθήσονται ὡς χάρακι. Πέτραν ἐν τούτοις ἡμῖν τὴν ἀῤῥανῆ καὶ ἄθραυστον τοῦ Σωτῆρος δύναμιν ὀνομάζει. Οὐκοῦν τῇ θείᾳ δυνάμει, καθάπερ τινὶ πέτρᾳ συνειλημμένοι, καὶ ὡς χάρακι, ἤτοι χαρακώσει, καὶ περιβολῇ, παραχωρήσουσι τὸ νικᾷν, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Ἀλώσεται γὰρ πάντη τε καὶ πάντως, κἂν εἴ τις ἕλοιτο τοῦτο δρᾷν. Σημαίνει γὰρ, οἶμαι, τοῦτο τὸ, Ὁ δὲ φεύγων ἁλώσεται. Τίς οὖν ἄρα λοιπὸν ἐξ αὐτῶν ὁ σωζόμενος, εἰ περιληφθήσονται μὲν ὡς χάρακι τῇ πέτρᾳ, φυγῆς δὲ αὐτοῖς οὐδεὶς τὸ σύμπαν δοθήσεται τόπος; Κατώρθωκε δὲ ταῦτα τοῦ Σωτῆρος ἡ δύναμις, καταργήσασα μὲν τὸν Ἀσσοὺρ, τοῦτ’ ἔστι, τὸν Σατανᾶν, συγκαθελοῦσά τε τούτῳ καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηρὰς, καὶ οἷον χάρακι περιβαλοῦσα, καὶ ἀπράκτους ἀποφήνασα, καὶ τοῖς ᾅδου μυχοῖς κολασθησομένας ἐγκαθειργνῦσα αὐτάς.
Τάδε λέγει Κύριος· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ· καὶ κρυβήσεται ὡς ἐφ’ ὕδατος φερομένου, καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος, ἐν γῇ διψώσῃ. Ἀναφανδὸν ἐν τούτοις ὁ μακάριος προφήτης τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀναφωνεῖ τὸ μυστήριον. Μακαρίους γὰρ ἔσεσθαί φησι τοὺς κατ’ ἐκεῖνο καιροῦ κατοικήσαντας τὴν Σιών· δῆλον δὲ ὅτι τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Μακάριοι γὰρ ἀληθῶς, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Σωτὴρ πληροφορήσει λέγων τοῖς πιστεύσασιν εἰς αὐτόν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.6 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσι.
PG 70:703Οὐκοῦν οἱ ἐσχηκότες, φησὶν, οἰκειότητα τὴν διὰ πνεύματος πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ καρποφορήσαντες ἐν τῇ νοητῇ Σιὼν, καὶ οἰκείους ἐσχηκότες ἐν Ἱερουσαλήμ· οὐχ ἑτέρα δὲ παρὰ τὴν Σιὼν αὕτη· τρισμακάριοί τε καὶ ἐν παντὶ γεγόνασι καλῷ. Ἐσχήκαμεν δὲ καὶ ἡμεῖς οἰκείους, τοὺς κατὰ πνεῦμα δηλονότι, τοὺς ἁγίους μυσταγωγούς. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς ὁ δίκαιός τε καὶ ἄμωμος, καὶ δικαιοσύνης ἁπάσης βραβευτὴς, καὶ τῶν ὑπὲρ νόμον εἰςηγητής. Ἦρξαν δὲ καὶ μετὰ κρίσεως ἄρχοντες. Τὸ δὲ, μετὰ κρίσεως, ἀντὶ τοῦ, κεκρυμμένως, φησίν. Ἔσται γε μὴν ὁ δίκαιος βασιλεὺς ἄνθρωπος μὲν καὶ ἀδελφὸς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς· Θεὸς γὰρ κατὰ ἀλήθειαν.
Ὁ γάρ τοι Λόγος γέγονε σὰρξ, κατὰ τὰς Γραφάς. Ἔσται δὲ κρύπτων τοὺς λόγους αὐτοῦ. Πλεῖστα γὰρ ὅσα λελάληκεν ἐν παραβολαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς καὶ διὰ φωνῆς τοῦ Δαβὶδ αὐτὸ δὴ τοῦτο προανακεκράγει λέγων· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς.6 Καὶ οὐχὶ τοῦτο μόνον φησὶν, ἀλλὰ γὰρ καὶ κρυβήσεται, ὡς ἀφ’ ὕδατος φερομένου. Ὕδατι φερομένῳ πάλιν, ἢ τοῖς ποταμίοις νάμασι ῥαγδαίως τῆς γῆς καταχεομένοις, παρεικάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι τῶν πειρασμῶν τὴν ἔφοδον. Ὅταν τοίνυν κατεπιφύωνται, φησὶν, αὐτῶν πειρασμοὶ, εἶέν τε καθάπερ ὕδωρ φερόμενον, αὐτὸς κρυβήσεται, τοῦτ’ ἔστιν, ἀνάλωτος ἔσται ταῖς τῶν πειραζόντων ἐπιβουλαῖς. Ἔφη δέ που καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προςθήσει τοῦ κακῶσαι αὐτόν.6 Πλειστάκις μὲν γὰρ ἐπεβούλευσαν οἱ τῶν Ἰουδαίων δῆμοι, παροτρυνόντων εἰς τοῦτο αὐτοὺς τῶν τότε καθηγεῖσθαι λαχόντων, Γραμματέων τε φημὶ καὶ Φαρισαίων.
Ἀλλ’ οὐκ ἧν ὑπομεῖναί τι τῶν εἰωθότων λυπεῖν ἀβουλήτως Χριστόν. Οἱ μὲν γὰρ ἐλίθαζον, ὁ δὲ, καθὰ φησὶν ὁ μακάριος εὐαγγελιστὴς, ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως, τοῦτ’ ἔστι, οὐ πεφροντικώς. Ἔσται δὲ τοῖς ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Δεδιψηκόσι γὰρ τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ τὸν εἰδότα σώζειν οὐκ ἔχουσι λόγον, γέγονεν οἷά τις ποταμὸς πλουσίῳ καταχεόμενος νάματι, καὶ πρός γε τούτῳ καὶ ἔνδοξος, τοῦτ’ ἔστιν, ἐπίσημος. Πλεῖστοι μὲν γὰρ καὶ ἕτεροι κέκληνται ποταμοί. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ἄνωθεν ἐξ οὐρανοῦ ποτίζοντας λόγον, τοὺς τὴν πίστιν προσιεμένους ποταμοῖς παρεικάζων ἔφασκεν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.6 Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἁγίων ἀποστόλων φωναί.
PG 70:705Ἀλλ’ οὐδεὶς αὐτῶν ἔνδοξος οὕτω, καθάπερ ἀμέλει καὶ ὁ χειμάῤῥους τῆς τρυφῆς, τοῦτ’ ἔστι, Χριστός. Παρ’ αὐτοῦ γὰρ καὶ τοῖς ἄλλοις ἅπασι δεδόσθαι φαμὲν τὸ ἐπιτηδείως ἔχειν πρός γε τὸ δύνασθαι μυσταγωγεῖν, καὶ τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον ταῖς τῶν πιστευόντων ἐνιέναι ψυχαῖς. Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν· καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου, Σίγα. Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι, Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει.
Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἁρμόσειεν ἂν εὖ μάλα τῶν προκειμένων ἡ δύναμις τοῖς τε ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Οἱ μὲν γὰρ τοῖς ψευδωνύμοις λελατρευκότες θεοῖς, ἀνθρώποις ἐπιθαρσήσαντες, οἳ γεγόνασι παρ’ αὐτοῖς δοκήσει σοφίας ἔχοντες δόξαν, καὶ ὑπόληψιν τῆς εἰς ἄκρον ἐλλογιμότητος παρεκομίσθησαν εἰς ἔκτοπόν τε καὶ κίβδηλον νοῦν. Πεπλάνηνται γὰρ καὶ εἰρήκασι τῷ ξύλῳ· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με· καὶ Θεοὺς ἐπεγράφοντο τοὺς οὐκ ὄντας θεούς. Ἰουδαῖοί γε μὴν τοῖς καθηγεῖσθαι λαχοῦσι προσεσχηκότες, οὐ παρεδέχοντο τὴν πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ὤοντο γὰρ οἱ τῶν ἱερῶν Γραμμάτων ὄντες ἐπιστήμονες, ἄμεινον ὃ αὐτοὶ βεβούλευνται, καὶ οὐκ ἠγνοήκασι τὸ Θεῷ δοκοῦν καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν.
Οὐκέτι τοίνυν ἔσονται, φησὶν, ἐπ’ ἀνθρώποις πεποιθότες, παρέξουσι δὲ τὰ ὦτα πρός γε τὸ δεῖν τὸν τοῦ Σωτῆρος ἐπακροᾶσθαι λόγον, καὶ ἡ τῶν ἀσθενούντων καρδία ποτὲ λοιπὸν ἀνδρυνθεῖσα πρὸς σύνεσιν προσέξει τοῦ ἀκούειν, αἱ δὲ γλῶσσαι αἱ ψελλίζουσαι, τοῦτ’ ἔστιν, αἱ λαλεῖν ὀρθῶς οὐκ εἰδυῖαί ποτε·
ψελλισμὸς γὰρ οἱονεί πως ἐστὶ τὸ μηδὲν μὲν δύνασθαι λαλεῖν τῶν εἰς δόξαν Θεοῦ, δαπανᾷν δὲ λόγους εἰς ὑμνολογίαν τῶν ψευδωνύμων· μαθήσονται, φησὶ, λαλεῖν εἰρήνην. Λαλεῖν εἰρήνην, οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ γλώσσης ἔχειν Χριστόν τε καὶ τὰ αὐτοῦ· καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς. Ψελλισμὸς δὲ τοῖς ἐξ Ἰσραὴλ, τὸ μὴ ἀνέχεσθαι λαλεῖν τὸ Χριστοῦ μυστήριον· ἀειλογεῖν δὲ τὸν νόμον, καὶ τὰς ἐν αὐτῷ σκιὰς, καὶ διδασκάλων. Ἀλλὰ καὶ οὗτοι πεπαύσονται, φησὶ, καὶ ἅπας αὐτοῖς γενήσεται λόγος περὶ Χριστοῦ. Ὅτι δὲ τῶν ἀρχαίων οὐκ ἀνέξονται διδασκάλων, διαμεμήνυκεν εἰπών· Καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν. Μωροὶ γὰρ ὁμολογουμένως οἱ παρ’ Ἕλλησι σοφοί· μεμώραται γὰρ ἡ σοφία τοῦ κόσμου. Μωροὶ δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ διδάσκαλοι, τὸ διὰ τῆς ἐν νόμῳ σκιᾶς γραφόμενον οὐκ ἐπεγνωκότες, καὶ τοὺς τῶν ἁγίων προφητῶν οὐ συνιέντες λόγους.
PG 70:707Οὐκ ἐροῦσιν οὖν ἔτι τῷ μωρῷ ἄρχειν, ἀλλ’ οὔτε μὴν οἱ τῶν μωρῶν ὑπηρεταὶ τοῖς παρ’ αὐτῶν διδασκομένοις ἐροῦσι τὸ, Σίγα. Λελαλήκασι μὲν γὰρ ἐν Βεελζεβοὺλ οἱ ἐν κόσμῳ σοφοὶ, καὶ δογμάτων σκαιῶν, καὶ ψυχρῶν, καὶ πρός γε τούτῳ καὶ ἀνοσίων γεγόνασιν εὑρεταί. Ἀλλ’ εἴ τις ἕλοιτο ταῖς ἑαυτῶν ἀντιτάττεσθαι φλυαρίαις, καὶ ὡς ἐκτόπως γεγενημένας κατακιβδηλεύειν αὐτὰς, ἀναπηδῶσί τινες τῶν ἐκείνοις ὑπηρετεῖν εἰωθότων, ἀναφωνοῦσί τε σιγᾷν, ἀναντιῤῥήτους εἶναι θέλοντες τὰς ἐκείνων φωνάς. Φασὶ γοῦν, ὅτι τοῖς Πυθαγόρου μαθηταῖς λαλοῦσιν ἔσθ’ ὅτε ψυχρά τε καὶ καταγέλαστα, καὶ ἀπιστουμένων παρὰ πολλῶν, ἔθος ἦν λέγειν τοῦτο, Αὐτὸς ἔφατο, τοῦτ’ ἔστι, Σίγα, καὶ δίδου τῷ τοῦ δόγματος εὑρετῇ καὶ ἀβασανίστως τὴν πίστιν.
Οὐκέτι τοίνυν μὴ εἴπωσι, φησὶν, οἱ ὑπηρέται σου, Σίγα. Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ’ Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ’ ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παντελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐτοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ’ ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει.
Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμένων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπεινοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ’ ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ. Τοῦτο γὰρ, οἶμαι, διδάσκει προστιθεὶς, Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Ἤργησε μὲν γὰρ τῶν ἐν κόσμῳ σοφῶν ἡ εὔκομπος ἀθυροστομία. Κεκράτηκε γὰρ τῶν εὐσεβῶν ἡ βουλὴ, τοῦτ’ ἔστιν, ἡ μάθησις, ἤτοι τὸ κήρυγμα. Καὶ εὐσεβεῖς εἶναι φαμὲν τοὺς τὸν θεῖον καὶ εὐαγγελικὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἱερουργοῦντας λόγον. Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου, Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετὰ ἐλπίδος.
Ἔθος τῇ θείᾳ Γραφῇ, καὶ θεοπνεύστῳ γυναικῶν πρόσωπον περιτιθέναι πλειστάκις ἢ πόλεσιν, ἢ καὶ κώμαις, ἀλλὰ καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς τὰς ἑτέρας ἀποκαλεῖν, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Δαβὶδ περί τε τῆς Σιὼν ἤτοι τῆς Ἱερουσαλὴμ καὶ τῶν περιοικίδων φησίν· Ἤκουσε καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας·6 ἀεὶ γάρ πως περὶ μητέρα τὴν ἀπασῶν ἡγουμένην εἰσὶν αἱ μικραί τε καὶ ὑπ’ αὐτῇ πόλεις. Εἰσκεκόμισται τοίνυν ἐν τούτοις ἡμῖν τὸ αὐτοῦ τοῦ Σωτῆρος πρόσωπον, ταῖς τῆς Ἰουδαίας πόλεσι συμβουλεῦον καὶ λέγον· Γυναῖκες πλούσιαι, ἀνάστητε, καὶ ἀκούσατε τῆς φωνῆς μου. Προτρέπει μὲν οὖν εἰς τὸ ἑλέσθαι τιμᾷν τὸ εὐπειθὲς αὐτὰς, καὶ τοὺς παρ’ αὐτοῦ προσίεσθαι λόγους, δῆλον δὲ ὅτι τὸ σωτήριον καὶ εὐαγγελικὸν κήρυγμα· πλουσίας δὲ αὐτὰς ἀποκαλεῖ νυνὶ μάλιστα χρησίμως, ἅτε δὴ καὶ πολυανδρούσας ἔτι, καὶ ἀμέτρητον ἐχούσας τὴν τῶν ἐνοικούντων πληθὺν, πλὴν οὐκ εἰς μακρὰν ἐσομένας ἐρήμους καὶ πενιχροτάτας, τό γε ἧκον, εἰς τὸ μηδένα τῶν ἐνοικούντων ἔχειν, εἰ μὴ τοῖς αὐτοῦ θεσπίσμασιν ὑπενεγκεῖν ἕλοιντο τὸν τῆς ἑαυτῶν διανοίας αὐχένα.
PG 70:709Ὦ τοίνυν γυναῖκες, φησὶν, ὦ θυγατέρες, ἀκούσατε τοὺς λόγους μου ἐν ἐλπίδι, τοῦτ’ ἔστιν, οὐκ ἀμισθὶ μᾶλλον, ἀλλ’ ἐπ’ ἐλπίδι λαμπρᾷ. Τί δὴ οὖν ἄρα τὸ προσταττόμενον; Μνείαν ποιήσασθε, φησὶν, ἡμερῶν ἐνιαυτοῦ καθ’ ὃν ἐπέφανεν ὁ Χριστὸς, καὶ ἐνεκήρυξεν ἐναργῶς ταῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν πόλεσί τε καὶ κώμαις. Ἔφη γὰρ αὐτὸς διὰ φωνῆς Ἡσαί̈ου· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.6 Ἀνάστητε τοίνυν, φησὶν, τοῦτ’ ἔστι, διαγρηγορήσατε, καὶ ἐλπίδα καλὴν προσοικισάμεναι κατὰ νοῦν μνημονεύσατε τῶν ἡμερῶν τοῦ ἐνιαυτοῦ καθ’ ὃν, ὡς ἔφην, τὸ παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε κήρυγμα.
Ἐπιτάττει δὲ μὴ παρειμένως μήτε μὴν ἀμελῶς τοῦτο δρᾷν, ἀλλ’ ὡς ἐν σπουδῇ καὶ μετὰ φροντίδος· κατορθοῦται γὰρ οὕτω τὰ ἀγαθά. Ἀνήλωται ὁ τρυγητὸς, πέπαυται ὁ σπόρος, οὐκέτι μὴ ἔλθῃ· ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἐπὶ ἄγρου ἐπιθυμήματος, καὶ ἀμπέλου γενήματος, ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι, πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσι. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, καὶ βοσκήματα ποιμένων. Ὅτι τοῖς ἐξ Ἰσραὴλ οὐκ ἀζήμιον, μᾶλλον δὲ ἁπάσης αἰκίας καὶ συμφορᾶς ἔσται πρόξενον τὸ μὴ βούλεσθαι παρὰ Χριστοῦ προσέσθαι λόγον, διαδείκνυσιν ἐν τούτοις.
Ἔμελλον γὰρ αἱ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καταδῃωθήσεσθαι πόλεις, καταπιμπράσης ἁπάσας τῆς Ῥωμαίων χειρὸς, ὡς ὁρᾶσθαι μὲν κενάνδρους αὐτὰς, καταχερσωθῆναί τε καὶ τὰ ἐξαίρετα τῶν χωρίων, οἴχεσθαί τε πρὸς φυγὴν τοὺς διαδράναι μόλις ἰσχύσαντας, οἴκου τε καὶ πλούτου διαπεσεῖν, καὶ θηρίων ἐνδιαίτημα τὴν πολυάνθρωπον ποτὲ γενέσθαι πόλιν ἢ κώμην. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν ἐπὶ τοῖς προκειμένοις δέχεσθαι θεωρίαν, ἐκεῖνο συνήσει· Τρυγητὸν, ὥς γε οἶμαι, καὶ σπόρον ἀποκαλεῖ τῆς νοητῆς εὐκαρπίας τὴν δύναμιν, καθ’ ἣν ἐσμὲν εὐάρεστοι τῷ Θεῷ, οὐχ οἷον ἄκανθαν τὴν πολυειδῆ τίκτοντες ἁμαρτίαν, ἀλλ’ ὡς πίων τε καὶ εὔκαρπος γῆ παρὰ Θεῷ τιμώμενοι. Ἀποπεπτώκασι τοίνυν τῆς νοητῆς εὐκαρπίας οἱ τάλανες Ἰουδαῖοι· καὶ ὁ νοητὸς ἀμπελὼν ἀκανθοτόκος γέγονε γῆ.
PG 70:711Ἐπέμεινε γάρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δ’ ἀκάνθας.6 Εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ προφήτου περὶ τοῦ Ἰσραὴλ, ὅτι ἀνεμοφθόρα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. Δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον Ἀνάλωται τοίνυν, φησὶν, ὁ τρυγητὸς, τοῦτ’ ἔστιν, Οὐκέτι χρηματιεῖς ἀμπελών. Οὐδὲν γάρ σοι τῶν ὡρίμων. Πέπαυται ὁ σπόρος, οὐκ ἔσῃ καλλιτόκος γῆ καὶ καρπῶν ἡμέρων τροφή. Ταύτῃτοι καὶ λίαν εἰκότως ἔκστητε, τοῦτ’ ἔστι, καταπλάγητε, καὶ θαυμάσατε. Λυπήθητε, αἱ πεποιθυῖαι. Αἱ γὰρ πάλαι μέγα φρονοῦσαι, φησὶν, ἐπὶ Θεῷ, ὅταν ἐρήμην τὴν ἑαυτῶν καρδίαν παντὸς ἀγαθοῦ καταθρήσητε, τότε δὴ τότε λυπήθητε. Ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε. Ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος.
Πρόφασίς ἐστι τοῦ θρήνου, φησὶ, τὸ ἀπολέσθαι, καὶ ἠφανίσθαι παντελῶς ἀγρὸν ἐπιθυμητὸν, καὶ ἀμπελῶνα τεθαυμασμένον. Σημαίνει δὲ διὰ τούτου τὸν Ἰσραήλ. Καταλευκαίνει δὲ καὶ ἑτέρως αὐτὸ, καί φησιν, ὅτι Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται. Κατεχερσώθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραήλ. Ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καὶ γέγονεν εὐφροσύνη ὄνων ἀγρίων, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ’ ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. Οὕτω καὶ ὁ μακάριος Δαβὶδ ὡς περὶ ἀμπελῶνος τοῦ Ἰσραὴλ τοὺς λόγους περιποιούμενος πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· Ἄμπελον, φησὶν, ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.6 Εἶτα προσεπάγει λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν ἅπαντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ὅνπερ γὰρ τρόπον τὰ τῶν χωρίων κεχερσωμένα παραῤῥιπτοῦσιν οἱ κεκτημένοι, καὶ λόγος αὐτοῖς οὐδεὶς, κἂν εἰ πᾶν αὐτοῖς ἐπιφέροιτο βλάβος· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς ἀνίησι ψυχὴν, καὶ φειδοῦς ἁπάσης ἀποφαίνει γυμνὴν, εἰ καρπῶν ἐρήμη γένοιτο τῶν εἰς ἀγαθουργίαν. Ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς Πνεῦμα ἀφ’ ὑψηλοῦ. Καὶ ἔσται ἔρημος ὁ Χερμὲλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν Καρμήλῳ κατοικήσει. Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ αἰῶνος· καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήσει πεποιθὼς, καὶ ἀναπαύσεται μετὰ πλούτου.
Ἐναργῆ καθίστησι καὶ τὸν χρόνον, καθ’ ὃν τῆς νοητῆς εὐκαρπίας ἔρημον ἔσται τὸ ἐξ Ἰσραὴλ ἀπειθῆσαν γένος. Μεθίστησι γὰρ τὸν λόγον ἐπί γε, φημὶ, τοὺς ταῖς εὐπειθείαις τετιμηκότας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ κεκαθαρμένους μὲν διὰ τῆς εἰς αὐτὸν πίστεως, γεγονότας δὲ καὶ ἐν μεθέξει τοῦ ἁγίου Πνεύματος. Ἔσται γὰρ, φησὶ, τὰ προηγγελμένα, καταχερσωθήσεται δὲ διὰ τὸ ἐξήνιον ὁ Ἰσραὴλ, ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς Πνεῦμα ἀφ’ ὑψηλοῦ. Ὡς γὰρ ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων ἀνέγνωμεν· Ἦσαν πάντες συνηγμένοι ἐπὶ τὸ αὐτὸ, περὶ τὰς ἡμέρας τῆς ἁγίας Πεντηκοστῆς. Καὶ ἰδοὺ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον οὗ ἦσαν συνηγμένοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς, καὶ ἐκάθησαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.6 Ὅταν τοίνυν, φησὶν, ἔλθῃ ἐφ’ ὑμᾶς τοὺς πιστεύοντας τὸ ἄνωθέν τε καὶ ἐξ ὕψους Πνεῦμα τοῦ Θεοῦ, τότε καὶ ἔρημος ἔσται ὁ Χερμέλ.
PG 70:713Τὸ δὲ Χερμὲλ ἤτοι ὁ Κάρμηλος ὄρος ἐστὶ παμμέγεθες ἐν τῇ Ἰουδαίᾳ, καὶ ὕλῃ δατεασείᾳ κατάκομον. Παρεικάζει τοίνυν αὐτήν τε τὴν Ἱερουσαλὴμ, καὶ ἅπασαν δὲ τὴν περὶ οἰκίδα χώραν τῷ Χερμὲλ, ἅτε δὴ καὶ ἀναρίθμητον ἔχουσαν τὴν τῶν ἐνοικούντων πληθύν. Ἀλλ’ ἔσται, φησὶν, ἔρημος καὶ λογισθήσεται εἰς δρυμόν. Δρυμὸν δέ φησι τὴν ἀγρίαν ὕλην, ἧς ἡ χρεία πρὸς καῦσιν. Ἐκκόπτεται γὰρ τὰ ἀνήμερα τῶν ξύλων, καὶ φλογός εἰσι τροφή. Ἐκκοπέντος δὴ τοῦ Χερμὲλ, καταλογισθέντος δὲ καὶ εἰς ἀγρίαν ὕλην, ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα. Ἔρημον δέ φησιν αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν χώραν, ἧς καὶ ἑτέρωθι διαμέμνηται λέγων αὐτὸς ὁ προφήτης Ἡσαί̈ας· Εὐφράνθητι, ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.6 Ἐρήμῳ δὲ παρεικάζεται διά τοι τὸ ἄκαρπον καὶ οἷον ἐψιλωμένον, καὶ ἀνεστηκὸς ἐν αὐτῇ εἶναι παντελῶς οὐδέν.
Ἀλλὰ καὶ τοῦτο πεπλούτηκε. Πέφηνε καὶ εὐδενδροτάτη πνευματικῶς, ὅτι κατῴκησεν ἐν αὐτῇ Χριστός. Καὶ γοῦν ἔφη διὰ φωνῆς πάλιν τοῦ προφήτου Ἡσαί̈ου· Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, ποταμοὺς θήσω, εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάριςσον, καὶ λεύκην.6 Σημαίνονται γὰρ διὰ τούτων, αἱ διὰ πίστεως τῆς εἰς αὐτὸν εὐδοκιμοῦσαι ψυχαὶ, καὶ ἐς ὕψος ἠρμέναι τὸ ἐκ διαφόρου καὶ πολυειδοῦς ἀρετῆς. Ἀναπαύσεται τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ κρῖμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει, ἀντὶ τοῦ, ἀγαθὸν ἐμπολιτεύσεται τῇ τε ἐρήμῳ καὶ τῷ Καρμήλῳ. Ὁ δὲ Χερμὲλ καὶ ὁ Κάρμηλος, οὐχ ἕτερόν τι, καὶ ἕτερόν ἐστιν, ἀλλ’ ἓν ὄρος τὸ δι’ ἀμφοῖν σημαίνεται. Πῶς οὖν ἄρα καὶ ἔρημον ἔσται καὶ εἰς δρυμὸν λογισθήσεται, καὶ ἐν αὐτῷ κατοικήσει δικαιοσύνη;
Φαμὲν ὅτι οὐκ εἰς ἅπαν ἐκπέπτωκε τῆς πρὸς Θεὸν οἰκειότητος ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, καὶ συναγελάζονται τοῖς ἐξ ἐθνῶν οἱ ἐξ αὐτῶν πιστεύσαντες. Καὶ κατῴκηκεν ὁ Χριστὸς ἐν τούτοις τε κἀκείνοις, ὅς ἐστι δικαιοσύνη καὶ κρῖμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε δὲ καὶ ὀρθῷ κρίματι καταργηθείσης τῆς ἁμαρτίας, καὶ ἀνῃρημένου τοῦ Σατανᾶ. Τί οὖν ἐν ἐρήμῳ ἐργάσεται κατοικήσας ὁ Χριστὸς, ὅς ἐστι δικαιοσύνη, διατρανοῖ λέγων· Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης, εἰρήνη. Ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς,6 ὡς ὁ Παῦλός φησιν, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς,6 τοῦτ’ ἔστιν, Ἕλλησί τε καὶ Ἰουδαίοις· ἐκράτυνε δὲ παρ’ ἡμῖν ἡ δικαιοσύνη τὴν ἀνάπαυσιν. Εἰρηνεύσαντες γὰρ πρὸς Θεὸν, καὶ καταλύσαντες τὴν ἔχθραν ἐν πόλεσίν ἐσμεν ἀναπαύσεως, καὶ τῆς εἰς αἰῶνας τρυφῆς.
PG 70:715Καὶ γεγόναμεν ἐν αὐτῷ πεποιθότες ἕως τοῦ αἰῶνος, καὶ κατῳκήκαμεν ἐν πόλει τῆς εἰρήνης, τοῦτ’ ἔστιν, Ἐκκλησίᾳ Θεοῦ ζῶντος. Ἐν αὐτῇ γὰρ κατοικεῖ Χριστὸς, ὅς ἐστιν εἰρήνη, καὶ ἀναπεπαύμεθα μετὰ τοῦ πλούτου. Οἱ γὰρ πάλαι παντὸς ἀγαθοῦ πράγματος, καὶ ἀρετῆς ἁπάσης ἐν ἐνδείᾳ καθεστηκότες, οἱ ἄθεοι κατὰ τὸν κόσμον, καὶ ἐλπίδα μὴ ἔχοντες, πλούσιοι διὰ Χριστὸν ἐσμέν τε ἤδη, καὶ ἔτι μειζόνως ἐσόμεθα, τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων ἀμφιλαφεστάτην λαχόντες τὴν ἐπίδοσιν. Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ. Δεδυσσεβηκότων Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τό γε ἧκον εἰς ἀνοσιότητα λογισμῶν καὶ ἐγχειρημάτων δύναμιν ἀπεκτονότων αὐτὸν, μονονουχὶ ῥαγδαιοτάτη χάλαζα, τοῦτ’ ἔστι, τὰ ἐκ θείας ὀργῆς, κατὰ πάσης ἠνέχθη τῆς χώρας.
Δέδοται γὰρ εἰς ἐρήμωσιν, ἥλω, καὶ πεπόρθηται, καὶ διεσπάρησαν εἰς πάντα ἄνεμον κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὅταν τοίνυν ἡ χάλαζα κατενεχθῇ, φησὶ, τοῦτ’ ἔστι, τὰ ἐκ θείας ὀργῆς, οὐκ ἐφ’ ὑμᾶς ἥξει τοὺς πιστεύσαντας, καὶ τοὺς κατοικοῦντας ἐν πόλει εἰρήνης, οὔτε μὴν τὰ γενήματα τῆς δικαιοσύνης ἡμῶν καταφθερεῖ, οὔτε τοῖς ἀγαθοῖς ἡμῶν διαλυμανεῖται πόνοις, ἐν ἴσῃ δὲ τάξει πεποιθότες ἔσονται τοῖς κατοικοῦσιν ἐν τοῖς δρυμοῖς καὶ οἱ ἐν τῇ πεδινῇ· καὶ τί δὴ τοῦτό ἐστιν; Ἡ μὲν γὰρ δασέσι ξύλοις κατάκοσμος γῆ τραχεῖά πώς ἐστι καὶ οὐκ εὐήροτος. Ἡ δέ γε ὑπτία καὶ ὁμαλὴ τοῖς γηπονεῖν εἰωθόσιν, ἐπιτηδεία πρὸς τὴν ἐδωδίμων σπερμάτων γένεσιν. Θεοῦ τοιγαροῦν κατανεύοντος ἔσται τὰ πάντα ἐν εὐκαρπίαις, καὶ σπερμάτων ἡμέρων τροφὸς ἡ πάλαι τραχεῖα δειχθήσεται γῆ.
Καρποφορεῖ γὰρ τὰ πάντα διὰ Χριστὸν, νοητῶς δὲ δηλονότι καὶ πνευματικῶς. Καὶ σπείρει μὲν ἐπ’ ἀκάνθαις οὐδείς. Νεώσαντες δὲ νεώματι κατὰ τὴν τοῦ προφήτου φωνὴν, σπείρωμεν εἰς δικαιοσύνην, ζῶντες μὲν οὐκ ἔτι κατὰ σάρκα καὶ φιληδόνως, πολιτευόμενοι δὲ μᾶλλον εὐαγγελικῶς. Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Παρενηνεγμένου τοῦ λόγου πρὸς τὰ ἐκ τῆς γηπονίας ἔργα, καὶ τὰς ἐν ἀγροῖς εὐκαρπίας, ἐπιμένει τῇ μεταφορᾷ, καὶ μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐφ’ ὕδωρ, οὗ βοῦς, καὶ ὄνος πατεῖ. Ὕδωρ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ, τὸν θεῖον ἡμῖν καὶ οὐράνιον ὀνομάζει λόγον, καὶ τὸν τῶν ἁγίων μυσταγωγόν. Λαλοῦσι γὰρ ἐν Πνεύματι καὶ αὐτοί. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.6 Ἐπειδὴ γάρ ἐστι ζωοποιὸς ὁ τοῦ Θεοῦ λόγος, ὕδατι ταύτῃ τοι καὶ μάλα εἰκότως παρεικάζεται.
Ζωοποιὸν γὰρ τὸ ὕδωρ, καὶ ἁπάσης πρόξενον εὐκαρπίας. Τῶν τοιούτων οὖν ὑδάτων τὴν νοητὴν ἔχοντες χορηγίαν γεωργεῖν εἰθίσμεθα τὰ εἰς ἀρετήν. Καὶ τοῖς κατ’ εὐσέβειαν πόνοις ἐνιδροῦν σπουδάζομεν, ἐν τούτοις τοῖς ὕδασι βοῦς καὶ ὄνος πατεῖ· τοῦτ’ ἔστιν, ὅ τε ἐξ Ἰουδαίων λαὸς, καὶ μέν τοι καὶ ἐξ ἐθνῶν. Δεδικαίωκε γὰρ ὁ Θεὸς περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Καὶ ὡς ὁ Παῦλός φησι· Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν ἐν δόγμασιν ἐντολῶν καταργήσας νόμον, ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Καὶ ἀποκατήλλαξε τῷ Θεῷ ζυγὸν ἐπιθεὶς ἀμφοτέροις ἕνα, καὶ συνάψας εἰς ὁμοψυχίαν, διὰ πίστεως καὶ ἀγάπης καὶ ἁγιασμοῦ.6 Καὶ βοὶ̈ μὲν παρεικάζει τὸ ἐξ Ἰουδαίων ἔθνος· καθαρὸν γὰρ ζωὸν κατὰ τὸν νόμον ὁ βοῦς· ἀνεκομίζετο δὲ καὶ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ.
PG 70:717Ὅ γε μὴν ὄνος ἀκάθαρτος. Καὶ γοῦν τὰ πρωτότοκα προστεταχὼς τῶν κτηνῶν προσκομίζεσθαι τῷ Θεῷ· Ἁγιάσεις γάρ μοι, φησὶ, πᾶν πρωτότοκον διανοῖγον μήτραν ... … ὄνου ἀλλάξεις προβάτῳ·6 πλὴν εἰ καὶ ἀκάθαρτος ἦν διὰ τὸ πεπλανῆσθαι τυχὸν ὁ ἐξ ἐθνῶν λαὸς, ἀλλ’ οὖν ἡγιάσθη διὰ πίστεως. Ἐν Χριστῷ γὰρ δεδικαίωται, ἀπενίψατο τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀναμὶξ, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ, τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπενήνεκται ζυγοῖς. Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖται ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου, οὕτως ἡττηθήσονται. Μακαρίους ὀνομάζει τοὺς σπείροντας ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.
Ἐλέγομεν δὲ σημαίνεσθαι διὰ τούτων τούς τε ἐξ Ἰουδαίων, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν διὰ τῆς πίστεως κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Ἀλλ’ ἦν εἰκὸς διαλογίζεσθαι τινὰς, καὶ μὴν καὶ φράσαι· Εἶτα πῶς οἱ τοιοίδε μακάριοι διωκόντων αὐτοὺς τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ ἀφορήτοις μὲν περιστάσεσι περιβαλόντων ἀεὶ, κατακομιζόντων δὲ καὶ εἰς αὐτὸ τὸ τεθνάναι πολλάκις; Ἀνανήφει τοίνυν ὁ λόγος εἰς παράκλησιν τῶν πεπιστευκότων καί φησιν· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Τὸ μὲν γὰρ παθεῖν διὰ Χριστὸν τοῖς ἁγίοις εὐκλεὲς, τοῖς γε μὴν ἐπιφέρουσι τοὺς διωγμοὺς, ὀλέθρου τὸ χρῆμα πρόξενον. Ἑαυτοὺς οὖν ἄρα ταλαιπώρους ἀποφαίνουσι, καὶ οὐχὶ δὴ μᾶλλον τοὺς πεπονθότας, εἴπερ οἱ συμπάσχοντες συμβασιλεύσουσι τῷ Χριστῷ.
Ἀλλὰ κἂν εἴ τις ὑμᾶς ἀθετήσειε, φησὶν, ἑαυτὸν καὶ οὗτος ἀθετεῖ. Ἁλώσονται γὰρ οἱ τοῦτο δρᾷν εἰωθότες, τοῦτ’ ἔστιν, οὐ διαφεύξονται τὰ ἐκ τῆς θείας ὀργῆς· ἔσονται δὲ ταῖς ἐπενεχθησομέναις αὐτοῖς δίκαις οἱονεὶ πρὸς κατάβρωσιν, καθάπερ ἀμέλει καὶ ἱμάτιον ὑπὸ σητός. Οὐκοῦν ὁ μὲν πόνος τοῖς ἁγίοις, ὡς ἔφην, τῶν εἰς αἰῶνα πρόξενος ἀγαθῶν. Τό γε μὴν ἑλέσθαι κακοῦν τοὺς ἀνακειμένους τῷ Θεῷ, τοῖς τοῦτο πράττουσιν οὐκ ἀζήμιον. Μᾶλλον δὲ τῆς ἁπασῶν ἐσχάτης πρόφασις ἔσται δίκης. Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν. Ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. Θεοῦ τοῖς ἁγίοις προσπεφωνηκότος· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς· ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους· ἐκ πολλῆς ἄγαν περιχαρείας αὐτοὶ μονονουχὶ, καὶ ἀνασκιρτῶντές φασιν·
PG 70:719ὅτι τῶν ἀπειθεῖν ἑλομένων ἀνόνητος ἔσται πᾶς πόνος, καὶ ὅτι πολλὴν νοσοῦντες τὴν ἀκαρπίαν βαδιοῦνται πρὸς ὄλεθρον, σωτηρίας δὲ τῆς δοθησομένης αὐτοῖς ἔσται που πάντως κατὰ καιροὺς ἡ ἀνάδειξις. Πᾶσα γὰρ δύναμις αὐτῶν ἐν Χριστῷ. Κἂν εἰ δοκοῖεν ὅλως ἀσθενῆσαί ποτε κατά γέ φημι τὸ διώκεσθαι παρ’ ἐχθρῶν, ἀλλ’ οὖν τότε δὴ μάλιστα τῆς εἰς αὐτοὺς ἡμερότητος, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἐμφανίζει τὸ μέγεθος ὁ σώζειν εἰδώς. Οὐκοῦν ἐν καιρῷ θλίψεως ἡ σωτηρία τοῖς ἁγίοις μάλιστα μυσταγωγοῖς. Καὶ τοῦτο δείξει γράφων ὁ πάνσοφος Παῦλος· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.6 Καὶ μὴν καὶ πρὸς αὐτὸν ὁ τῶν ὄλων Σωτήρ· Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.6 Διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί.
Ἀπὸ τοῦ φόβου σου καὶ ἀπὸ τῆς ὑψώσεώς σου διεσπάρησαν εἰς τὰ ἔθνη· Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου. Ὃν τρόπον ἐάν τις συνάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. Ὅτι πάντη τε καὶ πάντως ἀπειθεῖν ἑλομένοις τοῖς ἐξ Ἰσραὴλ, καὶ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιεμένοις τὰ πάντων αἴσχιστα παθεῖν συμβήσεται· καὶ οὕτως μὲν ὁ διὰ Μωσέως παρακεκράγει νόμος, οὐδὲν δὲ ἧττον καὶ οἱ διὰ τῶν ἁγίων προφητῶν ἐμφανίζουσι λόγοι. Καὶ μὴν καὶ αὐτὸς ἔφη Χριστός· Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ’ ἡμᾶς.6 Διὰ τὴν φωνὴν τοίνυν, φησὶ, τοῦ φόβου σου, τοῦτ’ ἔστι, τὴν καταπτοοῦσαν εἰς φόβον, ἐξέστησαν λαοὶ, τὸ δὲ, ἐξέστησαν, ἀντὶ τοῦ, κατεπλάγησαν, φησί.
Πεπόνθασι δὲ τὴν κατάπληξιν. Τίνα τρόπον; Ἀπό γε, οἶμαι, τοῦ μεγέθους τῆς συμφορᾶς. Τὰ γὰρ ἀφόρητα τῶν κακῶν, ἔξω τίθησι φρενὸς, καὶ οἷον ἀσύνετον ἀποφαίνει τὸν πεπονθότα. Εἰ δὲ δή τις ἕλοιτο τὸ, ἐξέστησαν, καὶ καθ’ ἕτερον τρόπον χρῆναι νοεῖν, κατασημήνειεν ἂν ἡ φωνὴ, ἀντὶ τοῦ, ἕξω τῆς ἐνεγκούσης γεγόνασιν. Οὕτω δὲ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη. Καὶ μέχρι μὲν τούτων ἡ τῶν ἁγίων προφητῶν φωνὴ, τὸ δέ γε τοῦ Θεοῦ πρόσωπον εἰσφέρεται παραχρῆμα λέγον αὐτοῖς, δηλονότι τοῖς ἐκπεπληγμένοις καὶ διεσπαρμένοις, ὅτι Νῦν συναχθήσεται τὰ σκῦλα ὑμῶν, μικροῦ καὶ μεγάλου. Οὐ γὰρ εἰς μακρὰν, φησὶ, παραδοθήσεσθε τοῖς ἐχθροῖς, οὐδὲ εἰς ὑπερθέσεις βαδιεῖται τὸ ἀπειλούμενον. Ἀλλ’ αὐτίκα δὴ μᾶλλον πορθηθήσεσθε μικρός τε καὶ μέγας.
Οὕτω τε ὑμᾶς οἱ καταδῃοῦντες συλλέξουσιν, ὡς ἂν εἰ καί τις τῶν ἐν ἀγροῖς τὴν τῶν ἀκρίδων συναγείραι πληθὺν, οὐ σὺν πόνῳ τὸ χρῆμα πληρῶν, ἀπονητὶ δὲ μᾶλλον, καὶ οἷον ὡς ἐν ἀθύρματι. Φαίη δ’ ἄν τις αὐτὸ δὴ τουτὶ πεπονθέναι τὸν Ἰσραὴλ, καὶ πνευματικῶς παραδοθέντα τῷ Σατανᾷ, καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καθάπερ τισὶ πολεμίοις εἰς διαρπαγὴν, καὶ εἴς γε τὸ δεῖν ἀκρίδων δίκην ἐμπαίζεσθαι. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία, καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Ἀναφωνοῦσι πάλιν οἱ ἅγιοι, καὶ ταῖς καθηκούσαις δοξολογίαις καταγεραίρειν ἐπείγονται τὸν τῶν ὅλων Σωτῆρα Θεὸν τὸν κατοικοῦντα ἐν ὑψηλοῖς, ἢ ἐν τοῖς οὐρανοῖς δηλονότι, ἢ καὶ ἐν κτίσμασι λογικοῖς ὧν ἂν εἴη τὸ ὕφος, ὡς ἐν νοητῷ μεγέθει τῆς πολυειδοῦς ἀρετῆς.
PG 70:721Δοξολογοῦσι τοίνυν τὸν Θεὸν κατατεθηπότες τὴν Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, κρίσεως καὶ δικαιοσύνης ὁρῶντες ἐμπεπλησμένην. Ἡ μὲν γὰρ ἐπίγειος Ἱερουσαλὴμ τῆς οὕτω λαμπρᾶς ἀπολείπεται δόξης. Προσήκατο γὰρ οὐδαμῶς τὴν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνην, τοῦτ’ ἔστι, Χριστόν. Ἡ δέ γε ἐξ ἐθνῶν Ἐκκλησία, ἡ νοητὴ καὶ ἀληθεστέρα Σιὼν μεστὴ γέγονε κρίσεως καὶ δικαιοσύνης· ἡ δὲ κρίσις ἐν τούτοις, τὴν δικαιοκρισίαν τὴν ἐφ’ ἑκάστῳ πράγματι δηλοῖ. Ζῇν γὰρ ἔθος τοῖς ἁγίοις λογικῶς, καὶ ἐννόμως, καὶ κατευφραίνεσθαι ὑπὸ τῶν εὐαγγελικῶν θεσπισμάτων. Εἶτα θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ, ὡς νόμον μὲν ἔχοντας, καίτοι δοθέντα παρὰ Θεοῦ πρὸς ἐπικουρίαν, ἀπολωλότας δὲ δι’ αὐτοῦ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, Ἀτεθοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.6 Ὁ μὲν γὰρ νόμος ἦν ἐν σκιαῖς μέχρι καιροῦ διορθώσεως κείμενος. Ἀναλάμψαντος δὲ τοῦ νέου κηρύγματος, καὶ τῆς ἀληθείας εἰσκεκομισμένης, ἐχρῆν δή που πάντως ἀργῆσαι τοὺς τύπους, καὶ ἀπρακτῆσαι τὴν σκιὰν, ἀλλ’ ὁ φιλόνεικος Ἰσραὴλ, καίτοι τῷ νόμῳ συναγορεύειν ἐθέλων, ἐνιστάμενός τε ταῖς Μωσέως ἐντολαῖς, εὐσεβεῖν τε διὰ τούτου νομίζων, παραδέδοται τοῖς ἐχθροῖς. Οὐ γὰρ ἔδει ταῖς οὕτω μακραῖς ἀπειθείαις ἀτιμάζειν τὴν ἀλήθειαν. Οὐκοῦν ἐν νόμῳ παραδοθήσονται. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν πιστεύσασι καὶ ὁ πάλαι δι’ ἀγγέλων λαληθεὶς νόμος μεσολαβοῦντος Μωσέως θησαυρὸς ηὑρέθη σωτηρίας. Ἐκεῖ γὰρ, τοῦτ’ ἔστιν, ἐν αὐτῷ σοφία τέ ἐστι καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον.
Διακέκραγε γὰρ ὁ Μωσέως νόμος τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν ὡς ἐν σκιαῖς εὐρήσομεν, ἰσχνὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις; Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Οὐκοῦν θησαυρὸς δικαιοσύνης ὁ νόμος τοῖς οὐ προσέχουσι τῇ σκιᾷ, διακύπτουσι δὲ μᾶλλον αὐτὴν, καὶ τὸ τῆς ἀληθείας κάλλος πολυπραγμονεῖν σπουδάζουσι. Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους.
PG 70:723Πάλιν ἡμῖν ἐν τούτοις ὁ τῶν δυνάμεων Κύριος παραθαρσύνων ὁρᾶται τοὺς ἁγίους μυσταγωγούς· καὶ φόβου παντὸς ἀπαλλάττων, καὶ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐδίωκον μὲν γὰρ τοὺς ἁγίους ἀποστόλους οἱ τάλανες Ἰουδαῖοι· τοῦτο μὲν καλοῦντες ἐν συνεδρίῳ, τοῦτο δὲ καὶ ῥάβδοις καταπαίοντες, καὶ γραφὴν αὐτοῖς καὶ εἰς ἐγκλήματος δύναμιν καταλογιζόμενοι τὴν εἰς Χριστὸν εὐσέβειαν, καὶ τὴν ἐπὶ τῷ θείῳ κηρύγματι σπουδήν τε καὶ προθυμίαν. Ἔφασκον γὰρ, ὅτι Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.6 Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν δεδιότας μὲν τῶν Ἰουδαίων τὴν ἔφοδον, προσπίπτοντας δὲ τῷ παναγίῳ Θεῷ, καὶ λέγοντας·
Καὶ τανῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.6 Ἰδοὺ τοίνυν, φησὶν, αὐτοὶ μᾶλλον ὑμᾶς, καὶ οὐχ ὑμεῖς αὐτοὺς φοβηθήσεσθε· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν. Ἀποστελοῦσι δὲ κατὰ καιρὸν καὶ ἀγγέλους αἰτοῦντες εἰρήνην, καὶ πικρῶς κλαίοντες. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, τοῦτ’ ἔστιν, οὐκ εὐοδοθήσονται θεομαχεῖν ᾑρημένοι, καὶ δεσποτικοῖς νεύμασιν ἀντεξάγοντες. Πάλαι μὲν γὰρ ὁ Ἰσραὴλ, ἐν ἀρχαῖς ὄντος φημὶ τοῦ θείου κηρύγματος, ἀφόρητος ἦν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἐπεὶ δὲ ἡ τῶν πιστευσάντων πληθὺς ἀριθμοῦ γέγονε κρείσσων, ἐν ἁπάσῃ πόλει τε καὶ χώρᾳ νενίκηται λοιπὸν ἡ ἐκείνων ἀπόνοια, καὶ εἰσὶν ὑπὸ πόδας τῶν πεπιστευκότων ἡττημένοι τε καὶ κλαίοντες, καὶ ἀποχρήσειν ἐν αὐτοῖς εἰς εὐθυμίαν ἡγούμενοι τὸ κἂν γοῦν εἰρήνης ἀξιοῦσθαι τῆς πρὸς αὐτούς.
Οὗτος, οἶμαι, ἐστὶ τῆς προφητείας ὁ νοῦς. Πέπαυται γὰρ, φησὶν, ὁ φόβος τῶν ἐθνῶν, τῶν Ἰουδαϊκῶν δηλονότι, καὶ ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται. Ἀλλότριοι γὰρ γεγόνασι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ξένοι τῶν ἐπαγγελιῶν· ὅτι Μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας ταῦτα λογίζεσθαι εἰς σπέρμα,6 τοῦτ’ ἔστιν, οἱ ἐκ πίστεως τῆς ἐν Χριστῷ. Δεδικαίωται γὰρ διὰ πίστεως ὁ προπάτωρ Ἀβραάμ. Ληφθείσης τοίνυν, φησὶ, τῆς πρὸς αὐτοὺς διαθήκης, οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους, τοῦτ’ ἔστιν, οὐδενὸς ἀξίους ἡγήσεσθε λόγου. Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Ὄρος ἐστὶν ὁ Λίβανος ἐν Φοινίκῃ τῶν ὅτι μάλιστα διαφανεστάτων, κέδροις τε καὶ τοῖς ἑτέροις τῶν ξύλων εὖ μάλα κατάκομον.
Τούτῳ δὴ τῷ ὄρει παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἅτε δὴ καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καθάπερ ἀμέλει καὶ διὰ φωνῆς ἑτέρου προφήτου τοῦ πρὸς αὐτήν φησιν. Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Ἐπένθησε τοίνυν ἡ γῆ, καὶ οὐχ ἁπλῶς πᾶσα, μόνη δὲ ἡ παθοῦσα τὴν ὑπὸ Ῥωμαίων δῄωσιν ἡ τῶν Ἰουδαίων γῆ. Τάχα που καὶ ἐγκαταλελειμμένη ὑπὸ Θεοῦ, καὶ τῆς ἀπ’ αὐτοῦ θυμηδίας ἐξῳκισμένη. Ἠσχύνθη δὲ καὶ ὁ Λίβανος, τοῦτ’ ἔστιν, ἡ Ἱερουσαλήμ. Ἡ γὰρ πάλαι περιφανὴς καὶ ἀοίδιμος, καὶ ταῖς ἄνωθεν εὐμενείαις πεπυργωμένη, καὶ ἄμαχον ἔχουσα τὴν κατὰ πάντων ἰσχὺν, πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν, ἐμπέπρησται, καὶ ἠρήμωται, καὶ φειδοῦς ἐστέρηται τῆς παρὰ Θεοῦ, ἕλη γέγονεν ὁ Σαρών.
PG 70:725Χῶρος δὲ κατὰ τὴν Ἰουδαίαν ἐστὶν, ᾧ ὄνομα Σαρωνᾶς, εὐήροτα μὲν ἔχων πεδία, πρὸς δέ γε τὸ χρῆναι γηπονεῖν ἐπιτηδείως ἔχοντα λίαν. Ἀλλ’ ἡ οὕτως φησὶν εὔκαρπός τε καὶ γονιμωτάτη γῆ ἕλη γέγονε, τοῦτ’ ἔστι, δασεῖα πλείστης ὅσης ἀκάνθης φυείσης ἐν αὐτῇ. Δέχεται δὲ πάλιν, ὡς ἐξ ὁμοιότητος τῶν ἐμφανεστέρων πνευματικὴν θεωρίαν. Κατεχερσώθη γὰρ ὥσπερ ὁ Ἰσραήλ· καὶ ἡ πάλαι καρπῶν ἡμέρων τροφὸς, καὶ οἷά τις ἀγαθὴ καὶ πίειρα γῆ, τοῦτ’ ἔστιν, ἡ τῶν Ἰουδαίων συναγωγὴ γέγονεν ἀκανθοτόκος. Ἔμεινα γὰρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.6 Ἀλλὰ ταυτὶ μὲν τοῖς Ἰουδαίοις συμβήσεται, δεδυσσεβήκασι γὰρ εἰς Χριστόν. Ἡ δέ γε Γαλιλαία, καὶ ὁ Κάρμηλος φανερὰ ἔσται, τοῦτ’ ἔστιν, ἐμφανὴς, καὶ περίοπτος τοῖς ἁπανταχῆ.
Γαλιλαίαν δέ φησι τὴν τῶν ἐθνῶν χώραν, ἤτοι τὰ ἔθνη. Καὶ τάχα που τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἣν καὶ τῷ Καρμήλῳ παρεικάζειν ἀξιοῖ. Κάρμηλος δὲ ὄρος ἐστὶ δασύ τε καὶ ὑψηλόν. Τοιαύτη δέ πως ἡ Ἐκκλησία Χριστοῦ. Πλεῖστοι γὰρ ὅσοι τεθήλασιν ἐν αὐτῇ θεοφιλῆ τὴν διάνοιαν ἔχοντες, καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ, ὑψοῦ τε ἠρμένην, καὶ τῶν ἐπιγείων πραγμάτων ἀνῳκισμένην. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὄρεσι τε τὴν Ἐκκλησίαν ἐξομοιοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη, καὶ κατακεκαυμένη.
Ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ ἀποῤῥήτως γεγενημένος, κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐν σχήματι ἀνθρώπων γενόμενος τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ. Ἐπειδὴ δὲ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομείνας σταυρὸν ἀνεβίω πάλιν ὡς Θεὸς, τότε δὴ τότε τοῖς εἰς τοῦτο δυσσεβείας ἐληλακόσιν, ὡς μὴ ἀπειθῆσαι μόνον αὐτῷ, καίτοι καλοῦντι πρὸς ζωὴν, ἀλλὰ γὰρ λοιδορίαις τε καὶ αἰκίσμασι, καὶ αὐτῷ δὲ τῷ θανάτῳ τολμῆσαι περιβαλεῖν, τὴν αὐτοῖς πρέπουσαν ἐπήρτησε δίκην. Κἀκεῖ γὰρ κακῶς διολώλασιν, ἐμπεπρησμένων μὲν αὐτοῖς τῶν πόλεων. Καταδῃωθείσης δὲ εἰς ἅπαν τῆς γῆς, τότε δὴ τότε τὴν τοῦ παθόντος ἐμάνθανον δόξαν, καὶ ταῖς οὕτω δειναῖς καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, ἔγνωσαν μόλις, ὡς οὐκ εἰς ἕνα τῶν προφητῶν τὰ τῆς δυσσεβείας αὐτοῖς ἀνοσίως ἐξεπράττετο, ἀλλὰ γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν.
Ὡς μελλούσης αὐτίκα δὴ μάλα τῆς θείας ὀργῆς ἐπιπίπτειν αὐτοῖς· Νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Ἀνεξικακήσας γὰρ ὡς Θεὸς πρὸ τοῦ τιμίου σταυροῦ, πεπονθὼς ἤδη τὰ ἐπ’ αὐτῷ μονονουχὶ καὶ κατεξανίσταται τῶν ἐχθρῶν. Ἐδοξάσθη δὲ καὶ ὑψώθη παραδοὺς μὲν εἰς ὄλεθρον τοὺς μέχρι παντὸς μεμαχημένους αὐτῷ, κεκληκὼς δὲ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ τῷ νοητῷ δὲ καὶ τῷ θείῳ καταφαιδρύνας φωτὶ τοὺς ἐν σκότῳ πάλαι· καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν εἰς νοῦν ἔχοντας, καὶ καρδίαν. Νῦν οὖν δοξασθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία γὰρ ἔσται τοῦ πνεύματος ὑμῶν ἡ ἰσχὺς, τοῦτ’ ἔστιν, εἰς οὐδὲν ἐκτελευτήσει. Περιέσομαι γὰρ, καὶ οὐχ ἑκόντων ὑμῶν, καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη, καὶ ἐῤῥιμμένη.
PG 70:727Δεδαπάνηνται γὰρ, ὡς ἔφην, μονονουχὶ παμφάγῳ φλογὶ περιπεπτωκότες τοῖς ἐκ θείας ὀργῆς κινήμασιν. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.6 Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται γὰρ τρόμος τοὺς ἀσεβεῖς. Ἀπεστάλη μὲν παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γὰρ ἦσαν αὐτῶν αἱ ἐπαγγελίαι, ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες, καὶ διατετέλεκε μὲν τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ἐμφανῆ καθιστὰς ἑαυτόν· καὶ τοῦτο μὲν διδασκαλίαις ταῖς ὑπὲρ νόμον χρώμενος, τοῦτο δὲ ταῖς ὑπὲρ λόγον καταπλήττων θεοσημείαις. Ἀλλὰ γέγονεν ἀνόνητον τοῖς Ἰουδαίοις παντελῶς τὸ χρῆμα διὰ πολλὴν σκαιότητα νοῦ.
Ἐδίδασκε μὲν γὰρ ὁ Κύριος· οἱ δὲ Γραμματεῖς τε καὶ Φαρισαῖοι τοῖς ἀκροωμένοις ἐπιπλήττοντες ἔλεγον· Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;6 Πονηροῖς καὶ ἀκαθάρτοις ἐπετίμα πνεύμασι, καὶ τοῦτο μετ’ ἐξουσίας, ὡς Θεός· οἱ δὲ τὴν οὕτως ὑπερφυᾶ καὶ ἀπόῤῥητον συκοφαντοῦντες ἰσχὺν ἀληθῶς, ἀπετόλμων λέγειν· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Οὐκοῦν ἀπόπεμπτοι γεγόνασι, καὶ σφόδρα εἰκότως ἀμέτοχοι τῆς εἰς αὐτὸν ἐλπίδος. Μεμυσταγώγηνται δὲ τὰ ἔθνη, καὶ τὸ σωτήριόν τε καὶ εὐαγγελικὸν παρεδέξαντο κήρυγμα. Τοῦτο, οἶμαι, διδάσκει λέγων· Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα. Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ πεπαιδεῦσθαι νόμῳ, γέγονεν ἐγγὺς ὁ Ἰσραήλ· ἀφειστήκεισαν δὲ τὰ ἔθνη τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, λελατρευκότα τῇ κτίσει παρὰ τὸν κτίσαντα·
Ἀλλ’ οὗτοι, φησὶν, ἀκούσονται ἃ ἐποίησα, οὐκ ἐθελήσαντος ἀκοῦσαι τοῦ Ἰσραήλ. Γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπόλωλε γὰρ οὐκ εἰσάπαν ὁ Ἰσραήλ· πλεῖστοί γε μὴν καὶ ἐξ αὐτῶν πεπιστεύκασι, καὶ οἷον ἐγγὺς ὄντες Θεοῦ. Διὰ τὸ ἤδη λαχεῖν τὴν ἐν νόμῳ παίδευσιν, ἐγνώκασι τὴν ἰσχὺν τοῦ Χριστοῦ. Πεπιστεύκασι γὰρ ὅτι τεθαυματούργηκεν ὡς Θεός. Ἀλλ’ οὗτοι μὲν γνώσονται, φησίν. Ἀπέστησαν δὲ καὶ ἔξω γεγόνασιν ὁλοτρόπως τῆς τῶν ἁγίων ἐλπίδος οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται δὲ αὐτοὺς καὶ τρόμος, καίτοι λίαν ὄντας ἀσεβεῖς. Ἀρκέσει γὰρ τῶν ἐπενηνεγμένων αὐτοῖς συμφορῶν ἡ πεῖρα πρός γε τὸ δεῖν, καὶ καταδεῖσαι λοιπὸν τὸν παρ’ αὐτῶν ὑβρισμόν. Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;
PG 70:729Ὅτι σκληρᾷ καὶ ἀφύκτῳ περιπεσοῦνται κολάσει, πυρὸς ἐσόμενοι τροφὴ κατὰ τὸν τῆς κρίσεως καιρὸν οἱ δυσσεβοῦντες εἰς Χριστὸν, διαδείκνυσιν ἐν τούτοις. Ἔφη γάρ που καὶ αὐτός· Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.6 Τοῖς δὴ οὖν ἄρα φησὶ σκληροκαρδίοις οὖσι, καὶ ἀπειθεῖν ᾑρημένοις ἀναγγελεῖ τὸν τόπον τὸν αἰώνιον, καὶ ὅτι πῦρ ηὐτρέπισταί τε καὶ ἀνακαίεται, καὶ τοῦτο διηνεκῶς. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης περὶ τῶν τεθνεώτων ταῖς ἑαυτῶν πλημμελείαις· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.6 Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ὅτι μὲν οὖν κατοιχήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι, περιπεσοῦνται δὲ τῇ ἀσβέστῳ φλογὶ ταῖς κατὰ Χριστοῦ δυσσεβείαις ἐνισχημένοι τινὲς, εὖ μάλα διαμεμήνυκε. Προσεπάγει δὲ χρησίμως, ᾧ καθίστησιν ἐναργὲς, τίνες ἂν εἶεν οἱ τῆς εἰς αἰῶνα ζωῆς μεταλαχεῖν ὀφείλοντες, καὶ τοῖς παρ’ αὐτοῦ χαρίσμασι, θείοις δὲ δηλονότι καὶ πνευματικοῖς, ἐντρυφήσοντες κατὰ καιρούς. Ὁ γάρ τοι, φησὶ, πορευόμενος ἐν δικαιοσύνῃ, τοῦτ’ ἔστιν, ὁ τὰ τῆς δικαιοσύνης ἔργα τετιμηκὼς, καὶ βίον ἐπασκήσας τὸν ἐξαίρετον, καὶ ὁ λαλῶν εὐθεῖαν ὁδὸν, τοῦτ ἔστιν, ὁ διὰ γλώττης ἔχων πᾶν ὅσον ἐστὶν ἀποφέρον εἰς τὸ εὐθὺ, καὶ ὁ μισῶν ἀδικίαν, καὶ πᾶς εἴ τις ἐστὶ φιλοχρηματίας ἀμείνων, καὶ δωροδοκίας ἐχθρὸς, καὶ τὴν καθ’ αἵματος κρίσιν τῆς οἰκείας ἀποσοβῶν ἀκοῆς, ἀποστρέφων δὲ καὶ τοὺς ὀφθαλμοὺς, ὡς ἂν μή τι τῶν ἀδίκων θεάσαιτο, οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.
Ἐν ἀσφαλείᾳ γὰρ ἔσται, φησὶ, καὶ οἷον ἐν πέτρᾳ τὴν οἴκησιν ἕχων ἀκλόνητον, εὑρήσει τὴν ἐφ’ ἅπασι τοῖς εὐκταίοις διαμονήν. Εἰκὸς δὲ δή που, καὶ πέτραν ἡμῖν ὠνομάσθαι διὰ τούτων τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ καθάπερ τι σπήλαιον, ἢ καὶ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται ἀσφαλῆ καὶ ἀκράδαντον ἔχουσα τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· Σὺ γὰρ εἶ Πέτρος,6 φησὶν ὁ Σωτὴρ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.6 Τῷ τοίνυν, φησὶν κατοικήσαντι ἐν τῇ τοιᾷδε πέτρᾳ δοθήσεται μὲν ἄρτος, χορηγηθήσεται δὲ καὶ ὕδωρ πιστόν. Τοῖς γὰρ οἰκοῦσι τὴν Ἐκκλησίαν, ἄρτος ζωῆς δίδοται, Χριστὸς, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ ὕδωρ πιστὸν τὸ τοῦ ἁγίου βαπτίσματος δηλονότι πιστοὺς καὶ ἑδραίους ἀποφαῖνον τοὺς ἀξιουμένους αὐτοῦ.
PG 70:731Δίδοται γὰρ ἡ τοῦ ἁγίου βαπτίσματος χάρις τοῖς κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσματος. Οἱ δέ γε λαβόντες βασιλέα μετὰ δόξης, ὄψεσθε, φησὶ, τοῦτ’ ἐστι, Χριστόν. Ὄψεσθε δὲ καὶ γῆν πόῤῥωθεν, οὔπω γὰρ τεθεαμένοι τὴν γῆν, περὶ ἧς φησιν ὁ Σωτήρ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.6 Τοῖς τῆς διανοίας ὄμμασιν οἷον πόῤῥωθεν αὐτὴν οὖσαν ἔτι καταθεώμεθα. Ταύτῃ τοι καὶ μελετᾷν εἰθίσμεθα τὸν Θεοῦ φόβον, ἵνα ἐν αὐτῇ γενώμεθα καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις, τῶν διὰ Χριστοῦ χαρισμάτων ἀναπιμπλάμενοι δοξολογοῦμεν αὐτόν. Ποῦ εἰσὶν οἱ γραμματικοί; Ποῦ εἰσὶν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; Ὧ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος· καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
Καταστήσας ἐναργῆ τῶν εὐσεβεῖν ᾑρημένων τὰ γέρα, μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι λυπεῖν, κατονειδίζων εἰκότως τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὡς ἡμαρτηκόσιν ἐξ ἀβουλίας τοῦ διὰ τῆς ἄνωθεν χάριτος εὐημερεῖν δύνασθαι, καὶ θεοφιλὲς ἔχειν εἰς ἀρετὴν τὸ σπούδασμα προσιεμένους τὴν πίστιν· τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, κατολισθαίνοντες δὲ μᾶλλον, εἰς τὰ αἰσχίω κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. Καίτοι γὰρ τὸν νόμον οἱ λέγειν εἰωθότες, καὶ τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες φωνὰς, οὕτω δὲ εἰδέναι μὲν τὸν αὐτοῖς ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἐπιλάμψαντά τε τοῖς ἐπὶ τῆς γῆς, ἠγνοήκασιν αὐτὸν, ἢ καὶ τάχα που συνέντες τὸ μυστήριον ἐπεφύοντο πικροί. Ἀποσταλέντα γὰρ τὸν Υἱὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοὺς οἰκέτας ἐπιγνόντες ἔφασκον·
Οὗτος ἐστὶν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Καὶ δὴ καὶ ἀπεκτόνασι τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν, εἰ καὶ μὴ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις. Καταθήγοντες ἐπ’ αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαοὺς, οἳ κατακεκράγασιν αὐτῷ Πιλάτῳ λέγοντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν.6 Καὶ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ταῖς ἀνωτάτω δυςσεβείαις ἔνοχοι, καὶ τῷ τῆς Κυριοκτονίας ἐγκλήματι κατηχθισμένοι, ξένοι μὲν γεγόνασι τῆς εἰς Χριστὸν ἐλπίδος, ἀπώλοντο δὲ τῆς πρὸς Θεὸν οἰκειότητος καὶ κατώλισθον εἰς ἀνηκέστους συμφοράς. Φησὶ τοιγαροῦν πρὸς αὐτούς· Ποῦ εἰσὶν οἱ γραμματικοί; ἀντὶ τοῦ, Ἐν τίσι γεγόνασι κακοῖς; Γραμματικοὺς δέ φησι τοὺς γραμματέας. Ποῦ εἰσιν οἱ συμβουλεύοντες;
Καὶ τίνες ἂν εἶεν οὗτοι; Πάλιν οἱ τεταγμένοι πρὸς ἱερουργίαν περὶ ὧν ὁ Μωσέως φησὶ νόμος, ὅτι Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.6 Ταῖς γὰρ παρὰ τῶν ἱερέων νουθεσίαις, ὁ ὑπὸ χεῖρα παιδαγωγεῖται λαός, Ποῦ τοίνυν οἱ συμβουλεύοντες; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; Ἐνταῦθά μοι πάλιν σημαινόμενος ἄθρει γραμματέας τε καὶ ἱερέας ἤτοι Φαρισαίους, οἳ κατεσώρευσαν τοῦ Χριστοῦ τοὺς ὑπὸ χεῖρα λαούς, καὶ συστροφὴν πεποίηνται δήμων μικρῶν καὶ μεγάλων· οἳ καὶ τὸ Πιλάτου περισχόντες οἰκητήριον, ἠξίουν ἀνεῖσθαι μὲν, φησὶ, σφίσι τὸν φονευτὴν Βαραββᾶν, σταυροῦσθαί γε μὴν τὸν ἐπ’ οὐδενὶ τῶν ἀτόπων τὸ σύμπαν κατεγνωσμένον, φημὶ δὴ Χριστόν. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν.
PG 70:733Τούτου διαμέμνηται Ματθαῖός τε καὶ Μάρκος, οἱ μακάριοι εὐαγγελισταί. Πιλάτου γὰρ λέγοντος ὅτι χρὴ μᾶλλον τῇ ἑορτῇ τὸν Ἰησοῦν αὐτοῖς ἀνεῖσθαι πεπλημμεληκότα μηδὲν, ὁ Ματθαῖός φησιν, ὅτι οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος, ὡς ἔφην, ἐναργέστατα λέγει. Ποῦ τοίνυν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Καὶ δυσχερεστάτη μὲν λίαν ἡ τῶν λέξεων συνθήκη, καὶ δυσκάτοπτος ὁ ἐν αὐτοῖς νοῦς ἐστιν. Ἐρῶ δὲ ὡς ἔνι. Ποῦ γὰρ, φησὶν, ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ λαῷ οὐ συνεβούλευσαν;
Ὁ μὲν γὰρ πολὺς, ὡς ἔοικε, δῆμος ἠγνόει Χριστὸν ὄντα Υἱὸν τοῦ Θεοῦ τὸν καταβοώμενον, ἔδρων δὲ τοῦτο διὰ τὸ τοὺς ἐγνωκότας, τοῦτ’ ἔστι, τοὺς ἡγουμένους, μὴ συμβουλεῦσαι μᾶλλον αὐτῷ τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν. Οὐ γὰρ ᾔδει, φησὶν, ὁ λαὸς τὸν βαθύφωνον, τοῦτ’ ἔστι, Χριστόν. Βαθύφωνον δὲ αὐτὸν ὀνομάζει, διά τοι τὸ κεκρυμμένους εἶναι, καὶ ὡς ἐν αἰνίγμασι καὶ παραβολαῖς τοὺς παρ’ αὐτοῦ λόγους. Καὶ γοῦν εἰσκεκόμισται διὰ τῆς τοῦ ψάλλοντος λύρας οὕτω λέγων· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.6 Προσελάλει δὲ καὶ τοῖς Ἰουδαίοις ἐν παραβολαῖς. Οὐκοῦν οὐ συνεβούλευσαν τῷ λαῷ, φησὶν, ἀλλ’ οὐδὲ ᾔδει τὸν βαθύφωνον. Οὐ συνεβούλευσαν δὲ ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος.
Εἰ γὰρ ἦσαν συμβουλεύσαντες, οὐκ ἂν ἤκουσε λαὸς πεφαυλισμένος. Μακάριοι δὲ μᾶλλον ὡς ἐπεγνωκότες τὸν Λυτρωτήν. Ἀλλ’ οὐκ ἦν, φησὶ, τῷ ἀκούοντι σύνεσις. Ἀσύνετοι γὰρ ὄντες οἱ Ἰουδαῖοι, τὰς τῶν ἡγουμένων οὐκ ἐδοκίμαζον φωνὰς, οὐδὲ διέκρινον πότερόν ποτε χρηστὰ συμβουλεύουσιν, ἢ δρῶσι τὸ ἐναντίον. Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι. Διὰ μέσου τεθειμένων τῶν τοῦ Θεοῦ λόγων οὓς πεποίηται πρὸς τοὺς ἀσυνέτους τῶν Ἰουδαίων γραμματικοὺς, καὶ τοὺς ἀνόσια συμβουλεύοντας, εἰσφέρεται πάλιν τὸ πρόσωπον τῶν τῆς ἀληθείας ἐραστῶν, ἐπεγνωκότων τε τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ λεγόντων·
PG 70:735Ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἤγουν τὴν ἐν οὐρανοῖς τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων τροφόν. Ὥστε κἂν εἴτε τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὀνομάσειέ τις, εἵτ’ οὖν ἐκείνην εἰς νοῦν δέξαιτο, ἓν ἔσται τὸ δι’ ἀμφοῖν δηλούμενον. Οἱ γὰρ ἐν τῇ κάτω γεγονότες, ἔσονται κατὰ καιροὺς καὶ ἐν ἐκείνῃ τῇ ἄνω καὶ ἐν οὐρανοῖς. Οὐκοῦν ἐπειδήπερ ἐκ περιχαρείας πολλῆς μονονουχὶ, καὶ ἀνασκιρτῶσιν ἐπεγνωκότες τὴν Σιὼν, ἐν ᾗ τὸ σωτήριον ἡμῶν, τοῦτ’ ἔστι, Χριστὸς, ἀλλήλοις αὐτὴν καταδεικνύουσιν, εὐθὺς ὁ θεῖος διαδέχεται λόγος τὰς παρ’ αὐτῶν φωνὰς, καί φησιν· Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία· καὶ διαλέγεται μὲν ὡς ἐξ ὁμοιότητος τῆς ἀρχαίας καὶ ἐν τῂ ἐρήμῳ σκηνῆς. Πλουσίαν τε ὀνομάζει τὴν Σιὼν, καὶ ἀκατάσειστον ἔσεσθαι τὴν σκηνήν.
Διϊσχυρίζεται γὰρ, ἄῤῥηκτα μὲν ἔχουσα τὰ σχοινία, πασσάλους δὲ πεπηγότας διηνεκῶς. Ἐρήρεισται γὰρ ἡ Ἐκκλησία, καὶ ἀκράδαντον ἔχει τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς.6 Καὶ ἀποδίδωσι τὴν αἰτίαν, δι’ ἣν ἔσται τοιαύτη, καί φησι τοῖς πιστεύσασιν εἰς Χριστὸν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τοῖς μὲν γὰρ οὐ προσηκαμένοις τὴν πίστιν, οὐ μέγα καὶ δεδοξασμένον ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ. Παρ’ ἡμῖν δὲ τοῖς πιστεύσασι, μέγα καὶ ὑψηλόν. Προσκυνοῦμεν γὰρ ὡς Θεὸν, ὡς Υἱὸν ἀληθῶς τοῦ Πατρὸς, ὡς ἐνανθρωπήσαντα Λόγον ἐπὶ σωτηρίᾳ τῶν ὅλων. Αὕτη τοίνυν, φησὶν, ἡ ἀεὶ μένουσα σκηνὴ τόπος ὑμῖν ἔσται. Πόλιν γὰρ ὥσπερ πεποιήμεθα τὴν Ἐκκλησίαν Χριστοῦ τῆς ἄνω τὸν τύπον. Ἔσονται δὲ ἐν αὐτῇ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι.
Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους εὐαγγελιστὰς, τοὺς ἀποστόλους, τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιροὺς ἡγουμένους, οἳ ποταμίου νάματος δίκην τὰς τῶν πιστευσάντων κατάρδουσι διανοίας, τοῖς παρὰ Θεοῦ λόγοις αὐτὰς ἐπικλύζοντες, καὶ ἀμφιλαφῆ παράκλησιν ἐνιέντες αὐτοῖς, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ ἁγίου Πνεύματος. Ἀλλ’ οὗτοι πάντες οἱ ποταμοὶ καὶ αἱ διώρυχες ἕνα τῶν ἀνωτάτω δέχονται, δῆλον δὲ ὅτι Χριστὸν, περὶ οὗ γέγραπται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.6 Φησὶ δέ που καὶ αὐτὸς διὰ φωνῆς προφήτου περὶ τῶν ἰδίων προςκυνητῶν· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.6 Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν.
Οὐ παρελεύσεταί με Κύριος. Κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος· αὐτὸς ἡμᾶς σώσει. Μεταπεφοίτηκε πάλιν ὁ λόγος ἐπὶ τὸ τῶν πιστευσάντων πρόσωπον. Ἐπειδὴ γὰρ ποταμῶν, καὶ διωρύγων ἐποιήσατο μνήμην, ταύτῃ τοι, καὶ σφόδρα εἰκότως, ὡς περὶ πλοίου φησί. Καὶ τί δὴ ἄρα δηλοῖ, διατρανοῦν πειράσομαι. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεληί̈ζετο τὴν οἰκουμένην, οὐδενὸς ἐπιτιμῶντος, ὁ Σατανᾶς. Ἐπειδὴ δὲ λελυτρώμεθα διὰ Χριστοῦ, καὶ τὴν ἁγίαν οἰκοῦντες σκηνὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἐνσπαταλῶμεν λόγοις, κατεθαρσήσαμεν τοῦ πάλαι πλεονεκτεῖν ἰσχύοντος, καὶ ὅτι τηρήσει Χριστὸς τὰς καρδίας ἡμῶν, οὐκ ἐφιεὶς τῷ τῆς ἀνομίας εὑρετῇ κατεπεμβαίνειν αὐτῶν· διὸ οἱ πεπιστευκότες φαμὲν πρὸς αὐτόν·
PG 70:737Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον, τοῦτ’ ἔστιν, οὐκ ἐσόμεθα βάσιμοι ταῖς σαῖς ἔτι πλεονεξίαις· ἀλλ’ οὐδὲ ἐν τούτοις εὑρεθήσῃ τοῖς ποταμοῖς, καθάπερ τι πλοῖον ἔναυλον. Ἀλλ’ ἴσως φαίη τις ἄν· Πόθεν τοῦτο λέγειν τεθαρσήκατε; Ναὶ, φησὶν, ἔχομεν τὸ θαρσεῖν. Ὁ γὰρ Θεός μου μέγας ἐστὶ, καὶ οὐ παρελεύσεταί με· τοῦτ’ ἔστιν, οὐ διελεύσεται δι’ ἐμοῦ, καθὰ καὶ πρώην ὁ Σατανᾶς. Οὐχ ὑποκείσομαι τοῖς ἐκείνου ποσί· Κύριος γὰρ ἡμῶν ἐστι κριτής. Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Πάλαι μὲν γὰρ αὐτὸς ἦν ἐκεῖνος ὁ δυστροπώτατός τε, καὶ ἀπηνὴς ἄρχων ἡμῶν. Ἐπειδὴ δὲ τὸν εὐαγγελικὸν καὶ σωτήριον ὑπεδράμομεν ζυγὸν, κριτὴν ἐσχήκαμεν ἄρχοντα, βασιλέα, Κύριον, τὸν Υἱὸν, καὶ αὐτὸς ἡμᾶς σώσει.
Ἑτέρως δὲ τοῦτο διδάσκει λέγων αὐτὸς ὁ προφήτης Ἡσαί̈ας, περί τε τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν, οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ τὸν Κύριον. Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἔως οὗ παραδοθῇ εἰς προνομήν. Πλοίου διαμνημονεύσας, καὶ σκηνὴν ὀνομάσας, ἔχεται πάλιν τῆς τοῦ Θεοῦ διεκβολῆς· καί φησιν, ὡς πρός γε τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἤτοι τὴν σκηνὴν, ὅτι Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσε. Τῆς μὲν γὰρ Σιὼν τῆς πόλεως τῆς πλουσίας οὐ διαῤῥαγήσεσθαι τὰ σχοινία φησὶν εἰς τὸν αἰῶνα χρόνον.
Τεθεμελίωκε γὰρ, ὡς ἔφην, ἐπὶ πέτραν τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐῤῥάγη δὲ ὥσπερ τὰ σχοινία τῆς Ἰουδαίων σκηνῆς, οὐ γὰρ ἴσχυσαν. Ὥσπερ δὲ ἀνέμου ῥαγδαίου καταχεομένου νηὸς συντείνεται τὰ ἱστία, καὶ χαλᾶται μὲν οὐδαμῶς οὐκ ἐφιέντος τοῦ πνεύματος, ὑπομένει δὲ τὴν ναυαγίαν· οὕτω, φησὶ, καὶ ὁ σὸς ἱστὸς κέκλιται, καὶ οὐ μὴ χαλάσῃ τὰ ἱστία. Οὐκοῦν ὡς ἐξ εἰκόνος τῶν ναυτιλλομένων τοῦ συμβεβηκότος τῇ τῶν Ἰουδαίων Συναγωγῇ ποιεῖται τὴν δήλωσιν. Ἀλλ’ οὐδὲ σημεῖον ἀρεῖ, φησίν. Μενεῖ δὲ οὕτως ἕως οὗ παραδοθῇ εἰς προνομήν. Ἰδοὺ καὶ τούτῳ χρῆται παραδείγματι, πολυτρόπως ἡμῖν σημαίνων τὰ συμβεβηκότα αὐτοῖς. Ἔθος μὲν γὰρ τοῖς ἐν πολέμῳ νενικηκόσι ἐπαίρειν σημεῖον, ἤτοι τρόπαιον ὑψοῦν.
Οἱ δέ γε ἡττώμενοι, σημεῖον οὐκ αἴρουσιν. Οὐκ ἀρεῖ τοίνυν, φησὶν, σημεῖον, τοῦτ’ ἔστιν, οὐ περιγενήσεται τῶν ἐχθρῶν, ἀσθενήσει δὲ μᾶλλον, ἕως οὗ παραδοθῇ εἰς προνομήν. Σημαίνει δὲ διὰ τούτων ἁπάντων, ὅτι καὶ ὑπὸ πόδας κείσεται τοῦ Σατανᾶ, καὶ ναυαγίαν ὑπομενεῖ, καὶ οὐ περιέσται ποτὲ τῆς ἐκείνου δυστροπίας, καθάπερ ἀμέλει, καὶ οἱ τὴν ἀκατάσειστον οἰκοῦντες σκηνὴν, ἔσται δὲ μᾶλλον εἰς προνομὴν αὐτῷ. Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπῃ· Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Ἰουδαῖοι μὲν γὰρ, καίτοι τὸ ὀρθοποδεῖν δύνασθαι λαχόντες ἀπό γε τῆς ἐν νόμῳ παιδαγωγίας, εἰς προνομὴν δέδονται τῷ Σατανᾷ. Οἱ δέ γε ἐξ ἐθνῶν, καίτοι χωλεύουσαν ἔχοντες τὴν διάνοιαν, ἐπεπλάνηντο γὰρ καὶ ὀρθὰς ἰέναι τρίβους οὐκ ᾔδεσαν, ποιήσουσι προνομήν.
PG 70:739Κερδανοῦσι γὰρ τὰ παρὰ Θεοῦ, νικῶντες τὸν Σατανᾶν. Ὅτι δὲ καὶ τὸ τῆς ἁμαρτίας δυσαχθὲς φορτίον ἀποπεμψάμενοι, πνευματικὴν ἕξουσι τὴν ἀνάπαυσιν διατρανοῖ λέγων· Οὐ μὴ εἴπῃ, Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Οἱ μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ καὶ ἐπηρμένης αὐτοῖς τῆς ἁμαρτίας· προσήκατο γὰρ οὐδαμῶς τὴν δικαιοῦσαν χάριν, εἰκότως δέδονται προνομὴ, καὶ οἷον αἰχμάλωτοι τῷ τῆς ἁμαρτίας εὑρέτῃ. Οἱ δὲ ἀμείνους γεγονότες τοῦ κατηγορεῖσθαι διὰ τὴν ἁμαρτίαν, ἀφῄρηται γὰρ Χριστοῦ διασμήχοντος, ἁπάσης εἴσω γενήσονται θυμηδίας, ἀπαλλαχθήσονται δὲ καὶ κόπου παντὸς, ἀποπεμψάμενοι τὸ λυποῦν. Τούτων καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων· Μακάριοι, ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.6 Καίτοι λέγοντος τοῦ πλημμελεῖν εἰωθότος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.6 Δυσφόρητος δὲ καὶ ἄνομος [ ρυμφρ. λεγιτ ὁ νόμος] ἦν. Καὶ γοῦν ἔφη Χριστός· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.6 Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Διότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἡ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται; καὶ οἱ νεκροὶ, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει σῦκα ἀπὸ συκῆς.
Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ. Ναυαγίῳ περιπεσεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν εὖ μάλα διειρηκὼς, καὶ ὅτι παραδοθήσεται τοῖς καταδῃοῦσιν αὐτὴν εἰς προνομήν τε καὶ ἅλωσιν· καὶ τούτοις ἐπενεγκὼν τὴν τῶν ἐθνῶν κλῆσιν· Πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσιν· ἀναγκαίαν ποιεῖται τὴν κατήχησιν τοῖς ποτε μὲν χωλεύουσαν ἔχουσι τὴν διάνοιαν, μεμαθηκόσι δὲ τὸ ὀρθοποδεῖν διὰ πίστεως τῆς εἰς Χριστόν. Διαμνημονεύει τοιγαροῦν τῆς κατὰ πάντα ἐσομένης κρίσεως μικρῶν τε καὶ μεγάλων. Ταύτῃ τοι φησὶν ὡς ἔτι πόῤῥω καθεστηκόσι τοῖς ἔθνεσι· Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Τὸ δὲ, προσαγάγετε, τέθεικεν, ἀντὶ τοῦ, προσεγγίσατε. Ἕως μὲν γάρ εἰσιν ἐν τῷ πλανᾶσθαι τυχὸν, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, πόῤῥω που Θεοῦ καθεστήκασιν.
PG 70:741Ἐξῃρημένης δὲ τῆς αἰτίας, ἐφ’ ᾗ καὶ μακρὰν εἶναι λέγονται, προσοικειοῦνται Θεῷ, καὶ ἐγγὺς γενέσθαι νοοῦνται, μέτοχοι γεγονότες αὐτοῦ, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ἐγγίσατε τοίνυν, φησὶν, ἔθνη τε καὶ ἄρχοντες. Ἀκουσάτωσαν δὲ καὶ ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Καὶ τί δὴ τὸ δηλούμενον; Ἐπήρτηται γὰρ ὀργὴ, φησὶν, ἐπὶ πάντας τοὺς ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς ἢ ἀδιακρίτως· ἥξει δὲ μᾶλλον ἐπ’ ἐκείνους, οἳ καὶ ἀναπόβλητον ἐσχήκασι τὴν ἁμαρτίαν, καὶ ταῖς ἑαυτῶν ψυχαῖς τὸν ἐκ τοῦ πλημμελεῖν ῥύπον ἐντετηγμένον. Ὅτι δὲ καὶ ἀπολοῦνται, καὶ οἷον εἰς ὄλεθρον καὶ σφαγὴν παραδοθήσονται, καὶ καταμιανοῦσι τὸν πάντα χῶρον, ὡς ἐπὶ σωμάτων διολωλότων τὸ τοῦ λόγου διαπλάττει σχῆμα. Βραχήσεται γὰρ, φησὶ, τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
Εἶτα τὸν τοῦδε καιρὸν ἐμφανῆ καθιστὰς, τὴν τοῦ κόσμου συντέλειαν εἰς μέσον ἄγει, καί φησιν, Εἱλιχθήσεται μὲν ὡς βιβλίον ὁ οὐρανὸς, ἐν ἴσῳ δὲ φύλλοις τὰ ἄστρα πεσεῖται. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς περὶ τῆς ἐσχάτης ἡμέρας· Ὅτι ἐν αὐτῇ μὲν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα. Καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν κατὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.6 Οὐκοῦν τὸ εἱλιχθήσεσθαι τὸν οὐρανὸν, πεσεῖσθαι δὲ καὶ τὰ ἄστρα, τὸν τοῦδε τοῦ παντὸς ἀνακαινισμὸν ὑπεμφαίνειεν ἄν. Ἐλευθερωθήσεσθαι δὲ τὴν κτίσιν, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Προστιθεὶς δὲ ὅτι, Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, δίδωσι νοεῖν, ὅτι τῆς θείας ὀργῆς ἡ ἔφοδος οὐ κατὰ μόνων ἥξει τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ καὶ κατ’ αὐτῶν δραμεῖται τῶν ἀκαθάρτων πνευμάτων, οὓς καὶ κοσμοκράτορας τοῦ σκότους, καὶ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι.
Κολασθήσονται γὰρ καὶ οἷον κατακορέσουσι, δι’ ἧς ὑφίστανται δίκης τὴν τοῦ Θεοῦ μάχαιραν, τετυραννευκότες μὲν εἰς χρόνους μακροὺς, καὶ ὅλην ἀπολέσαντες τό γε ἧκον ἐπ’ αὐτοῖς τὴν ὑπ’ οὐρανόν· ἐξαιτούμενοί τε τῶν οὕτω δεινῶν δυσσεβειῶν τὰς δίκας. Ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἱμάτων, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν, καὶ ἀπὸ στέατος ταύρων, καὶ κριῶν. Ἀπὸ τῆς καθ’ ὅλου κρίσεως καταβιβάζει τὸν λόγον ἐπὶ τὴν τοῖς Ἰδουμαίοις ἐπενηνεγμένην κόλασιν, διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Ἰδουμαίαν γε μὴν τὴν Ἰουδαίαν ἀποκαλεῖ· βραχὺ παραλλάξας, ἵνα φαίνοιτο καὶ κατασκώπτων αὐτήν. Ὁ μὲν γὰρ ἐξ Ἰσαὰκ γεγονὼς Ἡσαῦ, βρώσεως μιᾶς καταπωλήσας τὰ πρωτοτόκια, κέκληται δὲ δικαίως Ἐδὼμ, τοῦτ’ ἔστι, γήϊνος· φρόνημα γὰρ ἦν τοιούτων ἐν αὐτῷ· ἀπ’ αὐτοῦ δὲ λοιπὸν οἱ ἐξ αὐτοῦ κέκληνται, τοῦτ’ ἔστιν, Ἰδουμαῖοι.
Γήϊνοι γὰρ καὶ αὐτοὶ, γεῶδες ἔχειν τὸ φρόνημα οἰηθεῖεν ἂν, ὡς ἀπό γέ φημι τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἰδουμαίαν τοίνυν τὴν Ἰουδαίαν ἀποκαλεῖ, ὡς οὐκ εἰδυῖαν τὰ ἄνω φρονεῖν, ἐνιζήσασαν δὲ μᾶλλον τοῖς ἐπιγείοις πράγμασι, καὶ σαρκικὸν ἔχουσαν τὸ φρόνημα. Ἰδοὺ τοιγαροῦν, ἡ ἐν τῷ οὐρανῷ μεθυσθεῖσα μάχαιρα, φησὶ, καταβήσεται νῦν ἐπὶ τὴν Ἰουδαίαν, ἤτοι τὴν Ἰδουμαίαν, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας, πλὴν μετὰ κρίσεως. Ἀπωλείας δὲ λαὸς τίς ἂν ἕτερος εἴη παρά γε τὸν Ἰσραήλ; Οὐ γὰρ ἠθέλησε τιμῆσαι τῇ πίστει τὸν Λυτρωτήν. Πλὴν ἡ μάχαιρα μετὰ κρίσεως, ἤτοι μετὰ δικαιοκρισίας· οὐ γὰρ ἁπλῶς, ἢ ἀδιακρίτως, καὶ οἷον ἄρδην ἀπόλωλεν ὁ Ἰσραὴλ, ἀλλὰ σέσωται τὸ κατάλειμμα διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστόν. Κέκληνται γὰρ καὶ ἐξ Ἰουδαίας οὐκ εὐαρίθμητοι, καὶ πεπιστεύκασιν εἰς Χριστόν.
PG 70:743Ἐπὶ δὲ τοῖς ἀπειθήκασιν ἐνεπλήσθη αἵματος ἡ τοῦ Κυρίου μάχαιρα, τοῦτ’ ἔστιν, ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ οἷόν τινας κριοὺς, καὶ ταύρους ἁδροὺς καὶ πίονας καταστρώσασα, οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύξαντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.6 Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐνσπαταλήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον τὰς ἐκ τῶν λαῶν καρποφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς. Ἀλλ’ ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι, τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαοι. Ὅτι θυσία Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
Βοσὸρ ἑρμηνεύεται συνοχὴ , καὶ ὀχύρωσις , καὶ εὐαγγελισμὸς , καὶ μέν τοι καὶ σάρξ . Τὴν τοίνυν Ἰδουμαίαν καὶ Βοσὸρ ὀνομάζει, ἵνα νοήσῃς σαρκίνην, ἢ συνησχημένην, τοῦτ’ ἔστι, πολιορκηθεῖσαν· ἤγουν εὐαγγγελισμὸν, εὐηγγελίσατο γὰρ ἐν αὐτῇ Χριστός. Προσθείην δ’ ἂν, ὅτι καὶ ὀχύρωσις· Κύριος γὰρ ἧν κύκλῳ αὐτῆς, καὶ κύκλῳ τοῦ λαοῦ αὐτοῦ, καθὰ γέγραπται. Ἀλλ’ ἐν ταύτῃ, φησὶ, θυσία τῷ Κυρίῳ. Τέθυνται γὰρ ταῖς τῶν πολιορκησάντων μαχαίραις, καὶ οὐκ εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντες τῷ Θεῷ, ἀλλ’ εἰς κόρον τῆς καταπαιούσης αὐτοὺς μαχαίρας. Ὅτι δὲ οὐχὶ ἐν μόνῃ τῇ Ἰδουμαίᾳ δαπανηθήσεται πληθὺς, ἀλλὰ γὰρ καὶ τῶν ἐπισήμων ἐν αὐτοῖς, πλείστη τε ὅση καὶ ἐλεεινὴ γενήσεται πτῶσις, αἰνιγματωδῶς ὑπεμφαίνει λέγων, τοὺς ἁδροὺς, καὶ τοὺς κριοὺς, καὶ τοὺς ταύρους πεσεῖσθαι μετ’ αὐτῶν, καὶ ὅτι μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος αὐτῶν, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
Ὡς γὰρ ἐπὶ ταύρων, καὶ κριῶν ἐῤῥιμμένων εἰς γῆν, καὶ αἵματός τε χύσιν ἱέντων, πολλὴν ὑπὸ τοῦ κατατήκεσθαι, μόνον δὲ οὐχὶ καὶ καταρδόντων αὐτὴν τοιαῦτά φησιν. Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς καιομένη, ὡς πίσσα, νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Εἰς γενεὰς ἐρημωθήσεται, καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ’ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Ἐναργέστερον ἐν τούτοις ἅπερ ἔφη δι’ αἰνιγμάτων ἀφῆκε νοεῖν. Ὀνομάζει γὰρ δὴ τὴν Σιὼν, ᾗ καὶ κρίσεως ἡμέραν, καὶ ἀνταποδόσεως ἐνιαυτὸν ἐνεστηκέναι φησὶ, καθ’ ὃν μονονουχὶ πίσσης τε καὶ θείου καταῤῥανθέντων ἁπάσης αὐτῶν τῆς χώρας, ἀνημέρῳ πυρὶ δαπανηθήσονται, καὶ ἀκατευνάστους ἕξουσι φλόγας· καὶ καπνὸν δὲ τάχα που τὸν ἀναβαίνοντα, νοεῖν ἀκόλουθον τὴν οἱονεὶ τοῦ πάθους ἀκοὴν, καὶ τοῖς πόῤῥω κατασημαίνουσαν τῆς ἐπενεχθείσης αὐτοῖς συμφορᾶς τὸ μέγεθος.
PG 70:745Ἐρημωθήσεσθαι δέ φησιν αὐτὴν εἰς γενεὰς, καὶ τὰ ταῖς ἐρημουμέναις πόλεσι συμβαίνοντα λέγει. Ὄρνεα μὲν γὰρ, καὶ ἐχίνους, ἴβεις τε καὶ κόρακας ἐναυλισθήσεσθαί φησιν αὐτῇ, καὶ μὴν ὅτι καὶ εἰς ἔρημον καταμετρηθήσεται, κατοικούντων ὀνοκενταύρων ἐν αὐτῇ. Ὀνοκενταύρους δέ φησι τοὺς ἀγρίους τῶν ὄνων, οἷς δὴ καὶ φίλον ἐνδιαίτημα ποιεῖσθαι τὰ εἰσάπαν ἔρημα τῶν χωρίων. Ἐχίνους δὲ λέγειν τοὺς ἀκάνθῃ κατημφιεσμένους τῶν μυῶν. Εἰ δὲ δή τις ἕλοιτο καὶ θεωρίαν ἐπὶ τούτοις τὴν ἐσωτάτω λαβεῖν, φαμὲν ὅτι τὰς ἠρημωμένας, καὶ οἷον μεμονωμένας τῶν ἀνθρώπων διανοίας, διά τοι τὸ μὴ κατοικεῖν ἐν αὐταῖς διὰ τοῦ πνεύματος τὸν τῶν ὅλων Θεὸν, τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται, καὶ καταυλήσουσιν ἐν αὐτῇ τὰ ἀκάθαρτα τῶν πνευμάτων, ὡς ἐν εἴδει τῶν ὠνομασμένων ἐχίνων τέ φημι καὶ κοράκων, καὶ ὄνων ἀγρίων.
Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται, οἱ γὰρ βασιλεῖς αὐτῆς, καὶ οἱ ἄρχοντες, καὶ οἱ μεγιστᾶνες αὐτῆς, ἔσονται εἰς ἀπώλειαν. Ἁδροὺς καὶ κριοὺς καὶ ταύρους ἐν τοῖς ἀνωτέρω λέγων, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἤγουν τοὺς τὴν περίοπτον λαχόντας δόξαν, ἢ κατὰ τὸν τῆς ἱερωσύνης τρόπον, ἢ διά τοι τὸ ἐν πλούτῳ καὶ περιφανείᾳ γενέσθαι πολλῇ· ἄρχοντας ἐν τούτοις κατονομάζει, σαφεστέραν τὴν ἐπ’ αὐτοῖς ἀποφαίνων δήλωσιν. Οἱ τοίνυν ποτὲ βασιλεύοντες αὐτῶν, φησὶ, καὶ οἱ ἄρχοντες καὶ οἱ μεγιστᾶνες οὐκ ἔσονται. Οὐ γὰρ ἔτι ταῖς κατὰ πάντων ἐντρυφήσουσι δυναστείαις, οὔτε μὴν ἐξίτηλον ἀροῦσιν ὀφρὺν, ταῖς οὕτως ὑπερηρμέναις ἐνσπαταλῶντες τιμαῖς· ἀλλ’ ἐξωσθήσονται θώκων τῶν ἐν ἀρχαῖς· καὶ οἷον βασιλείας ἀπολισθήσαντες, καὶ τοῦ κατάρχειν ἐκβεβλημένοι κατοιχήσονται πρὸς ἀπώλειαν, ὁμοῦ τοῖς ἑτέροις παρ’ αὐτῶν διολωλόσι.
Γεγόνασι γὰρ ἀφορμὴ τοῖς ὑπὸ χεῖρα πρὸς ὄλεθρον. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου.6 Ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἔπαυλις σειρήνων, καὶ αὐλὴ στρουθῶν. Καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι. Εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν· ἐκεῖ ἐνόσσευσεν ἐχῖνος. Πάλιν ἡμῖν ἑτέρῳ τρόπῳ τὰ ταῖς ἐρήμοις συμβαίνοντα πειρᾶται διατρανοῦν. Ἕως μὲν γὰρ πολυανδροῦσιν αἱ πόλεις, οὐδὲν αὐταῖς τῶν ἀγρίων ἐμφύεται ξύλων· ἀποφοιτᾷ δὲ καὶ τὰ ταῖς ἐρήμοις χαίροντα τῶν θηρίων.
PG 70:747Ἐπειδὰν δὲ κένανδροί τε γένοιντο, καὶ τῶν οἰκούντων ἐστερημέναι, τότε καὶ οἷά τις χέρσος εὑρεθήσεται γῆ, μεστὴ μὲν ἀκάνθης, ἐναύλισμα δὲ στρουθῶν, σειρήνων μάλιστα. Σειρῆνας δέ φησι τὰ ἐν νυκτὶ θρηνώδη φωνὴν ἱέντα τῶν πτηνῶν, καὶ μονονουχὶ κατολολύζοντα, ἃ μεθ’ ἡμέραν μὲν ἠρεμεῖ, καὶ ταῖς ἐρήμοις τῶν χωρῶν ἐναυλίζεται· ποιεῖται δὲ μᾶλλον τὰς πτήσεις ἐν σκότῳ, οἷον ἡ γλαὺξ, καὶ τὰ ἐοικότα. Δαιμόνια δὲ καὶ ὀνοκενταύρους ἀλλήλοις συναντῶντας, καὶ μὴν καὶ βοῶντας, ἕτερος πρὸς τὸν ἕτερον λέγων, τὴν οἷον ἄκρατον ἐρημίαν τῶν πόλεων ὑπαινίττεται. Ἐμφιλοχωρεῖν γὰρ λέγονται τοῖς ἠρεμοῦσι τῶν τόπων καὶ πονηρὰ πνεύματα. Ἥδιστα δὲ καταλύει καὶ τῶν θηρίων ὅσα τῶν ἀνθρώπων τὸ ἀπεῖναι ποιεῖται περὶ πολλοῦ, καὶ φυσικοῖς εἰς τὸ ἀνήμερον παιδαγωγεῖται νόμοις.
Καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων. Ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. Καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν αὐτοῖς βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αὐτοῖς. Εἰς ἐρημίαν ἐσχάτην παραδοθήσεσθαι λέγων τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀμοιρῆσαι παντελῶς τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ φειδοῦς· καὶ ἀγάπης διαμέμνηται πάλιν τῶν ἐν αὐτῇ διασεσωσμένων. Εἶεν δ’ ἂν οὗτοι τὸ κατάλειμμα, τοῦτ’ ἔστιν, οἱ διὰ πίστεως. Καὶ περὶ αὐτῶν ἐνθάδε φησὶν, ὅτι Σέσωκεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας.
Υἱοὶ γὰρ γεγόνασι τῆς Ἰουδαίων χώρας οἱ ἐξ Ἰσραὴλ πιστεύοντες ἀσφάλειάν τε καὶ οἱονεὶ πύργον ἀκατάσειστον εἰς ἐπικουρίαν εὑρόντες τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων παιδίων, ἔλαφοι τρόπον τινὰ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Παρεικάζονται δὲ ταῖς ἐλάφοις καὶ μάλα εἰκότως. Ὀφιοκτόνον γάρ ἐστι τὸ ζῶον, καὶ πηγαῖς ὑδάτων ἐμφιλοχωρεῖν εἰωθός. Τοιοῦτοι δὲ πάντες οἱ τῆς εἰς Θεὸν εὐσεβείας εἰς λῆξιν ἠρμένοι πρὸς ἀναίρεσιν τοῦ νοητοῦ δράκοντος ἐπιτηδείως ἔχοντες διὰ τοῦ καταστρέφειν τὴν δόξαν αὐτοῦ ἀδρανῆ τε καὶ ἄπρακτον τῆς ἐνούσης αὐτῷ δυστροπίας τὸν υἱὸν ἀποφαίνειν. Ἀλλὰ καὶ ταῖς νοηταῖς τῶν ὑδάτων ἐνσπαταλῶσι πηγαῖς, τοῦτ’ ἔστι, ταῖς τῶν πνευματικῶν ἀγαθῶν χορηγίαις, μονονουχὶ καταρδούσαις τὸν νοῦν, εὔκαρπόν τε αὐτὸν ἀποφαινούσαις τῷ Θεῷ.
PG 70:749Ἐκεῖ τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἐν τοῖς ἀνασεσωσμένοις συνήντησαν ἀλλήλαις ἔλαφοι. Τεθαυμάκασιν ἀλλήλας. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Εἶδον τὰ πρόσωπα ἀλλήλων. Κεκινδύνευκε δὲ οὐδεμία, τοῦτο γὰρ πάλιν τὸ, Παρῆλθον ἀριθμῷ, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν. Τίς οὖν ὁ σώσας; Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτὰς, καὶ προστέταχε μαθητεύειν πάντα τὰ ἔθνη· καὶ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπιβαλεῖ δὲ αὐτοῖς καὶ κλήρους, καὶ διεμέρισεν ἡ χεὶρ αὐτοῦ βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐκνενέμηνται γὰρ τοῖς ἁγίοις ἀποστόλοις οἷά τινες κλῆροι παρ’ οἷς ἕκαστον διακηρύξαι ἐχρῆν. Καὶ γοῦν τέθειται μὲν ὁ θεσπέσιος Πέτρος εἰς τὴν περιτομήν.
Κεχρημάτικε δὲ τὸ Πνεῦμα λέγον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν, καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκληται αὐτούς· καὶ γεγόνασιν ἀπόστολοι τῶν ἐθνῶν.6 Διεμέρισε τοίνυν αὐτοῖς ἡ χεὶρ αὐτοῦ κλήρους, ὥστε βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐπειδὴ γὰρ ἐλάφων ἐποιήσατο μνήμην, τέθεικεν ἀναγκαίως τὸ, βόσκεσθαι· μόνον γὰρ οὐχὶ κατεβοσκήσαντο τὰς χώρας, ἐντρυφῶντες τοῖς διὰ πίστεως καλουμένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ κλῆρος οὗτος αὐτοῖς. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις προσεφώνει, λέγων· Χαρὰ καὶ στέφανός μου.6 Ὅτι δὲ ἀτελεύτητον αὐτοῖς φυλαχθήσεται παρὰ Θεῷ τὸ ἐπὶ τούτοις αὔχημα, διατρανοῖ λέγων τὸ, Ἀναπαύσονται ἐπ’ αὐτῆς. Ἐπ’ αὐτῆς δὲ τίνος; Ἦ δηλονότι τῆς ἐκνεμηθείσης αὐτοῖς κληρονομίας παρὰ Θεοῦ.
Διαμνημονεῦσαι δὲ χρὴ καὶ τοῦ μακαρίου ψάλλοντος Δαβὶδ περὶ αὐτῶν, ὅτι Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς.6 Δρυμοὶ γὰρ ὥσπερ νοηταῖς ἐλάφοις ἀνεδείχθησαν παρὰ Θεοῦ, τῶν ἐθνῶν ἡ ἀριθμοῦ κρείττων πληθὺς, ἢν κατενεμήθησαν νοητῶς ταῖς τῶν πιστευόντων ἐνσπαταλῶντες ἐπιεικείαις. Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ ἡμῶν. Ἔρημον καὶ στείραν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἥ ποτε μὲν ἐν τούτοις ἦν, οὔτε τὸν ἐξ οὐρανοῦ νοητὸν ἔχουσα νυμφίον, φημὶ δὴ Χριστὸν, ἀλλὰ καὶ ἐν ἐνδείᾳ τυγχάνουσα παντὸς ἀγαθοῦ, καὶ οἷον ἀκάνθης οὖσα τροφὸς δίψης τε καὶ ἄνυδρος.
Ἐπειδὴ δὲ γέγονεν ἐν αὐτῇ Χριστός· [προσελήφθη γὰρ διὰ τῆς πίστεως καὶ τὸ θεῖον παρ’ αὐτοῦ πεπλούτηκε νάμα· πηγὴ γάρ ἐστι ζωῆς, καὶ χειμάῤῥους τρυφῆς· καὶ αὐτὸς ἦν ὁ λέγων δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν·6]1 στείρα μὲν οὐκέτι καὶ ἔρημος· πολύπαις δὲ μᾶλλον καὶ ὑπὸ νυμφίῳ, καὶ εὐανθὴς νοητῶς. Ἡ πάλαι τοίνυν διψῶσα κατευφραινέσθω, φησίν· ἐξανθείτω δὲ καὶ ὡς κρίνον ὁμοῦ καὶ τὸ ἀνθηρὸν, καὶ τὸ εὐῶδες ἔχουσα. Χριστοῦ γὰρ γέγονεν ὀσμὴ, καὶ πιστώσεται γράφων ὁ Παῦλος, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.6 Τὰ δέ γε ἔρημα τοῦ Ἰορδάνου, τὴν περὶ αὐτὸν ἔρημόν φησιν. Οὐ γὰρ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραὴλ, ἀλλ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν, ἢ καὶ τοῖς ἐξ αὐτῶν πιστεύσασι, τὸ τοῦ Ἰορδάνου δέδοται νάμα, καὶ παρ’ ἡμῖν ἐστι· βαπτιζόμεθα γὰρ ἐν αὐτῷ, καὶ ἡμῶν, ὡς ἔφην, γέγονεν ἡ ἁγία πηγή.
PG 70:751Ταύτῃ τοίνυν ἐν τῇ ἐρήμῳ, φησὶ, τῇ ποτὲ μὲν διψώσῃ, λαχούσῃ δὲ νῦν τὸν διαβόητον Ἰορδάνην, ἡ δόξα δέδοται τοῦ Λιβάνου, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Λίβανος δὲ καὶ Κάρμηλος εἴρηται πλειστάκις ἡ Ἱερουσαλὴμ, καὶ αὐτὸς ὁ θεῖος νεώς. Ἀλλ’ ἡ πάλαι πρέπουσα δόξα τῇ τε ἁγίᾳ πόλει καὶ τῷ θείῳ ναῷ, δέδοται τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, καὶ ἐν αὐτῇ τεθεάμεθα τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰουδαῖοι μὲν ὡς ἀνθρώπῳ ψιλῷ, καὶ οὐδὲν ἔχοντι παρὰ τοὺς ἄλλους τὸ πλέον προσεφέροντο τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ὕψος τῆς δόξης αὐτοῦ τεθεάμεθα. Θεὸν γὰρ ἴσμεν αὐτὸν, οἰκονομικῶς δι’ ἡμᾶς ἐνηνθρωπηκότα, καὶ οὕτως Θεόν. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε τοὺς ὀλιγοψύχους τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε.
Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Πρέπουσα μυσταγωγία, καὶ παράκλησις πνευματικὴ τοῖς ἐξ ἐθνῶν καλουμένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, τὸ, Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Τοῖς μὲν γὰρ ἔτι πλανωμένοις, αἱ χεῖρες ἀργαὶ, παραλελυμένα δὲ καὶ τὰ γόνατα. Καὶ οὐχὶ δὴ πάντως περὶ τῶν τοῦ σώματος μορίων τὰ τοιαῦτά φησιν, ἀῤῥωστοῦντας δὲ νοητῶς εὑρήσομεν τοὺς ἐν ἀπάταις καὶ πλάναις. Οὔτε γὰρ ἔργον εὐσεβείας παρ’ αὐτοῖς ἔστιν εὑρεῖν, οὔτε ἰσχὺν γονάτων, ἤγουν διανοίας, τὴν εὐαγῆ τῆς δικαιοσύνης διαπορευομένοις ὁδόν.
Ἀλλ’ ἰσχύσατε, φησὶν, ἵνα καὶ δραμεῖν δύνωνται πρὸς Θεόν. Ὑμεῖς δὲ ὡς τεταγμένοι πρὸς ἱερουργίαν τοῦ θείου κηρύγματος παρακαλέσατε τοὺς ἠσθενηκότας, λέγετε σαφῶς τοῖς ὀλιγοψύχοις· Ἰσχύσατε, μὴ φοβεῖσθε. Οὐ γὰρ εὔρωστος ὁ νοῦς τοῖς οὐκ εἰδόσι τὸν Θεόν· δεδίασι γὰρ ὥσπερ τὰς τῶν παθῶν ἐφόδους, καὶ τὸν πάλαι κατ’ αὐτῶν τυραννήσαντα Σατανᾶν, καὶ πρός γε τούτῳ τὸν θάνατον. Ἀλλ’ ἰδοὺ, φησὶν, ὁ Θεὸς, τοῦτ’ ἔστιν, οὐ μακρὰν ὁ Σωτὴρ, ὃς ἀνταποδώσει κρίσιν. Κατακρινεῖ γὰρ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ἀπαλλάξει τῆς ὑπ’ αὐτῷ δουλείας τοὺς βεβιασμένους. Ἥξει γὰρ, ἥξει καὶ σώσει ἡμᾶς. Τί οὖν; Ἥξει τότε τοῖς ἐπὶ τῆς γῆς, ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν. Οἱ γὰρ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, αὐτὴν τήν ποτε πλανήσασαν κτίσιν, χειραγωγὸν ὥσπερ τινὰ ποιήσονται, καλῶς ἀποφέρουσαν πρὸς ἐπίγνωσιν τοῦ Δημιουργοῦ.
Ἀπὸ γὰρ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ ὡς φησὶν ὁ Παῦλος, Τὰ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης.6 Ἀνοιχθήσονται τοίνυν οἱ ὀφθαλμοὶ τῶν πάλαι τυφλῶν, ἀκούσονται τὰ ὦτα τῶν κωφῶν. Οἱ γὰρ πάλαι τοὺς περὶ Θεοῦ λόγους ἀποσειόμενοι, καὶ ἀπαράδεκτον ποιεῖσθαι σπουδάζοντες τὴν τῶν ἁγίων μυσταγωγίαν, ἀσμένως αὐτὴν παραδέξονται. Ἁλεῖται δὲ καὶ ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται ἡ γλῶσσα μογιλάλων. Οἱ γάρ τοι πάλαι, φησὶν, ὀρθοποδεῖν οὐκ εἰδότες, ἀλλ’ οἱονεὶ παρειμένον ἔχοντες, τὸν νοῦν ἐλάφων δίκην ἀναπηδήσουσι, τοῦτ’ ἔστιν, εὔδρομοί τε καὶ εὐκλεεῖς ἔσονται· νοητῶς δηλονότι, καὶ πρός γε τούτῳ καὶ ὀφιοκτόνοι, καὶ εἰδότες εὐστομεῖν.
PG 70:753Λαλήσουσι γὰρ τὰ τοῦ Θεοῦ μᾶλλον, οὐκέτι λέγοντες τῷ ξύλῳ· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.6 Ἰστέον δὲ ὅτι καὶ σωματικῶς ταῦτα πεπλήρωκεν ὁ Χριστὸς ταῖς ἀποῤῥήτοις θεοσημείαις καταπλήττων τὴν Ἰουδαίαν. Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν, πηγὴ ὕδατος· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἔπαυλις καλάμου, καὶ ἕλη. Εὐφρανθῆναι προστέταχε τὴν διψῶσαν ἔρημον· εἶτα προσεπάγει τὴν τῆς εὐφροσύνης αἰτίαν εὐθύς. Ἐῤῥάγη γὰρ ὕδωρ ἐν αὐτῇ, φησί. Καὶ τὸ, ἐῤῥάγη, καλῶς, ἵνα τὸ ἀμφιλαφὲς τῆς χορηγίας διὰ τούτου σημαίνηται. Φάραγγα δέ φησιν, ἀντὶ τοῦ ποταμοῦ· οὗ δὴ γεγονότος ἡ ἄνυδρός ποτε στραφήσεται λοιπὸν εἰς ἕλη. Ἕξει δὲ καὶ ὕδατος πηγὴν, ἢ τὸν ἅγιον Ἰορδάνην, ἤγουν καὶ αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· πηγὴ γάρ ἐστι ζωῆς, καὶ φρέαρ ὕδατος ζῶντος.
Ἐπ’ αὐτῶν γέγονεν ἡ τῶν ὀρνέων συνδρομή τε καὶ εὐφροσύνη. Ὄρνεα δέ φησιν ἐν τούτοις, τοὺς τῶν ἐπιγείων ἀναπτάντας πραγμάτων, καὶ ὑψοῦ γεγονότας διὰ τὴν ἀρετὴν, τὰ ἄνω τε φρονεῖν ἑλομένους· οὗτοι χαίρουσιν ὡς ἐπὶ πηγῇ τῷ Χριστῷ, τῷ ποιήσαντι τὴν ἔρημον ἔπαυλιν καλάμου, καὶ ἕλη. Τὰ μὲν γὰρ εὔδενδρα τῶν χωρίων ἀεί πως τοῖς ἕλεσι στεφανοῦσθαι φιλεῖ. Ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία τὸ ἐξ οὐρανοῦ πλουτήσασα νάμα, καὶ τοῖς θείοις καταρδομένη χαρίσμασι, καὶ ταῖς τῶν ἁγίων διδασκαλίαις ἐνσπαταλήσασα, τροφός ἐστιν ἑλῶν, καὶ καλάμου, τοῦτ’ ἔστι τῶν ἐν Χριστῷ τεθηλότων εἰς ζωὴν ἀμύρητον δι’ ἁγιασμοῦ. Ἐκεῖ ἔσται ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι.
Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδέ τι τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδ’ οὐ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ Κύριον, καὶ συνηγμένοι ἀποστραφήσονται, καὶ ἥξουσιν ἐκ Σιὼν μετ’ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.
Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ στεναγμὸς καὶ λύπη. Ὁδὸν ὀνομάζει καθαρὰν τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν, ἤγουν καὶ ἑτέρως τὴν διὰ τοῦ Πνεύματος κάθαρσιν. Ἀποσμήχει γὰρ τὴν ἐντετηγμένην ταῖς τῶν ἀνθρώπων ψυχαῖς κηλῖδα, καὶ ἀπαλλάττει πλημμελημάτων, καὶ ῥύπου παντὸς ἀποφαίνει κρείττονας. Ὁδὸς οὖν ἁγία καὶ καθαρὰ καὶ μᾶλλον ὀρθῶς ὠνόμασται, ἀνέμβατος δὲ τοῖς οὔπω κεκαθαρμένοις. Πολιτεύεται γὰρ οὐδεὶς εὐαγγελικῶς μὴ οὐχὶ πρότερον τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτήσας κάθαρσιν· οὐδεὶς οὖν ἄρα τῶν ἀπίστων. Οὗτοι γὰρ οἱ ἀκάθαρτοι βαδιοῦνται, φησὶν, ἐν αὐτῇ. Πορεύσονται δὲ μᾶλλον οἱ διεσπαρμένοι, τοῦτ’ ἔστιν, οὓς ἐσκόρπισεν ὁ Σατανᾶς, δηλοῖ δὲ τὰ ἔθνη, καὶ οὐ μὴ πλανηθῶσι.
PG 70:755Πάλαι μὲν γὰρ πεπλάνηνται ξύλοις τε καὶ λίθοις λελατρευκότες, καὶ σκολιὰς ἰόντες ὁδούς. Νῦν δὲ μαθήσονται τὴν εὐθεῖαν καὶ καθαρὰν τὴν πρὸς ἁγίαν ζωὴν ἀποφέρουσαν τρίβον. Ὅτι δὲ καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐλεύθεροι γεγονότες τὸν οὕτως εὐκλεᾶ διαζήσονται βίον, διαλευκαίνει λέγων, ὡς Οὔτε λέων, οὔτε μὴν ἕτερόν τι τῶν πονηρῶν θηρίων ἐκεῖ ἔσται, τοῦτ’ ἔστιν, ἐν τῇ ὁδῷ τῇ καθαρᾷ. Πάλαι μὲν γὰρ οἷά τις ἄγριος θὴρ ὁμοῦ τοῖς ἀνοσίοις πνεύμασιν ἐπεπήδα τοῖς ἐπὶ γῆς ὁ τῆς ἁμαρτίας εὑρετής· ἀλλ’ ἠσθένησεν ἐν Χριστῷ, ἀπελήλαται δὲ τῆς τῶν πιστευσάντων ἀγέλης, καὶ τῆς κατ’ αὐτῶν πλεονεξίας ἐξεσοβήθη παρὰ Χριστοῦ. Ἐν ταύτῃ τοιγαροῦν τῇ ὁδῷ τῇ καθαρᾷ οἱ διὰ Χριστοῦ λελυτρωμένοι, καὶ συναχθέντες διὰ τῆς πίστεως εἰς ὁμοψυχίαν βαδιοῦνται, καὶ τὴν πάλαι τρίβον ἀφέντες ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν, τοῦτ’ ἔστιν, τὴν Ἐκκλησίαν, τὴν δὲ ἐπὶ γῆς, καὶ ἐν οὐρανοῖς εὐφροσύνην ἔχοντες τὴν ἀμύρητον.
Δοξολογήσουσι γὰρ τὸν διασώσαντα Θεόν. Ἀγαλλίαμα δὲ καὶ εὐφροσύνη, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ θυμηδίας, καταλήψεται αὐτοὺς, καὶ ἄγευστοι παντελῶς λύπης ἔσονται, καὶ στεναγμοῦ. Οἱ γὰρ ἐπ’ ἐλπίσι ταῖς οὕτω λαμπραῖς κεκλημένοι, οἱ τῆς εἰς αἰῶνα ζωῆς ἐσόμενοι κληρονόμοι, καὶ δόξης τῆς ἄνωθεν καταπλουτεῖν μέλλοντες τὰ αὐχήματα, καὶ αὐτῷ δὲ προσδοκῶντες συμβουλεῦσαι Χριστῷ, ποίας ἔσονται λύπης μέτοχοι; ἢ ποῖον εἰσδέξονται στεναγμόν; τὸν τῶν ὅλων Θεὸν τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται καὶ καταλύσουσιν. Ἡσθήσονται γὰρ μᾶλλον ὡς ἐν παντὶ πάντη τε καὶ πάντως ἐσόμενοι καλῷ. ΤΟΜΟΣ Δ. Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς.
Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ’ οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύμοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰουδαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκάλει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦναί τέ οἱ, καὶ τὰς τῶν ἐπ’ αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας.
PG 70:757Οὗ δὴ γεγονότος, διολώλασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε Δαμασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδωλολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστροπίαις. Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ Ἄχαζ, βεβασίλευκεν ἀντ’ αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ’ αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ’ αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα δελεάσοντα τὸ δημοτικόν.
Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν κεκλασμένην ταύτην ἐπ’ Αἴγυπτον, ὃς ἂν ἐπ’ αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχεσιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔχοντες ἐν ἱερουργοῖς.
Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βασιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές.
PG 70:759Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ’ ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐτὴν ὀνομάζει ῥάβδον. Σαθρὰ γάρ πως, φησὶ, καὶ εὐδιάκλαστος ἀεὶ, ἡ ἐπ’ ἐκείνοις ἐλπὶς, καὶ ἀδικοῦσα μᾶλλον, ἢ ὠφελεῖν ἰσχύουσα τοὺς κεχρημένους αὐτῇ· καθάπερ ἀμέλει καὶ καλαμίνη ῥάβδος, ᾗ εἴπερ τις ἐπαναπαύσεται συνθραύσει μὲν πάντως αὐτὴν, ἡ δὲ ἀδικήσει τὸν ἐπ’ αὐτῆς θαρσήσαντα. Εἰ δὲ λέγετε· Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ’ αὐτούς.
Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; Ἀθυροστομεῖ πάλιν, καὶ τὸ κέρας εἰς ὕψος ἐπαίρει, καὶ ἀδικίαν λαλεῖ κατὰ τοῦ Θεοῦ. Εἰ γὰρ δὴ, φησὶν, ἐπ’ αὐτῷ πεποίθατε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ’ ἔστιν, ἐξοπλίσασθε, καὶ στῆτε πρὸς μάχην. Ἐγὼ δὲ προσθήσω, καὶ ἵππους ὑμῖν δισχιλίας, καὶ ἀρκέσει τοῦτο, φησὶ, πρὸς πίστιν, ὅτι περιγενήσεσθε τῆς Ἀσσυρίων χειρὸς ἐὰν εὕρητε τοὺς ἀναβησομένους ἢ καὶ εἰδότας ὅλως ἱππεύειν ἐν μάχαις. Εἶτα πῶς οὐδὲ τοῦτο πληροῦν δυνάμενοι περιγενήσεσθε τοπάρχου ἑνός; Καταδιῄρηται γὰρ ἡ τῶν Ἀσσυρίων ἀρχὴ, καὶ βασιλέας ὑποβεβηκότας ἔχει τοῦ πάντων μείζονος οἳ καὶ ὠνομάζοντο τοπάρχαι. Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον, καὶ ἀναβάτην. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν.
Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ ἄνελαι αὐτήν. Ἀποκείρει παντελῶς τὴν ἐπ’ Αἰγυπτίοις ἐλπίδα, μονονουχὶ καὶ ἐν οἰκέταις ἤδη τετάχθαι λέγων τοὺς ἐπ’ αὐτῇ πεποιθότας. Ἁλώσονται γὰρ, φησὶν, εὐκόλως ἵππῳ τε καὶ ἀναβάτῃ τεθαῤῥηκότες. Εἶτα πικρόν τι καὶ ὡς ἀπό γε τῆς ἐνούσης αὐτῷ δυστροπίας ἀποφθέγγεται, οὐκ ἄνευ Κυρίου διαβεβαιούμενος τὴν κατὰ τῆς Ἰουδαίας αἴρεσθαι μάχην. Εἰ γὰρ δὴ, φησὶ, καθάπερ αὐτοί φατε, μέγας τε καὶ ἀλκιμώτατος ὁ παρ’ ὑμῖν ἐστι Θεὸς, καὶ ὑπεραθλεῖ τῆς χώρας, πῶς ἀνέβημεν ἐπ’ αὐτήν; Εἰ μὲν γὰρ πεπλεονεκτήκαμεν τὴν τοῦ ἐπαμύναντος ἰσχὺν, οὐ μέγας ἐστὶ, μᾶλλον δὲ βραχύς τε καὶ ἄναλκις. Εἰ δὲ μέγας καὶ δυνατὸς, οὐ κεκωλύμεθα καταδῃοῦν θέλοντες τὴν Ἰουδαίαν· οὐκ ἀνέβημεν ἐπ’ αὐτὴν ἄνευ Κυρίου.
Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ ὁ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστὶ, ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; Καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς· Μὴ πρὸς τὸν Κύριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι καὶ ἅμα; Εὐκαταπτόητον ἀεί πώς ἐστι τὸ δημοτικὸν, καὶ πολὺ λίαν ἕτοιμον εἰς ὀλιγωρίαν ἐνεστηκότος μάλιστα πολέμου, καὶ σφαγῆς ἔσεσθαι προσδοκωμένης, ἐμπρησμῶν τε τῶν ἀνὰ τὴν πόλιν. Ταύτῃ τοι καὶ μάλα ἐμφρόνως οἱ τῷ Ῥαψάκῃ προσδιαλεγόμενοί φασι, μὴ δεῖν χρῆναι λαλεῖν αὐτὸν Ἰουδαϊστὶ, κεχρῆσθαι δὲ μᾶλλον τῇ Σύρων φωνῇ.
PG 70:761Οὐ γὰρ ἤθελον βαρβαρικῆς ἀπονοίας γέμοντας λόγους ἐνίεσθαι παρ’ αὐτοῦ ταῖς τῶν δημοτῶν ἀκοαῖς, καίτοι παροτρύνοντος αὐτοὺς εἰς ἀλκὴν τοῦ βασιλέως Ἐζεχίου, καὶ φάσκοντος ἐναργῶς ὅτι Κύριος μετ’ αὐτῶν, καὶ ὅτι τοῖς μὲν ἐπὶ Θεῷ πεποιθόσιν ἀκράδαντος ἐλπὶς, εὐκατάσειστα δὲ τὰ ἀνθρώπινα, καὶ οὐδὲν ὅλως ὡς πρός γέ φημι τὴν τούτου δύναμιν. Ἀλλὰ συνίησιν ὁ Ῥαψάκης, καὶ τὴν αἰτίαν οὐκ ἀγνοεῖ τοῦ κεκωλύσθαι λαλεῖν Ἰουδαϊστί. Ταύτῃ τοί φησιν ὡς οὐ πρὸς αὐτοὺς, οὔτε μὴν πρὸς τὸν βασιλέα σκοπὸς αὐτῷ γέγονε τῆς ὁδοῦ, ἀλλ’ ἵνα μᾶλλον τοῖς ἐν τῷ τείχει προσδιαλέγηται. Ὑβρίζει δὲ πάλιν, καὶ τοὺς ἐξ ἀκαθάρτου καρδίας ἐρεύγεται λόγους, φάσκων, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπικάθηνται τῷ τείχει τηροῦντες τὴν πόλιν, ἵνα λιμώττοντες, ἐν ἐνδείᾳ τε γεγονότες ἄρτου τε καὶ ὕδατος εἰς τοῦτο κατενεχθεῖεν ἀνάγκης, ὡς τὰ εἰσάπαν ἀπηχθημένα καὶ αὐτοῖς τάχα που κυσὶ τροφὴν ποιήσασθαι καὶ πότον.
Καὶ ἔστη Ῥαψάκης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως τῶν Ἀςσυρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεχίας, ὅτι Ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεχίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ, καὶ τὰς συκὰς αὐτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων. Μεθίστησι τοὺς λόγους ἐπ’ αὐτοὺς ἤδη τοὺς ταῖς ἐπάλξεσιν ἐνιζήσαντας, καὶ τοῖς ἐθέλουσιν ἐκπολιορκεῖν ἀντιφέρεσθαι προτεθυμημένους· ἄνω τε καὶ κάτω βασιλέα μέγαν ἀποκαλεῖ τὸν Ἀσσύριον, καὶ κατασμικρύνει μὲν ἐλπίδα τὴν ἐπὶ Θεῷ, ψεύστην δὲ ἀποκαλεῖ τὸν Ἐζεχίαν, καὶ ἀπατεῶνα, λέγοντα χρῆναι μᾶλλον ἐπανακεῖσθαι Θεῷ, δεδιέναι δὲ κατ’ οὐδένα τρόπον ἐπαμύνοντος αὐτοῦ τὰς ἐξ ἀνθρώπων ἐφόδους.
Εἶτα ἐπαγγέλλεται τοῖς αὐτομολοῦσιν ἐπ’ αὐτὸν, ὡς ἔσονται μὲν ἐν τοῖς ἑαυτῶν μέχρι καιροῦ. Τοῦτο γὰρ τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς. Ἀπολαύσουσι δὲ τῶν ἰδίων ἀγρῶν, καὶ καταλειαίνει ὥσπερ τῆς αἰχμαλωσίας τὸ δεῖμα, καὶ τὸ τραχὺ τοῦ πράγματος ἀπατηλοῖς κατακρύπτει λόγοις, προστιθεὶς τὸ, Ἕως ἔλθω, καὶ λάβω ὑμᾶς εἰς τὴν γῆν ὡς ἡ γῆ ὑμῶν. Παρεικάζει γὰρ τὴν Ἀσσυρίων τῇ τῶν Ἰουδαίων γῇ, μονονουχὶ λέγων· Καὶ τὴν Ἰουδαίαν ἀφέντες κἂν γένησθε παρ’ ἡμῖν οὐδὲν ἧττον τὴν ἑαυτῶν εὑρήσετε. Γῆ γάρ ἐστι σίτου καὶ οἴνου, καὶ ἄρτων καὶ ἀμπελώνων, ἡ Περσῶν τε καὶ Ἀσσυρίων. Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτῶν χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουί̈μ;
PG 70:763Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδὲν ἀποκριθῆναι. Βαρβαρίζει πάλιν τῇ γνώμῃ Ῥαψάκης, καὶ τοῖς κατὰ Θεοῦ λόγοις ἐμβαρύνεται, καὶ μέγα πεφρόνηκε Ἀσσυρίων πλείστας μὲν ὅσας ἑλόντος πόλεις τῶν ἐθνῶν, σεσωσμένης δὲ οὐδεμιᾶς ὑπὸ τῶν ἐν αὐτῇ ψευδωνύμων θεῶν, ἀλλ’ ἠγνόησεν ὅτι ξύλα μὲν ἦσαν ἐκεῖνοι, καὶ λίθοι, καὶ ἀνθρωπείας χειρὸς φιλοτέχνημα, καὶ ἔτερον οὐδέν. Ὁ δέ γε τῆς Ἰουδαίας Θεὸς, μᾶλλον δὲ ὁ τοῦ κόσμου παντὸς, ἔστι Θεὸς ζῶν καὶ ἀληθινὸς, οὐ πρόσφατος πεποιημένος, ποιητὴς δὲ μᾶλλον καὶ αὐτῶν αἰώνων, καὶ δημιουργὸς τῶν ὅλων, καὶ τῶν δυνάμεων Κύριος.
Οἴεται δὴ οὖν ὁ Ῥαψάκης ἐναργεστάτην ἀπόδειξιν τοῖς Ἰουδαίοις ἔσεσθαι, τοῦ ὅτι πάντη τε καὶ πάντως ἁλώσονται, κἂν ἐπικουρήσῃ αὐτοῖς Θεὸς ὁ μέγας, τὸ μηδένα τῶν παρ’ Ἕλλησι θεῶν ἀνασῶσαι δύνασθαι πόλιν, ἤτοι χώραν ἐν ᾗ καὶ ἐτετίμητο. Διὰ τοῦτό φησι· Ποῦ ὁ Θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; Προσεπάγει δὲ τὸ, ὅτι Μὴ ἠδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χειρός μου; Ἀλλ’, Ὦ τρισάθλιε, φαίην ἂν, δαμάλεσι καὶ αὐτοὶ προσκεκυνήκασι ταῖς χρυσαῖς, ἥλω τε ἡ χώρα Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, εἰ μηδεὶς τῶν παρ’ Ἕλλησι θεῶν σέσωκε τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν τὸν ἀληθῶς, καὶ φύσει, καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης διέλαχον, τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον. Ὁ δὲ κατεξουσιάζει τῶν ὅλων, καὶ ἄμαχον ἔχει τὴν χεῖρα, τῶν δυνάμεων ὑπάρχων Κύριος.
Ἀποκρίνεται δὲ οὐδεὶς τῷ Ῥαψάκῃ, σιωπᾷν ἐπιτάττοντος τοῦ βασιλέως, καὶ μάλα ἐμφρόνως. Ἀπαιδεύτοις δὲ λόγοις, καὶ φρονήματι βαρβαρικῷ, καὶ ταῖς κατὰ Θεοῦ γλωσςαλγίαις ἐπιδακρύειν μᾶλλον, ἢ ἀντεξάγειν ἐχρῆν. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ μακάριος Δαβίδ· Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.6 Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεχίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεχίαν, ἔσχισε τὰ ἱμάτια, καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. Ἐπὶ ταῖς Ῥαψάκου μεγαληγορίαις, καὶ ταῖς ἀχαλίνοις περὶ τοῦ Θεοῦ γλωσσαλγίαις περιῤῥήγνυνται τοὺς χιτῶνας οἱ πρὸς αὐτὸν ἐσταλμένοι, καὶ ἀπαγγέλλουσι μὲν τῷ βασιλεῖ τὰ ἐκ τῆς Περσικῆς ἀπονοίας ἐκτόπως ἀνηγορευμένα.
PG 70:765Ὁ δὲ κατεῤῥήγνυ τὴν ἐσθῆτα, καὶ μετημφιέσατο σάκκον, τοῦτ’ ἔστιν, ἱμάτιον πενθικὸν, καὶ ἀνέβη, φησὶν, εἰς τὸν οἶκον Κυρίου. Καὶ ποία τις ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυςφημίαις τοῦτο δρᾷν. Καὶ γοῦν παραδέδοται μὲν ὁ Σωτὴρ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς, καὶ ὁ τοῦ κόσμου κριτὴς ἐκρίνετο παρ’ αὐτοῖς. Ἀλλ’ ἐσιώπα, ταῖς τῶν ψευδηγορούντων φωναῖς οὐκ ἀποκρινόμενος. Εἶτά φησι πρὸς αὐτὸν ὁ ἀρχιερεύς· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, Ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, λέγων·
Ἐβλασφήμησεν.6 Ἔφη δὲ καὶ δι’ ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὅτι Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.6 Ὤοντο γὰρ ἴσως εὐσεβεῖν, καὶ ταῖς ἀνωτάτω τιμαῖς κατευφραίνειν Θεὸν, ἐπὶ ταῖς κατ’ αὐτοῦ δυσφημίαις τοὺς χιτῶνας κατασχίζοντες, κἂν εἰ μηδένα ποιοῖντο λόγον τῶν διὰ Μωσέως τεθεσπισμένων. Σάκκον μέν γε ἤτοι περίβλημα πενθικὸν περιτέθειται μὲν Ἐζεχίας, ἄνεισι δὲ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ μάλα εἰκότως. Πενθεῖν γὰρ ἀκόλουθον, κλαίειν δὲ καὶ κατατρύχεσθαι τοὺς ἐν ἀκμαῖς ὄντας κακῶν, καὶ σωτηρίας ἐλπίδα ποιεῖσθαι Θεὸν, αὐτῷ τε προσκαθῆσθαι, καὶ θαμίζειν ἐν ἁγίοις τόποις, ἔνθα μάλιστα πρεπωδέστερον τὰς πρὸς αὐτὸν ἱκετείας ποιοῖτ’ ἄ τις. Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκον πρὸς Ἡσαί̈αν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ·
Τάδε λέγει Ἐζεχίας· Ἡμέρα θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Εἴ πως εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. Τοὺς προὔχοντας ἐν ἱερωσύνῃ καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐκ νόμου κατεστεμμένους ὁμοῦ τοῖς ἄλλοις, οὐκ ἂν ἐσθήμασιν ὄντας ἱεροῖς, καὶ τοῖς τῇ λειτουργίᾳ πρεπωδεστέροις· ἐν σάκκοις δὲ μᾶλλον, ἤτοι πενθικοῖς περιβλήμασι κατημφιεσμένους ἰέναι προστέταχε πρὸς τὸν μακάριον προφήτην Ἡσαί̈αν, ἀπαγγεῖλαί τε ὅτι θλίψεως αὐτοῖς ἐπιπέπτωκεν ἡμέρα καὶ ὀνειδισμοῦ.
Μονονουχὶ γὰρ, φησὶ, κατονειδίζει Θεὸς τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, ὡς τῆς κατὰ νόμον ἐπιεικείας ἠμεληκότας· ἐλέγχει δὲ πεπλημμεληκότας, ἐπάγει τε οὕτω τὰ ἐξ ὀργῆς. Ἥκειν τε εἰς τοῦτο ὑπὸ τὰ πράγματα αὐτοῖς διαβεβαιοῦντο σαφῶς ὡς ἐοικέναι τὸν Ἰσραὴλ γυναικὶ μὲν τικτούσῃ, γενομένῃ δὲ λοιπὸν ἐν ἐσχάτοις διὰ τὸ μὴ δύνασθαι τεκεῖν. Βούλεται δὲ καὶ διὰ τῆς τοῦ προφήτου μεσιτείας ἐπακοῦσαι τῶν λόγων Ῥαψάκου τὸν τῶν ὅλων Θεὸν, οὓς ἀκήκοε δι’ ἑαυτοῦ. Λανθάνει γὰρ αὐτὸν τῶν ὄντων οὐδὲν, ὡς δὲ ἤδη πολλῶν ἐν ἑτέραις πόλεσιν ἀνῃρημένων, ἐμπεπρησμένων τε οἴκων. Δεήθητι, φησὶ, περὶ τῶν καταλελειμμένων τούτων. Εὐσεβὴς ἄγαν ὁ Ἐζεχίας, συλλήπτορα παρακαλῶν γενέσθαι τὸν παρὰ τῷ Θεῷ τίμιον δηλονότι τὸν προφήτην.
PG 70:767Ἐπωφελὲς οὖν ἄρα τὸ προσπίπτειν Θεῷ προεστηκότων ἁγίων. Κατανεύει γὰρ δι’ αὐτοὺς, καὶ ἐποικτείρει πολλάκις, καὶ τῶν ῥᾳθυμεῖν εἰωθότων τὸ δάκρυον. Καὶ εἶπεν αὐτοῖς Ἡσαί̈ας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Παραθαρσύνει Θεὸς, καὶ οὐκ εἰς μακρὰν, ἀλλ’ εὐθὺ καὶ παραχρῆμα τὸν ἐπ’ αὐτῷ πεποιθότα, καὶ ὀνησιφόρον αὐτῷ δέδειχε τὴν ἐλπίδα, καὶ οὐκ ἄμισθον τὸ δραμεῖν εἰς οἶκον Κυρίου, καὶ ὁμοῦ ταῖς λιταῖς τὸ ἐκ πόνου καθεῖναι δάκρυον. Ἐκμειλίσσεται οὕτως φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης.
Ἐπειδὴ δὲ ὁ Ῥαψάκης ἀποκείρων τῶν ἐξ Ἰσραὴλ τοῦ σωθῆναι τὴν ἐλπίδα, κἂν εἰ ἕλοιτο διασώζειν αὐτοὺς ὁ πάντα ἰσχύων Θεὸς, ἀνοσίως ἔφασκε· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας, ὅτι ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν τούτων ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Ταύτῃ τοι καὶ μάλα εἰκότως ἀπαλλάττει δειμάτων, καὶ ψυχροῖς, καὶ γραώδεσι λόγοις, καὶ βαρβαρικαῖς ἀθυροστομίαις ἐπιστυγνάζειν οὐκ ἐᾷ, μᾶλλον δὲ ἀναῤῥώννυσιν εἰς πολύευκτον ἐλπίδα, καὶ οὐχ ἑκόντα λέγων τὸν ἀλαζόνα τύραννον ἀνακομισθήσεσθαι εἰς τὴν ἑαυτοῦ πονηροῦ καταπτοοῦντος πνεύματος, καὶ εἰς δειλίας αὐτὸν τὰς ὑπέρ γε τῆς ἑαυτοῦ βασιλείας οὐ φορητῶς συνελαύνοντος, πεσεῖσθαι δὲ καὶ μαχαίρᾳ, κινδυνεύσαντα μὲν οὐδαμῶς ἐν ἀλλοδαπῇ, οὔτε μὲν ἐπαυχήσαντα ταῖς κατὰ τῶν πολεμίων σφαγαῖς, καὶ τῆς κατ’ ἐχθρῶν εὐανδρίας, λαμπρὰ πλουτοῦντα γέρα· ἀλλ’ ἐν τῇ γῇ αὐτοῦ ποιεῖσθαι τὰς διατριβὰς, πέπτωκεν ἐκεῖ ἐν τῇ γῇ αὐτοῦ παρ’ ἐλπίδα τοῦτο, καὶ ἀδοκήτως συμβεβηκός.
Ἔνθα γὰρ οἴεσθαι δειμάτων ἀπηλλαγμένον ποιεῖσθαι τὰς διατριβὰς πέπτωκεν ἐκεῖ, καὶ παρ’ ὧν ἦν εἰκὸς σώζεσθαι· κινδυνεύοντα. Τίνες δὲ οὗτοι διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε πολιορκοῦντα τὸν βασιλέα Λαμνά· καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαραθὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεχίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεχίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου ἐφ’ ᾧ πέποιθας ἐπ’ αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ἀπώλεσαν; μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γάζαν καὶ Χαῤῥὰν, καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμάν, Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ, καὶ Ἀρφὰθ, καὶ πόλεως Ἐμφαρουεὶμ Ἀνὰ καὶ Αὐά;
PG 70:769Κατειλημμένης τάχα που τῆς Λάχης, καὶ ὑπὸ χεῖρα γεγενημένης τὴν βαρβαρικὴν, ἐπολιορκεῖτο μετ’ ἐκείνην ἡ Λαμνὰ, ἐκεῖ Ῥαψάκης κατειληφέναι λέγεται τὸν Ἀσσύριον· ὁ δ’ ἐτεθορύβητο λίαν. Κατεστράτευσε γὰρ αὐτοῦ Θαραθὰ Αἰθιόπων βασιλεύς. Εἶτα δεδιὼς μὴ καταληφθείσης αὐτῷ τῆς χώρας ἔξω γένοιτο θώκων τῶν περιφανεστάτων, ἀφίησι μὲν τὴν Ἰουδαίαν, σπεύδει δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ· πλὴν οὐ καθυφῆκε τῆς ἐνούσης ὠμότητος αὐτῷ. Πρὸς ἀκράτους δὲ ὥσπερ ὀργὰς ἀνακεκαυμένος, διά τοι τάχα που τὸ μὴ θελῆσαι τοὺς ἐξ Ἰσραὴλ, ἤτοι τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν τοῖς τοῦ Ῥαψάκου λόγοις ἀναπεπεισμένους αὐτομολῆσαι παρ’ αὐτὸν, ἀθυροστομεῖ δὴ πάλιν κατὰ τῆς τοῦ Θεοῦ δόξης ὁ δείλαιος· καί τισι τῶν οἰκείων ἐντέλλεται δρομαίως ἰέναι πρὸς Ἐζεχίαν ἀπαγγεῖλαί τέ οἱ τὰ παρ’ αὐτοῦ.
Ταῦτα δὲ ἦσαν δυσφημίαι κατὰ Θεοῦ λέγοντος σαφῶς· ἐπειδὴ τῶν ἑτέρων χωρῶν ἤτοι ἐθνῶν οἱ θεοὶ τοῖς προσκυνοῦσιν αὐτοὺς συνδιολώλασι, μηδ’ ἂν αὐτὸν ἰσχύσαι τὸν τῶν Ἑβραίων Θεὸν ἐξελέσθαι τε αὐτοὺς, καὶ τῆς Ἀσσυρίων ἐξαρπάσαι χειρός. Εἶτα πόλεις ἀπαριθμεῖται πεπορθημένας, ἃς καὶ ἦν εἰκὸς δύνασθαι πολλὰ, ἐξ ὧν ἕτεροι πεπόνθασι. Διὰ τούτων αὐτῶν καταπτοῶν, ὡς τεθνηξομένους, καὶ τοὺς ἐπ’ αὐτῷ πεποιθότας τῷ πάντων κρατοῦντι Θεῷ. Καὶ ἔλαβεν Ἐζεχίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἔναντι Κυρίου· καὶ προσηύξατο Ἐζεχίας πρὸς Κύριον λέγων· Κύριε Σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ μόνος Θεὸς εἶ πάσης βασιλείας τῆς οἰκουμένης. Σὺ ἐποίησας τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἰσάκουσον, Κύριε, εἰσβλέψον, Κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σεναχηρεὶμ, ὀνειδίζειν Θεὸν ζῶντα.
Ἐκ πολλῆς ἄγαν τῆς εἰς Θεὸν εὐσεβείας ἁπλοῖ τὸ βιβλίον, οὐχ ὡς ἀγνοοῦντι Θεῷ τῆς τοῦ Σεναχηρεὶμ ἀλαζονείας τὸ μέγεθος, κατακεκραγὼς δὲ μᾶλλον τῆς βαρβαρικῆς ἀπονοίας, καὶ οἱονεὶ μάρτυρα τῆς ἐκείνου θρασυστομίας ποιούμενος αὐτὸν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἄθρει δὲ ὅπως τοῖς τοῦ Σεναχηρεὶμ ἀναφέρεται λόγοις, ἀνατείνων τὴν ἱκετηρίαν. Ὁ μὲν γὰρ τό γε ἧκον ἐπ’ αὐτῷ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν· Μή σε ἀπατάτω, φησὶν, ὁ Θεός σου, ἐφ’ ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ὁ δὲ τῆς ἐξουσίας ὁμολογεῖ τὸ μέγεθος, Κύριον Σαβαὼθ ὀνομάζων αὐτὸν, καὶ Θεὸν Ἰσραὴλ, καὶ ἐπὶ πᾶσαν τὴν κτίσιν τὴν ἄνω τε καὶ λογικήν. Σὺ γὰρ εἶ, φησὶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ.
Προσομολογεῖ δὲ ὅτι κἂν εἰ λέγοιντό τινες ἐπὶ γῆς βασιλεῖς· ἀλλ’ οὖν ὁ φύσει τε καὶ ἀληθῶς βασιλεὺς, καὶ πάντα ὑπὸ πόδας ἔχων, αὐτὸς ἂν εἴη καὶ μόνος ὁ γῆς τε καὶ οὐρανοῦ δημιουργὸς, καὶ ὑποστήσας νεύματι τὰ οὐκ ὄντα ποτέ. Εἰσακοῦσαι δὲ παρακαλεῖ καὶ εἰσβλέψαι, τοῦτ’ ἔστι, μὴ παραβλέψαι, καὶ παρελθεῖν, τὰς οὕτω πικρὰς δυσφημίας· ἀλλ’ ἐν δίκῃ κολάσαι τὸν ἀλιτήριον. Ὠνείδισε γὰρ Θεὸν ζῶντα, φησὶ, τοῦτ’ ἔστι, κατ’ οὐδὲν ἐοικότα τοῖς τῶν ἐθνῶν, οἷς ἐκεῖνος παρεικάζων αὐτὸν ἀνοσίως κατεθρασύνετο. Ἐπ’ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ’ ἔργα χειρῶν ἀνθρώπων, ξύλα, καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς.
PG 70:771Σὺ δὲ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. Ἀκήκοα, φησὶ, τοῦ βαρβάρου λέγοντος· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Κἂν εἰ τοῦτο λέγοι τις, ἐπαινῶ καὶ πείθομαι. Κεκρατήκασι γὰρ ἁπάσης τῆς γῆς, καὶ τὰς πόλεις ἐνέπρησαν, οὐδὲν ἀπόνασθαι δυναμένης τῶν ψευδωνύμων θεῶν· σεσώκασι γὰρ οὐδένα. Πῶς γὰρ, ἢ πόθεν, ξύλου τε καὶ λίθου πεποιημένα καὶ τέχνης ἔργα λιθουργικῆς, καὶ τεκτόνων ὄντες φιλοτεχνήματα· Ταύτῃ τοι καὶ τοῖς ἰδίος προσκυνηταῖς ὁμοῦ διολώλασιν. Ἀλλὰ σὺ, σῶσον ἡμᾶς, ὦ Δέσποτα. Τεκμήριον γὰρ, καὶ τοῦτο, καὶ ἀναπείθει πᾶσαν τὴν ὑπ’ οὐρανὸν, εἴς γε τὸ χρῆναι διακεῖσθαι, καὶ ἀραρότως ὅτι σὺ μόνος εἶ Θεός.
Ὥσπερ γὰρ τὸ ἁλῶναι τὰς ἐθνῶν χώρας κατεμαρτύρησε τῶν ψευδωνύμων θεῶν, τὸ μηδὲν εἶναι παντελῶς· οὕτω, καὶ τὸ διαφυγεῖν τῆς ἐκείνου χειρὸς ἔξω γενέσθαι τὴν Ἱερουσαλὴμ τὴν ὑπὸ σοί τε καὶ σὴν μονονουχὶ καὶ διαμαρτύρεται, καὶ σαφῆ ποιήσεται τοῖς ἁπανταχοῦ τὴν ἀνάῤῥησιν τῆς σῆς εὐσθενείας, καὶ ἀκηράτου δόξης, καὶ ὅτι μόνος εἶ αὐτὸς ὁ Θεὸς ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς Καὶ ἀπεστάλη Ἡσαί̈ας υἱὸς Ἀμὼς πρὸς Ἐζεχίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὐ μακρὰν ὁ σώζων, ἀλλ’ ἐγγὺς καὶ οἱονεὶ κατὰ πόδας τῆς προσευχῆς τῶν αἰτηθέντων τὸ πέρας. Ἀποστέλλεται μὲν γὰρ ὁ προφήτης· σεσιγηκὼς δὲ τέως τὰ ἐπὶ τῷ βαρβάρῳ, καὶ τὴν ἐπ’ αὐτῷ τοῦ Θεοῦ ψῆφον οὐκ ἀπαγγείλας·
Τάδε λέγει Κύριος, φησὶν, ὁ Θεὸς Ἰσραήλ. Ἐπιῤῥώννυσι τὸν πεπιστευκότα, καὶ οὐχ ἕνα τινὰ τῶν ψευδωνύμων θεῶν ἀποφαίνει τὸν ἀποστείλαντα, εὐθαρσῆ δὲ μᾶλλον ἀποτελῶν Κύριον ὀνομάζει, καὶ Θεὸν Ἰσραήλ. Ἐπαινεῖ δὲ ὥσπερ καὶ ἀποδέχεται λέγων· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Μονονουχὶ γὰρ, φησὶν, ἀποδέχομαι τὸν ζῆλον, οἶδα τὴν φιλοθεί̈αν, ἀφόρητον ἐποιήσω τὴν κατ’ ἐμοῦ δυσφημίαν· προςῆλθε δεδακρυμένος, καὶ οἷον ἀλγήσας ὑπὲρ ἐμοῦ, καὶ σὴν ἐποιήσω λύπην τοὺς εἰς ἐμὲ γεγονότας ὀνειδισμούς. Ἀξιεπαινετώτατος τοίνυν τῶν ἁγίων ὁ ζῆλος, καὶ τῆς τοῦ Θεοῦ δόξης δυσφημουμένης, ὅταν ἀλγήσωσιν αὐτοὶ, Θεὸς κατευφραίνεται. Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών·
PG 70:773ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν Ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι’ ἀγγέλων ὠνείδισας Κύριον. Ἐμφανῆ λοιπὸν τὴν ἐπὶ τῷ βαρβάρῳ καθίστησι ψῆφον· καί φησιν ὅτι μυκτηρισμὸν ἐπ’ αὐτῷ ποιήσεται, καὶ καταδονήσει τὴν κεφαλὴν παρθένος θυγάτηρ Σιὼν ἤτοι ἡ Ἱερουσαλήμ. Φαμὲν δὲ ὅτι παρθένον, καὶ θυγατέρα τὴν Σιὼν ἤτοι τὴν Ἱερουσαλὴμ ὀνομάζει· καὶ παρθένον μὲν ὡς ἀμόλυντον, καὶ τὸν τῆς βδελυρᾶς εἰδωλολατρίας οὐκ ἔχουσαν μῶμον· θυγατέρα δὲ, ὅτι τὴν παρὰ πατρὸς ὀφειλομένην διάθεσιν τοῖς ἐξ αὐτοῦ τέκνοις ὑπονενέμηκεν αὐτῇ. Ἐφαύλισε δὲ τὸν Ἀσσύριον, ἤτοι κεφαλὴν ἐπ’ αὐτῷ κεκίνηκέ τινα τρόπον· ἐπεμειδίασε γὰρ ἡττωμένῳ, καὶ οἷον ᾠδὴν καὶ μέλος ἐναρμόνιον τὰς αὐτοῦ πεποίηται συμφοράς.
Εἶτα πρὸς αὐτόν φησι· Τίνα ὠνείδισας, καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Ἆρα γὰρ ἕνα τῶν ψευδωνύμων θεῶν ταῖς οὕτω θερμαῖς ἐλύπεις φωναῖς; Καίτοι πῶς οὐκ ἔδει, φησὶ, τὸν τῆς διανοίας ὀφθαλμὸν εἰς ὕψος ἐπᾶραι, ἐννοῆσαί τε ἄρα, τίς δὴ καὶ πόσος ἐστὶν ὁ Θεὸς τοῦ Ἰσραήλ; Ἔδει καὶ ἐπ’ αὐτῆς τῆς τῶν κτισμάτων θέας, τῆς τοῦ δημιουργοῦ δυνάμεως τὸ μέγεθος, ἀναλόγως ἰδεῖν. Ἔδει τῆς δόξης καταθρῆσαι τὸ ὕψος, καὶ μηδὲν ἐπ’ αὐτῷ λογίσασθαι τῶν χθαμαλωτέρων. Ἀλλ’ οὐδενὸς τῶν τοιούτων διαμνημονεύσας, φησὶν, ὠνείδισας τὸν Κύριον. Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος.
Τῆς Περσικῆς ἀλαζονείας ἐξηγεῖται τὸν ὄγκον, καὶ τὸ ἀσύνετον φύσημα, καὶ τῆς μεγαληγορίας τὸ μέγεθος. Λιβάνῳ γὰρ παρεικάζει, καθὰ καὶ φθάσαντες ἔφημεν, τήν τε τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν τάχα που τῶν Σαμαρειτῶν, ἣν κατῳκήκασιν αἱ δέκα φυλαί. Ὁ μὲν γὰρ Λίβανος ὄρος ἐστὶν ἐν Φοινίκῃ κέδροις τῶν ξύλων ὑψοῦ δὴ λίαν ἠρμένοις εὐθαλὲς καὶ κατάκομον. Νοεῖται δέ πως τοιαύτη τῶν Ἰουδαίων ἡ χώρα, ὑψηλὴ μὲν, ὅτι Θεὸς ἦν ὁ ἐπαμύνων αὐτῇ, δασεῖά γε μὴν, ὅτι ἀριθμοῦ κρείττονας ὁρᾶσθαι τοὺς ἐν αὐτῇ. Ἀλλ’ εἷλον μὲν τὴν Σαμάρειαν οἱ Ἀσσύριοι τύραννοι, συγκατεδῄωσε δὲ αὐτῇ, καὶ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις. Σὺ τοίνυν, φησὶν, ὦ Ἀσσύριε, γαῦρον ἔχων τὸ φρόνημα, καὶ τῶν γεγονότων τὴν ἔκβασιν ταῖς αὐτοῦ δυνάμεσιν ἀνατιθεὶς, εἶπος ὅτι Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, τοῦτ’ ἔστιν, ἐπ’ αὐτὴν τὴν βασιλείαν τὴν παρά γε τοῖς ἐξ Ἰσραήλ.
Ἔκοψα τὸ ὕψος τοῦ κέδρου αὐτοῦ. Αὐτοῦ τίνος; Τοῦ Λιβάνου, δηλονότι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ’ αὐτοῖς βασιλείαν φησὶ, καὶ εἰςῆλθεν εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ὡς γὰρ ἔφην, τῇ τῶν Σαμαρειτῶν συνδιολώλασι πολλαὶ τῆς Ἰουδαίας πόλεις. Ἔφης δὲ ὅτι Ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Πέρσαι γὰρ καὶ Ἀσσύριοι ταῖς ἑαυτῶν δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀπονέμοντες, ἐν τῷ καταθεῖν τῶν χωρῶν, τοὺς μὲν τῶν ποταμῶν ἐγεφύρουν, ἔφερον δὲ πλειστάκις ὡς ὄντες τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δαπανᾷν δύνασθαι πηγὰς, καὶ ὑδάτων συναγωγὰς, καὶ μηδὲ αὐτοὺς ἔσθ’ ὄτε ποταμοὺς ἀρκέσαι δεδιψηκόσιν ὁμοῦ καὶ ἀνδράσι καὶ ἵπποις. Οἱ δέ γε τῶν Ἑλλήνων λογάδες, ὅσοι τῶν Περσικῶν ἐν ἰδίαις συγγραφαῖς ἔθεντο μνήμην, φασὶν αὐτοὺς καὶ αὐτὸν γεφυρῶσαι τὸν Ἑλλήσποντον· κἂν εἰ ποταμὸς, φασὶν, εὕρηται διὰ μέσου περιόντων αὐτῶν ἢ χώραν, ἢ πόλιν, προσέταττεν ὁ τύραννος λέγων·
PG 70:775Δαπανάσθω πινόμενος. Διαμέμνηται τοίνυν ὁ τῶν ὅλων Θεὸς τῆς Περσῶν ἀλαζονείας, καὶ φιλοκομπεῖν εἰωθότας ἐλέγχει. Εἶτα μετὰ τοῦτο δείκνυσιν ὅτι μὴ μᾶλλον αὐτοὶ δεδύνηνται κατορθοῦν, ἐφ’ οἷς πεφρονήκασι τὰ οὕτως ὑπέρογκα· ψῆφος δὲ μᾶλλον ἡ παρ’ αὐτοῦ κατὰ τῶν πλημμελούντων ἐνηνεγμένη τὴν τοῦ δύνασθαι δόξαν ἐνεποίησεν αὐτοῖς. Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέταξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς ἄνθος ξηρὸν ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. Ταυτὶ μὲν οὖν ἅπαντα, φησὶν, ἅπερ αὐτὸς οἴει κατωρθωκέναι, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνατιθεὶς, οὐκ ἐρυθριᾷς; Ἀλλ’, ὦ ματαίαν ἔχων ἐπ’ οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα;
Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, τοῦτ’ ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ’ ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξικακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συνεστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατεμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέδοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐτόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ’ ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος·
Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;6 Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυχὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀργῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ’ ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κινοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με. Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ’ ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπίσταμαι.
PG 70:777Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μονονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημάτων τὸ κακόηθες καὶ πικρὸν, ἀλλ’ οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ. Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρτήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονονουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀνασειράζων αὐτὸν, καὶ τῷ μεγέθει τῶν συμφορῶν οἷά τινι χαλινῷ τῶν οὕτως ἐκτόπων ἀνακόπτων ἐγχειρημάτων.
Ὑπονοστήσειν γε μὴν καὶ πρὸς τὴν ἑαυτοῦ τὸν Ἀσσύριόν φησιν. Ὑπέστρεψε γὰρ ἀκούσας ὅτι Θαραθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατ’ αὐτοῦ. Καίτοι, Τί δή ποτε, φαίη τις ἂν, πεσούσης αὐτῷ τῆς στρατιᾶς ἁπάσης, οὐ σέσωσται μόνον αὐτὸς, ἀλλὰ γὰρ καὶ ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ; Ἔδει γὰρ, ἔδει γυμνὸν γεγονότα τῆς ὑπὸ χεῖρα πληθύος, οἰκονομικῶς τὴν τοῦ δαπανῶντος ἀγγέλου χεῖρα φυγεῖν αὐτὸν, ἵν’ ὀλοφύρηται τὴν ἑαυτοῦ συμφορὰν καὶ εἰς τίνα δεδυσφήμηκε γνῷ, καὶ τοῖς ἄλλοις ἅπασιν ἀπαγγείλῃ τὸ παράδοξον. Τοῦτο δέ σοι τὸ σημεῖον. Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπόν. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ εἰς διάφευξιν· φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω.
Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἀποστραφήσεσθαι λέγων τὸν Ἀσσύριον εἰς τὴν ἑαυτοῦ, καὶ τῆς Ἰουδαίων ἀποφοιτήσειν χώρας, ὁρίζει τὸν χρόνον καθ’ ὃν ἔσται τοῦτο, καί φησι· Φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τὰ τούτοις ἐφεξῆς. Οὔπω γε μὴν ἅπασιν ἐναργὲς πότερόν ποτε τῷ Σεναχηρεὶμ δέδοται τὸ σημεῖον, ἤγουν Ἐζεχίᾳ καὶ τοῖς ἀμφ’ αὐτόν. Πλὴν ἐροῦμεν τῶν γεγραμμένων τὸν νοῦν. Εἶτα τοῦτον ἐφαρμοστέον ἐκείνοις, ἢ τούτοις. Εἰ μὲν Ἐζεχίᾳ δεδόσθαι φαμὲν τὸ σημεῖον, συνίεμεν οὕτω· Ἐπεπολιόρκητο μὲν Ἱερουσαλὴμ, πλείστης δὲ ὅσης τῆς Ἀσσυρίων στρατιᾶς κατεμπρῆσαί τε καὶ ἑλεῖν ἐπιχειρούσης αὐτὴν, πλείστη τις ὅση τῶν ἐδωδίμων συγκομιδὴ, καρποί τε ἐναποκείμενοι, καὶ τὰ δι’ ὧν ἂν γένηται διαζῇν δύνασθαι τοὺς ἐν Ἱερουσαλὴμ σωζομένους.
Σὺ τοιγαροῦν ὁ Ἐζεχία, φησὶ, καὶ ἅπας ὁ μετὰ σοῦ λεὼς, φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα.
PG 70:779Τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας. Δυσὶ γὰρ ἔτεσιν ὅλοις ἐνιζήσας τῇ Σαμαρειτῶν, καὶ καταδῃώσας ὅλην ὁ Ἀσσύριος. Τρίτου μόλις ἐνστάντος ᾤχετο φυγὰς, ἀπολωλότων μάλιστα τῶν μετὰ Ῥαψάκου κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ πολιορκούντων αὐτήν. Οὐκοῦν ἐν τρίτῳ, φησὶν, ἔτει λοιπὸν ἀνείσθω, καὶ γηπόνοις τὸ ἀρκοῦν καὶ τοῖς ἀμπέλων μελεδωνοῖς τὸ, εἴπερ ἕλοιντο φυτεύειν αὐτάς· εἰρήνης δηλονότι βραβευούσης αὐτὴν καὶ τὴν ἀσφάλειαν. Ὅτι δὲ ἐν βεβαίῳ κείσονται τῆς εὐθυμίας οἱ ἐκ τοῦ πολέμου σεσωσμένοι καὶ περιλελειμμένοι, καταμηνύει λέγων, ὡς ἐπὶ φυτῶν, ὅτι καὶ ῥίζαν κατατενοῦσι κάτω, καὶ ἄνω σπέρμα βαλοῦσι. Καὶ τὸ μὲν ὅτι κατοικήσουσιν ἀσφαλῶς, καὶ ἐρηρεισμένως, καὶ παντὸς ἔξω δείματος, δίδωσι νοεῖν τὸ ῥίζαν ἔχειν εἰς βάθος.
Ὅτι δὲ καὶ εἰς πέρας αὐτοῖς ἐκταθήσεται, τῆς εὐημερίας τὸ χρῆμα, νοεῖν ἐφίησι τὸ ἄνω σπέρμα ποιεῖν. Προσεπάγει δὲ, ὅτι ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἐπειδὴ γὰρ δεδυσφήμηκεν ὁ Ἀσσύριος, καὶ τοῖς ψευδωνύμοις αὐτὸν παρεικάζων θεοῖς τετόλμηκεν εἰπεῖν, Οὐ μὴ ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Ταῦτα πάντα γενήσεται, φησὶ, κεκινημένου εἰς ζῆλον τοῦ πάντα ἰσχύοντος. Εἰ δὲ δὴ φέρει κατὰ τοῦ Σεναχηρεὶμ τὸ, Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα,6 φαμὲν ὅτι οἱ καταστρατεύειν εἰωθότες, ἢ χωρῶν, ἢ πόλεων, βραδυνούσης ἐσθ’ ὅτε τῆς πολιορκίας καὶ τῆς μάχης αὐτοῖς εἰς χρόνους ἐκτεινομένης, ἅπτονται καὶ γηπονίας, ἵν’ ἔχοιεν τροφάς. Καὶ κατὰ τοῦτον αὐτὸν ἁρμόσει τὸν τρόπον, τὸ καὶ ἐπ’ αὐτοῦ νοεῖσθαι τὸ εἰρημένον.
Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀςσυρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδ’ οὐ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδ’ οὐ μὴ βάλῃ ἐπ’ αὐτὴν θυρεὸν, οὐδ’ οὐ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῶν εἰρημένων τὸν νοῦν, καὶ τὴν τοῦ πράγματος εἰς πέρας διεκδρομὴν, ὡς ἐν ὀλίγοις ἐπιτεμὼν, καθίστησιν ἐναργῆ. Οὐ γὰρ ἅψεται πολέμου, φησὶν, ἀλλὰ πρὸ μάχης πρὶν ὅπλα σαλεῦσαι, πρὶν ἐκτεῖναι καὶ ἐπαφεῖναι βέλος, πρὶν ἀνατιθέναι θυρεὸν, πρὶν ἐπ’ αὐτὴν κυκλῶσαι χάρακα, τὴν αὐτὴν ὁδὸν ὑπονοστήσει, καὶ οἴκοι δραμεῖται, φησίν. Ἰστέον δὲ ὅτι χάρακά φησιν ἐν τούτοις τὴν ἐν ταῖς τάφροις καταπηγνυμένην τῶν ξύλων πληθὺν, εἰς ὀξὺ κατηκονημένων, ἵνα δὴ σώζοιτο τῶν πεσόντων μηδείς.
Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου. Ἀποκείρει τὴν ὀφρὺν τῶν ἐν ἐλέει Θεοῦ σεσωσμένων, καὶ ὑπέρογκα φρονεῖν οὐκ ἐᾷ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν. Ἦν γὰρ δὴ καὶ μάλα εἰκὸς, οἴεσθαί τε καὶ λέγειν αὐτοὺς, ὅτι τετίμηνται παρὰ Θεοῦ διὰ τὸ ἐπιεικὲς τοῦ τρόπου, καὶ τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης τὴν νοητὴν εὐκοσμίαν. Οὐκοῦν διασώζει μὲν ὡς Θεὸς, ὠφελεῖ δὲ σεσωσμένους, τοῖς τῆς ἀλαζονείας κύμασιν οὐκ ἐφιεὶς ἐναλίσκεσθαι. Ὑπερασπιεῖν γὰρ ἔφη τῆς πόλεως, δηλονότι τῆς ἁγίας, οὐ διά γε τοὺς ἐνοικοῦντάς ποθεν, ἀλλ’ οὐδετέρῳ τινὶ τῶν κατ’ ἐκεῖνο καιροῦ ζώντων ἔτι τὸ χρῆμα δωρούμενος, ἀλλὰ δι’ ἑαυτὸν, καὶ Δαβὶδ, ὃν καὶ παῖδα ἴδιον ὀνομάζει, καὶ δι’ ἑαυτὸν μὲν, ὅτι χρηστός τέ ἐστι καὶ φιλοικτίρμων, καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν δίκην ἐπενεγκεῖν.
PG 70:781Διὰ Δαβὶδ πάλιν, ὅτι ταῖς τῶν ἁγίων μνήμαις χαρίζεται πολλάκις τὸ ἀμνησίκακον, ἐφ’ οἷς ἔσθ’ ὅτε πλημμελοῖεν οἱ ἐξ αὐτῶν. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ̈, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀποστραφεὶς ἀπῆλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῆ· καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Ἀσαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀχορδὰν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. Προσεπήνεκται χρησίμως τοῖς ἐπηγγελμένοις τῶν προσδοκηθέντων τὸ πέρας, ἵνα μὴ φαίνοιτο ψευδοεπὴς ὁ τῶν ὅλων Θεός. Δεδαπάνηται γὰρ ἡ τῶν Ἀσσυρίων πληθὺς, οὐ ταῖς Ἰουδαίων ἁλοῦσα χερσὶν, οὐ τόξον αὐτοῖς ἐπανατείναντός τινος, οὐ δόρυ πρὸς μάχην ᾑρηκότος, ἢ ξίφος ἀπογυμνώσαντος, οὐχ ἵππων κραταιῶν, ἀρξαμένου τὴν μάχην ἀγγέλου γε μὴν ἀῤῥήτῳ δυνάμει καταστορέσαντος, καὶ πληθὺν ἀποφαίνοντος νεκρῶν τὴν ἀριθμοῦ κρείττονα.
Καταπλήττεται τοίνυν τῷ θαύματι καίτοι θρασὺς ὢν ἄγαν ὁ στρατηγὸς, ἤγουν ὁ Σεναχηρεὶμ, οἴκαδέ τε ἀνεκομίσθη μόλις, καὶ γυμνὸς εἰσάπαν ἧς ἐπεσύρετο στρατιᾶς ὑπονοστήσας, ἐλεεινῶς κατῴκησε, φησὶν, ἐν Νινευί. Εἶ τὸ λεῖπον [ἴς. εἶτα λοιπὸν] ταῖς παρὰ τοῦ Θεοῦ γενομέναις ὑποσχέσεσιν εἰς πέρας ἐνήνεκται. Πέπτωκε γὰρ ἐν τῷ οἴκῳ αὐτοῦ πάτραρχόν τινα προσκυνῶν, ἕνα δηλονότι τῶν κατὰ σάρκα πατέρων ἢ πάππων αὐτοῦ. Τοῖς γὰρ ἅπαξ πεπλανημένοις ἔθος, οὐχὶ δὴ μόνοις τοῖς ἀκαθάρτοις πνεύμασιν, ἀλλὰ γὰρ καὶ ὅσοις ἂν ἕλοιντο νεκροῖς τὸ χρῆμα προσνέμειν. Ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς εὐθείας ὁδοῦ πρὸς ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀβασάνιστον ποιοῦνται τὴν ἀποδρομήν. Υἱοὺς δὲ εἶναί φησι τοὺς ἀπεκτονότας αὐτόν· ψήφου γὰρ θείας ἐπενηνεγμένης τισὶ, κατακινδυνεύσειαν πάντη τε καὶ πάντως οἱ τοῦτο παθόντες, καὶ ὡς τοῖς ἄγαν ἐχθροῖς περιτεύξονται τοῖς ἰδίοις.
Οὐ τὴν ἐξ αἵματος οἰκειότητα τῆς ἀσφαλείας ἐνέχυρον ἔχοντες, οὐ διάθεσιν καὶ σπουδὴν τὴν ὀφειλομένην πατράσιν ἐκ τέκνων, ἀλλὰ δι’ ὧν ἦν εἰκὸς σώζεσθαι κινδυνεύοντας, διὰ τούτων αὐτῶν τοῖς τῆς ἀπωλείας ἐνιεμένους βάθροις. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ τῆς ἱστορίας ἐξωφανὲς οὐκ ἀκόμψως εἰρῆσθαι δοκῶ. Δεῖν δὲ οἶμαι καί τι τῶν ἐσωτάτω θεωρημάτων εἰπεῖν εἰς παράκλησιν τοῖς πνευματικοῖς. Ἡ μὲν γὰρ ἁγία πόλις, τοῦτ’ ἔστιν, ἡ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τύπος ἂν εἴη τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀληθεστέρας Σιών· ταύτην ἔσθ’ ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν οἱ τῆς ἀληθείας πολιορκοῦσιν ἐχθροὶ, τοῦτ’ ἔστιν, οἱ τῶν ἀνοσίων αἱρέσεων εὑρεταί· καὶ πολιορκοῦσιν οὐ μόνοι, καταμισθούμενοι δὲ τρόπον τινὰ καὶ τὰς ἐν κόσμῳ δυναστείας, ἐμπνέοντος πρὸς τοῦτο τοῦ νοητοῦ Σεναχηρεὶμ, δῆλον δὲ ὅτι τοῦ Σατανᾶ, καὶ οἷον ἐπαφιέντος τοὺς ὑπὸ χεῖρα καὶ τοὺς ὑπηρετεῖν εἰωθότας τὰς δυστροπίας αὐτοῦ, οἴ, ἐπειδὰν ἥκωσι τοῖς τῆς ἀληθείας προεστηκόσι διαμαχόμενοι, τῆς τοῦ Θεοῦ δόξης καταφλυαροῦντες, πολλὰ τεύξονται μὲν τὸ σύμπαν λόγου οὐδενός.
PG 70:783Σιωπήσουσι γὰρ οἱ πολιορκούμενοι, καὶ διὰ ποίαν αἰτίαν, ὁ μακάριος Παῦλος διδάξει λέγων· Μὴ λογομαχεῖν ἐπ’ οὐδενὶ χρησίμῳ·6 καὶ πάλιν, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν, καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.6 Τοῖς γὰρ ἅπαξ ὁλοτρόπως ἀπονενευκόσι πρὸς ἀπάτην καὶ φενακισμὸν, καὶ κεκρατημένοις τῷ ψεύδει περιττός που τάχα καὶ τῶν ὠφελεῖν εἰωθότων ὁ λόγος. Γέγραπται γάρ· Εἰς ὦτα ἀκουόντων λάλει. Ὅταν τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ ἢ τιμὰς καὶ ἀναπαύσεις ἐπαγγέλλονται, καθάπερ Ῥαψάκης ὁ ἀλητήριος, ἤγουν ἀπειλοῦσι κινδύνους καὶ μάχας, Θεῷ προσέρχεσθαι χρὴ καὶ τῆς ἄνωθεν ἐπικουρίας μεταποιεῖσθαι μόνης. Ἀρκέσει γὰρ ἡ ἄνω τε καὶ παναλκὴς δεξιὰ, καὶ πρός γε τὸ σῶσαι τοὺς ὀρθοποδεῖν εἰωθότας, καὶ πρὸς ὄλεθρον τῶν ἀνθεστηκότων.
Ἀποσοβήσει γὰρ αὐτοὺς ἀποῤῥήτοις τισὶν εὐσθενείαις χρώμενος, καὶ ἀπαλλάξει πολέμου τὴν Σιὼν τὴν ἁγίαν οὕτως καὶ ἄμωμον, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεχίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαί̈ας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεχίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ. Γέγονε μὲν Ἐζεχίας τῶν ὅτι μάλιστα διαφανεστάτων εἰς φιλοθεί̈αν, καὶ διαβόητον ἐσχηκότων ἐπὶ τούτῳ τὴν δόξαν.
Κατέσπασε γὰρ βωμοὺς, τεμένη καθεῖλεν, ἐνέπρησε δὴ τὰ ἐν σηκοῖς, ἐξέκοψεν ἄλση, καὶ θυσίαις ταῖς κατὰ νόμον θεραπεύων Θεὸν οὐ κατέληξέ ποτε. Κεκράτηκε δὲ τῶν προσοίκων τῇ Ἰουδαίᾳ βαρβάρων, ὡς καὶ ὑπὸ δασμοὺς καὶ τέλη ποιῆσαι πολλούς. Ἀνεδείματο δὲ καὶ πόλεις, καὶ ἁπαξαπλῶς εὐκλείαις ἐπίμεστος ταῖς ἀνωτάτω γεγονὼς, εἰκότως ἐθαυμάζετο. Ἀλλ’, ὡς Ἑβραίων παῖδές φασι, παρεκομίσθη βραχὺ τοῦ πρέποντος, καὶ πεφρόνηκεν ἐφ’ ἑαυτῷ μεγάλα, καὶ τοῖς τῆς ἀλαζονείας περιπέπτωκε βρόχοις. Ταύτης ἕνεκα τῆς αἰτίας τὴν ἐξ ἀγάπης αὐτῷ ῥάβδον ἐπανέτεινε Θεός· Ὃν γὰρ ἀγαπᾷ, φησὶ, Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.6 Πλήττει γὰρ ὡς φιλόπαις πατὴρ, μεθιστὰς εἰς τὰ βελτίω, καὶ τῶν αἰσχιόνων ἀποφέρων τοὺς ἐναλόντας αὐτοῖς.
PG 70:785Ὥσπερ γὰρ οἱ τῶν ἰατρῶν ὅτι μάλιστα δριμεῖς καὶ εὐτεχνέστατοι τὰ σεσηπότα τῶν σωμάτων ἢ πυρὶ κατατήκουσιν, ἢ σιδήρῳ τέμνουσιν, οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὸν κάμνοντα τοῦτο δρᾶν εἰωθότες, φειδοῖ δὲ μᾶλλον τῇ περὶ αὐτὸν ἡττώμενοι· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὁ τῶν ὅλων Θεὸς τῶν ἐν ἡμῖν νοσημάτων ἀποκείρει τὰ βλάβη συμμέτροις ἀγανακτήσεσιν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, κατὰ τὸ γεγραμμένον. Ἀῤῥωστίᾳ τοίνυν περιπέπτωκεν ὁ βασιλεὺς Ἐζεχίας, καὶ δὴ εἰς λῆξιν τοῦ παντὸς ἥκοντι κακοῦ· κεκινδύνευκε γὰρ ἐσχάτως διὰ τῆς τοῦ προφήτου φωνῆς· ὅτι τεθνήξεται, λέγει, καὶ ὅτι προσήκει διατυποῦν αὐτὸν τὸν οἶκον αὐτοῦ. Τοῦτο δὲ ἦν οὐκ ἠγνοηκότος μὲν ὅτι ζήσεται, καὶ τὸ τῆς ἀῤῥωστίας διαφεύξεται δεινὸν ἐλέῳ τῷ παρ’ αὐτοῦ, καλοῦντος δὲ καὶ παραθήγοντος εἰς προσευχήν·
ἵνα αἰτήσας κομίσηται παρ’ αὐτοῦ τὸν ἔλεον. Κατοικτείρει γὰρ τοὺς ἀγαπωμένους, καὶ τοῖς γνησίοις χαρίζεται τῶν ποθουμένων τὴν εὕρεσιν καὶ τοὺς τῶν ἱκετιῶν προσίεται λόγους. Ὃ δὴ καὶ πέπρακται. Προςηύξατο γὰρ Ἐζεχίας, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καλὴ τῶν δικαίων ἡ παῤῥησία· μονονουχὶ γὰρ τῶν πεποιημένων ἀντέκτισιν καὶ τοὺς τῆς γνησιότητος αἰτοῦσι καρπούς. Ἐπιγάννυται δὲ τοῖς ἐννόμως βεβιωκόσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς τὸν ἐξαίρετον διασώζουσι βίον κατανεύει ῥᾳδίως, ὅταν ἴδῃ δεδακρυμένους, καὶ πόνον τῇ προσευχῇ συμπλέκοντας. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαί̈αν λέγων· Πορεύθητι καὶ εἰπὲ Ἐζεχίᾳ· Τάδε λέγει ὁ Θεὸς Δαβὶδ τοῦ πατρός σου·
Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δεκάπεντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ὁ Θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο, ὃ ἐλάλησεν. Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς. Καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά. Οὐ μακρὸς μεταξὺ γέγονε χρόνος, ἀλλ’ εὐθὺς κατανεύει Θεὸς, καὶ δέχεται τοῦ δικαίου τὰς λιτάς. Ὡς γὰρ ἐν ταῖς Βασιλείαις γέγραπται, πρὶν τὸν μακάριον προφήτην ἔξω γενέσθαι τῆς τοῦ βασιλέως αὐλῆς, γέγονε πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ λόγος. Ὑπονοστήσας δὴ οὖν παραχρῆμα, τοὺς παρ’ αὐτοῦ λόγους καθίστησιν ἐναργεῖς.
Ἀκηκοέναι γὰρ ἔφη τῆς φωνῆς αὐτοῦ, τοῦτ’ ἔστι, προσδέξασθαι τὴν εὐχὴν, καὶ ἐποπτεῦσαι τὸ δάκρυον· νέμει τε αὐτῷ παραχρῆμα τὸ διαπηδῆσαι δύνασθαι τοῦ θανάτου τὸ δεῖμα, καὶ τῆς προστεθείσης ζωῆς κατασημαίνει τὸ μέτρον, ἵνα πρὸς τὸ τέλος ἀφορῶν, καὶ ὅτι πάντη τε καὶ πάντως τεθνήξεται διακείμενος, ἀπαράδεκτον εἰς νοῦν τὸ τῆς ὑπεροψίας ποιοῖτο νόσημα. Ὑπισχνεῖται δὲ ὅτι, καθάπερ ἐπήγγελται φθάσας, κρείττονα τῆς Ἀσσυρίων χειρὸς ἀποφαίνει μὲν αὐτὸν, ὑπερασπιεῖ δὲ τῆς Ἱερουσαλήμ. Ἔδρα τε ταῦτα, πάντα τρόπον δυσθυμίας ἐκ μέσου τιθεὶς, καὶ πολὺ λίαν ἀλγήσαντα τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς ἀνακτώμενος. Ὁ γὰρ πλήξας μοτώσει ὑμᾶς. Χρηστὸς γάρ ἐστι καὶ φιλοικτίρμων ὁ τῶν ὅλων Θεός. Ἐμπεδοῖ δὲ πρὸς πίστιν, ὅτι πρὸς πέρας ἐκβήσεται τὰ ἐπηγγελμένα σημείῳ τῷ κατὰ τὸν ἥλιον, κατὰ τὴν γενομένην τότε ἐπιστροφὴν τῆς σκιᾶς ἐν τοῖς δέκα ἀναβαθμοῖς.
PG 70:787Φασὶ δὲ ὅτι Ἄχαζ ὁ Ἐζεχίου πατὴρ ὡς ἐκ μηχανῆς τινος καὶ τέχνης ἐν τῷ ἰδίῳ οἴκῳ ἀναβαθμούς τινας γενέσθαι παρεσκεύασεν, οἷον ὡρολογοῦντας, καὶ τὸν ἡλίου δρόμον ἐκμετρεῖν εἰωθότας τῇ καταδρομῇ τῆς ἐπ’ αὐτοῖς γενομένης σκιᾶς. Ὅτι τοίνυν ἔμελλεν ὁ Ἐζεχίας ὑπονοστήσειν εἰς ζωὴν, φανερὸν ἐποίει Θεὸς ἀνόπιν ἰούσης τῆς ἡλίου σκιᾶς, καὶ ἐκτεινομένης ἡμέρας εἰς ὡρῶν ἀσύνηθες μέτρον. Δυσήνυτον δὲ παντελῶς οὐδὲν τῷ τῶν ὅλων Δεσπότῃ, ἀλλ’ ὅπερ ἂν ἕλοιτο, κατορθοῖ κατανεύσας μόνον. ΠΡΟΣΕΥΧΗ ΕΖΕΧΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, Ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, Πορεύσομαι ἐν πύλαις ᾅδου· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου.
Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο, ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην, ἕως πρωὶ̈ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην αὐτῷ. Ἀναγκαῖον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων εἰπεῖν· οἱ μὲν γὰρ Ἑβδομήκοντα τεθείκασιν, ἐν τούτοις τὸ ἐν τῷ ὕψει τῶν ἡμερῶν μου,6 ὡς γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν τὸ ἐν ἡμίσει τῶν ἡμερῶν ἐκδεδώκασιν. Οἶμαι δὲ ἔγωγε, καὶ σφόδρα ἐμφρόνως τὰς τῶν Ἑβδομήκοντα τεθεῖσθαι φωνάς. Πεπολιόρκητο μὲν γὰρ ἡ ἁγία πόλις, Ῥαψάκου καὶ τῶν σὺν αὐτῷ κύκλῳ περιστησάντων τὴν τῶν Ἀσσυρίων ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλ’ ἐπηγγέλλετο Θεὸς διὰ τῆς Ἡσαί̈ου φωνῆς, ὅτι ποιήσει παράδοξα, καὶ διασώσει τοὺς κινδυνεύοντας, καὶ ἀποστήσει τῆς Ἰουδαίας τὸν τύραννον, καὶ ὅτι τεθνήξεται τὰ οἴκοι καταλαβών.
Τούτων δὴ οὖν ἁπάντων εἰς πέρας ἐκβεβηκότων, καθ’ ὃν ἔφη καιρὸν ὁ τῶν ὅλων Θεὸς, ἔμελλε τῆς Ἐζεχίου βασιλείας αἴρεσθαι εἰς ὕψος τὰ αὐχήματα. Ἐγὼ τοίνυν εἶπον ἐν ἐμαυτῷ, φησὶν, ὅτι ἐν καιρῷ τῆς εὐκλείας, ἤγουν ἐν αὐτῷ τῷ ὑψοῦσθαι τὰς ἡμέρας μου, ἔσομαι μὲν ἐν πύλαις ᾅδου, καταλείψω δὲ τὰ ἔτη τὰ ἐπίλοιπα. Εἶτα τούτοις προσεπάγει τὰ δι’ ὧν τοῖς ἐσχάτοις δείμασι συμβαίνει προσομιλεῖν τοὺς ἀῤῥωστείᾳ κατειλημμένους, καὶ οὐ μακρὰν ὁρῶντας τὸν θάνατον. Ταῦτα δέ ἐστιν τὸ, Οὐκέτι οὐ μὴ ἴδω σωτηρίαν τὴν παρὰ Θεοῦ, οὔτε μὴν ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας τῆς ἐμῆς· ἀφῆκα τὸ λοιπὸν τῆς ζωῆς μου, ἀπῆλθεν ἀπ’ ἐμοῦ· γέγονα δὲ ὥσπερ λυομένη σκηνὴ, καὶ ὡς ἱστὸς γυναικὸς ἐρίθου, τοῦτ’ ἔστιν, ἐργαζομένης, ἤγουν ὑφαινούσης, καὶ λοιπὸν ἐγγιζούσης ἐκτεμεῖν.
PG 70:789Εἶτά φησιν, ὅτι Ἐν ὅλῃ νυκτὶ καὶ ἡμέρᾳ καθάπερ τινὶ λέοντι παρεδόθη τὰ ὀστᾶ μου συντρίβοντι. Καὶ τίς ὁ λέων; Ἢ τῆς ἀῤῥωστείας τὸ ἄχθος, καὶ μονονουχὶ καταβρυχόμενος ὡς ἐν εἴδει θηρίου ὁ θάνατος, καὶ τὴν ἔφοδον ἀπειλῶν, ἤγουν τὸ ἐκ τοῦ τεθνάναι προσδοκᾷν ἀνειμένον δεῖμα. Συντρίβει γὰρ φόβος τε ὁμοῦ καὶ δυσθυμία ψυχὴν, καὶ πᾶσαν αὐτῆς συνθρίπτει δύναμιν. Ὡς χελιδὼν, οὕτως φωνήσω, καὶ ὡς περιστερὰ, οὕτως μελετήσω. Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς Κύριον, ὃς ἐξείλετό με, καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα. Εἴλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
Τὰς χαριστηρίους ἀνατείνων ᾠδὰς, τὰ τῶν στρουθίων εὐστομεῖν εἰωθότα μιμεῖσθαι κατεπαγγέλλεται, καὶ ἀκαταλήκτους ποιεῖσθαι τὰς ὑμνῳδίας. Φησὶ δὲ ὅτι τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀνατείνας πρὸς Θεὸν, σέσωσται, καὶ διαπέφευγε καὶ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ αὐτὸν δὲ τὸν θάνατον. Ἐξήγειρας γὰρ, φησὶ, τὴν ζωὴν, ἔζησά τε καὶ περιεποιήσω τὴν ἐμὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Τοῦτο δὲ οὐκ ἔστι νοσοῦντος τὴν ἀλαζονείαν, ἀλλ’ ἐπεγνωκότος ἤδη τὴν ἑαυτοῦ φύσιν, καὶ εἰδότος ἀκριβῶς ὅτι πολλαῖς ἔνοχοι πάντες ἐσμὲν ἁμαρτίαις, κἂν εἰ μὴ βούλοιτο σώζειν ἐλέῳ Θεὸς, οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἀλλ’ οὐδ’ ἂν παῤῥησιάσηται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. Οὐκοῦν ἐν ταῖς εὐπαθείαις, αἵπερ ἂν ἡμῖν γένοιντο παρὰ Θεοῦ, δοξολογείσθω πρὸς ἡμῶν ὡς ἀμνημονήσας τῶν ἐφ’ οἷς ἦν εἰκὸς ὁσίως κολάζεσθαι.
Σοφοὶ γὰρ, φησὶν, οἱ ἑαυτῶν ἐπιγνώμονες Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Τὴν ἴσην ἃν ἔχοι τοῖς προκειμένοις διάνοιαν τὰ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς εἰρημένα· Τίς ἡ ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὰ θαυμάσιά σου;6 Οἱ γὰρ ἅπαξ τεθνεῶτες, καὶ ταῖς ᾅδου πύλαις γεγονότες κάτοχοι, ἀποπεπαύσονται τάχα που καὶ τοῦ δοξολογεῖν. Προσεπιθεῖεν δ’ ἂν οἷς εἰργάσαντο παντελῶς οὐδὲν, μενοῦσι δὲ μᾶλλον ἐν οἷς κατελείφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέξονται καιρόν.
PG 70:791Οὐκοῦν οἱ ζῶντες, φησὶν, καὶ τοῦτο δρᾷν ὅτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὐπάθειεν, εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ὑπισχνεῖται δὲ παιδία ποιεῖν, ἃ ἀναγγελοῦσι τὴν τοῦ Θεοῦ δικαιοσύνην. Καὶ οἱ μέν φασιν ὅτι χοροστασίαν ἀπαγγέλλεται, καὶ ψαλτῳδοὺς τοὺς ἔν γε τῷ θείῳ ναῷ καταστήσει τοὺς εὐφωνοτάτους. Ἕτεροι δὲ καὶ τοῖς ἀποῤῥητοτέροις ἔτι τὸν νοῦν ἐνιέντες λέγουσιν, ὅτιπερ ὑψηλὰ φρονήσας ὁ Ἐζεχίας ᾠήθη τάχα που καὶ ἀτελεύτητον ἔχειν τὴν βασιλείαν καὶ αὐτὴν ἀκατάληκτον ζωήν· διατεθεὶς ὅτι τὰ ἐπὶ Χριστῷ γεγραμμένα, ὡς ἐφ’ υἱῷ τοῦ Δαβὶδ, εἰς ἑαυτὸν εἴρηταί τε καὶ βλέπει. Ὅθεν φασὶ, καίτοι τεσσαρεσκαιδέκατον ἔτος ἐν τῷ βασιλεύειν ἔχων, οὐχ ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι παιδοποιεῖν· μεμαθηκὼς τοιγαροῦν τὸ τῆς ἑαυτοῦ ζωῆς πέρας, τῶν διαδεξομένων αὐτὸν ποιεῖται φροντίδα, καὶ ὅτι παιδία φησὶ, καὶ προστίθησιν ὅτι Ἀναγγελοῦσι τὴν τοῦ Κυρίου δικαιοσύνην, καὶ τῆς μὲν ἀληθείας διημάρτηκεν ὁ λόγος αὐτῷ.
Γέγονε γὰρ ὁ Μανασσῆς δυσσεβής τε καὶ ἀλητήριος, πλὴν τό γε ἧκον εἰς τὴν τοῦ φύσαντος γνώμην, ἦν καὶ αὐτὸς εὐσεβὴς καὶ τῆς τοῦ Θεοῦ δόξης ἀπαγγελεύς. Καὶ εἶπεν Ἡσαί̈ας πρὸς Ἐζεχίαν· Λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ εἶπεν Ἐζεχίας· Τοῦτο δὴ τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γέγραπται, ὅτι πρόφασις τῆς ἀῤῥωστίας τῷ Ἐζεχίᾳ γέγονεν ἕλκος πονηρὸν καὶ δυσμεταχείριστον, ὡς καὶ αὐτὰς ἀπειπεῖν τὰς τῶν ἰατρῶν εὐτεχνίας. Ἐπειδὴ δὲ ἅπαξ κατένευσε Θεὸς τῷ δικαίῳ τὴν ζωὴν, καὶ τὸ ἀποτρίψασθαι τὴν νόσον προστέταχε, δι’ ὧν ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναμφιβόλως ἔχον, ὅτι πρὸς ἐπίδοσιν ἀλγημάτων κατανεύσει τὸ τραῦμα, διὰ τούτων ἀπαλλάττεσθαι.
Παραδοξοποιὸς γὰρ ἀεὶ τοῦ πάντα ἰσχύοντος ἡ χείρ· καὶ διὰ τῶν ἀδοκήτων ἔρχεται τῆς ἐπικουρίας ὁ τρόπος· δῆλον δὲ ὅτι τῆς παρ’ αὐτοῦ. Τρίψον τοίνυν, φησὶν, ἐκ σύκων παλάθην, κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ ἦν ἐντεῦθεν, ὡς ἔφην, ἀδικηθήσεσθαι προσδοκᾷν, ἤγουν ἀπόνασθαί τι τὸ τραῦμα. Ἐπειδὴ δὲ ὁ Θεὸς προστάττων ἦν, εἰς σημείου δύναμιν τὸ χρῆμα ποιεῖται πανσύνετος ὢν Ἐζεχίας, καί φησιν, ὅτι Εἰ καὶ διὰ σύκων παλάθης ὑγιασθήσομαι, σημεῖον ἔσται τοῦτό μοι βέβαιόν τε καὶ ἀληθὲς ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ, θύσων τε αὐτῷ δηλονότι, καὶ προσευξόμενος καταληγούσης τῆς ἀῤῥωστίας, καὶ παντὸς ἀλγήματος οἱονεὶ κατευνασθέντος ἐν ἐμοί. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μεοδὰχ υἱὸς τοῦ Λαδὰμ ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεχίᾳ·
ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη. Καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἐζεχίας χαρὰν μεγάλην· καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθᾶ, καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐδὲν, ὃ οὐκ ἔδειξεν Ἐζεχίας ἐν τῷ οἴκῳ αὐτοῦ. Τεθνεῶτος τοῦ Σεναχηρεὶμ ὑπὸ τῶν ἑαυτοῦ παίδων βεβασιλευκέναι φησὶ τὸ Γράμμα τὸ ἱερὸν Νεχορδᾶν τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ. Ἀλλ’ ὡς ἔοικεν, ἐκείνου γεγονότος ἐκ μέσου, τοὺς τῆς βασιλείας κεκληρονόμηκε θώκους Μεωδὰχ ὁ τοῦ Λααδάν. Οὗτος πεπομφέναι λέγεται πρὸς Ἐζεχίαν δῶρά τε ὁμοῦ καὶ ἐπιστολὰς, καὶ πρέσβεις· καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις, εἰπεῖν ἀναγκαῖον.
PG 70:793Ἤκουσε γὰρ, φησὶν, ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη· ἀλλ’ οὐχὶ τοῦτο μόνον τὸ μαλακισθῆναι μὲν, φημὶ, τὸν Ἐζεχίαν, ῥέψαι δὲ αὖθις εἰς εὐρωστίαν ἀναδραμεῖν, κατέπληξε τὸν Βαβυλώνιον, ἀλλ’ ἐκεῖνο πάντως τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον· ἀῤῥήτῳ τε καὶ θεοπρεπεῖ νεύματι παλινδρομεῖν ὁ ἥλιος προσετάττετο καὶ ὀπίσω βαδίζειν, ὥστε καὶ ἀνελθεῖν τὴν σκιὰν τοὺς δέκα ἀναβαθμούς. Βαβυλωνίων δὲ καὶ Χαλδαίων, οἱ ἐπίκλην σοφοὶ, ἰσχνοὶ λίαν ὑπάρχοντες, εἰ καὶ αὐτοὺς εἶναι φάσκοντες περί τε τοῦ ἡλίου δρόμον, καὶ ἀστέρων ἐπανατολὰς, καὶ δύσεις, οὐκ ἠγνοήκασι κατὰ τὸ εἰκὸς τὴν ἀνόπιν ὑποστροφὴν, καὶ τῆς ἡμέρας ἐκείνης τὸ ἀσύνηθες μῆκος. Ἦν δὲ δὴ καὶ μάλα εἰκὸς ἐκτεθρυλλῆσθαι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τοῦ σημείου τὴν δύναμιν, καὶ ὅτι δέδοται πρὸς βεβαίωσιν τῆς ἐπαγγελίας τοῦ Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης.
Καὶ καθ’ ἕτερον δὲ τρόπον τεθαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμβεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱερουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωὶ̈ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ’ αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις καταθαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπικουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παραδόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξουσίαν τοῦ πάντων Δεσπότου, διὰ τῶν παρ’ αὐτοῦ μυσταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυτῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες·
ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλοντας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομίσθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ’ ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκονομεῖ, ἀλλ’ ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρωμάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ’ ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. Καὶ ἦλθεν Ἡσαί̈ας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ;
PG 70:795Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαί̈ας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ Ἡσαί̈ας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν.
Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμαθεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ’ ὅτῳ γέγονε τὸ διαβόητον οὕτω σημεῖον. Ὁ δὲ καίτοι μᾶλλον, ὡς ἔφην, ἀφηγεῖσθαι δέον αὐτοῖς τὴν θείαν ὑπεροχὴν, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις παραχωρεῖ, τὸν οἶκον ἔδειξε τῶν θυμιαμάτων, καὶ τῆς γάζης. Διαπυνθάνεται τοιγαροῦν ὁ προφήτης ἐφ’ ὅτῳ τε ἥκουσι, καὶ τίς ὁ λόγος αὐτοῖς. Ὁ δὲ πρὸς τοῦτο μὲν ἔφη παντελῶς οὐδέν; ὅτι δὲ ἐκ Βαβυλῶνος ἥκουσι, καὶ ἐκ γῆς μακρόθεν, αὐτὸ δὴ τουτὶ καὶ μόνον φησί· τάχα που καὶ μέγα πεφρονηκὼς, ὡς καὶ τῶν ἄγαν, καὶ μακροῖς διαστήμασι τοῖς μεταξὺ κειμένοις ἀφεστηκότων, τῆς πρὸς αὐτὸν μεταποιεῖσθαι φιλίας οὐ μετρίως διεσπουδακότων.
Ἐρομένου δὴ οὖν τοῦ προφήτου τί ἄρα τεθέανται, τοῦ γε μὴν βασιλέως οὐδὲν ἀπομεῖναι λέγοντος ἄποπτον αὐτοῖς, ἡμέρας ἥξειν φησὶ, καθ’ ἂς ἅπαντα τὰ ἐν τοῖς θησαυροῖς αὐτοῦ, καὶ διὰ σπουδῆς, καὶ διὰ φροντίδος τῶν πρὸ αὐτοῦ συναγηγερμένα, μετοιχήσονται πρὸς Βαβυλωνίους; προσετίθει δὲ τούτοις ὅτι καὶ ἐκ τῶν ἐσομένων αὐτῷ κατὰ καιροὺς παίδων, ὡς ἐν μακροτέραις δὲ τοῦ γένους διαδοχαῖς σπάδονας, τοῦτ’ ἔστιν, εὐνούχους, ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων ποιήσουσιν οἱ ταῦτα δηλονότι τεχνῖται. Συμβεβηκέναι δὲ τὰ τοιαῦτά φησι, μᾶλλον δὲ ἡ τῶν Βασιλειῶν διαμαρτύρεται βίβλος, ἐν ἡμέραις Ἰεχονίου, ὅτε κατὰ κράτος ἅπασαν τὴν Ἰουδαίαν ἑλὼν ὁ Ναβουχοδονόσορ, κατεμπρήσας δὲ τὰ Ἱεροσόλυμα, καὶ προσέτι τὸν θεῖον νεὼν, ἀπεκόμισε τὸν Ἰσραὴλ αἰχμάλωτον, ἐν οἷς ἦσαν οἱ τῶν ἀμφὶ τὸν θεσπέσιον Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων, οὕς φασι γενέσθαι σπάδονας, τοῦτ’ ἔστιν εὐνούχους.
Ποία τις οὖν ἄρα καὶ ἐφ’ ὅτῳ χρησίμῳ γέγονε τῆς τοιᾶσδε προαπαγγελίας τὸ χρῆμα; Δείκνυσι γὰρ διὰ τούτου Θεὸς, ἢ ὅτι τοῖς ἐκ Βαβυλῶνος ἥκουσιν, ἄμεινον ἦν δήπου, καὶ σοφὸν, ἀναγκαίαν ποιήσασθαι διήγησιν τὰ παραδόξως γεγενημένα διὰ τῆς θείας ὑπεροχῆς, καὶ μεγαλουργίας, ἤγουν καὶ μονονουχὶ καὶ κατερεθίσαι τὸν Βαβυλωνίων ὀφθαλμὸν, διὰ τοῦ παραδεῖξαι τὰ κεκρυμμένα ἐν θησαυροῖς. Καὶ εἶπεν Ἐζεχίας πρὸς Ἡσαί̈αν· Ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησε· γενέσθω δὲ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Ἠπόρησε πρὸς ἀπολογίαν, καὶ τοῖς ἑαυτοῦ πταίμασι τὸν ἐπικουροῦντα λόγον οὐκ ἔχων, ἀγαθὸν εἶναί φησι τὸν τοῦ Θεοῦ λόγον, καίτοι προαπηγγελκότα τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἄσχετον ἐξ ὀμμάτων καταχεῖσθαι δάκρυον. Εἶτα τὴν ἐν ταῖς ἰδίαις ἡμέραις εἰρημένην [γρ. εἰρήνην] ζητεῖ, μονονουχὶ καὶ φράσας ἐῤῥῶσθαι τοῖς μετ’ αὐτὸν ἐσομένοις, καὶ ἀφειδήσας παντελῶς χώρας τε ὁμοῦ τῆς ἰδίας πόλεώς τε καὶ γένους.
PG 70:797Ἀλλ’ ἦν ἄμεινον αὐτῷ κατολοφύρεσθαι μὲν ἐπί γε τοῖς προηγορευμένοις, ἐξαιτῆσαι δὲ παρὰ Θεοῦ τὸν ἔλεον, καὶ ἐπὶ τοῖς μετ’ αὐτὸν, οὐ πρόσκαιρον, καὶ συνεσταλμένην εὐημερίαν αἰτεῖν. Ἀλλὰ γὰρ ἀσθενὴς ἄγαν ὁ ἀνθρώπου νοῦς, καὶ πολλὰ πταίομεν, κατὰ τὸ γεγραμμένον, ἀγχίνους δὲ καὶ σοφὸς οὐδεὶς ἂν γένοιτο τῶν καθ’ ἡμᾶς εἰσάπαν, διεκπίπτει δὲ πολλάκις εἰς τὸ μὴ ἔχον ὀρθῶς, καὶ καρδία θεοφιλὴς, καὶ νοῦς ὁ τεθαυμασμένος. Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Μεταπεφοίτηκεν ὁ λόγος ἐπὶ τὰ ἐν Χριστῷ, καὶ τῆς δι’ αὐτοῦ χάριτος ποιεῖται λοιπὸν ἐναργῆ τὴν ἀνάῤῥησιν· πλὴν οὐκ ἔξω τοῦ εἰκότος ὁρᾶται κεχωρηκὼς, οὔτε μὴν εἰσκεκομισμένος ἐν οὐ καιρῷ τῷ καθήκοντι.
Φαῖεν γὰρ ἂν ἴσως τινὲς τῶν οὐ λίαν ἠκριβηκότων τὰ ἐν τῇ θείᾳ Γραφῇ· Τίνα δὴ τρόπον τοῖς Ἐζεχίου λόγοις ὁ προφήτης ἐν τούτοις ἡμῖν ποιεῖται γείτονα τὴν ἐπὶ Χριστῷ προαγόρευσιν; Ἀπολογησόμεθα δὲ πρὸς τοῦτο ἡμεῖς ἐκεῖνο λέγοντες· ὅτι διαμνημονεύσας ὁ λόγος τῆς τελευταίας ἁλώσεως τῆς Ἰουδαίων γῆς, καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ὡς ἐν καιρῷ καὶ χρείᾳ λοιπὸν, τὴν μετὰ τοῦτο γενομένην παρὰ Θεοῦ παράκλησιν εἰσκεκόμικεν ἀναγκαίως. Ἐρῶ δὲ διὰ βραχέων τὴν διασάφησιν ἀκριβῆ τῶν ἀρτίως ἡμῖν εἰρημένων. Πλεῖσται μὲν γὰρ γεγόνασι κατὰ τῶν Ἱεροσολύμων ἔφοδοι, καὶ πεπόρθηται πολλάκις ἡ τῶν Ἰουδαίων χώρα· τοῦτο μὲν ὑπὸ χειρὸς Ἀσσυρίων· τοῦτο δὲ καὶ ἐξ ὁμόρων Βαρβάρων, καὶ μὴν καὶ ἑτέρων τινῶν καταδῃούντων αὐτήν.
Εἶτα τελευταία γέγονεν ἅλωσις, ἡ διά γε τοῦ Ναβουχοδονόσορ ἐν καιροῖς τῆς Ἰεχονίου βασιλείας, ὅτε καὶ αἰχμάλωτος ὁ Ἰσραὴλ εἰς τὴν τῶν ᾑρηκότων ἀπεκομίσθη χώραν. Καὶ ἐν καιροῖς τῆς βασιλείας Κύρου τῆς αἰχμαλωσίας ἀνέθη καὶ ὑπενόστησεν εἰς τὴν Ἰουδαίαν, ἀνεδείματό τε τὸν νεὼν, καὶ κατῳκήκασιν οὐ μεμερισμένως, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας. Ἐπειδὴ τοίνυν τῆς ἐσχάτης αἰχμαλωσίας πεποίηται μνήμην, ὄτε πάντα τὰ ἐν θησαυροῖς τῶν βασιλέων τῆς Ἰουδαίας ἐλθόντες [γρ. ἔχοντες] οἱ Βαβυλώνιοι ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, ἀναγκαίως καὶ τῆς μετὰ τοῦτο γεγενημένης παρακλήσεως, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ, ποιεῖται τὴν προαγόρευσιν τοῖς τὸ θεῖον ἱερουργοῦσιν Εὐαγγέλιον, ἐπιτάττων, καὶ λέγων· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός.6 Παράκλησις γὰρ πρὸς σωτηρίαν πρώτοις μάλιστα τοῖς ἐξ Ἰσραὴλ ἡ Χριστοῦ γέγονε παρουσία, καὶ τὰ δι’ αὐτοῦ θεσπίσματα λέγοντος ἐναργῶς·
PG 70:799Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Ὦ τοίνυν, φησὶν, ἱερεῖς, ὧ λειτουργοὶ τῶν νέων, καὶ διὰ Χριστοῦ θεσπισμάτων, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον. Φορτικὸς μὲν γὰρ ὁ νόμος ἦν ἅπασι, καὶ σκιὰς διδάσκων καὶ τύπους· οὐκ εἰς νοῦν καὶ καρδίαν τὴν περὶ τῶν ἀναγκαίων ἐνιεὶς παίδευσιν τοῖς ἀκροωμένοις, ἀλλ’ οἷον ἐξωφανῆ τινα γνῶσιν τὴν ὡς ἐν γράμμασι μόνοις ἐνετίθει μόλις. Τὸ δέ γε σωτήριον, καὶ εὐαγγελικὸν λαλεῖται κήρυγμα, δεικνύοντος τοῦ ἁγίου Πνεύματος τῆς ἑκάστου διανοίας τὸ βάθος, καὶ πνευματικὰς θεωρίας εἰσπέμποντος, καὶ τοὺς τῶν ἁγίων ἐμπηγνύντος λόγους, καὶ τοῖς ἐσωτάτοις τῆς διανοίας μυχοῖς οἱονεί πως ἐγκατακαίοντος.
Τοιοῦτός τις ἧν ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων· Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.6 Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Σωτὴρ, ὅτι Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν λόγον, δῆλον δὲ ὅτι τὸν παρ’ αὐτοῦ, καὶ σωτήριον. Ὅτι δὲ εἰς νοῦν καὶ καρδίαν λαλεῖται τὸ εὐαγγελικὸν κήρυγμα παρὰ τῶν ἁγίων μυσταγωγῶν, συνεργαζομένου πρὸς τοῦτο, μᾶλλον δὲ κατορθοῦντος τὸ πᾶν τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν ἱερῶν Γραμμάτων ἕποιτο ἂν ἡ πίστις. Ἔφη γάρ που Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ μου.
Κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἢν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.6 Γράφει δέ τισι καὶ ὁ μακάριος Παῦλος· Ἡ ἐπιστολὴ ὑμῶν ὑμεῖς ἐστε, γινωσκομένη τε καὶ ἐπιγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.6 Δοκεῖ δέ τισιν, ἀντὶ τῶν τοῦ θείου κηρύγματος ἱερουργῶν ἱερεῖς ἐν τούτοις ὠνομάσθαι τοὺς ἀγγέλους τοὺς ἁγίους· οἷς δὴ μάλιστα πρέποι ἂν καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Παρακαλέσατε τοίνυν αὐτήν. Τί δὴ ἄρα λέγοντες;
PG 70:801ὅτι κατέληξε τῆς ὀργῆς τῆς ἐπ’ αὐτοῖς γενομένης ὁ τῶν ὅλων Θεός. Ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς.6 Ἀποχρώντως γὰρ, φησὶ, τεταπείνωται, καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία. Ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.6 Ἆρ’ οὐχὶ πέρα τοῦ δέοντος ἐκόλαζε Θεὸς, καὶ οὐκ ἰσοῤῥόπους τοῖς ἐγκλήμασιν ἐπετίθει τὰς δίκας, ἀλλ’ ὑπὲρ ταύτας πολὺ, καὶ οἷον ἐν διπλῷ· εἶτα πῶς οὐκ ἀπίθανον τὸ χρῆμά ἐστι; Πῶς δὲ ἀληθεύσει, λέγων· Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει; πῶς οὖν ἄρα συνιέναι χρὴ τὸ εἰρημένον; οἱονεὶ γάρ τις φιλόπαις πατὴρ καὶ πλείστην ἔχων τὴν εὐσπλαγχνίαν πλημμελοῦντά τινα τὸν υἱὸν [τῶν υἱῶν ]1 ὀλίγα λελυπηκὼς, οἴεται τάχα που καὶ παρὰ τοῦ μέτρου τὸ ἐπ’ αὐτῷ πεποιῆσθαι κίνημα· αἴτιον δὲ τούτου φιλοστοργία, καὶ ἡ παισὶν ἐκ πατρὸς ὀφειλομένη διάθεσις· οὕτω δεδέχθαι φησὶν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς, τὴν παρακαλουμένην Ἱερουσαλὴμ, ἐπὶ πολὺ μὲν ἄγαν κατεγνωσμένην, δεινοῖς τε, καὶ ἀφορήτοις πράγμασι, μετρίως γε μὴν, καὶ οὐκ ἰσοῤῥόπως τοῖς παρ’ αὐτοῦ γινομένοις κεκολασμένην.
Καὶ γάρ ἐστιν ἀληθῶς οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν; οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν.6 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε. Λελυτρῶσθαι λέγων τὸν Ἰσραὴλ, ἀπηλλάχθαι δὲ καὶ τῶν ἰδίων πταισμάτων τὴν Ἱερουσαλὴμ παρακληθῆναί τε προστεταχὼς αὐτὴν, μονονουχὶ κατὰ πόδας τῶν εἰρημένων ἰόντα τε, καὶ τρέχοντα τὸν τῆς παρακλήσεως ὑποφαίνει καιρόν·
ἔστι δὲ οὗτος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὗ καὶ πρόδρομος εἰσβέβηκεν ὁ θεσπέσιος Βαπτιστὴς ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, διακεκραγώς τε καὶ λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.6 Τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι, καὶ ὁ μακάριος Ζαχαρίας ὁ αὐτοῦ γεγονὼς Ἰωάννου πατὴρ προεφήτευσε, λέγων· Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.6 Καὶ περὶ αὐτοῦ πρὸς αὐτοὺς ἔφασκεν ὁ Σωτήρ· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων.6 Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.6 Ἥλιος μὲν γὰρ δικαιοσύνης, καὶ φῶς τὸ ἀληθινόν ἐστιν ὁ Χριστός. Λύχνῳ δὲ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν μακάριον Βαπτιστήν.
Ὡς γὰρ πρὸς τὸ θεῖόν τε καὶ ἄῤῥητον φῶς, πρὸς τὴν ἄφραστόν τε καὶ ὑπερμεγέθη λαμπρότητα, παρεικάζοιτο ἂν εἰκὸς τῷ λύχνῳ τῷ βραχεῖ τὸ τῆς ἀνθρωπίνης διανοίας μέτρον, καὶ εἰ πλῆρες γένοιτο φωτὸς καὶ σοφίας. Τί τοίνυν ἐστὶ τὸ, Ἑτοιμάσατε τὴν ὀδὸν Κυρίου,6 καὶ τό γε δὴ δεῖν εὐθείας ποιεῖσθαι τὰς τρίβους αὐτοῦ; Σαφηνίζει προστιθείς· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδιάδα.6 Εἰσὶ μὲν γὰρ λεωφόροι τινὲς, ἤτοι τρίβοι βάσιμοι μὲν ἥκιστά γε, τραχεῖαι δὲ αὗται καὶ δυσπόρευτοι, ὡς πῆ μὲν ἀνίστασθαι πρὸς ὄρη τε καὶ βουνοὺς, πῆ δὲ αὐτὰς καταφέρεσθαι, καὶ εἰς κρημνοὺς ἀποκρεμᾶσθαι βαθεῖς. Εἰ δὲ δὴ γένοιτό πως ὑφιζῆσαι μὲν τὰ ὑψοῦ καὶ ἀνάντη, ἀναπίμπλασθαι δὲ τὰ ἐν κοίλῳ καὶ βάθει, τότε δὴ, τότε πάντη τε καὶ πάντως εἰς εὐθεῖαν ἔσται τὰ σκολιὰ, καὶ εἰς ψιλὰ πεδία, καὶ οἶον ὕπτιον ἔχοντα τὴν ὁδὸν τὰ τραχέα τε, καὶ φαραγγώδη.
PG 70:803Πότε τοῦτο; τοῦτο γέγονε νοητῶς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος. Πάλαι μὲν γὰρ ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις δυσπόρευτος ἦν ἡ ἐξαίρετος ζωὴ, καὶ τῆς εὐαγγελικῆς πολιτείας ἡ τρίβος ἀνεπιτήδευτος, διάτοι τὸ κεκρατῆσθαι τὸν τῶν ἁπάντων νοῦν κοσμικαῖς καὶ γεώδεσιν ἐπιθυμίαις, καὶ τοῖς τῆς σαρκὸς ἐκτόποις κινήμασιν ὑποφέρεσθαι.
Ἐπειδὴ δὲ γεγονὼς ἄνθρωπος, ἤτοι σὰρξ, κατὰ τὰς Γραφὰς, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καθεῖλε δὲ καὶ ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, λείαν ἡμῖν καὶ εὐδρομωτάτην ἀπέφηνε τὴν εἰς εὐσέβειαν ὁδὸν οὐδὲν ἔχουσαν τὸ ἄναντες, ἢ καὶ ἠρμένον ὑψοῦ, οὐδὲν τὸ κοῖλον τὸ κάτω, ἀλλ’ εἰς πεδία μᾶλλον ἐψιλωμένην. Πάντα τὰ σκολιὰ γεγόνασιν εἰς εὐθεῖαν. Καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ὀφθήσεται, φησὶν, ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε.6 Δόξαν δὲ φησὶν ὀφθήσεσθαι, πῶς ἢ τίνα τρόπον; Ἦν μὲν γὰρ, καὶ ἔστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ἐν ταῖς τῆς θεότητος ὑπεροχαῖς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, θρόνων τε, καὶ κυριοτήτων καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος, ἐγνώκαμεν δὲ καὶ ἡμεῖς τὴν δόξαν αὐτοῦ, καίτοι πάλαι μὴ εἰδότες, ὅτε καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος οἰκονομικῶς ἔδειξεν ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτιμῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν.
Ὤφθη τοίνυν ἡ δόξα Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι. Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ’ ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄνθρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτηρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται.
PG 70:805Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγεσθαι τυχόν. Ἀλλ’ ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε, καὶ δρᾷν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, καθίστησιν ἐναργές. Δεῖ γὰρ, οἶμαι, τοὺς ἐθέλοντας ἁγιοπρεπῶς πολιτεύεσθαι, καὶ τὴν εὐαγῆ, καὶ ἐξαίρετον ἐπανελέσθαι ζωὴν, καὶ τῆς ἐν Χριστῷ πολιτείας οἷά τινα στέφανον ἀναδήσασθαι τὰ αὐχήματα, παρ’ οὐδὲν μὲν ποιεῖσθαι τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, δόξαν δὲ τὴν ἐν ἀνθρώποις, καὶ πρόσκαιρον, ὡς ἀπωτάτω ῥίπτειν, ἡγεῖσθαί τε κατὰ ἀλήθειαν χόρτῳ καὶ πόαις ὡμοιῶσθαι τὰ ἀνθρώπινα, ἔχειν τε εἰς νοῦν καὶ καρδίαν τὸ τοῦ Θεοῦ ῥῆμα, τοῦτ’ ἔστι, τὸν ἐκ Θεοῦ, καὶ Πατρὸς Λόγον.
Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ τὸ θεῖον αὐτοῦ Πνεῦμα καταπλουτήσαντες, αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς. Ἀξιόκτητον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς αἰῶνα πρόξενον ζωῆς. Διαμένων γὰρ εἰς τὸν αἰῶνα, καὶ ζῶν ὁ τοῦ Θεοῦ Λόγος διατηρεῖ, καὶ ζωοποιεῖ. Εἰ δὲ δὴ βούλοιτό τις τὸ τοῦ Θεοῦ ῥῆμα νοεῖν τὴν ἐντολὴν αὐτοῦ· φαμὲν ὅτι καὶ τοῦτό ἐστιν οὐ μετρίως ὀνησιφόρον. Διατηρεῖ γὰρ καὶ αὐτὸ τοὺς κατορθοῦντας αὐτὸ πρὸς μακραίωνα βίον· κατά γε τὸ παρ’ αὐτοῦ τοῦ Σωτῆρος εἰρημένον· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ ἴδη εἰς τὸν αἰῶνα. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα·
Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Τοῖς τὸ θεῖον καὶ σωτήριον ἱερουργοῦσι κήρυγμα, φημὶ δὴ τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, ἢ καὶ ἁπαξαπλῶς τοῖς κατὰ καιροὺς τῶν λογικῶν ποιμνίων προεστηκόσι, καὶ μυσταγωγικὸν ἔχουσι τὸ ἐπιτήδευμα, τίνα δὴ τρόπον εἶεν φιλόθεοί τε, καὶ διαβόητοι, καὶ τῆς ἀνωτάτω δόξης ἐπίμεστοι διαδείκνυσιν ἐν τούτοις. Οὐ γάρ τοι προσήκει, φησὶν, εὐαγγελιζόμενον τοῖς ἁπανταχοῦ τὴν δόξαν καὶ τὸ σωτήριον τοῦ Θεοῦ περιδεῶς, καὶ ὑπεσταλμένως, καὶ λανθάνειν σπουδάζοντα τοῦτο δρᾷν· ἀλλ’ οἷον ὑψοῦ γεγονότας, καὶ ἅπασιν ὁρωμένους, καὶ ἐν πολλῇ παῤῥησίᾳ καθάπερ ἐν ὄρει πηδήσαντας διαπρυσίῳ τρόπον τινὰ κεχρῆσθαι φωνῇ, καὶ δείματος ἐλευθέρᾳ.
Ὃ δὴ καὶ ὑπάρξαι σφίσιν, αὐτοὶ οἱ θεσπέσιοι μαθηταὶ λιπαροῦντες, ἔφασκον πρὸς τὸν τῶν ὅλων κρατοῦντα Θεόν· Καὶ νῦν, Κύριε, ἐπίδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Ὑψώσατε τοίνυν, μὴ φοβεῖσθε, φησίν. Ἀπαγγέλλετε ταῖς πόλεσιν Ἰούδα, Ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Τὸ δὲ Ἰδοὺ προστιθεὶς, οὐκ εἰς μῆκος ἐᾷ τῆς ἀφίξεως ἀνατείνεσθαι τὴν ἐλπίδα, ἀλλ’ ὅσον οὐδέπω, καὶ μετὰ βραχὺ παρεσόμενον, μᾶλλον δὲ καὶ ἀγχίθυρον ἤδη πως γεγονότα τὸν Λυτρωτὴν διαδείκνυσι. Χεῖρα γὰρ ὥσπερ προτείνειν αὐτοὺς προστέταχε, καὶ δακτύλῳ φανεροῦν τὸν προηγγελμένον. Ὅτι δὲ οὐ καθ’ ἕνα τῶν ἁγίων προφήτων οὔτε μὴν ἐν μέτροις ἔσται τοῖς ἱκέταις, ἀλλ’ ἐν ἐξουσίᾳ δεσποτικῇ, καὶ ἐν δυνάμει τε καὶ κυριότητι τῇ θεοπρεπεστάτῃ, διεσάφησεν εἰπὼν, Μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων μετὰ κυρείας.6 Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται γενέσθαι τινὰ παρὰ Θεοῦ, καὶ μὴν καὶ ὑπάρξαι τοῖς ὑπὸ χεῖρα λαοῖς παρεκάλουν.
PG 70:807Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, οὐ προσευχὴν ἀνατείνων, οὔτε μὴν ἐξ αἰτήσεώς τι δεχόμενος, καὶ διδοὺς, ἀλλ’ ὡς Υἱὸς ἀληθῶς, τὰ ἐκ Πατρὸς ἀγαθὰ μετὰ τῆς ἐλευθέρῳ πρεπούσης ἀξίας διανενέμηκε τοῖς πιστεύσασιν εἰς αὐτὸν, εἰργάζετο δὲ πάντα δυνάμει τε ἰδίᾳ χρώμενος, καὶ μέντοι καὶ ἐξουσίᾳ. Ὅτι δὲ τῆς οἰκονομίας τὸ μυστήριον οὐκ ἄκαρπον ἔσται τῷ καθ’ ἡμᾶς γενομένῳ, καὶ σταυρὸν ὑπομείναντι, καὶ τὸν ἐν αὐτῷ θάνατον, διαδείκνυσι λέγων· Ἰδοὺ ὁ μισθὸς μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ,6 καὶ μισθὸν ὀνομάζει τὸν ἐκ τοῦ κατὰ σάρκα τεθνάναι καρπόν. Ἔφη γὰρ, ὅτι Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φύει.6 Καὶ πάλιν· Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Ὡς γὰρ ὁ Παῦλός φησιν·
Ὑπέμεινε σταυρὸν αἰσχυνῆς καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός·6 τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ προεγνωκὼς ἐν πνεύματι ψάλλει καί φησι πρὸς αὐτόν· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.6 Οὐκοῦν οὐκ ἄμισθος οὐδὲ ἄκαρπος ἡ οἰκονομία. Ἠκολούθησε δὲ καὶ γέγονεν ὥσπερ ἐν ὀφθαλμοῖς αὐτοῦ ποιμαίνοντος τὰ ἑαυτοῦ ποίμνια, καὶ τῷ βραχίονι αὐτοῦ, τοῦτ’ ἔστι, τῇ ἰσχύϊ συλλέγοντος ἄρνας. Οἱ γὰρ πιστεύσαντες εἰς αὐτὸν ὡς ἀρτιγενῆ, καὶ νεογνὰ πρόβατα πρὸς καινότητα ζωῆς ἀνεκτίσθησαν, λαχόντα δηλονότι τὴν ἄνωθεν, καὶ διὰ τοῦ Πνεύματος ἀναγέννησιν.
Τοιγάρτοι τὸ λογικὸν ἐπιποθοῦσι γάλα τρεφόμενα μὲν νηπιοπρεπῶς ἐν ἀρχαῖς, ἀναβαίνοντα δὲ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Οὐκοῦν ἐποιμάνθησαν μὲν οἱ ἄρνες, παρακέκληνται δὲ καὶ κυοφοροῦσαί τινες, ἤτοι ἐν γαστρὶ ἔχουσαι. Ἄρνες μὲν γὰρ ὥσπερ ἀρτιφανεῖς, καὶ ἀρτιτόκοι νοοῖντ’ ἂν εἰκότως οἱ ἐξ ἐθνῶν. Ἐχούσας γε μὴν ἐν γαστρὶ φαίη τις ἂν τοὺς ἤδη τὸν ἐπ’ αὐτῷ λόγον ὠδίνοντας, ὡς ἀπό γε τῶν νομικῶν διδαγμάτων, προφητικῶν κηρυγμάτων. Σέσωκε γὰρ ὁ Χριστὸς, οὐχὶ δὴ μόνους τοὺς ἐξ ἐθνῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, πρὸς οὓς δὴ μάλιστα, καὶ ἀπεστάλθαι φησὶν, οἳ καὶ παρακέκληνται βεβαιοῦντες τῇ πίστει τὴν προσδραμοῦσαν ἐν αὐτοῖς τοῦ μυστηρίου γνῶσιν ἀκριβῆ. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;
PG 70:809Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Διὰ τῶν ἀνεφίκτων τε καὶ ἀμηχάνων ἅπασιν ἀνθρώποις, μᾶλλον δὲ τάχα που, καὶ ταῖς ἄνω, καὶ ἐν οὐρανῷ δυνάμεσι πειρᾶται δεικνύειν τῆς ἐν Θεῷ σοφίας τὸ ὑπερτενές τε καὶ ἀκατάληπτον. Τεθαύμασται γὰρ τὸ μυστήριον τοῦ Χριστοῦ, καὶ ἐν ἀποῤῥήτοις ὁρᾶται λόγοις τῆς οἰκονομίας ὁ λόγος. Καί μοι δοκεῖ ταῖς τοῦ Παύλου φωναῖς ἐπὶ καιροῦ κεχρημένον εἰπεῖν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ Τίς γὰρ ἔγνω νοῦν Κυρίου;6 Ἢ οὐκ ἀδελφὰ τοῖς προκειμένοις ταυτὶ, φαίη τις ἂν καὶ μάλα εἰκότως;
Βαθὺ γὰρ βάθος, καὶ ἀκατάληπτον τὸ ἐν τοῖς θείοις σκέμμασι διαφαίνεται. Καὶ ὥσπερ ἐστὶν ἀνεπιτήδευτον παντελῶς καὶ ἀμήχανον ἀνθρωπείᾳ χειρὶ σύμπαν μετρεῖσθαι τὸ ὕδωρ, καὶ σπιθαμῇ τὸν οὐρανὸν, καὶ ἅπασαν δὲ τὴν γῆν δρακὶ, καὶ σταθμῷ, καὶ ζυγῷ τὴν τῶν ὀρῶν ὁλκὴν ὅση τίς ἐστι γενέσθαι καταφανῆ, κατὰ τὸν ἴσον τουτονὶ τρόπον, οὐκ ἄν τις καταλάβῃ τὸν νοῦν Κυρίου. Καὶ πιστώσεται λέγων αὐτὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Οὐ γάρ εἰσιν αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν, ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.6 Ποίου γὰρ, φησὶν, ἐδεήθην ποτὲ τοῦ συμβουλεύοντος ἢ συμβιβάζοντος, ἢ δεικνύοντος αὐτῷ κρίσιν, τοῦτ’ ἔστιν, τὴν δικαιοσύνην, ἤτοι δικαιοκρισίαν, ἢ συνέσεως ὁδόν.
Εἰ γὰρ αὐτόχρημα σοφία τυγχάνει, καὶ αὐτὸς σοφοῖ πάντα νοῦν, καὶ φωτός ἐστι τοῦ κατὰ σύνεσιν τῇ λογικῇ κτίσει χορηγός· πῶς ἂν ἑτέρου δέοιτ’ ἂν, ἢ κατὰ τίνα τρόπον ὅπερ ἂν βουλεύσαιτο, διαμωμήσαιτ’ ἄν τις; Ὅτι δὲ ἐντεῦθεν ὄφελος μέγα τοῖς ἀκροωμένοις ὁ προφήτης ἐνεργάζεται. Ἤδη γάρ τινες τῶν ἀπίστων ἔτι κατατολμῶσι λέγειν· Τί γὰρ ἔδει καθ’ ἡμᾶς γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον, καὶ σαρκὸς ἀνέχεσθαι, καὶ ῥύπον τὸν ἐξ αὐτῆς, διασῶσαι θελήσαντα τοὺς ἐπὶ γῆς, καίτοι κατανεῦσαί φησι χαλεπὸν οὐδὲν ὡς Θεὸς κατορθῶσαί τε τὸ δοκοῦν. Εἶτα πῶς οὐκ εἰκῆ γέγονεν ἄνθρωπος; Καὶ δι’ ἐκτόπων ἐννοιῶν περιστάντες ἀνοσίως εἰς τὸ ἀκαλλὲς τὴν οἰκονομίαν, τῇ τοῦ μυστηρίου μάχονται δόξῃ. Ἀνακόπτει τοίνυν αὐτῶν τὰς ἀσυνέτους κενοβουλίας ὁ προφήτης ἐν τούτοις· καὶ ἀκατάληπτον εἶναί φησι τὴν ἐν Θεῷ σοφίαν, καὶ τὸν ἐν αὐτῷ νοῦν, εἰ καὶ ἔστιν αὐτόχρημα σοφία καὶ νοῦς ὁ ὑπερτάτω τε καὶ ἀκραιφνέστατος, ἵνα λοιπὸν καὶ ἀπαράδεκτος ἦν, μᾶλλον δ’ ἂν γελῷτο δικαίως τῶν ἀπίστων ὁ λόγος, ἐπιτιμᾷν, οὐκ οἶδ’ ὅπως, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς οὐκ εὖ γενομένῃ τετολμηκότων.
PG 70:811Δοκεῖ δέ τισι· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὰ ἑξῆς, ἐφαρμόττειν τῷ πάντων κρατοῦντι Θεῷ, ὡς δυναμένῳ καὶ ὕδωρ ἐκμετρεῖν, οὐρανόν τε καὶ γῆν, ὄρη τε καὶ νάπας, καὶ πάντων ἁπαξαπλῶς ἔχοντι γνῶσιν, καὶ τῶν ἀνεφίκτων, καταδραττομένῳ τε παντὸς τοῦ γεγονότος, καὶ ὡς οὐδὲν ἔχοντι τὰ ἐν μεγέθει τε καὶ ὄγκῳ τοσούτῳ τῶν κτισμάτων καὶ τὰ ἐν ἀμετρήτῳ πληθύϊ νοούμενα. Τό γε δὴ χρῆναι νοεῖν οὕτως εἴ γέ τις ἕλοιτο, τυχὸν ἀδικήσειεν ἂν οὐδέν. ΤΟΜΟΣ Ε. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσεται; Ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ ὡς οὐδὲν ἐλογίσθησαν.
Τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκ λέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται. Οὐ γνώσεσθε; οὐκ ἀκούετε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ὁ προφητικὸς ἡμῖν διαμνημονεύσας λόγος, καὶ ἀποχρώντως καταθαυμάσας τὴν ἀπόῤῥητον σοφίαν, δι’ ἧς καὶ σεσώσμεθα, καὶ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην ἐπεγνωκότες, τῆς παρ’ αὐτοῦ χάριτος ἠξιώμεθα, συναγηγερμένοι μὲν ὡς ἄρνες τῷ βραχίονι αὐτοῦ, γεγονότες δὲ καὶ ὑπ’ αὐτῷ καθάπερ ὑπὸ ποιμένι τῷ λίαν ἀγαθῷ· τέθεικε γὰρ τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων.
Καὶ μὴν καὶ ἀνέφικτον ἀποφήνας τοῦ δύνασθαι κατιδεῖν, ἤγουν ἀναμετρῆσαι τυχὸν τὸν νοῦν, σοφίαν τε τὴν ἀνωτάτω καὶ πάντων ἐπέκεινα διωμολογηκὼς αὐτὸν, εἰσκεκόμικεν ἀναγκαίως τὸν πρός γε τοὺς ἐξ ἐθνῶν, ἤγουν ἔτι προσκυνοῦντας τῇ κτίσει παρὰ τὸν κτίσαντα, ποιούμενον λόγους, καὶ ἀποκομίζοντα μὲν τῆς ἀρχαίας, καὶ προγονικῆς, καὶ πατροπαραδότου πλάνης, μεθιστάντα δὲ πρὸς τὰ βελτίω καὶ πρὸς γνῶσιν ἀνακομίζοντα τὴν ἀνθρωποπρεπῆ. Καταδείκνυσι τοίνυν τοῦ πάντων κρατοῦντος Θεοῦ τὴν ἀμέτρητον ὑπεροχὴν, καὶ τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας τὸ ὑπερφερὲς ἀξίωμα, καὶ ὅτι πάντα αὐτῷ σμικρὰ, καὶ ἐν ἴσῳ τοῦ μηδενὸς καταλογισθεῖεν ἂν ὡς πρός γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης τὸ ὑπερτενές. Ταύτῃτοί φησιν·
Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται. Μικρὰ δὲ ταυτὶ καὶ τοῦ μηδενὸς ἄξια παντελῶς. Τί γὰρ μία καταφερομένη σταγὼν ἀπὸ κάδδου; Τί δ’ ἂν εἴη καὶ ζυγοῦ ῥοπὴ, πρὸς ἰσότητα φέρουσα τὸ ἡττῆσθαι δοκοῦν; Τί δὲ καὶ σίελος, τοῦτ’ ἔστι, πτύσμα τὸ ἀνθρώπινον; Ἀλλ’ οὐδὲν ἀρκέσειεν αὐτῷ, φησὶν, ὁ Λίβανος εἰς καῦσιν, ἢ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα. Εὐκαταφρόνητα δὲ τὰ τοιάδε παντελῶς· κἂν εἰ πάντα προσκομίζοιτο πρὸς ὁλοκάρπωσιν αὐτῷ, καὶ αὐτὰ τῆς τοῦ Θεοῦ δόξης ἐῤῥίφθω κατόπιν. Καὶ εἰ πάντα τὰ ἔθνη, φησὶν, ὡς οὐδέν εἰσιν, καὶ ὡς οὐδὲν ἐλογίσθησαν, τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Τί γὰρ ἔσται τὸ εἰκὸς αὐτῷ, καὶ ἰσοστατοῦν, ἢ εἰς φύσιν, ἢ εἰς ὁλκὴν, ἢ καὶ εἰς εὐκλείας λόγον;
PG 70:813Ἆρα γὰρ μὴ τέκτονος τέχναις, καὶ ξυλουργοῦ ἐμπειρίαις; ἆρα χρυσοχόων, ἢ καὶ ὡς ἐν εἰκόνι μεμόρφωται πρὸς ὁτιοῦν τῶν κτισμάτων; ἤγουν ἐποιήθη, φησὶν, ἀνδροειδὲς ἄγαλμα; Οὐμενοῦν. Οὐ γὰρ ἂν γένοιτό τι τὸ ἴσον αὐτῷ. Θεὸς γὰρ ὑπάρχων φύσει, καὶ κατ’ αὐτὸν οὐκ ὄντος ἑτέρου, πάντα που πάντως καὶ ὑπερκείσεται. Ἀποφήνας δὴ οὖν παντὸς ἐπέκεινα τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, διαγελᾷ μετὰ τοῦτο τὴν εἰδώλων ποίησιν, καί φησιν, ὅτι Ξύλον ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτοῦ εἰκόνα, ἵνα μὴ σαλεύηται· ὥστε τῆς τοῦ τέκτονος ἐμπειρίας εἴη ἂν, τὸ, τοῖς πλανωμένοις κατά γε τὸ μέτρον τῆς ἐνούσης συνέσεως αὐτῷ, κατασκευάσαι θεὸν κατὰ τὸ αὐτοῖς δοκοῦν, καὶ διὰ πλείστης ἀσφαλείας ἐπικουρούμενον, ἵνα μὴ σαλεύηται καὶ συνθραύηται πεσόν.
Ἦσαν οὖν ἄρα θεῶν ἐν σπάνει, οἱ τῶν εἰδώλων προσκυνηταὶ, τεκτονικῆς ἐμπειρίας οὐκ οὔσης ἐπὶ τῆς γῆς· ἀλλ’ οὐδ’ ἂν ἐσώζοντο τὰ γεγονότα χειροποίητα, εἰ μὴ σοφῶς ἐζήτησεν ὁ τεχνουργὸς τὰ δι’ ὧν ἂν ἑστάναι δύναιντο, καὶ ἀκλόνητον ἔχειν τὴν ἕδραν. Φαίη δ’ ἂν, οἶμαι, τὶς, καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον, καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.6 Προσεπάγει δὲ τούτοις· Ὅμοιοι αὐτῶν γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.6 Διαγελάσας τοίνυν τὴν εἰδώλων κατασκευὴν, μεθίστησι τὸν λόγον ὡς ἐντροπήν τε καὶ ἐπανόρθωσιν τῶν πεπλανημένων, καὶ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπὶ τούτῳ πλημμελὲς ἀποφαίνει λέγων· Οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; ἀντὶ τοῦ, οὐκ ἔγνωτε; οὐκ ἠκούσατε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
Θεμέλια δὲ τῆς γῆς τελευταῖά τε καὶ ἄκρα φησὶν αὐτῆς. Ἔγνωτε δὴ οὖν, φησὶν, οἱ ἐκ περάτων εἰς πέρατα. Ἠκούσατε, καὶ ἀνηγγέλη ὑμῖν ἐξ ἀρχῆς. Ἀνηγγέλη δὲ τί; Ὅτι Θεὸς μὲν ὁ φύσει καὶ ἀληθῶς, εἷς γέ ἐστι καὶ μόνος· ξύλα δὲ καὶ λίθοι, καὶ ἕτερον οὐδὲν, τὰ δι’ ἀνθρώπων ἡμῖν εἰς θεοὺς τεχνουργούμενα. Οὐ γὰρ σεσίγηκεν ἡ θεόπνευστος Γραφή· ἄνωθεν δὲ μᾶλλον ἡ τῆς ἀληθείας κεκήρυκται γνῶσις, διὰ πατριαρχῶν, διὰ νόμου καὶ προφητῶν. Οὐ γὰρ ὅτε καθ’ ἡμᾶς γενόμενος ὁ τοῦ Θεοῦ μονογενὴς Λόγος, ἄνθρωπος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς· τότε καὶ πρῶτον ἐν ταῖς ἐσχάταις διαβολαῖς τοῦ πλανᾶσθαι γέγονεν. Ἀλλ’ ἧν ἀρχαῖον, ὡς ἔφην, τῆς εἰδωλολατρίας τὸ κατηγόρημα. Οὐ γὰρ διαλέλοιπεν ὁ τῶν ἁγίων χορὸς κακύνων αὐτὴν, καὶ βδελυρὰν ἀποφαίνων, καὶ τὸν τῶν ὅλων Δημιουργὸν καὶ Κύριον ἐναργῆ καθιστάς.
PG 70:815Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες. Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διαπήξας ὡς σκηνὴν τοῦ κατοικεῖν. Ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενός. Ἔνεστι γὰρ δὴ τοῖς σοφοῖς τὸ κατιδεῖν δύνασθαι, καὶ μάλα ῥᾳδίως, τίς δὴ ἄρα, καὶ πόσος ἐστὶν ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς ἀπό γε τῆς ὑπεροχῆς καὶ τῆς ἀῤῥήτου καὶ θεοπρεποῦς οἰκονομίας, καθ’ ἣν ἡ κτίσις οὐκ οὖσα γέγονε, καὶ γενομένη σώζεται, τῇ τοῦ πεποιηκότος ἰσχύϊ πρὸς τὸ εὖ εἶναι καὶ συνεστάναι συνεχομένη. Τίνι γὰρ ἂν ὁμοιωθείη; φησὶν ὁ Κύριος. Πῶς δὲ οὐχ ὑπὲρ πάντα νοῦν ὁ μόνος τῇ χειρὶ δραττόμενος ἁπάσης τῆς γῆς, καὶ συνέχων αὐτὴν πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ οἷά τινα καμάραν ἐπανορθώσας αὐτῇ τὸν οὐρανὸν, καὶ ἐν τρόπῳ σκηνῆς διατείνας, ὥστε κατοικεῖν ἐν αὐτῇ τοὺς δι’ οὓς δηλονότι καὶ γέγονεν;
Ὡς γὰρ αὐτός πού φησιν ὁ προφήτης· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἆρ’ οὖν πολὺ πρὸς Θεὸν, φησὶ, καίτοι ἀμέτρητος οὖσα τῶν ἐν γῇ κατοικούντων ἡ πληθύς; οὐδαμῶς. Ὡς γάρ τοι πρὸς τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ ὑπεροχὴν εἶεν ἂν ὡς ἀκρίδες. Ἢ καὶ καθ’ ἕτερον τρόπον. Κατέχει γὰρ τὸν γύρον τῆς γῆς, τοῦτ’ ἔστιν, ἅπαντα τὸν κύκλον αὐτῆς, καὶ οὐδὲν πρὸς αὐτὸν οἱ κατοικοῦντες αὐτὴν, καίτοι δίκην ἀκρίδων ἀγεληδὸν ἐν αὐτῇ καταβοσκόμενοι, καὶ ἀριθμοῦ παντὸς ἰόντες ἐπέκεινα. Θαυμαστὸν δὲ καὶ τοῦτο, καὶ μέγα πρὸς εὐφημίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ’ οὐ μὴ φυτεύσωσιν, οὐδ’ οὐ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν.
Ἔπνευσεν ἐπ’ αὐτοὺς ἄνεμος, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα ἀναλήψεται αὐτούς. Ἔθος τοῖς πεπλανημένοις, καὶ οὐκ εἰδόσι Θεὸν τὸν φύσει καὶ ἀληθῶς, οὐχὶ δὴ μόναις ταῖς τῶν δαιμόνων ἀγέλαις προσκυνεῖν, καὶ τῷ ξύλῳ λέγειν· Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, ἀλλὰ γὰρ καὶ ἀνθρώπους ἐπισήμους γεγονότας ἐπὶ τῆς γῆς ἀβουλότατα θεοποιεῖν. Καὶ γοῦν ὁ Σεναχηρεὶμ ὑπονοστήσας ἐκ τῆς Ἰουδαίας εἰς τὴν ἑαυτοῦ, προςκυνεῖν ἐλέγετο τὸν πάτραρχον αὐτοῦ. Προσεκόμιζον γὰρ καὶ τοῖς τεθνεῶσι θυσίας, ἥρωάς τε καλοῦντες αὐτοὺς ἀπεγράφοντο θεούς. Ἔδει τοίνυν διαβεβλημένης ἐναργῶς τῆς τῶν εἰδώλων πληθύος, καὶ ἐπ’ αὐτὸν δὴ τοῦτον χωρῆσαι τὸν λόγον, ἀναπεῖσαι τοὺς πεπλανημένους οὐδὲν παντελῶς ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἀλλὰ γὰρ κἂν εἴ τινες τῶν ἐπὶ τῆς γῆς λαμπροί τε καὶ ἀξιάγαστοι γεγόνασι κατὰ καιροὺς, ἢ θώκοις ἐμπρέποντες τοῖς ἀνωτάτω, καὶ βασιλικοῖς, ἤγουν ἑτέρας ὑπεροχῆς ἠξιωμένοι κατὰ καιροὺς, κατὰ μηδένα τρόπον οἴεσθαι θεοὺς ὑπάρχειν αὐτοὺς, ἐννοεῖν δὲ μᾶλλον ὅτι, καὶ τὸ δύνασθαι, καὶ τὸ ἄρχειν τισὶν εἴη ἂν οὐκ ἑτέρωθεν πλὴν ὅτι παρὰ Θεοῦ δοτόν.
PG 70:817Καὶ ὅτι τὸ χρῆμα δυσχερείας ἁπάσης ἀπηλλαγμένον ἐστὶ παρά γε τῷ πάντα ἰσχύοντι Θεῷ, διαδείκνυσιν ἐναργῶς, οὐδὲν τοὺς ἄρχοντας εἰς τὸ ἄρχειν δίδοσθαι λέγων παρ’ αὐτοῦ. Ἀνάγει δὲ καὶ ἐπὶ τὸ μεῖζον ἔτι καί φησι, Τὴν γῆν ὡς οὐδὲν ἐποίησεν. Ὅτι δὲ ἐν ἐξουσίᾳ κεῖται τῇ παρὰ Θεοῦ τὸ καὶ σώζεσθαί τινα μνήμην, ἢ μὴ, τῶν γεγονότων ἐν γῇ λαμπρῶν τε καὶ ἐπισήμων, ἀποφαίνει λέγων· Οὐ γὰρ μὴ σπείρωσιν, οὐδ’ οὐ μὴ φυτεύσωσιν. Εἰ μὴ γὰρ βούλοιτο, δηλονότι Θεὸς, οὐδένα, φησὶν, ἕξουσιν ἐν γῇ καρπὸν, ἀλλ’ οὐδὲ ῥίζαν ἢ μνήμην, ἀλλ’ οἷον ἀνέμου κατενεχθέντος ἐπ’ αὐτοὺς βαδιοῦνται πρὸς τὸ μηδὲν, φρυγάνοις ἐν ἴσῳ. Πάντα γὰρ τὰ ἀνθρώπινα μικρὰ καὶ εὐδιαῤῥίπιστα, καὶ εὐανάτρεπτα παντελῶς, καὶ πόαις ἐν ἴσῳ καταμαραίνεται.
Προσκυνητέον οὖν ἅρα Θεῷ δὴ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ λόγος ἔστω μηδεὶς τῶν ἐξ ἐπιστήμης τεκτόνων ἐξευρημένων, μήτε μὴν ἀνθρώπων οἷς ἐπεγράφη πρός τινων τὸ θεῶν ὄνομα. Νεκρολατρεία γὰρ τοῦτο, καὶ ἕτερον οὐδέν. Νῦν οὖν τίνι με ὡμοιώσατε; καὶ εἶπεν, Ὑψωθήσομαι, ὁ Ἅγιος. Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ’ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὁ πάνσοφος Παῦλος κατακέκραγεν εἰκότως τῆς τῶν πλανωμένων ἀμαθίας, καὶ τῆς τῶν εἰδωλολατρούντων πληθύος δικαιοτάτην ποιεῖται τὴν καταβολήν. Ἐξὸν γὰρ αὐτοῖς καὶ ἐξ αὐτῆς τῆς κτίσεως τὸν τῶν ὅλων εἰδέναι γενεσιουργὸν καὶ τεχνίτην, ἀπεκομίσθησαν εἰς ψευδολατρείαν, καὶ προσκεκυνήκασι τοῖς οὐκ οὖσι θεοῖς.
Ἔφη δὲ οὕτω περὶ τοῦ πάντων κρατοῦντος Θεοῦ· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι ἀναπολογήτους. Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.6 Οὐκοῦν ἐπειδήπερ, φησὶ, κατέχω τὸν γύρον τῆς γῆς, καὶ οἷά τινα σκηνὴν ἐκτέτακα τὸν οὐρανὸν, δίδωμί τε ἄρχοντας εἰς οὐδὲν ἄρχειν, καὶ οἷον ἀκρίσι παρεικάζω τοὺς ἐπὶ τῆς γῆς, τίνι με ὡμοιώσατε; ἀντὶ τοῦ, Τίνι με παρεικάζοντες οὐκ ἂν ἔξω γένησθε τοῦ εἰκότος, οὐδ’ ἂν ἁμάρτητε τ’ ἀληθοῦς.
Ἆρά με τὸν οὐρανὸν εἰπόντες, ἢ καὶ ἑνὶ τῶν στοιχείων ἐξομοιοῦν ἐθέλοντες, ὑψοῦν μὲν νομίζετε; Ἀλλ’ οὐδὲν τῶν κτισμάτων ἐοικὸς ἐμοὶ, καὶ τὸ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτως ἔχον. Ἰσοστατήσειε γὰρ ἂν οὐδεὶς εἰς οὐσίας λόγον τῷ καλοῦντι πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Ὅτι γὰρ οὐ κατά γε τοὺς παρ’ ὑμῖν εἰμι θεοὺς, τοὺς ἐκ τέχνης ἀνθρωπίνης λαχόντας τὴν γένεσιν, ἐξ αὐτῶν θεωρήσατε τῶν κτισμάτων. Ἄρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἴδετε τὸ στερέωμα, τὸν τῶν ἀστέρων χορὸν, ἐννοήσατε τίς κατέδειξε ταῦτα πάντα, τίς ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ οὐρανοῦ. Κόσμον δὲ τοῦ οὐρανοῦ τοὺς ἀστέρας ἀποκαλεῖ, οὓς εἰδέναι φησὶν ἐν ἑαυτῷ, οὐχὶ δὴ μόνον κατὰ πληθὺν ὁρωμένους, ἀλλὰ γὰρ καὶ καθ’ ἕκαστον, καὶ οἷον ὀνομαστί.
PG 70:819Θεοπρεπὲς δὲ τοῦτο, καὶ ἐξαίρετον· καὶ γοῦν ὁ προφήτης ἐν πολλῷ ποιεῖται τὸ χρῆμα τῷ θαύματι, καί φησι πρὸς αὐτόν· Ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, Ἀριθμηταί εἰσι παρ’ αὐτοῦ σταγόνες ὑετοῦ. Λάθοι γὰρ ἂν παντελῶς οὐδὲν τὴν ἀπόῤῥητον σοφίαν, τὸν πάντα εἰδότα νοῦν. Μὴ γὰρ εἴπῃς Ἰακὼβ, καὶ τί ἐλάλησεν Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Ὄτι κεκλήσονται κατὰ καιροὺς οἱ πλανώμενοι, καὶ τὸ τῆς ἀληθείας εἰς νοῦν καὶ καρδίαν καταπλουτήσαντες φῶς, ἐπιγνώσονται μὲν τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, εὖ μάλα διειρηκὼς, ἔσονται δὲ ὅτι σοφοὶ καὶ ἀγχίνοι, καὶ ἀπὸ καλλονῆς κτισμάτων θεωρήσουσιν ἀναλόγως τὸν τόδε τὸ σύμπαν ἀῤῥήτῳ δυνάμει προενεγκόντα πρὸς ὕπαρξιν, καὶ ἀποχρῶσαν αὐτοῖς ἐξυφήνας τὴν μυσταγωγίαν διὰ τῶν ἤδη προειρημένων, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰακὼβ, ἤτοι τὸν Ἰσραήλ.
Ἐπειδὴ γὰρ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τὸν τῆς σωτηρίας χορηγὸν οὐ παραδεξάμενοι, τῆς πρὸς αὐτὸν οἰκειότητος γεγόνασί που μακρὰν, οὐκέτι παραδεχθείσης τῆς κατὰ νόμον σκιᾶς, οὐκ εἰσκεκομισμένης δὲ μᾶλλον τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προςκυνήσεως, καὶ λατρείας, τοῦτ’ ἔστι, τῆς εὐαγγελικῆς, διεγόγγυζον λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, τοῦτ’ ἔστι, τὴν νομικὴν οὐκ ἐπισκέπτεται πολιτείαν. Ζῶντας γὰρ οὕτω. καθάπερ ἀμέλει καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως προστέταχεν ἐντολὴ, τῆς παρ’ ἑαυτοῦ λοιπὸν ἐποπτίας οὐκ ἀξιοῖ. Ἀφεῖλε δέ μου τὴν κρίσιν καὶ ἀπέστη, τοῦτ’ ἔστιν, ἔπαυσε τὸν νόμον. Κρίσιν δέ φασι τὸν νόμον· καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Θεόν· Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας·6 τοῦτ’ ἔστι, Σὺ τὸν δι’ ἀγγέλων, ἤγουν διὰ τῆς Μωσέως μεσιτείας ὡρίσω νόμον·
ἔφη δὲ καὶ Μωσῆς περὶ τοῦ Ἰσραὴλ, ὅτι Ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσεις. Ἀφεῖλέ μου τοίνυν τὴν κρίσιν, τοῦτ’ ἔστι, τὴν κατὰ νόμον λατρείαν ἀποβεβληκὼς μονονουχὶ, καὶ ἀφεῖλεν αὐτὴν ἀφ’ ἡμῶν, καὶ ἀπέστη. Κήδεται γὰρ οὐκέτι τῶν ἐξειλεγμένων, καὶ ὁ πρωτότοκος Ἰσραὴλ οἴχεται πρὸς τὸ μηδέν. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγαθῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγράφετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν ἑλομένοις ἐξ Ἰσραήλ·
PG 70:821Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.6 Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ’ ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· Δέχομαι τὴν προςποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει. Προσεκόμιζες δὲ, φησὶ, τὰς δι’ αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ’ ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος.
Ἄκρα δὲ τῆς γῆς τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;6 Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ’ ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ’ οὐδ’ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ’ ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρχαίων τὰ νέα, τοῦτ’ ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου;
Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνασαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. Δέδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ παράπτωμα.6 Καὶ πάλιν· Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.6 Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδεικτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰςφέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δικαιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμελημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονομοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις.
PG 70:823Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι. Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν. Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. Δίδωσι δὲ τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε μὴν εἰδόσιν ὅτι προσκρούοντες αὐτῷ δειναῖς, καὶ ἀφύκτοις περιπεσοῦνται δίκαις, δίδωσιν εἰς ἐπικουρίαν τὸ λυπεῖσθαι λοιπὸν ἐφ’ οἷς ἂν πταίωσιν.
Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητόν τε κατεργάζεται, ἤγουν τοῖς σταυρώσασι τὸν Ἰησοῦν, καὶ τάχα που καὶ χαίρουσιν ἐπὶ τούτῳ [διετέθησαν γὰρ οὕτως οἵ τε τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ὅσοι τετολμήκασιν εἰπεῖν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·6]1 διδοὺς λύπην, συμφοραῖς αὐτοὺς καὶ πολέμου κακοῖς ὁμιλῆσαι παρασκευάσας· καὶ ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἀπωλισθήκασιν, ἔρημοι γεγόνασιν ἀπάσης ἰσχύος καὶ τροφῆς πνευματικῆς. Ταύτῃτοι μονονουχὶ καὶ διερμηνεύων τὸ εἰρημένον ἐπιφέρει, λέγων· Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ ἐκλελύσθαι τὰ ἔθνη, ἠσθενηκέναι τε οὕτως, καὶ ὑπὸ πόδας ἐῤῥίφθαι διαβολικοὺς, καὶ πράττειν ἀμελητὶ τὸ τοῖς ἀκαθάρτοις πνεύμασι δοκοῦν, ἀνδρεῖοί τινες ἦσαν καὶ νεώτεροι· νοητῶς δὲ δηλονότι, καὶ πνευματικῶς, πείνῃ καὶ κόπῳ κατείχοντο.
Οἱ δὲ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας εἰδότες ἀγαθουργεῖν, καὶ τὴν δοθεῖσαν ἅπαξ ἀποπεραίνοντες ἐντολὴν, ἀλλ’ οὗτοι, φησὶ, πεινάσουσι, καὶ κοπιάσουσι, τοῦτ’ ἔστιν, ἀνίσχυες ἔσονται πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ὁ γάρ τοι λιμὸς τῶν θείων λόγων εἰ συμβαίνοι τισὶν, ἀποφαίνει δὴ πάντως αὐτοὺς ἠσθενηκότας, καὶ παρειμένους, καὶ καταθλεῖν εἰδότας τῶν ἀγαθῶν οὐδέν. Ὅτι δὲ λιμῷ κατεφθάρη τὸ ἔθνος τὸ ἐξ Ἰσραὴλ, ἐξῃρημένων τοῦ κακοῦ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, προαναφωνεῖ Θεὸς, καὶ πάλαι λέγων δι’ ἑνὸς τῶν προφητῶν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπ’ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.6 Πῶς γὰρ οὐκ ἔμελλον ἀνίσχυες ἔσεσθαι καὶ κοπιᾷν, καταφθείρεσθαί τε λιμῷ νοητῷ, δῆλον ὅτι Χριστὸν οὐ παραδεξάμενοι, καίτοι λέγοντα σαφῶς·
PG 70:825Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἐάν τις τὸν ἄρτον τοῦτον φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα;6 Ἐπειδὴ δὲ διὰ πολλὴν ἀβουλίαν, καίτοι μεταλαχεῖν ἐξὸν, οὐ κατεδηδόκασι τὸν ἄρτον τῆς ζωῆς, λιμῷ κατατήκονται, τρυφώντων τῶν ἐθνῶν. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ Σολομὼν, Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.6 Ἀλλὰ ταῦτα μὲν Ἰουδαίους συνέβη παθεῖν. Δεδυσσεβήκασι γὰρ εἰς τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἵ γε μὴν ὑπομένοντες τὸν Θεὸν, τοῦτ’ ἔστιν, οἱ Χριστῷ δουλεύοντες, καὶ τὰ αὐτοῦ φρονοῦντες, καὶ κατορθοῦν σπουδάζοντες, ἀλλάξουσιν ἰσχύν. Οὐ γὰρ ἐν ἐκείναις μεμενήκασι ταῖς ἀσθενείαις ἐν αἷς ἦσάν ποτε πλανώμενοι, καὶ ὑπεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς κοσμικαῖς ἡδοναῖς, ἀλλ’ ἑτέραν ἕξουσι, τοῦ Χριστοῦ δηλονότι χορηγοῦντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν βδελυρᾶς ἁπάσης ἡδονῆς, καὶ τῶν τῆς ἁμαρτίας ἔξω φέρεσθαι βρόχων.
Γέγραπται γάρ· Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.6 Ἀνακαινισθήσονται δὲ οὕτω, φησὶν, ὡσανεὶ καὶ ἀετοί. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.6 Δραμοῦνται δὲ, καὶ οὐ κοπιάσουσι. Πρόθυμοι γὰρ καὶ νεανικοὶ τὰς τῆς εἰς Θεὸν εὐσεβείας διοδεύσουσι τρίβους, διδόντος αὐτοῖς τὰ ζωαρκῆ, καὶ κοπιᾷν οὐκ ἐῶντος Χριστοῦ. Ἐμπίμπλησι γὰρ τὰς καρδίας τῶν ἀγαπώντων αὐτὸν τῆς ἄνωθεν εὐσθενείας, ὥστε κἂν εἰ γένοιτο πειρασμοῖς καὶ κόποις περιπεσεῖν, κατορθοῦντας τὴν ἀρετὴν, κρείττους γενέσθαι τοῦ καμεῖν, εὖ εἰδότας ὅτι πολύευκτον ἡ ὑπομονὴ, κἂν εἰ ἐνυπάρχοι τισὶν, ἀποφαίνει δὴ πανδοκιμωτάτους. Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει τοὺς οὕτω ζῇν εἰωθότας.6 Παραθήγει πρὸς εὐανδρίαν, δῆλον δὲ ὅτι τὴν ἐφ’ ἅπασιν ἀγαθοῖς, ὁ μακάριος Δαβὶδ λέγων·
Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.6 Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν. Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πόλεις ἔσθ’ ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας. Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀποφέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέγων·
Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ’ ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σαθρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαινίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνομασμέναι, τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι’ αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σαθρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμωμος.
PG 70:827Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλάξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζεται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει κήρυκας, ἑτέρους ἀνθ’ ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προςφυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. Δραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ’ αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ’ ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ’ ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα.
Τὸ δὲ, ἐγγισάτωσαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ καταγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλάτωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομοθεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ’ ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων.
Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι’ ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξείλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδικαίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ’ ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. Ἀλλὰ ταυτὶ δὴ πάντα κατωρθώθη διὰ Χριστοῦ·
Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγιασμός.6 Καὶ πεφωτίσμεθα δὲ δι’ αὐτοῦ, μετεσχήκαμεν δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.6 Τίς τοίνυν, φησὶ, καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ’ ἔστι, Χριστόν. Τίς ἐκάλεσεν αὐτήν; τοῦτ’ ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ’ ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς.
PG 70:829Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι’ αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.6 Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸς ὢν ἡ θέλησις τοῦ Πατρὸς, τοῖς Ἰουδαίων δήμοις προςεφώνει λέγων· Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.6 Ὁρᾷς οὖν ὅπως οἱονεὶ κατὰ πόδας πορεύεται τοῦ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·6 καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.6 Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει.
Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Καὶ διώξεται αὐτοὺς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, κτηνῶν ἀλόγων διενεγκόντες οὐδὲν οἱ ἐπὶ τῆς γῆς, ἀμαθίᾳ πολλῇ συζῶντες ἐφαίνοντο, κεκράτηντο δὲ καὶ ἀγνωσίᾳ καὶ σκότῳ, καὶ δεδουλεύκασι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς τοῦ διαβόλου θελήμασι τὸν τῆς ἑαυτῶν διανοίας ὑπενεγκόντες αὐχένα, ταῖς εἰς φαυλότητα τροχιαῖς κατεφέροντο πρὸς ἀπώλειαν. Ἀλλ’ ἐπέλαμψεν αὐτοῖς ὁ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Καὶ τῶν πάλαι πλεονεκτούντων ἀπαλλάξας ἐλευθέρους ἀπέφηνε, καὶ υἱοὺς Θεοῦ, πάντα ῥύπον τὸν ἐν αὐτοῖς διασμήξας· δεδικαίωκε γὰρ διὰ πίστεως, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χύσει λαμπροὺς ἀπέφηνε καὶ πεφωτισμένους.
Τὴν τοίνυν δικαιοσύνην τὴν ἐν ἡλίου τάξει μονονουχὶ καὶ ἐγηγερμένην ἐξ ἀνατολῶν δέδωκε τοῖς ἔθνεσιν, ἐξωσθέντος δηλονότι τοῦ Ἰσραὴλ διὰ τὴν εἰς αὐτὸν δυσσέβειαν. Οὗ δὴ γεγονότος, καὶ πληθύος ἀνασεσωσμένης τῆς οὕτω πολλῆς ἐξανέστησαν οἱ βασιλεῖς. Ἔκστασις γὰρ ὥσπερ ἐπιπέπτωκε τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ πεφόβηνται τὸ θεῖον καὶ ἀφόρητον κρίμα, τὸ ἐπί γε, φημὶ, τοῖς ἔθνεσι γεγονός. Οἱ δὲ πάλαι δεινοί τε καὶ εὐσθενεῖς καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, καὶ οἷον ὅπλα κινεῖν κατ’ αὐτῆς εἰωθότες, καὶ μαχαίρας ἀπογυμνοῦν, καὶ τὸ τῆς ἀπονοίας ἐντείνειν τόξον, πεπτώκασιν εἰς γῆν, καὶ τὰ τοῦ πολέμου σκεύη μεθέντες, φρυγάνοις ἐν ἴσῳ γεγόνασι. Πεποίηται δὲ πάλιν ὁ ἐπὶ τούτοις λόγος ὡς ἐξ ὁμοιότητος τῶν καθ’ ἡμᾶς.
PG 70:831Ἥττηνται γὰρ αἱ πονηραὶ δυνάμεις καὶ ἅπας αὐτῶν κακουργίας ᾐσθήνησε τρόπος, Χριστοῦ διαρπάζοντος τὰ σκεύη αὐτῶν. Οὐ γὰρ ὠφελήσει,6 φησὶν, ὁ ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προςθήσει τοῦ κακῶσαι αὐτόν.6 Ἔδει γὰρ, ἔδει, προανῃρημένων τῶν κακῶν, καὶ πονηρῶν δυνάμεων, καὶ κατενεχθέντος εἰς γῆν τοῦ πάντων ἐχθροῦ, τότε δὴ τότε, καὶ λίαν καιροῦ, τῶν ἐθνῶν γενέσθαι τὴν λύτρωσιν. Κατεδίωξε γὰρ αὐτοὺς ὁ Χριστὸς, τοῦτ’ ἔστιν, ἔτρεψε πρὸς φυγήν. Οὐ γὰρ ἦν ἀντανίστασθαι τῷ Θεῷ, καὶ τὴν ἀρχαίαν αὐτῶν τυραννίδα συνελαύνοντος εἰς πέρας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ἐκεῖνα παθεῖν ἅπερ ἦν ἀκόλουθον ἐπενεχθῆναι παρ’ αὐτοῦ τοῖς ἀπολέσασι τὴν γῆν. Δεδιωγμένων τοιγαροῦν τῶν ἐχθρῶν. Ἡ ὁδὸς γὰρ, φησὶ, τῶν ποδῶν αὐτοῦ ἐν εἰρήνῃ διελεύσεται· οὐδὲν γὰρ γέγονεν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ’ ἡμᾶς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ.
Ἀλλ’ οἷον διὰ ψιλῆς καὶ ὑπτίας ὁδοῦ βαδίζων, τὴν πάντων ἡμῶν κατώρθωκε σωτηρίαν, οὐδενὸς ἐχθροῦ παραλύοντος ἢ ἀνθισταμένου. Πεπτώκασι γάρ. Τίς οὖν ἄρα ἐνήργησε ταῦτα πάντα, ἢ τίς ἐκάλεσε τὴν δικαιοσύνην; Οὐκ ἐγὼ, φησὶν, ὁ νῦν μὲν καὶ ἐν καιρῷ τῷ ἐσχάτῳ καταδείξας αὐτὴν, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Οὐ γὰρ πρόσφατόν ἐστι τὸ Χριστοῦ μυστήριον, προώριστο δὲ μᾶλλον πρὸ καταβολῆς κόσμου, προεγνωκότος Θεοῦ τὸ ἐσόμενον. Ἅμα γὰρ πέπτωκεν ὁ Ἀδὰμ, μᾶλλον δὲ πρὶν εἰς τοῦτο κατολισθεῖν αὐτὸν, προενόησεν ὁ Δημιουργὸς καὶ τῆς ἐσομένης αὐτῷ κατὰ καιροὺς θεραπείας, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Προωρίσατο τὸν τρόπον, καὶ μή τι θαυμάσῃς, ὅτι καὶ ἡμᾶς αὐτοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν δεδικαιωμένους προαναθροίσας εὑρίσκεται.
Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ὅτε τοίνυν ἡμεῖς προωρίσμεθα κατὰ πρόγνωσιν, πῶς οὐ μᾶλλον αὐτὸς ὁ δι’ οὗ σεσώμεθα, καὶ κεκλήμεθα; Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι. Πρῶτον εἶναι ἑαυτὸν Θεόν φησιν, οὐχ ὡς γεγονότος μετ’ αὐτὸν δευτέρου. Πῶς γὰρ ἢ πόθεν; εἷς γάρ ἐστι καὶ τῶν ὅλων Θεὸς, οὐκ ἀρχὴν ἔχων τοῦ εἶναι, κεκληκὼς δὲ μᾶλλον εἰς τὸ εἶναι τὰ πάντα. Αὐτὸς οὖν πρῶτος καὶ μόνος, καὶ ἄναρχος Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τοὺς ἐφεξῆς οὐ καθ’ ἕτερον ἔσται τρόπον, αὐτὸς γάρ ἐστι καὶ μόνος.
Ἐπειδὴ δὲ τεθέανται τὰ ἔθνη Χριστὸν καὶ τὴν παρ’ αὐτοῦ γενομένην ἡμῖν δικαιοσύνην, τεθέανται δὲ πάντες τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν αὐτοῦ, πεφόβηνται, φησὶν, οἱ ἀπ’ ἄκρων τῆς γῆς ἕως ἄκρων, τοῦτ’ ἔστιν, οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ συνήχθησαν καὶ ἤγγισαν, οὐκέτι μένοντες μακρὰν, καὶ ὡς ἀλλοτριούμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ’ οἷον ἐγγὺς γεγονότες διὰ τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ εἰς μίαν πίστιν καὶ ὁμοψυχίαν συνενηγμένοι. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, ὅτι Ἤγγισαν, καὶ ἦλθον ἅμα. Γευσάμενοι δὲ τοῦ Κυρίου, καὶ συνέντες ὅτι χρηστός ἐστι, καὶ τῆς ἀληθείας τὸ κάλλος καταθαυμάσαντες, οὐχ ἑαυτοῖς μόνον τετηρήκασι τὸ δῶρον, ἀλλὰ γὰρ εὖ ποιοῦντες, καὶ ἐπιεικῶς κεκρίκασιν ἕκαστος τῷ ἀδελφῷ καὶ τῷ φίλῳ βοηθῆσαι, φησιν.
PG 70:833Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσονται αὐτὰ, καὶ οὐ κινηθήσονται. Τῆς ἐπικουρίας τὸν τρόπον καθίστησιν ἐναργῆ. Ἕκαστος γὰρ τῶν κεκρικότων τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, μυσταγωγηθεὶς, φησὶ, καὶ ἐγνωκὼς τὴν ἀλήθειαν, καὶ ἑτέρους νουθετήσει λέγων· Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ἴσχυσε δὲ τίνα τρόπον; συνθεὶς γὰρ εἴδωλα καὶ διαγλύψας εἰς θεὸν ὁ τεκτονικὴν ἔχων τὴν ἐμπειρίαν, καὶ μὴν καὶ χαλκεὺς τύπτων σφυρήλατον ἄγαλμα πεποιηκὼς ἀπεκόμισε τοῖς ἠπατημένοις εἰς ἀδόκιμον νοῦν, καὶ τῶν ἑαυτοῦ πόνων ἤγουν εὑρημάτων ἀπέφηνε προσκυνητὰς τοὺς κατ’ εἰκόνα Θεοῦ γεγονότας.
Εἶτα διαγελᾷ τῶν εἰδώλων τὴν ποίησιν, καὶ οἷον ἀπομιμεῖται τῶν ἐργαζομένων αὐτὰ τοὺς λόγους ἐπιφωνούντων ἀλλήλοις, ὅτι Σύμβλημα καλόν ἐστιν. Οἱ γὰρ τῶν εἰδώλων δημιουργοὶ χεῖρα τυχὸν ἢ πόδα, ἢ καὶ ἕτερόν τι τῶν τοῦ σώματος μορίων ἀπεργασάμενοι ἀποτελοῦσι αὐτὰ διὰ συμβλημάτων, καὶ μέλη μέλεσιν ἐναρμόζοντες, καὶ ἰσχυρὰ ποιοῦντες αὐτὰ ἐν ἥλοις· εἶτα τιθέντες καὶ ἀσφαλιζόμενοι πρὸς τὸ ἑστάναι, καὶ μὴ σαλεύεσθαι. Γέλως δὲ ταῦτά ἐστι καὶ ἕτερον οὐδὲν, καὶ τῆς τῶν προσκυνούντων αὐτὰ ματαιότητος, καὶ τῆς εἰς ἄκρον εὐηθείας ἀποδεικτικά. Τὸ γὰρ εἰδέναι μὲν ὅτι καὶ ἐκ μορίων λεπτῶν καὶ συμβλημάτων τῶν κατὰ μέρος ἀπετελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς;
Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ. Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δημιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι’ ὧν ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν.
Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦ ἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γενέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετιμημένης καὶ ἠγαπημένης παρ’ ἐμοῦ, οἱ ἐξ αἵματος Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεί̈ας γένεσθε μιμηταί. Ἀντιλαβέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ’ ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακεκλῆσθαι πρὸς τὴν Ἰουδαίαν.
PG 70:835Ἀκήκοε γὰρ Θεοῦ λέγοντος· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.6 Εἶτά φησιν ὡς περὶ παντὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ’ αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ’ ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑτοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων.
Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνετὸς εἰς τοὺς αἰῶνας. Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες.
Ἀλλὰ γεγόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσονται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ὑμνούμενον· Εἶδον ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.6 Κατεπαίρονται μὲν γὰρ πολλοὶ τῶν τὰ ὑψηλὰ φρονεῖν εἰωθότων τῆς τῶν ἁγίων μυσταγωγῶν ἡλικίας. Ἀλλ’ ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται, καθά φησι τὸ Γράμμα τὸ ἱερόν. Καὶ οἱ φρονοῦντες τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομενοῦσι τριβήν.
PG 70:837Γέγραπται γάρ· Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν.6 Οὐκοῦν οὐκ ἔσονται, φησὶν, οἱ ἀντιπολεμοῦντές σε· καὶ οὐ δή πού φησιν, ὅτι τοῖς ἁγίοις ἀποστόλοις ἀντιστήσεται μὲν οὐδείς. Ὑπάρξει δὲ πάντως τὸ λαμπρᾶς ἰέναι γαλήνης. Οὐ γάρ ἐστιν ἀληθές. Μυρίοι γὰρ ὅσοι πεπολεμήκασιν αὐτοῖς, ἀλλ’ οὐδὲ εὑρεθεῖεν ὡς ὑπάρχοντες, ταπεινούμενοι δηλονότι, καὶ τοῖς τῆς θείας ὀργῆς κινήμασιν ὑποπίπτοντες. Ταύτῃτοι πρὸς εὐανδρίαν ἀνακομίζει αὐτοὺς λέγων· Ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, τοῦτ’ ἔστιν, ὁ ἀντιλαμβανόμενός σου, καὶ ἀποφαίνων κρείττονα παντὸς πειρασμοῦ· Ἐγὼ ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ὅσον μὲν γὰρ πρός γε τὴν τῶν πολεμούντων πληθὺν, ἤτοι τὰς δυναστείας, ὀλιγοστὸς ἦν παντελῶς ὁ Ἰσραὴλ, καὶ οὐ σύμπαν φημὶ τὸ ἔθνος, ἀλλὰ τοὺς πρὸς αὐτοῦ ληφθέντας εἰς ἀποστολήν.
Ἀλλ’ ἦν ὁ σώζων αὐτοὺς μέγας ἰσχυρὸς καὶ κραταιὸς εἰς ἐπικουρίαν, ἄμαχον ἔχων τὴν χεῖρα. Λυτρουμένου γὰρ Θεοῦ τίς ὁ κακῶσαι δυνάμενος; Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης, ἀλοῦντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Αἰγυπτίων μὲν παῖδες συνενεγκόντες ἐξ ἀγρῶν ἐπὶ τὴν ἅλωνα δράγματα, εἶτα βοῦς ἐπαφιέντες αὐτοῖς, καὶ ἐν κύκλῳ περικομίζοντες καταλεπτύνουσι ταῖς χηλαῖς τοὺς ἀστάχους. Διακρίνουσι δὲ καὶ διιστῶσι τῶν ἀχύρων σῖτον, οἵ γε μὴν ἐν ἑτέραις πόλεσι καὶ χώραις ἁμάξαις χρώμενοι καὶ τροχοῖς πρηστηροειδέσιν. Αὐτὸ δὴ τουτὶ μεμελετήκασι κατορθοῦν. Ἰδοὺ τοίνυν, φησὶν, ὦ Ἰσραὴλ, πεποίηκά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πρηστηροειδεῖς.
Καὶ τί τὸ ἀλοώμενον; ἄσταχυς ἄρα καὶ σῖτος, καὶ τὰ ἐξ ἀγρῶν εἰς ἅλω συμπεφυρμένα; Οὐδαμῶς, ἀλλ’ ὄρη, καὶ βουνοί. Καὶ τίνες ἂν εἶεν οἱ τοιοίδε πάλιν; Πρῶτον μὲν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις. Δέδωκε γὰρ ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα παρεικάζειν ἔοικεν ὄρεσι καὶ βουνοῖς τοὺς ὑψηλὰ φρονεῖν εἰωθότας, καὶ ὑπέρογκον ἔχοντας φρόνημα, ὑψοῦ τε ἠρμένους, καὶ ἐν δυναστείαις ὄντας κοσμικαῖς, καὶ τοῖς ἁγίοις μυσταγωγοῖς, κατεξανιστάντες ἑαυτοὺς, καὶ δίκην ὀρῶν ἢ βουνῶν ὑπαντᾷν εἰωθότας, ὡς δυσχερεστάτην αὐτοῖς ἀποφαίνειν τὴν ὁδὸν, τὴν ἐπί γε, φημὶ, τῷ χρόνῳ πληροῦν τῆς ἀποστολῆς τὸν δρόμον. Ἀλλὰ καὶ τοὺς οὕτως ὄντας, φησὶ, λεπτυνεῖς, ἀχύρων δίκην ἀναπτῆναι παρασκευάσεις ταῖς τῶν ἀνέμων αὔραις διασκιδναμένους, καὶ οἷον καταιγίδα διδοὺς, ὥστε διασπείρειν αὐτούς.
PG 70:839Βαδιοῦνται γὰρ οὕτω πρὸς τὸ μηδέν. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τοῖς ἁγίοις, Ἰσραήλ. Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ θείου κηρύγματος, καὶ τὴν σὴν διακόπτοντες τρίβον, ὧ Ἰσραὴλ, φησὶν, οἰχήσονται πρὸς ἀπώλειαν. Εὐφρανθήσῃ δὲ σὺ ἐν τοῖς ἁγίοις, Ἰσραὴλ, τοῦτ’ ἔστιν, ἐντρυφήσεις ὅταν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.6 Ὅτι δὲ χαίρειν ἦν ἔθος, καὶ ἐπιγάννυσθαι τοῖς ἁγίοις ἀποστόλοις ἐπὶ τοῖς εἰωθόσιν εὐδοκιμεῖν, διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, σαφηνιεῖ καὶ ὁ Παῦλος ἐπιστέλλων αὐτοῖς, καὶ λέγων·
Χαρὰ καὶ στέφανός μου.6 Καὶ ἕκαστον δὲ τῶν ἁγίων μαθητῶν τὸν αὐτὸν διακεῖσθαι τρόπον φαίην ἂν ἔγωγε, καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή. Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ’ ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν.
Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ’ Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ’ οὐκ ἦν παρ’ αὐτοῖς ὁ ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν. Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ’ ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πληθὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. Ἀλλ’ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς.
PG 70:841Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε. Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ ἐκαρποφόρει, ἀλλὰ τοῖς πάλαι δεδιψηκόσι φησίν· Ἀνοίξω μὲν ἐπὶ τῶν ὀρέων ποταμοὺς, ἄνδρας ἁγίους δηλονότι τοὺς τὸν θεῖον, καὶ ἄνωθεν καταπλουτήσαντας λόγον, καὶ ποταμίων ναμάτων δίκην τοῖς διψῶσιν ἐκχέοντας, καὶ οἷον ἀναπηγάζοντας.
Ὥστε καὶ τὴν ἔρημον ποτὲ μεταβαλοῦσαν τὴν ὄψιν ἕλη φαίνεσθαι, καὶ δρυμοὺς, καὶ γῆν τὴν διψῶσαν ἐν ὑδραγωγοῖς. Ὑδραγωγοὶ δὲ πάλιν εἶεν ἃν οἱ κατὰ καιροὺς καὶ ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει γεγονότες μυσταγωγοὶ, καὶ διδάσκαλοι τῶν Ἐκκλησιῶν· οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν τῶν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν μεθιστᾶσιν, οἷά τινες ὑδραγωγοὶ κήπους κατάρδοντες τοὺς εὐθαλεστάτους. Τίνα δὲ τρόπον ἡ ἔρημος εἰς ἕλη μεταστήσεται, καὶ ποίων ἔσται ξύλων τροφὸς, διδάσκει λέγων· Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.6 Ταῦτα δὲ πάντα ἐστὶν εὐώδη καὶ ἄσηπτα ξύλα. Πρόσεστι δὲ τοῖς ἁγίοις, καὶ τὸ εὔοσμον, νοητῶς δὲ διὰ πολιτείας εὐαγοῦς· καὶ τό γε μὴ καταφθείρεσθαι καθιεμένους ἐκλύτους εἰς ἐπιθυμίας κοσμικὰς, ἑστάναι δὲ καὶ ἐρηρεισμένους, ῥιζοῦντος Θεοῦ, καὶ ἀνέχοντος ταῖς ἐπικουρίαις.
Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος, καθὰ γέγραπται. Ἔσονται δὲ, φησὶ, ποταμοὶ, καὶ πηγαὶ, καὶ ὑδραγωγοὶ, καὶ ἐν ὄρεσι καὶ πεδίοις, καὶ οἷον πανταχοῦ. Ἔσται δὲ καὶ ἔρημος εἰς ἕλη, ἵνα οἱ καλούμενοι διὰ πίστεως καὶ αὐταῖς ὄψεσιν ἴδωσιν, ἐπιγνῶσι δὲ καὶ δι’ ἐννοιῶν ἀγαθῶν, καὶ δὴ καὶ μάθοιεν ἐκ τῆς τῶν γεγονότων μεγαλουργίας, καὶ ἀδοκήτου μεταβολῆς, ὅτι δὴ μὴ ἁπλῶς μηδὲ αὐτομάτως τὰ οὕτω μεγάλα καὶ διαβόητα κατορθοῦσθαι φιλεῖ. Κατέδειξε γὰρ μᾶλλον αὐτὰ χεὶρ Κυρίου, τοῦτ’ ἔστι, δύναμίς τε καὶ ἐξουσία θεοπρεπὴς, ἤγουν ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα γέγονέ τε ἤδη, καὶ τεθαυματούργηται παρὰ τοῦ Πατρός. Οὐ γὰρ ψευδώνυμοι θεοὶ, οὔτε μὴν στοιχεῖα κοσμικά· ἀλλ’ οὐδὲ ὁ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, γέγονεν αὐτῷ ἐργάτης, ἀλλ’ ὁ Ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.
Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Τὴν τῶν ἐθνῶν κλῆσιν ὡς ἔσται κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ὑποσχόμενός τε ποιήσειν τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, κέδροις τε, καὶ πύξῳ καὶ τοῖς ἑτέροις φυτοῖς κατάκομον ἀποφῆναι, καὶ τὴν ἑαυτοῦ χεῖρα θαυμασθήσεσθαι λέγων, ὡς τῶν οὕτω μεγάλων δημιουργὸν, προσδιαλέγεται πάλιν τοῖς τῶν εἰδώλων ποιηταῖς, καὶ τοῖς τὰ τοιάδε τεχνίταις, καί φησιν ἐγγὺς γενέσθαι τὴν κρίσιν αὐτῶν. Κρίσιν δέ φησιν, ἢ τὴν ὀφειλομένην κόλασιν αὐτοῖς. ἤγουν τὴν αἰσχύνην, καὶ ἐντροπήν. Ὁσίᾳ γὰρ ψήφῳ Θεοῦ, καὶ δικαίῳ κρίματι κολασθεῖεν ἂν ὡς ἠπατηκότες τὴν ὑπ’ οὐρανὸν, καὶ βουλὰς οὐκ ἀληθεῖς εἰσκεκομικότες. Ἐδίδαξαν γὰρ τοὺς ἐπὶ τῆς γῆς τῷ ξύλῳ λέγειν·
PG 70:843Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.6 Ταύτῃτοι καὶ ἐγγίσαι φησὶ τὰς βουλὰς αὐτῶν, τοῦτ’ ἔστιν, εἰς πέρας ἐλθεῖν, κατασείοντος τὴν πλάνην, καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν κατασκεδαννύντος Θεοῦ, καὶ οὐχ ἑνὸς τῶν παρ’ αὐτῶν ὄντος, τῶν ψευδωνύμων δηλονότι φαμὲν, ἀλλὰ Κυρίου, καὶ Θεοῦ κατὰ ἀλήθειαν, καὶ τοῦ βασιλέως Ἰακὼβ, τοῦτ’ ἔστι, τῶν ἐξ αἵματος Ἰσραήλ. Ἀποφέρει δὲ διὰ τούτων εἰς ἀνάμνησιν τῶν γεγονότων σημείων, ἐπὶ τῇ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, δι’ ὧν εὖ μάλα διαγινώσκεται τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας, ἢ ἀσυγκρίτου ὑπεροχῆς ἡ δύναμις. Ἐγγισάτωσαν, καὶ ἐπαγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν· εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα.
Εἴπατε ἡμῖν, ἀναγγείλατε τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα, ὅτι θεοί ἐστε. Εὖ ποιήσατε, καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἴδιόν τε καὶ ἐξαίρετον τὸ πάντα μὲν εἰδέναι, ἀγνοεῖν δὲ παντελῶς οὐδὲν οὔτε τῶν προγεγονότων, οὔτε τῶν ἐνεστηκότων, ἢ τῶν ἐσομένων. Καὶ γοῦν δὴ [γρ. διὰ] μὲν τοῦ πανσόφου Μωσέως τὰ πρὸ τῆς συμπήξεως τοῦδε τοῦ κόσμου, καὶ τὰ ἐν ἀρχαῖς ἐναργῆ τοῖς ἐπὶ τῆς γῆς καθίστησι λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου·6 καὶ τὴν παντὸς τοῦ κόσμου ποίησιν ἀκριβέστατα διεξέρχεται.
Ἀλλὰ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ πάλαι λαλήσας ἐκεῖνα διὰ Μωσέως, ἀπήγγειλεν ἡμῖν τὰ ἐν ἐσχάτοις· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· Καινοὺς οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.6 Ἔστι δὲ ἀκοῦσαι λέγοντος ἐναργῶς· Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τί;Καὶ γάρ ἐστιν ἀληθῶς ζῶν ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐναργὴς, καὶ τομώτερος μᾶλλον μαχαίρας διστόμου, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.6 Ἐπειδὴ δέ ἐστι Θεὸς, σώζει μὲν καὶ εὐεργετεῖ, καὶ ἁπάσης ἐμπίμπλησι θυμηδίας, πνευματικῆς δηλονότι, τοὺς σεβομένους αὐτόν· κακοῖ δὲ καὶ ὑποφέρει ταῖς δίκαις τοὺς καταφρονεῖν εἰωθότας, καὶ ἀγαθουργεῖν οὐκ ἀνεχομένους.
Ἀλλὰ τῶν οὐδὲν ἔν γε τοῖς ἐκ λίθων πεποιημένοις κατίδοι τις ἄν. Τί γὰρ οἶδεν ἄψυχος ὕλη; Ἢ πῶς ἂν εὖ ποιήσειάν τινα, ἢ καὶ κακῶσαι δύναιντο τὰ μήτε ἑαυτοῖς ἐπαμῦναι δυνάμενα, λαβόντα δὲ παρ’ ἑτέρων καὶ τὸ ἑστάναι τε καὶ ὁρᾶσθαι μόνον; Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ νομισθέντες παρ’ ὑμῖν εἶναι θεοί· ἀπαγγειλάτωσαν ἃ συμβήσεται, λεγέτωσαν τὰ πρότερα, καὶ τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα. Γνωσόμεθα γὰρ τότε, φησὶν, ὅτι θεοί ἐστε. Ἀλλ’ οὐ δύνασθε, φησὶν, ἀπαγγεῖλαι. Οὐκοῦν κἂν εὖ ποιήσατε καὶ κακώσατε. Εἰ δὲ τούτων δύνασθε δρᾷν οὐδὲν, λοιπὸν ὀψόμεθα, τοῦτ’ ἔστιν, εὔκολον ἰδεῖν, πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐστὲ γὰρ ἐκ γῆς βδέλυγμα πεποιημένον. Ἢ γὰρ ἐκ ξύλου φέρε εἰπεῖν τὸ εἴδωλον γένοιτ’ ἂν, ἢ λίθου λαμπροῦ καὶ ἐξειλεγμένου, ἤγουν ἐξ ἑτέρας ὕλης· ταῦτα δὲ πάντα ἐστὶν ἐκ γῆς.
PG 70:845Δεῖ δὲ οἶμαι καταθαυμάσαι τοὺς τῶν εἰδώλων προσκυνητὰς, εἰ μηδὲ ἐκεῖνο ἐγνώκασι παρ’ αὐτῶν, τὸ, ὅποι ποτὲ καταλήξει τὰ πράγματα αὐτοῖς. Οὐ γὰρ ἔγνωσαν, ἢ προειρήκασιν ὡς αὐτοῖς τεμένεσι κατεμπρησθήσονται, κείσονται δὲ καὶ εἰς γέλωτα κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς πάλαι πεπλανημένοις. Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν· κεκλήσονται τῷ ὀνόματί μου. Ὁ μὲν γὰρ τῶν ἀκαθάρτων εἰδώλων ἐσμὸς, ἐπείπερ ἦσαν ἕτερον οὐδὲν, πλὴν ὅτι μόνον ξύλα τε καὶ λίθοι, πεπλανήκασι τοὺς ἠπατημένους. Ἀπήγγειλαν δὲ αὐτοῖς παντελῶς οὐδὲν ἢ τῶν πρώτων ἢ τῶν ἐσχάτων, οὔτε μὴν εὖ πεποιήκασί τινας, ἤγουν κακῶσαι δεδύνηνται. Ἐγὼ δὲ, φησὶν, ἐπείπερ ἀγαθός εἰμι Θεὸς, βεβούλημαι πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Σέσωκα τὴν ὑπ’ οὐρανὸν, ἐν ἴσῳ τοῖς τεθνεῶσι κειμένους ἤγειρα πολλούς. Καὶ τίνες ἂν εἶεν οὗτοι διδάσκει λέγων· Τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν, τοῦτ’ ἔστι, τὸν λαὸν τὸν ἐξ ἐθνῶν. Ὡς γάρ τοι πρὸς τὴν τῶν Ἰουδαίων χώραν νοτιωτάτην οὖσαν βορειοτέρα μᾶλλον ἡ τῶν ἐθνῶν, καὶ τὸν πρὸς ἀκτῖνα λαχοῦσα τόπον. Οὐκοῦν ὁ ἀπὸ βοῤῥᾶ, καὶ ἀφ’ ἡλίου ἀνατολῶν, εἴη ἂν ὁ ἐξ ἐθνῶν λαὸς, οἳ κέκληνται τῷ ὀνόματι τοῦ Χριστοῦ. Χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ ἐσμέν. Κατεκτήσατο γὰρ αἵματι τῷ ἰδίῳ ἡμᾶς, καὶ ἠγοράσμεθα τιμῆς, καὶ ἐσμὲν οὐχ ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τοιγάρτοι φαμὲν ὡς πρός γε τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτήν·
Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.6 Κεκλήμεθα τοίνυν τῷ ὀνόματι αὐτοῦ, καὶ τοῦτο ἦν ἄρα τὸ εἰρημένον διὰ τῆς τοῦ προφήτου φωνῆς· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Δοκεῖ δὲ, φησὶ, τὸν ἀφ’ ἡλίου ἀνατολῶν Χριστὸν εἶναι λέγειν, διά τοι τὸ γεγράφθαι περὶ αὐτοῦ· Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ.6 Καὶ πάλιν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς περὶ αὐτοῦ λέγοντος· Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;6 Γέγονε γὰρ ἡμῖν δικαιοσύνη Χριστὸς, ἁγιασμός τε καὶ ἀπολύτρωσις προσέτι.6 Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν πηλὸν, καταπατηθήσεσθε. Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν; Καὶ ἐροῦμεν, ὅτι ἀληθής ἐστιν.
PG 70:847Οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Ἔμελλε γὰρ Θεοῦ κατανεύοντος, ἡ τῶν εἰδώλων πληθὺς καταπίμπρασθαι, καὶ τοῖς τῶν πιστευσάντων ποσὶ πηλοῦ παρεῤῥίφθαι δίκην. Πεπάτηνται γὰρ, καὶ ὡς χοῦς, ἢ καὶ ὡς πηλὸς κεραμέως, καὶ ἕτερον ὄντα παρὰ τοῦτον οὐδέν. Ἦν γὰρ ἐκ γῆς ἡ γέννησις αὐτοῖς. Ὅτι δὲ ἔμελλε ταῦτα σύμπαντα πρὸς πέρας ἄγεσθαι κατὰ καιροὺς στρατηγούντων ἁγίων, καὶ τοῖς τοῦ Θεοῦ νεύμασιν ὑπηρετούντων νεανικῶς καταδείκνυσι λέγων τὸ, Ἐρχέσθωσαν ἄρχοντες, τοῦτ’ ἔστιν, ἀναδεικνύσθωσαν οἱ τῶν λαῶν ἡγεμόνες, οἱ τοὺς εἰς ἐμὲ πιστεύοντας ἐπιθήγοντες τῇ πλάνῃ, ἐξοπλίζοντές τε κατὰ τῶν ἀψύχων θεῶν. Τίς γὰρ ἐν αὐτοῖς, φησὶν, ἀπαγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν, ἢ καὶ τὰ ἔμπροσθεν, ἵνα ἐκβεβηκότων τῶν εἰρημένων εἰς πέρας συννεύσωμεν ὅτι λελαλήκασιν ἀληθῆ;
Ἀλλ’ οὐκ ἦν, φησὶν, ἐν τοῖς ψευδωνύμοις θεοῖς, ἤγουν ἐν τοῖς ἀκαθάρτοις πνεύμασιν ὁ προλέγων· ἀλλ’ οὐδὲ ἐν ἀνθρώποις ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Πάλαι μὲν κατά τε χώρας καὶ πόλεις ἐν ταῖς τῶν εἰδώλων τεμένεσι ψευδομαντίαι τε ἦσαν, καὶ ψευδηγορίαι δαιμονίων, τρίποδες δὲ καὶ λέβητες, καὶ πληθὺς ἀναρίθμητος τῶν ἀπατᾷν εἰωθότων· ἐβάδιζον δὲ πολλοὶ χρησμοὺς ληψόμενοι παρ’ αὐτῶν. Ἐπεὶ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, πεπτώκασι μὲν τὰ ἐν σηκοῖς εἴδωλα, σεσιγήκασι δὲ καὶ οἱ πλανῶντες δαίμονες· μᾶλλον δὲ καὶ κατεπέμφθησαν εἰς ᾅδου, καὶ τεταρτάρωνται. Κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πάλαι τοὺς παρ’ αὐτῶν τιμῶντες λόγους, καὶ τοῦτο διδάσκει λέγων· Οὔτε μὴν ὁ ἀκούων τοὺς λόγους ὑμῶν.6 Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν.
Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν, οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. Ὑπισχνεῖται πάλιν τὴν τοῦ Σωτῆρος ἀνάδειξιν, δι’ οὗ σέσωσται μὲν ἡ ὑπ’ οὐρανὸν, κέκληται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας ἡ τῶν πλανωμένων πληθύς. Ἵνα γὰρ ἔχωμεν τὸν καθηγητὴν, τὸν ἀποκομίζειν εἰδότα καὶ δυνάμενον εἰς τὴν τῆς σωτηρίας ὁδὸν, γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ βασιλεὺς ὢν φύσει· καθὸ καὶ Θεὸς καὶ ἐκ Θεοῦ νοεῖται Πατρὸς, τοῦ δὴ πάντων κρατοῦντος, καὶ ὑπὸ πόδας κειμένην ἔχοντος τὴν κτίσιν· κεχειροτονῆσθαι λέγεται βασιλεὺς ἐφ’ ἡμᾶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.6 Βεβασίλευκε γὰρ τῆς ὑπ’ οὐρανὸν ὁ Χριστὸς, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι λέγων·
Ἐδόθη μοι ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.6 Καίτοι γὰρ τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν ἑαυτῷ δεδόσθαι φησὶν, ἅπερ εἶχεν ὡς Θεός. Βασιλεύσας τοίνυν, ἄρχοντας ἐφ’ ἡμᾶς κεχειροτόνηκε τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ ἦρξαν ἡμῶν μετὰ κρίσεως, τοῦτ’ ἔστι, μετὰ δικαιοσύνης. Δώσω τοίνυν, φησὶ, τῇ Σιὼν, τοῦτ’ ἔστι, τῇ Ἐκκλησίᾳ, ἤτοι τῇ τῶν πιστευόντων πληθύϊ, τὴν σώζουσαν ἀρχὴν, τοῦτ’ ἔστι Χριστόν. Παρακαλέσω δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἥ ἐστι πάλιν τῆς Ἐκκλησίας εἴσοδος. Παρακεκλήμεθα γὰρ δυναμούμενοι διὰ Χριστοῦ, καὶ τὴν εἰς ζωὴν ἀποφέρουσαν τὴν ἀμήρυτον δεδιδάγμεθα τρίβον. Ἀπὸ γὰρ τῶν ἐθνῶν, φησὶν, ἰδοὺ οὐθεὶς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἧν ὁ ἀπαγγέλλων. Πλεῖστοι μὲν γὰρ ὅσοι γεγόνασι παρ’ Ἕλλησι σοφοὶ, καὶ λογάδες· ἀλλ’ οὐδεὶς ἦν ἐν αὐτοῖς ὁ διδάξαι δυνάμενος τὴν εἰς εὐσέβειαν ὁδόν.
PG 70:849Εἰδώλων δὲ πλήρεις οἱ παρ’ αὐτοῖς ὄντες ἦσαν νέοι, ἀλλ’ οὐδὲ ἐν τοῖς εἰδώλοις, ἤγουν ἐν τοῖς ψευδωνύμοις θεοῖς ἦν ὁ τὴν τοῦ συμφέροντος θήραν ἀγγεῖλαι δυνάμενος, ἤγουν εἰς ὁδὸν ἀπευθῦναι δικαιοσύνης. Μᾶλλον δέ τι τοῦτό φημι· Οὐδ’ ἂν εἰ ἐρωτηθεῖεν, φησὶ, Πόθεν ἐστέ; δύναιντ’ ἂν ἀποκρίνασθαι. Οἱ δὲ ἑαυτοὺς οὐκ εἰδότες, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος, πῶς ἂν ἑτέροις γένοιντο καθηγηταί; ἢ πῶς ἄν τισι καταδείξειαν ὅλως τὸ τελοῦν εἰς ὄνησιν; Εἰσὶ γὰρ, εἰσὶν ὑμᾶς μὲν ποιοῦντες τοὺς ψευδωνύμους πλάττοντες Θεοὺς, ὑμᾶς δὲ πάλιν πλανῶντες τοὺς προσκυνοῦντάς γε αὐτούς. Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
Οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λῖνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη καὶ λαοὶ ἐλπιοῦσιν. Προεπήγγελται, λέγων, Ἀρχὴν Σιὼν δώσω, καὶ ποία τις αὕτη διαδείκνυσι σαφῶς. Κεχειροτόνηται γὰρ ἐπὶ τὴν νοητὴν Σιὼν, τοῦτ’ ἔστιν, ἐπὶ τὴν Ἐκκλησίαν ἄρχων καὶ καθηγητὴς, οὐκ εἰς ἀρχὴν τοῦ πράγματος ἀναβαίνων τότε, ὅτε καὶ εἰς τοῦτο παρενεχθῆναι λέγεται. Ἦν γὰρ καὶ ἔστιν ἀεὶ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος ὁ ἐκ Παρθένου Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἴδιον ποιεῖται τὸ τῆς ἀνθρωπότητος μέτρον. Οὕτω γὰρ ἦν ἀληθῶς, καὶ ἀνενδοιάστως πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι γέγονε καθ’ ἡμᾶς.
Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν τὸ κατὰ πάντων κράτος, τῆς μετὰ σαρκὸς οἰκονομίας ἔσται τὸ λαβεῖν, οὐ τῆς ὑπεροχῆς αὐτοῦ, καθ’ ἣν νοεῖται τῶν ὅλων Δεσπότης. Ἰακὼβ δὲ αὐτὸν ἀποκαλεῖ καὶ Ἰσραὴλ, ὡς ἐξ αἵματος γεγονότα τὸ κατὰ σάρκα τὸν ἐξ Ἰακὼβ, ὃς μετωνομάσθη καὶ Ἰσραήλ. Φησὶ δὲ, ὅτι Ἀντιλήψομαι, καὶ ἀπόλεκτον ὀνομάζει. Συνειργάζετο γὰρ ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὡς δυνάμεως τῆς ἰδίας ἀπετέλει τὰς μεγαλουργίας. Ἔστι δὲ καὶ ἀπόλεκτος ἀληθῶς, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ παραδεκτὸς ὡς ἠγαπημένος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Ἔφη γοῦν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.6 Ὅτι δὲ κέχρισται κατὰ τὸ ἀνθρώπινον, καὶ μετεσχηκέναι λέγεται τοῦ ἁγίου Πνεύματος, καίτοι τὸ Πνεῦμα διδοὺς αὐτὸς, καὶ ἁγιάζων τὴν κτίσιν, σαφηνιεῖ λέγων·
PG 70:851Ἔδωκα τὸ Πνεῦμά μου ἐπ’ αὐτόν. Βαπτισθέντι γὰρ αὐτῷ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτηκεν ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ’ αὐτόν. Εἰ δὲ ἐν καιρῷ τοῦ βαπτισθῆναι δέχεται τὸ Πνεῦμα τῷ τῆς ἀνθρωπότητος μέτρῳ, εἴη ἂν μετὰ τῶν ἄλλων, καὶ τοῦτο. Οὐ γάρ τοι καθ’ ὃ Θεός ἐστιν, ἡγιάζετο τὸ Πνεῦμα λαβών· αὐτὸς γὰρ, ὡς ἔφην, ὁ ἁγιάζων ἐστίν· ἀλλὰ καθὸ πέφηνεν ἄνθρωπος οἰκονομικῶς. Κέχρισται τοίνυν, ὥστε κρίσιν τοῖς ἔθνεσιν ἐξοῖσαι. Κρίσιν δὲ τὴν δικαιοκρισίαν ἐν τούτοις φησί. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν. Καὶ τοῦτο ἡμᾶς αὐτὸς ἐδίδαξεν, εἰπών· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντα ἑλκύσω πρὸς ἐμαυτόν.6 Κατεψηφίσατο μὲν γὰρ τὸν ὄλεθρον τοῦ πλεονεκτήσαντος, ὡς ἔφην, τὴν ὑπ’ οὐρανὸν, ὁσίῳ δὲ κρίματι σέσωκε τοὺς ἠπατημένους.
Ἀλλ’ οὐ κεκράξεται, φησὶν, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Ἐπεδήμησε γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν ὑφέσει πολλῇ καὶ ἀφιλοκομπίᾳ, καὶ οἷον ἀψοφητὶ, καὶ ἀδικῶν οὐδένα· ἀλλ’ ἐν σιγῇ τε, καὶ ἠρεμίᾳ, ὥστε καὶ συντεθλασμένον μὴ συντρῖψαι κάλαμον, μήτε μὴν λῖνον τυφόμενον σβέσειν, τοῦτ’ ἔστι, μήτε τοῖς ἄγαν εὐτελεστάτοις καὶ εὐτολμότατα λίαν ὑπομένειν εἰωθόσι τὸ βλάβος ἐπαφεῖναι πόδα. Τί οὖν ἐργάσεται, καὶ τί κατορθώσει τοῖς ἔθνεσιν; Εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἐν τούτοις ἔοικε τὸν νόμον ἀποκαλεῖν. Γέγραπται γὰρ περὶ τοῦ Ἰσραὴλ, καὶ τοῦ πάντων κρατοῦντος Θεοῦ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν· καὶ πάλιν, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τὴν κρίσιν τοίνυν ἤτοι τὸν νόμον τὸν ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει τῶν εὐαγγελικῶν θεσπισμάτων, δι’ ὧν τῆς ἀρεσκούσης αὐτῷ πολιτείας ἀνέδειξε τὴν ὁδὸν, καὶ τὴν ἐν γράμματι κατὰ νόμον λατρείαν μετέστησεν εἰς ἀλήθειαν.
Καὶ πεπαρῳνήκασι μὲν εἰς αὐτὸν οἱ τάλανες Ἰουδαῖοι θανάτῳ τῷ τῆς σαρκὸς λυπῆσαι τολμήσαντες. Πλὴν ἀνέλαμψεν ὡς φῶς, καὶ οὐ συνεθραύσθη, τοῦτ’ ἔστιν, οὐ νενίκηται τῇ φθορᾷ, οὐ κεκράτηκεν ἡ τῶν ἐπιβουλευθέντων ἀπόνοια. Λέλυται γὰρ ὁ θάνατος, καὶ ἀνεβίω θεοπρεπῶς, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ γέγονε τοῖς κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν σωτηρίας ἀφορμὴ τὸ παθεῖν αὐτόν. Οὐ θραυσθήσεται τοίνυν, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν. Καὶ μὴ ὑπολάβῃς ὅτι καιρὸν ὁρίζει τινὰ καθ’ ὃν θραυσθήσεται, τοῦτ’ ἔστι, μετὰ τὸ θεῖναι τοῖς ἐπὶ τῆς γῆς τὴν κρίσιν· ἀλλ’ ἐκεῖνο μᾶλλον φησὶ, Περιγενήσεται τῶν ἀνθεστηκότων, καὶ κρατήσει τοσοῦτον, ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κεκήρυκται γὰρ τὸ Εὐαγγέλιον ἐν πάσῃ τῇ γῇ, καὶ οἷον πέπηγε τὰ αὐτοῦ θεσπίσματα.
Γέγραπται γὰρ, ὅτι Δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.6 Ἤλπισέ γε μὴν τὰ ἔθνη, φησὶν, ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἐπεγνωκότα γὰρ ὅτι Θεὸς κατὰ ἀλήθειαν ἐστὶ, καὶ εἰ πέφηνε σαρκὶ, αὐτὸν ἐλπίδα ποιήσονται, καὶ καθά φησιν ὁ Ψάλλων· Ἐν τῷ ὀνόμασι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.6 Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἔχομεν ἐλπίδα. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε. Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει βαθεῖ.
PG 70:853Ψευδοπροφῆται, καὶ ψευδομάντεις πλεῖστοι μὲν ὅσοι γεγόνασι κατὰ καιροὺς ἐν τῷ Ἰσραήλ. Συμβέβηκε δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἀπιστεῖσθαι καὶ αὐτοὺς τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, καὶ προφήτας ἀληθῶς, καὶ ἐν Πνεύματι ἁγίῳ λαλεῖν εἰωθότας. Καὶ τό γε παράδοξον, ὅτι καὶ αὐτὸς ἐλοιδορήθη Χριστὸς, ὡς οὔτε ἀπεσταλμένος παρὰ Θεοῦ, οὔτε μὴν ἀληθῶς ἅγιός τε ὑπάρχων, καὶ ἐν ὑπεροχῇ θεότητος ἀποτελῶν τὰ παράδοξα. Καὶ γοῦν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καίτοι τερατουργοῦντα βλέποντες, ποτὲ μὲν ἔφασκον αὐτὸν ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια· ποτὲ δὲ πάλιν ἀλλήλοις προσελάλουν· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Καὶ πρός γε ταῦτα, Χριστὸς ἐπειρᾶτο πλειστάκις ἀπολογεῖσθαι καὶ πληροφορεῖν ὅτι μὴ κατ’ ἐκείνους ἐστὶ τοὺς ἐν ψιλῇ καὶ μόνῃ γεγονότας δοκήσει τοῦ ἀπεστάλθαι παρὰ Θεοῦ.
Ἔφη γοῦν· Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι.6 Καὶ πάλιν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου.6 Ἵνα τοίνυν καὶ αὐτὸν ἔχῃ μαρτυροῦντα τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ διὰ προφητῶν ἁγίων χρησίμως τε καὶ ἀναγκαίως ἔφησεν, ὅτι Ἐγὼ Κύριος ὁ Θεὸς ὁ διαπήξας τὸν οὐρανὸν, ὁ τὴν γῆν ἑδραιοτάτην καὶ ἀκλόνητον ἀποφήνας, ὁ ζῶν καὶ ζωοποιὸς, καὶ πνοὴν ἅπασι διδούς. Ἐγὼ ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος ἐκάλεσά σε ἐν δικαιοσύνῃ. Οὐ γὰρ αὐτόμολος, φησὶ, κατ’ ἐκείνους γέγονε τοὺς ψευδοπροφήτας, τοὺς ἀπὸ καρδίας αὐτῶν λαλοῦντας, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· ἀλλ’ ἐγώ σε κέκληκα, τοῦτ’ ἔστι, κατ’ εὐδοκίαν ἐμὴν ἐν δικαιοσύνῃ παρήγαγον. Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· ἀντὶ τοῦ, Συνεργάσομαί σοι, καὶ ἀποφανῶ πάντα ἰσχύοντα.
Καὶ οὔτι πού φαμεν ὡς ἀσθενῆ καὶ ἀναλκῆ οἶδεν ὄντα τὸν Υἱὸν ὁ Πατὴρ, οὔτε μὴν ἐπικουρίας ἐνδεᾶ. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος, καὶ ἡ τοῦ Πατρὸς ἀνίκητος δεξιὰ, δι’ ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν. Ποιεῖται δὲ πάλιν τοὺς λόγους, ὡς πρὸς ἕνα τῶν καθ’ ἡμᾶς, καθ’ ὃ πέφηνεν ἄνθρωπος, καὶ δοκεῖ πως διὰ τὸ ἀνθρώπινον δυναμοῦσθαι παρὰ τοῦ Πατρός. Οὕτω γὰρ αὐτὸν καὶ ἀναστῆσαι λέγεται, δοῦναί τε δόξαν αὐτῷ, καὶ ἀποφῆναι κρείττονα τῆς τῶν φονευόντων ἐπιβουλῆς. Εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν, καὶ καθῆκεν ἑκὼν εἰς κένωσιν, δεῖ δὴ πάντως καὶ τὸ τῆς κενώσεως ὁρᾶσθαι μέτρον, καὶ δι’ αὐτῶν τῶν πραγμάτων νοεῖσθαι τὸ ταπεινόν. Ὅρα δὲ ὡς περὶ ἀνθρώπου λέγων τὸ, Κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, εὐθὺς διαδείκνυσι Θεὸν ὄντα φύσει καὶ Υἱὸν ἀληθῶς, καὶ φῶς ἐκ φωτός.
PG 70:855Δέδωκα γάρ σε, φησὶν, εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἀφίκετο γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, καὶ τοῖς ἐκ γένους, τοῦτ’ ἔστι, ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐτῶν γὰρ πέφηνεν τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ γυναικός· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προφητῶν. Γέγονε δὲ καὶ τοῖς ἔθνεσι φῶς. Θεοπρεπὲς δὲ καὶ τοῦτο. Τὸ γάρ τοι νομοθέτην, καὶ ἄπρακτον ἀποφῆναι τὴν τοῦ πανσόφου Μωσέως σκιὰν, προσεπιθεῖναι δὲ τοῖς ἀρχαίοις τὰ νέα θεοπρεπεστάτῃ ἐξουσίᾳ, τὸ δὲ δὴ καὶ φωτίζειν τοὺς ἐν σκότῳ δύνασθαι, καὶ τυφλῶν ἀνοίγειν ὀφθαλμούς· ἐνήστραψε γὰρ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν, τοῦ, καὶ ὅτι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστίν;
Ὅτι δὲ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη Χριστὸς, καὶ πάντας ἀνῆκε δεσμῶν, καὶ ἀνάγκης, καὶ ποινῆς, καὶ δίκης, προαπέφηνεν εἰπὼν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἵκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεὸς, τοῦτό μού ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἂ ἐγὼ ἀναγγελῶ. Καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Κυρίως γὰρ καὶ ἀληθῶς καὶ μόνος Θεὸς ἂν εἴη, καὶ λέγοιτο πρὸς ἡμῶν ὁ τῶν ὅλων Δημιουργός. Καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ καὶ κύριοι ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ’ ἡμῖν εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.6 Ἐπειδὴ δὲ μεγάλων ἡμῖν καὶ τεθαυμασμένων πραγμάτων ἀποτελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰδώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς ἀρετὰς, ἀλλ’ ἑαυτῷ τηρῆσαι μόνῳ.
Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ’ αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ’ αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει. Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέδωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέλει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ’ αὐτῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ’ ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖσθαι λόγον.
PG 70:857Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ’ ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕτως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιοσύνῃ, τὴν τῶν οὐρανῶν βασιλείαν· τῶν πνευματικῶν ἀγαθῶν τὴν εὐκλεᾶ μέθεξιν, τοὺς τῆς ἐπιεικείας καρποὺς, τῆς εὐσεβείας τὰ γέρα, τῆς εἰς αὐτὸν ἀγάπης τὸν στέφανον· ὧν καὶ ἡμᾶς γένοιτο τυχεῖν δι’ αὐτοῦ χάριτος καὶ φιλανθρωπίας· δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΛΟΓΟΣ Α. Ἐπέφανεν ἐν ἡμῖν Θεὸς ὢν Κύριος, κατὰ τὰς Γραφὰς, καὶ σεσαγήνευται δι’ αὐτοῦ πρὸς τὴν διὰ πίστεως χάριν ἡ τῶν πλανωμένων ἀγέλη.
Προσδοκία γὰρ ἦν ἐθνῶν, καὶ τοὺς ἐν ὀμίχλῃ καὶ σκότῳ πρὸς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς ὁ Θεὸς καὶ Πατὴρ δι’ αὐτοῦ. Καὶ τοῦτο ἡμῖν κατέστησεν ἐναργὲς διὰ τῶν ὀπίσω, βραχὺ λέγων· Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότῳ βαθεῖ.6 Τέθειται γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς διαθήκην μὲν τοῦ κατὰ σάρκα γένους, φημὶ δὴ τῶν ἐξ Ἰσραὴλ, οἷς καὶ πάλαι Θεὸς ἐπηγγέλλετο δι’ ἑνὸς προφήτου λέγων· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.6 Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, σκιᾶς καὶ τύπου διάκονος ἦν, ἐν μέτροις ὑπάρχων τοῖς ἱκετικοῖς.
Χριστός γε μὴν ὡς Υἱὸς καὶ Κύριος διαθήκης καινῆς γέγονε βραβευτής. Καινῆς δέ φημι, τῆς εἰς καινότητα ζωῆς ἁγίας ἀναμορφούσης τὸν ἄνθρωπον, καὶ διὰ πολιτείας εὐαγγελικῆς εὐδόκιμον, καὶ ἀληθινὸν ἀποφαινούσης προσκυνητήν· Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.6 Οὐκοῦν τέθειται εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς κατεσκότισε τῶν ἐθνῶν τὰς καρδίας· Ἐματαιώθησαν γὰρ ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.6 Τὸ δέ γε φῶς τὸ ἀληθινὸν, τοῦτ’ ἔστι, Χριστὸς, ὡς νοητὸς ἡμῖν ἀνέτειλεν ἑωσφόρος, καὶ ὡς τῆς δικαιοσύνης ἥλιος, τὴν τῆς ἀληθοῦς θεογνωσίας ἁπλώσας ἀκτῖνα, τὸν ἐκ διαβολικῆς ἀπάτης ἐπισκήψαντα τοῖς ἐπὶ τῆς γῆς κατεσκέδασε σκότον·

Discourse IV (Book IV)Λόγος Δʹ (Liber IV)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 70:859ἠλευθέρωσεν ἐκ δεσμῶν τοὺς ταῖς τῶν οἰκείων πλημμελημάτων σειραῖς ἐν ἀφύκτοις εἰλημμένους. Ὅτι τοίνυν οἱ πάλαι τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, οἱ σκότον ἔχοντες εἰς νοῦν, οἱ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων.
Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά.6 Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰγυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσιτεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηί̈νοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθησαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Τάδε ἐφ’ ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλλάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰγυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ’ ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαίμονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ’ ἔστι, Σατανᾶν.
Διέβημεν καθάπερ τινὰ θάλατταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. Διέβημεν τὸν Ἰορδάνην, ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.6 Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέσθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ’ ἔστι, παρὰ τῶν ὑπ’ αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ’ αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέπουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰουδαίων χώραν, ἀλλὰ γὰρ ἀπ’ ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ’ ἔστιν, ἅπασαν τὴν ὑπ’ οὐρανόν.
PG 70:861Πάλαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὕτω γάρ που καὶ ὁ Ψάλλων φησίν, ὅτι Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.6 Τίνες οὖν οἱ δοξολογεῖσθαι τὸ ὄνομα αὐτοῦ προστάττοντες ἀπ’ ἄκρου τῆς γῆς, οἱ τοὺς ᾠδοὺς ἱστάντες αὐτῷ, καὶ χοροστατεῖν ἀναπείθοντες, καὶ εἰς θίασον συγκαλοῦντες πνευματικὸν, οἱ καταβαίνοντες εἰς θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς; Διαμέμνηται δὲ, καθάπερ ἐγῷμαι, τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ τοι κατὰ μόνην τὴν Ἰουδαίαν ἐκήρυττον τὸν Ἰησοῦν, καὶ τὴν δι’ αὐτοῦ χάριν, ἀλλὰ γὰρ καὶ θάλασσαν διαπεραιούμενοι ταῖς τῶν ἐθνῶν εὐηγγελίζοντο χώραις.
Ἀφίκοντο γοῦν καὶ μέχρι τοῦ Ἰλλυρικοῦ, καὶ ἐπέκεινα, ὥστε καὶ τὰς ἐν τῇ θαλάσσῃ νήσους μὴ ἀνηκόους ἀπομεῖναι τῶν ἱερῶν κηρυγμάτων, μήτε μὴν τοὺς οἰκοῦντας αὐτάς. Καὶ ἱστορικῶς μὲν ὡδὶ τοῖς εἰρημένοις προσβαλεῖς. Συνήσεις δὲ, εἰ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον τῆς προφητείας τοὺς λόγους. Θαλάσσῃ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ παρεικάζει πολλάκις τόνδε τὸν κόσμον, ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.6 Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ’ ἡμᾶς ἰσχυρίζεται βίον, δι’ αὐτὸ τάχα που τὸ ἀστάθμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ. Διαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ’ αὐτῆς, ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν.
Οὗτοι τῆς παρὰ Θεοῦ τυχόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσωσμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ’ ἄκρων τῶν ὀρέων βοήσουσι. Δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.
Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς. Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ’ οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου τοίνυν οὔσης τῇ τῶν Ἰουδαίων γῇ τῆς πλατείας ἐρήμου τῆς κατὰ νότου κειμένης, ἣν δὴ κατενέμοντο τὰ Σαρακηνῶν καὶ Ἀῤῥάβων ἔθνη, τοὺς οἰκοῦντας ἐν αὐτῇ τεύξεσθαί φασι κατὰ καιροὺς τῆς διὰ Χριστοῦ χάριτος, καὶ σωτηρίας.
PG 70:863Ὀνόματα δὲ ταῖς κώμαις, ἤτοι ταῖς πολίχναις, ταῖς κατά γέ φημι τὴν ἔρημον, ἀπαύλεις, καὶ Κηδὰρ, καὶ Πέτρα, κατὰ τὴν Ἀῤῥάβων γῆν καὶ εἰς δεῦρο κειμένη, οὕτω τε ὠνομασμένη. Δεισιδαιμονέστατοι δὲ, ὡς ἔφην, οἱ περὶ ὧν ὁ λόγος, ἤγουν οἱ τούτων οἰκήτορες, καὶ ὁλοτρόπως ἐκνενεύκασιν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Λελατρεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐπειδὴ δὲ ἔμελλον, ὡς ἔφην, ἐν μεθέξει γενέσθαι κλήσεώς τε καὶ σωτηρίας τῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ πίστεως τῆς ἐν Χριστῷ· ταύτῃτοι καὶ μάλα εἰκότως, ὡς ὡραίους ἔχων τοὺς πόδας ὁ προφήτης, ἐν τούτοις εὐαγγελίζεται γὰρ ἀγαθὰ, μονονουχὶ καὶ εἰς ὕψος αἴρει τὴν βοὴν, καί φησιν· Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν.6 Ἔνδειξις δὲ μεγάλη, καὶ ἀξιάγαστος τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ ὑπεροχῆς τὸ χρῆμά ἐστι, τοῦ τὰς οὕτω σκληρὰς, καὶ ἀνουθετήτους καρδίας, εὐκόλως καταμαλάξαντος, καὶ ἀναπείσαντος μὲν τῆς ἀρχαίας ἀπάτης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ τὰ ἀμείνω, καὶ μεθαρμόζεσθαι πρὸς ἀλήθειαν.
Καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ προκαταμεμήνυκε λέγων, ὅτι Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην, ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ’ ἔστι, τρυφερὰν, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.6 Οὐκοῦν ὅτι κεκλήσονται καὶ αὐτοὶ, κατεσήμαινε λέγων· Εὐφράνθητι, ἔρημος, καὶ τὰ τούτοις ἐφεξῆς. Οἱ δέ γε ἀπ’ ἄκρων τῶν ὀρέων βοῶντες, διδόντες τε τῷ Θεῷ δόξαν, καὶ ἐν ταῖς νήσοις ἀναγγέλλοντες τὰς ἀρετὰς αὐτοῦ, τίνες εἶεν ἂν, ἄξιοι ἰδεῖν. Λυπεῖ τοιγαροῦν οὐδὲν, καὶ αὐτοὺς νοεῖσθαι τοὺς κεκλημένους, οἱ Πέτραν οἰκοῦντες, ὑψηλὴν οὕτω καὶ ἠρμένην χώραν τε καὶ πόλιν, οὐκέτι μὲν ὕμνους καὶ ᾠδὰς ὑφαίνουσι τοῖς ψευδωνύμοις θεοῖς, δοξολογοῦσι δὲ μᾶλλον τὸν καταφωτίσαντα Θεὸν, καὶ σαγηνεύσαντα πρὸς ἀλήθειαν.
Ἤγουν οἱ ἀπ’ ἄκρων τῶν ὀρέων βοῶντες, λέγοιντ’ ἂν εἶναι, καὶ μάλα ὀρθῶς, οἱ θεσπέσιοι μαθηταί. Οἷς καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε, μὴ φοβεῖσθε.6 Διεκήρυττον γὰρ ἐν παῤῥησίᾳ πολλῇ, καὶ οὐδένα τῶν ὄντων λανθάνειν ἤθελον, ἀλλ’ ἦσαν περίοπτοι τοῖς ἁπανταχοῦ, καθὰ πόλις ἐν ὄρει κειμένη· καὶ ὁ λόφος αὐτοῖς οὐκ ἐν παραβύστῳ, καὶ λεληθότως ἦν, ἀλλ’ ἐν πολλῇ παῤῥησίᾳ, καθάπερ ἔφην ἀρτίως. Τοῦτο γὰρ αὐτοῖς καὶ αὐτὸς ὁ Σωτὴρ ἐνετέλλετο λέγων· Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτία, εἴπατε ἐν τῶ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.6 Ἐδίδοσαν τοίνυν τῷ Θεῷ δόξαν, καὶ ἀπήγγελλον αὐτοῦ τὰς ἀρετὰς ἐν ταῖς νήσοις.
PG 70:865Ὁ γάρτοι τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν λόγος τῆς τοῦ Σωτῆρος δόξης ἐξαγγελεὺς ὁρᾶται γεγενημένος. Ποτὲ μὲν γὰρ τοὺς περὶ τῆς ἀῤῥήτου θεότητος αὐτοῦ ποιοῦνται λόγους, καὶ τὴν ὑπερκόσμιον ὑμνοῦσιν ἀρετὴν, οὐκ ἐν γεννητοῖς τιθέντες αὐτὸν, ἀλλ’ ἐπέκεινα παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν, καὶ ἐν ταυτότητι φυσικῇ τῇ πρὸς Θεὸν καὶ Πατέρα· ποτὲ δὲ αὖ διηγοῦνται τὰς ὑπὲρ θαῦμα καὶ λόγον αὐτοῦ θεοσημείας. Τὸ γὰρ ἐγείρειν ἐκ μνημάτων νεκροὺς, καὶ τὸ ὡς ξηρᾷ κεχρῆσθαι θαλάσσῃ, βάσιμον αὐτὴν ἀποφαίνοντα τοῖς ἰδίοις ποσὶ, καὶ τὸ ἀνέμοις ἐπιτιμᾷν, καὶ λόγῳ συντρίβειν τὸν Σατανᾶν, θεοπρεπῆ τὴν δόξαν αὐτῷ πραγματεύεται. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον· ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος·
Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Πρόεισι καὶ νῦν ὁ λόγος ἐν τάξει πολλῇ, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν οἰκονομίαν. Ἔμελλον γὰρ οἱ τῶν τοῦ Σωτῆρος ἡμῶν θεσπισμάτων ἱερουργοὶ, τὰς ἀρετὰς αὐτοῦ διακηρύττειν τοῖς ἁπανταχοῦ, καὶ ἐν παῤῥησίᾳ πολλῇ τοὺς περί γε τούτων αὐτῶν ποιεῖσθαι λόγους. Ἀλλ’ ἦν ἀναγκαῖον ἐννοεῖν, ὅτι πάντη τε καὶ πάντως ἀναστήσονται ταῖς οὕτω σεπταῖς αὐτῶν σπουδαῖς τε καὶ προθυμίαις οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ τοῦ Σωτῆρος δόξῃ πολυτρόπως ἐπιβουλεύοντες, ἄνδρες δηλονότι φθόροι τε καὶ δεισιδαίμονες, καὶ διαβολικῆς σκαιότητος ὄργανα, καὶ τῆς ἐκείνου δυστροπίας ὑπασπισταὶ, ἢ τάχα που σὺν αὐτοῖς καὶ αὐτὰ τῶν δαιμονίων τὰ στίφη, ἅτε δὴ καὶ κατασειομένης αὐτῶν τῆς δόξης, καὶ τῆς ἐκ πλεονεξίας πεπορισμένης ἀρχῆς.
Κεκρατήκασι γὰρ ἐξ ἀπάτης τῆς ὑπ’ οὐρανόν. Ὅτι τοίνυν ἀνάλωτοι γενήσονται τοῖς ἐχθροῖς, περιέσται δ’ αὐτῶν οὐδεὶς Θεοῦ συνασπίζοντος, διαδείκνυσιν ὁ προφήτης ἐν τούτοις, λέγων, ὅτι Κύριος τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, καὶ τὸ, ἐξελεύσεται, φησὶν, ὡς ἐπί τινος τῶν ἐπὶ γῆς βασιλέων ταῖς τῶν πολεμίων φάλαγξιν ἀφορήτως ἐμπίπτοντος ὁμοῦ ταῖς ὑπὸ σκῆπτρα στρατιαῖς. Ὅτι δὲ περιέσται πάντως ὁ τῶν δυνάμεων Κύριος, ἐπέφηνεν, εἰπὼν, ὅτι συντρίψει πόλεμον. Οὐ γὰρ εὐάντητός τισιν ἡ παρὰ Θεοῦ δύναμις, μᾶλλον δὲ οὐδενὶ τῶν ὄντων οἰστὴ, κατεξανισταμένη, καὶ ἐμπίπτουσα, κἂν δυνάμεις ἐννοῶμεν πονηρὰς, κἂν αὐτὸν τὸν ἀποστάτην καὶ ἀλητήριον Σατανᾶν, κἂν ἐπιγείους τινὰς, οἷς ἀντ’ ἐκείνων μέλοι· ἀλλ’ οὖν ἔσονται ληπτοὶ, καὶ τοῦτο ἀπονητί γε μὴν καὶ ἀκονιτί.
Τὴν χεῖρα γὰρ τὴν ὑψηλὴν τίς ἀποστρέψει;6 κατὰ τὸ γεγραμμένον. Ὅτι τοίνυν τοῖς ἀνθισταμένοις τῷ χορῷ τῶν ἁγίων ἀποστόλων, οὐ πρὸς μόνους ἁγίους ἀγγέλους ὁ πόλεμος ἦν καὶ ἔστιν εἰς δεῦρο, ἀλλὰ γὰρ καὶ πρὸς αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, πεπληροφόρηκεν ὁ προφήτης, αὐτὸν ἐξελεύσεσθαι λέγων, ἵνα συντρίψῃ πόλεμον. Ἐγερεῖ ζῆλον, φησὶ, τοῦτ’ ἔστι, παροξυσμὸν, ἢ τὸν παρ’ ἑαυτοῦ κατ’ ἐχθρῶν, κατά γε τὸ γεγραμμένον ἐν τοῖς τοῦ Ζαχαρίου λόγοις· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν·6 ἤγουν ἐκ τῶν ὑπεραθλούντων τῆς δόξης αὐτοῦ, δῆλον δὲ ὅτι τῶν σεβομένων αὐτὸν, ὧν ἕνα γενέσθαι καὶ ἀπόλεκτον τὸν ἱερώτατον Παῦλόν φαμεν, ὃς δὴ καί φησιν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψεις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;6 πάλιν, Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.6 Οὕτω φαμὲν γενέσθαι ζηλωτὰς, καὶ τοὺς ἁγίους μάρτυρας, οἳ κρείττους γεγόνασι τοῦ Σατανᾶ, καὶ πεπολεμήκασιν αὐτοῦ τῇ δυνάμει, τῆς εἰς Χριστὸν εὐσεβείας ἕνεκα.
PG 70:867Τετηρήκασι γὰρ τὴν πίστιν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ, γνήσιον· Ἐπεγερεῖ τοιγαροῦν ζῆλον, φησὶ, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος· τὸ βοήσεται, τιθεὶς, ἀντὶ τοῦ, καταλαλάξει. Φωνὴ δὲ αὕτη τοῖς νικῶσι πρεπωδεστάτη, κατορχουμένη τρόπον τινὰ τῶν νενικημένων· Εἶτά φησιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Ἐντεῦθεν εὖ μάλα κατίδοι τις ἂν ὅτι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἦν ἐν πλάνῃ τῶν ἐθνῶν ἡ πληθὺς, διαρπάζοντος αὐτοὺς τοῦ Σατανᾶ, καὶ τῷ τῆς ἁμαρτίας σκότῳ καταμελαίνοντος, ἀποφέροντός τε καὶ τοῦ μὴ εἰδέναι μόνον, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Θεὸς, ἐπαμῦναι μὲν αὐτοῖς ἤθελεν ὁ πάντων ἐπέκεινα Θεός· ἀνεδύετο δὲ τὸ χρῆμα, καὶ διεκαρτέρει σαφῶς, τὸν πρέποντα ταῖς ἐπικουρίαις περιμένων καιρόν·
ἦν δὲ οὗτος καθ’ ὃν ἐσαρκώθη τε, καὶ ἐνηνθρώπησεν ὁ μονογενὴς αὐτοῦ Λόγος. Τότε γὰρ τότε κατεστρατεύσατο τῶν ἡμᾶς νενικηκότων, καὶ ἐξείλετο μὲν τῆς ἐκείνων σκαιότητος, ἀντελάβετο δὲ καὶ σέσωκε, καὶ τοῖς ἰδίοις ἡμᾶς ὑπήνεγκε ζυγοῖς. Οὐκοῦν κατὰ μὲν τὸν παρῳχηκότα καιρὸν διαρπαζομένων τῶν ἐπὶ τῆς γῆς, καὶ λέοντος δίκην κατεσθίοντος ἅπαντας τοῦ Σατανᾶ· Σεσίγηκα, φησί· μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς τίκτουσα. Ἄθρει δὴ οὖν ὅσην ἐποιεῖτο φειδὼ τῶν ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Θεός· καίτοι, καθά φησιν ὁ Ψαλμῳδὸς, οὐδενὸς ποιοῦντος χρηστότητα· ἐκκεκλικότων δὲ ἁπάντων, καὶ ἕως ἑνὸς, καὶ εἰσάπαν ἠχρειωμένων, μονονουχί. Καὶ ὠδῖνας ἔχων τὰς ἐπὶ τούτῳ, καὶ εἴπερ ἠνείχετο καὶ λύπης αὐτὸν εἶναι δεκτικὸν, παθὼν ἂν, καὶ τοῦτο δι’ ἡμᾶς καιρῷ τετήρηκεν, ὡς ἔφην, τῷ πρέποντι τὰς ἐπικουρίας.
Ἐκστήσω, καὶ ξηρανῶ ἅμα, καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τί τὸ Ἐκστήσω, κατασημήνειεν ἂν ἐν τούτοις, πολυπραγμονεῖν ἀναγκαῖον. Ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι Τοὺς νυνὶ κρατοῦντας τοὺς ἐπὶ τῆς γῆς ἐκβαλῶ, ἔξω τε γενέσθαι παρασκευάσω τῆς πεπορισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατά γε τὸ εἰρημένον παρὰ Χριστοῦ· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·6 ἢ τὸ Ἐκστήσω, συνήσεις, ἀντὶ τοῦ, Θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθωμένα, καὶ τῆς ἐμῆς οἰκονομίας τοὺς τρόπους, καὶ τῆς ἀφράστου δυνάμεως τὴν ὑπερβολήν· καθάπερ ἀμέλει καὶ ὁ προφήτης Ἀββακοὺμ ἐπ’ αὐτοῖς δὴ τούτοις κατεπλήττετο λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.6 Ἤγουν εἴ πέρ τῳ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον τὸ, Ἐκστήσω, συνήσεις.
PG 70:869Τοὺς γὰρ νυνὶ πλανωμένους, τοὺς ἐν σκότῳ, καὶ ὀμίχλῃ διαβολικῇ, μεταστήσω πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πρὸς τὸ θεῖόν τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυσμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμείνω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινόμενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ’ Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ.
Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θολερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν καλλιεπείας τὸ γλυκὺ καὶ ἐπίχαρι. Οὐκοῦν παρεικάζοιντο ἂν εἰκότως ποταμοῖς τε καὶ ἕλεσι, τοῦτ’ ἔστι, δρυμοῖς, ἤγουν ἄλσεσι πλείστην τε ὄσην καὶ εὐανθῆ λαχοῦσι τὴν πόαν. Τοὺς τοιούτους οὖν ποταμοὺς εἰς νήσους μεταβάλλειν ἐπαγγέλλεται ὁ Θεὸς, τοῦτ’ ἔστι, ξηροὺς καὶ ἀνύδρους ἀποφῆναι, ἕλη δὲ ὥσπερ ἐργάσασθαι ξηρὰ, ὃ δὴ καὶ γέγονεν. Ἀπρακτεῖ γὰρ λοιπὸν τῆς ἐκείνων εὐστομίας τὸ καλλιεπές. Καὶ πρόσκειται μὲν αὐτοῖς παντελῶς οὐδεὶς, διαλακτήσαντες δὲ ὥσπερ τὰ σαθρὰ καὶ βέβηλα, καὶ γραοπρεπῆ τῶν πλανώντων μυθάρια, τὴν ἐν Χριστῷ σοφίαν ἁρπάζουσιν οἵ ποτε πλανώμενοι.
Γράφει γοῦν ὁ Παῦλος· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;6 Οὐκοῦν ποταμοὺς εἶναί φαμεν τοὺς εἰς νήσους τεθειμένους, τοὺς εἰς ἀπάτην Ἑλληνικὴν συνέχοντας λόγους τῶν παρ’ Ἕλλησι σοφῶν. Ἤγουν καὶ ἑτέρας νήσους εἶναι δεδώκαμεν ἐν τοῖς προλαβοῦσι τὰς Ἐκκλησίας Χριστοῦ, δεχομένας τοὺς ναυτιλλομένους, νοητῶς δηλονότι καὶ πνευματικῶς, καὶ ὁρμητηρίοις ὥσπερ τισὶν ἐμβάλλοντας ἀσφαλέσι τοῖς ἐν αὐταῖς διδασκάλοις, διαφεύγοντάς τε τὸ πνεῦμα τὸ πονηρὸν τὸ καταχειμάζον ἀεὶ τοὺς καταβαίνοντας εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς. Θαλάσσῃ δὲ παρεικαστέον, ὡς ἔφην, τοῦ καθ’ ὑμᾶς βίου τὸν κλύδωνα, καὶ τῶν ἐπιγείων πραγμάτων τὴν τύρβην.
Ξηραίνονται δὲ καὶ τὰ ἕλη, τοῦτ’ ἔστιν, αἱ νομαὶ τῶν πραγμάτων τῶν ὑπὸ χεῖρα ποτὲ τὴν σατανικήν· ἵνα λοιπὸν ὑπ’ αὐτῷ γένοιντο τῷ πάντων ἀρχιποιμένι, φημὶ δὴ Χριστῷ. Ὃς οὐ κατ’ ἐκείνους τοὺς ψευδοποιμένας εἰς ἀκάνθας καὶ τριβόλους ἀποκομίζει τὰ ἴδια θρέμματα, ποιμαίνει δὲ μᾶλλον ἐν κρίνοις· ὡς εὐοσμώτατα γὰρ νοητῶς τὰ θεῖά τε καὶ ἱερὰ, καὶ ἴδια αὐτοῦ θεσπίσματα. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, λέγει Κύριος ὁ Θεός. Ἐλθόντος γὰρ τοῦ Κυρίου τῶν δυνάμεων, ἵνα συντρίψῃ πόλεμον, καὶ καθῃρημένων τῶν ἐχθρῶν, τεθειμένων δὲ καὶ εἰς νήσους τῶν ποταμῶν, καὶ ἀφαυανθέντων τῶν ἑλῶν, κατά γε τοὺς ἀρτίως ἡμῖν γενομένους τῆς θεωρίας λόγους, λελύτρωνται πάντως οἱ ἐν δορυκτήτων τάξει γεγονότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ὑπενηνεγμένοι, τυφλοὶ δὲ ὄντες·
PG 70:871ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἄγονται λοιπὸν ὑπὸ Χριστοῦ, δηλονότι εἰς ὁδοὺς, ἃς οὐ πρότερον ᾔδεισαν. Αὗται δέ εἰσι τὰ εὐαγγελικὰ πάντως θεσπίσματα καὶ ὁ κατὰ σύνεσίν τε καὶ ἀρετὴν βίος, καὶ τῆς ἁγιοπρεποῦς εὐζωί̈ας τὸ κάλλος. Προσπεφώνηκε γοῦν καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν· Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.6 Γέγονε τοίνυν αὐτοῖς τὸ σκότος εἰς φῶς· ἀντὶ τοῦ, μετακεχώρηκεν εἰς πᾶν τοὐναντίον τὰ πράγματα. Οἱ γὰρ ἀμαθεῖς γεγόνασι σοφοὶ, οἵ ποτε πλανώμενοι τὰς εὐθείας πάσης δικαιοσύνης ἐγνώκασιν ὁδοὺς, οἱ τῶν ἀγαθῶν εἰδότες οὐδὲν ἀρετῆς ἁπάσης ἀνεδείχθησαν ἐπιστήμονες, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἐπιμεληταί. Γέγονεν αὐτοῖς τὰ σκολιὰ εἰς εὐθεῖαν, τοῦτ’ ἔστι, τὰ δυσχερῆ καὶ δυσήνυτα βάσιμα, καὶ ἱππήλατα, ὕπτιά τε καὶ ἐψιλωμένα.
Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύγμασιν ὑπεμφαίνεται. Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας. Βουνοὶ μὲν γὰρ καὶ κοιλότητες τὸ ἀνωμάλως ἔχειν τὴν ὁδὸν ἀποφαίνουσιν. Ὄχθου δὲ οὐκ ὄντος, οὔτε μὴν κοιλότητος εὐθεῖά που πάντως, καὶ εὐήλατός ἐστιν ἡ ὁδὸς, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. Τοῦτο καὶ ἑτέρωθί πού φησιν αὐτὸς ὁ μακάριος προφήτης Ἡσαί̈ας· Ὁδὸς γὰρ, φησὶ, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.6 Καὶ γάρ ἐστιν ἀληθῶς τῆς εὐαγγελικῆς πολιτείας ἡ ὁδὸς οὐ τραχεῖα καὶ δύσβατος, ὁμαλὴ δὲ μᾶλλον, καὶ οἷον ὑπτία τοῖς τὸν ἐξαίρετον ἀγαπῶσι βίον. Ἐπαγγέλλεται δὴ οὖν ταῦτα τὰ ῥήματα, ἤτοι τὰς ἐπαγγελίας εἰς πέρας ἄγειν Θεὸς, καὶ μὴ ἐγκαταλιπεῖν αὐτοὺς, τοῦτ’ ἔστι, συνεῖναι διὰ παντὸς, κατά γε τὸ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας αἰῶνος.6 Αὐτοὶ δὲ ἀποστραφήσονται εἰς τὰ ὀπίσω.
Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Ἐπὶ καιροῦ δὴ λίαν μεθίστησι τοὺς λόγους ἐπὶ τὸ τῶν Ἰουδαίων ἔθνος, οἳ νόμον ἔχοντες τὸν διὰ Μωσέως χειραγωγοῦντα πρὸς θεογνωσίαν καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν βούλεσθαί τε τὰ ἐφ’ οἷς ἦν εἰ κὸς εὐδοκιμῆσαι αὐτοὺς, κεχωρήκασι πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς πολυθεί̈ας ἐμβεβηκότες τέλμασιν εἰς τὸ τῆς ἀπωλείας κατῴχοντο βάραθρον· προσκεκρούκασί τε διὰ τοῦτο, καὶ σφόδρα εἰκότως τῷ πᾶσαν αὐτοῖς καὶ φειδὼ καὶ ἀγάπην νείμαντι Θεῷ. Προκηρύξας δὴ οὖν ὁ λόγος, ὅτι κεκλήσονται τὰ ἔθνη κατὰ καιροὺς, καὶ πατήσουσι μὲν ὁδοὺς ἃς οὐκ ᾔδεισαν. ἔσται δὲ τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, τὰς τῶν ἐξ αἵματος Ἰσραὴλ ἀμαθίας ἐκκαλύπτει, λέγων·
PG 70:873Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμφαντικῶς ἐκληπτέον τὸ, αὐτοί· τοῦτ’ ἔστιν, οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ ὑπὸ χεῖρα γεγονότες τὴν ἐμὴν, καὶ μεσίτην λαχόντες Μωσέα, οἱ διαῤῥήδην ἀκούσαντες· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.6 Οὗτοι τῆς τῶν ἐθνῶν πληθύος ἐν ἀγαθαῖς οὔσης ἐλπίσιν ἀπεστράφησαν εἰς τὰ ὀπίσω πρὸς τοὺς ἐν Αἰγύπτῳ μολυσμοὺς ἀνοσίως ὑπονοστήσαντες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀναλαβόντες τὸν μῶμον. Καὶ γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρεμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.6 Ἔφη τι τοιοῦτον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὴν ἀρχαίαν ἀσέβειαν παλινδρομοῦντα δεικνύων τὸν Ἰσραήλ. Ὅταν γὰρ, φησὶν, τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον ὑποστρέφει εἰς τὸν τόπον ὅθεν ἐξῆλθεν.
Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον. Τότε παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ. Καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.6 Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ’ ἐκβέβληται τὸ δαιμόνιον, κεκλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδότες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ’ ἔστι τὴν δόξαν, τοῖς χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν.
Καὶ τίς κωφὸς, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελατρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.6 Πρέποι δ’ ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν καταπλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεογνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως. Ἀπείργοντος γὰρ οὐδενὸς ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ὁρᾷν τὸν τούτων Δημιουργόν·
PG 70:875ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται· ἥ τε ἀί̈διος αὐτοῦ δύναμις, καὶ θεότης·6 εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὥστε τοῖς χωνευτοῖς λέγειν· Ὑμεῖς ἐστε οἱ θεοὶ ἡμῶν.6 Ὅτι γὰρ οὐ περὶ τῆς τῶν ἐθνῶν πληθύος ὁ λόγος ἐστὶ τῷ προφήτῃ νυνὶ, ἀλλὰ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, διέδειξεν εἰπών· Καὶ τίς τυφλὸς, ἀλλ’ ἢ οἱ παῖδές μου; καὶ κουφοὶ, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; Τετύφλωνται μὲν γὰρ ἡ ὑπὸ χεῖρα πληθὺς ταῖς τῶν ποδηγῶν ῥᾳθυμίαις εἰς τοῦτο πεσοῦσα. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς ἀμαθίας αὐτοῖς παραίτιοι γεγονότες, καὶ τοῦ πλανᾶσθαι καθηγηταί. Κουφοὶ δὲ ἦσαν οἱ κυριεύοντες αὐτῶν· τοῦτ’ ἔστιν, οἱ καθηγεῖσθαι λαχόντες· καίτοι γὰρ ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ πείρας ἐλάσαντες μακρᾶς, ἐτράποντο πρὸς ἀπόστασιν.
Οὐ γὰρ ἤθελον ὑπακούειν Θεῷ, λέγοντι σαφῶς· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.6 Ἐπειδὴ δὲ τῶν ἐμῶν θεσπισμάτων ὄντες ἐπιστήμονες ὁμοῦ τοῖς ὑπεζευγμένοις κατῴχοντο πρὸς ἀπόστασιν, μονονουχὶ καταπλήττεται, λέγων· Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.6 Καὶ ποία γέγονεν αὐτοῖς ἡ τῆς τυφλώσεως ἀφορμή; Ἑκόντες, φησὶ, παρηνέχθητε πρὸς τοῦτο. Ἐξὸν γὰρ πλειστάκις ἑωρακότας φυλάξασθαι, καὶ ἀκούειν εἰδότας ἤτοι συνιέντας τὰ γεγραμμένα, οὐκ ἐφυλάξασθε παθεῖν τὴν ἀπόφασιν, οὔτε μὴν μελέτην ἐποιήσασθε τὴν εὐπάθειαν, κατευρύνοντες ὥσπερ τοῖς ἱεροῖς νόμοις τὴν ἀκοήν. Ἀπροφάσιστα δὴ οὖν τὰ τῶν Ἰουδαίων ἐγκλήματα. Καίτοι γὰρ μετὸν εἰδέναι τὸ ἀληθὲς, καὶ χειραγωγὸν εἰς τοῦτο λαχόντας τὸν νόμον, ἐν ἴσῳ γεγόνασι τοῖς οὐκ ἔχουσιν ὀφθαλμοὺς καὶ τὰ ὦτα προκείμενα μάτην τῇ κεφαλῇ, διὰ τὸ μὴ βούλεσθαι τῶν ἱερῶν ἐπακροᾶσθαι νόμων.
Κύριος ὁ Θεὸς ἐβούλετο, ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν. Ἐξειλόμην, φησὶ, τῆς Αἰγυπτίων πλεονεξίας αὐτοὺς, ἠλευθέρωσα παρὰ τὸ εἰκὸς ἀλλοτρίοις θητεύοντας· ἐπαιδαγώγησα διὰ νόμου πρὸς θεογνωσίαν· εὐκοσμίας αὐτοῖς ἐπιστάτην δέδωκα Μωσέα. Σκοπὸς γὰρ ἦν ἐμοὶ τῷ Κυρίῳ τῶν ὅλων δικαιοσύνης ἐργάτην, καὶ ἀρίστων ἔργων ἐπιμελητὴν ἀποφῆναι τὸν Ἰσραὴλ, ἵν’ εἰς αἴσθησιν ἐνηνεγμένος τῶν δωρηθέντων αὐτῷ παρ’ ἐμοῦ, μεγαλύνῃ αἴνεσιν, τοῦτ’ ἔστιν, ἀκαταλήκτως δοξολογήσειεν ἐμὲ, δηλονότι τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύτανιν, καὶ ὧν πεπλουτήκασι χορηγὸν γεγονότα. Ἀλλ’ οὐδενὸς τῶν τοιούτων εἰς αἴσθησιν ἐνηνεγμένοι, πονηρὰ ἀντὶ ἀγαθῶν ἐκτετίκασι τῷ Δεσπότῃ, καὶ τῶν αὐτοῦ ζυγῶν ὑπεκλύσαντες τὸν αὐχένα, δεδουλεύκασι τῷ Σατανᾷ, καὶ τοῖς τῆς πολυθέου πλάνης βορβόροις ἐγκαλινδούμενοι βδελυροὶ γεγόνασι, καὶ ἀπηχθημένοι παρά γε τῷ φιλαρέτῳ Θεῷ.
Τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφη καὶ ἑτέρωθί που περὶ αὐτῶν ὡς περὶ ἀμπέλου· Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.6 Καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτοὺς, ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῶν τοῖς πατράσι συμβεβηκότων, διά τοι τὸ ἁλῶναι βρόχοις τοῖς τῆς ἐπαράτου πολυθείας. Πέπραχε δὲ τοῦτο οὐ μάτην, ἀλλ’ ἵν’ ἀποφήνῃ σωφρονεστέρους τὰ ἴσα τοῖς πάλαι παθεῖν δεδιότας. Ἐπειδὴ γὰρ, φησὶ, γεγόνασι τυφλοὶ καὶ κωφοὶ, παρωσάμενοι μὲν τὸ λατρεύειν Θεῷ, ξύλοις δὲ καὶ λίθοις τὸ σέβας ἀνῆπτον. Εἶδον μὲν οὖν τοῦτο ἐγὼ, γέγονε δὲ ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος.
PG 70:877Ὅτε γὰρ ἐπισκέπτεται Θεὸς τὰ τῶν ἀφορήτως δυσσεβούντων ἐγκλήματα, τότε καὶ δίκας ἐπάγει τὰς ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασι. Διηρπάσθη τοίνυν ὁ λαὸς, καὶ γέγονε τοῖς ἐχθροῖς προνομή· καὶ διὰ ποίαν αἰτίαν; ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτούς. Τίνας δὲ αὐτούς; Χωνευτοὺς δηλονότι θεούς. Ὑποπλαττόμενοι γὰρ τὸ θεοσεβεῖν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ τοῖς νομίμοις θεσπίσμασι τό γε ἧκον εἰς τοὐμφανὲς ὑποτιθέντες τὸν αὐχένα, τῆς ἀποστασίας τὴν νόσον εἰς νοῦν ἔκρυπτον καὶ καρδίαν, προσκυνοῦντες τοῖς οὐκ οὖσι θεοῖς· καὶ τούτους ἐν τοῖς ταμείοις τῶν ἰδίων οἴκων ἐγκατακλείοντες λαθραίας ἐποιοῦντο τὰς τῶν θυσιῶν προσαγωγάς. Γέγραπται γοῦν ἐν τῷ Ἰεζεχιήλ· Υἱὲ ἀνθρώπου, ὄρυξον.
Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ. Καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;6 Ἄθρει δὴ οὖν ὅπως ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ τὴν γενομένην αὐτῷ παγίδα, τοῦτ’ ἔστι, τὴν εἰδωλολατρείαν κειμένην ἔχων, ὑπεπλάττετο τὴν τῶν νόμων αἰδῶ. Ταύτῃτοί φησιν· Ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, Ἀπόδος. Θεοῦ γὰρ οὐκ ἐπαμύνοντος, τίς αὐτοὺς ἐξείλετο τῆς οὕτω βαρείας καὶ ἀνηκέστου συμφορᾶς; οὐκ ἐπιπλήττοντος δὲ τοῖς διαρπάζουσι, τίς ἂν αὐτοῖς ἔφη τὸ, Ἀπόδος; Οὐ γὰρ ἐζήτησε Θεὸς ὡς ἴδιον ἔτι κλῆρον, παρῆκε δὲ μᾶλλον ὡς ἀλλότριον γεγονότα αὐτοῦ διὰ τοῦ προσνεῦσαι τοῖς οὐκ οὖσι θεοῖς.
Ἔοικε δὲ διὰ τούτων τὸν τῆς αἰχμαλωσίας ὑποφαίνειν καιρὸν, ὃν διατετελέκασιν οἱ ἐξ Ἰσραὴλ ὑπὸ χεῖρα πεσόντες ἐχθρῶν. Μέχρι γὰρ ἔτους ἑβδομηκοστοῦ οὐκ ἦν ὁ ἐξαιρούμενος αὐτοὺς, οὔτε μὴν τοῖς διαρπάσασι λέγων, Ἀπόδος. Οἰκονομικῶς δὲ σφόδρα μετά γε τὸ φάναι τῶν ἐθνῶν τὴν κλῆσιν, τὰ ἐφ’ οἷς ἐκβέβληνται τῆς πρὸς Θεὸν οἰκειότητος οἱ ἐξ Ἰσραὴλ, εἴρηται σαφῶς, ἵνα δικαίᾳ ψήφῳ φαίνηται Θεὸς πανταχοῦ κεχρημένος. Ἔδει γὰρ, ἔδει τοὺς τὴν εἰς Θεὸν ἀσέβειαν τιμήσαντας, ἔξω γενέσθαι τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἀγάπης· τούς γε μὴν ἐξ ἀμαθίας τοῖς τῆς ἁμαρτίας βόθροις ἐνειλημμένους, καὶ ὑπὸ χεῖρα πεσόντας διαβολικὴν, κατοικτειρῆσαι παρὰ τοῦ πάντων Δημιουργοῦ, καλουμένους εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ εἰς τὸ τῆς ἀληθείας φῶς.
PG 70:879Τοῦτο γάρ που καὶ διὰ τοῦ πανσόφου Μωσέως εὑρίσκεται λέγων· Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς, παρώξυνάν με ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν παρεζήλωσαν αὐτόν· καὶ εἶδε Κύριος ὁ Θεὸς, καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.6 Εἰ δὲ χρή τινα καὶ θεωρίαν πνευματικὴν τοῖς εἰρημένοις ἐπενεγκεῖν, φυλαττόμεθα παγίδα διαβολικὴν εἰς νοῦν ἔχειν καὶ καρδίαν, καὶ τὰ ἐν φαντασίαις λογισμῶν εἴδωλα πονηρὰ, καλοῦντα πρὸς ἀσέλγειαν καὶ εἰς ἐκτόπους ἡδονὰς, ἵνα μὴ γενώμεθα τῷ Σατανᾷ, καὶ ἅρπαγμα δαιμονίων. Γέγραπται γὰρ, ὅτι Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.6 Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.
Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ ἀκουτίσασθαι λέγειν, ἐπὶ τοῦ μὴ παρέργως, ἢ ἀτημελῶς, τὸν ἐπί γε τοῖς ἀναγκαίοις πράγμασι δέχεσθαι λόγον, νηφαλέως δὲ μᾶλλον, ὥστε καὶ εἰς νοῦν καὶ καρδίαν ἀπόθετον ἔχειν τὸ διηγγελμένον. Ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς εἰρημένον· Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.6 Γέγραπται γὰρ καὶ ἐν τεσσαροκοστῷ καὶ ὀγδόῳ ψαλμῷ· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.6 Τὸ μὲν γὰρ ἀκοῦσαι, κοινὸν ἅπασι τοῖς ἄπαξ εἰς οὖς λαβοῦσι φωνὴν, ἢ καὶ ἕτερόν τινα κτύπον· τὸ δὲ μὴν ἐνωτίσασθαι, τὸ εἰς νοῦν, ὡς ἔφην, εἰσοικίσασθαί τι τῶν τεθεσπισμένων. Ἔοικε τοίνυν ὁ προφητικὸς ἐν τουτοισὶ λόγος τοὺς ἐπιεικέστερον ἤγουν ἐμφρονέστερον ἀκροασαμένους ἐπιζητεῖν, ὥστε καὶ εἰς τὴν τῶν μελλόντων ἀσφάλειαν τὰ τοῖς πάλαι συμβεβηκότα λαλεῖν.
Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι· Τὰ τοιάδε τῶν πραγμάτων τυπικῶς συνέβαινεν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε.6 Δεῖ γὰρ ἡμᾶς οὐ μάτην τοῖς περὶ αὐτὸν ἐντυγχάνειν διηγήμασιν, ἀλλ’ εἰς ὄνησιν ταῦτα δέχεσθαι ψυχῆς, παραιτεῖσθαι σφόδρα τὸ τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, ἵνα μὴ ταῖς ἐκείνων περιπίπτοιμεν συμφοραῖς. Τίς δέδωκεν εἰς διαρπαγὴν Ἰακὼβ, καὶ Ἰσραὴλ τοῖς προνομεύσασιν αὐτόν; Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ εἰσακούειν τοῦ νόμου αὐτοῦ; Καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ’ αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ· καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν. Ἐμφαντικώτατα λίαν τόν τε Ἰακὼβ, καὶ τὸν Ἰσραὴλ ἔοικεν ὀνομάζειν ἐν τούτοις.
Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τῆς ἐμφάσεως δύναμις, ἐροῦμεν ὡς ἐν βραχεῖ. Ἐθήτευον μὲν γὰρ Αἰγυπτίοις κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ· λελύτρωνται δὲ παρὰ Θεοῦ μεσιτεύοντος τοῦ Μωσέως, πλὴν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται. Μυρίαις γὰρ ὅσαις, καὶ ἀφορήτοις πληγαῖς τοὺς πλεονεκτοῦντας κατῃκίζετο. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων ἐξέδραμον γῆς, διέβησαν ποδὶ τὴν θάλασσαν, κατεδηδόκασιν ἄρτον ἀγγέλων, ἔπιον ὕδωρ ἐκ πέτρας, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κατηγωνίσαντο βασιλείας, κεκρατήκασιν ἐχθρῶν, δεινὴν καὶ δυσάντητον ἐσχήκασι χεῖρα καὶ διαβόητον ἐπὶ τούτῳ τὴν δόξαν. Ὅπλον δὲ ἦν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, ὁ ἱστὰς μὲν τοῦ ἡλίου καὶ σελήνης δρόμον, κατά γε τῆς Γαβαὼν, ἐπαφιεὶς δὲ χαλάζας τοῖς ἀλλοφύλοις ἐξ οὐρανοῦ καὶ εἰς λῆξιν πάσης εὐκλείας τὸν οἰκεῖον ἀναβιβάζων λαόν.
PG 70:881Τίς τοίνυν, φησὶ, τὸν διαβόητον Ἰσραὴλ, τὸν ἀξιοζήλωτον Ἰακὼβ, τὸν ἀνάλωτον ἐχθροῖς, τὸν εὐσθενῆ τε καὶ μαχιμώτατον, καὶ ἀεὶ νικᾷν εἰωθότα δέδωκεν εἰς διαρπαγὴν, καὶ τοῖς προνομεύουσι; Πῶς ἠσθένησεν ὁ νικᾶσθαι μὴ εἰδώς; Πῶς ὑπηνέχθη, καὶ γέγονεν ὑπὸ πόδας τῶν ἀνθεστηκότων ὁ πᾶσιν ὑψοῦ, καὶ ἄθραυστον ἀνατείνων τὸ κέρας; Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τοὺς μετ’ ἐκείνους ἡμᾶς μὴ ἀγνοῆσαι τὰς αἰτίας τοῦ παραδεδόσθαι τὸν οὕτω λαμπρὸν, καὶ ἐξῃρημένον λαὸν, ἐπήνεγκεν ἀναγκαίως· Οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Ἡ δὲ ἐπὶ τοῖς ἀμφιλόγοις ἐρώτησις ὁμολογίαν ἔχει σαφῆ τοῦ πράγματος. Θεὸς γάρ που πάντως ὁ δοὺς αὐτὸν, καὶ τὴν τοῖς ἐγκλήμασιν πρέπουσαν ἐπαρτήσας ὀργήν.
Ταύτῃτοι τοίνυν κατίσχυσεν αὐτοὺς πόλεμος. Ἀσύνηθες δὲ τοῦτο τοῖς ἐξ Ἰσραὴλ, ἀεὶ γὰρ κεκρατήκασι συνασπίζοντος Θεοῦ. Ἐπειδὴ δὲ εἰς τοὺς θείους αὐτοῦ πεπαρῳνήκασι νόμους, ἔρημοι γεγόνασιν αὐχημάτων τῶν πάλαι. Πεπτώκασιν εἰς τὸ ἀδρανὲς, κατεκομίσθησαν εἰς τὸ ἄναλκες· κύκλῳ γεγόνασιν αὐτῶν οἱ συμφλέγοντες, καὶ οἷόν τινι πυρὶ δαπανῶντες αὐτοὺς τῷ μεγέθει τῶν ἐπενηνεγμένων, ἤγουν καταπιμπράντες αὐτῶν τὰς πόλεις, κατὰ τὸ ἑτέρωθί που σαφῶς εἰρημένον Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Πλὴν οὐκ ἔγνωσαν, φησὶν, ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν· ἀναισθησίας ἐν τούτοις ὑπομένουσι γραφήν. Ἄρτιοι μὲν γὰρ εἰς σύνεσιν εἶεν ἂν οἱ τὸ προσκρούειν Θεῷ παραιτούμενοι, καὶ τοῦ παθεῖν τι τῶν ἐξ ὀργῆς ἔξω τείνοντες πόδα, διά γε τὸ τρυφερὸν ὑπέχειν αὐτῷ τὸν αὐχένα.
Οἵ γε μὴν, καὶ ἐν αὐτῷ γεγονότες τῷ παθεῖν ἐξ ἀνθρωπίνων ὀλισθημάτων, εἰ μὴ αἰσθάνοιντο τῶν ἐπενηνεγμένων, ἁπάσης ἂν εἶεν ἐλπίδος ἀγαθῆς οἱ τοιοίδε μακράν. Ὅτι δὲ καὶ τοῖς τοιούτοις ἐγκλήμασιν ἔνοχοι γεγόνασιν οἱ ἐξ Ἰσραὴλ, καταθρήσαι τις ἂν Ἱερεμίου λέγοντος πρὸς τὸν τῶν ὅλων Θεόν· Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.6 Μεμνήμεθα ὅτι μετὰ τὸ ἁλῶναι τὴν Ἱερουσαλὴμ, ἀποκομισθῆναι δὲ καὶ αἰχμάλωτον τὸν Ἰσραὴλ, τοῖς περιλελειμμένοις ὁ προφήτης Ἱερεμίας προσελάλει τὰ περὶ Θεοῦ λέγοντος μὴ κατελθεῖν εἰς Αἴγυπτον. Εἶτα πρὸς αὐτῶν αἱ γυναῖκες ἀναίδην ἔφασκον, μᾶλλον δὲ οὐδ’ εἰς αἴσθησιν ἐνηνεγμέναι τῆς ὀργῆς, ὅτι, Οὐκ ἀπέστειλέ σε Κύριος. Προσεπήγαγον δὲ τούτοις τὰ ἐξ ἀκράτου φρενοβλαβείας.
PG 70:883Ἐπειδὴ γὰρ, ἔφασκον, διελείπομεν θύουσαι τῇ βασιλίδι τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον, ὅτι Οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ περιεχόντων καταφλεγόντων παντελῶς αὐτούς. Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ ποιήσας σε, Ἰακὼβ, ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε· ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος, Ἰσραὴλ, ὁ σώζων σε. Ἄγασθαι καὶ νῦν ἀναγκαῖον τοῦ φιλοικτίρμονος Θεοῦ. Ἀγαθὸς γὰρ ὑπάρχων φύσει, καὶ τῶν ὅλων Δημιουργὸς, κἂν εἰ γένοιτό τις ἀνάγκη πρὸς ἀπόνηψιν ἐγκλημάτων καταπέσαι τινὰς τοῖς ἐκ δικαίας ὀργῆς κινήμασι, μεταφοιτᾷ πρὸς ἔλεον, καὶ οὐκ εἰς μακρὰν, καὶ ὁ πλήξας μοτοῖ, καὶ ἀποφέρει τὴν μάστιγα, καὶ ἀνακτᾶται μεταγινώσκοντας, καὶ ἀνίστησιν ἡμᾶς ὠλισθηκότας, καὶ τοῖς τῷ παθεῖν ἐνειλημμένοις χεῖρα νέμει σωτήριον, συμφορᾶς ἁπάσης ἐξέλκων αὐτοὺς, καὶ μεθιστὰς εἰς εὐημερίαν.
Ἄθρει γὰρ ὅπως εἰς λήθην ὥσπερ τῶν διεπταισμένων ἔρχεται, καὶ θεοπρεπέσιν ἀμνηστίαις ἀφανίζειν ὑπισχνεῖται τὰ ἐγκλήματα προτιθεὶς αὐτοῖς ἀρχὴν ὥσπερ ἑτέραν καιροῦ πρὸς εὐθυμίαν αὐτοὺς ἀναφέροντος. Καὶ γοῦν τοιοῦτον εἶναί φαμεν τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.6 Ὥσπερ γὰρ ἐκεῖ τὸ Σήμερον ἀρχὴν ὁρίζει καιρῶν ἑτέρων. οὕτω κἀνθάδε τὸ Νῦν ἀμνηστίας ὑπόθεσιν ἔχει τῶν ἤδη προειρημένων. Ἀναβιβάζει δὲ πρὸς ἀρχὴν ὁδοῦ, καὶ πραγμάτων ἑτέρων ἐσομένων παρὰ Θεοῦ. Οὐκοῦν οὐκ ἐᾷ ταῖς εἰς ἅπαν εὐθυμίαις αὐτοὺς καταμαραίνεσθαι, οὔτε μὴν ἀτελεύτητον ποιεῖται τὴν ἀποστροφὴν, ἐξίστησι δὲ καὶ φόβου παντὸς, καὶ δίδωσι τὸ θαῤῥεῖν, ὅτι τεύξεται παντὸς ἀγαθοῦ, μεθιστάντος Θεοῦ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον τῶν κατ’ αὐτοὺς πραγμάτων τὴν φύσιν.
Ἐλυτρωσάμην γάρ σε, φησίν· καὶ τίνα τρόπον σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Ἐν αὐτῷ γὰρ ἡ πάντων λύτρωσις, ἄφεσίς τε καὶ ἀμνηστία τῶν πάλαι, καὶ ὁ τῆς πνευματικῆς οἰκειώσεως τρόπος, τῆς πρός γέ φημι πρὸς αὐτὸν, δι’ ἁγιασμοῦ τελούμενος, ἀναφέροντος ἡμᾶς εἰς κοινωνίαν τοῦ Θεοῦ καὶ Πατρός. Διὰ τοῦτό φησιν· Ἐκάλεσά σε τὸ ὄνομά σου· καὶ ποῖον; τοῦτ’ ἔστιν, Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι λεγόμεθα, καὶ τοῦτό ἐστι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Ἰστέον δὲ ὅτι καὶ ἐν ἑτέρᾳ φέρεται Γραφῇ· Ἐκάλεσά σε τῷ ὀνόματί μου· πλὴν τὸ Ἐμὸς εἶ σὺ, τιθείς τε καὶ λέγων, ἔλυσε τὴν ἀλλοτρίωσιν, ἢν ὑπομένειν ἔθος τοὺς ἁμαρτίαις ἐνισχημένους.
PG 70:885Οὐ γὰρ εἰσὶν ἐκεῖνοι Θεοῦ, καίτοι κατεξουσιάζοντος τῶν ὅλων, ἐξίστησι δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος ἡ πρὸς τὰ φαῦλα διάθεσις. Ταύτῃτοί φαμεν οὐκ εἶναι Θεοῦ τοὺς ὄντας ἐν μολυσμοῖς. Οὐκοῦν οἰκειώσεως ἔμφασις εἴη ἂν τῆς πνευματικῆς τὸ, Ἐμὸς εἶ σύ. Ὑπισχνεῖται δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἐπικουρίαν, ὡς ἀνάλωτον γενέσθαι παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ, καὶ ὕδωρ, καὶ φλόγες τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται δὲ, ὅτι Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.6 Καὶ αὐτός γε Χριστὸς ἔφη που τοῖς εἰς αὐτὸν πιστεύσασι· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ. Ἀλλ’ ἐὰν διαβαίνῃς δι’ ὕδατος, φησὶ, μετὰ σοῦ εἰμι. Χριστοῦ γὰρ συνόντος ἀδικήσειεν ἂν οὐδὲν τοὺς ὄντας αὐτοῦ. Ἀλλ’ ἰσχύος εἰς τοῦτο δραμοῦνται πνευματικῆς, ὥστε οὐδένα τοῦ καταχειμάζειν ἰσχύοντος ποιεῖσθαι λόγον.
Ἀλλὰ κἂν ἐπέλθῃ ποτὲ διωγμὸς ποταμίου ῥεύματος δίκην, κἂν πυρὸς ἀκμὴν ἔχοι, καὶ φλογὸς, καὶ οὕτω νικᾷν, πλὴν εἰδότος ὅτι Θεὸς ὁ σώζων ἐστίν. Ἔστι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ καὶ ποταμοῖς, καὶ ὕδασι τὰς τῶν πειρασμῶν ἐφόδους ἐφομοιοῦν. Διαδείξει λέγων καὶ αὐτὸς ὁ Σωτὴρ ὡς ἐν εἴδει παραβολῆς, ἤγουν παραδείγματος· Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε. Τεθεμελιῶτο γὰρ ἐπὶ τὴν πέτραν, ἡ δὲ πέτρα ἐστὶ Χριστός.6 Ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Συήνην ὑπὲρ σὲ, ἀφ’ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου.
Ἐδοξάσθης, κἀγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι. Δυσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνοντος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. Δεισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιοπίας. Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον.
Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχοντες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις. Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ Αἰθιοπίαν, τοῦτ’ ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ.
PG 70:887Ἔφη γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξάμην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ’ οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀποστροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ καιροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι.
Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. Δώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ’ αὐτοῦ. Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς κεφαλῆς, τοῦτ’ ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ’ ἕτερον συνήσεις τρόπον τὸ, Δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέγονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην.
Ἀλλ’ ἀφ’ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλονότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑποθετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί. Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ’ οὖν χαρᾶς ἀντεισκρίνεται. Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ’ ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου.
PG 70:889Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτ’ ἔστι, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν’ Ἕλληνάς τε καὶ Ἰουδαίους διὰ πολλῶν τε καὶ ποικίλων ὀλισθημάτων κατακομισθέντας εἰς ἀπόστασιν, τὴν ἀπό γε φημὶ τοῦ πάντων Δημιουργοῦ, συνελάσῃ πρὸς θεογνωσίαν τὴν ἀληθινὴν καὶ ἀμώμητον, συναγάγῃ δὲ καὶ εἰς ἑνότητα τὴν πνευματικὴν διὰ πίστεως καὶ ἁγιασμοῦ, τελουμένης εὖ μάλα καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος, ἀξίους ὄντας ἀποφήνῃ λοιπὸν, οὕτω τε συνάψῃ δι’ ἑαυτοῦ τῷ Θεῷ, καὶ Πατρί. Ὅτι γὰρ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐνηνθρώπησεν ὁ Χριστὸς, χαλεπὸν οὐδὲν κατιδεῖν δι’ ἁγίων εὐαγγελικῶν Γραμμάτων. Ἀνεβίω μὲν γὰρ παραδόξως ὁ Λάζαρος ἐκ νεκρῶν· ἡ δέ γε τῶν ἀνοσίων Ἰουδαίων πληθὺς, ἤτοι τὸ τῶν Φαρισαίων θεομισὲς ἐργαστήριον, συνήδρευόν τε καὶ ἔφασκον·
Τί ποιοῦμεν; ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ ποιεῖ σημεῖα. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.6 Εἶτα τούτοις ἐπήγαγεν εὐθὺς ὁ θεσπέσιος εὐαγγελιστής· Ταῦτα δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν.6 Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν, καὶ τὸν ἐπ’ αὐτῷ σκοπὸν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν, τέκνα ἅπαντες ἦσαν αὐτοῦ.
Κατεσκέδασε δ’, ὡς ἔφην, ἅπαντας ὁ Σατανᾶς εἰς πολύτροπον ἁμαρτίαν, ἀπεβουκόλησέ τε τῆς πρὸς αὐτὸν οἰκειότητος κατενεγκὼν εἰς πλάνησιν· πλὴν συνεκόμισεν ἅπαντας ὁ Χριστός. Ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός. Τοῦτό τοι καὶ διὰ τῶν προκειμένων σημαίνεται. Ὑπισχνεῖται γὰρ τῇ ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων συνεγηγερμένῃ συναγωγῇ, ἤγουν ἐκκλησίᾳ, συγκομίζειν ἅπαντας τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ ἐκ Βοῤῥᾶ, καὶ Λιβὸς, ἤτοι Νότου, ἵνα ἐντεῦθεν ἐννοῇς τὸ ἐκ παντὸς κλίματος τῆς ὑπ’ οὐρανόν. Ἠὼς γὰρ καὶ δύσις, βοῤῥᾶς, καὶ Νότος, τουτὶ δή που πάντως ἡμῖν ὑπεμφήνειεν ἄν· λέγων· Ἄγε μὴν, τῷ Βοῤῥᾷ, τῷ δὲ Λιβὶ, Μὴ κώλυε, δίδωσί πως ἐννοεῖν, ὅτι τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων τὴν ἀντίστασιν οὐκ ἐᾷ τοῖς πρὸς αὐτὸν ἰοῦσιν ἀντιφέρεσθαι νοητῶς.
Καθὰ καὶ πάλαι οἷά τις τύραννος ὠμός τε καὶ ἀλαζὼν κατεφύετο τῶν ἐπὶ γῆς ὁ ἀλητήριος Σατανᾶς ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς, οὐκ ἐῶν ἀναβλέψαι πρὸς ἀλήθειαν, ἤγουν ἰέναι πρὸς Θεὸν δι’ ἐπιστροφῆς. Πέπαυται δὲ καὶ τοῦτο διὰ Χριστοῦ, καταλειαίνοντος μὲν τοῖς κεκλημένοις τὴν εἰς σωτηρίαν ὁδὸν, ἅπαν δὲ τὸ παρὰ πόδας κείμενον, οἷον ἐκ μέσου γενέσθαι παρασκευάζοντος. Ὀνομάζων δὲ υἱοὺς, καὶ θυγατέρας ἐκ τῶν τεσσάρων τρέχοντας κλιμάτων, τῆς Χριστοῦ παρουσίας ἐμφανῆ καθίστησι τὸν καιρὸν, καθ’ ὃν δέδοται τοῖς ἐπὶ τῆς γῆς τῆς υἱοθεσίας ἡ χάρις δι’ ἁγιασμοῦ ἐν Πνεύματι. Ὅτι δὲ οὐκ ἔθνους ἑνὸς, κοινὴ δὲ καὶ μία πάντων γέγονεν ἡ κλῆσις, ὑπέφηνεν εἰπὼν, Πάντας, ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. Ὠνομάσμεθα γὰρ Χριστιανοὶ, ἤτοι λαὸς Θεοῦ.
PG 70:891Οὕτω γάρ που καὶ ὁ Πέτρος τοῖς κεκλημένοις διὰ τῆς πίστεως ἐπιστέλλει καί φησιν· Ὑμεῖς δὲ, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα· ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.6 Ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα, καὶ ἐποίησα αὐτόν. Καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως τυφλοὶ, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε.6 Γράφει δὲ καὶ τοῖς εἰς καινότητα κεκλημένοις, δῆλον δὲ ὅτι τὴν πνευματικήν·
Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ τέλειον, καὶ εὐάρεστον.6 Ἀνεκαινίσθημεν γὰρ ἐν Χριστῷ, δι’ ἁγιασμοῦ πρὸς τὸ ἀρχαῖον τῆς φύσεως ἀναφοιτήσαντες κάλλος, τὸ κατ’ εἰκόνα δηλονότι τοῦ ἐκ τῆς ἁμαρτίας, καὶ ἁπάσης φαυλότητος ἀποβαλόντες παλαίωσιν· ἀπεδυσάμεθα δὲ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνεδυσάμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Πλὴν ἐν Χριστῷ γέγονεν ὁ ἀναπλασμὸς καὶ ἡ καλουμένη καινὴ κτίσις, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς ἐσχήκαμεν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ μένοντος. Τὸν τοίνυν λαὸν τὸν ἐκ τεσσάρων τῆς ὑπ’ οὐρανὸν κλιμάτων συνειλεγμένον ἐπικληθέντα τε τῷ ὀνόματί μου οὐχ ἕτερός τις, ἀλλ’ ἐγὼ μᾶλλον ἐν τῇ δόξῃ μου κατεσκεύασα, καὶ ἔπλασα, καὶ ἐποίησα· καὶ δόξαν μὲν εἶναι τοῦ Θεοῦ, καὶ Πατρὸς φαίη ἄν τις τὸν Υἱὸν, δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ δοξάζεται, καὶ κατά γε τὸ, Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, παρ’ αὐτοῦ σαφῶς εἰρημένον.
Πεπλᾶσθαι γὰρ, ὡς ἔφην, δι’ αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας διαβεβαιούμεθα, τῇ πρὸς αὐτὸν συμμορφίᾳ τὸ τῆς θείας φύσεως κάλλος ἐναστράπτον ἔχοντας ταῖς ἑαυτῶν ψυχαῖς. Ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ψαλμῳδός· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.6 Προστιθεὶς δὲ τούτοις, ὅτι Καὶ λαὸν ἐξήγαγον τυφλὸν, τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐπέκεινα λόγου παντὸς καὶ ἀξιάγαστον ὄντως ὑπεροχὴν καθίστησιν ἐναργῆ. Τοὺς γάρτοι πάλαι τὴν ἐκ διαβολικῆς σκαιότητος ἀχλὺν καὶ ἀπάτην εἰς νοῦν ἔχοντας καὶ καρδίαν, λαμπροὺς ἀπέφηνε καὶ κατηυγασμένους, ἑωσφόρος οἷά τις, καὶ δικαιοσύνης ἥλιος ἀνίσχων αὐτοῖς, καὶ υἱοὺς ἀποφήνας, οὐκέτι νυκτὸς καὶ σκότους, φωτὸς δὲ μᾶλλον, καὶ μὴν καὶ ἡμέρας, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν.
Ὅτι μὲν οὖν ἐξήγαγε λαὸν τυφλὸν, οὐδενὶ τῶν ὄντων ἀσυμφανές· ἀλλ’ ὥσπερ τινὸς τοῖς τοιοῖσδε λόγοις ἀντανισταμένου τε καὶ λέγοντος· Καίτοι καὶ εἰς δεῦρο κατίδοι τις ἂν τοὺς ὀφθαλμοὺς αὐτῶν ὡςαύτως τυφλοὺς, καὶ μὴν ὅτι κωφὰ τὰ ὦτα ἔχουσιν, ἀπολογεῖται λέγων· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Μόνον γὰρ οὐχὶ προφητείας, ὦ οὗτοι, δέχεσθε λόγους· οὔπω γε μὴν τῶν πραγμάτων ἐνέστηκε καιρός· πλὴν πάντῃ τε καὶ πάντως συναχθήσονται κατὰ καιροὺς πάντα τὰ ἔθνη. Τὸ γὰρ συνήχθησαν, ἀντὶ τοῦ, συναχθήσονται, φησὶν, ἔθους ὅντος τοιούτου τῇ θεοπνεύστῳ Γραφῇ. Τὰ γὰρ πάντη τε καὶ πάντως ἐσόμενα, καὶ ὡς ἤδη γεγονότα τίθησιν ἔσθ’ ὅτε. Εἴρηται γοῦν ὡς ἐκ προςώπου Χριστοῦ διὰ μὲν τῆς Ἡσαί̈ου φωνῆς·
PG 70:893Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, ἀντὶ τοῦ, δώσω. Καὶ διά γε τοῦ Ψάλλοντος· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον,6 ὅπερ καὶ γέγονεν ἐν καιρῷ τῆς· ἐπιδημίας. Οὐκοῦν ἐπισυναχθήσονται, φησὶ, πάντα τὰ ἔθνη, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ ἔσονται καὶ ἄρχοντες ἐξ αὐτῶν, τοῦτ’ ἔστι, λαῶν ἡγούμενοι, καὶ μυσταγωγοὶ, καὶ οἵ ποτε πλανώμενοι, καὶ ἐν σκότῳ κείμενοι βαθείᾳ, φωτὸς ἔσονται τοῦ θείου πρόξενοι τοῖς παρ’ αὐτῶν μυσταγωγουμένοις. Ἔφη τι τοιοῦτον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ Μελῳδός· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.6 Ὥσπερ γὰρ ἀμέτρητον καὶ βαθὺν ἠῤῥώστησε σκότον ἐν τῷ τῆς πλάνης καιρῷ, οὕτω πάλιν ὑπέρλαμπρος γέγονε, καὶ ὑπερφυῶς λελευκαμένη. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος·
Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.6 Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Διαμνημονεύσας ἄπαξ τῶν ἐθνῶν, ἤτοι τῶν διὰ πίστεως κεκλημένων εἰς ἐπίγνωσιν ἀληθείας, ἐξυφαίνει τινὰ τρόπον μυσταγωγίας αὐτοῖς, καταγορεύοντα μὲν οὐ μικρῶς τῆς τῶν δαιμονίων ἀπάτης, οὐδὲν δὲ οὖσαν παντελῶς τὴν εἰδώλων ποίησιν ἀποφαίνοντα· τὸ μὲν γὰρ εἰδέναι τὰ πάντα ἐξ ἀρχῆς μέχρι τέλους, πρέποι ἂν μόνῳ τῷ κατὰ φύσιν ὄντι Θεῷ. Πᾶσα γὰρ σύνεσις ἐξ αὐτοῦ, καὶ γνώσεως ἁπάσης ἐστὶ πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ’ αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών.
Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι’ ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονησαμένους φωναῖς. Τίνες δ’ ἂν μαρτυρήσειαν τοῖς δαίμοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦτον δι’ αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ’ Ἕλλησι λογάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ’ ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ’ Ἕλλησι σοφῶν, ὅτι τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθήσεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαιδρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ’ οὐρανὸν, καὶ κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν αὐτοῦ, εἴτ’ οὖν ὅτι τὸ τῆς εἰδωλολατρίας οἰχήσεται σκότος, καὶ κρατήσει τῆς ὑπ’ οὐρανὸν ἡ ἀλήθεια.
PG 70:895Ἀγαγέτωσαν τοίνυν τοὺς μάρτυρας αὐτῶν, καὶ δειξάτωσαν εἰπόντας ἀληθῆ. Κἂν ἢ τοῦτο γένοιτο, ἀκουσάτωσαν αὐτῶν, τοῦτ’ ἔστιν, ἀκολουθήτωσαν, καὶ συναινείτωσαν, ὅτι καὶ ἡ τῶν δαιμονίων ἀγέλη τὴν τῶν ἐσομένων γνῶσιν καταπλουτεῖ. Ἀλλ’ οὐδεὶς ὁ ἐκείνοις μαρτυρήσας ἐστὶν, οὔτε μὴν τῶν ἐσομένων ἐξαγγελεύς. Πεπλάνηνται δὴ οὖν ὁμολογουμένως οἱ θεοὺς εἶναι νομίσαντες αὐτούς· εἰσὶ γὰρ βέβηλοι, καὶ ἀπατεῶνες καὶ βωμολόχοι. Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί. Καὶ ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Εἰπὼν, ὅτι μαρτυρήσειεν ἂν οὐδὲν τοῖς ἀκαθάρτοις δαίμοσιν, ἤγουν τοῖς ἔργοις τῶν ἀνθρωπίνων χειρῶν τὸ εἰδέναι τὰ ἐσόμενα, τοῖς ἑαυτοῦ προφήταις προδιαλέγεται, καί φησιν·
Γένεσθέ μοι μάρτυρες. Λελάληκα γὰρ δι’ ὑμῶν, καὶ τῶν ἐσομένων τὴν γνῶσιν, τὸ ἐμὸν ὑμῖν ἐνήστραψε Πνεῦμα. Οὐκοῦν τῆς ἐμαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς παροίσω μάρτυρας. Μαρτυρήσω δὲ ἐμαυτῷ, καὶ ὁ Παῖς ὃν ἐξελεξάμην. Ὅμοιον τούτῳ τὸ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς εἰρημένον πρὸς Ἰουδαίους· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ καὶ ποῦ ὑπάγω.6 Καὶ πάλιν· Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.6 Ἀξιόχρεως γὰρ ἡ Θεοῦ φωνὴ πρὸς πίστιν ὧν ἂν βούλοιτο λέγειν περὶ τῆς ἑαυτοῦ δόξης καὶ ὑπεροχῆς. Ἕπεται δὲ κατὰ λόγον δεύτερον, καὶ ἡ παρὰ τῶν ἁγίων ψῆφος, καὶ σύνεσις ἀπονέμουσα αὐτῷ τὰ ὅσαπερ ἂν πρέποι τῇ πασῶν ἐπέκεινα φύσει. Διὰ τοῦτο μάρτυρας παραλαβὼν τοὺς ἁγίους προφήτας, ἐπὶ τὸ μεῖζον ἄνεισι καὶ ἀψευδὲς ὁμολογουμένως, ἑαυτὸν, φημὶ, καὶ τὸν ἴδιον Υἱόν.
Ἀπόχρη γὰρ, ὡς ἔφην, εἰς πίστιν ἅπασαν τοῖς ἀρτίφροσιν ἡ Θεοῦ φωνή. Ταυτὶ δὲ λελάληκα πρὸς ὑμᾶς, φησὶν, οὐ μάτην, ἀλλ’ ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί.6 Διὰ γὰρ γνώσεως ἡ πίστις, διὰ δὲ τῆς πίστεως ἡ σύνεσις. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε, φησί· πιστεύσητε δὲ ὅτι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Οὔτε γὰρ πρὸ αὐτοῦ Θεὸς ἦν ἕτερος, ἀλλὰ αὐτὸς ἡ πάντων ἀρχὴ καὶ παντὸς ἐπέκεινα νοῦ, καὶ μετ’ αὐτὸν οὐκ ἔσται. Μένει γὰρ ὁ αὐτὸς, καὶ ἀναλλοίωτον ἔχει τὴν φύσιν, καὶ ἀκράδαντον τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ διηνεκῆ βασιλείαν. Ὁ γὰρ ἀρχὴν οὐκ ἔχων τοῦ εἶναι, πρὸς ποῖον δραμεῖται τέλος; Ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων. Ἀνήγγειλα, καὶ ἔσωσα.
PG 70:897Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, ὅτι [ αλ . ἕτι] ἀπ’ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς γε μὴν ἀποστρέψει; Μαρτυρήσατε, φησὶν, ὅτι ἐγὼ μόνος ὁ τῶν ὅλων Θεὸς, οὐδενὸς πρὸ ἐμοῦ γεγονότος, οὔτε μὴν ἐσομένου μετ’ ἐμέ. Μόνος γάρ εἰμι ὁ σώζων ἐγὼ, καὶ τοῦτο ὑμῖν ἔκπαλαι προσήγγελκα, καὶ τὸ λαληθὲν ἤγαγον εἰς πέρας. Διέσωσα γὰρ ἐν Χριστῷ· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ἐπελανθάνοντο μὲν γὰρ κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ τῶν ἱερῶν θεσπισμάτων, τῶν διά γέ φημι τοῦ πανσόφου Μωσέως, καὶ φιλήδονοι μᾶλλον ἦσαν οἱ φιλόθεοι. Εἶτα ῥᾳθυμίας πραττόμενοι λόγους, κατεκινδύνευον ἔσθ’ ὅτε πολεμίων αὐτοῖς ἐπαφιεμένων.
Ἀλλ’ ἐν τῷ τῆς θλίψεως καιρῷ τὸν ἀεὶ σώζοντα καλεῖν ἐπεχείρουν εἰς ἐπικουρίαν. Καὶ τοῦτο αὐτοῖς ὠνείδισα, διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; Εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;6 Οὐκοῦν ὠνείδισα πλειστάκις ὑμῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ μεμαθήκατε διὰ πείρας, ὅτι οὐκ ἦν ἐν ὑμῖν Θεὸς, ἀλλότριος δηλονότι. Σέσωκε γὰρ ὑμᾶς ἐκείνων οὐδείς. Εἰμὶ τοιγαροῦν μόνος ὁ σώζων ἐγώ. Διὸ δὴ μαρτυρήσατε, κἀγὼ δὲ μάρτυς ἐμαυτοῦ γενήσομαι, λέγει Κύριος ὁ Θεός. Ἤγουν κατ’ ἐκεῖνο· Πᾶς οὖν ὅστις ὁμολογήσειεν ἂν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ.6 Μαρτυρήσατε δὴ οὖν ὅτι ἐγὼ εἰμὶ ἔτι ἀπ’ ἀρχῆς, τοῦτ’ ἔστιν, ὁ ἀπ’ ἀρχῆς εἰς δεῦρο προαπαγγέλων τε τὰ ἐσόμενα, καὶ σώζειν ἀκονητὶ δυνάμενος τοὺς τὴν πρὸς ἐμὲ διψῶντας οἰκείωσιν.
Σώζων δὲ οὕτως, ὡς δύνασθαι παντελῶς οὐδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν ἅπαξ προειλημμένον. Οὐκ ἔστι γὰρ ὁ ἐκ τῶν χειρῶν μου, φησὶν, ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Πεποίηκα γὰρ τὴν τῶν ἐθνῶν κλῆσιν, φησὶν, ἤτοι, σέσωκα τοὺς πλανωμένους. Καὶ τίς τοῦτο μεταβαλεῖ, ἤγουν μεταστήσει πρὸς τὸ μὴ οὕτως ἔχειν. Ὅτι γὰρ ἐκ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάσει τοὺς παρ’ αὐτοῦ σεσωσμένους, πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· Τὰ πρόβατα, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.6 Τοῦτ’ ἔστιν ἐναργῶς τὸ γεγραμμένον·
Οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.6 Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων οὐκ ἀγεννῆ παραίνεσιν ἐξυφήνας τοῖς ἐξ ἐθνῶν κεκλημένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καὶ διαδείξας ὅτι μόνως ἔχει τῶν τε ἐν ἀρχαῖς, καὶ διὰ μέσου, καὶ τελευταίων τὴν γνῶσιν, καὶ μὴν ὅτι παρ’ αὐτὸν ἕτερος οὐδείς ἐστι παντελῶς ὁ διασῶσαι δυνάμενος, καὶ βεβαίαν ἐν αὐτοῖς διὰ τούτων ἐνιδρύσας τὴν πίστιν, μεθίστησι τοὺς λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ πειρᾶται πληροφορεῖν ὡς ἔστι παναλκὴς, καὶ θαυματουργὸς, καὶ ὅτι τοῖς αὐτοῦ νεύμασιν αἱ τῶν πραγμάτων εἴκουσι φύσεις·
PG 70:899ὑπηρετεῖ δὲ καὶ αὐτὰ τὰ τοῦ κόσμου στοιχεῖα, καὶ ὅπερ ἂν αὐτὸς ἐθελήσει, τουτὶ δὴ πάντως διαπεραίνεται, παρὰ πόδας κειμένου μηδενός. Ἔδει γὰρ, ἔδει τοῖς ἐξ Ἰσραὴλ πλείστης τε ὅσης φωταγωγίας καὶ τῶν εἰς ἑδραιότητα νοῦ καθιστάντων αὐτοὺς παραινέσεών τε καὶ ὑπομνημοσυνῶν, ἐπεί τοι παρώλισθον ἐφ’ ἃ μὴ θέμις, καὶ θεοῖς ἐτέροις προςνεύσαντες, κατατεθύκασιν εἰδώλοις, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται· ποιεῖται τοίνυν αὐτοῖς τῶν ἐσομένων τὴν προαγόρευσιν, καὶ τὰς τῶν Βαβυλωνίων προεκκαλύπτει συμφορὰς, εὐτεχνέστατα λίαν, ὡς ἔσονται μὲν αὐτοὶ παρ’ ἐκείνων αἰχμάλωτοι προκαταδεικνύς· πείσονται δὲ ὅτι τὰ πάντων αἴσχιστα δι’ αὐτοὺς προαναφωνῶν, ὡς ἔφην. Ἐπειδὴ δὲ περὶ μεγίστων πραγμάτων ὁ πρὸς αὐτοὺς ἐγίγνετο λόγος, ἀναγκαίως τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπαράβλητον δόξαν, καὶ μὴν τῆς ἰσχύος τὴν ὑπερβολὴν καταδείκνυσι λέγων·
Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ἰσραήλ. Ἵνα γὰρ εἰς ἀνάμνησιν αὐτοὺς ἀποκομίσῃ τῶν πάλαι, τῶν ἐπί γέ φημι τῇ λυτρώσει τῇ ἐξ Αἰγύπτου γενομένῃ, ὅτε καὶ πολλὴ τερατουργημάτων πληθὺς μεμαρτύρηκεν αὐτοῦ τῇ δόξῃ, διὰ τοῦτο Κύριον τὸν Θεὸν ἑαυτὸν ὀνομάσας, καὶ λυτρωτὴν εἶναι διεβεβαιώσατο. Καὶ ταυτὶ μὲν ἐν τούτοις. Τί δὲ δὴ τὸ ἐσόμενον; Ἕνεκεν ὑμῶν ἀποστελῶ, φησὶν, εἰς Βαβυλῶνα. Εἷλε μὲν γὰρ ὁ Βαβυλώνιος αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ τῆς ἐνεγκούσης ἐξαναστήσας, μᾶλλον δὲ κατεμπρήσας ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν ὁμοῦ τῷ διαβοήτῳ ναῷ, μετέστησεν εἰς τὰ ὄρη Περσῶν τε καὶ Μήδων. Ἐπειδὴ δὲ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἑβδομηκοστὸν ἔτος διεπεραίνετο, κατηλέει Θεὸς αὐτοὺς, καὶ δὴ κατεξανίστησι τῶν Χαλδαίων Κῦρον τὸν Καμβύσου συνασπιζόντων Περσῶν καὶ Μήδων· οὗτοι κατὰ κράτος εἷλον τὴν τῶν Χαλδαίων, ἤτοι τὴν Βαβυλωνίων, καίτοι πάλαι δεδιότες αὐτοὺς, καὶ πλεονεκτοῦσαν αὐτῶν τὴν χεῖρα παραιτούμενοι.
Ἔχει δὲ ἡ παράδοσις ὅτι τῶν μεγιστάνων ἐν αὐτῇ τινας ὁ Κῦρος ἑλὼν, εἶτα σιδήρῳ καταδεσμεύσας, διὰ τῆς Κασπίας θαλάσσης εἰς ἀβάτους καὶ ἀοικήτους ἐξέπεμψε χώρας. Κατεγήγερται δὲ τῶν Βαβυλωνίων ὁ Κῦρος Θεοῦ καταθήγοντος, καὶ τὸ δύνασθαι κρατεῖν ἐκνενεμηκότος αὐτῷ. Ἔφη γάρ που πρὸς αὐτὸν διὰ τῆς Ἡσαί̈ου φωνῆς· Οὕτως λέγει Κύριος τῷ Χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη.6 Καὶ πάλιν· Ἐγὼ ἔμπροςθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, ἀνοίξω σοι.6 Ἐπειδὴ γὰρ οἱ Βαβυλώνιοι κατὰ τῶν ἐξ Ἰσραὴλ δεινῷ καὶ ἀκράτῳ θυμῷ χρησάμενοι προσκεκρούκασι Θεῷ, διὰ τοῦτο δέδονται καὶ αὐτοὶ Πέρσαις τε καὶ Μήδοις, οἳ καὶ ἀφορήτοις ἀπανθρωπίαις ἐχρήσαντο κατ’ αὐτῶν.
PG 70:901Εἴρηται γοῦν πρὸς τὴν Βαβυλῶνα δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Ὑμῶν τοίνυν ἕνεκα, φησὶν, ὦ Ἰσραὴλ, ἀποστελῶ εἰς Βαβυλῶνα, ἀποστελῶ δὲ τίνα; Ἢ πάντως που τὸν ἀοίδιμον Κῦρον, καὶ τὴν ὑπ’ αὐτῷ στρατιάν; Τὸ δὲ ἀποστελῶ τὸ ἐπιπέμψω δηλοῖ. Ἐπεγερῶ δὲ αὐτοῖς καὶ πάντας τοὺς πάλαι φεύγοντας, εἴκοντάς τε αὐτοῖς καὶ δεδιότας ὡς μαχητὰς, καὶ ἀλκιμωτέρους. Καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ὡς γὰρ ἔφην φθάσας, καὶ αὐτοὶ μετῳκίσθησαν εἰς ἀπῳκισμένας καὶ ἀβάτους χώρας, τὴν καλουμένην Κασπίαν διαπλεύσαντες θάλασσαν. Ἰστέον δὲ ὅτι καὶ ἑτέρα φέρεται γραφή. Χαλδαῖοι γὰρ, φησὶν, οὐκ ἐν πλοίοις μᾶλλον, ἀλλ’ ἐν κλοιοῖς δεθήσονται. Σέσωκε δὲ καὶ νοητῶς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τὰ τῶν δαιμονίων καταργήσας στίφη, καὶ τὴν ἄμαχον αὐτοῦ καὶ ὑπερφυᾶ δύναμιν κατεξαναστήσας αὐτῶν, τοῦτ’ ἔστι Χριστόν.
Οὕτω γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας ἐλυτρώσατο, καὶ τοῖς ἐκείνου θελήμασιν οἱονεὶ θητεύοντας ἀπέφηνεν ἐλευθέρους, καὶ ὡς ἐκ βαρβάρου γῆς ἀποστάσας ἐπανήγαγεν εἰς τὴν νοητὴν Ἰουδαίαν, ἥτις ἐστὶν ἡ Ἐκκλησία ἣν αὐτὸς αὐτῷ περιεποιήσατο, κηλίδος ἁπάσης ἀπαλλάξας καὶ μολυσμῶν, ἁγίαν τε καὶ ἄμωμον ἀποφήνας. Ἐγὼ Κύριος, ὁ Θεὸς ὑμῶν, ὁ ἅγιος, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τὰ μεγάλα καὶ ἐξαίρετα τῶν πραγμάτων καὶ ἀπιστεῖται πολλάκις, ὅταν ἔσεσθαι προαγγέλλωνται. Ταύτῃτοι καὶ σφόδρα εἰκότως ὁ τῶν ὅλων Θεὸς, ὅτε τι τοιοῦτον ἐπαγγέλλεται, πρὸς πίστιν τοῦ ἀκροωμένου τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθιστὰς, Κύριόν τε τῶν ὅλων καὶ Θεὸν ἑαυτὸν ὀνομάζει. Τί δ’ ἂν γένοιτο τὸ ἀντιστατοῦν τό γε οὕτως ἔχοντι φύσεώς τε καὶ δόξης;
Ὅταν τοίνυν ὑμῖν προαγορεύσω, φησὶν, οὐ καθ’ ἕνα καὶ αὐτός εἰμι τῶν ψευδωνύμων θεῶν, οἳ μηδὲν ὄντες παντελῶς, οὐδ’ ἂν ἐργάσαιντό τι μικρὸν ἢ μέγα· εἰμὶ δὲ μᾶλλον Κύριος ὁ Θεὸς, ὁ ἐν ὑμῖν ἅγιος, τοῦτ’ ἔστι, σεπτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἐξῃρημένος, καὶ ἀμάχοις νεύμασιν ἃ ἂν βούλωμαι κατορθῶν. Εἰμὶ δὲ ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦτο διχῆ νοητέον· ἢ γὰρ ἐκεῖνο φησίν· Ὡς ἐγώ εἰμι ὁ καταδείξας ἐμαυτὸν διὰ πολλῶν σημείων, καὶ τῆς ὑπὲρ λόγον ἀλκῆς τε καὶ ἐξουσίας βασιλέα ὑμῶν· ἤγουν ἕτερόν τι διὰ τούτου καταδηλοῦν ὑποτοπητέον· Ἰσραὴλ καὶ μέν τοι καὶ Ἰακὼβ παρὰ ταῖς θείαις ὠνόμασται Γραφαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καθάπερ ἀμέλει καὶ Δαβίδ· διά τοι τὸ ἐκ σπέρματος εἶναι κατὰ σάρκα τῶν ὠνομασμένων.
Εἰμὶ τοιγαροῦν, φησὶν, ἐγὼ ὁ καταδείξας τὸν ἐξ αἵματος Ἰακώβ τε καὶ Ἰσραὴλ βασιλέα ὑμῶν. Πλείστην δὲ ὅσην ἔχει τὴν οἰκονομίαν ὁ λόγος. Ἐπειδὴ γὰρ λυτρώσεως μερικῆς ἐποιήσατο μνήμην· ἀνεκομίσθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν, ἀναγκαίως ἐπὶ τὸ μεῖζον ἀσυγκρίτως ἀναβιβάζει τὴν ὑπόσχεσιν, καὶ διαμέμνηται λυτρώσεως τῆς ἐσομένης διὰ Χριστοῦ, καὶ οὐ μερικῆς ἔτι, καὶ ὡς ἐπ’ ἔθνους ἑνὸς, καθὰ καὶ πάλαι, γενικώτερον δὲ μᾶλλον καὶ κατὰ παντὸς ἰούσης τῆς ὑπ’ οὐρανόν. Ὅτι δὲ οὐκ ἀθαύμαστον τοῦ Χριστοῦ τὸ μυστήριον διὰ τὴν τῆς οἰκονομίας ὑπερβολὴν, καὶ τὸ τῆς εἰς ἡμᾶς ἡμερότητος μέγεθος, ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ εἰδότων αὐτό. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ὁ Μονογενὴς, καθίκετο μὲν εἰς κένωσιν, ἔλαβε δὲ δούλου μορφὴν, ἵνα τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλάξας τοὺς ὑπ’ αὐτῷ κειμένους, τοῖς ἰδίοις ὑπαγάγῃ σκήπτροις Μέμνηται δὴ οὖν ὁ λόγος ἐν τούτοις, ὡς ἐσομένης κατὰ καιροὺς λυτρώσεως μερικῆς, ἢ μόνοις δέδοται τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ καθόλου, καὶ γενικωτάτης, διὰ Χριστοῦ δηλονότι, δι’ ἧς σέσωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην.
PG 70:903Οὕτω λέγει Κύριος· Ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα, καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν. Ἀλλ’ ἐκοιμήθησαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Τὰ χρηστὰ καὶ ὀνησιφόρα, κἂν πλειστάκις λαλεῖται παρά τε Θεοῦ καὶ ἀνθρώπων, ὀχληρὰ μὲν οὐδαμῶς εἶεν ἂν τοῖς ἀρτίφροσιν, ἀναγκαῖα δὲ μᾶλλον εἰς σωτηρίαν. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισί· Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.6 Ἐπειδὴ γὰρ ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας ὁ ἀνθρώπινος νοῦς καταφθείρεται πρὸς λήθην ἔσθ’ ὅτε τῶν δεδωρημένων ἑκάστῳ παρὰ Θεοῦ, διὰ τοῦτο πρὸς ἀνάμνησιν αὐτῶν ἀναβιβάζει πλεισταχοῦ θεῖος ἡμᾶς λόγος, οὐκ ἐῶν εἰσάπαν ἀποψύχεσθαι πρὸς τὸ ῥᾴθυμον, ἀναζωπυρῶν δὲ μᾶλλον εἰς φιλοθείαν, καὶ εἰς παντὸς ἔφεσιν ἀγαθοῦ.
Οὐκοῦν ἐπειδήπερ λελύτρωται ὁ Ἰσραὴλ, πλείστων ὅσων ὑπὲρ αὐτοῦ παραδόξως τετελεσμένων, εἶτα τούτων ἀμνημονήσαντες ἐτράποντο πρὸς ἀπόστασιν, καὶ τοῖς οὐκ οὖσι θεοῖς προσνενεύκασιν, ἀναγκαίως αὐτοὺς πρὸς ἀνάμνησιν τῆς ἑαυτοῦ δυνάμεως ἀνακομίζει Θεὸς, δεδωκέναι λέγων ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Διεβιβάσθησαν γὰρ διὰ θαλάσσης μέσης τῆς Αἰγυπτίων ἀπαίροντες χώρας, διέβησαν δὲ καὶ ποδὶ τὸν Ἰορδάνην. Καὶ ταύτην εἶναί φαμεν τὴν ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἃ δὴ καὶ θαυμάσας ὁ θεσπέσιος ψάλλει Δαβίδ· Τί ἐστί σοι, θάλασσα ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;6 Καὶ πάλιν περὶ Θεοῦ λέγων· Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.6 Οὐκοῦν δέδωκεν ἐν θαλάττῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον.
Ἐξήγαγε δὲ, καὶ ἅρματα, καὶ ἵππον, καὶ ὄχλον ἰσχυρόν. Κατεδίωξε μὲν γὰρ ὁ Φαραὼ τοὺς ἐξ αἵματος Ἰσραὴλ ἐν ἅρμασί τε καὶ ἵπποις, καὶ δυςαντήτῳ χρώμενος τῇ τῶν συνασπιζόντων χειρὶ, πλὴν κατ’ οὐδένα τρόπον νενίκηκε, ἤτουν ἠδίκησε τοὺς λελυτρωμένους. Ἐκοιμήθηκσαν γὰρ, καὶ οὐκ ἀναστήσονται, φησὶν, ἀλλ’ ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Ἐναπεπνίγησαν γὰρ τοῖς ὕδασιν, ἵπποις τε ὁμοῦ καὶ διολώλασι, καὶ ὡς εὐκατάπρηστον λῖνον ὑπὸ θείας ὀργῆς δεδαπάνηνται, καὶ κατεσβέσθησαν ἀμογητὶ, τοῦτ’ ἔστι, κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ οἷον ἀποτετέφρωνται. Τὸ γάρ τοι λῖνον πυρὶ μὲν ἕτοιμον εἰς ἀφανισμὸν, σβέννυται δὲ καὶ χειρὸς ἁφῇ, καὶ ἀδρανεστάτην ὠδίνει φλόγα. Εἰ δὲ δή τις λέγοι, Τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς ἰδία βουλήσει κατατρέχοντες τοῦ Ἰσραὴλ, πῶς αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐξαγαγεῖν λέγεται τοὺς ἵππους, καὶ ἅρματα, καὶ τὸν ὑπ’ ἐκείνων στρατόν;
PG 70:905Φαμὲν ὅτι εἴρηται πρὸς Φαραὼ παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.6 Καὶ ταυτὶ μὴν εἰρήσθω πάλιν ἱστορικῶς. Φαμὲν δὲ ὅτι τοὺς εὖ βιοῦν ᾑρημένους, καὶ τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν παραιτουμένους, ἀποφοιτῶντάς τε τῶν περὶ γῆν σπουδασμάτων, καὶ οἷον ἀπαίρειν ἐθέλοντας πάσης ἀκαθαρσίας, διώκει μὲν ὁ πονηρὸς, σώζει δὲ παραδόξως Θεὸς, βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ ἀφράστῳ δυνάμει διαβιβάζων αὐτοὺς, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς οὐκ ἐφιεὶς ἐπικλύζειν αὐτοὺς, ἀλλ’ ἐπέκεινα σαρκικῶν κυμάτων γενέσθαι παρασκευάζων, ἐξημερῶν δὲ ὥσπερ τινὰ θάλασσαν αὐτοῖς τοὺς πολυτρόπως συμβαίνοντας πειρασμούς·
ἵνα ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ, τοῦτ’ ἔστιν, ἐν καταστάσει νοῦ καθαρᾷ καὶ σχολαίᾳ φαγεῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ πιεῖν ὕδωρ ἐκ πέτρας, τοῦτ’ ἔστιν, ἐν μεθέξει γενέσθαι Χριστοῦ, διαβιβασθῆναί τε τὸν Ἰορδάνην, οὕτω τε εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλάσαι, συνήσει πάντως ὁ πνευματικὸς ὅ φημι. Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην, τὰς ἀρετάς μου καὶ κατορθώματα διηγεῖσθαι. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ μερικὴν οὖσαν τὴν ἐσομένην λύτρωσιν τοῖς ἐξ Ἰσραὴλ, παρετίθει μὲν εἰς γνῶσιν αὐτοῖς, ἀναβιβάζων δὲ τῶν πραγμάτων τὴν ἀφήγησιν ἐπὶ τὸ ἄμεινον, ἀσυγκρίτως τῆς διὰ Χριστοῦ σωτηρίας ἐποιεῖτο τὴν μνήμην, ἀναδεῖξαι λέγων ἡμῶν βασιλέα τὸν Ἰσραήλ· οὕτω κἀνθάδε διαμνημονεύσας χρησίμως τῆς τε Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Ἰορδάνου ναμάτων, καὶ τοῦ διαβιβασμοῦ τῶν ἐξ Ἰσραὴλ, πάλιν ἐπάνεισιν ἐπὶ τὸ Χριστοῦ μυστήριον.
Διὰ τοῦτό φησι· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἡ γὰρ τῶν ἀσυγκρίτως ὑπερκειμένων ἐπεισφορὰ, λήθῃ δίδωσιν ἔσθ’ ὅτε τὸ ἔλαττον, καὶ τὰ λαμπρὰ τῶν πραγμάτων ἀπαμβλύνουσί πως τὰ μὴ οὕτως ἔχοντα κατὰ φύσιν, κἂν προτερεύῃ κατὰ τὸν χρόνον. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος, ὅτι Νῦν μὲν γινώσκομεν ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.6 Μεγάλα μὲν γὰρ καὶ λόγου παντὸς ἐπέκεινα τὰ τετελεσμένα παρὰ Θεοῦ διὰ τοῦ πανσόφου Μωσέως, ὑπερφερῆ δὲ καὶ ἀνεστηκότα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος τε καὶ ὑπεροχῆς. Σέσωσται γὰρ δι’ αὐτοῦ, καὶ παρ’ αὐτοῦ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ἡ πληθύς. Διὰ τοῦτο μονονουχὶ, καὶ ἐπιλανθάνεσθαι κελεύει τῶν πρώτων. Προσερεῖται [ αλ . προςερείδεσθαι] δὲ μᾶλλον τὸν νοῦν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, καὶ λαμπρὰν ἔχουσι δόξαν.
PG 70:907Ποιήσω τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ ὁδόν. Νοεῖταί γε μὴν ἔρημος ἐν τούτοις, ἡ πάλαι ξηρὰ καὶ ἄκαρπος τῶν ἐθνῶν πληθὺς, καὶ οἷον ἀκανθοτόκος, διὰ τὸ εἶναι παντελῶς ἐν αὐτῇ μηδένα τὸν εὐσεβῆ, καὶ εὐδόκιμον, καὶ ἀγαθοεργεῖν εἰδότα σοφῶς. Ὡς γὰρ ὁ ψάλλων φησί· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.6 Ἐν ταύτῃ δὴ οὖν τῇ ἐρήμῳ πέφηνεν ὁδὸς ἀποφέρουσα τοὺς δι’ αὐτῆς ἐρχομένους πρὸς θεογνωσίαν τὴν ἀληθῆ, καὶ εἰς ἁγίαν καὶ ἀβέβηλον ζωὴν, καὶ εἰς πᾶσαν ἐπιστήμην ἀγαθοῦ παντὸς πράγματος. Φαμὲν δὲ εἶναι ταύτην τὴν ὁδὸν, ἢ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ τάχα που καὶ αὐτὸν τὸν Χριστόν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ἐναργῶς· Ἐγώ εἰμι ἡ ὁδός.6 Ἀλλ’ οὐχ ὁδὸς μόνη γέγονεν ἐν τῇ ἐρήμῳ, ἀνεδείχθησαν δὲ καὶ ποταμοὶ, νοητοῖς καὶ ψυχωφελέσι νάμασι καταμεθύσκειν εἰδότες τοὺς ἐν αὐτῇ.
Φαμὲν δὲ εἶναι καὶ τούτους τοὺς τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν θεσπισμάτων ἱερουργοὺς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.6 Ὡς γὰρ αὐτός που πάλιν φησίν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.6 Πρὸς δέ γε τοῖς ὠνομασμένοις ποταμοῖς νοηθεῖεν ἂν καὶ οἱ λαῶν ἡγούμενοι, καὶ μυσταγωγεῖν εἰδότες ὀρθῶς τε καὶ ἀμωμήτως, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις κατάρδειν δυνάμενοι τοὺς προςιόντας Χριστῷ διὰ τῆς πίστεως. Ἄνυδρον δὲ τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς διδάσκαλος ἀληθείας, καὶ σωτηριῶδες ἔχων τὸ νάμα. Φάσκοντες γὰρ εἶναι σοφοὶ, ἐμωράνθησαν,6 κατὰ τὴν τοῦ μακαρίου καὶ θεσπεσίου Παύλου φωνήν·
Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.6 Ἀναδειχθείσης τοίνυν ὁδοῦ, φησὶν, ἐν ἐρήμῳ, καὶ λαβούσης τῆς ἀνύδρου ποταμοὺς, εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι γένος μου τὸ ἐκλεκτὸν, λαὸν ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι· καὶ θηρία μὲν ἀγροῦ δηλοῦν ἔοικε τοὺς ἐκ πολλῆς ἄγαν ἀμαθίας ἐκθηριωθέντας τρόπον τινὰ καὶ ζῶντας ἀγρίως. Ἔζη δὲ οὕτως τὰ ἔθνη. Σειρῆνας δὲ καὶ θυγατέρας στρουθῶν τοὺς εὐστομεῖν παρ’ αὐτοῖς εἰδότας φησὶ, καὶ ἐξησκημένους τὸ καλλιεπές. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον ἀναφωνεῖν εἰωθότα.
Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι. Ἔνεστι γὰρ αὐτοῖς τὸ ἡδύ τε καὶ εὔκομπον, τό γε ἧκον εἰς λόγους. Διδάσκουσί γε μὴν τῶν ἀναγκαίων οὐδέν. Ἀλλ’ οὗτοι πάντες δοξολογήσουσί με, φησὶν, ὡς ὕδωρ δόντα τὸ νοητὸν, καὶ ἀνύδρῳ δείξαντα ποταμούς. Ἵνα τὸ ἐκλεκτόν μου ποτίσωσι γένος· καὶ ποῖον τοῦτό ἐστιν, ἢ ἐκεῖνοί που πάντως, οἷς. καὶ ὁ πάνσοφος Πέτρος προσπεφώνηκε λέγων· Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ; Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου.
PG 70:909Οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβανωτῷ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου, πλημμελήμασί τε καὶ ἀδικίαις καὶ τοῖς τοιουτοτρόποις προέστην σου. Διὰ τῶν ἤδη προεξητασμένων, ἤγουν προανεγνωσμένων, τῆς ἐν Χριστῷ διαθήκης καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἐποιεῖτο τὴν προαγόρευσιν. Ἔφη γὰρ ἐν ἐρήμῳ ποιήσειν ὁδὸν, καὶ ἐν ἀνύδρῳ ποταμούς· ταύτης ἕνεκα τῆς αἰτίας εὐλογηθήσεσθαι παρὰ πάντων τῶν θηρίων τοῦ ἀγροῦ· τρόπος δ’ ἂν νοοῖτο θυσίας νοητῆς ἡ δοξολογία, καὶ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης καρπός. Ἐν δέ γε τοῖς προκειμένοις πληροφορεῖν πειρᾶται τὸν Ἰσραὴλ, ὅτι λελύτρωται μὲν ἐξ Αἰγύπτου, καὶ τῆς αὐτόσε θητείας ἐξῄρηται, καὶ τῶν οὕτως ἀνιαρῶν ἀπηλλάχθη πόνων, οὐχ ἵνα μόσχους αὐτῷ προσαγάγῃ, καὶ τὴν δι’ αἵματος καὶ καπνῶν ποιῆται πρόσοδον.
Ἀποβλήματα γὰρ τὰ τοιάδε παρὰ Θεῷ, καὶ σκιὰ μᾶλλόν εἰσιν ἢ ἀλήθεια. Φησὶ τοίνυν Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ. Τὸ δὲ νῦν, ἐκληπτέον, ἀντὶ τοῦ, οὐχ ὅτε θύεις, ἤγουν οὐκ ἐν τῷ βουθυτεῖν ὄντα καὶ μηλοσφαγεῖν κέκληκά σε, ἵνα μὴ ἄρα πως οἰηθῇς ἀντέκτισιν ὥσπερ τινὰ τῆς προςαγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν, ἀλλ’ ὄντα σε μᾶλλον ἐν ἁμαρτίαις, καὶ μολυσμοῖς ἔνοχον, λελάτρευκας γὰρ τοῖς Αἰγυπτίων θεοῖς, φειδοῦς ἠξίωσα καὶ ἀγάπης. Ἡμερότητος οὖν ἄρα τὸ δῶρον, καὶ φιλανθρωπίας καρπὸς ἡ χάρις, καὶ ὡς ἐξ ἀγάπης ἡ λύτρωσις. Οὐδὲν γὰρ, φησὶ, πρὸς ἐμὲ τὰ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὔτε μὴν ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Τὸ γὰρ ἀπαράδεκτον ὅλως καὶ εἰκῆ προσφερόμενον, πῶς ἂν εἰς δόξαν γένοιτο τὴν ἐμήν; Ἀλλ’ οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου.
Ὁ μὲν γάρ τι τῶν ἀγαθῶν ἐπιτηδεύων, φησὶ, καὶ αὐχημάτων τῶν εἰς ἀρετὴν γενόμενος ἀποτελεστὴς, ὁ τοῖς ἐμοῖς νεύμασιν ὑποθεὶς τὸν αὐχένα, καὶ θεσπισμάτων τῶν ἱερῶν ἐργάτης, δουλεύειν ἂν λέγοιτο τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε λιβανωτῷ τὴν ἁγίαν καπνίζων σκηνὴν, καὶ βοῦς προσάγων ἢ πρόβατα, ἢ τὶ τῶν ἀρίστων κατωρθωκὼς, τὴν τῆς γνησιότητος οὐκ ἀποίσεται δόξαν· Πέπραχε γὰρ ὅλως ὁ τοιοῦτος τῶν ἀρεσκόντων ἐμοὶ οὐδὲν, οὐκοῦν οὐκ ἔν γε τῷ θύειν τὸ δουλεύειν ἐστὶν, ἀλλ’ ἐν τῷ βουλεύεσθαι τρυφερόν τε καὶ οἷον ἀναφῆ τοῖς αὐτοῦ θελήμασιν ὑποφέρειν τὸν αὐχένα. Ὅσον γὰρ ἧκον, φησὶν, εἰς τὸ αὐτό μοι δοκοῦν, οὐκ ἂν ἔγκοπόν σε ἐποίησα ἐν λιβανωτῷ, οὐδ’ ἂν ἐκτήσω μοι ἀργυρίου θυμίαμα, ἀλλ’ οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα.
PG 70:911Ἔοικε τούτῳ τὸ δι’ ἑτέρου προφήτου πρὸς αὐτοὺς εἰρημένον· Τὰ ὁλοκαυτώματα αὐτῶν ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συνάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, περὶ ὁλοκαυτωμάτων, καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.6 Ἔφη που καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς προφήτης Ἱερεμίας· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.6 Καὶ μὴν, καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.6 Ἀπόβλητον δὲ ποιεῖται πανταχοῦ τὴν ἐν σκιαῖς λατρείαν, ἀφιστὰς μὲν αὐτοὺς τῶν τύπων, συνελαύνων δὲ ὥσπερ εἰς δικαίωσιν τὴν ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας μεταποιεῖσθαι διδάσκων, δι’ ἧς ἂν γένοιτό τε καὶ μόνης τὸ εὐαρεστεῖν δύνασθαι τῷ Θεῷ, καὶ τὸ ἄμωμον ἀληθῶς καὶ εἰλικρινὲς εἰς λατρείαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν.
Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.6 Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἄθρει δή μοι πάλιν, ὡς οὐ τῇ δυνάμει τῆς κατὰ νόμον λατρείας ἐκνενέμηκε Θεὸς τὸ ἀπαλλάττειν δύνασθαι τινὰς τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, καὶ ἀνόνητος ἐν τούτοις ἡ τοῦ νόμου σκιά. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Ἐπιστέλλει γοῦν, καί φησι περί τε αὐτοῦ, καὶ τῶν ἄλλων ἀποστόλων, ἤγουν τῶν πεπιστευκότων ἐκ περιτομῆς· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.6 Μὴ τοίνυν, φησὶν, οἰηθῇς ὡς δυνήσῃ ποτὲ τῶν ἐκ φαυλότητος ἐγκλημάτων ἐλεύθερον ἀποφῆναι σαυτὸν διὰ θυσίας καὶ καπνῶν.
Ἴσθι δὲ μᾶλλον ὅτι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀμνημονεῖν ἐθέλοντος τῶν ἡμετέρων αἰτιαμάτων. Σώζει γὰρ τοῦτο καὶ μόνον τοὺς ἐπὶ τῆς γῆς, ἀδρανῆ, καὶ εὐπαρακόμιστον τὴν διάνοιαν ἔχοντας πρὸς πᾶν ὁτιοῦν τῶν ἐκ νόμου διαβεβλημένων. Ἐπιμελῶς γὰρ, φησὶν, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ταύτῃ τοι, καὶ μάλα εἰκότως ὁ θεσπέσιος Δαβὶδ τῶν ἀνθρωπίνων ὀλισθημάτων διαμέμνηται λέγων· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι.6 Κατοικτείρει μὲν οὖν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ αἰσίοις νεύμασι καὶ ἀμνηστίαις χρώμενος ταῖς θεοπρεπέσιν, ἔξω τίθησιν αἰτίας, καὶ ὀλισθημάτων τοὺς ἀλόντας αὐτοῖς.
PG 70:913Πλὴν οὐκ ἐᾷ τοὺς ἠλεημένους τὴν τοῦ δικαιοῦντος αὐτοὺς εἰδέναι χάριν Ἐπωφελὲς δὲ τοῦτο καὶ διὰ σπουδῆς τοῖς ἁγίοις γεγονὸς εὑρήσομεν. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός·6 καὶ πάλιν, ὅτι Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.6 Ἐγὼ τοίνυν, φησὶν, ἀμνημονήσω μὲν τῶν αἰτιαμάτων. Μέμνησό γε μὴν αὐτὸς, καὶ δὴ καὶ κριθῶμεν· Ὁμολόγει δὲ σὺ, καὶ βεβαίαν ἔχε τὴν ἀμνηστείαν. Γέγραπται γὰρ ὅτι, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.6 Καὶ πάλιν· Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.6 Οὐ τετήρηκε τὴν τοιαύτην ἐντολὴν ὁ ὑπέροφρυς Φαρισαῖος, ὃν ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ἵστησιν εὐχόμενον ὁ Σωτὴρ ἐν τῇ συναγωγῇ, εἶτα πολὺ νοσοῦντα τὸ ἀμαθὲς, καὶ ἐξ εἰκαίου φυσήματος λέγοντα·
Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μοι.6 Οὗτος οὐκ ἠνέσχετο λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας. Κατακέκριται δὴ οὖν ὡς ἀλαζών τε καὶ ψεύστης, καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καὶ πολλὰ πταίομεν ἅπαντες. Ἔγνω δὲ καὶ ὡμολόγει τὰς ἁμαρτίας ὁ τελώνης τὰς ἑαυτοῦ. Εἱστήκει γὰρ τύπτων τὸ στῆθος, καὶ λέγων· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.6 Δεδικαίωται δὴ οὖν ὁμολογήσας τὰ ἡττήματα, καὶ τῆς ἐνούσης αὐτῷ βδελυρίας τὸν ῥύπον οὐκ ἀποκρύψας, ἵνα καθαρισθῇ. Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἄγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.
Εἰπών· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι, συνεῖδεν ὅτι τάχα πού τινες τοῖς εἰρημένοις ἀνταναστήσονται, καὶ δὴ καὶ ἐροῦσιν· Εἰ τετίμηκας ἀμνηστείᾳ τὸν Ἰσραὴλ, εἰ γέγονεν ἐπ’ αὐτῷ πολλή τις ἄγαν ἡ γαληνότης, εἰ κεκάθαρται τῶν ῥύπων, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς μολυσμοὺς ἀπενίψατο, πῶς ἢ τίνων ἐξῄτηται δίκας τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενος· εἶτα δορύληπτος γεγονὼς, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, καὶ ὑπὸ χεῖρα καὶ ζυγὸν τῶν ᾑρηκότων γεγενημένος; Δέδοται γὰρ τοῖς ἐκ Βαβυλῶνος ἥκουσι μαχηταῖς. Ἀπολογεῖται δὴ οὖν τὸ, Κριθῶμεν, λέγων, καί φησιν, ὡς αὐτοὶ γεγόνασι, καὶ τούτου αἴτιοί τε καὶ πρόξενοι ταῖς σφῶν αὐτῶν κεφαλαῖς. Οἱ γὰρ πατέρες ὑμῶν, φησὶ, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ.
Καὶ οὐχ ἁπλῶς αἰτιᾶται προγόνους πατέρας ἡμῖν ἐν τούτοις εἰπών. Ἔοικε δὲ μᾶλλον βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν. Οἱ γάρ τοι πρὸς ἱερουργίαν ἐξειλεγμένοι σοφοί τε καὶ νομοί̈στορες, καὶ παιδαγωγεῖν εἰωθότες τοὺς ὑπὸ χεῖρα λαοὺς, πατέρες ἂν λέγοιντο τῶν ὑπεζευγμένων, ἄρχοντές τε καὶ ἡγούμενοι. Ὅταν τοίνυν οὐκ ἐκ πληθύος τῆς ἀγελαίου πράττηταί τινα τῶν ἀτόπων, παρ’ ἐκείνων δὲ μᾶλλον οὓς ἦν εἰκὸς δύνασθαι καὶ τὰ τῶν ἑτέρων ἐπανορθοῦν, φορτικὸν τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἡ δίκη, καὶ ὀφειλομένη λοιπὸν τοῖς ἠσεβηκόσι. Οὐκοῦν, οἱ ἐν τάξει πατέρων κείμενοι, φησὶ, καί τοι λαχόντες ἄρχειν ὑμῶν, ἠνόμησαν εἰς ἐμέ. Τὸ δὲ, εἰς ἐμὲ, λέγων, διαδείκνυσιν ὅτι οὐκ εἰς ἕνα τῶν καθ’ ἡμᾶς πέπρακται τὰ παρ’ ἐκείνων ἐκτόπως τε καὶ ἀνοσίως πεπλημμελημένα, ἀλλ’ εἰς αὐτὴν τὴν δόξαν τοῦ πάντων ἐπέκεινα Θεοῦ.
PG 70:915Οἷόν τί φημι· ὅταν μὲν γάρ τις ἀδικήσῃ τινὰς τῶν πέλας, ἢ πλεονεξίᾳ καὶ ὕβρει περιβαλὼν, ἤγουν καθ’ ἕτερόν τινα τρόπον, πλημμελεῖ μὲν, πλὴν εἰς ἄνθρωπον ὁμοφυᾶ, καὶ οὔτι που πρὸς Θεόν. Ὁ δέ γε τὴν ὑπ’ αὐτῷ λατρείαν διωθούμενος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἑαυτὸν ὑποθεὶς καὶ προσκυνήσας αὐτοῖς, ἀνταίρει κατὰ Θεοῦ, καὶ τό γε ἧκον εἰς αὐτὸν τῶν τῆς θεότητος αὐτὸν ἐξίστησι θώκων, καὶ ἀποσαλεύειν πειρᾶται τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ὑπεροχῆς τε καὶ δόξης. Πεπράχασι δὲ τοῦτο κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ. Λελατρεύκασι μὲν γὰρ εἰδώλοις, καὶ δὴ καὶ ἐῤῤῶσθαι φράσαντες τοῖς ἱεροῖς θεσπίσμασι, σκληρὸν καὶ ἀγέρωχον ἀνατείνειν ἤθελον τῷ Θεῷ τὸν αὐχένα. Αἰτιᾶται γοῦν αὐτοὺς, καί φησιν· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἔστι Κύριος;
Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ. Καὶ πάλιν· Ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ. Ἐμίαναν τοίνυν οἱ ἄρχοντες, φησὶ, τὰ ἅγιά μου. Τετολμήκασι γὰρ οὐκ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ τὰς τῶν δαιμονίων ἐγεῖραι στήλας, ἀλλὰ γὰρ καὶ ἐν αὐτῷ τῷ θείῳ ναῷ τοῦτο πεπραχότες ἀνοσίως ἁλοῖεν ἄν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς περὶ τῆς Ἰουδαίων συναγωγῆς· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; βδέλυγμα λέγων τὸ εἰς τύπον Θεοῦ τετεχνουργημένον ἄγαλμα καὶ εἰκόνα. Μιαίνονται δὲ τὰ ἅγια καὶ καθ’ ἕτερον τρόπον, εἰ καταφρονοῖντο πρός τινων τὰ εἰς δόξαν Θεοῦ σεπτῶς καὶ ἁγίως ἐπιτελεῖσθαι προστεταγμένα, καὶ παρ’ οὐδὲν ἡγοῖντό τινες τῶν θείων αὐτοῦ νόμον τὴν παράβασιν.
Οὐκοῦν ἐπειδήπερ οἱ πατέρες ὑμῶν, φησὶν, ἠνόμησαν εἰς ἐμὲ, ἐμίαναν δὲ καὶ οἱ ἄρχοντες τὰ ἅγιά μου, τοῦτο δέδωκα τοῖς ἐχθροῖς ὥστε ἀπολέσαι τὸν Ἰακὼβ, καὶ ὀνείδεσι τοῖς ἐπὶ τούτων περιβέβληκα τὸν Ἰσραήλ. Νῦν δὲ ἄκουσον. παῖς μου Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην. Διαμνημονεύσας τῶν πρώτων, καὶ τὰς αἰτίας εὖ μάλα διειρηκὼς, ἐφ’ οἷς δέδοται πρὸς ἀπώλειάν τε καὶ ὀνειδισμὸν ὁ ἀποστάτης Ἰσραήλ· πάλιν αὐτοῖς ἀμνησικακίαν ἐπαγγέλλεται, καὶ ἀνακαινίζειν βούλεται πρὸς ὁλοτελῆ καὶ ἀμώμητον εὐπείθειαν αὐτούς. Παρεὶς δὲ ὥσπερ τὸν τῆς ἀμαθίας καιρὸν, καθ’ ὃν ὁ φιλόθεος γεγονὼς, ὁ νόμον ἔχων πεφώραται, πάλιν ἕτερον αὐτοῖς ὁρίζει καιρὸν, τὸν Νῦν λέγων· ἐοικέναι τούτῳ φημὶ τὸ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.6 Κατὰ μὲν γὰρ τὸν ἤδη παρῳχηκότα καιρὸν, φησὶ, πλείστη τε ὅση κατὰ σοῦ γέγονε καὶ δικαία που πάντως ἡ καταβοή· σεαυτὸν γὰρ καθῆκας εἰς ἀπόστασιν, προσκέκρουκας οὐ μετρίως παρωθούμενος τὸν παιδαγωγοῦντα νόμον, τραπόμενος δὲ πρὸς ἃ μὴ θέμις, καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασι σεαυτὸν ἐνιείς.
PG 70:917Ἀλλ’ ἐκεῖνα παρείσθω, φησί. Νῦν ἄκουσον, τοῦτ’ ἔστι, Κάθες τὸ φρόνημα τὸ ὑπέροφρυ. Γνῶθι τὸν σεαυτοῦ Δεσπότην· ὕπελθε τὸν τῆς εὐπειθείας ζυγὸν, ἐννοήσας ὅτι παῖς ὠνομάσθης ἐμός. Ἐποιησάμην δέ σε καὶ ἀπόλεκτον ἐκ πάντων, δηλονότι τῶν ἐθνῶν τῶν ὄντων ἐπὶ τῆς γῆς. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἐντρέπει δὴ οὖν, καὶ οἷον ἐλέγχει παρανομήσαντας καὶ προσκρούσαντας οὐ μετρίως τοὺς ἐν τάξει τέκνων γεγονότας αὐτῷ, καὶ ἐν τῇ τῶν ἀπολέκτων μοίρᾳ κειμένους. ΛΟΓΟΣ Β. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ. Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς·
ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονομικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ’ οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμερότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰςάπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμφαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς.
Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμφαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ’ ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γενεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί φησι καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Υἱὸς δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.6 Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν.
PG 70:919Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι Τὰ σύμπαντα σά.6 Πατὴρ δὲ δὴ πάλιν ὡς πλάστης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκοῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρμόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ’ αὐτοῦ συμβαίνοντα νόμοις.
Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ. Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνόμασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους.
Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνασιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσομένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ’ ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχονται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ’ ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ’ ἔσο δειλίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν.
PG 70:921Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι’ εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι’ ὧν ἂν γένοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορηγήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.6 Διατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφος εὐαγγελιστὴς ἐπήνεγκεν εὐθύς· Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.6 Ζωοποιὸν μὲν γὰρ τὸ ὕδωρ ἐστὶ, καὶ ἀναβιβάζει πρὸς αὔξησιν φυτά τε καὶ χόρτους, ἀπομιμεῖται δέ πως τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, δι’ οὗ τὰ πάντα συνέστηκε πρὸς τὸ εὖ εἶναι διακρατούμενα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπίδοσιν ἡ νοητὴ κτίσις καταπλουτεῖ, καὶ οἷον ἀναπηδᾷ πρὸς αὔξησιν ἰοῦσα τὴν πνευματικήν.
Ὅτι δὲ τὴν τοῦ ἁγίου Πνεύματος ζωοποιὸν δύναμιν καὶ ἐνέργειαν, τὴν δι’ αὐτοῦ παράκλησιν νοητὴν ὑπεμφαίνει τὸ τοῖς δι’ ἀνύδρου βαδίζουσιν ἐπαγγέλλεσθαι ὕδωρ σαφηνιεῖ τὸ ἐφεξῆς. Ἐπιθήσω γὰρ, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Σπέρμα δὲ καὶ τέκνα τῶν ἁγίων ἀποστόλων εἶναί φαμεν τοὺς δι’ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν ἀληθείας, καὶ εἰς ἀναγέννησιν τὴν πνευματικὴν, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς τούτους ἀναγεννῶσιν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος, καὶ δι’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἐνεργείας. Ἐπιστέλλει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κεκλημένοις, καί φησι· Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας.6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
Εὑρήσομεν δὲ πανταχοῦ τέκνα καλοῦντα τοὺς εἰς αὐτὸν δι’ αὐτῶν πιστεύσαντας. Ἐπιθήσω τοίνυν, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Εὐλογίας δέ φαμεν τὰς ἐκ Θεοῦ τοῖς ἁγίοις χορηγουμένας, τῶν πνευματικῶν χαρισμάτων τὸ πολυειδές. Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἑπόμενα. Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι Ἕκαστος ὑμῶν ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ.6 Εἶτα ποία τις ἂν γένοιτο τῶν εὐλογιῶν ἡ ὄνησις, διεσάφησε προστιθεὶς, ὅτι Ἀνατελοῦσιν ὡς χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Πόαι καὶ φυτὰ, ἅπερ ἐν χώροις εἶεν ἀνύδροις, βραδέως μὲν ὅλως ἀνίσχει, ἀνίσχοντα δὲ παραχρῆμα μαραίνεται. Εὐανθῆ δὲ λίαν τὰ οἷσπερ ἂν παρακέοιτο ναμάτων χύσις, καὶ ὑδάτων φορὰ συνέχουσα πρὸς τὸ ζῇν, ἀειθαλὲς δὲ φυτὸν τῆς ἰτέας τὸ χρῆμα, πηγαῖς τε καὶ ποταμοῖς ἀεὶ παραπεφυκός.
Ἐκμεμεθυσμένοι δὴ οὖν, φησὶ, τοῖς νοητοῖς νάμασιν οἱ ταῦτα καταπλουτήσαντες, ὁμολογήσουσιν ὅτι μόνον ἴσασιν ἐμὲ, καὶ Θεὸν ἐπιγράψονται τὸν καλέσαντα αὐτούς. Λέγων δὲ, ὄτι οὗτος ἐρεῖ, ὅτι Τοῦ Θεοῦ εἰμὶ, καὶ οὗτος βοήσεται, καὶ ἕτερος ἐπιγράψει, τὴν τῶν ἐπ’ αὐτῶν τρεχόντων διὰ πίστεως τῆς ἐν Χριστῷ κατασημαίνει πληθύν. Οὐ γὰρ κεκλήσεται λαὸς, ἅπασα δὲ μᾶλλον τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατά γε τὴν ὑφήλιον, καὶ πάντες ὁμολογήσουσιν, ὅτι γεγόνασι τοῦ Θεοῦ, καὶ αὐτὸν ἐπιγράψονται Σωτῆρα, καὶ Λυτρωτὴν, καὶ χρηματίζουσι λοιπὸν ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, τοῦτ’ ἔστιν, ὅτι σχοίνισμα, καὶ κλῆρός εἰσι τοῦ Θεοῦ. Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καυχώμεθα δὲ οἱ πιστεύσαντες ἐπὶ τῷ γενέσθαι Θεοῦ κλῆρος, καὶ μερὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ.
PG 70:923Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Μὴ παρακαλύπτεσθε, καὶ ἀπήγγειλα ὑμῖν. Τῆς ἐν Χριστῷ γνώσεως διὰ τῶν ἀρτίως ἡμῖν ἀναγνώσεων ποιησάμενος μνήμην, μεθίστησι τὸν λόγον ἐφ’ ἕτερόν τι τῶν ἀναγκαίων. Ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ὁ θεσπέσιος προφήτης Ἡσαί̈ας τοὺς περὶ τῶν τοιούτων ἡμῖν συνετίθει λόγους, βασιλεύοντος παρ’ αὐτοῖς θεομισοῦς, καὶ ἐν ἀφορήτοις γέγονεν ὀλισθήμασιν. Ἦν γὰρ ἑκάστῳ τὸ δοκοῦν θεὸς καὶ σέβας· ἀναγκαίαν αὐτοῖς τὴν παραίνεσιν εὐφυεστάτοις ἐλέγχοις ἐγκεκλωσμένην ποιεῖται Θεός· μεθιστὰς μὲν αὐτοὺς τῆς πολυθεί̈ας, καὶ τῶν ἐν τούτοις ἀῤῥωστημάτων· προσκαλούμενος δὲ διὰ μεταγνώσεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ τῆς αὐτοῦ δόξης, καὶ ἀσυγκρίτου δυνάμεως ἀνακομίζων εἰς ἀνάμνησιν.
Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ. Ὅτι γὰρ Θεός ἐστι καὶ τῶν δυνάμεων Κύριος, εἰδέναι βούλεται, καὶ καθάπερ ἐκ μέθης ἀνενεγκόντας ἰδεῖν, ὅτι καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐξῄρηνται, θαυματουργοῦντος αὐτοῦ, καὶ τῆς ἐνούσης αὐτῷ δυνάμεως, καὶ ὑπεροχῆς τὸ μέγεθος ἐμφανίζοντος. Τί γὰρ οὐ πέπρακται τῶν τεθαυμασμένων; Ποία δὲ τοῖς πλεονεκτοῦσιν αὐτοὺς οὐκ ἐπηνέχθη πληγή; Ἢ πῶς τῆς ἀφράστου δυνάμεως αὐτοῦ οὐκ ἂν γένοιτο σαφὴς ἀπόδειξις, τὸ διαστῆναι μὲν θάλαςσαν, παγῆναι δὲ καὶ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ διὰ μέσων ἰέναι τοὺς φεύγοντας; Τί δὲ δὴ τὰ ἐν τῇ ἐρήμῳ μετὰ τοῦτο θαυματουργήματα; Οὐκ ἄρτον αὐτοῖς ἔδωκε τὸν ἐξ οὐρανοῦ; Οὐ διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ; καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα; οὐ τοῖς Ἰορδάνου νάμασιν οἷά τινα χαλινὸν ἐπιθεὶς, ποδὶ παρεσκεύασε παρελθεῖν;
Ἀναγκαίως τοίνυν, οὐχ ἁπλῶς Κύριόν τε καὶ Θεὸν ἐν τούτοις ἑαυτὸν ἀποκαλεῖ· προσεπήγαγε δὲ, ὅτι Καὶ ῥυσάμενος αὐτὸν, εἰς ἀνάμνησιν ἀνακομίζων, ὡς ἔφην, τῶν δι’ αὐτὸν παραδόξως τετελεσμένων. Ἴσθι δὴ οὖν, φησὶν, ὅτι Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἦν Θεός. Ἀρχὴ γὰρ τῶν ὅλων Θεὸς, ἄναρχος ὣν αὐτὸς, καὶ παρ’ αὐτοῦ πάντα παρήχθη πρὸς γένεσιν· αὐτὸς μὲν οὖν γέγονεν ὑπ’ οὐδενὸς, ἀλλ’ ἔστιν ὤν τε καὶ ἐσόμενος. Τοῦτο γὰρ ὄνομα αὐτῷ, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς. Οὔτε τοίνυν πρὸ αὐτοῦ Θεὸς ἕτερος ἦν, οὔτε τις ἔσται μετ’ αὐτόν. Εἷς γὰρ φύσει Θεὸς, καὶ ἕτερος παρ’ αὐτὸν οὐδείς. Χρησιμωτάτη δὲ λίαν ἡ παραίνεσις τοῖς ἀρνησαμένοις αὐτὸν, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας ὠλισθηκόσιν εἴς γε τὸ οἴεσθαι θεοὺς εἶναι πολλούς.
PG 70:925Ὅτι δὲ κατ’ αὐτὸν οὐδεὶς ἤγουν ἕτερος ἐπ’ αὐτῷ καταλογισθῆναι, διαδείκνυσι λέγων· Τίς ὥσπερ ἐγώ; Ποῖος ἄρα τοῖς παρ’ ὑμῶν ὑπονοηθεῖσι θεοῖς, ἤγουν ἀσυνέτως ὠνομασμένοις, κατὰ τὴν ἐμὴν ἔσται δόξαν τε καὶ δύναμιν; Ἐκ ποίας ἄρα μεγαλουργίας θεοὺς αὐτοὺς εἶναι πεπιστεύκατε; Στήτω τις, εἴπερ ἐστὶ κατ’ ἐμέ.
Ἑτοιμασάτω τις τὸν ἰσόῤῥοπον ἔχοντα φύσιν, ἢ κατ’ ἰσχὺν ἢ δόξαν. Καλεσάτωσαν οὓς ἂν ἕλοιντο τῶν ψευδωνύμων θεῶν, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Ἐκτισάμην γὰρ, φησὶν, οὐρανοὺς, καὶ τὰ ἐν αὐτοῖς, ἀναριθμήτων ἁγίων πνευμάτων ἀγέλας προσκυνούσας ἔχων καὶ λατρευούσας ἐμοὶ, πλὴν ἀφ’ οὗ πεποίηκα τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς ἐφεξῆς, τοῦτ’ ἔστιν, εἰς τὸν αἰῶνα, δειξάτω μοί τις τὸν κατ’ ἐμέ. Λέγων δὲ πάλιν τὸ, Ἀφ’ οὗ ἐποίησα ἄνθρωπον, ἑαυτὸν μὲν δείκνυσιν ὄντα δημιουργὸν, τοὺς δὲ ψευδωνύμους θεοὺς οὐδὲν ὄντας παντελῶς. Τίνα γὰρ τῶν προσκυνούντων αὐτοὺς εἰς τὸ εἶναι παρήνεγκαν; πλὴν δημιουργὸς ἐγὼ ὑπάρχων γνωρίζομαι, καὶ κτίστης τῶν ὅλων, καὶ ἁπάντων ἔχων τὴν γνῶσιν. Ἐρευνήσατε τοῦτο παρὰ τοῖς παρ’ ὑμῶν ῥηθεῖσι θεοῖς, τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.
Θεῷ γὰρ κατὰ φύσιν πρέποι ἂν τὸ πᾶσαν ἔχειν τὴν γνῶσιν τῶν τε ἤδη παρῳχηκότων, καὶ τῶν ἐσομένων. Εἰ δὲ οὐδεὶς ἐν τοῖς ψευδωνύμοις θεοῖς τοῦτο λαχὼν εὑρίσκεται, ἀσυμφανὲς, ὅτι οἱ τὴν Θεοῦ γνῶσιν οὐκ ἔχοντες, οὐκ ἂν εἶεν θεοί. Μὴ παρακαλύπτεσθε, ἀντὶ τοῦ, Μὴ σιωπᾶτε, μηδὲ ἀποπροσποιεῖσθε. Οὐκ ἀπαρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Ὡς γὰρ ὑπάρχων φύσει Θεὸς, καὶ πάντα εἰδὼς τὰ ἐσόμενα, καὶ τὰ ἤδη προγεγενημένα, προαπήγγειλα ὑμῖν διὰ προφητῶν ἁγίων διὰ τοῦ πανσόφου Μωσέως. Ἐξεκάλυψα γὰρ τὸ Χριστοῦ μυστήριον, καὶ οὐδὲν ἐστὶν ὧν ἦν ἀκόλουθον καταφανῆ καὶ ἡμῖν αὐτοῖς γενέσθαι τὴν γνῶσιν, ὃ μὴ προαπήγγελται παρ’ ἐμοῦ. Οὐκοῦν ἐκεῖνοι μὲν οὐ θεοὶ, τῶν ἐοικότων Θεῷ λαχόντες οὐδέν. Ἐγὼ δέ εἰμι κατὰ φύσιν, ὅπερ εἶναι πεπίστευμαι Θεὸς, δῆλον δὲ ὅτι τῶν ὅλων, καὶ γένεσιν ἔχων θεοπρεπῆ.
Μυσταγωγεῖ τοιγαροῦν ὁ λόγος τοὺς τῆς ἀληθοῦς θεοπτίας ἀπενηνεγμένους, καὶ ἀψύχοις εἰδώλοις προσνεύσαντας, καὶ τῷ ξύλῳ λέγοντας· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.6 Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἀποφέρει πάλιν εἰς ἀνάμνησιν τῆς ἐπιδειχθείσης αὐτοῖς δυνάμεώς τε καὶ ἐξουσίας, ἥπερ ἂν πρέποι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῶν ὅλων Κυρίῳ, ὅτε τῆς Αἰγυπτίων ἐκλελύτρωνται γῆς. Τότε γὰρ τότε συνωπλίζετο τῷ Δεσπότῃ καὶ ἡ κτίσις αὐτὴ, καὶ τῆς τῶν πλεονεκτούντων αὐτοὺς κατεξανέστη σκαιότητος, στοιχείων γὰρ ἐπράττοντο μεταβολαῖς [ἴς. μεταβολαί]. Μετεσκευάζετο γὰρ εἰς αἷμα τὸ ὕδωρ, τριήμερός τε καὶ βαθὺς ἐξετείνετο σκότος. Κατηφίει δὲ αὐτῶν καὶ χαλάζας ὁ οὐρανὸς, σκνίπες τε καὶ βάτραχοι, καὶ κυνόμια, καὶ ὁ τῶν πρωτοτόκων θάνατος ἐπενήνεκται, καὶ διέβησαν δὲ διὰ θαλάσσης μέσης.
PG 70:927Ἐπειδὴ δὲ εἰς τὴν τῆς ἐπαγγελίας ἐπέδραμον γῆν, νενικήκασιν ἔθνη πολλά τε καὶ εὐσθενέστερα τῆς ἐνούσης αὐτοῖς ἰσχύος, καὶ δεινοὶ γεγόνασι, καὶ δυσάντητοι τοῖς τε ὁμόροις τῶν ἐθνῶν, καὶ τοῖς ἕτι μακρὰν ἀπόβλεπτοί τε καὶ διαβόητοι. Οὐκοῦν οὐχ ἕτεροι μᾶλλον εἰδεῖεν ἂν, ἀλλ’ ὑμεῖς αὐτοὶ τὰ καθ’ ὑμᾶς αὐτοὺς, τίς ὁ ταῦτα κατορθώσας, τίς δὲ ὁ τὴν κτίσιν σύνοπλον ἔχων ἐν τοῖς καθ’ ὑμᾶς τίς ὁ συνθραύσας ἐχθρῶν δυνάμεις, καὶ ταῖς κατὰ πάντων ὑμᾶς στεφανῶν εὐανδρείαις· ὑμεῖς ἐστε τῆς ἐμῆς ὑπεροχῆς οἱ μάρτυρες, εἴπερ ἕλοισθε φρονεῖν ὀρθῶς, καὶ οὐχ ἑτέρων δεηθήσεσθε παιδαγωγῶν. Πλεῖστοι μὲν γὰρ παρὰ τοῖς Αἰγυπτίοις ἦσαν οἱ θεοὶ, καὶ μεστοὶ τῶν ἀγαλμάτων οἱ παρ’ ἐκείνοις σηκοί. Πλεῖστοι δὲ ὁμοίως, οἱ παρά γε Ἀμοῤῥαίοις, Εὐαίοις τε καὶ Φερεζαίοις, καὶ τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλ’ ἐκείνων οὐδεὶς ἀρκέσας εἰς σωτηρίαν τοῖς σφετέροις ὁρᾶται· μᾶλλον δὲ καὶ αὐτοὺς τοὺς προσκυνουμένους τοῖς προσκυνοῦσιν ὁμοῦ συνετρίψατε.
Τεθέσπισται γὰρ διὰ Μωσέως ὅτι τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν κατακαύσετε πυρί. Οὐκοῦν εἴπερ ἕλοισθε τἀληθὲς εἰπεῖν, ὑμεῖς ἐμοὶ μαρτυρήσατε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Εἰ μὲν γὰρ ἀντεγήγερταί τις ταῖς ἐμαῖς δυνάμεσι, καὶ νενίκηκε, λογιζέσθω παρ’ ὑμῖν θεός. Εἰ δὲ οὐδὲν ὄντες πεφώρανται, καὶ πυρὸς ἔργον γεγόνασι δι’ ὑμῶν, διὰ πείρας αὐτῆς ἐγνώκατε, φησὶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ τοῦ ὄντως Θεοῦ. Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσαντές τε καὶ γλύφοντες, πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὀφελήσει αὐτούς· ἀλλ’ αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Ἀποφαίνει διὰ τούτων δεινὰ καὶ παγχάλεπα τὰ ἐγκλήματα τῶν ἀποστατῶν, εἰ τοσαύτην ἔχοντες πληροφορίαν, ὅτι μὴ ἕτερός ἐστι παρ’ αὐτὸν, φύσει τε καὶ ἀληθῶς Θεός·
ἐξ αὐτῶν δὲ ὥσπερ ἀναπεπεισμένοι τῶν κατωρθωμένων, ὡς εἴη μόνος αὐτὸς, πρὸς τοῦτο κατώλισθον εὐηθείας, ὥστε καὶ αὐτοῦ τοῦ νόμου διαῤῥήδην αὐτοῖς ἐπιφωνοῦντος καὶ λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·6 ἐποιήσασθε μὲν παρ’ οὐδὲν τὸ ὑπακούειν αὐτῷ· ἐτράπεσθε δὲ μᾶλλον ἀφιλοθέως ἐπί γε τὸ δεῖν πλάττειν τε καὶ διαμορφοῦν τοὺς ἐκ ξύλων τε καὶ λίθων θεούς. Μάταιοι δὴ οὖν οἱ τοιοῦτοι, καὶ σφόδρα εἰκότως, ἐπ’ οὐδενὶ μὲν τῶν ἀναγκαίων εἰς τοῦτο ἰόντες, ποιοῦντες καὶ μᾶλλον τὰ καταθύμια ἑαυτῶν, γεγόνασι γὰρ ματαιότητος ἐρασταί. Ποία γὰρ ὄνησις ἡ παρὰ λίθου τε καὶ ξύλου;
PG 70:929Οὐκοῦν βουλῆς ἀσυνέτου καρποὶ καὶ ψυχρῶν ἐνθυμημάτων ἔργον ἂν νοοῖτο σαφὲς ἡ εἰδώλου ποίησις. Πλὴν ὅτι τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον, προαπεφαίνει λέγων· Αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Εἰ μὲν οὖν ἐπ’ αὐτῶν ἐκληφθείη τῶν χειροτμήτων τὰ εἰρημένα, φαμὲν, ὅτι τὸ Ἐξηράνθησαν, ἀντὶ τοῦ, ἀπώλοντο, νοητέον. Εἰ δὲ ἐπ’ αὐτῶν κέοιτο τῶν τὰ τοιάδε δρᾷν εἰωθότων, εὖ ἂν ἔχοι καὶ τῇδε νοεῖν· εἴρηται γὰρ ὡς ἐπὶ φυτῶν τῶν ἀκαρπεῖν εἰωθότων, εἰ ἀφαναίνοιντό πως καὶ ἐκκόπτοιντο λοιπὸν εἰς φλόγα καὶ καῦσιν. Τὸ δὲ, Κωφοὶ ἀπ’ ἀνθρώπων, ἀντὶ τοῦ, Τελοῦντες μὲν ἐν ἀνθρώποις οὐκ ἔτι, κωφοὶ δὲ μᾶλλον καὶ ἀναίσθητοι παντελῶς, ὥστε κατ’ οὐδένα τρόπον ἐπεοικέναι τοῖς παρ’ αὐτοῖς γενομένοις.
Ψάλλει γάρ που καί φησιν ὁ μακάριος Ψαλμῳδός· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται· ὦτα, καὶ οὐκ ἀκούουσιν.6 Ἐπιφέρει δὲ τούτοις· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.6 Καρποὶ γὰρ τῆς ἐσχάτης ἀναισθησίας νοηθεῖεν ἂν τὰ τοιάδε τῶν κακῶν. Καίτοι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν διὰ πείρας αὐτῆς ἐγνωκότες, εἶτα λίθοις καὶ ξύλοις τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην δόξαν ἀναπέμποντες, πῶς οὐκ ἂν νοηθεῖεν μωροὶ, καὶ ἀκάρδιοι, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας μεμεστωμένην ἔχοντες τὴν καρδίαν, καὶ μὴν ὀλίγα διενεγκεῖν διά γε σφῶν αὐτῶν τετεχνουργημένων; Συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἄμα, καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἄμα, ὅτι ὤξυνε τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό.
Εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινήσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. Οὐ καθ’ ἕνα μᾶλλον, ἀλλ’, εἴπερ ἕλοιντο, καὶ κατὰ πληθὺν συναγηγερμένους ἐντραπήσεσθαί φησι τοὺς τῶν εἰδώλων θεραπευτὰς ταῖς σφῶν αὐτῶν δυσβουλίαις, καὶ λῦσαι τὸ προτεινόμενον, καὶ ποῖον ἄρα τοῦτό ἐστιν, εὐθὺς ἐπιφέρει λέγων· Ὤξυνε, φησὶ, τέκτων σίδηρον. Διαμέμνηται δὲ καὶ τῶν ὀργάνων δι’ ὧν ἡ ποίησις, ἵνα τὴν τοῦ λιθουργοῦ τέχνην προσκυνοῦντας αὐτοὺς ἀποφήνῃ, καὶ οὐκ αὐτὸ τὸ ξύλον. Εἰ γὰρ ἦν θεὸς, οὐκ ἂν ἐδέησε τέχνης αὐτῷ, καὶ τῆς τινὸς ἐπιστήμης· ἀλλ’ ἦν ἂν καὶ οὕτω Θεός. Εἰ δὲ ξύλον μὲν οὐκ εἰργασμένον, οὔτε μὴν εἰδοποιηθὲν, εἰκαίαν ὕλην νομίζεις, τεκτονευθὲν δὲ προσκυνεῖς καὶ θεὸν εἶναι λέγεις, ἡ τέχνη σοὶ γέγονεν εἰς θεὸν, καὶ τοῦτο ἀνδρὸς ἀσθενοῦς καὶ ὑποκειμένου τῷ φθείρεσθαι.
Φθορᾶς γὰρ ἀπόδειξις τὸ δεῖσθαι τροφῆς καὶ ποτοῦ. Τὸ γὰρ, Οὐ μὴ πίῃ ὕδωρ, οὐκ ἀποφαντικῶς εἰρῆσθαί φαμεν. Ἀναγνωστέον δὲ μᾶλλον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ. Ἕψεται γὰρ ἡ σύνεσις, ὅτι καὶ πάντως που καὶ πίεται. Εἶτα πῶς ὁ φθαρτὸς θεῶν ἀφθάρτων ἔσται δημιουργὸς, ἢ πῶς ὁ θνητὸς ποιήσει τοὺς ἀθανάτους; Δεῖ γὰρ πάντως ἐνεῖναι τῷ γε ὄντι κατὰ ἀλήθειαν Θεῷ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, μᾶλλον δὲ καὶ τὸ εἶναι ζῶν, καὶ ζωοποιεῖν δύνασθαι τὰ οἷσπερ ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν. Σκεπάρνου δὴ οὖν καὶ τερέτρου, καὶ τεκτονικῆς ἰσχύος τε καὶ τέχνης ἐπίδειξις ἡ τῶν πλανωμένων λατρεία· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔφην, ὅτι ξύλον μὲν ἢ λίθον ἀμόρφωτον οὐκ ἂν ἕλοιντο προσκυνεῖν· μορφῆς γε μὴν ἐντετορνευμένης, θεοὶ πάντα παρ’ αὐτοῖς τὰ ὁρώμενα.
PG 70:931Ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἐξέκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ, καὶ καύσαντες ἄρτους ἔπεψαν ἐπ’ αὐτῷ, καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. Τὸ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων· Ἐξελοῦ με, ὅτι θεὸς εἶ σύ. Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.
Καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὑτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς καὶ οὐδὲν ἄναντες ἐν αὐτοῖς. Γράφεται γὰρ ὡς ἀκάρδιον, καὶ πάσης ἔξω φρενὸς γεγονότα, καὶ λογισμοῦ τοῦ καθήκοντος ὁλοτρόπως ἐστερημένον τὸν τῶν εἰδώλων προσκυνητὴν, καὶ προσέτι τὸν τεχνουργόν. Ἐμφιλοχωρεῖ δὲ σφόδρα τοῖς περὶ αὐτὸν διηγήμασιν· ὁμοῦ μὲν ἐντρέπων ὡς πεπλανημένους, καὶ ἀνοιγνὺς ὀφθαλμὸν τοῖς ἐνειλημμένοις τῷ κακῷ, καὶ εἰς αὐτὴν ὁρᾷν ἀναπείθων τὴν ἀλήθειαν, ἣν εἴπερ ἕλοιεν εἰς νοῦν, ἔξω γενήσονται πάγης, καὶ τῶν ἐξ ἀβελτηρίας τραυμάτων τὰς ἑαυτῶν ἀπαλλάξουσι κεφαλάς.
Πλὴν ἐκεῖνό φαμεν· πικρὸν γάρ τοι καὶ σοφὸν ἔοικεν ἡμῖν ἐν τούτοις κατασκευάζειν ὁ λόγος, καὶ οὐκ ἔχων ἀνικάνως εἰς τὸ ἀναπεῖσαι δύνασθαι πολλοὺς, τῆς μὲν πολυθέου πλάνης ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ὑπὸ Θεῷ γενέσθαι τῷ φύσει καὶ ἀληθῶς. Ἐκλεξάμενος γὰρ, φησὶ, τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό· ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Ἡ τέχνη, φησὶ, τῶν θεουργεῖν εἰωθότων, τότε δὴ μάλιστα τοῦ παντὸς ἀξιωθείη θαύματος, ὅταν ἐνεργάσηται τῷ ξύλῳ μορφὴν, καὶ κάλλος ἀνδρός. Τὸ δὲ κατὰ μίμησιν τὴν τινὸς ὑπό του τεχνουργούμενον ἡττᾶται πάντως που τἀληθοῦς, ἤτοι κατόπιν ἔρχεται. Οὐκοῦν οἱ προσκυνοῦντες τοῖς εἰς ἄνθρωπον εἰδοποιηθεῖσι ξύλοις ἢ λίθοις, τὸ ἑαυτῶν εἶδος θρησκεύοντες ἁλοῖεν ἂν, καὶ πολλῷ κρείττους ὄντες τῶν κατὰ μίμησιν τὴν ἑαυτῶν ὑβρίζουσι φύσιν, ὡς τὴν ἀμείνω δόξαν ἐκείνοις προσνέμοντες.
PG 70:933Ἀναισθησίας οὖν ἄρα τῆς ἐσχάτης ἡ γραφὴ, καὶ τῆς εἰς ἄκρον ἀβελτηρίας τὰ ἐγκλήματα. Ἵστησι γὰρ ἐν οἴκῳ, τοῦτ’ ἔστιν ἐν ναῷ τὸ ξύλον ὃ ἐξέκοψεν ἐκ τοῦ δρυμοῦ. Καταδείκνυσιν ἐν τούτοις τοὺς θεοποιεῖν εἰωθότας, οὔτε τὴν ὕλην ἠγνοηκότας ἐξ ἧς γεγόνασιν, ἵνα μὴ λέγωσι τινὰς, κατὰ τὸ Ἑλλήνων ἔθος, διϊπετῆ τε καὶ αὐτόγονα, ἤγουν αὐτολόχευτα τὰ ἐν σηκοῖς ἀνατεθειμένα. Ὅτι δὲ τῆς τοῦ Θεοῦ δημιουργίας παρασημαίνουσι τὸν σκοπὸν, διελέγχει λέγων πεφυτεῦσθαι ἐν δρυμῷ τὸ ξύλον, ἐκτετράφθαι δὲ καὶ ὑετῶν χορηγίαις, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· τὰ δὲ εἰς καῦσιν γεγονότα θεοποιοῦντες, αὐτοὶ πυρὸς ἔσονται τροφὴ σὺν αὐτοῖς. Μονονουχὶ καταπλήττεται λέγων, ὅτι τὸ ἥμισυ κατέκαυσεν ἐν πυρὶ, καὶ ταῖς ἑαυτοῦ δεδαπάνηκε χρείαις.
Τοῦτο μὲν ὀψοποιῶν, καὶ εἰς ἄρτου πέψιν τὰ τῶν θεῶν δεχόμενος μέρη. Εἶτα εἰς τοῦτο πέπτωκεν ἀσυνεσίας ὡς τῷ τῆς χρείας λειψάνῳ προσκυνεῖν, προσεύχεσθαί τε καὶ λέγειν· Ἐξελοῦ με ὅτι θεός μου εἶ σύ. Σποδὸς οὖν ἄρα καὶ ἕτερον οὐδὲν, ἡ καρδία αὐτῶν, καὶ πεπλάνηνται, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὅτι μόνος, εἴπερ ἕλοιτο, Θεὸς, ποιῶν πάντα, καὶ μετασκευάζων, καὶ φωτίζων τὸ ἐσκοτισμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. Ἀλλ’ ἔνεστι μὲν τὸ ἀνωφελὲς καὶ μάταιον τοῖς χειροτμήτοις θεοῖς, ὕλη γάρ εἰσι κωφὴ καὶ ἀναίσθητος. Ἴδετε δὲ, τοῦτ’ ἔστι, κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. Πάντα μὲν γὰρ ἐπ’ ἐκείνοις, φησὶν, ἐψευσμένα ὀνόματά τε καὶ δόξα. Ἐν δὲ τῇ ἐμῇ δεξιᾷ, τοῦτ’ ἔστιν, ἐν τῷ Υἱῷ· δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς ὠνόμασται πανταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· οὐδὲν ἂν εὑρεθείη τὸ ἐψευσμένον, ἀλλὰ καὶ εἴ τε Θεὸς ὀνομάζοιτο, θεός ἐστιν ἀληθινός· καὶ εἴτε Κύριος, οὐκ εἰσκεκριμένον ἔχει τὸ χρῆμα, φύσει δὲ μᾶλλόν ἐστι τῶν ὁλῶν δεσπότης· κἂν εἰ βασιλεὺς, κἂν εἰ φῶς, κἂν ζωὴ καὶ δύναμις, κἂν δημιουργὸς, πάντα ταῦτά ἐστιν οὐ κατεψευσμένως· οὐ γάρ ἐστι γενητὸς, ἐπέκεινα δὲ φυσικῶς παντὸς νοοῖτο ἂν τοῦ παρηγμένου πρὸς γένεσιν, Θεὸς ὑπάρχων ἐκ Θεοῦ, καὶ φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ.
Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου· καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἐπιστράφηθι πρός με, καὶ λυτρώσομαί σε. Ἔφη που Χριστός· Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. Ὁσία δὲ πάντως ἡ ἐφ’ ἑκατέρῳ πράγματι ψῆφος. Τοῖς μὲν γὰρ οὐκ εἰδόσι τὸ θέλημα τὸ δεσποτικὸν, εἶτα διαπταίουσι, καὶ τοῖς τῆς παραβάσεως αἰτιάμασιν ἐνισχημένοις συγγνοίη τις ἂν τὸ μὴ ἐγνωκέναι, δεχόμενος εἰς ἐλέου πρόφασιν. Τοῖς γε μὴν ἐν εἰδήσει νόμων τὸ ῥᾳθυμεῖν ᾑρημένοις προσγένοιτο ἂν ἐν δίκῃ τὸ κολάζεσθαι δεῖν. Ὑπτιώσεως γὰρ ἐναργοῦς τὰ αἰτιάματα.
PG 70:935Ἵνα τοίνυν ἑαυτοῦ γένοιτο κρείττων ὁ Ἰσραὴλ, πλείστοις μὲν ὅσοις ἁλοὺς αἰτιάμασιν, ἀμνηστίᾳ δὲ τῇ παρὰ Θεοῦ τιμώμενος, μεμνῆσθαι προστέτακται τῆς ἑαυτοῦ ῥᾳθυμίας, καὶ τῆς τοῦ κατοικτείροντος ἡμερότητος. Μνήσθητι γὰρ ταῦτα, φησὶν, Ἰακώβ. Καὶ ποῖα ταῦτα; Τά τε ἤδη προειρημένα, καὶ ὅτι παῖς μου εἶ σύ. Καὶ ἔπλασά σε παῖδά μου. Διαδείκνυσι δὲ καὶ μάλα σαφῶς ἐν τούτοις, ὅτι [οὐ] μεμένηκεν ἀπαιδαγώγητος ὁ Ἰσραὴλ, ἀλλ’ ἦν ὑπὸ νόμον καὶ ζυγὰ, καὶ πλείστους ἔχων τοὺς νουθετεῖν εἰδότας· παῖς οὖν ἄρα κατὰ τοῦτο καὶ πεπλασμένος εἰς τοῦτο. Τίνα δὲ τρόπον, ἐροῦμεν ὡς ἔνι. Πλάττεται μὲν γάρ τις ἄνθρωπος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ ἐκ γῆς. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.
Ἕρπει δὲ κατά γε τὸν τῆς δημιουργίας τρόπον, καὶ εἰς δεῦρο τὰ καθ’ ἡμᾶς. Πλάττεται γὰρ ἕκαστος ἐν γαστρὶ τῆς ἑαυτοῦ μητρὸς, καὶ ὁδὸς αὕτη πρὸς τὸ εἶναι φέρουσα τοὺς ἐπὶ τῆς γῆς. Πλάττεται δὲ καὶ εἰς παῖδα Θεοῦ διαμορφούμενος νοητῶς τῇ τῶν θείων εἰδήσει νόμων πρὸς εἶδος ἐξαίρετον, τὸ ἐκ τῆς τῶν ἀρετῶν εὐκοσμίας ταῖς τῶν ἀνθρώπων ἐπισυμβαῖνον ψυχαῖς. Τοῦτο κάλλος ἂν νοοῖτο τὸ πνευματικόν. Πλάττονται δὲ καὶ οἷον ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτόν. Γράφει γοῦν Γαλάταις καὶ ὁ θεσπέσιος Παῦλος· Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.6 Μορφοῦταί γε μὴν ἐν ἡμῖν ὁ Χριστὸς, ἐνιέντος ἡμῖν τοῦ ἁγίου Πνεύματος θείαν τινὰ μόρφωσιν, δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης.
Οὕτω γὰρ, οὕτω ταῖς ἡμετέραις ἐμπρέπει ψυχαῖς ὁ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς, ἀναμορφοῦντος ἡμᾶς, ὡς ἔφην, τοῦ ἁγίου Πνεύματος δι’ ἁγιασμοῦ πρὸς αὐτόν. Ἔφη γοῦν καὶ ὁ ἱερώτατος πάλιν Παῦλος· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν.6 Καὶ εὐάρεστον καὶ τέλειον καὶ κάλυμμα μὲν ταῖς Ἰουδαίων καρδίαις τεθεῖσθαί φησιν, ἡμᾶς δὲ πάντας ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Πλαττόμεθα δὴ οὖν εἰς παῖδα Θεοῦ. Ἐπειδὴ δὲ τὸ τοῦ παιδὸς ὄνομα κοινόν πώς ἐστι· λαμβάνεται γὰρ ἐπί τε οἰκετῶν καὶ υἱῶν, φαμὲν, ὅτι πρέποι ἂν τοῖς ἐν νόμῳ πλαττομένοις τὸ εἰς οἰκέτας πλάττεσθαι μᾶλλον.
Πνεῦμα γὰρ ἦν δουλείας ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἦν αὐτοῖς τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον· ἐκόλαζε γὰρ ὡς οἰκέτας ὁ νόμος. Εἰ δὲ ἐν Χριστῷ πλάττοιτό τις, εἰς υἱὸν πλάττεται Θεοῦ, κατά γε τοὺς ἀρτίως εἰρημένους τρόπους. Χρὴ τοιγαροῦν μεμνῆσθαι καὶ τῆς τοῦ δικαιοῦντος φιλανθρωπίας, καὶ ὅτι πεπλάσμεθα πρὸς υἱότητα καὶ δόξαν, καὶ οἷον τῷ Πατρὶ τῷ Θεῷ εἰς ἡμᾶς παρ’ αὐτοῦ γενομένων ἀνταποτιννύντες τὰς ἀμοιβάς. Καὶ ὅπως ἂν γένοιτο τοῦτο, καλῶς ἐκπαιδεύει λέγων· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἐπιλανθάνοιτο δὲ ἄν τις Θεοῦ, τῆς εἰς αὐτὸν εὐσεβείας ὀλιγωρῶν, ἢ καὶ εἰσάπαν ἀποφοιτῶν. Δεδράκασι μὲν οἱ ἐξ Ἰσραὴλ τοῦτο τοῖς οὐκ οὖσι θεοῖς λατρεύσαντες· δρῶσι δὲ καὶ εἰς δεῦρό τινες ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν, ὦν τὸ κρῖμα ἔνδικόν ἐστι, κατὰ τὸ γεγραμμένον.
PG 70:937Ὅτι δὲ τὸ ἐπιλανθάνεσθαι Θεοῦ κατασημαίνει πλεισταχοῦ τὸ τῆς εὐσεβείας τῆς εἰς αὐτὸν ἀποδραμεῖν, εἰσόμεθα, λέγοντος αὐτοῦ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, καὶ ἐγκαταλιπόντες τὸ ὄρος τὸ ἅγιόν μου. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε.6 Καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ καταβεβόηκε τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἱερεμίου λέγων· Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, ἢ παρθένος τῆς στηθοσιδεσμίδος αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας πολλὰς, ὧν οὐκ ἔστιν ἀριθμός.6 Οὐκοῦν ἡ μὲν λήθη πολλάκις τὴν ἀπόστασιν ὑπεμφήνειεν ἄν. Ἡ δέ γε μνήμη τὸ ἑδραῖον εἰς πίστιν, καὶ ἀκράδαντον εἰς ἀγάπην, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν αὐτῇ δοκούντων εὐσθενές.
Μὴ δὴ τοιγαροῦν ἐπιλανθάνου μου, φησὶν, μέμνησο δὲ μᾶλλον. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου. Καὶ τὸ ἀπήλειψά φησιν ἐν τούτοις, ἀντὶ τοῦ ἀπαλείψω, καὶ ὥσπερ τινὰ γνόφον, καὶ νεφέλην διαλύσας ἀφανίσω. Ὅτι γὰρ ἀντὶ τοῦ ἀπαλείψω τὸ ἀπήλειψά φησι, διαδείξειεν εὖ μάλα τὸ ἐφεξῆς. Ἐπιστράφηθι γὰρ, φησὶ, πρός με, καὶ λυτρώσομαί σε. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφήν; Ὡς οὔπω μὲν ἐπιστρέψαντας, ἥξοντας δὲ καὶ εἰς τοῦτο κατὰ καιροὺς, ὅταν ἐπιλάμψῃ τῷ κόσμῳ Χριστὸς, δι’ οὗ πᾶσα πλημμελημάτων ἄφεσις, καὶ ἐπιστροφὴ καὶ κλῆσις ἡ πρὸς Θεὸν, διά τε τῆς εἰς αὐτὸν πίστεως, καὶ πολιτείας εὐαγγελικῆς, καὶ ἀρίστων ἀνδραγαθημάτων. Εὐφράνθητε, οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς Ἰσραήλ. Σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
Καταθρήσαι τις ἂν κἀντεῦθεν ἀμογητὶ, ὅτι τῶν ἁμαρτιῶν ἡ ἄφεσις, καὶ μὴν καὶ ἡ πάντων ἐπιστροφὴ καὶ λύτρωσις, ὡς ἐσομένη διὰ Χριστοῦ προαναφωνεῖ τὸ κατὰ καιροὺς διὰ προφητῶν ἁγίων. Ἐπειδὴ γὰρ Θεὸς Κύριος ὢν ἐπέφανεν ἡμῖν, καὶ συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς ἄνθρωπος, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ πάναγνον ἱερεῖον· τότε δὴ τότε, καὶ πρόφασις ἑορτῆς τὸ χρῆμα γέγονε ταῖς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεσι λογικαῖς, ἤτοι τοῖς τῶν ἁγίων ἀγγέλων τάγμασιν. Ἦδον γὰρ, ᾖδον ἐπὶ τῇ γεννήσει αὐτοῦ, τῇ κατὰ σάρκα φημὶ, καὶ δὴ καὶ ἔφασκον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.6 Καὶ εἴπερ ἐστὶν ἀληθὲς, πάντως δὲ δή που καὶ ἀληθὲς, ὅτι κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν χαρά ἐστιν ἐν τοῖς οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς τὴν ὑφήλιον πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦντος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι’ ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν;
PG 70:939Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ’ ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀνεφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλλουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰτίαν; Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατάσειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ’ αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον αὐτοῦ.
Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ’ ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ’ αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον [ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος]1· Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν,6 πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.6 Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ’ αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπίπτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι’ αὐτῶν σεσαγηνευμένους.
Σαλπίζουσι τοίνυν τὰ θεμέλια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν. Σαλπίσατέ γε μὴν, οἱ τὰ Χριστοῦ πρεσβεύοντες. Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.6 Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπόβλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ γνωριμώτατοι, οἷς καὶ προφητικὸς ἐπεφώνησε λόγος· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.6 Ταυτὶ δὴ οὖν ἄρα τὰ ὄρη τὰ νοητὰ βοῆσαι προστέταχεν εὐφροσύνην.
Ἔνεστι δὲ κἀντεῦθεν ἰδεῖν τήν τε τοῦ νόμου δύναμιν, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ἐπὶ τὸ κρεῖττον διαφοράν. Ὁ μὲν γὰρ νόμος κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσι, καὶ δίκαις ἀφύκτοις ἐνιεὶς τοὺς ἁλισκομένους, οὐκ εὐφροσύνην ἐβόα μᾶλλον, ἀλλὰ κατήφειαν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὶ, καὶ τῶν παρὰ Χριστοῦ χαρισμάτων διάκονοι, εὐφροσύνην τῷ κόσμῳ διακηρύττουσιν. Ὅπου γὰρ ἄφεσις ἁμαρτιῶν, καὶ μὴν καὶ δικαίωσις ἐν πίστει, καὶ ἁγίου Πνεύματος μέθεξις, καὶ υἱοθεσίας λαμπρότης, καὶ οὐρανῶν βασιλεία, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἐλπὶς οὐ κατεψευσμένη, ἐκεῖ που πάντως ἐστὶν εὐφροσύνη καὶ χαρά. Βουνοὺς δὲ καὶ ξύλα τὰ ἐν αὐτοῖς φαμεν εἶναι πάλιν τοὺς τῶν ὀρῶν ἡττωμένους, καὶ βραχύ πως ὑποκαθημένους, κατά γε τὸ τῆς ἐνούσης αὐτοῖς εὐζωί̈ας μέτρον, ὑπερανεστηκότων δηλονότι τῶν ἁγίων ἀποστόλων, καὶ εὐαγγελιστῶν.
PG 70:941Οὐκοῦν βουνοὶ μὲν ἂν εἶεν οἱ βραχύ πως τῆς ἐκείνων εὐκλείας ὑφιζηκότες, καὶ τοῦ μεγέθους τῆς ἀρετῆς ἡττώμενοι, πλὴν ἀνέχοντες καὶ αὐτοὶ, καὶ ἐπιγείων ὄντες ἐπέκεινα πραγμάτων, καὶ φρονοῦντες τὰ ἄνω, καὶ τὸ ὑψοῦ νοεῖσθαι κατ’ ἀρετὴν κεκληρωμένοι. Ξύλα δὲ τὰ ἐν αὐτοῖς, τὰ ὑπ’ αὐτῶν τεθραμμένα, νοηθεῖεν ἂν οἱ δι’ αὐτῶν πιστεύσαντες, καὶ οἷον εἰς ἄνδρα τέλειον ἀναβεβηκότες, καὶ εἰς μέτρον ἡλικίας διελάσαντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἶεν δ’ ἂν οὗτοι καὶ διδάσκαλοι λαῶν, καὶ ποιμνίων καθηγηταὶ, ταῖς παρὰ σφῶν αὐτῶν νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Οὐκοῦν τὴν ἐν Χριστῷ νοουμένην εὐφροσύνην συγκεκράγασι τοῖς θεμελίοις τῆς γῆς, βουνοὶ καὶ ξύλα τὰ ἐν αὐτοῖς, χαίρουσι δὲ ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται.
Οὐ γὰρ ἐλυτρώθη μόνον τοὺς τῆς ἁμαρτίας ἀποτριψάμενος μολυσμοὺς, καὶ πυρὸς καὶ δίκης ἐξῃρημένος, ἀλλὰ γὰρ καὶ ἐδοξάσθη Θεοῦ γεγονὼς οἰκεῖος, καὶ υἱὸς αὐτοῦ χρηματίσας, καὶ ἀδελφότητα λαχὼν τὴν πρός γε τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, τοῦτ’ ἔστι, Χριστόν. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα. Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς κἀν τούτοις ἡμῖν διαλέγεται, καὶ πειρᾶται πληροφορεῖν τοὺς οἵ γε πεπαρῳνήκασιν εἰς τὴν δόξαν αὐτοῦ, μεθιστάντες αὐτὴν εἰς ἑτέρους, δῆλον δὲ ὅτι τοὺς οὐκ ὄντας θεοὺς, ὡς ἔστιν αὐτὸς γενεσιουργὸς τῶν ὅλων, καὶ ταμίας, κτίστης τε καὶ ποιητὴς καὶ αὐτῶν τῶν παιδευομένων.
Ἐπειδὴ δὲ περὶ πραγμάτων πλείστων τε ὅσων καὶ θαυμαστῶν ἐποιεῖτο τὰς ὑποσχέσεις, ἃς δὴ καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι πρός τινων, χρησίμως, ὡς ἔφην, τὴν ἰδίαν αὐτοῖς προαναφαίνει δύναμιν καὶ ὑπεροχὴν, ὡς ἂν εἰδεῖεν, ὅτι πάντη τε καὶ πάντως, ὅπερ ἂν ἕλοιτο κατορθοῦν, τοῦτο δραμεῖται πρὸς πέρας. Πρὸς τί γὰρ ἀνικάνως ἔχοι, ἢ πῶς οὐκ ἂν δύναιτο λυτροῦσθαί τινας ὁ ἐκ κοιλίας πλάσας, τοῦτ’ ἔστιν, ὁ καὶ εἰς αὐτὸ τὸ εἶναι καλέσας, καὶ εἰς ὕπαρξιν ἐνεγκὼν τοὺς οὐκ ὅντας ποτὲ, ὁ συντελῶν τὰ πάντα, τοῦτ’ ἔστιν, ὁ ταμίας τῶν ὅλων, ἕκαστά τε διοικῶν τε καὶ διιθύνων κατὰ τὸ αὐτῷ δοκοῦν; Τοῦτο δὲ πάντως εὖ ἔχει. Οὐ γὰρ ἂν ἁμάρτῃ Θεὸς τοῦ τῇ ἰδίᾳ δόξῃ πρεπωδεστάτου. Ἢ πῶς οὐκ ἂν εἴη πανσθενὴς, καὶ παντὸς ἐπέκεινα, καὶ νοῦ, καὶ λόγου, ὁ τὸν παμμεγέθη τοῦτον τανύσας οὐρανὸν, καὶ στερεώσας τὴν γῆν;
PG 70:943ὡς καὶ ὁ Ψάλλων φησίν· Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.6 Ὁ δὲ εἰς τοῦτο δυνάμεως ἀναβεβηκὼς, μᾶλλον δὲ ἡ πᾶσα δύναμις, πάντως που καὶ οἴσει πρὸς πέρας ἅπερ ἂν ἐθέλοιτο δρᾷν, ἀπείργοντος οὐδενός. Μόνος δέ φησιν ἐκτεῖναι τὸν οὐρανὸν, οὐκ ἔξω τιθεὶς τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεὸν Λόγον μονογενῆ, τὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ἀλλ’ ὅτι τῶν ψευδωνύμων θεῶν παντελῶς οὐδεὶς συνειργάσατό τι τῷ ἐπὶ πάντας Θεῷ. Οἱ γὰρ οὐκ ὄντες ὅλως, πῶς ἂν εἰσδεχθεῖεν ὡς ἐργάται, ἢ μᾶλλον εἰπεῖν ὡς συνεργάται δημιουργοῦντος Θεοῦ; Οὐκοῦν οὐ πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν φαμεν ἐν τούτοις γενέσθαι τὴν ἀντιδιαστολὴν, ἀλλ’ ὅτι μὴ ἑτέρου μᾶλλον Θεοῦ γέγονεν ἐναποτέλεσμα τὸ τανυσθῆναι τὸν οὐρανὸν, ἤγουν ἀκραδάντους ἕδρας ἐσχηκέναι τὴν γῆν.
Καταδείξας τοίνυν ἑαυτοῦ διὰ τούτων τὴν δόξαν, καὶ τὴν ἀπαράβλητον ὑπεροχὴν, καὶ τὸ τῆς δυνάμεως μέγεθος, τίνων ἔσται κατὰ καιροὺς ἀποτελεστὴς, ἐν τοῖς ἐφεξῆς διαδείκνυσί τε καὶ ἀφηγεῖται σαφῶς. Τίς γὰρ ἕτερος, φησὶ, διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; Οὔπω γὰρ ἡμῖν ἐπιλάμψαντος ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τῆς τοῦ διαβόλου τυραννίδος ἡ πλεονεξία κατὰ πάντων ἐξετείνετο, καὶ βαθὺς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς κατεβόσκετο σκότος. Ἦσαν γὰρ, ἦσαν κατά τε χώραν καὶ πόλιν, βωμοὶ καὶ τεμένη, καὶ ἀγαλμάτων ἐσμὸς, καὶ ψευδωνύμων θεῶν οὐκ ἀριθμουμένη πληθὺς, γοητεῖαί τε καὶ ψευδομαντεῖαι πανταχοῦ, καὶ δαιμονίων φενακισμοὶ, πλαττομένων μὲν εἰδέναι τε καὶ προαγγέλλειν δύνασθαι τὰ ἐσόμενα, λεγόντων γε μὴν ἢ εἰδότων παντελῶς οὐδέν.
Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, τοῦτ’ ἔστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὅλην περιήστραψε τὴν ὑπ’ οὐρανὸν, ἀπελήλαται μὲν ἡ τῆς ἁμαρτίας ἀχλὺς, καὶ ὁ βαθὺς ἐκεῖνος πέπαυται σκότος, κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πεπλανημένοι· τότε δὴ τότε διεσκεδάσθησαν τὰ σημεῖα τῶν ἐγγαστριμύθων. Ἐγγαστριμύθους δέ φησι τοὺς ψευδομάντεις, ἤτοι πυθωνικοὺς, τοὺς ἀπό γε τῆς σφῶν αὐτῶν καρδίας ἀνερευγομένους τὸ δοκοῦν, καὶ τῶν ἀληθῶν εἰδότας οὐδέν. Περὶ τῶν τοιούτων καὶ ὁ προφήτης Ἰεζεχιήλ φησιν· Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθ’ ὅλου μὴ βλέπουσι.6 Διεσκεδάσθη τοιγαροῦν τῶν τοιούτων τὰ ἐκ τῆς ψευδομαντείας διδόμενά τισι σημεῖα, ἤτοι προαναῤῥήσεις. Ἤργησαν γὰρ τὰ Ἑλληνικὰ χρηστήρια πανταχοῦ, καὶ σεσιγήκασιν οἱ ψευδοεπεῖν εἰωθότες τῶν παρ’ Ἕλλησι θεῶν· ἀπεστράφησαν δὲ καὶ φρόνιμοι εἰς τὰ ὀπίσω, καὶ ἐμωράνθησαν αἱ βουλαὶ αὐτῶν.
Ἔοικε δὲ φρονίμους ἐν τούτοις, ἢ τοὺς παρ’ Ἕλλησι μάγους ἀποκαλεῖν· ὠνομάζοντο γὰρ παρ’ ἐκείνοις σοφοί· ἢ τάχα που καὶ τοὺς ἐν δόξῃ σοφῶν παρ’ αὐτοῖς γεγονότας, καὶ πικροὺς εἰς σύνεσιν, καὶ λόγων ἔχοντας δείνωσιν, καὶ ἀρίστους εἰς εὐγλωττίαν, καὶ οὐκ ἔχοντας ἀνικάνως εἴς γε τὸ δύνασθαι ταῖς παρὰ σφῶν εὐεπείαις κατακαλλῦναι τὸ ψεῦδος. Τοὺς τοιούτους ἀπεστράφθαι φαμὲν εἰς τὰ ὀπίσω· λοιπὸν ἀχρήστου καὶ ἀνωφελοῦς ἀποδεδειγμένης τῆς ἐν αὐτοῖς σοφίας, ἢ ψυχική τέ ἐστι καὶ ἐπίγειος δαιμωνιώδης. Μεμωράνθαι δέ φησι τὴν σοφίαν τοῦ κόσμου, παρὰ Θεοῦ δηλονότι, καὶ ὁ πάνσοφος Παῦλος. Ἀποστραφέντων δὲ, φησὶ, τῶν φρονίμων, καὶ πάσης αὐτῶν βουλῆς ἀσυνέτου τε καὶ ἀνοήτου παντελῶς ἀποδεδειγμένης, ἔστησεν ὁ Θεὸς καὶ Πατὴρ τὰ ῥήματα τοῦ ἑαυτοῦ Παιδὸς, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον θέσπισμα, ὅπερ ἡμῖν αὐτὸς ἐλάλησεν ὁ Χριστός.
PG 70:945Ἀπέδειξε δὲ καὶ ἀληθῆ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ. Ἄγγελοι γὰρ νοηθεῖεν ἂν οἱ τὰ Χριστοῦ πρεσβεύοντες, καὶ τῷ κόσμῳ διακηρύττοντες. Βουλὴ δὲ ἦν αὐτοῖς ἀγαθὴ, καὶ παραίνεσις τοῖς ἁπανταχοῦ τὸ τῶν ἀρχαίων μὲν αἰτιαμάτων ἀποφοιτᾷν, ἀναῤῥώννυσθαι δὲ πρὸς ἀγαθουργίας, καὶ τῶν ἀμεινόνων ἀντέχεσθαι, καὶ Θεὸν εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, καὶ τοῖς αὐτοῦ νόμοις ὑπενεγκεῖν τὸν αὐχένα, τρέχειν δὲ οὕτω πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν μεστοὶ μὲν ἁπάσης ἀληθείας εἰσὶν οἱ παρ’ αὐτῶν λόγοι· μεμώρανται δὲ τὰ Ἑλλήνων, τὸ τῆς ἀληθείας οὐκ ἔχοντες κάλλος· πάντα γὰρ παρ’ ἐκείνοις ψευδῆ, καὶ προφητεία, καὶ σύνεσις, καὶ τῶν ἐν δοκήσει θεῶν, ἡ καὶ αὐτοῖς τοῖς πλανωμένοις ἀγνοουμένη πληθύς. Ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τοῦ Ἰούδα·
Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ. Ἕψεται καὶ οὕτω τὸ, Ἐγώ εἰμι, τοῦτ’ ἔστιν, Ἰερουσαλὴμ, ὁ λυτρούμενός σε, ὁ συντελῶν πάντα, καὶ ἐκτείνας τὸν οὐρανόν. Εἰμὶ τοιγαροῦν, φησὶν, ὁ λέγων Ἱερουσαλήμ· Κατοικηθήσῃ. Εἷλον μὲν γὰρ αὐτὴν κατὰ κράτος οἱ Βαβυλώνιοι, τὴν τῶν Ἰουδαίων ὅλην καταδῃώσαντες χώραν. Ἀλλ’ ἐκλελύτρωνται παρὰ Θεοῦ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεδύσαντο ζυγὸν, ἀφέντος τοῦτο δρᾷν τοῦ τὴν Βαβυλῶνα κατεμπρήσαντος, Κύρου φημὶ τοῦ Καμβύσου· καὶ δὴ καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, τάς τε πόλεις ἀνεδείμαντο καὶ τὸν νεὼν, καὶ κατῳκήκασιν ἐν εἰρήνῃ. Εὐφυέστατα τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος οἰκοδομηθήσεσθαι λέγων τὴν Ἱερουσαλὴμ, δίδωσιν ἐννοεῖν τοῖς ἀκροωμένοις, ὡς ἁλώσεται κατὰ καιροὺς, καὶ καταστραφήσεται.
Καὶ οὐκ ἀπό γε τῶν μοχθηρῶν ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων αὐτοῖς, ἀπ’ ἐκείνων δὲ μᾶλλον ἐφ’ οἷς ἦν εἰκὸς ἡσθῆναι λίαν· μετὰ τοῦ καὶ εἰς ἐννοίας, ὡς ἔφην, ἐλθεῖν τῶν σκυθρωποτέρων. Οὐκοῦν Θεοῦ προστάττοντος οἰκοδομηθήσεσθαι τὴν Ἱερουσαλὴμ, ἁλοῦσάν που πάντως πρότερον ὁ τῆς προφητείας κατασημαίνει λόγος. Εἰ δὲ δή τις βούλοιτο καὶ βαθυτέροις ἔτι θεωρήμασιν ἐμβάλλειν, φαμὲν ὅτι τὴν ἀληθεστέραν Ἰουδαίαν, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἧς ἂν ἔνοικοι καὶ πολῖται νοηθεῖεν ἂν οἱ τὴν ἐν πνεύματι φοροῦντες περιτομήν. Ἔρημον οὖσάν ποτε πολυανδροῦσαν ἔδειξεν ὁ τοῦτο γενέσθαι προστεταχὼς, δῆλον δὲ ὅτι Θεὸς ἐν Χριστῷ, ἀνέτειλε δὲ τὰ ἔρημα αὐτῆς. Ξύλοις γὰρ νοητοῖς εὑρέθη κατάκομος, καὶ οἷον εὐδενδροτάτη, καὶ ὑψηλὰς ἁγίων ἔχουσα κεφαλάς.
PG 70:947Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ φυτοῖς καὶ ξύλοις ἀφομοιοῦν ἔσθ’ ὅτε τὸν τῶν ἁγίων χορόν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἁγίων, ὅτι Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάριςσον, καὶ λεύκην.6 Εἴρηται δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἁγίων πρὸς Θεὸν, ποτὲ μὲν, ὅτι Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας·6 ποτὲ δὲ πάλιν· Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προςώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.6 Καὶ οὔτι πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστὶ, πρέποι δ’ ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ καὶ ἡσθῆναί φησιν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ.
Ἔκρινε γὰρ οὕτω τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, δικαιώσας μὲν ἐν πίστει τοὺς πεπλανημένους ποτὲ, καταδικάσας δὲ τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει. Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. Ἀπεκομίσθη μὲν αἰχμάλωτος ὁ Ἰσραὴλ, ὡς ἔφην, κατὰ καιρούς· εἷλον γὰρ τὴν Ἰουδαίων χώραν οἱ Βαβυλώνιοι. Ἐπειδὴ δὲ τοῖς ἁλοῦσιν ἑβδομηκοστὸν ἤδη ἔτος τετέλεστο, καὶ ἐνειστήκει λοιπὸν ὁ καιρὸς τῆς ἐν αὐτοῖς ἡμερότητος, δῆλον δὲ ὅτι τῆς παρὰ Θεοῦ, κατεξανέστησε τῶν Χαλδαίων, Περσῶν τε καὶ Μήδων διέποντα τὴν ἀρχὴν τὸν Καμβύσου Κῦρον, ὃς εἷλεν αὐτοὺς, ἀνῆκέ τε τοὺς Ἰουδαίους, μεμαθηκὼς ὅτι Θεὸς ᾧ λελατρεύκασι προηγόρευσε περὶ αὐτοῦ, ὡς ταῖς παρ’ αὐτοῦ νευρούμενος ἐπικουρίαις, καὶ ἀμείνων ἔσται τῶν ἐχθρῶν, καὶ δυσάντητος κομιδῆ τοῖς ἐθέλουσιν ἀντανίστασθαι, καὶ ὅτι τὸν θεῖον αὐτὸς ἀναστήσει ναόν.
Ὅτι τοίνυν ἔμελλεν ἐρημωθήσεσθαι παντελῶς, καίτοι πολυανδροῦσα λίαν, ἡ Βαβυλωνίων, κατασημαίνει λέγων· Ἐγώ εἰμι ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ. Ἄβυσσον γὰρ ἐν τούτοις τὴν ἀριθμοῦ κρείττονα τῶν Βαβυλωνίων ὠνόμαζε πληθύν· ποταμοὺς δὲ αὐτῆς τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ᾗ περίοικά τε ἦν, καὶ τὰς ὁμόρους ἔχοντα χώρας ἐκέκληντο παρ’ αὐτῶν εἰς ἐπικουρίαν. Ἔθος δὲ πάλιν τῇ θείᾳ Γραφῇ, ποταμοῖς καὶ θαλάσσαις, καὶ ὕδασι παρεικάζειν ἀεί πως τὰ πολλὰ τῶν ἐθνῶν. Ἔφη γοῦν ὁ θεσπέσιος Μελῳδὸς περί τε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν πληθύος, ἢ ταῖς αὐτοῦ σεσαγήνευται φωναῖς· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε Κύριος.6 Ἡ γάρ τοι φωνὴ τοῦ Κυρίου, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα κατὰ πάντων ἠνέχθη τῶν ἐθνῶν, ὅτε μονονουχὶ κατεβρόντησεν αὐτῶν.
Περιεκτύπησε γὰρ ὡς παρὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, τὸ ἱερὸν καὶ σωτήριον κήρυγμα. Γέγραπται δὲ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.6 Ποταμοὺς γὰρ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, ὧν αἱ φωναὶ, τοῦτ’ ἔστιν, αἱ διδασκαλίαι γεγόνασι γνώριμοι τοῖς ἀπανταχοῦ. Εἴρηται δέ που καὶ περὶ αὐτῆς τῆς Βαβυλῶνος, καὶ Νινευὶ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Ἦν οὖν ἄρα ὁ Θεὸς ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ.
PG 70:949Καὶ αὐτὸς ἦν ὁμοίως ὁ λέγων τῷ Κύρῳ φρονεῖν, ἀντὶ τοὺ μετὰ συνέσεως πάντα δρᾷν, καὶ πάντα τὰ αὐτῷ δοκοῦντα πληροῦν. Ταῦτα δὲ ἦν τὸ δίκην ἐκτίσαι τοὺς Βαβυλωνίους ὧν πεπράχασιν ὠμῶς καταδῃοῦντες τὴν Ἰουδαίαν, καὶ τὸν ἱερὸν καὶ θεῖον καταπιμπράντες ναὸν, ἀνεῖσθαί τε πρὸς τούτῳ τὸν Ἰσραὴλ, καὶ ἀναδείμασθαι τὸν οἶκον, ἤγουν θεμελιῶσαι. Τοῦτο γὰρ μᾶλλον εἰπεῖν ἀληθέστερον. Προστέταχε μὲν γὰρ ὁ Κῦρος, καὶ χρημάτων πόρους προστιθεὶς ἀναστῆναι τὸν νεὼν, καὶ κατεβάλετο μὲν ὑποβάθρας. Ἐπειδὴ δὲ μεταξὺ τὸν ἀνθρώπινον κατέλυσε βίον, κεκώλυται μὲν ἐκ τῆς τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ’ αὐτόν. Ἤχθη γε μὴν εἰς πέρας καὶ μετὰ τοῦτο πάλιν, Θεοῦ κατανεύοντος. Ἔχομεν δὲ τῆς ἱστορίας τὸ ἀκριβὲς παρά γε τῇ θεοπνεύστῳ Γραφῇ· καὶ τὸ μακροὺς ἐν τούτοις τρίβειν ἑλέσθαι λόγους, περιττὸν οἶμαί που.
Μὴ δὲ λεγέτωσάν τινες, ὡς ὁ θεῖος διέψευσται λόγος, ὅτι μὴ πάντα τὰ τῷ Θεῷ δοκοῦντα πεποίηκεν ὁ Κῦρος, ἄνθρωπος ὢν εἰδωλολάτρης. Τέτακται γὰρ τὸ, Πάντα τὰ θελήματά μου ποιήσει, κατ’ ἐκεῖνά που πάντως ἅπερ εἰκὸς βούλεσθαι δηλοῦν Θεὸν, τὸ ἁλῶναί φημι τὴν Βαβυλωνίων, τὸ ἀπαλλαγῆναι δεσμῶν καὶ δουλείας τὸν Ἰσραὴλ, καὶ τὸ ἐγερθῆναι τὸν νεὼν, καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομηθῆναι πόλεις. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, Ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ.
Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου [ υλγ . σου], καὶ προσδέξομαί σε. Σὺ δὲ οὐκ ἔγνως με, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Οὐκ ᾔδεις δέ με. Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς ποιῶν πάντα ταῦτα. Ταύτῃ φαμὲν ἐντετυχηκέναι τῇ προφητείᾳ τὸν ἀλκιμώτατον Κῦρον, ἡσθῆναί τε λίαν ἐπὶ τοῖς περὶ αὐτοῦ προηγορευμένοις παρὰ Θεοῦ, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ ἐν ταῖς ὑπὸ χεῖρα πόλεσί τε καὶ χώραις ποιήσασθαι τὴν ἀνάῤῥησιν τῆς τοῦ Θεοῦ δόξης, ὁμολογοῦντα σαφῶς, ὅτι μόνος αὐτὸς εἴη Θεὸς, καὶ τῶν ὅλων Κύριος, ὁ παρὰ τῶν Ἰουδαίων προσκυνούμενος.
Καὶ σαφὴς μὲν λίαν, ὥς γε οἶμαι, τῆς προφητείας ἡ δύναμις, ἤτοι τῶν προφητικῶν προῤῥήσεων. Ἕκαστα δὲ τῶν εἰρημένων ἐπιδραμόντες, ὡς ἔνι τὸ δοκοῦν εἶναι φησὶν [ἀφανὲς] ἔσθ’ ὅτε καὶ ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ’ ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, ληφθὲν, ἀλλ’ ὅτι τοὺς καλουμένους εἰς βασιλείας παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγμένων, ὅτι Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.6 Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ’ ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ’ αὐτοῦ κεκλημένον εἰς βασιλείαν.
PG 70:951Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς αὐτοῦ. Ἀντιλήψεως δ’ ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.6 Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, τοῦτ’ ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν. Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔχοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοίγνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγκλεισθήσονται. Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ’ ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστατοῦν.
Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ’ ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκαταχῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν. Κατεσημαίνοντο γὰρ τούτῳ [ἴς. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις.
Ἕτεροι δέ φασιν ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέκληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐκλείαις. Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμπρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ’ ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπεροχὴν, ἀλλ’ οὐδ’ ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ’ ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ.
PG 70:953Εἰ γὰρ ἑλοίμην, φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδότων τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνάμεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους Δεσπότης· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουργοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, τοῦτ’ ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττόμενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφοραῖς. Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως·
Εἰρήνην μὲν τοῖς λελυτρωμένοις, κακὰ δὲ, τοῦτ’ ἔστι, κακωτικὰ, ἤτοι πάσης κακώσεως ἐμποιητικὰ, τοῖς ὠμοῖς καὶ ἀγρίοις, τοῖς ἐπενηνεγμένοις τῷ Ἰσραήλ. Ὅτι γὰρ λελύπηκε τὸ χρῆμα Θεὸν, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς ἀγγέλου τῷ προφήτῃ Ζαχαρίᾳ· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.6 Καὶ μὴν καὶ ὡς πρὸς αὐτῶν τῶν Βαβυλωνίων· Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.6 Ὅτι δὲ κατὰ βούλησιν Θεοῦ ταῖς Βαβυλωνίων ἀλαζονείαις ἐπεπήδησεν ὁ Κῦρος, θρασύς τε καὶ παναλκὴς, καὶ τῇ πρεπούσῃ τοῖς πάσχουσιν ὠμότητι χρώμενος, εἰσόμεθα, λέγοντος αὐτοῦ, διὰ τῆς Ἱερεμίου φωνῆς, ὡς πρός γε τὸν Κῦρον·
Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ ἐκδίκησον μάχαιραν, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.6 Καὶ πρὸς τούτοις ἔτι· Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν. Μὴ γενέσθω αὐτῆς κατάλειμμα, ἀναξηράνατε πάντας τοὺς καρποὺς αὐτῆς, καταβήτωσαν εἰς σφαγήν. Οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.6 Ἔφη δέ που καὶ αὐτὸς ὁ προφήτης Ἡσαί̈ας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Βαβυλωνίους· Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι.
Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδ’ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν,6 δηλονότι τῶν Μήδων. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Ἔθος καὶ μελέτη πλεισταχοῦ τῇ θεοπνεύστῳ Γραφῇ διεξάγειν τοὺς λόγους ἐκ τῶν καθ’ ἕκαστά τε καὶ ἀνὰ μέρος ἐπί τισι γεγονότων εἰς τὸ καθόλου καὶ ἐπὶ πάντας, καὶ καθάπερ ἐξ ἐνεργοῦς εἰκόνος τῶν ἱστορικῶς πεπραγμένων ἀναβιβάζειν ἀστείως τῶν παιδευομένων τὸν νοῦν εἰς θεωρίας μυστικωτέρας. Ὃ δὴ καὶ ἐπὶ τῶν ἐν χερσὶ στίχων ἔνεστιν ἰδεῖν. Μακρὸς μὲν γὰρ δεδαπάνηται λόγος διὰ τῶν ἀνόπιν περὶ Κύρου, τοῦ Περσῶν τε καὶ Μήδων ἐξάρχοντος, ὡς καταδῃώσαντος μὲν τὴν Βαβυλωνίων, καὶ κατὰ κράτος αὐτὴν ᾑρηκότος, θητείας δὲ τῆς αὐτόσε, καὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνέντος τὸν Ἰσραήλ· θεμελιώσαντος δὲ καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις νεὼν, κατεγήγερται δὲ καὶ ὅτι τῆς Χαλδαίων καὶ Θεοῦ καταθήγοντος, καὶ ἀνοιγνύντος αὐτῷ θύρας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθραύοντος.
PG 70:955Ἀλλ’ ἦν τοῦτο διήγημα μερικόν. Ὑπῆρξε γὰρ μόνοις τὸ διευθυμεῖσθαι δεῖν, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάττεσθαι πόνων, τοὺς ἐξ αἵματος Ἰσραήλ. Μεθίστησι δὲ λοιπὸν τῶν ἐννοιῶν τὴν δύναμιν ἐπ’ αὐτὸν ἥδη τὸν Ἐμμανουὴλ, ὃς ἀνεδείχθη παρὰ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν, ἵνα τοὺς ταῖς τῶν ἰδίων ἁμαρτημάτων σειραῖς ἀφύκτως κατεσφιγμένους ἐξέληται τοῦ κακοῦ, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀποφήνας, τοὺς ἐπὶ τῆς γῆς παλινδρομῆσαι παρασκευάσῃ πρὸς ἑαυτὸν, προσαγάγῃ τε οὕτω δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι’ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· αὐτὸς τὸν θεῖον ἤτοι τὸν ἑαυτοῦ ναὸν ἀνεδείματο. τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν.
Αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησεν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἡ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἁγίαν δὲ μᾶλλον, καὶ ἄμωμον. Οὐκοῦν ὡς ἐν εἰκόνι τῷ Κύρῳ καὶ τοῖς παρ’ αὐτοῦ γεγονόσι κατίδοι τις ἂν εὖ μάλα τὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δεδωρημένα παρὰ Θεοῦ θεοπρεπῆ κατορθώματα. Οὗτος μὲν οὖν τῶν προκειμένων ἡμῖν ὁ σκοπός. Ἕκαστα δὲ κατὰ μέρος τῶν γεγραμμένων ὡς ἔνι διερμηνεύσομεν. Εὐφραινέσθω τοίνυν, φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ’ ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρόφασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατράσιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξαπλῶς τῶν ἀπολωλότων ἡ σωτηρία.
Εἰ γὰρ χαίρουσιν ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιάσαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσωσμένην ὁρῶντες τὴν ὑπ’ οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην. Νεφέλας δὲ εἶναί φαμεν νοητὰς τὰς ἄνω δυνάμεις, δι’ ὧν αἱ διὰ τοῦ πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρόφασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς.
PG 70:957Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρδειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.6 Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευουσῶν τὴν ὑπ’ οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγαθῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγαθούς. Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς Θεὸν εὐσεβείας εἶναι καρπούς·
ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμπαρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκαλος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ’ ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ’ αὐτοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακομίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι’ ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ·
Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.6 Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χριστὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως; Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ ἡμῶν, καὶ τῆς οὕτω μεγάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύσεως τὸ μικροπρεπές.
PG 70:959Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ’ αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ’ οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιήμεθα γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς.
Οὐκοῦν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ’ αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;6 Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;6 Εἶτα τῆς ἀνθρώπου φύσεως τὸ περιφανὲς ἐξηγεῖται λέγων· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.6 Ἐφήρμωσε μὲν γὰρ τῷ Χριστῷ τῶν προκειμένων στίχων τινὰς ὁ πάνσοφος Παῦλος. Λέγοιτο δ’ ἂν οὐκ ἀπεοικότως καὶ ἐπὶ παντὸς ἀνθρώπου τοῦ καθ’ ἡμᾶς·
ἐψευσμένον γὰρ ἐν αὐτοῖς οὐδέν. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Βαθὺς μὲν ὁ λόγος, καὶ ἀσαφείᾳ πολλῇ κατεσκιασμένος, εἴσῃ δ’ ὅμως εὐθὺ τοῦ χρησίμου, καὶ ἀληθοῦς· χρῆναι δὲ οἶμαι προαναπτύξαι βραχὺ τῶν νοημάτων τὸν σκοπόν. Ἔσται γὰρ οὕτως εὐαφής τε καὶ εὐπαράδεκτος τοῖς ἀκροωμένοις. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς ἐλυτρώσατο μὲν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, ἐξείλετο δὲ καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν δαιμονίων ἀπάτης, νόμῳ τῷ διὰ Μωσέως ἀνακομίσας αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς θεογνωσίας αὐγήν. Ἑνὶ γὰρ λατρεύειν ἐδίδαξε Θεῷ, καὶ Κύριον ἕνα προσκυνεῖν· εἶτα διὰ τύπων καὶ σκιᾶς ἀναβιβάζειν ἤθελεν ἐπὶ τὰ ἔτι μείζω, καὶ τελεώτερα, τοῦτ’ ἔστι, τὰ ἐν Χριστῷ.
Παιδαγωγὸς γὰρ ὁ νόμος ἦν, ἔκειτο δὲ καὶ μέχρι καιροῦ διορθώσεως· ἦν δὲ οὗτος ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, ὅτε τῶν νομικῶν ἐνταλμάτων ἀποστήσας τὴν σκιὰν, καὶ τοὺς ἐν γράμμασι τύπους τῆς ἐν πνεύματι καὶ ἀληθοῦς λατρείας τὸ κάλλος εἰσκεκόμικε τοῖς ἐπὶ τῆς γῆς, γυμνῶς τε καὶ ἀπημφιεσμένως. Ἀλλ’ ἐπ’ αὐτῷ δὴ οὖν τούτῳ δεδυσφορήκασιν Ἰουδαῖοι, καὶ τοῖς τύποις ἔτι συναγορεύοντες ἀντεπράττοντο τῷ Χριστῷ, καὶ τῶν Μωσαϊκῶν θεσπισμάτων τὴν λύσιν ἐνεκάλουν αὐτῷ, ποτὲ μὲν λέγοντες· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον·6 ποτὲ δὲ καὶ τοῖς ἔτι χείροσι κατασφενδονῶντες λόγοις. Οὐκοῦν ἐπειδήπερ ἀπαράδεκτον ἐποιοῦντο τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ὄνησιν ἀναβιβάζουσαν αὐτοὺς εἰς πνευματικὴν εὐκαρπίαν ἐκ τῆς ἀνονήτου σκιᾶς, ταύτῃτοί φησι·
PG 70:961Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Ὦ ἀνόητοι, φησίν· ἀνατέμνει μὲν γὰρ τοῖς ἀρότροις τὴν ἄρουραν ὁ γηπόνος, ἀλλ’ οὐ μέχρι παντὸς τοῦτο δρᾷ, οὐδὲ ἅπαντα τοῖς ἀρότροις τὸν τῆς γηπονίας δαπανήσει καιρόν. Ἀνατέμνει γὰρ τὴν ἄρουραν, οὐχ ἵνα φαίνηται τοῦτο παθοῦσα μόνον, ἀλλ’ ἵνα εὐπαράδοχος ᾖ τοῖς ἐν αὐτῇ καταβαλλομένοις σπέρμασι, καὶ καρπογόνος ὀφθῇ. Οὐκοῦν ὑλομανούσας ποτὲ καὶ οἷον κεχερσωμένας τὰς ἁπάντων ἡμῶν καρδίας, ὥσπερ ἀρότρῳ χρησάμενος τῷ διὰ Μωσέως νόμῳ, προείργασμαι, καὶ γεωργοῦ δίκην ἀνατέμνων, εὐπρεπεῖς ἀποφαίνω αὐτὰς εἰς καταβολὴν σπερμάτων ἀγαθῶν. Ὁ δέ γε ἀγαθοῦ παντὸς σπορεὺς ὁ ἐμός ἐστιν Υἱός. Προσδέξασθε τοίνυν τὰ παρ’ αὐτοῦ, καὶ μὴ βούλεσθε διηνεκῶς στέργειν, καὶ ἀγαπᾷν τὸν ἀροτῆρα νόμον.
Ἠροτρίασε γὰρ, ὡς ἔφην, οὐχ ἵνα μὲν ἔχητε τοῦτο· ποία γὰρ ὄνησις ἐντεῦθεν; ἀλλ’ ἵνα τοὺς τῆς ἀληθείας ἐκτέκητε καρπούς. Ἐπειδὴ δὲ καὶ μεταπεπλάσμεθα νοητῶς ἐν Χριστῷ, ἤγουν μετεστοιχειώθημεν, οἱ μὲν ἐκ πλάνης Ἑλληνικῆς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ εἰς ζωὴν ἁγίαν, τὴν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἵ γε μὴν ἐκ περιτομῆς εἰς ἀνάληψιν μαθημάτων εὐαγγελικῶν, καὶ εἰς καινότητα λατρείας, οὐκ ἔτι τῶν τύπων ἐχούσης τὸ ἀτερπὲς, ἐκλαμπούσης δὲ μᾶλλον τῆς πνευματικῆς τὸ εὐπρεπέστατον κάλλος· ὑπῆρξε δὲ ἡμῖν κἀκείνοις τὴν διὰ ὕδατός τε καὶ πνεύματος ἀναγέννησιν ἐν Χριστῷ πλουτήσασιν· ὁμοίως δὲ ἦν τοῖς Ἰουδαίων δήμοις ἀπόβλητός τε καὶ ἀπαράδεκτος ἡ ἐπ’ αὐτοῖς δὴ τουτοισὶ χάρις· ἀντέπραττον γὰρ, ὡς ἔφην, τοῖς παρὰ Χριστοῦ θεσπίσμασι· ταύτῃτοί φησι·
Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Ἐγὼ μὲν γὰρ, φησὶν, ἀναμορφῶσαι βούλομαι πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀναπλάσαι πρὸς τὰ βελτίω διὰ γεννήσεως νοητῆς, πάντως δήπου τῆς δι’ ὕδατος τε καὶ πνεύματος. Ἀλλὰ τοῖς ἐμοῖς σκέμμασιν ἀσυνέτως ἀντιπράττετε. Ἆρ’ οὖν ἐπετίμησε, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ ποτε, ὡς χεῖρα τὴν τεχνουργὸν οὐκ ἔχοντι, ἢ ὡς οὐκ εἰδότι τίνα χρὴ τρόπον διαμορφῶσαι τὸ ἐν χερσίν; Ἀλλ’ ὁ μέλλων τεχθήσεσθαι, φησὶ, μὴ πεῦσιν προσήγαγε τῷ ἰδίῳ πατρὶ, ἆρα γεννήσει; Εἶτα πῶς ὑμεῖς, ὡς πηλὸς ὄντες εἰς χεῖρας κεραμέως, καὶ οὐκ εἰδότες ὅλως τίνα τρόπον ἡ νοητὴ περὶ ὑμᾶς ἀναγέννησις ἔσται, οὐ δεδίατε φιλονεικεῖν; καὶ οὐχὶ δὴ μᾶλλον ὡς τεχνίτῃ καὶ πατρὶ τὸ ὅπως ἂν γένοιτο ταυτὶ παραχωρεῖν ἐγνώκατε;
PG 70:963ὅτι γὰρ ἐφιλονείκουν Ἰουδαῖοι τοῖς τοῦ Σωτῆρος λόγοις, οἳ γεγόνασιν αὐτῷ περὶ τούτων, χαλεπὸν οὐδὲν συνιδεῖν. Ἔφη γὰρ πρὸς Νικόδημον· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος, καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.6 Ὁ δὲ τοῖς ὑπὲρ νοῦν ἀσυνέτως ἐπιπηδῶν ἀντανίστατο λέγων· Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;6 Προσετίθει δὲ τούτοις καὶ ἑτέραν μυσταγωγίαν, Πῶς δύναται ταῦτα γενέσθαι; Τί οὖν πρὸς ταῦτα Χριστός; Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;6 Εἴκειν οὖν ἀναγκαῖον οἷς ἂν λέγοι Θεός. Αὐτὸς οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν, ἀπολυπραγμόνητα δὲ τὰ παρ’ αὐτοῦ τεχνουργούμενα, καὶ ἀνενδοιάστῳ πίστει τὰ ὑπὲρ νοῦν ὄντα, τὸν καθ’ ἡμᾶς τιμᾶσθαι προσήκει.
Ἰστέον δὲ, ὅτι καὶ ὁ προφήτης Ἱερεμίας εἰς τὸν οἶκον τοῦ κεραμέως ἐπέμπετο, τεχνουργοῦντα αὐτὸν ὀψόμενος· διαπεσόντος δὲ τοῦ πηλοῦ, καὶ εἰς ἀγγεῖον ἕτερον ἀναπεπλασμένου, πρὸς αὐτὸν ἔφη Θεός· Μὴ, ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν χερσί μου.6 Ὅτι δὲ καὶ μεταπλαττόμεθα νοητῶς εἰς ἁγίαν τε καὶ παγκάλην ζωὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος· Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·6 δι’ οὗ καὶ ἀναγεννώμεθα, σπορὰν ἔχοντες οὐκέτι φθαρτὴν, ἀλλὰ τὴν διὰ λόγου ζῶντος Θεοῦ, καὶ μένοντος. Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα·
Ἐπερωτήσατέ με περὶ τῶν θυγατέρων, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Τῆς τῶν ἀνωτέρω διανοίας ἀπόδοσις ἐν τούτοις ὁρᾶται γεγενημένη. Ἔχει δὲ οὕτως τῶν στίχων ὁ νοῦς· Εἰ γὰρ ὁ πηλὸς τῷ κεραμεῖ, φησὶν, ἐπετίμησέ ποτε, καὶ ὡς ἀτεχνῆ πως ἢ ἀργοτέραν τὴν τοῦ διαπλάσαντος ἐγράψατο χεῖρα· εἰ περιειργάσατό τις τῶν οὔπω μὲν ὄντων ἢ γεγεννημένων, γεγεννῆσθαι δὲ προσδοκωμένων, ὁποίων ἄρα τέκνων ὁ αὐτοῦ πατὴρ ἔσται σπορεύς· ἐρωτήσατέ με καὶ ὑμεῖς, οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες· πῶς ἂν γένοιτο, καὶ τίνα τρόπον ὑμεῖς εἰς υἱοὺς ἔσεσθέ μοι, καὶ θυγατέρας.
Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Τὸ δὲ ἐντείλασθε, φησὶν, ἀντὶ τοῦ διατάξασθε, καὶ ὡς οὐκ εἰδότι τῶν πρακτέων τὴν ὁδὸν, μὴ ὀκνήσητε γνωμοδοτῆσαι τῷ Θεῷ. Ἀξιάγαστος οὖν καὶ σφόδρα εἰκότως ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;6 Δεῖται γὰρ ὅλως οὐδενὸς ἔν γε τοῖς καθ’ αὑτὴν ἡ πάντων τεχνῖτις σοφία. Ἀλλ’ οὐδ’ ἂν εἴη τι τῶν καθ’ ἡμᾶς ἄπορόν τε καὶ ἀμήχανον αὐτῇ. Πάντα γὰρ δύναται τὸ πανσθενὲς ἔχουσα· μᾶλλον δὲ ἡ πᾶσα δύναμίς ἐστιν αὐτή. Κύριος γάρ ἐστι τῶν δυνάμεων ὁ τῶν ὅλων Θεὸς, οἶδέ τε κατὰ μόνας αὐτὸς τῶν ἰδίων ἔργων τὴν ὁδόν.
PG 70:965Οὐκοῦν ἀπολυπραγμόνητα αὐτοῦ, καὶ τὰ ὑπὲρ νοῦν, καὶ λόγον ἀνέφικτα μὲν ταῖς ἀνθρώπων διανοίαις, αὐτῷ γε μὴν ἐγνωσμένα. Καὶ γοῦν δι’ ὕδατός τε καὶ πνεύματος τὴν νοητὴν ἀναγέννησιν δεδόσθαι πιστεύομεν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Ἐπειδὴ Νικοδήμῳ τὴν χάριν ἐναργῆ καθιστᾷν ἐβούλετο Χριστὸς, ἐξηγεῖτο μὲν τοῦ πράγματος τὴν ὁδόν· ὁ δὲ συνιεὶς τῶν λεγομένων οὐδὲν, τῶν τοῦ Σωτῆρος ῥημάτων κατηγόρευσε τὸ ἀμήχανον. Ὅ τε καὶ οὕτως ἔχοντα γνώμης, πίστει δέχεσθαι τὸ θαῦμα παρενεγγύησε, λέγων· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν.6 Οὐκοῦν εἰ μὴ συνίεμεν τῶν θείων ἔργων τὴν ὁδὸν, ἐνδοιασμοῦ παντὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν, Θεῷ λέγομεν· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· μὴ ἐρωτῶμεν αὐτὸν περὶ τῶν θυγατέρων, καὶ τῶν υἱῶν αὐτοῦ.
Μήτε μὴν ἐντελλώμεθα, ἤγουν διατάττωμεν αὐτῷ περὶ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ· ἀλλ’ ὡς πηλὸν κεραμεῖ παραχωρῶμεν ἡμεῖς ἐργάζεσθαι τὸ δοκοῦν. Μεθίστησι γὰρ ἀμογητὶ πρὸς ὅπερ ἂν βούλοιτο τὰ καθ’ ἡμᾶς, καὶ μεταπλάττει τὸν νοῦν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, καὶ καρδίαν ἡμῖν ἐνίησι καινὴν, ἀποῤῥιζώσας τὴν πρώτην. Καὶ γοῦν ἔφη τι τοιοῦτον διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ’ ἔστι, τρυφεράν τε καὶ εὔεικτον, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.6 Ἀποφοιτῶντες γὰρ φαυλότητός τε ἁπάσης, καὶ μολυσμῶν, εἶτα τὴν ἐαυτῶν διάνοιαν μεθαρμόζοντες εἰς τὸ πληροῦν ἐθέλει [γρ. ἐθέλειν] τὸ ἀγαθόν· προσλαβόντες δὲ τούτῳ καὶ τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος νοητὴν ἀναγέννησιν, εἰς υἱοὺς καὶ θυγατέρας ἐσόμεθα Θεοῦ.
Ὅτι γὰρ ἔνεστιν αὐτῷ τὸ πανσθενὲς, διαδείκνυσι λέγων· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ὁ δὲ τῆς ἀνθρώπου γενέσεως εὑρετὴς, ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὸν οὐκ ὄντα ποτὲ, πῶς ἀτονήσει πρὸς ἀναμόρφωσιν τὴν πνευματικήν; καὶ οὐχὶ δῆλον τοῖς ἑαυτοῦ νεύμασι μεταχωρήσειεν ἂν, εἰς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτῷ, τῶν ποιημάτων ἡ φύσις; Τί τὸ παράδοξον εἰ τὴν τοῦ ἀνθρώπου διάνοιαν μεταχαλκεύει πρὸς τὸ δοκοῦν ὁ ἰδίᾳ χειρὶ στερεώσας τὸν οὐρανόν; Χεῖρά γε μὴν τοῦ Πατρὸς τὴν παντουργὸν εἶναί φαμεν Υἱὸν δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Τῷ λόγῳ γὰρ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Αὐτὸς ἅπασι τοῖς ἄστροις ἐνετείλατο, τοῦτ’ ἔστι, διετάξατο, ὅπως ἕκαστον αὐτῶν εἶναι χρή. Ἥλιος μὲν γὰρ εἰς ἀρχὰς τέθειται τῆς ἡμέρας, σελήνη δὲ τῆς νυκτός.
PG 70:967Ἀλλ’ ὡς ὁ Ψάλλων φησίν· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθετο δὲ σκότος ὁ τῶν ὅλων Θεὸς, καὶ ἐγένετο νύξ.6 Ψάλλει γοῦν πάλιν ὁ θεσπέσιος Δαβὶδ, καί φησι· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Σὺ κατηρτίσω ἥλιον, καὶ σελήνην.6 Οὐκοῦν ἑκάτερον τούτων τὸν αὐτῷ τεταγμένον διαπεραίνει δρόμον εὐτάκτῳ φορᾷ, καὶ μεμετρημένοις ὡρῶν διαστήμασιν. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν ἄστρων κατὰ τὸν αὐτοῖς δοθέντα παρὰ Θεοῦ νόμον, ἀνίσχει τε κατὰ καιροὺς καὶ δύεται. Αὐτοῖς ἐνετείλατο Θεὸς ὢν φύσει καὶ τῶν ὅλων δημιουργὸς κύριος. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα. Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ.
Φαῖεν ἂν ἴσως τινὲς, εἰρῆσθαι ταυτὶ περὶ Κύρου τοῦ Καμβύσου, διά τε τὸ αὐτὸν ἀνεῖναι τὸν Ἰσραὴλ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολῦσαι δεσμῶν, θεμελιῶσαι δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεών· ἀλλ’ ἤτοι τῶν ἐφεξῆς θεωρία περιστήσει μᾶλλον τῶν ἐννοιῶν τὴν δύναμιν, οὐκ ἐπ’ ἐκείνῳ μᾶλλον, ἀλλ’ ἐπὶ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὃς ἐγήγερται μετὰ δικαιοσύνης. Ἀνέλαμψε γὰρ ἐφ’ ἡμᾶς Θεὸς ὢν Κύριος, εὐδοκήσαντος τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν ἐγήγερται μετὰ δικαιοσύνης οὐκ εἰσποιητοῦ καὶ διδακτῆς, ἀλλ’ ὑπάρχων αὐτὸς αὐτόχρημα καὶ δικαιοσύνη. Γέγραπται δὲ καὶ ἑτέρωθί που περὶ αὐτοῦ· Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.6 Ἦν μὲν γὰρ ἀεὶ βασιλεὺς τῶν ὅλων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ πᾶσαν ἔχων ὑπὸ πόδας τὴν κτίσιν ὁρατὴν καὶ ἀόρατον, ἀποσκιρτήσαντα δὲ τῆς ὑπ’ αὐτῷ βασιλείας τὸν ἄνθρωπον τὸν ἐπὶ τῆς γῆς, καὶ τῶν αὐτοῦ σκήπτρων ὀλιγωρήσαντα, διά τοι τὸ ὑπὸ χεῖρα γενέσθαι διαβολικὴν, καὶ τοῖς τῆς ἁμαρτίας ἐνεσχεθῆναι βρόχοις, πάλιν ὑπήγαγε τοῖς ἑαυτοῦ ζυγοῖς ὁ δικαιοσύνης ἁπάσης καὶ βραβευτὴς καὶ δοτήρ.
Εἰσὶ γὰρ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι. Ὁδοὺς δὲ εἶναί φαμεν τοῦ Χριστοῦ τὰ θεῖά τε καὶ εὐαγγελικὰ θεσπίσματα, δι’ ὧν εἰς πᾶσαν ἰόντες ἀρετὴν, καὶ τοῖς τῆς εὐσεβείας αὐχήμασιν ἑαυτῶν σεμνύνοντες τὰς κεφαλὰς, εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον ἐρχόμεθα. Εὐθεῖαί γε μὴν αἱ ὁδοί· σκολιὸν γὰρ οὐδὲν ἐν αὐταῖς ἢ διεστραμμένον, ἀλλ’ οἷον ὀρθοὶ καὶ εὐήλατοι. Γέγραπται γὰρ, ὅτι Ὁδὸς εὐσεβῶν εὐθεία ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.6 Τραχεῖα μὲν γάρ πως ἡ τοῦ νόμου τρίβος διὰ πολλῶν ἰοῦσα τύπων, καὶ δυσχερείας οὐ φορητῆς, ψιλὴ δὲ ἡ διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ ἄναντες ἢ τραχύ. Εὐθεῖαι δὴ οὖν αἱ ὁδοὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἁγίαν πόλιν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, ἐν ᾗ καὶ αὐτὸς αὐλίζεται· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ναοὶ γεγόναμεν Θεοῦ ζῶντος, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.
PG 70:969Τεθεμελίωκε τοίνυν τὴν Ἐκκλησίαν αὐτὸς ὢν ὁ θεμέλιος, ἐφ’ ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα, ὡς λίθοι πολυτελεῖς καὶ τίμιοι εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Ἀκλόνητος δὲ παντελῶς ἡ Ἐκκλησία, Χριστὸν ἔχουσα τὸν θεμέλιον, καὶ ἀκατάσειστον ὑποβάθραν· Ἰδοὺ γὰρ τίθημι, φησὶ, τὰ θεμέλια Σιὼν, λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ καταισχυνθῇ.6 Αὐτὸς οὖν ὁ θεμελιώσας τὴν Ἐκκλησίαν, ἐπέστρεψε καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Τυραννουμένους γὰρ ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, σέσωκέ τε καὶ ἐξείλετο, καὶ τοῖς ἰδίοις ὑπήγαγε ζυγοῖς· πλὴν οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων· ὡς γὰρ ὁ αὐτοῦ μαθητὴς, Οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου, καὶ ἀσπίλου Χριστοῦ.6 Δέδωκε γὰρ ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα, καὶ οὐκ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου καὶ σώσαντος.
Ταύτῃτοι, καὶ μάλα εἰκότως, οἱ τῆς ὀρθῆς πίστεως τὸν εὐγενῆ κανόνα παρατρέχοντες διὰ τῆς τῶν ἁγίων κατηγοροῦνται φωνῆς, ὡς τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαὶ̈μ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἦν Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Τὸν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προεισκομίσας λόγον, καὶ προαπαγγείλας ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, καταδείκνυσιν εὐθὺς τοὺς κληθησομένους εἰς λύτρωσιν, δῆλον δὲ ὅτι τοὺς ἐξ ἐθνῶν, οἷς δὴ μάλιστα Χριστὸς ἐπιλάμψας ὁρᾶται. καίτοι λέγων ἐναργῶς·
Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.6 Ἀλλ’ ἐκείνοις μὲν καὶ πρώτοις θεῖόν τε καὶ εὐαγγελικὸν ἐνήστραψε φῶς. Ἐπειδὴ δὲ, καθὰ γέγραπται, ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος Ἰσραήλ [ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς]1· ταύτῃτοι καὶ μάλα εἰκότως ταῖς ἐθνῶν ἀγέλαις ἐπέλαμψεν ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τουτὶ ταῖς τῶν προκειμένων θεωρίαις ἐνὸν εὑρήσομεν. Ὀνομάζει δὲ τῶν ἐθνῶν τὰ πάντων μάλιστα δεισιδαιμονέστατα, ἵνα καὶ ἡ τοῦ καλοῦντος εἰς μετάγνωσιν θαυμάζηται δύναμις. Ὥσπερ γὰρ δὴ τότε μάλιστα τῶν ἰατρεύειν εἰδότων ἐπαινεῖται τὸ εὐτεχνὲς, ὅταν τινὰς τὰ ἀπεγνωσμένα νοσοῦντας τῶν παθῶν ἀπαλλάττειν δύνωνται ταῖς σφῶν αὐτῶν ἐμπειρίαις ἐπὶ καιροῦ χρώμενοι· οὕτω καὶ ὁ Θεὸς, ἐμφανεστέραν ἑαυτοῦ τὴν ὑπερφυᾶ καθίστησι δόξαν, ὅταν τινὰς τῶν ἄγαν ἐκκεκλικότων, καὶ εἰς αὐτόν που τὸν κατωτάτω πυθμένα φαυλότητός τε καὶ ἀσεβείας κατενηνεγμένων, ἀνανήχεσθαί τε καὶ ἀναφοιτᾷν ἀναπείσῃ πρὸς ἔφεσιν ἀρετῆς, καὶ εἰς ἀπότριψιν τοῦ κακοῦ, καὶ οἷον εἰς ἀμφίεσιν τῶν ἐπαινουμένων.
PG 70:971Αἰγύπτιοι τοίνυν, καὶ τὰ τῶν Αἰθιόπων ἐμπορεῖα, τοῦτ’ ἔστιν, αἱ Θηβαίων πόλεις, αἷς εἰσι πρόσοικοί τε καὶ ἀγχιτέρμονες οἱ καλούμενοι Σαβαὶ̈μ, τοῦτ’ ἔστι, τὰ τῶν Αἰθιόπων, ἤγουν τῶν Ἰνδῶν ἔθνη [τάχα που τὴν κλῆσιν λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς]1, ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώμενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκειμένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς.
Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάντων ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν ἑωσφόρος, ἐκοπίασαν, τοῦτ’ ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.6 Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν. Θυσιαστήρια πανταχοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκόπτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρατείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαὶ̈μ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν.
Ἔστι γὰρ, ἔστι καὶ παρ’ ἐκείνοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις τῆς Αἰθιοπίας, τοῦτ’ ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαὶ̈μ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ’ ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ’ ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσονται δοῦλοι, καὶ τῶν σῶν δηλονότι θελημάτων ὑπουργοί. Κατασημαίνει γὰρ τοῦτο τὸ τῆς δουλείας ὄνομα τεθειμένον ἐπὶ Θεοῦ. Ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Βαδιοῦνται γὰρ κατ’ ἴχνος, φησὶ, τὸ σὸν, τοῖς εὐαγγελικοῖς χειραγωγούμενοι νόμοις εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὴν τῆς ἐξαιρέτου ζωῆς διελάσουσι τρίβον δεδεμένοι χειροπέδαις, τοῦτ’ ἔστι, δεσμοῖς ἀγάπης, καὶ σειραῖς ἀῤῥήτου φιλοθεί̈ας, ὥστε δύνασθαι λέγειν·
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;6 Οὗτοι προσκυνήσουσί σοι, φησὶ, καὶ ἐν σοὶ προσεύξονται, ὅτι Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς, πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Κάμπτει γὰρ τῷ πάντων Σωτῆρι Χριστῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, καὶ εἰς αὐτὸν ἔρχεται πᾶν πέρας εὐχῆς. Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ Θεοῦ καὶ Πατρὸς τὰ αἰτήματα, καὶ ἐν αὐτῷ προσευχόμεθα, ὁμολογοῦντες ὅτι καὶ ἐν αὐτῷ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν αὐτοῦ.
PG 70:973Οὕτω γὰρ ἡμᾶς φρονεῖν ἐδίδαξε λέγων τῷ θεσπεσίῳ μαθητῇ [Φίλιππος οὗτος ἦν]1· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.6 Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύναμιν τῷ, ὅτι Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.6 Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς δύο διῃρημένος, ἀλλ’ ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται.
Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ’ οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ ἐπίκουρος ἦν. Ἤγουν Ἰσραὴλ συνήσεις οὔτι που τὸν κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ καὶ εἴ τις ἕτερος ὁρᾷν δύναται Θεόν.
Διερμηνεύεται γὰρ τὸ Ἰσραὴλ νοῦς ὁρῶν Θεόν . Ὁρᾷ δὲ Θεὸν τοῖς τῆς διανοίας ὄμμασιν, ὁ τὸν τοῦ Θεοῦ καὶ Πατρὸς χαρακτῆρα βλέπων, τοῦτ’ ἔστι, τὸν Υἱὸν, ᾧ καὶ ἐντραπήσεσθαί φησι τοὺς ἀνθεστηκότας, πορευθήσεσθαι δὲ καὶ ἐν αἰσχύνῃ. Οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν οὐ προσηκάμενοι, θεομαχήσαντες δὲ, καθάπερ ἀμέλει καὶ Ἰουδαῖοι, πάντες ἔσονται κατῃσχυμμένοι, ἡττώμμενοι μὲν τῆς ἀνικήτου χειρὸς, ἀδικοῦντες δὲ παντελῶς οὐδὲν τὴν δόξαν αὐτοῦ, ταῖς γε μὴν σφῶν κεφαλαῖς ὄλεθρον ἐπαντλήσαντες, εἰς αἰσχύνην ἔσονται καὶ ὄνειδος. Ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκὶ, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον. Οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, λέγει Κύριος παντοκράτωρ.
Ἀνευρύνει πάλιν τὴν προαγόρευσιν τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐπιστροφῆς· καὶ οὐ μέχρι μόνον ἵστησι τῶν Αἰγυπτίων τῆς τε Αἰθιοπίας τῶν ἐμπορίων, καὶ αὐτῶν δὲ τῶν Σαβαί̈μ· ἀλλὰ γὰρ ὅτι κεκλήσονται καὶ οἱ κατὰ πᾶσαν ὄντες τὴν γῆν, καὶ ἁγίων Ἐκκλησιῶν ἀνάδειξις ἔσται πανταχοῦ, διαμεμήνυκεν ἐν τούτοις. Προσεφώνει γὰρ ὥσπερ ταῖς Ἐκκλησίαις ὁ πανσθενὴς τοῦ Θεοῦ λόγος τὸ ἐγκαινίζεσθαι πρὸς αὐτὸν, ἃς δὴ καὶ νήσους κατονομάζειν ἀξιοῖ. Ὥσπερ γὰρ αἱ κατὰ τήνδε τὴν θάλασσαν νῆσοι βάλλονται μὲν ἀεὶ ταῖς τῶν κυμάτων ὁρμαῖς, πλὴν ἀκλόνητοι διαμένουσιν, εἰσδέχονται δὲ καὶ κινδυνευούσας ἔσθ’ ὅτε τὰς ναῦς, καὶ σώζουσιν ἐκ κυμάτων, κόλπον αὐταῖς προτείνουσαι τὸν ἀκύμονα· οὕτως αἱ Ἐκκλησίαι Χριστοῦ, κεῖνται μὲν ὥσπερ ἐν μεσαιτάτῳ τοῦ βίου τύρβης τε καὶ ἀμιξίας, καὶ ἀναριθμήτων μὲν ἀνέχονται πειρασμῶν, πλὴν ἔχουσιν ἐν Χριστῷ τὸ ἀκράδαντον. εἰσοικίζονται δὲ τοὺς φεύγοντας τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων ἀνωφελῆ καὶ διάκενον ταραχὴν, καὶ οἷον καταχειμαζομένους ὑπό τε τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας.
PG 70:975Νήσοις δὴ οὖν παρεικαστέον αὐτάς. Τοῦτο γὰρ ἐν τούτοις ὁ θεῖος βούλεται λόγος. Ἐγκαινίζεσθε δὴ οὖν πρός με, φησὶν, ὦ νῆσοι. Τό γε μὴν τῆς Ἐκκλησίας ὄνομα τὴν τῶν εἰς Χριστὸν πιστευσάντων ὑφαίνει πληθὺν, ἱερουργούς τε καὶ λαοὺς, ποιμένας, καὶ διδασκάλους, καὶ τοὺς ὑπὸ χεῖρα κατεζευγμένους, ἀλλ’ οὗτοι πάντες ἀνεκαινίσθησαν ἐν Χριστῷ, κατὰ καιροὺς δηλονότι καθ’ οὓς ἐπέλαμψεν ἡμῖν Θεὸς ὢν Κύριος. Τότε γὰρ, τότε καὶ ἀνεκαινίσθημεν εἰς καινότητα ζωῆς, ἠθῶν τε καὶ τρόπων, καὶ προσέτι λατρείας. Ἀποβεβλήκαμεν γὰρ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν, γεγόναμεν δὲ καινὴ κτίσις ἐν Χριστῷ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενοι, πρὸς εὐκλεᾶ καὶ ἀξιέραστον πολιτείαν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος τοῖς κεκλημένοις διὰ πίστεως ἐπιστέλλει καί φησι, ποτὲ μὲν, ὅτι Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐνδύσασθε τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν·6 ποτὲ δὲ πάλιν, Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.6 Συνεσταυρῶσθαι δέ φησι καὶ τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, ἵνα ἐνδυσώμεθα τὸν νέον διὰ τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς.
Ἀνακαινιζόμεθα δὲ κατά γε τὸν τῆς λατρείας τρόπον, οἱ μὲν ἐκ τῶν Ἰουδαϊκῶν ὄντες ταγμάτων, σκιὰς ἀφέντες καὶ τύπους. Κεχρήσονται γὰρ βουθυσίαις μὲν καὶ λιβανωτοῖς οὐκέτι, πνευματικὴν δὲ, καὶ ἄϋλον, καὶ καθάπερ ἐν τάξει τῶν εὐκοσμοτάτων θυμιαμάτων· οἱ δὲ ἐκ τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένοι μετοικισθήσονται πρὸς τὰ ἀμείνω, καὶ ἀσυγκρίτως ὑπερκείμενα. Οὐ γὰρ ἔτι τὸν ἀρχαῖον εἰς νοῦν ἕξουσι σκότον, ἀλλὰ τὸ θεῖόν τε καὶ νοητὸν εἰσοικισάμενοι φῶς, ὅσιοί τε καὶ ἀληθεῖς ἔσονται προσκυνηταί. Ἀποπεπαύσονται γὰρ τοῦ προσκυνεῖν τῇ κτίσει κωφαῖς τε καὶ ἀναισθήτοις ὕλαις· ἀφέξονται δὲ μαντειῶν τε καὶ γοητειῶν, καὶ καθαρίσουσι τὸ ἀπηχὲς βωμολοχίας Ἑλληνικῆς καὶ ἀπάτης δαιμονίων, καὶ ἁπαξαπλῶς τὰ αἰσχίω μεθέντες, καὶ βδελυρῶν σπουδασμάτων ἀπονοστήσαντες, ἔσονται ἀρετῆς ἁπάσης ἐν καλῷ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐπιστήμονες.
PG 70:977Ἐγκαινισμὸς οὖν ἄρα τὰ καθ’ ἡμᾶς. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ. Ἐπαγγέλλεταί γε μὴν ὁ τῶν ὅλων Θεὸς ἅπαντα τὸν κατὰ σάρκα, φημὶ, καὶ τὸν ἐν τέκνοις Ἀβραὰμ ἐξ ἐπαγγελίας, κατατεταγμένον [Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς τέκνα]1, σώζειν σωτηρίαν αἰώνιον, αἰσχύνης τε καὶ ἐντροπῆς ἔσεσθαι ποῤῥωτέρω, καὶ ταῦτα διηνεκῶς. Ἀποδυσάμενοι γὰρ ἐν Χριστῷ τὴν βέβηλον ἁμαρτίαν καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολυσάμενοι τὸν ζυγὸν, συναποβάλλοντες δὲ τούτοις τὴν φθορὰν, ἐνδυσάμενοί τε τὴν ἀφθαρσίαν, ἐν τούτοις ἐσόμεθα διὰ παντός. Οὐκέτι γὰρ ἡμῶν ἁμαρτία κατορχήσεται· ἀλλ’ οὐδὲ πλεονεξίαις ταῖς πρώταις ὑποθήσει πάλιν ὁ Σατανᾶς· οἰχήσεται δὲ εἰσάπαν καὶ τὸ τοῦ θανάτου κράτος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πεπατημένον ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. ΛΟΓΟΣ Γ. Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, οὗτος διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν. Προανακηρύξας τὴν ἄφιξιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν τῆς σωτηρίας κατασημάνας καιρὸν, καθ’ ὃν ἅπαντες τὸν τῆς ἀρχαίας ἀμαθίας ἀφέντες σκότον, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας μεταχωρήσουσι φῶς, ἀναγκαίαν ἐν τούτοις ποιεῖται τὴν παραίνεσιν Ἰουδαίοις τε καὶ Ἕλλησι προστιθεὶς ἐναργῆ τὰ δι’ ὧν εἴσονται καὶ μάλα σαφῶς, ὅτι τε αὐτὸς εἴη Θεὸς τῶν ὅλων καὶ δημιουργὸς, ἕτερος δὲ παρ’ αὐτὸν οὐδείς.
Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος, καὶ οὐχ ἁπλῶς Κύριος, πλεῖστοί τε γάρ εἰσιν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς ἐν καταχρήσει λαχόντες τοὔνομα· ἀλλ’ ἐκεῖνος αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς τοῦτο ὑπάρχων ὅπερ εἶναι καὶ λέγεται, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων τὴν δόξαν ἔχων οὐ κατεψευσμένην. Οὗτος γὰρ, φησὶ, Κύριος ὁ ποιήσας τὸν οὐρανόν· πάμμεγα πρὸς ἀπόδειξιν εὐκλείας τῆς ἀνωτάτω, καὶ ὑπεροχῆς πανσθενοῦς, τὸ ποιῆσαι τὸν οὐρανὸν καὶ καταδεῖξαι τὴν γῆν, ἱδρῦσαί τε αὐτήν. Αὐτὸς γὰρ διώρισεν αὐτὴν, τοῦτ’ ἔστι, κεκρυμμένην ἐν ἀβύσσοις ἀόρατόν τε καὶ ἀκατάσκευον οὖσαν πάλαι ἀπέφηνεν ὁρατὴν, καὶ εἰργασμένην. Διώρισε γὰρ αὐτήν· ἔφη γὰρ κατά γε τὴν πίστιν τῶν Μωσέως βιβλίων· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.6 Ὤφθη δὴ οὖν ἐξ ὑδάτων, καὶ ὑποβρυχίαν οὖσαν ἀεργῆ τε εἰσάπαν διέστησεν ἀνὰ μέρος, κλεῖθρα καὶ πύλας ταῖς ἀβύσσοις ἐπιθεὶς, καὶ ἀποκρίνας εὖ μάλα τῶν ὑδάτων αὐτήν.
Ὅτι δὲ παρήγαγε χρησίμως εἰς τοῦτό τε καὶ ἀναγκαίως, οὐχ ἵνα ὁρῷτο μόνον, ἀλλ’ ἵνα ἔχῃ τοὺς οἰκήτορας, δῆλον δὲ ὅτι τοὺς ἐξ αὐτῆς πεπλασμένους, καθάπερ ἀμέλει καὶ οὐρανὸν τοὺς ἁγίους ἀγγέλους προδιεσάφησεν εἰπών· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ὄχημα δὴ οὖν καὶ ὥς τις οἶκος ἀνεδείχθη τοῖς πατοῦσιν αὐτὴν, τοῦτ’ ἔστιν, ἡμῖν. Εἰ δὲ παρήχθημεν παρ’ αὐτοῦ πρὸς ὕπαρξιν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντως που καὶ διὰ τοῦτο γεγόναμεν, ἵνα προςκυνῶμεν αὐτῷ τε καὶ μόνῳ, καὶ γενεσιουργὸν ὄντα τῶν ὅλων ἐπιγινώσκοντες χαριστηρίους ᾠδὰς ἀναφέρωμεν; Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ ἐστιν αὐτὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καταδείξας, καὶ μὴ εἰς κενὸν ποιήσας αὐτὴν, ἀλλὰ κατοικεῖσθαι· τίς ἂν ἕτερος νοοῖτο παρ’ αὐτὸν ὑπάρχων Θεός;
PG 70:979ἢ τίς κατ’ ἰσχὺν καὶ δόξαν ἰσοστατήσειεν αὐτῷ; ἢ τίς ὅλως ἐγγὺς καὶ παρὰ βραχύ; πῶς δὲ οὐχ ἅπασα ἡττᾶται τῶν γενητῶν ἡ φύσις, τῆς οὕτω μεγάλης καὶ ὑπεραιρούσης τὰ πάντα, δόξης, ἀλκῆς καὶ σοφίας; Οὐκ ἔστιν οὐδείς. Μόνος οὖν ἄρα, καὶ ἕτερος ἐπ’ αὐτῷ παντελῶς οὐδεὶς νοοῖτ’ ἂν εἶναι Θεὸς φύσει τε καὶ ἀληθῶς. Ἀλλὰ ναὶ φαίη τις ἂν ἔσθ’ ὅτε· Τίς ἔγνω τὸν ἐν αὐτῷ σκοπόν; ἢ τίς ὁ φράσαι δυνάμενος, πότερόν ποτε καὶ ἑτέρους τινὰς τῆς τοῦ Θεοῦ δόξης καὶ κλήσει στεφανοῦσθαι βούλεται, ἤγουν ἑαυτόν τε καὶ μόνον; Ἀπολογεῖται δὴ οὖν καί φησιν· Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταια ζητήσατε. Νόμους, φησὶ, διέταξα περὶ τούτων αὐτοῖς οὐκ ἐν παραβύστῳ λαλῶν, οὐδὲ λαθεῖν σπουδάσας, ἀλλ’ ἐναργῶς, καὶ ἀναφανδόν.
Κατέβη γὰρ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐν εἴδει πυρός· ἐκεῖ γνόφος ἦν καὶ θύελλα καὶ καπνοὶ, καὶ σαλπίγγων ἠχὴ διαπρύσιος. Παρειστήκει γὰρ πᾶς ὁ λαὸς μεσιτεύοντος τοῦ Μωσέως, ἐξηγγέλλοντο δὲ παρὰ Θεοῦ νόμοι, οὐ παρεγγυῶντος τῷ Ἰσραὴλ ζητῆσαί τι μάταιον, τοῦτ’ ἔστιν, εἴδωλον, ἤγουν ψευδώνυμον σέβας, ἀλλ’ ἔκ γε τῶν ἐναντίων ἀπείργουσαι ἐντολαί. Εἴρηται γὰρ πρὸς αὐτόν· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.6 Οὐκοῦν εἴρηται πρὸς αὐτόν· τὸ δὲ, Ἐγώ εἰμι Κύριος, ὅμοιον ὡς εἰ λέγοι, καὶ οὐχ ἅπαξ, πλειστάκις, τὸ ὅτι δὴ Μόνος εἰμὶ Θεὸς, καὶ τῶν ὅλων Κύριος, λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν· καὶ δικαιοσύνην μὲν, ὥς γε οἶμαι, φησὶ τὸν νόμον·
ἔστι γὰρ δικαιοσύνης βραβευτὴς ὁ νόμος· ἀλήθειαν δὲ τὰ Χριστοῦ παιδεύματα. Ἔνεστι δὲ τῷ νόμῳ τῆς ἀληθείας ἡ μόρφωσις, καὶ ἐγκέκρυπται ταῖς σκιαῖς τὸ Χριστοῦ μυστήριον. Περὶ αὐτοῦ γὰρ γέγραφεν ὁ Μωσῆς. Οὐκοῦν ἐν τῷ λαλῆσαι τὴν δικαιοσύνην, ἀναγγέλλεται σὺν αὐτῇ καὶ τῆς ἀληθείας ἡ δύναμις, εἴπερ ἀληθές ἐστιν ὅτι σκιὰ μὲν ὁ νόμος ἦν, νῦν δὲ αὐτῷ τῆς ἀληθείας ἡ μόρφωσις. Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον τὸ γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀπεβουκόλησε μὲν τῆς πρὸς Θεὸν οἰκειότητος σχετικῆς τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ δράκων ὁ ἀποστάτης, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἀποσκευάσας κατεσκέδασεν εἰς ἀπάτην, καὶ πολύθεον πλάνησιν, καὶ τοῖς τῆς φαυλότητος τρόποις ἐγκαθιεὶς, δυσδιάφυκτόν τε καὶ ἀνεξίτητον ἀπέφηνεν αὐτοῖς τῆς ἑαυτοῦ δυστροπίας τὸ λῖνον.
PG 70:981Ἀλλ’ ἐπέφανεν ὁ Ἐμμανουὴλ ὁ ἐξάγων τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ὑπέμεινέ τε δι’ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, ἵνα, ὡς ὁ εὐαγγελιστής φησι, τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἃ γὰρ διεσκόρπισεν ὡς ὠμὸς καὶ ἄγριος λύκος ἐπιπηδήσας ὁ Σατανᾶς, ταῦτα συνεκόμισεν ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν ἑαυτοῦ θεὶς ὑπὲρ τῶν προβάτων. Οὐκοῦν αὐτὸ δὴ τοῦτο κατασημαίνει, λέγων· Συνάχθητε, τοῦτ’ ἔστι, συνδέθητε πίστει μιᾷ, καὶ ὁμοψυχίᾳ. Συνάχθητε τῷ πάντων κρατοῦντι Θεῷ δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης· ἥκετε πλησίον, οἱ μακρὰν ὄντες ἔτι καὶ ἀπεσχοινισμένοι διὰ τὴν ἁμαρτίαν, καὶ τὸ εἰς αἰσχροτάτην καὶ βδελυρωτάτην κατακομισθῆναι διάθεσιν τοῦ νοῦ. Ἀφεστάναι δέ φαμεν τοῦ Θεοῦ τοὺς πεπλανημένους, οἳ καὶ ἐγγὺς ἔσονται διὰ πίστεως τῆς εἰς Χριστόν.
Προσπεφώνηκε γοῦν τοῖς εἰς τοῦτο δραμοῦσι ὁ πάνσοφος Παῦλος· Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.6 Καὶ πάλιν περὶ αὐτοῦ, ὅτι Ἐλθὼν εὐηγγελίσατο εἰρήνην ἡμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.6 Ταύτῃτοι διὰ προφητῶν ἁγίων τοῖς ἔτι μακρὰν ἐλέγετο· Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.6 Ἥκετε δὴ οὖν, φησὶ, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. Τὸ δὲ, Βουλεύσασθε, φησὶν, ἀντὶ τοῦ, Πραττέσθωσαν παρ’ ὑμῶν τὰ τῆς εἰς Θεὸν ἐπιστροφῆς, μὴ ἀβούλως, ἢ ἀκατασκέπτως, ἀλλ’ ἐν φρονήσει τεθαυμασμένῃ. Διὰ γὰρ τῆς πίστεως προελάσαι σύνεσιν, εἴπερ οὐκ ἔστιν ἐνδοιαστὸν ὅτι τῆς ἐν τῷ πεπλανῆσθαι δυσβουλίας κατεγνωκότες, καὶ τῆς ἀρχαίας ἀπάτης ἀποστρεφόμενοι τὴν ζημίαν, ἄπιμεν δρομαῖοι πρὸς Θεὸν, τὸ τῆς ἀληθοῦς θεογνωσίας δεχόμενοι φῶς, καὶ τοῖς ἀμείνοσιν ἀσυγκρίτως τὴν ἐξ ὀρθῆς διανοίας ψῆφον ἐπάγοντες.
Βουλεύσασθε δὴ οὖν, τοῦτ’ ἔστιν, φρονήσατε, οἱ ἀπὸ τῶν ἐθνῶν σωζόμενοι. Ὡς γὰρ ἀφροσύνης ὄντας μεστοὺς ἀποφοιτᾷν ἐπιτάττει πρὸς ἔμφρονα νοῦν, ἀξιάγαστόν τε καὶ ἀνεπίπληκτον σύνεσιν, δι’ ἧς ἂν γένοιτο κατιδεῖν τὴν τοῦ πάντων κρατοῦντος Θεοῦ δύναμίν τε καὶ δόξαν. Ἀλλ’ οὐκ ἔγνωσαν τοῦτο, φησὶ, τοῦτ’ ἔστιν, ἀνούστατοι παντελῶς νοηθεῖεν ἂν ὄντες, καὶ ἀσυνεσίας ἔμπλεῳ τῆς ἐσχάτης. Οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν. Τὸ δὲ αἴροντες ἐν τούτοις, ἀντὶ τοῦ ὑψοῦντες νοήσεις, ὥστε καὶ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἀνάπτειν αὐτῷ, καὶ τούτῳ ξύλῳ καὶ παρ’ αὐτῶν ἐγγεγλυμμένῳ. Εἶτα προσευχόμενοι ὡς πρὸς θεοὺς, οἳ οὐ σώζουσιν. Ἀμαθεῖς οὖν ἄρα, καὶ οὐ μακρὰν τῶν προσκυνουμένων τό γε ἧκον εἰς ἀναισθησίαν, οἷ ταῖς ἑαυτῶν προσκυνοῦντες τέχναις, καὶ ἐξ ὕλης ἀναισθήτου ζητοῦντες ἐπικουρίαν, καὶ τὴν τοῦ Θεοῦ κλῆσιν προσνέμοντες τοῖς διὰ σφῶν αὐτῶν τεχνοποιουμένοις καὶ τεχνουργημένοις.
PG 70:983Ἀκουέτωσαν τῆς τοῦ Ψάλλοντος λύρας ἐπιτωθαζούσης αὐτοῖς καὶ βοώσης· Ὅμοιον αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.6 Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ταῦτα ἐποίησεν ἀπ’ ἀρχῆς. Τότε ἀνηγγέλη ὑμῖν· Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ’ ἐσχάτου τῆς γῆς. Παγίδας ἱστάντες δεινάς τε καὶ πολυτρόπους τοῖς ἐπὶ τῆς γῆς, καὶ τοὺς τῆς ἀπωλείας ὀρύττοντες βόθρους, οἱ ἀλιτήριοι δαίμονες, καὶ τὴν τῆς θεότητος δόξαν ἀνοσίως καταλῃστεύοντες, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς, οἱ πάντολμοι τὰ τῆς ἑαυτῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον. Ὑποκρινόμενοι δὲ τὸ εἰδέναι τὰ μέλλοντα, καὶ ἀπαγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι γοῦν ἁρπάζοντες.
Χρηστήρια γοῦν κατὰ χώρας τε καὶ πόλεις, ψευδομαντεῖαί τε ἦσαν πανταχοῦ, καὶ κλῃδωνισμοὶ, καὶ φενάκων πληθὺς τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, κατὰ τὸ γεγραμμένον, χρησμῳδοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάντεις, καὶ ἁπαξαπλῶς ψευστῶν, καὶ φενάκων ἡ ὑφήλιος πεπλήρωτο. Ἦν οὖν ἄρα παρ’ αὐτοῖς οὐδεμία μὲν ἀληθὴς τῶν ἐσομένων ἡ γνῶσις, ψευδηγορίαι δὲ, καὶ βωμολογίαι καὶ ἀπάτη, καὶ δόλος, καὶ ἕτερον οὐδέν. Ταύτῃ τοι φησὶν ὁ τῶν ὅλων Θεός· Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα. Εἰ γὰρ δύνανται, φησὶν, ἀπαγγέλλειν, ἡκέτωσαν ἵνα γνῶσιν ἅμα, ἵνα τι κατὰ πρόσωπον οἱ πάντες εἰς ἓν συναγηγερμένοι [ἦσαν μὲν γὰρ, ὡς ἔφην, ἀνὰ μέρος πλεισταχοῦ χρηστήρια. Ἄλλοι δὲ ἄλλως ἐφοίτων, καὶ ψευδηγοροῦντας ἐτίμων τοὺς ἀκαθάρτους δαίμονας]1· εἰ δὲ ἀληθῶς ἀναγγεῖλαι δύνανται, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν γενόμενοι πάντες, γνώτωσάν τι τῶν ἐσομένων, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ’ ἀρχῆς.
Τίς γὰρ τῶν δεισιδαιμόνων, ἢ τῶν παρ’ ἐκείνοις προφητῶν, ἢ τῶν τοῖς μαντείοις προσκαθημένων, ἔγνω ποτὲ καὶ ἀπήγγειλεν ὅτι κατὰ καιροὺς ἐπιλάμψει τῷ κόσμῳ Χριστὸς, καὶ ὅτι τὸ τῆς ἀπάτης οἰχήσεται νέφος, καὶ ἀποσκεδασθήσεται μὲν ὁ τῆς ψευδωνύμου γνώσεως σκότος, ἀναλάμψει δὲ τοῖς ἐπὶ τῆς γῆς, ὡς νοητὸς ἑωσφόρος, ὡς αὐγὴ καὶ ἡμέρα, ὡς δικαιοσύνης ἥλιος ὁ Χριστός; Ἀλλ’ οὔτε, φησὶν, οἱ τὴν τῶν ἐσομένων γνῶσιν ἔχειν ὑποπλαττόμενοι δαίμονες ἀνήγγειλαν ταῦτα ἀπ’ ἀρχῆς, οὔτε μὴν τῆς ἐκείνων ψευδοεπείας οἱ ὑπουργοί. Οὐδεὶς γὰρ τῶν παρ’ Ἕλλησι ποιητῶν ἤτοι λογογράφων τῶν οὕτω λαμπρῶν ἐμνήσθη πραγμάτων. Τίς οὖν ταῦτα ἀκουστὰ πεποίηκεν ἀπ’ ἀρχῆς; Τότε καὶ ἀνηγγέλη ὑμῖν, τοῦτ’ ἔστιν, ἀπ’ ἀρχῆς. Ἀνηγγέλη δὲ οὐ παρ’ ἑτέρου τινὸς, παρ’ ἐμοῦ δὲ μᾶλλον τοῦ πάντα εἰδότος, καὶ πρὶν γενέσθαι προαπηγγελκότος.
Λελάληκα γὰρ ὑμῖν αὐτὰ διά τε Μωσέως, καὶ προφητῶν ἁγίων, οἳ τοὺς παρ’ ἐμοῦ πρὸς ὑμᾶς διεπόρθμευσαν λόγους. Οὐκοῦν ἐγώ εἰμι, φησὶν, ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Εἰμὶ δὲ δίκαιος, καὶ σωτήρ. Ἄδικοι μὲν γὰρ οἱ ἀλιτήριοι δαίμονες, καθὰ καὶ φθορεῖς, καὶ φιλαίματοι, καὶ κατωθοῦντες εἰς ὄλεθρον τοὺς ἐπὶ τῆς γῆς. Δίκαιος καὶ σωτὴρ ὁ τῶν ὅλων Θεὸς, ἐπαμύνων τοῖς ἠδικημένοις, καὶ δεσμῶν ἀνιεὶς τοὺς διηρπασμένους, καὶ σειραῖς ἁμαρτιῶν κατεσφιγμένους, καταφωτίζων δὲ τοὺς ἐσκοτισμένους, ἐνισχύων τὸ ἠσθενηκὸς, καὶ τὸ κείμενον ἀνιστὰς, καὶ τὸ πλανώμενον ἐπιστρέφων. Ταύτῃ τοι φησίν· Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ’ ἐσχάτου τῆς γῆς. Ἐν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις ἂν τὸ μέγεθος εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς γῆς.
PG 70:985Συνεσταλμένη μὲν γὰρ ἡ διὰ Μωσέως χάρις, καὶ σωτηρία, ἡ ἐφ’ ἓν ἔθνος ἰοῦσα τὸν Ἰσραήλ· μακρὰ δὲ ὥσπερ καὶ μέχρι τερμάτων τρέχουσα γῆς ἡ διὰ Χριστοῦ. Σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω· εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, λέγουσα· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν. Ἔδει τῆς ψευδωνύμου λατρείας καθῃρημένης παρελθεῖν εἰς μέσον τὴν ἀλήθειαν, καὶ οἷον ἀπεληλαμένου τοῦ σκότους περιαστράψαι τὸ φῶς. Ταύτῃτοι, καὶ μάλα εἰκότως μετά γε μὴν ἐπωφελῆ, καὶ ὀνησιφόρον ταυτηνὶ παραίνεσιν, τὴν ἑαυτοῦ δόξαν καθίστησιν ἐμφανῆ.
Ἐγὼ γάρ εἰμι Θεὸς, φησὶ, καὶ οὐκ ἔστιν ἄλλος. Εἶτα τῶν ἔσεσθαι προσδοκωμένων διὰ Χριστοῦ προκαταμηνύει τὴν δύναμιν, ὅρκῳ πιστούμενος, ὅτι πάντη τε καὶ πάντως ἡ δι’ αὐτοῦ λαλουμένη δικαιοσύνη, τοῦτ’ ἔστιν, ἡ ἐν Χριστῷ διὰ πίστεως τοῖς ἀνὰ πᾶσαν χαρισθεῖσα τὴν ὑπ’ οὐρανὸν, καὶ οἱ αὐτοῦ λόγοι, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, πάντη τε καὶ πάντως ἀναλάμψει κατὰ καιρούς. Καταδηλοῖ γὰρ, οἶμαι, τουτὶ τὸ, Οὐκ ἀποστραφήσονται. Θεοῦ γὰρ ὑπισχνουμένου, καὶ ὅτι πάντη τε καὶ πάντως ἔσται τι λέγοντος, τίς ὁ ἐγκόψαι δυνάμενος; Ὄμνυσι δὴ οὖν καθ’ ἑαυτοῦ. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Θεὸς δὲ ὁ πάντων ἐπέκεινα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν ἄλλων ἠρμένος, ὄμνυσι καθ’ ἑαυτοῦ.
Οὐ γὰρ ἦν ὀμόσαι καθ’ ἑτέρου αὐτὸς ὢν, ὡς ἔφην, τὸ πάντων ἀκρότατον, καὶ τὸ εἰς λῆξιν ἀνεστηκὸς, κατά τε φύσιν καὶ δόξαν. Τί οὗν ἄρα τὸ ἐπαγγελθέν; Σωτηρία, καὶ ἐπιστροφὴ παντὸς τοῦ ἐπὶ τῆς γῆς ἔθνους. Ἐμοὶ γὰρ κάμψει, φησὶ, πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεόν. Τὸ δὲ, Κάμψει θεῷ γόνυ, ὅρκιόν τε πρὸς ἁπάντων αὐτοῦ γίνεσθαι τὸ ὄνομα, τί ἂν ἕτερον εἶναι νοοῖτο πλὴν ὅτι πάντων ἐπιστροφὴ, καὶ ἐπίγνωσις, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος δήλωσις; Οἳ γὰρ ὅλως δι’ ἐπιστροφῆς πρὸς Θεὸν ἐπιφοιτῶσι παντελῶς καὶ τοῦ κάμψαι γόνυ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῦ διὰ γλώττης ἔχειν αὐτοὺς ὡς θεοὺς [οὐ γὰρ ὀμοῦνται κατά τινος ὡς περὶ Θεοῦ]1, ἀλλ’ ἕνα τὸν φύσει, καὶ ἀληθῶς ὄντα γινώσκοντες, ταῖς αὐτοῦ ζεύγλαις ὑπέχουσι τὸν αὐχένα, καὶ κάμπτουσί τε τὸ γόνυ ποιούμενοι τὰς λιτὰς, κἂν εἰ εὐορκεῖν ἕλοιντό πως, αὐτοῦ καὶ μόνου διαμεμνήσονται λέγοντες, ὅτι Πᾶσα δικαιοσύνη καὶ πᾶσα δόξα πρὸς αὐτὸν ἥξουσι, τοῦτ’ ἔστιν, αὐτῷ δὴ πρέπει καὶ μόνῳ.
PG 70:987Δεῖ γὰρ τὰ πάντων ἄριστα τῶν ἔργων, καὶ πᾶν ὅσον ἐστὶν ἐν ῥήμασι τελοῦν εἰς δόξαν Θεοῦ, τοῦτο αὐτῷ πρὸς ἡμῶν ἀνάπτεσθαι μόνῳ. Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου· δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ δοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀληθὲς κατ’ ἄμφω τὸ εἰρημένον, καὶ οὐκ ἂν ὁ θεῖος διαψεύσεται λόγος. Ἕψεται γὰρ πάντως τοῖς ἀποφοιτᾷν ἐθέλουσι τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, τὸ καταισχύνεσθαι δεῖν· προςίεσθαί γε μὴν, τὸ ἐν αὐτῷ δοξάζεσθαι, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ, τοῖς ἐκ καρδίας εἰλικρινοῦς ἀγαπῶσιν αὐτόν. Οὗτοι δ’ ἂν εἶεν οὔτι που πάντως ὁ κατὰ σάρκα Ἰσραὴλ, τὸ σπέρμα δὲ μᾶλλον τῶν υἱῶν Ἰσραήλ. Σαφεστέραν δὲ τὴν τῶν προκειμένων ἀποτελοῦντες διάνοιαν ἐκεῖνό φαμεν.
Ἐπέλαμψε γὰρ τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ἤτοι γενόμενος σὰρξ, κατὰ τὰς Γραφάς· ἀφίκετο δὲ κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστέλλων τεθραυσμένους ἐν ἀφέσει, καὶ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ καλῶν ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀλλὰ καίτοι δέον Ἰουδαίους μάλιστα τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἅτε δὴ καὶ παιδαγωγὸν λαχόντας τὸν νόμον, καὶ ἁγίους προφήτας μυσταγωγοὺς, τοῦτο μὲν οὐ πεπράχασιν, ἀπεπήδησαν δὲ ὥσπερ αὐτοῦ, καὶ γεγόνασιν ἐντροπῆς ἀνάμεστοι, τὴν καταισχύνουσαν αὐτοὺς ἁμαρτίαν ἀναπόβλητον, ἔχοντες. Ἀληθὲς οὖν, ὅτι Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.6 Οἵ γε μὴν ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ δεδικαίωνται μὲν διὰ πίστεως, κεκερδήκασι δὲ μακρὰν καὶ ἀτελεύτητον δόξαν, μέτοχοι μὲν ἁγίου Πνεύματος ἀναδεδειγμένοι, καταπλουτήσαντες δὲ τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀξίωμα.
Δέδωκε γὰρ αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, ἀξιόληπτόν τε πρὸς τούτοις καὶ ἀδιάβλητον ἐσχηκότες ἐλπίδα· κληρονομήσουσι γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν. Νοηθεῖεν δ’ ἂν οὗτοι τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὺς δὲ Ἰσραὴλ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, καὶ εὐαγγελιστάς· ἦσαν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων. Υἱοὺς δὲ αὐτῶν τοὺς δι’ αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Προσπεφώνηκε γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασι· Κἂν γὰρ μυρίους ἔχητε παιδαγωγοὺς ἐν Κυρίῳ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.6 Εὑρίσκομεν δὲ πλεισταχοῦ καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων, τεκνία καλοῦντας τοὺς δι’ αὐτῶν σεσαγηνευμένους εἰς σωτηρίαν τὴν ἐν Χριστῷ.
Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν ὡς θηρία καὶ κτήνη. Ἀεί πως ἀκολουθεῖ ταῖς προῤῥήσεσιν, αἵπερ ἂν γένοιντο διὰ προφητῶν ἁγίων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, προαγορεύσεις ἀναγκαῖαι τῶν δι’ αὐτοῦ γενομένων, ἤγουν τῶν τῷ κόσμῳ κατωρθωμένων. Κατόρθωμα δὲ τὸ πάντων ἐξαίρετον τὸ ἐκ μέσου γενέσθαι τὸν Σατανᾶν, καὶ τὴν βέβηλον δὲ, καὶ ἀνδροκτόνον πληθύν. Ἐπιλάμψαντος τοίνυν αὐτοῦ τῷ κόσμῳ, λέλυται μὲν ἡ πάλαι πολλὴ καὶ ἐπάρατος τῆς ἁμαρτίας ἀχλὺς, ἣν ταῖς ἁπάντων διανοίαις ἐνῆκεν ὁ Σατανᾶς, ἵνα μὴ βλέπωσι τῆς ἀληθείας τὸ φῶς. Πέπαυται δὲ καὶ τῶν δαιμονίων ἡ τυραννὶς, καὶ τὰ τῆς εἰδωλολατρείας παίγνια. Οὐκοῦν ἀναγκαίως, ὡς ἔφην, ὁ περί γε τούτων ἡμῖν εἰσεκομίσθη λόγος, καὶ πεπτωκέναι φησὶ τὸν Βήλ.
PG 70:989Εἴδωλον δὲ τοῦτο μάλιστα τῶν Βαβυλωνίων, τετιμημένον δὲ καὶ ἐν ἑτέραις πόλεσι. Καί φασιν εἶναι τὸν Βὴλ τὸν παρ’ Ἕλλησι τοῖς ἀθέοις μυθολογούμενον Κρόνον, ὃν καί φασιν ὠμὸν εἶναι καὶ φιλαίματον, καὶ ἀνδροκτασιῶν ἐραστήν. Ἀναγέγραπται γοῦν ἐν ἱστορίαις Ἑλληνικαῖς, ὡς ἐν ἡμέρᾳ μιᾷ τριακοσίους τῶν ξένων ἔσφαζόν τινες αὐτῷ, μυσαρὰν καὶ στυγητὴν Θεῷ καὶ ἀνθρώποις ἐπιτελεσθῆναι πανήγυριν. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς, ἐπὶ ταῖς οὕτω δειναῖς ἀσεβείαις ἀγανακτῶν, δι’ ἑνός πού φησι τῶν ἁγίων προφητῶν τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσι· Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν. Εἰς τοῦτο γὰρ μισανθρωπίας τε καὶ ἀγριότητος καθικέσθαι φησὶ τοὺς ἀκαθάρτους δαίμονας, ὥστε καὶ ἀκορέστως διψῇν ἀνθρώπινον αἷμα, καὶ ταῖς τῶν ἁλισκομένων φθοραῖς ἐπιγάννυσθαι.
Οὐ γὰρ ἂν ἴσως ἔοικεν αὐτοῖς ὁ κλάζων μόσχος ἐπὶ βωμῷ, λιβανωτοί τε καὶ πρόβατα· γλίχονται δὲ μᾶλλον τῆς ἀνθρώπων σφαγῆς. Ἔπεσε τοίνυν, φησὶν, ἡ Βὴλ, τοῦτ’ ἔστι, κατηνέχθη, καὶ ἔπεσεν ἡ τοῦ δαίμονος ἰσχύς· ἵνα λοιπὸν τὸν ἐκ τῆς ἐκείνων σκαιότητος ἀποβαλόντες ζυγὸν ἐλευθέρᾳ καὶ ἀβιάστῳ γνώμῃ τρέχωσι πρὸς Θεὸν οἵ ποτε ταῖς ἐκείνου δυστροπίαις ἐνισχημένοι. Συνετρίβη δὲ καὶ ὁ Δαγών. Σέβασμα δὲ καὶ τοῦτο τῶν τὴν παραλίαν οἰκούντων, ἢ καὶ ὅμορός ἐστι τῆς Ἰουδαίας, Ἀσκαλωνιτῶν τέ φημι καὶ Γαζανῶν, οὓς καὶ Φυλιστιεὶμ ἤγουν ἀλλοφύλους ἡ θεία πλεισταχοῦ κατονομάζει Γραφή. Εὖ δὲ δὴ σφόδρα τὸ, Συνετρίβη, φησὶν, ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτῷ κατὰ καιροὺς, καὶ νῦν ὁ προφήτης τὸν περὶ αὐτοῦ διεξάγων λόγον.
Ἀνέγνωμεν γὰρ ἐν ταῖς βίβλοις τῶν Βασιλειῶν, ὅτι τὴν θείαν ποτὲ κιβωτὸν λαβόντες οἱ ἀλλόφυλοι εἰσήγαγον εἰς τὸν οἶκον Δαγών· εἶτα εἰσελθόντες οἱ τοῦ δαιμονίου θεραπευταὶ, τεθέανται πεπτωκὸς τὸ εἴδωλον ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ συντριβὴν ὑπομείναντος αὐτοῦ ὡς ἀποβαλεῖν χεῖράς τε καὶ πόδας, καὶ κεφαλήν. Σφόδρα οὖν χαριέντως ὡς ἀπό γε τοῦ συμβάντος κατὰ καιροὺς τὸ, Συνετρίβη, φησί. Φαμὲν δὲ ὅτι τῆς εἰδωλολατρείας τὴν ἀναίρεσιν ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος, ὡς ἐκ μέρους τό τε Βὴλ, καὶ τὸν Δαγὼν ὀνομάσας. Οὐ γὰρ ἦν ἁπάντων τῶν ἐπὶ τῆς γῆς εἰδώλων ποιήσασθαι μνήμην, ἀλλ’ ὡς ἐκ μέρους ἐπὶ τὸ πᾶν διατάττει πάλιν. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ᾐσχύνθησαν.
Τὸ τῶν χειροτμήτων ἀνωφελὲς, καὶ μάταιον καταδείκνυσι πάλιν ἡμῖν ὁ λόγος ἐν τούτοις, ὡς ἀπό γε τῶν ἐπ’ αὐτοῖς τελουμένων παιγνίων, αἰσχύνης οὖσαν ἀνάπλεων τὴν τῶν πλανωμένων ἀποφαίνει λατρείαν. Ἐπετέλουν μὲν γὰρ τοῖς δαιμονίοις ψυχρὰς καὶ καταγελάστους ἔσθ’ ὅτε τὰς πανηγύρεις· εἶτα τῶν σηκῶν ἐκκομίζοντες τὰ ἀγάλματα, ἐπαναθέμενοί τε ταῦτα τῶν ἱερέων τινὲς περιῄεσαν ἐν πλατείαις κατασειόμενοί τε καὶ οἷον μεθύσκοντες ὡς ἀχθοφοροῦντες ἄγαν, καὶ ἔνθαπερ ἂν ἐπιβαρήσειεν ὃ διακομίζειν ἤθελον, ἐκεῖ πως καὶ συνωθούμενοι, καὶ μὴ δύνασθαι φέρειν τὸ ἄχθος ὑποκρινόμενοι. Ὁ δὲ ἀσύνετός τε καὶ ἀγελαῖος δῆμος, γύναιά τε φρενῶν ἔρημα, κατεκρότει ταῖς εὐφημίαις, τὴν ἄψυχον ὕλην εἰδοποιηθεῖσαν ὁρῶντες εἰς ἄνδρα τυχὸν ἢ γυναῖκα, ᾤοντό τε κατὰ ἀλήθειαν καὶ ἀφόρητον ἐνιέναι βάρος τὸν διακομιζόμενον τοῖς ἀναθεμένοις εἰς ὤμους αὐτόν.
PG 70:991Διαγελᾷ τοιγαροῦν ὁ θεῖος ἡμῖν ἐν τούτοις λόγος τῆς Ἑλληνικῆς ἀναισθησίας τὸ μέγεθος, καί φησι περὶ τῶν ἐν σηκοῖς ἀγαλμάτων, ἃ καὶ προσκυνεῖν ἀσυνέτως ἤθελον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα. Ταῦτα γὰρ, ὡς ἔφην, ὑπεπλάττοντο τῶν ἱερέων τινὲς ἐν τῷ περικομίζειν τὰ χειροποίητα. Πῶς οὖν ἄρα τῶν προςκυνουμένων τὸ ἀδρανὲς γνωσθήσεται, ἐκ πολλῶν μὲν καὶ ἑτέρων κατίδοι τις ἂν αὐτό. Ξύλον γὰρ ἢ λίθος ἢ ἑτέρα τις ὕλη τῶν τοιούτων γένεσις. Ἐπειδὴ δὲ ἀναγκαῖον ἐκ τῶν ὅτι μάλιστα χρησίμων καταδεῖξαι τοῦτο, πρὸς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῆς ἐσομένης αὐτῶν αἰχμαλωσίας, τῆς ὑπό γέ φημι τῶν Βαβυλωνίων, ἣν δὴ καὶ πεπόνθασιν, ἐπεί τοι μεθέντες τὸ χρῆναι πληροῦν τὸν νόμον, καὶ τὸν ἕνα τε καὶ φύσει θεραπεύειν Θεὸν, κατῴχοντο πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· τεθύκασί τε πρὸς τούτῳ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται.
Πόθεν οὖν ἄρα τὸ ἀδρανὲς τῶν ἐν ὑπολήψει θεῶν ὀφθήσεται; Οὐ δυνήσονται, φησὶ, διασωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ἁλούσης γὰρ πόλεως ἢ χώρας, εἰ δή τινες εἶεν παρ’ αὐτοῖς περίχρυσοί τε καὶ περιάργυροι θεοὶ, πρῶτοι τῶν ἄλλων ἁπάντων παρὰ τῶν ᾑρηκότων λαμβάνονται, οἷς ἦν εἰκὸς, εἴπερ τινὲς ἦσαν θεοὶ, καὶ τοῖς ἰδίοις ἐπαμύναι προσκυνηταῖς, καὶ ἀμείνους αὐτοὺς ἀποφῆναι τῆς τῶν πολεμίων χειρός. Τί τοίνυν ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτὸ κατὰ τὸν τοῦ προφήτου λόγον, ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, οἳ μήτε σφίσιν αὐτοῖς, μήτε μὴν ἑτέροις ἐπαμύνειν εἰσὶν οἷοί τε; Πῶς γὰρ ἂν γένοιτό τι τοιοῦτον παρά γε ξύλου, καὶ λίθου; Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ, καὶ τὸ κατάλοιπον τοῦ Ἰσραὴλ, οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως.
Ἐγώ εἰμι, ἕως ἂν καταγηράσητε. Ἐγώ εἰμι. Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω· ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς. Εὐτεχνέστατα πάλιν ὁ λόγος ἔχει, καὶ πρόεισιν ἐν κόσμῳ τῷ δέοντι, καὶ οἰκονομικῶς. Ἐπειδὴ γὰρ πολέμου μνήμην ἐποιήσατο, καθ’ ὃν συμβέβηκε πληθὺν ἀμέτρητον ἀνδρῶν καὶ γυναικῶν ἀποθανεῖν, καὶ ὀλιγανδρῆσαι σφόδρα τῶν Ἰουδαίων τὴν χώραν, ταύτῃ τοι φησὶν ὡς πρὸς οἶκον ἕνα, ὡς πρὸς κατάλειμμα, καὶ βαρβαρικῆς ὠμότητος λείψανον· Ἀκούσατέ μου, ὁ οἶκος τοῦ Ἰακὼβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Ὤνησε δ’ ἂν οὐ μετρίως τοὺς ἀκροωμένους ὁ λόγος, εἴπερ τινὲς ἦσαν ἀγχίνοι, καὶ τῶν χρησίμων ἐξετασταί. Τὰ γάρτοι σκυθρωπὰ καὶ δυσφόρητα προαπηγγελμένα μὲν εὐκόλως ἄν τις καὶ παρελάσειε τὰς τῆς ἐφόδου φυγὼν αἰτίας· ἀφιγμένα δὲ καὶ οἷον ἐπιπηδήσαντα, πῶς ἂν διακρούσαιτο;
PG 70:993Τὸ κατάλοιπον τοίνυν αὐτοὺς ἀποκαλεῖ μονονουχὶ κεκραγὼς, ὅτι δαπανηθήσονται τῷ πολέμῳ, καὶ βαρβαρικῆς ὠμότητος ἔσονται θήραμα, εἰ μὴ τῶν οὕτως ἐκτόπων ἀποπεπαύσοιντο σπουδασμάτων. Ὅτι δὲ τὸ δυσμαθὲς ταῖς τῶν Ἰουδαίων ἔνεστι ψυχαῖς, καὶ χρῆμα γέγονεν αὐτοῖς ἀνόνητον, ἡ τοῦ νόμου μελέτη, διαδείκνυσι λέγων· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐκ βρέφους γὰρ καὶ μέχρι τῆς πρεσβυτικῆς ἡλικίας τοῖς ἱεροῖς τε καὶ θείοις ἐμμελετῶντες Γράμμασιν ὠφέληνται μὲν οὐδέν· ὥσπερ δὲ οὐδεμιᾶς παράπαν νουθεσίας ἠξιωμένοι κατῴχοντο πρὸς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Ἀλλὰ καὶ εἰ μακρὸς ὑμῖν, φησὶν, ἐδαπανήθη χρόνος, ἐν ἀνονήτοις μελέταις, καὶ ἀμαθεστάτους ὄντας ὁρῶν, τῆς ἐμφύτου γαληνότητος οὐ πεπαύσομαι· καθίστημι δὲ οὕτως ἐμαυτὸν ὑμῖν ἐναργῆ λέγων·
Ἐγώ εἰμι, τοῦτ’ ἔστι, ζῶ καὶ ὑπάρχω· οὐχ ὡς γενέσεως ἔχων ἀρχὴν ἢ καταλήγειν εἰς πέρας εἰδὼς, ἀλλ’ ὁ αὐτὸς ἀεὶ καὶ ὡσαύτως ἔχων, καὶ ἕως ἂν καταγηράσητε πάλιν ὁ αὐτὸς ἔσομαι. Οὐ γάρ μοι καθ’ ὑμᾶς ἔπεισι γῆρας, ἀλλ’ εἰμὶ ζῶν τε καὶ παναλκής. Καὶ ἐγὼ μὲν ἐποίησα τὰς ἐπενεχθείσας ὑμῖν τοῦ πολέμου συμφορὰς ὁσίᾳ ψήφῳ καλῶν εἰς δίκην τοὺς τὴν ἐμὴν ὑβρίσαντας δόξαν. Πλὴν ἐγὼ ἀνήσω, τοῦτ’ ἔστιν, ἀφήσω, καὶ ταῖς ἀμνησικακίαις πεπονηκότας ὑμᾶς ἀνακτήσομαι. Ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Ὁ γὰρ δοὺς εἰς χεῖρας ἐχθρῶν πάλιν ὑμᾶς οἰκειώσομαι, καὶ τῶν τῆς αἰχμαλωσίας ὑμᾶς ἀπολύσω δεσμῶν. Οὐκοῦν ὡς πολυειδεῖ φαρμάκῳ τὰς τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, καὶ ἐκ πολλῆς ἄγαν ἀμαθίας ὠλισθηκότων ἐφ’ ἃ μὴ θέμις, θεραπεύει καρδίας, τοῦτο μὲν ἀπειλαῖς, τοῦτο δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς.
Σκοπὸς γὰρ αὐτῷ σῶσαι τὸ ἀπολωλὸς, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἁρπάσαι τὸ πλανώμενον. Τίνι με ὡμοιώσατε; Τεχνάσασθε, οἱ πλανώμενοι, οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίπου, καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ, καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύσονται. Ἐὰν δὲ θῶσιν αὐτὸ ἐπὶ τοῦ τόπου, μενεῖ, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσει πρὸς αὐτὸ, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Ὑβριστὰς ὄντας ἐλέγχει, καὶ ὀλιγογνώμονας τοὺς τῶν εἰδώλων προσκυνητὰς, καὶ εἰς αὐτὴν θείαν καὶ ἀνωτάτω πλημμελοῦντας φύσιν. Κατακομίζουσι γὰρ, τό γε ἧκον εἰς ἑαυτοὺς, τῆς ἐνούσης αὐτῇ δόξης τὸ ὑπερτενὲς, ἐφ’ ἃ μὴ προσῆκε, καὶ εἰς ἄψυχον ὕλην κατακομίζουσι τοῖς ἰδίοις αὐτὴν τεχνουργήμασιν ἀπονέμοντες, εἶτα ποιναῖς ταῖς ἐσχάταις ἐνισχημένας ὁσίως τὰς ἑαυτῶν ἀποφαίνοντες κεφαλάς.
Τίνι δὴ οὖν ὡμοιώσατέ με, φησὶ, τὸν τῇ φύσει τῶν ὅλων διεστηκότα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ὑψοῦ τε ἡρμένον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, τὸν τῶν ὅλων δημιουργὸν, βασιλέα τε ὁμοῦ καὶ Κύριον; Εἰκὸς δὲ δή που, καὶ ἕτερόν τι βούλεσθαι καταδηλοῦν λέγοντα τοῖς πεπλανημένοις τὸν Θεόν· Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πεπλανημένοι. Χρυσίον μὲν γὰρ, φησὶ, καὶ ἀργύριον συνεισφέροντες, εἶτα μισθωσάμενοι χρυσοχόον διαπλάττουσι μορφὴν ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἤγουν θηρίου, φέρε εἰπεῖν, ἢ κτήνους, ὄνομά τε τῷ διαπεπλασμένῳ Θεὸς εὐθὺς δίδοται παρ’ αὐτῶν. Κατανοήσατε τοίνυν, φησὶ, τίνι ὡμοιώσατέ με; Ἢ γὰρ ἀνδρὶ ἢ γυναικὶ, ἢ καὶ θηρίοις ἢ ζώοις ἀλόγοις. Εἶτα πῶς οὐχ ἁπάσης ἐπέκεινα δυσσεβείας τὸ χρῆμά ἐστι;
PG 70:995Τεχνάσασθέ τι πρὸς ἀπολογίαν· ἀπολύσασθε τὰς ἁμαρτίας. Ἀλλ’ οὐκ ἂν εὕρητε τὸν ἐπικουροῦντα λόγον πρὸς τοῦτο ὑμῖν. Τὴν γὰρ ὑπὲρ πάντα φύσιν εἰς θηρία, καὶ κτήνη κατακομίζοντες, ποίοις ἄρα κεχρήσεσθε λόγοις δυναμένοις ἐξαρκέσαι εἴς γε τὸ δύνασθαι τὰ ἐγκλήματα διαφεύγειν; Ὅτι δὲ χυδαιότητος ἐννοιῶν καὶ ἕτερον οὐδὲν ἢ εἰδώλων ποίησις πειρᾶται διδάσκειν· ταύτῃ τοι καὶ λίαν ἰσχνοεπεῖ. Συνάγουσι γὰρ ἐκ μαρσίπου, φησὶν, ἀργύριον καὶ χρυσίον, καὶ ἐν ζυγῷ θήσουσιν, ἐν σταθμῷ ἰσομέτρῳ, ἑκάστου τάχα συνεισκομίζοντος, ἵνα κατὰ τὸ εἰκὸς τῷ πλέον εἰσφέροντι προσκέοιτο μᾶλλον ὁ τεχνουργούμενος. Φαίη δ’ ἂν, οἶμαι, τὶς ὡς εἴπερ ἦσαν χρημάτων ἐπιδεεῖς, οὐδ’ ἂν ὅλως ἐσχήκασι Θεὸν, καὶ εἰ μὴ τεχνιτῶν ηὐπόρει ἡ ὑπ’ οὐρανὸν, οὐδεὶς ἦν ὅλως ὁ πρὸς αὐτῶν προσκυνούμενος.
Ἥκασι δὲ ἀμαθίας εἰς τοῦτο καὶ ἀσυνέτων ἐννοιῶν, ὥστε προϋφεστηκότες αὐτοὶ τῶν ἰδίων Θεῶν τιμῶσιν ὄντας ὀψιγενεῖς, καὶ οὓς χρὴ δήπου μᾶλλον ὁρᾶσθαι δημιουργοὺς, δημιουργοῦσιν αὐτοί· καὶ οἱ τῆς ὕλης κύριοι, καὶ εἰς κατάχρησιν ἀναγκαίαν λαβόντες αὐτὴν παρ’ αὐτῆς αἰτοῦσι τὸ σώζεσθαι. Ἀχθοφορούσει τοὺς θεοὺς ἐπ’ ὤμων αἴροντες αὐτούς· ἀκινήτους ὄντας ὁρῶσι, καὶ οἷπερ ἂν ἕλοιτό τις ἀποφερομένους, καὶ αὐτοῖς προσάγουσι τὰς λιτάς. Οὐκοῦν ὅταν ἴδῃς λαβόντας τὴν λιτὴν, τότε προσδόκησον ἔσεσθαι τὴν ἐπικουρίαν. Εἰ δὲ ἀναισθήτους τε ὁμοῦ καὶ ἀκινήτους ὄντας ὁρᾷς, εἶτα τίνα παρ’ αὐτῶν ἐκδέχῃ τὴν ὄνησιν· Τὰ ἴσα νοσῶν οὐκ αἰσθάνῃ. Πέπτωκας γὰρ εἰς ἐσχάτην ἀναισθησίαν. Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι.
Ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα, καὶ ἤγαγον, ἔκτισα, καὶ ἐποίησα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Ἀπάτῃ καὶ σκότῳ καὶ ἀμαθίᾳ δεινῇ κεκρατημένους ὁρῶν κατοικτείρει πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ ἀνόπιν ὥσπερ ἰέναι κελεύει, τῆς διανοίας τὸν ὀφθαλμὸν ἀκριβῆ τοῖς πράγμασιν ἐπιφέροντας, ἵνα καὶ ἵνα κακοῦ εἰσι μαθόντες μεθορμίσωνται πρὸς τὰ ἀμείνω, καὶ τῶν πρὸς αὐτοὺς γεγονότων λόγων ἀτελευτήτους ἔχοντες μνήμας, μετανοεῖν ἕλοιντο, καὶ οὐκ ἀπὸ γλώττης μόνον τοῦτο δρῶντας ἁπλῶς, ἀλλ’ ἐξ αὐτῆς καρδίας.
PG 70:997Ἀξιεπαινετώτατος γὰρ καὶ ἀληθὴς εἴη ἂν ὁ τῆς τοιᾶσδε μεταγνώσεως τρόπος. Ὅτι μὲν οὖν ἡ εἰδώλων ποίησις χρῆμά ἐστι καταγέλαστον, ἐξ ὧν ἤδη προεῖπε διειδέναι κελεύει. Ὅτι δὲ Θεὸς πάντων ἐστὶν αὐτὸς, ἐκ τῶν ἐνόντων αὐτῷ κατὰ φύσιν θεοπρεπεστάτων ἀξιωμάτων ἐννοεῖν ἀναπείθει. Εἰμὶ γὰρ ἐγὼ, φησὶν, ὁ πάντων ἔχων τὴν γνῶσιν, καὶ πρὶν γενέσθαι τι καταμηνύων αὐτὸ, καὶ εἰς πέρας ἄγων τὸ ἐπηγγελμένον. Διαβεβαιοῦμαι δὲ πρὸς τοῦτο, ὅτι πᾶν εἴ τι βεβούλευμαι συντετέλεσται, καὶ ἀπρακτήσειεν ἂν παντελῶς οὐδὲν τῶν δοκούντων ἐμοί. Πάμμεγα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν ἰσχύος ἀμάχου καὶ θεοπρεποῦς. Ἄνθρωποι μὲν γὰρ, καίτοι τὰς ἀνωτάτω τιμὰς λαχόντες καὶ τὰς εἰς λῆξιν ἔχοντες δυναστείας, προτίθενταί τινα σκοπὸν, καὶ κατορθῶσαί τι βουλεύονται, ἀλλ’ οὐ πάντη τε καὶ πάντως αὐτοῖς ἔρχεται κατὰ ῥοῦν τὰ διεσκεμμένα.
Πλεῖστα γὰρ ὅσα παρεμπίπτει τὰ μεταξὺ, καὶ δυσάντητον ἔχει τὴν ἐκκοπήν· Θεός γε μὴν ὁ τῶν ὅλων, εἴπερ τι βούλοιτο δρᾷν, τί ἂν γένοιτο τὸ ἀντιστατοῦν, καὶ ἀντεξάγον αὐτό; Ἃ γὰρ Θεὸς ὁ ἅγιος βούλεται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Οὐκοῦν εἰς ἀπόδειξιν τοῦ ὅτι Θεός ἐστι κατὰ φύσιν καὶ ἀληθῶς, λέγοιτο ἂν εἰκότως παρ’ αὐτοῦ τὸ, Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι, ποιήσω. Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰουδαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσόλυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκόμισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκληρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν.
Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω τῆς γῆς αὐτῆς ἦσαν.
Καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπωρυγὰς, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.6 Ταυτὶ μὲν οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἐπειδὴ δὲ δυσέφικτος ἦν ὁ λόγος, καὶ τῶν νοημάτων ἡ δύναμις οὐ σφόδρα σαφὴς τοῖς ἀκροωμένοις, αὐτὸς δὴ πάλιν αὐτὴν διατρανοῖ λέγων· Εἶπον δὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα ἃ εἶπον. Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς αὐτὸν εἰς Βαβυλῶνα. Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰςάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται τοῦ γενέσθαι βασιλείαν ἀσθενῆ, καὶ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν.
PG 70:999Ὡς γὰρ ἐν βίβλῳ τῶν Βασιλειῶν ἀνέγνωμεν, μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, τὸν Σεδεκίαν αἰχμάλωτον, καί τινας τῶν ἐπιφανῶν σὺν αὐτῷ δεδεμένους, ἀπεκόμισεν εἰς τὴν Χαλδαίων ὁ Βαβυλώνιος· καὶ ταῦτά ἐστι τὰ ἐκλεκτὰ τῆς κέδρου. Εἰμὶ τοίνυν ἐγὼ, φησὶν, ὁ καλῶν ἀπὸ ἀνατολῶν πετεινόν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, οὐ διέψευσμαι, φησί. Προαπήγγελκα μὲν γὰρ ὡς ἥξει κατὰ καιροὺς, ἀλλ’ εἰς πέρας ἤχθη τὸ προειρημένον. Ἔκτισα, τοῦτ’ ἔστι, κατεσκεύασα κακὰ, δηλονότι γοῦν τὰ κακωτικὰ, καὶ τὰς τοῦ πολέμου συμφορὰς τοῖς τὴν ἐμὴν ἀτιμάσασι δόξαν, καὶ εἰδώλοις ἀψύχοις προσνενευκόσι. Καὶ ἐποίησα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Οὐ γὰρ τῆς ἐκείνου χειρὸς ἦν ἔργον τὸ κατισχύσαι τοῦ Ἰσραὴλ, εἴπερ ἦν ἐπίκουρος αὐτῷ Θεός.
Ἀλλ’ αὐτὸς σώζων καὶ προεστηκὼς, εὐώδωσα αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, ἵνα ὑπαγάγῃ ταῖς δίκαις τοὺς τῆς εἰς αὐτὸν εὐσεβείας ὀλίγα πεφροντικότας, μᾶλλον δὲ καὶ εἰσάπαν ἀποσκιρτήσαντας, ὥστε, καὶ ξύλοις, καὶ λίθοις τὴν αὐτῷ τε καὶ μόνῳ πρεπωδεστάτην ἀναθεῖναι τιμήν τε καὶ δόξαν. Ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ὡς μακρὰν ἀπὸ τῆς δικαιοσύνης. Ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ μὴ βραδύνω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Ἰδοὺ δὴ πάλιν σωτηρίαν αὐτοῖς ἐπαγγέλλεται, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ, μὴ ἄρα πως ταῖς ἐπέκεινα μέτρου δυσθυμίαις κεκρατημένοι, μακρὰν γένοιντο τῆς ἐλπίδος τοῦ ὅτι σωθήσονται, μετανοεῖν ᾑρημένοι. Ἀκάρδιοι μὲν οὖν οἱ πλανώμενοι, καὶ ἀληθὴς ἐπ’ αὐτοὺς ὁ λόγος.
Ποίῳ γὰρ νῷ κεχρημένοι δημιουργοῦσιν αὐτοὶ τοὺς προσκυνουμένους, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας, παρ’ αὐτῶν αἰτοῦσι τὸ σώζεσθαι; Πλὴν καὶ οὕτως ἀνέχεται Θεὸς, καὶ κατοικτείρει μᾶλλον ἠπατημένους, καὶ πεσόντας ἐλεεῖ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀνακομίζει πρὸς σύνεσιν, καὶ ἀνανήφειν κελεύει, καὶ μακρὰν ὄντας διεσχοινισμένους τε τῆς δικαιοσύνης, τοῦτ’ ἔστι, Θεοῦ, πρὸς αὐτὸν ἰέναι κελεύει. Ἔοικε δὲ ταῖς ὑποσχέσεσι τῆς μερικῆς σωτηρίας, καὶ τῆς καθόλου καὶ γενικωτάτης συναναπλέκειν τὴν δήλωσιν. Σέσωκε μὲν γὰρ ἐκ γῆς Χαλδαίων τοὺς ἐν τάξει δορυκτήτων εἰς αὐτὴν ἀπενηνεγμένους, καὶ μερικὸν ἐπικούρημα φαίη ἂν, οἶμαι, τὶς τουτὶ, γενικώτατον δὲ τὸ διὰ Χριστοῦ, ὃ καὶ ἀναδείξειν οὐκ εἰς μακρὰν τοῖς πάλαι κατεπηγγέλλετο.
PG 70:1001Ἤγγισα γὰρ, φησὶ, τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ μὴ βραδύνω. Ἐοικέναι δὲ τοῦτό φαμεν τῷ, Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Δέδοται δὲ ἐν Σιὼν ἡ σωτηρία τῷ Ἰσραὴλ εἰς δόξασμα. Καὶ Σιὼν ἐν τούτοις τὴν νοητὴν ὀνομάζει, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα πάντες ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰςραήλ. Ὥσπερ γὰρ Ἰουδαῖός ἐστιν οὐχ ὁ κατὰ σάρκα μόνον, ἀλλὰ γὰρ εἴ τις καὶ τῆς ἐν πνεύματι περιτομῆς ἠξίωται· οὕτως καὶ Ἰσραὴλ, οὐχ οἱ ἐξ αἵματος μόνον τοῦ Ἰσραὴλ γεγονότες, ἀλλὰ γὰρ καὶ ὅσοι νοῦν ἐσχήκασιν ὁρῶντα Θεὸν, οἳ καὶ εἰς τέκνα τέθεινται, καὶ κατ’ ἐπαγγελίαν του Ἀβραὰμ, καὶ τούτους εἶναί φαμεν τὸν ἀληθέστερον Ἰσραήλ. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν [οὐκ ἔστι θρόνος· εἴσελθε εἰς τὸ σκότος], θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά.
Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψον τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιὰς, ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου· φανήσονται οἱ ὀνειδισμοί σου. Τὸ δίκαιον ἐκ σοῦ λήψομαι. Εἰπὼν ὅτι Δέδωκα τῷ Ἰσραὴλ σωτηρίαν εἰς δόξασμα, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας αὐτοῖς ἐπαγγειλάμενος λύτρωσιν, διαμνημονεύει λοιπὸν καὶ ἀφηγεῖται σαφῶς, τίνα τε ἥλω τρόπον καὶ πεπόρθηται, καὶ οἷον ἐν πίνακι καταγράφει τῶν ἁλόντων τὸ σχῆμα. Ὥσπερ γὰρ τῇ τῶν Ἰουδαίων χώρᾳ τὴν ἐκ τοῦ πολέμου τῶν Βαβυλωνίων προκαταμεμήνυκεν ἐξανάστασιν, λεπτῶς ἕκαστα διεξιὼν, καὶ λέγων· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν, ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών· καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοὺς κόσμους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς κοσύμβους,6 καὶ τὰ τούτων ἐφεξῆς· εἶτα προσεπάγει τούτοις·
Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλακρώματα ἕξεις διὰ τὰ ἔργα σου· καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον·6 οὕτω καὶ νῦν οἷα πείσονται τῶν Βαβυλωνίων αἱ θυγατέρες ἤγουν αἱ σύνοικοι, Περσῶν τε καὶ Μήδων περιελκόντων αὐτὰς, διαδείκνυσι λέγων· Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, ὑπεμφήνειεν ἂν τὸ, ταπεινώθητι, καίτοι πάλαι νοσοῦσα δεινῶς τὴν ὑπεροψίαν. Κατάβηθι τοίνυν ἐξ ὄρους καὶ φρονήματος ὑψηλοῦ πρὸς ταπείνωσιν, ἐκ δόξης εἰς ἀτιμίαν, ἐκ τρυφῆς εἰς ταλαιπωρίαν, ἐξ ἀμετρήτου πλούτου εἰς πτωχείαν ἐσχάτην, ἐξ ἐλευθερίας εἰς δουλείαν, καὶ ἁπαξαπλῶς ἐξ ἁπάντων τῶν ἡδίστων ἐπὶ τὰ χείρω καὶ μοχθηρότατα. Κάθισον εἰς τὸ σκότος, τὸ ἐκ τῆς ἀνηκέστου συμφορᾶς δηλονότι.
PG 70:1003Καταδουλοῖ γὰρ τὸν νοῦν λύπη δριμεῖα καταχεομένη ψυχῆς, καὶ ἀδοκήτων ἔφοδος πόνων, καὶ φορτίου δίκην ἐπιπίπτων φόβος. Ὅτι δὲ παρελήλακεν αὐτῆς ὁ τῆς ἀρχαίας εὐημερίας καιρὸς, δείκνυσι λέγων· Οὐκέτι μὴ προσθήσῃ κληθῆναι ἁπαλὴ, καὶ τρυφερά. Τὰ μὲν γὰρ τῶν Χαλδαίων γύναια, τὸ ἀπεικὸς οὐδὲν, ἁβρὰν ἐσχηκέναι τὴν δίαιταν, εἶναί τε φιλόκοσμα, καὶ κομμωτικὴν ἐπιστήμην οὐκ ἐν σμικρῷ ποιεῖσθαι λόγῳ· ὅτι καὶ αὐτούς φασι τοὺς τῶν τακτικῶν ἐπιστήμονας χρυσῷ καὶ λίθοις ἐπισεμνύνεσθαι, καὶ οὐκ ἀθαυμάστῳ κόσμῳ διαπρέπειν ἐπείγεσθαι, καὶ ἐν αὐταῖς ταῖς μάχαις. Οὐ κεκλήσῃ τοίνυν ἔτι τρυφερὰ, φησὶν, ὑποστήσῃ δὲ μᾶλλον, καὶ οὐχ ἑκοῦσα, τὴν ἐν τῷ θητεύειν ταλαιπωρίαν· ἀλήσεις ἄλευρον, γυμνὴ τῶν τῆς κεφαλῆς ὀφθήσῃ καλυμμάτων· ἀτημελῶς δηλονότι τῆς τριχὸς διαῤῥεούσης πανταχοῦ, καίτοι πάλαι ποικίλως ἀνεσφιγμένης.
Ἀνακάλυψαι τὰς πολιὰς, καὶ τοῦτο σημεῖον ἂν γένοιτο σαφὲς, τοῦ πρὸς τοςαύτην ὠμότητα τοὺς ᾑρηκότας ἐλθεῖν, ὡς μηδὲ πρεσβύτιδος φείσεσθαι γυναικός. Ἀνάσυρε τὰς κνήμας, διάβηθι ποταμούς. Ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου. Τὰς γάρ τοι πεσούσας ἅπαξ εἰς ἀπαγωγὴν, καὶ τῆς ἐνεγκούσης ἀποφερομένας, εἰς τὴν τῶν νενικηκότων, καὶ μεταξὺ παρεμπίπτοντας τῶν ποταμῶν διαπεραιοῦσθαι δεῖ ποδὶ, ἀνασυρομένας δηλονότι, καὶ τὴν θηλείαις πρέπουσαν αἰδῶ μηκέτι φερούσας ἐν ὀφθαλμοῖς· ἀλλ’ ὡς ἐξ ἀνάγκης καὶ τὰ τοῦ σώματος ἀπόῤῥητα γυμνούσας πολλοῖς. Φαίη δ’ ἄν τις καὶ ἑτέρως αὐτῆς ὀφθῆναι τὴν αἰδῶ, καὶ φανῆναι τοὺς ὀνειδισμοὺς ὡς ἁλούσης ἅπαξ, καὶ ἐν τοῖς ἀπευκτοῖς γενομένης, καίτοι πάλαι τρυφώσης, καὶ ταῖς εἰς λῆξιν εὐημερίαις ἐναβρυνομένης.
Εἶτά φησιν, ὅτι Τὸ δίκαιον ἐκ σοῦ λήψομαι, τοῦτ’ ἔστι, ὅπερ χρή σε παθεῖν, τοῦτο παρὰ σοῦ λήψομαι. Καὶ ποῖον τοῦτό ἐστι, δι’ ἑτέρου τῶν ἁγίων προφητῶν προκαταμεμήνυκεν εἰπών· Καθὼς ἐποίησε, ποίησε, ποιήσω αὐτῇ.6 Καὶ πάλιν· Καθὼς ἐποίησας, ἔσται σοι οὕτως· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.6 Εἴρηται δὲ καὶ ἑτέρωθί που περὶ παντὸς τοῦ πλημμελεῖν εἰωθότος· Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ.6 Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, εἶπεν ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ· ὁ Ἅγιος Ἰσραὴλ ὄνομα αὐτῷ. Παρεισβέβληκε μεταξὺ λόγος ἕτερος, καὶ ὡς πρός γε τὸν Ἰσραὴλ, καὶ ὑπισχνεῖται Θεὸς τὰ κατ’ οὐδένα καιρὸν ὑπὸ χεῖρα πεσεῖν ἐχθρῶν, ἐλεῆσαι γὰρ ὡς ἰσοστάθμους τῶν αὐτῷ πεπλημμελημένων ἐκτετικότας δίκας, μᾶλλον δὲ καὶ πέρα τούτου κεκολασμένους.
Ἔφη γάρ που περὶ αὐτοῦ· Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου τὰ ἁμαρτήματα αὐτῆς.6 Οὐκοῦν Ὁ ῥυσάμενός σε, φησὶ, Κύριος Σαβαὼθ, ᾧ καὶ ὄνομα Ἅγιος Ἰσραὴλ, εἶπεν, Οὐκέτι παραδοθήσῃ πονηροῖς, καὶ ἀφιλοικτείρμοσιν ἀνθρώποις, δῆλον δὲ ὅτι τοῖς πάλαι νικήσασιν, ἐπείτοι Θεὸς ὠργίζετο, καὶ φειδοῦς καὶ ἀγάπης ἔρημον ἠφίει τὸν Ἰσραὴλ, τραπομένους ὁρῶν εἰς ἀπόστασιν καὶ ἀσχέτως ἰόντας ἐπὶ τὸ χρῆναι δρᾷν, ἃ τοῖς θείοις αὐτοῦ διαβέβληται νόμοις. Κάθισον, κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων· οὐκέτι μὴ κληθήσῃ Ἰσχὺς βασιλείας. Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου.
PG 70:1005Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα, καὶ εἶπας· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου. Δικαίᾳ ψήφῳ πανταχοῦ κεχρημένον ἑαυτὸν δεικνύει, καὶ δίκας ἐπάγοντά τισιν οἷς ἂν πλημμελεῖεν, τὰς ἰσοῤῥόπους. Πλεῖστα γὰρ ἦν ὅσα τὰ ἐγκλήματα τῶν Βαβυλωνίων, καὶ γράφεται μὲν αὐτοὺς ἐπὶ πολλῇ λίαν ὠμότητι καὶ ἀπανθρωπίᾳ, καταδείκνυσι δὲ καὶ ἀλαζόνα, καὶ ταῖς ἰδίαις δυνάμεσιν ἀσυνέτως ἐπιθαρσήσασαν, ὥστε καὶ οἴεσθαι τὴν ἐπὶ τὰ χείρω μεταβολὴν κατ’ οὐδένα τρόπον ὑποστήσεσθαί ποτε. Οὐκοῦν ὅταν, φησὶν, ὑπομείνῃς τὴν ἅλωσιν, τότε κατανενυγμένη κάθισον. Τὸ δὲ, κατανενυγμένη, φησὶν, ἀντὶ τοῦ, νοήσασα, κἂν γοῦν ὀψέ ποτε, καὶ μάλιστα κατὰ σαυτήν· δέχου δὲ σκοτοδινίαν.
Ἔφη γὰρ ὅτι τὰ ἀνήκεστα τῶν κακῶν σκότον ὥσπερ τινὰ καταχέει τοῦ νοῦ, καὶ οἷον κόνις ἐμπίπτει ταῖς ψυχαῖς. Οὐκέτι τοίνυν, φησὶ, κληθήσῃ Ἰσχὺς βασιλείας. Ὠνομάζετο γὰρ οὕτως ἡ Βαβυλὼν, ἅτε δὴ καὶ πληθὺν ἔχουσα τὴν ἀριθμοῦ κρείττονα, καὶ χεῖρα μαχιμωτάτην, καὶ ἀποχρῶσαν εἰς ἀντίστασιν, εἰ δή πού τινες εἶεν οἱ ἀνθιστάμενοι, καὶ ἀντεξάγοντες τοῖς τὸ κρατεῖν ἔχουσι παρ’ αὐτοῖς. Εἶτα ποία τις ἦν ἡ πρόφασις τοῦ κατεπαχθῆναι τῶν Βαβυλωνίων τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διατρανοῖ λέγων· Παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου. Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ζαχαρίου φαίνεται λέγων· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.6 Παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἔσθ’ ὅτε Θεὸς, καὶ ἀνουθετήτους τινὰς γεγονότας, καὶ γαῦρον αὐτῷ στήσαντας τὸν αὐχένα μεθίστησι διὰ πόνων εἰς εὐήνιον, ἢ χεῖρας ἐχθρῶν ἐπαγαγὼν αὐτοῖς, ἢ καὶ ἑτέραις πη λύπαις ἐνιεὶς αὐτούς.
Ὥσπερ γὰρ τὰ δυσίατα τῶν τραυμάτων πῦρ ἢ σίδηρος ἐξιᾶται πολλάκις, ἅτε δὴ τῆς τῶν φαρμάκων συμμετρίας οὐκ ἀνεχόμενα, τὸν αὐτὸν δὴ τρόπον, οἶμαι, καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν ἀσχέτοις ἰοῦσαν ὁρμαῖς κατὰ πετρῶν, καὶ τῶν τῆς φαυλότητος τρόπων ἀπρὶξ ἀντεχομένην, πικροῖς αὐτὴν ἐξιᾶται πόνοις. Εἰσὶ δὲ οἳ κολαστῶν ἐν τάξει παρειλημμένοι, δεινοῖς καὶ ἀκράτοις κέχρηνται θυμοῖς, καὶ πέρα φέρονται τοῦ εἰκότος, ἀφορήτως καταφορτίζοντες τοὺς ὑπ’ αὐτοὺς γεγονότας. Παγχάλεπον τοίνυν τὸ χρῆμά ἐστι, καὶ παροξύνεται Θεὸς ἐπὶ τοῖς τοῦτο δρᾷν εἰωθόσιν. Ἀφεκτέον δὴ οὖν τοῦ κακοῦ, κἂν εἴ πού τινες πράττοιντο δίκας, Θεοῦ παιδεύοντος, ἐπὶ τὸ ἥμερον βλέπωμεν, εὖ εἰδότες ὅτι παροξύνεται λίαν ὁ παιδευτὴς, εἰ παρὰ μέτρον τὰ τῆς δίκης αὐτοῖς ἐπιφέροιτο πρὸς ἡμῶν.
PG 70:1007Οὐκ ἠλέησας τοίνυν, φησὶ, πρεσβύτην, καὶ εἷλες μὲν αὐτοὺς οὐκ ἀπὸ τῆς σῆς ἰσχύος, δόντος δὲ μᾶλλον ἐμοῦ. Γέγονας δὲ σκληρός τε καὶ ἀγριόθυμος, καὶ τὸ ἔτι τούτου φορτικώτερον εἰς τοῦτο προῆλθες ἀλαζονείας, ὥστε οἴεσθαί τε καὶ λέγειν, ὡς ἀκατάληκτον ἕξεις τὴν ἀρχὴν, καὶ τὸ ἐν ἀκλονήτοις εἶναι δυναστείαις. Εἶτα ταῦτα συμβαίνοντά σοι, φησὶν, οὐδὲ εἰς νοῦν ἔχειν ἠξίου, οὐδὲ εἰς μνήμην ἐδέξω τὰ ἔσχατα. Ποῖα δὲ ἦν ταῦτα; Τὰ τῆς αἰχμαλωσίας δηλονότι, καὶ τῆς ἐπενεχθείσης αὐτῇ ταλαιπωρίας παρὰ Θεοῦ. Νυνὶ δὲ ἄκουσον ταῦτα, ἡ τρυφερὰ, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα, οὐδὲ γνώσομαι ὀρφανίαν. Νῦν δὲ ἥξει ἐξαίφνης τὰ δύο ταῦτα ἐπὶ σὲ ἐν ἡμέρᾳ μιᾷ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ, ἐν τῇ φαρμακείᾳ σου, ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα, τῇ ἐλπίδι τῆς πονηρίας σου.
Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Γνῶθι ὅτι ἡ σύνεσις καὶ ἡ πορνεία τούτων ἔσται σοι αἰσχύνη καὶ ἐντροπή. Διαλέγεται μὲν ὡς βεβήλῳ καὶ μάχλῳ τινὶ γυναίῳ, θρυπτομένῳ τε καὶ ὡραί̈ζεσθαι μεμελετηκότι. Πλὴν ἐκεῖνό φαμεν· Πλεῖστοί τινες ἦσαν παρὰ τοῖς Χαλδαίοις οἱ μάγοι, οὓς δὴ καὶ σοφοὺς ὠνόμαζον, ὧν ταῖς ὑποθήκαις καὶ ψευδηγόροις μαντείαις πάντα ἔδρων οἱ Βαβυλώνιοι. Ὑποπλαττόμενοι γὰρ ἀκριβῆ τῶν μελλόντων εἴδησιν ἔχειν ἐμαντεύοντο τοῖς κρατοῦσι τῆς γῆς σκυθρωπὸν μὲν οὐδὲν, ἐκεῖνα δὲ μᾶλλον, οἷς ἦν εἰκὸς ἐπιγάννυσθαι τοὺς ἀκροωμένους. Χρὴ τοίνυν ἐννοεῖν, ὅτι, καὶ Κύρου τὴν ἔφοδον ἀπειλοῦντος αὐτοῖς ἤδη τε ἐπάγοντος τὰς τῶν πολεμίων ἐμβολὰς, παρῆσάν που πάντως εἰς μέσον ἐκεῖνο ψευδηγοροῦντες καὶ λέγοντες, ὡς αὐτίκα δὴ μάλα περιέσονται μὲν αὐτοῦ, κρατήσουσι δὲ καὶ λίαν ἀμογητὶ, καὶ καταλλάξουσι τῶν ἐχθρῶν, ἐπορχήσονταί τε κειμένοις.
Ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα. Νῦν δὲ ἄκουσον, τρυφερά. Διασύρει δὲ διὰ τούτων τῶν Βαβυλωνίων τὴν δίαιταν, ὡς ὑδαρεστέραν καὶ ἀνειμένην. Ἁβροὶ γὰρ ἦσαν, μύροις μὲν τοῖς εὐωδεστάτοις καταχριόμενοι, στολαῖς δὲ ποικίλαις χρώμενοι, καὶ τὴν ἐκ τοῦ κοσμεῖσθαι τιμῶντες φαιδρότητα, ὥστε καὶ ἐν λόγῳ κεῖσθαι παρ’ αὐτοῖς τὴν κομμωτικὴν ἐπιστήμην, εἶναί τε καὶ κάλλους ἅμιλλαν. Τρυφερὰ δὴ οὖν ὠνόμασται διὰ τοῦτο. Φησὶ δὲ αὐτὴν καὶ καθημένην, ἀντὶ τοῦ, βασιλεύουσαν, τῶν προσοίκων δηλονότι, μᾶλλον δὲ, καὶ τῶν ἔτι μακρὰν ἐθνῶν. Ἦν δὲ καὶ πεποιθυῖα, τοῦτ’ ἔστιν, ἀμετρήτῳ πληθύϊ τῶν μαχίμων ἐπιθαρσήσασα, ὥστε καὶ λέγειν· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Ὠήθη γὰρ ὅτι κατ’ αὐτὴν οὐδεμία ἔσται παντελῶς ἑτέρα. Ἀλλ’ ἐσφάλετο τῆς ἐλπίδος, καὶ διημάρτηκε τἀληθοῦς.
Ἀντεγήγερται γὰρ ὁ Κῦρος, Πέρσας τε καὶ Μήδους ἐπάγων αὐτοῖς· καὶ μόλις ἔγνω παθοῦσα τὴν ἅλωσιν, ὡς ἦν ἑτέρα καὶ κρείττων αὐτῆς, ἡ Περσῶν δηλονότι καὶ Μήδων χώρα τε καὶ γῆ, ὑφ’ ἧς γέγονε χήρα τε καὶ ἄτεκνος, καίτοι τὸ παθεῖν οὐ προσδοκῶσά ποτε. Κεχήρευται γὰρ τοῦ βασιλεύοντος ἐν αὐτῇ κατενηνεγμένου πρὸς θάνατον, ἠτεκνώθη δὲ τῆς τῶν μαχίμων πληθύος τοῖς ᾑρηκότων ξίφεσι δεδαπανημένης. Ἦλθεν οὖν ἐπ’ αὐτῇ χηρεία τε καὶ ἀτεκνία. Καὶ ταῦτα συμβήσεταί σοι, φησὶν, ἐν τῇ φαρμακείᾳ σου, καὶ ἐν τῇ ἰσχύϊ τῶν ἐπαοιδῶν σου σφόδρα τῇ ἐλπίδι τῆς πονηρίας σου. Ἐπειδὴ γὰρ, φησὶ, πονηρὰν εἶχες ἐλπίδα ἐπί γε ταῖς αὑτῆς φαρμακείαις καὶ ταῖς ἐπαοιδαῖς, ταύτῃτοι γέγονας ἄτεκνός τε καὶ χήρα· ὑψοῦ γὰρ αἴρουσα τὴν ὀφρὺν, καὶ ἀλαζονείας ἔμπλεων τὴν διάνοιαν ἔχουσα, σαυτὴν ἀμείνω τῶν ἄλλων πασῶν καὶ ἀλκιμωτέραν ᾠήθης εἶναι χωρῶν.
PG 70:1009Ἔφης γὰρ ὅτι οὐκ ἔστιν ἑτέρα. Γνῶθι δὴ οὖν ὅτι ἡ σύνεσις τούτων, καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. Φθάσας ἔφην ὅτι σοφοὺς ἐκάλουν τοὺς μάγους, ἤτοι συνετούς. Ἴσθι δὴ οὖν, ὦ Βαβυλὼν, φησὶν, ὅτι ἡ σοφία τῶν μάγων, ἤγουν ψευδομάντεων, καὶ ἐπαοιδῶν, καὶ ἡ πορνεία σου πρὸς τούτοις ἔσται σοι αἰσχύνη Πέπτωκας γὰρ ὑπὸ χεῖρα τῶν ἐχθρῶν, ὡς τούτοις ἐπιθαρσήσασα, ὧν οὐδὲν ἀπόνασθαι δυνατὸν, πλὴν ὅτι καταισχυνθῆναι μόνον ὡς εἰκαίαν ἐπ’ αὐτοῖς λαβοῦσαν ἐλπίδα. Πορνείαν γέ φησιν ἐν τούτοις τὴν Βαβυλωνίων, οὔτι που πάντως τὴν σωματικὴν, ἀλλὰ γὰρ τὴν ἀκρατῆ καὶ ἀχάλινον ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Γῆ γὰρ ἦν τῶν γλυπτῶν, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὅλοις ὥσπερ ἀπεκομίζετο τοῖς ἱστίοις. Καὶ εἶπας τῇ καρδίᾳ σου·
Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς· βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν. Καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαίφνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Γράφεται πάλιν ἀλαζονείας αὐτὴν, καὶ ἀποστήσασαν μὲν ὁλοτρόπως τὴν ἑαυτῆς καρδίαν τοῦ εἰδέναι φιλεῖν, ὡς ἐν ἀνθρώποις μὲν ἀραρὸς οὐδὲν, ἀπήρτηται δὲ τῶν θείων διανευμάτων τὸ εἶναι τυχὸν ἢ μὴ τοὺς ἐπὶ τῆς γῆς· ἀλλ’ οἵ γε τοῦτο εἰδέναι μὴ ἀνασχόμενοι, ταῖς σφῶν αὐτῶν ἀνάπτουσι κεφαλαῖς τὸ πάντα δύνασθαι κατορθοῦν, καὶ ὅσαπερ ἂν τελεῖν δύναται πρὸς εὐημερίαν αὐτοὺς, οἱ τοιοῦτοι θαυμάζουσι, καὶ ῥάβδον ὥσπερ ἑαυτοῖς ὑποστήσαντες καλαμίνην ἁλοῖεν ἂν, πίπτουσι γὰρ ἀδοκήτως, καὶ τὸν παρ’ ἐλπίδα θρηνοῦσιν ὄλεθρον.
Οὐκοῦν ἐπειδήπερ ἔφης ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, καταλήψεταί σε πικρὸν τῆς οὕτω δεινῆς ἀλαζονείας τὸ πέρας. Ἥξει γὰρ ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, τοῦτ’ ἔστιν, ἀνόνητός σοι καὶ ἡ μαντεία πρὸς τοῦτο γενήσεται. Πείσει γὰρ ἃ οὐκ ἔγνως, καὶ συμβήσεταί σοι πικρὰ καὶ ἀδόκητος συμφορά. Ἥξει βόθυνος, καὶ ἐμπέσῃ εἰς αὐτόν· ὅμοιον ὡς εἰ λέγοι, δεινὸν καὶ δυσδιάφυκτον κακόν. Τοῖς γὰρ ἅπαξ εἰς βόθρον κατενεχθεῖσιν, εἴπερ τις εἴη βαθὺς, τὸ διαφυγεῖν δύνασθαι τῶν ἀνηνύτων ἔσθ’ ὅτε. Ἥξει δὲ καὶ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· ἤξει καὶ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Οὐ γὰρ ἦν εἰδέναι τοὺς μάγους τὸ ἐσόμενον ἁπλῶς· μαντευόμενοι δὲ τὰ πρὸς χάριν, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, κατὰ τὸ γεγραμμένον, ἀσύμβατον ταῖς προαγορεύσεσιν ἑώρων συμβεβηκὸς τῶν ἐλπισθέντων τὸ πέρας.
PG 70:1011Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν, καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογὸς, ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ’ αὐτούς· οὖτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος· ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Διαγελᾷ καὶ οἷον κατειρωνεύεται τῆς τῶν μάγων δεισιδαιμονίας, τὸ διάκενον ἄθυρμα, καὶ δὴ καὶ εἰςάπαν ἀνωφελὲς ἀποφαίνει τὸ ἐπιτήδευμα. Συναγηγερμένων γὰρ τῶν μαχίμων, φησὶ, Κύρου τε ὄντος κατὰ σοῦ, καὶ τῆς τῶν πολεμίων φάλαγγος κατευμεγεθούσης τῶν παρὰ σοὶ τοξευμάτων, ἀσθενήσουσιν αἱ ἀσπίδες, καὶ τῆς τοξείας ἡ δύναμις ὠφελήσει μηδὲν, ὅταν ὁπλίταις ὁμοίως, καὶ τοῖς πεζομάχοις οἱ τῶν ἵππων πέσωσιν ἐμβάται.
Στῆθι ἐν ταῖς ἐπαοιδαῖς σου, καὶ τῇ πολλῇ φαρμακείᾳ σου, ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνηθῇς ὠφεληθῆναι. Ἀνάστησον, φησὶ, τοῖς πολιορκοῦσι τοὺς μάγους, τοῖς εὖ εἰδόσι τὰ τακτικὰ τῶν ἐπαοιδῶν τὰς ψυχρολογίας· ἀλλ’ οὐ δυνήσῃ, φησί. Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Ὤνησαν γάρ σε παντελῶς οὐδὲν τὰ δοκοῦντά πως εἶναι σοφὰ τῶν μάγων βουλεύματα. Εἰ δὲ οἴει τὸν ἐμὸν τῆς ἀληθείας ἐφαμαρτῆσαι λόγον, στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι, τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Ἕτερον τοῦτο βωμολόχων μὲν τάγμα τι, μετά γέ φημι τοὺς μάγους καὶ τοὺς ἐπαοιδούς. Προσεποιοῦντο γὰρ τῶν παρ’ αὐτοῖς τινες, τάς γε ἀνατολὰς καὶ τὰς δύσεις τῶν ἄστρων εἰδέναι, καὶ τὴν ἑκάστου κίνησιν ἀναμετρεῖν ὅποι ποτέ εἰσι, καὶ πόθεν ἔρχονται, διετείνοντό τε διὰ τῆς εἰς τοῦτο ψευδοῦς ἀκριβείας τὴν τῶν ἐσομένων δέχεσθαι γνῶσιν.
Οὐκοῦν εἴπερ εἰσὶν οὐ ψευδοεπεῖς, καὶ εἰς προφητῶν αὐτοῖς ἀποπληροῦσι τάξιν οἱ τὸ στερέωμα λαχόντες ἀστέρες, λεγέτωσαν τὰ συμβησόμενα. Ἀλλ’ οὐκ ἂν ἔχοιεν φράσαι, φησὶν, ἔσονται γὰρ ὁμοῦ τοῖς ἄλλοις, φρυγάνων δίκην, πυρὸς ἔργον καὶ τροφὴ, καὶ οὐκ ἄν τις αὐτῶν διαφύγοι. Εἶτα τρόπον τινὰ προσμειδιῶν τῇ Βαβυλωνίων, ὡς πεπλανημένῃ, ἐπιφέρει καί φησιν, Ἔχεις ἄνθρακας πυρὸς, τοῦτ’ ἔστι, θερμοὺς καὶ ζέοντας ἄνδρας τοὺς περὶ ὧν ὁ λόγος, ὅταν ἐπ’ αὐτοῖς καθίσεις. Ἡ δὲ κάθισις κατασημαίνειεν ἂν τὴν ἀνάπαυσιν. Οὗτοι ἔσονταί σοι βοήθεια· εἰ γὰρ ἕλοιο, φησὶν, ἐπαναπαύεσθαι ταῖς μάγων ψευδοεπείαις, καὶ ταῖς τῶν ἑτέρων βωμολοχίαις, πολλὴν ἐντεῦθεν εὑρήσεις τὴν ἐπικουρίαν. Εἶτα πάλιν πρὸς αὐτήν· Ἐκοπίασας ἐν τῇ μεταβολῇ ἐκ νεότητος.
Πάλιν τὸ, ἐκοπίασας, ἀντὶ τοῦ, ἠσθένησας, ἐκληπτέον. Ἀποστᾶσα γὰρ Θεοῦ καὶ μεταφοιτήσασα πρὸς ἐξιτηλίαν, διὰ τοῦ προσνεῦσαι δαιμονίων ἀπάταις, καὶ τοῦτο ἐκ νεότητος, ἀσθενὴς γέγονας καὶ εὐάλωτος. Οὐ γὰρ ἐπλούτεις εἰς ἐπικουρίαν τὴν παρά γε μόνου τοῦ σώζειν εἰδότος, ὃς δὴ καὶ ἔστι τῶν δυνάμεων Κύριος. Προσεπάγει δὲ τούτοις, ὅτι Ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία· ὅμοιον ὡς εἰ λέγοι· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτροις ἀποστάσεσι Θεῷ προςκρούοντες, ἢ διὰ τοῦ καθικέσθαι πρὸς τὰ σαρκὸς, ἢ καὶ ἕτερόν τι τυχὸν ἀῤῥωστῆσαι τῶν παθῶν. Σὺ δὲ εἰς τοῦτο προὔβης ἀνοσιότητος, ὥστε μηδένα σοι σωτηρίας περιλειφθῆναι τρόπον· ταῖς γὰρ ἀσχέτοις ἐκκλίσεσιν ἕψεται ἡ δίκη. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι, οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι·
PG 70:1013Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τὰ πρότερον ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε. Διαπεράνας τὸν λόγον τὸν ἐπί γε τοῖς Βαβυλωνίοις, μεθίστησι πάλιν τῆς νουθεσίας τὴν δύναμιν ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, κεκλικότας αὐτοὺς εἰσάπαν ὁρῶν, καὶ ὅλαις ὥσπερ ἡνίαις ἀπενηνεγμένους εἰς ἀπόστασιν. Μετὰ γάρ τοι τὴν Ἐζεχίου τελευτὴν τοὺς τῆς βασιλείας διέπων θρόνους ὁ ἐξ αὐτοῦ γεγονὼς Μανασσῆς, ἀνὴρ γέγονε δυσσεβέστατος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ὁλοτρόπως συνηρπασμένος· προὔβη δὲ εἰς τοῦτο κακίας, φαυλότητός τε καὶ ἀνοσίων ἐγχειρημάτων, ὥστε βωμῶν καὶ ἀγαλμάτων τὴν ἁγίαν πλῆσαι πόλιν, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ ναῷ καθιδρῦσαι βδέλυγμα, τοῦτ’ ἔστιν, ἐν τάξει Θεοῦ πεποιημένον ἄγαλμα.
Ἠτιᾶτο γοῦν ἐν τούτοις τὴν Ἱερουσαλὴμ ὁ Θεὸς τῶν ὅλων, οὕτω λέγων· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἁγίων ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;6 Ποτὲ δὲ πάλιν. ὅτι Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ. Ἵνα τί λαλεῖτε πρὸς μέ; Πάντος ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε πρὸς ἐμὲ, λέγει Κύριος.6 Ἱερεμίου γε μὴν προσπίπτοντος καὶ λιτὰς ἀνατείνοντος τὰς ὑπέρ γε τοῦ Ἰσραήλ, ἔφη Θεός·6 Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει τε καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι. Οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ;
Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαμῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.6 Ὡς γὰρ ἔφην φθάσας, ὁ Ἐζεχίου παῖς Μανασσῆς λελάτρευκε μὲν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λόγου δὲ παντὸς ἀξιοῦν ἤθελε γόητάς τε καὶ ψευδομάντεις, ἐπῳδοὺς καὶ οἰωνοσκόπους, τέθυκέ τε τοῖς εἰδώλοις καί τινα τῶν αὐτοῦ τέκνων. Οὐκοῦν εἰς τοῦτο φαυλότητος καὶ δυσσεβείας ὠλισθηκότα τὸν Ἰσραὴλ συχναῖς νουθεσίαις εἰς τὸ τῆς ἀληθείας φῶς ἀνακομίζειν ἤθελεν ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοι καὶ μάλα συχνὸν τὸν τῆς παρακλήσεως αὐτοῖς ἐχαρίζετο λόγον, ἵνα τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμὸν, καὶ δαιμονιώδους αὐτὸν ἀχλύος ἀπαλλάττοντες, κἂν γοῦν ὀψέ τε καὶ μόλις ἰδεῖν ἰσχύσωσι, τίς ἐστιν ὁ τῶν ὅλων Γενεσιουργὸς καὶ Δεσπότης.
PG 70:1015Ταύτῃ τοί φησιν· Ἀκούσατε ταῦτα, ὁ οἶκος Ἰακὼβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ, καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες. Οἰκονομικώτατα λίαν τῆς τῶν πατέρων εὐγενείας, τῆς ὡς ἐν ἤθει, φημὶ, καὶ τρόποις ποιεῖται μνήμην πρὸς ἐντροπὴν τῶν ἐκκεκλικότων. Ἦσαν γὰρ, ἦσαν ἐξ αὐτῶν μὲν κατὰ τὴν σάρκα, πλὴν ἀλλότριοι, καὶ μακρὰν τῆς ἐκείνων ἐπιεικίας, ἑτερότροποί τε καὶ ἑτερογνώμονες, καὶ ψιλὴν ἔχοντες τὴν ἀπ’ ἐκείνων κλῆσιν, ἀσύμβατοι δὲ τὴν γνώμην ἐκείνοις ὄντες ὧν αὐχοῦσι τὴν εὐγένειαν. Ὅτι δὲ εἰκαῖον τοῦτο πρὸς ὄνησιν αὐτοῖς, διέδειξεν ἐναργῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ἰουδαῖοι μὲν γὰρ ἐπὶ τῇ τῶν πατέρων λαμπρότητι φρονοῦντες μέγα, καύχημά τε ποιούμενοι τὰς ἐκείνων ἀρετὰς, ἀσυνέτως ἔφασκον· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ.6 Ὁ δὲ πρὸς αὐτούς·
Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.6 Οὐκοῦν οὐκ ἀπόχρη τοὔνομα πρὸς εὐκλείας δύναμιν τοῖς ἐκ πατέρων οὖσι λαμπρῶν, εἰ μὴ τῆς ἐνούσης αὐτοῖς φαιδρότητος γένοιντο μιμηταί. Ἐντρέπει τοίνυν αὐτοὺς, κεκλῆσθαι μὲν λέγων τῷ ὀνόματι Ἰσραὴλ, ἐξελθεῖν δὲ καὶ ἐξ Ἰούδα, τοῦτ’ ἔστι, καὶ ἐκ τῆς Ἰούδα σπορᾶς ἀναφῦναι, μὴ μὴν ἐοικέναι κατά τι γοῦν αὐτοῖς ὅλως. Αἰτιᾶται δὲ πρὸς τούτοις ὡς ὀμνύοντας μὲν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ Ἰσραὴλ, καὶ νομικὴν μὲν ἀποπεραίνοντας ἐντολήν· Τῷ γὰρ ὀνόματι, φησὶν, αὐτοῦ ὀμνύειν δεχόμενος τὰς τῶν ὅρκων χρείας,6 οὐκ ἐπ’ ἀληθέσι μᾶλλον καὶ δικαίοις πράγμασιν, ἀλλ’ ἐπὶ τοῖς ἐκ νόμου κατεψευσμένοις· εἶτα καὶ ἀντεχομένους τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζομένους.
Ὑψηλὴν γὰρ ἤθελον ἀνατείνειν τὴν ὀφρὺν ὡς ἁγίαν οἰκοῦντες πόλιν, καὶ ὀνομαζομένην Θεοῦ. Ἤκουον γὰρ ἐν τῷ θείῳ ναῷ ψαλλόντων ἱερουργῶν περὶ τῆς Ἱερουσαλήμ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.6 Διαμέμνηται καὶ τούτου καὶ αὐτὸς ὁ Κύριος λέγων, μὴ χρῆναί τινας ὀμνύειν κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι οὐ δύνανται μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι· μήτε μὴν εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Ὤμνυον γὰρ κατὰ τῶν Ἱεροσολύμων, πόλιν αὐτὴν, ὡς ἔφην, ὀνομάζοντες Θεοῦ. Ἀντεστηρίζοντο δὲ καὶ ἐπ’ αὐτῷ, ἰσχὺν ἑαυτῶν εἶναι λέγοντες τὸν τῶν δυνάμεων Κύριον. Ἀλλ’ ἦν ἀναγκαῖον τοὺς ὧδε τότ’ ἔχειν ὑπειληφότας μὴ τὴν τοῦ Θεοῦ βεβηλῶσαι πόλιν βωμοῖς, καὶ θυσίαις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐνισχημένους, μήτε μὴν κατερεθίζειν ἐφ’ ἑαυτοῖς τὸν ἐφ’ ᾧ τεθαρσήκασι, κατευφραίνειν δὲ μᾶλλον σπουδάσμασιν ἀγαθοῖς, καὶ καθάπερ τινὰ θυσίαν αὐτῷ προσκομίζοντες τὸ ἀραρὸς εἰς εὐσέβειαν.
Πλὴν ἀκούσατε ταῦτα, φησί· καὶ ποῖα ταῦτα; Τὰ πρότερα ἔτι ἀπήγγειλα, ἐκ τοῦ στόματός μου ἐξῆλθε, καὶ ἀκουστὸν ἐγένετο. Ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν. Ἐπειδὴ γὰρ, ὡς ἔφην, ἐν ἀρχαῖς τούς τε καλουμένους γνώστας καὶ οἰωνοσκόπους πανταχόθεν συναγαγὼν ὁ θεομισὴς Μανασσῆς ἀεὶ τὸ μέλλον περιειργάζετο, καὶ ταῖς ἐκείνων βωμολοχίαις συνηρπασμένος, ᾠήθη τάχα που καὶ εἰδέναι σαφῶς αὐτό· ταύτῃ τοί φησιν ὁ τῶν ὅλων Θεός· Ἐγώ σοι καὶ τὰ πρῶτα ἀπήγγειλα, καὶ οὐ παρ’ ἑτέρου τινὸς τῶν ψευδωνύμων θεῶν ἐλαλήθη ταῦτα πρὸς ὑμᾶς, ἀλλ’ ἐκ τοῦ στόματός μου ἐξῆλθε· καὶ ἀκουστόν σοι γέγονε, καὶ ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε, τοῦτ’ ἔστιν, εἰ καὶ μὴ προσεδόκησας εἰς πέρας ἥξειν αὐτὰ, ἀλλ’ οὖν ἔγνως διὰ πραγμάτων αὐτῶν, καὶ πείρας αὐτῆς, ὅτι καὶ ἐποίησα, καὶ ἐπῆλθεν.
PG 70:1017Ἔοικε δὲ προτέραν λέγειν τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐκ τοῦ πολέμου ταλαιπωρίαν, ὅτε καὶ τῆς ἐνεγκούσης αὐτοὺς ἀπενηνεγμένοι, καὶ πικρᾶς δουλείας λαβόντες ζυγὸν, εἰς τὴν Περσῶν καὶ Μήδων ἀπεκομίζοντο χώραν. Δεύτερα γὰρ μετ’ ἐκεῖνα συμβέβηκε τοῖς Βαβυλωνίοις τὰ ἐκ θείας ὀργῆς ἐπενεχθέντα αὐτοῖς, ἃ καὶ ἤδη διὰ πλείστων ὅσων ἡμῖν εἴρηται λόγων. Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. Καὶ ἀνήγγελκά σοι τὰ πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ, ἀκουστόν σοι ἐποίησα. Διαδείκνυσιν ἐν τούτοις τῆς ἀνωτάτω φύσεως τὴν ἀπαράβλητον ἡμερότητα, καὶ ὅσον εἰς ἀνθρώπους ποιεῖται τὸν ἔλεον, καὶ εἴ τινα εἶεν τῶν καταλυπεῖν αὐτὸν εἰωθότων. Ἰσοπαλῆ γὰρ ἔχει τὴν γαληνότητα τῇ οἰκείᾳ δόξῃ.
Καὶ ὥσπερ ἀμέτροις ὑπεροχαῖς τὸ τῶν γενητῶν ὑπερνήχεται μέτρον, οὕτως ἐστὶ καὶ ἀσυγκρίτως φιλάνθρωπος. Ἄθρει γὰρ ὅπως, καίτοι σκληρὸν ὄντα τὸν Ἰσραὴλ γινώσκων, γαῦρόν τε καὶ ἀπερίθραυστον ἔχοντα τὸν αὐχένα, ὥστε καὶ δοκεῖν νεῦρον εἶναι σιδηροῦν, σκληρὸν δὲ δηλονότι καὶ ἀκαμπὲς, μέτωπόν τε χαλκοῦν, τοῦτ’ ἔστι, πάλιν ἀπηρυθριακὸς, καὶ ἀνάτρεπτον, καὶ αἰδοῦς ἁπάσης ἐστερημένον, προαπήγγειλεν αὐτῷ τὰ ἐσόμενα, καὶ πρὶν ἐλθεῖν ἐποίησεν ἀκουστά. Ἔδρα δὲ τοῦτο οὐ μάτην, ἀλλ’ ἐπείπερ ἀνουθέτητον εἶχον τὴν καρδίαν, τὰς τῶν σκυθρωπῶν ἐποιεῖτο προαγορεύσεις, ἵνα τάχα πως βραχὺ περιθραυσθέντες τοῖς δείμασιν ἀποφοιτήσειεν μὲν τῆς ἐκτόπου καὶ βδελυρωτάτης ζωῆς, μεθαρμόσαιντο δὲ πρός γε τὸ δεῖν τὰ ἀμείνω ζητεῖν, καὶ τὴν ἐπάρατον καὶ βδελυρωτάτην ἀφέντες ψευδολατρίαν, ἣν τοῖς ψευδωνύμοις προσῆγον θεοῖς, προςκυνεῖν ἕλοιντο τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεόν.
Οὓς γὰρ οὐ μεθίστησι λόγος ἐκ τῶν ἀτόπων ἐγχειρημάτων, τούτους ἔσθ’ ὅτε καὶ οὐχ ἑκόντας ἐξίστησι φόβος Καίτοι τοιοῦτον ἡμῖν ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος Δαβὶδ, ψάλλων τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.6 Μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ χωνευτὰ ἐνετείλαντό μοι. Ἠκούσατε ταῦτα, καὶ ὑμεῖς οὐκ ἔγνωτε, ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι. Καὶ οὐκ εἶπας· Νῦν γίνεται, καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτά. Οὔτε ἔγνως, οὔτε ἠπίστω, οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.
PG 70:1019Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοὶ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Ἐν τοῖς Ἱερεμίου τοῦ προφήτου λόγοις εὑρίσκομεν ὅτι τῶν ἐκ Βαβυλῶνος ᾑρηκότων ποτὲ τὴν ἁγίαν πόλιν, καταδῃωσάντων καὶ πᾶσαν τὴν Ἰουδαίαν, ἀποκομισάντων δὲ καὶ τὸν Ἰσραὴλ αἰχμάλωτον, αἱ περιλειφθεῖσαι γυναῖκες ἐβούλοντο μὲν ἅμα τοῖς ἐξ Ἰσραὴλ ἀνασεσωσμένοις κατελθεῖν εἰς Αἴγυπτον, ἀντανισταμένου γε μὴν τοῦ προφήτου, οἴκαδε τὸ μένειν αὐτὸς ἀναπείθοντος, καὶ τὴν αἰτίαν καταλευκαίνοντος, αἳ κατὰ ταῦτα αὐτοῖς ἀντανέκραγον λέγουσαι· Ἐπειδὴ διελείπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα.6 Ὤοντο γὰρ, καίτοι παθόντες τὴν ἅλωσιν, ὅτι τοῖς ψευδωνύμοις θεοῖς προσκρούσαντες, καὶ τῆς ἐπικουρίας ἐστερημένοι πεπτώκασιν ὑπὸ πόδας ἐχθρῶν.
Ταύτῃ τοι καὶ ὁ προφήτης Ἱερεμίας ἔφη πρὸς Θεόν· Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.6 Ἐμοῦ τοίνυν, φησὶν, ἀκουστά σοι ποιήσαντος πρὶν ἐλθεῖν τὰ συμβεβηκότα, μὴ πάλιν εἴπῃς, Τὰ εἴδωλά μοι ἐποίησαν. Τί ἐποίησαν; Τὸ ἁλῶναι δηλονότι ταῖς ἐκ τοῦ πολέμου συμφοραῖς· οὐκ ἐκ τῆς ἐκείνων ὀργῆς ἀπήχθης αἰχμάλωτος, οὐδὲ ἀποστήσαντι τὴν ἐπικουρίαν τὴν παρά γε σφῶν αὐτῶν δυσδιάφυκτόν σοι τὴν δίκην ἐπήγαγον. Γλυπτὰ γάρ εἰσι καὶ χωνευτά. Μήτε μὴν ἐκεῖνο, φησὶν, εἴπῃς κατὰ σαυτὸν, ὅτι Τὰ εἴδωλά μοι ἐνετείλαντο, ἀντὶ τοῦ, ἠπείλησαν, ἤγουν προαπήγγειλαν ὅτι πείσομαι τὰ τοιάδε τῶν κακῶν. Ἠκούσατε ταῦτα παρ’ ἐμοῦ, καὶ ὑμεῖς οὐκ ἔγνωτε, τοῦτ’ ἔστιν, οὐ συνήκατε, οὔτε μὴν γεγόνατε σοφοί.
Τοῦτο γὰρ εἶναί φαμεν τὸ συνιέναι κατὰ ἀλήθειαν. Ἔργον γὰρ ἦν συνετὸν, καὶ φρονήσεως τῆς ἀξιαγάστου καρπὸς τὸ ἀπονεῦσαι τῶν προηγορευμένων, καὶ τῶν σκυθρωπῶν μὴ περιμεῖναι τὸ πέρας, ἀλλ’ ἔξω γενέσθαι πάσης ὀργῆς τε καὶ δίκης. Οὐκοῦν ἀκουστά σοι ἐποίησα καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι. Οὔπω γὰρ γενομένων οὔτε μὲν συμβεβηκότων αἱ προαγορεύσεις ἐγένοντο παρὰ Θεοῦ. Μὴ τοίνυν εἴπῃς, ὅτι οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτὰ, προηγόρευσα γὰρ ἐξ ἀρχῆς. Μὴ εἴπῃς, ὅτι Γινώσκω αὐτὰ, διὰ τῶν ψευδομάντεων δηλονότι καὶ ψευδηγόρων. Οὔτε γὰρ ἔγνως αὐτὰ οὔτε ἠπίστω, οὔτε μὴν ἀπὸ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. τοῦτ’ ἔστιν, οὐ, πρὶν τοὺς ἐμοὺς λόγους γενέσθαι, πεποίηκά σοι τοῦτο παρ’ ἑτέρου γνωστόν·
ἐπήγαγον δὲ τῶν προηγορευμένων τὸ πέρας. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἔδει δὲ τοῖς ἀθετοῦσι καὶ ἀνομεῖν ᾑρημένοις, καὶ τοῦτο ἀπὸ γαστρός· ἐδιδάσκοντο γὰρ ἐκ νηπίου τὸ λατρεύειν θεοῖς ἀλλοτρίοις· τὰς αὐτοῖς πρεπούσας ἐπαρτηθῆναι δίκας. Ἔδειξά σοι τὸν θυμόν μου, ἕνεκεν τοῦ ὀνόματός μου, ἐπάξω δὲ καὶ τὰ ἔνδοξά μου ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε. Ἦν γὰρ ἀναγκαῖον καταφρονήσαντι μὲν τῷ Ἰσραὴλ, καὶ ἁπάσης φαυλότητος ἐς λῆξιν ἐληλακότι, καὶ οὐδενὸς λόγου παντελῶς τὴν εἰς Θεὸν ἀξιοῦντι τιμὴν δειχθῆναι τὸν θυμὸν, ὑπὲρ δὲ τοῦ πάλιν ἰδεῖν τῆς ἐνούσης αὐτῷ φιλανθρωπίας τὸ μέγεθος, προςενεχθῆναι τοῖς σκυθρωποῖς καὶ τὰ παράδοξα, ἵνα μὴ ἐξολοθρευθῶσι. Σέσωκε γὰρ αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν, καὶ πεσόντας εἰς τὸ τῆς δίκης λίνον πάλιν ἐξείλετο, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπέλυσε βρόχων, ἵνα μὴ εἰσάπαν ἐξολοθρεύσῃ τὸν Ἰσραήλ.
PG 70:1021Ἰδοὺ δὴ οὖν πέπρακά σε, φησὶν, οὐχ ἕνεκεν ἀργυρίου, τοῦτ’ ἔστιν, οὐ χρημάτων ἕνεκα. Οὐ γὰρ ἐξήτησά τι τῶν τοιούτων παρὰ σοῦ, οὔτε μὴν ἐν χρείᾳ γέγονα τῶν ἐπιγείων τινὸς, ἢ μόσχων, ἢ προβάτων, ἢ τράγων σφαγῆς· ἀλλ’ ἐπείπερ ἡμάρτανες, καὶ ῥᾴθυμος ἦσθα περὶ τὴν ὀφειλομένην ἐμοὶ παρὰ σοῦ τιμήν τε καὶ δόξαν. Πλὴν καὶ οὕτως ἐξειλάμην σε, φησὶν, ἐκ καμίνου πτωχείας· δεδούλευκε γὰρ τοῖς Βαβυλωνίοις. Ἕπεται δὲ πάντως τοῖς ἐκ δουλείας κακοῖς καὶ τὸ ἐν ἐνδείᾳ κεῖσθαι παντὸς ἀγαθοῦ. Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ὄνομά μου βεβηλοῦται. Ὤοντο γὰρ οἱ ᾑρηκότες ὅτι, καίτοι Θεοῦ σώζειν ἐθέλοντος αὐτοὺς καὶ προεστηκότος, ἔτι νενικήκασι, καὶ οὐχ ἑκόντος αὐτοῦ πλεονεκτήσαντες τὸν ἐπικουρούμενον. Βεβηλοῦται τοίνυν, φησὶ, τὸ ὄνομά μου, τοιαύτας ἐκείνων τὰς δόξας περὶ ἐμοῦ ἐχόντων.
Δώσω δὲ ἐγὼ οὐδενὶ τῶν ἄλλων τὴν δόξαν μου. Δόξα δὲ Θεοῦ τὸ σώζειν ἐστὶ, καὶ ἐλεεῖν, καὶ τὸ πάντων δύνασθαι κρατεῖν, καὶ τὸ ἀκονιτὶ δύνασθαι πληροῦν, ἅπερ ἕλοιτο κατορθοῦν. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα· καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει πάλιν τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης, καὶ προσέτι φειδοῦς τε καὶ ἀγάπης. Ἠξίωνται γὰρ τῶν ἀνωτάτω γερῶν, οἳ καὶ ἐκ πάντων τῶν ἐθνῶν κέκληνται μόνοι πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν, μερίς τε καὶ κλῆρος γεγόνασιν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Μωϋσῆς προςεφώνει ποτὲ τοῖς ἐξ Ἰσραὴλ οὕτω λέγων· Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καί σε ἐξελέξατο ὁ Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν·6 καὶ πάλιν, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς δὲ ἔσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησε ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.6 Ἔδει οὖν, ἔδει τοὺς οὕτω τετιμημένους, τοὺς εὐκλεὲς καὶ ἀπόλεκτον λαχόντας ὄνομα, τοὺς εἰς κλῆρον Θεοῦ τεταγμένους, καὶ τὸ ἐν ἀπολέκτοις εἶναι πλουτήσαντας, μὴ ἀπονεῦσαί τι πρὸς ἃ μὴ θέμις, μηδὲ ταῖς ἐξιτήλοις ἐπαναστάσεσι καταλυπεῖν ἑλέσθαι τὸν εὐεργέτην, τὸν ἁπάσης αὐτοῖς δοτῆρα τιμῆς, καὶ χορηγὸν ὄντα τῶν οὕτως ἐξῃρημένων καὶ τριποθήτων ἀγαθῶν.
Ἀλλ’ οὐδὲν τῶν τοιούτων εἰς νοῦν ἑλόντες οἱ δείλαιοι τοῖς τῆς εἰδωλολατρίας ἐνεπάγησαν τέλμασι, καὶ Θεὸν ἀφέντες τὸν ἀληθινὸν τοῖς τοῦ κόσμου στοιχείοις λελατρεύκασι. Πλὴν καὶ οὕτως κατοικτείρει πάλιν αὐτούς· καλεῖ γὰρ πρὸς εὐπάθειαν τὸ, Ἀκούσατέ μου βοῶν, καὶ ὅπερ ἦν ἄμεινον ἐν ἀρχαῖς ἑλέσθαι πληροῦν ἵνα καὶ ἀκράδαντον ἔχωσι τὴν εὐημερίαν, τοῦτο κἂν γοῦν ὀψὲ διαπεράναι προστέταχεν, ἵνα ἔξω πόδα θεῖεν τῆς δίκης, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς θητείας ἀπολύσαιντο τὰ δεσμά. Ἐπειδὴ δὲ προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τὸν Κτίστην ἀφέντες τοῖς παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένοις ἀνήπτοντο σέβας, μυσταγωγεῖ πάλιν αὐτούς. Ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος· Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνασι χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.6 Ὅτι τοίνυν αὐτός ἐστιν ὁ ὢν,6 καὶ ἔστι πρὸ πάντων, καὶ ἀκατάληκτον ἔχει τὸ εἶναι Θεὸς ὢν κατὰ φύσιν, διαδείκνυσι λέγων·
PG 70:1023Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Τοῦ δὲ πρώτου τίς ἂν νοοῖτο πρότερος; Ὤσπερ γὰρ τῆς ὄντως τε καὶ πρώτης ἀρχῆς οὐκ ἂν προτέρα νοοῖτο παρ’ ἐκείνην ἀρχήν· οὕτως οὐκ ἂν νοοῖτο τοῦ πρώτου πρῶτός τις ἕτερος. Οὐκοῦν ἀεὶ καὶ πρὸ πάντων καὶ εἰς ἀπεράντους αἰῶνάς ἐστιν ὁ τῶν ὅλων Θεός. Ὁ γὰρ μὴ ἔχων ἀρχὴν εἰς ποῖόν ποτε καταλήξει τέλος; Καὶ τὰ μὲν τῆς θείας δόξης ἐν τούτοις. Ὁ δέ γε τῶν ψευδωνύμων θεῶν ἐσμὸς, ἤγουν τὰ τοῦ κόσμου στοιχεῖα, οὔτε πρῶτα νοηθεῖεν ἂν, οὔτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν εἰς αἰῶνα δύνανται. Ἄστρα μὲν γὰρ, ἥλιος καὶ σελήνη, καὶ αὐτὸς δὲ πρὸς τούτοις ὁ οὐρανὸς, παρεκομίσθησαν εἰς τὸ εἶναι, καὶ ἀρχὴν λαβόντα καὶ γένεσιν, καὶ εἰς τὸ πέρας τοῦ εἶναι δραμοῦνταί ποτε· καὶ οὐδὲν ἐν αὐτοῖς καταθρήσαι τις ἂν, ὃ μὴ πάντη τε καὶ πάντως τὴν θείας καὶ ἀκηράτου φύσεως ὑποκάθηται δόξαν.
Ὅτι δὲ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ὁ ἐπὶ τῷδε λόγος, διέδειξεν εὐθὺς λέγων· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Εἶτα πῶς τὸ ποιηθὲν, περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ τεκτηναμένῳ, καὶ τῇ τοῦ δημιουργήσαντος αὐτὸ φιλονεικήσει δόξῃ; Ἀποφαίνει δὴ οὖν ἀτοπώτατον, μᾶλλον δὲ καὶ δυσσεβείας ἁπάσης ἔχον γραφὴν, τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν Κτίσαντα προσκυνεῖν, καὶ τὸν ἀεὶ καὶ πρῶτον ὄντα ἀφέντα, τοῖς ἐν χρόνῳ πεποιημένοις τὸ τῆς ἀληθοῦς Θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμειν, καὶ ταῖς ἑαυτῶν εὐτεχνίαις χαρίζεσθαι τοῦτο. Προσεκύνησαν γὰρ ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, κατὰ τὸ γεγραμμένον. Χεῖρα δὲ καὶ δεξιὰν ἰδίαν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζει τὸν Υἱόν. Οὕτω γὰρ πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς κεκλημένον εὑρήσομεν.
Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Μωσῆς· Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.6 Ὁ δὲ μακάριος Δαβίδ· Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.6 Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται. Τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; Ἐβουλόμην γὰρ, φησὶ, συναγηγερμένοις αὐτοῖς προσθεῖναι πεῦσιν, καὶ δὴ καὶ ἐρεῖσθαι σαφῶς, τίνα προγνώστην, ἤγουν προαγορευτὴν οἴονται γενέσθαι κατὰ ἀλήθειαν, τῶν ἀδοκήτως αὐτοῖς ἐπενηνεγμένων, δῆλον δὲ ὅτι τῆς ἐκ τοῦ πολέμου συμφορᾶς. Τῶν μὲν γὰρ ψευδομάντεων οὐδεὶς προαπαγγείλας ὁρᾶται. Θεοκλητεῖν μὲν γὰρ ἐσκήπτοντο, καὶ εἶναί τινες ἐπίπονοι καὶ δαιμονίων κάτοχοι. Πλὴν οὐδεμία γὰρ ἐν ἀκαθάρτοις πνεύμασιν ἡ πρόγνωσις τῶν ἐσομένων, οὔτε μὴν ἐν ἀψύχοις ὕλαις μεμορφωμέναις εἰς θεούς.
PG 70:1025Οὐκοῦν τῶν μὲν ἐν δόξῃ θεῶν παντελῶς οὐδεὶς ὁ παραγγείλας ἐστίν. Ἐγὼ δὲ μεμήνυκα διὰ προφητῶν ἁγίων ἕκαστα λεπτῶς· εἶτα ἐξὸν ὑπεκνεῦσαι τοῦ κακοῦ, καὶ ἔξω φέρεσθαι παγίδος, ἐνυστάξατε, μαρτυροῦσαν τοῖς ἐμοῖς λόγοις τἀληθὲς τὴν τῶν κακῶν περιμείναντες πεῖραν. Ποία τοίνυν ὑμῖν τῶν γοήτων ἡ χρεία; ποία τῶν ψευδοπροφητῶν ἡ ὄνησις; τί δὲ τῶν οἰωνοσκοπεῖν εἰωθότων εἰδεῖεν ἂν ἐργαστήρια; οἳ τὰ τῶν εἰδώλων τεμένη καταλαμβάνοντες, καὶ τοῖς ἀκαθάρτοις βωμοῖς προσιζήσαντες, ὀβολῶν εὐτελεστάτων πωλοῦσι τὸ ψεῦδος τὸ ἀπὸ καρδίας αὐτῶν ὡς παρὰ Θεοῦ, καὶ τοῖς προσιοῦσιν αὐτοῖς ἀνερευγόμενοι τὸ δοκοῦν ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου, κατὰ τὸ εἰρημένον διὰ φωνῆς Ἰεζεκιήλ. Ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνος, τοῦ ἆραι σπέρμα Χαλδαίων.
Ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Οὐκ ἐᾷ πάλιν ἀποκομίζεσθαι πρὸς ὑπονοίας οὐκ ἀληθεῖς. Ἦν μὲν γὰρ καὶ σφόδρα εἰκὸς, ἅτε δὴ καὶ ἀπαιδαγώγητον ἔχοντας νοῦν, καὶ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς ἀπάτης βρόχοις εὐάλωτον, οἴεσθαί τε καὶ λέγειν τὰ ἐκ τοῦ πολέμου συμβῆναι παθεῖν αὐτοὺς ἐξ ὀργῆς τάχα που τῶν ψευδωνύμων θεῶν, παρεωραμένης μὲν τῆς αὐτοῖς πρεπούσης καὶ ὀφειλομένης θεραπείας, προςκεκομισμένων δὲ οὐκέτι τῶν θυσιῶν αὐτῶν, κατοικτεῖραι δὲ πάλιν καὶ τοῖς ἐκεῖνα παθοῦσιν ἐπιμετρῆσαι τὰ ἐξ ὀργῆς, καὶ τὸ ἀπεικὸς οὐδὲν ὁ λόγος ἔχει.
Προαπεδείξαμεν γὰρ ὅτι, πεπορθημένης τῆς Ἱερουσαλὴμ, καὶ κατεμπρησθείσης ὁμοῦ τῷ ναῷ τῆς Ἰουδαίας ἁπάσης, αἱ περιλειφθεῖσαι γυναῖκες ἔφασκον συμβῆναι ταῦτα αὐταῖς, ὅτι διαλελοίπασι θύουσαι τῇ βασιλίσσῃ τῶν. Ἵνα τοίνυν εἰδεῖεν τὸν Λυτρωτὴν, μὴ ἑτέροις θεοῖς, αὐτῷ δὲ μᾶλλον τὴν ἐπὶ τῷ σώζεσθαι προσνέμοντες χάριν, ἐναργέστατά φησιν, ὡς τῇ περὶ αὐτοῦ φειδοῖ καὶ ἀγάπῃ κεκινημένος, ὅπερ ἦν αὐτοῖς τριπόθητον καὶ πολύευκτον, τοῦτο καὶ εἰς πέρας ἐλθεῖν παρεσκεύασε, τὸ ἐξαρθῆναι δηλονότι τὸ σπέρμα τῶν Χαλδαίων, ἅτε δὴ καὶ ᾑρηκότων αὐτοὺς, καὶ πάντα τρόπον ἀπανθρωπίας ἐνδειξαμένων, καὶ τοῖς εἰς λῆξιν αὐτοὺς περιβεβληκότων κακοῖς. Ἀγάπῃ τοίνυν τῇ πρὸς σὲ παρωρμήθην εἰς τὸ δεῖν συμπερᾶναι τὸ σοὶ δοκοῦν ἐπὶ τῇ τῶν Βαβυλωνίων, ὥστε καὶ ἐξᾶραι τὸ σπέρμα τῶν Χαλδαίων.
Εἶτα περὶ Κύρου φησὶν, ὡς τοῖς αὐτοῦ νεύμασιν ἤχθη τε καὶ κέκληται πρός γε τὸ δεῖν καταδῃῶσαι τὴν γῆν, καὶ κατὰ κράτος ἑλεῖν αὐτήν. Ἐγὼ ἤγαγον, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Λελάληκα δὲ ταῦτα ἀπ’ ἀρχῆς, φησὶ, καὶ οὐκ ἐν κρυφῇ, προαπήγγελκα ἐναργῶς διὰ προφητῶν ἁγίων· Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Οὐκοῦν οὐ λαθραῖον οὔτε μὴν ἐν παραβύστῳ τὸν περὶ αὐτοῦ πεποίημαι λόγον, ἀλλ’ ἤγαγον αὐτὸν, καὶ ἐκάλεσα, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ· καὶ οὐ λελάληκα μόνον, ἀλλὰ γὰρ καὶ δρῶντι τὰ σοὶ φίλα, καὶ κατ’ εὐχὴν συμπαρήμην ἐγὼ, καταστρέφων μὲν τὴν τῶν Χαλδαίων ἰσχὺν, παναλκῆ δὲ τιθεὶς καὶ δυσάντητον, τὸν καταδῃοῦντα αὐτούς·
PG 70:1027ὥστε μὴ μᾶλλον τῆς Κύρου χειρὸς εἶναι τὰ δρώμενα, ἀλλὰ τῆς ἐμῆς πανσθενεστάτης δεξιᾶς, δίκας αὐτοῖς ἐπάγοντος τῆς εἰς σὲ παροινίας ἕνεκα, μᾶλλον δὲ τῆς ἀμετρήτου μισανθρωπίας, καὶ ἀκρατοῦς ὠμότητος. Ἔφη γὰρ, ὅτι Ἐγὼ δέδωκα αὐτοὺς εἰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. Εἶτα μεταξὺ τῶν τοιῶνδε λόγων αὐτοῦ τοῦ Κύρου τίθησι φωνὰς, ὁμολογοῦντος ὅτι Θεὸς ἦν ὁ καταθήγων αὐτὸν, καὶ δυσμαχώτατον ἀποφαίνων, καὶ τῆς Βαβυλωνίων ἰσχύος κρείττονα. Καὶ νῦν γὰρ, φησὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, τίθησιν ἀντὶ τοῦ, εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ’ ἰδοὺ νῦν διωμολόγηκεν ὁ Κῦρος ὅτι Θεὸς ἦν ὁ ἀναστήσας, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανῶν, διὰ δὴ τοῦ κατευμεγεθῆσαι Βαβυλωνίων.
Πυθόμενος γὰρ ὁ Κῦρος παρὰ τῶν τὴν Βαβυλῶνα κατοικούντων Ἰουδαίων, ὅτι Θεὸς περὶ αὐτοῦ λελάληκεν ἐν προφήταις ἁγίοις, ὡς ἥξει κατὰ καιροὺς, καὶ κατὰ κράτος αἱρήσει τὴν Χαλδαίων, καὶ αὐτὸς ἀνήσει τὸν Ἰσραήλ· εἶτα, καθά φησι, καὶ τὰς βίβλους αὐτὰς ἐπιδειξάντων αὐτῷ, παρεσκεύασαν εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ κηρύγμασιν ἰδίοις Κύριόν τε καὶ Ὕψιστον ὀνομάσαι τὸν Θεὸν Ἰσραήλ. Γέγραπται δὲ οὕτως ἐν βιβλίῳ πρώτῳ τοῦ Ἔσδρα· Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου, ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν λέγων· Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος, καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ.
Εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ. Οὗτος ὁ Κύριος ὁ σκηνώσας τὴν Ἱερουσαλήμ.6 Οὐκοῦν ὅταν ἐπιστῆτε, φησὶν, ὡς οὐ διὰ τῶν ψευδωνύμων θεῶν, δι’ ἐμοῦ δὲ μᾶλλον γνωστὰ γέγονεν ἐν ὑμῖν πρὶν γενέσθαι τὰ συμβεβηκότα, ἀκούσατε Κύρου λέγοντος ὅτι Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.6 Οὕτω λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾖ πορεύσῃ ἐν αὐτῇ. Καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡσεὶ κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡσεὶ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου.
Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἀραρὸς δὴ πάλιν αὐτοῖς ἐργάζεται φρόνημα, καὶ εὖ βεβηκότα νοῦν, εἴς γε τὸ δεῖν εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καὶ τὴν ἰδίαν αὐτοῖς ἐκκαλύπτει δόξαν, ἵνα μὴ ταῖς τῶν πλανώντων φωναῖς ἀποφέρωνταί ποι πρὸς τὸ ἐξίτηλον, ἤγουν πρός γε τὸ οἴεσθαι καὶ φρονεῖν, τοὺς ψευδωνύμους αὐτοῖς ἐπαμύναι θεοὺς, τοὺς οὐκ ὄντας ὅλως. Διὰ γάρ τοι τοῦτο, καθάπερ ἐγᾦμαι, τὸ Ἐγώ εἰμι ὁ Θεός σου, φησὶ, τοῦ, εἰμὶ, σημαίνοντος τὸ, ὑπάρχω. Τοῦτο καὶ τῷ πανσόφῳ Μωσῇ διηγόρευσε λέγων· Ἐγώ εἰμι ὁ ὤν.6 Ὢν γάρ ἐστι κυρίως τε καὶ ἀληθῶς ὁ τῶν ὅλων Θεός. Τὰ δέ γε παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμένα ὄντα μὲν καὶ αὐτὰ λέγοιντ’ ἂν, πλὴν ὅτι γεγόνασι, καὶ ἀρχὴν τοῦ εἶναι διεκληρώσαντο.
PG 70:1029Οὕτω τοίνυν φησὶ Κύριος ὁ ῥυσάμενός σε, Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι ὁ Θεός σου. Ἀλλ’, ὦ Δέσποτα, φαίη ἂν, οἶμαι, τὶς τῶν ἐξ αἵματος Ἰσραὴλ, ἐλυτρώσω καὶ σέσωκας, ἐξείλου πυρὸς καὶ δίκης, ζυγοῦ καὶ δουλείας, βαρβάρου χειρὸς, ὡς παναλκὴς δηλονότι, καὶ ψιλοῖς νεύμασιν ἅπερ ἂν ἕλοιο κατορθῶν. Εἶτα πῶς οἱ ὑπὸ σὴν ὄντες φειδῶ καὶ ἀγάπην εἰς σὲ τὸν ἐπίκουρον αὐχοῦντες ἀεὶ, πρὸς τοῦτο ταλαιπωρίας κατενηνέγμεθα, ὥστε καὶ ὑπὸ πόδας πεσεῖν ἐχθρῶν, καὶ θητεῦσαι παρὰ τὸ εἰκὸς τοὺς ἐλευθέρους ἐξ ἐλευθέρων; Τί οὖν πρὸς ταῦτα Θεός; Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Νόμον σοι τέθεικα, φησὶ, τῶν πρακτέων τὸν ὁριστὴν, τὸν ἀπευθύνειν εἰδότα πρὸς πᾶν ὁτιοῦν τῶν ἡδίστων ἐμοὶ, ποδηγὸν εἰς δικαιοσύνην, διδάσκαλον εὐσεβείας, εἰς εὐθείαν ὁδὸν ἀποφέροντα, δι’ ἧς εἰ πράττειν ἤθελες, κατήντησας εἴς γε τὸ εἶναι γνήσιος καὶ λάτρις ἀληθὴς, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα κατεστεμμένος.
Ἀλλ’ ἔξω τρίβου γέγονας τῆς ἐπ’ εὐθὺ, καὶ ἁμαξητὸν ἀφεὶς, ὥσπερ παρετράπης ἐφ’ ἃ μὴ θέμις· λελάτρευκας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τέθυκας εἰδώλοις, προσκεκύνηκας τοῖς οὐκ οὖσι θεοῖς, ἐπελάθου τοῦ Κτίσαντος, παρ’ οὐδὲν ἡγήσω τὸν δοθέντα νόμον. Εἰ γὰρ ἦσθα γεγονὼς τῶν ἐμῶν ὑπάκοος ἐντολῶν, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη ὡσεὶ κῦμα θαλάσσης. Καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον· Τοὺς χειμάῤῥους φασὶν, ὑετοῦ τοῖς ὄρεσιν ἐνσκήψαντος λάβρου, καταφέρεσθαι δεινῶς τε καὶ ἀφορήτως, ὡς ἀντισχεῖν δύνασθαι παντελῶς οὐδὲν ταῖς ἐκείνων ὁρμαῖς. Εὔδηλον δὲ κἀκεῖνο, οἶμαί που. Αἱ γάρ που τῶν θαλάσσης κυμάτων ἐμβολαὶ δειναὶ καὶ δυσάντητοι, καὶ οὐ πλωτῆρσι μόνοις, ἤγουν ταῖς ὁλκάσιν, ἀλλὰ καὶ αὐταῖς ἔσθ’ ὅτε ταῖς πέτραις.
Ἀποῤῥήγνυνται γὰρ αὗται, κρουνηδὸν αὐταῖς τῶν ὑδάτων ἐῤῥηγνυμένων. Οὐκοῦν εἰ τῶν ἐμῶν, φησὶ, κατήκοος ἦσθα λόγων, εἰ τὸν νοῦν ἐπήγαγες εὐπειθῆ, ἐγένετο ἂν ἡ εἰρήνη σου ποταμοῦ καὶ ὑδάτων δίκην, ἀκαταμάχητος τοῖς ἐχθροῖς, ἤγουν τοῖς ἐθέλουσιν ὑπαντᾷν. Ἢ τάχα που, καὶ καθ’ ἕτερον τρόπον, ἵνα τὸ τῆς εἰρήνης ἄφθονόν τε αὐτοῖς καὶ διηνεκὲς ἀποφήνῃ χρῆμα, ποταμῷ παρεικάζει καὶ κύμασι, ποταμῷ μὲν ἀεὶ καὶ ἀμφιλαφῶς ῥέοντί τε καὶ φερομένῳ, κύμασί τε κυρτουμένοις ἀεὶ, καὶ οἷον διηνεκῶς τῇ χέρσῳ προστρέχουσιν. Ἐγένετο δ’ ἂν καὶ τὸ σπέρμα σου ὡσεὶ ἄμμος, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς. Ὅμοιον ὡς εἰ λέγοι. Οὐδενὸς οὐ ξίφος ἐπανατείνοντος, οὐ τῆς τῶν πολεμίων χειρὸς ὀλοθρευούσης τινὰς, πολύχους ἦσθα καὶ ἀναρίθμητος, ὥστε ψάμμῳ καὶ χοὶ̈ παρεικάζεσθαί σου τὰ τέκνα.
PG 70:1031Ἐπειδὴ δὲ πεπαρῴνηκας εἰς Θεὸν, καὶ προσκέκρουκας οὐ μετρίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐκβεβηκὼς, συνεστάλης εἰς βραχὺ, καὶ τὴν τοῦ γένους εἰς πληθὺν ἐπίδοσιν εὐρυνομένην οὐκ ἔχεις, πλὴν οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Ἔφη δὲ Θεὸς οὐδαμοῦ πεσεῖν ὁλόῤῥιζον αὐτὸν διὰ τὴν τοῖς πατράσιν δοθεῖσαν ἐπαγγελίαν. Εἶτά φησιν, ὅτι Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Νεῦμα τοῦτο βασιλικὸν ἀπαλλάττον τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. Ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοὺς τῆς βασιλείας διέποντες θρόνους τοῖς ὑπὸ γῆν οὖσι φυγῆς κατανεύουσιν ἔσθ’ ὅτε τὴν ἄφεσιν, φιλανθρώπῳ νεύματι καὶ φωνῇ σημαίνοντες τὸ χρῆμα· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς νεῦμα φιλάνθρωπον τοῖς πεπονηκόσιν ἐχαρίζετο, καὶ τὸ, Ἔξελθε, φησὶν ἐναργῶς, ἵν’ εἰδεῖεν τὸν Λυτρωτὴν καὶ ἁπάσης αὐτοῖς εὐθυμίας τὸν χορηγόν.
Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς. Λέγετε· Ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ, καὶ ἐὰν διψήσωσι, δι’ ἐρήμου ἄξει αὐτοὺς, σχισθήσονται πέτραι καὶ ῥυήσονται ὕδατα, καὶ πίεται ὁ λαός μου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀξιοθαύμαστα μὲν πάντα ἐστὶν ὁμολογουμένως ἅπερ δρῴῃ Θεός. Τά γε μὴν τῶν ἄλλων ὑπερκείμενα, καὶ δόξαν λαχόντα τὴν ἀνωτάτω τῶν ἔργων αὐτοῦ, λανθάνοντα μὲν ἀδικεῖ τοὺς τοῦ εἰδέναι τυχὸν ἀπεστερημένους, γνωσθέντα γε μὴν ὀνίνησιν οὐ μικρῶς. Ἔνεστι γὰρ ἐντεῦθεν ἰδεῖν τήν τε ἄφραστον αὐτοῦ δόξαν, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ τὴν ὑπέρτονον χεῖρα, καὶ πανσθενῆ δόξαν. Ἐλυτροῦτο μὲν γὰρ ἐξ Αἰγύπτου τὸν Ἰσραήλ. Ἀλλ’ ἵνα ὁρῷτο μεγαλουργὸς, ὥστε καὶ τοῖς ἀνὰ πᾶσαν οὖσι τὴν γῆν ἐμφανῆ γενέσθαι τὴν δόξαν αὐτοῦ, παρελήφθη μέσος ὁ Φαραὼ καθάπερ τι σκεῦος, ἵνα τοῖς διὰ Μωσέως ἀντανιστάμενος λόγοις, καλέσῃ Θεὸν εἴς γε τὸ χρῆναι λοιπὸν τὴν ἰδίαν ἅπασιν ἐμφανίσαι δόξαν, καὶ τῆς ἀμετρήτου δυνάμεως καταδεῖξαι τὸ μέγεθος.
Εἴρηται γὰρ πρὸς αὐτόν· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐκδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.6 Καὶ συμβέβηκε μὲν ἐκεῖνα τοῖς πάλαι, γεγόνασι δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε. Ἔδει δὴ οὖν, ἔδει τὴν ἐκ Βαβυλῶνος λύτρωσιν τῶν ἐξ Ἰσραὴλ μὴ σιγᾶσθαι μᾶλλον, ἀλλ’ οἷον ἀνακηρύττεσθαι τοῖς ἁπανταχοῦ. Ταύτῃ τοι καί φησι· Φωνὴν εὐφροσύνης ἀναγγείλατε. Εὐφροσύνης δὲ φωνὴν εἶναί φαμεν τὴν δοξολογίαν, ἣν ἂν ποιήσαιτό τις ὑμνῶν αὐτὸν ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ λαμπροῖς κατορθώμασιν. Αὕτη κυρίως τε καὶ ἀληθῶς εὐφροσύνη, φωνὴ πρέπουσα δικαίοις, οἷς ἁρμόσαι καὶ τὸ χρῆναι δοξολογεῖν. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησι· Φωνὴ ἀγαλλιάσεως· καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.6 Βούλεται δὲ τὴν φωνὴν, ἀφήγησιν ἔχειν τῆς λυτρώσεως τῶν ἐξ Ἰσραὴλ, ὁποία τις ἦν ἡ ἐν βίβλῳ Ψαλμῶν.
PG 70:1033Ἔχει δὲ οὕτως· Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.6 Ταυτὶ γὰρ εἰ καὶ πραγμάτων πνευματικῶν ἐμπεριέχει τὴν δήλωσιν, ἀλλ’ οὖν εἰσι καὶ τῇ ἱστορίᾳ χρήσιμα. Ὑπισχνεῖται δὲ ὅτι, ἐὰν διψήσωσι δι’ ἐρήμου βαδίζοντες, ὕδωρ ἐκ πέτρας ἄξει αὐτοῖς. Σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Καί φαμεν ὅτι δείκνυσιν ἐν τούτοις, ὡς οὐχ ἕτερός τις Θεὸς ἦν ὁ τῆς Αἰγυπτίων σκαιότητος ἐλευθερώσας τὸν Ἰσραὴλ, καὶ διαγαγὼν διὰ θαλάσσης μέσης, καὶ τροφὰς ἐν ἐρήμῳ διδοὺς, καὶ ὕδωρ ἐκ πέτρας ἐξενεγκών· ἀλλ’ ὁ αὐτὸς ἀεὶ κατὰ αὐτὰ, καὶ ὡσαύτως ἔχων, καὶ τὰ ἴσα τοῖς πάλαι τερατουργεῖν δυνάμενος. Εἰ γὰρ ἔλθοιεν δι’ ἐρήμου, φησὶ, εἶτα γένοιντο ποτοῦ, καὶ ὑδάτων ἐν σπάνει, τὸ ἀρχαῖον ἐκεῖνο δειχθήσεται σημεῖον αὐτοῖς·
ἐκκομισθήσεται γὰρ ὕδωρ ἐκ πέτρας· καὶ τοῦτο μὲν γεγονὸς, οὐχ εὕροι τις ἂν ἀναβαινόντων εἰς τὴν Ἰουδαίαν ἐκ τῆς Βαβυλῶνος τῶν ἐξ Ἰσραήλ. Εἴρηται δὲ, ὡς ἔφην, οἰκονομικῶς, ἵνα εἰδοῖεν ὅτι Θεὸς ὁ πάλαι, καὶ νῦν ἐστιν, ἴσῃ τε δυνάμει, καὶ ἰσαμίλλοις θαύμασι χρῆσθαι δυνάμενος, καὶ ἀμετάπτωτον ἔχων ἰσχὺν, ἐπιβοᾷ τε ὥσπερ καὶ νόμον ἐκφέρει γενικόν. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Ἀληθὲς καὶ τοῦτο. Κατηφὲς γάρ πως ἀεὶ τῶν δυσσεβῶν τὸ πρόσωπον πληττομένης κατὰ τὸ εἰκὸς τῆς καρδίας, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ἀχθοφοροῦντος τοῦ νοῦ. Προσδοκᾷ γὰρ οὐ στεφάνους, οὐκ ἐπαίνου τιμὴν, πῦρ δὲ μᾶλλον, καὶ δίκην, ἃ τοῖς πλημμελοῦσιν ηὐτρέπισται. Ἢ τάχα που καὶ ἁρμόσειεν ἂν τοῖς Βαβυλωνίοις ἡ φωνή.
Ἔχαιρον μὲν γὰρ ὡς τὸν τοῦ Θεοῦ λαὸν ᾑρηκότες, ᾤοντο δ’ ὅτι καὶ τῆς αὐτοῦ κατευμεγεθήσαντες δεξιᾶς τῆς Ἰουδαίας κεκρατήκασιν. Ἀλλ’ ἐσφάλοντο τἀληθοῦς. Οἱ μὲν γὰρ ὅτι πλημμελοῦντες πεφώρανται φειδοῦς ἔξω γεγόνασι τῆς παρ’ αὐτοῦ, οἱ δὲ ὅτι σκληροί τε ἦσαν, καὶ ἀτεράμονες καὶ τὸ ἐλεεῖν οὐκ εἰδότες τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας, ἐστέρηνται δὲ, καὶ τοῦ χαίρειν, ἔτι κεκολασμένην ἔχοντες τὴν ὀφρὺν, κεκολασμένον ἤδη τὸ φρόνημα. Οὐ γὰρ ὅτι νενικήκασί ποτε τοὺς ἐξ Ἰσραὴλ μετῆν ἔτι τὸ χαίρειν αὐτοῖς, ἀλλ’ ὅτι κακοὶ κακῶς διολώλασιν ὠλοθρευμένης αὐτοῖς τῆς χώρας τὸ δριμὺ τῆς λύπης ἐδέχοντο. ΛΟΓΟΣ Δ. Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με.
PG 70:1035Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Διὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυνῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι’ οὗπερ ἔμελλον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰδέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχομένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσεσιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι.
Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, καί φησιν· Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί.6 Ὅτε γὰρ βεβασίλευκε τῆς ὑπ’ οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ’ ἔστιν, εὐφροσύνης μεσταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συναναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ’ ἡμᾶς.
Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, διαδείκνυσι λέγων, ὅτι Διὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰςεκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβαλεν ἐν τούτοις εὐθὺς τὸ μυστήριον τὸ βαθὺ καὶ μέγα, καὶ τῆς ἄνωθεν μυσταγωγίας δεόμενον. Ἐξεκαλύφθη γὰρ οὕτω τῷ θεσπεσίῳ Πέτρῳ. Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος, ἰσοκλεὴς, καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, συνυπάρχων δὲ, καὶ συναί̈διος. Ὀνόματα δὲ τὰ πρὸ τῆς ἐνανθρωπήσεως οἰκείως πως ἔχοντα τῇ αὐτοῦ φύσει, Θεὸς, καὶ σοφία, καὶ φῶς, ζωὴ, καὶ δύναμις· ἕτερα δὲ πρὸς τούτοις ἃ παρὰ τοῖς ἱεροῖς εὑρίσκεται Γράμμασιν.
Ἐπειδὴ δὲ καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ὄνομα δέχεται τὸ κοινὸν, τοῦτ’ ἔστι, τὸ Χριστός τε καὶ Ἰησοῦς, ἤτοι τὸ, Μεθ’ ἡμῶν ὁ Θεός. Τοῦ μεθ’ ἡμῶν σημαίνοντος τὸ ἐν τοῖς καθ’ ἡμᾶς. Γέγραπται γὰρ, ὅτι Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·6 ὅτι μακάριος Γαβριὴλ ἐκκαλύπτων τῇ ἁγίᾳ καὶ Θεοτόκῳ παρθένῳ τὸ μυστήριον· Μὴ φοβοῦ,6 φησὶν, ἡ Μαριάμ. Εὗρες γὰρ χάριν παρὰ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.6 Ἆρ’ οὖν ἀσυμβάτους ἀλλήλαις εἰρήκασι φωνὰς, ὅ τε μακάριος ἄγγελος, καὶ ὁ προφήτης; Οὐ μὲν οὖν.
PG 70:1037Ὁ μὲν γὰρ θεσπέσιος προφήτης πνεύματι λαλῶν μυστήρια, μεθ’ ἡμῶν γεγονότα Θεὸν προκαταμεμήνυκεν, ἀπό τε τῆς φύσεως, καὶ τῆς οἰκονομίας τῆς μετὰ σαρκὸς οὕτως ὀνομάσας αὐτόν. Ὁ δέ γε μακάριος ἄγγελος ἐκ τῆς ἐνεργείας αὐτῷ τοὔνομα θείς· σέσωκε γὰρ τὸν ἴδιον λαόν. Σωτὴρ οὖν ἄρα κέκληται διὰ τοῦτο. Καὶ γοῦν ὅτε τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς αἱ τῶν ἀγγέλων στρατιαὶ τοῖς ποιμέσι τὸν τόκον εὐηγγελίζοντο, λέγουσαι· Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.6 Οὐκοῦν Ἐμμανουὴλ μὲν, ὅτι Θεὸς ὢν φύσει γέγονε μεθ’ ἡμῶν, τοῦτ’ ἔστιν, ἄνθρωπος. Ἰησοῦς γε μὴν, ὅτι σώζειν ἔδει τὴν ὑπ’ οὐρανὸν, Θεὸν ὄντα αὐτὸν, καὶ γενόμενον ἄνθρωπον.
Ὅτε τοίνυν προῆλθεν ἐκ κοιλίας τῆς ἑαυτοῦ μητρὸς, γεγέννηται γὰρ ἐξ αὐτῆς τὸ κατὰ σάρκα, τότε καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ. Ἀνάρμοστον οὖν ἄρα τῷ Θεῷ Λόγῳ πρὸ τῆς γεννήσεως τῆς κατὰ σάρκα φημὶ τὸ Χριστοῦ ὄνομα. Κεχρισμένος γὰρ οὔπω, πῶς ἂν λέγοιτο Χριστός; Ὅτε γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς ἄνθρωπος, τότε σύνδρομον τῇ κατὰ σάρκα γεννήσει δέχεται τὴν κλῆσιν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡσεὶ μάχαιραν ὀξεῖαν. Ἀληθὲς καὶ τοῦτο. Γέγραπται γάρ που περὶ αὐτοῦ, μᾶλλον δέ φησιν αὐτὸς ὁ προφήτης Ἡσαί̈ας· Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ.6 Τὸ γάρ τοι θεῖον καὶ οὐράνιον κήρυγμα, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν, τὸ διὰ στόματος λαληθὲν τοῦ Χριστοῦ, μάχαιρα γέγονεν ὀξεῖά τε καὶ τομωτάτη κατὰ τῆς τοῦ διαβόλου τυραννίδος, ἀναιροῦσα τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας.
Ἀπεσκέδασε γὰρ τὴν τῆς ἀπάτης ἀχλὺν, καὶ ταῖς ἁπάντων καρδίαις τὴν τῆς ἀληθοῦς θεογνωσίας ἐνῆκεν αὐγήν· μετεσκεύασε γὰρ τὴν ὑπ’ οὐρανὸν εἰς εὐσεβῆ πολιτείαν, καὶ εὐαγῶν ἐπιτηδευμάτων πάντας ἀπέφηνεν ἐραστὰς, ἀπεθέρισε τοῦ κόσμου τὴν ἁμαρτίαν, δικαιῶν τῇ πίστει τὸν ἀσεβῆ, καὶ Πνεύματος ἁγίου τοὺς προσιόντας ἀναπιμπλὰς, καὶ υἱοὺς αὐτοὺς ἀποφαίνων Θεοῦ, εὐσθενὲς αὐτοῖς, καὶ μαχιμώτατον ἐντιθεὶς τὸ φρόνημα, καὶ δοὺς αὐτοῖς τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἵνα τοῖς ποτε κεκρατηκόσιν ἀντανιστάμενοι πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχωσι, παρεμποδίζοντος οὐδενός. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος ἀναιρετικὴ γέγονε τοῖς ἐπὶ τῆς γῆς, ἡ διὰ Χριστοῦ παίδευσίς τε καὶ μυσταγωγία, σαφηνιεῖ λέγων ὁ προφήτης Ἡσαί̈ας·
PG 70:1039Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην ἐπὶ τὸν δράκοντα τὸν ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Προσεπάγει δὲ, ὅτι Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Καί φησι μὲν ἀνθρωποπρεπῶς, πλὴν τοῖς ἀρτίφροσι χαλεπὸν οὐδὲν, καὶ διὰ τούτων ἰδεῖν ἀχώριστον ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν, καὶ ὅτι γέγονεν ἄνθρωπος. Ὑπὸ σκέπην γὰρ εἶναί φησι τῆς δεξιᾶς αὐτοῦ, ἵνα τὸ ἄληπτον, καὶ ἀκαταγώνιστον τῆς ἑαυτοῦ φύσεως ὑπεμφαίνῃ σωζόμενον αὐτῷ, καὶ εἰ γέγονεν ἐν τοῖς καθ’ ἡμᾶς. Κατισχύσει γὰρ τῆς πανσθενοῦς δεξιᾶς οὐδεὶς, κεχώρισται δὲ, ὡς ἔφην, ὁ Λόγος τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἔτι μὲν γὰρ παναλκὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Ἐπειδὴ γέγονεν ἄνθρωπος, οὐκ ἀτιμάζων ὁ Πατὴρ τοῦ μυστηρίου τὴν δύναμιν, συγκαθίσταται τῇ οἰκονομίᾳ, καί φησι πρὸς αὐτοῦ διὰ τῆς τοῦ Ψάλλοντος λύρας·
Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προςθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψω ἀπὸ προςώπου τοὺς ἐχθροὺς αὐτοῦ. Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ.6 Ἄθρει δὴ οὖν, ἄθρει, καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἀνθρωποπρεπῶς λέγοντα τὸν δι’ ἡμᾶς, καθ’ ἡμᾶς· Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με, φησὶν, ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Πλεῖστα μὲν γὰρ τὰ τοῦ Θεοῦ βέλη γεγόνασι, κατὰ καιροὺς καθάπερ ἐν φαρέτρᾳ κρυπτόμενα τῇ προγνώσει αὐτοῦ, προκομισθέντα δὲ κατὰ τὸν ἑκάστῳ πρέποντα καιρὸν, ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα, Χριστὸν κρυπτόμενον μὲν, ὡς ἔφην, ὡς ἐν φαρέτρᾳ τῇ προγνώσει τοῦ Πατρός. Προεγνώσθη γὰρ πρὸ καταβολῆς κόσμου, παρενεχθὲν δὲ εἰς μέσον, ὅτε καὶ ἐχρῆν ὅλην ἐπισκέψασθαι τὴν γῆν, πεσοῦσαν εἰς ὄλεθρον, καὶ ἀπώλειαν διὰ τοῦ λατρεύειν τῇ κτίσει, παρὰ τὸν κτίσαντα, καὶ τοῖς ἀκαθάρτοις ὑποκεῖσθαι πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας ἐνδεδέσθαι βρόχοις.
Τοῦτο τὸ ἐκλεκτὸν βέλος, ἀναιρεῖ μὲν, ὡς ἔφην, τὸν Σατανᾶν αὐτὸν, καὶ τὰς σὺν αὐτῷ δυνάμεις πονηράς. Ἀναιρεῖ δὲ ὁμοίως τοὺς τῆς ἀληθείας ἐχθροὺς, καὶ τοῖς ἱεροῖς αὐτοῦ κηρύγμασιν ἀνοσίως ἀνθεστηκότας. Τιτρώσκει δὲ καὶ ἑτέρως εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὕτω γάρ φησιν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων πληττομένη νύμφη, ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι.6 Εἶπε δέ μοι, φησὶν, ὁ Πατὴρ, δῆλον δὲ ὅτι Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Ὢ βάθος πλούτου τε καὶ σοφίας, καὶ γνώσεως Θεοῦ κατὰ τὸ γεγραμμένον. Ἦν μὲν γὰρ, καὶ ἔστιν ἐλεύθερος ὁ Υἱὸς, ὡς ἐκ τῆς βασιλευούσης πάντων οὐσίας ἀναφὺς ἀποῤῥήτως. Ἀλλ’ ἤκουσε τοῦ Πατρὸς λέγοντος· Δοῦλός μου εἶ σύ. Οὐκοῦν ὁ ἐλεύθερος κατὰ φύσιν Λόγος πράττεται δοῦλος δι’ οἰκονομίας σαρκικῆς, ἤγουν τῆς κατὰ σάρκα νοουμένης, ἵνα πάλιν ἐννοῇς τὴν ἐκ γυναικὸς ἐν χρόνῳ κατὰ σάρκα γέννησιν αὐτοῦ.
PG 70:1041Ἰσραὴλ δὲ αὐτὸν γενέσθαι ὀνομάζει, διά τοι τὸ ἐξ αἵματος Ἰσραὴλ γενέσθαι κατὰ σάρκα· ἀλλὰ Καὶ ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Ἐδοξάσθη μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, καὶ διὰ προφητῶν ἁγίων, πλὴν οὐκ ἐν αὐτοῖς. Ἐν Χριστῷ δὲ ξένως, καὶ ἀσυνήθως. Ἐδοξάζετο γὰρ ἐν αὐτῷ. Δοξαζομένου δὲ Χριστοῦ, ὁ Πατὴρ ἐν αὐτῷ δοξάζεται. Ὁρῶμεν αὐτὸν ἐν αὐτῷ διαπρέποντα, διὰ τῶν θεοπρεπῶν ἀξιωμάτων καὶ τῆς κατὰ πᾶν ὁτιοῦν δυνάμεώς τε καὶ ἐνεργείας, ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ ἡμερότητος τῆς εἰσάπαν. Εἰδοποιεῖται γὰρ νοητῶς τὸ Θεῖον οὕτως. Καὶ γοῦν ἔφη Χριστός· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.6 Ἔφη δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐν προσώπῳ Χριστοῦ δοξάζεσθαι τὸν γεννήσαντα. Οὐκοῦν ἐν σοὶ, φησὶ, δοξασθήσομαι. Κάμψει γὰρ τῷ Υἱῷ, καὶ ἐν σαρκὶ πεφηνότι, πᾶν γόνυ, καθὰ γέγραπται, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, καὶ εἰς μάτην, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. Ἐπέφανεν ὁ τῶν ὅλων μὲν Σωτὴρ, ἵνα πᾶσαν ἀπαλλάξῃ τὴν ὑπ’ οὐρανὸν, τῆς τοῦ διαβόλου σκαιότητος, καὶ θανάτου, καὶ ἁμαρτίας, καὶ χαρίσμασιν ἱεροῖς λελαμπρυσμένους τοὺς προσιόντας αὐτῷ διὰ τῆς πίστεως. Κέκληνται δὲ πρὸς τοῦτο καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ· προτετίμηντο δὲ οὕτως τῶν ἐθνῶν ὥστε φάναι τὸν Ἰησοῦν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Οἱ δὲ τὴν οὕτως εὐκλεᾶ καὶ ἐξαίρετον λαχόντες τιμὴν, ἄπιστοι γεγόνασι, καὶ ἀποστάται θρασεῖς, καὶ ἀτιμαγέλαι δεινοὶ καὶ ἀγέρωχοι. Καί τοι δέον ἀσμενέστατα προσελθεῖν τῇ χάριτι, καὶ κατακερδάναι τὴν πίστιν, καὶ τὰ ἐξ αὐτῆς ἀγαθὰ, τοῦτο μὲν οὐκ ἔδρων, πόθεν; ἀντανίσταντο δὲ, καλοῦντι πρὸς σωτηρίαν δυσφημοῦντες ἀφυλάκτως, ἀκαθέκτως λοιδοροῦντες· καὶ τί γὰρ οὐ τῶν δεινῶν ἀποφθεγγόμενοι ἀνέδην, καὶ τελευταῖον ἐσταύρωσαν.
Οὐκοῦν τό γε ἧκον εἰς τὸ τῶν ἀπειθούντων ἀπηνὲς, καὶ τὴν ἐκτόπως αὐτοῖς μελετηθεῖσαν ἀντιλογίαν, κενῶς κεκοπίακεν ὁ Σωτὴρ, καὶ εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκε τὴν ἰσχὺν αὐτοῦ. Οὐ γὰρ ἠνέσχετο, καθάπερ ἔφην ἀρτίως, τῶν ἱερῶν αὐτοῦ κηρυγμάτων ὁ ἀπόπληκτος Ἰσραήλ· οὐ τετίμηκεν αὐτοῦ τὸν κόπον. Κόπος γὰρ ἦν τῷ Λόγῳ τὸ γενέσθαι καθ’ ἡμᾶς, καὶ τῆς ἀνθρωπίνης ἀνασχέσθαι μικροπρεπείας. Ἀλλ’ ἡ κρίσις μου, φησὶν, ὁ Πατὴρ, οὓς δεδαπάνηκα πόνους ὑπέρ γε τῆς αὐτῶν σωτηρίας. Διὰ τοῦτο, καὶ ἡ κρίσις ἐξενήνεκται παρ’ αὐτοῦ. Ποία δὲ ἡ κρίσις ἦν; Ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ἐξώσθησαν τοῦ εἶναι λαὸς Θεοῦ, ἀμέτοχοι γεγόνασι τῆς παρ’ αὐτοῦ σωτηρίας, ἄγευστοι μεμενήκασι τῆς τῶν ἁγίων ἐλπίδος, εἰσκέκληνται δὲ ἀντ’ ἐκείνων τῶν ἐθνῶν ἡ πληθύς.
Καὶ ἀντὶ τῶν παρ’ αὐτοῖς ποιμένων, ἕτεροι κεχειροτόνηνται δίκαιοι, καὶ θεοφιλεῖς, καὶ σπουδασμάτων εὐαγῶν ἐπιμεληταὶ, καὶ λαῶν ἡγεῖσθαι δυνάμενοι φωστῆρες ἐν κόσμῳ λόγον ἐπέχοντες ζωῆς, καθά φησιν ὁ πάνσοφος Παῦλος. Βούλει τὴν κρίσιν ἰδεῖν τοῦ Πατρὸς, ἤτοι τὴν ἐπ’ ἐκείνοις ψῆφον, ἄκουε τοῦ Σωτῆρος λέγοντος τοῖς τῶν Ἰουδαίων καθηγηταῖς· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.6 Εἶτά φησιν· Πέπομφε δούλους ἀποληψομένους τοὺς καρποὺς, καὶ πάντες κεκινδυνεύκασιν. Ἐπειδὴ δὲ ὕστερον ἀπέστειλε τὸν υἱὸν, καὶ αὐτὸν ἑωρακότες, φησιν, εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος ἐν ἑαυτοῖς, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.
PG 70:1043Καὶ δὴ καὶ ἀπεκτόνασι.6 Ταύτης ῥηθείσης αὐτοῖς τῆς παραβολῆς, εἴρηται πάλιν ὁ Κύριος λέγων· Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Οἱ δὲ πρὸς αὐτόν· Κακῶς κακοὺς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει ἑτέροις, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Καὶ πρός γε ταῦτά φησιν ὁ Χριστός· Διὰ τοῦτο λέγω ὑμῖν, ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς.6 Ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Τέθεινται γὰρ ἕτεροι τῶν ἀμπελώνων μελεδωνοὶ, καὶ σοφοὶ γηπόνοι, τοῦτ’ ἔστιν, οἱ θεσπέσιοι μαθηταί. Ἐπὶ τούτων ὑετοὺς ἡμῖν αἱ νεφέλαι καθῆκαν, καίτοι τὸν Ἰουδαϊκὸν ἀμπελῶνα μηκέτι κατάρδειν κεκελευσμέναι. Ἐπὶ τούτων οὐκ ἀκάνθας μᾶλλον, ἀλλὰ σταφυλὴν τετρύγηκεν ὁ Χριστός.
Δεδιδάγμεθα γὰρ λέγειν, ὅτι Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.6 Φαίη δ’ ἄν τις, καὶ ἑτέρως, ὅτι γέγονεν ἐν ὀφθαλμοῖς τοῦ Πατρὸς ὁ πόνος τοῦ Υἱοῦ, καὶ κρίσις ἐκβέβηκεν ὀρθή. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὴν δύναμιν, ἐννοήσας τὴν οἰκονομίαν, ἣν καὶ αὐτὸς ἡμῖν ὁ πάνσοφος Παῦλος διατρανοῖ λέγων· Ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὄντα τὸν Υἱὸν, οὐχ ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ, ἑαυτὸν δὲ κενῶσαι, καὶ ὑπήκοον γενέσθαι τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ταύτης τε ἕνεκα τῆς αἰτίας ὑπερυψοῦσθαί τε καὶ τὸ ὄνομα αὐτῷ χαρισθῆναι τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ,6 Ἦν μὲν γὰρ, καὶ ἔστι Θεὸς Λόγος. Ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, καὶ γέγονε τοῦτο κατὰ ἀλήθειαν, εἰς τὴν ἑαυτοῦ δόξαν ἀναβέβηκε μετὰ σαρκός.
Ἐγνώσθη γὰρ ὅτι Θεός ἐστι, καὶ πεπόνηκεν οὐκ εἰκῆ. Γέγονε γὰρ εἰς δόξαν αὐτῷ τῆς οἰκονομίας ὁ τρόπος, οὐκ εἰς εὔηθές τι, καὶ ξένον ἀνατιθεὶς αὐτὸν, ἀλλὰ Σωτῆρα, καὶ Λυτρωτὴν ἀποφήνας τῆς ὑπ’ οὐρανὸν, ὃ δὴ καὶ γνωσθὲν προσπεσεῖν αὐτῷ παρεσκεύασεν οὐρανόν τε καὶ γῆν, καὶ τὰ ἔτι κατώτερα.
Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραήλ· Πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι, Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Οὐδὲν ἧττον ἐν τούτοις εἶναί φαμεν αὐτὸν τὸν Κύριον Ἰησοῦν τὸν Χριστὸν τὸν οὕτως ἀνθρωποπρεπέσι κεχρημένον φωναῖς, εἰ καὶ ὅτι μάλιστα τὸ μέγα τῆς εὐσεβείας διατρανοῖ μυστήριον, καὶ τὸν τῆς κενώσεως τρόπον καθίστησιν ἐναργῆ. Ἄθρει γὰρ ὅπως τὸν φύσει καὶ ἀληθῶς ἑαυτοῦ πλάσαι φησὶν αὐτὸν εἰς δοῦλον ἑαυτῷ, πλὴν ἐκ κοιλίας. Οὐ γάρ τοι γυμνὸν ὄντα, καὶ ἄσαρκον ἔτι Λόγον, εἰς τὴν τῆς δουλείας διάπλασιν ἐνεχθῆναί φησιν ἑαυτὸν, εὐδοκήσαντος τοῦτο τοῦ Θεοῦ, καὶ Πατρός·
PG 70:1045ἐκ κοιλίας δὲ μᾶλλον, τοῦτ’ ἔστιν, ὅτε κατὰ σάρκα ἐγεννήθη ἐκ γυναικός. Τότε γὰρ Θεὸς φύσει, καὶ ἐλεύθερος, ὡς ἐκ Θεοῦ τε καὶ ἐλευθέρου Πατρὸς, τὴν τοῦ δούλου δέχεται μορφὴν, ἤτοι πλάσιν. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς τὸ δοῦλον φύσει εἰς δουλείαν πλάττεται μᾶλλον, ἀλλ’ ὁ δουλείας ἐπέκεινα, καὶ ζυγοῦ, καὶ τοῖς τῆς φυσικῆς ἐλευθερίας ἐμπρέπων αὐχήμασι δέχοιτο ἂν εἰκότως τὴν τοῦ δούλου πλάσιν, ἤτοι μορφήν. Ὅτι γὰρ ἐλεύθερος ὢν ὁ υἱὸς καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, πῶς ἂν ἐνδοιάσειέ τις Παύλου λέγοντος, ἐν μορφῇ μὲν εἶναι αὐτὸν τοῦ Θεοῦ, ἡγεῖσθαι δὲ οὐχ ἁρπαγμὸν τὸ ἴσα εἶναι Θεῷ, ἀλλ’ ἐκ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητός τε καὶ ὁμοιότητος, καθικέσθαι μὲν οὐκ ἀβουλήτως εἰς δούλου μορφὴν, ἐν ὁμοιώματι δὲ ἀνθρώπων γενέσθαι.
Θεὸς γὰρ ἦν μετὰ τούτου, διέδειξε δὲ οὐδὲν ἧττον ἡμῖν τὸ φύσει τε καὶ ἀληθῶς ἐλεύθερον, καὶ οὐκ ἀνεθελήτως τὸ δοῦλον, ἐν τῇ τῶν διδράχμων συνεισφορᾷ. Ἤροντο μὲν γὰρ τὸν θεσπέσιον Πέτρον οἱ δασμολόγοι, πότερόν ποτε συνεισκομίζει τοῖς ἄλλοις Χριστὸς τὸ δίδραχμον, ἤγουν ἀπόβλητον ποιεῖται τὴν κατάθεσιν. Εἶτα πρὸς αὐτὸν ὁ Κύριος· Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη, ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν ἑαυτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;6 Διέποντος δὲ τοῦ μαθητοῦ τἀληθὲς, ἀπὸ γάρ τοι τῶν ἀλλοτρίων κομίζονται οἱ βασιλεῖς τὸ ταχθέν· Ἄρα γε, φησὶν, ἐλεύθεροι οἱ υἱοί εἰσιν. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα·
ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.6 Πλάττεται τοίνυν ὁ ἐλεύθερος κατὰ φύσιν εἰς δοῦλον οἰκονομικῶς, ὅτε καὶ ἐκ κοιλίας ἐγεννήθη τῆς κατὰ σάρκα μητρός. Καιρὸς γὰρ οὗτος ὁ πρέπων τοῖς τῆς κενώσεως μέτροις. Ὅτι δὲ διακονικῶς ἐπλάττετο, πεπληροφόρηκεν εἰπὼν, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ, καὶ τὸν Ἰσραήλ. Καθίκετο γὰρ ἐν τοῖς καθ’ ἡμᾶς Θεὸς ὢν ὁ Λόγος, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τοῦ διασῶσαι τὸν Ἰσραὴλ, καὶ συναγαγεῖν τὸν Ἰακώβ. Κατεσκέδασε μὲν γὰρ ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ φαυλότητος ἁπάσης εὑρετὴς εἰς πολυειδῆ, καὶ πολύμορφον ἁμαρτίαν. Τοὺς μὲν γὰρ ἀπέστησεν ὁλοτρόπως τοῦ κτίσαντος, ἑαυτῷ τε καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ὑποκεῖσθαι παρασκευάσας, καὶ δυσδιάφυκτον αὐτοῖς τὸν τῆς ἁμαρτίας ἐπιῤῥίψας ζυγὸν, καὶ ἀποστήσας εἰς ἅπαν τοῦ, καὶ εἰδέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ Θεὸς Κύριος.
Τοὺς δὲ τὸν Μωσέως νόμον ἔχοντας βραβευτὴν τῶν πρακτέων, ῥᾳθύμους, καὶ ἀναπεπτωκότας ἀπέφηνε, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπενεγκὼν, ὡς ὀλίγον μὲν τοῦ νόμου ποιεῖσθαι λόγον κομιδῆ, πράττεσθαι δὲ μᾶλλον εἴς γε τὸ ἑκάστῳ δοκοῦν, καὶ διδάσκει διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ἐπέφανε τῷ κόσμῳ Χριστὸς συνήχθη διὰ πίστεως εἰς μίαν καὶ ὀρθὴν, καὶ ἀνεπίπληκτον γνώμην, ἃ κατεσκέδασεν ὁ Σατανᾶς, καὶ οἱ πάλαι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτήσαντες προςδεδραμήκασιν αὐτῷ, καὶ τὴν ἐχθροποιὸν ἁμαρτίαν σπούδασμα τῶν ἀγαθῶν ῥιπτοῦντες κατόπιν, εἰρηνεύουσι πρὸς Χριστόν. Προὔτρεπον μὲν γὰρ αὐτοὺς, καὶ οἱ θεσπέσιοι προφῆται γοργῶς ἰέναι πρὸς τοῦτο. Ἡσαί̈ας γοῦν, Ποιήσωμεν εἰρήνην αὐτῷ, φησὶ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.
PG 70:1047Ἐκέκραγον δὲ καὶ οἱ θεσπέσιοι μαθηταί· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.6 Πρὸς Θεὸν δὲ ποιούμεθα τὰς καταλλαγὰς, ὅτε προσίεμεν τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ ἱερώτατος Παῦλος· Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ.6 Ἐν γὰρ Χριστῷ κόσμος τῷ Θεῷ καταλλάττεται. Οὐκοῦν ἐναργῆ τῆς ἐνανθρωπήσεως τὴν διακονίαν καθίστησι λέγων, εἰς δοῦλον πεπλᾶσθαι παρὰ τοῦ Πατρὸς ἐκ κοιλίας, ἵνα συναγάγῃ τὸν Ἰσραὴλ, καὶ τὸν Ἰακώβ. Κἂν εἰ μέν τις λέγοι τὸ τῶν Ἰουδαίων ἔθνος διὰ τούτων σημαίνεσθαι, οὐκ ἂν ἔξω διάττοι σκοποῦ. Ἔφη γάρ που Χριστός· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.6 Εἰ δὲ δὴ βούλοιτο τοὺς διὰ πίστεως σεσωσμένους ἅπαντας, Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν, εὖ ἂν ἔχοι, καὶ οὕτως.
Εἴπερ ἐστὶν ἀληθὲς ὡς οὐ μόνον ἐστὶν ὁ Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, οὔτε μὴν ἐν σαρκὶ περιτομὴ, λέγοιτ’ ἂν οὕτως περιτομή· Ἰουδαῖος δὲ μᾶλλον ὁ ἐν κρυπτῷ, καὶ περιτομὴν ἔχων καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος, οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. Εἴγε τοίνυν Ἰουδαῖός ἐστιν ὁ πνεύματι περιτομὴν ἔχων, ἀπρὶξ εἶεν ἂν οὐδενὶ τῶν γε τοιούτων Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζεσθαι. Παρεμβέβληται δὲ μεταξὺ τοῦ λόγου ὑπὸ τῶν διὰ πίστεως κεκλημένων, φωνῇ κατατιθεμένων, ὅτι καὶ πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Ἅμα γάρ τοι προστάττει γενέσθαι Θεὸς, καὶ μονονουχὶ τῶν κατὰ πόδας εἰρημένων τόπων προσταχθέντων ἔρχεται πέρας. Σέσωσται μὲν γὰρ οὐχ ἅπαξ ὁ Ἰσραὴλ, ἀλλ’ ἠπίστησάν τινες διά γε τὴν σφῶν αὐτῶν μοχθηρίαν, τὴν τῶν εὐαγγελικῶν παιδευμάτων οὐ προσηκάμενοι χάριν.
Page scan enlarged

Notebook

Full View